TLG 5010 007 :: SCHOLIA IN AESCHYLUM :: Scholia in Prometheum vinctum (scholia recentiora Thomae Magistri et Demetrii Triclinii) (e cod. Neapol. II.F.31)

SCHOLIA IN AESCHYLUM Schol.
(Varia)

Scholia in Prometheum vinctum (scholia recentiora Thomae Magistri et Demetrii Triclinii) (e cod. Neapol. II.F.31)

Source: Smyth, H.W. (ed.), “The commentary on Aeschylus’ Prometheus in the codex Neapolitanus” [Harvard studies in classical philology 32] 1921: 3–82.

  • Hypothesis: p. 3
  • Scholia: pp. 3–82

Citation: Hypothesis-verse of play — (line)

hyp

(t)

Ἡ ὑπόθεσις τοῦ δράματός ἐστι τοιαύτη
1Προμηθέως ὡς φιλανθρώπου ἐκ Διὸς κεκλοφότος τὸ πῦρ καὶ δεδωκότος ἀνθρώποις, δι’ οὗ τέχνας πάσας ἄνθρωποι εὕροντο, ὀργισθεὶς ὁ Ζεὺς παραδί‐ δωσιν αὐτὸν Κράτει καὶ Βίᾳ, τοῖς αὐτοῦ δῆθεν ὑπηρέταις, καὶ Ἡφαίστῳ, ὡς ἂν ἀγαγόντες πρὸς τὸ Καυκάσιον ὄρος δεσμοῖς σιδηροῖς αὐτὸν ἐκεῖ προση‐
5λώσαιεν· οὗ γενομένου παραγίνονται πᾶσαι αἱ Ὠκεάνειαι νύμφαι πρὸς παραμυθίαν αὐτοῦ, καὶ αὐτὸς ὁ Ὠκεανός, ὃς δὴ καὶ λέγει τῷ Προμηθεῖ, ἵνα ἀπελθὼν πρὸς τὸν Δία δεήσεσι καὶ λιταῖς πείσῃ αὐτὸν ἐκλῦσαι τοῦ δεσμοῦ Προμηθέα· καὶ Προμηθεὺς οὐκ ἐᾷ τὸ τοῦ Διὸς εἰδὼς ἄκαμπτον καὶ θρασύ. καὶ ἀναχωρήσαντος 〈τοῦ〉 Ὠκεανοῦ παραγίνεται Ἰὼ πλανωμένη, ἡ τοῦ
10Ἰνάχου, καὶ μανθάνει παρ’ αὐτοῦ ἃ πέπονθε καὶ ἃ πείσεται, καὶ ὅτι τις τῶν αὐτῆς ἀπογόνων λύσει αὐτόν, ὃς ἦν ὁ Διὸς Ἡρακλῆς, 〈καὶ〉 ὅτι ἐκ τῆς ἐπαφῆς τοῦ Διὸς τέξει τὸν Ἔπαφον· θρασυστομοῦντι 〈δὲ〉 Προμηθεῖ κατὰ τοῦ Διὸς ὡς ἐκπεσεῖται τῆς ἀρχῆς 〈ὑφ’ οὗ〉 τέξεται 〈παιδὸσ〉 καὶ ἄλλα βλάσφημα λέγοντι, παραγίνεται Ἑρμῆς 〈Διὸς πέμψαντοσ〉 ἀπειλῶν αὐτῷ
15κεραυνὸν εἰ μὴ τὰ μέλλοντα 〈συμβήσεσθαι τῷ Διὶ〉 εἴπῃ καὶ μὴ βουλόμενον βροντὴ καταρρα〈γεῖσα αὐτὸν ἀφανίζει. ἡ〉 μὲν σκηνὴ τοῦ δράματος ὑπό‐ κειτ〈αι ἐν Σκυθίᾳ ἐπὶ τὸ Καυκάσιον〉 ὄρος. ἡ δὲ ἐπιγραφὴ τούτου Π〈ρομη‐ θεὺς δεσμώτη〉 ... Κράτος καὶ Βία ... Ὠκ〈εανόσ〉 ... μέτρ〈ων?〉 ταῦτα ἡμέτερά ἐστι Δημητρίου τοῦ Τρικλινίου καὶ τἄλλα
20ὅσα ἔχουσι ἐν ἀρχ〈ῇ〉 στρο〈φῶν?〉 † ἡ εἴσθεσ〈ις τοῦ παρόντοσ〉 δράματος ἐκ συστημ〈ατικῆσ〉 ἐστι περιό‐ 〈δου.〉 οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι πζʹ, 〈ὧν τε〉λ〈ευ‐ ταῖοσ〉 “ὅτῳ τρόπῳ τῆσδ’ ἐκκ〈υλισθήσῃ〉 τέχνης.” ἐπὶ ταῖς ἀποθέσ〈εσι παρά〉γραφος, ἐπὶ δὲ τῷ τέλει κο〈ρωνὶσ〉 ἀναχωρησάντων τῶν ὑποκρι‐
25〈τῶν〉

t

Τοῦ αὐτοῦ Μαγίστρου σχόλια

1

Τηλουρὸν τὸ ὑψηλὸν 〈μα〉κρ〈ὸν〉 ἀφ’ οὗ τῆλε καὶ 〈μακρ〉ὰν ὁρᾶν τις δύναται· ἢ τὸ μακρό〈θεν〉 ὁρώμενον. λέγει δὲ τὸν Καύκασον † ἐμοὶ τηλουρὸν δοκεῖ λέγειν, οὐχὶ τὸν Καύκασον μακρὸν καὶ ὑψηλὸν ὄντα· οὐ γὰρ ἂν εἶπε τὸ πέδον· πέδον γὰρ ἡ ἐπίπεδος γῆ· ἀλλὰ τὴν παρακειμένην
5αὐτῷ ἀπὸ τῶν βορειοτέρων μερῶν ἔρημον γῆν, ἐπίπεδόν τε οὖσαν καὶ εἰς ἄπειρον μῆκος ἐκτεταμένην. ὅτι δὲ τοῦτό ἐστι δηλοῖ διὰ τῶν ἑξῆς. χθονὸς οὖν πέδον λέγει περιφραστικῶς ἀντὶ τοῦ εἰς τὴν γῆν τὴν ἐπίπεδον καὶ μακρὰν τῶν Σκυθῶν χθονὸς μὲν] ἤγουν εἰς τὴν γῆν τὴν ἐπίπεδον καὶ μακράν τηλου‐3
10ρὸν] ὑψηλόν, μακρόν ἥκομεν] ἤλθομεν Post vers. τὸ προοίμιον συμβουλευτικὸν ἢ προστακτικόν

2

Σκύθην] Σκυθικόν οἶμον] τὸν ἄβατον] εἰς ἣν οὐδεὶς βαίνει διὰ τὸ τραχὺ καὶ ἀπῳκισμένον

3

Ἥφαιστε] ὦ μέλειν] διὰ φροντίδος ἔχειν ἐπιτολὰς] τὰς ἐντολάς

4

πατὴρ] ὁ Ζεύς ἐφεῖτο] ἐνετέλλετο τόνδε] τὸν Προμηθέα

5

ὑψηλοκρήμνοις] ταῖς ὑψηλοὺς κρημνοὺς ἐχούσαις Τὸν λεωργὸν: τὸν τοῖς λαοῖς ἔργα παρασχόντα διὰ τοῦ πυρός. ἢ τὸν ἄξιον ἔργον καὶ παρανάλωμα λίθων γενέσθαι ὡς κλέπτην καὶ θεῶν παρήκοον τὸν λεωργὸν] τὸν τοῖς λαοῖς δεδωκότα τὰ ἔργα ὀχμάσαι] δῆσαι,
5προσπῆξαι

6

Ἀδάμας ἐστὶ λίθος οὕτω στερρὸς ὡς μὴ δύνασθαι 〈ὑπὸ τοῦ σιδήρου〉 τμηθῆναι· αἵματι δὲ τρ〈άγου〉 ἢ λέοντος μαλάσσεται καὶ 〈οὐ〉 τέμνεται· ὁ μὲν γὰρ ξηρότ〈ητά〉 ἐστι καὶ πόρους ἔχων several lines obliterated ἀδαμαντίναις] ἤγουν σιδηραῖς, στερραῖς πέδαισιν] δέσμαις ἀρρή‐
5κτοις] στερραῖς

7

τὸ σὸν γὰρ] πρὸς τὸ ἐρεθίσαι τὸν Ἥφαιστον τοῦτο λέγει ἄνθος] καλλώπισμα παντέχνου] δι’ οὗ πᾶσαι γίνονται τέχναι σέλας] ἤγουν τὸ πῦρ περιφραστικῶς σέλας] τὸ

8

θνητοῖσι] τοῖς ἀνθρώποις ὤπασεν] παρέσχεν τοιᾶσδε] τοι‐ αύτης

9

σφε] αὐτόν δίκην] τιμωρίαν

10

διδαχθῇ] ἤγουν μάθῃ τυραννίδα] τὴν ἐξουσίαν

11

στέργειν] τιμᾶν φιλανθρώπου] ...μεῖον [? δριμεῖα] ἡ λέξις

14

Ante vers. κατασκευή ἄτολμος] ἀπρόθυμος

15

βίᾳ] βιαίως ἐπιρρηματικῶς φάραγγι] ἤτοι τῷ ὄρει δυσχειμέρῳ] κακὸν ἐχούσῃ χειμῶνα διὰ τὸ χιόνι 〈ἀεὶ καλύπτεσθαι?〉

16

Ante vers. βάσις τῶνδε] ὧν εἴπατε τόλμαν] ἐπιχείρησιν σχέθειν] τόλμαν λαμβάνειν

17

Ante vers. γνωμικόν ἐξωριάζειν] ἀθετεῖν καὶ ἔξω ὤρας καὶ φροντίδος ποιεῖσθαι πατρὸς] ἤτοι τοῦ Διός· οὗτος γὰρ πατὴρ ἀνδρῶν τε
θεῶν τε4

18

Ante vers. † προκατάστασις καὶ διήγησις ὧν μέλλουσι ποιήσειν αὐτῷ Πῶς φασι τὸν Προμηθέα υἱὸν τῆς Θέμιδος, δέον ἀντιστρόφως λέγειν. ἐκ γὰρ προμηθείας καὶ σκέψεως 〈τὸ〉 δίκαιον εὕρηται· καί φαμεν ὅτι αἴτιον
5τὸ δίκαιον τοῦ προμηθεῖσθαι· διὰ τοῦτο καὶ τὸν Προμηθέα Δίκης υἱὸν λέγομεν· ἐπεὶ καὶ ὁ κλινοποιὸς πρῶτον ἔννοιαν λαμβάνει τῆς ἀνθρώπου ἀναπαύσεως· εἶτα ἐπιχειρεῖ καὶ κλίνην ποιῆσαι· καὶ ἔστι 〈τῷ〉 μὲν ἔργῳ πρώτη (sic) ἡ κλίνη, 〈τῇ δὲ δι〉ανοίᾳ ἡ τοῦ ἀνθρώπου ἀνάπαυσις τῆς] ἀποστροφὴ τὸ σχῆμα ὀρθοβούλου] τῆς ὀρθὰ καὶ ἀληθῆ βουλευομένης αἰπυμῆτα]
10μεγαλόβουλε

19

δυσλύτοις] ἤγουν ἰσχυροῖς χαλκεύμασιν] ἤγουν σιδηροῖς δεσμοῖς

20

προσπασσαλεύσω] προσηλώσω τῷδ’ ἀπανθρώπῳ] τῷ τῶν ἀνθρώπων ἀποτυγχάνοντι πάγῳ] πάγος τὸ ὄρος καὶ ὁ πα〈γε〉τὸς ἀπὸ τοῦ π〈ηγν〉ύω πάγῳ] ὄρει

21

ἵν’] ὅπου φωνὴν] ἀκούσῃ δηλονότι του] τινός

22

ὄψει] θεάσῃ Σταθεύειν φασὶν Ἀττικοὶ 〈τὸ κατὰ〉 μικρὸν κᾴεσθαι, ἀπὸ τοῦ 〈ἵστημι στή〉σω καὶ τοῦ αἴθω ... εὔω τὸ 〈φλογίζω〉 σταθευτός] φλογιζόμενος φοίβῃ φλογὶ] λαμπρᾷ, καυστικῇ, τὸ ἁπλοῦν ἀντὶ τοῦ κτητικοῦ

23

χροιᾶς] τοῦ εἴδους ἀμείψεις] μεταβαλεῖς ἤτοι μέλας ἔσῃ ἄνθος] τὴν λαμπρότητα ἀσμένῳ] χαίροντι

24

ἡ ποικιλείμων νὺξ] ἡ ποικίλον ἔνδυμα ἔχουσα διὰ τὸ πεποικίλθαι τοῖς ἄστροις φάος] ἤτοι τὴν ἡμέραν

25

πάχνην] δρόσον ἑῴαν] πρωινήν σκεδᾷ] σκεδάσει κατ’ ἀντιχρονισμόν

26

τοῦ παρόντος] τοῦ ἐνισταμένου σοι ἀχθηδὼν] τὸ βάρος

27

τρύσει] δαμάσει ὁ λωφήσων] ὁ παύσων σε τούτου· ἔστι δὲ ... οὐ πέφυκε] οὐκ ἐγεννήθη πω] ἀκμήν

28

τοιαῦτ’] 〈ἐν ἤ〉θει 〈ὁ λό〉γος ἀπηύρω] ἤγουν ἀπέλαυσας

30

ὤπασας] παρέσχες δίκης πέρα] ἐπέκεινα τοῦ δικαίου. ὃ γὰρ οὐκ ἐβούλετο Ζεὺς ἄδικόν τε ἦν καὶ παράνομον

31

ἀνθ’ ὧν] ἀντὶ τούτου Δέον ἀτερπῶς εἰπ〈εῖν, ἀτερπῆ〉 πρὸς τὴν πέτραν ἐπήνεγκε. τὸ δὲ φρου‐ ρήσεις ἀ〈ντὶ τοῦ φυ〉λάξεις καὶ περὶ αὐτὴν 〈μενεῖσ〉 ἀτερπῆ] ἀηδῆ φρουρήσεις] φυλάξεις

32

ὀρθοστάδην] ὀρθὸς ἱστάμενος5

33

ὀδυρμοὺς] φωνὰς γοεράς ἀνωφελεῖς] δέον ἀνωφελεῖ εἰπεῖν, ἀνω‐ φελεῖς εἶπε πρὸς τὸ γόους

34

φθέγξῃ] λέξεις δυσπαραίτητοι φρένες] ἀμετάτρεπτοι καὶ δυσκό‐ λως πρὸς συμπάθειαν ἔχουσαι· παραίτησις γὰρ ἡ συγγνώμη

35

τραχὺς] ἀκαμπής, σκ[λ]ηρός, ἀπηνής νέον] νεωστί κρατῇ] καθὰ καὶ Ζεύς

36

εἶεν] ἔστω ταῦτα οὕτως κατοικτίζῃ] κατελεεῖς μάτην] ματαίως καὶ ἀκαίρως

37

ἔχθιστον] μισητόν στυγεῖς] μισεῖς

38

θνητοῖσι] τοῖς ἀνθρώποις γέρας] ἤτοι τὸ πῦρ Γέρας: ἤτοι τὸ πῦρ· τοῦτο γὰρ ἀνατέθειται Ἡφαίστῳ ... πάλιν ἐπεγείρει ...

39

τὸ συγγενές] ἤτοι ἡ συγγένεια δεινὸν] μέγα πρὸς οἶκτον ἐγεῖραί τινα ὁμιλία] ἡ πρώην συναναστροφή Post vers. ὡραῖον

40

σύμφημ’] συνομολογῶ ἀνηκουστεῖν] παρακούειν πατρὸς] τοῦ Διός

41

οἷόν τε] πῶς οἷόν τε τοῦτο] τὸ παρακούειν δειμαίνεις] φοβῇ πλέον] τῆς συγγενείας

42

νηλὴς] ἀπηνής, ἀνηλεής καὶ θράσους] ἤγουν θρασύς πλέως] πεπληρωμένος

43

ἄκος γὰρ] ναί τοιοῦτός εἰμι. ὠφέλεια, θεραπεία

44

ὠφελοῦντα] ... τοῦτον

45

μισηθεῖσα] ὑπ’ 〈ἐμοῦ〉 χειρωναξία] ... βάναυσος τέχνη· λέγει δὲ τὴν ...

46

νιν] αὐτήν στυγεῖς] μισεῖς

47

παρόντων] τῷ Προμηθεῖ τέχνη] ἡ σή

48

ἔμπας] ναὶ ὅμως τίς] τῶν θεῶν ὤφελε] εἴθε ἔμελλεν λαχεῖν] κληρώσασθαι

49

Εἰπόντος Ἡφαίστου περὶ τῆς αὐτοῦ τέχνης ὡς εἴθε ταύτην ἔλαχεν ἕτερος, τὸ Κράτος φησὶν ὡς ἅπαντα ἐπράχθη καὶ ἐγεγόνει τοῖς θεοῖς πλὴν τοῦ κοιρανεῖν καὶ ἄρχειν· τουτέστιν ἅπαντα δέδοται τοῖς θεοῖς, ὅπλα μὲν Ἄρει, Ἀρτέμιδι δὲ τόξα, Ἀπόλλωνι δὲ μουσική, σοὶ δὲ ἣν ἔχεις τέχνην, καὶ
5ἕτερα ἑτέροις· τὸ δὲ βασιλεύειν μόνο〈σ〉 ὁ Ζεὺς ἐκληρώσατο· ἐπεὶ οὖν 〈οὕτω〉 ταῦτ’ ἔχει, ἀνάγκη 〈καὶ σοὶ〉 ἥνπερ ἔλαχες 〈τέχνην στέργ〉ειν καὶ τὰ παρὰ 〈τοῦ Διὸς ἐπιτε〉ταγμένα σοι 〈ἐκτελεῖν〉 ἐπράχθη] ἐγεγόνει, ἐδόθη τοῖς θεοῖς παρὰ τοῦ Διός πλὴν θεοῖσι] χωρὶς τοῦ κοιρα‐
νεῖν κοιρανεῖν] ἄρχειν6

50

οὔτις ἐστὶ πλὴν] οὐδεὶς ἄλλος· ἀλλὰ πάντες δοῦλοι αὐτοῦ

51

ἔγνωκα] γινώσκω ὅτι οὕτως ἔχει ταῦτα τοῖσδε] τοῖς πραχθεῖσι

52

ἐπείξῃ] σπουδάσεις περιβαλεῖν] περιθεῖναι

53

ἐλιννύοντα] βραδύνοντα προσδερχθῇ] θεάσηται πατήρ] ὁ Ζεύς

54

ψάλλια] τὰ δεσμά δέρκεσθαι] ὥστε βλέπεσθαι πάρα] πάρεισι

55

νιν] αὐτά ἀμφὶ] περὶ χερσὶν] αὐτοῦ ἐγκρατεῖ σθένει] ἰσχυροτάτῃ δυνάμει

56

ῥαιστῆρι] ἐν σφύρᾳ θεῖνε] τύπτε πασσάλευε] προσήλου πρὸς] ἐν ταῖς

57

περαίνεται] τελεῖται ματᾷ] ματαιάζει

58

ἄρασσε] πλῆττε μᾶλλον] ἤγουν μεῖζον μηδαμῆ χάλα] ἐν οὐδενὶ μέρει τῶν δεσμῶν ὕφεσιν δίδου

59

δεινὸς] ἐπιτήδειος

60

〈ἄρ〉ηρεν] ἥρμοσται

61

τήνδε] τὴν ἑτέραν νυν] δή

62

σοφιστὴς] ἀπατεών νωθέστερος] ἤγουν ἐλάττων, φαυλότερος Ἵνα μάθῃ: τουτ〈έστιν ἵνα γνῷ〉 ὡς εἰ καὶ τὸν Δία ἀπα〈τᾷ καὶ σοφίζε‐ ται〉, ἀλλ’ οὐδέν τι τελέσαι 〈δύναται〉, ἐλάττων τούτου τυγχάνων. ἢ 〈οὕτω〉 νόει· ἵνα μάθῃ νωθέστερον καὶ ἀμελέστερον καὶ ῥᾳθυμότερον ἔχειν
5πρὸς τὸ τὸν Δία σοφίζεσθαι. τουτέστιν ἵνα 〈παντελῶσ〉 ἀφίστα[τ]αι 〈τοῦ〉 ποιεῖν τοιαῦτα πρὸς αὐτόν. ἀν〈τὶ δὲ τοῦ〉 εἰπεῖν εἶναι, πρὸς μετοχὴν ἔτρεψεν, ὢν εἰπών, ὅπερ ἐστὶ κρεῖττον. † σοφὸς ὀφείλων εἰπεῖν ἐλάττων τοῦ Διός, ὁ δὲ σοφιστὴς εἶπε διὰ τὸ ἀπατῆσαι τὸν Δία ἐν τῇ διανομῇ τοῦ βοὸς ὡς εἴρηται· οὐ γὰρ ἂν ἔχῃ καλῶς
10ἀπατεῶνα τὸν Δία λέγειν, ἵνα οὗτος εἴη ἐκείνου νωθέστερος

63

οὐδεὶς ἐνδίκως] οὕτως αὐτὸν ἀσφαλῶς προσήλωσα

64

ἀδαμαντίνου] σιδηρᾶς ἢ στερροτάτης νυν] δή σφηνὸς] τοῦ ἥλου γνάθον] ἤτοι τὸ στόμα αὐθάδη] ἀπηνῆ καὶ θρασεῖαν ὡς ἀκμαίαν καὶ ὀξεῖαν

65

διαμπὰξ] διόλου πασσάλευε] διαπέρα ἐρρωμένως] ἰσχυρῶς

66

αἶ αἶ] φεῦ Προμηθεῦ] ὦ ὑπερστένω] στενάζω πόνων] μόχθων

67

αὖ] δή κατοκνεῖς] ὀκνηρῶς διάκεισαι πρὸς τὸ ἔργον

68

ὅπως] σκόπει οἰκτιεῖς ποτε] ὅταν σε ὁ Ζεὺς οὕτως ἔχοντα ἰδὼν
τιμωρήσηται7

69

θέαμα] θεωρίαν δυσθέατον] δυσθεώρητον

70

κυροῦντα] ἐπιτυ[γ]χάνοντα ἐπαξίων] τῶν ἀξίων

71

ἀμφὶ] περὶ μασχαλιστῆρας] διαζώσματα

72

δρᾶν] πράττειν ἀνάγκη] ἐστί ἐγκέλευ’] πρόσταττε ἄγαν] λίαν

73

ἦ] ὄντως κελεύσω] προστάξω κἀπιθωύξω γε πρός] καὶ πρὸς τούτῳ ἐπεμβριμήσομαι

74

Ἐπειδήπερ ἄν〈ω περὶ τὰς πλευρὰσ〉 μασχαλιστῆρας π〈εριέβαλεν〉, ἔδει δὲ καὶ πρὸς τοὺς πό〈δας τοῦτο〉 ποιῆσαι 〈διὰ〉 τὸ ... φησιν 〈ὡς ἐπειδὴ〉 ἄνω κα... προσ〈ηλω?〉... χώρειν ... (uncertain how many lines are lost) κίρκωσον] κρίκοις περίβαλλε διὰ τὸ μέτρον
5βίᾳ] ἰσχύι

75

πέπρακται] ἐπράχθην (by another hand) οὐ μακρῷ] ἀλλὰ συντόμως

76

ἐρρωμένως] ἰσχυρῶς θεῖνε] τύπτε διατόρους] διαπεπερασμέ‐ νας τοῖς ἥλοις, ἢ μεγάλας

77

Supra vers. ὁ ἐ〈ξεταστὴς καὶ εὐθύνας ἐπάξω〉ν, εἰ φαῦλα φωράσεται, χαλεπός

78

ὁμοῖα] ὅμοια Ἀττικῶς γηρύεται] βοᾷ

79

μαλθακίζου] ταπεινός, μαλθακὸς γίνου αὐθαδίαν] Ἰωνικὴ ἡ συστολή

80

ἡμέτ〈ερον〉 † τραχύτητα γράφε μὴ θρασύτητα. τοῦτο 〈γὰρ ἔχει〉 τὸ α μακρόν, ἐκεῖνο δὲ βραχύ ’πίπλησσε] ὀνειδιστικῶς πρόφερε

81

στείχωμεν] ἀπέλθωμεν κώλοισιν] τοῖς ποσίν, ἢ τοῖς μέλεσι πᾶσιν, τουτέστιν ἅπαν τὸ σῶμα αὐτοῦ προσήλωται ἀμφίβληστρ’] δεσμά· ἀμφίβληστρον δὲ τὸ δίκτυον

82

ἐνταῦθα νῦν ὕβριζε] ἤγουν τούτοις συνὼν τοῖς δεσμοῖς θρασύνου καὶ μεῖζον τῶν θεῶν φρόνει

83

συλῶν] κλέπτων ἐφημέροισι] τοῖς θνητοῖς προστίθει] πρὸς τοῖς ἄλλοις οἷς ἔχουσι καὶ τοῦτο δίδου αὐτοῖς

84

οἷοί τε] δυνατοί θνητοὶ] οἱ ἄνθρωποι ἀπαντλῆσαι] ἐλευ‐ θερῶσαί σε

85

ψευδωνύμως] ἤγουν ψευδῶς δαίμονες] οἱ θεοί

86

ἡμε... 〈σύ〉νταξιν· τοιαύτη γάρ 〈ἐστι καὶ〉 τὸ παρ’ Ὁμήρῳ χρεὼ 〈βουλῆσ〉 ἐμέ τε καὶ σέ· 〈δοτικὴν γὰρ〉 ἔδει εἰπεῖν· νῦν δὲ 〈πρὸσ〉 αἰτια‐
τικὴν ἐπήνεγκε πρὸς 〈τὸ ἐπ〉αγόμενον· συνάγεται γὰρ ... αὐτὸν δεῖ προμηθεύσασθαι ... καλοῦσιν] ὀνομάζουσιν δεῖ] χρεία ἐστί προμη‐8
5θέως] ἤγουν προμηθεύσασθαι

87

τρόπῳ] μηχανῇ ἐκκυλισθήσῃ] ἐκπεσῇ, ἐλευθερωθήσῃ τέχνης] ἤτοι τῶν δεσμῶν

88

〈† ὦ δῖος αἰ〉θήρ: 〈ἡ〉 μονοστρο〈φικὴ αὕτη περίοδοσ〉 στίχων καὶ 〈κώλων ἐστὶ〉 〈μ〉ά, ὧν οἱ 〈αʹ βʹ γʹ〉 δʹ εʹ 〈ἰαμβικοὶ τρί〉μετροι ἀκα‐ τάληκτοι· 〈τὸ ϛʹ δί〉μετρον ἀκατάληκτον. 〈οἱ ἑξῆς ζʹ〉 ἀναπαιστικοί, τὸ δʹ (“δεσμὸν ἀεικῆ”) μο〈νόμετρον, τὰ δὲ〉 λοιπὰ δίμετρα ἀκατά〈ληκτα·
5τὸ ζʹ〉 μόνον καταληκτικὸν 〈ἑφθη〉μιμερές, ὃ καλεῖται 〈παροι〉μιακόν. οἱ ἑξῆς ιγʹ 〈ἰαμβικ〉οὶ αὖθις τρίμετροι ... (several lines lost) δῖος] ἔνδοξος αἰθήρ] πῦρ πνοαί] τὸν ἀέρα λέγει ταχύπτε‐ ροι πνοαί] ἤγουν ταχεῖαι· ἢ αἱ τάχος τοῖς πτεροῖς τῶν ὀρνέων παρέχουσαι

89

ποταμῶν τε πηγαί] διὰ τούτων τὸ ὕδωρ καλεῖ ποντίων] θαλασ‐ σίων

90

ἀνήριθμον] ἄπειρον γέλασμα] διάχυμα, πλάτος ἀνήριθμον γέλασμα] ἐκ μεταφορᾶς τῶν γελώντων· οἱ γὰρ γελῶντες ἐξήπλωνται παμμῆτόρ τε γῆ] ἡ πάντων μήτηρ καὶ τροφός, ζώων τε λέγω καὶ σπερμάτων καὶ ἀνθρώπων

91

πανόπτην] τὸν πάντ’ ἐφορῶντα. Ὅμηρος Ἥλιος “ὃς πάντ’ ἐφορᾷς καὶ πάντ’ ἐπακούεις” (Γ 277) κύκλον ἡλίου] ἤγουν τὸν ἥλιον περιφρα‐ στικῶς

92

ἴδεσθε] θεάσασθε θεός] ὢν δηλονότι

93

δέρχθηθ’] ἴδετε αἰκίαισιν] τιμωρίαις

94

διακναιόμενος] διακοπτόμενος καὶ προσταλαιπωρῶν μυριετῆ] τὸν πολυετῆ

95

ἀθλεύσω] μετ’ ἄθλου καὶ κακότητος διάξω

96

ταγὸς] ὁ ἡγεμὼν ἤγουν ὁ Ζεύς μακάρων] τῶν θεῶν ἐξεῦρ’] ἐμηχανήσατο

97

δεσμὸν] ἤγουν τιμωρίαν ἀεικῆ] ἀπρεπῆ

98

τὸ παρὸν] τὸ ἐνιστάμενον ἐπερχόμενον] τὸ μέλλον

99

πῆ] ποῦ ἢ ἐν ποίῳ καιρῷ ποτε] ἄρα μόχθων] πόνων ἤτοι τῆς τιμωρίας

100

τέρμα] τέλος χρὴ] ἀπόκειται ἐπιτεῖλαι] φανῆναι

101

καίτοι] ἐπιδιόρθωσις τὸ σχῆμα φημι] τοῦτο προυξεπίστα‐ μαι] προγινώσκω

102

Σκε〈θρῶσ〉:] the scholion of five lines is obliterated except for a
few words σκεθρῶς] ἀκριβῶς ποταίνιον] ἀπροσδόκητον, ἄγνωστον, νέον9

103

Ante vers. γνωμικόν πῆμ’] πάθος ἥξει] ἐπέλθοι πεπρω‐ μένην] τὴν μεμοιρασμένην παρὰ τῶν Μοιρῶν χρή] πρέπει

104

αἶσαν] μοῖραν φέρειν] ἐμέ ὡς ῥᾷστα] λίαν εὐκόλως

105

ἀνάγκης] τῆς βίας ἤτοι τῆς μοίρας ἀδήριτον] ἄμαχον σθένος] ἤγουν ἡ δύναμις

106

Ἀλλ’ οὔτε σιγᾶν: 〈ἔξεστί μοι τάσδε〉 τὰς τύχας λέγειν 〈τε καὶ σιγᾶν〉· σιγᾶν μὲν ὅτι μὴ 〈βουλομένου〉 τοῦ Διὸς τὸ πῦρ ἔκλεψα, 〈λέγειν δὲ〉 ὅτι τοῖς βροτοῖς γέρα παρέσχον καὶ πρὸς αὐτοὺς ἐφιλανθρωπευ〈σάμην〉 δούς τε τὸ πῦρ καὶ πά〈νθ’ ὅσα〉 προσῆκέ σφας 〈εἰδέναι διδάξασ〉 οὔτε
5σιγᾶν] ἀλλὰ βοᾶν· ἀλγῶ γάρ μὴ σιγᾶν] λέγων γὰρ ταύτας παρα‐ μυθίαν λήψομαι τύχας] δυστυχίας

107

τάσδ’] 〈ἃς πά〉σχω θνητοῖς] τοῖς ἀνθρώποις γέρα] τιμάς

108

ἐνέζευγμαι] ἐνεβλήθην, ὑπῆλθον

110

〈Πηγὴν κλοπαίαν εἶπεν〉 ὅτι πᾶσ〈α οὐσία〉 μείωσιν δέχεται· τὸ δὲ πῦρ, κἂν 〈τὸ τυ〉χὸν εὑρεθῇ, ἤτοι σμικρό〈τατος σπινθὴρ ...〉 δὲ ὕλῃ τινὶ 〈αὔξεται πάλιν〉. πηγὴν οὖν 〈εἶπε πυρὸς ὅτι〉 πάλιν αὔξεται 〈πολὺ ἐ〉κ μικροῦ. δέον δὲ εἰπεῖν κλοπαίως, κλοπαίαν εἶπε πρὸς τὸ πηγήν· τοιοῦτον δέ
5ἐστι καὶ τὸ ναρθηκοπλήρωτον· ὤφειλε γὰρ εἰπεῖν ἐντὸς νάρθηκος· ἔστι δὲ τὰ τοιαῦτα ὀνόματα, τό τε κλοπαίαν τό τε ναρθηκοπλήρωτον, οἱονεὶ ἐπεξήγησις τοῦ θηρῶμαι. εἰπὼν γὰρ θηρῶμαι πηγὴν πυρὸς ὤφειλεν εἰπεῖν καὶ τίνα τρό‐ πον ἐθηράσατο πηγὴν] ῥίζαν καὶ ἀρχήν κλοπαίαν] ποταπήν;

111

πέφυκε] ὑπάρχει πόρος] πορισμός

112

Τοιῶνδε ἀμπλακημάτων ποινὰς ἔδει εἰπεῖν, νῦν δὲ πρὸς τὸ ποινὰς τὴν σύνταξιν ἀποδέδωκεν ποινὰς] τιμωρίας ἀμπλακημάτων] ἁμαρ‐ τημάτων τίνω] δίδωμι

113

ὑπαίθριος] ἀσκεπής δεσμοῖσι] ἐν πασσαλευμένος] προση‐ λωμένος

114

ἆ ἆ ἔα ἔα] ἐπιρρήματα ἐκπληκτικά

115

ἀχώ] ἦχος ὀδμά] ἴσως δὲ αἱ Ὠκεανίδες ὀσμὴν ἔπνεον εὐωδίας προσέπτα] προσῆλθε ἀφεγγής] ἀθέατος

116

θεόσσυτος] ἐκ θεοῦ ὁρμηθεῖσα ἤγουν θεία βρότειος] ἀνθρωπίνη κεκραμένη] μεμιγμένη ἤγουν ἡρωϊκή

117

ἵκετο] ἀφίκετο τερμόνιον] ἔσχατον, ἀκρότατον τῆς γῆς πάγον] τὸ ὄρος

118

θεωρός] θεατής ἢ τί δὴ θέλων] ἤγουν διὰ τί ἄλλο ἐνταῦθα ἀφί‐
κετο ἢ διὰ τοῦτο10

119

ὁρᾶτε] πρὸς τὴν ὑποληφθεῖσαν αὐτῷ φαντασίαν τοῦτο λέγει δύσ‐ ποτμον] δυστυχῆ

121

δι’ ἀπεχθείας ἐλθόνθ’] διὰ μίσους ἐλθόντα ἤγουν μισηθέντα ὁπόσοι] ἐκείνοις

122

εἰσιχνεῦσι] εἰσπορεύονται

123

λίαν φιλότητα] τὴν πολλὴν φιλίαν ἣν πρὸς αὐτοὺς 〈εἶχον〉

125

πέλας] 〈πλησ〉ίον ἐμοῦ οἰωνῶν] ὀρνέων ἐλαφραῖς] μαλα‐ καῖς, ἠρέμα γὰρ ἐπέτοντο ὡς παρθένοι

126

πτερύγων] Ὠκεανίδες πτερωταὶ γὰρ ἦσαν ῥιπαῖς] ὁρμαῖς ὑποσυρίζει] ὑπηχεῖ

127

φοβερὸν τὸ προσέρπον] ἤγουν φοβοῦμαι πᾶν τὸ ἐπερχόμενον

128

Ante vers. στροφὴ κώλων ιβʹ Post vers. ἀλλοιόστροφα ἡμέτερα (referring to the following two scholia) † μηδὲν φοβηθείς (sic): τὰ τοιαῦτα εἴδη καλεῖται ἀνομοιόστροφα. ἀνομοιόστροφα δέ ἐστιν, ὡς Ἡφαιστίων φησίν (69.10), ὅσα πάντως διαι‐
5ρεῖται ἢ κατὰ πρόσωπον ἀμοιβαῖον ἢ χοροῦ πρὸς ὑποκριτὴν ἀπόκρισιν. καὶ διαιρεῖται εἰς δύο ἢ εἰς πλείω· εἰ μὲν οὖν εἰς δύο διαιρεῖται, καλεῖται ἐτερό‐ στροφον· εἰ δὲ εἰς πλείω, ἀλλοιόστροφον (cf. 69.12). εἰσὶν οὖν τὰ παρόντα ἀλλοιόστροφα. τῆς πρώτης οὖν ταυτησὶ στροφῆς, τὰ κῶλα ιβʹ. τὸ αʹ χοριαμβικὸν δίμετρον ἀκατάληκτον, ἐξ ἐπιτρίτου τρίτου καὶ χοριάμβου. τὸ
10βτερον ἰαμβικὸν πενθημιμερές. τὸ γʹ ὅμοιον ἑφθημιμερές, τοῦ πρώτου ποδὸς ἀναπαίστου. τὸ δʹ ἰωνικὸν ἀπ’ ἐλάσσονος τρίμετρον βραχυκατάληκτον, ἐξ ἰωνικοῦ παίωνος τρίτου καὶ σπονδείου. τὸ εʹ ὅμοιον τῷ αʹ, ἐκ διϊάμβου καὶ χοριάμβου διὰ τὴν ἀδιάφορον. τὸ ϛʹ προσοδιακὸν τρίμετρον βραχυκατά‐ ληκτον, ἐκ χοριάμβου παίωνος τρίτου ἀντὶ ἰωνικοῦ καὶ τροχαίου. τὸ ζʹ
15ὅμοιον τῷ εʹ. τὸ ηʹ ὅμοιον τῷ βτέρῳ. τὸ θʹ ἰωνικὸν ἀπ’ ἐλάττονος δίμετρον καταληκ〈τικόν〉, ἐκ παίωνος τρίτου ἀντὶ ἰωνικοῦ καὶ 〈τῆσ〉 συζυγίας κατα‐ ληκτικῆς ἤτοι κρητικοῦ, ὅς ἐστιν ἀμφίμακρος· εἰ δὲ βούλει, ἰαμβικὸν δίμετρον βραχυκατάληκτον, τοῦ αʹ ποδὸς ἀναπαίστου. τὸ ιʹ, εἰ καὶ δοκεῖ ἐνταῦθα ἰαμβικὸν εἶναι ἑφθημιμερές, ἀλλ’ ὡς ἔστιν 〈ἰδεῖν ἐκ〉 τοῦ κώλου τῆς ἀντιστρο‐
20φῆς, χορια〈μβικόν〉 ἐστι δίμετρον καταληκτικόν· ... γὰρ ἔχει ἐπίτριτον 〈τρίτον〉, τὸν δὲ βʹ ... ἐπίτριτον. τὸ ιαʹ 〈ἰωνικὸν ἡμι〉όλιον, ἐξ ἰωνικοῦ
〈ἀπὸ μείζονος καὶ〉 τροχαίου· εἰ δὲ βούλει, ἀναπαιστικὸν πενθημιμερές. τὸ ιβʹ ἰαμβικὸν πενθημιμερές. ἐπὶ τῷ τέλει παράγρα〈φος καὶ δύο διπλαῖ〉, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου ἔξω νενευκυῖα, ἡ δὲ κατὰ τὸ τέλος, ἔσω, δηλοῦσαι 〈ὡς11
25τέλος ἔχει τὰ ἀνταποδιδόμενα〉 † ἐπειδὴ Θέ〈μιδος παῖσ〉 Προμηθεὺς ἐμισεῖτο, ἀνθρώπων δ’ ἦν ὁ τόπος ἔρημος 〈ὡς εἰσ〉 τὰ ἔσχατα τυγχάνων τῆς γῆς, εἰκότως ἐξ Ὠκεανίδων νυμφῶν εἰσάγει χορὸν ὁ ποιητὴς παραμυθησόμενον τὸν Προμηθέα ἐπὶ τοῖς συμβᾶσιν αὐτῷ χαλεποῖς. νύμφας δέ φασι τὰς ἐφόρους τῶν πηγῶν θεάς, ἃς προϊὼν
30παῖδας καλεῖ Ὠκεανοῦ καὶ Γῆς. τῇ Γῇ γὰρ μιχθεὶς ὁ Ὠκεανὸς ἀπέτεκε τὰς πηγὰς ὧν αὖταί εἰσιν ἔφοροι φιλίᾳ] ἐν ἤδε τάξις] ἤτοι τὸ ἡμέτερον τάγμα, τὸ σύστημα

129

θοαῖς] ταχείαις ἁμίλλαις] σπουδαῖς, κινήσεσιν

130

προσέβα τόνδε] πρὸς τόδε τὸ ὄρος ἦλθε πατρῴας] τὰς οὗ πατρὸς Ὠκεανοῦ

131

μόγις] μόλις παρειποῦσα] παραπείσασα φρένας] ἤγουν τὸν πατέρα περιφραστικῶς

132

κραιπνοφόροι] ταχεῖαι, ταχέως φέρουσαι ἔπεμψαν] ἐκόμισαν αὖραι] αἱ τοῦ ἀέρος πνοαί

133

κτύπου γὰρ ἀχὼ] τὸ ἀπὸ τοῦ κτύπου τοῦ σιδήρου ἀπήχημα χάλυ‐ βος] τοῦ σιδήρου Ὅτι πρῶτον ὁ σίδ〈ηρος ἐν Χά〉λυψιν εὑρέθη διῇξεν] διῆλθεν ἄντρων] τῶν σπηλαίων ἐν οἷς οἰκοῦμεν

134

μυχὸν] τὸ βάθος ἐκ δ’ ἔπληξέ μου] εἰς ἔκπληξιν καὶ φόβον ἐκίνησεν. ὑπερβατόν τὰν θερμερῶπιν] τὴν παρθενικήν αἰδῶ] του‐ τέστιν ἐμὲ περιφραστικῶς

135

σύθην] ὥρμησα ἀπέδιλος] ἀνυπόδητος, γυμνοὺς ἔχουσα τοὺς πόδας ὄχῳ πτερωτῷ] ἐν ἅρματι ἢ ἐν πτεροῖς· ὄχημα γὰρ ἦν αὐταῖς τὰ πτερὰ ὥσπερ τοῖς ἱππεῦσιν οἱ ἵπποι

136

Ante vers. σύστημα κώλων θʹ † αἶ αἶ αἶ αἶ: σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς καλεῖται τοῦτο. καὶ ἔστι κώλων ἀναπαιστικῶν θʹ, ὧν τὸ αʹ τὸ εʹ [καὶ τὸ] καὶ τὸ ηʹ, μονόμετρα, ὃ καλεῖται ἀναπαιστικὴ βάσις, τὰ λοιπὰ δὲ δίμετρα ἀκατάληκτα· τὸ δὲ θʹ
5καταληκτικὸν ἤγουν ἑφθημιμερές, ὃ καλεῖται παροιμιακόν. ἐπὶ τῷ τέλει μόνη παράγραφος

137

τῆς πολυτέκνου Τηθύος] ἤγουν τῆς παμμήτορος Γῆς, ᾖ μιχθεὶς Ὠκεανὸς ἀπέτεκε τὰς πηγάς

138

περὶ] ἤγουν κύκλῳ εἱλισσομένου] συστρεφομένου, περικυκλοῦν‐
τος12

139

χθόν’] τὴν γῆν ἀκοιμήτῳ] ἀπαύστῳ, ἀεικινήτῳ

141

δέρχθητ’] ἴδετε ἐσίδεσθε] ἐκ παραλλήλου

142

προσπορπατὸς] κεκαρφωμένος· πόρπη γὰρ τὸ κοινῶς σουβλίον, προσηλωμένος φάραγγος] ἤγουν τοῦ ὄρους

143

σκοπέλοις] ταῖς κορυφαῖς τοῦ ὄρους ἐν ἄκροις] ἐκ παραλλήλου φρουρὰν] φυλακήν, διαμονήν ἄζηλον] κακήν, ἣν οὐδεὶς ζηλώσει ὀχήσω] ἤγουν βαστάσω, φυλάξω In right margin, by another hand: ὀχεω . In left margin 〈ἐκ μετα‐
5φο〉ρᾶς τῶν φρουρούντων ἐν τοῖς 〈ἀγροῖς φρουρ〉ὰν εἴρηκεν. ὥσπερ γὰρ 〈οἱ οἰκο〉ύμενοι τοὺς ἀγροὺς φρ〈ουροῦσιν, οὕτω καὶ οὗ〉τος ὥσπερ τις φρουρὸς τοῦ 〈ὄρους ἔ〉μελλεν ἔσεσθαι· ἄζηλον δὲ λέγει 〈τὴν φρου〉ρὰν αὐτοῦ, ὅτι ἐκείνων μὲν 〈ἡ〉 φρουρὰ ζηλωτή ἐστι διὰ τοὺς μισθοὺς καὶ τὴν ἐκ τῶν ἀγρῶν ἀπό〈λαυσιν〉· τὴν δὲ τούτου φρουρὰν ... τις νοῦν ἔχων ζηλως... ἐκ
10μεταφορᾶς ... ἐπιβαίνοντας

144

Ante vers. ἀντιστροφὴ κώλων ιβʹ † λεύσσω Προμηθεῦ: ἡ ἀντιστροφὴ αὕτη. τῆς ἄνω ἐστὶ στροφῆς, ἦς ἡ ἀρχὴ μηδὲν φοβηθείς (sic). καὶ αὕτη γὰρ κώλων ἐστὶν ἰσομέτρων ἐκείνῃ ιβʹ. ἐπὶ τῷ τέλει παράγραφος μόνη. ὁ μέντοι τελευταῖος ποῦς τοῦ δου
5κώλου σπονδεῖος ὤφειλεν εἶναι ὡς καὶ τοῦ τῆς 〈στροφῆσ〉. διὰ τοῦτο 〈χρὴ〉 γράφειν εἰσιδ〈ούσῃ〉 τὸ ςη η· ἐπ〈ειδὴ〉 καὶ διὰ τοῦ ι εὕρ〈ηται〉, οὐδὲν τῷ μέτρῳ λυμαίνεται· 〈αἱ〉 τῶν κώλων γὰρ καταλήξεις ἀδιάφοροί εἰσιν λεύσσω] βλέπω Προμηθεῦ] ὦ φοβερὰ] φόβου ποιητική ὄσσοις] ὀφθαλμοῖς

145

ὀμίχλα] νέφος λύπης, ἀορασία, οἱ γὰρ δακρύοντες οὐχ ὁρῶσι καθαρῶς προσῇξε] ἑαυτήν· ἤγουν προσῆλθεν πλήρης] πεπληρωμένη

145bis

δέμας] τὸ σῶμα εἰσιδούσῃ] θεασαμένῃ ἐμοί ... 〈καὶ εἰσι〉δού〈σῃ〉 τὸ ςη η, καὶ 〈εἰσ〉ιδο〈ῦσι τὸ ςι ἰῶτα· καὶ τὸ 〈μέν ἐστι πρὸς τὸ〉 ὀφθαλμοῖς· τὸ 〈δὲ εἰσιδούσῃ πρὸς τὸ ση〉μαινόμενον· τὸ γὰρ προσῆλθ〈ε τοῖσ〉 ἐμοῖς ὄσσοις οὐκ ἔστιν ἕτερον ἢ 〈ἐμοί〉

146

πέτραις] πρὸς ταῖς πέτραις προσαυαινόμενον] ξηραινόμενον καὶ προσταλαιπωροῦν ταῖς τοῦ ἡλίου καύσεσιν

148

ἀδαμαντοδέτοις] ἰσχυραῖς, σιδηραῖς λύμαισιν] βλάβαις, κολά‐ σεσιν

149

οἰακονόμοι] ἄρχοντες, ἤτοι ὁ Ζεύς κρατοῦς’] ἄρχουσι Ὀλύμ‐ που] τοῦ οὐρανοῦ νεοχμοῖς] νέοις

150

Ἀθέσμως· ἤγουν ἔξω τοῦ νόμου καθ’ ὃν ἦρχον τῶν θεῶν ὅ τε Οὐρανὸς
καὶ ὁ Κρόνος ἀθέσμως] ἀνόμως κρατύνει] κρατεῖ, ἄρχει13

151

Πέλωρ τὸ θηρίον· πέλωρον δὲ καὶ πελώριον τὸ μέγα ἀπὸ τοῦ πέλας εἶναι ὤρας καὶ φροντίδος· τῶν γὰρ μεγάλων πάντων εἰώθασι φροντίδα ποιεῖσθαι πελώρια] τὰ μεγάλα κεφάλαια, τόν τε Κρόνον λέγω καὶ τοὺς Τιτᾶνας ἀϊστοῖ] ἀφανίζει· ἔρριψε γὰρ αὐτοὺς ὑπὸ τὸν Τάρταρον.

