TLG 5008 001 :: SCHOLIA IN AELIUM ARISTIDEM :: Scholia in Aelium Aristidem (scholia vetera)

SCHOLIA IN AELIUM ARISTIDEM Schol.
(Varia)

Scholia in Aelium Aristidem (scholia vetera)

Source: Dindorf, W. (ed.), Aristides, vol. 3. Leipzig: Reimer, 1829 (repr. Hildesheim: Olms, 1964): 1–734.

  • Παναθηναϊκός: pp. 1–343
  • Ῥώμης ἐγκώμιον: p. 343
  • Ἱεροὶ λόγοι βʹ: pp. 343–344
  • Ἱεροὶ λόγοι γʹ: p. 344
  • Ἱεροὶ λόγοι δʹ: p. 344
  • Ἱεροὶ λόγοι εʹ: p. 344
  • Λευκτρικὸς αʹ: pp. 345–353
  • Λευκτρικὸς βʹ et hypothesis: pp. 353–355
  • Λευκτρικὸς γʹ: p. 355
  • Λευκτρικὸς δʹ: p. 356
  • Συμμαχικὸς αʹ: p. 356
  • Ῥοδιακός: p. 356
  • Περὶ ῥητορικῆς: pp. 356–432
  • Ὑπὲρ τῶν τεττάρων: pp. 433–733
  • Hypotheses duo: pp. 433–439
  • Ὑπὲρ Περικλέους: pp. 439–515
  • Κίμων et hypothesis: pp. 515–531
  • Μιλτιάδης et hypothesis: pp. 531–573
  • Θεμιστοκλῆς et hypothesis: pp. 574–733
  • Πρὸς Καπίτωνα: pp. 733–734
  • Αἰγύπτιος: p. 734

Citation: Treatise — Jebb page+line-Hypothesis-Epigram — (line)

Pan

t

ΠΑΝΑΘΗΝΑΙΚΟΣ.

Pan

91,1

Νόμος ἐστὶ] ἀπὸ ἔθους. A. τὸ προοί‐ μιον ἀπὸ προσοχῆς εἴληπται καὶ συστάσεως τοῦ οἰκείου προσώπου. συνειδὼς γὰρ ὁ ῥήτωρ ὅτι εἰς μεγάλην ὑπόθε‐ σιν ἐνέβαλλεν ἑαυτὸν μεταστατικῶς καταφεύγει ἐπὶ τὸν νό‐
5μον. ἰστέον δὲ ὅτι τρεῖς εἰσι νόμοι, ὁ ἐκ φύσεως, ὁ ἔγ‐ γραφος, ὁ ἐξ ἔθους. ἔστι δὲ ὁ μὲν ἐκ φύσεως πάντα ἁπλῶς, ὁ δὲ ἔγγραφος ὁ περὶ τῶν πολιτειῶν γεγραμμένος, ὁ δὲ ἐξ ἔθους· χρὴ τὸν στρατιώτην τοιᾷδε χρῆσθαι σκευῇ. ζητεῖται δὲ ἐνταῦθα περὶ ποίου νόμου φησί. καὶ λέγομεν
10ὅτι περὶ τοῦ ἀπὸ τοῦ ἔθους· συνηθείᾳ γάρ τινι τιμῶμεν τοὺς τροφέας. τροφεῦσι δὲ εἶπε καὶ οὐ γονεῦσιν· οὐ γὰρ οἱ τροφεῖς ἡμῶν ἤδη καὶ γονεῖς· ὥσπερ τὸ ἐναντίον· τρο‐ φεῖς γάρ εἰσιν οἱ παιδαγωγοῦντες καὶ διδάσκοντες ἡμᾶς. ἔτι ζητεῖται διὰ τί ἀπὸ νόμου ὁ ῥήτωρ ἤρξατο. καὶ φαμὲν
15ὅτι, ἐπειδὴ παρ’ Ἀθηναίοις ὁ λόγος ἐγένετο ἀνθρώποις δημοκρατουμένοις καὶ οἷς οἱ νόμοι ἦσαν προσφιλεῖς, διὰ τοῦτο ἀπὸ νόμου ἤρξατο. μαρτυρεῖ δὲ καὶ Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους λόγῳ νόμον καλέσας τὴν πόλιν. δεῖ δὲ εἰδέναι ὅτι ὅσα ἐστὶ νόμου ἐγκώμια, ταῦτα ἀνατέ‐
20θεικεν ὁ Ἀριστείδης τῷ παρόντι λόγῳ. ἐγκωμιάζεται δὲ νό‐ μος ἀπὸ χρόνου ἐκ τῶν χρωμένων καὶ εἰ ἐπέμεινε κρα‐ τῶν· ἅπερ ἐν ἀρχῇ δηλοῖ· ἐκ μὲν γὰρ τοῦ παλαιὸς εἰπεῖν τὸν χρόνον ἐδήλωσεν· ἐκ δὲ τοῦ τοῖς Ἕλλησι τοὺς χρω‐ μένους· ἔνδοξοι γάρ· ἐκ δὲ τοῦ ἐστὶ τὸ ἔτι αὐτὸν κρατεῖν.
25A. τὸ προοίμιον ἀπὸ προσοχῆς εἴληπται καὶ συστάσεως τοῦ οἰκείου προσώπου. συνειδὼς γὰρ ὁ ῥήτωρ ὅτι εἰς μεγάλην ὑπόθεσιν ἐνέβαλεν ἑαυτὸν μεταστατικῶς καταφεύγει ἐπὶ τὸν νόμον. νόμοι δὲ τρεῖς εἰσιν, ὁ ἐκ φύσεως, ὁ ἔγγρα‐ φος, ὁ ἐξ ἔθους. ἔστι δὲ ὁ ἐκ φύσεως οἷον τὸ ἐρᾶν, τὸ
30γελᾶν· ὁ δὲ ἔγγραφος πᾶσι πρόδηλος· ὁ δὲ ἐξ ἔθους, οἷον τὸν στρατιώτην τοιάνδε σκευὴν φορεῖν. περὶ ποίου οὖν ἄρα νόμου ἐνταῦθα λέγει; λέγομεν ὅτι τοῦ ἀπὸ ἔθους· συνηθείᾳ γάρ τινι τιμῶμεν τοὺς τροφέας. ἄξιον δὲ ζητῆ‐ σαι διὰ τί ἀπὸ νόμου ἤρξατο. διόπερ φαμὲν ὅτι ἐπειδήπερ1
35παρ’ Ἀθηναίοις ὁ λόγος ἐλέγετο, δημοκρατουμένοις ἀν‐ θρώποις καὶ οἷς προσφιλεῖς ἦσαν οἱ νόμοι, διὰ τοῦτο ἀπὸ νόμου κατήρξατο. μαρτυρεῖ δὲ καὶ Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους, νόμον καλέσας τὴν πόλιν. δεῖ δὲ εἰδέναι ὅτι ὅσα ἐστὶ νόμου ἐγκώμια, ταῦτα ἀντέθηκεν
40Ἀριστείδης τῷ παρόντι νόμῳ. ἐγκωμιάζεται δὲ—κρατεῖν. Oxon. ἀναγκαῖον οὐ μόνον ἑαυτῷ, ἀλλὰ καὶ πᾶσιν ἀν‐ θρώποις τὸ τῆς πόλεως ἐγκώμιον κατασκευάζει ἐν προοι‐ μίοις ὁ ῥήτωρ, λέγων ὡς νόμος ἐπιτάττει τοὺς τροφέας ἀμείβεσθαι. τοιοῦτοι δὲ οἱ Ἀθηναῖοι· καὶ γὰρ ἐξ αὐτῶν ὁ
45σῖτος εἰς ἅπαντας ἀνθρώπους δεδώρηται, καὶ τὸ τῶν λό‐ γων χρῆμα, οὗ καὶ αὐτὸς ἐνταῦθα μετέσχε. εἰκότως δὲ εἶπε τὸ παλαιὸς καὶ τὸ οἶμαι, διὰ μὲν τοῦ παλαιὸς δει‐ κνὺς τὸ σεμνὸν, νόμου δὲ καὶ τούτου σεμνότερον, διὰ δὲ τοῦ οἶμαι ἐμφαίνων ὡς οὐχ ἅπαντες τῶν βαρβάρων τοῦ‐

Pan

91,1

(50)

τον τιμῶσι τὸν νόμον, ἀλλ’ εἰσὶν αὐτῶν οἳ πρὸς τοὺς γεγενηκότας θηρίων δίκην φαίνονται. καὶ τὸ μὲν τοῦ σί‐ του κατὰ παραδρομὴν λέγεται, τὸ δὲ τῶν λόγων ἐπεξερ‐ γάζεται. A. οἶμαι δὲ καὶ] καλῶς προέθηκε τὸ οἶμαι· ἐπειδὴ
55γὰρ εἶπεν ὅτι τοῖς Ἕλλησίν ἐστιν οὗτος ὁ νόμος κελεύων τιμᾶν τοὺς τροφέας, ἔπειτά γε καὶ βαρβάρους, ἵνα μὴ δόξωσιν οἱ Ἕλληνες ὅμοιοι τοῖς βαρβάροις, διὰ τοῦτο ἐπήγαγε τὸ οἶμαι, διστακτικῶς ἐπὶ τῶν βαρβάρων εἰπών. Oxon.
60τῶν βαρβάρων τοῖς πλείστοις] τῶν βαρβάρων πλείστοις εἶπε καὶ οὐχ ἅπασι, διὰ Ἰνδοὺς καὶ Μασ‐ σαγέτας. οὗτοι γὰρ οὐ θάπτουσι τοὺς πατέρας, ἀλλὰ κα‐ τεσθίουσιν. οὐκ ἔστι δὴ πρὸς τὸ προκείμενον· εἰ μὲν ἀτι‐ μάζοντες τοὺς ἐποίουν, εἶχε λόγον τὸ λεχθέν· ἐπειδὴ κἂν
65ἄτοπον τὸ γενόμενον, νόμος τιμῆς ἐστι παρ’ αὐτοῖς, τού‐ του χάριν οὐ δεῖ νομίζειν ὅτι τούτους ἐπεξελὼν εἶπεν, ἀλλ’ ὑπεξαιρεῖταί τινας βαρβάρους καὶ μήτε θεοὺς μήτε
γονεῖς εἰδότας τιμᾶν. διὸ εἶπε τὸ οἶμαι. ἀμέλει λέγει περὶ αὐτῶν τῶν Μασσαγετῶν, ὅτι σφάζοντες τοὺς γονεῖς πρὸ2
70τοῦ τελευτᾶν τὰς κεφαλὰς αὐτῶν ἐχρύσουν καὶ μέρη τινὰ τοῦ σώματος. ταῦτα δὲ πάλιν ἐποίουν διὰ τιμὴν αὐτῶν, οὕς τε οὖν οὐ διὰ τοῦτο εἶπεν ὁ ῥήτωρ. Oxon.

Pan

91,2

τροφεῦσι] ἤγουν τοῖς διδασκάλοις ἢ παιδα‐ γωγοῖς. A. καλῶς εἶπε τροφεῦσι καὶ οὐ γονεῦσι. γονεὺς μὲν γάρ ἐστιν ὁ γεννήτωρ, τροφεὺς δὲ ὁ θρέψας. τοὺς διδασκάλους καλεῖ τροφέας. Oxon.
5τροφεῦσι χάριν ἐκτίνειν] τροφέας τοὺς διδασκάλους καλεῖ. περὶ τροφέων δὲ διαλεγόμενος καλῶς προέταξε τοῦ νόμου, δεικνὺς ὅτι μεγίστη τιμωρία ὑπόκειται τῇ τοῦ νό‐ μου κολάσει· οἱ μὴ σπεύδοντες τοὺς γονεῖς θεραπεύειν. εἶτα καὶ τὴν αἰτίαν ἐν τῷ προοιμίῳ προστίθησι λέγων δι’
10ἣν ἦλθεν ἐπὶ τὸ ἐγκώμιον τῆς πόλεως· ἐν γὰρ Ἀθήναις διδαχθεὶς ἀμείβεται τὴν πόλιν τῆς παιδεύσεως τροφέας αὐτὴν καὶ πατέρα τῶν λόγων καλῶν. πεποίηκε δὲ τὸ προοί‐ μιον ἀναγκαῖον, νόμον ὀνομάσας τὸν ἐπιτάττοντα. ὠνό‐ μασε δὲ καὶ βαρβάρους τιμῶντας τὸν νόμον, πανταχόθεν
15αὐτὸν δεικνὺς κάλλιστον· εἶτα καὶ τὸν χρόνον προείρηκεν εἰπὼν παλαιός· νόμων γὰρ ἔπαινος ὁ χρόνος· διὰ δὲ τοῦ ἐστὶ χρησιμώτερον αὐτὸν ἐμφαίνει δηλῶν τὸ ὠφέλιμον τῶν νεαρῶν. D. ὅση δυνατὴ] ὅσα ὁ μαθητὴς δύναται, κἂν μὴ πρὸς
20ἀξίαν ἰσχύσῃ· οὐ γάρ τις δύναται διδασκάλους κατ’ ἀξίαν ἀμείψασθαι, εἴ γε ψυχῇ προυπῆρχεν εὐεργετούμενος D. οὕστινας] ὁποίους. A.

Pan

91,3

ἄγοι] νομίζοι. A. δοκῶν] φαινόμενος. A. δοκῶν γε δή πως εἰς Ἕλληνας] σοφούς. καὶ Μένανδρος
Ἕλληνές εἰσιν ἄνδρες οὐκ ἀγνώμονες
5
καὶ μετὰ λογισμοῦ πάντα πράττουσίν τινος. τινὲς δὲ οὐκ ἐπῄνεσαν τὴν σύνθεσιν τοῦ κώλου διὰ τὸ ἐφεξῆς ἔχειν τὸν σύνδεσμον, ἀγνοοῦντες ὅτι ἐπίτασιν δη‐ λοῖ, ἀντὶ τοῦ λογιζόμενοι πάντ’ ἐλλογίμος (sic) εἶναι. D. τελεῖν] ὑπάρχειν. A.

Pan

91,4

μάλιστα μὲν γὰρ] τοῦτο λέγει διὰ τὴν εἰς πᾶσαν
γῆν διασπορὰν τοῦ σίτου διὰ Τριπτολέμου καὶ Κε‐ λεοῦ, τῶν Ἀττικῶν ἀνδρῶν. προϊὼν δὲ λέξει τὴν ἱστο‐ ρίαν. A. ἀντέπιπτεν αὐτῷ τὸ τῆς ὁμωνυμίας. ἐπειδὴ γὰρ3
5τροφεῦσι χάριν εἶπεν ἐκτίνειν, τροφὴ δὲ μᾶλλον ὁ σῖ‐ τος νενόμισται, λύει τῇ προσθήκῃ τὴν ὁμωνυμίαν, καὶ ταύτην Ἀθηναίοις ἀντιθεῖ· αὐτοὶ γὰρ εὑρεταὶ καὶ τού‐ του γεγόνασι. διὰ δὲ τοῦ εἰπεῖν μάλιστα μὲν γὰρ τὸ λεπτόγεων τῆς Ἀττικῆς ἐκάλυψεν, ἐπειδή γε εἰς τοῦτο
10διεβάλλοντο, ἐκ περιτροπῆς αὐτὸς τοῦτο κατασκευάζει, λέγων ὅτι καὶ αὐτοῦ τοῦ σίτου τὴν εὕρεσιν αὕτη ἡ πόλις ἐφεῦρε παρὰ τῶν θεῶν δεξαμένη. διπλῆν δὲ τὴν κατασκευὴν μία λέξις πεποίηκεν· ἐπειδὴ γὰρ καὶ ἡ τοῦ σίτου καὶ ἡ τῶν λόγων τροφὴ καλεῖται, εἰκότως διπλῆς
15ἐμνήσθη κατασκευῆς. καὶ τὸ μὲν τοῦ σίτου κατὰ παρα‐ δρομῆν λέγει, τὸ δὲ τῶν λόγων ἐπεξεργάζεται. τοῦτο γὰρ αὐτῷ τὸ δοξαζόμενον, κἂν εἰ τύχη. τύχη γὰρ ἢ ἀπόρους ἢ εὐπόρους δίδωσι πατέρας, ὅ τε χρόνος ἀφ’ οὗ γέγονε καὶ οὐχ ἑτέρου τινὸς εἶναι. D Oxon.
20τῆς νενομισμένης ταυτησὶ τροφῆς] τῆς συνήθους, τῆς ἐκ τῶν σιτίων. A. καὶ κοινῆς] τοῦ σίτου λέγει· κοινὴ γὰρ ἀνθρώπων καὶ ἀλόγων τροφὴ ὁ σῖτος· ὁ γὰρ μῦθος αὐτοὺς πρώτους λέγει παρὰ θεῶν δεξαμένους τὰ σπέρματα δι’ Ἅιδου καὶ
25Κελεοῦ καὶ διὰ Τριπτολέμου. Oxon.

Pan

91,5

ἐπωνύμους] τροφέας. A.

Pan

91,6

ὁ συμπίπτων] συνερχόμενος. A.

Pan

91,7

κοινοὺς δὲ ἁπάντων τροφέας ὑμᾶς εἶναι] κοινω‐ νοὺς δὲ διὰ τοῦ σίτου λέγει· κοινὴ γὰρ τροφὴ καὶ ἀν‐ θρώπων καὶ ἀλόγων ὁ σῖτος. ὁ γὰρ μῦθος πρώτους αὐ‐ τοὺς λέγει παρὰ θεῶν δεξαμένους τὰ σπέρματα διὰ Ἅιδου
5καὶ Κελεοῦ καὶ Τριπτολέμου τοῖς ἄλλοις μεταδοῦναι. D. πρό γε αὐτῶν ἔτι τῶν τροφέων] κἂν παραλείπω τοὺς τῶν λόγων τροφέας, ἡ τοῦ σίτου ἱκανὴ ἦν πάνυ
ὑμῖν ἀνθρώπους παρασκευάσαι. Oxon. ὥσπερ οὓς πατέρας πατέρων καλοῦσιν οἱ ποιηταὶ] τὸ4
10πατέρας πατέρων λέγει ἢ διότι φασὶ τὸν Δία καὶ τοὺς πρὸ αὐτοῦ θεοὺς Οὐρανόν τε καὶ Κρόνον καὶ τῶν ὕστε‐ ρον ἀνδρῶν καὶ θεῶν. ὡς ἔχει τὸ „Πατὴρ ἀνδρῶν τε θεῶν τε.“ ἢ διότι οἱ ἀνθρωπείου γένους ἀρχηγέται πατέρες ἦσαν τῶν μετ’ αὐτοὺς γενομένων πατέρων. ἴσως δ’ ἂν εἴη οὗ‐
15τος ὁ λόγος τινὸς ποιητοῦ, εἰ καὶ πληθυντικῶς οὗτος εἴ‐ ρηκε· καὶ γὰρ τὸ αἰγὸς ἰξάλου Ὁμηρικὸν ὂν μνησθεὶς εἰς τὰς εἰκόνας Φιλόστρατος, αἰγὸς ἰξάλου ποιηταί φασι λέγει. A. ἤρκει] ἀρκοῦν ὑπάρχει. A.

Pan

92,1

οἷ] ὅπου. A. καὶ περὶ ἧς εἶχον] τοῦτο πρὸς τὸ νενομισμένης ἀν‐ τέθηκεν. Oxon.

Pan

92,2

τῆς ὡς ἀληθῶς καθαρᾶς] τοῦτο πρὸς τὸ νενομισμένον ἀντέθηκε· τὸ δὲ καθαρᾶς εἶπεν οὐχ ὅτι ἡ τοῦ σίτου τροφὴ ἀκάθαρτός ἐστι καὶ ἐναγὴς, ἀλλὰ κα‐ θαρὰν καλεῖ τὴν ἄλυπον καὶ ἀβλαβῆ τροφήν· διὰ δὲ τῆς
5συνεχείας τῶν λέξεων τὴν τοῦ λόγου τρυφὴν σεμνοτέραν ἀποδείκνυσιν. D. διαφερόντως] ἐξόχως. A. ἀντὶ τοῦ ἰδιαζόντως. Oxon. τῆς ἐν μαθήμασι καὶ λόγοις] μαθήματά τινές φασι τὸ μαθεῖν ἔργον τι, οἱονεὶ τεκτονικὴν, λόγους δὲ τὸ λέγειν.
10ἄλλοι δέ φασι μαθήματα μὲν τὴν φιλοσοφίαν, λόγους δὲ τοὺς πολιτικοὺς, οἱονεὶ τοὺς ῥητορικούς. D. τῆς φιλοσο‐ φίας καὶ τῆς ῥητορικῆς. Oxon.

