TLG 5010 002 :: SCHOLIA IN AESCHYLUM :: Scholia prototricliniana in Aeschylum (scholia recentiora) SCHOLIA IN AESCHYLUM Schol. Scholia prototricliniana in Aeschylum (scholia recentiora)
Citation: Play — scholion — (line) | ||
Agt | SCHOLIA PROTO—TRICLINIANA IN AGAMEMNONEM | |
Ag1 | + ἡ εἴσθεσις τοῦ παρόντος δράματος ἐκ μονοστροφικῆς ἐστι περιόδου. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ληʹ ὧν τελευταῖος· μαθοῦσιν αὐδῶ κοὐ μαθοῦσι λήθομαι. μετὰ δὲ τὸν κδʹ κῶλον ἰαμβικὸν δίμετρον ἀκατάληκτον. | |
Ag39 | στίχοι ληʹ. | |
Ag40 | + δέκατον μὲν ἔτος· ὁ παρὼν χορὸς συνέστηκεν ἐκ κώλων σλβʹ ὧν τὰ μὲν ξδʹ ἀναπαιστικὰ δίμετρα ἀκατάληκτα καὶ καταληκτικά, ἤτοι ἑφθημιμερῆ καὶ μονόμετρα. ἑξῆς δὲ μεταβὰς εἰς ἑτέραν ὑπό‐ θεσιν καὶ τὸ μέτρον ἐνήλλαξεν. καί εἰσι τὰ ἑξῆς κῶλα ἀναπαιστικὰ | |
5 | πενθημιμερῆ καὶ ἑφθημιμερῆ καὶ δίμετρα ἀκατάληκτά τινα καὶ μονό‐ μετρα ξδʹ. ἑξῆς δὲ εἰς ἑτέραν ὑπόθεσιν μεταβὰς καὶ ἑτέρωι μέτρωι ἐχρήσατο. καί εἰσι τὰ ἑξῆς κῶλα χοριαμβικὰ δίμετρα καταληκτικά, ἤτοι ἑφθημιμερῆ καὶ ἀκατάληκτα καὶ ἡμιόλια καὶ πενθημιμερῆ καὶ τρίμετρα βραχυκατάληκτα καὶ καταληκτικὰ ρδʹ ὧν τελευταῖον· γαίας | |
---|---|---|
10 | μονόφρουρον ἕρκος. | |
Ag41 | μονόμετρον. | |
Ag46 | μονόμετρον. | |
Ag51 | μονόμετρον. | |
Ag53 | μονόμετρον. | |
Ag120 | ἰαμβικὸν δίμετρον. | |
Ag138 | δίμετρον ἰαμβικόν. | |
Ag258 | + εἴσθεσις διπλῆς ἀμοιβαίας συνεχοῦς καὶ μονοστροφικῆς. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ϙζʹ, ὧν τελευταῖος· χάρις γὰρ οὐκ ἄτιμος εἴργασται πόνων. | |
Ag315 | τοιοῦτον] κοινή. | 84 |
Ag355 | + ὦ Ζεῦ βασιλεῦ· ὁ παρὼν χορὸς συνέστηκεν ἐκ κώλων ρλϛʹ, ὧν τὰ πρῶτα ιβʹ ἀναπαιστικὰ δίμετρα ἀκατάληκτα καὶ καταληκτικά, ἤτοι ἑφθημιμερῆ καὶ μονόμετρα. τὰ δὲ ἑξῆς ρκαʹ χοριαμβικὰ δίμετρα ἀκατάληκτα καὶ καταληκτικά, ἤτοι ἑφθημιμερῆ καὶ πενθημιμερῆ καὶ | |
5 | ἡμιόλια καὶ τρίμετρα βραχυκατάληκτα καὶ καταληκτικά, ὧν τελευ‐ ταῖον· γυναικογήρυτον ὄλλυται κλέος. | |
Ag375 | πνεόντων] συνίζησις. | |
Ag376 | φλεόντων] συνίζησις. | |
Ag489 | + εἴσθεσις διπλῆς μονοστροφικῆς καὶ συνεχοῦς. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ρϙβʹ, ὧν τελευταῖος· τοσαῦτ’ ἀκούσας ἴσθι τἀληθῆ κλύειν. | |