152

Ante vers. σύστημα κώλων ηʹ ἡμέτερα † εἰ γάρ μ’ ὑπὸ γῆν: ἕτερον σύστημα κατὰ περικοπὴν ἀνομοιο‐ μερὲς κώλων ἀναπαιστικῶν ηʹ, ὧν τὸ βτερον καὶ ϛʹ μονόμετρα ἤτοι ἀναπαι‐ στικὴ βάσις, τὰ λοιπὰ δὲ δίμετρα ἀκατάληκτα· τὸ δὲ ηʹ καταληκτικὸν ἤτοι
5ἑφθημιμερές, ὃ καλεῖται παροιμιακὸν ὡς εἴρηται. ἐπὶ τῷ τέλει παράγραφος μόνη εἰ γὰρ] εἴθε νέρθεν τ’ Ἀΐδου] ὑποκάτω τοῦ Ἄιδου

153

νεκροδέγμονος] τοῦ δεχομένου τοὺς νεκρούς † ἀπέραντον μέν ἐστι τὸ μὴ ἔχον πέρας ἤτοι τέλος· ὡς οὗτός τέ φησιν ἐνταῦθα ἀπέραντον Τάρταρον λέγων, καὶ Ἀριστοφάνης ἐν Νεφέλαις (2) ‘ὦ Ζεῦ βασιλεῦ, τὸ χρῆμα τῶν νυκτῶν ὅσον ἀπέραντον.‘ ἀπέρατον δὲ
5πέλαγος ἢ ἕτερόν τι ὕδωρ ὃ οὐδεὶς δύναται περᾶν καὶ διελθεῖν· 〈καὶ ἔστι〉 τὸ μὲν ἀπὸ τοῦ 〈περαίνω〉 περανῶ 〈πεπέραμαι, πεπέραται, ὡς μιαίνω μιανῶ μεμίασμαι μεμίανται καὶ φαίνω〉 πέφαγκα πέφασ〈μαι〉 πέφανται, 〈οὕτως ἐκ τοῦ περαίνω〉 ἀπέραντον· τὸ δὲ 〈ἐκ τοῦ〉 περάω περῶ πεπέρακα πεπέραμαι πεπέραται ... εἰς ἀπέραντον] τὸν ἀτελῆ διὰ τὸ βάθος, τὸν πέρας μὴ
10ἔχοντα

154

Τάρταρον] λέγω ἧκεν] ἔπεμψεν ὁ Ζεύς

155

δεσμοῖς] ἐν ἀγρίως] ἀπηνῶς πελάσας] ἀγαγὼν ἐκεῖσε καὶ δεσμώσας

156

ὡς] ἵνα τις ἄλλος] ἤγουν ἄνθρωπος τοῖσδ’] τοῖς πάθεσιν οἷς πάσχω ἐπεγήθει] ἐπέχαιρε

157

αἰθέριον] ἀέριον κίνυγμ’] κρέμασμα ὑπάρχων

158

ἐχθροῖς] τοῖς ἄλλοις θεοῖς ἐπίχαρτα] ἐπιχαρῆ πέπονθα] ἤγουν πάσχω

159

† τίς ὧδε τλησικάρδιος: ἡ βτέρα αὕτη στροφὴ κώλων ἐστὶ ιβʹ. τὸ αʹ τὸ βτερον καὶ τὸ γʹ ἰαμβικὰ δίμετρα ἀκατάληκτα, ἃ καλεῖται Ἀνακρεόν‐ τεια ὡς κατακόρως τούτοις τοῦ ποιητοῦ χρησαμένου. τὸ δʹ ἰωνικὸν ἢ παιω‐ νικὸν δίμετρον ὑπερκατάληκτον, ἐκ δύο παιώνων βτέρων καὶ συλλαβῆς ἀδια‐
5φόρου. τὸ εʹ παιωνικὸν καθαρὸν ἡμιόλιον, ἐκ παίωνος δʹ καὶ ἰάμβου διὰ
τὴν ἀδιάφορον ἢ πυρρίχου. τὸ ϛʹ ἰωνικὸν δίμετρον ἀκατάληκτον, ἐκ παίωνος δʹ ἀντὶ ἰωνικοῦ καὶ ἰωνικοῦ ἀπὸ μείζονος καθαροῦ. τὸ μέντοι τῆς ἀντιστρο‐ φῆς κῶλον τὸν βτερον ἔχει πόδα διΐαμβον· εἴη δ’ ἂν τοῦτο καὶ τροχαϊκὸν ἑφθημιμερές, τοῦ πρώτου ποδὸς χορείου. τὸ ζʹ χοριαμβικὸν δίμετρον κατα‐14
10ληκτικὸν καθαρόν· εἰ δὲ βούλει, δακτυλικὸν πενθημιμερές. τὸ ηʹ τροχαϊκὸν καθαρὸν ἰθυφαλλικὸν ἤτοι δίμετρον βραχυκατάληκτον. τὸ θʹ τὸ ιʹ καὶ τὸ ιαʹ ἀναπαιστικὰ μονόμετρα. τὸ ιβʹ ἰαμβικὸν πενθημιμερές, τοῦ πρώτου ποδὸς ἀναπαίστου· εἰ δὲ βούλει, ἰωνικὸν ἡμιόλιον ἐκ παίωνος γʹ καὶ σπονδείου. ἐπὶ τῷ τέλει παράγραφος καὶ δύο διπλαῖ ὡς εἴρηται διὰ τὸ ἔχειν ἀνταπόδοσιν
15ὧδε] οὕτως τλησικάρδιος] καρτερικός, σκληρογνώμων

160

ὅτῳ] ᾧτινι τάδ’] ἃ πάσχεις ἐπιχαρῆ] ἄξια χαρᾶς

161

ξυνασχαλᾷ] συλλυπεῖται

162

τεοῖσι] τοῖς σοῖς ὅ δ’] ἤγουν ὁ Ζεύς ἐπικότως] ὀργίλως

163

θέμενος] εἰς ἑαυτόν ἄγναπτον] ἀκαμπῆ, σκληρόν νόον] νοῦν

164

δάμναται] δαμάζει οὐρανίαν] τοὺς Οὐρανοῦ ἀπογόνους θεούς γένναν] ἤτοι τὴν γενεὰν τῶν θεῶν

165

λήξει] παύσεται τοῦ δαμάζειν κορέσῃ] πληρώσῃ κέαρ] τὴν ψυχὴν αὐτοῦ

166

παλάμᾳ] μηχανῇ· παλαμᾶσθαι γὰρ τὸ μηχανᾶσθαι. δυνάμει τὰν δυσάλωτον] τὴν δυσπόρθητον ἕλη] πορθήσῃ, λάβῃ ἀρχάν] αὐτοῦ

167

Ante vers. σύστημα κώλων ιαʹ † ἦ μὴν ἔτ’ ἐμοῦ: σύστημα ἕτερον κατὰ περικοπὴν ἀνομοιομερὲς κώλων ἀναπαιστικῶν ιαʹ, ὧν τὰ μὲν δέκα δίμετρα ἀκατάληκτα, τὸ δὲ ιαʹ καταληκτι‐ κὸν ἤτοι ἑφθημιμερές. ἐπὶ τῷ τέλει παράγραφος. ἰστέον δὲ ὅτι τὸ ιαʹ
5κῶλον ἴαμβον ἔχει τὸν βτερον πόδα· καὶ ἔστιν ἐντεῦθεν δῆλον ὅτι δέχεται καὶ ἰαμβικὸν τὸ ἀναπαιστικὸν μέτρον ἧ] ὄντως ἔτ’] εἰς τὸ ἑξῆς κρατεραῖς] ἰσχυραῖς, μεγάλαις

168

ἐν γυιοπέδαις] τὰς δεσμούσας τὰ μέλη μου δέσμας αἰκιζομένου] μαστιζομένου, κολαζομένου

169

μακάρων πρύτανις] ὁ θεῶν διοικητὴς καὶ ἄρχων Ζεύς

170

δεῖξαι] αὐτῷ ὅτου] οὗτινος τὸ νέον βούλευμ’] τὸ πρόσφα‐ τον καὶ οὔπω ὑπ’ αὐτοῦ γινωσκόμενον. τὴν νέαν βούλησιν

171

σκῆπτρον τιμάς τ’] ἐκ παραλλήλου· ἤτοι τὴν τιμὴν τῆς ἀρχῆς ἀποσυλᾶται] ἀφαιρεθήσεται 〈Τὸ ἀπ〉οσυλᾶται εἰ καὶ ἀντὶ τοῦ ἀποσυ〈ληθή〉σεται εἴπομεν, ἀλλὰ καὶ οὕτως ... ἂν χ...σθαι. διὰ τοῦτο γὰρ ἀποσυλᾶται εἶπε καὶ οὐκ ἀπο‐
5συληθήσεται, ἐπειδὴ ὃ ἀπό〈κειται γενήσεσθαι, κἂν οὔπω〉 πάρεστι, 〈κατ’
αὐτὸ τοῦτο, ὅτι〉 ἀπόκειται, 〈τοῦ ἐνεστῶτος χώραν ἐπέχει〉 ...15

172

μ’] με μελιγλώσσοις] θελκτικαῖς

173

ἐπαοιδαῖσιν] ἐπῳδαῖς, λόγοις θέλξει] ἀπατήσει καὶ ὑπάξεται στερεάς] ἰσχυράς

174

ἀπειλὰς] αὐτοῦ πτήξας] φοβηθείς τόδ’] τὸ βούλευμα

175

καταμηνύσω] ἐξείπω αὐτῷ ἀγρίων] τῶν ἀπηνῶν τούτων

176

χαλάσῃ] ἤγουν λύσῃ ἐμέ ποινάς] τιμωρίας, ἀντεκτίσεις τί‐ νειν] ἀντιδιδόναι ἐμοί

177

τῆσδ’] ἦς πάσχω αἰκίας] μάστιγος, τιμωρίας ἐθελήσῃ] ἤγουν τιμωρηθῆναι αὐτὸν τὸν Δία ὑπ’ ἐμοῦ

178

Ante vers. ἀντιστροφὴ κώλων ιβʹ ἡμέτερα † σὺ μὲν θρασύς τε: ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς, ἦς ἡ ἀρχὴ “τίς ὧδε τλησικάρδιος.” καὶ αὕτη γὰρ κώλων ἐστὶν ἰσομέτρων ἐκείνῃ ιβʹ. ἐπὶ τῷ τέλει παράγραφος μόνη. τὸ μέντοι ϛʹ κῶλον διΐαμβον ἔχει
5τὸν βτερον πόδα ἀντὶ ἰωνικοῦ ὡς εἴρηται θρασύς] τολμηρὸς εἶ πικραῖς] χαλεπαῖς

179

δύαισιν] λύπαις, κακοπαθείαις αἷς σύνει ἐπιχαλᾷς] ἐνδίδως

180

ἄγαν] λίαν ἐλευθεροστομεῖς] σοβαρῶς καὶ ὑπεροπτικῶς φθέγγῃ Τὸ ἐλευθεροστομεῖς ἐκ μεταφορᾶς εἴρηται τῶν ἐλευθέρων τοιούτων ὄντων· τοῖς γὰρ δούλοις κατεπτηχέναι καὶ τρέμειν πάρεστι διὰ τὴν δουλείαν

181

† ἐγώ, φησίν, ἀπορῶ καὶ δέδια εἰ ὅλως σε λύσει τῶν δεσμῶν καὶ σὺ ποινὰς ἀξιοῖς λαβεῖν παρὰ τοῦ Διὸς ἀγνοῶν τὸν αὐτοῦ τρόπον· ἀκαμπὴς γάρ ἐστι καὶ ἤθη ἔχων ἀκατάλ〈ηπτα〉· οὐ γὰρ ἓν ἔχει ἦθος ἀλλ’ ... τρόπος ἐστὶ μ〈αλα〉... λογιζόμ〈ενοσ〉 ...
5ἐμὰς δὲ φρένας] τὸν ἡμέτερον νοῦν· ἤγουν ἐμὲ περιφραστικῶς ἠρέθι‐ σεν] ἐκίνησεν, ἐτάραξεν διάτορος] μέγας

182

ἀμφὶ] περὶ ἀμφὶ σαῖς τύχαις] ἕνεκα τῆς σῆς τύχης

183

πᾶ] ποῦ τῶνδε] οὓς πάσχεις

184

χρή] ἀπόκειται τέρμα] τέλος κέλσαντ’] καταντήσαντα, ἐλ‐ λιμενίσαντα, ἐκ μεταφορᾶς τῶν προσορμιζομένων νεῶν ἐσιδεῖν] ἰδεῖν ἀκίχητα] ἀκατανόητα, ἀκατάληπτα ἤθεα] ἤθη, τρόπους

185

κέαρ] ψυχήν οὐ παράμυθον] οὐ παρακλήσει ὑπεῖκον καὶ λόγοις· ἤγουν ἄκαμπτον, ἀπαραμύθητον (the scholion is lost) Κρόνου παῖς] ἤγουν ὁ Ζεύς

186

Ante vers. σύστημα κώλων ζʹ ἡμέτερα † οἶδ’ ὅτι τραχύς: σύστημα ἕτερον ἐν ἐκθέσει κατὰ περικοπὴν ἀνομοιομερὲς κώλων 〈ἀναπαιστικῶν ζʹ〉, ὧν τὸ δʹ μονό〈μετρον· τὰ δὲ〉 λοιπὰ
δίμετρα ἀκατάληκτα· τὸ δὲ ζʹ καταληκτικὸν ἤτοι ἑφθημιμερές. ἐπὶ τῷ τέλει16
5δύο διπλαῖ, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος, ἀμφότεραι ἔξω νενευκυῖαι, δηλοῦσαι ὡς τέλος ἔχει τὰ ἀνταποδιδόμενα οἶδ’] γινώσκω τραχύς] σκληρός ἐστι καὶ παρ’ ἑαυτῷ] τὸ γὰρ αὐτῷ δόξαν δίκαιον ἡγεῖται κἂν ἀδικώτ〈ατον〉 ᾖ

187

ἔμπας] ὅμως † περισσὸν ἦν ἐνταῦθα τὸ ὀΐω. ἦν γὰρ “ἀλλ’ ἔμπας ὀΐω.” διὸ καὶ ἐξεβλήθη παρ’ ἐμοῦ

188

μαλακογνώμων] πραΰς, ταπεινός ἔσται] γενήσεται

189

ταύτῃ] οὕτως, ὡς ἔφην ῥαισθῇ] δαμασθῇ

190

ἀτέραμνον] σκληρὰν καὶ ἄκαμπτον στορέσας] μαλακίσας, κατα‐ βαλών

191

ἀριθμὸν] ἕνωσιν ἤτοι φιλίαν φιλότητα] συντυχίαν

192

πόθ’ ἥξει] ἐλεύσεται, ἵνα αὐτῷ ἀπαλλαγὴν φράσω

193

† πάντ’ ἐκκάλυψον· αἱ συστηματικαὶ αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων πδʹ, ὧν τελευταῖος “πρὸς ἄλλο τ’ ἄλλον πημονὴ προσιζάνει.” ἐπὶ ταῖς ἀποθέσεσι καὶ τῷ τέλει παράγραφος ἐκκάλυψον] φανέρωσον γέγων’] εἰπέ

194

αἰτιάματι] μέμψει, αἰτίᾳ

195

αἰκίζεται] αἰκίζει, κολάζει

196

δίδαξον] τοῦτο λόγῳ] τῇ περὶ τούτων διηγήσει

197

Ante vers. προκατάστασις ... παρὰ τοῦ Διός ... πλὴν χρὴ ... τούτων ὑμῖν· 〈εἰ γάρ τις ἐκ〉 καλύψει πρός 〈τινα τὴν〉 αὐτοῦ θλίψιν, δέχεται παραμυθίαν παρ’ αὐτοῦ. λ〈έγει〉 δὲ διατί πάσχει περὶ τὸ ... τῶν αὐτοῦ λόγων ἀλγεινὰ] ἄλγους
5αἴτια, λυπηρά καὶ λέγειν] μὴ μόνον πάσχειν ἀλλὰ καὶ λέγειν τάδε] τὸ λέγειν δι’ ἃ πάσχω

198

πανταχῆ] ἐν τῷ λέγειν καὶ ἐν τῷ μὴ λέγειν δύσποτμα] δυσχερῆ καὶ βαρύτατα

199

Ante vers. διήγησις δαίμονες] οἱ θεοί χόλου] τῆς πρὸς ἀλλήλους ὀργῆς

200

στάσις] μάχη ἐν ἀλλήλοισιν] τοῦτο διαμέσου ὠροθύνετο] διηγείρετο

201

ἕδρας] τοῦ τῆς ἀρχῆς θρόνου

202

ἀνάσσοι] βασιλεύοι, ἄρχοι δῆθεν] τάχα τοὔμπαλιν] τὸ ἐναν‐ τίον

203

σπεύδοντες] ἀγωνιζόμενοι ὡς] ἵνα μή ποτ’ ἄρξειεν] ἀλλ’ ὁ
Κρόνος ἀεὶ ἄρχοι17

204

ἐνταῦθ’] ἐν τούτῳ τῷ καιρῷ ἤγουν τότε τὰ λῷστα βουλεύων] τὰ ὠφέλιμα, τὰ βέλτιστα συμβουλεύων πιθεῖν] καταπεῖσαι

205

Τιτᾶνας] ἀντέστησαν γὰρ οὗτοι τῷ Διί Χθονὸς] τῆς γῆς

206

αἱμύλας] ποταπάς, ποικίλας μηχανὰς] ἃς αὐτοῖς ἐμηχανώμην βουλάς

207

ἀτιμάσαντες] φαυλίσαντες, εἰς οὐδὲν λογισάμενοι καρτεροῖς] σκληροῖς καὶ ἀνενδότοις

208

ᾤοντ’] ὑπελάμβανον ἀμοχθεὶ] ἀπονητὶ πρὸς βίαν] ἤγουν βιαίως δεσπόσειν] ἄρξειν αὐτόν

209

οὐχ ἅπαξ] οὐ μόνον καλουμένη Θέμις] δικαιοσύνη Τοῦτο λέγει ὅτι τὸ θεῖον φύσει μὲν ἕν, ὀνόμασι δὲ πολυμερές

210

πολλῶν ὀνομάτων] λέγεται γὰρ καὶ ζείδωρος πρὸς τούτοις καὶ βότειρα καὶ βωτιάνειρα μορφὴ μία] ἡ οὖσα ἓν πρόσωπον

211

ᾗ] ὅπου κραίνοιτο] τελεσθείη προυτεθεσπίκει] προυμαντεύσατο

212

Ὡς οὐ κατ’ ἰσχύν· 〈τοῦτο πρὸς τὸ〉 ἄνω καὶ οὐ πρὸς τὸ σύν〈αγκες συν〉άπτεται τῇ ἐννοίᾳ· εἰπ〈ὼν γὰρ〉 ἄνω τὸ “ἐνταῦθ’ ἐγὼ τὰ λῷ〈στα〉 βουλεύων” τὴν μὲν σύνταξιν ἀπέδωκε, τὴν δὲ ἔννοιαν οὐκ ἀπέδωκεν· οὐ γὰρ εἶπε τίνες ἦσαν αἱ συμβουλαὶ ἃς πρὸς αὐτοὺς ἐποιήσατο, ἀλλ’ ἁπλῶς λῷστα
5εἶπε· νῦν δὲ πολλὰ διὰ μέσου θεὶς ἀποκαλύπτει ἃ συνεβούλευε, λέγων πρὸς αὐτοὺς ὡς χρὴ τὸν περιποιούμενον 〈ἑαυτῷ〉 ἀρχήν, οὐκ ἐν θρασ〈ύτητι〉 καὶ γνώμης ὑπερ〈οψίᾳ καὶ μετὰ〉 δόλου περιποιεῖσθαι αὐ〈τόν, ἀλλ’ ἐν〉 μετα‐ χειρίσεσι καὶ ἐπιτηδ〈ειότητι〉. εἶπε δὲ τὰ διαμέσου ἀν... τὸ οὐκ ἠδυνήθην πιθεῖν, τὸ αἱμύλας δὲ μηχανὰς ἀτιμάσαντες καὶ τὰ ἑξῆς· οὕτω γὰρ ἀπῄτει
10ἡ ὁρμὴ τοῦ ... εἶπε τὸ λῷστα βουλεύων. ἵνα μή τις εἴπῃ αὐτῷ σὺ δὲ ποῖ ἥξει τὸ πρᾶγμα ᾔδεις, ἐπάγει ἐμὴ 〈δὲ μήτηρ〉 καὶ τὰ ἑξῆς ὡς] ὅτι κατ’ ἰσχὺν] ἤγουν διὰ ἰσχύος οὐδὲ πρὸς τὸ καρτερὸν] ἤγουν διὰ γενναιότητος

213

ἡμέτερον † ἀπὸ τοῦ (?) χρεῖον τὸ χρήσιμον χρεῖα 〈ἡ〉 εὐθεῖα τῶν πληθυντικῶν τ〈ὰ χρ〉ήσιμα ὡς πότερα. καὶ παρὰ Σοφοκ〈λεῖ τὸ〉 χρεῖ’ ἦ λέγεται (Trach. 162, χρείη Brunck)· ἤγουν χρήσιμ〈ον〉 χρεῖ’ ἦ] ἤγουν χρήσιμον δόλῳ] ἤγουν μετὰ μηχανῆς καὶ ἐπιτηδειότητος ὑπερέχοντας]
5τοὺς μεγάλους, τοὺς δυνατούς κρατεῖν] ἄρχειν

214

λόγοισιν] ἐν ἐξηγουμένου] παραινοῦντος καὶ λέγοντος

215

οὐδὲ προσβλέψαι] ἤγουν οὐδὲ ἀτενίσαι πρός με καὶ ἰδεῖν με τὸ πᾶν] τὸ παράπαν

216

κράτιστα] ἤγουν κρεῖττον τῶν παρεστώτων τότε] τῶν ἐνιστα‐
μένων πραγμάτων ἢ τῶν ὄντων βουλευμάτων18

217

ἐφαίνετ’] ἐδόκει

218

ἑκόνθ’] ἐθελουσίως Ζηνὶ] τῷ Διί συμπαραστατεῖν] συμπαρί‐ στασθαι, συμμαχεῖν

219

Προμηθεὺς λέγει εὐεργεσίας τινὰς γενομένας παρ’ αὐτοῦ τῷ Διί, ἵνα ἀχάριστον καὶ ἀγνώμωνα αὐτὸν ἀποδείξῃ ἐμαῖς δὲ βουλαῖς] τοιαῦτα γὰρ συνεβούλευσα μελ[α]μβαθὴς] ὁ σκοτεινὸς διὰ τὸ β〈άθοσ〉

220

κευθμὼν] ὁ κατώτατος τόπος ἤγουν ὁ Ἅιδης καλύπτει] περιέχει τὸν παλαιγενῆ] τὸν παλαιὸν κατὰ τὴν γένναν

221

Ante vers. ἀπόθεσις αὐτοῖσι] σὺν συμμάχοισι] τοῖς Τιτᾶσι. αὐτοῦ τὸτ εστὶ (τουτέστι?) in marg. by 2d hand

222

τύραννος] ὁ βασιλεὺς ἤγουν ὁ Ζεύς ὠφελημένος] ὠφεληθείς

223

κακαῖσι] τὸ σχῆμα βαρύτης π[οι]ναῖς] τιμωρίαις ταῖσδε] αἷς σύνειμι ἀντημείψατο] ἀντεδεξιώσατο

224

Ante vers. γνωμικόν πως] τρόπον τινὰ ἢ ἀληθῶς τῇ τυραννίδι] τῇ ἐκ βίας γενομένῃ ἀρχῇ

225

τοῖς φίλοισι] τοῖς οἰκείοις καὶ συγγενέσι μὴ πεποιθέναι] θάρρος διδόναι

226

ὃ δ’] ὅπερ αἰτίαν] μέμψιν, ἀφορμὴν λέγω Καθ’ ἥντινα: ἐνταῦθα τὸ μὲν 〈τιν〉α τῇ ἐννοίᾳ συνάπτεται, 〈τὸ δὲ〉 ἣν ἀργόν ἐστιν. ὥσπερ πολλάκις γίνεται καὶ τὸ ἐναν〈τίον〉 τὸ τίνα (sic) ἀργὸν εὑρισκόμενον

227

αἰκίζεται] αἰκίζει, τιμωρεῖται σαφηνιῶ] σαφηνίσω, δηλώσω

228

〈ὅπωσ〉 οὐ μόνον ἐστὶν ἀντὶ τοῦ ... ἐνταῦθα, ἀλλὰ τοῦ ἵνα, καὶ ἀντὶ τοῦ πῶς ... παρ’ Εὐριπίδῃ “ὁποῖα κισσὸς δρυός, ὅπως τῆσδ’ ἕξομαι” (Hec. 398) ὅπως] ἐπεί τὸν πατρῷον] τὸν τοῦ πατρὸς αὐτοῦ Κρόνου

229

δαίμοσιν] τοῖς θεοῖς νέμει] μεμερισμένως παρέχει

230

διεστοιχίζετο] διεμέριζε κατὰ τάξιν

231

τῶν ταλαιπώρων] τῶν ἀθλίων λόγον] φροντίδα

232

ἀϊστώσας] ἀφανίσας γένος] τούτων

233

† τὸ φιτῦσαι 〈κρεῖττον ... οὐ τὸ〉 φυτεῦσαι, οὐ μόνον 〈ὡς ἔν〉 τινι 〈τῶν ἄγαν〉 παλαιῶν εὑρεθὲν ἀντιγρά〈φων, ἀλλὰ〉 καὶ ὡς εὑρεθὲν ἔχον τὸ 〈ι〉 μακρόν, 〈τὸ γὰρ〉 φυτεῦσαι ἀεὶ βραχὺ τὸ υ ἔχον εὕρηται ἔχρῃζεν] ἤθελεν ἄλλο] γένος φιτῦσαι] ποιῆσαι, γεννῆσαι ἐξ οὗ καὶ
5φίτυς ὁ πατήρ. τελέσαι

234

τοῖσιν] ἤγουν τῇ τοιαύτῃ βουλῇ ἀντέβαινε] ἠναντιοῦτο πλὴν]
χωρίς19

235

† ἔν τινι τῶν ἄγαν παλαιῶν βι〈βλίων〉 εὕρηται “ἐγὼ δὲ τόλμης,” ἤγουν ἕνεκα τόλμης· καί μοι δοκεῖ τοῦτ’ εἶναι κρεῖττον. οἱ δὲ γράφοντες “ἐγὼ δ’ ὁ τόλμης” ἤγουν ὁ τολμηρός, οὔ μοι δοκοῦσι καλῶς τοῦτο λέγειν. οὔτε γὰρ τόλμης τόλμου κλιθείη πότ’ ἄν, οὔτε μὴν τόλμης τόλμητος. ἐκεῖνο
5μὲν γὰρ παντελῶς ἐστιν ἄμουσόν τε καὶ ἄχρηστον, τοῦτο δ’ οὐκ ἔχει λόγον ἐπεὶ μὴ ἔστιν ἰαμβικόν τόλμης] ἕνεκα ἐξελυσάμην] ἠλευθέρωσα βροτοὺς] τοὺς

236

διαρραισθέντας] διαφθαρέντας ὑπὸ τοῦ Διός εἰς Ἅιδου] τὸν τόπον μολεῖν] ἐλθεῖν

237

τῷ τοι] ἐν τούτῳ, ἤγουν διὰ τοῦτο πημοναῖσι] τιμωρίαις κάμ‐ πτομαι] ταλαιπωρῶ, καταβάλλομαι, δαμάζομαι

238

πάσχειν] αὐτάς ἀλγειναῖσιν] λυπηραῖς οἰκτραῖσιν] ἐλέους ἀξίαις ἰδεῖν] τινὰ αὐτάς

239

οἴκτῳ] ἐλέῳ προθέμενος] ποιήσας ἤγουν ἐλεήσας αὐτούς τυ‐ χεῖν] τοῦ ἐλέου

240

αὐτός] ἐγώ ἀνηλεῶς] ἀπανθρώπως Right—hand margin ση(μείωσαι) περὶ ῥυ〈θμοῦ καὶ ἀριθμοῦ〉

241

† τὸ ἐρρύθμισμαι ἐκ μεταφορᾶς τῶν χορδῶν εἴρηται. ὥσπερ γὰρ αὗται διατεινόμεναι ῥυθμίζονται καὶ εἰς τάξιν μέλους ἔρχονται, οὕτω καὶ οὗτος τεταμένος καὶ ἀνεσταυρωμένος ἔμελλεν ἔσεσθαι, καὶ μέλος γοερὸν ἀφιέναι, ὥσπερ τινὶ πλήκτρῳ τοῖς δεσμοῖς πιεζόμενος. γίνεται δὲ τὸ ῥυθμίζω
5ἀπὸ τοῦ ῥυθμός· ὁ ῥυθμὸς δέ ἐστιν ὁ ἐκ τῆς ἁρμονίας τῆς μουσικῆς ἀποτελού‐ μενος ἦχος, ἤτοι τὸ μ〈έλοσ〉 καὶ γίνεται, ὡς ἐμοὶ δοκεῖ, ἀπὸ τοῦ ἐρύειν καὶ ἕλκειν τὸν θυμὸν ἤτοι τὴν ψυχήν. θέλγουσι γὰρ τὴν ψυχὴν τὰ μέλη καὶ πρὸς ἑαυτὰ ἕλκουσιν· ἐπεὶ γὰρ ἁπλῆ τις οὖσα τῷ ἐξ ἁρμονιῶν συγκειμένῳ συγκε‐ κραμένη σώματι, καὶ χαίρει τούτῳ συνοῦσα καὶ μουσικοῦ τινος τρόπον τοῦτο
10ῥυθμίζουσα, εἰκότως καὶ τοῖς ἔξωθεν ἐξ ἁρμονίας συγκειμένοις θέλγεταί τε καὶ χαίρει· μέλ〈ουσ〉 γάρ τινος αἰσθομένη χαρο〈ποῦ〉 γάννυται καὶ σκιρτᾷ. 〈κατα〉κλᾶται δὲ πάλιν καὶ σκ〈υθρω〉πάζει τούτου πρὸς τὸ σκ〈υθρω〉πότε‐ ρον τετραμμένου. ἁρ〈μονία δὲ〉 γίνεται ἀπὸ τοῦ αἴρω τὸ ἐπαί〈ρω καὶ〉 ... ἔστιν ὁ συνεχῶς καὶ κατὰ μικρὸν αὐξόμενος· ἓν γὰρ ἀεὶ ἐφ’ ἑνὶ προστιθέμενον,
15εἰς ἄπειρον ἐκτείνει τ〈ὸν〉 ἀρ〈ιθμόν〉· οἱ δὲ ἀπὸ τοῦ ὁρ〉ίζω τὸ συναφορίζω τοῦτον παράγοντες, πολλήν μοι δοκοῦσι τὴν σύγχυσιν ἐν 〈τῷ ἀ〉σύμφωνον ποιεῖν 〈καὶ μετ〉αβολὴν ἀνάρμοστον πάνυ· χρὴ γὰρ παράγειν τὰς λέξεις ἐναρμόνιον ... ὧδ’] οὕτως ἐρρύθμισμαι] προσήλωμαι, ἐκτέταμαι, ἐσταύρωμαι Ζηνὶ]
20τῷ Διί· ἤγουν ὑπὸ τοῦ Διός δυσκλεὴς] ἄδοξος θέα] θεωρία20

242

σιδηρόφρων] σκληρὸς καὶ ἄκαμπτος τὸ φρόνημα καὶ ὥσπερ ὑπὸ πετρῶν συμπαγεὶς τὸν νοῦν εἰργασμένος] πεποιημένος

243

Προμηθεῦ] ὦ ξυνασχαλᾷ] συλλυπεῖται

244

μόχθοις] δυστυχίαις τάδε] ἃ πάσχεις

245

ἔχρῃζον] ἤθελον ἠλγύνθην κέαρ] ἐλυπήθην, ἔπαθον τὴν ψυχήν

246

ἐλεεινὸς] ἄξιος ἐλέους εἰσορᾶν ἐγώ] ὥστε βλέπειν αὐτοὺς ἐμέ· ὥστε οὐδὲν θαυμαστὸν εἰ καὶ ὑμεῖς συνηλγήσατε ἐν πρώτοις οὖσαι τῶν φίλων

247

τί] οὔ(?)τι τῶνδε] ὧν φής περαιτέρω] ἐπέκεινα

248

Προδέρκεσθαι ἤγουν προβλέπειν. εἰ γὰρ εἶχον ἄνθρωποι πρὸ ὀφθαλ‐ μῶν τὸν θάνατον καὶ μὴ ἐλπίσιν ἐβουκολοῦντο, ὁ μέν, προσδοκῶν εὐδαίμων γενήσεσθαι καὶ περιεῖναι καὶ ζῆν ἀεί, ὁ δέ, αὐ〈τὸ〉 τοῦτο καὶ ὅτι πλούσιος ἔσται, λύπαις ἂν καὶ ὀδυρμοῖς τὸν πάντα αἰῶνα 〈δι〉έφερον. ἔπαυσα] πρὶν
5γὰρ πρὸ ὀφθαλμῶν εἶχον αὐτὸν προδέρκεσθαι] προβλέπειν

249

φάρμακον] θεραπείαν

250

κατῴκισα] ἐνέβαλον

252

τοῖσδε] οἷς ἔφην σφιν] αὐτοῖς ὤπασα] παρέσχον

253

φλογωπὸν] λαμπρόν, φωτεινόν ἐφήμεροι] οἱ ἄνθρωποι

254

ἀφ’ οὗ γε] ναὶ ἐκμαθήσονται] ἐφευρήσουσιν

255

αἰτιάμασιν] αἰτίαις

256

αἰκίζεται] κολάζει οὐδαμῆ] οὐδαμῶς χαλᾷ] ἐνδίδωσιν ἐκ με‐ ταφορᾶς τῶν πλοίων

257

ἄθλων] τῶν μόχθων καὶ τῶν καμάτων ὧν πάσχεις προσκείμενον] προσδοκώ〈μενον〉

258

οὐδὲν] τέλος ἔστι μοι πλὴν] εἰ μὴ

259

ἐλπίς] ἔστι μοι

260

ὡς] ὅτι

261

καθ’ ἡδονὴν] ὑπάρχει· οὐ γὰρ τοῖς σοῖς κακοῖς ἥδομαι ἄλγος] λύπη ταῦτα] ἤγουν τὸ περὶ τούτων 〈λέγειν〉

262

μεθῶμεν] ἀφῶμεν, καταλείψωμεν ἄθλου] τοῦ καμάτου ἔκλυ‐ σιν] ἐλευθερίαν

263

ἐλαφρὸν] ῥᾴδιον ὅστις] ἐκείνῳ ὑπάρχει πημάτων] συμφορῶν

265

πράσσοντας] πάσχοντας ἤγουν τοὺς κακοπραγοῦντας ἠπιστά‐ μην] ἐγίνωσκον

267

ἀρήγων] βοηθῶν εὑρόμην] εὗρον πόνους] λύπας, συμφοράς

268

ποιναῖς] τιμωρίαις ᾠόμην] ὑπελάμβανον τοιαῖσι] τοιαύταις

269

κατισχανεῖσθαι] καταξηραίνεσθαι καὶ ταλαιπωρεῖν ἐκ μεταφορᾶς
τῶν ἰσχάδων πεδαρσίοις] ὑψηλαῖς21

270

ἀγείτονος] οὐδεὶς γὰρ τούτῳ πλησιάζει πάγου] ὄρους

271

μὴ ’δύρεσθ’] μὴ θρηνεῖτε ἄχη] τὰς λύπας, τὰ πάθη

272

Ὥσπερ ἀπὸ τοῦ οἶκος οἶκοι 〈οὕτω〉 καὶ ἀπὸ τοῦ πέδον πεδοῖ πεδοῖ] ἐν τῷ πέδῳ βᾶσαι] κατελθοῦσαι, εἰς ἀέρα γὰρ ἐφέροντο προσερπούσας] τὰς προσερχομένας ἐμοί τύχας] δυστυχίας

273

ὡς] ἵνα διὰ τέλους] ἕως τέλους τὸ πᾶν] τοῦ κατ’ ἐμὲ πάθους

274

πείθεσθέ μοι] τὸ προσελθεῖν ἐν τῷ πέδῳ καὶ διὰ τέλους ἀκοῦσαι τὰ ’μά

275

Τὸ ταῦτα πρ... κρεῖττον ... ἀποδόσθαι μογοῦντι] τῷ πά‐ σχοντι ταῦτά τοι] ἤγουν προσελθεῖν καὶ ἀκοῦσαι τὰ κατ’ ἐμέ πλα‐ νωμένη] φερομένη Post vers. γνωμικόν

