TLG 5010 023 :: SCHOLIA IN AESCHYLUM :: Scholia in Eumenides (scholia vetera et recentiora Demetrii Triclinii) (e cod. Neapol. II.F.31)

SCHOLIA IN AESCHYLUM Schol.
(Varia)

Scholia in Eumenides (scholia vetera et recentiora Demetrii Triclinii) (e cod. Neapol. II.F.31)

Source: Turyn, A. (ed.), The manuscript tradition of the tragedies of Aeschylus. New York: Polish Institute of Arts and Sciences, 1943 (repr. Hildesheim: Olms, 1967): 125–137.

Dup. partim 5010 001, 002

Citation: Argumentum-scholion — (line)

Arg

Ὑπόθεσις τοῦ προκειμένου δράματος. Ὀρέστης ἐν Δελφοῖς περιεχόμενος ὑπὸ τῶν Ἐρινύων βουλῇ Ἀπόλ‐ λωνος παραγίνεται εἰς Ἀθήνας εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς· ἧς βουλῇ νι‐ κήσας κατῆλθεν εἰς Ἄργος. τὰς δὲ Ἐρινύας πραείας γινομένας κατ’ εὐ‐
5φημισμὸν προσηγόρευσεν Εὐμενίδας. παρ’ οὐδετέρῳ κεῖται ἡ μυθο‐ ποιΐα. τὰ τοῦ δράματος πρόσωπα· προφῆτις τῆς Πυθίας· Ἀπόλλων· Ὀρέστης· Κλυταιμήστρας εἴδωλον· χορὸς Εὐμενίδων· Ἀθηνᾶ· προ‐ πομποί.

Inscr

Αἰσχύλου Εὐμενίδες.

1a

ἡμέτερον: † ἡ εἴσθεσις τοῦ παρόντος δράματος ἐκ συστηματι‐ κῶν ἐστι περιόδων, οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ρλγʹ, ὧν τελευταῖος (Eum. 139): ἕπου, μάραινε δευτέροις διώγμασι”. μετὰ δὲ τὸν ριϛʹ, τὸν ριηʹ, τὸν ρκʹ, τὸν ρκβʹ κώλου τμήματα δʹ, ἃ μονό‐
5μετρά ἐστι βραχυκατάληκτα. μετὰ δὲ τὸν ρκδʹ ἕτερα βʹ κῶλα, ὧν τὸ ἓν δίμετρον βραχυκατάληκτον, τὸ δὲ ἕτερον ἑφθημιμερὲς ἐκ τριβραχέων. εἰ δὲ καὶ τροχαϊκὰ τὰ κῶλα ταῦτα εἴποις, οὐκ ἂν ἁμάρτοις. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.

1b

† τὸ προοίμιον διηγηματικόν. σχόλια παλαιά.

1c

{Καὶ νῦν τυχεῖν με:} φαίνεται ἐπὶ τῆς σκηνῆς εἶναι τὸ μαν‐ τεῖον· ἡ δὲ προφῆτις πρόεισιν ἐπίκλησιν, ὡς ἔθος, τῶν θεῶν ποιησο‐
μένη. ἀπροόπτως δὲ ἰδοῦσα τὰς Ἐρινύας κύκλῳ τοῦ Ὀρέστου καθευ‐ δούσας, πάντα μηνύει τοῖς θεαταῖς, οὐχ ὡς διηγουμένη τὰ ὑπὸ τὴν σκη‐125
5νήν—τοῦτο γὰρ νεωτερικὸν καὶ Εὐριπίδειον—, ὑπὸ δὲ τῆς ἐκπλήξεως τὰ θορυβήσαντα αὐτὴν καταμηνύουσα φιλοτέχνως. τὰ δὲ πρῶτα ἐξ εὐχῆς καὶ ἐπικλήσεως θεῶν ἤρξατο, ἵνα ἀπὸ τῶν εὐφημοτέρων ἄρξηται ἡ προ‐ φῆτις.

3

Ἣ δὴ τὸ μητρός: ἢ τῆς κοινῆς μητρὸς πάντων Γῆς, ἢ τῆς Θέ‐ μιδος· ἥτις ὀπτήριον θεασαμένη τὸν τῆς ἀδελφῆς αὐτῆς Λητοῦς παῖδα δέδωκε συγγενικὴν δόσιν. ἀπόδειξις δὲ αὕτη τῆς δωρεᾶς οὐκ ἀχάριστος.

13

Κελευθοποιοὶ παῖδες: Θησεὺς τὴν ὁδὸν ἐκάθηρε τῶν λῃστῶν· καὶ ὅταν πέμπωσιν εἰς Δελφοὺς θεωρίαν, προέρχονται ἔχοντες πελέ‐ κεις ὡς διημερώσοντες τὴν γῆν.

15

(τιμαλφεῖ:) τιμᾷ.

22

Ἔνθα Κωρυκὶς πέτρα: πέτραν φησὶ κοίλην τὸν Παρνασσόν· διὰ τὸ εἶναι δὲ κοῖλον τὸ ὄρος λέγεται ἐκεῖ ἀναστρέφεσθαι τοὺς δαίμονας, καὶ διὰ τὸ ἄοικον εἶναι.

