TLG 5010 019 :: SCHOLIA IN AESCHYLUM :: Scholia de metris Aeschyli (scholia recentiora Demetrii Triclinii)

SCHOLIA IN AESCHYLUM Schol.
(Varia)

Scholia de metris Aeschyli (scholia recentiora Demetrii Triclinii)

Source: Dindorf, W. (ed.), Aeschyli tragoediae superstites et deperditarum fragmenta, vol. 3 [Scholia Graeca ex codicibus aucta et emendata]. Oxford: Oxford University Press, 1851 (repr. Hildesheim: Olms, 1962): 513–531.

  • Scholia in Septem contra Thebas: pp. 513–517
  • Scholia in Persas: pp. 518–521
  • Scholia in Agamemnonem: pp. 522–528
  • Scholia in Eumenides: pp. 529–531

Citation: Play — verse of play — (line)

Th

t

ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ.

Th

1

Κάδμου πολῖται] ἡ εἴσθεσις τοῦ παρόντος δράματος ἐκ μονο‐ στροφικῆς ἐστι περιόδου. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι οζʹ, ὧν τελευταῖος
πόλις γὰρ εἶ πράσσουσα δαίμονας τίει.

Th

78

θρέομαι φοβερὰ] ὁ παρὼν χορὸς συνέστηκεν ἐκ κώλων ριδʹ, ὧν τὰ μέν ἐστι χοριαμβικὰ, τὰ δὲ, εἰ βούλει, καὶ ἀντισπαστικὰ πενθημιμερῆ καὶ ἑφθημιμερῆ καὶ ἡμιόλια καὶ δίμετρα ἀκατάληκτα καὶ τρίμετρα βραχυκατάληκτα, ὧν τελευταῖον “μνήστορες ἐστέ μοι.”
5οὕτω δὲ χρὴ μετρηθῆναι μᾶλλον, ἵν’ εἴη κατάλληλα τὰ κῶλα, ὡς καὶ τὰ τῶν ἄλλων χορῶν.

Th

181

ὑμᾶς ἐρωτῶ] εἴσθεσις διπλῆς, ἧς προτίθεται ἡ μονοστρο‐ φικὴ αὕτη περίοδος, στίχων οὖσα ἰαμβικῶν τριμέτρων ἀκατα‐ λήκτων καʹ.

Th

203

ὦ φίλον] ὅμοια χρὴ εἶναι τοῖς ἑξῆς τρίμετρα βραχυκατά‐ ληκτα.

Th

208

τί οὖν] ἰαμβικοὶ τρίμετροι στίχοι γʹ.

Th

211

ἀλλ’ ἐπὶ δαιμόνων] ἀντισπαστικὰ κῶλα εʹ. ἔοικε δὲ ἀντι‐ στροφὴ εἶναι τῆς ἄνω στροφῆς.

Th

219

μήποτ’ ἐμὸν] ἑτέρα στροφή. τὰ δὲ κῶλα ἀντισπαστικὰ ὅμοια τοῖς ἄνω γʹ. τὸ δὲ τέταρτον ἡμιόλιον.

Th

223

μή μοι] ἰαμβικοὶ στίχοι τρεῖς.

Th

226

ἔστι θεοῖς] ἑτέρα ἀντιστροφή. τὰ δὲ κῶλα ἀντισπαστικὰ ὅμοια τοῖς τῆς στροφῆς τριμέτροις βραχυκαταλήκτοις γʹ, τὸ δὲ δʹ
ἡμιόλιον.513

Th

230

ἀνδρῶν τάδ’ ἔστι] ἰαμβικοὶ στίχοι τρεῖς.

Th

233

διὰ θεῶν] ἑτέρα στροφή. τὰ δὲ κῶλα ἀντισπαστικὰ τρί‐ μετρα ὅμοια τοῖς ἄνω βʹ. τὸ δὲ γʹ ἡμιόλιον.

Th

236

οὔτοι φθονῶ] ἰαμβικοὶ στίχοι τρεῖς.

Th

239

ποταίνιον κλύουσα] ἑτέρα ἀντιστροφή. τὰ δὲ κῶλα ἀντι‐ σπαστικὰ τρίμετρα ὅμοια τοῖς ἄνω βʹ. τὸ δὲ γʹ ἡμιόλιον.

Th

242

μὴ νῦν] οἱ ἑξῆς στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι μεʹ.

Th

287

μέλει] οὗτος ὁ χορὸς συνίσταται ἐκ κώλων χοριαμβικῶν πδʹ, ὧν τὰ μέν ἐστι τρίμετρα βραχυκατάληκτα καὶ καταληκτικὰ, τὰ δὲ δίμετρα ἀκατάληκτα καὶ καταληκτικὰ, ἤτοι ἑφθημιμερῆ, τὰ δὲ ἡμιόλια. εἰσὶ δὲ ἀναπαιστικά τινα δίμετρα ἀκατάληκτα, ὧν τε‐
5λευταῖον “ἀλγέων ἐπίρροθον.” ἐν ἐκθέσει δὲ στίχοι ἰαμβικοὶ τρί‐ μετροι ἀκατάληκτοι ἕξ.

Th

417

τὸν ἀμόν νυν ἀντίπαλον] ἀντισπαστικὰ κῶλα εʹ. τὰ δʹ τρί‐ μετρα βραχυκατάληκτα, τὸ δὲ εʹ ἡμιόλιον. ἔχουσι δὲ καὶ ταῦτα καὶ τὰ ἑξῆς πάντα τοὺς πλείους τῶν ποδῶν καὶ πεντασυλλάβους καὶ ἑξασυλλάβους. διαλύονται γὰρ καὶ τῶν τετρασυλλάβων ποδῶν αἱ
5μακραὶ συλλαβαὶ εἰς δύο βραχείας. ἔοικε δὲ στροφῇ· ἔχει γὰρ καὶ ἀντιστροφὴν τὰ κῶλα τὰ ἑξῆς τοῦ χοροῦ. ἴσθι δὲ ὅτι οἱ χορίαμβοι οὐκ ἐν τάξει αὐτῶν κεῖνται, ἀλλὰ προστιθεμένης καὶ ἑτέρας συλλα‐ βῆς γίνονται πεντασύλλαβοι καὶ ἀποτελοῦσιν ἐπιτρίτους. ὁμοίως καὶ οἱ λοιποί.

Th

422

τούτῳ μὲν οὕτως] διπλῆ ἑτέρα περίοδος. οἱ δὲ στίχοι ἰαμ‐ βικοὶ τρίμετροι ἀκατάληκτοι λʹ.

Th

452

ὄλοιθ’ ὃς πόλει] ἀντισπαστικὰ κῶλα εʹ ἰσόμετρα τοῖς πρὸ αὐτῶν. ἔοικε δὲ εἶναι ταῦτα ἀντιστροφὴ τῆς προτέρας στροφῆς.

Th

481

ἐπεύχομαι δὴ τάδε] ἀντισπαστικὰ κῶλα εʹ. τὰ δʹ τρίμετρα βραχυκατάληκτα, ὅμοια τοῖς πρώτοις. τὸ δὲ εʹ ἡμιόλιον. ἔοικε δὲ εἶναι ἑτέρα στροφή.

Th

486

τέταρτος ἄλλος] διπλῆ ἑτέρα περίοδος. οἱ δὲ στίχοι ἰαμ‐ βικοὶ τρίμετροι λεʹ.

Th

521

πέποιθα τὸν Διὸς] ἀντισπαστικὰ κῶλα εʹ ἰσόμετρα τοῖς πρὸ αὐτῶν. ἔοικε δὲ εἶναι ταῦτα ἀντιστροφή.

Th

563

ἱκνεῖται λόγος] ἀντισπαστικὰ κῶλα εʹ. τὰ μὲν δʹ τρίμετρα. βραχυκατάληκτα, τὸ δὲ εʹ ἡμιόλιον. ἔοικε δὲ καὶ ταῦτα ἑτέρα εἶναι στροφή· ἔχει γὰρ καὶ ἀντιστροφὴν τὰ κῶλα τοῦ ἑξῆς χοροῦ. ἔχει δὲ καὶ ταῦτα πεντασυλλάβους καὶ ἑξασυλλάβους πόδας.514

Th

626

κλύοντες θεοὶ] ἀντισπαστικὰ κῶλα εʹ ἰσόμετρα τοῖς πρὸ αὐτῶν. ἔοικε δὲ εἶναι ταῦτα ἀντιστροφή.

Th

686

τί μέμηνας τέκνον] ἀντισπαστικὰ κῶλα γʹ. τὰ δύο τρίμετρα βραχυκατάληκτα ὅμοια τοῖς πρὸ αὐτῶν, τὸ δὲ τρίτον ἡμιόλιον. ἔοικε δὲ στροφῇ. ἰσόμετρα δέ εἰσι τοῖς προρρηθεῖσι, εἰ καὶ πλείω συλλα‐ βὰς ἔχει.