276

Ἡ πη〈μονή, φησί, καὶ ἡ〉 δυστυχία ἄλλοτε πρὸς ἄλλον προσι‐ ζάνει πλανωμένη καὶ φερομένη 〈ἤγουν ἄστα〉τός ἐστι καὶ οὐκ ἀεὶ τοῦ αὐτοῦ καταφ〈έρεται〉· ἐπεὶ οὖν ταῦθ’ οὕτως ἔχει, δεῖ καὶ ὑμᾶς ἐμοὶ συμπο〈νεῖν δυστυ〉χοῦντι, ἵνα καὶ 〈ὑμῖν εἴποτε ἂν〉 συμβαίη (τὸ 〈γὰρ τῆς τύχης ἄδη‐
5λον〉) τοὺς ὑμᾶς παραμυ〈θησομένους ἔχοιτε〉 ἄλλοτ’] ἐν ἄλλῳ καιρῷ ἄλλον] ἄνθρωπον πημονὴ] δυστυχία προσιζάνει] προσέρχεται, προσ‐ κά[θ]ηται

277

Ante vers. σύστημα κώλων ζʹ 〈† οὐκ ἀκούσαις: σύστη〉μα κατὰ περικοπὴν ἀνομοιομερὲς κώλων ἀνα‐ παιστικῶν ζʹ, ὧν τὸ βτερον μονόμετρον, τὰ λοιπὰ δίμετρα ἀκατάληκτα, τὸ δὲ ζʹ μόνον καταληκτικὸν ἤτοι ἑφθημιμερές. ἐπὶ τῷ τέλει παράγραφος
5οὐκ ἀκούσαις] ἀλλὰ 〈καὶ ἡμεῖσ〉 ταῦτα βουλόμεθ’ ἀκοῦσαι ἐπιθώυξας] ἐβόησας, εἶπας ἡμῖν

278

τοῦτο] τὸ ὑπομεῖναι τὴν κατὰ σὲ ἀκρόασιν Προμηθεῦ] ὦ

279

ἐλαφρῷ ποδὶ] ἤγουν ἐν τοῖς πτεροῖς κουφιζομένων κραιπνόσσυ‐ τον] πτηνόν, ταχύν Δέον κραιπνοσσύτως προλιποῦσα εἰπεῖν, κραιπνόσσυτον εἶπε πρὸς τὸ θᾶκον· ἢ πρὸς τὸ πόρον σύναπτε. θᾶκον δὲ τὸν ἀέρα φησίν· ἐπ’ ἐκεῖνον γὰρ
5οἷον καθήμεναι ἐπεστηρίζοντο

280

θᾶκον] τὴν ἐν τῷ ἀέρι στάσιν προλιποῦς’] καταλείψασα αἰθέρα] τὸν ἀέρα ἁγνὸν] τὸν καθαρόν 〈ἡμέτ〉ερα † ὅτι ἄνω ἐξ ὅλου τοῦ συστήματος τῶν Ὠκεανίδων ποιησάμε‐ νος τὸν λόγον, οὐκ ἀκούσαις εἰπών, νῦν ὡς ἐκ μιᾶς τοῦτον ἀποδίδωσι, προλι‐
5ποῦσα εἰπών, καὶ πελῶ, καὶ χρῄζω· μία γὰρ ἦν ἡ λέγουσα καὶ οὐχὶ πᾶσαι. σύνηθες γὰρ τοῦτο τοῖς ποιηταῖς, ποτὲ μὲν ἑνικῶς πρὸς τὸ τοῦ χοροῦ ὄνομα
ποιεῖσθαι τὸν λόγον, ποτὲ δὲ πληθυντικῶς πρὸς τὸ πλῆθος τῶν χορευτῶν22

281

πόρον] τὴν πορείαν τῶν ὀρνέων ὀκρυοέσσῃ] τῇ χαλεπῇ καὶ σκληρᾷ καὶ πετρώδει, λέγω δὲ τῷ Καυκάσῳ

282

χθονὶ] ἤγουν τῷ ὄρει πελῶ] πλησιάζω πόνους] μόχθους

283

χρῄζω] χρείαν ἔχω διὰ παντός] διόλου

284

Ante vers. σύστημα ἕτερον κώλων ιδʹ † ἥκω δολιχῆς: σύστημα ἕτερον κατὰ περικοπὴν κώλων ὁμοίων ἀναπαι‐ στικῶν ιδʹ, ὧν τὸ θʹ μονόμετρον, τὰ λοιπὰ δίμετρα ἀκατάληκτα, τὸ δὲ ιδʹ καταληκτικὸν ἤτοι ἑφθημιμερές. ἐπὶ τῷ τέλει παράγραφος ἥκω] ἦλθον
5δολιχῆς] μακρᾶς τέρμα] τέλος κελεύθου] ὁδοῦ

285

διαμειψάμενος] διελθών· ἢ μᾶλλον φθάσας Προμηθεῦ] ὦ

286

τὸν πτερυγωκῆ] τὸν ταχὺν διὰ τῶν πτερύγων οἰωνὸν] τὸν γῦπα ᾧ ἐπωχεῖτο

287

γνώμῃ] θελήματι ἐμῷ στομίων] χαλινῶν ἄτερ] χωρίς εὐ‐ θύνων] διεξάγων

288

τύχαις] δυστυχίαις ἴσθι] γίνωσκε ξυναλγῶ] συλλυποῦμαι

289

ξυγγενὲς] ἡ συγγένεια· Οὐρανοῦ γὰρ ἀμφότεροι ἔκγονοι

290

ἐσαναγκάζει] ἀναγκάζει συμπάσχειν σοι γένους] τοῦ. τῆς συγγενείας

291

ὅτῳ] ᾧτινι

292

μοῖραν] φιλί〈ας δ〉ηλονό〈τι〉 νείμαιμ’] παράσχοιμι

293

τάδ’] ἅ φημι ἔτυμ’] ἀληθῆ ἐστι μάτην] ἤτοι ψευδῶς

294

χαριτογλωσσεῖν] χαρίζεσθαι διὰ γλώττης

295

σήμαιν’] δήλου ὅτι] ὅπερ συμπράττειν] συναγωνίζεσθαι

296

ἐρεῖς] λέξεις

297

βεβαιότερος] ἀληθής, πιστότερος

298

† ἔα· τί χρῆμα: αἱ ἑξῆς αὗται συστηματικαὶ περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ϙθʹ, ὧν τελευταῖος “σταθμοῖς ἐν οἰκείοισι κάμψειεν γόνυ” (396). ἐπὶ ταῖς ἀποθέσεσι τῶν συστημάτων παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνὶς ἐξιόντων τῶν ὑποκριτῶν καὶ εἰσιόντος
5τοῦ χοροῦ ἔα] ἐκπληκτικὸν ἐπίρρημα χρῆμα] πρᾶγμά ἐστι πόνων] μόχθων

299

ἥκεις] ἦλθες ἐπόπτης] θεατής λιπὼν] ἀφείς

300

ἐπώνυμον] τὸ Ὠκεάνειον ἀπὸ σοῦ καλούμενον πετρηρεφῆ] πετρώ‐ δη ὄροφον ἔχοντα

301

Σιδηρομήτορα λέγει τὴν τῆς Σκυθίας Χαλυβ〈ικὴν γῆν,〉 ἐν ᾗ πρῶτον
ὁ σί〈δηρος εὕ〉ρηται. λέγει δὲ 〈τὸν Καύ〉κασον· περὶ αὐ〈τὸν γὰρ οἱ Χά〉λυβες αὐτόκτιτ’] αὐτοφυῆ τὴν σιδηρομήτορα] τὴν μητέρα τοῦ σιδήρου23

302

αἶαν] γῆν τύχας] τὰς δυστυχίας

303

ἀφῖξαι] ἦλθες ξυνασχαλῶν] συλλυπηθησόμενος

304

δέρκου] βλέπε θέαμα] θεωρίαν τόνδε] ἤγουν ἐμέ

305

τὸν συγκαταστήσαντα] τὸν συγκατεργασάμενον αὐτῷ τὴν ἀρχήν τυραννίδα] τὴν βασιλείαν

306

οἵαις] ἐν πημοναῖσι] βλάβαις, τιμωρίαις κάμπτομαι] δαμά‐ ζομαι

307

Προμηθεῦ] ὦ

308

τὰ λῷστα] τὰ λυσιτελῆ καὶ κάλλιστα ποικίλῳ] ἤγουν συνετῷ. τὸν νοῦν δηλονότι

309

γίνωσκε σαυτόν] ὡς ἐλάττων Διὸς εἶ μεθάρμοσον] μετάβαλε οὓς ἔχεις νῦν καὶ κτῆσαι νέους Ἐκ μεταφορᾶς τῆς μουσικῆς τὸ μεθάρμοσον εἴρηται· ἀντὶ τοῦ εἰπεῖν δὲ κτῆσαι τρόπους νέους, εἶπε μεθάρμοσον· τουτέστιν ἐξ ἀμοιβῆς λάβε, ἐκβαλὼν
5τὸν πρότερον τρόπον καὶ ἄλλον κτησάμενος· ἢ καὶ νέον εἶπε πρὸς ἀντιδια‐ στολὴν τοῦ προτέρου

310

νέους] ποταπούς; ἤγουν νέον φρόνημα κτῆσαι τὸ πρόσθεν ἀφείς τύραννος] βασιλεύς

311

ὧδε] οὕτως τεθηγμένους] ὀξεῖς τραχεῖς καὶ τεθηγμένους] σκληρούς, ὑβρίστικοὺς ἐκ μεταφορᾶς τοῦ τεθηγμένου σιδήρου καὶ ἐστομωμένου Τὸ τραχεῖς καὶ τεθηγμένους ἑρμηνεία ἐστὶ τοῦ ὧδε

312

ῥίψεις] ἀφήσεις πρὸς τὸν Δία τάχ’] ἴσως μακρὰν ἀπωτέρω] ἐκ παραλλήλου

313

θακὼν] καθήμενος κλύοι] ἀκούσοι χόλον] τὴν ὀργὴν τοῦ Διός

314

μόχθων] τῶν νῦν δυστυχιῶν παιδιὰν] παίγνιον πρὸς τὰ μέλλοντα καταλήψεσθαί σε κακὰ παρ’ αὐτοῦ

315

† οὐκ ἄθλιον τοῦτον ἀποκαλέσαι βουλόμενος ταλαίπωρον εἴρηκεν, ἀλλ’ ὡς ταλαιπωροῦντα ἐν τοῖς δεσμοῖς ταλαίπωρον εἶπεν αὐτόν· εἰ γὰρ καὶ πρὸς τῶν ἄλλων μισεῖται θεῶν, ἀλλ’ οὗτος συλλυπούμενος ὡς φίλος 〈αὐτῷ〉 ... κἂν ἐξηνέχθη ἄτοπά 〈τε〉 καὶ ἀπρεπῆ ὀνειδίζειν 〈αὐτῷ〉 ταλαίπωρ’]
5ὁ ταλαιπωρῶν ἐν τοῖς δεσμοῖς ὀργὰς] κατὰ τοῦ Διός

316

πημάτων] τῶν παθημάτων ἀπαλλαγάς] ἐλευθερίαν

317

Ἀρχαῖά φασι τὰ μωρά, παρόσον οἱ ἀρχαῖοι ἁπλῶς καὶ ἀποικίλως ἔζων, οἱ δ’ ὕστερον φρονήσει καὶ περιττότητι νοῦ ἀρχαῖ’] μωρά ἴσως]
τάχα τάδε] ἅ σοι λέγω24

318

Ante vers. γνωμικόν μέντοι] δὲ ὑψηγόρου] μεγαλαύχου καὶ σοβαρᾶς

319

Προμηθεῦ] ὦ τὰ ’πίχειρα] τὰ ἐπιτίμια

320

οὐδέπω] ἀκμήν εἴκεις] ὑποτάσσῃ καί ὑποχαλᾷς

321

πρὸς] σὺν παροῦσι] οἷς πάσχεις ἄλλα] κακά προσλα‐ βεῖν] δύο προς ἐκ παραλλήλου

322

οὔκουν] οὐδαμῶς

323

Παροιμία ἐστὶ τὸ πρὸς κέντρα λακτίζειν, εἰρημένη ἐκ τῶν βοῶν τῶν κεντουμένων ὄπισθεν 〈καὶ〉 ἐν τῷ λακτίζειν τοὺς ἰδίους πόδας αἱμασσόντων τῷ κέντρῳ κῶλον] ἤγουν τὸν πόδα ἐκτενεῖς] ἐξάξεις

324

τραχὺς] ἀκαμπής μόναρχος] βασιλεύς † ὑπεύθυνος· ἤγουν ὑπ’ ἄλλου ἐξουσιαζόμενος καὶ ὑπ’ εὐθύνην ὤν ὑπεύ‐ θυνος] δυνατὸς ὑπ’ εὐθύνην ἐλθεῖν ἐάν τι παρὰ δίκην ἐργάσηται κρατεῖ] ἄρχει

325

εἶμι] πορεύσομαι πρὸς αὐτόν

326

ἐκλῦσαι] ἐλευθερῶσαι

327

ἡσύχαζε] ἥσυχος ἔσο ἄγαν] λίαν λαβροστόμει] κομπορρημόνει

328

† περισσὸν τὸ ἐπέκεινα τοῦ ἴσου καθὸ λέγομεν ἄρτιον καὶ περιττὸν ἀριθμόν. καὶ ἀπὸ τούτου περιττὸν τὸ πολὺ καὶ ὑπὲρ τὸ μέτρον, ὡς κἀνταῦθα. περισσόφρων γὰρ ἐνταῦθα ὁ λίαν ἐστὶ φρόνιμος. καὶ Ὅμηρος περίφρον φησὶ Πηνελόπεια· λέγεται δὲ περισσὸν καὶ τὸ μάταιον, καθό φαμεν περισσὰ
5φθέγγεσθαί τινα ἤγουν μάταια περισσόφρων] περιττὸς τὴν φρόνησιν ἤγουν λίαν φρόνιμος

329

ματαίᾳ] τῇ παρὰ καιρὸν κομπαζούσῃ

330

Θαυμάζω σε, Ὠκεανέ, ὅτι ἐκτὸς αἰτίας καὶ μέμψεως ὑπάρχεις τῷ Διὶ καὶ οὐδὲν κακὸν ὑπ’ αὐτοῦ πέπονθας, πάντα τἀμὰ πάθη ἴδια λογισάμενος δι’ ὧν 〈συνήλ〉γησας ζηλῶ] θαυμάζω, ἐπαινῶ ὅθ’ οὔνεκ’] ἐκ παραλ‐ λήλου αἰτίας] μέμψεως ὑπάρχεις τῷ Διί

331

πάντων] τῶν κατ’ ἐμέ μετασχὼν] κοινωνήσας τετολμηκὼς ἐμοί] ὑπομείνας δι’ ὧν συνήλγησας

332

ἔασον] ἄφες τὸ ἐλθεῖν πρὸς αὐτὸν καὶ ζητεῖν λῦσαί με μελησάτω] διὰ φροντίδος ἔστω τοῦτο

333

πάντως] ἀληθῶς νιν] αὐτόν εὐπιθής] Ἰωνικὴ ἡ συστολή

334

πάπταινε] περίβλεπε, ἐπιτήρει, σκόπει πημανθῇς] βλαβῇς ὁδῷ] τῇ ὑπὲρ ἐμοῦ πρὸς αὐτόν

335

ἀμείνων] κρείττων τοὺς πέλας] τοὺς πλησίον ἤγουν τοὺς φίλους
φρενοῦν] σωφρονίζειν ἔφυς] ὑπάρχεις25

336

τεκμαίρομαι] σημειοῦμαι τοῦτο

337

ὁρμώμενον] κινούμενον ἐλθεῖν ὑπὲρ σοῦ πρὸς αὐτόν ἀντισπά‐ σῃς] κωλύσῃς καὶ ἀποστήσῃς τούτου

338

αὐχῶ] θαρρῶ. ὃ γὰρ θαρρεῖ τις καὶ καυχᾶται

339

Δί’] τὸν Δία ἐκλῦσαι] ἐλευθερῶσαι

340

οὐδαμῆ] οὐδαμῶς λήξω] παύσομαι ποτέ] ἐπαινῶν

341

προθυμίας] τῆς ὑπὲρ ἐμοῦ ἐλλείπεις] καταλιμπάνεις ἀτὰρ] δὲ

342

μάτην] οὐ γὰρ εἰσακουσθήσῃ Τὸ ὠφελῶ οὐ μόνον αἰτιατικῇ εὕρηται ὡς παρ’ Ἀριστοφάνει “ἆρ’ ὠφε‐ λήσαις ἄν τι τὸν σαυτοῦ φίλον” (Plutus 1134) ἀλλὰ καὶ δοτικῇ, ὡς κἀνταῦθα· καὶ ἐν ἄλλοις οὗτός φησιν “ὡς τοῖς θανοῦσι χρήματ’ (πλοῦτος
5in text) οὐδὲν ὠφελεῖ” (Pers. 842)

344

ἐκποδὼν] μακρὰν ἐκείνου

345

τοῦδ’] τοῦ δυστυχεῖν

346

Ὡς πλείστοις: τὸ ὡς ἀντὶ τοῦ λίαν, ἢ τοιαύτην ἐνταῦθα σημασίαν ἔχει. ὥσπερ φαμὲν τὸ ὡς ἐν τοῖς παροῦσι. τότε γὰρ τὸ ὡς ὥσπερ ἔμφασιν ἐνέχει καὶ ἔστιν ἐκ παραλλήλου. καὶ τοῦτο μέν φασί τινες, τὸ δ’ ἀληθές, τὸ ὡς 〈ἀντὶ τοῦ〉 λίαν ἐστί· σὺ δὲ μὴ ἀκούων 〈λίαν〉 πλείστοις νομίσῃς λέγειν τὸν
5Προμηθέα μὴ ἐθέλειν μὲν 〈λιάν πο〉λλοῖς βλάβας, ἀλλὰ δηλονότι 〈ὀλίγοισ〉· ἀλλ’ οὕτως ἔχει, οὐ θέλοιμι ἄν λίαν πλείστοις ἀνθρώποις πημονάς, ἤγουν οὔτε πλείστοις οὔτ’ ὀλίγοις, τυχεῖν τούτων δηλονότι· ἢ τὸ πημονὰς πρὸς τὸ τυχεῖν· εὕρηται γὰρ τὸ τυχεῖν καὶ πρὸς αἰτιατικὴν ἅπαξ ἡμέτερον † τοῦτο ὅμοιόν ἐστι τῷ παρὰ Λιβανίῳ· “σὺ γὰρ ταῖς πόλεσι τά
10τ’ ἄλλα βούλοι’ ἄν, καὶ δὴ καὶ λόγων ἰσχύν·” οὐ δεῖ 〈δὲ〉 πλείστους γράφειν ἀλλὰ πλείστοις· 〈τὸ μέντοι?〉 ὡς 〈οὔ?〉 μοι δοκεῖ ἀντὶ τοῦ λίαν 〈εἶναι〉 ἀλλ’ ἀντὶ τοῦ ὥστε· οὕτως· 〈θέλοιμι〉 ἂν πλείστοις πημονάς, 〈ὥστε τυχεῖν〉 αὐτῶν δηλονότι ὡς] λίαν πλείστοισι] ἀνθρώποις πημο‐ νὰς] βλάβας τυχεῖν] αὐτοὺς τούτων

347

οὐ δῆτ’] οὐ πεισθήσομαί σοι κασιγνήτου] τοῦ σοῦ ἀδελφοῦ τύχαι] δυστυχίαι

348

τείρους’] δαμάζουσι, λυποῦσι Ἄτλαντος] Ἐπιμηθεὺς Προμηθεὺς Ἄτλας καὶ Μενοίτιος ἀδελφοὶ υἱοὶ Ἰαπετοῦ. τοὺς τρεῖς μόνους ὁ Ζεὺς ἐκό‐ λασεν ἑσπέρους] δυτικούς

349

Supra vers. κατεδικάσθη γὰρ ὑπὸ Διὸς ὑπανέχειν τὸν οὐρανοῦ καὶ γῆς κίονα· ὅστις ἦν ὄρος τὸ νῦν καλούμενον Ἄτλας δοκοῦν οὐρανῷ ἐγγίζειν
διὰ τὸ ὕψος26

350

ἐρείδων] ἐπιστηρίζων ἤγουν βαστάζων οὐκ εὐάγκαλον] ἀλλὰ δυσβάστακτον

351

τὸν γηγενῆ] τὸν γενναῖον καὶ ἀνδρεῖον. τὸν ἐκ γῆς γεννηθέντα Κιλικίων οἰκήτορα] τὸν ἐν Κιλικίᾳ οἰκήσαντα κολασθέντα δ’ ἐν Σικελίᾳ Ὅτι 〈ὁ Τυφὼς ἐν Κιλι〉κίᾳ μὲν ἐγεννήθη 〈ἐν Σικελίᾳ δὲ ἐκε〉ραυνώθη ἐν τοῖς ποσὶ τοῦ ὄρους τῆς Αἴτνης· ἔνθα φασὶ καθήμενον τὸν Ἥφαιστον χαλκεύ‐
5ειν· καλεῖται 〈δὲ ὁ τόπος οὗτοσ〉 κρατῆρες, διὰ τὸ μεστὸς εἶναι πυρός † οὐκ ἔστιν ὁ Τυφὼς ἀδελφὸς Προμηθέως ὡς διδάσκει ἡ ἱστορία Τὸν γηγενῆ τε: μυθεύεται ὅτι 〈οἱ Τιτᾶνες Οὐρανοῦ καὶ Γῆσ〉 παῖδες ὄντες ἀντῆραν πόλεμον τῷ Διὶ καὶ ἀντέστησαν αὐτῷ· ἐπεὶ δὲ δέκα ἔτη ἐμάχοντο καὶ λύσις 〈τοῦ πολέμου οὐκ〉 ἦν ἀλλ’ ἴση ἦν ἐν ἀμφοτέροις ἡ μάχη, ἔχρησεν ἡ
10Γῆ τῷ Διὶ τὴν νίκην ἐὰν σχῇ συμμάχους τοὺς Κύκλωπας· ὁ δὲ οὐ μόνον τοὺς τρεῖς μονοφθάλμους ἔλαβε Κύκλωπας, τὸν Βρόντην, τὸν Στερόπην καὶ τὸν Ἄργον, ἀλλὰ καὶ τοὺς τρεῖς ἑκατόγχειρας, τὸν Κότον, τὸν Βριάρεων καὶ τὸν Γύγην· παῖδες δὲ καὶ οὗτοι Οὐρανοῦ τε καὶ Γῆς ἐχρημάτιζον· καὶ νέκταρ κεράσας εὔφρανε καὶ πρὸς τὴν μάχην ἠρέθισε· καὶ πόλεμον συνάρας μετὰ
15μεγάλου κρότου τοὺς Τιτᾶνας κατετροπώσατο καὶ τῇ γῇ προσέδησε καὶ κατεταρτάρωσε. μετὰ δὲ ταῦτα ἡ Γῆ τῷ Ταρτάρῳ μιγεῖσα τὸν ἑκατοντα‐ κέφαλον Τυφῶνα ἐγέννησεν, ἁπάντων θηρίων ἀγρίων ἔχοντα κεφαλὰς καὶ τέρας δεινὸν καὶ παμμιγὲς χρηματίζοντα, καὶ ἐξ ὀφθαλμῶν σέλας πυρὸς καταπληκτικὸν ἐξαστράπτοντα, ὃς πάλιν ἑτέραν συνῆψε τῷ Διὶ μάχην·
20κεραυνωθεὶς δὲ καὶ αὐτὸς ἐν Σικελίᾳ παρὰ τὴν Αἴτνην τῷ Ταρτάρῳ ἐκρύβη· ἐξ οὗ μυθολογεῖται πάντας τοὺς σφοδροὺς ἀνέμους κυΐσκεσθαι χωρὶς ζεφύρου καὶ βορέου· θεογενεῖς γὰρ οὗτοι. εἶτα Προμηθεὺς Ἄτλας καὶ Μενοίτιος Ἰαπετοῦ καὶ Κλυμένης ὄντες παῖδες, ἀντέστησαν τῷ Διί· ὧν τὸν μὲν Προ‐ μηθέα προσήλωσεν ἐν Καυκάσῳ ἀετὸν πέμψας τούτου κατεσθίειν τὸ ἧπαρ.
25τὸν δὲ Ἄτλαντα πεποίηκεν ἐπ’ ὤμων φέρειν τὸν τοῦ οὐρανοῦ κίονα, τὸν δὲ Μενοίτιον ἐκεραύνωσεν

352

ἄντρων] σπηλαίων ᾤκτειρα] ἠλέησα δάϊον] πολεμικόν, κα‐ ταπληκτικόν

353

ἑκατοντακάρηνον] ἑκατὸν κεφαλὰς ἔχοντα πρὸς βίαν χειρού‐ μενον] ἤγουν βιαίως πιεζόμενον ἐν Αἴτνῃ χειρούμενον] κρατούμενον ὑπὸ Διός

354

θοῦρον] τὸν ὁρμητικὸν καὶ θρασύν ἀντέστη] ἠναντιώθη

355

σμερδναῖσι] καταπληκτικαῖς γαμφηλαῖσι] σιαγόσι συρίζων] ἐκπνέων· εἰκότως δὲ εἶπε τὸ συρίζειν, ἐπειδὴ ὄφεων κεφαλὰς εἶχε, τούτων δέ
ἐστι τὸ συρίζειν27

356

ὀμμάτων] αὐτοῦ ἤστραπτε] ἀπέλαμπε γοργωπὸν] καταπλη‐ κτικόν σέλας] ἤγουν πῦρ

357

τὴν Διὸς] ἤγουν τὸν Δία τυραννίδ’] τὴν ἀρχήν ἐκπέρσων] μέλλων καταβαλεῖν βίᾳ] βιαίως

358

αὐτῷ] τῷ Τυφῶνι Ζηνὸς] τοῦ Διός ἄγρυπνον] ἀκοίμητον, ἄσβεστον

359

Καταιβάτης: εἴδη τῶν κεραυνῶν εἰσι πέντε· πρηστὴρ σκηπτὸς καταιβάτης ψολόεις καὶ ἑλικίας. γίνεται δὲ ὁ μὲν πρηστήρ, ὁ καὶ πυρόεις καλούμενος, καταφερομ〈ένου〉 τοῦ πνεύματος ... ὁ δὲ σκηπτὸς ἐκπυ‐ 〈ρωθέντος καὶ〉 λεπτυνθέντος τοῦ 〈πυρώδους πνεύ〉ματος· ... ὃς διὰ λε‐
5πτότητ〈α οὐ φλέγει〉 ἀλλὰ μελαίνει· ὁ ψολόεις ὁ ἐν τῇ καύσει ὀλ〈λύων· ἑλικίασ〉 δὲ ὁ ἕλικας καὶ συστροφ〈ὰς ποιῶν〉 διὰ παχύτητα καὶ ὑγρ〈ότητα〉 τῇ πυκνότητι τοῦ ἀέρος ἀντωθούμενος καταιβάτης] ὄνομα τοῦτο τοῦ κεραυνοῦ ἐκπνέων] ἐκπέμπων

360

ἐξέπληξε] μετ’ ἐκπλήξεως ἔπαυσε ὑψηγόρων] τῶν μεγαληγόρων

361

κομπασμάτων] οἷς ἐχρῆτο ἀπειλῶν τῷ Διί φρένας—τυπεὶς] εἰς αὐτὸν τὸν νοῦν πληγεὶς καὶ παράφρων γενόμενος τῷ ἀπροσδοκήτῳ τῆς πληγῆς

362

ἐφεψαλώθη] κατεκαύθη, φέψαλος γὰρ ὁ μικρὸς σπινθήρ κἀξεβρον‐ τήθη] παρετράπη, ἐξησθένησεν, ὥσπερ οἱ βροντῆς ἤχῳ παρατραπέντες

363

ἀχρεῖον—δέμας] ἄτιμον καὶ ἀπόβλητον, μηδεμιᾶς φροντίδος ἀξιού‐ μενον

364

στενωποῦ—θαλασσίου] τοῦ Σικελικοῦ πορθμοῦ· εἰκότως δὲ προσ‐ έθηκε τὸ θαλασσίου ἐπεὶ στενωπούς φασι τὰς ἐν ταῖς πόλεσιν ἀγυιὰς ἤτοι τὰς ὁδούς Ὅτι ὁ Σικελικὸς πορθμὸς μέσον Σικελίας καὶ Ἰταλίας ἐστίν

365

Ἰπνὸς λέγεται ὁ φοῦρνος· ἐκ γὰρ τοῦ ἴπτω τὸ βλάπτω οὐ μόνον τὸ ἰάπτω γίνεται, ἀλλὰ καὶ ιπτος (ἶπος?) ἡ παγὶς τῶν μυῶν καὶ ἱπνοῦν (?) βλάπτειν παρά τε ἄλλοις καὶ 〈τῷδε τῷ〉 Αἰσχύλω 〈καὶ〉 παρὰ τῷ κωμικῷ 〈ὡς τὸ “ἱπνούμενος?〉 ταῖς συμφοραῖς” (Eq. 924, in A ἱπτούμενος, other
5Mss. ἰπούμενος). ἐκ τοῦ ιπτω δὲ καὶ ἴψ ὁ σκ〈ώληξ, ὁ〉 τοῖς κέρασιν ἐμφ〈υόμενος, ὡσ〉 τὸ “μὴ κέρα ἶπες ἔδοιεν” (ω 395). ἱπνούμενος] καιό‐ μενος Αἰτναίαις] ταῖς τοῦ ὄρους τῆς Αἴτνης

366

κορυφαῖς] αὐτῆς τῆς Αἴτνης ἤμενος] καθήμενος Μυδροκτυπεῖ ἤτοι χαλκεύει μύδρον καὶ πεπυρακτωμένον σίδηρον· μύδρος
δὲ γίνεται ἀπὸ τοῦ μὴ ἔχειν ὕδωρ. ἐξικμάζεται γὰρ ὁ τοιοῦτος καὶ οὐδόλως μετέχει ὑγρότητος, ἀλλὰ μόνης ξηρότητος· ὁ δὲ μὴ τοιοῦτος ὑγρότητα ἔχων28
5ποιεῖ καὶ ἰόν μυδροκτυπεῖ] σφυρηλατεῖ, χαλκεύει

367

Τοῦτο κατὰ τοὺς χρόνους Ἱέρωνος γέ〈γονεν〉 ἄρχοντος Σικελίας, 〈ὅτε καὶ〉 Αἰσχύλος ἤκμαζεν ἔνθεν] ἐκ τῆς Αἴτνης ἐκραγήσονται] σφοδρῶς ἐκρεύσουσιν

368

δάπτοντες] ἀφανίζοντες, ἐσθίοντες γνάθοις] στόμασιν ἡμέτερον † δάπτοντες εἰπὼν εἰκότως προσέθηκε καὶ τὸ ἀγρίαις γνάθοις, ἤγουν στόμασιν ἀπὸ μέρους· ἢ ὀδοῦσι. τούτων γάρ ἐστι τὸ ἐσθίειν· ἀγρίαις δὲ διὰ τὸ ἀφανιστικόν

369

Σικελίας] τῆς νήσου λευρὰς] πλατείας γυίας] ἀρούρας

370

τοιόνδε] τοιοῦτον ἐξαναζέσει] ἀναδώσει χόλον] μανίαν, ὀργήν

371

θερμῆς] καυστικῆς ἀπλήστου] ἀκορέστου Ἀπλήστου ἀκορέστου, ἀκρατήτου· τὸ γὰρ πῦρ εὑρὸν ὕλην οὕτω βακχεύει ὡς μηδένα τῶν πάντων ἐπισχεῖν αὐτὸ δύνασθαι βέλεσι] ἐν. ὁρμαῖς πυρπνόου] πυρώδους ζάλης] † ταραχῆς, ἐκχύσ〈εωσ〉

372

Ζηνὸς] τοῦ Διός ἠνθρακωμένος] κεκαυμένος ὥς τινες ἄνθρακες

373

οὐκ ἄπειρος] † ἤγουν μὴ πεῖραν ἔχων τῆς γνώμης τοῦ Διός. ἢ ὧν οἱ ἄλλοι πεπόνθασιν

374

ὅπως] ὥσπερ ἐπίστασαι] γινώσκεις

375

παροῦσαν] ἐμοί ἀντλήσω] καρτερήσω † ἀνατλήσω, ὑπομενῶ

376

Διὸς φρόνημα] † ἤγουν ὁ Ζεὺς περιφραστικῶς λωφήσῃ] παύσηται χόλου] τῆς κατ’ ἐμοῦ ὀργῆς

377

Προμηθεῦ] ὦ

378

Ante vers. γνωμικόν νοσούσης] † αὐξομένης· νόσος γὰρ ψυχῆς ἐστιν ἡ ὀργή λόγοι] οἱ παρακλητικοὶ δηλονότι

379

ἐάν] ναί ἐν καιρῷ] τῷ πρέποντι μαλθάσσῃ] πραΰνῃ καὶ ἡμεροῖ (Ms. —ῆ) τὴν τοῦ θυμουμένου ψυχήν

380

σφριγῶντα] ἀκμάζοντα καὶ ζέοντα ἰσχναίνει βίᾳ] λεπτύνει καὶ παύειν ἐπιχειρεῖ βιαίως

383

μόχθον] πόνον μάταιον ὁρῶ εὐηθίαν] μωρίαν. ἐπίθετον δὲ ταύ‐ της τὸ κουφόνουν † τὸ εὐηθίαν καὶ προμηθίαν καὶ τὰ τοιαῦτα Ἰωνικῆς ἐστι διαλέκτου. ἐκεῖνοι γὰρ τὰ 〈διὰ τοῦ〉 εια προπαροξύτονα παροξυτόνως ἐκφέρουσι συστέλ‐
5λοντες τὴν δίφθογγον

384

τήνδε] † τὸ προθυμεῖσθαι δηλονότι ὑπὲρ τῆς τῶν φίλων βοηθείας

385

κέρδιστον] † ἤγουν κέρδος φέρει καὶ οὐ ζημίαν εὐφρονοῦντα] τινά
δοκεῖν] φαίνεσθαι τοῖς ἄλλοις29

386

(ἐμὸν δοκεῖ σοι) Γράφεται τὸ δοκήσει καὶ οὕτως η δηλονότι καὶ δια‐ φόρως. καὶ ἔχει οὕτως. εἰ γὰρ αὐτὸ τὸ τοῦ Διὸς ἄκαμπτον εἰδώς, σὲ ὑπὲρ ἐμοῦ πρὸς αὐτὸν σπεύδοντα οὐκ ἐπίσχω, πᾶσιν ἂν δόξω μηδὲν τῶν δεόντων ἐπίστασθαι, καὶ Προμηθεὺς μάτην καλεῖσθαι· ἢ ἡ ἀποτυχία ἣν αὐτὸς ἀπο‐
5τύχῃς ἱκετεύων τὸν Δία ὑπὲρ ἐμοῦ ἐμὴ λογισθήσεται. δόξω γὰρ ὡς ἐγὼ σὲ εἰς τοῦτο προύτρεψα Supra vers. † ἤγουν ἐμὸν νομίζεις εἶναι τοῦτο ἁμάρτημα τὸ δοκεῖν σε μὴ φρονεῖν εὖ φρονοῦντα ἀμπλάκημ’] ἁμάρτημα

387

Supra vers. † οὐδὲν πρὸς τοῦτο ἀποκριθεὶς πρὸς τὸν τοῦ Προμη‐ θέως σκοπὸν τρέπει τὸν λόγον σαφῶς] φανερῶς οἶκον] τὸν ἐμόν στέλλει] πέμπει

388

μὴ] ναί θρῆνος οὐμὸς] ἤγουν τὸ ὑπὲρ ἐμοῦ θρηνεῖν καὶ ἀποκλαί‐ εσθαι

389

ἦ] ἆρα τῷ νέον θακοῦντι] βάλῃ εἰς ἔχθραν θακοῦντι] καθημένῳ παγκρατεῖς] τὰς πάντων κρατόυσας

390

τούτου] οὗ φής φυλάσσου] σκόπει, ἐπιτήρει ἀχθεσθῇ] βαρυν‐ θῇ, χαλεπανῇ κέαρ] ἡ ψυχή

391

Προμηθεῦ] ὦ συμφορὰ διδάσκαλος] † ἤγουν τὰ σὰ πάθη τοὺς ἄλλους διδάσκουσιν

392

στέλλου] πορεύου κομίζου] † ὑπὸ τοὺ γυπὸς οἴκαδε σῶζε] φύλαττε τὸν παρόντα νοῦν] ὃ νῦν σοι δοκεῖ Τὸν παρόντα νοῦν: ἤγουν ὃ νῦν σοι δοκεῖ· λέγω δὴ τὸ μὴ πρὸς αὐτὸν ἀπελθεῖν· ἵνα 〈μὴ〉 καὶ αὐτὸς τὰ ὅμοια 〈πάθῃσ〉

393

ὁρμωμένῳ] κινουμένῳ πρὸς τὴν ὁδόν ἐθώυξας] ἐκέλευσας, εἶπες.

394

(οἷμον αἰθέρος ψαίρει) † οἱ γράφοντες λευρὸν οἷμον ψαύει καὶ φιλο‐ νεικοῦντες ἀποδεῖξαι ὡς οὐ γενικῇ μόνον ἀλλὰ καὶ αἰτιατικῇ τὸ ψαύω συν‐ τάσσεται, οὔ μοι δοκοῦσι καλῶς φιλονεικεῖν· εὕρηται γὰρ ἔν τινι τῶν ἄγαν παλαιῶν ἀντιγράφων ψαίρει, ὃ 〈καὶ〉 κρεῖττον εἶναι δοκεῖ· ψαίρειν δέ ἐστι
5ὅταν ἵππος 〈βουλόμεν〉ος στρέφειν οἴκαδε αἴρων 〈τὸν πόδ〉α τύπτῃ τὴν γῆν. καὶ γεν〈έσθαι ἐ〉μοὶ δοκεῖ τὸ ψαίρειν ἀπὸ τ〈οῦ ὕψος?〉 αἴρειν ἤτοι κινεῖν τὸν πόδα δηλονότι· ἐνταῦθα δὲ ἐπεὶ οὐ τοῖς ποσὶν ὁ γὺψ ἔψαιρεν ἀλλὰ τὰ πτερὰ κινῶν ἦν, οὐ γὰρ ἐπὶ 〈γῆσ〉 ἵστατο ἀλλ’ εἰς ἀέρα ἐφέρετο, διὰ τοῦτο τὸ ψαίρει τὸν λευρὸν οἷμον τοῖς πτεροῖς εἶπεν. ἴσθι δ’ ὅτι καὶ ὁ οἶμος δασύ‐
10νεται· καὶ δῆλον ἀπὸ τοῦ φροιμίου· ἀπὸ γὰρ τοῦ προοιμίου τὸ φροίμιον γίνεται κατὰ συγκοπὴν τοῦ ο καὶ τρο〈πὴν〉 τοῦ π εἰς δασὺ τὸ φ· τοῦτο δ’ οὐκ ἂν ἐγένετό ποτε μὴ δασυνομένου τοῦ οἶμος
λευρὸν] τὸν πλατύν ψαίρει] † κινεῖ ἠρέμα πτεροῖς] τοῖς ἑαυτοῦ30

395

τετρασκελὴς] τετράπους οἰωνός] ὁ γύψ ἄσμενος] χαίρων

396

σταθμοῖς ἐν οἰκείοισι] ταῖς καταγωγαῖς, τῇ φάτνῃ, αὐτοῦ· σταθμὸς γὰρ ὁ σταῦλος κάμψειεν] κλίνειε γόνυ] τὸ αὐτοῦ

397

Ante vers. στροφὴ κώλων θʹ στένω σε] καθ’ ὅλον καὶ μέρος τὰς οὐλομένας] τὰς ἀξίας φθορᾶς ἢ φθαρτικάς † στένω σε τὰς οὐλομένας: ὅτι τὰ μὲν τῶν χορῶν καλεῖται παροδικὰ ὅτε λέγει δι’ ἣν αἰτίαν πάρεστιν, ὡς τὸ “Τύριον οἶδμα λιποῦσα” (Phoen. 202)
5καὶ τὰ τοιαῦτα, τὰ δὲ στάσιμα ὅσα ἵσταται καὶ τῶν συμφορῶν τοῦ δράματος ἄρχεται, ὡς ἔχει ἄλλα τε πολλὰ καὶ τὰ παρόντα· ἱστάμεναι γὰρ ταῦτα ᾖδον. διὸ καὶ Προμηθεὺς τὸ στάσιμον ἆσαι μέλος ταύτας προτρέπων πρό‐ τερον (v. 274) εἴρηκε “πεδοῖ δὲ βᾶσαι τὰς προσερπούσας τύχας ἀκούσατε.” τὰ δὲ καλεῖται κομμάτια ὅσα κομματικῶς ἐν θρήνοις γίνεται· ὡς τὸ “θρεῦμαι
10φοβερὰ μεγάλ’ ἄχη (Theb. 78) καὶ “τάδε μὲν Περσῶν τῶν οἰχομένων” (Pers. 1) καὶ ἄλλα τοιαῦτα. εἰσὶ δὲ τὰ παρόντα εἴδη καὶ μέλη ἐπῳδικὰ ὡς Ἡφαιστίων φησίν (66.24)· “ἐπῳδικὰ δέ ἐστιν ἐν οἷς ὁμοίοις ἀνόμοιόν τι ἐπιφέρεται· γίνεται δὲ ὥσπερ τριὰς ἐπῳδική, οὕτω καὶ τετρὰς καὶ πεντάς, καὶ ἐπὶ πλεῖον.” ἔστι γοῦν τὰ παρόντα πεντὰς ἐπῳδική. καὶ εἰσὶ τῆς μὲν
15πρώτης στροφῆς τὰ κῶλα θʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ αʹ χοριαμβικὸν δίμετρον ἀκατάληκτον, ἐκ διϊάμβου καὶ χοριάμβου. τὸ βτερον ἰαμβικὸν πενθημιμερές. τὸ γʹ ἰωνικὸν ἀπ’ ἐλάττονος καθαρὸν δίμετρον ἀκατάληκτον ἐκ βʹ ἰωνικῶν. τὸ δʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ εʹ ἰωνικὸν ἀπ’ ἐλάττονος δίμετρον ἀκατάληκτον ὅμοιον τῷ γʹ, ἐκ παίωνος γʹ
20καὶ ἐπιτρίτου βτέρου ἤτοι τροχαϊκῆς συζυγίας· εἰ δὲ βούλει, ἰαμβικὸν ἑφθημιμερές, τοῦ αʹ ποδὸς ἀναπαίστου. τὸ ϛʹ τὸ ζʹ τὸ ηʹ καὶ τὸ θʹ, ὅμοια κατὰ πάντα τούτῳ. ἐπὶ τῷ τέλει τῆς στροφῆς καὶ ἀντιστροφῆς παράγραφος μόνη 〈Τοῦτ’〉 ἔστιν ἄτοπον καὶ ἀντὶ αἰτιατικῆς λαμβάνειν τὸ οὐλομένας τύχας,
25καὶ ἀντὶ γενικῆς· τὸ μὲν γάρ ἐστιν Ἀττικὸν καθ’ ὅλον καὶ μέρος συνταττόμε‐ νον, οὕτω· στένω σε, ὦ Προμηθεῦ, τὰς τύχας λέγω τὰς σὰς τὰς οὐλομένας καὶ ὀλεθρίας· τὸ δὲ συντάσσεται λαμβανομένου τοῦ ἕνεκα ἔξωθεν, οὕτω· στένω σε, ὦ Προμηθεῦ, ἕνεκα τῆς τύχης τῆς οὐλομένης

398

Προμηθεῦ] ὦ

399

δακρυσίστακτον] ποταπόν; τοῦτο ἢ πρὸς τὸ ῥέος ἢ πρὸς τὴν πα‐
ρειὰν συντακτέον ὄσσων] ὀφθαλμῶν31

400

ῥαδινῶν] λεπτῶν, ἁπαλῶν ἤγουν παρθενικῶν † περισσὸν ἦν ἐνταῦθα τὸ λειβομένα ῥέος πρὸς τὸ τῆς ἀντιστροφῆς κῶλον· διὸ ἐξεβλήθη παρ’ ἐμοῦ. μὴ δυνηθέντες γάρ τινες τοῦτο συντάξαι, τὸ λειβο‐ μένα προσέθηκαν. σὺ δέ γε οὕτω σύντασσε· στένω σε, ὦ Προμηθεῦ, τὰς τύ‐
5χας τὰς οὐλομένας· ἔτεγξα καὶ ἔβρεξα τὴν παρειὰν ἐμοῦ δηλονότι ῥέος καὶ ῥεῦμα δακρυσίστακτον ἀπὸ τῶν ὄσσων καὶ τῶν ὀφθαλμῶν ἐμοῦ τῶν ῥαδινῶν καὶ ἁπαλῶν, ἐν νοτίοις λέγω πηγαῖς. δέον δὲ εἰπεῖν ἐποίησα τὴν παρειὰν δακρυσίστακτον καὶ διάβροχον ἐν πηγαῖς νοτίοις ἀπὸ τῶν ὄσσων τῶν ῥαδινῶν, ὁ δὲ ἔτεγξα εἶπε ῥέος δακρυσίστακτον τὴν παρειάν. πολλὰ γὰρ τοιαῦτα
10τοῖς ποιηταῖς ἔθος γράφειν καὶ εἴη ἂν περιττὸν τιθέναι νῦν παραδείγματα· εἴρηκε δὲ τοῦτο ἀσύνδετον ὡς καὶ τὸ “Ζεὺς ἰδίοις νόμοις κρατύνων.” οἱ προστι‐ θέντες οὖν τὸ δέ καὶ λέγοντες δακρυσίστακτον δ’ ἀπ’ ὄσσων, ἀγνοοῦσι τὰ μέτρα ῥέος] ῥεῦμα παρειὰν] ἐμοῦ

401

νοτίοις] ὑγραῖς ἔτεγξα] ἔβρεξα παγαῖς] ῥεύμασι δακρύων

402

ἀμέγαρτα] ἀφθόνητα καὶ μεγάλα τάδε] ἅπερ πάσχεις ἐστί

403

ἰδίοις νόμοις] ἤγουν τῷ οἰκείῳ θελήματι κρατύνων] ἄρχων

404

ὑπερήφανον] ὑπεροπτικήν, τραχεῖαν

405

πάρος] τοῖς προτέροις αἰχμάν] ἐξουσίαν

406

Ante vers. ἀντιστροφὴ κώλων θʹ πρόπασα] ὅλη ἤδη] νῦν στονόεν] θρηνητικόν λέλακε] ἤχησεν, ἐθρήνησε

407

μεγαλοσχήμονα] ἤγουν μεγάλην

408

ἀρχαιοπρεπῆ] τὴν ἀρχαίαν. τὴν ἐξ ἀρχῆς σοι πρέπουσαν

409

ξυνομαιμόνου] ἀδελφοῦ, τοῦ Ἄτλαντος λέγω † οὐ χρὴ γράφειν ἐνταῦθα ξυνομαι〈μόνων τι〉μήν, ἀλλὰ ξυνομαιμόνου· οὐ γάρ τινος ἑτέρου τῶν ἀδελφῶν Προμηθέως ἐνταῦθα μέμνηται, πλὴν αὐτοῦ Προμηθέως καὶ Ἄτλαντος. εἰ γὰρ καὶ τὸν Μενοίτιον τούτου φασὶν ἀδελφὸν
5εἶναι, ἀλλ’ οὐδαμῶς ἐνταῦθα τούτου Αἰσχύλος μέμνηται. καί μοι δοκεῖ ὡς οὐ πέπονθεν οὗτος ὑπὸ Διός· εἰ γὰρ πέπονθε, 〈ἐμν〉ήσθη 〈ἂν〉 ἐνταῦθα καὶ 〈τούτου〉. 〈δῆλον〉 δὲ καὶ ἐκ τοῦ πρότερον εἰρημένου ”〈καὶ〉 τοῦ κασιγνή‐ του τύχαι τ〈είρουσ’〉 Ἄτλαντος” (347). ...ὸς ἧ (or οὗ) ἐκεῖ μέμνηται ἀδελφὸς Προμηθέως, ὥς τινες οἴονται, οὐκ ἂν αἱ τύχαι τοῦ κασιγνήτου εἴρηκεν,
10ἀλλὰ τῶν κασιγνήτων· ἐνταῦθα δὲ ξυνομαιμόνων εἰπών, οὐκ ἂν τοῦ ἑνὸς μνησθεὶς ἤτοι τοῦ Ἄτλαντος τὸν ἕτερον εἴασεν ἀλλ’ ἐμνήσθη 〈ἂν〉 κἀκείνου. νῦν δὲ τούτων οὕτως εἰρημένων, συνάγεται μήτε τὸν Τυφῶνα Προμηθέως ἀδελφὸν εἶναι μήτε τὸν Μενοίτιον ὑπὸ 〈Διὸσ〉 πεπονθέναι ἐπεὶ μὴ τούτου
Αἰσχύλος ἐνταῦθα μέμνηται32

410

Πρῶτον κατὰ ἄθροισιν εἰπὼν πρόπασα χώρα, εἶτα κατὰ μερισμὸν ἐπήνεγκεν ὁπόσοι ἔποικον] ποταπόν; ἐγκάτοικον ἁγνᾶς] καθαρᾶς διὰ τὴν τοῦ ἡλίου ἀνατολήν

411

ἕδος] ἔδαφος νέμονται] ἤγουν οἰκοῦσι

412

μεγαλοστόνοισι] τοῖς μεγάλων δεομένοις στεναγμάτων πήμασι] δυστυχήμασι

414

συγκάμνουσι] συμπάσχουσι θνατοί] οἱ ἄνθρωποι

415

Ante vers. στροφὴ ἑτέρα κώλων εʹ ἡμέτερα † Κολχίδος τε γᾶς: τῆς βτέρας ταυτησὶ στροφῆς τὰ κῶλα εʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ αʹ τὸ βτερον καὶ τὸ γʹ, τροχαϊκὰ δίμετρα ἀκατάληκτα. τὸ δʹ περίοδος ἤτοι δίμετρον ἀκατάληκτον, ἐκ τροχα‐
5ϊκῆς καὶ ἰαμβικῆς συζυγίας· οὕτω γὰρ τὸ τοιοῦτον ὀνομάζεται μέτρον· σύγκειται δὲ οὐ μόνον ἐκ τροχαϊκῆς καὶ ἰαμβικῆς συζυγίας, ἀλλὰ καὶ ἀνάπα‐ λιν, ἤτοι ἐξ ἰαμβικῆς καὶ τροχαϊκῆς. τὸ εʹ χοριαμβικὸν δίμετρον κατα‐ ληκτικὸν ἐκ χοριάμβου καὶ βακχείου. ἐπὶ τῷ τέλει τῆς στροφῆς καὶ ἀντι‐ στροφῆς παράγραφος μόνη
10Κολχίδος] ἤτις ἐστὶν ἐν Σκυθίᾳ ἔνοικοι] ἐγκάτοικοι

416

παρθένοι] αἱ Ἀμαζόνες συγκάμνουσιν μάχας] κατὰ ἄτρεστοι] ἄφοβοι, ἀκαταγώνιστοι

417

καὶ Σκύθης ὅμιλος] ἤγουν οἱ Σκύθαι περιφραστικῶς συγκάμνουσι ὅμιλος] τὸ πλῆθος

418

ἔσχατον] ἀκρότατον ἀμφὶ Μαιῶτιν] περὶ τὴν Μαιῶτιν λίμνην

420

Ante vers. ἀντιστροφὴ κώλων εʹ Ἀραβίας] ἀντὶ μιᾶς. ἤγουν οἱ Ἄραβες ἄρειον] τὸ πολεμικὸν καὶ ἐξαίρετον γένος συγκάμνει ἄνθος] διὰ τὴν τούτων εὐδαιμονίαν ἄνθος αὐτοὺς καλεῖ

421

† οἱ προστιθέντες κἀνταῦθα τὸ τε καὶ λέγοντες ὑψίκρημνόν θ’ 〈οἱ〉 πόλισμα, ἀγνοοῦσι τὰ μέτρα· σὺ δὲ οὕτω λέγε· καὶ τὸ ἄρειον καὶ πολεμικὸν ἄνθος τῆς Ἀραβίας, ἤγουν οἱ Ἄραβες περιφραστικῶς, οἳ νέμουσι καὶ οἰκοῦσι πόλισμα ὑψίκρημνον πέ〈λας ἤτοι πλησίον〉 τοῦ Καυκάσου, ὁ δάϊος στρατὸς
5καὶ τὰ ἑξῆς· οὐ γὰρ οἶμαι τοὺς ἐν Ἀσίᾳ 〈λέγειν〉 Ἄραβας τοὺς τὴν Ἀραβίαν οἰκοῦντας τὴν καλουμένην εὐδαίμονα· εἰ καὶ καθόλου γὰρ τοὺς τὴν Ἀσίαν οἰκοῦντας ἔφη τοὺς συγκάμνοντας, ἀλλ’ οὐδένα τούτων εἴρηκεν εἰ μὴ μόν〈ους?〉 τοὺς περὶ τὸν Καύκασον οἰκοῦντας, Σκύθας λέγω καὶ Ἀμαζόνας, ἀλλά τινας ἑτέρους φησὶν Ἄραβας πέλας τοῦ Καυκάσου οἰκοῦντας. εἰ δ’ οὐ
10βούλεταί τις ἔχειν τοῦθ’ οὕτως, ἀλλ’ ἕτερον εἶναι νομίζει 〈ὅ?〉 φησι δάϊον στρατόν, ἀλλ’ 〈οὕτ〉ως λεγέτω ... (two short lines illegible) ὑψί‐
κρημνον] τὸ τραχὺ καὶ κρημνῶδες πόλισμα] πόλιν33

422

Καυκάσου] τοῦ ὄρους πέλας] πλησίον νέμουσιν] οἰκοῦσι

423

δάϊος] πολεμικός στρατός] οἱ Κολχοὶ συγκάμνουσιν

424

ὀξυπρώροισι] ὀξέα βέλη ἐχούσαις βρέμων] ἠχῶν, μεγαλαυχῶν αἰχμαῖς] βέλεσιν ἢ δόρασιν

425

Ante vers. ὀπῳδὸς κώλων ιβʹ † μόνον δὴ πρόσθεν ἄλλων: τοῦτο καλεῖται ἐπῳδὸς διὰ τὸ μετὰ τὰς στροφὰς ᾄδεσθαι καὶ ἔστι κώλων ιβʹ. τὸ αʹ ἀντισπαστικὸν τρίμετρον βρα‐ χυκατάληκτον, ἐξ ἐπιτρίτων πρώτων δύο καὶ ἰάμβου. τὸ βτερον προσοδιακὸν
5δίμετρον ἀκατάληκτον, ἐκ παίωνος βτέρου ἀντὶ ἰωνικοῦ καὶ χοριάμβου. τὸ γʹ ἰωνικὸν ἀπὸ μείζονος τρίμετρον καταληκτικόν, ἐξ ἰωνικῶν δύο καὶ δακτύλου. τὸ δʹ ὅμοιον ἀπ’ ἐλάττονος, ἐξ ἐπιτρίτου γʹ παίωνος γʹ ἀντὶ ἰωνικοῦ καὶ δακτύλου· 〈εἰ δὲ βούλει〉, εἴη ἂν καὶ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον, τοῦ τρίτου ποδὸς ἀναπαίστου. τὸ εʹ ὅμοιον τρίμετρον βραχυκατάληκτον, ἐκ
10διϊάμβου παίωνος γʹ ἀντὶ ἰωνικοῦ καὶ ἰάμβου διὰ τὴν ἀδιάφορον· εἰ δὲ βούλει, ἀσυνάρτητον ἐξ ἰαμβικῆς καὶ ἀναπαιστικῆς συζυγίας. τὸ ϛʹ ἰαμβικὸν δίμε‐ τρον καταληκτικόν, ὃ καλεῖται Ἀνακρεόντειον ἑφθημιμερές. τὸ ζʹ ὅμοιον δίμετρον ἀκατάληκτον, ὃ καλεῖται καὶ αὐτὸ Ἀνακρεόντειον. τὸ ηʹ τροχαϊ‐ κὸν πενθημιμερές. τὸ θʹ χοριαμβικὸν δίμετρον ἀκατάληκτον, ἐκ διϊάμβου καὶ
15χοριάμβου. τὸ ιʹ ὅμοιον τῷ ϛʹ, ἰαμβικόν. τὸ ιαʹ δακτυλικὸν ἑφθημιμερές. τὸ ιβʹ ἰαμβικὸν ἑφθημιμερὲς ὅμοιον τῷ ϛʹ. ἐπὶ τῷ τέλει κορωνὶς καὶ παρά‐ γραφος· ταῦτα γάρ εἰσι σημεῖα τοῦ τέλους τῆς ἐπῳδοῦ μόνον] ὃν (or οἶον?) πρόσθεν] πρότερον ἄλλων] θεῶν δηλονότι

426

δαμέντ’] κολασθέντα ἀκαμαντοδέτοις] μεγάλαις, ἰσχυραῖς † οὐ χρὴ λέγειν ἐνταῦθα μόνον θεὸν Τιτᾶνα τὸν Τυφῶνα, ὥς τινες οἴον‐ ται· οὐ γὰρ περὶ Τυφῶνός ἐστι τῷ χορῷ νῦν λόγος, ἀλλὰ περὶ Προμηθέως καὶ Ἄτλαντος. οὕτω δὲ λέγε· μόνον σὲ θεὸν Τιτᾶνα 〈εἰσιδόμαν δαμέντα〉 ἐν
5πόνοις ἀκαμαντοδέτοις ἐν λύμαις λέγω, πρόσθεν τῶν ἄλλων θεῶν δηλονότι, καὶ τὸν 〈Ἄτλαντα καὶ τὰ ἑξῆσ〉

427

Τιτᾶνα] Τ〈υφῶνα?〉 λύμαις] βλάβαις εἰσιδόμαν] εἶδον

428

Οὐ μόνον Ἄτλας Ἄτλαντος ἀλλὰ καὶ Ἄτλας Ἄτλα· καὶ μαρτυρεῖ τὸ Ἀτλαγενέων. ἔστιν οὖν ἐνταῦθα Ἄτλαν κατὰ ποιητικὴν κλίσιν. τὸ γὰρ θ, τέ ἐστιν· ἢ τὸ Τιτᾶνα μὴ ἐκληπτέον εἰς τὸν Τυφῶνα, ἀλλὰ συναπτέον
πρὸς τὸ Ἄτλαντα. καὶ οὕτως οὐκ ἂν τὸ θ ἀντὶ τοῦ τε εἴποις, ἀλλὰ Ἄτλαντα.34
5τὸ δὲ μέγα σθένος καὶ τὸ κραταιὸν οὐράνιον πόλον, ἐκ παραλλήλου· ἐνέβαλε δὲ διαμέσου τὴν τοῦ Ἄτλαντος ἱστορίαν Ἄτλας ἀλληγορικῶς ὁ ἄξων ἐστίν, ὁ διακρίνων τὸ ὑπὲρ γῆς καὶ ὑπὸ γῆν ἡμισφαίριον· Ἰαπετοῦ δὲ ἤγουν τῆς κινήσεως τοῦ οὐρανοῦ παῖς ἦν. κατ’ ἀρ‐ χὰς γὰρ συγκεχυμένου τοῦδε τοῦ παντὸς κοσμικοῦ σώματος συνέβη καθ’
10Ἕλληνας τὸν ἀέρα ἤγουν τὸν Δία σφοδροτέρας κινήσεως τετυχηκέναι καὶ οὕτω διορίσαι τὸ ἄνω καὶ κάτω ἡμισφαίριον καὶ διαρθρῶσαι τὸ πᾶν, ὥστε νοηθῆναι καὶ τὸν ἄξονα· κίονες δέ, οὓς ὁ ἄξων οὗτος κατέχει, ὁ βόρειος πόλος ἐστὶ καὶ ὁ νότιος, “οἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσι” καθ’ Ὅμηρον (α 54)
15Ἄτλανθ’] εἶδον, ἀπὸ κοινοῦ ὑπείροχον] ὑπέροχον, μέγα

429

κραταιὸν] ἰσχυρὸν λέγω οὐράνιον] τὴν οὐρανίαν σφαῖραν

430

ὑποστενάζει] μετ’ ὀδύνης ὑπανέχει καὶ στεναγμοῦ βοᾷ] διὰ τὸ σὸν πάθος πόντιος κλύδων] ἤγουν ὁ πόντος περιφραστικῶς

431

ξυμπίπτων] συγκρούων στένει] στενάζει

432

βυθός] τὸ βάθος τῆς θαλάσσης κελαινός] σκοτεινός, μέλας

433

ὑποβρέμει] ὑπηχεῖ καὶ οἷον θρηνεῖ

434

ἁγνορύτων] τῶν καθαρῶς ῥεόντων· ἤτοι τῶν καθαρῶν διὰ τὸ μέτρον

435

στένουσιν] στενάζουσιν ἄλγος] τὸ σόν ἄλγος οἰκτρόν] † ἤγουν τὴν σὴν λύπην τὴν ἀξίαν οἴκτου

436

† 〈μή τοι χλιδῇ δοκεῖτε: αἱ ἑξῆς αὗται〉 συστηματικαὶ περίοδοι 〈στί‐ χων εἰσὶν ἰαμβι〉κῶν τριμέτρων 〈ἀκαταλήκτων ϙʹ〉, ὧν τελευταῖος “δεσμοὺς ἀεικεῖς καὶ δύας ἐκφυγγάνω” (525). 〈ἐπὶ ταῖσ〉 ἀποθέσεσι παράγραφος· 〈ἐπὶ δὲ τῷ〉 τέλει κορωνὶς ἐξιόντων τῶν ὑποκριτῶν καὶ εἰσιόντος τοῦ χοροῦ
5Μή τοι χλιδῇ: σιωπῶσι τὰ πρόσωπα παρὰ τοῖς ποιηταῖς, ἢ δι’ αὐθάδειαν ὡς Ἀχιλλεὺς ἐν Φρυξὶ Σοφοκλέους, ἢ διὰ συμφορὰν ὡς Νιόβη παρ’ Αἰσχύλῳ, ἢ διὰ περίσκεψιν ὡς ὁ Ζεὺς παρὰ τῷ ποιητῇ (A 512) πρὸς τὸν ... κἀν‐ ταῦθα ... φησιν ... ὁ Ζεύς χλιδῇ] ἀκ〈κ〉ισμῷ, θρύψει, τρυφῇ αὐθα‐ δίᾳ] ὑπεροψίᾳ. Ἰωνικόν

437

συννοίᾳ] κατὰ νοῦν φροντίδι καὶ σκέψει δάπτομαι] τιτρώσκομαι κέαρ] τὴν ψυχήν

438

ὧδε] οὕτω προσσελούμενον] ὑβριζόμενον, ἀτιμαζόμενον ἐκ τού‐ του· καὶ πρόσσελοι οἱ ὑβρισταί

439

τοῖς νέοις τούτοις] τοῖς συνοῦσι τῷ Διί γέρα] τιμάς Εἰ καὶ ὁ Ζεὺς 〈ἀπονέμει〉 τὰς τιμάς, 〈οὗτος δὲ κατὰ τὸ〉 προσῆκον ἑκάστῳ
διετάξατο· ἢ τὸ θεοῖς τοῖς νέοις διὰ τὸν Δία μόνον νοητέον· αὐτῷ γὰρ τὴν βασιλείαν, 〈ὡς καὶ πρόσθεν ἔφη〉, Προμηθεὺς συγκατεσκεύασεν, ἵν’ ᾖ τὸ35
5διώρισεν ἀντὶ τοῦ κεχωρισμένως τῶν ἄλλων αὐτῷ παρέσχεν

440

παντελῶς] τελείως διώρισεν] διεμέρισε κατ’ ἀξίαν

441

εἰδυίαισιν] γινωσκούσαις

442

πήματα] ἅπερ ἔπασχον πρότερον

443

ὡς] πῶς ἢ ὅτι σφᾶς] αὐτούς ἠπίους] ἄφρονας

444

ἔθηκα] ἐποίησα φρενῶν] γνώσεως ἐπηβόλους] μετόχους

445

μέμψιν οὔτιν’] ἤγουν οὐ μεμφόμενος αὐτοῖς

446

δέδωκ’] αὐτοῖς εὔνοιαν] ἤγουν τὸ φίλτρον

447

οἳ πρῶτα] οἱ ἄνθρωποι βλέποντες] τοῖς ὀφθαλμοῖς Ἔβλεπον μάτην διὰ τὸ τοὺς τοῦ νοῦ ὀφθαλμοὺς τυφλοὺς ἔχειν καὶ μὴ εἰδέναι τί δεῖ ποιεῖν

448

κλύοντες] ἀκούοντες οὐκ ἤκουον] διὰ τὸ μὴ ἔχειν τὸν νοῦν ἐν τοῖς ἀκουομένοις· νοῦς γὰρ ὁρᾷ καὶ νοῦς ἀκούει

449

ἐναλίγκιοι] ὅμοιοι μορφαῖσι] εἰδώλοις, ἤγουν μηδὲν ὄντες χρόνον] τὴν ζωὴν αὐτῶν ἡμέτερα † τοῦτο λέγει ὡς μακρὸν χρόνον ζώντων τῶν τότε ἀνθρώπων, πολυχρόνιοι γὰρ ἐγένοντο· εἰ δὲ μακρὸν βίον καὶ τὸν ἀεὶ ἐκτεινόμενον ἐρεῖς
5καὶ μηδαμοῦ λήγοντα, οὐκ ἀπεικότως δόξεις ἐρεῖν

450

ἔφυρον] ἐκύκων, ἐτάραττον εἰκῆ] μάτην πλινθυφεῖς] ἐκ πλίν‐ θων κατεσκευασμένους

451

(προσείλους εἶσαν) † ἐν τοῖς ἄγαν παλαιοῖς τῶν ἀντιγράφων καὶ τὸ προσείλους διὰ διφθόγγου εὕρηται καὶ τὸ εἶσαν· καὶ δοκεῖ μοι οὕτω βέλτιον εἶναι ταῦτα γράφειν ἢ διὰ τοῦ η· τὸ μὲν γὰρ προσείλους σημαίνει τὸ θέρμην ἔχοντας, ἀπὸ τοῦ εἴλη ἡ θέρμη· τὸ δὲ εἶσαν, ἀντὶ τοῦ κτίσαντες ᾤκουν.
5δῆλον δὲ τοῦτο ἀπὸ τοῦ ἔναιον. γίνεται δὲ τὸ εἶσαν ἀπὸ τοῦ εἴδω, τὸ κτίζω, εἴσω εἶσα προσείλους] θέρμην ἔχοντας εἶσαν] ἤγουν κτίσαντες ᾤκουν ξυ‐ λουργίαν] ἤγουν οἰκίαν ἐκ ξυλουργίας κατεσκευασμένην. ἀπὸ τοῦ ποιοῦντος τὸ ποιηθέν

452

κατώρυχες] ὑπὸ γῆν κατορωρυγμένοι ἔναιον] ᾤκουν ἀείσυροι] ἀεὶ συρόμενοι καὶ ἕρποντες

453

ἄντρων] τῶν ὑπογείων σπηλαίων ἐν μυχοῖς ἀνηλίοις] βάθεσι, σκοτεινοῖς τόποις ἔνθα οὐ φωτίζει ἥλιος

454

χείματος] χειμῶνος τέκμαρ] σημεῖον † τοῦτο πρὸς τὸ μακρὸν βίον συναπτέον, οὕτως· ἔφυρον δὲ καὶ συνέχεον πάντα τὸν μακρὸν βίον εἰκῆ καὶ μάτην. οὐδὲν γὰρ ἦν αὐτοῖς σημεῖον οὔτε
χειμῶνος οὔτε ἔαρος οὔτε θέρους 〈οὔτε φθιν–〉οπώρου· ἤγουν οὐδὲν τούτων36
5ᾔδεσαν 〈ὡς ἑκάστῳ〉 τὰ πρόσφορα τεχνάζεσθαι καὶ ... τέθειται. τοὺς τρεῖς δὲ καιροὺς θεὶς τὸ φθινόπωρον παρέλιπεν ἐάσας κἀκεῖνο τοῖς τρισὶ ...εῖσθαι ... οὗτος παρὰ ...ατισμός

455

ἀνθημώδους] ἄνθη ἔχοντος, ἀνθηροῦ ἦρος] ἔαρος καρπίμου] τοῦ τοὺς καρποὺς φέροντος

456

βέβαιον] πιστόν ἄτερ γνώμης] ἄνευ τοῦ λελογισμένου

457

ἔπρασσον] ἐποίουν ἔστε] ἕως οὗ σφιν] αὐτοῖς ἀντολὰς] δι’ ὧν τοὺς καιροὺς γινώσκοιεν

458

ἄστρων] ἤγουν τῶν ζωδίων δυσκρίτους] δυσγνώστους

459

ἔξοχον] ὑπέρτατον τῶν ἄλλων μηχανημάτων

460

συνθέσεις] συνθήκας

461

ἁπάντων] ὧν εἶδον καὶ ἤκουσα Μουσομήτορα: ἢ τὴν συνετωτάτην μητέρα, ἢ τὴν τῶν Μουσῶν μητέρα. ὁ γὰρ μνημονικώτατος σοφώτατός τέ ἐστι καὶ πάνθ’ ὅσα βούλεται πράττειν μεστά εἰσι γνώσεως μουσομήτορ’] τὴν τῆς γνώσεως μητέρα

462

κνώδαλα] ἤγουν βόας ἢ ὑποζύγια

463

Ζεύγλαισι δουλεύοντα: ἤγουν οὐ μόνον τῷ ζεύγνυσθαι ὑπηρετοῦντα ἀνθρώποις πρὸς τὴν τῆς γῆς ἐργασίαν, ἀλλὰ καὶ τῷ ἐπισάττεσθαι καὶ φόρ‐ τους ἐπάνω σωμάτων αἴρειν σκευοφοροῦντα. ἢ πρὸς τὸ δουλεύοντα στικτέον, ἵν’ ᾗ τὸ σώμασι διὰ τοὺς ἵππους· οὕτω καὶ ὑφ’ ἅρματα ἤγαγον φιληνίους
5ἵππους ὅπως γένωνται τοῖς θνητοῖς διάδοχοι τῶν μεγίστων 〈μοχθ〉ημάτων ἐν τοῖς σώμασιν αὐτῶν δηλονότι. κρεῖττον δὲ τοῦτο τοῦ προτέρου· ὥστε τὸ δουλεύοντα ἀντὶ τοῦ ὑπείκοντα νοητέον. κνώδαλα δὲ νῦν τοὺς βόας λέγει ἢ τὰ ὑποζύγια καταχρηστικῶς· κυρίως γὰρ κνώδαλα τὰ θηρία τά τε θαλάσσια καὶ τὰ χερσαῖα. καὶ Ἡσίοδος, “κνώδαλ’, ὅς’ ἤπειρος πολλὰ τρέφει ἠδὲ
10θάλασσα” (Theog. 582) ζεύγλαισι] † ἤγουν τοῖς ζυγοῖς ἀπὸ μέρους δουλεύοντα] ὑπείκοντα σώμασιν] ἐν

464

θνητοῖς] ἤγουν τοῖς ἀνθρώποις διάδοχοι] αἴροντες αὐτοὺς καὶ οὐκ ἐῶντες μοχθεῖν πεζῇ βαδ〈ίζοντασ〉

465

φιληνίους] τοὺς φιλοῦντας 〈τὸν χαλινόν〉

466

ἄγαλμα] καλλώπισμα ὄντας δηλονότι ὑπερπλούτου χλιδῆς] τῆς μεγάλης τρυφῆς

467

θαλασσόπλακτα] τὰ ἐν θαλάσσῃ ἐρχόμενα ἢ πλανώμενα καὶ πορευόμενα

468

λινόπτερ’] τὰ ἔχοντα τὰ πτερὰ ἤτοι τὰ ἅρματα ἐκ λίνου ναυτί‐
λων] πλωτήρων ὀχήματα] ἤγουν τὰ σκάφη οἷς ἐποχοῦν〈ται οἱ ναῦται〉37

469

τοιαῦτα] ἀπόθεσις ἤτοι συμπέρασμα μηχανήματ’] εὑρήματα

470

σόφισμ’] τέχνασμα καὶ πανουργίαν

471

παρούσης] ἐμοί πημονῆς] βλάβης ἤτοι τοῦ δεσμοῦ

472

πέπονθας] † ἔπαθες ἢ πάσχεις ἀεικὲς] ἀπρεπὲς καὶ ἀνάρμοστον ἀποσφαλεὶς φρενῶν] ἐκπεσὼν τοῦ λελογισμένου· οὐ γὰρ ἔδει σε τοιαῦτα λέγειν ἀνάξια τοῦ ὀνόματος

473

Εὕρηται καὶ πλάνᾳ καὶ πλανᾷ· πρὸς μὲν οὖν τὸ πλάνᾳ οὕτω λέγε· ἀποσφαλεὶς τῶν φρενῶν ἐν πλάνῃ, τουτέστιν ἐκπεσὼν τοῦ φρονεῖν καὶ πλανη‐ θείς. εἰ δὲ πλανᾷ γράψεις πρὸς τὸ πῆμα στίξας, ἀσυνδέτως τὸ λοιπὸν ἐρεῖς, οὕτως· ἀποσφαλεὶς καὶ ἐκπεσὼν τῶν φρενῶν πλανᾷ καὶ πεπλανημένος φέρῃ
5κακὸς] ἀμαθής ὡς] ὥσπερ

474

ἀθυμεῖς] δυσχεραίνεις καὶ ὀλιγοψυχεῖς οὐκ ἔχεις] ἤγουν οὐ δύνασαι

475

ὁποίοις] ἤγουν τίσι ἰάσιμος] ἤγουν δυνατὸς θεραπευθῆναι ἔσται

476

τὰ λοιπὰ] σοφίσματα δηλονότι κλύουσα] ἀκούουσα πλέον] ἢ νῦν ἐθαύμασας

477

πόρους] μηχανάς ἐμησάμην] ἐβουλευσάμην καὶ ἔβαλον αὐτοῖς κατὰ νοῦν πράττειν

478

τις] αὐτῶν πέσοι] ἔπεσεν, Ἀττικόν

479

ἦν] αὐτῷ ἀλέξημ’] ἀποσόβησις τῆς νόσου βρώσιμον] ὃ φαγὼν ῥαΐσει τῆς νόσου καὶ παύσεται ἡμέτερον † ὅτι τῶν φαρμάκων τὰ μέν εἰσι βρώσιμα, τὰ δέ, πιστά, ἤγουν πινόμενα, τὰ δέ, χριστὰ ἤγουν χριόμενα, τὰ δέ, παστὰ ἤγουν παττόμενα.
5ἐνταῦθα δὲ τῶν τριῶν μνησθεὶς τὸ ἓν εἴασεν. ἀλλὰ καὶ Θεόκριτος (II.1—3) τῶν δύο μνησθεὶς τὰ λοιπὰ εἴασε· φησὶ γάρ·
οὐδὲν ποττὸν ἔρωτα πεφύκει φάρμακον ἄλλο
Νικία, οὔτ’ ἔγχριστον, ἐμὶν δοκεῖ, οὔτ’ ἐπίπαστον,
ἢ ταὶ Πιερίδες

480

χριστόν] χριόμενον πιστόν] πινόμενον ἀπὸ τοῦ πίω πίσω.

481

κατεσκέλλοντο] ἀπέθνησκον· οἱ γὰρ θανόντες ξηροί εἰσιν. κατε‐ τήκοντο ξηραινόμενοι πρίν] ἕως οὗ

482

κράσεις] ἑνώσεις, μίξεις ἠπίων] † ἡμέρων ἀκεσμάτων] τῶν τὰς ἀλγηδόνας παυόντων φαρμάκων. θεραπευμάτων

483

αἷς] κράσεσι ἐξαμύνονται] καταγωνίζονται, ἀποσοβοῦσι

484

τρόπους] ὁδούς ἐστοίχισα] ἔταξα

485

κἄκρινα] 〈δι〉έκρινα, κεχωρισμένως εἶπον χρὴ] ἀπόκειται

486

ὕπαρ] φανερῶς κληδόνας] μαντείας δυσκρίτους] δυσγνώστους38

487

ἐγνώρις’] γνωρίμους ἐποίησα ἐνοδίους τε συμβόλους] τὰ κατὰ τὴν ὁδὸν συναντήματα δι’ ὧν δεῖ συμβάλλειν καὶ μαντεύεσθαι

488

γαμψωνύχων] ἀγκύλους ἐχόντων ὄνυχας οἰωνῶν] ὀρνέων ἁπλῶς σκεθρῶς] ἀκριβῶς

489

διώρις’] διωρισμένως καὶ κεχωρισμένως ἔταξα δεξιοὶ] ἐπιτήδειοι πρὸς μαντείαν

490

εὐωνύμους] κακὰ μαντευομένους δίαιταν] διαγωγήν Δέον εἰπεῖν καὶ οἵτινές εἰσιν εὐώνυμοι, εὐωνύμους εἶπε πρὸς τὸ διώρισα, ὥσπερ καὶ προιὼν ἐρεῖ τὸ λειότητα καὶ τὸ ποικίλην εὐμορφίαν

491

ἕκαστοι] τούτων

492

στέργηθρα] φιλίαι συνεδρίαι] κοινωνίαι καὶ συναγελασμοί

493

σπλάγχνων] τῶν ἐγκάτων λειότητα] τοιαῦτα γὰρ τὰ ἔγκατα λεῖα

494

ἔχοντ’] ταῦτα τὰ σπλάγχνα δαίμοσι] τοῖς θεοῖς ἡδονήν] εὐ‐ φροσύνην

495

Ὅτι οἱ θύοντες καὶ τὴν χολὴν εὑρόντες τοιάνδε ἢ τοιάνδε, καὶ τὸν λοβόν, τοιοῦτον ἐσημαίνοντο καὶ τὸ πρᾶγμα γενήσεσθαι· εἰ δ’ ἄλλως πάλιν εὗρον, τοιόνδε λοβοῦ] τοῦ ἄκρου τοῦ ἥπατος ποικίλην εὐμορφίαν] τοιοῦτον γὰρ τὸ χρῶμα τοῦ ἥπατος

496

† κνίσσα κυρίως ὁ ἀπὸ τῆς πιμελῆς ἀτμός· νῦν δὲ καταχρηστικῶς τὴν πιμελὴν λέγει, ἐν ᾗ τοὺς μηροὺς περιεκάλυπτον, ἀπὸ μέρους. ὀσφὺν δὲ μακράν, οὐ τὴν κοιλίαν φησίν, ὥς τισιν ἔδοξεν, ἀλλὰ τὸ τῆς ῥάχεως ὀστοῦν, ὅπερ ἀπὸ τῶν νεφρῶν διήκει μέχρι τῆς κεφαλῆς· τοῦτο γὰρ χωρίζοντες οἱ
5μάντεις τῶν τε μηρῶν, τῶν πλευρῶν, καὶ τῶν λοι〈πῶν〉 τῶν παραφυομένων αὐτῷ ὀστέων ἐπὶ τῷ πυρὶ ἐτίθουν, καὶ διὰ τούτου τὰ συμβησόμενα ἐτέκμαιρον. διὰ τὸ ἐπίμηκες οὖν τυγχάνειν, ὀσφὺν μακρὰν ὠνόμασε τοῦτο· ὀσφὺν γὰρ τοὺς νεφροὺς καλοῦσι καὶ τὰ περὶ αὐτοὺς μέρη, ὅθεν καὶ 〈ἐκ τῆσ〉 ὀσφύος τοῦ δεῖνος τὸν δεῖνα γεγενῆσθαί φαμεν, ἤγουν τοῦ σπέρματος· ἐν τοῖς νεφροῖς
10γὰρ τὸ σπέρμα συνίσταται. κνίσσῃ] πιμελῇ κῶλα] τοὺς μηροὺς λέγει συγκαλυπτά] περικεκαλυμμένα μακρὰν] ἐπιμήκη

497

ὀσφὺν] † ἤγουν τὸ ἀπὸ τῶν ὤμων μέχρι τῶν νεφρῶν ὀστοῦν τῆς ῥάχεως πυρώσας] καύσας δυστέκμαρτον] δυσκατανόητον τέχνην] ἤγουν τὴν θυτικὴν μαντείαν

498

ὥδωσα] ὡδοποίησα, ὡδήγησα φλογωπὰ σήματα] τὰ διὰ τῆς φλογὸς γινόμενα σημεῖα πρὸς τὸ μαντεύεσθαι

499

ἐξωμμάτωσα] ἐφανέρωσα πρόσθεν] πρότερον Ἐπάργεμα: σκοτεινά, τυφλά, ἐκ μεταφορᾶς τοῦ ἐν τοῖς ὀφθαλμοῖς γινο‐
μένου ἐπιχύματος, ὃ καλοῦσι λεύκωμα. ἐπάργεμα] σκοτεινά, τυφλά39

500

τοιαῦτα] ἀπόθεσις ταῦτ’] ἃ ἔφην ἔνερθεν] ὑποκάτω χθο‐ νός] τῆς γῆς

501

ὠφελήματα] ἐγνώρισα ἀπὸ κοινοῦ

503

φήσειεν] εἴποι πάροιθεν] πρότερον

504

σάφ’] σαφῶς οἶδα] γινώσκω μάτην] ἤγουν ψευδῶς φλῦ‐ σαι] φλυαρῆσαι

505

βραχεῖ] συντόμῳ μύθῳ] λόγῳ συλλήβδην] συλληπτικῶς καὶ ἡνωμένως

506

βροτοῖσιν] τοῖς ἀνθρώποις ἐκ Προμηθέως] ἤγουν ἐξ ἐμοῦ

507

Μὴ τὴν σὴν πρὸς ἀνθρώπους φιλανθρωπίαν διεξιὼν διάτριβε· ἡ γὰρ τοιαύτη διατριβὴ ἔξω τοῦ πρέποντός ἐστιν· ἀλλὰ δεῖ καὶ σαυτοῦ πεποιῆσθαι φροντίδα καιροῦ πέρα] ἔξω τοῦ πρέποντος

508

ἀκήδει] ἀμέλει, μὴ ποιοῦ φροντίδα ὡς] ὅτι

509

εὔελπις] ἤγουν λίαν ἐλπίζω ἔτι] εἰς τὸ ἑξῆς

510

μεῖον] ἔλαττον ἰσχύσειν] δυνήσεσθαι

511

ταῦτα] ἤγουν τὸ λυθῆναί με ταύτῃ] οὕτως ἤγουν νῦν πω] ἀκμήν τελεσφόρος] ἡ εἰς τέλος φέρουσα πάντα ἡμέτερον † δέον εἰπεῖν οὔπω πέπρωκεν ἡ μοῖρα ἡ τελεσφόρος κραθ〈ῆναι〉 καὶ τελεσθῆναι ταῦτα οὕτως, ὁ δὲ πρὸς τὴν μοῖραν τὸν λόγον ἀπέδωκεν,
5εἰπὼν ἡ τελεσφόρος μοῖρα οὔπω πέπρωται καὶ μεμοίρασται κρᾶναι καὶ τελέσαι ταῦτα οὕτως ὥστε νῦν λυθῆναί με ἀλλὰ μετὰ πολλὰς πημονάς

512

κρᾶναι] τελέσαι πέπρωται] μεμοίρασται μυρίαις] πολλαῖς πημοναῖς] βλάβαις

513

δύαις] κακοπαθείαις καμφθεὶς] κατεργασθείς, ταλαιπωρήσας ὧδε] οὕτως φυγγάνω] φεύξομαι

514

τέχνη—ἀσθενεστέρα] ὥστε καὶ ἡ ἐμὴ τέχνη πρὸς τὴν τῶν Μοιρῶν ἀνάγκην οὐδέν τι πρᾶξαι δύναται μακρῷ] καταπολύ

515

ἀνάγκης] τῆς οἰακοστρόφος] κύριος, διοικητής, κυβερνήτης ἐκ μεταφορᾶς τῶν πλοίων

516

Μοῖραι] Κλωθὼ Λάχεσις καὶ Ἄτροπος Μνήμονες: αἱ μνημονεύουσαι τῶν παρ’ ἀνθρώποις κακῶν καὶ ἀντιδιδοῦσαι ποινάς Ἐριννύες] Ἀλητὼ Μέγερα καὶ Τισιφόνη

517

ἄρα] † συμπερασματικὸν τὸ ἄρα οὐκ ἐρωτηματικόν

518

οὔκουν] ναί τὴν πεπρωμένην] αὐτῷ μοῖραν

519

τί γὰρ πέπρωται] ποίαν πεπρωμένην Ζηνὶ] τῷ Διί πλὴν] εἰ μὴ κρατεῖν] ἄρχειν

520

πύθοιο] μάθοις λιπάρει] ἱκέτευε40

521

ἧ] ὄντως που] ἀργὸν σεμνὸν] μέγα, σεβάσμιον ξυναμπέ‐ χεις] κατέχεις παρὰ σαυτῷ καὶ οὐκ ἐκφαίνεις ἡμῖν. † περικαλύπτεις

522

ἄλλου—μέμνησθε] † ἤγουν περὶ ἄλλου ἐρωτᾶτε τόνδε] τὸν περὶ τῆς τοῦ Διὸς πεπρωμένης

523

καιρὸς γεγωνεῖν] πρέπον λέγειν συγκαλυπτέος] ἄξιος ὑπάρχει κρύπτεσθαι

524

ὅσον] ἤγουν λίαν σώζων] φυλάττων παρ’ ἐμαυτῷ καὶ μὴ ἐκφαίνων

525

ἐκφυγγάνω] ἐκφεύξομαι· ἵνα γὰρ αὐτὸν εἴπω, ἐκλύσεταί με Ζεὺς τοῦ δεσμοῦ

526

Ante vers. στροφὴ κώλων θʹ ἡμέτερον † μηδάμ’ ὁ πάντα νέμων: τὰ τοιαῦτα εἴδη τῶν χορ〈ῶν〉 καλεῖ‐ ται κατὰ σχέσιν. κατὰ σχέσιν δέ ἐστιν, ὡς Ἡφαιστίων φησίν (64.22), ὅσα δουλεύων ὁ ποιητὴς ἀνταποδόσει καὶ ἀνακυκλήσει γράφει. ἰστέον δὲ ὅτι καὶ
5τὰ ἐπῳδικὰ κατὰ σχέσιν ἐστίν. εἰσὶ δὴ τὰ παρόντα στροφῶν βʹ τῆς μὲν οὖν πρώτης στροφῆς τὰ κῶλα θʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ αʹ χορι‐ αμβικὸν δίμετρον καταληκτικόν, ἐκ χοριάμβου καὶ ἀναπαίστου· εἰ δὲ βούλει, δακτυλικὸν πενθημιμερὲς καθαρόν. τὸ βτερον ὅμοιον χοριαμβικόν, ἐξ ἐπιτρί‐ του βτέρου καὶ δακτύλου· εἴη δὲ καὶ τροχαϊκὸν ἑφθημιμερές. τὸ γʹ χορι‐
10αμβικὸν μονόμετρον ὑπερκατάληκτον, ἐκ χοριάμβου καὶ συλλαβῆς. τὸ δʹ ὅμοιον τρίμετρον καταληκτικόν, ἐξ ἐπιτρίτου βτέρου χοριάμβου καὶ ἀναπαί‐ στου. τὸ εʹ προσοδιακὸν δίμετρον ἀκατάληκτον, ἐξ ἰωνικοῦ ἀπὸ μείζονος καὶ χοριάμβου. τὸ ϛʹ χοριαμβικὸν τρίμετρον ἀκατάληκτον, ἐξ ἐπιτρίτου βτέρου ἢ διτροχ〈αίου〉 χοριάμβου καὶ διϊάμβου διὰ τὴν ἀδιάφορον· ἐν δὲ
15τῷ τῆς ἀντιστροφῆς κώλῳ χοριάμβους εὑρήσεις, καὶ ἀμφότερον. τὸ ζʹ ὅμοιον τῷ πρώτῳ. τὸ ηʹ τροχαϊκὸν ἑφθημιμερές. τὸ θʹ ἰαμβικὸν ἑφθημιμε‐ ρές. ἐπὶ τῷ τέλει τῆς στροφῆς καὶ ἀντιστροφῆς παράγραφος Εἰς φόβον ἐλθὼν ὁ χορὸς διὰ τὴν πρὸς τὸν Προμηθέα ὁμιλίαν, φησὶ μή‐ ποτε γένοιτο ὁ Ζεὺς ἐχθρὸς ἔμοιγε, μηδὲ παυσαίμην πρὸς τοὺς θεοὺς ἐρχομένη
20ἐν θυσίαις μεγάλαις ὁσίαις παρὰ τὸν Ὠκεανόν, τουτέστι μήποτε παυσαίμην τῆς πρὸς θεῶν τιμῆς μηδάμ’] μηδαμῶς νέμων] διεξάγων, διοικῶν

527

γνώμᾳ] γνώσει κράτος] ἰσχύν

528

ἀντίπαλον] ἐναντίον, ἐχθρόν

529

ἐλιννύσαιμι] βραδύναιμι καὶ ἀμελήσαιμι ὁσίαις] ἐντίμοις, ἁγίαις41

530

θοίναις] εὐωχίαις, θυσίαις ποτινισσομένα] προσερχομένη

531

βουφόνοις] μεγάλαις ἢ ταῖς ἐκ βοῶν γινομέναις

532

πατρὸς] ἡμῶν (πατρὸς πόρον) † περισσὸν ἦν ἐνταῦθα τὸ ἄσβεστον [πόρον]· διὸ ἐξε‐ βλήθη παρ’ ἐμοῦ· ὅμοιον γὰρ χρὴ τὸ κῶλον εἶναι πρὸς τὸ τῆς ἀντιστροφῆς

533

Μηδ’ ἀλίτοιμι λόγοις· μηδὲ προσκρούσαιμι πρὸς αὐτοὺς ἐκ τοῦ πρὸς τὸν Προμηθέα διαλέγεσθαι· ἢ τὸ λόγοις ἀντὶ τοῦ μηδὲ διὰ λόγων ποτὲ πρὸς τὸν Δία ἁμάρτω ἀλίτοιμι] ἁμάρτοιμι λόγοις] ἐν

534

τόδ’] τὸ τιμᾶν τοὺς θεούς

535

ἐκτακείη] παυθείη, ῥεύσῃ ἐκ μεταφορᾶς τοῦ κηροῦ καὶ τῆς χιόνος

536

Ante vers. ἀντιστροφὴ κώλων θʹ ἡδύ] εὐφραντόν θαρσαλέ‐ αις] θαρρεῖν παρεχούσαις

537

τὸν μακρὸν] τὸν πολύν τείνειν] ἐκτείνειν, διαβιβάζειν βίον] τὴν ζωὴν ἡμῶν

538

λαμπραῖς] ἐνδόξοις † λαμπραῖς χρὴ γράφειν ἐνταῦθα, οὐ φαναῖς, ἵν’ οἰκεῖον ᾖ τὸ κῶλον τῷ τῆς στροφῆς· ὡσαύτως καὶ οἰκείᾳ γνώμῃ γράφε, μὴ ἰδίᾳ· τροχαϊκὸν γάρ ἐστι τὸ κῶλον. εἰ δὲ τὸ μὲν τῆς στροφῆς κῶλον ἐκ τροχαίων συνίσταται,
5τοῦτο δ’ ἐκ σπονδείου, οὐδὲν ἀπεικός· οἰκεῖοι γὰρ οἱ πόδες· τὸ ἰδίᾳ δὲ βραχέα ἔχει ἀμφότερα. εἰ δέ γ’ ἐν τῷ φαναῖς δύο νν εὑρήσ〈εις?〉 που κείμενα, τοῦτ’ ἂν εἴη τὸ ἀληθές

539

θυμὸν] τὴν ἐμὴν ψυχήν ἀλδαίνουσαν] αὔξουσαν εὐφροσύναις] ἃς ἔχοιμ’ ἂν εἰ τοὺς θεοὺς τιμῴην ἀεί

540

φρίσσω] τρέμω τὸν Δία δερκομένα] βλέπουσα

541

μυρίοις] πολλοῖς μόχθοισι] τιμωρίαις διακναιόμενον] κατερ‐ γαζόμενον, λυπούμενον

542

Ζῆνα] τὸν Δία τρομέων] τρέμων, φοβούμενος

543

οἰκείᾳ γνώμᾳ] ἰδίῳ θελήματι σέβῃ] τιμᾷς

544

θνατοὺς] τοὺς ἀνθρώπους ἄγαν] λίαν Προμηθεῦ] ὦ

545

Ante vers. στροφὴ ἑτέρα κώλων θʹ ἡμέτερον † φέρ’ ὅπως: τῆς βτέρας ταυτησὶ στροφῆς τὰ κῶλα θʹ καὶ τὰ
τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ αʹ ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον εἰς δισσύλαβον. τὸ βτερον χοριαμβικὸν δίμετρον ὑπερκατάληκτον, ἐκ χορι‐42
5άμβου διϊάμβου καὶ συλλαβῆς. τὸ γʹ ἀναπαιστικὸν μονόμετρον. τὸ δʹ ἰαμβικὸν ἑφθημιμερές. τὸ εʹ ὅμοιον, τοῦ αʹ καὶ βτέρου ποδὸς ἀναπαίστου. τὸ ϛʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ζʹ ὅμοιον τῷ πρώτῳ τῆς στροφῆς· ἤτοι ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον εἰς δισύλλαβον. τὸ ηʹ δακτυ‐ λικὸν ἑφθημιμερές. τὸ θʹ ἰαμβικὸν καθαρὸν δίμετρον ὑπερκατάληκτον.
10ἐπὶ τῷ τέλει τῆς μὲν στροφῆς παράγραφος, τῆς δὲ ἀντιστροφῆς κορωνὶς μόνη Φέρε, ὦ φίλος, ἐπειδὴ ἣν εἰς τοὺς βροτοὺς πεποίηκας χάριν, ἄχαρις καὶ οὐκ ἀποδεκτὴ ἔδοξε τῷ Διί, εἰπὲ τί δύνανται νῦν οἱ ἄνθρωποι βοηθῆσαί σοι κακῶς δι’ ἐκείνους πάσχοντι. ἢ οὕτως· ἐπειδὴ ἡ εἰς τοὺς βροτοὺς χάρις ἄχαρις ἔδοξε καὶ οὐδ’ ἡντινοῦν ἀπ’ αὐτ〈ῶν ἔσχεσ〉 ὠφέλειαν διὰ τούτους
15παθών, λέξον τίς ἄλλη ἀλκὴ καὶ τῶν παρόντων ἀπαλλαγή ἐστί σοι ὅπως] ἐπεὶ ἄχαρις] ἐστί χάρις] ἡ πρὸς τοὺς ἀνθρώπους

546

ἀλκά] δύναμις, βοήθεια

547

Τίς ἐφαμερίων ἄρηξις: ἤγουν τί δύνανται οἱ βροτοὶ βοηθῆσαί σοι. ἢ οὕτως· ἡ βοήθεια ἣν πρὸς τοὺς βροτοὺς εἴργασαι, τί ὠφέλησέ σε; οὐδέν ἐφαμερίων] ἀνθρώπων ἄρηξις] βοήθεια ἐδέρχθης] ἐθεάσω

548

ὀλιγοδρανίαν] ὀλίγην καὶ ἀσθενῆ δύναμιν ἄκικυν] φαύλην, ἀδύνατον

549

ἰσσόνειρον] ἤγουν ἀνυπόστατον ᾇ] ᾗτινι φωτῶν] τῶν ἀνθρώ‐ πων

550

ἡμέτερον † περισσὸν ἦν ἐνταῦθα τὸ ἀλαὸν· διὸ καὶ ἐξεβλήθη παρ’ ἐμοῦ. χρὴ γὰρ εἶναι τὸ κῶλον ὅμοιον τῷ τῆς ἀντιστροφῆς· ἦν γὰρ “ἀλαὸν γένος” ἐμπεποδισμένον] πεπεδημένον, κεκρατημένον ἐστίν

551

οὔπω] οὐδαμῶς τὰν Διὸς ἁρμονίαν] ἤγουν ὅπερ ἁρμόσεται καὶ ὁρίσει καὶ τάξει Τὰν Διὸς ἁρμονίαν: ἤγουν ὅπερ ἁρμόσεται καὶ ὁρίσει καὶ τάξει· ὁ γὰρ θεὸς μετὰ ἁρμονίας καὶ ῥυθμοῦ καὶ τοῦ προσήκοντος λόγου πάντα ποιεῖ. ἢ
5οὕτως· ὃν ὁ Ζεὺς κολάσει, οὐδεὶς ἀνθρώπων ἐξελεῖν δύναται

552

θνατῶν] τῶν ἀνθρώπων παρεξίασι] ὑπερβαίνουσι, νικῶσιν

553

Ante vers. ἀντιστροφὴ κώλων θʹ ἔμαθον] ἔγνων τάδε] ἅ φημι προσιδοῦς’] ἰδοῦσα

554

ὀλοὰς] ὀλεθρίας Προμηθεῦ] ὦ

555

διαμφίδιον] διπλοῦν Τὸ διπλοῦν δὲ μέλος ἐπῆλθέ μοι κατ〈ὰ νοῦν τό τε μέ〉λος ἤγουν τόδε ὃ νῦν ᾄδω, καὶ ἐκεῖνο ὅπερ ἀμφὶ τὰ σὰ λουτρὰ καὶ ἀμφὶ τὸ σὸν λέχος ὑμε‐
ναίουν καὶ ᾖδον, ὅτε τὴν Ἡσιόνην ἠγάγου γυναῖκα ὁμόλεκτρον καταπείσας43
5ἐν ἕδνοις ἤγουν δώροις, τὴν ὁμοπάτριον ἡμῖν, ἤτις ἦν μία τῶν Ὠκεανίδων ὥσπερ καὶ ἡμεῖς· τοῦτο (?) γὰρ λέγει τὸ ὁμοπάτριον ἡμέτερον † ὅπερ δηλῶσαι βούλεται τοιοῦτόν ἐστιν· ἐπῆλθέ μοι κατὰ νοῦν καὶ ὃ νῦν ᾄδω μέλος, καὶ ὃ ᾖδον ἐν τοῖς σοῖς γάμοις, καὶ ἐκπλήττομαι λογι‐ ζομένη πῶς τὸ μὲν ἦν χαρᾶς τε καὶ εὐφροσύνης 〈πρόξενον〉· τοιοῦτοι γὰρ οἱ
10ὑμέναιοι· τὸ δέ ἐστιν λυπηρὸν κατακλῶν καὶ πρὸς 〈οἶκτον〉 τὰς τῶν ἀκου‐ όντων ψυχὰς ἐκκα〈λούμενον. οὕτω〉 τὸ τόδε καὶ ἐκεῖνο 〈νοεῖν χρή· οἱ δ’〉 ἄλλως λέγοντες, οὐ 〈καλῶσ〉, οἶμαι, λέγουσιν, ὅτι ἕδνα λέγονται τὰ ἀπ’ ἀνδρὸς πρὸς γυναῖκα δῶρα, προὶξ δὲ τὰ ἀπὸ γυναικὸς πρὸς ἄνδρα προσέ‐ πτα] ἐπῆλθε κατὰ νοῦν

556

ὅ] ὅπερ ἀμφὶ] περὶ λουτρὰ] ἃ ὡς νυμφίος λέλουσαι

557

λέχος] τὸ ὑμεναίουν] γαμικὸν ὕμνον ᾖδον

558

† 〈περισσὸν ἦν〉 ἐνταῦθα τὸ ἰότητι γάμων· διὸ καὶ ἐξεβλήθη παρ’ ἐμοῦ. ὅμοιον γὰρ χρὴ εἶναι τὸ κῶλον τῷ τῆς 〈ἀντιστροφῆς· οὐ〉 χρὴ δέ, εἰ ἐν τῷ τελευταίῳ κώλῳ τῆς ἀντιστροφῆς ἴαμβος εὕρηται, θαυμάζειν ὅτι μὴ σπονδεῖον ... ἰαμβικὸν γάρ ἐστι τὸ κῶλον, καὶ οἱ πόδες οἰκεῖοι τῷ μέτρῳ
5τὰν ὁμοπάτριον] τὴν ἀδελφὴν ἡμῶν τὴν ἐκ τοῦ πατρὸς ἡμῖν οὖσαν

559

ἕδνοις] ἤγουν προιξίν. ἐν ἄγαγες] ἤγουν ἠγάγου δάμαρτα κοινόλεκτρον Ἡσιόναν] τὴν

560

πιθὼν] καταπείσας δάμαρτα] γυναῖκα κοινόλεκτρον] ποτα‐ πήν; ὁμόκοιτον

561

Ante vers. στροφὴ κώλων λβʹ ἡμέτερον † τίς γῆ, τί γένος: τὰ τοιαῦτα εἴδη καλεῖται μονοστροφικά, μονοστροφικὰ δέ εἰσιν, ὡς Ἡφαιστίων φησίν (60.21), ὁπόσα ὑπὸ μιᾶς στροφῆς καταμετρεῖται· καλεῖται δὲ καὶ μετρικὰ ἄτακτα, διότι μέτρῳ μὲν
5γέγραπται, οὔτε δὲ ὁμοιότητα ἔχει πρὸς ἄλληλα οὔτε ἀνακύκλησιν (He‐ phaestion 65.3). εἰσὶ δὲ τὰ παρόντα καὶ συστηματικὰ κατὰ περιορισμοὺς ἀνίσους· οἶμαι δὲ ὅτι διὰ τὸ παράφορον τῆς Ἰοῦς καὶ τὸ τῆς φρενὸς ἄστατον, διαφόροις μέτροις ἐχρήσατο καὶ ἀνίσοις κώλοις. εἰσὶν οὖν τῆς παρούσης
στροφῆς πάντα τὰ κῶλα λβʹ τὸ αʹ τὸ βʹ καὶ τὸ δʹ ἀναπαιστικὰ δίμετρα44
10ἀκατάληκτα. τὸ γʹ καὶ εʹ μονόμετρα ἤτοι ἀναπαιστικὴ βάσις. τὸ ϛʹ δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές, ὃ καλεῖται παροιμιακόν· τούτῳ γὰρ ἐν ταῖς ἀποθέσεσι τῶν ἀναπαιστικῶν χρῶνται. τὸ ζʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ηʹ ἰαμβικὸν τρίμετρον καταληκτικὸν Ἀρχιλόχειον. τὸ θʹ ὅμοιον δίμετρον ἀκατάληκτον. τὸ ιʹ ὅμοιον δίμετρον καταληκτικὸν ἤτοι
15ἑφθημιμερές. τὸ ιαʹ ὅμοιον τῷ ηʹ. τὸ ιβʹ ἰωνικὸν τρίμετρον ἀκατάληκτον, ἐκ παιώνων δύο ἀντὶ ἰωνικῶν, δʹ καὶ βτέρου, καὶ διϊάμβου. τὸ ιγʹ ὅμοιον τῷ ηʹ. τὸ ιδʹ ἴαμβος τρίμετρος ἀκατάληκτος. τὸ ιεʹ ὅμοιον τῷ ηʹ, τοῦ εʹ ποδὸς χορείου. τὸ ιϛʹ παιωνικὸν ἡμιόλιον καθαρόν, ἐκ παίωνος δου καὶ τροχαίου. τὸ ιζʹ τροχαϊκὸν τρίμετρον καταληκτικόν, τοῦ πρώτου ποδὸς χορείου. τὸ ιηʹ
20ἰωνικὸν ἀπ’ ἐλάττονος δίμετρον ὑπερκατάληκτον, ἐκ διτροχαίου παίωνος γʹ ἀντὶ ἰωνικοῦ καὶ συλλαβῆς. τὸ ιθʹ καὶ κʹ ἰαμβικὰ τρίμετρα βραχυκατάληκτα. τὸ καʹ παιωνικὸν τρίμετρον ἀκατάληκτον ἐκ παιώνων τετάρτων. τὸ κβτερον ἀντισπαστικὸν Γλυκώνειον δίμετρον ἀκατάληκτον, ἐξ ἀντισπάστου καὶ ἐπιτρίτου τρίτου διὰ τὴν ἀδιάφορον. τὸ κγʹ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον
25ἀκατάληκτον, ἐξ ἐπιτρίτου βτέρου καὶ παίωνος βτέρου ἀντὶ ἰωνικοῦ. τὸ κδʹ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον, τοῦ δʹ ποδὸς ἀναπαίστου. τὸ κεʹ ἰαμβικὸν ἑφθημιμερές, τοῦ πρώτου ποδὸς χορείου. τὸ κϛʹ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον, ἐξ ἀντισπάστου παίωνος πρώτου καὶ τρο‐ χαίου. τὸ κζʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον, τοῦ δου ποδὸς χορείου. τὸ κηʹ
30ἀντισπαστικὸν πενθημιμερές, ὃ καλεῖται δοχμαϊκόν. τὸ κθʹ ὅμοιον δίμετρον ἀκατάληκτον, ἐξ ἐπιτρίτου πρώτου καὶ διϊάμβου. τὸ λʹ ἰαμβικὸν ὅμοιον τῷ κζʹ, τοῦ βτέρου ποδὸς ἀναπαίστου. τὸ λαʹ ἴαμβος τρίμετρος καθαρός. τὸ λβτερον τροχαϊκὸν δίμετρον βραχυκατάληκτον, ὃ καλεῖται ἰθυφαλ[λ]ικόν. ἐπὶ τῷ τέλει παράγραφος μόνη
35Ἡ τοῦ Ἰνάχου Ἰὼ εἰς βοῦν μεταβληθεῖσα παρὰ Διὸς ἵνα λάθῃ τὴν Ἥραν, καὶ οἰστρηλατουμένη, ἐλθοῦσα καὶ ἑτέρους διαφόρους τόπους, κατήντησε καὶ ἔνθα ἦν Προμηθεὺς δεδεμένος· καὶ ἰδοῦσα αὐτὸν οὕτως ἔχοντα, θαυμάζουσα ταῦτά φησιν τίς γῆ] ἐστὶν ἣν βαίνω τί γένος] τὸ ἐνταῦθα οἰκοῦν φῶ] εἴπω
40λεύσσειν] βλέπειν

562

χαλινοῖς] δεσμοῖς Τὸ πετρίνοις ἢ ἀντὶ τοῦ στερροῖς, ἢ διὰ τὸ ἐν τῇ τοῦ Καυκάσου πέτρᾳ προσηλοῦσθαι τοῦτό φησιν

563

χειμαζόμενον] δαμαζόμενον, πάσχοντα Τίνος ἀμπλακίας: ἕνεκα τίνος κολάσεως, πταίσματος, ὀλέκῃ καὶ φθείρῃ·
ἤγουν τί πταίσας καὶ κολασθεὶς ἐνταῦθα προσήλωσαι. καὶ εἰ μὲν περισπᾶ‐ ται τὸ ποινᾶς, οὕτως, εἰ δὲ βαρύνεται, οὕτω· τίνος πταίσματος ὀλέκῃ καὶ45
5μετὰ φθορᾶς δίδως ποινάς ἀμπλακίας] ἁμαρτίας ποινὰς ὀλέκῃ] τιμωρίας μετὰ φθορᾶς δίδως

564

σήμηνον] δήλωσον, εἰπέ

565

ἡ μογερὰ] ἡ ἀθλία πεπλάνημαι] † ἤγουν πλαν[ω]μένη ἦλθον

566

χρίει] κεντεῖ, διεγείρει· ἤγουν οἰστροῦμαι καὶ ἀναβακχεύομαι φαν‐ ταζομένη τὴν τοῦ Ἄργου τοῦ κυνὸς εἰκόνα

567

εἴδωλον] εἰκόνα Ἄργου] λέγω γηγενοῦς] τοῦ πανόπτου

568

ἡμέτερον † οὐ χρὴ γράφειν ἐνταῦθα ἄλευ ὦ δᾶ, ὡς ἔν τισι τῶν βιβλίων εὕρηται, ἀλλὰ Ἀλευάδα, οὐ μόνον ὅτι ἐν τοῖς παλαιοῖς τῶν ἀντι‐ γράφων εὕρηται, ἀλλ’ ὅτι καὶ ἰαμβικόν ἐστιν ὅμοιον τῷ πρὸ αὐτοῦ Ἀλευάδα] τοῦ υἱοῦ τοῦ Ἀλεύα

569

Τὸν μυριωπὸν: ἐπειδὴ ὑπὸ Διὸς ἐρασθεῖσα Ἰὼ εἰς βοῦν ὑπ’ αὐτοῦ μετεβλήθη ἵνα λάθῃ τὴν Ἥραν, γνοῦσα αὕτη φύλακα ταύτῃ ἐπέστησε κύνα Ἄργον καλούμενον, ὡς ἐν Ἄργει γεγονότα· ὃν Ἑρμῆς ἀνελὼν Διὸς κελεύ‐ σαντος Ἀργειφόντης κέκληται, ἀντ’ αὐτοῦ δὲ τὸν ταὼν τοῖς ἀνθρώποις ἔδειξε
5τοῖς ὀφθαλμοῖς τῶν πτερῶν ὅμοιον ἐκείνῳ τυγχάνοντα· 〈Ἥρα δὲ〉 ἐποίησε τὴν Ἰὼ καὶ ἀποθανόντα αὐτὸν δοκεῖν ὁρᾶν. βούταν δὲ αὐτὸν καλεῖ ὡς ταύτην τηροῦντα καὶ βόσκοντα μεταβληθεῖσαν εἰς βοῦν· τὸν αὐτὸν δὲ καὶ βουκόλον ἑξῆς (v. 677) λέγει· οὕτω γὰρ καλοῦσι τοὺς τῶν βοῶν ἐπιμελουμένους τὸν μυριωπὸν] τὸν μυριόφθαλμον· τὸν διὰ παντὸς τοῦ σώματος ὀφθαλμοὺς
10ἔχοντα βούταν] βοσκόν

570

ὁ δὲ πορεύεται] εἰς φαντασίαν ἐμοὶ ἔρχεται δόλιον] κακόν· εἰς οἶστρον γάρ με φανεὶς ἐπαίρει

571

κατθανόντα] ἀποθανόντα κεύθει] κρύπτει, ἀλλ’ ὡς ζῶν μοι φαντάζεται

572

αὖ] πάλιν τὰν τάλαιναν] τὴν ἀθλίαν ἐνέρων] τῶν νεκρῶν περῶν] ἐρχόμενος

573

Supra vers. ἀνιχνεύει καὶ πανταχῆ φοιτώσῃ παρίσταται καὶ πλα‐ νᾶσθαι ποιεῖ νῆστιν ἤγουν ἐστερημένην σιτίων ἢ στάσεως. παραλίαν] παραθαλασσίαν

574

ὑπὸ] ὑποττοβεῖ, ὑπηχεῖ κηρόπλαστος] ὁ πεπλασμένος καὶ ἀλη‐ λιμμένος κηρῷ δόναξ] ἤγουν ἡ σύριγξ

575

ἀχέτας·] ὁ ἠχητικός, ὁ ἐμμελής ὑπνοδόταν] ὕπνον διδόντα νόμον] μέλος Ὑπνοδότην: διὰ τοῦτο λέγει τοῦτο, ἐπειδὴ νὺξ ἦν ὅτε ἐκεῖσε κατέ〈λαβ〉εν.
ἐν δὲ τούτῳ τῷ καιρῷ οἱ ποιμένες αὐλοῦσι παυσάμενοι τῆς νομῆς καὶ πρὸς46
5μάνδραν εἰσαγαγόντες τὰ ποίμνια· ἢ ὅτι πᾶν μέλος ἐπαγωγόν ἐστι πρὸς ὕπνον σαῖνον 〈καὶ〉 κατακλῶν τοὺς ἀκούοντας. 〈ἔστ〉ι δὲ καὶ τὸ νόμον πρὸς τὸ ὑποττοβεῖ

576

ἰὼ ἰώ] φεῦ ποῖ ποῖ] φεῦ ποποῖ] φεῦ ποποῖ] φεῦ

577

ἄγουσι] φέρουσι τηλέπλανοι] οἱ μακρὰν πλανῶντες Εὕρηται οὐ μόνον πλάνη, ἀλλὰ καὶ πλάνος ἡ πλάνη ὥσπερ καὶ εὐθύνη καὶ εὔθυνος· καὶ μαρτυρεῖ Ἰσοκράτης λέγων τοὺς φυγαδικοὺς πλάνους (9.28)

578

ποτέ] ἄρα Κρόνιε παῖ] ἤγουν παῖ τοῦ Κρόνου Ζεῦ ποτε] ἄρα

579

ἐνέζευξας] ἐνέβαλες ἁμαρτοῦσαν] πταίσασαν πημοναῖς] βλάβαις ἤγουν τοῖς δεσμοῖς ἔ ἔ] τοῦτο διαμέσου

580

οἰστρηλάτῳ δὲ δείματι] δι’ οἴστρου ἐλαύνοντι καὶ ἀναβακχεύοντι φοβήματι ὃ πάσχω Ἄργον φανταζομένη

581

παράκοπον] φρενοβλαβῆ, μανικὴν καὶ παρακεκομμένην τὸν νοῦν τείρεις] δαμάζεις

582

πυρὶ φλέξον] ἤγουν κεραύνωσον χθονὶ κάλυψον] τῇ γῇ· ἤγουν σχίσας τὴν γῆν κάλυψον ποντίοισι] θαλασσίοις δάκεσι] θηρίοις βοράν] τροφήν

583

μὴ δέ] μηδαμῶς φθονήσῃς: Φθονῶ σοὶ τοῦδε καὶ φθονῶ σοι τόδε

584

εὐγμάτων] τῶν εὐχῶν ἄναξ] ὦ Ζεῦ

585

ἄδδην] δαψιλῶς καὶ ἀρκούντως πολύπλανοι] ποταποί; πολ‐ λαχῆ γῆς φέροντες

586

γεγυμνάκασιν] ἐδάμασαν ἐκ μεταφορᾶς τῶν γυμναζομένων ζώων ὅποι] ἐν ποίῳ καιρῷ

587

πημονὰς ἀλύξω] τὰς παρεστώσας μοι κακοδαιμονίας ἐκφεύξομαι

588

Ante vers. σύστημα ἡμέτερον † κλύεις φθέγμα: σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς στίχων εʹ, ὧν ὁ πρῶτος ἀντισπαστικὸς τρίμετρος ἀκατάληκτος, ἐξ ἀντισπά‐ στου διτροχαίου καὶ ἐπιτρίτου τρίτου· οἱ δὲ λοιποὶ ἰαμβικοὶ τρίμετροι
5ἀκατάληκτοι. ἐπὶ τῷ τέλει παράγραφος κλύεις] ἀκούεις φθέγμα] τὸ. τὸν λόγον βούκερω] τῆς βοὸς κέ‐ ρατα ἐχούσης

589

κλύω] ἀκούω οἰστροδινήτου] τῆς ὑπὸ οἴστρου κινουμένης ὃν αὐτῇ ἐμβάλλει ἡ Ἥρα

590

Ἵνα δείξῃ ὅτι θεός ἐστι καὶ οἶδε πάντα, διὰ τοῦτο πατρόθεν αὐτὴν ὠνόμασεν ἐξ ἀρχῆς, καὶ πόθεν τοιαῦτα πάσχει προείρηκεν τῆς Ἰναχείας] τῆς θυγατρὸς τοῦ Ἰνάχου Διὸς] τοῦ θάλπει] ἐκκαίει κεάρ] τὴν
ψυχήν47

591

ἔρωτι] τῷ αὐτῆς ὑπερμήκεις δρόμους] τοὺς μακροὺς· ἤγουν τὴν μακρὰν πλάνην

592

Ἥρᾳ] τῇ στυγητὸς] μεμισημένη καὶ ζηλοτυπουμένη Ἰδίωμα Ἀττικόν ἐστι τοῦτο· εἰώθασι γὰρ ἐκεῖνοι τὰ εἰς ἦ λήγοντα θηλυκὰ διὰ τοῦ ος ἐκφέρειν, ὡς τὰ ἀρσενικά· οἷον στυγητὸς Ἥρα καὶ κλυτὸς Ἱππο‐ δάμεια (B 742)
5πρὸς βίαν] βιαίως γυμνάζεται] δαμάζεται ἐκ μεταφορᾶς τῶν ζώων

593

Ante vers. στροφὴ ἑτέρα κώλων ιηʹ ἡμέτερον † πόθεν ἐμοῦ σὺ: καὶ ἡ παροῦσα στροφὴ μονοστροφική ἐστιν ὡς καὶ ἡ προειρημένη· ἔστι δὲ κώλων ιηʹ. τὸ αʹ παιωνικὸν τρίμετρον ἀκα‐ τάληκτον, ἐκ παιώνων τετάρτων· κατὰ μονοπεδίαν γὰρ μετρεῖται τὰ τοιαῦτα
5μέτρα διὰ τὸ τετρασυλλάβους εἶναι τοὺς πόδας, ὡς ἐν ἄλλοις εἴρηται. τὸ βτερον ἰωνικὸν δίμετρον ὑπερκατάληκτον, ἐξ ἐπιτρίτου βτέρου παίωνος τρίτου ἀντὶ ἰωνικοῦ καὶ συλλαβῆς. τὸ γʹ παιωνικὸν καθαρὸν ἡμιόλιον, ἐκ παίωνος δου καὶ ἰάμβου. τὸ δʹ ἰωνικὸν ἡμιόλιον, ἐκ τροχαϊκῆς συζυγίας ἤτοι ἐπιτρίτου βτέρου καὶ ἰάμβου. τὸ εʹ ὅμοιον καθαρόν, ἐξ ἰωνικοῦ ἀπ’ ἐλάττονος
10καὶ ἰάμβου. τὸ ϛʹ ὅμοιον τῷ πρώτῳ παιωνικόν. τὸ ζʹ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον Γλυκώνειον, ἐξ ἀντισπάστου καὶ διϊάμβου διὰ τὴν ἀδιάφορον. τὸ ηʹ ἰωνικὸν δίμετρον ἀκατάληκτον, ἐκ διτροχαίου καὶ παίωνος βτέρου ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος. τὸ θʹ ἀντισπαστικὸν τρίμετρον καταλη‐ κτικόν, ἐξ ἐπιτρίτου τρίτου ἀντισπάστου καὶ κρητικοῦ ἤτοι ἀμφιμάκρου, ὃ
15καλεῖται Φαλαίκειον. τὸ ιʹ παιωνικὸν ἡμιόλιον, ἐκ παίωνος πρώτου καὶ τροχαίου. τὸ ιαʹ ὅμοιον τρίμετρον βραχυκατάληκτον, ἐκ παιώνων βʹ, δου καὶ πρώτου, καὶ τροχαίου. τὸ ιβʹ ἰωνικὸν ἀπ’ ἐλάττονος δίμετρον κατα‐ ληκτικόν, ἐξ ἐπιτρίτου τρίτου καὶ ἀναπαίστου διὰ τὴν ἀδιάφορον. τὸ ιγʹ χοριαμβικὸν δίμετρον ὑπερκατάληκτον, ἐκ χοριάμβου διϊάμβου καὶ συλλαβῆς.
20τὸ ιδʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ιεʹ ἰωνικὸν ἀπ’ ἐλάττονος δίμετρον ἀκατάληκτον, ἐκ παίωνος δου ἀντὶ ἰωνικοῦ καὶ διϊάμβου· εἰ δὲ βούλει, τροχαϊκὸν ἑφθημιμερὲς Εὐριπίδειον, τοῦ πρώτου ποδὸς χορείου. τὸ ιϛʹ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον, ἐξ ἀντισπάστου διτροχαίου καὶ συλλαβῆς. τὸ ιζʹ χοριαμβικὸν τρίμετρον βραχυκατάληκτον, ἐκ διτρο‐
25χαίου χοριάμβου καὶ τροχαίου. τὸ ιηʹ περίοδος ἐξ ἰαμβικῆς συζυγίας καὶ
τροχαϊκοῦ καταληκτικοῦ. ἐπὶ τῷ τέλει κορωνίς πόθεν] ἐκ ποίας αἰτίας, πῶς οἶδας ἀπύεις] φωνεῖς, λέγεις48

594

τᾷ μογερᾷ] τῇ ἀθλίᾳ

595

τάλας] ἄθλιε ταλαίπωρον] τὴν ἀθλίαν ὧδ’] οὕτως

596

ἔτυμα] ἀληθῆ προσθροεῖς] προσφθέγγῃ, προσαγορεύεις

597

θεόσυτόν τε νόσον] τὴν θεόθεν ἤγουν ὑπὸ τῆς Ἥρας ὡρμημένην μανίαν ὠνόμασας] εἶπες ἃ] ἥτις

598

μαραίνει] τήκει καὶ καταβάλλει χρίουσα] κεντοῦσα

599

φοιταλέοις] ὁρμητικοῖς, μανικοῖς ἕ ἕ] τοῦτο διαμέσου

600

ἡμέτερα † σκιρτήματα λέγεται τὰ τῶν ἀρνῶν καὶ προβάτων καὶ βοῶν κινήματα καὶ πηδήματα· εἴωθε δὲ ταῦτα σκιρτᾶν ἐν ταῖς ὁδοῖς καὶ οὕτω τὴν πορείαν ἀνύειν· καὶ Ἰὼ τοίνυν εἰκότως τὰ αὐτῆς κινήματα σκιρτή‐ ματα εἴρηκεν, οὐ μόνον ὡς βοῦς κινουμένη, ἀλλὰ καὶ ὑπὸ τῆς μανίας σκιρτῶσα
5σκιρτημάτων] κινημάτων νήστῃσιν] ἐστερημέναις τροφῆς καὶ στά‐ σεως αἰκίαις] μάστιξιν

601

λαβρόσουτος] λίαν ὁρμωμένη

602

ἐπικότοις μήδεσι] ὀργίλαις βουλαῖς τῆς Ἥρας δαμεῖσα] δαμα‐ σθεῖσα

603

δυσδαιμόνων] εἰσὶν. ἤτοι δυσδαίμονες οἳ] οἵτινες ἕ ἕ] διαμέσου οἷ’] οἷα μογοῦσιν] πάσχουσιν

605

τορῶς] ἀληθῶς, σαφῶς τέκμηρον] διασάφησον, σήμηνον ἐπαμμένει] ἀπόκειται

606

χρὴ] ἀπόκειται φάρμακον νόσου] θεραπεία καὶ ἀπαλλαγὴ τῆς τῆς μορφῆς ἀλλοιώσεως καὶ μανίας

607

οἶσθα] οἶδας

608

θρόει] λέγει φράζε] ἐκ παραλλήλου τᾷ δυσπλάνῳ] τῇ κακῶς καὶ μανικῶς πλανωμένῃ

609

† λέξω τορῶς σοι: αἱ ἑξῆς αὗται συστηματικαὶ καὶ ἀμοιβαῖαι περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων οηʹ, ὧν τελευταῖος “αἴσχιστον εἶναί φημι συνθέτους λόγους.” ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς τορῶς] σαφῶς

610

οὐκ ἐμπλέκων αἰνίγματ’] ἤγουν οὐκ αἰνιγματωδῶς καὶ ἀσαφῶς φράζων ἁπλῷ] σαφεῖ

611

Supra vers. ἤγουν ὥσπερ ἐστὶ δίκαιον λέγειν φίλον πρὸς φίλον οἴγειν] ἀνοίγειν

612

βροτοῖς] τοῖς ἀνθρώποις Προμηθέα] ἤγουν ἐμέ

613

ὦ κοινὸν ὠφέλημα] † ἤγουν ὦ Προμηθεῦ ὁ κοινῶς πάντας ὠφελήσας
ἀνθρώπους θνητοῖσιν] ἀνθρώποις49

614

τλῆμον] ἄθλιε διὰ τὰ παρόντα τοῦ] τίνος πράγματος ἢ πταί‐ σματος δίκην] τιμωρίαν Τίνος πταίσματος ἢ πράγματος τιμωρίαν πάσχεις τάδε· τουτέστι τί ἁμαρτὼν πάσχεις ταῦτα τὰ δυστυχήματα κόλασιν τοῦ πταίσματος· τὸ γὰρ
5οὕτως ἀθλίως προσηλῶσθαί σε, κόλασίς ἐστιν, ὡς ἔοικε, τινὸς ἁμαρτίας· τίς οὖν ἐστιν αὕτη

615

ἁρμοῖ] νεωστί θρηνῶν πόνους] † ἤγουν μετὰ θρήνου διηγούμενος πρὸς τὸν χορόν

616

οὔκουν] οὐδαμῶς πόροις] παράσχοις

617

αἰτῇ] ζητεῖς πάντα γὰρ πύθοιό μοι] † πάντα γὰρ ἂν μάθοις τὰ ἐν ἐμοί ἡμέτερα † τινὲς τὴν δύναμιν ἀγνοοῦντες τοῦ μοι, πᾶν γὰρ ἐκπύθοιό μου γράφουσιν· ἀλλ’ οὐκ οἶμαι καλῶς. εὕρηται γὰρ ἔν τισι τῶν ἄγαν παλαιῶν
5ἀντιγράφων πάντα γὰρ πύθοιό μοι, ὃ καὶ ἄριστον εἶναί μοι δοκεῖ καὶ οὕτω συντάττειν· πάντα γὰρ ἂν πύθοιο καὶ μάθοις τὰ ἐν ἐμοί. τοιαύτη τίς ἐστιν ἡ τοῦ μοι δύναμις

618

σήμηνον] εἰπέ ἐν φάραγγι] ἐν τῷ κρημνώδει τούτῳ τόπῳ ὄχμασεν] προσεπαττάλευσεν, ἔδησεν

619

βούλευμα] ἡ βουλὴ τοῦ Διός τὸ Δῖον] ἤγουν τοῦ Διός Ἡφαί‐ στου] οὗτος γὰρ αὐτῷ ὑπηρέτησεν

620

ποινὰς] δίκας, τιμωρίας ποίων ἀμπλακημάτων] ἤγουν τί ἁμαρ‐ τὼν ὧδε κολάζῃ τίνεις] δίδως

621

τοσοῦτον] ὅσον εἴρηκα ἀρκῶ σοι] † δέον εἰπεῖν ἀρκετόν ἐστιν ὅσον εἴρηκα δηλῶσαί σοι, τὰ κατ’ ἐμέ, ὁ δὲ ἀρκῶ εἶπεν

622

πρός] σὺν τούτοις τέρμα] τέλος

623

τίς—χρόνος] † ἤγουν ἐν ποίῳ χρόνῳ τοῦ πλανᾶσθαι πεπαύσομαι

624

κρεῖσσον] ἀκούσασα γὰρ τὰ μέγιστα λυπηθήσῃ τάδε] ἤγουν τὸ τέλος τῆς πλάνης σου † ὅτι ἐντεῦθεν εἴληπταί τινι τῶν σοφῶν τοδὶ τὸ ῥητόν· εἰ μὲν ἦν μαθεῖν ἃ δεῖ παθεῖν καὶ μὴ παθεῖν, καλὸν τὸ μαθεῖν· εἰ δὲ παθεῖν δεῖ ἃ δεῖ μαθεῖν, τί
5δεῖ μαθεῖν; παθεῖν γὰρ χρή

625

μή τοι] μηδαμῶς

626

μεγαίρω] φθονῶ σοι τοῦδε] τοῦ εἰπεῖν σοι τοῦτο

627

τί δῆτα μέλλεις] τί λοιπὸν βραδύνεις καὶ ἀναβάλλῃ ἐπεὶ οὐ φθονεῖς,
ὡς λέγεις μὴ οὐ] συνίζησις γεγωνίσκειν] λέγειν50

628

φθόνος οὐδείς] τοῦτο λέγειν ὀκνῶ] ἀναβάλλομαι θράξαι] ταράξαι φρένας] τὸν νοῦν Ἀπὸ τοῦ ταράξω γίνεται τὸ θράξω κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ τ εἰς θ διὰ τὸ κακόφημον

629

προκήδου] φρόντιζε μᾶσσον] μᾶλλον, μεῖζον ἢ δεῖ ὡς] ὅτι γλυκύ] ἐστὶ τοῦτο μαθεῖν

630

χρὴ] πρέπει

631

μήπω] μηδαμῶς λέγε μοῖραν] μερίδα ἡδονῆς] εὐφροσύνης πόρε] πάρασχε, δός

632

ἱστορήσωμεν] μάθωμεν, ἀκούσωμεν νόσον] † τὴν μανίαν ἢ τὴν μεταβολὴν τῆς μορφῆς

633

τὰς πολυφθόρους τύχας] τὰς πολλῆς φθορᾶς καὶ δυστυχίας προ‐ ξένους τύχας] τὰς δυστυχίας

634

ἄθλων] τῶν αὐτῆς πόνων σοῦ] παρὰ σοῦ

635

Ἰοῖ] ὦ ὑπουργῆσαι] ὑπηρετῆσαι, δοῦναι χάριν] ἣν αἰτοῦσιν

636

Ἄλλως τε πάντως: ἤγουν οὐ μόνον ὅτι δεῖ πείθεσθαι τοῖς κελεύουσι λέγειν ἃ μὴ βάρος προσφέρει, ἀλλὰ καὶ κατ’ ἄλλον πάντως τρόπον δεῖ δοῦναι ταῖσδε χάριν ἀδελφαῖς οὔσαις τοῦ σοῦ πατρός. τοῦτο δὲ λέγει ἐπεὶ αὗται μὲν Νηρηΐδες ἦσαν, ὁ δὲ πατὴρ αὐτῆς Ἴναχος ποταμὸς Ἄργους, ὃν
5Ὠκεανοῦ καὶ Τηθύος υἱὸν λέγουσιν εἶναι ἄλλως] κατὰ ἄλλον τρόπον πάντως] ἀληθῶς κασιγνήταις] ἀδελφαῖς πατρὸς] ὑμῶν. τοῦ Ὠκε‐ ανοῦ

637

ἀποκλαῦσαι] συλλυπηθῆναι ἀποδύρασθαι] θρηνῆσαι τύχας] τὰς σάς

638

Ante vers. γνωμικόν Ἐνταῦθ’ ὅποι: ἤγουν εἰς ὃ πρᾶγμα τοὺς συναλγήσοντας ἕξει τις, εἰ δια‐ τρίψει διηγούμενος τοῦτο, οὐκ εἰς κενὸν αὐτῷ ἡ διατριβὴ ἔσται ἐνταῦθ’] ἤγουν εἰς τοῦτο τὸ πρᾶγμα οἴσεσθαι] κομίσεσθαι, λήψεσθαι

639

πρὸς τῶν κλυόντων] παρὰ τῶν ἀκουόντων τριβὴν] διατριβήν, ἀργίαν

640

ὅπως] πῶς χρή] πρέπει

641

σαφεῖ] ἀληθεῖ μύθῳ] λόγῳ προσχρῄζετε] χρῄζετε

642

πεύσεσθε] μαθήθεσθε καὶ λέγους’] οὐ μόνον πάσχουσα δηλονότι ἀλλὰ καὶ λέγουσα

643

θεόσσυτον] τὸν θεόρμητον· ἤγουν τὴν ἐκ τῆς Ἥρας ὁρμηθεῖσάν μοι
δυστυχίαν χειμῶνα] τὸν διαφθορὰν] τὴν. τὴν μεταβολήν51

644

ὅθεν] ἀφ’ ἧς αἰτίας σχετλίᾳ] τῇ ἀθλίᾳ προσέπτατο] προσ‐ ῆλθε

645

Ante vers. διήγησις ὄψεις] φαντασίαι, ὄνειροι ἔννυχοι] νυκτε‐ ριναί πολεύμεναι] ἐπερχόμεναι, περιπολούμεναι

646

ἐς παρθενῶνας τοὺς ἐμοὺς] † ἤγουν εἰς τοὺς θαλάμους ἐν οἷς ὡς παρθένος διῆγον παρηγόρουν] παρέπειθον, ἠπάτων με

647

λείοισι] μαλακοῖς, θελκτικοῖς, κολακευτικοῖς μύθοις] λόγοις ὦ] λέγουσαι δηλονότι μέγ’] μεγάλως εὔδαιμον] μακαρία

648

παρθενεύεις] ἤγουν παρθένος μένεις δαρόν] ἐπιπολύ ἐξόν] δυνατοῦ ὄντος σοι

649

ἱμέρου] ἐπιθυμίας τῆς σῆς βέλει] ἐν. κέντρῳ

650

πρὸς] παρὰ τέθαλπται] ἐκκέκαυται, τέτρωται συναίρεσθαι] συνάψειν Κύπριν] ἤγουν συνάφειαν Συναίρομαί σοι τοῦδε, καὶ συναίρομαί σοι τόδε, ὡς καὶ ἐνταῦθα Ἐπειδήπερ τὸν ἔρωτα καὶ βέλη καὶ πῦρ φέρειν φασί, διὰ τοῦτο οὐκ εἶπε
5τέτρωται πρὸς τὸ βέλει, ἀλλὰ τέθαλπται, παριστῶν ἐντεῦθεν τὸ πῦρ τοῦ θεοῦ

651

’πολακτίσῃς] ἀπορρίψῃς, ἀτιμάσῃς λέχος] τὴν κοίτην

652

Ζηνός] τοῦ Διός Λέρνης] Λέρνη πηγὴ Ἄργους βαθὺν] ποιώδη

653

λειμῶνα] ἄλσος βουστάσεις] τὰς τῶν βοῶν μάνδρας πατρός] τοῦ σοῦ

654

τὸ Δῖον] τὸ τοῦ Διός λωφήσῃ] παύσῃ

655

τοιοῖσδε] τοιούτοις εὐφρόνας] νύκτας ὁνείρασιν] φαντά‐ σμασι

656

ξυνειχόμην] ἐκρατούμην ἤγουν συνῆν δύστηνος] ἡ. ἡ ἀθλία ἔστε] ἕως οὗ πατρὶ] τῷ ἐμῷ

657

ἔτλην] ἐτόλμησα γεγωνεῖν] εἰπεῖν νυκτίφοιτ’] τὰ ἐν τῇ νυκτὶ φοιτῶντα καὶ ἐπερχόμενά μοι

658

ἔς τε Πυθὼ] εἰς τὸ ἐν Δελφοῖς μαντεῖον τοῦ Ἀπόλλωνος Δω‐ δώνης] ἦν γὰρ ἐκεῖ δρῦς μαντευομένη Πόλις Αἰτωλίας ἡ Δωδώνη, ἔνθα Διὸς ἱερὸν ἦν ἔχον δρῦν λαλοῦσαν καὶ μαντευομένην

659

Θεοπρόπος οὐ μόνον ὁ μάντις ὁ τὰ τῶν θεῶν προπέμπων καὶ προφέρων καὶ λέγων, ἀλλὰ καὶ ὁ πεμπόμενος δέχεσθαι παρὰ τῶν θεῶν χρησμούς· ὃν καὶ θεωρὸν καλοῦσιν θεοπρόπους] θεωρούς ἴαλλεν] ἔπεμπε ὡς] ἵνα

660

δρῶντ’] πράττοντα δαίμοσι] τοῖς θεοῖς φίλα] προσφιλῆ52

661

ἧκον] ἤρχοντο ἀναγγέλλοντες] μηνύοντες, λέγοντες αἰολο‐ στόμους] ποικίλους

662

χρησμοὺς] μαντείας ἀσήμους] ἀσαφεῖς, ἀγνώστους Τὸ ἀσήμους καὶ τὸ δυσκρίτως εἰρημένους ἑρμηνεία ἐστὶ πρὸς τὸ αἰολο‐ στόμους δυσκρίτως] δυσδιακρίτως

663

ἐναργὴς] φανερά βάξις] ῥῆσις, φήμη ἦλθεν] ἐκ τοῦ μαντείου Ἰνάχῳ] τῷ

664

σαφῶς] φανερῶς ἐπισκήπτουσα] παραινοῦσα, προστάττουσα μυθουμένη] λέγουσα

665

δόμων] τῶν οἴκων αὐτοῦ πάτρας] τῆς πατρίδος ὠθεῖν] ἐκπέμ‐ πειν

666

ἄφετον] ἀπολελυμένην, ἐλεύθερον ἀλᾶσθαι] πλανᾶσθαι, περι‐ φέρεσθαι

667

πυρωπὸν] πυρώδη, καυστικόν μολεῖν] ἐλθεῖν

668

ὃς] ὁ κεραυνός ἐξαϊστώσει] ἀφανίσει γένος] αὐτοῦ

669

τοιοῖσδε] τοιούτοις πεισθεὶς] καταπεισθείς Λοξίου] τοῦ Ἀπόλλωνος

670

ἐξήλασεν] ἐξέβαλεν δωμάτων] τῶν οἴκων

671

ἄκων] † ἤγουν οὐχ ἑκών με ἐξέβαλεν ἀλλ’ ὑπὸ τῆς τοῦ Διὸς ἀνάγ‐ κης νιν] αὐτόν

672

χαλινὸς] ἡ ἐξουσία πρὸς βίαν] ἤγουν βιαίως πράσσειν] ποιεῖν

673

μορφὴ] ἡ φρένες] αἱ. ἐμοῦ διάστροφοι] διεστραμμέναι, παρηλλαγμέναι

674

κεράστις] κερασφόρος ὁρᾶτ’] βλέπετε ὀξυστόμῳ] ὀξυτάτῳ

675

Ἐπειδὴ βοῦς ἡ Ἰὼ γέγονεν, εἰκότως τὸ μύωπι καὶ χρισθεῖσα, ὅπερ ἐστὶ κεντηθεῖσα, Αἰσχύλος τέθεικε· κέντροις γὰρ οἱ βόες πρὸς τὸ ὁδοιπορεῖν καὶ ἐργάζεσθαι νύττονται μύωπι] κέντρῳ τῷ τῆς μανίας χρισθεῖς’] κεντηθεῖσα, τρωθεῖσα
5ἐμμανεῖ] μανικῷ σκιρτήματι] κινήματι

676

ᾖσσον] ὥρμων εὔποτον] ἡδύ, πότιμον Κερχνείας] Κερχνεία πηγὴ Ἄργους

677

ἄκρην] † διὰ τὸ ἐν ὑψηλῷ τινι τόπῳ κεῖσθαι τὴν Λέρνην, ἄκρην εἶπεν

678

ἄκρατος] † μὴ κεκραμένος ἀλλὰ λίαν ὀργίλος Ἄργος] οὕτως ὁ
κύων ὠνομάζετο ὡμάρτει] ἠκολούθει μοι πυκνοῖς] πολλοῖς, συνεχέσιν53

679

ὄσσοις] ὀφθαλμοῖς, οὓς διὰ παντὸς εἶχε τοῦ σώματος καταστίβους] τὰς ὁδούς

680

ἀπροσδόκητος μόρος] ἀνέλπιστος μόρος, ὃν αὐτῷ Ἑρμῆς ἐπήγαγε λίθῳ βαλὼν κελευσθεὶς ὑπὸ Διός

681

οἰστροπλὴξ] ὑπὸ οἴστρου πληγεῖσα

682

θείᾳ] τῇ τῆς Ἥρας γῆν] εἰς πρὸ γῆς] † πρὸ ἄλλης γῆς ἢ ἀπὸ γῆς εἰς γῆν ἡμέτερον † οὐ χρὴ γράφειν ἐνταῦθα γῆς πρὸς γῆν ἐλαύνομαι, ὡς ἐν πολλοῖς τῶν βιβλίων εὕρηται, ἀλλὰ γῆν πρὸ γῆς. οὐ μόνον γὰρ ἔν τινι τῶν
5παλαιῶν ἀντιγράφων οὕτως εὕρηται, ἀλλὰ καὶ πρὸς τὸ μέτρον οὕτω μᾶλλον ἔχει ὀρθῶς. οὕτω δὲ λέγε· ἐλαύνομαι εἰς γῆν πρὸ γῆς· ἤγουν πρὸ τοῦ ἐλθεῖν εἰς τήνδε τὴν γῆν εἰς ἄλλην ὑπὸ τοῦ οἴστρου ἐλαύνομαι. ἐμοὶ δὲ καὶ ἀντὶ τοῦ ἀποπρο δοκεῖ κεῖσθαι, οἷον ἀπὸ γῆς εἰς γῆν· καὶ οἶμαι ὡς εὑρεθείη ἂν καὶ ἄλλοθί που τὸ τοιοῦτον. εἰ δέ τις τὸ “τὰς δεσποσύνους σκηνὰς προ‐
10λιποῦσαι” παρ’ Εὐριπίδῃ (Hec. 99) ἀντὶ τοῦ ἀπολιποῦσαι νοήσει, εὑρή‐ σειεν ὡς ἔστιν ὅτε καὶ ἡ προ ἀντὶ τῆς ἀπο τίθεται. καὶ τὸ “προλείπω· λύεται δέ μου μέλη” παρ’ αὐτῷ (Hec. 438) τῆς αὐτῆς ἔχεται διανοίας. προλείπω γάρ φησιν ἀντὶ τοῦ ἀπολιμπάνω ἐμαυτὴν ἐξ ἀθυμίας· καὶ παραλύ‐ εταί μου τὰ μέλη ἐλαύνομαι] διώκομαι

683

κλύεις] † ἤγουν ἤκουσας πραχθέντ’] ἃ ἐπράχθη ἐν ἐμοὶ ὑπὸ Διὸς καὶ Ἥρας ἔτι] εἰς τὸ ἑξῆς

684

σήμαινε] λέγε, δήλου ἐμοί οἰκτίσας] κατελεήσας

685

ξύνθαλπε] ἀπάτα, κολάκευε μύθοις] λόγοις Post vers. γνωμικόν

686

αἴσχιστον] αἰσχρόν, μισητόν συνθέτους] ψευδεῖς καὶ μὴ ὄντας ἀλλὰ πεπλασμένους

687

Ante vers. στροφὴ κώλων ιʹ ἡμέτερον † ἔα ἔα: τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται, ὡς εἴρη〈ται〉, μονοστροφικά. ἔστι δὴ τῆς παρούσης στροφῆς τὰ κῶλα ιʹ. τὸ αʹ ἰωνικὸν ἀπ’ ἐλάττονος δίμετρον ἀκατάληκτον, ἐκ διϊάμβου καὶ παίωνος δου ἀντὶ
5ἰωνικοῦ· εἰ δὲ βούλει, ἰαμβικὸν ἑφθημιμερές, τοῦ τρίτου ποδὸς χορείου. τὸ βτερον τροχαϊκὸν ἰθυφαλ[λ]ικόν. τὸ γʹ περίοδος καταληκτική, ἐξ ἰαμβικῆς συζυγίας καὶ τροχαϊκῆς καταληκτικῆς. τὸ δʹ χοριαμβικὸν καθαρὸν ἡμιόλιον. τὸ εʹ ἰαμβικὸν καθαρὸν ἑφθημιμερές. τὸ ϛʹ ὅμοιον δίμετρον βραχυκατάλη‐
κτον. τὸ ζʹ χοριαμβικὸν δίμετρον ἀκατάληκτον, ἐκ χοριάμβου καὶ ἐπιτρίτου54
10πρώτου. τὸ ηʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον καθαρόν. τὸ θʹ περίοδος τελεία, ἐξ ἰαμβικῆς καὶ τροχαϊκῆς συζυγίας. τὸ ιʹ τροχαϊκὸν τρίμετρον βραχυκατάληκτον. ἐπὶ τῷ τέλει κορωνίς ἄπεχε] ἀφίστασο καὶ μὴ λέγε ἡμῖν τοιαῦτα φρικώδη

688

ηὔχουν] ἐθάρρουν ξένους] παραδόξους, ἀτόπους

689

μολεῖσθαι] μολεῖν, ἐλθεῖν

690

ὧδε] οὕτως δυσθέατα] κακὰ εἰς τὸ θεαθῆναι δύσοιστα] δυσυ‐ πομόνητα, δύσκολα εἰς τὸ παραδέξασθαι Ὅτι τὸ μὲν δυσθέατα εἴρηκε διὰ τὴν τῆς μορφῆς ἀλλοίωσιν· τὸ δὲ δύσοιστα, διὰ τὰ παρὰ τῆς Ἥρας αὐτῇ γεγονότα

691

πήματα] ἤγουν τιμωρίας, βλάβας λύματα] ἤγουν λύμας, βλά‐ βας δείματ’] φοβήματα

692

ἀμφήκει] διστόμῳ ψύχειν] ψυχραίνειν, νεκροῦν, πλήττειν

694

ἰὼ] ὦ ἰὼ] ὦ

695

πέφρικ’] φοβοῦμαι καὶ καταπλήττομαι πρᾶξιν] τὴν δυστυ‐ χίαν, τὸ πάθος ἡμέτερα † πρᾶξις οὐ μόνον ἡ ἐνέργεια ἀλλὰ καὶ τὸ πάθος, ὡς ἐνταῦθα· φησὶ γὰρ πρᾶξιν Ἰοῦς, ἤγουν τὸ πάθος τὸ γεγονὸς αὐτῇ. πράττω γὰρ οὐ
5μόνον τὸ ἐνεργῶ ἀλλὰ καὶ τὸ ἀπαιτῶ καὶ ἔτι τὸ πάσχω. ὅθεν καὶ κακῶς πράττειν τὸν δεῖνά φαμεν ἀντὶ τοῦ πάσχειν· καὶ δυσπραγεῖ τις ἀντὶ τοῦ κακῶς πράττει ἤγουν πάσχει

696

† πρό γε στενάζεις: αἱ ἑξῆς αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ρπʹ ὧν τελευταῖος “εἰπεῖν, σύ τ’ οὐδὲν ἐκμαθοῦσα κερδανεῖς” (876). μετὰ δὲ τὸν μϛʹϛʹ (741), κῶλον ἰωνικὸν ἡμιόλιον. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς
5πρό] ἤγουν πρὸ τοῦ τὰ πάντα ἀκοῦσαι πλέα] πεπληρωμένη

697

ἐπίσχες] καρτέρησον προσμάθοις] σὺν τοῖς προλαβοῦσι

698

ἐκδίδασκε] ἤγουν τελείως δίδασκε

699

ἄλγος] ὃ μέλλουσι παθεῖν προυξεπίστασθαι] προγινώσκειν τορῶς] ἀληθῶς, ἀκριβῶς

700

τὴν πρίν] τὴν προτέραν χρείαν] ἣν ἐχρῄζετε ἠνύσασθ’] ἐπληρώσατε ἤγουν ἠκούσατε ἐμοῦ πάρα] ἐκίνησα γὰρ αὐτὴν διηγήσα‐ 〈σθαι〉

701

κούφως] 〈ἐλαφρῶσ〉, εὐκόλως

702

τὸν ἀμφ’ ἑαυτῆς] † τὸν περὶ αὑτῆς ἆθλον] † τὸν μόχθον, ὃν ὡς ἀθλητής τις ὑφίσταται.

703

χρὴ] ἀπόκειται55

704

τλῆναι] ὑπομεῖναι πρὸς] παρὰ τῆς νεανίδα] ἤτοι τὴν Ἰώ

705

σύ τ’] 〈ἀπο〉στροφὴ τὸ σχῆμα Ἰνάχειον σπέρμα] † ἤτοι τοῦ Ἰνάχου θύγατερ

706

θυμῷ] † ἐν τῇ σῇ ψυχῇ τέρματ’] τὰ τέλη τῆς ὁδοιπορίας καὶ τῆς πλάνης

707

ἐνθένδ’] † ἀπὸ τοῦ Καυκάσου ἀντολὰς] † ἀνατολάς

708

στεῖχ’] πορεύου ἀνηρότους γυίας] ἤγουν τὰ ὄρη ἃ οὐ δυνατόν ἐστιν ἀροῦσθαι διὰ τὸ πετρῶδες

709

ἀφίξῃ] ἔλθῃς νομάδας] τὰ γὰρ παρατυχόντα ἐσθίουσι δίκην τῶν νεμομένων κτηνῶν † νομάδας φησὶ τοὺς Σκύθας ὅτι τοιοῦτον ζῶσι καὶ οὗτοι βίον οἷον οἱ νομεῖς τῶν ζώων, νῦν μὲν ἐνθάδε, νῦν δ’ ἐκεῖσε μεταναστεύοντες. ἐπ’ ἀμαξῶν
5γὰρ ἔχοντες πλεκτὰς στέγας ἐν θέρει μὲν πρὸς τὸ βόρειον ἐν δὲ χειμῶνι πρὸς τὸ νότιον μεταβαίνουσι μέρος

710

πεδάρσιοι] μετέωροι τῆς γῆς ναίους’] οἰκοῦσιν εὐκύκλοις] εὐτρόχοις ὄχοις] ἅρμασιν

711

ἑκηβόλοις] μακρὰν βάλλουσι ἐξηρτημένοι] ἐκκρεμεῖς ὄντες ἤγουν ὡπλισμένοι Ἐξηρτημένοι· ἤγουν τόξα μεταχειριζόμενοι καὶ οἷον ἐν ἐκείνοις κρεμώ‐ μενοι καὶ τοὺς πολέμους διὰ τούτων ποιοῦντες

712

οἷς] 〈τοῖς Σκ〉ύθαις μὴ] θέλε πελάζειν] † πλησιάζειν ἁλιστόνοις] ὑπὸ τῆς θαλάττης τυπτομέναις Ἁλιστόνοις ταῖς ὑπὸ τῆς ἁλὸς ἤτοι τῆς θαλάσσης τυπτομέναις καὶ ἠχού‐ σαις καὶ οἷόν τινα στεναγμὸν ἀποτελούσαις ὡς παραθαλασσίαις

713

χρίμπτουσα] πλησιάζουσα ῥαχίαισιν] κρημνώδεσι καὶ ὀρινοῖς τόποις ἐκπερᾶν] διέρχεσθαι θέλε χθόνα] τὴν γῆν

714

λαιᾶς δὲ χειρὸς] ἤγουν ἐπὶ τοῖς ἀριστεροῖς μέρεσι σιδηροτέκτο‐ νες] οἱ τὸν σίδηρον κατασκευάζοντες

715

φυλάξασθαι] ἤγουν ἐκφυγεῖν

716

ἀνήμεροι] ἄγριοι πρόσπλαστοι] πλησιαζόμενοι ἀλλ’ ἀπλη‐ σίαστοι

717

ἥξεις] ἔλθῃς ὑβριστὴν ποταμὸν] εἰς. † τὸν ἀτιμάζοντα τὰ πλησιάζοντα αὐτῷ, ἤγουν τὸν Ἄραξιν Ὑβριστὴν ὀνομάζει τὸν Ἄραξιν διὰ τὸ ἐξάγεσθαι τῶν ὅρων καὶ κατα‐ κλύζειν ἀτάκτῳ φορᾷ καὶ διαφθείρειν τὰ προστυχόντα, καὶ ἀραγμούς τινας
5καὶ πλήξεις ἐν ταῖς ὄχθαις ἐργάζεσθαι. ὅθεν καὶ τὴν ἐπωνυμίαν ἀληθῶς ἔσχεν Ἄραξις κληθείς· ὅπερ ἀπὸ τοῦ ἀράσσω τὸ πλήττω γίνεται. τῷ γὰρ ὀνόματι τούτῳ καὶ ἡ πρᾶξίς ἐστι συνᾴδουσα οὐ ψευδώνυμον] τὸν οὐ ψευδῶς οὕτω κληθέντα56

718

οὐ γὰρ εὔβατος] ἀλλὰ δύσβατος περᾶν] ὥστε. αὐτόν

719

αὐτὸν Καύκασον] ἤγουν πρὸς ἕτερον μέρος τοῦ Καυκάσου μόλῃς] ἔλθῃς

720

ποταμὸς] οὗτος δηλονότι ὁ Ἄραξις ἐκφυσᾷ] ἐξάγει, ἐκρέει μένος] τὴν ὁρμὴν τοῦ ῥεύματος

721

κροτάφων] τῶν κορυφῶν τοῦ Καυκάσου ἀστρογείτονας] τὰς ὑψηλὰς τὰς μέχρι τῶν ἄστρων διηκούσας

722

κορυφὰς] τοῦ Καυκάσου ὑπερβάλλουσαν] ὑπερβᾶσαν, διελθοῦ‐ σαν μεσημβρινὴν] † ἤγουν πρὸς νότιον ὁδεύειν· οὕτω γὰρ τὰ πρὸς νότιον ὀνομάζουσι μέρη

723

βῆναι] πορευθῆναι κέλευθον] † ὁδόν

724

ἥξεις] ἔλθῃς στυγάνορ’] τὸν τοὺς ἄνδρας στυγοῦντα αἳ] αἱ Ἀμαζόνες Θεμίσκυραν] πόλιν Σκυθίας ποτὲ] μετὰ χρόνους πολλούς

725

κατοικιοῦσιν] μέλλουσι κατοικήσειν ἀμφὶ] περὶ τὸν ἵνα] ὅπου

726

τραχεῖα] σκληρά πόντου] τοῦ Εὐξείνου Ἡ Σαλμυδησσία ἐστὶ ῥαχία ἀκρωτηριώδης ἐοικυῖα ὄνου γνάθῳ. καλεῖται δὲ οὕτως ἀπό τινος Σαλμυδησσοῦ ποταμοῦ ἐνταῦθα εἰσρέοντος εἰς τὴν θάλασ‐ σαν γνάθος] στόμα ἢ ἀκρωτήριον

727

ἐχθρόξενος ναύταισι] ἐνταῦθα γὰρ πλεῖστα ναυάγια γίνεται νεῶν μητρυιὰ νεῶν] τροπικόν· τὸ γὰρ μητρυιὰ ἐπὶ μόνων γυναικῶν λέγεται

728

αὗται] αἱ Ἀμαζόνες μάλ’] λίαν ἀσμένως] φιλήσουσι γὰρ ὡς γυναῖκα

729

Τὸ ἰσθμὸν ἐνταῦθα ἀντὶ τοῦ πορθμὸν νόει. ἰσθμὸς γὰρ ἡ μέσον δύο θαλασσῶν γῆ, πορθμὸς δὲ ἡ μέσον δύο γαιῶν θάλασσα, οἷος ἦν ὁ Κιμμερικὸς Βόσπορος ἡμέτερον † ἰσθμὸν ἐμοὶ δοκεῖ λέγειν, οὐ τὸν στενὸν τῆς Μαιώτιδος λίμνης
5αὐλόν, τὸν κατερχόμενον μέχρις Εὐξείνου πόντου, ὃν Κιμμερικὸν ὀνομάζουσι Βόσπορον· πορθμὸς γὰρ τοῦτο καλεῖται, καὶ ὅσοι τῷδ’ εἰσὶ παραπλήσιοι, ὁποῖός ἐστι καὶ ὁ Σικελικὸς πορθμός· ἀλλὰ τὴν μέσον Εὐξείνου πόντου καὶ τῆς Μαιώτιδος γῆν, ὡς μέσον δύο θαλασσῶν οὖσαν. τοῦτο δὲ καλεῖται ἰσθμός, ὁποῖός ἐστι καὶ ὁ τῆς Πελοπο〈ν〉νήσου ἰσθμός. ὅ τι δέ ἐστι, δηλοῖ
10διὰ τῶν ἑξῆς. λιποῦσαν γάρ φησι τὸν ἰσθμὸν τὸν Κιμ〈μ〉ερικόν, χρή σε περᾶν τὸν αὐλῶνα τὸν Μαι〈ώτιδοσ〉 στενόν, ὅ〈σ〉περ ἀπὸ σοῦ ὀνομασθή‐
σεται Βόσπορος ἰσθμόν] † τὴν μέσον Εὐξείνου πόντου καὶ τῆς Μαιώτιδος λίμνης λέγει γῆν στενοπόροις] ἤγουν στεναῖς λίμνης] τῆς Μαιώτιδος57

730

Κιμμερικὸν] ἐνταῦθα γὰρ οἰκοῦσιν οἱ Κιμμέριοι θρασυσπλάγχ‐ νως] θαρσαλέως

731

αὐλῶν’] τὸν στενὸν αὐλὸν τῆς Μαιώτιδος

732

θνητοῖς] τοῖς ἀνθρώποις εἰσαεὶ] διηνεκῶς μέγας] † ἤγουν πολύς

733

πορείας] τῆς ὁδοῦ Βόσπορος] † ἤτοι βοὸς πόρος ἐπώνυμος] σοῦ, τῆς βοός

734

κεκλήσεται] ὀνομασθήσεται οὗτος ὁ ἰσθμός Εὐρώπης πέδον] † ἤγουν τὰ μέρη τῆς Εὐρώπης

735

ἤπειρον] τὴν γῆν Ἀσιάδ’] τὴν τῆς ἀνατολῆς ὑμῖν] πρὸς τὸν χορὸν ὁ λόγος

736

ὁ] ὁ Ζεὺς τύραννος] ὁ βασιλεύς ὁμῶς] ὁμοίως

737

βίαιος] ἀπηνής θνητῇ] οὔσῃ θεὸς] ὤν

738

μιγῆναι] γαμικῶς ἑνωθῆναι ἐπέρριψε] ἐπέφερε

739

ἔκυρσας] ἐπέτυχες κόρη] Ἰοῖ

740

μνηστῆρος] ἤγουν νυμφίου

741

ἐπῶν] λόγων προοιμίοις] ἐν Μηδ’ ἐπῶν προοιμίοις· τοσοῦτοι γάρ εἰσιν οὓς μέλλεις ἀκοῦσαι λόγους, ὡς οὐδὲ προοίμια ἐκείνων εἶναι οὓς ἀκήκοας

743

αὖ] δὴ ἢ πάλιν κέκραγας] βοᾷς ἀναμυχθίζῃ] ποιὰ φωνή· ἤγουν ἀναμυκᾷ που] ἴσως

744

δράσεις] πράξεις πυνθάνῃ] μανθάνῃς

745

ἦ] ὄντως, ἆρα τῇδε] ταύτῃ πημάτων] ὧν πάσχει κακῶν ἐρεῖς] λέξεις

746

δυσχείμερόν γε] † οὐκ ἐρῶ αὐτῇ τί λοιπὸν ἤγουν ἕν τι πάθος· ἀλλὰ πέλαγος] ἤγουν πλῆθος ἀτηρᾶς δύης] σκληρᾶς καὶ ἀφορήτου δυστυχίας

747

ἐμοὶ] ὑπάρχει ἐν τάχει] † ἐπιρρηματικῶς ἀντὶ τοῦ ταχέως

748

στύφλου] σκληρᾶς, τραχείας

749

ὅπως] ἵνα πέδῳ] ἐν τῇ πεδινῇ γῇ σκήψασα] δίκην σκηπτοῦ πεσοῦσα τῶν πάντων πόνων] ὧν ἔχω καὶ μέλλω παθεῖν

750

ἀπηλλάγην] † ἠλευθερώθην εἰσάπαξ] † ἤγουν μίαν θανεῖν] τινὰ ἢ ἐμέ

751

ἁπάσας] † ἃς μέλλει τις ζῆν πάσχειν κακῶς] † ἤγουν πόνους
καὶ θλίψεις ὑφίστασθαι58

752

ἦ] ὄντως δυσπετῶς] δυσκόλως τοὺς ἐμοὺς ἄθλους] ἤγουν τὰς ἐμὰς δυστυχίας ἅς, ὥσπερ τινὰ ἀγῶνα, ὑφίσταμαι ἄθλους] πόνους

753

ὅτῳ] ᾧτινι, ἐμοί πεπρωμένον] μεμοιρασμένον· θεὸς γάρ εἰμι

754

Αὕτη γὰρ: ἤγουν τὸ ἀποθανεῖν. ἀπέδωκε δὲ τὴν σύνταξιν πρὸς τὸ ἀπαλλαγή. καὶ ἔστι τοιοῦτον ὥσπερ τὸ “ξύλινον μόρον εὑρόντες, ἣν παγίδα καλέουσιν” (Batrachom. 115—117) αὕτη] ἤγουν τὸ ἀποθανεῖν πημάτων] τῶν μόχθων, τῶν πόνων
5ἀπαλλαγή] ἐλευθερία

755

τέρμα] τέλος προκείμενον] ἤγουν φανερόν

756

μόχθων] πόνων ἐκπέσῃ τυραννίδος] βιαίως ἐκβληθήσεται τῆς βασιλείας

757

ἦ] ὄντως ποτ’] τοῦτο τὸ ποτὲ πρὸς τὸ ἐκπεσεῖν σύναπτε Δία] τὸν

758

ἥδοι’] εὐφρανθείης οἶμαι] ὑπολαμβάνω συμφοράν] τοῦ Διός

759

οὐκ ἂν] ἡδοίμην ἐγώ

760

ὡς τοίνυν ὄντων] † ὡς βεβαίως ὄντων καὶ οὐκ ἀμφιβόλως τῶνδε] ὧν ὁ Ζεὺς πείσεται, λέγω τοῦ τῆς ἀρχῆς ἐκπεσεῖν ἡμέτερον † τῶνδέ σοι μαθεῖν πάρα γράφε· οὕτω γὰρ ἔχει πρὸς τὸ μέτρον ὀρθῶς. δέον δὲ εἰπεῖν ὡς γενησομένων τῶνδε, ὄντων εἶπεν, ὡς βεβαίων καὶ
5ἀμετατρέπτων ὄντων καὶ οὐκ ἀμφιβόλων. ὂν γὰρ κυρίως λέγουσι τὸ ἀεὶ ὡσαύτως ἔχον καὶ 〈μὴ μεταβαλλόμενον〉

761

πρὸς τοῦ] παρὰ τίνος τύραννα σκῆπτρα] τὰ βασιλικὰ ἤγουν τὴν βασιλείαν συληθήσεται] μετὰ δόλου ἀφαιρεθήσεται Παρὰ τίνος, φησίν, ἀφαιρεθήσεται τὰ σκῆπτρα τύραννα, τουτέστι τυραν‐ νικῶς· οὕτω γὰρ ἔμελλεν εἰπεῖν. νῦν δὲ πρὸς τὸ σκῆπτρα τὴν σύνταξιν
5ἀπέδωκεν. ἢ τὰ τύραννα σκῆπτρα ἀντὶ τοῦ τὰ βασιλικά

762

Τινὲς λέγουσι τὸ προς, οὐ πρὸς τὸ αὑτοῦ, ἀλλὰ πρὸς τὸ βουλευμάτων, οὕτως, αὐτὸς πρὸς τῶν βουλευμάτων αὑτοῦ τῶν κενοφρόνων· σὺ δὲ πρὸς τὸ αὑτοῦ σύναπτε, ἵν’ ᾗ τὸ κενοφρόνων βουλευμάτων ἑρμηνεία τοῦ πρὸς αὑτοῦ πρὸς αὐτὸς αὑτοῦ] αὐτὸς παρ’ ἑαυτοῦ βουλευμάτων] ἕνεκα

763

ποίῳ] ἐν σήμηνον] δήλωσον βλάβη] ἐμοί τε καὶ σοί

764

γαμεῖ] γαμήσει ἤγουν μεταχειρίζεται γαμῆσαι ᾧ] ἐν ᾧ ἀσχαλᾷ] λυπηθήσεται

765

θέορτον ἢ βρότειον] ἐκ θεοῦ ὁρμώμενον ἤτοι θεῖᾶς (θεῖον?) ἢ βροτοῦ γυναικός ῥητὸν] ἄξιον λεχθῆναι φράσον] εἰπέ

766

τί] ἐρωτᾷς ὅντιν’] ποῖον ῥητὸν] ἄξιον λεχθῆναι αὐδᾶσθαι]
λέγεσθαι59

767

ἦ] ἆρα πρὸς] παρὰ δάμαρτος] τῆς γυναικὸς αὐτοῦ ἐξανί‐ σταται] ἐκβληθήσεται θρόνων] ἤγουν τῆς βασιλείας Εἰκότως εἶπε τὸ ἐξανίσταται· ἐπειδὴ γὰρ θρόνων εἴρηκεν, ἐν δὲ τοῖς θρό‐ νοις καθήμεθα, διὰ τοῦτο ἐξανίσταται εἶπεν ἀντὶ τοῦ τῆς βασιλείας ἐκβλη‐
5θήσεται

768

ἣ τέξεταί γε] ναὶ πρὸς ἐκείνης τῆς δάμαρτος ἥτις γεννήσει φέρτε‐ ρον] κρείττονα πατρός] τοῦ. αὐτοῦ

769

ἀποστροφὴ] ἀποφυγή τύχης] τῆς δυστυχίας

770

οὐ δῆτα] οὐδαμῶς πλὴν] εἰ μή ἡμέτερον † μὴ γράφε ἐνταῦθα πρὶν ἂν, οὐ γὰρ ἁρμόζει τῷ μέτρῳ, ἀλλὰ πλὴν ἂν ἤγουν εἰ μὴ ἐγὼ ἐκ δεσμῶν λυθῶ· οὕτω γὰρ καὶ ἔν τινι τῶν παλαιῶν ἀντιγράφων εὕρηται, καὶ πρὸς τὸ μέτρον ἔχει ὀρθῶς

771

ἄκοντος] μὴ βουλομένου Διός] τοῦ

772

τιν’] τὸν λύσοντα ἐκγόνων] ἀπογόνων χρεών] ἤγουν ἀπο‐ κείμενόν ἐστιν εἶναι αὐτὸν τινὰ τῶν σῶν ἐκγόνων

773

ἦ] ὄντως ἀπαλλάξει] ἐλευθερώσει κακῶν] τῶν

774

γένναν] κατὰ τὴν γενεάν πρὸς] σὺν Ἀπ’ Ἰοῦς Ἔπαφος· οὗ Λιβύη· ἦς Βῆλος· οὗ Δαναός· οὗ Ὑπερμνήστρα, ἡ μὴ κτείνασα τὸν ὁμόζυγον Λιγγέα· ἦς Ἄβας· οὗ Προῖτος· οὗ Ἀκρίσιος· οὗ Δανάη· ἦς Περσεύς· οὗ Ἠλεκτρυών· οὗ Ἀλκμήνη· ἦς Ἡρακλῆς· ὁ〈μοῦ〉
5πάντες ἄνευ Ἰοῦς εἰσι δεκατρεῖς

775

εὐξήμβητος sic] εὔγνωστος, εὐκατάληπτος, εὐνόητος χρησμῳ‐ δία] ἡ μαντεία

776

καὶ μηδὲ] ἤγουν ἐπεὶ ἃ λέγω οὐ γινώσκεις πόνους] † τοὺς μόχθους οὓς πληθ〈υνεῖς?〉

777

προτείνων] † ἤγουν προυποσχόμενος εἰπεῖν ἃ παθεῖν μέλλω ἀπο‐ στέρει] τούτου

778

θατέρῳ] τῷ ἑτέρῳ ἤγουν τῷ ἑνί δωρήσομαι] δεξιώσομαι ἡμέτερα † τὸ μὲν δωροῦμαι τὸ δεξιοῦμαι, ἀπὸ αἰτιατικῆς εἰς δοτικὴν ἔχει τὴν ἀπόδοσιν τῆς συντάξεως, ὡς κἀνταῦθα καὶ παρ’ Εὐριπίδῃ· “Ἑλένη ς’ ἀδελφὴ ταῖσδε δωρεῖται χοαῖς” (Ores. 117). τὸ δωροῦμαι δὲ τὸ ἀποχα‐
5ρίζομαι, ἀπὸ δοτικῆς εἰς αἰτιατικήν. φησὶ γὰρ οὗτος “μέγ’ ὠφέλημα τοῦτ’ ἐδωρήσω βροτοῖς” (253). γράφεται δὲ καὶ ἀμφότερα παθητικῶς

779

ποίοιν] λόγοιν αἵρεσιν] ἐκλογήν, πρόκρισιν

780

ἑλοῦ] πρόκρινε

781

φράσω] λέξω σαφηνῶς] σαφῶς, φανερῶς60

782

† ὅρα τὴν οἰκονομίαν ἐνταῦθα τοῦ ποιητοῦ· ἵνα γὰρ καὶ ἀμφοτέρους εἴποι τοὺς λόγους, προβάλλει τὸν χορὸν αἰτήσασθαι τοῦδε χάριν εἰπεῖν τὸν ἕτερον· καὶ φησί, τὴν μὲν λοιπὴν αὐτῆς πλάνην εἰπέ, τῇδε χαριζόμενος, τὸν δέ γε λύσοντά σε χάριν ἐμήν. ἵνα δὲ τοῦτον πρόθυμον εἰς τοῦτο ποιήσῃ,
5τοῦτο γάρ, φησί, ποθῶ τούτων] τῶν χαρίτων τὴν μὲν] ἤγουν τὴν λοιπὴν αὐτῆς πλάνην τῇδε] τῇ Ἰοῖ τήνδ’] ἤγουν τὸν λύσοντά σε

783

θέσθαι] ποιῆσαι ἀτιμάσῃς] ἀπορρίψῃς καὶ οὐκ ἐθελήσῃς εἰπεῖν λόγους] τοὺς αὐτῆς ἢ τοὺς ἐμούς

784

τῇδε] τῇ Ἰοῖ γέγωνε] εἰπέ

785

λύσοντα] σὲ τῶν δεσμῶν ποθῶ] ἀγαπῶ

786

ἐναντιώσομαι] ὑμῖν

787

μὴ οὐ] συνίζησις γεγωνεῖν] εἰπεῖν προσχρῄζετε] σὺν τοῖς ἄλλοις

788

Ἰοῖ] ὦ πολύδονον] πολυτάραχον, πολύστροφον φράσω] λέξω

789

ἐγγράφου] ἐγχάραττε, ἐντύπου μνήμοσιν] μνημονευτικαῖς δέλτοις] βίβλοις † καὶ Πίνδαρος “ποτὶ φρένας ἐμὰς γέγραπται” (Ol. 10.3)

790

ῥεῖθρον] ἤτοι τὸν Τάναϊν ἠπείρων] Ἀσίας καὶ Εὐρώπης ὄρον] ὁρ〈ισμόν〉 Ὅρον: ὁ Τάναϊς ὅρος ἐστὶ τῶν δύο 〈ἠπείρων〉 Ἀσίας καὶ Εὐρώπης, ὡς ὁ περι〈ηγ〉ητὴς μαρτυρεῖ, λέγων· “Εὐρώπην δ’ Ἀσίης Τάναϊς διὰ μέσσον
5ὁρίζει” (Dionysius, Orbis descrip. 14). ὁ δέ γε Νεῖλος Ἀσίαν καὶ Λιβύην ὁρίζει.

791

ἡμέτερον † οὐ χρὴ γράφειν ἐνταῦθα φλογωπὰς ἀντολάς, ἀλλὰ φλογῶπας, ἵνα οἰκείως ἔχῃ πρὸς τὸ μέτρον· φλογῶπες γὰρ εἶεν ἀνατολαὶ αἱ φλογεροὺς οἷον ἔχουσαι ὦπας, διὰ τὸ φωτεινὸν καὶ φλογῶδες τοῦ ἡλίου. ἀπὸ τοῦ φλογῶπες οὖν καὶ φλογῶπας χρὴ γράφειν ὡς εἴρηται. οὕτω γὰρ
5ἔσται τὸ πας βραχὺ καὶ οἰκεῖον τῷ μέτρῳ φλογῶπας] καυστικάς ἡλι‐ οστιβεῖς] ἔνθα ὁ ἥλιος στίβει καὶ διατρίβει

792

πόντον] ἤγουν τὸν Βόσπορον φλοῖσβον] ἤγουν τὸν ἠχητικόν ἔστ’ ἂν] ἕως ἂν ἐξίκῃ] ἔλθῃς

793

Γοργόνεια] ἤγουν τὰ τῶν Γοργόνων Κισθήνης] πόλις Αἰθιοπίας αὕτη ἵνα] ὅπου Κισθήνη πόλις Αἰθιοπίας: περὶ αὐτὴν δέ εἰσι τὰ Γοργόνεια πεδία, ἐν οἷς κατοικοῦσι Δινὼ Πεφριδὼ καὶ Ἐνυώ, αἱ τοῦ Φόρκυνος τοῦ υἱοῦ τοῦ Ποσει‐
5δῶνος καὶ Γῆς, ὃς μιγεὶς τῇ ἑαυτοῦ ἀδελφῇ Κητοῖ ταύτας ἀπέτεκε. κατῴκουν
δὲ ὑπὸ γῆν, καὶ οὔτε ἡλίῳ οὔτε σελήνῃ ἦσαν θεαταί, κυκνόμορφοι δὲ ἦσαν διὰ τὴν λευκότητα, ἢ διὰ τὸ τραχήλους ἔχειν μακρούς, ἢ διὰ τὸ ἔχειν εἶδος κύκνου61

794

αἱ Φορκίδες] αἱ τοῦ Φόρκυνος θυγατέρες ναίουσι] οἰκοῦσιν δήναιαι] πολυχρόνιοι ἤγουν αἱ γηραιαὶ ἢ αἱ ἀθάνατοι

795

κυκνόμορφοι] διὰ τὴν λευκότητα κοινὸν κτὲ] ἑτέρα γὰρ παρ’ ἑτέρας ἐλάμβανεν ὅτε ἤθελε βλέπειν κεκτημέναι] ἔχουσαι

796

μονόδοντες] ἤγουν ἀνὰ ἕνα ὀδόντα ἔχουσαι οὐθ’ ἥλιος] διὰ τὸ ὑπὸ γῆν κατοικεῖν προσδέρκεται] προσβλέπει

797

ἀκτῖσιν] ἐν ταῖς ἡ νύκτερος] ἡ ἐν νυκτὶ φαίνουσα μήνη] ἡ σελήνη

798

πέλας] τὸ πέλας πρὸς τὸ τῶνδε σύναπτε οὐ πρὸς τὸ ἀδελφαί κατά‐ πτεροι] πτερωταὶ διόλου

799

δρακοντόμαλλοι] ἀντὶ γὰρ πλοκάμων ὄφεις ἔχουσιν ἐξαπτομένους τῆς κεφαλῆς Γοργόνες] Σθενὼ Εὐρυάλεια Μέδουσα. βροτοστυγεῖς] αἱ τοῖς βροτοῖς στυγούμεναι Βροτοστυγεῖς: αἱ τοῖς βροτοῖς στυγούμεναι καὶ μισούμεναι διὰ τὸ φοβερὸν
5αὐτῶν· εἶχον γὰρ καὶ αὗται, ὡς φασίν, ὀφθαλμὸν ἕνα, συῶν μεγάλων ὀδόν‐ τας, καὶ χεῖρας χαλκᾶς

800

θνητὸς] ἄνθρωπος εἰσιδὼν] † ἰδών ἕξει πνοὰς] ἀπολιθοῦται γὰρ αὐτίκα

801

Τοιοῦτο μέν σοι: ἐνταῦθα τὸ ὅταν ἀποδίδοται, καὶ οὐχ ὡς φασί τινες ὄπισθεν, λέγοντες οὕτως· ἣν ἐγγράφου σὺ μνήμοσι δέλτοις φρενῶν, τό τε ὅταν περάσῃς τὸν τῆς Ἀσίας καὶ Εὐρώπης διορισμὸν Τάναϊν. εἰπὼν γὰρ ὅταν περάσῃς τὸν Τάναϊν, ἕστ’ ἂν εἰς τὰς Φόρκυνος θυγατέρας καὶ εἰς τὰς
5Γοργόνας ἀφίξῃ, ἐπιφέρει τοῦτο· τοιοῦτο μέν σοι φρούριον λέγω, τουτέστιν ἃς ἄνωθεν εἶπον Γοργόνας καὶ Φορκίδας δεῖ σε φυλάττεσθαι ἵνα μὴ τὸ ζῆν ἀπολέσῃς. δόξει δέ τισι τουτὶ δυσχερές, πλὴν οὐ τοῖς ἄριστα μεταχειριζο‐ μένοις τοὺς λόγους τοιοῦτο μέν σοι] ταῦτά σοι λέγω φυλάξασθαι τοῦτο] ἤγουν τὰς Φορκίδας καὶ Γοργόνας φρούριον] ἤγουν φύλαγμα

802

† ἄλλην δ’ ἄκουσον: διὰ τὸ διηγεῖσθαι αὐτῇ ἃ μέλλει ἰδεῖν δυσχερῆ, ἄκουσον, εἶπε, θεωρίαν καὶ οὐκ ἰδέ. τὴν γὰρ θεωρίαν ὀφθαλμοῖς βλέπομεν, ἀκούομεν δὲ διηγουμένων ἑτέρων ἃ ἴσως ἰδεῖν μέλλομεν ἄλλην δ’ ἄκουσον] † ἤγουν ἄκουσον περὶ ἧς μέλλεις ἰδεῖν θεωρίαν δυ‐
5σχερῆ] † δύσκολον καὶ ἀφόρητον

803

ὀξυστόμους] ὀξῦς (sic) ἔχοντας ὀδόντας Ζηνὸς] τοῦ Διός ἀκρα‐ γεῖς] καταπολὺ κράζοντας, πολυφώνους

804

φύλαξαι] † μή τι κακὸν πάθῃς ὑπ’ αὐτῶν μουνῶπα] τὸν μονό‐
φθαλμον στρατὸν] τοὺς κυνοκεφάλους ἔοικε λέγειν62

805

ἀριμασπόν] † ἤγουν τὸν μέγαν ἔχοντα ὀφθαλμόν· τοιούτους γὰρ λέγουσι τοὺς κυνοκεφάλους εἶναι Ἀριμασποὶ καλοῦνται 〈διὰ〉 τὸ ἕνα ὀφθαλμὸν ἔχειν. 〈ἀρι γὰρ κατὰ γλ〉ῶσσαν τὸ ἕν, καὶ μασπὸς 〈ὁ ὀφθαλ〉μός, καὶ αὐτὸ κατὰ γλῶ〈σσαν
5Αἰγυ〉πτίαν δοκεῖ ... 〈†?〉 ἀριμασπὸν ἐμοὶ δοκεῖ λέγειν, οὐ τὸν μονόφθαλμον, ὥς τινες λέγουσιν, ἀλλὰ τὸν 〈μέγαν〉 ἔχοντα ὀφθαλμόν, ἀπὸ τοῦ ἀρι ἐπιτατικοῦ καὶ τοῦ μασπὸς ὁ ὀφθαλμός. 〈εἰπὼν δὲ〉 μονῶπα στρατὸν ἐπήγαγε καὶ ἀριμασπόν, δεικνὺς μέγαν εἶναι τὸν ἕνα αὐτῶν ὀφθαλμὸν καὶ ἱκανὸν βλέπειν. τοιούτους
10δέ ... οὓς ἱστοροῦσι κυνοκεφάλους, ἐν τῷ μετώπῳ ἕνα μέγαν ὀφθαλμὸν ἔχοντας καὶ δίκην κυνὸς ὀξὺ στόμα ἱππόβαμον] ἱππικόν χρυσόρρυτον] τὸ χρυσὸν ῥέον

806

ἀμφὶ] περὶ πόρον] περὶ τὸν. λέγω Πλούτωνος πόρον: φασὶν ὡς ἀπὸ τοῦ πολὺν ἐν τούτῳ χρυσὸν εὑρίσκεσθαι, τοῦτο τὸ ὄνομα ἔσχηκεν. ἕτεροι δὲ τὸν Πλούτωνα οὐκ ὄνομά φασι ποταμοῦ ἑτέρου, ἀλλὰ τὸν Νεῖλον αὐτόν, ὃς διὰ τὸ πιαίνειν τὴν Αἴγυπτον πλούτων
5καὶ χρυσορρόας καλεῖται. σὺ δὲ μὴ οὕτω νόει· κάτω γὰρ περὶ τοῦ Νείλου διεξέρχεται

807

πέλαζε] πλησίαζε τηλουρὸν] εἰς. μακράν γῆν] ἤγουν τὴν Αἰθιοπίαν

808

ἥξεις] ἔλθῃς κελαινὸν] τὸ μέλαν φῦλον] γένος πρὸς] ἐν ταῖς

809

ναίουσι] οἰκοῦσι πηγαῖς] ἀρχαῖς ἔνθα] ὅπου ἐστί Αἰθίοψ] ὁ Γάγγης

810

ἕρφ’] ἕρπε, διέρχου ἐξίκῃ] ἔλθῃς

811

καταβασμόν] ὄρος διορίζον Ἀσίαν καὶ Λιβύην. εἰς τὸν Ἀπό τινος βοτάνης βύβλου καλουμένης καὶ φυομένης ἐν τοῖς ὄρεσι τούτοις, Βύβλινα τὰ ὄρη ὠνόμασεν

812

ἵησι] πέμπει σεπτὸν] σεβάσμιον διὰ τὸ πιαίνειν τὴν Αἴγυπτον εὔποτον] ἡδὺ εἰς τὸ πίνειν αὐτό ῥέος] ῥεῦμα

813

οὗτος] ὁ Νεῖλος ὁδώσει] ὁδοποιήσει, ὁδηγήσει χθόνα] τὴν Αἴγυπτον Τρίγωνον χθόνα τὴν Αἴγυπτον λέγει· τοιοῦτον γὰρ ἔχει σχῆμα· ἣν καὶ Δέλτα καλοῦσι διὰ τὸ ἐοικέναι τῷ δέλτα στοιχείῳ. ταύτην εἰς τρία διεμή‐
5ρισαν Αἰγύπτιοι 〈ἵ〉ν’ ἐπίσης ὁ Νεῖλος ταύτην ἀρδεύῃ

814

Νειλῶτιν] τὴν ὑπὸ Νείλου ἀρδευομένην οὗ] ὅπου μακρὰν] διὰ
τὸ ἀπ’ Ἄργους μετοικῆσαι αὐτήν, μακρὰν εἶπεν63

815

Ἰοῖ] ὦ πέπρωται] † μεμοίρασται τέκνοις] τοῖς σοῖς κτί‐ σαι] ἤγουν ποιῆσαι

816

τῶν δ’] ἀπόθεσις καὶ συμπέρασμα ψελλόν] παρακεκομμένον καὶ δύσγνωστον ἐκ μεταφορᾶς τῶν ψελλιζόντων παιδίων δυσεύρετον] † δυσ‐ νόητον

817

ἐπαναδίπλαζε] ἤγουν πάλιν ἐρώτα σαφῶς] † ἀληθῶς, φανερῶς ἐκμάνθανε] † ἤγουν μάνθανε

818

Σχολὴ ἡ διατριβὴ τῶν παίδων, καὶ ἡ ἄδεια καὶ ἀργία· σχολὴν γὰρ ἄγω φαμὲν καὶ ἔστιν ὄνομα, σχολῇ δὲ ἀντὶ τοῦ βραδέως, καὶ ἔστιν ἐπίρρημα· ὅπερ οἱ Ἀττικοὶ ἀντὶ τοῦ οὐδαμῶς λαμβάνουσιν σχολὴ] ἄδεια δὲ] γὰρ πλείων ἢ θέλω] διὰ τὸ ἐσταυρῶσθαι καὶ μὴ
5δύνασθαι κινεῖσθαι ἀλλαχοῦ

819

λοιπὸν] ἐπίλοιπον παρειμένον], παροφθέν, παραλελειμμένον

820

γεγωνεῖν] λέγειν πολυφθόρου] τῆς πολλὰς φθορὰς αὐτῇ προ‐ ξενούσης

821

εἴρηκας] εἶπες

822

αἰτούμεθα] † ἤγουν αἰτοῦμεν που] ἴσως

823

ἡμέτερα † δέον εἰπεῖν τὸ τέλος πάσης τῆς ὁδοῦ, τὸ πᾶν εἶπεν ἀντι‐ στρόφως πρὸς τὸ τέρμα. τὸ πᾶν γὰρ ἐπὶ τοῦ καθόλου τίθεται, τὸ τέρμα δέ ἐστι μερικόν τὸ πᾶν πορείας] † ἀντὶ τοῦ τὸ τέλος πάσης τῆς ὁδοῦ ἥδε] ἡ Ἰώ τέρμ’] τὸ τέλος ἀκήκοεν] † ἤκουσεν

824

εἰδῇ] γνωρίσῃ μὴ μάτην κλύουσά μου] ἤγουν ὅσα παρ’ ἐμοῦ ἤκουσεν οὐ ψευδῶς ταῦτα ἀκήκοεν

825

πρὶν] πρὸ τοῦ μολεῖν] ἐλθεῖν δεῦρ’] ἐνταῦθα ἐκμεμόχθηκε] μετὰ μόχθου καὶ κόπου ὑπέμεινεν φράσω] λέξω

826

τεκμήριον] σημεῖον τοῦτ’] τὸ τὰ πρόσθεν ἐρεῖν ἃ πέπονθεν μύθων ἐμῶν] οὓς ἔφην αὐτῇ περὶ τῆς λοιπῆς πλάνης. ὅτι ἀληθεῖς εἰσιν

827

ὄχλον] ἤγουν τὸ πλῆθος τὸν πλεῖστον] † τὸν πολύν ἐκλείψω] † καταλείψω † δέον εἰπεῖν κἀνταῦθα πληθυντικῶς τῶν πλείστων καὶ πολλῶν λόγων τὸ πλῆθος ἐκλείψω καὶ καταλείψω, πλεῖστον ἑνικῶς εἶπε πρὸς τὸ ὄχλον. ὄχλος
5δέ ἐστι κυρίως τὸ τοῦ λαοῦ πλῆθος, ἐξ οὗ γίνεται καὶ ἡ ὀχλοκρατία ὅταν ὁ ὄχλος ἄρχῃ, ὥσπερ ἀπὸ τοῦ δήμου δημοκρατία. ἐνταῦθα δὲ ὄχλον τὸ πλῆθος μόνον εἴρηκε καταχρηστικῶς. λέγεται ὄχλος καὶ ἡ ὄχλησις, ἐξ οὗ φαμεν δι’ ὄχλου ἐγενόμην τῷ δεῖνι, ἀντὶ τοῦ ἠνώχλησα αὐτόν. ἀπὸ τούτου γὰρ καὶ τὸ ἐνοχλῶ γίνεται καὶ διενοχλῶ καὶ παρενοχλῶ

828

εἶμι] πορεύσομαι τέρμα] τέλος64

829

Ante vers. διήγησις Μολοσσὰ] μεταξὺ Θετταλίας καὶ Αἰτωλίας οἱ Μολοσσοί, οἳ ἀπό τινος οὕτως ἐκλήθησαν Μολοσσοῦ

830

αἰπύνωτον] τὴν ὑψηλήν· αἰπὺ γὰρ τὸ ὑψηλόν ἀμφὶ] περὶ ἵνα] ὅπου

831

θῶκος] ἤγουν ναός Θεσπρωτοῦ] ἀπὸ Θεσπρωτίδος γῆς ὠνομα‐ σμένου

832

Τέρας ἄπιστον: ἀπιστοῦσι γὰρ ἄνθρωποι εἶναι δρῦν φωνητικήν, ἰδόντες δ’ ἐκπλήττονται· τὸ δὲ προσήγοροι ἀντὶ τοῦ φωνητικαί. μία δὲ ἦν εἰ καὶ πληθυντικῶς οὗτος λέγει ἄπιστον] δυσκόλως εἰς πίστιν ἐρχόμενον προσήγοροι] αἱ φωνητικαί,
5αἱ προσφθεγγόμεναι

833

ὧν] δρυῶν λαμπρῶς] φανερῶς οὐδὲν] οὐδαμῶς αἰνικτη‐ ρίως] αἰνιγματωδῶς καὶ ἀσαφῶς

834

προσηγορήθης] ἐκλήθης Διὸς] τοῦ κλεινὴ] ... ἔνδοξον δάμαρ] γυνή

835

Τῶνδε προσσαίνει σέ τι: τοῦτο διαμέσου εἴρηται. λέγει δὲ ὅτι προσσαίνει σέ τι τούτων ἀντὶ τοῦ θέλγει καὶ κατέχει, καὶ οὐκ ἄλλης τινὸς ἢ σοῦ ταῦτα γνωρίζεις παθ〈ήματα〉 τῶνδε] ὧν φημι προσσαίνει] προσθέλγει καὶ οἷον κολακεύει καὶ εἰς
5ἡδονήν ἐστιν

836

ἐντεῦθεν] ἐκ τούτου τοῦ τόπου οἰστρήσασα] ὑπὸ οἴστρου ἐκβακ‐ χευθεῖσα τὴν] εἰς παρακτίαν] τὴν παραθαλασσίαν

837

κέλευθον] ὁδόν ᾖξας] ὥρμησας κόλπον Ῥέας] τὸ Ἰόνιον λέγει πέλαγος Ὅτι ὁ νῦν καλούμενος Ἰόνιος κόλπος πρώην Ῥέας κόλπος ἐλέγετο, ἀπὸ τοῦ ἐκεῖ τὴν Ῥέαν τιμᾶσθαι

838

οὗ] κόλπου πολυπλάκτοισι] πολυπλάνοις χειμάζῃ] δαμάζῃ ὡς ὑπό τινος χειμῶνος

839

χρόνον] μετὰ τὸν μέλλοντα] τὸν ὕστερον ἤγουν κατὰ τοὺς ἑξῆς χρόνους πόντιος μυχὸς] ἤγουν ὁ μέγας κόλπος τῆς Ῥέ〈ασ〉

840

σαφῶς] φανερῶς ἐπίστας’] γίνωσκε κεκλήσεται] κληθήσεται

841

πορείας] τῆς ὁδοῦ βροτοῖς] ἀνθρώποις

842

ἀπόθεσις σημεῖα] γνωρίσματα ὅτι μαντική ἐστι καὶ προορᾷ τὰ μέλλοντα φρενὸς] γνώσεως

843

ὡς] ὅτι δέρκεται] βλέπει πλέον κτὲ] ἤγουν καὶ τὰ κρυπτὰ
οἶδεν τοῦ πεφασμένου] τοῦ φανεροῦ, τοῦ φαινομένου65

844

ὑμῖν] ἤγουν σοί, τῷ χορῷ τῇδέ τ’] καὶ τῇ Ἰοῖ κοινὸν] ἤγουν κοινῶς φράσω] λέξω

845

τῶν πάλαι λόγων] ὧν εἶπον πρότερον ἴχνος] τὸ τέλος

846

Ante vers. ἑτέρα διήγησις. Κάνωβος ἦν κυβερνήτης τῶν νεῶν Μενελάου, ὃν μετὰ τὴν ἐκ Τροίας ἀπόβασιν ἐν τούτῳ τῷ τόπῳ ὄφις δακὼν ἀναιρεῖ, καὶ Μενέλαος νεὼν αὐτοῦ καὶ πόλιν κτίζει ἐπώνυμον ἐσχάτη χθονός] τελευταία ἤγουν εἰς τὸ τέλος τῆς Αἰγύπτου ἢ τῆς Λιβύης

847

πρὸς] ἐν προσχώματι] ἤγουν τῇ ὄχθῃ Πρόσχωμα λέγεται ὁ ἀναχωματισμὸς καὶ οἱονεὶ ὁ ὑπερανεστηκὼς τόπος τῶν ποταμῶν. κυρίως δὲ ἐκεῖνο ἔνθα καταρρέον ὕδωρ ἰλὺν καὶ ψαμμὸν περιτ‐ τὴν τίθησι σωρηδόν

848

ἐνταῦθα] ἤγουν κατὰ τὴν Κάνωβον τίθησιν] † ἀντὶ τοῦ ποιήσει Ἀττικῶς εὔφρονα] ἤγουν πάλιν εἰς ἄνθρωπον μεταμείψει σε νοῦν ἔχουσαν

849

ἐπαφῶν] ἐφαπτόμενος ἀταρβεῖ] ἤγουν μὴ φόβον ποιούσῃ Ἀταρβεῖ χειρὶ λέγει θίγων, ἀντὶ τοῦ οὐκ ἐπὶ κακῷ ἀλλ’ ἐπὶ καλῷ αὐτῆς θιγών θίγων μόνον] ψαύων μόνον καὶ μὴ ἄλλο τι ποιῶν

850

γεννημάτων] τῆς ἐπαφῆς καὶ ψαύσεως Γεννήματα Διὸς λέγει τὴν ἐπαφὴν ἐπειδὴ ἐξ αὐτῆς ἐτεκνοποίησεν· αὕτη γὰρ ἀντὶ σπέρματος ἤρκεσε. δέον δὲ εἰπεῖν σπερμάτων, γεννημάτων εἶπεν, ἀπὸ τοῦ ποιουμένου τὸ ποιοῦν

851

τέξεις] γεννήσεις κελαινὸν] μέλανα καρπώσεται] ἤγουν κτήσεται

852

πλατύρρους] ὁ πλατὺ ἔχων ῥεῦμα ἀρδεύει] διέρχεται, πιαίνει χθόνα] ἤγουν τὴν Αἴγυπτον καὶ τὴν ἄλλην Αἰθιοπίαν

853

Πέμπτην γένναν τὸν Δαναὸν λέγει φεύγοντα εἰς Ἄργος διὰ τὸ μὴ βούλεσθαι τῶν αὐτοῦ θυγατέρων τὸν γάμον συνάψαι τοῖς τοῦ ἀδελφοῦ Αἰγύπτου παισί. γεγράφαμεν δὲ τὴν ἱστορίαν ἐν τῇ Εὐριπίδου Ἑκάβῃ πεντηκοντόπαις] πεντήκοντα παίδων οὖσα

854

οὐχ ἑκοῦς’] ἀλλ’ ἄκουσα ἐλεύσεται] † ἀφίξεται

855

θηλυσπόρος] ἤγουν θήλεια συγγενῆ] συγγενικόν γάμον] † συνάφειαν

856

ἀνεψιῶν] ἐξαδέλφων ἐπτοημένοι] περιεσπασμένοι καὶ τετα‐ ραγμένοι φρένας] τὸν νοῦν τῷ ἔρωτι

857

Κίρκους ὠνόμασε τοὺς Αἰγύπτου υἱοὺς διὰ τὸ ἁρπακτικὸν αὐτῶν,
πελείας δὲ τὰς Δαναοῦ θυγατέρας διὰ τὸ ἀφροδισιαστικόν· τοιαῦτα γὰρ καὶ ἐμφότερα τὰ ὄρνεα κίρκοι] ὀξύπτεροι οἷον ὄντες πελειῶν] περιστερῶν λελειμμένοι] ἀπολειφθέντες66

858

ἥξουσι] ἐλεύσονται θηρεύσοντες] ἀγρεύσοντες οὐ θηρασίμους] ἐκεῖνοι γὰρ ἠγρεύθησαν ὑπ’ αὐτῶν· ἀλλ’ οὐκ αὐτὰς ἤγρευσαν

859

φθόνον δὲ σωμάτων] ἤγουν φθονήσει τοῖς αὐτῶν σώμασι καὶ ἀπολέ‐ σει αὐτά θεός] ἡ Ἀφροδίτη ἢ ἡ Τύχη

860

Πελασγία] γῆ ἤτοι τὸ Ἄργος δέξεται] τὰ αὐτῶν σώματα θηλυκτόνῳ] αἱ Δαναΐδες γὰρ αὐτοὺς ὤλεσαν

861

Ἄρει] πολέμῳ δαμέντων] δαμασθέντων νυκτιφρουρήτῳ θρά‐ σει] νυκτὸς γὰρ φυλαξάμεναι τούτους ἀνεῖλον

862

αἰῶνος] τῆς κατ’ αὐτὸν ζωῆς στερεῖ] στερήσει

863

δίθηκτον] ἀμφοτέρωθεν ἠκονημένον ἤγουν δίστομον

864

τοιάδ’] 〈τοιαύ〉τη ἐχθροὺς] ἤγουν τὸν Δία καὶ τοὺς λοιπούς ἔλθοι] ἤγουν αἰτία θανάτου γένοιτο τούτοις Κύπρις] ἤτοι γάμος Κύπρις θεὰ παρ’ Ἕλλησιν ἔφορος τῆς συνουσίας καὶ τῶν γάμων καὶ τῶν ἀφροδισίων ἐπιστάτης. λέγεται δὲ Κύπρις καὶ αὐτὸς ὁ γάμος καὶ ἡ πρὸς
5ἀλλήλους τῶν γαμούντων συνάφεια

865

[μίαν] δὲ παίδων] 〈Ὑπερμνήστραν·〉 Λιγγεῖ γὰρ μιγεῖσα ἔλεον ἔσχεν αὐτοῦ ἵμερος] ἐπιθυμία, ἔρως

866

ξύνευνον] τὸν Λιγγέα ἀπαμβλυνθήσεται] ἐξασθενήσει, μαλακι‐ σθήσεται ἐκ μεταφορᾶς τοῦ ξίφους

867

γνώμην] τὸν νοῦν δυοῖν δὲ θάτερον] ἓν τῶν δύο ὧν μέλλει ἐρεῖν βουλήσεται] θελήσει

868

κλύειν] ἀκούειν, ὀνομάζεσθαι ἄναλκις] ἀσθενής μιαιφόνος] ἤγουν μιανθεῖσα ἐν φόνῳ ἤγουν φονεύτρια

869

αὕτη] ἡ Ὑπερμνήστρα τέξει] γεννήσει

870

δεῖ] χρεία ἐστί ἐπεξελθεῖν] διελθεῖν καὶ εἰπεῖν τορῶς] σαφῶς καὶ κατὰ λεπτόν

871

σπορᾶς] ἤγουν τοῦ σπέρματος γε μὴν] δὲ τῆσδε] τῆς Ὑπερ‐ μνήστρας φύσεται] γεννηθήσεται θρασύς] ἀνδρεῖος ἤγουν ὁ Ἡρα‐ κλῆς

872

τόξοισι] ἐν κλεινός] ἔνδοξος πόνων] ἤγουν τῶν δεσμῶν

873

λύσει] τοξεύσας τὸν τοὐμὸν ἧπαρ ἐσθίοντα ἀετόν τοιόνδε] τοῦτο διαμέσου χρησμὸν] μαντείαν ἡ παλαιγενὴς] ἡ γηραιά

874

διῆλθε] διηγήσατο, εἶπεν Τιτανὶς] ἡ ἐκ Τιτάνων καταγομένη67

875

ἡμέτερα † ἐν τοῖς ἀρίστοις τῶν ἀντιγράφων οὕτως εὕρηται· ὅπως δ’ ἔχω, πῆ ταῦτα δή. καί μοι δοκεῖ τοιοῦτό τοι λέγειν, ὅπως δὲ ἕξω κατ’ ἀντι‐ χρονισμὸν Ἀττικῶς, ἤγουν πῶς τὰ κατ’ ἐμὲ ἕξει· καὶ πῆ ταῦτα δή, ἤγουν ἐν ποίῳ χρόνῳ ἔσται δηλονότι. τουτέστι πότε πληρωθήσεται, μακροῦ λόγου
5ὑπάρχει εἰπεῖν ἤγουν διηγήσασθαι ἔχω] † ἤγουν ἕξω πῆ ταῦτα δὴ] † ἐν ποίῳ χρόνῳ ἔσται δηλονότι μακροῦ λόγου] † ὑπάρχει

876

εἰπεῖν] † ἤγουν διηγήσασθαι τ’] καὶ ἐκμαθοῦσα] † ἤγουν μαθοῦσα κερδανεῖς] † ὠφεληθήσῃ

877

† ἐλελελελελελεῦ: σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς κώλων ἀναπαιστικῶν ιʹ, ὧν τὸ αʹ καὶ δʹ μονόμετρα, τὸ μὲν πρῶτον ἐκ τετραβράχεος ἤτοι προκελευσματικοῦ καὶ ἀναπαίστου, τὸ δὲ δʹ καθαρόν. τὰ δὲ λοιπὰ δί‐ μετρα ἀκατάληκτα· τὸ μέντοι δέκατον δίμετρόν ἐστι καταληκτικὸν ἤτοι
5ἑφθημιμερές, ὃ καλεῖται παροιμιακόν, ὡς ἀποθετικόν. ἐπὶ τῷ τέλει παρά‐ γραφος ἐλελελελελελεῦ] † μίμημα θρήνου πεποιημένον

878

σφάκελος] πάθος περὶ τὸν ἐγκέφαλον φρενοπληγεῖς] τὴν φρένα πλήττουσαι καὶ συγχέουσαι

879

θάλπους’] ὑπεκκαίουσι ἄρδις] βέλος

880

χρίει] κεντεῖ, νύττει ἄπυρος] μὴ ἔχων πῦρ

881

λακτίζει] τύπτει Λακτίζει ἤγουν τύπτει· ἤτοι παραφρονῶ καὶ τοῦ καθεστηκότος ἐξίσταμαι ὑπὸ τοῦ φόβου. φόβου γὰρ τῇ καρδίᾳ συμβάντος αὕτη παλλομένη τὰς γείτονας φρένας πλήττει· φρένες δέ εἰσιν τὸ περὶ τὸ ἧπαρ ὑμενῶδες διά‐
5φραγμα, ὃ ὑπεζωκότα καλοῦσιν. ἢ ὅτι τῆς καρδίας πασχούσης ἀχλὺς ἀναθυμιάσεως πρὸς τὸν ἐγκέφαλον ἀνιοῦσα συνθολοῖ τὰς φρένας καὶ τοῦ καθεστηκότος ἐξίστησιν

882

τροχοδινεῖται] περιφέρεται, δίκην τροχοῦ στρέφεται ὄμματ’] τὰ ἐλίγδην] περιεστραμμένως

883

δρόμου] τοῦ καθεστηκότος καὶ τῆς ὀρθῆς ὁδοῦ λύσσης] μανίας

884

μάργῳ] μανικῷ, ὁρμητικῷ γλώσσης ἀκρατής] παραφρονοῦσα γὰρ καὶ παραπαίουσα λάλος ἦν

885

Θολεροὶ δὲ λόγοι: λόγοι δὲ προσκρούουσι πρὸς κύμασι στυγνῆς καὶ χαλεπῆς μανίας θαλεροὶ καὶ συγκεχυμένοι, τουτέστιν ὑπὸ τοῦ χειμῶνος τῆς μανίας ἀναταραχθεῖσα τὸν λογισμὸν θολεροὺς λόγους προΐεμαι. θολεροὶ] συγκεχυμένοι παίους’ εἰκῆ] † παραπαίουσιν ἤγουν παραφόρως καὶ
5ματαίως ἐξέρχονται τοῦ στόματος68

886

στυγνῆς] χαλεπῆς, λυπηρᾶς πρὸς] ἐν ἄτης] † βλάβης ἤτοι τῆς μανίας

887

Ante vers. στροφὴ κώλων θʹ ἡμέτερον † ἦ σοφὸς ἦ σοφός: τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται ἐπῳ‐ δικὰ ὡς εἴρηται· ἔστι δὲ τὰ παρόντα τριὰς ἐπῳδική· τῆς μὲν οὖν στροφῆς τὰ κῶλα θʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ αʹ χοριαμβικὸν δίμετρον
5καταληκτικόν, ἐκ χοριάμβου καὶ ἀναπαίστου διὰ τὴν ἀδιάφορον, ἢ δα‐ κτυλικὸν πενθημιμερές. τὸ βτερον προσοδιακὸν δίμετρον ἀκατάληκτον, ἐξ ἰωνικοῦ ἀπὸ μείζονος καὶ χοριάμβου. τὸ γʹ ὅμοιον δίμετρον ὑπερκατάληκτον, ἐξ ἰωνικοῦ ὁμοίου χοριάμβου καὶ συλλαβῆς· εἴη δὲ καὶ ἀναπαιστικὸν ἑφθημι‐ μερές. τὸ δʹ ὅμοιον τῷ βτέρῳ ἐξ ἐπιτρίτου βτέρου καὶ χοριάμβου. τὸ εʹ
10ἰωνικὸν δίμετρον καταληκτικόν, ἐξ ἰωνικοῦ ἀπ’ ἐλάττονος καὶ κρητικοῦ ἤτοι ἀμφιμάκρου. τὸ ϛʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ζʹ ἀναπαι‐ στικὸν μονόμετρον. τὸ ηʹ προσοδιακὸν τρίμετρον καταληκτικόν, ἐξ ἐπιτρίτου βτέρου ἀντὶ ἰωνικοῦ χοριάμβου καὶ ἀναπαίστου· τὸ μέντοι τῆς ἀντιστροφῆς κῶλον ἐπιτρίτους ἔχει καὶ ἀμφοτέρους τοὺς πόδας. τὸ θʹ τροχαϊκὸν τρίμετρον
15καταληκτικόν. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστροφῆς παράγραφος μόνη ἡμέτερον † περισσὸν ἦν ἐνταῦθα τὸ ἐν γνώμᾳ· ἦν γὰρ “ὃς πρῶτος ἐν γνώμᾳ·” διὸ καὶ ἐξεβλήθη παρ’ ἐμοῦ. ὅμοιον γὰρ χρὴ εἶναι τὸ κῶλον τῷ τῆς ἀντιστροφῆς. νοεῖν δὲ χρὴ τὸ ἐβάστασεν, ἐν τῷ νῷ δηλονότι. ἐβάστασε δὲ
20εἶπε καὶ οὐκ ἐνόησεν, ὅτι οἱ νόμους τινὰς τιθέντες, οὐχ ἅμα τῷ νοῆσαι τούτους προφέρουσιν, ἀλλὰ πολὺν πρότερον καθ’ ἑαυτοὺς μελετῶντες χρόνον καὶ ἀνελίττοντες καὶ τὸ μὴ καλῶς ἔχον διορθούμενοι, οὕτω τούτους καὶ διὰ γλώττης ἐκφαίνουσιν ἵνα μή τις τούτοις ἀντειπεῖν ἔχοι Ἦ σοφὸς ἦ σοφὸς ἦν: τὸν Πιττακὸν λέγει, ὅν ποτέ τις βιαζόμενος ὑπὸ δύο
25γυναικῶν, τῆς μὲν οὔσης πλουσίας καὶ ὑπὲρ αὐτόν, τῆς δὲ τοῦ γένους αὐτοῦ ἀξίας, καὶ ἀπορῶν ποίας κληθείη ἀνήρ, ἐρώτησε ποίᾳ γυναικὶ χρήσαιτο· τοῦ δὲ εἰπόντος μέτει πρὸς τοὺς παῖδας τοὺς πλησίον ἡμῶν τοὺς βέμβικας παίζον‐ τας, ὅ ἐστι στρόμβους, καὶ παρ’ αὐτῶν μαθήσῃ ποίᾳ ἂν χρήσῃ γυναικί, ἀπελθὼν ἐκεῖνος καὶ ἀκούσας τῶν παίδων πρὸς ἀλλήλους λεγόντων τὴν κατὰ
30σαυτὸν ἔλα, τουτέστιν ἔλαυνε, καὶ τοῦ λόγου αἰσθόμενος τὴν μὲν πλουσι‐ ωτέραν ἀφῆκε, τῇ δὲ πενεστέρᾳ ἐχρήσατο γυναικί, ὡς τοῦ γένους αὐτοῦ ἀξίᾳ
ἦ] ὄντως ἦ] ὄντως σοφὸς] ἦν. ὁ ἄνθρωπος ἐκεῖνος ἤγουν ὁ Πιττακός69

888

ἐβάστασε] ἐν τῷ νῷ, ἤγουν ἐνόησε

889

διεμυθολόγησεν] διὰ λόγου εἶπεν

890

ὡς] ὅτι τὸ κηδεῦσαι] ἤγουν τὸ συγγένειαν ποιήσασθαί τινα καθ’ ἑαυτὸν] ἤγουν οἷος αὐτός ἐστι ἀριστεύει] ἄριστόν ἐστι μακρῷ] καταπολύ

891

διαθρυπτομένων] τρυφώντων, σοβούντων

892

τῶν γέννᾳ] ἤγουν τῶν εὐγενῶν μεγαλυνομένων] ἐπαιρομένων καὶ μεγαλαυχούντων

893

χερνήταν] χειροτέχνην ἤτοι εὐτελῆ ἐραστεῦσαι] ἐπιθυμῆσαι Ἐραστεῦσαι ἤγουν ἐπιθυμῆσαι, ἐρασθῆναι. τοῦτο δὲ λέγει διὰ τὸ τὴν Ἰὼ ὁμιλῆσαι Διὶ τὰ ἐρωτικὰ καὶ διὰ τοῦτο ταῦτα παθοῦσαν

894

Ante vers. ἀντιστροφὴ κώλων θʹ μήποτε] μηδαμῶς

895

λεχέων] † ἤγουν ἐν λέχει κειμένην ἅμα τῷ Διί εὐνάτειραν] σύγ‐ κοιτον

896

ἴδοισθε] † ἴδετε πέλουσαν] ὑπάρχουσαν

897

πλαθείην] πελάσαιμι, πλησιάσαιμι γαμέτᾳ] ἀνδρὶ τινὶ— οὐρανοῦ] † ἤγουν τινὶ τῶν οὐρανίων θεῶν ἢ τῶν ἐξ Οὐρανοῦ καταγομένων

898

ταρβῶ] φοβοῦμαι ἀστεργάνορα] ὃν οὐκ ἔστερξεν ὁ ἀνὴρ αὐτῆς Ζεύς Ἡ σύνταξις οὕτω· ταρβῶ γὰρ καὶ φοβοῦμαι τὴν ἀστεργάνορα παρθενίαν τῆς Ἰοῦς, εἰσορῶσα αὐτὴν δαπτομένην καὶ δαμαζομένην ἐν τῷ γάμῳ τοῦ
5Διός. ἢ τὸ ἀστεργάνορα ἐπίθετον παρθενίας νοῶμεν. πᾶσα γὰρ παρθενία οὐ στέργει ἄνδρας· ἡ γὰρ μὴ πρὸς αὐτοὺς τὸ παράπαν συνάφεια οὐκ ἄλλο οὐδὲν ἢ παρθενία ἐστίν. ἢ πρὸς μὲν τὸ ταρβῶ ὑποστικτέον, πρὸς δὲ τὸ ὁρῶσα συναπτέον τὸ ἀστεργάνορα παρθενίαν

899

εἰσορῶς’] βλέπουσα γάμῳ] τοῦ Διός δαπτομέναν] δαμα‐ ζομένην

900

δυσπλάνοις] κακῶς πλανώσαις ἀλατείαις] πλάναις ἃς Ἰοῖ πε‐ ριέβαλεν

901

Ante vers. ἐπῳδὸς κώλων θʹ ἡμέτερον † ἐμοὶ δ’ ὅτι μὲν: τῆς παρούσης ἐπῳδοῦ τὰ κῶλα θʹ. τὸ αʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον, τοῦ βʹ καὶ γʹ καὶ δʹ ποδὸς ἐκ χορείων. τὸ βτερον παιωνικὸν τρίμετρον βραχυκατάληκτον, ἐκ παιώνων δων δύο καὶ
5ἰάμβου ἢ σπονδείου. τὸ γʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον καθαρόν. τὸ δʹ ὅμοιον καταληκτικὸν ἤτοι ἑφθημιμερές. τὸ εʹ ὅμοιον ἐκ τριῶν χορείων καὶ συλλαβῆς. τὸ ϛʹ ἰαμβικὸν ὅμοιον πενθημιμερές, ἐκ δύο χορείων καὶ συλλα‐ βῆς. τὸ ζʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον καθαρόν. τὸ ηʹ ὅμοιον δίμετρον ὑπερκατάληκτον. τὸ θʹ ἰαμβικὸν πενθημιμερές. ἐπὶ τῷ τέλει κορωνὶς καὶ70
10παράγραφος Supra vers. † ἤγουν λίαν ὑπάρχει ἐμοὶ ὁ ὁμαλὸς καὶ ἴσος γάμος ἄφοβος

902

οὐ δέδια] οὐ φοβοῦμαι τοῦτον τὸν ἴσον δηλονότι γάμον κρεισσό‐ νων] † μειζόνων ἐμοῦ

903

ἄφυκτον] ὃ οὐδεὶς δύναται φυγεῖν προσδέρκοι] † προσίδοι, θεάσαιτο Ἐς ἄπορα πόριμος· ἐφευρετικὸς μηχανῶν· ἔνθα γὰρ οὐ δύναταί τις εὑρεῖν μηχανήν, οἱ θεοὶ εὑρίσκουσιν ἐρῶντες. καὶ μαρτυρεῖ Ζεὺς χρυσὸς
5γενόμενος καὶ καταρρυεὶς ἀπὸ τοῦ τέγους πρὸς τὴν Ἀκρισίου Δανάην ἐντὸς οὖσαν πύργου χαλκοῦ. ὁ γὰρ πατὴρ αὐτῆς Ἀκρίσιος χρησμὸν λαβὼν ὡς ὁ γεννηθεὶς ἐκ τῆς θυγατρὸς αὐτοῦ καθελεῖ αὐτὸν τῆς ἀρχῆς, καθεῖρξε τὴν παῖδα ἐς ἄπορα] εἰς ἀμήχανα πόριμος] πόρον καὶ μηχανὴν διδούς γενοί‐
10μαν] εἰ ὑπὸ Διὸς ἐρασθείην

906

μήτιν] βουλήν ὅπα] ὅπου

907

† ἧ μὴν ἔτι Ζεύς: αἱ συστηματικαὶ αὗται περίοδοι, καὶ οἱ λοιποὶ ἀμοιβαῖοι στίχοι, ἰαμβικοί εἰσι τρίμετροι ἀκατάληκτοι ρʹλγʹ, ὧν τελευταῖος “πείθου, σοφῷ γὰρ αἰσχρὸν ἐξαμαρτάνειν.” ἐπὶ ταῖς ἀποθέσεσι παράγρα‐ φος, ἐπὶ δὲ τῷ τέλει κορωνίς
5ἦ] ὄντως ἔτι] εἰς τὸ ἑξῆς αὐθάδης] ὢν φρενῶν] ἕνεκα

908

ἔσται] γενήσεται οἷον] μέγαν ἐξαρτύεται] ἑτοιμάζεται, κατασκευάζει

909

ὃς] ὁ γάμος τυραννίδος] τῆς βασιλείας

910

τ’] καὶ ἄϊστον] ποταπόν; ἀφανῆ τ’] καὶ

911

τότ’ ἤδη] ἐκ παραλλήλου κρανθήσεται] τελεσθήσεται

912

ἐκπιτνῶν] ὑπ’ αὐτοῦ ἐκπίπτων ἠρᾶτο] κατηρᾶτο αὐτῷ δηναι‐ ῶν] τῶν παλαιῶν καὶ ἀρχαίων