24

(Βρόμιος:) ὁ Διόνυσος.

26a

Λαγὼ δίκην: οἱ λαγοὶ δειλοί εἰσιν· φησὶν οὖν αὐτὸν λαγωοῦ δίκην ὑποπτήξαντα μὴ ἀντιστῆναι τοῖς πολεμοῦσιν αὐτόν.

26b

(Πενθεῖ:) τῷ.

27

{Ἡφαίστου χθόνα:} 〈Ποσειδῶνος κράτος:〉 τὴν Πυθὼ τὴν πρώην Ποσειδῶνος, ὑπὲρ ἧς Καλαύρειαν ἐδέξατο. Καλλίμαχος (fg. 221 Schneider)· “μέσφα Καλαυρείης ἦλθεν ἐς ἀντίδοσιν”.

29

{Τούτους ἐν εὐχαῖς:} τοῦτό φησιν, ἐπειδὴ δραματική ἐστιν ἡ ποίησις· εἰ δὲ ἦν διηγηματική, εἶπεν ἂν ὁ ποιητής· ταῦτα εἰποῦσα εἰς θρόνον ἐκαθέζετο.

34

Ἦ δεινὰ λέξαι: τὰ δεινά, φησίν, ἐξέπεμψέ με τοῦ μαντείου· ἰδοῦσα γὰρ Ὀρέστην ἐπὶ τοῦ βωμοῦ καὶ τὰς Ἐρινῦς κοιμωμένας, ἔξειμι τεταραγμένη.

38

ὡραῖον.

40

Ἐμφαντικῶς παρίστησι τὸν νεωστὶ ηὐθεντηκότα, οἱονεὶ τὸν φονεύσαντα· αὐθέντης γὰρ λέγεται ὁ φονευτής.

41

(προστρόπαιον:) ἱκετεύοντα.

43

σημείωσαι.126

45a

{Θαυμαστὸς λόχος:} 〈Ἀργῆτι μαλλῷ:〉 εἰώθασιν οἱ ποι‐ ηταί, ὅταν τι ἀσαφὲς εἴπωσιν, ἐπεκδιδάσκειν αὐτὸ ἀπὸ τοῦ Ὁμήρου καὶ σαφὲς ποιεῖν.

45b

(ἀργῆτι:) λευκῷ.

47

(εὕδει:) καθεύδει.

49

Πρὸς τὸ φοβερὸν τῆς ὄψεως φησὶ τὸ “Γοργείοισι”· καὶ γὰρ τὰς Γοργόνας λέγουσι δείματα φέρειν τοῖς ἀνθρώποις. τὸ δὲ ὅλον εἶδον, φησίν, αὐτὰς ἐν γραφῇ πτερωτάς, ἀλλ’ οὐχ ἁρπακτικάς.

52a

Βδελύκτροποι: ἃς ἰδών τις, φησί, βδελύξαιτο καὶ ἐκτραπείη μισήσας αὐτὰς ὡς δυσειδεῖς· ἀπὸ γὰρ τῶν ὀμμάτων αὐτῶν λείβουσιν αἱ‐ ματηρὸν σταλαγμόν.

52b

σημείωσαι.

57a

Οὐδέποτε, φησί, τοιοῦτον γένος εἶδον μηδὲ ἴδοιμι.

57b

(φῦλον:) γένος.

57c

(ὄπωπα:) εἶδον.

59

(ἀνατεί:) ἄνευ ἄτης.

60

Τἀντεῦθεν ἤδη: ὥστε, φησίν, εἰ θεραπείας χρεία, αὐτῷ μελέ‐ σθω τῷ Ἀπόλλωνι· καὶ γὰρ εἰ θεραπείας χρεία, αὐτός ἐστιν ἰατρός· εἰ δὲ μαντείας, πάλιν αὐτός ἐστι τερατοσκόπος.

63

Post vers. paragraphus.

64

Ἐπιφανεὶς Ἀπόλλων συμβουλεύει Ὀρέστῃ καταλιπεῖν μὲν τὸ μαντεῖον, φυγεῖν δὲ εἰς Ἀθήνας. καὶ δευτέρα δὲ γίνεται φαντασία· στρα‐ φέντα γὰρ μηχανήματα ἔνδηλα ποιεῖ τὰ κατὰ τὸ μαντεῖον ὡς ἔχει ἐν αὐτῷ. ταῦτα δὲ ὁ Ἀπόλλων φησίν· ἡ γὰρ ἱέρεια ἀπέστη αὐτοῦ.

69

Καὶ παλαιὰς λέγει τὰς θεὰς καὶ κόρας· κόρας μέν, ὅτι ἄγαμοι καὶ παρθένοι εἰσί, παλαιὰς δὲ διὰ τὸ γῆρας. τὸ ἀλλόκοτον δὲ τῆς φύ‐ σεως διὰ τῶν ἐναντίων τραγικώτερον διασύρει.

75

(ἐλῶσι:) ἐλάσουσιν.

78

(βουκολούμενος:) περιέπων, ἐνεργῶν.