Th

692

ὠμοδακὴς] ἀντισπαστικὰ κῶλα δʹ ἰσόμετρα τοῖς ἄνω τοῦ χοροῦ κώλοις.

Th

705

νῦν ὅτε σοι] ἀντισπαστικὰ κῶλα δʹ ἰσόμετρα τοῖς ἄνω τοῦ χοροῦ κώλοις.

Th

720

πέφρικα] οὗτος ὁ χορὸς συνέστηκεν ἐκ κώλων οβʹ. ὧν τὰ πρῶτα ιδʹ ἀναπαιστικὰ, τὰ μὲν δίμετρα βραχυκατάληκτα, τὰ δὲ ἀκατάληκτα, ἤτοι ἑφθημιμερῆ· τὰ δὲ ἑξῆς πάντα χοριαμβικὰ καὶ ἀντισπαστικὰ δίμετρα ἀκατάληκτα καὶ καταληκτικὰ καὶ ἡμιόλια
5καὶ τρίμετρα βραχυκατάληκτα.

Th

792

θαρσεῖτε παῖδες] εἴσθεσις μερικῆς διπλῆς. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετρα ἀκατάληκτοι λʹ.

Th

822

ὦ μεγάλε Ζεῦ] ὁ χορὸς οὗτος συνίσταται ἐκ κώλων καὶ στίχων μεʹ, ὧν τὰ πρῶτα δέκα ἀναπαιστικὰ, τὰ μὲν πρῶτα δύο δίμετρα ἀκατάληκτα, τὸ δὲ γʹ μονόμετρον. τὰ ἑξῆς πέντε δίμετρα ἀκατάληκτα· τὸ θʹ μονόμετρον· τὸ δὲ ιʹ δίμετρον καταληκτικὸν, ἤτοι
5ἑφθημιμερὲς, ὃ καλεῖται παροιμιακόν. εἶτα μεταβὰς εἰς ἑτέραν ὑπόθεσιν καὶ τὸ μέτρον ἐνήλλαξεν. εἰσὶν οὖν τὰ ἑξῆς δύο κῶλα τρο‐ χαϊκὰ, τὸ πρῶτον δίμετρον ἀκατάληκτον, τὸ δὲ δεύτερον ἑφθημι‐ μερές. ὁ ιγʹ ἰαμβικὸς στίχος τρίμετρος ἀκατάληκτος. τὰ ἑξῆς βʹ κῶλα τροχαϊκὰ ἑφθημιμερῆ. τὰ ἑξῆς δύο κῶλα ἰαμβικὰ δίμετρα
10ἀκατάληκτα. τὰ ἑξῆς γʹ τροχαϊκὰ, τὸ βʹ δίμετρον ἀκατάληκτον, τὰ δὲ βʹ ἑφθημιμερῆ. ὁ καʹ ἰαμβικὸς στίχος τρίμετρος ἀκατά‐ ληκτος. τὰ ἑξῆς δʹ ἰαμβικὰ δίμετρα ἀκατάληκτα, τὸ δὲ εʹ, τροχαϊκὸν ἑφθημιμερές. ὁ κζʹ ἰαμβικὸς στίχος τρίμετρος ἀκατάληκτος. τὰ ἑξῆς δʹ κῶλα ἰαμβικὰ δίμετρα ἀκατάληκτα, τὸ δὲ εʹ τροχαϊκὸν
15ἑφθημιμερές. εἶτα μεταβὰς εἰς ἑτέραν ὑπόθεσιν καὶ τὸ μέτρον
ἐνήλλαξεν. εἰσὶν οὖν στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι εʹ. ἐν ἐκθέσει δὲ κῶλον ἀναπαιστικὸν ἑφθημιμερὲς, ὅμοιον τοῖς ἑξῆς. ἔθος γάρ ἐστι τοῖς ποιηταῖς ἐν ταῖς ἐκθέσεσι τῶν μελῶν τοιαῦτα κῶλα τιθέναι ὅμοια τοῖς ἑξῆς. εἶτα μεταβὰς εἰς ἑτέραν ὑπόθεσιν καὶ τὸ515
20μέτρον ἐνήλλαξεν αὖθις. καί εἰσι κῶλα ἀναπαιστικὰ θʹ, ὧν τὰ μὲν ἑπτὰ δίμετρα ἀκατάληκτα, τὸ ἢ μονόμετρον, ὃ καὶ παρατελευταῖον ὀνομάζεται· ἔθος γάρ ἐστιν ἐν ταῖς ἐκθέσεσι τῶν μελῶν ὡς ἐπὶ τὸ πλεῖστον τὸ παρατελευταῖον κῶλον μονόμετρον τιθέναι· τὸ δὲ θʹ κῶλόν ἐστιν ἑφθημιμερὲς, ὃ καλεῖται παροιμιακόν. σύνηθες γὰρ τὸ
25ἑφθημιμερὲς ἐν τῷ τέλει κεῖσθαι τοῦ μέλους.

Th

870

ἰὼ ἰὼ δυσαδελφόταται] τὸ πρῶτον ἰαμβικὸν μονόμετρον, τὰ δὲ δʹ ἀναπαιστικά.

Th

874

ἰὼ ἰὼ δύσφρονες] τροχαϊκὰ τὰ γʹ. τὸ δὲ βʹ ἰαμβικὸν τρί‐ μετρον.

Th

889

τετυμμένοι δῆθ’] ἀντισπαστικὰ ἡμιόλια βʹ καὶ ἓν μονό‐ μετρον.

Th

897

ἀναυδάτῳ μένει] ὅμοια ἡμιόλια γʹ.

Th

900

διήκει δὲ καὶ πόλιν] ὅμοια ἑφθημιμερῆ δʹ καὶ ἡμιόλια βʹ καὶ πενθημιμερὲς ἕν.

Th

915

δόμων μάλ’ ἀχὼ] ὅμοια δίμετρα ἀκατάληκτα ἕξ. τὸ δὲ ζʹ ἑφθημιμερές.

Th

923

πάρεστι δ’ εἰπεῖν] ὅμοια ἑφθημιμερῆ εʹ.

Th

934

ὁμόσποροι δῆτα] ἀντισπαστικοὶ θʹ ἡμιόλιοι.

Th

941

πικρὸς λυτὴρ] ὅμοια ϛʹ καταληκτικά. τὰ δὲ εʹ ἑφθημιμερῆ.

Th

947

ἔχουσι μοῖραν] ὅμοια δʹ. τὸ πρῶτον τρίμετρον καταλη‐ κτικὸν, τὸ δὲ γʹ ἑφθημιμερές.

Th

951

ἰὼ πολλοῖς] ὅμοια δέκα, τὰ μὲν δίμετρα ἀκατάληκτα, τὰ δὲ ἑφθημιμερῆ, τὰ δὲ πενθημιμερῆ, τὰ δὲ ἡμιόλια.

Th

961

παισθεὶς ἔπαισας] τὰ ἑξῆς ταῦτα ἰαμβικὰ εʹ· τὸ αʹ τρί‐ μετρον, τὰ δὲ γʹ δίμετρα· τὰ γὰρ βʹ πρόσωπα ἓν ποιοῦσι κῶλον· τὸ δὲ πέμπτον ἑφθημιμερές.

Th

966

ἠὲ ἠέ] μονόμετρον.

Th

967

ἐντὸς δὲ καρδία στένει] ἰαμβικοὶ τρεῖς δίμετροι.

Th

970

πρὸς φίλου γʹ ἔφθισο] τροχαϊκοὶ βʹ ἰθυφαλλικοί.

Th

971

διπλᾶ λέγειν] ἰαμβικὰ δίμετρα γʹ.

Th

975

Μοῖρα βαρυδότειρα] τροχαϊκὰ βʹ.

Th

978

ἠὲ ἠὲ δυσθέατα] τροχαϊκὰ γʹ.516

Th

980

οὐδ’ ἵκεθ’ ὡς κατέκτανε] ἰαμβικὰ ζʹ.

Th

986

Μοῖρα βαρυδότειρα] ὅμοια τοῖς ἄνω.

Th

990

σὺ τοίνυν οἶσθα] ἰαμβικὰ θʹ.

Th

997

ἰὼ ἰὼ, καὶ πρόσω γ’ ἐμοὶ] κῶλα ιβʹ. τὰ πρῶτα ἰαμβικὴ βάσις, τὰ δὲ βʹ τροχαϊκὰ ἑφθημιμερῆ.

Th

1005

δοκοῦντα καὶ δόξαντ’] εἴσθεσις διπλῆς μονοστροφικῆς καὶ συνεχοῦς. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι μθʹ.

