TLG 5010 003 :: SCHOLIA IN AESCHYLUM :: Scholia in Aeschylum (scholia recentiora Demetrii Triclinii) SCHOLIA IN AESCHYLUM Schol. Scholia in Aeschylum (scholia recentiora Demetrii Triclinii)
Citation: Play — hypothesis-scholion — (line) | ||
Agt | DEMETRII TRICLINII SCHOLIA IN AGAMEMNONEM | |
Aghyp | παλαιόν. Ὑπόθεσις τοῦ προκειμένου δράματος. Ἀγαμέμνων εἰς Ἴλιον ἀπιὼν τῆι Κλυταιμνήστραι, εἰ πορθήσει τὸ Ἴλιον, ὑπέσχετο κατ’ αὐτὴν σημανεῖν τὴν ἡμέραν διὰ πυρσοῦ. ὅθεν σκοπὸν ἐκάθισεν ἐπὶ μισθῶι Κλυταιμνήστρα ὥστε σκοπεῖν τὸν πυρσόν. ὁ μὲν οὖν ἰδὼν | |
5 | ἀπήγγειλεν, αὐτὴ δὲ τὸν τῶν πρεσβυτῶν μεταπέμπεται ὄχλον ἐροῦσα περὶ τοῦ πυρσοῦ ἐξ ὧν δὴ καὶ ὁ χορὸς συνίσταται· οἵτινες ἀκούσαντες παιανίζουσι. μετ’ οὐ πολὺ δὲ καὶ Ταλθύβιος παραγίνεται καὶ τὰ κατὰ τὸν πλοῦν διηγεῖται. Ἀγαμέμνων δὲ ἐπὶ ἀπήνης ἔρχεται· εἵπετο δὲ αὐτῶι καὶ ἑτέρα ἀπήνη, ἔνθα ἦν τὰ λάφυρα καὶ ἡ Κασάνδρα. αὐτὸς μὲν | |
---|---|---|
10 | οὖν προσέρχεται εἰς τὸν οἶκον σὺν τῆι Κλυταιμνήστραι ὑπαντησάσηι αὐτῶι, Κασάνδρα δὲ προμαντεύεται, πρὶν εἰσελθεῖν τὰ βασίλεια, τὸν ἑαυτῆς τε καὶ Ἀγαμέμνονος θάνατον καὶ τὴν Ὀρέστου μητροκτονίαν καὶ εἰσπηδᾶι ὡς θανουμένη, ῥίψασα τὰ στέμματα. τοῦτο δὲ τὸ μέρος τοῦ δράματος θαυμαστόν ἐστιν ὡς καὶ ἔκπληξιν καὶ οἶκτον ἱκανὸν | |
15 | ἐμποιεῖν. ἰδίως δὲ Αἰσχύλος τὸν Ἀγαμέμνονα ἐπὶ σκηνῆς ἀναιρεῖσθαι ποιεῖ, τὸν δὲ Κασάνδρας σιωπήσας θάνατον νεκρὰν αὐτὴν ἀποδείκνυ‐ σιν. πεποίηκε δὲ Αἴγισθον καὶ Κλυταιμνήστραν διισχυριζομένους περὶ τῆς ἀναιρέσεως ἑνὶ κεφαλαίωι, τὴν μὲν τὴν ἀναίρεσιν Ἰφιγενείας προ‐ βαλλομένην, τὸν δὲ τὴν Θυέστου ἐξ Ἀτρέως συμφοράν. | |
20 | Ἐδιδάχθη τὸ δρᾶμα ἐπὶ ἄρχοντος Φιλοκλέους ὀλυμπιάδι κηʹ ἔτει δευτέρωι. τὰ τοῦ δράματος πρόσωπα· φύλαξ, χορὸς γερόντων, Κλυται‐ μνήστρα, κῆρυξ Ταλθύβιος, Ἀγαμέμνων, Κασάνδρα, Αἴγισθος. προ‐ λογίζει ὁ φύλαξ. | |
Ag1a | ἡμέτερον. + ἡ εἴσθεσις τοῦ δράματος ἐκ συστηματικῆς ἐστι περιόδου. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ληʹ, | |
ὧν τελευταῖος· μαθοῦσιν αὐδῶ κοὐ μαθοῦσι λήθομαι. μετὰ δὲ τὸν κδʹ κῶλον ἰαμβικὸν μονόμετρον ἀκατάληκτον. ἐπὶ τῶι τέλει | 95 | |
5 | κορωνὶς εἰσιόντος τοῦ χοροῦ. | |
Ag1b | + τὸ προοίμιον εὐκτικόν. | |
Ag1c | θεοὺς] τούς. | |
Ag1d | αἰτῶ] ζητῶ. | |
Ag1e | ἀπαλλαγὴν] ἐλευθερίαν. | |
Ag2a | σχόλια παλαιά. Ἀστείως εἴρηται τὸ κοιμώμενος ἐπὶ μὴ ὑπνοῦν‐ τος. πῶς γὰρ ἂν καὶ φρουροίη καὶ ἄστρα βλέποι τις ὑπνῶν; ἀλλ’ ἐπὶ ἀνακλίσεως ἁπλῶς εἴρηται, ἵν’ εἴη ὁ φύλαξ οὗτος κοιμώμενος καθὰ καὶ κύων ἐν φυλακῆι νυκτερινῆι. | |
Ag2b | φρουρᾶς ἐτείας] τῆς φυλακῆς λέγω τῆς χρονίας. | |
Ag2c | μῆκος] ἐπί. | |
Ag2d | κοιμώμενος] ἀνακλινόμενος. | |
Ag3a | στέγαις] ἐν. | |
Ag3b | στέγαις] τοῖς οἴκοις. | |
Ag3c | Ἀτρειδῶν] τῶν. | |
Ag3d | ἄγκαθεν] ἐν ἀγκάλαις. | |
Ag3e | κυνὸς δίκην] τρόπον. | |
Ag3f | Κυνὸς δίκην διὰ τὸ φυλακτικόν τε καὶ φιλοδέσποτον, καὶ ὅτι κρύπτων καὶ αὐτὸς τὴν κεφαλὴν ὑπὸ τοῖς ποσὶ ποιεῖται τὴν φυλακὴν τῶν οἴκων κατὰ τὴν νύκτα. | |
Ag4a | κάτοιδα] γινώσκω, ἔμαθον. | |
Ag4b | ὁμήγυριν] ἤτοι τὸ πλῆθος. | |
Ag5a | χεῖμα] ἤγουν χειμῶνα καὶ θέρος. | |
Ag5b | βροτοῖς] τοῖς. | |
Ag6a | δυνάστας] ἄρχοντας τῶν καιρῶν. | |
Ag6b | ἐμπρέποντας] διαπρέποντας. | |
Ag6c | αἰθέρι] ἐν. | |
Ag7a | φθίνωσιν] δύνωσιν. | |
Ag7b | ἀντολάς] τὰς ἀνατολάς. | |
Ag7c | τῶν] τούτων. | |
Ag8a | ἑτέρα κατασκευή. | |
Ag8b | φυλάσσω] ἐπιτηρῶ. | |
Ag8c | λαμπάδος] ἤτοι τοῦ φρυκτοῦ. | 96 |
Ag8d | τὸ σύμβολον] τὸ σημεῖον. | |
Ag9a | αὐγὴν πυρὸς] ἤγουν φρυκτωρίας λάμψιν. | |
Ag9b | φάτιν] φήμην τῆς νίκης καὶ τῆς ἁλώσεως. | |
Ag10a | ἁλώσιμον] πορθητικήν. | |
Ag10b | βάξιν] φήμην. | |
Ag10c | ὧδε] οὕτω. | |
Ag11a | γυναικὸς] τῆς Κλυταιμνήστρας. | |
Ag11b | ἀνδρόβουλον] τὸ κατ’ ἄνδρα βουλευόμενον. | |
Ag11c | κέαρ] ἡ ψυχή. | |
Ag12a | βάσις. | |
Ag12b | εὖτ’] ἡνίκα. | |
Ag12c | νυκτίπλακτον] ἐν νυκτὶ πλανωμένην, ἄγρυπνον. | |
Ag12d | ἔνδροσον] διὰ τὸ ὑπαίθριον κεῖσθαι. | |
Ag13a | εὐνὴν] κοίτην. | |
Ag13b | ὀνείροις] ἤγουν ἄγρυπνον· οἱ γὰρ ἀγρυπνοῦντες οὐ βλέπουσιν ὀνείρατα. | |
Ag14 | παραστατεῖ] παρίσταται, ἐπέρχεται. | |
Ag15 | συμβαλεῖν] συγκλεῖσαι. | |
Ag16a | Τοῦτο κατὰ τὴν παροιμίαν φησὶ τὴν λέγουσαν φρουρᾶς ἄιδει. | |
Ag16b | ἀείδειν] ἤγουν χαρμόσυνα μέλπει. | |
Ag16c | μινύρεσθαι] θρηνητικὰ ἄιδειν. | |
Ag17a | ἀντίμολπον] ἐναντίον πρὸς τὸν ὕπνον. | |
Ag17b | ἐντέμνων] ποιῶν. | |
Ag18 | συμφορὰν] τὴν οὖσαν διὰ τὴν μοιχείαν Αἰγίσθου. | |
Ag19 | οὐ διαπονουμένου καὶ διοικουμένου ἄριστα ὡς πρόσθεν, ἤγουν καλῶς. | |
Ag20 | ἀπαλλαγὴ] ἐλευθερία. | |
Ag21 | ὀρφναίου] νυκτερινοῦ. | |
Ag22 | Δεῖ διαστήματος ὀλίγου ἐνταῦθα, εἶτα ἀνακραγεῖν ὡς θεασάμενον τὸν πυρσόν. ὦ λαμπτὴρ τῆς νυκτὸς χαῖρε ὁ διδοὺς ἡμῖν φωταυγῆ ἡμέραν. | |
Ag23a | πιφαύσκων] φαίνων. | |
Ag23b | χορῶν] ἤγουν εὐφροσύνης. | |
Ag24 | συμφορᾶς] τοῦ συμβάντος ἁπλῶς. | 97 |
Ag26a | σημανῶ] δηλώσω. | |
Ag26b | τορῶς] ἀληθῶς ἢ ὀξέως. | |
Ag27a | εὐνῆς] ἐξ. | |
Ag27b | ἐπαντείλασαν] δίκην ἄστρου φαινομένην. | |
Ag27c | δόμοις] ἐν. | |
Ag28a | ὀλολυγμὸν] μετὰ θρήνου ὕμνον. | |
Ag28b | λαμπάδι] τῆι φρυκτωρίαι. | |
Ag29a | ἐπορθιάζειν] ὀξέως ποιεῖν προσφέρειν ἐκείνηι. | |
Ag29b | Ἰλίου] τοῦ. | |
Ag29c | πόλις] ἤτοι τὸ Ἴλιον. | |
Ag30a | ἑάλωκεν] πεπόρθηται. | |
Ag30b | φρυκτὸς] ὁ φανός. | |
Ag30c | ἀγγέλλων] μηνύων. | |
Ag30d | πρέπει] διαπρέπει. | |
Ag31 | φροίμιον] ἤγουν πρῶτος, τουτέστι πρὸ τῆς Κλυταιμνήστρας. | |
Ag32a | ση(μείωσαι). | |
Ag32b | εὖ πεσόντα] ἐπελθόντα, γεγονότα. | |
Ag32c | θήσομαι] ἤγουν δείξω. | |
Ag32d | ἡμέτερον + διὰ τῆς ἡμετέρας εὐφροσύνης καὶ τῆς χορείας δείξω καὶ ἐγὼ τὰ συμπεσόντα νῦν τοῖς δεσπόταις ὡς καλῶς ἔπεσον καὶ ἐγένοντο. | |
Ag33a | Παροιμία τὸ τρὶς ἓξ βάλλειν ἐπὶ τῶν ἄκρως εὐτυχούντων, ἐπεὶ καὶ τοῖς κυβευταῖς οὐκ ἔστι πλείω τούτων εὐθυβολῆσαι. λέγουσι δὲ ταύτην καὶ ἑτέρως· ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι. | |
Ag33b | παρ(οιμία). | |
Ag33c | βαλούσης] ἤγουν εὐτυχῶς ἀποβάσης ἐμοὶ τῆς τοῦ πυρσοῦ φυ‐ λακῆς. | |
Ag34 | μολόντος] ἐλθόντος τοῦ δεσπότου. | |
Ag35 | ἄνακτος] τοῦ Ἀγαμέμνονος. | |
Ag36 | Παροιμία ἐστὶ τὸ βοῦν ἐπὶ γλώττης φέρει ἐπὶ τῶν μὴ λα‐ λούντων διά τινα αἰτίαν. λέγει οὖν καὶ οὗτος ἢ ἀντὶ τοῦ βάρος μοι ἐπίκειται, ἢ φοβοῦμαι ζημίαν ἐπικεισομένην μοι. | |
Ag37a | βέβηκεν] ἐπίκειται. | |
Ag37b | φθογγὴν] ἤγουν φωνήν. | 98 |
Ag38a | σαφέστατ’] φανερῶς. | |
Ag38b | λέξειεν] εἴποι. | |
Ag38c | ὡς] ὅτι. | |
Ag39a | μαθοῦσιν] τοῖς γινώσκουσι τὰ περὶ τῆς μοιχείας λέγω. | |
Ag39b | λήθομαι] προσποιοῦμαι ἐπιλελῆσθαι, ἤγουν μὴ εἰδέναι. | |
Ag40a | στροφὴ συστηματικὴ κώλων ξδʹ. | |
Ag40b | ἡμέτερα + δέκατον μὲν ἔτος· τὰ τοιαῦτα εἴδη τῶν χορῶν, ὡς εἴρηται καὶ ἐν τῆι ἀρχῆι τοῦ τῶν Περσῶν δράματος, ἑτέρως εἰσὶν ἐσχηματισμένα. τὰ μὲν γάρ εἰσι μονοστροφικὰ καὶ συστηματικὰ ἐξ ὁμοίων κατὰ περιορισμοὺς ἀνίσους, τὰ δὲ κατὰ σχέσιν. εἰσὶ δὲ τὰ | |
5 | κατὰ σχέσιν στροφῶν ἕξ. ἔστι δὲ τῆς παρούσης μονοστρόφου στροφῆς τὰ κῶλα ἀναπαιστικὰ ξδʹ, ὧν τὰ μέν εἰσι δίμετρα ἀκατάληκτα, τὰ δὲ μονόμετρα, τὰ δὲ τῶν ἀποθέσεων δίμετρα καταληκτικὰ ἤτοι ἑφθ‐ ημιμερῆ. ἐπὶ ταῖς ἀποθέσεσι πάσαις παράγραφος. | |
Ag40c | ἔτος] ἐστί. | |
Ag40d | ἐπεὶ] ἀφ’ οὗ. | |
Ag41 | ἀντίδικος] ἐχθρός, ἀπὸ τῶν ἐν ταῖς δίκαις ἐχθρῶν ἡ μεταφορά. | |
Ag42 | ἠδ’] καί. | |
Ag43 | διόθεν] ἐκ Διὸς γὰρ ἡ βασιλεία δίδοται. | |
Ag44 | ὀχυρὸν] ἰσχυρόν. | |
Ag45 | Ἀργείων] ἀπὸ μέρους τῶν Ἑλλήνων. | |
Ag46 | χώρας] τοῦ Ἄργους ἢ τῆς Ἑλληνικῆς. | |
Ag47a | ἦραν] ἐκίνησαν. | |
Ag47b | στρατιῶτιν] στρατιωτικήν. | |
Ag47c | ἀρωγάν] βοήθειαν. | |
Ag48a | ἐκ θυμοῦ] οὐ γλώσσηι, ἀλλ’ ἔργωι θυμούμενοι. | |
Ag48b | κλάγξαντες] βοήσαντες, ἠχήσαντες. | |
Ag49a | τρόπον] δίκην. | |
Ag49b | αἰγυπιῶν] ἀετῶν. | |
Ag50a | + ἐκπατίοις τοῖς ἔξω τῆς ὁδοῦ· πάτος γὰρ ἡ ὁδός. ἢ ἐκπατίοις λεχέων ἀντὶ τοῦ τοῖς ἔξω τῆς οἰκίας αὐτῶν. τὸ δὲ ὅλον· οἵτινες ἀπολέ‐ σαντες τὸν πόνον τῶν ὀρταλίχων τῶν ἐν τοῖς δεμνίοις τηρουμένων— | |
οὕτω γὰρ ὤφειλεν εἰπεῖν—στροφοδινοῦνται ἐν ἄλγεσι τῶν παίδων | 99 | |
5 | ἐκπατίοις ὕπατοι, ἤγουν ὑπεράνω τῶν λεχέων, πληττόμενοι ταῖς πτέ‐ ρυξιν αὐτῶν. δέον δὲ εἰπεῖν ἐκπατίων παίδων, ἐκπατίοις εἶπε πρὸς τὸ ἄλγεσιν. | |
Ag50b | ἐκπατίοις] τοῖς ἔξω τῆς ὁδοῦ. | |
Ag51a | ὕπατοι] ὑπέρτατοι, ἤτοι ὑπεράνω. | |
Ag51b | λεχέων] τῆς καλιᾶς. | |
Ag51c | στροφοδινοῦνται] στρέφονται, περιίπτανται. | |
Ag52a | ἐρετμοῖσιν] κινήσεσιν. | |
Ag52b | ἐρεσσόμενοι] πληττόμενοι. | |
Ag53 | δεμνιοτήρη] ὃν εἶχον πόνον εἰς τὸ φυλάσσειν τὰ ἐν τῆι καλιᾶι τέκνα. | |
Ag54a | ὀρταλίχων] νεοσσῶν. | |
Ag54b | ὀλέσαντες] ἀπολέσαντες· οὐ γὰρ ἔτι πονήσουσιν. | |
Ag55a | ὕπατος] ὁ ὑπέρτατος. | |
Ag55b | ἀίων] ἐπακούσας. | |
Ag56a | οἰωνόθροον] ἤγουν τὸν τῶν ἀετῶν θρῆνον. | |
Ag56b | ὀξυβόαν] τὸν μετ’ ὀξείας βοῆς γινόμενον. | |
Ag57a | Ὑπὲρ τῶν μετοικισθέντων νεοσσῶν πέμπει τοῖς παραβᾶσι καὶ μετοικίσασιν αὐτοὺς ὕστερον τιμωρίαν. | |
Ag57b | μετοίκων] τῶν μετοικισθέντων νεοσσῶν. | |
Ag58 | ὑστερόποινον] ἤτοι ὕστερον. | |
Ag59a | παραβᾶσι] τοῖς. | |
Ag59b | παραβᾶσι] ἤγουν τοῖς παρανόμοις ἐκείνοις. | |
Ag59c | ἐριννύν] φθοράν, τιμωρίαν. | |
Ag60 | ὁ κρείσσων] ὁ θεός. | |
Ag61 | ξένιος] ὁ φίλιος. | |
Ag62a | Πολυάνορος· πολυάνδρου, ἐν ὧι ζήτει καὶ Λυκόφρονος τὰ περὶ Ἑλένης εἰρημένα πεντάγαμβρα νυμφεῖα. | |
Ag62b | πολυάνορος] τῆς πολλοὺς μνηστῆρας ἐσχηκυίας. | |
Ag62c | γυναικὸς] τῆς Ἑλένης. | |
Ag63a | παλαίσματα] ἀγωνίσματα, μάχας. | |
Ag63b | γυιοβαρῆ] βαροῦντα τὰ μέλη τῶν ἀγωνιζομένων. | |
Ag64a | κονίαισιν] ἐν τῆι γῆι. | |
Ag64b | ἐρειπομένου] πίπτοντος. | |
Ag65a | διακναιομένης] λυπουμένης διὰ τοὺς πολέμους. | 100 |
Ag65b | Προτελείοις· κυρίως ταῖς πρὸ γάμου θυσίαις, νῦν δὲ ταῖς πρὸ τῆς ἁλώσεως μάχαις. τὸ δὲ ὅλον οὕτω· πιπτόντων ἐπὶ γόνυ καὶ ἀμ‐ φοτέρων τῶν στρατευμάτων ὁμοίως, ἤτοι νικωμένων ἐν ἀρχαῖς τῆς μάχης, μέχρις ἂν τελεσθείη τὸ πεπρωμένον. | |
Ag65c | ἐν προτελείοις] ἐν ἀρχαῖς. | |
Ag66a | κάμακος] τοῦ δόρατος. | |
Ag66b | Δαναοῖσιν] τοῖς Ἕλλησιν. | |
Ag68 | πεπρωμένον] τὸ μεμοιρασμένον. | |
Ag69a | ὑποκλαίων] λείπει τίς. | |
Ag69b | ὑπολείβων] σπένδων. | |
Ag70a | ἡμέτερον + δέον εἰπεῖν οὐ θέλξει τὰς ὀργὰς τῶν Ἐριννύων τῶν δεχομένων τὰ ἄπυρα ἱερὰ ἤγουν τὰς ἀπύρους θυσίας, ὁ δὲ τὰς ὀργὰς εἶπε τῶν ἀπύρων ἱερῶν. εὐτελῆ γάρ τινα ταύταις ἔθυον μὴ δεόμενα πυρός. | |
Ag70b | ἀπύρων ἱερῶν] ἤγουν τῶν Ἐριννύων. | |
Ag71a | ἀτενεῖς] μεγάλας, ἐκτεταμένας. | |
Ag71b | παραθέλξει] ἤγουν παρακρούσεται θέλξας. | |
Ag72a | ἀτίται] ἤγουν βεβλαμμένοι. | |
Ag72b | σαρκὶ παλαιᾶι] ἤτοι τῶι γήραι. | |
Ag73 | ἀρωγῆς] βοηθείας. | |
Ag74a | μίμνομεν] μένομεν ἐνταῦθα. | |
Ag74b | ἰσχὺν] δύναμιν, ὑπηρεσίαν. | |
Ag75a | ἰσόπαιδα] ἤγουν ἀσθενῆ καὶ οἵα ἡ τῶν παίδων. | |
Ag75b | νέμοντες] παρέχοντες. | |
Ag75c | σκήπτροις] τῆι βασιλικῆι ἐξουσίαι. | |
Ag76a | ἡμέτερα + τοῦτο εἰπεῖν διὰ τούτων βούλεται ὅτι ὥσπερ τῶν νεαρῶν παίδων ἡ δύναμις ἴση ἐστὶ τῆι τῶν πρεσβυτῶν, ἤγουν ἀσθενής, καὶ οὐκ ἔστιν ἐξ αὐτῆς βοήθειά τις τῆι χώραι, οὕτω καὶ οἱ ὑπεργηράσαν‐ τες ἄνθρωποι ξηρανθείσης τῆς ἀκμῆς αὐτῶν τῆς ἐκ τῆς νεότητος πορεύ‐ | |
5 | ονται μὲν ὁδοὺς τρίποδος—τουτέστι διὰ βακτηρίας ποιοῦνται τὴν πο‐ ρείαν—πλανῶνται δὲ καὶ περιφέρονται ὥσπερ ὄναρ ἡμερινόν, οὐδὲν διαφέροντες τῶν ἀσθενῶν παίδων. πρῶτον δὲ οὐδετέρως εἰπὼν τὸ ὑπέργηρων, εἶτα ἀρσενικῶς ἐπέφερε τὸ ἀρείων παρὰ τὸ σημαινό‐ μενον, ἤτοι πρὸς τὸν γέροντα. | |
Ag76b | ὡρ(αῖον). | 101 |
Ag76c | νεαρὸς] ὁ νέος ἤτοι ὁ τῶν νέων. | |
Ag76d | μυελὸς] ἤγουν ἡ τῶν μελῶν δύναμις. | |
Ag77 | ἀνάσσων] ἄρχων, ἰσχύων. | |
Ag78a | ἰσόπρεσβυς] ἴσος τῶι τῶν γηραιῶν ἤγουν ἀσθενής ἐστιν. | |
Ag78b | ἄρης] βοήθεια. | |
Ag78c | ἐνὶ χώραι] ἐξ ἐκείνων ἤγουν τῶν νέων, τῶν παίδων. | |
Ag79a | ὑπέργηρων] ἤγουν τὸ πολλὰ γηράσαν. | |
Ag79b | φυλλάδος] ἤγουν τοῦ ἄνθους τῆς νεότητος. | |
Ag80 | κατακαρφομένης] ξηρανθείσης. | |
Ag81a | στείχει] πορεύεται. | |
Ag81b | παιδὸς] νέου βρέφους. | |
Ag81c | οὐδὲν] οὐδαμῶς. | |
Ag81d | οὐδὲν ἀρείων] ἀλλ’ ἴσος. | |
Ag81e | ἀρείων] κρείττων. | |
Ag82a | ὄναρ] ἤγουν ὄναρ ἐστὶν ὁ γέρων ἐν ἡμέραι φαινόμενον. | |
Ag82b | ἀλαίνει] πλανᾶται ὁ γέρων. | |
Ag83 | Τυνδάρεω] τοῦ. | |
Ag84a | θύγατερ] ὦ. | |
Ag84b | βασίλεια] βασίλισσα. | |
Ag85 | ἐπαισθομένη] νοήσασα. | |
Ag86 | τίνος ἀγγελίας] ἤγουν ὑπὸ ποίας ἀγγελίας πεισθεῖσα. | |
Ag87a | περίπεμπτα] ἤγουν πανταχοῦ διαπέμπουσα. | |
Ag87b | θυοσκινεῖς] θύματα κινεῖς, πέμπεις. | |
Ag87c | Εὕρηται καὶ θυοσκοεῖς ὡς ἀπὸ τοῦ θυοσκόος, ὁ διὰ θυσιῶν τὸ μέλλον κοῶν ἤτοι νοῶν. θύος γὰρ τὸ θῦμα. | |
Ag88 | ἀστυνόμων] τῶν μεμερισμένων κατὰ τὸ ἄστυ. | |
Ag89a | ὑπάτων] τῶν ἐξόχων. | |
Ag89b | χθονίων] τῶν ὑπὸ γῆν. | |
Ag90 | ἀγοραίων] τῶν κατὰ τὴν ἀγορὰν ὄντων. | |
Ag91a | βωμοὶ] ναοί. | |
Ag91b | δώροισι] θύμασι. | |
Ag91c | φλέγονται] λάμπονται καιομένων τῶν θυμάτων. | |
Ag92 | οὐρανομήκης] ἤγουν μεγάλη καθ’ ὑπερβολήν. | 102 |
Ag93 | ἀνίσχει] ἀναλάμπει. | |
Ag94a | + ἀπὸ μεταφορᾶς τῶν ἰατρῶν τοῦτο εἴρηται τῶν διά τινων φαρμάκων καὶ χρισμάτων μαλακῶν καὶ καθαρῶν θεραπευόντων τοὺς ἀσθενοῦντας. | |
Ag94b | φαρμασσομένη] θεραπευομένη. | |
Ag94c | ἁγνοῦ] τοῦ ἐλαίου καθαροῦ. | |
Ag95a | ἀδόλοισι] καθαραῖς. | |
Ag95b | παρηγορίαις] θεραπείαις. | |
Ag96a | πελάνωι] θύματι. | |
Ag96b | μυχόθεν] ἤγουν ἐκ τῶν μυχῶν, τουτέστι τῶν θαλάμων. τῶν βασιλείων ὤφειλεν εἰπεῖν. | |
Ag97 | ὅτι] ἐστί. | |
Ag98a | θέμις] δίκαιον. | |
Ag98b | εἰπεῖν] πρὸς ἡμᾶς. | |
Ag99a | παιών] θεραπευτής, ἰατρός. | |
Ag99b | τῆσδε μερίμνης] τῆς ἡμῶν φροντίδος τῆς περὶ τούτου. | |
Ag100a | ἣ νῦν] ἥτις δή. | |
Ag100b | νῦν] δή. | |
Ag100c | τοτὲ] ποτέ. | |
Ag100d | κακόφρων] κακὰ διαλογιζομένη. | |
Ag100e | τελέθει] ὑπάρχει. | |
Ag101a | τοτὲ] ποτέ. | |
Ag101b | ἀγανὰ] εὐφραντά. | |
Ag101c | φαίνους’] δεικνῦσα. | |
Ag102a | ἀμύνει] βοηθεῖ. | |
Ag102b | ἄπληστον] τὴν ἀκόρεστον. | |
Ag103a | θυμοβόρον] τὴν βιβρώσκουσαν τὴν ψυχὴν καὶ λυποῦσαν τὰς φρένας καὶ τὸν λογισμόν. | |
Ag103b | ἡμέτερα + ἡ φροντίς, φησί, ποτὲ μὲν κακὰ διαλογίζεται περὶ τῶν ἀποδημούντων, δηλονότι φίλων, ποτὲ δὲ θυσίας ποιοῦσα λαμ‐ βάνει χρηστὸν ἐλπίδα, ἥτις ἡ ἐλπὶς θεραπεύει τὴν τοιαύτην φροντίδα τὴν βιβρώσκουσαν τὴν ψυχὴν καὶ λυποῦσαν τὰς φρένας καὶ τὸν | |
5 | λογισμόν. τῆξις γάρ, φησί, καρδίας ἔμμονος λογισμός. λυποφρένα δὲ γράφε· οὕτω γὰρ ἔχει πρὸς τὸ μέτρον ὀρθῶς. δέον δὲ εἰπεῖν καὶ | |
λυποφρένα, 〈λυποφρένα〉 ἀσυνδέτως ἐπέφερεν. | 103 | |
Ag104a | στροφὴ ἑτέρα κώλων ιθʹ. | |
Ag104b | + κύριός εἰμι· ἐντεῦθεν αἱ κατὰ σχέσιν ἄρχονται στροφαί. καί εἰσι τῆς πρώτης ταυτησὶ στροφῆς κῶλα ιθʹ καὶ τὰ τῆς ἀντιστρο‐ φῆς τοσαῦτα. εἰσὶ δὲ τὰ πλείω μὲν ἀναπαιστικὰ δίμετρα ἀκατάληκτα καὶ καταληκτικὰ ἤτοι ἑφθημιμερῆ καὶ μονόμετρα καὶ πενθημιμερῆ, | |
5 | τινὰ δὲ καὶ δακτυλικὰ καὶ ἰαμβικά, ἃ καὶ μετρήσεις ἑπόμενος οἷς πρό‐ τερον εἰρήκαμεν. τὸ μέντοι τελευταῖον κῶλον τῆς τε στροφῆς καὶ ἀντιστροφῆς καὶ τῆς ἐπωιδοῦ καλεῖται ἐφύμνιον· καὶ ἔστι δακτυλικὸν πεντάμετρον. ἐπὶ τῶι τέλει τῆς στροφῆς καὶ ἀντιστροφῆς παράγραφος. ἔστι δὲ τριὰς ἐπωιδική. | |
Ag104c | κύριος] ἤγουν δυνατός εἰμι εἰπεῖν τὸ συμβὰν αὐτοῖς σημεῖον ἐν ὁδῶι ἐξιοῦσιν ἀγαθόν. | |
Ag105a | αἴσιον] ἀγαθόν. | |
Ag105b | ἐκτελέων] τῶν ἐν τέλει ὄντων ἤτοι τῶν βασιλέων. | |
Ag105c | Ἔτι γὰρ θεόθεν· ὁ γὰρ σύμφυτός μοι αἰών, ὅ ἐστι τὸ γῆρας, διὰ τὴν εἰς θεοὺς πειθὼ μολπήν μοι καὶ ἀλκὴν καταπνεῖ, ὅ ἐστιν εἰ καὶ γέρων εἰμί, ὅμως μέλψω τὰ γεγονότα· πέποιθα γὰρ ὅτι εἰς πέρας αὐτὰ ἄξουσιν οἱ θεοί. | |
Ag105d | + ἔτι γὰρ θεόθεν· τοῦτο βούλεται εἰπεῖν· εἰ καὶ δοκῶ ἀσυντελής τις εἶναι διὰ τὸ γῆρας, ἀλλ’ οὐκ εἰμί. ἔτι γὰρ ὁ σύμφυτός μοι αἰών, ἤγουν ἡ μέχρι τοῦ νῦν παραταθεῖσά μοι ζωὴ καὶ τὸ γῆρας, κατα‐ πνέει μοι πειθὼ θεόθεν καὶ ἀλκήν, ἤγουν καταπείθει με καὶ δίδωσί | |
5 | μοι ἀλκὴν καὶ δύναμιν μέλπειν καὶ λέγειν ὅπως τὸ δίθρονον κράτος τῶν Ἀχαιῶν, ἤτοι τοὺς δύο βασιλεῖς, καὶ τὴν ἥβην τῆς Ἑλλάδος, τουτ‐ έστι τὴν ἀκμαίαν ἡλικίαν, τὴν σύμφρονα καὶ ὁμόφρονα τάξιν, ἤγουν τὰ τάγματα τὰ ὁμόφρονα, πέμπει ἐπὶ τὴν γῆν τὴν Τευκρίδα καὶ τὴν Τρωϊκὴν σὺν δορί, ἤτοι πολέμωι καὶ μάχηι, πράκτορι δίκης, ἤγουν | |
10 | εἰσπραξομένωι δίκην καὶ τιμωρίαν, ὁ θούριος καὶ ὁρμητικὸς ὄρνις, ἤτοι ὁ ἀετὸς ὁ βασιλεὺς τῶν οἰωνῶν, τουτέστι τὰ ἐνόδια σύμβολα ταῦτα ἔπεμψαν αὐτοὺς πρὸς τὴν Τροίαν. τὰ ἑξῆς δὲ δέον συνδεδεμένως εἰπεῖν, ὁ δὲ ἀσυνδέτως ἐπήνεγκεν. ὁ γὰρ κελαινὸς καὶ μέλας ἀετὸς καὶ ὁ ἐξόπιν ἀργίας, ἤγουν ὁ πύγαργος, φανέντες τοῖς βασιλεῦσι τῶν νεῶν | |
15 | ἴκταρ καὶ ἐγγὺς τῶν μελάθρων αὐτῶν ἐν ταῖς παμπρέπτεσι καὶ εὐ‐ | |
πρεπέσιν ἕδραις λέγω ἐκ τῆς δορυπάλτου χειρός, ἤτοι τῆς δεξιᾶς, ἐφέρβοντο καὶ ἤσθιον γένναν λαγίναν, ἤτοι λαγωῶν, ἐρικύμονα καὶ ἄγαν ἐγκυμονοῦσαν καὶ τίκτουσαν βοσκομένην, βλαβέντα τῶν λοισθίων δρόμων, ἤτοι βλάβην σχόντα ἐκ τῶν τελευταίων αὐτοῦ δρόμων. τὸ | 104 | |
20 | βλαβέντα δὲ πρὸς τὸ σημαινόμενον εἴρηται· λαγίναν γὰρ γένναν ἤγουν λαγωόν. | |
Ag105e | θεόθεν] παρὰ θεῶν. | |
Ag105f | καταπνεύει] διὰ τὸ μέτρον. | |
Ag106 | αἰών] ἤγουν τὸ γῆρας. | |
Ag108a | δίθρονον κράτος] ἤγουν τοὺς δύο βασιλεῖς, τοὺς Ἀτρείδας. | |
Ag108b | ἥβαν] καὶ τὴν τῶν Ἑλλήνων νεότητα καὶ ἀκμαίαν ἡλικίαν. | |
Ag110 | ξύμφρονα ταγάν] τὴν ὁμόφρονα τάξιν. | |
Ag111a | ξὺν δορὶ] σὺν πολέμωι. | |
Ag111b | δίκας] τιμωρίας. | |
Ag111c | πράκτορι] ἀπαιτητῆι, ἤγουν δίκην εἰσπραξομένωι. | |
Ag112a | θούριος] ὁ ὁρμητικός. | |
Ag112b | ὄρνις] ὁ ἀετός. | |
Ag112c | Τευκρίδα] τὴν Τρωϊκὴν ἀπό τινος ἄρχοντος Τεύκρου. | |
Ag112d | αἶαν] γῆν. | |
Ag113 | οἰωνῶν] τῶν ὀρνέων ἀπὸ μέρους. | |
Ag114a | βασιλεῦσι] τοῖς. | |
Ag114b | κελαινὸς] ὁ μέλας. | |
Ag115 | ὅ τ’ ἐξόπιν] ὁ ἐκ τοῦ ὄπισθεν λευκός, ἤτοι ὁ πύγαργος. | |
Ag116a | ἴκταρ] ἐγγύς. | |
Ag116b | μελάθρων] τῶν οἴκων. | |
Ag116c | χερὸς] ἤτοι τῆς δεξιᾶς, δι’ ἧς πάλλουσι τὸ δόρυ. | |
Ag117a | παμπρέπτεσιν] εὐπρεπέσιν. ἡ εὐθεῖα ἡ παμπρέπτις. | |
Ag117b | ἕδραις] καθέδραις. | |
Ag118 | λαγίναν] ἤτοι λαγωῶν γενεάν. | |
Ag119a | ἐρικύμονα] ἄγαν ἐγκυμονοῦσαν· ἄλλα γὰρ γεννᾶι καὶ ἄλλα ἐν γαστρὶ φέρει. | |
Ag119b | φέρβοντο] ἤσθιον. | |
Ag120a | βλαβέντα] βλάβην σχόντα. | |
Ag120b | λοισθίων] ἐκ τῶν τελευταίων. ἐκεῖνος γὰρ ἦν ὁ τελευταῖος αὐτοῦ δρόμος ἐξ οὗ ἐσφάλη. | |
Ag121a | ἐφύμνιον. | 105 |
Ag121b | ἐπειδὴ ὁ αἴλινος καὶ ἐπὶ θρήνου λέγεται, φησὶν ὅτι ἐν τάξει ὕμνου αὐτὸν λέγε. | |
Ag122a | ἀντιστροφὴ κώλων ιθʹ. | |
Ag122b | κεδνὸς] ὁ συνετός. | |
Ag122c | στρατόμαντις] ἤγουν ὁ Κάλχας. | |
Ag122d | ἰδὼν] τὸ τέρας. | |
Ag123a | λήμμασι] φρονήμασι. | |
Ag123b | δισσοὺς] τοὺς δύο. | |
Ag123c | Ἀτρείδας] ἤγουν εἰκόνισεν εἶναι τοὺς ἀετοὺς τοὺς δύο Ἀτρείδας. | |
Ag124a | ἐδάη] ἔμαθεν, ἔγνω. | |
Ag124b | λαγοδαίτας] τοὺς τὸν λαγωὸν εὐωχηθέντας. | |
Ag124c | ἀρχοὺς] ἄρχοντας, προπέμποντας τὸν στρατόν. | |
Ag125 | τεράιζων] τὸ τέρας ἑρμηνεύων. | |
Ag126a | χρόνωι] ἐν. | |
Ag126b | χρόνωι] ἤγουν διὰ χρόνου. | |
Ag126c | ἀγρεῖ] ἀγρεύσει, πορθήσει. | |
Ag126d | πόλιν] ἤτοι τὴν Τροίαν. | |
Ag126e | ἅδε κέλευθος] αὕτη ἡ ὁδός, ἤγουν ἡ τοῦ στόλου κίνησις. | |
Ag127 | πύργων] ἤτοι τῆς πόλεως. | |
Ag129a | κτήνη] τά. | |
Ag129b | κτήνη] ἤτοι τὰ θρέμματα. | |
Ag129c | πρόσθε] πρότερον τῆς πόλεως. | |
Ag129d | δημιοπληθῆ] τὰ δημόσια. | |
Ag130a | ἀλαπάξει] διαφθερεῖ. | |
Ag130b | τὸ βίαιον] ἤγουν βιαίως. | |
Ag131a | + οἶον μή τις· μόνον μὴ ἄτη καὶ βλάβη τις ἐπισκοτίσειε τὸ στράτευμα, δηλονότι τὸ στρατωθὲν καὶ στρατεῦσαν ἐπὶ τὸ μέγα στόμιον τῆς Τροίας τὸ προτυφθέν, ἤγουν τὸ ἀπὸ Ἡρακλέως πρότερον πορθηθὲν καὶ τῶν Ἀμαζόνων. | |
Ag131b | οἶον] μόνον. | |
Ag131c | ἄτα] βλάβη. | |
Ag132a | Ἀστείως ἔφη μέγα στόμιον προτυφθὲν διὰ τὰς ὑπὸ Ἡρακλέως πορθηθείσας πρότερον Τρωϊκὰς πύλας· ὥσπερ γὰρ κατὰ στόμα ἐτύπη | |
καὶ τότε ἡ Τροία. | 106 | |
Ag132b | θεόθεν] ἐκ θεοῦ. | |
Ag132c | κνεφάσειε] ἐπισκοτίσειε. | |
Ag132d | προτυφθὲν] τό. | |
Ag132e | προτυφθὲν] ἤγουν τὸ ὑπὸ Ἡρακλέως πορθηθέν. | |
Ag133a | στόμιον] ἐπί. | |
Ag133b | Τροίας] διὰ τὰς πορθηθείσας πρότερον πύλας αὐτῆς. | |
Ag134 | στρατωθέν] τὸ ἐπιστρατεῦσαν. | |
Ag135a | ἡμέτερα + οἴκωι γὰρ ἐπίφθονος· ἡ Ἄρτεμις γὰρ ἡ καθαρὰ ἐπίφθονός ἐστι καὶ ὀργίλη τῶι οἴκωι τῶν ἀετῶν, τοῖς κυσὶ λέγω τοῦ πατρὸς αὐτοῦ Διὸς τοῖς πτηνοῖς καὶ ταχέσι, θυομένοις καὶ σφάζουσι καὶ σιτουμένοις τὴν ἀθλίαν πτῶκα, ἤτοι τὸν λαγωόν, αὐτότοκον, | |
5 | ἤγουν σὺν αὐτοῖς τοῖς τόκοις αὐτοῦ, πρὸ τῆς λοχείας ἤτοι πρὸ τοῦ τεκεῖν. δέον δὲ εἰπεῖν τῶι οἴκωι τῶν πτηνῶν κυνῶν, πτηνοῖς κυσὶν εἶπε πρὸς τὸ οἴκωι. | |
Ag135b | ἐπίφθονος] ὀργίλη ἐστίν. | |
Ag135c | Ἄρτεμις] ἡ. | |
Ag135d | Ἄρτεμις] ὡς ἔφορος τῶν τόκων. | |
Ag135e | ἁγνὰ] ἡ καθαρά, ἡ παρθένος. | |
Ag136a | πτανοῖς] ταχέσι λέγω. | |
Ag136b | κυσὶ] ἤτοι τοῖς ἀετοῖς. | |
Ag136c | πατρὸς] τοῦ Διός. | |
Ag137a | αὐτότοκον] ἤτοι σὺν τοῖς αὐτοῦ τόκοις ἤγουν τοῖς τέκνοις. | |
Ag137b | πρὸς λόχου] πρὸ τοῦ τεκεῖν. ἐγκύμων γὰρ ἦν. | |
Ag137c | μογερὰν] ἀθλίαν. | |
Ag137d | πτῶκα] ἤτοι τὸν λαγωόν. | |
Ag137e | θυομένοισιν] σιτουμένοις. | |
Ag138a | στυγεῖ] μισεῖ. | |
Ag138b | δὲ] γάρ. | |
Ag138c | δεῖπνον αἰετῶν] διότι δεῖπνον ἐποιήσαντο τὸν λαγωόν. | |
Ag140a | ἐπωιδὸς κώλων κδʹ. | |
Ag140b | + τόσον περ εὔφρων· μέσον τῶν κατὰ σχέσιν στροφῶν καὶ ἐπωιδὸν τέθεικεν. εἰσὶν οὖν τῆς ἐπωιδοῦ ταύτης τὰ κῶλα κδʹ, ὧν τὰ μέν ἐστιν ἰαμβικά, τὰ δὲ δακτυλικά, τὰ δὲ ἀναπαιστικά. ἐπὶ τῶι τέλει κορωνὶς καὶ παράγραφος. | |
Ag140c | τόσον] ἐστίν. | 107 |
Ag140d | εὔφρων] κατ’ εἰρωνείαν. | |
Ag140e | ἁ καλὰ] Ἄρτεμις. | |
Ag141a | δρόσοις] ἤτοι τοῖς νεογνοῖς. | |
Ag141b | ἀέπτοισι] τοῖς μὴ δυναμένοις πτῆναι. | |
Ag141c | μαλερῶν] τῶν φθαρτικῶν πετεινῶν. | |
Ag142a | τ’] καί. | |
Ag142b | ἀγρονόμων] ἤτοι τῶν ἐν ἀγροῖς διαιτωμένων. | |
Ag142c | φιλομάστοις] τοῖς τὸν μαστὸν φιλοῦσιν. | |
Ag143a | Ὀβρίκαλα κυρίως οἱ λεοντιδεῖς καὶ ὅσα τοιαῦτα, παρὰ τὸ ὄβριμα εἶναι καὶ ἰσχυρὰ ἐκ βρέφους. | |
Ag143b | ὀβρικάλοις] ἤτοι τοῖς τέκνοις. | |
Ag143c | τερπνὰ] ἡ καλλίστη Ἄρτεμις. | |
Ag143d | τερπνὰ] ἡ. | |
Ag144a | αἰτεῖ] με. | |
Ag144b | ξύμβολα] τὰ σημεῖα. | |
Ag144c | κρᾶναι] τελέσαι, ἀντὶ τοῦ φάναι τελεσθῆναι. | |
Ag145a | + τούτων τῶν στρουθῶν τὰ φάσματα αἰτεῖ με κρᾶναι καὶ εἰπεῖν καὶ ἀποφήνασθαι τὰ σύμβολα καὶ τὰ σημεῖα δεξιὰ μέν, κατάμομφα δέ, ἤτοι δεξιὰ μὲν διὰ τὴν νίκην, ἐπίμομφα δὲ διὰ τὸν χόλον Ἀρτέμιδος. δέον δὲ εἰπεῖν φάναι, ἐπειδὴ ἃ λέγουσιν οἱ μάντεις καὶ τέλος λαμβά‐ | |
5 | νουσιν, εἰκότως κρᾶναι εἶπεν. ἔδει δὲ οὕτως εἰπεῖν ὡς χρὴ δέ με εἰπεῖν τὰ σύμβολα τῶν φασμάτων τῶν στρουθῶν δεξιὰ καὶ τὰ ἑξῆς, ὁ δὲ ἔμψυχα οἷον δεικνὺς τὰ φάσματα, αἰτεῖ με, φησί, τὰ φάσματα, τὴν αἴτησιν ἐκ τῶν φασμάτων γίνεσθαι χαριέστατα προβαλλόμενος. | |
Ag145b | δεξιὰ] διὰ τὴν νίκην. | |
Ag145c | κατάμομφα] διὰ τὸν χόλον Ἀρτέμιδος. | |
Ag145d | φάσματα] προμαντεύματα. | |
Ag145e | τῶν στρουθῶν] τῶν ἀετῶν. | |
Ag146a | ὁ μάντις τοῦτό φησιν. | |
Ag146b | ἰήιον] ἐπίθετον Ἀπόλλωνος. | |
Ag146c | καλέω] ἐπικαλοῦμαι. | |
Ag146d | καλέω] συνίζησις. | 108 |
Ag146e | Παιᾶνα] τὸν Ἀπόλλωνα. | |
Ag147a | μή] ἵνα. | |
Ag147b | ἀντιπνόους] ἐξ ἐναντίας πνεούσας πνοάς. | |
Ag148a | Δαναοῖς] τοῖς Ἕλλησιν. | |
Ag148b | ἐχενηίδας] ἐχούσας καὶ κωλυούσας τὰς ναῦς. | |
Ag150a | ἀπλοΐδας] μὴ ἐώσας πλεῖν. | |
Ag150b | τεύξηι] ποιήσηι ἡ Ἄρτεμις. | |
Ag151a | σπευδομένα] μετ’ ἐπιτάσεως ζητοῦσα. | |
Ag151b | θυσίαν] τὴν τῆς Ἰφιγενείας. | |
Ag152a | ἑτέραν] ἀντὶ τοῦ λαγωοῦ. | |
Ag152b | ἄνομον] παράνομον. | |
Ag152c | ἄδαιτον] ἣν οὐδεὶς ἔδαισεν, ἤγουν ἔθυσεν ἢ ἔσφαγεν. | |
Ag153a | νεικέων] φιλονεικῶν. | |
Ag153b | νεικέων] συνίζησις. | |
Ag153c | τέκτονα] ποιητικὴν διὰ τὸν φόνον ὃν ἐποίησε Κλυταιμνήστρα. | |
Ag153d | σύμφυτον] συγγενικήν. | |
Ag154a | ἡμέτερα + δέον μετὰ τοῦ δὲ εἰπεῖν μίμνει δέ, ὁ δὲ ἀσυνδέτως ἐξήνεγκεν εἰπὼν μίμνει ἐπὶ τὴν οὐ δεισήνορα καὶ τὴν οὐ φοβηθεῖσαν τὸν ἄνδρα αὐτῆς, ἀλλ’ ἀνηλεῶς φονεύσασαν Κλυταιμνήστραν μῆνις καὶ μνησικακία μνήμων, φοβερὰ καὶ ξένη, ὡς μὴ ὑπ’ ἄλλης τολμηθεῖσα, | |
5 | παλίνορτος καὶ ὕστερον ὁρμωμένη, οἰκονομοῦσα καὶ κατασκευάζουσα δολίως τὸν τοῦ ἀνδρὸς θάνατον τεκνόποινος, ἤτοι ποινὴν καὶ τιμω‐ ρίαν εἰσπράττουσα τοῦ τέκνου αὐτῆς, τουτέστι τῆς Ἰφιγενείας. | |
Ag154b | οὐ δεισήνορα] ἐπὶ τὴν οὐ φοβηθεῖσαν τὸν ἄνδρα αὐτῆς Κλυ‐ ταιμνήστραν. | |
Ag154c | μίμνει] μένει. | |
Ag154d | φοβερὰ] ξένη, μήπω τολμηθεῖσα. | |
Ag154e | παλίνορτος] ὕστερον ὁρμωμένη. | |
Ag155a | δολία] κατασκευάζουσα δολίως τὸν τοῦ ἀνδρὸς θάνατον. | |
Ag155b | μνάμων] μνημονευτική. | |
Ag155c | μῆνις] ἤγουν μνησικακία. | |
Ag155d | τεκνόποινος] ἤγουν δίκην εἰσπράττουσα τοῦ τέκνου. | |
Ag156a | Κάλχας] ὁ. | |
Ag156b | μεγάλοις] διὰ τὴν νίκην. | 109 |
Ag156c | ἀπέκλαγξεν] ἤγουν εἶπεν, ἀπὸ μεταφορᾶς τῶν ἀετῶν. | |
Ag157 | μόρσιμ’] πεπρωμένα. | |
Ag158a | ὁδίων] τῶν ἐπὶ τῆι ὁδῶι φανέντων. | |
Ag158b | βασιλείοις] βασιλικοῖς. | |
Ag159a | τοῖσδ’ ὁμόφωνον] ὡς ὄντες ἐν Ἄργει τοῦτό φασιν. | |
Ag159b | ὁμόφωνον] ἤγουν ὁμοφώνως τοῖς φάσμασιν. | |
Ag160a | στροφὴ ἑτέρα κώλων ηʹ. | |