80

(ἄγκαθεν:) ἐν ταῖς ἀγκάλαις.

84

Post vers. paragraphus.

85

(μὴ ἀδικεῖν:) συνίζησις.

86

(μὴ ἀμελεῖν:) συνίζησις.127

87a

Τὸ σὸν σθένος, φησίν, ἀσφαλές ἐστιν εἰς τὸ εὖ ποιεῖν.

87b

Post vers. paragraphus.

91a

Supra vers. ὅδιος γὰρ ὁ θεός.

91b

(ποιμαίνων:) φυλάσσων.

92

(σέβει τοι:) τοῦτο διὰ μέσου.

93

Post vers. paragraphus.

95

Ἐμὲ μέν, φησίν, ἀτιμάζετε, διότι ἐφόνευσα τὸν Ἀγαμέμνονα· καὶ οἱ ἐμὲ φονεύσαντες οὐκ ἀτιμάζονται· ὡς Ὀρέστης οὗτος ὁ ἐμὸς υἱός.

98

(ἀλῶμαι:) πλανῶμαι.

99

Ἔχω μεγίστην αἰτίαν: σφαγεῖσα, φησίν, αἰτιῶμαι παρ’ ἐκεί‐ νων, ὡς ὑπὸ τοῦ Ὀρέστου τοῦ ἡμετέρου υἱοῦ ἀνῃρέθην.

101

(μηνίεται:) ὀργίζεται.

104

Εὕδουσα γὰρ φρήν: ἐν τῷ καθεύδειν, φησίν, ὁ νοῦς ἀκριβέστε‐ ρον ὁρᾷ μὴ πλανώμενος τῇ θέᾳ τῆς ἡμέρας· καὶ γὰρ τῆς νυκτὸς αἱ ἔννοιαι ἄρισται.

107

Χοάς τ’ ἀοίνους: οἶνος γὰρ οὐ σπένδεται Ἐρινύσιν. ἔθυον δὲ αὐταῖς κατὰ τὴν νύκτα, ἐν ᾗ οὐδεὶς τῶν θεῶν ἐκοινώνει τῆς θυσίας αὐ‐ ταῖς. ἐν γὰρ τῷ μέσῳ τῆς νυκτὸς μόναις Ἐρινύσιν ἀπάρχονται θύειν.

110

(λὰξ ὁρῶ πατούμενα:) ἤγουν ἀνατετραμμένα.

111

(ἐξαλύξας:) ἐκφυγών.

112

(ἀρκυσμάτων:) δικτύων.

113a

Ἐγκατιλλώψας: χλευάσας, ἐγγελάσας. διὰ δὲ τούτων ἐρεθίζει αὐτάς.

113b

(ἐγκατιλλώψας:) χλευάσας.

116

Post vers. paragraphus.

118a

ἡμέτερον: † ἀπὸ τοῦ μυγμοῦ τὸ μύζειν παρήγαγεν. ἔοικε δὲ εἶναι ὁ μυγμὸς καὶ μωγμὸς ἀπήχημά τι τῶν ὑπνούντων.

118b

Ὁ μὲν Ὀρέστης φυγῇ οἴχεται Ἀθήναζε πυθόμενος· αἱ δὲ Ἐρινύες μόναι καθεύδουσιν ὑπὸ πόνου ἴσως καὶ Ἀπόλλωνος, τοῦ τρα‐ γῳδοποιοῦ τοῦτο ἐπιτηδεύσαντος, ἵνα διὰ τούτου ἐμφανὲς γένηται τὸ ἄγριον αὐτῶν καὶ χαλεπόν.

124

Ὤζεις: ὥσπερ παρὰ τὸ αἴ αἰάζειν γίνεται, οὕτω καὶ παρὰ τὸ ὤ ὤζειν. τί δέ, φησί, τὸ σὸν ἔργον ἀνύει;

127

Κύριοι συνωμόται: συνωμοσίαν, φησί, ποιήσαντες κατεκοίμισαν ὑμᾶς.

131a

Ὀνειροπολοῦσαι διώκειν Ὀρέστην ἐοίκασιν.

131b

(κλαγγαίνεις:) βοᾷς.

135

Supra vers. οὕτως ἄλγησον ὡς μαστιζόμενος.128

137

Ἐπουρίσασα: ἐφορμήσασα τῷ Ὀρέστῃ. τὸ δὲ “ἀτμῷ κατισ‐ χναίνουσα” ἀντὶ τοῦ πυρετῷ αὐτὸν ἀναλίσκουσα, ὡς δοκεῖν ἀτμοὺς ἀνιέναι ἀπὸ τῆς γαστρὸς αὐτοῦ.

139

Post vers. coronis.