Th

1053

φεῦ φεῦ, ὦ μεγάλαυχοι] διπλῆ ἐν ἐκθέσει τοῦ δράματος ἀμοιβαίας τὰς περιόδους ἔχουσα. τὰ δὲ κῶλά εἰσιν ἀναπαιστικὰ δίμετρα ἀκατάληκτα καὶ καταληκτικὰ, ἤτοι ἑφθημιμερῆ δʹ, μονό‐ μετρα κϛʹ, ὧν τὸ κεʹ μονόμετρον, παρατελευταῖον ὀνομαζόμενον, τὸ δὲ
5κϛʹ τὸ “κατακλυσθῆναι τὰ μάλιστα,” ἑφθημιμερές. καὶ ἑξῆς ἡ
κορωνὶς ἡ τὸ δρᾶμα ἀποπερατοῦσα.517

Pers

t

ΠΕΡΣΑΙ.

Pers

1

Τάδε μὲν Περσῶν] ἡ εἴσθεσις τοῦ παρόντος δράματος ἐκ μονο‐ στροφικῆς ἐστι περιόδου. τὰ δὲ κῶλά εἰσιν ἀναπαιστικὰ δίμετρα ἀκατάληκτα καὶ καταληκτικὰ, ἤτοι ἑφθημιμερῆ, καὶ μονόμετρα ξεʹ. εἶτα εἰς ἑτέραν ὑπόθεσιν μεταβὰς τὸ μέτρον τοῦτο ἐνήλλαξε. καί
5εἰσι τὰ ἑξῆς κῶλα ἀναπαιστικὰ δίμετρα βραχυκατάληκτα καὶ κατα‐ ληκτικὰ καὶ ἀκατάληκτα καὶ μονόμετρα μζʹ, ὧν τὸ τελευταῖον τροχαϊκὸν ἰθυφαλλικὸν διὰ τὰ ἑξῆς. εἶτα εἰς ἑτέραν ὑπόθεσιν μετα‐ βὰς καὶ ἑτέρῳ μέτρῳ ἐχρήσατο. καί εἰσι τὰ ἑξῆς κῶλα τροχαϊκὰ δίμετρα καταληκτικὰ ἤτοι ἑφθημιμερῆ καὶ πενθημιμερῆ καὶ βραχυ‐
10κατάληκτοι, ἤτοι ἰθυφαλλικὰ, καὶ ἀκατάληκτα κϛʹ, ὧν τὸ παρατε‐ λευταῖον ἀναπαιστικὸν διὰ τὰ ἑξῆς πενθημιμερῆ, τὸ δὲ τελευταῖον ἰθυφαλλικόν. μετὰ δὲ τὸ βʹ κῶλον καὶ τὸ ηʹ μόριόν τι κώλου τὸ ὀά τίθεται. εἶτα μεταβὰς εἰς ἑτέραν ὑπόθεσιν τὸ πρῶτον αὖθις ἔλαβε μέτρον. καί εἰσι τὰ ἑξῆς κῶλα ἀναπαιστικὰ δίμετρα ἀκατάληκτα
15καὶ καταληκτικὰ καὶ μονόμετρα ιεʹ. ἐν ἐκθέσει δὲ στίχοι τροχαϊκοὶ τετράμετροι καταληκτικοὶ δʹ, ὅμοιοι τοῖς ἑξῆς.

Pers

159

ταῦτα δὴ λιποῦς’ ἱκάνω] ἡ εἴσθεσις μονοστροφικῆς περιόδου, εἰ δὲ βούλει, διπλῆς μερικῆς. οἱ δὲ στίχοι εἰσὶ τροχαϊκοὶ τετρά‐ μετροι καταληκτικοὶ ιζʹ.

Pers

176

πολλοῖς μὲν αἰεὶ] ἡ εἴσθεσις μονοστροφικῆς περιόδου. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι λθʹ, ὧν τελευταῖος
σωθεὶς δ’ ὁμοίως τῆσδε κοιρανεῖ χθονός.

Pers

215

οὔ σε βουλόμεσθα] ἡ εἴσθεσις διπλῆς μερικῆς. οἱ δὲ στίχοι εἰσὶ τροχαϊκοὶ τετράμετροι καταληκτικοὶ λδʹ, ὧν τελευταῖος
καὶ φέρει σαφές τι πρᾶγος ἐσθλὸν ἢ κακὸν κλύειν.

Pers

249

ὦ γῆς ἁπάσης] εἴσθεσις ἑτέρα διπλῆς μερικῆς στίχων καὶ κώλων μαʹ. εἰσὶ δὲ οἱ μὲν στίχοι τοῦ ὑποκριτοῦ ἰαμβικοὶ τρίμετροι
ἀκατάληκτοι, τὰ δὲ κῶλα τοῦ χοροῦ ἀντισπαστικά.518

Pers

256

ἄνια] ἀντισπαστικὰ κῶλα τὰ μὲν γʹ ἡμιόλια, τὸ δὲ δʹ πεν‐ θημιμερές. ἔοικε δὲ στροφῇ.

Pers

286

στυγναὶ δ’ Ἀθῆναι] ἀντισπαστικὰ κῶλα δʹ, ὅμοια τοῖς πρὸ αὐτῶν. ἔοικε δὲ ἀντιστροφῇ.

Pers

290

σιγῶ πάλαι δύστηνος] εἴσθεσις διπλῆς καθόλου ἐν μονοστρο‐ φικαῖς περιόδοις. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι σμβʹ, ὧν τελευταῖος
μὴ καί τι πρὸς κακοῖσι πρόσθηται κακόν.

Pers

532

ἀλλ’, ὦ Ζεῦ βασιλεῦ νῦν Περσῶν] ὁ παρὼν χορὸς συνέστηκεν ἐκ κώλων ξϛʹ, ὧν τὰ μὲν ιϛʹ εἰσὶν ἀναπαιστικὰ, τὸ γʹ καὶ τὸ ηʹ μονό‐ μετρα, τὰ λοιπὰ δίμετρα ἀκατάληκτα· τὸ δὲ ιϛʹ ἑφθημιμερές. εἶτα εἰς ἑτέραν μεταβὰς ὑπόθεσιν καὶ τὸ μέτρον ἐνήλλαξε, καί εἰσι
5τὰ ἑξῆς κῶλα χοριαμβικὰ λϛʹ, ὧν τὰ μέν εἰσι δίμετρα ἀκατάληκτα, τὰ δὲ καταληκτικὰ, ἤτοι ἑφθημιμερῆ, τὰ δὲ ἡμιόλια, τὰ δὲ τρίμετρα βραχυκατάληκτα. εἶτα πάλιν ἐνήλλαξε τὸ μέτρον, καί εἰσι τὰ ἑξῆς κῶλα χοριαμβικὰ ιδʹ, ἃ καλεῖται προσοδιακὰ, διὰ τὸ ἐκ χοριάμβου καὶ Ἰωνίου ἀπ’ ἐλάσσονος συγκεῖσθαι. εἰσὶ δὲ τὰ μὲν πρῶτα δʹ δί‐
10μετρα ἀκατάληκτα, τὰ δὲ ἑξῆς γʹ δίμετρα καταληκτικὰ, ἤτοι ἑφθη‐ μιμερῆ. τὰ τούτων ἑξῆς δʹ δίμετρα ἀκατάληκτα ὅμοια τοῖς πρώτοις τὰ δὲ ἑξῆς γʹ ἑφθημιμερῆ πάλιν, ὧν τελευταῖον “νᾶσος ἔχει τὰ Περσῶν.”

Pers

598

φίλοι, κακῶν μὲν] ἡ μονοστροφικὴ αὕτη περίοδος στίχων ἐστὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων κεʹ, ὧν τελευταῖος
τιμὰς προπέμψω τάσδε νερτέροις θεοῖς.

Pers

623

βασίλεια γύναι] ὁ παρὼν χορὸς συνέστηκεν ἐκ κώλων νηʹ, ὧν τὰ πρῶτα ιʹ εἰσὶν ἀναπαιστικὰ, τὸ μὲν δʹ μονόμετρον, τὸ δὲ εʹ καὶ ιʹ ἑφθημιμερῆ, τὰ δὲ λοιπὰ δίμετρα ἀκατάληκτα. ἑξῆς δὲ τούτων μεταβὰς εἰς ἑτέραν ὑπόθεσιν ἐνήλλαξε καὶ τὸ μέτρον. καί εἰσι κῶλα
5ἀναπαιστικὰ δίμετρα βραχυκατάληκτα καὶ καταληκτικὰ, ἤτοι ἑφθη‐ μιμερῆ καὶ πενθημιμερῆ καὶ μονοστροφικὰ μή, ὧν τελευταῖον
νᾶες ἄναες ἄναες.

