TLG 5014 001 :: SCHOLIA IN ARISTOPHANEM :: Scholia in Acharnenses (scholia vetera et recentiora Triclinii)

SCHOLIA IN ARISTOPHANEM Schol.
(Varia)

Scholia in Acharnenses (scholia vetera et recentiora Triclinii)

Source: Wilson, N.G. (ed.), Prolegomena de comoedia. Scholia in Acharnenses, Equites, Nubes [Scholia in Aristophanem 1.1B] Groningen: Bouma, 1975: 1–150.

  • Hypotheses: pp. 1–2
  • Scholia: pp. 3–150
  • Hypothesis 2 (epigramma est): Dup. ARISTOPHANES Gramm. (0644 007) (fr. 5)

Cf. et 5014 022

Citation: Hypothesis-epigram-scholion — verse — (line)

hyp ach

1

ΥΠΟΘΕΣΕΙΣ
1Ἐκκλησία ὑφέστηκεν Ἀθήνησιν ἐν τῷ φανερῷ, καθ’ ἣν πολεμοποιοῦντας τοὺς ῥήτορας καὶ προφανῶς τὸν δῆμον ἐξαπατῶντας Δικαιόπολίς τις τῶν αὐτουργῶν ἐξελέγχων παρεισάγεται. τούτου δὲ διά τινος, Ἀμφιθέου καλου‐ μένου, σπεισαμένου κατ’ ἰδίαν τοῖς Λάκωσιν, Ἀχαρνικοὶ γέροντες πεπυσμένοι
5τὸ πρᾶγμα προσέρχονται διώκοντες ἐν χοροῦ σχήματι· καὶ μετὰ ταῦτα θύοντα τὸν Δικαιόπολιν ὁρῶντες, ὡς ἐσπεισμένον τοῖς πολεμιωτάτοις καταλεύσειν ὁρμῶσιν· ὁ δὲ ὑποσχόμενος ὑπὲρ ἐπιξήνου τὴν κεφαλὴν ἔχων ἀπολογήσασθαι, ἐφ’ ᾧτε, ἂν μὴ πείσῃ τὰ δίκαια λέγων, τὸν τράχηλον ἀποκοπήσεσθαι, ἐλθὼν ὡς Εὐριπίδην αἰτεῖ πτωχικὴν στολήν. καὶ στολισθεὶς τοῖς Τηλέφου ῥακώμασι
10παρῳδεῖ τὸν ἐκείνου λόγον, οὐκ ἀχαρίτως καθαπτόμενος Περικλέους περὶ τοῦ Μεγαρικοῦ ψηφίσματος. παροξυνθέντων δέ τινων ἐξ αὐτῶν ἐπὶ τῷ δοκεῖν συνηγορεῖν τοῖς πολεμίοις, εἶτα ἐπιφερομένων, ἐνισταμένων δὲ ἑτέρων ὡς τὰ δίκαια αὐτοῦ εἰρηκότος, ἐπιφανεὶς Λάμαχος θορυβεῖν πειρᾶται. εἶτα γενομένου διελκυσμοῦ κατελεγχθεὶς ὁ χορὸς ἀπολύει τὸν Δικαιόπολιν καὶ πρὸς τοὺς
15θεατὰς διαλέγεται περὶ τῆς τοῦ ποιητοῦ ἀρετῆς καὶ ἄλλων τινῶν. τοῦ δὲ Δικαιοπόλιδος ἄγοντος καθ’ ἑαυτὸν εἰρήνην τὸ μὲν πρῶτον Μεγαρικός τις παιδία ἑαυτοῦ διεσκευασμένα εἰς χοιρίδια φέρων ἐν σάκκῳ πράσιμα παραγί‐ νεται· μετὰ δὲ τοῦτον ἐκ Βοιωτῶν ἕτερος ἐγχέλεις τε καὶ παντοδαπῶν ὀρνίθων γόμον ἀνατιθέμενος εἰς τὴν ἀγοράν. οἷς ἐπιφανέντων τινῶν συκοφαντῶν συλλα‐
20βόμενός τινα ἐξ αὐτῶν ὁ Δικαιόπολις καὶ βαλὼν εἰς σάκκον, τοῦτον τῷ Βοιωτῷ ἀντίφορτον ἐξάγειν ἐκ τῶν Ἀθηνῶν παραδίδωσι, καὶ προσαγόντων αὐτῷ πλει‐ όνων καὶ δεομένων μεταδοῦναι τῶν σπονδῶν, καθυπερηφανεῖ. παροικοῦντος δὲ αὐτῷ Λαμάχου, καὶ ἐνεστηκυίας τῆς τῶν Χοῶν ἑορτῆς, τοῦτον μὲν ἄγγελος παρὰ τῶν στρατηγῶν ἥκων κελεύει ἐξελθόντα μετὰ τῶν ὅπλων τὰς εἰσβολὰς
25τηρεῖν· τὸν δὲ Δικαιόπολιν παρὰ τοῦ Διονύσου τοῦ ἱερέως τις καλῶν ἐπὶ
δεῖπνον ἔρχεται. καὶ μετ’ ὀλίγον ὁ μὲν τραυματίας καὶ κακῶς ἀπαλλάττων ἐπανήκει, ὁ δὲ Δικαιόπολις δεδειπνηκὼς καὶ μεθ’ ἑταίρας ἀναλύων. Τὸ δὲ δρᾶμα τῶν εὖ σφόδρα πεποιημένων, καὶ ἐκ παντὸς τρόπου τὴν εἰρήνην προκα‐ λούμενον. ἐδιδάχθη ἐπὶ Εὐθύνου ἄρχοντος ἐν Ληναίοις διὰ Καλλιστράτου· καὶ
30πρῶτος ἦν· δεύτερος Κρατῖνος Χειμαζομένοις. οὐ σώζονται. τρίτος Εὔπολις Νουμηνίαις.

epigr ach

1

(1t)

ΑΡΙΣΤΟΦΑΝΟΥΣ
2tΓΡΑΜΜΑΤΙΚΟΥ
3Ἐκκλησίας οὔσης παραγίνονταί τινες πρέσβεις παρὰ Περσῶν καὶ παρὰ Σιτάλκους πάλιν,
5οἱ μὲν στρατιὰν ἄγοντες, οἱ δὲ χρυσίον· παρὰ τῶν Λακεδαιμονίων τε μετὰ τούτους τινὲς σπονδὰς φέροντες, οὓς Ἀχαρνεῖς οὐδαμῶς εἴασαν, ἀλλ’ ἔβαλλον. ὧν καθάπτεται σκληρῶς ὁ ποιητής, αὐτὸ τὸ ψήφισμά τε
10Μεγαρικὸν ἱκανῶς φησὶ καὶ τὸν Περικλέα οὐ τὸν Λάκωνα τῶνδε πάντων αἴτιον,
σπονδὰς λύσιν τε τῶν ἐφεστώτων κακῶν.

sch ach

1a

Tr (ad vv. 1—203) τὰ περὶ τῶν μέτρων ταῦτα ἡμέτερά ἐστι Δημητρίου τοῦ Τρικλινίου. ἡ εἴσθεσις τοῦ παρόντος δράματος ἄρχεται ἐκ συστηματικῆς περιόδου καὶ ἑξῆς ἐκ προσώπων ἀμοιβαίων. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρί‐ μετροι ἀκατάληκτοι σαʹ, ὧν τελευταῖος “ἐγὼ δὲ φεύξομαί γε τοὺς Ἀχαρ‐
5νέας”. μεταξὺ δὲ τούτων κατ’ εἰσβολὴν κῶλα δʹ· μετὰ τὸν μβʹ στίχον κῶλον ἰαμβικὸν μονόμετρον ὑπερκατάληκτον ἤτοι πενθημιμερὲς τὸν αʹ ἔχον πόδα ἀνάπαιστον· μετὰ τὸν νθʹ κῶλον ἰαμβικὸν δίμετρον καταληκτικὸν ὃ καλεῖται 〈ἑφ〉θημιμερὲς ἐκ δακτύλου καὶ χορείου· μετὰ τὸν ριαʹ μονόμετρον βραχυκα‐ τάληκτον ἐξ ἀναπαίστου· μετὰ τὸν ριβʹ ἕτερον ὅμοιον· καὶ μετὰ τὸν ρκʹ κῶλον
10ὅμοιον τῷ μετὰ τὸν μβʹ ἤτοι πενθημιμερές. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος. ἐπὶ δὲ τῷ τέλει τῶν στίχων κορωνίς. Lh

sch ach

1b

vet (i) ὅσα δὴ δέδηγμαι: θαυμαστικὸν τὸ “ὅσα”, ἀντὶ τοῦ πολλά. ὁ δὲ “δ σύνδεσμος παραπληρωματικὸς αὔξησιν δηλοῖ. ἐχρήσατο δὲ αὐτῷ καὶ Θουκυδίδης ἐν τῷ προοιμίῳ· “κίνησις γὰρ αὕτη δὴ μεγίστη”. δύναται δὲ λείπειν ἡ “κατά” πρόθεσις, ἵν’ ᾖ κατὰ τὴν ἐμαυτοῦ καρδίαν· ὃ καὶ βέλτιον.
5ὅτι μεταφέρει ἀπὸ τοῦ βίου ἐπὶ τὴν καρδίαν. ἀντὶ γὰρ τοῦ εἰπεῖν κατὰ τὴν ἐμαυτοῦ ζωήν, κατὰ τὴν ἐμαυτοῦ καρδίαν φησί. “δέδηγμαι δὲ ἀντὶ τοῦ ἠνίαμαι, λελύπημαι. καὶ Ὅμηρος· “δάκε δὲ φρένας Ἕκτορι μῦθος” καὶ “θυμοδακὴς μῦθος”. REΓ
vet Tr (ii) ἄλλως: καλῶς ἔφη “δέδηγμαι τὴν καρδίαν”, παρόσον περὶ τὴν
10καρδίαν συνίσταται τὰ τοῦ θυμοῦ καὶ τὰ τῆς ἡδονῆς, ὡς καὶ παρ’ Ὁμήρῳ Ὀδυσσεὺς θυμούμενος κατὰ τῶν μνηστήρων· “στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ, τέτλαθι δὴ κραδίη” φάσκων. REΓLh

sch ach

1c

vet ὅσα: τὸ μόριον τοῦτο ἀόριστον ὂν πλῆθος ἀριθμοῦ σημαίνει. RE

sch ach

1d

Tr ὅσα] θαυμαστικὸν τὸ “ὅσα ἀντὶ τοῦ πολλά. πλῆθος γὰρ ἀριθμοῦ σημαίνει τὸ τοιοῦτον μόριον. Lh

sch ach

2

Tr ἥσθην δὲ βαιά] εὐφράνθην ὀλίγα. Lh

sch ach

3a

vet (i) ψαμμοκοσιογάργαρα: οἷον πολλὰ καὶ ἀναρίθμητα. τὸ γὰρ ψαμ‐ μοκόσια καθ’ ἑαυτὸ ἐπὶ πλήθους ἐτίθετο, παρὰ μὲν Εὐπόλιδι ἐν Χρυσῷ Γένει οὕτως· “ἀριθμεῖν θεατὰς ψαμμοκοσίους”, παρὰ τὸ ἑξακοσίους 〈ἢ〉 ἑπτακοσίους, ἀπὸ τῆς ψάμμου ἀριθμητικῶς γεγενημένον. καὶ τὰ γάργαρα δὲ ἐπὶ πλήθους
5ἐτίθετο, ὡς ἐν Λημνίαις· “ἀνδρῶν ἐπακτῶν πᾶς’ ἐγάργαιρ’ ἑστία”. καὶ παρὰ Ἀριστομένει ἐν Βοηθοῖς· “ἔνδον γὰρ ἡμῖν 〈ἐστιν ἀνδρῶν〉 γάργαρα”. καὶ παρὰ τῷ Σώφρονι δέ· “ἁ δὲ οἰκία τῶν ἀργυρωμάτων 〈ἐ〉γάργαιρε”. καὶ ἐν τῇ τραγῳδίᾳ· “χρημάτων τε γάργαρα”. θέλουσι δέ τινες καὶ τὸ παρὰ τῷ ποιητῇ “κάρκαιρε δὲ γαῖα πόδεσσι” τὴν πολλὴν κίνησιν τῶν ποδῶν σημαίνειν, οἷον
10γάργαιρε, καὶ τὸν καρκίνον δὲ οὕτως ὀνομάζεσθαι διὰ τὸ πλῆθος τῶν πο‐ δῶν. EΓ (ii) εἰς τὸ αὐτ: ἀπὸ δύο λέξεων τὸ σύνθετον ἐγένετο δηλουσῶν πολλά. σύγκειται γὰρ ἀπό τε τῆς ψάμμου καὶ τῶν γαργάρων. ὁ γὰρ Πύθιος νεανιεύεται τῆς ψάμμου τὸν ἀριθμὸν εἰδέναι αὐχῶν ἐν οἷς λέγει “οἶδα δ’ ἐγὼ ψάμμου τ’
15ἀριθμὸν καὶ μέτρα θαλάσσης”. καὶ Εὔπολις ἐπεσημήνατο τὴν λέξιν, εἰπὼν “ἀριθμεῖν θεατὰς ψαμμοκοσίους”. δύναται γὰρ ἐγκεῖσθαι τῇ λέξει τὸ ”–κόσια”, ἥτις ἐστὶ κατάληξις τῶν μετὰ τὸν ἑκατὸν ἀριθμῶν μέχρι τῶν χιλίων· ὃς πλήθους ἐστὶ πολλοῦ σημαντικός· οἷον διακόσια, τριακόσια καὶ τὰ ἑξῆς. τὸ δὲ γάργαρα καὶ αὐτὸ ἐπὶ πλήθους λαμβάνεται διὰ τὴν συγγένειαν τοῦ γ πρὸς
20τὸ κ. εἴρηται δὲ ἀντὶ τοῦ ἄφατα καὶ ἀναρίθμητα. τὸ δὲ κάρκαιρε παρὰ τῷ ποιητῇ ἐστι· “κάρκαιρε δὲ γαῖα πόδεσσι”. μέμνηται δὲ καὶ Κρατῖνος· “ἀν‐
δρῶν ἀρίστων πᾶσα γαργαίρει πόλις”, οἷον πλήθει. RE

sch ach

3b

vet εἴρηται δὲ ἀντὶ τοῦ ἄφατα καὶ ἀναρίθμητα. μέμνηται καὶ Κρατῖνος· “ἀνδρῶν κρατίστων μάρμαιρε πόλις”, οἷον πλήθει. Γ

sch ach

3c

Tr ἀπὸ δύο λέξεων ἡ σύνθεσις τῆς λέξεως. σύγκειται γὰρ ἀπὸ τῆς ψάμμου καὶ τοῦ γάργαρα, ὃ σημαίνει τὰ πολλά. τὸ μὲν γὰρ Εὔπολις ἐπεσημήνατο λέγων “ἀριθμεῖν θεατὰς ψαμμοκοσίους”, ὡς εἰ ἔλεγεν ἑξακοσίους ἢ ἑπτακοσίους. τούτων γὰρ τῶν ἀριθμῶν τὴν κατάληξιν ἔχει. τὸ δὲ γάργαρα Ἀριστομένης·
5“ἔνδον γὰρ ἡμῖν γάργαρα”. ἔστι δὲ καὶ ἐν Λίμναις “ἀνδρῶν ἐπακτῶν πᾶσα γάργαρ’ ἑστία”. Lh

sch ach

3d

Tr ὠδυνήθην] ἐλυπήθην. Lh

sch ach

3e

Tr ψαμμακοσιογάργαρα] ἤγουν πολλά, νικῶντα καὶ τῆς ψάμμου τὸν ἀριθμόν. Lh

sch ach

4a

vet ἄξιον χαιρηδόνος: ἀντὶ τοῦ χαρᾶς. τῷ τόνῳ δὲ ὡς ἀλγηδόνος. ὡς γὰρ ἀπὸ τοῦ ἀλγήσω μέλλοντος ἀλγηδών, ἀλγηδόνος, οὕτω καὶ ἀπὸ τοῦ χαιρήσω χαιρηδών, χαιρηδόνος. REΓ2

sch ach

4b

Tr χαιρηδόνος] χαρᾶς καὶ ἡδονῆς. Lh

sch ach

5a

vet τὸ κέαρ εὐφράνθην: σαφῶς Ἀριστοφάνης τὴν καρδίαν εἶπε κέαρ. ἄνω γὰρ εἰπὼν “ὅσα δὴ δέδηγμαι τὴν ἐμαυτοῦ καρδίαν νῦν φησιν “φ’ ᾧ τὸ κέαρ εὐφράνθην”. EΓΓ2

sch ach

5b

Tr τὴν καρδίαν εἶπε κέαρ ὡς καὶ ἄνω “ὅσα δὴ δέδηγμαι τὴν καρδίανεἴρηκεν. Lh

sch ach

5c

Tr ἐγᾦδα] ἐγὼ οἶδα. Lh

sch ach

6a

vet Tr τοῖς πέντε ταλάντοις: ἀπλήστως ἀλλότρια καταφαγὼν ἐξήμεσεν αὐτά. ἀντὶ τοῦ κλέψας καὶ καταπιὼν ἀπέδωκεν. ἐζημιώθη γὰρ ὁ Κλέων πέντε τάλαντα διὰ τὸ ὑβρίζειν τοὺς ἱππέας. παρὰ τῶν νησιωτῶν γὰρ ἔλαβε πέντε τάλαντα ὁ Κλέων, ἵνα πείσῃ τοὺς Ἀθηναίους κουφίσαι αὐτοὺς τῆς εἰσφορᾶς.
5αἰσθόμενοι δὲ οἱ ἱππεῖς ἀντέλεγον καὶ ἀπῄτησαν αὐτὸν ταῦτα. μέμνηται
Θεόπομπος. REΓΓ2Lh.

sch ach

6b

Tr ἐξήμεσεν] ἀπέδωκεν. Lh

sch ach

7a

vet Tr ταῦθ’ ὡς ἐγανώθην: ἀντὶ τοῦ ἐχάρην, ἐφαιδρύνθην. ἀπὸ τοῦ γά‐ νυμαι. Ὅμηρος· “γάνυται δέ τε φρένα ποιμήν.” ἀπὸ μεταφορᾶς τῶν λαμ‐ πρυνομένων χαλκωμάτων. REΓΓ2Lh

sch ach

7b

Tr ὡς] λίαν. Lh

sch ach

8a

vet Tr ἄξιον γὰρ Ἑλλάδι: τοῦτο παρῳδία καλεῖται, ὅταν ἐκ τραγῳδίας τι μετενεχθῇ εἰς κωμῳδίαν. ἔστι δὲ τὸ ἡμιστίχιον ἐκ Τηλέφου Εὐριπίδου ἔχον οὕτως· “κακῶς ὄλοιτ’ ἄν· ἄξιον γὰρ Ἑλλάδι”. εἰς τὸ δρᾶμα οὖν τῶν Ἱππέων ἀποτείνεται. διὰ τοῦτο γὰρ φαίνεται καταδικασθεὶς ὁ Κλέων τάλαντα εʹ.
5ἄξιον οὖν φησιν Ἑλλάδος τὸ καταδικασθῆναι τὸν Κλέωνα. EΓLh

sch ach

8b

vet ἄξιον οὖν φησιν Ἑλλάδος τὸ καταδικασθῆναι τὸν Κλέωνα. R

sch ach

8c

Tr τοῦτο τοὖργον] τὸ καταδικασθῆναι τὸν Κλέωνα. Lh

sch ach

9a

vet τραγῳδικόν: ἀντὶ τοῦ ἐμπαθές. ἐπείπερ καὶ ἡ τραγῳδία ἐμπαθῶν πραγμάτων ἀπαγγελτική· ἢ ἐπεὶ περὶ τραγῳδιῶν μέλλει λέγειν. RE

sch ach

9b

Tr τραγῳδικόν] ἀντὶ τοῦ ἐμπαθές. Lh

sch ach

10a

vet (i) ὅτε δὴ κεχήνη: ἡ συναίρεσις τοῦ “κεχήνη Ἀττική. τὸ γὰρ ε καὶ α εἰς η συναιροῦσιν. EΓ (ii) εἰς τὸ αὐτ: συναλοιφή, ἀντὶ τοῦ κεχήνεα. ἔστι δὲ τὸ κεχήνεα Ἰακόν· †οἱ γὰρ Ἴωνες ἀπὸ τοῦ αὐτοῦ συμφώνου ἄρχονται.† οἱ δὲ σφόδρα προσέχοντές
5τινι κεχήνασι. δύναται δὲ εἶναι κατὰ μεταφορὰν τῶν ὀρνίθων τῶν ἔτι νεοττῶν προσδεχομένων τὴν τροφὴν καὶ κεχηνότων. οἷον οὖν τροφή μοι ἦν τὸ ἀκοῦσαί
τι τῶν Αἰσχύλου τραγῳδιῶν. EΓ

sch ach

10b

vet κεχήνη: συναλείφεται ἀπὸ τοῦ κεχήνεα Ἀττικῶς. τὸ γὰρ ε καὶ α εἰς η. ἀπὸ μεταφορᾶς τῶν ὀρνίθων τῶν νεοττῶν τὴν τροφὴν προσδεχομένων καὶ κεχηνότων. R

sch ach

10c

vet Tr προσδοκῶν τὸν Αἰσχύλον: ἀντὶ τοῦ τὰς Αἰσχύλου τραγῳδίας. ὥσπερ καὶ ἡμεῖς ἔχοντες τὰ Αἰσχύλου Αἰσχύλον λέγομεν ἔχειν. οὐ γὰρ ἔζη κατ’ ἐκεῖνον τὸν χρόνον· ἐτελεύτησε γὰρ ἐπὶ ἄρχοντος Καλλίου τοῦ μετὰ Μνησίθεον τούτοισ πρὸ ἐνιαυτῶν 〈λʹ〉. τιμῆς δὲ μεγίστης ἔτυχε παρὰ
5Ἀθηναίοις ὁ Αἰσχύλος, καὶ μόνου αὐτοῦ τὰ δράματα ψηφίσματι κοινῷ καὶ μετὰ θάνατον ἐδιδάσκετο. REΓLh

sch ach

10d

Tr ’κεχήνη] ἀτενῶς ἔβλεπον. Lh

sch ach

11

vet Tr ὁ δ’ ἀνεῖπε: ἀνηγόρευσεν. ὁ κῆρυξ δὲ δηλονότι. Θέογνις δὲ οὗτος τραγῳδίας ποιητὴς πάνυ ψυχρός, εἷς τῶν τριάκοντα, ὃς καὶ χιὼν ἐλέγετο. REΓLh

sch ach

12

vet Tr πῶς τοῦτ’ ἔσεισέ μου: εὔσειστον οὖσαν τῇ φύσει μᾶλλον ἐπέσεισε. κέχρηται δὲ τῇ ὑπερβολῇ τῇ ἐπὶ τῆς καρδίας καὶ Θουκυδίδης τὸ νόσημα 〈ἐκ〉φράζων. REΓLh

sch ach

13a

vet (i) ἡνίκ’ ἐπὶ Μόσχῳ ποτ: ἀντὶ τοῦ μετὰ τὸν Μόσχον. ἦν δὲ οὗτος φαῦλος κιθαρῳδός, πολλὰ ἀπνευστὶ ᾄδων. REΓ (ii) εἰς τὸ αὐτ: ὁ Μόσχος κιθαρῳδὸς Ἀκραγαντῖνος. τινὲς οὕτως, ὅτι ὁ νικήσας ἆθλον ἐλάμβανε μόσχον. τὸ δὲ Βοιώτιον μέλος οὕτω καλούμενον,
5ὅπερ εὗρε Τέρπανδρος, ὥσπερ καὶ τὸ Φρύγιον. ὁ δὲ Δεξίθεος ἄριστος κιθα‐
ρῳδὸς καὶ πυθιονίκης. οἱ δὲ ψυχρὸν αὐτὸν εἶναί φασιν. REΓ

sch ach

13b

Tr οὗτος ὁ Μόσχος φαῦλος ἦν κιθαρῳδὸς Ἀκραγαντῖνος. ἐκλήθη δὲ οὕτω διὰ τὸ λαμβάνειν ἐν τῇ νίκῃ μόσχον ἆθλον. Lh

sch ach

13c

Tr ἐπὶ Μόσχῳ] ἀντὶ τοῦ μετὰ τὸν Μόσχον. Lh

sch ach

14a

Tr Δεξίθεος] ἄριστος κιθαρῳδὸς καὶ πυθιονίκης. οἱ δὲ ψυχρὸν αὐτόν φασιν. Lh

sch ach

14b

Tr Βοιώτιον] μέλος οὕτω καλούμενον ὅπερ εὗρε Τέρπανδρος. Lh

sch ach

15a

vet (i) τῆτες δ’ ἀπέθανον: ἐπὶ ἔτος, ὅπερ οἱ Δωριεῖς τᾶτες λέγουσιν. RE (ii) εἰς τὸ αὐτ: ἀντὶ τοῦ ἐπ’ ἔτος. οἱ Δωριεῖς δὲ διὰ τοῦ δ λέγουσι τῆδες. E

sch ach

15b

Tr τῆτες] εἰς τὸ αὐτὸ ἔτος, ὅπερ οἱ Δωριεῖς διὰ τοῦ δ τῆδες λέγουσιν. Lh

sch ach

16a

vet ὅτε δὴ παρέκυψε Χαῖρις: καλῶς τὸ “παρέκυψε”. ὁ δὲ Χαῖρις οὗτος κιθαρῳδὸς καὶ αὐλῳδὸς φαῦλος. ὁ δὲ ὄρθιος αὐλητικὸς νόμος οὕτω καλούμενος διὰ τὸ εἶναι ἔντονον καὶ ἀνάτασιν ἔχειν, ὡς δηλοῖ καὶ Ὅμηρος
“ἔνθα στᾶς’ ἤϋσε θεὰ μέγα τε δεινόν τε
5ὄρθι’· Ἀχαιοῖσι δὲ μέγα σθένος ἔμβαλ’ ἑκάστῳ”. REΓ

sch ach

16b

Tr Χαῖρις] κιθαρῳδὸς καὶ οὗτος φαῦλος. Lh

sch ach

17a

vet ἐξ ὅτου ’γὼ ῥύπτομαι: ἀντὶ τοῦ σμήχομαι, τουτέστι ζῶ, μεταφο‐ ρικῶς. τῷ γὰρ ζῶντι ἕπεται τὸ ῥύπτεσθαι, ὅ ἐστι τὸ σμήχεσθαι· ῥύμματα γὰρ τὰ σμήγματα. καὶ Ὅμηρος· “ῥύμματα πάντα κάθηρε”. ῥύπτεσθαι οὖν τὸ σμᾶσθαι, παρεμπτώσει τοῦ τ, τὸ ῥύπον ἀφαιρεῖσθαι. ὁ δὲ ῥύπος κατὰ
5ἀφαίρεσιν τοῦ χ· ῥύπος γὰρ ὁ τῷ χρωτὶ ὑπὼν σπίλος. REΓ

sch ach

17b

Tr ῥύπτομαι] ἀντὶ τοῦ σμήχομαι, τουτέστι ζῶ, μεταφορικῶς. Lh

sch ach

18a

vet (i) ὑπὸ κονίας τὰς ὀφρῦς: παρ’ ὑπόνοιαν. δέον γὰρ εἰπεῖν ὑπὸ λύπης τὴν καρδίαν, ὡς καὶ ἐν ἀρχῇ ἔφη, “ὑπὸ κονίας τὰς ὀφρῦς εἶπεν, ὅτι καὶ οἱ κονίᾳ σμώμενοι δάκνονται τὰς ὀφρῦς. REΓΓ3 (ii) ἄλλως: ὑπερβατόν· “ἀλλ’ οὐδεπώποτε οὕτως ἐδήχθην ὑπὸ
5κονίας τὰς ὀφρῦς ἐξ ὅτου ’γὼ ῥύπτομαι”. ΓΓ3

sch ach

18b

Tr τοῦτο ὑπερβατόν· “ἀλλ’ οὐδεπώποθ’ οὕτως ἐδήχθην ὑπὸ κο‐ νίας γε τὰς ὀφρῦς ἐξ ὅτου ῥύπτομαι”, ὡς καὶ νῦν, καὶ τὰ ἑξῆς. δέον δὲ ὑπὸ λύπης εἰπεῖν· ὁ δὲ “ὑπὸ κονίας” εἶπεν, ὅτι καὶ οἱ κονίαν ἤτοι ἄσβεστον ὀσμώμενοι δάκνονται τὰς ὀφρῦς. Lh

sch ach

19a

vet κυρίας ἐκκλησίας: ἐν ᾗ ἐκύρουν τὰ ψηφίσματα. εἰσὶ δὲ νόμιμοι ἐκκλησίαι αἱ λεγόμεναι κύριαι τρεῖς τοῦ μηνὸς Ἀθήνησιν. ἡ πρώτη καὶ ἡ δεκάτη καὶ ἡ τριακάς. εἰσὶ δὲ καὶ πρόσκλητοι συναγόμεναι κατά τινα ἐπείγοντα πράγματα. αἱ μὲν οὖν νόμιμοι καὶ ὡρισμέναι ἐκκλησίαι κύριαι λέγον‐
5ται, ὡς ἔφαμεν, αἱ δὲ πρὸς τὰ κατεπείγοντα συναγόμεναι σύγκλητοι. REΓ

sch ach

19b

Tr νόμιμαι ἐκκλησίαι ἦσαν αἱ λεγόμεναι κύριαι, τρὶς τοῦ μηνὸς Ἀθήνησι γινόμεναι, ἐν τῇ πρώτῃ, τῇ δεκάτῃ καὶ τῇ τριακοστῇ, ἐν αἷς ἐκύρουν τὰ ψηφιζό‐ μενα. ἦσαν δὲ καὶ ἕτεραι κατά τινα ἐναγόμενα γινόμεναι πράγματα, αἳ καὶ ἐκαλοῦντο σύγκλητοι. ἀπὸ γὰρ προσκλήσεως ἐγίνοντο, ἐκτὸς οὖσαι τῶν ὡρισ‐
5μένων ἡμερῶν. Lh

sch ach

19c

Tr κυρίας] ἐν ᾗ ἐκύρουν τὰ ψηφίσματα. Lh

sch ach

20a

vet ἡ πνὺξ αὑτη: ἡ ἐκκλησία, παρὰ τὴν τῶν λίθων πυκνότητα. ἢ ἀπὸ τοῦ πυκνοῦσθαι τοὺς ἄνδρας ἐν τῇ ἐκκλησίᾳ, ὡς αὐτὸς ἐν Σφηξίν·
“ἔδοξέ μοι περὶ πρῶτον ὕπνον ἐν τῇ πυκνὶ
〈ἐκκλησιάζειν πρόβατα συγκαθήμενα〉”. REΓ

sch ach

20b

Tr πνὺξ τὸ δικαστήριον παρὰ τὴν τῶν λίθων πυκνότητα, ἢ παρὰ τὸ πυκ‐ νοῦσθαι τοὺς ἄνδρας ἐν αὐτῇ· πλῆθος γὰρ συνήρχετο δικαστῶν ἐν αὐτῷ καὶ ἑτέρων ἀκροωμένων. Lh

sch ach

21

vet οἱ δ’ ἐν ἀγορᾷ λαλοῦσι: διάφορα δηλοῖ ἡ λέξις. νῦν μὲν τὴν ἐκκλη‐ σίαν, ὅθεν ὁ Νέστωρ ἀγορητής, καὶ τὸν τόπον ἔνθα πιπράσκεται τὰ ὤνια, καὶ αὐτὰ τὰ ὤνια σημαίνει. REΓ

sch ach

22a

vet (i) τὸ σχοινίον φεύγουσιν: ὑπὲρ τοῦ ἐξ ἀνάγκης αὐτοὺς εἰς τὰς ἐκκλησίας συνιέναι τοῦτο ἐμηχανῶντο καὶ πολλὰ ἄλλα. ἀνεπετάννυσαν γὰρ τὰ γέρρα καὶ ἀπέκλειον τὰς ὁδοὺς τὰς μὴ φερούσας εἰς τὴν ἐκκλησίαν καὶ τὰ ὤνια ἀνῄρουν ἐν ταῖς ἀγοραῖς, ὅπως μὴ περὶ ταῦτα διατρίβοιεν. ἔτι μὴν καὶ
5μεμιλτωμένῳ σχοινίῳ περιβάλλοντες αὐτοὺς συνήλαυνον εἰς τὰς ἐκκλησίας. τοῦτο δὲ ἐποίουν ὑπὲρ τοῦ μὴ βραδῦναι· ὅσοι γὰρ ἐχρίοντο, ζημίαν ἐξέτινον. REΓ (ii) ἄλλως: ἐπεὶ ὀκνηρῶς εἶχον οἱ Ἀθηναῖοι πρὸς τὰς συνόδους, εἰώθεσαν ὑπηρέται δύο μεμιλτωμένον σχοινίον ἐκτείνοντες διὰ τῆς ἀγορᾶς διώκειν τὸν ὄχλον εἰς τὴν ἐκκλησίαν, ὥς φησι Πλάτων ὁ κωμικός· “ὅσοι δ’ ἐχρίοντ’ ἐξέ‐
10τινον ζημίαν”. Γ

sch ach

22b

Tr εἰώθασι δύο ὑπηρέται κεχρισμένον σχοινίον μίλτῳ ἤγουν βάμματι κοκκίνῳ ἐκτείνειν διὰ τῆς ἀγορᾶς καὶ τὸν ὄχλον διώκειν εἰς τὴν ἐκκλησίαν, ὥς φησι καὶ Πλάτων ὁ κωμικός· “ὅσοι δὲ ἐχρίοντο ἐξέτινον ζημίαν”. τοῦτο δὲ ἐποίουν ἐπεὶ ὀκνηρῶς εἶχον Ἀθηναῖοι πρὸς τὰς συνόδους. ἀφῄρουν δὲ καὶ
5τὰ περὶ τὴν ἐκκλησίαν ἐν τῇ ἀγορᾷ κείμενα ὤνια, ἵνα περὶ ταῦτα διατρί‐ βοιεν. Lh

sch ach

22c

Tr σχοινίον] τὸ κοκκίνῳ βεβαμμένον. Lh

sch ach

23a

vet ἀλλ’ ἀωρίαν ἥκοντες: ἀντὶ τοῦ ἀωρίᾳ καὶ μεθ’ ἡμέραν καὶ ἐπὶ τῶν νυκτῶν. ὁ δὲ νοῦς, ἀκαίρως καὶ παρὰ τὸν δέοντα καιρόν· ἄωρα γὰρ τὰ παρὰ τὸν καιρὸν τρυγώμενα. REΓ

sch ach

23b

Tr οἱ πρυτάνεις] οἱ ἄρχοντες. Lh

sch ach

23c

Tr ἀωρίαν] παρὰ τὸν πρέποντα καιρόν. Lh

sch ach

24a

vet ὠστιοῦνται: διωθήσονται. ἀπὸ ἐνεστῶτος τοῦ ὠστίζω. ὁ δὲ λόγος ὡς πρός τινά ἐστι λεγόμενος, ὡς καὶ Ὅμηρος· “φαίης κ’ ἀκμῆτας καὶ ἀτει‐ ρέας”, καὶ “ἔνθ’ οὐκ ἂν βρίζοντα ἴδοις”. REΓ

sch ach

24b

Tr ὠστιοῦνται] διωθίζονται. Lh

sch ach

25a

vet πρώτου ξύλου: περὶ τῆς προεδρίας, ὡς ξυλίνων οὐσῶν τῶν καθε‐ δρῶν. ὅτι δὲ καὶ ἐκ λίθων παντί που δῆλον, ὅταν λέγῃ “ἐπὶ τῆς πέτρας κά‐ θηνται”. REΓ

sch ach

25b

Tr περὶ πρώτου ξύλου] ἤγουν περὶ τῆς προεδρίας. Lh

sch ach

26a

vet ἅθροοι καταρρέοντες: ἀντὶ τοῦ ὁμοῦ. προπαροξύνειν δὲ δεῖ τὸ ὄνομα καὶ δασύνειν τὴν πρώτην συλλαβὴν Ἀττικῶς. “καταρρέοντες δὲ ἀντὶ τοῦ ἀθρόως ἐπερχόμενοι. ἡ μεταφορὰ ἀπὸ τῶν ποταμίων ῥευμάτων. καὶ Ὅμηρος· “τὰ δ’ ἐπέρρεεν ἔθνεα πεζῶν”. REΓ

sch ach

26b

Tr ἀθρόοι] ὁμοῦ. Lh

sch ach

26c

Tr καταρρέοντες] δίκην ῥεύματος ἐπανερχόμενοι. καὶ Ὅμηρος· “τὰ δ’ ἐπέρρεεν ἔθνεα”. Lh

sch ach

29

vet Tr νοστῶν κάθημαι: ἁπλῶς ἀντὶ τοῦ ἐρχόμενος καὶ ἐπανερχόμενος. EΓLh

sch ach

30a

vet στένω κέχηνα: πάλιν τὸ κέχηνα, ἐν ἴσῳ τῷ προσδέχομαι, ἢ δέομαι τῆς εἰρήνης, ὥσπερ οἱ νεοσσοὶ κεχήνασι δεόμενοι τῆς τροφῆς. τὸ δὲ “σκορδινῶ‐ μαι ἀντὶ τοῦ κλῶμαι καὶ σπασμῷ συνέχομαι. οἱ γὰρ ἀπὸ πληθώρας σκορό‐ δων ἐμοῦντες διὰ τὴν δριμύτητα μᾶλλον σπῶνται. τὸ δὲ ἐμεῖν καὶ τὸ ὁπωσοῦν
5κενοῦσθαι σκορδινᾶσθαί ἐστιν. οἱ δὲ κυρίως τὸ σκορδινᾶσθαί φασιν ἐπὶ τῶν κυνῶν τῶν ἐξ ὕπνου ἀνισταμένων, ὅταν τὰ μέλη καὶ ὅλους αὐτοὺς διατείνωσι. σκορδινᾶσθαι οὖν ἐστι τὸ ἀνακλᾶσθαι μετὰ χάσμης. γίνεται δὲ ἀπὸ ἀλογίας
τὸ τοιοῦτον. EΓ

sch ach

30b

vet σκορδινᾶσθαι οὖν ἐστιν τὸ ἀνακλᾶσθαι μετὰ χάσμης. γίνεται δὲ ἀπὸ ἀλογίας τὸ τοιοῦτον. κυρίως ἐπὶ τῶν κυνῶν ἐξ ὕπνου ἀνισταμένων, ὅταν τὰ μέλη καὶ ὅλους αὐτοὺς διατείνωσιν. R

sch ach

30c

Tr τοῦτο ἐκ μεταφορᾶς εἴρηκε τῶν κυνῶν. οὗτοι γὰρ ἐξ ὕπνου ἀνιστάμενοι ἀνακλῶσι τὴν κεφαλὴν καὶ τοὺς πόδας ἐκτείνουσι καὶ πέρδονται. καὶ οἱ προσδο‐ κῶντες οὖν τι καὶ τὸν χρόνον ἀργὸν διαβιβάζοντες τοιαῦτα εἰώθασι ποιεῖν μόνοι καθήμενοι, ἀποροῦντες τί δήποτε βραδύνει τὸ προσδοκώμενον. Lh

sch ach

30d

Tr κέχηνα] ἤγουν προσδέχομαί τινα ἐλθεῖν. Lh

sch ach

30e

Tr σκορδινῶμαι] ἀνακλῶμαι, ἤγουν ἐκτείνω τὰς χεῖρας καὶ τὸ λοιπὸν σῶμα. Lh

sch ach

31a

vet γράφω, παρατίλλομαι: γράφω μὲν ἀντὶ τοῦ καταγράφω· ἢ ζωγραφῶ, ἐπὶ τῆς γῆς ξύων τῷ δακτύλῳ ἤ τινι τοιούτῳ παιδιᾶς τινος 〈ἕνεκα〉. “παρατίλλομαι δὲ τὰς ἐκ τῶν μυκτήρων τίλλω τρίχας ἢ τῶν μασχαλῶν. ταῦτα δὲ πάντα ποιοῦσιν οἱ προσδεχόμενοι μέν τι, τὸν δὲ χρόνον δαπανῶντες
5εἰς ἀπορίαν καὶ ἀμηχανίαν, μὴ τυγχάνοντες τοῦ προσδοκωμένου λογισμοῦ. ὅτε γὰρ αὐτοὶ ἐφ’ ἑαυτῶν διατίθενται ἀλύοντες, καὶ ἐπὶ γῆς γράφουσιν. EΓ

sch ach

31b

vet γράφω: ζωγραφῶ, ἐπὶ τῆς γῆς ξύων τῷ δακτύλῳ. “παρατίλλο‐ μαι”, τὰς ἐκ τῶν μυκτήρων ἢ τῶν μασχαλῶν τρίχας. ἃ ποιοῦσιν οἱ προσδεχό‐ μενοι μέν τι καὶ τὸν χρόνον δαπανῶντες ὑπὸ ἀδημονίας. R

sch ach

31c

Tr γράφω] ἐν γῇ ζωγραφῶ, ἢ γράφω τῷ δακτύλῳ. Lh

sch ach

31d

Tr παρατίλλομαι] ἐκ τῶν μυκτήρων ἢ τῶν μασχαλῶν τίλλομαι τρίχας. Lh

sch ach

31e

Tr λογίζομαι] λογαριάζω. Lh

sch ach

32

vet Tr ἀποβλέπων: οἱ γὰρ πολιορκούμενοι καὶ πολεμούμενοι ἀεὶ εἰς τὸν ἀγρὸν ἀποβλέπουσιν, ἐπιθυμοῦντες ἐν αὐτῷ εἶναι. REΓLh

sch ach

33

vet Tr ὁ στίχος ἐκ τραγῳδίας. ELh

sch ach

34a

vet Tr ἄνθρακας πρίω: τοῦτο Ἀχαρνέων ἴδιον, τὸ λέγειν πρίασο πρίω καὶ ἵστασο ἵστω. ἦν γὰρ ὁ Δικαιόπολις Ἀχαρνεύς. οὗτοι δὲ πολυάνθρακες καὶ οὐ δεόμενοι παρ’ ἄλλων πρίασθαι. REΓLh

sch ach

34b

Tr πολυάνθρακες γὰρ Ἀχαρνεῖς καὶ οὐ δεόμενοι παρ’ ἄλλων πρίασθαι. Lh

sch ach

35

vet Tr οὐδ’ ᾔδει πρίω: οὐδὲ ἐγίνωσκε τὸ πρίω ῥῆμα. οὐ γὰρ ἐδεῖτο ἀγοράσαι, ἔχων οἴκοι. REΓLh

sch ach

36

vet χὠ πρίων ἀπῆν: τοῦτο παιδιὰ καλεῖται. ἀπὸ γὰρ τοῦ πρίω ῥήματος ὄνομα τὸ “πρίων”. R

sch ach

37a

vet ἀτεχνῶς] ἀσφαλῶς. R

sch ach

37b

Tr ἀτεχνῶς] φανερῶς. Lh

sch ach

38a

vet βοᾶν: ἀντιφθέγγεσθαι, ἀντιλέγειν ἁπλῶς καὶ ὡς ἔτυχε. τὸ δὲ “ὑπο‐ κρούειν ἐπὶ τῶν θορυβούντων λέγεται, ὅπερ ἡμεῖς φαμὲν ἐκκρούειν καὶ κωλύειν. τὸ δὲ “λοιδορεῖν”, ἄμφω ῥητέον, καὶ λοιδορεῖν καὶ λοιδορεῖσθαι. REΓ

sch ach

38b

Tr τὸ “ὑποκρούειν κυρίως ἐπὶ τῶν θορυβούντων λέγεται, ὅπερ ἡμεῖς ἐκκρούειν καὶ κολούειν φαμέν. Lh

sch ach

38c

Tr βοᾶν] ἀντιφθέγγεσθαι, ἀντιλέγειν. Lh

sch ach

38d

Tr λοιδορεῖν] ἤγουν καὶ λοιδορεῖν καὶ λοιδορεῖσθαι. Lh

sch ach

40a

vet Tr οὑτοι: δεικτικῶς. REΓLh

sch ach

40b

vet Tr μεσημβρινο: οὐκ ὀρθρίσαντες. REΓLh

sch ach

42

vet ὠστίζεται: συνωθεῖ, συνθλίβεται. R

sch ach

43a

vet εἰς τὸ πρόσθεν: εἴσθεσις· κωλάριον ἀπ’ ἐλάσσονος. EΓ

sch ach

43b

Tr πρόσθεν] ἔμπροσθεν. Lh

sch ach

44

vet Tr (i) καθάρματος: εἰώθασιν οἱ Ἀθηναῖοι θύειν δέλφακα καὶ ῥαίνειν τὰς καθέδρας τῷ αἵματι αὐτοῦ εἰς τιμὴν τῆς Δήμητρος, ἐπειδὴ τοὺς καρποὺς αὐτῆς βλάπτει. REΓLh (ii) ἄλλως: ὅτι καθαίρονται οἱ ἐν τῇ ἐκκλησίᾳ χοίρου σφαζομένου καὶ ὁ
5ῥήτωρ φησίν· “ἐπειδὰν τὸ καθάρσιον περιενεχθῇ καὶ ὁ κῆρυξ τὰς πατρίους εὐχὰς εὔξηται, τότε δὴ κελεύει δημηγορεῖν”. τὸ δὲ θυόμενον χοιρίδιον ἐπὶ καθάρσει τῶν τόπων κάθαρμα ἐκαλεῖτο, ὁ δὲ περικαθαίρων καθαρτής. καὶ παρὰ μὲν τοῖς κωμικοῖς κάθαρμα ἐκαλεῖτο. Αἰσχίνης δὲ ἐν τῷ κατὰ Τιμάρχου καθάρσιον καλεῖ. REΓLh

sch ach

47

vet (i) ὁ γὰρ Ἀμφίθεος Δήμητρος ἦν: ἱερεὺς Δήμητρος καὶ Τριπτο‐ λέμου ὁ Ἀμφίθεος. πέπαικται κωμικῶς ταῦτα, Κελεοῦ γεγονέναι αὐτὸν καὶ Τριπτολέμου. ταῦτα δὲ λέγει ἐν παιδιᾷ σκώπτων τὸν Εὐριπίδην ἀεὶ ἡδέως ἀπαγγέλλοντα τὰ γένη. τοῦ δὲ Κελεοῦ μέμνηται Βακχυλίδης διὰ τῶν ὕμνων.
5REΓ
vet Tr (ii) ἄλλως: τὸν πρόπαππον ἑαυτοῦ λέγει, ὃς Ἀμφίθεος ὁμωνύμως ἐκα‐ λεῖτο. REΓLh

sch ach

48

Tr σκώπτει ἐνταῦθα Εὐριπίδην ἀεὶ ἡδέως ἀπαγγέλλοντα τὰ γένη. Lh

sch ach

49

vet Tr τήθην ἐμήν: τήθας ἐκάλουν τὰς μάμμας, καὶ τηθελὰς τοὺς μαμμο‐ θρέπτους. REΓLh

sch ach

52

vet Tr σπονδὰς ποιεῖσθαι: οὗτος ὁ σκοπὸς τοῦ δράματος, ὥστε σπονδὰς
ποιεῖσθαι πρὸς Λακεδαιμονίους. REΓLh

sch ach

53a

vet ἐφόδι’ οὐκ ἔχω: ὅτι ἐκ τοῦ πολέμου πένης εἰμί. διὸ εἰρήνης ἐπιθυμῶ. REΓ

sch ach

53b

Tr ἐφόδι’] ἀναλώματα. Lh

sch ach

54

vet Tr (i) οἱ τοξόται: τοῦτό φησιν εἷς τῶν πρυτάνεων, κελεύων ἐκβαλεῖν τὸν Ἀμφίθεον ὡς ὑβριστήν. RELh (ii) εἰς τὸ αὐτ: τοῦτο ἐκ τῶν πρυτάνεων τίς φησι, κελεύων ἀπελαύνειν τὸν Ἀμφίθεον ὡς ὑβριστήν. εἰσὶ δὲ οἱ τοξόται δημόσιοι ὑπηρέται, φύλακες
5τοῦ ἄστεος, τὸν ἀριθμὸν χίλιοι, οἵτινες πρότερον μὲν ᾤκουν τὴν ἀγορὰν μέσην σκηνοποιησάμενοι, ὕστερον δὲ μετέβησαν εἰς Ἄρειον πάγον. ἐκαλοῦντο δὲ οὗτοι καὶ Σκύθαι καὶ †Πευσίνιοι, Πευσῖνός† τινος τῶν πάλαι πολιτευομένων συντάξαντος τὰ περὶ αὐτούς. EΓLh

sch ach

55a

vet Tr ὦ Τριπτόλεμε: τοὺς ἑαυτοῦ προγόνους ἐπικούρους ὥσπερ καὶ συμ‐ μάχους ἐπικαλεῖται. REΓLh

sch ach

55b

Tr περιόψεσθε] παραβλέψετε. Lh

sch ach

57

vet Tr ἀπάγοντες: ἀπωθοῦντες, ἀπελαύνοντες. REΓ3Lh

sch ach

58a

vet Tr καὶ κρεμάσαι τὰς ἀσπίδας: ἐν γὰρ εἰρήνῃ κρέμανται αἱ ἀσπίδες. REΓLh

sch ach

58b

Tr σπονδὰς] ἤγουν εἰρήνην. Lh

sch ach

60

vet Tr ἢν μὴ περὶ εἰρήνης πρυτανεύσητέ μοι: ἀντὶ τοῦ χρηματίσητε, σκέψησθε, πράξητε. πάντα γὰρ ὑπὸ τῶν πρυτάνεων διεπράττετο. ἐχρήσατο δὲ
τῇ λέξει καὶ Δημοσθένης. REΓLh

sch ach

61a

vet Tr οἱ πρέσβεις 〈οἱ παρὰ βασιλέως〉: οὕτως ὁ Περσῶν βασιλεὺς κατ’ ἐξοχήν. τοὺς δὲ ἄλλους ἔλεγον προστιθέντες καὶ τῶν ἀρχομένων τὰ ὀνόματα, οἷον βασιλεὺς Λακεδαιμονίων, βασιλεὺς Μακεδόνων. διαφορὰ δέ ἐστι πολλὴ βασιλέως καὶ τυράννου. βασιλεὺς μὲν γὰρ ἐκ προγόνων κατὰ διαδοχὴν ἔχει
5τὴν ἀρχήν, ἐπὶ ῥητοῖς λαβὼν γέρασι· τύραννος δὲ τὸ ἄρχειν βιαίως σφετερί‐ ζεται. χρῶνται δὲ ἀδιαφόρως ἔνιοι τοῖς ὀνόμασιν. Ἱέρωνα μὲν γὰρ βασιλέα Πίνδαρος καλεῖ τὸν Συρακουσίων τύραννον. Εὔπολις δὲ ἐν Δήμοις εἰσάγει τὸν Πεισίστρατον βασιλέα. ἀλλὰ καὶ τοὺς βασιλέας πολλάκις τυράννους λέγουσι. πρέσβεις δὲ οὗτοί εἰσιν οἱ περὶ τὸν Μόρυχον ἐμπλησθέντες τρυφῆς. EΓLh

sch ach

61b

vet οἱ παρὰ βασιλέως: οὗτος Περσῶν βασιλεὺς κατ’ ἐξοχήν, τοὺς δὲ ἄλλους ἔλεγον προστιθέντες τῶν ἀρχομένων τὰ ὀνόματα, οἷον βασιλεὺς Μακε‐ δόνων, βασιλεὺς Λακεδαιμονίων. R

sch ach

63a

vet καὶ τοῖς ταῶσι: τοῖς κόλποις τοῖς πεποικιλμένοις, ἐπεὶ ὁ ταὼς ποικίλος. ἢ ὅτι πορφύρας ἔχουσι καὶ τιάρας, ὡς αὐτός φησι. τιάραι δέ εἰσι περικεφαλαῖαι Περσικαὶ ταώνων πτερὰ ἔχουσαι. ἢ ὅτι ἥκοντες ἀπὸ Περσίδος ταὼς ἔχοντες ἐληλύθασιν. REΓ

sch ach

63b

Tr ἐπεὶ ὁ ταὼς ποικίλος, εἰσῆλθον δὲ καὶ οὗτοι ποικίλα φοροῦντες ἐνδύ‐ ματα, τοῦτο λέγει. ἢ ὅτι τιάρας ἐφόρουν, αἵ εἰσι περικεφαλαῖαι Περσικαὶ ταώνων πτερὰ ἔχουσαι. ἢ ὅτι ταὼς ἔχοντες ἧκον ἐκ τῆς Περσίδος. Lh

sch ach

63c

Tr ταῶσι] τοῖς κόλποις τοῖς πεποικιλμένοις, ὅτι πορφύρας ἔχουσι καὶ τιάρας· τοιοῦτοι γὰρ Πέρσαι ἀλαζόνες. Lh

sch ach

64

vet Tr ’κβάτανα τοῦ σχήματος: ἐξίασι γὰρ οἱ πρέσβεις κεκαλλωπισ‐
μένοι ὡς ἀπὸ Ἐκβατάνων, ἥτις ἐστὶ Περσικὴ πόλις. REΓLh

sch ach

66

vet Tr μισθὸν φέροντας: διὰ τούτων παρίστησι τὴν τῶν Ἀθηναίων μαλα‐ κίαν, ἄλλως ἀναλισκόντων τοὺς χρόνους ἕνεκα κέρδους. πρὸ δώδεκα δὲ ἐτῶν ἦρχεν ὁ Εὐθυμένης Ἀθήνησι. καθάπτεται οὖν τῶν πρεσβευτῶν ὡς ἐπίτηδες χρονοτριβούντων ἐν ταῖς πρεσβείαις, ὑπὲρ τοῦ πλείονα μισθὸν λαμβάνειν.
5REΓLh

sch ach

67

vet Tr π’ Εὐθυμένους ἄρχοντος: οὗτός ἐστιν ὁ ἄρχων, ἐφ’ οὗ κατελύθη τὸ ψήφισμα τὸ περὶ τοῦ μὴ κωμῳδεῖν γραφὲν ἐπὶ Μορυχίδου. ἴσχυσε δὲ ἐκεῖνόν τε τὸν ἐνιαυτὸν καὶ τοὺς δύο ἑξῆς ἐπὶ Γλαυκίνου τε καὶ Θεοδώρου, μεθ’ οὓς ἐπ’ Εὐθυμένους κατελύθη. REΓLh

sch ach

68

vet Tr διὰ τῶν Καϋστρίων: Καΰστριος ποταμὸς τῆς Λυδίας περὶ Μίλητον †πλησίον τῆς Λυδίας† παρ’ ᾧ καὶ ὁ Ἄσιος λειμών. ἔνθα καὶ χῆνές εἰσι πολλοὶ διαιτώμενοι. καὶ Ὅμηρος· “χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων
5〈Ἀσίῳ ἐν λειμῶνι, Καϋστρίου ἀμφὶ ῥέεθρα〉.” REΓLh

sch ach

69a

vet ἐσκηνημένοι: κέκλιται τὸ ῥῆμα ἀπὸ τῆς πρώτης τῶν περισπωμένων. εἰ γὰρ ἦν ἀπὸ τῆς τρίτης, ἦν ἂν διὰ τοῦ ω, ὡς κεχρυσωμένοι. REΓ

sch ach

69b

Tr ὁδοιπλανοῦντες] ἐν ὁδοῖς πλανώμενοι ὡς ξένοι. Lh

sch ach

69c

Tr ἐσκηνημένοι] ἀπὸ τοῦ σκηνέω, σκηνῶ. Lh

sch ach

71a

vet σφόδρα γὰρ ἐσωζόμην ἐγ: ἐκ τοῦ ἐναντίου ἀπήντησεν ἀγανακτῶν. εἰ γὰρ ὑμεῖς ἀπώλλυσθε οὕτω διάγοντες, ἐσωζόμην ἄρα ἐγὼ πολιορκούμενος ὑπὸ Λακεδαιμονίων, κατακείμενος καὶ καθεύδων ἐν τῷ τείχει ἐπὶ φρυγάνων καὶ καλάμης καὶ συρφετῶν. τὸ οὖν “ἐσωζόμην ἐν εἰρωνείᾳ λέγει. REΓ

sch ach

71b

Tr σφόδρα γὰρ ἐσωζόμην] κατ’ εἰρωνείαν λέγει ἀγανακτῶν. Lh

sch ach

72a

vet φορυτὸς ψιαθῶδές τι πλέγμα ἐν ᾧ τοὺς στάχυας ἐμβάλλουσιν. ἢ φορυτῷ τῇ ἐκ φρυγάνων στρωμνῇ. R

sch ach

72b

Tr τὴν ἔπαλξιν] τὸ τεῖχος. Lh

sch ach

72c

Tr φορυτῷ] τῷ ἐκ φρυγάνων καὶ καλάμης συρφετῷ. Lh

sch ach

73a

vet ξενιζόμενοι δέ: προτρεπόμενοι εἰς τὰ ξένα βρώματα τοῦ βασιλέως τῶν Περσῶν. E

sch ach

73b

Tr ξενιζόμενοι δὲ πρὸς βίαν] φιλοφρονούμενοι ὡς ξένοι πολυτελέσι βρώ‐ μασι καὶ πόμασι καὶ ἄκοντες ἐπίνομεν, κινούμενοι ὑπὸ τῶν Περσῶν. Lh

sch ach

74a

vet χρυσίδων: χρυσῶν φιαλῶν. R

sch ach

74b

Tr χρυσίδων] τῶν ἐκ χρυσοῦ ποτηρίων. Lh

sch ach

75a

vet Κραναὰ πόλις: τοῦτο τέτριπται ὑπὸ τῶν παλαιῶν. καὶ Αἰσχύλος γὰρ καὶ Σοφοκλῆς ἐχρήσαντο τῇ λέξει. λέγει δὲ Κραναὰς τὰς Ἀθήνας, ἤτοι τὰς τραχείας. λεπτόγεως γὰρ ἡ Ἀττική. ἢ ἀπὸ Κραναοῦ τινος, ὃς ἦν τῶν αὐτοχθόνων εἷς. EΓ

sch ach

75b

vet Κραναὰς τὰς Ἀθήνας λέγει, ἤτοι τὰς τραχείας. ἢ ἀπὸ Κραναοῦ τινος. R

sch ach

75c

Tr Κραναὰς λέγει τὰς Ἀθήνας ἢ ὡς τραχείας, λεπτόγεως γὰρ ἡ Ἀττική, ἢ ἀπὸ Κραναοῦ τινος, ὃς ἦν τῶν αὐτοχθόνων εἷς. ἐχρήσαντο δὲ τῇ λέξει καὶ Αἰσχύλος καὶ Σοφοκλῆς. Lh

sch ach

75d

Tr ὦ Κραναὰ πόλις] ἤγουν ὦ Ἀθῆναι. Lh

sch ach

77a

vet οἱ βάρβαροι γὰρ ἄνδρας: ἄνδρας νῦν ἀντὶ τοῦ ἀνδρείους καὶ γεν‐ νάδας. RE

sch ach

77b

Tr ἄνδρας] ἀνδρείους, γενναίους. Lh

sch ach

78

vet Tr καταφαγεῖν] ἐμφατικῶς ἡ κατὰ ὥσπερ καὶ τὸ ἐμφαγεῖν. EΓ2Lh

sch ach

79a

vet λαικαστάς: πόρνους. REΓ2

sch ach

79b

Tr λαικαστάς τε καὶ καταπύγονας] καὶ ἀμφότερα τοὺς πόρνους σημαίνει. Lh

sch ach

81a

vet Tr ἀλλ’ εἰς ἀπόπατον: ἀπόπατος λέγεται ἡ ἄφοδος τῆς ἐκδεδιῃτημένης τροφῆς, παρὰ τὸ ἐκτρέπεσθαι τῆς ὁδοῦ. πάτος γὰρ ἡ κοινὴ ὁδός. καὶ Ὅμηρος· “πάτον ἀνθρώπων ἀλεείνων”. ἀντὶ δὲ τοῦ εἰπεῖν ἐπὶ πόλεμον ᾤχετο, ἔφη “εἰς ἀπόπατον ᾤχετο”. REΓLh