Ag160b | + Ζεὺς ὅστις ποτ’ ἐστίν· αἱ ἑξῆς αὗται πᾶσαι στροφαὶ κατὰ σχέσιν εἰσί, μόνον οὐ μὴν ἔχουσι καὶ ἐπωιδούς. καί εἰσι τῆς πρώτης ταυτησὶ στροφῆς τὰ κῶλα ηʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα, τῆς δευτέρας ὁμοίως ηʹ, τῆς τρίτης ιβʹ, τῆς τετάρτης ιʹ καὶ τῆς πέμπ‐ | |
5 | της ιαʹ. ὁμοίως καὶ τὰ τῶν ἀντιστροφῶν, ἃ καὶ μετρήσεις τοῖς προ‐ τέροις ἑπόμενος· εὔγνωστα γὰρ ἂν εἴη σοι καὶ ταῦτα, ἀκριβῶς ἐκείνων ἐσχηκότι τὴν γνῶσιν. ἐπὶ τῶι τέλει ἑκάστης στροφῆς καὶ ἀντιστροφῆς παράγραφος, ἐπὶ δὲ τῶι τέλει πασῶν κορωνὶς ἐξιόντος τοῦ χοροῦ. | |
Ag160c | ὅστις] διάφορος γὰρ ἡ περὶ τοῦ θείου δόξα. | |
Ag160d | τόδ’] τὸ Ζεύς. | |
Ag161a | φίλον] προσφιλές. | |
Ag161b | κεκλημένωι] ἐπικαλουμένωι ἢ ὀνομαζομένωι. | |
Ag162a | νιν] αὐτόν. | |
Ag162b | προσεννέπω] προσλαλῶ, ὀνομάζω. | |
Ag163a | + ἐγώ, φησί, πάντα ἐρευνῶν καὶ πάντ’ ἐξετάζων ὡς ἐν σταθ‐ μῶι τινι, οὐκ ἔχω προσεικάσαι καὶ ὅμοιόν τι εὑρεῖν τοῦ Διός, εἰ χρὴ ἀληθῶς ἀποβαλεῖν ἀπὸ τῆς φροντίδος καὶ τοῦ λογισμοῦ μάταιον ἄλλο ἄχθος· τὸ γὰρ περί τινων ἄλλων διαλογίζεσθαι μάταιόν ἐστιν ὄντως | |
5 | ἄχθος. ἡ δέ γε περὶ θεοῦ ἔννοια καὶ τὸ διὰ μνήμης ἐκεῖνον ἔχειν ἀεὶ οὐ μόνον ἄχθους παντός ἐστιν ἀπηλλαγμένον, ἀλλὰ καὶ χαρᾶς ἀφάτου τὴν καρδίαν πληροῖ, ὡς καὶ Εὐριπίδης φησίν· ἦ μέγα μοι τὰ θεῶν μελεδήμαθ’ ὅταν φρένας ἔλθηι λύπας παραιρεῖ. τοῦτο δὲ ὅμοιόν ἐστι τῶι ἐμνήσθην τοῦ θεοῦ καὶ εὐφράνθην. ταῦτα δὲ | |
10 | ἄγαν ἐστὶν εὐσεβῆ. | |
Ag163b | προσεικάσαι] προσόμοιόν τι εὑρεῖν. | |
Ag163c | ἐπισταθμώμενος] ἐρευνῶν, ζυγοστατῶν. | |
Ag164 | πλὴν Διός] πάντα γὰρ μάταια, τοῦτο δὲ μόνον ἀληθές. | 110 |
Ag165a | ἀπὸ φροντίδος] ἀποβαλεῖν, ἀποσείσασθαι τοῦ λογισμοῦ. | |
Ag165b | ἄχθος] μάταιον βάρος. | |
Ag166a | χρὴ] πρέπει. | |
Ag166b | ἐτητύμως] ἀληθῶς καὶ μὴ ἐπιπλάστως. | |
Ag168a | ἀντιστροφὴ κώλων ηʹ. | |
Ag168b | ὅστις] ὁ Κρόνος. | |
Ag168c | πάροιθεν] πρότερον. | |
Ag169a | παμμάχωι] πᾶσι δυναμένωι μάχεσθαι. | |
Ag169b | θράσει] τόλμηι, δυνάμει. | |
Ag169c | βρύων] θάλλων, ἦν κρείττων αὐτοῦ δηλονότι. | |
Ag170 | λέξαι] ἤγουν εἰ χρὴ εἰπεῖν. | |
Ag171a | ὃς] ἴσως τὸν Τυφῶνα λέγει. | |
Ag171b | ὃς] ἢ τοὺς Τιτᾶνας λέγει. | |
Ag171c | ἔφυ] ἐγένετο. | |
Ag171d | Τριακτῆρος· νικητῆρος ἀπὸ μεταφορᾶς τῶν ἐν τοῖς πεντ‐ άθλοις ἀποτριαδιζόντων. | |
Ag171e | τριακτῆρος] ἤγουν νίκης. | |
Ag173a | οἴχεται] ἐφθάρη. | |
Ag173b | τυχών] οὐ τυχών. λάμβανε γὰρ τὸ οὐ ἀπὸ τοῦ οὐδ’ ὅστις. | |
Ag174a | προφρόνως] προνοητικῶς. | |
Ag174b | ἐπινίκια] ἐπὶ ἐλπίδι νίκης δηλονότι. | |
Ag174c | κλάζων] ἐπικαλούμενος. | |
Ag175a | τεύξεται] ἐπιτύχοι. | |
Ag175b | φρενῶν] ἤγουν καθόλου φρόνιμος ἔσται. | |
Ag176a | στροφὴ ἑτέρα κώλων ηʹ. | |
Ag176b | ὁδώσαντα] ὁδοὺς δόντα, ὁδοποιήσαντα. | |
Ag176c | τῶι πάθει μάθος] τὸν ἐκ τοῦ παθεῖν τὸ μαθεῖν θέμενον. | |
Ag176d | Δύσχρηστος μὲν ἡ λέξις, ἀλλ’ Ἀττική. ὡς γὰρ τὸ ῥέος καὶ τὸ βλέπος οὕτω καὶ τὸ μάθος καὶ ἔτι τὸ δίψος καὶ τὸ βλάβος καὶ τὸ κλέπος. | |
Ag179a | ἔν θ’] ἔν τε. | |
Ag179b | πρὸ] ἐπί. | |
Ag180a | μνησιπήμων] ἤγουν οἱ ἁμαρτήσαντες καὶ ἐν ὕπνοις πημονὰς καὶ | |
πόνους φαντάζονται. | 111 | |
Ag180b | ἄκοντας] ἤγουν παθόντες ἄκοντες ἐσωφρόνησαν. | |
Ag181 | σωφρονεῖν] τό. | |
Ag182a | δαιμόνων] τῶν θεῶν. | |
Ag182b | που] ἴσως. | |
Ag182c | χάρις] ἡ. | |
Ag182d | βιαίως] κραταιῶς ἤγουν τῶν τὸ κράτος ἐχόντων. | |
Ag183a | σέλμα] καθέδραν σεμνὴν ἤτοι τὸν οὐρανόν. | |
Ag183b | ἡμένων] καθημένων. | |
Ag184a | ἀντιστροφὴ κώλων ηʹ. | |
Ag184b | τόθ’] τότε. | |
Ag184c | ἡγεμὼν] ὁ ἄρχων. ὁ Ἀγαμέμνων ὁ τοῦ Μενελάου πρεσβύτερος. | |
Ag185 | Ἀχαϊκῶν] Ἑλληνικῶν. | |
Ag187a | ἐμπαίοις] ταῖς συμπεσούσαις καὶ συγκρουσάσαις. | |
Ag187b | συμπνέει] συμφωνεῖ καὶ οὐκ ἀνθίσταται ταύταις. | |
Ag188a | εὖτ’] ὁπηνίκα ἀσυνδέτως. | |
Ag188b | κεναγγεῖ] κενοῖ τὰ ἀγγεῖα, ἤτοι κατεσθίει τὰ βαρύνοντα. | |
Ag189a | βαρύνοντ’] τά. | |
Ag189b | βαρύνοντ’] ἤτοι πᾶν ὅπερ εἶχε βάρος. | |
Ag189c | λεώς] ὁ. | |
Ag190a | Χαλκίδος] τῆς Εὐρίπου ἀπὸ μέρους. | |
Ag190b | ἔχων] οἰκῶν ὁ λαός. | |
Ag190c | παλιρρόθοις] τοῖς ὧδε κἀκεῖσε τὸ ῥεῦμα πέμπουσιν. | |
Ag190d | Παλιρρόθοις τόποις· διὰ τὸ τὴν θάλασσαν ὧδε κἀκεῖσε περιπολεῖν. Αὐλίδα δὲ ὀνομάζει τὴν Εὔριπον διὰ τὸ αὐλισθῆναι τὰς ναῦς ἐκεῖ. | |
Ag191a | ἐν Αὐλίδος] λέγω. | |
Ag191b | Αὐλίδος] τῆς Εὐρίπου. | |
Ag192a | στροφὴ ἑτέρα κώλων ιβʹ. | |
Ag192b | μολοῦσαι] ἐρχόμεναι. | |
Ag193a | κακόσχολοι] ἐπὶ κακῶι τὴν σχολὴν ποιοῦσαι. | |
Ag193b | νήστιδες] ἀεὶ κινούμεναι. | |
Ag193c | δύσορμοι] μὴ ἐῶσαι ὁρμισθῆναι. | |
Ag194a | ἄλαι] πλάναι. | |
Ag194b | ναῶν] τῶν. | |
Ag194c | ναῶν] ὥστε μὴ σῆψις αὐταῖς ἐκ τῆς στάσεως γένηται. | 112 |
Ag195a | Ταῦτα ἐκ τῶν Ὁμηρικῶν μεταπέπλασται· καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες· καὶ πάλιν· καὶ δὴ δοῦρα σέσηπε νεῶν. | |
Ag195b | πεισμάτων] τῶν σχοινίων. | |
Ag195c | ἀφειδεῖς] ἤγουν μὴ φειδῶ ποιούμεναι. | |
Ag196 | παλιμμήκη] ἐκ δευτέρου μηκυνόμενον. δύο γάρ, ὡς ἔοικε, χρόνους ἐκεῖ διέτριβον. | |
Ag197a | τρίβωι] τῆι διατριβῆι. | |
Ag197b | κατέξαινον] κατέφθειρον. | |
Ag197c | ἄνθος] πᾶν τὸ ἐξαίρετον καὶ ἔκκριτον. | |
Ag199a | χείματος] χειμῶνος, συμφορᾶς. | |
Ag199b | μῆχαρ] μηχάνημα. | |
Ag200a | βριθύτερον] βαρύτερον, ἐπαχθέστερον. | |
Ag200b | πρόμοισιν] τοῖς προμάχοις, τοῖς βασιλεῦσιν. | |
Ag201a | μάντις] ὁ. | |
Ag201b | ἔκλαγξε] εἶπεν. | |
Ag201c | Προφέρων Ἄρτεμιν ἤτοι λέγων τὴν Ἄρτεμιν ὅτι θυσίαν ζητεῖ. | |
Ag202a | ἡμέτερα + εἰώθασιν οἱ συμφοράν τινα μεγίστην καὶ ἀπροσ‐ δόκητον ἐξαίφνης ἀκούσαντες ἐκ τῆς ὑπερβαλλούσης λύπης πᾶν τὸ παρατυχὸν ἐν ταῖς χερσὶ βιαίως ῥίπτειν ἐπὶ τὴν γῆν καὶ τύπτειν αὐτήν. ἐπεὶ δ’ οἱ βασιλεῖς σκῆπτρα ἐν ταῖς χερσὶ κατέχουσι, διὰ τοῦτο βάκ‐ | |
5 | τροις ἐνταῦθα εἶπε, τουτέστι βακτηρίαις. | |
Ag202b | χθόνα] τὴν γῆν. | |
Ag202c | βάκτροις] τῆι βακτηρίαι. | |
Ag203 | ἐπικρούσαντας] τύψαντας διὰ τὴν ὑπερβάλλουσαν λύπην. | |
Ag204 | μὴ κατασχεῖν] ἀλλὰ λίαν θρηνεῖν. | |
Ag205a | ἀντιστροφὴ κώλων ιβʹ. | |
Ag205b | ἄναξ δ’] περισσὸς ὁ δὲ Ἀττικῶς. | |
Ag205c | ὁ πρέσβυς] ὁ Ἀγαμέμνων. | |
Ag205d | + ἄναξ δ’ ὁ πρέσβυς· ἡ ἀπόδοσις τοῦ ἐπεὶ δὲ ἐνταῦθά ἐστιν. οὕτως· ἐπεὶ δὲ ὁ μάντις εἶπε τὸ καὶ τό, ὁ ἄναξ δὲ ὁ πρέσβυς εἶπε τόδε. περισσὸς δέ ἐστιν ὁ δὲ σύνδεσμος Ἀττικῶς. | |
Ag205e | φωνῶν] λέγων. | 113 |
Ag206a | κὴρ] μοῖρα. | |
Ag206b | πείθεσθαι] τοῖς θεοῖς δηλονότι. | |
Ag207 | βαρεῖα] πλείων οἶκτός μοι, φησί, διὰ τὸ τέκνον. | |
Ag208a | δαΐξω] συνίζησις. | |
Ag208b | δαΐξω] φονεύσω. | |
Ag208c | δόμων] τῶν. | |
Ag208d | ἄγαλμα] τὴν εὐπρέπειαν. | |
Ag209a | μιαίνων] μολύνων. | |
Ag209b | παρθενοσφάγοισι] παρθενικοῖς. | |
Ag209c | ῥείθροις] αἵματι. | |
Ag210a | πατρώους] πατρικάς. | |
Ag210b | πέλας] πλησίον. | |
Ag211 | τί] ἤγουν τί χεῖρον τῶνδε; | |
Ag212 | λιπόναυς] ἤγουν πῶς καταλείψω τὰς ναῦς; | |
Ag213a | ξυμμαχίας] τῆς. | |
Ag213b | ξυμμαχίας] τούτων. | |
Ag213c | ἁμαρτών] ἀποτυχών. | |
Ag215a | παρθενίου] παρθενικοῦ. | |
Ag215b | αὐδᾶι] λέγει ὁ μάντις. | |
Ag216a | περιόργως] ἐπιθυμητικῶς. | |
Ag216b | ἐπιθυμεῖν] τὴν Ἄρτεμιν. | |
Ag217a | θέμις] ἤγουν δικαίως δὲ καὶ καλῶς ἀποβαίη. | |
Ag217b | γὰρ] δέ. | |
Ag218a | στροφὴ ἑτέρα κώλων ιʹ. | |
Ag218b | ἡμέτερα + ἐπεὶ δὲ ὑπέδυ τὸν ζυγὸν τῆς ἀνάγκης—τοῦτο γὰρ δηλοῦν βούλεται τὸ λέπαδνον—ἐξέπνευσε δὲ καὶ ἀπέρριψε καὶ ἀπ‐ εβάλλετο τὴν δυσσεβῆ τροπὴν τῆς φρενὸς τὴν ἄναγνον καὶ ἀνίερον— ἐκτροπὴ γάρ ἐστι νοῦ καὶ δυσσέβεια ἀκάθαρτος καὶ παράνομος μὴ | |
5 | πείθεσθαι τοῖς θεοῖς—ἔγνω τόθεν καὶ ἐκεῖθεν εἶναι τοῖς ἀνθρώποις τὸ φρονεῖν τὸ παντότολμον, ἤγουν ἐκ τῆς ἀνάγκης εἶναι τὸ τὰ πάντα τολμᾶν. θρασύνει γὰρ αὐτοὺς τάλαινα παρακοπὴ καὶ παρατροπὴ τοῦ νοῦ αἰσχρὰ καὶ κακὰ καὶ ἄθεσμα βουλευομένη, ἥτις ἐστὶ πρωτο‐ πήμων, ἤγουν μείζων τῶν ἄλλων πημάτων καὶ πρώτη· τῆς γὰρ παρα‐ | |
10 | φροσύνης καὶ ἐκτροπῆς τοῦ νοῦ οὐδέν ἐστι χεῖρον νόσημα. | |
Ag218c | ἔδυ] ὑπέδυ. | 114 |
Ag218d | Λέπαδνα οἱ ἐκ δερμάτων μασχαλιστῆρες τῶν ἵππων, παρὰ τὸ λέπω τὸ λεπίζω καὶ ἐκδέρω. οἱ δὲ τοὺς τῶν ζυγῶν φασι λώρους. ἀπὸ μέρους δὲ τὸν ὅλον ζυγὸν λέγει. | |
Ag218e | ἔδυ λέπαδνον] ἤτοι τὸν ζυγὸν ὁ Ἀγαμέμνων. | |
Ag219a | πνέων] ἐκπνέων. | |
Ag219b | τροπαίαν] τροπήν, μεταβολήν, ὡς σελήνη σεληναία. | |
Ag220a | ἄναγνον] ἀκάθαρτον. | |
Ag220b | ἀνίερον] παράνομον. | |
Ag220c | τόθεν] ἤγουν ἀπὸ τῆς ἀνάγκης. | |
Ag221a | παντότολμον] ἤγουν τὸ τὰ πάντα τολμᾶν. | |
Ag221b | φρονεῖν] τό. | |
Ag221c | φρονεῖν] λογίζεσθαι. | |
Ag221d | μετέγνω] ἤγουν ἔγνω, κατενόησεν εἶναι τοῖς ἀνθρώποις. | |
Ag222a | γνώ(μη). | |
Ag222b | θρασύνει] θρασεῖς ποιεῖ. | |
Ag222c | αἰσχρόμητις] αἰσχρὰ βουλευομένη. | |
Ag223a | τάλαινα] ἀθλία. | |
Ag223b | παρακοπὰ] παρατροπὴ τοῦ νοῦ. | |
Ag223c | πρωτοπήμων] ἡ μείζων τῶν ἄλλων πημάτων. | |
Ag224a | ἔτλα] ὑπέμεινεν. | |
Ag224b | θυτὴρ] σφαγεύς. | |
Ag226a | γυναικοποίνων] τῶν εἰσπραξομένων ποινὰς ὑπὲρ τῆς Ἑλένης. | |
Ag226b | ἀρωγὰν] βοήθειαν. | |
Ag227 | προτέλεια] προθύματα ἀπὸ τῶν θυμάτων τῶν ἐν τελέταις γινο‐ μένων. | |
Ag228a | ἀντιστροφὴ κώλων ιʹ. | |
Ag228b | λιτὰς] ἱκεσίας. | |
Ag228c | κληδόνας] φήμας τινὰς ἴσως προμηνυούσας μέλλον τι ὑπ’ ἀνάγ‐ κης. | |
Ag229a | + τὴν παρὰ εἰς τὸ αἰῶνα παρθένειον σύναπτε ἵν’ εἴη ὁ λόγος σαφής. οὕτω· τὰς λιτὰς δὲ καὶ τὰς ἱκεσίας τὰς πατρώιους καὶ πατρικὰς καὶ τὰς κληδόνας τὰς παρὰ τὸν αἰῶνα τὸν παρθένειον, ἤγουν ἃς ἐποιεῖτο διὰ τὴν ζωὴν τῆς παρθένου, οὐδὲν ἔθεντο καὶ εἰς οὐδὲν | |
5 | ἐλογίσαντο οἱ φιλόμαχοι βραβεῖς, ἤγουν οἱ ἀγωνοθέται καὶ οἰκονόμοι τῆς θυσίας· φιλόμαχοι γὰρ ὄντες ἔσπευδον τάχιον πρὸς τοὺς ἐχθροὺς ἀφικέσθαι. | 115 |
Ag229b | οὐδὲν] εἰς οὐδέν. | |
Ag229c | αἰῶνα παρθένειον] ἤγουν τὰς διὰ τὴν ζωὴν τῆς παρθένου. | |
Ag230a | φιλόμαχοι] οἱ. | |
Ag230b | βραβεῖς] οἱ οἰκονόμοι τῆς θυσίας. | |
Ag231a | ἡμέτερον + ὁ πατὴρ δὲ Ἀγαμέμνων μετὰ τὴν εὐχὴν ἤγουν μετὰ τὸ εὔξασθαι ἔφρασε καὶ εἶπε τοῖς παρεστῶσιν ἐν ὄσσοις, τουτ‐ έστιν ἔνευσεν αὐτοῖς ἐν τοῖς ὀφθαλμοῖς, δίκην καὶ τρόπον χιμαίρας βαλεῖν καὶ ἐπιθεῖναι αὐτὴν ὑπεράνω τοῦ βωμοῦ ἀέρδην, ἤτοι βαστακτι‐ | |
5 | κῶς, παντὶ θυμῶι, ἤγουν ὅληι ὁρμῆι, λαβόντας δηλονότι περιπετῆ καὶ περιπεπτωκυῖαν ἐν πέπλοις, τουτέστιν ἐπάνω πέπλων, ἐπιθέντας αὐ‐ τὴν προνωπῆ καὶ πρὸ τῶν ὀφθαλμῶν πάντων, ἤγουν ἐνώπιον πάντων, καὶ κατασχεῖν τὴν φυλακὴν τοῦ στόματος αὐτῆς τοῦ καλλιπρώιρου, ἤτοι κρατῆσαι καὶ φυλάξασθαι τὸ εὐπρόσωπον στόμα αὐτῆς, ὥστε μὴ | |
10 | κατάραν τινὰ φθέγξασθαι κατὰ τῶν οἴκων τοῦ πατρὸς αὐτῆς. | |
Ag231b | φράσεν] εἶπε τοῖς παρεστῶσιν. | |
Ag231c | ἐν ὄσσοις] ἤγουν διὰ νεύματος τῶν ὀφθαλμῶν. | |
Ag231d | πατὴρ] ὁ. | |
Ag231e | μετ’ εὐχὰν] μετὰ τὸ εὔξασθαι. | |
Ag232a | δίκαν] τρόπον. | |
Ag232b | χιμαίρας] ζώιου. | |
Ag232c | ὕπερθε] ὑπεράνω. | |
Ag232d | βωμοῦ] τοῦ. | |
Ag232e | βωμοῦ] ἐνταῦθα τὸ βαλεῖν. | |
Ag233a | πέπλοισι] ἐν. | |
Ag233b | περιπετῆ] περιπεπτωκυῖαν ἢ κεκαλυμμένην. | |
Ag233c | παντὶ θυμῶι] ὅληι ὁρμῆι λαβόντας δηλονότι. | |
Ag234a | προνωπῆ] ἐνώπιον, πάντων πρὸ ὀφθαλμῶν. | |
Ag234b | βαλεῖν] ἐπιθεῖναι. | |
Ag234c | ἀέρδην] βαστακτικῶς, ἀπὸ τοῦ ἀήρ. | |
Ag235a | καλλιπρώιρου] καλλιπροσώπου, ἐκ μεταφορᾶς τῶν πλοίων. | |
Ag235b | κατασχεῖν] κρατῆσαι. | |
Ag236a | φθόγγον] λέγω. | |
Ag236b | φθόγγον] ἤγουν ὥστε μὴ κατάραν τινὰ φθέγξασθαι κατὰ τῶν | |
πατρικῶν αὐτῆς οἴκων. | 116 | |
Ag238a | στροφὴ ἑτέρα κώλων ιαʹ. | |
Ag238b | + βίαι χαλινῶν δέ· τῆι βίαι δὲ τῶν χαλινῶν, ἤτοι τῶν χει‐ ρῶν, αἵτινες τὸ στόμα αὐτῆς ἐχαλίνωσαν, ὥστε μὴ δύνασθαι φθέγξα‐ σθαι, ἐν ἀναύδωι μένει καὶ ἀφώνωι ὁρμῆι ῥίψασα εἰς τὴν γῆν τὰς τοῦ κρόκου βαφάς, τουτέστι τὰ κροκοβαφῆ πέπλα, ἔβαλλε καὶ ἐτίτρω‐ | |
5 | σκεν ἕκαστον τῶν περιεστώτων θυτήρων, ἤγουν τῶν οἰκονόμων τοῦ θύματος, ἀπὸ τῶν αὐτῆς ὀμμάτων ἐν βέλει φιλοίκτωι, ἤτοι πάντας ἐκίνει κατοικτείρειν αὐτήν, κατακλῶσα αὐτῶν τὰς ψυχὰς καὶ πρέπουσα ὡς ἐν γραφαῖς καὶ θέλουσα προσεννέπειν, ἤγουν καὶ δίκην ἀγάλματος οὖσα διαπρεπὴς καὶ θέλουσα φθέγξασθαι καὶ μὴ δυναμένη. ἀσυνδέτως | |
10 | δὲ τὸ προσεννέπειν θέλουσα εἴρηκεν. τὰ ἑξῆς δὲ δῆλα, ὅτι πολλά‐ κις ἔμελψεν ἐν τοῖς συμποσίοις κατὰ τοὺς οἴκους τοῦ πατρὸς αὐτῆς καὶ τιμίαν ἐποίει τὴν ζωὴν τοῦ πατρὸς αὐτῆς ἐν τῆι φωνῆι αὐτῆς τῆι παρ‐ θενικῆι ἄιδουσα ἐν τοῖς εὐπότοις σπονδαῖς καὶ εὐωχίαις. οὕτω γὰρ δέον εἰπεῖν, ὁ δὲ τὸν αἰῶνα ἔφη τριτόσπονδον καὶ εὔποτον ἤγουν ζηλω‐ | |
15 | τὸν ἐποίει τὸν ἑαυτῆς πατέρα διὰ τῆς ὠιδῆς αὐτῆς. ἔθος δὲ ἦν, ὡς ἔοικεν, ἄιδειν τε καὶ ὀρχεῖσθαι τῶν βασιλέων τὰς θυγατέρας ἐν τοῖς συμποσίοις. δῆλον δέ ἐστι τοῦτο ἐντεῦθέν τε καὶ ἐκ τῆς ὀρχησαμένης Ἡρωδιάδος. | |
Ag238c | βίαι] τῆι. | |
Ag238d | βίαι] ἤτοι τῶν χειρῶν αἵτινες τὸ στόμα αὐτῆς ἐχαλίνωσαν. | |
Ag238e | μένει] ἀφώνηι ὁρμῆι. | |
Ag239a | κρόκου βαφὰς] τὰ κροκοβαφῆ πέπλα. | |
Ag239b | ἐς πέδον] εἰς τὴν γῆν. | |
Ag239c | χέουσα] ῥίψασα. | |
Ag240a | ἔβαλλ’] ἐτίτρωσκεν. | |
Ag240b | θυτήρων] τῶν οἰκονόμων τοῦ θύματος. | |
Ag241a | βέλει] ἐν. | |
Ag241b | ὀμμάτων] τῶν αὐτῆς. | |
Ag241c | φιλοίκτωι] οἶκτον καὶ φίλτρον ἔχοντι. | |
Ag242a | πρέπουσα] ἤγουν διαπρεπὴς οὖσα ὡς ἀπὸ γραφῆς ἄγαλμα. | |
Ag242b | προσεννέπειν] προσλαλῆσαι. | |
Ag243 | ση(μείωσαι). | |
Ag244a | κατ’ ἀνδρῶνας] ἤτοι τοὺς οἴκους. | |
Ag244b | εὐτραπέζους] ἤγουν ἐν συμποσίοις. | |
Ag245a | ἔμελψεν] ἦισεν. | |
Ag245b | ἁγνᾶι] ἐν παρθενικῆι. | |
Ag245c | δ’] γάρ. | 117 |
Ag245d | ἀταύρωτος] μὴ συνεζευγμένη ταύρωι ἢ ἀνδρί, ὡς δάμαλις, ὡς μόσχος. | |
Ag245e | αὐδᾶι] φωνῆι. | |
Ag246 | εὔποτον] πολλὰς θυσίας ποιοῦντα ἢ εὐωχίας καὶ συμπόσια καὶ πότους καλῶς διακειμένους. | |
Ag247a | αἰῶνα] τὴν ζωήν. | |
Ag247b | φίλως] προσφιλῶς. | |
Ag247c | ἐτίμα] ἤτοι ζηλωτὸν ἐποίει δι’ ἑαυτῆς τὸν πατέρα. | |
Ag248a | ἀντιστροφὴ κώλων ιαʹ. | |
Ag248b | τὰ δ’ ἔνθεν] τὰ ἐντεῦθεν, τὰ ἑξῆς. | |
Ag248c | εἶδον] ἐθεασάμην. | |
Ag248d | ἐννέπω] λέγω. | |
Ag249a | Κάλχαντος] τοῦ. | |
Ag249b | ἄκραντοι] ἀτέλεστοι. | |
Ag249c | οὐκ ἄκραντοι] ἀλλὰ τελεσθήσονται. | |
Ag250a | δίκα] ἡ δικαιοσύνη. | |
Ag250b | Δίκα δέ· τοῖς πεπονθόσι, φησίν, ἡ δίκη δίδωσι τὸ μαθεῖν· δίκην γὰρ δόντες μανθάνουσιν. | |
Ag251a | μαθεῖν] τό. | |
Ag251b | ἐπιρρέπει] ἤτοι δίδωσι. | |
Ag252a | κλύοις] ἀκούσαις. | |
Ag252b | προχαιρέτω] φθαρήτω τὸ μέλλον. | |
Ag253 | δὲ] γάρ. ὁ γὰρ προγινώσκων τὸ μέλλον καὶ προστενάζει. | |
Ag254a | τορὸν] φανερόν. | |
Ag254b | ἥξει] τὸ μέλλον. | |
Ag254c | σύναρθρον] συνηρμοσμένον βοαῖς καὶ θρήνοις. | |
Ag254d | αὐταῖς] συνίζησις. | |
Ag255a | πέλοιτο] γένοιτο. | |
Ag255b | τούτοισιν] ἤγουν μετὰ ταῦτα τὰ ἑξῆς. | |
Ag255c | εὔπραξις] εὐπραγία. | |
Ag255d | ὡς] καθά. | |
Ag256a | τόδ’ ἄγχιστον] ἤγουν ἡμεῖς. | |
Ag256b | ἄγχιστον] τὸ συγγενικόν, ἤγουν οἱ ὁμόφυλοι. | |
Ag256c | Ἀπίας] τῆς Πελοποννήσου. | |
Ag257a | γαίας] γῆς. | 118 |
Ag257b | μονόφρουρον] ἤγουν ἡμεῖς οἱ καταλειφθέντες μόνοι εἰς φρουρὰν τῆς χώρας. | |
Ag258a | ἡμέτερον + ἥκω σεβίζων· αἱ ἑξῆς αὗται συστηματικαὶ περί‐ οδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ϙζʹ, ὧν τελευ‐ ταῖος· χάρις γὰρ οὐκ ἄτιμος εἴργασται πόνων. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος καὶ ἐπὶ τῶι τέλει κορωνὶς εἰσιόντος 〈τοῦ〉 | |
5 | χοροῦ. | |
Ag258b | ἥκω] ἦλθον. | |
Ag258c | σεβίζων] τιμῶν. | |
Ag258d | Κλυταιμήστρα] ὦ. | |
Ag259a | δίκη] δίκαιον. | |
Ag259b | φωτὸς] ἀνδρός. | |
Ag259c | ἀρχηγοῦ] βασιλέως. | |
Ag259d | τίειν] τιμᾶν. | |
Ag260a | Ἐρημωθέντος ἄρσενος θρόνου· ἤγουν ἐρήμου καταλει‐ φθέντος τοῦ θρόνου τοῦ βασιλέως, ὡς ἀποδημοῦντος ἐκείνου. παρόντος μέντοι οὐ δεῖ ἐντυγχάνειν αὐτῆι πάντα καὶ τὸν τυχόντα. | |
Ag260b | ἐρημωθέντος] ἤγουν ἀποδημοῦντος τοῦ βασιλέως. | |
Ag261a | κεδνὸν] ἀγαθόν. | |
Ag261b | μὴ] ἤγουν κακόν. | |
Ag261c | πεπυσμένη] ἀκούσασα. | |
Ag262a | εὐαγγέλοισιν] 〈ἤγουν καλὴν ἀγγελίαν〉 προσδοκῶσα. | |
Ag262b | θυηπολεῖς] περὶ θυσίας διατρίβεις. | |
Ag263a | κλύοιμ’] ἀκούσαιμί σου. | |
Ag263b | εὔφρων] καλῶς φρονοῦσα. | |
Ag263c | σιγῶντι] ἤγουν εἰ μὴ θέλεις εἰπεῖν, οὐ μεμψαίμην ἄν. | |
Ag264a | παρ(οιμία). | |
Ag264b | εὐάγγελος] καλὰ ἀγγέλουσα. | |
Ag264c | παροιμία] λέγει δηλονότι. | |
Ag265a | ἕως] ἡ ἡμέρα. | |
Ag265b | γένοιτο] ἤγουν γένοιτο καλὴ ἡ ἡμέρα, ὥσπερ καὶ ἡ νὺξ ἡ αὐτὴν γεννήσασα. | |
Ag266a | πεύσηι] ἀκούσηι. | 119 |
Ag266b | χάρμα] χαράν. | |
Ag266c | μεῖζον] ἤγουν μεῖζον τοῦ ἐλπίσαι τινὰ ἀκοῦσαι τοῦτο ἤτοι ὑπὲρ ἐλπίδα. | |
Ag267 | ἡιρήκασιν] ἐκράτησαν. | |
Ag268a | Τοῦτο παρὰ τὸ ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων, ἤγουν ἔξω τῆς ἀκοῆς μου ἐξ ἀπιστίας ὁ λόγος σου γέγονεν. | |
Ag268b | φήις] λέγεις. | |
Ag268c | πέφυγε] τὴν ἀκοήν. | |
Ag269a | Ὄντως ἀληθῶς λέγω τὴν Τροίαν οὖσαν τῶν Ἀχαιῶν, ἤγουν ἀληθῶς λέγω κρατηθῆναι τὴν Τροίαν ὑπὸ τῶν Ἀχαιῶν. | |
Ag269b | ἦ] ὄντως. | |
Ag269c | τορῶς] ἀληθῶς. | |
Ag270a | ὑφέρπει] ἐν ψυχῆι γίνεται. | |
Ag270b | ἐκκαλουμένη] τινὲς γὰρ καὶ ἀπὸ χαρᾶς δακρύουσιν. | |
Ag271 | φρονούσης] ἤγουν τὸ ὄμμα σου δείκνυσί σε πρὸς τὸ εὔθυμον διατεθεῖσαν ἀπὸ φρονήσεως. | |
Ag272a | γὰρ] δέ. | |
Ag272b | τῶνδε] ὧν λέγεις. | |
Ag272c | τέκμαρ] σημεῖον. | |
Ag273a | ἔστιν] σημεῖον. | |
Ag273b | οὐχί] οὐκ ἔστιν. | |
Ag273c | Εἰ μή τις θεός με δηλονότι ἀπατᾶι, σημεῖον ἀληθέστατον ἔχω. | |
Ag273d | δολώσαντος] δολερῶς ἀπατήσαντος. | |
Ag273e | θεοῦ] τινός. | |
Ag274a | πότερα] ποῖόν ἐστι. | |
Ag274b | φάσματ’] ἤγουν ὀνείροις κατεπείσθης. | |
Ag274c | σέβεις] τιμᾶις. | |
Ag275a | οὐ δόξαν] ἤγουν οὐ δοξάσει τις περὶ ἐμοῦ ὡς ῥαθύμως ἐφύλατ‐ τον. | |
Ag275b | Βρίζειν κυρίως τὸ μετὰ βορὰν καὶ τροφὴν ἵζειν, ὅ ἐστι κοιμᾶσθαι. | |
Ag275c | βριζούσης] νυσταζούσης ἤτοι κοιμωμένης. | |
Ag276a | ἦ] ἆρα. | |
Ag276b | ἐπίανεν] ἴανεν, εὔφρανεν. | 120 |
Ag276c | ἄπτερος φάτις] ἡ ἄνευ πτερῶν ταχεῖα φήμη. | |
Ag277a | νέας] νεαρᾶς. | |
Ag277b | ὣς] ὥσπερ. | |
Ag277c | κάρτ’] λίαν. | |
Ag277d | ἐμωμήσω] ἐμέμψω, ἐλογίσω. | |
Ag277e | φρένας] ἐμοῦ. | |
Ag278 | ποίου] ἐπί. | |
Ag279a | τῆς] ἐπί. | |
Ag279b | φῶς] ἤγουν τῆς παρούσης ἡμέρας. | |
Ag279c | εὐφρόνης] νυκτός. | |
Ag280 | ἐξίκοιτ’] καταλάβοι. | |
Ag281a | Ἥφαιστος] ἤγουν πῦρ. | |
Ag281b | Ἴδης] τοῦ ὄρους. | |
Ag281c | ἐκπέμπων] ἐμήνυσε τοῦτο δηλονότι. | |
Ag281d | σέλας] φῶς. | |
Ag282a | φρυκτὸς] ἤγουν πυρσός. | |
Ag282b | δεῦρ’] ἐνταῦθα. | |
Ag283a | Ὄρος Λήμνου τὸ Ἑρμαῖον ἐν ὧι ἐτιμᾶτο ὁ Ἑρμῆς. | |
Ag283b | λέπας] ἀκρωτήριον. | |
Ag284 | νήσου] τῆς Λήμνου. | |
Ag285a | Ἀθῶιον] ἤγουν ὁ Ἄθως. | |
Ag285b | αἶπος] ὕψος. | |
Ag286a | Ἕλης] ὑπὲρ τὸν Ἑλλήσποντον. | |
Ag286b | Σημείωσαι ὡς ἡ Ἕλλη τὸ κύριον, διπλασιάζουσα τὸ λ πρὸς διαστολὴν τῆς θερμαινούσης ἕλης, ἀπέβαλε νῦν αὐτὸ διὰ μέτρου ἀνάγ‐ κην. τὸ δὲ ὑπὲρ προσέλαβε τὸ ι διὰ τὴν αὐτὴν αἰτίαν. | |
Ag286c | Νωτίσαι· ὀπίσω ἀφεῖναι ἤγουν κατὰ τὰ νῶτα. κατὰ τὰ νῶτα γὰρ ἀφίεται ὁ Ἑλλήσποντος τοῖς ἐγγίσασι τῶι Ἄθωνι. | |
Ag286d | νωτίσαι] ὑπερβῆναι τὰ νῶτα. | |
Ag287a | ἰσχὺς] δύναμις ἐστί. | |
Ag287b | πορευτοῦ] τῆς. | |
Ag287c | πορευτοῦ] τοῦ ἐκ διαδοχῆς πορευομένου πυρσοῦ καὶ ἡδονὴν φέροντος. | |
Ag288a | ἡμέτερα + ἡ πεύκη, φησίν, ἰσχύς τις καὶ δύναμίς ἐστι τῆς λαμ‐ | |
πάδος, ἤτοι τοῦ πυρσοῦ, παραγγείλασα καὶ φθάσασα τὰς σκοπιὰς τοῦ Μακίστου ὄρους πρὸς ἡδονὴν ἡμετέραν διὰ τὸ εὐάγγελος εἶναι ὥσπερ τις ἥλιος πέμπων δηλονότι τὸ χρυσοφαὲς καὶ λαμπρὸν σέλας αὐτοῦ. | 121 | |
Ag288b | πεύκη] ἡ. | |
Ag288c | χρυσοφεγγὲς] τὸ λαμπρόν. | |
Ag289a | σέλας] αὐτοῦ. | |
Ag289b | Ὁ εἰδὼς πῶς λέγεται παραγγέλλειν τὸ βρέφος εἰς παῖδα καὶ τὸν παῖδα εἰς ἄνδρας οἶδε καὶ πῶς λέγεται ὁ ἐκ τοῦ Ἄθω πυρσὸς παρ‐ αγγεῖλαι εἰς τὰς σκοπιὰς τοῦ Μακίστου ὄρους Εὐβοίας· παρήγγειλε γὰρ πάντως ἐκεῖσε οἷα τεθεαμένος τοῖς ἐκεῖ φύλαξιν. | |
Ag289c | παραγγείλασα] ἤγουν φθάσασα διὰ τοῦ φωτός. | |
Ag289d | Μακίστου] ὄρος Εὐβοίας. | |
Ag289e | σκοπάς] τάς. | |
Ag289f | σκοπάς] σκοπιάς. | |
Ag290a | ὁ] ἤγουν ὁ Μάκιστος. | |
Ag290b | μέλλων] βραδύνων. | |
Ag290c | ἀφρασμόνως] ἀνοήτως, ἀμελῶς. | |
Ag291a | νικώμενος] ἤγουν ἡττηθεὶς ῥαθυμίαι. | |
Ag291b | παρῆκεν] ἀπέλειψεν. | |
Ag291c | ἀγγέλου μέρος] ἤγουν τὸ ἄγγελος καὶ αὐτὸς ἐν μέρει φανῆναι. | |
Ag292a | ἑκὰς] μακράν. | |
Ag292b | δὲ] γάρ. | |
Ag293a | Μεσσαπίου] ὄρος μεταξὺ Εὐβοίας καὶ Βοιωτίας. | |
Ag293b | φύλαξι] τοῖς. | |
Ag293c | σημαίνει] δεικνύει. | |
Ag293d | μολόν] ἐλθὸν τὸ φῶς. | |
Ag294a | οἱ] οἱ φύλακες. | |
Ag294b | παρήγγειλαν] ἔφθασαν διὰ τοῦ πυρός. | |
Ag294c | πρόσω] ἔμπροσθεν. | |
Ag295a | γραίας] παλαιᾶς. | |
Ag295b | ἐρείκης] εἶδος φυτοῦ. | |
Ag295c | θωμὸν] σωρόν. | |
Ag295d | πυρί] ἐν. | |
Ag296a | σθένουσα] ἰσχύουσα. | |
Ag296b | λαμπὰς] ἤγουν ὁ πυρσός. | 122 |
Ag296c | δ’] γάρ. | |
Ag296d | μαυρουμένη] ἀμαυρωθεῖσα καὶ οἷον ἀποκαμοῦσα. | |
Ag296e | + σημείωσαι ὅτι ἀπέβαλε τὸ α διὰ τὸ μέτρον. | |
Ag297a | ὑπερθοροῦσα] ἤγουν διαδραμοῦσα, διελθοῦσα. | |
Ag297b | πεδίον] τό. | |
Ag297c | Ἀσωποῦ] τοῦ. | |
Ag297d | Ἀσωποῦ] ποταμοῦ Θετταλίας. | |
Ag297e | δίκην] τρόπον. | |
Ag298a | φαιδρᾶς] λαμπρᾶς. | |
Ag298b | λέπας] ἀκρωτήριον. | |
Ag299a | ἤγειρεν] ἀναλάμψαι πεποίηκεν. | |
Ag299b | ἐκδοχὴν] διαδοχήν. | |
Ag300a | τηλέπομπον] τὸ μακρὰν πέμπον ἑαυτό. | |
Ag300b | οὐκ ἠναίνετο] ἀλλ’ ἐπηνεῖτο δηλονότι. | |
Ag301a | φρουρά] φυλακὴ λέγω ἦν ἐκεῖ. | |
Ag301b | πλέον καίουσα] ἤγουν καὶ ἄλλοι φρυκτοὶ ἐγένοντο. οὗτοι δὲ ἦσαν ἐξαίρετοι οἱ ἐν Κιθαιρῶνι. | |
Ag302a | ἔσκηψεν] ἐπῆλθεν. | |
Ag302b | φάος] ἤγουν πυρσός. | |
Ag303a | ἐπ’ Αἰγίπλακτον] ἤγουν τῆς Μεγαρίδος, εἰς ὃ αἶγες πλανῶνται. | |
Ag303b | ἐξικνούμενον] ἤγουν φθάνον. | |
Ag304a | ὤτρυνε] παρεκίνει. | |
Ag304b | θεσμὸν] νόμον, ἔθος. | |
Ag304c | χαρίζεσθαι] τοῖς ἑξῆς. | |
Ag305a | πέμπουσι] τοῖς ἑξῆς. | |
Ag305b | ἀνδαίοντες] ἀνακαίοντες. | |
Ag305c | ἀφθόνωι] πολλῶι. | |
Ag305d | μένει] σθένει, δυνάμει. | |
Ag306a | μέγαν] ἤτοι μέγαν πυρσόν. | |
Ag306b | + πώγωνα λέγει τὴν εἰς ὀξὺ λήγουσαν ἀκμὴν τοῦ πυρός. καὶ ὁ πώγων γὰρ εἰς ὀξὺ λήγει, ὥσπερ καὶ ἐν ἑτέρωι αὐθάδη γνάθον τὴν ἀκμὴν εἴρηκε καὶ ὀξύτητα τῆς σφηνός. | |
Ag306c | Σημείωσαι ὅτι ἐκ τούτου ὠνομάσθη ὁ παρὰ τοῖς μετεωρολό‐ γοις πωγωνίας ἀστήρ. | |
Ag306d | Σαρωνικοῦ] κόλπος περὶ Τροιζῆνα. | 123 |
Ag307a | ἡμέτερα + πέμπουσι δέ, φησί, πώγωνα μέγαν φλογός, ἤγουν μεγάλην φλόγα φλέγουσαν καὶ λάμπουσαν, ὥστε ὑπερβάλλειν πρόσω, ἤτοι διελθεῖν καὶ τὸν πρῶνα τοῦ Σαρωνικοῦ πορθμοῦ, τὸ κάτοπτρον λέγω, ἤγουν τὸν διαφανῆ καὶ περίβλεπτον. εἰ δὲ βούλει, τὸν πρῶνα λέγε | |
5 | τοῦ Σαρωνικοῦ κόλπου δηλονότι τὸ κάτοπτρον τοῦ πορθμοῦ ἤτοι τὸν ἀντικρὺ κείμενον καὶ κατ’ ὀφθαλμοὺς ὡς εἰπεῖν τοῦ πορθμοῦ. | |
Ag307b | κάτοπτρον] τό. | |
Ag307c | πρῶνα] τὴν ἐξοχήν. | |
Ag307d | ὑπερβάλλειν] διελθεῖν. | |
Ag307e | πρόσω] ἔμπροσθεν. | |
Ag308a | φλέγουσαν] λάμπουσαν. | |
Ag308b | ἔσκηψεν] ἐπῆλθεν. | |
Ag308c | ἀφίκετο] ἐκ παραλλήλου. | |
Ag309a | Ἀραχναῖον] εἰς. | |
Ag309b | Ἀραχναῖον] ὄρος Ἄργους. | |
Ag309c | αἶπος] ὕψος. | |
Ag309d | ἀστυγείτονας] ἤγουν τὰς πλησιαζούσας τῶι Ἄργει. | |
Ag309e | σκοπάς] σκοπιάς. | |
Ag310a | σκήπτει] ἐμπίπτει. | |
Ag310b | στέγος] τὸν οἶκον. | |
Ag311 | οὐκ ἄπαππον] οὐ ξένον, ἀλλὰ συγγενές. | |
Ag312a | τοιοίδ’] τοιοῦτοι εἰσίν. | |
Ag312b | ἕτοιμοι] πρόχειροι. | |
Ag312c | λαμπαδηφόρων] ἤγουν τῶν τοὺς πυρσοὺς ποιούντων. | |
Ag312d | νόμοι] τὸ ἔθος. | |
Ag313a | διαδοχαῖς] ἐν. | |
Ag313b | πληρούμενοι] τελούμενοι. | |
Ag314 | ὁ πρῶτος] ὁ ἀρξάμενος ἐν Ἴδηι καὶ σημήνας ἡμῖν τοῖς ἐν τῶι Ἀραχναίωι. | |
Ag315a | τοιοῦτον] τό. | |
Ag315b | σύμβολον] σημεῖον τῆς νίκης. | |
Ag316a | Τοῦτό μοι, φησί, παρήγγειλεν ὁ Ἀγαμέμνων σύμβολον ἐκ Τροίας εἶναι τοῦ τέλους αὐτῆς. | |
Ag316b | παραγγείλαντος] εἰπόντος. | 124 |
Ag317a | αὖθις] ἤγουν μετὰ ταῦτα. | |
Ag317b | προσεύξομαι] διὰ τὴν νίκην. | |
Ag318 | ἀκοῦσαι] σέ. | |
Ag319a | διηνεκῶς] ἀεί, διὰ μακροῦ. | |
Ag319b | ὡς] ἵνα. | |
Ag320 | ἔχους’] κατέχουσιν. | |
Ag321a | ἄμικτον] μὴ ἡνωμένην, ἀλλὰ διηιρημένην. | |
Ag321b | + ἄμικτον βοὴν λέγει ἤτοι διηιρημένην· οὐ γὰρ ὁμοία ἐστὶν ἡ τῶν ἁλόντων βοὴ καὶ τῶν κρατησάντων. οἱ μὲν γὰρ θρηνοῦσιν, οἱ δὲ ἐπινίκια ἄιδουσι. θέλων δὲ δεῖξαι τὴν αὐτῶν διαίρεσιν καὶ μάχην φησίν· ὥσπερ εἰ ἐν ἑνὶ κύτει καὶ ἀγγείωι ἐκχέας ὄξος καὶ ἔλαιον προσείποις | |
5 | ἂν αὐτὰ ἤγουν καλέσεις διχοστατοῦντα καὶ μαχόμενα οὐ φίλως, ἀλλ’ ἐχθρῶς δηλονότι, τὸν αὐτὸν τρόπον καὶ τῶν ἁλόντων καὶ κρατησάντων τὰς φωνὰς ἔστιν ἀκούειν διπλᾶς, καὶ πῶς ἑξῆς λέγει. οὕτω δέον εἰπεῖν τὴν παραβολήν, ὁ δὲ ξενοτρόπως ἐπήνεγκεν ἄνευ τοῦ ὡς καὶ ἄνευ τοῦ τὸν αὐτὸν τρόπον ὥσπερ ἡμεῖς σαφηνείας εἰρήκαμεν ἕνεκα. | |
Ag321c | πόλει] τῆι Τροίαι. | |
Ag321d | πρέπειν] ἁρμόζειν, γίνεσθαι. | |
Ag322a | ὄξος] λείπει τὸ ὡς. | |
Ag322b | ἄλειφα] ἔλαιον. | |
Ag322c | ταυτῶι] ἑνί. | |
Ag322d | κύτει] ἀγγείωι. | |
Ag323a | διχοστατοῦντ’] μαχόμενα. | |
Ag323b | φίλως] προσφιλῶς. | |
Ag323c | προσεννέποις] εἴποις ἄν. | |
Ag324a | ἁλόντων] πορθηθέντων. | |
Ag324b | κρατησάντων] νικησάντων. | |
Ag324c | δίχα] διπλῶς. | |
Ag325a | φθογγὰς] φωνάς. | |