Pers

681

ὦ πιστὰ πιστῶν] εἴσθεσις διπλῆς καθόλου, ἧς προτίθενται στίχοι ἰαμβικοὶ ιγʹ. ἑξῆς δὲ τούτων κῶλα τοῦ χοροῦ ἀναπαιστικὰ γʹ, ὧν τὰ βʹ δίμετρα βραχυκατάληκτα, τὸ δὲ γʹ δίμετρον κατα‐ ληκτικὸν, ἤτοι ἑφθημιμερὲς, ὃ καλεῖται παροιμιακόν. ἑξῆς τούτων
5στίχοι τροχαϊκοὶ τετράμετροι καταληκτικοὶ γʹ. ἑξῆς τούτων κῶλα ὅμοια τοῖς ἄνω ἀναπαιστικὰ γʹ. ἑξῆς δὲ ἔτι τούτων ἡ τελεία διπλῆ. οἱ δὲ στίχοι εἰσὶ τροχαϊκοὶ τετράμετροι καταληκτικοὶ νϛʹ, ὧν τελευ‐ ταῖος
τήνδ’ ἐβούλευσεν κέλευθον καὶ στράτευμ’ ἐφ’ Ἑλλάδα.
519

Pers

759

τοιγάρ σφιν ἔργον] διπλῆ ἑτέρα ἐχομένη τῆς προτέρας διπλῆς. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ἐνενή‐ κοντα τρεῖς, ὧν τελευταῖος
οὐ γὰρ τὰ φίλτατ’ ἐν κακοῖς προδώσομεν.

Pers

852

ὦ πόποι] ὁ παρὼν χορὸς συνίσταται ἐκ κώλων νζʹ, ὧν τὰ μέν εἰσιν ἀναπαιστικὰ μονόμετρα ἀκατάληκτα, τὰ δὲ πενθημιμερῆ, τὰ δὲ ἑφθημιμερῆ, ἤτοι δίμετρα καταληκτικὰ, ἃ καλεῖται παροιμιακά. τὰ δέ εἰσιν ἰαμβικὰ δίμετρα ἀκατάληκτα, τὰ δὲ τροχαϊκὰ ἑφθημιμερῆ
5καὶ ἰθυφαλλικὰ, ὧν τελευταῖον
πλαγαῖσι ποντίαισιν, ὅπερ ἰαμβικόν ἐστιν ἑφθημιμερές.

Pers

908

ἰὼ, δύστηνος ἐγὼ] εἴσθεσις διπλῆς ἐν ἐκθέσει τοῦ δράματος. τὰ δὲ κῶλα τὰ μέν εἰσιν ἀναπαιστικὰ δίμετρα ἀκατάληκτα καὶ καταληκτικὰ, ἤτοι ἑφθημιμερῆ καὶ πενθημιμερῆ καὶ βραχυκατά‐ ληκτα δίμετρα καὶ μονόμετρα, τὰ δὲ τροχαϊκὰ ἑφθημιμερῆ καὶ πεν‐
5θημιμερῆ, τὰ δὲ ἰαμβικὰ δίμετρα ἀκατάληκτα καὶ τρίμετρα ἀκατά‐ ληκτα καὶ μονόμετρα, ὧν τελευταῖον καὶ παντὸς τοῦ δράματος
πέμψω σε δυσθρόοις γόοις· ὅπερ ἰαμβικόν ἐστι δίμετρον ἀκατάληκτον· καὶ ἑξῆς τούτου ἡ κορωνὶς ἡ τὸ δρᾶμα ἀποπερατοῦσα.

Pers

928

αἶ αἶ] τὰ βʹ ἀναπαιστικὰ δίμετρα βραχυκατάληκτα. τὸ γʹ μονόμετρον. τὸ δὲ δʹ πενθημιμερὲς ἐκ προκελευσματικοῦ.

Pers

931

ὅδ’ ἐγὼν] τὰ βʹ ἑφθημιμερῆ, τὸ δὲ γʹ δίμετρον ἐκ προκε‐ λευσματικοῦ.

Pers

935

πρόσφθογγον] τὸ αʹ ἑφθημιμερὲς, τὰ ϛʹ δὲ μονόμετρα, ἔχοντα καὶ πόδας προκελευσματικούς.

Pers

940

ἵετ’ αἰανὴν] τὸ αʹ δίμετρον ἀκατάληκτον. μονόμετρα δὲ τὰ γʹ. τὸ δʹ δὲ ἐκ προκελευσματικοῦ.

Pers

955

ποῦ δὲ φίλων] τροχαϊκὰ ϛʹ ἑφθημιμερῆ, τὸ δὲ ζʹ πενθη‐ μιμερές.

Pers

962

ὀλοοὺς] ἀναπαιστικὰ δʹ. τὰ γʹ δίμετρα βραχυκατάληκτα,
τὸ δʹ πενθημιμερές.520

Pers

966

ποῦ δέ σοι Φαρνοῦχος] τροχαικὰ ζʹ, τὰ μὲν δʹ ἑφθημιμερῆ, τὰ δὲ βʹ δίμετρα ἀκατάληκτα, τὸ ζʹ πενθημιμερές.

Pers

973

ἰὼ ἰώ μοι] πενθημιμερὲς ἰαμβικόν.

Pers

974

τὰς ὠγυγίας κατιδόντες] ἀναπαιστικὰ δʹ. τὸ αʹ ἑφθημι‐ μερὲς, τὰ γʹ δίμετρα βραχυκατάληκτα.

Pers

987

ἴυγγά μοι δῆτ’ ἀγαθῶν] ἀναπαιστικὰ δίμετρα βραχυκατά‐ ληκτα εʹ.

Pers

993

καὶ μὴν ἄλλο] ἀναπαιστικὰ ζʹ. τὸ βʹ δίμετρον ἀκατά‐ ληκτον, τὸ εʹ μονόμετρον, τὰ δὲ λοιπὰ ἑφθημιμερῆ.

Pers

1000

ἔταφον ἔταφον] ἰαμβικὰ τρίμετρα βραχυκατάληκτα γʹ. τὸ δʹ δίμετρον ἀκατάληκτον.

Pers

1003

ἰὴ ἰὴ, ἰὼ, ἰὼ] ἰαμβικὰ δʹ. τὰ γʹ δίμετρα ἀκατάληκτα. τὸ δὲ δʹ ἑφθημιμερές.

Pers

1009

πεπλήγμεθ’. εὔδηλα γὰρ] κῶλα εʹ. τὸ αʹ καὶ γʹ καὶ δʹ ἰαμ‐ βικὰ ἑφθημιμερῆ, περιοδικὰ καλούμενα διὰ τὸ ἐξ ἰαμβικῆς καὶ τρο‐ χαϊκῆς συζυγίας συγκεῖσθαι. τὸ βʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ δὲ εʹ ἀναπαιστικὸν ὅμοιον.

Pers

1014

πῶς δ’ οὒ] ἰαμβικὰ δʹ. τὸ μὲν αʹ ἑφθημιμερὲς, τὰ δὲ γʹ πενθημιμερῆ.

Pers

1018

ὁρᾷς] ἰαμβικὰ εʹ. τὸ αʹ τρίμετρον, τὸ βʹ καὶ δʹ μονόμε‐ τρα, τὸ γʹ δίμετρον, τὸ εʹ ἑφθημιμερές.

Pers

1023

βαιά] τροχαϊκὰ ἰθυφαλλικά.

Pers

1034

λυπρὰ, χάρματα] ἀναπαιστικὰ πενθημιμερῆ γʹ. τὸ δὲ δʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον.

Pers

1038

δίαινε] ἰαμβικὸν τρίμετρον.

Pers

1039

αἶ αἶ] ἰαμβικὰ δίμετρα ἀκατάληκτα δʹ.

Pers

1043

ὀτοτοτοτοῖ] ἰαμβικὸν μονόμετρον ἐκ τριβράχου.

Pers

1044

βαρεῖα] δίμετρα ὅμοια βʹ.

Pers

1046

ἔρεσς’ ἔρθεσσε] ἰαμβικὸν τρίμετρον.

Pers

1047

διαίνομαι] ἰαμβικὰ δίμετρα ἀκατάληκτα δʹ.

Pers

1051

ὀτοτοτοτοῖ] ἰαμβικὰ γʹ. τὸ αʹ μονόμετρον ἐκ τριβράχου, τὸ βʹ δίμετρον ἀκατάληκτον, τὸ δὲ γʹ ἑφθημιμερές.

Pers

1069

ἰὼ ἰὼ Περσὶς] τροχαϊκά.

Pers

1076

πέμψω σε] ἰαμβικὸν δίμετρον.521

Ag

t

ΑΓΑΜΕΜΝΩΝ.

Ag

1

Θεοὺς μὲν αἰτῶ] ἡ εἴσθεσις τοῦ παρόντος δράματος ἐκ μονο‐ στροφικῆς ἐστι περιόδου, οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ληʹ, ὧν τελευταῖος
μαθοῦσιν αὐδῶ κοὐ μαθοῦσι λήθομαι.
5μετὰ δὲ τὸν κδʹ κῶλον ἰαμβικὸν δίμετρον ἀκατάληκτον.