sch ach

81b

Tr εἰς ἀπόπατον] ἤγουν εἰς πόλεμον ὤφειλεν εἰπεῖν. ἔπαιξε δέ. Lh

sch ach

82a

vet ἐπὶ χρυσῶν ὀρῶν: παρόσον ἱστόρηται 〈χρηματίζειν〉 ὁ τῶν Περσῶν βασιλεὺς ὑπὸ χρυσῆν πλάτανον καθεζόμενος, ἔπαιξεν εἰπὼν “ἐπὶ χρυσῶν ὄρων”. ὄρος γὰρ ἡ ἀμίς. ἢ διὰ τὰ ἐν Περσίδι χρυσοῦ μέταλλα. REΓ

sch ach

82b

Tr δύο ταῦτα ἐδήλωσε διὰ τοῦ εἰπεῖν “ἐπὶ χρυσῶν ὀρῶν”, τά τε οὐρο‐ δόχα ἀγγεῖα, ἅ φασιν ἀμίδας, καὶ τὰ τῆς Περσίδος ὅρια, ἐν οἷς φασι γίγνεσθαι τὸν χρυσόν. ὅθεν ἱστοροῦσι τὸν Ξέρξην ὑπὸ χρυσῆν πλάτανον καθεύδειν ὅτε κατὰ τῶν Ἀθηναίων ἐστράτευσεν. Lh

sch ach

82c

Tr κἄχεζεν] ἤγουν ἀπεδήμει. Lh

sch ach

82d

Tr χρυσῶν ὀρῶν] ἤγουν ἀμίδων, οὐροδόχων ἀγγείων. Lh

sch ach

83a

vet Tr ξυνήγαγεν] συνήρμοσεν. REΓ2Lh

sch ach

83b

Tr τὸν πρωκτὸν] τὸν στρατὸν ὤφειλεν εἰπεῖν. Lh

sch ach

84a

vet Tr τῇ πανσελήνῳ; : οἱ γὰρ Ἕλληνες πάντα ἔπραττον πρὸς τὴν σελήνην ἀποβλέποντες, καὶ μάλιστα οἱ Λακεδαιμόνιοι. Δάτιδος γοῦν καὶ Ἀρταφέρνους τῶν στρατηγῶν τοῦ Περσῶν βασιλέως εἰς Μαραθῶνα ἐμβεβλη‐ κότων, περιέμενον τὴν πανσέληνον ἐπὶ τῷ τότε ἐξελθεῖν ἐπὶ τὸν πόλεμον.
5πρὶν δὲ ἐκείνους παραγενέσθαι, κατώρθωσαν οἱ Ἀθηναῖοι τὸν πόλεμον. παίζει
οὖν πρὸς τὸ τοιοῦτον ἔθος. REΓLh

sch ach

84b

Tr τῇ πανσελήνῳ;] ὅπου ἦν τεσσαρεσκαιδεκαταία ἡ σελήνη· τότε γάρ ἐστι πανσέληνος. Lh

sch ach

85

Tr ὅλους] ὁλοκλήρους. Lh

sch ach

86a

vet ἐκ κριβάνου: οὐδετέρως λέγεται τὸ κρίβανον, ὡς μαρτυρεῖ Φερε‐ κράτης·
“τουτὶ τί ἐστιν; ὡς ἀνεκὰς τὸ κρίβανον.” οὕτω δὲ λέγεται οἱονεὶ κρίβαυνον, ἐν ᾧ αἱ κριθαὶ ὀπτῶνται. βαύνους δὲ ἔλεγον
5τὰς καμίνους. REΓ

sch ach

86b

vet καὶ τίς εἶδε πώποτε: λείπει τὸ οὐδείς, ὡς καὶ παρ’ Ὁμήρῳ· “τίς ἂν τάδε γηθήσειεν ἰδών;” προσυπακούεται γὰρ τὸ οὐδείς. REΓ

sch ach

86c

Tr βαύνους ἔλεγον τὰς καμίνους. κρίβανον οὖν ἐν ᾧ τοὺς κριθίνους ἕψουσιν ἄρτους, οἱονεὶ κρίβαυνον, ἀπὸ τοῦ βαύνειν καὶ ἕψειν τὸ κρῖ. Lh

sch ach

86d

Tr κριβάνου] οὕτω φασὶ τὸ σκεῦος ἐν ᾧ τοὺς κριθίνους ἕψουσιν ἄρτους. Lh

sch ach

86e

Tr τίς] προσυπακούεται οὐδείς. Lh

sch ach

87

Tr τῶν ἀλαζονευμάτων] βαβαί. Lh

sch ach

88

vet Tr τριπλάσιον Κλεωνύμου: ὅτι ὡς μέγα ἔχων σῶμα καὶ δειλὸς διεβάλ‐ λετο ὁ Κλεώνυμος. ἑτέρωθι δὲ καὶ ἀδηφάγος εἴρηται. νῦν δὲ καὶ φενακιστὴν αὐτὸν καλεῖ χαριεντιζόμενος. REΓLh

sch ach

90a

vet ταῦτ’ ἄρ’ ἐφενάκιζες σ: ἀντὶ τοῦ διὰ ταῦτα. “φέρων δέ, του‐ τέστιν λαμβάνων, κομιζόμενος. REΓ

sch ach

90b

Tr φέρων] λαμβάνων. Lh

sch ach

91

vet Tr Ψευδαρτάβαν: γελοίως ἔπαιξε. παίζει δὲ ὡς τοιούτων ὄντων ὀνομάτων παρὰ Πέρσαις, Ἀρταβάζου καὶ Ἀρταξέρξου. καὶ τὸ “Ψευδαρτάβαν
ἐποίησε παρὰ τὴν ἀρτάβην. Περσικὸν δὲ καὶ Αἰγύπτιον τὸ ὄνομα. REΓLh

sch ach

92a

vet τὸν βασιλέως ὀφθαλμόν: ἀντὶ τοῦ τὸν μέγα δυνάμενον παρὰ βασιλεῖ. οὕτω δὲ ἐκάλουν τοὺς σατράπας, δι’ ὧν πάντα ὁ βασιλεὺς ἐπισκοπεῖ· ὡς βασιλέως ὦτα τοὺς ὠτακουστάς, δι’ ὧν ἀκούει τὰ πραττόμενα ἑκάστῳ πανταχοῦ. REΓ

sch ach

92b

Tr τοὺς σατράπας οὕτως ἐκάλουν βασιλέως ὀφθαλμούς, δι’ ὧν πάντα ὁ βασιλεὺς σκοπεῖ, ὡς καὶ βασιλέως ὦτα τοὺς ὠτακουστάς, δι’ ὧν ἀκούει τὰ παρ’ ἑκάστου πραττόμενα πανταχοῦ. Lh

sch ach

92c

Tr τὸν βασιλέως ὀφθαλμόν] τὸν μέγα δυνάμενον παρὰ βασιλεῖ. Lh

sch ach

93a

vet τοῦ πρέσβεως: προπαροξυτόνως, ὡς μάντεως. ἀπὸ εὐθείας τῆς ὁ πρέσβις. οἱ δὲ παροξυτόνως ὡς χαλκέως, ἀπὸ εὐθείας τῆς ὁ πρεσβεύς· οἵτινες ἁμαρτάνουσιν· οὐ γάρ ἐστιν ὁ πρεσβεύς. REΓ

sch ach

93b

Tr τόν γε] ὀφθαλμόν· ἔπαιξε δέ. Lh

sch ach

94

Tr ὁ βασιλέως] οὕτως ἐκάλουν οἱ κήρυκες ἐξ ὀνόματος. Lh

sch ach

95a

vet (i) πρὸς τῶν θεῶν ἄνθρωπε 〈ναύφρακτον βλέπεις〉: ἐξεπίτη‐ δες μέγαν ὀφθαλμὸν ἐσκεύασται ἔχων ὁ πρεσβευτής. “ναύφρακτον δέ, ἤτοι ναύσταθμον, ὡς περιβλέποντος ἐν κύκλῳ τοῦ πρεσβευτοῦ καὶ ἀξιωματικῶς εἰσιόντος. τινὲς δὲ “ναύφρακτον τὴν ἐν ναυσὶ στρατιάν· οἷον οὖν στρατιὰν
5βλέπεις ὅλην· ἐπειδὴ μεγάλοι ταῖς τριήρεσιν ὀφθαλμοὶ γίνονται, δι’ ὧν τὰς κώπας ἐμβάλλοντες ἐκωπηλάτουν. ἐφράττοντο δὲ καὶ δερματίνοις τροποῖς πρὸς τὸ μὴ τρίβεσθαι τὰ σανιδώματα. EΓ (ii) ἄλλως: ὁ ναυτικὸς στρατὸς ναύφρακτος καλεῖται. σκώπτων οὖν αὐτὸν διὰ τὸ σοβαρῶς καὶ μόλις προσιέναι ταῦτά φησι, πότερον ἐν ὀφθαλμοῖς τὸ
10ναυτικὸν ἔχων οὕτω βαδίζεις, ἢ ναῦν ἀκρωτήριον κάμπτουσαν; ἐπειδὴ δεδοικό‐ τες οἱ ἐμπλέοντες, ὅταν πλησίον ὦσι τῆς γῆς, ἠρέμα καὶ ἐπιστημόνως ἰθύνουσι, μὴ προσπταίσωσι τῇ γῇ. ἐσκευασμένος δὲ ἦν ὁ Πέρσης, δέρμα ἔχων καθει‐
μένον εἰς τύπον τοῦ τε πώγωνος καὶ τοῦ στόματος ὡς ἂν προσωπεῖον. EΓ (iii) ἄλλως: ἔξεισι τερατώδης τις γελοίως ἐσκευασμένος καὶ ὀφθαλμὸν
15ἔχων ἕνα ἐπὶ παντὸς τοῦ προσώπου. EΓ

sch ach

95b

vet ναύφρακτον: ναύσταθμον, ὡς περιβλέποντος ἐν κύκλῳ τοῦ πρεσβευ‐ τοῦ καὶ ἀξιωματικῶς εἰσιόντος. τινὲς δὲ “ναύφρακτον τὴν ἐν ναυσὶ στρατιάν· οἷον οὖν στρατιὰν βλέπεις ὅλην, ἢ ναῦν ἀκρωτήριον κάμπτουσαν. ἐπειδὴ δεδοικότες οἱ ἐμπλέοντες, ὅταν ὦσι πλησίον τῆς γῆς, ἠρέμα καὶ ἐπιστημόνως
5ἰθύνουσι, μὴ προσπταίσωσι τῇ γῇ. ἔξεισι τερατώδης τις γελοίως ἐσκευασμένος καὶ ὀφθαλμὸν ἔχων ἕνα ἐπὶ παντὸς τοῦ προσώπου. R

sch ach

95c

Tr ἐξεπίτηδες μέγαν ὀφθαλμὸν ἔχων κατεσκευάσθη ὁ πρεσβίς, ὃν ἰδὼν περιβλέποντα καὶ ἀξιωματικῶς ἰόντα ἐξεπλάγη. φησὶ γοῦν στρατιὰν ὅλην βλέπεις ναυτικὴν (αὐτὴν γὰρ καλεῖ “ναύφρακτον”) καὶ διὰ τοῦτο μέγιστον ἔχεις ὀφθαλμὸν καὶ περιβλέπεις πανταχοῦ. ἢ ἐπεὶ μεγάλοι ταῖς τριήρεσιν ὀφ‐
5θαλμοὶ γίνονται δι’ ὧν τὰς κώπας ἐμβάλλουσιν. Lh

sch ach

95d

Tr ναύφρακτον] ναύσταθμον. ὡς περιβλέποντος ἐν κύκλῳ λέγει. Lh

sch ach

96a

vet περὶ ἄκραν κάμπτων: τηνικαῦτα γὰρ μάλιστα εἰώθασι προορᾶν καὶ φυλάττειν τὴν ναῦν, ὁπόταν ἄκραν τινὰ κάμπτωσι. νεώριον οὖν, φησί, περιβλέπεις ἐν ᾧ νεωλκήσεις; †οἶκον δὲ νεώς, ὃν καλοῦσιν ἀγκῶνα.† ἢ μᾶλλον ὑποκρύφους τόπους διὰ τὸν ἄνεμον, ἔνθα ὑπὸ σκέπην εἰσίν. EΓ

sch ach

96b

Tr οἶκον δὲ λέγει νεώς, τόπον τινὰ σκέπην ἔχοντα καὶ ὑποκεκρυμμένον διὰ τοὺς ἀνέμους, ἔνθα εἰσέρχονται τούτων πνευσάντων. Lh

sch ach

96c

Tr εἰώθασι προορᾶν καὶ φυλάττειν τὴν ναῦν, ὁπόταν ἄκραν τινὰ κάμπ‐ τωσι. Lh

sch ach

97a

vet (i) ἄσκωμ’ ἔχεις: ὡς τοῦ δέρματος ἐξηρτημένου τοῦ μύστακος αὐτοῦ καὶ τῆς ῥινός, καὶ οὕτως ἐσκευασμένου γέλωτος χάριν. ἄσκωμα δέ, ὁ ἱμὰς ὁ συνέχων τὴν κώπην πρὸς τῷ σκαλμῷ. REΓ (ii) ἄλλως: ὁ τῆς κώπης ὀφθαλμὸς ἔχει τὸ ἄσκωμα. κώπης δὲ ὀφθαλμὸς
5τὸ τρῆμα. RE

sch ach

97b

Tr ἄσκωμα ὁ ἱμὰς ὁ συνέχων τὴν κώπην. δέρμα δὲ εἶχεν ἐξηρτημένον τοῦ μύστακος καὶ τῆς ῥινὸς αὐτοῦ. Lh

sch ach

100

vet Tr ἀπισονασάτρα: παίζει ὡς τῇ Περσικῇ διαλέκτῳ χρώμενος. RELh

sch ach

101

Tr ξυνήκαθ’] ἔγνωτε. Lh

sch ach

102

vet totus versus] τοῦτο ὁ κῆρυξ ἢ ὁ πρύτανις. E

sch ach

104a

vet χαυνόπρωκτε: ἀντὶ τοῦ ἔκλυτε. Ἴαον δὲ ἀντὶ τοῦ Ἀθηναῖε. Ἴωνες γὰρ Ἀθηναῖοι ἀπὸ Ἴωνος τοῦ Ξούθου. ὡς βάρβαρος δὲ τὸ αυ ἔφη, βαρβαρικὸν ἀντὶ τοῦ ἑλληνιζομένου. REΓ

sch ach

104b

Tr Ἴωνας τοὺς Ἀθηναίους λέγει ἀπὸ Ἴωνος τοῦ Ξούθου. ὡς βάρβαρος δὲ τὸ αυ ἔφη, Δωρικὸν ὂν ἀντὶ τοῦ ἑλληνιζομένου. Lh

sch ach

104c

Tr totus versus] ἔκλυτος ὁ στίχοσ. Lh

sch ach

105

Tr ὡς σαφῶς] λέγει. Lh

sch ach

106

vet ὅτι χαυνοπρώκτους: ὅτι πάντας τοὺς Ἕλληνας Ἰάονας ἐκάλουν οἱ βάρβαροι προείρηται. καὶ Ὅμηρος· “Ἰάονας ἑλκεχίτωνας”. RE

sch ach

108a

vet Tr οὐκ, ἀλλ’ ἀχάνας: ἀχάνη μέτρον ἐστὶ Περσικόν, ὥσπερ ἡ ἀρτάβη παρ’ Αἰγυπτίοις. ἐχώρει δὲ μεδίμνους Ἀττικοὺς μεʹ, ὡς μαρτυρεῖ Ἀριστοτέλης. ἄλλοι δέ φασιν ὅτι κίστη ἐστίν, εἰς ἣν κατετίθεντο τοὺς ἐπισιτισμοὺς οἱ ἐπὶ τὰς θεωρίας στελλόμενοι. REΓLh

sch ach

108b

Tr ἀχάνας] μέτρον Περσικόν. Lh

sch ach

111

vet Tr ἄγε δὴ σὺ φράσον 〈ἐμοὶ σαφῶς πρὸς τουτονί〉: ἀντὶ τοῦ πρὸς ἐμαυτόν. Ἀττικὸν δὲ τὸ τοιοῦτο σχῆμα. ὡς μὴ συνιέντος δὲ αὐτοῦ δείκνυσι τῷ δακτύλῳ “ἐμο λέγων καὶ “τουτονί”. REΓLh

sch ach

112a

vet βάψω βάμμα Σαρδιανικόν: ἵνα μή σε ἐρυθρὸν ποιήσω τῷ βάμ‐ ματι μαστίξας, οἱονεὶ ἵνα μή σε φοινίξω. νῆσος γάρ ἐστι μεγίστη ἡ Σαρδὼ πρὸς τῇ Ἰταλίᾳ. γίνονται δὲ ἐν αὐτῇ πορφύραι διάφοροι καὶ ὀξύταται.
βούλεται οὖν δηλοῦν, ἵνα μή σοι πληγὰς ἐντρίψω. RΓ

sch ach

112b

Tr νῆσός τίς ἐστι μεγάλη ἡ Σαρδὼ πρὸς τῇ Ἰταλίᾳ, ἐν ᾗ γίνονται πορφύραι διάφοροι καὶ ὀξύταται. ἢ ὅτι εἰς τὴν Σαρδὼ τῆς Λυδίας πυρρὰ βάμματα γίνεται. βούλεται οὖν δηλοῦν ὅτι εἰ μὴ εἴποις τἀληθές, μαστίζων σε ἐρυθρὸν ποιήσω τοῖς αἵμασιν. Lh

sch ach

112c

Tr totus versus] ἤγουν μαστίζων ἐρυθρὸν ποιήσω τῷ αἵματι. Lh

sch ach

113a

vet ἀνανεύει: τοῦτό ἐστι παρεπιγραφή, ὑπὲρ τοῦ σαφὲς γενέσθαι ὅτι ἀρνούμενος ἀνένευσεν. REΓΓ2

sch ach

113b

Tr ἀνανεύει] ἀρνούμενος γὰρ ἀνένευεν. Lh

sch ach

113c

Tr (ad ἀνανεύει et ἐπινεύει) ἰαμβικὰ μονόμετρα βραχυκατάληκτα. Lh

sch ach

114a

vet ἄλλως: ἠλιθίως καὶ ματαίως, ὡς καὶ Ὅμηρος “Σπέρχει’, ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεύς”. οἱ δὲ Ἀττικοὶ εἰώθασι προστιθέναι τὴν την, λέγοντες τηνάλλως. REΓ

sch ach

114b

Tr ἄλλως] μάτην. Ἀττικοὶ γὰρ τηνάλλως φασὶ προστιθέντες τὴν την. Lh

sch ach

115a

vet Ἑλληνικόν γ’ ἐπένευσαν: τοῦτο εἶπεν ὡς διαφέροντος καὶ τοῦ νεύματος τοῦ Ἑλληνικοῦ. ἐπένευσε δὲ μετὰ τὸ περιάγειν τὴν κεφαλήν. χρὴ μέντοι εἰδέναι ὅτι ἕνα καλέσας μικρῷ πρότερον, νῦν ὡς περὶ δύο τὸν λόγον ποιεῖται. δῆλον οὖν ὅτι δι’ ἑνὸς τοῦ ἐνδοξοτέρου τοὺς δύο καλεῖ. REΓ

sch ach

115b

Tr χρὴ εἰδέναι ὅτι ἕνα πρέσβιν καλέσας ἄνω νῦν ὡς περὶ δύο τὸν λόγον ποιεῖται. δῆλον δὲ ὅτι δι’ ἑνὸς τοῦ ἐνδοξοτέρου τοὺς δύο καλεῖ, ἐπεὶ καὶ πρό‐ τερον “οἱ παρὰ βασιλέως πρέσβεις εἴρηκεν. Lh

sch ach

116

vet Tr αὐτόθεν: ἀπὸ τῆς Ἀττικῆς, ἐντεῦθεν. REΓ2Lh

sch ach

118

vet Tr ἐγᾦδ’: τὸ “ἐγᾦδα ἀντὶ τοῦ ἐγὼ οἶδα. οὗτος δὲ ὁ Κλεισθένης ἀεὶ τὸ γένειον ἐξυρᾶτο πρὸς τὸ ἀεὶ φαίνεσθαι νέος. διὰ τοῦτο εὐνούχῳ αὐτὸν εἰκάζει.
REΓLh

sch ach

119

vet Tr ὦ θερμόβουλον: παρῳδίᾳ χρῆται. ἔστι γὰρ ἐν Τημενίδαις Εὐριπί‐ δου, “ὦ θερμόβουλον σπλάγχνον”. οὗτος οὖν σκώπτων Εὐριπίδην προσέθηκε “πρωκτὸν παρὰ προσδοκίαν. REΓLh

sch ach

120

vet Tr τοιόνδε δ’ ὦ πίθηκε: καὶ τοῦτο παρῴδηκεν ἐκ τῶν Ἀρχιλόχου ἐπῳδῶν·
“τοιάνδε δ’ ὦ πίθηκε τὴν πυγὴν ἔχεις”. ELh

sch ach

122

vet Tr οὐ δήπου Στράτων: καὶ οὗτος κωμῳδεῖται ὡς λωβώμενος τὸ γένειον καὶ λειαίνων τὸ σῶμα ὡς ὁ Κλεισθένης, ὥς φησιν αὐτὸς Ἀριστοφάνης ἐν ταῖς Ὁλκάσι·
“παῖδες ἀγένειοι, 〈Κλεισθένης τε καὶ〉 Στράτων”. REΓLh

sch ach

123

vet Tr πάλιν ἐν μέσῳ ἰαμβικὸν πενθημιμερές. EΓ2Lh

sch ach

124

vet πάλιν ἐν ἐκθέσει στίχοι ἰαμβικοὶ τρίμετροι. E

sch ach

125a

vet Tr εἰς τὸ πρυτανεῖον: ὥστ’ ἐκεῖ εἶναι τοὺς πρέσβεις παρ’ Ἀθηναίοις. RELh

sch ach

125b

vet ταῦτα δῆτ’ οὐκ ἀγχόνη: ἡ διαφορὰ τοῦ ὀνόματος ἐν 〈τῷ〉 τόνῳ. ὀξυτόνως μὲν γὰρ τὸ πάθος, βαρυτόνως δὲ τὸ σχοινίον καὶ ὁ βρόχος. EΓ

sch ach

125c

vet ἀγχονὴ τὸ πάθος, ἀγχόνη τὸ σχοινίον. R

sch ach

125d

Tr οὐκ ἀποπνιγήσομαι, φησί, τῇ λύπῃ, οὐ τυγχάνων καὶ αὐτὸς ξενίας; τοὺς μὲν γὰρ πρέσβεις ξένους ὄντας καλοῦσι καὶ ξενίζουσιν ἐν τῷ πρυτανείῳ, ἐμὲ δὲ τὸν ὑπὲρ τῆς πόλεως στρατευόμενον καὶ πονοῦντα οὐ ξενίζουσιν. Lh

sch ach

125e

Tr ταῦτα δῆτ’ οὐκ ἀγχόνη] ἀγανακτῶν ὡς ξενιζομένων τῶν πρέσβεων
τοῦτο λέγει. Lh

sch ach

127a

vet Tr (i) τοὺς δὲ ξενίζειν: παροιμία ἐπὶ τῶν πολλοὺς ξένους ὑποδεχο‐ μένων “οὐδέποτ’ ἴσχει ἡ θύρα”. μέμνηται καὶ Εὔπολις ἐν Φίλοις
“νὴ τὸν Ποσειδῶ οὐδέποτ’ ἴσχει 〈γ’〉 ἡ θύρα”. καὶ Καλλίμαχος ἐν Ἑκάλῃ
5
“τῖον δέ ἑ πάντες ὁδῖται
ἦρα φιλοξενίης· ἔχε γὰρ τέγος ἀκλήϊστον”. καὶ Πίνδαρος
“ἔνθ’ ἄρα πεπταμέναιν ξείνων ἕνεκεν ταῖν θύραιν”. λέγει δὲ περὶ τῶν πρυτάνεων, διότι αὐτὸν μὲν ὑπὲρ τῆς πόλεως στρατευόμενον
10καὶ πονοῦντα οὐ δέχονται 〈ἐν τῷ πρυτανείῳ〉, τοὺς δὲ πρέσβεις ξένους ὄντας καλοῦσι καὶ ξενίζουσιν ἐν αὐτῷ. “ἴσχει δὲ ἀντὶ τοῦ κωλύει ἢ ἀποκλείει. EΓLh
vet (ii) ἄλλως: οὐδέποτε ἐκώλυσεν ἢ ἀπέκλεισεν. ὁ δὲ λόγος ἐπὶ τῶν πρυτά‐ νεων, καθὸ ἐπὶ ξενίαν καλοῦσι τοὺς ἀφικνουμένους. E

sch ach

127b

vet Tr οὐδέποτ’ ἴσχει γ’ ἡ θύρα] παροιμία ἐπὶ τῶν πολλοὺς ξένους ἀποδεχο‐ μένων. RLh

sch ach

127c

vet ἴσχει] κωλύει ἢ ἀποκλείει. Γ2

sch ach

132

vet Tr καὶ τῇ πλάτιδι: τῇ γυναικί· παρὰ τὸ πελάζειν τῷ ἀνδρὶ κατὰ τὴν κοίτην. REΓLh

sch ach

133

vet Tr πρεσβεύεσθε: ἀντὶ τοῦ πρέσβεις πέμπετε. τὸ δὲ “κεχήνατε”, ἐξαπατᾶσθε καὶ ἐνεοί ἐστε. REΓLh

sch ach

134

vet Tr προσίτω Θέωρος: οὗτος ἐπὶ κολακείᾳ κωμῳδεῖται. ὁ κῆρυξ καλεῖ
ἄλλον πρεσβευτὴν ἐλθόντα παρὰ Σιτάλκους τοῦ Θρᾳκῶν βασιλέως, πρὸς ὃν ἦσαν ἀποστείλαντες αὐτὸν Ἀθηναῖοι· οὗτος δὲ ἐκαλεῖτο Θέωρος. μέμνηται δὲ αὐτοῦ ποτὲ μὲν ὡς ἐπιόρκου, ὡς καὶ ἐν ταῖς Νεφέλαις· φησὶ γὰρ
5
“εἴπερ βάλλει τοὺς ἐπιόρκους, πῶς δῆτα οὐχὶ Σίμων’ ἐνέπρησεν
οὐδὲ Κλεώνυμον οὐδὲ Θέωρον· καίτοι σφόδρα γ’ εἰς’ ἐπίορκοι;”, ποτὲ δὲ ὡς κόλακος, ὡς ἐν τοῖς Σφηξίν. REΓLh

sch ach

135a

vet οὗτος εἰσκηρύττεται: ἀντὶ τοῦ καλεῖται ὑπὸ τοῦ κήρυκος. EΓΓ2

sch ach

135b

Tr ἀλαζὼν] φοβερῶς εἰσῆλθε καὶ οὗτος ἐσκευασμένος. Lh

sch ach

135c

Tr εἰσκηρύττεται] εἴσω καλεῖται παρὰ τοῦ κήρυκος. Lh

sch ach

137a

vet οὐκ ἄν, εἰ μισθόν γε μὴ ’φερες 〈πολύν〉: τοῦτο διὰ μέσου ὁ Δικαιόπολις· οὐκ ἂν ἔτριψας τὸν χρόνον εἰ μὴ πολὺν μισθὸν ἐλάμβανες. τὸ γὰρ “ἔφερες ἀντὶ τοῦ ἐλάμβανες, ἐβάσταζες. RE

sch ach

137b

Tr totus versus] τοῦτο διὰ μέσου. Lh

sch ach

137c

Tr ’φερες] ἐλάμβανες. διὰ τοῦτο γὰρ πολὺν χρόνον διέτριβον ἐν τῇ πρεσ‐ βείᾳ ἵνα πλείω μισθὸν λάβωσι. δύο γάρ, ὡς ἔφη, δραχμὰς εἶχον τῆς ἡμέρας μισθόν. Lh

sch ach

138

Tr κατένειψε] ἐπλήρωσε. Lh

sch ach

140a

vet τ’ ἐνθαδὶ Θέογνις: οὗτος ὁ Θέογνις τραγῳδίας ποιητὴς ψυχρός. κωμῳδῶν οὖν αὐτὸν παρίστησιν ἡμῖν τὴν πολλὴν χιόνα διὰ τῆς τούτου περὶ τὰ ποιήματα ψυχρότητος. τὸν ψυχρὸν οὖν τῷ ψυχρῷ παρέβαλε. πάνυ δὲ χαρι‐ έντως ἔσκωψε. REΓΓ2

sch ach

140b

Tr κωμῳδῶν τὸν Θέογνιν ὡς ψυχρὸν ὄντα ποιητὴν δείκνυσιν τὴν τοῦ τότε χειμῶνος ψυχρότητα, πάνυ χαριέντως ψυχρῷ τὸ ψυχρὸν παραβάλλων. Lh

sch ach

140c

Tr Θέογνις] οὗτος τραγῳδίας ποιητὴς πάνυ ψυχρός. Lh

sch ach

141

Tr Σιτάλκους] τῶν Θρᾳκῶν βασιλέως πρὸς ὃν ἀπέστειλαν αὐτὸν Ἀθη‐
ναῖοι. Lh

sch ach

142

vet Tr καὶ δῆτα φιλαθήναιος: τὸ “φιλαθήναιος προπαροξύνειν δεῖ, ἐπεὶ τὰ εἰς ος λήγοντα προπερισπώμενα ἁπλᾶ ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον· οἷον δῆμος Ἀριστόδημος, πῶλος ἐχέπωλος καὶ Ὅμηρος “Θαλυσιάδην ἐχέπωλον”, κνεφαῖος ἀκροκνέφαιος, ὀμφαῖος πανόμφαιος, ἀρχαῖος φιλάρ‐
5χαιος· οὕτω καὶ φιλαθήναιος. EΓ2Lh

sch ach

144

vet Tr ἐν τοῖσ〈ι〉 τοίχοις: ἴδιον ἐραστῶν ἦν τὸ τὰ τῶν ἐρωμένων ὀνόματα γράφειν ἐν τοῖς τοίχοις ἢ δένδροισ ἢ φλοιοῖς δένδρων οὕτως “ὁ δεῖνα καλός”. καὶ παρὰ Καλλιμάχῳ
“ἀλλ’ ἐνὶ δὴ φλοιοῖσι κεκομμένα τόσσα φέροιτε
5
γράμματα, Κυδίππην ὅσς’ ἐρέουσι καλήν”. καὶ ἐν τοῖς Σφηξίν· “ἰὼν παρέγραψε ‘κημὸς καλόσ‘”. REΓLh

sch ach

145a

vet δ’ υἱός, ὃν Ἀθηναῖον: τοῦτον πολίτην ἐποίησαν Ἀθηναῖοι, τοῦ πατρὸς στρατιὰν αὐτοῖς παραπέμποντος. ἐλέγετο δὲ οὗτος Τήρης. ἔνιοι δέ φασιν ὅτι ὁμώνυμος ἦν τῷ πατρὶ Σιτάλκει, 〈ὃσ〉 σύμμαχος 〈ἦν〉 Ἀθηναίοις. μέμνηται Θουκυδίδης, προστίθησι δὲ ἄλλο ὄνομα λέγων οὕτω· “καὶ Σάδοκον
5τὸν υἱὸν αὐτοῦ Ἀθηναῖον.” EΓ

sch ach

145b

vet τοῦτον πολίτην ἐποίησαν Ἀθηναῖοι. R

sch ach

145c

Tr τὸν υἱὸν Σιτάλκους Ἀθηναῖοι πολίτην ἐποίησαν ἐν τῇ ἑορτῇ τῶν Ἀπατουρίων. ἐλέγετο δὲ Λήρης· ἔνιοι δέ φασιν αὐτὸν ὁμώνυμον τῷ πατρί. Lh

sch ach

146a

vet ἤρα φαγεῖν ἀλλᾶντας ἐξ Ἀπατουρίων: χαριέντως ὡς ἐξαπατω‐
μένων τῶν Ἀθηναίων. λέγει δὲ νῦν περὶ Ἀπατουρίων, ἑορτῆς ἐπισήμου καὶ δημοτελοῦς, ἀγομένης παρὰ τοῖς Ἀθηναίοις κατὰ τὸν Πυανεψιῶνα μῆνα. ἐν δὲ τοῖς Ἀπατουρίοις ἀνεγράφη τῇ πολιτείᾳ ὁ υἱὸς Σιτάλκους. REΓ

sch ach

146b

Tr ἑορτὴ ἦν τῶν Ἀπατουρίων ἐπίσημος καὶ δημοτελὴς ἀγομένη παρ’ Ἀθηναίοις κατὰ τὸν Πυανεψιῶνα μῆνα, ἤγουν τὸν Δεκέμβριον, ἐν ᾗ ἐνεγράφη τῇ πολιτείᾳ ὁ υἱὸς Σιτάλκους. Lh

sch ach

146c

Tr totus versus] χαριέντως λέγει ὡς ἐξαπατωμένων τῶν Ἀθηναίων. Lh

sch ach

147a

Tr ἠντεβόλει] παρεκάλει, ἱκέτευε. Lh

sch ach

147b

Tr τῇ πάτρᾳ] τῇ πατρίδι αὐτοῦ. Lh

sch ach

150

vet Tr ὅσον τὸ χρῆμα: ὡς πολλῶν ὄντων παρνόπων ἐν τῇ Ἀττικῇ. βούλεται δὲ πολὺ πλῆθος σημᾶναι. εἶδος δὲ ἀκρίδων οἱ πάρνοπες. εἰσὶ δὲ οὗτοι ἀττέλε‐ βοι, Ἀττικοὶ πάρνοπες. REΓLh

sch ach

153

vet Tr μαχιμώτατον: τοῦτο ψεύδεται, ὡς ἀσθενῶν ἢ ὀλίγων ὄντων. REΓ2Lh

sch ach

156

vet Tr Ὀδομάντων στρατός: Ὀδόμαντες ἔθνος Θρᾳκικόν· φασὶ δὲ αὐτοὺς Ἰουδαίους εἶναι. REΓΓ2Lh

sch ach

158

vet Tr ἀποτεθρ〈ί〉ακεν: ἀπέτιλεν. κυρίως δὲ ἀπεφύλλησε συκᾶς· θρῖα γὰρ τὰ φύλλα τῆς συκῆς. ἐλειαίνοντο δὲ καὶ ἀπετίλλοντο οἱ Θρᾷκες τὰ αἰδοῖα καὶ ἀποσεσυρμένα εἶχον αὐτά. REΓLh

sch ach

160a

vet καταπελτάσονται: κατακοντίσουσι, καταπολεμήσουσι. πέλτη γὰρ εἶδος μηχανῆς, ἀφ’ ἧς ἀκόντια καὶ ἄλλα τινὰ ἀφιᾶσιν. ἢ καταδραμοῦνται. πέλτη γὰρ ἀσπὶς μικρὰ μὴ ἔχουσα ἱμάντα. ἐχθροὶ δὲ ἦσαν καὶ οἱ Βοιωτοὶ
τοῖς Ἀθηναίοις. REΓ

sch ach

160b

Tr πέλτη μηχανή τίς ἐστιν ἀφ’ ἧς ἀκόντια καὶ ἄλλα τινὰ ἀφιᾶσιν, οἱ δὲ ἀσπίς φασιν ἐστί τις μὴ ἔχουσα ἱμάντα. Lh

sch ach

160c

Tr καταπελτάσονται] κατακοντίσουσι, καταπολεμήσουσι. Lh

sch ach

160d

Tr Βοιωτίαν] ἐχθροὶ γὰρ ἦσαν Βοιωτοὶ τοῖς Ἀθηναίοις. Lh

sch ach

162a

vet ὁ θρανίτης λεώς: ἀντὶ τοῦ ὁ ναυτικός. ἐκ μέρους δὲ τὸ πᾶν εἶπε. τῶν γὰρ ἐρεττόντων οἱ μὲν ἄνω ἐρέττοντες θρανῖται λέγονται, οἱ δὲ μέσοι ζυγῖται, οἱ δὲ κάτω θαλάμιοι. ὁ δὲ λόγος, εἰ οἱ Ὀδόμαντες τοσαῦτα λαμβά‐ νουσι, πᾶν τὸ παρ’ ἡμῖν ναυτικὸν πλῆθος ἀγανακτήσει, πολλὰ μὲν ἐν ταῖς
5τριήρεσι κάμνοντες, ὀλίγα δὲ λαμβάνοντες. REΓ

sch ach

162b

Tr τῶν ἐρεσσόντων οἱ μὲν ἀνωτέρω καθήμενοι θρανῖται λέγονται, οἱ δὲ μέσοι ζυγῖται, οἱ δὲ κάτω θαλάμακες. μέμνηται τούτων καὶ ἐν Βατράχοις
“νὴ τὸν Ἀπόλλω καὶ προσπαρδεῖν γ’ ἐς τὸ στόμα τῷ θαλάμακι”. Lh

sch ach

162c

Tr ὁ θρανίτης] ὁ ναυτικός, ἀπὸ μέρους, ἐὰν οἱ Ὀδόμαντες τοσαῦτα λάβωσιν. Lh

sch ach

163a

vet οἴμοι τάλας ἀπόλλυμαι: δεῖ νοεῖν ὅτι ἐκ τῶν ἀγρῶν ἔρχεται ὁ Δικαιόπολις, ἔχων φορτίον σκορόδων, καὶ ἐπηρεάζεται ὑπὸ τῶν ξένων, ὡς ἐκείνων λιμωττόντων καὶ ἁρπαζόντων τὰ σκόροδα. τοῦτο δὲ εἶπε πορθούμενος, παρόσον καὶ οἱ πορθούμενοι ἀπόλλυνται. ἀρέσκονται δὲ τοῖς σκορόδοις οἱ
5Θρᾷκες, οὐκ ἀπεικότως· θερμὰ γὰρ τὰ σκόροδα φυσικῶς, οἱ δὲ Θρᾷκες ψυχρὰν χώραν νέμονται. REΓ

sch ach

163b

Tr δεῖ νοεῖν ὅτι ἐξ ἀγροῦ ἐρχόμενος ἀφῃρέθη ὅπερ ἔφερε φορτίον σκορό‐ δων ὑπὸ τῶν Ὀδομάντων. πεινῶντες γὰρ τοὺς ἐν ὁδοῖς ἐπηρεάζοντες ἦσαν. ἀρέσκονται δὲ τοῖς σκορόδοις οἱ Θρᾷκες, θερμοῖς οὖσι φυσικῶς, οἱ δὲ ψυχρὰν χώραν νέμονται. Lh

sch ach

163c

Tr ὁ σωσίπολις] ὁ ταῖς τριήρεσι σώζων τὴν πόλιν. Lh

sch ach

163d

Tr οἴμοι τάλας] ἐξ ἀγροῦ ἦν ἐρχόμενος. Lh

sch ach

164a

Tr τῶν Ὀδομάντων] τῶν Θρᾳκῶν. Lh

sch ach

164b

Tr πορθούμενος] ἀφαιρεθείς. Lh

sch ach

165a

Tr ἀποβαλεῖτε] ἀποδώσετε. Lh

sch ach

165b

Tr σύ] Δικαιόπολις. Lh

sch ach

166a

vet (i) οὐ μὴ πρόσει τούτοισιν ἐσκοροδισμένοις: οὐ καταβα‐ λεῖτε. ὁ Θέωρος δὲ ἐπιπλήττει τοῖς βαρβάροις ἁρπάσασι τὰ σκόροδα καὶ τῷ Δικαιοπόλιδι ὁμοίως ἐπιπλήττει ἐρεθίζοντι αὐτούς. REΓ (ii) εἰς τὸ αὐτ: ἀντὶ τοῦ σφοδροῖς οὖσι καὶ πικροῖς γενομένοις, μετει‐
5ληφόσι τῶν σκορόδων, ἀπὸ μεταφορᾶς τῶν ἀλεκτρυόνων. τούτοις γὰρ ὅτε μέλλουσι μάχεσθαι σκόροδα δίδοται ἐσθίειν, ἵνα θερμανθέντες ὀξύτεροι γένωνται, ὡς καὶ ἐν Ἱππεῦσί φησιν
“ἵν’ ἄμεινον, ὦ τᾶν, ἐσκοροδισμένος μάχῃ.” REΓ

sch ach

166b

Tr ἀπὸ μεταφορᾶς τῶν ἀλεκτρυόνων εἴρηκε τὸ “ἐσκοροδισμένοις”. ἐν Ἱππεῦσι δὲ τὰ περὶ τούτων εἴρηται. μέμνηται γὰρ τῆς λέξεως καὶ ἐν τούτοις λέγων
“ἵν’ ἄμεινον, ὦ τᾶν, ἐσκοροδισμένος μάχῃ”. Lh

sch ach

166c

Tr πρόσει] προσέλθῃς. Lh

sch ach

166d

Tr ἐσκοροδισμένοις] τῶν σκορόδων ἐμφορηθεῖσι καὶ θυμοῦ πλησθεῖσι. μή τι πάθῃς κακόν, δηλονότι. Lh

sch ach

171a

vet Tr διοσημί〈α〉 ’στ: παρεφυλάττοντο γὰρ οἱ Ἀθηναῖοι τὰς διοσημίας καὶ διέλυον τὰς ἐκκλησίας διοσημίας γενομένης, ἢ ἄλλο τι μέλλοντες ἀνύειν. διοσημία δέ ἐστιν ὁ παρὰ καιρὸν χειμών. REΓLh

sch ach

171b

Tr διοσημία] ἤγουν χειμὼν παρὰ καιρόν. Lh

sch ach

172

vet Tr παρεῖναι δ’ εἰς ἕνην: οἷον εἰς τρίτην. 〈καὶ Ἡσίοδος·〉
“μὴ δ’ ἀναβάλλεσθαι ἔς τ’ αὔριον ἔς τε ἔνηφι”. τινὲς δὲ εἰς τριακάδα. διαλυθείσης δὲ τῆς ἐκκλησίας συνήγοντο πάλιν βου‐ λευσόμενοι περὶ τῶν αὐτῶν. Ἀττικοὶ καλοῦσιν ἕνην καὶ τὴν παλαιάν. καὶ
5Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος “τὰς ἕνας ἀρχὰς ταῖς νέαις ὑπε‐ ξιέναι”. REΓLh

sch ach

174a

vet μυττωτόν: ἀντὶ τοῦ σκόροδα, ἐξ ὧν ὁ μυττωτὸς γίνεται. κατα‐ σκευάζεται δὲ ἀπὸ τυροῦ καὶ σκορόδων καὶ ᾠοῦ. ἀπὸ τοῦ παντὸς οὖν κατα‐ σκευάσματος τὸ μέρος ἐδήλωσε, τουτέστι τὰ σκόροδα. REΓ

sch ach

174b

Tr μυττωτόν] ἤγουν σκόροδα, ἀπὸ μέρους. κατασκευάζεται δὲ ὁ μυττω‐ τὸς ἀπὸ τυροῦ, σκορόδων καὶ ᾠῶν. Lh

sch ach

176

vet Tr μήπω γε: γελοίου χάριν εἶπε πρὸς τὸ “χαῖρε τὸ “μήπω”. REΓLh

sch ach

179a

vet ὤσφροντο: ἀντὶ τοῦ ᾔσθοντο εἶπε τὸ “ὤσφροντο”, ὅτι δι’ οἴνου εἰσὶν αἱ σπονδαί, ὡς ἐκ τῶν μετὰ ταῦτα δῆλον. δι’ ὀσφρήσεως δὲ ἡ αἴσθησις τῆς ἀναφορᾶς τοῦ οἴνου. EΓ

sch ach

179b

Tr ὤσφροντο] ᾔσθοντο. “ὤσφροντο δὲ εἶπεν ὅτι δι’ οἴνου αἱ σπον‐ δαί. Lh

sch ach

180a

vet στιπτοὶ γέροντες: ἀντὶ τοῦ πυκνοί· εἴρηται δὲ ἀπὸ τῶν ἐσθήτων, αἵτινες ὑφανθεῖσαι εἰς πυκνότητα συμπατοῦνται. ἢ ἀντὶ τοῦ στερεοὶ καὶ πεπιλημένοι ἀπὸ τοῦ στείβειν, ὅ ἐστι πατεῖν. REΓ

sch ach

180b

vet πρίνινοι: στερεοὶ καὶ σκληροί. ἰσχυρὸν γὰρ τὸ τῆς πρίνου ξύλον. καὶ Ἡσίοδος “πρίνου δὲ γύην”. καὶ πάλιν
“πρίνινον, ὃς γὰρ βουσὶν ἀροῦν ὀχυρώτατός ἐστιν”. REΓ

sch ach

180c

Tr ἀπὸ μεταφορᾶς τῶν ἐσθήσεων εἴρηται τὸ “στιπτοί”, αἵτινες ὑφαν‐ θεῖσαι εἰς πυκνότητα συνάπτονται. ἢ ἀντὶ τοῦ στερεοὶ καὶ πεπιλημένοι, ἀπὸ 〈τοῦ〉 στείβειν, ὅ ἐστι πατεῖν. πατούμενα γὰρ ἐν τῷ πλύνεσθαι τὰ ἱμάτια
συμπεπιλημένα πλέον γίγνεται. Lh

sch ach

180d

Tr στιπτοί] πυκνοί. Lh

sch ach

180e

Tr πρίνινοι] σκληροί, ἰσχυροί. Lh

sch ach

181a

vet ἀτεράμονες: λίαν σκληροί, μὴ τειρόμενοι, ἀνένδοτοι. κυρίως δὲ τὰ μὴ ἑψόμενα τῶν ὀσπρίων ἀτεράμονα λέγεται, οἷον οὐχ ἁπαλά. REΓ

sch ach

181b

vet Tr (i) σφενδάμνινοι: ἰσχυροί· τοιοῦτον γὰρ τὸ τῆς σφενδάμνου ξύλον. ἀντὶ τοῦ σφενδονῆται. REΓLh
vet (ii) ἄλλως: τὸ “σφενδάμνινοι ταὐτόν ἐστι τῷ “πρίνινοι”. σφένδαμ‐ νος γὰρ εἶδος ἰσχυροῦ ξύλου. ἔστι δὲ καὶ εἶδος καννάβεως ἡ σφένδαμνος·
5ἡ γὰρ σφενδόνη ἀπὸ καννάβεως γίνεται. EΓ

sch ach

181c

Tr τὰ μὴ ἑψόμενα τῶν ὀσπρίων κυρίως οὕτω λέγονται ἀτεράμονα, οἷον οὐχ ἁπαλά, ἀπὸ τοῦ μὴ τείρεσθαι καὶ δαμάζεσθαι. Lh

sch ach

181d

Tr ἀτεράμονες] λίαν σκληροί, μὴ τειρόμενοι. Lh

sch ach

181e

Tr Μαραθωνομάχαι] προείρηται ἡ ἱστορία. Lh

sch ach

183

vet Tr ἀμπέλων τετμημένων: οἱ γὰρ Πελοποννήσιοι εἰσβάλλοντες εἰς τὴν Ἀττικὴν ἔτεμνον τὴν γῆν τῶν Ἀχαρνέων. EΓLh

sch ach

184

vet Tr κἀς τοὺς τρίβωνας: Ἀττικὸν τὸ σχῆμα, ἀντὶ τοῦ εἰς τοὺς τρίβωνας συνέλεγον τοὺς λίθους. EΓLh

sch ach

187a

vet τρία γε ταυτὶ γεύματα: ἔπαιξε παρὰ τὰς σπονδάς, ἐπεὶ δι’ οἴνου γίνονται αἱ δι’ ὅρκων συνθῆκαι. EΓ

sch ach

187b

Tr ἔπαιξεν, ἐπεὶ δι’ οἴνου αἱ σπονδαὶ καὶ αἱ δι’ ὅρκων συνθῆκαι γίνον‐ ται. Lh

sch ach

188

vet Tr γεῦσαι] ἀντὶ τοῦ ἀνάγνωθι. EΓ2Lh

sch ach

189

Tr αἰβοῖ] φεῦ. Lh

sch ach

190a

vet Tr ὄζουσι πίττης: κοινὸν ἐπὶ οἴνου καὶ νεὼς τὸ πίσσης ὄζειν. ἔστι γὰρ πισσίζων οἶνος. ὁ δὲ λόγος, ὄζουσιν αἱ σπονδαὶ αὗται κατασκευῆς τριήρων, διὰ τὸ ὀλιγοχρόνιον αὐτῶν. REΓLh

sch ach

190b

Tr ὄζουσι, φησίν, αἱ σπονδαὶ πίττης καὶ κατασκευῆς νεῶν, διὰ τὸ ὀλι‐ γοχρόνιον. τὰ γὰρ νεωστὶ χρισθέντα τῶν ἀγγείων ὄζουσι πίττης. ὁμοίως δὲ καὶ τὰ πλοῖα καὶ πᾶν ἀγγεῖον νεωστὶ κατασκευασθὲν ὀσμήν τινα φυσικὴν ἀποπέμπει, εἴτε ἐκ ξύλου ἐστὶν εἴτε καὶ ἑτέρας ὕλης. καὶ Θεόκριτος
5“ἀμφῶες, νεοτευχές, ἔτι γλυφάνοιο ποτόσδον.” Lh

sch ach

192a

vet τὰς πόλεις] τῶν συμμάχων δηλονότι. EΓ2

sch ach

192b

Tr ἀντὶ τοῦ μόναι πρεσβεῖαι ἔσονται περὶ τῶν συμμάχων, ὥστε μένειν ἐν ταῖς πόλεσι καὶ συμμαχεῖν. Lh

sch ach

193a

vet (i) ὀξύτατον ὥσπερ διατριβῆς: ἀντὶ τοῦ ἀπωλείας καὶ συντρι‐ βῆς. ἢ ἀντὶ τοῦ μόναι πρεσβεῖαι ἔσονται περὶ τῶν συμμάχων, ὥστε μένειν αὐτοὺς καὶ μὴ μεθίστασθαι, ἀλλὰ συμμαχεῖν τῇ πόλει. REΓ (ii) ἄλλως: ἀπὸ μεταφορᾶς τοῦ τραπέντος οἴνου εἰς ὄξος. καὶ 〈γὰρ ὄξοσ〉
5τῶν οἴνων τὸ ὀξύτατον. EΓ

sch ach

193b

Tr ὀξύτατον] ἀπὸ τοῦ τραπέντος οἴνου εἰς ὄξος. Lh

sch ach

193c

Tr διατριβῆς] ἢ ἀντὶ τοῦ ἀπωλείας καὶ συντριβῆς. Lh

sch ach

195a

vet ὦ Διονύσια: θαυμάζων ταῦτα λέγει, προσδοκῶν εἰρήνης οὔσης τὴν τῶν Διονυσίων πανήγυριν ἔσεσθαι. ἀντὶ τοῦ ἥδισται, ἄξιαι τῶν Διονυσίων. REΓ

sch ach

195b

Tr ὦ Διονύσια] θαυμάζων ταῦτα λέγει. Lh

sch ach

196a

Tr totus versus] ἤγουν ἥδισταί εἰσι καὶ ἄξιαι τῶν Διονυσίων. Lh

sch ach

196b

Tr ἀμβροσίας καὶ νέκταρος] τρυφῆς καὶ εὐφροσύνης, διὰ τὴν εἰρήνην· ταύτης γὰρ οὔσης καὶ πανηγύρεις γίνονται. Lh

sch ach

197a

vet καὶ μὴ ἐπιτηρεῖν σιτία: εἴ ποτε γὰρ ἔξοδος ἐπὶ στρατιὰν ἐγένετο, εἰώθεσαν οἱ στρατηγοὶ προλέγειν τοῖς στρατιώταις ὥστε τριῶν ἡμερῶν παρα‐ σκευάζεσθαι σιτία. σκώπτει οὖν τοῦτο τὸ στρατηγικὸν παράγγελμα ὡς ἀηδὲς
καὶ βαρὺ τοῖς εἰρήνης ἐπιθυμοῦσιν. EΓ

sch ach

197b

Tr ὅτι ἐξερχόμενοι οἱ στρατιῶται πρὸς μάχην τροφὰς ἡμερῶν τριῶν φέρουσιν. Lh

sch ach

198a

vet (i) κἀν τῷ στόματι λέγουσι: ὡς γυναῖκας εἰδωλοποιεῖ τὰς σπονδάς· στόμα γοῦν αὐτοῖς προστίθησιν. ἢ ἐν τῷ ἡμετέρῳ στόματι γευσα‐ μένων ἡμῶν μονονουχὶ φωνὴν ἀφιᾶσιν. REΓ (ii) ἄλλως: λέγουσι, φησίν, αἱ σπονδαὶ “ἄπιθι ὅπου θέλεις”, εἰκότως. ἐν
5γὰρ πολέμῳ διὰ τὰς ἐπιδρομὰς τῶν πολεμίων καὶ τὰς πολιορκίας οὐκ ἔστιν ἀπελθεῖν ὅπου τις βούλεται. EΓ

sch ach

198b

Tr ὡς γυναῖκας εἰδωλοποιεῖ τὰς σπονδὰς καὶ στόμα αὐταῖς περιτίθησιν. ἢ γευσαμένων ἡμῶν, φησί, διὰ τοῦ ἡμετέρου στόματος μονονουχὶ βοῶσιν “ἄπιθι ἔνθα βούλει”. εἰρήνης γὰρ οὔσης τοιοῦτό τι γίνεται, καὶ ὅπου ἄν τις βουληθείη ἄπεισι. πολέμου δὲ ἐπικειμένου πάντες ἐντός εἰσι τῶν πόλεων διὰ
5τὰς τῶν πολεμίων ἐπιδρομάς. Lh

sch ach

200

vet χαίρειν κελεύων: κατ’ εὐφημισμὸν τὸ “χαίρειν”: τοῦτο δὲ τὸ “χαίρειν κελεύων τὸν Ἀμφίθεον 〈λέγειν〉 οἴονταί τινες, ἵνα γραφῇ τὸ “κελεύω” χωρὶς τοῦ ν. τὸ δὲ ἑξῆς “ἐγὼ δὲ πολέμου τὸν Δικαιόπολιν. REΓ

sch ach

202

vet Tr ἄξω τὰ κατ’ ἀγρούς: τὰ Λήναια λεγόμενα. ἔνθα καὶ ὁ ἐπιλήναιος ἀγὼν τελεῖται τῷ Διονύσῳ. Λήναιον γάρ ἐστιν ἐν ἀγροῖς ἱερὸν τοῦ Διονύσου διὰ τὸ πλεκτοὺς ληνοὺς ἐνταῦθα γεγονέναι. ἢ διὰ τὸ πρῶτον ἐν τούτῳ τῷ τόπῳ ληνὸν τεθῆναι. Μένανδρος· “τραγῳδὸς ἦν ἀγών, Διονύσια”. EΓLh

sch ach

204a

vet (i) τῇδε πᾶς ἕπου δίωκε: ἐντεῦθεν ἡ πάροδος γίνεται τοῦ χοροῦ, ὃν συμπληροῦσιν οἱ Ἀχαρνεῖς. παράγονται δὲ συντόνως καὶ μετὰ σπουδῆς
διώκοντες τὸν Ἀμφίθεον σπονδὰς ποιησάμενον πρὸς τοὺς Λακεδαιμονίους. γέγραπται δὲ τὸ μέτρον τροχαϊκόν, πρόσφορον τῇ τῶν διωκόντων γερόντων
5σπουδῇ. ταῦτα δὲ ποιεῖν εἰώθεσαν οἱ τῶν δραμάτων ποιηταὶ κωμικοὶ καὶ τραγικοί, ἐπειδὰν δρομαίως εἰσάγωσι τοὺς χορούς, ἵνα ὁ λόγος συντρέχῃ τῷ δράματι. τὸ δὲ τῇ τοπικόν ἐστιν ἐπίρρημα καὶ κεῖται ἐν ἴσῳ τῷ ἐνταῦθα. καὶ ἔχει παρὰ τοῦ ποιητοῦ
“τῇ ἴμεν, ᾗ κεν δὴ σὺ κελαινεφὲς ἡγεμονεύεις”.
10σημαίνει δέ ποτε καὶ ῥῆμα προστατικόν· “Κύκλωψ, τῆ πίε οἶνον”. ἐχρήσατο δὲ καὶ τῷ πληθυντικῷ ὁ Σώφρων εἰπὼν “τῆτε τοι κορῶναί εἰσιν”. REΓ (ii) ἄλλως: κορωνίς· εἰσέρχεται γὰρ ὁ χορὸς διώκων τὸν Ἀμφίθεον. καὶ ἔστι μεταβολικὸν τὸ μέλος, ἐκ δύο δυάδων μονοστροφικῶν· ὧν ἡ μὲν πρώτη ιδʹ κώλων ἔχει τὰς περιόδους, ὧν δʹ μὲν ἐν ἐκθέσει τροχαϊκοὶ καταληκτικοὶ
15τετράμετροι, εἶτα ἐν εἰσθέσει κῶλα γʹ παιωνικὰ δίρρυθμα. EΓ

sch ach

204b

vet Tr καὶ τὸν ἄνδρα πυνθάνου: ἀντὶ τοῦ περὶ τοῦ ἀνδρός· ὅμοιον γάρ ἐστι τῷ “ἄνδρα μοι ἔννεπε Μοῦσα”. ELh

sch ach

206

vet Tr ξυλλαβεῖν τὸν ἄνδρα: διττή ἐστιν ἡ χρῆσις τοῦ συλλαβεῖν παρὰ τοῖς ἀρχαίοις· πρὸς γὰρ διάφορον κλίσιν, διάφορος καὶ ἡ διάνοια. ἐὰν μὲν γὰρ πρὸς αἰτιατικὴν ἡ σύνταξις ᾖ, ἔχθραν καὶ δυσμένειαν παρίστησι τοῦ συλ‐ λαμβάνοντος, κακουργίαν δὲ τοῦ συλλαμβανομένου, ὥσπερ καὶ νῦν. καὶ Δημοσ‐
5θένης ἐν τῷ κατὰ Μειδίου “οὐχὶ συλληψόμεθα αὐτόν;” ἐὰν δὲ πρὸς δοτικήν, σημαίνει φιλίαν καὶ συμμαχίαν, ὡς Ἰσοκράτης ἐν ταῖς παραινέσεσιν· “ὁρῶ δὲ καὶ τὴν τύχην ἡμῖν συλλαμβάνουσαν”, ἴσον τῷ συναγωνιζομένην. ἐπάγει γοῦν “καὶ τὸν παρόντα καιρὸν συναγωνιζόμενον”. καὶ Δημοσθένης ἐν τῷ πρώτῳ
Φιλιππικῶν. ELh

sch ach

207

vet Tr εἴ τις οἶδ’ ὅποι τέτραπται: ἀστεία καὶ καθαρὰ εἰς ὑπερβολὴν ἡ σύνταξις, τὸ λέγειν οὐκ εἰς ποίαν γῆν πέφευγεν ἀλλὰ “ποῖ γῆς; δόξαν γὰρ πεπαιδευμένου καρπώσαιτο ἄν τις οὕτως εἰπών. REΓ2Lh

sch ach

210a

vet τῶν ἐτῶν τῶν ἐμῶν: οὐκ ἀπόβλητον οὐδὲ τοῦτό μοι δοκεῖ. σφόδρα γὰρ Ἀττικὴ ἡ φράσις· λείπει γὰρ τὸ ἕνεκα. τὸ κατ’ ἔλλειψιν οὖν ῥηθὲν κοινὸν αὐτῷ πεποιηκὼς λέγοις ἂν καὶ σὺ παραπλησίως “οἴμοι τῆς τύχης”, “μακάριος τῆς ἐμῆς παιδείας”. EΓ2