Ag325b | συμφορᾶς] ἕνεκα. | |
Ag325c | διπλῆς] ἤτοι τῆς συντυχίας ἁπλῶς. | |
Ag326a | οἱ μὲν] οἱ ἁλόντες. | |
Ag326b | ἀμφὶ] περί. | |
Ag326c | πεπτωκότες] τοῖς σφαγεῖσι καὶ τεθνηκόσιν. | |
Ag327a | κασιγνήτων] ἀδελφῶν. | 125 |
Ag327b | Οὐ κατὰ τὸν φυτάλμιον Δία ἐνταῦθα ἡ ἐτυμολογία· ἐκ τῆς φύτλης δὲ γίνεται φυτλάμιος ἤγουν φυτοσπόρος καὶ μεταθέσει διὰ καλλιφωνίαν φυτάλμιος. | |
Ag327c | φυταλμίων] τῶν ἐκ τῆς αὐτῆς φυλῆς ἢ φυτοσπόρων. | |
Ag328 | οὐκέτ’ ἐξ ἐλευθέρου] ἀλλ’ ὑπεζευγμένης τῆι δουλείαι. | |
Ag329a | δέρης] ἤγουν στόματος ἀπὸ μέρους. | |
Ag329b | ἀποιμώζουσι] θρηνοῦσι. | |
Ag329c | μόρον] θάνατον. | |
Ag330a | τοὺς] τοὺς κρατήσαντας. | |
Ag330b | αὖτε] πάλιν. | |
Ag330c | νυκτίπλακτος] ἐν νυκτὶ γὰρ ἐκρατήθη ἡ Τροία. | |
Ag331a | νήστεις] ἀσίτους. | |
Ag331b | ἀρίστοισιν] ἤτοι πρὸς δεῖπνα. | |
Ag331c | ἀρίστοισιν] διὰ τὸ μέτρον. | |
Ag331d | ὧν] βρωμάτων δηλονότι. | |
Ag332a | τάσσει] ἄγει. | |
Ag332b | ἐν μέρει] ἤγουν οὐ πρός τι σημεῖον κατ’ ἀξίαν γινόμενον. | |
Ag333a | ἔπλασεν] ἔλαβεν. | |
Ag333b | πάλον] κλῆρον. | |
Ag335a | ναίουσιν] οἰκοῦσιν. | |
Ag335b | Ἢ τῶν ψυχρῶν λέγει παγετῶν ἢ τῶν ὀρεινῶν τόπων τῶν ὑπὸ τὸν αἰθέρα ὄντων. | |
Ag335c | τῶν ὑπαιθρίων] ἃ ὑπαίθριοι κείμενοι ὑφίσταντο. | |
Ag335d | πάγων] ὀρῶν ἢ παγετῶν. | |
Ag336a | δρόσων] τῶν ἑωθινῶν. | |
Ag336b | ἀπαλλαγέντες] ἐλευθερωθέντες. | |
Ag336c | δυσδαίμονες] ὄντες πρότερον. | |
Ag336d | Ὄντες πρότερον δηλονότι δυστυχεῖς, νῦν ἀμερίμνως εὑδήσουσιν. | |
Ag337a | ἀφύλακτον] ἄφοβον. | |
Ag337b | εὑδήσουσι] ὑπνώσουσιν. | |
Ag337c | εὐφρόνην] νύκτα. | |
Ag338 | εὐσεβοῦσι] εὐσεβῶς διατεθῶσι περὶ ἐκείνους. | |
Ag339a | ἁλούσης] πορθησείσης. | |
Ag339b | ἱδρύματα] καθέδρας, ναούς. | |
Ag340a | ἑλόντες] πορθήσαντες. | |
Ag340b | αὖθις] πάλιν. | 126 |
Ag340c | αὖ] δή. | |
Ag340d | θάνοιεν] ἤγουν φθαρεῖεν διὰ τὴν ἀσέβειαν. | |
Ag341 | ἐμπίπτοι] ἤγουν ἐμπέσοι. | |
Ag342a | πορθεῖν] ὥστε. | |
Ag342b | ἃ μὴ χρὴ] ἤγουν τὰ τῶν θεῶν ἱδρύματα. | |
Ag342c | κέρδεσιν] ἐν. | |
Ag343 | δεῖ] πρέπει. | |
Ag344a | κάμψαι] κλῖναι λέγω. | |
Ag344b | κῶλον] ἤτοι μέρος. | |
Ag344c | Ἐπειδὴ ὁ δίαυλος δύο ἔχει σταδίους, ὧν τὸ ἕτερον διῆλθον ἤδη εἰς Τροίαν ἀνελθόντες, δεῖ λοιπὸν καὶ τὸν ἄλλον διελθεῖν καὶ ὑπονοστῆ‐ σαι πρὸς τὸν οἶκον. | |
Ag345a | ἀναμπλάκητος] ἀναμάρτητος. | |
Ag345b | μόλοι] ἐλεύσεται. | |
Ag346 | ἐγρήγορον] ἤγουν ζῶν καὶ μένον καὶ ἀεὶ ἀιδόμενον, ἐκ μεταφορᾶς τῶν μὴ ὑπνούντων. | |
Ag347a | γένοιτ’ ἂν] ἤγουν διηνεκῶς ἔσται τὰ κακὰ τοῖς Τρωσίν. | |
Ag347b | Εἰ μή ποθεν ἔλθοι τοῖς Ἕλλησι κακόν τι νέον ἐξ ἐπελθούσης τινὸς συμμαχίας τοῖς Τρωσίν· ὃ δὴ καὶ πτοηθέντες ἴσως ὅσον τάχος ἀποπλεύσουσιν. | |
Ag347c | πρόσπαια] πρόσφατα· νῦν προσπαίσαντα καὶ προσκρούσαντα αὐτοῖς. | |
Ag348 | τοιαῦτα] αἰσθάνεται γὰρ ὑπὲρ γυναικείαν φύσιν ταῦτα ἐξενεγκὼν ὁ ποιητής. | |
Ag349a | κρατοίη] νικώιη. | |
Ag349b | μὴ διχορρόπως] ἀλλὰ βεβαίως. | |
Ag349c | διχορρόπως] ἀμφιβόλως. | |
Ag349d | ἰδεῖν] ὥστε. | |
Ag349e | ἰδεῖν] αὐτὸ τὸ εὖ. | |
Ag350a | [ση(μείωσαι).] | |
Ag350b | Ὅτι πολλῶν χρημάτων προκριτέα ἡ ὄνησις· εἰ γὰρ ἐξ ὧν ἔχει τις ἀγαθῶν ὄνησίν τινα μὴ λαμβάνει, μάταια πάντ’ ἂν εἴη. | |
Ag350c | ἐσθλῶν] ὁποῖον καὶ ὁ νόστος. | |
Ag350d | τὴν ὄνησιν] τὴν ὠφέλειαν. | |
Ag350e | εἱλόμην] ἀνθειλόμην. | 127 |
Ag351a | γύναι] ὦ. | |
Ag351b | κατ’ ἄνδρα] ἤγουν ὡς ἀνὴρ συνετὸς ἐλάλησας. | |
Ag351c | εὐφρόνως] φρονίμως. | |
Ag352a | πιστά] βέβαια. | |
Ag352b | τεκμήρια] σημεῖα. | |
Ag353a | τὸ σχῆμα προέκθεσις. | |
Ag353b | προσειπεῖν] ἐπικαλέσασθαι, ὑμνῆσαι. | |
Ag353c | παρασκευάζομαι] ἑτοιμάζομαι. | |
Ag354a | ὡρ(αῖον). | |
Ag354b | ἄτιμος] τιμώμενοι γὰρ οἱ θεοὶ ἠμείψαντο ἡμᾶς. | |
Ag355a | + σύστημα ἐπιφθεγματικὸν κώλων ιβʹ. | |
Ag355b | ἡμέτερα + ὦ Ζεῦ βασιλεῦ· εἴρηται ἡμῖν ἐν τῶι τῶν Περσῶν δράματι περὶ τοῦ εἴδους τούτου τῶν χορῶν. ὅμοιον γάρ ἐστιν ἐκείνοις καὶ τοῦτο. ἔχει γὰρ ἐν ἀρχῆι μὲν σύστημα ἐπιφθεγματικὸν εἰς δύο διηιρημένον περιόδους κώλων ἀναπαιστικῶν ιβʹ, ἑξῆς δὲ στροφὰς | |
5 | τρεῖς καὶ ἀντιστροφὰς τοσαύτας καὶ ἐπωιδόν. καλεῖται δὲ ταῦτα ἑπτὰς ἐπωιδική. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῶι τέλει τῆς ἐπ‐ ωιδοῦ κορωνὶς καὶ παράγραφος. | |
Ag355c | καὶ νὺξ] τὴν νύκτα ἐπικαλεῖται ὡς ἐν νυκτὶ τῆς πορθήσεως γενομένης. | |
Ag356 | μεγάλων] ἤγουν ἥτις τὰ κτέανα καὶ τὰ κτήματα καὶ τοὺς μεγά‐ λους ἡμῖν παρέδωκας κόσμους τῶν Τρώων. | |
Ag357a | ἥτ’] ἥτις. | |
Ag357b | ἔβαλες] ἐπέθηκας. | |
Ag358a | στεγανὸν] πυκνόν, ἰσχυρόν. | |
Ag358b | μέγαν] ἤγουν ἄνδρα ἢ ἄρχοντα. | |
Ag359a | νεαρῶν] τῶν νέων. | |
Ag359b | ὑπερτελέσαι] διελθεῖν, ἐκφυγεῖν. | |
Ag361a | γάγγαμον] δίκτυον. | |
Ag361b | ἄτης] τῆς συμφορᾶς λέγω ἥτις περιέσχε πάντας. | |
Ag362a | ξένιον] τὸν φίλιον. | |
Ag362b | αἰδοῦμαι] σέβομαι. | |
Ag363a | πράξαντ’] ἐπαγαγόντα. | |
Ag363b | ἐπ’ Ἀλεξάνδρωι] παραβάντι τοὺς τῆς φιλίας νόμους. | 128 |
Ag364a | + τοῦτο ὅμοιόν ἐστι τῶι ἐν Ψαλμοῖς εἰρημένωι τὸ τόξον αὐτοῦ ἐνέτεινε καὶ ἡτοίμασεν αὐτὸ καὶ ἐν αὐτῶι ἡτοί‐ μασε σκεύη θανάτου· ἐντείνει γὰρ ὁ θεὸς τὸ τόξον αὐτοῦ, τουτέστι τὴν τιμωρίαν μεταφορικῶς, καὶ τὴν ῥομφαίαν αὐτοῦ στιλβώσας καὶ | |
5 | θήξας, οὐκ εὐθὺς ἐπιφέρει, τὴν ἡμῶν μετάνοιαν ἐκδεχόμενος, μὴ ταύ‐ την δὲ ὡς εἰκὸς ἐπιδεξαμένοις τά τε βέλη ἀφίησιν ἐφ’ ἡμῖν καὶ ἣν πάλαι ῥομφαίαν ἐστίλβωσεν. | |
Ag364b | τείνοντα] ἐκτείνοντα. | |
Ag364c | τόξον] ἤτοι τιμωρίαν μεταφορικῶς. | |
Ag365 | πρὸ καιροῦ] τοῦ πρέποντος. | |
Ag366a | ἠλίθιον] μάταιον. | |
Ag366b | σκήψειεν] ἐπέλθοι. | |
Ag367a | στροφὴ κώλων ιηʹ. | |
Ag367b | ἡμέτερα + Διὸς πλαγάν· ἐντεῦθεν αἱ κατὰ σχέσιν ἄρχονται στροφαί· καί εἰσι τῆς μὲν πρώτης στροφῆς τὰ κῶλα ιηʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα, τῆς δευτέρας ιζʹ καὶ τὰ τῆς ἀντιστροφῆς το‐ σαῦτα, τῆς τρίτης ὁμοίως ιζʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα, τῆς δὲ | |
5 | ἐπωιδοῦ ιεʹ, ἃ καὶ μετρήσεις τοῖς προτέροις ἑπόμενος. εἰσὶ γὰρ τὰ μὲν ἀντισπαστικά, τὰ δὲ τροχαϊκά, τὰ δὲ χοριαμβικά, τὰ δὲ ἰαμβικά. ἐφ’ ἑκάστης στροφῆς καὶ ἀντιστροφῆς παράγραφος, ἐπὶ δὲ τῶι τέλει τῆς ἐπωιδοῦ κορωνὶς καὶ παράγραφος. | |
Ag367c | Διὸς] ἤγουν ἐκ Διὸς ἐπελθεῖν. | |
Ag367d | ἔχουσιν] τοῖς. | |
Ag367e | εἰπεῖν] τὰ συμβάντα. | |
Ag368 | ἐξιχνεῦσαι] ἀνερευνῆσαι. | |
Ag369a | ὡς] οὕτως. | |
Ag369b | ἔπραξεν] ὁ Ζεὺς δηλονότι ταῦτα. | |
Ag369c | ὡς] οὕτως. | |
Ag369d | ἔκρανεν] ἐτέλεσεν. | |
Ag370a | ὡρ(αῖον). | |
Ag370b | ἔφα τις] εἶπέ τις. | |
Ag371a | ἀξιοῦσθαι] οὐκ ἄξιον κρίνειν τοὺς θεούς. | |
Ag371b | μέλειν] φροντίδα ἔχειν τῶν ἀνθρώπων ἐκείνων. | |
Ag372 | ἀθίκτων] τῶν ἱερῶν. | 129 |
Ag373a | πατοῖθ’] καταφρονεῖται. | |
Ag373b | οὐκ εὐσεβής] ὁ πατῶν τὰ ἱερά. | |
Ag374a | + πέφανται δέ· οἱ θεοί, φησί, πέφανται καὶ φανεροὺς ποιοῦσι τοὺς ἐκγόνους τῶν ἀσεβῶν τῶν πνεόντων Ἄρη μεῖζον ἢ δικαίως κατὰ τῶν δωμάτων τῶν ἀτολμήτων, ἤτοι τῶν ὑπὲρ τὸ δίκαιον μαχομένων τοῖς ἱεροῖς οἴκοις τῶν θεῶν, εἰς ἃ οὐ τολμᾶν τι χρὴ ἀσεβές, τῶν φλεόντων | |
5 | λέγω καὶ φλυαρούντων καὶ βλασφημούντων κατ’ αὐτῶν ὑπέρφευ ὑπὲρ τὸ βέλτιστον, ἤτοι ἔξω τοῦ βελτίστου καὶ τοῦ καλοῦ καὶ προσήκοντος. οὐ γὰρ χρὴ βλασφημεῖν, ἀλλ’ ὑμνεῖν τοὺς θεούς. τὸ ὑπέρφευ δὲ διὰ μέσου εἴρηται ἀντὶ τοῦ φεῦ βαβαί, ἐκπληττομένου οἷον τοῦ χοροῦ ἐπὶ τῆι ἀσεβείαι καὶ βλασφημίαι ἐκείνων. πῶς δὲ φανεροὺς ποιοῦσιν αὐτούς; | |
10 | τιμωρούμενοι. τοὺς μὲν γὰρ παῖδας τῶν εὐσεβῶν ἀγαθοῖς ἀμείβονται, τοὺς δὲ τῶν ἀσεβῶν καὶ βλασφήμων τιμωρίαις ὑποβάλλουσι κἀντεῦ‐ θεν ἐμφαίνουσιν ὡς ἀσεβῶν εἰσι παῖδες, διὸ καὶ τοιαῦτα πάσχουσιν. | |
Ag374b | πέφανται] φανεροὺς ποιοῦσιν. | |
Ag374c | δὲ] γάρ. | |
Ag374d | ἐγγόνους] τοὺς ἀπογόνους. | |
Ag375a | ἀτολμήτων] τῶν ἱερῶν εἰς ἃ οὐ τολμᾶν τι χρὴ ἀσεβές. | |
Ag375b | πνεόντων] ἤτοι τῶν μαχομένων τοῖς ἱεροῖς. | |
Ag376 | μεῖζον] ἤτοι ἐπέκεινα τοῦ δικαίου ἤγουν ὑπὲρ τὸ δίκαιον. | |
Ag377a | φλεόντων] φλυαρούντων. | |
Ag377b | δωμάτων] κατά. | |
Ag377c | δωμάτων] ἐνταῦθα τὸ ἀτολμήτων. | |
Ag377d | ὑπέρφευ] διὰ μέσου ἀντὶ τοῦ βαβαί. | |
Ag378a | ὑπὲρ τὸ βέλτιστον] ἤγουν πλέον τοῦ βελτίστου, τουτέστιν ἔξω τοῦ καλοῦ. | |
Ag378b | ἀπήμαντον] ἀβλαβῆ ἐμέ. | |
Ag379 | κἀπαρκεῖν] διατελεῖν. | |
Ag380 | πραπίδων] φρονήσεως. | |
Ag381a | ὡρ(αῖον). | |
Ag381b | ἔπαλξις] βοήθεια. | |
Ag382 | πλούτου] ἤγουν οὐκ ἔστι πρὸς κόρον πλουτεῖν τὸν ἄδικον. | |
Ag383a | ἐκλακτίσαντι] ἀνατρέψαντι. | |
Ag383b | μεγάλα] μεγάλως. | |
Ag383c | μεγάλα] ἀντὶ μιᾶς. | |
Ag384a | βωμὸν] ἤγουν τὴν δίκην. | 130 |
Ag384b | ἀφάνειαν] ἤγουν ὥστε ἀφανῆ γενέσθαι καὶ φθαρῆναι. | |
Ag385a | ἀντιστροφὴ κώλων ιηʹ. | |
Ag385b | Ἡ τῆς ἄτης πειθὼ ἄφερτος καὶ ἀφόρητος καὶ βαρεῖά ἐστιν, ἥτις βιάζει αὐτούς, πρόνοιαν δῆθεν τοῦ πλουτῆσαι τοὺς παῖδας ποιου‐ μένη. | |
Ag385c | βιᾶται] βιάζει. | |
Ag385d | τάλαινα] ἀθλία. | |
Ag386a | προβουλόπαις] ἡ προβουλευομένη πλουτῆσαι τοὺς παῖδας. | |
Ag386b | ἄφερτος] ἀφόρητος. | |
Ag387a | Ἡ θεραπεία τῆς ἐπιθυμίας αὐτῶν διάδηλος γίνεται· ὡς φῶς δὲ πρέπει τὸ αἰνολαμπὲς αὐτῶν σέλας. | |
Ag387b | ἡμέτερον + ἤγουν ὥσπερ τὸ φῶς φανερόν ἐστι καὶ οὐ δύναται κρυβῆναι, οὕτω καὶ ἡ ματαία αὐτῶν θεραπεία δείκνυται. ἄκος δὲ εἶπεν ἐπεὶ βουλόμενοι θεραπεῦσαι τὴν πρὸς μάχας καὶ πολέμους ὁρμήν, φασίν, ὅπως τοῖς παισὶ καταλείποιεν πλοῦτον, ἀλλ’ ὥσπερ κακὸς χαλ‐ | |
5 | κὸς ἐν ὁδῶι προβεβλημένος καὶ ἐρριμμένος μελαίνεται καὶ ἐξιοῦται καὶ τὸ κάλλος ἀπόλλυσιν, οὕτω κἀκεῖνος ὁ ταῦτα λέγων πέλει καὶ ὑπάρχει μελαμπαγής, ἤγουν μελαίνεται καὶ ἀμαυροῦται, δικαιωθείς, ἤτοι δι‐ καίως τοῦτο παθών, ἐν τρίβωι καὶ ἐν προβολαῖς, ἤγουν προβεβλημένος καὶ ἐρριμμένος καὶ κείμενος ἐν τρίβοις καὶ ἄλλοις τόποις ὑπαιθρίοις καὶ | |
10 | ταλαιπωρούμενος μέχρις ἂν τροπώσαιτο τοὺς ἐχθροὺς καὶ πλοῦτον ἐξ ἐκείνων πορίσαιτο. ὥσπερ δὲ πόλεμός τις ἀνερριπίσθη ἐξ ἀφροσύνης παιδὸς καὶ μάχη συνεκροτήθη διὰ περιστερὰν ἢ πέρδικα καὶ ἱέρακα διώξαντος τοῦτον καὶ κατασχόντος, καὶ τῆι τούτου προσετρίβη πατρίδι κακόν τι ἀφόρητον, οὕτω καὶ Ἰλίωι συνέβη χαλεπόν τι κακὸν ἐξ ἀφρο‐ | |
15 | σύνης τοῦ Πάριδος. οὕτω δέον εἰπεῖν τὰς παραβολάς, ὁ δὲ συνήθως καὶ ταύτας ἐξήνεγκεν δεινὸν ποιῶν τὸν λόγον καὶ ἀσαφῆ, ὄγκον ἐκ τούτου καὶ μέγεθος τούτωι περιθεῖναι βουλόμενος. ἔθος γὰρ τοῦτο τοῖς ποιηταῖς συγχεῖν τὴν φράσιν ἐν τοῖς χοροῖς, ὥστε δοκεῖν τὸν λόγον ἐκ πολλῶν στομάτων προέρχεσθαι. οὗτος δὲ μάλιστα καὶ Πίνδαρος τοῦτο ποιεῖν | |
20 | εἰώθασι, τῶι ἁδρῶι τόνωι καὶ ὄγκον φέροντι χαίροντες. | |
Ag387c | ὡς] ὥσπερ. | |
Ag387d | ἄκος] θεραπεία. | |
Ag387e | παμμάταιον] πάνυ μάταιον. | |
Ag388a | οὐκ ἐκρύφθη] ἀλλὰ δῆλον ἐγένετο. | |
Ag388b | δὲ] γάρ. | 131 |
Ag389a | αἰνολαμπὲς] τὸ χαλεπῶς λάμπον. | |
Ag389b | σίνος] σέλας. | |
Ag390 | κακοῦ] ἤγουν τοῦ κακωθέντος καὶ ἀμαυρωθέντος ἐν τῆι ὁδῶι. | |
Ag391a | τρίβωι] ἐν. | |
Ag391b | τρίβωι] ἤγουν ἐν ὁδῶι προβεβλημένου καὶ ἐρριμμένου. | |
Ag392a | μελαμπαγὴς] ἤγουν μελαίνεται καὶ ἐξιοῦται. | |
Ag392b | πέλει] ὑπάρχει. | |
Ag393 | δικαιωθείς] ἤγουν δικαίως τοῦτο παθών. | |
Ag394a | διώκει] ἤγουν διώκων λαμβάνει. | |
Ag394b | παῖς] τίς. | |
Ag394c | πτανὸν] ταχύν, πτερωτόν. | |
Ag395a | πόλει] τῆι αὐτοῦ πατρίδι. | |
Ag395b | πρόστριμμ’] κακόν τι προστριβὲν αὐτῆι. | |
Ag395c | ἄφερτον] ἀφόρητον. | |
Ag395d | ἐνθείς] ἐπαγαγών. | |
Ag396a | λιτᾶν] τῶν εὐχῶν τοῦ τοιούτου ἀνδρός. | |
Ag396b | οὔτις] οὐδείς. | |
Ag397 | τὸν] τὸν ἐπιστρεφόμενον εἰς τὰ τοιαῦτα. | |
Ag398a | φῶτ’] ἄνδρα. | |
Ag398b | καθαιρεῖ] καταβάλλει. | |
Ag399 | οἷος] ὥσπερ ἦν δέον εἰπεῖν. | |
Ag400 | Ἀτρειδῶν] τῶν. | |
Ag401a | ἤισχυνε] κατήισχυνε. | |
Ag401b | ξενίαν] φιλικήν. | |
Ag402a | κλοπαῖσι] ἁρπαγαῖς. | |
Ag402b | γυναικός] τῆς Ἑλένης. | |
Ag403a | στροφὴ ἑτέρα κώλων ιζʹ. | |
Ag403b | λιποῦσα] ἡ Ἑλένη. | |
Ag403c | ἀστοῖσιν] τοῖς ἑαυτῆς πολίταις. | |
Ag403d | ἀσπίστορας] δι’ ἀσπίδων καὶ ἄλλων ὅπλων γινομένους. | |
Ag404a | κλόνους] ταραχάς, μάχας. | |
Ag404b | λογχίμους] διὰ λόγχης γινομένους. | |
Ag405a | ναυβάτας] διὰ νεῶν γινομένους. | |
Ag405b | ὁπλισμοὺς] καθοπλισμούς. | |
Ag406a | ἴαμβος. | |
Ag406b | ἀντίφερνον] ἤγουν ἀντὶ προικὸς φθορὰν καὶ ἀπώλειαν κομίσασα. | |
Ag407a | βέβακεν] διῆλθε. | |
Ag407b | ῥίμφα] εὐκόλως. | 132 |
Ag407c | πυλᾶν] τῶν τῆς Τροίας. | |
Ag408a | ἄτλητα] ἤγουν ἀτόλμητα τολμήσασα. | |
Ag408b | ἔστενον] ἐθρήνουν οἱ προφῆται. | |
Ag409a | τόδ’] ἤγουν τὸ γεγονός. | |
Ag409b | ἐννέποντες] λέγοντες. | |
Ag409c | δόμων] ἤγουν τῆς πόλεως. | |
Ag409d | προφῆται] οἱ μάντεις. | |
Ag410a | ἰὼ] ὦ. | |
Ag410b | ἰὼ] ὦ. | |
Ag410c | πρόμοι] πρόμαχοι, ἄρχοντες. | |
Ag411a | ἰὼ] ὦ. | |
Ag411b | λέχος] κοίτη. | |
Ag411c | στίβοι] ὁδοί, ἤγουν τρόποι δι’ ὧν ἐδείκνυτο ἡ πρὸς τὸν ἄνδρα φιλία. | |
Ag412a | πάρεστι] ἡ Ἑλένη. | |
Ag412b | πάρεστι] ἰδεῖν αὐτήν. | |
Ag412c | ἄτιμος] πολύτιμος. | |
Ag412d | ἀλοίδορος] οὐ γὰρ λοιδοροῦμεν αὐτὴν οὕτως ἀπάρασαν. | |
Ag413a | ἅδιστος] γλυκεῖα. | |
Ag413b | Ἀφεμένων ἡμῶν τῆς σιγῆς, ὅ ἐστι καὶ ἀφισταμένων τοῦ σιγᾶν, τουτέστι καὶ παρρησιαζομένων καὶ φθεγγομένων τι διὰ τὸ μὴ παρεῖναι τὴν δέσποιναν, ὅμως τῆι παλαιᾶι αἰδοῖ σώζομεν αὐτῆς τὴν παρουσίαν καὶ πάρεστιν ἡμῖν ἰδεῖν ἡδίστη καὶ πολύτιμος καὶ ἀλοίδορος, ἤγουν | |
5 | νομίζομεν ἔτι συνεῖναι ἡμῖν αὐτὴν καὶ τῆς παρ’ ἡμῶν τιμῆς ἀπολαύειν. | |
Ag413c | ἀφεμένων] τῆς σιγῆς. | |
Ag413d | ἰδεῖν] ὥστε. | |
Ag413e | ἰδεῖν] αὐτὴν τινά. | |
Ag414a | πόθωι] τῶι φίλτρωι τῶι πρὸς ἐκεῖνα. | |
Ag414b | ὑπερποντίας] ἤγουν τῆς ὑπεράνω διελθούσης τοῦ πόντου. | |
Ag415a | φάσμα] τὸ τῆς Ἑλένης. | |
Ag415b | δόξει] τῶι ἀνδρὶ αὐτῆς. | |
Ag415c | ἀνάσσειν] ἄρχειν, ἤγουν συνεῖναι αὐτῶι. | |
Ag416a | ὡρ(αῖον). | |
Ag416b | κολοσσῶν] ἤγουν τῶν ἀγαλμάτων τουτέστι τῶν εὐειδῶν γυναι‐ | |
κῶν. | 133 | |
Ag417 | ἔχθεται] μισεῖται· ἔχων γὰρ ταύτην οὐκ οἶδεν ὅσον κέκτηται ἀγαθόν. | |
Ag418a | ὀμμάτων] ἤγουν μὴ ὁρωμένης ἐκείνης. | |
Ag418b | ἐν ἀχηνίαις] ταῖς ἀπορίαις. ἐκ τοῦ ἀχήν, ὁ πτωχός, ὁ μὴ ἔχων δηλονότι. | |
Ag419a | ἔρρει] ἐφθάρη. | |
Ag419b | Ἀφροδίτα] τέρψις, ἐκ τοῦ ὁρᾶν γὰρ ὁ ἔρως. | |
Ag420a | ἀντιστροφὴ κώλων ιζʹ. | |
Ag420b | ὀνειρόφαντοι] ἐν ὀνείροις φαινόμεναι. | |
Ag420c | πενθήμονες] ἤγουν λυπηραί, πένθους αἴτιαι. | |
Ag421 | δόξαι] φαντασίαι. | |
Ag422a | ἡμέτερον + μάταιον γάρ ἐστι, φησίν, εὖτ’ ἂν καὶ ὁπηνίκα δο‐ κοῦντός τινος ὁρᾶν ἐν ὕπνοις ἀγαθὰ καὶ μονονουχὶ ταῖς χερσὶ κατέχειν αὐτὰ ἡ ὄψις καὶ ἡ φαντασία ἐκείνη παραχρῆμα βέβηκε καὶ ἀπέπτη παραλλάξασα διὰ τῶν χειρῶν, ἤγουν διελθοῦσα διαμέσον τῶν χειρῶν, | |
5 | ἐν πτεροῖς ὀπαδοῖς καὶ ἀκολούθοις τοῖς κελεύθοις τοῦ ὕπνου, τουτέστιν ἀκολουθήσασα τῆι ὁδῶι τοῦ ὕπνου, ἤγουν σὺν τῶι ὕπνωι καὶ αὐτὴ ἀποπτᾶσα. δέον δὲ οὕτως ἐπαγαγεῖν τὴν ἀπόδοσιν· εὖτ’ ἂν δοκοῦν‐ τός τινος ὁρᾶν τι τόδε γένηται, ὁ δὲ δοκῶν εἰπὼν καὶ καινὸν ποιησά‐ μενος τὸ προοίμιον τοῦ νοήματος καινοτέραν ἐπιφέρει καὶ τὴν ἀπό‐ | |
10 | δοσιν. | |
Ag422b | χάριν] δοκῶν γὰρ ὁρᾶν αὐτὴν ἐν ὕπνοις ἥδεται κενὴν ἡδονήν. | |
Ag423a | ἴαμβος. | |
Ag423b | μάταν] ἤγουν μάταιόν ἐστιν. | |
Ag423c | εὖτ’ ἂν] ὁπηνίκα. | |
Ag423d | ἐσθλά] ἀγαθά. | |
Ag423e | τις δοκῶν] ἤγουν τινὸς δοκοῦντος. | |
Ag424a | παραλλάξασα] διελθοῦσα ἡ ὄψις. | |
Ag424b | διὰ χερῶν] ἤγουν διαμέσον τῶν χειρῶν. δοκεῖ γὰρ ἄντικρυς κρα‐ τεῖν αὐτήν. | |
Ag425a | βέβακεν] ἀπέπτη. | |
Ag425b | ὄψις] ἡ φαντασία. | |
Ag425c | οὐ μεθύστερον] ἀλλὰ παραχρῆμα. | |
Ag426a | πτεροῖς] ἐν. | |
Ag426b | ὀπαδοῖς] ἀκολούθοις. | 134 |
Ag426c | ὕπνου κελεύθοις] τῆι ὁδῶι τοῦ ὕπνου· συναφίπταται γὰρ τῶι ὕπνωι ἡ ὄψις. | |
Ag427a | ἡμέτερα + τὸ κατ’ οἴκους καὶ ἐφ’ ἑστίας ἢ ἐκ παραλλήλου εἴρηται, ἢ τὸ μὲν οἴκους νοήσεις διὰ τοὺς ἐν τῶι οἴκωι θεράποντας καὶ θεραπαινίδας· εἰκὸς γὰρ ἦν θρηνεῖν κἀκείνους τὴν τῆς δεσποίνης ἀπουσίαν. τὸ δὲ ἐφ’ ἑστίας διὰ τὸν ἄνδρα αὐτῆς, ἴσως δὲ καὶ διὰ | |
5 | τοὺς παῖδας. ἑστία γάρ ἐστιν ὁ θάλαμος τῶν συζύγων. εἰκὸς γὰρ ἦν τοῦτον ἀεὶ θρηνεῖν ἔρημον τῆς συνεύνου τὴν ἑστίαν καὶ τὴν κλίνην ὁρῶντα. | |
Ag427b | τὰ μὲν] ἤγουν τὰ μὲν κατὰ τοὺς οἴκους τῆς Ἑλένης. | |
Ag427c | ἐφ’ ἑστίας] ἤτοι τοῦ θαλάμου. | |
Ag427d | ἄχη] αἱ λύπαι. | |
Ag428 | ὑπερβατώτερα] ἤγουν μείζονα. | |
Ag429a | τὸ πᾶν] ἤγουν καθόλου δέ. | |
Ag429b | αἴας] γῆς. | |
Ag429c | Τῶν συνηγμένων ἀπὸ τῆς Ἑλλάδος ἁπάντων ἑκάστου τοῖς οἴκοις ὀδυνηρὰ πένθησις διαπρέπει. | |
Ag429d | συνορμένοις] τοῖς συνορμηθεῖσι. | |
Ag430a | πένθεια] ἤγουν πένθησις, θλῖψις. | |
Ag430b | τλησικάρδιος] τὴν καρδίαν τήκουσα. | |
Ag431a | δόμων] τῶν οἴκων. | |
Ag431b | πρέπει] ἁρμοδίως ἐστίν. | |
Ag431c | πολλὰ] πολλὰ γάρ ἐστι τὰ λυποῦντα τὴν καρδίαν τῶν ἐν τοῖς οἴκοις αὐτῶν. | |
Ag432 | πέμψεν] ὁ δόμος. | |
Ag433a | βροτῶν] ἤγουν ἀνδρῶν. | |
Ag433b | τεύχη] σκεύη τὴν σποδὸν ἔχοντα· δύναται δὲ καὶ ὅπλα δηλοῦν. | |
Ag434 | σποδὸς] κόνις τῶν σωμάτων τῶν νεκρῶν. | |
Ag435a | δόμους] τοὺς οἴκους. | |
Ag435b | εἰσαφικνεῖται] εἰσέρχεται ὑπονοστοῦσα. | |
Ag437a | στροφὴ ἑτέρα κώλων ιζʹ. | |
Ag437b | + εἰώθασιν οἱ περιλειφθέντες ἐν τοῖς στρατεύμασι κομίζειν εἰς τοὺς οἴκους τῶν ἀπολωλότων ὅσαπερ ἔτι ζῶντες ἐκτήσαντο λάφυρα, | |
πρὸς δὲ καὶ τὴν κόνιν τῶν σωμάτων αὐτῶν ἐν ἀγγείοις. τοῦτο οὖν ἐνταῦθά φησιν ἀλληγορικῶς. ἐπεὶ δὲ ὁ χρυσὸς ἐκ ψηγμάτων ἐκπυρω‐ | 135 | |
5 | θέντων συνάγεται καὶ βάρος ἔχει καὶ ζυγοστατεῖται, ὅρα πῶς καὶ οὗτος τὴν τροπὴν διόλου τηρήσας ἐξήνεγκε τὸ νόημα. | |
Ag437c | Χρυσαμοιβός· ὁ καὶ ἀργυραμοιβὸς παρὰ τοῖς ῥήτορσι· τῆς αὐτῆς δ’ ἀναλογίας ἐστὶ καὶ ὁ ἀλφιταμοιβός. εἴληπται δὲ τὸ νόημα τῶι Αἰσχύλωι ἐκ τῆς κατὰ τὸν Δία Ὁμηρικῆς ζυγοστατήσεως. τὸ βαρὺ δὲ εἴρηται διὰ τὸ βαρύνειν τοὺς φίλους, ἄλλως μέντοι κατὰ τὴν ἀλλη‐ | |
5 | γορικὴν τροπὴν βαρὺ διὰ τὸ χρυσοῦν εἶναι. | |
Ag437d | ση(μείωσαι) ἀλληγορίαν τροπικήν. | |
Ag437e | ὁ χρυσαμοιβὸς] ὁ χρυσὸν διδοὺς ἀντὶ σωμάτων. λάφυρα γὰρ εἰς τοὺς οἴκους τῶν ἀποθανόντων κομίζουσιν. | |
Ag439 | ταλαντοῦχος] ὁ ζυγοστάτης. | |
Ag440 | πυρωθὲν] καυστικὸς γὰρ ὁ πόλεμος. | |
Ag441a | φίλοισι] ἤγουν τοῖς οἰκείοις τῶν ἀπολωλότων κατὰ τὸν πόλεμον. | |
Ag441b | βαρὺ] διὰ τὸν θάνατον τοῦ οἰκείου αὐτῶν. | |
Ag442a | ψῆγμα] ἤγουν χρυσοῦ ψήγματα τουτέστι χρυσόν. | |
Ag442b | ἀντήνορος] τῆς ἀντὶ τῶν ἀνδρῶν πεμπομένης. | |
Ag443a | ἴαμβος. | |
Ag443b | σποδοῦ] κόνεως. | |
Ag443c | γεμίζων] πληρῶν. | |
Ag444 | λέβητας] τὰ ἀγγεῖα καταχρηστικῶς. | |
Ag445-448 | ὅμοια. | |
Ag445 | στένουσι] στενάζουσι, θρηνοῦσιν οἱ φίλοι τῶν ὀλωλότων ἐπαι‐ νοῦντες ἐκείνους. | |
Ag446a | ὡς] ὅτι. | |
Ag446b | ἴδρις] ἐπιστήμων, ἔμπειρος ἦν. | |
Ag447 | ἐν φοναῖς] ἐν ἀλληλοφονίαις. | |
Ag448a | διὰ] ἀντὶ μιᾶς. | |
Ag448b | διὰ] ἤγουν ἕνεκα. | |
Ag448c | γυναικός] τῆς Ἑλένης. | |
Ag449-451 | ὅμοια. | |
Ag449a | τάδε] ὅτι δι’ ἀλλοτρίαν ἀπώλετο γυναῖκα. | |
Ag449b | σῖγα] σιωπηλῶς. | |
Ag449c | βαΰζει] βοᾶι μετὰ ὀργῆς δίκην κυνός. | |
Ag450a | φθονερὸν] λυπούμενοι γὰρ ἴσως φθονοῦσιν αὐτοῖς καὶ ἐπ‐ | |
αρῶνται. | 136 | |
Ag450b | ὑπ’ ἄλγος] ἤτοι μέμψις ὑφέρπει καὶ κρυφίως ἐπέρχεται. | |
Ag451 | προδίκοις] τοῖς δικαίοις ἤτοι τοῖς δικαίως κατὰ τῶν ἐχθρῶν ἐστρατευκόσιν. | |
Ag452a | οἱ] τινὲς τῶν ὀλωλότων. | |
Ag452b | Περὶ τεῖχος· ὃ ἐποίησαν ἐν τῆι Τροίαι. βέλτιον δὲ αὐτῆς τῆς Τροίας τὸ τεῖχος εἰπεῖν. τὸ δὲ εὔμορφοι πρὸς πλείονα οἶκτον προσ‐ έθηκεν. | |
Ag453 | θήκας] τάφους. | |
Ag454a | εὔμορφοι] ὄντες· ἔτι ζῶντες δηλονότι. | |
Ag454b | κατέχουσιν] οἰκοῦσιν. | |
Ag454c | ἐχθρῶς] ἐχθρωδῶς διακειμένους περὶ αὐτήν. | |
Ag456a | ἀντιστροφὴ κώλων ιζʹ. | |
Ag456b | Βαρεῖα δ’ ἀστῶν· ἤγουν ὀργίλως ὑπὸ τῶν πολιτῶν σκώ‐ πτεται ὁ Ἀγαμέμνων καὶ ἀποδίδωσί τι χρέος τῆς δημοσίας κατάρας. | |
Ag456c | βαρεῖα] ἐπαχθής ἐστι. | |
Ag456d | ἀστῶν] τῶν πολιτῶν. | |
Ag456e | φάτις] ἡ φήμη. | |
Ag456f | σὺν κότωι] μετ’ ὀργῆς γινομένη. | |
Ag457a | δημοκράτου] τῆς δημοσίας. | |
Ag457b | τίνει] δίδωσι. | |
Ag458 | μένει] ἀναμένει. | |
Ag460a | μέριμνα] ἡ φροντίς. | |
Ag460b | νυκτηρεφές] ἀφανῶς ἐπελθόν. | |
Ag461a | ὡρ(αῖον). | |
Ag461b | τῶν πολυκτόνων] τῶν ὑπὸ πολλῶν κτανθέντων. | |
Ag461c | οὐκ ἄσκοποι] ἀλλ’ ἐπισκοπῆς αὐτοὺς ἀξιοῦσιν. | |
Ag461d | ἄσκοποι] ἀπρόοπτοι. | |
Ag462a | ἴαμβος. | |
Ag462b | θεοί] οἱ. | |
Ag462c | κελαιναὶ] αἱ μέλαιναι, αἱ ἀφανεῖς. | |
Ag463a | χρόνωι] ἐν. | |
Ag463b | χρόνωι] διὰ χρόνου. | |
Ag463c | ἡμέτερα + τὸν τυχηρὸν ὄντα, φησίν, ἄνευ δίκης ἤτοι τὸν ἀδίκως εὐτυχήσαντα, οἷος ἦν ὁ Πάρις, διὰ χρόνου αἱ Ἐριννύες ἀμαυροῦσι καὶ ἀφανίζουσιν ἐν παλιντυχῆι τριβῆι βίου, ἤγουν ἐν ἐναντίαι καὶ δυστυχεῖ | |
ζωῆι. ἐν τοῖς ἀίστοις δὲ καὶ ἀφανέσι τελέθοντος καὶ ὑπάρχοντος, ἤγουν | 137 | |
5 | μετὰ τῶν ἀφανῶν ταχθέντος, τουτέστιν ἀμαυρωθέντος καὶ ἀφανι‐ σθέντος, οὐδεὶς βοηθὸς ἐπιφαίνεται αὐτοῦ. ὁ γὰρ ὑπὲρ τὸ μέτρον εὐτυ‐ χῶν σφάλλεται. | |
Ag464-470 | ὅμοια. | |
Ag464 | τυχηρὸν] τὸν εὐτυχῆ ἄνευ δίκης, ἤτοι τὸν ἀδίκως εὐτυχήσαντα ὡς τὸν Πάριν. | |
Ag465a | παλιντυχῆι] ἐναντίαι, δυστυχεῖ. | |
Ag465b | τριβᾶι] διατριβῆι, ἐκτάσει. | |
Ag466a | τιθεῖς’] ποιοῦσιν. | |
Ag466b | ἀμαυρόν] ἀφανῆ. | |
Ag466c | ἐν δ’ ἀίστοις] ἀφανέσιν, ἤγουν ἀμαυρωθέντος καὶ ἀφανισθέντος. | |
Ag467a | τελέθοντος] ὑπάρχοντος ἐκείνου. | |
Ag467b | οὔτις] ἐστί. | |
Ag467c | ἀλκά] βοήθεια, ἤγουν οὐδεὶς τοῖς τοιούτοις βοηθεῖ. | |
Ag468a | γνώ(μη). | |
Ag468b | δ’] γάρ. | |
Ag468c | ὑπερκότως] ἤγουν τὸ λίαν ἁπλῶς. | |
Ag468d | κλύειν] ἀκούειν. | |
Ag468e | εὖ] καλῶς. | |
Ag469a | βαρύ] αἱ γὰρ εἰς ἄκρον εὐεξίαι σφαλεραί. | |
Ag469b | ὄσσοις] τοῦ Διός. | |
Ag470 | Διόθεν] ἤγουν ἄνωθεν ἐφορῶντες οἱ τοῦ Διὸς ὀφθαλμοὶ τὴν τιμω‐ ρίαν ἐκπέμπουσιν. | |
Ag471a | κρίνω] λογίζομαι. | |
Ag471b | ἄφθονον] πολύν. | |
Ag471c | ὄλβον] εὐδαιμονίαν. τοῦτο δηλονότι ὃ μέλλει ἐρεῖν. | |
Ag472a | + μήτ’ εἴην· ἤγουν μήτ’ αὐτὸς ἄλλων πόλιν πορθήσαιμι μήτε κατίδοιμι βίον καὶ ζωὴν ὑπ’ ἄλλων ἁλοὺς καὶ κρατηθείς. τουτέστι μὴ δουλικὴν κατίδοιμι ζωὴν κρατηθεὶς ὑφ’ ἑτέρων. | |
Ag472b | πτολιπόρθης] ἤγουν μήτ’ αὐτὸς ἄλλων πόλιν πορθήσαιμι. | |
Ag473a | αὐτὸς] ἐγώ. | |
Ag473b | ἁλοὺς] κρατηθείς. | |
Ag474 | βίον] ζωήν. | |
Ag475a | ἐπωιδὸς κώλων ιεʹ. | |
Ag475b | εὐαγγέλου] ἀγαθὰ μηνύοντος ἀγγέλου. | |
Ag476a | διήκει] διέρχεται. | |
Ag476b | θοὰ] ταχεῖα. | |
Ag476c | βάξις] φήμη τοῦ πυρός. | 138 |
Ag477 | ἐτητύμως] ἀληθῶς. | |
Ag478-479 | ἴαμβοι. | |
Ag478a | θεῖον] ἐκ θεοῦ. | |
Ag478b | ἐστὶ] τοῦτο. | |
Ag478c | τὸ ψύθος σύστοιχον τῶι ψεύδει ὡς καὶ τὸ ψυδρόν· ὅτι δὲ συγ‐ γενῆ τὸ δ καὶ τὸ θ δῆλον. προϋπόκειται δὲ τὸ ψεῦδος. | |
Ag478d | ψύθος] ἤτοι ψεῦδος. | |
Ag479a | ὧδε] οὕτως. | |
Ag479b | παιδνὸς] ἤγουν ψεδνός. | |
Ag479c | φρενῶν κεκομμένος] ἀφαιρέσει τοῦ ς διὰ τὸ μέτρον ὅ ἐστι ψιλὸς τὸν νοῦν, ἤγουν παράφρων. | |
Ag479d | ὡρ(αῖον). | |
Ag480a | Οἱ ἀγαθόν τι ἐλπίσαντες, εἶτα τούτου ἀποτυχόντες διπλασίαι περιπίπτουσιν ἀθυμίαι κατὰ Μένανδρον. | |
Ag480b | φλογὸς] ὥστε. | |
Ag480c | παραγγέλμασιν] μηνύμασι. | |
Ag481a | πυρωθέντα] ἤγουν τερφθέντα ἐκεῖνον. | |
Ag481b | καρδίαν] τήν. | |
Ag482a | ἀλλαγᾶι] ἤγουν ἐναλλαγὴν λαβόντος τοῦ λόγου, τουτέστι ψευ‐ δοῦς φανέντος. | |
Ag482b | καμεῖν] ἤτοι λυπηθῆναι. | |
Ag483a | Ἴσως τὴν κερκίδα ἢ τὸν ἄτρακτον λέγει γυναικὸς αἰχμήν, εἰ μή που σκώπτει τὴν Κλυταιμνήστραν διὰ τὰ ἱστορούμενα κατ’ αὐ‐ τῆς, τὸν πέλεκυν λέγων, δι’ οὗ καθεῖλε τὸν Ἀγαμέμνονα. | |
Ag483b | γυναικὸς αἰχμᾶι] ἤτοι τῆι Κλυταιμνήστραι πρέπει. | |
Ag483c | αἰχμᾶι] ξίφει. | |
Ag483d | πρέπει] ἁρμόζει. | |
Ag484a | φανέντος] ἀγαθοῦ. | |
Ag484b | χάριν] ἐπαινέσαι χάριν, ἤγουν εὐφρανθῆναι. | |
Ag485a | πιθανὸς] εὔπειστος. | |
Ag485b | ἄγαν] λίαν. | |
Ag485c | Ὁ θῆλυς ὅρος ἤγουν περιφραστικῶς ἡ γυνή, ὡς ταὐτὸν ὂν γυναῖ‐ κα εἰπεῖν καὶ ὅρον αὐτῆς ἐκθεῖναι. | |
Ag485d | θῆλυς ὅρος] ἤγουν αἱ γυναῖκες περιφραστικῶς. | 139 |
Ag485e | γνώ(μη). | |
Ag486a | ἐπινέμεται] διατελεῖ. | |
Ag486b | ταχύπορος] εὐμετάβολος. | |
Ag487 | ταχύμορον] ταχέως φθειρόμενον. | |
Ag488a | Τὸ φημιζόμενον ἀγαθὸν ὑπὸ τῶν γυναικῶν ἀνύπαρκτόν ἐστι καὶ ταχέως φθειρόμενον καὶ οὐκ ἐπὶ πολὺ διαμένον. | |
Ag488b | γυναικογήρυτον] τό. | |
Ag488c | γυναικογήρυτον] ἤγουν τὸ λεγόμενον ὑπὸ τῶν γυναικῶν. | |
Ag488d | ὄλλυται] φθείρεται. | |
Ag489a | ἡμέτερα + τάχ’ εἰσόμεσθα· αἱ συστηματικαὶ αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ρϙβʹ ὧν τελευταῖος· τοσαῦτ’ ἀκούσας ἴσθι τ’ ἀληθῆ κλύειν. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῶι τέλει πάντων κορωνὶς εἰσιόντος τοῦ χοροῦ. | |
Ag489b | εἰσόμεσθα] γνωσόμεθα. | |
Ag489c | φαεσφόρων] ἀντὶ τοῦ φῶς φερουσῶν. | |
Ag490 | παραλλαγὰς] τὰς διαδοχάς. | |
Ag491a | ἀληθεῖς] εἰσίν. | |
Ag491b | ὀνειράτων] ἀπατηλὰ γὰρ τὰ ὀνείρατα. | |
Ag492a | τερπνὸν] εὐφραντόν. | |
Ag492b | Ἐφήλωσε· ἠπάτησε, παρὰ τὸν φήληκα, ὅς ἐστι σῦκον διαχάσ‐ κον πρὸ τοῦ πεπανθῆναι. ἀσύνηθες δὲ τὸ φηλῶ φηλώσω, οὗ χρῆσις καὶ παρὰ Λυκόφρονι, τὸ δὲ κοινὸν φηλήσω, ἐξ οὗ καὶ ὁ φηλήτης ἐν δυσὶν η. ὁ δέ γε παρ’ Ἡσιόδωι φιλήτης διὰ τοῦ ι ἔχει τὴν ἄρχουσαν κατὰ τοὺς | |
5 | παλαιοὺς σημαίνων τὸν κλέπτην ὡς ἀπὸ τοῦ ὑφελέσθαι. | |