Pan

92,3

ἔξω τούτων] τῶν ἐμῶν λόγων. A. παρ’ ὑμῶν] ἀφ’ ὑμῶν. A.

Pan

92,4

τὸν περὶ τούτων λόγον] ἔπαινον. A. δεῦρο] ἐν ταύτῃ τῇ πόλει. A. τοῖς γιγνομένοις] ὑπὸ τῆς πόλεως. A. τοῖς ἁρμό‐ ζουσι. τὸ γὰρ ἁρμόζον τινὶ οἱονεὶ γίνεται τούτῳ καθ’ ὃ
5ἁρμόζει. ἡ γὰρ εὔλογος χάρις ἀπὸ μὲν τοῦ λόγου τοὔνομ’ ἔχει, πρώτη δέ ἐστι τῶν ἄλλων χαρίτων. εἰσὶ γὰρ ἕτεραι χάριτες, δίκαιαι μὲν, οὐ μὴν εὔλογοι καὶ κατὰ φύσιν, οὗ ἕνεκα γίγνονται. A. ὡς] ἐπεί. A.

Pan

92,5

τὰς μὲν ἄλλας χάριτας] ἃς ἂν ἀπάξοι τῇ πό‐ λει. A. χάριτας δὲ ἄλλας ἀντὶ λόγων φησὶν ὅπλοις χρή‐ σασθαι ἢ ἄλλου τινὸς φιλοτιμίᾳ· δικαίας δὲ, ὅτι δεῖ τοὺς εὐεργέτας ἀμείβεσθαι. D.5
5δικαίας μὲν] συμβαίνοι εἶναι. A. τῶν πραγμάτων] ἐκ. A. ἄντικρυς] δικαίως καὶ κατὰ φύσιν. A.

Pan

92,6

τῆς εὐεργεσίας] τῆς πόλεως. A.

Pan

92,7

ἀλλὰ καὶ τὴν ἀπὸ τοῦ λόγου] ἔχει γὰρ καὶ τὸ δίκαιον τῆς ἀμοιβῆς καὶ τὸ ὅμοιον τῆς εὐεργεσίας. τὸ ἀπὸ τοῦ λόγου γὰρ ἡ διὰ τοῦ λόγου πρὸς λόγους ἀμοιβὴ καλεῖται εὔλογος. D. ἔχει γὰρ τὸ δίκαιον τῆς ἀμοιβῆς καὶ
5τὸ ὅμοιον τῆς εὐεργεσίας. κυρία γὰρ ἡ διὰ λόγων πρὸς λόγους ἀμοιβὴ καλεῖται εὔλογος. ὁ καλῶς τοξεύων κυρίως καλεῖται βέλτιστος, παρὰ τὸ καλῶς βάλλειν. Oxon.

Pan

92,8

ἀκριβῶς] ἀληθῶς. A. μηδεὶς δὲ ὑμῶν] δεύτερον προοίμιον. A. ὥσπερ εἰ ἔλεγεν, ἃ καὶ νῦν ἀκροαταὶ τῶν λόγων καὶ λόγοις συνζύ‐ γοντες. ἔοικε δέ τι αὐτὸ * συνήσειν τισὶ τὸν λόγον. προ‐
5στησαμένοις ἀντὶ τοῦ ποιησαμένοις καὶ δὴ μηθὲν τὰ τῶν * πράγματα κοινῇ προστησάμενος. ἴσως δὲ εἰς Θουκυδίδην αἰνίττεται, ὅτι ἐπιτάφιον σχηματισάμενος ἐγκώμιον εἶπε λοιπὸν * τοῦ ἐγκωμίου ἀγῶνα δεδοικώς. διὸ ἐπήγαγεν ὅτι ὑπέστηκεν ἐκ τοῦ φανεροῦ τοσοῦτον ἀγῶνα. D.

Pan

92,9

χρόνῳ] μετὰ ταῦτα. A.

Pan

92,10

εἰ] ἤπερ. A. προστησάμενοι] προβαλλόμενοι. A. σχῆμα φαυλότερον τοῦ λόγου] Θουκυδίδης μὲν γὰρ καὶ Δημοσθένης καὶ προσέτι Λυσίας καὶ ἕτεροί τινες οὐ
5προφανῶς εἰς τὸ τῆς πόλεως καὶ χώρας ἐγκώμιον ἐχώ‐ ρησαν, ἀλλ’ ἐπιταφίους ἢ ἄλλο τι λέγειν ὡρμηκότες λε‐ ληθότως εἰς ἐγκώμιον κατέστησαν ταύτης ἄριστα βουλευ‐ σάμενοι, ἵν’, ἐὰν κάτω τῆς ἀξίας γένωνται, μὴ εἴη αὐτοῖς μέμψις ὡς τοῖς ὑπὲρ αὐτοὺς ἐνεχείρησαν. τὴν οὖν τοιαύ‐
10την μεταχείρισιν σχῆμα φαυλότερον λέγει· καὶ γὰρ τὸ αὐ‐ τοῦ φανεροῦ εἰς ἐγκώμιον καταστῆναι σχῆμα κάλλιστόν ἐστι καὶ γενναιότητος ὡς ἀληθῶς. τὸ δὲ ἄλλο τι μὲν προε‐ λέσθαι λέγειν, λεληθότως δὲ καὶ τούτου τοῦ μέρους ἅψα‐
σθαι φαυλότερόν ἐστι καὶ ὑποδεέστερον ἐκείνου. A. σχῆμα6
15φαυλότερον] ἀντὶ τοῦ ἀσθενέστερον. ἔστι δὲ συγκριτικὸν ἀντὶ τοῦ ἁπλοῦ. οὐδὲ γὰρ κακός ἐστιν ὁ λόγος, ἵνα λάβῃς. καὶ τὸ σχῆμα κακότερον. ἐργώδη δέ φησι τὴν περὶ τὰ κε‐ φάλαια διαίρεσιν. D. ἐργώδη] δυσχερῆ. A.

Pan

92,11

ὑπέστη μὲν] ὑπομεῖναι ἐθέμεθα. A. μάλιστα μὲν γὰρ] τὸ σχῆμα τοῦτο καλεῖται π * τι‐ τὲς δὲ λέγουσιν ὅτι κακῶς ἐποίησεν, ἀπὸ τοῦ μείζονος λύ‐ σας τὸ ἔλαττον, δέον ἀπὸ τοῦ ἐλάττονος λύειν τὰ μείζονα.
5ἡμεῖς δὲ φαμὲν ὅτι οὐκ ἔστι τοῦτο, ἀλλὰ διὰ τοῦ φανε‐ ροῦ τὸ ἀφανὲς ἔλυσε. φανερὸν γάρ ἐστι καὶ ὡμολογημέ‐ νον ὅτι δεῖ τιμῆσαι θεοὺς καὶ οὐ χρεία περὶ τούτων ἀπο‐ λογεῖσθαι, ὅ ἐστι περὶ τῶν μεγίστων πολὺ πλέον. μεῖζον γάρ ἐστι τὸ θεοὺς ἐγκωμιάσαι ἢ πόλιν. αἰτίας δὲ λέγει
10μέμψεως. τὸ δὲ οὐ παρεῖται ἢ παραλέλειπται, φησὶ, τὸ ἐγκωμιάζειν θεοὺς, ἢ εἰς ἑαυτὸν αἰνίττεται, ἐπειδὴ ἔγραψε καὶ ὕμνους. D. ἐρεῖ τις ὅτι οὐ δεῖ μείζονι ἐγκλήματι τὸ μικρὸν λέγειν. λέγομεν ὅτι ὡς ὁμολογούμενον αὐτὸ ἔλαβεν ὅτι δεῖ τὰ θεῖα τιμᾶν καὶ οὐ χρεία περὶ τούτου ἀπολογή‐
15σασθαι· εἰ οὖν περὶ τῶν θείων οὐ δεῖ ἀπολογήσασθαι, πολλῷ πλέον ἐπὶ τῶν οὐ θείων. Oxon. τοῦτο λέγει ἢ διότι πάντες ἄνθρωποι ἐπαινοῦσι τοὺς θεοὺς, ἢ διὰ τοὺς πολ‐ λοὺς τῶν θεῶν προσείρηκεν. ἔστι δὲ τοῦτο ἀπὸ τοῦ μεί‐ ζονος ἐπιχείρημα. δείκνυσι γὰρ ὡς εἰ τῶν θεῶν κατατολ‐
20μᾶν ἔξεστι, πῶς οὐ τοῦτο ποιεῖν δεῖ πρὸς πόλιν, εἰ καὶ πολλῷ τῶν ἄλλων. προσλογιστέον δὲ ὅτι οὐ χρὴ τῷ τοιούτῳ ἐπιχειρήματι κεχρῆσθαι πρός γε τὰ φαῦλα. οὐ γὰρ συμ‐ φέρει τὸν κλέπτην λέγειν ὡς οὐκ ἄξιός ἐστι κεκολάσθαι, ἐπεὶ καὶ φθόνον εἴργασται πρὸ ταυτησὶ κλοπῆς. A.

Pan

92,12

τοῦτο] τὸ εἰς τοῦτο καταστῆναι ἀγῶνα. A. ἡμῖν γε παρεῖται] ἔγραψεν ὁ Ἀριστείδης ὕμνους εἴς τινας τῶν θεῶν, καὶ διὰ τοῦτο τὴν ἐπὶ τῷ λόγῳ αἰτίαν ἐπιλύεται. ἰστέον δὲ ὡς οὐχ ἁρμόττει τοῦτο τοῖς
5φαύλοις. οὐ γὰρ ἀεὶ τὸν κλέπτην λέγει, ὅτι διὰ τοῦτο οὐκ ἄξιον κολασθῆναι, ἐπειδὴ οὐκ ἐμοὶ, μόνοις δὲ τοῖς χρη‐
στοῖς ἐπιτήδειος. D. παρεῖται] ἢ παραλέλειπται. Oxon.7

Pan

92,13

ἔπειτα οὐδ’ ἐμὲ τοῦτο λέγειν ἢ δι’ ἄλλου ἐνεγκεῖν] ἢ ἀντὶ τοῦ βαστάσαι, ἢ Θουκυδιδείως εἰπεῖν, ἀντὶ τοῦ ἀνύσσειν, ὡς ἐκεῖνος εἶπε „Διέφερον τὸν πόλε‐ μον“ ἀντὶ τοῦ ἤνυον. ἐκδρομὰς δὲ λέγει τὰς ἐκφυγὰς, ὅ
5ἐστι μερισμούς· ἢ ἐκδρομὰς τὰς ἀπὸ τοῦ προκειμένου πράγματος εἰς ἕτερόν τι μεταβαῖνον, οἷον εἰ λέγων τις ὑπόθεσίν τινα μεταξὺ λέξει τι διήγημα καὶ πάλιν εἰς τὸ προκείμενον ἐπανέλθῃ. D. διενεγκεῖν] διηγήσασθαι. A.

Pan

92,14

τὰς ἐκδρομὰς] παρεκβάσεις. A. ἐκδρομὰς λέγει, ἢ τὰς ἀφ’ ἑκατέρου εἰς ἕτερον μεταβάσεις, οἷον τὰς ἀπὸ τῶν Περσικῶν εἰς τὰ Ἑλληνικὰ, καὶ ἄλλα τα. ἢ ἐκδρομὰς νοητέον τὰς μεταξὺ τῆς διηγήσεως παρεκβάσεις.
5A. ἢ τοὺς μερισμούς. Oxon. ἃς καὶ συνιδεῖν ἁπάσας] ἐμφαίνει ἐκ τούτου ὅτι ποι‐ κίλας καὶ πολυειδεῖς αἰτίας ἐπαίνων καὶ ἐγκωμίων δίδωσιν ἡ πόλις. A. καθ’ ἑκάστην] ἐκδρομήν. A Oxon.

Pan

92,15

μὴ οὐ σὺν μεγάλῃ καὶ λαμπρᾷ τῇ τύχῃ] σημειωτέον ὅτι Δημοσθενικὸν τὸ ἐπιχείρημα· ἀλλὰ καὶ τῆς ὑμετέρας ὑπολαμβάνω τύχης πολλὰ τῶν δεόντων. οὗ καὶ αὐτὸς συνεργὸν ἀπαιτεῖ τὴν τύχην ἐφ’ οἷς λέ‐
5γειν ἐπιχειρεῖ. AD. πρὸς δὲ τούτοις] τὸ δὲ ἑξῆς, πρὸς δὲ τούτοις ἐφ’ ὅσοις τοῖς περὶ αὐτῶν εἰρηκόσιν ἐπερχόμεθα, εὑρεῖν τίνι χρησόμεθα ἀπὸ τούτων τῶν εἰρημένων ἢ τίνι παραλείπο‐ μεν, μεῖζον ἔχοντες ἔργον ἐπὶ τὸ σκοπεῖν, τί παραλείπω
10τῶν ἐκείνοις εἰρημένων, ἢ εὑρεῖν τίνι χρήσομαι. ἔθνη δὲ καλεῖ τοὺς ῥήτορας, τοὺς γραμματικοὺς καὶ τοὺς τοιούτους. δηλοῖ δὲ καὶ τὸ πλῆθος τῶν εἰρηκότων καὶ τῶν ἐγκωμια‐ σθέντων τὴν εὔκλειαν. D.

Pan

92,16

ἐφ’ ὅσοις] μεγάλοις. A. περὶ αὐτῶν] τῶν ἐκδρομῶν. A.

Pan

92,17

ἔχοντες] ἐσμέν. A. ὅτι φυλαξόμεθα] ἐγκαίρως ἐγκωμιάζοντες. A. οἱ ἄλλοι, φησὶν, οἱ ἐγκωμιάζοντες πρὸς ἕν τι δυσχεραίνουσι πρὸς τὸ εὑρεῖν τί δεῖ εἰπεῖν· ἐγὼ δὲ καὶ τοῦτο ἔχω, καὶ μείζω8
5τούτου ἀγῶνα, τὸ ζητεῖν, τὸ ἀποφυγεῖν, τί τοῖς ἄλλοις λέλεκται, ἢ τί φυλαξώμεθα τούτων, ἢ ὅτῳ χρησόμεθα. D. ἄλλων γὰρ ἄλλα κεκοσμηκότων] ἐπαίνους ἱστοριῶν. A. Θουκυδίδης μὲν γὰρ εἶπε τὰ Πελοποννησιακὰ, Ἡρό‐ δοτος δὲ τὰ Μηδικὰ, Ξενοφῶν δὲ τὰ Ἑλληνικὰ, καὶ
10ἄλλοι ἄλλα. λέγει οὖν ὁ Ἀριστείδης· τῶν τῆς πό‐ λεως ἔργων πολλῶν ὄντων, οὐδείς πω διὰ τέλους ἀφῖχθαι δεδύνηται, καὶ ἅπαντα ἐγκωμιάσαι, ἀλλ’ οἱ μὲν ταῦτα, οἱ δὲ ἐκεῖνα. ὅμως δ’ οὖν ἅπαντες ἅπαντα εἰρήκασι, τῶν ὑπὸ τούτου παρειμένων εἰρημένων παρ’ ἄλλου. ἐγὼ δ’
15οὖν διπλοῦν τὸν ἀγῶνα ποιήσομαι, μετ’ ἐκείνους ἐγκωμιά‐ ζων καὶ ἅπερ εἴρηκεν εἷς ἕκαστος λέγων, καὶ ἅπερ ἅπαν‐ τες, μόνος τῷ λόγῳ συλλήβδην περιλαβών. τοῦτο γάρ ἐστι τὸ χωρὶς πρὸς ἕκαστον καὶ κοινῇ πρὸς ἅπαντας. AC. ἕκα‐ στος, φησὶ, μέρος ἐπῄνεσεν, οὐ τολμήσας εἰς ἅπαντα κα‐
20θεῖναι ἑαυτὸν, καὶ ὅτι περὶ πάντων τὸ ὅλον πεπλήρωτο. ἅπερ γὰρ ἄλλος παρῆκεν, ἄλλος ἐπλήρωσεν. Ἡρόδοτος μὲν γὰρ εἶπε τὰ Μηδικὰ, Θουκυδίδης τὰ Πελοποννησιακὰ, Ξενοφῶν τὰ Ἑλληνικά. D. Ἡρόδοτος εἶπε—Ἑλλη‐ νικά. Oxon.

Pan

93,2

τῷ μετὰ πάντας ἐγχειροῦντι] ἐμοὶ λέγειν. A. καὶ χωρὶς] οἷον τὸ εἰπεῖν τὰ Ἑλληνικὰ Ξενοφῶντος βέλτιον καὶ τὰ Μηδικὰ Ἡροδότου. κοινῇ δὲ πρὸς ἅπαντας, ἐπειδὴ ἅπαντες σποράδην εἰρήκασιν, αὐτὸς συλλήβδην
5ἅπαντα διεξέρχεται. D.

Pan

93,3

οὐ μὴν ἀλλ’ αὐτό γε] ἤγουν οὐ μόνον οὐ λανθάνουσί με ταῦτα ἃ ἔφην. A. ἤγουν οὐ λανθάνουσι μὲν ταῦτα ἃ ἔφην. C.

Pan

93,4

ὅτι οὕτω πολλοῖς] τὰ κεφάλαια φησὶ τοῦ ἐγκωμίου. Oxon.
μεγάλοις] τοῖς πλεονεκτήμασιν. Oxon. τόπον οὐδένα] ἤγουν κεφάλαιον ἐγκωμίου. C.9

Pan

93,5

καθῆκεν] κατέρριψεν. Oxon.

Pan

93,6

οἱ μὲν] ποιηταί. C. τοὺς ἄνω χρόνους] ἤγουν τὰ περὶ Ἐρεχθέως. AC. οἱ μὲν τοὺς ἄνω χρόνους ἐν τοῖς ποιήμασιν ᾄδουσι] τεχνικὸν λίαν τὸ ἐπιχείρημα. δοκεῖ γὰρ μέμφεσθαι μὲν
5τοὺς προειρηκότας ὅτι ἕκαστος μέρος εἰπεῖν ἐτόλμησε, λελη‐ θότως δὲ αὔξει τὰ ἐγκώμια τῆς πόλεως τῷ κατὰ μερισμὸν σχήματι χρησάμενος. ἄνω χρόνους λέγει τὸ εἶναι αὐτὴν τὴν ἀρχαίαν. διὰ δὲ τοῦ εἰπεῖν ἐν τοῖς ποιήμασι καὶ χά‐ ριν καὶ τέρψιν ποιεῖ διὰ τῶν ποιημάτων. D.
10τὰ πρὸς τοὺς θεοὺς κοινὰ] ἀντὶ τοῦ τὴν ἀναστροφὴν μετὰ θεῶν κοινῶς κατώρθωσαν. κοινωνίαν γὰρ θεῶν πρὸς αὐτοὺς δηλοῖ. D. πῶς ὑπ’ Ἀθηνᾶς καὶ Ποσειδῶνος φιληθεῖσα ἅμιλλαν περὶ αὐτῆς σφίσιν ἐποίησεν. AC.

Pan

93,7

ἀπὸ τοῦ παρήκοντος] παρασχόντος. A. ἀπὸ τοῦ παρείκοντος] ἀπὸ τοῦ παρατυχόντος· οὐ γὰρ ἔργον τοῦτο πε‐ ποίηται. C. ἀπὸ τοῦ παρείκοντος] τοῦ παρατυχόντος, τουτέστιν ἀπὸ παρεκβάσεως, οὐκ αὐτὸ τοῦτο ποιησάμενοι ἔργον, ἀλλ’
5ἀπὸ τοῦ ἐνδεχομένου, ὡς Θουκυδίδης ἐν τῇ τετάρτῃ, κατὰ τὸ παρεῖκον τῆς νήσου. D. οἱ δὲ] Θουκυδίδης καὶ Ἡρόδοτος. C. οἱ δὲ τοὺς ἐπὶ τῶν καιρῶν—μεμερισμένως] ὡς μὴ δυνάμενοι τοὺς κατὰ καιρὸν Ἑλληνικοὺς πολέμους διηγή‐
10σασθαι μέρος αὐτοῦ εἰρήκασιν. D.

Pan

93,8

ἕτεροι δὲ] Παυσανίας C. ἕτεροι πολιτείαν] τὴν δημοκρατίαν φησίν. αὐτὸς δὲ ἐν τῷ τέλει τοῦ λόγου δείκνυσιν ὅτι τὰ πλεονεκτήματα τῶν ἄλλων πολιτείαν εἶχεν ἐν ἑαυτῇ. D.
5τὴν πολιτείαν] τὴν δημοκρατίας λέγει πολιτείαν. Oxon.