140a

ἡμέτερον: † ἔγειρ’ ἔγειρε: καὶ τὰ παρόντα εἴδη τοῦ χοροῦ τοιαῦτά ἐστιν, οἷα πολλάκις εἴρηται. ἔχει γὰρ ἐν ἀρχῇ σύστημα ἐπιφθεγ‐ ματικὸν στίχων ἰαμβικῶν τριμέτρων γʹ. ἑξῆς δὲ κατὰ σχέσιν στροφὰς καὶ ἀντιστροφὰς γʹ, ὧν τῆς μὲν πρώτης στροφῆς τὰ κῶλα ζʹ καὶ τὰ τῆς
5ἀντιστροφῆς τοσαῦτα. τῆς δευτέρας ὁμοίως ζʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τῆς δὲ τρίτης εʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. ἃ καὶ με‐ τρήσεις τοῖς προτέροις ἑπόμενος. εἰσὶ δὲ ἐν τούτοις καὶ ἰαμβικοὶ τρίμε‐ τροι πολλοί. ἐπὶ ταῖς ἀποθέσεσι τῶν στροφῶν καὶ ἀντιστροφῶν παράγρα‐ φος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.

140b

Ante vers. σύστημα ἐπιφθεγματικόν.

142

Post vers. (des. ματᾷ) paragraphus.

143

Ante vers. στροφὴ κώλων ζʹ.

144

ἴαμβος.

145

Ἐπάθομεν πάθος: κομματικῶς ἕκαστον ἰδίως προενεκτέον. αἱ γὰρ διακοπαὶ πρόσφοροι τοῖς πάθεσι τούτοις.

147

ἴαμβος.

148

Post vers. (des. ὤλεσα) paragraphus.

149

Ante vers. ἀντιστροφὴ κώλων ζʹ.

150a

ἴαμβος.

150b

(καθιππάσω:) ἀντὶ τοῦ κατεπολέμησας.

153a

ἴαμβος.

153b

Συλληπτικῶς χρὴ λέγεσθαι τὸν μητραλοίαν.

154

Post vers. paragraphus.

155a

Ante vers. στροφὴ ἑτέρα κώλων ζʹ.

155b

ἴαμβος.

156

Οὕτως ἔτυψέ με, φησίν, ὥσπερ ἡνίοχος τύπτει τοὺς πώλους τῷ κέντρῳ.

159

(λοβόν:) τὸ ἄκρον τοῦ ἥπατος.

161a

Supra vers. οὐ τὸ τυχὸν βαρύ, ἀλλὰ περισσόν.

161b

Post vers. paragraphus.

162a

Ante vers. ἀντιστροφὴ κώλων ζʹ.

162b

Supra vers. ἴαμβος.

163

(δίκας πλέον:) ἤγουν ὑπὲρ τὸ δίκαιον.

164

Τὸν θρόνον, φησίν, οὗ ὁ Ὀρέστης καθῆστο, πάρεστιν ὁρᾶν φονο‐ λιβῆ ἀπὸ ποδῶν ἕως κεφαλῆς. τὸ δὲ “γᾶς ὀμφαλόν” ἀντὶ τοῦ τὸν ἐν Πυθοῖ. διὰ τούτων δὲ ἀποσκευάζειν δοκοῦσι τῆς ἐπικουρίας τῶν θεῶν
τὸν Ὀρέστην, ὥστε τὸν ὀμφαλὸν ἔχειν αἵματα ἄγος ἐπαίροντα.129

168

Post vers. paragraphus.

169a

Ante vers. στροφὴ ἑτέρα κώλων εʹ.

169b

Supra vers. ἴαμβος.

169c

(μάντι:) ὦ.

170

Supra vers. αὐτὸς ἑαυτὸν καλέσας ἐπὶ τῷ μιᾶναι τὸν ναόν.

171a

(παρὰ νόμων:) ἔξω τῶν.

171b

(τίων:) τιμῶν.

172a

Supra vers. ἡμᾶς δηλονότι, ὅσον τὸ ἐπὶ σοὶ ἀναιρήσας καὶ φονεύσας.

172b

Post vers. paragraphus.

174a

Ante vers. ἀντιστροφὴ κώλων εʹ.

174b

Supra vers. ἴαμβος.

175

(ὑπαί:) ὑπό.

176a

Ἐναγής, φησίν, ὢν ἐν τῷ κάρᾳ αὐτοῦ ἕτερον μιάστορα λή‐ ψεται, καὶ οἱ ἐξ αὐτοῦ δίκας ἡμῖν δώσουσιν.

176b

(ποτιτρόπαιος:) προστρόπαιος, ἱκέτης.

178

Post vers. coronis.

179

ἡμέτερον: † ἔξω κελεύω: αἱ συστηματικαὶ αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ξεʹ, ὧν τελευταῖος (Eum. 243)· “αὐτοῦ φυλάσσων ἀναμένω τέλος δίκης”. ἐπὶ ταῖς ἀποθέ‐ σεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.

180

Supra vers. τὸ μὲν πρῶτον πρὸς πάσας ὁ λόγος, ἑξῆς δὲ πρὸς μίαν ἑκάστην ἀποδίδοται.

181a

(πτηνὸν:) ταχύν.

181b

Ἀργηστὴν ὄφιν: τραγικώτερον ὄφιν εἶπε τὸ βέλος διὰ τὸν ἰόν, πτηνὸν δὲ διὰ τὸ ἐπτερῶσθαι.

181c

(ἀργηστὴν:) λευκόν.