Ag

40

δέκατον μὲν ἔτος] ὁ παρὼν χορὸς συνέστηκεν ἐκ κώλων σλβʹ, ὧν τὰ μὲν ξθʹ ἀναπαιστικὰ δίμετρα ἀκατάληκτα καὶ καταληκτικὰ, ἤτοι ἑφθημιμερῆ καὶ μονόμετρα. ἑξῆς δὲ μεταβὰς εἰς ἑτέραν ὑπό‐ θεσιν καὶ τὸ μέτρον ἐνήλλαξεν. καί εἰσι τὰ ἑξῆς κῶλα ἀναπαιστικὰ
5πενθημιμερῆ καὶ ἑφθημιμερῆ καὶ δίμετρα ἀκατάληκτά τινα καὶ μο‐ νόμετρα ξδʹ. ἑξῆς δὲ εἰς ἑτέραν ὑπόθεσιν μεταβὰς καὶ ἑτέρῳ μέτρῳ ἐχρήσατο. καί εἰσι τὰ ἑξῆς κῶλα χοριαμβικὰ δίμετρα καταληκτικὰ, ἤτοι ἑφθημιμερῆ, καὶ ἀκατάληκτα καὶ ἡμιόλια καὶ πενθημιμερῆ, καὶ τρίμετρα βραχυκατάληκτα καὶ καταληκτικὰ ρδʹ, ὧν τελευταῖον
10
γαίας μονόφρουρον ἕρκος. τὰ δὲ τοιαῦτα εἴδη τῶν χορῶν, ὡς εἴρηται καὶ ἐν τῇ ἀρχῇ τοῦ τῶν Περσῶν δράματος, ἑτέρως εἰσὶν ἐσχηματισμένα. τὰ μὲν γάρ εἰσι μο‐ νοστροφικὰ καὶ συστηματικὰ κατὰ περιορισμοὺς ἀνίσους, τὰ δὲ κατὰ σχέσιν. εἰσὶ δὲ τὰ κατὰ σχέσιν στροφῶν ἕξ. ἔστι δὲ τῆς παρούσης μο‐
15νοστρόφου στροφῆς τὰ κῶλα ἀναπαιστικὰ ξδʹ, ὧν τὰ μέν εἰσι δίμετρα ἀκατάληκτα, τὰ δὲ μονόμετρα, τὰ δὲ τῶν ἀποθέσεων δίμετρα κατα‐ ληκτικὰ, ἤγουν ἑφθημιμερῆ. ἐπὶ ταῖς ἀποθέσεσι πάσαις παράγραφος.

Ag

104

κύριός εἰμι] ἐντεῦθεν αἱ κατὰ σχέσιν ἄρχονται στροφαὶ, καί εἰσι τῆς πρώτης ταυτησὶ στροφῆς κῶλα ιθʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. εἰσὶ δὲ τὰ πλείω μὲν ἀναπαιστικὰ δίμετρα ἀκατάληκτα καὶ καταληκτικὰ, ἤγουν ἑφθημιμερῆ, καὶ μονόμετρα καὶ πενθημι‐
5μερῆ, τινὰ δὲ καὶ δακτυλικὰ ἰαμβικὰ, ἃ καὶ μετρήσεις ἑπόμενος οἷς πρότερον εἰρήκαμεν. τὸ μέντοι τελευταῖον κῶλον τῆς τε στροφῆς καὶ
ἀντιστροφῆς καὶ τῆς ἐπῳδοῦ καλεῖται ἐφύμνιον, καὶ ἐστὶ δακτυλικὸν πεντάμετρον. ἐπὶ τῷ τέλει τῆς στροφῆς καὶ ἀντιστροφῆς παρά‐ γραφος. ἔστι δὲ τριὰς ἐπῳδική.522

Ag

258

ἥκω σεβίζων] αἱ ἑξῆς αὗται συστημάτων περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ἐνενήκοντα ἑπτὰ, ὧν τελευ‐ ταῖος
χάρις γὰρ οὐκ ἄτιμος εἴργασται πόνων.
5ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος καὶ ἐπὶ τῷ τέλει κορωνίς ἐστι τοῦ χοροῦ.

Ag

355

ὦ Ζεῦ βασιλεῦ] εἴρηται ἡμῖν ἐν τῷ τῶν Περσῶν δράματι περὶ τοῦ εἴδους τούτου τῶν χορῶν· ὅμοιον γάρ ἐστιν ἐκείνοις καὶ τοῦτο. ἔχει γὰρ ἐν ἀρχῇ μὲν σύστημα ἐπιφθεγματικὸν, εἰς δύο διῃρημένον περιόδους κώλων ἀναπαιστικῶν ιβʹ, ἑξῆς δὲ στροφὰς γʹ
5καὶ ἀντιστροφὰς τοσαύτας καὶ ἐπῳδόν. καλεῖται δὲ ταῦτα ἑπτὰς ἐπῳδική. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει τῆς ἐπῳδοῦ κορωνὶς καὶ παράγραφος.

Ag

437

ὁ χρυσαμοιβὸς] στροφὴ ἑτέρων κώλων ιζʹ.

Ag

456

βαρεῖα δ’ ἀστῶν] ἀντιστροφὴ κώλων ιζʹ.

Ag

475

πυρὸς] ἐπῳδὸς κώλων ιεʹ.

Ag

681

τίς ποτ’ ὠνόμαζεν] ὁ παρὼν χορὸς συνέστηκεν ἐκ κώλων ρκζʹ, ὧν τὰ μὲν ρʹ εἰσὶ χοριαμβικὰ δίμετρα ἀκατάληκτα καὶ καταληκτικὰ, ἤτοι ἑφθημιμερῆ, πενθημιμερῆ καὶ ἡμιόλια, καὶ τρίμετρα βραχυ‐ κατάληκτα καὶ καταληκτικά. ἑξῆς δὲ μεταβὰς εἰς ἑτέραν ὑπόθεσιν
5καὶ τὸ μέτρον ἐνήλλαξε. καί εἰσι τὰ ἑξῆς κῶλα ἀναπαιστικὰ δίμε‐ τρα ἀκατάληκτα καὶ καταληκτικὰ, ἤτοι ἑφθημιμερῆ, καὶ μονόμετρα κζʹ, ὧν τελευταῖον
πόλιν οἰκουροῦντα πολιτῶν. τίς ποτ’ ὠνόμαζεν] στροφὴ κώλων ιζʹ.

Ag

700

Ἰλίῳ δὲ κῆδος] ἀντιστροφὴ κώλων ιζʹ.

Ag

717

ἔθρεψεν] στροφὴ ἑτέρα κώλων ιʹ.

Ag

727

χρονισθεὶς δ’ ἀπέδειξεν] ἀντιστροφὴ κώλων ιʹ.523

Ag

737

παραυτὰ δ’ οὖν ἐλθεῖν] στροφὴ ἑτέρα κώλων ιβʹ.

Ag

750

παλαίφατος δ’ ἐν τοῖς βροτοῖς] ἀντιστροφὴ κώλων ιβʹ.

Ag

764

φιλεῖ] στροφὴ ἑτέρα κώλων ιʹ.

Ag

773

Δίκα] ἀντιστροφὴ κώλων ιʹ.

Ag

783

ἄγε δὴ βασιλεῦ] σύστημα ἐπιφθεγματικὸν κώλων ἀναπαι‐ στικῶν κζʹ.

Ag

810

πρῶτον μὲν Ἄργος] εἴσθεσις διπλῆς μονοστροφικῆς τε καὶ συνεχοῦς. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ρξεʹ, ὧν τελευταῖος
μέλοι δέ τοί σοι τῶνπερ ἂν μέλλῃς τελεῖν.

Ag

975

τίπτε μοι] ὁ παρὼν χορὸς συνίσταται ἐκ κώλων χοριαμβι‐ κῶν ξʹ, ὧν τὰ μέν ἐστι δίμετρα ἀκατάληκτα, τὰ δὲ καταληκτικὰ, ἤτοι ἑφθημιμερῆ, τὰ δὲ πενθημιμερῆ καὶ ἡμιόλια, καὶ τρίμετρα βραχυκατάληκτα, ὧν τελευταῖον
5
ζωπυρουμένας φρενός. τίπτε μοι] στροφὴ κώλων ιγʹ.

Ag

987

πεύθομαι] ἀντιστροφὴ κώλων ιγʹ.

Ag

1001

μάλα γὰρ] στροφὴ ἑτέρα κώλων ιεʹ.

Ag

1018

τὸ δ’ ἐπὶ γᾶν] ἀντιστροφὴ κώλων ιεʹ.

Ag

1035

εἴσω κομίζου] αἱ συστηματικαὶ αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων λζʹ, ὧν τελευταῖος
ἑκοῦς’ ἀνάγκῃ τῇδε καίνισον ζυγόν.