Ag492c | ἐφήλωσε] ἠπάτησε, φηλῶ γὰρ ἀπατῶ. | |
Ag493 | κατάσκιον] ἐστεμμένον. | |
Ag494 | κάσις] ἀδελφή. | |
Ag495a | ξύνουρος] ἡ συνακολουθοῦσα αὐτῶι. | |
Ag495b | διψία] ἤτοι ξηρά. | |
Ag496a | ὡς] ὅτι. | |
Ag496b | ἄναυδος] ἄφωνος κατὰ τοὺς φρυκτούς. | |
Ag496c | δαίων] καίων. | 140 |
Ag496d | φλόγα] πυρσόν. | |
Ag497a | ὀρείας] ὀρεινῆς. | |
Ag497b | σημανεῖ] δηλώσει. | |
Ag497c | καπνῶι] ἐν. | |
Ag498a | + ὅρα τὴν σύνταξιν· ἢ γὰρ εἰπὼν καὶ δέον ἕτερον ἢ ἐπαγαγεῖν, ἀφεὶς τοῦτο καινότερον τὸν λόγον ἐποίησε σχηματίσας ἑτέρως. τὸ δὲ ἑξῆς τοῦτο βούλεται· τὸ πρὸς τοῖς φανεῖσι καλοῖς ἕτερον φανὲν ἀγαθὸν προσθήκη καλοῦ τυγχάνοι ἄν. | |
Ag498b | μᾶλλον] πλέον. | |
Ag498c | ἐκβάξει] ἐξείποι. | |
Ag499a | τὸν ἀντίον] τὸν ἐναντίον τοῦ χαίρειν ἤγουν τὸν λυπηρόν. | |
Ag499b | ἀποστέργω] ἀποβάλλομαι. | |
Ag500a | προσθήκη] ἀγαθοῦ δηλονότι. | |
Ag500b | πέλοι] ὑπάρχοι ἄν. | |
Ag501a | ὡρ(αῖον). | |
Ag501b | ἄλλως] καὶ οὐχ ὡς σὺ εἴρηκας. | |
Ag502 | καρποῖτο] καρπώσαιτο, κτήσαιτο. | |
Ag503a | Τινὲς μέμφονται τῶι ποιητῆι ὅτι αὐθήμερον ἐκ Τροίας ποιεῖ τοὺς Ἕλληνας ἥκοντας. | |
Ag503b | ἰὼ] ὦ. | |
Ag503c | οὖδας] ἔδαφος. | |
Ag504a | σε] εἰς σέ. | |
Ag504b | φέγγει] ἡμέραι. | |
Ag504c | ἀφικόμην] ἦλθον. | |
Ag505 | Ἡ λέξις ἐκ μεταφορᾶς τῶν ἀγκυρῶν, ὧν πολλῶν ῥαγεισῶν εἰς τὸ ὕδωρ μία τις περισώζει τὴν ναῦν. | |
Ag506 | ηὔχουν] ἐθάρρουν. | |
Ag510a | τόξοις] ἐν. | |
Ag510b | ἰάπτων] πέμπων. | |
Ag511a | παρὰ Σκάμανδρον] ἤτοι κατὰ τὴν Τροίαν. | |
Ag511b | ἦλθες] ἡμῖν. | |
Ag511c | ἀνάρσιος] ἀναιρετικός. | |
Ag512a | ἴσθι] ὕπαρχε. | |
Ag512b | ἀπαγώνιος] ἀπόμαχος. | 141 |
Ag513a | ἄναξ] ὦ. | |
Ag513b | ἀγωνίους] τοὺς ἐφόρους τῶν ἀγώνων. | |
Ag514a | προσαυδῶ] ἐπικαλοῦμαι. | |
Ag514b | τιμάορα] βοηθόν. | |
Ag515 | κηρύκων σέβας] ἤγουν ὃν τιμῶσιν οἱ κήρυκες. | |
Ag516a | ἥρως] ἥρωας. | |
Ag516b | εὐμενεῖς] ἤγουν εὐμενῶς. | |
Ag517a | δέχεσθαι] ὥστε. | |
Ag517b | τὸν λελειμμένον] τὸν ὑπολειφθέντα τοῦ πολέμου. | |
Ag518a | ἰὼ] ὦ. | |
Ag518b | μέλαθρα] οἰκήματα. | |
Ag518c | φίλαι] προσφιλεῖς. | |
Ag519a | θᾶκοι] θρόνοι. | |
Ag519b | ἀντήλιοι] οἱ εἰς ἀνατολὴν ὁρῶντες. | |
Ag520 | ἦ] ὄντως, ἴσως. | |
Ag521a | δέξαισθε] ἄν. | |
Ag521b | κόσμωι] ἐν. | |
Ag521c | χρόνωι] διὰ πολλοῦ χρόνου. | |
Ag522 | εὐφρόνηι] νυκτί. | |
Ag524a | νιν] αὐτόν. | |
Ag524b | ἀσπάσασθε] προσείπατε. | |
Ag524c | πρέπει] ἁρμόζει. | |
Ag525a | κατασκάψαντα] πορθήσαντα. | |
Ag525b | τοῦ δικηφόρου] τοῦ τὴν δίκην φέροντος. | |
Ag526a | ἡμέτερον + Διὸς μακέλληι· ἤτοι σπάθηι. μάκελλα δὲ λέ‐ γεται κυρίως ἡ τζάπη ἀπὸ τοῦ μονόκελλος εἶναι, ὡς δίκελλα ἡ δύο ἔχουσα σκέλη. δοκεῖ γάρ μοι ἀπὸ τοῦ σκέλους ἔχειν τὴν σύνθεσιν, διπλασιαζομένου τοῦ λ διὰ τὸ μέτρον. | |
Ag526b | μακέλληι] ἤτοι τῆι σπάθηι. | |
Ag526c | τῆι] ἧιτινι. | |
Ag526d | κατείργασται] κατέσκαψε. | |
Ag526e | πέδον] τό. | |
Ag526f | πέδον] τὴν γῆν. | |
Ag527a | ἄιστοι] ἀφανεῖς. | |
Ag527b | ἱδρύματα] ἀγάλματα ἢ ναοί. | 142 |
Ag528a | σπέρμα] ἢ τὰ γεννήματα ἢ καὶ οἱ ἄνθρωποι. | |
Ag528b | ἐξαπόλλυται] ἐφθάρη. | |
Ag528c | χθονός] γῆς. | |
Ag529a | τοιόνδε] τοιοῦτον. | |
Ag529b | Τροίαι] τῆι. | |
Ag529c | περιβαλὼν] περιθείς. | |
Ag529d | ζευκτήριον] ἤτοι ζυγόν. | |
Ag530a | ἄναξ] ὁ. | |
Ag530b | πρέσβυς] ὁ. | |
Ag530c | πρέσβυς] ἤγουν ὁ Ἀγαμέμνων. | |
Ag530d | εὐδαίμων] εὐτυχής. | |
Ag531a | ἥκει] ἔρχεται. | |
Ag531b | τίεσθαι] τιμᾶσθαι. | |
Ag531c | ἀξιώτατος] λίαν ἄξιος. | |
Ag532a | Ἀπὸ κοινοῦ τὸ οὔτε ληπτέον καὶ εἰς τὸ Πάρις· συνυπακούεται γὰρ ἐκ τοῦ ἐπαγομένου. τὸ δὲ τὸ δρᾶμα τοῦ πάθους πλέον, τοῦτο δηλοῖ ὡς οὐ πλέον δέδρακεν ἢ πέπονθεν. | |
Ag532b | Πάρις] οὔτε γὰρ ὁ. | |
Ag532c | συντελὴς] ἡ συντελέσασα καὶ συμπράξασα αὐτῶι. | |
Ag533a | ἐξεύχεται] καυχᾶται. | |
Ag533b | τὸ δρᾶμα] ἤγουν ὅτι πλέον ἔδρασεν ἢ πέπονθεν. | |
Ag534a | ὀφλὼν] χρεωστῶν. | |
Ag534b | δίκην] τιμωρίαν. | |
Ag535a | τοῦ ῥυσίου] ἤγουν τοῦ ῥύσασθαι τοὺς Τρῶας. | |
Ag535b | ἥμαρτε] ἀπέτυχεν. | |
Ag536a | Ἔθρισεν· ἐθέρισεν, ἔκειρεν, κοινῶς δὲ ἔθριξεν ὤφειλεν, ἀφ’ οὗ καὶ ἡ θρίξ. ὡς καὶ Εὐριπίδης· ἴδετε παρ’ ἄκρας ὡς ἀπέθριξε τρίχας. | |
Ag536b | ἔθρισεν] ἐθέρισεν, ἀπέκειρεν. | |
Ag537a | διπλᾶ] ἤγουν αὐτοὶ καὶ ἡ πόλις. | |
Ag537b | ἔτισαν] ἀπέδωκαν. | |
Ag537c | Πριαμίδαι] οἱ. | |
Ag537d | ἁμάρτια] τὰ ἁμαρτήματα, τὸν μισθὸν τῆς ἁμαρτίας. | 143 |
Ag538 | κῆρυξ] ὦ. | |
Ag539 | ἀντερῶ] ἀντείπω, ἀντιλέγω. | |
Ag540a | ἔρως] πόθος ὤφειλεν. πόθος γὰρ ἐπὶ ἀπόντων λέγεται. | |
Ag540b | ἐγύμνασεν] ἐπαίδευσεν, ἐδίδαξεν. | |
Ag541a | ὄμμασιν] ἐν. | |
Ag541b | χαρᾶς] ἤγουν ἐπὶ τῆι ἀνεκλαλήτωι χαρᾶι. | |
Ag542a | Ἐρωτικὴν εἴχετε, φησίν, νόσον τερπνὴν ἐπεὶ εἴχετε καὶ τοὺς ἀντερῶντας. | |
Ag542b | + ἡμέτερον. τῶν γὰρ ἄλλων νόσων λυπηρῶν οὐσῶν αὕτη μόνη τερπνή ἐστι. μὴ νοήσαντος δὲ τοῦτο τοῦ κήρυκος ἐπάγει τὴν λύσιν, ἑξῆς λέγουσα· εἰ ἐτρώθης τῶι ἔρωτι ἡμῶν τῶν ἀντερώντων οἶδας ὃ λέγω. πρὸς ὃ πάλιν οὗτος ἐπιφέρει· λέγεις τήνδε τὴν γῆν ποθεῖν τὸν | |
5 | στρατὸν ποθοῦντα καὶ αὐτὸν αὐτήν, τουτέστι λέγεις ὡς ἐπόθει ἡ γῆ τὸν στρατὸν καὶ ἀντεποθεῖτο ὑπ’ αὐτοῦ. | |
Ag542c | τερπνῆς] εὐφραντῆς. | |
Ag542d | ἦτε] ὑπήρχετε. | |
Ag542e | τῆσδ’] τῆς ἐρωτικῆς. | |
Ag542f | ἐπήβολοι] μέτοχοι. | |
Ag543 | δεσπόσω] κύριος γενήσομαι καὶ κατανοήσω τοῦτον. | |
Ag544a | τῶν ἀντερώντων] ἡμῶν δηλονότι. | |
Ag544b | ἱμέρωι] ἔρωτι. | |
Ag544c | πεπληγμένος] τετρωμένος. | |
Ag545 | ποθεῖν] ἤγουν λέγεις ὅτι ἐπόθει ἡ γῆ τὸν στρατόν. | |
Ag546a | ὡς] ὥστε. | |
Ag546b | ἀμαυρᾶς] κρυφαίας δι’ Αἴγισθον. | |
Ag546c | ἀναστένειν] στενάζειν. | |
Ag547a | πόθεν] μίσους γὰρ ἦν τὸ στενάζειν ὑπὲρ ἐκείνου. | |
Ag547b | στύγος] μῖσος. | |
Ag548 | σιγᾶν] σιωπῶ, φησίν, ἵνα μὴ βλαβῶ. | |
Ag549a | κοιράνων] τῶν βασιλέων. | |
Ag549b | ἔτρεις] ἐφοβοῦ. | |
Ag550 | Ὧν ἐστι τὸ εἰρημένον ὑπὸ σοῦ, τὸ τεθνάναι δ’ οὐκέτ’ ἀντ‐ ερῶ θεοῖς. | |
Ag551 | εὖ γὰρ] ὥστε καὶ εἴ τινι συμβαίη θάνατος, εὖ ἂν ἔχοι καὶ χάρις ἂν νομισθείη. | |
Ag552 | εὐπετῶς] ἤγουν καλῶς πεσόντα. | 144 |
Ag553a | ὡρ(αῖον). | |
Ag553b | κἀπίμομφα] μεμπτὰ λέξειεν. | |
Ag553c | πλὴν] ἄνευ. | |
Ag554a | ἀπήμων] ἀβλαβής. | |
Ag554b | δι’ αἰῶνος] τὸν διηνεκῆ. | |
Ag555a | μόχθους] ἐν ταῖς μάχαις. | |
Ag555b | δυσαυλίας] διὰ τὸ ὑπαίθρους αὐλίζεσθαι καὶ διάγειν. | |
Ag556a | Σπαρνάς· σπανίους. καὶ τούτου γὰρ οὐ συνεχῶς ἀπηλαύομεν. τὸ δὲ παρήξεις ἀντὶ τοῦ παραδρομὰς ἐπὶ τοῦ καταστρώματος τῶν νεῶν. | |
Ag556b | σπαρνὰς] σπανίους. | |
Ag556c | παρήξεις] παραδρομάς. | |
Ag556d | κακοστρώτους] δυσκόλους. | |
Ag557 | οὐ λαχόντες] ἤγουν ποῖον δὲ μέρος τῆς ἡμέρας οὐκ ἐλάχομεν στένοντες. | |
Ag558a | χέρσωι] ἐν. | |
Ag558b | προσῆν] ἐμίσει γὰρ ὁ γρηγορῶν τὸν ὑπνοῦντα. | |
Ag558c | στύγος] μῖσος. | |
Ag559a | εὐναὶ] κοῖται, φρουραί. | |
Ag559b | ἦσαν] ἡμῖν. | |
Ag559c | δηίων] τῶν πολεμίων ἤτοι τῶν Τρώων. | |
Ag559d | πρὸς] ἐν. | |
Ag560 | λειμώνιαι] λειμῶνα λέγει νῦν τὸ κοινῶς λιβάδιον. | |
Ag561a | κατεψέκαζον] κατεδρόσιζον. | |
Ag561b | ἔμπεδον] τὸ ἑδραῖον ἤτοι τὸ περιβεβλημένον ἡμῖν κάλλος. | |
Ag562a | ἐσθημάτων] τῶν. | |
Ag562b | ἐσθημάτων] τῶν ἐνδυμάτων. | |
Ag562c | τιθέντες] ποιοῦντες. | |
Ag562d | ἔνθηρον] ὀρθίαν δίκην θηρῶν. | |
Ag562e | τρίχα] ἡμῶν. | |
Ag563 | οἰωνοκτόνον] ὁ γὰρ σφοδρὸς χειμὼν καὶ τὰ κτήνη καὶ τοὺς ὄρνιθας κτείνει. | |
Ag564a | ἄφερτον] ἀφόρητον. | |
Ag564b | Ἰδαία] ἡ ἐν Ἴδηι γινόμενον. | 145 |
Ag565a | ἡμέτερον + ὃ ποιεῖν εἰώθασιν ἄνθρωποι ἐν μεσημβρίαι— πεσόντες γὰρ καθεύδουσιν ἐπὶ νηνεμίαν ἔχουσι τόποις, τὸ ἐκ τῆς ἀκτῖνος τοῦ ἡλίου θάλπος ἐκκλίνοντες—τοῦτο οὗτος ἐπὶ τὸν πόντον μετήνεγκε, χάριν τῶι λόγωι περιτιθεὶς καὶ ἔμψυχον αὐτὸν ἐργαζόμε‐ | |
5 | νος. | |
Ag565b | ὡρ(αῖον). | |
Ag565c | θάλπος] καῦμα. | |
Ag565d | εὖτε] ὁπηνίκα. | |
Ag566a | ἀκύμων] ἀτάραχος. | |
Ag566b | νηνέμοις] νηνεμίαν ἐχούσαις. | |
Ag566c | εὕδοι] ἡσυχάζει. | |
Ag567a | δεῖ] πρέπει. | |
Ag567b | παροίχεται] παρῆλθεν. | |
Ag568 | παροίχεται] παρῆλθεν. | |
Ag569 | μέλειν] ἐν φροντίδι ἔχειν. | |
Ag570a | τί] χρὴ κατὰ συνεκδοχήν. | |
Ag570b | ἀναλωθέντας] τοὺς φθαρέντας. | |
Ag570c | ἐν ψήφωι] ἤγουν τί δεῖ ψηφίζεσθαι περὶ τῶν ἀπολωλότων; | |
Ag571a | τύχης] ἕνεκα. | |
Ag571b | Ἐπὶ τῆι ἀποβολῆι τῶν ἀπολλυμένων δεῖ τὸν ζῶντα ἀλγεῖν καὶ πάλιν ἐπὶ ταῖς εὐποτμίαις χαίρειν. | |
Ag572a | συμφοραῖς] τοῖς συμβᾶσιν ἁπλῶς. | |
Ag572b | καταξιῶ] ἄξιον κρίνω. | |
Ag573a | ἡμῖν] ἐν. | |
Ag573b | λοιποῖσιν] τοῖς ὑπολειφθεῖσιν. | |
Ag574a | πῆμα] βλάβη. | |
Ag574b | ἀντιρρέπει] ἐναντιοῦται· παρῆλθε γὰρ τὰ δεινά. | |
Ag575a | ὡς] ὥστε. | |
Ag575b | κομπάσαι] ἤγουν μετὰ σεμνότητος εἰπεῖν. | |
Ag575c | τῶιδ’] ἐν. | |
Ag575d | εἰκὸς] ἐστί. | |
Ag575e | ἡλίου φάει] ἤγουν ἐν τῆι νῦν ἡμέραι. | |
Ag576 | ποτωμένοις] διερχομένοις τῆι φήμηι. | |
Ag577 | ἑλόντες] πορθήσαντες. | |
Ag579a | δόμοις] ἐν. | |
Ag579b | δόμοις] τοῖς ναοῖς. | |
Ag579c | ἐπασσάλευσαν] ἀνέθεντο ἐπὶ πασσάλων ἀναρτήσαντες. | |
Ag579d | γάνος] εὐφροσύνην ἐκ παλαιῶν ἀνατεθεῖσαν χρόνων. | 146 |
Ag580a | κλύοντας] ἀκούοντας τινάς. | |
Ag580b | εὐλογεῖν] ἐπαινεῖν. | |
Ag580c | πόλιν] τήν. | |
Ag581a | Καὶ χάρις τιμήσεται· ἤγουν ὁμολογήσουσι καὶ τῶι Διὶ χάριν τῶι τάδε διαπραξαμένωι. | |
Ag581b | τιμήσεται] τιμηθήσεται. | |
Ag582 | ἐκπράξασα] ἐκτελέσασα. | |
Ag583a | λόγοισιν] ἐν. | |
Ag583b | οὐκ ἀναίνομαι] ἀλλὰ χαίρω ἀκούων ἅπερ οὐκ ἤκουσα. | |
Ag583c | ἀναίνομαι] ἀπαρέσκομαι. | |
Ag584a | ἡμέτερα + τοῦτο ὅμοιόν ἐστι τῶι Σωκράτης τὰς ἐν γήραι μα‐ θήσεις οὐκ ἔφευγεν. οἱ γὰρ σοφοὶ ἀεὶ τὰ βέλτιστα μανθάνειν ἐπι‐ θυμοῦσι καὶ ὧν οὐκ εἰς πεῖραν ἦλθον. ὃ δὴ καὶ οἱ παρόντες λέγουσι γέροντες. χαίρομεν γάρ, φασίν, ἐν λόγοις νικώμενοι, ἤγουν πλείονας | |
5 | λόγους ὧν ἴσμεν ἀκούοντες, ἐπεὶ ἀκμαῖοί τινες ἐσμὲν εἰς τὸ τὰ βέλτιστα μανθάνειν, κἂν καὶ τὰ μέλη παρειμένα τῶι χρόνωι κεκτήμεθα. | |
Ag584b | ἡβᾶι] ἀκμάζει. | |
Ag584c | τοῖς γέρουσιν] ἐπιθυμοῦσι γὰρ μανθάνειν ὧν οὐκ εἰς πεῖραν ἦλθον. | |
Ag584d | ὡρ(αῖον). | |
Ag585a | δόμοις] ἤγουν τοῖς οὖσιν ἐν τῶι οἴκωι. | |
Ag585b | μελεῖν] διὰ φροντίδος εἶναι. | |
Ag586a | εἰκὸς] πρέπον ἐστίν. | |
Ag586b | σὺν δὲ πλουτίζειν] ἤγουν μεταδιδόναι μοι τοῦ τοιούτου πλούτου, ἤτοι τῆς χαρᾶς. | |
Ag587 | ἀνωλολύξαμεν] ἤγουν ἐπαιανίσαμεν. | |
Ag588a | + δέον ὁ πρῶτος τοῦ νυχίου πυρὸς ἄγγελος εἰπεῖν, ὁ δὲ πρὸς τὸ ἄγγελος νύχιος εἶπεν. | |
Ag588b | νύχιος] νυκτερινός. | |
Ag589a | φράζων] λέγων, μηνύων. | |
Ag589b | ἀνάστασιν] ἀνατροπήν, κατασκαφήν. | |
Ag590a | ἐνίπτων] βλάπτων ἤγουν ὀνειδίζων. | |
Ag590b | φρυκτωρῶν] ἤγουν διὰ φρυκτωρῶν. | |
Ag592a | ἦ] ὄντως. | 147 |
Ag592b | κάρτα] λίαν. | |
Ag592c | γυναικὸς] ἤγουν γυναικός ἐστι μετεωρίζεσθαι καὶ μέγα φρονεῖν ἀκούσασάν τι. | |
Ag593 | λόγοις] ἤγουν ὑπὸ τοιούτων λόγων τοῦ ἀγγέλου δηλονότι ἐπλανή‐ θην καὶ εὐπαράγωγος γέγονα. | |
Ag594a | ἡμέτερα + καὶ γυναικείωι νόμωι, ἤγουν ὡς χρὴ γυναιξὶν ἀρχούσαις ποιεῖν, οὕτω κἀγὼ πεποίηκα προστάξασα πάντας τοὺς ἐν τῆι πόλει εὐφημεῖν καὶ θυσίας προσφέρειν τοῖς θεοῖς, ὃ καὶ ἐποίουν ἅπαντες καταστέλλοντες τὴν ἔξαψιν τῆς φλογός, ὥστε προσενεγκεῖν | |
5 | θυμιάματα. τοῦτο γάρ μοι δοκεῖ λέγειν τὸ κοιμῶντες εὐώδη φλόγα. | |
Ag594b | ἔθυον] τοῖς θεοῖς δηλονότι. | |
Ag595 | ὀλολυγμὸν] μετὰ θρήνου ὕμνον. | |
Ag596a | ἔλασκον] ἐβόων. | |
Ag596b | ἕδραις] ναοῖς. | |
Ag597a | θυηφάγον] τὴν τὰ θύματα κατεσθίουσαν. | |
Ag597b | κοιμῶντες] πραΰνοντες ἐπὶ τῶι ὀπτῆσαι ἢ θυμιάσαι. | |
Ag598 | τὰ μάσσω] τὰ μακρά. | |
Ag599a | ἄνακτος] ἤγουν παρ’ ἐκείνου μαθήσομαι πάντα. | |
Ag599b | πεύσομαι] ἀκούσω. | |
Ag599c | λόγον] τὸν περὶ τῆς ἁλώσεως. | |
Ag600a | ὅπως] σκοπήσω. | |
Ag600b | ἄριστα] ἀρίστως. | |
Ag600c | αἰδοῖον] αἰδέσιμον. | |
Ag600d | πόσιν] ἄνδρα. | |
Ag601a | ὡρ(αῖον). | |
Ag601b | πάλιν] εἰς τοὐπίσω. | |
Ag602a | φέγγος] ἤγουν φῶς. | |
Ag602b | ἥδιον] γλυκύτερον. | |
Ag602c | δρακεῖν] θεάσασθαι, ἰδεῖν. | |
Ag604a | πύλας] ὥστε. | |
Ag604b | ἀπάγγειλον] εἰπέ. | |
Ag604c | πόσει] τῶι ἀνδρί. | |
Ag605a | ἥκειν] ἐλθεῖν. | |
Ag605b | ὅπως] λίαν. | |
Ag605c | ἐράσμιον] ἐρᾶι γὰρ αὐτοῦ ἡ πόλις. | 148 |
Ag606 | μολὼν] ἐλθών. | |
Ag607a | + ὅρα τὸ παράδειγμα τῆς κυνός· εἰ καὶ δοκεῖ τοῦτ’ εἰληφέναι τὸν ποιητὴν διὰ τὴν φυλακὴν μόνην, ἀλλ’ ἔχει τι καὶ βαθύτερον. βουλό‐ μενος γὰρ τὴν μοιχείαν ταύτης δηλῶσαι καὶ ὅτι ὥσπερ ἡ κύων οὐχ ἑνὶ ἀνδρὶ χρῆται, οὕτως οὐδ’ ἐκείνη, εἰ καὶ λαθεῖν βουλομένη ἐπὶ | |
5 | τούτωι σεμνύνεται, ἄλλου τέρψιν ἀνδρὸς οὐκ εἰδέναι φάσκουσα, τῆι κυνὶ ταύτην παραβάλλει. | |
Ag607b | ἔλειπε] ἀφῆκεν ἀπαίρων. | |
Ag607c | κύνα] ἤγουν φύλακα. | |
Ag608a | ἐσθλὴν] ἀγαθήν, φίλην. | |
Ag608b | δύσφροσιν] τοῖς ἐχθροῖς αὐτοῦ. | |
Ag609 | σημαντήριον] σφραγῖδα τῆς πρὸς τὸν ἄνδρα εὐνοίας. | |
Ag610 | μήκει] ἤγουν ἐν τῆι μακρᾶι ἐκείνου ἀποδημίαι. | |
Ag611a | τέρψιν] ἡδονὴν ἄλλου ἀνδρός· ἐνταῦθα γὰρ συνάπτεται. | |
Ag611b | φάτιν] φήμην. | |
Ag612 | Ὥσπερ οὐκ οἶδα τὰς βαφὰς τοῦ σιδήρου, 〈οὕτωσ〉 οὐδὲ ἡδονὴν ἑτέρου ἀνδρός. | |
Ag613a | τοιόσδ’] ὁ. | |
Ag613b | κόμπος] ἤγουν τὸ τοιαῦτα κομπάζειν ἀληθῆ. | |
Ag614a | Γενναίαι γυναικὶ οὐκ αἰσχρόν ἐστι τὸ κομπάζειν. | |
Ag614b | οὐκ αἰσχρὸς] ἐστὶ γυναικί. | |
Ag614c | ὡς] ὥστε λακεῖν. | |
Ag614d | λακεῖν] εἰπεῖν. | |
Ag615a | Αὕτη μὲν οὕτως εἶπεν ὥστε σὲ μαθεῖν οὐχ ἡμᾶς ἀκριβῶς ἑρ‐ μηνεύσασα. | |
Ag615b | εἶπε] τὸν λόγον. | |
Ag616a | τοροῖσιν] ἀκριβέσιν, ἀληθέσιν. | |
Ag616b | ἑρμηνεῦσιν] λόγοις ἐξηγητικοῖς. | |
Ag616c | πρεπῶς] σεμνῶς. | |
Ag617a | κῆρυξ] ὦ. | |
Ag617b | πεύσομαι] ἐρωτῶ. | |
Ag618 | εἰ νόστιμος] ἤγουν εἰ ὑπονοστήσει σεσωσμένος. | |
Ag619a | ἥξει] ἐλεύσεται. | |
Ag619b | φίλον] τό. | |
Ag619c | φίλον κράτος] ἤγουν ὁ φίλος ἄρχων τῆσδε τῆς γῆς. | 149 |
Ag620a | Οὐκ ἐπαινῶ τὰ ψευδῆ ὡς δυνάμενα ἐπὶ πολὺν χρόνον καλὰ τοῖς φίλοις καρπίζεσθαι, ἀντὶ τοῦ οὐκ ἐπὶ πολὺ ἐπαινετὰ ὑπὸ τῶν φίλων τὰ ψευδῆ. | |
Ag620b | ὅπως] ὅτι. | |
Ag621a | φίλοις] τοῖς. | |
Ag621b | καρποῦσθαι] καρποφορεῖν παρέχειν. | |
Ag622a | Πῶς δὴ δύνασαι ἀληθῆ ἅμα καὶ προσφιλῆ ἀγγεῖλαι; χωρι‐ σθέντα γὰρ ἀλλήλων ὁρᾶται. | |
Ag622b | κεδνὰ] ἤγουν προσφιλῆ, ἀγαθά. | |
Ag623a | σχισθέντα] διαιρεθέντα. | |
Ag623b | δ’] γάρ. | |
Ag623c | οὐκ εὔκρυπτα] ἀλλὰ φανερά. | |
Ag624a | ἀνὴρ] ὁ. | |
Ag624b | ἄφαντος] ἀφανής ἐστιν. | |
Ag624c | Ἀχαιικοῦ] τοῦ τῶν Ἀχαιῶν. | |
Ag625a | πλοῖον] αὐτοῦ. | |
Ag625b | οὐ ψευδῆ] ἀλλ’ ἀληθῆ. | |
Ag626a | ἀναχθεὶς] ἤγουν ὑποστρέφων. | |
Ag626b | ἐμφανῶς] φανερῶς. | |
Ag626c | Ἰλίου] τῆς Τροίας. | |
Ag627a | χεῖμα] χειμών, κλύδων. | |
Ag627b | ἄχθος] βάρος. | |
Ag627c | ἥρπασε] ἐξέκοψεν, ἐχώρισεν. | |
Ag628a | ὡρ(αῖον). | |
Ag628b | ἔκυρσας] ἐπέτυχες τοῦ σκοποῦ. | |
Ag628c | ὥστε] ὥσπερ. | |
Ag628d | ἄκρος] πρῶτος, ἐξαίρετος. | |
Ag629a | μακρὸν] τὴν μεγάλην βλάβην τὴν γενομένην ἡμῖν. | |
Ag629b | ἐφημίσω] ἔλεξας. | |
Ag631a | φάτις] φήμη. | |
Ag631b | ναυτίλων] ναυτῶν. | |
Ag631c | ἐκλήιζετο] ἐφημίζετο. | |
Ag632a | ἀπαγγεῖλαι] μηνῦσαι. | |
Ag632b | τορῶς] ἀληθῶς. | |
Ag633a | τρέφοντος] τοῦ ζωογονοῦντος· οὗτος γὰρ πάντ’ ἐφορᾶι. | |
Ag633b | χθονὸς] τῆς γῆς. | 150 |
Ag634a | γὰρ] δέ. | |
Ag634b | χειμῶνα] κλύδωνα. | |
Ag635a | ἐλθεῖν] ἐνταῦθα τὸ δαιμόνων κότωι. | |
Ag635b | τελευτῆσαι] λῆξαι. | |
Ag635c | δαιμόνων] τῶν θεῶν. | |
Ag635d | κότωι] ὀργῆι. | |
Ag636a | ὡρ(αῖον). | |
Ag636b | ἡμέτερα + εὔφημον ἦμαρ τὴν ἡμέραν λέγει ταύτην ἐν ἧι τὰ περὶ τῆς ἁλώσεως τῆς Τροίας ἔφερε μηνύματα. ὅταν οὖν, φησί, διηγῆταί τις περί τινων κακῶν γεγενημένων, μιαίνει καὶ μολύνει τὴν εὔθυμον ταύτην καὶ χαρμόσυνον ἡμέραν. οὐ πρέπει οὖν τοῦτο | |
5 | ποιεῖν, ἀλλὰ τιμᾶν τοὺς θεοὺς τοὺς δεδωκότας τὴν εὐθυμίαν καὶ τὰ δεινὰ λελυκότας. | |
Ag636c | ἦμαρ] ἡμέραν. | |
Ag636d | κακαγγέλωι] κακὰ ἀγγελλούσηι. | |
Ag637a | μιαίνειν] μολύνειν. | |
Ag637b | χωρὶς] ἤγουν ταῦτα λέγοντες ἀτιμάζομεν τοὺς θεούς. | |
Ag638a | ἀπευκτὰ] ἀνέλπιστα. | |
Ag638b | πήματ’] συμφοράς. | |
Ag639a | στυγνῶι] κατηφεῖ. | |
Ag639b | πτωσίμου] τοῦ πεπτωκότος, τοῦ ἀπολωλότος. | |
Ag640a | ἕλκος ἓν] ἤγουν λύπη μία. | |
Ag640b | τὸ δήμιον] τὸ δημόσιον, τὸ κοινόν. | |
Ag640c | τυχεῖν] φέρει. | |
Ag640d | τυχεῖν] ὥστε. | |
Ag641 | ἐξαγισθέντας] ἐξορισθέντας. | |
Ag642a | διπλῆ] κοινῆι καὶ ἰδίαι. | |
Ag642b | μάστιγι] τιμωρίαι, φόνωι. | |
Ag642c | φιλεῖ] ἀγαπᾶι. | |
Ag643a | δίλογχον] διπλῆν λέγω. | |
Ag643b | ἄτην] βλάβην οὖσαν. | |
Ag643c | φοινίαν] φονικὴν δυάδα ἤγουν ἅρμα. | |
Ag643d | ξυνωρίδα] φέρει ἀπὸ κοινοῦ. | |
Ag644a | + ὅταν, φησί, συμφοραί τινες ἐπέλθωσι, πρέπει ὑμνεῖν τὰς | |
Ἐριννῦς καὶ οἷόν τινα παιᾶνα ἐπάιδειν αὐταῖς τόνδε, ἤγουν τὸν ἐπὶ τοιούτοις πρέποντα, ὥστε αὐτὰς ἐκμειλίξασθαι λύσιν τῶν συμφο‐ ρῶν ποιήσασθαι καὶ διασκεδάσαι τὰ χαλεπά· συμφορῶν γὰρ αἱ θεαὶ | 151 | |
5 | αἴτιαι. | |
Ag644b | μὲν] δέ. | |
Ag644c | πημάτων] συμφορῶν. | |
Ag644d | σεσαγμένων] σεσωρευμένων. | |
Ag645a | λέγειν] ὑμνεῖν. | |
Ag645b | παιᾶνα] ὕμνον. | |
Ag645c | τόνδ’] τὸν ἁρμόζοντα αὐταῖς. | |
Ag647a | ἥκοντα] ἐμέ. | |
Ag647b | εὐεστοῖ] εὐτυχίαι. | |
Ag648a | κεδνὰ] προσφιλῆ, ἀγαθά. | |
Ag648b | συμμίξω] ἑνώσω. | |
Ag649a | χειμῶν’] λέγω. | |
Ag649b | οὐκ ἀμήνιτον] ἀλλ’ ἐξ ὀργῆς θεῶν γεγονότα. | |
Ag650a | ξυνώμοσαν] συνέθεντο. | |
Ag650b | ἔχθιστοι] ἐχθροὶ ἡμῶν ἤγουν μισοῦντες ἡμᾶς. | |
Ag650c | Ἐκφράζει τὴν τοῦ χειμῶνος χαλεπότητα. | |
Ag651a | πῦρ] διὰ τοὺς κεραυνοὺς καὶ τὰς τρικυμίας. | |
Ag651b | πίστ’] ἤγουν τὴν τῶν συνθηκῶν πίστιν. | |
Ag652 | δύστηνον] τὸν ἄθλιον. | |
Ag653a | δυσκύμαντα] χαλεπά. | |
Ag653b | ὠρώρει] διηγείρετο. | |
Ag654a | ναῦς] τάς. | |
Ag654b | πρὸς] ἐν. | |
Ag654c | Θρήικιαι] ἀπὸ Θράικης ἄνεμοι πνέοντες. | |
Ag655a | ἤρειπον] κατέβαλλον, συνέκρουον. | |
Ag655b | Κερωτυπούμεναι ἤτοι τοῖς κέρασιν ἀλλήλων τυπτόμεναι· ἡ μεταφορὰ ἀπὸ τῶν ταύρων. | |
Ag655c | κερωτυπούμεναι] ἤγουν τυπτόμεναι παρ’ ἀλλήλων. | |
Ag656 | ζάληι] ταραχῆι σὺν ὄμβρωι γεγενημένηι. | |
Ag657a | ὤιχοντ’] διεσκεδάσθησαν. | |
Ag657b | ἄφαντοι] ἀφανεῖς. | |
Ag657c | ποιμένος] τοῦ ἐπινεμομένου αὐτὰς ἀνέμου. | |
Ag657d | στρόβωι] συστροφῆι. | |
Ag658 | ἀνῆλθε] ἀνέτειλεν. | 152 |
Ag659a | ἡμέτερον + ἀνθοῦν εἶπε τὸ πέλαγος ἐν τοῖς νεκροῖς ἐπειδὴ τὸ μέν ἐστι μέλαν, λευκὰ δὲ τὰ σώματα. ὥσπερ οὖν ἡ γῆ ἀστράπτει τοῖς ἄνθεσι καὶ ὡραΐζεται, οὕτω καὶ τὸ πέλαγος διηνθισμένον ἐδόκει τοῖς λευκοῖς σώμασιν. | |
Ag659b | νεκροῖς] ἐν. | |
Ag660a | ναυτικῶν] ἤτοι τῶν πλοίων. | |
Ag660b | ἐριπίων] πτωμάτων. | |
Ag661a | ναῦν] τήν. | |
Ag661b | τ’] καί. | |
Ag661c | ἀκήρατον] ἀβλαβές. | |
Ag661d | σκάφος] τὸ πλοῖον λέγω. | |
Ag662a | τις] τὸ θεὸς ἐνταῦθα. | |
Ag662b | ἐξέκλεψεν] ἤγουν ἐρρύσατο. | |
Ag662c | ’ξηιτήσατο] ὥστε μὴ ἀποθανεῖν. | |
Ag662d | ’ξηιτήσατο] τὸν Δία δηλονότι. | |
Ag663a | οὐκ ἄνθρωπος] οὐ γὰρ ἐξ ἀνθρώπου διεσώθημεν, ἀλλὰ θεοῦ. | |
Ag663b | θιγών] ἁψάμενος. | |
Ag664a | τύχη] ἡ. | |
Ag664b | σωτὴρ] ἡ σώτειρα. | |
Ag664c | σωτὴρ] ἡ. | |
Ag664d | ναῦν] τήν. | |
Ag664e | ἐφέζετο] ἐπεκάθητο αὐτῆι. | |
Ag665 | ὅρμωι] ἐν λιμένι. | |
Ag666a | ἐξοκεῖλαι] ἐλλιμενίσαι. | |
Ag666b | κραταίλεων] ἤγουν ὑπὸ τοῦ λαοῦ κρατουμένην ἤτοι ὀχλοκρα‐ τουμένην. | |
Ag667 | Ἅιδην] ἤγουν τὸν ἐκ θαλάσσης θάνατον. | |
Ag668a | λευκὸν] ἤγουν κατὰ τὴν φανεῖσαν φωτεινὴν ἡμέραν. | |
Ag668b | οὐ πεποιθότες] ἀλλ’ ἀμφίβολοι ὄντες εἰ ἔτι σωθείημεν. | |
Ag668c | πεποιθότες] θαρροῦντες. | |
Ag669a | ἐβουκολοῦμεν] ἤγουν ὥσπερ ἐθεραπεύομεν ἐν λογισμοῖς τισι. | |
Ag669b | νέον] τό. | |
Ag669c | νέον] ἤτοι τὴν νέαν συμφοράν. | |
Ag670a | καμόντος] κινδυνεύσαντος. | |
Ag670b | σποδουμένου] διασκεδασθέντος δίκην σποδοῦ ἤτοι κόνεως. | |
Ag671 | ἐμπνέων] ἤτοι ζῶν. | 153 |
Ag672a | ὀλωλότας] φθαρέντας. | |
Ag672b | τί μή] διὰ τί γὰρ οὔ; ἐκινδυνεύσαμεν γάρ. | |
Ag673a | ταῦτ’] ἤγουν τὸ ἀπολωλέναι. | |
Ag673b | δοξάζομεν] λογιζόμεθα. | |
Ag674a | ὡς] λίαν. | |
Ag674b | ἄριστα] τὰ ἐκείνων δηλονότι. | |
Ag675a | μάλιστα] τῶν ἄλλων δηλονότι. | |
Ag675b | προσδόκα] ἐλπίδα ἔχε. | |
Ag675c | μολεῖν] ἐλθεῖν. | |
Ag676a | ἀκτὶς] ἤγουν ὁ ἥλιος περιφραστικῶς. | |
Ag676b | νιν] αὐτόν. | |
Ag676c | ἱστορεῖ] βλέπει. | |
Ag677a | βλέποντα] ἐκ παραλλήλου· ὁ γὰρ ζῶν βλέπει. | |
Ag677b | μηχαναῖς] βουλαῖς, οἰκονομίαις. | |
Ag678a | θέλοντος] βουλομένου. | |
Ag678b | ἐξαναλῶσαι] ἀφανίσαι. | |
Ag678c | γένος] τοῦ Μενελάου δηλονότι. | |
Ag679a | αὐτὸν] τὸν Μενέλαον. | |
Ag679b | ἥξειν] ἐλεύσεσθαι. | |
Ag680a | ἴσθι] γίνωσκε. | |
Ag680b | κλύειν] ἀκούειν. | |
Ag681a | στροφὴ κώλων ιζʹ. | |
Ag681b | ἡμέτερα + ἀκούσας ὁ χορὸς ὡς ὅσον οὔπω ἐλεύσεται Μενέ‐ λαος ἐπαγόμενος δηλονότι καὶ τὴν Ἑλένην, καὶ ἐκπλαγεὶς ἐπὶ τούτωι φησί· τίς ἄρα ὠνόμαζεν, ἔλεγεν, ἤτοι ἤλπιζεν, ἐς τὸ πᾶν, ἤγουν παν‐ τελῶς, ὧδε καὶ ἐνταῦθα, γενέσθαι δηλονότι, ἐτητύμως καὶ ἀληθῶς, | |
5 | ἤτοι ὑποστρέψαι. νοεῖν γὰρ χρὴ οὕτως ἵν’ εἴη τετελεσμένος ὁ λόγος τίς οὖν ἤλπιζεν ὧδε γενέσθαι τὴν Ἑλένην τὴν δορίγαμβρον, ἤτοι τὴν διὰ πολέμων γαμουμένην, τουτέστιν ἧς ὁ γάμος περιμάχητος γέγονε, τὴν ἀμφινεικῆ, ἤτοι περὶ ἣν ἀμφότεροι ἐφιλονείκουν Μενέλαός τε καὶ Πάρις, εἰ μὴ θεός τις, ἠπίστατο δηλονότι τοῦτο, ὅντινα οὐχ ὁρῶμεν— | |
10 | ἀόρατον γὰρ τὸ θεῖον—ὁ ταῖς προνοίαις τοῦ πεπρωμένου, ἤτοι ὁ ταῖς προνοητικαῖς τῆς εἱμαρμένης δυνάμεσι νέμων καὶ διδοὺς γλῶσσαν καὶ λόγον ἐν τύχηι, ἤτοι ὁ διδοὺς λόγον τοῖς τὰ τοιαῦτα προλέγουσι μάντεσιν ἐν τύχηι καὶ εὐτυχίαι. μεγίστης γὰρ εὐτυχίας τὸ τοιούτων ἀξιωθῆναι | |
τῶν ἀγαθῶν ὥστε προλέγειν τὰ μέλλοντα. | 154 | |
Ag681c | + τίς ποτ’ ὠνόμαζεν· τὰ τοιαῦτα εἴδη καλεῖται κατὰ σχέ‐ σιν καὶ ἐξ ὁμοίων ὡς εἴρηται. εἰσὶ γοῦν τὰ παρόντα στροφῶν δʹ, καὶ τῆς μὲν πρώτης στροφῆς τὰ κῶλα ιζʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα, τῆς δευτέρας ιʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα, τῆς τρίτης ιβʹ καὶ τὰ | |
5 | τῆς ἀντιστροφῆς τοσαῦτα καὶ τῆς τετάρτης ιʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. μετὰ δὲ ταύτας σύστημα ἐπιφθεγματικὸν κώλων κζʹ. ἐφ’ ἑκάστης στροφῆς καὶ ἀντιστροφῆς παράγραφος, ἐπὶ δὲ τῶι τέλει τοῦ 〈συστήματοσ〉 κορωνὶς 〈μόνη〉. | |
Ag681d | ποτ’] ἄρα. | |
Ag681e | ὠνόμαζεν] ἤγουν ἤλπιζεν, ἔλεγεν. | |
Ag681f | ὧδ’] ἐνταῦθα. | |
Ag682a | ἐς τὸ πᾶν] γενέσθαι δηλονότι ἤτοι ὑποστρέψαι τὴν Ἑλένην. | |
Ag682b | τὸ πᾶν] παντελῶς. | |
Ag682c | ἐτητύμως] ἀληθῶς. | |
Ag683a | μή τις] εἰ μὴ θεός τις· λείπει γὰρ τὸ εἰ. | |
Ag683b | οὐχ ὁρῶμεν] ἀόρατον γὰρ τὸ θεῖον. | |
Ag684 | προνοίαις] ἤγουν ὁ ταῖς προνοητικαῖς δυνάμεσι τῆς εἱμαρμένης. | |
Ag685a | γλῶσσαν] ἤτοι λόγον. | |
Ag685b | ἐν τύχαι] εὐτυχίαι. | |
Ag685c | νέμων] ὁ διδούς. | |
Ag686a | τὰν δορίγαμβρον] τὴν διὰ πολέμων γαμουμένην. | |
Ag686b | ἀμφινεικῆ] περὶ ἣν δύο ἐφιλονείκουν. | |
Ag687 | πρεπόντως] ἁρμοδίως καὶ οὐ παραλόγως. | |
Ag688 | ἑλένας] ὁ ἑλὼν καὶ καθελὼν τὸν τῆς Ἑλένης ἄνδρα Ἀλέξανδρον καὶ τὴν πόλιν αὐτοῦ. | |
Ag690 | ἁβροτίμων] τῶν λίαν τιμίων. | |
Ag691 | προκαλυμμάτων] ἤτοι τῶν περιεχόντων καὶ περικαλυπτόντων αὐτὸν οἴκων. | |
Ag692a | Ζεφύρου] ἐξ ἑσπέρας γὰρ πνέων οὔριος τούτωι γέγονεν. | |
Ag692b | αὔραι] πνοῆι. | |
Ag693 | πολύανδροι] ἤγουν ἄπειροι ἄνδρες. | |
Ag694 | φεράσπιδες] ὡπλισμένοι. | |
Ag695a | Ὥσπερ τὰ τῶν θηρίων ἴχνη ἀναζητοῦσι οἱ κυνηγοί, οὕτω καὶ αὐτοὶ κατ’ ἴχνος εὐθὺς τοῦ Πάριδος ἔδραμον. τὸ δὲ ἄφαντον, ἐπεὶ φανερά εἰσι τὰ τῶν θηρίων ἴχνη, τὰ δὲ τῶν νεῶν ἀφανῆ. | |
Ag695b | κυναγοὶ] ἔπλευσαν. | 155 |
Ag695c | κατ’ ἴχνος] ἐνταῦθα τὸ ἄφαντον. | |
Ag695d | πλάταν] τὴν κώπην. | |
Ag695e | ἄφαντον] ἀφανές. | |
Ag696a | κελσάντων] ἤτοι πελασάντων. | |
Ag696b | Σιμόεντος] ποταμοῦ Τροίας. | |
Ag697a | ἀεξιφύλλους] συνίζησις. | |
Ag697b | ἀεξιφύλλους] αὔξουσι γὰρ ἐν ταῖς ἀκταῖς πόαι. | |
Ag698a | ἡμέτερα + ὅρα τὴν σύνταξιν. ἀφεὶς τὴν εὐθεῖαν πρὸς γενικὴν ἐπλαγίασε ποικίλλων τὸν λόγον. εἰ δὲ βούλει, οὕτω λέγε· πολύανδροί τε κυνηγοὶ καὶ φεράσπιδες ἔπλευσαν κατ’ ἴχνος ἄφαντον καὶ ἀφανὲς τῶν κελσάντων καὶ πελασάντων τὴν πλάτην εἰς τὰς ἀκτὰς τοῦ Σι‐ | |
5 | μόεντος. τὸ δὲ δι’ ἔριν αἱματόεσσαν πρὸς τὸ ἔπλευσαν σύναπτε. τίνας δὲ λέγει κέλσαντας; τὸν Πάριν καὶ τοὺς σὺν αὐτῶι. | |
Ag698b | αἱματόεσσαν] αἱματηράν· αἱμάτων γὰρ χύσιν ἔρις ποιεῖ. | |
Ag699a | ἀντιστροφὴ κώλων ιζʹ. | |
Ag699b | Ἰλίωι δὲ κῆδος· ἐπειδὴ τὸ κῆδος σημαίνει καὶ τὴν ἐπι‐ γαμβρίαν καὶ τὸ πένθος, ἐδήλωσε νῦν ὅτι τὸ πένθος λέγει. | |
Ag699c | Ἰλίωι] τῆι Τροίαι. | |
Ag699d | κῆδος] πένθος. | |
Ag699e | ὀρθώνυμον] Ἰλιὰς γὰρ κακῶν ἡ παροιμία φησί. | |
Ag701a | + τοῦτο βούλεται εἰπεῖν ὡς ἡ μῆνις ἀπαιτοῦσα τὸ νυμφικὸν μέλος τοὺς Τρῶας τοὺς παραλόγως τιμῶντας τὸν ὑμέναιον ἐπέφερε τῆι Ἰλίωι πένθος ὀρθώνυμον ἀτίμως ἐν ὑστέρωι χρόνωι ἕνεκα τῆς τραπέ‐ ζης, ἐν ἧι συνειστιάθη Πάρις μετὰ τοῦ Μενελάου καὶ τοῦ συνεστίου | |
5 | Διός, ἤτοι τοῦ ἐφορῶντος τοὺς συνοικοῦντας. | |
Ag701b | ἤλασεν] ἐπέφερε. | |
Ag701c | τραπέζας] ἕνεκα. | |
Ag704a | ξυνεστίου] ἕνεκα. | |
Ag704b | ξυνεστίου] τοῦ ἐφορῶντος τοὺς συνοικοῦντας. | |
Ag705a | πρασσομένα] ἀπαιτοῦσα. | |