181d

(ὄφιν:) βέλος.

183

Μέλανα ἀφρὸν εἶπε τὸ αἷμα, οὐ δήπου τὸ ἔμφυτον αὐτῶν—ἀναί‐ μονες γάρ εἰσιν οἱ θεοί—, ἀλλὰ τὸ ἀπ’ ἀνθρώπων ἠθροισμένον· ἀφρὸν δὲ τὴν πῆξιν τοῦ αἵματος.

188

Χλοῦνιν λέγει τὴν ἀκμαίαν ἀποκοπὴν παρὰ τὴν χλόην· ἢ ἐπεὶ χλούνης ὁ σῦς, οἱ κάπροι δὲ εὐθὺς εὐνουχίζονται.

191

Τὸ “ἑορτῆς” εἰρωνικὸν ἀντὶ τοῦ διατριβήν.

192

Πᾶς δ’ ὑφηγεῖται τρόπος: ἀντὶ τοῦ διὰ τῆς μορφῆς ὑμῶν ἡ κακία τῶν τρόπων ὑμῶν δείκνυται.

197

Post vers. paragraphus.

199-200

Οὐκ ἐπικοινωνῶν τῇ αἰτίᾳ, ἀλλὰ τοῦ παντὸς σὺ αἴτιος.

200

Post vers. paragraphus.

205a

(προστραπέσθαι:) προσελθεῖν.

205b

(ἐπέστελλον:) ἐκέλευσα αὐτόν.130

206

Τοῦτο κατὰ ἀκκισμὸν εἴρηται, ὅ φασιν ἰδίωμα, τὰς διωκτρίας προπομποὺς εἰποῦσαι. ἀκκίζειν γάρ φασι τὸ τὰς γυναῖκας ἰδιωματεύε‐ σθαι καὶ σεμνολογεῖν.

207

(μολεῖν:) ὑμᾶς.

211

Τί προστέταχθε ποιεῖν περὶ ἀνδροφόνου γυναικὸς ἄνδρα φονευ‐ σάσης;

212a

Ὁ τοῦ Ἀγαμέμνονος φόνος, φησίν, οὐκ ἔστιν αὐθέντης, ὅ ἐστι μιαρός.

212b

(αὐθέντης:) μιαρός.

217

ὡραῖον.

223

(ἡσυχαιτέραν:) δολιωτέραν.

224

Post vers. paragraphus.

226

(τίθει:) ποίει.

229

(λέγῃ:) ὀνομάζῃ.

233

ὡραῖον.

234

Post vers. paragraphus.

243

Post vers. coronis.

244a

ἡμέτερον: † εἶεν· τόδ’ ἐστὶ τἀνδρός: καὶ τὰ παρόντα εἴδη τοῦ χοροῦ τοιαῦτά ἐστιν, οἷα πολλάκις εἴρηται· ἔχει γὰρ ἐν ἀρχῇ σύ‐ στημα ἐπιφθεγματικὸν στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ιʹ· ἑξῆς δὲ στροφὴν μονόστροφον κώλων κβʹ· ἃ καὶ μετρήσεις τοῖς προτέροις
5ἑπόμενος· ἐν οἷς εἰσι καὶ ἰαμβικοὶ τρίμετροι. ἐπὶ ταῖς ἀποθέσεσι παρά‐ γραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.

244b

Ante vers. σύστημα ἐπιφθεγματικὸν στίχων ιʹ.

253a

(προσγελᾷ:) θέλγει, προσέρχεται.

253b

Post vers. paragraphus.

255

Ante vers. στροφὴ κώλων κβʹ.

258

ἴαμβος.

261

ἴαμβος.

263

Post vers. (des. οἴχεται) paragraphus.

264

ἴαμβος.

267

ἴαμβος.

268

(τίνῃς:) ἵνα.

269a

ἴαμβος.

269b

(ἄλλον:) εἰς.

272-273

ἴαμβοι βʹ.

272

(ἔχονθ’ ἕκαστον:) ἰωνικόν.

273

ὡραῖον.131

275

ἴαμβος. Post vers. (des. τῇ φρενί) coronis.

276

ἡμέτερον: † ἐγὼ διδαχθείς: αἱ συστηματικαὶ αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων λαʹ, ὧν τελευταῖος (Eum. 306)· “ὕμνων ἀκούσῃ τῶνδε δεσμίων σέθεν”. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.

286

γνωμικόν.

294

(ὀρθὸν ἢ κατηρεφῆ:) καταβάλλει γὰρ ἢ ὀρθοῖ.

298

Post vers. paragraphus.

300

(μὴ οὐ:) συνίζησις.

306

Post vers. coronis.

307a

† ἀναπαιστικὰ κῶλα ιεʹ, δίμετρα καὶ μονόμετρα. ἐπὶ τῷ τέλει κορωνίς.

307b

Ante vers. στροφὴ καὶ ᾠδὴ κώλων ιεʹ.

320

Post vers. coronis.