Pan

93,9

καταλέγουσιν] ἀριθμοῦσιν. A. οἱ δὲ] Θουκυδίδης, Δημοσθένης, Λυσίας. C. ὡς ὁ Θουκυδίδης. Oxon. οἱ δὲ ἐν τοῖς ἐπιταφίοις λόγοις] εἰς Θουκυδίδην αἰ‐
5νίττεται, ἐπειδὴ τὸ ἀπὸ προγόνων ἐγειρομένων παρέλιπε.
παρῆκε δ’ αὐτὸ, ἵνα μὴ ἐπαινῶν τοὺς προγόνους αὐτοῦ σεμνότερον δείξῃ τὸ κακόν. οἱ μὲν τὴν σοφίαν αὐτοῦ δο‐ κοῦντες ἐγκωμιάζειν, φησὶν, οὐκ ἐνεκωμίασαν. αἴνιγμα γάρ ἐστι τὸ δοκοῦν εἶναί τι μὴ ὄν. D. δολοῦντες ἐγκω‐10
10μιάζειν, φησὶν, οὐκ ἐνεκωμίαζον. Oxon.

Pan

93,10

εἰσὶ δὲ οἳ κἀν τούτοις] ἐκ τῶν εἰρηκότων ἐν τοῖς ἐπιταφίοις A. οὐχ ὡς νομίζεται] νόμιμόν ἐστι. A.

Pan

93,11

ἐμοὶ δοκεῖν] Ἀττικῶς τὸ δοκεῖν· δοκεῖ γὰρ ὤφειλεν εἰπεῖν. A.

Pan

93,12

ἀλλ’ οὖν οὕτω πολλοῦ τινος ἐδέησαν] ση‐ μείωσαι τὴν σύνταξιν· δεήσαντες γὰρ δέον εἰπεῖν ἐδέησαν εἶπεν ὥσπερ ἄλλοι τε πολλοὶ καὶ Πίνδαρος ποιεῖ λέγων
Δρέπων μὲν κορυφὰς ἀρετᾶν ἀπὸ πασᾶν·
5
ἀγλαΐζεται δὲ καὶ
μουσικᾶς ἐν ἀώτῳ. AC.

Pan

93,13

οἱ δὲ τὰς ἀποικίας καταλέγουσιν] ὁ Ἔφο‐ ρος περὶ τῆς Ἰωνικῆς ἀποικίας. A. εἰς Ἔφορον ἀποτείνε‐ ται ὃς περὶ τῆς Ἰωνικῆς ἀποικίας ἔγραψε. D Oxon.

Pan

93,14

τὴν κοινότητα] ἀντὶ τοῦ μετριότητα. φιλαν‐ θρωπίαν δέ ἐστι σύνηθες Ἀθηναίοις φιλοφρονεῖσθαι τοὺς ξένους. D. τὴν κοινότητα καὶ φιλανθρωπίαν] τὴν μετριό‐ τητα καὶ τὴν τῶν ἀτυχούντων ἀποδοχήν. AC.

Pan

93,15

τοῖς συγγράμμασί που τοῖς ἄλλοις ἐγκατα‐ μιγνύντες] τουτέστι γράφοντες λέγουσι. A. ἀντὶ τοῦ κατὰ πάρεργον τὸν ἔπαινον πεποίηνται, οὐχὶ δὲ προηγουμένως· ὃ καὶ καθαιρετικὸν τοῦ ἐγκωμίου. D.

Pan

93,15bis

οἱ δ’ ἀπὸ στόματος] παῖς γὰρ ἐκ πατρὸς διαδέχεται ταῦτα καὶ παραδίδωσιν ὥσπερ τινὰ κλῆρον τοῖς μετ’ αὐτῶν, καὶ οὗτοι τοῖς ἐφεξῆς. C. κατὰ τὸ συμβαῖνον τῆς μνήμης] ἤγουν καθὼς συμ‐
5βαίνει περὶ τούτων μεμνῆσθαι. C.

Pan

93,16

ἅπαντες ἢ τῷ βουλήματι] ὥς φασιν, εἰ λέ‐
γει τινὰς μὴ εἰρηκότας τὰ πάντα τῆς πόλεως ἐγκώμια, ὅτι οὐκ ἠβουλήθησαν, ἰδοὺ, πάλιν δείκνυσιν ὡς δυναμέ‐ νους μὲν, οὐ βουλομένους δέ· φαμὲν ὅτι τοῦτο εἶπε διὰ11
5τὸ φορτικὸν, ἵνα μὴ ἑαυτὸν ἁπάντων δείξῃ σοφώτερον. D. τῷ βουλήματι τῷ σφετέρῳ] ἤγουν τῷ ἑαυτῶν. A.

Pan

93,17

οὐ τῷ τῆς πόλεως μέτρῳ] οὐ γὰρ φθάνει τὸ βούλημα ἐκείνων τῷ μέτρῳ τῆς πόλεως. A.

Pan

93,18

ἀλλ’ ὥσπερ πελάγους] τῶν παραβολῶν αἱ μέν εἰσιν ἀποδιδόμεναι, οἷον ὥσπερ πέλαγος μέγα ἓν καὶ τοῖς ὀφθαλμοῖς οὐ παρέχον τέλος εὑρεῖν τῷ θεωροῦντι ἄπειρον δείκνυται, οὕτω καὶ τὰ τῆς πόλεως ἐγκώμια πολλὰ
5ὄντα ἀπορεῖν ποιεῖ τὸν ἐγκωμιάζοντα· αἱ δὲ ἀναπόδοτοι, ὥσπερ νῦν ὁ Ἀριστείδης. ἔστι δὲ ὅτε καὶ ταῖς ἀποδιδο‐ μέναις κέχρηται παραβολαῖς, καὶ οὐκ ἀεὶ ταῖς ἀναποδό‐ τοις. δύναται δὲ εἶναι αὕτη ἡ παραβολὴ ἀποδιδομένη, ἐὰν ποιήσῃς τὴν σύνταξιν οὕτως, καὶ ὅσον ἕκαστος καθορᾷ,
10τοῦτο θαυμάζει, ὥσπερ πελάγους ἀπείρου καὶ ὀφθαλμοῖς οὐχ ὁρίζοντος, ἀντὶ τοῦ οὐ παρέχοντος ὅρον, οὐ διδόντος τέλος διὰ τὸ ἄπειρον καὶ πολὺ μῆκος αὐτοῦ· καὶ ὥσπερ τὸ μέτρον, φησὶ, τοῦ πελάγους οὐ δύναταί τις ὁρίσαι ὀφθαλμοῖς, οὐδὲ τὸ τέλος ἰδεῖν, οὕτως οὐδὲ τὸ τέλος τοῦ
15ἐγκωμιάσαι τὴν Ἀττικὴν δύναται ἰδεῖν, καὶ ἐπαινέσαι τὴν πόλιν ἄχρι τέλους. D. ἡ παραβολὴ αὕτη ἀναπόδοτος. δύναται δὲ καὶ ἀποδεδομένη φανῆναι, εἴ γέ τις οὕτω συν‐ τάξοι, ἀλλ’ ὅσον ἕκαστος καθορᾷ, τοσοῦτον θαυμάζει, ὥσπερ πελάγους ἀπείρου καὶ ὀφθαλμοῖς οὐχ ὁρίζοντος,
20ἀντὶ οὐ παρέχοντος ὅρον διὰ τὸ ἄπειρον καὶ πολὺ μῆκος αὐτοῦ. καὶ ὥσπερ τὸ μέτρον, φησὶ, τοῦ πελάγους οὐ δύ‐ ναταί τις ὁρίσαι ὀφθαλμῷ, οὐδὲ τὸ τέλος ἰδεῖν, οὕτως οὐδὲ τέλος τοῦ ἐγκωμιάσαι τὴν Ἀττικὴν δύναταί τις ἰδεῖν καὶ ἐπαινέσαι τὴν πόλιν ἄχρι τέλους. D.
25τοῖς ὀφθαλμοῖς οὐχ ὁρίζοντος] οὐχ ὅρον καὶ στάσιν παρέχοντος διὰ τὸ ἀμέτρητον. AC.

Pan

94,1

ὥσπερ αἴνιγμα] ὡς πρὸς ἑαυτὸν τοῦτο εἶπεν αἴνιγμα· καὶ καλῶς τοῦτο· λέγων γὰρ ὅτι ὁ ἐγκωμιάζων τὴν πόλιν κατὰ μέρος, φησὶ, τοῦ παντὸς οὐχ ἁμαρτήσεται,
οὐ παντὸς βούλεται ἐγκωμίου, ἀλλὰ παντὸς τελείου τὰ12
5ἐγκωμιαστικὰ λόγου. τί δέ ἐστιν αἴνιγμα αὐτὸς ἐξηγεῖται, τὸ ὂν καὶ μὴ ὂν, οἷον λίθος καὶ οὐ λίθος, κίσσηρις, ἀνὴρ καὶ οὐκ ἀνὴρ, εὐνοῦχος, καὶ τὰ τοιαῦτα. καὶ ἡ πό‐ λις τοιγαροῦν ἐγκωμίασται μὲν τῷ μέρος τινὰ ἐγκωμιάσαι, οὐκ ἐγκωμίασται δὲ τῷ μὴ πάντα ἀκοῦσαι. D. ὡς πρὸς
10ἑαυτὸν τοῦτο εἶπεν αἴνιγμα· καὶ καλῶς τοῦτο. λέγει γὰρ ὅτι ἐγκωμιάζων τὴν πόλιν κατὰ μέρος τοῦ παντὸς οὐχ ἁμαρτήσεται· οὐ παντὸς βούλεται ἐγκωμίου, ἀλλὰ παντὸς τελείου καὶ ἐγκωμιαστικοῦ λόγου. τί ἐστὶν αἴνιγμα, αὐτὸς ἐξηγεῖται, τὸ ὂν καὶ μὴ ὂν, ὁ λίθος καὶ οὐ λίθος, καὶ
15ἡ πόλις ἐγκωμίασται μετὰ τῷ μέρος αὐτῆς ἐγκωμιάσαι τινὰς, τῷ δ’ ἐκ μὴ πάντα τὰ ἑαυτῆς ἄξια εἰπεῖν τινὰ, οὐκ ἀνεγκωμίασται. Oxon. ᾗ] τῇ πόλει. A.

Pan

94,2

οὐ τοῦ παντὸς ἁμαρτήσεται] πᾶν ἐνταῦθα νοητέον οὐχ ὅλον τὸ τῆς πόλεως μέτρον, οὐδὲ τὸ παντε‐ λὲς τῶν πραγμάτων, ἀλλ’ ὅσον εἰς δύναμιν ἥκει αὐτοῦ τοῦ ἐγκωμιάζοντος, ἐπειδὴ πάντες οἱ τοὺς πολέμους αὐ‐
5τῆς ἐπιχειροῦντες θαυμάζειν οὐ πρὸς ἀξίαν αὐτοὺς τοὺς λόγους ποιοῦνται, ἀλλὰ πρὸς τὴν αὐτῶν δύναμιν ἀφορῶντες, οὕτω τὸ πάθος ἀποδιδόναι νομίζουσιν. AC. μέρος, φησὶν, εἰπὼν τὸ πᾶν ἐπλήρωσεν· εἰ δὲ τοῦτο, δῆ‐ λον ὅτι τὸ μέρος πρὸς τέλειον ἀρκεῖ ἐγκώμιον D.

Pan

94,3

οὐ δὴ δίκαιον] τὸ οὐ δὴ δίκαιον συμπέρασμά ἐστιν, ὡς ἄνω ἔφη, λέγω τὸ „Οὐ μὴν ἀλλ’ οἷ βλέπων“ (92, 1) μέχρι τοῦ „μόνη γάρ ἐστιν ἀκριβῶς εὔλογος.“ ἐποίησε δὲ τοῦτο θεὶς διὰ μέσου τὴν ἀπολογίαν. τὸ
5(92, 8) „μηδεὶς δὲ ὑμῶν“ ὑφ’ ἧς ἠναγκάσθη εἰπεῖν ἃ εἶπεν, ἤγουν διὰ τοὺς λόγους τοσοῦτον ἀναδέξασθαι κίνδυνον. A. τὴν μόνην τοῦ τολμήματος αἰτίαν] αἰτία λέγεται καὶ ἐπὶ καλοῦ καὶ ἐπὶ φαύλου. φησὶν οὖν ὅτι οὐκ ἔστι δίκαιον ἄξιον μὲν γενέσθαι ἐκείνης τῆς αἰτίας τῆς ἐχού‐
10σης τὸ φαῦλον ὄνομα· διότι ἐτόλμησα τοιοῦτον ἀγῶνα
ὑποστῆναι. D Oxon. αἰτίαν] ἀφορμήν. A. ἤγουν τοὺς λόγους. C.13

Pan

94,4

τῆς αἰτίας] ἤγουν τῆς μέμψεως. A.

Pan

94,5

πολλῶν καὶ καλῶν] ἐπαίνων. A.

Pan

94,6

ἠρκότων] ὑψωσάντων. C.

Pan

94,8

νυνὶ δὲ ὥσπερ] ἡ σύνταξις οὕτως· ὡς τῶν ἄλλων ἡγεμὼν ἐγένετο, οὕτως γνώριμόν ἐστιν ὅτι καὶ τῶν λόγων πρῶτον ἡγεμὼν ἐγένετο ἢ οὕτως· ὥσπερ δῆλόν ἐστιν ὅτι τροφὸς καὶ τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων
5ὑπάρχει ἡ Ἀττικὴ, οὕτω γνώριμόν ἐστιν ὅτι καὶ τῶν λό‐ γων ἀρχηγὸς καθίσταται. διὸ οὐκ ἀλλοτρίοις τῆς πόλεως ἐγκωμίοις χρώμεθα, ἀλλ’ αὐτὴν τὴν πόλιν καὶ τοὺς πολί‐ τας ἐγκωμιάζοντες οὐ μετρίως ἐπαινοῦμεν, ἀλλὰ διὰ τοὺς λόγους ἐπαινοῦμεν κατὰ τὸ δυνατόν. ἢ οὕτως· εἰ μὴ ἦν,
10φησὶν, ἓν καὶ τοῦτο τὸ τῶν λόγων ἀγαθὸν τῆς πόλεως σὺν τοῖς ἄλλοις ἀγαθοῖς, οὐκ ἂν ἴσως ἦν με δίκαιον τοιοῦτον ἀγῶνα ὑποστῆναι. D. τῶν ἄλλων ἁπάντων] ἀγαθῶν. A. τροφῆς, θυσιῶν, πανηγύρεων, τεχνῶν, ἀγώνων καὶ ὅσα τοιαῦτα. AC.

Pan

94,9

ὅτι καὶ τῶν λόγων πρώτη] ἡγεμὼν γέγονε. C.

Pan

94,10

οὐκ ἀλλοτρίᾳ τῇ πείρᾳ χρώμεθα] ἤγουν οὐκ ἀνοίκειον εἰσφορὰν εἰσφέρομεν· λέγω τοὺς λόγους. AC. πεῖραν δὲ λέγει τὴν μεταχείρησιν. C. τῇ πείρᾳ] ἢ τῇ τόλμῃ. Oxon.
5οὐδ’ ἑτέρωσε φέρουσαν ὁδὸν προειλόμεθα] ἀντὶ τοῦ ξένην ὁδὸν, τουτέστιν ἐπὶ ἄλλην πόλιν, οἷον οὐκ ἐθύβαι σεμνύνονται, ἀλλὰ τοὺς λόγους δι’ ὧν Ἀθηναῖοι κηρύτ‐ τονται. D.

Pan

94,11

ἀκριβῶς] οἰκείως καὶ κατὰ φύσιν. AC. καὶ τοὺς Ἀθηναίους] τούτων γὰρ οἱ λόγοι ἐπίση‐ μοι. AC.

Pan

94,12

ἕν τι τῶν τῆς πόλεως ἐκτίνομεν] ἐπαινοῦν‐ τες γὰρ αὐτὴν διὰ λόγων, οἳ μέρος εἰσὶ τῶν προσιόντων αὐτῇ καλῶν, ὥσπερ τι χρέος ἀποδίδομεν. τούτους γὰρ παρ’ αὐτῆς πάντες ἔχομεν ἄνθρωποι. AC.
5ἐκτίνομεν] διδόαμεν. A. τὸ ἐκτίνομεν ὡς ἐπὶ χρέους. τινὲς δὲ καὶ διὰ διφθόγγου γράφουσιν ἀντὶ ἐπαίρομεν καὶ αὔξομεν. Oxon. εἰρημένον δὲ ὑπὸ πολλῶν πολλάκις] ὁ μὲν ποιητής φησι14
10
Τί πρῶτον, τί δ’ ἔπειτα, τί δ’ ὕστατα καταλέξω. ὁ δὲ Δημοσθένης „Ἀπορῶ τοῦ πρῶτον μνησθῶ.“ τὸ δὲ εἰρημένον ἢ εὐθεῖαν νοητέον ἀντὶ γενικῆς λαμβανόμενον, ὅπερ οὐδετέροις μόνοις ποιοῦμεν· ἢ αἰτιατικήν. εἰπὼν γὰρ εἰρημένον ἐπάγει τοῦτον τὸν λόγον. AC.
15εἰρημένον δὲ] ἐνταῦθα ὁ Ἀριστείδης κέχρηται τῷ νοήματι· ὥσπερ γὰρ ὁ Δημοσθένης ἐν τῷ περὶ τοῦ στε‐ φάνου λέγει τῶν εἰς τὸν Αἰσχίνην διαβολῶν, οὕτω μηδὲν εἰπεῖν, ἀλλὰ τῷ πολλῶν ἀπορεῖν, οὕτω καὶ Ἀριστείδης νῦν ἀπορίαν ἑαυτῷ ποιεῖν τὸ πλῆθος τῶν ἀρετῶν, καὶ
20εἰσβάλλει εἰς κεφάλαια. ἔστι μερικὸν προοίμιον, ὥσπερ ἐν τοῖς δικανικοῖς λόγοις τὸ προκαταστατικόν· αὐξητικὸν δέ ἐστι σχῆμα τῶν ἐγκωμίων. δηλοῖ γὰρ καὶ τὸ πλῆθος καὶ τὸ ἴσον τῶν πλεονεκτημάτων αὐτῆς. τὸ δὲ κοινὸν νόημα ὥσπερ ἴδιον πεποίηται. ἀντὶ δὲ τοῦ εἰπεῖν εἰρημένου εἶπεν
25εἰρημένον Ἀττικῶς. κοινὸν δὲ τὸ σχῆμα οὕτως· Ὅμηρος μὲν γάρ φησι
Τί πρῶτον, τί δ’ ἔπειτα, τί δ’ ὑστάτιον καταλέξω; καὶ Δημοσθένης δὲ „Οὐκ ἀπορῶν δ’ ὅ τι χρὴ περὶ σοῦ καὶ τῶν σῶν εἰπεῖν, ἀπορῶ τοῦ πρῶτον μνησθῶ.“ τεχνι‐
30κῶς δὲ τοῦτο ποιεῖ· ἐπειδὴ γὰρ οὐκ ἔχει λέγειν τὸν οἰκι‐ στὴν, οὔτε τὸ γένος τοῦ κτιστοῦ οὔτε τὴν πατρίδα, (αὐ‐ τόχθονες γὰρ Ἀθηναῖοι) ἔθος δὲ τῷ ἐγκωμιάζοντι πόλιν τὸν οἰκιστὴν ἐπαινεῖν καὶ τὴν πατρίδα αὐτοῦ, κυρίως ἑαυ‐ τὸν εἰσήγαγεν ἀποροῦντα πόθεν ἄρξεται τῶν ἐγκωμίων τῆς
35πόλεως. D. ἀντὶ τοῦ εἰπεῖν εἰρημένου εἶπεν εἰρημένον Ἀτ‐ τικῶς. Oxon.

Pan

94,14

τῷ πρεσβυτάτην εἶναι] διὰ τὸ εἶναι αὐτό‐ χθονας. Oxon.