sch ach

210b

Tr τῶν ἐτῶν] καὶ τοῦτο Ἀττικόν· λείπει γὰρ τὸ ἕνεκα. Lh

sch ach

211

vet Tr οὐκ ἂν ἐπ’ ἐμῆς γε νεότητος: ὁ μὲν χορὸς συνέστηκεν ἐξ κδʹ ἀνδρῶν. ἔστι δὲ νῦν γεροντικός. πάνυ δὲ ἐμμελῶς καὶ μετὰ πάσης ἀρετῆς ὁ ποιητὴς ἐμιμήσατο τοὺς γερόντων τρόπους καὶ λόγους· τρόπους μὲν ἐκ τῆς ἀκροχολίας, λόγους δὲ ἐκ τῆς τῶν παλαιῶν ἔργων ὑπομνήσεως. τοιοῦτος ἡμῖν καὶ ὁ Νέστωρ
5δοκεῖ λέγων
“ἡβῷμ’ ὡς ὅτ’ ἐπ’ ὠκυρόῳ” καὶ πάλιν
“εἴθ’ ὣς ἡβῴοιμι 〈βίη τε μοι ἔμπεδος εἴη〉·
τῷ κε τάχ’ ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ”.
10ὁ μὲν οὖν Ὅμηρος ἡρωϊκὸς ὢν ἡρωϊκῶν πράξεων μέμνηται, Ἀριστοφάνης δὲ ὡς μετρίοις ἀνδράσι καὶ βαναύσοις περιέθηκεν ἄνθρακας καὶ φορτία βαστα‐ ζόμενα. REΓLh

sch ach

213

vet ἀνθράκων φορτίον: καὶ πάλιν ἐν εἰσθέσει κῶλα ἕξ, ὧν δίρρυθμον
τό τε πρῶτον καὶ τὸ τρίτον 〈καὶ τὸ πέμπτον〉, τὰ δὲ λοιπὰ τρίρρυθμα. EΓ

sch ach

214

vet Tr Φαΰλλ: ὁ Φάυλλος δρομεὺς ἄριστος Ὀλυμπιονίκης, ὁπλιτοδρόμος περιώνυμος, ὃν ἐκάλουν ὁδόμετρον· ἦν δὲ καὶ πένταθλος. ἐφ’ οὗ καὶ ἐπίγραμμα τοιόνδε·
“πέντ’ ἐπὶ πεντήκοντα πόδας πήδησε Φάυλλος,
5
δίσκευσεν δ’ ἑκατὸν πέντ’ ἀπολειπομένων”. ἐγένετο δὲ καὶ ἕτερος ἀθλητής, ὀγδόην Ὀλυμπιάδα νικήσας· καὶ τρίτος λωπο‐ δύτης. REΓLh

sch ach

215

vet Tr ὧδε φαύλως ἄν: ἀντὶ τοῦ εὐχερῶς καὶ μετὰ ῥᾳστώνης. δηλοῦται δὲ ἐκ τῆς λέξεως καὶ τὸ ἁπλοῦν καὶ τὸ κακόν. τὸ δὲ ἑξῆς, οὐκ ἂν ὧδε φαύλως. RELh

sch ach

218a

vet ἀπεπλίξατο: ἀπεσείσατο, ἀπέφυγεν. πλὶξ γὰρ τὸ βῆμα, καὶ πλίγ‐ ματα τὰ πηδήματα. ἔνθεν καὶ τὸ περιβάδην ἀμφιπλὶξ παρὰ Σοφοκλεῖ ἐν Τριπ‐ τολέμῳ. καὶ Ὅμηρος
“αἱ δ’ εὖ μὲν τρώχων, εὖ δ’ ἐπλίσσοντο πόδεσσιν”.
5ἔλεγον δὲ πλὶξ καὶ τὸ ἀπὸ τοῦ ἀντίχειρος εἰς τὸν λιχανὸν δάκτυλον διάστημα, καὶ τὸ μεταξὺ τῶν μηρῶν ὀστοῦν. EΓ2

sch ach

218b

Tr ἐλαφρῶς] κούφως. Lh

sch ach

218c

Tr ἀπεπλίξατο] ἀπεπήδησε· πλὶξ γὰρ τὸ πήδημα. καὶ Ὅμηρος· “εὖ δ’ ἐπλίσσοντο πόδεσσιν”. Lh

sch ach

219a

vet νῦν δ’ ἐπειδὴ στερρόν: σκληρόν. ἀντὶ τοῦ γεγηρακὸς καὶ αὖον. ὥσπερ κατὰ ἀντίθεσιν ἐπὶ τῶν ἀκμαζόντων τὸ χλωρόν. Θεόκριτος· “ποιεῖν τι δεῖ ἇς γόνυ χλωρόν”, ἀντὶ τοῦ ἀκμαῖον, νέον, ἀπὸ μεταφορᾶς τῶν καλάμων, οἱ ὄντες μὲν χλωροὶ ἁπαλοί εἰσι, ξηραινόμενοι δὲ σκληροὶ γίνονται. εὐφήμως
5οὖν εἶπε “στερρὸν ἀντὶ τοῦ σκληρόν. EΓ

sch ach

219b

vet στερρόν] ἀντὶ τοῦ γεγηρακὸς καὶ αὖον. R

sch ach

219c

Tr σκληρὸν καὶ γεγηρακός, ὥσπερ ἐπὶ τῶν ἀκμαζόντων χλωρόν. καὶ Θεόκριτος “ποιητὴς λόγων χλωρῶν”, ἤγουν ἀκμαίων. Lh

sch ach

220a

vet Tr Λακρατίδ: Λακρατίδης ἀρχαῖος ἄρχων Ἀθήνησιν, ὡς καὶ Φιλό‐ χορος. ἦρξε δὲ ἐπὶ τῶν χρόνων Δαρείου. ἐφ’ οὗ πλείστη χιὼν ἐγένετο καὶ ἀπέπηξε πάντα, ὡς μὴ δύνασθαί τινα προϊέναι. διόπερ τὰ ψυχρὰ πάντα Λακρα‐ τίδας† ἐκάλουν. δηλοῦνται δὲ καὶ νῦν τὸ ψυχρὸν καὶ γεροντικόν. λέγει οὖν ὅτι
5διὰ τὸ γῆρας οὐχ οἷός τ’ εἰμι θᾶττον βαδίζειν. REΓ2Lh

sch ach

220b

Tr Λακρατίδῃ] ἀρχαῖος ἄρχων οὗτος ἐν Ἀθήναις. οἷον καὶ οὐκέτι οἷός τ’ εἰμι βαδίζειν θᾶττον. Lh

sch ach

221

Tr ἐγχάνῃ] καταγελάσῃ. Lh

sch ach

226

Tr ἐχθοδοπός] ἐχθρός. Lh

sch ach

228a

vet τῶν ἐμῶν χωρίων] λείπει τὸ ἕνεκα ἐνταῦθα ὡς καὶ ἄνω. E

sch ach

228b

Tr τῶν ἐμῶν χωρίων] ἕνεκα. Lh

sch ach

229a

vet πρὶν ἂν σχοῖνος: εἶδος φυτοῦ κατὰ τὸ ἄκρον ὀξέος καὶ πληκτικοῦ, προσεοικότος βελόνῃ. παρατηρεῖν δὲ δεῖ ὅτι ἀρσενικῶς λέγουσι τὸν σχοῖνον. ὁ δὲ λόγος, πρὶν αὐτοὺς τρώσω ὡς σχοῖνος ὀξὺς καὶ ὀδυνηρός. REΓ2

sch ach

229b

Tr σχοῖνος] εἶδος φυτοῦ τὸ ἄκρον ἔχοντος ὀξύ, ἐοικὸς βελόνῃ. Lh

sch ach

229c

Tr ἐμπαγῶ] ἤγουν πρὶν τρώσω αὐτοὺς ὡς σχοῖνος ὀξύς. Lh

sch ach

231a

vet ἐπίκωπος: ἀντὶ τοῦ διὰ νεὼς καὶ ναυτικὸς ὢν ἐπίω αὐτοῖς. ναυτικοὶ δὲ οἱ Ἀθηναῖοι καὶ προσέχοντες τῷ ναυτικῷ. ἡ δὲ ὁμώνυμος λέξις ἐστὶ καὶ παρ’ Ὁμήρῳ “οὐ γάρ μοι νέες εἰσὶν ἐπήρετμοι”. ἐπίκωπος οὖν ἤτοι ὅπερ ἔφην,
ναυτικός, ἤτοι ξιφηρής· κώπη γὰρ ἡ τοῦ ξίφους λαβή. REΓ2

sch ach

231b

Tr ἐπίκωπος] ναυτικός, ἤγουν διὰ νεώς, ἢ ξιφηρής· κώπη γὰρ ἡ τοῦ ξίφους λαβή. Lh

sch ach

232

vet ἵνα μήποτε πατῶσιν: εἰώθασι σκόλοπάς τινας ἐγκρύπτειν ἐν ταῖς ἀμπέλοις, ἵνα μηδεὶς ἐξ ἐπιδρομῆς καὶ εὐχερῶς κακουργῇ. ἐπειδὴ οὖν προεῖπε σκόλοψ καὶ “σχοῖνος αὐτοῖς ἅτ’ ἐμπαγῶ”, εἰκότως ἐπήνεγκε τοῦτο, “ἵνα μηκέτι πατῶσι τὰς ἐμὰς ἀμπέλους”.2

sch ach

234a

vet (i) Παλληνάδε: οἱ Παλληνεῖς δῆμός ἐστι τῆς Ἀττικῆς, ἔνθα Πεισιστράτῳ βουλομένῳ τυραννεῖν καὶ Ἀθηναίοις ἀμυνομένοις αὐτὸν συνέστη πόλεμος. συγκέκοπται δὲ ἡ λέξις· τὸ γὰρ ὁλόκληρόν ἐστι Παλληναίαδε, ὑπήλλακται δὲ ἡ κυριότης τῆς διανοίας. δέον γὰρ εἰπεῖν “ζητεῖν τὸν ἄνδρα
5καὶ βλέπειν Παλληνικόν”, τουτέστι γενναῖον, εἶπε “Παλληνάδε”. ὃ δὲ εἰπεῖν βούλεται τοῦτό ἐστιν· ὁμοίως διακεῖσθαι καὶ τραχέως ἔχειν πρὸς τὸν σπεισάμενον Λακεδαιμονίοις, ὡς πάλαι πρὸς Πεισίστρατον τὸν τύραννον, ἡνίκα συνεστήσαμεν ἐν Παλλήνῃ τὴν μάχην. μέμνηται δὲ τούτου καὶ Ἀνδροτίων καὶ Ἀριστοτέλης ἐν Ἀθηναίων Πολιτείᾳ. REΓ2
10(ii) ἄλλως: Παλλήνη δῆμος τῆς Ἀττικῆς. νῦν δὲ διὰ τοῦ β γραπτέον κατὰ συγγένειαν τοῦ β εἰς τὸ π. εἴρηται δὲ ἀπὸ τοῦ βάλλειν λίθοις. θέλει γὰρ εἰπεῖν ὅτι δεῖ ζητεῖν τὸν ἄνδρα καὶ λιθολευστεῖν αὐτόν. EΓ2

sch ach

234b

Tr οἱ Παλληνεῖς δῆμός ἐστι τῆς Ἀττικῆς, ἔνθα συνέστη πόλεμος Πει‐ σιστράτῳ μὲν βουλομένῳ τυραννεῖν, Ἀθηναίοις δὲ ἀμυνομένοις αὐτόν. δέον δὲ εἰπεῖν βλέπειν Παλληνικόν, τουτέστι γενναῖον, εἶπε “Παλληνάδε”, ὑπαλ‐ λάξας τὴν λέξιν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὁμοίως δεῖ ἡμᾶς ὁρμῆσαι πρὸς
5τὸν σπεισάμενον Λακεδαιμονίοις, ὥσπερ πάλαι πρὸς Πεισίστρατον τὸν τύραννον ἐν Παλλήνῃ συνεκροτήσαμεν μάχην. Lh

sch ach

236a

vet ἐμπλείμην λίθοις: κορεσθείην. εὐκτικῆς ἐγκλίσεως τετύχηκε τὸ
ἐμπλείμην”. ἔστι γὰρ ἐμπιπλῶ, ὃ κατὰ ἀναδιπλασιασμὸν κέκλιται, ἀφ’ οὗ παραγωγὸν τὸ ἐμπίπλημι. ἀπὸ τούτου γίνεται τὸ “πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου”. τὸ δὲ 〈πλῶ〉 ἑτέρᾳ παραγωγῇ, ἀφ’ οὗ τὸ πλήθω, ὡς ἀπὸ τοῦ νῶ
5τὸ νήθω. ἀπὸ δὴ τοῦ πλῶ πλείμην, ὡς ἀπὸ τοῦ βλῶ βλείμην, οὗ τὸ δεύτερον “εἴπερ γάρ κε βλεῖο”. REΓ2

sch ach

236b

Tr τὸ “ἐμπλείμην εὐκτικῆς ἐστιν ἐγκλίσεως. ἀπὸ γὰρ τοῦ πλῶ τὸ πληρῶ γίνεται εἰς –μι πλῆμι καὶ τὸ παθητικὸν πλέμαι καὶ τὸ εὐκτικὸν πλεί‐ μην, ὡς τιθείμην. ὡς καὶ ἀπὸ τοῦ βλῶ βλῆμι καὶ τὸ εὐκτικὸν βλείμην βλεῖο, ὡς τὸ “εἴπερ γάρ κε βλεῖο”. ἀπὸ τούτου γίνεται κατ’ ἀναδιπλασιασμὸν τὸ
5πιμπλῶ, ὡς τὸ “πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου”. καὶ τὸ πλήθω ὡς ἀπὸ τοῦ νῶ τὸ νήθω. Lh

sch ach

236c

Tr ἐμπλείμην] ἐμπλησθείην. Lh

sch ach

237

vet Tr εὐφημεῖτε] Δικαιόπολις μέλλων ποιεῖν θυσίαν τοῦτο λέγει· τοῦτο γὰρ ἦν ἔθος. RELh

sch ach

238

vet Tr σίγα πᾶς: ἐπ’ αὐτῷ τούτῳ δυσχεραίνουσι καὶ διάκεινται χαλεπῶς, ὅτι οὐ μόνον εἰρήνην ἐποίησεν, ἀλλὰ καὶ θυσίας ἐπιτελεῖ. EΓLh

sch ach

239a

vet Tr οὗτος αὐτός ἐστιν ὃν ζητοῦμεν: τῷ δὶς τὸν αὐτὸν λόγον ἐπι‐ φθέγξασθαι παρίστησιν ἐκ μετατροπῆς† ἀλήθειαν βεβαιούμενος. EΓLh

sch ach

239b

vet ἀλλὰ δεῦρο πᾶς: πρὸς ὀλίγον χρόνον ὑποστείλασθαι βούλονται, ἵνα μὴ προϊδόμενος ὁ σπονδοφόρος φύγῃ, ἀλλὰ δυνηθῶσιν αὐτὸν χειρώσασθαι. τοιαῦται ἦσαν καὶ αἱ Ὀδυσσέως πρὸς Διομήδην παρακελεύσεις·
“ἀλλ’ ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο
5〈τυτθόν〉, ἔπειτα δέ 〈κ’ αὐτὸν〉 ἐπαΐξαντες ἕλοιμεν”. REΓ

sch ach

239c

Tr βούλεται ὑποστείλασθαι μικρὸν ἵνα μὴ προϊδόμενος ὁ σπονδοφόρος φύγῃ. δι’ ὃ “δεῦρο πᾶς, φησίν, ἐκποδών”. οὕτω καὶ Ὀδυσσεὺς πρὸς Διο‐ μήδην παρακελεύεται·
“ἀλλ’ ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο
5〈τυτθόν〉, ἔπειτα δέ 〈κ’ αὐτὸν〉 ἐπαΐξαντες ἕλοιμεν”. Lh

sch ach

242a

vet Tr πρόϊθ’ ὡς τὸ πρόσθεν: κατὰ τὴν τῶν Διονυσίων ἑορτὴν παρὰ τοῖς Ἀθηναίοις αἱ εὐγενεῖς παρθένοι ἐκανηφόρουν· ἦν δὲ ἐκ χρυσοῦ πεποιημένα τὰ κανᾶ, ἐφ’ ὧν τὰς ἀπαρχὰς ἁπάντων ἐτίθεσαν. REΓLh

sch ach

242b

vet διπλῆ δὲ μετὰ κορωνίδος, ὅτι εἰσίασιν οἱ ὑποκριταί, καὶ ἔστιν ἰαμβεῖα. EΓ

sch ach

243a

vet Tr ὁ Ξανθίας τὸν φαλλόν: φαλλὸς ξύλον ἐπίμηκες ἔχον ἐν τῷ ἄκρῳ σκύτινον αἰδοῖον ἐξηρτημένον. ἵσταται δὲ ὁ φαλλὸς τῷ Διονύσῳ κατά τι μυσ‐ τήριον. περὶ δὲ αὐτοῦ τοῦ φαλλοῦ τοιαῦτα λέγεται. Πήγασος ἐκ τῶν Ἐλευ‐ θερῶν—αἱ δὲ Ἐλευθεραὶ πόλις εἰσὶ τῆς Βοιωτίας—λαβὼν τοῦ Διονύσου τὸ
5ἄγαλμα ἧκεν εἰς τὴν Ἀττικήν. οἱ δὲ Ἀττικοὶ οὐκ ἐδέξαντο μετὰ τιμῆς τὸν θεόν, ἀλλ’ οὐκ ἀμισθί γε αὐτοῖς ταῦτα βουλευσαμένοις ἀπέβη. μηνίσαντος γὰρ τοῦ θεοῦ νόσος κατέσκηψεν εἰς τὰ αἰδοῖα τῶν ἀνδρῶν καὶ τὸ δεινὸν ἀνήκεστον ἦν. ὡς δὲ ἀπεῖπον πρὸς τὴν νόσον κρείττω γενομένην πάσης ἀνθρωπείας μαγ‐ γανείας καὶ τέχνης, ἀπεστάλησαν θεωροὶ μετὰ σπουδῆς· οἳ δὴ ἐπανελθόντες
10ἔφασαν ἴασιν ταύτην εἶναι μόνην, εἰ διὰ τιμῆς ἁπάσης ἄγοιεν τὸν θεόν. πεισθέντες
οὖν τοῖς ἠγγελμένοις οἱ Ἀθηναῖοι φαλλοὺς ἰδίᾳ τε καὶ δημοσίᾳ κατεσκεύασαν, καὶ τούτοις ἐγέραιρον τὸν θεόν, ὑπόμνημα ποιούμενοι τοῦ πάθους. ἴσως δὲ καὶ ὅτι παίδων γενέσεως αἴτιος ὁ θεός· ἡδονὴν γὰρ καὶ ἀφροδίσια μέθη ἐξα‐ νίστησι. τοιγαροῦν καὶ ὁ Λάιος ἐνδοὺς ἑαυτὸν μέθῃ “εἴς τε βακχεῖον πεσὼν”
15ἐφύτευσε παῖδα. φαλλὸς δὲ τὸ πέος. παίζει δὲ πρὸς τὸν οἰκέτην. Ξανθίας γὰρ οἰκετικὸν ὄνομα. κέχρηται δὲ αὐτῷ καὶ ἐν Βατράχοις· “Ξανθίας γὰρ ποῦ ’στιν;” εἰσὶ δὲ καὶ ἐν τῇ κωμῳδίᾳ οἰκέται Ξανθίας, Τίβιος, Σωσίας, Δᾶος, Γέτας. REΓ2Lh

sch ach

243b

Tr Ξανθίας] δοῦλος. Lh

sch ach

245a

vet τὴν ἐτνήρυσιν: τὴν ζωμάρυστρον, ἐν ᾗ τὸ ἔτνος ἀρύονται. καθάριον δὲ εἰς ὑπερβολὴν τὸ ὄνομα. ἔστι δὲ καὶ τοῦτο ἀστεῖον καὶ πεπαιδευμένῳ ἁρ‐ μόζον, μηδὲ τῶν κατὰ τὴν οἰκίαν σκευῶν τῆς καθημερινῆς χρείας ἀγνοεῖν τὰ ὀνόματα. ἐτνήρυσιν οὖν ἐκάλεσαν παρὰ τὸ ἐν αὐτῇ ἀρύεσθαι τὸ ἔτνος. λέγομεν
5δὲ ἐτνήρυσιν πᾶν τὸ τάρασσον. ἔτνος δὲ ἔλεγον τὴν ἀθάραν καὶ τὸ πίσσινον ἀφέψημα, ὡς καὶ ἐν Βατράχοις· “ἤδη ποτ’ ἐπεθύμησας ἔτνους;” REΓ

sch ach

245b

vet ἐτνήρυσιν: τὴν ζωμάρυστ〈ρ〉ον, ἐν ᾗ τὸ ἔτνος ἀρύονται. R

sch ach

245c

Tr ἐτνήρυσιν] ἀγγεῖον ἐν ᾧ ἀρύουσι τὸ ἔτνος. Lh

sch ach

246a

vet τοὐλατῆρος: ἐλατήρ ἐστι πλακουντῶδες πέμμα πλατύ. ἔνθεν καὶ ἡ ἐπωνυμία παρὰ τὸ ταῖς χερσὶν ἐλαύνεσθαι εἰς πλάτος. “ἐλατῆρος οὖν τοῦ πέμματος. ἔστι δὲ ἄρτος πλατύς, ἐν ᾧ τὸ ἔτνος ἐτίθεσαν καὶ προσῆγον τῷ βωμῷ. ἐλατὴρ δὲ πᾶν τὸ πλατύ. εἰσὶ δὲ καὶ λαγαρώδεις παρὰ τὸ λαγαρόν.
5καὶ πέλανοι παρ’ Εὐριπίδῃ. EΓ

sch ach

246b

vet ἐλατήρ: πλακουντῶδες πέμμα πλατύ. R

sch ach

246c

Tr τοῦ ’λατῆρος] πλακουντώδους πέμματος, ἐν ᾧ τὸ ἔτνος. Lh

sch ach

248

vet τὸν φαλλὸν λέγει. R

sch ach

249

vet οἰκετῶν] οἰκείων. R

sch ach

253

Tr ὅπως] σκόπει. Lh

sch ach

254a

vet θυμβροφάγον: ἤτοι ἀγροικικὸν καὶ ἐλευθέριον, παρόσον οἱ ἐν ἀγρῷ διατρίβοντες ἀφελέστεροι καὶ ἐπιεικέστεροι. τὸ δὲ θύμβρον ἐν ἀγρῷ γίνεται. ἔστι δὲ τοῦτο ἄγριον φυτόν. ἢ πικρὸν καὶ δριμὺ κατὰ τῶν ἐχθρῶν· δριμὺ γὰρ τὸ φυτόν. οἱ δὲ ἀντὶ τοῦ δριμὺ καὶ ἱλαρόν. τινὲς δέ φασι τῷ θύμῳ εἶναι παρα‐
5πλήσιον. ἢ ἁπαλόν, ἡδύ. κωμικῶς δὲ ἔπαιξεν. REΓ

sch ach

254b

Tr ὅτι οἱ ἐν ἀγροῖς διατρίβοντες ἀφελέστεροι καὶ ἐπιεικέστεροι. τὸ δὲ θύμβρον ἐν ἀγρῷ γίνεται. “θυμβροφάγον οὖν ἀντὶ τοῦ ἁπαλὸν καὶ ἐπιεικές. οἱ δὲ ἀντὶ τοῦ δριμύ. τοιοῦτον γὰρ καὶ τὸ φυτόν, θύμῳ ὥς φασι παραπλή‐ σιον. Lh

sch ach

254c

Tr θυμβροφάγον] ἤγουν ἀγροικικὸν καὶ ἐλευθέριον. Lh

sch ach

255a

vet κἀκποιήσεται γαλᾶς: ἀντὶ τοῦ παῖδας δριμυτάτους. τοῦτο δὲ τὸ σχῆμα καλεῖται παρὰ προσδοκίαν. ἔδει γὰρ φάναι ἐκποιήσεται παῖδας νεανίας. REΓ

sch ach

255b

Tr ὀπύσει] τρυπήσῃ ἤγουν συγγένηται μετὰ σοῦ. Lh

sch ach

255c

Tr γαλᾶς] παῖδας δριμυτάτους· ἔπαιξε δὲ “γαλᾶς εἰπών. Lh

sch ach

256

vet Tr ἐπειδὰν ὄρθρος ᾖ: παρόσον ἐν τῷ ὄρθρῳ δοκοῦσιν οἱ ἄνθρωποι συνεχῶς βδέειν, διὰ τὸ τότε τὰς πέψεις γίνεσθαι. REΓLh

sch ach

257a

vet πρόβαινε κἀν τῷ ὄχλ: ὡς ἐπὶ ὄχλου πομπευόντων αὐτῶν λέγει. φυλάττεσθαι δὲ ἀντὶ τοῦ παρατηρεῖν, φυλάττειν. REΓ

sch ach

257b

Tr φυλάττεσθαι] θέλε. Lh

sch ach

258a

vet περιτράγ: περικόψῃ, περιφάγῃ, ἀντὶ τοῦ κλέψῃ. EΓ

sch ach

258b

Tr περιτράγῃ] περικόψας καταφάγῃ. Lh

sch ach

259a

vet ὀρθὸς ἑκτέος: ὑμῖν δ’ ἐστὶν ὁ φαλλὸς κατασχετέος, βαστακτέος, ἑπομένοις τῇ κανηφόρῳ. ἅμα δὲ καὶ πρὸς τὸ κακέμφατον, ὅτι ὁ φαλλὸς ἵστατο πρὸς μίμησιν τοῦ αἰδοίου. καὶ τοῦτο δὲ παίζει κωμικῶς, λέγων τὸν φαλλὸν ὀρθὸν κατέχειν ὄπισθεν τῆς παρθένου. EΓ

sch ach

259b

Tr σφῶιν] συνίζησις. Lh

sch ach

259c

Tr ἑκτέος] ἤγουν λαβώμεθα τοῦ φαλλοῦ. Lh

sch ach

260

Tr totus versus] παίζει κἀνταῦθα. Lh

sch ach

261

vet Tr ᾄσομαι τὸ φαλλικόν: ᾄσματα λέγεται φαλλικὰ τὰ ἐπὶ τῷ φαλλῷ ᾀδόμενα μέλη. ἔστι δὲ εἰς Διόνυσον ἢ εἰς ἄλλον καρπόν. REΓLh

sch ach

263a

vet (ad vv. 263—70) Φαλῆς ἑταῖρε: διπλῆ καὶ μέλος, ὃ βʹ ἡγεῖται παρόδῳ. ἡ περικοπὴ κώλων ιζʹ τοῦ ὑποκριτοῦ, ἧς πρῶτα μέν εἰσιν ηʹ ἐν εἰσθέσει ἰαμβικὰ δίμετρα, ἀκατάληκτα μὲν βʹ, τὸ δὲ γʹ καταληκτικόν, τὰ δ’ ἄλλα εʹ ἀκατάληκτα. EΓ

sch ach

263b

vet Tr περισπωμένως δὲ τὸ “Φαλῆς ἀναγνωστέον, ὡς Ἑρμῆς. οὕτως δὲ Ἀττικοί. παρὰ Δωριεῦσι δὲ βαρυτόνως.† “ἡ δ’ ἀμφάλητα κυπτάζει”.† οὕτως Σώφρων ἐχρήσατο. ὥσπερ δὲ Ὅμηρος ἥρμοσε κατάπληξιν τῇ φυγῇ καὶ ἑταίραν αὐτῆς ἔφησεν εἶναι
5
“θεσπεσίη ἔχε φύζα”, εἰπών, “φόβου κρυόεντος ἑταίρη”, οὕτως καὶ ὁ κωμικὸς ἐκεῖθεν λαβὼν τὰς ἀφορμὰς Διονύσῳ Φαλῆν ἑταῖρον εἶναί φησιν. ἀκόλουθα γὰρ Διονυσιακῷ ποτῷ τὰ ἀφροδίσια. μαρτυρεῖ δὲ ἡμῖν καὶ Εὐριπίδης·
“ὁ δ’ ἡδονῇ δοὺς εἴς τε βακχεῖον πεσὼν
10〈ἔσπειρεν ἡμῖν παῖδα〉”. EΓLh

sch ach

263c

Tr Φαλῆς] ὦ φαλλέ. Lh

sch ach

264a

vet νυκτοπεριπλάνητε: οἰκείας ἐντίθησι φωνὰς ψυχῇ ἀνειμένῃ καὶ ἤδη μεθυούσῃ. ἡδίστην δὲ τὴν σύνθεσιν τὴν τοῦ “νυκτοπεριπλάνητεἡ περὶ πρόθεσις εἰργάσατο. EΓ3

sch ach

264b

Tr totus versus] οἰκείας φωνὰς ψυχῇ ἀνειμένῃ τῇ μέθῃ τίθησιν. Lh

sch ach

264c

Tr νυκτοπεριπλάνητε] ἥδιστον τὴν σύνθεσιν ἡ περὶ ἀπειργάσατο. Lh

sch ach

265

vet Tr μοιχ: διὰ τὸ τοὺς μεθύοντας γίνεσθαι περὶ τὰ ἀφροδίσια. δεῖ δὲ νοεῖν ὅτι ταῦτα οὐχ ὡς ἐν βλασφημίᾳ λέγεται τὸ “μοιχ καὶ τὸ “παιδε‐ ραστά”, ἀλλὰ πρὸς διάχυσιν καὶ ἱλαρότητα τοῦ φαλλοῦ, ὡς καὶ παρ’ Ὁμήρῳ πρὸς διάθεσιν ψυχῆς·
5“Ἆρες Ἄρες βροτολοιγέ”. REΓ3Lh

sch ach

266a

vet ἕκτῳ ς’ ἔτει προσεῖπον: ἕκτον γὰρ ἦν λοιπὸν ἔτος, ἀφ’ οὗ ὁ πόλεμος Ἀθηναίοις πρὸς Πελοποννησίους συνέστη. “δῆμον δὲ ἔφη τὴν κώμην, οὐχ ὡς παρ’ Ὁμήρῳ “δῆμον Ἐρεχθῆος”. REΓ3

sch ach

266b

Tr ἕκτῳ ς’ ἔτει] ἀφ’ οὗ ἡ πρὸς Πελοποννησίους ἡμῖν συνέστη μάχη. Lh

sch ach

267

Tr εἰς τὸν δῆμον] ἤγουν εἰς τὴν κώμην. Lh

sch ach

270a

vet Tr καὶ Λαμάχων: ὁ Λάμαχος οὗτος Ἀθηναίων στρατηγός, υἱὸς Ξενοφάνους, ὃν ὅτε εἰς Σικελίαν ἔπλεον οἱ Ἀθηναῖοι ἐχειροτόνησαν. ἦν δὲ μετ’ Ἀλκιβιάδου καὶ Νικίου, ὡς ἱστορεῖ Θουκυδίδης διὰ τῆς ϛʹ· ἦν δὲ φιλο‐ πόλεμος οὗτος. REΓ3Lh

sch ach

270b

Tr Λαμάχων] οὗτος Ἀθηναίων στρατηγός. Lh

sch ach

272a

vet ὡρικὴν ὑληφόρον: ἀντὶ τοῦ ὡραίαν καὶ ἀκμαίαν. ὥρα γὰρ ἡ ἀκμή. καὶ ὡραῖόν φασιν οἱ τραγικοὶ τὸ ἀκμαῖον· κοινὰ δὲ τὰ τοιαῦτα ὀνόματα. ὡρι‐ κὸν δὲ μειράκιον καὶ κόρη, ὡς ἐν Δαιταλεῦσιν αὐτός· ἡ δὲ λέξις ἀπόδεκτος. EΓ3

sch ach

272b

vet ὡρικὴν] ὡραίαν. R

sch ach

272c

vet ὑληφόρον] ξυληφόρον. R

sch ach

272d

Tr ὡρικὴν ὑληφόρον] ἀντὶ τοῦ ὡραίαν καὶ ἀκμαίαν. Lh

sch ach

273a

vet τὴν Στρυμοδώρου Θρᾷτταν: ἤτοι κοινῶς δούλην, ἢ οὕτως καλου‐ μένην, τὴν ἐκ Θρᾴκης, ὡς τὴν ἀπὸ Φρυγίας καὶ Παφλαγονίας. φελλεῖς δὲ ἔλ‐ εγον οἱ Ἀττικοὶ τοὺς πετρώδεις τόπους, οἵτινες κάτωθεν μέν εἰσι πετρώδεις, ἐπιπολῆς δὲ ὀλίγην ἔχουσι γῆν. μέμνηται δὲ καὶ ἐν Νεφέλαις τοῦ φελλέως.
5οἱ δὲ ὅτι ὄρος Φελλεὺς οὕτω καλούμενον. REΓ3

sch ach

273b

Tr τὴν Στρυμοδώρου Θρᾷτταν] δούλην, ἢ τὴν ἀπὸ Στρύμονος ποταμοῦ Θρᾴκης. Lh

sch ach

273c

Tr Φελλέως] ὄρος Ἀττικῆς ὁ Φελλεύς. Lh

sch ach

274

vet (ad vv. 274—6) μέσην λαβόντ’ ἄραντα: ἐν εἰσθέσει κῶλα τρία ἰσάριθμα, ὧν τὰ βʹ ἰαμβικὰ δίμετρα, τὸ δὲ ἓν μονόμετρον. EΓ3

sch ach

275a

vet καταγιγαρτίσαι: ἀντὶ τοῦ κατὰ τῶν γεωργικῶν γιγάρτων βαλεῖν καὶ διαμηρίσαι. γεωργικῶς δὲ παίζει. ἢ ὅτι τὸ ῥῆμα πρόσκαιρον, ἵνα ἀπὸ τῶν γιγάρτων τὸ μόριον ᾖ πεπλασμένον. οὐ γὰρ διὰ παντὸς συνουσιάσαι δηλοῖ τὸ “καταγιγαρτίσαι”. γίγαρτα δὲ τὰ ἐντὸς τῆς σταφυλῆς ὀσπριώδη. ἢ ἀντὶ
5τοῦ συνουσιάσαι. γίγαρτον γὰρ τὸ αἰδοῖον. ἢ καταθλῖψαι, ἀπὸ μεταφορᾶς τῶν γιγάρτων. REΓ3

sch ach

275b

Tr γεωργικῶς παίζει τηρῶν τὴν τροπήν. γίγαρτα γὰρ τὰ ἐντὸς τῆς σταφυλῆς κοκκία. ἐνταῦθα δὲ τὸ αἰδοῖον λέγει. “καταγιγαρτίσαι οὖν ἐπὶ συνουσίας ἀντὶ τοῦ συγγενέσθαι αὐτῇ. Lh

sch ach

275c

Tr καταγιγαρτίσαι] συγγενέσθαι. Lh

sch ach

277a

vet ἐκ κραιπάλης: ἡ ἐξ ἑωθινοῦ μέθη κραιπάλη καλεῖται, ἡ ἀπὸ χθιζῆς οἰνοποσίας. EΓ

sch ach

277b

Tr κραιπάλη ἐστὶ τὸ ἀπόζειν οἴνου ἐκ τῆς χθιζῆς οἰνοποσίας ἕωθεν. Lh

sch ach

279

vet Tr ἐν τῷ φεψάλ: ἐν τῷ καπνῷ. φέψαλοι γὰρ οἱ σπινθῆρες, ὡς καὶ ἀλλαχοῦ δηλοῖ·
“ἀλλ’ οὐδὲ μοιχοῦ καταλέλειπται φεψάλυξ”. καὶ παρὰ Ἀρχιλόχῳ δὲ κεῖται· “πυρὸς δ’ ἦν† αὐτῷ φεψάλυξ”. διὰ δὲ τὸ μὴ
5δεῖσθαι ἀσπίδος εἰρήνης γενομένης, ἔφη “ἐν φεψάλῳ κρεμήσεται ἡ ἀσπίς”, παρὰ τὸ Ἡσιόδειον
“αἶψά κε πηδάλιον μὲν ὑπὲρ καπνοῦ καταθεῖο”. καὶ τί δεῖ περὶ ἀσπίδος καὶ πηδαλίου λέγειν, ὅπου γε καὶ περὶ ἀχρήστων βουλευμάτων ταύτην ἐξήνεγκε τὴν γνώμην ὁ ποιητὴς εἰπὼν
10
“ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ’ ἀνδρῶν”. περὶ δὲ ὅπλων ἐπιμελείας ἀξιουμένων τοὐναντίον ἔθηκεν·
“ἐκ καπνοῦ κατέθηκ’, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει”. REΓLh

sch ach

280

vet Tr οὗτος] ὁ Δικαιόπολις. EΓ3Lh

sch ach

284a

vet (ad vv. 284—346) Ἡράκλεις: διπλῆ· εἶτα ἕπεται δυὰς μονοστρο‐ φικὴ ἀμοιβαία τὰς περιόδους ἔχουσα δεκακώλους, ἐκ στίχων δύο τροχαϊκῶν τετραμέτρων καταληκτικῶν καὶ κώλων ηʹ· ὧν τοὺς μὲν στίχους ὁ ὑποκριτὴς λέγει, τὰ δὲ κῶλα ὁ χορός. πρῶτος τοίνυν ἐστὶ 〈στίχοσ〉 ἐν ἐκθέσει †κατὰ
5τὸ ἴσον τοῖς χορικοῖς ἃ ποιεῖ δοχμὸν συζυγίαν καὶ παίωνας τρεῖς καὶ διαί‐ ρεσιν†. τῷ δὲ δικώλῳ τούτῳ 〈ἀντιστροφικὸν〉 τὸ μὲν πρῶτόν ἐστιν
ἀπολεῖς ἄρα τὸν ἥλικα τόνδε φιλανθρακέα”,
τὸ δὲ τῆς δευτέρας “οὗτοι ἴσοι χαμαί”. ἕπεται δὲ τοῖς δυσὶ κώλοις στίχος τροχαϊκὸς ὅδε “ἀντὶ ποίας αἰτίας καὶ ἐν εἰσθέσει τὰ λοιπὰ κῶλα ϛʹ, παι‐
10ωνικὰ δίρρυθμα. EΓ

sch ach

284b

vet βαλλόμενος λίθοις ὁ Δικαιόπολις ὑπὸ τοῦ χοροῦ φησιν “Ἡράκλεις”. ὡς ἀλεξίκακον τὸν Ἡρακλέα καλεῖ. γελοίου δὲ χάριν τῆς μὲν κεφαλῆς οὐ φροντίζει, τῆς δὲ χύτρας προνοεῖται. R

sch ach

284c

vet Ἡράκλεις: βαλλόμενος λίθοις ὁ Δικαιόπολις ὑπὸ τοῦ χοροῦ ὡς ἀλεξίκακον τὸν Ἡρακλέα καλεῖ. πάνυ δὲ κινεῖ γέλωτα, τῆς μὲν κεφαλῆς αὐτοῦ ἀφροντιστῶν, τῆς δὲ χύτρας προνοούμενος, ἐν ᾗ τὸ ἔτνος ἦν. τῷ δὲ συντρίβειν καὶ Μένανδρος κέχρηται ἐν Λευκαδίᾳ καὶ ἐν Ἀσπίδι
5
“ἔχων τὴν ἀσπίδα
ἔκειτο συντετριμμένην”. σχετλιαστικὴ δὲ ἡ τοῦ “Ἡράκλεις φωνή. οὗτος γὰρ ὁ θεὸς εἰς ἐπικουρίαν ἐκαλεῖτο ὡς ἀλεξίκακος τοῖς σχέτλια πάσχουσιν. EΓ3

sch ach

284d

Tr οὗτος ὁ θεὸς εἰς ἐπικουρίαν ἐκαλεῖτο, ὡς ἀλεξίκακος τοῖς σχέτλια πάσχουσιν. Lh

sch ach

284e

Tr γέλωτα πάνυ κινεῖ τῆς μὲν κεφαλῆς ἀφροντίστως ἔχων, τῆς δὲ χύτρας προνοούμενος, ἐν ᾗ τὸ ἔτνος ἦν. Lh

sch ach

285a

vet μιαρὰ κεφαλ: ἐκ τοῦ ἡγεμονικοῦ μέρους τοῦ σώματος δηλοῖ τὸν ἄνδρα, παραπλησίως Ὁμήρῳ “Τεῦκρε φίλη κεφαλὴ” καὶ “τοίην γὰρ κεφαλήν”. καὶ παρὰ Δημοσθένει “καὶ ταῦτ’ ἔλεγες, ὦ μιαρὰ κεφαλή”. REΓ

sch ach

285b

Tr ἐκ τοῦ ἡγεμονικωτέρου μέρους τοῦ σώματος δηλοῖ τὸν ἄνδρα. Lh

sch ach

290

vet Tr ὅστις ἡμῶν μόνος: χωρὶς ἡμῶν τῶν Ἀθηναίων· ἢ μόνος ἐξ ἡμῶν. REΓΓ3Lh

sch ach

292

Tr ἴστε] γινώσκετε. Lh

sch ach

295a

vet Tr χώσομεν τοῖς λίθοις: τοιοῦτο καὶ τὸ Ὁμηρικὸν “λάινον ἕσσο χιτῶνα”. ἐν ἤθει δὲ αὐτὸ μετεποίησεν. Ἀλέξανδρος μὲν γὰρ ἄξιος τῶν λίθων, Λακεδαιμονίας ἐρασθεὶς γυναικὸς ἐπὶ συμφορᾷ τῆς πατρίδος· οὗτος δὲ εἰρήνης
ἐρᾷ ἐπ’ ἀγαθῷ τῆς πατρίδος. REΓLh

sch ach

295b

Tr χώσομεν τοῖς λίθοις] παρὰ τὸ Ὁμηρικὸν “λάινον ἕσσο χιτῶνα”. Lh

sch ach

296

vet Tr μηδαμῶς πρὶν ἄν γ’ ἀκούσητ’: μεγαλοφρόνως καὶ γενναίως οὐ παραιτεῖται τὸν θάνατον, ἀλλὰ πρῶτον εἰπεῖν ἀξιοῖ, καὶ τότε ἀποθανεῖν ἐὰν ᾖ δίκαιον. REΓLh

sch ach

297

vet οὐκ ἀνασχήσομαι: ὅτι τινὲς τὸ “ἀνασχήσομαι” ὡς ἔκφυλον νομί‐ ζουσιν. ἐχρήσατο δὲ αὐτῷ καὶ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους. οὐ δεῖ οὖν μόνον λέγειν ἀνέξομαι. REΓ3

sch ach

298

vet ἐμισεῖτο γὰρ ὁ Κλέων ὡς συνταράττων τὰ κοινά. RE

sch ach

300a

vet κατατεμῶ τοῖσιν ἱππεῦσι 〈ποτ’ ἐς καττύματα〉: ἐνταῦθα πάλιν περιττεύει τὸ “ποτὲ” διὰ τὴν μετροποιΐαν, καὶ ἔτι πρὸς τὴν ἐξήγησιν· οὐ ποτὲ τέμνει τὸν Κλέωνα Ἀριστοφάνης ἀλλ’ ἀεί. ὡς οὖν ἄνω τὸ “νῦν” περιττεύει, οὕτως ἐνταῦθα τὸ ποτέ. ἔστι γὰρ τοῦ αὐτοῦ μέτρου τὸ κῶλον.
5καττύματα δέ ἐστι δέρματά τινα ἰσχυρὰ καὶ σκληρά, ἅπερ τοῖς σανδαλίοις καὶ τοῖς ἄλλοις ὑποδήμασιν ὑποβάλλεται. οἰκεία δὲ ἡ ἀπειλὴ κατὰ τοῦ Κλέωνος· βυρσοδέψης γὰρ οὗτος. ὅτι δὲ τοῖς ἱππεῦσιν ἦν τις ἔχθρα πρὸς Κλέωνα, καὶ διὰ τῆς ἀρχῆς δεδήλωκε
καὶ φιλῶ τοὺς ἱππέας
10διὰ τοῦτο τοὖργον”. REΓ

sch ach

300b

Tr ὅτι ἔχθρα ἦν τοῖς ἱππεῦσι πρὸς Κλέωνα δεδήλωται διὰ τοῦ τῶν Ἱππέων δράματος, ἀλλὰ καὶ διὰ τούτου
καὶ φιλῶ τοὺς ἱππέας
διὰ τοῦτο τοὖργο
ν”. Lh

sch ach

303

vet σοῦ δ’ ἐγὼ λόγους λέγοντος: ἕπεται τῇ δυάδι δίστιχον, ὃ τοῖς
μέλεσιν ἐξ ἔθους ὑπάγουσιν, ὅπερ ἐστὶ τετράμετρον τροχαϊκὸν καταληκτικόν. οὐ λέγει δὲ ὅτι τοὺς μὲν μακροὺς οὐ προ〈σ〉ήσομαι, ἀκούσομαι δὲ τοὺς διὰ συντομίας λεγομένους, ἀλλ’ ὅτι πάντες οἱ λόγοι μακροὶ πεφύκασι κρινόμενοι
5πρὸς πρᾶξιν, εἰ πέπρακται. REΓ3

sch ach

306

vet Tr τῶν δ’ ἐμῶν σπονδῶν: λείπει ἡ περί. οὐ βούλεται δὲ αὐτοὺς τῶν Λακεδαιμονίων μνημονεύειν διὰ τὸ ἐνθυμουμένους τὰ ὑπ’ αὐτῶν γεγενημένα ὀργίλους καθίστασθαι. REΓ3Lh

sch ach

308

vet Tr οὔτε βωμὸσ〉 οὔτε πίστις οὔθ’ ὅρκος: ἐπὶ ἀπιστίᾳ γὰρ διεβάλ‐ λοντο οἱ Λακεδαιμόνιοι. καὶ Εὐριπίδης ἐν Ἀνδρομάχῃ
“Σπάρτης ἔνοικοι, δόλια βουλευτήρια”. τρία δὲ ἐγκλήματα παραβασίας προσέθηκεν αὐτοῖς. αἱ γὰρ συνθῆκαι διὰ
5τριῶν τελοῦνται, λόγων, ἔργων, χειρῶν· λόγων μέν, οἷον δι’ ὅρκων, ἔργων δέ, διὰ τῶν ἐν βωμοῖς θυσιῶν, χειρῶν δέ, ἐπειδὴ αἱ πίστεις διὰ τῶν δεξιῶν γί‐ νονται. καὶ Ὅμηρος· “καὶ δεξιαί, ᾗς ἐπέπιθμεν”. REΓ3Lh

sch ach

313

vet Tr οὐχ ἁπάντων, οὐχ ἁπάντων〉: πάνυ δεινῶς καὶ τεθαρρηκότως ἐχρήσατο τῇ ἐπαναλήψει, καὶ οὐ κατέπτηξεν οὐδ’ ηὐλαβήθη ἐν τοσούτοις ὑπὲρ τῶν ἐχθρῶν εἰπὼν ὅτι οὐ μόνον οὐκ ἠδίκησαν κατὰ πάντα, ἀλλ’ ὅτι καὶ ἐν τοῖς ἀδικηθεῖσι ταχθεῖεν ἄν. RγLh

sch ach

315a

vet ταραξικάρδιον: αὐξήσει κέχρηται εἰπὼν “καὶ ταραξικάρδιον”. ἔστι γάρ τι δεινόν, ὃ μὴ οὕτως ἐστὶ δεινόν, ὡς δάκνειν καὶ ταράττειν τὴν καρδίαν. ὅπερ δὲ τῇ καρδίᾳ ταραχὴν ἐμποιήσειεν ἄν, τοῦτο ἀναμφιβόλως δεινότατον νομίζοιτ’ ἄν. REΓ

sch ach

315b

Tr εἰσὶ καὶ ἄλλα δεινά, τὸ δὲ τὴν καρδίαν ταράττον τοῦτ’ ἂν εἴη κυρίως
δεινὸν καὶ ἀναμφιβόλως νομίζοιτο. Lh

sch ach

317

vet Tr κἄν γε μὴ λέγω δίκαια: τοῦτο δεινὸν καὶ προσκρουστικόν, ἐπειδὴ οἱ στρατηγοῦντες καὶ δημαγωγοῦντες κωλυταὶ τῆς εἰρήνης ἐγίνοντο. EΓLh

sch ach

318a

vet ὑπὲρ ἐπιξήνου 〈θελήσω τὴν κεφαλὴν ἔχων λέγειν: ἐὰν μὴ λέγω, φησί, δίκαια, τῆς κεφαλῆς ἀφαιρεθείην〉. ἐπίξηνος καλεῖται ὁ μαγει‐ ρικὸς κορμός, ἐφ’ οὗ τὰ κρέα συγκόπτουσιν. REΓ2

sch ach

318b

Tr ἐπιξήνου] τοῦ μαγειρικοῦ κορμοῦ, ἐφ’ οὗ τὰ κρέα τιθέντες κόπ‐ τουσιν. Lh

sch ach

320a

vet μὴ οὐ καταξαίνειν τὸν ἄνδρα: μὴ οὐχὶ λίθοις αὐτὸν αἱμάσσειν ὥστε φοινικοῦν αὐτῷ ποιῆσαι τὸ σῶμα· τὸ δὲ καταξαίνειν ὡς ἐπὶ ἐρίων ἔθηκεν· διὸ καὶ “φοινικίδα εἶπεν, ὡς ἐπὶ ἱματίου. Ἀριστοτέλης δέ φησιν ἐν τῇ Λακεδαιμονίων πολιτείᾳ χρῆσθαι Λακεδαιμονίους φοινικίδι πρὸς τοὺς πολέ‐
5μους, τοῦτο μὲν διὰ τὸ τῆς χρόας ἀνδρικόν, τοῦτο δὲ ὅτι τὸ τοῦ χρώματος αἱματῶδες τῆς τοῦ αἵματος ῥύσεως ἐθίζει καταφρονεῖν. τὸ οὖν ἐν φοινικίδι ἀντὶ τοῦ ἐν τάξει πολεμίων ἀπὸ τοῦ φορήματος δηλώσειεν ἂν εἰκότως, ἐπεὶ τὸ φοινιχθῆναι αἱμαχθῆναι. τὸ δὲ “ξαίνω ῥῆμα καὶ παρὰ Δημοσθένει κεῖται ἐν τῷ κατ’ Αἰσχίνου περὶ τῆς παραπρεσβείας· “εἰπούσης τι καὶ δακρυ‐
10σάσης ἐκείνης, περιρρήξας τὸν χιτῶνα ὁ οἰκέτης ξαίνει κατὰ τοῦ νώτου πολ‐ λάς”. REΓ

sch ach

320b

Tr ὡς ἐπὶ ἐρίων ἔθηκε τὸ “καταξαίνειν”· διὸ καὶ “φοινικίδαεἶπεν, ὡς ἐπὶ ἱματίου. Ἀριστοτέλης γάρ φησιν ἐν τῇ τῶν Λακεδαιμονίων πολιτείᾳ χρῆσθαι Λακεδαιμονίους φοινικίδι πρὸς τοὺς πολεμίους, τοῦτο μὲν ἐπὶ τὸ τῆς χρόας ἀνδρικόν, τοῦτο δὲ ὅτι τὸ τοῦ χρώματος αἱματῶδες τῆς τοῦ
5αἵματος ῥύσεως ἐθίζει καταφρονεῖν. ἐν τάξει οὖν πολεμίων ἀπὸ τοῦ ἐνδύματος εἴρηκε τὸ φοινιχθῆναι, ἤγουν αἱμαχθῆναι δίκην φοινικοβαφοῦς ἐνδύματος. Lh

sch ach

320c

Tr μὴ οὐ] συνίζησις. Lh

sch ach

320d

Tr εἰς φοινικίδα] ἤγουν μὴ 〈οὐ〉 λίθοις αὐτὸν αἱμάσσειν ὥστε φοινικοῦν
γενέσθαι αὐτοῦ τὸ σῶμα. Lh

sch ach

321

vet Tr θυμάλωψ: ὁ διακεκαυμένος ἀναβάτης. χαριέντως δὲ εἶπεν, ἐπεὶ ἀνθρακεῖς εἰσιν οἱ Ἀχαρνεῖς. ἀντὶ γὰρ τοῦ εἰπεῖν οἵως ἐξεκαύθητε “οἷος”, εἶπε, “θυμάλωψ ἐπέζεσεν”. REΓLh

sch ach

322

vet Tr ὦχαρνηΐδαι: τὴν Ὁμηρικὴν περίφρασιν πολιτικῶς μιμεῖται· “ὦ υἷες Ἀχαιῶν”, ἐν μιᾷ λέξει προενεγκάμενος τὸ ὄνομα ὅλον, ὦ Ἀχαρνέων παῖδες. REΓLh

sch ach

324

vet ἐξελύμην ἢν ἀκούσω: καὶ παρ’ Ὁμήρῳ “νῦν ἐλύμην τρὶς τόσσα πορών”. Γ

sch ach

326

vet Tr ἀνταποκτεν: ταῦτα λέγει τινὸς τῶν Ἀχαρνέων ἁρπάσας κόφινον γερόντων, ἐν ᾧ τοὺς ἄνθρακας φέρουσιν, ὃν βούλεται ξίφει διαχρήσασθαι. σκώπτει δὲ τοὺς Ἀχαρνέας ὡς ἀνθρακοκαύστας. REΓLh

sch ach

327

vet Tr ὁμήρους: ὅμηρα ἐκάλουν τὰ ἐπὶ συνθήκαις διδόμενα ἐνέχυρα. REΓ2Lh

sch ach

330a

vet ἔνδον εἵρξας: ἀποκλείσας. δασέως δὲ τὸ “εἵρξας Ἀττικοί. τὸ μέντοι παρ’ Ὁμήρῳ “ἐρχθέντ’ ἐν μεγάλῳ ποταμῷ” ψιλῶς. τὸ δὲ “εἵρξαςδασέως ἀναγινώσκομεν, ὅταν τὸ πράξας δηλοῖ·
“ἡ μὲν ἄρ’ ὣς ἕρξας’ ἀπεβήσατο δῖα θεάων”.
5τὸ δὲ ἐπὶ τῆς εἱρκτῆς δασέως Ἀττικοί. REΓ

sch ach

330b

Tr ἔνδον εἵρξας] ἐντὸς οἰκίας καθείρξας. Lh

sch ach

332a

vet Tr εἴσομαι δ’ ὑμῶν τάχα: ψίαθον ἀνθράκων προενήνοχεν, ὅν φησι παῖδα εἶναι τῶν Ἀχαρνέων, πάνυ κωμικώτατα. τὰ δὲ μεγάλα πάθη ὑποπαίζει τῆς τραγῳδίας, ἐπεὶ καὶ ὁ Τήλεφος κατὰ τὸν τραγῳδοποιὸν †Αἰσχύλον, ἵνα τύχῃ παρὰ τοῖς Ἕλλησι σωτηρίας, τὸν Ὀρέστην εἶχε συλλαβών. παραπλήσιον
5δέ τι καὶ ἐν ταῖς Θεσμοφοριαζούσαις ἐποίησεν. ὁ γὰρ Εὐριπίδου κηδεστὴς Μνησίλοχος, ἐπιβουλευόμενος παρὰ τῶν γυναικῶν, ἀσκὸν ἁρπάσας παρά τινος γυναικός, ὡς ἂν παιδίον ἀποκτεῖναι βούλεται. τὸ δὲ “εἴσομαι ἀντὶ τοῦ γνώσομαι, ὡς καὶ παρ’ Ὁμήρῳ “εἴσομ’ αἴκε μ’ ὁ Τυδεΐδης”. EΓLh

sch ach

332b

vet εἴσομαι δ’ ὑμῶν: ἀντὶ τοῦ γνώσομαι. ψίαθον ἀνθράκων προσενή‐ νοχεν, ὅν φησι παῖδα εἶναι τῶν Ἀχαρνέων, πάνυ κωμικώτατα. R

sch ach

332c

Tr εἴσομαι] γνώσομαι. Lh

sch ach

333

vet Tr ὁ λάρκος δημότης: ὁ λάρκος πλέγμα τι κοφινῶδες ἢ ψιαθῶδες, ἐν ᾧ φέρουσι τοὺς ἄνθρακας. REΓLh

sch ach

334

vet Tr μηδαμῶς ὦ μηδαμῶς: τοῦτο ἀποσιώπησις καλεῖται. ἔχεις καὶ παρὰ Δημοσθένει τὸ ὅμοιον· “ἀλλ’ ὦ τί ἄν σέ τις εἰπὼν ὀρθῶς προσείποι;” 〈εἰρηκότος γὰρ αὐτοῦ “μηδαμῶς εἶπεν “ὦ μηδαμῶς”.〉 REΓ3Lh

sch ach

336a

vet Tr ἀπολεῖς ἄρα τὸν ἥλικα: ἤτοι τὸν λάρκον, ἢ ἐμὲ τὸν σοῦ αὐτοῦ ἥλικα, διὰ τῆς τοῦ λάρκου σφαγῆς. REΓLh

sch ach

336b

vet (ad vv. 335—46) διπλαῖ δὲ δύο, ὅτι ἡ ἑτέρα ἕπεται δυάς, ἡ ἀντι‐ στρέφουσα τῇ προαποδεδομένῃ, ἧς ἡ ἀρχὴ “ὡς ἀποκτενῶ κέκραχθε”, τέλος δὲ τῆς πρώτης “οὐ προδώσω ποτέ”, τῆς δὲ δευτέρας “τῇ στροφῇ
γίνεται”. EΓ

sch ach

338

vet Tr ἀλλὰ νῦν λέγ’ εἴ σοι: ἐπιτρέπουσιν αὐτῷ λέγειν μόνον ἵνα ἀφῇ τὸν λάρκον. RELh

sch ach

339a

vet ὅτι τῷ τρόπῳ σοὐστὶ 〈φίλος〉: ἀντὶ τοῦ εἰπὲ καὶ ὅτῳ τρόπῳ ὁ Λακεδαιμόνιός ἐστί σοι φίλος. ἢ οὕτως· εἰπὲ τί σου τῷ τρόπῳ φίλον ἐστὶ περὶ Λακεδαιμονίων. τὸ δὲ ἑνικὸν ἀντὶ τοῦ πληθυντικοῦ προηνέγκατο, ἀντὶ τοῦ περὶ Λακεδαιμονίων. τὸ ὅμοιον καὶ παρὰ τῷ ῥήτορι ἐν τῷ 〈πρώτῳ〉 τῶν
5Φιλιππικῶν· “ἀλλὰ μὴ τόν γε Παίονα καὶ Ἰλλύριον”. REΓ

sch ach

339b

Tr λέγ’] ἤγουν εἰπὲ τί σου τῷ τρόπῳ φίλον ἐστὶ περὶ Λακεδαιμονίων. Lh

sch ach

341

vet Tr ἐξεράσατε: ἀντὶ τοῦ ἐκκενώσατε, ἐκβάλετε, ἀπορρίψατε. πεποίηται δὲ ἡ λέξις ἀπὸ τῆς ἔρας, τουτέστι τῆς γῆς. REΓLh

sch ach

342

vet Tr οὑτοιΐ σοι χαμα: κωμῳδεῖ καὶ διασύρει τοὺς Ἀθηναίους ὡς καὶ ταχέως θυμουμένους καὶ ταχέως παυομένους. REΓLh

sch ach

343a

vet Tr ἐγκάθηνταί που λίθοι: ἐγκεκρυμμένοι εἰσίν· οἱ γὰρ κρυπτόμενοι ὑποκάθηνται. REΓ2Lh