Ag

1072

ὀτοτοτοτοῖ ποποῖ δᾶ] εἴσθεσις διπλῆς ἀμοιβαίας τὰς περιό‐ δους μονοστροφικὰς καὶ συνεχεῖς ἔχουσα. εἰσὶ δὲ οἱ μὲν τοῦ χοροῦ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι, τὰ δὲ τοῦ ἑτέρου προσώπου κῶλα ἀντισπαστικά. ἔοικε δὲ ταῦτα στροφῇ καὶ ἀντιστροφῇ, καὶ
5εἰσὶ τῆς μὲν στροφῆς κῶλα βʹ, ὧν τὸ αʹ ἡμιόλιον, τὸ δὲ βʹ πενθημι‐ μερές. ὁμοίως καὶ τῆς ἀντιστροφῆς· τὰ αὐτὰ γάρ εἰσι κῶλα. ἔχουσι δὲ καὶ πόδας πεντασυλλάβους.

Ag

1080

Ἄπολλον] ἑτέρα στροφή· κῶλα γʹ, ὧν τὸ αʹ πενθημιμερὲς, τὸ βʹ δίμετρον ἀκατάληκτον, τὸ γʹ ἰαμβικὸς στίχος τρίμετρος ἀκατάληκτος.

Ag

1086

Ἄπολλον] ἀντιστροφὴ ἔχουσα κῶλα γʹ ὅμοια τοῖς τῆς στροφῆς.

Ag

1090

μισόθεον] ἑτέρα στροφὴ ἔχουσα κῶλα γʹ, ὧν τὸ αʹ ἀντι‐
σπαστικὸν τρίμετρον βραχυκατάληκτον, τὸ βʹ δίμετρον ἀκατά‐ ληκτον. ἔχουσι δὲ πεντασυλλάβους πόδας. τὸ δὲ γʹ ἰαμβικὸν τρί‐ μετρον ἀκατάληκτον.524

Ag

1095

μαρτυρίοισι γὰρ] ἀντιστροφὴ ἑτέρα ἔχουσα κῶλα γʹ ὅμοια τοῖς τῆς στροφῆς.

Ag

1100

ἰὼ πόποι] ἑτέρα στροφὴ ἔχουσα κῶλα εʹ, ὧν τὸ πρῶτον ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον, τὸ βʹ δίμετρον κατα‐ ληκτικὸν, ἤτοι ἑφθημιμερές. τὸ γʹ ἰαμβικὸν τρίμετρον ἀκατά‐ ληκτον. τὸ δʹ ἀντισπαστικὸν τρίμετρον καταληκτικόν· τὸ δὲ εʹ πεν‐
5θημιμερές. ἔχουσι δὲ τοὺς πόδας πεντασυλλάβους.

Ag

1107

ἰὼ τάλαινα] ἑτέρα ἀντιστροφὴ ἔχουσα κῶλα εʹ ὅμοια τοῖς τῆς στροφῆς.

Ag

1114

ἒ ἒ παπαῖ] ἐντεῦθεν ἑτέρως ἐσχημάτισε τὰ μέτρα, καὶ προέθηκε τῆς στροφῆς κῶλόν τι τὸ ἒ ἔ. τὰ δὲ ἑξῆς κῶλά εἰσιν εʹ, ὧν τὸ αʹ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον, τὸ βʹ δίμετρον καταληκτικὸν, ἤτοι ἑφθημιμερὲς, τὸ γʹ ἰαμβικὸν τρίμετρον, τὸ δʹ
5ὅμοιον τῷ αʹ, τὸ δὲ εʹ τρίμετρον καταληκτικὸν, καὶ αὐτὸ ἀντισπαστι‐ κόν. ἔχουσι δὲ καὶ πεντασυλλάβους πόδας.

Ag

1119

ποίαν Ἐρινὺν] ἡ στροφὴ αὕτη τοῦ χοροῦ κώλων ἐστὶ ϛʹ, ὧν τὰ πρῶτα βʹ ἰαμβικὰ τρίμετρα, τὸ γʹ καὶ δʹ ἀντισπαστικὰ τρίμετρα καταληκτικὰ, τὸ εʹ δίμετρον ὑπερκατάληκτον, τὸ δὲ ϛʹ ἑφθημιμερές. ἔχουσι δὲ καὶ πεντασυλλάβους πόδας.

Ag

1125

ἀᾶ, ἰδοὺ] ἀντιστροφή ἐστιν αὕτη τῆς ῥηθείσης στροφῆς καὶ ἔχει κῶλα ἰσόμετρα ἐκείνῃ εʹ.

Ag

1130

οὐ κομπάσαιμ’ ἂν] τῆς τοῦ χοροῦ στροφῆς αὕτη ἐστὶν ἀντιστροφὴ, ἔχουσα κῶλα ὅμοια ϛʹ.

Ag

1136

ἰὼ ἰὼ ταλαίνας] στροφὴ ἑτέρα κώλων εʹ, ὧν τὸ αʹ μονόμε‐ τρον, τὸ βʹ δίμετρον ὑπερκατάληκτον ἀντισπαστικὸν, τὸ γʹ τρίμετρον καταληκτικὸν ὅμοιον, τὸ δʹ ἰαμβικὸν τρίμετρον, τὸ εʹ ὅμοιον τῷ γʹ.

Ag

1140

φρενομανής] ἑτέρα στροφὴ τοῦ χοροῦ κώλων ϛʹ ἀντισπα‐ στικῶν, ὧν τὸ αʹ τρίμετρον βραχυκατάληκτον, τὸ βʹ πενθημιμερὲς, τὸ γʹ δίμετρον ἀκατάληκτον, τὸ δʹ τρίμετρον καταληκτικὸν, τὸ εʹ ὅμοιον τῷ αʹ, τὸ ϛʹ ὅμοιον τῷ βʹ.

Ag

1146

ἰὼ ἰὼ λιγείας] ἀντιστροφὴ τῆς ἄνω στροφῆς κώλων ὁμοίων εʹ.

Ag

1151

πόθεν ἐπισσύτους] ἀντιστροφὴ ἑτέρα τῆς τοῦ χοροῦ στρο‐
φῆς κώλων ὁμοίων ϛʹ.525

Ag

1157

ἰὼ γάμοι γάμοι] ἑτέρα στροφὴ κώλων ϛʹ ἀντισπαστικῶν, ὧν τὸ αʹ καὶ βʹ τρίμετρον ἀκατάληκτον, τὸ γʹ τρίμετρον βραχυκατά‐ ληκτον, τὸ δʹ πενθημιμερὲς, τὸ εʹ καὶ τὸ ϛʹ ὅμοια τῷ πρώτῳ.

Ag

1162

τί τόδε τορὸν] ἑτέρα στροφὴ τοῦ χοροῦ κώλων εʹ ἀντισπα‐ στικῶν, ὧν τὸ αʹ δίμετρον ὑπερκατάληκτον, τὸ βʹ ἑφθημιμερὲς, τὸ γʹ τρίμετρον καταληκτικὸν, τὸ δʹ ὅμοιον, τὸ εʹ πενθημιμερές.

Ag

1167

ἰὼ πόνοι] ἀντιστροφὴ τῆς ἄνω στροφῆς κώλων ὁμοίων ϛʹ.

Ag

1173

ἑπόμενα] ἀντιστροφὴ τοῦ χοροῦ κώλων ὁμοίων εʹ.

Ag

1178

καὶ μὴν ὁ χρησμός] εἴσθεσις διπλῆς μονοστροφικῆς καὶ συνεχοῦς. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ρμθʹ, ὧν τελευταῖος
καὶ ταῦτ’ ἐκείνων μᾶλλον οἰκτείρω πολύ.
5μετὰ δὲ τὸν λϛʹ κῶλον ἰαμβικὸν δίμετρον ἀκατάληκτον. μετὰ δὲ τὸν ῥκζʹ κῶλον ὅμοιον μονόμετρον βραχυκατάληκτον. μετὰ δὲ τὸν ρλδʹ κῶλον ὅμοιον μονόμετρον ἀκατάληκτον.

Ag

1331

τὸ μὲν εὖ πράσσειν] εἴσθεσις χοροῦ ἐπῳδικὴ, διὰ τὸ μετὰ τὴν διπλῆν κεῖσθαι. τὰ δὲ κῶλά εἰσιν ἀναπαιστικὰ ιβʹ, ὧν τὸ ϛʹ μονόμετρον, τὰ δὲ λοιπὰ δίμετρα ἀκατάληκτα καὶ καταληκτικὰ, ἤτοι ἑφθημιμερῆ.

Ag

1343

ὤμοι πέπληγμαι] εἴσθεσις διπλῆς ἀμοιβαίας καὶ μονο‐ στροφικῆς. οἱ δὲ στίχοι εἰσὶν ξδʹ, ὧν ὁ βʹ καὶ δʹ καὶ δʹ καὶ εʹ τρο‐ χαϊκοὶ τετράμετροι καταληκτικοὶ, οἱ δὲ λοιποὶ ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι, ὧν τελευταῖος
5ἔργον δικαίας τέκτονος. τάδ’ ὧδ’ ἔχει.