Pan

94,15

εἰς τὸ πλέον τοῦ φανεροῦ καὶ προχείρου
λαβεῖν] τὸ πλέον τοῦ φανεροῦ ἀφανὲς καὶ τὸ πλέον τοῦ προχείρου ἀνέτοιμον. καλῶς δὲ εἶπε τὸ ἐν κύκλῳ. ὥσπερ γὰρ οὐχ οἷόν τε ἀρχὴν καὶ τέλος τοῦ κύκλου λαβεῖν,15
5οὕτω καὶ τὰ τῆς πόλεως πλεονεκτήμητα ἴσα ὄντα ἀπορίαν παρέχει πόθεν τις ἄρξηται. AC. εἰς τὸ πλέον τοῦ φανεροῦ] ἀντὶ τοῦ ἄδηλον. τὸ γὰρ πλέον τοῦ φανεροῦ ἀφανὲς καὶ ἄδηλον ἐστι, καὶ τὸ πλέον τοῦ προχείρου ἀνέτοιμον. τὸ δὲ ἐν κύκλῳ δοκεῖ γεωμετρι‐
10κόν. ἐν γὰρ τῷ κύκλῳ πᾶσαι αἱ ἀρχαὶ ἴσαι τυγχάνουσι. βούλεται οὖν δεῖξαι πάντα τὰ μέρη τῆς πόλεως τῶν ἐγκω‐ μίων ἴσα. φησὶν οὖν ἐξ ἀμφοτέρων ἄδηλον εἶναι τὴν ἀρ‐ χήν. D. τοῦ φανεροῦ] ὁ νοῦς οὕτως· οὐ μόνον πρὸς τῷ πρεσβυτάτην εἶναι τὴν πόλιν καὶ ἀφανῆ ὑπάρχειν τὴν
15ἀρχαιογονίαν αὐτῆς, ἅτε δὴ αὐτόχθονος οὔσης, δυσχερές μοι ἐπαινέσαι τὴν Ἀττικὴν, ἀλλ’ ἤδη καὶ τῶν ἐγκωμίων ἐν καλῷ ὄντων ἀπορῶ οὐ μόνον ὁ μὴ δυνάμενος εἰς ἓν συνάξαι τὰ πάντα ἐγκώμια, ἀλλὰ καὶ δυσχερές ἐστι κρῖναι ποῖον δεῖ πρῶτον τάξαι ἐγκώμιον. D.
20ὥσπερ ἐν κύκλῳ] τὸ δὲ κύκλῳ γεωμετρικόν· ἐν γὰρ τῷ κύκλῳ πᾶσαι αἱ ἀρχαὶ ἴσαι τυγχάνουσι. Oxon.

Pan

95,1

ὁμοῦ ποιήσασθαι] συντάξαι. Oxon.

Pan

95,2

ἄλλα γὰρ ἄλλων] ἕκαστα, φησὶ, δι’ ἄλλην αἰτίαν πρώτην τῶν ἄλλων βούλεται προτάττεσθαι. ἔστι δὲ ταῦτα αὐξητικὰ ἐπιχειρήματα. ὡμολόγηται γὰρ ὅτι τὸ γέ‐ νος τῇ φύσει πρῶτον καθέστηκε τῶν ἐγκωμιαστικῶν κεφα‐
5λαίων. ἀλλὰ προσποιεῖται τὴν ἀπορίαν, ἵνα αὐξήσῃ τὴν ὑπόθεσιν. ἔστι δ’ ἡ σύνταξις οὕτως· ἄλλα γὰρ ἄλλων ἕνεκα δόξαν παρίστησιν ἁρμόττειν πρῶτα λεχθῆναι, ὥσπερ ἐκ τοῦ προφαινομένου. D.

Pan

95,3

προφαινομένου] φανεροῦ. Oxon.

Pan

95,4

ὑπολαμβάνω] ἀπὸ κοινοῦ. Oxon.

Pan

95,5

πάρεστι κοινωνεῖν τῆς γνώμης] διὰ τῆς ἐξε‐ τάσεως. C. κοινωνεῖν τῷ λόγῳ τοῖς Ἀθηναίοις, ἐπεὶ τοῦτο φθάσαι προδιωρθώσατο. οἶμαι ὥσπερ οἷον εἶπε. Oxon.

Pan

95,6

οἶμαι δὲ ἂν ὡς] τὸ οἶμαι δὲ μέχρι τοῦ αἰ‐
σχύνην εἴρηται διὰ μέσου. ἔστι γὰρ ἡ συναφὴ τοῦ λό‐ γου πρὸς τὸ, ἡ γὰρ τῆς χώρας ἡμῖν. ἔστι δὲ αὕτη ἡ κατασκευὴ οὐ πρός τι, ἀλλ’ ὥσπερ ὅταν μέλλωμεν ἄρξε‐16
5σθαι λέγειν, ποτὲ μὲν χωρὶς τοῦ γὰρ, ποτὲ δὲ μετὰ τοῦ γὰρ παρεχόμεθα τὴν ἀρχὴν, οὕτω κἀνταῦθα. AC. οἶμαι δὲ] ἐπειδὴ αὐτὸς Ἀδριανουπολίτης ἤτοι Σμυρ‐ ναῖος ὢν μέλλει πολλάκις ὡς οἰκεῖον καὶ Ἀθηναῖον αὐτὸν καλεῖν τοῦτο, ὥσπερ προδιορθοῦται. ἔστι δὲ ὡς μεταξυ‐
10λογία τοῦτο. D. ἐπειδὴ αὐτὸς Ἀδριανουπολίτης, ἤτοι Σμυρναῖος ὢν ὡς οἰκεῖον καὶ Ἀθηναῖον ἑαυ‐ τὸν καλεῖ, τοῦτο ὥσπερ προδιορθούμενόν ἐστι. καὶ μεταξὺ λογίας τοῦτο. ἐν γὰρ τοῖς μέσοις ἑαυτὸν καταριθμῶν ὥσπερ νῦν. Oxon.

Pan

95,7

οὗ] ὅπου. A. ἡ γὰρ τῆς χώρας ἡμῖν φύσις] κοινωνεῖ τῷ λόγῳ τοῖς Ἀθηναίοις, ἡμῖν φάσκων, ἐπειδὴ προδιωρθώσατο τοῦτο. ἀπῄτει δὲ ἡ τέχνη ἔπαινον πρῶτον τοῦ οἰκιστοῦ·
5ἀλλ’ ἐπειδὴ ἄδηλός ἐστι, διὰ τὸ ἀρχαίαν εἶναι τὴν πόλιν, ἀνάγκῃ τοῦτο παρῆκε, καὶ ἀπὸ τῆς θέσεως ἄρχεται. καὶ γὰρ καὶ αὐτὴ μέρος ὥσπερ τοῦ γένους τυγχάνει, οἷον πῶς γέγονε καὶ ποίαν ἔχει τὴν φύσιν. θαυμασίως δὲ τῇ φύσει τῶν ἀνδρῶν παραβάλλει τὴν φύσιν τῆς γῆς, μίαν γὰρ
10λέγει τῆς χώρας καὶ τῶν Ἀθηναίων τὴν φύσιν. αὔξει δὲ σφόδρα· τὸ γὰρ φιλάνθρωπον αὐτῆς τῷ σχήματι δείκνυσι. δεῖ δὲ γνῶναι ὅτι ὁ Χάραξ ἱστορεῖ τοὺς Ἀθηναίους ἀποί‐ κους εἶναι τῶν Σαϊτῶν. ἔστι δὲ Σάϊς πόλις Αἰγυπτίων καὶ οἰκιστῆρα ἔσχεν Ἐρεχθέα. διὸ καὶ διφυᾶ προσαγο‐
15ρεύεσθαί φησιν ὄντα δίγλωσσον. ἕτεροι δέ φασιν ὅτι πρῶ‐ τος ἐδόξασεν ἔκ τε γυναικὸς καὶ ἀνδρὸς τοὺς γεννωμέ‐ νους παράγεσθαι. καὶ διὰ τοῦτο διφυὴς ἐδοξάζετο. περὶ μὲν οὖν τούτου πολλὴ διαφορά. ἐκ δὲ τῆς ἀποικίας ὠνο‐ μάσθαι φησὶ πολιοῦχον τὴν Ἀθηνᾶν. ἔστι γὰρ ἡ Σάϊς
20Αἰγυπτίων φωνῇ παρ’ Ἕλλησιν Ἀθηνᾶ. καὶ τούτου παρά‐ γει μάρτυρα τὸ τὴν Ἀθηνᾶν ἐποχεῖσθαι κροκοδείλῳ πρὸς τῇ ἀκροπόλει, δηλοῦσαν τὴν ἀποικίαν ἐκ τοῦ Νείλου τυγ‐
χάνουσαν. D. ἡ γὰρ τῆς χώρας ἡμῖν ἀπῃτεῖτο οἰκίαν. τῇ τέχνῃ πρῶτον ἔπαινος. ἐπειδὴ, εἰ φανήσεται ὁ τοιοῦτος17
25τῷ ἀρχαίαν εἶναι τὴν πόλιν, καὶ ὁ κατὰ τοῦτον παραιτεῖ‐ ται ἔπαινος. ἄρχεται δὲ ἀπὸ τῆς θέσεως, ὅτι καὶ αὐτὴ μέρος ὥσπερ μέγας τοῦ γένους οὖσα τυγχάνει. θαυμασίως δὲ τῇ φύσει τῶν ἀνδρῶν ἐξομοιοῖ καὶ σχῆμα τῆς θέσεως τῆς χώρας. Oxon.

Pan

95,8

καὶ οὔτε ἡ γῆ] ἱστόρηται ἐπὶ τοῦ Χάρακος ἀποίκους Σαϊτῶν εἶναι τοὺς Ἀθηναίους. ἔστι δὲ Σάϊς πόλις Αἰγύπτου. ἑρμηνεύεται δὴ τοῦτο τῇ Ἑλληνίδι φωνῇ Ἀθηνᾶ. διὰ τοῦτο καὶ ἐπὶ κροκοδείλου ἔποχος παρ’ Ἀθη‐
5ναίοις ἱστόρηται Ἀθηνᾶ, ὡς ἐκ τοῦ Νείλου τυγχάνουσα. πρῶτον δὲ Ἀθηναίων οἰκιστῆρα τὸν Ἐρεχθέα ᾄδουσιν, ὃν καὶ διφυῆ διὰ τὸ ἐξ ἑκατέρων γλωσσῶν εἶναι, Ἀττικῆς καὶ Αἰγυπτιακῆς, ἐκάλεσεν. ἕτεροι δὲ διφυῆ ἐκάλεσαν διὰ τὸ δεῖξαι πρῶτον αὐτὸν παράγεσθαι τοὺς γεννωμένους ἔκ
10τε ἀνδρῶν καὶ γυναικῶν. Oxon.

Pan

95,10

ἄμφω δὲ ταῦτα] ὅτι καὶ ἡ χώρα ἀξία τῶν ἀνδρῶν καὶ οἱ ἄνδρες τῆς χώρας, καὶ ὅτι αὐτοὶ ᾤκησαν αὐτὴν αἰεί. D. ὄψει] ὄψει τὰ τῆς χώρας, μνήμῃ τὰ τῶν ἀνδρῶν
5τῶν προγόνων. AC.

Pan

95,11

οἵ τε γὰρ οἰκήσαντες] προέταξε τὴν φιλαν‐ θρωπίαν τῶν Ἀθηναίων. ἦν γὰρ καὶ ἀκόλουθον. διπλῆν γὰρ ταύτην ἀποφαίνει, τὴν μὲν τῇ πράξει τῶν τρόπων, τὴν δὲ ἐν τοῖς κινδύνοις γινομένων πρόβολον. ἐπειδὴ δέ
5ἐστι καὶ ἄνευ ἔργων, φιλανθρωπίαν τινὰ ἐξηγεῖται, τὸ οὕτω ἡσυχίας ἐπιτήδειον, τὸ δὲ πρὸς ἐπικουρίαν τῶν ἀτυ‐ χημάτων ἁρμόδιον. D. τῆς αὑτῶν ἐπιεικείας] πρᾳότητος. A.

Pan

95,12

ἐν παντὶ] πράγματι. AC. τῷ παρασχόντι] ταύτην ἐνδείξασθαι. AC. ἐν παντὶ τῷ παρασχόντι] ἀντὶ τοῦ ἐν παντὶ τῷ χρόνῳ ἐν ᾧ ἐδέησεν ἐπιδείξασθαι τοὺς Ἀθηναίους τὴν ἑαυτῶν
5καλοκαγαθίαν ἤτοι φιλανθρωπίαν. τοῦτο γὰρ βούλεται αὐτῷ ἡ ἐπιείκεια σημαίνειν. D. εἰπὼν τὴν τῶν προγό‐
νων ἐπιείκειαν μερίζει ταύτην εἴς τε τοὺς τρόπους αὐτῶν καὶ τὰς ὁμιλίας καὶ ὅτι οἱ κινδυνεύοντες οἱ πρὸ τού‐ των ἐσώζοντο. μέρος γὰρ καὶ τοῦτο ἐπιεικείας αὐτῶν,18
10τὸ μή τινα παρορᾶν ἀπολλύμενον, ἀλλὰ χεῖρα ὀρέγειν. AC.

Pan

95,14

προβόλου] προμάχου. A. μοίρᾳ] τάξει. A. ἐν προβόλου μοίρᾳ καὶ ἑξῆς, πρόκειται γὰρ ἀντ’ ἄλλου. ὡς πρὸς τὸ πρόβλημα τοῦτο ἐπήνεγκεν, ὅτι καὶ τὸ
5σχῆμα τῆς Ἀττικῆς ἔοικε προβόλῳ. οἰκεία δὲ ἡ λέξις ὡς ἐπὶ προβόλου καὶ τείχους, οἷον προβέβληται. προηγεῖται, ὥσπερ ἡγεμονεύουσα τῆς Ἑλλάδος. εἶπε δὲ τοῦτο ὡς πρὸς τὴν θέσιν· καταντικρὺ γὰρ τῆς Ἀσίας τυγχάνει. φυλακτή‐ ριον δὲ αὐτῆς φησι, δηλονότι τῆς Ἑλλάδος, διὰ τοὺς Ῥω‐
10μαίους, καὶ ὡς ἐπὶ τὸ πλεῖστον δι’ αὐτοὺς τοῦτο ἀεὶ λέγει. διὰ δὲ τοῦ εἰπεῖν τὴν γινομένην τάξιν ἐσήμηνε τὴν ἡγεμονίαν ὡς ὀφειλομένην τῇ πόλει, ἵνα δείξῃ καὶ τὸν ἡγε‐ μόνα τῆς Ἑλλάδος καὶ τοὺς ἄνδρας τῶν ἄλλων ἀνδρῶν προέχοντας. τὸ δὲ ἔχουσα ἀντὶ τοῦ ἐπέχουσα. D. ἀντὶ
15ἄλλης πόλεως ἢ στρατιᾶς ἤ τινος τοιούτου, ἀναπληροῦσα τὸ φυλακτήριον. ἢ ἐν παντὶ χρόνῳ, ἐν ᾧ ἔστηκεν, ἐπι‐ δείξασθαι τοὺς Ἀθηναίους τὴν ἑαυτῶν καλοκἀγαθίαν ἤτοι φιλανθρωπίαν ..... Oxon.

Pan

96,1

θεωροῦντι] ἐστί. A.

Pan

96,2

πρώτη] ἀρίστη γὰρ θέσις τῆς γῆς ἡ τοῦτο εὐτυχήσασα. AC. πρώτη πρὸς ἥλιον] καὶ νῦν τὸ ἐγκώμιον. πρώτη δὲ λέγει ἀπὸ τῶν δυτικῶν πόλεων. D. πρώτη δὲ λέγεται ἀπὸ τῶν δυτικῶν πόλεων. Oxon.
5πρὸς ἥλιον ἀνίσχοντα] ἤγουν ἀνατέλλοντα. A. προμήκης εἰς τὸ πέλαγος] φασὶ τὴν Ἀττικὴν προχω‐ ρεῖν ἐντὸς τῆς θαλάττης, τὴν δὲ θάλατταν περιβάλλειν αὐτὴν ταῖς ἀγκάλαις. διὸ καὶ οὗτος προϊών φησι πολ‐ λούς τινας ὅρμους ταύτην παρέχεσθαι κύκλῳ περὶ πᾶσαν
10ἑαυτήν. AC.

Pan

96,3

ἔρυμα] φύλαγμα. A. ὑπὸ τῶν κρειττόνων] τῶν θεῶν. A. τοῦτο τοὺς κρείτ‐ τονας οἰκιστὰς ἐμφαίνει τῆς πόλεως. D.19

Pan

96,4

τοῦ γένους] τῶν Ἑλλήνων. AC. τοῦ γένους διηγεῖσθαι, τῆς Ἑλλάδος δηλονότι. τοῦτο δὲ ἀεὶ διὰ τοὺς Ῥωμαίους λέγει. D. προβαίνει γὰρ] ἐμψύχως εἶπεν οἱονεὶ βαδίζει. ὃ δὲ
5κατὰ φύσιν ὑπάρχει τῷ τόπῳ, τοῦτο τῇ χώρᾳ ἐπέ‐ θηκε. D.

Pan

96,5

μέχρι πλείστου] τόπου. A. ταῖς νήσοις ἐγκαταμίγνυται] κύκλῳ γὰρ περὶ αὐτὴν ταύτας ἔχει. AC.

Pan

96,6

ἤπειρος ἐν νήσοις] τουτέστι κοινωνοῦσα ταῖς νήσοις ὥσπερ φιλίαν ἀσπαζομένην αὐτάς. ἔοικε δὲ νήσῳ ἡ Ἀττική· παρ’ ὀλίγον γὰρ ἐπικλύζεται ὡς νῆσος. δοκεῖ δὲ νοτιώτερον διαβολὴν ἔχειν τῷ κεῖσθαι ἐν νοτίῳ μέρει.
5οὐκ ἔστιν οὖν τόπου δηλωτικὸν, ἀλλ’ ἀντιπίπτοντος λύσις. ἀντέπιπτε γὰρ αὐτῷ ὅτι νῆσος οὖσα τῶν ὑδάτων ἐν σπά‐ νει καθέστηκε. φησὶν οὖν ἐν ὑδροτέρᾳ καὶ τούτων. ἐπάγει γοῦν μετὰ βραχὺ τὸ καὶ πηγὰς ἀφθόνους ἔχειν τὴν πόλιν. κεῖται δὲ καὶ παρὰ Θουκυδίδῃ τὸ νόημα ἐπὶ τῆς διύγρου,
10ἔνθα λέγει „Χειμῶνος ἦν νοτιώτερον.“ καὶ Ὅμηρος „Κατὰ δὲ νότιος ῥέεν ἱδρώσ“. D. τούτων ἐνίων νοτιωτέρα] νοτιωτέρα λέγει, ἵνα δείξῃ ὡς ἐπὶ πλεῖστον τῆς θαλάττης ἐκτέταται, καί τινας τῶν νήσων ἐκ πλαγίου ἔχει. εἰσὶ δὲ οἳ φασὶ τὸ νο‐
15τιωτέρα ἀντὶ τοῦ ὑγροτέρα, ἵνα ᾖ λύσις τοῦ ἀντιπίπτον‐ τος. εἶπε γὰρ ἄν τις αὐτῷ, πῶς τοιαύτη οὖσα σπάνιν ὕδα‐ τος ἔχει; φησὶν οὖν ὅτι ἐνυδροτέρα τινῶν ἐστι νήσων. εὕρηται δὲ τὸ νοτιωτέρα καὶ ἐπὶ διύγρου παρά τε τοῖς ἄλλοις πᾶσι καὶ Θουκυδίδῃ λέγοντι „Χειμῶνος νοτιωτέρα“.
20καὶ παρ’ Ὁμήρῳ „Κατὰ δὲ νότιος ῥέεν ἱδρώς.“ ἐρεῖ δὲ τοῦτο ὁ Ἀριστείδης καὶ ἔμπροσθεν περὶ τοῦ τῶν Περ‐
σῶν αἵματος, ὡς ἐν νοτίῳ ταῖς ναυσὶν ἦν. AC. τὸ νοτιώ‐ τερα διαβολὴν ἔχει τοῦ κεῖσθαι τὴν Ἀττικὴν ἐν νοτίῳ μέρει. οὐκ ἐστὶν οὖν τόπου δηλωτικὸν, ἀλλ’ ἀντιπίπτον‐20
25τος λύσις· ἀντέπιπτον γὰρ αὐτῷ ὅτι νῆσος οὖσα τῶν ὑδάτων ἐν σπάνει καθέστηκε· φησὶ γοῦν ἐνυδροτέρα καὶ τούτων, διὸ καὶ ἐπείγε μετὰ βραχὺ τὸ καὶ πηγὰς ἀφθό‐ νους ἔχειν τὴν πόλιν. κεῖται δὲ κἀπὶ Θουκυδίδου τὸ νό‐ τιον ἀντὶ τοῦ διύγρου, ἔνθα λέγει „Χειμὼν ἦν νοτιω‐
30τέρα.“ Oxon. νοτιώτερον] ἀντὶ τοῦ κεκλιμένη πλέον τῶν νήσων εἰς τὸ πέλαγος καὶ ὡς ἂν εἴποι τις πλαγιωτέρα, σώζουσα τοὺς θαλαττεύοντας. τοῦτο γὰρ διὰ τοῦ „χεῖρα προτείνουσα“ βούλεται. D. ἀντὶ πλέον τῶν ἄλλων προκεκλημένη εἰς τὸ
35πέλαγος καὶ σώζουσα τοὺς θαλαττεύοντας· τοῦτο γὰρ διὰ τοῦ „χεῖρα προτείνουσα“ ἀπέφηνεν. Oxon. τοῖς] μέρεσι. A.