sch ach

343b

Tr ὅπως] σκοπεῖτε. Lh

sch ach

344a

vet Tr ἐκσέσεισται] ἢ ὁ κόλπος ἢ ὁ τρίβων. RELh

sch ach

344b

vet σειόμενον] τὸ τριβώνιον. RΓ3

sch ach

345

vet Tr ἀλλὰ κατάθου τὸ βέλος: σημειωτέον ὅτι ἐπὶ ξίφους τὸ βέλος
τέθεικε. καὶ Ὅμηρος πᾶν τὸ βαλλόμενον. REΓ2Lh

sch ach

346a

vet Tr ὡς ὅδε γε σειστός: χορεύουσιν ἅμα καὶ κόρδακα ἐνδείκνυνται, τὸ λεγόμενον οὕτως ἐπὶ τῆς κωμικῆς ὀρχήσεως. ἀναστρεφόμενοι δὲ ἀποτι‐ νάσσουσι τοὺς χιτῶνας, ἀποδεικνύντες ὡς μηδένα τῶν λίθων ἐγκεκρυμμένον ἔχουσι. λέγεται δὲ στροφὴ τῶν κώλων τὸ σύστημα. REΓLh

sch ach

346b

Tr σειστὸς] ἐσείοντο γὰρ τὰ ἱμάτια ὀρχούμενοι. Lh

sch ach

347a

vet Tr ἐμέλλετ’ ἄρα: ἠθικώτατα καὶ ἥδιστα πρὸς τοὺς ἐν τῷ λάρκῳ ἄνθρακας διαλέγεται, λέγων ὅτι ἐμέλλετε μετὰ βοῆς ἀνασείειν, ὡς τῆς τοῦ λάρκου ῥήξεως μετὰ βοῆς μελλούσης γίνεσθαι. REΓ2Lh

sch ach

347b

vet ἐμέλλετ’ ἄρα πάντες: ὑφ’ ὃ διπλῆ καὶ ἐν εἰσθέσει στίχοι ἰαμ‐ βικοὶ ιαʹ. EΓ2

sch ach

348a

vet Παρνάσσιοι] ἀντὶ τοῦ μεγάλοι, ἀπὸ Πάρνηθος τοῦ ὄρους τῆς Ἀτ‐ τικῆς. R

sch ach

348b

vet ἄνθρακες Παρνάσσιοι: ἀντὶ τοῦ μεγάλοι. Πάρνης γὰρ ὄρος τῆς Ἀττικῆς, χορηγίαν ἔχον πολλῶν ξύλων. ἔπαιξεν οὖν Παρνασσίους εἰπών, ὡς ἀπὸ τόπου Παρνασσοῦ, τὴν λέξιν παραγαγὼν ἵνα ὑποδηλώσῃ αὐτοὺς ἱερούς· ὁ γὰρ Παρνασσὸς ὄρος Φωκίδος ἐστίν, ἱερὸν Ἀπόλλωνος καὶ Διονύσου. EΓ

sch ach

348c

vet Παρνάσσιοι: ἀντὶ τοῦ μεγάλοι. τὸ γὰρ Παρνάσσιον ἐπὶ τοῦ μεγά‐ λου ἐτίθεσαν. οἱ δὲ τοὺς ἀπὸ Πάρνηθος τοῦ ὄρους τῆς Ἀττικῆς ἄνθρακας. EΓ2

sch ach

348d

Tr Παρνασὸς ὄρος τῆς Ἀττικῆς ἱερὸν ἔχων Ἀπόλλωνος καὶ Διονύσου. ὡς χορηγίαν δὲ ἔχοντος ξύλων πολλῶν παίζει Παρνασίους ἄνθρακας εἰπών, ἤγουν καὶ μεγάλους. οἱ δὲ τοὺς ἀπὸ Πάρνηθος ὄρους τῆς Ἀττικῆς ἄνθρακας φασὶ λέγειν. Lh

sch ach

348e

Tr Παρνήσσιοι] ἤγουν μεγάλοι. Lh

sch ach

350a

vet ὑπὸ τοῦ δέους δὲ τῆς μαρίλης: ἡ ἐξ ἀνθράκων τέφρα μαρίλη λέγεται. “μαρίλης οὖν ἀντὶ τοῦ τῆς ἀπὸ τῶν ἀνθράκων σποδιᾶς. ἐπαφῆ‐ κεν ὁ λάρκος ὑπὸ ἀγωνίας, ὥσπερ ἡ σηπία τὸ μέλαν. θηρώμεναι γὰρ αἱ σηπίαι ἐπαφιᾶσιν ἐκ τοῦ προσόντος αὐταῖς μέλανος, ταράττειν βουλόμεναι τὸν παρ’
5αὐταῖς τόπον, ἵνα μὴ καταφανεῖς ὦσι τοῖς θηρῶσιν. REΓ

sch ach

350b

Tr ὑπ’ ἀγωνίας ἀπὸ τῆς τῶν ἀνθράκων σποδιᾶς ἐπαφῆκεν ὁ λάρκος, ὥσπερ ἡ σηπία ἐπαφίησι τὸ μέλαν θηρευομένη. αἱ γὰρ σηπίαι θηρευόμεναι ἐπαφιᾶσιν ἐκ τοῦ προσόντος αὐταῖς μέλανος, ταράττειν βουλόμεναι τὸν παρ’ αὐταῖς τόπον, ἵνα μὴ καταφανεῖς ὦσι τοῖς θηρεύουσιν. Lh

sch ach

350c

Tr μαρίλης] τῆς ἀπὸ τῶν ἀνθράκων σποδιᾶς ἢ τέφρας. Lh

sch ach

352

vet Tr ὀμφακίαν: ἀντὶ τοῦ ὠμὸν καὶ σκληρόν, μεταφορικῶς ἀπὸ τῶν ὀμφά‐ κων. οὕτω δὲ αἱ σταφυλαὶ δριμεῖαι οὖσαι καὶ οὔπω πέπειροι. ἐκ γὰρ τοῦ ἐναντίου πέπανον τὸ ὥριμον καὶ ἡδύ. θηλυκῶς δὲ καὶ τὰς ὄμφακας λέγουσιν. ἔχεις παρὰ Πλάτωνι τῷ κωμικῷ ἐν δράματι Ἑορταῖς
5“καὶ τὰς ὀφρῦς σχάσασθε καὶ τὰς ὄμφακας”. REΓLh

sch ach

354a

vet μηδὲν ἴσον ἴσῳ φέρον: ἀντὶ τοῦ δίκαιον καὶ ἐξ ἴσου, ἀπὸ μετα‐ φορᾶς τοῦ κιρναμένου οἴνου πρὸς ἴσον ὕδωρ. λέγει δὲ κατ’ ἴσον εἰπεῖν τε καὶ ἀκοῦσαι. REΓ

sch ach

354b

Tr ἴσον ἴσῳ] ἤγουν εἰπεῖν τι καὶ ἀκοῦσαι· εἴρηται δὲ ἀπὸ μεταφορᾶς τοῦ κιρναμένου οἴνου ὕδατι ἴσῳ. Lh

sch ach

355

vet Tr ἐμοῦ θέλοντος: τὸ ἑξῆς οὕτως· ἐμοῦ θέλοντος λέγειν ὑπὲρ ἐπιξήνου
πάντα ὅσα ἂν λέγω ὑπὲρ Λακεδαιμονίων. REΓLh

sch ach

358a

vet (ad vv. 358—65) τί οὖν λέγεις: διπλῆ καὶ εἴσθεσις εἰς περίοδον τοῦ χοροῦ πεντάκωλον δοχμίαν, ὄντων διπλῶν μὲν τῶν δύο πρώτων, ἁπλῶν δὲ τῶν τριῶν τὸ λοιπόν. EΓ2

sch ach

358b

Tr ἐπίξηνον] τὸν μαγειρικὸν κορμὸν ἐν ᾧ τὰ κρέα τιθέντες κόπτουσιν. Lh

sch ach

358c

Tr τί οὖν οὐ λέγεις;: εἴσθεσις χοροῦ προῳδικὴ στροφῆς λόγον ἔχουσα. ἔχει γὰρ καὶ ἀντίστροφον τὴν “τί ταῦτα στρέφεις”, καὶ ἔστιν ἐκ κώλων παιωνικῶν ϛʹ ἐπιμεμιγμένων κρητικοῖς καὶ βακχείοις, ὧν τὸ αʹ τρίμετρον καταληκτικὸν ἐκ βακχείων, τὸ βʹ δίμετρον ἀκατάληκτον ἐκ κρητικῶν, τὸ γʹ
5δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές, τὸ δʹ ἡμιόλιον ἤτοι δίμετρον βρα‐ χυκατάληκτον, τὸ εʹ δίμετρον καταληκτικὸν ἐκ βακχείου, τὸ ϛʹ ἡμιόλιον ὅμοιον τῷ δʹ. ἐν ἐκθέσει δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι βʹ ὅμοιοι τοῖς ἑξῆς. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλῆ ἔσω νενευκυῖα. Lh

sch ach

362

vet λείπει τὸ μαθεῖν, ἵνα ᾖ “πάνυ γὰρ πόθος μ’ ἔχει μαθεῖν “ὅτι φρονεῖς καὶ δίκαια λογίζῃ. R

sch ach

364a

vet ἀλλ’ ᾗπερ: τὸ “ᾗπερ ἀντὶ τοῦ ὥσπερ, καθάπερ. REΓ

sch ach

364b

vet καὶ ἐν ἐκθέσει στίχοι ἰαμβικοὶ δύο. ὑφ’ ὃ διπλῆ, διότι ἐπιφέρεται ἐπὶ τῇ διστιχίᾳ στίχους ἰαμβικοὺς ιθʹ. EΓ

sch ach

364c

Tr ᾗπερ] καθά, ὥσπερ. Lh

sch ach

366a

vet ἰδοὺ θεᾶσθε: ἀφ’ ἑαυτοῦ ταῦτα ὁ Δικαιόπολις λέγει. διὰ δὲ τῶν λελεγμένων ὁ κωμικὸς ἡμᾶς παιδεύει ὡς χρὴ τοὺς λέγοντας οὐκ ἀπὸ τοῦ μεγέθους τῶν σωμάτων σκοπεῖν, ἀλλ’ ἐπ’ ἐκεῖνα †ἀφ’ ὧν λέγειν ἔμελλον. τὸ δὲ “τυννουτοσ δεικνὺς τὸν δάκτυλον τὸν μικρὸν λέγει. REΓ

sch ach

366b

Tr διὰ τούτων ἡμᾶς ὁ ποιητὴς παιδεύει, ὡς χρὴ τοὺς λέγοντας οὐκ ἐπὶ τοῦ μεγέθους τῶν σκωμμάτων σκοπεῖν, ἀλλ’ ἐπ’ ἐκεῖνα ἀφ’ ὧν λέγειν ἔμελ‐ λον. Lh

sch ach

367

Tr τυννουτοσί] δεικνὺς τὸν δάκτυλον τὸν μικρὸν λέγει παρὰ τὴν κοινὴν
συνήθειαν. Lh

sch ach

368a

vet οὐκ ἐνασπιδώσομαι: ἀντὶ τοῦ οὐ καθοπλίσομαι, οὐκ ἀσπίδι περι‐ βαλοῦμαι σεμνυνόμενος, ἢ σκευασθήσομαι, ἐπειδὴ βραχύς εἰμι. βούλεται δὲ εἰπεῖν ὅτι οὐ παρασκευάσομαι ἐπὶ πολύ. REΓ

sch ach

368b

Tr τὸ “ἐνασπιδώσομαι εἴρηκεν ἀντὶ τοῦ οὐκ ἀσπίδας περιβαλοῦ‐ μαι σεμνυνόμενος. βούλεται δὲ εἰπεῖν ὅτι οὐ παρασκευάσομαι ἐπὶ πολύ. Lh

sch ach

373

vet Tr ἀνὴρ ἀλαζών] οἷον οἱ ῥήτορες. REΓ2Lh

sch ach

374

vet Tr ἀπεμπολώμενοι: πιπρασκόμενοι διὰ τῆς κολακείας. τοῦτο δέ φησι διὰ τὸ εὐχερῶς πείθεσθαι τοῖς ῥήτορσι τοὺς Ἀθηναίους ἀπατῶσιν αὐτούς. REΓLh

sch ach

375

vet τῶν τ’ αὖ γερόντων οἶδα: τῆς τῶν γερόντων φιλοδικίας καὶ τῆς περὶ τὸ καταγινώσκειν ἑτοιμότητος †ὅλον. REΓ

sch ach

376a

vet Tr ψήφῳ δακεῖν: οἷον καταδικάζειν. πανταχοῦ δὲ ὡς φιλοδίκους καὶ πρὸς τὸ καταδικάζειν ἑτοίμους τοὺς Ἀθηναίους κωμῳδεῖ. REΓLh

sch ach

376b

vet ψήφῳ δακεῖν] καταδικάζειν. EΓ2

sch ach

376c

Tr ψήφῳ δακεῖν] ἤγουν τὰς φιλοδικίας καὶ τὸ καταδικάζειν. Lh

sch ach

377

vet Tr αὐτός τ’ ἐμαυτόν: ὡς ἀπὸ τοῦ προσώπου τοῦ ποιητοῦ ὁ λόγος οὗτος. REΓ2Lh

sch ach

378

vet Tr διὰ τὴν πέρυσι κωμῳδίαν: τοὺς Βαβυλωνίους λέγει. τούτους γὰρ πρὸ τῶν Ἀχαρνέων Ἀριστοφάνης ἐδίδαξεν, ἐν οἷς πολλοὺς κακῶς εἶπεν. ἐκωμῴδησε γὰρ τάς τε κληρωτὰς καὶ χειροτονητὰς ἀρχὰς καὶ Κλέωνα, παρόν‐ των τῶν ξένων. καθῆκε γὰρ δρᾶμα τοὺς Βαβυλωνίους 〈ἐν〉 τῇ τῶν Διονυσίων
5ἑορτῇ, ἥτις ἐν τῷ ἔαρι ἐπιτελεῖται, ἐν ᾧ ἔφερον τοὺς φόρους οἱ σύμμαχοι.
καὶ διὰ τοῦτο ὀργισθεὶς ὁ Κλέων ἐγράψατο αὐτὸν ἀδικίας εἰς τοὺς πολιτάς, ὡς εἰς ὕβριν τοῦ δήμου καὶ τῆς βουλῆς ταῦτα πεποιηκότα, καὶ ξενίας δὲ αὐτὸν ἐγράψατο καὶ εἰς ἀγῶνα ἐνέβαλεν. τὰ δὲ Λήναια ἐν τῷ μετοπώρῳ ἤγετο, ἐν οἷς οὐ παρῆσαν οἱ ξένοι, ὅτε τὸ δρᾶμα τοῦτο, οἱ Ἀχαρνεῖς, ἐδιδάσκετο. REΓLh

sch ach

380

Tr κατεγλώττιζέ μου] κατελάλει μου ψευδῆ· χαριεντίζεται δὲ κωμι‐ κῶς. Lh

sch ach

381a

vet Tr κἀκυκλοβόρει: ἐνταῦθα κατέμιξε τὴν κωμῳδιακὴν χάριν καὶ τὰ δικαστικὰ ῥήματα· τὸ μὲν γὰρ διαβάλλειν καὶ λέγειν ψευδῆ καὶ πλύνειν εἴποι τις ἂν τῶν περὶ τὰ δικαστήρια ταῦτα λέγειν δεινῶν, τὸ δὲ κυκλοβορεῖν καὶ καταγλωττίζειν χαριεντίσματά ἐστι κωμῳδίας. REΓ2Lh

sch ach

381b

Tr κἀκυκλοβόρει] κατέβαλεν· Κυκλοβόρος δὲ ποταμὸς ἐν Ἀθήναις χείμαρρος ἄγαν ἠχῶν. Lh

sch ach

382

Tr μολυνοπραγμονούμενος] πολυπραγμονούμενος ὤφειλεν εἰπεῖν. Lh

sch ach

384a

vet Tr ἐνσκευάσασθαί με: ἀντὶ τοῦ πτωχικὴν ἀναλαβεῖν ἐσθῆτα, ὡς ἀπὸ τοῦ σχήματος ἐλεεινότατον καὶ ἀθλιώτατον εἶναί με δοκεῖν. τὰ γὰρ σεμνὰ τῶν σχημάτων καὶ φθόνον ἐπάγει. REΓ3Lh

sch ach

384b

vet ἐνσκευάσασθαι] σκευὴν ἀναλαβεῖν. EΓ2

sch ach

385

vet Tr τί ταῦτα στρέφει: ἀντὶ τοῦ τεχνάζῃ, μεταβάλλῃ, καὶ μετὰ τέχνης καὶ ποικιλίας προσέρχῃ. EΓ3Lh

sch ach

388a

vet Tr παρ’ Ἱερωνύμου: οὗτος ὁ Ἱερώνυμος μελῶν ἐστι ποιητὴς καὶ τραγῳδοποιὸς ἀνώμαλος καὶ ἀνοικονόμητος, διὰ τὸ ἄγαν ἐμπαθεῖς γράφειν ὑποθέσεις καὶ φοβεροῖς προσωπείοις χρῆσθαι. ἐδόκει δὲ κροτεῖσθαι. ἐκωμῳ‐ δεῖτο δὲ ὡς πάνυ κομῶν. διόπερ Ἄϊδος κυνῆν ἔφη αὐτὸν παίξας κωμικῶς
5ὡς κουριῶντα. REΓ3Lh

sch ach

388b

Tr Ἱερωνύμου] οὗτος μελῶν ἦν ποιητής. Lh

sch ach

390a

vet Tr Ἄϊδος κυνῆν] παρὰ τὸ Ὁμηρικόν, “Ἄϊδος κυνέην”. EΓ3Lh

sch ach

390b

Tr Ἄϊδος] συνίζησις. Lh

sch ach

391a

vet Tr τὰς Σισύφου: δριμύν τινα καὶ πανοῦργον παραδεδώκασιν οἱ ποιηταὶ τὸν Σίσυφον, διὰ μιᾶς λέξεως παρ’ Ὁμήρῳ δεδιδαγμένοι
“ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ’ ἀνδρῶν”. REΓLh

sch ach

391b

Tr Σισύφου] δριμύν τινα καὶ πανοῦργον τοῦτόν φησιν. Lh

sch ach

394a

vet καί μοι βαδιστ’ ἐστίν: μεταβολὴ γέγονεν τόπου ὡς ἐπὶ τὴν οἰκίαν Εὐριπίδου. “βαδιστέα δὲ ἀντὶ τοῦ βαδιστέον. τὰ γὰρ τοιαῦτα σχημα‐ τίζουσι καὶ πληθυντικῶς λεγόμενα. καὶ ἐν Πλούτῳ
“συνεκποτέ’ ἐστί 〈σοι〉 καὶ τὴν τρύγα”.
5καὶ Θουκυδίδης “πολεμιστέα τοῖς Ἀθηναίοις εἶναι”. REΓ

sch ach

394b

Tr totus versus] ὡς ἐπὶ τὴν οἰκίαν Εὐριπίδου μεταβολὴ γέγονε. Lh

sch ach

395

vet τοῦ Δικαιοπόλιδος κρούσαντος τὴν θύραν Εὐριπίδου Κηφισοφῶν ὑπακούει. R

sch ach

396a

vet Tr οὐκ ἔνδον: οἰκείως ἐξομοιοῖ τὸν οἰκέτην τῷ δεσπότῃ. διὰ δὲ τοῦ δοκοῦντος ἐπαίνου διαβάλλει τὸν Εὐριπίδην ὅτι δεινοὺς ἐπιδείκνυσι τοὺς δούλους καὶ ἐν ταῖς τραγῳδίαις. τὸ δὲ “εἰ γνώμην ἔχεις ἀντὶ τοῦ εἰ φρόνιμος εἶ καὶ συνετός. REΓLh

sch ach

396b

Tr εἰ γνώμην ἔχεις] εἰ φρόνιμος εἶ. Lh

sch ach

398a

vet (i) ὁ νοῦς μὲν ἔξω συλλέγων: σκώπτει πάλιν τὸν Εὐριπίδην διὰ τὸ ἐν τοῖς λόγοις εἶναι συλλογιστικόν, καὶ οὗ ἂν λέγῃ τὸ ἐναντίον πάλιν κατα‐ σκευάζοντα, οἷον
“ἡ γλῶσς’ ὀμώμοχ’, ἡ δὲ φρὴν ἀνώμοτος”.
5οἷον αὐτὸς μὲν ἔσω ἐστίν, ὁ δὲ νοῦς αὐτοῦ συλλογίζεται τῶν ἔξω τι καὶ μετεωρί‐ ζεται. παρατηρητέον δὲ ὅτι 〈τὰ〉 Εὐριπίδου ἰαμβεῖα ἐπύλλια λέγονται. EΓ (ii) ἄλλως: Ὁμηρικῶς. ὁ γὰρ ποιητὴς διώρισε τὰς ψυχὰς πρὸς τὰ σώματα εἰπὼν
“πολλὰς δ’ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν
10
〈ἡρώων〉, αὐτοὺς δὲ ἑλώρια τεῦχε 〈κύνεσσιν〉”. οὕτως καὶ Ἀριστοφάνης. εἶπε γὰρ “ὁ νοῦς μὲν ἔξω, αὐτὸς δὲ ἔνδον”. τὸ δὲ “ἀναβάδην”, ἐπὶ ὑψηλοῦ τόπου καθήμενος. κακοσχόλως δὲ εἶπε. τρυγῳδίαν δὲ ἀντὶ τοῦ κωμῳδίαν, διὰ τὸ τοῖς νικῶσι κωμικοῖς τρύγα δίδοσθαι, τουτέστι νέον οἶνον. EΓ

sch ach

398b

vet οἷον αὐτὸς μὲν ἔσω ἐστίν, ὁ δὲ νοῦς αὐτοῦ συλλογίζεται τῶν ἔξω τι καὶ μετεωρίζεται. τὰ Εὐριπίδου ἰαμβεῖα ἐπύλλια ἔφη εἶναι. R

sch ach

398c

Tr σκώπτει πάλιν τὸν Εὐριπίδην διὰ τὸ ἐν τοῖς λόγοις συλλογιστικὸν εἶναι. “ἐπύλλια δὲ εὐτελῶς οὕτω τὰ Εὐριπίδου ἰαμβεῖά φησι. ταῦτα δέ φησι διὰ τὸ εἰρημένον τῷ Εὐριπίδῃ
“ἡ γλῶσς’ ὀμώμοχ’, ἡ δὲ φρὴν ἀνώμοτος”. Lh

sch ach

398d

Tr ξυλλέγων] συλλογιζόμενός τι τῶν ἔξωθεν. Lh

sch ach

399a

vet ἀναβάδην: ἄνω τοὺς πόδας ἔχων, ἐπὶ ὑψηλοῦ τόπου καθήμενος. R

sch ach

399b

Tr ἀναβάδην] ἐπὶ ὑψηλοῦ τόπου καθήμενος, ἢ ἄνω τοὺς πόδας ἔχων. τοῦτο γὰρ τὸ “ἀναβάδην δηλοῖ. Lh

sch ach

400

vet τρισμακάριε: θαυμάζων τὸν Κηφισοφῶντα ὁ Δικαιόπολις ἐφ’ οἷς εἶπε τοῦτό φησιν. καὶ Ὅμηρος “τρισμάκαρες Δαναοί”. REΓ

sch ach

401

vet Tr θ’ ὁ δοῦλος οὑτοσ: διὰ τοῦ δοκοῦντος ἐπαίνου διαβάλλει τὸν
Εὐριπίδην ὅτι δεινοὺς εἰσάγει τοὺς δούλους ἐν ταῖς τραγῳδίαις. EΓLh

sch ach

404a

vet Tr Εὐριπίδιον: ἐρωτικὰς μιμεῖται φωνάς· οἱ γὰρ ἐρῶντες εἰώθασι τοὺς ἐρωμένους ἐρωτικῶς δι’ ὑποκοριστικῶν καλεῖν. EΓLh

sch ach

404b

Tr totus versus] ἰαμβικὸν δίμετρον ἀκατάληκτον. Lh

sch ach

405

vet Tr εἴπερ πώποτ’] ὑπήκουσας δηλονότι. RLh

sch ach

406

vet Tr Χολλίδης ἐγ: δῆμος τῆς Αἰγηΐδος φυλῆς. ἢ παίζει διὰ τὸ χώλους εἰσάγειν. REΓLh

sch ach

407a

vet ἀλλ’ οὐ σχολ: ἐν εἰσθέσει μονόμετρον ἰαμβικόν, μεθ’ ὃ ἔκθεσις εἰς στίχους ἰαμβικοὺς ἀκαταλήκτους τριμέτρους παʹ. EΓ

sch ach

407b

Tr ἀλλ’ οὐ σχολή] ἰαμβικὸν μονόμετρον ἀκατάληκτον. Lh

sch ach

408

vet Tr ἀλλ’ ἐκκυκλήθητ’: εἰ μὴ σχολὴν ἔχεις 〈κατελθεῖν, ἀλλ’ ἐκκυκλή‐ θητι, τουτέστι〉 συστράφηθι. ἐκκύκλημα δὲ λέγεται μηχάνημα ξύλινον τροχοὺς ἔχον, ὅπερ περιστρεφόμενον τὰ ἔνδον ὡς ἐν οἰκίᾳ δοκοῦντα διαπράττεσθαι καὶ τοῖς ἔξω ἐδείκνυε, λέγω δὴ τοῖς θεαταῖς. βούλεται οὖν εἰπεῖν ὅτι κἂν φανερὸς
5γενοῦ. διὸ ἐπήνεγκεν
ἀλλ’ ἐκκυκλήσομαι, καταβαίνειν δ’ οὐ σχολή”. REΓLh

sch ach

410a

vet Tr ἀναβάδην ποιεῖς: φαίνεται γὰρ ἐπὶ τῆς σκηνῆς μετέωρος. τὸ δὲ “ἀναβάδην ἀντὶ τοῦ ἄνω τοὺς πόδας ἔχων. REΓLh

sch ach

410b

vet Tr λέλακας: ἀντὶ τοῦ κέκραγας. RLh

sch ach

412

vet Tr ἀτὰρ τί τὰ ῥάκι’: οὕτως αὐτὸν ἐσκευοποίησεν ἐν ῥακίοις καθεζό‐ μενον καὶ ποιοῦντα τὰς τραγῳδίας. κωμῳδεῖ οὖν αὐτὸν ὡς πτωχοὺς καὶ ταπεινοὺς εἰσάγοντα τοὺς ἥρωας. REΓLh

sch ach

415a

vet παλαιοῦ δράματος: τοῦ Τηλέφου. ἀμφίβολον δέ πως τὸ παλαιὸν ἔφη. δηλοῖ γὰρ καὶ τὸ πρὸ πολλοῦ χρόνου παρ’ Ὁμήρῳ
“ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός”. δηλοῖ δὲ καὶ τὸ διερρυηκός, ὡς τὸ
5
“πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ ἠμὲν νέαι ἠδὲ παλαιαί”. τοῦτο δὲ νῦν δηλοῖ. EΓ

sch ach

415b

vet Tr δράματος] τοῦ Τηλέφου. RLh

sch ach

415c

Tr παλαιὸν λέγει τὸ δρᾶμα ἢ ὡς πρὸ πολλοῦ γεγονὸς αὐτῷ, ἢ διὰ τὸ παλαιὰ ῥάκια περιβαλεῖν αὐτὸν τὸν Τήλεφον. Lh

sch ach

416a

vet ῥῆσιν μακράν: τὸ μακρὸν οὐκ ἀργῶς αὐτῷ λέλεκται, ἀλλ’ ἐπειδὴ τοὺς ἀγγέλους καὶ τοὺς προλόγους μακρηγοροῦντας εἰσάγει Εὐριπίδης, πρὸς αὐτὸν ὁ λόγος ἀποτείνεται. EΓ

sch ach

416b

Tr μακράν] τοῦτο λέγει διὰ τὸ εἰσάγειν τὸν Εὐριπίδην μακρηγοροῦντα τὰ πρόσωπα. Lh

sch ach

418a

vet Tr τὰ ποῖα τρύχη: γέγραπται τῷ Εὐριπίδῃ δρᾶμα Οἰνεύς. μετὰ δὲ τὸν θάνατον Τυδέως καὶ ἐπιστράτευσιν Διομήδους κατὰ Θηβαίων ἀφῃρέθη τὴν βασιλείαν Οἰνεὺς διὰ τὸ γῆρας ὑπὸ τῶν Ἀγρίου παίδων καὶ περιῄει ταπεινός, ἄχρις οὗ ἐπανελθὼν ὁ Διομήδης Ἄγριον μὲν ἀνεῖλε, τὴν βασιλείαν δὲ Οἰνεῖ
5παραδέδωκε. τρύχη δὲ τὰ ῥάκη, τραγικῶς. REΓLh

sch ach

418b

Tr τρύχη] τὰ ῥάκη, τραγικῶς. Lh

sch ach

418c

Tr Οἰνεὺς ὁδί] ὡς προκειμένου τοῦ προσώπου Οἰνέως. Lh

sch ach

421

Tr Φοίνικος] Φοίνικα λέγει τὸν Ἀμύντορος. Lh

sch ach

423

vet Tr λακίδας] διερρωγότα ἱμάτια. RLh

sch ach

424

vet Tr Φιλοκτήτου] εἰσήγαγε τὸν Φιλοκτήτην ἐν τῇ Λήμνῳ πενόμενον. RLh

sch ach

425

Tr πτωχιστέρου] συνήθως αὐτὸ παρεσχημάτισεν ὡς λαλιστέρου, ψευδισ‐ τέρου, πτωχιστέρου. Lh

sch ach

426

vet Tr τὰ δυσπινῆ] τὰ ἐρρυπωμένα, τὰ ῥυπαρά. πίνος γὰρ ὁ ῥύπος. εἰσήγαγε δὲ καὶ τοῦτον καταβληθέντα ἐκ τοῦ Πηγάσου καὶ ἐρρυπωμένα ἱμάτια ἔχον‐ τα. RLh

sch ach

429a

vet Tr χωλός, προσαιτῶν: οὐκ εἶπεν ἐπαιτῶν ἀλλὰ “προσαιτῶν”. οὕτω γὰρ λέγεται. †ἔκειτο γὰρ καὶ πλησίον τοῦ Βελλεροφόντου. REΓLh

sch ach

429b

Tr ἐπίτηδες τοῦτο ἐποίησεν ἵνα διέλθῃ πάντας ὅσους ἐποίησε πτωχοὺς ῥάκι’ ἐνδεδυμένους. Lh

sch ach

430

Tr οἶδ’, ἄνδρα Μυσόν] μόλις εὗρε τοῦτον. Lh

sch ach

431

vet Tr τὰ σπάργανα] τὰ ἱμάτια. κυρίως δὲ τὰ ῥάκη. ὡς ἐπὶ βιβλίων τινῶν ἢ ῥακῶν. RLh

sch ach

433

vet Tr τῶν Θυεστείων ῥακῶν: ἢ τῶν Κρησσῶν ἢ αὐτοῦ τοῦ Θυέστου. EΓLh

sch ach

434

vet ἐξήγαγεν ὁ θεράπων τὰ ῥάκη. R

sch ach

435

vet Tr ὦ Ζεῦ διόπτα: ταῦτά φησιν ἐπεὶ πολύτρητα ἦν τὰ ῥάκη, δι’ ὧν ἦν πάντα ἐπισκοπῆσαι. καὶ ὁ Ζεὺς δὲ παντεπόπτης λέγεται. REΓLh

sch ach

436

vet Tr ἐνσκευάσασθαί με: λείπει τὸ ποίησον. διασύρει δὲ ὅτι οὐκ ἐχρῆν
τοιαῦτα ἐπὶ σκηνῆς ἄγειν. REΓLh

sch ach

437

Tr Εὐριπίδη, ἐπειδήπερ] συνίζησις. Lh

sch ach

439a

vet τὸ πιλίδιον: πρὸς τοὺς νῦν ὑποκριτάς, ὅτι χωρὶς πίλου εἰσάγουσι τὸν Τήλεφον. τὸ δὲ τοῦ Τηλέφου πιλίδιον, τὸ νῦν λεγόμενον καμαλαύκιον. REΓ

sch ach

439b

Tr πρὸς τοὺς νῦν ὑποκριτὰς ὁ λόγος. καθάπτεται δὲ αὐτῶν ὅτι χωρὶς πιλίου ἤτοι περικεφαλαίας εἰσάγουσι τὸν Τήλεφον. Lh

sch ach

439c

Tr πιλίδιον] περικεφαλαίαν τινά, τὸ νῦν λεγόμενον καμελαύκιον. Lh

sch ach

440

Tr δεῖ γάρ με δόξαι] οἱ δύο στίχοι οὗτοι ἐκ Τηλέφου Εὐριπίδου. Lh

sch ach

441

vet Tr φαίνεσθαι δὲ μ: τουτέστι μὴ ἀλλάξαι τὴν φύσιν, ἀλλὰ τὴν μορφήν. REΓLh

sch ach

442

vet Tr τοὺς μὲν θεατάς: ἵν’ εἴπῃ τῶν μὲν θεατῶν τὸ εὐπαίδευτον, τῶν δὲ χορευτῶν τὴν ἀμουσίαν. REΓLh

sch ach

443

vet Tr τοὺς δ’ αὖ χορευτάς: καὶ διὰ τούτων τὸν Εὐριπίδην διασύρει. οὗτος γὰρ εἰσάγει τοὺς χοροὺς οὔτε τὰ ἀκόλουθα φθεγγομένους τῇ ὑποθέσει, ἀλλ’ ἱστορίας τινὰς ἀπαγγέλλοντας, ὡς ἐν ταῖς Φοινίσσαις, οὔτε ἐμπαθῶς ἀντιλαμβανομένους τῶν ἀδικηθέντων ἀλλὰ μεταξὺ πίπτοντας. EΓLh

sch ach

444a

vet σκιμαλίσω: ἐξουθενίσω ἢ χλευάσω, τῷ μικρῷ δακτύλῳ ὡς τῶν γυναικείων πυγῶν ἅψωμαι. εἴρηται δὲ ἡ λέξις καὶ ἐν Εἰρήνῃ. ἐλέγετο δὲ σκι‐ μαλίζειν κυρίως τὸ τῷ μικρῷ δακτύλῳ τῶν ὀρνίθων ἀποπειρᾶσθαι εἰ ᾠοτοκοῦσιν. REΓ

sch ach

444b

Tr σκιμαλίζειν ἐστὶ τὸ τῷ μικρῷ δακτύλῳ τῶν ὀρνίθων ἀποπειρᾶσθαι εἰ ᾠοτοκοῦσιν. ἐνταῦθα δὲ παίζει, οἷον τῶν γυναικείων πυγῶν ἅψομαι λέγων. Lh

sch ach

444c

Tr σκιμαλίσω] ἐξουθενίσω, χλευάσω, ψηλαφήσω. Lh

sch ach

446

vet Tr εὐδαιμονοίης: παρὰ τὰ ἐκ Τηλέφου Εὐριπίδου
“καλῶς ἔχοιμι, Τηλέφῳ δ’ ἁγὼ φρονῶ”. EΓLh

sch ach

452a

vet γλίσχρος: ἀντὶ τοῦ ταπεινὸς κόλαξ. “προσαιτῶν δὲ ἀντὶ τοῦ πολλὰ αἰτῶν. τοῦ δὲ λιπαρεῖν τὸ ι ἐκτείνεται· ἔστι γὰρ τὸ λίαν παρεῖναί τινι. REΓ

sch ach

452b

Tr γλίσχρος] ταπεινὸς κόλαξ. Lh

sch ach

452c

Tr προσαιτῶν] ἀντὶ τοῦ πολλὰ αἰτῶν. Lh

sch ach

452d

Tr τοῦ λιπαρεῖν τὸ ι ἐκτείνεται, εἰ καὶ ἔστιν ἐκ τοῦ λίαν παρεῖναί τινι. τοῦτο γὰρ συστέλλεται. Lh

sch ach

453

vet Tr διακεκαυμένον λύχν: ὅτι οἱ πρεσβῦται διὰ τὸ μόλις βαδίζειν ἐν σπυρίδι κρύπτουσι τὸν λύχνον, ὥστε σώζειν τὸ πῦρ. REΓLh

sch ach

454a

vet Tr πλέκους χρέος: τοῦ σπυριδίου, τοῦ πλέγματος. καὶ τοῦτο δὲ παρὰ τὰ ἐκ Τηλέφου Εὐριπίδου·
“τί δ’ ὦ τάλας σοὶ τῷδε πείθεσθαι μέλει;” REΓLh

sch ach

454b

Tr πλέκους] τοῦ πλεκτοῦ σπυριδίου. Lh

sch ach

455

vet Tr χρέος μὲν οὐδέν, βούλομαι δ’ ὅμως λαβεῖν: μιμεῖται τὸν Εὐρι‐ πίδου χαρακτῆρα τῷ λόγῳ. REΓLh

sch ach

457a

vet φεῦ] ἰδίᾳ τὸ “φεῦ” γραπτέον. EΓ3

sch ach

457b

vet Tr εὐδαιμονοίης 〈ὥσπερ ἡ μήτηρ ποτέ〉: σκώπτει αὐτὴν ὡς λαχανόπωλιν, τὴν Κλειτώ. REΓ3Lh

sch ach

458a

Tr νυν] δή. Lh

sch ach

458b

Tr μἀλλὰ] συνίζησις. Lh

sch ach

459a

vet Tr κυλίσκιον: ποτήριον. REΓΓ3Lh

sch ach

459b

vet Tr ἀποκεκρουσμένον: ἀποκεκλασμένον, REΓΓ3Lh

sch ach

461a

vet Tr οὔπω μὰ Δ’ 〈οἶσθ’:〉 οἷον οὐκ οἶδας ὅπως βαρὺς εἶ ἐν τοῖς δράμασι καὶ ἀποκναίεις τοὺς θεατάς. EΓLh

sch ach

461b

vet Tr ο’ αὐτὸς ἐργάζει κακ: ἐργάσῃ κακῶς αὐτὸς ἑαυτὸν χαριζόμενός μοι ταῦτα δι’ ὧν σε κακῶς λέγω. EΓ3Lh

sch ach

461c

vet κακά] λείπει τὸ μὴ δούς. RE

sch ach

461d

Tr οὐκ οἶσθ’] οὐκ οἶδας. Lh

sch ach

463a

vet Tr δός μοι χυτρίδιον: ἢ ὅτι χύτραν φέρουσιν, ἐν ᾗ ἐστι σπόγγος πεπληρωμένος μέλιτος, ὃν ἐτίθεσαν ἐν τῷ στόματι τῶν παιδίων ὅπως σιω‐ πήσωσι καὶ μὴ κλαύσωσι ζητοῦντες τροφήν· ἢ ὅτι οἱ πένητες τὰ τρήματα τῆς χύτρας σφηνοῦσι τοῖς σπόγγοις. ἢ τετρημένον ἁπανταχοῦ ὥσπερ οἱ σπόγγοι.
5καὶ τοῦτο δὲ ὑπερβολὴ πενίας, τὸ κεχρῆσθαι τοῖς τετρημένοις. μιμεῖται δὲ τὸν Τήλεφον. EΓ3Lh

sch ach

463b

vet τετρημένον ἁπανταχοῦ ὥσπερ οἱ σπόγγοι. R

sch ach

463c

Tr βεβυσμένον] σπόγγῳ κεκλεισμένον. Lh

sch ach

464

vet Tr τὴν τραγῳδίαν: οἷον τὰ σκεύη τῆς τραγῳδίας. REΓ3Lh

sch ach

465

vet ταυτηνί] τὴν χύτραν δηλονότι. REΓ3

sch ach

469a

vet ἰσχνά μοι φυλλεῖα: τὰ ἀπολεπίσματα τῶν λαχάνων. “ἰσχν δὲ οἷον μεμαραμμένα καὶ εὐτελῆ τῶν λαχάνων φύλλα. τοιαῦτα γὰρ οἱ πτωχοὶ ἐσθίουσι. καὶ ἐν Πλούτῳ “ἀντὶ δὲ μάζης φύλλ’ ἰσχνῶν ῥαφανίδων”. καλεῖται δὲ φυλλεῖα καὶ τὰ τῆς θριδακίνης φύλλα. σκώπτει δὲ αὐτὸν ὡς λαχανοπώ‐
5λιδος υἱόν. REΓ

sch ach

469b

Tr ἰσχνά μοι φυλλεῖα] τὰ εὐτελῆ καὶ μεμαραμμένα φύλλα τῶν λαχάνων. τοιαῦτα γὰρ οἱ πτωχοὶ ἐσθίουσιν. Lh

sch ach

469c

Tr φυλλεῖα καλεῖται καὶ τὰ τῆς θριδακίνης φύλλα. ἢ πάντων τῶν λαχά‐ νων λέγει τὰ φύλλα, ὡς καὶ ἐν Πλούτῳ “ἀντὶ δὲ μάζης φύλλ’ ἰσχνῶν ῥαφανί‐
δων”. σκώπτει δὲ αὐτὸν ὡς λαχανοπώλιδος υἱόν. Lh

sch ach

472

vet Tr ὀχληρός, οὐ δοκῶν με κοιράνους 〈στυγεῖν〉: τοῦτο πεπαρῴδηται ἀσήμως ἐξ Οἰνέως Εὐριπίδου. ὁ δὲ Σύμμαχος καὶ ἐκ Τηλέφου φησὶν αὐτό. EΓLh

sch ach

478a

vet σκάνδικά μοι δός: καὶ ἐν τοῖς Ἱππεῦσι δεδήλωται ὅτι ἡ μήτηρ Εὐριπίδου πωλεῖν ἐλέγετο σκάνδικας. θηλυκῶς δὲ ἡ σκάνδιξ ἔλεγον. ἔστι δὲ λάχανον ἄγριον εὐτελές. REΓ

sch ach

478b

Tr σκάνδικα] λάχανόν ἐστιν ἄγριον εὐτελέστατον πάνυ. Lh

sch ach

478c

Tr μέμνηται ταύτης τῆς λέξεως καὶ ἐν Ἱππεῦσι λέγων
“μή μοί γε, μή μοι, μὴ διασκανδικίσῃς”. σκώπτει δὲ αὐτὸν αὖθις ὡς λαχανοπώλιδος υἱόν. Lh

sch ach

479a

vet Tr πηκτὰ δωμάτων: τὰς θύρας. Ὅμηρος· “θύρας πυκινῶς ἀρα‐ ρυίας”. REΓLh

sch ach

479b

Tr πρὸς τὰς ἔμπροσθεν τῶν θυρῶν ἱσταμένας κιγκλίδας πηκτὰς τὰς θύρας εἶπε διὰ τὸ διόλου ἀσφαλίζειν καὶ ἀποκλείειν τὰς ὄψεις 〈καὶ〉 μὴ ὁρᾶν 〈τινὰ δύνασθαι〉 τὰ ἔνδον ὥσπερ ἀπὸ τῶν κιγκλίδων. Lh

sch ach

480

Tr θύμ’] θυμέ. Lh

sch ach

483

vet Tr γραμμὴ δ’ αὑτη: ἀρχή, ἀφετηρία, ἡ λεγομένη βαλβίς. ἐκ μεταφορᾶς οὖν τῶν δρομέων. REΓLh

sch ach

484

vet Tr ἕστηκας: ἀντὶ τοῦ ἐπὶ συννοίᾳ μένεις καὶ οὐκ εἶ, ὥσπερ Εὐριπίδην ὅλον μετασχηματισάμενος καὶ ἀναλαβὼν ἐν σεαυτῷ. REΓLh

sch ach

486

vet Tr ἐκεῖ] εἰς τὸ ἐπίξηνον. EΓ3Lh

sch ach

487

vet Tr παράσχες εἰποῦς’ ἅττ’ ἂν αὐτῇ σοι 〈δοκῇ〉: εἴ τι δοκεῖ σοι
αὐτῇ, ὦ καρδία, εἰπέ, παρασχοῦσα τὴν κεφαλὴν εἰς τὸ ἐπίξηνον. REΓLh

sch ach

489

vet ἄγαμαι καρδίας: Ἀττικῶς ἀντὶ τοῦ θαυμάζω. Su. Α 138

sch ach

490

vet (ad vv. 490—5) τί δράσεις: διπλῆ καὶ τριὰς μεσῳδική, ἧς αἱ μὲν ἑκατέρωθέν εἰσι δίκωλοι διπλῶν δοχμίων, ἡ δὲ μέση δίστιχος ἰαμβικὴ τρίμε‐ τρος ἀκατάληκτος. EΓ

sch ach

491

vet Tr σιδηροῦς ἀνήρ: στερρὸς ἀνὴρ καὶ ἀτέραμνος. REΓ3Lh

sch ach

493

vet εἷς λέγειν τἀναντία: λείπει τὸ ὤν, ἵν’ ᾖ εἷς ὤν. REΓ3

sch ach

494

Tr νυν] δή. Lh

sch ach

495a

vet αἱρε: ἀντὶ τοῦ βούλει. R

sch ach

495b

Tr αἱρεῖ] λέγειν δηλονότι. Lh

sch ach

497

vet Trμή μοι φθονήσητ’ ἄνδρες: ἐκ Τηλέφου Εὐριπίδου
“μή μοι φθονήσητ’, ἄνδρες Ἑλλήνων ἄκροι,
εἰ πτωχὸς ὢν τέτληκ’ ἐν ἐσθλοῖσιν λέγειν”. EΓLh

sch ach

499a

vet τρυγῳδίαν ποιῶν: κωμῳδίαν· ἤτοι διὰ τὸ τρύγα ἔπαθλον λαμ‐ βάνειν, τουτέστι νέον οἶνον, ἢ διὰ τὸ μὴ ὄντων προσωπείων τὴν ἀρχὴν τρυγὶ χρίεσθαι τὰς ὄψεις. REΓ

sch ach

499b

Tr τρυγῳδίαν τὴν κωμῳδίαν φησίν, ἢ διὰ τὸ τρύγα ἔπαθλον λαμβάνειν τοὺς κωμῳδούς, τουτέστι νέον οἶνον, ἢ διὰ τὸ τὴν ἀρχὴν τρυγὶ χρίεσθαι τὰς ὄψεις τοὺς κωμῳδοῦντας μὴ ὄντων τῶν προσωπείων· ὕστερον γὰρ ἐπενοήθη τὰ προσωπεῖα. Lh

sch ach

499c

Tr τρυγῳδίαν] ἤγουν κωμῳδίαν. Lh

sch ach

502

Tr οὐ γάρ με] ὡς ἐκ τοῦ ποιητοῦ τοῦτο· προείρηται δὲ τὰ περὶ τούτου. Lh

sch ach

503

vet ξένων παρόντων: διὰ τὸ ἐν τοῖς Βαβυλωνίοις πολλῶν παρόντων ξένων εἰρηκέναι κατὰ πολλῶν τὸν Ἀριστοφάνην· διὸ καὶ κατηγορήθη ὑπὸ
Κλέωνος. EΓ3

sch ach

504a

vet αὐτοὶ γάρ ἐσμεν: οἷον μόνοι Ἀθηναῖοι χωρὶς τῶν συμμάχων καὶ ξένων. χειμῶνος γὰρ λοιπὸν ὄντος εἰς τὰ Λήναια καθῆκε τὸ δρᾶμα τοῦτο. εἰς δὲ τὰ Διονύσια ἐτέτακτο Ἀθήναζε κομίζειν τὰς πόλεις τοὺς φόρους, ὡς Εὔπολίς φησιν ἐν Πόλεσιν. REΓ

sch ach

504b

vet οὑπὶ Ληναίῳ τ’ ἀγών: ὁ τῶν Διονυσίων ἀγὼν ἐτελεῖτο δὶς τοῦ ἔτους, τὸ μὲν πρῶτον ἔαρος ἐν ἄστει, ὅτε καὶ οἱ φόροι Ἀθήναζε ἐφέροντο, τὸ δὲ δεύτερον ἐν ἀγροῖς, ὁ ἐπὶ Ληναίῳ λεγόμενος, ὅτε ξένοι οὐ παρῆσαν Ἀθήνησι· χειμὼν γὰρ λοιπὸν ἦν. REΓ

sch ach

504c

Tr αὐτοί] μόνοι. Lh

sch ach

504d

Tr οὑπὶ Ληναίῳ τ’ ἀγών] ἑορτὴ Διονύσου τὰ Λήναια. Lh

sch ach

507a

vet περιεπτισμένοι: οἷον ξένων ἀπηλλαγμένοι καὶ καθαροὶ ἀστοί. κυρίως δὲ πτίσσειν ἐστὶ τὸ κριθὰς ἢ ἄλλο τι λεπίζειν καὶ καθαροποιεῖν. ἔνθεν καὶ πτισάνη, ἡ λελεπισμένη κριθή. REΓ

sch ach

507b

Tr κυρίως περιεπτισμένα λέγονται τὰ κεκαθαρμένα τῶν λεπιστῶν σπέρ‐ ματα, οἷον κριθαὶ ἢ ἄλλο τι τοιοῦτον. ὅθεν καὶ ἡ πτισσάνη λέγεται. Lh

sch ach

507c

Tr περιεπτισμένοι] κεκαθαρμένοι, ξένων ἀπηλλαγμένοι. Lh

sch ach

508

vet μέρος γάρ ἐστι τῶν πολιτῶν οἱ μέτοικοι εὐτελὲς ὡς τὰ ἄχυρα τῶν κριθῶν. R

sch ach

510a

vet οὑπὶ Ταινάρῳ θεός: ὁ αὐτῶν τῶν Λακεδαιμονίων. Ταίναρον γάρ ἐστι τῆς Λακωνικῆς ἀκρωτήριον, ἐν ᾧ στόμιον ἦν κατάγον εἰς Ἅιδου. ἐνταῦθα δὲ ἦν καὶ Ποσειδῶνος ἱερὸν Ἀσφαλείου. τοῦτο δὲ εἶπεν, ἐπειδὴ τοὺς Εἵλωτας ἱκέτας καθεσθέντας ἐν τῷ ἱερῷ τοῦ Ποσειδῶνος τοῦ Ταιναρίου οὐδὲν δείσαν‐
5τες ἀνεῖλον Λακεδαιμόνιοι, καὶ διὰ τοῦτο ἐδόκουν ἐναγεῖς εἶναι. REΓ

sch ach

510b

Tr οὑπὶ Ταινάρῳ] ἦν γὰρ ἐπὶ τῷ Ταινάρῳ ἀκρωτηρίῳ τῆς Λακωνικῆς ἱερὸν Ποσειδῶνος Ἀσφαλείου. Lh

sch ach

510c

Tr τοῦτο λέγει ἐπειδὴ τοὺς Εἵλωτας καθεσθέντας ἐν τῷ ἱερῷ τοῦ Ποσει‐ δῶνος τοῦ Ταιναρίου οὐδὲν δείσαντες ἀνεῖλον Λακεδαιμόνιοι καὶ διὰ τοῦτο
ἐδόκουν ἐναγεῖς εἶναι. Lh

sch ach

511

Tr totus versus] ἤγουν διὰ σεισμοῦ καταχώσειε αὐτοὺς 〈ἐν〉 ταῖς οἰκίαις. Lh

sch ach

512

vet Tr κἀμοὶ] ὡς καὶ αὐτοῖς τοῖς Ἀχαρνεῦσι. REΓ3Lh

sch ach

517a

vet παρακεκομμένα: μηδὲν ἐντελὲς ἔχοντα. ἀπὸ μεταφορᾶς τῶν ἀδο‐ κίμων νομισμάτων, ἅπερ παράτυπα λέγεται καὶ παρακεκομμένα. καὶ νῦν δὲ εἰώθασι λέγειν τοὺς παραχαράκτας παρακόπτοντας· ὅθεν καὶ παρὰ Ἀθηναίοις παράσημος ῥήτωρ. REΓ

sch ach

517b

Tr παρακεκομμένα] μηδὲν ἐντελὲς ἔχοντα. Lh

sch ach

517c

Tr ἐκ μεταφορᾶς τῶν ἀδοκίμων νομισμάτων εἴρηται τὸ “παρακεκομ‐ μένα”, ἅτινα οὐδὲ τῷ κόμματι καλῶς ἔχουσι. λέγονται δὲ παρὰ τὴν κοινὴν συνήθειαν παράτυπα, ὡς καὶ παραχαράκται οἱ κακῶς κόπτοντες τὰ νομίσ‐ ματα λέγονται. Lh

sch ach

518

Tr παρ’ Ἀθηναίοις καὶ παράσημοί τινες ὀνομάζονται ῥήτορες διὰ τὸ σεση‐ μειωμένοι εἶναι εἰς κακουργίαν. Lh

sch ach

519a

vet Μεγαρέων τὰ χλανίσκια: οἱονεὶ ἐξετίνασσον αὐτοὺς παραγινό‐ μενοι. ἢ τοιοῦτό τι λέγει· ἐσυκοφάντουν οὐ μόνον τοὺς Μεγαρέας ἀλλὰ καὶ τὰ χλανίσκια αὐτῶν, ἀντὶ τοῦ τὴν ὕπαρξιν αὐτῶν, τὴν οὐσίαν. ἢ περιφραστικῶς τοὺς Μεγαρέας. REΓ

sch ach

519b

Tr ἤγουν τὴν περιουσίαν αὐτῶν ἢ τὰ ἐνδύματα αὐτῶν ζητῶν, εἴ που εὕροι σίκυον ἤ τι τῶν ἑξῆς. Lh

sch ach

520

vet σίκυον] ἀπὸ εὐθείας τῆς ὁ σίκυος. REΓ3

sch ach

521

vet Tr ἢ χόνδρους ἁλός: οὕτως οἱ Ἀττικοί· πολλοὶ δὲ ἦσαν παρὰ Μεγα‐ ρεῦσιν ἅλες. EΓLh

sch ach

522a

vet Tr ταῦτ’ ἦν Μεγαρικ: ταῦτα λέγοντες εἶναι Μεγαρικὰ πάντα διήρ‐
παζον. REΓLh

sch ach

522b

vet Tr κἀπέπρατ〉: ὑπὸ τῶν συκοφαντούντων καὶ τῶν μικρολόγων. REΓLh

sch ach

524

vet Tr πόρνην δὲ Σιμαίθαν: οἱ ἀπὸ τῶν Ἀθηναίων Μεγαρικὴν γυναῖκα ἥρπασαν Σιμαίθαν. Δωρικώτερον δὲ εἶπε “Σιμαίθαν”. ταύτης δὲ καὶ Ἀλκι‐ βιάδης ἠράσθη, ὃς καὶ δοκεῖ ἀναπεπεικέναι τινὰς ἡρπακέναι τὴν πόρνην. REΓLh

sch ach

525a

vet μεθυσοκότταβοι: 〈....〉 λάταξ, χαλκὴ φιάλη, ἣν μεταξὺ τοῦ δείπνου ἐτίθεσαν οἴνου πεπληρωμένην. εἶτα εἰς μικρὰ ποτήρια ἐμβαλόντες οἶνον, εἰς ταύτην ἀπὸ ὕψους ἔρριπτον ἐπὶ τῷ ψόφον ἐκτελέσαι, ὃς ἐκαλεῖτο κότταβος. ἐπῃνεῖτο δὲ ὁ μείζονα ψόφον ποιῶν. EΓ

sch ach

525b

Tr σημείωσαι περὶ τοῦ κοττάβου. εἶδος παιδιᾶς ὁ κότταβος, ἐν συμπο‐ σίοις γινόμενος. ἐτελεῖτο δὲ οὕτω. μέσον τῆς τραπέζης ζυγὸς ἀπῃώρητο, ὑπὸ δὲ ἑκάστην πλάστιγγα τοῦ ζυγοῦ βραχύ τι ἀνδράριον ἵδρυτο χαλκοῦν. πλη‐ ροῦντες οὖν οἱ συμπίνοντες τὰ οἰκεῖα αὐτῶν στόματα ἐκ τῆς φιάλης ἐνέπτυον
5ἐν ταῖς πλάστιγξι. μία δὲ τῶν πλαστίγγων τῷ σφοδροτέρῳ πτύσματι βαρυνο‐ μένη κατελθοῦσα καὶ πλήξασα τὸ ἀνδράριον ἦχόν τινα ἀπετέλει, ὃς ἐκαλεῖτο κότταβος. ὁ δὲ τῶν χειλέων κτύπος ὁ γινόμενος ἐκ τοῦ πτύσματος ἐκαλεῖτο λάταγος. ἐπῃνεῖτο δὲ ὁ μείζονα κτύπον ποιήσας, ὁ δὲ ἡττώμενος ἐζημιοῦτο τὴν τοῦ συμποσίου δαπάνην. Lh

sch ach

526a

vet πεφυσιγγωμένοι: πεφυσημένοι. φύσιγξ λέγεται τὸ ἐκτὸς λέπισμα τῶν σκορόδων, ἡ φυσίγγη. ἔπαιξεν οὖν καὶ τοῦτο εἰς Μεγαρέας ὅτι πολλὰ σκόροδα ἔχουσιν. ἢ πεπλησμένοι, ἀπὸ μεταφορᾶς τῶν τὸν ἄνεμον δεχομένων ἀσκῶν ἢ φυσῶν. ἢ ἐκκεκαυμένοι, οἰδοῦντες. REΓ

sch ach

526b

Tr πεφυσιγγωμένοι] ἐξωγκωμένοι ἐκ μεταφορᾶς τῶν ἀσκῶν. Lh

sch ach

527

vet Tr Ἀσπασίας πόρνα δύο: τῇ μιᾷ τούτων ἐκέχρητο ὁ Περικλῆς· δι’ ἣν ὀργισθεὶς ἔγραψε τὸ κατὰ Μεγαρέων ψήφισμα ἀπαγορεύων δέχεσθαι αὐτοὺς εἰς τὰς Ἀθήνας. ὅθεν ἐκεῖνοι εἰργόμενοι τῶν Ἀθηνῶν προσέφυγον τοῖς Λακεδαιμονίοις. ἡ δὲ Ἀσπασία Περικλέους ἦν σοφίστρια καὶ διδάσκαλος
5λόγων ῥητορικῶν· ὕστερον δὲ καὶ γαμετὴ αὐτοῦ γέγονεν. REΓ3Lh

sch ach

528

vet Tr κἀντεῦθεν ἀρχὴ τοῦ πολέμου: ἐνταῦθα εἰς τὸν Περικλέα βούλεται ἀγαγεῖν τὴν αἰτίαν τοῦ πολέμου, ὡς οὐκ εὐπρεπῆ αὐτῷ προσάπτων πρόφασιν. REΓ3Lh

sch ach

529

Tr λαικαστριῶν] πορνῶν. Lh

sch ach

530

vet Tr Περικλέης οὑλύμπιος: πρὸς τὸ “Ὀλύμπιος”, ὅτι ὁ Ζεὺς Ὀλύμ‐ πιος καλεῖται, ἐπήγαγε τὸ “ἤστραπτεν, ἐβρόντα”. EΓ3Lh

sch ach

532

vet Tr ἐτίθει νόμους: μιμούμενος τὸν τῶν σκολίων ποιητήν. Τιμοκρέων δὲ ὁ Ῥόδιος μελοποιὸς τοιοῦτον ἔγραψε σκόλιον κατὰ τοῦ Πλούτου, οὗ ἡ ἀρχὴ
“ὤφελέν ς’ ὦ τυφλὲ Πλοῦτε
μήτε γῇ μήτ’ ἐν θαλάσσῃ
5
μήτ’ ἐν ἠπείρῳ φανῆμεν,
ἀλλὰ Τάρταρόν τε ναίειν
κ’Ἀχέροντα· διὰ σὲ γὰρ πάντ’
αἰὲν ἀνθρώποις κακά.” τούτοις ἔοικε καὶ τὰ ὑπὸ Περικλέους εἰσηγηθέντα, ἐπεὶ ὁ Περικλῆς γράφων
10τὸ ψήφισμα εἶπε Μεγαρέας μήτε ἀγορᾶς μήτε θαλάττης μήτ’ ἠπείρου μετέχειν. ἐπεὶ οὖν ὅμοια τοῖς Τιμοκρέοντος ἔγραψε, διὰ τοῦτο εἶπεν ὅτι “ἐτίθει νόμους ὥσπερ σκόλια γεγραμμένους”. ἐνεκάλεσε δὲ ὁ Περικλῆς τοῖς Μεγα‐ ρεῦσιν ὅτι τὴν ἱερὰν γῆν τὴν ὀργάδα ἐγεώργησαν. REΓLh

