TLG 5010 004 :: SCHOLIA IN AESCHYLUM :: Scholia in Persas (scholia vetera) SCHOLIA IN AESCHYLUM Schol. Scholia in Persas (scholia vetera)
Citation: Hypothesis-verse of play — (line) | ||
t | ΠΕΡΣΑΙ. | |
hyp(t) | ΥΠΟΘΕΣΙΣ. | |
1 | ΓΛΑΥΚΟΣ ἐν τοῖς περὶ Αἰσχύλου μύθων ἐκ τῶν Φοινισσῶν Φρυ‐ νίχου φησὶ τοὺς Πέρσας παραπεποιῆσθαι. ἐκτίθησι δὲ καὶ τὴν ἀρχὴν τοῦ δράματος ταύτην, Τάδ’ ἐστὶ Περσῶν τῶν πάλαι βεβηκότων. | |
---|---|---|
5 | πλὴν ἐκεῖ εὐνοῦχός ἐστιν ἀγγέλλων ἐν ἀρχῇ τὴν Ξέρξου ἧτταν, στορνύς τε θρόνους τινὰς τοῖς τῆς ἀρχῆς παρέδροις, ἐνταῦθα δὲ προ‐ λογίζει χορὸς πρεσβυτῶν. [τῶν δὲ χορῶν τὰ μέν ἐστι παροδικὰ, ὅτε λέγει δι’ ἣν αἰτίαν πάρεστιν, ὡς τὸ, Τύριον οἶδμα λιποῦσα. | |
10 | τὰ δὲ στάσιμα, ὅτε ἵσταται καὶ ἄρχεται τῆς συμφορᾶς τοῦ δρά‐ ματος, τὰ δὲ κομματικὰ, ὅτε λοιπὸν ἐν θρήνῳ γίνεται.] καὶ ἔστιν ἡ μὲν σκηνὴ τοῦ δράματος παρὰ τῷ τάφῳ Δαρείου· ἡ δὲ ὑπόθεσις, Ξέρξης στρατευσάμενος κατὰ Ἑλλάδος, καὶ πεζῇ μὲν ἐν Πλαταιαῖς νικηθεὶς, ναυτικῇ δὲ ἐν Σαλαμῖνι. διὰ Θεσσαλίας φεύγων διεπε‐ | |
15 | ραιώθη εἰς τὴν Ἀσίαν. Ἐπὶ Μένωνος τραγῳδῶν Αἰσχύλος ἐνίκα Φινεῖ, Πέρσαις, Γλαύκῳ, | |
Προμηθεῖ. Πρώτη ἔφοδος Περσῶν ἐπὶ Δαρείου ἐδυστύχησε περὶ Μαραθῶνα· δευτέρα Ξέρξου περὶ Σαλαμῖνα καὶ Πλαταιάς. | 70 | |
1 | Διὰ γερόντων προλογίζει. τάδε] δεικτικῶς. τάδε μὲν Περσῶν] οἱ ὑπομνηματισάμενοί φασιν ὅτι ἑαυτοὺς λέγουσιν πιστώματα Περσῶν οἱ κατὰ τὸν χορόν. ἀγνοοῦσι δὲ ὅτι | |
5 | πόλις ἐστὶ Περσικὴ Πίστειρα· ἣν συγκόψας Πιστὰ ἔφη. οἱ δὲ ἄλλως ὑπομνηματισάμενοί φασιν, ἡμεῖς ἐσμεν οἱ πιστοὶ χρηματο‐ φύλακες Περσῶν. | |
2 | Πιστά] Πίστειρα κατὰ συγκοπήν· ἔστι δὲ Περσικὴ πόλις. | |
3 | λείπει τὰ βασίλεια. | |
4 | φύλακες] λείπει τὸ ἐσμέν. κατὰ πρεσβείαν: κατὰ τιμὴν αἱρεθέντες. | |
5 | οὓς αὐτὸς ἄναξ: οὓς αὐτὸς ὁ Ξέρξης κατέλιπεν κατὰ τιμήν. | |
6 | Δαρειογενής: Δαρείου υἱός. καὶ μὴν Δαρεῖοι τρεῖς. τούτων δὲ πρῶτος ὁ Ὑστάσπου, προκριθεὶς δὲ ὑπὸ τῶν Περσῶν καὶ βασιλεύ‐ σας, Ξέρξου πατὴρ τοῦ στρατεύσαντος ἐπὶ τοὺς Ἕλληνας. δεύ‐ τερος δὲ Δαρεῖος ὁ Ἀρταξέρξου νόθος προσαγορευθείς. ἔσχατος Δα‐ | |
5 | ρεῖος ὁ ὑπὸ Ἀλεξάνδρου τοῦ Φιλίππου ἀναιρεθείς. τινὲς δὲ καὶ τέταρτον Δαρεῖον γράφουσιν. | |
7 | ἐφορεύειν] ἄρχειν, ἐπόπτας εἶναι. | |
8 | τῷ βασιλείῳ: τῷ Ξέρξου. Ὁμηρικῶς δὲ πρῶτον τὸν βασιλέα, εἶτα τοὺς ὑπηκόους. “Ἀτρεῖδαί τε καὶ ἄλλοι.” | |
10 | ὀρσολοπεῖται] διαπολεμεῖται, ταράσσεται, θορυβεῖται. | |
13 | οἴχωκεν: ἀπόλωλε γὰρ ἡ πᾶσα δύναμις τῶν Περσῶν. | |
16 | ἠδ’ Ἐκβατάνων: ὅτι Ἀκεσσαία πρότερον ἐκαλεῖτο ἀπὸ Ἀκεσσαίου τὰ νῦν Ἐκβάτανα καλούμενα. | |
17 | Κίσσινον ἕρκος] πόλις Περσῶν τὸ Κίσσινον. | |
20 | στῖφος] τὸ πύκνωμα. παρέχοντες] ὄντες· ἢ τὸ πολέμου ἀντὶ τοῦ πολέμῳ. | |
21 | Ἀρταφρένης] ὑπέρθεσις διὰ τὸ μέτρον. | 71 |
24 | βασιλῆς βασιλέως: βασιλεῖς μὲν τῶν ἰδίων πόλεων, ὑποτε‐ ταγμένοι δὲ τῷ Πέρσῃ. ὕποχοι] ὕπαρχοι. | |
26 | ἱπποβάται] ἱππικοὶ καὶ τοξόται. | |
27 | φοβεροὶ μὲν ἰδεῖν: ἐκ προσόψεως ἱκανοὶ φοβεῖν ὁμοίως καὶ ἐκ τῆς πείρας. | |
28 | δόξῃ] γνώμῃ, ἢ φιλοτιμίᾳ, ἐν ἄλλοις, ἐνυποστάτῳ δοκήσει καὶ πείσματι ψυχῆς. | |
34 | Νεῖλος] ὑποχείριοι γὰρ ἦσαν τότε Περσῶν οἱ Αἰγύπτιοι. Σουσισκάνης] τινὲς διαιροῦσι Σουσισκάνης καὶ Πηγάς καὶ Τα‐ γών. τὰ γὰρ ὀνόματα πέπλακε καὶ οὐκ ἔστιν Αἰγυπτιακά. | |
37 | Αἰγυπτίους. | |
39 | καὶ ἑλειοβάται: οἱ τὸ Αἰγύπτιον ἕλος οἰκοῦντες. ἢ κοινῶς Αἰγύπτιοι· ἑλώδης γὰρ ἡ Αἴγυπτος. οἱ δὲ, οἱ καὶ ἐπὶ ἕλους ἐλαύνειν δυνάμενοι ναῦς, ὅπερ ἐστὶ τῶν δυσχερεστάτων. | |
41 | ἁβροδιαίτων δ’ ἕπεται: ὄντως γὰρ τοιοῦτοι οἱ Λυδοί. καὶ τὸ παρ’ Ἀνακρέοντι “Λυδοπαθεῖς” τινὲς ἀντὶ τοῦ ἡδυπαθεῖς. καὶ τὸ περιφερόμενον Μήτε μοι Λυδῶν καρύκας μήτε μαστίγων ψόφους. | |
5 | καὶ ὁ Λυδοφοίτης δὲ μυροπώλης τὴν τρυφὴν ταύτην δηλοῖ. καὶ τὴν βάκκαριν δὲ ἔνιοι Λυδῶν μύρον ἔφασαν. | |
42 | οἵτ’ ἐπίπαν] οἱ διόλου τὴν ἤπειρον οἰκοῦντες. | |
44 | διόποι] διόπται καὶ διέποντες ἡγεμόνες. | |
47 | δίρρυμα] ἀντὶ τοῦ ἅρματα. ἀντὶ τοῦ τέθριππα καὶ ἑξάϊππα τάγματα· ἐκ τούτου δὲ τὸ πλῆθος τῶν ἵππων δηλοῖ. | |
49 | στεῦται] “Κλῦθ’, Ἀλαλὰ, Πολέμου θύγατερ, ᾇ θύεται ἄνδρες” | |
