TLG 5010 021 :: SCHOLIA IN AESCHYLUM :: Scholia in Persas (scholia recentiora)

SCHOLIA IN AESCHYLUM Schol.
(Varia)

Scholia in Persas (scholia recentiora)

Source: Dähnhardt, O. (ed.), Scholia in Aeschyli Persas. Leipzig: Teubner, 1894: 2–274.

  • Hypothesis: pp. 2–8
  • Scholia: pp. 10–274
  • Dup. partim 5010 009

Citation: Hypothesis-scholion — (line)

hyp

(1t)

Ὑπόθεσις.
2Γλαῦκος ἐν τοῖς περὶ Αἰσχύλου μύθων ἐκ τῶν Φοινισσῶν Φρυνίχου φησὶ τοὺς Πέρσας παραπεποιῆ‐ σθαι, ὃς ἐκτίθησι καὶ τὴν ἀρχὴν τοῦ δράματος ταύτην
5τάδ’ ἐστὶ Περσῶν τῶν πάλαι βεβηκότων. πλὴν ἐκεῖ εὐνοῦχός ἐστιν ἀγγέλλων ἐν ἀρχῇ τὴν Ξέρξου ἧτταν, στρωννύς τε θρόνους τινὰς τοῖς τῆς ἀρχῆς παρέδροις, ἐνταῦθα δὲ προλογίζει χορὸς πρεσβυτῶν. τῶν δὲ χορῶν τὰ μέν ἐστι παροδικά, ὡς ὅτε λέγει δι’
10ἣν αἰτίαν πάρεστιν ὡς τὸ Τύριον οἶδμα λιποῦσα (Eurip. Phoen. 202), τὰ δὲ στάσιμα, ὡς ὅτε ἵσταται καὶ ἄρχεται τῆς συμ‐
φορᾶς τοῦ δράματος, τὰ δὲ κομματικά, ὅτε λοιπὸν ἐν θρήνῳ γίνεται. καὶ ἔστιν ἡ μὲν σκηνὴ τοῦ δράματος2
15παρὰ τῷ τάφῳ Δαρείου, ἡ δὲ ὑπόθεσις, Ξέρξης στρα‐ τευσάμενος κατὰ Ἑλλάδος μετὰ δυνάμεως πολλῆς, ἵππον μὲν ἄμετρον ἐπαγόμενος, ναῦς δὲ χιλίας δια‐ κοσίας ἑπτὰ ἢ δεκατέσσαρας καὶ πεζῇ μὲν ἐν Πλαταιαῖς νικηθείς, ναυτικῇ δὲ ἐν Σαλαμῖνι, διὰ Θεσσαλίας φεύ‐
20γων διεπεραιώθη εἰς τὴν Ἀσίαν. Ἰστέον δὲ ὅτι τρια‐ κοσίας μόνας νῆας εἶχον οἱ Ἕλληνες. πρώτη ἔφοδος Περσῶν ἐπὶ Δαρείου ἐδυστύχησε περὶ Μαραθῶνα, δευτέρα δὲ ἐπὶ Ξέρξου περὶ Σαλαμῖνα καὶ Πλαταιὰς
τοῦ Θεμιστοκλέους στρατηγοῦ ὄντος τότε τῶν Ἀθη‐4
25ναίων καὶ ῥήτορος καὶ νῆας εἰπόντος ποιῆσαι καὶ ἀντι‐ τάξασθαι πρὸς τὸν Ξέρξην. οὗ καὶ γενομένου περι‐ εγένοντο αὐτοῦ. ὁ Ἀπόλλων γὰρ τοῖς Ἀθηναίοις μαν‐ τευομένοις, πῶς τῶν Περσῶν περιγενήσονται, εἶπε τείχη ξύλινα κατασκευάσαι καὶ οὕτω περιγενέσθαι αὐτῶν.
30καὶ οἱ μὲν τείχη ἔλεγον ποιῆσαι εἰς τὴν πόλιν ξύλινα ἀντὶ λιθίνων, ὁ δὲ Θεμιστοκλῆς οὐχ οὕτως, ἀλλὰ νῆας εἶπε ποιῆσαι, αἳ πολλάκις διὰ τῶν οἰκείων τειχῶν σώζουσι τοὺς ἀνθρώπους. ἐπὶ Μένωνος (Ol. 76, 4 sive a. Chr. 472) τραγῳ‐
35δῶν Αἰσχύλος ἐνίκα Φινεῖ Πέρσαις Γλαύκῳ Ποτνιεῖ Προμηθεῖ. τοῦ Ξέρξου πατὴρ μὲν ἦν Δαρεῖος ὁ Περσῶν βασι‐ λεύς, μήτηρ δὲ Ἄτοσσα. γίνωσκε δέ, ὅτι Δαρεῖοι τρεῖς εἰσι. πρῶτος δὲ τούτων ὁ Ὑστάσπου, προκρι‐
40θεὶς ὑπὸ τῶν Περσῶν καὶ βασιλεύσας αὐτῶν, ὃς ἦν καὶ Ξέρξου πατὴρ τοῦ στρατεύσαντος ἐπὶ τοὺς Ἕλλη‐ νας. δεύτερος δὲ Δαρεῖος ὁ Ἀρταξέρξου πατήρ, νόθος προσαγορευθείς, ἔσχατος δὲ Δαρεῖος ὁ ὑπὸ Ἀλεξάν‐ δρου τοῦ Φιλίππου ἀναιρεθείς. τινὲς δὲ καὶ τέταρτον6
45Δαρεῖον εἶναι γράφουσιν. τὰ τοῦ δράματος πρόσωπα· χορὸς γερόντων, Ἄτοσσα, ἄγγελος, εἴδωλον Δαρείου, Ξέρξης. προλογίζει χορὸς
γερόντων.8

1sqq

τάδε μὲν: τοῦτο δεικτικῶς, οἷόν φησί τις πρὸς ἑαυτόν, ὅτι τάδε καὶ ταῦτα πιστὰ καὶ πιστώματα καλεῖται τῶν Περσῶν τῶν πορευθέντων εἰς τὴν Ἑλ‐ λάδα γῆν (ἀντὶ τοῦ ἡμεῖς πιστοὶ χρηματοφύλακες τῶν
5Περσῶν καλούμεθα)· καὶ ἐσμὲν ἐπόπται τῶν οἴκων αὐτῶν, οὕστινας (ἡμᾶς) αὐτὸς ὁ Ξέρξης ὁ βασιλεύς, ὁ τοῦ Δαρείου υἱός, ὡς πρεσβύτας καὶ ἐντίμους ὄντας (τοῦτο γὰρ δηλοῖ τὸ κατὰ πρεσβείαν) προέκρινε τῶν ἄλλων ἐφορεύειν, ἤτοι ἄρχειν καὶ ἐπόπτας εἶναι καὶ
10ἐπιτηρητὰς τῆς χώρας αὐτοῦ. τὸ δὲ πιστά τινές φα‐ σιν, οἱ ὑποπτεύσαντες τοὺς κατὰ τὸν χορὸν ἑαυτοὺς λέγειν πιστώματα Περσῶν. ἀγνοοῦσι δὲ ὅτι πόλις ἐστὶ Περσῶν Πίστειρα καλουμένη, ἣν συγκόψας ὁ ποιη‐
τὴς Πίστα ἔφη.10

8sqq

ἀμφὶ δὲ νόστῳ τῷ βασιλείῳ: ταράσσεται, φησί, καὶ θορυβεῖται ἡ ψυχὴ ἔσωθεν (τοῦτο γὰρ τὸ θυμὸς δηλοῖ) κακὰ μαντευομένη περὶ τῆς ὑποστροφῆς τοῦ Ξέρξου καὶ τῆς πολυχρύσου καὶ πλουσίας στρατιᾶς
5τῶν Περσῶν. Ὁμηρικῶς δὲ πρῶτον τὸν βασιλέα ἔταξεν, εἶτα τοὺς ὑπηκόους. φησὶ γὰρ 〈Ὅμηροσ〉 ‘Ἀτρεῖδαί τε καὶ ἄλλοι εὐκνήμιδες Ἀχαιοί‘ (Α 17).

12sq

πᾶσα γὰρ ἰσχὺς: πᾶσα γὰρ ἡ δύναμις ἡ Ἀσιατογενής, ἤγουν ἡ Περσικὴ ἡ ἐν τῇ Ἀσίᾳ γεννη‐ θεῖσα, παρεγένετο καὶ ἐπορεύθη μετὰ τοῦ βασιλέως εἰς τὴν Ἑλλάδα.

13

νέον δ’ ἄνδρα βαΰζει: ἤτοι τὴν νεότητα πᾶσαν τῶν Περσῶν ἀνακαλεῖται ἡ Ἀσία ἢ ἡ ψυχή μου. γρά‐ φεται δὲ καὶ ἑὸν ἤτοι τὸν ἴδιον ἄνδρα.12

16

ὅτι Ἀκεσσαία πρότερον ἐκαλεῖτο ἀπὸ Ἀκεσσαίου τὰ νῦν Ἐκβάτανα καλούμενα. OPV.

16sqq

οἵτε τὸ Σούσων: οἵτινες προλιπόντες τὸ ἄστυ τῶν Σούσων καὶ τῶν Ἐκβατάνων καὶ τὸ παλαιὸν Κίσσιον ἕρκος (ἔστι δὲ καὶ τοῦτο πόλις Περσῶν) ἔβαν καὶ ἐπορεύθησαν εἰς Ἑλλάδα, οἱ μὲν ἔφιπποι, οἱ δὲ
5διὰ πλοίων, ἄλλοι δὲ πεζοί, παρέχοντες καὶ ποιοῦντες στῖφος καὶ πύκνωμα τοῦ πολέμου. τινὲς δὲ τὸ παρέ‐ χοντες ἀντὶ τοῦ ὄντες λέγουσιν, ἕτεροι δὲ ἀντὶ τοῦ
διδόντες καὶ τὸ πολέμου 〈ἀντὶ τοῦ〉 πολέμῳ φασίν.14

21sqq

βασιλεῖς μὲν τῶν ἰδίων πόλεων, ὑποτεταγ‐ μένοι δὲ τῷ Πέρσῃ, οἷος ἦν ὁ Ἀμίστρης καὶ ὁ Ἀρτα‐ φρένης καὶ ὁ Ἀστάσπης, ταγοὶ καὶ ἡγεμόνες τῶν Περ‐ σῶν (τὰ μὲν τῶν ὀνομάτων ἱστόρησεν, τὰ δὲ τελείως
5ἔπλασεν), σοῦνται καὶ ὁρμῶσι πρὸς τὴν Ἑλλάδα. 〈ἄλλως·〉 βασιλεῖς μὲν τῶν ἰδίων πόλεων, ὕποχοι δὲ καὶ ὑποκλινεῖς καὶ ὑποτεταγμένοι μεγάλῳ βασιλεῖ, τῷ Ξέρξῃ δηλονότι. κατὰ δέ τινάς ἐστιν ὑπέρθεσις ἐν
τῷ Ἀρταφρένης διὰ τὸ μέτρον. vulgo Dd. V.16

26sqq

τοξοδάμαντες: τοξόται διὰ τῶν τόξων δα‐ μάζοντες τοὺς ἀντιπάλους. καὶ ἱππικοὶ φοβεροὶ μὲν εἰς τὸ θεαθῆναι τουτέστιν ἱκανοὶ φοβεῖν ἐκ τῆς ὄψεως, δεινοὶ δὲ καὶ ἐπιτήδειοι καὶ δεξιοὶ πρὸς πόλεμον, ἐν
5τλήμονι καὶ καρτερικῇ καὶ γενναίᾳ δόξῃ καὶ γνώμῃ ψυχῆς. vulgo Dd. V.

28

δόξῃ: γνώμῃ ἢ φιλοτιμίᾳ ἢ ἐνυποστάτῳ δοκή‐ σει καὶ πείσματι ψυχῆς. vulgo Dd. V.

29

ὁ διὰ τῶν ἵππων εἰς τὴν μάχην πορευόμενος. vulgo Dd. V.

34

ἄλλους δ’ ὁ μέγας: ἄλλους δέ, φησίν, ἔπεμψε συμμάχους τῶν Περσῶν ὁ μέγας καὶ ὁ πολλὰ θρέμ‐
ματα ἔχων Νεῖλος. ὑποχείριοι γὰρ ἦσαν Περσῶν τότε οἱ Αἰγύπτιοι. εἶτα καταλέγει, τίνες ἦσαν οἱ ἀπ’18
5Αἰγύπτου καί φησιν· ὁ Σουσισκάνης καὶ ὁ Πηγαστα‐ γὼν ὁ Αἰγυπτιογενής. τινὲς δὲ διαιροῦσι τὸ Σου‐ σισκάνης καὶ Πηγάς καὶ Ταγών. τὰ γὰρ ὀνόματα ὁ ποιητὴς πέπλακε καὶ οὐκ ἔστιν Αἰγυπτιακά. ἕτεροι δὲ τὸ πηγάς καὶ τὸ ταγών ὡς ἓν ἀναγινώσκουσι·
10Πηγασταγών.

37

Μεμφίδος: Μέμφις πόλις ἐστὶν ἱερὰ Αἰγύπτου, ἔστι δὲ καὶ αὕτη τῷ ἡλίῳ ἀνατεθειμένη. πᾶσαι δὲ αἱ τῆς Αἰγύπτου πόλεις ἱεραί. PV.

38

ὠγυγίους δὲ Θήβας τὰς Αἰγυπτίας φησὶ τὰς ἀρχαίας, αἳ καὶ ἑκατοντάπυλοι λέγονται. αἱ δὲ ἕτεραι Θῆβαι αἱ Ἑλληνίδες ἑπτάπυλοι. P.V.

40

καὶ ἑλειοβάται: οἱ τὸ Αἰγύπτιον ἕλος οἰκοῦν‐ τες· ἢ κοινῶς Αἰγύπτιοι λέγονται. ἑλώδης γὰρ ἡ Αἴγυπτος. παρά τινων δὲ ἑλειοβάται λέγονται οἱ ἐπὶ ἕλους ἐλαύνειν δυνάμενοι ναῦς, ὅπερ ἐστὶ τῶν δυσχε‐
5ρεστάτων. τινὲς δὲ εἰς τὸ ἑλειοβάται στίζοντες τὸ ἑξῆς· ‘ναῶν ἐρέται δεινοὶ‘ λέγουσιν· ἀντὶ τοῦ κωπη‐ λάται νηῶν ἐπιτήδειοι.20

42

ἁβροδιαίτων δ’ ἕπεται Λυδῶν: τοιοῦτοι γὰρ ὄντως οἱ Λυδοί· οὓς τὰς Σάρδεις οἰκοῦντας Κῦρος ὁ τῶν Περσῶν βασιλεύς, ὁ τοῦ Καμβύσου πατήρ, πολε‐ μήσας κατετροπώσατο καὶ ὑποχειρίους ἑαυτῷ πεποίη‐
5κεν. ἁβροδίαιτοι δὲ οὗτοι καὶ τῷ παρ’ Ἀνακρέοντι ‘Λυδοπαθεῖσ‘ τινες ἀντὶ τοῦ ἡδυπαθεῖς· καὶ τὸ περι‐ φερόμενον ‘μήτε μοι Λυδῶν καρύκας μήτε μαστίγων ψόφουσ‘ τρυφηλοὺς αὐτοὺς παριστάνει. καὶ ὁ Λυδο‐ φοίτης δὲ μυροπώλης τὴν τρυφὴν ταύτην δηλοῖ. καὶ
10τὴν βάκκαριν δὲ ἔνιοι Λυδῶν μύρον ἔφασαν.

44sqq

τοὺς Μητραγαθὴς: οὕστινας (Λυδοὺς) ἐξορμῶσι καὶ ἐξάγουσι καὶ παρακινοῦσι πρὸς τὴν Ἑλλάδα ἐποχουμένους πολλοῖς ἅρμασιν ὁ Μητραγαθὴς ὁ Ἀρκτεύς τε ἀγαθός, ἡγεμόνες δίοποι καὶ διέποντες
5καὶ οἰκονομοῦντες αὐτούς, καὶ αἱ πλούσιαι Σάρδεις. οὗτοι γὰρ τὰς Σάρδεις κατῴκουν.

45

δίοποι] οἱ διέποντες ἡγεμόνες vulgo Dd.22

48

δίρρυμά τε καὶ τρίρρυμα: εἰπὼν πολλοῖς ἅρ‐ μασι τοὺς Λυδοὺς ἐποχεῖσθαι, παρακατιὼν τὴν ἁρματ‐ ηλασίαν καὶ ἐκ πόσων ἵππων αὐτὰ συνίστατο ἐδήλω‐ σεν, εἰρηκώς· τέλη καὶ ἅρματα (δηλαδὴ ἐξορμῶσι τῶν
5Σάρδεων) τέθριππα καὶ ἑξάιππα· ἢ τέλη τὰ τάγματα. ἐκ τούτου δὲ τὸ πλῆθος τῶν ἵππων δηλοῖ.

48*

τὸ τέλος ἑξαχῶς λέγεται. σημαίνει γὰρ τὸ στρατιωτικὸν σύνταγμα καὶ τὸ τῶν πραγμάτων πέρας καὶ τὴν ταῖς πόλεσι φοιτῶσαν πρόσοδον καὶ τὸ ἀξίωμα, ὡς Εὐριπίδης (immo Soph. Antig. v. 67) ‘τοῖς ἐν
5τέλει βεβῶσι πείσομαι‘. δηλοῖ δὲ καὶ τὸ δαπάνημα, ὡς Εὐριπίδης ‘μάτην εἰκοστὸν τόδ’ ἐκβαίη τέλοσ‘ καὶ τὴν μυστικὴν καὶ οὕτω τελειοποιὸν ἑορτήν, ὅθεν καὶ ἡ τελετὴ λέγεται καὶ τελεῖσθαι τὸ μυεῖσθαι καὶ τελού‐ μενοι οἱ τὰ μυστικὰ διδασκόμενοι. Q (vid. Dd. p. X). V.

50sqq

στεῦνται δ’ ἱεροῦ: διαβεβαιοῦνται δὲ οἱ ἔνοικοι οἱ πλησίον ὄντες τοῦ ἱεροῦ Τμώλου ὁ δεῖνα καὶ ὁ δεῖνα, οἱ λόγχης ἄκμονες ἤγουν οἱ ἀκίνητοι ὑπὸ τῆς λόγχης, ὥσπερ ὁ ἄκμων ὑπὸ τῶν σφυρῶν, καὶ24
5οἱ ἀκοντισταὶ Μυσοὶ δουλῶσαι αὐτὴν τὴν Ἑλλάδα. ἄλλως· τὸ στεῦνται ἀντὶ τοῦ ὑπισχνοῦνται. γίνεται δὲ ἀπὸ τοῦ στέω στεύω ὡς χέω χεύω. ἀφ’ οὗ τὸ παθη‐ τικὸν στεύονται καὶ ἐν συγκοπῇ στεῦνται. στεύω δὲ κυρίως τὸ ὑφίσταμαι καὶ ὑπομένω ἀσφαλῶς, κίονος
10δίκην. καὶ Ὅμηρος ‘στεῦται γάρ τι ἔπος ἐρέειν κορυ‐ θαίολος Ἕκτωρ‘ (Γ v. 83). V, partim OPH.

53sqq

Βαβυλὼν δ’ ἡ πολύχρυσος: ἡ πλουσία δὲ Βαβυλὼν πέμπει πάμμικτον ὄχλον. εἶτα ἐφερμηνεύων τοῦτό φησι· ναῶν τ’ ἐπόχους, ἤτοι λαὸν ναυτικὸν ταῖς ναυσὶν ἐποχούμενον, καὶ πιστοὺς καὶ θαρροῦντας
5φρονήματι τοξικῷ, ἤτοι ἐμπείρους τῆς τοξικῆς.26

60

τοιόνδ’ ἄνθος: τοιοῦτον καλλώπισμα καὶ τὸ ἐξαίρετον μέρος τῶν ἀνδρῶν τῆς γῆς τῆς Περσίδος οἴχεται καὶ πορεύεται πρὸς τὴν Ἑλλάδα, περὶ οὓς πᾶσα γῆ ἡ Ἀσιῆτις ἡ ἀναθρεψαμένη αὐτοὺς στενάζει ἐν
5πόθῳ μαραντικῷ καὶ καυστικῷ.

62

[γρ. μαλερῶς, ἤγουν θερμῶς P.]28

64

τοκέες τ’ ἄλοχοί τε: οἱ πατέρες δὲ αὐτῶν καὶ αἱ ὁμόκοιτοι αὐτῶν γυναῖκες τρέμουσι τὸν χρόνον τείνοντα καὶ μηκυνόμενον τῇ τῶν ἡμερῶν περιφορᾷ, τὸν ἡμερόλεγδον, ἤτοι τὸν ἐκ τῶν ἡμερῶν καταριθ‐
5μούμενον· παρὰ τὸ ἡμέρα καὶ τὸ λέγω, τὸ ἀριθμῶ. ἄλλως· τὸν μακραῖς ἡμέραις λεγόμενον παρὰ τὰς ἡμέρας καὶ τὸ λέξασθαι.

66sqq

πεπέρακε μὲν: ἐπέρασε μέν, φησίν, ἤδη εἰς τὴν ἀντίπορον γείτονα χώραν, ἤτοι τὴν Εὐρώπην (οἱ γὰρ Πέρσαι τῆς Ἀσίας εἰσὶ κάτοικοι), ὁ τοῦ βασι‐ λέως Ξέρξου στρατὸς ὁ τὰς πόλεις πορθῶν, ἀμείψας
5καὶ ἀλλάξας τὸν πορθμὸν τῆς θυγατρὸς τοῦ Ἀθάμαν‐ τος Ἕλλης, ἤτοι τὸν Ἑλλήσποντον, ἐν σχεδίᾳ λίνῳ δε‐ δεμένῃ. γεφυρώσας γὰρ τὴν θάλασσαν διὰ τῶν νεῶν πεζῇ ταύτην τὸν στρατὸν αὑτοῦ περᾶσαι 〈ὁ Ξέρξησ〉 πεποίηκεν. ταῦτα δὲ κωμῳδεῖται. Εὔπολις ἐν Μαρικᾷ·
10‘πεπέρακε μὲν ὁ περσέπτολις ἤδη Μαρικᾶς.‘

71

ὁ Ἀθάμας ἔσχε γυναῖκα, ἐξ ἧς τὴν Ἕλλην καὶ τὸν Φρύξον πεποίηκε. τελευτησάσης δὲ τῆς μητρὸς αὐτῶν ἔλαβε τὴν Ἰνώ, ἥτις τοῖς παισὶ φθονοῦσα τοῦ Ἀθάμαντος πρωτοτύπους τοὺς τῆς χώρας πάντας λα‐30
5βοῦσα καρποὺς ἐλυμήνατο αὐτούς, ὥστε μηκέτι σπειρο‐ μένους ἀναδίδοσθαι. λιμοῦ δὲ τῆς χώρας ἐπικρατή‐ σαντος οἱ ἐγχώριοι ἐβουλεύσαντο πρὸς τὸν Ἀπόλλωνα ἀπελθεῖν καὶ μαντεύσασθαι, ὥστε γνῶναι τὸ αἴτιον. τούτους δὲ ἡ Ἰνὼ δεξιωσαμένη πεποίηκε τοῦ μαντείου
10ἐπαναστρέφοντας μηδὲν ἕτερον λέγειν ἢ τὸ· τὴν Ἕλλην καὶ τὸν Φρύξον αὑτῷ τυθῆναι ὁ Ἀπόλλων ἀνείρηκεν. ἐπήκοος οὖν ὁ Ἀθάμας τοῦ τοιούτου χρησμοῦ γενό‐ μενος τοῖς παισὶν αὑτοῦ ἐν τοῖς ποιμνίοις διατρίβουσιν ἐμήνυσε κριὸν λαβοῦσι τὸν πρώτιστον ἐπανελθεῖν, ἐφ’
15ᾧ θῦσαι τοῦτον τῷ Ἀπόλλωνι. λαβόντων δὲ τὸν κριὸν καὶ ἐπανερχομένων ὁ κριὸς τὸ κατ’ αὐτῶν σκευωρού‐ μενον αὐτοῖς ὑπεδήλωσε. φυγῇ γοῦν, τῇ συμβουλῇ τούτου, ἐχρήσαντο αὐτῷ ἐποχούμενοι καὶ τὸν πλοῦν διαπεραιούμενοι. ἐν δὲ τῷ διαπεραιοῦσθαι τούτους
20ἡ μὲν Ἕλλη ἐς μέσον τοῦ πόντου πέπτωκεν, ἀφ’ ἧς ὁ τοιοῦτος ἐκλήθη Ἑλλήσποντος· ὁ δὲ Φρύξος ἔν τινι προσελιμενίσθη λιμένι, ἀφ’ οὗ ὁ τοιοῦτος Φρύξου
λιμὴν ὀνομάζεται.32

72

ἀμφὶ τῷ αὐχένι τοῦ πόντου ζυγὸν βαλὼν πολύ‐ γομφον ὅδισμα καὶ βάδισμα. ὅδισμα δὲ τὴν σύνθεσιν τῶν νηῶν λέγει, τῶν τῆς θαλάσσης δηλονότι νώτων ἄνωθεν. ἐγεφύρωσε γὰρ τὸ ἑπταστάδιον ταῖς ναυσί,
5συνδήσας καὶ γῆν ἐπιβαλών, ὥστε ὁδὸν ποιῆσαι ἐπὶ τῶν νεῶν. διὸ πολύγομφον ὅδισμα εἶπεν. γράφεται καὶ ἔρεισμα· τὴν ναῦν.

74

πολυάνδρου δ’ Ἀσίας θούριος ἄρχων: ὁ θού‐ ριος δὲ καὶ ὁ πολεμικώτατος ἄρχων τῆς πολυάνδρου Ἀσίας ὁ Ξέρξης ἐπὶ πᾶσαν χθόνα, τὴν Εὐρώπην δη‐ λονότι, ἐλαύνει ποιμανόριον θεῖον διχόθεν· ἐκ γῆς καὶ
5θαλάσσης. ποιμανόριον δὲ τὸ πλῆθος τὸ στρατευθέν, τὸ ἀνδρικὸν πλῆθος, ποίμνιον· παρὰ τὸ ποιμαίνω· σημαίνει δὲ τὸ στράτευμα τὸ βασιλικὸν παρὰ τὸ τοὺς βασιλεῖς λέγεσθαι ποιμένας. ὅθεν ποιμανόριον τὸ ἐκ
ποίμνης ἀνδρῶν συνηγμένον βασίλειον.34

79

ὀχυροῖσι: πεποιθὼς καὶ θαρρῶν ἐφέταις, ἤτοι τοξόταις καὶ ἡγεμόσι, τοῖς ἀπὸ τῆς χρυσονόμου γενεᾶς, ὀχυροῖς, στυφέλοις καὶ σκληροῖς ὁ ἰσόθεος φὼς καὶ ἀνήρ, τουτέστιν ὁ Ξέρξης. τὸ δὲ χρυσονόμου ἀντὶ
5τοῦ πλουσίας εἶπε. τινὲς δὲ χρυσογόνου λέγουσι διὰ τὸ τὸν Περσέα ἀπὸ χρυσοῦ γεγενῆσθαι· ὃ καὶ βέλτιον. ἀπογόνου γοῦν φησι τῆς Περσέως γενεᾶς· ἢ τῆς τῶν χρυσῶν ἀνθρώπων· ἢ πολυχρύσου.