sch ach

535a

vet Tr ὅτε δὴ ’πείνων: ἀντὶ τοῦ ἐλίμωττον, ὑπὸ λιμοῦ διεφθείροντο. “βάδην δὲ ἀντὶ τοῦ κατὰ βραχὺ αὐξανομένου τοῦ λιμοῦ καὶ ἐπίδοσιν λαμβάνοντος, προϊόντος ἐπὶ τὸ μεῖζον. REΓ3Lh

sch ach

535b

Tr ’πείνων] ἤγουν ὑπὸ τοῦ λιμοῦ διεφθείροντο. Lh

sch ach

537

vet λαικαστρίας] πόρνας. EΓ3

sch ach

540a

vet Tr ἐρεῖ τις, οὐ χρῆν: ἐρεῖ τις ὅτι οὐκ ἐχρῆν πόλεμον κινῆσαι τοὺς Λακεδαιμονίους. τί οὖν ἐχρῆν αὐτοὺς ποιεῖν εἴπατε. EΓLh

sch ach

540b

vet ἐρεῖ τις, οὐ χρῆν] καὶ τοῦτο ἀπὸ Τηλέφου Εὐριπίδου παραγέγραπ‐ ται. EΓ3

sch ach

541

vet Tr φέρ’ εἰ καὶ Λακεδαιμονίων 〈τισ: ὡς συγγυμνάζων τὸ πρᾶγμά φησιν, εἴ τις τῶν Λακεδαιμονίων πλεύσας εἰς Σέριφον καὶ τὸ τυχὸν αὐτοὺς ἀδικήσας καὶ λαβὼν παρ’ αὐτῶν τοῦτο ἀπέδοτο, εἶτα ἐκεῖνοι κατέφυγον πρὸς ὑμᾶς δεόμενοι βοηθείας, ἤγετε ἄρα ἡσυχίαν; λέγει ὅτι οὐδαμῶς, ἀλλὰ κατὰ
5τάχος ἐβοηθεῖτ’ ἄν. ταὐτὸ καὶ Λακεδαιμόνιοι ἐποίησαν ἀδικούντων ὑμῶν Μεγαρέας. πικρῶς δὲ οὐκ εἶπεν, εἴ τις συκοφαντήσας ἀπέδοτο ἀπὸ τῶν Ἀθη‐ ναίων λαβών, τοῦτο γὰρ οὐδὲν μέγα αὐτῶν τινὰ καὶ εἰς τὸ ἐλάχιστον ἀδικού‐ μενον ἀμύνασθαι, ἀλλά φησιν ὅτι τῆς Σερίφου τῆς εὐτελεστάτης νήσου τῶν Ἀθηναίων, καὶ οὐχὶ εἰ ἔλαβέ τι ἄξιον λόγου κτῆμα ἀλλὰ κυνίδιον, ἠνέσχεσθε
10ἄν; REΓLh

sch ach

542

vet Tr φήνας: συκοφαντήσας, φενακίσας. ἡ δὲ Σέριφος νῆσός ἐστιν εὐτελεσ‐ τάτη πρὸς τῇ Θρᾴκῃ. REΓLh

sch ach

543

vet Tr ἦ πολλοῦ γε δε: ἀντὶ τοῦ οὐδὲ ὅλως. καὶ τοῦτο δὲ ἐκ Τηλέφου. EΓ3Lh

sch ach

546a

vet θορύβου στρατιωτῶν: τοῦ θορύβου τῶν πραττόντων, τῶν βοών‐ των περὶ τοῦ δεῖν τριηράρχους εἶναι. REΓ3

sch ach

546b

Tr περὶ τριηράρχου] ὅτι δεῖ τριηράρχους εἶναι. Lh

sch ach

547a

vet Tr μισθοῦ διδομένου: μισθοῦ μὲν τοῦ διδομένου τοῖς ἐμβαίνουσιν εἰς τὰς ναῦς. παλλάδια δὲ ἐν ταῖς πρῴραις τῶν τριήρων ἦν ἀγάλματά τινα ξύλινα τῆς Ἀθηνᾶς καθιδρυμένα, ὧν ἐπεμελοῦντο μέλλοντες πλεῖν. REΓLh

sch ach

547b

Tr μισθοῦ διδομένου] τοῦ διδομένου τοῖς ἐμβαίνουσιν εἰς τὰς ναῦς. Lh

sch ach

547c

Tr παλλαδίων] ἀγαλμάτων τῆς Παλλάδος. Lh

sch ach

547d

Tr χρυσουμένων] καλλωπιζομένων. Lh

sch ach

548a

vet στοᾶς στεναχούσης: τῆς λεγομένης ἀλφιτοπώλιδος, ἣν ᾠκοδό‐ μησε Περικλῆς, ὅπου καὶ 〈ὁ〉 σῖτος ἀπέκειτο τῆς πόλεως. ἦν δὲ περὶ τὸν Πειραιᾶ. “στεναχούσης” δὲ διὰ τὸ πλῆθος τῶν ἐκεῖ συναγομένων ἐπὶ σιτισ‐ μῷ. EΓ

sch ach

548b

Tr στοᾶς] τῆς λεγομένης ἀλφιτοπώλιδος ἔνθα ὁ σῖτος ἀπέκειτο τῆς πόλεως. Lh

sch ach

548c

Tr Περικλῆς στοάν τινα πεποίηκε περὶ Πειραιᾶ εἰς ἣν ὁ τῆς πόλεως ἀπέκειτο σῖτος. ἐκστρατείας οὖν μελλούσης γενέσθαι καὶ πλοῦ συνήγετο τὸ ναυτικὸν ἐν αὐτῇ ἐπὶ σιτισμῷ, καὶ τῷ πλήθει θροῦς ἦρτο μέγιστος. τούτου χάριν τὸ “στεναχούσης” τῆς στοᾶς εἴρηκεν. Lh

sch ach

549a

vet τροπωτήρων: τῶν ἱμάντων τῶν συνδεόντων πρὸς τὸν πάτταλον, λέγω δὴ τὸν σκαλμόν, τὴν κώπην. Ὅμηρος· “τροποῖς ἐν δερματίνοισι”,
τουτέστι τοῖς τροπωτῆρσιν. REΓ

sch ach

549b

Tr τροπωτήρων] τῶν ἱμάντων τῶν συνδεόντων τὰς κώπας ἐν τῷ σκαλ‐ μῷ. Lh

sch ach

550

vet Tr σκορόδων, ἐλαῶν: οἱ γὰρ ἐπὶ πόλεμον ἐξιόντες ταῦτα ὠνοῦντο καὶ ἐν λίνοις ἔβαλλον. REΓLh

sch ach

551a

vet στεφάνων, τριχίδων: ταῦτα μὲν πάντα ὡς εὐωχουμένων τῶν μελλόντων ἐμβαίνειν εἰς τὰς ναῦς. τριχίδες δὲ εἶδος ἰχθύων, ἴσως οὓς καὶ ἡμεῖς καλοῦμεν θρίσσας, ἐπεὶ θριξὶν ὅμοια ἔχουσιν ὀστᾶ. REΓ

sch ach

551b

vet ὑπωπίων: τῶν τύλων τῶν γινομένων ἐν ταῖς χερσὶν ἀπὸ τῆς τοῦ σιδήρου ἐργασίας. λέγεται δὲ ὑπώπια καὶ τὰ ἀφ’ οἱασδηποτοῦν πληγῆς τραύ‐ ματα. REΓ3

sch ach

551c

Tr τριχίδων] εἶδος ἰχθύος, ἴσως ἣν καλοῦμεν ἡμεῖς θρίσσαν διὰ τὸ ὅμοια θριξὶν ἔχειν ὀστᾶ. Lh

sch ach

552

vet Tr κωπέων πλατουμένων: τῶν εἰς κώπας ξύλων ἐπιτηδείων. EΓLh

sch ach

553a

vet τύλων] τῶν ξυλίνων ἥλων. E

sch ach

553b

Tr θαλαμιῶν] τῶν ναυτῶν. Lh

sch ach

553c

vet Tr τροπουμένων] τὰς κώπας ἁρμοζόντων ἵνα ἴδωσιν εἰ συντρέχουσι τοῖς τρήμασιν. EΓLh

sch ach

554

vet Tr νιγλάρων: ὁ νίγλαρος κροῦμά ἐστι καὶ μέλος μουσικὸν παρακελευσ‐ τικόν. REΓLh

sch ach

555

vet τὸν δὲ Τήλεφον] καὶ ταῦτα ἐκ Τηλέφου Εὐριπίδου. E

sch ach

557

vet Tr ἄληθες ὦπίτριπτε: ἐνταῦθα διαιρεῖται ὁ χορὸς εἰς δύο μέρη, καὶ τὸ μὲν ὀργίζεται ἐφ’ οἷς λέγει ὁ Δικαιόπολις, τὸ δὲ καὶ ἀποδέχεται. †ἐν εἰσθέσει
δὲ ἰαμβικὴν τὴν “ἄληθες ὦπίτριπτε”. REΓLh

sch ach

559

vet Tr καὶ συκοφάντης: καὶ εἰ ἐτύγχανέ τις ἡμῶν συκοφάντης ὤν, τοῦτο ἔσκωψας καὶ οὐκ ἀπεκρύψω; τοῦτο οὖν μετὰ ἠθικῆς ἐρωτήσεως, οἷον καὶ τὸ Ὁμηρικὸν
“ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις·
5ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο”. REΓLh

sch ach

562

vet Tr εἶτ’ εἰ δίκαια: κατ’ ἐρώτησιν ὁ λόγος· εἰ καὶ δίκαια ἦν, φησίν, ἐχρῆν τοῦτον αὐτὰ εἰπεῖν; REΓLh

sch ach

564a

vet τὸ ἡμιχόριον τὸ συναγωνιζόμενον αὐτῷ λέγει ὅτι μὴ ἀναχωρήσῃς ἀλλ’ ἄντειπε· βελτίων γὰρ ἔσῃ. R

sch ach

564b

vet θενεῖς] ἀντὶ τοῦ τύψεις. REΓ3

sch ach

565a

vet Tr ἀρθήσει] καταληφθήσῃ. EΓ3Lh

sch ach

565b

vet ἀρθήσει] καταβληθήσῃ. R

sch ach

566a

vet (ad vv. 566—71) ἰὼ Λάμαχ: ὑφ’ ὃ διπλῆ καὶ εἴσθεσις εἰς περίοδον ὀκτάκωλον, ἧς τὰ μὲν ἄλλα ἐστὶ δόχμια, ἁπλοῦν δὲ τὸ τέταρτον, διπλοῦν δὲ τὸ ἕκτον, τὸ δὲ πέμπτον ἰαμβικὸν δίμετρον ἀκατάληκτον. EΓ3

sch ach

566b

vet Λάμαχ’] τὸν φιλοπόλεμον. EΓ3

sch ach

567

vet γοργολόφα] φοβερώτατε. REΓ3

sch ach

571a

vet ἔχομαι μέσος: ἀντὶ τοῦ ἥττημαι, ἀπὸ μεταφορᾶς τῶν ἀθλητῶν τῶν τὰ μέσα ληφθέντων. REΓ

sch ach

571b

Tr ἀπὸ τῶν ἀθλητῶν τῶν τὰ μέσα ληφθέντων τοῦτο εἴρηκεν. οἱ γὰρ παλαίοντες τὰ μέσα ληφθέντες οὐκ εὐκόλως ἔχουσιν ἐκφυγεῖν τοὺς ἀντιπα‐ λαίοντας, ὁρῶντες αὐτοὺς ἰσχυροτέρους ἑαυτῶν. Lh

sch ach

547a

vet τίς Γοργόν’ ἐξήγειρεν: ὡς τοῦ Λαμάχου ἔχοντος ἐντετυπωμένην
ἐν τῇ ἀσπίδι Γοργόνα. REΓ

sch ach

574b

vet ἐκ τοῦ σάγματος: ἐκ τῆς θήκης τοῦ ὅπλου, ὃ καλεῖται σάγμα. σάγη γὰρ τὸ ὅπλον, καὶ πανσαγία ἡ πανοπλία. ἀντὶ τοῦ οὖν τὴν ἀσπίδα. ἐν τῇ ἀσπίδι δὲ ἐντετύπωτο ἡ Γοργών. EΓ

sch ach

574c

Tr Γοργόν’] ἤγουν τὴν ἀσπίδα, ὡς τῆς Γοργόνος ἐντετυπωμένης ἐν τῇ ἀσπίδι. Lh

sch ach

574d

Tr σάγμα καλεῖται ἡ θήκη τῶν ὅπλων. σάγη γὰρ τὸ ὅπλον, καὶ πανσαγία ἡ πανοπλία. Lh

sch ach

577

vet Tr κακορροθεῖ] κακῶς ἀγορεύει. καὶ τοῦτο ἐκ Τηλέφου. REΓ3Lh

sch ach

579a

vet κἀστωμυλάμην: ἀντὶ τοῦ ἐφλυάρησα, περισσόν τι τοῦ δέοντος ἐλάλησα ἢ πανούργως ἐφθεγξάμην. REΓ

sch ach

579b

Tr κἀστωμυλάμην] πανούργως ἐφθεγξάμην. Lh

sch ach

581

vet Tr ἰλιγγι: σκοτοδινιῶ, ὑπὸ τῆς γαστρὸς συνέχομαι. τοῦτο δὲ οἱ Συρα‐ κόσιοι εἴελον λέγουσιν. REΓLh

sch ach

582

vet Tr τὴν μορμόνα: ἀντὶ τοῦ τὰ φοβερά· φοβερὰ γὰρ ὑπῆρχεν ἡ Μορμώ. REΓLh

sch ach

584

vet Tr τὸ πτερόν: τὸ πτερὸν αἰτεῖ ἵνα ἐξεμέσῃ. εἰώθασι γὰρ οἱ δυσεμεῖς πτερῷ χρῆσθαι ὥστε εὐκόλως ἐμέσαι. REΓLh

sch ach

586a

vet βδελύττομαι: ἀλληγορικῶς ἀπὸ τῶν ἐξεμούντων διὰ τὰς χολάς· οὗτος δέ φησι διὰ τοὺς λόφους. REΓ

sch ach

586b

Tr τοὺς λόφους] ἀντὶ τοῦ τὰς χολάς, ἀπὸ τῶν ἐξεμούντων· οὗτος δὲ
τοὺς λόφους εἴρηκεν. Lh

sch ach

589a

vet (i) ἆρα κομπολακύθου;: ματαιοκόμπου καὶ κομπώδους ἐν τῷ καυχᾶσθαι. παρεποίησε δὲ καὶ παρέπλασεν ὄνομά τι ὄρνιθος διὰ τὸ κομπαστὴν εἶναι Λάμαχον. REΓ (ii) ἄλλως: ἀπὸ τοῦ λακεῖν ἐν παραγωγῷ γέγονε τὸ ληκύθιον. ληκυθίζειν
5γὰρ τὸ μεῖζον βοᾶν καὶ ψοφεῖν. ἦχον γὰρ ἀποτελεῖ καὶ ἡ λήκυθος, ἐπεὶ καὶ αὐτὴ πεφύσηται. πάντα δὲ τὰ πεφυσημένα κόμπον ποιεῖ. ἀπὸ οὖν τοῦ κόμπου καὶ τῆς ληκύθου ὄνομα συνέθηκεν. EΓ

sch ach

589b

Tr κομπολακύθου] ματαιοκόμπου. Lh

sch ach

589c

Tr διὰ τὸ κομπαστὴν εἶναι τὸν Λάμαχον παρέπλασεν ὄρνιθος ὄνομα, ἢ ἀπὸ τοῦ κόμπου καὶ τῆς ληκύθου συνέθηκε τὸ ὄνομα. ληκυθίζειν γὰρ τὸ μεγάλως βοᾶν καὶ ψοφεῖν. ἦχον γὰρ ἀποτελεῖ καὶ ἡ λήκυθος ἐπεὶ καὶ αὕτη πεφύσηται. πάντα δὲ τὰ πεφυσημένα κόμπον ποιεῖ. Lh

sch ach

590a

vet οἴμ’ ὡς τεθνήσει: τὸ τέλειόν ἐστιν οἴμοι. Ἀττικοὶ δὲ διὰ τοῦ ς φασὶ τεθνήσῃ. REΓΓ3

sch ach

590b

Tr τεθνήσει] Ἀττικῶς διὰ τοῦ ς τὸ τεθνήξει φησί. Lh

sch ach

595

vet Tr οὐ σπουδαρχίδης: οὐ σπουδάζων περὶ ἀρχῆς. Αἰολέων δὲ ἴδιον τὰ ἐπίθετα πατρωνυμικῷ τύπῳ φράζειν. REΓLh

sch ach

596

vet Tr στρατωνίδης: ἀντὶ τοῦ στρατευόμενος, στρατιώτης. REΓ3Lh

sch ach

597

vet Tr μισθαρχίδης: μισθὸν λαμβάνων. ἢ ὅτι τοὺς τῶν στρατιωτῶν μισ‐ θοὺς ἤσθιεν. EΓLh

sch ach

598

vet Tr κόκκυγές: ἀντὶ τοῦ ἄτακτοι καὶ ἀπαίδευτοι. καὶ γὰρ ὁ κόκκυξ τὸ ζῷον ἄμουσόν τι φθέγγεται. REΓLh

sch ach

600

vet Tr ταῖς τάξεσι] τοῖς τοῦ πολέμου καταλόγοις. REΓ3Lh

sch ach

603a

vet Tr Τισαμενοφαινίππους: ὁ Τισαμενὸς ὡς ξένος καὶ μαστιγίας κωμῳ‐ δεῖται, ὁ δὲ Φαίνιππος ὡς συώδης καὶ ἡταιρηκώς. ὁ δὲ Χάρης ἐπὶ ἀμαθίᾳ διεβάλλετο. REΓLh

sch ach

603b

vet Πανουργιππαρχίδας: τούτους κωμῳδεῖ ὡς πανούργους, τόν τε Τισαμενὸν καὶ τὸν Φαίνιππον καὶ Ἱππαρχίδην καὶ Γέρητα τὸν φαλακρὸν καὶ τὸν Θεόδωρον. “Διομειαλαζόνας δὲ ἀπὸ Διομείων τοῦ δήμου, ὃς ὠνό‐ μασται οὕτως ἀπό τινος Διόμου. EΓ

sch ach

603c

Tr καὶ ὡς πανούργους δὲ τούτους κωμῳδεῖ καὶ τὸν Γέρητα τὸν φαλακρὸν καὶ τὸν Θεόδωρον ὄντα ἐκ τοῦ δήμου τῶν Διομείων, ὃς ὠνόμασται οὕτως ἀπό τινος Διόμου. Lh

sch ach

604a

vet τοὺς δ’ ἐν Χάοσι: Χάονες μὲν ἔθνος Ἠπειρωτικόν. πέπαικται δὲ παρὰ τὸ ἐν Ἱππεῦσιν
“ὁ πρωκτός ἐστιν αὐτόχρημ’ ἐν Χάοσιν”. ἐπειδὴ καὶ εἰς μαλακίαν διεβάλλετο Γέρης καὶ Θεόδωρος, καὶ ὅτι ἐκ δούλων.
5REΓ

sch ach

604b

vet Tr Χάρητι] στρατηγὸς ὁ Χάρης. Γ3Lh

sch ach

604c

Tr Χάοσι] ἔθνος Θρᾴκης οἱ Χάονες. Lh

sch ach

605

Tr Γερητοθεοδώρους] Γέρητος καὶ Θεόδωρος εἰς μαλακίαν διεβάλλοντο. Lh

sch ach

606

vet Tr 〈ἐν Καμαρίνῃ〉 κἀν Γέλᾳ κἀν Καταγέλ: Καμαρίνα καὶ Γέλα πόλεις Σικελίας. ἐποίησε δὲ τὸ Καταγέλα ἀπὸ τοῦ καταγελᾶν αὐτῶν τοὺς στρατηγούς. REΓLh

sch ach

608

vet ἁμηγέπου: ἁπανταχοῦ, ὅπως ἂν τύχῃ, καθ’ οἱονδήποτε τρόπον. EΓ

sch ach

609

vet ὦ Μαριλάδη: παρεποίησε τὸ ὄνομα ἀπὸ τῆς μαρίλης, ὅτι τὸ ἀμαυρὸν
πῦρ δηλοῖ. τουτέστιν ὦ γέρον Ἀχαρνικέ. REG

sch ach

610

vet Tr ἤδη πεπρέσβευκας σὺ πολιὸς ὤν 〈ἕνη〉;: οὕτως ἐν τοῖς ἀκρι‐ βεστάτοις, ἕνη, ἵνα λέγῃ “ἐκ πολλοῦ”. Ἀττικοὶ δὲ τὸ ἕνη περιττὸν ἐτίθεσαν, ὡς τὸ ἔχων, “ληρεῖς ἔχων”. οἱ δὲ λείπειν φασὶ τὸ δύο ἵνα ἐρωτῶν λέγῃ ἓν ἢ δύο. EΓLh

sch ach

612

vet Πρινίδης: ἀπὸ τοῦ πρίνου ἔπλασεν ὄνομα, ἐπειδὴ οἱ Ἀχαρνεῖς ἀνθρακεῖς. ἡ δὲ πρῖνος ἐπιτήδειον ξύλον εἰς ἄνθρακας. EΓ

sch ach

613

vet Tr τἀκβάτανα] Περσικὴ πόλις. EΓ3Lh

sch ach

614

vet Tr ὁ Κοισύρας: ὁ Μεγακλῆς. Κοισύρα δὲ ἐγένετο Ἀθήνησιν εὐγενὴς γυνὴ καὶ πλουσία, μήτηρ τοῦ Μεγακλέους, ὃς καταβεβρωκὼς τὴν οὐσίαν καὶ ὕστερον πεπλουτηκὼς ἐκ τοῦ τὰ κοινὰ πράσσειν λέγεται. REΓLh

sch ach

615a

vet Tr οἷς ὑπὲρ ἐράνου: ἔθος εἶχον τέλεσμά τι εἰς τὸ κοινὸν διδόναι, ὅπερ οἱ μὴ διδόντες καὶ ἄτιμοι ἐνομίζοντο καὶ μετὰ βίας ἀπῃτοῦντο. παρὰ προσδοκίαν δὲ ἐπήγαγε τὸ “χρεῶν”. REΓLh

sch ach

615b

Tr ἐράνου] τελέσματός τινος. Lh

sch ach

617a

vet ἅπαντες ἐξίστω παρῄνουν 〈οἱ〉 φίλοι: εἰώθεσαν, εἴ ποτε ἐκχέοιτο ἀπόνιπτρα ἀπὸ τῶν θυρίδων, ἵνα μή τις βραχῇ τῶν παριόντων, “ἐξίστωλέγειν. παίζει οὖν πρὸς τὸ “ἐξίστω ὄνομα, ὁμώνυμον ὂν τῷ ἐκχώρησον. τοῦτο δὲ λέγει διασύρων Μεγακλέα καὶ Λάμαχον ὡς πρότερον μὲν πένητας
5ὄντας, εἶτα ἐξαίφνης πλουτήσαντας ἀπὸ τῶν τῆς πόλεως, ὅτι αὐτοῖς οἱ φίλοι χθὲς καὶ πρώην συνεβούλευον καταχρέοις οὖσιν ὑπό τε ἐράνων καὶ ὀφλημάτων ἐξίστασθαι τῆς οὐσίας, ὡς μὴ δυναμένοις ἀποδοῦναι. ἢ τοῖς δανείζουσι παρῄ‐ νουν οἱ φίλοι ἐξίστασθαι τοῦ δανείζειν τοῖς τοιούτοις, ὀφείλουσιν ἐράνους καὶ
χρέα. οὐ νῦν οὖν αὐτοὺς διαβάλλει ὡς πένητας, ἀλλ’ ὡς ποτὲ πένητας. REΓ

sch ach

617b

Tr παρῄνουν] ἤγουν τῆς οὐσίας ἐξίστασθαι ὡς μὴ δυναμένοις ἀποδοῦναι τά τε χρέα καὶ τὸν ἔρανον. Lh

sch ach

617c

Tr εἰώθασιν ὅταν μέλλωσιν ἐκχέειν τὸ ἀπόνιπτρον ἀπὸ τῶν θυρίδων τοῖς παριοῦσιν ἐπιβοᾶν “ἔξω”. παίζει οὖν πρὸς τὸ “ἐξίστω ὄνομα ὁμώνυ‐ μον ὂν τῷ ἐκχώρησον. τοῦτο δὲ λέγει διασύρων Μεγακλέα καὶ Λάμαχον ὡς πρότερον μὲν ὄντας πένητας εἶτα ἐξαίφνης πλουτήσαντας ἀπὸ τῆς πόλεως. Lh

sch ach

622

vet κατὰ τὸ καρτερόν] ἀντὶ τοῦ ἰσχυρῶς. REΓ3

sch ach

625

vet ἀγοράζειν: τὸ ἀγοράζειν οὐκ ἴσον τῷ ὠνεῖσθαι τέθεικεν ὡς ἡμεῖς, ἀλλ’ ἀπὸ τοῦ ἐν ἀγορᾷ διατρίβειν. λείπει δὲ τὸ ἰόντας. REΓ

sch ach

626a

vet (ad vv. 626—58) ἁνὴρ νικ: ἐξιόντων τῶν ὑποκριτῶν ὁ χορὸς λέγει τὴν τελείαν παράβασιν. τῆς δὲ παραβάσεως τὸ μὲν κομμάτιόν ἐστι στίχων δύο ἀναπαίστων τετραμέτρων καταληκτικῶν, αὐτὴ δὲ ἡ παράβασις ἐξ ὁμοίων στίχων τριάκοντα δύο. EΓ

sch ach

626b

Tr (ad vv. 626—64) ἁνὴρ νικᾷ τοῖσι λόγοισιν: ἐξελθόντων τῶν ὑποκριτῶν εἰσάγεται ὁ χορὸς συνήθως λέγων τὴν παράβασιν, ἧς προτίθεται κομμάτιον στίχων ἀναπαιστικῶν τετραμέτρων καταληκτικῶν δύο. ἡ δὲ παρά‐ βασις, ὃ καὶ μακρὸν λέγεται, στίχων ἐστὶν ὁμοίων ἀναπαιστικῶν τετραμέτρων
5καταληκτικῶν λαʹ, ὧν τελευταῖος “οὔτε πανουργῶν οὔτε κατάρδων ἀλλὰ τὰ βέλτιστα διδάσκων”. ἡ δὲ ἔκθεσις αὐτῆς κώλων ὁμοίων ἀνα‐ παιστικῶν ϛʹ, ὧν τὰ μὲν εʹ δίμετρα ἀκατάληκτα, τὸ δὲ ϛʹ τὸ
δειλὸς καὶ λακαταπύγωνδίμετρον καταληκτικὸν ἑφθημιμερές, παροιμιακόν. ἐπὶ τῷ τέλει ἀμφοτέρων
10παράγραφος. Lh

sch ach

626c

Tr κωμῳδοῦνται οἱ Ἀθηναῖοι ὡς ταχέως μετανοοῦντες ἐν οἷς βουλεύον‐ ται. Lh

sch ach

627a

vet ἀλλ’ ἀποδύντες: ἀπὸ μεταφορᾶς τῶν ἀποδυομένων ἀθλητῶν. οἳἀποδύονται τὴν ἔξωθεν στολὴν ἵνα εὐτόνως χορεύσωσιν. REΓ

sch ach

627b

Tr ἀποδύντες] ἀπὸ μεταφορᾶς τῶν ἀθλητῶν. Lh

sch ach

627c

Tr οἱ μέλλοντες εἰσιέναι τῶν ἀθλητῶν ἐν τοῖς ἀγῶσιν εἰώθασιν ἀποδύ‐ εσθαι τοὺς ἔξωθεν χιτῶνας, ὡς ἂν εὐστροφώτεροι ὦσι πρὸς τὰ παλαίσματα.
τὸν αὐτὸν δὲ τρόπον κἀνταῦθα εἴρηκεν. Lh

sch ach

628

Tr τρυγικοῖς] κωμικοῖς. Lh

sch ach

629

vet Tr οὔπω παρέβη: ἀντὶ τοῦ ἐν τῇ παραβάσει οὔπω εἶπεν. REΓLh

sch ach

630

vet Tr ταχυβούλοις: ταχέως μεταβαλλομένοις, προπετέσιν, ἀπερισκέπτοις. κωμῳδοῦνται δὲ οἱ Ἀθηναῖοι ὡς τοιοῦτοι, καὶ ὅτι ταχέως μετανοοῦσιν ἐν οἷς βουλεύονται. REΓLh

sch ach

634a

vet Tr ξενικοῖσι λόγοισιν: ἀντὶ τοῦ ἀλλοτρίοις καὶ μὴ προσήκουσιν, ὅτι ἀνοίκειον Ἕλλησι τὸ ἐξαπατᾶσθαι. ἢ ξενικοῖς, τοῖς ἀπὸ τῶν ξένων πρέσβεων λεγομένοις. REΓLh

sch ach

634b

Tr ἐπειδὴ ἀνοίκειον Ἕλλησι τὸ ἐξαπατᾶσθαι, διὰ τοῦτο διδάσκει μὴ πείθεσθαι αὐτοὺς ξενικοῖς λόγοις. Lh

sch ach

635

vet Tr χαυνοπολίτας: κεχαυνωμένους περὶ τὴν πολιτείαν ἢ τὴν πόλιν. REΓLh

sch ach

637

vet (i) ἰοστεφάνους: παρὰ τὰ ἐκ τῶν Πινδάρου διθυράμβων “αἱ λιπαραὶ καὶ ἰοστέφανοι Ἀθῆναι”. REΓ
vet Tr (ii) ἄλλως: διασύρει ὅτι οἱ προδόται τούτοις χρῶνται τοῖς λόγοις. REΓLh

sch ach

638a

vet π’ ἄκρων τῶν πυγιδίων: παρὰ τὴν παροιμίαν “ἐπ’ ἄκρων τῶν ὀνύχων”. οἱ γὰρ ἡδέως τι ἀκούοντες δοκοῦσιν ἐπάνω τῶν πυγῶν καθέζεσ‐ θαι. REΓ

sch ach

638b

Tr τῶν πυγιδίων] οἱ γὰρ ἡδέως τι ἀκούοντες δοκοῦσιν ἐπάνω τῶν πυγῶν καθέζεσθαι. Lh

sch ach

638c

Tr παρὰ τὴν παροιμίαν τὸ “ἐπ’ ἄκρων ὀνύχων” ἔπαιξεν οὗτος “π’ ἄκρων τῶν πυγιδίων εἰπών. καὶ Σοφοκλῆς
“ἦ που τραφεὶς ἂν μητρὸς εὐγενοῦς ἄπο
ὑψήλ’ ἐκόμπεις κἀπ’ ἄκρων ὡδοιπόρεις”.
5εἰώθασι γὰρ οἱ ἀλαζόνες ἐπ’ ἄκρων ὀνύχων βαδίζειν, καὶ οἱ ἐπαίνων εἰς αὐτοὺς γινομένων ἀκούοντες τὴν πυγὴν τῆς καθέδρας ἐξαίρειν. Lh

sch ach

639

vet Tr ὑποθωπεύσας: κολακεύσας. παρὰ τὸ λιπαρὰς δὲ Ἀθήνας, λιπαρὰς ἀφύας. EΓLh

sch ach

640a

vet Tr εὗρε τὸ πᾶν: ἀντὶ τοῦ πᾶν πρᾶγμα κατώρθου. REΓ3Lh

sch ach

640b

vet ἀφύων τιμήν: ἀντὶ τοῦ εὐτελῆ τιμήν. καὶ ἑνικῶς λέγεται, ὡς ἐν Ταγηνισταῖς, “ἅλις ἀφύης μοι. παρατέταμαι γὰρ ἐσθίων”. EΓ

sch ach

640c

Tr ἀφύων τιμήν] ἀντὶ τοῦ εὐτελῆ τιμήν. Lh

sch ach

642a

vet (i) καὶ τοὺς δήμους ἐν ταῖς πόλεσιν: ἀντὶ τοῦ τὴν ἡμῶν αὐτῶν πολιτείαν ἐπιδείξας ταῖς συμμάχοις πόλεσι, τουτέστι διδάξας τοὺς συμμάχους ὡς χρὴ δημοκρατεῖσθαι, εὔνους ὑμῖν αὐτοὺς ἐποίησα. REΓ
vet Tr (ii) ἄλλως: ἐν ταῖς ἄλλαις πόλεσι τοὺς ἡμετέρους δείξας δήμους ὅτι δημο‐
5κρατοῦνται καὶ ἄνευ τυραννίδος ἀλλήλοις πειθόμενοι. EΓ3Lh

sch ach

642b

Tr τοῦτο βούλεται εἰπεῖν ὡς διδάξας τοὺς συμμάχους ὡς χρὴ δημοκρα‐ τεῖσθαι εὔνους ὑμῖν αὐτοὺς ἐποίησα καὶ φόρους ὑμῖν κομίζειν. Lh

sch ach

643

Tr τὸν φόρον] τὸ τέλος. Lh

sch ach

644

vet τὸν ποιητὴν] τὸν Ἀριστοφάνην. REΓ3

sch ach

646

vet αὐτοῦ] τοῦ Ἀριστοφάνους. EΓ3

sch ach

647a

vet Tr βασιλεὺς] ἀντὶ τοῦ ὁ μέγας, ὁ Περσῶν. REΓ3Lh

sch ach

647b

vet Tr βασανίζων: ἀκριβῶς ἐξετάζων. REΓLh

sch ach

648

vet Tr πότεροι ταῖς ναυσ: πότερον αὐτοὶ τῶν Ἀθηναίων ἐν τῇ ναυμαχίᾳ
κρατοῦσιν. ἔθος δὲ τοῖς βασιλεῦσι τὰ τοιαῦτα περιεργάζεσθαι. REΓLh

sch ach

649a

vet ποτέρους εἴποι 〈κακὰ〉 πολλ: ἀντὶ τοῦ περὶ τούτου τοῦ ποιητοῦ ἠρώτα τίνας κωμῳδεῖ καὶ διαβάλλει. ἔφασκε γὰρ ὁ τῶν Περσῶν βασιλεὺς ὅτι οὓς ἂν οὗτος ὁ ποιητὴς τουτέστιν ὁ Ἀριστοφάνης σκώψῃ, τούτους σωφρονί‐ ζεσθαι καὶ γίνεσθαι βελτίους. τοῦτο δὲ χαριεντιζόμενος ψευδῶς λέγει. REΓ

sch ach

649b

Tr ἔφη, φησίν, ὁ βασιλεὺς περὶ τοῦ ποιητοῦ τούτου ἤγουν τοῦ Ἀριστο‐ φάνους, ὅτι οὓς ἂν κωμῳδήσῃ τούτους σωφρονίζεσθαι καὶ γίνεσθαι βελτίους. τοῦτο δὲ χαριεντιζόμενος ψευδῶς λέγει. Lh

sch ach

649c

Tr τοῦτον] ἤγουν περὶ τούτου, τουτέστιν ἐμοῦ. Lh

sch ach

649d

Tr ποτέρους εἴποι κακὰ πολλά] τίνας κωμῳδεῖ καὶ διαβάλλει. Lh

sch ach

650

vet τούτους γὰρ ἔφη: τοὺς Ἀθηναίους δηλονότι ἐρωτῶν ὁ βασιλεὺς ταῦτα λέγει περὶ αὐτοῦ. EΓ3

sch ach

651

Tr τοῦτον] τὸν ποιητήν· ταῦτα δὲ περὶ ἑαυτοῦ λέγει. Lh

sch ach

652

vet Tr διὰ τοῦθ’ ὑμᾶς Λακεδαιμόνιοι: διὰ τὸ ἔχειν ὑμᾶς τὸν Ἀριστο‐ φάνην, ποιητὴν ἄριστον. REΓLh

sch ach

653

vet Tr καὶ τῆς νήσου μὲν ἐκείνης: τῆς νήσου ἐν ᾗ τὰ χωρία Ἀριστοφά‐ νους, λέγω δὴ τῆς Αἰγίνης. REΓLh

sch ach

654a

vet ἀφέλωνται: ἐγγὺς αὐτῶν λάβωσιν. R

sch ach

654b

vet Tr (i) ἀλλ’ ἵνα τοῦτον τὸν ποιητήν: ἐγγὺς αὐτῶν λάβωσιν. ἐντεῦθεν τινὲς νομίζουσιν ἐν Αἰγίνῃ τὰς κωμῳδίας ποιεῖν τὸν Ἀριστοφάνην διὰ τὸ ἐπενηνοχέναι αὐτὸν “ἀλλ’ ἵνα τοῦτον τὸν ποιητὴν ἀφέλωνται” ὑμᾶς, οὐ τὴν Αἴγιναν. ταῖς ἀληθείαις εἷς ἦν τῶν ἐν τῇ νήσῳ κληρουχησάντων. οὐδὲν δὲ
5ἐκώλυε καὶ ἑτέρωθι συγγράφειν, εἰ ὑπὸ Λακεδαιμονίους ἡ νῆσος ἐγεγόνει. EΓLh (ii) ἄλλως: οὐδεὶς ἱστόρηκεν ὡς ἐν Αἰγίνῃ κέκτηταί τι Ἀριστοφάνης, ἀλλ’ ἔοικε ταῦτα περὶ Καλλιστράτου λέγεσθαι, ὃς κεκληρούχηκεν ἐν Αἰγίνῃ
μετὰ τὴν ἀνάστασιν Αἰγινητῶν ὑπὸ Ἀθηναίων. EΓLh

sch ach

657a

vet Tr οὐ θωπεύων: οὐ κολακεύων, οὐκ ἀπατῶν, οὐδέ τισι μισθὸν διδοὺς ἵνα αὐτὸν ἐπαινέσωσιν. REΓ3Lh

sch ach

657b

vet ὑποτείνων] φαίνων. EΓ3

sch ach

657c

Tr ἐξαπατύλλων] ἀπατῶν. Lh

sch ach

658a

vet (i) οὔτε κατάρδων: καταχέων ὑποσχέσεις. EΓ (ii) ἄλλως: οὐ καταβρέχων ὑμᾶς τοῖς ἐπαίνοις ὡς φυτά. REΓ

sch ach

658b

Tr κατάρδων] ποτίζων ὑμᾶς ὡς φυτὰ τοῖς ἐπαίνοις. Lh

sch ach

659a

vet (ad vv. 659—64) πρὸς ταῦτα Κλέων: διπλῆ καὶ εἴσθεσις εἰς τὸ καλούμενον πνῖγος, τὸ καὶ μακρόν, καὶ αὐτὸ ἀναπαιστικόν, ὥσπερ ἡ κατακλείς, ἐκ διμέτρου μὲν ἑνὸς καταληκτικοῦ, ἀκαταλήκτων δὲ πέντε. EΓ

sch ach

659b

Tr παλαμάσθω] ἐργαζέσθω. Lh

sch ach

660

Tr τεκταινέσθω] κατασκευαζέτω. Lh

sch ach

665a

vet (ad vv. 665—75) δεῦρο Μοῦς’ ἐλθ: διπλῆ καὶ ἐπιρρηματικὴ συζυγία, ἧς αἱ μὲν μελικαί εἰσι, κώλων ιαʹ παιωνικῶν· ὧν τὰ μὲν πρῶτα δʹ τρίρρυθμα, τὸ δὲ εʹ δίρρυθμον, εἶτα ἐν ἐκθέσει τετράρρυθμα δύο, καὶ ἐν εἰσθέσει τρία μὲν δίρρυθμα ἓν δὲ τρίρρυθμον. EΓ

sch ach

665b

vet Tr φλεγυρ: λαμπρά, φέγγουσα, λάμπουσα, ἢ θερμὴ διὰ τοὺς ἄνθρα‐ κας· ἀντὶ τοῦ ἰσχυρά. REΓΓ3Lh

sch ach

667

vet πρινίνων] ἀντὶ τοῦ ἀγροίκων, στερεῶν· ἡ γὰρ πρῖνος ξύλον στερεόν. REΓ3

sch ach

668a

vet Tr φέψαλος] σπινθήρ. RLh

sch ach

668b

Tr ἐρεθιζόμενος] ἀναπτόμενος. Lh

sch ach

669a

vet οὐρίᾳ ῥιπίδι: τῇ τοῦ ἀνέμου φορᾷ. λέγει δὲ τὸ πρὸς κίνησιν πνεύ‐ ματος ἐπιτήδειον, ὃ ἡμεῖς ῥιπίδιον καλοῦμεν. REΓ

sch ach

669b

Tr τὸ πρὸς κίνησιν πνεύματος ἐπιτήδειον, ὃ ἡμεῖς ῥιπίδιον καλοῦμεν, οὐρίαν ῥιπίδα λέγει διὰ τὸ φοράν τινα καὶ ὁρμὴν ποιεῖν πνεύματος. Lh

sch ach

670

vet Tr ἐπανθρακίδες: λεπτοὶ ἰχθύες ὀπτοί. πάντα δὲ τὰ ἐπὶ ἀνθράκων ὀπτώμενα ἐπανθρακίδας ἐκάλουν. REΓLh

sch ach

671a

vet (i) οἱ δὲ Θασίαν ἀνακυκλῶσι: οἱ μέν φασι λείπειν τὸ λάγυνον, ἐπεὶ καταχρίονται πίσσῃ τὸ πῶμα. οὐ πιθανῶς· οὐδέπω γὰρ τότε Θάσιος οἶνος ηὐδοκίμει παρὰ τοῖς Ἀθηναίοις. οἱ δὲ ὅτι Θάσιαί τινες ῥαφανίδες λέ‐ γονται· λέγει δὲ τὴν ἠρτυμένην καὶ βρασσομένην. οἱ δὲ Θάσιόν φασι βάμμα
5λέγεσθαι ἐκ τῶν ἀπὸ πυρὸς ἰχθύων. ἰδίως Θασίαν ἅλμην ἐκάλουν. Κρατῖνος· “εἶδες τὴν Θασίαν ἅλμην”. οἱ δὲ τὴν λεγομένην θερμοπότιδα. EΓ
vet Tr (ii) ἄλλως: Θασίαν, ζωμὸν ἅλμης εἰς ὃν ἀπέβαπτον τὰ ἠνθρακωμένα τῶν ἰχθύων. EΓ3Lh

sch ach

671b

vet λιπαράμπυκα: φιάλην Θασίου οἴνου πεπληρωμένην. ἄμπυξ δὲ λέγεται τὸ περιέχον. νῦν οὖν τὸ πῶμα τοῦ ἀγγείου λέγει. καὶ λιπαρὸν μὲν διὰ τὸ ἡδὺ τοῦ οἴνου, ἄμπυκα δὲ παρὰ τὸ πυκάζειν καὶ καλύπτειν τὸν οἶνον, καταχρηστικῶς. REΓ3

sch ach

671c

Tr οἱ μὲν βάμμα τί φασι Θάσιον λέγεσθαι ἀπὸ ἰχθύων κατασκευαζό‐ μενον, εἰς ὃ ἐμβάπτοντες ἐσθίουσι τοὺς ἰχθύας. οἱ δὲ ἀγγεῖόν τι Θασίου οἴνου πεπληρωμένον. ἄμπυκα δὲ νῦν λέγει τὸ πῶμα τοῦ ἀγγείου, λιπαρὸν μὲν διὰ τὸ ἡδὺ τοῦ οἴνου, ἄμπυκα δὲ διὰ τὸ περικαλύπτειν τὸν οἶνον. καταχρηστικῶς
5δὲ εἴρηται. Lh

sch ach

672

Tr μάττωσιν] ἄρτους κατασκευάζουσιν ἐγκρυφίας. Lh

sch ach

674

Tr εὔτονον] πρόθυμοι γὰρ οἱ ἄγροικοι εἰς πᾶσαν πρᾶξιν καὶ εὔτονοι. Lh

sch ach

676

vet ἐπίρρημα. R

sch ach

678

vet ἐν τῷ γήρᾳ πάσχομεν. R

sch ach

679a

vet Tr οἵτινες γέροντας ἄνδρας: τὸ οἵτινες οἱ νεώτεροι, ἢ ὑμεῖς οἱ Ἀθηναῖοι. REΓLh

sch ach

679b

vet Tr εἰς γραφάς: ἀντὶ τοῦ εἰς δικαστήρια καὶ κατηγορίας. REΓΓ3Lh

sch ach

680

vet totus versus] ὑπὸ νέων ῥητόρων ἐᾶτε ἀπατᾶσθαι καὶ βλάπτεσθαι. R

sch ach

681a

vet Tr ἀλλὰ κωφοὺς: οἷον ἀφώνους. Ὅμηρος “κύματι κωφῷ”. REΓΓ3Lh

sch ach

681b

vet παρεξηυλημένους: ἐκ μεταφορᾶς τῶν παλαιῶν αὐλῶν καὶ ἀχρείων. κυρίως γὰρ παρεξηυλῆσθαι λέγονται αὐλοὶ οἱ τὰς γλωσσίδας διερρηγμένοι. REΓ

sch ach

681c

Tr ἀπὸ μεταφορᾶς τῶν παλαιῶν αὐλῶν τὸ “παρεξηυλημένοιεἴρηκεν, οἳ τὰς γλωσσίδας διερρηγμένοι ἄφωνοι καὶ ἄχρηστοι κεῖνται. Lh

sch ach

681d

Tr παρεξηυλημένους] ἀχρείους, ἐκ μεταφορᾶς τῶν παλαιῶν αὐλῶν. Lh

sch ach

682a

vet Ἀσφάλειός ἐστιν: Ἀσφάλειος Ποσειδῶν παρὰ Ἀθηναίοις τιμᾶται. παρὰ τὸ καὶ αὐτὸν τῇ τριαίνῃ χρῆσθαι καὶ τοὺς γέροντας τῇ βακτηρίᾳ τοῦτο ἔφη. παρὰ δὲ τὸ †ποντὶ† ποσὶ τὸ Ποσειδῶν πεποίηκε. τιμᾶται δὲ Ποσειδῶν Ἀσφάλειος παρ’ αὐτοῖς ἵνα ἀσφαλῶς πλέωσιν. REΓ

sch ach

682b

Tr παρὰ τὸ τοὺς γέροντας βακτηρίᾳ χρῆσθαι ὥσπερ ἐκεῖνος τριαίνῃ τὸ “Ἀσφάλειος Ποσειδῶν ἔφη. ὡς γὰρ Ἀθηναῖοι τὸν Ποσειδῶνα τιμῶσιν, ὡς ἂν ὑπ’ αὐτοῦ κυβερνώμενοι ἀσφαλῶς πλέωσιν, οὕτω καὶ οἱ γέροντες τῇ βακτηρίᾳ χρῶνται ἵνα ἀσφαλῶς βαδίζωσι καὶ μὴ περιτραπέντες εἰς γῆν
5Tr κατενεχθῶσιν. Lh

sch ach

682c

Ἀσφάλειος] τιμᾶται Ποσειδῶν Ἀσφάλειος παρ’ Ἀθηναίοις ἵνα ἀσφαλῶς πλέωσιν. Lh

sch ach

683a

vet Tr τονθορύζοντες: λάθρᾳ φθεγγόμενοι ἢ ὑπότρομοι τὰ χείλη κινοῦν‐
τες. REΓLh

sch ach

683b

vet τῷ λίθῳ] τῷ βήματι. REΓ3

sch ach

683c

Tr τῷ λίθῳ] τῷ ἐν τῇ πνυκὶ δικαστηρίῳ. Lh

sch ach

684a

vet τῆς δίκης τὴν ἠλύγην: οἱ γέροντες ἡμεῖς δηλονότι οὐδὲν ὁρῶντες ἐν τῷ δικαστηρίῳ εἰ μὴ τὴν σκιὰν τῆς δίκης. ἠλύγη γὰρ τὸ σκότος, καὶ ἠλυ‐ γισμένον τὸ ἐσκοτισμένον. βαρύνεται δέ· παρὰ γὰρ τὴν λύγην. πλεονάζει δὲ τὸ η. παρὰ προσδοκίαν δὲ εἶπε “τῆς δίκης δέον ἀνθρώπων εἰπεῖν. REΓ

sch ach

684b

Tr δίκης] παρὰ προσδοκίαν “δίκης εἶπε, δέον εἰπεῖν ἀνθρώπων. Lh

sch ach

684c

Tr τὴν ἠλύγην] τὸ σκότος. Lh

sch ach

685

vet Tr σπουδάσας] εἰς τὸ βλάψαι τὸν γέροντα. EΓΓ3Lh

sch ach

686

vet Tr ἐς τάχος παίει: παίειν λέγουσι τὸ πᾶν ὁτιοῦν συντόνως ποιεῖν. “στρογγύλοις δέ, πιθανοῖς ἢ πανούργοις. τὸ δὲ “ἐς τάχος ἀπὸ μετα‐ φορᾶς τῶν ἐν τοῖς διδασκαλείοις παίδων, ἐφ’ ὧν οὕτως ἐλέγετο, ἐς τάχος γράφει, ἐς κάλλος. EΓLh

sch ach

687a

vet (i) σκανδάληθρ’ ἱστὰς ἐπῶν: διχῶς ἀναγινώσκεται· ὑφ’ ἕν, ἵν’ ᾖ σκανδαληθριστάς, ἢ ἀπόστροφος ἐν τῷ ρ, ἵν’ ᾖ σκανδάληθρα ἱστάς. οἱ δὲ ὑφ’ ἓν ἀναγινώσκοντες ἐξηγοῦνται οὕτως· ἡ μὲν λέξις πεποίηται παρὰ 〈τὸ ἱστάναι τὰ σκανδάληθρα, τουτέστι〉 τὰ πέτευρα τῶν παγίδων, ἀπὸ τοῦ σκά‐
5ζοντα συμπίπτειν καὶ κρατεῖν τὸ ἐμπεσόν. ὁ δὲ νοῦς, ἀνελκύσας ἐπὶ τοῦ βήματος συνηγόρους ἑαυτῷ καὶ θηρευτὰς λόγων ἐρωτᾷ ἡμᾶς. οὕτω γὰρ τὸ ὑπερβατόν, “κᾆτ’ ἀνελκύσας σκανδαληθριστὰς ἐρωτᾷ ἡμᾶς. EΓ (ii) ἄλλως: σκανδάληθρα λέγεται τὰ ἐν ταῖς παγίσιν ἐπικαμπῆ ξύλα, εἰς ἃ ἐρείδει. ὅπερ Ἀρχίλοχος λέγει ῥόπτρον. ἐνταῦθα οὖν λέγει ἐρείσματα λόγων
10καὶ βάρη. REΓ

sch ach

687b

Tr οἱ μὲν ὑφ’ ἓν ἀναγιγνώσκουσιν οὕτω, “ἀνελκύσας σκανδαλη‐ θριστὰς ἐπῶν ἐρωτᾷ”, ἤγουν συνηγόρους ἑαυτοῦ λαβὼν ἀπὸ τοῦ βήματος. οἱ δὲ διῃρημένως, “σκανδάληθρ’ ἱστὰς ἐπῶν”, ἤτοι ἐρείσματα καὶ πανουρ‐ γήματα λόγων. σκανδάληθρα δὲ λέγεται τὰ ἐν ταῖς παγίσιν ἐπικαμπῆ ξύλα,
5ἅπερ Ἀρχίλοχος ῥόπτρα λέγει. Lh

sch ach

687c

Tr ἀνελκύσας] ἀπὸ τοῦ βήματος συνηγόρους ἑαυτοῦ. Lh

sch ach

687d

Tr σκανδάληθρ’ ἱστὰς] ἐρείσματα λόγων καὶ βάρη. Lh

sch ach

688

vet Tr ἄνδρα Τιθωνόν: ὑπεράγαν γεγηρακότα. ἀπὸ Τιθωνοῦ τοῦ πάνυ γηράσαντος καὶ μεταβληθέντος εἰς τέττιγα. REΓLh

sch ach

689

vet Tr μασταρύζει: συνέλκει καὶ συνάγει τὰ χείλη. ἀπὸ μεταφορᾶς τῶν ὑποτιτθίων παίδων, ἃ τὸν μαστὸν ἕλκοντα τῷ στόματι συνάγει τὰ χείλη. REΓLh

sch ach

690a

vet λύζει: ἐὰν μὲν διὰ τοῦ ζ, ὀλολύζει. ἐὰν δὲ χωρὶς τοῦ ζ, ἀλύει, τουτέστιν ἀδημονεῖ. REG

sch ach

690b

vet λύζει: ποιὰν φωνὴν τραχεῖαν ἀφίησιν, ἢ λυγμῷ συνέχεται. EΓ

sch ach

690c

Tr λύζει] λυγμῷ συνέχεται. Lh

sch ach

691

vet ὀφλὼν] χρεωστῶν. R

sch ach

693a

vet περὶ κλεψύδραν: ἀντὶ τοῦ ἐν τῷ δικαστηρίῳ. ἡ γὰρ κλεψύδρα ἀγγεῖόν ἐστιν ἔχον μικροτάτην ὀπὴν περὶ τὸν πυθμένα, ὅπερ ἐν τῷ δικαστηρίῳ μεστὸν ὕδατος ἐτίθετο, πρὸς ὃ ἔλεγον οἱ ῥήτορες. REΓ

sch ach

693b

Tr ἀγγεῖόν τι ἦν ἔχον ὀπὴν περὶ τὸν πυθμένα, ὅπερ μεστὸν ὕδατος ἐτίθετο ἐν τῷ δικαστηρίῳ, πρὸς ὃ ἔλεγον οἱ ῥήτορες. λέγει οὖν ἀπὸ μέρους τὸ δικαστήριον κλεψύδραν. Lh

sch ach

694

vet ξυμπονήσαντα] ὑπομείναντα. REΓ3

sch ach

695

vet ἀνδρικὸν] ἰσχυρόν. EΓ3

sch ach

697

vet Μαραθῶνι] λείπει ἡ ἐν, ἐν Μαραθῶνι. E

sch ach

698

vet Tr ἐδιώκομεν: περιεγένοντο γὰρ οἱ Ἀθηναῖοι Περσῶν ὅτ’ ἐμαχέσαντο πρὸς αὐτοὺς ἐν Μαραθῶνι. REΓ3Lh

sch ach

699a

vet ἀνδρῶν] τῶν νέων ῥητόρων. REΓ3

sch ach

699b

vet Tr διωκόμεθα] ἀντὶ τοῦ κατηγορούμεθα. REΓ3Lh

sch ach

700a

vet προσαλισκόμεθα: ἀντὶ τοῦ πρὸς τούτοις καταδικαζόμεθα καὶ ζημιούμεθα. EΓΓ3

sch ach

700b

Tr προσαλισκόμεθα] ἤγουν τιμωρούμεθα. Lh

sch ach

702a

vet Μαρψίας: οὗτος ὁ Μαρψίας 〈ὡσ〉 φιλόνεικος καὶ φλύαρος καὶ θορυβώδης ῥήτωρ κωμῳδεῖται. EΓ

sch ach

702b

Tr Μαρψίας] οὗτος ῥήτωρ ἦν ταραχώδης, διὸ καὶ κωμῳδεῖται. Lh

sch ach

703a

vet τῷ γὰρ εἰκὸς: πῶς δίκαιόν ἐστιν ἄνδρα γεγηρακότα ἀπολείπεσθαι συμπλακέντα ἀγριότητι; τοῦτο γὰρ δηλοῖ ἡ Σκυθῶν ἐρημία. λέγει δὲ ἀγριό‐ τητι. οὗτος δὲ ὁ Θουκυδίδης Μελησίου παῖς ἦν· γεγόνασι δὲ δʹ· ὁ ἱστορικός, ὁ Γαργήττιος, ὁ Θετταλός, ὁ Μελησίου υἱός. REΓ3

sch ach

703b

vet Tr τῷ] τῷ τρόπῳ; REΓ3Lh

sch ach

703c

vet Tr Θουκυδίδην] τινὰ παλαιὸν γέροντα ἀντιπολιτευσάμενον Περικλεῖ. EΓ3Lh

sch ach

703d

Tr οὗτος ὁ Θουκυδίδης Μελησίου παῖς ἦν· γεγόνασι δὲ δʹ· ὁ ἱστορικός, ὁ Γαργήττιος, καὶ ὁ Μελησίου υἱός, ὁ Θετταλός. Lh

sch ach

704a

vet συμπλακέντα〉 τῇ Σκυθῶν ἐρημί: ἐπεὶ θηριώδεις αἱ ἐρημίαι τῶν Σκυθῶν. ἀντὶ τοῦ ὀλέθρῳ καὶ κακοῖς συμπλακέντα. τοῦτο δὲ λέγει ὅτι καὶ οἱ Σκύθαι ἄοικοι ὄντες καὶ ἐπὶ τῶν ἁμαξῶν φερόμενοι αἴτιοι ἑαυτοῖς ὀλέθρου γίνονται. ἔστι δὲ παροιμία ἡ Σκυθῶν ἐρημία τουτέστιν ἔρημον
5ὄντα

sch ach

704b

Tr τοῦτο λέγει ὅτι καὶ οἱ Σκύθαι ἄοικοι ὄντες καὶ ἐπὶ ἁμαξῶν φερόμενοι ἑαυτοῖς αἴτιοι ὀλέθρου γίνονται, ἄλλοτε ἀλλαχοῦ φερόμενοι ἐν ὄρεσι καὶ ἐρημίαις. ἔστι δὲ παροιμία ἡ Σκυθῶν ἐρημία ἐπ’ ὀλέθρου κειμένη, ἐπεὶ θηριώδεις αἱ ἐρημίαι τῶν Σκυθῶν καὶ ὀλέθρου αἴτιαι. Lh

sch ach

704c

Tr Σκυθῶν ἐρημίᾳ] ἤγουν κακοῖς καὶ ὀλεθρίοις πράγμασι, ἐπεὶ θηριώ‐ δεις αἱ ἐρημίαι τῶν Σκυθῶν. Lh

sch ach

705a

vet τῷ Κηφισοδήμ: οὗτος θρασὺς καὶ δεινὸς περὶ τὰς δίκας. Ἀθη‐ ναῖος δὲ καὶ οὗτος. EΓ

sch ach

705b

vet Κηφισοδήμ: τῷ λάλῳ ῥήτορι. R

sch ach

705c

Tr Κηφισοδήμῳ] καὶ οὗτος Ἀθηναῖος, ῥήτωρ καὶ ξυνήγορος πολύ‐ λογος. Lh

sch ach

706a

vet κἀπεμορξάμην: ἔκλαυσα. ἐκ τοῦ παρακολουθοῦντος. παρέπεται γὰρ τοῦτο τοῖς δακρύουσιν. REΓ3

sch ach

706b

Tr κἀπεμορξάμην] ἤγουν ἐδάκρυσα. ἐκ τοῦ παρακολουθοῦντος. ἕπεται γὰρ τοῖς δακρύουσι τὸ ἀπομόρξαι τοὺς ὀφθαλμούς. Lh

sch ach

707a

vet Tr τοξότου: ἀντὶ τοῦ ὑπηρέτου δημοσίου, ἐπόπτου καλουμένου. REΓLh

sch ach

707b

Tr κυκώμενον] βλαπτόμενον. Lh

sch ach

708a

vet Tr ὃς μὰ τὴν Δήμητρα: ὅστις πρεσβύτης ὑπὸ τοῦ τοξότου βλαπτό‐ μενος οὐδὲ τῆς Δήμητρος ἠνέσχετο, ἡνίκα ἦν νέος. Ἀχαιὰν δὲ τὴν Δήμητραν ἐκάλουν ἀπὸ τοῦ κτύπου τῶν κυμβάλων καὶ τυμπάνων τοῦ γενομένου κατὰ τὴν ζήτησιν τῆς Κόρης. ἢ ἀπὸ τοῦ ἤχου ὃν παρεῖχεν τοῖς περὶ τὴν Γέφυραν εἰς
5Ἀθήνας ἀπιοῦσιν. ἢ ἀπὸ τοῦ περὶ τὴν θυγατέρα ἄχους. ὁ δὲ νοῦς, ἡνίκα ἦν Θουκυδίδης οὐχ ὅπως τοξότην ἠνέσχετο ἂν καταβοᾶν αὐτοῦ ἀλλ’ οὐδὲ τὴν
Ἀχαιὰν αὐτήν. REΓ3Lh

sch ach

708b

Tr ἐκεῖνος ἡνίκ’ ἦν] ἤγουν ὅτε ἦν νέος κατὰ τὴν τοῦ Θουκυδίδου ἀρχήν. Lh

sch ach

708c

vet Ἀχαιὰ ἡ Δημήτηρ εἴρηται ἀπὸ τοῦ ἄχους τοῦ ἐπὶ τῇ Περσεφόνῃ. τινὲς δὲ ἀπὸ ἱστορίας τοιαύτης. τοῖς Ταναγραίοις μεταστᾶσιν ἐκ τῆς Τανάγρας ἐκέλευε κατ’ ὄναρ ἡ Δημήτηρ φανεῖσα αὐτοῖς ἀκολουθῆσαι τῷ γινομένῳ ἤχῳ, καὶ ὅπου ἂν παύσηται, ἐκεῖ πόλιν κτίσαι. καὶ διώδευον ἀκούοντες ψόφου
5κυμβάλων καὶ τυμπάνων. καὶ παυσαμένων περὶ τὴν Ἀττικὴν ἔκτισαν πόλιν καὶ ἱδρύσαντο ἱερὸν Ἀχαιᾶς Δήμητρος. Orion 18.22

sch ach

709

Tr οὐχ ὅπως τοξότην ἠνέσχετο ἂν καταβοῶντος αὐτοῦ, ἀλλ’ οὐδὲ τὴν Ἀχαιὰν αὐτὴν ἤγουν τὴν Δήμητρα. Lh

sch ach

710a

vet Tr κατεπάλαισε: κατηγωνίσατο, κατεπολέμησεν. REΓ3Lh

sch ach

710b

vet Tr Εὐάθλους δέκα: οὗτος ὁ Εὔαθλος ῥήτωρ πονηρός. Ἀριστοφάνης ἐν Ὁλκάσιν
“ἔστι τις πονηρὸς ἡμῖν τοξότης συνήγορος
〈 〉 ὥσπερ Εὔαθλος παρ’ ὑμῖν τοῖς νέοις”.
5ἦν δὲ καὶ εὐρύπρωκτος καὶ λάλος. εἴη δ’ ἂν καὶ ἀγενής. διὸ καὶ τοξότην αὐτὸν καλεῖ, οἷον ὑπηρέτην. REΓLh

sch ach

710c

Tr ὁ Εὔαθλος καὶ ὡς εὐρύπρωκτος καὶ ὡς λάλος κωμῳδεῖται. εἴη δ’ ἂν καὶ ἀγενής. διὸ τοξότην αὐτὸν καλεῖ οἷον ὑπηρέτην. διεβάλλετο γὰρ ἡ τοξεία ὡς εὐτελής. καὶ Σοφοκλῆς
“ὁ τοξότης ἔοικεν οὐ σμικρὰ φρονεῖν”.
5ἀλλ’ ἔνδοξον ταύτην δεῖξαι βουλόμενός φησιν
“οὐ γὰρ βάναυσον τὴν τέχνην ἐκτησάμην”. μέμνηται τούτου τοῦ Εὐάθλου καὶ ἐν Ὁλκάσιν
“ἔστι τις πονηρὸς ἡμῖν τοξότης συνήγορος
〈 〉 ὥσπερ Εὔαθλος παρ’ ἡμῖν τοῖς νέοις”. Lh

sch ach

712a

vet Tr αὐτοῦ] τοῦ Εὐάθλου. REΓ3Lh

sch ach

714a

vet τὰς γραφάς] τὰς δίκας. REΓ3

sch ach

714b

vet Tr ὅπως ἂν ᾖ τῷ γέροντι: ἵνα παντελῶς οἱ νέοι τῶν γερόντων κεχω‐ ρισμένοι ὦσι. “νωδὸς δὲ ὁ μὴ ἔχων ὀδόντας ὑπὸ τοῦ γήρως. REΓLh

sch ach

716

vet Tr χὠ Κλεινίου: Ἀλκιβιάδην τὸν Κλεινίου ὡς καταπύγονα κωμῳδοῦ‐ σιν. REΓLh

sch ach

717

vet Tr κἀξελαύνειν χρ: κἂν ἐξελαύνειν δέῃ, κἂν φυγῇ ζημιοῦν, ὑπὸ τοῦ γέροντος τοῦτο χρὴ πάσχειν τὸν γέροντα. REΓLh

sch ach

718

vet τὸν νέον κτλ.] οἷον δικάζειν. EΓ3

sch ach

719

vet (ad vv. 719—34) κορωνίς, ὅτι ἐπεισίασιν 〈οἱ ὑποκριταί〉, καὶ εἰσὶ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ιϛʹ. EΓ

sch ach

720

vet Tr ἀγοράζειν: ἐν ἀγορᾷ διατρίβειν, Ἀττικῶς. ὅθεν καὶ ἡ Κόριννα ἐπιτιμᾷ τῷ Πινδάρῳ ἀττικίζοντι, ἐπεὶ ἐν τῷ πρώτῳ τῶν Παρθενίων ἐχρήσατο τῇ λέξει. REΓLh

sch ach

721

vet Tr ἔξεστι καὶ Μεγαρεῦσι: ἐν ἐξουσίᾳ καὶ παρρησίᾳ ἐστί. REΓΓ3Lh

sch ach

723

vet Tr ἀγορανόμους: οὓς νῦν λογιστὰς καλοῦμεν. REΓΓ3Lh

sch ach

724

vet Tr τοὺς δ’ ἱμάντας ἐκ Λεπρῶν: οἱ μὲν ἀπὸ τοῦ λέπειν, ὅ ἐστι τύπτειν. οἱ δὲ ἀπὸ Λεπρίου πολίσματος τῆς Πελοποννήσου, οὗ μέμνηται καὶ Καλλίμαχος ἐν ὕμνοις “Καυκώνων πτολίεθρον ὃ Λέπριον πεφάτισται”. οἱ δὲ ἐκ λεπρῶν
βοῶν. φασὶ γὰρ τὰ τῶν λεπρῶν βοῶν δέρματα ἰσχυρὰ εἶναι. οἱ δὲ ὅτι οἱ Μεγα‐
5ρεῖς λεπροὶ τὸ σῶμα. πρὸς οὓς σπένδεται. ἄμεινον δὲ λέγειν ὅτι τόπος ἔξω τοῦ ἄστεος Λεπροὶ καλούμενος, ἔνθα τὰ βυρσεῖα ἦν. οὗ καὶ ἐν Ὄρνισι μέμ‐ νηται “τί δ’ οὐ τὸν Ἠλεῖον Λέπρεον οἰκίζετε;” ἱμάντες δέ, λώρους λέγει, φραγέλλια· τὸ γὰρ παλαιὸν φραγέλλαις ἔτυπτον οἱ λογισταὶ τοὺς τῆς ἀγορᾶς. REΓLh

sch ach

726

vet Tr φασιανός: ἀντὶ τοῦ συκοφάντης, παρὰ τὴν φάσιν, ὅ ἐστι φαίνειν. ἔστι δὲ καὶ πόλις τῆς Σκυθίας Φάσις, ὁμωνύμως τῷ ποταμῷ. REΓLh

sch ach

728

Tr ἐν τἀγορᾷ] συνίζησις. Lh

sch ach

729

vet Tr ἀγορὰ ’ν Ἀθάναις: ἔρχεται Μεγαρεύς τις. οἰκεία δὲ πάνυ ἡ ἔννοια καὶ οἴκτου μεστή. πεινῶν γὰρ ἥκει καὶ τὰς θυγατέρας πωλεῖ διὰ τὸν λιμόν, εἰς χοίρους αὐτὰς μετασχηματίσας. REΓLh

sch ach

730a

vet ἐπόθουν τυ ναὶ τὸν φίλιον: νὴ τὸν φίλιον Δία ἐπόθουν σε ὥσπερ μητέρα. REΓ

sch ach

730b

Tr τυ] σέ. Lh

sch ach

732

vet Tr ἀμβᾶτε: ἀνάβητε. ἐμφαντικῶς δὲ τὸν λιμὸν ἐδήλωσεν εἰπὼν “ἀμβᾶτε πρὸς τὴν μᾶζαν”. οἱ Μεγαρεῖς δὲ τρέπουσι τὸ ζ εἰς δύο δδ. REΓ3Lh

sch ach

733a

vet Tr ἀκούετον δ, ποτ〈έχετ’ ἐμὶν τὴν γαστέρα〉: παρὰ προσδοκίαν. δέον γὰρ εἰπεῖν “προσέχετε ἡμῖν τὸν νοῦν”, ἔφη “τὴν γαστέρα”, ἐπειδὴ ἐπείνων. ταῦτα δὲ λέγει ὁ Μεγαρεὺς πρὸς τὰς ἑαυτοῦ θυγατέρας, ἃς ἤγαγεν
ἐπὶ τῷ πωλῆσαι διὰ τὸν λιμόν. πικρὰ δὲ ἡ ἔννοια τῷ ποιητῇ. REΓLh

sch ach

733b

vet ποτέχετ’] προσέχετε, χρονίζετε. EΓ3

sch ach

735

Tr †δακτυλικὸν τρίμετρον.† Lh

sch ach

736

vet ἐγώνγα καὐτός φαμι: καὶ ἐγὼ αὐτὸς τοῦτο σύμφημι. REΓ3

sch ach

737

vet φανερὰν ζαμίαν: ἐπειδὴ κόραι ἦσαν καὶ οὐ χοῖροι. ἡ δὲ τούτων φροντὶς καὶ δαπάνη πολλή ἐστι. REΓ3

sch ach

738a

vet Μεγαρικά τις μηχαν: ἀντὶ τοῦ πονηρά, πανοῦργος μηχανή. διεβάλλοντο γὰρ ἐπὶ πονηρίᾳ οἱ Μεγαρεῖς, 〈ὡσ〉 ἄλλα μὲν λέγοντες, ἄλλα δὲ ποιοῦντες. REΓ3

sch ach

738b

Tr διεβάλλοντο οἱ Μεγαρεῖς ἐπὶ πονηρίᾳ, ἄλλα μὲν λέγοντες, ἄλλα δὲ ποιοῦντες. διὰ τοῦτο τὴν μηχανὴν Μεγαρικὴν ὠνόμασεν. Lh

sch ach

738c

Tr Μεγαρικά] ἤγουν πανοῦργος. Lh

sch ach

739a

vet χοίρους γὰρ ὑμὲς σκευάσας: τοὺς παρ’ ἡμῖν νῦν λεγομένους δέλφακας, λέγω δὴ τοὺς μικροὺς σῦς· οὓς οἱ ἀρχαῖοι χοίρους ἐκάλουν. Ὅμηρος
“ἔσθιε νῦν, ὦ ξεῖνε, τά τε δμώεσσι παρέστι
χοίρε’, ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν”.
5ἐν γοῦν τοῖς ἑξῆς φησι
νεαρὰ γάρ ἐστιν ἀλλὰ δελφακουμένα
ἕξει μεγάλ
α”.

sch ach

739b

Tr χοίρους] τοὺς παρ’ ἡμῖν λεγομένους δέλφακας, ἤγουν τοὺς μικρούς. Lh

sch ach

740a

vet τὰς ὁπλὰς τῶν χοιρίων: οὐ μόνον Ἀριστοφάνης ἐπὶ τῶν χοίρων ὁπλὰς εἴρηκεν, ἀλλὰ καὶ Σιμωνίδης ὁμοίως ἐπὶ χοίρου “ὁπλὰς ἐκίνει τῶν ὀπισθίων ποδῶν” καὶ Ἡσίοδος ἐπὶ βοῶν “μήτ’ ἄρ’ ὑπερβάλλων βοὸς ὁπλήν”, καὶ τὸ ἐναντίον ἐπὶ τοῦ ἵππου “νύσσοντες χηλῇσιν”. EΓ3

sch ach

740b

T1 οὗτος ὁπλὰς ἐπὶ χοίρων εἶπεν, Ἡσίοδος δὲ ἐπὶ βοῶν, “μήτ’ ἄρ’ ὑπερβάλλων βοὸς ὁπλήν”, καὶ τὸ ἐναντίον χηλὴν ἐπὶ ἵππου “νύσσοντες χηλῇ‐ σιν”. ὁπλαὶ μὲν γὰρ κυρίως ἐπὶ τῶν ὁλοκλήρους ἐχόντων τοὺς ὄνυχας, οἷον ἵππων ὄνων ὀρέων καὶ τῶν τοιούτων, χηλαὶ δὲ ἐπὶ τῶν διῃρημένους, βοῶν
5φημὶ καὶ αἰγῶν καὶ προβάτων καὶ τῶν τοιούτων. καὶ Λουκιανὸς ἐκφράζων τὸν Πᾶνά φησι “καὶ σκέλη τραγικὰ καὶ δίχηλα καὶ οὐρὰν ὑπὲρ τὰς πυγάς”. οὗτοι δὲ ἐναντίως ἐχρήσαντο. Lh

sch ach

741a

vet ἐξ ἀγαθᾶς ὑός: ὗν ἐπὶ θηλείας, σῦν δὲ ἐπὶ ἄρρενος. κέχρηνται δὲ καὶ ἀδιαφόρως. REΓ

sch ach

741b

Tr ὅπως] σκοπεῖτε. Lh

sch ach

742a

vet εἴπερ ἵξετ’ οἴκαδε: ἐκ δευτέρου εἰς τὸν οἶκον εἰ ἀφίξεσθε, τῆς πρώτης πειραθήσεσθε λιμοῦ. Δωριεῖς δὲ θηλυκῶς λέγουσι τὴν λιμόν. REΓ3

sch ach

742b

Tr ἵξετ’ οἴκαδις] εἰς τὸν οἶκον ἐκ δευτέρου ἀφίξεσθε. Lh

sch ach

743a

vet τὰ πρᾶτα: τὰ πρῶτα, ἀντὶ τοῦ τῆς ἄκρας λιμοῦ πειραθήσεσθε. REΓΓ3

sch ach

743b

Tr τᾶς λιμῶ] Δωριεῖς θηλυκῶς λέγουσι τὸν λιμόν. Lh

sch ach

744a

vet τὰ ῥυγχία: τὰ ῥυγχία κυρίως ἔφη. ἐπὶ γὰρ χοίρου λέγεται ῥύγχος. ἄμεινον δὲ γράφειν ἀντὶ τοῦ “ταδ ταδή· δωρίζει γάρ. REΓ

sch ach

744b

Tr ῥύγχος κυρίως ἐπὶ χοίρου λέγεται, ῥάμφος δὲ ἐπὶ ἀετοῦ καὶ τῶν τοιούτων, τῶν ἐχόντων ἐπικύφους τὰς ῥῖνας. ἐνταῦθα δὲ “ῥυγχία εἴρηκεν ὑποκοριστικῶς, ἐπεὶ καὶ χοιρία εἶπε διὰ τὴν σμικρότητα αὐτῶν. Lh

sch ach

744c

Tr τὰ ῥυγχία] τὴν ῥῖνα. Lh

sch ach

745

vet τὸν σάκκον] διὰ δύο κκ τὸ “σάκκος”. EΓ3

sch ach

746a

vet γρυλλιξεῖτε: χοίρων φωνὴν μιμήσεσθε. EΓΓ3

sch ach

746b

Tr οὕτω γάρ πως βοῶσι τὰ δελφάκια κοΐ, καὶ ἔστι ποιὰ φωνή. Lh

sch ach

746c

Tr γρυλλιξεῖτε] δίκην χοίρων βοήσετε. Lh

sch ach

747a

vet Tr χήσετε φωνάν: ἀφήσετε φωνήν. REΓΓ3Lh

sch ach

747b

vet Tr χοιρίων μυστηρικῶν: ὅτι ἐν τοῖς μυστηρίοις τῆς Δήμητρος χοῖρος θύεται. ἀνάκειται γὰρ τὸ ζῷον τῇ θεῷ. ἕκαστος δὲ τῶν μυουμένων
ὑπὲρ ἑαυτοῦ ἔθυεν. ταῦτα δὲ καλεῖται μυστηρικά. REΓ3Lh

sch ach

748

Tr καρυξῶ] κηρύξω. Lh

sch ach

749

vet Tr λῇς] ἆρα θέλεις, ποιητικῶς. RLh

sch ach

750

vet Tr ἀγοράσοντες ἥκομεν: ἐν ἀγορᾷ διατρίψοντες ἤλθομεν, ἢ ὠνησό‐ μενοί τι ἢ πωλήσοντες. REΓ3Lh

sch ach

751

vet Tr διαπεινᾶμες ἀε: παρὰ προσδοκίαν, ὡσεὶ ἔφη διαπίνομεν ἀεὶ πρὸς τὸ πῦρ· ὁ δὲ εἶπε “διαπεινᾶμες οἱ γὰρ πότοι χειμῶνος πρὸς τὸ πῦρ γίνον‐ ται· εἴρηκε δὲ οὕτω διὰ τὸν λιμόν. “διαπεινᾶμες δὲ ἀντὶ τοῦ διαπεινῶμεν. ἢ οὕτως· ἐσχάτως πεινῶμεν, ὥστε καὶ τὰ ἱμάτια ἀποδόμενοι καθεζόμεθα πρὸς
5τῷ πυρὶ διὰ τὸ ῥῖγος. ἢ διαπύρως καὶ ἐκτόπως πεινῶμεν, ὃ καὶ βέλτιον. EΓ3Lh

sch ach

752a

vet ἀλλ’ ἡδύ τοι νὴ τὸν Δ’ ἢν αὐλὸς παρ: ὡς ἐπὶ τῶν πινόντων καὶ ἀκουόντων αὐλῶν. ὅτι τὸ πῦρ εὐωχίας σημαντικόν. ὥστε ἡδὺ ἦν τὸ καθῆσθαι μετὰ αὐλῶν. REΓ

sch ach

752b

Tr ἔθος γὰρ μετὰ αὐλῶν καὶ ὀργάνων πίνειν ἐν τοῖς συμποσίοις καὶ ἡδυνομένους τούτοις ἀεὶ πίνειν. Lh

sch ach

753

vet Tr οἷα δ: ἀντὶ τοῦ τοιαῦτα δή. RLh

sch ach

754a

vet ὅκα] ἡνίκα. EΓ3

sch ach

754b

vet Tr τηνῶθεν] ἐκεῖθεν ἦλθον. REΓ3Lh

sch ach

754c

vet Tr ἐμπορευόμαν] ὡδοιπόρουν. REΓ3Lh

sch ach

755

vet πρόβουλοι] οἱ στρατηγοί. REΓ3

sch ach

756

vet Tr ὅπως τάχιστα: καὶ τοῦτο παρ’ ὑπόνοιαν. πικρῶς ἐπήγαγε τὸ “ἀπο‐
λοίμεθα”. ἔδει γὰρ εἰπεῖν ὅπως σωθῶμεν. REΓLh

sch ach

757a

vet αὐτίκ’ ἄρ’ ἀπαλλάξεσθε: πρὸς τὸ ῥηθὲν παρὰ τοῦ Μεγαρέως ἀπήντησεν ὁ Δικαιόπολις ἀστείως. εἰ γὰρ ἀπώλλυσθε, φησίν, ἀπηλλάττεσθε ἂν πραγμάτων. EΓ

sch ach

757b

vet σὰ μάν: ἀντὶ τοῦ τί μήν; τί γὰρ ἄλλο καταλείπεται ἢ τοῦτο; REΓΓ3

sch ach

757c

Tr ἀστείως καὶ οὗτος εἴρηκεν. εἰ γὰρ ἀπόλλοισθε, φησί, καὶ ἀπαλλάξεσθε πραγμάτων. Lh

sch ach

757d

Tr σὰ μάν;] τί μήν; Lh

sch ach

758a

vet τί δ’ ἄλλο Μεγαρο: λείπει τό, ἢ τοῦτο τὸ ἀπολέσαι ἡμᾶς σπου‐ δάζειν. Su. Τ 560

sch ach

758b

vet Μεγαροῖ] ἀντὶ τοῦ εἰς τὰ Μέγαρα. REΓ3

sch ach

759

vet Tr ᾇπερ τοὶ θεο: ἀντὶ τοῦ ὥσπερ οἱ θεοὶ πολυτίμητοί εἰσι καὶ τίμιοι, οὕτω καὶ ὁ σῖτος πολλῆς τιμῆς ἐστι. παίζει οὖν. REΓLh

sch ach

760a

vet ἅλας οὖν φέρεις: ἐν Νισαίᾳ τῆς Μεγαρίδος ἅλες πήγνυνται. ἦν δὲ ὁ τόπος ὑπήκοος τῶν Ἀθηναίων. EΓ

sch ach

760b

vet Tr ὑμὲς αὐτῶν ἄρχετε: διὰ τὸ θαλασσοκρατεῖν τοὺς Ἀθηναίους ἔφη ὅτι ὑμεῖς αὐτῶν ἄρχετε. REΓLh

sch ach

762a

vet ὅκκ’ ἐσβαλεῖτε: ἐσβαλεῖν ἐστι τὸ τινὰς ἐν ἀγρῷ εἰσελθόντας ἐκκόψαι πάντα τὰ ἐν αὐτῷ. λέγει οὖν ὁ Μεγαρικὸς ὅτι “ποῖα σκόροδα”; ἅτινα ὑμεῖς ἐπελθόντες τοῖς χωρίοις τῆς Μεγαρίδος καθαπερεὶ γήϊνοι μύες ἐκκόπτετε. ἀπὸ δὲ τῶν σκορόδων ἐσήμηνε καὶ τὰ ἄλλα πάντα. τούτων δὲ
5ἐμνήσθη ὡς μηδὲ τῶν οὕτως εὐτελῶν φειδομένων τῶν Ἀθηναίων. REΓ

sch ach

762b

Tr ὅκκ’] ὅτι. Lh

sch ach

762c

Tr τὼς] ὡς. Lh

sch ach

762d

Tr ἀρουραῖοι] ἀγρῶται. Lh

sch ach

762e

Tr ποῖα σκόροδα”; φησίν, ἅτινα ἐπερχόμενοι ὑμεῖς ἐν τοῖς χωρίοις τῆς Μεγαρίδος ἐκκόπτετε καθάπερ μύες ἐκ γῆς ἀναφυόμενοι. ἀπὸ δὲ τῶν σκορόδων ἐδήλωσε καὶ τὰ ἄλλα πάντα. οὕτω γὰρ αὐτοῖς οἱ Ἀθηναῖοι ἐπέπεσον
ὡς μηδὲ τῶν οὕτως εὐτελῶν φείσασθαι. Lh

sch ach

763a

vet πάσσακι: ὑποκοριστικῶς, τῷ πασσάλῳ. “ἀγλῖθας δὲ τὰς κεφαλὰς τῶν σκορόδων. φησὶν οὖν ὅτι ὥσπερ ἀρουραῖοι μύες ὀρύσσετε τῷ πασσάλῳ τὰς ἀγλῖθας. REΓ

sch ach

763b

Tr πάσσακι] πασσάλῳ, ὑποκοριστικῶς. Lh

sch ach

763c

Tr ἀγλῖθας] τὰς κεφαλὰς τῶν σκορόδων. Lh

sch ach

764

vet Tr χοίρους ἐγώνγα μυστικάς: διὰ τὸ ἐν τοῖς μυστηρίοις τῆς Δήμη‐ τρος θύεσθαι χοίρους. REΓ3Lh

sch ach

766a

vet Tr ἄντεινον αἰ λῇς: ἀνάτεινον εἰ βούλει καὶ κρεμάσας ἐπίσκεψαι πόσου βάρους εἰσίν. REΓLh

sch ach

766b

Tr εἰώθασιν οἱ τὰς ὄρνις ὠνούμενοι ἀνατείνειν ταύτας καὶ τὸ βάρος αὐτῶν σκοπεῖν καὶ οὕτω καταλαμβάνειν εἶναι παχείας. ἀπὸ τούτων οὖν καὶ ἐπὶ τῶν χοίρων τοῦτο ποιῆσαι παρακελεύεται. Lh

sch ach

767a

vet τουτὶ τί ἦν τὸ πρᾶγμα;: ὁ Ἀττικὸς κρεμάσας τὴν παῖδα ὁρᾷ τὸ αἰδοῖον αὐτῆς καὶ ἐρωτᾷ περὶ αὐτοῦ ὅ τι ποτέ ἐστιν. οὐ γὰρ ἦν ὅμοιον τῷ αἰδοίῳ τοῦ χοίρου. REΓ

sch ach

767b

Tr τουτὶ κτλ.] ἰδὼν τὸ μόριον τῆς παιδὸς τοῦτο λέγει. Lh

sch ach

767c

Tr χοῖρος] τὸ γυναικεῖον μόριον χοῖρον καλοῦσιν Ἕλληνες. Lh

sch ach

769a

vet ἦ οὐ χοῖρός ἐσθ’ ἅδε;: τὸ αἰδοῖον δείκνυσι τῆς παιδός. REΓ

sch ach

769b

Tr ἦ οὐ] συνίζησις. Lh

sch ach

770a

vet θᾶσθε τοῦδε τὰς ἀπιστίας: ὁ Μεγαρεὺς πρὸς τοὺς θεατάς· θεᾶσθε, φησί, τοῦ Δικαιοπόλιδος τὰς ἀπιστίας. REΓ

sch ach

770b

Tr τοῦδε] τοῦ Δικαιοπόλιδος. Lh

sch ach

771a

vet οὔ φατι: οὐ λέγει. “χοῖρον δὲ τὸ αἰδοῖον τῆς γυναικός. REΓΓ3

sch ach

771b

vet Tr ἦμεν] εἶναι. RLh

sch ach

771c

Tr χοῖρον] τὸ μόριον δείκνυσι τῆς παιδός. Lh

sch ach

772a

vet ἀλλὰ μὰν 〈αἰ λῇς〉: ἀλλὰ μὴν ἐὰν θέλῃς. τὸ δὲ “περιδοῦ μοικαὶ Ὅμηρος
“δεῦρό νυν 〈ἢ〉 τρίποδος περιδώμεθα”. Γ

sch ach

772b

vet περὶ θυμιτιδᾶν ἁλῶν: εἰ βούλει, φησί, ποιησώμεθα συνθήκας περὶ θυμιτίδων ἁλῶν, οἷον μετὰ θύμου τετριμμένων. καὶ ἑτέρωθι
ἅλας θυμίτας δοὺς ἐμοὶ καὶ κρόμμυα”. REΓ

sch ach

772c

Tr αἰ λῇς] εἰ θέλεις. Lh

sch ach

772d

Tr περίδου] συνθήκας ποίησον. Lh

sch ach

772e

Tr θυμιτιδᾶν] μετὰ θύμου τετριμμένων· ἑτέρωθι δέ φησι
ἅλας θυμοίτας δοὺς ἐμοὶ καὶ κρόμμυα”. Lh

sch ach

772f

Tr τὸ “περιδο καὶ παρ’ Ὁμήρῳ εὕρηται κείμενον,
“δεῦρό νυν ἢ τρίποδος περιδώμεθ’”. μέμνηται δὲ τούτου οὗτος καὶ ἐν Νεφέλαις·
“περιδοῦ νῦν ἐμοί,
5εἰ μὴ τετράμετρόν ἐστιν ἡμιεκτέον”. Lh

sch ach

773

vet αἰ μή ’στιν οὗτος χοῖρος: τοῦτό φησιν ἐπεὶ καὶ τὸ γυναικεῖον αἰδοῖον χοῖρον ἐκάλουν οἱ Ἕλληνες. διὰ τοῦτο γοῦν ὁ Ἀττικὸς ἐπιφέρει “ἀλλ’ ἔστιν ἀνθρώπου”. REΓ

sch ach

774a

vet ναὶ τὸν Διοκλέα: Διοκλῆς τις ἥρως ἐτιμᾶτο παρὰ Μεγαρεῦσιν, ᾧ καὶ ἀγῶνα τελοῦσι τὰ Διόκλεια. οὗ καὶ Θεόκριτος μέμνηται·
“Νισαῖοι Μεγαρῆες ἀριστεύοντες ἐρετμοῖς,
ὄλβιοι οἰκείοιτε, τὸν Ἀττικὸν ὡς περίαλλα
5
ξεῖνον ἐτιμήσασθε, Διοκλέα τὸν φιλόπαιδα”. ὃν δὲ ἐπὶ τῷ Διοκλεῖ ἔθηκεν ἀγῶνα Ἀλκάθους ὁ Πέλοπος, ἐπιτελοῦσιν οἱ Μεγαρεῖς. REΓ3

sch ach

774b

Tr Διοκλέα] οὗτος ὡς ἥρως ἐτιμᾶτο παρὰ Μεγαρεῦσιν. Lh

sch ach

774c

Tr ἱστορία περὶ Διοκλέους τοῦ φιλόπαιδος. Διοκλῆς ὑπὲρ τοῦ ἐρωμένου
αὐτῷ παιδὸς ἑαυτὸν δοὺς εἰς θάνατον ἐτιμᾶτο παρὰ Μεγαρεῦσι κατ’ ἔτος. Ἀλκάθους γὰρ ὁ Πέλοπος φιλημάτων ἀγῶνα τῷ Διοκλεῖ συνεστήσατο, ὃν καὶ ἐπετέλουν οἱ Μεγαρεῖς. μέμνηται τούτου καὶ Θεόκριτος λέγων
5“Νησαῖοι Μεγαρῆες ἀριστεύοντες ἐρετμοῖς, ὄλβιοι οἰκοίητε, τὸν Ἀττικὸν ὡς περὶ ἄλλων ξεῖνον ἐτιμήσασθε, Διοκλέα τὸν φιλόπαιδα”. Lh

sch ach

775

Tr εἴμεναι] εἶναι. Lh

sch ach

776

vet ἦ λῇς ἀκοῦσαι φθεγγομένας;] ἆρα θέλεις ἀκοῦσαι λαλουσῶν; REΓ3

sch ach

777

vet φώνει] φθέγξαι. REΓ3

sch ach

778

vet Tr οὐ χρῆσθα σιγᾶς: λεληθότως πρὸς τὰ χοιρίδια λέγει “οὐ χρῆσθα σιγᾶς”. REΓ3Lh

sch ach

779a

vet πάλιν τύγ’ ἀποισ: ἐὰν σιωπήσητε, ἀποφέρω πάλιν ὑμᾶς οἴκαδε λιμωξούσας. REΓ3

sch ach

779b

Tr ἀποισῶ] κομίσω λιμώξοντα. Lh

sch ach

780a

vet Tr κοῒ κοΐ] αἱ παῖδες μιμοῦνται τὴν τῶν χοίρων φωνὴν “κοῒ κολέγουσαι. REΓ3Lh

sch ach

780b

vet κοῒ κοΐ] εἴσθεσις εἰς δισύλλαβα. Γ

sch ach

780c

Tr κοῒ κοΐ] ἰαμβικὸν μονόμετρον ἀκατάληκτον. Lh

sch ach

781

vet Tr νῦν δὲ χοῖρος φαίνεται: νῦν σαφῶς σημαίνει ὅτι χοῖρος τὸ γυναι‐ κεῖον αἰδοῖον λέγεται. REΓ3Lh

sch ach

782

Tr κύσθος] καὶ τοῦτο τὸ γυναικεῖον μόριον σημαίνει. Lh

sch ach

783a

vet ποττὰν ματέρ’] πρὸς τὸ τῆς μητρὸς αἰδοῖον. REΓ3

sch ach

783b

Tr ποττὰν] πρὸς. Lh

sch ach

784a

vet Tr ἀλλ’ οὐδὲ κτλ.] διὰ τὸ εἶναι αὐτὴν γυναῖκα τοῦτο ἔφη. RELh

sch ach

784b

vet σά μάν: ναὶ δή. R

sch ach

785a

vet κέρκον οὐκ ἔχει: τὰ γὰρ κόλουρα ἐν ταῖς ἱερουργίαις οὐ θύεται, καὶ καθόλου ὅπερ ἂν μὴ ᾖ τέλεον καὶ ὑγιὲς οὐ θύεται τοῖς θεοῖς. REΓ3
1Tr ὅτι τὰ κόλουρα τῶν ζῴων ἐν ταῖς ἱερουργίαις οὐ θύεται, οὔτε ἄλλο τι τὸ μὴ τελείως ὁλόκληρον καὶ ὑγιές. Lh

sch ach

786a

vet νέα γάρ ἐστι: τὸ νέα ἀντὶ τοῦ ἡβῶσα, ἣ αὐξομένη ἕξει παχεῖαν καὶ μεγάλην οὐράν· τοὺς γὰρ μείζονας λοιπὸν χοίρους δέλφακας ἐκάλουν. ἅμα δὲ καὶ ὡς ἐπὶ κόρης παίζει, ὅτι ἕξει μεγάλην οὐράν, τὴν τοῦ ἀνδρὸς πόσθην. αἰνίττεται δὲ εἰς τὸ κακέμφατον. REΓ3

sch ach

786b

Tr νέα] ἤγουν ἡβῶσα καὶ αὐξάνουσα. Lh

sch ach

786c

Tr δελφακουμένα] ἀνατρεφομένη ὡς δέλφαξ. Lh

sch ach

787

Tr μεγάλαν κτλ.] ἤγουν τὴν τοῦ ἀνδρὸς πόσθην. παίζει δέ. Lh

sch ach

788a

vet Tr αἰ τράφεν λῇς] εἰ τρέφειν θέλεις χοίρους. REΓ3Lh

sch ach

788b

Tr ἅδε τοι] τὴν ἑτέραν ἀδελφὴν δεικνύει. Lh

sch ach

789

vet Tr ὡς ξυγγενὴς ὁ κύσθος: τῇ ἑτέρᾳ κόρῃ, φησί, ὅμοιός ἐστι διὰ τὸ ἀδελφὰς εἶναι αὐτάς. REΓLh

sch ach

790

vet Tr κἠκ τωὐτοῦ] ἐκ τοῦ αὐτοῦ. REΓ3Lh

sch ach

791a

vet Tr κἀναχνοιανθ: ἀντὶ τοῦ δασυνθῇ. χνοῦς γὰρ ἡ πρώτη θρὶξ καὶ λεπτή. τουτέστιν ἐὰν ἀκμάσῃ καὶ ἡβήσῃ. REΓLh

sch ach

791b

Tr ἀμπαχυνθῇ] αὐξήσῃ. Lh

sch ach

792a

vet κάλλιστός ἐστι χοῖρος: κοινὴ 〈ἡ〉 ἔννοια ἐπί τε τοῦ χοίρου τοῦ ζῴου καὶ ἐπὶ τοῦ αἰδοίου τῆς κόρης. πάνυ δὲ μετὰ χάριτος ἔφη, ἅμα μὲν πρὸς θυσίαν, ἅμα δὲ καὶ πρὸς τὴν συνουσίαν. τυθῆναι δὲ αὐτὴν λέγει τῇ Ἀφροδίτῃ τὸ φθαρῆναι αὐτήν. REΓ

sch ach

792b

Tr θύειν] τυθῆναι λέγει αὐτὴν τῇ Ἀφροδίτῃ τὸ συνευνηθῆναι ἀνδρὶ καὶ
φθαρῆναι. Lh

sch ach

792c

Tr κοινὴ ἡ ἔννοια ἐπί τε τοῦ χοίρου τοῦ ζῴου καὶ ἐπὶ τοῦ αἰδοίου τῆς κόρης. πάνυ δὲ μετὰ χάριτος ἔφη, τυθῆναι λέγων αὐτὸν τῇ Ἀφροδίτῃ, τοῦτο μὲν τὴν σφαγὴν δηλῶν τοῦ ζῴου, τοῦτο δὲ τὴν ἐκ συνουσίας φθορὰν τῆς κόρης. Lh

sch ach

793a

vet Tr ἀλλ’ οὐχὶ χοῖρος: πολλοὶ τῶν Ἑλλήνων οὐ θύουσι χοίρους τῇ Ἀφροδίτῃ ὡς βδελυττομένην διὰ τὸν Ἄδωνιν αὐτούς. EΓLh

sch ach

793b

Tr ἀλλ’ οὐχὶ χοῖρος] τοῦτο διὰ τὸ ζῷον. Lh

sch ach

794

vet Tr μόνᾳ γε δαιμόνων: αὐτῇ μόνῃ μάλιστα ὁ χοῖρος θύεται, ὡς πρὸς τὸ αἰδοῖον. REΓLh

sch ach

796a

vet Tr τὸν ὀδελόν: Βοιωτοὶ τὸν ὀβελὸν ὀδελὸν λέγουσιν. REΓLh

sch ach

796b

Tr τὸν ὀδελόν] λέγει δὲ τὸ τοῦ ἀνδρὸς μόριον παίζων. Lh

sch ach

798a

vet Tr τὸν Ποτείδα] ἀντὶ τοῦ τὸν Ποσειδῶ. EΓ3Lh

sch ach

798b

vet Tr τῶ] τοῦ, Δωρικῶς. EΓ3Lh

sch ach

799

vet Tr πάνθ’ ἃ δίδως: ἅτινα ἂν παραβάλῃς αὐταῖς ἐσθίουσιν. RELh

sch ach

800

vet Tr ἐρώτη] τὸ “ἐρώτη ἀντὶ τοῦ ἐρώτησον. REΓ3Lh

sch ach

801

vet Tr τρώγοις ἂν ἐρεβίνθους;: ἔπαιξε πρὸς τὸ αἰδοῖον τοῦ ἀνδρός, ἐπεὶ καὶ ἐρέβινθον αὐτὸ καλοῦσιν. REΓLh

sch ach

802a

vet Tr (i) Φιβάλεως ἰσχάδας: τόπος Μεγαρίδος, ἄλλοι δὲ Ἀττικῆς. ἀμφιβάλλεται. EΓLh
vet (ii) ἄλλως: γένος συκῆς ἡ φίβαλις ἐπιτήδειον εἰς ξηρασίαν ἰσχάδων. ἐπεὶ δὲ ἀπὸ τοῦ ἰσχναίνεσθαι ἰσχὰς καλεῖται, καὶ τοὺς ἰσχνοὺς τῶν ἀνθρώπων
5φιβάλεις καλοῦσιν. ὁ δὲ τόνος φιβάλεως προπαροξυτόνως ὡς κορώνεως,
πελέκεως. REΓ

sch ach

802b

Tr ἔστιν, ὥς φασι, καὶ γένος συκῆς οὕτω καλούμενον φιβάλης, ἐπιτή‐ δειον εἰς ξηρασίαν ἰσχάδων, ὅθεν καὶ τοὺς ἰσχνοὺς τῶν ἀνθρώπων φιβάλεις ἐκάλουν. Lh

sch ach

806a

vet τρώξονται] τρώγουσι. REΓ3

sch ach

806b

Tr τρώξονται] φάγωσι. Lh

sch ach

806c

vet Tr βαβαί] θαυμαστικόν. REΓ3Lh

sch ach

807a

vet (i) οἷον ῥοθιάζους’: ἀθρόως καὶ μετὰ κτύπου φωνῆς ὁρμῶσι καὶ ἐσθίουσι. θαυμαστικῶς δὲ τὸ οἷον. REΓ (ii) ἄλλως: μετὰ ῥόθου καὶ ψόφου ἐσθίουσιν. EΓ

sch ach

807b

Tr ῥοθιάζους’] μετὰ ἤχου ἐσθίουσιν. Lh

sch ach

808

vet Tr Τραγασαῖα] ἀπὸ τοῦ τρώγειν ἔπαιξεν, ἅμα δὲ καὶ ὡς ἀπὸ πόλεως. REΓΓ3Lh

sch ach

809

vet Tr κατέτραγον] κατέφαγον. EΓ3Lh

sch ach

810a

vet ἐγὼ γὰρ αὐτῶν τάνδε μίαν ἀνειλόμαν: τῶν ἰσχάδων δηλονότι μίαν ἔλαβον. REΓ

sch ach

810b

Tr ἀνειλόμαν] ἔλαβον. Lh

sch ach

811a

vet ἀστείω γε τὼ βοσκήματε: ἀνθηρὰ καὶ καλὰ τὰ βοσκήματα. ἐπὶ χοίρων δὲ κεῖται τὸ βόσκημα. Ξενοφῶν δὲ ἐν ζʹ τῆς Παιδείας καὶ ἐπὶ ἵππων τέθεικε τὴν λέξιν. EΓ

sch ach

811b

vet Tr ἀστείω] ἀνθηρὰ καὶ καλὰ τὰ βοσκήματα. RLh

sch ach

811c

Tr κυρίως ἐπὶ χοίρων λέγεται τὸ βόσκημα, καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν ἄλλων ζῴων. Lh

sch ach

813a

vet Tr σκορόδων τροπαλλίδος: διαβάλλει τοὺς Μεγαρέας ὅτι εἰς τοσοῦ‐
τον ἦλθον πενίας ὡς καὶ τὰ τέκνα πωλεῖν δεσμοῦ σκορόδων καὶ χοίνικος ἁλῶν. τροπαλλὶς δὲ ἡ δέσμη τῶν σκορόδων. ἀστείως δὲ ὁ Μεγαρεὺς ἅμα καὶ περιπαθῶς ταῦτα ζητεῖ παρὰ τοῦ Δικαιοπόλιδος ἃ πρότερον οἱ Μεγαρεῖς
5ἄλλοις παρεῖχον. REΓLh

sch ach

813b

Tr τροπαλλίδος] ἀποδέσμου. Lh

sch ach

814

Tr χοίνικος] εἶδος μέτρου. Lh

sch ach

815

vet σοι] τό “σοι παρέλκεται. REΓ3

sch ach

816a

vet Ἑρμ’ ἐμπολαῖε: τὸ πλῆρες Ἑρμᾶ. λείπει δὲ τὸ γένοιτο. “ἐμπο‐ λαῖε δέ, ἐμπορικέ, πραγματευτικέ. ὁ Μεγαρικὸς δὲ πάνυ καλῶς ἐμφαίνει τὸν πολὺν λιμόν· ὡς εὐτυχῶς γὰρ πωλήσας τὴν θυγατέρα αὐτοῦ καὶ καλῶς εὔχεται πάλιν οὕτως ἀποδόσθαι καὶ τὴν μητέρα αὐτοῦ. ἐμφαίνει δὲ τὸν μέγαν
5λιμόν. EΓ3

sch ach

816b

vet ἐμπορικέ, πραγματευτικέ. τὸ πλῆρες δὲ Ἑρμᾶ. R

sch ach

816c

Tr Ἑρμ’ ἐμπολαῖε] Ἑρμῆ ἐμπορικέ. Lh

sch ach

816d

Tr ὡς εὐτυχῶς πωλήσας τὰς ἑαυτοῦ θυγατέρας εὔχεται τῷ ἐμπολαίῳ Ἑρμῇ ὁμοίως καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὴν μητέρα ἀποδόσθαι. ἐμφαίνει δὲ καὶ διὰ τούτου τὸν πολὺν λιμόν. Lh

sch ach

817

Tr ἀποδόσθαι] πρᾶξαι δὸς ἢ θέλησον, Ἀττικῶς. Lh

sch ach

818

vet ὤνθρωπε] συκοφάντης πρὸς τὸν Μεγαρέα. REΓ3

sch ach

819

vet Tr ἐγὼ φαν: ἀποδείξω. ἔστι δὲ καὶ φάσις ὄνομα δίκης οὕτω καλου‐ μένης. REΓLh

sch ach

821

vet Tr ὅθενπερ ἀρχ: ἐκ τοῦ συκοφαντεῖν δηλονότι. REΓ3Lh

sch ach

822a

vet κλάων μεγαριεῖς: ἐπειδὴ τῇ Μεγαρέων ἐχρῆτο φωνῇ, ἀντὶ τοῦ λιμώξεις. ἢ εἰς Μέγαρα ἀπελεύσῃ. ἢ τὰ Μεγαρέων φρονήσεις. ἢ τῇ Μεγαρέων διαλέκτῳ χρήσῃ. REΓ

sch ach

822b

vet σάκον: σάκος νῦν δι’ ἑνὸς κ· ἀνωτέρω δὲ διὰ δύο. REΓ

sch ach

822c

Tr μεγαριεῖς] τῇ Μεγαρέων χρήσει διαλέκτῳ ἢ λιμώξεις ὡς οἱ Μεγα‐ ρεῖς. Lh

sch ach

822d

Tr σάκον] δι’ ἑνὸς κ διὰ τὸ μέτρον. ἐν ἑτέρῳ δὲ διὰ δύο. Lh

sch ach

823a

vet φαντάζομαι: ἀντὶ τοῦ συκοφαντοῦμαι. καλεῖ δὲ τὸν Δικαιόπολιν πρὸς τὸ συμμαχῆσαι αὐτῷ. REΓ3

sch ach

823b

Tr φαντάζομαι] συκοφαντοῦμαι. Lh

sch ach

824

vet Tr ὁ φαίνων] ὁ συκοφαντῶν. EΓ3Lh

sch ach

826a

vet Tr φαίνεις] πρὸς τὴν ὁμωνυμίαν τοῦ “φαίνεις παίζει, ὅτι καὶ ἐπὶ λύχνου τὸ φαίνειν καὶ ἐπὶ τοῦ κατηγορεῖν λέγεται. REΓ3Lh

sch ach

826b

Tr θρυαλλίδος] ἤγουν λύχνου ἀπὸ μέρους. Lh

sch ach

827

vet Tr τοὺς πολεμίους] τούτους, τοὺς περὶ τὸν Μεγαρικόν. REΓ3Lh

sch ach

828

vet εἰ μὴ ’τέρωσε: εἰ μὴ ἀλλαχοῦ ἀπελθὼν ἑτέρους συκοφαντήσεις. REΓ3

sch ach

829

vet Tr οἷον τὸ κακόν: τὸ τῶν συκοφαντῶν. διαβάλλει οὖν τοὺς Ἀθηναίους ὡς πολλοὺς συκοφάντας ἔχοντας. REΓ3Lh

sch ach

830

Tr Μεγαρίκ’] Μεγαρικέ. Lh

sch ach

832

vet ἀλλὰ μὴν οὐκ ἐπιχώριον: τὸ χαίρειν, διὰ τὰ κατέχοντα ἡμᾶς κακά. REΓ3

sch ach

833a

vet πολυπραγμοσύνης: ὅτι προπετῶς ἐφθεγξάμην τὸ χαίρειν, εἰς κεφαλήν μου τραπείη. λείπει δὲ τὸ ἕνεκα, ἵν’ ᾖ ἕνεκα τῆς πολυπραγμοσύνης. ὁ δὲ λόγος, ἀλλὰ τὸ χαίρειν ἔλθοι εἰς τὴν κεφαλήν μου, ὅτι πολυπραγμονῶ εἰπών σοι χαίρειν. οὕτως δὲ ἔλεγον οἱ Ἀθηναῖοι εἰ κακηγοροῦντο 〈ὑπό〉 τινος,
5εἰς κεφαλήν 〈σου〉 τρέποιτο, τοῦτο δὴ ἐπὶ κακῶν λέγοντες. ἐπειδὴ ὁ Μεγαρεὺς λέγει οὐκ εἶναι αὐτοῖς ἐπιχώριον τὸ χαίρειν, φησὶν ὁ Ἀττικός, διὰ τὴν πολυ‐ πραγμοσύνην εἰς τὴν ἐμὴν κεφαλὴν τρέποιτο τὸ χαίρειν, ἀντὶ τοῦ, ὅτι πολυ‐ πράγμων εἰμί, εἰπών σοι μὴ βουλομένῳ τὸ χαίρειν, γένοιτο τοῦτο εἰς τὴν ἐμὴν κεφαλὴν τραπῆναι. ἀστείως δὲ πάνυ. REΓ

sch ach

833b

Tr πολυπραγμοσύνης] ἕνεκα. Lh

sch ach

833c

Tr ὅτι, φησί, πολυπράγμων εἰμί, εἰπών σοι μὴ βουλομένῳ χαίρειν, γένοιτο τοῦτο εἰς τὴν ἐμὴν κεφαλὴν τραπῆναι. ἀστείως δὲ πάνυ τοῦτο εἶπεν. οὕτω δὲ ἔλεγον Ἀττικοὶ καὶ ἐπὶ κακῶν καὶ ἐπὶ ἀγαθῶν, εἰς κεφαλὴν τρέποιτο σήν. Lh

sch ach

834

vet Tr ἄνις τῶ] χωρὶς τοῦ. EΓ3Lh

sch ach

835

vet Tr παίειν ἐφ’ ἁλὶ τὴν μᾶζαν: ἐσθίειν μετὰ ἁλῶν τὸν ἄρτον, διὰ τὸ ἀπορεῖν προσφαγίου. EΓ3Lh

sch ach

836

vet (ad vv. 836—59) εὐδαιμονεῖ γ’ ἅνθρωπος: 〈κορωνίς·〉 ἐξελθόντων τῶν ὑποκριτῶν καὶ μένοντος τοῦ χοροῦ μονοστροφικὴ περιόδων ἑξακώλων τετράς· ὧν ἡγοῦνται στίχοι ἰαμβικοὶ τετράμετροι καταληκτικοὶ δύο ἐν ἐκθέσει, καὶ 〈ἐν〉 εἰσθέσει κῶλα δʹ, ἰαμβικὰ δίμετρα ἀκατάληκτα γʹ καὶ ἓν Ἰωνικὸν
5ἀπὸ μείζονος ἡμιόλιον. EΓ3

sch ach

837

vet καρπώσεται] μόνος τοὺς κάρπους ἐξοίσεται. EΓ

sch ach

838a

vet ἐν τἀγορᾷ καθήμενος: ἔν τισιν εὑρέθη† ἐν τἀγορᾷ καθήμενος. EΓ

sch ach

838b

Tr τἀγορᾷ] συνίζησις. Lh

sch ach

839

vet Tr Κτησίας] οὗτος ὁ Κτησίας ὡς συκοφάντης διαβάλλεται. REΓ3Lh

sch ach

842a

vet Tr (i) ὑποψωνῶν σε: παρακλέπτων ἐπὶ ὀψωνίᾳ, κακουργῶν βλάψει, διότι αὐτὸς μόνος συναλλάττει τὰς ἀγοράς. REΓLh
vet (ii) ἄλλως: προστιθεὶς τῇ ὀψωνίᾳ· εἰσὶ γὰρ πολλοὶ διὰ μικρᾶς προσθήκης ὠνούμενοι. EΓ

sch ach

842b

vet Tr πημανεῖται] βλάψει, λυπήσει, ὦ Δικαιόπολι. EΓ3Lh

sch ach

843a

vet ἐξομόρξεται: ἐναποψήσεται, ἐναπομάξει. ὡς καταπύγων δὲ κωμῳ‐
δεῖται ὁ Πρέπις. ἀντὶ τοῦ οὐκ ἀνέξει τῆς κιναιδίας Πρέπιδος. REΓ

sch ach

843b

vet Tr τὴν εὐρυπρωκτίαν] τὴν μαλακίαν. REΓ3Lh

sch ach

843c

Tr ἐξομόρξεται] ἀποψήσεται, ἀπομάξει. Lh

sch ach

843d

Tr Πρέπις ὡς καταπύγων κωμῳδεῖται. φησὶ δὲ ὅτι οὐκ ἀνέξει τῆς κιναιδίας καὶ μαλακίας Πρέπιδος. Lh

sch ach

844

vet Tr οὐδ’ ὠστιεῖ Κλεωνύμ: ὠθήσεις, φιλονεικήσεις. ἀντὶ τοῦ οὐδὲ πιεσθήσῃ ὑπὸ Κλεωνύμου ἀναγκάζοντός σε ἐκκλίνειν. οὗτος δὲ ὁ Κλεώνυμος ὡς ἀδήφαγος καὶ ῥίψασπις κωμῳδεῖται. REΓLh

sch ach

845a

vet φανήν] λαμπράν. REΓ3

sch ach

845b

vet Tr δίει] διελεύσει. REΓ3Lh

sch ach

846

vet Tr Ὑπέρβολος: τοῦτον ὡς φιλόδικον διαβάλλει συνεχῶς Ἀριστοφάνης· ἦν δὲ στρατηγὸς Ἀθηναίων. REΓLh

sch ach

849a

vet Tr Κρατῖνος: οὗτος μελῶν ποιητής. κωμῳδεῖται δὲ ἐπὶ μοιχείᾳ καὶ ὡς ἀσέμνως κειρόμενος. μοιχὸς δὲ εἶδος καὶ ὄνομα κουρᾶς ἀπρεποῦς καὶ κιναιδώδους. REΓLh

sch ach

849b

Tr Κρατῖνος] οὗτος μελῶν ποιητής. Lh

sch ach

849c

Tr ἀεὶ] συνίζησις. Lh

sch ach

849d

Tr μοιχὸν] ὄνομα κουρᾶς. Lh

sch ach

849e

vet μι” δὲ μαχαίρ εἶπεν ὃ καλοῦμεν ἡμεῖς ξυράφιον. R

sch ach

850a

vet Tr οὐδ’ ὁ περιπόνηρος: ὡσεὶ ἔλεγεν ὁ περιφόρητος Ἀρτέμων, ἀπὸ τῆς παροιμίας ἧς μέμνηται καὶ Ἀνακρέων ταχθείσης ἐπὶ καλοῦ καὶ ἁρπαζο‐ μένου πρὸς πάντων παιδός. παρ’ ὑπόνοιαν δὲ ἔφη τὸ “Ἀρτέμων”· οὐ γὰρ
τοῦτον ἀλλὰ τὸν Κρατῖνον βούλεται δηλῶσαι. συνεχρόνισε δὲ τῷ δικαίῳ
5Ἀριστείδῃ οὗτος ὁ Ἀρτέμων, ὃς ἦν ἄριστος μηχανητής. διὰ δὲ τὸ χωλὸν αὐτὸν εἶναι, ὅπου ἂν κατειλήφει πόλεμος καὶ χρεία μηχανῆς ἦν ἐπὶ τὸ τεῖχος καταβληθῆναι ἤ τι τοιοῦτον, μετεπέμποντο αὐτὸν φερόμενον. ἀπὸ τούτου οὖν ἡ παροιμία. καὶ πάντες οἱ σοφοὶ περιφόρητοι καλοῦνται. REΓLh

sch ach

850b

Tr ὁ περιπόνηρος] ὁ περιφόρητος ὤφειλεν εἰπεῖν. Lh

sch ach

851a

vet ὁ ταχὺς ἄγαν τὴν μουσικήν: ὡς ἐπὶ τροχοῦ ποιοῦντος αὐτοῦ ποιήματα. ἦν δὲ καὶ μελοποιός. REΓ

sch ach

851b

Tr ὁ ταχὺς ἄγαν τὴν μουσικήν] μελοποιὸς καὶ μηχανικὸς γὰρ ἦν καὶ ποιῶν ἐπὶ τροχοῦ μηχανήματα. Lh

sch ach

852

vet Tr ὄζων κακόν] ὡς δυσώδη διαβάλλει. REΓ3Lh

sch ach

853

vet Tr Τραγασαίου] διὰ τὴν τῶν τράγων δυσωδίαν. REΓ3Lh

sch ach

854

vet οὗτος ὁ Παύσων ζωγράφος πένης σκωπτολόγος. R

sch ach

855a

vet Tr Λυσίστρατος: ἐπὶ μαλακίᾳ διεβάλλετο. ἐν ἐνίοις δὲ καὶ πένης ὁ αὐτὸς καὶ κυβευτής. ἐκαλεῖτο δὲ καὶ χηναλώπηξ. REΓLh

sch ach

855b

vet Tr Χολαργέων: δῆμος τῆς Ἀττικῆς οἱ Χολαργεῖς, τῆς Ἀκαμαντίδος φυλῆς. REΓLh

sch ach

855c

Tr Λυσίστρατος] ἐπὶ μαλακίᾳ διαβάλλεται. Lh

sch ach

855d

Tr τἀγορᾷ] συνίζησις. Lh

sch ach

856a

vet ὁ περιαλουργός: ὁ κακοῖς βεβαμμένος, ἢ ὁ βαθὺς τοῖς κακοῖς. μετενήνεκται δὲ ἡ λέξις ἀπὸ τῆς βαφῆς τῆς πορφυρᾶς, τῆς θαλασσοβαφοῦς, ὅτι ἐκ βάθους τὸ ὄστρεον εὑρίσκεται. ἁλουργὶς δὲ ἐσθὴς ἡ πορφυρᾶ. REΓ

sch ach

856b

Tr ὁ περιαλουργός] ὁ κακοῖς βεβαμμένος. Lh

sch ach

856c

Tr περιαλουργὸς δὲ ἤτοι κακοῖς βεβαμμένος ἢ ὁ βαθὺς τοῖς κακοῖς. μετενήνεκται δὲ ἡ λέξις ἀπὸ τῆς βαφῆς τῆς πορφυρᾶς· ἐν γὰρ τῷ βάθει τῆς θαλάσσης τὸ ὄστρεον εὑρίσκεται ἐξ οὗ ἡ ἁλουργὶς ἤτοι ἡ πορφυρᾶ. Lh

sch ach

858a

vet πλεῖν ἢ κτλ.] ἀντὶ τοῦ τριάκοντα ἡμέρας· ὁ γὰρ μὴν τριάκοντα ἡμέραις πληροῦται. REG3

sch ach

858b

Tr πλεῖν ἢ κτλ.] ἐπεὶ ὁ μὴν διὰ τριάκοντα ἡμερῶν πληροῦται. Lh

sch ach

860a

vet (i) ἔκαμόν γα τὰν τύλαν: κορωνίς· εἰσίασι γὰρ οἱ ὑποκριταί, καὶ εἰσὶν ἴαμβοι ξεʹ. EΓ3 (ii) ἄλλως: ἔρχεταί τις ἀνὴρ Θηβαῖος καμὼν τὸν ὦμον ἐν τῷ βαστάζειν τὸ φορτίον ὃ ἔφερε, καί φησιν, ἔκαμον τὸν ὦμον βαστάζων, ἴστω Ἡρακλῆς.
5τύλον δὲ ἀρσενικῶς καὶ τύλαν θηλυκῶς ἔλεγον τοῦ ὤμου τὸ τετυλωμένον καὶ πεπιλημένον καὶ τετριμμένον ἐκ τῆς σαρκός, ὁποῖον πολλάκις ἐπὶ τοῦ ὤμου γίνεται τοῖς ἀχθοφόροις ἐκ τοῦ βαστάζειν τι συνεχῶς. καὶ Τηλεκλείδης τρα‐ χήλου τύλαν εἶπεν. REΓ3

sch ach

860b

Tr ἴττω Ἡρακλεῖς] συνίζησις. Lh

sch ach

860c

Tr τὰν τύλαν] τὸν ὦμον. Lh

sch ach

860d

Tr ἔρχεταί τις ἀνὴρ Θηβαῖος καμὼν τὸν ὦμον ἐκ τοῦ φορτίου ὃ ἔφερε, καὶ ἐπικαλεῖται τὸν Ἡρακλέα ὡς ἀχθοφόρον ἢ ὡς θεὸν ἐγχώριον. Θηβαῖος γὰρ ἦν καὶ αὐτός. τύλον δὲ ἀρσενικῶς καὶ τύλαν θηλυκῶς ἔλεγον τὸν ὦμον τὸν τετυλωμένον καὶ πεπιεσμένον, ὁποῖον πολλάκις γίνεται ἐπὶ τοῖς ἀχθοφοροῦσι
5συνεχῶς. Lh