ἐν διθυράμβῳ. οὕτως στεῦται ἑνικὸν ἀντὶ τοῦ πληθυντικοῦ. πελάται] ἔνοικοι, γείτονες. | 72 | |
51 | ἄκμονες: ἀκίνητοι ὑπὸ λόγχης, ὡς ἄκμων ὑπὸ σφυρῶν. | |
55 | τοξουλκῷ λήματι πιστούς] ἀντὶ τοῦ ἐμπείρους τοξικῆς. | |
56 | τὸ μαχαιροφόρον] κοινῶς ἁπάντων Περσῶν. | |
58 | ὑποπομπαῖς] προτροπαῖς. | |
63 | ἡμερόλεγδον: τὸ ἐκ τῶν ἀριθμῶν καταριθμούμενον, παρὰ τὸ ἡμέρας καὶ τὸ λέξασθαι. ἡμερόλεγδον] μακραῖς ἡμέραις λεγόμενον. | |
64 | τείνοντα] μηκυνόμενον. | |
65 | πεπέρακεν] κωμῳδεῖται ταῦτα. Εὔπολις ἐν Μαρικᾷ Πεπέρακε μὲν ὁ περσέπτολις ἤδη Μαρικᾶς. | |
67 | χώραν] τὴν Εὐρώπην. | |
68 | λινοδέσμῳ] ὡς λινῶν τῶν κάλων ὄντων. | |
71 | ὅδισμα] γρ. ἔρεισμα· τὴν ναῦν. ζυγὸν ἀμφιβαλών] ἐγεφύρωσε γὰρ τὸ ἑπταστάδιον ταῖς ναυσὶ συνδήσας αὐτὰς καὶ γῆν ἐπιβαλὼν, ὥστε ὁδὸν ποιῆσαι ἐπὶ τῶν νεῶν. διὸ πολύγομφον ὅδισμα εἶπεν. | |
72 | ζυγὸν] ζεύξας νεῶν τὴν θάλασσαν. | |
74 | πᾶσαν χθόνα] τὴν Εὐρώπην. ποιμανόριον] ποιμνίον. ποιμανόριον] τὸ ἀνδρικὸν πλῆθος, σημαῖνον τὸ στράτευμα παρὰ τὸ τοὺς βασιλεῖς λέγεσθαι ποιμένας. ποιμανόριον τὸ ἐκ ποίμνης ἀν‐ | |
5 | δρῶν συνηγμένον βασίλειον. | |
79 | στυφέλοις] σκληροῖς ἡγεμόσιν. | |
80 | χρυσονόμου γενεᾶς: νῦν τῆς πλουσίας. τινὲς γὰρ ἀνέγνωσαν χρυσογόνου διὰ τὸ τὸν Περσέα ἀπὸ χρυσοῦ γεγεννῆσθαι· ὃ καὶ βέλ‐ τιον. Ἄλλως. τῆς Περσέως γενεᾶς ἀπόγονος· ἢ τῆς τῶν χρυσῶν ἀνθρώπων· ἢ πολυχρύσου. | |
84 | Σύριον δ’ ἅρμα· ἀντὶ τοῦ Ἀσσύριον· οἱ γὰρ Πέρσαι τὸ πρότερον Ἀσσύριοι ἐκαλοῦντο. | |
85 | δουρικλύτοις] τοῖς Ἀθηναίοις. | 73 |
86 | τοξόδαμνον] τὸν τῶν Περσῶν· τοξόται γάρ. | |
87 | δόκιμος: ἀνδρεῖος, δόκησιν περὶ ἑαυτοῦ ἔχων μεγάλην. ὑποστάς] ἀντιστὰς, ἀντιμαχησάμενος. | |
89 | ἕρκεσιν] “Οὔτ’ ἄρα ἕρκεα ἴσχει.” ἕρκεσιν] τάξεσιν. | |
90 | ἄμαχον κῦμα θαλάσσας: τὴν προσβολὴν τῶν Περσῶν. | |
91 | ἀπρόσοιστος] ἀκαταμάχητος. | |
92 | στρατὸς—λαός] ἐπὶ τοῦ αὐτοῦ στρατὸς καὶ λαός. | |
93 | δολόμητιν δ’ ἀπάταν: ὡς ἔδει παρατέτακται ὁ Ξέρξης. εἰ δὲ θεοῦ ἐπιβουλῇ τὰ τῆς νίκης ἀναβάλλεται, τίς ὁ νικήσων θεόν; | |
95 | πηδήματος εὐπετέος: εὐκινήτου. Ὅμηρος “Ἡ δ’ Ἄτη “σθεναρή τε καὶ ἀρτίπος, φθάνει δέ τε πᾶσαν ἐπ’ αἶαν.” ἡ γὰρ ἐκ θεοῦ, φησὶν, ἀμαύρωσις καὶ δόλωσις ἄφυκτός ἐστιν. ἅμα γὰρ δολοῖ καὶ προσαίνει καὶ κακοποιεῖ. | |
97 | φιλόφρων] ἡ θεῶν ἀπάτη. | |
103 | τὸ παλαιόν] ἐξ ἀρχῆς. τὸ παλαιόν: τὸ ἀνέκαθεν ἀνδρεῖοί εἰσι καὶ κατὰ εἱμαρμένην πολε‐ μοῦσι. πολεμικοὶ δὲ ὄντες οὐχ ἡσσηθήσονται. | |
104 | ἐπέσκηψε δέ: ἀντὶ τοῦ εἰδέναι ἐποίησεν. | |
108 | ἔμαθον δ’ εὐρυπόροιο: οὐχ οἱ Πέρσαι ναυτικοὶ, ἀλλ’ οἱ ὑπήκοοι Περσῶν. τί δὲ τὸ ἔμαθον φησὶν ἀντὶ τοῦ μαθεῖν ἐποίησαν. | |
110 | πολιαινομένας: ἀφριζομένης τῷ ἀφρῷ τῆς κωπηλασίας. | |
112 | λεπτοδόμοις: τοῖς λεπτῶς κατεσκευασμένοις. | |
113 | λαοπόροις τε μηχαναῖς: ταῖς τοὺς λαοὺς διαπορθμευούσαις, ἢ ταῖς ἀπὸ τῆς κωπηλασίας μηχαναῖς ταῖς ὑπὸ τῶν λαῶν γινομέ‐ ναις· οὐχ ὡς αὐτῶν τῶν Περσῶν θαλαττίων ὄντων, ἀλλὰ τῶν ἐκείνοις ὑπηκόων παραλίων. | |
114 | μελαγχίτων] ἡ συνετή. μελαγχίτων: πενθήρης, ἢ ἀμφιμέλαινα. ἔστι δὲ παρὰ τὸ “Σὺ δ’ ἔνδοθι θυμὸν ἀμύξῃς.” τὰ γὰρ τοῦ σώματος πάθη δοκοῦμεν καὶ τὴν ψυχὴν πάσχειν. | |
116 | ὀά: Περσικὸν θρήνημα. | |
117 | μὴ πόλις πύθηται: μὴ πύθηταί τις τῶν ἑτέρων πόλεων κενὸν | |
ἀνδρῶν ὂν τὸ ἄστυ. μὴ τὸ τῆς Σουσίδος ἄστυ κένανδρον ἀκούσῃ. | 74 | |
121 | ἀντίδουπον: ἀντηχήσει τοῖς θρήνοις· μὴ ἀντηχήσῃ, φησὶ, θρῆνον αὐτῶν τελευτησάντων. | |
123 | ἀπύων] ἀπύοντος πρὸς τὸ ἀντίδουπον ἔσεται· ἢ λείπει τὸ ἔσται· ἔσται ἀπύων· ἢ μετοχὴ ἀντὶ ῥήματος, ἀντὶ τοῦ ἀπύσει. | |
124 | βυσσίνοις] κατὰ κοινοῦ πάλιν τὸ μή· μὴ ῥῆξις πέσῃ πέ‐ πλοις. | |
127 | ἐκλέλοιπεν] καταλελοίπασι τὴν πόλιν ἀκολουθοῦντες Ξέρξῃ ὡς μέλισσαι τὸ σμῆνος. | |
130 | τὸν ἀμφίζευκτον: τὸν ζευγνύντα ἄμφω τὰς ἠπείρους, ἢ ζευγνύμενον ἐξ ἀμφοῖν. ἢ τὸν ὑποζευχθέντα· βατὸν γὰρ αὐτὸν ἐποίησεν ὁ Ξέρξης. | |
131 | ἅλιον] τὸν Ἑλλήσποντον· οἱ δὲ, ὅτι Ταῦρον τὸ ὄρος. | |
132 | πρῶνα: τὸν προνεύοντα εἰς ἄμφω τὰς ἠπείρους. ἢ τὸν κοινὸν ἑκατέρας γῆς. μεταξὺ γάρ ἐστιν Εὐρώπης καὶ Ἀσίας. | |