82sqq

κυάνεον δ’ ὄμμασι: βλέπων δὲ μέλαν καὶ μανικὸν ἐν ὄμμασιν (ὃ παρακατιὼν ἐδήλωσεν ὁ ποιη‐ τὴς εἰπών· δέργμα καὶ βλέμμα δηλαδὴ φοινίου δρά‐ κοντος. τοῦτο ἐφερμηνευτικῶς τέθειται) ἐπάγει τοξό‐
5δαμνον Ἄρην, ἤγουν τὸν ἐν τόξοις δαμάζοντα πόλεμον, τοῖς Ἕλλησι πολλὴν δύναμιν στρατιωτῶν ἔχων καὶ
πολλὰς νῆας (τοῦτο γὰρ δηλοῖ τὸ πολύχειρ καὶ πολυ‐ ναύτης) Ἀσσύριόν τε ἅρμα ἐλαύνων, ἤγουν Περσικόν· οἱ γὰρ Πέρσαι Ἀσσύριοι ἐκαλοῦντο τὸ πρότερον.36
10OP(Dd.) VH.

86

δουρικλύτοις δὲ: τοῖς ἐνδόξοις κατὰ τὸ δόρυ, τοῖς περιφήμοις ἐν τῷ δορὶ ἤγουν τῷ πολέμῳ. V.

88sqq

δόκιμος δ’ οὔτις: οὔτις δὲ δόκιμος, ἤτοι φρονῶν ἑαυτῷ καὶ δοκῶν καὶ θαρρῶν, ὑποστὰς τῷ τοσούτῳ ῥεύματι ἀνδρῶν, δηλαδὴ τῶν Περσῶν, ἤτοι ἀντιστὰς καὶ ἀντιμαχεσάμενος, ὥστε εἴργειν καὶ κω‐
5λύειν τὸ ἄμαχον κῦμα τῆς θαλάσσης (τροπικῶς δὲ 〈τὴν προσβολὴν〉 τῶν Περσῶν) ἐν ἕρκεσιν ὀχυροῖς, ἤτοι
γεφύραις γενναίαις. ἀπρόσοιστος γὰρ καὶ ἀφόρητος καὶ ἄμαχος ὁ Περσικὸς στρατὸς ἀλκίφρων τε καὶ δυ‐ νάμει θαρρῶν λαός. PVH.38

94sqq

δολόμητιν δ’ ἀπάταν θεοῦ: τοῦτό φησιν,
ὅτι ὡς ἔδει μὲν παρατέτακται ὁ Ξέρξης, εἰ δὲ θεοῦ ἐπιβουλῇ τὰ τῆς νίκης ἀναβάλλεται, τίς ὁ νικήσων θεόν; καὶ ποῖος ἄνθρωπος ἐκφύγῃ τὴν ἐπιβουλὴν τὴν40
5ἐκ θεοῦ; τίς οὖν ὁ ἐν ταχυτάτῳ ποδὶ ἀνάσσων καὶ κρατῶν τοῦ εὐπετέος καὶ συντόμου πηδήματος τῆς Ἄτης, ἤτοι ὑπερπηδήσας αὐτῆς τὰ θήρατρα καὶ ἐκ‐ φυγὼν ταχέως; ‘ἡ δ’ Ἄτη σθεναρή τε καὶ ἀρτίπος, φθάνει δέ τε πᾶσαν ἐπ’ αἶαν‘ ὥς φησιν Ὅμηρος. ἢ
10οὕτως· τίς ὁ ὀξύπους καὶ σύντομος, ὅστις τὴν μέλλου‐ σαν ἐπελθεῖν αὐτῷ βλάβην ἀπό τινος συμπτώματος καὶ τύχης προαρπάσαι καὶ εἰς τὸ ἐναντίον μεταστρέψαι δυνήσεται; OPV, partim H, initium vulgo.

98sqq

φιλόφρων γὰρ σαίνουσα: ἡ ἐκ θεοῦ, φησίν, ἀπάτη ὡς φιλόφρων σαίνουσα καὶ ὑποθέλγουσα κατὰ τὴν ἀρχὴν ἐμβιβάζει τὸν ἄνθρωπον εἰς παγίδα, ἤτοι εἰσάγει αὐτὸν εἰς κίνδυνον. διὸ οὐκ ἔστιν ἄνθρωπον
5ὑπεκδραμόντα τὴν Ἄτην φυγεῖν. ἡ γὰρ ἐκ θεοῦ,
φησίν, ἀμαύρωσις καὶ δόλωσις ἄφυκτός ἐστιν. ἅμα γὰρ δολοῖ καὶ προσαίνει καὶ κακοποιεῖ ἐν ταὐτῷ. OPVH.42

103

θεόθεν γὰρ ἡ μοῖρα κατεκράτησε, 〈ἐπέσκηψε δὲ〉 τοῖς Πέρσαις ὥστε καὶ πολέμους καὶ μάχας ἐγεί‐ ρειν, τουτέστιν· ἀνέκαθεν ἀνδρεῖοί εἰσι καὶ κατὰ τὴν εἱμαρμένην πολεμοῦσι. πολεμικοὶ δὲ ὄντες οὐχ ἡσση‐
5θήσονται. vulgo Dd. V.

106

οἳ τοὺς πύργους κατακόπτουσι καὶ κατερεί‐ πουσιν. ἱππιοχάρμας δὲ κλόνους λέγει τοὺς πολεμικοὺς θορύβους καὶ συντριμμούς. ἐν τούτοις γὰρ οἱ ἵπποι χαίρουσιν. vulgo Dd V.

110sqq

ἔμαθον δὲ ἐσορᾶν καὶ βλέπειν πόντιον ἄλσος τῆς εὐρυπόροιο θαλάσσης, ἤτοι διὰ 〈τῆσ〉 θα‐ λάσσης τὰς ὁδοὺς αὑτῶν ποιεῖν, πολιαινομένης τε καὶ λευκαινομένης αὐτῆς ἐν πνεύματι λάβρῳ ἢ τῷ βιαίῳ
5ἀνέμῳ ἢ ἀφριζομένης, δηλαδὴ τῇ κωπηλασίᾳ, πίσυνοι καὶ θαρροῦντες πείσμασι λεπτοδόμοις· τοῖς λεπτῶς κατεσκευασμένοις ἤτοι ταῖς ναυσί. πλὴν οὐχ οἱ Πέρ‐ σαι ναυτικοί, ἀλλ’ οἱ ὑπήκοοι αὐτῶν. ὥστε τὸ ἔμαθον ἀντὶ τοῦ μαθεῖν ἐποίησαν, φησίν, οἱ Πέρσαι τοὺς44
10ὑπηκόους αὐτῶν. vulgo Dd. V.

115

λαοπόροις: ταῖς τοὺς λαοὺς διαπορθμευούσαις ἢ ταῖς ἀπὸ τῆς κωπηλασίας μηχαναῖς ταῖς ὑπὸ τῶν λαῶν γινομέναις· οὐχ ὡς αὐτῶν τῶν Περσῶν θαλατ‐ τίων ὄντων, ἀλλὰ τῶν ἐκείνοις ὑπηκόων παραλίων.
5vulgo Dd. V.

117sq

διὰ ταῦτα ἡ φρήν μου μελαγχίτων καὶ πενθήρης ἐστὶν ἢ ἀμφιμέλαινα. ἀμύσσεται φόβῳ, ἤτοι διακόπτεται ὑπὸ τοῦ φόβου. ἀσυνδέτως. ἢ οὕτως· ἡ φρήν μου ἡ μελαγχίτων, ἤτοι ἡ συνετὴ καὶ ἐν βάθει
5κειμένη καὶ ἀφανὴς οὖσα, τῷ φόβῳ διακόπτεται. εἴρη‐
ται δὲ παρὰ τὸ ‘σὺ δ’ ἔνδοθι θυμὸν ἀμύξεισ‘. τοῖς γὰρ τοῦ σώματος πάθεσι δοκοῦμεν συμπάσχειν καὶ τὴν ψυχήν. vulgo Dd. V.46

121

μὴ πόλις πύθηται: μὴ πύθηται, φησί, καὶ μάθῃ καὶ ἀκούσῃ τις τῶν ἑτέρων πόλεων κενὸν ἀν‐ δρῶν ὂν τὸ ἄστυ τὸ τῆς Σουσίδος. οὕτω γὰρ καὶ τὸ Κίσσιον πόλισμα ἀντίδουπον ἔσεται, ἤτοι ἀντηχήσει
5τοῖς θρήνοις ἐκ τοῦ ἑκατέρου μέρους· μὴ ἀντηχήσῃ, φησί, θρῆνον αὐτῶν τελευτησάντων. vulgo Dd. V.

125

ὀά, τοῦτ’ ἔπος: ὁ γυναικοπληθὴς ὅμιλος ἐκεῖσε ἀπύων τὸ ἔπος τοῦτο, τὸ ὀά δηλονότι. τὸ δὲ ἀπύων οὕτως νοητέον· ἢ ἔσται ἀπύων καὶ φωνῶν, ἔξωθεν λαμβανομένου τοῦ ἔσται, ἢ τὴν μετοχὴν ἀντὶ τοῦ ῥή‐
5ματος ἀντὶ τοῦ ἀπύσει. vulgo Dd. V.48

128

ἀπὸ κοινοῦ πάλιν τὸ μή, ἵν’ ᾖ οὕτως· μὴ πέσῃ λακὶς καὶ ῥῆξις ἐν τοῖς πέπλοις τοῖς βυσσίνοις 〈ἢ〉 τοῖς ἱματίοις, ἤτοι μὴ διαρρήξωσι τὰ ἱμάτια αὑτῶν.

130

πᾶς γὰρ ἱππικὸς λαὸς καὶ πεδοστιβής, ἤτοι 〈ἐν〉 τῷ πέδῳ καὶ τῇ γῇ περιπατῶν καὶ πεζῇ βαδίζων, καταλελοίπασι τὴν πόλιν ἀκολουθοῦντες τῷ Ξέρξῃ, ὥσπερ τὸ σμῆνος τῶν μελισσῶν ἕπεται τῷ ἀρχηγῷ
5αὑτῶν. λέγεται γὰρ ὡς εἰ μὴ ὁ ἀρχηγὸς τῶν μελισσῶν πρότερον πετάσειεν, ἄλλως οὐχ ἵπτανται αἱ ἕτεραι. Vulgo Dd. V.

133

τὸν ἀμφίζευκτον: ἐξαμείψας καὶ περάσας τὸν ἀμφίζευκτον ἅλιον πρῶνα, τὸν κοινὸν τῆς ἀμφοτέρας γῆς, τῆς Εὐρώπης δηλαδὴ καὶ τῆς Ἀσίας. ἀμφίζευκτον δὲ τὸν ζευγνύντα ἄμφω τὰς ἠπείρους ἢ ζευγνύμενον
5ἐξ ἀμφοῖν ἢ τὸν ὑποζευχθέντα· βατὸν γὰρ αὐτὸν
ἐποίησεν ὁ Ξέρξης.50

135

πρῶνα: τὸν προνεύοντα εἰς τὰς ἀμφοτέρας ἠπείρους ἢ τὸν κοινὸν ἑκατέρας γῆς. μεταξὺ γάρ ἐστιν Εὐρώπης καὶ Ἀσίας. ἄλλως· πρῶνα ἀμφοτέρας αἴας κοινόν, οἱ μὲν τὸν Ἑλλήσποντον, οἱ δὲ Ταῦρον τὸ ὄρος.

136

λέκτρα δ’ ἀνδρῶν: τὰ λέκτρα δὲ τῶν ἀνδρῶν τῇ αὐτῶν ἀποδημίᾳ καὶ ἀπουσίᾳ πίμπλανται καὶ πλη‐ ροῦνται τοῖς δάκρυσιν. αἱ δὲ Περσίδες γυναῖκες ἀκροπενθεῖς καὶ ἐπιμόνως πενθοῦσαι, ὡς δοκεῖν ἐνα‐
5βρύνεσθαι ἐπὶ τῷ πενθεῖν.

139

ἑκάστη πόθῳ: ἑκάστη γυνὴ Περσὶς τὸν ἑαυ‐ τῆς εὐνατῆρα καὶ ἄνδρα ἀποπεμψαμένη τὸν αἰχμήεντα, θοῦρον καὶ πολεμικόν, ἐν πόθῳ φιλάνδρῳ λείπεται
αὐτὴ τοῦ λοιποῦ μονόζυξ καὶ μόνη. vulgo Dd. H.52

143sqq

ἀλλ’ ἄγε Πέρσαι: ἀλλὰ φέρε, ὦ Πέρσαι, ἐνεζόμενοι καὶ ἐγκαθήμενοι εἰς τοῦτο τὸ ἀρχαῖον στέγος, ἤγουν εἰς ταύτην τὴν ἀρχαίαν καθέδραν, φροντίδα ποιήσωμεν καὶ βουλευσώμεθα, πῶς πράσσει
5καὶ τί ποιεῖ ἐν Ἑλλάδι ὁ Ξέρξης. χρεία δὲ προσήκει· τὸ δέ ἀντὶ τοῦ γάρ. ἡ χρεία γὰρ προσῆκον ποιεῖ τὸ βουλεύεσθαι.

148

τὸ πατρωνύμιον γένος: ἤτοι ὁ κατὰ πατέρα συγγενὴς ἡμῖν· τουτέστιν ὁ ἐκ προγόνου ἰθαγενής.

150

πότερον τόξου ῥῦμα τὸ νικῶν: ἆρα, φησίν, ἡ ὁρμὴ τοῦ τόξου ἐστὶ τὸ νικῶν ἤτοι τὸ νικῆσαν καὶ ἡττῆσαν τοὺς Ἀθηναίους ἢ ἡ ἰσχὺς τῆς δορυκράνου λόγχης κεκράτηκε καὶ ἐνίκησε, τοὺς Πέρσας δηλαδή.54
5οἱ μὲν γὰρ Πέρσαι τοξόται, οἱ δ’ Ἀθηναῖοι λογχη‐ φόροι. ὃ δὲ λέγει, ἐστὶ τοιοῦτον· ἆρα οἱ Πέρσαι ἐνίκησαν τοὺς Ἀθηναίους ἢ οἱ Ἀθηναῖοι τοὺς Πέρσας;

153sq

ἀλλ’ αὕτη ἡ τοῦ βασιλέως μήτηρ, ἡ δέ‐ σποινα δὲ ἐμή, ὑπάρχουσα φῶς τοῖς ὀφθαλμοῖς ἡμῶν, ἴσον τῶν θεῶν ὁρμᾶται ἤτοι ἔρχεται. λέγει δὲ τὴν Ἄτοσσαν. vulgo Dd. V.

155sqq

προσπίτνω καὶ προσφθόγγοις δὲ: καὶ προσηγόροις δὲ λόγοις πρέπον αὐτὴν προσφωνεῖν, ἤτοι πρέπει χαιρετίσαι αὐτήν. εἶτα κοινῶς ὁ χορὸς χαιρε‐ τίζων αὐτήν φησιν· ὦ χαῖρε βασίλισσα τῶν Περσίδων
5τῶν βαθυζώνων. βαθύζωνοι δὲ αἱ Περσίδες διὰ τὸ
κροσσωτὰς ζώνας ἔχειν. vulgo Dd. V.56

159

Ἄτοσσα, θυγάτηρ Κύρου, γυνὴ Δαρείου, μήτηρ Ξέρξου κατὰ Ἡρόδοτον V (de sch. vulg. et Dd. vid. notam ad sch. v. 153).

160sq

θεοῦ μὲν εὐνήτειρα Περσῶν: τοὺς βασι‐ λεῖς αὑτῶν ἐκάλουν θεοὺς οἱ Πέρσαι ἢ ἴσα καὶ θεοῖς ἐτίμων. φησὶν οὖν ὁ χορὸς πρὸς τὴν Ἄτοσσαν· τοῦ θεοῦ μὲν τῶν Περσῶν ἐγένου σύγκοιτος, τουτέστι τοῦ
5Δαρείου, μήτηρ δὲ πάλιν ἐγένου τοῦ θεοῦ, ἤτοι τοῦ Ξέρξου, εἰ τέως μὴ ὁ παλαιὸς δαίμων ἤτοι ἡ ἀρχαία καὶ ἡ πρὶν εὐτυχία μεθέστηκε στρατῷ ἀντὶ τοῦ παρῴ‐ χηκεν ἀπὸ τοῦ στρατοῦ. P(Dd.) VH. Hoc et quae secuntur decem scholia absunt ab O, in quo excidit
10unum folium.

162sqq

ταῦτα δὴ λιποῦς’ ἱκάνω: ἀκούσασα ἡ Ἄτοσσα τοῦ χοροῦ εἰπόντος, ὅτι εἰ μὴ ἡ πρὶν εὐτυχία μεθέστηκε, φησί· διὰ ταῦτα καὶ ἐγὼ παραγίνομαι ἐν‐ ταῦθα πρὸς ὑμᾶς καταλείψασα τοὺς χρυσῷ κεκοσμη‐
5μένους οἴκους καὶ τὸν βασιλικὸν κοιτῶνα. καὶ ἐμὲ κατὰ τὴν καρδίαν ἔσωθεν κόπτει 〈ἡ〉 φροντὶς ἢ τὸ ἐμὲ ἀντὶ τοῦ ἐμοῦ τὴν καρδίαν. εἰς ὑμᾶς δὲ εἴπω λόγον οὐδαμῶς ἐμαυτῆς οὖσα ἤτοι οὐδόλως ἐμαυτῆς κυρία τυγχάνουσα, οὐκ ἄφοβος. δονοῦμαι γὰρ καὶ τῶν58
10φρενῶν ἐξίσταμαι τῷ ὀνείρῳ. vulgo P(Dd.) VH. De cod. O vid. not. ad sch. v. 160.

166sq

δέδοικα, φησί, μή πως ὁ μέγας πλοῦτος καὶ ἡ εὐδαιμονία, κονίσας καὶ κονισθεὶς καὶ βληθεὶς ἐν τῷ ποδὶ καὶ ῥιφεὶς καὶ λακτισθεὶς εἰς οὖδας ἀνα‐ τρέψῃ τὸν ὄλβον, ὃν ὁ Δαρεῖος ἦρεν, ἤτοι τὸ κλέος,
5ὃ ἔλαβεν ὁ Δαρεῖος καὶ εἰς μέγα ὕψωσεν οὐ χωρίς 〈τινοσ〉 τῶν θεῶν. vulgo P(Dd.) V. De cod. O vid. not. ad sch. v. 160.

168sqq

ταῦτά μοι: διὰ ταῦτα διπλῆ ἐστί μοι μέριμνα ἄλεκτος. ἡ δὲ τοιάδε· μήτε χρημάτων πλῆθος ἐν τιμῇ σέβειν ἀνάνδρων ἤτοι ἀνδρῶν ἐκεῖσε μὴ παρόντων μήτε τοῖς ἀχρημάτοις ἀνδράσιν ἤτοι τοῖς
5πένησι λάμπειν φῶς εὐτυχίας, ὅσον ἐστὶ σθένος, ὅ ἐστιν· οὐ πάσης ἀπολαύουσι τῆς τοῦ φωτὸς ἡδονῆς οἱ
πένητες. ἑτέρου γὰρ λείποντος τὸ τῆς εὐδοκιμήσεως δυσχερές. χωρὶς μὲν γὰρ ἀνδρῶν ἄχρηστά εἰσι τὰ χρήματα, χωρὶς δὲ χρημάτων οἱ ἄνδρες. καὶ ἁπλῶς·60
10οἱ μὴ ἔχοντες ταῦτα ἀνίσχυροι. vulgo P(Dd.) VH. De cod. O vide not. supra laud.

171sq

ἔστι γὰρ ἡμῖν πλοῦτος ἀμεμφὴς καὶ ἄφθονος. δεδοίκαμεν δὲ διὰ τὸ μὴ ἔχειν ἄνδρας. ὀφθαλμὸν γὰρ καὶ φῶς τῶν οἴκων τὴν τοῦ δεσπότου παρουσίαν νομίζω. —ἀμφὶ δ’ ὀφθαλμῷ: ἤγουν ἀμφὶ
5τῷ Ξέρξῃ· ὀφθαλμὸν γὰρ ἐκεῖνον καλεῖ. vulgo P(Dd.) V. De cod. O vide not. supra laud.

173sq

πρὸς τάδ’ ὡς οὕτως ἐχόντων: πρὸς ταῦτα, φησί, γίνεσθέ μοι σύμβουλοι τούτου τοῦ λόγου, ὦ Πέρσαι, γηραλέα πιστώματα, ἤτοι ὦ ἀρχαῖοι πιστοὶ ὡς τούτων, ὧν εἶπον, οὕτως ἐχόντων ἀντὶ τοῦ ἀλη‐
5θῶν ὄντων. vulgo P(Dd.) VH. De cod. O vide not. laud.

176sq

〈καλῶσ〉 γίνωσκε, ὦ βασίλισσα, ἐπὶ λόγου καὶ ἔργου, ἐφ’ οὗ ἂν δυνώμεθα πρᾶξαι καὶ εἰπεῖν, οὐ δίς σε φράσαι, ὥστε ἡμᾶς ἐν λόγῳ καὶ ἔργῳ βοη‐
θῆσαί σοι, ἐφ’ ὧν ἡ δύναμις ἡ ἡμετέρα θέλει ἡγεῖσθαι62
5καὶ προσδιακρίνειν τὸ πᾶν. vulgo P (Dd.). De O vid. l. l.

179sqq

πολλοῖς μὲν ἀεὶ: ἡ Ἄτοσσά φησι πρὸς τὸν χορόν· πολλὰ μὲν νυκτερινὰ ὀνείρατα φαντάζομαι, ἐξ οὗ καιροῦ ὁ ἐμὸς παῖς ὁ Ξέρξης διακομίσας στρατὸν πορεύεται καὶ ἄπεισιν εἰς τὴν γῆν τῶν Ἰαόνων θέ‐
5λων ἐκπορθῆσαι αὐτήν, ἀλλ’ οὐδαμῶς τοιοῦτον ὄναρ φανερὸν εἶδόν ποτε, ὥσπερ ἐπὶ τῆς παρελθούσης νυ‐ κτός. λέξω δέ σοι τοῦτο. ἰστέον δέ, ὅτι Ἰάονες οἱ Ἀθηναῖοι λέγονται ἔκ τινος Ἰάονος βασιλεύσαντος αὐτῶν. ἐνταῦθα δὲ ἄρχεται διηγεῖσθαι τὸν ὄνειρον
10καί φησιν, ὅτι ἐδοξάτην μοι (ἀντὶ τοῦ ἐνομίσθησαν δυϊκῶς) δύο γυναῖκες εἰς θεωρίαν μοι ἐλθεῖν καλὰ φοροῦσαι ἱμάτια, ἡ μία μὲν κεκοσμημένη Περσικοῖς ἱματίοις, ἡ δὲ ἑτέρα Δωρικοῖς, τῷ μεγέθει τε κατὰ πολὺ εὐπρεπεστάτα (δυϊκῶς εὐπρεπέσταται) καὶ ἀμώμω
15καὶ ἄμωμοι ἐν τῷ κάλλει· ἤτοι οὐκ εἶχον μέμψιν τινὰ κατὰ τὸ κάλλος. ἦσαν δὲ ἀδελφαί, καὶ ἡ μὲν κατῴκει τὴν Ἑλλάδα γῆν ἐκ κλήρου ταύτην λαχοῦσα, ἡ δὲ 〈τὴν〉 γῆν βαρβαρικήν. H, partim vulgo P(Dd.) V. De
O vid. l. l.64

180

[στείλας στρατὸν] τουτέστι κοσμήσας. ὁμώ‐ νυμος γάρ ἐστι λέξις. ἔστι γὰρ στέλλω τὸ κοσμῶ, ἐξ οὗ καὶ στολή. στέλλω τὸ φοβοῦμαι, ἐξ οὗ καὶ συστολὴ καὶ ὑποστολή. στέλλω τὸ πλέω, ἐξ οὗ καὶ στόλος.
5στέλλω τὸ ἀποστέλλω, ἐξ οὗ καὶ ἀπόστολος. vulgo P. De O vide l. l.]

188

Ἄνδρων ὁ Ἁλικαρνασεύς φησι τὸν Ὠκεανὸν γῆμαι Πομφολύγην καὶ Παρθενόπην καὶ σχεῖν ἐκ μὲν Παρθενόπης Εὐρώπην καὶ Θρᾴκην, ἐκ δὲ Πομφολύγης Ἀσίαν καὶ Λιβύην· ἀφ’ ὧν τὰς ἠπείρους ὀνομασθῆναι
5συμβέβηκεν. ἡ γοῦν Ἄτοσσά φησι δύο γυναῖκας κατ’ ὄναρ ἰδεῖν, τὰς δύο ἠπείρους ταύτας· Ἀσίαν καὶ Εὐ‐
ρώπην. vulgo P(Dd.) VH. De O vide l. l.66

191

τούτω στάσιν τιν’ ὡς ἐγὼ ’δόκουν ὁρᾶν: τούτω, φησί, τὼ γυναῖκε, τὴν Ἀσίαν καὶ τὴν Εὐρώ‐ πην, λίαν ἐγὼ ἐδόκουν ὁρᾶν στάσιν τινὰ καὶ φιλονει‐ κίαν τεύχειν καὶ κατασκευάζειν καὶ ποιεῖν ἐν ἀλλήλαις.
5παῖς δὲ ὁ ἐμὸς μαθὼν στασιαζούσας ταύτας κατεῖχε καὶ ἐπράϋνε καὶ ἡμέρου αὐτάς. ἤθελε γὰρ ὁ Ξέρξης εἰς ἓν ἀγαγεῖν κράτος τὴν Εὐρώπην καὶ τὴν Ἀσίαν. ὑπὸ ἅρμασι δὲ ζεύγνυσιν αὐτὼ (ἀντὶ τοῦ αὐτὰς) καὶ λέπαδνα ἤτοι ζυγόλωρα τίθησιν ἐπὶ τῶν αὐχένων αὐτῶν.
10λέπαδνα δὲ κυρίως οἱ περὶ τὰ στήθη πλατεῖς ἱμάντες, οἷς ἀναδεσμοῦνται οἱ τράχηλοι τῶν ἵππων πρὸς τὸν ζυγόν. ἐτυμολογεῖται δὲ ἀπὸ τοῦ λέπω τὸ λεπίζω, λέπανον καὶ λέπαδνον. τινὲς δὲ λέπαδνα τοὺς μασχα‐ λιστῆράς φασι. vulgo P(Dd.) VH. De cod. O vid. l. l.