321a

ἡμέτερον: † μᾶτερ ἅ μ’ ἔτικτες: τὰ παρόντα εἴδη κατὰ σχέσιν ἐστὶ καὶ ἐξ ὁμοίων, ὡς εἴρηται. εἰσὶ δὲ τῆς μὲν στροφῆς τὰ κῶλα ιαʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. ἐπὶ τῷ τέλει τῆς μὲν στροφῆς παράγραφος, τῆς δὲ ἀντιστροφῆς κορωνίς.

321b

Ante vers. στροφὴ κώλων ιαʹ.

323

(Inter versus des. δεδορκόσιν et inc. τόνδε·) λείπει βʹ.

327

(ματρώιον·) συνίζησις.

329-330

ὅρα.

333

Post vers. paragraphus.

334

Ante vers. ἀντιστροφὴ κώλων ιγʹ.

336

περισσὰ βʹ.

341-342

ὅρα ὅμοια.

345

Post vers. coronis.

346a

ἡμέτερον: † γιγνομέναισιν: τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται μεσῳδικά, ὡς εἴρηται· οὐκ εἰσὶ δὲ διόλου τοιαῦτα, ἀλλ’ ἐν τῇ πρώτῃ μόνον στροφῇ ἔστι καὶ μεσῳδός, αἱ δὲ λοιπαὶ δύο ταῖς ἀντιστρο‐ φαῖς εἰσὶ συνημμέναι. εἰσὶ γοῦν τῆς μὲν πρώτης στροφῆς τὰ κῶλα εʹ,
5τῆς μεσῳδοῦ ηʹ, καὶ τὰ τῆς ἀντιστροφῆς αὖθις εʹ. τῆς δευτέρας στροφῆς κῶλα ηʹ, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. καὶ τῆς τρίτης ὁμοίως ηʹ, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. καὶ τῆς τρίτης ὁμοίως ηʹ, παράγραφος καὶ διπλαῖ διὰ τὴν ἀνταπόδοσιν, τῶν δὲ λοιπῶν στροφῶν καὶ ἀντιστροφῶν παράγραφος. ἐπὶ δὲ τῷ τέλει κορωνὶς ἐξιόντος τοῦ
10χοροῦ.132

346b

Ante vers. στροφὴ κώλων εʹ.

351

Ante vers. (συνδάτωρ μετάκοινος) diple, post vers. para‐ graphus et diple.

352

Ante vers. μεσῳδὸς κώλων ηʹ.

359

Post vers. paragraphus.

360

Ante vers. ἀντιστροφὴ κώλων εʹ.

361

(θεῶν δ’:) συνίζησις.

364

Post vers. (des. ἐλθεῖν) paragraphus.

365a

Ante vers. στροφὴ ἑτέρα κώλων ηʹ.

365b

οὐκ ὀρθά.

366-371

ὀρθά.

371

Post vers. (des. ποδός) paragraphus.

372

Ante vers. ἀντιστροφὴ κώλων ηʹ.

372-375

οὐκ ὀρθά.

376-380

ὀρθά.

380

Post vers. paragraphus.

381

Ante vers. στροφὴ ἑτέρα κώλων ηʹ.

387-8

(καὶ δερκομένοισι καὶ δυσομμάτοις ὁμῶς:) ἴαμβος. Post vers. paragraphus.

389

Ante vers. ἀντιστροφὴ κώλων ηʹ.

396

(τάξιν γ’—κνέφας:) ἴαμβος. Post vers. coronis.

397

ἡμέτερον: † πρόσωθεν ἐξήκουσα: αἱ συστηματικαὶ αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ϟγʹ, ὧν τελευ‐ ταῖος (Eum. 488)· “ἥξω διαιρεῖν τοῦτο πρᾶγμ’ ἐτητύμως”. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.

414

Post vers. paragraphus.

442

Post vers. paragraphus.

459

(νιν:) αὐτόν.

469

Post vers. paragraphus.

487

(τὰ βέλτατα:) τὰ μέγιστα.

488

Post vers. coronis.

490a

ἡμέτερον: † νῦν καταστροφαί: τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται προῳδικά, ὡς εἴρηται. ἔχει δὲ τὰ παρόντα προῳδὸν καὶ στρο‐ φὰς τρεῖς καὶ ἀντιστροφὰς τοσαύτας. εἰσὶ δὲ τῆς μὲν προῳδοῦ τὰ κῶλα ηʹ, τῆς πρώτης στροφῆς ιβʹ, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· ἧστινος δὴ
5στροφῆς μετὰ τὸ τέλος κῶλά ἐστι δύο, ἃ καλεῖται ἐφύμνιον ἢ μεσύμνιον, ὥς φασιν. τῆς δευτέρας στροφῆς τὰ κῶλα ιαʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τῆς δὴ τρίτης ηʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. ἐπὶ ταῖς ἀποθέσεσιν ἑκάστης στροφῆς καὶ ἀντιστροφῆς παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.

490b

Ante vers. προῳδὸς κώλων ηʹ.

498

Post vers. paragraphus.

499

Ante vers. στροφὴ κώλων ιβʹ.133

502-505

οὐκ ὀρθά.

510

Post vers. (des. θροούμενος) paragraphus.