Pan

96,7

παντοδαποὺς δὲ ὅρμους καὶ λιμένας] τινὲς λέγουσι λιμένας εἶναι ἀχειροποιήτους, ὅρμους δὲ τοὺς ᾠκο‐ δομημένους. κακῶς δὲ εἶπε „τῆς θαλάττης καὶ ἑαυτῆς.“ λιμὴν γὰρ γίνεται ἐν τῷ τέλει τῆς θαλάττης. λέγει γοῦν
5ὅτι ἡ Ἀττικὴ ποιεῖ λιμένας ἔκ θ’ ἑαυτῆς καὶ τῆς θαλάτ‐ της. ὅπου γὰρ μόνη θάλασσα, οὐκ ἔστι λιμὴν οὐδὲ ὅρμος. λέγεται γοῦν ὅρμος καὶ ὁ λιμὴν, ὅτι τέθεικε τοῦτο ἐκ παραλλήλου. ἄλλοι δέ φασιν ὅτι ὅρμος μὲν καλεῖται ἔνθα προσοκέλλει τις τὸ πλοῖον, λιμὴν δὲ ἔνθα μετέωρος ἐπὶ
10τῶν πελαγῶν φέρεται. D. ὅρμος καὶ λιμὴν διαφέρει. ὅρμος μὲν γὰρ λέγεται ὁ τόπος ἐν ᾧ βάλλουσι τὸ ἄγκιστρον, ὡς ἀσφάλειαν τῆς νηὸς, λιμὴν δὲ ὁ χῶρος πᾶς ἐν ᾧ ἵστανται τὰ πλοῖα. A.

Pan

96,8

ἔτι δὲ ἀκτὰς ἄλλας] καὶ γάρ εἰσιν ἔν τε ταῖς νήσοις καὶ ἐν αὐτῇ. AC. ἢ μέρη τῆς θαλάττης καὶ ἑαυτῆς τὰς νήσους φησί. A. τοῦτο πρὸς τὸ κάλλος ἁρμόζει, ὅτι πρὸς ἀναψυχὴν πεποίηται καὶ τέρψιν. D.

Pan

96,9

οὐ πλέον διαλιπόντας] γραμματικόν ἐστι τὸ σχῆμα. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. οὐκ ἀπέχουσιν οἱ πορθμοὶ
ἀφ’ ἑαυτῶν, εἰ μὴ ὅσον αἱ νῆσοι ἑαυτῶν διεστήκασι. D Oxon. τὸ γὰρ πυκνὸν καὶ συνεχὲς βουλόμενος δηλῶσαι21
5τοῦτο εἶπε. πορθμὸς δέ ἐστι θάλασσα ἀμφίγειος, ὥσπερ ὁ ἰσθμὸς γῆ ἀμφιθάλασσος. D.

Pan

96,10

ὥστε καὶ παραπλεῖν] καὶ ἤπειρον αὐτὴν δείκνυσι καὶ νῆσον καὶ παραθαλαττίαν. τὸ γὰρ παραπλεῖν ἐπὶ παραθαλαττίων λέγεται, τὸ δὲ περιπλεῖν ἐπίνησον, τὸ δὲ πεζεύειν ὡς ἐπὶ ἠπείρου. D.
5παραπλεῖν] πλησίον. A. ὡς ἐπὶ τῶν παραθαλασσίων. Oxon. περιπλεῖν] κύκλῳ. A. ὡς ἐπὶ νήσων. Oxon. πεζεύειν] τὸ πεζεύειν κατ’ ἄμφω νοητέον, καὶ διὰ τὰς νήσους καὶ διὰ τὴν Ἀττικήν. ἀπέδειξε γὰρ αὐτὴν ἐν‐
10τὸς προήκουσαν τῆς θαλάττης· διὸ καὶ τὸ πελαγίους λέγει. εἰκότως δὲ ἐλήφθη τὸ πομπῇ. ὥσπερ γὰρ ἐν ταῖς πανηγύρεσι παντοδαπῶν θεαμάτων θέαι πρόκεινται πρὸς τὰς τῶν θεατῶν βουλήσεις, οὕτω καὶ περὶ τὴν Ἀττικὴν συμβαίνει. AC.
15πεζεύειν] ὡς ἐπὶ ἠπείρου. Oxon. πελαγίους] ἔξω ἐν τῷ πελάγει. A.

Pan

96,11

ὥσπερ ἐν πομπῇ] πανηγύρει. C. ἐν ταῖς πομ‐ παῖς ὁ μὲν Διονύσου, ὁ δὲ Σατύρου, ὁ δὲ Βάκχου ἀνε‐ λαμβάνετο σχῆμα. τὸ δὲ αἱρουμένους ἐπιλεγομένη εἰς θέαν ὥσπερ εὐπομπεῖ, ὃ θέλει τις ὁρᾷ, οὐχ ὃ θέλει περίκειται
5σχῆμα. οὐ γὰρ ὁ πεζὸς τὸν ἱππέα δύναται μιμήσασθαι, οὐδ’ ἔμπαλιν. D.

Pan

96,12

αἱ δὲ] αἱ νῆσοι. A. πανταχόθεν] ἐκ παντὸς μέρους αὐτῆς. C. Κυκλάδες καὶ Σποράδες περὶ τὴν Ἀττικὴν] Κυκλά‐ δες καλοῦνται διὰ τὸ πᾶσαν ὁμοῦ κυκλοῦν τὴν νῆσον τὴν
5Δῆλον. Σποράδες δὲ διὰ τὸ ἐσπαρμένως καὶ ὡς ἔτυχε κεῖ‐ σθαι. εἰσὶ δὲ αἱ μὲν Κυκλάδες τρεῖς πρὸς ταῖς δέκα, ἤγουν ἡ δωδεκάνησος λεγομένη, αἱ δὲ Σποράδες ὀκτώ. AC. ἔχει δὲ καθ’ ἓν μὲν μέρος τὰς Κυκλάδας, καθ’ ἕτερον δὲ τὰς Σποράδας. A. Κυκλάδες μὲν ἅπασιν ᾀδό‐
10μεναι, Σποράδες δὲ Κρήτην, Κύπρον, Ῥόδον· οὐδὲν γὰρ αὗται περιλαμβάνουσαι νῆσον ὥσπερ αἱ Κυκλάδες τὴν Δῆλον, δι’ ἣν καὶ Κυκλάδες λέγονται. D.22

Pan

96,13

ὥσπερ τῆς θαλάττης] ἀντὶ τοῦ κατὰ τὸν τόπον τῆς πόλεως, ἔνθα ἐστὶν ἡ θάλασσα· τὰς γείτονας τὰς Κυκλάδας. θέλει δὲ δεῖξαι τὴν Ἀττικὴν εἰκόνα τῆς οἰ‐ κουμένης σώζουσαν καὶ πᾶν σχῆμα αὐτῆς ἔχουσαν, ὡς
5δηλοῖ προϊών. D.

Pan

96,15

δύνανται] αἱ νῆσοι. A. τοῖς βασιλείοις] ἐν. A. δύνανται γὰρ ὅπερ τοῖς βασιλείοις] καθαιροῦντος τὴν δόξαν τῆς Ἀττικῆς τοῦ λέγειν ταῖς νήσοις αὐτὴν καλλύ‐
5νεσθαι, ἐπιφέρει τὸ ἄτοπον περιβολῇ διορθούμενος, καὶ φησὶν ὅτι ὥσπερ βασιλείοις τὸ κάλλος τῶν προπυλαίων κάλλος γίνεται, οὕτως αἱ νῆσοι κάλλος γίνονται τῆς Ἀτ‐ τικῆς· καὶ οὐ δήπου διὰ τοῦτο ἀτιμότερα τῶν προπύλων τὰ βασίλεια. D.
10σελήνην] σελήνῃ παρεικάζει τὴν Ἀττικὴν καὶ τὰς νή‐ σους ἀστράσιν. ἐπειδὴ δὲ ποιητικόν ἐστι τὸ ἐπιχείρημα, ποιητῇ αὐτὸ περιάπτει. ἔστι δὲ παρεμβολὴ τὸ νῦν ἀναπό‐ δοτος· ἔδει γὰρ εἰπεῖν ὅτι ὃν τρόπον οἱ ἀστέρες τὴν σελή‐ νην περιέχουσιν, ὡς ποιητὴς ἂν εἴποι, τὸν αὐτὸν τρόπον
15καὶ αἱ νῆσοι τὴν πόλιν. ἀπεσιώπησε δὲ καὶ ἀναπόδοτον ἀφῆκε τῷ χιαστῷ σχήματι χρώμενος. τεχνικῶς δὲ καὶ ἐπή‐ γαγε τὸ μεῖζον κέρδος φέρουσαι, ἤτοι ἀντιλαμβάνουσαι, ἢ ὅσον παρέχουσι. κοσμοῦνται γὰρ, φησὶ, παρὰ τῆς πόλεως ἤπερ κοσμοῦσι τὸ προσοικεῖν. ἕτεροι δέ φασι τῷ φέρειν
20τὸν φόρον αὐτῇ. D. σελήνην τὴν Ἀττικὴν, ἀστέρας τὰς νήσους φησί. Oxon. ἐγκλείουσι] στεφανοῦσι. A. ἤγουν στεφανοῦσι. C. ποιητὴς ἂν εἴποι τις] ἐπειδὴ τοῦτο ποιητοῦ τινός ἐστιν, εἴτε διὰ τὴν Ἀττικὴν εἴτε ἄλλως πως εἰρηκότος, διὰ
25τοῦτο τὸ „ποιητὴς ἂν εἴποι τισ“ λέγει. AC. οἱ δὲ λέ‐ γοντες ὅτι οὐκ ἔστι τινὸς ποιητοῦ, ἀλλ’ ἐπειδὴ ποιητῇ ἥρμοττε τοῦτο καὶ οὐ λογοποιῷ, διὰ τοῦτο τοῦτό φησι ληροῦσιν. C.

Pan

96,16

μεῖζον φέρουσαι κέρδος] παρὰ τῆς πόλεως. C. φέρουσαι] ἀντὶ λαμβάνουσαι. Oxon. ἢ ὅσον παρέχουσι] αὐτῇ ἐκ τῶν φόρων καὶ τῶν ἄλ‐ λων ὧν εὐποροῦσιν. C.23

Pan

96,17

γνησίαν ἐπὶ τῶν Ἑλληνικῶν] ὅτε γὰρ οἱ Ἕλληνες ἤνθουν τὴν τῆς θαλάττης ἀρχὴν Ἀθηναῖοι εἶ‐ χον. AC. δι’ ἃ δὴ καὶ μόνη] ἀπὸ τῆς θέσεως ἰδιοποιεῖ τὴν
5ἀρχὴν τῶν νήσων τῇ πόλει. εἶτα ἐπειδὴ καὶ οἱ Λακεδαί‐ μονες ἦρξαν τῆς θαλάττης, νόθους αὐτοὺς, οὐ γνησίους καλεῖ. τινὲς δὲ τὸ φέρουσαι ἔλαβον διὰ τὸν φόρον ὃν πα‐ ρέχουσιν· ἵν’ ᾖ οὕτως, κέρδος δέχονται παρὰ τῆς πόλεως τὸ προσοικεῖν πλείονας παρέχουσι φόρους. D.
10ἐπὶ τῶν Ἑλληνικῶν] καλῶς τοῦτο. ὁ γὰρ λόγος ἐπὶ τῶν Ῥωμαϊκῶν ἐλέχθη. ἅμα δὲ καὶ θεραπεύει διὰ τούτου Ῥωμαίους. D. ἐπὶ τῶν Ἑλληνικῶν] καλῶς τοῦτο ἐπὶ τῶν Ἑλληνι‐ κῶν προσέθηκεν. ὁ γὰρ λόγος ἐπὶ τῶν Ῥωμαϊκῶν ἐλέχθη·
15ἅμα δὲ καὶ διὰ τούτου θεραπεύει τοὺς Ῥωμαίους. δι’ ἃ δὴ καὶ μόνης τῆς πόλεως ἀπὸ τῆς θέσεως ἰδιοποιεῖ τὴν ἀρχὴν τῶν νήσων τῇ πόλει. εἶτα ἐπειδὴ καὶ Λακεδαιμόνιοι ἦρξάν ποτε τῆς θαλάττης, νόθους αὐτοὺς, οὐ γνησίους καλεῖ. τινὲς τὸ φέρουσιν ἔλαβον διὰ τὸν φόρον, ὃν παρέ‐
20χουσιν, ἵν’ ᾖ οὕτω· κέρδος δέχονται παρὰ τῆς πόλεως τῷ προσοικεῖν πλείονας παρέχουσι φόρους. Oxon.

Pan

97,1

τοὺς δ’ ἄλλους νόθους] ἐπειδὴ τότε Λα‐ κεδαίμονες ἦρξαν τῆς θαλάττης, νόθους αὐτοὺς καὶ οὐ γνησίους καλεῖ. AC. ὥσπερ ὑποβολιμαίους] ὑποβάλλοντας. οἱ ἐκποιητοὶ
5ἢ οἱ ὑποβαλλόμενοι, καὶ οἱ εἰσποιητοὶ ἤτοι οἱ ἐπὶ τῶν χαμαιριφῶν παιδίων, ἅπερ ἑαυτῶν ἀποβάλλουσιν αἱ γυ‐ ναῖκες. A.

Pan

97,5

ψυχαγωγίας] τέρψεως ψυχῆς. A. τρυφῆς] ἀπολαύσεως. A. αὐτοὺς] τοὺς ἐμπόρους. A.
πλὴν εἰς ὅσον αὐτούς τις ἐπιμαρτύραιτο] ὡς μὴ δυ‐24
5νάμενος δεῖξαι λόγῳ τὸ τερπνὸν τοὺς πεπειρασμένους ἄγει μάρτυρας τῆς ἡδονῆς. ACD.

Pan

97,6

ἡ ψυχὴ προκαθαίρεται] εἰκότως εἶπε τὸ προ‐ καθαίρεται. οἱ γὰρ μυούμενοι πρῶτον προεκαθαίροντο· διὸ καὶ προτέλεια ἐλέγετο παρ’ αὐτοῖς. τρόπον οὖν ἕτε‐ ρον καὶ οἱ τῶν Ἀθηνῶν ἐπιβαίνοντες ταῖς παρακειμέναις
5προεντυγχάνοντες νήσοις οἱονεὶ προκάθαρσιν τῶν ἔμπρο‐ σθεν φροντίδων ἔπασχον καὶ ἀρχὴν τῆς εὐφροσύνης ἐλάμ‐ βανον ἧς μετ’ ὀλίγον ἐξ Ἀθηνῶν ἀπολαύσειν ἔμελλον. AC. προκαθαίρεται] καθαρὰ λύπης καὶ φροντίδος γίνε‐ ται. D.

Pan

97,7

ὥσπερ ἐν ἱεροῖς προτελουμένη] ἀντὶ τοῦ μυου‐ μένη, ἵνα εἴπῃ προτέλεια μὲν τὰς νήσους, αὐτὴν δὲ τὴν Ἀττικὴν τελετήν. τὸ δὲ κοῦφον, ὅτι τὰ ἱερὰ εἶχόν τινα συνῳκοδομημένα, σημαίνοντα ὡς δεῖ μετέωρον γίνεσθαι
5τὸν μυούμενον. ὅθεν καὶ οἱ ἐν Αἰγύπτῳ τὰ πτερὰ τοῦ Κανώβου φασί. D. προτελουμένη] προδιδασκομένη. A. μυουμένη. Oxon. ἐπίδηλον δὲ] ὥσπερ ἕτερον ἥλιον ὑπογράφει τῶν Ἀθη‐ νῶν τὸ φῶς, ὅτι ὡς ὑψηλοτέρα ἐστὶν ἡ πόλις. D.

Pan

97,8

τὸ φῶς] τοῦ ἡλίου. A. ἀφαιρούσης ἤδη τὴν πολλὴν ἀχλὺν] οὕτως Ἀθηνᾶ πρὸς Διομήδην ἐν Ἰλιάδι φησὶν
Ἀλλ’ ἀχλὺν δ’ ἄν τι ἀπ’ ὀφθαλμῶν ἕλον, ὧν
5
πρὶν ἐπῆεν,
ὄφρ’ εὖ γινώσκῃς ἠδὲ θεὸν ἠδὲ καὶ ἄνδρα. A. οὐκ Ἀριστείδου, ἀλλ’ Ὁμήρου τὸ μυθολόγημα, πλάτ‐ τοντος τὴν Ἀθηνᾶν τῷ Διομήδει λέγουσαν
Ἀχλὺν δ’ αὖ τοι ἀπ’ ὀφθαλμῶν ἕλον, ἣ πρὶν
10
ἐπῆεν, ἀφεῖλον. Oxon.

Pan

97,9

καὶ καθ’ Ὅμηρον] οὐκ αὐτοῦ, ἀλλ’ Ὁμή‐
ρου τὸ μυθολόγημα. ὡς ἐφόρου δὲ τῆς πόλεως τῆς Ἀθη‐ νᾶς οὕτως αὐτὴν ὠνόμασε τὴν Ἀττικὴν χώραν τῆς Ἀθη‐ νᾶς εἶναι χώραν. D.25

Pan

97,10

ὥστε ἔοικεν ὀνείρατος εὐφροσύνῃ τὰ θεά‐ ματα] διὰ τὸ ὑπερβάλλον τοῦτό φησι· πολλάκις γάρ τις ἐν ὕπνοις καὶ σατράπης καὶ βασιλεὺς γέγονεν. ἔνεστι δὲ τοῦτον τὸν λόγον καὶ ἄλλοθί που ἐπὶ ματαίοις εὑρεῖν. AC.
5ὀνείρατος] τὸ σφόδρα τερπνὸν δηλοῖ. πολλὴ γὰρ παρὰ τοῖς ὀνείροις ἡδονὴ καὶ χαρὰ προσγίνεται τῆς προση‐ κούσης. καὶ γὰρ ἐν τοῖς ὀνείροις ἕκαστος μεγάλα νομίζει κερδαίνειν, ὁ μὲν ἔχειν χρυσὸν οἰόμενος, ὁ δὲ κτήματα, ἕτερος ἀρχὴν, ἃ μεθ’ ἡμέραν οὐ πρόσεστιν. οὐ πρὸς τὸ
10ἀνυπόστατον δὲ τὴν εὐφροσύνην τῆς πόλεως παραβάλλων εἶπεν οὕτως, τοιοῦτον γάρ τι οἱ ὄνειροι, ἀλλὰ πρὸς τὸ ὑπερβάλλον τῆς εὐφροσύνης. ἀκολούθως δὲ καὶ χορείᾳ τὸ ἐξελίττειν ἐπήνεγκεν. D. χορείαν] χορόν. A.
15ἐξελίττειν] συστρέφειν. A. ἀνύττειν] τελεῖν. A. οἷα] θαυμαστικόν. A.

Pan

97,12

τοῖς δ’ ὁρωμένοις] τοῦτο ἐκ τοῦ ἐναντίου εἴρηται. ἐχρῆν γὰρ εἰπεῖν τοῖς λεγομένοις συμβαίνει καὶ τὰ ὁρώμενα. διὸ καὶ Μένανδρος μέμφεται τῷ Ἀριστείδῃ. D. τοὐναντίον ὤφειλεν εἰπεῖν· τοῖς λεγομένοις συμβαίνει καὶ
5τὰ ὁρώμενα. Oxon. συμβαίνει] συμφωνεῖ. A. τὰ λεγόμενα] ἐν ταῖς ἱστορίαις. AC. πάντα] τὰ ἐν αὐταῖς. AC.

Pan

97,13

ὁμοίως ἔχει] τοῖς ὁρωμένοις. A. τοῦ ὁρωμέ‐ νου. C. Λητώ τε γὰρ] νῦν περὶ τῆς θέσεως διηγούμενος μι‐ κρὸν ὅσον καὶ περὶ τῶν θείων διηγήσεται. θεῖα δὲ καλεῖ
5τὰ περὶ θεῶν λεγόμενα τοῖς Ἀθηναίοις. D. λυσαμένη] ἐμφαίνει διὰ τούτων τὴν δίωξιν τῆς
Ἥρας ὑπὸ ζηλοτυπίας τοῦ Διὸς αὐτῇ συγγενομένου. πάλιν δὲ τῷ κατὰ πρόσληψιν ἐχρήσατο σχήματι, εἰπὼν ἐν ζωστῆρι. εἰ μὴ γὰρ ἀπεζώσθη ἐν τῷ τόπῳ, οὐκ ἂν26
10ἐκλήθη ὁ τόπος ζωστήρ. D Oxon.