195sq

χἢ μὲν τῇδ’ ἐπυργοῦτο στολῇ: καὶ ἡ μέν, ἤγουν Ἀσία, ἐπυργοῦτο καὶ ἐκοσμεῖτο καὶ ᾔρετο τῇ στολῇ τῇδε. δεικτικῶς δὲ τοῦτο ἀντὶ τοῦ τῇ Περσικῇ ταύτῃ, ἣν φορῶ. εἶχε δὲ στόμα εὔαρκτον καὶ ὑπήκοον
5καὶ πειθήνιον ἐν τῷ χαλινῷ.68

197sqq

ἣ δ’ ἐσφάδαζεν: ἡ δέ, Εὐρώπη, ἐσφάδαζε καὶ ὥρμα καὶ ἐπήδα καὶ διὰ τῶν χειρῶν ἐν τῇ τοῦ δίφρου βίᾳ 〈χαλινὰ〉 ῥήσσει καὶ τὸν δίφρον ξυναρ‐ πάζει ἄνευ χαλινῶν ἤτοι ἀχαλίνωτον γενόμενον καὶ
5τὸν ζυγὸν συνθλᾷ. πίπτει δὲ ἐκ τοῦ ἅρματος ὁ Ξέρ‐ ξης (οὗτος γὰρ ἦν ὁ ὑπὸ ζυγὸν ἔχων αὐτάς), καὶ ὁ πατὴρ Δαρεῖος παρίσταται οἰκτείρων αὐτόν. ἐπεὶ δὲ τοῦτον εἶδεν ὁ Ξέρξης αἰδεσθεὶς τὸ πτῶμα διαρρη‐ γνύει τοὺς οἰκείους πέπλους.

204

καλλιρόου ἔψασα πηγῆς: πηγή τις ἱερά, ἀφ’ ἧς ἀνιμᾶτο νᾶμα ταῖς θυσίαις ἐπιχέεσθαι· διὰ γοῦν τὸ ἐξ
αὐτῆς τὰς θυσίας γίνεσθαι καλλίρροον αὐτὴν ὠνόμασεν.70

206

ἀποτρόποισι δαίμοσι: τοῖς θεοῖς οἷς ἀπο‐ τροπιαζόμεθα τοὺς ὀνείρους. ἀποτροπιαστὴν δὲ τῶν ὀνείρων φασὶν εἶναι τὸν ἥλιον. τούτου γὰρ ἐπιλάμ‐ ψαντος οἱ ὄνειροι διασκεδάζονται.

207

πέλανος κυρίως ὁ πεπηγὼς ῥύπος λέγεται. ἄλλως· ὁ ἀφρὸς ὁ γενόμενος ἐν τῇ χύτρᾳ. ἐτυμολογεῖται δὲ ἀπὸ τοῦ πέλω· τὸ ἀναστρέφομαι. ἐνταῦθα δὲ πέλανον τὴν θυσίαν φησί. vulgo Dd. V.

210sqq

μεθύστερον δέ: μετὰ τοῦτο δὲ ὁρῶ κίρκον, ἤτοι ἱέρακα, σφαδάζοντα καὶ ὀξέως κινούμενον ἐν τοῖς πτεροῖς καὶ χηλαῖς ἤτοι ἐν τοῖς ὄνυξι τὸ κάρα καὶ τὴν κεφαλὴν τοῦ ἀετοῦ διακόπτοντα. ὁ δέ, ἀετὸς ἤγουν
5ὁ Ξέρξης, οὐδὲν ἄλλο ἐποίει ἢ μόνον παρεῖχε τῷ
ἱέρακι τὸ σῶμα χρῆσθαι ὡς βούλεται. ἀετὸν οὖν τὸν Ξέρξην φησὶ διὰ τὸ βασιλικὸν καὶ γενναῖον 〈εἶναι〉, ἱέρακα δὲ τὸ τῶν Ἀθηναίων στράτευμα διὰ τὸ πρὸς τοὺς Πέρσας ἐλάττονα ἔχειν κατὰ πολὺ τὴν δύναμιν.72

216

οὐ τιμωρητέος, οὐ δίκας ὀφείλων, διὰ τὸ ὑμᾶς αὐτὸν παρορμῆσαι καὶ 〈κοινῇ ἤτοι〉 κοινῷ δόγματι γενέσθαι τὴν ἐκείνου ἔξοδον καὶ τὴν πρὸς τοὺς Ἀθη‐ ναίους ἄφιξιν. vulgo Dd. V.

218sqq

οὔ σε βουλόμεσθα: ὁ χορὸς ἀκούσας τοῦ ὀνείρου τῆς Ἀτόσσης φησὶ πρὸς αὐτήν· ὦ μῆτερ τοῦ Ξέρξου, οὐδαμῶς θέλομεν οὔτε ἄγαν ἐκφοβεῖν σε ἐν
λόγοις, ἤτοι λέγειν σοι ὅτι κακὰ ταῦτά ἐστιν ἃ εἶδες,74
5οὔτε παραθαρσύνειν τῷ οἴεσθαι ὅτι καλά. τοὺς θεοὺς δὲ τοὺς οὐρανίωνας πρῶτον ἐν ἱκεσίαις παρακαλέ‐ σασα, εἴ τι κακὸν καὶ μισητὸν εἶδες, ζήτει αὐτοὺς ποιεῖν ἀποσόβησιν τούτων, τὰ καλὰ δὲ πεπληρωμένα γενέσθαι καὶ σοὶ καὶ τῷ Ξέρξῃ καὶ τῇ πόλει. δεύτερον
10δὲ πρέπει σε ἐπιχῦσαι χοὰς καὶ θυσίας τῇ γῇ τε καὶ τοῖς κάτω νεκροῖς. αἰτοῦ δὲ καὶ ζήτει καὶ παρακάλει τὸν σὸν ἄνδρα Δαρεῖον, ὅντινα λέγεις ἰδεῖν κατ’ ὄναρ, ταῦτα· σοὶ ἀγαθὰ κάτωθεν ἀπὸ τῆς γῆς πέμπειν εἰς φάος, ἤτοι ἀναδιδόναι σοι ἀγαθὰ τὰ ὀνείρατα ἃ εἶδες.
15οἱ γὰρ ὄνειροι ἐκ τῆς γῆς ἀνέρχεσθαι λέγονται. τὰ ἔμπαλιν δὲ καὶ τὰ ἐναντία τούτων τῶν ἀγαθῶν αἰτοῦ κατεχόμενα τῇ γῇ ἀμαυροῦσθαι, ἤτοι ὑπὸ τῆς γῆς
κρατηθέντα ἀφανισθῆναι τῷ σκότῳ.76

227

ταῦτα θυμόμαντις: ταῦτά σοι παρῄνεσα οὐ φύσει μάντις ὤν, ἀλλ’ ἀπὸ λογισμοῦ κρίνων καὶ ἐν‐ θυμήσεως. τοῦτο γὰρ δηλοῖ τὸ θυμόμαντις.

228

τὸ μὲν φανερόν· κρίνομεν εἰς καλὸν τὰ ὁρα‐ θέντα σοὶ ὀνείρατα ἐκβιβασθῆναι. τὸ δ’ ἄλλο· κρί‐ νομεν τόδε καλὸν γενέσθαι· τὸ θῦσαι ἀπελθοῦσαν
τοῖς θεοῖς, ὡς προέφημεν. vulgo Dd.78

229

ἀλλὰ δὴ σὺ ὁ πρῶτος ἀκούσας τοῦ ὀνείρου εὐνοϊκῶς συνεβούλευσας ἐξιλεώσασθαι οὐρανίους καὶ καταχθονίους δαίμονας. vulgo Dd.

229sqq

ἐξιλεοῖτο δέ: σὺ μέν, φησίν, ὁ πρῶτος ἀκούσας τοῦ ὀνείρου ἐκύρωσας καὶ ἐβεβαίωσας ταύτην τὴν φήμην· τὸ θῦσαι δηλονότι τοῖς θεοῖς ὑπὲρ τοῦ παιδὸς τοῦ ἐμοῦ καὶ τῶν ἐμῶν οἴκων. εἴθε δὲ ἡ
5ἐξιλέωσις εἰς ἀγαθὸν ἀποβαίη. ταῦτα δέ, ὡς λέγεις, πάντα ποιήσομεν τοῖς τε θεοῖς καὶ τοῖς κάτω νεκροῖς, ὁπόταν ἀπέλθωμεν εἰς τοὺς οἴκους ἡμῶν.

234

τῆλε πρὸς δυσμὰς: ἐρωτηθεὶς ὁ χορός, ποῦ λέγουσι τὰς Ἀθήνας κεκτίσθαι καὶ ἐν ποίῳ μέρει τῆς γῆς, φησὶν ὅτι μακρὰν πρὸς τὰς δυσμὰς τῶν φθινα‐ σμάτων τοῦ θεοῦ Ἡλίου. ὁ Ἥλιος γὰρ παρὰ Πέρσαις
5τιμᾶται. φθινασμάτων δέ· τῶν λήξεων, τῶν δυσμῶν ἢ τῶν δύσεων ἢ τῶν ἐκλείψεων· ὅτε γὰρ δύει ὁ ἥλιος,
ἐκλείπει. ἔνθεν καὶ λὶψ ὁ ἄνεμος ὁ ἀπὸ δυσμῶν.80

236

[ἰστέον ὅτι διὰ τοῦτο εἶπε τὸ θηρᾶσαι διὰ τὸ καὶ τὴν Ἐρέτριαν ἄνευ πολέμου λαβεῖν. P.]

237

ἐὰν Ἀθήνας κρατήσῃ ὁ Ξέρξης, τηνικαῦτα καὶ τὴν Ἑλλάδα πᾶσαν καταδουλώσει. αἱ γὰρ Ἀθῆναί εἰσιν ἰσχυρόταται τῆς Ἑλλάδος. τοῦτο δὲ λέγει θέλων ἐπαινέσαι τὰς Ἀθήνας. vulgo Dd. (OP).

239

καὶ στρατὸς τοιοῦτος: τῆς ἐν Μαραθῶνι πεζο‐ μαχίας μέμνηται. Μήδους δὲ τοὺς Πέρσας εἴρηκεν.

240

[καὶ τί πρὸς τούτοισιν] τοῦτο ἔνια τῶν ἀντι‐ γράφων ὡς ὑπὸ τοῦ χοροῦ λεγόμενον ἔχουσιν, ὡς εἶναι. τὸν λόγον κατὰ ἀπόφανσιν. P(Dd.).]

241

ἀργύρου πηγή τις: ἐν Θορικῷ γὰρ καὶ ἐν
Λαυρίῳ μέταλλα ἀργύρου τυγχάνουσιν.82

242sq

πότερα γὰρ: ἆρα, φησί, διὰ τῶν χειρῶν αὐτοῖς ἐμπρέπει ἡ βολὴ ἡ τοξική; ἀντὶ τοῦ ἆρα οἴδασι τοξεύειν οἱ Ἀθηναῖοι; ἀποκριθεὶς δὲ ὁ χορὸς λέγει· οὐδαμῶς τόξα ἕλκειν οἴδασιν, ἔγχη δὲ σταδαῖα· ἤτοι
5ξίφη σταδαῖα, δι’ ὧν συστάδην καὶ ἐχεγγύως καὶ πλη‐ σίον μάχονται. τοὺς γὰρ ἐκ διαστημάτων μαχομένους κατηυτέλιξον.

244

τίς δὲ ποιμάνωρ: τίς δέ, φησίν, ἐστὶ ποιμά‐ νωρ ἤτοι βασιλεὺς τοῦ στρατοῦ, ἤτοι τοῦ λαοῦ καὶ τοῦ στρατεύματος; ποιμένες γὰρ οἱ βασιλεῖς λέγονται. ὁ δὲ χορὸς ἀποκριθεὶς λέγει· οὐχί τινος ἀνδρὸς ὀνο‐
5μάζονται δοῦλοι οὐδὲ ὑπήκοοι.84

246

ἀκούσασα ἡ Ἄτοσσα, ὅτι οὐδέτινος ἀνδρός εἰσι δοῦλοι οὐδὲ ὑπήκοοι οἱ Ἀθηναῖοι, φησί· πῶς ἂν οὖν, εἰ ἀναρχίαν εἶχον μὴ ἔχοντες 〈τὸν〉 ἐφεστηκότα καὶ πρὸς διάφορα διὰ τοῦτο θελήματα μετετρέποντο,
5ἴσχυσαν πολεμῆσαι τοὺς ἐπελθόντας αὐτοῖς, ὡς ἐξ ἑνὸς συνθήματος, Πέρσας;

248

χαλεπὰ λέγεις τοῖς γονεῦσι τῶν ἰόντων καὶ ἐλθόντων εἰς Ἀθήνας (ἀντὶ τοῦ ἡμῖν), ὥστε φροντίσαι αὐτῶν. vulgo Dd. V.

249sqq

ἰδὼν ὁ χορὸς τὸν ἄγγελον ἐρχόμενόν φησι πρὸς τὴν Ἄτοσσαν· ἀλλ’ ὡς ἐμοὶ δοκεῖ ἤτοι κατὰ τὴν ἐμὴν δόξαν καὶ δόκησιν πάντα γνώσῃ ἀληθῆ λόγον. τοῦδε γὰρ καὶ τούτου τοῦ ἀνδρὸς τὸ δράμημα
5καὶ τὸ βάδισμα Περσικὸν φαίνεται καὶ φέρει ἡμῖν, ὥστε ἀκούειν, φανερόν τι πρᾶγμα ἀγαθὸν ἢ κακόν.
vulgo Dd. V.86

256

ὤμοι, κακὸν μὲν πρῶτον: φεῦ μοι, κακὸν μέν ἐστιν ἀγγέλλειν καὶ μηνύειν καὶ λέγειν κακά· ‘στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν ἐπῶν‘. ὅμως δὲ ἀναγκαῖόν ἐστιν ἀναπτύξαι καὶ ἀνακαλύψαι καὶ φανε‐
5ρὸν θεῖναι ὅλον τὸ πάθος. ἅπας γὰρ ὁ στρατὸς τῶν Περσῶν ὄλωλεν καὶ ἐφθάρη.

259

ἄνια καὶ λυπηρὰ καὶ ἀνίατα. P(Dd.) VH.

260

νεωστὶ μηνυθέντα ἡμῖν ὑπό τινος τῶν δαιμόνων, τὰ νεωστὶ διὰ κότον τινὸς τῶν θεῶν γενόμενα.88

261

διαίνεσθε Πέρσαι: ἤτοι δακρύετε καὶ βρέχεσθε ἐν δάκρυσιν, ὦ Πέρσαι, κλύοντες καὶ ἀκούοντες τόδ’ ἄχος, ὃ εἶπον, ἀντὶ τοῦ ταύτην τὴν λύπην. vulgo O(Dd.) VH.

263

τὸ ὡς ἀντὶ τοῦ ὅτι καὶ ἀντὶ τοῦ λίαν. — πάντα ἐκεῖνα, ὅσα ἔφην, διαπεπραγμένα ἐστί. κἀγὼ δ’ ἀέλπτως νόστιμον βλέπω φάος ἀντὶ τοῦ ἀνελπίστως ὑποστρέψας ζῶ καὶ βλέπω τὸ φῶς. vulgo Dd. V.

265

ἦ μακροβίοτος: ὄντως μακροβίοτος καὶ πολυ‐ χρόνιός τις ὅδε καὶ οὗτος ὁ αἰὼν καὶ ὁ χρόνος καὶ ὁ βίος ἐφάνη ἡμῖν τοῖς γηραιοῖς διὰ τὸ ἀκούειν τοῦτο τὸ πῆμα καὶ τὸ βλάβος τὸ ἀνέλπιστον. ἄλλως· εἰς
5τοῦτο ἐμακρύνθη ὁ βίος ἡμῶν εἰς τὸ ἀκοῦσαι τοιαῦτα
κακά.90

269sq

καὶ μὴν παρών τε: καὶ μὴν αὐτὸς ἐκεῖσε παρὼν καὶ αὐτοψὶ ὁρῶν τὰ τελούμενα καὶ μὴ ἐξ ἑτέρων ἀκηκοὼς φράσαιμι καὶ εἴποιμι ἄν, ὁποῖα καὶ ποδαπὰ κακὰ ἐπορσύνθη καὶ κατεσκευάσθη καὶ ἐγένετο.

271sqq

ὀττοτοὶ μάτην: φεῦ, μάτην τὰ πολλὰ βέλη τὰ παμμιγῆ καὶ τὰ ἐκ διαφόρων ἐθνῶν ἀπὸ τῆς Περσικῆς γῆς ἦλθεν ἐπὶ γῆν δίαν καὶ ἔνδοξον καὶ λαμπράν. εἶτα ἐφερμηνεύων, τίς ἦν ἡ γῆ ἐκείνη,
5φησὶ χώραν Ἑλλάδα. λέγει δὲ τὰς Ἀθήνας. PVH.

275

πλήθουσι νεκρῶν: αἱ ἀκταὶ καὶ οἱ αἰγιαλοὶ τῆς Σαλαμῖνος πλήθουσι καὶ γέμουσι νεκρῶν διεφθαρ‐ μένων κακοθανάτως. PVH.

276

[γρ. πρόσχωρος ἤγουν πλησιόχωρος. P.]92

277sqq

ὀττοτοὶ: ἀκούσας ὁ χορὸς τοῦ ἀγγέλου εἰπόντος, ὅτι αἱ ἀκταὶ τῆς Σαλαμῖνος καὶ πᾶς τόπος πρόχωρος καὶ πλατὺς καὶ εὐρύχωρος γέμουσι τῶν νε‐ κρῶν, φησί· φεῦ, τὰ σώματα τῶν φίλων Περσῶν τὰ
5πολυβαφῆ ὑπὸ τοῦ αἵματος ἀποθανόντα λέγεις φέρεσθαι καὶ ἄγεσθαι ἁλίδονα καὶ ὑπὸ τῆς ἁλὸς καὶ θαλάσσης δονούμενα ἐν πλαγκτοῖς διπλάκεσι, ταῖς δύο πλαξί— τῆς θαλάσσης τε καὶ γῆς· ἢ ἐν Σαλαμῖνι καὶ Πλαταιαῖς —ἢ ὡς ἂν εἴποι τις διαύλοις. τὰ γὰρ κύματα ἐκ‐
10χεῖται καὶ ὑπονοστεῖ. OPVH.

281

οὐδαμῶς γὰρ ἤρκει καὶ ἐβοήθει τοῖς Πέρσαις τὰ τόξα. πᾶς δὲ στρατὸς ἀπώλλυτο δαμασθεὶς ἐν προσβολαῖς ναΐοις καὶ διὰ νηῶν γινομέναις, ἤτοι ἐν
ναυμαχίᾳ. V.94

283

ἴυζε: κράζε, φησί, καὶ φώνει βοὴν δυσαιανῆ καὶ δυσθρήνητον, ἄποτμον καὶ κακόμορον, ἤτοι κακο‐ θάνατον τοῖς Πέρσαις τοῖς πολεμικοῖς, ὅτι πάντα παγκάκως ἔθεσαν καὶ ἐποίησαν, οἱ θεοὶ δηλαδή. δαΐοις
5δὲ ἢ τοῖς πρὶν οὖσι πολεμικοῖς ἢ διακεκομμένοις. PVH.

284

[γρ. δυσεανῆ, ἤγουν πολυποίκιλον. P.]

287

ὦ πλεῖστον ἔχθος: πρὸς τὴν Σαλαμῖνά φησιν ὁ ἄγγελος· ὦ ὄνομα Σαλαμῖνος, ἤτοι ὦ Σαλαμίν, πλεῖστον ἔχθος εἰς τὸ κλύειν, τουτέστι κατὰ πολὺ μισητὴ εἰς τὸ ἀκούειν ἡμᾶς περὶ σοῦ. OPVH.

289

στυγναὶ δ’ Ἀθᾶναι: καὶ αἱ Ἀθῆναι στυγναὶ γεγόνασι τοῖς πολεμικοῖς Πέρσαις. τινὲς δὲ τὸ στυγναὶ
δ’ Ἀθῆναι τοιοῦτόν φασιν ὅτι ἡμῖν τοῖς δηΐοις στυγνό‐ τητος αἴτιαι πάρεισιν εἰς μνήμην αἱ Ἀθῆναι, ὅ ἐστι96
5τῶν Ἀθηνῶν ἡ μνήμη στυγνοὺς ἡμᾶς ποιεῖ. ἔστι δὲ τὸ πρότερον κάλλιον.

291

ὡς πολλὰς Περσίδων: ὅτι πολλάς, δηλαδὴ πόλεις ἢ μητέρας ἢ γυναῖκας, ἔκτισαν καὶ ἐποίησαν εὔνιδας καὶ ἐστερημένας καὶ ἀνάνδρους, ἤτοι μὴ ἐχού‐ σας ἄνδρας. Pauw. Dd. VH.

291bis

[ὀρφανάς, ἐστερημένας τῶν ἀνδρῶν καὶ ἀν‐ άνδρους ἤτοι οὐκ ἐχούσας ἄνδρας. vulgo OP(Dd.).]

291ter

ματαίως, ἤγουν μηδὲν βλαψάσας. O.98

298

καταστὰς: κατάστασιν λαβὼν τοῦ θορύβου, μὴ θορυβούμενος. vulgo Dd.

299

τίς οὐ τέθνηκε: καλῶς πρῶτον περὶ τῶν ζώντων ἐρωτᾷ ἡ Ἄτοσσα τὸν ἄγγελον ὡς ὄντων ὀλί‐ γων· ὧδε παρίστησι καὶ τὸ πλῆθος τῶν ἀποθανόντων.

300

τῶν βασιλέων, ἀπὸ τοῦ τῶν λαῶν ἄρχειν. Dd.

300bis

ὅς τ’ ἐπὶ σκηπτουχίᾳ: τινὲς τὸ ὃς διὰ τοῦ ω μεγάλου γράφουσι καί φασι· πῶς τε ἐπὶ σκηπτου‐
χίᾳ ** θανών;100

303

ἐμοῖς μὲν εἶπας δώμασιν: ἡ Ἄτοσσα ἀκού‐ σασα τοῦ ἀγγέλου εἰπόντος, ὅτι ὁ Ξέρξης ζῇ, φησίν· εἶπας φῶς μέγα τοῖς ἐμοῖς οἴκοις καὶ λαμπρὰν ἡμέραν ἐκ νυκτὸς μελαίνης. ἐνόμιζε γὰρ αὐτὸν τεθνάναι.

305sq

Ἀρτεμβάρης δὲ: ὁ Ἀρτεμβάρης δὲ ὁ βρα‐ βεὺς καὶ ὁ ἡγεμὼν καὶ ὁ διοικητὴς τῆς μυρίας καὶ πολλῆς ἵππου, ἤτοι ὁ ἔχων ἵππους πολλούς, θείνεται καὶ τύπτεται καὶ σφάττεται παρὰ τὰς ἀκτὰς καὶ τοὺς
5αἰγιαλοὺς τοὺς σκληροὺς καὶ τραχεῖς τῶν Σιληνιῶν. αἱ γὰρ Σιληνίαι αἰγιαλός ἐστι τῆς Σαλαμῖνος τῆς λεγο‐ μένης Τροπαίου ἄκρας, ὡς Τιμόξενος ἐν τῷ 〈ϛʹ〉 περὶ
λιμένων φησίν.102

307sq

χὠ χιλίαρχος: καὶ ὁ χιλίων στρατιωτῶν ἄρχων Δαδάκης ἐκ τῆς νηὸς ἀφήλατο καὶ ἐπήδησε πήδημα κοῦφον καὶ ἐλαφρὸν καὶ σύντομον καὶ ταχὺ ἐν πληγῇ δορός, ἤγουν τῷ δόρατι πληγεὶς ἐξετινάχθη
5ἔξωθεν τῆς νηός.

309sq

Τενάγων τ’ ἄριστος: καὶ ὁ Τενάγων ὁ ἄριστος, ὁ ἰθαγενής, ὁ αὐτόχθων καὶ ὁ πολίτης, τῶν Βακτρίων (Βάκτρα δὲ πόλις Περσίδος) πολεῖ καὶ ἀνα‐ στρέφεται τὴν θαλασσόπληκτον νῆσον τοῦ Αἴαντος,
5ἤτοι εὐφήμως· κεῖται ἐν Σαλαμῖνι. αὕτη γὰρ ἡ νῆσος τοῦ Αἴαντος. ἐμφαίνεται δὲ διὰ τούτου ὡς οὐ— καλῶς μαχεσάμενος καὶ ἀναιρεθεὶς—πρὸς ταῖς τῶν μακάρων νήσοις αὐλίζεται. φαίνεται δὲ ὁ Αἰσχύλος κωμῳδῶν τοῦτον.

311

ταῦτα τὰ ὀνόματα οὐκ ἔχει τὸν τῆς Αἰγύπτου χαρακτῆρα, ἀλλὰ ποιητικῶς διαπέπλασται. vulgo Dd. V.

312

οἵδ’ ἀμφὶ νῆσον: οὗτοι περὶ τὴν νῆσον τὴν πελειοθρέμμονα, ἤτοι τὴν Σαλαμῖνα (πολυτρήρων γὰρ αὕτη), κύρισσον καὶ συνέκρουον ἀλλήλοις. ἀπὸ μετα‐ φορᾶς τῶν ἀλόγων ζῴων τῶν συγκρουόντων τοῖς κέ‐104
5ρασιν.

315

οὐδὲ ταῦτα τὰ ὀνόματα τὸν Αἰγύπτιον ἔχει χαρακτῆρα, ἀλλὰ ποιητικῶς διαπέπλασται. Vulgo Dd.

317sqq

Χρυσεὺς Μάταλλος: καὶ ὁ Μάταλλος ὁ
ἡγεμὼν καὶ ὁ κύριος καὶ ὁ ἄρχων τῆς μελαίνης ἵππου τῆς τρισμυρίας θανὼν ἔτεγγε καὶ ἔβρεχεν ἐν πορφυ‐ ρέᾳ βαφῇ, ἤτοι τῇ διὰ τοῦ αἵματος, τὴν πυρρὰν καὶ106
5ξανθὴν γενειάδα τὴν ζαπληθῆ καὶ ἄγαν πολλὴν καὶ 〈δάσκιον καὶ〉 δασύτριχον. τινὲς δὲ ἀντὶ γενικῆς· πυρρᾶς γενειάδος. καὶ τὸ ἑξῆς· ἔτεγγε χρῶτα, ἔβρεχε τῷ αἵματι.