Ag

1407

τί κακὸν] στροφὴ χοροῦ ἐκ κώλων ἀντισπαστικῶν εʹ, ὧν τὸ αʹ δίμετρον ὑπερκατάληκτον, τὸ βʹ τρίμετρον βραχυκατάληκτον, τὸ γʹ τρίμετρον καταληκτικὸν, τὸ δʹ ὅμοιον, τὸ εʹ ὅμοιον.

Ag

1412

νῦν μὲν δικάζεις] ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι στίχοι ιδʹ.

Ag

1426

μεγαλόμητις] ἀντιστροφὴ ἔχουσα κῶλα εʹ ὅμοια τοῖς τῆς στροφῆς ἀντισπαστικοῖς.

Ag

1431

καὶ τήνδ’ ἀκούεις] ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι στί‐ χοι ιζʹ.

Ag

1448

φεῦ, τίς ἂν ἐν τάχει] εἴσθεσις διπλῆς μονοστρόφους
ἔχουσα τὰς περιόδους· οὐ γὰρ ἔχει ἀντιστροφήν. καί εἰσι τοῦ μὲν χοροῦ τὰ κῶλα χοριαμβικὰ, τοῦ δὲ ἑτέρου προσώπου ἀναπαιστικά. εἰσὶ δὲ τῆς παρούσης στροφῆς κῶλα χοριαμβικὰ ιδʹ δίμετρα καὶ526
5τρίμετρα καταληκτικὰ καὶ βραχυκατάληκτα καὶ ἀκατάληκτα. μετὰ δὲ τὸ ζʹ κῶλον κώλου τμῆμα τὸ ἰώ.

Ag

1462

μηδὲν θανάτου] ἀναπαιστικὰ κῶλα ϛʹ, ὧν τὸ βʹ μὲν μονό‐ μετρον, τὰ δὲ λοιπὰ δίμετρα ἀκατάληκτα, τὸ δὲ ϛʹ ἑφθημιμερές.

Ag

1468

δαῖμον] στροφὴ ἑτέρα κώλων χοριαμβικῶν ζʹ. εἰσὶ δὲ τὰ μὲν δίμετρα, τὰ δὲ τρίμετρα καταληκτικὰ καὶ βραχυκατάληκτα καὶ ἀκατάληκτα.

Ag

1475

νῦν δ’ ὤρθωσας] ἀναπαιστικὰ ὅμοια τοῖς προρρηθεῖσιν ἕξ.

Ag

1481

ἦ μέγαν οἴκοις] ἑτέρα στροφὴ κώλων χοριαμβικῶν ιεʹ. εἰσὶ δὲ τὰ μὲν δίμετρα, τὰ δὲ τρίμετρα καταληκτικὰ καὶ βραχυκατά‐ ληκτα καὶ ἀκατάληκτα, τὰ δὲ ἡμιόλια. μετὰ δὲ τὸν ηʹ καὶ ιβʹ κώλων τμήματα.

Ag

1497

αὐχεῖς] ἀναπαιστικὰ κῶλα ηʹ, ὧν τὸ βʹ καὶ ζʹ μονόμετρα, τὰ δὲ λοιπὰ δίμετρα ἀκατάληκτα, τὸ δὲ ηʹ ἑφθημιμερές.

Ag

1505

ὡς μὲν ἀναίτιος] στροφὴ ἑτέρα κώλων ὁμοίων τοῖς ῥηθεῖσι χοριαμβικῶν ηʹ.

Ag

1513

ἰὼ ἰὼ βασιλεῦ] ἀναπαιστικὰ κῶλα ζʹ, ὧν τὸ βʹ μὲν καὶ ζʹ ἑφθημιμερὲς, τὰ δὲ λοιπὰ δίμετρα ἀκατάληκτα, ὧν προτίθεται κῶλον ἰαμβικὸν μονόμετρον βραχυκατάληκτον.

Ag

1521

οὔτ’ ἀνελεύθερον] ἀναπαιστικὰ κῶλα θʹ, ὧν τὸ βʹ μὲν μονό‐ μετρον, τὰ δὲ λοιπὰ δίμετρα ἀκατάληκτα, τὸ δὲ θʹ ἑφθημιμερές.

Ag

1530

ἀμηχανῶ] στροφὴ ἑτέρα κώλων ὁμοίων τοῖς ῥηθεῖσι χορι‐ αμβικῶν ζʹ.

Ag

1538

ἰὼ γᾶ γᾶ] ἀναπαιστικὰ κῶλα ιʹ, ὧν τὸ αʹ, τὸ γʹ καὶ τὸ ϛʹ καὶ τὸ θʹ μονόμετρον, τὰ δὲ λοιπὰ δίμετρα ἀκατάληκτα, τὸ δὲ ιʹ ἑφθημιμερές.

Ag

1548

τίς δ’ ἐπιτύμβιον] χοριαμβικὰ κῶλα ὅμοια τοῖς ῥηθεῖσι δʹ.

Ag

1551

οὔ σε προσήκει] ἀναπαιστικὰ κῶλα θʹ, ὧν τὸ γʹ τὸ ϛʹ καὶ τὸ ηʹ μονόμετρον, τὰ δὲ λοιπὰ δίμετρα καταληκτικὰ, τὸ δὲ θʹ ἑφθη‐ μιμερές.

Ag

1560

ὄνειδος ἥκει] ἑτέρα στροφὴ κώλων ὁμοίων τοῖς ῥηθεῖσι ζʹ. ἔοικε δὲ ἀντιστροφὴ εἶναι τῆς στροφῆς, ἧς ἡ ἀρχὴ, ἀμηχανῶ. ὅμοια
γὰρ ἔχει τὰ κῶλα.527

Ag

1567

ἐς τόνδ’ ἐνέβη] ἀναπαιστικὰ κῶλα ιʹ, ὧν τὸ βʹ μονόμετρον, τὰ δὲ λοιπὰ δίμετρα ἀκατάληκτα, τὸ δὲ ιʹ ἑφθημιμερές.

Ag

1577

ὦ φέγγος εὖφρον] εἴσθεσις διπλῆς μονοστροφικῆς καὶ συνεχοῦς. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι οβʹ. ὧν τελευταῖος
ἀμφοῖν γένηται τοῖνδε παγκρατὴς φονεύς.

Ag

1649

ἀλλ’ ἐπεὶ δοκεῖς] εἴσθεσις διπλῆς συνεχοῦς ἐν ἐκθέσει τοῦ δράματος. οἱ δὲ στίχοι εἰσὶ τροχαικοὶ κεʹ, ὧν οἱ κγʹ τετράμετροι
καταληκτικοὶ, οἱ δὲ ἐν τῷ τέλει βʹ τρίμετροι ὑπερκατάληκτοι.528

Eum

t

ΕΥΜΕΝΙΔΕΣ.

Eum

1

Πρῶτον μὲν εὐχῇ] ἡ εἴσθεσις τοῦ παρόντος δράματος ἐκ μονο‐ στροφικῆς ἐστι περιόδου καὶ ἑξῆς ἐκ συνεχοῦς διπλῆς. οἱ δὲ στίχοι τρίμετροι ἀκατάληκτοι ρλεʹ. μετὰ δὲ τὸν ριϛʹ, τὸν ριηʹ, τὸν ρκʹ, τὸν ρκβʹ κώλου τμήματα δʹ, ἃ μονόμετρά ἐστι βραχυκατάληκτα. μετὰ δὲ
5τὸν ρκδʹ ἕτερα βʹ κῶλα, ὧν τὸ ἓν δίμετρον βραχυκατάληκτον, τὸ δὲ ἕτερον ἑφθημιμερὲς ἐκ τριβραχέων. εἰ δὲ τροχαϊκὰ τὰ κῶλα ταῦτα εἴποις, οὐκ ἂν ἁμάρτοις. ὁ δὲ τελευταῖος
ἕπου, μάραινε δευτέροις διώγμασιν.

Eum

140

ἔγειρ’ ἔγειρε] ὁ παρὼν χορὸς συνέστηκεν ἐκ στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων σποράδην κειμένων ιβʹ, κώλων δὲ ἀντισπα‐ στικῶν μονομέτρων καὶ διμέτρων καὶ τριμέτρων καταληκτικῶν καὶ ἀκαταλήκτων καὶ βραχυκαταλήκτων κθʹ, ὧν τελευταῖος
5μιάστορ’ ἐκείνου πράσσεται.

Eum

179

ἔξω κελεύω] εἴσθεσις διπλῆς. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ξεʹ, ὧν τελευταῖος
αὐτοῦ φυλάσσων ἀναμένω τέλος δίκης.

Eum

244

εἶεν· τόδ’ ἐστὶ] ὁ παρὼν χορὸς συνέστηκεν ἐκ στίχων καὶ κώλων λβʹ, ὧν οἱ μέν εἰσιν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι στίχοι ιηʹ, τὰ δὲ κῶλα ἀντισπαστικὰ ιδʹ, ἡμιόλια καὶ πενθημιμερῆ καὶ δίμετρα καταληκτικὰ καὶ ἀκατάληκτα καὶ τρίμετρα βραχυκατά‐
5ληκτα καὶ καταληκτικά.

Eum

276

ἐγὼ διδαχθεὶς] εἴσθεσις διπλῆς μερικῆς δύο περιόδων. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι λαʹ, ὧν τελευταῖος
ὕμνον δ’ ἀκούσῃ τόνδε δέσμιον σέθεν.

Eum

307

ἄγε δὴ] ὁ παρὼν χορὸς συνέστηκεν ἐκ κώλων ἀναπαιστικῶν ιεʹ, ὧν τὰ μέν ἐστι δίμετρα ἀκατάληκτα, τὰ δὲ καταληκτικὰ, ἤτοι ἑφθημιμερῆ, τὰ δὲ πενθημιμερῆ, τὰ δὲ μονόμετρα.

Eum

322

μᾶτερ, ἅ μ’ ἔτικτες] ἡ μονοστροφικὴ αὕτη περίοδος κώλων ἐστὶ χοριαμβικῶν κδʹ, ὧν τὰ μέν εἰσιν ἡμιόλια, τὰ δὲ δίμετρα κατα‐ ληκτικὰ καὶ ἀκατάληκτα, τὰ δὲ τρίμετρα, ὧν τελευταῖον
—μικτος αὔων βροτούς.
529

Eum

347

γιγνομέναισι λάχη] ὁ παρὼν χορὸς συνέστηκεν ἐκ κώλων χοριαμβικῶν νβʹ, ὧν τὰ μέν ἐστιν ἡμιόλια, τὰ δὲ δίμετρα κατα‐ ληκτικὰ καὶ ἀκατάληκτα, τὰ δὲ τρίμετρα καταληκτικὰ καὶ βραχυ‐ κατάληκτα, ὧν τελευταῖον
5
τάξιν γ’ ἔχουσα καὶ δυσήλιον κνέφας. ὃς μόνος ἰαμβικός ἐστι τρίμετρος.

Eum

397

πρόσωθεν ἐξήκουσα] εἴσθεσις διπλῆς μονοστροφικῆς συνε‐ χοῦς. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ϟβʹ, ὧν τελευταῖος
ὅρκον περῶντας μηδὲν ἔκδικον φρεσίν.

Eum

490

νῦν καταστροφαὶ] ὁ παρὼν χορὸς συνέστηκεν ἐκ κώλων χοριαμ‐ βικῶν οβʹ, ὧν τὰ μέν ἐστιν ἡμιόλια, τὰ δὲ δίμετρα καταληκτικὰ καὶ ἀκατάληκτα καὶ βραχυκατάληκτα, τὰ δὲ τρίμετρα καταληκτικὰ καὶ ἀκατάληκτα καὶ βραχυκατάληκτα, ὧν τελευταῖον
5ὤλετ’ ἄκλαυστος, ἄϊστος.

Eum

566

κήρυσσε, κῆρυξ] εἴσθεσις διπλῆς καθόλου. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ρμθʹ (corr. σιβʹ,) ὧν τελευταῖος
σωτήριόν τε καὶ δορὸς νικηφόρου.

Eum

778

ἰὼ θεοὶ νεώτεροι] ᾠδὴ χοροῦ ἐπῳδικὴ, διὰ τὸ μετὰ τὴν διπλῆν τίθεσθαι. ἔχει δὲ τοὺς πρώτους μὲν γʹ στίχους ἰαμβικοὺς τριμέ‐ τρους ἀκαταλήκτους, τὰ δὲ ἑξῆς κῶλά εἰσιν ἀντισπαστικὰ πενθημι‐ μερῆ καὶ δίμετρα καταληκτικὰ καὶ ἀκατάληκτα καὶ βραχυκατά‐
5ληκτα καὶ τρίμετρα ιγʹ.

Eum

824

οὐκ ἔστ’ ἄτιμοι] εἴσθεσις διπλῆς ἀμοιβαίας καὶ μονοστρο‐ φικὰς ἔχουσα τὰς περιόδους. εἰσὶ δὲ τὰ τοῦ χοροῦ μὲν κῶλα ἀντι‐ σπαστικὰ, τὰ δὲ τοῦ ἑτέρου προσώπου ἰαμβικοὶ στίχοι τρίμετροι. τῆς πρώτης οὖν περιόδου στίχοι εἰσὶν ιγʹ.

Eum

837

ἐμὲ παθεῖν] ἡ στροφὴ αὕτη τοῦ χοροῦ κώλων ἐστὶν ἀντισπα‐ στικῶν διμέτρων βραχυκαταλήκτων καὶ πενθημιμερῶν καὶ μονομέτρων καὶ τριμέτρων ιαʹ.

Eum

870

ἐμὲ παθεῖν] ἡ μεσῳδικὴ αὕτη ἀντιστροφὴ κώλων ἐστὶν ἀντι‐
παστκιῶν ιαʹ. τὰ αὐτὰ δέ ἐστι κῶλα ἃ καὶ ἐν τῇ στροφῇ εἴρηκεν.530

Eum

881

οὔτοι καμοῦμαι] εἴσθεσις διπλῆς συνεχοῦς μερικῆς. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι λεʹ, ὧν τελευταῖος
τήνδ’ ἀστύνικον ἐν βροτοῖς τιμᾶν πόλει.

Eum

916

δέξομαι Παλλάδος] εἴσθεσις διπλῆς ἐν ἐκθέσει τοῦ δρά‐ ματος ἀμοιβαίας τὰς περιόδους ἔχουσα. εἰσὶ δὲ τὰ μὲν τοῦ χοροῦ κῶλα χοριαμβικὰ, τὰ δὲ τοῦ ἑτέρου προσώπου ἀναπαιστικά. εἰσὶ δὲ τὰ τῆς πρώτης ταύτης στροφῆς κῶλα χοριαμβικὰ ὅμοια τοῖς προρ‐
5ρηθεῖσιν ιαʹ.

Eum

927

τάδ’ ἐγὼ προφρόνως] τὰ κῶλα ταῦτα ἀναπαιστικά ἐστι δίμετρα καὶ μονόμετρα ιαʹ.

Eum

938

δενδροπήμων] τὰ τοῦ χοροῦ ταῦτα κῶλα χοριαμβικά ἐστιν ιαʹ ὅμοια καὶ ἰσόμετρα τοῖς ἄνω. ἔστι δὲ ἀντιστροφὴ τῆς ἄνω στροφῆς.

Eum

949

τάδ’ ἀκούετε] τὰ κῶλα ταῦτ’ ἀναπαιστικά ἐστι δίμετρα ἀκατάληκτα καὶ καταληκτικὰ ζʹ.

Eum

956

ἀνδροκμῆτας] στροφὴ ἑτέρα. τὰ δὲ κῶλά εἰσι χοριαμβικὰ ὅμοια τοῖς ῥηθεῖσι ιβʹ.

Eum

968

τάδε τοι χώρᾳ] τὰ κῶλα ταῦτα ἀναπαιστικά εἰσι δίμετρα καὶ μονόμετρα ηʹ

Eum

976

τὰν δ’ ἄπληστον κακῶν] ἀντιστροφὴ τῆς ἄνω στροφῆς. τὰ δὲ κῶλά εἰσι χοριαμβικὰ ὅμοια ιβʹ.

Eum

988

ἆρα φρονοῦσι] τὰ κῶλα ταῦτα ἀναπαιστικά ἐστι δίμετρα καὶ μονόμετρα ηʹ.

Eum

996

χαίρετ’ ἐν αἰσιμίαις πλούτου] στροφὴ ἑτέρα. τὰ δὲ κῶλά εἰσι χοριαμβικὰ ὅμοια τοῖς ῥηθεῖσι ζʹ.

Eum

1003

χαίρετε χὐμεῖς] τὰ κῶλα ταῦτα ἀναπαιστικά ἐστι καὶ δίμετρα καὶ μονόμετρα ιαʹ.

Eum

1014

χαίρετε, χαίρετε δ’ αὖθις] ἑτέρα στροφή. τὰ δὲ κῶλά ἐστι χοριαμβικὰ ὅμοια τοῖς ῥηθεῖσιν ηʹ.

Eum

1021

αἰνῶ δὲ μύθους] ἑτέρα περίοδος ἐν ἐκθέσει τοῦ δράματος. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ιηʹ.

Eum

1032

βᾶτ’ ἐκ δόμων] ἑτέρα στροφὴ ἐν ἐκθέσει τελευταίᾳ τοῦ
δράματος. τὰ δὲ κῶλα χοριαμβικά ἐστιν ὅμοια τοῖς ῥηθεῖσι δεκαέξ.531