133 | ἀνδρῶν] τῇ ἀπουσίᾳ αὐτῶν. | |
135 | ἀκροπενθεῖς] ἐπιμόνως πενθοῦσαι· ὡς δοκεῖν ἁβρύνεσθαι ἐπὶ τὸ πενθεῖν. | |
136 | πόθῳ φιλάνορι] μετὰ φιλάνορος πόθου. | |
139 | μονόζυξ] ἄνευ τοῦ ἀνδρός. | |
143 | χρεία δέ] ὁ δέ ἀντὶ τοῦ γάρ· ἡ γὰρ χρεία προσῆκον ποιεῖ τὸ βουλεύεσθαι. | |
145 | πατρωνύμιον] ὅτι κατὰ πατέρα συγγενὴς ἡμῖν, τοῦτ’ ἔστιν ὁ ἐκ προγόνου ἰθαγενής. | |
148 | δορυκράνου] τῆς ἀπὸ ξύλου κρανείας. | |
151 | Ἄτοσσα, θυγάτηρ Κύρου, γυνὴ Δαρείου, μήτηρ Ξέρξου κατὰ Ἡρόδοτον. | |
153 | προσφθόγγοις] προσηγορικοῖς. | |
157 | θεοῦ] τοὺς βασιλεῖς θεοὺς καλοῦσιν οἱ Πέρσαι. | |
158 | δαίμων παλαιός] ἡ εὐδαιμονία. | |
159 | ταῦτα] διὰ ταῦτα. | |
163 | κονισθεὶς, ἢ κονίσας αὐτὸς τὸ οὖδας. | |
165 | ταῦτα] διὰ ταῦτα. | 75 |
166 | χρημάτων ἀνάνδρων] χωρὶς γὰρ ἀνδρῶν ἄχρηστά ἐστι τὰ χρήματα. | |
167 | μήτ’ ἀχρημάτοισι: μήτε τοὺς πένητας πᾶν σθένος ὁρᾶν τοῦ φωτός· ὅ ἐστιν, οὐ πάσης ἀπολαύουσι τῆς τοῦ φωτὸς ἡδονῆς οἱ πένητες. | |
174 | ὧν ἂν δύναμις ἡγεῖσθαι θέλῃ] ἀντὶ τοῦ δύνηται. | |
181 | ἐδοξάτην] πρόσεχε τῇ τοῦ ὀνείρου ἀναγνώσει. ἐδοξάτην μοι δύο γυναῖκ’ εὐείμονε] ἐντεῦθεν ἔλαβεν Σοφο‐ κλῆς τὸ Ἐδοξάτην μοι τὰ δύ’ ἠπείρω μολεῖν. | |
5 | καὶ Εὐριπίδης Ἔδοξεν ὕπνῳ τῆσδ’ ἀπαλλαχθεῖσα γῆς. | |
185 | γένους ταυτοῦ] Ἄνδρων ὁ Ἁλικαρνασεύς φησι “Ὠκεανὸς “δὲ γήμας Πομφολύγην καὶ Παρθενόπην ἴσχει ἐκ μὲν Παρθενόπης “Εὐρώπην καὶ Θρᾴκην, ἐκ δὲ Πομφολύγης Ἀσίαν καὶ Λιβύην· ἀφ’ “ὧν τὰς ἠπείρους ὀνομασθῆναι συμβέβηκεν.” | |
192 | τῇδ’] τῇ Περσίδι δεικτικῶς, ὡς τῇ ἡμετέρᾳ, ἣν φορῶ. | |
193 | εὔαρκτον] ὑπήκοον. | |
194 | ἐσφάδαζε] ἐσκάριζεν. ἐν τῇ βίᾳ δίφρου χαλινὰ ῥήσσει. | |
196 | ζυγόν] τὸν δίφρον ἀχαλίνωτον γενόμενον. | |
199 | πέπλους ῥήγνυσιν] αἰδεσθεὶς τὸ πτῶμα. | |
203 | ἀποτρόποισι] οἷς ἀποτροπιαζόμεθα τοὺς ὀνείρους. | |
208 | χηλαῖς: τοῖς ὄνυξιν. | |
213 | οὐχ ὑπεύθυνος: οὐ τιμωρητέος, οὐ δίκας ὀφείλων, διὰ τὸ ὑμᾶς αὐτὸν παρορμῆσαι, καὶ κοινῇ ἤτοι κοινῷ δόγματι εἶναι τὴν ἔξοδον. | |
216 | προστροπαῖς] ἱκεσίαις. | |
217 | εἴτι] ὡς οὐ δεινὰ τεθέασαι. | |
223 | τἄμπαλιν] τὰ δὲ κακὰ τὰ σχεθέντα ὑπὸ τῆς γῆς ἀφανισθῆ‐ | |
ναι τῷ σκότῳ. | 76 | |
224 | θυμόμαντις: οὐ Φύσει μάντις, ἀλλ’ ὑπὸ λογισμοῦ κρίνων καὶ ὑπὸ ἐνθυμήσεως. | |
226 | ἀλλὰ μὴν εὔνους: ἀντὶ τοῦ σὺ πρῶτος ἀκούσας τοῦ ὀνείρου εὐνοϊκῶς συνεβούλευσας ἐξιλεώσασθαι οὐρανίους καὶ χθονίους δαίμονας. | |
227 | φάτιν] τὸν ὄνειρον. | |
228 | ἐκτελοῖτο δὲ τὰ χρηστά: ἡ ἐξιλέωσις εἰς ἀγαθὸν ἀποβαίη. | |
232 | φθινασμάτων: τῶν λήξεων, τῶν δυσμῶν, ἢ τῶν δύσεων, ἢ τῶν ἐκλείψεων· ὅτε γὰρ δύει ὁ ἥλιος, ἐκλείπει. ἔνθεν καὶ λίψ ὁ ἄνεμος ἀπὸ δυσμῶν. | |
234 | πᾶσα] εἰ ληφθείησαν αἱ Ἀθῆναι. | |
236 | ἔρξας πολλά: τῆς ἐν Μαραθῶνι πεζομαχίας μέμνηται. | |
238 | ἀργύρου] τὰ ἐν τῇ Ἀττικῇ. ἀργύρου πηγή: ἐν Θορικῷ γάρ ἐστι μέταλλα καὶ ἐν Λαυρίῳ. | |
239 | τοξουλκός] τοξικὴ βολή. | |
240 | ἔγχη σταδαῖα: ἐκ τοῦ συστάδην μαχόμενα, οἷον συστάδην μάχονται. τοὺς γὰρ ἐκ διαστημάτων μαχομένους κατηυτέλιζον. | |
243 | πῶς ἂν οὖν] μὴ ἔχοντες τὸν ἐφεστηκότα. | |
245 | τοῖς τεκοῦσι] ἀντὶ τοῦ ἡμῖν. | |
246 | ἀλλ’ ἐμοί] κατὰ τὴν ἐμὴν δόκησιν μαθήσῃ τἀληθῆ. | |
248 | κλύειν] λείπει ὥστε. | |
252 | τὸ Περσῶν δ’ ἄνθος] τὸ κάλλος, τὸ στράτευμα. | |
253 | κακὸν μὲν πρῶτον ἀγγέλλειν κακά] “Στέργει γὰρ οὐδεὶς “ἄγγελον κακῶν ἐπῶν.” | |
256 | ἄνια] ἀνίατα. | |
257 | νεόκοτα] νεωστὶ μηνυθέντα ἡμῖν ὑπό τινος τῶν δαιμόνων. | |
258 | διαίνεσθε] δακρύετε. | |
259 | τόδ’ ἄχος] ὃ εἶπον. | |
262 | μακροβίοτος] εἰς τοῦτο ἐμακρύνθη ὁ βίος ἡμῶν, εἰς τὸ ἀκοῦσαι τοιαῦτα κακά. | |
270 | παμμιγῆ] διαφόρων ἐθνῶν. ἐπ’ αἶαν] ἐπ’ αἶαν Ἑλλάδα δῖαν χώραν. | |
275 | πολυβαφῆ] ὑπὸ τοῦ αἵματος. | 77 |
277 | πλαγκτοῖς: ὡς ἂν εἴποι τις διαύλοις. τὰ γὰρ κύματα ἐκχεῖται καὶ ὑπονοστεῖ. διπλάκεσσι δὲ, ταῖς δύο πλαξὶ, τῆς θαλάσ‐ σης τε καὶ γῆς. ἢ ἐν Σαλαμῖνι καὶ Πλαταιαῖς. | |
279 | ἐμβολαῖς] ἀντὶ τοῦ προσβολαῖς. | |
281 | δυσαιανῆ] δυσθρήνητον. | |
282 | δαΐοις] διακεκομμένοις. | |