Pan

97,14

λιποῦσα τὴν ἐπωνυμίαν τῷ τόπῳ] ἐξ ἐκείνου γὰρ ζωστὴρ κέκληται. AC.

Pan

97,15

εἰς τὸ πρὸς ἕω] πρὸς γὰρ τὸ ἑῶον μέρος τῆς Ἀττικῆς ἡ Δῆλος. AC. τῆς Προνοίας Ἀθηνᾶς] Προνοίας Ἀθηνᾶς ἱερὸν ἐν τῷ ἄκρῳ τῆς Ἀττικῆς ἦν. ἐποίησαν δὲ τοῦτο Ἀθη‐
5ναῖοι ἢ διότι προνοεῖται ἡ θεὸς τῆς πόλεως, ἢ ὅτι τοῦ τῆς Λητοῦς τόκου πρόνοιαν ἔσχεν, ὅτε ἀπείργετο παρὰ τῆς Ἥρας ἐν γῇ ταύτην μὴ τεκεῖν, καὶ ἔδειξε τὸ Σού‐ νιον, καὶ πρὸς τὴν Δῆλον ἐχειραγώγησε. βουλόμενος δὲ καὶ Ὑπερείδης δεῖξαι τᾶς νήσους πλησίον εἶναι τῆς Ἀτ‐
10τικῆς, φησὶν ἐν Δηλιακῷ ὅτι ἀπ’ ἄκρας τῆς Ἀττικῆς, Λητὼ ἐπέβη τῆς νήσου. AC. τῆς Προνοίας Ἀθηνᾶς ἡγουμένης] καλῶς τὸ τῆς προσθήκης πρὸς τὸ προκείμενον εἶπε. διὰ τοῦτο γὰρ ἐκλήθη Πρόνοια Ἀθηνᾶ, ὅτι προενοήθη τοῦ τόκου τῆς Λητοῦς. καλῶς οὖν Ἀθηνᾶ προηγεῖται πρὸς
15τὸν τόκον συμβαλλομένη τῇ Λητοῖ, καὶ τὸ Σούνιον τὴν ἄκραν ἐπιτίθησι, καὶ πρὸς τὴν Δῆλον χειραγωγεῖ τὴν θεόν. τοῦτο καὶ Ὑπερίδης ἐν Δηλιακῷ βουλόμενος δεῖξαι, ὅτι αἱ νῆσοι ἐγγύς εἰσι τῆς Ἀττικῆς, εἶπεν ὅτι ἀπ’ ἄκρας τῆς Ἀττικῆς ἡ Λητὼ ἐπέβη τῆς νήσου. D. Πρόνοια ἐκλήθη
20ἡ Ἀθηνᾶ, ὅτι τῆς Λητοῦς ἐν τῷ τίκτειν προνοησαμένη διὰ τοῦ Σουνίου τῆς Ἀττικῆς εἰς τὴν Δῆλον διεβίβασε. Oxon. ἀπ’ ἄκρας τῆς Ἀττικῆς] ἤγουν τοῦ Σουνίου. AC. βουλόμενος δεῖξαι ὅτι καὶ αἱ νῆσοι πλησίον τῆς Ἀττικῆς,
25τοῦτο προσέθηκεν. Oxon. ἐπιβᾶσα τῶν νήσων] ὡς ἂν εἰ ἔλεγεν, ὦ νῆσος ἀτυ‐ χὴς καὶ τόκον τῶν θεῶν ἀτυχήσασα. φησὶ δὲ τὴν Δῆλον πλανωμένην τέως ἀπὸ τοῦ τόκου Λητοῦς ῥιζωθεῖσαν στῆ‐
ναι. διὸ καὶ Δῆλος ἐκλήθη, ὡς ἐξ ἀδήλου εἰς δῆλον βάσιν27
30καταστᾶσα. εἰς ταύτην δὲ καὶ οὐκ ἄλλην ἦλθεν ἡ Λητὼ νῆσον. εὐλαβεῖτο γὰρ ὑπὸ Διὸς διωκομένη εἰς τόπον ἑστῶτα καταφυγεῖν, ἵνα μὴ ῥᾳδίως ἁλῷ. νῦν δὲ εἰς πλανωμένην καταφεύγει, ἵνα εἰ πάλιν Ἥρα ἐπέλθοι, τῇδε κἀκεῖσε πλα‐ νωμένης τῆς νήσου ἔχοι πρὸς ἄλλην εὐκόλως μεταβαί‐
35νειν. D.

Pan

97,16

τῶν νήσων] τῶν Κυκλάδων. A. εἰς Δῆλον καταίρει] λέγουσιν ὅτι ἡ Δῆλος ἐν βυθῷ τῆς θαλάττης οὖσα ὑπὸ Διὸς ἀναδοθεῖσα διὰ Λητὼ ἐπά‐ γει, ἵνα ἐκεῖ τέξῃ. ἔτεκε δὲ τὴν Ἄρτεμιν πρῶτον, ἵνα
5μαιεύσῃ Ἀπόλλωνα. διὸ καὶ ἔφορος ἡ θεὸς τῆς λο‐ χείας. AC. τὸν πατρῷον Ἀπόλλω τῇ πόλει] πατρῷον Ἀθηναῖοι τὸν Ἀπόλλω ἐκάλουν ὅτι Κρεούσης ἠράσθη, τῆς Ἐρε‐ χθέως θυγατρὸς, ἀφ’ ἧς ἔσχεν Ἴωνα, ἀφ’ οὗ καὶ Ἴω‐
10νες. AC. καὶ τὸν πατρῷον Ἀπόλλω] πατρῷον ἐκάλουν οἱ Ἀθηναῖοι τὸν Ἀπόλλωνα, ὅτι ἠράσθη Κρεούσης, τῆς Ἐρε‐ χθέως θυγατρὸς, καὶ τέτοκεν Ἴωνα, ἀφ’ οὗ καὶ Ἴωνες οἱ Ἀθηναῖοι. ἐμφαίνει δὲ ὅτι διὰ τοῦτο ἐτέχθη ὁ Ἀπόλ‐
15λων, ἵνα πατρῷος γένηται θεός. ἄλλοι φασὶν ὅτι πρῶτοι τῶν ἄλλων ἁπάντων ἀνθρώπων εἶδον τὸν ἥλιον, ὡς αὐτό‐ χθονες ὄντες. πατέρα οὖν ἑαυτῶν ἡγοῦνται τὸν Ἀπόλλωνα, ἤγουν τὸν ἥλιον. D. διὰ τὴν Κρέουσαν, τοῦ Ἐρεχθέως θυγατέρα, τινές φασι, πατρῷον λέγει ὅτι ἠράσθη ταύτης.
20καὶ τέτοκεν Ἴωνα, ἀφ’ οὗ εἰσὶν Ἴωνες οἱ Ἀθηναῖοι. Oxon.

Pan

98,1

ἥ τ’ ἀπὸ τῆς Ἀσίας ἐπὶ τοὺς Ἕλληνας πρώτη διαβᾶσα δύναμις] ἣν πρὸ Ξέρξου Δαρεῖος ἔπεμψε στρα‐ τιὰν μετὰ στρατηγῶν Ἀνταφέρνου καὶ Δάτιδος. C. τὴν Δαρείου φησί. διὰ τοῦτο καὶ πρώτην λέγει. Oxon.

Pan

98,2

προσέσχεν] ἔπλευσεν. A. ἀχθεῖσα] ἀγομένη. A.

Pan

98,3

πρὸς δοῦναι δίκην ὧν ἐπεβούλευσε τοῖς Ἕλ‐
λησιν] ἐν Μαραθῶνι γὰρ ἥττηται, ὡς προϊὼν ἐρεῖ. C. πρὸς τὸ δοῦναι δίκην] Ἀρταφέρνην φησὶ καὶ Δᾶτιν, οὓς ἔπεμψε Δαρεῖος. ἐνδείκνυσι δὲ διὰ τούτων ὅτι πλησίον28
5αἱ νῆσοι τῆς Ἀττικῆς δύο. ἐμψύχως δὲ εἶπεν, ὡς αὐτοῦ τοῦ τόπου ἑλκύσαντος αὐτοῦ εἰς ἑαυτὸν, ἵνα δίκην δοῖεν. ἦν γὰρ στενὸς ὁ ἐν Σαλαμῖνι· τῇ μὲν γὰρ θαλάττια ἦν, ἄλλοθεν δὲ ἕλος μικρὸν καὶ τόπος λιμνώδης. D. ἐν ἀρχῇ τῆς Ἑλλάδος] ἀρχὴν τῆς Ἑλλάδος λέγει διότι
10καὶ ἡ παλαιὰ Ἑλλὰς ἀπὸ ταύτης ἤρχετο, Θηβαῖοι, Ἀρ‐ γεῖοι, Πελοποννήσιοι καὶ οἱ ἄλλοι Ἕλληνες. μέσην δὲ διὰ τὴν τῶν Ἰώνων ὕστερον ἀποικίαν. AC. οὕτω δ’ ἐν ἀρχῇ] ἀρχὴν μὲν πρὸς τὴν Πελοπόννη‐ σον τὴν παλαιὰν Ἑλλάδα, μέσην δὲ πρὸς τὴν Ἰωνίαν. ἕτε‐
15ρον δὲ τοῦτο σχῆμα τῆς Ἀττικῆς διηγεῖται, βουλόμενος αὐτὴν δεῖξαι ἀρχὴν καὶ μέσην, ἵν’ ὡς ἀρχὴ καὶ τέλος οὖσα τιμηθῇ παρὰ πᾶσιν. ἢ καὶ γεωμετρικῶς ἐρρήθη, ὅτι ἐστὶν ἡ χώρα· ἐν ἀρχῇ τῆς Ἑλλάδος καὶ μέση· ἐν ἀρχῇ μὲν, ἐπειδὴ, ὡς καὶ αὐτὸς, κεῖται πρὸς ἥλιον ἀνί‐
20σχοντα· μέση δὲ, ὅτι τῆς Ἑλλάδος μέσης οὔσης τοῦ παν‐ τὸς αὕτη μέση ὅτι τῆς Ἑλλάδος. D.

Pan

98,5

καὶ ὥσπερ πόλιν ἡ οἰκεία χώρα προσοικεῖ] ἀντὶ τοῦ περιοικεῖ, ὑπὸ γὰρ πάντων Ἑλλήνων περιέχεται. προσοικεῖν δέ φησι τὴν οἰκείαν τοὺς ἀγροὺς καὶ πᾶσαν κτῆσιν τὴν μέχρι τῶν ὅρων ἑκάστης πόλεως οὖσαν. D.

Pan

98,7

τὸ τῶν Ἑλλήνων πρόσχημα] ὑπόκρισις. A. διότι μὲν ἐν ἀρχῇ τῆς Ἑλλάδος εἶπεν, ἐπήγαγε τὸ πρό‐ σχημα, οἱονεὶ πρόσωπον καὶ προβολήν. διότι δὲ ἐν μέσῳ ἐπήνεγκε τὸ τοῖς βαρβάροις ἐστὶν ἐπὶ πλεῖστον ἀλλόφυλον.
5οὐ γὰρ οἷόν τε τὴν μέσην Ἑλλήνων οὖσαν γειτονεύειν βαρ‐ βάροις. AC. ἐστὶν] μόνη. A. ὅσον γὰρ τῇ φύσει—καὶ τοῖς ἤθεσι] δῆλον ὅτε καὶ τῷ τόπῳ πλεῖστον ἀφέστηκεν. D.

Pan

98,8

τῶν ἀνδρῶν] τῶν βαρβάρων. A. οὔτε γὰρ ποταμοῦ] οὐ γὰρ ὡς Τάναϊς καὶ συνάπτει καὶ διορίζει τὴν Ἀσίαν τῆς Εὐρώπης, —ὥς φησι Διο‐
νύσιος, Εὐρώπην τῆς Ἀσίας Τάναϊς διὰ μέσον ὁρίζει, —29
5οὕτω καὶ τὴν Ἀττικὴν ἄλλος τις ποταμός. ἰστέον δὲ ὡς τὸ διορίζον καὶ συνάπτει. D.

Pan

98,10

ἐπίσημον] ὑπερέχον. A. ἐν γὰρ τῷ μέσῳ αἱ ἀσπίδες τὰ σήματα ἔχουσιν. C. ἢ τὸν λεγόμενον ὀμφα‐ λόν. Oxon.

Pan

98,11

καὶ πανταχόθεν κύκλῳ] ὡς ἐπὶ ἀσπίδος εἶπε τὴν λέξιν. κυκλοτερὴς γὰρ ἡ ἀσπίς. κύκλους δὲ λέγει τὰ Ἑλληνικὰ γένη. ἐπειδὴ γὰρ ἑκάστη πόλις κυκλοῦται ὑπὸ τῶν ἰδίων τειχῶν ὥσπερ καὶ αὐτὴ ὑπὸ τῶν Ἑλληνι‐
5κῶν γενῶν. D.

Pan

98,13

τῇ κοινῇ τοῦ γένους ἑστίᾳ] κοινὴν τοῦ γέ‐ νους ἑστίαν λέγει τὰς Ἀθήνας διὰ τὸ πρεσβυτάτην εἶναι τὴν πόλιν πασῶν τῶν Ἑλληνικῶν καὶ πάσας ἐντεῦθεν τὰς ἀρχὰς τοῦ γένους δοκεῖν ἔχειν. AC. ὡς τῶν ἑστιῶν μέσων
5οὐσῶν τῶν οἰκιῶν. Oxon. τοσοῦτον δὲ πέφευγεν] πάλιν ἐμψύχως εἶπε τὸ το‐ σοῦτον δὲ πέφευγεν, οὐκ ἀνεχομένης τῆς Ἀττικῆς πλησίον εἶναι τῶν ἄλλων βαρβάρων. ἑτέραν δὲ Ἑλλάδα τὴν νῦν Ἰωνίαν λέγει. D.

Pan

98,14

ἑτέραν Ἑλλάδα] τὴν νῦν Ἰωνίαν λέγει. AC. τὴν Ἰωνίαν λέγει ἑτέραν Ἑλλάδα. Oxon.

Pan

98,15

πλεῖστον βαρβάρων ἀφέστηκεν] πολὺ, φη‐ σὶν, ἀφέστηκε τῆς βαρβάρου γῆς τῷ κάτω εἶναι παρὰ θάλατταν. ὑπερβολῇ δὲ ἐχρήσατο. D. ὥσπερ φύσει ταχθεῖσα ἡ πόλις] εἰκότως ἐνταῦθα τὸ
5πόλις προσέθηκεν. ἐπειδὴ γὰρ διὰ μέσου εἶπε διὰ τὴν Ἰωνίαν, τὸ ἣ νῦν ἤδη πλεῖστον βαρβάρων ἀφέστηκε, προσέ‐ θηκε τὸ πόλις εἰς τὸ ταχθεῖσα, ἵνα μὴ τούτου ἀπόντος ἔμφασιν ἔχῃ τισὶ διὰ τὴν Ἰωνίαν λέγεσθαι. AC.

Pan

98,17

εἰλικρινῆ δὲ καὶ καθόλου] ἀχάριστοι γὰρ αἱ ἄλλαι διάλεκτοί εἰσιν, ὡς ἡ Δωρὶς εἰς α τὸ η ἀμείβουσα, ὡς ἐπὶ τοῦ ἁμέρα. παράδειγμα δὲ πάσης τῆς Ἑλληνικῆς ὁμιλίας εἶπεν. εὑρίσκεται γὰρ ἐν τῇ Ἀττικῇ διαλέκτῳ τινὰ
5καὶ τῶν ἄλλων διαλέκτων, οἷον Ἰωνικὰ καὶ Δωρικὰ, τῷ πάντως πρεσβυτέραν ταύτην εἶναι καὶ ἀπὸ ταύτης ἐκείνας ταῦτα λαβεῖν. καὶ τοῦτο σαφὲς ἐκ τῶν γραμματικῶν τε‐ χνικῶν. δεῖ γὰρ τὸ παράδειγμα τοῦ οὗ παράδειγμα πρου‐
πάρχειν. D.30
10ἄλυπον] ἐμμελῆ καὶ οὐ τραχεῖαν, οἷα ἡ τῶν βαρ‐ βάρων. C. παράδειγμα πάσης τῆς Ἑλληνικῆς ὁμιλίας φωνὴν εἰση‐ νέγκατο] διὰ τοῦ παράδειγμα λέγειν δείκνυσιν αὐτὴν καὶ πρεσβυτάτην τῶν ἄλλων Ἑλλήνων καὶ κρείττονα διάλεκτον
15ἔχειν, καὶ τοὺς ἄλλους Ἕλληνας ὡς εἰς παράδειγμα ταύ‐ την βλέψαντας, τὴν αὐτῶν δὲ ἀσκῆσαι. διὸ καὶ ἐν ταῖς αὐτῶν φωναῖς εὕρηταί τινα Ἀττικὰ ῥήματα. AC. παρά‐ δειγμα δὲ πάσης τῆς Ἑλληνικῆς τὴν Ἀττικὴν λέγει, ἐπειδὴ εὑρίσκονται ἐν αὐτῇ τινα, ἅπερ ἐξ αὐτῆς ἔσχον αἱ ἄλλαι.
20Oxon.

Pan

98,18

ἡ δ’ αὐτὴ θέσις] ὥσπερ τὴν θέσιν τῆς χώ‐ ρας, οὕτω καὶ τῆς πόλεως ἐπαινέσαι. καὶ φησὶν ὅτι ὥσπερ ἡ χώρα ἐν τῷ μέσῳ κεῖται τῆς Ἑλλάδος, οὕτω καὶ ἡ πό‐ λις ἐν τῷ μέσῳ τῆς χώρας. διὰ τοῦ τοσοῦτον ἐπὶ θάλατ‐
5ταν ἐπικλίνουσα τοῦτο βούλεται παριστᾶν, ὡς οὔτε παρα‐ θαλάττιος αὕτη οὔτε ἠπειρωτική. δεῖ δὲ τὸν ῥήτορα πρὸς τὴν χρείαν ἁρμόττεσθαι, καὶ εἰ μὲν παραθαλάττιος ὑπάρ‐ χει ἡ πόλις, ἐπαινεῖν καὶ λέγειν ὅτι ἐπισπᾶται τὴν θά‐ λατταν· εἰ δὲ μεσόγειος, πάλιν ἐν τῷ ἐπαίνῳ λέγειν ὅτι
10πέφευγεν αὐτὴν οὖσαν ταραχώδη. D.

Pan

99,1

τοσοῦτον πρὸς θάλατταν ἐπικλίνουσα] οὐ γὰρ ἀκριβῶς ἐν μέσῃ τῇ Ἀττικῇ, ἀλλὰ μᾶλλον πρὸς θάλασσαν νεύει. C.

Pan

99,2

τρίτη δὲ] αὕτη ἐστὶν ἡ ἀπόδοσις· οἷον τρίτη δὲ ἀκόλουθος τούτων ἀνέχει ἡ ἀκρόπολις. αἰνίττεται δὲ εἰς Θουκυδίδην· λέγει γὰρ οὗτος ὅτι πρὸ τοῦ Θησέως τὸ περὶ τὴν ἀκρόπολιν μέρος μόνον πόλις. οὗτος δὲ γενόμε‐
5νος καὶ αὐξήσας τὸν περίβολον ἠνάγκασε τοὺς κατὰ κώ‐ μας οἰκοῦντας εἰς τὰς Ἀθήνας ἐμβῆναι. καὶ οὕτως ᾠκί‐ σθη πᾶσα ἡ πόλις. ἀκόλουθον δὲ τὴν τρίτην εἶπε τὴν ἀκρόπολιν, διότι προενεκωμίασε τὴν χώραν τὴν Ἀττι‐ κὴν, εἶτα τὰς Ἀθήνας καὶ τρίτην τὴν ἀκρόπολιν, ἥτις
10τύπον ἔχει κορυφῆς ἀντὶ τοῦ ἐξέχει, ὑψηλή ἐστι. καὶ ὥσπερ
αὕτη πρὸς τὸ πᾶν σῶμα μέση ἐστὶν, οὕτω καὶ ἡ ἀκρόπο‐ λις· ἀλλὰ καὶ ὑψηλή ἐστιν, ὡς αὕτη καὶ μέση τῆς πόλεως. ἐπειδὴ δὲ πᾶν ἄκρον ἔσχατόν ἐστι, προσδιωρίσατο, ὅτι οὐ λέγω τὸ ὕστατον, ἀλλὰ τὸ ὑψηλόν. περὶ δὲ τῶν ἀέ‐31
15ρων αὐτῆς θέλων ἱστορῆσαι οὕτως φησίν· ἴσμεν ὅτι ὁ ἀὴρ ὁ διήκων μέχρι τοῦ οὐρανοῦ οὐ λεπτομερής ἐστι καὶ εὔ‐ κρατος, ὁ δὲ ἐπὶ γῆν παχύτερος. βουλόμενος οὖν τὸν ἀέρα ἐπαινέσαι αὐτῆς φησὶν ὅτι ἐπὶ τὴν ἀκρόπολιν ἀὴρ ἔσχα‐ τός ἐστιν, ὡς πρὸς τὰ ἄνω, ἀπὸ δὲ γῆς ὡς πρὸς ἡμᾶς
20λεπτομερέστατος καὶ εὔκρατος ὡς ὑψηλότερος. ὁ γὰρ εἰς ὕψος ἀὴρ τοιοῦτος. D. αὕτη ἐστὶν ἡ ἀπόδοσις, ἡ τρίτη δὲ ἀκόλουθος τούτων, ἀνέχει ἡ ἀκρόπολις, ἐπειδὴ πᾶν ἄκρον ἔσχατόν ἐστι, προσδιωρίσατο, ὅτι οὐ λέγει τὸ ἔσχα‐ τον, ἀλλὰ τὸ ὑψηλόν. Oxon.