Ag705b | τὸ νυμφότιμον] τὸ τοὺς νυμφίους τιμῶν. | |
Ag706a | ἐκφάτως] ἔξω λόγου, ἤγουν παραλόγως. | |
Ag706b | τίοντας] τοὺς τιμῶντας, ἤτοι τοὺς εἰς τιμὴν ἄιδοντας Τρῶας. | 156 |
Ag707a | ὑμέναιον] τόν. | |
Ag707b | ἐπέπρεπεν] ἥρμοζεν. | |
Ag708a | γαμβροῖσιν] τοῖς, ἤτοι τοῖς νυμφίοις. | |
Ag708b | ἀείδειν] ὥστε ἄιδειν ἐπ’ αὐτούς. | |
Ag709 | ὕμνον] ἤτοι τὸν ὑμέναιον. | |
Ag710 | γεραιὰ] ἡ παλαιὰ καὶ ἀρχαία. | |
Ag711a | πολύθρηνον] ἤγουν πολυθρηνήτως καὶ μεγάλως. | |
Ag711b | που] ἴσως. | |
Ag711c | στένει] στενάζει. | |
Ag712 | κικλήσκουσα] τὸν Πάριν τὸν αἰνόλεκτρον καλοῦσα παμπρόσθη. | |
Ag713 | αἰνόλεκτρον] τὸν χαλεπὸν λέκτρον κτησάμενον διὰ τὰ συμβάντα δεινά. | |
Ag714a | παμπρόσθη] πᾶν πρόσκομμα καὶ ἐμπόδιον γεγονότα. | |
Ag714b | παμπρόσθη] λήθη. | |
Ag715 | ἀμφὶ πολίταν] ἤγουν διὰ τὸν Ἀλέξανδρον. | |
Ag716a | Μέγα που ἀναστένει αἰῶνα πολύθρηνον καὶ μέλεον αἷμα ἀνα‐ τλᾶσα διὰ τὸν πολίτην αὐτῆς τὸν Ἀλέξανδρον. | |
Ag716b | ἡμέτερα + οἱ μὲν γὰρ ὑπέστησαν φόνον, οἱ δὲ περισωθέντες διὰ πάσης αὐτῶν τῆς ζωῆς θρηνεῖν ἔμελλον τῆι τε τῶν οἰκείων στερή‐ σει καὶ τοῖς ἐκ τῆς δουλείας κακοῖς πιεζόμενοι. | |
Ag716c | μέλεον] λείπει ὁ καί. | |
Ag716d | αἷμα] φόνον. | |
Ag716e | ἀνατλᾶσα] ὑπομείνασα. | |
Ag717a | ση(μείωσαι). | |
Ag717b | στροφὴ ἑτέρα κώλων ιʹ. | |
Ag717c | ἔθρεψεν] ἤγουν ἀνέθρεψεν αὐτὸν ἀνήρ τις ἐκτεθέντα. | |
Ag717d | λέοντα] τὸν Ἀλέξανδρον λέγει. | |
Ag718a | σίνιν] βλαπτικόν, φθορέα. | |
Ag718b | ἀγάλακτον] μήπω κεκορεσμένον γάλακτος· βρέφος γὰρ ἐξετέθη. | |
Ag719 | φιλόμαστον] ποθοῦντα μαστόν. | |
Ag720 | βιότου προτελείοις] ἐν ταῖς ἀρχαῖς τῆς ζωῆς αὐτοῦ. | |
Ag721a | ἅμερον] πρᾶον, ταπεινόν. | |
Ag721b | εὐφιλόπαιδα] τοὺς τῶν ἄλλων παῖδας καλῶς φιλοῦντα. | |
Ag722a | γεραροῖς] τοῖς γέρουσι. | |
Ag722b | ἐπίχαρτον] εὐφροσύνης πρόξενον. | 157 |
Ag723a | + προσῆλθε δὲ ταῖς ἀγκάλαις τῶν ἀνθρώπων πολλάκις καὶ πρὸς τὴν χεῖρα φαιδρωπὸς δίκην καὶ τρόπον τέκνου νεοτρόφου καὶ νεαροῦ καὶ σαίνων ἐν ταῖς ἀνάγκαις τῆς γαστρός, τουτέστιν ἐκμειλίσσων οἷον καὶ ἐφελκόμενος αὐτοὺς δοῦναι αὐτῶι τροφήν, οἷα τὰ βρέφη ποιεῖν | |
5 | εἰώθασι προσερχόμενα τοῖς γονεῦσι καὶ τοῖς ἄλλοις οἷς ἐντυγχάνουσιν. οὕτω τὸ σαίνων πρὸς τὸ ἔσχε καὶ πρὸς τὸ φαιδρωπὸς ἀποδώσεις, καὶ οὐχ ὥς τινες πρὸς τὸ τέκνου ἀποδιδόντες σαίνοντος φασί· ὡς τὸ παρ’ Ὁμήρωι ἀστράπτων ἐπιδέξια. | |
Ag723b | πολέα] ἤγουν πολλάκις. | |
Ag723c | ἔσχ’] προσέσχε, προσῆλθε. | |
Ag724a | νεοτρόφου] ἀρτιτρεφοῦς. | |
Ag724b | δίκαν] τρόπον. | |
Ag725a | φαιδρωπὸς] χαρωπός. | |
Ag725b | ποτὶ] πρός. | |
Ag725c | σαίνων] καὶ οἷον ἐφελκόμενος. | |
Ag726a | ἀνάγκαις] ἐν. | |
Ag726b | ἀνάγκαις] ἤγουν χρείαν ἔχων τροφῆς. | |
Ag727a | ἀντιστροφὴ κώλων ιʹ. | |
Ag727b | χρονισθεὶς] ἤγουν πλείστους διηνυκὼς χρόνους. | |
Ag727c | ἀπέδειξεν] ἔδειξεν. | |
Ag728a | ἔθος] τὸν νόμον. | |
Ag728b | τὸ πρὸς τοκέων] τῶν παρὰ τῶν παίδων εἰς τοὺς τεκόντας. | |
Ag728c | χάριν γὰρ] ἤγουν ἀμοιβὰς διδοὺς τοῖς θρέψασιν αὐτόν. | |
Ag729a | + βουλόμενος ἀμοιβὰς τοῖς τροφεῦσιν ἀποδοῦναι οὐκ ἀγαθὰς αὐτοῖς ἀπέδωκεν, ἀλλὰ πολέμους καὶ μάχας κατασκευάσας τά τε θρέμματα αὐτῶν καὶ τὴν ἄλλην πᾶσαν διώλεσεν ὕπαρξιν καὶ αὐτοὺς τῶι θανάτωι παρέδωκεν, ἀντ’ εὐωχίας καὶ εὐφροσύνης λύπας καὶ στε‐ | |
5 | ναγμοὺς καὶ φθορὰν αὐτοῖς ἀποδεδωκώς. | |
Ag729b | ἀμείβων] ἀποδιδούς. | |
Ag730a | μηλοφόνοισιν] ἤγουν φθοροποιοῖς τῶν θρεμμάτων ἀπὸ μέρους. | |
Ag730b | ἄταισιν] ἐν. | |
Ag730c | ἄταισιν] ἤγουν πολέμοις. | |
Ag731a | δαῖτ’] εὐωχίαν. | |
Ag731b | ἀκέλευστος] μὴ ὑπ’ ἐκείνων εἰς τοῦτο προτραπείς. | |
Ag731c | ἔτευξεν] κατεσκεύασεν αὐτοῖς. | |
Ag732a | αἵματι] φονευθέντων τῶν ἐν αὐτῶι οἰκούντων. | 158 |
Ag732b | ἐφύρθη] ἐμίχθη. | |
Ag733a | ἡμέτερα + οἰκέτας λέγει ἢ τοὺς τῶν θρεψαμένων αὐτὸν δούλους ἢ καὶ αὐτοὺς ἐκείνους τοὺς θρεψαμένους· οἱ γὰρ πρότερον τροφεῖς τε καὶ πατέρες εἶναι τούτου δοκοῦντες, ὕστερον ἀνακαλεσαμένων τοῦ‐ τον τῶν γονέων εἰς τὰ βασίλεια, οἰκέται κἀκεῖνοι εὑρέθησαν. ἱερέα δὲ | |
5 | ἄτης τὸν Ἀλέξανδρον λέγει, ἐπειδὴ οἱ μὲν τὰς θυσίας ποιοῦντες τῶν θεῶν ἱερεῖς οὐκ ἄτης εἰσὶν ἱερεῖς, ἀλλ’ εὐθυμίας μᾶλλον καὶ ὠφελείας τοῖς τὰς θυσίας προσάγουσιν, οὗτος δὲ τῶν τε θρεμμάτων καὶ τῶν ἀνθρώπων σφαγὰς ἐργασάμενος εἰκότως ἄτης ὠνόμασται ἱερεύς. | |
Ag733b | ἄλγος] λύπη, συμφορά. | |
Ag733c | οἰκέταις] τοῖς. | |
Ag733d | οἰκέταις] τῶν θρεψαμένων. | |
Ag734a | σίνος] βλάβος. | |
Ag734b | πολυκτόνον] πολλοὺς κτεῖναν. | |
Ag735a | ἱερεύς] σφαγεύς, ὄλεθρος. | |
Ag735b | ἄτας] ἀπωλείας. | |
Ag736 | προσετράφη] ηὐξήθη. | |
Ag737a | στροφὴ ἑτέρα κώλων ιβʹ. | |
Ag737b | παραυτὰ] ἤγουν αὐτίκα. | |
Ag737c | ἐλθεῖν] τὴν Ἑλένην. | |
Ag738 | φρόνημα] ἦλθε. | |
Ag740 | νηνέμου] ἤγουν φρονιμωτάτη οὖσα καὶ πραοτάτη. | |
Ag741a | ἀκασκαῖον] λίαν κεκοσμημένον. | |
Ag741b | ἄγαλμα] κόσμος. | |
Ag741c | πλούτου] διὰ τὸ κάλλος αὐτῆς· οὐ γὰρ ἦν δυσειδὴς ὥστε τὸν πλοῦτον αἰσχύνειν. | |
Ag742 | μαλθακὸν] ἤγουν ἠρέμα τιτρώκουσα τῶι κάλλει τὰ ὄμματα τῶν ὁρώντων αὐτήν. | |
Ag743a | δηξίθυμον] ὡς δῆκον καὶ λυποῦν τὴν ψυχήν. | |
Ag743b | ἄνθος] εὐπρέπεια. | |
Ag744a | παρακλίνους’] παρακαθημένη καὶ συνανακλινομένη τοῖς Τρω‐ σίν. | |
Ag744b | ἐπέκρανε] ἐποίησε. | |
Ag745 | τελευτάς] τὰ τέλη. | 159 |
Ag746 | δύσεδρος] ἐπὶ κακῶι συγκαθεσθεῖσα καὶ συνομιλήσασα ἐκείνοις. | |
Ag747a | συμένα] ὁρμηθεῖσα καὶ ἐπελθοῦσα. | |
Ag747b | Πριαμίδαισιν] τοῖς. | |
Ag748a | + βουλόμενος, ὥς φασιν, ὁ Ζεὺς εἰς ἓν συνάψαι τὰ δύο τῆς οἰκουμένης μέρη, τό τε ἑῶον καὶ τὸ ἑσπέριον, καὶ φθορὰν τῶν ἀν‐ θρώπων ἐργάσασθαι καὶ τὴν γῆν ἀπαλλάξαι τοῦ βάρους, τὴν Ἑλένην ἐξέπεμψε τοῖς Τρωσὶ καὶ τὸν δι’ αὐτὴν συνεστήσατο πόλεμον· εἰκότως | |
5 | οὖν τὸ πομπῆι Διὸς εἴρηκεν. | |
Ag748b | πομπᾶι] ἐν. | |
Ag748c | Διὸς] οὗτος γὰρ ἔπεμψε ταύτην αὐτοῖς. | |
Ag749 | νυμφόκλαυτος] νύμφη λέγω κλαυμάτων καὶ φθορᾶς αἰτία. | |
Ag750a | ἀντιστροφὴ κώλων ιβʹ. | |
Ag750b | ὡρ(αῖον). | |
Ag750c | παλαίφατος] ἐκ παλαιῶν ἀνδρῶν ῥηθείς. | |
Ag750d | γέρων] παλαιός. | |
Ag751a | τέτυκται] κατεσκεύασται, ἤγουν λέγεται. | |
Ag751b | τελεσθέντα] γεγονότα. | |
Ag752a | φωτὸς] ἀνδρός. | |
Ag752b | ὄλβον] πλοῦτον. | |
Ag753 | τεκνοῦσθαι] παιδοποιεῖν, συμφορὰν δηλονότι. | |
Ag754 | θνήσκειν] ἤγουν παύεσθαι, λήγειν. | |
Ag755 | ἀγαθᾶς τύχας] ἤγουν ἀπὸ τῆς ἄγαν εὐτυχίας εἰς ἐσχάτην ταλαι‐ πωρίαν ἔρχεσθαι. | |
Ag756a | βλαστάνειν] ἐπιφύειν, ἐπάγειν. | |
Ag756b | ἀκόρεστον] κόρον μὴ ἔχουσαν, πολλήν. | |
Ag756c | ὀιζύν] συνίζησις. | |
Ag756d | ὀιζύν] ταλαιπωρίαν. | |
Ag757a | ἡμέτερον + δίχα δ’ ἄλλων· εἰ καὶ παλαιῶν, φησί, λόγος φάσκει μέγαν τελεσθέντα ὄλβον παιδοποιεῖν συμφορὰν καὶ ἐξ ἀγαθῆς τύχης βλαστάνειν τῶι γένει ταλαιπωρίαν, ἀλλ’ ἐγὼ οὐχ ὁμοίως τούτοις περὶ τούτου φρονῶ, ἀλλὰ μεμονωμένος εἰμὶ κατὰ τὴν φρόνησιν καὶ | |
5 | κεχωρισμένος τῶν ἄλλων τὰ περὶ τούτου φρονῶ. οὐ γὰρ πᾶς ὄλβος μέγας γενόμενος τοῦτο ποιεῖν εἴωθεν, ἀλλ’ οἱ μὲν ἀσεβεῖς καὶ παρά‐ | |
νομοι καὶ ἐξ ἀδικίας πλουτήσαντες ὅμοια ἑαυτοῖς ἀποτίκτουσι τέκνα παρανομίαις καὶ ἀδικίαις καὶ ἁρπαγαῖς χαίροντα, οἱ δὲ δικαίως πολι‐ τευόμενοι καὶ δικαιοσύνηι χαίροντες καὶ κάλλιστα τίκτουσι τέκνα καὶ | 160 | |
10 | αὐτοῖς ὅμοια καὶ ἀεὶ εὐτυχίαι συζῶσι. τοῦτο δὲ λέγει διά τε τὸν Πάριν καὶ τοὺς Ἀτρείδας· ὁ μὲν γὰρ ὅμοιος γεγονὼς τοῖς γονεῦσιν ἄδικός τε καὶ ἅρπαξ ἀπόλωλεν, οἱ δὲ δίκαις χαίροντες, ὡς καὶ οἱ τούτων πρόγονοι, εὐτυχοῦσί τε ἀεὶ καὶ τροπαιοῦχοι καθίστανται. λέγει δὲ ὕβριν μὲν παλαιὰν τὴν τοῦ Πάριδος ἁρπαγήν, ἣν εἰς ὕβριν Μενελάου πεποίηκεν | |
15 | αἰσχύνας τὴν κοινὴν τράπεζαν, νεάζουσαν δὲ ἐν κακοῖς τὴν ἐκ τῆς ἁλώσεως τοῖς Τρωσὶν ἐπελθοῦσαν συμφορὰν καὶ ἀπώλειαν. | |
Ag757b | δίχα] κεχωρισμένος. | |
Ag757c | μονόφρων εἰμί] ἤγουν οὐχ ὁμοίως τοῖς ἄλλοις περὶ τούτου φρονῶ. | |
Ag758a | ὡρ(αῖον). | |
Ag758b | δυσσεβὲς] ἤγουν οἱ δυσσεβεῖς καὶ παράνομοι καὶ ἄδικοι. | |
Ag759a | μετὰ] ἤγουν μετὰ πολὺν χρόνον. | |
Ag759b | τίκτει] τεκνοποιοῦσιν. | |
Ag760a | σφετέραι] τῆι ἰδίαι. | |
Ag760b | εἰκότα] ὅμοια. | |
Ag760c | γένναι] γενεᾶι, ἤγουν ἑαυτοῖς. | |
Ag761a | γὰρ] δέ. | |
Ag761b | εὐθυδίκων] δικαίως πολιτευομένων. | |
Ag762a | καλλίπαις] ἀγαθοὺς τίκτουσα παῖδας. | |
Ag762b | πότμος] εὐτυχία. | |
Ag763a | στροφὴ ἑτέρα κώλων ιʹ. | |
Ag763b | Τίκτει, φησίν, ἡ παλαιὰ ὕβρις νέαν ὕβριν καὶ κότον καὶ τὸν ἄμαχον δαίμονα, ὅ ἐστι τὸ ἀνίερον καὶ ἀσεβὲς θράσος ἐν τοῖς οἴκοις τῆς ἄτης. τοῦτο δὲ λέγει ὅτι ὁ ὑβριστὴς καὶ θρασὺς ἄταις ἐμπίπτει. | |
Ag763c | φιλεῖ] εἴωθεν. | |
Ag763d | τίκτειν] γεννᾶν. | |
Ag763e | ὕβρις] τὴν ἁρπαγὴν λέγει Πάριδος. | |
Ag764a | νεάζουσαν] νέαν. λέγει δὲ τὴν ἐκ τῆς ἁλώσεως συμφοράν. | |
Ag764b | νεάζουσαν] ἀνανεουμένην ἐν κακοῖς. | |
Ag766 | ὕβριν] ἐνταῦθα τὸ εἰδομέναν. | |
Ag767 | μόληι] τὸ πεπρωμένον, τὸ κεκυρωμένον ἔλθηι. | |
Ag768a | νεαρὰ] γενομένη ἡ ὕβρις. | |
Ag768b | φάους] ἐπὶ τῆς ἡμέρας. | 161 |
Ag768c | κότον] ὀργήν, φθορὰν λέγω τίκτει. | |
Ag769a | δαίμονα] ἤγουν δυστυχίαν. | |
Ag769b | ἀπόλεμον] τὸν ἄμαχον. | |
Ag769c | ἀπόλεμον] ἀντὶ μιᾶς. | |
Ag770 | ἀνίερον] λέγω ἀσεβές. | |
Ag771a | μελαίνας] σκοτεινῆς, ἤγουν ἀμαυρούσης αὐτούς. | |
Ag771b | μελάθροισιν] ἐν. | |
Ag771c | μελάθροισιν] ἐν οἴκοις. | |
Ag771d | ἄτας] βλάβης, φθορᾶς. | |
Ag772a | εἰδομέναν] ἤγουν ὁμοίαν. | |
Ag772b | τοκεῦσιν] τοῖς γονεῦσιν. | |
Ag773a | ἀντιστροφὴ κώλων ιʹ. | |
Ag773b | ἡμέτερα + ἡ δίκη, φησίν, ἐν μὲν τοῖς οἴκοις τοῖς πενιχροῖς καὶ εὐτελέσι καὶ ἠμαυρωμένοις λάμπει, ἤγουν ἐν τοῖς πενιχροῖς ἀνθρώ‐ ποις ἀνθεῖ τὸ δίκαιον· τίουσι γὰρ καὶ τιμῶσι τὸν ἐκ δικαιοσύνης βίον. τὰ δὲ κεκοσμημένα ἐν χρυσῶι καὶ κεκαλλωπισμένα ἔνδοξα καὶ πλού‐ | |
5 | σια δώματα σὺν πίνωι καὶ ῥώπωι χειρῶν, ἤγουν τὰ πλουτοῦντα ἐν πράξεσι καὶ ἐνεργείαις χειρῶν ῥυπαρῶν καὶ ἀδίκων καὶ ἁρπακτικῶν, λιποῦσα ἡ δίκη παλίντροπα τοῖς ὄμμασι, τουτέστιν εἰς τοὐπίσω τῶν ὀμμάτων τετραμμένα, ἤγουν παραβλέψασα ταῦτα, εἰς τὰ ὅσια προσ‐ έρχεται δώματα οὐ τιμῶσα ἐν αἴνωι, ἤτοι οὐκ ἐπαινοῦσα, δύναμιν | |
10 | πλούτου, τουτέστι πλοῦτον, παράσημον καὶ παράδοξον καὶ ἔξω τοῦ δικαίου σεσημασμένην καὶ ἐπίσημον. πᾶν γὰρ τοιοῦτον, ἤγουν πάντα τοιοῦτον πλοῦτον μὴ ἐκ δικαίων συνηγμένον, ἐπὶ τέλος ἄγει ἄξιον αὐτῶι. | |
Ag773c | δίκη] ἡ δικαιοσύνη. | |
Ag773d | λάμπει] ἤγουν ἐν τοῖς πενιχροῖς ἐστι τὸ δίκαιον. | |
Ag774a | δυσκάπνοις] πενιχροῖς καὶ εὐτελέσι. | |
Ag774b | δώμασι] οἴκοις. | |
Ag775a | ἐναίσιμον] τὸν δίκαιον. | |
Ag775b | τίει] τιμᾶι ἡ δίκη. | |
Ag776a | χρυσόπαστ’] τὰ κεκαλλωπισμένα ἐν χρυσῶι. | |
Ag776b | ἐσθλὰ] ἔνδοξα δώματα. | |
Ag777 | πίνωι] ῥύπωι, ἤγουν σὺν πράξεσι χειρῶν ῥυπαραῖς καὶ ἀδίκοις. | |
Ag778 | παλίντροπ’] εἰς τοὐπίσω τετραμμένα τῶν ὀμμάτων, ἤγουν παρα‐ | |
βλέψασα ἐκεῖνα. | 162 | |
Ag779a | ὅσια] εἰς τὰ δίκαια προσῆλθε, δώματα δηλονότι. | |
Ag779b | δύναμιν] δύναμιν τοῦ πλούτου, ἤγουν τὸν πλοῦτον. | |
Ag780a | οὐ σέβουσα] οὐ τιμῶσα ἐν αἴνωι, ἤγουν οὐκ ἐπαινοῦσα. | |
Ag780b | πλούτου] ἐνταῦθα τὸ τοῦ. | |
Ag780c | παράσημον] ἔξω τοῦ δικαίου σεσημασμένον. | |
Ag780d | αἴνωι] ἐν ἐπαίνωι. | |
Ag781a | πᾶν] τοιοῦτον. | |
Ag781b | δ’] γάρ. | |
Ag781c | ἐπὶ τέρμα] ἐπὶ τέλος ἄξιον αὐτῶι. | |
Ag781d | νωμᾶι] κινεῖ, ἄγει. | |
Ag782a | + σύστημα ἐπιφθεγματικὸν κώλων κζʹ. | |
Ag782b | + ἄγε δή, βασιλεῦ· σύστημα ἐπιφθεγματικὸν μετὰ τὰς στροφὰς καὶ ἀντιστροφὰς εἰς δύο περιόδους διηιρημένον κώλων ἀνα‐ παιστικῶν κζʹ, ὧν τὸ βʹ, τὸ εʹ καὶ τὸ καʹ μονόμετρα, τὰ λοιπὰ δί‐ μετρα ἀκατάληκτα, τὰ δὲ ἐν ταῖς ἀποθέσεσι τῶν περιόδων καταληκ‐ | |
5 | τικὰ ἤτοι ἑφθημιμερῆ. ἐπὶ τῆι ἀποθέσει τῆς πρώτης περιόδου παρά‐ γραφος, ἐπὶ δὲ τῆς βʹ κορωνίς, ὑποχωρήσαντος τοῦ χοροῦ. | |
Ag783a | βασιλεῦ] ὦ. | |
Ag783b | πολίπορθ’] ἤγουν ὁ πορθήσας τὴν Τροίαν. | |
Ag784 | γένεθλον] γέννημα, τέκνον. | |
Ag785a | προσείπω] ἀσπάσομαι. | |
Ag785b | σεβίζω] τιμήσω. | |
Ag786a | μήθ’] ἤγουν μήτε ὑπερβάλλοντι ἐπαίνωι μήτε ταπεινῶι χρη‐ σάμενος. | |
Ag786b | ὑποκάμψας] κλίνας. | |
Ag787 | χάριτος] τῆς κατὰ χάριν γενομένης προσρήσεως. | |
Ag788a | ὡρ(αῖον). | |
Ag788b | Πολλοί, φησί, τοῦ ἀληθῶς εἶναι τὸ δοκεῖν εἶναι προτιμῶσιν, ὅ ἐστιν οὐ τὸν φύσει ἀγαθὸν τιμῶσιν, ἀλλὰ τὸν δοκοῦντα. | |
Ag788c | δὲ] γάρ. | |
Ag788d | τὸ δοκεῖν] τοῦ ἀληθῶς εἶναι. | |
Ag789a | προτίουσι] προτιμῶσι. | |
Ag789b | δίκην] τὸ δίκαιον· οὐ γὰρ οὕτω χρὴ ποιεῖν. | |
Ag790a | τῶι δυσπραγοῦντι] τῶι δυστυχοῦντι. | |
Ag790b | ἐπιστενάχειν] συλλυπεῖσθαι. | |
Ag791a | ζη(τητέον). | 163 |
Ag791b | ἕτοιμος] πρόχειρος. | |
Ag791c | δῆγμα] ἤγουν οὐ δάκνει τοῦτον ἡ λύπη ἐν τῆι ψυχῆι. | |
Ag792a | ἐφ’ ἧπαρ] ἤγουν ἐπὶ τῆι ψυχῆι. | |
Ag792b | προσεφικνεῖται] ἐπέρχεται. | |
Ag793a | ξυγχαίρουσιν] εἰσὶ δηλονότι. | |
Ag793b | ξυγχαίρουσιν] τοῖς. | |
Ag793c | ὁμοιοπρεπεῖς] ἤγουν ὅμοιοι τοῖς χαίρουσιν εἶναι σχηματιζό‐ μενοι. | |
Ag794 | ἀγέλαστα] ἤγουν σκυθρωπὰ ἔχειν τὰ πρόσωπα προσποιούμενοι. | |
Ag795a | ἡμέτερα + ὅστις δέ, φησίν, ἐστὶν ἀγαθὸς καὶ ἁπλοῦς καὶ ἄκακος τὴν γνώμην, ἢ ἀγαθὸς καὶ ἐπιτήδειος ἐξεταστὴς δηλονότι γνωμῶν ἁπλῶν καὶ ἀπεριέργων καὶ οὐκ ἐπιπλάστων, οὐκ ἔστι λαθεῖν ἐκεῖνον ὄμματα ἀνδρός τινος τὰ δοκοῦντα ἀπὸ φρονίμου καὶ ποικίλης καὶ | |
5 | οἰκονομικῆς διανοίας κολακεύειν καὶ ἀπατᾶν τοὺς φίλους ἐν φιλίαι κεκαπηλευμένηι καὶ δολερᾶι, τουτέστι οὐ λανθάνει ἐκεῖνον τίς οὐ καθαρὰν καὶ ἄκρατον ἔχει φιλίαν, ἀλλ’ ἀπατᾶι τοὺς φίλους προσποιού‐ μενος ὑπὸ ποικίλης καὶ περιέργου γνώσεως ἀληθὴς εἶναι φίλος. ὄμ‐ ματα δὲ φωτὸς εἶπεν, ἐπεὶ ἐξ ὀμμάτων εἰώθασί τινες τεκμαίρεσθαι | |
10 | τοὺς ἁπλοῦς καὶ ποικίλους καὶ τοὺς ἄλλως πως διακειμένους. | |
Ag795b | ἀγαθὸς] ἐστίν. | |
Ag795c | προβατογνώμων] ἁπλοῦς καὶ ἄκακος τὴν γνώμην ἢ ἐρευνητὴς γνωμῶν ἁπλῶν. | |
Ag796a | λαθεῖν] ἐκεῖνον. | |
Ag796b | φωτὸς] τινὸς ἀνδρός. | |
Ag797 | εὔφρονος] ἀπὸ φρονίμου καὶ ποικίλης καὶ οἰκονομικῆς. | |
Ag798a | ὑδαρεῖ] μεμιγμένηι καὶ οὐ καθαρᾶι καὶ ἀκράτωι. | |
Ag798b | σαίνειν] κολακεύειν, ἀπατᾶν. | |
Ag798c | φιλότητι] φιλίαι. | |
Ag799 | στέλλων] κοσμῶν ἢ πλεῦσαι κατασκευάζων. | |
Ag800 | ἐπικεύσω] κρύψω ὅπερ βούλομαι εἰπεῖν. | |
Ag801a | + ἀπὸ μεταφορᾶς τῶν ἀτέχνως καὶ ἀναρμόστως κατασκευα‐ ζομένων καὶ γεγραμμένων εἰκόνων καὶ τοῦτο ἀμούσως ἦσθα γε‐ γραμμένος εἴρηκε, μονονουχὶ λέγων αὐτῶι ὡς ἀμέτοχος ἦσθα γνώ‐ σεως καὶ οὐ καλῶς διοικῶν καὶ διεξάγων τοὺς οἴακας τοῦ λογισμοῦ, | |
5 | ὅτε στρατιὰν τοσαύτην διὰ γυναῖκα κεκίνηκας. νῦν δὲ ἐπεὶ καλῶς ὑμῖν τυγχάνει τετελεσμένα τὰ πράγματα, εὔφρων τίς ἐστιν ὁ πόνος, ἤγουν καλῶς καὶ φρονίμως δοκεῖτε πονῆσαι καὶ οὐκ ἀπ’ ἄκρας φρενός, ἀλλ’ ἐκ βάθους, οὐδ’ ἀφίλως, τουτέστιν οὐδ’ ἄνευ φιλίας τῆς περὶ ταῦτα ἢ τὴν Ἑλένην. | 164 |
Ag801b | κάρτ’] λίαν. | |
Ag801c | ἀπομούσως] ἔξω ῥυθμοῦ, ἤτοι γνώσεως καὶ τέχνης ἐπιστημο‐ νικῆς. | |
Ag801d | ἦσθα] ὑπῆρχες. | |
Ag801e | γεγραμμένος] ἐζωγραφημένος. | |
Ag802a | εὖ] καλῶς. | |
Ag802b | πραπίδων] φρονήσεων. | |
Ag802c | νέμων] κινῶν, διεξάγων. | |
Ag803 | θάρσος] ἤγουν παραθαρρύνων τοὺς Ἕλληνας εἰς ἑκούσιον θάνα‐ τον. | |
Ag804 | εὖ θνήσκουσι] ἤτοι προθύμοις οὖσι πρὸς τὸ ἀποθνήσκειν. | |
Ag805a | οὐκ ἀπ’ ἄκρας] ἀλλ’ ἐκ βάθους. | |
Ag805b | οὐδ’ ἀφίλως] ἄνευ τῆς περὶ τὴν Ἑλένην φιλίας. | |
Ag806a | εὔφρων] φρόνιμος. | |
Ag806b | πόνος] ἐστὶν ὑμῖν. | |
Ag806c | εὖ τελέσασιν] καλῶς τὸ πρᾶγμα τετελεκόσιν. | |
Ag807a | γνώσηι] κατανοήσεις. | |
Ag807b | χρόνωι] ἐν. | |
Ag807c | χρόνωι] διὰ χρόνου. | |
Ag807d | διαπευθόμενος] καταμανθάνων. | |
Ag808a | δικαίως] καλῶς καὶ ὡς ἀπήιτει τὸ δίκαιον. | |
Ag808b | ἀκαίρως] τὸν ἔξω τοῦ πρέποντος καιροῦ. | |
Ag809a | πόλιν] τὴν σήν. | |
Ag809b | οἰκουροῦντα] οἰκοῦντα, φυλάσσοντα. | |
Ag810a | + πρῶτον μὲν Ἄργος· αἱ περίοδοι αὗται αἱ συστηματικαὶ στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ρξεʹ, ὧν τελευταῖος· μέλοι δέ τοι σοὶ τῶνπερ ἂν μέλληις τελεῖν. ἐπὶ ταῖς ἀποθέ‐ σεσιν ἑκάστης περιόδου παράγραφος, ἐπὶ δὲ τῶι τέλει πασῶν κορωνίς, | |
5 | ὑποχωρούντων τῶν ὑποκριτῶν. | |
Ag810b | Ἄργος] τό. | |
Ag810c | ἐγχωρίους] τοὺς ἐνταῦθα τιμωμένους. | |
Ag811a | δίκη] δίκαιον. | 165 |
Ag811b | προσειπεῖν] ἀσπάσασθαι. | |
Ag811c | μεταιτίους] αἰτίους, προξένους. | |
Ag812a | νόστου] τῆς ὑποστροφῆς. | |
Ag812b | τε] καί. | |
Ag812c | ἐπραξάμην] ἀπήιτησα, ἤγουν τῆς τιμωρίας ἣν ἐτιμωρησάμην αὐτήν. | |
Ag813a | δίκας] τὰς ἐν Ἰλίωι γενομένας κρίσεις ἡμῶν. | |
Ag813b | Οὐκ ἀφ’ ἡμῶν ἀκούσαντες τὰς δικαιολογίας, ἀλλ’ ἑωρακότες τὰ πεπραγμένα. | |
Ag813c | γλώσσης] ἡμῶν. | |
Ag814a | κλύοντες] ἀκούοντες. | |
Ag814b | ἀνδροθνῆτας] ἀνδροφθόρους. | |
Ag814c | φθορὰς] πολέμους. | |
Ag815a | ση(μείωσαι). | |
Ag815b | Ταῦτα ἀπὸ μεταφορᾶς τῶν ἐν δικαστηρίοις τιθεμένων δύο κάδων εἴρηται, ὧν ὁ εἷς τὴν ἀπολύουσαν ψῆφον, ὁ δὲ τὴν καταδικάζουσαν ἐδέχετο. | |
Ag815c | αἱματηρὸν] ἡιματωμένον διὰ τοὺς φόνους. | |
Ag815d | τεῦχος] ἀγγεῖον. | |
Ag815e | οὐ διχορρόπως] οὐκ ἀμφιβόλους, ἀλλ’ εἰς ἓν μέρος τὴν ἧτταν φερούσας. | |
Ag816a | ἔθεντο] ἐνέβαλον. | |
Ag816b | τῶι] τῶι τῆς νίκης. | |
Ag816c | κύτει] τεύχει. | |
Ag817a | ἡμέτερα + εἰς μὲν τὸ ἕν, φησί, τεῦχος ἐνέβαλον οἱ θεοὶ φθορᾶς ψήφους καὶ ἀπωλείας, τὸ δὲ ἕτερον τεῦχος οὐ πλῆρες ὄν, ἀλλ’ ἔτι κενὸν ἐλπίδα εἶχε χειρὸς πεμπούσης ψῆφον δηλονότι, ἤγουν ἤλπιζέ ποτε καὶ αὐτὸ πληρωθήσεσθαι ὑπὸ ψήφων. εἴασε δὲ τὸν λόγον ἀτελῆ· οὐ | |
5 | γὰρ εἶπεν εἰ ἐπλήρωσαν καὶ αὐτὸ ψήφων. τοῦτο δὲ πεποίηκεν, ἐπεὶ δῆλον γέγονε τίνες τὴν νικῶσαν ψῆφον ἐδέξαντο. | |
Ag817b | προσήιει] προσῆλθε. | |
Ag817c | χειρὸς] πεμπούσης τὴν ψῆφον. | |
Ag817d | οὐ πληρουμένωι] ἀλλὰ κενῶι ὄντι. | |
Ag818a | καπνῶι] ἐν. | |
Ag818b | ἁλοῦσα] ἁλοῦσα δὲ ἡ πόλις. | 166 |
Ag818c | εὔσημος] ἐπίσημος τῶι καπνῶι. | |
Ag819 | θύελλαι] τῆς φθορᾶς αἱ πνοαὶ ἔτι διαμένουσι καὶ οὐκ ἔληξαν. | |
Ag820 | σποδὸς] ἤγουν ἡ πόλις νεκρωθεῖσα καὶ σποδὸς γενομένη προ‐ έπεμψε καὶ ἀνέδωκεν ἡμῖν πολλοὺς θησαυρούς. | |
Ag821 | πολύμνηστον] ἀείμνηστον. | |
Ag822a | τίνειν] διδόναι. | |
Ag822b | παγὰς] τὰς καθ’ ἡμῶν ἐκείνων μηχανὰς καὶ τοὺς δόλους. | |
Ag822c | ὑπερκότους] ὀργίλους. | |
Ag823 | ἐπραξάμεθα] ἀπηιτήσαμεν ἤτοι καθείλομεν. | |
Ag824a | διημάθυνεν] ἠφάνισεν. | |
Ag824b | Ἀργεῖον] ἤτοι οἱ Ἀργεῖοι. | |
Ag824c | δάκος] τὸ θηρίον. | |
Ag825a | ἵππου] πήδημα. | |
Ag825b | νεοσσὸς] ὁ νέος λαός. | |
Ag825c | ἀσπιδοστρόφος] ὁ ὁπλιτικὸς ἀπὸ μέρους. | |
Ag826a | πήδημα] ἐνταῦθα τὸ ἵππου. | |
Ag826b | ὀρούσας] ὁρμήσας, πηδήσας δίκην ἵππου. | |
Ag826c | ἀμφὶ Πλειάδων δύσιν] ἤγουν κατὰ τὸ μετόπωρον. | |
Ag826d | + ὅτι Πλειάδων ἑώα ἐπιτολὴ γίνεται τοῦ ἡλίου διελθόντος τὸν Ταῦρον—οὗ μέρος εἰσὶν αὗται· οὐρὰν γὰρ τούτου ταύτας εἶναί φασι— καὶ τοὺς Διδύμους περιπολοῦντος, ἤτοι κατὰ τὴν τοῦ θέρους ἀρχήν, δύσις δ’ ἑώα τοῦ ἡλίου τὸν Ζυγὸν ἤδη διερχομένου· τότε γὰρ κατὰ | |
5 | διάμετρον οὖσαι ἑώαν ποιοῦνται δύσιν, ἤτοι κατὰ τὰς τοῦ μετοπώρου ἀρχάς. τότε γάρ, ὥς φασι, τὸν πλοῦν Ἕλληνες ἐποιήσαντο. | |
Ag827a | ὑπερθορὼν] ὑπεραναβὰς ὁ λαός. | |
Ag827b | πύργον] τὴν πόλιν. | |
Ag827c | ὠμηστὴς] ὠμοφάγος. | |
Ag827d | λέων] ἤγουν ὥσπερ. | |
Ag828a | ἄδην] δαψιλῶς. | |
Ag828b | ἔλειξεν] ἐλάφυξεν, ἔπιεν. | |
Ag828c | τυραννικοῦ] βασιλικοῦ καὶ πάντων ἀπὸ τοῦ ὑπερέχοντος. | |
Ag829a | ἐξέτεινα] μακρὸν ἐποιησάμην. | |
Ag829b | φροίμιον] τὸ προοίμιον τῆς εὐχαριστίας. | 167 |
Ag830a | τὰ] ὄντα δηλονότι. | |
Ag830b | φρόνημα] εἰς τὴν σὴν γνῶσιν. | |
Ag830c | μέμνημαι] τὸ γνῶναι δηλονότι τὴν τῶν πολιτῶν γνώμην. | |
Ag831a | καὶ φημὶ] οὕτως ἔχειν ὡς λέγεις. | |
Ag831b | συνήγορον] συνομολογοῦντα ὅτι οἱ μὲν δικαίως ὤικουν, οἱ δὲ ἀκαίρως. | |
Ag832a | γνώ(μη). | |
Ag832b | παύροις] ὀλίγοις. | |
Ag832c | συγγενὲς] οἰκεῖον. | |
Ag833a | ἄνευ] χωρίς. | |
Ag833b | σέβειν] τιμᾶν, ἔχειν. | |
Ag834a | δύσφρων] κακόφρων. | |
Ag834b | ἰὸς] ἤγουν ὁ φθόνος. | |
Ag834c | καρδίαν] τοῦ φθονεροῦ. | |
Ag834d | προσήμενος] προσκαθήμενος. | |
Ag835a | ἄχθος] βάρος. | |
Ag835b | διπλοίζει] διπλοῦν ποιεῖ. | |
Ag835c | πεπαμμένωι] τῶι κεκτημένωι. | |
Ag835d | νόσον] λέγω. | |
Ag836a | πήμασιν] ἤτοι τῶι φθόνωι. | |
Ag836b | βαρύνεται] δαμάζεται. | |
Ag837a | θυραῖον] τὸν ξένον τὸν τοῦ εὐτυχοῦντος. | |
Ag837b | ὄλβον] πλοῦτον, τὴν εὐδαιμονίαν. | |
Ag837c | στένει] στενάζει. | |
Ag838a | ἡμέτερα + καλῶς, φησίν, ἐπίσταμαι τὸ κάτοπτρον τῆς ὁμιλίας, ἤγουν καλῶς οἶδα διακρίνειν τὰς ὁμιλίας τῶν συνόντων μοι, ὡς τὰς ἐμφάσεις τῶν προσώπων τὸ κάτοπτρον, ὥστε τοὺς ἄλλους μὲν τοὺς δοκοῦντας λίαν εἶναι πρευμενεῖς ἐμοὶ ἔγνων εἴδωλον σκιᾶς, τουτέστιν | |
5 | ἀνυποστάτους καὶ οὐδὲν ὄντας, ὡς οὐδὲ τὸ τῆς σκιᾶς εἴδωλον, μόνον δὲ τὸν Ὀδυσσέα φίλον ἀληθῆ καὶ σὺν ἐμοὶ προθύμως τὸ τῆς ἀρχῆς ἅρμα ἐλαύνοντα. | |
Ag838b | εἰδὼς] γινώσκων ἀκριβῶς τὰ περὶ τούτου. | |
Ag838c | ἐπίσταμαι] καλῶς γινώσκω. | |
Ag839a | ση(μείωσαι). | |
Ag839b | ὁμιλίας] ἤτοι τὸ δίκην κατόπτρου τὰς ὁμιλίας διακρίνειν. | |
Ag839c | σκιᾶς] ἤτοι ἀνυπάρκτου ἀνυπαρκτότερον. | 168 |
Ag840a | κάρτα] λίαν. | |
Ag840b | πρευμενεῖς] ἤγουν φίλους, εὐμενῶς διακειμένους. | |
Ag841 | ὅσπερ] ἤλεγξε γὰρ τὴν μανίαν αὐτοῦ Παλαμήδης. | |
Ag842a | ἕτοιμος] πρόχειρος. | |
Ag842b | ἐμοὶ] ἤγουν δίκην ἵππου σὺν ἐμοὶ τὸ ἅρμα ἐλαύνων. | |
Ag845 | πανηγύρει] ὡς ἐν ἑορτῆι. | |
Ag846 | ὡρ(αῖον). | |
Ag847 | χρονίζον] ἤγουν καὶ εἰς τὸν ἑξῆς χρόνον. | |
Ag848a | + ἐκ μεταφορᾶς τῶν ἰατρῶν τοῦτ’ εἴρηκε τῶν διὰ φαρμάκων ἰωμένων τὰς νόσους καὶ διὰ καύσεως ἢ τομῆς τῆς διὰ ξυρῶν τὰ σεση‐ πότα τῶν μελῶν τῶν νοσούντων καθαιρόντων καὶ τὰ τραύματα θερα‐ πευόντων. | |
Ag848b | φαρμάκων] θεραπευμάτων. | |
Ag848c | παιωνίων] θεραπευτικῶν. | |
Ag849a | κέαντες] καύσαντες. | |
Ag849b | τεμόντες] ἐν ξυρῶι. | |
Ag849c | εὐφρόνως] εὐτέχνως· φρονήσεως γὰρ ταῦτα δεῖται. | |
Ag850a | πειρασόμεθα] ἤτοι σωφρονίσαι τοὺς ἐν πόλει λυμεῶνας. | |
Ag850b | πήματος] τῆς βλάβης. | |
Ag850c | τρέψαι] ἤγουν ἰάσασθαι. | |
Ag851 | ἐφεστίους] τοὺς κατοικουμένους, οὐ τοὺς ἀοίκους. | |
Ag852 | δεξιώσομαι] θύσω, φιλοφρονήσομαι. | |
Ag853a | πρόσω] ἤγουν ἔμπροσθεν, τουτέστιν εἰς Ἴλιον. | |
Ag853b | πάλιν] εἰς τοὐπίσω. | |
Ag854a | ἕσπετ’] ἠκολούθησεν ἡμῖν. | |
Ag854b | ἐμπέδως] βεβαίως, ἀσφαλῶς. | |
Ag855a | ἄνδρες] ὦ. | |
Ag855b | πρέσβος] τίμιον πρᾶγμα, ἤγουν τίμιοι ἄνδρες. | |
Ag856a | οὐκ αἰσχυνοῦμαι] ἤγουν οὐκ αἰδεσθήσομαι. | |
Ag856b | φιλάνορας] ἤγουν ὅτι ἐφίλουν ἀπόντα τὸν ἄνδρα. | |
Ag857a | γνώ(μη). | |
Ag857b | ἡμέτερα + ἐν χρόνωι δέ· ἤγουν ἡ συνήθεια ἡ διὰ πολλῶν χρόνων γενομένη ἐκβάλλει τὸν φόβον ἀπὸ τῶν ἀνθρώπων καὶ τὴν | |
αἰδῶ, καὶ οὐκέτι αἰδοῦνται ἀλλήλους οἱ ἐν συνηθείαι γενόμενοι, ἀλλ’ ἀναισχύντως καὶ ἀνερυθριάστως καὶ τὰ μυστήρια τούτων ἀλλήλοις | 169 | |
5 | ἐκφαίνουσιν. | |
Ag857c | δ’] γάρ. | |
Ag857d | ἀποφθίνει] φθείρεται. | |
Ag858 | τάρβος] ὁ φόβος. | |
Ag859a | δύσφορον] τὸν πολλὰ δυσχερῆ μοι φέροντα. | |
Ag859b | βίον] τὴν ζωήν, τὸν χρόνον. | |
Ag860 | τοσόνδ’] ἣν ἔζησα ζωὴν ὅσον χρόνον οὗτος ἀπεδήμει εἰς Ἴλιον. | |
Ag861a | ση(μείωσαι). | |
Ag861b | ἄρσενος δίχα] ἀνδρὸς χωρίς. | |
Ag862a | ἧσθαι] καθῆσθαι. | |
Ag862b | δόμοις] ἐν. | |
Ag862c | ἔκπαγλον] ἐκπληκτικόν. | |
Ag863a | κλύουσαν] ἀκούουσαν. | |
Ag863b | παλιγκότους] ἤγουν ὕστερον φερούσας λύπην· ἀπὸ μεταφορᾶς τῶν ἐγκοτούντων. | |
Ag864a | ἥκειν] ἔρχεσθαι φέροντα ἡδονὴν δηλονότι. | |
Ag864b | ἐπεισφέρειν] ἐν τοῖς δόμοις. | |
Ag865a | πῆμα] συμφοράν. | |
Ag865b | λάσκοντας] λέγοντας. | |
Ag865c | δόμοις] ἐν. | |
Ag866 | καὶ τραυμάτων] ἤγουν εἰ τραύματα τοσαῦτα ἐλάμβανεν. | |
Ag867a | ἀνὴρ] ἤγουν ὁ Ἀγαμέμνων. | |
Ag867b | ὠχετεύετο] ἤγουν ἐφέρετο· ἐκ μεταφορᾶς τῶν ὀχετῶν. | |
Ag868a | φάτις] φήμη. | |
Ag868b | πλέω] πλειόνως. | |
Ag868c | λέγειν] ἤγουν ὡς ἔστι λέγειν. | |
Ag869a | + ὡς ἔοικεν ἧκόν τινες ἀγγέλλοντες τρὶς ἀποθανεῖν Ἀγαμέμ‐ νονα. καὶ διὰ τοῦτο παρεικάζει τοῦτον τῶι Γηρυόνηι καὶ τρισώματον λέγει, οὐ τρικέφαλον. ἐκεῖνος γὰρ ἅπαξ ἀπέθανεν μιᾶι πληγῆι τὰς κεφαλὰς ἀφαιρεθείς, οὗτος δὲ τρισώματος ὢν καὶ τρὶς ἀπέθανεν ἑκά‐ | |
5 | στωι μορφώματι ἅπαξ ἀποθανών, ὥς φησι, καὶ τριπλῆν τὴν περιστέλ‐ λουσαν κόνιν δεξάμενος ἄνωθεν. ἐπεὶ δὲ τριπλῆν ἔφη τὴν ἐκ τῆς ταφῆς κόνιν δέξασθαι, διὰ τοῦτο καὶ τὸ ἐξηύχει τέθεικε· τοιούτων γάρ τις τυχὼν εἰκότως σεμνύνοιτ’ ἄν. ὅρα δὲ πῶς τὸν λόγον πρὸς τὸ χάριεν ἐσχημάτισεν· οὐ γὰρ οἷόν τε τὸν τεθνηκότα αὐχεῖν καὶ σεμνύνεσθαι. | |
Ag869b | ἐπλήθυνον] ἤγουν ὡς οἱ πλείονες ἔλεγον λόγοι. | |
Ag870 | ση(μείωσαι). | 170 |
Ag871a | ἄνωθεν] ἄνωθεν γὰρ ἐπιχεῖται ἡ κόνις. | |
Ag871b | οὐ λέγω] ἔχει γὰρ καὶ κάτωθεν γῆν. | |
Ag872a | τρίμοιρον] τριπλῆν. | |
Ag872b | χλαῖναν] τὴν περιστέλλουσαν κόνιν. | |
Ag872c | ἐξηύχει] ἐκαλλωπίζετο, ἐσεμνύνετο. | |
Ag873a | ἅπαξ] μίαν. | |
Ag873b | κατθανὼν] ἀποθανών. | |
Ag874a | ἕκατι] χάριν. | |
Ag874b | κληδόνων] μηνυμάτων. | |
Ag874c | παλιγκότων] λυπηρῶν. | |
Ag875a | ἀρτάνας] ἤγουν βρόχους δι’ ὧν ἀπεπνίγην ἄν. | |
Ag875b | δέρης] τοῦ τραχήλου. | |
Ag876 | λελημμένης] ἤγουν ἤδη περιειλημμένης τῆς δέρης τῆι ἀρτάνηι. | |
Ag877a | τῶν] ὧν εἶπον. | |
Ag877b | παῖς] ὁ Ὀρέστης. | |
Ag877c | ἐνθάδ’] ἐνταῦθα. | |
Ag877d | οὐ παραστατεῖ] οὐ πάρεστιν. | |
Ag878a | Πιστευμάτων· εἰ μὴ γὰρ πιστεύσωσιν ἀλλήλοις οἱ γονεῖς, οὐχ ὁμολογοῦσιν ἑαυτῶν εἶναι τὸν παῖδα. | |
Ag878b | πιστευμάτων] ἐκεῖνος γὰρ τὴν ἡμῶν πρὸς ἀλλήλους βεβαιοῖ πίστιν. | |
Ag879a | ὡς χρῆν] ὡς ἦν πρέπον, ἵνα μή τι πάθηι κακὸν ἀποπνιγείσης ἐμοῦ διὰ τὸ τῆς ἡλικίας ἄωρον. | |
Ag879b | μὴ δὲ] ὅτι ἔκ τινος δόλου γέγονε. | |
Ag880a | τρέφει] ἐκτρέφει. | |
Ag880b | εὐμενὴς] εὐνοϊκῶς πρὸς ἡμᾶς διακείμενος, φίλος. | |
Ag881a | ὁ Φωκεὺς] ὁ εἰς Φώκην οἰκῶν. | |
Ag881b | Τὰ ἀμφιβαλλόμενα περὶ σοῦ πήματα, ἤτοι τὰ ὑπὸ τοῦ δήμου κατὰ σοῦ πεπλασμένα δεινὰ μηνύματα. | |
Ag881c | ἀμφίλεκτα] τὰ ποτὲ μὲν ζῶντα, ποτὲ δὲ τεθνηκότα σε μηνύοντα. | |
Ag882a | προφωνῶν] γνωρίζων, προμηνύων. | |
Ag882b | τ’ ὑπ’] Ἰωνικόν. | |
Ag882c | σέθεν] σοῦ. | |
Ag883a | κίνδυνον] τὸν σὸν θάνατον. | |
Ag883b | δημόθρους] ἡ θορυβοποιός. | |
Ag884a | γνώ(μη). | 171 |
Ag884b | βουλὴν] ἐπιβουλήν. | |
Ag884c | καταρρίψειεν] καὶ εἰ καταρρίψειε καὶ ἐπάξει ἐμοὶ ἐπιβουλὴν ὁ δῆμος. | |
Ag884d | Πεφύκασί πως, φησίν, οἱ ἄνθρωποι ἐπεμβαίνειν τοῖς ἀτυχοῦ‐ σιν. | |
Ag884e | σύγγονον] συγγενές ἐστι καὶ φίλον. | |
Ag885a | βροτοῖσι] τοῖς ἀνθρώποις. | |
Ag885b | λακτίσαι] καθυβρίσαι, τῶι ποδὶ ἐπιβῆναι. | |
Ag886a | τοιάδε] ἡ. | |
Ag886b | τοιάδε] ἡ κατὰ τὸν Ὀρέστην. | |
Ag886c | σκῆψις] πρόφασις, οἰκονομία. | |
Ag886d | οὐ δόλον] οὐκ ἔστι δολερά. | |
Ag887a | κλαυμάτων] θρήνων, δακρύων. | |
Ag887b | ἐπίσσυτοι] αἱ ἐπερχόμεναι. | |
Ag888a | κατεσβήκασιν] ἤγουν οὐκ ἐθρήνουν ἐν ἡμέραι. | |
Ag888b | οὐδ’ ἔνι] ἤγουν οὐκ ἦν ἐμοί. | |
Ag888c | σταγών] δακρύων. | |
Ag889a | ὀψικοίτοις] τοῖς βραδέως κοιταζομένοις. | |
Ag889b | βλάβας] ἤτοι κλαυθμούς. | |
Ag889c | ἔχω] ἀντὶ τοῦ εἶχον. | |
Ag890a | ἤγουν τοὺς περιεστῶτάς σε κατὰ τὰς νύκτας λαμπαδούχους ὁρῶσα ἠμελημένους ἐθρήνουν ἀεί. | |
Ag890b | κλαίουσα] αἰέν. | |
Ag891 | ἀτημελήτους] ἠμελημένας. | |
Ag892 | ὑπαὶ] ὑπό. | |
Ag893a | ῥιπαῖσι] τῶν πτερύγων κινήσεσι. | |
Ag893b | θωΰσσοντος] βομβοῦντος. | |
Ag893c | ἀμφὶ] περὶ σοῦ. | |
Ag893d | πάθη] παθήματα, θλίψεις. | |
Ag894a | πλείω] πλείονα. | |
Ag894b | τοῦ συνεύδοντος] ἤτοι τοῦ χρόνου ὃν ἐκάθευδον. | |
Ag895a | τλᾶσα] ὑπομείνασα. | |
Ag895b | ἀπενθήτωι] ληξάσηι τοῦ πένθους. | |
Ag896a | ση(μείωσαι). | |
Ag896b | λέγοιμ’ ἂν] ἐνταῦθα τὸ νῦν. | |
Ag896c | ἄνδρα] τὸν Ἀγαμέμνονα. | |
Ag896d | σταθμῶν] ἐπαύλεων. | |
Ag897a | σωτῆρα] φύλακα. | 172 |
Ag897b | πρότονον] σχοινίον δι’ οὗ τείνουσι τὸ ἱστίον. | |
Ag897c | ὑψηλῆς στέγης] μεγάλης οἰκίας. | |
Ag898a | ποδήρη] δίκην ποδὸς ἱστάμενον. | |
Ag898b | Ποδῆρες κυρίως λέγεται τὸ μέχρι ποδῶν διῆκον ἱμάτιον. | |
Ag899 | ναυτίλοις] ναύταις. | |
Ag900a | ἦμαρ] ἡμέραν. | |
Ag900b | εἰσιδεῖν] ὥστε. | |
Ag900c | εἰσιδεῖν] ἰδεῖν. | |
Ag900d | ἐκ χείματος] ἐκ χειμῶνος. | |
Ag901 | ῥέος] ῥεῦμα. | |
Ag902a | ἤγουν εὐφραντόν ἐστι τὸ διαφυγεῖν τινα πᾶν τὸ ἐξ ἀνάγκης ἐπελθὸν δυσχερές. | |
Ag902b | δὲ] γάρ. | |
Ag903a | τοιοῖσδε] τοιούτοις οἵοις εἶπον. | |
Ag903b | ἀξιῶ] σε. | |
Ag903c | προσφθέγμασιν] ὀνόμασι προσφωνητικοῖς. | |
Ag904a | ἀπέστω] πόρρω γενέσθω. | |
Ag904b | κακὰ] δυσχερῆ. | |
Ag905a | ἠνειχόμεσθα] ὑπεμείναμεν. σοῦ δὲ φανέντος ἐκείνων ἠλευ‐ θερώθημεν. | |
Ag905b | φίλον] προσφιλές. | |
Ag905c | κάρα] ὦ. | |
Ag906 | ἀπήνης] τοῦ ἅρματος· ἐπὶ ἅρματος γὰρ ὠχεῖτο. | |
Ag907a | πορθήτορα] τόν. | |
Ag907b | πορθήτορα] ἤτοι τὸν πορθήσαντα τὸ Ἴλιον. | |
Ag908a | δμωαὶ] ὦ δοῦλαι. | |
Ag908b | μέλλεθ’] βραδύνετε. | |
Ag908c | ἐπέσταλται] προστέτακται. | |
Ag909a | πέδον] τὴν ἐπιφάνειαν. | |
Ag909b | κελεύθου] τῆς ὁδοῦ. | |
Ag909c | στρωννύναι] καταστρῶσαι. | |
Ag909d | πετάσμασιν] ἐκτεταμένοις πέπλοις. | |
Ag910a | πορφυρόστρωτος] πορφυροῖς πέπλοις ἐστρωμένος. | |
Ag910b | πόρος] ἡ ὁδός. | 173 |
Ag911a | ἄελπτον] οὐ γὰρ ἤλπιζεν ὑποστρέψαι. | |
Ag911b | ἡγῆται] νομίζηι, ἤγουν ὡς ἔστι δίκαιον. | |
Ag912a | Ἴσως ἵνα δίκας αὐτὸν ἀπαιτήσηι τοῦτό φησιν ἕνεκα τοῦ φόνου τῆς θυγατρός. | |
Ag912b | φροντὶς] ἡ ἡμετέρα μέριμνα. | |
Ag912c | νικωμένη] ἤγουν οὐ ῥαθυμίαι νικηθεῖσα. | |
Ag913a | θήσει] ποιήσει. | |
Ag913b | δικαίως] ἐπεὶ καὶ αὐτὸς τὴν ἐμὴν ἀπέκτεινε θυγατέρα. | |
Ag913c | εἱμαρμένα] οὕτω πεπρωμένα παρὰ θεῶν. | |
Ag914a | γένεθλον] ὦ. | |
Ag914b | γένεθλον] τέκνον. | |
Ag915a | ἀπουσίαι] τῆι ἀποδημίαι. | |
Ag915b | εἶπας] ταῦτα γενέσθαι σοι. | |
Ag916a | ἐξέτεινας] τοὺς λόγους. | |
Ag916b | ἐναισίμως] δικαίως, προσηκόντως. | |
Ag917a | Ἀλλὰ χρὴ τοῦτο τὸ γέρας ἔρχεσθαι παρ’ ἄλλων, τὸ αἰνεῖσθαι δηλονότι, καὶ μὴ παρὰ τῶν οἰκείων ἢ παρ’ ἑαυτῶν. | |
Ag917b | αἰνεῖν] τινά. | |
Ag917c | παρ’ ἄλλων] ὅρα τὴν σύνταξιν. | |
Ag917d | ἔρχεσθαι] τινί. | |
Ag917e | γέρας] τιμή. | |
Ag918 | μὴ γυναικὸς] ἤγουν μὴ ὡς γυνὴ φρονοῦσα ἢ μὴ ὡς ἔθος ταῖς γυναιξὶ καλλωπίζεσθαι. | |
Ag919a | ἅβρυνε] καλλώπιζε. | |
Ag919b | Μὴ ὡς βαρβάρωι μοι κέλευε θρύπτεσθαι· οἱ βάρβαροι γὰρ γονυκλισίαις τοὺς βασιλεῖς εὐφημοῦσιν. | |
Ag919c | φωτὸς] ἀνδρός. | |
Ag919d | δίκην] τρόπον. | |
Ag920a | χαμαιπετὲς] διὰ γονυκλισίας γενόμενον προσφώνημα. | |
Ag920b | προσχάνηις] προσφωνήσηις. | |
Ag921a | εἵμασι] πέπλοις. | |
Ag921b | στρώσας] ὑπό. | |
Ag921c | ἐπίφθονον] ἐπίψογον· μέμψονται γὰρ οἱ φθονοῦντες τὴν ὁδόν. | |
Ag922a | ση(μείωσαι). | |
Ag922b | τίθει] ποίει. | |
Ag922c | τοῖς] τοῖς τοιούτοις εὑρήμασι. | 174 |
Ag922d | τιμαλφεῖν] τιμᾶν. | |
Ag922e | χρεών] πρέπον. | |
Ag923 | ἐν ποικίλοις] ἐν ὑποστρώμασι κεκαλλωπισμένοις. | |
Ag924a | βαίνειν] πορεύεσθαι. | |
Ag924b | οὐδαμῶς] ἐστίν. | |
Ag924c | φόβου] φοβοῦμαι γὰρ τοὺς θεούς. | |
Ag925a | κατ’ ἄνδρα] ὡς πρέπει τιμᾶν ἄνδρα, μὴ ὡς θεόν. | |
Ag925b | σέβειν] τιμᾶν. | |
Ag926a | ἡμέτερα + ἀπὸ μεταφορᾶς τῶν πέπλων δι’ ὧν τοὺς πόδας ἐκμάσσοντες λαμπροτέρους ποιοῦσιν οἱ τούτους ἐκπλύνοντες συν‐ εχῶς τοῦτ’ εἰρήκει. ποδόψηστρα γὰρ κυρίως ταῦτα λέγεται. νῦν δὲ τὰ ὑπὸ τοὺς πόδας ἁπλῶς πέπλα οὕτως εἴρηκεν. | |
Ag926b | ποδοψήστρων] δι’ ὧν οἱ πόδες λαμπρύνονται. κυρίως δὲ τὰ τοὺς πόδας ἐκμάσσοντα πέπλα οὕτω λέγεται. | |
Ag927a | κληδὼν] ἡ φήμη. | |
Ag927b | ἀυτεῖ] βοᾶι τὰ καθ’ ἡμᾶς δηλονότι. | |
Ag927c | τὸ μὴ] ἤτοι τὸ μὴ μέγα φρονεῖν ἐπὶ τούτωι. | |
Ag928a | ὡρ(αῖον). | |
Ag928b | ὀλβίσαι] εὐδαιμονίσαι τινά. | |
Ag928c | χρή] πρέπει. | |
Ag929a | βίον] τὴν ζωήν. | |
Ag929b | τελευτήσαντ’] τελέσαντα. | |
Ag929c | ἐν εὐεστοῖ] ἐν εὐτυχίαι καὶ εὐθυμίαι. | |
Ag929d | φίληι] προσφιλεῖ. | |
Ag930a | + εἰ οὕτω, φησί, πράσσοιμι κατὰ πάντα ὥστε μὴ μέγα φρονεῖν ἐπὶ ταῖς εὐτυχίαις μηδὲ πρὸ τελευτῆς ἄνθρωπον μακαρίζειν, ἀλλὰ τὸν τὸ τέλος τοῦ βίου δεξάμενον ἐν τῆι εὐτυχίαι, εἰκότως ἂν εἴην θαρρῶν ὡς καὶ αὐτὸς ἀεὶ εὐτυχοίην ἄν. οἱ γὰρ μέτρια φρονοῦντες εὖ ἀεὶ πράσ‐ | |
5 | σουσιν. | |
Ag930b | πάντα] κατά. | |
Ag930c | ὡς πράσσοιμ’ ἂν] οὕτω ἤγουν εὐτυχῶς ἢ οὕτως ὥστε μὴ φρο‐ νεῖν κακῶς. | |
Ag931a | τόδ’] ὅπερ μέλλω ἐρωτᾶν. | |
Ag931b | μὴ παρὰ γνώμην] ἀλλ’ ἑκουσίως. | 175 |
Ag932a | γνώμην] τὴν γνῶσιν λέγει ἐνταῦθα. | |
Ag932b | ἴσθι] γίνωσκε ὅτι οὐ διεφθάρην τὴν γνῶσιν, ἀλλ’ ἔτι σώζω αὐτήν. | |
Ag933a | δείσας] φοβηθεὶς μὴ ἀποτύχηις τῆς νίκης. | |
Ag933b | ὧδ’] οὕτως. | |
Ag933c | ἔρδειν] πράττειν. | |
Ag934a | τις] ἐξεῖπεν. | |
Ag934b | τόδ’] τὸ τέλος. | |
Ag934c | τέλος] τὸ τῆς νίκης. | |
Ag935a | ἂν] ἐποίησεν. | |
Ag935b | εἰ τάδ’] τὸ νικῆσαι ὑμᾶς. | |
Ag935c | ἤνυσε] ἐπλήρωσεν, εἰς τέλος ἤγαγεν. | |
Ag936a | ἐν ποικίλοις] ἐν λίαν ποικίλοις. | |
Ag936b | κάρτα] λίαν. | |
Ag936c | βῆναι] ἐπιβῆναι. | |
Ag937a | ἡμέτερα + καθ’ ὁμαλισμὸν ἀναγνωστέον τὸ νυν καὶ ἄνευ τόνου, ἵν’ εἴη ἀντὶ τοῦ δή. | |
Ag937b | νυν] δή. | |
Ag937c | ἀνθρώπειον] τὸν τῶν ἀνθρώπων. | |
Ag937d | αἰδεσθῆις] φοβηθείς. | |
Ag938a | + ἡ τοῦ δήμου, φησί, φήμη μέγα δύναται, ἤτοι ὅταν φημίζηι δῆμός τινα ἐπὶ κακῶι, κακόν ἐστι μέγιστον καὶ χαλεπὸν φέρει κίνδυνον. τάδε γὰρ καὶ Ἡσίοδός φησι· φήμη δ’ οὐ πάμπαν ἀπόλλυται ἣν πολλοὶ λαοὶ φημίζουσιν. | |
Ag938b | φήμη] ἤγουν μέγα ἐστὶ τὸ ὑπὸ δήμου ψέγεσθαι. | |
Ag938c | δημόθρους] ἡ ὑπὸ τοῦ δήμου φημιζομένη. | |
Ag938d | σθένει] δύναται. | |
Ag939a | ὁ] ὁ μὴ ὑπό τινος φθονούμενος. | |
Ag939b | ἐπίζηλος] ζηλωτός, μακαριστής. | |
Ag939c | πέλει] ὑπάρχει. | |
Ag940a | ἱμείρειν] ἤγουν ἐπιθυμεῖν μάχεσθαι καὶ νικᾶν. | |
Ag940b | ὡραῖον. | |
Ag941a | ὀλβίοις] τοῖς εὐδαίμοσι καὶ ἐνδόξοις. | |
Ag941b | νικᾶσθαι] ὥστε καὶ σοὶ πρέπει ἡττηθῆναι ἐμοῦ. | |
Ag942a | ἦ] ἆρα. | |
Ag942b | τήνδε] ἤγουν τὴν διὰ φιλονεικίαν μάχην. | 176 |
Ag942c | δήριος] μάχης. | |
Ag942d | τίεις] τιμᾶις. | |
Ag943a | κράτος] ἤγουν τὸ κρατῆσαι νῦν σοῦ. | |
Ag943b | πάρες] ἄφες, δός. | |
Ag944a | δοκεῖ] ἀρέσκει. | |
Ag944b | ταῦθ’] τὸ ἡττηθῆναι με. | |
Ag944c | ὑπαὶ] ὑπολύοι ἀντὶ τοῦ ὑπολυσάτω. | |
Ag944d | ἀρβύλας] τὰ ὑποδήματα. | |
Ag945a | τάχος] λέγω. | |
Ag945b | τάχος πρόδουλον] ἤγουν ταχυτὴς τῶν προτέρων δούλων. | |
Ag945c | ἔμβασιν] τὰς ἐμβάδας. | |
Ag946a | τοῖς] τοῖς ὑποδήμασιν. | |
Ag946b | ἐμβαίνοντ’] περιπατοῦντα. | |
Ag946c | ἁλουργέσιν] πορφυροῖς. | |
Ag947a | πρόσωθεν] πόρρωθεν. | |
Ag947b | ὄμματος] ἤγουν μή τις τῶν θεῶν ἰδὼν βλάψηι με ὑπὸ φθόνου. | |
Ag948a | + αἰσχύνη, φησίν, ἐστι πολλὴ φθείρειν ἄνδρα τινὰ καὶ τὰ σώ‐ ματα τῶν ὑπὸ χεῖρα αὐτοῦ, ἤτοι διὰ πολέμων φθείρειν τοὺς ὑπὸ χεῖρα, πρὸς δὲ τούτοις καὶ τὸν αὐτοῦ πλοῦτον καταναλίσκειν κακῶς καὶ τὰ πέπλα τὰ δι’ ἀργύρου ὠνηθέντα πατεῖν καὶ ἄχρηστα ποιεῖν τοῦ λοιποῦ· | |
5 | σὺν γὰρ τῶι ζημίαν εἶναι μεγίστην ταῦτα καὶ φθορὰν τῆς ἀρχῆς καὶ φθόνον οὐ μόνον παρ’ ἀνθρώπων ἐπάγει, ἀλλὰ καὶ παρὰ θεῶν. τοῖς ὑπερηφάνοις γὰρ τὸ θεῖον μάχεται. | |
Ag948b | αἰδὼς] αἰσχύνει. | |
Ag948c | σωματοφθορεῖν] τὰ σώματα φθείρειν τῶν ὑπὸ χεῖρα. | |
Ag948d | πόσιν] ἄνδρα ἁπλῶς. | |
Ag949a | φθείροντα] κακῶς ἀναλίσκοντα. | |
Ag949b | ἀργυρωνήτους] δι’ ἀργύρου ὠνηθείσας. | |
Ag949c | ὑφὰς] ὑφάσματα. | |
Ag950a | τούτων] ἕνεκα. | |
Ag950b | οὕτω] γενέσθαι δηλονότι. | |
Ag950c | τὴν ξένην] τὴν Κασάνδραν. | |
Ag950d | πρευμενῶς] ἡμέρως. | |
Ag951a | γνώ(μη). | |
Ag951b | ἐσκόμιζε] εἴσω τῶν οἴκων. | |
Ag951c | τὸν κρατοῦντα] ἄρχοντα. | 177 |
Ag951d | μαλθακῶς] ταπεινῶς. | |
Ag952a | πρόσωθεν] πόρρωθεν. | |
Ag952b | εὐμενῶς] ἡμέρως. | |
Ag952c | προσδέρκεται] προσβλέπει. | |
Ag953a | ἑκὼν γὰρ] ἤγουν οὐδεὶς ἑκὼν ποτὲ δοῦλος γίνεται. | |
Ag953b | δουλίωι] διὰ τὸ μέτρον. | |
Ag954a | χρημάτων] ἤτοι τῶν λαφύρων. | |
Ag954b | ἐξαίρετον] ἔκκριτον. | |
Ag955a | ἄνθος] καλλώπισμα. | |
Ag955b | ξυνέσπετο] ἠκολούθησεν. | |
Ag956a | ἡμέτερα + εὕρηται καὶ κατέστραμμαι, ἤγουν κατεβλήθην καὶ ἡττήθην ὥστε ἀκούειν σοῦ τάδε, ἤτοι ὑπακοῦσαι εἰς ταῦτα, ὃ δὴ ἀπὸ μεταφορᾶς τῶν πεπορθημένων καὶ κατεστραμμένων πόλεων εἴ‐ ρηται. | |
Ag956b | κατέσταμαι] Ἰωνικόν, κατέστην. | |
Ag957a | εἶμ’] πορεύσομαι. | |
Ag957b | μέλαθρα] ἤτοι τοὺς θαλάμους. | |
Ag957c | πορφύρας] πέπλα πορφυρᾶ. | |
Ag958a | νιν] αὐτήν. | |
Ag958b | κατασβέσει] παύσει τοῦ τρέφειν. | |
Ag959a | ση(μείωσαι). | |
Ag959b | πορφύρας] κογχύλης. | |
Ag959c | ἄργυρον] ἤγουν δι’ ἀργύρου ὠνουμένην. | |
Ag960a | παγκαίνιστον] διόλου νεάζουσαν. | |
Ag960b | εἱμάτων] ἱματίων. | |
Ag960c | βαφάς] λέγω. | |
Ag961a | οἶκος] ὁ ἡμέτερος. | |
Ag961b | ὑπάρχει] ἔχειν. | |
Ag961c | τῶνδε] ἕνεκα. | |
Ag961d | τῶνδε] ἤγουν τοῦ ὠνεῖσθαι τὰ τοιαῦτα. | |
Ag961e | ἄναξ] ὦ. | |
Ag962a | πένεσθαι] ἤγουν οὐ πένεται. | |
Ag962b | ἐπίσταται] γινώσκει. | |
Ag963a | + προενεχθέντος, φησί, καὶ προκομισθέντος καὶ προλεχθέντος ἐν τοῖς χρηστηρίοις καὶ μαντικοῖς δόμοις τούτου, τοῦ ὑποστρέψαι σε | |
δηλονότι μετὰ νίκης καὶ σεσωσμένον, ηὐξάμην ἂν πολλῶν δειμάτων καὶ φόβων πατησμόν, ἤτοι καταπάτησιν καὶ οἷον ἀπώλειαν, μηχανω‐ | 178 | |
5 | μένης τῆς ψυχῆς μου καὶ κατασκευαζούσης κομιστήρια. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι εἴπερ οἱ μαντικοὶ τῶν θεῶν οἶκοι προεῖπόν μοι περὶ τῆς σῆς ὑποστροφῆς, ηὐξάμην ἂν πάντα φόβον διασκεδασθῆναι πατη‐ θέντα καὶ εἰς ἀπώλειαν χωρήσαντα, καὶ κομιστήρια τοιαῦτα ἂν κατ‐ εσκεύασα καὶ ἐμηχανησάμην. νῦν οὖν, ἐπεὶ ἀνελπίστως εἶδόν σε, δέξαι | |
10 | καὶ ἅπερ ὑπὸ τῆς χαρᾶς σοι κατεσκεύασα. δέον δὲ εἰπεῖν, ὥσπερ γὰρ ῥίζης οὔσης ἡ φυλλὰς θάλλουσα ἔρχεται εἰς δόμους, οὕτω καὶ σοῦ ἐλθόντος εἰς τὸν οἶκον ἐκ χειμῶνος θάλπος ἐδέξατο, ὁ δὲ συνήθως καινόσχημον τὸν λόγον ἐξήνεγκεν, ὡς πολλάκις εἴρηται. | |
Ag963b | πατησμὸν] καταπάτησιν καὶ οἷον ἀπώλειαν. | |
Ag963c | δειμάτων] φόβων τῶν τῆς ὑποστροφῆς. | |
Ag964a | προυνεχθέντος] προκομισθέντος, προλεχθέντος τούτου. | |
Ag964b | ἐν χρηστηρίοις] μαντικοῖς. | |
Ag965a | κόμιστρα] κομιστήρια. | |
Ag965b | μηχανωμένης] κατασκευαζούσης. | |
Ag966a | ὡρ(αῖον). | |
Ag966b | φυλλὰς] φύλλα ἢ καρπός. | |
Ag966c | ἵκετ’] ἦλθεν. | |
Ag967a | ὑπερτείνασα] ὑπερδραμοῦσα, διελθοῦσα. | |
Ag967b | σειρίου] τοῦ κυνάστρου· ἤγουν μὴ ξηρανθεῖσα ὑπὸ τοῦ ἐν τού‐ τωι καύματος. | |
Ag968a | μολόντος] ἐλθόντος. | |
Ag968b | δωματῖτιν] ἤτοι εἰς τοὺς κατ’ οἶκον θαλάμους. | |
Ag969a | θάλπος] καιρὸν θέρους. | |
Ag969b | σημαίνεις] δηλοῖς. | |
Ag970a | τεύχηι] ποιῆι. | |
Ag970b | Ζεὺς] ὁ. | |
Ag970c | ὄμφακος] ἀώρων βοτρύων. | |
Ag971a | οἶνον] ἤτοι κατὰ τὸ μετόπωρον. | |
Ag971b | ψῦχος] ἤτοι χειμών. | |
Ag971c | πέλει] ὑπάρχει. | |
Ag972a | τελείου] μεγίστου, ἐν τέλει καὶ ἐξουσίαι ὄντος. | |
Ag972b | ἐπιστροφωμένου] ἀναστρεφομένου. | |
Ag973a | Ζεῦ] ὦ. | |
Ag973b | τέλειε] ἐντελέστατε· τοιοῦτον γὰρ τὸ θεῖον. | 179 |
Ag973c | τέλει] πλήρου. | |
Ag974a | μέλοι] φροντὶς ἔστω σοι· πληροῦσι γάρ τινες καὶ παρέργως τι. | |
Ag974b | τελεῖν] πληροῦν. | |
Ag975a | στροφὴ κώλων ιγʹ. | |
Ag975b | + τίπτε μοι τόδε· τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται κατὰ σχέσιν καὶ ἐξ ὁμοίων, ὡς εἴρηται. εἰσὶ δὲ τὰ παρόντα στροφῶν δύο καὶ ἔστι τῆς μὲν πρώτης στροφῆς τὰ κῶλα ιγʹ καὶ τὰ τῆς ἀντι‐ στροφῆς τοσαῦτα, τῆς δὲ δευτέρας ιεʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα, | |
5 | ὧν τελευταῖον· ζωπυρουμένας φρενάς· ἃ καὶ μετρήσεις τοῖς προειρημένοις ἑπόμενος. ἐπὶ τῶι τέλει ἑκάστης στροφῆς καὶ ἀντιστρο‐ φῆς παράγραφος, ἐπὶ δὲ τῶι τέλει πασῶν κορωνίς. | |
Ag975c | + τίπτε μοι τόδ’ ἐμπέδως· ἰδὼν ὁ χορὸς ὅτι Ἀγαμέμνων μὲν σὺν ὀλίγοις τοῖς περὶ αὐτὸν ὑπέστρεψεν, οἱ δὲ λοιποὶ τῶν στρα‐ τευσάντων οὔπω, προμαντευόμενος οἷον ὡς οὐ πάντες ὑποστρέψουσιν, ἀλλ’ ὀλίγοι, φησί· τί ἄρα δεῖμα καὶ φόβημα ποτᾶται καὶ ἐπέρχεται ἐπ’ | |
5 | ἐμοὶ ἐμπέδως καὶ βεβαίως τόδε, ἤγουν ὅπερ ἐπῆλθέ μοι, προστατήριον καὶ ἄρχον τῆς καρδίας μου τῆς τερασκόπου, ἄμισθος λέγω ἀοιδή, ἤγουν τίς ἐστιν ἡ μαντεία ἥτις περιπολεῖ ἐπὶ τὴν τερατοσκόπον καρ‐ δίαν μου καὶ ποιεῖ αὐτὴν φοβεῖσθαι; μαντιπολεῖ γὰρ καὶ μαντεύεται ἡ καρδία μου δηλονότι ἀκέλευστος, ἤτοι μὴ ὑπό τινος κινουμένη ὡς οἱ ἄλλοι | |
10 | μάντεις—ἐμπνεόμενοι γὰρ ὑπὸ θεῶν ἐμαντεύοντο—ἀλλ’ ἀφ’ ἑαυτῆς δηλονότι μαντεύεται, οὐδὲ ἵξει ἐπὶ τὸν φίλον θρόνον τῆς φρενός μου θάρσος εὐπιθὲς καὶ εὔπιστον, ὥστε ἀποπτύσαι καὶ ἀποβαλεῖν τοῦτο δίκην καὶ τρόπον ὀνειράτων δυσκρίτων καὶ δυσνοήτων, ἤγουν οὐδὲ ἰσχύν τινα βεβαίαν ἡ ἡμετέρα λήψεται γνῶσις, ὥστε ἀποβαλεῖν ἃ κατὰ | |
15 | φαντασίαν ἐπῆλθεν αὐτῆι. | |
Ag975d | τίπτε] τί ἄρα ποτᾶται. | |
Ag975e | ἐμπέδως] βεβαίως. | |
Ag976a | δεῖμα] φόβος. | |
Ag976b | προστατήριον] ἄρχον ἤγουν κυριεῦον τὴν καρδίαν. | |
Ag977 | τερασκόπου] τέρατα σκοπουμένης καὶ προορώσης. | |
Ag978a | ποτᾶται] ἐπέρχεται ἐπ’ ἐμοί. | |
Ag978b | ἄμισθος] τινὲς γὰρ ἐπὶ μισθῶι ἐμαντεύοντο. | |
Ag978c | ἀοιδά] ὠιδὴ ἤγουν μαντεία. | |
Ag979a | μαντιπολεῖ] μαντεύεται ἡ καρδία μου. | |
Ag979b | ἀκέλευστος] μὴ ὑπό τινος κινουμένη, ἀλλ’ ἀφ’ ἑαυτῆς. | 180 |
Ag980a | οὐδ’ ἀποπτύσαι] ἵξει θάρσος ἐπὶ τὸν θρόνον τῆς φρενὸς ὥστε ἀποβαλεῖν τοῦτο. | |
Ag980b | δίκαν] τρόπον. | |
Ag981 | δυσκρίτων] δυσνοήτων. | |
Ag982 | εὐπιθὲς] εὔπιστον. | |
Ag983a | θρόνον] ἤγουν ἐπὶ τὸ ὕψος τῆς ἡμετέρας γνώσεως· ἐν θρόνωι γὰρ οἱ μάντεις ἐκάθιζον. | |
Ag983b | χρόνος] παρήβησεν, ἤγουν ἐγήρασεν ἐκείνοις. | |
Ag983c | δ’] γάρ. | |
Ag984a | πρυμνησίων] ἤτοι ἐπὶ τῶν πρυμνῶν τῆς ἀκάτης. | |
Ag984b | ξυνεμβόλοις] τοῖς συνεισελθοῦσιν Ἕλλησιν. | |
Ag985a | ψαμμίας] τῆς ἐν ψάμμωι ἑλκυσθείσης. | |
Ag985b | ἀκάτας] νεώς. | |
Ag985c | παρήβης’] ἐγήρασεν, ἔξω τῆς ἥβης ἐγένετο. | |
Ag986 | εὖθ’] ὁπηνίκα. | |
Ag987a | ὦρτο] ἐκινήθη. | |
Ag987b | ναυβάτας] ὁ ναυτικός. | |
Ag988a | ἀντιστροφὴ κώλων ιγʹ. | |
Ag988b | πεύθομαι] μανθάνω. | |
Ag988c | ἀπ’ ὀμμάτων] ἤγουν ὁρῶ αὐτοὺς ὑποστρέφοντας. | |
Ag989 | αὐτόμαρτυς] οὐ γὰρ παρ’ ἄλλων τοῦτο μανθάνω. | |
Ag990 | ἄνευ λύρας] μουσικῆς χαρμοσύνου. | |
Ag991a | ὕμνωι] ἄιδει. | |
Ag991b | Ἐριννὺς] ἡ φθορά. | |
Ag992 | αὐτοδίδακτος] ἀφ’ ἑαυτοῦ μανθάνων. | |
Ag993a | θυμὸς] πεύθεται, μανθάνει. | |
Ag993b | οὐ τὸ πᾶν ἔχων] ἤγουν οὐ τελείως ἐλπίζων οὐδὲ θαρρῶν. ἀμφισβητεῖ γὰρ ὁ θυμόμαντις. | |
Ag995a | σπλάγχνα] ἤγουν ἡ καρδία μου. | |
Ag995b | ματάζει] ματαιάζει, μάταια λογίζεται. | |
Ag996a | πρὸς] σύν. | |
Ag996b | φρεσὶν] ἤγουν λογισμοῖς. | |
Ag996c | τελεσφόροις] τετελεσμένοις. | |
Ag997a | δίναις] στροφαῖς, ἤγουν πολλοὺς λογισμοὺς ἀνελίσσει καθ’ ἑαυτό. | |
Ag997b | κέαρ] τό. | |
Ag997c | κέαρ] λέγω. | |
Ag999 | ψύδη] ἤγουν ψευδῆ ἀποβῆναι καὶ ἀτέλεστα. | 181 |
Ag1001a | στροφὴ ἑτέρα κώλων ιεʹ. | |
Ag1001b | ὡρ(αῖον). | |
Ag1001c | τοι] γάρ. | |
Ag1001d | τᾶς πολλᾶς ὑγιείας] ἤγουν τὸ πολλὰ ὑγιαίνειν ἀκόρεστόν ἐστιν. | |
Ag1002 | τέρμα] τὸ τέλος. | |
Ag1003a | ὁμότοιχος] τῶι αὐτῶι ὅρωι διηιρημένη. | |
Ag1003b | ἐρείδει] ἐρηρεισμένη πλησιάζει. | |
Ag1005a | πότμος] εὐδαιμονία. | |
Ag1005b | εὐθυπορῶν] εὐθυδρομῶν, ἐξ οὐρίων φερόμενος. | |
Ag1006a | ἔπαισεν] ἔτυψεν, ἀνέτρεψεν. | |
Ag1006b | ἄφαντον] ἤγουν ἀφανῶς. | |
Ag1007a | ἕρμα] τὸ στήριγμα τοῦ πλούτου. | |
Ag1007b | πρὸ] ἀργή. | |
Ag1007c | χρημάτων] τῶν. | |
Ag1008a | κτησίων] τῶν ἐν κτήσει ὄντων. | |
Ag1008b | βαλὼν] τρώσας· ὁ γὰρ ὄκνος ἐλάττονα ποιεῖ τὸν βίον. | |
Ag1009a | εὐμέτρου] εὐστόχου. | |
Ag1009b | εὐμέτρου] ἔπαισεν. | |
Ag1011a | ἔδυ] κατέδυ, κατεβλήθη. | |
Ag1011b | πρόπας] ὅλος. | |
Ag1012 | πημονὰς] βλάβας, συμφοράς. | |
Ag1013a | ἐπόντισε] ὥσπερ εἰς βυθόν τινα ἔρριψε. | |
Ag1013b | σκάφος] ἤτοι τὸν οἶκον. | |
Ag1014 | ἀμφιλαφής] ἤγουν πλουσία. | |
Ag1015 | ἀλόκων] ἀλώνων, ἤτοι γεωργημάτων χρονίων. | |
Ag1016 | νῆστιν] νῆστιν νόσον ἤγουν λιμὸν διεσκέδασεν. | |
Ag1017a | ἀντιστροφὴ κώλων ιεʹ. | |
Ag1017b | πεσόνθ’] τινά. | |
Ag1018 | θανάσιμον] τεθανατωμένον. | |
Ag1019 | προπάροιθ’] ἔμπροσθεν. | |
Ag1020 | αἷμα] λέγω. | |
Ag1021a | ἀγκαλέσαιτ’] ἀνακαλέσαιτο. | |
Ag1021b | ἐπαείδων] ἐπωιδὰς λέγων. | |
Ag1022 | ἤγουν τὸν ὀρθῶς τὰ περὶ τούτων ἐπιστάμενον Ἀσκληπιὸν πε‐ σόντα. | |
Ag1023a | φθιμένων] ἀπό. | |
Ag1023b | φθιμένων] τῶν νεκρῶν. | |
Ag1023c | ἀνάγειν] ἔξεστι δηλονότι. | 182 |
Ag1024a | αὔτ’] αὐτά. | |
Ag1024b | ἔπαυς’] τὸν Ἀσκληπιὸν γὰρ ἐκεραύνωσεν ἀναστήσαντα τὸν Ἱππόλυτον. | |
Ag1024c | ἐπ’ ἀβλαβείαι] ὥστε μὴ ἕτερον βλαβῆναι. | |
Ag1025 | τεταγμένα] προκεκυρωμένη. | |
Ag1026 | μοῖραν] ἑτέραν ὕστερον ἐπινοηθεῖσαν πρὸς τῶν θεῶν. | |
Ag1027 | εἶργε] ἐκώλυεν. | |
Ag1028 | καρδία] ἡ ἡμετέρα. | |
Ag1029 | ἐξέχει] ἤγουν εἶπεν ἂν ταῦτα. | |
Ag1030 | ὑπὸ σκότωι] ἤγουν καθ’ ἑαυτὴν συνταράσσεται ἀναφλεγο‐ μένου τοῦ λογισμοῦ. ἐνταῦθα γὰρ σύναπτε τὸ ζωπυρουμένης φρε‐ νός. | |
Ag1031 | ἐλπομένα] ἐλπίζουσα. | |
Ag1032 | καίριον] τὸ πρέπον, τὸ κεκυρωμένον. | |
Ag1033 | ἐκτολυπεύσειν] ἐκπληρώσειν τὴν μοῖραν. | |
Ag1034 | ζωπυρουμένας] ἀναφλεγομένης· τοιοῦτο γάρ τι πάσχουσιν οἱ ἐπιθυμοῦντες μαθεῖν τὸ ἀποβησόμενον. | |
Ag1035a | + αἱ συστηματικαὶ αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τρι‐ μέτρων ἀκαταλήκτων λζʹ, ὧν τελευταῖος· ἑκοῦς’ ἀνάγκηι τῆιδε καίνισον ζυγόν. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῶι τέλει κορωνίς. | |
Ag1035b | κομίζου] πορεύου. | |
Ag1035c | Κασάνδραν] τήν. | |
Ag1036 | ἀμηνίτως] ἀοργήτως. | |
Ag1039 | ἀπήνης] τοῦ ἅρματος. | |
Ag1040a | ση(μείωσαι). | |
Ag1040b | παῖδα] ἤγουν τὸν Ἡρακλέα. | |
Ag1041a | τλῆναι] ὑπομεῖναι. | |
Ag1041b | θίγειν] ψαύειν. | |
Ag1042a | ὡρ(αῖον). | |
Ag1042b | Καλὸν μέν, φησί, μὴ πειραθῆναι δουλείας· εἰ δὲ πειρῶιτό τις, κάλλιον ἀρχαιοπλούτοις δουλεύειν καὶ μὴ νεοπλούτοις. οἱ γὰρ μὴ ἐλ‐ πίσαντες, φησί, πλουτῆσαι καὶ πλουτήσαντες ἀπηνεῖς εἰσι τοῖς δού‐ | |
λοις. | 183 | |
Ag1042c | τῆσδ’] τῆς δουλικῆς. | |
Ag1044 | ἤμησαν] ἐθέρισαν, ἤγουν ἐπλούτησαν. | |
Ag1045a | ὠμοί] ἀπηνεῖς. | |
Ag1045b | στάθμην] παρὰ τὸ πρέπον. | |
Ag1047 | σοί] ὦ Κασάνδρα. | |
Ag1048 | μορσίμων] μεμοιρασμένων. | |
Ag1049a | πείθοι’] ἐμοί. | |
Ag1049b | πείθοι’] εἰ βούλοιο πεισθῆναι. | |
Ag1049c | ἀπειθοίης] ὡς βάρβαρος. | |
Ag1050 | Ὅτι βάρβαρον τὸ ὄρνεον, διὰ τοῦτο παραβάλλει τούτωι αὐτήν. ἐν Θράικηι γὰρ καὶ ἡ μεταμόρφωσις αὐτῆς ἱστορεῖται. καὶ Ἀριστοφάνης· Θρηικία χελιδὼν ἐπὶ βάρβαρον ἑζομένη πέταλον. | |
Ag1051 | ἀγνῶτα] ἄγνωστον. | |
Ag1052 | νιν] αὐτήν. | |
Ag1053a | ἕπου] τῆι δεσποίνηι. | |
Ag1053b | λῶιστα] τὰ κρείττω. | |
Ag1053c | παρεστώτων] τῶν ἐνισταμένων νῦν πραγμάτων. | |
Ag1054a | πείθου] τοῖς λεγομένοις. | |
Ag1054b | θρόνον] τὸ ἅρμα. | |
Ag1055a | θυραίαν] ἔξω τῆς θύρας. | |
Ag1055b | σχολὴ] ἄδεια. | |
Ag1056 | μεσομφάλου] ἤγουν ἐν Πυθίαι. | |
Ag1057a | ἕστηκεν] ἡμῖν. | |
Ag1057b | ἤδη] πάλαι. | |
Ag1057c | μῆλα] πρόβατα. | |
Ag1059a | σὺ] ὦ Κασάνδρα. | |
Ag1059b | τῶνδε] ὧν λέγω. | |
Ag1059c | σχολὴν] βραδυτῆτα. | |
Ag1060a | ἀξυνήμων] ἤγουν μὴ συνιεῖσα καὶ γινώσκουσα τὰ λεγόμενα. | |
Ag1060b | δέχηι] ἤγουν νοεῖς. | |
Ag1060c | λόγον] τὸν παρ’ ἐμοῦ. | |
Ag1061a | φράζε] δήλου. | |
Ag1061b | καρβάνωι] βαρβάρωι. | 184 |
Ag1062a | ἔοικεν] φαίνεται. | |
Ag1062b | τοροῦ] σαφοῦς. | |
Ag1063 | νεαιρέτου] νεωστὶ ἀγρευθέντος καὶ ἔτι ἀγριαινομένου. | |
Ag1064a | ἦ] ὄντως. | |
Ag1064b | κακῶν] ἤγουν κακῶς διαλογίζεται. | |
Ag1065 | νεαίρετον] νεοπόρθητον. | |
Ag1066 | Ἀπὸ μεταφορᾶς τῶν σφαδαζόντων ὑποζυγίων ἅτινα οὐκ εἴκοντα τῶι χαλινῶι ἀφρίζει μετὰ αἵματος. | |
Ag1067 | αἱματηρὸν] οἱ γὰρ πρὸς τὸν χαλινὸν μαχόμενοι ἵπποι αἷμα ἀποπτύουσιν. | |
Ag1068 | ῥίψας’] ἤγουν ματαίως εἰποῦσα. | |
Ag1069 | θυμώσομαι] θυμωθήσομαι ὡς σύ. | |
Ag1070 | ἐρημώσας’] ἤγουν ἀφεῖσα. | |
Ag1072a | στροφή. | |
Ag1072b | ἡμέτερον + ὀτοτοτοῖ· αἱ περίοδοι αὗται πᾶσαι καλοῦνται ὡς εἴρηται ἀλλοιόστροφοι. εἰσὶ δὲ τῶν μὲν στροφῶν καὶ ἀντιστροφῶν τὰ κῶλα ἀντισπαστικὰ ἐν οἷς καὶ πεντασύλλαβοι πόδες εὑρίσκονται. εἰσὶ δὲ ἐν ταῖς τοιαύταις στροφαῖς καὶ στίχοι ἰαμβικοὶ τρίμετροι, τῶν | |
5 | δὲ συστημάτων πάντες ἰαμβικοὶ τρίμετροι. ἐπὶ ταῖς ἀποθέσεσι τῶν μὲν στροφῶν παράγραφος καὶ διπλαῖ συνήθως, τῶν δὲ ἀντιστροφῶν παράγραφος μόνη, ὡσαύτως καὶ ἐπὶ τῶν συστημάτων. | |
Ag1072c | ὀτοτοτοῖ] φεῦ. | |
Ag1072d | πομποῖ] ἡ πέμψασά με ἐνταῦθα. | |
Ag1072e | δᾶ] γῆ. | |
Ag1073a | Ἄπολλον] ὦ. | |
Ag1073b | Ἄπολλον] ὦ. | |
Ag1074a | σύστημα. | |
Ag1074b | ἀνωτότυξας] διὰ τοῦ ὀτοτοτοῖ ἐφθέγξω. | |
Ag1074c | ἀμφὶ] περί. | |
Ag1074d | Λοξίου] τοῦ Ἀπόλλωνος. | |
Ag1075 | τοιοῦτος] ἐστίν. | |
Ag1076 | ἀντιστροφή. | |
Ag1078-1079 | ἴαμβοι. | |
Ag1078a | σύστημα. | |
Ag1078b | αὖτε] πάλιν. | 185 |
Ag1078c | τὸν θεὸν] τὸν Ἀπόλλωνα. | |
Ag1079a | προσήκοντ’] ἁρμόζοντα. | |
Ag1079b | παραστατεῖν] παραγίνεσθαι. | |
Ag1080a | στροφὴ ἑτέρα. | |
Ag1080b | Ἄπολλον] ὦ. | |
Ag1080c | Ἄπολλον] ὦ. | |
Ag1080d | Ἄπολλον· ὁ ἀπολλύων με διὰ τὴν ἐπωνυμίαν· ἐκείνην γὰρ ἀπώλειαν πρώτην ἡγοῦμαι τὴν τῆς δουλείας, δευτέραν δὲ τὴν τοῦ θανάτου. | |
Ag1081 | ἀγυιάτ’] ἤγουν ὁδὸς ἥτις ἐγένου ἡμετέρα ἀπώλεια. | |
Ag1082a | ἴαμβος. | |
Ag1082b | οὐ μόλις] ἀλλὰ ταχέως. λέγει δὲ τὸν αὐτῆς ὅσον οὔπω γενησό‐ μενον θάνατον. | |
Ag1083-1084 | ἴαμβοι. | |
Ag1083a | σύστημα. | |
Ag1083b | χρήσειν] μαντεύσασθαι. | |
Ag1083c | ἔοικεν] φαίνεται. | |
Ag1083d | ἀμφὶ] περί. | |
Ag1084a | δουλίαι] δουλικῆι. | |
Ag1084b | δουλίαι] διὰ τὸ μέτρον. | |
Ag1084c | παρὸν] ἤγουν καὶ δούληι γενομένηι αὐτῆι σύνεστιν. | |
Ag1085 | ἀντιστροφή. | |
Ag1087 | ἴαμβος. | |
Ag1088-1089 | ἴαμβοι. | |
Ag1088a | σύστημα. | |
Ag1088b | τὴν Ἀτρειδῶν] οἰκίαν, στέγην. | |
Ag1088c | ἐννοεῖς] γινώσκεις. | |
Ag1089a | ἐρεῖς] λέξεις. | |
Ag1089b | ψύδη] ἤγουν ψευδῶς εἶπον. | |
Ag1090a | στροφὴ ἑτέρα. | |
Ag1090b | μισόθεον] εἰς μισόθεον ἦλθον στέγην. | |
Ag1090c | συνίστορα] γινώσκουσαν πολλὰ κακά. | |
Ag1091 | κἀρτάνας] ἀγχόνας. | |
Ag1092a | ἴαμβος. | |
Ag1092b | ἀνδρὸς] τοῦ Ἀγαμέμνονος. | |
Ag1092c | ῥαντήριον] τῶι αἵματι ῥαντισθησόμενον. | 186 |
Ag1093-1094 | ἴαμβοι. | |
Ag1093a | σύστημα. | |
Ag1093b | Ἔοικεν ὡς κύων εὔρις ζητεῖν εἰ γέγονέ τις ἐνθάδε παλαιὸς φόνος. | |
Ag1093c | ἔοικεν] φαίνεται. | |
Ag1094 | ματεύει] ἐρευνᾶι. | |
Ag1095a | ἀντιστροφή. | |
Ag1095b | Φαντάζεται οἷον ὁρᾶν τὰ νεκρὰ σώματα τῶν ἀνηιρημένων παίδων Θυέστου καὶ βρωθέντα παρ’ αὐτοῦ. | |
Ag1095c | πεπείθομαι] πείθομαι. | |