286 | στυγναὶ δ’ Ἀθᾶναι] ἡμῖν τοῖς δηΐοις στυγνότητος αἴτιαι πάρεισιν εἰς μνήμην αἱ Ἀθῆναι, ὅ ἐστι τῶν Ἀθηνῶν ἡ μνήμη στυγνοὺς ἡμᾶς ποιεῖ. | |
288 | μάταν] ματαίως, μηδὲν βλαψάσας. | |
289 | ἔκτισαν] ἐποίησαν. εὔνιδας] ὀρφανάς. | |
292 | τὸ μήτε λέξαι] λείπει ἡ πρός. τοιοῦτοι δὲ οἱ συμφοραῖς μεγάλαις κατεχόμενοι. | |
295 | καταστάς: κατάστασιν τοῦ θορύβον λαβών. | |
296 | τίς οὒ τέθνηκεν: καλῶς πρῶτον περὶ τῶν ζώντων ἐρωτᾷ, ὡς ὀλίγων ὄντων, παρίστησι δὲ καὶ τὸ πλῆθος τῶν ἀποθανόντων. | |
297 | τῶν ἀρχελείων] λαῶν ἀρχόντων. Gl. τῶν βασιλέων, ἀπὸ τοῦ τῶν λαῶν ἄρχειν. | |
300 | εἶπας δώμασιν φάος μέγα] ἐνόμιζε γὰρ αὐτὸν τεθνάναι. | |
303 | στύφλους] πετρώδεις. Σιληνιῶν] Σιληνίαι αἰγιαλὸς Σαλαμῖνος, πλησίον τῆς λεγομένης Τροπαίου ἄκρας, ὡς Τιμόξενος ἐν τῷ ϛʹ περὶ λιμένων. | |
306 | Βακτρίων] Βάκτρα πόλις Περσίδος. | |
307 | θαλασσόπληκτον] εὐφήμως κεῖται, ἐν Σαλαμῖνι. | |
309 | τὴν πελειοθρέμμονα] τὴν πολυτρήρενα Σαλαμῖνα παρὰ τὸ | |
Ὁμηρικὸν “Πολυτρήρωνά τε Θίσβην.” | 78 | |
310 | κύρισσον: συνέκρουον ἄλλοις· ἀπὸ μεταφορᾶς τῶν ἀλόγων ζῴων τῶν τυπτόντων τοῖς κέρασιν. | |
312 | Ἀδεύης καὶ Φερεσσεύης] ταῦτα οὐκ ἔχει τὸν Αἰγύπτιον χαρακτῆρα, ἀλλὰ ποιητικῶς διαπέπλασται. | |
316 | πυρσήν] τινὲς ἀντὶ τῆς γενικῆς πυρρᾶς γενειάδος· καὶ τὸ ἑξῆς, ἔτεγγεν χρῶτα, ἔβρεχε τῷ αἵματι. δάσκιον] δασύτριχον. | |
318 | Μᾶγος Ἄραβος] Μάγος ἐθνικὸν, Ἄραβος κύριον. | |
319 | σκληρᾶς μέτοικος γῆς: ὁ ἐκεῖ ἀπελθὼν μετοικήσει τὴν Σα‐ λαμῖνα τὴν σκληρὰν καὶ πετρώδη. μέτοικος γῆς] ἐν Σαλαμῖνι μετοικήσας εὐφήμως· παρόσον ἀνυπό‐ στροφος αὐτῷ ἡ ἐκ ταύτης ἄφοδος γέγονεν. | |
324 | Λυρναῖος] ἀπὸ πόλεως. | |
327 | ἄπαρχος] ἡγεμών. | |
330 | πολλῶν] λείπει τὸ κακῶν. | |
331 | αἰαῖ—τάδε] ἰαμβικὸς ὁ στίχος. | |
333 | ἀναστρέψας] ἀναλαβών. | |
335 | ἀξιῶσαι] ἄξιον ἡγήσασθαι τολμῆσαι. | |
336 | ἐμβολαῖς] προσβολαῖς. | |
337 | πλήθους μὲν ἄν] λείπει τὸ ἦν. | |
338 | σημείωσαι τὸ τῶν νεῶν πλῆθος τῶν στρατῶν ἀμφοτέρων. | |
339 | τριακάδας δέκα] τοῦτ’ ἔστι τʹ. | |
340 | δεκὰς δ’ ἦν τῶνδε] ἐκ τῶν τʹ δέκα ἦσαν αἱ ἡγούμεναι ὡς βελτίονες. | |
343 | ἑκατὸν δὶς ἦσαν ἑπτά θ’] σζʹ αἱ ἄρισται· ἢ σιδʹ, ἵνα ᾖ τὸ δὶς ἐκ κοινοῦ. | |
346 | τάλαντα βρίσας] τὰ τῶν Περσῶν ζυγὰ βαρήσας. “Ῥέπε “δ’ αἴσιμον ἦμαρ Ἀχαιῶν.” | |
349 | ἀνδρῶν γὰρ ὄντων] Ἀλκαῖος “Ἄνδρες γὰρ πόλεως πύργος | |
ἀρεύϊος.” | 79 | |
355 | ἀνὴρ γὰρ Ἕλλην: βουληθέντων γὰρ τῶν Ἑλλήνων φυγεῖν διὰ τὸ πλῆθος τῶν Περσῶν, Θεμιστοκλῆς Σίκιννον τὸν παιδαγωγὸν ἔπεμψε πρὸς τὸν Ξέρξην ὡς αὐτομολήσαντα, λέγοντα τῷ Ξέρξῃ ὅτι μέλλουσι φυγεῖν Ἕλληνες. τοῦτο δὲ ἐποίησεν, ἵνα ἐν ἀπογνώσει | |
5 | μαχήσονται οἱ Ἕλληνες. | |
364 | εὖτ’ ἄν—]ὡς ἀπὸ Ξέρξου ὁ λόγος. | |
365 | τέμενος αἰθέρος] κατὰ περίφρασιν τὸν αἰθέρα. | |
366 | στῖφος] πλῆθος. | |
367 | ἔκπλους] τὰς ἐξόδους. | |
368 | ἄλλας δὲ κύκλῳ] κοινὸν τὸ τάξαι. | |
369 | ὡς εἰ μόρον] ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικὸν, ὡς εἰ ἐξειλήσαιεν, φησὶν, οἱ Ἕλληνες δραπετεύσαντες, πᾶσιν ἠπείλει τοῖς ταχθεῖσιν αὐτοῖς φυλάξαι τῆς κεφαλῆς στερηθῆναι. ἄτοπον δὲ ἀπειλεῖν πλήθει τοσούτῳ θάνατον. βέλτιον οὖν κράτος τῆς τιμῆς καὶ ἀρχῆς | |
5 | στερίσκεσθαι, ἵν’ ᾖ κράτος ἀντὶ κράτους. | |
376 | τροποῦτο κώπην] κώπην εὐήρετμον ἀμφὶ σκαλμὸν ἐδέσμευε. τροπωτὴρ δὲ ὁ λῶρος ὁ δεσμεύων τὴν κώπην πρὸς τῷ σκαλμῷ. | |
378 | καὶ νύξ] καὶ νὺξ ἐγένετο καὶ οὐδεὶς Ἑλλήνων ἠξίωσεν. | |
379 | ἐπιστάτης] ἐπιστήμων. | |
380 | νεὼς μακρᾶς] τῆς πολεμικῆς. | |
385 | καθίστατο] ὡς ᾠόμεθα. | |
395 | ἐπέφλεγεν] τὰ τῶν Ἑλλήνων ἐξέκαιεν καὶ ἀνήγειρεν ἡ σάλπιγξ. | |
396 | ῥοθιάδος: τῆς ἠχητικῆς· ἢ τῆς ἐν ὑγρῷ ἐλαυνομένης. | |
399 | τὸ δεξιόν] τὸ Θεμιστοκλέους. | |
400 | δεύτερον] τὸ ἀριστερὸν καὶ τὸ μέσον. στόλος] τὸ ἔμβολον λέγει· στόλον δὲ λέγει παρ’ ὅσον εἰς ὀξὺ συνεσταλμέναι εἰσίν· οὕτως γὰρ ἔλεγον στόλον τὰ ἀπωξυμμένα. | |
405 | θήκας] τάφους. | |
408 | στόλον] τὸν ἔμβολον παρὰ τὸ εἰς ὀξὺ συνεστάλθαι. | 80 |
410 | Φοινίσσης] ἀντὶ τοῦ Περσίδος. | |
411 | δόρυ] τὴν ναῦν δόρυ εἴρηκεν. | |
412 | νῦν] ἀντὶ τοῦ δή. | |
413 | ἐν στενῷ] μεταξὺ Σαλαμῖνος καὶ Αἰγίνης τὸ στενὸν ἦν. | |