sch ach

861

Tr τὰν γλάχωνα] τὸ ὀρίγανον. Lh

sch ach

862a

vet αὐληταὶ πάρα: ἀντὶ τοῦ πάρεστε. ἐσπούδαζον γὰρ οἱ Θηβαῖοι περὶ τὸν αὐλόν. REΓ3

sch ach

862b

Tr πάρα] πάρεστε. Lh

sch ach

863

vet Tr τοῖς ὀστίνοις φυσῆτε: λείπει τὸ αὐλοῖς. “ὀστίνοις δὲ ἔφη,
ἐπεὶ τὸ παλαιὸν ἀπὸ τῶν ἐλαφείων ὀστῶν κατεσκεύαζον τοὺς αὐλούς. τὸ δὲ “πρωκτὸν κυνὸς κομμάτιόν ἐστιν ἀπὸ παροιμίας ἣν τοῖς ὀφθαλμιῶσιν ἔλεγον, ἐς πρωκτὸν κυνὸς βλέπε. μέμνηται ἐν Ἐκκλησιαζούσαις
5“τούτῳ μὲν εἶπον ἐς πρωκτὸν κυνὸς βλέπειν”. REΓ3

sch ach

864

vet Tr οἱ σφῆκες: ἀπὸ τοῦ ἤχειν τοὺς αὐλητὰς ὡς οἱ σφῆκες. μετὰ τοῦ Θηβαίου δὲ αὐληταὶ πολλοὶ ἦλθον εἰς τὰς θύρας τοῦ Δικαιοπόλιδος. REΓ3Lh

sch ach

866a

vet Tr Χαιριδεῖς: τὰ τοῦ Χαίριδος πεπαιδευμένοι ἢ μελετῶντες. Χαῖρις δὲ αὐλητὴς Θηβαῖος ἄμουσος, οὗ μέμνηται ἐν ἀρχῇ τοῦ δράματος
ὅτε δὴ παρέκυψε Χαῖρις ἐπὶ τὸν ὄρθιον”. Ἀττικὴ δὲ ἡ συνήθεια τὸ οὕτω λέγειν ἀπὸ τοῦ Χαίριδος Χαιριδεῖς, καὶ ἀπὸ
5τοῦ περιστερᾶς περιστεριδεῖς. REΓLh

sch ach

866b

vet βομβαύλιοι: αὐληταί. τὸ δὲ βομβύλιος ἐν προσθέσει τοῦ α ἔφη “βομβαύλιος”, παίζων παρὰ τὸν αὐλόν. βομβύλιος δὲ εἶδος μελίσσης, καὶ εἴρηται παρὰ τὸ βομβεῖν. REΓ

sch ach

866c

Tr βομβαύλιοι] αὐληταὶ βομβοῦντες. Lh

sch ach

867a

vet νὴ τὸν Ἰόλαον: Ἰόλαος· ἥρως οὗτος τιμώμενος παρὰ Θηβαίοις. τὸ δὲ 〈ἑξῆσ〉· ὄπισθέν μου, φησίν, φυσῶντες τῷ πνεύματι αὐτῶν τὰ ἄνθη τῆς γλήχωνος ἀπέβαλον. ἐβάσταζε γὰρ φορτίον τῆς γλήχωνος. REΓ

sch ach

867b

vet ἐπιχαρίτως] ἀντὶ τοῦ κεχαριτωμένως. REΓ3

sch ach

867c

Tr Ἰόλαον] ἐτιμᾶτο παρὰ Θηβαίοις ὡς ἥρως. Lh

sch ach

867d

Tr ἐπιχαρίτως] κεχαρισμένως ἡμῖν ἀπόδοιντο. Lh

sch ach

869a

vet ἀπέκιξαν] ἀπετίναξαν. R

sch ach

869b

Tr γλάχωνος] ὀριγάνου. Lh

sch ach

869c

Tr ἀπέκιξαν] ἀπέβαλον· ἐβάσταζε γὰρ φορτίον τῆς γλήχωνος. Lh

sch ach

871a

vet ὀρταλίχων] εἶδος ὀρνέων. EΓ3

sch ach

871b

vet Tr τετραπτερυλλίδων: τῶν ἀκρίδων παρὰ τὸ δʹ ἔχειν πτερά. “ὀρτα‐ λίχων δέ, τινὲς τῶν ἀλεκτρυόνων, κατὰ τὴν τῶν Βοιωτῶν διάλεκτον. REΓLh

sch ach

872

vet Tr κολλικοφάγε] κόλλιξ εἶδος ἄρτου περιφεροῦς. REΓ3Lh

sch ach

874a

vet Tr ὀρίγανον] θηλυκῶς Ἀττικοὶ τὴν ὀρίγανον. EΓ3Lh

sch ach

874b

vet γλαχ: ἡ γληχώ, τῆς γληχῶ. Ἀττικοὶ δὲ βληχώ φασιν. EΓ

sch ach

874c

Tr γλαχώ] βληχώ φασιν Ἀττικοί. Lh

sch ach

875

vet Tr φαλαρίδας: οἱ μὲν γένος ὀρνίθων· οἱ δὲ τὰς ἐν τῇ Φαληρίδι γενο‐ μένας. EΓLh

sch ach

876

vet Tr τροχίλους] εἶδος ὀρνίθων. EΓ3Lh

sch ach

877a

vet ὡσπερεὶ χειμὼν ὀρνιθίας: οὕτως ὁ σφοδρὸς χειμών, ἐν ᾧ καὶ τὰ ὄρνεα διαφθείρεται. λέγεται δὲ καὶ ἄνεμος ὀρνιθίας ὁ ἐπὶ τὴν γῆν τὰ ὄρνεα στορεννὺς ὑπὸ τῆς τοῦ ψύχους πνοῆς. ὁ δὲ Σύμμαχος χειμῶνα ὀρνιθίαν ἀπο‐ δίδωσι διὰ τὸ χειμῶνος τὰ ὄρνεα ταῦτα ἐπιφαίνεσθαι, ὡς παρὰ Ἀράτῳ. REΓ

sch ach

877b

Tr ὀρνιθίας] σφοδρός, ἐν ᾧ καὶ τὰ ὄρνεα διαφθείρονται. Lh

sch ach

877c

Tr οὕτω καὶ ἄνεμον ὀρνιθίαν φασίν, ὃς ὑπὲρ τὴν γῆν τὰ ὄρνεα στορέν‐ νυσιν ὑπὸ τῆς τοῦ ψύχους σφοδρότητος. ὁ δὲ Σύμμαχος χειμῶνα ὀρνιθίαν ἀποδίδωσιν. Lh

sch ach

879

vet Tr σκάλοπας: μύας τινάς, οὕς φαμεν σπάλακας. REΓ3Lh

sch ach

880a

vet Tr ἴκτιδας: 〈ἐνύδριας〉: εἶδος ζῴου ὡς οἱ κάστορες ἡ ἔνυδρις.
ἔστι δὲ ἰχθυοφάγον. EΓ3Lh

sch ach

880b

vet Tr Κωπαΐδας: Κωπαῒς λίμνη ἐν Βοιωτίᾳ, ἐν ᾗ ἐγχελεῖς πλεῖσται. ἔστι δὲ καὶ πόλις ὁμώνυμος. REΓ3Lh

sch ach

882a

vet δός μοι προσειπεῖν: ὁ Δικαιόπολις ἀκούσας τὰ περὶ τῆς ἐγχέλους πρὸς τὸν Μεγαρέα λέγει ἄσμενος ὅτι ὦ τερπνὸν καὶ καλὸν ἡμῖν τέμαχος· κομίσας τὴν ἔγχελυν δός μοι αὐτὴν προσειπεῖν. REΓ3

sch ach

882b

vet Tr εἰ φέρεις] εἰ ὄντως φέρεις. EΓ3Lh

sch ach

882c

Tr ἀκούσας τὰ περὶ τῆς ἐγχέλεως ἠγαλλιάσατο καὶ βούλεται προσειπεῖν αὐτήν. Lh

sch ach

883

vet Tr πρέσβειρα: ὁ στίχος ἀπὸ δράματος Αἰσχύλου, Ὅπλων κρίσεως οὕτως ἐπιγεγραμμένου, ἐν ᾧ ἐπικαλεῖται τὰς Νηρεΐδας ἐξελθούσας κρῖναι πρὸς τὴν Θέτιν τις λέγων
“δέσποινα πεντήκοντα Νηρῄδων κορῶν”. REΓLh

sch ach

884

vet Tr κἠπιχάριττα τῷ ξέν: ἀντὶ τοῦ ἐπιχαρίτως ἔκβηθι τῷ ξένῳ. EΓ3Lh

sch ach

885

vet Tr ὦ φιλτάτη σ: ὁ Δικαιόπολις εἰληφὼς τὴν ἔγχελυν λέγει ταῦτα, ἀσμένως αὐτὴν ὁρῶν. REΓLh

sch ach

886a

vet χοροῖς: ἐσιτοῦντο γὰρ οἱ χορευταὶ δημοσίᾳ. R

sch ach

886b

Tr τρυγῳδικοῖς] κωμικοῖς. Lh

sch ach

887a

vet Μορύχ: ὁ Μόρυχος ἐπὶ ὀψοφαγίᾳ ἐκωμῳδεῖτο. ἦν δὲ καὶ τῶν ἡδέως βιούντων. τραγῳδίας δὲ ποιητὴς οὗτος. REΓ

sch ach

887b

Tr Μορύχῳ] οὗτος τραγῳδίας ποιητής. Lh

sch ach

887c

Tr ὁ Μόρυχος τραγῳδίας ἦν ποιητής. κωμῳδεῖται δὲ ἐπὶ ὀψοφαγίᾳ· ἦν
γὰρ τῶν ἡδέως καὶ τρυφηλῶς βιούντων. Lh

sch ach

888a

vet τὴν ἐσχάραν μοι: ἐσχάραν τὴν νῦν καλουμένην ἄρουλαν. “ῥιπίδα δὲ τὸν φυσητῆρα. RE

sch ach

888b

Tr ῥιπίδα] τὴν νῦν καλουμένην φυσητῆρα. Lh

sch ach

889a

vet τὴν ἀρίστην ἔγχελυν: Ἀττικῶς τὴν ἔγχελυν, Βοιωτοὶ ἔγχελιν. “σκέψασθε δὲ ἀντὶ τοῦ θεάσασθε, προσέχετε. E

sch ach

889b

Tr σκέψασθε] σκοπήσατε, προσέχετε. Lh

sch ach

889c

Tr ἔγχελυν] Ἀττικοὶ ἔγχελυν, Βοιωτοὶ δὲ ἔγχελιν. Lh

sch ach

890

Tr ἕκτῳ] ἕκτον γὰρ ἔτος ἐνειστήκει τοῦ πολέμου. Lh

sch ach

892

vet Tr τῆς ξένης χάριν: διὰ τὸ ἐπιξενίζεσθαι· παίζων δὲ ἔφη. REΓ3Lh

sch ach

894

vet Tr ἐντετευτλανωμένης: ἀντὶ τοῦ μετὰ τεύτλων ἑψηθείσης. μετὰ τεύτλων γὰρ ἤσθιον τὰς ἐγχέλεις. λέγονται γὰρ τεύτλοις συνεψόμεναι ἥδισται εἶναι. καὶ ἀλλαχοῦ φησι “τὰς ἐν τεύτλοις λοχευομένας”. REΓLh

sch ach

895

vet Tr ἐμοὶ δὲ τιμ: ἐμοὶ δὲ τὸ τίμημα αὐτῆς ποῦ ἔσται; REΓLh

sch ach

896

vet Tr ἀγορᾶς τέλος: ἔθος ἦν τὸ παλαιόν, ὡς καὶ μέχρι τοῦ νῦν, τοὺς ἐν τῇ ἀγορᾷ πιπράσκοντας τέλος διδόναι τοῖς λογισταῖς. λέγει οὖν ὁ Δικαιόπολις ὅτι τέλος λαμβάνω ταύτην ὑπὲρ ὧν ἐπώλησας. REΓLh

sch ach

898a

vet ἰώγα ταῦτα πάντα] ἀντὶ τοῦ ἐγὼ ταῦτα πάντα. EΓ3

sch ach

898b

Tr ἰώγα] ἐγώ. Lh

sch ach

899

vet κεῖς’ ἄξεις ἰών: γράφεται καὶ “ἰώ” ἀντὶ τοῦ ἐγώ, καὶ δύο στιγμαὶ ἐν τῷ “ἄξεις”, εἶτα τὸ “ἰώ”. EΓ

sch ach

900

vet Tr ὅτι γ’ ἔστ’ Ἀθήναις: ταῦτα, φησίν, ὠνήσομαι παρὰ τῶν Ἀθη‐ ναίων, ἃ τοῖς Βοιωτοῖς οὐκ εἰσίν. REΓLh

sch ach

901

vet Tr Φαληρικάς] λιμὴν ἐν Ἀττικῇ τὰ Φάληρα. EΓ3Lh

sch ach

902a

vet ἀφύας ἢ κέραμον: καὶ ἀφύαι καὶ κέραμοι εἰσὶν ἐν τῇ Βοιωτίᾳ. “ἐντ γὰρ ἀντὶ τοῦ εἰσίν. REΓ

sch ach

902b

Tr ἀλλ’ ἔντ’ ἐκεῖ] εἰσὶν ἐκεῖ ἀφύαι καὶ κέραμοι. Lh

sch ach

903

vet τᾶδε] ἐνταῦθα. R

sch ach

904a

vet ἐγᾦδα τοίνυν: οἶδα, φησίν, ὅτι ἐνταῦθα πλεονεκτεῖ τὸ τῶν συκο‐ φαντῶν γένος· ὅθεν ἕνα λαβὼν καὶ δήσας ἀσφαλῶς ὥσπερ κέραμον ἔξαγε. R

sch ach

904b

vet Tr συκοφάντην ἔξαγε: διαβάλλει πάλιν τοὺς Ἀθηναίους ὡς πολλοὺς ἔχοντας συκοφάντας. EΓLh

sch ach

905

vet Tr τὼ σιώ] τοὺς θεούς. EΓ3Lh

sch ach

906a

vet Tr λάβοιμι μέντἂν 〈κέρδος〉: εἰληφὼς τὸν συκοφάντην πεπληρωμένον ἁμαρτίας ἅτε πίθηκον καὶ πωλήσας εὑρήσω πολὺ κέρδος. ταῦτα δὲ εἰρωνευ‐ όμενος λέγει. REΓLh

sch ach

906b

Tr λάβοιμι] τοῦτο κατ’ εἰρωνείαν λέγει. Lh

sch ach

906c

Tr ἀγαγών] κομίσας καὶ πωλήσας. Lh

sch ach

907

vet Tr ᾇπερ πίθακον: ὥσπερ πίθηκον, ἁμαρτίας καὶ ἀδικίας πεπληρωμένον. EΓ3Lh

sch ach

908

vet Tr Νίκαρχος: ὁ Νίκαρχος κωμῳδεῖται ὡς συκοφάντης. “φανῶν δὲ ἀντὶ τοῦ κατηγορήσων. REΓLh

sch ach

910a

vet τῶδ’ ἐμ: δεικτικῶς τὸ τοῦδε, ἑαυτὸν δεικνύς. ἐπήγαγε γοῦν “ἐμά”. REΓ

sch ach

910b

Tr δεικτικῶς τὸ τοῦδε. ἑαυτὸν δὲ δείκνυσιν ὅθεν καὶ ἐπήγαγεν “ἐμἤγουν ἐμὰ τοῦδε. Ἀττικὸν δὲ τὸ εἰπεῖν “ἐμὰ τοῦδε” καὶ οὐκ “ἐμοῦ τοῦδε”, ὡς καὶ ἐν Πλούτῳ “τὸν ἐμὸν αὐτοῦ τοῦ ταλαιπώρου βίον”. Lh

sch ach

911a

vet Θείβαθεν ἴττω Δεύς: ἐκ τῆς Θήβης, ἴστω ὁ Ζεύς. REΓ3

sch ach

911b

Tr ἴττω] ἴστω. Lh

sch ach

912

vet Tr τί δὲ κακὸν παθών] τί ἠδικημένος. REΓ3Lh

sch ach

913

vet Tr ὀρναπετίοισι: ἀντὶ τοῦ ὀρνέοις. ὡς ἐπὶ ἐθνῶν δὲ λέγει διὰ τὶ ὀρνέοις πόλεμον ποιεῖς, ὡσεὶ ἔλεγε Βοιωτοῖς ἤ τισιν ἁπλῶς ἄλλοις. REΓLh

sch ach

915

vet Tr (i) τῶν περιεστώτων χάριν: οἷον οὐκ εἰς τὴν σὴν χάριν ἀλλὰ τῶν παρόντων, ὡς φιλόπολις. REΓLh (ii) εἰς τὸ αὐτ: ἰδίως, φησί, φράσω διὰ τοὺς παρεστῶτας. EΓ3Lh

sch ach

916a

vet Tr θρυαλλίδας: διὰ τὰ ἐλλύχνια, ὡς ἀπορρήτου τούτου ὄντος καὶ δεινοῦ, εἰσφέρειν θρυαλλίδας εἰς τὰς Ἀθήνας. REΓ3Lh

sch ach

916b

Tr θρυαλλίδας] ἐλλύχνια. Lh

sch ach

920a

vet Tr (i) ἐνθεὶς ἂν εἰς τίφην: τίφην οἱ Ἀθηναῖοι καλοῦσι τὴν καλουμένην σίλφην, ἔστι δὲ ζῷον κανθαρῶδες. λέγει δὲ ὅτι ἐκ ταύτης δήσας τις τὴν θρυαλ‐ λίδα ἡμμένην εἰσπέμψειεν ἂν εἰς τὰ νεώρια, ἐπιτηρήσας βορέαν πνέοντα, καὶ οὕτω καύσει τὰς ναῦς. νεώριον δὲ καλεῖται ὁ τόπος ὁ περιέχων τὰ πλοῖα, ἡνίκα
5ἂν 〈ἀν〉ελκυσθῶσιν. REΓLh (ii) εἰς τὸ αὐτ: ἐμβαλών, ἐνδήσας τὴν θρυαλλίδα εἰς τὴν σίλφην. EΓ3Lh

sch ach

920b

Tr τίφην] ζῷον κανθαρῶδες ὃ καλοῦσι κοινῶς χρυσαλίδα. Lh

sch ach

922

vet Tr δι’ ὑδρορρόας: διὰ στενοῦ τόπου. ὑδρορρόα καλεῖται τὸ μέρος τῆς στεφανίδος δι’ οὗ τὸ ἀπὸ τοῦ ὄμβρου ὕδωρ συναγόμενον κατέρχεται. REΓLh

sch ach

923

vet Tr κεἴπερ λάβοιτο: ἐὰν ἅψηται, φησί, μόνον, εὐθὺς καίονται. EΓ3Lh

sch ach

924a

vet σελαγοῖντ’ ἄν: αἱ ναῦς δηλονότι. ταῦτα δὲ λέγει ἐκπληττόμενος ὁ
Δικαιόπολις τὸν συκοφάντην. ταῦτα δὲ εἰπὼν τύπτει εὐθὺς τὸν Νίκαρχον. EΓ

sch ach

924b

vet σελαγοῖντ’] ἀντὶ τοῦ καίοιντο. R

sch ach

924c

Tr σελαγοῖντ’] καιόμεναι λάμποιεν. Lh

sch ach

924d

Tr ἐκπληττόμενος ὁ Δικαιόπολις ἐν τοῖς ῥηθεῖσι λέγει τὸ “ὦ κάκιστ’ ἀπολούμενε”· τύπτει δὲ εὐθὺς τὸν Νίκαρχον ὡς συκοφάντην. Lh

sch ach

925a

Tr σελαγοῖντ’] αἱ νῆες δηλονότι. Lh

sch ach

925b

Tr τίφης] τοῦ κανθαρώδους ζώου. Lh

sch ach

926a

vet μαρτύρομαι: ὁ Νίκαρχος τυπτόμενος ὑπὸ τοῦ Δικαιοπόλιδος λέγει. REΓ

sch ach

926b

Tr μαρτύρομαι] τυπτόμενος ταῦτα λέγει. Lh

sch ach

927a

vet φορυτόν: φρύγανον, σχοινίον, δέσμην χόρτου συρφετώδους. REΓ

sch ach

927b

Tr φορυτόν] ἀπόδεσμον χόρτου συρφετώδους. Lh

sch ach

928

vet Tr ὥσπερ κέραμον: οἱ γὰρ καλῶς δεσμούμενοι κέραμοι δυσχερῶς καὶ μόλις κλῶνται. REΓLh

sch ach

929

vet (ad vv. 929—34) ἔνδησον ὦ λῷστε: διπλῆ καὶ μετάβασις εἰς μονοστροφικὴν δυάδα, διστίχους ἔχουσαν τὰς περιόδους. EΓ3

sch ach

930

vet τὴν ἐμπολήν: ἐμπολὴ λέγεται τὸ ἀπὸ τῆς πραγματείας κέρδος. REΓ

sch ach

932

vet ταῦτ’] τὸ δῆσαι τὸν συκοφάντην. R

sch ach

933a

vet πυρορραγές: πυρορραγῆ κεράμια καλεῖται ὅσα ἐν τῷ πυρὶ ῥήγνυνται ἐν τῷ ὀπτᾶσθαι. 〈Κρατῖνος ἐν Ὥραις “ἴσως πυρορραγὲς καὶ κακῶς ὠπτη‐ μένον”.〉 ὁ δὲ κέραμος πυρορραγὴς γενόμενος σαθρὸν ἠχεῖ. REΓ3

sch ach

933b

Tr πυρορραγές] ὁ κέραμος ἐν τῷ πυρὶ ῥηγνύμενος ἠχεῖ. Lh

sch ach

935

vet Tr τί χρήσεταί ποτ’ αὐτ: ὁ Μεγαρικὸς τῷ συκοφάντῃ, δεθέντι τρόπον κεράμου. EΓLh

sch ach

936

Tr πάγχρηστον] εἰς πᾶσαν χρείαν ἐπιτήδειον. Lh

sch ach

937a

vet Tr κρατήρ] δοχεῖον κακῶν. EΓ3Lh

sch ach

937b

vet τριπτὴρ δικῶν] παρὰ τὸ ἐκτρίβειν τὰς δίκας. REΓ3

sch ach

937c

Tr τριπτὴρ δικῶν] δέον εἰπεῖν τριπτὴρ ἁλῶν ἢ ἄλλου τινός, εἶπε “δικῶνδιὰ τὸ ἐπιτρίβειν αὐτὸν τὰ πάντα δικάζοντα καὶ συκοφαντοῦντα. Lh

sch ach

938a

vet Tr φαίνειν ὑπευθύνους: καὶ ἐπὶ τοῦ συκοφαντεῖν τὸ “φαίνειννοεῖται, καὶ ἐπὶ τοῦ ποιεῖν φῶς. διὰ τοῦτο καὶ λυχνοῦχον ἐπήγαγεν, ὃν λέγομεν φανὸν ἢ λαμπτῆρα. REΓ3Lh

sch ach

938b

vet Tr λυχνοῦχος] διὰ τὸ φαίνειν ἔπαιξε “λυχνοῦχος εἰπών. REΓ3Lh

sch ach

940a

vet (i) πῶς δ’ ἂν πεποιθοίη τις: διὰ τὸ κράζειν καὶ βοᾶν τὸν συκο‐ φάντην λέγει ὁ χορὸς ὅτι πῶς ἂν θαρροίη τοιούτῳ ἄνθρωπός τίς ποτε τοιοῦτον ἦχον ποιοῦντι. παρόσον καὶ οἱ ἄνθρωποι παραιτοῦνται ἐπὶ τοιούτων κεράμων ἀναγκαῖόν τι βαλεῖν, φοβούμενοι τὸ σαθρὸν αὐτῶν. EΓ
5(ii) ἄλλως: τῷ συκοφάντῃ λέγει, πῶς ἂν θαρροίη τις, διὰ τὸ καὶ αὐτὸν κράζοντα μέγαν ἦχον ποιεῖν. REΓ3

sch ach

940b

Tr πεποιθοίη] θαρροίη. Lh

sch ach

940c

Tr ὅτι οἱ ἄνθρωποι παραιτοῦνται ἐπὶ τοιούτων κεράμων ἀναγκαῖόν τι βαλεῖν φοβούμενοι τὸ σαθρὸν αὐτῶν. Lh

sch ach

941a

Tr ἀγγείῳ] τὸν συκοφάντην. Lh

sch ach

941b

Tr χρώμενος] λέγει διὰ τὸ καὶ αὐτὸν κράζοντα ἦχον ποιεῖν σαθρόν. Lh

sch ach

942

vet Tr ψοφοῦντι] βοῶντι, ὡς ἐπὶ τῶν κεκλασμένων. EΓ3Lh

sch ach

945

vet κατωκάρα: κατὰ κορυφήν· οὕτως δὲ οἱ Ἀττικοὶ ὑφ’ ἓν λέγουσιν. REΓ3

sch ach

946

vet ἤδη καλῶς ἔχει σοι: ἤδη καλῶς ἐδεσμεύθη. διπλῆ καὶ ἕπεται
〈δυὰσ〉 ὁμοία ἐκ στίχων ἑφθημιμερῶν τῇ πρώτῃ. REΓ

sch ach

947a

vet μέλλω γέ τοι θερίδδειν: θερίδδειν θερίζειν, καταβάλλειν, ἀπὸ μεταφορᾶς τῶν θεριζόντων, ὅτι τὰ δράγματα τιθέασιν. ἢ ὅτι 〈διὰ〉 πολλοῦ 〈οὐκ〉 ἐθέριζον διὰ τὸν πόλεμον. τινὲς δέ φασι τὸν Δικαιόπολιν εἰρηκέναι μέλλοντα λαβεῖν τὰ τοῦ Βοιωτοῦ φορτία. REΓ

sch ach

947b

Tr θερίδδειν] θερίζειν, καταβάλλειν. Lh

sch ach

947c

Tr ἀπὸ μεταφορᾶς τῶν θεριζόντων ὅτι τὰ δράγματα καταβάλλουσιν ἔνθα βούλονται, ἢ ὅτι πολλοὶ ἐθέριζον διὰ τὸν πόλεμον. τινὲς δέ φασι διὰ τὸ μέλλειν λαβεῖν τὸν Δικαιόπολιν τὰ τοῦ Βοιωτοῦ φορτία τοῦτο εἰρηκέναι. Lh

sch ach

948

vet ἀλλ’ ὦ ξένων βέλτιστε: διπλῆ καὶ ἄλλη περίοδος τοῦ χοροῦ, ἰαμ‐ βικὴ καὶ αὕτη, ἐκ τριῶν μὲν διμέτρων ἀκαταλήκτων καὶ τετάρτου καταληκ‐ τικοῦ. EΓ

sch ach

951

vet Tr συκοφάντην] ὡσεὶ ἔλεγε σωρόν. EΓ3Lh

sch ach

952

vet μόλις γ’ ἐνέδησα: ὁ Δικαιόπολις λέγει τὸν συκοφάντην. διπλῆ καὶ ἔκθεσις εἰς ἰάμβους δύο. REΓ

sch ach

954a

vet τὰν τύλαν: τὸν τύλον τὸν ἀπὸ τοῦ ἀχθοφορεῖν γεγενημένον. ὃν δὲ εἶπεν ἄνω Ἰσμηνίαν νῦν Ἰσμήνιχον ὁ Θηβαῖος καλεῖ. REΓ3

sch ach

954b

Tr τύλαν] τὴν ἀπὸ τοῦ ἀχθοφορεῖν ἐν τῷ τραχήλῳ γεγενημένην τοῦ δέρματος σκληρότητα, ἐκ μεταφορᾶς τῶν ἀχθοφόρων ζῴων. Lh

sch ach

954c

Tr Ἰσμήνιχε] ὃν ἄνω Ἰσμηνίαν εἶπε νῦν Ἰσμήνιχον καλεῖ. Lh

sch ach

955

vet Tr χὤπως κατοίσεις αὐτόν: ἐπεὶ οἱ βαστάζοντες κεράμους εὐλαβῶς πάνυ καὶ προσεχόντως βαστάζουσιν. REΓLh

sch ach

956

vet διαπαίζει τὸν συκοφάντην ὡς οὐδὲν ὀρθὸν ἦν· ἵνα μὴ οὕτω κούφως ἀπέρχῃ. R

sch ach

958

vet εἰς τὸ κατὰ συκοφάντας μέρος. R

sch ach

959a

vet Tr Δικαιόπολι: ἔρχεται Λαμάχου ἄγγελος λέγων τῷ Δικαιοπόλιδι ὅτι ἔπεμψε Λάμαχος σὺν τρισὶ δραχμαῖς καὶ ἑτέρᾳ μιᾷ ὅπως εἰς τὴν ἑορτὴν τῶν Χοῶν δῷς μοι τῆς μὲν μιᾶς δραχμῆς κίχλας, τῶν δὲ τριῶν ἔγχελυν. REΓLh

sch ach

959b

Tr βωστρεῖς] βοᾷς, Δωρικῶς. Lh

sch ach

961a

vet εἰς τοὺς Χόας: εἰς τὴν ἑορτὴν τῶν Χοῶν. ἐπετελεῖτο δὲ Πυανεψι‐ ῶνος ὀγδόῃ. ἤγετο δὲ ἀπὸ Ὀρέστου, ὅτε ἦλθεν εἰς Ἀθήνας καθαρθῆναι βουλόμενος τὸ τῆς μητρὸς μύσος. τὸ δὲ “χόας ὅτε ἐπὶ τῶν μέτρων τίθεται περισπᾶται. REΓ

sch ach

961b

Tr εἰς τοὺς Χόας] εἰς τὴν ἑορτὴν τῶν Χόων. Lh

sch ach

961c

Tr ἱστορία· ἡ δὲ περὶ τῶν χόων ἱστορία ῥηθήσεται ἑξῆς ἔνθα μέμνηται τῶν Χόων καὶ τῶν Χύτρων. ἄλλη γὰρ ἦν τῶν Χοῶν ἡ ἑορτὴ περὶ ἧς εἴρηται ἐν Ἱππεῦσι καὶ ἄλλη ἡ τῶν Χόων ἧς νῦν καὶ ἑξῆς μέμνηται. τὸ “χόας δὲ ὅτε ἐπὶ τῶν μέτρων τίθεται περισπᾶται. Lh

sch ach

963

vet Tr ὁ ποῖος οὗτος: διασύρει τὸν Λάμαχον ὡσανεὶ ἄσημον ὄντα. REΓ3Lh

sch ach

964a

vet ταλαύρινος: ὑπομονητικός, καρτερικὸς ἐν τῇ μάχῃ. Su. Τ 47

sch ach

964b

Tr τὴν Γοργόνα] τὴν ἀσπίδα, διὰ τὸ ἔχειν Γοργόνος κεφαλήν, ὡς εἴρη‐ ται. Lh

sch ach

965a

vet κραδαίνων: σείων, δονῶν, σαλεύων. Su. Κ 2314

sch ach

965b

vet Tr κατασκίοις λόφοις: δυναμένους σκιάν τινι ποιῆσαι, ἀντὶ τοῦ ἐπιμήκεις, μεγάλους. REΓLh

sch ach

966a

vet οὐκ ἂν μὰ Δί’: οὐ δοίην αὐτῷ τέμαχος. ὅτι ἐπὶ ὀψαρίου μόνου λέγεται τὸ τέμαχος, ἐπὶ δὲ τῶν ἄλλων τόμος, οἷον ἐπὶ τυροῦ. REΓ

sch ach

966b

Tr οὐκ ἂν μὰ Δί’] οὐ δοίην αὐτῷ τι Lh

sch ach

967a

vet ἀλλ’ ἐπὶ ταρίχη: ταρίχη ἐσθίων ὁπλιζέσθω. τοῦτο γὰρ ἐν τοῖς πολέμοις ἤσθιον. δέον δὲ εἰπεῖν ἐπὶ ταρίχη ἀριστησάτω, ἔφη ἐπὶ ταρίχη τοὺς λόφους κραδαινέτω, διαπαίζων αὐτόν. REΓ

sch ach

967b

Tr οἱ ἐν πολέμοις ἐξερχόμενοι τὰ ταρίχη ὠνούμενοι ἐσθίουσι. δέον οὖν εἰπεῖν ἐπὶ ταρίχη ἀριστησάτω παίζων “τοὺς λόφους κραδαινέτω εἴρη‐ κεν. Lh

sch ach

968

vet Tr ἢν δ’ ἀπολιγαίν: ἐὰν δὲ θορυβῇ ἢ ὀξέως βοᾷ, παρὰ τὸ λιγύ, καλέσω κατ’ αὐτοῦ τοὺς ἀγορανόμους. λέγει δὲ τοὺς ἱμάντας, οὓς ἀγορανόμους ἤδη κατέστησεν ἄνω. REΓLh

sch ach

970a

vet εἴσειμ’ ὑπαὶ πτερύγων: ἀντὶ τοῦ μετὰ πτερύγων καὶ κιχλῶν καὶ κοψίχων. ὁ δὲ τρόπος ποιητικός· μιμεῖται γὰρ μέλη. EΓ3

sch ach

970b

vet ὑπαὶ] ἀντὶ τοῦ μετά. R

sch ach

970c

Tr ὑπαὶ] ὁ τρόπος ποιητικός· μιμεῖται γὰρ μέλη. Lh

sch ach

971a

vet (ad vv. 971—8) εἶδες : ὑφ’ ὃ κορωνίς, ὑποχωρησάντων τῶν ὑποκριτῶν. καὶ ἔστι συζυγία κατὰ περικοπὴν ἀνομοιομερής, φαντασίαν παρέ‐ χουσα ἐπιρρήματος, ὅτι τὰς στιχικὰς περιόδους οὐκ ἔχει ἐκ τοῦ αὐτοῦ στίχου, ἀλλ’ οὐδ’ εἰσὶ παρεισβατικαὶ πρὸς τὸ θέατρον. αἱ μὲν προηγητικαὶ αὐτῆς
5περίοδοί εἰσιν ἑπτά, κῶλα παιωνικὰ ἐκ μονομέτρου καὶ τετραμέτρου δὶς κἀκ τριῶν διμέτρων. EΓ3

sch ach

971b

vet εἶδες ὦ] πρὸς τὸ σχῆμα. EΓ3

sch ach

971c

vet ὁ χορός, ὑποχωρησάντων τῶν ὑποκριτῶν. R

sch ach

973a

vet διεμπολᾶν: τὰ πρὸς πραγματείαν ἐπιτήδεια ἀγοράζειν. EΓ

sch ach

973b

Tr διεμπολᾶν] πραγματεύεσθαι, κερδίζειν. Lh

sch ach

974a

vet Tr (i) ὧν τὰ μὲν ἐν οἰκί: τῶν ὀρνέων τὰ μὲν χρήσιμα καὶ ἀνθηρὰ
κατὰ τοὺς οἴκους ἀνατρέφομεν, τὰ δὲ μὴ ἀνθηρὰ ἐσθίομεν. REΓLh
vet (ii) ἄλλως: ἀντὶ τοῦ τῶν ὀρνέων τὰ μὲν ἐάσει νέμεσθαι ἐν τῇ οἰκίᾳ, τὰ δὲ ἔδεται. ἔπαιξε δὲ εἰπὼν παρὰ προσδοκίαν τὸ “χλιαρά”. REΓ3

sch ach

974b

Tr ὧν] ἤγουν τῶν ὀρνέων. Lh

sch ach

974c

Tr χλιαρὰ] ἔπαιξε “χλιαρ εἰπών. Lh

sch ach

977

vet Tr τῷδε] τῷ Δικαιοπόλιδι. RΓ3Lh

sch ach

979a

vet Tr οὐδέποτ’ ἐγὼ πόλεμον: ἐσωματοποίησε τὸν πόλεμον, διὸ ἔφη οὐχ ὑποδέξομαι αὐτόν, ὡσανεὶ ἄνθρωπόν τινα. EΓLh

sch ach

979b

vet (ad vv. 977—87, 990—9) αἱ δὲ ἀκολουθητικαὶ περίοδοί εἰσι δεκά‐ κωλοι, ἐξ ἐννέα παιωνικῶν τετραμέτρων καὶ ἑνὸς τετραμέτρου τροχαϊκοῦ καταληκτικοῦ. EΓ3

sch ach

980

vet Tr τὸν Ἁρμόδιον ᾄσεται: ἐν ταῖς τῶν ποτῶν συνόδοις ᾖδον μέλος τι Ἁρμοδίου καλούμενον, οὗ ἡ ἀρχὴ “φίλταθ’ Ἁρμόδιε, οὔ τί που τέθνηκας”. ᾖδον δὲ αὐτὸν εἰς Ἁρμόδιον καὶ Ἀριστογείτονα ὡς καθῃρηκότας τὴν τῶν Πεισιστρατιδῶν τυραννίδα. ἦν δὲ καὶ ἕτερα μέλη, τὸ μὲν Ἀδμήτου λεγόμενον,
5τὸ δὲ Τελαμῶνος. ὁ δὲ λόγος, οὐδέποτε παρ’ ἐμοὶ ἑστιαθήσεται ὁ πόλεμος. REΓLh

sch ach

981a

vet παροίνιος ἀνήρ: οἷον μέθυσος καὶ ὑβριστής, δηλονότι ὁ πόλεμος. REΓΓ3

sch ach

981b

Tr παροίνιος] μέθυσος. Lh

sch ach

982a

vet ἐπὶ πάντ’ ἀγάθ’ ἔχοντας] ἐπὶ ἡμᾶς τοὺς γεωργούς. REΓ3

sch ach

982b

Tr ἐπὶ πάντ’ ἀγάθ’ ἔχοντας] τοὺς γεωργοὺς λέγει. Lh

sch ach

982c

Tr ἐπικωμάσας] μετὰ φθορᾶς ἀμπέλων. Lh

sch ach

984a

vet καὶ προσέτι πολλὰ 〈προκαλουμένου〉: ἐν τῷ πίνειν πολλὰ ἐμοῦ προκαλουμένου αὐτὸν καὶ λέγοντος πῖνε καὶ ἀνάκεισο οὐκ ἠνέσχετο, ἀλλὰ μᾶλλον τὰ πράγματα συνέτριψε καὶ ἠφάνιζε τὰς χάρακας καὶ τὸν οἶνον ἐκ τῶν ἀμπέλων. φιλοτησίαν δὲ ἔλεγον τὴν φιάλην τὴν διδομένην ἐν τοῖς συμποσίοις.
5〈ἐν γὰρ τῷ ποτῷ φιλοφρονούμενοι ἀλλήλους ἐπεδίδοσαν οἴνου κύλικα〉. REΓ

sch ach

984b

Tr προκαλουμένου] παρακαλοῦντος. Lh

sch ach

985a

Tr κατάκεισο] ἡσύχαζε. Lh

sch ach

985b

Tr φιλοτησίαν] τὴν φιάλην τὴν διδομένην ἐν τοῖς συμποσίοις μετὰ φιλήματος. Lh

sch ach

986a

vet τὰς χάρακας] τοὺς πεπηγότας καλάμους. EΓ3

sch ach

986b

Tr τὰς χάρακας] καλάμους πεπηγότας ἐν τοῖς ἀμπέλοις ἔκαιεν· ἤγουν τὰς ἀμπέλους ἀπὸ μέρους. Lh

sch ach

987

vet Tr ἐξέχει θ’ ἡμῶν βί: ὡς ἐπὶ πολέμου. ἔδει δὲ ἐκ τῶν πίθων εἰπεῖν, οὐκ “ἐκ τῶν ἀμπέλων”. EΓLh

sch ach

988a

vet Tr ἐπτέρωται δ’ ἐπὶ τὸ δεῖπνον: πρὸς τὸ ἄνω ἀπέδωκε περὶ τοῦ Δικαιοπόλιδος. τὰ γὰρ διὰ μέσου περὶ τοῦ πολέμου εἴρηται. ὁ δὲ λόγος, Δικαιό‐ πολις σπουδάζει περὶ τὸ δεῖπνον. REΓLh

sch ach

988b

vet ἐπτέρωται] ἐπείγει, σπεύδει. R

sch ach

988c

vet φρονεῖ] ὁ Δικαιόπολις. Γ

sch ach

989a

vet τοῦ βίου] τῆς ἑαυτοῦ ζωῆς. R

sch ach

989b

vet ἐξέβαλε δεῖγμα: οἷον τῆς παρ’ αὐτῷ ἔνδον τρυφῆς σημεῖον καὶ ἀπόδειξις πρόκειται τῶν θυρῶν αὐτοῦ, τὰ τῶν ὀρνίθων πτερὰ τυθέντων καὶ
τιλθέντων πρὸς εὐωχίαν αὐτοῦ προέβαλεν. REΓLh

sch ach

989c

vet Tr ὦ Κύπριδι: ἀντὶ τοῦ ὦ εἰρήνη. καλῶς δὲ ἡ εἰρήνη τῇ Ἀφροδίτῃ καὶ ταῖς Χάρισι φίλη, ὅτι οἱ γάμοι καὶ αἱ ἑορταὶ ἐν καιρῷ τῆς εἰρήνης ἄγονται, καὶ ὅτι ἡδίστη καὶ ἐπιχαρής ἐστιν. REΓLh

sch ach

989d

Tr Διαλλαγή] ἤγουν εἰρήνη. Lh

sch ach

989e

Tr σωματοποιεῖ τὴν εἰρήνην καὶ κάλλος αὐτῇ περιτίθησιν, καὶ ἔρωτα αὐτῆς ἔχειν βούλεται. Lh

sch ach

990

vet τὸ πρόσωπον ἄρ’ ἐλάνθανες: ὦ εἰρήνη, ἐμὲ δηλονότι ἐλάνθανες. EΓ3

sch ach

992a

vet Tr ὥσπερ ὁ γεγραμμένος: ἀνθέμων, ἀντὶ τοῦ ῥόδων. Ζεῦξις ὁ ζωγρά‐ φος ἐν τῷ ναῷ τῆς Ἀφροδίτης ἐν ταῖς Ἀθήναις ἔγραψε τὸν Ἔρωτα ὡραιό‐ τατον, ἐστεμμένον ῥόδοις. ὁ δὲ νοῦς δι’ ὑπερβατοῦ· ἐλάνθανές με οὕτως εὐειδὴς οὖσα ὡς ὁ γεγραμμένος Ἔρως. REΓLh

sch ach

992b

Tr γεγραμμένος] οὐ γὰρ ὁρᾶται Ἔρως εἰ μὴ ἐν γραφαῖς. Lh

sch ach

993

vet Tr ἦ πάνυ γερόντιον: εἰ καὶ γέροντά με δοκεῖς ὁρᾶν ὅμως λαβών σε ἰσχύσω τρία γαμῆσαι. REΓLh

sch ach

994

Tr totus versus] παίζει ἐνταῦθα. Lh

sch ach

995a

vet Tr ἀμπελίδος ὄρχον: ἀντὶ τοῦ εἰπεῖν σχῆμα συνουσίας τοῦτο ἔφη ὡς γεωργός. παρὰ δὲ τὸ τὸν ὄρχατον φυτεῦσαι μοσχεύματα σύκων. οὕτω δὲ καλοῦνται αἱ νέαι συκαῖ. “μοσχίδια δὲ τὰ νέα βλαστήματα, καὶ ἡ ἁπαλὴ καὶ νέα λύγος· “μόσχοισι λύγοισιν” “ὄρχον δὲ οἷον ὄρχατον, κωμικῶς, ὡς
5φιλογέωργος ἀλληγορεῖ. ὡς ἐπὶ συνουσίας ἐμφαντικῶς κατὰ γεωργίαν τὸ “μακρόν EΓLh

sch ach

995b

vet νέα “μοσχίδια τὰ νέα βλαστήματα, καὶ ἡ ἁπαλὴ καὶ νέα λύγος
μόσχος· Ὅμηρος· “δίδη μόσχοισι λύγοισιν”. R

sch ach

995c

vet πρῶτα μέν: ἀλληγορικῶς ἐπὶ συνουσίας. ἀντὶ τοῦ εἰπεῖν σχῆμα συνουσίας τοῦτο ἔφη ὡς γεωργός. R

sch ach

995d

vet μοσχίδια] αἱ νέαι συκαῖ. EΓ3

sch ach

997a

vet ἡμερίδος κλάδου: ἡμερὶς ἡ ἄμπελος, ὥς φησιν Ὅμηρος· “ἡμερὶς ἡβώωσα”. εἴρηται δὲ διὰ τὸ ἡμερῶσαι τὸ τῶν ἀνθρώπων φῦλον. EΓ3

sch ach

997b

vet Tr ἡμερίδος] εἶδος ἀμπέλου. EΓ3Lh

sch ach

998

Tr ἐλᾷδας] συνίζησις. Lh

sch ach

999

vet ταῖς νουμηνίαις] διὰ τὸ ταύτας εἶναι 〈τὰσ〉 τιμίας τῶν ἡμερῶν. Su. Α 1166, N 516

sch ach

1000

vet εἰσίασιν οἱ ὑποκριταί. R

sch ach

1001a

Tr πίνειν] ἔστιν. Lh

sch ach

1001b

Tr ἐκπίῃ] παρ’ ὑπόνοιαν ἀντὶ τοῦ στῇ ἐπὶ τῷ ἀσκῷ. Lh

sch ach

1002a

vet ἀσκὸν Κτησιφῶντος: ὡς παχὺς καὶ προγάστωρ ὁ Κτησιφῶν σκώπτεται. ἐν ταῖς Χοαῖς ἀγὼν ἦν περὶ τοῦ ἐκπιεῖν τινα πρῶτον χόα. καὶ ὁ νικῶν ἐστέφετο φυλλίνῳ στεφάνῳ καὶ ἀσκὸν οἴνου ἐλάμβανεν. πρὸς σάλπιγγας δὲ ἔπινον. ἐτίθετο δὲ ἀσκὸς πεφυσημένος ἐν τῇ τῶν Χοῶν ἑορτῇ, ἐφ’ οὗ τοὺς
5πίνοντας πρὸς ἀγῶνα ἑστάναι, τὸν πρῶτον πιόντα ὡς νικήσαντα λαμβάνειν ἀσκόν. ἔπινον δὲ μέτρον τι οἷον χοᾶ. REΓ

sch ach

1002b

Tr Κτησιφῶντος] οὗτος ὡς παχὺς καὶ προγάστωρ κωμῳδεῖται. Lh

sch ach

1002c

Tr ἐν τῇ τῶν Χοῶν ἑορτῇ ἐτίθετο ἀσκὸς πεφυσημένος, οἱ δέ φασιν ὡς πλήρης οἴνου, εἰς ἀγῶνα. ὅστις οὖν ἐφ’ ἑνὶ ποδὶ ἐφαλόμενος ἠδυνήθη ἐπάνω στῆναι τοῦ ἀσκοῦ τούτου ἐλάμβανεν ἆθλον, καὶ ἔπινε πρῶτος καὶ τοῖς ἄλλοις ἐδίδου φιλοτιμούμενος. ἔπινον δὲ πρὸς μέτρον τι οἷον χοᾶ. Lh

sch ach

1004a

vet τοῦ κήρυκος οὐκ ἀκούετε: καλοῦντος εἰς τὴν τῶν Χοῶν ἑορτὴν πάντας. ἐκάλουν δὲ οἱ κήρυκες σάλπιγγας βαστάζοντες καὶ ἐσήμαινον. EΓ

sch ach

1004b

Tr τοῦ κήρυκος] εἰς τὴν τῶν Χοῶν ἑορτὴν ἐκάλουν οἱ κήρυκες σάλπιγγας
βαστάζοντες. Lh

sch ach

1005a

vet ἀναβράττετε: ἀντὶ τοῦ στρέψατε τὰ ὀπτώμενα κρέα καὶ τὰ ὀπτηθέντα ἐξέλκετε. REΓ

sch ach

1005b

Tr ἀναβράττετε] στρέψατε τὰ ὀπτώμενα κρέα. Lh

sch ach

1005c

Tr ἀφέλκετε] ἐξέλκετε ἐκ τῶν χυτρῶν. Lh

sch ach

1006

Tr τὰ λαγῷα] τὰ κρέα. Lh

sch ach

1007a

vet ἀναπείρω] πήξω, κεντήσω. EΓ3

sch ach

1007b

Tr ἀναπείρω] σουβλίσω. Lh

sch ach

1008a

vet (ad vv. 1008—17) ζηλῶ σε τῆς εὐβουλίας: διπλῆ καὶ περίοδος ἑπτάκωλος ἀμοιβαία, ἧς τὸ πρῶτον ἐν εἰσθέσει ἰαμβικὸν δίμετρον 〈ἀκατά‐ ληκτον. καὶ ἐν ἐπεκθέσει ἰαμβικὰ τετράμετρα〉 καταληκτικὰ δύο. καὶ ἐν εἰσθέσει κῶλον (δʹ) ἓν ὅμοιον τῷ πρώτῳ, καὶ (εʹ) ἐν παρεκθέσει ἰαμβικὸν
5ἑφθημιμερές, ἐξ ὧν ἀμφοτέρων γίνεται στίχος ὅμοιος τοῖς δύο. (ϛʹ) ἐν εἰσθέσει δὲ κῶλον ὅμοιον τῷ πρώτῳ. (ζʹ) 〈καὶ ἐν ἐπεκθέσει〉 στίχος ὁμοίως ἰαμβικὸς τετράμετρος καταληκτικός. EΓ3

sch ach

1008b

vet Tr ζηλῶ κτλ.] θαυμάζω τὴν εὐβουλίαν σου, ὦ Δικαιόπολι. REΓ3Lh

sch ach

1011

Tr τί δῆτ’] εἴποις. Lh

sch ach

1014a

vet ὑποσκάλευε] ἀναφύσα, ζωπύρει. R

sch ach

1014b

Tr ὑποσκάλευε] ἄναπτε. Lh

sch ach

1018a

vet τὰ πρόσωπα· Δερκέτης γεωργὸς Φυλάσιος. R

sch ach

1018b

vet οἴμοι τάλας: ἔρχεται ἀνὴρ Ἀθηναῖος γεωργός, ἀπολέσας αὐτοῦ τὰς βόας ληφθείσας ὑπὸ τῶν Βοιωτῶν, δεόμενος τοῦ Δικαιοπόλιδος λαβεῖν τῆς εἰρήνης πρὸς πέντε ἔτη. REΓ

sch ach

1018c

Tr ἔρχεται ἀνὴρ Ἀθηναῖος γεωργὸς ἀπολωλεκὼς τοὺς ἑαυτοῦ βόας ληφθέντας ὑπὸ Βοιωτῶν καὶ δεόμενος μετασχεῖν τῆς εἰρήνης ἐπὶ ἔτη πέντε. Δερκέτην δὲ αὐτὸν ὀνομάζει ἀπὸ τῆς χώρας ἐν ᾗ ἐγεώργει. Φυλάσιον δὲ ἀπὸ δήμου οὕτως ὀνομαζομένου Φυλῆς, ἧς καὶ κατιὼν μέμνηται. καὶ Μένανδρος
5Δυσκόλῳ “νομίζετ’ εἶναι τὸν τόπον Φυλήν”. Lh

sch ach

1019

vet Tr κατὰ σεαυτόν νυν τρέπου: ἀντὶ τοῦ ἐν σεαυτῷ ἔχε τὴν κακοδαι‐ μονίαν, μὴ ἐπιμίγνυσο ἡμῖν κακοδαιμονῶν. REΓLh

sch ach

1020

vet Tr σπονδαὶ γάρ εἰσι σοὶ μόν: ἐπεὶ αὐτὸς ἐσπείσατο μόνος εἰρήνην πρὸς Λακεδαιμονίους. REΓLh

sch ach

1021a

vet κἂν πέντ’ ἔτη: ἀντὶ τοῦ εἰς πέντε ἔτη. τὸ δὲ “μέτρησον οἷον δάνεισον. καὶ Ἡσίοδος·
“εὖ μὲν μετρεῖσθαι παρὰ γείτονος, εὖ δ’ ἀποδοῦναι”. καὶ Θεόπομπος Καπήλισιν·
5“ἢ μετάδος ἢ μέτρησον ἢ τιμὴν λαβέ”. REΓ

sch ach

1021b

Tr τῷ “μέτρησον ὡς γεωργὸς ἐχρήσατο ἀντὶ τοῦ δάνεισον, ὡς καὶ παρ’ Ἡσιόδῳ
“εὖ μὲν μετρεῖσθαι παρὰ γείτονος, εὖ δ’ ἀποδοῦναι”. Lh

sch ach

1022

vet Tr ἐπετρίβην] συνετρίβην, ἀπωλόμην. RΓ3Lh

sch ach

1023a

vetἀπὸ Φυλῆς: ὄνομα δήμου. καὶ Μένανδρος Δυσκόλῳ
“τῆς Ἀττικῆς νομίζετ’ εἶναι τὸν τόπον
Φυλήν”. REΓ

sch ach

1023b

Tr Φυλῆς] ὄνομα δήμου. Lh

sch ach

1024

vet Tr λευκὸν ἀμπέχει] ἀντὶ τοῦ λευχειμονεῖς· οἱ γὰρ Φυλάσιοι λευκὰ ἱμάτια ἐφόρουν. RΓ3Lh

sch ach

1025

vet Tr καὶ ταῦτα μέντοι νὴ Δία: καὶ οὗτοι, φησίν, ἦσαν οἵπερ με ἔτρεφον καὶ ἐποίουν τρυφᾶν βόες. REΓLh

sch ach

1026a

vet βολίτοις: βόλιτον οἱ Ἀττικοὶ οὕτως ἔλεγον χωρὶς τοῦ β ὅπερ ἡμεῖς βόλβιτον. λέγει δὲ ὅτι ἐν πάσῃ τρυφῇ, ἐν πᾶσιν ἀγαθοῖς. “βολίτοιςδὲ ὅτι περὶ βοῶν ὁ λόγος αὐτῷ. REΓ

sch ach

1026b

Tr βολίτοις] παίζει. βόλιτον ἡ κόπρος τῶν βοῶν. Lh

sch ach

1026c

Tr ὅτι οἱ Ἀττικοὶ οὕτω λέγουσι βόλιτον χωρὶς τοῦ β, ὅπερ ἡμεῖς βόλβιτόν φαμεν. ἔστι δὲ ἡ κόπρος τῶν βοῶν. δέον δὲ εἰπεῖν ἐν πᾶσιν ἀγαθοῖς “βολίτοις εἶπε παρ’ ὑπόνοιαν παίζων. ἢ ἐπειδὴ διὰ τῆς κόπρου τὰ σπέρματα θάλλειν ποιοῦσιν οἱ γεωργοὶ καὶ καρπὸν πλεῖστον ποιεῖν ἐξ οὗ τρέφονται
5τοῦτο εἴρηκεν. Lh

sch ach

1027a

vet ἀπόλωλα τὠφθαλμ: ἀπώλεσα τοὺς ὀφθαλμούς μου κλαίων καὶ ὀδυρόμενος τοὺς βόας. REΓ

sch ach

1027b

Tr ἀπόλωλα] ὅλον καὶ μέρος. Lh

sch ach

1027c

Tr τὠφθαλμώ] κατά. Lh

sch ach

1027d

Tr δακρύων] κλαίων. Lh

sch ach

1028

vet Tr κήδῃ] φροντίζεις. Γ3Lh

sch ach

1029

vet Tr ὑπάλειψον: ἀντὶ τοῦ ἔγχρισον τοὺς ὀφθαλμούς μου ταχέως. REΓLh

sch ach

1030a

vet οὐ δημοσιεύων τυγχάνω: οἱ δημοσίᾳ χειροτονούμενοι, 〈οἳ〉 καὶ δημόσιοι, προῖκα ἐθεράπευον. οἷον οὖν οὐ κοινῇ ἐσπεισάμην, τουτέστι σὺν τῇ πόλει, ἰδίᾳ δὲ καὶ ἐμαυτῷ μόνῳ, 〈καὶ ἀμισθὶ οὐ μεταδίδωμί σοι〉. REΓ3

sch ach

1030b

Tr πόνηρ’] γεωργέ. Lh

sch ach

1030c

Tr οὐ δημοσιεύων τυγχάνω] ἤγουν οὐ κοινῶς ἐσπεισάμην τῇ πόλει, ἀλλὰ μόνῳ ἐμαυτῷ. Lh

sch ach

1030d

Tr οἱ δημοσίᾳ χειροτονούμενοι ἰατροὶ δημοσίᾳ προῖκα ἐθεράπευον. φησὶ γοῦν καὶ οὗτος ὅτι οὐ τῶν δημοσιευόντων ἰατρῶν τυγχάνω. Lh

sch ach

1031

vet Tr θ’ ἀντιβολ: ἱκετεύω, δός μοι τῆς εἰρήνης, ὅπως ἀπολάβω τοὺς βόας. REΓLh

sch ach

1032a

vet πρὸς τοῦ Πιττάλου: ὁ Πίτταλος οὗτος ἰατρὸς παρὰ Ἀθηναίοις 〈δόκιμοσ〉. λείπει δὲ τὸ μαθητάς. τοῦτο δὲ εἶπεν ἐπειδὴ ἐκεῖνος εἶπεν “ὑπά‐ λειψον τοὺς ὀφθαλμούς. ὡς ἂν οὖν εἰ ἔλεγεν ἄπελθε, ἐγχρίου παρὰ Πιττά‐
λου. REΓ3

sch ach

1032b

Tr οὐκ ἔστιν] ὅπως ἐλεήσω σε. Lh

sch ach

1032c

Tr τοὺς] λείπει μαθητάς. Lh

sch ach

1032d

Tr Πιττάλου] οὗτος ἰατρὸς παρ’ Ἀθηναίοις. Lh

sch ach

1034

vet Tr εἰς τὸν καλαμίσκον: τὸν χαλκοῦν ἢ ἀργυροῦν, οἵους ἔχουσιν οἱ ἰατροί. REΓLh

sch ach

1035

vet Tr οὐδ’ ἂν〉 στριβιλικίγξ: ἀντὶ τοῦ οὐδὲ ῥανίδα. στρίβος δὲ καλεῖται ἡ λεπτὴ καὶ ὀξεῖα βοή. λικὶγξ δὲ ἡ ἐλαχίστη βοὴ τοῦ ὀρνέου. ἡ μὲν λέξις ἐκ τούτων γεγένηται. λέγει δὲ ὅτι οὐδὲ ἐλάχιστόν σοι μέρος μεταδίδωμι. REΓ3Lh

sch ach

1036

vet Tr γεωργοῖν] τῶν τὴν γῆν ἐργαζομένων. REΓ3Lh

sch ach

1037

vet (ad vv. 1037—46) ἀνὴρ ἀνεύρηκε: 〈δύο〉 διπλαῖ. αὕτη γάρ ἐστιν ἡ περίοδος ὁμοίως τῇ ἀνωτέρᾳ ἑπτάκωλος ἀντιστρέφουσα. EΓ3

sch ach

1039

vet Tr μεταδώσειν] τῶν σπονδῶν δηλονότι. REΓ3Lh

sch ach

1040

vet χορδὴ καλεῖται τὸ παχὺ ἔντερον τοῦ προβάτου. R

sch ach

1041a

vet Tr στάθευε] ὄπτα. EΓ3Lh

sch ach

1041b

vet στάθευε] τουτέστιν ἡσυχῇ τῷ πυρὶ χλίαινε. Photius

sch ach

1042

vet Tr ὀρθιασμάτων: ἀνατάσεως ῥημάτων, τῶν μετὰ βοῆς κόμπων, ἢ τῶν μελῶν, παρόσον ὄρθιος νόμος κιθαρῳδικός. REΓLh

sch ach

1043

vet Tr τἀγχέλεια: ἢ λείπει τὸ κρέα, ἵν’ ᾖ τὰ ἐγχέλεια κρέα, ἢ λέγει τὰς ἐγχέλεις. REΓLh

sch ach

1045

vet παρόσον ἡ κνῖσα τῶν ὀπτωμένων τοῖς γείτοσι δ.... R

sch ach

1046

vet λάσκων] φωνῶν, βοῶν. EΓ3

sch ach

1047a

vet ξανθίζετε: οἷον τῷ μέλιτι χρίετε ἢ χροΐζετε ἢ πυρρὰ τῇ ὀπτήσει ποιεῖτε· ἡ γὰρ καλῶς ἔχουσα ὄπτησις τῶν κρεῶν ἐστιν ὅταν πυρρὰ ᾖ. REΓ

sch ach

1047b

Tr ξανθίζετε] τῷ μέλιτι χρίετε. Lh

sch ach

1047c

Tr τῷ μέλιτι, φησί, χρίσατε καὶ ξανθὰ ποιήσατε ἢ καλῶς ὀπτήσατε ὥστε πυρρὰ γενέσθαι. τὰ γὰρ καλῶς ὀπτηθέντα κρέα πυρρὰ γίνεται. Lh

sch ach

1048a

vet Δικαιόπολι: ἔρχεται ἀνήρ τις παράνυμφος βαστάζων κρέα τῷ Δικαιοπόλιδι παρά τινος νυμφίου, καὶ αἰτεῖ αὐτὸν λαβεῖν ἐν βησίῳ μικρὸν τῆς εἰρήνης, ὅπως μὴ ἐξέρχοιτο εἰς πόλεμον ὁ νυμφίος, ἀλλὰ μένοι τερπόμενος σὺν τῇ γυναικὶ αὐτοῦ. REΓ

sch ach

1048b

Tr ἀνήρ τις ἔρχεται πρὸς Δικαιόπολιν ἀπό τινος νυμφίου καὶ αἰτεῖ αὐτὸν ὅπως μὴ στρατεύσοι ἀλλὰ μένοι ἐν τῷ οἴκῳ τερπόμενος σὺν τῇ γυναικί. Lh

sch ach

1050

Tr ποιῶν] κοινή. Lh

sch ach

1051a

vet ἐγχέαι] ἐπιχεῖν, ἐπιβαλεῖν. REΓ3

sch ach

1051b

Tr ἐγχέαι] ἐπιδοῦναι. Lh

sch ach

1051c

vet Tr τῶν κρεῶν] ὧν ἔπεμψέ σοι. EΓ3Lh

sch ach

1053a

vet Tr εἰς τὸν ἀλάβαστρον] εἰς τὴν μυροθήκην. REΓ3Lh

sch ach

1053b

vet κύαθον〉 εἰρήνης ἕνα: ὡσεὶ ἔλεγε κοχλιάριον ἕν. ἔστι δὲ λήκυθος ὦτα μὴ ἔχουσα, ἧς οὐκ ἔστι λαβέσθαι. REΓ3

sch ach

1053c

Tr ὡσεὶ ἔλεγε κοχλιάριον ἓν “κύαθον ἕνα εἶπεν. ἔστι δὲ κύαθος ἡ ὦτα μὴ ἔχουσα ὥστε λαβέσθαι αὐτῆς, τῶν λεκιθοπωλίδων κοτύλη. Lh

sch ach

1054

Tr τὰ κρέα] συνίζησις. Lh

sch ach

1055a

vet Tr totus versus] παραιτεῖται ὁ Δικαιόπολις μεταδοῦναι τῆς εἰρήνης. REΓ3Lh

sch ach

1055b

vet χιλιῶν: περισπῶσιν Ἀττικοί. R

sch ach

1056

vet ἡ νυμφεύτρια: ἔρχεται νυμφεύτρια δεομένη Δικαιοπόλιδος καὶ λέγουσα ὅτι ἔπεμψέ με τις νύμφη δεηθῆναί σου πρὸς τὸ λαβεῖν τῆς εἰρήνης, ὅπως ἀλείφῃ τὸ αἰδοῖον τοῦ ἀνδρὸς αὐτῆς καὶ μὴ ἐξέρχοιτο εἰς πόλεμον.
κωφὸν δὲ εἰσάγεται τὸ πρόσωπον τῆς νυμφευτρίας. REΓ

sch ach

1058a

vet totus versus] τοῦτό φησιν ὡς ἀκούσας πρὸς τὸ οὖς. R

sch ach

1058b

vet Tr φέρε δὴ τί σὺ λέγεις;: παραθεὶς τὸ οὖς ἤκουσεν ὁ Δικαιόπολις τῆς νυμφευτρίας. EΓLh

sch ach

1058c

vet ὡς γελοῖον: καχάζων καὶ ἀστειευόμενος ὁ Δικαιόπολις ἐφ’ οἷς ἤκουσε παρὰ τῆς νυμφευτρίας λέγει τὸ “ὡς γελοῖον, ὦ θεο, τὸ δέημα τῆς νύμφης”. τὸ δὲ δέημα αὐτῆς ἦν, μικρὸν τῆς εἰρήνης λαβεῖν ὅπως ἀλείφοι ταύτῃ τὸ αἰδοῖον τοῦ ἀνδρὸς κατὰ τὰς νύκτας καὶ μὴ ἐς πόλεμον ἐξέρχοιτο. EΓ3

sch ach

1058d

Tr ἀστειευόμενος ἐκφέρει ὅπερ ἤκουσε παρὰ τῆς νυμφευτρίας. τοῦτο δὲ παρεπιγραφὴ καλεῖται. κωφὸν γὰρ εἰσάγει τὸ πρόσωπον τῆς νυμφευτρίας. Lh

sch ach

1059

Tr τὸ δέημα] τοῦτο πρὸς τὸ “γελοῖον συνάπτεται. Lh

sch ach

1060a

vet ὅπως ἂν οἰκουρῇ τὸ πέος: ἀντὶ τοῦ εἰπεῖν τὴν οἰκίαν, “τὸ πέος ἔφη ”〈τοῦ νυμφίου〉”. REΓ3

sch ach

1060b

Tr οἰκουρῇ] οἴκοι μένῃ. Lh

sch ach

1060c

Tr τὸ πέος τοῦ νυμφίου] ἤγουν ὁ νυμφίος. παίζει δέ. Lh

sch ach

1063a

vet ὕπεχ’ ὧδε δεῦρο: πρόφερε τὸ ἀλάβαστρον, φησίν, ἐξ οὗ ἀλείφον‐ ται οἱ δειπνοῦντες, τὴν τοῦ μύρου λήκυθον. κατ’ ἐρώτησιν δὲ τοῦτο ἀναγνωσ‐ τέον· τὸ δὲ ἑξῆς, ὡς συμβουλεύοντος καὶ ὑποτιθεμένου πῶς αὐτῷ δεῖ χρή‐ σασθαι. REΓ

sch ach

1063b

Tr πρόφερε τὸ ἀλάβαστρον ἤγουν τὴν τοῦ μύρου λήκυθον, ἐξ οὗ ἀλεί‐ φονται οἱ δειπνοῦντες. Lh

sch ach

1064

vet κατ’ ἐρώτησιν. R

sch ach

1065a

vet Tr καταλέγωσι τουτῳ: τῷ ἀλείμματι. λέγει δὲ τῇ εἰρήνῃ. τὸ δὲ “καταλέγωσιν ἀντὶ τοῦ κατατάττωσιν. RELh

sch ach

1065b

Tr τουτῳΐ] κοινή. Lh

sch ach

1067

vet Tr οἰνήρυσιν: τὴν τοῦ οἴνου κοτύλην, ᾗ ἀρύονται. REΓ3Lh

sch ach

1068

Tr Χοᾶς] ἑορτὴ οὕτω καλουμένη τῶν Χόων. Lh

sch ach

1069

vet Tr τὰς ὀφρῦς ἀνεσπακώς] ἐσκυθρωπακώς. REΓ3Lh

sch ach

1071

vet Tr totus versus] ἔρχεταί τις καλῶν εἰς πόλεμον τὸν Λάμαχον. REΓLh

sch ach

1072

vet Tr ἀμφὶ χαλκοφάλαρα: ἀντὶ τοῦ πολύχαλκα. τραγικώτερον δὲ λέγει διὰ τὸ μεγαλόρρημον τοῦ Λαμάχου. REΓLh

sch ach

1074a

vet τοὺς λόχους] τοὺς στρατιώτας. REΓ3

sch ach

1074b

Tr λόχους] τάγμα στρατιωτῶν. Lh

sch ach

1075a

vet Tr τὰς εἰσβολάς: τὰς εἰσόδους τῶν πολεμίων στρατῶν. “νιφόμενονδὲ ὡς χειμῶνος ὄντος. REΓLh

sch ach

1075b

Tr νειφόμενον] τοῦτο εἰς τὸ “τηρεῖν συνάπτεται. Lh

sch ach

1076a

vet Tr (i) ὑπὸ τοὺς Χόας γάρ: Θεόπομπος τοὺς διασωθέντας ἐκ τοῦ κατακλυσμοῦ ἑψῆσαί φησι χύτραν πανσπερμίας, ὅθεν οὕτω κληθῆναι τὴν ἑορτήν, “καὶ θύειν αὐτοῖς ἔθος ἔχουσιν Ἑρμῇ χθονίῳ”, τῆς δὲ χύτρας οὐδένα γεύσασθαι. τοῦτο δὲ ποιῆσαι τοὺς περισωθέντας ἱλασκομένους τὸν Ἑρμῆν
5καὶ περὶ τῶν ἀποθανόντων. REΓLh
vet (ii) ἄλλως: ἐν μιᾷ ἡμέρᾳ ἄγονται οἵ τε Χύτροι καὶ οἱ Χόες ἐν Ἀθήναις, ἐν ᾧ πᾶν σπέρμα εἰς χύτραν ἑψήσαντες θύουσι μόνῳ τῷ Διονύσῳ καὶ Ἑρμῇ. οὕτως Δίδυμος. REΓ3

sch ach

1076b

Tr ἐν μιᾷ δὲ ἡμέρᾳ ἄγονται οἵ τε Χύτροι καὶ οἱ Χόες ὡς καὶ κατιὼν λέγει·
ὑπὸ τοὺς Χόας γὰρ καὶ τοὺσ Χύτρους αὐτοῖσί τις
ἤγγειλ
ε
5εἰς χύτραν γὰρ πᾶν σπέρμα ἑψήσαντες Διονύσῳ μόνῳ θύουσι καὶ Ἑρμῇ.
τελεῖται δὲ ἡ ἑορτὴ αὕτη παρ’ Ἀθηναίοις. Lh

sch ach

1077a

vet ἐμβαλεῖν Βοιωτίους: πολέμιοι γὰρ ἦσαν οἱ Βοιωτοί. ἐν τοῖς ἄνω γοῦν ὁ Δερκέτης ἔφη ὅτι Βοιωτοί τινες ἀφείλοντό μου τὸ ζεῦγος τῶν βοῶν. REΓ

sch ach

1077b

Tr Βοιωτίους] πολέμιοι γὰρ αὐτῶν ἦσαν. Lh

sch ach

1077c

Tr ὅτι πολέμιοι ἦσαν οἱ Βοιωτοὶ Ἀθηναίων ἄνω ὁ γεωργὸς ἐδήλωσεν, ὑπὸ τούτων εἰπὼν ἀφαιρεθῆναι τοὺς βόας. Lh

sch ach

1079a

vet οὐ δεινὰ μὴ ’ξεῖναί με: ὁ Δικαιόπολις οὐ δεινόν, φησί, μὴ ἐξου‐ σίαν ἔχειν με ἑορτάσαι; ἴσως διὰ τὸν τῶν στρατιωτῶν θόρυβον. REΓ

sch ach

1079b

Tr totus versus] ἴσως διὰ τὸν τῶν στρατιωτῶν θόρυβον τοῦτο λέγει. Lh

sch ach

1080

vet Tr πολεμολα〈μα〉χαϊκόν: ἔμφασιν ἔχει, ὡσεὶ ἔφη ξενικὸν ἢ Κοριν‐ θιακόν. EΓ3Lh

sch ach

1081

vet Tr καταγελᾷς ἤδη σύ μου: διὰ τὸ εἰπεῖν αὐτὸν “πολεμολαμαχαϊ‐ κόν REΓ3Lh

sch ach

1082a

vet βούλει μάχεσθαι Γηρυόνῃ τετραπτίλῳ;: ἀντὶ τοῦ τετρακε‐ φάλῳ. αἰνίττεται δὲ εἰς τὴν τοῦ Λαμάχου περικεφαλαίαν, τρεῖς λόφους ἔχουσαν, ἀπὸ τῶν περικειμένων αὐτῇ πτίλων. ὃ δὲ θέλει εἰπεῖν, τοῦτό ἐστι. βούλει πρὸς ἀκαταμάχητόν τινα μάχεσθαι; ὁ γὰρ Γηρυόνης, οὗ ἐμνήσθη, τρικέφαλος
5ἦν καὶ πολὺν ἀγῶνα παρέσχε τῷ Ἡρακλεῖ. δείκνυσι δὲ αὐτῷ τῶν τετραπτε‐ ρυλλίδων ἅμα τοῦτο λέγων. ἀντὶ τοῦ εἰπεῖν Γηρυόνῃ τρισωμάτῳ “τετρα‐ πτίλ εἶπεν. REΓ3

sch ach

1082b

Tr τετραπτίλῳ] τετρακεφάλῳ ὤφειλεν εἰπεῖν. Lh

sch ach

1082c

Tr δέον εἰπεῖν Γηρυόνῃ τρικεφάλῳ, ἤγουν δυσκαταγωνίστῳ τινί, βούλει μάχεσθαι, “τετραπτίλ εἶπε διὰ τὸ τὴν τοῦ Λαμάχου περικεφαλαίαν τετράλοφον εἶναι καὶ πτίλον ἐν ἑκάστῳ λόφῳ ἔχειν. ὁ δὲ Γηρυόνης οὗτος οὗ μέμνηται τρικέφαλος ἦν καὶ πολὺν ἀγῶνα παρέσχε τῷ Ἡρακλεῖ ὅτε τὰς βόας
5αὐτοῦ ἠβούλετο λαβεῖν. Lh

sch ach

1083a

vet αἶ α: τούτων τινὲς τὸ μὲν πρῶτον διὰ τῆς αι διφθόγγου γράφουσι (θρηνητικὸν γάρ), τὸ δὲ δεύτερον διὰ τοῦ ε ψιλοῦ (θαυμαστικὸν γάρ). EΓ

sch ach

1083b

vet ἀγγελίαν] τὸν πόλεμον δηλονότι. RE

sch ach

1084

vet αἶ αἶ τίνα δ’ αὖ μοι προστρέχει: ἔρχεται ἄγγελος καλῶν τὸν Δικαιόπολιν ἐπὶ δεῖπνον. REΓ3

sch ach

1086a

vet βάδιζε τὴν κίστην λαβών: τότε γὰρ οἱ καλοῦντες ἐπὶ δεῖπνον στεφάνους καὶ μύρα καὶ τραγήματα καὶ ἄλλα τοιαῦτα παρετίθεσαν, οἱ δὲ καλούμενοι ἔφερον ἑψήματα 〈καὶ κίστην καὶ χοᾶ〉. “κίστην δὲ τὴν ὀψοθή‐ κην. Ὅμηρος·
5
“μήτηρ δ’ ἐν κίστῃ ἐτίθει μενοεικέ’ ἐδωδήν,
ὄψα τε οἷα ἔδουσι διοτρεφέες βασιλῆες”. χόα δὲ ἐπεφέροντο οἱ καλούμενοι ἵνα μὴ κοινωνῶσιν ἀλλ〈οτρί〉ου ποτηρίου, διὰ τὴν ἐπὶ Ὀρέστῃ γενομένην αἰτίαν. REΓ3

sch ach

1086b

Tr τὴν κίστην] τὴν ὀψοθήκην. Lh

sch ach

1086c

Tr οἱ μὲν καλοῦντες ἐπὶ δεῖπνον στεφάνους καὶ μύρα καὶ τραγήματα καὶ ἄλλα παρετίθεσαν, οἱ δὲ καλούμενοι ἔφερον ἑψήματα καὶ κίστην ἤτοι ὀψοθήκην. καὶ Ὅμηρος·
“μήτηρ δ’ ἐν κίστῃ ἐτίθει μενοεικέ’ ἐδωδήν,
5
ὄψα τε οἷα ἔδουσι διοτρεφέες βασιλῆες”. ἔφερον δὲ οἱ καλούμενοι καὶ χοᾶ ἤτοι ποτήριον ἵνα μὴ κοινωνῶσιν ἀλλήλοις τοῦ αὐτοῦ ποτηρίου, διὰ τὴν ἐπὶ Ὀρέστῃ γενομένην αἰτίαν. ἡ δὲ περὶ τούτου ἱστορία εἴρηται ἐν Ἱππεῦσιν. Lh

sch ach

1087

Tr μεταπέμπεται] μετακαλεῖται. Lh

sch ach

1088a

vet ἐγκόνει: ἀντὶ τοῦ σπεῦδε. μέλλοντας γὰρ αὐτοὺς δειπνεῖν ἐπέχεις. REΓ3

sch ach

1088b

Tr ἐγκόνει] σπεῦδε. Lh

sch ach

1088c

Tr κατακωλύεις] ἤγουν μέλλοντας δειπνεῖν αὐτοὺς ἐπέχεις, τουτέστιν
ἀναμένοντές σε οὐ δειπνοῦσιν. Lh

sch ach

1091

vet Tr πάρα] πάρεισι. EΓ3Lh

sch ach

1092a

vet Tr σησαμοῦντες: ἄλλο σησαμοῦς καὶ ἄλλο σησάμη. σησαμοῦς μὲν εἶδος πλακοῦντος, σησάμη δὲ ἣν ἡμεῖς καλοῦμεν σησαμίδα. REΓ3Lh

sch ach

1092b

vet ἴτρια: καπυρώδη πλάσματα. Su. I 745

sch ach

1092c

Tr ἄμυλοι] ὁ κοινῶς λεγόμενος καταστατός. Lh

sch ach

1093a

vet ὀρχηστρίδες: ὑπερβατόν ἐστιν· ὀρχηστρίδες πάρεισι καλαὶ καὶ τὰ φίλτατα τοῦ Ἁρμοδίου, τουτέστι τὰ εἰς Ἁρμόδιον σκολιὰ ᾄσματα, ὅπερ ἀνωτέρω ἔφη “Ἁρμοδίου μέλος ᾄσεται”. REΓ

sch ach

1093b

Tr ὀρχηστρίδες] πόρναι ὀρχούμεναι. Lh

sch ach

1093c

Tr τὰ φίλταθ’ Ἁρμοδίου] τὰ εἰς Ἁρμόδιον σκολιὰ ᾄσματα. Lh

sch ach

1093d

Tr προείρηται ὅτι ἐν τοῖς συμποσίοις ᾖδον Ἁρμοδίου μέλος. τοῦτο οὖν ἐνταῦθα λέγει φίλτατα τοῦ Ἁρμοδίου. Lh

sch ach

1095a

vet ἐπεγράφου τὴν Γοργόνα: ὅτι ἐζωγράφεις ἐν τῇ ἀσπίδι μεγάλην Γοργόνα. REΓ

sch ach

1095b

Tr ἔγραφον γὰρ ἐν τῇ ἀσπίδι εἰκόνα μεγάλην τῆς Γοργόνος, ὡς εἴρη‐ ται. Lh

sch ach

1097

vet τὸν γυλιόν: γυλιὸς σπυριδῶδες πλέγμα, ἐν ᾧ τὰς τροφὰς ἔχοντες οἱ στρατιῶται ἐβάδιζον ἐπὶ πόλεμον. EΓ3

sch ach

1098

vet Tr τὴν κίστην] τὴν ὀψοθήκην. Γ3Lh

sch ach

1099a

vet Tr ἅλας θυμίτας: ἐκ θύμων κατεσκευασμένους. RΓΓ3Lh

sch ach

1099b

Tr οἶσε] κόμισον. Lh

sch ach

1100a

vet τεμάχη: λείπει τὸ ἰχθύων. “ἄχθομαι δὲ εἶπε διὰ τὸ μισεῖν τὸν πόλεμον. RΓ

sch ach

1100b

Tr τεμάχη] ἰχθύων τμήματα. Lh

sch ach

1100c

vet Tr ἄχθομαι] διὰ τὸ μισεῖν τὸν πόλεμον. Γ3Lh

sch ach

1101a

vet θρῖον ταρίχους: ἐπεὶ ἐπὶ φύλλων τὰ τεμάχη βαλλόμενα βαστά‐ ζονται. “σαπρο δὲ ἀντὶ τοῦ παλαιοῦ καὶ μὴ νέου. σκεύασμα δέ τι παρ’ Ἀθηναίοις τὸ θρῖον, ὃ περιλαμβάνει ὕειον στέαρ ἢ ἐρίφειον καὶ σεμίδαλιν καὶ γάλα καὶ τὸ λεκιθῶδες τοῦ ᾠοῦ πρὸς τὸ πήγνυσθαι· καὶ οὕτως εἰς φύλλα
5συκῆς ἐμβαλλόμενον ἥδιστον ἀποτελεῖ βρῶμα. οὕτω Δίδυμος. ἐκαλεῖτο δὲ ἄλλη τις σκευασία θρῖον, ἐγκέφαλος μετὰ γάρου καὶ τυροῦ κατασκευαζόμενος καὶ ἑλιττόμενος ἐν φύλλῳ συκῆς καὶ ὀπτώμενος. REΓ

sch ach

1101b

Tr θρῖον] φύλλον συκῆς. Lh

sch ach

1101c

Tr ταρίχους] κρέατος πεπασμένου. Lh

sch ach

1101d

Tr οἶσε] κόμισον. Lh

sch ach

1101e

Tr σαπροῦ] παλαιοῦ. Lh

sch ach

1101f

Tr ὅπως κατασκευάζεται τὸ θρῖον εἴρηται ἐν Ἱππεῦσιν. ἐκαλεῖτο δὲ καὶ ἄλλη τις σκευασία θρῖον, ἐγκέφαλος μετὰ γάρου καὶ τυροῦ κατασκευαζό‐ μενος καὶ ἑλιττόμενος ἐν φύλλῳ συκῆς καὶ ὀπτώμενος. Lh

sch ach

1102

vet ὀπτήσω δ’ ἐκε: ἀντὶ τοῦ ἔνθα ἀπέρχομαι δειπνῆσαι. ΓΓ3

sch ach

1105a

vet totus versus] εἰς 〈τὸ〉 τὴν περικεφαλαίαν ποιεῖν. RΓ3

sch ach

1105b

Tr στρούθου] εἶδος ὀρνέου οὕτως ὠνομασμένου. Lh

sch ach

1108

vet βλέπειν] ἀποβλέπειν. Γ3

sch ach

1109a

vet Tr τὸ λοφεῖον: ἐὰν μὲν ᾖ ὑποκοριστικόν, δηλοῖ τὸν ἐλάττονα τῶν τριῶν λόφων· ἐὰν δὲ διὰ τῆς ει διφθόγγου, προπερισπᾶται καὶ δηλοῖ τὴν θήκην τῶν λόφων. EΓLh

sch ach

1109b

vet τὴν θήκην τῶν λόφων. R

sch ach

1109c

Tr λοφεῖον] τὴν θήκην τοῦ κράνους τοῦ τριλόφου. Lh

sch ach

1110a

vet Tr λεκάνιον: κρατῆρα πεπληρωμένον τῶν λαγῴων κρεῶν. λεκάνια δὲ καὶ λεκανίδας τὰ μείζονα τῶν ὀξυβάφων καὶ ἐκπέταλα. REΓ

sch ach

1110b

Tr λεκάνιον] ἀγγεῖον μεῖζον τοῦ ὀξυβάφου. Lh

sch ach

1111a

vet τριχόβρωτες: θρὶψ ζῷον κατέσθιον τὰς τρίχας. οἱ σῆτες ὁ θρίψ. τριχόβρωτον δὲ τοῦτό φησιν. RΓ

sch ach

1111b

vet Tr τριχόβρωτες] θρὶψ σκώληξ κατεσθίων τὰς τρίχας. Γ3Lh

sch ach

1112a

vet Tr (i) τὴν μίμαρκυν: κυρίως μὲν μίμαρκυς ἡ λαγῴα χορδὴ ἡ ἐκ τῶν ἐντέρων. χρῶνται δὲ καὶ ἐπὶ χοίρου. REΓLh (ii) ἄλλως: μίμαρκυς σκευασία τις τῆς κοιλίας ἢ τῶν ἐντέρων. οἱ δὲ τὴν ἐκ τοῦ λαγῴου αἵματος καὶ τῶν ἐντοσθίων σκευαζομένην καρύκην. REΓLh

sch ach

1112b

Tr μίμαρκυν] λαγῴαν χορδήν. Lh

sch ach

1113

vet ὤνθρωπε βούλει: κατ’ ἐρώτησιν. δηλοῖ δὲ τὸ ἐν ἔχθρᾳ εἶναι. REΓ

sch ach

1115a

vet κἀπιτρέψαι Λαμάχ: ἐπιτρέψαι ὥστε κρῖναι. καὶ Μένανδρος ἐν Ἐπιτρέπουσι·
“ἐπιτρεπτέον τινί
ἔστι περὶ τούτων”.
5ταῦτα δὲ διαλέγεται πρὸς τὸν οἰκέτην διασύρων καὶ παίζων τὸν Λάμαχον. EΓ

sch ach

1115b

vet Tr κἀπιτρέψαι] ἐπιτρέψαι ὥστε κρῖναι. RLh

sch ach

1116a

vet Tr πότερον ἀκρίδες: διασύρει τὸν Λάμαχον ὡς ἀκρίδας ἐσθίοντα. ἢ ὅτι πρότερον εὐτελεῖ ἐχρῆτο τῇ διαίτῃ. REΓLh

sch ach

1116b

Tr πρὸς τὸν οἰκέτην δὲ διαλέγεται διασύρων καὶ παίζων Λάμαχον. Lh

sch ach

1118

vet Tr καθελών μοι τὸ δόρυ: παρατηρητέον ὅπως ὁ μὲν φιλοπόλεμος ὢν τὰ εἰς πόλεμον ζητεῖ, ὁ δὲ ἀντιστρόφως τὰ εἰς εἰρήνην. REΓLh

sch ach

1119

vet Tr δεῦρο τὴν χορδήν: χορδὴ καλεῖται τὸ παχὺ ἔντερον τοῦ προβάτου.
ELh

sch ach

1120

vet Tr τοὔλυτρον: τὴν θήκην. τὸ δὲ ἐντελὲς τὸ ἔλυτρον. EΓLh

sch ach

1121a

vet χ’ ἀντέχου πα: κράτει καὶ ἕλκε τοῦ δόρατος τὴν θήκην. RΓΓ3

sch ach

1121b

vet καὶ σὺ παῖ τοῦδ’ ἀντέχου: τοῦ ὀβελίσκου, ὥστε τὰ ἐμπεπαρμένα κρέα ἢ τὴν χορδὴν ἀφελκύσαι. REΓ

sch ach

1121c

Tr ἔχ’ ἀντέχου παῖ] ἕλκων τὸ δόρυ τοῦτο λέγει. Lh

sch ach

1121d

Tr καὶ σὺ κτλ.] καὶ οὗτος ὀβελίσκον ἕλκων ἔχοντα κρέας ἐμπεπαρμένον τοῦτο λέγει. Lh

sch ach

1122

vet τοὺς κιλλίβαντας: τρισκελῆ τινα σκευάσματα, ἐφ’ ὧν ἐπιτιθέασι τὰς ἀσπίδας διαναπαυόμενοι, ἐπειδὰν κάμωσι πολεμοῦντες. REΓ3

sch ach

1123a

vet καὶ τῆς ἐμῆς τοὺς κριβανίτας: λείπει γαστρός, ἵν’ ᾖ καὶ τῆς ἐμῆς γαστρὸς τὴν ἀνάπαυσιν ἔκφερε τοὺς κριβανίτας ἄρτους. ἔπαιξε δὲ χαριέντως ὅτι καὶ οὗτοι περιφερεῖς ὡς αἱ ἀσπίδεσ. EΓ

sch ach

1123b

Tr ἐμῆς] νοεῖται γαστρός. Lh

sch ach

1123c

Tr κριβανίτας] ἄρτους κριθίνους. Lh

sch ach

1123d

Tr κριβανίτας ἄρτους φασὶ τοὺς κριθίνους. εἴρηκε δὲ τοῦτο διὰ τὸ περιφερεῖς εἶναι καὶ τούτους ὡς αἱ ἀσπίδες. Lh

sch ach

1124

vet Tr γοργόνωτον ἀσπίδος 〈κύκλον〉: περιφραστικῶς τὴν ἀσπίδα. “γοργόνωτον δὲ τὴν ἔχουσαν Γοργόνα. REΓLh

sch ach

1125

vet τυρόνωτον: ἔπαιξε δὲ χαριέντως ὅτι καὶ οὗτοι περιφερεῖς ὡς ἀσπίδες. R

sch ach

1128a

vet κατάχει σὺ παῖ τοὔλαιον: εἰς τὸν ὀμφαλὸν τῆς ἀσπίδος ἵνα γένηται λαμπροτέρα. ὁ Λάμαχος δέ ἐστι παρακελευόμενος ἐπὶ τὸ μέρος τὸ χαλκοῦν τῆς ἀσπίδος ἔλαιον καταχυθῆναι ἵνα στίλβῃ. εἰσὶ γάρ τινες οἳ ἐν ἐλαίῳ ὁρῶντες μαντεύονται. οὕτως ὁ Σύμμαχος. σμήχει οὖν τὴν ἀσπίδα κατα‐
5χέων τὸ ἔλαιον ἐπὶ τῆς χαλκῆς πτυχός, εἶτα ὡς φαιδρυνθείσης αὐτῆς ἐνοπτρι‐ ζόμενος πρὸς αὑτὸν λέγει, ὁρῶ ἐν αὐτῇ γέροντα ὑπὸ δειλίας φεύγοντα, οἷον μὴ δυνάμενον ὁρᾶν τὴν ἀσπίδα διὰ τὴν ἔλλαμψιν. Ὅμηρος·
“ὄσσε δ’ ἄμερδε
〈αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων〉”.
10ταῦτα δὲ ὡς μαντευόμενος λέγει. REΓ

sch ach

1128b

Tr κατάχει κτλ.] ἐν τῷ ὀμφάλῳ τῆς ἀσπίδος, ἵνα γένηται λαμπροτέρα. Lh

sch ach

1128c

Tr ὅτι ὁ ἐν τῇ ἀσπίδι τῆς Γοργόνος τόπος χαλκοῦς ἦν. ἔθος δέ ἐστι τοῖς μέλλουσιν ἐκστρατεῦσαι σμήχειν τὰ ὅπλα ἵνα λαμπρὰ φαινόμενα ἐκπλήττῃ τοὺς πολεμίους. ἐπίχεε οὖν, φησίν, ἔλαιον καὶ σμῆξον τὴν ἀσπίδα. ἀλλὰ καὶ μετὰ τὸ σμῆξαι ἐπιχέουσιν ἔλαιον ἵνα στίλβωσι τὴν τοῦ ἡλίου ἀκτῖνα δεχό‐
5μενα, ὅπερ οὗτος ἐνταῦθα οἶμαι λέγει μᾶλλον. διὰ τοῦτο γὰρ καὶ τὸ ἑξῆς ἐπάγει. Lh

sch ach

1129

Tr φευξούμενον] μὴ δυνάμενον ὁρᾶν τὴν ἀσπίδα ὑπὸ δειλίας διὰ τὴν λαμπρότητα. Lh

sch ach

1131

vet Tr τὸν Γοργάσου: παίζει παρὰ τὴν Γοργόνα. RΓΓ3Lh

sch ach

1133a

vet ἔξαιρε παῖ θώρακα: πρὸς τὴν ὁμωνυμίαν ἔπαιξε. θωρήξασθαι γάρ ἐστι τὸ καθοπλισθῆναι, ἀλλὰ καὶ τὸ πίνειν καὶ τὸ μεθυσθῆναι, ἐπειδὴ θώραξ καὶ τὸ στῆθος. διὰ τὸ θερμαίνειν οὖν τὸ στῆθος θωρήσσειν λέγουσι τὸ μεθύειν καὶ 〈ἀκρο〉θώρακας τοὺς ἀκρομεθύσους ἐκάλουν. κέχρηται δὲ τῇ
5λέξει καὶ Ἀνακρέων. ἔστι δὲ Ἀττική. ἔξελε οὖν, φησί, κἀμοὶ τὸν χοᾶ, ὃν καλεῖ θώρακα, ὥστε θωρακισθῆναι, τουτέστι τὸν θώρακα πληρῶσαι. REG3

sch ach

1133b

Tr χοᾶ] ποτήριον. Lh

sch ach

1134

Tr θωρήξομαι] ὁπλισθήσομαι. Lh

sch ach

1135

vet Tr θωρήξομαι] οἷον μεθυσθήσομαι. RLh

sch ach

1137a

vet Tr κιστίδος] ὀψοθήκης. RLh

sch ach

1137b

vet ἐκ τῆς κιστίδος: καὶ κίστη καὶ κιστὶς λέγεται. καὶ διελθὼν τοῦτο τὸ δρᾶμα γνώσῃ. E

sch ach

1138

Tr γυλιὸν] ἀγγεῖον πλεκτόν, ἤγουν τὴν ὀψοθήκην. Lh

sch ach

1141a

vet Tr νίφει· βαβαιάξ: οἱ γὰρ ἐπὶ πόλεμον ἐξιόντες ἐπετήρουν τὰς διοσημίας. REΓLh

sch ach

1141b

vet χειμέρια] ἀντὶ τοῦ ψυχρά. R

sch ach

1141c

Tr νίφει] χιονίζει. Lh

sch ach

1143

vet (ad vv. 1143—9) ἴτε δὴ χαίροντες: κορωνὶς καὶ εἴσθεσις εἰς μέλος τοῦ χοροῦ προῳδικόν, περιόδων τριῶν. ὧν ἐστι πρώτη ἀναπαιστική. EΓ

sch ach

1144

vet Tr ὁδόν: ὁ μὲν γὰρ ἐπὶ πόλεμον, ὁ δὲ ἐπὶ δεῖπνον. REΓLh

sch ach

1145

vet στεφανωσαμέν: τῷ Δικαιοπόλιδι. λείπει δὲ τὸ πάρεστιν. REΓ

sch ach

1146a

vet σοὶ δὲ ῥιγῶν: ῥιγῶν Ἰωνικῶς ἀντὶ τοῦ ῥιγοῦν. REΓ

sch ach

1146b

vet προφυλάττειν] τὴν ἐμβολήν. R

sch ach

1148

Tr totus versus] παρατέλευτον. Lh

sch ach

1149a

vet τό γε δεῖνα] τὸ αἰδοῖον λέγει. R

sch ach

1149b

Tr τό γε δεῖνα] ἤγουν τὸ αἰδοῖον κατ’ εὐφημισμόν. Lh

sch ach

1150a

vet Tr Ἀντίμαχον: τὸν συγγραφέα τὸν μελῶν ποιητήν. Ψακὰς δὲ οὗτος ἐπεκαλεῖτο, ἐπειδὴ προσέρραινε τοὺς ὁμιλοῦντας διαλεγόμενος. ἦν δέ τις καὶ Ὀλυμπιόνικος καλούμενος Ψακάς διὰ τοῦτο. ἐδόκει δὲ ὁ Ἀντίμαχος οὗτος ψήφισμα πεποιηκέναι ὅτι μὴ δεῖ κωμῳδεῖν ἐξ ὀνόματος, καὶ ἐπὶ τούτῳ πολλοὶ
5τῶν ποιητῶν οὐ προσῆλθον ληψόμενοι τὸν χορόν, καὶ δῆλον ὅτι πολλοὶ τῶν χορευτῶν ἐπείνων. ἐχορήγει δὲ τότε ὁ Ἀντίμαχος ὅτε εἰσήνεγκε τὸ ψήφισμα. οἱ δὲ λέγουσιν ὅτι ποιητὴς ὢν καλὸς χορηγῶν ποτε μικρολόγως τοῖς χορευταῖς
ἐχρήσατο. EΓLh

sch ach

1150b

vet (ad vv. 1150—73) τὸν ξυγγραφ: διπλῆ καὶ ἡ τῶν ὁμοίων δυὰς ἔχουσα τὰς περιόδους δωδεκακώλους, ὧν τὸ πρῶτον χοριαμβικὸν δίμετρον ἀκατάληκτον, τὸ βʹ ἐν μὲν τῇ πρώτῃ περιόδῳ ἐστὶν ἰαμβικόν, ἐν δὲ τῇ δευτέρᾳ περιόδῳ χοριαμβικόν· ἔστι δὲ συγγενὲς τῷ ἰαμβικῷ. τὸ τρίτον χοριαμβικόν.
5ἑφθημιμερὲς τὸ τέταρτον. E

sch ach

1150c

vet φασὶ γὰρ αὐτὸν γράψαι ψήφισμα ὥστε τοὺς χοροὺς μηδὲν ἐκ τῶν χορηγῶν λαμβάνειν. “τὸν Ψακάδος ἔφη, οἱ μὲν ὅτι οὕτως ἐπεκαλεῖτο διὰ τὸ συνεχῶς πτύειν, ἢ διὰ τὸ μηδὲν ἀναλῶσαι. R

sch ach

1150d

Tr Ψακάδος] ἐπειδὴ προσέρραινε τοὺς ὁμιλοῦντας διαλεγόμενος. Lh

sch ach

1155a

vet ἀπέλυσεν ἄδειπνον: ἀπέκλεισε δείπνων. ἀντὶ τοῦ ἀπεστέρησε τοὺς μισθούς, οὐδέν μοι ἐχορήγησεν. REΓ

sch ach

1155b

Tr Λήναια] ἑορτὴ Διονύσου. Lh

sch ach

1155c

Tr ἀπέλυς’ ἄδειπνον] ἤγουν ἀπεστέρησε τοὺς μισθούς. Lh

sch ach

1156

Tr τευθίδος] εἶδος ἰχθύος. Lh

sch ach

1158a

vet σίζουσα: ἀντὶ τοῦ ζέουσα, ὡς ἐπὶ τηγανιζομένης, ποιὸν ἦχον ἀποτελοῦσα. καὶ Ὅμηρος·
“ὣς τοῦ σῖζ’ ὀφθαλμὸς 〈ἐλαΐνῳ ἀμφὶ πελέκει〉”. “πάραλος δὲ ἀντὶ τοῦ παραθαλασσία, ἢ παρὰ τοὺς ἅλας κειμένη. ἐπεὶ δὲ
5καὶ ἱερὰ ναῦς τῶν Ἀθηναίων Πάραλος καλεῖται ἐπήνεγκε τὸ “ὀκέλλοι”, ὅ ἐστι προσορμίζοι, ὡς ἐπὶ νεώς. REΓ

sch ach

1158b

Tr σίζουσα] ζέουσα. Lh

sch ach

1158c

Tr πάραλος] θαλασσία. Lh

sch ach

1159

Tr ὀκέλλοι] προσορμίζοι, ἐπὶ τῆς νεὼς τῆς ὀνομαζομένης Παράλου. Lh

sch ach

1164a

vet ἠπιαλῶν: ἀντὶ τοῦ ῥιγοπυρέτῳ περιπεσών· ἠπίαλος γὰρ κυρίως ὁ μετὰ ῥίγους πυρετός. “ἠπιαλῶν δὲ εἶπε καὶ “βαδίζων ἀντὶ τοῦ ἠπιαλοῦντα
καὶ βαδίζοντα. “ἱππασίας δὲ ἀντὶ τοῦ ἱππικῆς, ὡς ὄντος αὐτοῦ ἱππέως. καὶ γὰρ ἕως ἑσπέρας διατρίβουσιν ἐν τῇ δοκιμασίᾳ οἱ ἱππεῖς. περιοδικὴ δέ
5ἐστιν ἡ νόσος, ἔνθεν ἔπαιξεν εἰπὼν “ἐξ ἱππασίας ἠπιαλῶν”, ἐπεὶ ὡς εἶπον περιοδικὴ ἡ νόσος ἠπίαλος. EΓ

sch ach

1164b

vet βαδίζων] ἀντὶ τοῦ βαδίζοντα κατὰ τὸ ἀρχαῖον σύνηθες ὡς
”〈ἐξὸν καθεύδειν〉 τὴν ἐρωμένην ἔχων” ἀντὶ τοῦ ἔχοντα. R

sch ach

1164c

Tr ἠπιαλῶν] ἀντὶ τοῦ ῥιγοπυρέτῳ περιπεσών. RLh

sch ach

1164d

Tr ἱππασίας] ἤγουν ἱππικῆς. Lh

sch ach

1164e

Tr ἠπίαλος λέγεται ὁ μετὰ ῥίγους πυρετός. ἐπειδὴ οὖν περιοδική ἐστιν ἡ νόσος, περιοδικὴ δὲ καὶ ἡ ἱππασία, ἐκ πρωΐας γὰρ μέχρις ἑσπέρας διατρί‐ βουσιν ἐν τῇ δοκιμασίᾳ τῶν ἵππων, διὰ τοῦτο “ἠπιαλῶν ἔφη “οἴκαδ’ ἐξ ἱππασίας βαδίζων θλασθείη τὴν κεφαλήν. Lh

sch ach

1167a

vet τῆς κεφαλῆς Ὀρέστης: Ἀττικῶς ἀντὶ τοῦ τὴν κεφαλήν. ὁ δὲ Ὀρέστης οὗτος προσποιούμενος μανίαν τοὺς παριόντας ἀπέδυεν. ἦν γὰρ λωποδύτης. ἢ καὶ πρὸς τὴν ὁμωνυμίαν, ἀντὶ τοῦ ὁ μαινόμενος 〈ὡς ὁ Ὀρέστησ〉. REΓ

sch ach

1167b

Tr τῆς κεφαλῆς] Ἀττικῶς ἀντὶ τοῦ τὴν κεφαλήν. Lh

sch ach

1167c

Tr Ὀρέστης τις μανίαν ὑποκρινόμενος ἀπέδυε τοὺς παριόντας. λωπο‐ δύτης γὰρ ἦν. ἢ πρὸς τὴν ὁμωνυμίαν τοῦ Ὀρέστου ἐκείνου, τοῦ υἱοῦ τοῦ Ἀγαμέμνονος τοῦ μανέντος, καὶ τοῦτον μαινόμενον λέγει. Lh

sch ach

1170

Tr πέλεθον] βόλιτον. Lh

sch ach

1171

Tr ἐπαΐξειεν] συνίζησις. Lh

sch ach

1173a

vet βάλοι Κρατῖνον: παρ’ ὑπόνοιαν λέγει Κρατῖνον οὐ τὸν ποιητὴν ἀλλά τινα ἕτερον, ἀλαζόνα καὶ θρασὺν καὶ μέθυσον. βάλοι οὖν φησι τοῦτον, ἵνα πλείοσι κακοῖς περιπέσῃ τυπτόμενος ὑπ’ αὐτοῦ. REΓ

sch ach

1173b

Tr Κρατῖνον] οὐ τὸν ποιητὴν ἀλλ’ ἕτερον, ἀλαζόνα καὶ μέθυσον. Lh

sch ach

1174a

vet (ad vv. 1174—89) ὦ δμῶες: εἰσέρχεται γὰρ ὁ ὑποκριτής. καὶ ἔστιν ἰαμβεῖα τρίμετρα ἀκατάληκτα ιϛʹ. EΓ

sch ach

1174b

Tr σύστημα κατὰ περικοπήν. Lh

sch ach

1176

vet Tr ὀθόνια: τὰ λεγόμενα παρὰ τοῖς ἰατροῖς λυχνώματα. “κηρωτὴνδὲ ἔμπλαστρον φάρμακον. EΓLh

sch ach

1177a

vet οἰσυπηρά] ῥύπου πεπληρωμένα. οἰσύπη δέ ἐστι τὸ διαχώρημα τῶν προβάτων. R

sch ach

1177b

vet λαμπάδιον περὶ τὸ σφυρόν: οἱ μὲν τὸ λεπτὸν χειρίδιον, οἱ δὲ ἐπιδέσμου εἶδος, οἱ δὲ τὸν νάρθηκα τῶν ἰατρῶν τὸν ναρθηκίζοντα τὸ σφυρόν, οἱ δὲ τὰ ἔμμοτα. “οἰσυπηρ δὲ τὰ ῥύπου πεπληρωμένα. EΓ

sch ach

1177c

Tr οἰσυπηρά] ῥύπου πεπληρωμένα. Lh

sch ach

1177d

Tr λαμπάδιον] καταδέσμου εἶδος. Lh

sch ach

1177e

Tr τὸ σφυρόν] τὸ ὀστοῦν τὸ κάτωθεν τοῦ γόνυος. Lh

sch ach

1178a

Tr χάραξ ἐστὶ ξύλον ἐν ᾧ τὰς ἀμπέλους δεσμοῦσιν ὥστε ἵστασθαι καὶ μὴ πίπτειν εἰς γῆν. Lh

sch ach

1178b

Tr τάφρον] τὸν κοινῶς τράφον. Lh

sch ach

1179a

vet παλίνορρον:〉 παλινόρμητον. 〈διπλοῦν ἐποίησε τὸ ἀνάπαλιν ὁρμώμενον ποιεῖν〉. “ἐξεκόκκισεν δὲ ἀντὶ τοῦ ἐξέβαλεν, ἐξέκλασεν. ἡ μεταφορὰ ἀπὸ τῶν κόκκων. θέλει δὲ εἰπεῖν, ἔκλασε τὸν πόδα. R

sch ach

1179b

Tr τὸ σφυρόν] τὸ ἀπὸ τοῦ γόνυος κάτω κῶλον. Lh

sch ach

1179c

Tr παλίνορρον] ἐκτραπὲν τῆς ἁρμονίας. Lh

sch ach

1179d

Tr ἐξεκόκκισεν] ἤχησε. Lh

sch ach

1180a

Tr τῆς κεφαλῆς] Ἀττικὸν ἀντὶ τοῦ τὴν κεφαλήν. Lh

sch ach

1180b

Tr κατέαγε] συνέθλασε. Lh

sch ach

1181a

vet καὶ Γοργόν’ ἐξήγειρεν: παρ’ ὑπόνοιαν. θέλων γὰρ εἰπεῖν ὅτι ἀπὸ τῆς πληγῆς κορδύλην ἐνεποίησεν, αὐτὸς ὁ Λάμαχος, ἔφη, Γοργόν’ ἐξή‐ γειρεν· ὡσεὶ ἔλεγεν, οἴδημα ἀνέστησεν ἐπὶ τῆς κεφαλῆς. EΓ

sch ach

1181b

vet Tr totus versus] ὡσεὶ ἔλεγεν, οἴδημα ἀνέστησεν ἐπὶ τῆς κεφαλῆς. RLh

sch ach

1182a

vet πτίλον δὲ τὸ μέγα: ἔπαιξε πλάσας ὄνομα ὄρνιθος. τινὲς οὕτως· πτίλου δὲ τοῦ μεγάλου πεσόντος εἰς τὰς πέτρας, δεινὸν μέλος ἐξηύδα ὁ Λάμαχος. ἢ πεσὼν πρὸς ταῖς πέτραις ἐθρήνει τὸ μέγα πτίλον. REΓ

sch ach

1182b

Tr ἔπαιξε πλάσας ὄνομα ὄρνιθος διὰ τὸ κομπηρὸν τοῦ Λαμάχου. πτίλον δὲ μέγα λέγει τὴν περικεφαλαίαν αὐτοῦ ἀπὸ τοῦ ἐν αὐτῇ πτεροῦ. οὐ γὰρ τὸ πτερὸν πεσὸν εἰς πέτραν ἤχησεν ἀλλὰ τὸ κράνος ἐκ χαλκοῦ κατεσκευασμέ‐ νον. Lh

sch ach

1182c

Tr πτίλον] ἤγουν τὸ κράνος. Lh

sch ach

1182d

Tr κομπολακύθου] τοῦ κομπηρὰ λαλοῦντος Λαμάχου. Lh

sch ach

1183

Tr δεινὸν ἐξηύδα μέλος] φοβερὸν ἀπήχησεν. Lh

sch ach

1184

Tr κλεινὸν ὄμμα] ἥλιε. Lh

sch ach

1186a

vet εἰς ὑδρορρόαν] εἰς ὕφαλον πέτραν. R

sch ach

1186b

Tr ὑδρορρόαν] ὕφαλον πέτραν, ἢ τὸ κοινῶς ἀγώγιον δι’ οὗ διέρχεται τὸ ὕδωρ. Lh

sch ach

1187

Tr δραπέταις] φεύγουσί τισι. Lh

sch ach

1188a

Tr κατασπέρχων] κατεπειγόμενος, σπουδάζων. Lh

sch ach

1188b

Tr totus versus] ὁ στίχος ἐκ Τηλέφου Εὐριπίδου. Lh

sch ach

1190a

vet (ad vv. 1190—1202) ἀτταταῖ: διπλῆ καὶ μέλος μεταβολικόν. Γ

sch ach

1190b

vet Tr ἀτταταῖ] θρηνῶν παρατραγῳδεῖ. RLh

sch ach

1190c

Tr παρατηρητέον ὅτι ἀντιτίθησιν αὖθις ὁ μὲν τὰ ἐκ τοῦ πολέμου δεινὰ ἅπερ ἔπαθεν, ὁ δὲ ἅπερ ἔχει ἐν εἰρήνῃ χαρμόσυνα. Lh

sch ach

1190d

Tr ἀτταταῖ] φεῦ. Lh

sch ach

1197

vet Tr κατεγχάνοι: καταγελάσοι. RΓLh

sch ach

1198

Tr ἀτταταῖ] φεῦ. Lh

sch ach

1199a

vet Tr καὶ κυδώνια: ὡσεὶ ἔλεγε μῆλα, ὅτι παρὰ τὰ ἄλλα σκληρότερά εἰσιν. RΓLh

sch ach

1199b

Tr τῶν τιτθίων] τῶν μαστῶν. Lh

sch ach

1200

vet Tr ὦ χρυσίω] πρὸς τὰς δύο πόρνας λέγει. RLh

sch ach

1201

vet Tr τὸ περιπεταστὸν κἀπιμανδαλωτόν: εἴδη φιλημάτων ἐρωτικῶν, ἐν οἷς δεῖ τὴν γλῶτταν τοὺς φιλοῦντας λείχειν. REΓLh

sch ach

1202

Tr χοᾶ] ποτήριον. Lh

sch ach

1206

vet Tr Λαμαχίππιον] ἱππικὲ Λάμαχε. RΓ3Lh

sch ach

1208a

vet τί με σὺ κινεῖς; τί 〈με σὺ〉 δάκνεις; ἔνιοι ἓν εἶναι βούλονται, ἵν’ ᾖ ὁ Λάμαχος λέγων πρὸς τὸν Δικαιόπολιν τὸ “τί με σὺ δάκνεις;”, ἵν’ ᾖ τὸ κινεῖν ἀντὶ τοῦ σαίνειν. ὡσεὶ ἔλεγε, τί μου καταπαίζεις καὶ λυπεῖς μ’, ὦ Δικαιόπολι; REΓ

sch ach

1208b

Tr τί με σὺ δάκνεις;] ὡς κύων δάκνεις. Lh

sch ach

1210a

vet (ad vv. 1210—3) τάλας ἐγ: διπλῆ καὶ ἄλλη περίοδος πεντά‐ κωλος, ἧς τὸ πρῶτον ὅμοιον τῷ πρὸ αὐτοῦ, 〈ἰαμβικὸν〉 δίμετρον ἀκατάληκτον· τὸ βʹ ἰθυφαλλικόν· τὸ γʹ ἰαμβικὸν ἐν ἐκθέσει· τὸ δʹ ἐν εἰσθέσει ἰαμβικὸν ἡμιόλιον· τὸ εʹ ἰαμβικὸς στίχος. EΓ3

sch ach

1210b

Tr ξυμβολῆς] συγκρούσεως. Lh

sch ach

1211a

vet Tr τοῖς Χουσὶ γάρ τις: ἐπεὶ ὁ Λάμαχος εἶπε “ξυμβολῆς βαρείας
ἐπήνεγκεν ὁ Δικαιόπολις “ξυμβολάς”, παίζων πρὸς τὴν ὁμωνυμίαν, τὸ ἐπὶ τῶν δείπνων λεγόμενον. λέγεται γὰρ συμβολὴ καὶ ἐπὶ δείπνου τοῦ ἐκ κοινοῦ ἐπιτελουμένου· ἃς Ὅμηρος ἐράνους φησίν·
5“εἰλαπίνη ἠὲ γάμος, ἐπεὶ οὐκ ἔρανος τάδε γ’ ἐστίν”. REΓLh

sch ach

1211b

Tr ξυμβολὰς ἐπράττετο] ἤγουν ἐράνους ἀπῄτει. Lh

sch ach

1213a

vet ἀλλ’ οὐχὶ νυνὶ τήμερον: οὐκ ἔστι σοι σήμερον ἡμέρα παιωνία καὶ ὑγιεινή. ἕκαστον δὲ ὧν ὁ Λάμαχος λέγει, τρέπει οὗτος εἰς παιδιάν. Παιᾶνα, φησίν, ἐπικαλῇ, ὥσπερ οὐκ εἰδὼς ὅτι σήμερον οὐκ ἔστι Παιώνια. ἔστι δὲ ἑορτὴ Ἀθήνησιν, Ἀπόλλωνι ἴσως ἀνακειμένη. EΓ

sch ach

1213b

vet ἑορτὴ Ἀθήνησιν. ἐπεὶ ἐκεῖνος Παιῶνα καλεῖ, ἔπαιξεν ὁ Δικαιόπολις καί φησιν ὅτι οὐκ ἔστι σήμερον τὰ Παιώνια. R

sch ach

1213c

Tr πρὸς τὴν ὁμωνυμίαν πάλιν τοῦ Παιᾶνος οὐκ ἔστι, φησί, σήμερον Παιώνια, ἤγουν οὐχ ἡμέρα ἐστὶν ὑγιεινή· παιώνια γάρ εἰσι φάρμακα θεραπευ‐ τικὰ ἀπὸ Παιήωνος, ἰατροῦ παλαιοῦ. ἕκαστον δὲ ὧν ὁ Λάμαχος λέγει τρέπει οὗτος εἰς παιδιάν. Lh

sch ach

1213d

Tr Παιώνια] ἑορτὴ Ἀθήνησιν εἰς Ἀπόλλωνα. Lh

sch ach

1214a

vet (ad vv. 1214—25) λάβεσθέ μου λάβεσθε: διπλῆ καὶ δυάδες τρεῖς, δικώλους ἔχουσαι τὰς περιόδους, ἐξ ἰάμβου τριμέτρου ἀκαταλήκτου ἐκκειμένου 〈καὶ κώλων διαφόρων〉. τῆς μὲν οὖν πρώτης δυάδος τὸ δεύτερόν ἐστι παιωνικὸν δίρρυθμον, τὸ “προσλάβεσθ’ ὦ φίλαι”.

sch ach

1214b

Tr λάβεσθέ μου] πρὸς τοὺς φίλους φησὶν ἢ τοὺς οἰκέτας. Lh

sch ach

1216

vet ἐμοῦ δέ γε] πρὸς τὰς πόρνας φησὶν ὁ Δικαιόπολις. RΓ3

sch ach

1219a

vet καὶ σκοτοδινιῶ] τῆς δευτέρας συζυγίας δόχμιον † ὧδε. Γ3

sch ach

1219b

vet Tr σκοτοδινιῶ] σκοτίζομαι. Γ3Lh

sch ach

1223a

vet παιωνίαισι] τῆς τρίτης δυάδος ἰαμβικὸν ἑφθημιμερές. Γ3

sch ach

1223b

vet Tr παιωνίαισι] ταῖς ὑγιειναῖς, ταῖς θεραπευτικαῖς. RΓ3Lh

sch ach

1224a

vet ποῦ ’στιν ὁ βασιλεύς: δηλοῖ ὡς ἄρα τὴν ἐπιμέλειαν εἶχε τῆς ἁμίλλης τοῦ χοός, καὶ τὸ ἆθλον ἐδίδου τῷ νικήσαντι τὸν ἀσκόν. ὁ δὲ βασιλεὺς ἀρχή τίς ἐστιν. ἦν δὲ καὶ τῶν μυστηρίων ἐπιμελητής, τῶν πομπῶν δὲ καὶ τῶν θυσιῶν ἦρχεν. EΓ

sch ach

1224b

vet ὡς ἄρα τὴν ἐπιμέλειαν ὁ βασιλεὺς εἶχε τῶν Ληναίων. R

sch ach

1224c

Tr ἀρχή τις ἦν ἐν Ἀθήναις καλουμένη βασιλεύς. εἶχε δὲ ἐπιμέλειαν τῆς ἁμίλλης τοῦ χοός, καὶ τὸ ἆθλον ἐδίδου τῷ νικήσαντι. ἦν δὲ καὶ τῶν μυστη‐ ρίων ἐπιμελητὴς καὶ τῶν πομπῶν καὶ τῶν θυσιῶν. Lh

sch ach

1225

vet ἀπόδοτέ μοι τὸν ἀσκόν] ὡς νικήσας τὸν ἆθλον αἰτεῖ τὸν ἀσκόν. RΓ3

sch ach

1226a

vet ὀδύρτα: κατὰ ἐναλλαγὴν τοῦ ς Ὀδύρσα, τουτέστι Θρᾳκική· ἢ ἀπὸ τοῦ ὀδύρεσθαι, τουτέστι θρῆνον ἐμποιοῦσα καὶ ὀδυρμόν. REΓ

sch ach

1226b

Tr ὀδύρτα τις λόγχη, τουτέστι Θρᾳκική, κατὰ ἐναλλαγὴν τοῦ ς. Ὀδύρσα γὰρ ὤφειλεν εἰπεῖν. ἢ ἀπὸ τοῦ ὀδύρεσθαι, τουτέστιν ἡ θρῆνον ποιοῦσα καὶ ὀδυρμόν. Lh

sch ach

1226c

Tr ὀδύρτα] ὀδυρμὸν ποιοῦσα. Lh

sch ach

1227a

vet Tr ὁρᾶτε] τὸν ἀσκὸν δείκνυσι κενόν. RΓ3Lh

sch ach

1227b

Tr τήνελλα] μίμημα ἀπηχήματος αὐλοῦ. Lh

sch ach

1228

vet ὦ πρέσβυ: ἑαυτὸν γὰρ ὑπετίθετο πρέσβυν, πρὸς τὴν γυναῖκα δια‐ λεγόμενος ἐν τῇ ἀρχῇ τοῦ δράματος. EΓ

sch ach

1229a

vet (i) ἄμυστιν: τὴν ἀθρόαν πόσιν οὕτως ἔλεγον. ἔστι δὲ καὶ εἶδος ποτηρίου φιαλώδους. EΓ (ii) ἄλλως: οἷον ὁμοῦ καὶ ἀθρόως ἔπιον. ἢ παρὰ τὸ ἀπνευστὶ ἐκπιεῖν. ἢ παρὰ τὸ μὴ μύειν. ἔστι δὲ καὶ εἶδος ποτηρίου. REΓ3

sch ach

1229b

Tr ἄμυστιν] ποτήριον. Lh

sch ach

1229c

Tr ἐξέλαψα] ἤγουν ἔπιον. Lh

sch ach

1231

vet τήνελλα: μίμημα ἐπιφθέγματος αὐλοῦ τὸ τήνελλα. REΓ

sch ach

1232a

vet (ad vv. 1232—4) ἐν εἰσθέσει δίμετροι ἰαμβικοὶ ἀκατάληκτοι 〈δύο, καταληκτικὸς δὲ εἷσ〉. ΓΓ3

sch ach

1232b

vet ἀλλ’ ἑψόμεσθα σὴν χάριν: λείπει ἡ εἰς πρόθεσις, ἵν’ ᾖ εἰς σὴν
χάριν. EΓΓ3