Ag1096 | κλαιόμενα] κλαίοντα. | |
Ag1097 | ἴαμβος. | |
Ag1098-1099 | ἴαμβοι. | |
Ag1098a | σύστημα. | |
Ag1098b | ἦμεν] ἤγουν ἐσμέν. | |
Ag1098c | πεπυσμένοι] ἀκούσαντες. | |
Ag1099 | μαστεύομεν] ζητοῦμεν νῦν. | |
Ag1100a | στροφὴ ἑτέρα κώλων εʹ. | |
Ag1100b | πόποι] φεῦ. | |
Ag1100c | μήδεται] βουλεύεται, ἤγουν μελετᾶται. | |
Ag1101 | νέον] ἀντὶ μιᾶς. | |
Ag1102a | ἴαμβος. | |
Ag1102b | μήδεται] βουλεύεται, ἤγουν μελετᾶται. | |
Ag1103a | ἄφερτον] ἀφόρητον. | |
Ag1103b | ἀλκὰ] ἡ βοήθεια, ἤγουν ὁ Ὀρέστης. | |
Ag1104a | ἑκὰς] μακράν. | |
Ag1104b | ἀποστατεῖ] ἀφίσταται ἤγουν ἀποδημεῖ. | |
Ag1105-1106 | ἴαμβοι. | |
Ag1105a | σύστημα. | |
Ag1105b | τούτων] ὧν λέγεις. | |
Ag1105c | ἄιδρις] ἀμαθής. | |
Ag1106 | ἐκεῖνα] τὰ περὶ Θυέστου. | |
Ag1107a | ἀντιστροφὴ κώλων εʹ. | |
Ag1107b | τάλαινα] ἀθλία Κλυταιμνήστρα. | |
Ag1107c | τελεῖς] πληρώσεις. | |
Ag1108a | ὁμοδέμνιον] ὁμόκοιτον. | 187 |
Ag1108b | πόσιν] ἄνδρα. | |
Ag1109a | ἴαμβος. | |
Ag1109b | φαιδρύνασα] καλλωπίσασα. | |
Ag1110a | τάχος] ταχέως. | |
Ag1110b | Διαδέχονται ἀλλήλους, φησί, τοῖς ὀρέγμασι τῶν χειρῶν Αἴγι‐ σθος καὶ Κλυταιμνήστρα. | |
Ag1110c | προτείνει] δίδωσι. | |
Ag1111 | ὀρεγμένα] διδομένη ἢ λαμβάνουσα. | |
Ag1112-1113 | ἴαμβοι. | |
Ag1112a | σύστημα. | |
Ag1112b | ξυνῆκα] ἐνόησα. | |
Ag1113a | Ἐπ’ ἀργέμοις· ἤγουν σκοτεινοῖς καὶ ἀσήμοις ἐκ μεταφορᾶς τῶν λευκώματα ἐχόντων ὀφθαλμῶν. | |
Ag1113b | ἀργέμοισι] σκοτεινοῖς μαντεύμασιν. | |
Ag1114 | στροφὴ ἑτέρα κώλων ϛʹ. | |
Ag1115a | Φαντάζεται καὶ τὸν χιτῶνα δι’ οὗ ἀναιρήσει τὸν ἄνδρα καὶ φησὶν ὡς ἡ ξύνευνός ἐστι τοῦ Ἀγαμέμνονος ἡ αἰτία τοῦ φόνου. | |
Ag1115b | Ἀίδου] συνίζησις. | |
Ag1116a | ἴαμβος. | |
Ag1116b | ἄρκυς] δίκτυον ἐστίν· αὐτὴ γὰρ αὐτὸν περιπλέξει. | |
Ag1117 | Στάσις, φησίν, ἐπολολύξαι μέλλει ἐπὶ τῶι γένει διὰ τὴν τοῦ Ἀγαμέμνονος σφαγὴν ἢ διὰ τὴν τῆς Κλυταιμνήστρας, ἡνίκα ἀπόλλυται· ἔστι δὲ παρὰ τὸ αἱ δ’ ὀλόλυξαν θυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτις. | |
Ag1119-1120 | ἴαμβοι βʹ. | |
Ag1119a | σύστημα κώλων ϛʹ. | |
Ag1119b | ἡμέτερον + ποίαν Ἐριννύν· ἐντεῦθεν ἑτέρως ἐσχημάτισε τὰ τῶν συστημάτων κῶλα. τὰ μὲν γάρ ἐστιν ἰαμβικά, τὰ δὲ ἀντισπαστικὰ καὶ στροφῆς καὶ ἀντιστροφῆς λόγον ἔχουσιν, ὅθεν καὶ τὰ σημεῖα ὁμοίως ἐτέθη κἀν τούτοις, ἤτοι ἡ παράγραφος καὶ αἱ διπλαῖ. | |
Ag1119c | κέληι] κελεύεις. | |
Ag1120a | ἐπορθιάζειν] ὀξέως θρηνεῖν, ὀλολύζειν. | |
Ag1120b | φαιδρύνει] εὐφραίνει. | |
Ag1121a | κροκοβαφὴς] ἀντὶ μιᾶς. | 188 |
Ag1121b | κροκοβαφὴς] αἱματηρά. | |
Ag1122 | ἅτε] καθά. | |
Ag1123 | ξυνανυτεῖ] συμπληροῦται. | |
Ag1124 | ἄτα] ἤγουν ἡ σφαγή. | |
Ag1125a | ἀντιστροφὴ κώλων ϛʹ. | |
Ag1125b | ἄπεχε] ἀφίστασο. | |
Ag1125c | τῆς βοῆς] ἤγουν τῆς Κλυταιμνήστρας ἥτις τὸν ἑαυτῆς ταῦρον ἀπέκτεινεν. | |
Ag1126 | τὸν ταῦρον] τὸν μελάγκερων. | |
Ag1127a | ἴαμβος. | |
Ag1127b | Τὸν μελάγκερων ταῦρον λαβοῦσα ἐν μηχανήματι διὰ τῶν πέπλων τύπτει. ἐὰν δὲ γράψηις μελαγκέρωι μηχανήματι, ἀντὶ τοῦ κεκρυμμένωι ἐστίν. | |
Ag1127c | μηχανήματι] τῶι ἀτρήτωι ἱματίωι. | |
Ag1128a | τύπτει] ἤγουν σφάττει. | |
Ag1128b | πιτνεῖ] πίπτει ὁ Ἀγαμέμνων ἐν τῶι λέβητι τῶι ἔχοντι τὰ λου‐ τρά. | |
Ag1130-1131 | ἴαμβοι βʹ. | |
Ag1130a | σύστημα ὅμοιον τῶι ἄνω κώλων ϛʹ. | |
Ag1130b | Οὐκ ἀλαζονεύσομαι, φησί, μάντις ἄκρος εἶναι ἐπιγινώσκων τὰ θέσφατα· ὅμως δὲ στοχάζομαί τι κακὸν ἀποβήσεσθαι. | |
Ag1130c | κομπάσαιμ’] ἀλαζονεύσομαι. | |
Ag1130d | θεσφάτων] μαντείων. | |
Ag1130e | γνώμων] νοήμων. | |
Ag1131a | κακῶι] ἐν. | |
Ag1131b | τωι] τινί. | |
Ag1131c | προσεικάζω] στοχάζομαι. | |
Ag1132a | Ἀπὸ δὲ θεσφάτων· παρὰ τὰ λεγόμενα ἐν συνηθείαι· οὐ‐ δεὶς εὐτυχὴς ἐς μάντιν ἀπέρχεται. | |
Ag1132b | Διὰ τὰ προσόντα κακὰ τοῖς εἰς μαντείαν εἰσερχομένοις καὶ τὰ λεγόμενα φοβερά ἐστι. γνωμολογῶν δὲ ταῦτα φησίν. ἐνίοτε γὰρ καὶ ἐπ’ ἀγαθοῖς οἱ χρησμοὶ γίνονται, ὡς δὲ ἐπὶ τὸ πολὺ μοχθηρὰ χρησμωι‐ δοῦσιν. | |
Ag1133a | στέλεται] ἔρχεται. | |
Ag1133b | στέλεται] διὰ τὸ μέτρον. | 189 |
Ag1134 | θεσπιωδὸν] μαντικόν. | |
Ag1136a | στροφὴ ἑτέρα κώλων εʹ. | |
Ag1136b | ταλαίνας] ἐμοῦ. | |
Ag1136c | κακόποτμοι] δυστυχεῖς. | |
Ag1136d | τύχαι] ὦ. | |
Ag1137a | θροῶ] λέγω. | |
Ag1137b | ἐπαγχέασα] συναναμίξασα καὶ συγκεράσασα τῶι τοῦ Ἀγα‐ μέμνονος. | |
Ag1138-1139 | ἴαμβοι. | |
Ag1138 | δεῦρο] ἐνταῦθα. | |
Ag1139a | οὐ δή ποτ’ εἰ μὴ] οὐκ ἄρα δι’ ἄλλο. | |
Ag1139b | τί γάρ] δι’ ἄλλο γὰρ τί. | |
Ag1140a | σύστημα ἕτερον κώλων ζʹ. | |
Ag1140b | αὐτᾶς] περὶ σεαυτῆς ἄτοπα φθέγγηι. | |
Ag1141a | Νόμον ἄνομον· ὠιδὴν ἀηδῆ ἤτοι κιθαριστικὸν νόμον. τὸ ἑξῆς· θροεῖς νόμον ἄνομον ἀμφιθαλῆ κακοῖς στένουσα βίον. | |
Ag1141b | νόμον ἄνομον] μέλος ἄμουσον. | |
Ag1141c | οἷα] ὥσπερ. | |
Ag1141d | ξουθὰ] ξανθή. | |
Ag1142 | ἀκόρεστος] ἤγουν ἄτροφος. | |
Ag1146a | ἀντιστροφὴ κώλων εʹ. | |
Ag1146b | Τοῦτο ὡς ἡδομένη τῆι τῆς ἀηδόνος μεταμορφώσει φησίν. εἰ γὰρ καὶ ἐν ὄρνισιν ἐστίν, θρηνεῖ μόνηι φωνῆι καὶ οὐ μετὰ κλαυμάτων. | |
Ag1147a | περιβαλόντες] εἰσὶ δηλονότι. | |
Ag1147b | οἱ] αὐτῆι. | |
Ag1148 | ἴαμβοι. | |
Ag1149a | μίμνει σχισμὸς] ἀναμένει φόνος. | |
Ag1149b | δορί] ξίφει. | |
Ag1150a | σύστημα ὅμοιον τῶι ἄνω κώλων ϛʹ. | |
Ag1150b | ἐπισσύτους] ἐκ θεῶν ἐπερχομένας. | |
Ag1151 | δύας] συμφορᾶς. | |
Ag1152a | Δυσφάτωι· ἀσαφεῖ καὶ αἰνιγματώδει. ταῦτα δέ φησι πρὸς αὐτὴν διὰ τὸ δυστυχῆ μαντεύεσθαι ἢ διὰ τὸ προειδέναι ἀνωφελῶς τὰ | |
δεινά. | 190 | |
Ag1152b | δυσφάτωι] ἀσαφεῖ. | |
Ag1152c | κλαγγᾶι] βοῆι. | |
Ag1154 | θεσπεσίας] τῆς μαντικῆς. | |
Ag1156a | στροφὴ ἑτέρα κώλων ϛʹ. | |
Ag1156b | ὀλέθριοι] οἱ τοὺς φίλους ὀλέσαντες. | |
Ag1159a | ἠνυτόμαν] ἐτελειούμην, ηὔξανον. | |
Ag1159b | τροφαῖς] ἐν. | |
Ag1160a | ἴαμβοι. | |
Ag1160b | Κωκυτόν] ἤγουν ἐν Ἅιδου. | |
Ag1161a | θεσπιωδήσειν] μαντεύσασθαι. | |
Ag1161b | τάχα] ἴσως ἢ ταχέως. | |
Ag1162a | σύστημα ἕτερον κώλων εʹ. | |
Ag1162b | τορὸν] ἀληθές. | |
Ag1162c | ἔπος] ἀντὶ μιᾶς. | |
Ag1162d | νεογνὸς] ἀντὶ μιᾶς. | |
Ag1163a | πέπληγμαι] τέτρωμαι. | |
Ag1163b | ὑπαὶ] ὑπό. | |
Ag1164a | δυσαγγεῖ] ἤγουν βαρείαι. | |
Ag1164b | μίνυρα] θρηνητικά. | |
Ag1164c | θρεομένας] ἀντὶ μιᾶς. | |
Ag1164d | θρεομένας] λεγούσης αὐτῆς. | |
Ag1166 | κλύειν] ἀκούειν. | |
Ag1167a | ἀντιστροφὴ κώλων ϛʹ. | |
Ag1167b | πόλεος] τῆς Τροίας. | |
Ag1167c | ὀλουμένας] φθαρείσης. | |
Ag1167d | τὸ πᾶν] παντελῶς. | |
Ag1168 | πρόπυργοι] αἱ πρὸ τῆς πόλεως γινόμεναι. | |
Ag1169a | πολυκανεῖς] αἱ πολλὰ τέμνουσαι ζῶα. | |
Ag1169b | ποιονόμων] τῶν ἐν πόαις νεμομένων. | |
Ag1169c | ἄκος] θεραπεία. | |
Ag1170 | ἐπήρκεσαν] ἐπεγένετο εἰς βοήθειαν. | |
Ag1171-1172 | ἴαμβοι. | |
Ag1173a | σύστημα ὅμοιον τῶι ἄνω κώλων εʹ. | |
Ag1173b | ἑπόμενα] ἀκόλουθα. | |
Ag1173c | ἐφημίσω] ἔλεξας. | |
Ag1175 | ἐμπιτνῶν] ὑπερεμπίπτων. | 191 |
Ag1176 | μελίζειν] ἐμμελῶς λέγειν. | |
Ag1178 | ἡμέτερον + καὶ μὴν ὁ χρησμός· αἱ συστηματικαὶ αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ρμθʹ ὧν τελευταῖος· καὶ ταῦτ’ ἐκείνων μᾶλλον οἰκτείρω πολύ. μετὰ δὲ τὸν λγʹ κῶλον ἰαμβικὸν δίμετρον ἀκατάληκτον, μετὰ δὲ τὸν ρκζʹ κῶλον ὅμοιον μο‐ | |
5 | νόμετρον βραχυκατάληκτον, μετὰ δὲ τὸν ρλδʹ κῶλον ὅμοιον μονό‐ μετρον ἀκατάληκτον. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῶι τέλει κορωνίς. | |
Ag1179 | δεδορκὼς] φαινόμενος. | |
Ag1184a | μαρτυρεῖτε] ἐμοί. | |
Ag1184b | ἴχνος] ἤτοι τὴν ἀρχήν. | |
Ag1185a | ῥινηλατούσηι] ἐρευνούσηι. | |
Ag1185b | πεπραγμένων] τῶν τοῦ Θυέστου λέγει. | |
Ag1187 | ξύμφθογγος] ὁμόφωνος. | |
Ag1190 | δύσπεμπτος] οὐ γὰρ ἐξέρχεται τῶν οἴκων. | |
Ag1191 | προσήμεναι] προσκαθήμεναι. | |
Ag1193a | τῶι πατοῦντι] τῶι παραβαίνοντι τοὺς νόμους. | |
Ag1193b | δυσμενεῖς] ἐχθράς. | |
Ag1194a | ἥμαρτον] ἀπέτυχον. | |
Ag1194b | τηρῶ] ἐπιτηρῶ. | |
Ag1194c | ὡς] ὥσπερ. | |
Ag1196a | προυμόσας] βεβαιώσας. | |
Ag1196b | τὸ] τὸ ἐμέ. | |
Ag1198 | πῆμα] εἰς ἁμαρτίαν γεγονυῖαν καὶ παγεῖσαν. | |
Ag1199 | παιώνιον] θεραπευτικὸν πρᾶγμα. | |
Ag1200a | ἀλλόθρουν] ὥστε ἀλλόγλωσσον. | |
Ag1200b | πόλιν] εἰς. | |
Ag1201 | παρεστάτεις] ἐνταῦθα ἦσθα. | |
Ag1202 | τῶιδ’] τῶι γινώσκειν τὰ τοιαῦτα. | |
Ag1203a | πρὸ] πρότερον. | |
Ag1203b | λέγειν] ἤτοι πόθεν ἔχεις τοῦτο. | |
Ag1204a | ἱμέρωι] ἔρωτι. | |
Ag1204b | πεπληγμένος] ἐστίν. | |
Ag1205 | ὡρ(αῖον). | |
Ag1206a | παλαιστὴς] ἤγουν ἐμάχετο συνευνηθῆναί μοι. | |
Ag1206b | κάρτ’] λίαν. | 192 |
Ag1206c | χάριν] μεγίστας μοι διδοὺς χάριτας. | |
Ag1207 | τέκνων] ἤγουν συνήλθετε γαμικῶς; | |
Ag1208 | ξυναινέσασα] συγκατατεθεῖσα. | |
Ag1209 | ἡιρημένη] κεκρατημένη. | |
Ag1211 | πῶς] ἤγουν πῶς ὀργῆς ἐπειράθης τοῦ Ἀπόλλωνος; | |
Ag1212a | ὡς τάδ’] τὸ ὑπακοῦσαι ἐκείνωι. | |
Ag1212b | ἤμπλακον] ἥμαρτον. | |
Ag1223a | ποινὰς] τιμωρίας. | |
Ag1223b | τινὰ] τὸν Αἴγισθον. | |
Ag1224 | ἄναλκιν] ἄνανδρον. | |
Ag1225 | τῶι μολόντι] τοῦτο πρὸς τὸ βουλεύειν σύναπτε. | |
Ag1226a | ὡρ(αῖον). | |
Ag1226b | φέρειν] τοῦτο λέγει διὰ τὸ εἰπεῖν τῶι ἐμῶι δεσπότηι. | |
Ag1227a | ἄπαρχος] ἄρχων. | |
Ag1227b | ἀναστάτης] πορθητής. | |
Ag1228 | μισητῆς] τῆς Κλυταιμνήστρας. | |
Ag1230 | λαθραίου] κεκρυμμένης. | |
Ag1232a | νιν] αὐτήν. | |
Ag1232b | δυσφιλὲς] ἤγουν μισητόν. | |
Ag1232c | δάκος] θηρίον. | |
Ag1233 | ση(μείωσαι). | |
Ag1235a | θύουσαν] ὁρῶσαν. | |
Ag1235b | ἀρὰν] βλάβην. | |
Ag1236a | ὡς] λίαν. | |
Ag1236b | ἐπωλολύξατο] ἀνεσκύρτησεν, ἠλάλαξεν. | |
Ag1238 | νοστίμωι] ἤγουν ὅτι ὑπέστρεψε σεσωσμένος ὁ Ἀγαμέμνων. | |
Ag1241a | ἀληθόμαντιν] ἀληθῆ μαντευομένην. | |
Ag1241b | ἐρεῖς] λέξεις. | |
Ag1242 | δαῖτα] εὐωχίαν. | |
Ag1243a | ξυνῆκα] ἐνόησα. | |
Ag1243b | πέφρικα] φοβοῦμαι, συστέλλομαι. | |
Ag1244 | οὐδὲν ἐξεικασμένα] ἀλλ’ ἀληθῆ. | |
Ag1245 | ἐκ δρόμου] ἔξω τοῦ καθεστηκότος φέρομαι. | |
Ag1246a | ἐπόψεσθαι] ἰδεῖν. | |
Ag1246b | μόρον] θάνατον. | 193 |
Ag1248 | παιὼν] ἰατρός. | |
Ag1250a | τοῖς] Αἰγίσθωι καὶ Κλυταιμνήστραι. | |
Ag1250b | μέλει] διὰ φροντίδος ἐστίν. | |
Ag1251a | ἄχος] αὕτη ἡ λύπη. | |
Ag1251b | πορσύνεται] δίδοται. | |
Ag1252a | ἦ] ὄντως. | |
Ag1252b | κάρτ’] λίαν. | |
Ag1252c | παρεσκόπης] ἔξω βλέπεις ἢ ἔβλεπες. | |
Ag1253 | ξυνῆκα] ἐνόησα. | |
Ag1254a | Ἕλλην’] Ἑλληνικήν. | |
Ag1254b | ἐπίσταμαι] ἤγουν Ἑλληνικὰ φθέγγομαι. | |
Ag1255a | πυθόκραντα] οὐ συνῆκα. | |
Ag1255b | δ’] γάρ. | |
Ag1256a | παπαὶ] φεῦ. | |
Ag1256b | δέ] γάρ. | |
Ag1261 | κότωι] τῆι ὀργῆι αὐτῆς. | |
Ag1262a | θήγουσα] ἀκονοῦσα. | |
Ag1262b | φωτὶ] τῶι ἀνδρὶ αὐτῆς. | |
Ag1262c | φάσγανον] ξίφος. | |
Ag1263a | ἀγωγῆς] κομίσεως ἐνθάδε. | |
Ag1263b | τίσασθαι] ἀντιδοῦναι. | |
Ag1264 | τάδε] τὰ ἐσθήματα. | |
Ag1265a | μαντεῖα] μαντικά. | |
Ag1265b | στέφη] ἤγουν στεφάνους. | |
Ag1266 | πρὸς τὴν ἑαυτῆς ἐσθῆτα τοῦτο λέγει σχίζουσα τὰ ἑαυτῆς ἱμάτια. | |
Ag1267a | ἴτ’] ἔλθετε. | |
Ag1267b | ἀγαθῶι] ἀντὶ τοῦ καλλίωι. | |
Ag1270a | χρηστηρίαν] μαντικήν. | |
Ag1270b | ἐπώπτευσας] εἶδες. | |
Ag1273 | φοιτὰς] μανική. | |
Ag1275 | ἐκπράξας] ἤγουν φονεύσας. | |
Ag1277a | ἀντεπίξηνον] ἐναντίον, διάδοχον ἐμοῦ τῆς ξένης. | |
Ag1277b | μένει] ἀναμένει. | |
Ag1278 | κοπείσης] τυφθείσης, σφαγείσης. | |
Ag1280a | ἄλλος] τὸν Ὀρέστην λέγει. | |
Ag1280b | τιμάορος] βοηθός. | |
Ag1281a | φίτυμα] γέννημα. | 194 |
Ag1281b | ποινάτωρ] τιμωρός, ἐκδικητής. | |
Ag1283 | κάτεισιν] ἐλεύσεται. | |
Ag1284 | ὑπτίασμα] ἡ ὑπτία κατάκλισις, ἤγουν τὸ νεκρὸν αὐτὸν εἶναι. | |
Ag1288 | ἀπαλλάσσουσιν] ἀπήλλαξαν ἑαυτοὺς τῶν ἐνθάδε. | |
Ag1293a | ἀσφάδαστος] ἀτάραχος. | |
Ag1293b | συμβαλῶ] συγκλείσω. | |
Ag1295a | ἔτεινας] πολλὰ εἴρηκας. | |
Ag1295b | ἐτητύμως] ἀληθῶς. | |
Ag1296 | οἶσθα] γινώσκεις. | |
Ag1299a | ἄλυξις] ἐκφυγή. | |
Ag1299b | ξένοι] ὦ. | |
Ag1299c | χρόνωι] ἐν. | |
Ag1299d | πλέωι] πολλῶι. | |
Ag1300a | Τίμιός ἐστιν παρ’ ἀνθρώποις, φησίν, ὁ ὕστατος χρόνος· ὅταν γὰρ πρὸς τὸ τέλος ἥκωσι, καὶ τὸ βραχὺ ζῆσαι κέρδος ἡγοῦνται. | |
Ag1300b | δ’] γάρ. | |
Ag1300c | πρεσβεύεται] τίμιός ἐστιν. | |
Ag1301 | φυγῆι] ἐν. | |
Ag1302a | ἴσθι] γίνωσκε. | |
Ag1302b | τλήμων] ἀθλία. | |
Ag1302c | εὐτόλμου] εἰ καὶ δοκεῖς τολμηρά. | |
Ag1303 | εὐδαιμόνων] τῶν γενναίων καὶ εὐγενῶν. | |
Ag1304 | εὐκλεῶς] ἐνδόξως. | |
Ag1305 | σοῦ] ἕνεκα. | |
Ag1307 | Ἀπολοφυρομένη λέγει τοῦτο ἐν τῶι εἰσιέναι· ὀκνεῖ γὰρ εἰσελ‐ θεῖν ὥς τι δεινὸν ὁρῶσα. | |
Ag1308a | Διὰ τί, φησί, τὸ φεῦ εἴρηκας; εἰ μὴ ἐκφοβῆι γάρ, πῶς λέγεις τὸ φεῦ; ἐκ τούτου γὰρ τὸ ἔφευξας ἐσχημάτιζεν. | |
Ag1308b | ἔφευξας] τὸ φεῦ εἴρηκας. | |
Ag1308c | στύγος] μῖσος ἐστί σοι. | |
Ag1310 | ὄζει] ὀσμὴν φέρει. | |
Ag1312a | Ὃ λέγεις, φησίν, οὐκ ἔστι θυμίαμα· νῦν δὲ τεθυμίαται ὁ δό‐ μος. | |
Ag1312b | Σύριον] ἀπὸ Συρίας. | |
Ag1312c | ἀγλάισμα] ἤτοι λιβανωτόν. | |
Ag1313a | εἶμι] εἴσειμι. | 195 |
Ag1313b | κωκύσους’] θρηνήσουσα. | |
Ag1316a | Οὐ δυσχεραίνω, φησίν, ὡς ὄρνις θέλουσα εἰς καλιὰν εἰσελθεῖν καὶ θῆρά τινα φοβουμένη. | |
Ag1316b | δυσοίζω] δυσχεραίνω. | |
Ag1316c | θάμνον] ἤτοι τὴν ἐν θάμνοις καλιάν. | |
Ag1318 | γυνὴ] ἡ Κλυταιμνήστρα. | |
Ag1319a | ἀνήρ] ὁ Αἴγισθος. | |
Ag1319b | δυσδάμαρτος] ὁ κακὴν ἔχων γυναῖκα. | |
Ag1319c | ἀνδρὸς] τοῦ Ἀγαμέμνονος. | |
Ag1320 | ἐπιξενοῦμαι] φιλικῶς δίδωμι αὐτοῖς ὥς τινα κλῆρον. | |
Ag1321 | θεσφάτου] ἤγουν τοῦ προμαντευθέντος σοι. | |
Ag1324a | ὕστατον] ὃ ὕστατον βλέπω. | |
Ag1324b | τιμαόροις] βοηθοῖς. | |
Ag1325 | τίνειν] διδόναι τιμωρίαν δηλονότι. | |
Ag1326a | δούλης] ἕνεκα. | |
Ag1326b | εὐμαροῦς] λέγω. | |
Ag1326c | εὐμαροῦς] εὐκόλου· εὐχείρωτοι γὰρ οἱ δοῦλοι. | |
Ag1327 | ὡρ(αῖον). | |
Ag1328 | σκιά] ἤτοι καὶ μικρόν τι συμβὰν μεταβαλεῖ. | |
Ag1331a | σύστημα κώλων ιβʹ. | |
Ag1331b | ἡμέτερον + τὸ μὲν εὖ πράττειν· σύστημα κατὰ περικο‐ πὴν ἀνομοιομερὲς κώλων ἀναπαιστικῶν ιβʹ ὧν τὸ ϛʹ μονόμετρον, τὰ δὲ λοιπὰ δίμετρα. ἐπὶ τῶι τέλει παράγραφος. | |
Ag1333 | Οὐδὲ τῶι δακτύλωι τις παραδεικνὺς αὐτῶι τὸν μόρον ἀποστήσει τοῦ οἴκου· οὐ γάρ ποτέ τι τοιοῦτον ὑποπτεύσει. | |
Ag1336 | μάκαρες] οἱ θεοί. | |
Ag1337 | ἱκάνει] ἤγουν ἦλθεν. | |
Ag1338 | προτέρων] ἤτοι τῆς Ἰφιγενείας φόνον ἀποδώσει. | |
Ag1340 | ἐπικρανεῖ] τελέσει. | |
Ag1341 | ἀσινεῖ] ἀπαθεῖ· ἐκτὸς γὰρ πάθους τὸ θεῖον. | |
Ag1342a | δαίμονι] θεῶι. | |
Ag1342b | φῦναι] γεννηθῆναι. | |
Ag1342c | τάδ’] εἰ οὕτω συμβαίνει τὰ πράγματα. | |
Ag1343a | ἡμέτερον + ὤμοι πέπληγμαι· οἱ ἀμοιβαῖοι οὗτοι στίχοι | |
εἰσὶν κθʹ ὧν ὁ βʹ, δʹ καὶ εʹ τροχαϊκοὶ τετράμετροι καταληκτικοί, οἱ δὲ λοιποὶ ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι, ὧν τελευταῖος· τρανῶς Ἀτρείδην εἰδέναι κυροῦνθ’ ὅπως. ἐπὶ τῶι τέλει κορωνίς. | 196 | |
Ag1343b | Πεντεκαίδεκά εἰσιν οἱ τοῦ τραγικοῦ χοροῦ ὑποκριταί, καὶ ἕκαστος αὐτῶν δίστιχον γνώμην λέγει. εἰπόντων δὲ τῶν ιβʹ, πρὶν καὶ τοὺς πεντεκαίδεκα εἰπεῖν προλαβοῦσα ἐξῆλθεν ἡ Κλυταιμνήστρα· ἀμίμητον γὰρ μετὰ τὸ πάντας εἰπεῖν τὰς οἰκείας γνώμας ὥσπερ ἀπὸ | |
5 | συνθήματός τινος τότε ἐξελθεῖν τὴν γυναῖκα. ἐπίτηδες δὲ τὴν διακοπὴν ἐποίησεν ὁ ποιητὴς δυοῖν στοχαζόμενος, μήτε αἰσχρὰν θέλων ποιῆσαι τὴν κρίσιν τῶν ὑπηκόων προεμένων τὸν βασιλέα, μήτε ἐπικίνδυνον τὴν πρᾶξιν προπετῶς εἰσιόντων εἰς τὰ βασίλεια. εἰσὶ δὲ οἳ ἕκαστον ὀκτά‐ στιχον ἑνός φασιν εἶναι στίχου τοῦ χοροῦ, ἵνα τρεῖς ὄντες οἱ στίχοι ἀνὰ | |
10 | τεσσάρων διστίχων εἴπωσιν· εἰς τρεῖς γὰρ στίχους διαιρεῖται ὁ χορὸς ιεʹ ὢν ὑποκριτῶν. | |
Ag1344a | σῖγα] σιωπηλῶς ἔχε. | |
Ag1344b | ἀυτεῖ] βοᾶι. | |
Ag1344c | οὐτασμένος] τετρωμένος. | |
Ag1346a | εἰργάσθαι] γεγονέναι. | |
Ag1346b | οἰμώγμασιν] ἐν. | |
Ag1347a | ση(μείωσαι). | |
Ag1347b | κοινωσώμεθ’] εἰς κοινὸν λέξωμεν. | |
Ag1347c | ἀσφαλῆ] βέβαια. | |
Ag1349 | ἀστοῖσι] τοῖς πολίταις. | |
Ag1350 | ὅπως] λίαν. | |
Ag1351 | ἤγουν ἰδόντας τὸ νεόρρυτον ξίφος. | |
Ag1352 | γνώματος] ἤγουν γνώμης. | |
Ag1353 | τὸ μὴ μέλλειν] ἤγουν καιρός ἐστι μὴ μέλλειν. | |
Ag1354 | φροιμιάζονται] προκατασκευάζουσιν. | |
Ag1355a | τυραννίδος] βασιλείας. | |
Ag1355b | πράσσοντες] ἤγουν ὡς καθέξοντες τὴν τυραννίδα. | |
Ag1356a | χρονίζομεν] βραδύνομεν. | |
Ag1356b | μελλούσης] τυραννίδος δηλονότι. | |
Ag1357 | καθεύδουσιν] οὐχ ἡσυχάζουσιν, ἀλλ’ ἐνεργοῦσιν. | |
Ag1358 | Οὐκ οἶδα, φησί, ποίαν εἰπὼν βουλὴν ἐπιτύχω· κἂν γὰρ βουλεύ‐ | |
σωμαι πρᾶξαι οὐ δύναμαι. ἀνήνυτος δὲ δίχα πράξεως ἡ βουλή. | 197 | |
Ag1359 | ἤγουν ὁ δυνάμενος δρᾶσαι ἐκεῖνος καὶ βουλευέτω. | |
Ag1362a | ἤγουν τρόπον τινὰ τῶι θανάτωι παραδιδόντες τὴν ζωὴν ἡμῶν. | |
Ag1362b | ὑπείξομεν] ἤγουν ὑποταγῶμεν. | |
Ag1363 | καταισχυντῆρσι] ἤγουν τοῖς αἰσχύνουσι τοὺς δόμους ἄρχουσιν. | |
Ag1364 | ἀνεκτὸν] ὑπομονητόν. | |
Ag1365a | πεπαιτέρα] ὡριμωτέρα, γλυκυτέρα. | |
Ag1365b | μοῖρα] ἡ τοῦ θανάτου. | |
Ag1365c | Ἡδύτερός ἐστι, φησίν, ὁ θάνατος ὁ ὑπὲρ τῶν δεσποτῶν τῆς τυραννίδος. | |
Ag1366 | οἰμωγμάτων] ἐνταῦθα τὸ ἀνδρὸς σύναπτε. | |
Ag1367 | μαντευσόμεσθα] στοχασόμεθα τὸν ἐκείνου θάνατον. | |
Ag1368a | σάφ’] σαφῶς. | |
Ag1368b | μυθοῦσθαι] λέγειν. | |
Ag1369a | τοπάζειν] ὑπονοεῖν. | |
Ag1369b | σάφ’] φανερῶς. | |
Ag1369c | δίχα] κεχωρισμένον ἐστίν. | |
Ag1370a | Ἐπαινοῦμεν διαφόρως ταύτην τὴν γνώμην τὸ μαθεῖν ἐν οἵαι ἐστὶ καταστάσει ὁ βασιλεύς. | |
Ag1370b | ταύτην] τὴν γνώμην. | |
Ag1370c | πάντοθεν] ἐκ παντὸς τρόπου. | |
Ag1370d | πληθύνομαι] πλήρης γίνομαι. | |
Ag1371a | τρανῶς] φανερῶς. | |
Ag1371b | εἰδέναι] γνῶναι. | |
Ag1371c | κυροῦνθ’] ὑπάρχοντα. | |
Ag1372 | ἡμέτερον + πολλῶν πάροιθεν· αἱ συστηματικαὶ αὗται περί‐ οδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων λεʹ, ὧν τελευταῖος· ἔργον δικαίας τέκτονος τάδ’ ὧδ’ ἔχει. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος. | |
Ag1373 | οὐκ ἐρυθριάσω τῶν εὐκαίρως προειρημένων τὰ ἐναντία εἰπεῖν. | |
Ag1374a | Πῶς τοῖς ἐχθροῖς, φησίν, ἐπηρεάσαι τις δύναται, ὅταν φίλοι δοκῶσιν, εἰ μὴ δι’ ἀπάτης; τὸ δὲ ὕψος κρεῖσσον ἐκπηδήματος τοῦτο σημαίνειν βούλεται, ὅτι ὁ φιλικῶς ὑπερχόμενός τινα καὶ ἀπα‐ τῆσαι βουλόμενος εἰς ἄφυκτον φραγμὸν ἐμπλέκει αὐτὸν τῆς ἀπάτης, ὡς | |
5 | μὴ δύνασθαι ὑπερβαλέσθαι αὐτόν. τροπικῶς δὲ λέγει συνήθως. | |
Ag1374b | πορσύνων] διδούς. | 198 |
Ag1375a | πημονὴν] τιμωρίαν. | |
Ag1375b | ἀρκύστατον] ἄφυκτον. | |
Ag1376 | φράξειεν] ποιήσει δίκην φραγμοῦ, εἰ μὴ μετὰ ἀπάτης. | |
Ag1377 | οὐκ ἀφρόντιστος] ἀλλὰ μελετώμενος πάλαι. | |
Ag1378a | ἦλθε] ἀγών. | |
Ag1378b | σὺν χρόνωι] ἤγουν διὰ χρόνου. | |
Ag1379a | ἔπαις’] ἔτυψα. | |
Ag1379b | ἐξειργασμένοις] τετελεσμένοις. | |
Ag1380 | ἔπραξα] ἐποίησα. | |
Ag1381 | Οὐ φεύγω, φησίν, οὐδὲ τὴν πρᾶξιν ἀρνοῦμαι. οὕτως αὐτὸν ἐφόνευσα ὡς μήτε δύνασθαι φεύγειν μήτε ἀμύνασθαι. | |
Ag1382a | ἄπειρον] ἄτρητον. | |
Ag1382b | ἀμφίβληστρον] δίκτυον. | |
Ag1383a | περιστιχίζω] περιβάλλω. | |
Ag1383b | πλοῦτον] ἤγουν πολυτελὲς ἱμάτιον. | |
Ag1384a | παίω] ὦ μιαρωτάτη. | |
Ag1384b | νιν] αὐτόν. | |
Ag1384c | οἰμώγμασιν] στεναγμοῖς. | |
Ag1385 | μεθῆκεν] ἐξήπλωσεν. | |
Ag1388 | ὁρμαίνει] μετὰ ὁρμῆς ἐκβάλλει. | |
Ag1389a | κἀκφυσιῶν] ἐκπέμπων. | |
Ag1389b | ὀξεῖαν] σφοδράν. | |
Ag1390a | ἐρεμνῆι] μελαίνηι. | |
Ag1390b | ψακάδι] σταλαγμῶι. | |
Ag1390c | φοινίαν] φονικήν. | |
Ag1391a | ἧσσον] ἔλαττον. | |
Ag1391b | νότωι] ὑετῶι, μετὰ νότου γεγενημένωι. | |
Ag1392a | σπορητὸς] καιρὸς σπόρου ἐστίν. | |
Ag1392b | κάλυκος] ἁπλῶς παντὸς σπέρματος. | |
Ag1392c | ἐν λοχεύμασιν] τῆι ἐκφύσει τῶν καρπῶν, τοῖς γεννήμασιν. | |
Ag1393a | ὧδ’] οὕτως. | |
Ag1393b | ἐχόντων] τούτων. | |
Ag1393c | πρέσβος] ἤγουν πρεσβῦται. | |
Ag1394 | Ἐπεύχομαι χαίρειν ὑμᾶς ἢ καυχῶμαι δηλονότι χαίρειν. | |
Ag1396 | δικαίως] ἤγουν δίκαιον ἦν· μᾶλλον δὲ ὑπὲρ δίκαιον. | |
Ag1397 | Τοσῶνδε κακῶν· ἤγουν ἐν φόνωι πλήσας κρατῆρα ὁ Ἀγα‐ μέμνων αὐτὸς πρῶτος ἐλθὼν πίνει. | |
Ag1399 | θρασύστομος] εἶ δηλονότι. | 199 |
Ag1400 | κομπάζεις] μεγαλαυχεῖς. | |
Ag1401 | ἀφράσμονος] ἀνοήτου. | |
Ag1402 | ἀτρέστωι] ἀφόβωι. | |
Ag1407a | στροφὴ κώλων εʹ. | |
Ag1407b | ἡμέτερον + τί κακόν· ἡ στροφὴ αὕτη κώλων ἐστὶν ἀντι‐ σπαστικῶν εʹ ἐν οἷς εἰσι καὶ πεντασύλλαβοι πόδες εἰ βούλει. ἐπὶ τῶι τέλει παράγραφος καὶ διπλαῖ συνήθως. | |
Ag1407c | Τί κακόν, ὦ γύναι, ἐδεστόν, ἤγουν βρώσιμον, ἢ πόσιμον κτη‐ σαμένη ἐκ θαλάσσης ὁρμώμενον ἔμαθες τοιαῦτα ποιεῖν θύματα. | |
Ag1407d | χθονοτρεφὲς] ἐκ τῆς γῆς τραφέν. | |
Ag1408a | ἐδανὸν] βρώσιμον, ἀπὸ τοῦ ἔδω. | |
Ag1408b | πασαμένα] ἤγουν πιοῦσα. | |
Ag1408c | ῥυσᾶς] γηραιᾶς. | |
Ag1409a | ὀρώμενον] κινηθέν, γεγονός. | |
Ag1409b | ἐπεύθου] ἔμαθες. | |
Ag1409c | θύος] θῦμα. | |
Ag1410 | ἀπέδικες] ἀπέρριψας, οὐδὲν ἡγήσω τὰς τοῦ δήμου ἀράς. | |
Ag1411 | ὄμβριμον] ἤγουν μέγα. | |
Ag1412a | ἡμέτερον + νῦν μὲν δικάζεις· σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ιδʹ. ἐπὶ τῶι τέλει παράγραφος. | |
Ag1412b | δικάζεις] κρίνεις. | |
Ag1413 | ἀστῶν] τῶν πολιτῶν. | |
Ag1414a | Οὐδὲν τόδε· κατ’ οὐδὲν μεμφόμενος τῶι Ἀγαμέμνονι ὅτι τὴν ἐμὴν θυγατέρα Ἰφιγένειαν ἔκτεινεν, ὡς πλούσιος ποιμὴν πολλὰ ἔχων θρέμματα θύσειεν ἐξ αὐτῶν ἕν. | |
Ag1414b | τόδ’] κατὰ τοῦτο. | |
Ag1414c | ἀνδρὶ] τῶι Ἀγαμέμνονι. | |
Ag1416 | φλεόντων] πληθυνόντων, αὐξομένων. | |
Ag1418 | ἐπωιδὸν] μειλικτικήν, καταπαυστικήν. | |
Ag1422 | Ἀναγκαίως ἀπειλεῖ, ἵνα ἐκεῖνοι τὸ ἀμφίβολον τῆς μάχης φυλά‐ ξωνται. | |
Ag1426a | ἀντιστροφὴ κώλων εʹ. | |
Ag1426b | ἡμέτερον + μεγαλόμητις εἶ· ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς. καὶ αὕτη γὰρ κώλων ἐστὶν ὁμοίων εʹ. ἐπὶ τῶι τέλει παρά‐ | |
γραφος. | 200 | |
Ag1426c | μεγαλόμητις] μεγαλόβουλος. | |
Ag1426d | περίφρονα] ὑπέρφρονα. | |
Ag1427 | ἔλακες] εἶπες. | |
Ag1428a | Μαίνεταί σου ἡ φρὴν ὥστε ἀπολέσθαι ἐφ’ ὧι δέδρακας. ἐπίκειται δέ σου τῶι προσώπωι καθαρὸν τὸ αἷμα ὥστε τὸν φονεύοντά σε μὴ ἐγκαλεῖσθαι. | |
Ag1428b | λῖπος] ἤγουν τὸ αἷμα. | |
Ag1428c | ἐπ’ ὀμμάτων] ἐπὶ τοῦ προσώπου. | |
Ag1429 | ἀτίετον] ἀτιμώρητον ἔτι. | |
Ag1430 | τίσαι] ἀποδοῦναι. | |
Ag1431a | ἡμέτερον + καὶ τήνδ’ ἀκούεις· σύστημα ἕτερον κατὰ περι‐ κοπὴν στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ιζʹ. ἐπὶ τῶι τέλει παράγραφος. | |
Ag1431b | τήνδ’] ἣν ὄμνυμί σοι. | |
Ag1431c | ἀκούεις] ἀντὶ τοῦ ἄκουσον. | |
Ag1432 | τέλειον] ἤγουν τὴν τελεσθεῖσαν νῦν δικαίως. | |
Ag1434 | οὔ μοι] ἤγουν οὐ φοβοῦμαι. | |
Ag1435 | αἴθηι] ἤγουν θυσίας ποιῆι. | |
Ag1437 | ἀσπὶς] βοήθεια. | |
Ag1438a | τῆσδε] τῆς Κασάνδρας. | |
Ag1438b | λυμαντήριος] τιμωρός. | |
Ag1439 | οὗτος γὰρ μέλλει καταβαλεῖν ἀπ’ αὐτῆς ἃ περὶ τὸ σῶμα αὐτῆς περίκειται χρυσία. | |
Ag1440 | ἥ τ’] ἀπὸ κοινοῦ τὸ κεῖται. | |
Ag1443a | ἱστοτρίβης] ἡ περὶ τὸν ἱστὸν τῆς νεὼς συνοῦσα αὐτῶι. | |
Ag1443b | ἐπραξάτην] αὐτή τε καὶ Ἀγαμέμνων. | |
Ag1444a | ση(μείωσαι). | |
Ag1444b | οὕτως] ἀπέθανεν ὡς ἤκουσας. | |
Ag1446 | φιλήτωρ] ἡ ἐκ ψυχῆς φιλουμένη. | |
Ag1447 | παροψόνημα] ἤγουν τρυφήν. | |
Ag1448a | στροφὴ κώλων ιδʹ. | |
Ag1448b | ἡμέτερον + φεῦ τίς ἄν· αἱ συστηματικαὶ αὗται πᾶσαι περί‐ οδοι καλοῦνται ἀλλοιόστροφοι. εἰσὶ δὲ τὰ μὲν τῶν στροφῶν κῶλα χο‐ ριαμβικά, τὰ δὲ τῶν συστημάτων τῶν μεταξὺ ἀναπαιστικά. ἐπὶ ταῖς ἀποθέσεσιν πάσαις παράγραφος, ἐπὶ δὲ τῶι τέλει διπλαῖ δύο ἔξω | |
5 | νενευκυῖαι συνήθως. | 201 |
Ag1448c | τίς] μοῖρα. | |
Ag1448d | ἐν τάχει] μόλοι. | |
Ag1448e | περιώδυνος] περισσὰς ὀδύνας φέρουσα. | |
Ag1449 | δεμνιοτήρης] ἐν τοῖς δεμνίοις φυλάττουσα. | |
Ag1451 | ὕπνον] οὐ τὸν συνήθη ὕπνον αἰτεῖ, ἀλλὰ τὸν θάνατον. | |
Ag1453 | γυναικὸς] διά. | |
Ag1457 | ὑπὸ Τροίαι] ἐν τῶι ἀκολουθῆσαι τῶι Πάριδι. | |
Ag1458 | τελείαν] ὀιζύν, ταλαιπωρίαν. | |
Ag1459a | ἐπηνθίσω] ἐκαρπώσω. | |
Ag1459b | αἷμ’] τὸ τῶν Τρώων ἀκάθαρτον διὰ τὴν αὐτῶν παρανο‐ μίαν. | |
Ag1459c | δόμοις] διὰ τὸ ἀεὶ ἄνθρωπον ἀναιρεῖσθαι ἐν τοῖς οἴκοις. | |
Ag1461a | ἐρίδματος] ἔριδος. | |
Ag1461b | ὀιζύς] φθορά. | |
Ag1462a | σύστημα κατὰ περικοπὴν κώλωνϛʹ. | |
Ag1462b | + ἀναπαιστικὰ κῶλα ϛʹ, εἶτα παράγραφος. | |
Ag1467 | ἄλγος] τὸ κατὰ τὸν Ἀγαμέμνονα. | |
Ag1468a | στροφὴ ἑτέρα κώλων ζʹ. | |
Ag1468b | + χοριαμβικὰ κῶλα ζʹ, εἶτα παράγραφος. | |
Ag1469 | Διφυεῖσιν· ἢ Ἀτρεῖ καὶ Θυέστηι, ἢ Ἀγαμέμνονι καὶ Μενελάωι. | |
Ag1470 | Κλυταιμνήστραν καὶ Ἑλένην λέγει, αἳ κατὰ φαυλότητα ἴσας τὰς ψυχὰς ἔχουσιν. | |
Ag1471a | καρδίαι δηκτὸν] ἤγουν δάκνον τὴν καρδίαν μου. | |
Ag1471b | κρατύνεις] ἐπιφέρεις. | |
Ag1472 | Ὡς κόραξ ἐσθίων νεκρὸν σῶμα βοᾶι, οὕτω καὶ ὁ δαίμων ἐκ‐ νόμως δικάσει παρὰ τὸ δίκαιον. | |
Ag1474 | ἐπεύχεται] καυχᾶται. | |
Ag1475a | σύστημα ἕτερον κώλων ϛʹ. | |
Ag1475b | + ἀναπαιστικὰ ὅμοια τοῖς προρρηθεῖσιν κῶλα ϛʹ, εἶτα παρά‐ γραφος. | |
Ag1475c | νῦν δ’] νῦν ἔτυχες τοῦ ὀρθοῦ λόγου. | |
Ag1477a | γέννας] γενεᾶς. | |
Ag1477b | Διὰ τὸ εἰς τὸν δαίμονα ἀποτείνεσθαι τὸν παλαιόν. ἐκεῖνος γὰρ αἴτιος καὶ τοῦ φόνου τούτου. | |
Ag1477c | κικλήσκων] καλῶν. | |
Ag1478 | αἱματολοιχὸς] αἵματα λείχων, φόνων ἐπιθυμῶν. | |
Ag1480 | ἰχώρ] ἤγουν φόνος. | |
Ag1481a | στροφὴ ἑτέρα κώλων ηʹ. | 202 |
Ag1481b | + χοριαμβικὰ κῶλα ὅμοια τοῖς ῥηθεῖσιν ηʹ. ἐπὶ τῶι τέλει παράγραφος καὶ διπλαῖ. ἔχει γὰρ καὶ ἀντιστροφήν. | |
Ag1482a | βαρύμηνιν] βαρύοργον. | |
Ag1482b | αἰνεῖς] ἀποδέχηι καὶ συμπράττεις αὐτῶι. | |