416 | παίοντ’] παράλογον τὸ δυϊκόν. | |
417 | οὐχ ἁπλῶς οὐδὲ ἀδιδάκτως. | |
419 | σκάφη νεῶν] ἀντὶ τοῦ αἱ νῆες. νεῶν] τῶν Περσῶν δηλονότι. ναυαγίων] ναυαγία αὐτὸ τὸ πάθος, ναυάγιον δὲ αὐτὸ τὸ ναυαγῆσαν σκεῦος. διὰ τοῦτο οὖν ναυαγίων βαρυτόνως τῶν σωμάτων. | |
424 | βόλον] ἄγραν. | |
425 | ἐρειπίων] ἐρείπια κυρίως τὰ πτώματα τῶν οἴκων· νῦν δὲ τὰ θραύσματα τῶν νεῶν. | |
428 | ἕως κελαινῆς νυκτός] λείπει τὴν μάχην· ἕως ἡ νὺξ ἐπιγε‐ νομένη ἔπαυσεν αὐτοὺς τῆς μάχης. | |
429 | Ἴων ἐν ταῖς Ἐπιδημίαις παρεῖναι Αἰσχύλον ἐν τοῖς Σαλα‐ μινιακοῖς φησί. | |
430 | στοιχηγοροίην] ἐφεξῆς λέγοιμι, στοιχομυθοίην. | |
432 | τοσοῦτ’ ἀριθμόν] πλῆθος ἀνθρώπων τοσοῦτον τῷ ἀριθμῷ. μήποτε δὲ τοσουτάριθμον θέλει. | |
433 | κακῶν δὴ πέλαγος] εὔκαιρος ἡ τροπὴ ἀπὸ τῶν ἐν πελάγει ἀτυχησάντων. | |
437 | ῥοπῇ] τῇ κακῇ δηλονότι. | |
440 | μάσσονα] μείζονα. | |
443 | ἐν πρώτοις] εἰς πίστιν ἐν πρώτοις, ὅ ἐστι πιστικώτατοι. | |
447 | νῆσός τις ἐστί] τὴν Ψυττάλειάν φησιν, ἣ ἀπέχει προς ρον σταδίους εʹ, ὅπου φυγόντες οἱ ἡγεμόνες τῶν Περσῶν ὑπὸ Ἀθη‐ ναίων ἀπώλοντο. | |
448 | φιλόχορος] ὁ θεὸς ὁ Πάν. | |
449 | Πάν] ἢ ὡς ἱερᾶς οὔσης Πανός· ἢ ὡς ἔρημος. | 81 |
450 | πέμπει] ὁ Ξέρξης. | |
451 | φθαρέντες] ἀντὶ τοῦ μετὰ φθορᾶς ἐξέλθοιεν. | |
454 | ἱστορῶν] σκοπῶν. | |
455 | μάχης] τῆς ναυμαχίας. | |
458 | ἀμηχανεῖν] τοὺς Πέρσας. | |
461 | θώμιγγος] θῶμιγξ κέκληται τὸ λεπτὸν σχοινίον. | |
465 | κακῶν ὁρῶν βάθος] ἀπὸ τῶν ὑδάτων ἡ μεταφορά. | |
466 | εὐαγῆ] καθαρὰν, κεχωρισμένην· ἢ αὐγάζοντα καὶ ὁρῶντα. λέγει δὲ τὸ ἀντικρὺ Σαλαμῖνος ὄρος τὸν Αἰγάλεων, ὥς φησιν Ἡρό‐ δοτος. | |
469 | παραγγείλας] φυγεῖν δῆλον ὅτι. | |
472 | ὦ στυγνὲ δαῖμον] ψευσθῆναι ἐποίησας τῶν φρενῶν καὶ ἀπο‐ τυχεῖν ὧν ἤλπιζον. | |
475 | πρόσθε] ἐπὶ Δαρείου. | |
481 | κατ’ οὖρον] ἐκεῖ, φησὶν, ἀπίασιν ὅπου ὁ ἄνεμος αὐτοὺς φέρει. | |
483 | Κρηναῖον γάνος] τόπος Βοιωτίας ἡ Κρήνη. | |
484 | ὑπ’ ἄσθματος] οἷον μετὰ ἄσθματος. | |
487 | Σπερχειός] ὁ Σπερχειὸς ἐξ Αἰνιάνων ῥέων εἰς τὸν Μηλιακὸν ἐμβάλλει κόλπον. | |
494 | Θρᾴκης. Βόλβης] λίμνη Θρᾳκική. | |
496 | ἄωρον] παρὰ καιρόν. | |
497 | Στρυμόνος] Στρυμὼν, ποταμὸς Θρᾴκης. δέ τις] καὶ ὁ πάνυ ἀσεβής. | |
501 | κρυσταλλοπῆγα] κρυστάλλῳ πεπηγότα. περᾷ] τὸ ἑξῆς διαπερᾷ. | |
505 | διῆκε] διελθεῖν καὶ ῥεῦσαι ἐποίησεν. | |
511 | ἑστιοῦχον] τὴν Περσίδα τὴν ἔχουσαν αὐτῶν τὴν ἑστίαν. | |
517 | διαπεπραγμένου] πεφονευμένου. | |
520 | φαύλως] οὐκ ἀληθῶς. | |
αὔτ’] αὐτά· ἀντὶ τοῦ τὰ ὀνείρατα. | 82 | |
521 | φάτις ὑμῶν] ἡ ὑμῶν κρίσις ἡ λέγουσά μοι εὔξασθαι θεοῖς καὶ Δαρείῳ. | |
524 | πέλανον: πεπεμμένον πλακοῦντα. | |
525 | ἐπίσταμαι μέν] οἶδα μὲν ὅτι τὸ κακὸν ἤδη ἐγένετο· ἀλλὰ κἂν ἐπὶ τοῖς ζῶσιν ἀνδράσιν εὔξομαι. | |
538 | κατερεικόμεναι] κατασχίζουσαι, ἐνεργητικῶς. | |
541 | ἁβρογόοι] ἁβρογόοι αἱ ἐντρυφῶσαι τοῖς δάκρυσιν. | |
547 | αἴρω] βαστάζω. | |
549 | ἐκκενουμένα] τῶν ἀνδρῶν. | |
550 | ἄγαγεν] εἰς τὸν πόλεμον. | |
553 | βαρίδεσσι] βάριδες αἱ νῆες. | |
557 | ἄκτωρ] βασιλεύς. | |
563 | διὰ δ’—τυτθὰ δ’—ὡς ἀκούομεν] περισσοὶ οἱ δύο δέ καὶ τὸ ὡς. τὸ δ’ ἑξῆς, μόγις δὲ διαφυγεῖν ἀκούομεν τὰς χεῖρας Ἰαόνων τὸν ἄνακτα. | |
564 | τυτθά] ὃ ἡμεῖς λέγομεν παρ’ ὀλίγον. | |
568 | πρωτόμοροι] περὶ τῶν τεθνηκότων ἐν Σαλαμῖνι. πρωτόμοροι: οἱ πρῶτοι ἀποθανόντες. τὸ ἑξῆς τούτου ἐστὶ, σκύλ‐ λονται πρὸς ἀναύδων. | |
569 | πρὸς ἀνάγκαν: τὴν τοῦ θανάτου. Ὅμηρος “Ἐπεὶ κατὰ “μοῖρ’ ἐπέδησεν.” | |
570 | Κυχρείας] τῆς Σαλαμῖνος. | |
571 | δακνάζου] παραγώγως ἀντὶ τοῦ δάκνου. | |
573 | οὐράνι’ ἄχη] ἕως τοῦ οὐρανοῦ βόησον τὰ ἄχη. | |
574 | δυσβάϋκτον] θρηνητικήν. | |
575 | βοᾶτιν] βοητικήν. | |
577 | ἀναύδων] τῶν ἰχθύων. | |
578 | τᾶς ἀμιάντου] τῆς θαλάσσης· αὐτὴν γὰρ λέγει ἀμίαντον. | |
579 | δόμος] λείπει πᾶς. | |
585 | περσονομοῦνται] ὑπὸ Περσῶν ἄρχονται. | |
589 | βασιλεία] τὰ τοιαῦτα πάντα κτητικὰ μακρὸν ἔχει τὸ α. αἱ γὰρ βασιλεῖαι ἔχουσι τοῦτο. | |
591 | οὐδ’ ἔτι—]οὐδὲν γὰρ δεδίασιν οἱ ὑπήκοοι ἔτι. ἠλευθέρωται | |
οὖν αὐτῶν ἡ γλῶσσα πρὸς τὸ κακηγορεῖν βασιλέα. | 83 | |