913

μόχθων] τῶν δυστυχιῶν ἐκτροπήν] ἐκφυγήν

914

δύναιτ’] δυνηθείη σαφῶς] ἀληθῶς

915

τάδ’] ἃ πείσεται ᾧ] ᾧτινι τρόπῳ] ἐκφύγῃ (first hand ἐκφύγοι) νῦν] δή

916

θαρσῶν] ἐπαιρόμενος καὶ κομπάζων τοῖς—κτύποις] τοῖς ὑψη‐
λοῖς· ἤγουν ταῖς ἐν ὕψει ὑπ’ αὐτοῦ γινομέναις βρονταῖς71

917

πιστός] θαρσαλέος, βέβαιος τινάσσων] κινῶν πύρπνουν βέλος] τὸν πῦρ πνέοντα κεραυνόν

918

ταῦτ’] αἱ βρονταὶ καὶ ὁ κεραυνός ἐπαρκέσει] βοηθήσει μὴ οὐ] συνίζησις

919

ἀτίμως] † κακῶς καὶ μετὰ αἰσχύνης οὐκ ἀνασχετά] ὑπομονητὰ ἀλλ’ ἀφόρητα

920

τοῖον] τοιοῦτον παλαιστὴν] † ἀντίμαχον παρασκευάζεται] † ἑτοιμάζει

921

ἐπ’ αὐτὸς αὐτῷ] αὐτὸς ἐπ’ αὐτῷ καθ’ ὑπερβατὸν δυσμαχώτατον] δυσκαταγώνιστον

922

κρείσσον’] † ὑπερτέραν, πλέον τὸ καυστικὸν ἔχουσαν

923

Supra vers. † ἤγουν καὶ κτύπον εὑρήσοι ὑπερβάλλοντα καὶ νικῶντα τὸν καρτερὸν καὶ ἰσχυρὸν κτύπον τῆς βροντῆς

924

τινάκτειραν] ἥτις τὴν γῆν σείει νόσον] ἐκ πάθους γὰρ τ〈οιοῦ‐ τοι〉 σεισμοὶ γίνο〈νται〉

925

Supra vers. ἤγουν κἂν τῷ Ποσειδῶνι βοηθῷ χρήσαιτο, οὐδ’ οὗτος ἀνύσει τι σκεδᾷ] ἀφαν〈ίσει〉

926

πταίσας] προσκρούσας τῷδε] τῷ παλαιστῇ πρὸς] παρὰ κακῶν] † ὧν μέλλει πείσεσθαι (τῷδε, πρὸς κακῶν:) Τὸ πρὸς κακῶν ἢ παρὰ τῶν κακῶν αὐτοῦ τουτέστι διὰ τὰ κακὰ αὐτοῦ· ἐμπέσῃ γὰρ ἂν τῇδε τῇ δυστυχίᾳ ἀπὸ τῆς κακίας αὐτοῦ. ἢ
5πρὸς τῶν κακῶν ἀντὶ τοῦ ἐκ τοῦ προσπταῖσαι καὶ δυστυχῆσαι καὶ τῆς ἀρχῆς ἐκπεσεῖν. πρὸς μὲν οὖν τὸ πρῶτον, ὑπόστιξον εἰς τὸ πρὸς κακῶν, πρὸς δὲ τὸ βτερον εἰς τὸ τῷδε

927

ὅσον τό τ’] ἐστὶ κεχωρισμένον ἄρχειν καὶ τὸ δουλεύειν] ἤγουν τὸ εἶναί τινα ἄρχοντα καὶ τὸ εἶναι δοῦλον δίχα] κεχωρισμένον

928

θὴν] παραπληρωματικὸς σύνδεσμος τὸ θήν. δὴ ἐπιγλωσσᾷ] καταβοᾷ

929

τελεῖται] τελεσθήσεται λέγω πρὸς] καὶ σὺν τούτῳ βούλομαι] θέλω

930

προσδοκᾶν] ἐλπίζειν τινὰ χρὴ] πρέπει Ζηνὸς] τοῦ Διός τινά] ἄλλον

931

τῶνδε] ὧν λέγω, ἢ ὧν ἐγὼ πάσχω δεικτικῶς δυσλοφωτέρους] ὑψηλοτέρους καὶ ἀφορητοτέρους

932

ταρβεῖς] εἰς φόβον πίπτεις τοιάδ’] ἤγουν τολμηρά ἐκρίπτων] † ἐκπέμπων ἀκρατῶς

933

ᾧ] ᾧτινι, ἐμοί οὐ μόρσιμον] οὐ μεμοιρασμένον72

934

ἀλλ’] ἢν μὴ ἀποθάνῃς ἆθλον] κάματον τοῦδε] οὗ ἔχεις ἆθλον ἀλγίω] ἀλγεινότερον πόροι] παράσχοι

935

ὅ δ’] ὁ Ζεύς πάντα] ὅσα ἂν ποιήσῃ προσδοκητά] ἐλπιστά

936

προσκυνοῦντες] † ἤγουν τιμῶντες καὶ σεβόμενοι Ἀδράστειαν] † θεὰν τιμωρουμένην τοὺς ἀλαζόνας σοφοί] εἰσίν Ἀδράστεια θεὰ ἔφορος μέμψεως. λέγει οὖν ὡς οἱ μὴ μεμφθῆναι σπουδά‐ ζοντες φρόνιμοί εἰσιν. λέγοιτο δ’ ἂν Ἀδράστεια ἀπὸ τοῦ α στερητικοῦ καὶ
5τοῦ διδράσκω, ἣν οὐδεὶς δύναται ἐκφυγεῖν, οὐδεὶς γὰρ ἄμεμπτος

937

σέβου] τίμα θῶπτε] κολάκευε τὸν κρατοῦντ’] τὸν ἄρχοντα Τὸ ἀεὶ πρὸς τὸ σέβου, καὶ οὐ πρὸς τὸ κρατοῦντα. πῶς γὰρ ἔμελλε Προ‐ μηθεὺς κρατοῦντα ἀεὶ τὸν Δία λέγειν, ἐπεὶ τάχιστα τοῦτον ἐκπεσεῖν τῆς ἀρχῆς διατείνεται; εἰ δὲ καὶ πρὸς τὸ κρατοῦντα βούλει συνάψαι, ἐκδέξῃ τὸν
5λόγον κατ’ εἰρωνείαν εἰρῆσθαι

938

ἔλασσον] † ὀλίγον μηδὲν] οὐδέν μέλει] † φροντίς ἐστι

939

δράτω] † πραττέτω ὃ βούλεται κρατείτω] ἀρχέτω τόνδε] κατὰ τὸν βραχὺν] † τὸν ὀλίγον

940

ὅπως] ὥσπερ δαρὸν] † ἐπιπολύ ἄρξει] † ἄρχων ἔσται Δέον θεῶν εἰπεῖν, θεοῖς εἶπεν Ὁμηρικῷ ζήλῳ ἐκεῖνος γὰρ ἤνασσε τοῖς Ἀχαιοῖς λέγει. ἔστι δὲ πλαγιασμός

941

ἀλλ’] τὸ ἀλλὰ πρὸς τὸ πάντως σύναπτε τρόχιν] ἄγγελον Τρόχιν λέγει τὸν ἄγγελον ἀπὸ τοῦ τρέχειν. δηλοῖ δὲ τὸν σπουδαῖον οἰκέτην τὸν σπουδαίως πράττοντα τὰ προσταττόμενα παρὰ τοῦ κυρίου αὐτοῦ

942

τοῦ τυράννου] τοῦ βασιλέως τοῦ νέου] ἤγουν τοῦ Διός διά‐ κονον] ὑπηρέτην

943

πάντως] ἴσως ἢ ἀληθῶς καινὸν] νέον ἀγγελῶν] † μηνύσων ἐλήλυθεν] ἦλθεν

944

ἡμέτερον † σοφιστὴς ὁ ῥήτωρ, ὁ διδάσκαλος ὁ σοφίζων ἑτέρους, ὁ ἀπατεών, ὅθεν σοφιστὴν κακίας τὸν διάβολον λέγουσι, καὶ ὁ πλάσματά τινα γράφων, καὶ τὰ μὴ ὄντα ὡς ὄντα καὶ γεγονότα παριστῶν· τινὲς δὲ καὶ φιλοσόφους τοὺς πρὸς χάριν καὶ κατὰ ῥήτορας γράψαντας σοφιστὰς ὀνομά‐
5ζουσιν, ὁποῖοί εἰσιν ὧν τοὺς βίους ἀναγράφει Φιλόστρατος τὸν σοφιστὴν] τὸν σοφίαν ὑποκρινόμενον, ἢ ἀπατεῶνα ὑπέρπικρον] † ἤγουν λίαν πικρόν

945

ἡμέροις] † ἤγουν τοῖς ἐφημέροις, τοῖς ἀνθρώποις

946

πορόντα] † παρασχόντα73

947

πατὴρ] ὁ Ζεύς ἄνωγε] ἐκέλευσεν ς’] τὸ σε πάλιν τέθεικεν ἐπαναλήψεως συνηθείᾳ κομπεῖς] μετὰ κόπμου λέγεις

948

αὐδᾶν] λέγειν πρὸς ὧν] καὶ ἐκείνους ἐκπίπτει] ἤγουν ἐκπε‐ σεῖται κατὰ ἀντιχρονισμόν

949

μέντοι] δὲ αἰνικτηρίως] αἰνιγματωδῶς καὶ ἀσαφῶς

950

αὔθ’ ἕκαστα] † αὐτὰ ἕκαστα· διὸ καὶ ὀξύνεται φράζε] λέγε Μηδέ μοι διπλᾶς ὁδούς· εἰ γὰρ ἀσαφῶς εἴποις, πέμψει με πάλιν πρὸς σὲ ὁ Ζεὺς ἵνα σαφῶς εἴπῃς

951

Προμηθεῦ] ὦ προσβάλῃς] ἤγουν προξενήσῃς

952

τοιούτοις] τοῖς ἀσαφέσιν μαλθακίζεται] ἀπατᾶται, χαυνοῦται, παράγεται

953

σεμνόστομος] κατ’ εἰρωνείαν ὁ λόγος. ἀντὶ τοῦ κενόδοξος καὶ οἰήσεως γέμων φρονήματος] ἐπάρσεως πλέως] πεπληρωμένος

954

ὁ μῦθος] ὁ λόγος τούτου ὑπηρέτου] δούλου, ἀγγέλου

955

νέον νέοι] νεωστί· οὐ γὰρ ἀρχαία ὑμῖν ἡ βασιλεία κρατεῖτε] ἄρχετε δοκεῖτε] νομίζετε

956

Ἐπειδὴ ναίειν εἶπεν, ὁ δὲ ναίων ἐντὸς τείχους ναίει, διὰ τοῦτο πέρ‐ γαμα εἶπε· λέγει δὲ τὸν οὐρανόν. πέργαμα γὰρ κυρίως λέγεται τὰ ὑψηλὰ τείχη, τουτέστι τὰ ὑπὲρ γῆν ὄντα καὶ εἰς ὕψος αἰρόμενα ναίειν] οἰκεῖν ἀπενθῆ] ποταπά; δέον εἰπεῖν ἀπενθῶς, ὁ δὲ πρὸς τὸ
5πέργαμα τὴν σύνταξιν ἔτρεψεν πέργαμ’] ἤγουν τὸν οὐρανόν

957

δισσοὺς] τὸν Οὐρανὸν καὶ τὸν Κρόνον τυράννους] βασιλεῖς ἠσθόμην] ἤγουν ἔγνων, εἶδον

958

κοιρανοῦντ’] βασιλεύοντα ἐπόψομαι] ἐκπεσόντα ἴδω

959

αἴσχιστα καὶ τάχιστα] † ἤγουν ἀτίμως καὶ ταχέως μή] μὴ ἆρα

960

ταρβεῖν] φοβεῖσθαι ὑποπτήσσειν] ὑποστέλλεσθαι τοὺς νέους θεούς] ἤγουν τὸν Δία καὶ τοὺς σὺν αὐτῷ

961

πολλοῦ] μέρους τοῦ παντὸς] † ἤγουν οὐδαμῶς φοβοῦμαι τούτους

962

κέλευθον] ὁδόν ἐγκόνει] † ἤγουν σπουδαίως τρέχε

963

πεύσῃ] μαθήσῃ ἄν· ἐνταῦθα γὰρ τὸ ἂν σύναπτε (the verse has ἂν ἱστορεῖς) ἱστορεῖς] ἐρωτᾷς Ἱστορῶ τὸ ἐρωτῶ, ὡς ἐνταῦθα· τὸ ἱστορίαν τινὰ διηγοῦμαι· καὶ τὸ βλέπω, ὡς παρ’ Εὐριπίδη· “οἶμαι δὲ πατέρα τὸν ἐμὸν εἰ κατ’ ὄμματα
5ἐξιστόρουν” (Ores. 288)

964

τοιοῖσδε] τοιούτοις καὶ πρίν] ὅτε τὸ πῦρ κέκλοφας αὐθαδί‐
σμασιν] κομπάσμασιν· ἔλεγες γὰρ ὡς δικαίως κέκλοφας74

965

τάσδε] ἐν αἷς νῦν τυγχάνεις πημονὰς] βλάβας, τιμωρίας καθώρμισας] † ὥσπερ εἰς λιμένα τινὰ ἐνέβαλες

966

Τῆς σῆς λατρείας· τουτέστιν οὐκ ἐθελήσω τῷ Διὶ λατρεύειν ὥσπερ σὺ ἢ πάσχειν οὕτω κακῶς. τοῦτο δὲ διὰ τῆς κατασκευῆς δῆλον ποιεῖ. ἐπὶ τοῦ ἀλλάττω δὲ οὐ μόνον τὸ διδόμενόν ἐστι γενικὴ καὶ τὸ λαμβανόμενον αἰτιατική, ἀλλὰ καὶ τοὔμπαλιν, ὡς κἀνταῦθα, καὶ παρ’ Ὁμήρῳ· χρύσεα
5χαλκείων (Z 236) ἠλλάξατο. ἐκεῖ γὰρ ὁ Γλαῦκος χρύσεα δοὺς χάλκεα ἔλαβεν λατρείας] δουλείας δυσπραξίαν] † ἤγουν τὴν τιμωρίαν

967

ἐπίστας’] γίνωσκε ἀλλάξαιμ’] ἀντιδοίην

968

κρεῖσσον] ἐστὶν οἶμαι] ὑπολαμβάνω λατρεύειν] δουλεύειν ἤγουν προσταλαιπωρεῖν

969

φῆναι] † φανῆναι πιστὸν] † βέβαιον ἄγγελον] † ἤγουν ὑπηρέτην

970

Οὕτως ὑβρίζειν· ἢ τὸν Ἑρμῆν λέγει, οὗτος γὰρ πρόσθεν τοῦτον ὑβρίσας τοιαῦτα παρ’ αὐτοῦ ἤκουσεν, ἢ ὑβρίζοντας λέγει πληθυντικῶς τὸν Δία, ἢ εἰ βούλει γε ἀμφοτέρους· διὸ καὶ πληθυντικῶς εἴρηται καὶ ἀμφοτέρων γὰρ ὕβριν ὁ λόγος ἔχει, τοῦ μέν, ὡς δούλου, τοῦ δέ, ὡς οὐκ ἀξίου ὄντος πιστοὺς
5ὑπηρέτας ἔχειν χρεών] πρέπον

971

χλιδᾶν] τρυφᾶν καὶ εἰς οὐδὲν ταῦτα λογίζεσθαι τοῖς παροῦσι πράγμασιν] ἤγουν ταῖς προσούσαις σοι νῦν δυστυχίαις

972

χλιδῶντας] τρυφῶντας ὧδε] οὕτως

974

ἦ] ἆρα συμφοραῖς] αἷς πάσχεις ἐπαιτιᾷ] ἐπὶ τούτοις αἰτιᾷ

975

ἁπλῷ] σαφεῖ ἐχθαίρω] μισῶ

976

παθόντες] παρ’ ἐμοῦ κακοῦσι] κακοποιοῦσι ἐκδίκως] ἀδίκως

977

Εἰκότως εἶπε τὸ κλύω καὶ οὐχ ὁρῶ· ἀκούσας γὰρ αὐτοῦ ἀπαιδεύτους λόγους κατὰ τῶν θεῶν προάγοντος ἐνταῦθα τουτὶ συνεπέρανεν κλύω] αἰσθάνομαι μεμηνότ’] μαινόμενον οὐ μικρὰν] ἀλλὰ μεγάλην

978

νόσημ’] ἐστί στυγεῖν] μισεῖν

979

Εἴης φορητός· ἤγουν εἰ τοσούτοις κακοῖς συνὼν θρασύνῃ, τί ποτ’ ἂν ἔδρασας εὐτυχῶν εἴης] οὐκ ἂν εἴης εἰ πράσσοις] ἤγουν ἔπραττες

980

τόδε] τὸ οἴμοι οὐκ ἐπίσταται] οὐ γινώσκει

981

ἐκδιδάσκει] ὥστε κἀκεῖνος τοῦτο μαθήσεται ὁ γηράσκων] † ὁ παλαιούμενος

982

Οὔπω σωφρονεῖν ἐπίστασαι· ἐπειδὴ δυστυχῶν οὐχ ὑποκλίνῃ ταῖς
συμφοραῖς, ἀλλὰ τοῦ Διὸς καταφέρῃ, ὥσπερ οὐκ εἰδὼς ὅτι σοῦ μεῖζον ἰσχύει σύ γ’ οὔπω] ἤγουν πολλῶν ἐτῶν ὢν οὐδέπω ἐφρόνησας ἐπίστασαι] γινώσκεις75

983

γὰρ] εἰκότως λέγεις προσηύδων] ἤγουν προσεφώνουν ὑπη‐ ρέτην] δοῦλον

984

ἔοικας] φαίνῃ πατήρ] ἤγουν ὁ Ζεύς

985

Καὶ μὴν ὀφείλων· εἰπόντος τοῦ Ἑρμοῦ πρὸς τὸν Προμηθέα ὡς ἔοικας οὐδὲν ἐρεῖν ὧν χρῄζει πατήρ, οὗτος εἰρωνευόμενός φησι πρὸς αὐτόν, καὶ μὴν ὀφείλων καὶ χρεωστῶν αὐτῷ χάριν τίνοιμι ἂν καὶ ἀνταποδοίην· ὅπερ ὁ Ἑρμῆς γνοὺς ἐν εἰρωνείᾳ ῥηθέν, οὐ γὰρ ὤφειλε Προμηθεὺς οὐδοτιοῦν τῷ Διί,
5αἰτιᾶται τοῦτον κερτομήσαντα καὶ εἰρωνευσάμενον αὐτὸν ὡς παῖδα, ὥσπερ ἂν εἰ μηδὲν ἐπῄσθετο ὅτι ψεύδεται. τινὲς δὲ τὸ παῖδα ἀντὶ τοῦ δοῦλον νοοῦσιν, ἵν’ ᾖ ὁ λόγος διὰ τὴν τοῦ Ἑρμοῦ δουλείαν, ὅτι σὺ μὲν ὡς δοῦλος πάντα ὀφείλεις ὑπηρετεῖν αὐτῷ, ἐγὼ δὲ οὔ. ὅπερ ἐξελέγχεται διὰ τῆς τοῦ Προμηθέως κατασκευῆς
10καὶ μὴν] ἐν εἰρωνείᾳ ὁ λόγος ὀφείλων] χρεωστῶν τίνοιμ’] ἀπο‐ δοίην

986

ἐκερτόμησας] ὠνείδισας δῆθ’] τάχα παῖδ’] νήπιον, νέον

987

οὐ γὰρ] ναὶ παῖς] νήπιος τοῦδ’] τοῦ νηπίου ἀνούστερος] ἀνοητότερος

988

προσδοκᾷς] ἐλπίζεις πευσεῖσθαι] μαθεῖν

989

αἴκισμ’] κόλασις

990

προτρέψεται] παρακινήσει γεγωνῆσαι] εἰπεῖν

991

πρὶν ἂν] ἤγουν πρὶν ἂν τοῦ προσόντος ἐμοὶ δεσμοῦ ἐκλυθῶ

992

πρὸς ταῦτα] ἤγουν διὰ ταῦτα αἰθάλουσα φλόξ] καυστικός, ἤγουν ἀστραπαί τε καὶ κεραυνός

993

λευκοπτέρῳ] ἤγουν λευκῇ νιφάδι] χιόνι βροντήμασιν] ἤγουν σεισμοῖς Ἐπειδὴ αἱ βρονταὶ ἄνωθεν γίνονται ῥηγνυμένων νεφῶν, διὰ τοῦτο βροντή‐ μασι χθονίοις εἶπεν, ἀντὶ τοῦ τῷ τὴν γῆν κινοῦντι σεισμῷ

994

κυκάτω] ὁ Ζεύς καὶ ταρασσέτω] ἐκ παραλλήλου

995

γνάμψει] ἐπικλάσει, ἀλλάξει τῶνδε] τῶν βροντῶν καὶ σεισμῶν φράσαι] εἰπεῖν αὐτῷ

996

πρὸς οὗ] παρ’ οὗτινος χρεών] ἀποκείμενον ἐκπεσεῖν] ἐκβλη‐ θῆναι τυραννίδος] τῆς βασιλείας

997

ὅρα] βλέπε νῦν] δή ταῦτ’] ἃ φής ἀρωγὰ] βοηθοῦντα,
ὠφέλημα· κερδαίνεις γὰρ οὐδὲν ταῦτα λέγων76

998

ὦπται] τεθέαται πάλαι] ἐξ ἀρχῆς τάδε] ὅτι οὐδὲν ὠφελοῦ‐ μαι ἐκ λόγων

1000

τὰς παρούσας πημονὰς] † ἤγουν ἀφ’ ὧν πάσχεις κακῶν μάθε φρονεῖν

1001

ὀχλῆς] ἐνοχλεῖς ὅπως] ὥσπερ παρηγορῶν] παρ’ ἃ φρονῶ πείθειν ἐπιχειρῶν Κῦμ’ ὅπως παρηγορῶν· ἤγουν ὥσπερ παρὰ κῦμα ἀγορεύων καὶ λέγων. παροιμία γάρ ἐστιν, ὥσπερ εἰς κῦμα λαλῶν, ἐπὶ τῶν ἀναισθήτως ἐχόντων. ὡς
5γὰρ κῦμα προσκροῦον ἀεὶ παραλίαις πέτραις οὐδὲν ἀνύει ἀλλὰ μάτην πονεῖ, οὕτως οὐδ’ αὐτός, φησίν, ὀχλῶν μοι ἀνύσεις τι ὥστε ἃ χρῄζεις ἀκοῦσαι

1002

Supra vers. † ἤγουν ἐννόησον ὡς οὐδέπω ἐγὼ θηλυνθῶ φοβηθείς

1003

γνώμην] † ἐπεὶ σκληρός ἐστι θηλύνους] θῆλυς τὸν νοῦν, ἤγουν μαλακὸς καὶ ὑπείκων αὐτῷ

1004

λιπαρήσω] παρακαλέσω τὸν μέγα] τὸν μεγάλως στυγού‐ μενον] μισούμενον ὑπ’ ἐμοῦ

1005

γυναικομίμοις] γυναῖκα μιμουμένοις ὑπτιάσμασιν] ἤγουν ἐκτά‐ σεσιν ὑπτίαις χειρῶν

1006

δέω] ἐλλείπω

1007

Λέγων ἔοικα· τουτέστιν ἐπειδὴ οὐ πείθῃ τοῖς ἐμοῖς λόγοις, φαίνομαι καὶ ἄλλα πολλὰ λέγων ματαίως καὶ ἀνονήτως λέξειν ἔοικα] φαίνομαι ἐρεῖν] λέξειν

1008

Supra vers. † ἤγουν ἐνδίδως ὥσπερ τὰ ὑπὸ ὕδατος μαλθακιζό‐ μενα σκληρὰ οὐδὲν] οὐδαμῶς λιταῖς] ταῖς ἐμαῖς παρακλήσεσιν

1009

στόμιον] τὸν χαλινόν νεοζυγὴς] νεωστὶ ὑπελθὼν τῷ ζυγῷ

1010

πῶλος] ἡμίονος, ἵππος βιάζῃ] † ἤγουν βίᾳ ἤκεις ἡνίας] ἤγουν τὴν ἰσχὺν τοῦ Διός

1011

ἀτὰρ] δὲ σφοδρύνῃ] θρασύνῃ, κομπάζεις ἀσθενεῖ] ἀδυνάτῳ σοφίσματι] ψευδεῖ ἀπάτῃ ἣν περὶ Διὸς λέγεις

1012

Ante vers. γνωμικόν αὐθαδία] ἡ ἀλαζονία φρονοῦντι μὴ καλῶς] ἤγουν τῷ ἄφρονι

1013

αὐτὴ καθ’ αὑτὴν] † ἐὰν μὴ καὶ ἔξωθεν προσλάβῃ ἰσχὺν πρὸς δυνατοῦ τινος σθένει] δύναται

1014

σκέψαι] † ἐννόησον, σκόπει ἐμοῖς πεισθῇς λόγοις] ὥστε εἰπεῖν ἅπερ βούλεται ὁ Ζεύς

1015

χειμὼν] ζάλη καὶ ταραχή τρικυμία] ἤγουν κλύδων

1016

ἔπεις’] ἐπελεύσεται, καταλήψεται ἄφυκτος] ἣν οὐ δυνήσῃ ἐκφυ‐
γεῖν ὀκρίδα] τραχεῖαν καὶ χαλεπήν77

1017

φάραγγα] † ἤγουν τὸ ὄρος κεραυνίᾳ φλογὶ] † ἤγουν κεραυνῷ

1018

πατὴρ] ὁ Ζεύς σπαράξει] † διαρρήξει τήνδε] † ἐν ᾗ δέδεσαι δέμας] τὸ σὸν σῶμα

1019

ἀγκάλη] τὸ κοίλωμα· ἤγουν ἐντὸς αὐτῆς κρυβήσῃ βαστάσει] ἤγουν δέξεται

1020

μακρὸν δὲ μῆκος] ἤγουν πολύ· τουτέστι πολλοὺς χρόνους ἐκτελευ‐ τήσας] ἐκτελέσας ἐντός

1021

ἄψορρον] ὀπισθορμήτως εἰς φάος] εἰς τὸ φῶς

1022

Ὁ ἀετὸς ἀνάκειται τῷ Διὶ ὡς ζῶον βασιλικόν· κύνα δὲ αὐτὸν λέγει διὰ τὸ ἁρπακτικόν, ἢ διότι ἀναιδῶς ἔμελλε τῷ Προμηθεῖ ἐπιτίθεσθαι. ὃν ἐτόξευσεν Ἡρακλῆς ὅτε τὸν περὶ τῶν μήλων ἆθλον ἐπόνει, ὃς ἑνδέκατος ἦν αὐτῷ. ἴσθι δὲ ὡς διὰ πάσης τῆς ἡμέρας τὸ Προμηθέως ἧπαρ τῷ ἀετῷ βιβρω‐
5σκόμενον, ἀνεπληροῦτο πάλιν ἐν νυκτὶ καὶ ἄρτιον ἦν. ἄρταμος δέ ἐστι κυρίως ὁ δαιτρὸς ὁ τὰ ἄρτια καὶ ὁλόκληρα τέμνων, καὶ ἀπὸ τούτου διαρταμέω διαρταμῶ τὸ τέμνω καὶ κατακόπτω πτηνὸς] † πετόμενος οὐχὶ πεζός δαφοινὸς] λίαν φονικός λάβρος] λίαν βαρὺς καὶ μάργος

1023

διαρταμήσει] κατακόψει, ῥήξει σώματος] τοῦ σοῦ ῥάκος μέγα] † ἤγουν τὸ δέρμα τοῦ μεγάλου σώματος

1024

ἄκλητος] † αὐθόρμητος ἕρπων] † ἐρχόμενος δαιταλεὺς] δαιτυμών πανήμερος] ἤγουν διὰ πάσης τῆς ἡμέρας

1025

κελαινόβρωτον] ἤγουν τὸ μέλαν ἧπαρ] τὸ σὸν ἐκθοινήσεται] καταφάγοι

1026

τοιοῦδε μόχθου] τῆς τοιαύτης δυστυχίας τέρμα] τέλος μήτοι] μηδαμῶς προσδόκα] ἔλπιζε Μήτοι προσδόκα· ἤγουν μὴ ἀπαλλαγὴν ἔλπιζε τῆς συμφορᾶς, εἰ μή τις τῶν θεῶν θελήσει κινδυνεῦσαι, βουλόμενος ἀπαλλάξαι σε τῶν κακῶν. τοῦτο
5δὲ οὐδέποτε ἔσται, ὥστ’ οὐδ’ (ὡς τοῦδ’?) αὐτός, εὖ ἴσθι, λελύσῃ

1027

Supra vers. † ἤγουν πρὶν ἄν τις τῶν θεῶν διαδέξηται τὴν σὴν τιμωρίαν· ὃ οὐκ ἂν γένοιτό ποτε

1028

εἰς ἀναύγητον] ἤγουν εἰς τὸν σκοτεινὸν καὶ μὴ αὐγήν τινα ἔχοντα φωτός. μολεῖν] ἐλθεῖν

1029

κνεφαῖα] σκοτεινά ἀμφὶ Ταρτάρου βάθη] ἤγουν εἰς τὸν βαθὺν Τάρταρον

1030

πρὸς ταῦτα] † ἤγουν διὰ ταῦτα βούλευ’] σκόπει τὰ συμφέροντά
σοι ὡς] ὅτι πεπλασμένος] ἤγουν ψευδής78

1031

Τὸ κόμπος εἶπε κατὰ τὴν τοῦ Προμηθέως δόξαν· ᾤετο γὰρ Ἑρμῆν μάτην πρὸς αὐτὸν ταῦτα κομπάζειν ὁ κόμπος] † ἤγουν οἱ μετὰ κόμπου λόγοι λίαν γ’ εἰρημένος] ἤγουν ἀληθὴς καὶ οὐ μάταιος

1032

ψευδηγορεῖν] ψευδῆ λέγειν· ἐκεῖνος γὰρ προσέταξέ μοι ταῦτά σοι φάναι

1033

τὸ Δῖον] † τὸ τοῦ Διός, ἤγουν ὁ Ζεύς πᾶν ἔπος] † ἤγουν πάντα λόγον ὃν ἂν εἴποι τελεῖ] † πληροῖ, ὥστε τελέσαι καὶ ἃ κατὰ σοῦ εἴρηκεν

1034

πάπταινε] σκόπει φρόντιζε] τοῦ λυσιτελοῦντος αὐθαδίαν] ἀλαζονείαν. Ἰωνικόν

1035

ἄμεινον] βέλτιον πρᾶγμα ἡγήσῃ] λογίσῃ

1036

Ἑρμῆς] ὁ οὐκ ἄκαιρα] ἀλλ’ ἔγκαιρα καὶ ἀναγκαῖα

1037

ἄνωγε] ἤγουν εἶπεν τὴν αὐθαδίαν] † τὴν ἀλαζονείαν καὶ ἀπείθειαν

1038

μεθέντ’] † ἀφέντα ἐρευνᾶν] ζητεῖν τὴν σοφὴν εὐβουλίαν] † τὴν φρόνιμον· φρόνησις γάρ ἐστι τὸ καλῶς βουλεύεσθαι.

1039

Ante vers. γνωμικόν πείθου] καταπείσθητι σοφῷ] οἷος αὐτὸς εἶ αἰσχρὸν] † ὃ κοινῶς λέγουσιν ἄσχημον ἁμαρτάνειν] † ἤγουν μὴ καλῶς βουλεύεσθαι

1040

ἡμέτερα † εἰδότι τοί μοι· ἡ συστηματικὴ αὕτη ἔκθεσις τοῦ δρά‐ ματος κώλων ἐστὶν ἀναπαιστικῶν νϛʹ, ὧν τὰ μέν εἰσι δίμετρα ἀκατάληκτα, τὸ θʹ, τὸ ιδʹ, τὸ λαʹ, τὸ λεʹ, τὸ μʹ, καὶ τὸ μδʹ μονόμετρα, τὰ δὲ τῶν ἀποθέσεων δίμετρα καταληκτικά, ἤτοι ἑφθημιμερῆ, ὧν τελευταῖος καὶ παντὸς τοῦ δρά‐
5ματος, “ἐσορᾷς μ’ ὡς ἔκδικα πάσχω”. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνὶς ἡ καὶ τὸ δρᾶμα περατοῦσα καὶ οἷον ἐπισφραγίζουσα εἰδότι] † γινώσκοντι τάσδ’ ἀγγελίας] † τὰ τοῦ Διὸς προστάγματα

1041

ἐθώυξεν] † ἀγρίως καὶ αὐθαδῶς εἶπεν

1042

ἐχθρὸν ὑπ’ ἐχθρῶν] † ὡς ἐγὼ παρὰ τοῦ Διός ἀεικές] † ἀπρεπές

1043

πρὸς ταῦτ’] † διὰ ταῦτα

1044

ἀμφήκης] διόλου καυστικός † ἀπὸ μεταφορᾶς τῶν ἀμφοτέρωθεν ἠκονημένων ξιφῶν. ἀμφήκη τὸν κεραυ‐ νὸν εἶπεν, ὡς ἀμφοτέρωθεν καίοντα. μεταφορικῶς δὲ καὶ βόστρυχον λέγει
διὰ τὸ δίκην βοστρύχου πίπτειν τὸν κεραυνόν. σφάκελος δέ ἐστι κυρίως ὁ79
5σπασμὸς τοῦ ἐγκεφάλου, ἐξ οὗ καὶ σφακελισμὸς ἡ παραπληξία αἰθήρ] ὁ ἀήρ

1045

ἐρεθιζέσθω] κινείσθω σφακέλῳ] συστροφῇ καὶ ταραγμῷ

1046

χθόνα] τὴν γῆν πυθμένων] τῶν θεμελίων

1047

αὐταῖς] σὺν πνεῦμα] ἄνεμος κραδαίνοι] ἤγουν κραδαινέτω καὶ κινείτω

1048

πόντου] τῆς θαλάσσης τραχεῖ] σφοδρῷ ῥοθίῳ] ῥεύματι

1049

συγχώσειεν] συγχωσάτω ἐμέ

1050

διόδους] εἰς τὰς διεξόδους, τὰς πορείας κελαινὸν] σκοτεινόν

1051

ἄρδην] ὁμοῦ ῥίψειε] ῥιψάτω

1052

στερραῖς] ἰσχυραῖς, βιαίαις δίναις] συστροφαῖς † εἰώθασιν οἱ πρὸς τὰ ἄνω τι ῥίψειν βουλόμενοι τοῦτο περιδινεῖν καὶ περιστρέφειν πρῶτον ἐν ταῖς χερσίν, εἶτ’ ἀφιέναι, ὡς ἂν εἰς ὅσον ἔξεστιν ὕψος ἀνελθὸν ἀξίαν ὑποσταίη τὴν πτῶσιν. τοῦτο γοῦν κἀνταῦθα, φησί,
5περιδινήσας τοὐμὸν σῶμα, ῥιψάτω ἐν ἰσχυραῖς ἀνάγκαις εἰς οὐρανὸν ὁμοῦ καὶ εἰς τὸν Τάρταρον. διὰ τοῦτο δὲ Τάρταρον εἶπεν, ἐπεὶ εἰ πρὸς οὐρανὸν αὐτὸν ἔρριψεν ἀνάλογον ἂν καὶ τὴν πτῶσιν ὑπέστη, οὐ μόνον τῷ ὕψει τοῦ οὐρανοῦ ἀλλὰ καὶ τῇ δυνάμει τοῦ ῥίψαντος

1053

πάντως] † ἀληθῶς οὐ θανατώσει] † ἀθάνατος γάρ εἰμι

1054

τοιάδε μέντοι] τῶν μὲν φρονίμων καλοὺς ἂν ἀκούσαις λόγους μέντοι] δὲ φρενοπλήκτων] τῶν τὰς φρένας πληγέντων, τῶν μανικῶν

1055

τ’] καὶ

1056

τί γὰρ] ἤγουν οὐδέν παραπαίειν] μαίνεσθαι αὐτόν

1057

ἡμέτερον † ἢν τοῦδ’ ἀτυχῇ· τοῦτο οὕτως εἴποις· ἢν ἀτυχῇ ὁ Προ‐ μηθεὺς δηλονότι τοῦδε, ἤγουν τοῦ μὴ παραπαίειν. πρὸς γὰρ τὸν χορὸν ποιεῖται τὸν λόγον, τί τῶν μανιῶν χαλᾷ καὶ ἐνδίδωσιν· οὐδὲν δηλονότι· ἤγουν εἰ μὴ μαινόμενός ἐστιν ἀλλὰ σωφρονεῖ, τί δῆτα οὐκ ἐνδίδωσι τῆς μανίας,
5ἀλλὰ τοιαῦτα οἷα οἱ μαινόμενοι φθέγγεται ἀντιστάμενος πρὸς τὸν Δία. οἱ δὲ γράφοντες εἰ τάδ’ εὐτυχῆ, οὐκ ἴσασιν, οἶμαι, τὰ περὶ τῶν μέτρων. εἴρηκε δὲ τοῦτ’ ἀσυνδέτως ὡς ἔστιν ἔθος αὐτῷ. ὅτι δὲ πρὸς τὸν χορὸν ποιεῖται τὸν λόγον, δηλοῖ τὸ ἑξῆς τοῦδ’] † τοῦ μὴ παραπαίειν ἀτυχῇ] † οὗτος χαλᾷ] † ἐνδίδωσιν
10μανιῶν] † ἤγουν οὐδέν

1058

ὑμεῖς] οἱ τοῦ χοροῦ πημοσύναις] δυστυχίαις

1059

συγκάμνουσαι] † συμπονοῦσαι τόπων] ἐκ τῶν τόπων τῶνδε

1060

μετά που χωρεῖτ’] μεταχωρεῖτε· εἰκότως δὲ πεποίηκε τὸ ὑπερβα‐
τὸν κίνησιν παρεγγυώμενος καὶ μετανάστασιν τῷ χορῷ θοῶς] ταχέως80

1061

μὴ] † ἵνα μή ἠλιθιώσῃ] εἰς ἀναισθησίαν ἄξῃ

1062

μύκημ’] κτύπος ἀτέραμνον] σκληρὸν καὶ σφοδρόν

1063

φώνει] λέγε παραμυθοῦ] παράπειθε

1064

πείσεις] καταπείσεις ἐμέ

1065

τλητὸν] ἀνεκτὸν ἡμῖν· οὐ γὰρ καταλείψω αὐτόν παρέσυρας] ἐξήνεγκας, παρεσύρης εἰπεῖν

1066

κακότητ’] κακίαν· τὸ γὰρ προδιδόναι τοὺς φίλους εἰς τοῦτο φέρει

1067

τοῦδ’] † τοῦ Προμηθέως χρὴ] ἀπόκειται τούτῳ

1068

Ante vers. γνωμικόν προδότας] τῶν φίλων ἔμαθον] † ἐδιδά‐ χθην παρὰ τῶν οὕτω φρονούντων

1069

νόσος] † νόσημα γὰρ ψυχῆς ἐστι τοῦτο αἴσχιστον

1070

τῆσδ’] τῆς προδοσίας ἀπέπτυσα] † ἀπεβαλόμην· ἐκ μετα‐ φορᾶς τῶν ἀποπτυόντων τὸν ἐν τῷ στόματι σίελον

1071

ἅτ’] † ἅτε ἤγουν ἅπερ

1072

πρὸς ἄτης] ἤγουν μὴ βλάβην σχοῦσαι θηραθεῖσαι] † ἀγρευ‐ θεῖσαι

1073

τύχην] τὴν θεάν ποτ’] ἄρα

1074

ὡς] ὅτι Ζεὺς] ὁ ἀπρόοπτον] ἄσκοπον, ἀνέλπιστον

1075

εἰσέβαλεν] † ἐκ παραλλήλου τὰ εις μὴ δῆτ’] μηδαμῶς εἴπητε τοῦτο

1076

ὑμᾶς αὐτὰς] ἐμβαλεῖτε εἰδυῖαι] † γινώσκουσαι

1077

ἐξαίφνης] † ἀφανῶς, ἀπροσδοκήτως λαθραίως] † κεκρυμμένως

1078

ἀπέραντον] ἀτελές, ἀδιεξόδευτον δίκτυον] † ἤγουν περιπλοκήν

1079

ἐμπλεχθήσεσθ’] † περιπλακήσεσθε ἀνοίας] μωρίας ὑμῶν

1080

Post vers. ἐπίλογος μύθῳ] † λόγῳ τῷ τοῦ Ἑρμοῦ

1081

χθὼν] ἡ γῆ σεσάλευται] † κινεῖται

1082

βρυχία] ἠχητική παραμυκᾶται] † ἤγουν μύκημα βροντῆς ἠχεῖ

1083

ἕλικες] συστροφαί

1084

στεροπῆς] ἀστραπῆς ζάπυροι] λίαν καυστικαί στρόμβοι] στροφαὶ ἀνέμων

1085

ἑλίσσουσι] συστρέφουσι σκιρτᾷ] κινεῖται ἀνέμων] † ἤγουν ἄνεμοι

1086

πνεύματα] πνοαί

1087

στάσιν] μάχην, ταραχήν ἀντίπνουν] ἐναντίαν ἀλλήλοις ἐνδεικνύμενα] ἤγουν ποιοῦντα

1088

ξυντετάρακται] σὺν τῷ πόντῳ αἰθὴρ] ὁ ἀήρ πόντῳ] τῇ
θαλάσσῃ81

1089

τοιάδ’] τοιαύτη ῥιπὴ] ὁρμή Διόθεν] ἐκ Διός

1090

τεύχουσα] κατασκευάζουσα στείχει] ἔρχεται ἢ ἦλθε

1091

μητρὸς ἐμῆς σέβας] ἤγουν ὦ σεβασμία μῆτερ Θέμις ἡμέτερον † οἱ προστιθέντες ἐνταῦθα τὸ Θέμι καὶ λέγοντες ὦ πάντων Θέμι, οὐ καλῶς προστιθέασι· διὸ περισσὸν ὂν ἐξεβλήθη παρ’ ἐμοῦ. χρὴ δὲ λέγειν οὕτως· ὦ αἰθὴρ ὁ εἱλίσσων καὶ συστρέφων τὸ κοινὸν πάντων φῶς, τουτέστι
5τὸν ἥλιον, ὁρᾷς ἃ πάσχω; ἀναχωρησάντων δὲ πάντων πρὸς τὸν αἰθέρα ὡς καὶ ἐν ἀρχῇ ποιεῖται τὸν λόγον

1092

αἰθὴρ] ὁ ἀήρ κοινὸν φάος] † τὸ κοινὸν πάντων φῶς ἤγουν τὸν ἥλιον εἱλίσσων] στρέφων διὰ τῆς τοῦ οὐρανοῦ φορᾶς

1093

ἐσορᾷς] † ὁρᾷς ὡς] ὅτι ἔκδικα] † ἔξω τοῦ δικαίου ἤγουν
ἄδικα82