Pan

99,3

ἡ πάλαι μὲν πόλις, νῦν δὲ ἀκρόπολις] πρὶν γὰρ τὴν νῦν οὖσαν πόλιν κτισθῆναι ἡ νῦν ἀκρόπολις ἐκα‐ λεῖτο πόλις, ὡς ὁ συγγραφεύς φησι. C.

Pan

99,4

οὐχ ὡς ὕστατον εἶναι τῆς πόλεως] αἱ γὰρ ἀκροπόλεις πᾶσαι ἐν τοῖς ἐσχάτοις εἰσὶ καὶ ὀρεινοτέροις μέρεσι τῶν πόλεων· διὸ καὶ ἄκραι πόλεις καλοῦνται, καὶ ἄκραι μόνον. ἡ δὲ τῶν Ἀθηναίων πόλις λόφον ἐν μέσῳ
5ἔχουσα, ἐν τούτω τὴν ἀκρόπολιν ἔχει (AC), ὥσπερ τι φρούριον ἐρυμνόν. καὶ συμβέβηκεν ἅμα τε ταύτην εἰς ὕψος ἦρθαι καὶ μέσον τῆς πόλεως εἶναι. διὸ καὶ διὰ πάντων κάλλος λέγει, ἐπειδὴ δι’ ἀμφοτέρων τούτων καὶ ἄλλης τι‐ νὸς ποικιλίας κεκόσμηται, καὶ ἔστιν ἄκρος ὅρος τῆς περὶ
10τὴν Ἀττικὴν εὐκαιρίας καὶ χάριτος, καὶ τῆς κατ’ αὐτὸν εὐδαιμονίας ἔσχατος κολοφών. ἢ τὸ περὶ γῆν (99, 6) μὴ εἰς τὴν Ἀττικὴν ἐκληπτέον, ἀλλ’ εἰς γῆν ἁπλῶς, ἵνα λέγῃ ὁ ῥήτωρ ὡς ἔνθα ἂν τῆς γῆς τοῦτο ἀμβαίη, κεφάλαιόν ἐστι τῆς κατ’ αὐτὴν χάριτος. C.

Pan

99,5

ἄκρου καὶ μέσου] ἄκρου λέγει διὰ τὸ ὕψος, μέσου δὲ διὰ τὸ ἐπὶ μέσου κεῖσθαι. τὸ δὲ διὰ πάν‐ των κάλλος ἀντὶ τοῦ διὰ πάντων κεκαλλωπισμένον. D.

Pan

99,6

ὥσπερ γὰρ ἐπ’ ἀσπίδος κύκλων] ἰστέον ὅτι
τὸ παλαιὸν αἱ ἀσπίδες κυκλοτερεῖς ἦσαν, καὶ πέντε τοὺς σύμπαντας κύκλους εἶχον μέχρι τοῦ ὀμφαλοῦ, εἴτε ἐκ σφυ‐ ρηλάτου χαλκοῦ εἴτε ἄλλως πως ἐν χρώματι. διὸ καὶ εἰ‐32
5κότως χρῆται τῷ παραδείγματι. πέντε γὰρ κύκλοι κἀν‐ ταῦθα, ὅ τε τῆς οἰκουμένης, ὅ τε τῆς Ἑλλάδος, ὅ τε τῆς Ἀττικῆς, ὅ τε τῆς πόλεως, καὶ ὁ τῆς ἀκροπόλεως. ἔστι δὲ ἡ παραβολὴ ἀναπόδοτος, νοουμένης τῆς ἀποδόσεως. ποιοῦσι δὲ τοῦτο ἄλλοι τε πολλοὶ καὶ παρὰ Λιβανίῳ
10ἔστιν εὑρεῖν ἐν τῇ Ἀχιλλέως ἀντιλογίᾳ. λέγει γὰρ „Ὥσπερ οὖν ὑμῖν ἀπολαμβάνουσιν οὐκ ἂν ἀπέχρησεν οὐδετέρῳ.“ ἴσως δ’ ἄν τις πρὸς τὸ ἐμβεβηκότων ὑποστίξαι καὶ τὸ πέμπτος εἰς ὀμφαλὸν πληροῖ διὰ τὴν ἀκρόπολιν εἴποι λέ‐ γεσθαι, ἵν’ εἴη, πέμπτος μὲν κύκλος τὰ τῆς ἀκροπόλεως
15τείχη, ὀμφαλὸς δὲ τὰ μεταξὺ τούτων. εἰ δὲ εἴποις ὅτι τὸ ὀμφαλὸς ἐπὶ τῆς ἀσπίδος λέγεται, ἐροῦμεν ὡς ἐπειδὴ ἀσπίδος εἶπεν, ἐτήρησε κἀνταῦθα τὴν τροπὴν, ὥσπερ ὅταν λέγωμεν παραπλησίως νηὶ ἡ πόλις χειμάζεται, κυ‐ βερνήτου οὐκ ὄντος· ἵν’ εἴη τὸ σχῆμα τοῦ λόγου ὅμοιον
20ὡς ἄνωθεν. λέγω δὴ τὸ (93, 18) „Ὥσπερ πελάγους ἀπεί‐ ρου“ καὶ τὰ ἑξῆς. C. ὁ τελευταῖος ὅρος τῆς περὶ γῆν εὐκαιρίας] ἐπειδὴ αἱ ἀσπίδες κύκλους ἔχουσι πέντε, καὶ αὐτὸς δείκνυσιν ἔχου‐ σαν τάξεως καὶ τὴν Ἀττικὴν βούλεται δεῖξαι. καὶ πρῶ‐
25τον μὲν κύκλου τὴν γῆν φησι, δεύτερον τὴν Ἑλλάδα, τρί‐ τον τὴν χώραν, τέταρτον τὴν πόλιν, πέμπτον τὴν ἀκρό‐ πολιν· ὃν καὶ κανόνα λέγει τῆς εὐκρασίας. τοῦτο γὰρ βού‐ λεται σημαίνειν διὰ τὸ τελευταῖος ὅρος τῆς εὐκαιρίας. D.

Pan

99,9

τῆς δ’ αὖ πόλεως ἡ ὁμώνυμος] ἡ ἀκρόπολις. Oxon. ἀλλ’ ἐνταῦθα μὲν] ἐπειδὴ τὸ μετὰ τὸν οἰκιστὴν με‐ μνῆσθαι τῆς θέσεως τῆς χώρας τεχνικόν ἐστι. λέγων δὲ
5τὴν θέσιν ἐμνήσθη τῆς ἀκροπόλεως, ἔμελλε δὲ διεξιέναι καὶ περὶ τῶν οἰκοδομημάτων, ὅπερ τοῖς ἐπιλόγοις ἁρμότ‐ τει, διὰ τοῦτο πάλιν ἐπὶ τὴν θέσιν ἀνέδραμε, ἵνα ἐν τῷ τέλει εἴποι τὰ τῶν οἰκοδομημάτων. D Oxon.

Pan

99,10

τὰ πρεσβεῖα] τὴν τιμήν. A. πρεσβεῖα νῦν
τὰ πρωτεῖα, ἀλλαχοῦ δὲ καὶ τὰ τίμια. D.33

Pan

99,11

τὴν μὲν πρὸς γῆς τε καὶ θαλάττης φύσιν] τὸ ἐκ φύσεως σχῆμα. A. ἤγουν τὸ ἐκ φύσεως ἐσχημα‐ τίσθη. C. μῆκός τι φεύγοντες] κατὰ κοινοῦ τὸ φεύγοντες, οἳ
5καὶ τὸ μῆκος φεύγοντες, φεύγοντες δὲ καὶ τὸ παρελθεῖν ἃ μὴ τὸ εἰπεῖν κακὸν νομίζεται. ἀντὶ τοῦ φεύγοντες καὶ τὸ σιωπᾶν ὅσα δίκαιον εἰπεῖν· οὐ γὰρ ἐσιωπήσαμεν ταῦτα, φησὶν, ἀλλ’ ὑμνήσαμεν. D.

Pan

99,12

ἃ μὴ χεῖρον] ἀντὶ τοῦ μὴ ᾖ κακόν· οὐ γὰρ συγκριτικῶς νῦν εἶπε τὸ χεῖρον. D.

Pan

99,13

ἀλλὰ μὴν τόν γε] μέρος βούλεται τῆς θέ‐ σεως εἶναι τὸ εὔκρατον τοῦ ἀέρος· πρὸς γὰρ τὴν θέσιν τοῦ κόσμου δεῖ καὶ τῶν ἀέρων εἶναι τὴν θέσιν. καλῶς δὲ εἶπε τὸ ὑπὲρ κεφαλῆς, ὅτι πᾶς ἀὴρ ὡς ἐπὶ τὸ πλεῖστον
5ἐπὶ τὴν κεφαλὴν εἱλεῖται. τοῦτο δὲ ὀνομάζει ὑπὲρ τῆς κε‐ φαλῆς τὸ λεπτομερὲς βουλόμενος δεῖξαι. D.

Pan

99,14

ὥστε εἰ τῷ λόγῳ] οὕτω τὸ ἑξῆς, εἴθε ὥσπερ σύμμετρός ἐστιν ὁ ἀὴρ καὶ ὁ καιρὸς τῆς πόλεως, οὕτω σύμμετρός ἐστι καὶ ὁ ἐγκωμιαζόμενος λόγος. D. εὐκτὸν] εὐχῆς ἄξιον. A.
5ἁπάντων ἀπέχει τῶν δυσχερῶν] ἤγουν τῶν ὑπερβο‐ λῶν καὶ ἐλλείψεων. AC. τῶν δυσχερῶν] τὰ δυσχερῆ τὰ λυπηρὰ φησί. δῆλον γὰρ ὅτι ἑκάστη χώρα ἔχει τῶν τεσσάρων ἴδιον, ἡ μὲν θερμότητα, ἡ δὲ κρύος, ἄλλη ξηρότητα, ἑτέρα δὲ ὑγρό‐
10τητα. τούτων δὲ τὰ ὑπερβάλλοντα ἀεὶ λυπηρά. λέγει οὖν ὅτι μετέχει τῶν ἀγαθῶν ἡ Ἀττικὴ ἀπεχομένους τοῦ πλή‐ ρης ἑκάστου λυπηροῦ. τὰ γὰρ ἄκρα τοῦ θερμοῦ καὶ ψυ‐ χροῦ ὑγροῦ τε καὶ ξηροῦ λυπηρά. D.

Pan

99,15

τῶν ἀγαθῶν] μετρίων. A. τῶν μετρίων. C. ἑκάστης] ὥρας. A. λυπηρὰ] ἃ πρόσθεν δυσχερῆ ἐκάλεσε, ταῦτα νῦν λυπηρὰ λέγει. AC.
5τεκμαίρεσθαι] τὸ τῆς χώρας, φησὶν, εὔκρατον οὐ μόνον τοῖς ὡραίοις, φησὶν, ἔξεστι τεκμαίρεσθαι, τουτέστι
ταῖς ὀπώραις. αὗται γὰρ ὡραῖα καλοῦνται, παρὰ τὸ ἐν τῇ καλλίστῃ τοῦ ἔτους ὥρᾳ γίνεσθαι. οὐ μόνον οὖν, φησὶ, τούτοις τοῖς ὡραίοις τὸ εὔκαιρόν ἐστι τῆς χώρας σκοπῆ‐34
10σαι, πολὺ τῶν ἐν ταῖς ἄλλαις ἐχόντων τὸ διάφορον, ἀλλ’ ὅτι καὶ διὰ χρόνου παραμένουσιν ἀσινεῖς ἐν τῷ ἐνιαυτῷ παντὶ, ὥσπερ ἐν ταῖς ἄλλαις ὥραις κατὰ τὸν ἴδιον καὶ οἰκεῖον τῆς ὀπώρας καιρόν. τοῦτο γὰρ βούλεται δηλοῦν διὰ τοῦ παρὰ τὴν ἐπωνυμίαν. νικῶσιν οὖν ἐνταῦθα τὰ
15μετὰ τὴν ὥραν εὑρισκόμενα τὴν ἐπωνυμίαν, ἤτοι τὴν τοῦ ἔτους ὥραν. D. ὡραῖοι οἱ καρποὶ γράφονται ἀπὸ τοῦ ἐν τῇ καλλίστῃ ὥρᾳ τοῦ ἔτους γίγνεσθαι. οὐ μόνον, φησὶ, γνωρίσαι τῷ κάλλει τῶν ὡραίων τὸ διάφορον τῆς χώρας πρὸς τὰς ἄλλας προσγίνεται, ἀλλ’ ὅτι καὶ διὰ χρόνου μέ‐
20νουσιν οἱ καρποὶ ἀσινεῖς, ὥσπερ ἐν ταῖς ἄλλαις χώραις κατὰ τὸν ἴδιον καὶ οἰκεῖον τῆς ὀπώρας καιρόν. Oxon.

Pan

99,16

τοῖς ὡραίοις] τοῖς κατὰ τὸν καιρὸν ἕκα‐ στον καρποῖς. AC. τοσοῦτον τοῦ παντὸς ἔτους κατέχουσι χρόνον] ἐπι‐ πολὺ γὰρ καὶ μετὰ τὴν ὥραν, καθ’ ἣν γίνονται, παρα‐
5μένουσιν. AC.

Pan

99,17

ἀλλὰ καὶ τῇ ἀποστάσει] ἀπόστασιν λέγει τὸν χωρισμόν. ὅταν γὰρ θελήσομεν ἰδεῖν τί τὸ διεστηκότες αὐτοῦ ὡς ἐπὶ γραφῆς ἀκριβῶς θεώμεθα. ἐὰν οὖν, φησὶ, χωρισθῇς τῆς πόλεως, αἴσθῃ τὸ διάφορον ψύχους ἢ θέ‐
5ρους. τῇ γὰρ ἐπαναχωρήσει τινὸς πράγματος μανθάνομεν τὴν φύσιν τοῦ πράγματος, ἐν ᾧ τέως ἦμεν, ὁποία τίς ἐστι. τὴν δὲ στάθμην εἶπε διὰ τὴν ῥοπήν. D. τῇ ἀποστάσει] τοῦ τόπου. C. ἐν στάθμῃ] ζύγιον. A.

Pan

100,1

δεῦρο ἢ ἐκεῖσε κινηθεὶς] πρὸς τὸ βόρειον ἢ νό‐ τιον, ἤτοι πρὸς Θρᾴκην ἢ Αἴγυπτον. ψυχρότατοι μὲν γὰρ οἱ κατὰ Θρᾴκην τόποι, θερμότατοι δὲ οἱ κατ’ Αἴγυπτον. D.

Pan

100,2

ὥστε ἐν τούτῳ μόνῳ νικᾶται] ἡ γὰρ ἐπὶ τοῖς φαύλοις ἧττα νίκην ἐπὶ τοῖς καλλίστοις αὐτῇ μαρτυ‐ ρεῖ. AC. παραδόξως ἐπεχείρησε· δεικνύει γὰρ καὶ ἡ τὴν τῆς νίκης * ἄμεινα. Αἴγυπτος μὲν γὰρ θέρμῃ νικᾷ, ψύξει δὲ
5Θρᾴκη, καὶ τῆς μὲν τὸ θερμὸν, τῆς δὲ τὸ ψυχρὸν λυπεῖ. D.35

Pan

100,3

οὗ τὸ νικᾶσθαι λυσιτελέστερον] τοῖς ἀν‐ θρώποις. A.

Pan

100,4

ὥστε καὶ τῶν ἄλλων γενῶν] ἀφ’ Ἡροδότου ἀφέληται τοῦτο. ὥσπερ δὲ ἀέρος ἀποικίαν ἔοικεν ἡμῖν ὑποτίθεσθαι, ὃ καί τινες αὐτοῦ εἰς κουφότητας ᾐτιά‐ σατο. D.

Pan

100,7

τὰ λοιπὰ δύο] ἤτοι δύσιν καὶ ἀνατολήν. C. οὐδ’ αὖ τὰ λοιπὰ δύο] ἀνατολὰς καὶ δύσεις. ἐμφαί‐ νει δὲ μίαν οὖσαν κρᾶσιν. ἔνθα γὰρ μία κρᾶσις οὐκ ἔστι, λέγομεν ὅτι τὰ ἔνθεν λέγει τὰ ἔξω τῆς Ἀττικῆς. αὕτη γὰρ
5ἡ Ἀττικὴ μίαν ἔχει κρᾶσιν. D. ἄνευ τῆς προσθήκης] προσθήκην τὴν πρός πρόθε‐ σιν λέγει. τὸ γὰρ εἰπεῖν πρὸς ἄρκτον ἔμφασιν ἔχει ὡς οὐ καθαρῶς ἄρκτος ἐστὶν, ἀλλὰ πρὸς ταύτην μᾶλλον ῥέπει. A. προσθήκην τὴν πρός πρόθεσιν λέγει. τὸ γὰρ εἰπεῖν
10πρὸς ἄρκτον σημαίνει τὸ πολὺ τῆς χώρας ἀρκτῶον εἶναι. ἡ γὰρ πρόθεσις ἐπίτασιν δηλοῖ. CD.

Pan

100,8

ὅσον τὸ ἄνω καὶ κάτω] διὰ τούτων δείκνυ‐ σιν αὐτὴν τὸ μέσον τοῦ παντὸς ἐπέχειν. αἱ γὰρ ἐξ ἴσου ἀποστάσεις τὸ μέσον ἀφορίζουσι. τμήματα δὲ λέγει τὰς τέσσαρας ὥρας. D.

Pan

100,10

ὑπ’ αὐτὴν ὡς εἰπεῖν τὴν ἀκρόπολιν τοῦ οὐρανοῦ] τὸ ἐξαίρετον. εἰ γὰρ αἱ ἀκροπόλεις κρείττονές εἰσι τῶν πόλεων ὧν ἀκροπόλεις εἰσὶ, λόγον ἂν ἔχοι καὶ τὸ κρεῖττον μέρος τοῦ οὐρανοῦ ἀκρόπολιν οὐρανοῦ κα‐
5λεῖν. εἰκότως δὲ εἶπε καὶ τὴν τοῦ Διὸς ἀρχήν. ὥσπερ γὰρ τὰς ἀκροπόλεις οἱ τύραννοι κατέχουσιν, οὕτω καὶ ὁ Ζεὺς, Ὀλύμπου κρατῶν, ἐν τῷ κρείττονι τούτου μέρει τὰ βα‐ σίλεια ἔχει. AC. ὑπ’ αὐτὴν ῶς εἰπεῖν] καλῶς αὐτὸς ἐκάλεσε διὰ τοῦ
10ὡς εἰπεῖν· οὐ γάρ ἐστιν οὐρανοῦ ἀκρόπολις. ἀλλ’ ἐπειδὴ ἡ ἀκρόπολις τὸ τίμιον νομίζεται, πρὸς τὸ τίμιον αὐτοὺς παρέβαλε καὶ λέγει ὅτι, εἰ ἦν ἀκρόπολις τοῦ οὐρανοῦ, ταύτῃ ἂν ἦν ὁμοία. κοῦφον γὰρ τὸ εἰπεῖν ἐν οὐρανῷ ἀκρό‐
πολιν ἁπλῶς. ἀλλὰ τὸ κάλλιστον μέρος τοῦ οὐρανοῦ βού‐36
15λεται διὰ τούτων παριστᾶν· τούτων γὰρ αἱ ἀκροπόλεις. καὶ ἐπειδὴ αἱ ἀκροπόλεις τοῖς κινδύνοις ἀνάκεινται, διὰ τοῦτο προσέθηκε Διὸς ἀρχήν. D. τὴν ἀκρόπολιν τοῦ Διὸς καλῶς αὐτὸς ἐκάλεσε διὰ τοῦ ὡς εἰπεῖν· οὐ γάρ ἐστιν οὐ‐ ρανοῦ ἀκρόπολις. ἀλλ’ ἐπειδὴ ἡ ἀκρόπολις τίμιον νομίζε‐
20ται, πρὸς τὸ τίμιον αὐτὸ παρέβαλε καὶ λέγει ὅτι, εἰ ἦν ἀκροπόλις τοῦ οὐρανοῦ, ταύτῃ ἦν ὁμοία· ἐπειδὴ δὲ ἡ ἀκρό‐ πολις τοῖς τυράννοις ἀνάκειται, διὰ τοῦτο προσέθηκε τὴν Διὸς ἀρχήν. Oxon.