594 | ζυγὸν ἀλκᾶς] ἡ ἀλκή. | |
597 | τὰ Περσῶν] σώματα. | |
598 | κακῶν] ἔθος ἔχουσιν οἱ δυστυχοῦντες δυστυχίαν φαντά‐ ζεσθαι, οἱ δὲ εὐτυχοῦντες εὐτυχίαν. | |
602 | οὐριεῖν: οὐριοδρομεῖν, παρὰ τὸ Ὁμηρικὸν, Τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων οἷον ἐπ’ ἦμαρ ἄγῃσι. | |
604 | ἀνταῖα: ἐναντία φαίνεται τὰ θεῶν· οἷον, ἀντικειμένους ἡμῖν ὁρῶ τοὺς θεούς. | |
605 | οὐ παιώνιος: ἀλλὰ φθαρτικός. | |
609 | σημείωσαι τὸ εἶδος τῶν χοῶν. παιδὸς πατρί] πατρὶ παιδός. | |
611 | ἁγνῆς] λευκῆς, ἢ ἀγελαίας, ἢ ἀσινοῦς. | |
612 | παμφαές] φαιδρόν. | |
613 | παρθένου πηγῆς μέτα] σὺν ὕδατι πηγαίῳ. παρθένου] καθαρᾶς. | |
614 | μητρὸς ἀγρίας] ἀγριοποιοῦ διὰ τὴν μέθην. | |
616 | αἰὲν ἐν φύλλοισι] ἀεὶ γὰρ ἔχει τὰ φύλλα· διὸ προσέθηκεν “ἐν φύλλοισι θαλλούσης” πρὸς τὸν καρπόν. οὐ γὰρ διηνεκής. | |
618 | ἄνθη τε πλεκτά] στέμματα. | |
620 | δαίμονα] ὡς θεὸς γὰρ παρὰ Πέρσαις τιμᾶται. | |
623 | πρέσβος] τιμία παρὰ Πέρσαις. | |
630 | ψυχήν] τὴν Δαρείου. | |
633 | μακαρίτας] μακαρίτης ὁ τεθνεὼς, μακάριος ὁ ζῶν. | |
637 | παντάλαν’] θρηνητικά. | |
642 | χθονίων] τὸν καταχθόνιον. | |
643 | αἰνέσατ’] αἰνέσατε ἐλθεῖν ἐξ Ἅιδου. | |
647 | ὄχθος] τάφος. | |
651 | οἶον ἄνακτα] τὸν μόνον γενόμενον βασιλέα διὰ τὸ κηδεμο‐ νικόν. ἔοικε δὲ ὁ Δαρεῖος καὶ Δαρειὰν λέγεσθαι. ἢ τὴν Δαρείαν | |
ψυχὴν ἀνάπεμψον. | 84 | |
656 | ὑποδώκει] ὑπὸ τὸν ἑαυτοῦ πόδα ἡνιόχει. | |
657 | βαλήν] βαλῆνα τὸν βασιλέα. Εὐφορίων δὲ Θουρίων φησὶ τὴν διάλεκτον. βαλήν] βασιλεὺς κατὰ Θουρίους. | |
661 | εὔμαριν] εἶδος ὑποδήματος. | |
662 | τιάρας: τῆς κυρβασίας. | |
663 | πιφαύσκων] φαίνων, δεικνύων τῆς περικεφαλαίας τὸν λόφον. | |
672 | ὡς ἐπῳδῇ κέχρηται τῇ βάσκε πάτερ. | |
675 | δυνάτα] ἀντὶ τοῦ δυνάστα. | |
677 | δίδυμα] δύο, Πέρσου καὶ Ξέρξου. ἁμάρτια: ὁμοῦ ἡρμοσμένα. γρ. δὲ τὰ ἁμαρτήματα. | |
680 | νᾶες ἄναες] αἱ μηκέτι νῆες. ἀπώλοντο γάρ. | |
681 | ὑποκρίνεται ὁ Δαρεῖος. πιστὰ πιστῶν] ἐκ πιστῶν πατέρων πιστοὶ υἱοί. | |
687 | ὀρθιάζοντες γόοις] μεγάλως θρηνοῦντες. | |
688 | οὐκ εὐέξοδον: οὐ δυνατὸν ταχέως ἐξιέναι. ἀπολογεῖται δὲ ὡς βραδύνας. | |
691 | ἐνδυναστεύσας] μεγάλα δυνηθεὶς παρ’ αὐτοῖς. | |
693 | νεοχμόν] νεωστὶ παρὰ τὴν αἰχμὴν γενόμενον. | |
698 | μακεστῆρα] μήκους ἐχόμενον. | |
700 | δίομαι μὲν χαρίσασθαι] τὰ πρὸς χάριν εἰπεῖν δέδια μέν σοι. δίομαι] δέδια. | |
701 | ἀντία] ἀληθεῦσαι· λυπηθήσῃ γάρ. | |
708 | ὁ μάσσων βίοτος] ἐν τῷ μακρῷ τοῦ βίου χρόνῳ. μάσσων] ὁ μείζων. | |
713 | σημείωσαι τὸ ὡς ἔπος εἰπεῖν. | |
717 | τίς δ’ ἐμῶν ἐκεῖσε παίδων] Ἡρόδοτος ζʹ φησὶ Δαρείου παῖδας εἶναι, Ἑλλάνικος δὲ ιαʹ. | |
718 | ἠπείρου πλάκα] τὸ ἅπλωμα περιφραστικῶς τὴν ἤπειρον. | |
720 | ἀμφότερα] καὶ ναυτικὸν καὶ πεζόν. | |
722 | ὥστ’ ἔχειν πόρον] ὥστ’ ἐπέχειν τὸ ὕδωρ καὶ συνέχειν τὸν | |
πόρον. | 85 | |
723 | Βόσπορον] τὸν Ἑλλήσποντον. | |
724 | ξυνήψατο] ἴσως καὶ συνήργησεν αὐτῷ δαίμων τις. | |
728 | ναυτικὸς στρατὸς κακωθείς] τῶν ναυτικῶν φθαρέντων οἱ ἐν Ψυτταλείᾳ εὐάλωτοι γεγένηνται. | |
731 | ἀρωγῆς] τῆς ἀπολομένης. | |
732 | οὐδέ τις γέρων] ὅ ἐστι πάντες νέοι. | |
735 | τελευτᾶν] διαπράττεσθαι. ἔστι τις σωτηρία] ἐν ἐρωτήσει. | |
736 | ζευκτηρίαν] τὸν Ἑλλήσποντον, ὃς ζεύγνυσιν Ἀσίαν καὶ Εὐ‐ ρώπην. μολεῖν] γρ. φυγεῖν. | |
738 | οὐκ ἔνι στάσις] ἀμφιβολία. τοῦτο οὐκ ἄδηλον. | |
739 | φεῦ, ταχεῖα] ὡς τοῦ Δαρείου εἰπόντος αὐτὸν ἀποβαλεῖν πολὺν στρατόν. | |
742 | ἀλλ’ ὅταν] ὅταν, φησὶ, σπουδάζῃ τις εἰς κακὰ ἢ εἰς καλὰ, ὁ θεὸς συνεπιλαμβάνεται. | |
745 | Ἑλλήσποντον ἱερόν] διὰ τὸ ἱδρῦσθαι αὐτόθι Διὸς ἱερὸν, ὡς Μνασέας· ἢ τὸν ἀνειμένον, ὡς ἱερὸν ἰχθῦν. | |
751 | δέδοικα μὴ πολύς] δέδοικα μὴ ὁ πολὺς πλοῦτος ἁρπαγῇ ὁ ἐμὸς ὑπὸ τοῦ φθάσαντος. | |
752 | φθάσαντος] τοῦ καταλαμβάνοντος. | |
756 | ἔνδον αἰχμάζειν] οἰκουρεῖν. | |
759 | σφιν] τοῖς προτρεψαμένοις. ἔργον] εἰς φθορὰν χωρῆσαν. | |
761 | ἐξεκείνωσεν] ἐκενώθη τὰ Σοῦσα. | |
767 | φρένες] ὁ Ἀρταφέρνης, ὃν ἐτυμολογεῖ ὁ ἀρτίας ἔχων φρένας. ὁ Ἀρταφέρνης ἐξ ἐτυμολογίας. | |
768 | Κῦρος πρῶτος προσεκτήσατο Πέρσαις τὴν ἀρχὴν Μήδων ἀφελόμενος. Κύρου υἱὸς Καμβύσης, ἀδελφοὶ δὲ κατὰ Ἑλλάνικον | |
Μάραφις, Μέρφις. | 86 | |
771 | ἤλασεν βίᾳ] συνήγαγεν τῇ ἰδίᾳ δυνάμει. | |
773 | Κύρου δὲ παῖς] Καμβύσης. | |
774 | πέμπτος δὲ Μάρδος: ἡ γραφὴ ἡμάρτηται. τὸν γὰρ ἐπιθέ‐ μενον τῇ Καμβύσου ἀρχῇ μάγον ὄντα οὐδεὶς Μάρδον εἶπεν, οὔτε γένος, οὔτε ὄνομα. μήποτε οὖν γραπτέον, Μάρδις αἰσχύνη πάτρᾳ. ὁμώνυμος γὰρ εἶναι ἴσως ὑπεκρίνετο Μερδίᾳ τῷ Κύρου παιδὶ, ἀδελφῷ | |
5 | τε Καμβύσου. αἰσχύνη δὲ πάτρᾳ, ὅτι μάγος ὢν πῶς ἔσπασε Περ‐ σῶν ἀρχὴν εἰς μάγους. | |
776 | Ἀρταφρένης] τοῦτον Ἑλλάνικος Δαφέρνην καλεῖ. | |
779 | κἀγὼ πάλου] κακῶς· μετὰ γὰρ τὴν τῶν μάγων καθαίρεσιν Δαρεῖος ὁ μέγας ἦρξεν. πάλου δ’] ὁ δέ ἀντὶ τοῦ δὴ νῦν. | |
785 | οἳ κράτη τάδ’ ἔσχομεν] οἱ πρὸ τοῦ βασιλεύσαντες ἡμεῖς. | |
786 | τόσα] ὅσα νῦν. | |
792 | αὐτή] αὐτὴ ἡ Ἑλλάς. ἡ γῆ] ἡ Ἀτθίς. | |
794 | κτείνουσα λιμῷ] καρποὺς ἀρκοῦντας μὴ ἔχουσα. | |
795 | εὐσταλῆ] εὔμετρον. | |
801 | χρὴ θεσφάτοισιν ἐς τὰ νῦν πεπραγμένα βλέψαντα] ἀφ’ ὧν ταῦτα ἐτελέσθη, κἀκεῖνα συμβήσεται. | |
802 | συμβαίνει γὰρ οὐ τὰ μὲν, τὰ δ’ οὒ] οὐ γὰρ τὰ μὲν συμ‐ βαίνει, τὰ δ’ οὔ· ἀντὶ τοῦ πάντα συμβαίνει. | |
804 | λείπει] ὁ Ξέρξης. | |
806 | πίασμα] ἀντὶ τοῦ, λιπαίνει τὴν Βοιωτίαν ὁ Ἀσωπός. πίασμα ἀντὶ τοῦ λίπασμα. | |
807 | οὗ σφιν κακῶν ὕψιστα] τὴν ἐν Πλαταιαῖς πεζομαχίαν φη‐ σὶν, ἣν πρὸς Λάκωνας ἡσσήθησαν. | |
810 | πιμπράναι νεώς] ἐνεπίμπρασαν γὰρ τὰ ἱερά. | |
815 | κρηπίς] θεμέλιον. ἐκπιδύεται] αὔξεται τὰ κακά. | |
817 | Δωρίδος] Λακωνικῆς. | |
818 | θῖνες: οἱ σωροὶ καίπερ φωνὴν μὴ ἀφιέντες δείξουσι τὸ γένος. τριτοσπόρῳ δὲ, τρίτῃ τῶν μεταγενεστέρων γενεᾷ. | |
826 | ὄλβον—μέγαν] τὴν εὐδαιμονίαν. | 87 |
827 | τῶν ὑπερκόπων] τῶν μὴ προσηκόντων εὔθυνος, δικαστής. | |
829 | ἐκεῖνον] τὸν Ξέρξην. | |
834 | πάντα γάρ] ὑπὸ γὰρ τοῦ ἄλγους τῶν κακῶν πάντα ἀμφὶ σώματι στημορραγοῦσι λακίδες, οἷον διαρρέουσιν. | |
836 | στημορραγοῦσιν] διαρρέουσιν. | |
852 | ὦ πόποι] θαυμαστικῶς σύγκρισιν ποιεῖται τῶν ἐπὶ Δαρείου εὐτυχημάτων πρὸς τὰ νῦν κακά. | |
858 | πρῶτα μὲν εὐδοκίμου: πρῶτα μὲν κατὰ πόλεμον διὰ στρα‐ τιᾶς εὐδοκιμοῦμεν καὶ ὁρμῶμεν κατὰ νενομισμένα ἔθη ταῖς πόλεσι ταῖς πορθουμέναις, οὐ τεμένη θεῶν πορθοῦντες, οὐ τάφους ἀνασπῶντες, ὡς Ξέρξης τολμήσας ἐποίησεν. | |
5 | εὐδοκίμου στρατιᾶς—]περιβόητοι ἦμεν ἐν πολέμῳ. | |
859 | νόμιμα] τὰ νόμιμα πάντα τῶν τετειχισμένων πόλεων. νόμιμα] οἱ δὲ δημωφελεῖς δῆμοι πάντα ἐπολιτεύοντο. | |
864 | ὅσας δ’ εἷλε πόλεις] τὸ ὅσας θαυμαστικῶς τῇ ἀρετῇ Ἕλ‐ ληνας ὑπέταξεν, οὐκ ἀνάγκῃ ὁ Δαρεῖος. | |
867 | ποταμουδέ] σκληροτέρα ἡ συναλιφὴ ποταμουδὲ ἀφ’ ἑστίας, οἷόν ἐστι τὸ τουένεκα τούνεκα. | |
868 | Στρυμονίου πελάγους] ὡς μέχρι Ὑπερβορέων παρατεινού‐ σης τῆς ἀρχῆς Περσῶν. | |
869 | Ἀχελωΐδες] αἱ δίυγροι· Ἀχελῷον γὰρ πᾶν ὕδωρ λέγουσιν. | |
870 | ἐπαύλων] τῶν ἐπαυλισμάτων. | |
871 | λίμνας] καὶ ἔξω τῆς θαλάσσης ὅσαι εἰσὶ μεσήπειροι. | |
872 | κατὰ χέρσον ἐληλαμέναι] τοῖς τείχεσι κεκυκλωμέναι. | |
873 | τοῦδ’ ἄνακτος] τοῦ Δαρείου. ἄϊον] ὑπήκουον. | |
875 | μυχία τε Προποντὶς] ἀπὸ κοινοῦ τὸ, οἷαί εἰσιν αἱ παρὰ τὸν Ἑλλήσποντον τὴν οἴκησιν αὐχοῦσαι. | |
876 | πλατύν] “Ἐπὶ πλατεῖ Ἑλλησπόντῳ.” | 88 |
878 | στόμωμα] ὁ Βόσπορος. | |
879 | αἱ κατὰ πρῶν’ ἅλιον] αἱ κατὰ τὸν Ἑλλήσποντον. | |
881 | προσήμεναι] ὑποτασσόμεναι. | |
883 | οἵα Λέσβος—]αὗται ἐν τῷ Αἰγαίῳ πελάγει εἰσίν. οἵα Λέσβος] ὅτι μεταβέβηκεν εἰς τὸ Αἴγαιον πέλαγος. ἡ γὰρ Λέσβος ἐν τῷ Αἰγαίῳ ἐστίν. | |
889 | ἐκράτυνε] ὑπὸ τὸ ἴδιον κράτος εἶχεν. μεσάκτους δὲ, με‐ σακτίους, παραθαλασσίους. | |
890 | Λῆμνον] Λῆμνος Θρᾴκης ἐστί. αὗται δέ εἰσιν αἱ μεσάκτιοι. Ἰκάρου δ’ ἕδος] Ἰκάρου τὸν κλύδωνα. | |
894 | Σαλαμῖνα] ἄποικοι γάρ εἰσιν οἱ ἐν Κύπρῳ Σαλαμίνιοι τῶν ἐν τῇ Ἀττικῇ. τὴν ἐν Κύπρῳ. | |
898 | κλῆρον Ἰαόνιον] Ἰωνίδας πόλεις. | |
900 | σφετέραις] τῷ ἰδίῳ λογισμῷ, οἷον φρόνιμος ὤν. | |
904 | οὐκ ἀμφιβόλως] ἀλλὰ ἀληθῶς. | |
905 | θεόπρεπτα] ὑπὸ θεῶν ἐνεχθέντα καὶ θεοῖς δόξαντα. | |
908 | πλαγαῖσι ποντίαισι] ταῖς ναυμαχίαις. | |
910 | ἀτεκμαρτοτάτης] κακοτελευτήτου. | |
915 | κἀμέ] ὑπομιμνησκόμενος γὰρ τῶν παίδων αὐτῶν αἰσχύνῃ καὶ ἐλέῳ πιέζομαι. | |
919 | Περσονόμου] τῆς τοῖς Πέρσαις νεμηθείσης. | |
922 | ἐγγαίαν: ἐγχωρίαν. τὰν ἐγγαίαν] τοῦτ’ ἔστι τὴν ἐγχώριον· ἢ οὕτως, ἡ γῆ ἡμῶν τὴν ἔξω τῆς γῆς ἥβην σεσαγμένην ὑπὸ τοῦ Ἅιδου καὶ διὰ τὸν Ξέρξην κταμένην αἰάξει. | |
923 | ἥβαν] τὸ ἑξῆς, ἥβαν Περσᾶν. | |
924 | σάκτορι: τῷ πληρωτῇ, παρὰ τὸ σάσσω· ὅτι δι’ αὐτὸν ἀπέ‐ θανεν. Ἀγδαβάται] ἔθνος Περσῶν. τὸ ἑξῆς, Ἀγδαβάται γὰρ ἐξέ‐ | |
φθινται. | 89 | |
926 | φύστις] ἔκφυσις, γονή. τοῦτο διὰ μέσου. φύστις: ἡ πεφυρμένη καὶ ἐπὶ γῆς πεσοῦσα. | |
929 | γαίας ἐπὶ γόνυ τὸ ἑξῆς. | |
932 | αἰακτός] θρηνητὸς τῇ γέννῃ. ἀντὶ τοῦ δυστυχῶς γεννηθείς. | |
935 | πρόσφθογγον] προσφώνησίν σοι τοῦ νόστου πέμψω, τὴν κακοφάτιδα βοήν. | |
938 | Μαριανδυνοῦ θρηνητῆρος] Καλλίστρατος ἐν δευτέρῳ περὶ Ἡρακλείας Τιτυοῦ τρεῖς παῖδας εἶναι, Βῶρμον, Πριόλαν καὶ Μαρι‐ ανδυνὸν, ὃν κυνηγετοῦντα ἀπολέσθαι, καὶ μέχρι νῦν Μαριανδυνοὺς ἀκμῇ θέρους θρηνεῖν αὐτόν. τὸν δὲ Μαριανδυνὸν αὐξῆσαι μάλιστα τὴν | |
5 | θρηνητικὴν αὐλῳδίαν, καὶ διδάξαι Ὕαγνιν τὸν Μαρσύου πατέρα. καὶ αὐλοὶ δέ εἰσι Μαριανδυνοὶ ἐπιτηδειότητα ἔχοντες εἰς τὰς θρηνῳδίας. καὶ τὸ περιφερόμενον “αὐλεῖ Μαριανδυνοῖς καλάμοις κρούων Ἰαστί.” Μαριανδυνοῦ] ὡς τῶν Μαριανδυνῶν θρηνῳδῶν ὄντων· καὶ αὐλοὶ δέ τινες λέγονται Μαριανδυνοὶ, ἐπιτηδείως ἔχοντες πρὸς θρήνους. | |
941 | δαίμων] ἡ τύχη μεταβέβληται. | |
945 | λαοπαθῆ] τὰ πάθη τῶν λαῶν σέβων. | |
946 | ἁλίτυπά τε βάρη] τὰ ἐν τῇ θαλάσσῃ συμβάντα ἀτυχήματα τῶν πολιτῶν. | |
947 | πενθητῆρος] πένθους ἀξίας. | |
949 | Ἰάνων γὰρ ἀπηύρα] ὁ Ἀττικὸς στόλος ἀφείλετο τὴν Περ‐ σῶν σωτηρίαν. | |
950 | Ἰάνων] ὁ τῶν Ἰώνων. | |
951 | ἑτεραλκής] τοῦτ’ ἔστι νικηφόρος. | |
952 | κερσάμενος] ἀποκείρας στυγνὴν πλάκα κατὰ τὴν δυσδαίμονα ἀκτὴν, τοῦτ’ ἔστι κατὰ τὴν Σαλαμῖνα. | |
979 | σημείωσαι ὅτι βασιλέως ὀφθαλμὸς ἀριθμεῖ τὰς στρατιάς. | |
980 | τὸν σὸν—]τὸν ὄντα ὀφθαλμόν. | 90 |
981 | πεμπαστάν] μετρητὴν στρατοπέδου, οἷον μυριάδα ἀριθμοῦντα τὰς ὅλας ἡγεμονίας. ἀριθμῆσαι κατὰ πεντάδα ἀνὰ μυρίους ἔχοντα τοὺς ἀρχομένους. | |
986 | δᾴων] διακοπτικῶν πολεμίων κακῶν. | |
988 | ἴυγγα] φιλίαν. | |
992 | βοᾷ βοᾷ—ἦτορ] παρὰ τὸ “Κραδίη δὲ οἱ ἔνδον ὑλάκτει.” | |
994 | Μάρδων] ἔθνος Περσικόν. | |
995 | Ξάνθην] λείπει ὁ καί. | |
997 | ἱππιάνακτας] τοὺς ἄνακτας τῶν ἵππων. | |
1000 | ἔταφον ἔταφον] ἀπέθανον οὐκ ἐπὶ ὀχημάτων ὄντες, ἀλλὰ γυμνοὶ καθεστηκότες. | |
1002 | ἀγρόται] γρ. καὶ ἀκρόται· ἐξ οὗ ἔσται ἀπὸ τοῦ ἄκρου· εἰ δὲ ἀγρόται, ἀπὸ τοῦ ἄγειν καὶ ἀγείρειν. οἱ ἄρχοντες· εἰ δὲ ἀκρόται, οἱ ἄκροι. Gl. | |
1003 | οἴ] τὸ οἲ θρηνητικῶς. | |
1007 | οἷον] οἷον κακὸν ἡ Ἄτη ἐφορᾷ. | |
1013 | δυσπόλεμον] κακωθὲν πολέμῳ καὶ δυστυχῆσαν. | |
1014 | πέπληγμαι] κόπτομαι, θρηνῶ ὀλέσας τοσοῦτον στρατόν. | |
1016 | τὰ Περσᾶν] λείπει κακά· ἢ στικτέον ἐν τῷ τί δέ· εἶτα· οὐχὶ τὰ μεγάλα Περσῶν ὄλωλεν; ἵνα λείπῃ τὸ, τί δὲ ὅπερ λέ‐ λειπται. | |
1018 | ὁρᾷς] θεωρεῖς τὸ περίλοιπον ἐμὲ λείψανον τῆς ὅλης στρατιᾶς. στολᾶς] οἷον στόλου. | |
1020 | θησαυρὸν βελέεσσιν] τὴν φαρέτραν. | |
1023 | βαιά γ’ ὡς ἀπὸ πολλῶν] ὀλίγα ἐσώθη ἀπὸ πολλῆς πανο‐ πλίας. | |
1025 | οὐ φυγαίχμας] ἐρωτηματικῶς. | |
1028 | ναύφρακτον ὅμιλον] τὸν ἡμῶν ναυτικὸν λαόν. | |
1030 | πέπλον δ’ ἐπέρρηξ’] τοῦτο καὶ ὁ ἄγγελος προεῖπεν. | |
1032 | πλεῖον ἢ παπαῖ] ὑπερβαίνει θρῆνον. | |
1035 | σθένος] τῶν Περσῶν. | 91 |
1038 | δίαινε πῆμα] δάκρυε τὸ ἀτύχημα. | |
1041 | δόσιν κακάν] δίδου τοῖς κακοῖς τὴν κακὴν δόσιν, ὅ ἐστι τὰ δάκρυα. | |
1042 | ὁμοῦ τιθείς] συντιθεὶς μέλος θρήνει, ἀντὶ τοῦ εὐρύθμως. | |
1046 | ἔρεσσε] τύπτε σεαυτὸν εἰς ἐμὴν χάριν. | |
1049 | πάρεστι] ὁ θρῆνος. | |
1050 | ἐπορθίαζε] ἐπεκτεταμένως θρήνει. | |
1052 | μέλαινα] πενθήρης. | |
1054 | κἀπιβόα τὸ Μύσιον] οἱ γὰρ Μυσοὶ καὶ οἱ Φρύγες εἰσὶ μάλιστα θρηνητικοί. | |
1057 | ἄπριγδα] ἐπίφθεγμα ἐπὶ τῶν μετὰ σφοδρότητος τιλλόντων τὰς τρίχας. | |
1062 | ψάλλ’] ψάλλε ἀντὶ τοῦ τίλλε· καὶ χοιροψάλας Διόνυσος ὁ τίλλων τὰ μόρια τῶν γυναικῶν. | |
1076 | πέμψω] προπέμψω. | 92 |