|
TLG 5013 006 :: SCHOLIA IN ARATUM :: Scholia in Aratum (scholia vetera) (e cod. Paris gr. 2728) SCHOLIA IN ARATUM Schol. Scholia in Aratum (scholia vetera) (e cod. Paris gr. 2728) Citation: (Line) | ||
| 1t | SCHOL PARIS 2728 | |
|---|---|---|
| 3 | 〈Ζ〉ητεῖται, διὰ τί ἐκ τοῦ Διὸς ἤρξατο, καὶ οὐκ ἀπὸ τῶν Μου‐ | |
| 5 | σῶν, ὡς Ὅμηρος. οἰκειότερον ἡγήσατο ἀρχὴν τῶν Φαινομένων ποιήσασθαι ἀπὸ τοῦ Διός, ἐπει‐ δὴ καὶ τῶν Μουσῶν ἀρχηγέτης αὐτός ἐστιν. οὐ φαίνεται δὲ | |
| 10 | Ἄρατος μόνος οὕτως ἦρχθαι, ἀλλὰ καὶ Κράτης ὁ κωμικὸς (fr 52 K.) εἰπὼν ‘ἐξ Ἑστίας ἀρχό‐ μενος εὔχομαι θεοῖσ‘ καὶ Σώ‐ φρων (fr 51 Botzon) ‘ἐξ Ἑστίας | |
| 15 | ἀρχόμενος καλῶ Δία πάντων | |
| ἀρχηγέτη〈ν〉‘. | 177 | |