322

ἤτοι ἐν Σαλαμῖνι ἐλθὼν καὶ μετοικήσας αὐτὴν τὴν σκληρὰν καὶ πετρώδη ἐκεῖ κατεφθάρη. ἄλλως· ἐκεῖ ἀπελθὼν κατῴκησε τὴν Σαλαμῖνα τὴν σκληρὰν καὶ πετρώδη. ἢ καὶ οὕτως· ἐν Σαλαμῖνι
5μετοικήσας εὐφήμως· παρ’ ὅσον ἀνυπόστροφος αὐτῷ ἡ εἰς ταύτην ἔφοδος γέγονεν. Partim Pauw. Dd. V.

324sqq

ὅ τ’ ἐσθλὸς: ὁ ἐσθλός τε καὶ ἀγαθὸς Ἀριόμαρδος ὁ παρασχὼν καὶ δοὺς πένθος καὶ θρῆνον ταῖς Σάρδεσιν (πατρὶς γὰρ αἱ Σάρδεις αὐτῷ)· ἐφθάρη
δηλονότι. καὶ ὁ Θάρυβις ὁ ταγὸς καὶ ἡγεμὼν νηῶν108
5πεντήκοντα πεντάκις, ἤγουν σνʹ, τὸ γένος ὢν ἀπὸ Λύρνης τῆς χώρας κεῖται δείλαιος καὶ ἄθλιος θανών, οὐ μάλα εὐτυχῶς.

329sqq

Συέννεσίς τε: καὶ ὁ Συέννεσις ὁ πρῶτος εἰς θαρραλεότητα καὶ ἀνδρείαν, ὁ ἡγεμὼν τῶν Κιλί‐ κων, εὐκλεῶς ἀπώλετο· ἀντὶ τοῦ καλῶς καὶ ἀνδρείως μαχεσάμενος ἀπώλετο ἐντίμως. εἷς ἀνὴρ ὢν καὶ
5πολλοὺς πόνους ἐμποιήσας τοῖς ἐχθροῖς ὡς ὑπὲρ πολλοὺς μαχεσάμενος.

334sq

αἲ αἲ: ἡ Ἄτοσσα ἀκούσασα παρὰ τοῦ ἀγγέλου τὴν ἀπώλειαν τῶν Περσῶν φησι· φεῦ φεῦ, κλύω καὶ ἀκούω ταῦτα ὕψιστα καὶ μέγιστα τῶν κακῶν ὅλων, αἴσχη τε καὶ ὀνείδη καὶ ἀτιμίας ὄντα τοῖς Πέρ‐110
5σαις καὶ ὀξέα κωκύματα ἤτοι θρηνήματα. PVH.

338

ὥστ’ ἀξιῶσαι: ἤτοι ἄξιον ἡγήσασθαι μάχην συμβαλεῖν τοῖς Πέρσαις ἐν ναΐοις προσβολαῖς. OVH.

340sqq

πλήθους μὲν ἂν: χάριν μὲν τοῦ πλήθους, σαφῶς γίνωσκε, ἦν ταῖς ναυσὶ τῶν βαρβάρων καὶ τῶν Περσῶν κρατῆσαι τῶν Ἀθηναίων. λείπει δὲ τὸ ἦν. καὶ γὰρ τοῖς Ἀθηναίοις μὲν ὁ πᾶς ἀριθμὸς τῶν νεῶν
5εἰς τριακάδας δέκα ἦν, ἤτοι τʹ νῆες ἦσαν. ἐκ τού‐
των δὲ δέκα ἦσαν αἱ προηγούμεναι ὡς ἔκκριτοι καὶ βελτίονες καὶ ταχεῖαι. τῷ δὲ Ξέρξῃ χιλιὰς ἦν νεῶν, ὧντινων τὸ πλῆθος ἦγεν. ἀπὸ τούτων δὲ αἱ ἔκκριτοι καὶ ἄρισται καὶ ὑπέρκομποι καὶ ἐπαιρόμεναι διὰ τὸ112
10εἶναι ταχεῖαι σζʹ ἦσαν ἢ σιδʹ, ἵν’ ᾖ τὸ δὶς ἀπὸ κοινοῦ λαμβανόμενον ἐν τῷ ζʹ. OP(Dd.) VH.

347sq

μή σοι δοκοῦμεν: μὴ δόκει, φησίν, ἡμᾶς
ἡττηθῆναι ἐν ταύτῃ τῇ μάχῃ ἤτοι τῇ ναυμαχίᾳ. ἀλλ’ οὕτω τις δαίμων κατέφθειρε τὸν λαὸν ἤτοι τὸν στρα‐ τὸν τῶν Περσῶν.114

349

τάλαντα βρίσας: τὰ τῶν Περσῶν ζυγὰ βαρύ‐ νας καὶ ποιήσας οὐκ ἰσόρροπα, ἀλλ’ οἷον ἐπικλίνας αὐτὰ κάτωθεν ἀδίκως. καὶ Ὅμηρος· ‘ῥέπε δ’ αἴσιμον ἦμαρ Ἀχαιῶν‘ (Θ 72).

353

ἡ ἀρχὴ δὲ τῆς συμβολῆς τῶν νηῶν ἤτοι τῆς ναυμαχίας τίς ἦν, φράσον καὶ εἰπέ. τίνες τὴν ἀρχὴν ἐποίησαν τῆς ναυμαχίας, ἆρα οἱ Ἕλληνες ἢ ὁ παῖς ὁ ἐμὸς Ξέρξης καταυχήσας καὶ ἐπαρθεὶς καὶ θαρρήσας
5τῷ πλήθει τῶν νηῶν;116

356

ἦρξεν μὲν: ἀρχὴ μὲν ἐγένετο τοῦ παντὸς κακοῦ ποθεν ἐπελθὼν τελχίν τις ἢ δαίμων. εἶτα δι‐ ηγεῖται τὸ γεγονὸς καί φησιν ὅτι τις Ἕλλην ἀπὸ τοῦ στρατεύματος τῶν Ἀθηναίων ἐλθὼν εἶπε τῷ Ξέρξῃ
5τάδε ἃ κατὰ μικρὸν ἐξείποιμι. νῦν δὲ τὴν ἱστορίαν ἐροῦμεν· βουληθέντων τῶν Ἑλλήνων ἤτοι τῶν Λακε‐ δαιμονίων τῶν τοῖς Ἀθηναίοις συμμαχούντων ἀπελθεῖν πρὸς τὴν ἑαυτῶν πατρίδα διὰ τὸ μὴ παραδοθῆναι ταύτην τῷ Ξέρξῃ τῶν αὑτῆς ἀνδρῶν οὖσαν ἄμοιρον,
10Θεμιστοκλῆς Σίκινον τὸν παιδαγωγὸν ἔπεμψε πρὸς τὸν Ξέρξην λέγων ὅλως· τὰ περὶ αὑτοῦ φρονεῖν καὶ φροντίζειν εὐκαιρίας, πῶς αὐτῷ τὰς Ἀθήνας προδώσει. εἶθ’ οὕτως εἰπεῖν τὸν Σίκινον πρὸς αὐτόν, ὡς μέλλουσι φυγεῖν οἱ Ἕλληνες. τοῦτο δὲ ἐποίησεν, ἵνα ἐν ἀπο‐
15γνώσει μάχοιντο οἱ Ἕλληνες. τοῦτο γοῦν ὁ Ξέρξης ἀκούσας πρὸς τὰς διεξόδους τῶν Λακεδαιμονίων πεπομφὼς νῆας τὴν ἔξοδον αὐτῶν ἀπέφραξεν. οὗτοι δὲ μὴ ἔχοντες ὅποι κατατράποιντο, στάντες γενναίως
τὸν μὲν τοῦ Ξέρξου στόλον ἠφάνισαν ἅπαντα εἶθ’118
20οὕτως καὶ πρὸς τοὺς τάττοντας ἐκείνους ἐλθόντες ἐκεῖσε τούτους ἀπέκτειναν.

358sqq

ἀνὴρ γὰρ Ἕλλην: ἀνὴρ γάρ, φησίν, Ἕλλην ἐκ τοῦ στρατοῦ τῶν Ἀθηναίων (ἦν δ’ οὗτος Σίκινος ὁ τοῦ Θεμιστοκλέους παιδαγωγός) ἐλθὼν εἶπε τῷ Ξέρξῃ ταῦτα, ὅτι εἰ τὸ σκότος τῆς μελαίνης καὶ
5τῆς ἀφεγγοῦς καὶ σκοτεινῆς νυκτὸς παραγενήσεται καὶ ἔλθῃ ἤτοι εἰ γένοιτο νύξ, οἱ Ἕλληνες οὐ καρτερήσαιεν καὶ ἐπιμένοιεν, ἀλλὰ τοῖς καταστρώμασι τῶν νηῶν (περιφραστικῶς ταῖς ναυσὶν) ἐπιπηδῶντες ἄλλος ἀλλα‐ χοῦ ἐν φυγῇ κρυφίᾳ τὴν ζωὴν φυλάξουσιν ἤτοι φύ‐
10γωσιν. ὁ δὲ Ξέρξης οὐ ξυνεὶς καὶ νοήσας τὸν δόλον τοῦ Ἕλληνος ἀνδρός, ὃν ἄνωθεν εἴπομεν, εὐθὺς πᾶσι τοῖς ἄρχουσι τῶν νεῶν προφωνεῖ τοῦτον τὸν λόγον· ὁπηνίκα ἂν δύνῃ ὁ ἥλιος ὁ τὴν γῆν καίων ἐν ταῖς
οἰκείαις ἀκτῖσι, τὸ κνέφας δὲ καὶ τὸ σκότος λάβῃ τὸ120
15τέμενος τοῦ αἰθέρος (περιφραστικῶς αὐτὸν τὸν αἰθέρα), τότε τάξαι τὰς νῆας ἐν τρισὶ τάξεσι, φυλάσσειν τοὺς ἔκπλους ἤγουν τὰς ἐξόδους καὶ τὰς ἐξελεύσεις τῶν Ἀθηναίων καὶ τοὺς τόπους τοὺς θαλασσίους, ἄλλας δὲ νῆας (ἀπὸ κοινοῦ τάξαι) κύκλωθεν περὶ τὴν τοῦ
20Αἴαντος νῆσον, τουτέστι τὴν Σαλαμῖνα.

372sqq

ὡς εἰ μόρον: ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικόν. ὡς, ἐὰν οἱ Ἕλληνες φευξοίατο καὶ φύ‐ γωσι τὸν θάνατον τὸν χαλεπὸν εὑρόντες τινὰ δρασμὸν καὶ φυγὴν κρυφίως διὰ τῶν νηῶν, πᾶσιν ἦν προκεί‐122
5μενον τῆς κεφαλῆς στερίσκεσθαι· τουτέστι πᾶσιν ἠπεί‐ λει τοῖς ταχθεῖσι παρ’ αὑτοῦ φυλάξαι τοὺς Ἕλληνας στερίσκεσθαι τῆς κεφαλῆς, ἐὰν οἱ Ἕλληνες λαθόντες ἐκφύγωσιν. ἄτοπον δὲ ἀπειλεῖν τοσούτῳ πλήθει θάνα‐ τον. βέλτιον οὖν εἰπεῖν τὸ κράτος ἀντὶ τοῦ κράτους
10κατὰ ἀντίπτωσιν, ἵν’ ἦ στερίσκεσθαι τοῦ κράτους, ἤτοι τῆς τιμῆς καὶ τῆς ἀρχῆς.

375sqq

τοσαῦτ’ ἔλεξε: τοσαῦτα, φησίν, εἶπεν ὁ Ξέρξης ὑπὸ ἀλαζόνος καὶ τερπομένης διανοίας λίαν. οὐ γὰρ τὸ μέλλον ἠπίστατο. οἱ δέ, ὑπ’ αὐτὸν δηλον‐ ότι, οὐκ ἀτάκτως, ἀλλ’ ἐν εὐείκτῳ καὶ πειθηνίῳ λο‐
5γισμῷ ἐπορσύνοντο καὶ κατεσκεύαζον καὶ ἡτοίμαζον εὐωχίαν, ἵνα πρῶτον εὐωχηθῶσιν, εἶθ’ οὕτως ἐξέλθωσι πρὸς τὴν ναυμαχίαν. πᾶς τε ἀνὴρ ναυτικὸς τὴν εὐήρετμον κώπην ἐδέσμευεν ἀμφὶ τὸν σκαλμὸν ἐν τῷ τροπωτῆρι. ἔστι δὲ σκαλμὸς τὰ ἐν τῷ χείλει τῆς νεὼς
10ξύλα ἐν οἷς αἱ κῶπαι δέδενται, τροπωτὴρ δὲ ὁ λῶρος δι’ οὗ δεσμεύονται. ἢ οὕτως· ἀμφὶ τὸν σκαλμὸν τὸν εὐήρετμον ἐτροποῦτο καὶ διὰ τοῦ τροπωτῆρος τὴν κώπην ἐδέσμευεν.124

380sq

ἐπεὶ δὲ φέγγος: ἐπεὶ δὲ κατέφθιτο καὶ κατεφθάρη τὸ τοῦ ἡλίου φέγγος, ἤγουν παρῆλθεν ἡ ἡμέρα καὶ ἡ νὺξ ἐπῆλθε, πᾶς ἀνὴρ κώπης ἄναξ ἤγουν ὁ ἄρχων τῆς νεὼς (ἀπὸ μέρους τὸ ὅλον) ἢ ὁ κωπηλα‐
5τῶν πᾶς τε ἐπιστήμων τῶν ὅπλων καὶ στρατιώτης εἰσήρχετο εἰς τὴν ναῦν. OP(Dd.) VH.

385

καὶ πάννυχοι δὴ: καὶ οἱ ἡγεμόνες καὶ οἱ ἄρχοντες τῶν νεῶν πάννυχοι καὶ δι’ ὅλης τῆς νυκτὸς καθίστασαν καὶ ἐποίουν πάντα τὸν ναυτικὸν λαὸν
διάπλοον καὶ διαπλέοντα τὴν θάλασσαν, ἤγουν ὅλην126
5τὴν νύκτα διέπλεον τὴν θάλασσαν. καὶ ἡ νὺξ ὑπε‐ χώρει καὶ ὁ τῶν Ἑλλήνων στρατὸς οὐδαμῶς ἐποίει ἔκ‐ πλουν καὶ ἔξοδον καὶ ἐκφυγὴν κρυφαίαν. OP(Dd.) VH.

388

ὡς ἡμεῖς ᾠόμεθα. vulgo Dd.

394sqq

φόβος δὲ πᾶσι βαρβάροις παρῆν: φόβος δὲ παρῆν πᾶσι τοῖς βαρβάροις ἀκούσασι τῶν παιάνων
τῶν Ἀθηναίων καὶ ἀποσφαλεῖσι τῆς ἐλπίδος. οὐ γὰρ τότε οἱ Ἕλληνες παιᾶνα καὶ ὕμνον ἐφύμνουν σεμνὸν128
5ὡς ἐν φυγῇ, ἤγουν ὡς πρὸς φυγὴν ἀποκλῖναι μέλλον‐ τες, ἀλλ’ οἷον εἰς μάχην ὁρμῶντες. OP(Dd.) VH.

398

ἡ σάλπιγξ δὲ ἐν ἀϋτῇ καὶ βοῇ καὶ ἠχῇ πάντα ἐκεῖνα ἐπέφλεγεν, ἤτοι τὰ τῶν Ἑλλήνων ἐξέκαιεν καὶ ἀνήγειρεν ἡ σάλπιγξ ἢ πάντα τὰ ἐκεῖσε περίχωρα. Pauw. Dd. V.

399sq

εὐθὺς δὲ κώπης: εὐθὺς δὲ ἐν τῇ συγκι‐ νήσει τῆς κώπης τῆς ῥοθιάδος καὶ τῆς ἠχητικῆς ἐν τῷ κινεῖσθαι ἢ τῆς ἐν ὑγρῷ ἐλαυνομένης ἔπαισαν καὶ ἔτυψαν καὶ ἔκρουσαν τὴν ἅλμην καὶ τὴν θάλασσαν
5τὴν βρύχιον καὶ βαθεῖαν. τὸ δὲ βρύχιον ἀντὶ τοῦ νείοθεν καὶ ἀπὸ τοῦ βυθοῦ. OP(Dd.) VH.

401

ᾖσαν δὲ καὶ ὥρμησαν πάντες ταχυτάτως καὶ
εὐκινήτως ὡς ἰδεῖν αὐτοὺς ἐμφανεῖς καὶ ἄγαν φανερούς, ἢ ἦσαν καὶ ὑπῆρχον εἰς τὸ θεαθῆναι τοῖς Πέρσαις λίαν ἐμφανεῖς. OP(Dd.) V.130

402sqq

τὸ δεξιὸν μὲν: τὸ δεξιὸν μὲν κέρας καὶ μέρος τὸ τοῦ Θεμιστοκλέους πρῶτον μετ’ εὐταξίας προηγεμόνευε τῶν ἄλλων καὶ προήρχετο, δεύτερον δὲ ἐπεξεχώρει καὶ ἐξήρχετο ὁ πᾶς στόλος καὶ παρῆν ἀκού‐
5ειν ὁμοῦ πολλὴν βοήν, ἥτις ἦν τοῦτο· ἔλθετε, ὦ Ἕλ‐ ληνες, ἐλευθεροῦτε ἀπὸ τῶν βαρβάρων τὴν πατρίδα ὑμῶν καὶ τὰς γυναῖκας καὶ τοὺς παῖδας καὶ πάντα τὰ ὑμέτερα.

409

καὶ μὴν παρ’ ἡμῶν: καὶ δὴ παρ’ ἡμῶν ὑπ‐
ηντίαζε καὶ ἐναντίως τούτοις ἐφέρετο ὁ ῥόθος καὶ ἦχος καὶ ἡ κραυγὴ τῆς Περσικῆς γλώσσης, τουτέστιν ἀντεφωνοῦμεν ἐκείνοις καὶ οὐκ ἔτι ἦν ἀκμὴ καὶ καιρὸς132
5τοῦ μέλλειν καὶ βραδύνειν.

411

εὐθὺς δὲ ναῦς: τηνικαῦτα δὲ ναῦς Ἀθηναϊκὴ ἔπαισε καὶ ἔτυψε τὸν χαλκήρη στόλον, ἤτοι τὸ ἔμβολον, ἐν νηῒ Περσικῇ δηλονότι. στόλος δὲ λέγεται τὸ ἔμ‐ βολον παρὰ τὸ εἰς ὀξὺ συνεστάλθαι· 〈ἢ οὕτως·〉 στό‐
5λον δὲ λέγει παρ’ ὅσον εἰς ὀξὺ συνεσταλμέναι ἦσαν. οὕτως γὰρ ἔλεγον στόλον τὰ ἀπωξυμμένα. λέγει δὲ χαλκήρη τὸν χαλκῷ περιβεβλημένον.

412

ἦρξε δ’ ἐμβολῆς: ἀρχὴν δὲ ἐποίησε τοῦ πρώ‐ του πολέμου ναῦς Ἀθηναϊκὴ (ἤγουν ὁ Λυκομήδης ὁ Αἰσχρείου παῖς) καὶ διακόπτει τηνικαῦτα πάντα τὰ κόρυμβα καὶ τὰ ἀκροστόλια τῆς Φοινίσσης ἤγουν τῆς
5Περσικῆς νηός. οἱ γὰρ Φοίνικες τῶν Περσῶν εἰσιν.
ἄλλος δ’ ἐπ’ ἄλλην νῆα Περσικὴν ηὔθυνε καὶ ἡτοί‐ μαζε καὶ ἐπιτηδείως ἦγε τὸ δόρυ· τὴν ναῦν δὲ λέγει δόρυ.134

415sqq

τὰ πρῶτα μὲν: κατὰ τὴν ἀρχὴν μέν φησι τὸ συγκίνημα τοῦ Περσικοῦ στρατοῦ ἀνθίστατο καὶ ἀντεμάχετο τοῖς Ἀθηναίοις. ἐπεὶ δὲ ἐν στενῷ συνη‐ θροίσθη τὸ πλῆθος τῶν νεῶν (μεταξὺ δὲ Σαλαμῖνος
5καὶ Αἰγίνης ἦν τὸ στενόν) καὶ οὐδαμοῦ τις βοήθεια ἀλλήλοις παρῆν—οὐ γὰρ ἠδύνατο ἕτερος ἑτέρῳ συμμαχῆσαι διὰ τὴν στενότητα τοῦ τόπου—αὐτοὶ δέ, οἱ Πέρσαι, ὑφ’ αὑτῶν ἐτύπτοντο ταῖς συγκρούσεσι καὶ προσαράξεσι τῶν νηῶν· συνέθλαττον πάντα κωπήρη
10στόλον. οἱ Ἕλληνες δὲ οὐκ ἀβούλως καὶ ἀδιδάκτως κύκλωθεν ἔτυπτον τοὺς Πέρσας. ἔπιπτον δὲ αἱ νῆες. θάλασσα δὲ οὐκ ἔτι ἦν ὥστε ἰδεῖν αὐτήν, ἤτοι οὐκ ἐφαίνετο ἡ θάλασσα γέμουσα τῶν νεκρῶν. οἱ αἰγιαλοὶ δὲ καὶ αἱ ὕφαλοι καὶ θαλάσσιαι πέτραι ἔγεμον τῶν
15πτωμάτων. πᾶσα δὲ ναῦς Περσικὴ ἠρέσσετο καὶ ἐκω‐ πηλατεῖτο ἐν φυγῇ ἀκόσμως καὶ ἀτάκτως. οἱ γὰρ
φεύγοντες οὐκ εὐτάκτως πορεύονται.136

423

ναυαγία αὐτὸ τὸ πάθος, ναυάγιον δὲ αὐτὸ τὸ ναυαγῆσαν σκάφος. ναυαγίων δὲ ἐνταῦθα τῶν πτωμάτων. vulgo Dd.

427

τοὶ δ’ ὥστε θύννους: οὗτοι δὲ (οἱ Ἕλληνες) ἔπαιον καὶ ἔκοπτον ὥσπερ θύννους ἤ τινα βόλον καὶ ἄγραν τῶν ἰχθύων ἐν ἀγαῖσι καὶ ἐν κλάσμασι κωπῶν.

428

θραύσμασίν τ’ ἐρειπίων: ἐρείπια κυρίως τὰ
πτώματα τῶν οἴκων λέγεται ἢ καὶ τὰ σώματα τὰ θνησιμαῖα τὰ πτώσει ὑποπεσόντα. καταχρηστικῶς δὲ ἐνταῦθα ἐρείπιά φησι θραύσματα τῶν νεῶν τῶν ἀφα‐138
5νισθεισῶν.

431

ἕως κελαινῆς νυκτὸς: λείπει τὴν μάχην, ἵν’ ᾖ οὕτως· ἕως τὸ ὄμμα τῆς κελαινῆς καὶ σκοτεινῆς νυκτὸς ἤτοι αὐτὴ ἡ νὺξ ἐπιγινομένη ἀφείλετο τὴν μάχην, τουτέστιν ἔπαυσεν αὐτοὺς τῆς μάχης.

432

κακῶν δὲ πλῆθος: τὸ πλῆθος δὲ τῶν κακῶν οὐκ ἂν ἐκπλήσαιμί σοι καὶ ἐκπληρώσαιμι, οὐδ’ ἂν εἰ δέκα ἡμέρας στοιχηγοροίην, ἤτοι μετὰ σπουδῆς καὶ ἐφεξῆς καὶ κατὰ τάξιν λέγοιμι, στοιχομυθοίην.

434sq

εὖ γὰρ τόδ’ ἴσθι: καλῶς γὰρ γίνωσκε, ὅτι οὓς εἶπον θανεῖν οὐδὲ μιᾶς ἡμέρας εἰσί. γράφεται δὲ καὶ τοσουτάριθμον· ἀντὶ τοῦ πλῆθος ἀνθρώπων το‐
σοῦτον κατὰ τὸν ἀριθμόν. Pauw. Dd. VH.140

436sq

αἲ αἲ: φεῦ φεῦ, μέγα πέλαγος τῶν κακῶν ἐρράγη τοῖς Πέρσαις καὶ πᾶσι τοῖς βαρβάροις. εὔκαιρος δὲ ἡ τροπὴ ἀπὸ τῶν ἐν πελάγει δυστυχησάντων.

438

εὖ νῦν τόδ’ ἴσθι: καλῶς γίνωσκε μηδέπω ἐμὲ τὸ κακὸν τοῦτο μεσάσαι. ὥστε τρία ἃ εἶπόν εἰσιν. οὔπω γὰρ ταῦτα ἐμέσασα. OP(Dd.) VH.

440

γίνωσκε γάρ, ὅτι ὅσα εἶπον δίμοιρά εἰσιν, ἃ ὑπέμειναν κατὰ ἀντισήκωσιν καὶ ἀντιστάθμησιν δὶς τόσα ὧν εἶπον vulgo Dd.

441

καὶ τίς ἂν τύχη γένοιτο ἐχθίων καὶ χείρων καὶ περισσοτέρως μεμισημένη ταύτης; λέξον. τίν’ αὖ λέγεις ταύτην τὴν συμφορὰν ἐλθεῖν ὁρμῶσαν 〈εἰς τὰ〉
μείζονα τῶν κακῶν. vulgo Dd.142

446

καὶ αὐτῷ τῷ ἄνακτι ἤτοι βασιλεῖ, τῷ Ξέρξῃ, εἰς πίστιν ἐν πρώτοις ἤτοι πιστότατοι αὐτῷ ἦσαν. ληπτέον γὰρ τὸ ἦσαν πάλιν ἀπὸ κοινοῦ. vulgo Dd.

450

νῆσός τίς ἐστι: τὴν Ψυττάλειάν φησιν, ἥτις ἀπέχει τῆς Σαλαμῖνος πρὸς σταδίους ρεʹ, ὅπου φυγόν‐ τες οἱ ἡγεμόνες τῶν Περσῶν ὑπὸ τῶν Ἀθηναίων ἀπώ‐ λοντο.

451sq

φιλόχορος: τὸν Πᾶνα τὸν θεὸν λέγει τὸν αὐλητήν. ἐμβατεύειν δὲ ταύτην τὴν νῆσον τοῦτόν
φησιν ἢ ὡς ἱερᾶς Πανὸς οὔσης τῆς νήσου ἢ ὡς ἐρή‐ μου. ἐρήμοις γὰρ [τόποις] οὗτος ὁ θεὸς ἐνδιατρίβειν144
5εἰώθει.

453sqq

ἐνταῦθα πέμπει τούσδε: ἐνταῦθα, φησί, πρὸς τὴν εἰρημένην νῆσον τὴν Ψυττάλειαν, πέμπει τούτους ὁ Ξέρξης, ὅπως, ὅταν οἱ ἐχθροὶ τῶν Περσικῶν νεῶν φθαρέντες νῆσον ἐκσωζοίατο ἀντὶ τοῦ μετὰ
5φθορᾶς καὶ βλάβης ἐκσωθῶσι καὶ ἐξέλθωσι πρὸς τὴν νῆσον, κτείνοιεν καὶ φονεύσειαν ῥᾳδίως κρατηθέντα τὸν στρατὸν τῶν Ἑλλήνων, τοὺς φίλους δὲ Πέρσας ὑπεκσώζοιεν ὑπὸ τῶν θαλασσίων πόρων· κακῶς ἱστο‐ ρῶν 〈καὶ〉 προβλέπων καὶ νοῶν καὶ σκοπῶν τὸ μέλλον.
10ἄλλως· ἐκεῖ γὰρ ἔπεμψε τοὺς ἡγεμόνας ὁ Ξέρξης, ἵνα, ἐὰν φεύγοντες οἱ Ἀθηναῖοι ἔλθωσιν ἐκεῖσε, ἀποκταν‐ θῶσι παρ’ αὐτῶν. συνέβη δὲ τοὐναντίον. τὸ δὲ ἱστορῶν σημείωσαι ἀντὶ τοῦ προβλέπων.

457sqq

ὡς γὰρ θεὸς: ἐπεὶ γάρ, φησίν, ὁ θεὸς ἔδωκε τοῖς Ἕλλησι κῦδος καὶ δόξαν τῆς μάχης τῶν νεῶν ἤτοι ἐν τῇ ναυμαχίᾳ ἐτίμησεν, αὐθημερὸν καὶ ἐν αὐτῇ ἐκείνῃ τῇ ἡμέρᾳ ἐξέθρωσκον καὶ ἐπήδων ἀπὸ
5τῶν νεῶν φράξαντες τὸ σῶμα ἑαυτῶν ὅπλοις καλῶς 〈χαλκῷ〉 κατεσκευασμένοις. περιεκυκλοῦντο δὲ καὶ συνεῖχον γύρωθεν πᾶσαν τὴν νῆσον, ὥστε ἀμηχανεῖν τοὺς Πέρσας ὅποι φύγοιεν.146

462sqq

πολλὰ μὲν γὰρ ἐκ χερῶν: πολλὰ μὲν γὰρ ἐκ χερῶν ἠράσσαντο πέτροισιν ἤγουν λίθοις ἐβάλλοντο καὶ συνετρίβοντο λιθολευστούμενοι, ἀπὸ τῆς τοξικῆς τε θώμιγγος ἰοὶ καὶ βέλη προσπίπτοντες ὤλλυσαν καὶ
5ἔφθειραν τοὺς Πέρσας. θῶμιγξ δέ ἐστιν ὁ λεπτότατος σχοῖνος. καταχρηστικῶς δὲ ἐνταῦθα λέγει τὴν νευρὰν τοῦ τόξου.

465sqq

τέλος δ’ ἐφορμηθέντες: ὕστερον δὲ κινη‐ θέντες ὁμοῦ πάντες οἱ Ἕλληνες ἐξ ἑνὸς ῥόθου καὶ ἐκ μιᾶς ῥοπῆς κρεοκοποῦσι τὰς σάρκας τῶν ἀθλίων Περ‐ σῶν, ἕως ἐθανάτωσαν ἅπαντας, ὁ Ξέρξης δὲ ἐθρήνησεν
5ὁρῶν βάθος κακῶν. ἡ μεταφορὰ ἀπὸ τῶν ὑδάτων.

469sqq

ἕδραν γὰρ εἶχεν: ἐκάθητο ἐν ὑψηλῷ, φησί, τόπῳ καὶ διὰ τοῦτο ἑώρα τὸν στρατὸν ὁ Ξέρξης καὶ τὰ αὐτῷ συμβάντα. 〈ἄλλως·〉 ἕδραν γὰρ εἶχε πλη‐ σίον τῆς πελαγιζούσης θαλάσσης, ὅθεν ἐδύνατο καλῶς148
5ἄγειν τὸν ὀφθαλμὸν πανταχοῦ καὶ βλέπειν· ὑψηλὸς γὰρ ἦν. τὸ δὲ εὐαγῆ παντὸς στρατοῦ ἀντὶ τοῦ καθαρὰν κεχωρισμένην εὖ ἔχουσαν οἷον τὴν ἄποψιν καὶ ἐπιτη‐ ροῦσαν τὸν λεὼν ἅπαντα ἢ αὐγάζοντα καὶ ὁρῶντα. λέγει δὲ τὸ ἀντικρὺ Σαλαμῖνος ὄρος τῶν Αἰγάλεων,
10ὥς φησιν Ἡρόδοτος.

471sq

ῥήξας δὲ πέπλους: σχίσας δὲ τὰ ἱμάτια ἑαυτοῦ καὶ ἀνοιμώξας ὀξὺ καὶ μέγα ὥρμα σὺν φυγῇ ἤτοι ἔφευγε ταχέως, ἄφαρ καὶ εὐθέως παραγγείλας καὶ συμβουλευσάμενος τῷ πεζῷ στρατεύματι, φυγεῖν
5δηλονότι.

475

ὦ στυγνὲ δαῖμον ὡς ἄρ’ ἔψευσας φρενῶν: ὦ τύχη ἡ στυγνάζειν καὶ ἀνιᾶσθαι ποιοῦσα, ἡμᾶς ψευ‐ σθῆναι ἐποίησας τῶν φρενῶν τοὺς Πέρσας καὶ ἀπο‐
τυχεῖν, ὧν ἤλπιζον.150

478

οὓς πρόσθε Μαραθών: Μαραθὼν ὄρος, ὅπου πολλοὶ τῶν βαρβάρων ἀπώλοντο, οὓς ὁ Δαρεῖος πολε‐ μῆσαι τοῖς Ἀθηναίοις ἀπέστειλε, τῷ ἀριθμῷ ὡσεὶ μυριάδας λʹ. ἐφ’ ᾧ Ξέρξης μανεὶς καὶ τοὺς Πέρσας
5πάντας καὶ τοὺς ἀπὸ τῶν πέριξ πόλεων συναγαγὼν καὶ χρόνους ὡσεὶ δέκα παρασκευασάμενος ταῖς Ἀθή‐ ναις ἐπεχωρίαζεν.

483sq

ναῶν δὲ ταγοὶ: οἱ ταγοὶ δὲ καὶ οἱ ἡγε‐ μόνες τῶν λελειμμένων νεῶν σύδην καὶ ὁρμητικῶς αἱροῦνται φυγὴν κατ’ οὖρον οὐκ εὔκοσμον, ἤτοι οὐκ
ἐν ἐπιτηδείῳ καιρῷ φυγῆς ἐδράξαντο· τροπικῶς ἀπὸ152
5τῶν ἐν χειμῶνι πλεόντων, ὅτε φυσῶσιν ὀλέθριοι ἄνε‐ μοι. τινὲς δὲ τοῦτό φασιν οὕτως, ὅτι ἐκεῖ, φησίν, ἀπίασιν ὅπου αὐτοὺς ὁ ἄνεμος φέρει.

486

οἱ μὲν ἀμφὶ κρηναῖον γάνος: τόπος Βοιωτίας ἡ Κρήνη. οἱ μὲν οὖν, φησίν, ἐς τὴν Βοιωτῶν χθόνα τῷ δίψει φθειρόμενοι καὶ ἀποθνήσκοντες, οἱ δὲ ἀπο‐ λειφθέντες, παρειμένοι καὶ οἷον μικρὸν ἀσθμαίνοντες,
5ἐκπερῶμεν πρὸς τὴν Φωκίδα καὶ τὴν Δωρίδα γῆν καὶ τὸν Μηλιᾶ κόλπον, ὅπου ῥέει ὁ Σπερχειὸς ποταμός. οὗτος γὰρ ἐξ Ἀνιάνων ῥέων εἰς τὸν Μηλιακὸν ἐμ‐
βάλλει κόλπον.154

491

κἀντεῦθεν ἡμᾶς: ἀπὸ δὲ τῆς γῆς τῶν Φωκέων ἐδέξατο ἡμᾶς ἡ γῆ τῶν Ἀχαιῶν καὶ ἡ πόλις τῶν Θετταλῶν ἐνδεεῖς ὄντας καὶ χρῄζοντας τροφῆς. ὅπου 〈λίαν〉 πολλοὶ ἀπέθανον ἀπό τε δίψης καὶ πείνης.
5ταῦτα γὰρ ἦν τότε.

497

Βόλβης θ’ ἕλειον δόνακα: Βόλβη ὄνομα λί‐ μνης Θρᾳκικῆς ἥτις ὑλώδης καὶ τελματώδης οὖσα καὶ κάθυγρος δόνακας πολλοὺς ἀναδίδωσιν.

500sqq

ἁγνοῦ Στρυμόνος: ἁγνοῦ διὰ τὸ καθαρὸν καὶ διειδὲς φυλάττειν τὸ ὕδωρ αὐτοῦ. ἔστι δὲ οὗτος ποταμὸς Θρᾴκης. τὸ θεοὺς δέ τις: ὅστις δὲ τῶν Περ‐ σῶν πρὶν οὐκ ἐγίνωσκε τοὺς θεούς, τότε προσεκύνει156
5τὸν οὐρανὸν καὶ τὴν γῆν μετὰ λιτῶν καὶ παρακλήσεων. ἐπεὶ δὲ πολλὰ παρακαλῶν καὶ γονυπετῶν ὁ στρατὸς ἐπαύσατο, διαπερᾷ τὸν πόρον καὶ τὸν ποταμὸν τὸν κρυστάλλῳ πεπηγότα. λέγει δὲ τὸν Στρυμόνα. ἄλλως· καὶ ὁ πάνυ ἀσεβὴς τότε προσεκύνει τὸν οὐρανὸν καὶ
10τὴν γῆν.

505sq

χὤστις μὲν ἡμῶν: καὶ ὅστις μὲν ἡμῶν ὡρμήθη καὶ ὥρμησε περᾶσαι τὸν πεπηγότα ποταμόν, πρὶν σκεδασθῆναι καὶ σκορπισθῆναι πανταχοῦ τὰς ἀκτῖνας τοῦ ἡλίου, ἤγουν πρὸ τοῦ τὸν ἥλιον ἀνατεῖλαι
5καὶ τὸ πεπηγὸς θερμᾶναι, κυρεῖ καὶ ὑπάρχει σεσω‐ σμένος, ἀντὶ τοῦ ἐσώθη. κυρίως δὲ σκεδασθῆναι τὸ
ἀφανισθῆναι καὶ παυθῆναί ἐστι.158

507sqq

φλέγων γὰρ αὐγαῖς: ὁ γὰρ λαμπρὸς κύκλος τοῦ ἡλίου (περιφραστικῶς ὁ ἥλιος) φλέγων καὶ λάμ‐ πων ἐν ταῖς αὐγαῖς καὶ ταῖς οἰκείαις ἀκτῖσι διῆκε καὶ διῆλθε τὸν ποταμὸν μέσον, ἤγουν διελθεῖν καὶ ῥεῦσαι
5καὶ λυθῆναι τὸ πεπηγὸς ἐποίησε θερμαίνων ἐκεῖνον. ἔπιπτον δὲ καὶ ἐπνίγοντο ἐν τῷ ποταμῷ συνεχεῖς· εὐτυχὴς δὲ ἦν ὅστις ταχινώτερον τῶν ἄλλων ἀπέθανεν.

511sqq

ὅσοι δὲ ἐπίλοιποι καὶ ἔτυχον σωτηρίας, ἤτοι οὐκ ἐπνίγησαν, τὴν Θρᾴκην διελθόντες μόλις ἥκουσιν ἐπὶ τὴν Περσίδα γῆν τὴν ἑστιοῦχον καὶ τὴν ἔχουσαν αὐτῶν τὴν ἑστίαν· ὥστε στένειν μετὰ τοσαῦτα
5κακὰ καὶ τὴν πόλιν τῶν Περσῶν τὴν φιλοῦσαν τοὺς αὑτῆς πολίτας οὓς ἀνεθρέψατο. τινὲς δὲ τὸ ὥστε στέ‐ νειν ἐπὶ τῆς πόλεως ἀποδιδόασι καί φασιν· ἥκουσιν οὗτοι πρὸς τὴν αὑτῶν πατρίδα, ὥστε τὴν πόλιν τού‐ τους στενάζειν. vulgo Dd. V.

516

ταῦτα ὅσα εἶπον ἀληθῆ ἐστι. πολλὰ δὲ καὶ ἄλλα παρίημι τῶν κακῶν, ἃ ὁ θεὸς ἐπελθεῖν ἐποίησε
τοῖς Πέρσαις. vulgo Dd. V.160

518sq

ὦ δυσπόνητε δαῖμον: ὦ δαῖμον δυσπόνητε καὶ χαλεποὺς πόνους ἡμῖν ἐμποιήσας, ὡς λίαν βαρὺς ἐνήλλου καὶ ἐπεπήδησας πᾶσι τοῖς Πέρσαις, ἤγουν ὦ χαλεπὴ τύχη, ὡς ἄγαν βαρεῖα ἐπῆλθες τοῖς Πέρσαις.

520

οἲ ἐγὼ τάλαινα: φεῦ ἐγὼ ἡ τάλαινα καὶ ἀθλία ἕνεκα τοῦ ἀπολομένου καὶ ἀφανισθέντος στρατοῦ.

523

ὑμεῖς δὲ φαύλως: πρὸς τὸν χορὸν ἡ Ἄτοσσά φησιν· ὑμεῖς δὲ οὐκ ἀληθῶς αὐτά, τὰ ὀνείρατα, ἐκρί‐ νατε. ὀνείρατα δέ φησιν, ἃ εἴρηκεν ἐν τῇ ἀρχῇ λέγουσα·
‘πολλοῖς μὲν αἰεὶ νυκτέροις ὀνείρασι‘
5καὶ τὸ ‘ὁρῶ δὲ φεύγοντ’ αἰετὸν πρὸς ἐσχάραν
Φοίβου‘.

524sqq

ὅμως δ’ ἐπειδὴ ἡ ὑμετέρα, τοῦ χοροῦ, φάτις καὶ κρίσις οὕτως ἐκύρωσε, δηλαδὴ λέγουσά μοι εὔξα‐ σθαι θεοῖς καὶ Δαρείῳ, θέλω τοῦτο ποιῆσαι πρῶτον, ἔπειτα ἥξω καὶ ἔλθω λαβοῦσα ἀπὸ τῶν ἐμῶν οἴκων162
5δωρήματα τῇ γῇ τε καὶ τοῖς νεκροῖς πέλανον. πέλανος δέ ἐστιν ὁ ἐζυμωμένος καὶ πεπηγὼς πλακοῦς. λέγεται δὲ καὶ ὁ ῥύπος.

527

[ἐπάξω· ἢ στικτέον εἰς τὸ ἥξω· ἡ δὲ σύντα‐ ξις τοιαύτη· ἔπειτα ἥξω καὶ ἐπάξω δωρήματα γῇ τε καὶ ἕνεκα τῶν φθιτῶν ἤγουν τῶν νεκρῶν, λαβοῦσα ἀπὸ τῶν ἐμῶν οἴκων πέλανον καὶ θῦμα. P.]

528

ἐπίσταμαι μὲν: οἶδα μέν, φησίν, ἐγὼ ὅτι ἐπὶ ἐξειργασμένοις καὶ ἤδη φθάσασι γενέσθαι πράγμασι καὶ φόνοις τῶν Περσῶν μέλλω θύειν αὐτή. τὸ κακὸν γὰρ ἤδη ἐγένετο. ἀλλ’ ὅμως κἂν ἐπὶ τοῖς ζῶσιν ἀν‐
5δράσιν εὔξομαι, εἴ πως τὸ μέλλον καλῶς ἀποβήσεται.

529

ἀλλὰ διὰ τοὺς ζῶντας χρὴ θυσίας ποιεῖν, εἴ
πού τινες εἶεν ζῳοὶ ἤτοι ζῶντες. vulgo Dd.164

531

[συνεισφέρειν πιστὰς βουλὰς ἡμῖν πιστοῖς οὖσιν εἰς ὑμᾶς. εἰ δὲ γράφεται πιστούς, λέγει· ὑμᾶς δὲ χρὴ πιστοὺς ὄντας πιστὰ βουλεύεσθαι. vulgo (Dd. e textu vulg.).]

537

[γρ. καὶ ὤλεσας, ἵν’ ᾖ στικτέον ἐν τούτῳ· ἡ δὲ σύνταξις τοιαύτη· ὦ Ζεῦ βασιλεῦ, νῦν ὤλεσας τὴν στρατιὰν τῶν Περσῶν τῶν μεγαλαύχων καὶ πολυ‐ άνδρων. ἐλλειπτικῶς δὲ τὸ καί· καὶ τὸ ἄστυ τῶν
5Σούσων καὶ τῶν Ἐκβατάνων κατέκρυψας ἐν δνοφερῷ πένθει. P.]

540

πολλαὶ δ’ ἁπαλαῖς χερσί: πολλαὶ δὲ γυναῖκες κατερεικόμεναι καὶ σχίζουσαι τὰς καλύπτρας καὶ τοὺς ἰδίους χιτῶνας τέγγουσι καὶ βρέχουσι τοὺς κόλπους ἐν δάκρυσι μυδαλέοις καὶ διύγροις θλιβόμεναι. οὕτως
5δὲ ἔμελλεν εἰπεῖν, ὅτι πολλαὶ νέαι γυναῖκες καὶ ἁπα‐
λόχροοι νύμφαι καὶ νῦν ἔτι ἀνδράσι συζευχθεῖσαι ποι‐ οῦσι τάδε καὶ τάδε. εἰπὼν δὲ ἁπαλαῖς χερσὶν τὸ ὅλον ἀπὸ μέρους ἐδήλωσεν.166

541

[κατασχίζουσαι, ἐνεργητικῶς· ἐρείκη δέ ἐστιν εἶδος φυτοῦ εὐσχίστου. P.]

544sqq

αἱ δ’ ἁβρόγοοι Περσίδες: αἱ δὲ Περσίδες αἱ ἁβρόγοοι καὶ αἱ τοῖς γόοις ἐναβρυνόμεναι ποθοῦσαι ἰδεῖν τὴν ἀρτιζυγίαν ἤτοι τὴν πρὸ μικροῦ γενομένην αὐτοῖς σύζευξιν καὶ συνάφειαν μετὰ τῶν ἀνδρῶν, ἢ
5ἀρτιζυγίαν τὴν ὑγιοζυγίαν τῶν ἀνδρῶν, ἀφεῖσαι καὶ καταλείψασαι τὰς ἐν τοῖς λέκτροις εὐνὰς τὰς ἁβροχί‐ τωνας, τὴν τέρψιν καὶ τὴν ἡδονὴν τῆς αὑτῶν τρυφερᾶς καὶ διακεχυμένης ἡλικίας, πενθοῦσιν ἐν θρήνοις ἀπλη‐ ρώτοις καὶ ἀκαταπαύστοις.

549

κἀγὼ δὲ διὰ τὸν μόρον τῶν οἰχομένων αἴρω καὶ κινῶ πολυπενθῆ δηλονότι γόον. λείπει δὲ τοῦτο.168

550

[δοκίμως] ὀξέως καὶ μεγάλως. P.]

553

Ξέρξης μὲν ἤγαγεν, ποποῖ: πόποι καὶ τότοι ἐπιρρήματα σχετλιαστικὰ ἀντὶ τοῦ φεῦ λεγόμενα, ποποῖ δὲ καὶ τοτοῖ ἐπιρρήματα δηλοῦντα τὸ ποῖ καὶ τὸ ἐκεῖσε. εἰ μὲν οὖν ἀναγνώσεις πόποι, εἴπῃς ἀντὶ τοῦ φεῦ, εἰ
5δὲ ποποῖ, ἀντὶ τοῦ ποῖ, ἀορίστως καὶ ἐκεῖσε, ἐν ταῖς Ἀθήναις δηλαδή. ὁμοίως δὲ καὶ τὸ τοτοῖ· εἰ μὲν τότοι, ἀντὶ τοῦ φεῦ, εἰ δὲ τοτοῖ, ὡς εἴπομεν.

554sqq

Ξέρξης δὲ: ὁ Ξέρξης δὲ πάντα, τὰ κακὰ δηλονότι, ἐπέσπε καὶ ἐπεσπάσατο ταῖς βαρίδεσσι ναυσί (ταῖς ἀπὸ τῆς Βάρεως οὔσαις, ἥτις ἐστὶ πόλις Περσί‐ δος, ἐξ ἧς καὶ αἱ νῆες βαρίδες). πάσας γὰρ κατέ‐
5θραυσεν ἐκεῖσε. ὁ γοῦν πατὴρ αὐτοῦ Δαρεῖος ἀβλαβὴς ἦν τόξαρχος καὶ ἡγεμὼν μὴ βλάβην ἐπενεγκὼν τῷ αὑτοῦ στρατεύματι τότε, ἤγουν ὅτε ἔζη καὶ ἐβασίλευεν, ὁ φίλος ἄκτωρ καὶ βασιλεὺς τοῖς Σουσίδαις.170

556

[γρ. καὶ βάριδές θ’ αἱ πόντιαι. βαρίδεσσι τοῖς ἀπὸ Βάρεως πόλεως οὖσι πλοίοις· ἢ βάριδες λέγονται αἱ νῆες παρὰ τὸ βάρη καὶ φορτία φέρειν· ἀφ’ οὗ καὶ φορταγωγοὶ καὶ φορτὶς ἡ αὐτή. OP(Dd.).]

561sqq

πεζούς τε καὶ θαλασσίους: πεζούς τε γὰρ καὶ θαλασσίους καὶ θαλασσεμπόρους αἱ κυανώπιδες καὶ αἱ μέλαιναι νῆες αἱ ὁμόπτεροι καὶ αἱ τοῖς αὐτοῖς πτε‐ ροῖς κουφιζόμεναι ἢ αἱ ὁμοίως πτεροῖς θέουσαι ἤγαγον
5ποποῖ, ἤγουν ἐκεῖ ἐν τῇ Ἑλλάδι καὶ αὐτοὺς ἀπώλεσαν ἐκεῖ ἤγουν διὰ τῶν Ἀθηναίων.

566sqq

διὰ δ’ Ἰαόνων χέρας: περισσοὶ οἱ δύο δέ σύνδεσμοι καὶ τὸ ὡς. τὸ δὲ ἑξῆς οὕτως· μόγις καὶ μικρόν τι (τοῦτο γὰρ δηλοῖ τὸ τυτθά) ἀκούομεν αὐτὸν
τὸν ἄνακτα καὶ τὸν βασιλέα διεκφυγεῖν τὰς χεῖρας τῶν172
5Ἰαόνων καὶ τῶν Ἀθηναίων ἀνὰ τὰς πεδιήρεις κελεύ‐ θους καὶ ὁδοὺς τῆς Θρᾴκης τὰς δυσχειμέρους.

571

οὗτοι δὲ (οἱ Πέρσαι) ἄρα πρωτόμοροι, πρῶ‐ τοι ληφθέντες πρὸς ἀνάγκην, τοῦ μόρου καὶ τοῦ θα‐ νάτου δηλαδή, περὶ τὰς Κυχρείας ἀκτάς, ἤγουν τὰς Ἀττικὰς ἢ τὰς τῆς Σαλαμῖνος· ἢ τὸ λειφθέντες διὰ
5διφθόγγου ἀντὶ τοῦ ἐναπομείναντες καὶ κείμενοι τε‐ θνεῶτες περὶ τὰς ἀκτὰς τῆς Κυχρείας καὶ τῆς Σαλα‐ μῖνος διὰ τὴν ἀνάγκην τοῦ θανάτου. τὸ δὲ ἠὲ καὶ τὸ ὀᾶ ἀντὶ τοῦ φεῦ. ἄλλως· τοὶ δ’ ἄρα πρωτόμοροι περὶ τῶν τεθνηκότων ἐν Σαλαμῖνι, ἤτοι οἱ πρῶτοι
10ἀποθανόντες. τὸ δὲ ἑξῆς τούτου ἐστί· σκύλλονται παρ’ ἀναύδων.

574sqq

στένε: πρὸς ἑαυτὸν τοῦτο λέγει ὁ χορός· στένε καὶ στέναζε καὶ δακνάζου (παραγώγως ἀντὶ τοῦ δάκνου), βαρὺ δ’ ἀναβόησον οὐράνια ἄχη· ἀντὶ τοῦ
ὀξέως κώκυσον οὐράνια ἄχη, ἤγουν μέχρι τοῦ οὐρανοῦ174
5διηκέτω τὸ βόημα ἐπὶ τὰ νῦν καταλαβόντα ἡμᾶς ἄχη. τεῖνε δὲ καὶ ἐξάπλου αὐδὰν καὶ φωνὴν δυσβάϋκτον καὶ θρηνητικήν, τάλαιναν καὶ τληπαθῆ, βοᾶτιν καὶ βοητικήν.

579sqq

γναμπτόμενοι δὲ καὶ συντριβόμενοι οἱ Πέρσαι τῇ δεινῇ θαλάσσῃ σκύλλονται καὶ σύρονται καὶ ἐσθίονται πρὸς τῶν ἀναύδων καὶ ἀφώνων παίδων τῆς ἀμιάντου, δηλαδὴ θαλάσσης. οὐ γὰρ μιαίνεται
5πώποτε καὶ πολλῶν μολυσμάτων ἐπιχυθέντων αὐτῇ. ἀναύδων δὲ παίδων τῆς θαλάσσης τῶν ἰχθύων λέγει.

ante 583

[εὔχομαί σε, ἐπεύχομαί σοι, κατεύχομαί σου. H.]

583sqq

τοκῆες δ’ ἄπαιδες: οἱ τοκῆες δὲ καὶ οἱ γονεῖς οἱ γέροντες ἔρρανται καὶ βρέχονται καὶ βέβλην‐ ται τοῖς δάκρυσιν ὀδυρόμενοι τὰ ἐκ τοῦ δαίμονος καὶ τῆς τύχης αὐτοῖς ἐπελθόντα ἄχη. τὸ πᾶν δὴ κλύουσι
5καὶ μανθάνουσιν ἄλγος. οἱ δὲ οὐκέτι περσονομοῦνται καὶ κατὰ τοὺς τῶν Περσῶν νόμους πολιτεύονται καὶ ὑπὸ τῶν Περσῶν ἄρχονται καὶ διιθύνονται οὐδὲ δασμοὶ φοροῦσι καὶ τοῖς τέλεσιν ὑπόκεινται, ἃ ἔθος ἦν αὐτοῖς διδόναι τοῖς ἄρχουσιν. ἐφθάρησαν γάρ.176

591

οὔτ’ ἐς γᾶν: οὔτε εἰς τὴν γῆν προσπίπτοντες ἤγουν προσκυνοῦντες τὸν βασιλέα ἄρξονται καὶ ὑπο‐ κλιθήσονται. ἡ γὰρ βασιλικὴ ἰσχὺς ὤλετο. ἰστέον δέ, ὅτι τὸ βασιλεία καὶ τὰ τοιαῦτα πάντα κτητικὰ
5μακρὸν ἔχει τὸ α.

594sqq

οὐδ’ ἔτι γλῶσσα: οὐδ’ ἔτι ἡ τῶν Περσῶν γλῶσσα ἐν φυλακαῖς. ἠλευθέρωται γὰρ αὐτῶν ἡ γλῶσσα πρὸς τὸ κακηγορεῖν βασιλέα. οὐδένα γὰρ νῦν δεδίασιν οἱ ὑπήκοοι, ὅτι ὁ λαὸς ἐλύθη καὶ ἔλυσεν ὑπὸ
5τῆς αὐτοῦ δυνάμεως τὸν ζυγόν, ὑφ’ οὗ συνείχετο τὰ πλεῖστα καὶ ὑπεκλίνετο· ἢ ἔλυσε τὸν ζυγὸν τῆς ἀλκῆς
ἤτοι τῆς βασιλικῆς δυνάμεως· ἡ γὰρ βασιλικὴ διόλω‐ λεν ἰσχύς, τῶν ἡγεμόνων καὶ τῶν ἀρχόντων δηλαδή. vulgo Dd. V.178

598sqq

αἱμαχθεῖσα δ’ ἄρουρα: ἡ ἄρουρα δὲ καὶ ἡ γῆ καὶ ἡ χώρα τοῦ Αἴαντος ἡ περικλύστα καὶ περι‐ κλυζομένη, τῇ θαλάσσῃ δηλαδή, νῆσος, ἤγουν ἡ Σαλα‐ μίν, ἔχει τὰ σώματα τῶν Περσῶν.

601sqq

φίλοι: ὦ φίλοι, ὅστις κυρεῖ καὶ ὑπάρχει ἔμπορος τῶν κακῶν, ἤγουν ἐμπλέων τοῖς κακοῖς, γι‐ νώσκει, ὅτι, ὅταν ἐπέλθῃ κλύδων καὶ ζάλη τῶν κακῶν τοῖς ἀνθρώποις, φιλεῖ καὶ ἔθος ἔχει φοβεῖσθαι εἰς
5πάντα, ἤγουν καὶ εἰς τὰ μετὰ ταῦτα· ὅταν δὲ ὁ δαί‐ μων καὶ ἡ τύχη εὐροῇ καὶ καλῶς καὶ εὐτυχῶς ῥέῃ καὶ ἐπέρχηται, ἔθος ἔχει (ἀπὸ κοινοῦ πάλιν) θαρρεῖν τὴν αὐτὴν εὐτυχίαν οὐριοδρομεῖν καὶ εἰς τὸ μετέπειτα. ἔθος γὰρ ἔχουσιν οἱ δυστυχοῦντες δυστυχίαν φαντά‐
10ζεσθαι, οἱ δὲ εὐτυχοῦντες εὐτυχίαν.

606sqq

ἐμοὶ γὰρ ἤδη: ἐμοὶ γάρ, φησί, φόβου γέμοντα τὰ πάντα φαίνεται ἐν τοῖς ἐμοῖς ὄμμασιν
ἀνταῖα καὶ ἐμφανῆ καὶ ἄντην (οἷον καὶ κατὰ πρόσωπον) ἀπὸ τῶν θεῶν. τινὲς δὲ εἰς τὸ πλέα στίζοντες ὡς ἐξ180
5ἄλλης ἀρχῆς τοῦτο συντάσσουσιν· ἐν ὄμμασί τ’ ἀνταῖα λέγοντες οἱονεὶ ἐν τοῖς ὄμμασι τὰ τῶν θεῶν ἐναντία φαίνεται, τουτέστιν ἀντικειμένους ἡμῖν ὁρῶ τοὺς θεούς.

614

ἁγνὴν τὴν βοῦν καλεῖ ἢ διὰ τὸ τοῖς θεοῖς ἀεὶ τὰς βοῦς θύεσθαι, ἢ διὰ τὸ ταύτην εἶναι λευκήν (τὰ γὰρ λευκὰ καὶ καθαρὰ καὶ φωτεινὰ καὶ ἀρρύπαντα), ἢ διὰ τὸ ἀγελαίαν εἶναι (τὰ γὰρ ἐν τοῖς ὄρεσι δια‐
5τρίβοντα καθαρώτερα καὶ ὑγιεινότερα τῶν ἄλλων, μάλιστα οἷα τροφῆς καθαρᾶς καὶ ποτίμων ὑδάτων καὶ ἀέρος εὐκραοῦς καὶ ἐλευθερίας ἐπαπολαύοντα), ἢ ἁγνῆς· τῆς ἀσινοῦς καὶ μηδέ τινα βλάβην ἐχούσης ἢ ποδὸς
στερηθείσης ἢ ὀφθαλμοῦ.182

617

ἀκήρατόν τε ποτὸν: γάνος τόδε ἀπὸ τῆς μη‐ τρὸς τῆς παλαιᾶς ἀμπέλου, ἀκήρατον ποτόν, τὸν οἶνον λέγει τὸν ἔχοντα μητέρα τὴν ἄμπελον. ἀγρίας δὲ τῆς ἀγριοποιοῦ διὰ τὴν μέθην ἤγουν τῆς ἀγρίους ποιούσης
5τοὺς μεθύοντας ἢ τῆς ἐν τῷ ἀγρῷ οὔσης. καὶ γὰρ ἐν τοῖς ἀγροῖς αἱ ἄμπελοι.

619sq

πάρεστι γοῦν ταῖς ἐμαῖς χερσὶ καὶ καρπὸς ἐλαίας ξανθῆς τῆς αἰὲν θαλλούσης τοῖς φύλλοις. ἀεὶ γὰρ ἔχει τὰ φύλλα. διὸ προσέθηκεν ‘ἐν φύλλοισι θαλλούσησ‘ πρὸς τὸν καρπόν. οὐ γὰρ διηνεκὴς ὁ
5καρπός. ξανθῆς δὲ διὰ τὸ τὸ ὄπισθεν μέρος τοῦ φύλλου ὡς πρασινίζον ἐμφαίνεσθαι.

627sqq

ὁ χορός φησι πρὸς τὴν Ἄτοσσαν, ὅτι σύ τε θυσίαζε τοῖς καταχθονίοις θεοῖς, ἡμεῖς τε αἰτησόμεθα ἐν ὕμνοις τοὺς πομποὺς τῶν φθιμένων, ἤγουν τοὺς θεοὺς τοὺς κάτω τοὺς πέμποντας ἄνω τοὺς νεκρούς,
5εἶναι κάτω τῆς γῆς πραεῖς πρὸς τὸν Δαρεῖον, ὥστε
συγχωρῆσαι αὐτὸν πρὸς ἡμᾶς ἐλθεῖν.184

631sqq

ἀλλ’, ὦ χθόνιοι θεοί, γῆ τε καὶ Ἑρμῆ καὶ ὦ Πλούτων, βασιλεῦ τῶν νεκρῶν, πέμψατε ἐς φῶς, ἤγουν ἐνταῦθα, πρὸς ἡμᾶς, ἀπὸ τῶν κάτω τὴν ψυχὴν τοῦ Δαρείου. εἰ γάρ τι ἄκος τῶν ἡμετέρων κακῶν
5πλέον καὶ ἐπέκεινα οἶδεν, ἤγουν νικῆσον τὰ ἡμῶν κακά, μόνος ἂν οὗτος ἀπὸ τῶν ἀνθρώπων εἴποι τὸ πέρας καὶ πῶς αὐτὰ καὶ πότε καὶ τίνι τρόπῳ ἐκφύ‐ γωμεν.

636sqq

ἦ ῥ’ ἀΐει μου μακαρίτας: ἆρα ἀκούει μου ὁ μακαρίτης Δαρεῖος, ὁ ἰσόθεος βασιλεύς, ἱέντος καὶ πέμποντος τὰ βάρβαρα λόγια σαφηνῆ καὶ σαφῆ; οὐ γὰρ δυσνόητα ταῦτά φημι τὰ ποικίλα βάγματα καὶ
5φωνήματα, τὰ αἰανῆ καὶ σκοτεινὰ καὶ θλίψιν καὶ ἀχλὺν ἐμποιοῦντα τοῖς κλαίουσιν. ἰστέον δέ, ὅτι μακα‐
ρίτης ὁ τεθνεώς, μακάριος ὁ ζῶν.186

643sqq

ἀλλὰ σύ μοι, Γᾶ τε: ἀλλὰ σύ μοι, ὦ γῆ καὶ ἄλλοι ἡγεμόνες τῶν χθονίων καὶ τῶν νεκρῶν, τὸν μεγαλαυχῆ δαίμονα Δαρεῖον ἐρχόμενον ἐκ τῶν τοῦ Ἅιδου δόμων αἰνέσατε ἤγουν συναινέσατε καὶ συναρή‐
5ξατε αὐτῷ ποιῆσαι τοῦτο. τὸν καταχθόνιον οὖν Δα‐ ρεῖον αἰνέσατε ἐξ Ἅιδου δόμων μολεῖν, τὸν Σουσιγενῆ θεὸν τῶν Περσῶν, ἤγουν τὸν Δαρεῖον.

650

ἦ φίλος: ὄντως φίλος ἀνὴρ ἦν ἐμοὶ ὁ Δα‐ ρεῖος, ὄντως φίλος καὶ ὁ τάφος, ὃς κρύπτει τὰ φίλα ἤθη, τουτέστι τοὺς προσφιλεῖς ἐμοὶ τρόπους τοῦ Δα‐ ρείου. ὄχθον δὲ τὸν τάφον καλεῖ διὰ τὸν ἀναχωμα‐
5τισμόν.

652sqq

Ἀϊδωνεὺς δ’ ἀναπομπὸς: ὁ Ἀϊδωνεὺς δὲ ὁ ἀναπομπὸς τῶν νεκρῶν ἀνίει καὶ ἀναπέμψει καὶ ἀνα‐ δώσει τῆς γῆς τὸν Δαρεῖον βασιλέα οἷον, τὸν καὶ Δα‐ ρειὰν κεκλημένον. ἢ τὴν Δαρείαν ψυχὴν ἀναπέμψει
5ὁ Ἅιδης τοῦ τάφου ἔξωθεν.

657sqq

θεομήστωρ δὲ κικλήσκετο: θεομήστωρ δὲ
καὶ τὰ θεῖα βουλευόμενος ἐκαλεῖτο τοῖς Πέρσαις, οὐ μόνον δὲ ἐκαλεῖτο τοῦτο, ἀλλὰ καὶ θεομήστωρ ὑπῆρχεν, ἐπεὶ εὖ καὶ καλῶς ἐποδώκει καὶ ἴθυνε καὶ ὑπὸ τὸν188
5ἑαυτοῦ πόδα ἡνιόχει τὸν στρατόν.

660sqq

βαλλὴν βαρβαρικῶς ὁ βασιλεὺς λέγεται. Εὐφορίων δέ φησι Θουρίων εἶναι τὴν διάλεκτον. φησὶν οὖν· ὦ ἀρχαῖε βασιλεῦ, ἱκοῦ καὶ παραγενοῦ καὶ ἐλθὲ ἐπ’ ἄκρον κόρυμβον ὄχθου, ἤγουν ἐπὶ τὴν ἄκραν
5ἐξοχὴν καὶ περιωπὴν τοῦ τάφου, ἀείρων καὶ ἐπαίρων καὶ κινῶν τὴν εὔμαριν καὶ τὸ ὑπόδημα τοῦ ποδὸς κροκόβαπτον καὶ ἐρυθρὸν καὶ βασιλικόν—ἔστι δὲ τοῦτο περίφρασις—, πιφαύσκων καὶ δεικνύων καὶ ἀνα‐ φαίνων τὸ φάλαρον καὶ τὸν λόφον τῆς βασιλικῆς τιάρας
10καὶ περικεφαλαίας. περιφραστικῶς δὲ τὸ βασιλικὸν στέμμα φησίν.

667sqq

βάσκε πάτερ: βάσκε καὶ πορεύθητι, ὦ Δαρεῖε δέσποτα, ὅπως κλύῃς καὶ ἀκούσῃς καὶ μάθῃς καινὰ καὶ ἀλλόκοτα καὶ νέα ἄχη τοῦ Ξέρξου. ὡς ἐπῳδῇ
δὲ κέχρηται τῷ ‘βάσκε πάτερ Δαρειάν‘.190

671sqq

ἐπιτετάνυσται γὰρ καὶ ἐξήπλωται στυγερὰ καὶ μισητή τις ἀχλὺς καὶ θλίψις. πᾶσα γὰρ νεολαία καὶ ἡ τῶν Περσῶν ἡλικία καὶ νεότης ἐξαπόλωλε καὶ παρῴχετο. vulgo Dd. V.

678sqq

τί τάδε, δυνάστα: τί, ὦ δυνάστα, τάδε τὰ δίδυμα καὶ διπλᾶ ἁμάρτια καὶ ἁμαρτήματα διάγοιεν καὶ διάγουσι περὶ τῇ σῇ γῇ τῇδε; δίδυμα δὲ ἢ διὰ τὸ ἐπὶ τοῦ Δαρείου μὲν λʹ φονευθῆναι χιλιάδας, νῦν δὲ
5ἐπὶ τοῦ Ξέρξου λʹ μυριάδας· ἢ ὅτι Πέρσου καὶ Ξέρξου τινές εἰσιν ἁμαρτίαι καὶ ἀτυχίαι ἡρμοσμέναι ὁμοῦ. ἢ τὰ δίδυμα τὰ ἐν Πλαταιαῖς γεγενημένα καὶ ἐν Σαλα‐ μῖνι κακά. τὸ δὲ δυνάτα ἀντὶ τοῦ δυνάστα.

683sqq

ὦ πιστὰ πιστῶν: τὸ τοῦ Δαρείου εἴδωλον ἐξ Ἅιδου ἀνελθόν φησι πρὸς τοὺς Πέρσας· ὦ πιστὰ γεννήματα καὶ ἀνατροφαὶ πατέρων πιστῶν ἐμοί, ὦ ἐκ πιστῶν πατέρων πιστὰ ἐμοὶ τέκνα, πιστοὶ υἱοί, ἥλικές192
5τε καὶ ἰσήλικες τῆς ἐμῆς ἡλικίας, τίνα πόνον καὶ κακο‐ πάθειαν πάσχει ἡ πόλις; καὶ στενάζει καὶ οἷον ἐκ τῶν ὀδυρμῶν κέκοπται καὶ χαράσσεται ἡ γῆ κάτωθεν. τοῦτο δὲ εἴρηκεν, ὅτι ἐκ τῶν πολλῶν ὑμῶν στεναγμῶν ἡ γῆ ῥαγεῖσα ἀνέδωκέ με.

686sq

λεύσσων δ’ ἄκοιτιν: ἐγὼ δὲ βλέπων ἐγγὺς τοῦ ἐμοῦ τάφου παρακαθημένην τὴν ἐμὴν ὁμόκοιτον γυναῖκα καὶ σύζυγον φοβοῦμαι μή τι κακὸν αὐτῇ ἐπι‐ γέγονε. τὰς χοὰς δέ, ἤτοι τὰς θυσίας ἃς ἐμοὶ ἔθυσεν
5ἱλαστηρίους, ἀπεδεξάμην.

688sqq

ὑμεῖς δὲ θρηνεῖτ’ ἐγγὺς ἑστῶτες τάφου: ὑμεῖς δὲ ἐγγὺς ἑστῶτες τοῦ ἐμοῦ τάφου θρηνεῖτε καὶ καλεῖσθε καὶ ἀνακράζετέ με ἐξελθεῖν ἐκ τοῦ Ἅιδου ῥοθιάζοντες καὶ μεγάλως ἠχοῦντες καὶ θρηνοῦντες ἐν
5γόοις ψυχαγωγοῖς, ἤγουν τοῖς τὰς ψυχὰς ἐκ τοῦ Ἅιδου
ἀνακομίζουσιν. οὐκ ἔστι δὲ ῥᾴδιον τὸ ἐξελθεῖν με ἀπὸ τοῦ Ἅιδου οὐδὲ δυνατὸν 〈ταχέως ἐξιέναι〉. ἀπο‐ λογεῖται δὲ ὡς βραδύνας.194

691sq

ἄλλως τε πάντως: καὶ ἄλλως δέ, φησίν, οἱ κάτωθεν τῆς γῆς θεοί, οἷον ὁ Πλούτων καὶ ἡ Περσε‐ φόνη, οἱ τῶν νεκρῶν ἁπλῶς κυριεύοντες, ἀμείνους καὶ βελτίονες καὶ ἑτοιμότεροί εἰσιν εἰς τὸ λαβεῖν παρ’
5ἑαυτοῖς τοὺς ἀνθρώπους καὶ κατέχειν ἐν τῷ Ἅιδῃ παρὸ μεθιέναι καὶ καταλεῖψαι καὶ ἐᾶσαι αὐτοὺς ἀνελθεῖν εἰς τὴν γῆν ἄνωθεν.

693

ὅμως δ’ ἐκείνοις: ἤτοι μέγα κἀγὼ δυνηθεὶς ἐν τοῖς κάτω θεοῖς, οἷα βασιλεύς, καὶ παρ’ ἐκείνων τιμώμενος καὶ μὴ λογιζόμενος ὡς οἱ λοιποὶ τῶν τεθνεώ‐ των ἥκω.

694

ἐτάχυνα δέ, ὡς μὴ μεμφθῶ τοῦ χρόνου καὶ
τῆς βραδυτῆτος ἕνεκα. vulgo Dd. V.196

702sqq

δείομαι μὲν χαρίσασθαι: τοῦτό φησι· δέ‐ δια μὲν τὰ κατὰ χάριν εἰπεῖν σοι, ἐφ’ ᾧ θέλξαι τὴν σὴν ψυχήν, δέδοικα δὲ καὶ ἀληθεῦσαι· λυπηθήσῃ γάρ.

705sqq

ἀλλ’ ἐπεὶ δέος: εἰπόντος τοῦ χοροῦ πρὸς τὸν Δαρεῖον ὅτι φοβοῦμαι μὲν τὰ κατὰ χάριν εἰπεῖν σοι, ἵνα μὴ ψευδόμενος ἐλεγχθῶ, φοβοῦμαι δὲ καὶ τὸ
ἀληθές σοι εἰπεῖν, ἵνα μὴ λυπηθῇς, φησὶ πρὸς αὐτὸν198
5ὁ Δαρεῖος· ἀλλ’ ἐπεὶ φοβῇ, ἔασον τοῦτο. εἶτα στρέφει τὸν λόγον πρὸς τὴν Ἄτοσσαν καί φησιν· ὦ εὐγενὲς γύναι ξύννομε καὶ ξυμμερίστρια τῶν ἐμῶν λέκτρων, παυσαμένη τῶνδε τῶν θρήνων φανερόν τι μοι εἰπέ, ἵνα μάθω ὃ πάσχετε.

708

ἀνθρώπεια: ὁ Δαρεῖος παραμυθούμενος τῇ αὑτοῦ γυναικί φησιν ὅτι ἀνθρώπεια 〈ἂν〉 πήματα τύχοι καὶ ἐπέλθοι πολλάκις ἐν τοῖς βροτοῖς· ἢ οὕτως· ἀνθρώπεια δὲ καὶ ἀνθρώπινα καὶ οὐ καινὰ ἂν τοῖς
5βροτοῖς τύχοι καὶ ἐπέλθοι ἐν πήματι καὶ ἐν βλάβῃ. ὡς γὰρ ἄνθρωποι πάσχουσι καὶ τὰ αὐτῶν πήματα, οὐ θεῖά τινα, ἀλλ’ ἀνθρώπινα κέκληνται.

709

πολλὰ μὲν γὰρ κακὰ ἐκ τῆς θαλάσσης, πολλὰ δὲ ἐκ τῆς γῆς τοῖς ἀνθρώποις ἐπέρχονται, ἢν ὁ μάσσων καὶ ὁ μείζων βίοτος ἐκταθῇ πρόσω, ἤγουν ἐν τῷ μακρῷ
τοῦ βίου χρόνῳ. vulgo Dd. V.200

716

ὡς ἐν συντόμῳ λόγῳ περιλαβεῖν καὶ εἰπεῖν συλλήβδην πάντα. ὡς καὶ παρὰ τῷ Εὐριπίδῃ (Orest. v. 1): ‘οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδ’ εἰπεῖν ἔποσ‘.

717

〈στάσις:〉 ταραχή, ἐμφύλιος πόλεμος. ἀντὶ 〈δὲ〉 τοῦ φθορὰ εἶπε σκηπτόν· ὡς γὰρ ἐκεῖνος, εἴ τινος ἐπιδράττεται, καίει καὶ φθείρει καὶ ἀφανίζει, οὕτω καὶ ὁ λοιμός. vulgo Dd.

719

Ἡρόδοτος ζʹ φησι Δαρείῳ εἶναι παῖδας, Ἑλ‐ λάνικος δὲ ιαʹ. V.

719bis

[λέγουσι τὸν Δαρεῖον ἐσχηκέναι παῖδας ζʹ, Σμέρδιν καὶ ἄλλους διαφόρους ἀπὸ διαφόρων παλλα‐ κῶν, τὸν Ξέρξην δὲ μὴ σχεῖν παῖδα ἐν τῇ βασιλικῇ ἀρχῇ, ὃς καὶ βασιλεὺς ἀνηγορεύθη· νόμος μὲν γὰρ
5τοῖς Πέρσαις τὸν πρῶτον υἱὸν τοῦ βασιλέως ἀναγο‐ ρεύεσθαι βασιλέα. προετιμήθη δὲ ὁ Ξέρξης, εἰ καὶ ὕστερος ἦν, διὰ τὸ ἐν τῇ βασιλείᾳ γεννηθῆναι. ἑπτὰ
οὖν ὄντων τῶν υἱῶν Δαρείου καὶ οὐ 〈μόνου〉 τοῦ Ξέρξου, ἀλλά τινος προτέρου ὑπάρχοντος τῶν ὅλων,202
10διὰ τοῦτο καὶ ὁ Δαρεῖος ἠρώτησε· τίς τῶν ἐμῶν υἱῶν ἐστρατηλάτει; OP(Dd.).]

720

[Ξέρξης ἑρμηνεύεται στρατηγικώτατος· διὸ καὶ θούριον αὐτὸν εἶπεν. P.]

720bis

τῆς γῆς τὸ ἅπλωμα, περιφραστικῶς δὲ τὴν γῆν τῶν Περσῶν φησι πᾶσαν. vulgo OP(Dd.).

721

ἤτοι διὰ ξηρᾶς ἢ διὰ θαλάσσης τήνδε τὴν πεῖραν ἐμώρανεν, ἀντὶ τοῦ μωρίᾳ τινὶ καὶ ἀβούλως καὶ ἀπερισκέπτως ταύτην τὴν πεῖραν παρήγαγε; τὴν πρὸς τοὺς Ἀθηναίους δέ φησιν ἐκστρατείαν. vulgo Dd. V.

722

διπλοῦν μέτωπον: καὶ τάγμα δὲ ἦν διπλοῦν, ἤτοι καὶ πεζὸν καὶ ναυτικὸν καὶ διπλοῖ στρατηγοὶ καὶ ἡγεμόνες καὶ βασιλεῖς ἦσαν, καὶ τὰ ἀμφότερα κατά τε γῆν καὶ θάλασσαν. vulgo Dd. V.

724

ὥστε συνέχειν τὸν πόρον καὶ ἐπέχειν τὸ ὕδωρ.
vulgo Dd.204

726

ἀντὶ τοῦ ἴσως καὶ συνήργησεν αὐτῷ τις δαί‐ μων καὶ συνεβοήθησε. Βόσπορον δὲ λέγει τὸν Ἑλλήσ‐ ποντον. vulgo Dd.

728

ὡς ἰδεῖν τέλος: ὡς ἰδεῖν πάρεστι τὸ ἐξ αὐτοῦ τέλος, ὁποῖον 〈ἐποίει〉 καὶ εἰς τέλος παρήγαγε, δεινόν τι τῷ ὄντι καὶ ὀλέθριον.

730

ναυτικὸς στρατὸς κακωθεὶς: τοῦτό φησιν, ὅτι ὁ τῶν Περσῶν ναυτικὸς στρατὸς ἀφανισθεὶς ἐν τῇ θαλάσσῃ παρὰ τῶν Ἑλλήνων γέγονεν ἀπωλείας καὶ φθορᾶς αἴτιος καὶ τῷ πεζῷ στρατεύματι. οἱ γὰρ
5Ἀθηναῖοι πρῶτον μὲν τοὺς ἐν τῇ θαλάσσῃ ἀνεῖλον Πέρσας, εἶθ’ οὕτως πρὸς τοὺς πεζοὺς ἐφορμήσαντες τούτους ἀπέκτειναν. τῶν ναυτικῶν γὰρ φθαρέντων οἱ ἐν τῇ Ψυτταλείᾳ Πέρσαι (ἥτις ἐστὶ νῆσος τῇ Σαλα‐ μῖνι παρακειμένη) εὐάλωτοι γεγόνασιν.

734

τῶν Βακτρίων δὲ ἔρρει καὶ ἐφθάρη πᾶς δῆ‐
μος πανώλης καὶ ἀνδρεῖος καὶ πολεμικός, οὐδέ τις γέρων ἀπώλετο, τουτέστι πάντες οἱ νέοι ἐφθάρησαν, γέρων δὲ οὐδείς. τοὺς γὰρ νέους μόνους ὁ Ξέρξης206
5ἐστρατολόγησεν.

736

μονάδα δὲ Ξέρξην: μεμονωμένον δέ φασι τὸν Ξέρξην ἀπομεῖναι καὶ ἔρημον οὐ μετὰ πολλῶν ἀνδρῶν διαπερᾶσαι τὸν Ἑλλήσποντον. —τὴν ζευκτηρίαν: δη‐ λαδὴ τὴν ἐν δυοῖν μέρεσι κειμένην καὶ συζευγνῦσαν
5αὐτά. λέγει δὲ τὴν Ἀσίαν καὶ τὴν Εὐρώπην.

738

τὸν Ἑλλήσποντον, ὃς ζεύγνυσιν Ἀσίαν καὶ Εὐρώπην. ζυγὸς γὰρ οἷον ἐγένετο ταῖς δυσὶν ἠπείροις. vulgo Dd.

741

φεῦ, ταχεῖά γ’ ἦλθεν: ὡς τοῦ Δαρείου εἰπόν‐ τος καὶ οἷον προμαντευσαμένου τὸν Ξέρξην ἀποβαλεῖν
πολὺν λαόν.208

744

ἀλλ’ ὅταν σπεύδῃ τις: ὅταν σπεύδῃ τις εἰς καλὰ ἢ εἰς κακά, ὁ θεὸς αὐτῷ συνεπιλαμβάνεται. ἢ ὅταν ἐπὶ τὰ χείρω ἐπείγηται, τότε συνεφάπτεται καὶ συνεπείγεται αὐτῷ καὶ ἡ Ἐρινὺς ἡ τιμωρητικὴ καὶ ἡ
5ἔφορος τῶν κακῶν θεός.

745

ἔοικεν εὑρεθῆναι καὶ ἀνοιχθῆναι τοῖς φίλοις ἅπασιν ἐμοῦ ἡ τῶν κακῶν πηγή. ἄλλως· ὡς ἡ πηγὴ τὸ μὲν τοῦ ὕδατος ἀναδίδωσιν, ἄλλο δὲ μετ’ αὐτὸ ἀναβλύζει, οὕτω καὶ ἐνταῦθα. vulgo Dd.

747

ὅστις Ἑλλήσποντον: ὅστις (ὁ Ξέρξης) ἤλπισε σχήσειν καὶ κρατήσειν ὡς δοῦλον ἐν δεσμοῖς τὸν ἱερὸν Ἑλλήσποντον (ἱερὸν δὲ τοῦτόν φησι διὰ τὸ ἱδρύσθαι αὐτόθι Διὸς ἱερόν, ὡς Μνασέας· ἢ τὸν ἀνειμένον,
5ἀκώλυτον ὡς τὸν ἱερὸν ἰχθὺν φέρεσθαι) καὶ τὸν τῆς
θαλάσσης τόπον μετέπλαττε καὶ εἰς ξηρὰν μετέβαλλε καὶ τὸν Ἑλλήσποντον δεσμοῖς σιδηροῖς περιβαλὼν ἤτοι γέφυραν ἐν αὐτῷ διὰ σιδήρου ἐργασάμενος πολλὴν καὶ μακρὰν κέλευθον καὶ ὁδὸν ἐπλήρωσε καὶ ἐποίησε τῷ210
10στρατεύματι ἄνθρωπος ὤν· ᾤετο δὲ καὶ ὑπελάμβανε καὶ ἐνόμιζεν οὐκ ἐν εὐβουλίᾳ, ἀλλ’ ἀβούλως καὶ μωρῶς κρατήσειν πάντων τῶν θεῶν καὶ τοῦ Ποσειδῶνος αὐτοῦ, ὃς κύριος τῆς θαλάσσης ἐστί.

753sq

δέδοικα: φοβοῦμαι, φησί, μὴ ὁ πολὺς πλοῦτος ὁ ἀπὸ τοῦ ἐμοῦ πόνου κατορθωθεὶς ἁρπαγῇ ὑπὸ τοῦ φθάσαντος ἤτοι καταλαβόντος.

755

ταῦτα τοῖς κακοῖς: ταῦτα διδάσκεται ὁ θούριος καὶ ὁ ὁρμητικὸς πρὸς τὸν πόλεμον Ξέρξης ὁμιλῶν τοῖς κακοῖς ἀνδράσι. λέγουσι γὰρ αὐτῷ (τὸ γὰρ δέ ἀντὶ τοῦ γάρ ἢ περισσὸς ὁ δέ σύνδεσμος) ὅτι σὺ μὲν ὄλβον
5ἐκτήσω μέγαν τέκνοις 〈σὺν αἰχμῇ〉 καὶ ἐν ἀνδραγαθίαις, τοῦτον δὲ ὑπ’ ἀνανδρίας ἔνδον τῆς οἰκίας κινεῖν τὸ
δόρυ, τὸν ὄλβον δὲ τὸν πατρικὸν μὴ αὐξάνειν.212

761

τοιγάρ σφιν: τοιγαροῦν σφὶν καὶ αὐτοῖς τοῖς τῷ Ξέρξῃ συμβουλεύσασι ταῦτα καὶ προτρέψασιν ἔργον ἐστὶν ἐξειργασμένον, εἰς φθορὰν χωρῆσαν.

762

ἐξεκένωσε πεσόν: ἔργον οἷον οὐδέπω πεσὸν (δίκην κύβου· τὰ πράγματα γὰρ κατὰ κύβον πίπτουσιν) ἐξεκένωσε τόδε τὸ ἄστυ. ἔργον δέ, οἷον οὐδέπω γέ‐ γονεν, ἐξ οὗτε καὶ ἀφ’ οὗ καιροῦ ὁ Ζεὺς ὤπασε καὶ
5παρέσχε καὶ ἔδωκε ταύτην τὴν τιμήν, τουτέστι τὸ ταγεῖν καὶ ἡγεμονεύειν καὶ βασιλεύειν ἕνα ἄνδρα πάσης τῆς Ἀσίας.

768

ἄλλος δ’ ἐκείνου παῖς: τὸν Ἀρταφρένην φησί, περὶ οὗ παρακατιὼν λέγει· ‘φρένες γὰρ αὐτοῦ θυμὸν οἰακοστρόφουν‘. ἐτυμολογῶν αὐτοῦ τὸ ὄνομα. Ἀρτα‐ φρένης γὰρ ἐξ ἐτυμολογίας λέγεται ὁ τὰς φρένας ἔχων
5ἀρτίας καὶ ὑγιεῖς καὶ ἀκεραίους.

770

[ἰστέον ὅτι Κῦρος ἐκαλεῖτο παρὰ Πέρσαις πατὴρ ὡς προνοούμενος καὶ φροντίζων ἐκείνων· ὁ δὲ
Δαρεῖος κάπηλος ὡς φιλοχρήματος. P.]214

775

Κύρου δὲ παῖς: Κύρου υἱὸς ὁ Καμβύσης, ἀδελφὸς δὲ κατὰ Ἑλλάνικον Μαρφίου καὶ Μέμφιδος.

776

πέμπτος δὲ Μάρδος ἦρξεν: ἡ γραφὴ ἡμάρτη‐ ται. τὸν γὰρ ἐπιθέμενον τῇ Καμβύσου ἀρχῇ μάγον ὄντα οὐδεὶς Μάρδον εἶπεν οὔτε γένος οὔτε ὄνομα. μήποτε οὖν γραπτέον· ‘Μάρδις αἰσχύνη πάτρᾳ‘. μάγος
5γὰρ ἦν ὁ τῆς ἀρχῆς ἐπιλαβόμενος. ἢ ἴσως ὁμώνυμος ὑπεκρίνετο εἶναι Μερδίᾳ τῷ τοῦ Κύρου παιδὶ ἀδελφῷ τε Καμβύσου. αἰσχύνη δὲ πάτρᾳ εἶπεν, ὅτι μάγος ὢν περιέσπασε τὴν τῶν Περσῶν ἀρχὴν εἰς μάγους. ἐπειδὴ γὰρ οἱ Πέρσαι πάντα τῇ βουλῇ τῶν μάγων
10διεπράττοντο, ὁ Καμβύσης ἤδη πρὸς ἐκστρατείαν ἀπαί‐ ρων τοὺς αὑτοῦ μάγους δύο ὄντας ἐν τοῖς βασιλείοις
κατέλιπεν, οἳ τῇ ἐρημώσει τῶν τῆς πόλεως ἀνδρῶν ἦρξαν τῆς βασιλείας, Ἀρταφρένης δὲ καὶ Δαρεῖος (οὐχ ὁ τοῦ Ξέρξου πατήρ, ἀλλ’ ἕτερος), καὶ ἄλλοι τινὲς216
15φίλοι αὐτῶν τῆς ἀρχῆς αὐτοὺς καταβιβάσαι συνεβου‐ λεύσαντο. καταγαγόντες δὲ αὐτοὺς ἤριζον περὶ τῆς βασιλείας. οἱ μὲν οὖν ἄλλοι πάντες ταύτην λαβεῖν ἀπείπαντο φήσαντες ἐλευθέρους ἑαυτοὺς εἶναι βούλε‐ σθαι καὶ μήτ’ ἄρχειν μήτ’ ἄρχεσθαι καὶ ἀπολαύειν
20τῶν τῆς ἀρχῆς δεινῶν. Ἀρταφρένης δὲ καὶ Δαρεῖος ἆθλον ἔθεντο τὸ μεθ’ ἵππων δραμεῖν. οὕτινος δ’ ἵππος πρὸς τὴν νύσσαν ἐλθὼν χρεμετίσειε, πάντως αὐτὸς καὶ τῆς ἀρχῆς ἐπιλάβηται. ὁ οὖν Δαρεῖος τῷ ἱπποκόμῳ αὑτοῦ περὶ τούτου ἀνεκοινώσατο. οὗτος δὲ
25χιτῶνα λαβὼν καὶ τῷ τῆς θηλείας προστρίψας μορίῳ δέδωκεν αὐτῷ ἐπειπών· ‘ἣν δ’ ἂν ὥραν ὁ ἵππος τῇ νύσσῃ προσεγγίσῃ, τηνικαῦτα στήσας αὐτὸν τῷ μυκτῆρι αὐτοῦ τὸν χιτῶνα προσάγαγε. καὶ οὗτος τῆς ὀδμῆς τῆς θηλείας αἰσθανθεὶς χρεμετίσει‘. ὃ καὶ πεποίηκε
30καὶ κατὰ κράτος νικήσας τῆς ἀρχῆς ἐπελάβετο. τινὲς δὲ οὕτω φασὶ γενέσθαι, ὅτι κατὰ τὸν καιρὸν τῆς νυκτὸς ὁ ἱπποκόμος ἐν τῷ καμπτῷ φορβάδιον στήσας
διῆγε τὸν ἵππον καὶ συνουσιάζετο. οὗτος δὲ καὶ κατὰ τὴν ἡμέραν ἐν τῷ καιρῷ τοῦ ἄθλου ἐκεῖσε γεγονὼς218
35τῆς θηλείας ἐμνήσθη καὶ οὕτως ἐχρεμέτισεν.

781

κακῶς τοῦτο εἶπε· μετὰ γὰρ τὴν τῶν μάγων καθαίρεσιν Δαρεῖος ὁ μέγας ἦρξεν, ὅτε οἱ ἑπτὰ στρα‐ τηγοὶ τοῦ Καμβύσου ὤμοσαν ἀναιρεθῆναι τὸν μάγον τὸν ὑποκρινόμενον τῷ ὀνόματι Μάρδου. vulgo Dd.

786

καλῶς γὰρ γινώσκετε τοῦτο, ὦ ἐμοὶ ξυνήλικες Πέρσαι, ὅτι ἅπαντες ἡμεῖς οἳ κράτη τάδ’ ἔσχομεν ἤγουν οἱ πρὸ τοῦ βασιλεύσαντες οὐκ ἂν ἐφάνημεν πράξαντες τοσαύτην βλάβην τῶν Περσῶν, ὅσην νῦν μόνος ὁ
5Ξέρξης ἐποίησεν. vulgo Dd. V.220

794

αὐτὴ γάρ, ἡ Ἑλλάς, ἡ Ἀτθίς, συμμαχεῖ ἐκεί‐ νοις, τοῖς Ἕλλησι, διὰ τὸ μὴ ἔχειν καρποὺς αὐτάρκεις, ὥστε τοὺς ἐναντίους ἀποτρέφεσθαι· ἡ γῆ, φησί, κτεί‐ νουσα ἐν λιμῷ τοὺς πολυίππους Πέρσας. vulgo Dd. V.

798

ἀλλ’ οὐδ’ ὁ καταλειφθεὶς στρατὸς τῷ Μαρ‐ δονίῳ καὶ αἱ λʹ μυριάδες ὑποστρέψουσιν εἰς τὴν πα‐ τρίδα. καὶ πῶς λέγουσιν ἀποστεῖλαι πάλιν ἕτερον στρατόν; τοῦτο δὲ εἶπε τὴν πάντων σημαίνων ἀπώ‐
5λειαν τῶν Περσῶν. ὁ γὰρ Μαρδόνιος ἐπελέξατο λʹ μυριάδας, τὸ ἔκκριτον μέρος τοῦ στρατοῦ, ἃς ἐπ’ ἐλπίσι
κεναῖς ὁ Ξέρξης κατέλειψεν. vulgo Dd. V.222

803

εἰς τὰ νῦν πεπραγμένα: ἀφ’ ὧν ταῦτα ἐτελέσθη, κἀκεῖνα συμβήσεσθαι στοχάζομαι. vulgo Dd. V.

804

οὐ γὰρ τὰ μὲν τοῖς ἀνθρώποις συμβαίνει, τὰ δ’ οὔ, ἀλλὰ πάντα, ὅσα τοῖς βροτοῖς παθεῖν πέπρωται, ἐπισυμβαίνει αὐτοῖς. ἄλλως· εἰ γὰρ τὰ μὲν συμβαίνει, ἀφ’ ὧν ταῦτα ἐτελέσθη, κἀκεῖνα συμβήσεται. οὐχὶ
5τινὰ μὲν συμβαίνει ἐκ θελήματος τῶν θεῶν, τινὰ δὲ οὔ· ἀλλ’ ὅσα ὑπὸ τῶν θεῶν διιθύνονται βουλεύματα τῶν ἀνθρώπων, τελειοῦνται, ὅσα δὲ οὔ, οὐ τελειοῦν‐ ται. τοῦτο δὲ εἶπε διὰ τοὺς χρησμοὺς τοὺς κειμένους μὴ ἀπελθεῖν εἰς Ἑλλάδα (Pers. v. 741). vulgo Dd. V.

805sq

καὶ ἐάνπερ τάδε τὰ πεπρωμένα ἀληθῆ τυγχάνῃ, λείπει καὶ τὸ ἔκκριτον πλῆθος τοῦ βαρβάρου στρατοῦ· ἀντὶ τοῦ οἴχεται καὶ θνήσκει. εἶτα ἐξ οὐδε‐ τέρου πρὸς ἀρσενικὸν τὸν λόγον ἔστρεψεν εἰπών· πε‐
5πεισμένος οὗτος ὁ στρατὸς ἐν κεναῖς ἐλπίσι. πέπρωται γὰρ αὐτὸν ἐκεῖ θανεῖν. ἢ λείπει καὶ ἀφίησιν ὁ Ξέρξης ἐν Ψυτταλείᾳ τὸ τοῦ στρατοῦ ἔκκριτον πλῆθος πεπει‐ σμένος ματαίαις ἐλπίσι. vulgo Dd. V.

807

μίμνουσι δέ, ἔνθα ὁ φίλος Ἀσωπὸς τὸ πίασμα καὶ λίπασμα ἢ πότισμα προσφιλὲς τῇ Βοιωτῶν χθονὶ καὶ τῇ γῇ, ἤγουν τὸ λίπασμα τὸ πιαῖνον καὶ τρέφον αὐτήν, ἄρδει τὸ πεδίον καὶ τὴν γῆν· ἀντὶ τοῦ ἔνθα ὁ224
5Ἀσωπὸς λιπαίνει τὴν Βοιωτίαν. vulgo Dd. V.

809

ὅπου σφιν καὶ αὐτοῖς τοῖς βαρβάροις ἀναμένει παθεῖν τὰ μέγιστα τῶν κακῶν ὧν ἔπαθον. V (in in‐ feriore marg. p. v. 795—809 continentis).

809bis

τὴν ἐν Πλαταιαῖς πεζομαχίαν φησίν, ἣν πρὸς τοὺς Λάκωνας συγκροτήσαντες οἱ βάρβαροι κατὰ κρά‐
τος ἡσσήθησαν. PV.226

816

ἡ τῶν κακῶν οὖν κρηπὶς καὶ ὑποβάθρα καὶ θεμέλιον καὶ ἐσμὸς οὐδέπω ὑπέστη καὶ εἰς τέλος κατήν‐ τησεν, ἀλλ’ ἔτι ἐκπαιδεύεται καὶ αὔξεται τὰ δεινά. vulgo Dd. V.

820sq

οἱ θῖνες δὲ καὶ οἱ σωροὶ τῶν νεκρῶν καί‐ περ φωνὴν μὴ ἀφιέντες δείξουσι καὶ τῇ τρίτῃ τῶν μεταγενεστέρων γενεᾷ τὰ τῶν Περσῶν πτώματα (τουτέ‐ στιν ὅτι καὶ ἂν τρεῖς γενεαὶ παρέλθωσιν). τὰ δὲ τῶν
5νεκρῶν καὶ ἔτι παραμενοῦσι πτώματα διὰ τὸ ἄπειρα εἶναι μὴ ἰσχύσαντος τοῦ χρόνου ἀφανίσαι αὐτά. vulgo Dd. V.

822

ὡς οὐχ ὑπέρφευ καὶ σοβαρῶς χρὴ φρονεῖν ἄνθρωπον ὄντα τινά. ἡ γὰρ κενοδοξία καὶ ἡ τῶν θεῶν καταφρόνησις ἐξανθοῦσα γεννᾷ στάχυν βλάβης, ὅθεν θρήνου ἄξιον θέρος θερίζει ὁ τὴν τῶν θεῶν ἐν‐
5δεικνύμενος ὕβριν καὶ καταφρόνησιν. vulgo Dd. V.228

826

μηδέ τις ὑπερφρονήσας καὶ παραβλεψάμενος τὴν προσοῦσαν αὐτῷ εὐτυχίαν, ὡς μείζονος ἐρασθεὶς δόξης ἐκχέῃ καὶ φθείρῃ καὶ ἀπολέσῃ ὃν τὸ πρὶν εἶχεν ὄλβον μέγιστον. vulgo Dd. V.

831sqq

πρὸς ταῦτα ὑμεῖς οἱ κεχρημένοι τῇ σω‐ φροσύνῃ, ἢ οἱ χρῄζοντες καὶ οἱ θέλοντες σωφρονεῖν, πινύσκετε καὶ συνετίζετε καὶ σωφρονίζετε ἐκεῖνον, τὸν Ξέρξην, ἐν συνετοῖς νουθετήμασιν, ὥστε λῆξαι καὶ
5παύσασθαι θεοβλαβοῦντα καὶ τὴν ἐκ τῶν θεῶν βλάβην πάσχοντα διὰ τῆς κενοδοξίας. ἢ κεχρημένον ἀντὶ τοῦ
χρείαν ἔχοντα καὶ ἄξιον ὄντα σωφρονεῖν. vulgo Dd. V.230

836sqq

ὑπὸ γὰρ τοῦ ἄλγους τῶν ἐπελθόντων τῷ Ξέρξῃ κακῶν πάντα τὰ μέρη τῶν ποικίλων ἐσθημάτων αὐτοῦ στημορραγοῦσι καὶ μετὰ τῶν στημόνων αὐτῶν διαρρέουσιν ἐν τῷ σώματι, αἱ λακίδες καὶ αἱ διασχί‐
5σεις· τουτέστιν ὑπὸ τῆς θλίψεως διέρρηξε τὰ ἱμάτια αὑτοῦ ὁ Ξέρξης. vulgo Dd. V.

842sqq

πρὸς τὸν χορόν φησιν ὁ Δαρεῖος, ὅτι ἐγὼ μὲν ἄπειμι κάτω εἰς τὸν Ἅιδην, ὑμεῖς δέ, ὦ γε‐ ραιοί, χαίρετε ἐν κακοῖς μὲν ὄντες, ὅμως δὲ χαίρετε ψυχῇ διδόντες ἡδονήν, ἤγουν θύοντες ἐμοὶ καὶ τὴν
5ἐμὴν ψυχὴν ἡδύνοντες διὰ τῶν θυσιῶν. τοῖς γὰρ θανοῦσι θυσία μόνη ἐστὶ προσδεκτέα, πλοῦτος δὲ οὐ‐ δὲν ὠφελεῖ. vulgo Dd. V.

845sq

ὁ χορὸς ἀκούσας ἀπὸ τοῦ Δαρείου, ἃ μέλ‐ λουσι καὶ ἔτι παθεῖν οἱ Πέρσαι κακά, φησίν· ὄντως ἤλγησα ἀκούσας τοῖς Πέρσαις πολλὰ πήματα καὶ παρ‐ όντα καὶ μέλλοντ’ ἔτι· ἤτοι ἃ νῦν πάσχουσι καὶ ἃ
5μέλλουσιν ἔτι αὐτοῖς ἐπελθεῖν vulgo Dd. V.232

853

οὐ γὰρ τοὺς ἐμοὶ φιλτάτους ἐν ταῖς αὐτῶν ἀνάγκαις προδώσω καὶ παραβλέψομαι. vulgo Dd.

854sqq

θαυμαστικῶς σύγκρισιν ποιεῖται τῶν ἐπὶ Δαρείου εὐτυχημάτων πρὸς τὰ νῦν κακὰ καί φησιν· ὄντως μεγάλης βιοτῆς ἀγαθῆς τε πολισσονόμου καὶ τὴν πόλιν καλῶς νεμούσης καὶ διευθετούσης ἐτύχομεν
5ἐπὶ τοῦ Δαρείου. vulgo Dd. V.

856sqq

εὖτε καὶ ὁπηνίκα ἦρχε καὶ ἐβασίλευε τῆς ἡμετέρας χώρας ὁ Δαρεῖος, ὁ ἄμαχος βασιλεύς, ὁ ἰσό‐ θεος, ὁ πανταρκὴς καὶ εἰς πάντας ἀρκῶν καὶ εὐεργε‐ τῶν καὶ διέπων καλῶς καὶ παντάπασι δίκαιος γενό‐
5μενος. vulgo Dd. V.

860sqq

πρῶτα μὲν καὶ πρωτοτύπως ἀπεφαινόμεθα στρατιᾶς εὐδοκίμου ἤτοι περιβοήτου καὶ τροπαιοφορού‐
σης, τουτέστι διὰ στρατιᾶς κατὰ πόλεμον εὐδοκιμοῦμεν, καὶ ἐπεύθυνον ἤγουν κατὰ τὸ εὐθὺ ἐξήγοντο καὶ234
5ἐπλατύνοντο πάντα τὰ νόμιμα καὶ ἔθιμα τῶν πυργου‐ μένων καὶ τετειχισμένων πόλεων· καὶ ὁρμῶμεν κατὰ τὰ νενομισμένα ἔθη ταῖς πόλεσι ταῖς πορθουμέναις, οὐ τεμένη πορθοῦντες, οὐ τάφους ἀνασπῶντες, ὡς Ξέρξης τολμήσας ἐποίησε. λέγεται δὲ καὶ πύργινα
10νόμιμα τὰ πυργοῦντα καὶ συνιστῶντα τὰς πόλεις. ἄλλως· περιβόητοι ἦμεν ἐκ πολέμου πανταχοῦ τροπαι‐ ουχοῦντες. οἱ δὲ δημωφελεῖς δῆμοι πάντα τὰ νόμιμα ἐπολιτεύοντο. vulgo Dd. V.

866

ὅσσας δ’ εἷλε πόλεις: τοῦτο θαυμαστικῶς φησιν, ὅτι τῇ ἀρετῇ Ἕλληνας ὑπέταξεν, ἀλλ’ οὐκ ἀνάγκῃ ὁ Δαρεῖος. vulgo Dd. V.

869

σκληροτέρα ἡ συναλοιφὴ ποταμοῦδ’ ἀφ’ ἑστίας, οἷόν ἐστι τὸ τοῦ ἕνεκα τοὔνεκα. vulgo Dd.

870

οἷαι Στρυμονίου πελάγους· οἷαί εἰσιν αἱ Ἀχελωΐδες νῆσοι τοῦ Στρυμονίου πελάγους αἱ πάροικοι τῶν Θρῃκίων ἐπαύλων ἤγουν τῆς Θρᾴκης. V.236

874sqq

λίμνης ἔκτοθεν ἤγουν αἱ ἔξωθεν θαλάσ‐ σης. εἶτα παρακατιὼν ἐφερμηνεύων φησίν, ὅτι ἐκείνας λέγω, αἳ κατὰ τὴν χέρσον ἐλαύνουσαι τὸν πύργον καὶ τὴν οἰκοδομήν, ἤγουν ὡς ἐπὶ τὸ πλεῖστον καὶ μάλιστα
5τῇ χέρσῳ πλησιάζουσαι, τούτου τοῦ ἄνακτος ὑπήκουον, ἤγουν τοῦ Δαρείου, αὐχόμεναι ἤτοι αὖχος αὐτὸν καὶ καύχημα ἔχουσαι περὶ τὸν πλατὺν καὶ εὐρὺν πόρον τῆς Ἕλλης· ὡς μέχρι Ὑπερβορέων παρατεινούσης τῆς τῶν Περσῶν ἀρχῆς. OP(Dd.) V.

880

μυχία τε Προποντὶς: ἀπὸ κοινοῦ τὸ οἷαί εἰσιν αἱ περὶ τὸν Ἑλλήσποντον τὴν οἴκησιν ἔχουσαι. ἡ Προ‐ ποντίς τε, ἤτοι τοῦ Εὐξείνου πελάγους, ἡ μυχία καὶ
ἡ ἐν μυχοῖς τοῦ Ἑλλησπόντου κειμένη, καὶ τὸ στόμα238
5τοῦ πόντου, ἤγουν ὁ Βόσπορος. οὗτος γὰρ στόμα πόντου λέγεται. vulgo Dd. V.

882sqq

νῆσοί τε (ἀπὸ κοινοῦ τὸ οἷαί εἰσιν), αἵ‐ τινες περίκλυστοι καὶ ὑπὸ τῆς θαλάσσης περικλυζόμεναι κατὰ τὸν Ἑλλήσποντον (τοῦτον γὰρ πρῶνα ἅλιον λέγει) ὑποτασσόμεναι καὶ προσκαθήμεναι τῇ ἡμετέρᾳ γῇ.
5vulgo Dd. V.

885

οἵα Λέσβος: μεταβέβηκεν εἰς τὸ Αἴγαιον πέ‐ λαγος. ἡ γὰρ Λέσβος ἐν τῷ Αἰγαίῳ πελάγει ἐστίν. ὁμοίως καὶ ἡ Σάμος. vulgo Dd. V.

885bis

[Λέσβος πόλις Αἰολική, μητρόπολις δὲ τῶν Αἰολικῶν πόλεων, περίμετρον ἔχουσα θʹ σταδίων, μετα‐ ποιουμένη τῆς Ὀρφέως κεφαλῆς. ἐκεῖ γάρ φασιν μετὰ θάνατον αὐτὴν λαλοῦσαν προσενεχθῆναι· τοῦτο δὲ
5ἐμυθεύθη διὰ τὸ ἀρίστους ἐκεῖ καὶ μετὰ Ὀρφέα γενέ‐ σθαι ἄνδρας λογίους, ὧν ἦν καὶ Ἀρίων ὁ Μηθυμναῖος καὶ Πιττακὸς καὶ ὁ ποιητὴς Ἀλκαῖος καὶ ἡ Σαπφώ, θαυμαστόν τι, φασί, γυναικὸς σχῆμα· πρὸς ἣν οὐδεμία γυνὴ ἐφάμιλλος εἰς ποίησιν ἦν. ἦν δὲ πεντάπολις ἡ
10Λέσβος ἔχουσα τῶν εʹ τὴν Λέσβον, ἀφ’ ἧς ἡ νῆσος Λέσβος ἐλέγετο, ἐκ τοῦ μέρους λαχοῦσα τὸ ὄνομα, ὥσπερ καὶ νῦν Μιτυλήνη λέγεται ἡ αὐτὴ ἀπὸ πόλεως ὁμωνύμου μιᾶς ἐκείνων τῶν εʹ· τῷ δὲ αὐτῷ λόγῳ καὶ Λυκόφρων (v. 220) αὐτὴν Ἴσσαν ἐκάλεσε· μία γὰρ καὶ240
15ἡ Ἴσσα τῆς αὐτῆς πενταπόλεως. O.]

889

καὶ ἡ Ἄνδρος νῆσος ἡ συνάπτουσα τῇ νήσῳ Τήνῳ ἤγουν ἡ συνημμένη αὐτῇ καὶ ἀγχιγείτων ταύτης τυγχάνουσα. vulgo Dd. V.

891sq

καὶ τὰς ἀγχιάλους μεσάκτους: ἤτοι παρα‐ θαλασσίους τὰς ἄγχι καὶ πλησίον τῆς θαλάσσης κει‐ μένας καὶ πρὸς τὸν αἰγιαλόν. vulgo Dd. V.

897

Σαλαμῖνα: τὴν ἐν Κύπρῳ φησίν, ἧς ἡ μητρό‐ πολις (ἡ ἐν τῇ Ἀττικῇ, δηλαδὴ νῆσος Σαλαμίν) αἰτία ἐστὶ τῶνδε τῶν στεναγμάτων. ἄποικοι γάρ εἰσιν οἱ ἐν Κύπρῳ Σαλαμίνιοι τῶν ἐν τῇ Ἀττικῇ. φασὶ γὰρ ὅτι
5τοῦ Αἴαντος αὐτόχειρος γεγονότος ὁ Τεῦκρος ὁ αὐτοῦ ἀδελφὸς ἐν τῇ Σαλαμῖνι τῇ αὑτοῦ πατρίδι κατελθὼν οὐκ ἐδέχθη τῷ πατρὶ αὐτῶν Τελαμῶνι, ἀλλ’ ἐδιώχθη ἀπὸ τῆς Σαλαμῖνος, ὡς μὴ τὸν ἀδελφὸν αὑτοῦ κωλύ‐ σας σφαγιασθησόμενον ὑφ’ αὑτοῦ. κατελθὼν οὖν ἐν242
10τῇ Κύπρῳ ἀνεδείματο πόλιν καὶ ταύτην ἐκάλεσε Σαλα‐ μῖνα ἐπ’ ὀνόματι τῆς ἐν τῇ Ἀττικῇ. vulgo Dd. V.

900sqq

καὶ τὰς εὐκτεάνους καὶ πλουσίας νήσους τῶν Ἑλλήνων, τὰς πολυάνδρους, τὰς κατὰ κλῆρον τὸν Ἰόνιον, ἤτοι τὰς 〈κατὰ〉 κλῆρον καὶ λάχος εὑρούσας τὸν Ἰόνιον κόλπον, ἐκράτυνε καὶ ὑπὸ τὸ ἴδιον κράτος
5εἶχε. τινὲς δὲ τὸ εὐκτεάνους κατὰ κλῆρον τὸν Ἰόνιον ἀντὶ τοῦ κατὰ τὸν πλοῦτόν φασιν. V.

906sqq

νῦν δὲ πάλιν οὐκ ἀμφιβόλως, ἀλλ’ ἀλη‐ θῶς ταῦτα φέρομεν ἐν τοῖς πολέμοις, δηλαδὴ τὰς ἐπελθούσας ἡμῖν συμφορὰς τὰς ἐκ θεοῦ τραπείσας πρὸς ἡμᾶς· ἢ θεόθρεπτα τὰ ἐκ θεῶν τρεφόμενα καὶ
5αὐξανόμενα πρὸς ἡμᾶς· ἢ ὑπὸ θεῶν ἐνεχθέντα καὶ
θεοῖς δόξαντα. vulgo Dd. V.244

911sq

ὁ Ξέρξης ὑπομιμνησκόμενος τῶν ὅλων Περσῶν ὀλωλότων αἰσχύνῃ καὶ ἐλέῳ πιεζόμενος θρηνεῖ λέγων· φεῦ τῆς στυγερᾶς καὶ μισητῆς ταύτης μοίρας κυρήσας καὶ ἐπιτυχὼν κακοτελευτήτου καὶ εἰς κακὰ
5καταντησάσης. vulgo Dd. V.

917sqq

ὑπομνησθεὶς ὁ Ξέρξης τῶν νέων ἀνδρῶν τῶν οἰχομένων ἐν Ἑλλάδι φησὶ ταῦτα· εἴθε ὤφελεν ὁ Ζεὺς κἀμὲ μετὰ τῶν φθαρέντων ἀνδρῶν κατακαλύψαι τῇ μοίρᾳ τοῦ θανάτου. vulgo Dd. V.

920sqq

ὁ χορὸς ἰδὼν τὸν Ξέρξην ὀδυρόμενόν φησι πρὸς αὐτόν· φεῦ, ὦ βασιλεῦ, τῆς ἀγαθῆς στρα‐ τιᾶς καὶ τῆς μεγάλης τιμῆς τῆς τοῖς Πέρσαις νεμη‐
θείσης καὶ τὰ Περσῶν διοικούσης καὶ διεπούσης καὶ246
5διευθετούσης ἅπαντα, τοῦ κόσμου τε τῶν ἀνδρῶν, ἤτοι τῆς τε παρατάξεως καὶ τῆς στρατηγίας καὶ τῆς κατὰ λόγον κοσμήσεως καὶ εὐταξίας τῶν Περσῶν, οὓς νῦν ὁ δαίμων καὶ ἡ τύχη ἠφάνισεν. ἢ τὸ κόσμου ἀντὶ τοῦ νεότητος· περιφραστικῶς τῶν νέων ἀνδρῶν
10καὶ γενναίων. vulgo Dd. V.

924

γαῖα δ’: ἡ γῆ δὲ αἰάζει καὶ θρηνεῖ τὴν ἥβην καὶ τὴν ἡλικίαν τῶν Περσῶν τὴν ἐγγαίαν καὶ τὴν ἐγχώριον. ἢ οὕτως· ἡ γῆ ἡμῶν τὴν ἔξω τῆς γῆς ἥβην σεσαγμένην ὑπὸ τοῦ Ἅιδου καὶ διὰ τὸν Ξέρξην κτα‐
5μένην αἰάζει. ἢ τὴν ἀποκτανθεῖσαν ἐν τῷ Ξέρξῃ, τῷ σάκτορι καὶ τῷ πληρωτῇ τοῦ Ἅιδου (παρὰ τὸ σάσσω, τὸ ἐπιφορτίζω καὶ γεμίζω). δι’ αὐτὸν γὰρ ἀπέθανον οἱ Πέρσαι καὶ αὐτὸς αἴτιος γέγονε τοῦ θανεῖν αὐτοὺς καὶ ὑπὸ τὸν Ἅιδην γενέσθαι. vulgo Dd. V.

928

φύστις: ἡ πεφυρμένη καὶ ἐπὶ γῆς πεσοῦσα. λέγεται καὶ φύστις ἡ ἔκφυσις, γονή. τοῦτο δὲ διὰ μέσου. Ἀγδαβάται γάρ, ὅ ἐστιν ἔθνος Περσῶν, ἐξ‐
έφθινται καὶ ἐφθάρησαν, πολλοὶ φῶτες, ἄνθος καὶ248
5καλλώπισμα τῆς χώρας, τοξοδάμαντες καὶ τοῖς τόξοις τοὺς ἐναντίους δαμάζοντες, πάνυ φύστις καὶ ἔκφυσις καὶ γονὴ μυριὰς ἀνδρῶν ἤτοι πολὺ γένος τῶν Περσῶν. τὸ δὲ γάρ παρέλκον. vulgo Dd. V.

931sqq

ἡ Ἀσία δὲ χθὼν καὶ γῆ, ὦ βασιλεῦ, ἤτοι οἱ Πέρσαι πάντες ἐπὶ γόνυ κέκλινται, ἀντὶ τοῦ ὑπέκυ‐ ψαν καὶ ἐφθάρησαν. ἢ ἐπὶ γόνυ ἡ Ἀσίας γῆ πέπτωκεν ὀλοφυρομένη οὓς ἀπώλεσε. λέγει δὲ τοὺς πολίτας.
5τινὲς δέ φασιν ἐπὶ γόνυ αἴας ἤτοι κατὰ πρόσωπον τῆς γῆς. vulgo Dd. V.

931

[γράφεται δὲ καὶ γαῖαν καὶ συντάσσεται οὕτω· κέκλιται καὶ ἔκλινον τὸ γόνυ ἐπὶ τὴν γαῖαν. P.]

934sqq

ὅδε ἐγὼν ὁ αἰακτὸς καὶ ὁ θρήνων ἄξιος καὶ ὁ ἄθλιος τῇ γέννᾳ, ἀντὶ τοῦ ἐμαυτῷ καὶ τοῖς συγ‐ γένεσί μου καὶ τῇ πατρῴᾳ γῇ κακὸν γενόμενος. V.

937

πρὸ τοῦ σοῦ φθόγγου πέμψω αὐτὸς ἰαχὴν πολύδακρυν διὰ τὴν κακοφάτιδα βοὴν τῆς σῆς ὑπο‐ στροφῆς. εἶτα ἑρμηνεύων τὸ ἰαχὴν πολύδακρύν φησιν·
ἰὰν καὶ φωνὴν κακὸν μέλος ἔχουσαν θρηνητῆρος250
5Μαριανδυνοῦ ὡς τῶν Μαριανδυνῶν θρηνῳδῶν ὄντων. καὶ αὐλοὶ δέ τινες λέγονται Μαριανδυνοὶ ἐπιτηδειό‐ τητα ἔχοντες πρὸς θρήνους. τινὲς δέ φασιν ὅτι πρὸ τοῦ φθόγγου καὶ τῆς ἀγγελίας τοῦ σοῦ νόστου ἢ πρὸ τῆς θρηνῳδίας τῆς περὶ σοῦ μελλούσης γενέσθαι θρη‐
10νήσω αὐτός. OP(Dd.) V.

940

Καλλίστρατος ἐν δευτέρῳ περὶ Ἡρακλείας Τιτυοῦ παῖδας εἶναί φησι δύο, Πριόλαν καὶ Μαριαν‐ δυνόν, ὃν κυνηγετοῦντα ἀπολέσθαι. καὶ μέχρι τοῦ νῦν Μαριανδυνοὺς ἐν ἀκμῇ θέρους θρηνεῖν αὐτόν.
5τὸν δὲ Μαριανδυνὸν αὐξῆσαι μάλιστα τὴν θρηνητικὴν αὐλῳδίαν καὶ διδάξαι ταύτην Ὕαγνιν τὸν Μαρσύου πατέρα. καὶ αὐλοὶ γάρ εἰσι Μαριανδυνοὶ ἐπιτηδειο‐ τάτως ἔχοντες εἰς τὰς θρηνῳδίας. ὅθεν καὶ τὸ περι‐ φερόμενον ‘αὐλεῖ Μαριανδυνοῖς καλάμοις κρούων
10Ἰαστί‘. vulgo Dd. V.252

946sqq

ἥσω καὶ πέμψω θρῆνον καὶ λίαν πανό‐ δυρτον σεβίζων καὶ σεβάζων τὰ λαοπαθῆ καὶ τὰ τῶν λαῶν πάθη τῆς γέννας καὶ τῆς ἀνατροφῆς, δηλαδὴ τῆς πόλεως, τῆς πενθητῆρος καὶ τῆς ἀξίας πένθους·
5τὰ βάρη καὶ τὰ δυστυχήματα τὰ ἁλίτυπα τὰ τῇ θα‐ λάσσῃ τυφθέντα. λέγει δὲ τὰ σώματα τῶν Περσῶν. vulgo Dd. V.

952sqq

Ἰάνων γὰρ ἀπηύρα: ὁ Ἄρης γὰρ τῶν Ἰώνων ὁ ναύφρακτος ὁ ἑτεραλκὴς ὁ ἑτέροις ἤγουν τοῖς Ἕλλησιν ἀλκὴν καὶ βοήθειαν καὶ νίκην δοὺς
ἀπηύρα καὶ ἀφείλετο τὴν ἰσχὺν τῶν Περσῶν κερσά‐254
5μενος καὶ κατακόψας αὐτοὺς εἰς πλάκα νυχίαν, ἤτοι νύκτα καὶ θάνατον γεγονυῖαν αὐτοῖς, κατὰ τὴν δυσ‐ δαίμονά τε ἀκτήν, ἤγουν τὴν Σαλαμῖνα. vulgo Dd. V.

965sqq

ὀλοοὺς καὶ ὀλεθρίους ἀπέλιπον ἔρροντας καὶ φθειρομένους ἐκ ναὸς Τυρίας καὶ Φοινίσσης ἐπὶ ταῖς τῆς Σαλαμῖνος ἀκταῖς vulgo Dd. V.

967

[ἀντὶ τοῦ φθαρέντας, τὸ ἐνεργητικὸν ἀντὶ 〈τοῦ〉 παθητικοῦ. τοιοῦτόν ἐστι καὶ τὸ ‘ὦ κλεινὰ Σαλαμίς, σὺ μέν που ναίεισ‘ (Soph. Ai. 596) ἀντὶ τοῦ κατοικῇ, καὶ τὸ ‘πόλις ναιετάουσα‘ ἀντὶ τοῦ κατ‐
5οικουμένη. P.]

978sqq

φεῦ ἐμοί, τὰς στυγνὰς καὶ λύπης αἰτίας ἡμῖν γενομένας Ἀθήνας κατιδόντες οἱ Πέρσαι πάντες,
οἱ τλήμονες, ἀπαίρουσι καὶ ὑποχωροῦσι καὶ θνήσκουσιν ἑνὶ πιτύλῳ, ἤγουν τῷ θορύβῳ τῆς μάχης καὶ τῇ κραυγῇ.256
5vulgo Dd. V.

982sqq

ἆρα καὶ τὸν ὀφθαλμὸν τὸν σὸν τὸν κατὰ πάντα πιστὸν, τὸν πεμπαστὴν καὶ ἀριθμητὴν τῶν Περσῶν μυρία μυρία αὐτοῦ ἔλιπες, ἔνθα καὶ οἱ λοι‐ ποί; τινὲς δὲ καὶ τὸν ὀφθαλμὸν τῶν Περσῶν φασι.
5πεμπαστὴν δὲ ὀφθαλμὸν λέγει, διότι ὁ βασιλέως ὀφθαλμὸς ἀριθμεῖ τὰ στρατεύματα (πεμπάζω γὰρ τὸ ἀριθμῶ, κυρίως δὲ τὸ κατὰ πέντε πέντε μετρεῖν μυρία μυρία)· ἤτοι μετρητὴν στρατοπέδου οἱονεὶ μυριάδας ἀριθμοῦντα ὅλας καὶ ἡγεμονείας 〈καὶ〉 κατὰ πεντάδα
10〈ἀνὰ〉 μυρίους ἔχοντας τοὺς ἀρχομένους. οἱ Περσῶν δὲ βασιλεῖς εἶχον δύο τινὰς οἷς ἐπέτρεπον τὴν τῶν κοινῶν ἐπιτήρησιν, οὓς βασιλέως ἐκάλουν ὀφθαλμούς. vulgo Dd. V.

991sqq

ἴυγγά μοι: τοῦτό φησιν ὁ Ξέρξης πρὸς
τὸν χορόν, ὅτι ἴυγγα καὶ φιλίαν καὶ ἡδονὴν τῶν ἀγαθῶν ἑταίρων μοι Περσῶν ὑπομιμνήσκεις λέγων ἐμοὶ πρόκακα ἤτοι τὰ προγεγονότα κακά. ἢ πρόκακα258
5ἀντὶ τοῦ ἁπλῶς κακὰ μηδέν τι τῆς πρό προθέσεως σημαινούσης. τὸ δὲ ἄλαστα στυγνὰ ἀντὶ τοῦ λυπηρὰ καὶ κατηφείας αἴτια κακὰ ἀνεπίληστα καὶ ἀεὶ μνημο‐ νευόμενα. vulgo O(Dd.) VH. Scholia 991—1027 exci‐ derunt ex P.

995sqq

καὶ μὴν ἄλλο γε ποθοῦμεν: καὶ μὴν πο‐ θοῦμεν ἕτερόν τι μαθεῖν τὸν μυριόνταρχον τῶν Μάρ‐ δων ἀνδρῶν. οὗτοι δὲ ἔθνος Περσικόν. vulgo Dd. VH. (De cod. P vide anteced. schol.)

1002

ἔταφον ἔταφον: ἀπέθανον οὐκ ἐπὶ ὀχημάτων ὄντες, ἀλλὰ γυμνοὶ καθεστηκότες. ἄλλως· οὐχὶ ἑπό‐ μενοι ὄπισθεν ἐν σκηναῖς τροχηλάτοις, οἷον ἔθανον, οὐκ εὐσχημόνως δὲ ἐτάφησαν. ἔθος γὰρ ἦν τοῖς Πέρ‐
5σαις σκηνὰς τῶν ἁμαξῶν ἄνωθεν ποιουμένοις ἐπι‐ φέρειν ἐκεῖσε τοὺς νεκροὺς καὶ οὕτως αὐτοὺς προπομ‐
πεύοντες ἔθαπτον. vulgo Dd. VH. (De P v. l. l.)260

1005

οἱ ἄρχοντες. εἰ δὲ ἀκρόται· οἱ ἄκροι. ἐξ οὗ ἔσται ἀπὸ τοῦ ἄκρου. εἰ δὲ ἀγρόται ἀπὸ τοῦ ἄγειν καὶ ἀγείρειν. vulgo Dd. (De P v. l. l.)

1016

δυσπόλεμον δὴ γένος: δυσπόλεμον ἄρα καὶ κακοτυχὲς καὶ ἄθλιον τὸ γένος τῶν Περσῶν, ἀτυχῆσαν ἐν τῷ τῶν Ἀθηναίων πολέμῳ. vulgo Dd. VH. (De P v. l. l.)

1017

πῶς δ’ οὔ; στρατὸν μὲν τοσοῦτον: πῶς δὲ οὐχὶ πέπληγμαι καὶ κόπτομαι καὶ θρηνῶν τοσοῦτον
στρατὸν ὀλέσας; vulgo Dd. VH. (De P v. l. l.)262

1019

εἰ μὲν εἰς τὸ τί δὲ στίξεις, συντακτέον οὕτως· τί δέ; οὐκ ὄλωλε τὰ μεγάλα τῶν Περσῶν; εἰ δὲ καὶ εἰς τὸ οὐκ ὄλωλε, λείπει τὰ κακά, ἵνα ᾖ· τί δ’ οὐκ ὄλωλεν ὁ στρατός; μεγάλα τὰ τῶν Περσῶν κακά·
5ἢ οὕτως· τί δ’ οὐκ ὄλωλεν; στικτέον ἐν τῷ τί δέ; εἶτα οὐχὶ τὰ μεγάλα τῶν Περσῶν ὄλωλεν; vulgo Dd. VH. (De P v. l. l.)

1020

ὁρᾷς τὸ λοιπὸν τόδε τῆς ἐμῆς στολῆς, ἤγουν θεωρεῖς τὸ ἐπίλοιπον λείψανον τοῦ ἐμοῦ στόλου ἤγουν τῆς ἐμῆς στρατιᾶς. τινὲς δέ φασιν, ὅτι θεωρεῖς τόδε τῆς ἐμῆς στολῆς ἤτοι τὴν φαρέτραν τὴν ἀπολειφθεῖσαν
5ἀπὸ τῶν ἐμῶν ὅπλων. vulgo Dd. VH. (De P v. l. l.)

1025

βαιά γ’ ὡς ἀπὸ πολλῶν: ἤτοι τὰ ἔσωθεν ἐγκεκρυμμένα ὀλίγα εἰσὶν ὡς ἀπὸ πολλῆς πανοπλίας. καὶ εἶθ’ οὕτως ἐπιφέρει ὁ Ξέρξης ὀδυρόμενος καὶ λέγων ὡς ἀπὸ πολλῶν ἐσπανίσμεθα βοηθῶν. vulgo Dd.
5VH. (De P v. l. l.)264

1027

Ἰαόνων λαὸς: ὁ χορὸς ἐρωτηματικῶς φησι πρὸς τὸν Ξέρξην· ὁ λαὸς τῶν Ἰαόνων καὶ τῶν Ἀθη‐ ναίων οὐ φυγαίχμας ἐστίν; ἤτοι οὐ φεύγων τὴν αἰχμήν; τουτέστι πτοούμενος τὸν πόλεμον. ὁ δὲ Ξέρ‐
5ξης φησὶ πρὸς τὸν χορόν· ἀγανόρειός ἐστιν ὁ λαὸς τῶν Ἰαόνων, ἤγουν θαυμαστὸς εἰς τὸ ὁρᾶσθαι καὶ ἐπιτήδειος εἰς ἀνδρείαν. κατεῖδον δὲ βλάβην ἀνέλ‐ πιστον. vulgo Dd. VH. (De P v. l. l.)

1030sq

τραπέντα ναύφρακτον: τοῦ Ξέρξου εἰπόν‐ τος ὅτι κατεῖδον πῆμα ἄελπτόν φησι πρὸς αὐτὸν ὁ χορός· τὸν ναυτικὸν ἡμῶν λαὸν τὸν ἡττηθέντα παρὰ τῶν Ἰαόνων λέγεις παθεῖν πῆμα ἄελπτον; ὁ δέ φησι
5πρὸς αὐτόν, ὅτι τοσοῦτον ἔδοξέ μοι τοῦτο χαλεπόν, ὥστε καὶ τὸν ἱματισμόν μου διέρρηξα ἐπὶ τῇ συμφορᾷ
τούτου τοῦ κακοῦ. τοῦτο δὲ καὶ ὁ ἄγγελος προεῖπε.266

1042

ἤτοι δίδου δόσιν κακὴν ἤγουν δάκρυα τοῖς κακοῖς τῶν ἐμῶν κακῶν ἤτοι τῶν συμφορῶν καὶ τῶν δυστυχιῶν τῶν ἐμῶν. vulgo Dd.

1043

ἴυζε μέλος ὁμοῦ τιθεὶς: μέλος ὁμοῦ συντιθεὶς ἤτοι συνηρμοσμένον καὶ ἁρμόζον τῇ ἐμῇ συμφορᾷ ἴυζε καὶ θρήνει.

1049

ἤτοι ἐναντία τῇ ἐμῇ βοῇ, τουτέστι φώνει μοι φωνὰς ἀντηχούσας ταῖς ἐμαῖς φωναῖς. vulgo Dd.

1055

[τὸ Μύσιον μέλος, τουτέστι τὸ θρηνητικόν. οἱ
γὰρ Μυσοὶ καὶ οἱ Φρύγες μάλιστά εἰσι θρηνητικοί. P.]268

1057

καί μοι γενείου: ληπτέον ἔξωθεν τὸ κόπτε ἢ τίλλε· ἤγουν τίλλε καὶ τὴν λευκήρη καὶ γηραιὰν καὶ πεπολιωμένην τρίχα τοῦ σοῦ γενείου δι’ ἐμὴν χάριν. ἄλλως· πέρθε. οἱ δὲ γράφοντες ὕπερθε ἀμαθεῖς τοῦ
5μέτρου.

1058

ὁ χορὸς εἰπόντος τοῦ Ξέρξου· τίλλε καὶ τὴν σὴν γενειάδα φησίν· ἀπρὶξ καὶ διόλου μάλα γόεδνα καὶ λίαν λυπηρῶς καὶ γοερῶς τίλλω καὶ κόπτω τὰς τρίχας τοῦ γενείου μου.

1058bis

ἄπριγδα: τοῦτο ἐπιφώνημα καὶ ἐπίφθεγμα ἐπὶ τῶν μετὰ σφοδρότητος τιλλόντων τὰς τρίχας· ἀντὶ τοῦ ἐπιτεταμένως καὶ ἀπρὶξ καὶ οἷον ἐμμανῶς τίλλε τὰς τρίχας. vulgo Dd. V.

1058ter

μάλα γόεδνα: ἤτοι ἕδνα καὶ δῶρα τοῖς γόοις καὶ τοῖς θρήνοις διδόμενα. σύνηθες γὰρ τοῖς θρη‐
νοῦσι τίλλειν τὰς ἑαυτῶν τρίχας. vulgo Dd. V.270

1061

[ἤτοι τὸν σὸν κόλπον διαρρήγνυε ἐν τῇ ἀκμῇ καὶ τῇ δυνάμει τῆς χειρός. τὸ δὲ ἐρείκω τὸ σχίζω παρῆκται ἀπὸ τοῦ ἐρείκη, ὅπερ ἐστὶ φυτὸν εὔσχιστον. P.]

1063

ἀπὸ τοῦ ψάλλειν τοῦ σημαίνοντος τὸ κόπτειν 〈καὶ τίλλειν〉 λέγεται καὶ χοιροψάλας Διόνυσος ὁ τίλ‐ λων τὰ μόρια τῶν γυναικῶν. vulgo Dd. V.

1073

ἤτοι 〈οἱ〉 Πέρσαι τρυφηλοὶ καὶ ἁβρῶς καὶ τεθρυμμένως βαίνοντες ὀδύρεσθε. vulgo Dd.

1074

δύσβατόν φησι τὴν Περσίδα οὐχ ὡς σκληρὰν καὶ δύσκολον εἰς ἔμβασιν, ἀλλ’ ὡς ἐπὶ κακῷ καὶ δυσ‐
τυχίᾳ βαινομένην τῷ Ξέρξῃ. vulgo Dd.272

1076

φεῦ, ὦ ὀλόμενοι ἐν ταῖς ἀπὸ Βάρεως ναυσὶ
ταῖς τρισκάλμοις. vulgo Dd. V.274