Ag1483 | ἀτηρᾶς] ἀντὶ μιᾶς. | |
Ag1484 | ἀκορέστου] αἰνεῖς. | |
Ag1485 | διαὶ] διά. | |
Ag1486 | πανεργέτα] τοῦ πᾶν ἐργαζομένου. | |
Ag1488 | θεόκραντον] ἐκ θεοῦ τελεσθέν. | |
Ag1489a | σύστημα ἕτερον κώλων θʹ. | |
Ag1489b | + ἀναπαιστικὰ κῶλα θʹ, εἶτα παράγραφος καὶ διπλαῖ. ἔχει γὰρ καὶ ἕτερον ὅμοιον σύστημα. | |
Ag1489c | βασιλεῦ] ὦ Ἀγαμέμνον. | |
Ag1490 | ἐκ φιλίας] φιλικῆς. | |
Ag1492 | ὑφάσματι] ἤγουν ἀσθενεῖ ἢ λεπτῶι καὶ ἀραχνώδει καταγελάστως. | |
Ag1494 | ἀνελεύθερα] ἀνελευθέρως, δουλικῶς. | |
Ag1495 | μόρωι] ἰαμβικόν. | |
Ag1496 | βελέμνωι] ξίφει. | |
Ag1497a | σύστημα ἕτερον κώλων ηʹ. | |
Ag1497b | + ἀναπαιστικὰ κῶλα ὅμοια ηʹ, εἶτα παράγραφος. | |
Ag1498 | Μὴ νόμιζε ἐμὲ εἶναι, φησίν, ἄλοχον τοῦ Ἀγαμέμνονος, ἀλλὰ φανὲν εἴδωλον τοῦ τιμωρητικοῦ δαίμονος, ὁμοιωθὲν ἐμοί, ἀπήιτησε τὸν Ἀγαμέμνονα τὸν φόνον τοῦ Ἀτρέως τοῦ θοινήσαντος τὸν Θυέστην καὶ οἱονεὶ εὐωχίαν ποιήσαντος τὰ ἐκείνου τέκνα. | |
Ag1505a | ἀντιστροφὴ κώλων ηʹ. | |
Ag1505b | + ὡς μὲν ἀναίτιος· ἡ ἀντισροφὴ αὕτη κώλων ἐστὶν ηʹ ὁμοίων τῆς ἄνω ῥηθείσης στροφῆς ἧς ἡ ἀρχὴ ἦ μέγαν οἴκοις, εἶτα παράγραφος. | |
Ag1513a | σύστημα ἕτερον κώλων θʹ. | |
Ag1513b | + ἀναπαιστικὰ ὅμοια τῶι ἄνω συστήματι κῶλα θʹ, εἶτα παράγραφος. | |
Ag1513c | βασιλεῦ] ὦ. | |
Ag1519 | ἰαμβικόν. | |
Ag1521a | σύστημα ἕτερον κώλων θʹ. | |
Ag1521b | + ἀναπαιστικὰ κῶλα θʹ, εἶτα παράγραφος. | |
Ag1530a | στροφὴ ἑτέρα κώλων ζʹ. | 203 |
Ag1530b | + χοριαμβικὰ κῶλα ὅμοια τοῖς ῥηθεῖσιν ζʹ, εἶτα παράγραφος καὶ διπλαῖ. ἔχει γὰρ καὶ ἀντιστροφήν. | |
Ag1538a | σύστημα κώλων ιʹ. | |
Ag1538b | + ἀναπαιστικὰ κῶλα ιʹ, εἶτα παράγραφος. | |
Ag1542 | τλήσηι] ἔτλης. | |
Ag1547a | στροφὴ ἑτέρα κώλων δʹ. | |
Ag1547b | + χοριαμβικὰ κῶλα δʹ, εἶτα παράγραφος. | |
Ag1548 | αἶνος] ὕμνος. | |
Ag1549 | ἰάπτων] πεμπόμενος. | |
Ag1551a | σύστημα ἕτερον κώλων θʹ. | |
Ag1551b | + ἀναπαιστικὰ κῶλα θʹ, εἶτα παράγραφος. | |
Ag1560a | ἀντιστροφὴ κώλων ζʹ. | |
Ag1560b | + χοριαμβικὰ κῶλα ὅμοια τῆς ἄνω στροφῆς ζʹ, ἧς ἡ ἀρχὴ ἀμηχανῶ. ἐπὶ τῶι τέλει παράγραφος. | |
Ag1567a | σύστημα ἕτερον κώλων ιʹ. | |
Ag1567b | + ἀναπαιστικὰ κῶλα ιʹ, εἶτα δύο διπλαῖ ἔξω νενευκυῖαι. | |
Ag1571 | δύστλητα] δυσυπομόνητα. | |
Ag1577a | + ἡμέτερον. ὦ φέγγος εὔφρον· αἱ συστηματικαὶ αὗται περί‐ οδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων οβʹ, ὧν τελευ‐ ταῖος· ἀμφοῖν γένηται τοῖνδε παγκρατὴς φονεύς. ἐπὶ ταῖς ἀποθέσεσι πάσαις καὶ ἐπὶ τῶι τέλει ὁμοίως παράγραφος. | |
Ag1577b | εὔφρον] εὐφραντικόν. | |
Ag1578 | τιμαόρους] βοηθούς. | |
Ag1581 | φίλως] προσφιλῶς. | |
Ag1582a | πατρώιας] ἤγουν τῆς τοῦ Ἀτρέως. | |
Ag1582b | ἐκτίνοντα] ἀποδιδόντα. | |
Ag1583 | διήγησις. | |
Ag1585 | ἀμφίλεκτος] ἤγουν φιλονεικῶν περὶ τῆς βασιλείας. | |
Ag1586 | ἠνδρηλάτησεν] ἐξώρισεν. | |
Ag1587a | προστρόπαιος] ἤγουν ἱκετεύσας αὐτόν. | |
Ag1587b | ἑστίας] ἐπὶ τῆς οἰκίας. | |
Ag1587c | μολὼν] ἐλθών. | |
Ag1590 | ξενίαι] φιλοξενίαι. | |
Ag1593 | δαῖτα] εὐωχίαν. | |
Ag1594 | κτένας] τὰς διαστάσεις τῶν δακτύλων. | |
Ag1595 | ἀνδρακὰς] ἀντὶ τοῦ καθ’ ἑαυτόν. | 204 |
Ag1600a | ἄφερτον] ἀφόρητον. | |
Ag1600b | ἐπεύχεται] ἐπηράσατο. | |
Ag1601a | λάκτισμα] ἀνατροπήν. | |
Ag1601b | ξυνδίκως] δικαίως. | |
Ag1602 | ὀλέσθη] ἀπώλετο. | |
Ag1606 | τυτθὸν] μικρόν. | |
Ag1614 | ἔποικτον] ἄξιον οἴκτου. | |
Ag1617 | Νερτέραι· ἀντὶ τοῦ ὑποδεεστέραι καθέδραι ὤν οἱ γὰρ ζύγιοι τῶν θαλαμίων ἄνωθέν εἰσιν. | |
Ag1619 | διδάσκεσθαι] βαρὺ γὰρ νουθεσία γέροντι. | |
Ag1620a | τηλικούτωι] ἤγουν τῶι πρεσβύτηι. | |
Ag1620b | εἰρημένον] προσταγὲν αὐτῶι. | |
Ag1621a | δεσμὸς] ἤγουν ἡ κάθειρξις. | |
Ag1621b | γῆρας] οὐ μόνον νεότητα ἀλλά. | |
Ag1621c | νήστιδες] ἤγουν τὸ λιμοκτονηθῆναι. | |
Ag1622 | ἐξοχώταται] ἄρισται. | |
Ag1624a | παρ(οιμί)α. | |
Ag1624b | πήσας] παθών. | |
Ag1624c | μογῆις] θλιβήσηι. | |
Ag1629 | ση(μείωσαι). | |
Ag1631a | ἐξορίνας] διεγείρας. | |
Ag1631b | ἠπίοις] ἡμέροις. | |
Ag1631c | ὑλάγμασιν] ὑλακαῖς, βοαῖς. | |
Ag1632a | ἄξηι] κινήσεις. | |
Ag1632b | κρατηθεὶς] νικηθείς. | |
Ag1634 | Οὐχ ὑπέμεινας, φησίν, ἢ οὐκ ἐτόλμησας δρᾶσαι σὺ αὐτὸς τὸ ἔργον μόνος, ἀλλὰ σὺν τῆι γυναικί. | |
Ag1636a | τὸ γὰρ] ναί. | |
Ag1636b | δολῶσαι] μετὰ δόλου ποιῆσαι. | |
Ag1639a | Οὐχ ὑποζεύξω τὸν μὴ πειθαρχοῦντα ὡς κριθῶντα πῶλον ἀλλὰ συγκλείσας καὶ λιμώττειν ἐάσας πραϋνῶ. | |
Ag1639b | πειθάνορα] τὸν πειθαρχοῦντα. | |
Ag1641 | κριθῶντα] πίονα ταῖς κριθαῖς. | |
Ag1642 | ἐπόψεται] ἴδηι. | |
Ag1644a | ἠνάριζες] ἐφόνευες. | |
Ag1644b | σὺν] σοὶ δηλονότι. | 205 |
Ag1646 | βλέπει φάος] ἤγουν ζῆι. | |
Ag1647 | δεῦρο] ἐνταῦθα. | |
Ag1648 | παγκρατὴς] ἰσχυρός. | |
Ag1649 | ἡμέτερον + ἀλλ’ ἐπεὶ δοκεῖς· ἔκθεσις τοῦ δράματος. οἱ δὲ στίχοι εἰσὶ τροχαϊκοὶ κεʹ ὧν οἱ κγʹ τετράμετροι καταληκτικοί. οἱ δὲ ἐν τῶι τέλει δύο τρίμετροι ὑπερκατάληκτοι. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῶι τέλει τοῦ δράματος κορωνὶς ἡ τὸ δρᾶμα ἐπι‐ | |
5 | σφραγίζουσα καὶ περατοῦσα. | |
Ag1653 | τύχην] τὸν οἰωνὸν δηλονότι. | |
Ag1657 | πεπρωμένους] ἐπέπρωτο γὰρ τὰ πεπραγμένα. | |
Ag1672a | ὑλαγμάτων] ὑλακῶν, βοῶν ἀσήμων. | |
Ag1672b | Ἐγώ, φησί, καὶ σὺ κρατοῦντες τῶνδε τῶν δωμάτων διαθησό‐ μεθα τὸ καθ’ αὑτοὺς καλῶς. | |
Ag1673 | καὶ σὺ] ἐγὼ γὰρ δηλονότι. | 206 |
Eumt | DEMETRII TRICLINII SCHOLIA IN EVMENIDES | |
Eumhyp | Ὑπόθεσις τοῦ προκειμένου δράματος. Ὀρέστης ἐν Δελφοῖς περιεχό‐ μενος ὑπὸ τῶν Ἐριννύων βουλῆι Ἀπόλλωνος παραγίνεται εἰς Ἀθήνας εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς· ἧς βουλῆι νικήσας κατῆλθεν εἰς Ἄργος. τὰς δὲ Ἐριννύας πραείας γινομένας κατ’ εὐφημισμὸν προσηγόρευσεν | |
5 | Εὐμενίδας. παρ’ οὐδετέρωι κεῖται ἡ μυθοποιία. τὰ τοῦ δράματος πρόσ‐ ωπα· προφῆτις τῆς Πυθίας, Ἀπόλλων, Ὀρέστης, Κλυταιμνήστρας εἴδωλον, χορὸς Εὐμενίδων, Ἀθηνᾶ, προπομποί. | |
Eum1a | ἡμέτερον + ἡ εἴσθεσις τοῦ παρόντος δράματος ἐκ συστηματικῶν ἐστι περιόδων. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ρλγʹ, ὧν τελευταῖος· ἕπου μάραινε δευτέροις διώγμασι. μετὰ δὲ τὸν ριϛʹ, τὸν ριηʹ, τὸν ρκʹ, τὸν ρκβʹ κώλου τμήματα δʹ, ἃ μονόμετρά | |
5 | ἐστι βραχυκατάληκτα. μετὰ δὲ τὸν ρκδʹ ἕτερα βʹ κῶλα ὧν τὸ ἓν δί‐ μετρον βραχυκατάληκτον, τὸ δὲ ἕτερον ἑφθημιμερὲς ἐκ τριβραχέων. εἰ δὲ καὶ τροχαϊκὰ τὰ κῶλα ταῦτα εἴποις, οὐκ ἂν ἁμάρτηις. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῶι τέλει κορωνίς. | |
Eum1b | + τὸ προοίμιον διηγηματικόν. | |
Eum3 | + σχόλια παλαιά. Ἣ δὴ τὸ μητρός· ἢ τῆς κοινῆς μητρὸς πάν‐ των Γῆς ἢ τῆς Θέμιδος· ἥτις ὀπτήριον θεασαμένη τὸν τῆς ἀδελφῆς αὐτῆς Λητοῦς παῖδα δέδωκε συγγενικὴν δόσιν. ἀπόδειξις δὲ αὕτη τῆς δωρεᾶς οὐκ ἀχάριστος. | |
Eum13a | Κελευθοποιοὶ παῖδες· Θησεὺς τὴν ὁδὸν ἐκάθηρε τῶν ληι‐ στῶν. καὶ ὅταν πέμπωσιν εἰς Δελφοὺς θεωρίδα, προέρχονται ἔχοντες πελέκεις ὡς διημερώσοντες τὴν γῆν. | |
Eum13b | Ἡφαίστου χθόνα· τὴν Πυθὼ τὴν πρώην Ποσειδῶνος, ὑπὲρ ἧς Καλαύρειαν ἐδέξατο. Καλλίμαχος· μέσφα Καλαυρείης ἦλθεν ἐς ἀντίδοσιν. | |
Eum15 | τιμαλφεῖ] τιμᾶι. | 207 |
Eum20 | Τούτους ἐν εὐχαῖς· τοῦτό φησιν ἐπειδὴ δραματική ἐστιν ἡ ποίησις. εἰ δὲ ἦν διηγηματική, εἶπεν ἂν ὁ ποιητής· ταῦτα εἰποῦσα εἰς θρόνον ἐκαθέζετο. | |
Eum22 | Ἔνθα Κωρυκὶς πέτρα· πέτραν φησὶ κοίλην τὸν Παρνασσόν. διὰ τὸ εἶναι δὲ κοῖλον τὸ ὄρος λέγεται ἐκεῖ ἀναστρέφεσθαι τοὺς δαί‐ μονας, καὶ διὰ τὸ ἄοικον εἶναι. | |
Eum24 | Βρόμιος] ὁ Διόνυσος. | |
Eum26a | Λαγὼ δίκην· οἱ λαγοὶ δειλοί εἰσιν. φησὶν οὖν αὐτὸν λαγωοῦ δίκην ὑποπτήξαντα μὴ ἀντιστῆναι τοῖς πολεμοῦσιν αὐτῶι. | |
Eum26b | Πενθεῖ] τῶι. | |
Eum30 | Καὶ νῦν τυχεῖν με· φαίνεται ἐπὶ τῆς σκηνῆς εἶναι τὸ μαντεῖον· ἡ δὲ προφῆτις πρόεισιν ἐπίκλησιν, ὡς ἔθος, τῶν θεῶν ποιησομένη. ἀπρο‐ όπτως δὲ ἰδοῦσα τὰς Ἐριννύας κύκλωι τοῦ Ὀρέστου καθευδούσας, πάντα μηνύει τοῖς θεαταῖς, οὐχ ὡς διηγουμένη τὰ ὑπὸ τὴν σκηνήν— | |
5 | τοῦτο γὰρ νεωτερικὸν καὶ Εὐριπίδειον—ὑπὸ δὲ τῆς ἐκπλήξεως τὰ θορυβήσαντα αὐτὴν καταμηνύουσα φιλοτέχνως. τὰ δὲ πρῶτα ἐξ εὐχῆς καὶ ἐπικλήσεως θεῶν ἤρξατο, ἵνα ἀπὸ τῶν εὐφημοτέρων ἄρξηται ἡ προφῆτις. | |
Eum34 | Ἦ δεινὰ λέξαι· τὰ δεινά, φησίν, ἐξέπεμψέ με τοῦ μαντείου· ἰδοῦσα γὰρ Ὀρέστην ἐπὶ τοῦ βωμοῦ καὶ τὰς Ἐριννῦς κοιμωμένας ἔξειμι τεταραγμένη. | |
Eum38 | ὡρ(αῖον). | |
Eum40 | Ἐμφαντικῶς παρίστησι τὸν νεωστὶ ηὐθεντηκότα οἱονεὶ τὸν φο‐ νεύσαντα· αὐθέντης γὰρ λέγεται ὁ φονευτής. | |
Eum41 | προστρόπαιον] ἱκετεύοντα. | |
Eum43 | ση(μείωσαι). | |
Eum45 | ἀργῆτι] λευκῶι. | |
Eum46 | Θαυμαστὸς λόχος· εἰώθασιν οἱ ποιηταί, ὅταν τι ἀσαφὲς εἴπω‐ σιν, ἐκδιδάσκειν αὐτὸ ἀπὸ τοῦ Ὁμήρου καὶ σαφὲς ποιεῖν. | |
Eum47 | εὕδει] καθεύδει. | |
Eum49 | Πρὸς τὸ φοβερὸν τῆς ὄψεως φησὶ τὸ Γοργείοισι. καὶ γὰρ τὰς Γοργόνας λέγουσι δείματα φέρειν τοῖς ἀνθρώποις. τὸ δὲ ὅλον· εἶδον, | |
φησίν, αὐτὰς ἐν γραφῆι πτερωτὰς, ἀλλ’ οὐχ ἁρπακτικάς. | 208 | |
Eum52a | Βδελύτροποι· ἃς ἰδών τις, φησί, βδελύξαιτο καὶ ἐκτραπείη μισήσας αὐτὰς ὡς δυσειδεῖς· ἀπὸ γὰρ τῶν ὀμμάτων αὐτῶν λείβουσιν αἱματηρὸν σταλαγμόν. | |
Eum52b | ση(μείωσαι). | |
Eum57a | Οὐδέποτε, φησί, τοιοῦτον γένος εἶδον μηδὲ ἴδοιμι. | |
Eum57b | φῦλον] γένος. | |
Eum57c | ὄπωπα] εἶδον. | |
Eum59 | ἀνατεὶ] ἄνευ ἄτης. | |
Eum60 | Κἀντεῦθεν μὲν οὖν· ὥστε, φησίν, εἰ θεραπείας χρεία, αὐτῶι μελέσθω τῶι Ἀπόλλωνι· καὶ γὰρ εἰ θεραπείας χρεία, αὐτός ἐστιν ἰατρός, εἰ δὲ μαντείας, πάλιν αὐτός ἐστι τερατοσκόπος. | |
Eum64 | Ἐπιφανεὶς Ἀπόλλων συμβουλεύει Ὀρέστηι καταλιπεῖν μὲν τὸ μαντεῖον, φυγεῖν δὲ εἰς Ἀθήνας. καὶ δευτέρα δὲ γίνεται φαντασία· στραφεὶς γὰρ μηχανήματα ἔνδηλα ποιεῖται κατὰ τὸ μαντεῖον ὡς ἔχει ἐν αὐτῶι. ταῦτα δὲ ὁ Ἀπόλλων φησίν· ἡ γὰρ ἱέρεια ἀπέστη αὐτοῦ. | |
Eum69 | Καὶ παλαιὰς λέγει τὰς θεὰς καὶ κόρας· κόρας μέν, ὅτι ἄγαμοι καὶ παρθένοι εἰσί, παλαιὰς δὲ διὰ τὸ γῆρας. τὸ ἀλλόκοτον δὲ τῆς φύσεως διὰ τῶν ἐναντίων τραγικώτερον διασύρει. | |
Eum75 | ἐλῶσι] ἐλάσωσιν. | |
Eum78 | βουκολούμενος] περιέπων, ἐνεργῶν. | |
Eum80 | ἄγκαθεν] ἐν ταῖς ἀγκάλαις. | |
Eum85 | μὴ ἀδικεῖν] συνίζησις. | |
Eum86 | μὴ ἀμελεῖν] συνίζησις. | |
Eum87 | Τὸ σὸν σθένος, φησίν, ἀσφαλές ἐστιν εἰς τὸ εὖ ποιεῖν. | |
Eum91a | πομπαῖος] ὅδιος γὰρ ὁ θεός. | |
Eum91b | ποιμαίνων] φυλάσσων. | |
Eum92 | σέβει τοι] τοῦτο διὰ μέσου. | |
Eum95 | Ἐμὲ μέν, φησίν, ἀτιμάζετε, διότι ἐφόνευσα τὸν Ἀγαμέμνονα· καὶ οἱ ἐμὲ φονεύσαντες οὐκ ἀτιμάζονται, ὡς Ὀρέστης οὗτος ὁ ἐμὸς υἱός. | |
Eum98 | ἀλῶμαι] πλανῶμαι. | |
Eum99 | Ἔχω μεγίστην αἰτίαν· σφαγεῖσα, φησίν, αἰτιῶμαι παρ’ | |
ἐκείνων ὡς ὑπὸ τοῦ Ὀρέστου τοῦ ἡμετέρου υἱοῦ ἀνηιρέθην. | 209 | |
Eum101 | μηνίεται] ὀργίζεται. | |
Eum104 | Εὕδουσα γὰρ φρήν· ἐν τῶι καθεύδειν, φησίν, ὁ νοῦς ἀκριβέ‐ στερον ὁρᾶι μὴ πλανώμενος τῆι θέαι τῆς ἡμέρας· καὶ γὰρ τῆς νυκτὸς αἱ ἔννοιαι ἄρισται. | |
Eum107 | Χοάς τ’ ἀοίνους· οἶνος γὰρ οὐ σπένδεται Ἐριννύσιν. ἔθυον δὲ αὐταῖς κατὰ τὴν νύκτα, ἐν ἧι οὐδεὶς τῶν θεῶν ἐκοινώνει τῆς θυσίας αὐταῖς. ἐν γὰρ τῶι μέσωι τῆς νυκτὸς μόναις Ἐριννύσιν ἀπάρχονται θύειν. | |
Eum110 | πατούμενα] ἤγουν ἀνατετραμμένα. | |
Eum111 | ἐξαλύξας] ἐκφυγών. | |
Eum112 | ἀρκυσμάτων] δικτύων. | |
Eum113a | Ἐκκατιλλώψας· χλεβάσας, ἐγγελάσας. διὰ δὲ τούτων ἐρεθί‐ ζει αὐτάς. | |
Eum113b | ἐκκατιλλώψας] χλεβάσας. | |
Eum118 | ἡμέτερον + ἀπὸ τοῦ μυγμοῦ τὸ μύζειν παρήγαγεν. ἔοικε δὲ εἶναι ὁ μυγμὸς καὶ μωγμὸς ἀπήχημά τι τῶν ὑπνούντων. | |
Eum121 | Ὁ μὲν Ὀρέστης, φησίν, οἴχεται Ἀθήναζε πυθόμενος· αἱ δὲ Ἐριν‐ νύες μόναι καθεύδουσιν ὑπὸ πόνου ἴσως καὶ Ἀπόλλωνος, τοῦ τραγωιδο‐ ποιοῦ τοῦτο ἐπιτηδεύσαντος, ἵνα διὰ τούτου ἐμφανὲς γένηται τὸ ἄγριον αὐτῶν καὶ χαλεπόν. | |
Eum124 | Ὤζεις· ὥσπερ παρὰ τὸ αἲ αἰάζειν γίνεται, οὕτω καὶ παρὰ τὸ ὢ ὤζειν. τί δέ, φησί, τὸ σὸν ἔργον ἀνύει; | |
Eum127 | Κύριοι συνωμόται· συνωμοσίαν, φησί, ποιήσαντες κατεκοί‐ μισαν ὑμᾶς. | |
Eum131a | Ὀνειροπολοῦσαι διώκειν Ὀρέστην ἐοίκασιν. | |
Eum131b | κλαγγαίνεις] βοᾶις. | |
Eum135 | ἄλγησον] οὕτως ἄλγησον ὡς μαστιζόμενος. | |
Eum136 | ὡρ(αῖον). | |
Eum137 | Ἐπουρίσασα· ἐφορμήσασα τῶι Ὀρέστηι. τὸ δὲ ἀτμῶι κατ‐ ισχαίνουσα ἀντὶ τοῦ πυρετῶι αὐτὸν ἀναλίσκουσα, ὡς δοκεῖν ἀτμοὺς ἀνιέναι ἀπὸ τῆς γαστρὸς αὐτοῦ. | |
Eum140a | ἡμέτερον + ἔγειρ’ ἔγειρε· καὶ τὰ παρόντα εἴδη τοῦ χοροῦ | |
τοιαῦτά ἐστιν, οἷα πολλάκις εἴρηται. ἔχει γὰρ ἐν ἀρχῆι σύστημα ἐπι‐ φθεγματικὸν στίχων ἰαμβικῶν τριμέτρων γʹ, ἑξῆς δὲ κατὰ σχέσιν στρο‐ φὰς καὶ ἀντιστροφὰς γʹ ὧν τῆς μὲν πρώτης στροφῆς τὰ κῶλα ζʹ καὶ | 210 | |
5 | τὰ τῆς ἀντιστροφῆς τοσαῦτα, τῆς δευτέρας ὁμοίως ζʹ καὶ τὰ τῆς ἀντι‐ στροφῆς τοσαῦτα, τῆς δὲ τρίτης εʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· ἃ καὶ μετρήσεις τοῖς προτέροις ἑπόμενος. εἰσὶ δ’ ἐν τούτοις καὶ ἰαμ‐ βικοὶ τρίμετροι πολλοί. ἐπὶ ταῖς ἀποθέσεσι τῶν στροφῶν καὶ ἀντι‐ στροφῶν παράγραφος, ἐπὶ δὲ τῶι τέλει κορωνίς. | |
Eum140b | σύστημα ἐπιφθεγματικόν. | |
Eum143 | στροφὴ κώλων ζʹ. | |
Eum144 | ἴαμβος. | |
Eum145 | Ἐπάθομεν πάθος· κομματικῶς ἕκαστον ἰδίως προενεκτέον· αἱ γὰρ διακοπαὶ πρόσφοροι τοῖς πάθεσι τούτοις. | |
Eum147 | ἴαμβος. | |
Eum149 | ἀντιστροφὴ κώλων ζʹ. | |
Eum150a | ἴαμβος. | |
Eum150b | καθιππάσω] ἀντὶ τοῦ κατεπολέμησας. | |
Eum153a | ἴαμβος. | |
Eum153b | Συλληπτικῶς χρὴ λέγεσθαι τὸν μητραλοίαν. | |
Eum155a | στροφὴ ἑτέρα κώλων ζʹ. | |
Eum155b | ἴαμβος. | |
Eum156 | Οὕτως ἔτυψέ με, φησίν, ὥσπερ ἡνίοχος τύπτει τοὺς πώλους τῶι κέντρωι. | |
Eum159 | λοβόν] τὸ ἄκρον τοῦ ἥπατος. | |
Eum161 | τὸ πέρι] οὐ τὸ τυχὸν βαρύ, ἀλλὰ περισσόν. | |
Eum162a | ἀντιστροφὴ κώλων ζʹ. | |
Eum162b | ἴαμβος. | |
Eum163 | δίκας πλέον] ἤγουν ὑπὲρ τὸ δίκαιον. | |
Eum164 | Τὸν θρόνον, φησίν, οὗ ὁ Ὀρέστης καθῆστο, πάρεστιν ὁρᾶν φονο‐ λειβῆ ἀπὸ ποδῶν ἕως κεφαλῆς. τὸ δὲ γᾶς ὀμφαλὸν ἀντὶ τοῦ τὸν ἐν Πυθοῖ. διὰ τούτων δὲ ἀποσκευάζειν δοκοῦσι τῆς ἐπικουρίας τῶν θεῶν τὸν Ὀρέστην, ὥστε τὸν ὀμφαλὸν ἔχειν αἱμάτων ἄγος ἐπαίροντα. | |
Eum169a | στροφὴ ἑτέρα κώλων εʹ. | |
Eum169b | ἴαμβος. | 211 |
Eum169c | μάντι] ὦ. | |
Eum170 | αὐτὸς ἑαυτὸν καλέσας ἐπὶ τῶι μιᾶναι τὸν ναόν. | |
Eum171a | παρὰ νόμων] ἔξω τῶν. | |
Eum171b | τίων] τιμῶν. | |
Eum172 | ἡμᾶς δηλονότι ὅσον τὸ ἐπὶ σοὶ ἀναιρήσας καὶ φονεύσας. | |
Eum174a | ἀντιστροφὴ κώλων εʹ. | |
Eum174b | ἴαμβος. | |
Eum175 | ὑπαὶ] ὑπό. | |
Eum176a | Ἐναγής, φησίν, ὢν ἐν τῶι κάραι αὐτοῦ ἕτερον μιάστορα λήψεται, καὶ οἱ ἐξ αὐτοῦ δίκας ἡμῖν δώσουσιν. | |
Eum176b | ποτιτρόπαιος] προστρόπαιος, ἱκέτης. | |
Eum179 | ἡμέτερον + ἔξω κελεύω· αἱ συστηματικαὶ αὗται περίοδοι στί‐ χων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ξεʹ, ὧν τελευταῖος· αὐτοῦ φυλάσσων ἀναμένω τέλος δίκης. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῶι τέλει κορωνίς. | |
Eum180 | τὸ μὲν πρῶτον πρὸς πάσας ὁ λόγος, ἑξῆς δὲ πρὸς μίαν ἑκάστην ἀποδίδοται. | |
Eum181a | πτηνὸν] ταχύν. | |
Eum181b | Ἀργηστὴν ὄφιν· τραγικώτερον ὄφιν εἶπε τὸ βέλος διὰ τὸν ἰόν, πτηνὸν δὲ διὰ τὸ ἐπτερῶσθαι. | |
Eum181c | ἀργηστὴν] λευκόν. | |
Eum181d | ὄφιν] βέλος. | |
Eum183 | Μέλανα ἀφρὸν εἶπε τὸ αἷμα, οὐ δήπου τὸ ἔμφυτον αὐτῶν— ἀναίμονες γάρ εἰσιν οἱ θεοί—ἀλλὰ τὸ ἀπ’ ἀνθρώπων ἠθροισμένον· ἀφρὸν δὲ τὴν πῆξιν τοῦ αἵματος. | |
Eum188 | Χλοῦνιν λέγει τὴν ἀκμαίαν ἀποκοπὴν παρὰ τὴν χλόην· ἢ ἐπεὶ χλούνης ὁ σῦς, οἱ κάπροι δὲ εὐθὺς εὐνουχίζονται. | |
Eum191 | Τὸ ἑορτῆς εἰρωνικὸν ἀντὶ τοῦ διατριβῆς. | |
Eum192 | Πᾶς δ’ ὑφηγεῖται τρόπος· ἀντὶ τοῦ διὰ τῆς μορφῆς ὑμῶν ἡ κακία τῶν τρόπων ὑμῶν δείκνυται. | |
Eum199 | Οὐκ ἐπικοινωνῶν τῆι αἰτίαι, ἀλλὰ τοῦ παντὸς σὺ αἴτιος. | |
Eum205a | προστραπέσθαι] προσελθεῖν. | 212 |
Eum205b | ἐπέστελλον] ἐκέλευσα αὐτόν. | |
Eum206 | Τοῦτο κατὰ ἀκισμὸν εἴρηται, ὅ φασιν ἰδίωμα, τὰς διωκτρίας προπομποὺς εἰποῦσαι. ἀκίζειν γάρ φασι τὸ τὰς γυναῖκας ἰδιωμα‐ τεύεσθαι καὶ σεμνολογεῖν. | |
Eum207 | μολεῖν] ὑμᾶς. | |
Eum211 | Τί προστέταχθε ποιεῖν περὶ ἀνδροφόνου ἀνδρὸς γυναῖκα φο‐ νεύσαντος; | |
Eum212a | Ὁ τοῦ Ἀγαμέμνονος φόνος, φησίν, οὐκ ἔστιν αὐθέντης, ὅ ἐστι μιαρός. | |
Eum212b | αὐθέντης] μιαρός. | |
Eum217 | ὡρ(αῖον). | |
Eum223 | ἡσυχαιτέραν] δολιωτέραν. | |
Eum226 | τίδει] ποίει. | |
Eum229 | λέγηι] ὀνομάζηι. | |
Eum233 | ὡρ(αῖον). | |
Eum244a | ἡμέτερον + εἶεν· τόδ’ ἐστὶ τἀνδρός· καὶ τὰ παρόντα εἴδη τοῦ χοροῦ τοιαῦτά ἐστιν, οἷα πολλάκις εἴρηται· ἔχει γὰρ ἐν ἀρχῆι σύστημα ἐπιφθεγματικὸν στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ιʹ, ἑξῆς δὲ στροφὴν μονόστροφον κώλων κβʹ, ἃ καὶ μετρήσεις τοῖς | |
5 | προτέροις ἑπόμενος. ἐν οἷς εἰσι καὶ ἰαμβικοὶ τρίμετροι. ἐπὶ ταῖς ἀπο‐ θέσεσι παράγραφος, ἐπὶ δὲ τῶι τέλει κορωνίς. | |
Eum244b | σύστημα ἐπιφθεγματικὸν στίχων ιʹ. | |
Eum253 | προσγελᾶι] θέλγει, προσέρχεται. | |
Eum255 | στροφὴ κώλων κβʹ. | |
Eum258 | ἴαμβος. | |
Eum261 | ἴαμβος. | |
Eum264 | ἴαμβος. | |
Eum267 | ἴαμβος. | |
Eum268 | τίνηις] ἵνα. | |
Eum269a | ἴαμβος. | |
Eum269b | ἄλλον] εἰς. | |
Eum272-273 | ἴαμβοι βʹ. | |
Eum272 | ἔχοντ’ ἕκαστον] Ἰωνικόν. | 213 |
Eum273 | ὡρ(αῖον). | |
Eum275 | ἴαμβος. | |
Eum276 | ἡμέτερον + ἐγὼ διδαχθείς· αἱ συστηματικαὶ αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων λαʹ ὧν τελευταῖος· ὕμνων ἀκούσηι τῶνδε δεσμίων σέθεν. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῶι τέλει κορωνίς. | |
Eum286 | γνώ(μη). | |
Eum294 | ὀρθὸν ἢ κατηρεφῆ] καταβάλλει γὰρ ἢ ὀρθοῖ. | |
Eum300 | μὴ οὐ] συνίζησις. | |
Eum307a | στροφὴ καὶ ὠιδὴ κώλων ιεʹ. | |
Eum307b | + ἀναπαιστικὰ κῶλα ιεʹ, δίμετρα καὶ μονόμετρα. ἐπὶ τῶι τέ‐ λει κορωνίς. | |
Eum321a | στροφὴ κώλων ιαʹ. | |
Eum321b | ἡμέτερον + μᾶτερ ἅ μ’ ἔτικτες· τὰ παρόντα εἴδη κατὰ σχέσιν ἐστὶ καὶ ἐξ ὁμοίων ὡς εἴρηται. εἰσὶ δὲ τῆς μὲν στροφῆς τὰ κῶλα ιαʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. ἐπὶ τῶι τέλει τῆς μὲν στροφῆς παράγραφος, τῆς δὲ ἀντιστροφῆς κορωνίς. | |
Eum323 | λείπει βʹ. | |
Eum327 | ματρώιον] συνίζησις. | |
Eum329-330 | ὅρα. | |
Eum334 | ἀντιστροφὴ κώλων ιγʹ. | |
Eum336 | περισσὰ βʹ. | |
Eum341-342 | ὅρα ὅμοια. | |
Eum346a | στροφὴ κώλων εʹ. | |
Eum346b | ἡμέτερον + γινομέναισιν· τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖ‐ ται μεσωιδικά, ὡς εἴρηται· οὐκ εἰσὶ δὲ διόλου τοιαῦτα, ἀλλ’ ἐν τῆι πρώτηι μόνον στροφῆι ἔστι καὶ μεσωιδός, αἱ δὲ λοιπαὶ δύο ταῖς ἀντι‐ στροφαῖς εἰσι συνημμέναι. εἰσὶ γοῦν τῆς μὲν πρώτης στροφῆς τὰ κῶλα | |
5 | εʹ, τῆς μεσωιδοῦ ηʹ καὶ τὰ τῆς ἀντιστροφῆς αὖθις εʹ, τῆς δευτέρας στροφῆς κῶλα ηʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα, καὶ τῆς τρίτης ὁμοίως ηʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. ἐπὶ τῶι τέλει τῆς μὲν πρώτης στροφῆς παράγραφος καὶ διπλαῖ διὰ τὴν ἀνταπόδοσιν, τῶν δὲ λοιπῶν στροφῶν καὶ ἀντιστροφῶν παράγραφος. ἐπὶ δὲ τῶι τέλει | |
10 | κορωνὶς ἐξιόντος τοῦ χοροῦ. | |
Eum352 | μεσωιδὸς κώλων ηʹ. | 214 |
Eum360 | ἀντιστροφὴ κώλων εʹ. | |
Eum361 | θεῶν] συνίζησις. | |
Eum365a | στροφὴ ἑτέρα κώλων ηʹ. | |
Eum365b | οὐκ ὀρθά. | |
Eum366-371 | ὀρθά. | |
Eum372-375 | οὐκ ὀρθά. | |
Eum372 | ἀντιστροφὴ κώλων ηʹ. | |
Eum376-380 | ὀρθά. | |
Eum381 | στροφὴ ἑτέρα κώλων ηʹ. | |
Eum388 | ἴαμβος. | |
Eum389 | ἀντιστροφὴ κώλων ηʹ. | |
Eum396 | ἴαμβος. | |
Eum397 | ἡμέτερον + πρόσωθεν ἐξήκουσα· αἱ συστηματικαὶ αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ϙγʹ, ὧν τε‐ λευταῖος· ἥξω διαιρεῖν τοῦτο πρᾶγμ’ ἐτητύμως. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῶι τέλει κορωνίς. | |
Eum459 | νιν] αὐτόν. | |
Eum487 | τὰ βέλτατα] τὰ μέγιστα. | |
Eum490a | προωιδὸς κώλων ηʹ. | |
Eum490b | ἡμέτερον + νῦν καταστροφαί· τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται προωιδικά, ὡς εἴρηται. ἔχει δὲ τὰ παρόντα προωιδὸν καὶ στροφὰς τρεῖς καὶ ἀντιστροφὰς τοσαύτας. εἰσὶ δὲ τῆς μὲν προωιδοῦ τὰ κῶλα ηʹ, τῆς πρώτης στροφῆς ιβʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· | |
5 | ἧστινος δὴ στροφῆς μετὰ τὸ τέλος κῶλά ἐστι δύο, ἃ καλεῖται ἐφύμνιον ἢ μεσύμνιον, ὥς φασιν. τῆς δευτέρας στροφῆς τὰ κῶλα ιαʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα, τῆς δὲ τρίτης ηʹ καὶ τὰ τῆς ἀντιστροφῆς το‐ σαῦτα. ἐπὶ ταῖς ἀποθέσεσιν ἑκάστης στροφῆς καὶ ἀντιστροφῆς παρά‐ γραφος, ἐπὶ δὲ τῶι τέλει κορωνίς. | |
Eum499 | στροφὴ κώλων ιβʹ. | |
Eum502-505 | οὐκ ὀρθά. | |
Eum511 | + τὰ δύο ταῦτα κῶλα καλεῖται ἐφύμνιον ἢ μεσύμνιον. | |
Eum512-514 | ὀρθά. | |
Eum512 | ἀντιστροφὴ κώλων ιβʹ. | |
Eum513 | νεοπαθὴς] ἀντὶ μιᾶς. | 215 |
Eum515-518 | οὐκ ὀρθά. | |
Eum519-524 | ὀρθά. | |
Eum525 | στροφὴ ἑτέρα κώλων ιαʹ. | |
Eum529 | ὤπασεν] ἀντὶ μιᾶς. | |
Eum534 | δυσσεβίας] Ἰωνικόν. | |
Eum537 | ἀντιστροφὴ κώλων ιαʹ. | |
Eum539a | ση(μείωσαι). | |
Eum539b | αἴδεσαι] αἰδέσθητι. | |
Eum539c | νιν] αὐτόν. | |
Eum550 | στροφὴ ἑτέρα κώλων ηʹ. | |
Eum554 | ἴαμβος. | |
Eum558 | ἀντιστροφὴ κώλων ηʹ. | |
Eum560 | θερμῶι] ἤγουν θερμουργῶι. | |
Eum562 | ἴαμβος. | |
Eum565 | ἄϊστος] συνίζησις. | |
Eum566 | ἡμέτερον + κήρυσσε κῆρυξ· αἱ συστηματικαὶ αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ρμθʹ, ὧν τελευταῖος· σωτήριόν τε καὶ δορὸς νικηφόρον. ἐπὶ ταῖς ἀποθέσεσι παρά‐ γραφος, ἐπὶ δὲ τῶι τέλει κορωνίς. | |
Eum647 | ὡρ(αῖον). | |
Eum663 | ση(μείωσαι). | |
Eum685-686 | ση(μείωσαι). | |
Eum691 | μὴ ἀδικεῖν] συνίζησις. | |
Eum694 | ὡρ(αῖον). | |
Eum699 | ὡρ(αῖον). | |
Eum725 | ὡρ(αῖον). | |
Eum749 | μὴ ἀδικεῖν] συνίζησις. | |
Eum808a | στροφὴ κώλων ιϛʹ. | |
Eum808b | ἡμέτερα + ἰὼ θεοί· τὰ τοιαῦτα εἴδη καλεῖται ἑτερόστροφα, ὡς εἴρηται. εἰσὶ δὲ τῆς παρούσης στροφῆς τὰ κῶλα ιϛʹ, ὧν οἱ πρῶτοι γʹ ἰαμβικοὶ τρίμετροι στίχοι, τὰ δὲ λοιπὰ κῶλα διαφόρων μέτρων. ἐπὶ τῶι τέλει παράγραφος. | |
Eum824a | σύστημα στίχων ιγʹ. | |
Eum824b | + οὐκ ἔστ’ ἄτιμοι· σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς στί‐ | |
χων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ιγʹ. ἐπὶ τῶι τέλει παράγραφος. | 216 | |
Eum837a | στροφὴ ἑτέρα κώλων ιαʹ. | |
Eum837b | ἡμέτερα + ἐμὲ παθεῖν τάδε· στροφὴ ἑτέρα κώλων ιαʹ, ἃ καὶ μετρήσεις τοῖς προτέροις ἑπόμενος. ἐπὶ τῶι τέλει παράγραφος καὶ διπλαῖ διὰ τὴν ἀνταπόδοσιν. | |
Eum848a | σύστημα ἕτερον στίχων κβʹ. | |
Eum848b | + ὀργὰς ξυνοίσω σοι· σύστημα ἕτερον κατὰ περικοπὴν ἀνομοιομερὲς στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων κβʹ. ἐπὶ τῶι τέλει παράγραφος. | |
Eum861 | ση(μείωσαι). | |
Eum866 | ὡρ(αῖον). | |
Eum870a | ἀντιστροφὴ κώλων ιαʹ. | |
Eum870b | ἡμέτερα + ἐμὲ παθεῖν τάδε· ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς, τὰ αὐτὰ γὰρ ἔχει κῶλα καὶ τοσαῦτα. ἐπὶ τῶι τέλει δύο διπλαῖ συνήθως. | |
Eum881a | σύστημα στίχων ιαʹ. | |
Eum881b | + οὔτοι καλοῦμαι· σύστημα ἕτερον κατὰ περικοπὴν ἀν‐ ομοιομερὲς στίχων ἰαμβικῶν τριμέτρων ιαʹ. ἐπὶ τῶι τέλει παράγραφος. καὶ οἱ ἑξῆς στίχοι ὅμοιοι εἰσὶν ἰαμβικοὶ τρίμετροι κδʹ. ἐπὶ ταῖς ἀπο‐ θέσεσι παράγραφος, ἐπὶ δὲ τῶι τέλει κορωνίς. | |
Eum916a | στροφὴ κώλων ιαʹ. | |
Eum916b | ἡμέτερα + δέξομαι Παλλάδος· τὰ τοιαῦτα εἴδη καλεῖται, ὡς εἴρηται, ἀλλοιόστροφα. εἰσὶ δὲ τῆς παρούσης στροφῆς τὰ κῶλα ιαʹ τὰ πλείω τροχαϊκά, εἰ βούλει. ἐπὶ τῶι τέλει παράγραφος καὶ διπλαῖ διὰ τὴν ἀνταπόδοσιν. | |
Eum924 | ἐξαμυρόσαι] ἀντὶ μιᾶς. | |
Eum927a | σύστημα κώλων ιαʹ. | |
Eum927b | + ἀναπαιστικὰ κῶλα ιαʹ, εἶτα παράγραφος. | |
Eum938a | ἀντιστροφὴ κώλων ιαʹ. | |
Eum938b | + δενδροπήμων· ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς, ἧς ἡ ἀρχὴ δέξομαι. κώλων γάρ ἐστι καὶ αὕτη ιαʹ. ἐπὶ τῶι τέλει παρά‐ γραφος μόνη. | |
Eum949a | σύστημα ἕτερον κώλων ζʹ. | |
Eum949b | + ἀναπαιστικὰ κῶλα ζʹ, εἶτα παράγραφος. | |
Eum956a | στροφὴ ἑτέρα κώλων ιβʹ. | 217 |
Eum956b | ἡμέτερα + ἀνδροκμήτας· στροφὴ ἑτέρα κώλων χοριαμβικῶν ιβʹ. ἐπὶ τῶι τέλει παράγραφος καὶ διπλαῖ συνήθως διὰ τὴν ἀντ‐ απόδοσιν. | |
Eum957 | νεανίδων] ἀντὶ μιᾶς. | |
Eum968a | σύστημα ἕτερον κώλων ηʹ. | |
Eum968b | + ἀναπαιστικὰ κῶλα ηʹ, εἶτα παράγραφος. | |
Eum976a | ἀντιστροφὴ κώλων ιβʹ. | |
Eum976b | + τάνδ’ ἄπληστον· ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στρο‐ φῆς ἧς ἡ ἀρχὴ ἀνδροκμήτας. κώλων γάρ ἐστι καὶ αὕτη ιβʹ. ἐπὶ τῶι τέλει παράγραφος μόνη. | |
Eum988a | σύστημα ἕτερον κώλων ηʹ. | |
Eum988b | + ἀναπαιστικὰ κῶλα ηʹ, εἶτα παράγραφος. | |
Eum996a | στροφὴ ἑτέρα κώλων ζʹ. | |
Eum996b | ἡμέτερα + χαίρετε· στροφὴ ἑτέρα κώλων ζʹ, ὧν τὰ πλείω, εἰ βούλει, τροχαϊκά. ἐπὶ τῶι τέλει παράγραφος καὶ διπλαῖ συνήθως. | |
Eum1003a | σύστημα ἕτερον κώλων ιαʹ. | |
Eum1003b | + ἀναπαιστικὰ κῶλα ιαʹ, εἶτα παράγραφος. | |
Eum1014a | ἀντιστροφὴ κώλων ζʹ. | |
Eum1014b | ἡμέτερα + χαίρετε· ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στρο‐ φῆς ἧς ἡ ἀρχὴ ἡ αὐτή. κώλων γάρ ἐστι καὶ αὕτη ζʹ. ἐπὶ τῶι τέλει δύο διπλαῖ δηλοῦσαι ὅτι τέλος ἔσχε τὰ ἀνταποδιδόμενα. | |
Eum1021a | σύστημα ἕτερον στίχων ιαʹ. | |
Eum1021b | + αἰνῶ δὲ μύθους· σύστημα ἕτερον ἐν ἐκθέσει στίχων ἰαμ‐ βικῶν τριμέτρων ἀκαταλήκτων ιαʹ. ἐπὶ τῶι τέλει παράγραφος. | |
Eum1030 | εὔφρων] εὐφραντική. | |
Eum1032a | ὠιδὴ καὶ στροφὴ κώλων ιϛʹ. | |
Eum1032b | ἡμέτερον + βᾶτ’ ἐν δόμωι· ἡ ὠιδὴ καὶ στροφὴ αὕτη ἡ ἐν ἐκθέσει τοῦ δράματος κώλων ἐστὶ χοριαμβικῶν καὶ ἀλλοίων ιϛʹ, ἃ καὶ μετρήσεις τοῖς προτέροις ἑπόμενος. ἐπὶ τῶι τέλει κορωνὶς μόνη ἡ | |
τὸ δρᾶμα ἐπισφραγίζουσα. | 218 |