Pan

100,11

ὡς ἀληθῶς γενομένην λῆξιν τῆς Ἀθηνᾶς] λάχος, κλῆρον. ταύτην γὰρ ἐκληρώσατο Ἀθηνᾶ, ὅθεν καὶ τοὔνομα αὐτῇ δέδωκε. A. κλῆρον. κλῆρος γὰρ Ἀθηνᾶς ἡ πόλις ἥδε. ὅθεν καὶ τοὔνομα αὐτῇ δέδοται. C. κλῆρον.
5ὅτι αὐτὴν Ἀθηνᾶ ἔχει. Oxon. τῶν ταύτης ἔργων τε καὶ θρεμμάτων τόπον οἰκεῖον] ἔργα λέγει τήν τε σύνεσιν καὶ τὰς ἄλλας τέχνας. Ἀθηνᾶ γὰρ ἡ φρόνησις, φρονήσεως δὲ εὑρέματα αἱ τέχναι. θρέμ‐ ματα δὲ καλεῖ τοὺς ἀνθρώπους κατὰ τὸν τῶν Ἐριχθονίων
10μῦθον. ἔχει δὲ λόγον καὶ θρέμματα Ἀθηνᾶς καλεῖν τοὺς σοφοὺς ἄνδρας, οἷς μεγάλα πρὸς σοφίαν συμβάλλεται τὸ τόπου τυχεῖν ἐπικαίρου, οἷος ὁ τῆς Ἀττικῆς. AC. ἔργα λέγει τὴν σύνεσιν, θρέμματα δὲ τοὺς ἀνθρώπους διὰ τὸν Ἐριχθόνιον. Oxon.
15τῶν ταύτης ἔργων τε καὶ θρεμμάτων] ἔργων λέγει τῆς συνέσεως, Ἀθηνᾶς γὰρ ἡ φρόνησις· θρεμμάτων δὲ τῶν ἀν‐ θρώπων διὰ τὸ Ἐριχθόνεα. τῶν δὲ περὶ γῆν ἀέρων ἀφε‐ στάναι τὴν Ἀττικήν φησι. βούλεται γὰρ διὰ τούτων εἰπεῖν ὅτι αἰθέρος ἐστὶ μεταξὺ καὶ τῶν περὶ γῆν ἀέρων, ὅπερ
20οὐδέν ἐστιν ἕτερον ἢ νοεῖν ὅτι μόνου τοῦ αἰθέρος διὰ τὴν ὑπὲρ κεφαλῆς ἀπολαύει. οὐκ ἔστι δὲ καὶ ἀέρος. ἐπειδὴ δὲ παράδοξον τοῦτο ἐδόκει, ὥσπερ διορθούμενος τοῦτό φησιν, οὐδ’ αἰθέρι μᾶλλον εἴκασται. καὶ λίαν καλῶς, εἰ γὰρ αἰ‐ θὴρ τὸ τοῦ αἰθέρος λεπτομερέστατον, τοιοῦτος δὲ ὁ τῆς
25Ἀττικῆς ἀὴρ, εἰκότως καὶ οὗτος αἰθέρι τοῦτον ἀπείκασέ
τε καὶ κέκληκε, συγκρίσει τοῦ λοιποῦ κατὰ γῆν ἀέρος. D.37

Pan

100,12

θρεμμάτων τόπον οἰκεῖον] οὐδὲ γὰρ ἥρ‐ μοττεν ἄλλος τόπος τούτοις ἢ οὗτος. AC. τῶν περὶ γῆν ἀέρων] οἱ γὰρ περὶ γῆν ἀέρες παχεῖς εἰσιν, ὥσπερ καὶ γεώδεις τὴν φύσιν. C.
5οὐδ’ αἰθέρι μᾶλλον εἴκασται] ὁ γὰρ αἰθὴρ λεπτός· παραπλήσιος δὲ τούτῳ καὶ ὁ τῆς Ἀττικῆς ἀήρ. AC.

Pan

100,13

οἷς ταῦτα ἔπρεπε δημιουργοῖς] ἤγουν τοῖς θεοῖς. C. τοῖς δῆθεν θεοῖς φησιν. αὐτοὺς γὰρ καλεῖ τῆς χώρας δημιουργούς. D.

Pan

100,14

πολλὴ ῥᾳστώνη] ἡδονὴ ἢ εὐκολία. C. πεδίων τε κάλλη καὶ χάριτας] τοὺς ἀγρούς φησιν. ὡς ἐν ἐγκωμίῳ δὲ τὸ εὔφορον οὐκ ἔχων παριστᾶν (λεπτόγεων γὰρ αὐτῶν πάντα φασὶ) τὰ κάλλη καὶ τὴν χάριν παρήγα‐
5γεν. ἐπειδὴ δὲ καὶ ἐντός εἰσι τῆς πόλεως πεδία, διὰ τοῦτο ἐπανορθούμενος φησὶ, μᾶλλον δὲ ἀπὸ τῆς ἀκροπόλεως. D.

Pan

100,15

τῶν δὲ] ἀπὸ τοῦ τείχους ἀρχομένων τῆς πόλεως. AC. ἐφ’ ἑκάστῃ τῇ θαλάττῃ τοῖς αἰγιαλοῖς ἐφορμούντων] διὰ τοῦτο ἐφ’ ἑκάστῃ τῇ θαλάττῃ εἴρηκεν, ἐπειδήπερ ἡ Ἀτ‐
5τικὴ προμήκης οὖσα, ὡς ἔφημεν, διὰ πάντων τῶν αὐτῆς μερῶν θάλατταν ἔχει. τὸ ἐν κόλπων θαλαττίων τινῶν σχήματι ἢ διὰ τὸ διῃρῆσθαι τὰ πεδία λέγει, ὥσπερ οἱ τῆς θαλάττης κόλποι. ἢ καὶ κατ’ ἄμφω ὅτι διῄρη‐ ται καὶ προκέχυται παραπλησίως τοῖς κόλποις. AC.
10ἑκάστῳ, φησὶ, τῆς θαλάσσης, ὡς πανταχόθεν περιε‐ χομένης ὑπὸ τῆς θαλάττης, καὶ τῇ μὲν τῶν πεδίων ὅρον ἐχόντων τὴν θάλατταν, τῇ δὲ τὰ ὄρη, ἔνθα γίνεται ἡ χρυσῖτις ψάμμος καὶ ἀργυρῖτις ὡς εἰπεῖν τὰ μέταλλα. αἰνίττεται δὲ εἰς τὸ Λαύριον. D Oxon.

Pan

100,16

τοῖς αἰγιαλοῖς] τὸ αἰγιαλοῖς ἑρμηνεία ἐστὶ τοῦ ἐφ’ ἑκάστῃ τῇ θαλάττῃ. C. ἐφορμώντων] οἰκείως τῇ λέξει ἐχρήσατο ὡς ἐπὶ πλοίων τῷ αἰγιαλῷ ἐφορμᾶν τὰ πεδία. λέγει δὲ ἀντὶ τοῦ ἐπικει‐
5μένων. D. τοῖς περιέχουσιν] τὴν Ἀττικήν. A. τὴν Ἀττικὴν ἐκ τοῦ ἄλλου μέρους. C.38

Pan

100,17

καὶ μὴν] οὐ μόνον τὸ φαιδρὸν ἐπαινεῖ, ἀλλὰ καὶ τὸ ὠφέλιμον. ἐμφαίνει δὲ τὸν λευκὸν λίθον, ἀφ’ οὗ φησι καὶ τῶν ναῶν καὶ τῶν ἀγαλμάτων τὴν κατα‐ σκευὴν γεγονέναι. D.

Pan

101,3

σπέρμα τῆς χάριτος] ἑρμηνεία ἐστὶ τοῦ ἐν τοῖς πρώτοις τὸ σπέρμα τῆς χάριτος, ἣ καὶ προηγεῖται. λέγει γὰρ ὡς, ἐπειδὴ ἡ Ἀττικὴ θεῶν ἔργον ἦν, εἰκὸς ἔχειν τι τῆς δημιουργίας ἄξιον. ἔχειν οὖν τὴν ἐν τοῖς ὄρεσι λευκὴν
5λίθον, ἣν ἐν τοῖς πρώτοις δείκνυσι, τουτέστιν εἰς μεγάλα καὶ θαυμαστὰ συντελοῦσαν παρέχεται. σπέρμα δὲ λέγει τῆς πρὸς τοὺς θεοὺς τῆς χάριτος, ἤγουν ἀφορμὴν καὶ αἰτίαν τοῦ πῶς δεῖ τοὺς αὐτῆς εὐεργέτας ἀμείβεσθαι. ἢ τὸ σπέρμα πρὸς τὸ ὃ εἰκὸς ἔχειν τὴν χώραν ἐπαγόμενόν
10ἐστιν οὕτω· ὃ γὰρ εἰκὸς ἔχειν τὴν χώραν ὑπὸ θεῶν δημιουργηθεῖσαν, σπέρμα λέγω καὶ ἀφορμὴν τῆς πρὸς αὐ‐ τοὺς ἀμοιβῆς· ἤγουν ἐπειδὴ ὑπὸ θεῶν γέγονεν, ἔδει αὐ‐ τὴν ἔχειν τι δι’ οὗ τοὺς εὐεργέτας ἀμείψεται. ἔχει οὖν τὴν λευκὴν λίθον, δι’ ἧς νεὼ καὶ ἀγάλματα γίγνον‐
15ται. AC. ἐν τοῖς πρώτοις] πρῶτοι γὰρ αὐτοὶ ἐνομοθέτησαν ἀγάλματι καὶ ναοῖς τὸ θεῖον τιμᾶν. A. πρώτη τε αὕτη τὸ δωρηθὲν αὐτῇ παρὰ τῶν θεῶν ἀνταπέδου ταῖς λατο‐ μίαις τοῦ ὄρους εἰς ναῶν καὶ ἀγαλμάτων ἀποχρησαμένη
20κατασκευὴν, καὶ πρώτους φησὶν Ἀθηναίους τούτων κα‐ τάρξαι ἀνθρώποις. D.

Pan

101,4

διὰ τῆς φύσεως] τοῦ τόπου. AC. ἐπιτηδειοτάτη] διὰ τὸ ἐκεῖθεν τὸν λευκὸν τέμνεσθαι λίθον, ἀφ’ οὗ οἱ ναοὶ καὶ τεμένη τῶν δαιμόνων κεκό‐ σμηνται. Oxon.

Pan

101,5

τούτων] τῶν νεῶν καὶ ἀγαλμάτων. A.

Pan

101,8

τὸ μήτε ὑπτίαν εἶναι διὰ πάσης] σύζυγα
ταῦτα· ὕπτιον δὲ τὸ ἀναπεπταμένον φησί. βούλεται δὲ αὐτὴν πάλιν δεῖξαι τῆς πάσης οἰκουμένης γῆς σώζουσαν σχῆμα· εἰ γὰρ μήτε ὑπτία μήτε ὄρειος, πῶς οὐκ ἂν, φη‐39
5σὶν, εἴποι τις εἶναι τελέας καὶ τῆς πάσης οἰκουμένης σώ‐ ζουσαν μίμημα; D. βούλεται δεῖξαι σώζουσαν τῆς πάσης οἰκουμένης τὸ σχῆμα· εἰ γὰρ μήτε ὑπτία μήτε ὄρειος, πῶς οὐχὶ τελείας καὶ πάσης τῆς οἰκουμένης εἴποι τις αὐτὴν εἶναι μίμημα; Oxon.
10πρὸς τὴν ἑκατέρου χρείαν] χρείαν ἔχουσι γὰρ ἄν‐ θρωποι ἑκατέρου, τοῦ τε ὀρεινοῦ καὶ τοῦ πεδινοῦ· τοῦ μὲν, ἵνα σπείρηται, τοῦ δὲ, ἵνα πρὸς τὰς λιθοτομίας συντελῇ καὶ πρὸς παντοίας ὕλης· τὰ ὄρη γὰρ ταῦτα πάντα παρέχεται. A.

Pan

101,11

σὺν ὥρᾳ] εὐμορφίᾳ. A.

Pan

101,12

ἔξεστι δὲ ὁρᾶν καὶ τὰς φλέβας τὰ ἀργυ‐ ρίτιδας] ἔστι γὰρ ἐνταῦθά τινα τῶν ὀρῶν ἀργύρου πηγὰς καὶ ψηφίσματα παρεχόμενα, καὶ οὐ πάντας, ὡς οὗτος λέγει. A. ὅτι ἀργυρῖτις γῆ τῶν Ἀθηναίων καὶ ὁ ῥήτωρ
5δεδήλωκε πανταχοῦ καὶ ἐν αὐτοῖς τοῖς ἰδιωτικοῖς. δημό‐ σια δὲ ἦσαν τῆς πόλεως κτήματα καὶ πολλοὶ ὑπῆρχον οἱ καὶ μέρος αὐτῶν μισθούμενοι. φλέβας δὲ εἶπε τροπικῶς ἀπὸ τοῦ ἡμετέρου σώματος. λέγει δὲ αὐτὰς καὶ νοτίδας, τουτέστιν ὑδατώδεις πανταχοῦ διατρεχούσας. εἶπε γὰρ διη‐
10κούσας. D.

Pan

101,14

ταῖς προσόδοις] πρόσοδος σημαίνει τὴν ἑορτὴν καὶ τὴν εἴσοδον. A. ἄσπορος] τὴν ἀνήροτον λέγει, ὡς ὄρειον. φησὶν οὖν ὅτι ἀμείνων αὕτη τῆς ἑτέρας τῆς σπειρομένης· κρείττων
5γὰρ ἡ ἀργυρῖτις. D.

Pan

101,15

ἐλευθερίας ἐφόδιον καὶ μεγαλοψυχίας] ἐλευθερία ἐστὶν οὐ μόνον τὸ μὴ δοῦλον εἶναί τινα, ἀλλὰ καὶ τὸ πρὸς εὐεργεσίας ἑτοίμως ἔχειν καὶ μηδενὸς φείδε‐ σθαι, ὥσπερ καὶ τὸ μεγαλοψυχία. οὐ γὰρ μόνον μεγαλό‐
5ψυχος ὁ μηδ’ ὑπὸ λύπης καὶ χαρᾶς ἡττώμενος, ἀλλὰ καὶ ὁ εὐεργετικός. λέγει οὖν ὡς, ἐπειδὴ Ἀθηναῖοι τοιοῦτοι τὴν φύσιν, εἰκὸς ἔχειν αὐτοὺς δι’ ὃ ταύτην δεικνύειν ἐστίν. A. ἐλευθερίας] ἐλευθέριον ἐκάλουν οἱ παλαιοὶ τὸν μεγα‐
10λόψυχον, τὸν δὲ μικρολόγον ἀνελεύθερον. ἐπειδὴ δὲ οἱ Ἀθηναῖοι εὐσεβεῖς καὶ πρὸς εὐεργεσίας ἕτοιμοι, διὰ τοῦτο εἶπεν ὅτι ἐχρῆν αὐτοὺς καὶ γῆν εὐφορωτάτην ἔχειν καὶ μέταλλα τοιαῦτα. D.40

Pan

101,16

ἔτι τοίνυν] ἔξεστι. A. ῥεύματα ἄλυπα] ἀντὶ τοῦ ἀβλαβῆ καὶ μὴ λυποῦντα ἀκαίρῳ φορᾷ χειμῶνος τὰς παρακειμένας χώρας, ὥσπερ τοὺς χειμάρρους ἀλλαχοῦ ἢ καὶ τοὺς ποταμοὺς τῇ τῶν
5ὑετείων ὑδάτων καταφορᾷ ἐλλιμναζομένους καὶ ἐξοιδοῦντας καὶ τοῦ οἰκείου ὑπερχεομένους ἐδάφους, καὶ οὐχ ὃ τῷ τυ‐ χόντι φθορᾶν, τῶν δὲ παρακειμένων καὶ γειτονούντων ἀπεργαζομένους χωρίων. D.

Pan

101,17

ὁ πάντων ἡμερώτατος] ἡμερώτατον λέγει τὸν σῖτον, ὅτι ὑπὸ τοῦ ἡμερωτάτου τῶν ζώων, φημὶ τοῦ ἀνθρώπου ——— A. ὧν ὁ πάντων] τὸν σῖτόν φησιν· οἱ δὲ τὸν ἄνθρω‐
5πον, ἐπειδὴ ὥσπερ βοτάνην φασὶν αὐτὸν ἐν τῇ Ἀττικῇ. διὸ καὶ αὐτόχθονες Ἀθηναῖοι. D. τὸν σῖτον, φασί τινες, λέγει, οἱ δὲ τὸν ἄνθρωπον, ἐπεὶ καὶ ὥσπερ βοτάνη φασὶν ἀναδοθῆναι αὐτόν. Oxon.

Pan

102,1

ὥσπερ ἀπὸ τῶν τραγημάτων τὴν εὐωχίαν σεμνύνειν] ἤγουν ὥσπερ ἀπὸ φαυλοτάτων τινῶν τὸ τῆς πόλεως αὔξειν ἐγκώμιον. ἔστι δὲ τὸ ἀπὸ τῶν τραγημάτων σεμνύνειν παροιμία ἐπὶ τῶν ἐκ φαύλων καὶ μικρῶν τὰ με‐
5γάλα θαυμαζόντων. οἰκείως δὲ εἶπε τὸν καρπὸν, ὅτι τε περὶ καρπῶν διεξῄει καὶ ὅτι ἐν τῇ Ἀττικῇ ἀναδεδόσθαι φασὶν ὥσπερ τινὰ πόαν τὸν ἄνθρωπον. διὸ καὶ αὐτόχθο‐ νες οἱ Ἀθηναῖοι. A. ἀλλὰ ταῦτα μέν ἐστιν] ἐπειδὴ μέλλει ἐπὶ τὸν ἄν‐
10θρωπον μεταβαίνειν καρπῶν μνημονεύσας, οὕτω πρὸς σύγκρισιν τοῦ αὐτόχθονος εἶπε. τοιοῦτο δὲ τὸ λεγόμενον, ὅτι ὥσπερ ὁ τὸ ἄριστον θαυμάζων ἀπὸ τῶν τραγημάτων οὐδὲν ἐπιδείκνυται γενναῖον, δέον ἀπὸ τῶν ἄλλων ἐπαι‐ νεῖν, οὕτω καὶ ἡμεῖς νῦν. παροιμία δέ ἐστιν ἐπὶ τῶν ἀπὸ
15τῶν ἡττόνων τὰ μείζω θαυμαζόντων καὶ ἔνδοξα. D.

Pan

102,2

καρπόν τε] τὸν ἄνθρωπον. A.41

Pan

102,3

κατελήλυθεν εἰς ἀρχήν τινα ἑτέραν] τὸ περὶ ἀνθρώπου διεξελθεῖν λέγει. A.

Pan

102,4

ἄλλας μὲν γὰρ χώρας ἐλέφαντες] λέοντας Ἰταλία διαφόρους ἔχει τῶν ἄλλων· ἵπποι δὲ Θετταλικοὶ ἄριστοι, ὥσπερ οἱ Λακωνικοὶ κύνες. A. λέοντας Ἰταλία διαφόρους ἔχει τῶν ἄλλων, ἐλέφαντας Ἰνδικὴ, ἵππους
5Θεσσαλία, κύνας Κρήτη. D. λέοντας ἡ Ἰταλία, ἐλέφαντας ἡ Ἰνδικὴ, κύνας ἡ Κρήτη, ἵππους Θετταλία. Oxon.

Pan

102,5

ἃ τοὺς παