TLG 5009 001 :: SCHOLIA IN AESCHINEM :: Scholia in Aeschinem (scholia vetera) SCHOLIA IN AESCHINEM Schol. Cf. et LEXICON PATMENSE (4302) Scholia in Aeschinem (scholia vetera)
Citation: Oration — scholion — (line) | ||
1t | ΚΑΤΑ ΤΙΜΑΡΧΟΥ | |
1.1 | οὔτε γραφὴν γραψάμενος οὔτ’ ἐν εὐθύναις λυπήσας] γραφὴ καὶ δίκη καὶ εὔθυναι διαφέρουσιν ἀλλήλων. δίκη μὲν γὰρ ἰδιωτι‐ κὸν πρᾶγμά ἐστι, γραφὴ δὲ δημόσιον. καὶ τῇ μὲν ὅλοις τοῖς νό‐ μοις ὥρισται ἡ καταδίκη, τῇ δὲ γραφῇ τιμᾶται τὸ δικαστήριον ὁπό‐ | |
5 | σον τι βούλοιτο. δηλοῖ δὲ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου τὴν διαφοράν. ἤδη μέντοι συγχέουσιν ὥστε ἐπιμίσγειν. εὔθυναι δέ, ὅταν πρεσβευτὴν ἢ ἄρχοντά τις κρίνῃ. εὔθυναι δ’ εἰσὶ καὶ αἱ κατὰ τῶν ἀρξάντων ἢ δημόσιόν τι διοικησάντων ἀποτιθέμεναι γρα‐ φαί. ἦσαν δ’ ἐπὶ τούτων ᾑρημένοι λογισταὶ δέκα τὸν ἀριθμόν. | |
---|---|---|
10 | ἐνίοτε μέντοι καὶ εἰσαγγελίας κατὰ τῶν εὐθυνομένων ὑπετί‐ θεντο. ἐκ τούτου δὲ δῆλον, ὅτι πρῶτον ἔγραψε τὸν κατὰ Τιμάρ‐ χου λόγον. Vat. Laur. gm. Διαφέρει γραφὴ εὐθύνης, καθὸ ἡ μὲν γραφὴ περὶ μόνων ἐστὶν ἐγγράφων, ὅταν τις κατηγορῆται ὡς παράνομον γράψας νόμον ἢ | |
15 | ψήφισμα ἤ τι τοιοῦτον, ἡ δὲ εὔθυνα ἀπολογία ἐστὶν ὑπὲρ ὧν κατε‐ πιστεύθη παρὰ τῆς πόλεως, οἷον πρεσβείαν, στρατηγίαν καὶ τὰ τοι‐ αῦτα. Vat. Laur. gm. Ἐπιεικείας συστατικὸν τὸ “οὔτε γραφὴν γραψάμενος οὔτ’ ἐν εὐθύναις λυπήσας.” γραφὴ μὲν δημόσιον πρᾶγμα, δίκη δὲ ἰδιωτι‐ | |
20 | κόν, εὐθύνη δὲ ὅταν πρεσβευτὴν ἢ ἄρχοντά τις κρίνῃ. τὸ προοίμιον κατ’ ἐπιείκειαν ἀπολογίας, ἐκ προτάσεως, ἐκ κατασκευῆς, ἐξ ἀποδό‐ σεως, ἥτις ἐστὶν ἀξίωσις, καὶ ἐκ βάσεως. q. | |
γραψάμενος] ἢ κατηγορίαν ἀποθέσθαι. q. [Τὸ γὰρ ἀπενεγκεῖν, ἐπαναγαγεῖν, ἐπαγγεῖλαι, γράψασθαι, ἐγ‐ | 253 | |
25 | γράψασθαι, ἀποθέσθαι γραφήν, κοινῇ ταῦτα φαίης ἂν ἐγκλήματα καὶ ὡς Πλάτων ἐπικλήματα, καὶ ἐγκαλεῖν καὶ ἐπικαλεῖν. καὶ κατ‐ ηγορία δ’ ἂν εἴη τὸ αὐτὸ τοῦτο καὶ αἰτία, ὡς Αἰσχίνης, καὶ ὡς Πλάτων αἰτιάσεις καὶ διώξεις. q. cf. Pollucis 1. 8 §. 29 sq.] ὃν δὲ τρόπον] ὃν τρόπον οὗτος καταισχύνει τὴν πόλιν, οὐχ ὃν | |
30 | τρόπον συκοφαντεῖ αὐτόν. πάρεστι γὰρ κατηγορήσων, οὐκ ἀπολογη‐ σόμενος. Vat. Laur. gmq. | |
1.2 | τῇ τε πόλει—ἐμαυτῷ] δείνωσιν ἔχει πολλὴν καὶ αὔξησιν κατηγορίας ὁ ἐπιμερισμὸς τῶν πραγμάτων. Vat. Laur. gm et partim q. εἰδὼς] τοῦτό ἐστι βʹ προοίμιον. Vat. οἷς—ἀναγιγνώσκοντος] ἀνάγκη προανεγνῶσθαι ἐφ’ οἷς πάρ‐ | |
5 | εστι κατηγορῆσαι λόγου χάριν. Vat. Laur. gm. ἐπήγγειλα] ἑταιρήσεως ἦν γραφὴ καὶ δοκιμασία καὶ ἐπαγγελία. καὶ ταῦτα τῆς κατὰ ἡταιρηκότων κατηγορίας τὰ ὀνόματα. q. —προσ‐ εκαλεσάμην εἰς τὸ δοκιμασθῆναι, ἐδήλωσα, ὅτι ἐπὶ τοῦτο καλῶ. Αἰσχίνης δὲ ἐπήγγειλε δοκιμασίαν Τιμάρχῳ, ὅτι παρὰ τοὺς νόμους | |
10 | ἑταιρήσας δημηγορεῖ. δοκιμασία δέ ἐστι κυρίως ἐξέτασις περὶ ἀρχῆς. Vat. Laur. gm. | |
1.3 | τοῦ μὲν οὖν] ἕτερον προοίμιον. Vat. δημηγορεῖν] ἤγουν ἐν βουλῇ καὶ ἐν δικαστηρίῳ. q. μὴ λέγειν ἐν βουλῇ μηδ’ ἐν δικαστηρίῳ, μηδ’ ἐκκλησίᾳ. Vat. Laur. gm. οὐ χαλεπὸν—ῥᾴδιον] παραλογίζεται ἐνταῦθα λέγων τὸ σιωπᾶν | |
5 | ῥᾴδιον εἶναι ῥήτορι ὄντι Τιμάρχῳ. Vat. Laur. gm. μὴ συκοφαντεῖν] φασὶν ὅτι διήχθρευσεν Αἰσχίνῃ ὁ Τίμαρχος, ἐπεὶ ἐδόκει ὁ Αἰσχίνης τὰ Φιλίππου φρονεῖν. καὶ γὰρ εἶχεν ἀγρὸν ὁ Αἰσχίνης ἐν Πύδνῃ τῆς Μακεδονίας. οἱ δὲ διὰ τὴν γραφὴν τὴν τῆς παραπρεσβείας, ἣν ἀπέθετο μετὰ Δημοσθένους κατ’ αὐτοῦ, ὃ | |
10 | καὶ μᾶλλον. Vat. Laur. gm. ἐλπίζω] ἀντὶ τοῦ νομίζω. F. | |
1.4 | τυραννίς] οὐκ ὀρθῶς ὁ Αἰσχίνης τὴν τυραννίδα πολιτείαν ἐκάλεσεν. ἡ μὲν γὰρ πολιτεία ἐκ νόμων συνέστηκεν, ἐν δὲ τυραν‐ νίδι οὐκ εἰσὶ νόμοι, ἀλλὰ παρανομίαι. καὶ ἐκ τούτων δὲ δῆλον ὡς οὐδὲ ἤκουσε Πλάτωνος. οὗτος μὲν γάρ φησι τρεῖς εἶναι πολιτείας, | |
5 | Πλάτων δὲ καὶ δύο καὶ πέντε καὶ ἑπτά. Vat. Laur. gmq. | |
1.5 | τῶν τυράννων] σημείωσαι παρὰ τοῖς παλαιοῖς τυραννίδα τὴν βασιλείαν καλουμένην. gm. ἐν χειρῶν νόμῳ] οὕτω λέγουσι τὸ διὰ μάχης ἐν χειρῶν νόμῳ. Καὶ φαμέν· ὁ δεῖνα ἐν χειρῶν νόμῳ ἐτελεύτα, οἷον ἐν αὐτῇ τῇ | |
5 | μάχῃ. Vat. Laur. gmq. | |
1.6 | προσήκειν—νομίζω] ἐπειδὴ πρεσβύτερος ὢν ὁ Τίμαρχος κρίνεται, φοβεῖ τοῦτο τὸν Αἰσχίνην. καί φησιν, ὅτι οὐ δεῖ ζη‐ τεῖν νῦν, ᾗπερ ἔχουσιν οἱ νόμοι, κελεύοντες αὐτὸν ἄτιμον εἶναι, ἀλλὰ δεῖ πάντας τὰ ἐκ τῶν νόμων πράττειν. Vat. Laur. gmq. | 254 |
5 | ὁ Σόλων] Δράκοντος νεώτερός ἐστι κατὰ τὴν νομοθεσίαν ὁ Σό‐ λων ἔτεσιν ρʹ· ὁ δὲ Δράκων ἔγραψε τοὺς φονικοὺς νόμους. Vat. Laur. gmq. οἱ νομοθέται] τοὺς μετὰ Σόλωνα λέγει, οὐχ ὡς αὐτοὶ ἐνομοθέ‐ τησαν, ἀλλ’ ὅτι μὴ ἔλυσαν. τῷ γὰρ μὴ λῦσαι δηλοῦσι συντιθέμενοι. | |
10 | Vat. Laur. gmq. | |
1.7 | μειρακίων] παῖδας τοὺς ἀνήβους, μείρακας τοὺς ἀρξαμένους ἡβᾶν, ἕως ἂν ἐκ τῶν ἐφήβων ἐξελθόντες ἐγγραφῶσιν εἰς ἄνδρας. Vat. Laur. gmq. | |
1.8 | βούλομαι δὴ] ἐντεῦθεν ἡ κατάστασις ἀναμεμιγμένη τοῖς ἀγῶσι. Vat. Laur. Fgmq. τοῦτο δὲ κατ’ ἐπαγγελίαν τὸ σχῆμα. ἔστι δὲ ἡ κατάστασις ἀναμεμιγμένη [καὶ σύμμικτος] τοῖς ἀγῶσι δι’ αἰ‐ τίαν τοιαύτην· ἠπόρει γὰρ μαρτύρων ἐνταῦθα καὶ ὅπως λάθοι | |
5 | τοὺς δικαστάς. Vat. Laur. gmq. εὐμαθεῖς] εὐμαθὴς λόγος λέγεται ὁ εὔγνωστος καὶ εὐκόλως κα‐ ταλαμβανόμενος. ὡς ἐνταῦθα καὶ παρὰ Σοφοκλεῖ (Ai. 15)· ὡς εὐμαθές μοι, κἂν ἄγνωστος ᾖς ὅμως, φώνημ’ ἀκούω καὶ ξυναρπάζω φρενί. gm. | |
1.10 | ἀπιέναι] ἀναχωρεῖν. Laur. σκότος] αἰδὼς γὰρ ἐν ὀφθαλμοῖς, καὶ νὺξ ἀναίσχυντος. B. εἰσφοιτῶντας—ἐγκυκλίων] ἐκεῖ μὲν τίνας δεῖ φοιτᾶν, νῦν δὲ πῶς μετ’ ἀλλήλων εὑρίσκεσθαι. ἐν δὲ τοῖς χοροῖς τοῖς κυκλίοις μέ‐ | |
5 | σος ἵσταται αὐλητής. Vat. Laur. gm. ἀρχὴ] δηλοῖ τοὺς σωφρονιστάς. Laur. παιδαγωγῶν] οἱ καλούμενοι παιδονόμοι. Vat. Laur. gm. Μουσείων] κατὰ κοινοῦ τὸ “παρακελεύεται ὁ νομοθέτης”. θέλει δὲ εἰπεῖν ὅτι ἀγαλμάτια ἦν, ὥσπερ καὶ ναϊσκάρια, ἐν τῷ ἐνδοτέρῳ | |
10 | οἴκῳ τῶν διδασκαλείων καὶ τῶν παλαιστρῶν, Μουσῶν καὶ Ἑρμοῦ καὶ Ἡρακλέους. ἐκεῖ δὲ ἔσω ἀπέκειτο ὕδωρ, ἵνα μή τις διψήσῃ τῶν παίδων. προσποιούμενοι δὲ διψῆν εἰσήρχοντο καὶ ἐκεῖσε ἔσω ἠχρει‐ οῦντο μετ’ ἀλλήλων. ἐκέλευσεν οὖν ὁ νομοθέτης καὶ περὶ τού‐ του εἶναι ἐπιμέλειάν τινα. Vat. Laur. Fgmq. | |
15 | Ἑρμαίων] ἑορτὴ τοῦ Ἑρμοῦ ὡς ἐφόρου ὄντος τῶν ἀγώνων. Vat. Laur. mq. | |
τῶν χορῶν τῶν ἐγκυκλίων] ἐξ ἔθους Ἀθηναῖοι κατὰ φυλὰς ἵστασαν νʹ παίδων χορὸν ἢ ἀνδρῶν, ὥστε γενέσθαι δέκα χορούς, ἐπειδὴ καὶ δέκα φυλαί. διαγωνίζονται δ’ ἀλλήλοις διθυράμβῳ, | 255 | |
20 | φυλάττοντος τοῦ χορηγοῦντος ἑκάστῳ χορῷ τὰ ἐπιτήδεια. ὁ δ’ οὖν νικήσας χορὸς τρίποδα λαμβάνει, ὃν ἀνατίθησι τῷ Διονύσῳ. λέ‐ γονται δ’ οἱ διθύραμβοι χοροὶ κύκλιοι καὶ χορὸς κύκλιος. Vat. Laur. gmq. | |
1.11 | τετταράκοντα ἔτη] καὶ πῶς ὁ Δημοσθένης τριάκοντα ἔτη ἔχων ἐγένετο χορηγός; ἀπορίᾳ δηλονότι χορηγοῦ. Vat. Laur. mq. | |
1.13 | ἐκ γὰρ τοῦ] ἀποδείξεις τοῦ γίγνεσθαι ἐν τῇ πόλει. Vat. Laur. m. κατ’ αὐτοῦ] οἱ μὲν ἐπάνω διορισμοὶ τοῦ νόμου ῥητά εἰσιν. εἶτα τὸ λοιπὸν τοῦ νόμου ἐάσας ἀφ’ ἑαυτοῦ φησι· κατ’ αὐτοῦ μὲν καὶ τὰ | |
5 | ἑξῆς. Vat. Laur. gmq. ἐπάναγκες] ἐξῆν γὰρ αὐτῷ, εἰ ἐβούλετο, τρέφειν τὸν πατέρα, μὴ βουλόμενον δὲ οὐκ ἠνάγκαζεν ὁ δῆμος. Vat. Laur. gmq. ἡβήσαντι] ἀντὶ τοῦ τελειωθέντι, εἰς ἄνδρας ἐγγραφέντι. Vat. Laur. gmq. | |
10 | καὶ τἄλλα—νομιζόμενα] σπένδειν, ἀπάρχεσθαι, τὰ ἠρία ἐπι‐ τελεῖν. Vat. Laur. gmq. | |
1.14 | ὄνησιν] ἤγουν τὸ εὖ πάσχειν παρὰ τῶν παίδων. Vat. Laur. q. τοῦ παιδὸς] πῶς λέγει, κατ’ αὐτοῦ μὲν τοῦ παιδὸς οὐκ ἐᾷ γρα‐ φὴν εἶναι, ἐνταῦθα δὲ ὅτι ἀφαιρεῖ αὐτοῦ τὴν παρρησίαν; ἀνάγκη γάρ, εἰ τολμῴη λέγειν, γράφεσθαι καὶ εὑρίσκεσθαι φύσει ἀντινο‐ | |
5 | μίαν ὅπερ οὐχ οἷόν τε. φαμὲν οὖν ὅτι ἡσυχάζοντα αὐτὸν οὐ γρά‐ φεται, ὥσπερ ἐπὶ τῶν ἑκουσίως ἡταιρηκότων, ἀλλὰ λέγειν βιαζόμε‐ νον. εἰ γὰρ θέλει λέγειν, κωλύει ὁ νόμος. Vat. Laur. gm. | |
1.15 | τίμημα ἐπέθηκεν] τῇ τῆς ὕβρεως γραφῇ ὁ νόμος ἐπέθηκε τίμημα οὐχ ὡρισμένον τι, ἀλλ’ ὅ τι ἂν τὸ δικαστήριον ἢ εἰς χρήματα ἢ εἰς τὴν ἄλλην ἐπιτιμίαν καταδικάσῃ. Vat. Laur. gm. | |
1.16 | οἱ θεσμοθέται ἄλλα μὲν ποιοῦσι κοινῇ, ἰδίᾳ δέ, πότε δεῖ δι‐ κάζειν τὰ δικαστήρια καὶ τὰς εἰσαγγελίας εἰσάγειν εἰς τὸν δῆμον, καὶ τὰς χειροτονίας καὶ τὰς προβολὰς εἰσάγουσι καὶ τὰς τῶν παρα‐ νόμων γραφὰς καὶ ἕτερα. q. | |
1.18 | ἐγγραφῇ—γραμματεῖον] τὴν ἐφημερίδα λέγει τὴν δημο‐ σίαν, εἰς ἣν ἐνεγράφοντο οἱ τελειωθέντες τῶν παίδων, οἷς ἐξῆν ἤδη τὰ πατρῷα οἰκονομεῖν καὶ τῶν λήξεων ἄρχειν. B. Ἄλλως. ἤγουν ἐπειδὰν γένηται ἐννόμου ἡλικίας. ὁ εἰς τὸ ληξιαρχικὸν γραμματεῖον | |
5 | ἐγγραφεὶς ἤδη τὰ πατρῷα παρελάμβανεν. ἡ δὲ πατρῴα οὐσία καὶ | |
λῆξις ἐκαλεῖτο. ἦσαν δὲ ἓξ, οἳ τοὺς μὴ ἐκκλησιάζοντας ἐζημίουν καὶ τοὺς ἐκκλησιάζοντας ἐξήταζον. q. ὡσανεὶ ἔλεγεν· ὅταν γένων‐ ται τῆς ἐννόμου ἡλικίας. ἐνεγράφοντο δὲ ἀπὸ ἐτῶν ιηʹ, καὶ δύο ἔτη εἰς τοὺς ἐφήβους ἐτέλουν καὶ ἐφύλαττον περὶ τὴν πόλιν τὰ | 256 | |
10 | φρούρια ἀπὸ εἴκοσι δὲ ἐτῶν ἐπολέμουν. ἐκλήθη δὲ τὸ ληξιαρχι‐ κὸν ἀπὸ τῆς λήξεως, ὅ ἐστι τῆς οὐσίας, τοῦ κλήρου, καθώσπερ ἐξ‐ ουσίαν ἐλάμβανε αὐτὸς ὁ ἐγγραφεὶς τῶν πατρῴων, εἰ ἦν ὑπὸ ἐπι‐ τρόπους. Vat. Laur. Fgm et partim q. ἢ ἀπὸ τοῦ τοὺς ἐν αὐτῷ γρα‐ φομένους ἄρχειν τῆς λήξεως, ὅπερ ἐστὶ τοῦ κλήρου. ἐγράφοντο δὲ | |
15 | ἐνταῦθα οἱ τέλειοι γενόμενοι καὶ δυνάμενοι τὰ κοινὰ διοικεῖν. Ἄλλως. εἰς ὃ ἀνεγράφοντο οἱ τῆς νομίμου πολιτείας καὶ ἡλικίας γε‐ νόμενοι, οἷς ἐξῆν οἰκονομεῖν τὰ πατρῷα. καὶ ἦν τὰ γραμματεῖα ταῦτα παρὰ τοῖς δημόταις, ἔνθα ἀνεγράφοντο οἱ ἐκ παίδων γε‐ νόμενοι μειρακίσκοι, ἴσως ὅτι ἔξεστι τούτοις λαγχάνειν τινὰς ἀρχὰς | |
20 | ὡς ἤδη νοοῦσιν. Vat. Laur. gm. καὶ τοὺς νόμους εἰδῇ τοὺς τῆς πόλεως] περισπωμένως ἀναγνω‐ στέον ἀντὶ τοῦ γνῷ καὶ μάθῃ. F. αὐτῷ Τιμάρχῳ] ὡσανεὶ ἔλεγεν, ἀλλ’ ἤδη αὐτῷ τῷ ἡταιρηκότι, ὄνομα τῆς ἀσελγείας ποιούμενος Τίμαρχον. Vat. Laur. F gmq. | |
25 | τοῦτο δὲ τὸ σχῆμα καλεῖται παρ’ ὑπόνοιαν. Vat. Laur. gmq. | |
1.19 | στεφανηφόρος] ἀρχὴ αὕτη ἐν Ἀθήναις σεμνὴ καὶ στεφανη‐ φοροῦσα. οἱ γὰρ ἐννέα ἄρχοντες στέφανον ἐφόρουν μυρρίνης. ἦσαν δὲ ἄρχων, βασιλεύς, πολέμαρχος καὶ θεσμοθέται ἕξ. οὗτοι δὲ οἱ ἐννέα ἄρχοντες μετὰ τὸ ἐξελθεῖν ἐκ τῆς ἀρχῆς Ἀρεοπαγῖται γίνον‐ | |
5 | ται. Vat. Laur. gmq. ἱεράσασθαι] οὐ παντὶ τῷ βουλομένῳ ἐξῆν ἱερᾶσθαι, ἀλλὰ τῷ ἐκ γένους καταγομένῳ ἱερατικοῦ. οὕτω δὲ καὶ τὸ μηδὲ κηρυκευ‐ σάτω. Vat. Laur. gmq. συνδικησάτω] ἀντὶ τοῦ μὴ γενέσθω ἐκ τοῦ μεγάλου δικαστηρίου, | |
10 | τῆς ἡλικίας, ὅτε ὁ δῆμος δικάζει. Vat. Laur. gmq. | |
1.20 | κηρυκευσάτω] ἄξιον ἀπορεῖν. τὸ γὰρ τῶν Κηρύκων γένος πρόσθεν ἦν ἱερόν. καὶ οὕτω λέγονται κήρυκες περὶ τὰ μυστήρια τὰ τῶν θεῶν ὄντες. δεῖ δὲ λέγειν ὅτι τῷ ἐκ τοῦ γένους ἀπαγορεύει κηρυκεύειν, ἄν τι πάθῃ. Ἄλλως. κηρύκων ἐστὶν ἐν Ἀθήναις γένη | |
5 | τέσσαρα, πρῶτον τὸ τῶν πανάγνων τῶν ἐν τοῖς μυστηρίοις, οἵ εἰσιν ἀπὸ Κήρυκος τοῦ Ἑρμοῦ καὶ Πανδρόσου τῆς Κέκροπος, δεύ‐ τερον τὸ τῶν περὶ τοὺς ἀγῶνας, τρίτον τὸ τῶν περὶ τὰς πομπάς, τέ‐ | |
ταρτον τὸ τῶν περὶ τὰς ἀγορὰς καὶ τὰ ὤνια. μὴ κηρυκευσάτω οὖν, μὴ ἐπὶ κηρυκείαν ἀποστελλέσθω. νῦν οὐ περὶ τῶν κατὰ γένος Κη‐ | 257 | |
10 | ρύκων λέγει, ἀλλ’ ἐπὶ τῶν κατὰ πόλεμον πεμπομένων πρὸς τοὺς πο‐ λεμίους μετὰ κηρυκείων περὶ σπονδῶν καὶ εἰρήνης. ἐπέμποντο δὲ ἐκ πάντων Ἀθηναίων. μηδ’ ἐπὶ τοιαύτην οὖν, φησί, διακονίαν πεμ‐ πέσθω ὁ ἡταιρηκώς. Vat. Laur. gmq. πρεσβεύσαντας κρινέτω] ἐπειδὴ ἀπέθετο μετὰ Δημοσθένους Τί‐ | |
15 | μαρχος τὴν κατ’ Αἰσχίνου τῆς παραπρεσβείας γραφήν. Vat. Laur. gmq. συκοφαντείτω μισθωθεὶς] τοῦτο ἔξωθεν αὐτὸς πρὸς τὸν Τίμαρ‐ χον, ἤτοι ὡς αὐτὸς πρεσβεύσας καὶ συκοφαντηθείς, ἢ ὡς ἑτέρου τοῦτο παθόντος ὑπὸ Τιμάρχου. Ἄλλως. ἆρα οὖν τοῖς μὴ ἡταιρη‐ | |
20 | κόσιν ὁ νόμος συκοφαντεῖν λέγει; οὔκ, ἀλλὰ τοῦτο λαμβάνει ἐκ τοῦ μείζονος ἀτόπου. εἰ γὰρ νόμιμόν σε οὐκ ἐᾷ πράττειν, πολλῷ μᾶλλον παράνομον. Vat. Laur. gm et partim q. γραφὰς ἑταιρήσεως—ἐπέθηκεν] αὐτὸς ὁ νομοθέτης δηλονότι. Vat. Laur. F. | |
1.22 | ἀνέγνω] ὁ γραμματεὺς ἀνεγίγνωσκε. Laur. | |
1.23 | τὸ καθάρσιον] ἐπεὶ ἔθος ἦν τοιοῦτο. εἰσήρχετό τις ὁ λεγό‐ μενος περιστίαρχος, ὁ περικαθαίρων τὴν ἐκκλησίαν διὰ χοίρου ἐπε‐ σφαγμένου καὶ ἄλλων τινῶν, καὶ τὰ καθάρσια λαβὼν ἔρριπτεν εἰς τὴν θάλατταν. ὃ καὶ ὁ ποιητὴς εἶπεν (Hom. Il. I, 314)· | |
5 | οἱ δ’ ἀπελυμήναντο καὶ εἰς ἅλα λύματ’ ἔβαλλον. εἶτα εἰσήρχετο ὁ κῆρυξ, ὃς θυμιατεύσας πρότερον καὶ αὐτὸς τὴν ἐκ‐ κλησίαν ὕστερον ἐβόα· “τίς ἀγορεύειν βούλεται τῶν ὑπὲρ πεντή‐ κοντα ἔτη γεγονότων Ἀθηναίων;” εἶτα εἰ μέν τις ἐβούλετο τούτων λέγειν, ἀνίστατο· εἰ δὲ ἐπὶ πολὺ βοῶντος οὐδεὶς ὑπήκουσε, δευτέρᾳ | |
10 | φωνῇ ἐβόα· “τίς ἀγορεύειν βούλεται τῶν πάντων Ἀθηναίων;” ἐκέ‐ χρητο δὲ ὁ περιστίαρχος χοίρῳ καὶ τοῖς τοιούτοις ἀκαθάρτοις, διὰ τούτων τοὺς ἀκαθάρτους δαίμονας καὶ τὰ πνεύματα τὰ πολλάκις ἐνοχλοῦντα ταῖς διανοίαις τῶν ἀνθρώπων, ὥστε πολλάκις ἄλλως βου‐ λεύεσθαι, ἕλκων πρὸς τὰ θύματα καὶ ὥσπερ ἀποχωρίζων τῆς ἐκκλη‐ | |
15 | σίας, ἵνα καθαρῶς βουλεύσωνται. ὁ δὲ κῆρυξ διὰ θυμιαμάτων ἐπι‐ καλῶν τὰ θεῖα εἷλκε τοῖς ὁμοίοις τὰ ὅμοια, ἵνα διὰ τῆς τούτων παρουσίας ἀγαθόν τι ἔχωσιν οἱ Ἀθηναῖοι βουλεύεσθαι. B. οἷον χοῖ‐ ρον ἐσφαγμένον, δι’ οὗ ἐκάθηραν τὴν ἐκκλησίαν. F. ὁ λεγόμενος περιστίαρχος ἱερεῖον λαβὼν τούτῳ καθαίρει τὴν ἐκκλησίαν. Τοῦτο | |
20 | λέγεται κάθαρμα καὶ καθάρσιον. Ἀριστοφάνης Ἀχαρνεῦσι (44)· Πάριθ’, ὡς ἂν ἐντὸς ἦτε τοῦ καθάρματος. ἔθος δὲ ἦν καθαίρειν τὴν ἐκκλησίαν καὶ τὰ θέατρα μικροῖς χοιριδί‐ οις, ἃ καθάρσια ἐκάλουν. καὶ προσηγορεύοντο οἱ περικαθαίροντες περιστίαρχοι. τὸ δὲ καθάρσιον ἦν χοῖρος ἐσφαγμένος, δι’ οὗ ἐκά‐ | |
25 | θηραν τὴν ἐκκλησίαν. Vat. Laur. gmq. προέδρους] πρόεδροί εἰσιν οἱ ἐν τῇ ἐκκλησίᾳ προκαθήμενοι. Vat. Laur. gmq. ἱερῶν—κηρύκων] ὅτι τὰ ἱερὰ πρῶτον εἰσεκάλουν, οὐκοῦν πρῶ‐ τον περὶ ἱερῶν καὶ περὶ κηρύκων· καὶ γὰρ οὗτοι ἱεροί· εἶτα πρέ‐ | 258 |
30 | σβεων καὶ τῶν ἄλλων ὁσίων. ὅσια δέ ἐστι τὰ μὴ ἱερά. ὥστε πρῶτον τὰ ἱερά, δεύτερον δημόσια, τρίτον ἰδιωτικά. Vat. Laur. gmq. ὁσίων] ὅσια καλεῖ τὰ δημόσια. F. Laur. πάντες] οὐχ ὅτι πάντες ἔλεγον, ἀλλ’ οἱ βουλόμενοι. Vat. Laur. gmq. | |
1.24 | τόλμα] τόλμα φησὶ τὸ θρασέως τι ἢ τολμηρῶς εἰπεῖν. Vat. Laur. Fgmq. ἐπειδὴ δὲ οἱ πρεσβύτεροι ὡς ἔμπειροι πραγμάτων εὐ‐ λαβοῦντο συμβουλεύειν, μὴ ἀποτυχίας γενομένης κριθῶσι, διὰ τοῦτο αὐτοὺς ὁ νόμος καλεῖ, ἵνα ἐξ ἀνάγκης ἀναστάντες δημηγορήσωσιν. | |
5 | ἀλλὰ καὶ τοὺς ἄλλους καλεῖ, φησίν. ἐκείνους μὲν οὖν ἀορίστως, τούτους δὲ ὡρισμένως. Vat. Laur. gmq. τοὺς νεωτέρους] εἰ γὰρ ἡ πόλις αὐτοὺς τιμῶσα πρώτους καλεῖ, καὶ οἱ νέοι αὐτοὺς τιμήσουσιν. Vat. Laur. gmq. ἐὰν διαγενώμεθα] ἐὰν διασωθῶμεν μέχρι γήρως, ἐὰν ἀφικώμεθα | |
10 | εἰς τὸ γῆρας. Vat. Laur. gmq. | |
1.25 | τὴν ἀνόμοιον] κατὰ τὸ γένος τῆς κακίας καὶ τῆς ἀρετῆς, οὐ γὰρ δήπου τῆς δικαιοσύνης καὶ τῆς ἑταιρήσεως. Vat. Laur. gmq. ὅτι πάντες] τὸ πάντες νῦν ἐπὶ τοῦ οἱ πολλοί. Vat. Laur. gmq. Σόλωνος εἰκόνα] ἀνετέθη ἡ Σόλωνος εἰκὼν οὐκ ἐπὶ τῷ ἐν κόσμῳ | |
5 | λέγειν, ὥς φησιν Αἰσχίνης, ἀλλ’ ἐπειδὴ οὕτω τὰ ἐλεγεῖα ἀπήγγειλε. Δημοσθένης μέντοι (19, §. 251. p. 420) νεωστί φησι πρὸ πεντήκοντα ἐτῶν ἀνατεθεῖσθαι ταύτην τὴν εἰκόνα. λέγεται δὲ Κλέων ὁ δημαγω‐ γὸς παραβὰς τὸ ἐξ ἔθους σχῆμα περιζωσάμενος δημηγορῆσαι. Vat. Laur. Bgmq. | |
1.27 | οὐκ ἀπελαύνει] ταῦτα προσαγωγά ἐστι πρὸς τοὺς δικαστὰς ἰδιώτας ὄντας. Vat. Laur. gmq. τέχνην] τοῖς Ἀθηναίοις ἐνομίζετο τέχνην τινὰ ἐπιτηδεύειν. οὐχ οὕτως τοῖς Λακεδαιμονίοις· τούτοις γὰρ αἰσχρὸν ἦν καὶ δουλοπρε‐ | |
5 | πές. B. πολλάκις ἐπερωτᾷ] διὰ τοῦ καλεῖν τὴν ἐξουσίαν δηλῶν. Vat. Laur. gmq. | |
1.28 | δοκιμασία] ἐπιγραφὴ τοῦ νόμου τοῦτο ἦν. g. | |
1.29 | τὰ ὅπλα μὴ τίθεσαι] τὸ τίθεσθαι λέγεται καὶ ἐπὶ τοῦ ἀποτίθεσθαι τὰ ὅπλα καὶ ἐπὶ τοῦ περιτίθεσθαι καὶ ἐνδύεσθαι, ὡς ἔγνωμεν ἐν τοῖς Θουκυδιδείοις ἐν τῇ βʹ (c. 2). ἐνταῦθα δὲ | |
ἐπὶ τοῦ περιτίθεσθαι λέγει. Vat. Laur. Fgmq. | 259 | |
5 | εἰ πεπορνευμένος] ἐστὶν ὁ πολλάκις ἁμαρτὼν εἰς τὸ ἑαυτοῦ σῶμα, ἡταιρηκὼς δὲ ὁ προσάπαξ. Vat. Laur. gmq. | |
1.30 | οἰκήσαντα] ἀντὶ τοῦ διοικήσαντα, ὡς καὶ παρ’ Ἰσοκράτει (2, §. 19, p. 18) “οἴκει τὸν πατρῷον οἶκον” ἀντὶ τοῦ διοίκει. Vat. Laur. BFgmq. | |
1.31 | κακῶς] ἰδιωτικῶς. F. τὸ κακῶς οὐ πρὸς τὸν τρόπον κεῖ‐ ται· τοῦτο γὰρ ἄτοπον· ἀλλὰ πρὸς τὸν λόγον, πρὸς τὴν φράσιν, πρὸς τὴν συνθήκην τοῦ λόγου. ἁπλῶς δὲ ἀντὶ τοῦ μονοτρόπως ἢ ἰδιωτικῶς καὶ οὐ κατὰ τέχνην ῥητορικήν. καὶ Θουκυδίδης· “εἰ μὲν | |
5 | ἁπλῇ παρασκευῇ πορευσόμεθα”, ἤγουν μονοτρόπῳ καὶ μιᾷ. g. καταγελάστως] ἀσελγῶς. B. | |
1.32 | ἐπαγγειλάτω] πάλιν περιφραστικῶς λέγει, τὴν ἐπαγγελίαν κατηγορείτω. ἐπαγγελία δέ ἐστιν ὄνομα δίκης κατὰ τῶν ἡταιρη‐ κότων. Vat. Laur. BFgmq. | |
1.33 | ὑμεῖς νόμον] ἡ σύνταξις· ὑμεῖς δὲ προσέθεσθε καινὸν νό‐ μον, καθ’ ἑκάστην ἐκκλησίαν ἀποκληροῦν. τὰ δὲ ἄλλα διὰ μέσου. Vat. Laur. gmq. προσέθεσθε] ἤγουν προσενομοθετήσατε. Vat. Laur. Fgmq, | |
5 | μετὰ—παγκράτιον] ψεύδεται· οὐ γὰρ διὰ Τίμαρχον. παλαιότε‐ ρος γὰρ ἦν. Vat. Laur. gmq. | |
1.34 | ἀνεκτοὶ] οὓς δύναταί τις φέρειν καὶ ἀνέχεσθαι. τιμωρου‐ μένους γὰρ αὐτοὺς καὶ μηκέτι ἐνοχλοῦντας τῷ βήματι δυνάμεθα φέ‐ ρειν. Vat. Laur. gmq. γεγραμμένοι εἰσὶ] τοῦτ’ ἔστιν ἐγράψαντο. M. | |
1.37 | ὥσπερ ὑπεθέμην] οὕτω γὰρ ἐπηγγείλατο, πρῶτον περὶ τῶν νόμων ἐρεῖν, εἶτα ἐξετάσαι τοὺς τρόπους τοῦ Τιμάρχου. Vat. Laur. gmq. δέομαι δὲ ὑμῶν] τὸ σχῆμα προδιόρθωσις. εἰώθασι δὲ χρῆσθαι αὐτῷ, ὅταν μέλλωσιν ἀναγγέλλειν τι, πρὸς ὃ δυσκόλως διάκεινται | |
5 | οἱ ἀκούοντες. τὸ δ’ αὐτὸ καὶ μετὰ τὰ πράγματα λεχθὲν ἐπιδιόρθω‐ σις καλεῖται. πληρώσας τὸ νόμιμον ζήτημα, τῷ τῆς παραγραφῆς εἰσβάλλει εἰς τὸ στοχαστικόν, εἰ ἡταίρησεν. Vat. Laur. gmq. εἰπεῖν ὡς αὐτὸς βούλεται] ἀντὶ τοῦ σωφρόνως. Vat. F. | |
1.38 | εὐλαβήσομαι] φυλάξομαι. Vat. Laur. | |
1.39 | τῶν τριάκοντα] οἱ λʹ τύραννοι διὰ Λακεδαιμονίων καταστα‐ θέντες καὶ τὴν πάτριον πολιτείαν τῶν Ἀθηναίων καταλύσαντες ἐλυ‐ μήναντο τοὺς Δράκοντος καὶ Σόλωνος νόμους. ἀπολαβὼν οὖν ὁ δῆμος τὴν ἐλευθερίαν εἵλετο πολίτας κʹ τοὺς ζητήσοντας καὶ ἀναγρά‐ | |
5 | ψοντας τοὺς διεφθαρμένους τῶν νόμων. καὶ ἐψηφίσαντο καινοὺς νό‐ μους εἰσφέρειν ἀντὶ τῶν ἀπολωλότων ἐπ’ ἄρχοντος Εὐκλείδου, ὃς | |
πρῶτος ἦρξε μετὰ τοὺς τριάκοντα. πολλὰ μέντοι καὶ δεινὰ ἔπραξαν οἱ λʹ. τόν τε γὰρ δῆμον ἐξέβαλον καὶ τῶν ἐπιφανῶν τοὺς μὲν ἐβα‐ σάνισαν, τοὺς δὲ ἐφυγάδευσαν ἀφελόμενοι τὴν οὐσίαν αὐτῶν, τοὺς | 260 | |
10 | δὲ ἀπέκτειναν ἀκρίτους, ὡς μὲν ἔνιοί φασιν, φʹ καὶ αʹ, ὡς δὲ Λυ‐ σίας ἐν τῷ κατὰ ... δοκιμασίας ἐπιλόγῳ, δισχιλίους φʹ. γεγόνασι μέντοι πλείους αἱρέσει τῶν πεντήκοντα. οἵ τε γὰρ ἐν ἄστει δικασταὶ τριάκοντα ἦσαν καὶ ἐκ τῶν πλουσίων τριάκοντα ᾑρέθησαν ὀβολο‐ στάται, ὅ ἐστι δανεισταὶ ἐπὶ ὀβολῷ τὴν μνᾶν δανείζοντες. δεῖγμα | |
15 | δὲ τῆς τῶν λʹ πολιτείας καὶ τόδε ἐστίν. Κριτίου γὰρ ἑνὸς τῶν λʹ ἀποθανόντος ἐπέστησαν τῷ μνήματι Ὀλιγαρχίαν δᾷδα κατέχουσαν καὶ ὑφάπτουσαν Δημοκρατίαν καὶ ἐπέγραψαν τάδε· μνῆμα τόδ’ ἔστ’ ἀνδρῶν ἀγαθῶν, οἳ τὸν κατάρατον δῆμον Ἀθηναίων ὀλίγον χρόνον ὕβριος ἔσχον. | |
20 | οὕτω μέντοι ἐμίσησεν ὁ δῆμος τοὺς λʹ ὥστε καὶ πρὸς τὴν ὀνομασίαν τοῦ ἀριθμοῦ δυσχεραίνειν. ἄρξαντος οὖν Εὐκλείδου μετὰ τὴν τῶν λʹ κατάλυσιν τὰ πρὸς αὐτῶν πραχθέντα ἄκυρα εἶναι ἐψηφίσαντο οἱ Ἀθηναῖοι. —Ἄλλως. οἱ λʹ τύραννοι μετὰ τὸν Πελοποννησια‐ κὸν πόλεμον γενόμενοι Ἀθήνησιν ἐπειδὴ καθῃρέθησαν, Θρασυ‐ | |
25 | βούλου τοῦ ἀπὸ Φυλῆς ἀγωνισαμένου, ψήφισμα ἐτέθη ἀμνησικακεῖν τῶν ὑπαρξάντων ἐπ’ αὐτῶν. ὥσπερ οὖν τὰ ἐπὶ τούτων ἀνεξέταστα ἐγένετο, οὕτω καὶ τὰ ἔτι παιδὶ πραχθέντα Τιμάρχῳ παρίημι, φησίν. Vat. Laur. gm et partim Bq. πρὸ Εὐκλείδου] Εὔμηλος ὁ Περιπατητικὸς ἐν τῷ τρίτῳ περὶ | |
30 | τῆς ἀρχαίας κωμῳδίας φησὶ Νικομένη τινὰ ψήφισμα θέσθαι μη‐ δένα τῶν μετ’ Εὐκλείδην ἄρχοντα μετέχειν τῆς πόλεως, ἂν μὴ ἄμφω τοὺς γονέας ἀστοὺς ἐπιδείξηται, τοὺς δὲ πρὸ Εὐκλείδου ἀνεξετά‐ στως ἀφεῖσθαι. Vat. Laur. gm. ἢ εἴ τις ἄλλη] ὡς εἴ τις ἔγραψε τοὺς ἀπὸ τοῦδε τοῦ ἄρχοντος ἐν | |
35 | τῷ δημοσίῳ ἄρξαντας εἰσπράττεσθαι. Vat. gm. προθεσμία] καταχρηστικῶς ἀντὶ τοῦ χρόνος. Fq. | |
1.40 | οὗτος γὰρ] ἐντεῦθεν τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους. q. ἐχρήσαντο τῷ σώματι] προσυπακουστέον τὸ ἅπαξ. Vat. Laur. F. | |
1.41 | δαιμονίως] ἀντὶ τοῦ μεγάλως. Vat. κιθαρῳδοὺς ἢ κιθαριστὰς] κιθαριστὴς ὁ τῇ κιθάρᾳ μόνῃ διὰ χειρῶν κεχρημένος, κιθαρῳδὸς δὲ λέγεται ὁ μετὰ τῆς κιθάρας καὶ τῇ ᾠδῇ χρώμενος. F. διαφέρει κιθαρῳδός καὶ κιθαριστής τῷ τὸν μὲν | |
5 | κιθαριστὴν κεχρῆσθαι τῇ κιθάρᾳ μόνον, τὸν δὲ κιθαρῳδὸν μετὰ | |
τῶν χειρῶν καὶ τῇ φωνῇ· διὸ καὶ κιθαρῳδὸς λέγεται. Vat. Laur. gmq. παρὰ τὸ κεχρῆσθαι τῇ κιθάρᾳ σὺν τῇ ᾠδῇ. κιθαρῳδὸς ὁ καὶ ᾄδων καλῶς, κιθαριστὴς δὲ ὁ χωρὶς ᾠδῆς. Vat. Laur. gm. ἀνέστησεν] ὡς νῦν λέγομεν ἀνεκάθισεν. καὶ Δημοσθένης (18, | 261 | |
10 | §. 129, p. 270, 15) ἀνέστησεν αὐτὴν ἀπὸ τῆς καλῆς ἐργασίας. Vat. Laur. Fgmq. βδελυρὸν] ἀκάθαρτον, μισητόν. Vat. Laur. | |
1.42 | οὐδενὸς—μετρίων] ἵνα μή τις οἰήσεται δι’ ἔνδειαν αὐτὸν πεπορνεῦσθαι, ὅπερ συγγνώμης ἦν. Vat. Laur. gmq. ὡραῖος ὢν] πάντα μετὰ αὐξήσεως ὁ ῥήτωρ. Laur. | |
1.43 | ἦν μὲν Δ.] ἄλλο ἀπ’ ἀρχῆς μέχρι τέλους. Vat. Laur. q. Διονυσίων] Διονύσια ἑορτὴ Ἀθήνησιν Διονύσῳ ἤγετο, τὰ μὲν κατ’ ἀγροὺς μηνὸς Ποσειδεῶνος, τὰ δὲ Λήναια μηνὸς Ληναιῶ‐ νος, τὰ δ’ ἐν ἄστει μηνὸς Ἐλαφηβολιῶνος. Διονυσιάδες δὲ ἐν | |
5 | Σπάρτῃ παρθένοι, αἱ ἐν τοῖς Διονυσίοις δρόμον ἀγωνιζόμεναι. Vat. Laur. gmq. ὁ τοιοῦτον ἀνειληφὼς] πάλιν ὁ τοῦτον ἀνακαθίσας. F. | |
1.44 | ᾗ δὴ] ἀντὶ τοῦ δι’ ἃ δή. Fq. | |
1.45 | ἐπειδὴ—ἐσμὲν] ἔνθα χρεία ἐστὶν ἀποδείξεως διὰ μαρτυ‐ ριῶν. Vat. Laur. Fgmq. γέγραφα] γράφουσι μαρτυρίας οἱ βουλόμενοι μάρτυρας παρασχέ‐ σθαι προκλητικὰς αὐτῶν, οἷον “τὸν δεῖνα τόδε πραχθὲν ἀκριβῶς γι‐ | |
5 | νώσκοντα ἀξιῶ μαρτυρεῖν τοῖς δικασταῖς”. Vat. Laur. gmq. ἂν μὲν οὖν μὴ ὑπακούσῃ τῇ μαρτυρίᾳ, ἀλλὰ θελήσῃ ἔκκλητος γενέ‐ σθαι, ὀφείλει δραχμὰς χιλίας· ἐὰν δὲ ὑπακούσῃ, ἤτοι ἀληθῇ φησιν εἶναι, ἤ, εἴπερ ἀμφίλεκτα, ἐξόμνυται οὐκ εἰδέναι τὰ ἀξιούμενα. Vat. Laur. gm. et partim q. | |
10 | αὐτὸ μὲν γὰρ τοὔνομα] οὐ γὰρ ἀπῄτει αὐτὸν μαρτυρεῖν εἰ παρ’ αὐτῷ ἡταίρηκεν, ἀλλ’ εἰ μετ’ αὐτοῦ διέτριβεν. καὶ τί τοῦτο ἤμελλε συνοίσειν περὶ τὴν ἀπόδειξιν; λέγομεν οὖν ὅτι ὑποπτευομένου τοῦ Μισγόλα ἤρκει τοῦτο εἰπεῖν, ὅτι μετ’ ἐμοῦ διέτριβεν. Vat. Laur. gmq. οὐκ ἐγγράφω] ὅτι ἔγραφέ τις αὐτὸ τὸ πρᾶγμα, λέγων ὅτι μαρτυ‐ | |
15 | ρεῖ μοι ὅδε. καὶ ἐδείκνυεν αὐτὸ τῷ μάρτυρι λέγων ὅτι μαρτυρεῖς τόδε. εἶτα εἰ μὲν ἔλεγεν ὅτι ναί, ἔγραφεν αὐτὸς ὁ μάρτυς ὅτι ναὶ μαρτυρῶ· εἰ δὲ μή, οὐδὲν ἔγραφεν. Vat. Laur. Fgm. | |
1.46 | ἐκκλητευθῆναι] κλητεύεσθαι δὲ τὸ καλεῖσθαι εἰς μαρτυ‐ ρίαν. q. ὑπὸ τοῦ κήρυκος κληθῆναι. Vat. Laur. Fgm. τῶν ἐγκατα‐ | |
λιπόντων τὴν μαρτυρίαν τὰ ὀνόματα ἐν τῷ δήμῳ ἐκηρύσσετο, καὶ τοῦτο ἐκαλεῖτο ἐκκλητευθῆναι. Vat. Laur. Fgm. Ἄλλως. εἰς κρί‐ | 262 | |
5 | σιν ἀχθῆναι ἢ ἐπάναγκες μαρτυρῆσαι. κλήτορες δὲ οἱ μάρτυρες. τὸ οὖν ἐκκλητευθῆναί ἐστιν ἔξω τοῦ μαρτυρῆσαι, καὶ ἔκκλητος ὁ θελή‐ σας ὀφλεῖν ἐπὶ τῷ μὴ μαρτυρῆσαι. Vat. Laur. gm. χιλίας] ἐὰν μὴ ὑπακούσῃ πρὸς τὴν μαρτυρίαν, ὡς τούτου ἐπι‐ τιμίου ὡρισμένου τοῖς μὴ ὑπακούσασιν. Vat. Laur. gm. | |
1.47 | ἐξόμνυσθαι] μεθ’ ὅρκου ἀρνεῖσθαι. B. ἑταίροις] κιναίδοις. Laur. F. εἰς ἑαυτὸν ἐξαμαρτήσεται] διὰ τὴν ἐπιορκίαν δηλονότι. Vat. Laur. gm. | |
5 | οὐδὲν αὐτῷ ἔσται πλέον] τουτέστιν οὐδὲν ὀνήσεται τῆς ἀρνήσεως ἐνόρκου καὶ τῆς ἐπιορκίας. οὐδὲν αὐτὸν ὠφελήσει ἡ ἐξόμνυσις. B. πρᾶγμα] τὸ ἑτέραν μαρτυρίαν ἐπιζητεῖν. Vat. Laur. gm. τοὺς ἐμαυτοῦ φίλους] ἐπειδὴ αἱ παρὰ τῶν φίλων μαρτυρίαι οὐκ εἰσὶν ἀξιόπιστοι· πολλάκις γὰρ ὑπ’ εὐνοίας κινούμενοι, ἵνα τοῖς φί‐ | |
10 | λοις βοηθήσωσι, καὶ ψευδομαρτυροῦσιν. gm. | |
1.49 | βούλομαι προειπεῖν] τοῦ λυποῦντος ἀναίρεσις. λυπεῖ γὰρ Αἰσχίνην τὸ μὴ φαίνεσθαι πρεσβύτερον τὸν Μισγόλαν. φοβεῖται γὰρ μὴ διὰ τοῦτο δόξῃ ψευδὴς εἶναι ἡ φήμη. Vat. Laur. gm. προφερεῖς] οἱ νέοι μὲν ὄντες, πρεσβύτεροι δὲ φαινόμενοι. B. | |
5 | προφερής ἐστιν ὁ μὲν χρόνῳ νεώτερος, τῇ δὲ ὄψει δοκῶν πρεσβύτε‐ ρος. ἀλλὰ καὶ τῶν ἀμώμων, ὦ Αἰσχίνη, ἔσθ’ ὅτε ὁ μῶμος ἅπτεται. q. προπόλιοι, προβεβηκότες ἐν τῷ εἴδει. Vat. Laur. F et pr. m. προφερὴς ὁ νέος μὲν ὤν, πρεσβύτερος δὲ φαινόμενος. τὸ δ’ ἐναντίον σκληφρός, ὃς πρεσβύτερος ὢν νέος δοκεῖ. οὕτω καὶ Πλάτων (Euthyd. | |
10 | p. 271 B) ταῖς λέξεσιν ἐχρήσατο. “ἦν γὰρ” φησὶν “ὁ μὲν προφερής, ὁ δὲ σκληφρός” περὶ τινῶν δύο διηγούμενος. δῆλον δὲ καὶ ὡς οὐ καλῶς τῷ προφερεῖς ὁ Αἰσχίνης ἐχρήσατο, προσθεὶς τῷ νέοι ὄν‐ τες καὶ τὸ πρεσβύτεροι· ἤρκει γὰρ μόνον τὸ προφερεῖς πάντα δηλῶ‐ σαι. gm. | |
1.51 | οὐκ ἂν ὤκνησα αὐτὸν] οὐκ ἂν ηὐλαβήθην αὐτόν. Vat. gm. παρρησιάζεται] σαφῶς λέγει. Vat. Laur. Fgm. αὐτῷ—τούτῳ] τῷ ἡταιρηκέναι πρὸς ἕνα. Vat. Laur. gm. | |
1.52 | τοὺς ἀγρίους] ἀντὶ τοῦ μὴ ὀνομάζων τοὺς προσάπαξ αὐτῷ χρησαμένους. ἀγρίους δέ φησι τοὺς σφόδρα κιναιδοποιούς. Vat. Laur. Fgm et partim q. τοὺς μὴ ἐν τῷ ἄστει, ἀλλ’ ἐν ἀγρῷ διατρί‐ βοντας. Vat. Laur. gm. τοὺς σφόδρα ἐπτοημένους περὶ τὰ παιδικὰ | |
5 | καὶ χαλεποὺς παιδεραστάς. ἐπονομάζονται δὲ καὶ Τρίβαλλοι καὶ | |
Κένταυροι. B. Κηδωνίδην] οὗτοι παιδερασταί, ἐπωνυμίας ἔχοντες ἄγριοι καὶ Τριβαλλοὶ καὶ Κένταυροι. Vat. Laur. gmq. μόνον ἡταιρηκὼς] διαφορὰν εἶπεν ἡταιρηκότος πρὸς πόρνον. τὸν | 263 | |
10 | μὲν οὖν ὑφ’ ἑνὸς καταισχυνθέντα ἡταιρηκέναι φησί, τὸν δὲ ὑπὸ πολλῶν πεπορνεῦσθαι. Vat. Laur. gmq. εἰκῇ] εὐνοίᾳ. Laur. | |
1.53 | τῇ τε δαπάνῃ ἀπεῖπε] ἐπειδὴ βούλεται αὐτὸν καὶ τὰ πατρῷα κατεδηδοκότα ἐπιδεῖξαι, θαυμαστῶς πάνυ τοῦτο προοικονομεῖ λέγων αὐτὸν πολυτελῆ εἶναι. Vat. Laur. gm. μετὰ τοῦτον] ἄλλο ἀπ’ ἀρχῆς μέχρι τέλους. Vat. Laur. q. | |
5 | Σάμῳ] εἰς Σάμον κληρούχους ἔπεμψαν Ἀθηναῖοι ἐπ’ ἄρχοντος Ἀθήνησι Νικοφήμου. Vat. Laur. Bgmq. ὡς γὰρ ἀπηλλάγη] ἄλλο ἀπ’ ἀρχῆς μέχρι τέλους. Vat. κυβείῳ] κυβεῖον λέγεται ὁ τόπος ἔνθα συνέρχονται οἱ κυβεύ‐ οντες, ὃ νῦν καλοῦσί τινες ταβλιστήριον. Vat. Laur. Fgmq. | |
10 | τηλία] ἡ τηλία σανὶς ἡ κυβευτική. ἦν καὶ σανίς, ἐν ᾗ οἱ ὀρτυ‐ γοτρόφοι τοὺς ὄρτυγας συνέβαλλον. B. τηλία σανίδιόν τι περιπε‐ φραγμένον πάντοθεν, εἰς ὃ ἐνέβαλλον ἢ ἀλεκτρυόνας ἢ ὄρτυγας μάχεσθαι. καὶ τὸν ὑπερπηδῶντα αὐτῶν τὰ περιφράγματα ἔλεγον ἡττᾶσθαι. Vat. Laur. Fgmq. ἰδίως δὲ εἶπεν κυβεῖον· οὐ γὰρ οὕτως | |
15 | ἐκάλουν, ἀλλὰ σκιραφεῖον. —ἢ τηλία ἐστὶν ἐφ’ ἧς τὰ ἄλευρα ἐκά‐ θαιρον. ἐχρῶντο δ’ αὐτῇ οἱ κυβεύοντες καὶ πρὸς τὸ βάλλειν τοὺς κύβους, καὶ πρὸς τὸ συμβάλλειν τοὺς ὄρτυγας καὶ τοὺς ἀλεκτρυό‐ νας. Vat. Laur. gmq. ἢ σήλιόν ἐστιν ἡ τηλία, ἐφ’ οὗ μάττεται τὰ ἄλευρα. Vat. Laur. gm. | |
1.55 | ὑπὸ δὲ] ἄλλο ἀπ’ ἀρχῆς μέχρι τέλους. Vat. q. περὶ οὗ πάλαι] οὐχ ἁπλῶς διαβάλλει τοῦτον τὸν Ἡγήσανδρον ὁ Αἰσχίνης, ἀλλ’ ἐπειδὴ ἀδελφός ἐστιν Ἡγησίππου τοῦ μισοφιλίπ‐ που. Vat. Laur. Fgmq. | |
1.56 | Τιμομάχῳ] τοῦ Τιμομάχου τούτου τοῦ στρατηγοῦ Ἀθηναῖοι θάνατον κατέγνωσαν καὶ ἀνῃρέθη. Vat. Laur. gmq. ἀπολελαυκὼς] πολλὰ ἀφῃρημένος αὐτοῦ διὰ τὴν ἐκείνου δειλό‐ τητα καὶ μωρίαν. Vat. Laur. gm. | |
5 | εὐηθείας] διότι λέγων κεχορηγηκέναι αὐτῷ τῷ στρατηγῷ πολλά, ὀλίγα δὲ δοὺς τὰ πολλὰ ἐκέρδαινεν καὶ ἐχλεύαζεν αὐτὸν ὡς μωρόν. Vat. Laur. Fgm. τῆς συμφορᾶς] αἰτίαν γὰρ ἔσχεν ὡς προδοὺς Κότυϊ τὴν Χερρό‐ νησον. Vat. Laur. Fgm. κατεγνώσθη δὲ θανάτου. οὕτως ὁ Ἀπολλώ‐ | |
10 | νιος. Vat. Laur. gm. | 264 |
1.57 | ἀφθονίᾳ] ἤγουν τῇ εὐπορίᾳ τοῦ ἀργυρίου. Vat. δεινὴ ἡ ἀκακία] μεγάλη. F. ἀντὶ τοῦ φαύλη. ἀκακία ἁπλότης. εὐπιστία εὐχέρεια εἰς τὸ πείθεσθαι. Vat. Laur. gmq. αὐτῶν τούτων] ἢ τῶν μισθωσαμένων ἢ ἀντὶ τοῦ διὰ ταῦτα. | |
5 | Vat. Laur. gm. | |
1.58 | ὅτι—ἠνώχλει] ἀντὶ τοῦ ἐπειδὴ δὲ αὐτοῖς ἠνώχλει. Vat. Laur. Fgmq. | |
1.59 | ἀστραγάλους—διασείστους] εἶδος ἀστραγάλων οὕτως ὑπὸ τῶν κυβευτῶν ὀνομαζομένων. Vat. Laur. gmq. πολλάκις τινὲς κώ‐ δωνας ἀργυροῦς ἢ χαλκοῦς ἐξῆπτον ἔνδον αὐτῶν, ἵνα ἀφιέμενοι ἦχόν τινα ἀποτελῶσι καὶ τέρψιν ἐν τῇ παιδιᾷ. οὗτοι οὖν ἐλέγοντο | |
5 | διάσειστοι. φιμοὺς δὲ ἀλλαχοῦ μὲν σημαίνει εἰς οὓς ἐμβάλλονται αἱ ψῆφοι, ἐνταῦθα δὲ ἃ νῦν καλοῦσιν οἱ κυβευταὶ πυργία. Vat. Laur. Fgmq. φιμοὶ οἱ καλούμενοι κημοί, εἰς οὓς ἐνεβάλλοντο οἱ ἀστρά‐ γαλοι. B. τὰς—πληγὰς] ἢ τὰς ἀπολλύναι δυναμένας καὶ ἐξ ἀνθρώπων ποι‐ | |
10 | ούσας ἢ ἃς οὐ γινώσκουσιν οἱ ἄνθρωποι ἢ ἃς εἰκὸς ἀνθρώπους παρασχεῖν ἢ ὅσαι εἰσὶν ἐν ἀνθρώποις ἢ ὅσας ἄνθρωποι πλήττουσιν. Vat. Laur. Bgmq. | |
1.60 | ἀνακηρυχθῇ] ἤγουν περιβόητος γένηται. Vat. mq. ἐπῄει] ἐπήρχετο, σύνεγγυς ἦν. γίνονται δὲ ἐκκλησίαι τρεῖς τοῦ μηνὸς αἱ λεγόμεναι κύριαι, ἃς ἐκ τῶν νόμων ἔχουσιν ἀναγκαίως τελεῖν. ἐπὰν δὲ αἰφνίδιόν τι προσπέσῃ, ἐκκλησιάζουσι μέν, καλεῖ‐ | |
5 | ται δὲ σύγκλητος, εἰ δ’ ἄρα καὶ ἐκκλησία, οὐ κυρία. ἐπειδὴ δὲ εἶπεν εἰς πᾶσαν τὴν πόλιν, ἐπήνεγκε τὸ ἐπῄει δὲ ἐκκλησία. εἰ‐ κὸς γὰρ ἦν πολλῶν ἐρχομένων καταφανὲς γενέσθαι. Vat. Laur. gm. | |
1.61 | παροινία] κυρίως ἐχρήσατο τῇ λέξει, εἶπε γὰρ ὅτι μεθυσθέν‐ τες. Vat. Laur. gmq. ἀργαλέος] χαλεπός, δυσειδής. Vat. Laur. ὑπογενειάζων] ἁπτόμενος τῶν γενείων καὶ ἱκετεύων. Vat. Laur. | |
5 | gmq. | |
1.63 | λήξεις—ἐποιήσαντο] ἤγουν ἔλαχον δίκην ἀλλήλοις. q. παρὰ τὸ λαγχάνειν. ἐλάγχανον ἀλλήλοις δικάσοντες. καλοῦνται δὲ πάντες οὗτοι προκληθέντες. δικῶν δὲ λήξεις ἐποιήσαντο ἀντὶ τοῦ ἔλαχον ἀλλήλοις δίκην. Vat. Laur. gm. | |
5 | Ἡγησάνδρου] καὶ τὸν Ἡγήσανδρον διαβάλλει ὡς ἡταιρηκότα | |
παρὰ Διοπείθει. Vat. Laur. gm. ἐν ἡλικίᾳ] ὅτι ἐξαιρέτως εἰώθεσαν οἱ ἀρχαῖοι ἡλικίαν τὴν νεό‐ τητα καλεῖν. Vat. Laur. Fgmq. | 265 | |
1.64 | Ἀριστοφῶντι] κεκωμῴδηται ὁ Ἀριστοφῶν ὡς ὑπὲρ Χάρη‐ τος μισθοῦ λέγων καὶ ὡς παρανόμων γραφὴν πεφευγὼς καὶ ὡς στρατηγήσας ἐν Κέῳ καὶ διὰ φιλοχρηματίαν πολλὰ κακὰ ἐργασάμε‐ νος τοὺς ἐνοικοῦντας, ἐφ’ ᾧ γραφεὶς ὑπὸ Ὑπερείδου (in or. pro | |
5 | Euxen.) παρανόμων ἑάλω. φησὶ δ’ αὐτὸν Ὑπερείδης καὶ Ἄρδητ‐ τον ἐπικληθῆναι διὰ τὸ πολλάκις αὐτόθι ἐπιωρκηκέναι. ἐπεβίωσε μέντοι ὁ Ἀριστοφῶν ρʹ ἔτη παρὰ μῆνας θʹ. Vat. Laur. gm. πρὶν αὐτῷ] ἐπειδὴ ὁ Ἡγήσανδρος ἐδημηγόρει ἀντιπολιτευόμε‐ νος Ἀριστοφῶντι, τέως αὐτῷ ὁ Ἀριστοφῶν ἠπειλήσατο ἐπαγγελίαν | |
10 | ἑταιρήσεως, ὅ ἐστι δοκιμασίαν, ἥν, φησίν, ἐγὼ κρίνω Τιμάρχῳ. Ἄλ‐ λως. τοῦτό φησιν, ὅτι ὁ Ἡγήσανδρος Ἀριστοφῶντι ἀντεπολι‐ τεύετο, τοῦ δὲ Ἀριστοφῶντος ἀπειλήσαντος αὐτὸν ἐπαγγέλλειν ἐπαύσατο. Vat. Laur. gm. ὁ Ἀριστοφῶν τῷ Ἡγησάνδρῳ. Vat. Laur. F. Κρωβύλος] ἀδελφὸς ἦν οὗτος Ἡγησάνδρου οὕτως ἐπωνομασμένος | |
15 | διὰ τὴν πανουργίαν. Ἡγήσιππος γὰρ κυρίως ἐκαλεῖτο. B. Κρωβύ‐ λον καλεῖ τὸν ἀδελφὸν τοῦ Ἡγησάνδρου τὸν Ἡγήσιππον τὸν μι‐ σοφίλιππον, καθὸ αὐτὸς ἤλειφε τὴν κεφαλὴν καὶ ἐφιλοκάλει τὰς τρίχας. Κρωβύλος γάρ ἐστιν εἶδος ἐμπλέγματος πρῴην γενο‐ μένου παρὰ τοῖς παλαιοῖς τῶν Ἀθηναίων, ὡς ἔγνωμεν ἐν τοῖς | |
20 | Θουκυδιδείοις (1, 6). Vat. Laur. Fgmq. | |
1.65 | τοὔψον] ὅ ἐστιν ἐν τῇ ἀγορᾷ, ἔνθα τὰ ὄψα, οἱονεὶ πάντα τὰ ἐδέσματα πιπράσκεται. ἀπὸ γὰρ τῶν πιπρασκομένων ἔν τινι τόπῳ ἐκάλουν οἱ Ἀθηναῖοι τὸν τόπον. Vat. Laur. Fgmq. κώμοις] κῶμος ἡ μετ’ οἴνου ᾠδή. Vat. Laur. gmq. | |
1.67 | ἀπομεῖται καὶ ἐπιορκήσει] ἀπορήσειεν ἄν τις πῶς ὁ Αἰσχί‐ νης γράφων τὰς μαρτυρίας τῶν συνειδότων Τιμάρχῳ πεπορνευμέ‐ νῳ καὶ μέντοι καὶ χρησαμένων αὐτῷ προλέγει περὶ αὐτῶν ὅτι ἀρνή‐ σονται ταῦτα. τοῦτο μὲν γὰρ ὅσον ἀπὸ τοῦ εἰκότος. Αἰσχίνου κατη‐ | |
5 | γορία ἐστίν, εἰ ἃ μὴ σύνοιδε τοῖς μάρτυσιν ὁμολογήσασιν ἄν, τούτων ἐκεῖνος τὰς μαρτυρίας δι’ αὐτῶν τῶν ἀρνουμένων παρέχεται. κατα‐ ψευδομαρτυρίας γὰρ ἂν κριθείη, ἥντινα ταύτην ὁ αὐτὸς ῥήτωρ Αἰσχίνης ἐξηγεῖται ἐν ἄλλῳ λόγῳ (de f. leg. §. 154). φαμὲν οὖν πρὸς τοῦτο, ὅτι εἰκὸς ἦν τὸν Αἰσχίνην γράφειν μὲν τὰς μαρτυρίας τῶν | |
10 | συνασελγούντων τῷ Τιμάρχῳ θαρροῦντα τῷ πάντας Ἀθηναίους ταῦτα γινώσκειν καὶ νομίζοντα ὡς εἴπερ ἐκεῖνοι πρὸς ἄρνησιν χω‐ ρήσειαν, διὰ τῶν ἄλλων ἁπάντων Ἀθηναίων τῶν εἰδότων τὰ περὶ | |
τούτων ἐλέγξειν αὐτοὺς ψευδομένους, μὴ δι’ ἄλλων δὲ ἔξω τῆς αἰτίας ταύτας παρέχεσθαι, ἵνα φανῶσιν ἀξιοπιστότεραι αἱ παρὰ τῶν πρα‐ | 266 | |
15 | ξάντων· ἀρνήσεσθαι δὲ προλέγειν αὐτοὺς διὰ τοῦτο, ὅτι οὐδεὶς ἑκών ποτε ὅπερ ἐξήμαρτεν ὁμολογεῖ. g. | |
1.69 | οὐκ ἠγνόουν ὅτι] ἀξιοῦσί τινες μέμφεσθαι τῷ ῥήτορι ἐν ἀγῶνι συνηγόρων ἐκβολὴν ποιησαμένῳ, δέον ἐν ἐπιλόγῳ, ἀλλ’ εὔ‐ ηθες πάσχουσι· μερικὰς γὰρ πανταχοῦ ποιεῖν ἔξεστιν, ὥσπερ καὶ ἐφ’ ἑκάστου κεφαλαίου ἐπιλογιζόμεθα. ἄλλως τε οὐδαμοῦ κάλλιον | |
5 | εἶχεν ἐκβαλεῖν αὐτοῦ τὴν συνηγορίαν ἢ ἐν τῷ περὶ αὐτοῦ λόγῳ, ἔτι μεμνημένων τῶν δικαστῶν. ἃ γὰρ ἐκεῖ ἐδεῖτο εἰπεῖν πρὸς τὴν διαβολήν, ταῦτα ἐνταῦθα εἶπεν ἀγωνιζόμενος. Vat. Laur. gm. γιγνώσκων] ἀντὶ τοῦ ποτὲ χρώμενος αὐτῷ αἰσχρῶς. Vat. Laur. F. οὗτος ἐραστὴς ἐγένετο Ἡγησάνδρου. Vat. Laur. gmq. μέμνηται | |
10 | δ’ αὐτοῦ καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου (Imo in Leptin. §. 146. p. 501, 23). Vat. Laur. gm. ἐθορυβήσατε] ἄδηλον πότερον νῦν κατεκέκλητο πρὸς τὴν μαρ‐ τυρίαν ὁ Λεωδάμας, ὥστε ἀχθεσθέντας τοὺς δικαστὰς τῷ ὀνόματι θορυβῆσαι, ἢ ὁ Ἀριστοφῶν ἀνέγνω μαρτυρίαν Λεωδάμαντος κρίνων | |
15 | τὸν Ἡγήσανδρον ἑταιρείας. εἰκὸς γὰρ ἦν κεκρίσθαι αὐτόν. καὶ γὰρ προείρηκεν ὅτι ἐπολιτεύετο πρὶν αὐτὸν δοκιμάσειν ἠπείλησεν ὁ Ἀριστοφῶν. Vat. Laur. gm. | |
1.70 | σαφέστερον] ἀντὶ τοῦ ἀναιδέστερον καὶ αἰσχρότερον. Vat. Laur. Fgm. ποιεῖσθαι] ἀντὶ τοῦ πεπονθέναι. Vat. F. βδελυρίας] ἀναισχυντίας εἰς αὐτὸ τὸ ἀσελγαίνειν. εἴρηται δὲ | |
5 | ὡς παρὰ τὴν βδέλλαν τὸ ζωΰφιον, ὅπερ ἐστὶν ἀναιδέστατον καὶ δυσα‐ πόσπαστον. Vat. Laur. Fgm. ἀπολογούμενον] οἱονεὶ ἀπολυόμενον ὑπὲρ τῶν αἰσχρῶν πρά‐ ξεων ὧν ἔπραξεν. Vat. Laur. Fgm. ὑπερήφανα] μεγάλα. F. | |
1.71 | ἐπιστρεφῶς] ἀντὶ τοῦ συνεστραμμένως τῇ φωνῇ, ἵνα μὴ ἐλεγχθῶσιν ἀπὸ τῆς φωνῆς ὄντες κίναιδοι καὶ χαύνως διαλεγόμε‐ νοι. Vat. Laur. Fgm. ἢ ἀντὶ τοῦ σπουδαίως. Vat. Laur. gm. ἀδελφὸς] Ἡγησάνδρου ἀδελφὸς ἦν Κρωβύλος. ἐκαλεῖτο δὲ οὐ | |
5 | μόνον Κρωβύλος, ἀλλὰ καὶ Ἡγήσιππος καὶ ἐκωμῳδήθη ὡς αἰσχρὸς τὴν ὄψιν καὶ περὶ τὰ Φωκικὰ ἡμαρτηκώς. Vat. Laur. gm. ἀξιοῦσι δέ με] ἐντεῦθεν ἐλέγχων ἀπαίτησις. ἔλειψε δὲ τὸ πα‐ ραγραφικόν, ὅτι ὁ λόγος ὅλος παραγραφή ἐστιν. Vat. Laur. gm. | |
1.75 | ἀλλ’ εἰ πέπρακται] καὶ γὰρ ἐκεῖ οὐ τὸν εἰσελθόντα εἶδεν ὁ | |
θεασάμενος, ἀλλ’ ἐφ’ ᾧ εἰσῆλθεν. Laur. gmq. ἐπεὶ πρὸς θεῶν] θαυμασίως ἀποστραφείς. Vat. q. μειράκιον νέον] ἀντὶ τοῦ οὐκ ἀκριβῶς βούπαιδα, ἀλλ’ ἔτι μι‐ | 267 | |
5 | κρόν. Vat. Laur. Fgm. τὴν ὄψιν] τὸ εἶδος. B. ἀσύμβολον] οὐκ εἰσενεγκὼν συμβολήν, οὐ συμβαλὼν ἔρανον. B. μὴ παρέχων σύμβολον καὶ ἔρανον, ἀλλ’ ἄλλου συμβάλλοντος δαπα‐ νῶν. Vat. Laur. Fgmq. ἀσύμβολος οὖν ὁ ἑτέροις συνεστιώμενος | |
10 | δίχα συμβόλου καὶ ἐράνου τινός. Vat. Laur. Fgmq. | |
1.77 | μετὰ χεῖρας ἔχετε] ἀντὶ τοῦ ὧν νῦν τὴν μνήμην ἔχετε. Vat. Laur. διαψηφίσεις] αἱ δοκιμασίαι. διαψήφισις δέ ἐστιν, ὁπηνίκα στάσεως δημοτικῆς γενομένης συνέρχονται ἅπαντες οἱ ἐκ τῶν δήμων | |
5 | καὶ σκοποῦσι τίς τε ἐστὶ πολίτης καὶ τίς ξένος. καὶ ἐὰν εὕρωσι ξέ‐ νον, τοῦτον διώκουσιν, ὡς ἐξ αὐτοῦ γενομένης τῆς στάσεως. ἔλεγον δὲ ἐκ πολίτου μὴ γενέσθαι τι τοιοῦτον. Δημόφιλος δέ τις εἰσηγή‐ σατο διαψηφίσεις τῶν ἀστῶν ἐν τοῖς δήμοις, ὥστε τοὺς δημότας περὶ ἑκάστου τῶν ἀναγραφομένων διδόναι ψῆφον ὅτι ἐστὶν ἀστός, | |
10 | μηδενὸς κατηγοροῦντος μηδὲ ἀπολογουμένου, ἀλλ’ ἐκ τῆς συνιστορή‐ σεως, καὶ ἴσχυον αἱ διαψηφίσεις τῶν δημοτῶν. Vat. Laur. gmq. ψῆφον δέδωκε] περὶ γὰρ ἑκάστου ψῆφος ἐδίδοτο τοῖς δημόταις· ὡσεὶ ἔλεγε δοκιμασίαν ἔδωκεν. ἢ ἀντὶ τοῦ δέδωκεν ἑαυτὸν εἰς τὸ ἑτέρους ὑπὲρ αὐτοῦ ψηφίσασθαι. Vat. Laur. gmq. | |
1.78 | οὐ μετὸν] ἀμετάσχετον. Laur. F. | |
1.79 | φέρε δὴ πρὸς τοῦ Διὸς] ἐπιμονὴ τὸ σχῆμα. Vat. Laur. τετρυπημένη] καταδικάζουσα. Laur. τοῦτο κακοήθως εἶπεν ἐπὶ τοῦ Τιμάρχου, καὶ ἔστι κακέμφατον. Vat. Laur. gm. τετρυπημένη δὲ ψῆφος ἦν ἡ καταδικάζουσα, πλήρης δὲ ἡ ἀπολύουσα. Vat, Laur. gmq. | |
5 | τετρυπημένη οὖν οἱονεὶ καταψηφιζομένη. ἔγνωμεν γὰρ πολλάκις, ὡς ὅτι ποτὲ μὲν ἐψηφίζοντο οἱ δικασταὶ διὰ λευκῆς καὶ μελαίνης ψήφου· καὶ ἦν ἡ μὲν μέλαινα ἡ καταψηφιζομένη, ἡ δὲ λευκὴ ἡ σώ‐ ζουσα· ποτὲ δὲ διὰ τετρυπημένης καὶ ἀτρήτου, καὶ κατέκρινον μὲν διὰ τῆς τετρυπημένης, ἔσωζον δὲ διὰ τῆς ἀτρήτου. Vat. Laur. Fgm. | |
10 | διαψήφισίς ἐστι τὸ τοὺς δημότας περὶ ἑκάστου τῶν ἀναγραφομένων διδόναι ψῆφον κατὰ δοκιμασίαν τινὰ εἰ αὐτῷ ὑπάρχον μετέχειν τῆς πόλεως. τοῦτο ἀντιστρέφει καὶ δύναται λέγεσθαι καὶ ὡσείπερ· λά‐ βε ἔξωθεν τὸ ἐρρίφθω, ἵν’ ᾖ πάνυ οἰκεῖον τῇ συντάξει, καὶ σύν‐ ταξον οὕτως· ὅτῳ δοκεῖ πεπορνεῦσθαι τὸν Τίμαρχον ἐρρίφθω παρ’ | |
15 | ἐκείνου ἡ τετρυπημένη ψῆφος καὶ αὖ πάλιν ὅτῳ μὴ δοκεῖ ἐρρίφθω | |
ἡ πλήρης. g. | 268 | |
1.80 | ἐβούλευε] ὅτε οὗτος ἐβούλευεν, εἴ ποθ’ ἡ βουλὴ ἀθροι‐ σθείη. Vat. Laur. gm. ἀπήγετο] ἀντὶ τοῦ ἥρπασται. Vat. | |
1.81 | πρόσοδον ποιουμένης] προσιούσης τῷ δήμῳ. Vat. Laur. gm. οἰκήσεων] οἰκήσεις τινὲς ἦσαν περὶ τὴν Πνύκα ἔρημοι καὶ καταπεπτωκυῖαι. ταύτας συνεβούλευσεν ὁ Τίμαρχος κτισθῆναι, οἱ δ’ ἐξ Ἀρείου πάγου ἀντιλέγουσιν. Πνὺξ δὲ πετρώδης ἐστὶ τόπος, | |
5 | ἔνθα ἐκκλησιάζουσιν, ἐν ἐρήμῳ τόπῳ κείμενος. ὠνομάσθη δὲ Πνὺξ παρὰ τὸ πεπυκνῶσθαι ταῖς οἰκήσεσιν. κατέτεμε γὰρ αὐτὴν εἰς οἰ‐ κίας τοῖς ἡλιασταῖς. ἦν δὲ πάγος ὑψηλός, λόφος καλούμενος Πνύξ. Vat. Laur. gmq. | |
1.82 | τὸ εἰσήγημα] τὸ ψήφισμα. Vat. q. εἰ Τίμαρχος] ἀπίθανον ὡς ὁ Αὐτόλυκος ἐμπειρότερον τῆς βουλῆς ἔφη τὸν Τίμαρχον. Vat. Laur. gm. | |
1.83 | τοιαύτην τινὰ συγγνώμην] ὁ Αὐτόλυκος συγγνώμην ἔφη Τιμάρχῳ ἔχειν· οὗτος γὰρ ἴσως ᾠήθη μικρὸν ὑμᾶς ἀναλώσειν ἐν τῇ ἐρημίᾳ οἰκοδομουμένους. ὁ γὰρ λόγος ἦν περὶ τῆς Πνυκός. λέ‐ γουσι δὲ ἡσυχίαν τὴν ἐρημίαν. Vat. Laur. gmq. | |
5 | ἡσυχίᾳ] ἡσυχίαν ἐκάλουν τὴν ἐρημίαν. Ἀσπάσιος δὲ τὴν ἀπραγ‐ μοσύνην ᾠήθη δηλοῦσθαι. Vat. Laur. gmq. πάλιν] οἱ ὑποπτεύοντες πόρνον τὸν Τίμαρχον ἐθορύβησαν. τὰ γὰρ ὀνόματα κακόσχολα πρὸς τὸν ἐπὶ τούτοις διαβαλλόμενον. Vat. gm. | |
1.84 | ὑπολαβόντες] ὑποτυχόντες, ἀποκρινάμενοι. Vat. Laur. gm. | |
1.85 | ἄτοπον] ἄτοπον τὸ μέγα καὶ θαυμαστὸν παρὰ Πλάτωνι. (Legg. 1, 646 B.) g. βοᾶτε] χρόνος ἀντὶ χρόνου· ἀντὶ τοῦ ἐβοήσατε. Vat. Laur. Fgm. | |
1.86 | ἐμνήσθην] ἀντὶ τοῦ ἐπλήρωσα ταῦτα λέγων. Vat. Laur. Fm. πολιτευμάτων] ὅταν τις εἰσηγήσηται τῷ δήμῳ τι συμφέρον, τοῦτο πολίτευμα τοῦ εἰσενεγκόντος καλεῖται. καὶ λέγουσιν· ὁ δεῖνα τόδε ἐπολιτεύσατο. Vat. Laur. gm. | |
5 | ᾐτιάσατο] ἀντὶ τοῦ κατηγόρησεν. Laur. Fq. ἀπὸ κοινοῦ τὸ ᾐτιά‐ σατο. ἔστι δὲ ἀντὶ τοῦ κατηγόρησεν. Vat. Laur. gm. συνδεκάζειν] ἤγουν δώροις συνδιαφθείρειν. q. συνδεκασταὶ ἐλέ‐ γοντο, οἵτινες συνερχόμενοι ἅμα εἴτε τῶν βουλευτῶν εἴτε τῶν δικα‐ στῶν τὴν αὐτὴν ψῆφον ἐτίθεσαν περὶ τῶν κρινομένων. οἷον παρε‐ | |
10 | φέρετό τις ἄδικόν τι ποιήσας πρᾶγμα, οἱ δὲ δέκα ἐκεῖνοι ὄντες συν‐ | |
δεκασταί, οἵτινες καὶ συγκαθισταὶ ἐκαλοῦντο κέρδους χάριν τὴν ὑπὲρ αὐτοῦ ἐτίθεσαν ψῆφον. οὗτοι δὲ ἐλεγχόμενοι ἐπὶ τούτῳ τῷ πράγματι θανάτῳ ἐζημιοῦντο. —Ἄλλως. συνδεκάζειν συνδωροδο‐ κεῖν. κυρίως δὲ τὸ ἀναπείθειν δώροις δικάζειν. συνδεκάζειν τὴν | 269 | |
15 | ἐκκλησίαν οἷόν τινας συνδωροδοκῆσαι. Vat. Laur. gm. | |
1.87 | ἐδέκαζε] δεκάσαι ἐστὶ τὸ διαφθεῖραί τινας χρήμασι παραδι‐ κάσαι ἤ τι τοιοῦτον ποιῆσαι. Vat. Laur. Fgm. ἐδέκαζεν οὖν διέφθει‐ ρεν ἀργυρίῳ τοὺς δικαστάς. ἤρξατο δὲ τοῦ τοιούτου πρῶτος Ἄνυτος. ὠνομάσθη δὲ τὸ δεκάζειν ἀπὸ τοῦ δέκα συνισταμένους μισθαρνεῖν ἐν | |
5 | πόλει. Vat. Laur. gm. | |
1.88 | ἐκεῖνοι μὲν] συγγνώμην αὐτοῖς πορίζεται πάνυ δεινῶς. ἐπειδὴ γὰρ ἥλωσαν ἐκεῖνοι καὶ ταῦτα συγγνώμης ὄντες ἄξιοι, πό‐ σης τιμωρίας ἄξιος Τίμαρχος, ὃς ἥμαρτεν ὑπ’ οὐδενὸς τούτων κρα‐ τούμενος. Vat. Laur. gm. | |
1.89 | ἐκκλήτῳ] ὡς νῦν λέγομεν τὸ ἔκκλητον δοῦναι, ὅταν εἷς τῶν δικαζομένων ὑπονοῇ τὸν δικαστὴν παραδικάζειν δι’ ἔχθραν αὐ‐ τοῦ ἢ φιλίαν τοῦ ἀντιδίκου καὶ ἕνεκεν τούτου ἐκκαλῆται ἕτερον δι‐ καστήριον κοινὸν ἀμφοτέροις. παρατηρητέον ὅτι τῷ μὲν ὀνόματι | |
5 | κέχρηνται οἱ παλαιοὶ τῆς ἐκκλήτου, οὐκέτι μέντοι καὶ τῷ ῥήματι, ὥς φασιν οἱ Ἀττικισταί. Vat. Laur. Fgm. Ἄλλως. ἀλλοτρίᾳ, εἰς ἣν ἐξ‐ εκέκλητο ὁ κριθησόμενος. Ἄλλως. ἐκκλήτῳ παρὰ τὸ ἐκεῖ καλεῖ‐ σθαι ἐπὶ κρίσει. οἷον εἰ Ῥόδιόν τις Ἀθήνησιν ᾐτιάσατο, εἶτα ἐκλήθη Ἀθήναζε δικασόμενος. Vat. Laur. gmq. | |
10 | ἐσπουδακέναι] ἀντὶ τοῦ σπουδάζειν. οἱ γὰρ παρακείμενοι οἰ‐ κείως ἔχουσιν ἀντὶ ἐνεστώτων λαμβάνεσθαι. πολλὴ δὲ ἡ τοιαύτη χρῆσις παρὰ τοῖς Ἀττικοῖς. g. | |
1.90 | ἄριστα μὲν εἰδὼς] πῶς φησι τὸν μάρτυρα ταῖς μεγίσταις ὑποπίπτειν τιμωρίαις; λέγομεν ὡς οὐδεὶς ἔσται μάρτυς ἐπὶ τοιαύ‐ της πράξεως· λάθρα γὰρ πράττεται. οὐκοῦν μάρτυς ἂν εἴη ὁ τὴν πρᾶξιν ἐργασάμενος. ἀλλ’ ἐὰν μαρτυρῇ, κολάζεται ὡς τὸν Ἀθηναῖον | |
5 | καταισχύνων. Vat. Laur. gm. | |
1.92 | τῷ ἀκριβεστάτῳ συνεδρίῳ] τοῦτο τὸ συνέδριον εὐδοκίμει ἐν τῇ πόλει. F. εὖ πάνυ] ἀντὶ τοῦ μετὰ δεινότητος καὶ καλῆς φράσεως. Vat. Laur. Fgmq. | |
1.93 | οἱ μὲν γὰρ ἐν τῷ] οἱ παρὰ τὸν καιρὸν τῆς κρίσεως λόγοι λε‐ γόμενοι ἕνεκα τοῦ πεῖσαι ὑμᾶς καὶ ἀπατῆσαι ἐνίοτε λέγονται· οἱ δὲ πρὸ τῆς κρίσεως λόγοι ἀληθεῖς, οὓς οὐχ ὁ κατήγορος συνέθη‐ κεν, ἀλλ’ ἡ τῆς πράξεως ἀλήθεια. Vat. Laur. gm. | |
1.94 | λογογράφος] Δημοσθένην λέγει. Vat. Laur. Bgmq. οὐκ ἦν δὲ ἀστεῖον τὸ λογογραφεῖν οὐδὲ τὸ συνηγορεῖν μισθοῦ. Vat. Laur. Bgm. ἀπολογίαν] ἀντίθεσιν. Laur. ἐνταῦθα ἡ πιθανὴ ἀπολογία. | 270 |
5 | Laur. q. ἀνδρὸς] ἵνα δύνηται πιπράσκειν τὰ κτήματα. Vat. Laur. Bgm. τερατευόμενος] τέρας τι καὶ παράδοξον λέγει με ἐπαγγέλλειν. Vat. Laur. Fgmq. | |
1.95 | ἐπικλήρου] ὅτι ἐπίκληρόν τινα συγγενῆ πρὸς γάμον ἔλα‐ βεν ὁ Ἡγήσανδρος πλουσίαν. νόμος γὰρ ἦν ὁ κελεύων τὸν ἐγγυ‐ τέρω τῶν ἄλλων συγγενῶν ὑπάρχοντα εἰς συγγένειαν αὐτῇ τῇ ἐπι‐ κλήρῳ γαμεῖν αὐτήν. Vat. Laur. BFgmq. ἐπίκληρος δὲ γυνὴ καλεῖται, | |
5 | ἣν ὁ πατὴρ μέλλων τελευτᾶν καταλιμπάνει τινὶ πρὸς γάμον, λέ‐ γων ὅτι τῷδε αὐτὴν θέλω δοῦναι. Vat. Laur. Bgm. κατεκεκύβευτο καὶ κατωψοφάγητο] ἤγουν εἰς κύβους ἐδαπα‐ νήθη καὶ εἰς ὀψώνια ἀνηλώθη. Vat. Laur. gm. ἔξωρος] ἔξω τῆς ἡλικίας. ὑπερεβεβήκει τὴν ὥραν, τουτέστι τὴν | |
10 | ἀκμὴν τῆς ἡλικίας, ἀνὴρ ἤδη ἐγεγόνει. Vat. Laur. gmq. ἀνόσιος] τὸ ἀνόσιος θηλυκῶς συνέταξε. Vat. Laur. gm. | |
1.96 | τὸ πλέον] τὸν παρέχοντα αὐτῷ πλείονα. Vat. gm. εὑρίσκοντος] ἀντὶ τοῦ εὑρισκομένου. Laur. | |
1.97 | τῆς πόλεως] τῆς ἀκροπόλεως λέγει. τὸ γὰρ παλαιὸν ἡ ἀκρό‐ πολις Ἀθηνῶν ἐκαλεῖτο πόλις. Vat. Laur. Bgmq. ἐσχατιὰν] ἐσχατιαί εἰσι τόποι ἔσχατοι τῆς χώρας περατούμενοι ἢ εἰς ὄρη ἢ εἰς θάλασσαν. Vat. Laur. BFgmq. τὰ ἐπὶ τοῖς τέρμασι δὲ | |
5 | τῶν δήμων ἔσχατα κείμενα χωρία ἐσχατιαὶ ἐκαλοῦντο. Vat. Laur. Bgmq. Ἄλλως. ἐν τοῖς χωρίοις ἐναπολαμβάνονται ὄρη ἢ ἄκρα κατὰ τὴν Ἀττικήν. παρ’ αὐτὰ δὲ ψιλοὶ τόποι εἰσίν, αἳ ἐσχατιαὶ καλοῦν‐ ται. τινὲς δὲ ἐργάζονται αὐτούς. Vat. Laur. Bgm. Σφηττοῖ] Σφηττὸς δὲ δῆμος ὄπισθεν τῆς ἀκροπόλεως. Vat. | |
10 | Laur. Bgmq. ὁ δ’ ἡγεμὼν] ὁ τῶν δημιουργῶν χοροδιδάσκαλος καὶ ὑφηγητὴς καὶ οἷον ἄρχων, ὁ τὰ ἔργα ἐκλαμβάνων. Laur. gmq. ἀμόργινα] τὴν λινοκαλάμην ἀμοργίδα λέγουσιν. ἔνιοι δὲ ἀμόργινα πάντα τὰ λεπτὰ ὑφάσματα, ἁλουργὰ δὲ τὰ εὐανθῆ διὰ | |
15 | τὴν βαφήν. λεπτὰ δὲ λεπτοϋφῆ. ἔπιπλα δὲ σκεύη περισσά, ἃ | |
νῦν καλοῦμεν οἰκόσκευα. Vat. Laur. gmq. ἀμόργη εἶδος ξύλου ποιοῦν ἔρια, ὥσπερ ἐστὶ τὸ ἐριόξυλον. τινὲς δὲ λέγουσι τὸ ἐν τοῖς καλάμοις ὥσπερ ἔριον εὑρισκόμενον. ἐσθῆτα δὲ ποιῆσαι ἀπὸ τού‐ των ἐστὶ δυσχερές, καθὸ λεπτότατόν τί ἐστιν, ὡς ὑμήν. κατὰ τοῦτο | 271 | |
20 | δὲ καὶ πολύτιμα. Vat. Laur. Fgm. ποικιλτὴν] ὃν λέγομεν πλουμάριον. Vat. Laur. gmq. | |
1.98 | ὁ χοροδιδάσκαλος] ὁ τοῦ χοροῦ ὑφηγητής. B. ἐξηγριωμένον] ἀντὶ τοῦ χέρσον γενόμενον. Vat. Laur. gmq. | |
1.100 | ἀπέδωκε] ἤγουν χρεωστῶν ἔδωκε. q. Κηφισίῳ] ὄνομα δήμου. F. ἀργυρείοις] τὸ ἀργυρεῖον τῆς Ἀττικῆς τόπος. ἔνθα ἀργυρωρυ‐ χεῖα ἦν, ἃ λέγουσιν ἀργυρεῖα. ἐπὶ Θρασύλλῳ δὲ Ἀττικῶς ἀντὶ τοῦ | |
5 | πρὸς τῷ Θρασύλλου μνήματι. ἦν δὲ πρὸς αὐτῷ μέταλλα ἀργυρίου. Vat. Laur. gmq. | |
1.101 | Ἀμφιτροπῆσιν] ὄνομα δήμου. Laur. | |
1.102 | τὴν νόσον] τὴν πήρωσιν. B. συνταξάμενος] φανερόν τι συνθέμενος παρέχειν αὐτῷ. Vat. Laur. Fgmq. | |
1.103 | ἀδυνάτοις] κατὰ μῆνα ἐκ τοῦ δημοσίου δίδοται τοῖς ἀδυ‐ νάτοις πολίταις μισθός. ἀδυνάτους δὲ πάντας λέγουσι τοὺς ὁπωσ‐ δηποτοῦν ἠχρειωμένους πρὸς ἐπικουρίαν ἑαυτῶν. Ἄλλως. τοῖς ἀδυ‐ νάτοις τοῖς σώμασιν ἐχορηγεῖτο ἑκάστης ἡμέρας ἐκ τοῦ δημοσίου εἰς | |
5 | τροφὴν τριώβολον. Vat. Laur. Bgmq. μισθοφοροῦντα] ἀντὶ τοῦ μισθὸν δεχόμενον ἐν τῷ καταλόγῳ τῶν λελωβημένων καὶ ἀδυνάτων. νόμος γὰρ ἦν Σόλωνος ὁ κελεύων τοὺς τοιούτους ἐκ τῶν δημοσίων τρέφεσθαι. Vat. Laur. BFgmq. | |
1.104 | ἀπολειφθέντος] οἷον ἔτυχεν αὐτὸν μὴ παραγενέσθαι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἔνθα δοκιμάζονται οἱ τρεφόμενοι ἐκ τῶν δημο‐ σίων ὡς ἀδύνατοι. Vat. Laur. Fgmq. ἱκετηρίαν] ἱκετηρία ἐστὶ θαλλὸς ἐλαίας ἐρίῳ ἀνεστεμμένος. | |
5 | Vat. Laur. Bgmq. ὃν κατεῖχον ταῖς χερσὶν οἱ ἱκέται καὶ δεόμενοι τι‐ νῶν. Bq· πρυτανείας] οἱ πρυτάνεις συνάγουσι τὴν βουλὴν ὁσημέραι, πλὴν ἂν ἀφετός τις ᾖ, τὸν δὲ δῆμον τετράκις ἑκάστης πρυτανείας, καὶ προγράφουσιν πρὸ βουλῆς καὶ πρὸ ἐκκλησίας ὑπὲρ ὧν δεῖ χρημα‐ | |
10 | τίζειν. ἡ μὲν κυρία, ἐν ᾗ τὰς ἀρχὰς ἐπιχειροτονοῦσιν οἳ καλῶς ἄρ‐ χουσιν, ἢ ἀποχειροτονοῦσιν· ἐν ᾗ καὶ τὰς εἰσαγγελίας ὁ βουλόμενος εἰσαγγέλλει καὶ τὰς ἀπογραφὰς τῶν δημευομένων ἀναγινώσκουσι οἱ πρὸς ταῖς δίκαις, καὶ τὰς λήξεις τῶν κλήρων. ἡ δὲ δευτέρα ἐκ‐ κλησία ἀνεῖται τοῖς βουλομένοις ἱκετηρίας θεμένοις λέγειν ἀδεῶς | |
15 | περί τε τῶν ἰδίων καὶ τῶν δημοσίων. ἡ δὲ τρίτη κήρυξι καὶ πρε‐ σβείας [ἀξιοῖ] χρηματίζειν, οὓς δεῖ πρότερον τοῖς πρυτανεῦσιν ἀπο‐ δοῦναι τὰ γράμματα. ἡ δὲ τετάρτη περὶ ἱερῶν καὶ ὁσίων. q e Pol‐ luce 8, 95. ἐπειδὴ δέκα ἦσαν πρυτανεῖαι, ἑκάστης δὲ τούτων πεντή‐ κοντα βουλευταί, ἄνδρες πεντακόσιοι πρυτανεύουσιν, ἕκαστος | 272 |
20 | μῆνα καὶ ἡμέρας ἕξ, ἕως τὸ ἔτος περιέλθοι εἰς τὰς δέκα φυλάς. ὁ δὴ χρόνος, ὃν ἄρχει ἡ μία φυλή, πρυτανεία καλεῖται. καὶ μετροῦσι κοινότερον οὐ πρὸς μῆνας ἀλλὰ πρὸς πρυτανείας τούς τε μισθοὺς καὶ τόκους καὶ ἐνοίκια. Vat. Laur. gm. | |
1.105 | ἀλλ’ ἴσως—εἴποι] ἡ μετάθεσις τῆς αἰτίας. Vat. Laur. τ. χωρίου τοῦ Ἀλωπεκῆσι] οἰκίας τινὸς δηλονότι. Vat. Laur. | |
1.106 | λαχὼν] ἀπὸ κλήρου, χειροτονηθεὶς δὲ ἀπὸ δοκιμασίας. Vat. Laur. Fgmq. | |
1.107 | λογιστὴς] λογισταὶ κρίνουσι τοὺς ἄρξαντας καὶ ὑπευθύ‐ νους ὄντας. Vat. Laur. gmq. Ἄνδρῳ] τῶν Κυκλάδων νήσων μία Ἄνδρος. Vat. Laur. gm. μνῶν] ἡ μνᾶ ἐστι μέγιστον τῶν τοῦ ταλάντου μερῶν, ὡς εἰς ξʹ | |
5 | μνᾶς κατακερματίσαι λύσαντα τὸ τάλαντον. ἦν δὲ ἡ μνᾶ σταθμοῦ τε ὁμοῦ καὶ νομίσματος ὄνομα, ὥσπερ καὶ τὸ τάλαντον. ὁ μέντοι ὀβολὸς ὀκτὼ χαλκοῦς εἶχεν. q. ἐπ’ ἐννέα] ὡσανεὶ ἔλεγεν ἐπὶ μιᾷ καὶ ἡμισείᾳ ἑκατοστῇ, εἴ γε οἱ ἓξ ὀβολοὶ ποιοῦσι μίαν δραχμήν, ἥτις δραχμὴ ἑκατοστή ἐστι τῆς | |
10 | μνᾶς. Vat. Laur. Fgmq. ἐκμαρτυρῆσαι] ἐν ἄλλῳ μὲν τόπῳ (or. 2 §. 19) σημαίνει τὸ μαρ‐ τυρῆσαι περὶ ἀπόντος τινὸς ἀποδήμου, ἐνταῦθα δὲ τὸ ἐκφῆναι τὴν αὑτοῦ συμφορὰν διὰ τῆς μαρτυρίας. Vat. Laur. Fgmq. | |
1.108 | ὠνητὴς] οἷον πολέμιός τις βουλόμενος αὐτὴν ἀγοράσαι. πάντως γὰρ ἂν αὐτὴν εὐθὺς οὗτος ἐπώλει. Fm. ὡς ἐπιβαλομέ‐ νου τοῦ Τιμάρχου ὠνήσασθαι παρὰ τῆς πόλεως φόρον, ὥστε αὐτὸς προκαταθέμενος ἐκλέξαι ἐπιπλεύσας, ἔπειτα σφαλέντος τῷ βουλεύ‐ | |
5 | ματι. Vat. Laur. gm. | |
1.109 | Νικοφήμου] οὗτος ἦρξε πρὸ Θεμιστοκλέους, ἐφ’ οὗ βου‐ λεῦσαι τὸν Τίμαρχον. ἦν δ’ ἐπὶ τοῦ αὐτοῦ ἄρχοντος καὶ Ἡγήσαν‐ δρος τῆς θεοῦ ταμίας. καὶ κοινῇ διέκλεπτον τοῦ δημοσίου χιλίας δραχμάς, ὥς φησιν ὁ ῥήτωρ. Vat. Laur. Bgm. | |
5 | πρὸς μικρὸν μέρος] ὅ ἐστι πρὸς τὸ ἀποδοθὲν ὕδωρ. Vat. Laur. gm. ἐγγυτάτω τῆς αἰτίας] διὰ τὸ ἐπιφέρειν· κλέπτουσι τῆς πόλεως ἀνὴρ καὶ γυνή. Vat. Laur. gmq. | 273 |
1.110 | οὗτος] ἀναφορική ἐστιν ἡ ἐπιδεικτικὴ ὡς τοῦ Ἡγη‐ σάνδρου συνηγοροῦντος νῦν τῷ Τιμάρχῳ. Vat. Laur. Fgm. Ἀχερδούσιος] ἀπὸ δήμου. F. | |
1.111 | ἐκφυλλοφορήσασα] ἀντὶ τοῦ διὰ φύλλων αὐτοῦ καταψηφί‐ σηται. διὰ φύλλων γὰρ οἱ βουλευταὶ ἐψηφίζοντο ἐν τῇ πρώτῃ δο‐ κιμασίᾳ, ἐν δὲ τῇ δευτέρᾳ ψήφοις. δεύτερον γὰρ ἐβουλεύοντο περὶ τοῦ αὐτοῦ. Vat. Laur. Fgmq. Ἄλλως. οἱ βουλευταὶ φύλλοις ἐχρῶντο | |
5 | ἐν ταῖς δοκιμασίαις. καὶ τὰς ἀρχὰς δὲ ἐνίας φύλλοις ἐκληροῦντο, πρότερον κυάμοις κληρουμένας. Ἄλλως. μὴ ἄρα τὴν τῶν ψήφων ἀθρόαν ἐπιφορὰν πρὸς τὸ ἐκβαλεῖν ἐκφυλλοφορίαν εἴρηκε παρὰ τὴν τῶν φύλλων φοράν. Vat. Laur. gm. δωρεὰν] τὸν στέφανον. F. στεφανοῦται ἡ βουλὴ κατ’ ἔτος, ὅτε | |
10 | καλῶς ἄρχει. ταύτῃ οὖν ἀξιῶ τὴν δωρεὰν δοῦναι. Laur. gm. | |
1.112 | ἐν τῇ ψήφῳ] οἷον ἐν τῇ βʹ δοκιμασίᾳ. F. κατεδέξατο] ὥστε τῇ μὲν τῶν φύλλων ἐπιβολῇ ἐκβαλεῖν, ψήφου δὲ περιενεχθείσης καταδέξασθαι. Vat. Laur. gm. μὴ περιποιήσητε] πάλιν Ἀττικῶς ἐπερίττευσεν ἡ μὴ ἀπαγόρευ‐ | |
5 | σις ἐνταῦθα. Vat. Laur. Fgm. | |
1.113 | Ἐρετρίᾳ] Ἐρέτρια πόλις τῆς Εὐβοίας. ὅλη δὲ Εὔβοια ὑπ’ Ἀθηναίοις ἦν. Vat. Laur. Bgm. ἐξεταστὴς δὲ τῶν Ἀθηναίων ἐκεῖθι ξένων. Vat. Laur. gm. τιμήματος] ἀντὶ τοῦ περὶ τῆς καταδίκης λοιπὸν παρεκάλει, | |
5 | ἧττον παθεῖν τῆς ἀξίας. Vat. Laur. Fgm. τριάκοντα μνῶν] τὸ ἥμισυ τοῦ ταλάντου. ὀβολός. δραχμὴ ἓξ ὀβολοί. μνᾶ ρʹ δραχμαί. τάλαντον ξʹ μναῖ. Vat. Laur. F gm. | |
1.114 | διαψηφίσεσι] οἷον ταῖς δοκιμασίαις τῶν πολιτῶν, τίνες ἀληθῶς πολῖταί εἰσι γνήσιοι, καὶ τίνες παρεγγεγραμμένοι. ἔλαβε δὲ ἵνα συκοφαντήσῃ τὸν Φιλωτάδην, ὅτι οὐ πολίτης. Vat. Laur. Fgmq. | |
5 | ἀποψηφίσασθαι] ἀντὶ τοῦ ἐκβαλεῖν τοῦ εἶναι αὐτὸν πολίτην καὶ ἀποδοκιμάσαι. Vat. Laur. Fgmq. ἀντὶ τοῦ μὴ ψηφίσασθαι πο‐ λίτην. Vat. Laur. gmq. τοὺς ὁρκίους] Ἀπόλλωνα πατρῷον καὶ Δήμητραν καὶ Δία, ὥς φησι Δείναρχος ὁ ῥήτωρ. Vat. Laur. Bgm. | |
1.115 | εἴκοσι μνᾶς] τὸ αὐτό ἐστιν αἱ κʹ μναῖ ταῖς δισχιλίαις | |
δραχμαῖς, εἴ γε ἡ μνᾶ ἔχει ἑκατὸν δραχμάς. Vat. Laur. Fgm. συνθηκῶν] ἅπερ αὐτὸς ἔγραψε καὶ δέδωκε τούτοις τοῖς δοῦσιν αὐτῷ χρήματα συνθέμενος αὐτοῖς, ὅτι καθυφίημι τὸν ἀγῶνα. Vat. | 274 | |
5 | Laur. Fgm. | |
1.117 | προδιήγησις] οἷον ὥστε προδιηγήσασθαι ὑμῖν ἅπερ μέλ‐ λει λέγειν ὁ Δημοσθένης. περὶ αὐτοῦ γὰρ αἰνίττεται. τέχνας δὲ ἐν‐ ταῦθα λέγει τὰς πανουργίας. Vat. Laur. Fgm. οὐκ ἐλαχίστους δὲ τῶν] ψεῦδος. F. | |
1.119 | ὁ γὰρ περιττὸς ἐν τοῖς λόγοις] οἷον ὁ ἀκριβὴς καὶ πε‐ ρίεργος. ἢ ὁ πολὺς κατὰ σοφίαν, ἵν’ ᾖ κατ’ εἰρωνείαν. ἢ ὁ ἁπλοῦς ὢν ἐν τῇ πόλει. ἢ οἷον περιττὰ τῆς προκειμένης ὑποθέσεως ἀεὶ ἐξευ‐ ρίσκων πρὸς τὸ παραλογίζεσθαι, οἷον ὡς ἐν τῷ ηʹ τῶν Φιλιππικῶν | |
5 | οὔσης τῆς ὑποθέσεως περὶ τοῦ σῶσαι τὸν Διοπείθην αὐτὸς ἄλλην τινὰ προσεξεῦρε λέγων περὶ Χερσονήσου εἶναι τὸν φόβον. καὶ ἐν τῷ κατὰ Ἀριστοκράτους, οὔσης περὶ Χαριδήμου, αὐτὸς ἀνεπλάσατο τὴν Χερρόνησον. Vat. Laur. Fgm. πωλεῖ] ἀντὶ τοῦ μισθοῖ τοῖς τελώναις, ἵν’ αὐτοὶ ἀπαιτήσωσι τοὺς | |
10 | κιναίδους. καὶ πριαμένους πάλιν ἀντὶ τοῦ μισθουμένους παρὰ τῆς πόλεως. Vat. Laur. BFgm. ἀντιγράψασθαι] πρότερον γὰρ κατηγόρησεν ὁ Τίμαρχος Αἰσχί‐ νου παραπρεσβείας. B. ἀντὶ τοῦ ἀντικατηγορῆσαι, ἐπεὶ πρῶτος κατηγόρησεν ὁ Τίμαρχος Αἰσχίνου παραπρεσβείας. Vat. Laur. Fgmq. | |
15 | ἐκλέξαντος] ἀπαιτήσαντος. B. | |
1.121 | ἀπολογίας—παραχωρησάτω] τουτέστι μὴ χρησάσθω ταύ‐ τῃ τῇ ἀπολογίᾳ B. οἷον τὸ ἀπαιτεῖν ἡμᾶς αἰσχρὰς τοιαύτας ἀπο‐ δείξεις. Vat. Laur. BFgm. τόλμησον] ὁ τοιοῦτος, φησίν, ἄνθρωπος μὴ ἐπερωτάτω ἡμᾶς | |
5 | ἀκριβῶς τοὺς τόπους ὅπου ἐπορνεύετο εἰ δυνάμεθα ἀποδεῖξαι, ἀλλὰ ἁπλῶς περὶ αὐτοῦ τοῦ πράγματος ἀπολογείσθω καὶ δεικνύτω ὅτι οὐδὲ ὅλως ἐστὶ πόρνος. αἰσχρὸν γὰρ τὸν τοιοῦτον ὑπὲρ ἡμῶν πρε‐ σβείας εἰς τοὺς Ἕλληνας ἀποστέλλοντα περὶ τῶν τόπων ἀλλὰ μὴ περὶ τοῦ πράγματος ὅλου ἀγωνίζεσθαι. οὐκοῦν οὐδενὶ ἂν λόγῳ ἄλλῳ | |
10 | ἀπολογήσαιτο πρὸς ταῦτα οὗτος ἢ ὃν ἐγὼ λέγω. εἶτα ἀποστροφὴ πρὸς ἐκεῖνον καὶ τὰ ἑξῆς. g. | |
1.122 | ἐναπολογήσασθαι] ἡ ἐν πρόθεσις ἐπερίσσευσε κατ’ Ἀττικὴν συνήθειαν. Vat. Laur. F. ἥκω] τὸ ἥκω ἀντὶ τοῦ ἔρχομαι καὶ ἀντὶ τοῦ ἦλθον. g. παραιτησόμενος] συγγνώμην αἰτήσων, ὡς ὢν τοιοῦτος. Vat. | |
5 | Laur. Fgm. ἐπωνωμίας] προσηγορίας. F. | |
1.123 | οἰκήματα] ὅτι οὐκ ἀπὸ τῶν ἐργαστηρίων τοῖς ἀνθρώποις, | |
ἀλλ’ ἀπὸ τῶν ἀνδρῶν τοῖς τόποις αἱ ἐπικλήσεις. Vat. Laur. gm. | 275 | |
1.125 | ἥξει] ἐπίλογοί εἰσιν ἐντεῦθεν. q. ὅτι ἐπίλογοί εἰσιν ἐν‐ τεῦθεν. ἐξαγώνια γάρ ἐστιν ἃ μέλλει λέγειν. σοφιστοῦ δὲ λέγει ἐνταῦθα τοῦ σοφιζομένου τὴν ἀλήθειαν. πολλὰ γὰρ σημαίνει τοὔνο‐ μα. Vat. Laur. Fgm. | |
5 | Κολωνῷ] δύο εἰσὶ Κολωνοὶ δῆμοι τῆς Ἀττικῆς. καὶ ἐν τῷ μὲν ἐργάται ἦσαν καὶ ἐκέκλητο ἐργατικός, ὁ δὲ ἕτερος ἵππιος. ἄδηλον οὖν ἐν ὁποτέρῳ Κολωνῷ. Vat. Laur. Fgmq. ἐν δὲ τῷ ἐργατικῷ οἱ ἀγοραῖοι καὶ οἱ μισθαρνοῦντες ἦσαν. Vat. Laur. gm. Ἀνδοκίδου] Ἀνδοκίδης περὶ τῶν μυστηρίων (§ 62)· καὶ διὰ | |
10 | ταῦτα ὁ Ἑρμῆς, ὃν ὁρᾶτε πάντες, ὁ παρὰ τὴν πατρῴαν οἰκίαν τὴν ἡμετέραν, ὃν ἡ Αἰγηὶς ἀνέθηκεν, οὐ περιεκόπη μόνος τῶν Ἑρμῶν. B. παρὰ τὴν Ἀνδοκίδου οἰκίαν εὕρηται Ἑρμῆς. γέγονε δ’ ἐπίσημος Ἀνδοκίδης, καὶ ἀπ’ αὐτοῦ ἐλέχθη Ἀνδοκίδου Ἑρμῆς. διὰ δὲ τὸ πλη‐ σίον εἶναι τῆς Ἀνδοκίδου οἰκίας, διὰ τοῦτο αὐτοῦ ὠνομάσθη. | |
15 | Vat. Laur. gm. | |
1.126 | παραφέρει] παράγει. B. ἰδίας διατριβὰς] ἰδιωτικὰς συντυχίας. —Βάταλος δὲ ὁ κίναιδος λέγεται. Vat. Laur. Fgmq. Βάταλος δέ τις γέγονεν ἀνὴρ αὐλητὴς ἡται‐ ρηκώς. ἢ οὖν ἐκ τούτου Βάταλος ὁ Δημοσθένης ἐκαλεῖτο, καθότι | |
5 | μεγάλα καθίσματα εἶχεν, ἢ ἐκ τοῦ βαταλίζεσθαι, οἱονεὶ τύπτεσθαι. Vat. Laur. gmq. γελοῖος] γελοῖος ὁ γελωτοποιός, προπαροξυτόνως δὲ ὁ κατα‐ γέλαστος. Vat. Laur. gmq. εἰ μὴ] ἔξωθεν λάβε· οὐδαμῶς οὖν χρὴ Τίμαρχον ὑπὸ μόνης | |
10 | φήμης ἑταιρήσεως κρίνεσθαι, εἰ μὴ καὶ ἐμὲ καὶ τὰ ἑξῆς. Vat. Laur. gm. Βάταλον] Αἰσχίνης περὶ παραπρεσβείας (§ 99)· ἐν παιδὶ μὲν γὰρ ὢν ἐκλήθη δι’ αἰσχρουργίαν τινὰ ἢ κιναιδίαν Βάταλος. B. καταπύ‐ γωνα καὶ μαλακόν. ὠνομάσθαι δέ φασιν οἱ μὲν ἀπὸ Βατάλου αὐ‐ | |
15 | λητοῦ μαλακοῦ, οἱ δὲ ἀπὸ ποιητοῦ κατεαγότα κρούματα γράφοντος. διόπερ καὶ Δημοσθένη διὰ μαλακίαν οὕτως ὀνομασθῆναι. λελοιδό‐ ρηνται γὰρ αὐτῷ πάντες εἰς μαλακίαν. εἰσὶ δ’ οἳ βάταλον προσηγό‐ ρευον τὸν πρωκτόν· καὶ Δημοσθένην ἐκ μεταφορᾶς διὰ μαλακίαν βάταλον ἐκάλεσαν. αὐτὸς μέντοι ὁ Αἰσχίνης φησὶν ὡς Δημοσθένης | |
20 | ἔλεγεν ὡς ὑποκοριζομένη παιδίον αὐτὸν ὄντα ἡ τιτθὴ οὕτως ἐκά‐ λεσεν. καὶ νῦν δὲ οἱ αὐληταὶ ὑποπόδιον διπλοῦν ὑπὸ τὸν δεξιὸν πόδα ἔχοντες, ὅταν αὐλῶσι, κατακρούουσιν ἅμα τῷ ποδὶ τὸ ὑπο‐ | |
πόδιον, τὸν ῥυθμὸν τὸν αὐτὸν συναποδιδόντες, ὃ καλοῦσι βάτα‐ λον. δοκεῖ δέ μοι λελέχθαι Βάταλος παρὰ τὸ Εὐπόλιδος σκῶμμα· | 276 | |
25 | ἐκεῖνος γὰρ τὸ τῶν Βατάλων ὄνομα κεῖσθαι τοῖς αἰσχροῖς καὶ τὸν πρωκτὸν βάταλον ὑπ’ αὐτῶν καλεῖσθαι. Vat. Laur. gm. τιτθῆς] τιτθὴ ἡ τροφὸς, τήθη ἡ μάμμη, τηθὶς ἡ θεία. Vat. Laur. gm. | |
1.127 | πλανᾶται] περιέρχεται. Laur. | |
1.128 | Φήμης] Ἀθήνησίν ἐστι βωμὸς Φήμης. Vat. Laur. mq. Ἄλ‐ λως. Κίμωνος ἐν Παμφυλίᾳ νικήσαντος ναυμαχίαν καὶ πεζομαχίαν αὐθημερὸν ἔγνωσαν Ἀθηναῖοι, ὡς ὕστερον αὐτοῦ διὰ γραμμάτων τὴν νίκην σημήναντος· ὅθεν πρῶτον καὶ βωμὸν τῇ Φήμῃ ὡς θεῷ | |
5 | ἀνιδρύσαντο. Vat. Laur. gmq. | |
1.130 | ἐπισκήψασθαι] οἱονεὶ ἐξενεγκεῖν ψῆφον. Vat. Laur. Fgmq. | |
1.131 | κομψὰ] ἀντὶ τοῦ τὰ τρυφερὰ καὶ μαλακὰ καὶ πολυτελῆ. Vat. Laur. gmq. χιτωνίσκους] οἱονεὶ κολοβίωνας γυναικοπρεπεῖς. χλανίσκια δὲ τρίβωνας. Vat. Laur. Fgmq. | |
1.132 | ὑπτιάζων] γαυριῶν καὶ ὑπερηφανευόμενος. Vat. Laur. Fgm. κατασκοπούμενος] ὅπερ συμβαίνει τοῖς ἀλαζόσιν. Vat. Laur. Fgm. τὴν ὅλην ἔνστασιν] οἱονεὶ αὐτὴν τὴν ὅλην ὑπόθεσιν καὶ τὴν | |
5 | αἰτίαν τοῦ λόγου. Vat. Laur. BFgm. παραφέρων] παράγων. B. | |
1.133 | συμφορὰν] οἷον τιμωρίαν προξενοῦσαν τοῖς κεκτημένοις. Vat. Laur. Fgmq. | |
1.135 | ἐκ τοῦ πράγματος] ἐκ τοῦ μάχεσθαι πρὸς τοὺς ἀντεραστάς. Vat. Laur. Fgmq. | |
1.137 | ἀδιαφθόρως] ἤγουν ἀδωροδοκήτως, πρὸς ἀντιδιαστολὴν τοῦ λαβεῖν χρήματα δι’ αἰσχρότητα. Vat. Laur. Fgmq. ἐπαρθέντα] ἀντὶ τοῦ ἀναπεισθέντα. Vat. Laur. BFgm. | |
1.138 | ξηραλοιφεῖν ἔλεγον τὸ χωρὶς λουτρῶν ἀλείφεσθαι. Ἄλλως. τὸ ἐξ ἐλαίου ἀλείφειν τὸ σῶμα ὅπερ εἰώθασι ποιεῖν οἱ γυμναζόμενοι. B. ἀντὶ τοῦ ἐλαίῳ ἀλείφειν τὸ σῶμα. Vat. Laur. gm. Ἄλλως. ξηροτριβεῖσθαι μὲν πρότερον, ἀλείφεσθαι δὲ ὕστερον, ὡς ἀσκητῶν | |
5 | ἴδιον ὄν. Vat. Laur. gmq. Ἄλλως. ξηροτριβεῖσθαι· ὃ καὶ ἔτι | |
νῦν γίνεται. ταῖς χερσὶ γάρ τινες ἔλαιον λαμβάνοντες εὐτόνως τρίβονται καὶ σχηματίζονται τὸ σῶμα γαύρως. τάχα οὖν διὰ τοῦ‐ το οὐκ ἐπέτρεψε τοῖς δούλοις. Vat. Laur. gm. τούτῳ αὐτῷ] κατ’ ἀμφιβολίαν ἀπὸ τοῦ ἐναντίου. Vat. Laur. gm. | 277 | |
10 | οἷον διὰ τὴν ἐναντιότητα. Vat. Laur. Fgm. | |
1.139 | δημοσίᾳ] οἱ δημόσιοι δοῦλοι ἦσαν ταύτην τὴν πρᾶξιν ἐγ‐ χειρούμενοι. Vat. Laur. Fgm. σωφρονίζει] πῶς σωφρονίζει; τῷ μὴ διδόναι ἄδειαν αὐτῷ διαλέ‐ γεσθαι τῷ παιδί. Vat. Laur. gmq. | |
1.140 | εἴτε ἔρωτα] εἴτε ἔρως εἴτε τρόπος δέον εἰπεῖν. πρὸς τὸ προσειπεῖν τὴν αἰτιατικὴν ἐποίησεν. q. | |
1.141 | ἐπειδὴ δὲ] ἐνταῦθα συγκρούει αὐτὸν τοῖς δικασταῖς. Vat. Laur. gm. λέξομεν—ἡμεῖς] πληθυντικῶς εἶπε, δέον ἑνικῶς. ἀδιάφορον κατὰ παλαιὰν συνήθειαν. φιλόσοφον δέ φησι τὸν Ὅμηρον διὰ τὸ | |
5 | παντοδαπὸν τῆς ὠφελείας τῆς ποιήσεως αὐτοῦ. Vat. Laur. Fgm. φα‐ νερὸν δὲ ὅτι ἐκ παλαιοῦ φιλόσοφοι ἐλέγοντο οἱ ποιηταί. Vat. Laur. gm. κοινοποιεῖ ἑαυτὸν τοῖς δικασταῖς εἰς πλείω καταφορὰν ἐκείνου Vat. | |
1.143 | εἰ συμπέμψειεν—Τροίαν] ἐμοὶ δοκεῖ λέγειν· εἰ συμπέρ‐ σειεν αὐτῷ τὴν Τροίαν. g. | |
1.144 | Ὀπόεντα] ἰωνικῇ ἐκτάσει τὴν Ὀπόεντα, ἤτοι τὴν Ὀποῦν‐ τα· κλίνεται δὲ ἡ Ὀποῦς, τῆς Ὀποῦντος. g. ἐρεύθειν] φοινίζειν τῷ αἵματι. Laur. g. | |
1.148 | εἶμ’] τὸ εἶμι ἀντὶ τοῦ πορεύσομαί ἐστιν· εἰ γὰρ καὶ ἐνεστὼς εἶναι δοκεῖ, ἀλλὰ σημασίαν ἔχει μέλλοντος. g. τεύχεα καὶ κεφαλὴν] ἤγουν αὐτὸν τὸν Ἕκτορα· ἀπὸ μέρους τὸ πᾶν, ὥσπερ ἀλλαχοῦ λέγεται· εὗρε βίην δ’ Ὀδυσσῆος ἀντὶ τοῦ αὐτὸν | |
5 | τὸν Ὀδυσσέα. g. | |
1.149 | εὐηγενέων] ἤγουν τῶν καλὰ γένη ἐχόντων. q. ἐνδυκέως] ἤγουν ἐπιμελῶς. q. | |
1.156 | Περιθοίδην] δῆμος Περιθοίδης. Laur. q. | |
1.157 | Τιμαρχώδεις] τοῦτο Παρμένων ὁ κωμικὸς ἔσκωψεν εἰς Τίμ‐ αρχον τοῦτον τὸν ῥήτορα. ἦν δὲ καὶ ἕτερος Τίμαρχος Τισίου μὲν υἱὸς τοῦ Ῥαμνουσίου, Ἰφικράτους δὲ ἀδελφιδοῦς τοῦ στρατηγοῦ. Vat. Laur. gm. | |
5 | ἐν Κολλυτῷ] ἑνὶ τῶν δήμων. F. κατ’ αὐτῶν] ἀντὶ τοῦ περὶ αὐτῶν, ὥσπερ καὶ ἐν τοῖς Φιλιππι‐ κοῖς (or. 6 §. 9 p. 68, 3) „ὅπερ ἐστὶ μέγιστον καθ’ ὑμῶν ἐγκώμιον“ ἀντὶ τοῦ περὶ ὑμῶν. Vat. Laur. BFgmq. | |
1.158 | ὧν ἥκιστα] ὧν ἐλάχιστα, ἀντὶ τοῦ ὧν οὐδὲ ὅλως μοι μέλει. | |
Vat. Laur. gmq. Ἄλλως. τοὺς πολλοὺς παρήσω τῶν αἰσχρῶν, φεύγων τὰς ἀπεχθείας αὐτῶν, ἐκείνων δὲ ἐξ αὐτῶν μνησθήσομαι, ὧν οὐδέν μοι μέλει. τοῦτο δὲ εἶπεν ἴσως διὰ τοὺς πλουσίους, δεδιὼς | 278 | |
5 | αὐτῶν τὸ δυνατόν. Vat. Laur. Fgm. ἐδυσχέραινεν] ἐμίσει. F. τίς γὰρ ὑμῶν] πικρὸν καὶ δριμύ. q. παρήδρευεν] ἑκάστῳ ἄρχοντι συναιρεῖται πάρεδρος πρὸς τὸ φυ‐ λάττειν τὰ πράγματα. Vat. Laur. gmq. | |
1.159 | οὐκοῦν μὴ] ὡς τῶν δικαστῶν ἀποκριναμένων· εἰς τοὺς πεπορνευμένους, οὕτως ἀπήντησεν. Vat. Laur. gm. συμμορίαν] τὴν τῶν ἡταιρηκότων τάξιν. Vat. Laur. gm. αὐτομολήσῃς] μεταφορὰ ἀπὸ τῶν ἐν τῇ συμμαχίᾳ ἢ πολέμῳ τοὺς | |
5 | ἰδίους λιπόντων καὶ προδόντων καὶ πρὸς ἀντιπάλους ἐλθόντων. τοῦτο γὰρ λέγεται κυρίως αὐτομολεῖν. B. | |
1.160 | ὅπως ἂν] εἴτε κατὰ γραμματεῖον πεποίηκεν εἴτε μή. Vat. Laur. gmq. ἀπέστη τῆς—φιλοτιμίας] ὅ ἐστιν ἐν δευτέρῳ ἔθετο τὰ τῆς δόξης καὶ ἀρετῆς. Vat. Laur. Fgmq. | |
5 | ἐπίτιμον] ἔντιμον, ἔνδοξον. Vat. Laur. gm. | |
1.162 | ὁ τὴν ἡλικίαν προλαβὼν] ἀντὶ τοῦ ὁ πρεσβύτερος. Laur. Bgm. καὶ γὰρ ἐπὶ πολὺ τῶν νεωτέρων ἑαυτῶν ἐρῶσιν ἄνθρωποι. Vat. Laur. gm. | |
1.163 | τὸν τοιοῦτον] τὸν μισθωθέντα ἐπὶ τῷ ἑταιρεῖν. Vat. Fgmq. ὁ μισθούμενος] ἀντὶ τοῦ ὁ μισθωσάμενος. Vat. Laur. Fgm. ἐπωβελίαν] ἐπωβελία ἐπίτιμόν ἐστι τὸ ἕκτον μέρος τοῦ τιμήμα‐ | |
5 | τος, ὃ ἐπράττοντο οἱ γραψάμενοί τινας καὶ μὴ ἑλόντες, αὐτοῖς τοῖς γραφεῖσιν. B. (cf. Suid. s. v. ἐπωβελία). οἱονεὶ τὸ ἕκτον μέρος τῆς καταδίκης, ὃ ἐδίδου μὴ ἀποδείξας ὁ κατήγορος περὶ χρέους ἐνά‐ γων, ὁ δὲ παρανόμων κατηγορῶν μὴ ἀποδεικνὺς τὰς χιλίας προσώ‐ φειλεν. Vat. Laur. Fgm. ἐπωβελία οὖν τὸ ἕκτον μέρος τοῦ τιμήματος, | |
10 | ὃ προσώφειλεν ὁ ἁλούς. ἐνομοθέτησε δὲ τοῦτο ὁ Ἀρχῖνος ἐγγρά‐ ψας τῷ νόμῳ τὰ μὲν πρυτανεῖα εἶναι τοῖς δικασταῖς παρὰ τοῦ ἁλόν‐ τος, ὅ ἐστιν ἐπιδέκατον τοῦ τιμήματος, τὴν δὲ ἐπωβελίαν τῷ δημο‐ σίῳ παρὰ τοῦ μὴ ἑλόντος. Vat. Laur. gmq. Ἄλλως. ἐπωβελία τοῦ τιμήματος τῆς δίκης ἐστὶ κατὰ δραχμὴν ὀβολὸς ἢ ὁποσονοῦν. τοῦτο | |
15 | ἐπωβελία λέγεται, ἣν τῷ δικαστηρίῳ δίδωσιν ὁ ὀφλών. Vat. Laur. gm. | |
1.164 | σοφὸς] ὁ πανοῦργος καὶ δόλιος καὶ πολυμήχανος καὶ δεινός. B. οὐ πολλὴ ὀργή. F. | |
στεφανοῖ] ἀντὶ τοῦ μέλλεις στεφανοῦσθαι. Vat. Laur. Fgm. | 279 | |
5 | ὁ γὰρ εἰς ἀρχὴν καθιστάμενος ἐστεφανοῦτο. ἢ θύων. Vat. Laur. gm. χρὴ ποιεῖν] οἷον τοῖς ἐλευθέροις. F. | |
1.166 | παρεμβολαὶ] παρεμβολὴ ἡ τῶν ὁμοίων παρένθεσις. μετα‐ φορὰ ἀπὸ τῶν στρατηγικῶν καὶ πολεμικῶν. B. πολὺς] πολλὴν τοῦ Φιλίππου μνείαν ποιήσει. ἢ οὕτω· πολὺν περὶ Φιλίππου ποιήσει λόγον. B. | |
1.168 | ἀντικρούσεις πρὸς ἕτερον παῖδα] οἷον πρὸς κῶλά τινα καὶ ᾄσματα. Vat. Laur. Fgmq. | |
1.169 | τὴν τῶν λόγων εὐφημίαν] ἐπειδὴ ὑπισχνεῖται ἡμῖν ἀγα‐ θὰ ποιήσειν πολλά, ὡς δῆλον ἐκ τούτου, ὅτι οὔπω ἦν γεγενημένη ἡ τρίτη πρεσβείᾳ οὐδὲ κατασκαφέντες οἱ Φωκεῖς. μετὰ γὰρ τὴν δευ‐ τέραν πρεσβείαν εὐθὺς ἐγένετο ἡ κατηγορία ὑπὸ Τιμάρχου καὶ Δη‐ | |
5 | μοσθένους κατ’ Αἰσχίνου ὡς παραπρεσβεύσαντος. Vat. Laur. Fgm. ὡς ὑπεσχημένου τινὰς ὑποσχέσεις τοῖς Ἀθηναίοις τοῦ Φιλίππου χρηστάς. Vat. Laur. gm. | |
1.171 | μέγα φρονοῦσα] ἀντὶ τοῦ πλέον ζητοῦσα τοῦ δέοντος φρο‐ νεῖν. Vat. Laur. Fgm. διεχείριζε] διῴκει. F. Ἀρίσταρχος] περὶ τούτου πολὺς λόγος ἐν τῷ κατὰ Μειδίου λόγῳ. | |
5 | B. τούτου Δημοσθένης ἑταῖρος ἦν. φασὶ δ’ ὡς λαβὼν παρ’ αὐτοῦ φεύγοντος ἐπὶ φόνῳ παρακαταθήκην τρία τάλαντα, ταῦτα ἀπεστέ‐ ρησεν. δύο δὲ φόνους ἔδρασεν ὁ Ἀρίσταρχος, πρότερον μὲν Νικόδη‐ μον, αὖθις δὲ Εὔβουλον ἀνελών. Vat. Laur. gm. εἰς τὴν φιλανθρωπίαν] εἰς τὸ προσποιεῖσθαι αὐτοῦ εἶναι φίλος. | |
10 | Vat. Laur. Fgm. κατάλογον] ῥητόρων ὑπ’ αὐτοῦ γεγενημένων. m. | |
1.172 | φεύγει] καθὸ ἐφόνευσε τὸν Νικόδημον. Vat. Laur. Fgm. προλαβών] ἀντὶ τοῦ ἁρπάξας, καθὸ φεύγων κατέλειψεν αὐτῷ τρία τάλαντα, ὥστε ἀπαιτῆσαι χρεωστούμενα καὶ πέμψαι αὐτῷ ἐν τῇ φυγῇ. καὶ οὐκ ἔπεμψεν. Vat. Laur. Fgmq. | |
5 | Νικόδημος] κατὰ τοῦ κοινοῦ τὸ ἐξ ὧν. Vat. Laur. gm. ἔπειθ’ ὑμεῖς Σωκράτην] ψεῦδος. F. | |
1.173 | Κριτίαν] Κριτίας Σωκρατικὸς ἀνὴρ εἷς τῶν λʹ. Vat. Laur. gm. ἑταίρους ἐξαιτήσεται] ἀντὶ τοῦ φίλους σώσει. Vat. Laur. Fmq. ἰσηγορίας] ἰσολογίας. m. ὡς ἐν δημοκρατίᾳ ἔχων ἰσηγορίαν ἠναν‐ | |
5 | τιοῦτο οὕτω κακῶς πολιτευομένῳ. Vat. Fgmq. ἐργολαβῶν] οἱονεὶ περιττὰ ποιῶν καὶ οἱονεὶ διὰ τούτων τῶν ῥημάτων ὥσπερ προξενῶν ἑαυτῷ πλείονας μαθητάς. Vat. Laur. Fm. | |
ἀντὶ τοῦ κέρδη περιποιούμενος] οἱ γὰρ μαθηταὶ αὐτοῦ μισθοὺς αὐτῷ διδόασιν. ἐφ’ ὑμᾶς δὲ ἀντὶ τοῦ καθ’ ὑμῶν. Vat. | 280 | |
10 | Laur. gm. | |
1.174 | παρεμβάλλων] ἀντὶ τοῦ φαυλίζων. Laur. F. | |
1.175 | διατριβὴν] ἀντὶ τοῦ πρόφασιν τοῦ ἔχειν πολλοὺς μαθητάς. Vat. Laur. Fgmq. | |
1.176 | προαισθάνεσθαι] πάνυ δεινῶς. ἐπειδὴ γὰρ ἀμάρτυρός ἐστιν ὁ ἀγών, διὰ τοῦτό φησι τὸ προαισθάνεσθαι. Vat. Laur. gmq. | |
1.177 | τῆς πόλεως] ἤγουν τῶν νόμων. q. ἐπιπλήξεις] ἤγουν ὀβελισμούς. q. | |
1.179 | ἐφ’ ἑτέρων] πραγμάτων δηλονότι. Vat. Laur. gq. οὐδὲ παρ’ ἑτέρου] τουτέστι παρ’ οὐδετέρου. B. | |
1.180 | καλὸν δ’ ἐστὶ] τοῦτο καλεῖται ἐπιδιόρθωσις. Vat. Laur. gmq. φοβηθεὶς γὰρ τὸ εἰπεῖν ἀλλ’ οὐ Λακεδαιμόνιοι, χείρους γὰρ αὐτοὺς ἐκείνων ἐποίει, λύει τὸ ἀντιπῖπτον καί φησι· δέχομαι τὸ κέρδος οὐ διακρίνων τὸ πόθεν. Vat. Laur. gm. | |
5 | γερόντων] ἕνα λέγει τῶν εἴκοσι ὀκτώ. Vat. Laur. Fgmq. ἀρχήν] καθὸ ἡ γερόντων ἀρχὴ ἐλέγετο γερουσία. Vat. Laur. Fgmq. καθιστᾶσι] τοῦτο πρὸς τὸν Τίμαρχον εἶπεν. ἐπειδὴ γὰρ εἶπε γέ‐ ροντας, ἦν δὲ καὶ ὁ Τίμαρχος γέρων, διὰ τοῦτό φησι· καθιστᾶσι δὲ | |
10 | αὐτούς. Vat. Laur. gmq. | |
1.181 | ὑποδεδειλιακότων] ὑποδεδειλιακότας καλεῖ τοὺς κακῶς ζή‐ σαντας, καθὸ ἐν δέει οὗτοι ζῶσιν ὑποπτεύοντες ἀεὶ τιμωρίαν. Vat. Laur. Fgmq. | |
1.182 | χαλεποὶ] οὕτω, φησίν, ἐλυποῦντο ἐπὶ τῷ θεωρεῖν τινας αἰσχύνης ἄξια τῆς πόλεως πραττομένους. Vat. Laur. Fgmq. ἀνὴρ εἷς τῶν πολιτῶν] Ἱππομένης ἀπὸ Κόδρου καταγόμενος. ἡ δὲ θυγάτηρ Λειμωνίς. οὕτω Καλλίμαχος. Vat. Laur. Bgmq. | |
5 | ἡλικίαν] πάλιν τὴν νεότητα λέγει ἡλικίαν. Vat. Laur. Fgm. ἐγκατῳκοδόμησεν] ἀντὶ τοῦ ἐν οἰκήματί τινι ἀπέφραξεν. Vat. Laur. BFgm. Ἱππομένης γὰρ τὸ μὲν γένος τῶν Κοδριδῶν, βασιλεὺς δὲ Ἀθηναίων, λαβὼν ἐπὶ τῇ θυγατρὶ μοιχὸν τοῦτον μὲν αἰκισάμενος ἀπέκτεινε, τὴν δὲ θυγατέρα καθεῖρξεν ἐν οἰκήματι μεθ’ ἵππου. ὁ δὲ | |
10 | λιμώττων κατέφαγε τὴν ἄνθρωπον, καὶ ὕστερον καὶ αὐτὸς ὑπὸ λι‐ μοῦ ἀπώλετο. Vat. Laur. Bgm. καλεῖται δ’ ἔτι καὶ νῦν ὁ τόπος ἐν ᾧ καθείρχθησαν Παρ’ ἵππον καὶ κόραν. Vat. Laur. gm. παρ’ ἵππον καὶ κόραν] ἴσως ἐκαλεῖτο ἱπποκόρειον. B. ἀρχαίως] κοσμίως. F. | |
1.183 | δημοτελῆ] τὰ δημόσια. ἦσαν γὰρ καὶ ἰδιωτικὰ ἐν τοῖς οἴκοις | |
τοῖς ἰδίοις, ὧν οὐκ ἀπείργοντο. Vat. Laur. gm. ἀνάπηρον] βεβλαμμένην ποιῆσαι. ἐπίτασιν δὲ σημαίνει ἡ ἀνά. Vat. Laur. F. Ὁ μέλος τι βλαβείς, τυχὸν ἢ ὀφθαλμὸν ἢ χεῖρα ἢ πόδα | 281 | |
5 | ἀποβαλὼν ἤ τι τοιοῦτο. Vat. gm. | |
1.184 | ὀκνούντων] ἢ ἀλευομένων. Laur. | |
1.187 | ὅταν οἱ τὴν—]ὅταν οἱ δικασταὶ προσκέωνται τοῖς πόρ‐ νοις καὶ ἐν αἰσχύνῃ ζῶσιν. Vat. Laur. Fgmq. | |
1.188 | θαυμάζω] ἀντὶ τοῦ καταγιγνώσκω, καθὰ πρὸς γενικὴν φέ‐ ρεται. Vat. Laur. gm. ταῖς Σεμναῖς] τρεῖς ἦσαν, ὧν τὰς μὲν δύο τὰς ἑκατέρωθεν Σκό‐ πας ὁ Πάριος πεποίηκεν ἐκ τῆς λυχνίτου λίθου, τὴν δὲ μέσην Κά‐ | |
5 | λαμις. οἱ δὲ Ἀρεοπαγῖται τρεῖς που τοῦ μηνὸς ἡμέρας τὰς φονικὰς δίκας ἐδίκαζον ἑκάστῃ τῶν θεῶν μίαν ἡμέραν ἀπονέμοντες. ἦν δὲ τὰ πεμπόμενα αὐταῖς ἱερὰ πόπανα καὶ γάλα ἐν ἄγγεσι κεραμείοις. φασὶ μέντοι αὐτὰς οἱ μὲν Γῆς εἶναι καὶ Σκότους, οἱ δὲ Σκότους καὶ Εὐωνύμης, ἣν καὶ Γῆν ὀνομάζεσθαι. κληθῆναι δὲ Εὐμενίδας | |
10 | ἐπιηρέστερον πρῶτον Ἐρινύας καλουμένας. Vat. Laur. gmq. ἐπιγραφομένων] ἐγράφετο γὰρ ἐν τοῖς ψηφίσμασιν, ὁ δεῖνα εἶπεν, Αἰσχίνης ἢ Τίμαρχος ἤ τις ἕτερος. Vat. q. | |
1.189 | ὁ γὰρ περὶ τῶν—]ὁ γὰρ ὑπεριδὼν τοὺς νόμους τοὺς κει‐ μένους περὶ τῶν μεγίστων πραγμάτων καὶ τὴν σωφροσύνην ὥσπερ ἐν ἕξει τινὶ γίνεται τοῦ ἀδικεῖν, καὶ τὰ ἑξῆς. F. | |
1.190 | ἀνατετροφότας] ἀπὸ τοῦ ἀνατρέπω. καὶ Ἀριστοφάνης (nub. 856) „τὰς δ’ ἐμβάδας πῇ τέτροφας, ἀνόητε σύ;“ ἤγουν ἔρρι‐ ψας, ἀπώλεσας. q. | |
1.191 | μηδὲν ἱκανὸν ἡγεῖσθαι] ἀντὶ τοῦ μηδενὶ ἀρκεῖσθαι διὰ τὴν ἀσωτίαν. Vat. Laur. gm. ἐπακτροκέλητα] κέλης καὶ ἐπακτρὶς εἴδη πλοίων εἰσίν. καὶ ἐξ αὐτῶν σύνθετον ἐπακτροκέλης, λῃστρικὸν πλοῖον. Vat. Laur. gmq. | |
5 | Ἄλλως. πλοιάριον λῃστρικόν. εἴρηται δὲ οὕτω παρὰ τὸν κέλητα, ὅπερ ἐστὶν εἶδος πλοίου μικροῦ, ὡς ἔγνωμεν ἐν τῇ αʹ Θουκυδίδου καὶ τὴν ἐπακτρίδα ἥτις ἐστὶ πάλιν εἶδος πλοίου μᾶλλον λῃστρικοῦ. Vat. Laur. Fgm. | |
1.192 | ἐπαρεῖ] ἐρεθίσει, προτρέψεται. Vat. Laur. gmq. ὁ καιρὸς] οἱονεὶ τὸ μὴ γενέσθαι πολλοὺς τοιούτους. Vat. Laur. Fgm. | |
1.193 | ἀποσκήψατε] τὴν ὀργὴν συνεσβάλλετε. B. ἤγουν δίκην κε‐ ραυνοῦ ἐνεπέσετε καὶ οἱονεὶ ἐξαγάγετε τὴν ὁρμήν. q. οἷον ἐγκατα‐ σκήψατε καὶ ἐξαγάγετε τὴν ὁρμήν. Vat. Laur. Fgm. | 282 |
1.194 | βοηθείαις] ταῖς ἐπὶ τῶν δικαστηρίων δυνάμεσι. q. τινες] οἱ πάσχοντες δηλονότι. q. ἐξαμαρτάνωσιν] ἀντὶ τοῦ πάσχωσιν αἰσχρῶς. ὑποκατιὼν γὰρ καὶ περὶ τῶν ποιούντων λέγει. Vat. Laur. Fgm. | |
1.195 | ὁ νόμος] ἀληθὲς τοῦτο· φησὶ γὰρ καὶ Λυκοῦργος δοκιμά‐ ζεσθαι δεῖν οὐ πάντας ἐπὶ τῷ ἑταιρῆσαι, ἀλλὰ τοὺς πολιτευομένους ῥήτορας καὶ τὰ ψηφίσματα γράφοντας. Vat. Laur. Bgm. τοὺς δὲ τῶν νέων] ἰδοὺ ἐνταῦθα περὶ τῶν ποιούντων λέγει. ἡ | |
5 | δὲ σύνταξις οὕτως ἔχει· τοὺς δὲ τῶν νέων θηρευτὰς, ὅσαι ἐξ αὐτῶν ῥᾳδίως τούτῳ τῷ νοσήματι ἁλίσκονται, αὐτοὺς κελεύετε τρέπεσθαι εἰς τοὺς μετοίκους. καθ’ ὑπόθεσιν δὲ ὁ λόγος, ὡσανεὶ ἔλεγεν· εἰ δεῖ συγχωρεῖν τοῦτο ὅλως γίνεσθαι, εἰς τοὺς μετοίκους, ἀλλὰ μὴ εἰς τοὺς πολίτας. Vat. Laur. Fgmq. τὸ δὲ ἁλίσκονται ἀντὶ τοῦ εὐχερεῖς | |
10 | εἰσιν εἰς τὸ ἐρᾶν. Vat. Laur. B gmq. | |
1.196 | εἰ οὖν βουλήσεσθε κ. τ. λ.] λείπει ταῦτα ἔν τινι τῶν ἀντι‐ | |
γράφων. B. | 283 | |
2t | ΠΕΡΙ ΤΗΣ ΠΑΡΑΠΡΕΣΒΕΙΑΣ | |
2.1 | τὰς τέχνας] τὰ μετ’ αὐξήσεως εἰρημένα συκοφαντήματα. Vat. Laur. gm. | |
2.2 | ταῦτ’ εἶπεν] τοῦτο λέγει, ὅτι συνειδὼς ἑαυτῷ ψευδομένῳ οὐ δύναται ὀργίζεσθαι· τότε γάρ τις ὀργίζεται, ὅταν αἰσθάνηται τὴν ἀληθῆ ἀδικίαν. Vat. Laur. Bgim. οὐδεὶς γὰρ] ἀντὶ τοῦ οὔτε οἱ τἀληθῆ λέγοντες οὔτε οἱ τὰ ψευδῆ. | |
5 | Vat. Laur. BFgim. ἴσασι γὰρ εἴτε ἀληθῆ εἴτε ψευδῆ λέγουσιν, ὅτι οὐδὲν αὐτοῖς ἐντεῦθεν ὄφελος. Vat. Laur. Bgim. | |
2.3 | οὕτω] ὥστε δικαιοπραγεῖν καὶ μὴ συκοφαντεῖν. Vat. Laur. gm. τὴν ὑμετέραν ὀργὴν] εἰς ὀργὴν ὑμᾶς μόνον κινῆσαι θέλει. Vat. Laur. m. ἀπίθανος ὢν] οὐ πιστὸς ὤν, μὴ δυνάμενος πεῖσαι. τοὐναντίον | |
5 | δὲ βούλεται λέγειν, ὅτι γνώριμος ὢν ἐπὶ τῇ αἰτίᾳ ταύτῃ καὶ ὁμολο‐ γουμένως δωροδόκος. Vat. Laur. Bgim. ἢ οὕτως· ἀπιθάνως τοιαύτην ὑποψίαν ἐμοὶ ἐπιφέρων. B. | |
2.4 | ψυχαγωγηθέντες] ἀντὶ τοῦ ἀπατηθέντες ὑπὸ τῆς ἡδονῆς. Vat. Laur. Fgi. τουτέστι τῇ τῶν λόγων αὐτοῦ ἡδονῇ παραπεισθέντες. Vat. Laur. Bgim. ἀντιθέτοις] τοῖς ἐξ ἀντικειμένων λεγομένοις. ἀντίθετα γὰρ λέ‐ | |
5 | γουσι τὰ ἐν περιόδῳ διπλῇ ἐξ ἀντικειμένων, οἷον “τοὺς φίλους μὲν λυπῶν, τοὺς δ’ ἐχθροὺς εὐεργετῶν.” ἔστι γὰρ τοῦτο δίκωλον ἀντικείμενον. ἡδονὴν δ’ ἔχει τὸ ἀντίθετον σχῆμα, οἷον (Dem. or. 18. §. 265. p. 315, 8) ἐδίδασκες γράμματα, ἐγὼ δὲ ἐφοίτων. Vat. Laur. Bgim. | |
2.5 | ὑμᾶς μὲν οὖν] τοῦτο τινὲς τρίτον προοίμιον. ἔστι δὲ τοῦ δευτέρου συμπέρασμα. Vat. Laur. gim. διαφερόντως] ἀντὶ τοῦ πάνυ καὶ καθ’ ὑπερβολήν. Vat. | |
Laur. gim. | 284 | |
5 | ἀνόσιον] τὸν ἃ μὴ ἐπιτέτραπται ποιοῦντα· ὅσιον γὰρ τὸ ἐκ τῶν νόμων ἐπιτετραμμένον. Vat. Laur. Bgim. | |
2.6 | παράδοξος] ταύτην οἱ περὶ Μαρκελλῖνον προκατασκευήν φασιν· ἔστι δὲ τρίτον προοίμιον. Vat. Laur. Bgim. ἐπηρώτα] ταῦτά φησιν εἰρηκέναι Δημοσθένην, ἃ οὐκ ἀπαι‐ τητέον ἐκ τοῦ λόγου τοῦ Δημοσθενικοῦ· πολλὰ γὰρ εἰκὸς εἰπεῖν | |
5 | αὐτὸν ἐν τῷ ἀγῶνι καὶ παραλιπεῖν ἐν τῷ λόγῳ, δοκιμάσαντα ὡς περιττά. Vat. Laur. Bgim. ἀπογνῶναι] οἷον μὴ καταψηφίσασθαι· ἀπὸ κοινοῦ δὲ τὸ εἰ οἷόν τε. Vat. Laur. Fgim. ἐγὼ δ’] ἡ λύσις· ἔστι δὲ τὸ σχῆμα περιτροπή. Vat. Laur. Fgim. | |
10 | ἀπογνοὺς] ὁ μὴ καταψηφιζόμενος ἑαυτοῦ ἀδικίαν, ἀλλ’ ἀπολύων τῷ μὴ συνειδέναι ἑαυτῷ ἀδικοῦντι. Vat. Laur. Bgim. | |
2.8 | Εὐβούλου] οὗτος δημαγωγὸς ἔνδοξος κατὰ τοὺς περὶ Δη‐ μοσθένην γεγονὼς χρόνους, οὗ ἀποθανόντος Ὑπερείδης περὶ τῶν τιμῶν λόγον ἔγραψε. λεγομένου δὲ τοῦ λόγου τούτου ἐπὶ τέλει ὁ Αἰσχίνης αὐτὸν συνδικεῖν αὑτῷ παρακαλεῖ. Vat. Laur. Bgim. | |
2.9 | ἀτιμάζει] ἀντὶ τοῦ εὐτελίζει. F. ὅπου ἂν τύχῃ] ἀντὶ τοῦ ἐν οἱῳδήποτε μέρει τοῦ λόγου. Vat. Laur. Fgim. | |
2.10 | ἐνεχείρησε δ’] ὅτι ἐπὶ τῶν διαιτητῶν εἶπε τοῦτο ὁ Δη‐ μοσθένης, οὐκέτι μέντοι καὶ ἐν τῷ δικαστηρίῳ διὰ τὸ ἀπίθανον. ἐξῆν γάρ τινα παραιτήσασθαι ῥήματα ῥηθέντα παρὰ τοῖς διαιτηταῖς, πλὴν τῶν ἐγγράφων καὶ ἐμβληθέντων ἐν τοῖς ἐχίνοις. Vat. | |
5 | Laur. Fgim. ἱερείας] περὶ τὴν γραφὴν ἡμάρτηται· δεῖ γὰρ γεγράφθαι Ἱμεραίας. Τίμαιος γὰρ ἐν τῇ ἕκτῃ ἱστορεῖ γυναῖκά τινα τὸ γένος Ἱμεραίαν ἰδεῖν ὄναρ ἀνιοῦσαν αὑτὴν εἰς τὸν οὐρανὸν καὶ πρός τινος ἄγεσθαι θεασομένην τὰς τῶν θεῶν οἰκήσεις. ἔνθα ἰδεῖν καὶ | |
10 | τὸν Δία καθεζόμενον ἐπὶ θρόνου, ἐφ’ ᾧ ἐδέδετο πυρρός τις ἄν‐ θρωπος καὶ μέγας ἁλύσει καὶ κλοιῷ· ἐρέσθαι οὖν τὸν περιάγοντα ὅστις ἔστιν, αὐτὸν δὲ εἰπεῖν, ἀλάστωρ ἐστὶ τῆς Σικελίας καὶ Ἰτα‐ λίας, καὶ ἐάνπερ ἀφεθῇ, τὰς χώρας διαφθερεῖ. περιαναστᾶσαν δὲ χρόνῳ ὕστερον ὑπαντῆσαι Διονυσίῳ τῷ τυράννῳ μετὰ τῶν | |
15 | δορυφόρων, ἰδοῦσαν δὲ ἀνακραγεῖν ὡς οὗτος εἴη ὁ τότε ἀλά‐ στωρ δειχθείς, καὶ ἅμα ταῦτα λέγουσαν περιπεσεῖν εἰς τὸ ἔδαφος ἐκλυθεῖσαν· μετὰ δὲ τρίμηνον οὐκέτι ὀφθῆναι τὴν γυναῖκα, ὑπὸ Διο‐ νυσίου διαφθαρεῖσαν λάθρα. οὗτος ἱέρειάν φησιν εἶναι τὴν γυναῖ‐ κα, μηδενὸς τοῦτο ἱστορήσαντος. Vat. Laur. Bgim. | 285 |
2.11 | τερατείαν] οἱονεὶ ψευδολογίαν, καθὸ καὶ τὰ τέρατα γινόμενα ψεύδεται τὴν φύσιν. Vat, Laur. Fgim. ᾗ δ’] δύο ἐστὶ μέρη τοῦ λόγου, σημαίνοντα καθ’ ὃν δὴ τρό‐ πον. Vat. Laur. Fim. | |
2.12 | σπονδαῖς] οἱ καταγγελεῖς τῶν ἀγώνων καλοῦνται σπονδο‐ φόροι καὶ ὁ χρόνος ἐκεῖνος, καθ’ ὃν ἄγονται οἱ ἀγῶνες, σπονδαί, διὰ τὸ τοῖς θεοῖς τότε γίνεσθαι σπονδὰς ὑπὲρ τῆς Ἑλλάδος. τὸ οὖν ἐν ταῖς σπονδαῖς ταῖς Ὀλυμπιακαῖς ἐν τῷ χρόνῳ ᾧ τὰ Ὀλύμπια | |
5 | ἦγον. Vat. Laur. gim. Ἄλλως. ἐν γὰρ ταῖς ἐπισήμοις ἑορταῖς ἐσπένδοντο οἱ Ἕλληνες πρὸς οἱονδήποτε εἶχον πόλεμον εἰς τὸν χρό‐ νον τῆς ἑορτῆς. Vat. Laur. BFgm. | |
2.14 | ἐπιγραψάμενοι] ἀντὶ τοῦ προγράψαντες καὶ ὑποβαλόντες, ἵνα αὐτὸς κατηγορήσῃ. Laur. BFgm. ἀπολογούμενος] ὁ Λυκῖνος δηλονότι. F. | |
2.15 | ἱκετηρίαν] ἱκετηρία μέν ἐστιν ἡ ὑπέρ του γινομένη δέη‐ σις, ἱκετηρία δὲ οὕτως ἐγίνετο· ῥάβδον θαλλῷ ἐλαίας στέψας καθῆστο κατέχων εἰς τὸν Ἐλέου βωμόν, μέχρις οὗ τινος ἔτυχε τῶν δικαίων. Vat. Laur. Bgim. | |
5 | Ἀριστόδημον] οὗτος ἐπεκαλεῖτο μὲν Στεμφύλιος, Μεταπον‐ τῖνος δ’ ἦν τὸ γένος, καὶ ἐνίκα δὶς ἐπὶ Ληναίων· διὰ τὴν γνῶσιν δὲ ἤτοι γνώμην ἢ διάνοιαν, ὡς ὄντος ἀγαθοῦ. Vat. Laur. gim. τὴν φιλανθρωπίαν] τὴν φιλίαν. F. | |
2.16 | ἀλλ’ ἔφθασεν] ἡ σύνταξίς ἐστιν· ἀλλ’ ἔφθασεν αὐτὸν Ἰα‐ τροκλῆς ἐλθὼν ἐκ Μακεδονίας, ὃς αἰχμάλωτος γενόμενος ἀφείθη ὑπὸ Φιλίππου ἄνευ λύτρων. Vat. Laur. gim. | |
2.17 | τὴν βουλὴν] τῶν πεντακοσίων. F. | |
2.19 | εἰς τὰ πράγματα] εἰς τὸ γενέσθαι εἰρήνην δηλονότι. Vat. F. | |
οἵτινες—παραιτήσονται] οἱονεὶ συγγνώμην αἰτήσονται. Vat. Laur. Fgim. οἷον ὑπὲρ τοῦ χάριν αὐτῷ ὁμολογῆσαι τὸν δῆμον | 286 | |
5 | διὰ τὸ ἀγγεῖλαι τὴν εἰρήνην. F. τὴν ἐκμαρτυρίαν] μαρτυρία μέν ἐστιν ὅταν τινὲς μαρτυρήσωσι παρόντι τινὶ, ἐκμαρτυρία δὲ ὅταν περὶ ἀπόντος τινὸς καὶ ἀποδή‐ μου ὑπάρχοντος, λέγοντες ὅτι μαρτυροῦμεν ὅτι, ὅτε παρῆν, ἔλεγε τόδε. καὶ λοιπὸν, εἰ ἐπανελθὼν ἐκεῖνος εἶπεν ὅτι οὐδὲν εἶπον, ἐ‐ | |
10 | κρίνοντο οὗτοι συκοφάνται. Vat. Laur. BFgim. θέλει δ’ εἰπεῖν ὅτι ἀρραβῶνας ἦν δεξάμενος ὁ Ἀριστόδημος ἀπό τινων πόλεων πρὸς τὸ ἀγωνίσασθαι ἐν αὐταῖς. ἦν γὰρ τραγῳδός, καὶ ἔδει αὐτὸν ἢ ἀγωνίσασθαι ἢ διπλοῦν τὸν ἀρραβῶνα καταβαλεῖν. ἔδει οὖν πρέ‐ σβεων τῶν πεισόντων τὰς πόλεις μὴ διπλοῦν τὸν ἀρραβῶνα κομί‐ | |
15 | σασθαι, ἀλλ’ ἁπλοῦν. Vat. Laur. BFgim. ἐκμαρτυρία ἐστὶν ὅταν μὴ εἰδὼς αὐτὸς μαρτυρῇ, ἀλλὰ φάσκῃ ἀκηκοέναι. Ἄλλως. ἡ τοῦ μὴ παρόντος μαρτυρία καλεῖται ἐκμαρτυρία, οἷον τοῦ ἔξω ὄντος μαρ‐ τυρία. τῶν ἀποδημούντων γὰρ καὶ τῶν μὴ δυναμένων ἐλθεῖν εἰς τὸ δικαστήριον καὶ τὰς τῶν τετελευτηκότων μαρτυρίας ἐκ | |
20 | γραμματείων ἀνεγίνωσκον, αἳ ἐκαλοῦντο ἐκμαρτυρίαι. Vat. Laur. Bgim. καὶ τίς ὁ τὰς δωρεὰς] ὑπέσχετο γάρ, εἰ μὲν αἱ πόλεις συγχωροῖεν τὰς ζημίας Ἀριστοδήμῳ, ὀρθῶς ἔχειν, εἰ δὲ μὴ συγχωροῖεν, τὸν δῆ‐ μον πείσειν δωρεὰς αὐτῷ δοῦναι ἃ καταβάλοι ἀλλαχόθι. Vat. | |
25 | Laur. Bgim. | |
2.20 | ἡ—ἔνστασις] ἀντὶ τοῦ ἡ ἀρχὴ τῆς εἰρήνης καὶ ὥσπερ κρη‐ πίς. Vat. Laur. Fgim. | |
2.21 | ὁλοσχοίνῳ] τὸ ὁλόσχοινον φυτόν ἐστιν, ᾧ χρῶνται ἀντὶ βε‐ λόνης. ἄβροχον δὲ εἶπεν· εἰώθασι γὰρ βρέχεσθαι ὕδατι, ἵνα μαλα‐ κὰ γενόμενα εὔθετα γένωνται εἰς τὴν τῶν ἔργων πλοκήν. Vat. Laur. Bgim. Ἄλλως. οἱ μὲν λέγουσιν ἁπλῶς σχοίνῳ· φασὶ δὲ ὡς | |
5 | οἱ Ἀττικοὶ ὁλόσχοινον αὐτὸ καλοῦσιν· οἱ δέ φασιν ὅτι εἶδός ἐστι φυτοῦ ἱμαντώδους, ὡς περὶ τῶν λύγων λέγει ὁ ποιητής (Il. λ, 105), ἀβρόχῳ δὲ λέγει οἱονεὶ ξηρῷ. ἵνα διὰ τῶν σιάλων τοῦ στόματος φυ‐ σηθὲν ὀδύνην δῆθεν ποιήσῃ τῷ στόματι ἐν τῷ ἐρράφθαι. Vat. Laur. BFgim. | |
10 | Λεωσθένην] ὁ Λεωσθένης Ἀθηναῖος. οὗτος ἐφυγαδεύθη Ἀθή‐ νηθεν ὡς φιλιππίζων· καὶ ἦν παρὰ Φιλίππῳ ἐς τὰ μάλιστα τιμώμε‐ νος, ἀνὴρ εἰπεῖν δυνατός. Vat. Laur. Bgm. οὗτος στρατηγὸς Ἀθηναί‐ ων καὶ δόξας ἁμαρτεῖν εἰς τὸν περὶ Ἀμφιπόλεως πόλεμον ἐφυγάδευεν. ὕστερον δὲ κατελθὼν ἐστρατήγησεν ἐν τῷ Λαμιακῷ πολέμῳ καὶ | 287 |
15 | ἀπέθανε τρωθείς. Vat. Laur. gim. | |
2.22 | συνετάξαμεν] ἀντὶ τοῦ συνεταξάμεθα. F. ὡς ἔφη] προοικονομούμενος, ὡς οἶμαι, τὰ τῶν ἄλλων πάντων νοήματα ἀπανθίσειν· ἢ ἵνα πάντες αὐτὸν περιμένωσι καυχητικῶντα καὶ ἀπειλούμενον. Vat. Laur. gim. | |
5 | οὐδ’ ἐγγενὴς] ἐπειδὴ διεβάλλετο ὡς πρὸς μητρὸς Σκύθης ὤν. Vat. Laur. BFgim. ἀστὸς ἐξ ἀστῆς. Bim. | |
2.23 | οὐδὲν ἄπρατον] διεβάλλετο γὰρ ὡς ἡταιρηκὼς καὶ μισθοῦ λόγους γράφων καὶ δωροδοκῶν. Vat. Laur. Bgim. | |
2.26 | ὑπήρξατε] ἀντὶ τοῦ προκατήρξασθε τῆς πρὸς ἐκεῖνον εὐ‐ νοίας καὶ εὐεργεσίας. Vat. Laur. BFgim. Ἀμύντᾳ] ἐκβληθέντα γάρ ποτε τὸν Ἀμύνταν ἐκ τῆς βασιλείας ὑπὸ Θετταλῶν Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι κατήνεγκαν πάλιν ἐπὶ | |
5 | τὴν βασιλείαν. Vat. Laur. BFgim. Θετταλοῖς γὰρ πολεμήσας καὶ μέλλων ἐκπίπτειν τῆς ἀρχῆς ἐδεήθη Ἀθηναίων· καὶ τυχὼν κατέσχε πάλιν τὴν χώραν. Vat. Laur. gim. τῷ Φιλίππου πατρὶ] Ἀμύντᾳ τῷ Φιλίππου πατρὶ υἱοὶ ἐγένον‐ το τρεῖς ἐξ Εὐρυδίκης, Ἀλέξανδρος, Περδίκκας καὶ Φίλιππος, ὃς καὶ | |
10 | ἐβασίλευσεν. Παυσανίας δὲ συγγενὴς τῶν περὶ Φίλιππον· ἐφυγα‐ δεύθη οὑτοσί. Vat. Laur. Bgim. Ἀλεξάνδρου] τοῦτον ἔκτανε Πτολεμαῖος. B. | |
2.27 | Παυσανίου] οὗτος ἦν τοῦ βασιλικοῦ γένους καὶ περὶ τῆς ἀρ‐ χῆς ἠμφισβήτει. Vat. Laur. Bgim. τῷ καιρῷ] ἀντὶ τοῦ τῇ εὐκαιρίᾳ θαρροῦντος, καθὸ κατὰ νέων ἐπεχείρει τὴν ἡλικίαν κατὰ τῶν περὶ Φίλιππον. Vat. Laur. BFgim. | |
5 | Ἀνθεμοῦντα—Στρέψαν] ταῦτα Μακεδονίας χωρία ὀχυρά. Vat. Laur. Bgim. αὐτῶν ἐχόντων τὴν πόλιν] ἀντὶ τοῦ αὐτονομουμένων. F. | |
2.28 | ἐνταῦθ’—μετεπέμψατο] ὡς ἐπὶ τὴν Μακεδονίαν ἀπὸ τῆς Θρᾴκης. F. | |
2.29 | Πτολεμαίου] οὗτος ἦν ὁ ἐπικαλούμενος Ἀλωρίτης, ὃς ἀνε‐ λὼν Ἀλέξανδρον τὸν Ἀμύντου, συλλαβομένης αὐτῷ πρὸς τοῦτο Εὐρυδίκης τῆς μητρὸς Ἀλεξάνδρου, καὶ γήμας τὴν Εὐρυδίκην καὶ ἐπιτροπεύσας Περδίκκου καὶ Φιλίππου παίδων ὄντων ἐβασίλευσεν | 288 |
5 | ἔτη εʹ, καὶ ἀποθνήσκει ἀναιρεθείς, Περδίκκου αὐτοῦ τὴν ἐπιβου‐ λὴν συστήσαντος. Vat. Laur. Bgim. ὃς ἦν ἐπίτροπος] τῶν περὶ Φίλιππον ἔτι μικρῶν ὄντων. Vat. Laur. Fgm. | |
2.30 | ἀνοχὰς] ἀνοχαί εἰσιν αἱ πρὸς ὀλίγον χρόνον ὑπερθέσεις τοῦ πολέμου, ἃς καλεῖ ὁ Θουκυδίδης ἀνακωχάς, παρὰ τὸ ἀνέχειν καὶ τέως ἀναβάλλεσθαι. Vat. Laur. BFgim. ἀνοχὰς οὖν τὴν ἀναβο‐ λὴν τοῦ πολέμου πρὸς ὀλίγον χρόνον. Vat. Laur. gim. οὐκ εἶπε ποίας. | |
5 | ἐπλάττετο γὰρ δῆθεν. F. ἐκδοχὴν] οἱονεὶ διαδοχήν· διεδέξατο γὰρ τὸν ἀδελφὸν εἰς τὸν πρὸς ἡμᾶς πόλεμον τὸν ὑπὲρ Ἀμφιπόλεως. BF. | |
2.31 | τὰ ψηφίσματα] ὅτι οἱ μὲν πρόγονοι αὐτοῦ ἀεὶ ἔγραφον πολεμεῖν, ἡμεῖς δ’ ἀντεγράφομεν αὐτοῖς εἰρηνικά. Vat. Laur. BFgim. Ἐννέα ὁδῶν] ἠτύχησαν Ἀθηναῖοι ἐννάκις περὶ τὰς Ἐννέα κα‐ | |
5 | λουμένας ὁδούς, ὅς ἐστι τόπος τῆς Θρᾴκης, ἡ νῦν καλουμένη Χερ‐ ρόνησος. ἠτύχησαν δὲ διὰ τὰς Φυλλίδος ἀράς, ἣ Δημοφῶντος ἐρα‐ σθεῖσα καὶ προσδοκῶσα αὐτὸν ἐπανήξειν ἀποτελέσοντα τὰς πρὸς αὑτὴν συνθήκας καὶ ἐννάκις ἐπὶ τὸν τόπον ἐλθοῦσα, ὡς οὐχ ἧκε, κατηράσατο τοῖς Ἀθηναίοις τοσαυτάκις ἀτυχῆσαι περὶ τὸν τόπον. | |
10 | τὰ δὲ ἀτυχήματα ἐγένοντο τάδε· τὸ πρῶτον μὲν Λυσιστράτου καὶ Λυκούργου καὶ Κρατίνου στρατευόντων ἐπ’ Ἠϊόνα τὴν ἐπὶ Στρύ‐ μονι διεφθάρησαν ὑπὸ Θρᾳκῶν, εἰληφότες Ἠϊόνα, ἐπὶ ἄρ‐ χοντος Ἀθήνησι Φαίδωνος· δεύτερον οἱ μετὰ Λεάγρου κληροῦχοι. ἐπὶ Λυσικράτους· τρίτον οἱ μετ’ Εὐκλέους καὶ Θουκυδίδου· τέ‐ | |
15 | ταρτον οἱ μετὰ Κλέωνος, ἐπὶ ἄρχοντος Ἀλκαίου· πέμπτον οἱ ἐνοι‐ κοῦντες Ἠϊόνα Ἀθηναῖοι ἐξηλάθησαν· ἕκτον οἱ μετὰ Σιμίχου στρατηγοῦντος διεφθάρησαν· ἕβδομον, ὅτε Πρωτόμαχος ἀπέτυχεν, | |
Ἀμφιπολιτῶν αὑτοὺς παραδόντων τοῖς ὁμόροις Θρᾳξίν· ὄγδοον ἐκπεμφθεὶς ὑπὸ Τιμοθέου Ἀλκίμαχος ἀπέτυχεν, αὐτοῦ παραδόν‐ | 289 | |
20 | τος αὑτὸν Θρᾳξίν, ἐπὶ Τιμοκράτους Ἀθήνησιν ἄρχοντος· ἔνατον Τιμόθεος ἐπιστρατεύσας ἡττήθη ἐπὶ Καλλιμήδους ἄρχοντος. τὰς δὲ Ἐννέα ὁδοὺς Ἅγνων συνοικίσας Ἀθηναῖος ἐκάλεσεν Ἀμφίπολιν, ἐπὶ ἄρχοντος Ἀθήνησιν Εὐθυμένους. τὴν δὲ Φυλλίδα οἱ μὲν Φυλ‐ ληΐδα, οἱ δὲ Κίασαν ὀνομάζουσι, καὶ τὸν πατέρα αὐτῆς οἱ μὲν | |
25 | Φίλανδρον, οἱ δὲ Κίασον, οἱ δὲ Θῆλον, Δημοφῶντι δὲ ἐκ Φυλ‐ λίδος Ἀμφίπολιν καὶ Ἀκάμαντα υἱόν φασι γενέσθαι. Vat. Laur. Bgim. Θησέως παίδων] Θησέως παῖδες Δημοφῶν καὶ Ἀκάμας. τούτων Δημοφῶντι λέγεται δοθῆναι προῖκα τὰς Ἐννέα ὁδοὺς οὕτω καλου‐ | |
30 | μένας· οὗτος δὲ παρὰ τὴν ἱστορίαν Ἀκάμαντί φησι δοθῆναι, οὐ Δημοφῶντι. Vat. Laur. Bgim. ἐν τοῖς ἀρχαίοις μύθοις] οὐχ ὡς μύθου ὄντος τοῦ περὶ τὴν Φυλλίδα γάμου, ἀλλ’ ὡς παλαιοῦ πάνυ, οὕτως εἶπεν. Vat. Laur. Bgim. | |
2.32 | συμμαχίας] οἱονεὶ συλλόγου καὶ κοινοῦ συνεδρίου. Vat. Fgim. εἰ μὲν πρὸς ἡμᾶς πολεμήσας] τὸ σχῆμα περιτροπή. F. | |
2.33 | ἀπέστη] παρεχώρησε. q. | |
2.34 | σκοτεινὸν] ἢ ἀσαφὲς ἢ οὐδεμιᾶς λαμπρότητος ἐχόμενον καὶ οὐκ ἄξιον τῆς ἡγεμονίας τῆς πόλεως, ἀλλὰ ταπεινοῦ φρονήματος. τεθνηκὸς δὲ οὐδὲν ἔχον φανερόν, ἀλλ’ ἀφανές, ἐκ μεταφορᾶς τῶν τεθνηκότων. Vat. Laur. BFgim. σκοτεινὸν μὲν ἀσαφές, τεθνη‐ | |
5 | κὸς δὲ δειλίᾳ ἀντὶ τοῦ ταπεινόν. Vat. Laur. gim. τελευτῶν] τὸν λόγον. F. μικρὸν—τῶν πραγμάτων] οὐκ ἀρξάμενος ἀπὸ τῶν κυρίων πραγμάτων. Vat. Laur. Bgim. | |
2.35 | τι πεπονθέναι] οἱονεὶ συρίττειν ἢ τοιοῦτό τι πάσχειν. λεληθότως δὲ διασύρει τὴν δημοκρατίαν, ὡς ἐν αὐτῇ τὰ τοιαῦτα πο‐ λιτεύεται. Vat. Laur. BFgim. τῶν γεγραμμένων] οἱ γὰρ μὴ δυνάμενοι ἀπὸ μνήμης εἰπεῖν γρά‐ | |
5 | φουσι πολλάκις ἃ μέλλουσι λέγειν. Vat. Laur. BFgim. ἢ οὖν ὡς σκηπτόμενον αὐτὸν λέγει, ἢ ἐπειδὴ ἔγραφεν ἐν ὑπομνηστικῷ | |
περὶ τίνος καὶ τί δεήσει λέγειν. Vat. Laur. Bgim. διεσφάλη] γρ. παρεσφάλη, ἐπελάθετο. B. | 290 | |
2.38 | τοῦτο δὲ ἦν ἄρα ἀγχόνὴ] ἀγχονή ἐπὶ αὐτοῦ τοῦ πάθους ὀξύνεται, ἐπὶ δὲ τοῦ βρόχου παροξύνεται. F. | |
2.39 | κατέστρεψεν—λόγους] εἶπε γὰρ ποιῆσαι εἰρήνην. Vat. i. | |
2.40 | ἀφορμώντων] ἀντὶ τοῦ ἀναχωρούντων. παρατήρησαι δὲ ὅτι καὶ ἐπὶ τῆς κατὰ γῆν ὁδοῦ εἴρηται ἡ λέξις. Vat. Laur. BFgim. παραδόξως] οἱονεὶ παρὰ τὴν φύσιν τὴν ἑαυτοῦ, καθὸ ὠμός ἐστι φύσει καὶ ἀγνοεῖ τὸ φιλάνθρωπον. Vat. Laur. BFgim. | |
5 | κέρκωψ] ζῶα ἦσαν ὠμὰ καὶ πανοῦργα οἱ κέρκωπες, οὓς δή φασι μεταβεβληκέναι εἰς πιθήκους. Vat. Laur. gim. οἱ κέρκωπες γένος τι ὑπῆρχον λῃστῶν καὶ πανούργων περὶ τὴν Λιγύην, οὓς ἐτιμωρήσατο Ἡρακλῆς διὰ τὴν κλοπὴν τῶν βοῶν τοῦ Γηρύονος. ἦσαν δὲ ἀδελφοὶ δύο. Vat. Laur. Bgim. τινὲς δὲ ἐξηγοῦνται τοὺς | |
10 | κέρκωπας εἶδος πιθήκων πανούργων. F. παιπάλημα] παίπαλα τοὺς τραχεῖς τόπους καλοῦσιν. τὸν οὖν μὴ εὐγενῆ μηδ’ ἁπλοῦν οὕτω προσαγορεύουσιν. Ἄλλως. τοὺς μὴ εὐθεῖς ταῖς γνώμαις, ἀλλὰ πλαγίους καὶ ποικίλους οὕτως ἐκάλουν. μετῆκται δὲ ἀπὸ τῶν ὁδῶν· τὰς γὰρ μὴ εὐθείας, ἀλλὰ πολλὰς ἐχού‐ | |
15 | σας ἐκτροπὰς παιπάλους ἐκάλουν. Vat. Laur. Bgim. Ἄλλως. οἷον περίτριμμα ἀγορᾶς, τὸ λεγόμενον ἀεὶ ἐν τῇ συνηθείᾳ ὡς περὶ πα‐ νούργου τινός. κυρίως δὲ παιπάλημα λέγεται τὸ λεπτότατον τρίμ‐ μα τοῦ ἀλεύρου. Vat. Laur. BFgim. παλίμβολον δὲ οἱονεὶ εὐμετά‐ βλητον, παρὰ τὸ πάλιν μεταβάλλεσθαι, ὅ ἐστιν εἰς τοὐπίσω, καὶ | |
20 | ἐξ ὑποστροφῆς, ὡς ὁ ποιητής (Hom. Il. θ, 266)· παλίντονα τόξα τιταίνων. Vat. Laur. BFgim. Ἄλλως. τὸν σφόδρα μεταβάλλοντα ἢ καὶ μεταστρέφοντα τὰ πράγματα. ἢ τρίβωνα ἐν πράγμασι καὶ περίτριμμα. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν πάλαι κύβων καὶ ἀστραγάλων, ἀπὸ τοῦ πάλιν βάλλεσθαι. Vat. Laur. gim. | |
25 | τὰ τοιαῦτα ῥήματα] οἱονεὶ τὰ περὶ τῶν πανούργων λεγόμενα. ἐν μέρει δέ, ὅ ἐστι χωρὶς τῶν ἄλλων ἕκαστον. (§. 41) ἔρανον δὲ συ‐ στήσειν φησὶν ἀντὶ τοῦ, ὥστε τρέφεσθαι ἀπὸ τῶν δημοσίων χρημάτων. Vat. Laur. BFgim. Ἄλλως. ὥστε ἕκαστόν τι αὐτῷ δοῦ‐ ναι πρὸς χρῆσιν ἀργύριον· πᾶν γὰρ ὃ πολλοὶ διδόασιν ἀργύριον | |
30 | εἰς χρῆσιν ἔρανος καλεῖται. κἂν μὴ πρὸς χρῆσιν δέ, ἀλλὰ δωρεάν. ἢ ἔρανον τὴν παρὰ τῶν φίλων συνεισφορὰν καὶ ἐπίδοσιν. Vat. | |
Laur. Bgim. βοηθήσειν τοῖς ἰδίοις] ἐπανορθώσαντα τὰ ἴδια αὐτοῦ πράγματα, τὰ ἰδιωτικά. Vat. Laur. gim. | 291 | |
2.42 | ἐπαφρόδιτον] ἀντὶ τοῦ χαρίεντα. F. ὁ Σίσυφος] καὶ γὰρ ὁ Σίσυφος ὁ Αἰόλου πανοῦργος ἐνομίσθη. Vat. Laur. BFgim. ἐπὶ πανουργίᾳ γὰρ οὗτος διεβέβλητο. ἐπὶ τοῦ πα‐ νούργου οὖν καὶ κακοπράγμονος χρῶνται τῷ ὀνόματι. Vat. Laur. | |
5 | Bgim. | |
2.43 | ἀναισθήτως—προορωμένων] οὐ συνιέντων οὐδ’ ἐννοουμέ‐ νων τὴν ἐνέδραν. Vat. Laur. gim. συνθήκην] τὴν ὁμολογίαν. Vat. Laur. gim. οἷον εἰς τὸ συνθέσθαι. Vat. Laur. Fgim. | |
2.44 | προπηλακίζων] ὑβρίζων. Vat. Laur. προσεπιπονῆσαι] πρὸς τῷ ἤδη πόνῳ ἔτι πονῆσαι. F. Φωκέων αἰτίας] κατηγορίας. Laur. F. θεάσασθαι] τὸ γὰρ ἀφανὲς ἐκ τοῦ φανεροῦ ταχίστην ἔχει τὴν | |
5 | διόρθωσιν. Vat. Laur. Bgim. | |
2.45 | ὡς γὰρ] τὸ γάρ ἐνταῦθα ἀντὶ τοῦ δή κεῖται. F. ἐπὶ κεφαλαίων] ἀντὶ τοῦ συντόμως αὐτὰ τὰ κεφάλαια λέγοντες. Vat. Laur. BFgim. ἐπιστολὴν δέ φησι τὴν περιέχουσαν περὶ τῆς εἰρή‐ νης καὶ ἐπαγγελλομένην πολλὰ καὶ ἀγαθὰ ποιήσειν τοὺς Ἀθηναίους, | |
5 | ἐὰν γένηται. Vat. Laur. BFgim. καὶ τὴν Ἑστίαν ἐπώμοσε τὴν βουλαίαν] Διὸς ἦν βωμὸς ἐν τῇ βουλῇ. τὴν Ἑστίαν οὖν λέγει τὴν βουλαίαν τὸν βωμὸν αὐτοῦ, τοῦ Διός, τὸν ὄντα ἐν τῇ βουλῇ. ὤμοσε δὲ καθὸ βουλευτὴς ἦν. ἢ Ἑστίαν βουλαίαν λέγει τὴν τράπεζαν, διότι ἔστιν ὅτε συνεδείπνουν | |
10 | ἀλλήλοις οἱ βουλευταί. Vat. Laur. BFgim. | |
2.46 | οὐ ψευσαίμην] ἀντὶ τοῦ ἀποτυχεῖν ἐποίησα ὡς κακῶς περὶ ἐμοῦ δοξασάντων. Vat. Laur. Fim. | |
2.47 | ἐντεύξεως] συντυχίας. Vat. F. | |
2.49 | τερατευσάμενος] τερατῶδες ποιήσας σχῆμα καὶ ἀηδὲς διὰ τοῦ προσώπου καὶ σχήματος. Vat. Laur. Fgim. ἐπισημαινόμενον δέ φησιν ἀντὶ τοῦ ἐπαινοῦντα. Laur. Fgim. ἐπαινοῦντα καὶ ἀποδεχόμενον. Vat. B. | |
5 | θαυμάζειν δέ φησιν ἀντὶ τοῦ καταγινώσκειν, ἐπειδὴ πρὸς γενι‐ κὴν φέρεται. Vat. Laur. Fgim. ἤγουν καταγινώσκειν. q. | |
οἱ μὲν τὸν τοῦ—συμβουλεύειν] τί δεῖ ἀποκρίνασθαι πρὸς τοὺς πρέσβεις τοὺς Φιλίππου τοὺς ἐλθόντας περὶ τῆς εἰρήνης. Vat. Laur. BFgim. | 292 | |
10 | ἀποδιατρίβωσι τὴν ὑπερόριον λαλιὰν] τὴν πολλὴν καὶ μακράν. Vat. Laur. Fgim. οἷον μάτην ἀναλίσκουσι τοὺς χρόνους, τὰ ἔξωθεν τοῦ πράγματος διαλεγόμενοι. Ἄλλως. ὑπερόριον λαλιὰν τὴν ἔξω‐ θεν τοῦ πράγματος ὁμιλίαν· τὰ γὰρ ἔξω τῶν ὅρων λεχθέντα ἀπαγ‐ γέλλουσιν. ὁ δὲ αὐτὸν τὸν λόγον λαλιὰν εἶπεν, ὡς φλυαρίαν. ἢ ὑπερ‐ | |
15 | όριον, τὰ ἐν Μακεδονίᾳ Ἀθήνησι λέγοντες. Vat. Laur. Bgim. | |
2.51 | ὡς πονηρὸς] καθὸ οὐκ ἐᾷ τοὺς συμπρέσβεις τὰ καθ’ ἕκα‐ στα λέγειν. Vat. Laur. BFgim. τὴν τύχην] τὴν εὐτυχίαν. Vat. Laur. Fgim. | |
2.52 | ἐμοὶ δ’ οὐ χείρων] τοῦτο ὡς πρὸς τὸν λόγον τὸν ἄνω εἰρη‐ μένον ὅτι ἐπιδέξιός ἐστιν ὁ Φίλιππος ἐν τῇ τραπέζῃ καὶ ἡδὺς καὶ χαρίεις. δεινὸς δὲ ἀντὶ τοῦ δυνατός. F. ἢ ὡς εὐπρεποῦς ὄντος ἢ ὡς δυσειδοῦς. Vat. Laur. gim. | |
2.55 | θέαν] τόπον ἐν τῷ θεάτρῳ φησίν, ἐν ᾧ καθεζόμενοι θεῶνται τοὺς ἀγῶνας ἐν τοῖς Διονυσίοις. Vat. Laur. Bgim. | |
2.56 | τὴν μὲν τοίνυν] πληρώσας τὴν κατάστασιν ἐνταῦθα λοι‐ πὸν ἐπιλογίζεται. Vat. Laur. Bgim. τῶν μὲν γὰρ ἀπηγγελμένων] ἀρχὴ τῶν ἀγώνων. εἰσὶ δὲ τὰ ση‐ μεῖα, ἅπερ ἐστὶ τοῦ στοχασμοῦ ἰσχυρότατον κεφάλαιον, διότι καὶ | |
5 | αὐτοῖς ἀρκεῖται ἕως τέλους σχεδὸν εἰπεῖν. Vat. Laur. BFgim. | |
2.57 | δεινῶς] ἀντὶ τοῦ μάλιστα καὶ πολὺ πλέον. Vat. Laur. Fgim. | |
2.58 | αἱρέσεως] τῆς χειροτονίας. Vat. Laur. F. | |
2.59 | παράσχῃ] δευτέρου προσώπου ὑποτακτικοῦ. Vat. Laur. Fgim. δείξῃς q. ὄντα] πρὸς τὰ ψηφίσματα συντακτέον. Vat. Laur. Fgi. | |
2.60 | κατὰ τὸν νόμον] ἀντὶ τοῦ ὡς ὁ νόμος κελεύει, καὶ εὐτά‐ κτως. Laur. Fgim. τῶν συνέδρων] συνέδρους καλεῖ τοὺς συμμάχους. Laur. BF. ἢ τοὺς παρὰ τῶν συμμάχων πεμφθέντας. B. | |
2.61 | παρανάγνωθι] οἷον παρὰ τὸ τῶν συμμάχων, ἀντὶ τοῦ εὐ‐ θὺς μετ’ αὐτό. Vat. Laur. Fgi. τοὺς πρυτάνεις] ἐπειδὴ πρὸ τῆς ἐκκλησίας ἐγράφοντο αὐτοί, οἱ πρυτάνεις, περὶ τίνων ἡ ἐκκλησία μέλλει βουλεύεσθαι. Vat. | |
5 | Laur. BFgim. τὴν ἐν Διονύσου] ἐν τῷ θεάτρῳ αὐτῷ μετὰ τὴν ἑορτὴν ἐκκλη‐ σία ἠθροίζετο, ἐν ᾗ οὐδὲν ἕτερον ἢ τὰ περὶ τῆς ἑορτῆς ἐσκοποῦντο καὶ τοὺς πλημμελήσαντας περὶ αὐτὴν ἐκόλαζον. Vat. Laur. Bgim. | 293 |
10 | προϋφαιρῶν] προαρπάζων καὶ ἐπείγων γενέσθαι, ἵνα ἐκκλεί‐ σῃ τοὺς Ἕλληνας τῆς εἰρήνης. Vat. Laur. BFgim. | |
2.62 | τῶν μὲν ψηφισμάτων ἀμφοτέρων] τῶν συμμάχων δηλον‐ ότι καὶ τοῦ Δημοσθένους. Vat. Laur. Bgim. αὐτοῖς (61) δέ, τοῖς δικασταῖς δηλονότι. B. | |
2.65 | λόγον δὲ μὴ προτιθέναι] ἐγεγράφει γὰρ ὁ Δημοσθένης ἐν τῷ ψηφίσματι, τῇ δευτέρᾳ ἡμέρᾳ μόνον ἐπιψηφίζειν, ὅ ἐστι κυροῦν, συμβουλεύειν δὲ μηδένα. πῶς οὖν, φησίν, ἔμελλον Φιλοκράτει συνη‐ γορεῖν, μὴ οὔσης ἀδείας διὰ τὸ ψήφισμα; Vat. Laur. Bgim. | |
2.66 | πρὸς τοὺς ἐφ’ ἡμέραν καιροὺς] γρ. ἐφημέρους. Bim. καιροὺς λέγει ἐνταῦθα τὰς χρείας. πρὸς γὰρ τὰς χρείας περιπιπτούσας οὕτω καὶ τοὺς λόγους μεταβάλλουσιν. Vat. Laur. BFgim. προτεθέντων] προβληθέντων. q. | |
5 | τοὺς αὐτοὺς ἀκροατὰς] τοὺς μέλλοντας καὶ ἐν τῇ ἑξῆς ἡμέρᾳ ἀκοῦσαί μου τἀναντία. Vat. Laur. Fgim. | |
2.67 | Ἑρχιᾶ] ἀπὸ δήμου. F. ἐπεψηφίζετο] ἀντὶ τοῦ ὑπεβάλλετο τῷ δήμῳ καὶ ἠκύρου τὰ ψη‐ φισθέντα ἐν τῇ πρώτῃ ἐκκλησίᾳ. Vat. Laur. Fgim. | |
2.68 | ἐπιδείξασθαι] πρὸς τὸ “μαρτυρεῖ Ἀμύντωρ” συντακτέον τὸ Δημοσθένην ἐπιδείξασθαι. F. ἐκκλήτευε] ἀντὶ τοῦ ἐκκαλοῦ ἐπὶ ὅρκον, ὅ ἐστι, τῇ σῇ φω‐ νῇ κάλεσον αὐτόν, ὦ κῆρυξ. ἐκινδύνευε γὰρ ὁ καλούμενος καὶ μὴ | |
5 | ὑπακούων, ὡς καταφρονῶν τῶν νόμων. Vat. Laur. BFgim. | |
2.70 | στρατηγὸν] Χάρητα λέγει. Laur. BF. εἰς τὸ συνέδριον] οἱονεὶ εἰς τὴν πόλιν τῶν Ἀθηναίων. συνέ‐ δριον δὲ αὐτὴν καλεῖ, καθὸ οἱ σύμμαχοι εἰς τὴν εἰρημένην πόλιν συνῄεσαν συνεδρεύσοντες καὶ βουλευσόμενοι. Vat. Laur. BFgim. | |
5 | καταχρήσασθε] ἀντὶ τοῦ φονεύσατέ με F. φονεύσατε ἢ καταδι‐ | |
κάσατε. Vat. Laur. Bgim. | 294 | |
2.71 | ἐν τοῖς ἀγῶσιν] οἷον ὅταν πολλάκις αὐτοῦ τινες κατηγο‐ ρήσωσιν. Vat. Laur. BFgim. ἀλαζονείας] ψευδολογίας καὶ προσποιήματα. Vat. Laur. Bgim. Δηϊάρην—Πολυφόντην] οὗτοι ξενικῶν στρατευμάτων καὶ μι‐ | |
5 | σθοφορικῶν ἡγεμόνες. Vat. Laur. Bgim. τούτους δὲ λέγει ἡγουμέ‐ νους τῶν ξενικῶν στρατευμάτων, οὓς παρέφερον οἱ περὶ τὸν Χάρητα εἰς μαρτυρίαν, λέγοντες ὅτι εἰς τούτους ἀνηλώσαμεν. δρα‐ πέτας δὲ οἱονεὶ πλανωμένους τινὰς καὶ μὴ ἔχοντας πατρίδας. Vat. Laur. BFgim. | |
10 | κατῆγον] οἱονεὶ ἐπειράτευον, ἐλῄστευον, καὶ ὡς ἑαυτοὺς λῃστρι‐ κῶς κατῆγον τοὺς πλωϊζομένους. Vat. Laur. Bg. | |
2.72 | Μυοννήσου] ἡ Μυόννησος μικρὰ νῆσος, ἣν λῃσταὶ κατα‐ λαβόντες καὶ ἀπ’ αὐτῆς ὁρμώμενοι τοὺς πλέοντας ἐλῄστευον. Vat. Laur. Bgim. Λήμνου—Σκύρου] αὗται νῆσοι Ἀθηναίων ὑπήκοοι. Laur. Bg. | |
5 | συγκλήτους] ἐξαίφνης ἐπὶ ἑκάστῳ τῶν προσπιπτόντων ἐκκλη‐ σίαι συλλεγόμεναι ἐκαλοῦντο σύγκλητοι· αἱ δὲ κατὰ μῆνα ὡρισμέναι ὀνομάζονται κύριαι. Vat. Laur. gim. σύγκλητος ἐκκλησία ἐκαλεῖτο ἡ μὴ κατὰ τὸν νόμον μηδὲ κατὰ τὸ ἔθος γινομένη, ἀλλὰ ἐκ τοῦ παρα‐ χρῆμα καὶ κατὰ χρείαν τινά, οἷον εἴ τι ἐξαίφνης κατεπείξειεν. B. | |
2.73 | τὸν ἐπὶ τῶν ὑπηρετικῶν] τὰ λεπτὰ πλοῖα καὶ ταῖς τριήρεσιν ἐφελκόμενα πρὸς ὑπηρεσίαν καλεῖται ὑπηρετικά. Vat. Laur. gm. Ἄλ‐ λως. λείπει τεταγμένοι. ἀρχὴ δέ τις ἦν τεταγμένη ἐπὶ τῷ ἐπι‐ μελεῖσθαι τῶν κωπῶν καὶ τῶν ἀρμένων καὶ τῶν τοιούτων, ὑπὸ τὴν | |
5 | τῶν ἀποστολέων οὖσα καὶ ὑποτεταγμένη αὐτῇ. τὰ μικρὰ δὲ πλοῖα τὰ ταῖς τριήρεσιν ἑπόμενα καλεῖται ὑπηρετικά. Vat. Laur. Fgm. | |
2.74 | οἱ συντεταγμένοι] οἱονεὶ οἱ φατριάζοντες καθ’ ἡμῶν καὶ τῆς σωτηρίας τῆς πόλεως. Vat. Fgm. τὰ προπύλαια] ἅπερ ἔστησαν δι’ ἀρετῆς. Vat. Laur. Fgim. ἦσαν δὲ πρὸ τῶν πυλῶν τῆς ἀκροπόλεως ἀνακείμενα ἀγάλματα. Vat. | |
5 | Laur. gim. | |
2.75 | Τολμίδου] οὗτος περιπλεύσας Πελοπόννησον μετ’ Ἀθη‐ ναίων ηὐδοκίμησε λαμπρῶς καὶ Βοιὰς καὶ Κύθηρα εἷλεν ἄρ‐ χοντος Ἀθήνησι Καλλίου. ἐνέπρησε δὲ ὁ Τολμίδης καὶ τὰ νεώρια Λακεδαιμονίων. Vat. Laur. gim. | |
2.76 | Δεκελείας] Δεκέλεια δῆμος τῆς Ἀττικῆς τῆς Ἱπποθοων‐ | |
τίδος φυλῆς. ταύτην ἐπετείχισαν Λακεδαιμόνιοι Ἀθηναίοις κατ’ Ἀλκιβιάδου γνώμην, καὶ ἐξ αὐτῆς ὁρμηθέντες κατέσχον τῆς πό‐ λεως. Vat. Laur. gim. | 295 | |
5 | νομῇ χρημάτων] προήχθησαν οἱ ῥήτορες ὑπὸ τῶν δήμων διὰ τὸ τῶν πλουσίων κατηγοροῦντας ἀφαιρεῖσθαι αὐτοὺς τὰ χρήματα καὶ δημοσιεύειν, ἃ διενέμετο τῷ ὄχλῳ. Vat. Laur. gim. | |
2.77 | ἁρμοστὴν] Λακεδαιμόνιοι ἐπολιτεύσαντο ἐν τοῖς Ἕλλησιν ὡς προστάται καὶ κηδεμόνες τῶν πόλεων. Ἀθήνηθεν γὰρ ἐξέβαλον τοὺς Πεισιστρατίδας, ἐκ δὲ Νάξου Λύγδαμιν τύραννον, τοὺς δὲ ἀπὸ Κλεισθένους ἐκ Σικυῶνος. ὁπότε οὖν στασιάζουσαν πόλιν ἁρμό‐ | |
5 | σειαν, κατέλειπον αὐτόθι σφῶν ἄρχοντα, ὃν ἐκάλουν ἁρμοστήν, πρὸς τὸ ἁρμόζειν τὴν πόλιν καὶ μὴ ἐᾶν στασιάζειν. Vat. Laur. gim. | |
2.78 | οὔτ’ εἰδὼς οὔτ’ ἐπιδὼν] εἰδὼς λέγει οἷον γνοὺς αὐτοῦ τὸν τρόπον· τὸ δὲ ἰδών, οὐ θεωρήσας αὐτὸν ἐν τῇ νεότητι αὐτοῦ ὅτε ἐπολιτεύετο καὶ ἐδημοσίευεν. Vat. Laur. Fgim. νομάδων Σκυθῶν] ἔθνος ἐστὶ Σκυθικόν, οἱ καλούμενοι ἁμάξ‐ | |
5 | οικοι. Vat. Laur. gim. ὡσανεὶ ἔλεγε, καὶ ταῦτα οὐδὲ ἀπὸ εὐγε‐ νῶν τινῶν Σκυθῶν, ἀλλὰ νομάδων καὶ βιοπλανῶν. Vat. Laur. Fgim. τοῦ Βουζύγου] τοῦ ὄντος ἐκ τοῦ γένους τῶν Βουζυγῶν. ἓν γὰρ ἦν καὶ τοῦτο γένος τιμώμενον παρὰ τοῖς Ἀθηναίοις, ἐξ οὗ | |
10 | ἐγίνετο ἡ ἱέρεια τῆς Ἀθηνᾶς. Βουζύγης δὲ ἐκλήθη Ἐπιμενί‐ δης Ἀθηναίων τῶν πάλαι, ὅστις πρῶτος ζεῦγος βοῶν ἔζευξεν. ὅθεν καὶ τὸ ἄροτρον αὐτοῦ ἀνέκειτο ἐν τῇ ἀκροπόλει πρὸς μνήμην. Vat. Laur. Fgim. | |
2.79 | ἐν τοῖς μυρίοις] μύριοι Ἀρκάδων συνέδριον ἐν Μεγαλο‐ πόλει. B. ἐστιγμένος αὐτόμολος] ἐπειδὴ οἱ φυγάδες τῶν δούλων ἐστίζοντο τὸ μέτωπον, ὅ ἐστιν ἐπεγράφοντο, κάτεχέ με· φεύγω. ἢ ὅτι ἐστί‐ | |
5 | ζοντο οἱ αὐτόμολοι, ἵνα γνωρίζοιντο καὶ μὴ ἀδικοῖντο παρὰ τῶν πο‐ λεμίων. ἢ ἐπειδὴ Ξέρξης Θηβαίους αὐτομολήσαντας ἔστιζεν. Vat. Laur. gim. περιορώντων] οἷον περισκοπούντων. F. ἐκδεχομένων τὸ ἀποβαῖ‐ νον. Vat. Laur. | |
10 | συνίστην] ἀντὶ τοῦ ἅμα ἐποίουν ὁμονοῆσαι κατὰ Φιλίππου. Vat. Fgim. συνίστην δὲ τό τε ταὐτὰ φρονεῖν καὶ βοηθεῖν ἀλλήλοις. Vat. | |
Laur. gim. συνεπιστρατευόντων] καθ’ ἡμῶν δηλονότι μετὰ Φιλίππου στρα‐ τευόντων. Vat. Laur. gim. | 296 | |
2.80 | οὐ τοῖς νικήσασιν] οὐ τοῖς πρέσβεσιν, ἀλλὰ τοῖς στρατηγοῖς. Vat. Laur. Fgim. | |
2.81 | ἐν τῇ ὑστέρᾳ] ἀντὶ τοῦ ἐν τῇ δευτέρᾳ. F. περὶ ταύτης γὰρ ἐγκαλεῖται. Vat. Laur. Fgim. ὁμηρεύοντα δὲ λέγει ἀντὶ τοῦ ὅμηρον ὄντα καὶ ἐνέχυρον κατεχόμενον ὑπὲρ Κερσοβλέπτου τοῦ πατρὸς αὐτοῦ, καθό, φησίν, ἦν χειρωθείς. Vat. Laur. Fgim. Βυζάντιοι καὶ | |
5 | Περίνθιοι καὶ Ἀμάδοκος ὁ Θρᾲξ Κερσοβλέπτῃ τῷ βασιλεῖ μέρους Θρᾴκης ὑπὲρ ἀμφιλόγου χώρας ἐξηνέγκαντο πόλεμον, οἷς Φίλιπ‐ πος συλλαμβανόμενος ἐπολέμησε Κερσοβλέπτην καὶ ἠνάγκασε τήν τε ἀμφίλογον παρεῖναι τοῖς ἐγκαλοῦσι καὶ φιλίαν αὐτῶν καταστήσας ἐβεβαιώσατο τὸν βασιλέα, ὅμηρον παρ’ αὐτοῦ λαβὼν τὸν υἱόν, καὶ | |
10 | ἀπήγαγεν εἰς Μακεδονίαν. Vat. Laur. Fgim. | |
2.82 | λαγχάνει προεδρεύειν] εἷς ὢν τῶν τότε βουλευτῶν, ὡς ἀνω‐ τέρω εἴπομεν, ἔλαχε γενέσθαι πρόεδρος. ἀπὸ γὰρ τῶν βουλευτῶν ἐγί‐ νοντο καὶ οἱ πρυτάνεις καὶ οἱ πρόεδροι ἀπὸ κλήρου κατὰ φυλήν, ὡς ἔγνωμεν. Vat. Laur. Fgim. | |
2.83 | Κριτόβουλος] ὁ Κερσοβλέπτου τοῦ Θρᾴκης βασιλέως πρε‐ σβευτής. B. συναναγραφῆναι—συμμάχοις] ἵνα, ὥσπερ οἱ ἄλλοι σύμμαχοι Ἀθηναίων ἐδίδοσαν ὅρκους τοῖς παρὰ Φιλίππου, καὶ ὁ Κριτό‐ | |
5 | βουλος δῷ ὑπὲρ Κερσοβλέπτου, ὡς ὄντος ἐκείνου ἑνὸς τῶν συμμά‐ χων. Vat. Laur. Bgim, ὁ Πήληξ] ἀπὸ δήμου. Laur. | |
2.84 | ἐπιψηφιεῖν] ὁπότε ἐν τῇ ἐκκλησίᾳ ψήφισμα γραφείη, ἐπι‐ ψηφίζουσιν αὐτὸ πρότερον οἱ πρόεδροι, εἶτα τῷ δήμῳ ἀναγι‐ νώσκεται. ἐπιψηφίζειν δέ ἐστι τὸ ἐπί τινι ψῆφον φέρειν. Vat. Laur. Bgim. ἢ ὑποβάλλειν, ὥστε κυρῶσαι τὸν δῆμον. Vat. BFgim. | |
5 | οὐδὲ λύσειν—εἰρήνην] ἐπεὶ ἐν ὑποψίᾳ ἦν Κερσοβλέπτης· οὐ γὰρ ἂν ὡμήρευεν ὁ παῖς αὐτοῦ. οὐ καλῶς ἔχει, φησί, διὰ τὸ τοῦτον ἐγγραφῆναι σύμμαχον λύεσθαι τὴν πρὸς Φίλιππον εἰρήνην. Vat. Laur. gim. οὐδὲ γινώσκειν—τῶν ἱερῶν] ἡ σύνταξις οὕτως ἔχει· καὶ οὐκ | |
10 | ἔφη γινώσκειν τοὺς συνεφαπτομένους τῆς εἰρήνης (λέγει δὲ τὸν Κερ‐ σοβλέπτην) ὥσπερ οὐ γινώσκειν ἔφη τοῖς σπένδουσι τοὺς συνεφαπτο‐ μένους τῶν ἱερῶν. F. ἐπεὶ ἱερὰ γίνεται ἐν τοῖς ὅρκοις τῆς συμμαχίας καὶ εἰρήνης. οὐχ ὁρῶ, φησί, τὸν σύμμαχον, ὃς αὐτῶν μόνων τῶν ἱε‐ ρῶν ἐφάπτεται, ὥσπερ οἱ σπένδοντες, ὡς οὐ παρεχομένου ἑαυτὸν | |
15 | τοῦ Κερσοβλέπτου εἰς τἄλλα τὰ συμμαχικὰ δίκαια. Vat. Laur. gim. ἀποδοθῆναι—ἐκκλησίαν] ἤδη γὰρ προεγεγένητο ἡ ἐκκλησία, ἐν ᾗ περὶ τῆς εἰρήνης ἐβουλεύοντο, καθ’ ἣν τὸν Κριτόβουλον ἀξιοῖ παραγενόμενον τότε ἐπὶ ταύτην ὑπαντᾶν, μὴ ὅτε ἐκείνη ἐξῆκεν. Κριτόβουλος δὲ Κερσοβλέπτου τοῦ Θρᾴκης βασιλέως πρεσβευτής. | 297 |
20 | Vat. Laur. gim. καὶ τοὺς προέδρους—καλούντων] ὅπως ἀναστάντες εἴποιεν ὃ προαιροῦνται πρὸς Δημοσθένην· οὗτος γὰρ ἠναντιοῦτο τῇ ἐπιψη‐ φίσει. Vat. Laur. gim. | |
2.85 | ἐν τῷ στρατηγίῳ] οἶκός τις δημόσιος ἦν, ἔνθα συνῄεσαν οἱ στρατηγοί, ὥσπερ ἀρχεῖα ἐκάλουν ἔνθα συνῄεσαν οἱ ἄρχοντες. Vat. Laur. BFgim. | |
2.86 | ἀπὸ τῶν ἱερῶν] νῦν ἱερὰ λέγει τὰ ἱερεῖα τὰ καλούμενα τό‐ μια, καθ’ ὧν ὤμνυον. Vat. Laur. Bgim. ἢ ἱερῶν λέγει τῶν ἐπὶ τοῖς ὅρκοις θυομένων. Vat. Laur. gim. | |
2.87 | κατ’ ἀνδρὸς—ὑμετέρου] κατ’ ἀνδρὸς, ὃς πολίτης ἐστὶν Ἀττικός, οὐ Σκύθης, ὡς Δημοσθένης. B. ἐπὶ Παλλαδίῳ] ἐπὶ τούτῳ ἐκρίνοντο οἱ ἀκούσιοι φόνοι. οἱ δὲ ἐν τούτῳ τῷ δικαστηρίῳ δικάζοντες ἐκαλοῦντο ἐφέται, ἐδίκαζον δὲ | |
5 | ἀκουσίου φόνου καὶ βουλεύσεως καὶ οἰκέτην ἢ μέτοικον ἢ ξένον ἀποκτείναντι. ὠνομάσθη δὲ ἐντεῦθεν. Ἀργεῖοι τὸ Παλλάδιον ἔχοντες τὸ ἀπὸ Ἰλίου καὶ ἐκ Τροίας ἀνακομιζόμενοι ὡρμίσαντο Φα‐ ληροῖ, καὶ αὐτοὺς τῶν ἐγχωρίων τινὸς ἀκουσίως ἀναιροῦσιν. μενόν‐ των δὲ ἐπὶ πολὺν χρόνον τῶν νεκρῶν ἀδιαφθόρων καὶ ἀψαύστων | |
10 | ὑπὸ θηρίων, πολυπραγμονήσαντες οἱ ἐγχώριοι ἔγνωσαν παρ’ Ἀκά‐ μαντος ὅτι Ἀργεῖοι ἦσαν, καὶ τὸ Παλλάδιον εὑρόντες ἱδρύσαντό τε παρὰ τῇ Ἀθηνᾷ τῇ Φαληροῖ, καὶ τοὺς νεκροὺς θάψαντες δικαστή‐ ριον ἐποίησαν ἐκεῖ τοῖς ἐπὶ ἀκουσίῳ φόνῳ φεύγουσιν. Vat. Laur. gim. | |
15 | κατέδειξαν] ἀπέδειξαν. B. τέμνοντας] τὰ ἱερὰ τόμια λέγουσι. τέμνειν δὲ τὸ θύειν τὰ τό‐ μια. Laur. gim. | |
2.88 | ἦ που] πολὺ πλέον. F. ἆρ’ οὖν] οὐκ ἔστιν ἔμψυχον τουτὶ τὸ χωρίον οὐδ’ ἀληθινόν. Laur. gim. | |
2.89 | κάλλιστον γὰρ] δηλονότι τὰ δημόσια γράμματα. B. κατευημερηκὼς] οἷον εὐδοκιμήσας ἑλεῖν τὴν ἐκκλησίαν, ὡς κα‐ λῶς πρεσβευσάμενος. Vat. Laur. Fgim. ταῦτα μὴ ποιεῖν] τουτέστι μὴ πολιορκεῖν Κερσοβλέπτην. Bi. | |
5 | Ὠρεῷ] τῆς Εὐβοίας πόλις Ὠρεός. Vat. Laur. gim. | |
προξενίας κατασκευαζόμενοι] γινόμενοι πρόξενοι. πρόξενοι δέ εἰσι πόλεων οἱ ἐν ταῖς αὑτῶν πατρίσι τῶν πόλεων ἐκείνων προϊστά‐ μενοι, ὧν εἰσι πρόξενοι. Vat. Laur. gim. | 298 | |
2.90 | τὸ Ἱερὸν ὄρος] γράφεται τὸ Ἡραῖον ὄρος. ἔστι δὲ κατὰ στόμα Πόντου ἐμπόριον. Bi. τόπος τῆς Ἀψινθίων χώρας ἐν Θρᾴκῃ. κα‐ λεῖται δὲ πληθυντικῶς Ἱερὰ ὄρη. Vat. Laur. gim. | |
2.93 | τὴν ἐπιβολὴν] οἱονεὶ ζημίαν καὶ καταδίκην. F. τὴν ζημίαν, τὸ ἐπιτίμιον. B. οὐκ ἐπεξιὼν] οὐκ εἰσῆλθες εἰς τὴν ἐν Ἀρείῳ πάγῳ βουλήν. ἐγράψατο γὰρ ὁ Δημοσθένης Δημομέλην τὸν ἀνεψιὸν τραύματος ἐκ | |
5 | προνοίας, καὶ δωροδοκηθεὶς οὐκ εἰσῆλθεν. ἐπιβολὴν δὲ οἱονεὶ ζη‐ μίαν καὶ καταδίκην. Vat. Laur. gim. ἐπιτεμὼν—κεφαλὴν] θέλει εἰπεῖν ὡς ὅτι οὐδὲ ὁ ἀνεψιὸς αὐ‐ τοῦ ἐτραυμάτισεν αὐτόν, ἀλλ’ αὐτὸς ἑαυτόν, ἵνα συκοφαντήσῃ ἐκεῖ‐ νον. Vat. Fgim. διαβάλλεται γὰρ ὁ Δημοσθένης ὡς ἐπιτεμὼν ἑαυτοῦ | |
10 | τὴν κεφαλὴν ἐγράψατο Δημομέλην. ἦν δὲ Δημομέλης ἀνεψιὸς αὐ‐ τοῦ. Vat. Laur. gim. τούτοις] τοῖς δικασταῖς καὶ τοῖς περιεστηκόσιν. γράφεται καὶ τοῦτο. Bi. νόθος] οὐ διὰ τὸ ἐκ παλλακίδος εἶναι, ἀλλὰ τὸ ἐκ διαφόρου γέ‐ | |
15 | νους, ὥσπερ τὸν ἡμίονον λέγομεν νόθον εἶναι. Vat. Laur. gim. | |
2.94 | Ἀμφικτύονας] ὅτι Θηβαῖοι καὶ Θετταλοὶ καὶ Λοκροὶ συνῆ‐ σαν τῷ Φιλίππῳ Ἀμφικτύονες ὄντες. ἐκ τοῦ οὖν μερικοῦ τῷ κοι‐ νῷ ὀνόματι τῶν Ἀμφικτυόνων ἐχρήσατο. Vat. Laur. Fgim. ἐξομοσάμενος] σὺν ὅρκῳ ἀπωσάμενος. Bi. ἐξωμοσία ἐστὶ μεθ’ | |
5 | ὅρκου ἄρνησις. ἀντωμοσία δὲ ἐπὶ δίκης, διὰ τὸ ὀμνύναι ἑκατέρους, τὸν μὲν ἐγκαλοῦντα ὅτι ἠδίκηκε, τὸν δὲ ἐγκαλούμενον μὴ ἠδι‐ κηκέναι. οἱ δὲ τὴν ἐπὶ πράγμασιν ἀμαρτυρήτοις καὶ ἀνεπιγράφοις εἰς ὅρκον περιϊσταμένην δίκην, ἐφ’ ᾗ ἴσοι κριταὶ δικάζουσιν· ἔνιοι δέ, ὅτε ἐπὶ δημοσίῳ ἀγῶνι σκηπτομένου τινὸς κάμνειν ὁ ἀν‐ | |
10 | τίδικος ἀνθυπόμνυται, φάσκων προσποιεῖσθαι αὐτόν, καὶ περὶ τούτου διαλαμβάνουσιν οἱ δικασταί. Vat. Laur. Bgim. ἀφ’ ἧς ἧκον πρεσβείας] οἱονεὶ τῆς προτέρας. F. πρὸς δὲ τὴν βουλὴν] χρεία γὰρ ἦν μετὰ τὴν χειροτονίαν τοῦ δή‐ μου εἰσιέναι τοὺς πρέσβεις εἰς τὴν βουλήν, ἵνα ἐπικυρωθῇ αὐτοῖς | |
15 | ἡ ἔξοδος. Vat. Laur. Fgim. | 299 |
2.95 | ἀψευδεῖν] οὐ λέγει ἐμὲ πρὸς τοὺς Ἀθηναίους ψεύσασθαι εἴ γε ἐψεύδετο, ἀλλὰ τοὺς Ἀθηναίους ἐμοῦ ψευσθῆναι, ἵν’ ᾖ ψευ‐ σθῆναι ποιῆσαι, ὅπερ ἄμεινον. Vat. Laur. gim. | |
2.96 | ταύτης] αὕτη ἐστὶν ἡ τρίτη πρεσβεία. Bi. ἐπὶ ταύτην] τὴν δευτέραν. Bi. | |
2.97 | ὑστέραν] ἀντὶ τοῦ δευτέραν. F. | |
2.99 | στρωματόδεσμα] ἃ καλοῦμεν ἐν τῇ συνηθείᾳ στρωματοδεσμα‐ τόφελλα (?) καὶ ἀβελτάρια. Vat. Laur. Fgm. Βάταλος] Πλούταρχος ἐν τῷ Δημοσθένους βίῳ (c. 4)· βάταλος μόριόν τι τοῦ σώματος παρὰ τοῖς Ἀττικοῖς αἰσχρόν. B. | |
5 | Βάταλος] ἔκλυτος καὶ ἄνανδρος, ἀπὸ αὐλητοῦ τινὸς ὀνόματι Βατάλου. Vat. Laur. gim, Ἄλλως. οἱ μὲν αὐλητὴν Βάταλον ὠνομάσθαι οὕτως, οἱ δὲ ποιητὴν μελῶν κατεαγότων. Vat. Laur. ἐκ δὲ τούτου σκώπτει αὐτὸν εἰς μαλακίαν. τὸ δὲ ἐκ παίδων ἀπαλλαττόμενος καὶ τὰ ἑξῆς συντεκμαιρόμεθα οὕτως, ὅτι ἑπτὰ καὶ δέκα ἔτη γεγονὼς | |
10 | ἐδοκιμάσθη, κατά τι ψήφισμα ἴσως τοῦτο συγχωρηθὲν αὐτῷ, ἵνα δικάσηται τοῖς ἐπιτρόποις. κατὰ γὰρ τὸν νόμον ὀκτωκαιδε‐ καετεῖς δοκιμάζονται· εἶτα μετ’ ἔτη δύο ἀπολαμβάνουσιν ἀπὸ τῶν ἐπιτρόπων οἱ ὀρφανοὶ τὰς οὐσίας. Vat. Laur. gim. δεκαταλάντους—λαγχάνων] παρὰ γὰρ τῶν τριῶν αὑτοῦ ἐπι‐ | |
15 | τρόπων τριάκοντα τάλαντα ἔλεγε χρεωστεῖσθαι καὶ δέκα παρ’ ἑνὸς ἑκάστου αὐτῶν. Ἀργᾶς δὲ καλεῖται ὁ ὄφις παρὰ Δωριεῦσι· θέλει οὖν αὐτὸν ὀφιώδη τὸν τρόπον δεῖξαι καὶ οἱονεὶ θηριώδη καὶ ἀνάν‐ θρωπον. Vat. Laur. Fgim. Ἀργᾶς] εἶδός τι ὄφεως ἀναιρετικοῦ. ἢ ὁ ἀργῶν ἐπὶ τῶν ἄλ‐ | |
20 | λων, γράφων δὲ λόγους. Vat. Laur. Fgim. ἢ ἀπὸ ποιητοῦ τινος πονηροῦ οὕτω καλουμένου. Vat. Laur. gim. ἢ ἀργᾶς ὁ πονηρός· ἔστι γὰρ εἶδος ὄφεως ἀναιρετικοῦ. Vat. Laur. gm. ἀργᾶς ὄφιος εἶδος. οὕτω δὴ ὠνομάσθη διὰ τὸ τῆς φύσεως πονηρὸν καὶ κακόηθες. B. | |
2.101 | συνήλθομεν εἰς ταὐτὸν] οἱονεὶ ἅμα. F. ἀνεγνώσθη μὲν τὸ ψήφισμα] εἰ μὴ γὰρ ἀνέγνω ὅτι Φίλιππος καὶ ἐπείσθη ὅτι ἡ πόλις ἐψηφίσατο, οὐ παρεῖχεν αὐτῶν ἀπόκρισιν. F. | |
συνηριθμούμεθα] ἀντὶ τοῦ ἐλέγομεν. F. | 300 | |
2.102 | ἀρτίως ὑπεθέμην] ἀντὶ τοῦ προεῖπον. F. | |
2.103 | ὅτι δὲ] ἀσφαλῶς τοῦτο ἐπήγαγεν. ἵνα μή τις εἴπῃ, καὶ πό‐ θεν αἰσθάνῃ τοῦτο, εἰ μὴ ἦσθα προδότης; ὅτι πάντες οἱ ἐχθροὶ ἡμῶν πάρεισι καὶ εἰς τὸ ἐναντίον ἡμῖν πρεσβεύουσιν. Vat. Laur. Fgim. | |
2.104 | Βοιωτῶν] οὐχ ἁπλῶς πάντων, ἀλλὰ τῶν δύο πόλεων τῶν Βοιωτικῶν ὧν κατέσκαψαν οἱ Θηβαῖοι, Θεσπιέων καὶ Πλαταιέων. Vat. Laur. Fgim. τὴν εἰς τὸ ἀφανὲς ἀναφορὰν] ἵνα ἔχωσι λέγειν οἱ Ἀθηναῖοι, ἐὰν | |
5 | Φίλιππος μὴ θελήσῃ ποιῆσαι, ὅτι ἡμεῖς οὐδὲν τοιοῦτον ἐγράψαμεν, ἀλλὰ οἱ πρέσβεις ἡμῶν ἁπλῶς ἠθέλησαν εἰπεῖν· καὶ εἰς τούτους ἀναφέροντες τὴν αἰτίαν ἔμελλον ἐκφεύγειν τὴν ἀπὸ τῆς ἀποτυχίας αἰσχύνην. Vat. Laur. Fgim. | |
2.105 | εἰς τὴν προστασιὰν τῆς Καδμείας] οἷον εἰς τὴν εἴσοδον καὶ προπυλῶνα τῆς ἀκροπόλεως τῶν Θηβαίων. Καδμεία γὰρ ἐκαλεῖτο ἡ ἀκρόπολις τῶν Θηβαίων ἀπὸ Κάδμου τοῦ οἰκιστοῦ. Vat. Laur. Fgim. εἰς τὴν ταύτης δὲ προστασιὰν οἷον ἐπιμέλειαν. Laur. | |
2.106 | βοιωτιάζει] τὰ τῶν Θηβαίων φρονεῖ. Βοιωτοὶ γὰρ οὗτοι. Vat. Laur. gim. ἀπαγορεύω] ἀντὶ τοῦ ἀγορεύω, ὅ ἐστι λέγω. Vat. Laur. Fg. | |
2.107 | ἐγκαλύπτομαι] ἀντὶ τοῦ κρύπτομαι καὶ σκέπω ἐμαυτόν· οὐδὲν γάρ μοι μέλει περὶ τούτων. Vat. Laur. Fgim. νομίζει συμφέρειν] ὅτι οὐκ ὀφείλει Φίλιππος ἐπὶ τὸ ἐν Δελ‐ φοῖς ἱερὸν καὶ τοὺς Φωκεῖς ἐπιβαίνειν ἐκτὸς κοινῆς γνώμης Ἀμ‐ | |
5 | φικτυόνων. Vat. Laur. Fgim. ὅτι δ’ ἀληθῆ λέγω] ἐπανάληψις. Fm. | |
2.108 | παρά τισιν εὐδοκιμεῖ] ἀντὶ τοῦ τοῖς εὐφρονοῦσιν. F. | |
2.109 | ἐν τακταῖς ἡμέραις] ὅ ἐστιν ἐν δύο ἡμέραις, ἵνα ἐκκλείσῃ διὰ τοῦ τάχους καὶ τοὺς ἄλλους Ἕλληνας ἐλθεῖν καὶ συσπείσασθαι. τοὺς τὴν εἰρήνην δὲ ἐκκλείοντας οἷον μὴ ἐῶντας εἰρήνην γενέσθαι· οὐ τοῖς λόγοις δέ φησιν, ἀλλὰ τοῖς χρόνοις, τουτέστιν οὐ ψιλοῖς ῥή‐ | |
5 | μασιν, ἀλλὰ διὰ τοῦ εἰπεῖν ὡς ἐν δύο ἡμέραις δεῖ βουλεύσασθαι, ὅ ἐστι συντόμως. Vat. Laur. Fgim. | |
2.110 | ἕτερον] παρατήρησαι ὅτι οἱ Ἀττικοὶ ἀδιαφόρως λέγουσι τὸ ἕτερον οὐ μόνον ἐπὶ δύο, ἀλλὰ καὶ ἐπὶ πολλῶν. μετὰ γὰρ δύο ψη‐ φίσματα εἶπεν ἕτερον. Vat. Laur. Fgim. | |
2.111 | ἐνεκαλύψαντο] τὰ πρόσωπα ἐκάλυψαν ὑπ’ αἰσχύνης τῶν ὑπὸ Δημοσθένους εἰρημένων. B. οὐ καταδὺς] τοῦτο ἀπὸ Δημοσθένους ὡς εἰπόντος, καὶ ταῦτα ἔπραττον φανερῶς οὑτωσὶ μηδὲ ὑποστελλόμενος ὡς ἕτεροί τινες. | |
5 | Vat. Laur. gim. | |
2.112 | γυνὴ γὰρ] ἔοικεν ἀμύνεσθαι αὑτῷ διὰ τὴν γενομένην ὑπὲρ ἁγνείας διαβολήν, εἴ γε κάλλιστον εἶναι γυναῖκα καθίστη. Vat. Laur. gim. σπογγιᾶς] ὡς καὶ παρὰ τῷ ποιητῇ (Od. α, 111) “σπόγγοισι πο‐ | 301 |
5 | λυτρήτοισιν”. εὕρηται δὲ καὶ παρὰ τῷ Ἀριστοφάνει (Ran. 482, 487?) ὁ σπόγγος καὶ ἡ σπογγιά, ὥσπερ καὶ ἐνταῦθα. Vat. Laur. Fgim. ἐργολαβοῦντος] φιλοπράγμονος καὶ περιέργου. Vat. Laur. gim. ποῖα ἐκεῖνα, ἅπερ εἶπε πρὸς τὸν δῆμον τῶν Ἀθηναίων κατὰ τὴν αʹ | |
10 | πρεσβείαν ἄρτι ἥκων ἐκ Μακεδονίας μετὰ τῶν περὶ Αἰσχίνην; Κτη‐ σιφῶντος γὰρ καὶ τῶν σὺν αὐτῷ Φίλιππον ἐπαινούντων πρὸς τὸν δῆμον καὶ λεγόντων ὡς καλός τε εἴη τὴν ἰδέαν καὶ τοῦ λέγειν ἐμπείρως ἔχων καὶ μνημονευτικὸς αὐτὸς πρὸς ἕκαστα τούτων ἀντεπῆγε τἀναν‐ τία. ταῦτα οὖν, φησὶν Αἰσχίνης, πάντα διωρθοῦτο Δημοσθένης | |
15 | ἐπὶ τῆς ὑστέρας πρεσβείας πρὸς Φίλιππον, λέγων ὅτι διὰ τοῦτό σε οὐκ εἶπον, ὦ Φίλιππε, πρὸς τὸν τῶν Ἀθηναίων δῆμον ὡραῖον, διότι γυναιξὶ τοῦτο δέδοται καὶ ὑπὲρ γυναικῶν ἄξιον τοῦτο λέγειν καὶ ὅτι δεινὸς εἶ σφόδρα πιεῖν, ὅτι σπογγιᾶς τοῦτο ἔπαινος τὸ πίνειν ὅτι πλεῖστον καὶ τὰ ἑξῆς. g. | |
2.115 | μηδεμίαν πόλιν] ὅτι Βοιωτῶν Ἀμφικτυόνων ἁπάντων ὄντων πόλεις αὐτῶν ἀναστάτους ἐποίησαν Θηβαῖοι. Vat. Laur. gim. ναματιαίων] ἐνταῦθα λέγει κυρίως τῶν ποτίμων. Vat. Laur. Fgim. τῶν πηγαίων. Vat. Laur. gim. | |
5 | ἀναστήσειν] οὐ λέγει πορθήσειν, ἀλλ’ ἐπὶ τὸ συμμαχεῖν ἐπε‐ γείρειν. Vat. Laur. gim. χειρὶ καὶ ποδὶ] ἀντὶ τοῦ πάσῃ προθυμίᾳ, ἁπλῶς δὲ εἰπεῖν, καὶ πάσῃ δυνάμει, ἔστι δὲ καὶ ἀπὸ παροιμίας. Vat. Laur. Fgim. ἀρὰ ἰσχυρὰ] αὕτη ἡ ἀρά ἐστιν ἐν τῷ κατὰ Κτησιφῶντος λόγῳ | |
10 | (§. 110). B. | |
2.116 | τούτων] τῶν δεδογμένων τοῖς Ἀμφικτύοσιν. Vat. Laur. Fgim. Δωριέας, Ἴωνας] ἵνα διὰ μὲν τοῦ κοινοῦ ὀνόματος τῶν Ἰώνων καὶ τοὺς Ἀθηναίους περιλάβῃ, διὰ δὲ τῶν Δωριέων τοὺς Λακεδαι‐ | |
5 | μονίους. Vat. Laur. Fgim. λέγει δὲ τὴν τετράπολιν. Vat. Laur. gim. ἰσόψηφον γενόμενον] ὡσανεὶ ἔλεγε, τὴν αὐτὴν τιμὴν ἔχουσαν ἐν τῷ ψηφίζεσθαι τὴν μικρὰν πόλιν τῇ μεγάλῃ. δύο δὲ ψήφους φη‐ σί, μίαν ἐν τῷ ψηφίζεσθαι καὶ μίαν ἐν τῷ ἀποψηφίζεσθαι. Vat. Laur. Fgim. οἷον Θεσπιὰς καὶ Πλαταιάς. F. | |
10 | ἐκ Δωρίου καὶ Κυτινίου] Δώριον καὶ Κυτίνιον καὶ Ἐρινεὸν πολίσματα τῆς ἐν Θετταλίᾳ Δωρίδος. εἰσὶ δὲ καὶ Λακεδαιμόνιοι Δωριεῖς. συνίστησι δὲ καὶ τὸ μέγα ἔθνος πρὸς τὸ ἐλάχιστον, ἴσον δυνάμενον ἐπὶ Ἀμφικτύοσιν Vat. Laur. gim. | 302 |
2.117 | τὴν μὲν οὖν ἀρχὴν] ἡ ἀρχὴ ὁσία. ἔδοξαν γὰρ πλημμελῆσαι περὶ τὸ ἱερὸν καί εἰσι τιμωρητέοι. οὐκοῦν ἐπὶ τὸ τέλος τῆς πολιορ‐ κίας χωρητέον ..... ὧν καθεζομένων παραδώσειν αὐτῷ τοὺς πλημμελήσαντας· εἰ δὲ μή, τότε πορθητέον. Ἄλλως. τὴν προαίρεσιν | |
5 | καὶ τὴν ἀφορμήν. ἦν γὰρ πρόφασις τὸ δίκην εἰσπράξασθαι παρὰ τῶν ἀδικησάντων περὶ τὰ τοῦ θεοῦ χρήματα. Vat. Laur. gim. ἐπεξελθὼν] οἷον ἐπὶ πέρας ἐλθὼν τοῦ ἔργου. Vat. Laur. gim. οἷον ἐκπολιορκήσας· ἐπεξελθεῖν γὰρ λέγουσι τὸ ἐπὶ πέρας τινὸς ἐλθεῖν. Vat. Laur. gm. | |
10 | βεβαιώσεις] ὅτι καὶ Θηβαῖοι ἐπλημμέλησαν περὶ Φωκέας καὶ τὸ ἱερόν. ἔμελλεν οὖν αὐτοὺς ἀπαλλάξειν τῶν ἐγκλημάτων τοὺς Φω‐ κέας μόνους καταστρεψάμενος. ἡ δὲ ἀπαλλαγὴ τοῦ ἐγκλήματος βε‐ βαίωσιν ἔφερε τῆς ἀδικίας ὡς ὀρθῶς πραχθείη. Vat. Laur. Fgim. παρ’ ὧν—χάριν] ἡ σύνταξις· παρὰ τούτων οὐκ ἀπολήψῃ χάριν | |
15 | οἷς βοηθεῖς. Vat. Laur. Fgim. Ἀθηναῖοι] Ἀθηναῖοι γάρ εἰσιν οἱ τῆς Ἀρχίου τυραννίδος αὐ‐ τοὺς ἀπαλλάξαντες καὶ τὴν Λακεδαιμονίων φρουρὰν ἐκ τῆς Κα‐ δμείας ἐκβαλόντες. Vat. Laur. gim. χρήσῃ δ’ ἐχθροῖς] τοῖς Θηβαίοις, καθὸ ἀχάριστοί εἰσιν. Vat. | |
20 | Laur. Fgim. | |
2.119 | ἥκων ἀπήγγελλον] ὅτι πάντως ταῦτα ποιήσει ὁ Φίλιπ‐ πος. Vat. Laur. Fgim. τὰς Θήβας Βοιωτίαν] τουτέστι τὰς Θήβας ὅλης τῆς Βοιωτίας μέρος εἶναι καὶ μὴ τὴν ὅλην Βοιωτίαν ἐν Θήβαις εἶναι. B. | |
2.120 | τοὺς μικροπολίτας] ἐπίθετόν ἐστιν, ὡς ἄν τις εἴποι, τοὺς οἰκοῦντας τὰς μικρὰς πόλεις, ὥσπερ ἂν τοὺς Χαλκιδέας. οἱονεὶ φοβούμεθα ἡμεῖς οἱ μικροπολῖται τὸ ἔγγραφον τὸ ἐν τῷ ψηφίσματι καὶ ἄλλο τι ποιῆσαι ἀγαθόν, μήπως περὶ ἡμῶν αἰνίττηται, ὥστε | |
5 | λαβεῖν ἡμᾶς Φίλιππον καὶ παραδοῦναι ὑμῖν ἀντὶ Ἀμφιπόλεως. Vat. Laur. Fgim. | |
2.121 | φαίνεται γοῦν ἀπὸ τούτου τὸ λέγειν αὐτὸν ὑφ’ ἡμῶν τὰ τοιαῦτα παθεῖν ψευδές· οὐ γὰρ ἂν ἔγραψεν ἐκείνους ἐπαινέσαι καὶ καλέσαι ἐπὶ τὸ πρυτανεῖον, ὑφ’ ὧν, ὡς λέγει, τοιαῦτα πεπόν‐ θοι. g. | |
5 | διαιρούμενος] οἱονεὶ σαφῶς λέγων καὶ ἄντικρυς κατὰ διαί‐ | |
ρεσιν καὶ φανερῶς. Vat. Laur. Fgim. ἢ ὑπομερίζων καὶ διαβάλλων, ὡς Σοφοκλῆς Αἴαντι φάσκει δατούμενος· τὸ γὰρ αὐτὸ δύ‐ ναται. ἢ ἐμοῦ μὲν κατηγορεῖν βουλόμενος, ἀπολογεῖσθαι δὲ ὑπὲρ ἑαυτοῦ. τοιοῦτος γὰρ ὁ Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου μάλιστα. | 303 | |
10 | Vat. Laur. gim. | |
2.122 | παρακληθεὶς] ἀντὶ τοῦ προτραπείς. F. | |
2.123 | εἴ] ἀντὶ τοῦ εἴπερ τότε. ἔστι δὲ παραγραφικὸν ἀπὸ χρόνου. Vat. Laur. Fgim. κἀκείνης—κατηγορεῖν] καθὸ μὲν ἐγγράφως οὐ κατηγόρησε τῆς προτέρας ὥσπερ τῆς δευτέρας, λέγει αὐτὸν μὴ κατηγορηκέναι, | |
5 | καθὸ δὲ εἶπεν ὅτι ἐλάνθανέ με πεπρακὼς ἑαυτὸν τέως, διὰ ῥήματος κατηγόρησεν αὐτοῦ. Vat. Laur. Fgim. | |
2.124 | αἱ ἀπάται] ἃς ἠπάτησε Φίλιππος δηλονότι διὰ τῆς ἐπιστο‐ λῆς. Vat. Laur. gm. Λυδίαν] Λυδίας Μακεδονίας ποταμός. Vat. Laur. gm. γραπτέον Λοιδίαν. ἔστι δὲ Λοιδίας Μακεδονίας ποταμός, ὥς φησιν Ἁρποκρα‐ | |
5 | τίων. B. ὁ μὲν γὰρ Λεωσθένης] εἰρωνεία. B. ἠθικῶς ἀναγνωστέον· ἔστι γὰρ κατ’ εἰρωνείαν ὁ λόγος. ἐπιδεξίως δὲ ἀντὶ τοῦ αἰσίως καὶ καλῶς. Vat. Laur. Fgim. Καλλίστρατον] Καλλίστρατος ὁ ῥήτωρ καὶ δημαγωγὸς, ὃς φυγα‐ | |
10 | δευθεὶς ᾤκησε τὸ Βυζάντιον. Vat. Laur. gim. | |
2.125 | Πύθων] ῥήτωρ οὗτος, Ἰσοκράτους μαθητής. Vat. Laur, gim. | |
2.126 | καὶ τὸν μὲν λόγον—καταλύω] ἡ σύνταξις οὕτως· καὶ τὸν μὲν λόγον καταλύω, εἰ συγχωρεῖ ταῦτα ὁ κατήγορος. ἀντὶ τοῦ κατα‐ παύομαι τοῦ λέγειν, εἰ δοκεῖ ταῦτα πραχθῆναι, ὅ ἐστι τοὺς οἰκέτας βασανίζεσθαι. Vat. Laur. gim. | |
5 | πρ. ἕνδεκα γὰρ ἀμφορέας] μέτρον τι ὕδατος πρὸς μεμετρημένον ἡμέρας διάστημα ἔρρεεν. ἐμετρεῖτο δὲ τῷ Ποσειδεῶνι μηνί, ὡς ἐν τούτῳ ἠγωνίζοντο οἱ μέγιστοι ἀγῶνες. διενέμετο δὲ εἰς τρία μέρη τὸ ὕδωρ, τὸ μὲν τῷ διώκοντι, τὸ δὲ τῷ φεύγοντι, τὸ δὲ τοῖς δικασταῖς. B. (cf. Harpocrat. p. 58, 6.). φασὶν ὅτι τὰς ἡμέρας τοῦ Ποσειδεῶνος | |
10 | μηνὸς ἐπιλεξάμενοι οἱ Ἀθηναῖοι ὡς συμμέτρους καὶ δυναμένας κατ‐ έχειν ἕνδεκα ἀμφορέας πρὸς αὐτὰς καὶ ταῖς ἄλλαις ἡμέραις ἐσκευάζοντο τὴν κλεψύδραν, μεγάλου πράγματος δηλονότι γυμνα‐ ζομένου. ἀπενέμοντο δὲ οἱ ἕνδεκα ἀμφορεῖς κατὰ τὸ τρίτον τοῖς ἀντιδίκοις καὶ τοῖς δικασταῖς. Vat. Laur. Fgim. Ἄλλως. ἡ πᾶσα, φη‐ | |
15 | σίν, ἡμέρα τῷ ἀγῶνι ἀποδέδοται. εἰ οὖν βούλει ταῦτα γίνεσθαι καὶ παύσομαι λέγων, δύναται ἐν τῷ λοιπῷ μέρει ταῦτα πράττεσθαι. Vat. Laur. gim. | |
ἐν διαμεμετρημένῃ τῇ ἡμέρᾳ] τοῖς περὶ τῶν μεγίστων ἀγωνιζο‐ μένοις διῃρεῖτο ἡ ἡμέρα καὶ ἐδίδοτο αὐτῆς ἥμισυ μὲν τῷ κατη‐ | 304 | |
20 | γόρῳ, ἥμισυ δὲ τῷ ἀπολογουμένῳ. καὶ διεμετρεῖτο τὸ ὕδωρ, ὅσον ἐπαρκεῖ εἰς τὰς ὥρας τοῦ ἡμίσους μέρους τῆς ἡμέρας. τοῦτο δὲ ἀπὸ μιᾶς ὥρας. Vat. Laur. Bgim. φησὶν οὖν ὅτι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν ᾗ ἠγωνίζοντο, τὸ διαμετρηθὲν ταῖς ἓξ ὥραις ὕδωρ ἦσαν ἀμφο‐ ρεῖς ὕδατος ἕνδεκα. Vat. Laur. gim. | |
2.130 | λογισμόν τινα] ἀντὶ τοῦ ἀριθμόν. F. Φαλαίκου] οὗτος Ὀνομάρχου υἱός, Φωκέων τύραννος, διαδε‐ ξάμενος τὴν ἀρχὴν παρὰ Φαΰλλου. δρομοκήρυκες δὲ οἱ λεγόμενοι ἡμεροδρόμοι, ὧν γέγονεν ἐπιφανέστατος Φιλιππίδης Ἀθηναῖος. Vat. | |
5 | Laur. gim. οἵτινες διὰ τοῦ δρόμου καὶ τοῦ τάχους δύνανταί τινα ἀγ‐ γεῖλαι, ὡς νῦν καλοῦμεν τοὺς βερεδαρίους. F. | |
2.131 | κατεμισθοφόρησαν] οἷον εἰς τὸν μισθὸν τῶν ξένων κατεδα‐ πάνησαν ὧν ἐμεμίσθωντο. Vat. Laur. Fgim. | |
2.132 | Ἄλπωνον—] πόλεις Λοκρικαί, ὧν ἡ Νίκαιά ἐστι παρα‐ θαλάσσιος, ἀπέχουσα Θερμοπυλῶν σταδίους μʹ. Vat. Laur. gim. | |
2.133 | τοῖς σπονδοφόροις] τοῖς καταγγελεῦσι τῶν μυστηρίων. καθ‐ όλου πάντες οἱ τὰς πανηγύρεις καταγγέλλοντες σπονδοφόροι. Vat. Laur. gim. μυστηριώτιδας] τὰ τῶν Ἐλευσινίων λέγει, ἅπερ ἐξαιρέτως μυστή‐ | |
5 | ρια ἐκάλουν. τούτων οὖν ἀγομένων περιῄεσάν τινες χειροτονηθέντες σπονδὰς ποιοῦντες ἐν ταῖς πόλεσιν, ὥστε μὴ πολεμεῖν τινα τῶν Ἑλ‐ λήνων, ἀλλ’ ἡσυχάζειν ἐν τούτῳ τῷ καιρῷ. Vat. Laur. Fgim. οὐκ ἐσπείσαντο] οὐκ ἐδέξαντο τὰς ἐπαγγελίας. Vat. Laur. gim. | |
2.135 | οὔπω διελέλυσθε] οὔπω, φησί, διηλλάγητε πρὸς Φίλιππον, ἀλλ’ ἔτι πόλεμος ἦν. Vat. Laur. gim. παραναγιγνωσκομένων] οἱονεὶ πλησίον τῶν μαρτυριῶν. Vat. Fgim. | |
2.136 | οὗτος] ὁ Φάλαικος. ὡσανεὶ ἔλεγεν, ἀλλ’ ἔχει τις εἰπεῖν ὡς ὅτι αὐτὸς μόνος ὁ Φάλαικος ἠγνόει τὴν Φιλίππου γνώμην. ἆρα δὲ καὶ ὑμεῖς οὐχ οὕτω διέκεισθε καὶ ἠγνοεῖτε αὐτὸν οἷός ἐστιν; Vat. Laur. Fgim. | |
5 | ἐπαυξῆσαι] ἀντὶ τοῦ αὐξηθῆναι ἐᾶσαι. F. τῶν ἄλλων] τῶν οἰομένων ὑπὲρ Θηβαίων εἶναι τὸν πόλεμον, ἀλλ’ οὐ κατὰ Θηβαίων. Laur. gim. ὑπὲρ αὑτῶν] οὐχ ὑπὲρ Θηβαίων, ἀλλ’ ὑπὲρ Θετταλῶν. Vat. | |
Laur. gim. | 305 | |
2.137 | τὰς ἐν Βοιωτοῖς πόλεις] ἃς ἦσαν Θηβαῖοι καταστρεψάμε‐ νοι. Vat. Laur. gim. κατοικιεῖ] ἀνίστησι, τειχίζει. Δημοσθένης (or. 19 §. 112. p. 375) ἐν τῇ κατηγορίᾳ “οὗτος γὰρ ἔφη καὶ Πλαταιὰς αὐτὸν τειχιεῖν”. B. | |
5 | οὐκ ἐξεληλύθεσαν] ὡς ὑπὲρ αὑτῶν μαχούμενοι, ἀπιστοῦντες δὲ τοῖς παρὰ Φιλίππου παραγγέλμασιν. Vat. Laur. gim. | |
2.138 | οἷς] οἱ Φωκεῖς δηλονότι. B. | |
2.139 | ἐσκευαγώγησαν—Ἀθηναῖοι] μετὰ γὰρ τὸ λαβεῖν τὰς ἐν Φωκεῦσι πόλεις τὸν Φίλιππον Ἀθηναῖοι φοβηθέντες περὶ τῇ ἑαυ‐ τῶν καὶ νομίζοντες ὅσον οὔπω καὶ καθ’ αὑτῶν παρεῖναι τὸν Φίλιππον καὶ μάλιστα φοβούμενοι τοῦτο, διά τε τὸ μὴ ἐθελῆσαι Φι‐ | |
5 | λίππῳ συστρατεῦσαι καὶ διὰ τὸ γενέσθαι καταφανεῖς ψηφισαμένους βοηθεῖν περὶ τὰς Πύλας ἐσκευαγώγησαν ἐκ τῶν ἀγρῶν Καλλισθέ‐ νους, ὥς φησι Δημοσθένης (or. 19 §. 86. p. 368), οὐχὶ Δημοσθέ‐ νους τοῦτο ψηφισαμένου. g. πρεσβεύοντος ἐμοῦ] λύει τὸ ἀντιπῖπτον· ἐχρῆν γὰρ ἀντειπεῖν, | |
10 | ἀπεδήμουν, φησίν. Laur. gim. ἐχθρὸς δ’ ὢν] εἰ ὡς λέγεις, φησίν, ἀχειροτόνητος ἐξῆλθον, διὰ τί με οὔπω ἔκρινας παραπρεσβείας, καὶ ταῦτα ἐχθρὸς ὤν; Vat. Laur. gim. οὐ γὰρ δὴ φθονεῖς] οὐχ ὥσπερ, φησί, τῶν ἄλλων μοι φθονεῖς, | |
15 | οὕτω καὶ τοῦ παθεῖν κακῶς. τοῦτο γὰρ κἂν εὔξαιο τοῖς θεοῖς, λα‐ βεῖν με τιμωρίαν εἰς τὸ σῶμα. Vat. Laur. gim. τιμημάτων] οἱονεὶ τιμωριῶν. χλευάζοντος δ’ ἐστὶν ὁ λόγος. ὡς γὰρ ἐπὶ ἀγαθοῦ τοῦτο εἶπεν. Vat. Laur. Fgim. | |
2.140 | παρακαθημένων] Φιλίππῳ δηλονότι· πρὸς τὰ ἄνω δέ ἐστιν ὁ νοῦς. Laur. Fgim. ἢ συνιόντων ἢ παροξυνόντων. Vat. Laur. δεομένων] ἀντὶ τοῦ βοηθείας. F. βοηθείας τῆς παρ’ ἡμῶν, ἢ δεο‐ | |
5 | μένων Φιλίππου τὴν Βοιωτίαν πορθῆσαι. B. διὰ σὲ] ἐπειδὴ ἐκώλυσας ἡμᾶς ἐξελθεῖν. Vat. Laur. Fgim. κατηλόησαν] ἐπάτησαν, ἐκάκωσαν, ἔτυψαν. B. ἀλοᾶν ἐστι τὸ τύπτειν. ὡς τῶν ὁμήρων οὖν ξύλῳ ἢ ὁπωσδήποτε κατακτανθέν‐ των. Vat. gim. | |
10 | ἐλθεῖν] ἀντὶ τοῦ ἀπελθεῖν· λέγει γὰρ ἐν τῇ τρίτῃ πρεσβείᾳ. ἡ δὲ σύνταξις οὕτως ἔχει· Φαλαίκου δὲ ὑποσπόνδου ἀπελθόντος, πρὶν ἐμὲ καὶ τόνδε ἀπελθεῖν ἐπὶ τὴν τρίτην πρεσβείαν. κάτω δέ ἐστιν ἡ ἀπόδοσις εἰς τὸ, τότε ἀπώλοντο αἱ πράξεις, οἷον τὰ Φωκικὰ πράγ‐ ματα. Vat. Laur. Fgim. | |
2.141 | ὑπολειπομένης] εἰ μὴ πολεμήσαι Φωκέας, ὑπελείπετο ἔχθρα τῷ Φιλίππῳ πρὸς Θετταλοὺς καὶ Θηβαίους. Vat. Laur. gim. | |
2.142 | ᾕρηνται] ἐχειροτόνησαν. F. Οἰταίων] οὗτοι μετέχουσι τοῦ Ἀμφικτυονικοῦ, οἰκοῦσι δὲ ὑπὸ Οἴτῃ τῷ ὄρει, πλησίον Τρηχῖνος. τὸ δ’ ὅλον τοῦτο Θετταλία καλεῖ‐ ται. Vat. Laur. gim. | 306 |
5 | ὠθεῖν—κρημνοῦ] οἱ πρὸς τὸ ἱερὸν τὸ ἐν Δελφοῖς ἁμαρτάνον‐ τες κατὰ τῶν Φαιδριάδων πετρῶν ὠθοῦντο. Vat. Laur. gim. | |
2.143 | τοὺς συμπρέσβεις] Μνάσωνος δηλονότι. Laur. F. Λίπαρε] ὡς ἐπίθετον, ὡς ἔχοντος αὐτοῦ πιμελὴν καὶ λίπος. Vat. Laur. Fgim. πῶς οὖν οὐκ] ἐντεῦθεν οἱ ἐπίλογοι. Laur. F. | |
5 | εἰ] πρὸς τὸ ἁλοίην συντακτέον, ὅ ἐστι τιμωρηθείην. Vat. Laur. Fgim. | |
2.144 | ὡς ἐγὼ—περιπίπτω] τουτέστιν ὡς ἐγὼ τοῖς ἐμαυτοῦ λό‐ γοις ἐλέγχομαι καὶ ἁλίσκομαι, ἢ ὡς τὰ ὑπ’ ἐμοῦ κατὰ τοῦ ἄλλου εἰρημένα, ἤγουν κατὰ τοῦ Τιμάρχου, ταῦτα εἰς ἐμὲ πάλιν ἔρχεται καὶ κατ’ ἐμοῦ ἰσχύει τῇ συκοφαντίᾳ. Bi. | |
2.145 | προβολὰς] προβολὴ κατηγορία πρὸς τὸν δῆμον ἀσεβείας ἢ συκοφαντίας. B. προβολὴ ὄνομα δίκης, μάλιστα δὲ ἐν τοῖς Διονυ‐ σίοις. τοὺς γὰρ ἁμαρτάνοντας περὶ τὴν ἑορτὴν ἐν τῷ δήμῳ ὠνόμα‐ ζον καὶ καταχειροτονοῦντος τοῦ δήμου οὕτως εἰς δίκην περιίστασαν | |
5 | ὁρᾶν. Vat. Laur. gim. Ἄλλως. ἀντὶ τοῦ κατηγορίας. καταχρηστικῶς δὲ λέγεται προβολὴ κοινῶς ἡ κατηγορία, περὶ πάσης δίκης καὶ οὐ μόνον περὶ τῶν ἀσεβούντων καὶ ἁμαρτανόντων εἰς τὰ Διονύσια. Vat. Laur. Fgim. μὴ οὖν σύναγε] πρὸς προδοσίαν. Vat. | |
2.146 | ταῖς αἰτίαις ταύταις] ἀντὶ τοῦ διὰ ταύτας τὰς κατηγορίας καὶ τοιοῦτόν με δεῖ γενέσθαι. ὡς εἰ ἔλεγεν, ἵνα μου Δημοσθένης κατ‐ ήγορος ἀναφανῇ, καὶ τὴν φύσιν μετήλλαξα. Vat. Laur. gim. καὶ πολλοῖς—ἔνοχον] παρὰ προσδοκίαν. Laur. ὡσανεὶ ἔλεγεν, | |
5 | οὐκ ἄν τις προδότης εἴη, μὴ καὶ τάδε πράξας πρότερον. οἷον δεῖξον τὸν πρότερον βίον καὶ κάλει προδότην, ἂν εὕρῃς παραπλήσιον. Vat. Laur. gim. τοῖς—πολλοῖς ἀσύνοπτα] ἀντὶ τοῦ τέκνα. τοῖς πολλοῖς ἀντὶ τοῦ τοῖς μὴ γνησίως γεγόνασι καὶ νόθοις καὶ ὠμοῖς τὴν φύσιν. | |
10 | ἀσύνοπτα δὲ ἀντὶ τοῦ μὴ ἐν φροντίδι καὶ ἐννοίᾳ παρὰ τὸ μὴ ἐποπτεύειν. Vat. Laur. Fgim. ἀναβιβῶμαι] οἷον ὡς παῖδας παραστήσομαι τοὺς νόμους συνδί‐ | |
κους ἐμαυτῷ ἀναβιβάσας ἐπὶ τὸ βῆμα. Vat. Laur. Fgim. | 307 | |
2.147 | τὸν πόλεμον] ἵνα λέγῃ τὸν πόλεμον τὸν Πελοποννησια‐ κὸν καὶ τὸν Ἑλληνικόν. θέλει δὲ εἰπεῖν ὅτι ὑπὲρ εὐνοίας τῆς πό‐ λεως τριηραρχῶν καὶ τὰ τοιαῦτα ἄλλα ποιῶν ἀνάλωσε τὴν οὐσίαν. Vat. Laur. Fgim. | |
5 | στρατεύεσθαι] ἀντὶ τοῦ μισθώσας ἑαυτὸν ἐκεῖσέ τισι τῶν σα‐ τραπῶν διὰ πενίαν καὶ τὴν φυγὴν τὴν ἀπὸ τῶν λʹ. Vat. Laur. Fgim. Ἐτεοβουτάδαις] Ἐτεοβουτάδαι οἱ Βούτου τοῦ ἱερέως ἀπόγονοι, γένος λαμπρὸν παρ’ Ἀθηναίοις. τὸ δὲ ἐτεὸν τὸ ἀληθὲς δηλοῖ. B. | |
10 | τῆς Πολιάδος] τῆς πολιούχου, τουτέστι τῆς τὴν πόλιν φυλαττού‐ σης καὶ συνεχούσης. B. εἶχε καὶ τὰ γένη ἰδίους βωμοὺς ἐν ταῖς οἰκίαις ἑαυτῶν. Πολιάδος δὲ οἱονεὶ πολιούχου καὶ συνεχούσης καὶ σωζούσης τὴν πόλιν. Vat. Laur. Fgim. Βούτης ἀπ’ Ἐρεχθέως] γένος ἔχει, καὶ ἀπ’ αὐτοῦ καλεῖταί τι | |
15 | Ἀθήνησι γένος Ἐτεοβουτάδαι, οἱ τῷ ὄντι ἀπὸ τοῦ Βούτου. οὗτοι προΐστανται τοῦ ἱεροῦ τῆς ἐν ἀκροπόλει Ἀθηνᾶς τῆς Πολιάδος, καὶ ἐκ τοῦ γένους τούτων ἱέρεια γίνεται τῆς Ἀθηνᾶς τῆς Πολιάδος. οὐ πᾶσαι δὲ φρατρίαι τῶν αὐτῶν μετέχουσιν, ἀλλ’ ἔοικεν Αἰσχίνης ἀπὸ τοιαύτης ἑαυτὸν δεικνύναι, ἣ οὕτως ἐστὶν εὐγενὴς ὥστε τοῖς Ἐτεο‐ | |
20 | βουτάδαις κοινωνεῖν τῶν ἱερῶν τῶν τῆς Πολιάδος. τὸ δὲ κοινωνεῖν τὸ μεταλαμβάνειν τῆς οὐσίας. Vat. Laur. gim. | |
2.148 | φοβουμένη] ἀντὶ τοῦ ἀμηχανοῦσα. Vat. ἀμφισβητῶν ἀνὴρ εἶναι] ἀνδρόγυνον εἶναι δηλοῖ. ἀναγνωστέον δὲ ἀμφισβητούμενος ἀνὴρ εἶναι, τουτέστιν οὐχ ὁμολογούμενος ἀνὴρ εἶναι. B. | |
5 | Ἀριστάρχου] τούτου μνημονεύει Δημοσθένης (or. 21. §. 104. p. 548, 14) ἐν τῷ κατὰ Μειδίου καὶ ἀλλαχοῦ. τούτου δὲ μειρακίου ὄντος ἐρασθεὶς καὶ δι’ αὐτὸ παροινήσας εἰς Νικόδημον ἐξέκοψεν αὐ‐ τοῦ τοὺς ὀφθαλμούς, ὥς φασί τινες. B. ἐμβάλλεις] οὐ προσῆκον εἰσέρχῃ. B. | |
2.149 | ἀγεννεῖς] ἀνελευθέρους. εὐγενὲς γὰρ λέγομεν πολλάκις τὸ ἐλεύθερον. Vat. Laur. Fgim. ἐπὶ τὴν κοινὴν διοίκησιν] οἷον ἐπὶ τὰ δημόσια χρήματα, ἐπὶ αὐ‐ τὴν τῶν προσόδων τὴν ἀπαίτησιν. Vat. Laur. Fgim. | |
5 | Κνωσίωνι] λέγεται Δημοσθένης Κνωσίωνα τοῦτον μειρακίσκον ὄντα, καίτοι γυναῖκα ἔχων, ὥστε καὶ αὐτὴν ἀγανακτήσασαν συγκοι‐ μᾶσθαι τῷ Κνωσίωνι, ἀναλαβεῖν καὶ εἰσδέξασθαι εἰς τὴν οἰκίαν. B. μειράκιον ἦν ὁ Κνωσίων ἐρώμενον ὑπὸ Δημοσθένους. Vat. Laur. gim. εὐτελεῖ τινι οἰκείῳ αὐτοῦ. Vat. Laur. Fgim. | |
10 | τὸ γὰρ ψευδὲς] ὡσανεὶ ἔλεγεν, οὐχ ἅπτεται τῆς διανοίας τοῦ συν‐ ετοῦ διὰ τὸ καταφρονεῖν αὐτοῦ, ἀλλὰ μέχρι τοῦ ἀκουσθῆναι γί‐ | |
νεται. Vat. Laur. Fgim. | 308 | |
2.150 | τῶν ἐμῶν κηδεστῶν] ἀντὶ τοῦ τῶν ἀδελφῶν τῆς γυναικός μου. Vat. Laur. Fgim. πόρρωθεν δὲ ἀντὶ τοῦ ἐξ ἀρχῆς, οὐ νῦν. Vat. Laur. F. τὸ δὲ πόρρωθεν ἀντὶ τοῦ ἐφεξῆς. i. ἀντὶ τοῦ πάνυ. Vat. | |
2.151 | Ἐπικράτους] ἔοικεν οὗτος εἶναι ὁ Κυρηβίων, περὶ οὗ Δη‐ μοσθένης (or. 19 §. 287. p. 433, 22) εἶπεν· “ὃς ἐν ταῖς πομπαῖς ἄνευ προσωπείου κωμάζει”. Vat. Laur. gim. τοῦτον Δημοσθένης λοιδορῶν Κορύβωνα ἐπονομάζει ἐν τῷ κατ’ Αἰσχίνου. B. | |
5 | εὐαγωγίαν] οἱονεὶ καλὸν βίον, ἀπὸ τοῦ εὖ καὶ καλῶς ἀχθῆναι Vat. Laur. Fgim. καὶ παιδευθῆναι. F. | |
2.152 | τοὺς πάντων—φιλτάτους] τοὺς παῖδας. Bim. | |
2.153 | ἡγεῖται] ἀντὶ τοῦ προηγεῖται, ὅ ἐστι πρὸ τοῦ εἰπεῖν εὐθὺς ὄμνυσι κατὰ τῶν ἀναισχύντων αὑτοῦ ὀφθαλμῶν. Vat. Laur. Fgim. ἓν δὲ εὐτυχοῦμεν] εἴ γε πρὸς τούτοις, φησί, νοῦν εἶχε, δεινὰ ἂν ἐπάσχομεν. Vat. Laur. gim. | |
5 | ἐξερρίφη] ἐξεβλήθη. Bim. τοιούτων] οἷον τῶν αἰσχρῶν. Laur. BFim. | |
2.154 | πόρρωθεν] ἀντὶ τοῦ πρὸ πολλοῦ χρόνου. Laur. F. συσταθεὶς] οἱονεὶ φίλος γενόμενος. ὅθεν ἔτι καὶ νῦν λέγομεν ἐν τῇ συνηθείᾳ, συνέστησα τόνδε τῷδε, ἀντὶ τοῦ γνώριμον ἐποίησα. Vat. Laur. Fgim. | |
2.155 | ἄριστα] ἀντὶ τοῦ πάνυ. F. | |
2.156 | διομνυμένων] ἀντὶ τοῦ ὀμνυόντων. κυρίως διωμοσία λέγε‐ ται ἡ παρὰ τῶν δύο δικαζομένων. Vat. Laur. Fgim. ὅτι ξένους] οὐ τοῦτο εἶπε Δημοσθένης (or. 19 §. 192 sqq. p. 401) ἐν τῇ κατηγορίᾳ, ἀλλ’ ὅτι τὰς Ἀπολλοφάνους τοῦ Πυδναίου θυγατέ‐ | |
5 | ρας ἐξῃτήσατο. ἐκ δὴ τούτου δῆλον ὅτι οὐκ ἐλέχθησαν οἱ λόγοι. οὐ γὰρ ἂν ἄλλ’ ἀκούσας ὁ Αἰσχίνης ἄλλα ἔλεγεν. ἀλλὰ δῆλον ὅτι ἃ ὑπενόησεν ἐρεῖν αὐτὸν πρὸ τοῦ ἀγῶνος, ταῦτα ἐνέγραψεν. Vat. Laur. gim. | |
2.157 | ταῦθ’ ὑποθεὶς] ὑποβαλὼν τῷ ἰδίῳ λόγῳ. F. ὀξεῖαν] οἱονεὶ τὴν λεπτὴν καὶ μὴ μεγάλην. Vat. Laur. Fgim. τοὺς Καρίωνας καὶ Ξανθίας] ἀντὶ τοῦ δούλους· τοιαῦτα γὰρ τὰ τῶν δούλων πρόσωπα εἰσάγεται εἰς τὴν κωμῳδίαν, Ξανθίου καὶ | |
5 | Καρίωνος καὶ ἄλλων τινῶν. Vat. Laur. Fgim. ἐγὼ] τὸν Αἰσχίνην φησί. Vat. παραθερμανθεὶς] ὑπὸ μέθης δηλονότι. Vat. F. ῥυτῆρα] νῦν μὲν ἱμάντα. Vat. Laur. i. κυρίως δὲ ἡνία, κατε‐ χρήσατο δὲ ἐπὶ τοῦ ἱμάντος· οὐ γὰρ χαλινόν φησιν. Vat. Laur. | |
10 | gim. | |
2.158 | μοῦ συγκατεψεύσατο] σὺν τῷ Δημοσθένει κατεψεύσατό | |
μου. F. ἐάσετε οὖν—ἀναστρέφεσθαι;] κατ’ ἐρώτησιν. ἆρα, φησί, τοῦ‐ τον ἐᾶσαι δεῖ ζῆν τὸν ἑαυτοῦ προστρόπαιον; μὴ γὰρ γένοιτο | 309 | |
5 | αὐτὸν γενέσθαι τῆς πόλεως. προστρόπαιός ἐστιν ὁ εἰς ἑαυτὸν ἐπισπώμενος τὰ κακά, ὅπερ ἐστὶν ἐναντίον τοῦ ἀποτρόπαιος, τοῦ ἀποτρέποντος τὰ κακά. διὸ καὶ Διὶ ἀποτροπαίῳ θύομεν, οὐκέτι μέν‐ τοι καὶ προστροπαίῳ. τὸ δὲ ἐν ὑμῖν πρὸς τὸ ἐάσατε συντακτέον. Vat. Laur. Fgim. | |
10 | προστρόπαιον] μιαρόν, κατάρατον. B. | |
2.159 | μετακαλεῖ] ἀντὶ τοῦ μετάγει. F. ἀντὶ τοῦ μεταλλάττει. οὐκ ἐᾷ, φησί, τὸν κρινόμενον ὀργίζεσθαι ὁ κίνδυνος. Vat. Laur. gim. | |
2.160 | ἢ τί—ἀπαλείψας] ὁ γὰρ Δημοσθένης λέγει ὅτι ἀπήλει‐ ψεν ἐν Μακεδονίᾳ τὸ περὶ τῶν Φωκέων γεγραμμένον ἐν τῷ ψη‐ φίσματι. Vat. Laur. gim. προσγράψας] ἰδίᾳ μὴ βουλομένης τῆς πόλεως. Vat. Laur. | |
5 | Fgim. | |
2.161 | ἔπειτα οὐ τότε] παραγραφικὸν ἀπὸ χρόνου τοῦ κατὰ ἀπό‐ φασιν. F. ἀργίαν] οἱονεὶ τὸν ἀργὸν καὶ μὴ ἔχοντα πόθεν ζῆσαι ἢ ἀπὸ τα‐ ραχῶν. ἡ παροιμία, εἰρήνη στρατιώτην οὐ τρέφει. Vat. Laur. Fgim. | |
2.162 | συνῇδον] τουτέστι συνεπαιώνιζον Φιλίππῳ· τούτῳ γὰρ ῥήματι χρῆται Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου (or. 19 §. 128. p. 380, 27). B. οὐχ ὑποσιγῶν] οὐ μετὰ πάντων σιγῶν. ἡ ὑπό ἀντὶ τῆς μετά. Vat. | |
5 | Laur. gim. | |
2.163 | καὶ τῷ γε δῆλος ἦν] καὶ τίνι τεκμηρίῳ δῆλος ἦν ἐγὼ ᾄδων; F. εἰ μὴ—προῇδον] εἰ μὴ ἄρα εἴποις ὅτι ὥσπερ ἐν τοῖς χοροῖς ποι‐ οῦσιν, ὅτι προᾴδουσιν, ὃ μέλλουσιν ᾄδειν, πρὸ τοῦ ἐλθεῖν ἐν τῷ | |
5 | θεάτρῳ, οὕτω κἀγὼ ἐποίησα, οἱονεὶ ᾖσα ἐνταῦθα παρὰ σοὶ πρῶτον ἅπερ ἔμελλον ᾄδειν ἐκεῖσε παρὰ τῷ Φιλίππῳ. Vat. Laur. Fgim. μετὰ τῶν ἄλλων πρέσβεων] τῇ κοινωνία τῶν ἄλλων τὴν συγγνώ‐ μην πορίζεται. Vat. Laur. gim. ἀνηλέητος] μηδενὸς ἐλέου ἄξιος. B. | |
2.164 | ἐμπληξίαν] οἷον τὸ μαίνεσθαι καὶ ποιεῖν ἐναντία ἑαυτῷ. Vat. Laur. gim. Μαντινείᾳ] Μαντίνεια πόλις Ἀρκαδίας. Vat. Laur. Fg. Θεμίσωνι] ὁ τύραννος Ἐρετριέων. Vat. Laur. Fgi. | |
5 | πρὸς τὸ κράτιστον] πρὸς τὸ χρήσιμον. Laur. F. ἀντὶ τοῦ πρὸς] τὸ λυσιτελοῦν καὶ πόλις καὶ ἀνὴρ μεταβάλλεται. | |
Vat. Laur. gim. τὸν ἄνδρα] τινὲς κοινῶς αὐτὸ λαμβάνουσι καὶ ἀφελῶς, τινὲς δὲ πικρῶς, ἄνδρα μὲν τὸν τύραννον, πόλιν δὲ τὴν δημοκρατίαν, | 310 | |
10 | ὡς ἔχομεν τὸ ὅμοιον ἡμῖν ἐν τοῖς Φιλιππικοῖς (or. 9 §. 72. p. 129), ἐν οἷς λέγει· ἐπειδὴ γάρ ἐστιν πρὸς ἄνδρα καὶ οὐχὶ συνεστώσης πόλεως ἰσχὺν ὁ πόλεμος. Vat. Laur. Fgim. | |
2.165 | ἔγραψας—Φορμίωνι] ἵνα εἴποι κατὰ Ἀπολλοδώρου δι‐ καζομένου πρὸς αὐτόν. Vat. Laur. Fgim. ἐκ τούτου δῆλον ὅτι καὶ οἱ περὶ τὴν οἰκίαν Ἀπολλοδώρου λόγοι οὐκ Ἀπολλοδώρου, ἀλλὰ Δημο‐ σθένους. Vat. Laur. gim. | |
5 | ἐξήνεγκας] οἱονεὶ ἀνέγνως καὶ ἐξεῖπας. Vat. Laur. Fgm. | |
2.166 | εἰσῆλθες] δηλονότι ὡς διδάσκαλος. ταύτην ἀπώλεσας διὰ τοῦ αὐτόν, τὸν Ἀρίσταρχον, ἀναπεῖσαι φονεῦσαι τὸν Νικόδημον καὶ διὰ τοῦτο φεύγειν. Vat. Laur. Fgim. ἀντὶ τοῦ ἀπεστέρησας. F. ζηλωτὴς] οἷον ἐραστὴς εἶναι κατὰ τὸν ψυχικὸν δῆθεν ἔρωτα, | |
5 | οἷον λέγων ὅτι ἐρῶ αὐτοῦ τὸν ψυχικὸν ἔρωτα. καλὴ γὰρ ἐκ τού‐ του παρέπεται φήμη· ταῦτα δέ, φησίν, οὐκ ἐποίεις· οὐ γὰρ δὴ τῇ ἀληθείᾳ ζηλωτὴς ἦσθα τοῦ μειρακίου. Vat. Laur. Fgim. | |
2.167 | ἀνεπίφθονον] ὡς ἄν τις εἴποι, οὐδεὶς φθόνος ἔσται εἰπεῖν περὶ τούτων, ἀλλὰ λέξω. τινὲς δὲ ἀντὶ τοῦ ἄμεμπτον. Vat. Laur. Fgim. ποῦ γὰρ ἢ πότε] ἐν ποίᾳ ἡλικίᾳ ἢ ποίῳ καιρῷ. Vat. gim. | |
5 | πρὸς τίνας] πολέμους, ἐν οἷς ἤμην ἀστράτευτος. Vat. Laur. gi. Ἄλλως. οἷον πολεμίους, ἐγὼ παραλιπὼν (ἢ τοὺς στρατιώτας ἢ τὰς στρατείας) τήνδε τὴν ἡμέραν (ἀντὶ τοῦ ἐν αὐτῇ τῇ ἡμέρᾳ) δύναμαι μνησθῆναι; τινὲς δὲ λέγουσι· μνημονεύομαι παρὰ τῶν ἄλ‐ λων ἕως σήμερον λιπὼν τὴν τάξιν. Vat. Laur. Fgim. | |
10 | περίπολος] εἴρηται περίπολος παρὰ τὸ περιπολεῖν τὴν χώραν. οἱ γὰρ ἔφηβοι τὸν δεύτερον ἐνιαυτόν, ἐκκλησίας ἐν τῷ θεάτρῳ γενομέ‐ νης λαβόντες ἀσπίδα καὶ δόρυ παρὰ τοῦ δήμου, περιεπόλουν, τουτέ‐ στι περιήρχοντο τὴν χώραν καὶ διέτριβον ἐν τοῖς φυλακτηρίοις ἢ ἐν τοῖς φρουρίοις, ἐνίοτε ἔτος ἓν μόνον, ἐνίοτε δύο (Ulpian). B. ὁ πε‐ | |
15 | ριερχόμενος τὴν πόλιν καὶ φυλάττων. “οὗτος ἐν τοῖς φρουρίοις κοιτάζεται”. Εὔπολις. καὶ “τοὺς περιπόλους ἀπιέναι εἰς τὰ φρού‐ ρια.” τοῖς ἐφήβοις γὰρ προστέτακται τὴν χώραν μετὰ τῶν ὅπλων περιέρχεσθαι. Vat. Laur. gim. | |
2.168 | πρώτην δ’] ἐπειδὴ ἀπὸ ιηʹ ἐτῶν ἕως κʹ ἐγίνοντο οἱ στρα‐ τιῶται ὡς περίπολοι φύλακες, ἀπὸ δὲ κʹ λοιπὸν ἐξῄεσαν εἰς τοὺς | |
ὑπερορίους πολέμους. Vat. Laur. Fgim. τὴν ἐν τοῖς μέρεσι καλουμένην] τὴν ἐκ διαδοχῆς πεμπομένην | 311 | |
5 | ἀπὸ τῶν φυλῶν· οὐ γὰρ ἀεὶ οἱ αὐτοὶ ἐστράτευον. τὴν αὐτὴν δὲ λέγει καὶ τὴν ἐκ διαδοχῆς τὴν ἐν τοῖς ἐπωνύμοις. Vat. Laur. Fgim. Ἄλλως. ὅτε κατὰ μέρη ἐξῆλθον Ἀθηναῖοι καὶ κατ’ ἐναλλαγὴν πάλιν ἀνέ‐ στρεφον. ἦν δ’ ὁ πόλεμος πρὸς Λακεδαιμονίους. ἐξ ἑκάστης δὲ φυ‐ λῆς ἀνὰ μέρος ἐξήρχοντο διάδοχοι ἀντὶ τῶν πρώτων στρατευσόμενοι, | |
10 | ὅταν μὴ ᾖ χρεία πανδημεὶ στρατεύειν ἀλλ’ ἀριθμόν τινα μερῶν. αἱ δὲ τοιαῦται ἔξοδοι ἐκαλοῦντο ἐν τοῖς μέρεσιν. Vat. Laur. gim. συμπαραπέμπων] οὐ λέγει προπέμπων, ἀλλὰ συστρατεύων, ὡς καὶ παραπομπὴν τὴν συστρατείαν. Vat. Laur. Fgim. καὶ τῶν Ἀλκιβιάδου ξένων] οὗτοι ἐοίκασιν Ἀλκιβιάδου εἶναι ξέ‐ | |
15 | νοι καὶ φίλοι Ἀθήνησιν. ἡ δ’ ἔξοδος ἦν εἰς Φλιοῦντα. ἔστι δὲ πό‐ λις τῆς Ἀργείας. Vat. Laur. g (im?). τὴν Νεμεάδα—χαράδραν] τόπος τῆς Ἀργείας. χαράδρα δὲ τό‐ πος κοῖλος πλέως ὕδατος. Vat. Laur. g (im?). ἐν τοῖς ἐπωνύμοις καὶ τοῖς μέρεσιν] ἐν τοῖς ἐπωνομασμένοις ὀρ‐ | |
20 | θῶς, οἷον τοῖς ἀξιοχρέοις πρὸς τὴν μάχην καὶ διὰ τοῦτο ἐπωνο‐ μασμένοις μέρεσιν. Vat. Laur. gim. | |
2.169 | Ταμύναις] χωρίον τῆς Εὐβοίας, ὡς ἔγνωμεν ἐν τοῖς κατὰ Μειδίου (or. 21 §. 162. p. 567, 2). ἔστι δὲ τόπος ἱερὸς Ἀπόλλωνος. Vat. Laur. gim. ἐπιλέκτοις] ἐκλεγομένοις στρατιώταις ἀριστίνδην. Vat. Laur. gim. | |
5 | ἐκινδύνευσα] ἀντὶ τοῦ ἀνδρείως ἐπολέμησα. Vat. Laur. Fgim. στεφανωθῆναι] ὑπὸ τῶν ἡγεμόνων. Laur. F. συμπρεσβεύσαντος] παρακαλέσαντος. τὸ δὲ σύν πρόσκειται δη‐ λοῦν ὅτι καὶ ἡγεμόνες ἐπῄνεσαν. Vat. Laur. Fgim. ἦν] ἀντὶ τοῦ ἤμην. F. | |
2.170 | μήπω συνήγορον] μέλλει γὰρ ὕστερον καὶ συνήγορον κα‐ λέσαι. τοῦτο δὲ λέγει, ἐπειδὴ ὁ μὲν μάρτυς μαρτυρῶν ὑπεύθυνος ἐγί‐ νετο, ὁ δὲ συνήγορος, μόνον παρακαλῶν ὑπέρ τινος, οὐδὲν ἔπασχεν. Vat. Laur. Fgim. | |
2.171 | τῶν παίδων τῶν ὑμετέρων] οἱονεὶ τῶν ἐξελθόντων ἀπὸ τῆς ἥβης. παίδων δὲ ὡς πρὸς σύγκρισιν τῶν ἄλλων τῶν τελείων τὴν ἡλικίαν. Vat. Laur. Fgim. πόρρωθεν] ἀντὶ τοῦ ἀπὸ παλαιῶν χρόνων. Vat. Laur. Fgim. | |
2.172 | βούλεται ἀφ’ ἑκατέρων δεῖξαι, καὶ ἀπὸ τοῦ πολεμῆσαι εὐ‐ καίρως καὶ ἀπὸ τοῦ εἰρήνην ἄγειν, καλῶς προβαίνοντα τὰ πράγματα, ἀπὸ δὲ τοῦ ἀκαίρως εἰς δυστυχίαν μεταπίπτοντα. διό, φησί, κἀγὼ εὐ‐ καίρως συνεβούλευσα γενέσθαι τὴν εἰρήνην. F. | |
5 | ὑπό τινων] ἵνα λέγῃ τῶν τότε πονηρῶν ῥητόρων καὶ πολεμοποιῶν. | |
Vat. Laur. gim. προκηρυκευσαμένου] ἀντὶ τοῦ πρεσβευτοῦ πεμφθέντος. προξέ‐ νου δὲ δημοσίου φίλου. Vat. Laur. Fgim. | 312 | |
2.173 | κατεσκευασάμεθα] καταχρηστικῶς, ὡς καὶ ἐν τοῖς Φιλιπ‐ πικοῖς (or. 1 §. 20. p. 14) στρατιώτας κατασκευασθῆναί φησιν ὁ Δη‐ μοσθένης. Σκύθας δὲ οἱονεὶ τοξότας· τοξόται γὰρ οἱ Σκύθαι καὶ οἱ Κρῆτες. Vat. Laur. Fgim. | |
5 | ἐπριάμεθα] τουτέστιν ἐμισθωσάμεθα. B. | |
2.174 | ὑψηλὸν ἦρε] ἀντὶ τοῦ ὑψωθῆναι ἐποίησε. Vat. Laur. Fgim. | |
2.175 | καὶ πάλιν] μετῆκται τὰ πλεῖστα ἐκ τῶν Ἀνδοκίδου (or. 3 §. 8), ἔστι δὲ ψευδῆ. ἡ μὲν γὰρ Νικίου εἰρήνη ἐπὶ ἄρχοντος Ἀρίστω‐ νος ἐγένετο τῷ τετάρτῳ ἔτει τῆς ὀγδοηκοστῆς ἐνάτης ὀλυμπιάδος· ἐν δὲ ταύτῃ οὐχ ὅτι ἐννακισχίλια τάλαντα εἰς ἀκρόπολιν ἀνήγαγον, | |
5 | ἀλλὰ καὶ τὰ προανενηνεγμένα ἐκ Δήλου μύρια πεντακισχίλια προσ‐ ανάλωσαν. περὶ τῶν ἀποικιῶν δὲ ψεύδεται· οὐ γὰρ ἐπὶ τῆς Νικίου εἰρήνης ἐγένετο, ἀλλὰ πολλοῖς χρόνοις πρότερον. Vat. Laur. gim. πλωΐμους] ἀντὶ τοῦ δυναμένους πλεῖν· ἐντελεῖς δὲ ὅ ἐστι πάντα τὰ ἐπιτήδεια ἐχούσας. F. | |
10 | φόρος] ὅτι τὸ ἄνω πρὸς τὸ ἀποθησαυρίσασθαι καὶ συναγαγεῖν εἴρηται, τοῦτο δὲ ὅπερ κατ’ ἐνιαυτὸν εἶχον εἶπε φόρον. Vat. Laur. Fgim. ἀποικίας] ὅπερ ἐστὶ σημεῖον ἰσχυόντων ἀνθρώπων· χρῄζουσι γὰρ δυνάμεως οἱ ἀποικίζοντες κατὰ τῶν κωλυόντων αὐτοὺς κτίσαι | |
15 | τὴν ἀποικιζομένην πόλιν. Vat. Laur. Fgim. | |
2.176 | ἁψιμαχίας] τοῦ ἀεὶ φιλεῖν ἅπτεσθαι τοῦ πολέμου. Vat. Laur. Fgim. τοὺς τετρακοσίους] οἱ περὶ Πείσανδρον τὸν Ἀχαρνέα δημαγωγὸν ἔπεισαν τὸν δῆμον, ἐπεὶ δεῖται τὰ πράγματα σπουδῆς καὶ ἐπινοίας | |
5 | ταχείας, ποιήσασθαι κυρίους ἁπάντων ἄνδρας τετρακοσίους. οὗτοι ἦσαν οἱ πρῶτοι τὸν δῆμον καταλύσαντες. οὗτοι δὲ κατέστησαν ὑπὸ τὰ ἔσχατα τοῦ πολέμου πρὸ τῆς Λακεδαιμονίων ἐπικρατείας. ἐκεῖνοι γὰρ λʹ τυράννους κρατήσαντες κατέστησαν αὐτοὺς πολίτας Ἀθηναίων. Vat. Laur. gim. | |
10 | ὅθεν σοφωτάτην] καθὸ οὐχ εἵλετο ἐπὶ πολὺ στασιάζειν πρὸς ἑαυ‐ τήν, ἀλλ’ εἰρήνην εἶχεν. Vat. Laur. Fgim. | |
2.177 | ἀναφθέντος] ἀναφύντος, ἀναζωπυρηθέντος. B. ἀναφύντος] οἱονεὶ ὥσπερ ἀναβλαστήσαντος καὶ ἀναζήσαντος. Vat. Laur. Fgim. τὸ νοσοῦν τῆς πόλεως] νόσημα πόλεως οἱ πολῖται κακοῦργοι. | |
5 | τοῦτο οὖν τὸ ἔθνος προσποιούμενοι καὶ ἐπιτειχίζοντες τῇ πόλει ἀνα‐ | |
τρέπουσι τὰ πράγματα. Vat. Laur. gim. ἐν μὲν εἰρήνῃ] οἷον ἐν τῇ εἰρήνῃ ἐπιδεικνύμενοι δῆθεν τὸ ἀν‐ δρεῖον αὑτῶν ἐπιτάττουσι προφυλάξασθαι ἑαυτοὺς καὶ παρασκευά‐ σασθαι. Vat. Laur. Fgim. | 313 | |
10 | ἐξετασταὶ] ἐξαριθμηταὶ τῶν πραγματευομένων. οὗτοι καὶ τοὺς ἀστρατεύτους ἐξελέγχουσι, καὶ ὅλον τὸ ἔργον καλεῖται ἐξέτασις, ἀπο‐ στολεῖς δὲ οἱ ἐπὶ τῶν ἀποστόλων, ὥστε ἐκπεμφθῆναι τοὺς πλέοντας στρατιώτας. Laur. gim. περὶ τῶν ἀποστολέων ἔγνωμεν ἐν τῷ περὶ τοῦ στεφάνου (§. 107. p. 262, 18) ὅτι ἀρχὴ ἦν ἐπὶ τὸ ἐπείγειν τὸν | |
15 | στόλον ταχέως ἐκπλεῦσαι τεταγμένη. ἐξετασταὶ δὲ τίνες εἰσὶν ἐν τῷ κατὰ Τιμάρχου (§. 43) ἔγνωμεν. Vat. Laur. Fgim. οὐ τοῖς ἤθεσιν] ἵνα λέγῃ ὅτι οὐκ ἀληθῶς κατὰ φύσιν εἰσὶ φιλο‐ πόλιδες, ἀλλ’ ὑποκρίνονται. Vat. Laur. Fgim. | |
2.178 | συστραφέντες] οἱονεὶ συνελθόντες καὶ φατριάσαντες. Vat. Laur. Fgim. καὶ φασὶ μὲν] πάλιν ἡ μετάθεσις τῆς αἰτίας, ὡς ἠπάτησέ με Φί‐ λιππος. Vat. Laur. Fgim. | |
2.179 | κἀμοὶ μὲν οἱ συνδεησόμενοι] ἐλέου αἴτησις. F. γυναικείῳ—τὴν ὀργὴν] ἀντὶ τοῦ ὠμῷ καὶ ἀνηλεεῖ, ἐπειδὴ δο‐ κοῦσιν αἱ γυναῖκες πικραὶ σφόδρα εἶναι περὶ τὸ ὀργίζεσθαι. διὸ καὶ ὁ Μένανδρός φησι “φιλόνεικος δ’ ἐστὶ καὶ νέα γυνὴ εἰς μῆνιν.” | |
5 | Vat. Laur. Fgim. | |
2.180 | λογογράφῳ] οἷον φιλοδίκῳ καὶ κακοπράγμονι. Vat. Laur. Fgim. ἀναμνησθέντες] διότι προετρεψάμην ἐκείνους σωφρονεῖν διὰ τοῦ κατηγορῆσαι τοῦ Τιμάρχου ἀσελγείας καὶ ὀφείλετέ μοι χάριν | |
5 | ὑπὲρ τούτων. Vat. Laur. Fgim. | |
2.181 | τὴν μὲν τύχην] οὐ τὴν τύχην δηλονότι, ἀλλὰ τὸν τρόπον, ὅ ἐστιν, οὐ πανοῦργος ὢν ὡς Δημοσθένης. Vat. Laur. Fgim. φοβερὰ] προσθετέον ἔξωθεν· τοῖς σώφροσιν. Vat. Laur. Fgim. | |
2.182 | οὐδ’ ὑπεύθυνος] καθὸ μετὰ τὴν ἀρχὴν οἱοσδήποτε παρεῖχεν εὐθύνας πῶς ἦρξεν. Vat. Laur. Fgim. | |
2.183 | τῆς ὑμετέρας ἀδείας] τοῦ μὴ φοβεῖσθαι τὸν πόλεμον. Vat. Laur. Fgim. | |
2.184 | πολιτικῶν] οἱονεὶ δημαγωγῶν καὶ μεταχειριζομένων τὰ κοινὰ πράγματα. Vat. Laur. Fgim. κέχρημαι] ἀντὶ τοῦ φίλος εἰμί, ὡς καὶ ἀλλαχοῦ (Dem. or. 19. §. 225. p. 411, 10) κεῖται· “τούτῳ πάνυ ἐκεχρήμην.” Vat. Laur. | |
5 | Fgim. | 314 |
3t | ΚΑΤΑ ΚΤΗΣΙΦΩΝΤΟΣ | |
3.1 | τὴν μὲν παρασκευὴν] ὅτι οὐ δεῖ μεταφορικοῖς ὀνόμασι κεχρῆ‐ σθαι ἐν τοῖς προοιμίοις. πῶς οὖν Αἰσχίνης ἐχρήσατο παράταξιν εἰπὼν καὶ παρασκευήν; Laur. g. τὴν τῶν παρακεκλημένων σπουδήν. παρασκευὴν δὲ εἶπεν ὡς καθ’ ἑαυτοῦ γινομένην, δέησιν δὲ ὡς πρὸς | |
5 | τοὺς δικαστάς. φησὶ γάρ, ἐμοὶ μὲν ἀπειλοῦσιν, ὑμῶν δὲ δέονται. Vat. Laur. gm. τὴν παράταξιν] ἀντὶ τοῦ σύνταξιν καὶ παρακλήτων καὶ συναγω‐ νιστῶν σπουδήν. δοκεῖ δὲ τραγικώτερον κεχρῆσθαι εὐθὺς ἐν ἀρχῇ τῇ μεταφορᾷ, πολιτικώτερον δὲ ὑπὸ Δημοσθένους εἰρῆσθαι τὸ αὐτὸ | |
10 | νόημα ἐν τῷ τῆς παραπρεσβείας, εὐθὺς ἐν ἀρχῇ, ἔχον οὕτως· “ὅση μέν, ὦ ἄνδρες Ἀθηναῖοι, σπουδὴ καὶ παραγγελία γέγονε”. καὶ τὰ ἑξῆς. Vat. Laur. gm. τὰ μέτρια καὶ τὰ συνήθη] μέτρια τὰ προσήκοντα, τὰ καθήκοντα· συνήθη δὲ τὸ ἐξ ἴσου ἀκροᾶσθαι καὶ μηδὲν παρὰ τὸ δίκαιόν τινι | |
15 | χαρίζεσθαι. Vat. Laur. gm. Ἄλλως. ἀντὶ τοῦ τὰ δίκαια· συνήθη δὲ τὰ εἰθισμένα τῇ δημοκρατίᾳ, ὅ ἐστι τὰ ἴσα. Vat. Laur. Fgm. | |
3.2 | τὴν βουλὴν τοὺς πεντακοσίους] πρὸς διαστολὴν τῆς Ἀρειο‐ παγιτικῆς βουλῆς, ἥτις ἦν ἀδιάδοχος. B. τῷ πρεσβυτάτῳ] τῷ ὑπὲρ πεντήκοντα ἔτη. B. | |
3.3 | οὐκ ἐκ τοῦ δικαιοτάτου] ἑκάστη φυλὴ κατὰ μῆνα ἐπρυτάνευε, καὶ ταύτης τινὲς ἦσαν πρόεδροι, καὶ τούτων πρῶτος ὁ ἐπιστάτης, ὃς πρῶτος ἐπεψήφιζεν. ἦσαν δὲ οὗτοι κληρωτοί. φησὶν οὖν ὅτι οὐ κληρωτοὶ ἦσαν οἱ ἐπιψηφίσαντες οὐδὲ νομίμως εἰληχότες προε‐ | |
5 | δρεύειν, ἀλλὰ κατασκευαστοὶ καὶ ἐγκάθετοι σπουδασταί. εἰκὸς δὲ πανουργεῖσθαι περὶ τὰς διακληρώσεις τινάς, καὶ ὑπωνεῖσθαι τοὺς κλήρους, καὶ ἄλλως πως πραγματεύεσθαι πρὸς τὸ δοκεῖν εἰληχέναι. ἐγίνοντο γάρ τινες, ὡς εἴπομεν, κληρωτοὶ ἐξ ὅλου τοῦ δήμου πρόεδροι. οὗτοι δὲ μετὰ τῆς προεδρευούσης φυλῆς ἐκάθηντο καὶ ἐπεψήφιζον | |
10 | τὰ δοκοῦντα τῇ ὅλῃ βουλῇ. Vat. Laur. gm. ὄντως] οἱονεὶ ἀληθῶς καὶ οὐ κεκακουργημένως. λάχῃ δὲ κληρού‐ μενος ἀντὶ τοῦ ἀπὸ κλήρου σχῇ τὴν ἐξουσίαν τοῦ προεδρεύειν. Vat. Laur. Fgm. | 315 |
3.4 | τὸ κάλλιστον] τοῦτο δὲ ὡς δημοτικὸν ἐπαινεῖ. ἔστι δὲ προσα‐ γωγὸν τῶν δικαστῶν, εἰ μὴ τοὺς πλουσίους καλεῖ, ἀλλὰ τὸν βουλό‐ μενον. Vat. Laur. gm. οἱ πρόεδροι] πρόεδροι ἐλέγοντο οἱ δέκα ἄνδρες οἱ καθ’ ἑκάστην | |
5 | πρυτανείαν τὰ τῆς ἐκκλησίας διοικοῦντες. οὕτω δὲ ἐκαλοῦντο, ὅτι τῶν ἄλλων ἁπάντων προήδρευον. ἦσαν δὲ πρυτανεῖαι δέκα, ὅσαι καὶ Ἀθηναίων φυλαί, εἶχε δὲ ἑκάστη φυλὴ πρυτάνεις πεντήκοντα, οἳ τὰ ὅλα διῴκουν ἡμέρας τριάκοντα πέντε. οὗτοι δὲ διῃροῦντο εἰς δεκαδ‐ αρχίας πέντε τῶν προέδρων λεγομένων, οἳ ἡμέρας ἑπτὰ διῴκουν τὰ | |
10 | πολιτικά, καὶ προήδρευον κατὰ μέρος. καὶ οὕτω τρεῖς ἦσαν τῆς διοι‐ κήσεως ἄμοιροι. ὁ δὲ μίαν ἡμέραν τὰ ὅλα διοικῶν ἄρχων ἐφήμερος καὶ ἐπιστάτης ἐκαλεῖτο. B. ἔγνωμεν καὶ τοῦτο ἐν τοῖς Δημοσθενι‐ κοῖς, ὅτι ἑκάστη τῶν δέκα φυλῶν τριάκοντα ἐξ ἡμέρας διῴκει τὴν πόλιν, καὶ αὐτὴ εἶχε τὴν προεδρίαν τῶν ἄλλων. πάλιν δὲ καὶ αὐ‐ | |
15 | τῆς τῆς προεδρευούσης φυλῆς ἦσάν τινες τιμιώτεροι, οἱ πρόεδροι, οἵτινες δι’ ἑαυτῶν διῴκουν ἐν αὐταῖς ταῖς ἡμέραις πάντα τὰ καθή‐ κοντα τῇ αὑτῶν φυλῇ. Vat. Laur. Fgm. τὸ δέκατον μέρος] δέκα γὰρ ἦσαν φυλαὶ καθεσταμέναι Ἀθήνησιν ἀπὸ τῆς Κλεισθένους πολιτείας, εἰς ἃς ἅπαντες ἦσαν Ἀθηναίων δια‐ | |
20 | νενεμημένοι. ἔοικε δὲ ἡ βουλὴ πόλις εἶναι μικρά· ἔστι γὰρ ἐκ τῶν δέκα φυλῶν καὶ ὅλη ἡ πόλις. τὸ γὰρ δέκατον μέρος ταύτης δέκατον μέρος ἐστὶ τῆς πόλεως. Vat. Laur. gm. | |
3.5 | τοιούτων, ὁποίους] τὸ ἐπαχθὲς ἔφυγεν, ἵνα μὴ λυπήσῃ. Vat. Laur. gm. | |
3.6 | τυραννίς] τυράννους ἔλεγον καὶ τοὺς βασιλεῖς. Vat. Laur. gm. ὀλιγαρχία] ταύτην τινὲς ἀριστοκρατίαν λέγουσιν. Vat. Laur. gm. τῶν ἐφεστηκότων] τῶν προεστώτων. Vat. | |
5 | παρρησίας] ὅ ἐστιν ἐλευθερίας. Laur. Fg. | |
3.7 | δίκαιον] ἀντὶ τοῦ δικαίωμα. Laur. | |
3.9 | περὶ μὲν—] ἡ προκατασκευή. F. ἐλπίζω] ἀντὶ τοῦ νομίζω. F. ἐν γὰρ τοῖς—] ἡ κατάστασις. F. προσόδους] οἷον τὸ θεωρικόν. Laur. | |
5 | προσλαμβάνοντες] ἀντὶ τοῦ φίλους κτώμενοι. Laur. F. εὐθύναις] εὔθυναι αἱ τῶν δικαιωμάτων ἐξετάσεις. Vat. Laur. gm. οἱ ἀπολογισμοί. Laur. τῶν ἀρχόντων] τῶν λογιστῶν. λογισταὶ δὲ ὄνομα ἀρχῆς. δέκα δὲ τὸν ἀριθμὸν ἄνδρες ἦσαν, παρ’ οἷς οἱ πρεσβεύσαντες ἤ τι δημόσιον | |
10 | διοικήσαντες ἤ τινα ἀρχὴν ἄρξαντες ἐδίδοσαν τὰς εὐθύνας. εὔθυναι δὲ αἱ τῶν διῳκημένων ἐν ταῖς ἀρχαῖς δοκιμασίαι καὶ ἐξετάσεις καὶ ἀπολογισμοί. B. | 316 |
3.10 | τὰς εὐθύνας ὠφληκὼς] ὥσπερ λέγομεν εὐθύνας δέδωκεν, ἐὰν μὴ ἄμεμπτος εὑρεθῇ, οὕτω καὶ ὠφληκώς, ἐὰν ἀδικήσας ὀφθῇ. Vat. Laur. gm. | |
3.11 | κατιδὼν] ἀρχὴ τοῦ νομίμου κεφαλαίου. F. τοὺς ὑπευθύνους] τοὺς μήπω λόγον τῶν διῳκημένων ἀποδεδω‐ κότας. Vat. Laur. gm. προβάλλονται] προκάλυμμα ποιοῦνται τῆς αἰσχύνης. Vat. | |
5 | Laur. gm. τὸ μέτριος] εἶπε πρὸς τὸ ἀναιδεῖς, ὅπερ οὐ λέγει μὲν φανερῶς, διὰ δὲ τοῦ εἰπεῖν “Κτησιφῶν δὲ ὑπερπηδήσας” παραδηλοῖ. ἔχει δὲ οὕτω· τῶν τὰ παράνομα περὶ τοῦ στεφανοῦν τοὺς ὑπευθύνους γρα‐ φόντων οἱ μέν εἰσι μέτριοι προσγράφοντες καὶ τοῦτο· ὅτι ἐπειδὰν | |
10 | τὰς εὐθύνας δῷ, οἱ δὲ ἀναιδεῖς, οἷος ὁ Κτησιφῶν, ὑπερπηδῶντες καὶ τὸν νόμον τὸν ἀπαγορεύοντα καὶ τὴν πρόφασιν, ἤγουν τὸ προσγρά‐ ψαι· ἐπειδὰν δῷ τὰς εὐθύνας, κελεύοντες δὲ ἁπλῶς στεφανοῦν τοῦ‐ τον, κἂν οἱῳδήτινι νόμῳ ὑπεύθυνος τύχοι ὤν. g. προσγράφουσι] τὸ προσγράψαι ἐπειδάν τις εὐθύνας δῷ. Vat. | |
15 | Laur. gm. λόγον] ἀντὶ τοῦ ἀπολογίαν, ὡς καὶ ἐν τοῖς Φιλιππικοῖς ὁ Δη‐ μοσθένης (or. 1. §. 6. p. 10, 27)· “οὐδὲ λόγος οὐδὲ σκῆψις”. Vat. Laur. Fgm. | |
3.12 | Κτησιφῶν δὲ] εἰπὼν οἱ μὲν μέτριοί εἰσιν, ἔδει ἐπενεγκεῖν οἱ δὲ ἀναιδεῖς, ὧν ἐστι Κτησιφῶν. ὁ δὲ οὐχ οὕτως ἐποίησεν, ἀλλ’ “οἱ μὲν φύσει μέτριοι, Κτησιφῶν δέ, ὦ Ἀθηναῖοι, ὑπερπηδήσας τὸν νόμον” καὶ τὰ ἑξῆς. Vat. Laur. gm. | |
5 | ὑπερπηδήσας] ὑπερβάς. B. μεταξὺ Δημοσθένην ἄρχοντα] ἀντὶ τοῦ ἐν αὐτῷ τῷ καιρῷ τῆς ἀρχῆς, ἢ μεταξὺ τοῦ χρόνου τοῦ εἶναι αὐτὸν ὑπεύθυνον. Ἄλλως. οἷον κατὰ μέσον ἄρχοντα, μεσοῦντα τῆς ἀρχῆς. Vat. Laur. gm. et ex parte F. | |
3.13 | ἕτερον] οὐδένα προεῖπε τῶν ἀδικούντων λόγον. πῶς οὖν φησι καὶ ἕτερον; Vat. Laur. m. ἀρχὰς] τρεῖς εἰσιν Ἀθήνησιν ἀρχαί, αἵ τε κληρωταί, καὶ ἃς ὁ δῆμος ἐν ἀρχαιρεσίαις χειροτονεῖ, αἵ τε κατὰ καιροὺς φυλακαὶ καὶ | |
5 | τειχῶν ἐπισκευῆς καὶ ὅσα τοιαῦτα. αἱροῦνται δὲ ταύτας καὶ φυλαὶ καὶ δῆμοι. τὸν γὰρ Δημοσθένην καὶ τειχοποιὸν εἵλετο Πανδιονὶς φυλή. τούτων δὴ τῶν τριῶν τὰς τελευταίας ἴσως φησὶ καλοῦσιν ἐπι‐ | |
στασίας καὶ πραγματείας, ὧν μίαν ὁ Δημοσθένης ἔπραττε. δείκνυσιν οὖν κατὰ τοὺς νόμους ἀρχὰς αὐτὰς λεγομένας καὶ συμπάσας τὰς ὑπὲρ | 317 | |
10 | μῆνα ἐπιστασίας. Vat. Laur. gm. ἀποκληροῦσιν] ἀντὶ τοῦ διὰ κλήρου αὐτοῖς παρέχουσι τὴν ἀρχὴν ἐν τῷ Θησείῳ, ἴσως τῶν θεσμοθετῶν ἀεὶ χειροτονούντων εὐτελεῖς τινας διοικήσεις, ὡς πρὸς τιμὴν τοῦ Θησέως τοῦ οἰκιστοῦ, οὗτινος τὰ ὀστᾶ ἐκεῖ ἔκειτο. νόμος δ’ ἦν τοὺς ἀποφυγόντας τῶν οἰκετῶν εἰς τὸ | |
15 | τοῦ Θησέως τέμενος ἀτιμωρήτους εἶναι. οἱ δὲ θεσμοθέται τῶν ἐννέα ἀρχόντων εἰσί, τὸν ἀριθμὸν ὄντες ἕξ. διαλλάσσουσι δ’ αὐτῶν οἱ κα‐ λούμενοι νομοφύλακες. Vat. Laur. gm et ex parte F. Θησείῳ] δύο Θησεῖα ἐν τῇ πόλει· ** ὃ ἦν αὐτοῦ κενοτάφιον ποιήσαντες καὶ ἔξω τῆς πόλεως, ὃ ἔκτισεν αὐτῷ Κίμων, ὅτε κατή‐ | |
20 | νεγκεν αὐτοῦ ἀπὸ Σκύρου τὰ ὀστᾶ. ἔφυγε δὲ διὰ τὸν Ἱππολύτου θάνατον, ὑπὸ Λύκου κατηγορηθείς. Vat. Laur. gm. ἐν ἀρχαιρεσίαις] ἀρχαιρεσίαι ἐκαλοῦντο αἱ ἡμέραι ἐν αἷς οἱ ἄρ‐ χοντες ἐπεχειροτονοῦντο. —ὡρισμένας τινὰς κατ’ ἐνιαυτόν, παρὰ τὸ τὰς ἀρχὰς ἐν αὐταῖς αἱρεῖσθαι, ὅ ἐστι χειροτονεῖν. Vat. | |
25 | Laur. Fgm. | |
3.14 | ἐν ᾧ] ὑπερβὰς τὰς χειροτονητάς φησιν ἀρχὰς καὶ τοὺς ἐπιστάτας καὶ τούσδε καὶ τούσδε οὐ διακονεῖν, ἀλλ’ ἄρχειν δοκι‐ μασθέντας. Vat. Laur. gm. ἡγεμονίας δικαστηρίων] οἷον ἐξουσίαν τοῦ καταδικάζειν τοὺς | |
5 | ὑπαιτίους. Vat. Laur. Fgm. ἄρχοντες ἕκαστοι εἰσῆγόν τινας δίκας εἰς τὸ δικαστήριον. ἐκαλεῖτο δὲ τοῦτο ἡγεμονίαν δικαστηρίου. Vat. Laur. gm. Ἄλλως. αἱ ἀρχαί, αἳ λαμβάνουσιν ἡγεμονίαν δικαστηρίου. Vat. Laur. g. τί δ’ ἔστι τοῦτο; ὑπάρχει τις βασιλεύς, θεσμοθέτης, τειχοποιός, λογιστής. οὗτοι τοὺς ὑφ’ αὑτοὺς ἐκκληροῦντες δικαστήριον | |
10 | εἰσάγουσιν εἰς τοῦτο, οἷον ὁ λογιστὴς τοὺς ἄρχοντας κληρώσας δι‐ καστήριον, οὗ προέστη τε καὶ εἰσάγει· καὶ πάλιν ὁ θεσμοθέτης. διὸ καὶ παρ’ Ἀριστοφάνει (Vesp. 935) δικαστής φησιν· ὁ θεσμοθέτης. ποῦ ’σθ’ οὗτος; ἀμίδα μοι δότω. Vat. Laur. gm. | |
3.15 | οὐ διακονεῖν] ἀντὶ τοῦ οὐ διακόνους τούτους οἶδεν ὁ νομο‐ θέτης. F. οὐχ ὅτι ἐν τῷ νόμῳ γέγραπται μὴ διακόνους εἶναι, ἀλλὰ τοῦ νόμου λέγοντος τούσδε καὶ τούσδε ἄρχειν δοκιμασθέντας ὑπολαβών φησιν οὐ διακονεῖν, ἀλλ’ ἄρχειν δοκιμασθέντας. Vat. | |
5 | Laur. gm. | |
ἐπειδὴ] ὃ λέγει τοιοῦτόν ἐστιν· ἐπειδὴ οἱ ἀποκληρούμενοι δο‐ κιμάζονται, οὐκοῦν πολὺ πλέον δεῖ δοκιμάζειν καὶ τοὺς χειροτονη‐ τούς. Vat. Laur. Fgm. εὐθύνας] τὰς κατὰ τῶν ἀρξάντων ἢ δημόσιόν τι διοικησάντων | 318 | |
10 | ἀρχάς. Vat. Laur. gm. τὸν γραμματέα] γραμματέα λέγει τὸν εἰωθότα ἐν τῷ κοινῷ τὰ τοῦ δήμου γράμματα ἀναγινώσκειν. B. τοὺς λογιστὰς] λογιστὴς ἑκάστης φυλῆς εἷς. γραμματέα δὲ ἕκαστοι εἶχον. λέγει οὖν νῦν τὸν τῶν λογιστῶν. Ἄλλως. ἄρχοντες ἦσαν | |
15 | δέκα ᾑρημένοι καλούμενοι λογισταί, οἷς λόγον οἱ ὑπεύθυνοι τῶν διαχειρισθέντων ἐδίδοσαν. καὶ ἐδίκαζον αὐτοὶ τὰς εὐθύνας. Vat. Laur. gm. | |
3.17 | πρὸς δὲ] Δημοσθενικῶς προδιαβάλλει τὴν ἀντίθεσιν, μετὰ ἤθους δέ. ἔστι δὲ κατὰ ῥητὸν καὶ διάνοιαν. φησὶ γὰρ ὁ Αἰσχίνης ὅτι ὑπεύθυνος εἶ· τειχοποιὸς γὰρ εἶ. ὁ δὲ Δημοσθένης τειχοποιὸς εἶναι συντρέχει, τὸ δὲ τὰ γὰρ ἴδια ἀνάλωσα διάνοια τοῦ ῥητοῦ ἐστι, καὶ | |
5 | ἀμφισβητεῖται, ποῖα ἀνάλωσε, τὰ ἴδια ἢ τὰ κοινά. Vat. Laur. gm. τηλικαύτῃ] ἐν γὰρ τῇ μεγάλῃ ἐνδέχεται καὶ λαθεῖν. Vat. Fgm. ὁπωσοῦν] δι’ ἥντινα πρόφασιν, ὁποία ποτ’ ἂν ᾖ. Vat. Laur. gm. | |
3.18 | παραδόξων] τῶν παρὰ τὴν δόξαν, περὶ ὧν οὐκ ἄν τις προσ‐ δοκήσειεν οὐδ’ ὑπολάβοι. Vat. Laur. gm. γένη] γένη οὐ τὰς συγγενείας καλεῖ, ἀλλὰ ταῦτα ὧν οἱ μετέχοντες γεννῆται καὶ ὁμογάλακτες καλοῦνται. εἰσὶ δὲ ὥσπερ πατριαί τινες, | |
5 | ἱερωσυνῶν κοινωνίας ἔχουσαι. Vat. Laur. gm. Εὐμολπίδας] Εὐμόλπου ἀπογόνους. ἐγένετο δὲ Εὔμολπος Μου‐ σαίου υἱὸς ἢ μαθητής, τοῦ τὰ μυστήρια εὑρηκότος. B. οἱ Εὐμολπίδαι γένος εἰσὶν ἀπὸ Εὐμόλπου. οὗτοι εἰσιν οἱ μυοῦντες· ἐκ τούτων γίνε‐ ται δᾳδοῦχος, ἱεροφάντης. οἱ δὲ Κήρυκες καὶ αὐτοί εἰσι τῶν περὶ τὰ | |
10 | μυστήρια. καὶ τοῦτο δὲ τὸ γένος ἀπό τινος ὀνομαστικῶς λεχθέντος Κήρυκος. Ἄλλως. γένη καὶ πατριαί τινες διάσημοι, ἀφ’ ὧν Ἀθή‐ νησιν ἱεροφάνται μὲν τῆς Δήμητρος ἀπὸ Εὐμολπιδῶν, δᾳδοῦχοι δ’ ἀπὸ Κηρύκων. Vat. Laur. gm. ἐγένετο μὲν οὖν] πρῶτος ἱεροφάντης Εὔμολπος, Κηρύκων δὲ τέσ‐ | |
15 | σαρα γένη, πρῶτον μὲν οἱ παναγεῖς ἀπὸ Κήρυκος τοῦ Ἑρμοῦ καὶ Πανδρόσου τῆς Κέκροπος, δεύτερον οἱ κατὰ τὸν ἀγῶνα, τρίτον οἱ περὶ τὰς τελετὰς ἀπὸ τῶν Εὐμολιδῶν γένους, τέταρτον οἱ κατὰ τὴν ἀγορὰν καὶ τὰ ὤνια. Vat. Laur. g. | |
3.19 | διαχειρίσαντας] τοῦτο καθ’ ὑπόκρισιν προενήνεκται. ἀπο‐ τείνεται γὰρ πρὸς τὸν Δημοσθένην ὡς αὐτὸν κεκλοφότα ἐκ τῶν δη‐ μοσίων καὶ ἱκανῶς σεμνυνόμενον ἐπὶ τοῦ ἀναλωκέναι ἐκ τῶν ἰδίων. Vat. Laur. g. | |
3.20 | στεφανωθήσεται] τὸ τοιοῦτο σχῆμα ἐπερώτησις φαίνεται, | |
ὅταν τις αὐτὸς ἐπερωτᾷ ἑαυτὸν καὶ ἀποκρίνηται. τοῦτο δὲ ὁτὲ μὲν γίγνεται διηγηματικόν, ὁτὲ δὲ μιμητικόν. διηγηματικὸν μὲν οὕτως· ἴσος δή τις ὑπολαβών φησιν· οὐκ ἄρα στεφανωθήσεται, μιμητι‐ | 319 | |
5 | κὸν δέ, ὅταν μηδὲν προειπὼν ἀπ’ αὐτοῦ τοῦ ἐρωτήματος εἰσβάλῃ, ὡς νῦν πρὸς τὸ ἐρώτημα ἀπεφήνατο. Vat. Laur. g. οὐδὲ γὰρ πάτριον—] δηλοῖ διότι οὐκ ἔστι πάτριον στεφανοῦ‐ σθαι τὴν βουλὴν πρὸ τῶν εὐθυνῶν. Vat. Laur. g. | |
3.21 | ἐκποίητον] τοῦτο διφορεῖται· ἐὰν μὲν γὰρ παρ’ ὄνομα ᾖ, προπαροξύνεται, ἐὰν δὲ παρὰ ῥῆμα, ὀξύνεται. F. | |
3.23 | δέκα τάλαντα—εἰληφὼς] οὐ λέγει ὅτι δέδωκεν ἡ πόλις εἰς ἀνάλωμά σοι δέκα τάλαντα· οὐ γὰρ ρ τάλαντα εἰς τὰ τείχη ἔμελλεν δαπανᾶν, ἀλλ’ αἰνίττεται ὅτι πολλὰ κλέψας ἐκ τῶν θεω‐ ρικῶν ὀλίγα ἡμῖν χαρίζῃ. Vat. Laur. g. | |
5 | ἀλλ’ ὕστερος πολιτεύου] μὴ μείζονα σαυτὸν ἄγειν τῆς ἀπὸ τῶν νόμων ἐξουσίας, ἀλλὰ ταπεινότερον. Vat. Laur. g. | |
3.24 | τὴν ἐπὶ τῷ θεωρικῷ ἀρχὴν] χρήματα θεωρικὰ Ἀθηναῖοι διενείμαντο πρῶτον δραχμὴν ἑκάστῳ Περικλέους εἰσηγησαμένου. ὕστερον καὶ πολλὰ ἅμα χρήματα διενείμαντο ἐπὶ τῇ τοῦ θεωρι‐ κοῦ προφάσει, τὰ μὲν Διοφάντου, τὰ δὲ Εὐβούλου διανέμοντος, | |
5 | τὰ δὲ χρήματα τὰ θεωρικὰ εἰς στρατιωτικὰ μεταβάλλειν ἔπεισε πρῶ‐ τος Δημοσθένης. Vat. Laur. g. ἐκκλησίᾳ] τρεῖς γὰρ ἐκκλησίαι κατὰ μῆνα ἐγένοντο. Vat. Laur. Fg. | |
3.25 | πρῶτον μὲν τοίνυν—τῷ δήμῳ] πρότερον μέν, φησίν, ἀν‐ τιγραφεύς τις ἦν τῷ δήμῳ τὰς προσόδους ἐκλογιζόμενος. οὐ περὶ Δημοσθένους λέγει ἀλλ’ ἔθος τι ὂν Ἀθήνησιν. Vat. Laur. g. Ἄλ‐ λως. οἷον τὰ ἴσα ἀπογράφων ὧν λαμβάνει παρὰ τῶν συντελεστῶν, | |
5 | καὶ παρέχων αὐτοῖς ὡς νῦν λέγομεν τὰς ἀποχάς, ὡς καὶ ἐν τῷ κατὰ Ἀνδροτίωνος ἔγνωμεν. Vat. Laur. Fg. ἀντιγραφεῖς δὲ διττοὶ ἦσαν, οἱ μὲν τῆς διοικήσεως, οἱ δὲ τῆς βουλῆς. Vat. Laur. g. διὰ δὲ τὴν πρὸς Εὔβουλον γεν. πίστιν] ἴσως Εὔβουλος ἐπὶ τῶν θεωρικῶν γενόμενος ἐπιστεύετο τὸ σύμπαν καὶ οἱ ἀπ’ αὐτοῦ λοι‐ | |
10 | πόν, τέως Ἡγήμων τις τὸν περὶ τοῦ ἀντιγραφέως νόμον εἰσηγή‐ σατο. Vat. Laur. g. Ἄλλως. τοῦτο ὡς ἀντιπῖπτον βούλεται λῦσαι. ἵνα | |
γὰρ μὴ εἴπῃ ὁ Δημοσθένης ὅτι οὕτως εὔνους ἤμην τῇ πόλει, πολ‐ λάς μοι ἀρχὰς ἐπίστευσε, λύει λέγων ὅτι οὐ διὰ τὴν εὔνοιαν τὴν σήν, ἀλλ’ ἐπειδὴ ἔθος τοῦτο ἐγένετο ἀπὸ Εὐβούλου. οὗτος γὰρ πολιτευ‐ | 320 | |
15 | όμενος ἦρχε τῶν θεωρικῶν, καὶ διὰ τὴν εὔνοιαν αὐτοῦ καὶ ἄλλας διοικήσεις αὐτῷ ἐπίστευσεν οἷον καὶ τὴν τοῦ ἀντιγραφέως ἀρχήν. ἐκ τούτου λοιπὸν καὶ εἰς τοὺς ἀναξίους ἔδραμε τὸ ἔθος. Vat. Laur. Fg. πρυτανείαν] ἣ ἦν ἡμερῶν τριάκοντα πέντε, ὡς ἄνω εἴπο‐ | |
20 | μεν. B. ἀποδεκτῶν] ἀποδέκται ἦσαν οἱ δεχόμενοι τὰ χρήματα τῶν κατα‐ βολῶν, εἴ τις ἐχρεώστει τῷ δημοσίῳ ἀπὸ καταδίκης. ὁδοποιοὶ δὲ οἱ ἐπιμελούμενοι τῆς καθαρότητος τῶν ὁδῶν τῆς πόλεως. Vat. Laur. Fg. Ἄλλως. οὗτοί εἰσι ταμίαι εἰσφορὰς καὶ φόρους παραλαμβάνοντες. | |
25 | τὰς ἀρχὰς ἐξηγεῖται ἃς εἶχον οἷον τὰς λειτουργίας ἢ τὰ σκεύη ἀποδέχεσθαι, τὰ νεώρια ἐφορᾶν, τὰς ὁδοὺς ποιεῖν ἐκ τῶν χρημάτων ἀναλίσκοντες. Vat. Laur. g. | |
3.27 | ἐπιβολὰς] οἷον ζημίας καὶ πρόστιμα καὶ καταδίκας τοῖς ὑπ’ αὐτόν, ὅπερ ἐστὶν ἔργον τῆς ἀρχῆς. Vat. Laur. Fg. Ἄλλως. οἷον καὶ ἐζημίου χρήμασιν οἷς ἐβούλετο· τοῦτο δὲ ποιεῖν τοῖς ἄρ‐ χουσιν ἔξεστιν. Ἄλλως. ἐπιβολὴν λέγουσιν ἣν ἡ ἀρχὴ ζημίαν ἐπι‐ | |
5 | τίθησιν, ἡνίκα ἐν τοῖς θεάτροις κηρύττει οἷον· ἐπιβάλλει ὁ ἄρχων τῷ δεῖνι ποιητῇ τοσόνδε, ἂν μὴ τὸν χορὸν εἰσάγῃ. Vat. Laur. g. ἀγορὰν ποιῆσαι] οἷον ἀθροῖσαι παρὰ τὸ ἐγείρειν ἐκκλησίαν. Vat. Laur. g. ἱσταμένου] καλῶς τὸ ἱσταμένου μηνός, ἐπειδή ἐστι καὶ δευτέρα | |
10 | φθίνοντος. F. | |
3.28 | ἀντιδιαπλέκει] οἷον ἄλλο ἀντ’ ἄλλου εἰσάγει. μὴ δυνάμενος γὰρ δεῖξαι ὅτι οὐκ ἦν ὑπεύθυνος, λέγει ὅτι ἀλλ’ οὐχ ὑπὸ τῆς πόλεως ἐχειροτονήθην, ἀλλ’ ὑπὸ τῆς φυλῆς μου. Vat. Laur. F. Ἄλλως. ἀντιτίθησι καὶ διαμάχεται μετὰ πανουργίας. Vat. Laur. g. | |
5 | ὡς οὔτ’—δήμου] ἀντὶ τοῦ οὔτε κληρωτὸς ἐγένετο οὔτε αἱρε‐ τός. Vat. Laur. g. | |
3.30 | τριττύες] ὅ ἐστι τὸ τρίτον μέρος τῆς φυλῆς. πολλάκις γὰρ ἡ πᾶσα φυλὴ ὑπὲρ ἑαυτῆς ἕνα προεβάλλετο· πολλάκις δὲ καὶ ἓν ἕκαστον μέρος τῶν τριῶν τῆς φυλῆς ἕνα ὑπὲρ ἑκάστου μέρους. καὶ οἱ δῆμοι οἱ μερικοὶ οἷον ὥσπερ αἱ κῶμαι. τοῦτο δὲ εἶπεν, ὡς | |
5 | ὅτι οἱ δῆμοι ἐξ αὑτῶν αἱροῦνταί τινα, ἵνα ὑπὲρ τοῦ δήμου αὑτοῦ τοῦ μερικοῦ φροντίζῃ. Vat. Laur. Fg. Ἄλλως. τὰ τρία | |
μέρη τῶν φυλῶν καὶ οἱ ἡγεμόνες τριττύαρχοι. Vat. Laur. g. | 321 | |
3.31 | ὁ δὲ ῥήτωρ] κατ’ εἰρωνείαν εἴρηται, μᾶλλον δὲ κατ’ ἀλή‐ θειαν. βούλεται γὰρ αὐτὸν εἶναι ῥήτορα διὰ τὸ χρήσιμον αὑτοῦ, ἐπειδὴ λέγει, διὰ τί μὴ αὐτὸς ἀπολογεῖται ὑπὲρ ἑαυτοῦ, ἀλλὰ τὸν Δημοσθένην εἰς συνηγορίαν ἐκάλει; Vat. Laur. F. | |
5 | τοὺς ἀντιδίκους] διὰ τὸ μὴ ἔχειν αὐτοὺς ἀντιλέγειν πρὸς τὰ προειρημένα. Vat. Laur. F. | |
3.32 | ὡς τοίνυν—] ἐπλήρωσε τὸν νόμον τὸν κελεύοντα τοὺς ὑπευθύνους μὴ στεφανοῦν. ἄρχεται δὲ ἐντεῦθεν τοῦ ἑτέρου νόμου τοῦ κελεύοντος ὃν ἂν στεφανοῖ ὁ δῆμος μὴ ἐν τῷ θεάτρῳ ἀλλ’ ἐν τῇ ἐκκλησίᾳ ἀνακηρύττεσθαι. Vat. Laur. g. | |
5 | διαρρήδην] φανερῶς, διωρισμένως. B. | |
3.33 | οὗτος] ἐπὶ τὸ δεύτερον νόμιμον μεταβαίνει. Laur. F. ἐργολαβεῖν] ἵνα διὰ τοῦ ἐν τῷ θεάτρῳ στεφανοῦσθαι ἔχῃ ἑαυτῷ τοὺς παρέχοντας τὰ χρήματα, ὡς δυνατῷ καὶ τιμωμένῳ ἐν τῇ πό‐ λει. Vat. Laur. F. | |
3.34 | ἐν τῷ δήμῳ] ἀντὶ τοῦ δήμου θεωρουμένου καὶ οὐχὶ ἐν τῷ θεάτρῳ ξένων παρόντων. Vat. Laur. g. Πυκνὶ] ὁ τόπος, ἐφ’ οὗ ἡ ἐκκλησία ᾠκοδόμητο, Πνὺξ ἐκαλεῖτο. ἦν δὲ τόπος ὑψηλὸς καὶ νεφώδης. Vat. Laur. g. Πνὺξ τόπου ὄνομα, | |
5 | ἐν ᾧ ὁ δῆμος ἐκκλησιάζων συνήγετο. B. | |
3.35 | νόμον] θέλει εἰπεῖν τὸν περὶ τῶν ξένων, ὅτι κελεύει ὁ νόμος τὸν ξενικὸν στέφανον ἐν τῷ θεάτρῳ ἀναγορεύεσθαι. τοῦτον γὰρ καλεῖ Διονυσιακόν. ὁ δὲ Δημοσθένης διακόψας τὸ ἥμισυ τοῦ νό‐ μου τοῦ πολιτικοῦ τὸ ἥμισυ παρενέβαλε τὸ τῶν ξένων, ὡς ἔγνω‐ | |
5 | μεν ἐκεῖσε ἐν τῷ ὑπὲρ τοῦ στεφάνου, διὸ ἐπάγει μέρει τινὶ λέγων. Vat. Laur. Fg. | |
3.39 | τῶν ἐπωνύμων] τῶν δέκα λέγει, ἀφ’ ὧν αἱ φυλαὶ τὰς ὀνομασίας ἔχουσιν. Vat. Laur. g. ἐπιγράψαντας] οἱονεὶ ὑποβαλόντας. Vat. Laur. F. διαχειροτονίαν] οἱονεὶ διάσκεψιν. Vat. Laur. F. | |
3.40 | νομοθέταις] δηλονότι πρὸς τὸ κρίνειν. Vat. Laur. F. ὁ ἕτερος τῶν νόμων] ἀντὶ τοῦ ὁ διονυσιακὸς νόμος, ᾧ χρῆται Δημοσθένης. Vat. Laur. g. | |
3.41 | οἱ νόμοι] πάλιν πληθυντικῶς εἶπεν ἀντὶ ἑνικοῦ. Vat. Laur. F. γιγνομένων—τραγῳδῶν] ἀντὶ τοῦ ἀγωνιζομένων τῶν τραγικῶν. Vat. Laur. | |
5 | ὑποκηρυξάμενοι] ἀττικῶς ἀντὶ τοῦ κηρύξαντες. χαίρουσι γὰρ ὡς | |
ἐπὶ τὸ πλεῖστον τοῖς παθητικοῖς. Vat. Laur. F. μάρτυρας—ποιούμενοι] εἰρωνείας καὶ ἤθους μεστὸς ὁ λόγος. Vat. Laur. F. | 322 | |
3.42 | ὃ δ’ ἦν ἐπιφθονώτατον] λείπει, τοῦτο προσθήσω. εὑρημέ‐ νοι δὲ ἀντὶ τοῦ ποιούμενοι. Vat. Laur. Fg. ἐπιφθονώτατον δὲ ἀντὶ τοῦ ἐπίμεμπτον. Vat. Laur. g. τοῦτό φησι· τινὲς ἐνταῦθα ἑαυτοῖς κατεσκεύαζον, προσποιούμενοι εἶναι πρόξενοι πόλεων τινῶν, ἵνα | |
5 | αὗται αἱ πόλεις πέμπωσιν αὐτοῖς στεφάνους. F. ἀνδραγαθίας] κακοήθως τοῦτο· δέον γὰρ εὐνοίας εἰπεῖν ἀνδρα‐ γαθίας εἶπεν ὡς τοῦ Δημοσθένους ἀνάνδρου ὄντος. Vat. Laur. g. καταθέμενοι] ἀντὶ τοῦ ὁμολογήσαντες. F. | |
3.45 | ἀποδείξῃ] ὁ νόμος. Laur. ἐρανίζων] οἱονεὶ συλλέγων. Vat. Laur. F. ὅταν δὲ—] ἐνταῦθα ἡ ἀπόδοσις ἐν σχήματι ἐπαναλήψεως, ἐπει‐ δὴ διὰ πολλῶν ἦν ἠρτημένη ἄνωθεν ἀπὸ τοῦ ὅταν οὖν ἀποδείξῃ. | |
5 | Vat. Laur. Fg. | |
3.48 | ὑποβάλλειν] ἀποκρίνασθαι, ἀπαντᾶν λόγοις. Vat. Laur. Fg. μὴ κηρύττεσθαι] περιττεύει ἡ μία ἄρνησις. Vat. Laur. g. | |
3.49 | ἔστι δὲ ὑπόλοιπον] ἐπλήρωσε τὸν δεύτερον νόμον καὶ μετα‐ βαίνει ἐπὶ τὸν τρίτον νόμον τὸν κελεύοντα ψευδῆ γράμματα μὴ τί‐ θεσθαι ἐν τῷ Μητρῴῳ, ὃ καλοῦσι δίκαιον κεφάλαιον. Vat. Laur. g. | |
3.50 | ἁπλοῦς] ὅτι τριχῶς λέγεται τὸ ἁπλοῦν, ἢ ἐπὶ τοῦ ἀπανουρ‐ γήτου, ἢ ἐπὶ τοῦ ἐρήμου, ἢ ἐπὶ τοῦ συντόμου. ἐνταῦθα οὖν ἁπλοῦν λέγει τὸ σύντομον, ὥσπερ Εὐριπίδης (Phoen. 472). ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ. | |
5 | ἐντεῦθεν δὲ μετέρχεται ἐπὶ τὸν τρίτον νόμον τὸν περὶ τῶν ψευδῶν γραμμάτων, οἷον ὅτι οὐ δεῖ ψευδῆ γράμματα ἀποκεῖσθαι ἐν τῷ Μητρῴῳ· τοιοῦτοι δὲ οἱ περὶ Δημοσθένους ἔπαινοι. Vat. Laur. Fg. τοὐναντίον] οὐκ ἔστι τοῦτο πρὸς τὸ πρὸ αὐτοῦ, ἀλλὰ πρὸς τὸ ἔτι | |
10 | ἀνώτερον. οὐ γὰρ λέγει ὅτι δεικτέον αὐτῷ, εἰ ἔξεστι ψευδῆ γράμμα‐ τα ἀποθέσθαι, ἀλλ’ εἰ ἀληθεῖς οἱ περὶ αὐτοῦ τοῦ Δημοσθέ‐ νους ἔπαινοι. Vat. Laur. Fg. ὑμεῖς—κριταὶ] ἴαμβος τρίμετρος. Laur. | |
3.51 | ἐγὼ μὲν] τὸ δίκαιον κεφάλαιον οὕτω διεῖλεν· εἴς τε τὰ ἴδια Δημοσθένει πραχθέντα καὶ εἰς τὰ δημόσια πεπολιτευμένα, ἀλλὰ τὰ μὲν ἴδια τῷ καθ’ ὑποσιώπησιν σχήματι μετέρχεται, τὰ δὲ δημό‐ σια διαιρεῖ εἴς τε τοὺς πρὸ τῆς εἰρήνης χρόνους καὶ εἰς τὰ ἐν αὐτῇ | |
5 | τῇ εἰρήνῃ καὶ τὰ μετὰ τὴν κατάλυσιν τῆς εἰρήνης ἕως τῆς ἐν Χαι‐ ρωνείᾳ καὶ τὰ μετὰ Χαιρώνειαν ἕως τῆς εἰσαγωγῆς τῆς γραφῆς. πάλιν δὲ τοὺς χρόνους ὑποδιαιρεῖ. Vat. Laur. g. τί γὰρ] τῷ κατὰ παράλειψιν σχήματι κέχρηται. Vat. Laur. Fg. τῆς κεφαλῆς ἐπιτομὴν] λέγεται γὰρ ὡς Δημοσθένης ἐπιτέμνων | 323 |
10 | τὴν κεφαλὴν ἑαυτοῦ ἐγράψατο τραύματος ἐκ προνοίας Δημομέλην τὸν Παιανιέα ἀνεψιὸν ἑαυτοῦ ὡς τραυματισθεὶς ὑπ’ αὐτοῦ καὶ λα‐ βὼν ἀργύριον οὐχ εἷλε τὴν δίκην ἀλλὰ διελύσατο. Vat. Κηφισοδότου] οὗτος πολιορκήσας Ἀλωπεκόννησον, εἰσαγγελθεὶς διὰ τὴν συνθήκην τὴν πρὸς Χαρίδημον γενομένην καὶ καταψηφι‐ | |
15 | σθείς, πέντε ταλάντοις ἐζημιώθη. εἰσαγγελία δέ ἐστι κατηγορία διὰ τὰ ἀδίκως ἢ κακῶς πεπραγμένα. B. ἐπὶ ἄρχοντος Καλλιμήδους τῷ πρώτῳ ἔτει τῆς ἑκατοστῆς πέμ‐ πτης Ὀλυμπιάδος, ᾧ ἔτει Φίλιππος ἐβασίλευσε Μακεδονίας, Ἀθη‐ ναῖοι δύναμιν εἰς Ἑλλήσποντον ἐξέπεμψαν καὶ στρατηγὸν ἐπ’ αὐτῇ | |
20 | Κηφισόδοτον, ὃς ναυμαχήσας Λαμψακηνοὺς εἰσηγγέλθη ὡς προδε‐ δωκὼς καὶ ἐθελοκακήσας καὶ διὰ κακίαν ἡττηθεὶς τὴν ναυμαχίαν καὶ κριθεὶς περὶ θανάτου τῆς μὲν θανατικῆς ζημίας ἀπελύθη, ἐζη‐ μιώθη δὲ ὑπὸ τοῦ δήμου ταλάντοις πέντε. ἐγένετο δὲ αὐτοῦ, ὥς φη‐ σιν Αἰσχίνης, κατήγορος ὁ Δημοσθένης συνεκπεπλευκὼς αὐτῷ τρι‐ | |
25 | ήρχαρχος καὶ περιάγων ἐπὶ τριήρους καὶ συσσιτῶν καὶ συσπένδων διὰ τὸ πατρικῶς αὐτῷ φίλος εἶναι. Laur. g. | |
3.52 | περιάγων] δοκεῖ γὰρ τοῦτο ὥσπερ τιμή τις εἶναι τοῦ τριηρ‐ άρχου ἐκείνου, οὗ ἂν ὁ στρατηγὸς ἐπιβῇ τῆς νεώς, καθ’ ὃ δοκεῖ τῶν ἄλλων τριηράρχων προκρίνειν τὴν ἐκείνου τριήρη ὡς καλῶς κατ‐ εσκευασμένην. οὐκ ἐμνήσθη δὲ τούτου ὁ Δημοσθένης ἐν τῷ κατ’ | |
5 | Ἀριστοκράτους, ἐπειδὴ μάλιστα μὲν οὐ δι’ ἑαυτοῦ λέγει ἐκεῖνον τὸν λόγον, ἀλλ’ Εὐθυκλῆς ἐστιν ὁ ἐκεῖσε λέγων, λαβὼν τὸν λόγον παρὰ Δημοσθένους· εἶτα οὐδὲ ἀναγκαῖον ἦν. Vat. Laur. Fg. καὶ ταῦτα ἤδη—] κατὰ κοινοῦ· ἐξετάζειν μακροτέρου λόγου ἔργον ἡγοῦμαι εἶναι καὶ τὰ ἑξῆς. Vat. Laur. g. | |
10 | τὴν—καταχειροτονίαν] ἵνα λέγῃ περὶ τῆς προβολῆς ἐκείνης. Vat. Laur. F. | |
3.53 | προδιδοὺς ὑμᾶς] λείπει, τούτῳ τῷ Δημοσθένει. Vat. F. ἀρχαῖα δὲ καὶ λίαν ὁμολογούμενα] πῶς τὰ αὐτὰ ἀρχαῖα καὶ ὁμο‐ λογούμενα; ὀφείλει γὰρ λήθην παθεῖν ὑπὸ τῆς παλαιότητος τοῦ χρόνου, ὅτι οὕτω φησὶ μεγάλα ἐστίν, ὅτι οὐδὲ ὁ χρόνος τὴν | |
5 | μνήμην αὐτῶν ἠδυνήθη ἀφελέσθαι. ὅτῳ δὲ ἀντὶ τοῦ ᾧτινι, τῷ Δη‐ μοσθένει. Vat. Laur. Fg. | |
ὦ Κτησιφῶν] τὸ σχῆμα ἀποστροφή. F. | 324 | |
3.54 | καὶ γὰρ πυνθάνομαι] χαριέντως ὁ Αἰσχίνης, ὅτι διαιρῶν τὴν κατηγορίαν εἰς τοὺς τέσσαρας καιροὺς οὐχ ὡς αὐτὸς ταύτην ποιούμενος τὴν διαίρεσιν τῆς κατηγορίας ποιεῖται τὸν λόγον, ἀλλ’ ὡς τοῦ Δημοσθένους χρωμένου ταύτῃ τῇ τῶν καιρῶν διαιρέσει, ἵνα | |
5 | ὁ λόγος αὐτῷ ἀνεπίφθονος γένηται. Vat. Laur. g. περὶ δὲ] μετέρχεται ἐπὶ τὸ δίκαιον κεφάλαιον ἐντεῦθεν, πληρώ‐ σας τὸ νόμιμον. μερίζει δὲ τὸ δίκαιον εἰς τέσσαρας καιρούς, ὡς πολλάκις ἔγνωμεν. Vat. Laur. Fg. τοῦτον δ’ ἀφορίζεται] λέγει οἱονεὶ εἰς ἕνα χρόνον συνάπτει. Vat. | |
10 | Laur. Fg. τῇ γενομένῃ εἰρήνῃ] ἀντὶ τοῦ μέχρι τῆς γενομένης εἰρήνης, συλ‐ λαμβάνων καὶ αὐτὴν τὴν εἰρήνην. Vat. Laur. Fg. | |
3.55 | ἐγκαλύπτωμαι] τὸ πρόσωπον καλύπτω ὑπ’ αἰσχύνης. B. ἀντὶ τοῦ σκέπω ἐμαυτόν, ὡς ἀπορῶν δῆθεν. ἐκκαλύψειν δὲ ἀντὶ τοῦ γυμνώσειν με σκεπόμενον. Vat. Laur. Fg. | |
3.57 | φιλανθρώπως] διὰ τὸν Φίλιππον λέγει. εἰ γὰρ μὴ φιλαν‐ θρώπως ἡμῖν προσηνέχθη, τί ἐκώλυε κρατήσαντα ἐν Χαιρωνείᾳ πιθέσθαι τῇ πόλει; Vat. Laur. g. | |
3.58 | τὴν προτέραν ἐκείνην εἰρήνην] μετὰ γὰρ τὰ ἐν Χαιρωνείᾳ ἐποιήσαντο πάλιν εἰρήνην πρὸς Φίλιππον. Vat. τὰς πρεσβείας] Αἰσχίνου πείσαντος πρέσβεις ἐπὶ τὰς πόλεις Ἀθη‐ ναῖοι πεπόμφασι παρακαλοῦντας ἐπὶ Φίλιππον. τοῦτο Δημοσθέ‐ | |
5 | νης ἐν μὲν τῷ περὶ παραπρεσβείας (§. 16. p. 346), ὁμολογεῖ καὶ πα‐ ρεῖναι πρέσβεις τινάς φησιν, ἐν δὲ τῷ περὶ στεφάνου (§. 23. p. 232) ἀρνεῖται ὡς τῶν δικαστῶν οὐ μεμνημένων τῷ πλέον ἢ δέκα ἔτη εἶναι τὰ ἐν μέσῳ. τὸ δὲ παρακαλοῦντες ἐπὶ Φίλιππον οὔπω δῆλον ἢ περὶ εἰρήνης ἢ πολέμου, ἀλλ’ ἵνα βουλεύσωνται πρότερον ἃ | |
10 | δεῖ ποιεῖν. Vat. Laur. g. ἐπὶ Φίλιππον] ἀντὶ τοῦ κατὰ Φιλίππου. Vat. F. συστάντες] ἀντὶ τοῦ φατριάσαντες ἐπὶ τὰ δημόσια ὑμῶν πράγ‐ ματα. F. | |
3.59 | εἰ δέ τισιν—] τοῦτό ἐστι προδιόρθωσις. ἐπειδὴ γὰρ ὑπόλη‐ ψιν ἔχουσιν οἱ πολλοὶ περὶ Δημοσθένους ὡς εὐνοϊκῶς πεπολίτευται, οὗτος δὲ τὴν ἐναντίαν δόξαν αὐτοῖς ἐμποιεῖν προαιρεῖται, εἰκότως προδιορθοῦται, ἵνα εὐπαράδεκτος αὐτοῦ ὁ λόγος γένηται. Vat. | |
5 | Laur. g. ἐπὶ τοὺς λογισμοὺς] ἐπὶ τὸ ἀπαιτῆσαι λόγον τῶν ἀναλωθέντων χρημάτων. Vat. Laur. Fg. συγκεφαλαιωθῇ] ἀντὶ τοῦ πλήρης ἀποδειχθῇ. Vat. Laur. Fg. | |
αἱρῇ] ἐλέγχῃ. B. ἀντὶ τοῦ καταλάβῃ. F. | 325 | |
3.62 | ἐπιλαχὼν] ἐλάγχανον γὰρ ἄρχοντες καὶ σὺν αὐτοῖς ἄλλοι ὥσπερ δεύτεροι αὐτῶν, ἵνα εἷς αὐτῶν εἰ ἀπέθανεν ἐν τῷ μεταξὺ τῆς ἀρχῆς ἢ ἠρρώστησεν, ὁ δεύτερος ἀντ’ αὐτοῦ ἐγίγνετο ἄρχων. ἐκ παρασκευῆς δὲ πριάμενος οἷον ὑποφθείρας χρήμασι τοὺς προέδρους | |
5 | τῆς βουλῆς, ὥστε αὐτὸν βουλευτὴν ποιῆσαι. Vat. Laur. Fg. Ἄλλως. ὅταν κληρώσωνται βουλευταὶ ἢ δικασταί, εἶτά τινες ἐξομόσωνται, ἕτεροι ἐπικληροῦνται αὐτοῖς πρὸς τὸ τὸν ἀριθμὸν ἐκπλησθῆναι. τοῦτ’ ἂν εἴη τὸ ἐπιλαχεῖν, τὸ δὲ πρότερον λαχεῖν. Vat. Laur. g. ἵνα εἰς ὑποδοχὴν—] οἷον τὰ ἀρέσκοντα αὐτῷ. Vat. Laur. Fg. ἵνα | |
10 | ὁ μὲν εἰσηγοῖτο, ὁ δὲ συγχωροίη, ὁ μὲν γράφων, ὁ δὲ λέγων, ὅτι καλῶς ἔγραψεν. Vat. Laur. g. | |
3.64 | ἐπράττετο] οἱονεὶ ἐπραγματεύετο αὐτὸς ὁ Φίλιππος καὶ συν‐ ετίθετο. Vat. Laur. ἐκ μεταβολῆς] ἐν γὰρ τῇ πρώτῃ, φησί, πρεσβείᾳ ἐπῄνει αὐτούς, ὕστερον δὲ ἐν τῇ δευτέρᾳ διέβαλλεν ὡς προδότας. Vat. Laur. Fg. | |
3.65 | εἴ τινες] τῶν Ἑλλήνων. Vat. τρίτον δὲ] κατὰ κοινοῦ· ἐπράττετο. Vat. παρηγγέλλετο] ὁ Φίλιππος ἤτοι τῷ Κερσοβλέπτῃ παρήγγελλεν ὅτι ἐστράτευσεν ἐπ’ αὐτόν, ὥσπερ πολλοὶ προαγορεύουσι πολεμίοις, | |
5 | ἢ τοῖς ἑαυτοῦ συμμάχοις εὐτρεπίζεσθαι πρὸς τὸν Κερσοβλέπτου πόλεμον προσέταξεν. Vat. Laur. g. | |
3.66 | ἀνεμέσητον] ἄμεμπτον. B. κατακοινωνήσαντες] οἱονεὶ κοινωνήσαντες ἀλλήλοις κατὰ τῶν πραγμάτων τῶν τῆς πόλεως. Vat. Laur. Fg. ὅταν κοινῇ τινες λέ‐ γωνται· κατακοινωνῆσαι. Vat. Laur. g. | |
5 | τοὺς καιροὺς] οἱονεὶ τὰς εὐκαιρίας καὶ τὸ δύνασθαι διὰ τοῦ ἀναμεῖναι τοὺς ἄλλους Ἕλληνας ἐλθεῖν καὶ κοινωνῆσαι τῆς εἰρή‐ νης. Vat. Laur. Fg. | |
3.67 | προαγὼν] ἐγίγνοντο πρὸ τῶν μεγάλων Διονυσίων ἡμέραις ὀλίγαις ἔμπροσθεν ἐν τῷ Ὠιδείῳ καλουμένῳ τῶν τραγῳδῶν ἀγὼν καὶ ἐπίδειξις ὧν μέλλουσι δραμάτων ἀγωνίζεσθαι ἐν τῷ θεάτρῳ, δι’ ὃ ἑτοίμως προαγὼν καλεῖται. εἰσίασι δὲ δίχα προσώπων οἱ ὑπο‐ | |
5 | κριταὶ γυμνοί. Vat. Laur. g. ὃ πρότερον οὐδεὶς μέμνηται γενόμενον] οἱονεὶ ἐκκλησίαν ἐν πα‐ νηγύρει. F. | |
3.68 | νικᾷ Δημοσθένης] δοκεῖ ἀπίθανον εἶναι, εἰ τοῦτο ἔγραψε Δημοσθένης. Ἄλλως. ἔοικε διὰ τὸ τάχος σπεύδειν τὴν εἰρήνην ποιή‐ σασθαι. Vat. Laur. g. Ἄλλως. ἀντὶ τοῦ γράφει μηδενὸς αὐτῷ ἐναν‐ | |
τιουμένου. Vat. Laur. F. | 326 | |
3.69 | ἀνεγνώσθη δόγμα] ἴσως ἄν τις ἀπορήσειε περὶ τῶν μήπω ἀφικομένων δόγματος. οὐκ ἦσαν δὲ οἱ Ἕλληνες πάντες σύμμαχοι αὐτῶν, οὐδὲ γὰρ ἔπεμπον πρὸς αὐτοὺς πρεσβευομένους, ἀλλά τι‐ νες πόλεις, ὧν σύνεδροι ἦσαν Ἀθήνησιν, οἳ ἐκφέρουσι τὸ δόγμα | |
5 | τοῦτο. ἦν γὰρ συνεδρία ἐν ταῖς προϊσταμέναις πόλεσι τῶν συμμάχων καὶ καθῆντο παραδείγματος ἕνεκα δύο ἐκ Βοιωτίας ἢ πλείους καὶ δύο ἐκ Πελοποννήσου καὶ κοινῇ γνώμῃ ἐπράττετο τὰ δέοντα. Vat. Laur. g. ἀναγκαιοτέραν ἢ καλλίω] τὰ συγκριτικὰ ἀντὶ τῶν ἀπολελυμένων | |
10 | εἴληπται. ἀντὶ τοῦ ἀναγκαίαν καὶ καλήν. Vat. Laur. g. ἀπήντησαν—ἰασόμενοι] ἀντὶ τοῦ προκατέλαβον ἰασόμενοι. Vat. Laur. g. | |
3.70 | τῆς τριμήνου] προθεσμίας ὑπακουστέον. B. | |
3.71 | δόξαν] ἀντὶ τοῦ δόκησιν, ὑπόληψιν. τὸ ἑξῆς οὕτως· ὡς ἔσται μὲν ἡ εἰρήνην, ἔσται δὲ κοινῇ—τὸ δὲ περὶ συμμαχίας με‐ ταξύ—μετὰ δὲ τῶν Ἑλλήνων ἁπάντων διὰ τὴν τρίμηνον. Vat. Laur. g. | |
3.72 | τὸ ῥῆμα] ῥῆμα ἐνταῦθα καλεῖ οἷον τὴν ῥῆσιν αὐτὴν καὶ τὸ κῶλον, ὄνομα δὲ τὴν λέξιν, οἷον τὸ ἀπορρῆξαι. Vat. Laur. Fg. ἐρήσεται] ἐρωτήσει, ἐρωτᾶν μέλλει. B. | |
3.73 | καθεζόμενος—παρασκευῆς] τὸ κατάλληλον βουλευτὴς ὢν καθεζόμενος ἐκ παρασκευῆς τοῦτ’ ἔστιν· ἐπίτηδες εἰς τοῦτο καθί‐ σας καὶ ἐξ ἐνέδρας ἐπὶ τὸ κακουργῆσαι. Vat. Laur. g. | |
3.74 | Φιλοκράτης] πάλιν τὸ αὐτὸ ἔγκλημα· τοῦ γὰρ Φιλοκράτει γεγραμμένου τὴν αἰτίαν Δημοσθένει περιτίθησιν. Vat. Laur. g. παρεγγράψας] οἱονεὶ ὑποβαλών. F. | |
3.75 | τίς ἦν] πάλιν κατὰ τοῦ αὐτοῦ. Vat. Laur. αὐτομολοῦσιν] οἱονεὶ τὰ τῶν πολεμίων φρονοῦσι καὶ μεταβάλ‐ λουσιν ἑαυτούς. Vat. Laur. Fg. ἐπέδωκε] αὐτά, φησί, τὰ δημόσια γράμματα ἐπέδωκε τῷ δήμῳ. | |
5 | Vat. Laur. Fg. | |
3.76 | ἐνιαυτὸν] ἐπειδὴ οἱ βουλευταὶ οἱ πεντακόσιοι ἐνιαύσιοι ἦσαν. Vat. Laur. Fg. εἰς προεδρίαν] ἀντὶ τοῦ εἰς ἐπιφανῆ καὶ διάσημον ἐν τῷ θεά‐ τρῳ τόπον. Vat. Laur. g. | |
5 | προσκεφάλαια] ἐπὶ τῶν βάθρων, ἵνα μαλακῶς καθέζωνται, τὰ καλούμενα ὑπηρέσια. Vat. Laur. g. | |
φοινικίδας] οἱονεὶ πυρρὰ παλλία. Vat. Laur. Fg. ἢ φοινικῆν ἐσθῆτα τοῖς κεφαλαίοις ἐπέβαλε καὶ περιεκάλυψεν αὐτά. Vat. Laur. g. | 327 | |
10 | ἅμα τῇ ἡμέρᾳ] ἅμα ὄρθρῳ πρὸ ἡλίου ἀνατολῆς ἦγεν αὐτούς, τιμὴν αὐτοῖς ταύτην νέμων τὸ ἡγεῖσθαι αὐτοῖς τῆς ὁδοῦ. Vat Laur. g. ζεύγη ὀρικὰ] ἡμιόνων ὀχήματα τρία. Vat. Laur. g. ἵνα δὲ—] μὴ παρέκβασιν ποιήσωμαι μηδὲ τὰ ἔξωθεν τοῦ | |
15 | πράγματος λέγω. Vat. Laur. g. | |
3.77 | Χαριδήμου] οὗτός ἐστιν Ὠρείτης γένος, δημοποίητος Ἀθη‐ ναῖος, στρατηγὸς ὑπ’ Ἀθηναίων ᾑρημένος. Vat. Laur. g. ἑβδόμην δ’ ἡμέραν] οὕτως οἱ Ἀττικοί· θέλει δὲ εἰπεῖν ὅτι πρὸ ἓξ ἢ ἑπτὰ ἡμερῶν. Vat. Laur. Fg. | |
5 | τὰ νομιζόμενα] τὰ ἐπὶ τοῖς ἀποθανοῦσι νενομισμένα. Vat. Laur. g. ἐβουθύτει] ὡς χάριν ὁμολογῶν τοῖς θεοῖς ὑπὲρ τῆς πόλεως, ὅτι ἐτελεύτησεν ὁ Φίλιππος. Vat. Laur. Fg. ὁ δημηγορῶν δὲ Ἀθήνη‐ σιν ἐστεφανοῦτο καὶ ὅτε ἐπαύετο, παρεδίδου θατέρῳ καὶ ὁπότε εἴποι, | |
10 | ὀρθῶς ἐτιμᾶτο στέφεσθαι. ὁ δείλαιος δὲ ἀντὶ τοῦ ὁ κακοδαίμων, νῦν δὲ ἀντὶ τοῦ πονηρός. Vat. Laur. g. | |
3.78 | ὁ γὰρ μισότεκνος—] ῥητορικοὶ συλλογισμοί. Vat. Laur. g. | |
3.79 | φυγὰς—γεγένηται] εἰσαγγελθεὶς ἐπὶ τῷ ἀδικεῖν καὶ κριθεὶς καὶ καταδικασθεὶς φυγὰς ἐγένετο. οἱ γὰρ δοκοῦντες τὴν πό‐ λιν ἀδικεῖν εἰσηγγέλλοντο ὑπὸ τῶν βουλομένων, καὶ ἔστιν ὄνομα δί‐ κης ἡ εἰσαγγελία. Vat. Laur. g. | |
5 | διαφερόντως] ἀντὶ τοῦ μετὰ σπουδῆς καὶ ἐξαιρέτως. Vat. Laur. g. | |
3.80 | παραδόξως] παρὰ τὴν τῶν πολλῶν ὑπόληψιν, ἀπροσδο‐ κήτως ἢ ἀπίστως, παρὰ τὴν πάντων δόξαν. ἠλπίζετο γὰρ σώσειν, ὁ δὲ ἀπώλεσεν. Vat. Laur. g. | |
3.81 | διενεχθῆναι] περὶ ἀργυρίου καὶ δωροδοκίας εἰς ἀψυχίαν προεληλυθέναι. Vat. Laur. g. μετὰ τῶν συμφύτων—] οὕτω τὸ ἑξῆς· μετὰ τῶν συμφύτων αὐ‐ τῷ νοσημάτων, δειλίας, ζηλοτυπίας ἤδη τὰ μετὰ ταῦτα ἐβου‐ | |
5 | λεύετο. Vat. Laur. g. ὑπὲρ τῆς δωροδοκίας, ζηλοτυπίας] οἱονεὶ ὑπὲρ τοῦ λαβεῖν αὐ‐ τοὺς χρήματα παρὰ Φιλίππου, καὶ φιλονεικεῖν ἑκατέρους περὶ τοῦ πλείονος πρὸς ἀλλήλους. Vat. Laur. Fg. | |
3.83 | Ἁλόννησον] Ἁλόννησος νῆσός ἐστι τῶν Ἀθηναίων ταύτην λῃσταὶ κατέλαβον· τούτους Φίλιππος ἀφελόμενος τὴν νῆσον ἐδί‐ | |
δου τοῖς Ἀθηναίοις αὐτὴν δωρεᾶς μέρει δι’ ἐπιστολῆς γράψας. Δημοσθένης δὲ ἀντεῖπε μὴ λαμβάνειν αὐτὴν ἐν δωρεᾶς μέρει συμ‐ | 328 | |
5 | βουλεύων, ἀλλ’ εἰ ἀποδίδωσιν ὡς αὑτῶν οὐσίαν οὕτω λαμβάνειν. Vat. Laur. g. καὶ τὸ τελευταῖον—] Ἀθηναῖοι ἐπὶ Πυθοδότου ἄρχοντος τῷ βʹ ἔτει τῆς ρθ ὀλυμπιάδος Φιλίππου βασιλεύοντος ἔτος ιη ὑπ‐ οπτευομένης λυθήσεσθαι τῆς πρὸς Φίλιππον εἰρήνης ἔπεμψαν πολλα‐ | |
10 | χοῦ γῆς Ἑλλάδος πρεσβείας περὶ συμμαχίας καὶ εἰς Θετταλίαν καὶ Μαγνησίαν τοὺς περὶ Ἀριστόδημον, ἀποστῆσαι αὐτοὺς βουλόμενοι ἀπὸ Φιλίππου, ἐγένοντο μὲν οὖν αὐτοῖς τότε σύμμαχοι Ἀχαιοὶ, Ἀρκάδες οἱ μετὰ Μαντινέων, Ἀργεῖοι, Μεγαλοπολῖται, Μεσσή‐ νιοι. πόλεμος δ’ αὐτοῖς ἐγένετο τότε πρὸς Καρδιανούς, οἷς ἐβοήθησε | |
15 | Φίλιππος. Vat. Laur. g. παρὰ γὰς τῆς εἰρήνης συνθήκας πρεσβεύσαντας] ἐπειδὴ σύμ‐ μαχοι ἦσαν Θετταλοὶ καὶ Μάγνητες Φιλίππου καὶ ἐγέγραπτο ἐν ταῖς συνθήκαις μὴ ἀφιστάναι τοὺς ἀλλήλων συμμάχους. τεχνικῶς. οὖν τὸ κατὰ τοῦ δήμου ἔγκλημα. ὁ γὰρ δῆμος ἦν ὁ πέμψας τοὺς | |
20 | πρέσβεις καὶ στεφανώσας ἐπανήκοντας, αὐτὸς δ’ ἐπὶ τοὺς πρέσβεις καὶ Δημοσθένην μετήνεγκε φάσκων αὐτὸν ἐστεφανωκέναι αὐτοὺς ὡς αὐτοῦ γεγραφότος δηλονότι περὶ τοῦ στεφανωθῆναι τοὺς πρέ‐ σβεις ψήφισμα. Vat. Laur. g. | |
3.85 | Μνησάρχου] ὁ Μνήσαρχος ἦν Χαλκιδεὺς ἀπ’ Εὐβοίας τῶν ἐν τῇ Χαλκίδι διασήμων ἀνδρῶν. οἱ δὲ Χαλκιδεῖς ὑπ’ Ἀθηναίοις ὄντες ὕστερον ἀπέστησαν καὶ ἐστασίαζον πρὸς ἀλλήλους. ἦν δὲ τῆς ἑτέρας τῶν στάσεων ἡγεμὼν ὁ Μνήσαρχος καὶ κατὰ μὲν ἀρχὰς ἀντε‐ | |
5 | δίκει τοῖς Ἀθηναίοις, ὕστερον δὲ αὐτοῖς προσίετο καὶ καταγωνι‐ σάμενος τοὺς ἀντιστασιώτας προσεποίησε τοῖς Ἀθηναίοις τὴν Χαλκίδα. οἱ δ’ υἱοὶ αὐτοῦ, Καλλίας καὶ Ταυροσθένης, μετὰ Κηφι‐ σοφῶντος τοῦ στρατηγοῦ τῶν Ἀθηναίων δυνάμεως στρατεύσαν‐ τες ἐπ’ Ὠρεὸν Φιλιστίδην τὸν τύραννον ἀπέκτειναν ἐπὶ ἄρχον‐ | |
10 | τος Ἀθήνησι Δεξίππου (immo Νικομάχου) μηνὶ Σκιροφοριῶνι Φι‐ λίππου βασιλεύοντος ἔτος ιθ. φησὶ δὲ Δημοσθένην νῦν τολμᾶν γράφειν ψηφίσματα Καλλίᾳ καὶ Ταυροσθένει, δηλονότι διὰ τὴν ἐπ’ Ὠρεὸν μετ’ Ἀθηναίων στρατείαν. Vat. Laur. g. Ἀθηναίους εἶναι] καὶ γὰρ τῇ ἀληθείᾳ πολίτας αὐτοὺς ἐποιήσαντο | |
15 | οἱ Ἀθηναῖοι διὰ τὸ τὴν Εὔβοιαν ποιήσασθαι ὑφ’ ἑαυτούς. F. Θεμίσωνος] Θεμίσων ἦν Ἐρετριέων τῶν ἐν Εὐβοίᾳ τύραν‐ νος. οὗτος Ἀθηναίων ἐχόντων Ὠρωπὸν καὶ εἰρήνης οὔσης καὶ σπονδῶν παρὰ τὰς συνθήκας καταλαμβάνει τὸν Ὠρωπόν. Ἀθη‐ ναῖοι δὲ ἐπιστρατεύσαντες ἐπολιόρκουν αὐτὸν ὄντα ἐν Ὠρωπῷ. ὕστε‐ | 329 |
20 | ρον συνέβησαν ἀμφότεροι καὶ αὐτοὶ καὶ ὁ τύραννος, ὥστε παρακα‐ ταθέσθαι Θηβαίοις τὸν Ὠρωπόν, ἕως ἂν περὶ αὐτοῦ διακριθῶσι. Θηβαῖοι δ’ ἐπὶ τούτοις λαβόντες τὴν παρακαταθήκην ἀμφοτέρους ἀπεστέρησαν. ἐγένετο δὲ ταῦτα ἄρχοντος Ἀθήνησι Πολυζήλου. ἔστι δὲ Ὠρωπὸς πόλις κειμένη ἐν τῇ ἠπείρῳ ἐν μεθορίοις τῆς | |
25 | Βοιωτίας καὶ τῆς Ἀττικῆς. Ἀθηναῖοι στρατεύσαντες εἰς Εὔβοιαν ἐνίκησάν τε αὐτοὺς καὶ ἐκβαλόντες ἐκ τῆς νήσου ἠλευθέρωσαν τὴν Εὔβοιαν. Vat. Laur. g. ἀπέδοτε] τοῖς Εὐβοεῦσιν B. | |
3.86 | Πλουτάρχῳ] ὁ Πλούταρχος ἦν Ἐρετριέων τύραννος. τούτῳ Κλείταρχος φυγὰς ὢν ἐξ Ἐρετρίας ἐπολέμει καὶ λαβὼν παρὰ Φα‐ λαίκου τοῦ Φωκέων τυράννου δύναμιν ἐστράτευσεν ἐπὶ τὸν Πλούτ‐ αρχον. τῷ δὲ Πλουτάρχῳ Ἀθηναῖοι ἐβοήθησαν Φωκίωνος στρατη‐ | |
5 | γοῦντος καὶ γιγνομένης ἐν Ταμύναις μάχης ἐνίκων Ἀθηναῖοι Ἐρε‐ τριεῖς. Vat. Laur. g. Ταμύνας] Ταμύνη πόλις τῆς Εὐβοίας. Κοτύλαιον δὲ ὄρος ἐν Εὐβοίᾳ. Vat. Laur. g. χωρίον Εὐβοίας. F. ὑπερεβάλλομεν] ἀντὶ τοῦ παρηρχόμεθα. F. | |
10 | Καλλίας] οὗτός ἐστιν ὁ Καλλίας ὁ ποιήσας τὴν Εὔβοιαν γε‐ νέσθαι πάλιν ὑπὸ Ἀθηναίους, μετὰ τὸ ἐξελαθῆναι ἐξ αὐτῆς τῆς Εὐ‐ βοίας τοὺς περὶ τὸν Φιλιστίδην καὶ τὸν Κλείταρχον, ἐν τῷ χρόνῳ τοῦ δεκάτου λόγου τῶν Φιλιππικῶν. διὸ καὶ κακῶς αὐτοῦ μέμνηται ὁ Αἰσχίνης. Vat. Laur. Fg. | |
3.87 | προσγελῶν] οἱονεὶ προσεταιριζόμενος, ὃν τρόπον φαμὲν προσσαίνων. Vat. Laur. g. τοὺς Φωκικοὺς ξένους διαβιβάσας] οἱονεὶ συναγαγών τινας Φωκέων τῶν ἔτι σωζομένων πρὸς τὸ τυραννῆσαι τοὺς Εὐβοέας· | |
5 | τοῦτο δὲ ἔξωθεν ἔλαβε πρὸς διαβολήν. διαβιβάσας δὲ οὐ λέγει τοὺς Φωκέας, ἀλλὰ τὸ στρατόπεδον ὃ συνήγειρεν. Vat. Laur. Fg. | |
3.88 | οἱ στρατιῶται—ἐγένοντο] ἐπίτηδες αὐτοὺς ἐγκωμιάζει, ὅτι καὶ αὐτὸς μετ’ αὐτῶν ἐστρατεύσατο. Vat. Laur. g. ἐκ παρατάξεως] ἀντὶ τοῦ φανερῶς καὶ οὐ λάθρα. F. | |
3.89 | συνάγων] ἵνα δῆθεν εἰς ἓν συνέρχηται ἡ πᾶσα Εὔβοια | |
καὶ ὑπακούῃ τοῖς Ἀθηναίοις. Vat. Laur. F. ἐφ’ ὑμᾶς] ἀντὶ τοῦ καθ’ ὑμῶν. F. | 330 | |
3.90 | ὑπέβαλλεν] ἀντὶ τοῦ τοὺς Θηβαίους ἐκολάκευεν. Vat. Laur. τοῦ Εὐρίπου] θέλει δὲ ὥσπερ διὰ τούτου δηλῶσαι ὅτι ἐμιμήσατο διὰ τοῦ τρόπου τὸ εὐμετάβλητον τοῦ Εὐρίπου, ὡς πλησίον αὐτοῦ | |
5 | οἰκῶν. ἔστι δὲ τὸ κῶλον χαριεντισμός. ἐπαινοῦσι δὲ τοῦτο τὸ κῶλον οἱ κριτικοί, λέγοντες σωφρόνως αὐτὸ πεφράσθαι καὶ οὐ κούφως. Vat. Laur. F. Ἄλλως. ὥσπερ πᾶς τόπος αὐχενειδὴς ἰσθμὸς καλεῖται, εἴτ’ ἐν θαλάττῃ, εἴτ’ ἐν γῇ ὑπάρχει, καλεῖται δὲ καὶ ὀνομαστικῶς ὁ ἐν Κορίνθῳ τῆς γῆς Ἰσθμός, οὕτω πᾶσα θάλαττα εὐρεῖα εὔριπος, | |
10 | ὀνομαστικῶς δὲ ἡ παρὰ τῇ Εὐβοίᾳ αὐτὴ θάλαττα καλεῖται Εὔριπος. οὗτος δὲ ἑπτάκις τῆς ἡμέρας στρέφεται, καθάπερ ἄλλοι τε πολλοὶ καὶ Διονύσιος ὁ Χαλκιδεὺς (fr. 8. Tom. IV p. 395 Müller.) εἴρηκε. κα‐ λοῦσι δὲ παροιμιακῶς τοὺς τάχιστα μεταβαλλομένους τὴν γνώμην Εὐρίπους, παρ’ ὃν ᾤκει δὲ εἶπεν, ἐπειδὴ Εὐβοεὺς ὁ Καλλίας. ὁ δὲ | |
15 | Εὔριπος ὁτὲ μὲν ἐπὶ τάδε ῥεῖ, ὁτὲ δὲ ἐξ ἐπιστροφῆς ἐπὶ τάδε καὶ πάσχει τοῦτο τῆς ἡμέρας ἑπτάκις. Ἄλλως. ἡ Εὔβοια νῆσος κατά τινα τόπον τῇ Βοιωτίᾳ ἔγγιστα κεῖται σφόδρα, ὥστε στενότατον εἶναι τὸν μεταξὺ διάπλουν. ὁ τόπος οὗτος καλεῖται Εὔριπος, ἐφ’ οὗ δὴ κεῖσθαι δοκεῖ ἡ Χαλκίς. λέγεται δὲ ὁ Εὔριπος οὗτος μέγαν ἔχειν ῥοῦν καὶ | |
20 | πολλὰς τρέπεσθαι τροπὰς μεταβάλλοντος ἀεὶ τοῦ ῥοῦ. λέγεται γοῦν τῆς ἡμέρας ἑπτάκις τρέπεσθαι καὶ τῆς νυκτὸς ἑπτάκις. Laur, εἰς μέσον πίπτει] οὕτω λέγει ἐπὶ τῶν ἑκατέρωθεν μισουμένων, ὅτι μεταξὺ τῆς ἔχθρας τοῦδε καὶ τοῦδέ εἰσιν. Vat. Laur. | |
3.91 | τὸν δολιχοδρομήσαντα] εἶδός ἐστι δρόμου ὁ δόλιχος, ὡς ἐκ τῶν Πινδαρικῶν ἔστι μαθεῖν, ἴσως ἓν στάδιον ἐκτεταμένον εἰς τὸ δραμεῖν. Vat. Laur. F. οὐδὲν γὰρ] ἡ σύνταξις τοῦ κώλου ἐν ὑπερβατῷ οὕτως· οὐδὲν | |
5 | γὰρ ἦν ἐν μέσῳ, ἀλλ’ ὑπῆρχεν αὐτῷ ἢ φεύγειν ἢ τεθνάναι, εἰ μνη‐ σθεὶς ὁ δῆμος τῶν ἀδικημάτων αὐτοῦ μὴ προσδέξοιτο τὴν συμμα‐ χίαν. Vat. Laur. F. ἐπ’ αὐτὸν ἐπεστράτευον] ἀντὶ τοῦ ἐπεστράτευον αὐτῷ. Vat. Laur. | |
3.92 | ἔγραψε δ’ ἐν] ἡ πᾶσα διάνοια τοιαύτη ἐστίν· ἔγραψε, φησί, βοηθεῖν ἡμᾶς τοῖς Χαλκιδεῦσιν. εἶτα ἵνα μὴ δόξῃ ἄτοπον λέγειν τὸ μόνον ἡμᾶς ἐκείνοις βοηθεῖν, μὴ μέντοι καὶ αὐτοὺς ἡμῖν, προσέθηκε δῆθεν εὐφημίας χάριν, ὥστε καὶ αὐτοὺς βοηθεῖν ἡμῖν κινδυνεύουσι, | |
5 | καὶ ἀντικατήλλαξε ῥῆμα ἔργῳ. Vat. Laur. F. ῥῆμα] ῥήματα λέγουσι καὶ τοὺς ὅλους λόγους· τὸ γὰρ καὶ Χαλ‐ κιδέας βοηθεῖν Ἀθηναίοις ὅλον οὐκ ἔστι ῥῆμα, ἀλλὰ παρὰ τὴν ῥῆ‐ σιν τὸ ὅλον ῥῆμά φησιν. εὐφημίας δ’ ἕνεκα τὸν Δημοσθένην προσ‐ θεῖναί φησιν τῷ ψηφίσματι Χαλκιδέας βοηθεῖν, ἄν τις ἴῃ ἐπ’ | |
10 | Ἀθηναίους, τούτῳ τῷ λόγῳ ἀντικαταλλαττόμενος τὴν πρὸς τοὺς Χαλκιδέας βοήθειαν καὶ ἀντὶ τοῦ ἔργῳ ἐκείνοις ἐπικουρῆσαι λόγῳ γράψας καὶ ἐκείνους Ἀθηναίοις. Vat. Laur. | 331 |
3.93 | αἰσχίστας πράξεις] οἷον τὸ παραχωρῆσαι τοῖς Χαλκιδεῦσι τὸ συνεδρεύειν καὶ τοὺς φόρους. Vat. Laur. F. προσβιβάζων] ἐπαναγκάζων, βιαζόμενος ἢ διδάσκων. ὅτι ὁ δι‐ δασκόμενος προσάγεται κατανεῦσαι τῷ λεγομένῳ, φασὶ τὸ πείθειν | |
5 | προσβιβάζειν, ὁ δὲ μὴ πειθόμενος ἀφέστηκε καὶ οὐ προσελήλυθε τῷ δόγματι. Vat. Laur. βοηθείας] ὅτι δεῖ πρῶτον ἡμᾶς βοηθεῖν, εἶτα ἀπαιτεῖν κἀκείνους ἡμῖν τὴν ἴσην εἰσφέρειν. Vat. Laur. συμμαχίας] ὁ γὰρ Αἰσχίνης ἔλεγε μὴ βοηθεῖν δεῖν, ὃς ἂν μὴ πρότε‐ | |
10 | ρον ἡμῖν βεβοηθηκὼς ᾖ, ὁ δὲ Δημοσθένης πρὸς τὸ ἔνδοξον, ὅτι οὐ δεῖ παραιτεῖσθαι τὸ συμμαχεῖν τοῖς μήπω συμμαχήσασιν, ἀλλὰ καὶ τῷ εὐεργετεῖν πρωτεύειν. Vat. Laur. | |
3.94 | ἀνέστησαν] ἀντὶ τοῦ μετέστησαν. F, | |
3.95 | σύνταγμα] οἱονεὶ πλῆθος χρημάτων. λέγεται δὲ καὶ ἀλλαχοῦ τὸ σύνταγμα καὶ ἐπὶ τοῦ τάγματος τῶν στρατιωτῶν. ὅθεν καὶ πα‐ ρὰ Μενάνδρῳ ἀνέγνωμεν τὸ σύνταγμα τῆς ἀρχῆς. τὸ δὲ λεγόμενον περὶ βιβλίου παρά τινων οὐ λέγεται σύνταγμα παρὰ τοῖς ἀρχαίοις | |
5 | ἀλλὰ μᾶλλον σύγγραμμα. Vat. Laur. F. | |
3.97 | πλήρωμα] οἷον εἰς τροφὴν καὶ ναύτας. Vat. Laur. F. | |
3.98 | πανσέληνον] οἷον ἐν λʹ ἡμέραις ἀπὸ πανσελήνου εἰς παν‐ σέληνον ἢ ἐν πανσελήνῳ ἥκειν, οἷα δήπου εἰκὸς ὡς οἰώνισμα τοῦτο ἀγαθὸν ποιουμένων. Vat. Laur. | |
3.99 | κλέπτων] ἀντὶ τοῦ ἀπατῶν ὑμᾶς διὰ τῶν πιθανῶν τούτων λόγων ἐν τῷ καὶ ὁρίζειν τὴν ἡμέραν καὶ ἄλλα τοιαῦτα. Vat. Laur. F. παραλογιζόμενος] τὴν ἀκοήν. Vat. Laur. | |
3.100 | ἀπαγαγὼν] οἷς εἶπε, φησί, μεγάλοις οὖσιν οὐκ εἴασεν ὑμᾶς συνείσεσθαι, ὅτι ἐπὶ μισθῷ ταῦτα ἐψεύδετο. Vat. Laur. συστρέψας] ἀντὶ τοῦ πάλιν στραφεὶς εἰς τὰ πρῶτα. λέγει δὲ εἰς τὰ κατὰ Καλλίαν καὶ Εὔβοιαν. Vat. Laur. | |
5 | Καλλίᾳ] οὐχ ὡς τοῦτο Δημοσθένους γράψαντος ἀλλ’ ὁ Αἰ‐ σχίνης φησὶν ὡς τοῦτο δυναμένου τοῦ ψηφίσματος. Vat. Laur. οἵτινες δεήσονται] τὸ ἀκόλουθον εἰπεῖν ἦν, ὥστε συμμαχῆσαι αὐτοὺς ἡμῖν. ὁ δὲ ἐπάγει παρ’ ὑπόνοιαν κατ’ εἰρωνείαν· ναί, ἵνα αὐτοὺς παρακαλέσωσι μὴ φέρειν ἔτι τοὺς φόρους ἡμῖν, ἀλλὰ τῷ | |
10 | Καλλίᾳ. Vat. Laur. F. | |
3.103 | Κλειτάρχου] ἐπὶ ἄρχοντος Νικομάχου Φιλίππου βασι‐ | |
λεύοντος ἔτος εἰκοστὸν Ἀθηναῖοι στρατεύσαντες εἰς Εὔβοιαν Φωκίωνος στρατηγοῦντος τόν τε τύραννον τῶν Ἐρετριέων Κλείταρ‐ χον ἀπέκτειναν καὶ τὴν πόλιν τοῖς Ἐρετριεῦσι παρέδωκαν καὶ δη‐ | 332 | |
5 | μοκρατίαν κατέστησαν. Vat. Laur. δημοκρατουμένων] ὅτι ἐδημοκρατεῖτο, καὶ φανερῶς ἔλαβε τὰ χρήματα ὁ Δημοσθένης. ἡ γὰρ Ἐρέτρια καὶ ἡ Χαλκὶς ὡς τυραννού‐ μεναι λάθρα αὐτῷ παρέσχον. Vat. Laur. F. ἐν τῷ πολέμῳ] τῷ πρὸς Φίλιππον. F. | |
3.104 | χαλκοῦ οὐδὲν] ἀττικῶς ἀντὶ τοῦ οὐδενὸς χαλκοῦ· χαλκοῦ δέ· τῆς χαλκῆς εἰκόνος. Vat. Laur. Καλλίου] ὡς αὐτοῦ ἐγγυησαμένου. Vat. Laur. ὑπέθεσαν] ἀντὶ τοῦ ὑποθήκην ἔδωκαν τὰς προσόδους τῆς πόλεως | |
5 | τοῦ ταλάντου. Vat. Laur. οὐχ ἵνα λάβῃ αὐτὰς καὶ ἀναλώσῃ, ἀλλ’ ἵνα σχῇ αὐτὸς ὑποθήκην, ἕως οὗ λάβῃ τάλαντον. Vat. Laur. F. τῆς μνᾶς] ἀντὶ τοῦ καθ’ ἑκάστην μνᾶν. οὐκοῦν ξʹ μνᾶς εἶχε τὸ τάλαντον. Vat. Laur. F. | |
3.105 | αἰσχύνη] τοῦτό φησιν Ἀψίνης ἐπίζευξιν εἶναι, ἐπειδὴ ἑνικῷ ὀνόματι πολλὰ ἐπιφέρει ὀνόματα. εἰπὼν γὰρ τοῦτο τὸ ψήφι‐ σμα ἐπήγαγεν· αἰσχύνη, ἔλεγχος, κατηγορία. Vat. Laur. | |
3.106 | ἀπώλεσε] διότι ἐν αὐτῷ ἡττήθησαν ἐν Χαιρωνείᾳ. Vat. Laur. F. οὐδαμῶς ἴσην] διότι οὐκ ἐποίησε Θηβαίους ἐξ ἴσου τῶν Ἀθη‐ ναίων ἀναλῶσαι, ἀλλὰ τοὺς μὲν Ἀθηναίους τὸ δίμοιρον, τὸ δὲ ἄλλο | |
5 | τρίτον τοὺς Θηβαίους, ὡς ἔγνωμεν ἐν τῷ ὑπὲρ τοῦ στεφάνου. Vat. Laur. F. | |
3.107 | τὸ Κιρραῖον—πεδίον] Κίρρα πόλις τῆς Φωκίδος, παρ’ ἧς Κιρραῖον ὀνομαζόμενον ἱερὸν τοῦ θεοῦ, ἐπάρατον καλούμενον. ἦν γὰρ ἀνειμένον τῷ θεῷ ἀργόν, ἀρὰς ποιησαμένων τῶν Ἀμφικτυόνων κατὰ τῶν ἐργαζομένων ποτὲ τὸ πεδίον τοῦτο. παρ’ αὐτῷ δὲ καὶ λι‐ | |
5 | μὴν ὁ καλούμενος ἐπάρατος καὶ ἐξάγιστος. Vat. Laur. ἐξάγιστος] ὁ ἄγαν ἅγιος ἢ ὁ ἅγιος ὥσπερ ἐξάρατος παρὰ τὸ ἀραῖος. τὸ γὰρ ἄγος δασυνόμενον μὲν τὴν ἁγνείαν σημαίνει, ψιλού‐ μενον δὲ τὸ μῖσος. ἐξάγιστος οὖν εἶπεν ὡς ἐν θαυμαστῷ. ἔστι γὰρ ἱερὸν τῶν θεῶν. Vat. Laur. | |
10 | Κιρραῖοι] Κιρραῖοι καὶ Κραγαλλίδαι ἔθνη Φωκικά. Vat. Laur. ἐξημάρτανον] γυναῖκας γὰρ ἥρπαζον καὶ ἐλῄστευον. Vat. Laur. μαντείαν ἐμαντεύσατο] ἀττικισμός ἐστιν ὡς τὸ ἀποδρὰς ᾤχετο. | |
15 | Vat. Laur. | |
3.108 | ἀναιρεῖ] χρησμῳδεῖ, δίδωσι χρησμόν· Πυθία δὲ ἡ πρόμαν‐ | |
τις ἡ ἐν Δελφοῖς. Vat. Laur. πάντ’ ἤματα] τοῦτο ἐκ τοῦ χρησμοῦ. συγκαταπέπλεκται δὲ τῷ μέτρῳ διαλύσαντος τοῦ ῥήτορος τὸ μέτρον. Vat. Laur. | 333 | |
5 | ἀναθεῖναι] ἀνιερῶσαι. λέγει δὲ τὴν γῆν αὐτῶν. πρὸς γὰρ τοῦτο ὑπήντησεν, ἀλλ’ οὐχὶ πρὸς τοὺς ἄνδρας. Vat. Laur. F. Ἀθηνᾷ Προνοίᾳ] καὶ Αἰσχίνης καὶ Δημοσθένης ἐν τῷ κατ’ Ἀριστογείτονος (αʹ §. 34) ἡμαρτήκασι γράψαντες τὴν ἐν Δελφοῖς Ἀθηνᾶν Πρόνοιαν. τὸ δὲ ἁμάρτημα διὰ περιήχησιν ἐντόπιον ἱστο‐ | |
10 | ρίας. τῆς γὰρ Ἀττικῆς ἐν δήμῳ τινὶ πεποίηται ἱερὸν Ἀθηνᾶς Προ‐ νοίας, Πυθοῖ δὲ ἀπὸ τοῦ πρὸ τοῦ νεὼ ἱδρῦσθαι ... ταύτης μέμνηται Ἡρόδοτος ἐν τῇ πρώτῃ (c. 92)· τὸ δὲ Προνοίας Ὑπερίδης ἐν Δη‐ λιακῷ (fr. 71) συνιστορεῖ ὅτι ἐν τῇ Ἀττικῇ ἐστιν. Vat. Laur. ἐπὶ πάσῃ ἀεργίᾳ] ἐπὶ τῷ μηδένα τὴν χώραν ἐκείνην κατεργά‐ | |
15 | ζεσθαι. Vat. Laur. ἐψηφίσαντο] ἔοικε διὰ τοῦτο τὸ ψήφισμα κἀκεῖνο εἰπεῖν· μάλιστα μὲν, ὡς λέγεται, οἱ ὑμέτεροι πρόγονοι. Vat. Laur. | |
3.110 | ὅρκον] τὸν καλούμενον προστρόπαιον, ὅπερ ἐστὶ κατάρα‐ τον οἱονεὶ κακοδαίμονα εὔξαντο γενέσθαι τὸν παραβαίνοντα. Vat. Laur. ἀρὰν] οἱονεὶ κατάραν ἀπὸ τοῦ εἰς αὑτὸν καταρᾶσθαι τὸν ὀμνύ‐ | |
5 | οντα τραπῆναι τὴν ἐπιορκίαν, εἰ μὴ τόδε ποιήσει, ὅπερ ὤμοσε. καὶ περὶ τούτου δὲ ἤδη ἔγνωμεν ἐν οἷς ἔλεγε (or. 2. §. 158) τὸν προσ‐ τρόπαιον. Laur. F. | |
3.111 | βοσκήματα] οἷον μὴ γεννᾶσθαι πρόβατα ἐκ προβάτων ὁλό‐ κληρα. Vat. Laur. ἀγορῶν] ἤτοι περισπαστέον, ἵν’ ᾖ καὶ λόγου καὶ δικῶν· ἡ γὰρ ἀγορὰ λόγος, ἤτοι κατὰ τὸν πληθυντικόν· τὰς ἀγορὰς δικῶν ἀθροί‐ | |
5 | σασιν καὶ δικῶν λόγους ποιησαμένοις. ἔσται οὖν ἐπαρώμενος δί‐ κας γενέσθαι ἐν τῇ πόλει· ὅπου γὰρ πλεῖσται δίκαι, ἐνταῦθα πλεῖ‐ σται ἀδικίαι· ἡ γὰρ δίκη ἐπ’ ἀδικίας ἐστίν. Vat. Laur. ὁσίως] καθαρῶς, νομίμως, εὐσεβῶς. Vat. Laur. δέξαιντο] μὴ ἵλεω γένοιντο αὐτοῖς οἱ θεοὶ μηδὲ ἡδέως αὐτῶν τὰ | |
10 | θύματα παραδέξαιντο. Vat. Laur. Μαντεῖα] ὁ χρησμὸς τοῦτο ἔλεγεν, ὅτι τότε νικήσετε, ἐπειδὰν τὸ τέμενος ἐπικλύσῃ ἡ θάλασσα. ἀπεῖχε σταδίους ἑπτά. Vat. Laur. | |
3.113 | Λοκροὶ οἱ Ἀμφισσεῖς] πόλις τῆς Λοκρίδος Ἄμφισσα. Vat. | |
Laur. μᾶλλον δὲ] ἐπειδὴ δῆμον κατὰ δήμου παροξύνειν οὐχ οἷός τε ἦν, διωρθώσατο, τοὺς γὰρ δυνατοὺς ὁ δῆμος μισεῖ. Vat. Laur. | 334 | |
5 | ἐτείχισαν] οὐχ ὅτι τεῖχος περιεβάλλοντο, ἀλλ’ ὅτι ἐμπόριον ἔκτισαν καὶ οἰκήματα τοῖς καταίρουσιν. Vat. Laur. ἐξέλεγον] ἀντὶ τοῦ ἀπῄτουν, ὡς καὶ ἐν τῷ κατὰ Τιμοκράτους (§. 40. p. 713, 4), τοὺς ἐκλέγοντας τὰ τέλη. Vat. Laur. F. πυλαγόρων] πυλαγόραι ἦσαν οἱ ἐξ ἑκάστης πόλεως τῶν μετεχουσῶν | |
10 | τῆς ἀμφικτυονίας πεμπόμενοι εἰς τὸ συνέδριον τὸ τῶν Ἀμφικτυόνων, τὴν ψῆφον ἕκαστος τῆς πόλεως ἔχων εἰς τὸ τὴν γνώμην ἀποφήνασθαι. πυλαγόραι δ’ ἐκαλοῦντο, ἐπειδὴ ἐν Πύλαις, ἥ ἐστι πόλις πρὸς Δελ‐ φοῖς, συνηθροίζοντο· ἐκεῖ γὰρ ἦν τὸ βουλευτήριον τῶν Ἀμφικτυό‐ νων. ἔπεμπον δὲ καὶ ἱερομνήμονα, τὸν θύσοντα ὑπὲρ τῆς πόλεως | |
15 | οὕτω καλούμενον. ἔπεμπον δὲ οἱ Ἀθηναῖοι ἱερομνήμονα μὲν ἕνα, πυλαγόρας δὲ τρεῖς. Vat. Laur. | |
3.114 | χειροτονηθεὶς] τέσσαρες ἐχειροτονοῦντο ἀφ’ ἑκάστης πόλεως, εἷς μὲν ἱερομνήμων καὶ ἀμφικτυὼν καλούμενος, ὃς ὑπὲρ τῆς πατρί‐ δος ἔφερε τὴν ψῆφον, τρεῖς δὲ πυλαγόραι, οἵτινες ὑπὲρ τῆς πόλεως ἔλεγον, εἴ τι συμβαίη ἢ πρὸς ἐγκλήματα ἀπολογούμενοι ἢ ἑτέροις | |
5 | ἐγκαλοῦντες. Vat. Laur. ὅτου ἂν προσάψηται] οἵου δ’ ἂν ἅψηται πράγματος, ὡς δυσοι‐ ώνιστος ἀπώλεσεν αὐτό. ἅψηται δὲ λέγει ἀντὶ τοῦ ἐθελήσῃ αὐτοῦ προστῆναι καὶ ὑπὲρ αὐτοῦ εἰπεῖν. Vat. Laur. F. | |
3.115 | Μειδίαν] τὸν δόντα Δημοσθένει τοὺς κονδύλους. Vat. Laur. F. | |
3.116 | ὑποπεπτωκότες] οἱονεὶ κολακεύοντες. Vat. Laur. F. πρὸς τὸν καινὸν νεὼν] οὐ λέγει ὅτι δύο ναοὶ ἦσαν ἐν Δελ‐ φοῖς, ἀλλὰ τὸν αὐτὸν λέγει. καλεῖ δὲ αὐτὸν καινόν, καθὸ τὸν παλαιὸν ἐμπρησθέντα ἀνῳκοδόμησαν οἱ Ἀμφικτυόνες. πρὶν δὲ ἐξειργάσθαι | |
5 | φησὶν ἀντὶ τοῦ τελειωθῆναι τὸ ἔργον πᾶν τῆς οἰκοδομίας. λέγουσι δ’ ὅτι ἔμεινεν ἐπὶ πολὺν χρόνον ἀτελής, ἕως οὗ ὕστερον Νέρων, ὁ βα‐ σιλεὺς Ῥωμαίων, ἐπλήρωσεν αὐτόν, ἐκεῖσε παραγενόμενος. Vat. Laur. F. ἐξειργάσθαι] γρ. ἐξαρᾶσθαι, τουτέστι πρὶν τὰς ἀρὰς ἐπιτελέσαι, | |
10 | ἃς ἐν ταῖς ἱδρύσεσι τῶν νεῶν εἰώθεσαν ποιήσασθαι. B. ἐξαράσασθαι] ἀντὶ τοῦ πρὶν καθαρθῆναι ἅμα τῷ νικῆσαι τοὺς πολεμίους ἔτι μεμολυσμένους τῷ αἵματι, πρὶν τὰ ἐκθύματα θῦσαι. Vat. Laur. καὶ αὐτὸν οὕτω προῃρημένον] τοῦτο κεκρικότα ποιῆσαι, ἃ ἐκεῖνος | |
15 | ἠξίου παρὰ τὸ Ὁμηρικόν (Il. θ, 294)· | |
τί με σπεύδοντα καὶ αὐτὸν ὀτρύνεις; Vat. Laur. | 335 | |
3.117 | μεθεστηκότων] ἤτοι μεταστάντων τοῦ εἰπεῖν ἢ ἤδη ἐξελη‐ λυθότων ἐκ τῆς ἐκκλησίας. Vat. Laur. οἱονεὶ ἐκστάντων τοῦ δημηγο‐ ρεῖν. F. | |
3.118 | Φωκέων] Φωκεῖς ἥρπασαν τὰ ἐν τῷ ἱερῷ χρήματα· Ἀθη‐ ναῖοι δὲ αὐτῶν σύμμαχοι· οὐκοῦν καὶ κοινωνοὶ τοῦ πταίσματος. Vat. Laur. ὁ Κρωβύλος] Ἡγήσιππον λέγει. οὗτος γὰρ ἐπεκαλεῖτο Κρωβύ‐ | |
5 | λος. τοῦτο δέ φησιν ὡς γράψαντος αὐτοῦ Ἀθηναίους συμμαχεῖν Φωκεῦσιν οὖσι τότε διαφόροις Θηβαίοις καί τισιν Ἀμφικτυόνων. Vat. Laur. δυσχερῆ] ἄτοπα, οὐ προσήκοντα. Laur. παρωξύνθην] ἐπεὶ πρᾷον βίον εἶχε, βούλεται δεῖξαι ἑαυτὸν γεν‐ | |
10 | ναίως ἀντιλέγοντα, ἵνα μὴ ἀπιστοῖτο λέγων. παρωξύνθην, φησί, ὡς οὐδεπώποτε, ἀντὶ τοῦ· τί θαυμάζεις, ἄνθρωπε; ἐθαύμασα κἀγὼ πα‐ ρὰ τὴν συνήθειαν ὀργισθείς. Vat. Laur. | |
3.119 | κεραμεῖα] εἰς τὴν μει ὁ τόνος. ἔστι γὰρ κτητικόν, ἀντὶ τοῦ οἰκίαι τινὲς ἔνθα κεραμεῖς εἰργάζοντο κεράμους. Vat. Laur. F. ἢ ἐκ κεράμου τοὺς τοίχους ἔχοντα ἢ κεραμίσιν εἰργασμένα. Vat. Laur. | |
5 | αὔλια] ἐπαύλεις. Laur. τέλη πεπραχότας] ἀντὶ τοῦ μισθώσαντας τὰ τέλη τοῦ λιμένος. Vat. Laur. F. ἀφοσιῶ] οἱονεὶ ἀπολογοῦμαι τοῖς θεοῖς ὑπὲρ τῆς πόλεως καὶ εἰς τὸ ὅσιον ἄγω τὴν πόλιν, ἀπολύων αὐτὴν τῆς θεῶν ὀργῆς. Vat. | |
10 | Laur. Ἄλλως. οἱονεὶ καθαρὰν ποιῶ καὶ ἄμεμπτον διὰ τὸν ὅρκον τὸν περιέχοντα, ὥστε μὴ περιιδεῖν τοὺς ἐργαζομένους αὐτήν, τὴν ἱερὰν γῆν. Laur. F. τὰ κανᾶ] ἑορτὴν παρ’ Ἀθηναίοις, ἐν ᾗ αἱ παρθένοι ἱερά τινα Δήμητρος ἐν κανοῖς ἤγουν ἐν κανισκίοις ἐβάσταζον ἐπὶ κεφαλῆς· | |
15 | ὅθεν κανηφόροι κέκληνται. B. οἱονεὶ εὐτρεπῆ ἤδη εἰσὶ τὰ κανίσκια τὰ πρὸς θυσίας. Vat. Laur. F. ἀντὶ τοῦ τὰ θύματα ἡτοίμασται τοῖς θεοῖς καὶ ἐπιτέθειται τὰ οὖλα καὶ θυμιάματα ἢ ἕτοιμά ἐστι τὰ κανᾶ προσενηνεγμένα τοῖς βωμοῖς οἷον παρέστηκεν εἰς τὸ ἐνάρξα‐ σθαι ἀπ’ αὐτῶν. πάντες δὲ κοινῇ οἱ Ἀμφικτυόνες χίλια πρό‐ | |
20 | βατα ἱέρευον τῷ θεῷ. Vat. Laur. | |
3.122 | ἐπὶ δίετες ἡβῶσι] ἐπὶ δίετες ἡβῆσαι Δίδυμος λέγει τοὺς ἑκκαίδεκα ἔτη γενομένους. τὸ γὰρ ἡβῆσαι μέχρι τεσσαρωνκαίδεκα ἐτῶν ἐστιν. ἔφηβοι δὲ παρ’ Ἀθηναίοις ὀκτωκαιδεκαετεῖς γίνονται, καὶ μένουσιν ἐν τοῖς ἐφήβοις ἔτη δύο. B. ὅσοις μετὰ τὸ ἀνδρωθῆ‐ | |
5 | ναι, τοῦτ’ ἔστιν ἡβῆσαι, δύο ἔτη παρελήλυθεν. Vat. Laur. Ἄλλως. πολλάκις ἔγνωμεν ὅτι ἀπὸ ὀκτωκαίδεκα ἐτῶν ἐνεγρά‐ φοντο εἰς τὸ ληξιαρχικὸν οἱ Ἀθηναῖοι, καὶ ἐφύλαττον δύο ἔτη τὰ πλησίον τῆς πόλεως, καὶ ἀπὸ εἴκοσιν ἐτῶν ἐξήρχοντο εἰς τοὺς ὑπερο‐ ρίους πολέμους. οὐκοῦν τοὺς ἀπὸ ὀκτωκαίδεκα ἕως εἴκοσιν ἐτῶν | 336 |
10 | ἡβῶντας λέγει, κοινὸν ποιῶν τὸν λόγον ἐπὶ πάντων τῶν Ἑλλήνων. Laur. F (ex Harpocratione v. ἐπιδίετες). ἅμα τῇ ἡμέρᾳ] αὔριον. Laur. | |
3.124 | Κόττυφος] Κόττυφος ἡγεμὼν τῶν Ἀμφικτυόνων· ἦν δὲ Φαρσάλιος· Φάρσαλος δὲ ἐστὶ Θετταλίας. Vat. Laur. χρωμένους] οἱονεὶ ὑπηρετοῦντας. Vat. Laur. F. τὰς μαντείας αἰτοῦντας τὰς παρὰ τοῦ θεοῦ ἢ τοὺς ἰδιώτας ἂν λέγοι, ὅσοι | |
5 | παρετύγχανον ὄντες ἐν τῷ ἱερῷ. Vat. Laur. ψηφίζονται] οἱ Ἀμφικτυόνες. Vat. Laur. F. πρὸ τῆς ἐπιούσης Πυλαίας] οἷον πρὸ μηνὸς τῆς Πυλαίας τῆς ἑξῆς. ἔγνωμεν γὰρ ἐν τοῖς Δημοσθενικοῖς ὅτι δὶς συνῄεσαν, ἅπαξ ἐν τῷ ἔαρι καὶ ἅπαξ ἐν τῷ φθινοπώρῳ. Vat. Laur. F. Πυλαία ἐκα‐ | |
10 | λεῖτο ἡ εἰς Πύλας ἄφιξις τῶν Ἀμφικτυόνων. δύο δὲ ἑκάστου ἔτους ἐγίγνοντο σύνοδοι, ἀρχομένου ἦρος καὶ θέρους λήγοντος. Vat. Laur. τὸ ψήφισμα] οἷον τῶν Πυλαγόρων. ἔστι δὲ παραγραφικὸν ἀπὸ χρόνου· καὶ πῶς, εἴπερ διετάραξα τότε τὰ Ἑλληνικὰ συμβουλεύσας | |
15 | περὶ τῶν Λοκρῶν, μηδεὶς τῶν πολιτῶν μοι ἀντεῖπε τότε; Vat. Laur. F. | |
3.125 | εὐσεβεῖν] οἷον ἀμύνειν τῷ θεῷ. Vat. Laur. ὑπὲρ τοῦ μεσεγγυήματος] ἕνεκεν τῶν χρημάτων ὧν ὑπέσχοντο αὐτῷ παρασχεῖν, ἐὰν σώσῃ αὐτοὺς δι’ Ἀθηναίων, καὶ ἐν μέσῳ δεδώ‐ κασι ταῦτα τὰ χρήματα, ἵνα, ἐὰν ποιήσῃ, λάβῃ αὐτά. Vat. Laur. F. | |
5 | Ἄλλως. ἀντὶ τοῦ ἐν μεσιτείᾳ τεθέντος τοῦ ἀργυρίου. Laur. μεταστησάμενοι] οἱονεὶ ἐκβαλών· ἵνα διαφθείρῃ τοὺς βουλευτάς. Vat. Laur. F. | |
3.126 | προσλαβὼν] οἱονεὶ πείσας τινὰ εὐήθη βουλευτὴν γρά‐ ψαι τοῦτο τὸ ψήφισμα. Vat. Laur. F. τὸ δ’ αὐτὸ τοῦτο] ὃν τρόπον ἠπάτησε τὸν βουλευτὴν καὶ τὴν ἐκκλησίαν εἰς τὸ ἐπιχειροτονῆσαι παρελογήσατο. Vat. Laur. | |
5 | ἤδη ἐπαναστάσης] ἀντέπιπτε· καὶ διὰ τί ἐν τῇ ἐκκλησίᾳ παρὼν οὐκ ἀντέλεγες; ὁ δέ φησιν, ὅτι ἔμελλεν ἡ ἐκκλησία ἀνίστασθαι. Vat. Laur. ὅ ἐστιν ἐγγὺς τοῦ ἀναστῆναι. F. διαφειμένων] οἱονεὶ διαλυθέντων καὶ ἀναχωρησάντων, ὡς καὶ Δημοσθένης φησί “τῆς βουλῆς δὲ ἀφειμένης” ἐν τῷ κατὰ Τιμοκρά‐ | |
10 | τους (§. 26. p. 708). Vat. Laur. F. | |
3.127 | μετέχειν] δοκεῖ σολοικοφανὲς εἶναι. οὐδεὶς γὰρ λέγει πρὸς δοτικὴν μετέχω σοι, εἰ μὴ ἄρα πρὸς τὴν ἀντίλεξιν νοήσομεν τὸ κῶλον, οἷον πρὸς τὸ κοινωνεῖν. Vat. Laur. F. Ἄλλως. καὶ διὰ τί [οὐκ] ἀπῄεσαν, εἴ γε ὡς λίθοι ἔμελλον καθεδεῖσθαι. φαμὲν οὖν ὅτι, εἰ μέν | 337 |
5 | τι ἦν ἐγκαλούμενον, ἀπελογοῦντο, ἄνευ δὲ τούτου ἡσύχαζον. Laur. τὸ ἀληθὲς ἐρῶ] ἀντὶ τοῦ τὸ ἥδιστον οὐκ ἐᾷ Δημοσθένης, ἵνα τὸ ἀληθὲς εἴπω. Vat. Laur. | |
3.128 | μιᾶς πόλεως] τὴν Θηβαίων πόλιν λέγει· κατεσκάπτετο γὰρ ὑπ’ Ἀλεξάνδρου. Vat. Laur. Θήβης, ἣν ἤδη κατέσκαψεν Ἀλέ‐ ξανδρος. B. τὸν Φαρσάλιον] τοῦτον Δημοσθένης (de cor. §. 155. p. 279) Ἀρ‐ | |
5 | κάδα φησὶν κακῶς· τὴν γὰρ ἡγεμονίαν Θετταλοὶ εἶχον. Vat. Laur. | |
3.129 | ἐν ῥητῷ χρόνῳ] ὡς ἂν εἰ ἔλεγεν· οὐκ εὐθὺς, ἀλλὰ προθε‐ σμίαν τινὰ αὐτοῖς δόντες, ὅπερ ἦν πάλιν φιλανθρώπως αὐτοῖς χρή‐ σασθαι. Vat. Laur. F. | |
3.130 | φυλάξασθαι] ἐξελθεῖν εἰς Χαιρώνειαν. Vat. Laur. F. τοῖς μυστηρίοις] μυστήρια δεῖ νοεῖν τὰ Κόρης καὶ Δήμητρος. ἡ δὲ τῶν μυστῶν τελευτὴ ἐπεξήγησίς ἐστι τοῦ προειρημένου. λέγει δὲ ἐκεῖνο τὸ τέρας, ὅτε κατελθόντων τῶν μυστῶν ἐπὶ τὴν θάλασσαν ἐπὶ | |
5 | τὸ καθαρθῆναι, ἥρπασαν ἕνα αὐτῶν τὸ κῆτος. πληθυντικῶς δὲ εἶπε, δέον ἑνικῶς. οἱ δὲ λέγουσιν ὅτι δύο κατέφαγεν. Vat. Laur. F. Ἀμεινιάδης] οὗτος μάντις ἦν Ἀθηναῖος. Vat. Laur. | |
3.131 | ἀθύτων καὶ ἀκαλλιερήτων] ἐκ παραλλήλου. Vat. Laur. F. πρόδηλον κίνδυνον] τὴν ἐν Χαιρωνείᾳ. Laur. κρατουμένων] τρεῖς μάχαι ἐγένοντο καὶ τὰς μὲν δύο ἐνίκων Ἀθη‐ ναῖοι· τῇ δὲ τρίτῃ οὐ γενομένων καλῶς τῶν ἱερῶν συμβάλλοντες | |
5 | ἡττήθησαν. Vat. Laur. ὑπερωρίσθαι] πεφυγαδεῦσθαι ὑπὲρ τοὺς ὅρους. Vat. Laur. | |
3.132 | τοιγάρτοι] καταδρομὴ μετὰ πνευμάτων συχνῶν. Vat. Laur. ἀλλ’ εἰς παραδοξολογίαν—] οἷον ὅτι οἱ Ἀθηναῖοι, τοσαῦτα διαπραξάμενοι καὶ πρὸς τὸν Πέρσην καὶ ἄλλους πολλούς, ὑπὸ Φι‐ λίππου οὕτως ἡττήθησαν, ὥστε μὴ δυνηθῆναι ἀναλαβεῖν ἑαυτοὺς | |
5 | λοιπὸν ἔτι καὶ ἀνανῆψαι. Vat. Laur. F. καὶ τοὺς αὐτοὺς—] εἴη ἂν τοὺς Μακεδόνας ταύτῃ λέγων. τῆς τε γὰρ δόξης τοῦ δεσπόται εἶναι, ὡς Πέρσης, καὶ τῆς ἐπ’ αὐτοὺς ἡγεμονίας ἠξίωνται, τὸ ἐν Δελφοῖς ἱερὸν ἐλευθερώσαντες. Vat. Laur. | |
3.133 | Θῆβαι] παθητικὸς ὁ τῆς ἀναδιπλώσεως τρόπος. τὸ δὲ τοιοῦ‐ τον οὐκ ἔστι σολοικισμός, ἀλλὰ σχῆμα· Θῆβαι ἀνήρπασται. Vat. | |
Laur. μεθ’ ἡμέραν μίαν] ἀντὶ τοῦ ἐν ἡμέρᾳ μιᾷ. Vat. Laur. F. | 338 | |
5 | Λακεδαιμόνιοι] Λακεδαιμόνιοι περὶ τοῦ ἱεροῦ τοῦ ἐν Δελφοῖς προσπολεμήσαντες τοῖς Μακεδόσι καὶ Κορράγῳ ὕστατα καὶ θαυμα‐ στῶς διαγωνισάμενοι ἐλήφθησαν. ἦν δὲ ὁ στρατηγὸς Ἀλεξάνδρου Κόρραγος. ἐπέμφθησαν οὖν αὐτῶν ὅμηροι εἰς Μακεδονίαν καὶ οὗτοι ἧκον ὡς τὸν βασιλέα πεισόμενοι, ὅτι ἂν ἐκείνῳ δοκῇ. καί‐ | |
10 | τοι τὸ πρῶτον ἐνίκων τὸν Κόρραγον. Vat. Laur. ὁμηρεύσοντες] ὁμήρους λέγουσι παῖδας καὶ γυναῖκας, ἃς ἀντιδι‐ δόασιν οἱ διαπολεμοῦντες ἀλλήλοις. Vat. Laur. μέλλουσιν—ἀναπέμπεσθαι] εἰς τὴν Ἀσίαν ἐκπέμπεσθαι πρὸς Ἀλέξανδρον οἱ Λακεδαιμονίων ὅμηροι. Vat. Laur. | |
3.137 | Φρυνώνδας] οὗτος ἐπὶ πονηρίᾳ διαβεβοημένος ὑπῆρξεν. ὅθεν Ἀριστοφάνης (fr. 92) πού φησιν· ὦ μιαρὲ καὶ Φρυνώνδα καὶ πονηρέ. Εὐρύβατοι δύο ἐγένοντο ἄμφω πονηροί, ἄπιστοι, πανοῦρ‐ | |
5 | γοι. B. ὁ μὲν Εὐρύβατος Λυδός, ὁ δὲ Φρυνώνδας Ἀθηναῖος. ἑκάτε‐ ρος δὲ ἐπὶ πονηρίᾳ διεβάλλετο. Vat. Laur. F. ὦ γῆ καὶ θεοὶ καὶ δαίμονες] διαστέλλουσι θεοὺς δαιμόνων. οἴον‐ ται γὰρ τοὺς ἀποθανόντας, τετυχηκότας δὲ θείας τιμῆς, δαίμονας εἶναι, ὀνομασθέντας, ὅτι ἐδάησαν καὶ ἐκάησαν, οἱ μέντοι πλείους | |
10 | τοὺς αὐτοὺς θεοὺς καὶ δαίμονας, ὥσπερ Ὅμηρος. ὁ δὲ Αἰσχίνης κε‐ χώρικε. Ἄλλως. δαίμονάς φησι τὰς ἀγαθὰς ψυχὰς τῶν ἀνθρώπων, ὡς καὶ Ἡσίοδός φησιν. Vat. Laur. | |
3.138 | Θρασύβουλος] οὗτος διάσημος στρατηγὸς ἐν Ἑλλησπόντῳ καὶ ἄλλοις τόποις πολλοῖς, ἡγεμὼν τῆς ναυτικῆς δυνάμεως γενόμενος ἐν τοῖς ἐπάνω χρόνοις μετὰ τὰ Λευκτρικά. Vat. Laur. οὗτος στρα‐ τηγός. Vat. | |
5 | Θράσων] οὗτος Θηβαίων πρόξενος ἦν· εἰσὶ δὲ πρόξενοι οἱ ἐν ταῖς ἑαυτῶν πατρίσιν ἄλλων προνοοῦντες πόλεων. Vat. Laur. | |
3.139 | Λεωδάμας] ῥήτωρ διάσημος. Vat. Laur. Ἀρχέδημος] ῥήτωρ καὶ οὗτος. Vat. Laur. ὁ Πήληξ] ἀπὸ δήμου. Laur. F. Ἀριστοφῶν] δημαγωγὸς διάσημος. Vat. Laur. | |
5 | ὁ Ἀζηνιεὺς] Ἀζηνία δῆμος φυλῆς Ἱπποθοωντίδος. B. Πύρρανδρος] ῥήτωρ καὶ οὗτος. Vat. Laur. ὁ Ἀναφλύστιος] ἐκ φυλῆς Ἀντιοχίδος. B. ἔτι καὶ νῦν] ἐκ παραλλήλου. Vat. Laur. F. τὸ δ’ αἴτιον] θέλει εἰπεῖν, ἐπειδὴ ἀεὶ μηδίζουσιν ἢ φιλιππίζου‐ | |
10 | σιν. Vat. Laur. F. | |
3.142 | Βοιωτοῖς τοῖς ἐν Θήβαις] οὐκ εἶπε βοηθεῖν Θηβαίοις, ἀλλ’ ἵνα λάθῃ, τῇ περιφράσει ἐχρήσατο. Vat. Laur. | |
ὡς τοὺς Βοιωτοὺς] σχῆμά ἐστι κατ’ ἀντίπτωσιν, οὕτως· ὡς τῶν Βοιωτῶν, τῶν ἐν τοῖς ἔργοις ἀδικουμένων, ἀγαπησόντων τῶν ὀνο‐ | 339 | |
5 | μάτων τὴν σύνθεσιν, καὶ οὐχὶ γινωσκόντων ὅτι πανούργως ἔγραψεν, ὥστε ἀδικηθῆναι αὐτούς. οὐ γὰρ εἶπε Βοιωτοῖς μόνον, τῷ κοινῷ γένει, ἀλλὰ Βοιωτοῖς τοῖς ἐν Θήβαις. Vat. Laur. F. | |
3.143 | παρὰ τὸν γενόμενον πόλεμον] ἀντὶ τοῦ παραγινομένου. Vat. Laur. | |
3.144 | εἰ χρὴ] πάλιν ῥητορικὸν τὸ σχῆμα, ἀντὶ τοῦ ὥσπερ χρή. οὐ γὰρ ὡς ἀμφίβολον λέγει. Vat. Laur. F. | |
3.145 | Δεύτερον] δεῖ νοῆσαι τὸ δεύτερον ἐνταῦθα ἀντὶ τοῦ μετὰ ταῦτα, οἱονεὶ μετὰ τὸ γενέσθαι τὰ τρία τὰ προειρημένα. μετήνεγκε δὲ εἰς Θήβας, φησί, καθὸ αὐτοῖς παρέδωκε τὴν ἡγεμονίαν, ὡς εἶπεν ἀνωτέρω. Vat. Laur. F. | |
5 | τὴν Καδμείαν] ἡ ἀκρόπολις τῶν Θηβαίων Καδμεία καλεῖται. Vat. Laur. πρεσβεύσειν—δοκῇ] ἰστέον ὅτι ἄλλως τοῦτο εἰρηκότος τοῦ Δη‐ μοσθένους ὁ Αἰσχίνης ἐπὶ τὸ βιαιότερον ἐξήγαγεν. ὁ γὰρ Δημοσθέ‐ νης εἶπε λάθρα ὑμῶν πρεσβεύων, ἵνα μὴ μαθὼν Φίλιππος πέμψῃ καὶ αὐτὸς πρέσβεις τοὺς ἀπαντήσοντας ἐκείνους. Vat. Laur. F. | |
10 | Ἄλλως. ὁ Δημοσθένης τοῦτο ἔλεγεν, ἵνα μὴ Φίλιππος μαθὼν ὅτι πρέσβεις πέμπομεν πέμψῃ τοὺς ἀντεροῦντας καὶ ἀντιπρεσβευ‐ σομένους· βούλομαι λάθρα ὑμῶν πρεσβεῦσαι. κακοήθης οὖν ὁ Αἰσχί‐ νης. Vat. Laur. | |
3.146 | διαδικασίαν] κυρίως μὲν ἡ δίκη ἡ περὶ χρημάτων ἢ περὶ κτημάτων λέγεται διαδικασία. καταχρηστικῶς δὲ ἐνταῦθα δηλοῖ τὴν δοκιμασίαν. Vat. Laur. F. γράφειν δὲ ἀντὶ τοῦ ποιεῖσθαι. F. Ἄλλως. διαδικασία, ὅταν τις ἐπιτηδειότατον ἑαυτὸν ἀποδεικνύειν | |
5 | λέγῃ. ὁ οὖν Δημοσθένης, φησίν, εἰς τοῦτο ἠλαζονεύετο πρὸς τὸν στρατηγόν, ὥστε λέγειν τῷ βήματι πρὸς τὸν στρατηγὸν ἀγωνιεῖσθαι διαδικασίαν, ὡς κρεῖττον ἐπιδείξων τὸ βῆμα τοῦ στρατηγίου διὰ τὰς ἑαυτοῦ δημηγορίας, ὥστε ἀποφαίνεσθαι ἑαυτὸν τῶν στρατηγῶν κρείττονα. Laur. | |
10 | μισθοφορῶν] μισθὸν δεχόμενος ἐκ τῆς πόλεως ὑπὲρ τοῦ μισθώ‐ σασθαι ξένους καὶ διαδοῦναι αὐτοῖς χρήματα. Vat. Laur. F. Ἄλλως. μισθὸν λαμβάνων εἰς ξένους στρατιώτας κενῶν χωρῶν αἰτῶν ἀρ‐ γύριον· εἰώθασι γὰρ οἱ τριήραρχοι αἰτεῖν κατὰ τρῆμα μισθὸν τοῦ ναύτου· ὅταν οὖν λάβωσιν, ἀποφράττουσι τὰ τρήματα. Ἀριστοφάνης | |
15 | (Pac. v. 1234). ἵνα μὴ ἁλῶ, τὰ τρήματα κλέπτων τῆς νεώς· μι‐ σθοφορεῖν δ’ ἐστὶ τοὺς μισθοὺς λαμβάνειν. Laur. | |
καὶ τοὺς μυρίους] τὸ ἀκόλουθον οὕτως· καὶ τοὺς μυρίους ξένους ἐκμισθώσας Ἀμφισσεῦσι προσέμιξε φέρων τῇ πόλει ἀπαρασκεύῳ τὸν κίνδυνον. εἶτα ἡ αἰτία ἐν μέσῳ· ἀναρπασθέντων τῶν ξένων, | 340 | |
20 | περὶ ὧν ὁ λόγος, δι’ αὐτὸν ἀπὸ τῆς πόλεως καὶ προσχωρησάντων τοῖς Ἀμφισσεῦσιν. Vat. Laur. F. Ἄλλως. εἰσεφέρετο ξενικὸν Ἀθήναζε μυρίων ἀνδρῶν, συνεβούλευσε δὲ Δημοσθένης ἐκμισθῶσαι Ἀμφισ‐ σεῦσι πολεμουμένοις. ἁμαρτάνειν οὖν φησιν αὐτὸν τοῦ πολέμου ἀφε‐ λόμενον τὸ ξενικόν. Laur. | |
3.148 | οὐδ’ ἀγνοοῦντος] τὸ ὑπέρβατον· οὐδ’ ἀγνοοῦντος ὅτι περὶ τῶν ὑπαρχόντων. Vat. Laur. ὅτι περὶ τῶν ὑπαρχόντων—] ἀληθῶν. F. | |
3.150 | Κλεοφῶντος] οὗτός ἐστι ὁ λυροποιὸς ἐπικαλούμενος. ἐδη‐ μαγώγησε δὲ τὰ ἔσχατα τοῦ Πελοποννησιακοῦ πολέμου μετὰ τὴν ἐν Σικελίᾳ συμφοράν. ἐν δὲ τῷ Πελοποννησιακῷ πολέμῳ τυραννικώτε‐ ρος ἐφαίνετο. τοῦτον οὖν, φησί, μιμεῖται Δημοσθένης τυραννῶν καὶ | |
5 | αὐθαδιζόμενος. Vat. Laur. Ἄλλως. νικήσαντος Ἀλκιβιάδου τοὺς Λακεδαιμονίους ἐβουλήθησαν Ἀθηναῖοι εἰρήνην ποιήσασθαι· Κλεο‐ φῶν δὲ οὐκ εἴα, ἀλλ’ ἔφη· εἴ τις εἰρήνης γεννητὴς ἔσται, τῇ μαχαίρᾳ τεμεῖν αὐτοῦ τὴν κεφαλήν. Laur. ἀνέστρεψαν] ἀντὶ τοῦ ὑποστρέψαι ἐποίησαν. Vat. Laur. F. | |
3.151 | γράφειν ἔφη ψήφισμα] ἀντὶ τοῦ κατὰ Φιλίππου. F. | |
3.152 | ἔνθα δὴ] ταῦτα δεῖται ὑποκρίσεως καὶ φωνῆς ἐπιτεταμέ‐ νης. Vat. Laur. ἀθύτων] οὔτε ἱερείων ποιηθέντων οὔτε θυμάτων ἱερῶν. κα‐ λοῦσι δὲ ἱερὰ τὰ σημεῖα, ἃ ἔτι καὶ νῦν λέγομεν· καλὰ τὰ ἱερὰ τῷ | |
5 | θυσαμένῳ. Vat. Laur. ἀκαλλιερήτων] ἱερὰ μέν ἐστι τὰ ἑκάστῳ θεῷ ἀποδεδειγμένα ἐν τοῖς κύρβεσι· θύματα δὲ τὰ λοιπὰ βοσκήματα. τὸ οὖν ἀθύτων καὶ ἀκαλλιερήτων τῶν ἱερῶν σημείων φησί. Vat. Laur. ἐτόλμησε] ἐκ τούτου μάλιστα κατάδηλόν ἐστιν ὅτι γνήσιος ἦν | |
10 | Δημοσθένους λόγος ὁ ἐπιτάφιος, ὃν εἶπεν ἐπὶ τοῖς ἐν Χαιρωνείᾳ τε‐ λευτήσασιν. Vat. Laur. μνήμη] τὸ μεμνῆσθαι ὡς ὅτι τοσούτων συμφορῶν αἴτιος ἐγέ‐ νετο. Vat. Laur. F. | |
3.153 | νομίσαθ’ ὁρᾶν] τοῦτο καλεῖται εἰδωλοποιία. Vat. Laur. μετὰ ταῦτα] δοκεῖ ἐνταῦθα δηλοῦν ὅτι ὁ στεφανούμενος πρὸ τοῦ ἀγωνίσασθαι τοὺς τραγῳδοὺς ἐστεφανοῦτο. Vat. Laur. F. μετὰ γὰρ τὸν στέφανον ἠγωνίζοντο. Vat. Laur. | |
3.154 | ἐκεῖνό γε] ἀττικῶς εἶπε, δέον εἰπεῖν ἀναμνησθεὶς ἐκείνου, ὡς καὶ παρὰ τῷ ποιητῇ κεῖται ἐκεῖνο (Il. 1. 527)· | |
μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι, οὔτι νέον γε. Vat. Laur. F. προστάταις] ἀντὶ τοῦ τοῖς ῥήτορσιν. F. | 341 | |
5 | νεανίσκους] ἀντὶ τοῦ ἄνδρας γιγνομένους. Vat. Laur. μέχρι μὲν ἥβης] ἕως εἰς ἄνδρας ἐγγραφῶσι. Vat. Laur. ἐπὶ τὰ ἑαυτῶν] οἰκήματα. F. εἰς προεδρίαν] εἰς τὴν τοῦ θεάτρου προεδρίαν. προεδρίαν γὰρ εἶχον ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ θεάτρῳ. Vat. Laur. δηλονότι ἐν αὐτῇ | |
10 | τῇ ἡμέρᾳ, ἵνα θεωρήσωσιν ἔν τινι τόπῳ τιμίῳ ἐν τῷ θεάτρῳ τοὺς τραγῳδοὺς καὶ τὰ ἄλλα. ἀντιστρόφως δὲ νοητέον, καλεῖ εἰς προε‐ δρίαν καὶ οἴκαδε κελεύει οὕτως ἀναχωρεῖν. Vat. Laur. F. | |
3.156 | μὴ τρόπαιον ἵστατε] τοῦτο τὸ σχῆμα καλεῖται ὑποφωνητι‐ κόν. Vat. Laur. ἀφ’ ὑμῶν] οἷον ὡς ὅτι περιεγένετο ὑμῶν ὁ Δημοσθένης. Vat. Laur. F. τὸ δὲ ἀφ’ ὑμῶν ἀντὶ τοῦ καθ’ ὑμᾶς. Vat. Laur. | |
5 | αἱρεῖτε] ἀντὶ τοῦ χειρωθῆναι ποιεῖτε, ὡς καὶ παρὰ τῷ ποιητῇ (Il. II, 37)· φῆ γὰρ ὅγ’ αἱρήσειν. Vat. Laur. F. τὸ βασιλικὸν χρυσίον] ὃ δέδωκε Δαρεῖος ὁ νεώτερος Δημοσθένει ὑπὲρ τοῦ πεῖσαι Θηβαίους, ἀνελόντας τὴν φρουράν, ἣν κατέλειψε | |
10 | κατ’ αὐτῶν ὁ Φίλιππος, ἀποστῆναι ἀπ’ Ἀλεξάνδρου, ἵνα δῆθεν ὀργισθεὶς ἐπιστρατεύσῃ κατ’ αὐτῶν, καὶ μετενέγκῃ ἑαυτὸν ἀπὸ τοῦ πρὸς αὐτὸν πολέμου ἐπὶ Θηβαίους. Vat. Laur. F. Ἄλλως. μαθὼν βασιλεὺς μέλλειν κατ’ αὐτοῦ στρατεύειν Ἀλέξανδρον πέμπει χρή‐ ματα Δημοσθένει, ἵνα αὐτὸν ἀσχολήσῃ περὶ τὴν Ἑλλάδα. τότε ὁ ῥήτωρ | |
15 | πείθει Θηβαίους καταφρονήσαντας τῆς ἐν τῇ Καδμείᾳ τοῦ Ἀλεξάνδρου φρουρᾶς ἀποστῆναι· ἀποστάντων δὲ μαθὼν Ἀλέξανδρος στρατεύσας κατ’ αὐτῶν ἐπόρθησε τὰς Θήβας πλὴν τῆς Πινδάρου οἰκίας. Vat. Laur. | |
3.157 | νομίσατε] ὑποτύπωσις, δι’ ἧς οἰκτρὸν θέαμα ἁλισκομένης πόλεως πρὸ ὀφθαλμῶν παρίστησιν. ταὐτὸ ποιεῖ Ὅμηρος Ἰλιάδος ιʹ. B. ὀψὲ μεταμανθάνοντας] ἀντὶ τοῦ διδασκομένους τῆς μὲν ἐλευ‐ θερίας ἐξίστασθαι, δουλεύειν δὲ ἑτοίμως καὶ ῥαδίως, αὐτὸ τοῦτο μαν‐ | |
5 | θάνοντας δουλεύειν. Laur. ἐπισκήπτοντας] προστάττοντας. Laur. τὸν δαίμονα—] τοῦτο ἐν τοῖς περὶ Χαιρώνειαν γέγονε, ὅτε, ὥς φησι Πυθέας, ἥττης γενομένης ἔφυγε ῥίψας τὰ ὅπλα. οὐδὲ τὸ ἐπί‐ γραμμα, φησί, τῆς ἀσπίδος αἰσχυνθείς· ἐπεγέγραπτο γὰρ χρυσοῖς γράμ‐ | |
10 | μασιν· ἀγαθῇ τύχῃ. Laur. | |
3.158 | ἄκων] ἀπὸ ἀπειρίας λέγει ἢ ἀτυχίας. F. | |
3.159 | καταγαγούσης] ὡς ἂν εἰ ἔλεγε· κατελθὼν δ’ ὕστερον ἀπροσ‐ δοκήτως. οὐδὲ γὰρ προσεδόκα ζῆν τοιαῦτα εἰργασμένος εἰς τὴν πό‐ λιν, ἀλλ’ ἀπολέσθαι παρ’ ὑμῖν, ἐρεθίσας ὑμᾶς ἐπὶ ἀκαίρους πολέ‐ μους. Laur. F. | |
5 | ὑπότρομος] μετὰ τὴν Θηβαίων κατασκαφὴν ἐξῄτησεν Ἀλέξανδρος τοὺς ῥήτορας. ὁ δὲ δῆμος ἔπεμψε Δημάδην παραιτησόμενον αὐτούς. ὁ δὲ τοῦτο εἰπὼν ἔπεισεν, ὅτι εἴασεν αὐτοὺς Ἀθήνησι ῥητορικῷ | |
θανάτῳ ἀποθανεῖν. Laur. τοὺς μὲν πρώτους χρόνους] μετὰ τὴν φυγὴν τὴν ἐν Χαιρωνείᾳ | 342 | |
10 | καὶ κάθοδον. Laur. F. Ναυσικλεῖ] ὅπως τὸ ἐκείνου ὄνομα ἀντὶ τοῦ Δημοσθένους τάτ‐ τοιτο. ἀντὶ δὲ τοῦ Δημοσθένους εἶπεν οὗτος. τοιοῦτον δὲ γίνεται ἐπὶ τῶν μισουμένων ἐν ταῖς πόλεσιν. Laur. | |
3.160 | ἱερὰ—] Ἀλέξανδρος ὁ Θετταλὸς ὁ Κλεοπάτρας τῆς Φι‐ λίππου ἀνὴρ καὶ Παυσανίας Περδίκκα τοῦ Φιλίππου ὑπάρχοντες ἐζηλοτύπουν ἀλλήλοις καὶ δήποτε ὁ Ἀλέξανδρος προσποιησάμενος φιλοφρονεῖσθαι καλεῖ εἰς ἄριστον τὸν Παυσανίαν καὶ αὐτός τε αὐτῷ | |
5 | ἐχρήσατο καὶ τῶν ἱπποκόμων τινές. ὁ δὲ Παυσανίας ἀνήνεγκεν ἐς Φίλιππον, ἐπεὶ δὲ ἀμελοῦντα ἑώρα, μᾶλλον δὲ μὴ βουλόμενον λυπεῖν τὸν Ἀλέξανδρον, φυλάξας θύοντα ξίφει ἀνεῖλεν αὐτόν. Laur. εἰς αἰτίαν] οἱονεὶ κατηγορίαν, ἐπειδὴ ἡ βουλή, ἀναπεισθεῖσα παρ’ αὐτοῦ, ἔθυσε θεοῖς, χάριν ὁμολογοῦσα ὑπὲρ τοῦ Φιλίππου θα‐ | |
10 | νάτου. ἕνεκα τούτου Ἀθηναίοις ὕστερον ἐπιστέλλων Ἀλέξανδρος οὕτως ἔγραψεν “Ἀλέξανδρος τῷ μὲν δήμῳ χαίρειν, τῇ δὲ βουλῇ οὐδέν. Laur. F. ἡ σύνταξις δέ· εἰς αἰτίαν δὲ τὴν βουλὴν κατέστη‐ σεν ὑπὲρ τῆς θυσίας τῶν εὐαγγελίων. Laur. Μαργίτην] Μαργίτην φησὶν ἄνθρωπον γεγονέναι, ὃς ἐτῶν πολ‐ | |
15 | λῶν γενόμενος οὐκ ᾔδη, ὅστις αὐτὸν ἔτεκεν, πότερον ὁ πατὴρ ἢ ἡ μήτηρ, τῇ δὲ γαμετῇ οὐκ ἐχρῆτο· δεδιέναι γὰρ ἔλεγε μὴ διαβάλλοι αὐτὸν πρὸς τὴν μητέρα. Μαργίτην οὖν ἀντὶ τοῦ μαινόμενον, μωρόν. Laur. ἀντὶ τοῦ μαινόμενον. F. τουτέστιν ἠλίθιον. Πλάτων Ἀλκιβιάδῃ (Il. p. 147 C) περὶ Μαργίτου, ὃς μὲν ἐπίστατο πολλά, κακῶς δ’ ἠπί‐ | |
20 | στατο πάντα. B. τὰ σπλάγχνα φυλάττοντα] ἀντὶ τοῦ ἀγαπῶντα ἐὰν ζήσῃ· παρὰ τὸ ἐν τοῖς σπλάγχνοις εἶναι ὥσπερ τὴν ζωὴν τοῦ ἀνθρώπου. Laur. F. | |
3.161 | νεανίσκου] Ἀλεξάνδρου λέγει τοῦ βασιλέως. οὕτως δὲ καὶ Πλούταρχος (Dem. c. 23)· δείσας γάρ, φησίν, τὴν ὀργὴν τοῦ Ἀλεξάν‐ δρου ἀνέστρεψεν. Laur. τοῦ Κιθαιρῶνος] ὄρος Βοιωτίας. B. Laur. | |
5 | οὔτ’ ἐν εἰρήνῃ] Ὅμηρος (Il. β, 202)· οὔτε ἐνὶ πτολέμῳ ἐναρίθμιος οὔτ’ ἐνὶ βουλῇ. B. | |
3.162 | οἱ παράλιοι] οἱ τὴν παραλίαν οἰκοῦντες τῶν Ἀθηναίων, καὶ κατασκευάζοντες τὴν ναῦν τὴν Πάραλον, καὶ ἐν αὐτῇ πλέοντες. Laur. F. Ἄλλως. οἱ ἐν τῇ Παράλῳ πλέοντες ναῦται καὶ ἐπιβάται· αὕτη δ’ ἐστὶν ἱερὰ τριήρης ταχυναυτοῦσα ἐπὶ τὰς δημοσίας. ἅτε δὲ | |
5 | οἱ πλέοντες ἐν τῇ Παράλῳ, τοὺς πρέσβεις παράγοντες πρὸς Ἀλέξαν‐ δρον, ᾔδεσαν ἅπερ καὶ οἱ πρέσβεις. Laur. Πλαταϊκὸς] Θηβαίων ἀναγόντων Πλαταιέας κατέφυγόν τινες | |
Ἀθήναζε. Laur. ὑποτρέχει] κολακευτικῶς μετέρχεται. B. | 343 | |
3.164 | χρυσόκερων] ὅταν ὑπέρ τινων καλῶν εὐχαριστήρια θεοῖς θύωσι, σφάττουσι βοῦν χρυσόκερων· ἐμὲ οὖν, φησίν, ὡς ἱερεῖον σφα‐ γησόμενον διὰ τὰ γιγνόμενα περὶ τὸν Ἀλέξανδρον δεινά, ἅπερ τοῖς Ἀθηναίοις ἦν καλὰ, προσηγόρευε χρυσόκερων, ὡς δὲ ἱερευόμενον | |
5 | ὑπὲρ τῆς πόλεως· διὸ ἐπιφέρει καὶ κατεστέφθαι· στεφανοῦσι γὰρ τὰ ἱερεῖα. Laur. Ἄλλως. εἰώθασιν οἱ ταῦρον προσάγοντες πρὸς θυσίαν ἢ ἔλαφον ἤ τι τῶν κερατοφόρων ἔστιν ὅτε χρυσοῦν τὰ κέρατα καὶ στέφειν τὴν κεφαλὴν αὐτῶν, ὃ λέγει ὁ ποιητής (Il. κ, 294)· “χρυσὸν κέρασιν περιχεύας.” τὸ οὖν παρεπόμενον τοῖς μέλλουσι σφάττεσθαι, | |
10 | οἷον τὸ δειλιᾶν καὶ ἀγωνιᾶν, περὶ Αἰσχίνου ἔταξεν ὁ Δημοσθένης. διὰ τὴν ἀθυμίαν δῆθεν τὴν περὶ Ἀλεξάνδρου. Laur. F. | |
3.165 | Λακεδαιμόνιοι] οἱ μετὰ Λακεδαιμονίων μισθοφόροι. Laur. Κόρραγον] στρατηγὸς Ἀλεξάνδρου. Laur. ἐπίδοξος] προσδοκήσιμος. Laur. F. ἔξω τῆς ἄρκτου—] ἐν ὑπερβολῇ λέγει, ὃ λέγομεν αὐτοὶ ἐν Ὑπερ‐ | |
5 | βορέοις. Laur. | |
3.166 | φορμορραφούμεθα] ἀντὶ τοῦ συρράπτουσί τινες καθ’ ἡμῶν πράγματα, ἀπὸ τῆς φόρμου. φόρμος γὰρ λέγεται τὸ ψιαθῶδες πλέγ‐ μα, ὡς καὶ ὁ Θουκυδίδης (4, 48) φορμηδὸν λέγει. Laur. F. ἐπὶ τὰ στενὰ] ἐπὶ τὰ δυσχερῆ. F. | |
3.167 | οἱονεὶ παραδοξολογήματα τερατώδη. Laur. F. τὰ ὑπὸ τῶν θαυματοποιῶν γενόμενα ἐπὶ θαυμασμῷ τῶν ὁρώντων· θαυματο‐ ποιοὶ δὲ οἱ ταῦτα εἰσάγοντες εἰς τὰ θέατρα, πετομένους τινὰς ἤ τι ἄλλο παράβολον. Laur. | |
5 | ὁμολογῶ] ὁμολογῶ τὰ Λακωνικὰ συναγεῖραι ἐπὶ Ἀλέξανδρον, οἷον ἀναπεῖσαι εἰς στάσιν. στάσις δὲ λέγεται, ὅταν εἰς ταὐτὸν τινὲς συνέλθωσι μαχόμενοι πρός τινας. Laur. | |
3.168 | ναί, ἀλλὰ—] ἐντεῦθεν παρέκβασις ἐξ ἀνθυποφορᾶς εἰσα‐ χθεῖσα· δύο δὲ χρήσιμα αὐτῷ εἰσῆκται· τήν τε γὰρ δόξαν τοῦ Δη‐ μοσθένους ὅτι δημοτικός ἐστιν παρὰ τοῖς δικασταῖς προαναιρεῖ, ἔχει δὲ καὶ διατύπωσιν ὧν ὁ Δημοσθένης οὐκ ἔχει, δέον αὐτῷ προσ‐ | |
5 | εῖναι τῷ δημοτικῷ, ἃ καὶ πέντε ὄντα ἀπαριθμεῖται, τὴν αἰτίαν ἐφ’ ἑκάστῃ προστιθείς. δημοτικὸς δὲ ἀντὶ τοῦ χαίρων τῇ δημοκρατίᾳ. Laur. ὁποτέρου—τοῦ λόγου] μὴ ἐὰν δημοτικὸν αὑτὸν καλῇ. Laur. | |
3.169 | ἀτυχίαν] δυσγένειαν. F. | |
3.170 | τὴν ἀσέλγειαν] τὴν ἀσωτείαν καὶ τὸ πολλὰ εἰς αἰσχρὰς ἡδονὰς καταναλίσκειν. Laur. τέταρτον] τοῦτο Περικλῆς περὶ ἑαυτοῦ ἐν τῇ οἰκείᾳ δημηγορίᾳ (Thuc. 2, 60). Laur. | |
5 | λογισμὸς] οἷον ἡ ἐξέτασις. F. | |
3.171 | ἐκ Κεραμέων] δῆμός ἐστι φυλῆς τῆς Ἀκαμαντίδος. B. ἀπὸ | |
δήμου. F. Νύμφαιον] νεὼν Νυμφῶν. B. τόπος τῆς πόλεως ἐπὶ Πόντῳ· τοῦτον Ἀθηναίων ἐχόντων Γύλων Ἀθηναῖος προέδωκε τοῖς Βοσπό‐ | 344 | |
5 | ρου τυράννοις. Laur. φυγὰς] φυγὰς ἐγένετο καὶ ἔλαβε παρὰ τῶν τυράννων χωρίον ὃ ἐκαλεῖτο Κῆποι. Laur. τὴν κρίσιν] οἷον τὴν τιμωρίαν. ἐξῆν γὰρ φυγεῖν μετὰ τὴν πρώ‐ την κρίσιν, εἰ καὶ θάνατός τινος κατεγνώσθη, ὡς ἔγνωμεν ἐν τῷ | |
10 | κατὰ Τιμοκράτους. Laur. F. Σκύθιν] ὡς ἀπ’ εὐθείας εἴρηται τοῦτο μᾶλλον βαρυτόνου· κακῶς δέ. τὰ γὰρ τοιαῦτα ἐθνικὰ ὀξύνεσθαι θέλει, ὡς Κολχίς, Περσίς, Σκυ‐ θίς. οὐκοῦν Σκυθίδα καὶ οὐ Σκύθιν, ὡς τὸ Κολχίδα, Περσίδα· τινὰ δὲ τῶν βιβλίων ἔχει κτητικῶς Σκυθικήν. F. | |
15 | ἐπιχώριος] οὐκ Ἀττικοῦ ἀνθρώπου τρόπον ἔχει οὐδὲ κακίαν Ἀττικήν, ἀλλ’ ἀλλόεθνον πονηρίαν ἔχει· τοῦτ’ ἔστι σφόδρα πονηρός ἐστιν ὡς μὴ Ἀττικὸς ὤν, ὡς καὶ ἐνδεεστέραν τῶν Ἀττικῶν πονη‐ ρίαν ἐχόντων. Laur. | |
3.173 | λογογράφος] δικολόγος, γράφων λόγους Κεραμεικούς· τὸ μέντοι γράφειν λόγους ἐνόμιζον αἰσχρόν. διὸ οὔτε Περικλῆς οὔτ’ ἄλλοι τῶν ἐπιφανῶν ἔγραψαν. Laur. τοὺς λόγους ἐκφέρων] τὰ δικαιώματα τῶν ἀνακειμένων αὐτῷ | |
5 | μηνύων κρύφα τοῖς ἀντιδίκοις καὶ προδιδοὺς τὰ πράγματα. Laur. ἐπικέκλυκε] οὕτω πολύ ἐστι. λέγει δὲ ὅπερ ἔπεμψεν αὐτῷ Δα‐ ρεῖος. Laur. F. πονηροῦ] ἀντὶ τοῦ ἀσώτου. F. τὸ κεφάλαιον] οἱονεὶ τὸ μέγιστον ἀδίκημα. Laur. F. | |
3.176 | ὁ μὲν τοίνυν] ὅτι ἀπὸ τοῦ παρακολουθοῦντος τοῖς ἀτίμοις ἠθέλησε σημᾶναι ὡς καὶ τούτους δεῖ εἶναι ἀτίμους. οἱ γὰρ ἄτιμοι ἐξείργονται ἱερῶν, ἐκκλησίας, τοῦ δημηγορεῖν καὶ τῶν τοιούτων. περιρραντήρια δέ ἐστιν οἷον τὰ ὕδατα τὰ πρὸ τῶν ἱερῶν, ἐν οἷς πε‐ | |
5 | ριρραίνονται οἱ μέλλοντες εἰσιέναι τοῖς ἱεροῖς πρὸ τοῦ εὔξασθαι. τὰ δὲ τῆς ἐκκλησίας περιρραντήρια ἦν τὰ καθάρσια τὰ ἀπὸ τοῦ περιστι‐ άρχου γενόμενα. F. Laur. ἐκείνους φοβούμενος μᾶλλον ἢ τοὺς πολε‐ μίους. Laur. Ἄλλως. πρὸ τῆς εἰσόδου τῆς ἀγορᾶς ἦν περιρραντήρια παρ’ ἑκάτερα· τοῦτ’ ἔστι λουτῆρες ὕδωρ ἔχοντες. Laur. | |
10 | τοῖς τραγῳδοῖς] πάλιν ἀντὶ τοῦ τραγῳδῶν ἀγωνιζομένων Laur. F. ἀποπλανῶ] ἀντὶ τοῦ πᾶσαν τὴν πόλιν. Laur. F. μέμνησθε] ἐπίλογοι. F. | |
3.177 | τὰς ἀφθόνους] τὰς ἁπλῶς καὶ χύδην διδομένας, ὅ ἐστι τὰς πολλάς, ὡς ἔχομεν καὶ παρ’ Ἡροδότῳ καὶ ἀλλαχοῦ ἄφθονον ὕδωρ ἀντὶ τοῦ πολύ. Laur. F. ἐμβαλεῖτε] διότι ὁρῶσιν ἑαυτοὺς ἐξ ἴσου τοῖς πολλοῖς τιμωμένους. | |
5 | Laur. F. | |
3.178 | τὰ καλὰ] ἀντὶ τοῦ οἱ στέφανοι, αἱ σιτήσεις καὶ αἱ ἄλλαι | |
τιμαί. Laur. καταπέπλυται] καταπλύνειν λοιδορεῖν, ὑβρίζειν, καταφρονεῖν, ἀτιμάζειν. τὸ αὐτὸ ἰσχύει πλυνὸν ποιεῖν. F. | 345 | |
3.179 | ἄτοπον] ἀντὶ τοῦ θαυμαστόν. Laur. τὰ Ὀλύμπια] ἕνα λέγει τῶν τεσσάρων. F. τῶν στεφανιτῶν] στεφανῖται ἀγῶνες ὧν ἆθλα ἦσαν οἱ στέφα‐ νοι. B. | |
5 | τῶν στεφανιτῶν ἀγώνων παγκράτιον] ἕνα λέγει τῶν τεσσάρων, ἐπειδὴ καὶ ἄλλοι εἰσὶν ἀγῶνες, ἔνθα οὐ στέφανοι παρέχονται εἰς τιμήν, ἀλλ’ ἄλλα τινά, οἷον ἄργυρος, χλανίδες ἤ τι τοιοῦτον, ὡς ἔγνωμεν ἐν τοῖς Πινδαρικοῖς. τῷ διαπραξαμένῳ δὲ οἷον τῷ σπουδά‐ σαντι ἑαυτῷ, ὥστε στεφανωθῆναι, διὰ τοῦ διαφθεῖραι χρήμασι τοὺς | |
10 | Ἑλλανοδίκας ἤ τι τοιοῦτον ποιῆσαι. τινὲς δέ φασι τῷ ἁπλῶς ἀθλεύ‐ σαντι, ἀλλὰ μὴ νικήσαντι. Laur. F. | |
3.180 | παρακαταθέμενοι] οἱονεὶ ἐμπιστεύσαντες τοῖς πόνοις. Laur. F. ἐπιλαμβάνεται δὲ Διονύσιος ὅτι τὸ παρακαταθέσθαι φυλακῆς πλεῖον ἔνδειξιν ἔχει, ἐπὶ δὲ τῶν σωμάτων τὸ ἐναντίον γίγνεται· διαφθείρονται γὰρ ἔσθ’ ὅτε· οὐκοῦν κακῶς ἐχρήσατο τῇ λέξει ὁ Αἰ‐ | |
5 | σχίνης. Laur. τὰς ἐπιεικεῖς φύσεις] τὰς ἐχομένας ἀρετῆς. F. Laur. | |
3.181 | Φυλῆς] Φυλὴ χωρίον τῆς Ἀττικῆς ὀχυρὸν σφόδρα, ἀπέχον τῆς πόλεως στάδια ἑκατόν, ὥστε πολλὰς ἀφορμὰς αὐτοῖς παρέχεσθαι εἰς ἐφόδια. νοεῖται δὲ ὁ Θρασύβουλος καὶ οἱ σὺν αὐτῷ, τὴν Φυλὴν καταλαβόντες ἐπὶ τῷ τὸν δῆμον φυγόντα καταγαγεῖν καὶ τὴν τῶν | |
5 | τριάκοντα ἀρχὴν καταλύειν. B. Λακεδαιμόνιοι ἑλόντες Ἀθήνας κατ‐ έσκαψαν μὲν τὰ τείχη, κατέστησαν δὲ τυράννους αὐτόθι λ, οἳ πολ‐ λοὺς μὲν ἀκρίτους ἀπέκτειναν, πολλοὺς δὲ ἐφυγάδευσαν. πικρότερον δὲ δεσπόζοντες οὐκ ἦσαν ἀνεκτοὶ καὶ αὐτὸς ὁ δῆμος ἔφυγεν εἴς τινα δῆμον εἰς καλούμενον Φυλήν. τῶν δὲ ἐπιστρατευσάντων καὶ προσπο‐ | |
10 | λεμούντων ἠγωνίσατο καὶ Ἀρχίνου τοῦ ἐκ Κοίλης δήμου καὶ Λυσίου τοῦ Συρακοσίου καὶ μάλιστα Θρασυβούλου τοῦ Στειριέως συλλαβο‐ μένων κατῆλθεν εἰς τὸ ἄστυ καὶ ἀνεκτήσατο τὴν ἐλευθερίαν. Laur. | |
3.182 | κἀκεῖνοι] καὶ τοῦτο κατ’ ἐρώτησιν. εἶτα δέον εἰπεῖν· ναί, ἐάσας τὴν ἀπόκρισιν τὴν αἰτίαν αὐτῆς ἐπήνεγκεν. Laur. οἱ μὴ τετιμημένοι] οὐ διὰ τὸ τετιμῆσθαι ἄξιοι τῆς πόλεως ἀλλὰ καὶ διὰ τὴν ἰδίαν ἀρετήν. Laur. | |
5 | δωρεὰς] ἐτίμα μὲν ὁ δῆμος αὐτοὺς ταῖς προσηκούσαις δωρεαῖς. ἐκεῖνοι δὲ οὐκ ἠξίουν καταλείπειν ἐν γράμμασιν, ἐν. δὲ τῇ μνήμῃ τῶν τιμῶν τὴν χάριν. Laur. | |
3.183 | Ἑρμᾶς] ἀντὶ τοῦ προσωπεῖα Ἑρμοῦ καὶ κάτω ἐν τῇ βάσει ἦν τὰ ἐπιγράμματα. Laur. F. | |
3.184 | ἦν] ἀντὶ τοῦ ἦσαν. F. ἐπ’ Ἠϊόνι] Ἠϊὼν πόλις Θρᾴκης, ἣ ὕστερον Ἀμφίπολις ὠνομάσθη. B. ὀνομαστικῶς λέγεται τῆς Θρᾴκης ἡ πόλις Ἠϊών, παρ’ ἣν ὁ Στρυ‐ | |
μὼν ποταμός. Στρυμὼν δὲ ποταμὸς Θρᾴκης. Laur. | 346 | |
5 | αἴθωνα] ἀντὶ τοῦ διάπυρον καὶ μέγαν. F. τοῦτ’ ἔστιν· ἐπάγουσι καὶ λιμὸν καὶ πόλεμον· αἴθωνα δὲ λέγει τὸν λιμόν, ἐπεὶ οἱ λιμώτ‐ τοντες αἴθονται τελευτήσαντες· οἱ δὲ ὅτι ἐγένετό τις αἴθων γαστρί‐ μαργος καὶ πάντοτε ἐλίμωττεν, ἀφ’ οὗ ὁ λιμὸς αἴθων. Laur. πρῶτοι] οὗτοι πρῶτοι τῶν δυσμενῶν ἀμηχανίαν ἐποίησαν· οὐχ | |
10 | ἡττηθέντες γὰρ, ἀλλὰ κρατήσαντες ἀπέστρεψαν αὐτῶν τὰς μηχανάς. Laur. δυσμενέων εὗρον ἀμηχανίαν] ἀντὶ τοῦ ἀμηχανίαν ἐνέβαλον τοῖς πολεμίοις. F. ἀντὶ τοῦ τὰς μηχανὰς αὐτῶν ᾔδεσαν. Laur. μᾶλλον] χαίρων. F. | |
15 | τὴν στοὰν τὴν ποικίλην] οὕτω λέγεται Ἀθήνησι στοά· ποικίλη. ἐν ταύτῃ πλεῖσται γραφαί, ἐπιφανεστάτη δέ ἐστιν ἡ τὴν ἐν Μαρα‐ θῶνι μάχην ἔχουσα, ἐν ᾗ ἕστηκε Μιλτιάδης ἐγκελευόμενος τοῖς στρατιώταις. Ἄλλως. τρεῖς ἦσαν Ἀθήνησι στοαί· ἡ μὲν ἐκαλεῖτο βασίλειος, ἡ δὲ τῶν Ἑρμῶν, ἡ δὲ Πεισιανάκτιος, Πεισιάνακτος τοῦ | |
20 | κτίσαντος. αὕτη δὲ γραφθέντων ἐν αὐτῇ τῶν ἐν Μαραθῶνι καὶ ἄλ‐ λων τινῶν ποικίλη ἐκλήθη. Laur. | |
3.187 | Μητρῴῳ] ἐνταῦθα ἔκειτο τὰ δημόσια γράμματα. Laur. ἔγνωμεν καὶ ἐν τοῖς Φιλιππικοῖς ὅτι μέρος τοῦ βουλευτηρίου ἐποίη‐ σαν οἱ Ἀθηναῖοι τὸ Μητρῷον, ὅ ἐστιν ἱερὸν τῆς Ῥέας διὰ τὴν αἰτίαν ἐκείνου τοῦ Φρυγός· συντακτέον δὲ τοῦτο πρὸς τὸ ἰδεῖν ἔστιν. | |
5 | Laur. F. ἔστιν] ἐν αὐτῷ τῷ ἱερῷ, ἐν ᾧ τὸ βουλευτήριόν ἐστιν, ἀνάκεινται γεγραμμένοι οἱ ἀπὸ Φυλῆς τὸν δῆμον καταγαγόντες· κεῖνται δὲ ἐν τῷ Μητρῴῳ καὶ οἱ νόμοι τῶν ..... Laur. ὅσοι τὴν τάξιν—] τοῦτο παρ’ ὑπόνοιαν. δέον γὰρ τῶν τότε τι | |
10 | εἰπεῖν εἰς τὸν Δημοσθένην αἰνιττόμενος οὕτως ἐπήνεγκεν. Laur. | |
3.188 | εἰ τοῦτ’ ἔχει—] αὕτη ἐστιν ἡ διάλληλος δεῖξις. Laur. | |
3.189 | Φιλάμμωνα] πύκτης διάσημος Ὀλυμπιονίκης· ἐνίκησεν ἑκατοστῇ πέμπτῃ Ὀλυμπιάδι. ἦν δὲ τῷ σώματι μέγας καὶ ἀποθα‐ νόντος Ἱπποκράτους τοῦ Λεοντίνων τυράννου διεδέξατο τὰ πράγ‐ ματα καὶ κατασταθεὶς ὑπὸ Γέλωνος ἐν Καμαρίνῃ καταψηφισαμένων | |
5 | αὐτοῦ Καμαριναίων θάνατον ἀνῃρέθη. Laur. Γλαῦκον] Καρύστιος ἦν οὗτος. Laur. τὴν ἀρετὴν] ὁ Διονύσιος ἐπιλαμβάνεται· οὐ γάρ, φησί, νικῆσαι βουλόμεθα τὴν ἀρετὴν ὡς τοὺς ἀνταγωνιστάς. ἠγνόηκε δὲ ὅτι ὁ ἀγὼν πρὸς τὸ ἐπαγόμενον νοεῖται. ἄνω μὲν οὖν περὶ τῆς νίκης λέγομεν | |
10 | αὐτοὺς ἀγωνίζεσθαι, νῦν δὲ περὶ τοῦ ἐφικέσθαι. Laur. Παταικίωνος] οὗτος ἦν κλέπτης. B. οὗτος διαβέβληται ὡς ταπει‐ νὸς καὶ οὐδενὸς ἄξιος. Laur. ἐφικόμενος] τουτέστι γενόμενος ἀνὴρ ἀγαθός, κρατήσας τῆς ἀρε‐ τῆς, ἐγκρατὴς ὢν τῆς ἀνδραγαθίας. B. | |
3.190 | παλαίχθων] παλαίχθων ὑφ’ ἕν, ὡς αὐτόχθων. Laur. ἦρξαν] ἤρξαντο. B. | 347 |
3.191 | ἔναυλον] οἷον ἐν τοῖς ὠσὶ τὸν τῶν αὐλῶν ἦχον καταλιπόν, τουτέστιν οὔπω ἐκ τῆς μνήμης ἀποκεχωρηκός, ἤγουν ἔτι ἐν μνήμῃ διαμένον. B. οἱονεὶ πρόσφατον καὶ ἐγγύς, ἀπὸ τοῦ ἐγγὺς εἶναι καὶ ἐντὸς τῆς ἐπαύλεως τὰ πρόβατα. Laur. F. | |
5 | γραφὴν] γραφὴν οὐ λέγει ἐνταῦθα τὴν κατηγορίαν, ἀλλ’ αὐτὰ τὰ γράμματα τὰ τοῦ ψηφίσματος τοῦ παρανόμου. οὕτω φησίν· οὐχ ἧττον ἐμίσουν τοῦ πράττοντος παράνομα ἐν ἔργοις αὐτὸν τὸν γρά‐ φοντα παράνομα. Laur. F. ἀνδρὸς παράνομα λέγοντος] ὁμοίως, φησί, ὠργίζοντο τοῖς γρά‐ | |
10 | φουσι παράνομα ὡς τοῖς ποιοῦσι παράνομα. Laur. | |
3.192 | ἀνεπόδιζον] πάλιν λέγειν ἐκέλευον, ὡς ὕστερον αὐτὸς ὁ Αἰσχίνης μνημονεύει. B. ἀναγιγνώσκειν—] ἵνα ἀκούοντες τῶν νόμων καὶ τοῦ ψηφίσματος μάθοιεν, εἰ παράνομόν ἐστιν. Laur. | |
3.194 | Κέφαλος] Λυσίας κατ’ Ἐρατοσθένους τοῦ γενομένου τῶν τριάκοντα. B. | |
3.195 | ἐκ Κοίλης] ἀπὸ δήμου. B. Θρασύβουλον] Θρασύβουλος ὁ Στειριεὺς μετὰ τὸ κατελθεῖν τὸν δῆμον ἀπὸ Φυλῆς ἔγραψε ψήφισμα δοθῆναι πολιτείαν Κεφάλῳ τῷ ῥήτορι πολλὰ εὐεργετήσαντι τοὺς εἰς Φυλὴν καταφυγόντας καὶ | |
5 | τοῦτο ἀπροβούλευτον εἰσήνεγκεν εἰς τὸν δῆμον. οὐδέπω γὰρ ἦν καθ‐ εσταμένη βουλὴ μετὰ τὴν τῶν λ κατάλυσιν· τοῦτο τὸ ψήφισμα ἐγράψατο παρανόμων Ἀρχῖνος ὁ ἐκ Κοίλης καὶ εἷλε καὶ ἐτίμησαν τῷ Θρασυβούλῳ οἱ δικασταὶ δραχμῆς μιᾶς. Ἄλλως. ἐπίστευον τοῖς δοκοῦσιν ἀμύνειν τοῖς νόμοις. Ἀρχῖνος γὰρ ὁ ἐκ Κοίλης ἐγράψατο πα‐ | |
10 | ρανόμων ὅτε κατῆλθεν ὁ δῆμος ... Λυσίου τοῦ Συρακουσίου πεντακο‐ σίας μὲν ἀσπίδας δόντος τοῖς μαχεσαμένοις ἐν Φυλῇ Συρακουσίοις, στρατιώτας δὲ μισθωσαμένου ἐξ Αἰγίνης ἔγραψε ψήφισμα πολίτην αὐτὸν γενέσθαι Θρασύβουλος. παρανόμων δὲ αὐτὸν Ἀρχῖνος ὁ ἐκ Κοίλης ἐγράψατο, ὅτι οὔπω γενομένης βουλῆς ψήφισμα ἔγραψεν | |
15 | ὀλιγώρως πρὸ τοῦ βουλὴν ὑπάρξαι, καὶ δικασταὶ κατήνεγκαν αὐ‐ τοῦ τὰς ψήφους. ὁ δὲ ἐν τῇ τιμήσει παρελθών· θανάτου, ἔφη, τι‐ μῶμαι, ὅτι ἀχαρίστους Ἀθηναίους ὄντας εὖ ἐποίησα. οἱ δὲ δικασταὶ αἰδεσθέντες τῷ μὲν ἐτίμησαν τὴν καταδίκην δραχμῆς, τὸν δὲ Λυσίαν οὐδ’ οὕτως ἐποιήσαντο πολίτην. Laur. | |
20 | γράψαντά τι παρὰ τοὺς νόμους] στεφανοῦν. F. | |
3.197 | τοῖς νόμοις] ὡς τοῦ κατηγόρου ὡς ἐπὶ τὸ πολὺ διὰ τὸ παρὰ τοὺς νόμους τι πράττεσθαι κατηγοροῦντος. Laur. τοῖς εἰς αὐτὸ τὸ πρᾶγμα λέγουσιν] τῷ συνηγόρῳ αὐτοῦ. ἐξῆν γὰρ καλέσαι οὓς ἂν ἐθέλωσι πρὸς συνηγορίαν. Laur. οἱονεὶ τοῖς συνηγό‐ | |
5 | ροις τοῦ φεύγοντος. Laur. F. τὸ μὲν πρῶτον] τὸ λέγειν πρὸς κλεψύδραν ἐνταῦθα αἰνίττεται. | |
κλεψύδρα γὰρ ἀγγεῖον ἦν μικροτάτην ὀπὴν ἔχον περὶ τὸν πυθμένα, ὅπερ ἐν τῷ δικαστηρίῳ μεστὸν ὕδατος ἐτίθετο, καὶ πρὸς τοῦτο ἔλε‐ γον οἱ ῥήτορες. B. | 348 | |
10 | λυθῇ] ἀντὶ τοῦ γνωσθῇ. F. | |
3.198 | ὅστις—] ἵνα λέγῃ περὶ τοῦ φεύγοντος τὴν ψῆφον δὲ αἰτεῖ, οἷον ἵνα ψηφίσησθε καὶ αὐτῷ μᾶλλον προσθῆτε. Laur. F. παραιτεῖται] οἱονεὶ συγγνώμην αἰτεῖ, ὡς ἔχομεν ἐν τῷ κατὰ Μει‐ δίου (§. 5. p. 516, 2) τὴν ὁμοίαν χρῆσιν, ἐν οἷς λέγει· “τῷ δὲ φεύ‐ | |
5 | γοντι καὶ παραιτεῖσθαι”. F. διενεγκεῖν] διακρῖναι, διαψηφίσασθαι. Laur. ἀπαντᾶν εἰς τὴν τίμησιν] ὅταν ἡ τίμησις γένηται, τότε τυγχάνει δεομένους καὶ παραιτουμένους μετρίως τιμῆσαι. Laur. | |
3.199 | ὡρισμένον] προγεγραμμένον, γνώριμον. Laur. | |
3.200 | τουτὶ τὸ σανίδιον] λελευκωμένον πινάκιον, ἐν ᾧ ἡ γραφὴ γέγραπται ἣν ἐγράψατο ὁ κατήγορος καὶ τὸ ψήφισμα τὸ κατηγο‐ ρούμενον καὶ οἱ νόμοι. Laur. ἐγράφετο ἡ κατηγορία καὶ τὸ ψήφισμα καὶ οἱ νόμοι· ὅτι κατηγορῶ τοῦ ψηφίσματος τοῦδε ὡς παρὰ τούσδε | |
5 | τοὺς νόμους γεγραμμένου. Laur. | |
3.201 | τὸ συντεταγμένον] ἀντὶ τοῦ μηδεμιᾶς ἀληθείας ἐχόμενον. προοίμιον δὲ εἶπεν, ἐπειδὴ ὁ προβαλλόμενος ἄλλον τινὰ εἰπεῖν ὑπὲρ ἑαυτοῦ, ἀνάγκην εἶχεν αὐτὸς εἰπεῖν τι προοίμιον τοῦ λόγου, καὶ οὕτω καλέσαι τὸν συνήγορον. Laur. F. Ἄλλως. ἢ ὃ μετὰ Δημοσθέ‐ | |
5 | νους συνέταξεν ἢ ὃ συνέθετο ἐρεῖν ἢ ὅτι· ὦ δικασταί, ἐπειδὴ λέγειν οὐ δύναμαι, πρὸς τοῦτο κελεύσατέ μοι τὸν δεῖνα συνηγορεῖν· συντε‐ ταγμένον οὖν τὸ συντεθειμένον. Laur. | |
3.202 | Κτησιφῶντος] μή τις, φησί, ὡς φιλάνθρωπόν τι δοκοίη ποιεῖν ἐρομένου, εἰ καλοίη, φάσκων· κάλει. Laur. κάλει] τὸ δεύτερον κάλει ὡς Αἰσχίνου τὸ πρῶτον ἐπιλαμβανο‐ μένου ἐτέθη, ὡσεὶ ἔλεγε· κάλει λέγεις. δύναται δὲ καὶ ὡς προστακτι‐ | |
5 | κὸν ἀναγιγνώσκεσθαι ὡς ἐπιτρέποντος Αἰσχίνου· κάλει. Laur. | |
3.203 | οὐδὲν προβαλλόμενον] ἀντὶ τοῦ προστάξαντα πρὸ τοῦ εἰπεῖν στεφανοῦν, ἀντὶ τοῦ οὐκ εἰπόντα, ἐπειδὰν τὰς εὐθύνας δῷ. Laur. | |
3.205 | πάλαισμα] οἷον δι’ οὗ βούλεται καταγωνίσασθαι ὑμᾶς. Laur. F. πάλαισμα δὲ καταγωνισμὸς καὶ ἐξαπάτη ἢ τέχνη, σχῆμα. Laur. ἐμβαλεῖν] ἐνέμεινε τῇ μεταφορᾷ τοῦ παλαίσματος. Laur. | |
3.206 | περὶ τῆς στάσεως] οἷον ἐπὶ τοῦ στῆναι ἑκάτερος αὐτῶν σπεύδει μὴ ἔχειν τὸν ἥλιον ἀντιπρόσωπον ἀλλὰ κατόπιν ἑαυτοῦ. Ἄλλως. ἐπειδὴ πολλάκις συνέβαινε τὸν ἥλιον εἶναι κατὰ τοῦ ἑνός, ἐφιλονείκουν ὅπως ἐν τῇ σκιᾷ ἕκαστος γένοιτο. Laur. | |
5 | περιίστασθαι] ἀντὶ τοῦ ἐξίστασθαι καὶ καταφεύγειν. F. εἰσελαύνετε] εἰσελαύνετέ φησιν ἀπὸ μεταφορᾶς ἀγωνιστῶν ἐκ‐ τρεπομένων ἐκτὸς ἀγῶνος, ὡς καὶ ἐν τῷ παραπρεσβείας εἶπε τοῦτο | |
τὸ ἐπιχείρημα. Laur. F. | 349 | |
3.207 | βαλλαντιοτόμον] ἀντὶ τοῦ τὸν λῃστήν. ἀπὸ μεταφορᾶς αὐ‐ τῶν τῶν λῃστῶν τῶν τεμνόντων τὰ βαλάντια κάτωθεν τῶν βαστα‐ ζόντων, ἵνα ἐκπέσῃ τὰ ἐν αὐτοῖς. Laur. F. διατετμηκότα τὴν πολιτείαν] τὸν λέγοντα πρὸς τοὺς ἔξωθεν | |
5 | ἐπανεστηκότας τοὺς μὲν ὀλιγαρχικοὺς, τοὺς δὲ δημοτικούς. στασια‐ στικοὺς δὲ τοὺς στάσεως αἰτίους. λέγει γὰρ ταῦτα· εἰς στάσιν ἐνέβαλε τὸν δῆμον. Laur. διηριθμημένους] ἠναγκασμένους. Laur. F. | |
3.208 | ἑλκοποιεῖς] πλάττεις λόγους συγκρουστικούς. F. ἀντὶ τοῦ τραύματα ἐργάζῃ καὶ κακά. Laur. τῶν αὐθημερὸν] οἱονεὶ τῶν ψευδῶν καὶ τῆς προσπιπτούσης χρείας ἕνεκεν γινομένων. Laur. F. | |
5 | τοὺς θεοὺς καινοὺς] Εὐριπίδης Μηδείᾳ (492)· ὅρκων δὲ φρούδη πίστις, οὐδ’ ἔχω μαθεῖν εἰ θεοὺς νομίζω τοὺς τότ’ οὐκ ἄρχειν ἔτι, ἢ καινὰ κεῖσθαι θέσμι’ ἀνθρώποις τὰ νῦν· ἐπεὶ σύνοισθά γ’ εἰς ἔμ’ οὐκ εὔορκος ὤν. B. | |
3.209 | περιγράψατε] ἀντὶ τοῦ ἐκβάλετε. F. ἐξορμεῖς] ἐξέρχῃ. B. ὡσανεὶ ἔλεγε, σχεδὸν εἰπεῖν ἐν αὐτῷ τῷ πε‐ λάγει εἴσω οἰκεῖς, ἵνα εὐχερῶς φύγῃς, ὅταν χρεία σοι γένηται. Laur. F. ἀντὶ τοῦ οὐ μόνον ἐν Πειραιεῖ οἰκεῖς, ἀλλ’ ἐξορμᾷς τῇ διανοίᾳ | |
5 | πρὸς τὴν χώραν. Laur. | |
3.210 | ὁ δ’ ἀγὼν οὐκ ἀτίμητος] ψεύδεται αὐτός. μ ταλάντων ἦν τιμήσας, ὅτε ἐγράφετο, ἀλλ’ ἵνα μὴ οἱ δικασταὶ διὰ τὸ τοσοῦτον τίμημα ἀφῶσι τὸν Κτησιφῶντα, κλέψαι βούλεται τοι ..... Laur. | |
3.211 | ἐκείρατο] οἱ Ἕλληνες ἐν ταῖς εὐπραγίαις τὴν κόμην ἔτρε‐ φον, ἐν δὲ ταῖς δυστυχίαις καὶ τῷ πένθει ἐκείροντο. Ὅμηρος αὐτοὺς πανταχοῦ καρηκομόωντας καλεῖ. ἀνάπαλιν δὲ Ἐπαμεινώνδας (v. Pausan. 9, 15, 6)· | |
5 | ἡμετέραις βουλαῖς Σπάρτα μὲν ἐκείρατο δόξαν. Λυσίας ἐν ἐπιταφίῳ (§. 60) τοῖς Κορινθίων βοηθοῖς “ὥστε ἄξιον ἦν ἐπὶ τῷδε τῷ τάφῳ τότε κείρασθαι τῇ Ἑλλάδι καὶ πενθῆσαι τοὺς ἐνθάδε κειμένους.” B. ζηλοτυποῦν] τὴν ἀρετὴν δόξης ἕνεκα ζηλοῦν, εἴδωλον ἀρετῆς | |
10 | διῶκον, ἤγουν τὴν ἀρετὴν μισοῦν, ἢ τῇ ἀρετῇ φθονοῦν. B. | |
3.212 | οὐ γὰρ δὴ μὰ τ. Ἡ. —] ἐπεὶ ὁ Μειδίας πολεμιστὴς ἦν, ὃς ἀποτυχὼν τῶν ἀριστείων ἑαυτὸν περιεῖλε ξίφει· πρὸς τοῦτο οὖν παίζει. Laur. | |
3.214 | ἰδιώτης] ἰδιώτης οὐ πρὸς τὴν εἴδησιν τῶν νόμων, ἀλλ’ ὅτι οὐδὲν τῶν κοινῶν μετεχείρισα· οὐ δημοσίᾳ ἠδίκησα, ἀλλ’ ἰδιωτεύω. Laur. | |
3.216 | τῆς σιωπῆς] λέγει γάρ· διὰ τί ἐφ’ ἑκάστῳ ὧν ἔπραττον | |
ἐν αὐτοῖς τοῖς καιροῖς οὐκ ὤφθης κατήγορος; καὶ πάλιν (de cor. § 198. p. 294)· γέγονέ τι τῶν ὑμῖν συμφερόντων, ἄφωνος Αἰσχίνης, ἀντέκρουσέ τι καὶ γέγονεν οἷον οὐκ ἔδει, πάρεστιν Αἰσχίνης. | 350 | |
5 | Laur. τόπος ἀσυκοφάντητος] ἀντὶ τοῦ ἐπιχείρημα. Laur. | |
3.217 | τὸ μὲν κεφάλαιον] ἀντὶ τοῦ καθολικῶς. F. | |
3.219 | ἀπηνέχθη] ἔστι παραγραφικὸν ἀπὸ χρόνου. F. οὔπω σοῦ] χαριεντισμός. Laur. F. τὴν Ἥραν] καὶ μὴν ἄνω αὐτὴν οὐκ εἶπεν, ἀλλὰ τὸν Δία· μᾶλλον οὖν τοὺς τρεῖς ἔλεγεν ἑωρακέναι, καὶ ὁ Αἰσχίνης, ἵνα μὴ κατάλογον | |
5 | ποιῇ τῶν ὀνομάτων, ὅπερ ἦν ψυχρόν, ἄνω μὲν τὴν Ἥραν, ἐνταῦθα δὲ τὸν Δία παρέλειψεν, τὴν δ’ Ἀθηνᾶν οὐδαμοῦ, ὅτι πολιοῦχος. Laur. εἴ γε μὴ ταὐτὸ ἐ. —] τοῦτο λέγει· πῶς ἔμελλον Ἀλεξάνδρῳ ἐν‐ δείκνυσθαι, ὃς ἠγνόουν εἰ Φίλιππος τελευτήσειε· οὐ γὰρ δὴ ταὐτὸν | |
10 | ἐνύπνιον ἑώρακα Δημοσθένει. Laur. | |
3.220 | τὴν ἀξίωσιν] τὸ νομίζειν ἄξιον εἶναι, δεῖν ἐξ ἀνάγκης λέ‐ γειν, καὶ οὕτω πολιτεύεσθαι, οἷον ὡς ἂν ἐν τυραννίδι καὶ οὐ δημο‐ κρατίᾳ. F. ἐργαζομένου] πολυπραγμονοῦντος. F. | |
3.222 | ἁρπάγματα] κλέμματα. F. πλέον τ. πόλεως—] οὕτω δεῖ συντάξαι· πλεῖον ἀφανίζων Ἀθη‐ ναίων ναυτικὸν οὗ εἶχον ὅτε τὴν ἐν Νάξῳ ναυμαχίαν Λακεδαιμο‐ νίους ἐνίκησαν· ἐγένετο δὲ αὕτη ἐν τῷ ὑπὲρ τῶν Ἑλληνικῶν δι‐ | |
5 | καίων πολέμῳ. Laur. ἐν Νάξῳ] στρατηγοῦντος Χαβρίου. B. Πόλλιν] στρατηγὸν Λακεδαιμονίων, περὶ οὗ καὶ ὁ Ἀριστείδης (vol. 2, p. 232 Dind.) λέγει ἐν τῷ ὑπὲρ τῶν τεσσάρων ὅτε οὗτος ἐπώ‐ λησε τὸν Πλάτωνα. Laur. F. κατεναυμάχησε δὲ αὐτὸν Χαβρίας περὶ | |
10 | Νάξον τὴν νῆσον. Laur. | |
3.223 | ἐνέφραξας] ἀντὶ τοῦ τῷ ἀντικατηγορεῖν ἐπετείχισας σαυ‐ τὸν τοῦ μὴ δοῦναι δίκην. Laur. οὐ τὸ τελευταῖον] κατ’ ἐρώτησιν. F. Ἀναξίνου] οὗτος ἐπεδήμησεν Ἀθήνησιν διαπεμφθεὶς ὑπὸ Ὀλυμ‐ | |
5 | πιάδος τῆς Ἀλεξάνδρου μητρὸς ὠνήσασθαί τινα αὐτῇ, Δημοσθένης δὲ αἰτιασάμενος κατάσκοπον ἥκειν παρὰ Ἀλεξάνδρου ἠνάγκασε συλ‐ ληφθῆναι, καὶ βασανιζόμενος καὶ στρεβλούμενος περὶ τοῦ πράγμα‐ τος ἐκεῖνος ἐτελεύτησε. Laur. τὰ ἀγοράσματα] οἷον μύρα καὶ τὰ τοιαῦτα, λυσιτελοῦντα πρὸς | |
10 | γυναικεῖον κόσμον. F. | |
3.224 | τοὺς τῆς πόλεως ἅλας] ὁ αὐτὸς Αἰσχίνης (§. 22) ἐπάνω ἐν τῷ περὶ παραπρεσβείας “τοὺς γὰρ τῆς πόλεως ἅλας καὶ τὴν δημοσίαν τράπεζαν περὶ πλείστου δή φησι ποιεῖσθαι, οὐκ ὢν ἐπιχώριος—εἰρή‐ σεται γὰρ—οὐδ’ ἐγγενὴς ἡμῖν”. καὶ Δημοσθένης περὶ παραπρε‐ | |
5 | σβείας (§. 189. p. 400) “ποῦ δὲ ἅλες; ποῦ τράπεζαι; B. λανθάνει ὁ Αἰσχίνης ὑπὲρ τοῦ Δημοσθένους λέγων, εἰ τῆς πατρίδος χάριν οὐκ ᾐδέσθη τοὺς ἅλας τοῦ ξένου. Laur. | 351 |
3.225 | ἐπιστολὰς] ὅτι συκοφαντῶν εἴληφεν Αἰσχίνου ἐπιστολὰς ἐπὶ προδοσίᾳ· σιωπῶ οὖν ἐπιστολὰς ψευδεῖς. Laur. κατασκόπων συλλήψεις] συνέλαβε γὰρ Ἀνάξινον ὡς κατάσκοπον καὶ ἑταῖρον Αἰσχίνου. Laur. | |
5 | τὰ ἔνατα] τὰ νομιζόμενα τῷ νεκρῷ, τῇ ἐνάτῃ ἡμέρᾳ γινό‐ μενα. B. | |
3.226 | σαυτὸν δ’ οὐκ ἀνερωτᾷς] κατ’ ἀποστροφήν. Laur. F. | |
3.228 | καὶ νὴ τ. θεοὺς—] ἡ σύνταξις· καὶ νὴ τοὺς θεοὺς μάλιστ’ ἀγανακτῶ ἐφ’ ᾧ νυνὶ μέλλω λέγειν ὧν ἐγὼ πυνθάνομαι Δημοσθέ‐ νην λέξειν. εἰ δὲ προστεθείη τῷ μέλλω τὸ ν, ἵνα γένηται μετοχή, οὐ χρεία οὕτω συντάξαι, ἀλλὰ σαφὲς γίνεται. Laur. | |
5 | ἀφομοιοῖ] γελοῖον· κηλοῦνται γὰρ ἐπεὶ οὐκ ἂν προσεκαρτέρουν. ὡς δὲ ἐκεῖναι τὴν γλῶσσαν ἐπιφθορᾷ κέκτηνται τῶν ἀκουόντων καὶ οὗτος τοὺς λόγους ...... ἐσώζετ’ ἂν ὁ λόγος. Laur. τῆς γὰρ αἰτίας—] ἡ σύνταξις· αἰσχρὸν γάρ ἐστιν τὸν αἰτιώμε‐ νον τῆς αἰτίας τὸ ἔργον μὴ ἔχειν ἀποδεῖξαι. Laur. | |
3.229 | ἐζηλωκότος] ἀντὶ τοῦ μακαρίζοντος. ὡς ἐπὶ τὸ πλεῖστον γὰρ τὸ τοῦ ζήλου εἴωθεν ἀεὶ ἐπὶ καλοῦ τάττεσθαι, τὸ δὲ τῆς ζηλο‐ τυπίας ἐπὶ φθόνου. ἀντιδίκων δέ φησι τῶν ῥητόρων, καθὸ οἱ μὲν στρατηγοὶ τοῖς ἔργοις κέχρηνται, οἱ δὲ ῥήτορες τοῖς λόγοις, καὶ ἀεὶ | |
5 | φθονοῦσιν ἀλλήλοις ἑκάτεροι. κατὰ κοινοῦ δὲ τὴν εὐπορίαν τῶν λό‐ γων. Laur. F. νῦν ἀντὶ μεμφομένου. Laur. ἐξ ὀνομάτων] οἷον ἐκ λέξεων πανούργων. F. οὗ—] δυνατὸν καὶ μὴ δασύνοντας τὴν οὗ, ἀλλ’ ἀρνητικῶς καὶ κατ’ ἐρώτησιν ἀναγιγνώσκοντας τὴν περίοδον καλῶς ἀποσώζειν | |
10 | τὸ νόημα. Laur. F. | |
3.230 | θαυμάζω δὲ] ἀντὶ τοῦ καταγινώσκω. F. ἐντεῦθεν οἱ ἐπί‐ λογοι εἰργασμένοι ἐν δέκα τόποις καὶ ἔστιν ὁ πρῶτος τόπος μικρὸς καὶ σύντομος, ὑπόμνησις τῶν περὶ τὸ πρᾶγμα συνεκτικῶν καὶ τῶν περὶ τὸ πρόσωπον παροξύνουσα τοὺς δικαστὰς ἐν ἀναμνήσει τῶν | |
5 | πάλαι κηρυγμάτων. Laur. ἐπιτήδειος] ἀντὶ τοῦ πάνυ ἀκόλαστός ἐστιν. Laur. | |
3.231 | μετὰ ταῦτα] μετὰ γὰρ τοὺς στεφάνους εἰσέφερον τὰ δρά‐ ματα. Laur. ἐπεισαγόντων] δηλονότι τὰ ἑαυτῶν δράματα. B. δόξαις] διανοίαις. Laur. F. | |
3.232 | ὑπὸ Δημοσθένους—] τοῦτο λέγει ὅτι στεφανοῦσι Δημο‐ σθένην δηλονότι ὡς εὖ πεπονθότες. πόθεν οὖν ἠτυχήσαμεν; ἀνάγκη ἀπὸ τῆς τύχης. ἀλλ’ οὐχί φησιν ἀπὸ τῆς τύχης ἀλλ’ ἀπὸ Δημοσθέ‐ νους. Laur. | |
5 | τὰς τῶν δώρων γραφὰς ἁλισκομένους] οἷον τοὺς νομιζομένους | |
δωροδόκους. Laur. F. τοὺς κυκλίους] τοὺς τῶν χορηγῶν, καθὸ ἐν κύκλῳ ἱστάμενοι ᾖδον ᾄσματα τῷ Διονύσῳ. Laur. F. τῷ διαπραξαμένῳ] τῷ ὠνησαμένῳ. B. | 352 | |
3.233 | ἔπειτ’ ἔξεισιν—] ὁ δεύτερος τόπος τῶν ἐπιλόγων εἴργασται αὐτῷ ἐκφοβῶν τοὺς δικαστὰς ἀσυμφόρῳ διττῷ. Laur. ὁ τοιοῦτος κριτὴς] ἀντὶ τοῦ ὁ δικαστὴς ὁ κρίνας τὸν Δημοσθέ‐ νην ἄξιον εἶναι τοῦ στεφάνου. καταχρηστικῶς δὲ εἶπεν ἐνταῦθα | |
5 | κριτὴν τὸν δικαστήν. κριτὴς γὰρ ὁ κρίνων τραγῳδοὺς καὶ τοὺς ἄλ‐ λους τοὺς ἐπὶ σκηνῆς. Laur. F. ἰδιώτης] οἱονεὶ ὁ δικαστής, καθὸ ἰδιῶται καὶ πένητες ἦσαν, γε‐ νόμενοι δικασταὶ διὰ τὸ τριώβολον. Laur. F. ὁ μὲν ὅρκος] ὁ ὅρκος, φησί, λυπεῖ τὸν ἐπιορκήσαντα. συνειδὼς | |
10 | γὰρ ἑαυτῷ ὅτι ἐπιώρκησεν λυπεῖται. δι’ αὐτὸν γὰρ γεγονέναι τὸ ἁμάρτημα· οὐ διὰ τὸν δικαστήν, ἀλλὰ διὰ τὸν ὅρκον. εἰ μὴ γὰρ προὔ‐ κειτο, οὐδὲ ἁμάρτημα ἦν. Laur. ἡ δὲ χάρις] ἐκείνῳ, ᾧ ἐχαρίζετο, ἄδηλος γέγονεν. B. | |
3.234 | ὅτι δὲ] ἀντὶ τοῦ καθὸ δέ. F. τὸ δημόσιον] ἡ πόλις. F. οὐχ οὓς ἐφοβεῖτο] οὐκ ἐχθροί, οὓς ἐφοβεῖτο ὁ δῆμος, ἀλλ’ οἱ δη‐ μαγωγοί, οἷς ἑαυτὸν ἐνεχείριζε, τὸν δῆμον κατέλυσαν. B. | |
3.235 | πρὶν τὰς αἰτίας ἀκοῦσαι] πρὶν ἀκοῦσαι οὐ τοὺς τριάκοντα, ἀλλὰ τοὺς ἀποθνήσκοντας. τοῦτ’ ἔστιν· οὐδὲ ᾔδεσαν, τί ἀπέθνησκον. Laur. οὐχ ὑφ’ ὑμῖν] κατ’ ἐρώτησιν. B. | |
3.236 | ἡδέως δ’ ἂν ἔγωγε—] τρίτος τόπος τῶν ἐπιλόγων. εἴρηται δὲ κατὰ ἀπαίτησιν εὐλόγου αἰτίας, δι’ ἣν στεφανωθήσεται Δημοσθέ‐ νης. δύο δὲ θεὶς αἰτίας ἔλυσε κατὰ περιτροπήν, ἐπὶ τίσι τιμητέον τοὺς πολιτευομένους, τὴν δὲ δευτέραν κατὰ ἀναίρεσιν ἐν ἀπαιτήσει | |
5 | τῶν ἔργων, ὑπὲρ ποίων Δημοσθένης ἐπαινοῖτο. Laur. περιτροπὴ τὸ σχῆμα. Laur. F. ἀναλογισαίμην] ἀντὶ τοῦ ἀπαριθμησαίμην. εἴρηται δὲ ἀπὸ τοῦ ἀποβαίνοντος, ἐπειδὴ ἐν τοῖς λογισμοῖς ἀπόκρισίς ἐστι καὶ πεῦσις. Laur. | |
10 | ἀνελόντα] εἰκὸς γὰρ τῶν τάφρων ὀρυττομένων περὶ τὸ τεῖχος καὶ τάφους τυγχάνειν. Laur. | |
3.237 | ἀφελὼν γὰρ τ. καιρὸν] οὐκ ἐᾷς, φησὶ, τὸν δῆμον φιλοτι‐ μεῖσθαι, φάσκων μὴ τὴν Θηβαίων χρείαν μηδὲ τὸν ἐπικείμενον φό‐ βον ποιῆσαι τὴν συμμαχίαν, ἀλλὰ Δημοσθένην. Laur. | |
3.238 | χρυσίον οὐ δώσω] Ἀθηναῖοι γὰρ αὐτὸν ᾔτησαν χρυσίον ἐπὶ Φίλιππον μετὰ τὴν τῆς εἰρήνης κατάλυσιν πρεσβείαν πέμψαν‐ τες. Laur. | |
3.239 | τὸ μὲν τῶν Θηβαίων ὄνομα] ὅτι αἴτιον ἐγένετο τῶν ἐν Χαιρωνείᾳ κακῶν. Laur. | |
τὰ δ’ ἐβδομήκοντα] ἃ ὑφείλετο Δημοσθένης ἐκ τῶν τριακοσίων ταλάντων, λέγων τοῖς ἀπαιτοῦσι δούλοις τοῦ Δαρείου ὅτι ταῦτα ἐμοὶ | 353 | |
5 | ἔπεμψεν ὑπὲρ τοῦ συμβουλεῦσαι· εἰ δ’ οὐκ ἐπείσθησαν οἱ Ἀθηναῖοι, οὐδὲν πρὸς ἐμέ. Laur. F. προλαβὼν] ἁρπάξας, ἀπὸ μεταφορᾶς τῶν προλαμβανόντων λῃστῶν. Laur. F. | |
3.241 | ἄξιον δ’ ἐστὶ] τέταρτος τόπος τῶν ἐπιλόγων. Laur. | |
3.242 | Κλεοπάτραν] Κλεοπάτραν τὴν Φιλίππου καὶ Ὀλυμπιάδος θυγα‐ τέρα, Ἀλεξάνδρου δὲ ἀδελφὴν ἔγημεν Ἀλέξανδρος ὁ Νεοπτολέμου μὲν υἱός, Ὀλυμπιάδος δὲ ἀδελφός, βασιλεὺς Μολοττῶν καὶ Ἠπει‐ ρωτῶν. οὗτος ἐν Πανδοσίᾳ Λευκανοῖς μαχόμενος ἐτελεύτησεν. ἀκού‐ | |
5 | σας δὲ ὁ δῆμος ὁ τῶν Ἀθηναίων ἔπεμψε Κτησιφῶντα πρεσβευτὴν συναχθεσόμενον Κλεοπάτραν ἐπὶ τῷ τοῦ ἀνδρὸς θανάτῳ καὶ παρη‐ γορήσοντα αὐτήν. Laur. | |
3.243 | ἐπερώτησον] πέμπτος τόπος τῶν ἐπιλόγων παράθεσιν ἔχων τῶν εὐλόγως ποτὲ τιμηθέντων ὑπὸ τοῦ δήμου. δείκνυσι δὲ τὴν ἀτο‐ πίαν τῆς τιμῆς τῇ ὑπομνήσει τῶν δι’ αὐτῶν εὖ πεπονθότων. Laur. πυθοὺ] περισπῶσιν Ἀττικοὶ τοῦτο, καὶ τὸ λαβοῦ καὶ ἐμοῦ καὶ | |
5 | τὰ ὅμοια. ἔστι δὲ δεύτερος μέσος ἀόριστος. F. Χαβρίᾳ] οὗτοι πάντες πρεσβύτεροι Δημοσθένους. Ἰφικράτης μὲν οὖν καὶ ἐπίσημος ἐγένετο πάνυ καὶ μόραν Λακεδαιμονίων κατέκοψε. διέκρινον γὰρ τὸν δῆμον οἱ Λακεδαιμόνιοι εἰς δέκα μόρας ὥσπερ εἰς δέκα φυλὰς οἱ Ἀθηναῖοι. καλοῦσι δὲ μόραν οἷον γένος ἕν. ὁ δὲ | |
10 | Τιμόθεος γνώριμος μὲν Ἰσοκράτει, ἀνὴρ γενναῖος. ἐζημίωσεν αὐτὸν ὁ δῆμος συκοφαντηθέντα. Χαβρίας δὲ καὶ αὐτὸς στρατηγὸς ἐπι‐ φανής. Laur. | |
3.244 | ἀγνώμονα] οἱονεὶ μὴ ἔχοντα λογισμόν, ὡς καὶ ἐν τοῖς Φι‐ λιππικοῖς (or. 2 §. 26. p. 25, 18)· “εἶθ’ οὕτως ἀγνωμόνως ἔχετε.” F. ἄψυχα. Laur. ἐάν τινα] ἐὰν ἐκεῖνα τὰ ἄφωνα καὶ ἀγνώμονα ἐμπεσόντα ἀπο‐ | |
5 | κτείνῃ ἄνθρωπόν τινα. B. | |
3.245 | τὴν πανυστάτην ἔξοδον] ἢ μεθ’ ἣν οὐκ ἐπεξήλθομεν διὰ τὸ πάνυ δι’ αὐτὴν ἀσθενῆσαι ἢ τὴν ἐσχάτην. Laur. τὸ δὲ μέγιστον] ἕκτος τόπος, ἐν ᾧ φοβεῖ τοὺς δικαστὰς ὑπὲρ τῆς τῶν θεῶν τιμῆς. Laur. | |
3.246 | δημόσια κηρύγματα] δίκαια. F. ὁ δέ γε νεώτερος] ἕβδομος τόπος φοβῶν τοὺς δικαστὰς περὶ τῆς δημοκρατίας καὶ καταφορὰν ἔχων τῶν συντεταγμένων μετὰ Δημοσθέ‐ νους. Laur. | |
3.247 | εἰς ἀπολογισμὸν] ἀπολογίαν. F. | |
3.248 | τὰ κοινὰ] οἷον τὸ λέγειν ὅτι φιλόπολίς εἰμι καὶ τὰ τοιαῦτα. Laur. F. ἀπίστους] τουτέστιν ἀπιθάνους ὄντας τοῖς ἤθεσιν, ἤγουν οὐ δυ‐ ναμένους ὑμᾶς πεῖσαι τοῖς ἤθεσιν, ὅτι εἰσὶν εὖνοι καὶ φιλάνθρωποι | |
5 | καὶ κοινοί· ἢ οὕτως· τοὺς πονηροὺς ὄντας τὰ ἤθη, καὶ διὰ τοῦτο οὐκ ἀξίους ὄντας πιστεύεσθαι ὑφ’ ὑμῶν, ὅτι εἰσὶν εὖνοι εἰς τὴν πό‐ λιν καὶ φιλάνθρωποι. κοινὰ δὲ καλεῖ τὰ ἐλευθέρια καὶ φιλόδωρα καὶ εὐεργετικά. B. | 354 |
3.249 | ξενικῶν στεφάνων] ὅτι ἐπὶ τῶν ξένων ἐν τῷ θεάτρῳ ἔμελλε στεφανοῦσθαι. Laur. | |
3.250 | ἐφ’ οἷς] τῶν προδοτῶν ὁ νόμος θάνατον κατεγίνωσκε· σημεῖον οὖν, φησί, προδοσίας αἱ ἐπιστολαί. Laur. παρακελεύονται] παρακελεύονται ὡς φύλακες τῆς δημοκρατίας βλέπειν εἰς τὰ αὑτῶν πρόσωπα. Laur. | |
3.251 | παραγεγηρακὼς] οἱονεὶ ληρήσας. F. παρανοίας] ὅ ἐστι μωρίας, ἵν’ ᾖ τὸ μὲν προειρημένον τοῦ γήρως, τοῦτο δὲ τοῦ τρόπου. Laur. F. τὰ περιόντα] τὰ περιττὰ καὶ φαῦλα. F. | |
3.252 | ἕτερος δὲ] τὸν Λεωκράτην νοεῖ, οὗ κατηγόρησε Λυκοῦρ‐ γος. F. διαμένει δὲ καὶ ὁ λόγος ἐνταῦθα κείμενος. B. | |
3.253 | ἐπ’ ὀνομάτων] οἷον διὰ τοῦ περιτιθέναι ἑαυτῷ φιλάνθρωπα ὀνόματα. F. | |
3.256 | Πειθὼ] οἷον αὐτὴν τὴν θεὸν τὴν Πειθώ, καθὸ λέγει ὁ Δημοσθένης πάντας πείθεσθαι τοῖς αὑτοῦ λόγοις. B. | |
3.258 | Ἀριστείδην δὲ] ὁ αὐτὸς ἐν τῷ περὶ παραπρεσβείας (§. 23)· “ὁ δὲ οὐδὲν ἄπρακτον ἔχων μέρος τοῦ σώματος, οὐδ’ ὅθεν τὴν φω‐ νὴν προΐεται, ὡς ὢν Ἀριστείδης, ὁ τοὺς φόρους τάξας τοῖς Ἕλλησι, δυσχεραίνει καὶ καταπτύει τὰς δωροδοκίας. B. | |
5 | Ἄρθμιον] τούτου μνημονεύει Δείναρχος ἐν τῷ κατ’ Ἀριστογεί‐ τονος (§. 24) καὶ Ἀριστείδης ὁ σοφιστὴς ἐν τῷ Παναθηναϊκῷ (p. 310 | |
Dindf.) καὶ Πλούταρχος ἐν τῷ Θεμιστοκλεῖ (c. 6). B. | 355 |