Ag593 | τοιοῦτος] κοινή. | |
Ag681 | + ὁ παρὼν χορὸς συνέστηκεν ἐκ κώλων ρκζʹ, ὧν τὰ μὲν ρʹ εἰσὶ χοριαμβικὰ δίμετρα ἀκατάληκτα καὶ καταληκτικά, ἤτοι ἑφθημιμερῆ 〈καὶ〉 πενθημιμερῆ καὶ ἡμιόλια καὶ τρίμετρα βραχυκατάληκτα καὶ καταληκτικά. ἑξῆς δὲ μεταβὰς εἰς ἑτέραν ὑπόθεσιν καὶ τὸ μέτρον | |
5 | ἐνήλλαξε. καί εἰσι τὰ ἑξῆς κῶλα ἀναπαιστικὰ δίμετρα ἀκατάληκτα καὶ καταληκτικά, ἤτοι ἑφθημιμερῆ καὶ μονόμετρα κζʹ, ὧν τελευ‐ ταῖον· πόλιν οἰκουροῦντα πολιτῶν. | |
Ag781 | κῶλα ρʹ. | |
Ag782 | + ἀναπαιστικὰ κῶλα κζʹ. | |
Ag810 | + εἴσθεσις διπλῆς μονοστροφικῆς τε καὶ συνεχοῦς. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ρξεʹ, ὧν τελευταῖος· μέλοι δέ σοι τοι τῶνπερ ἂν μέλληις τελεῖν. | |
Ag975 | + ὁ παρὼν χορὸς συνίσταται ἐκ κώλων χοριαμβικῶν ξʹ, ὧν τὰ μέν ἐστι δίμετρα ἀκατάληκτα, τὰ δὲ καταληκτικά, ἤτοι ἑφθημιμερῆ, τὰ δὲ πενθημιμερῆ καὶ ἡμιόλια καὶ τρίμετρα βραχυκατάληκτα, ὧν τελευταῖον· ζωπυρουμένας φρενός. | |
Ag1035 | + εἴσθεσις διπλῆς. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκα‐ τάληκτοι λζʹ, ὧν τελευταῖος· ἑκοῦς’ ἀνάγκηι τῆιδε καίνισον ζυγόν. | |
Ag1071 | στίχοι λζʹ. | |
Ag1072 | + ὀτοτοτοῖ· εἴσθεσις διπλῆς ἀμοιβαίας τὰς περιόδους 〈μονο‐ | |
στροφικὰσ〉 καὶ συνεχεῖς ἔχουσα. εἰσὶ δὲ οἱ μὲν τοῦ χοροῦ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι, τὰ δὲ τοῦ ἑτέρου προσώπου κῶλα ἀντισπαστικά. ἔοικε δὲ ταῦτα στροφῆι καὶ ἀντιστροφῆι, καί εἰσι τῆς | 85 | |
5 | μὲν στροφῆς κῶλα βʹ, ὧν τὸ αʹ ἡμιόλιον, τὸ δὲ βʹ πενθημιμερές. ὁμοίως καὶ τῆς ἀντιστροφῆς· τὰ αὐτὰ γάρ εἰσι κῶλα. ἔχουσι δὲ καὶ τοὺς πόδας πεντασυλλάβους. | |
Ag1074-1075 | ἴαμβοι βʹ. | |
Ag1075 | τοιοῦτος] κοινή. | |
Ag1078-1079 | ἴαμβοι βʹ. | |
Ag1080 | + ἑτέρα στροφὴ ἔχουσα κῶλα γʹ, ὧν τὸ αʹ πενθημιμερές, τὸ βʹ δίμετρον ἀκατάληκτον, τὸ δὲ γʹ ἰαμβικὸς στίχος τρίμετρος ἀκατά‐ ληκτος. | |
Ag1083-1084 | ἴαμβοι βʹ. | |
Ag1085 | + ἀντιστροφὴ ἔχουσα κῶλα γʹ ὅμοια τοῖς τῆς στροφῆς. | |
Ag1088-1089 | ἴαμβοι βʹ. | |
Ag1090 | + ἑτέρα στροφὴ ἔχουσα κῶλα γʹ, ὧν τὸ αʹ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον, τὸ βʹ δίμετρον ἀκατάληκτον· ἔχουσι δὲ πεντασυλλάβους πόδας. τὸ δὲ γʹ ἰαμβικὸς τρίμετρος ἀκατάληκτος. | |
Ag1093-1094 | ἴαμβοι βʹ. | |
Ag1095 | + ἀντιστροφὴ ἑτέρα ἔχουσα κῶλα γʹ ὅμοια τοῖς τῆς στροφῆς. | |
Ag1098-1099 | ἴαμβοι βʹ. | |
Ag1100 | + ἑτέρα στροφὴ ἔχουσα κῶλα εʹ, ὧν τὸ πρῶτον ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον, τὸ βʹ δίμετρον καταληκτικόν, ἤτοι ἑφθ‐ ημιμερές, τὸ γʹ ἰαμβικὸς τρίμετρος ἀκατάληκτος, τὸ δʹ ἀντισπαστικὸν τρίμετρον καταληκτικόν, τὸ δὲ εʹ πενθημιμερές. ἔχουσι δὲ τοὺς πόδας | |
5 | πεντασυλλάβους. | |
Ag1105-1106 | ἴαμβοι βʹ. | |
Ag1107 | + ἑτέρα ἀντιστροφὴ ἔχουσα κῶλα εʹ ὅμοια τοῖς τῆς στροφῆς. | |
Ag1112-1113 | ἴαμβοι βʹ. | |
Ag1114 | + ἐντεῦθεν ἑτέρως ἐσχημάτισε τὸ μέτρον καὶ προέθηκε τῆς στροφῆς κῶλόν τι τὸ ἒ ἔ. τὰ δὲ ἑξῆς κῶλά εἰσι εʹ, ὧν τὸ αʹ ἀντισπα‐ στικὸν δίμετρον ὑπερκατάληκτον, τὸ βʹ δίμετρον καταληκτικόν, ἤτοι ἑφθημιμερές, τὸ γʹ ἰαμβικὸν τρίμετρον, τὸ δʹ ὅμοιον τῶι αʹ, τὸ δὲ εʹ | |
5 | τρίμετρον καταληκτικὸν ἀντισπαστικὸν καὶ αὐτό. ἔχουσι δὲ καὶ πεντασυλλάβους πόδας. | |
Ag1119 | + ἡ στροφὴ αὕτη τοῦ χοροῦ κώλων ἐστὶν ϛʹ, ὧν οἱ πρῶτοι βʹ | |
ἰαμβικοὶ τρίμετροι, τὸ γʹ καὶ δʹ ἀντισπαστικὸν τρίμετρον καταληκτι‐ κόν, τὸ εʹ δίμετρον ὑπερκατάληκτον, τὸ δὲ ϛʹ ἑφθημιμερές. ἔχουσι δὲ καὶ πεντασυλλάβους πόδας. | 86 | |
Ag1125 | + ἀντιστροφή ἐστιν αὕτη τῆς ῥηθείσης στροφῆς καὶ ἔχει κῶλα ἰσόμετρα ἐκείνηι εʹ. | |
Ag1130 | + τῆς τοῦ χοροῦ στροφῆς αὕτη ἐστὶν ἀντιστροφὴ ἔχουσα κῶλα ὅμοια ϛʹ. | |
Ag1136 | + στροφὴ ἑτέρα κώλων εʹ, ὧν τὸ αʹ μονόμετρον, τὸ βʹ δίμετρον ὑπερκατάληκτον ἀντισπαστικόν, τὸ γʹ τρίμετρον καταληκτικὸν ὅμοιον, τὸ δʹ ἰαμβικὸν τρίμετρον, τὸ εʹ ὅμοιον τῶι γʹ. | |
Ag1140 | + ἑτέρα στροφὴ τοῦ χοροῦ κώλων ϛʹ ἀντισπαστικῶν, ὧν τὸ αʹ τρίμετρον βραχυκατάληκτον, τὸ βʹ πενθημιμερές, τὸ γʹ δίμετρον ἀκατάληκτον, τὸ δʹ τρίμετρον καταληκτικόν, τὸ εʹ ὅμοιον τῶι αʹ, τὸ ϛʹ ὅμοιον τῶι βʹ. | |
Ag1146 | + ἀντιστροφὴ τῆς ἄνω στροφῆς κώλων ὁμοίων εʹ. | |
Ag1150 | + ἀντιστροφὴ ἑτέρα τῆς τοῦ χοροῦ στροφῆς κώλων ὁμοίων ϛʹ. | |
Ag1156 | + ἑτέρα στροφὴ κώλων ϛʹ ἀντισπαστικῶν, ὧν τὸ αʹ καὶ βʹ τρίμετρον ἀκατάληκτον, τὸ γʹ τρίμετρον βραχυκατάληκτον, τὸ δʹ πενθημιμερές, τὸ εʹ καὶ ϛʹ ὅμοια τῶι αʹ. | |
Ag1162 | + ἑτέρα στροφὴ τοῦ χοροῦ κώλων εʹ ἀντισπαστικῶν, ὧν τὸ αʹ δίμετρον ὑπερκατάληκτον, τὸ βʹ ἑφθημιμερές, τὸ γʹ τρίμετρον κατα‐ ληκτικόν, τὸ δʹ ὅμοιον, τὸ εʹ πενθημιμερές. | |
Ag1165 | θρεομένας] συνίζησις. | |
Ag1167 | + ἀντιστροφὴ τῆς ἄνω στροφῆς κώλων ὁμοίων ϛʹ. | |
Ag1173 | + ἀντιστροφὴ τοῦ χοροῦ κώλων ὁμοίων εʹ. | |
Ag1178 | + εἴσθεσις διπλῆς μονοστροφικῆς καὶ συνεχοῦς. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ρμθʹ, ὧν τελευταῖος· καὶ ταῦτ’ ἐκείνων μᾶλλον οἰκτείρω πολύ. μετὰ δὲ τὸν λϛʹ κῶλον ἰαμβικὸν δίμετρον ἀκατάληκτον, μετὰ δὲ τὸν ρκζʹ κῶλον ὅμοιον μονόμετρον | |
5 | βραχυκατάληκτον, μετὰ δὲ τὸν ρλδʹ κῶλον ὅμοιον μονόμετρον ἀκα‐ τάληκτον. | |
Ag1256 | οἷον] κοινή. | |
Ag1330 | στίχοι ρμθʹ. | |
Ag1331 | + εἴσθεσις χοροῦ ἐπωιδικὴ διὰ τὸ μετὰ τὴν διπλῆν κεῖσθαι. τὰ δὲ κῶλά εἰσιν ἀναπαιστικὰ ιβʹ ὧν τὸ ϛʹ μονόμετρον, τὰ δὲ λοιπὰ δί‐ | |
μετρα ἀκατάληκτα καὶ καταληκτικά, ἤτοι ἑφθημιμερῆ. | 87 | |
Ag1342 | κῶλα ιβʹ. | |
Ag1343 | + εἴσθεσις διπλῆς ἀμοιβαίας καὶ μονοστροφικῆς. οἱ δὲ στίχοι εἰσὶν ξδʹ, ὧν ὁ βʹ καὶ δʹ καὶ εʹ τροχαϊκοὶ τετράμετροι καταληκτικοί. οἱ δὲ λοιποὶ ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι, ὧν τελευταῖος· ἔργον δικαίας τέκτονος τάδ’ ὧδ’ ἔχει. | |
Ag1352 | τοιούτου] κοινή. | |
Ag1360 | τοιοῦτος] κοινή. | |
Ag1406 | στίχοι ξδʹ. | |
Ag1407 | + στροφὴ χοροῦ ἐκ κώλων ἀντισπαστικῶν εʹ, ὧν τὸ αʹ δίμε‐ τρον ὑπερκατάληκτον, τὸ βʹ τρίμετρον βραχυκατάληκτον, τὸ γʹ τρί‐ μετρον καταληκτικόν, τὸ δʹ ὅμοιον, τὸ εʹ ὅμοιον. | |
Ag1412 | + ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι στίχοι ιδʹ. | |
Ag1425 | στίχοι ιδʹ. | |
Ag1426 | + ἀντιστροφὴ ἔχουσα κῶλα εʹ ὅμοια τοῖς τῆς στροφῆς ἀντι‐ σπαστικοῖς. | |
Ag1431 | + ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι στίχοι ιζʹ. | |
Ag1447 | στίχοι ιζʹ. | |
Ag1448 | + εἴσθεσις διπλῆς μονοστρόφους ἔχουσα τὰς περιόδους· οὐ γὰρ ἔχει ἀντιστροφάς. καί εἰσι τοῦ μὲν χοροῦ τὰ κῶλα χοριαμβικά, τοῦ δὲ ἑτέρου προσώπου ἀναπαιστικά. εἰσὶ δὲ τῆς παρούσης στροφῆς κῶλα χοριαμβικὰ ιδʹ δίμετρα καὶ τρίμετρα καταληκτικὰ καὶ βραχυ‐ | |
5 | κατάληκτα καὶ ἀκατάληκτα. μετὰ δὲ τὸ ζʹ κῶλον κώλου τμῆμα τὸ ἰώ. | |
Ag1461 | κῶλα ιδʹ. | |
Ag1462 | + ἀναπαιστικὰ κῶλα ϛʹ, ὧν τὸ βʹ μὲν μονόμετρον, τὰ δὲ λοιπὰ δίμετρα ἀκατάληκτα, τὸ δὲ ϛʹ ἑφθημιμερές. | |
Ag1463 | μονόμετρον. | |
Ag1468 | + στροφὴ ἑτέρα κώλων χοριαμβικῶν δʹ. εἰσὶ δὲ τὰ μὲν δίμετρα, τὰ δὲ τρίμετρα καταληκτικὰ καὶ βραχυκατάληκτα καὶ ἀκατάληκτα. | |
Ag1475 | + ἀναπαιστικὰ ὅμοια τοῖς προρρηθεῖσιν ἕξ. | |
Ag1481 | + ἑτέρα στροφὴ κώλων χοριαμβικῶν ιεʹ. εἰσὶ δὲ τὰ μὲν δί‐ μετρα, τὰ δὲ τρίμετρα καταληκτικὰ καὶ βραχυκατάληκτα καὶ ἀκατά‐ ληκτα, τὰ δὲ ἡμιόλια. μετὰ δὲ τὸ ηʹ καὶ τὸ ιβʹ κώλων τμήματα. | |
Ag1497 | + ἀναπαιστικὰ κῶλα ηʹ ὧν τὸ βʹ καὶ τὸ ζʹ μονόμετρα, τὰ δὲ | |
λοιπὰ δίμετρα ἀκατάληκτα, τὸ δὲ ηʹ ἑφθημιμερές. | 88 | |
Ag1505 | + στροφὴ ἑτέρα κώλων ὁμοίων τοῖς ῥηθεῖσιν χοριαμβικῶν ηʹ. | |
Ag1513 | + ἀναπαιστικὰ κῶλα ζʹ, ὧν τὸ βʹ μὲν καὶ τὸ ζʹ ἑφθημιμερῆ, τὰ δὲ λοιπὰ δίμετρα ἀκατάληκτα, ὧν προτίθεται κῶλον ἰαμβικὸν μονόμετρον βραχυκατάληκτον. | |
Ag1521 | + ἀναπαιστικὰ κῶλα θʹ, ὧν τὸ βʹ μὲν μονόμετρον, τὰ δὲ λοιπὰ δίμετρα ἀκατάληκτα, τὸ δὲ θʹ ἑφθημιμερές. | |
Ag1530 | + στροφὴ ἑτέρα κώλων ὁμοίων τοῖς ῥηθεῖσι χοριαμβικῶν ζʹ. | |
Ag1538 | + ἀναπαιστικὰ κῶλα ιʹ, ὧν τὸ αʹ, τὸ γʹ, τὸ ϛʹ καὶ τὸ θʹ μονό‐ μετρα, τὰ δὲ λοιπὰ δίμετρα ἀκατάληκτα, τὸ δὲ ιʹ ἑφθημιμερές. | |
Ag1547 | + χοριαμβικὰ κῶλα ὅμοια τοῖς ῥηθεῖσι δʹ. | |
Ag1551 | + ἀναπαιστικὰ κῶλα θʹ, ὧν τὸ γʹ, τὸ ϛʹ καὶ τὸ ηʹ μονόμετρα, τὰ δὲ λοιπὰ δίμετρα ἀκατάληκτα, τὸ δὲ θʹ ἑφθημιμερές. | |
Ag1560 | + ἑτέρα στροφὴ κώλων ὁμοίων τοῖς ῥηθεῖσι ζʹ. ἔοικε δὲ ἀντι‐ στροφὴ εἶναι τῆς στροφῆς ἧς ἡ ἀρχὴ ἀμηχανῶ· ὅμοια γὰρ ἔχει τὰ κῶλα. | |
Ag1567 | + ἀναπαιστικὰ κῶλα ιʹ, ὧν τὸ βʹ μονόμετρον, τὰ δὲ λοιπὰ δί‐ μετρα ἀκατάληκτα, τὸ δὲ ιʹ ἑφθημιμερές. | |
Ag1568 | μονόμετρον. | |
Ag1577 | + εἴσθεσις διπλῆς μονοστροφικῆς καὶ συνεχοῦς. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι οβʹ, ὧν τελευταῖος· ἀμφοῖν γένηται τοῖνδε παγκρατὴς φονεύς. | |
Ag1648 | στίχοι οβʹ. | |
Ag1649 | + εἴσθεσις διπλῆς συνεχοῦς ἐν ἐκθέσει τοῦ δράματος. οἱ δὲ στίχοι εἰσὶ τροχαϊκοὶ κεʹ, ὧν οἱ κγʹ τετράμετροι καταληκτικοί. οἱ δὲ | |
ἐν τῶι τέλει βʹ τρίμετροι ὑπερκατάληκτοι. | 89 | |
Eumt | SCHOLIA PROTO—TRICLINIANA IN EVMENIDES | |
Eum1 | + ἡ εἴσθεσις τοῦ παρόντος δράματος ἐκ μονοστροφικῆς ἐστι περι‐ όδου, καὶ ἑξῆς ἐκ συνεχοῦς διπλῆς. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ρλγʹ. μετὰ δὲ τὸν ριϛʹ, τὸν ριηʹ, τὸν ρκʹ, τὸν ρκβʹ κώλου τμήματα δʹ, ἃ μονόμετρά ἐστι βραχυκατάληκτα. μετὰ δὲ τὸν ρκδʹ | |
5 | ἕτερα βʹ κῶλα, ὧν τὸ ἓν δίμετρον βραχυκατάληκτον, τὸ δὲ ἕτερον ἑφθημιμερὲς ἐκ τριβραχέων. εἰ δὲ τροχαϊκὰ τὰ κῶλα ταῦτα εἴποις, οὐκ ἂν ἁμάρτοις. ὁ δὲ τελευταῖος· ἕπου μάραινε δευτέροις διώγ‐ μασιν. | |
Eum85 | μὴ ἀδικεῖν] συνίζησις. | |
Eum86 | μὴ ἀμελεῖν] συνίζησις. | |
Eum140 | στίχοι ρλγʹ. | |
Eum141 | + ὁ παρὼν χορὸς συνέστηκεν ἐκ στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων σποράδην κειμένων ιαʹ, κώλων δὲ ἀντισπαστικῶν μο‐ νομέτρων καὶ διμέτρων καὶ τριμέτρων καταληκτικῶν 〈καὶ〉 ἀκαταλή‐ κτων καὶ βραχυκαταλήκτων κθʹ, ὧν τελευταῖον· μιάστορ’ ἐκείνου | |
5 | πάσσεται. | |
Eum178 | στίχοι καὶ κῶλα μʹ. | |
Eum179 | + εἴσθεσις διπλῆς· οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκα‐ τάληκτοι ξεʹ ὧν τελευταῖος· αὐτοῦ φυλάσσων ἀναμένω τέλος δίκης. | |
Eum194 | τοιαύτας] κοινή. | |
Eum197 | τοιαύτης] κοινή. | |
Eum243 | στίχοι ξεʹ. | |
Eum244 | + εἶεν· τόδ’ ἐστί· ὁ παρὼν χορὸς συνέστηκεν ἐκ στίχων καὶ | |
κώλων λβʹ, ὧν οἱ μέν εἰσιν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι στίχοι ιηʹ, τὰ δὲ κῶλα ἀντισπαστικὰ ιδʹ ἡμιόλια καὶ πενθημιμερῆ καὶ δίμετρα καταληκτικὰ καὶ ἀκατάληκτα καὶ τρίμετρα βραχυκατάληκτα καὶ | 90 | |
5 | καταληκτικά. | |
Eum275 | στίχοι καὶ κῶλα λβʹ. | |
Eum276 | + εἴσθεσις διπλῆς μερικῆς δύο περιόδων. οἱ δὲ στίχοι εἰσὶν ἰαμ‐ βικοὶ τρίμετροι ἀκατάληκτοι λαʹ, ὧν τελευταῖος· ὕμνον ἀκούσηι τόνδε δέσμιον σέθεν. | |
Eum300 | μὴ οὐ] συνίζησις. | |
Eum306 | στίχοι λαʹ. | |
Eum307 | + ἄγε δή· ὁ παρὼν χορὸς συνέστηκεν ἐκ κώλων ἀναπαιστικῶν ιεʹ, ὧν τὰ μέν ἐστι δίμετρα ἀκατάληκτα, τὰ δὲ καταληκτικά, ἤτοι ἑφθημιμερῆ, τὰ δὲ πενθημιμερῆ, τὰ δὲ μονόμετρα. | |
Eum320 | κῶλα ιεʹ. | |
Eum321 | + ἡ μονοστροφικὴ αὕτη περίοδος κώλων ἐστὶ χοριαμβικῶν κδʹ, ὧν τὰ μέν ἐστιν ἡμιόλια, τὰ δὲ δίμετρα καταληκτικὰ καὶ ἀκατάληκτα, τὰ δὲ τρίμετρα, ὧν τελευταῖον· μικτὸς αὔονα βροτοῖς. | |
Eum346 | κῶλα κδʹ. | |
Eum349 | + ὁ παρὼν χορὸς συνέστηκεν ἐκ κώλων χοριαμβικῶν νβʹ, ὧν τὰ μέν εἰσιν ἡμιόλια, τὰ δὲ δίμετρα καταληκτικὰ καὶ ἀκατάληκτα, τὰ δὲ τρίμετρα καταληκτικὰ καὶ βραχυκατάληκτα καὶ ἀκατάληκτα, ὧν τελευταῖον· τάξιν γ’ ἔχουσα καὶ δυσήλιον κνέφας, ὃς | |
5 | μόνος ἰαμβικός ἐστι τρίμετρος. | |
Eum349bis | ἐνταῦθα χρή, οἶμαι, εἶναι τὸ πρόσωπον. | |
Eum352 | ἐνταῦθα εἶχε πρόσωπον χοροῦ· οἶμαι δὲ οὐ καλῶς εἶχεν. | |
Eum372 | + καὶ ἐνταῦθα εἶχε 〈πρόσωπον〉 Ὀρέ(στου)· καὶ τοῦτο οὐ καλῶς. | |
Eum396 | κῶλα νβʹ. | |
Eum397 | + εἴσθεσις διπλῆς μονοστροφικῆς συνεχοῦς. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ϙγʹ, ὧν τελευταῖος· ἥξω διαιρεῖν πρᾶγμα τοῦτ’ ἐτητύμως. | |
Eum424 | τοιαύτας] κοινή. | |
Eum488 | στίχοι ϙγʹ. | |
Eum490 | + νῦν καταστροφαί· ὁ παρὼν χορὸς συνέστηκεν ἐκ κώλων | |
χοριαμβικῶν οβʹ, ὧν τὰ μέν ἐστιν ἡμιόλια, τὰ δὲ δίμετρα καταληκτικὰ καὶ ἀκατάληκτα καὶ βραχυκατάληκτα, τὰ δὲ τρίμετρα καταληκτικὰ καὶ ἀκατάληκτα καὶ βραχυκατάληκτα, ὧν τελευταῖον· ὤλετ’ ἄκλαυ‐ | 91 | |
5 | στος ἄιστος. | |
Eum565 | κῶλα οβʹ. | |
Eum566 | + εἴσθεσις διπλῆς καθόλου. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρί‐ μετροι ἀκατάληκτοι ρμθʹ, ὧν τελευταῖος· σωτήριόν τε καὶ δο‐ ρὸς νικηφόρον. | |
Eum691 | μὴ ἀδικεῖν] συνίζησις. | |
Eum749 | μὴ ἀδικεῖν] συνίζησις. | |
Eum777 | στίχοι ρμθʹ. | |
Eum808 | + ὠιδὴ χοροῦ ἐπωιδικὴ διὰ τὸ μετὰ τὴν διπλῆν τίθεσθαι. ἔχει δὲ τοὺς πρώτους μὲν γʹ στίχους ἰαμβικοὺς τριμέτρους ἀκαταλήκτους, τὰ δὲ ἑξῆς κῶλά εἰσιν ἀντισπαστικὰ πενθημιμερῆ καὶ δίμετρα κατα‐ ληκτικὰ καὶ ἀκατάληκτα καὶ βραχυκατάληκτα καὶ τρίμετρα ιγʹ. | |
Eum823 | στίχοι καὶ κῶλα ιϛʹ. | |
Eum824 | + εἴσθεσις διπλῆς ἀμοιβαίας καὶ μονοστρόφους ἔχουσα τὰς περι‐ όδους. εἰσὶ δὲ τὰ τοῦ χοροῦ μὲν κῶλα ἀντισπαστικά, τὰ δὲ τοῦ ἑτέρου προσώπου ἰαμβικοὶ στίχοι τρίμετροι. τῆς πρώτης οὖν περιόδου ταύτης στίχοι εἰσὶν ἰαμβικοὶ ιγʹ. | |
Eum836 | στίχοι ιγʹ. | |
Eum837 | + ἡ στροφὴ αὕτη τοῦ χοροῦ κώλων ἐστὶν ἀντισπαστικῶν δι‐ μέτρων βραχυκαταλήκτων καὶ καταληκτικῶν καὶ πενθημιμερῶν καὶ μονομέτρων καὶ τριμέτρων ιαʹ. | |
Eum846 | κῶλα ιαʹ. | |
Eum847 | + ἡ μονοστροφικὴ αὕτη περίοδος στίχων ἐστὶν ἰαμβικῶν τρι‐ μέτρων ἀκαταλήκτων κβʹ. | |
Eum869 | στίχοι κβʹ. | |
Eum870 | + ἡ μεσωιδικὴ αὕτη ἀντιστροφὴ κώλων ἐστὶν ἀντισπαστικῶν ιαʹ. τὰ αὐτὰ δέ ἐστι κῶλα ἃ καὶ ἐν τῆι στροφῆι εἴρηκεν. | |
Eum880 | κῶλα ιαʹ. | |
Eum881 | + εἴσθεσις διπλῆς συνεχοῦς μερικῆς. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι λεʹ, ὧν τελευταῖος· τήνδ’ ἀστύνικον ἐν | |
βροτοῖς τιμᾶν πόλιν. | 92 | |
Eum915 | στίχοι λεʹ. | |
Eum916 | + εἴσθεσις διπλῆς ἐν ἐκθέσει τοῦ δράματος ἀμοιβαίας 〈καὶ μονοστροφικὰσ〉 τὰς περιόδους ἔχουσα. εἰσὶ δὲ τὰ μὲν τοῦ χοροῦ κῶλα χοριαμβικά, τὰ δὲ τοῦ ἑτέρου προσώπου ἀναπαιστικά. εἰσὶ δὲ τὰ τῆς πρώτης ταύτης στροφῆς κῶλα χοριαμβικὰ ὅμοια τοῖς προρρηθεῖσιν ιαʹ. | |
Eum923 | τύχας] τοῦτο περισσὸν πρὸς τὸ κῶλον τῆς ἀντιστροφῆς. | |
Eum925 | ἐξαμυρόσαι] καὶ τοῦτο περισσὸν πρὸς τὸ κῶλον τῆς ἀντιστροφῆς. | |
Eum926 | κῶλα ιαʹ. | |
Eum927 | + τὰ κῶλα ταῦτα ἀναπαιστικά ἐστι δίμετρα καὶ μονόμετρα ιαʹ. | |
Eum931 | μονόμετρον. | |
Eum936 | μονόμετρον. | |
Eum937 | κῶλα ιαʹ. | |
Eum938 | + τὰ τοῦ χοροῦ ταῦτα κῶλα χοριαμβικά ἐστιν ιαʹ ὅμοια καὶ ἰσόμετρα τοῖς ἄνω. ἔστι δὲ ἀντιστροφὴ τῆς ἄνω στροφῆς. | |
Eum947 | κῶλα ιαʹ. | |
Eum948 | + τὰ κῶλα ταῦτα ἀναπαιστικά ἐστι δίμετρα ἀκατάληκτα καὶ καταληκτικὰ ζʹ. | |
Eum955 | κῶλα ζʹ. | |
Eum956 | + στροφὴ ἑτέρα. τὰ δὲ κῶλά εἰσι χοριαμβικὰ ὅμοια τοῖς ῥηθεῖσιν ιβʹ. | |
Eum967 | κῶλα ιβʹ. | |
Eum968 | + τὰ κῶλα ταῦτα ἀναπαιστικά εἰσι δίμετρα καὶ μονόμετρα ηʹ. | |
Eum969 | μονόμετρον. | |
Eum974 | μονόμετρον. | |
Eum975 | κῶλα ηʹ. | |
Eum976 | + ἀντιστροφὴ τῆς ἄνω στροφῆς. τὰ δὲ κῶλά ἐστι χοριαμβικὰ ὅμοια ιβʹ. | |
Eum987 | κῶλα ιβʹ. | |
Eum988 | + τὰ κῶλα ταῦτα ἀναπαιστικά ἐστι δίμετρα καὶ μονόμετρα ηʹ. | |
Eum989 | μονόμετρον. | |
Eum994 | μονόμετρον. | |
Eum995 | κῶλα ηʹ. | 93 |
Eum996 | + στροφὴ ἑτέρα. τὰ δὲ κῶλά εἰσι χοριαμβικὰ ὅμοια τοῖς ῥη‐ θεῖσιν ζʹ. | |
Eum1002 | κῶλα ζʹ. | |
Eum1003 | + τὰ κῶλα ταῦτα ἀναπαιστικά ἐστι καὶ δίμετρα καὶ μονό‐ μετρα ιαʹ. | |
Eum1012 | μονόμετρον. | |
Eum1013 | κῶλα ιαʹ. | |
Eum1014 | + ἑτέρα στροφή. τὰ δὲ κῶλά ἐστι χοριαμβικὰ ὅμοια τοῖς ῥηθεῖσιν ηʹ. | |
Eum1020 | κῶλα ηʹ. | |
Eum1021 | + ἑτέρα περίοδος ἐν ἐκθέσει τοῦ δράματος. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ιηʹ. | |
Eum1031 | στίχοι ιηʹ. | |
Eum1032 | + ἑτέρα στροφὴ ἐν ἐκθέσει τελευταίαι τοῦ δράματος. τὰ δὲ | |
κῶλα χοριαμβικά ἐστιν ὅμοια τοῖς ῥηθεῖσιν δεκαέξ. | 94 |