511

† τὰ δύο ταῦτα κῶλα καλεῖται ἐφύμνιον ἢ μεσύμνιον.

512-514

ὀρθά.

512

Ante vers. ἀντιστροφὴ κώλων ιβʹ.

513

(νεοπαθὴς:) ἀντὶ μιᾶς.

515-518

οὐκ ὀρθά.

519-524

ὀρθά.

524

Post vers. paragraphus.

525

Ante vers. στροφὴ ἑτέρα κώλων ιαʹ.

529

(ὤπασεν:) ἀντὶ μιᾶς.

534

(δυσσεβίας:) ἰωνικόν.

536

Post vers. paragraphus.

537

Ante vers. ἀντιστροφὴ κώλων ιαʹ.

539a

(αἴδεσαι:) αἰδέσθητι.

539b

(νιν:) αὐτόν.

549

Post vers. paragraphus.

550

Ante vers. στροφὴ ἑτέρα κώλων ηʹ.

554

ἴαμβος.

557

Post vers. paragraphus.

558

Ante vers. ἀντιστροφὴ κώλων ηʹ.

560

(θερμῷ:) ἤγουν θερμουργῷ.

562

ἴαμβος.

565

(ἄιστος:) συνίζησις. Post vers. coronis.

566

ἡμέτερον: † κήρυσσε κῆρυξ: αἱ συστηματικαὶ αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ρμθʹ, ὧν τελευταῖος (Eum. 777)· “σωτήριόν τε καὶ δορὸς νικηφόρον”. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.

573

Post vers. paragraphus.

575

Post vers. paragraphus.

647

ὡραῖον.

651

Post vers. paragraphus.

663

σημείωσαι.

673

Post vers. paragraphus.

685-686

σημείωσαι.

691

(μὴ ἀδικεῖν:) συνίζησις.

694

ὡραῖον.

699

ὡραῖον.

710

Post. vers. paragraphus.

725

ὡραῖον.

733

Post vers. paragraphus.134

743

Post vers. paragraphus.

749

(μὴ ἀδικεῖν:) συνίζησις.

751

Post vers. paragraphus.

753

Post vers. paragraphus.

777

Post vers. coronis.

808a

ἡμέτερα: † ἰὼ θεοί: τὰ τοιαῦτα εἴδη καλεῖται ἑτερό‐ στροφα, ὡς εἴρηται. εἰσὶ δὲ τῆς παρούσης στροφῆς τὰ κῶλα ιϛʹ, ὧν οἱ πρῶτοι γʹ ἰαμβικοὶ τρίμετροι στίχοι, τὰ δὲ λοιπὰ κῶλα διαφόρων μέτρων. ἐπὶ τῷ τέλει παράγραφος.

808b

Ante vers. στροφὴ κώλων ιϛʹ.

823

Post vers. paragraphus.

824a

† οὐκ ἔστ’ ἄτιμοι: σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ιγʹ. ἐπὶ τῷ τέλει παράγραφος.

824b

Ante vers. σύστημα στίχων ιγʹ.

836

Post vers. paragraphus.

837a

ἡμέτερα: † ἐμὲ παθεῖν τάδε: στροφὴ ἑτέρα κώλων ιαʹ, ἃ καὶ μετρήσεις τοῖς προτέροις ἑπόμενος. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλαῖ διὰ τὴν ἀνταπόδοσιν.

837b

Ante vers. στροφὴ ἑτέρα κώλων ιαʹ.

847

Ante vers. (παρ’ οὐδὲν ἦραν δόλῳ) diple, post vers diple et paragraphus.

848a

† ὀργὰς ξυνοίσω σοι: σύστημα ἕτερον κατὰ περικοπὴν ἀνομοιομερὲς στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων κβʹ. ἐπὶ τῷ τέ‐ λει παράγραφος.

848b

Ante vers. σύστημα ἕτερον στίχων κβʹ.

861

σημείωσαι.

866

ὡραῖον.

869

Post vers. paragraphus.

870a

ἡμέτερα: † ἐμὲ παθεῖν τάδε: ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς, τὰ αὐτὰ γὰρ ἔχει κῶλα καὶ τοσαῦτα. ἐπὶ τῷ τέλει δύο διπλαῖ συνήθως.

870b

Ante vers. ἀντιστροφὴ κώλων ιαʹ.

880

Ante vers. (παρ’ οὐδὲν ἦραν δόλῳ) diple, post vers. diple.

881a

† οὔτοι καμοῦμαι· σύστημα ἕτερον κατὰ περικοπὴν ἀνο‐ μοιομερὲς στίχων ἰαμβικῶν τριμέτρων ιαʹ· ἐπὶ τῷ τέλει παράγραφος. καὶ οἱ ἑξῆς στίχοι ὅμοιοι εἰσὶν ἰαμβικοὶ τρίμετροι κδʹ· ἐπὶ ταῖς ἀποθέ‐ σεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.

881b

Ante vers. σύστημα στίχων ιαʹ.

891

Post vers. paragraphus.

910

Post vers. paragraphus135

915

Post vers. paragraphus.

916a

ἡμέτερα: † δέξομαι Παλλάδος: τὰ τοιαῦτα εἴδη κα‐ λεῖται, ὡς εἴρηται, ἀλλοιόστροφα. εἰσὶ δὲ τῆς παρούσης στροφῆς τὰ κῶλα ιαʹ, τὰ πλείω τροχαϊκά, εἰ βούλει. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλαῖ διὰ τὴν ἀνταπόδοσιν.

916b

Ante vers. στροφὴ κώλων ιαʹ.

924

(ἐξαμυρόσαι:) ἀντὶ μιᾶς.

925

Ante vers. diple, post vers. paragraphus et diple.

927a

† ἀναπαιστικὰ κῶλα ιαʹ, εἶτα παράγραφος.

927b

Ante vers. σύστημα κώλων ιαʹ.

937

Post vers. paragraphus.

938a

† δενδροπήμων: ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς, ἧς ἡ ἀρχὴ “δέξομαι”· κώλων γάρ ἐστι καὶ αὕτη ιαʹ. ἐπὶ τῷ τέλει παρά‐ γραφος μόνη.

938b

Ante vers. ἀντιστροφὴ κώλων ιαʹ.

948

Post vers. paragraphus.

949a

† ἀναπαιστικὰ κῶλα ζʹ, εἶτα παράγραφος.

949b

Ante vers. σύστημα ἕτερον κώλων ζʹ.

955

Post vers. paragraphus.

956a

ἡμέτερα: † ἀνδροκμήτας: στροφὴ ἑτέρα κώλων χορι‐ αμβικῶν ιβʹ. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλαῖ συνήθως διὰ τὴν ἀνταπόδοσιν.

956b

Ante vers. στροφὴ ἑτέρα κώλων ιβʹ.

957

(νεανίδων τ’:) ἀντὶ μιᾶς.

967

Ante vers. diple, post vers. paragraphus et diple.

968a

† ἀναπαιστικὰ κῶλα ηʹ, εἶτα παράγραφος.

968b

Ante vers. σύστημα ἕτερον κώλων ηʹ.

975

Post vers. paragraphus.

976a

† τάνδ’ ἄπληστον: ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στρο‐ φῆς, ἧς ἡ ἀρχὴ “ἀνδροκμήτας”· κώλων γάρ ἐστι καὶ αὕτη ιβʹ. ἐπὶ τῷ τέλει παράγραφος μόνη.

976b

Ante vers. ἀντιστροφὴ κώλων ιβʹ.

987

Post vers. paragraphus.

988a

† ἀναπαιστικὰ κῶλα ηʹ, εἶτα παράγραφος.

988b

Ante vers. σύστημα ἕτερον κώλων ηʹ.

995

Post vers. paragraphus.

996a

ἡμέτερα: † χαίρετε: στροφὴ ἑτέρα κώλων ζʹ, ὧν τὰ πλείω, εἰ βούλει, τροχαϊκά. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλαῖ συνή‐
θως.136

996b

Ante vers. στροφὴ ἑτέρα κώλων ζʹ.

1002

Ante vers. (ὄντας ἅζεται πατήρ) diple, post vers. paragra‐ phus et diple.

1003a

† ἀναπαιστικὰ κῶλα ιαʹ, εἶτα παράγραφος.

1003b

Ante vers. σύστημα ἕτερον κώλων ιαʹ.

1013

Post vers. paragraphus.

1014a

ἡμέτερα: † χαίρετε: ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς, ἧς ἡ ἀρχὴ ἡ αὐτή· κώλων γάρ ἐστι καὶ αὕτη ζʹ. ἐπὶ τῷ τέλει δύο διπλαῖ δηλοῦσαι, ὅτι τέλος ἔσχε τὰ ἀνταποδιδόμενα.

1014b

Ante vers. ἀντιστροφὴ κώλων ζʹ.

1020

Ante vers. (–ψεσθε συμφορὰς βίου) diple, post vers. diple.

1021a

† αἰνῶ δὲ μύθους: σύστημα ἕτερον ἐν ἐκθέσει στίχων ἰαμβι‐ κῶν τριμέτρων ἀκαταλήκτων ιαʹ. ἐπὶ τῷ τέλει παράγραφος.

1021b

Ante vers. σύστημα ἕτερον στίχων ιαʹ.

1030

(εὔφρων:) εὐφραντική.

1031

Post vers. paragraphus.

1032a

ἡμέτερον: † βᾶτ’ ἐν δόμῳ: ἡ ᾠδὴ καὶ στροφὴ αὕτη ἡ ἐν ἐκθέσει τοῦ δράματος κώλων ἐστὶ χοριαμβικῶν καὶ ἀλλοίων ιϛʹ· ἃ καὶ μετρήσεις τοῖς προτέροις ἑπόμενος. ἐπὶ τῷ τέλει κορωνὶς μόνη ἡ τὸ δρᾶμα ἐπισφραγίζουσα.

1032b

Ante vers. ᾠδὴ καὶ στροφὴ κώλων ιϛʹ.

1048

Post vers. coronis.

Subscr

† Αἰσχύλου Εὐμενίδες:·137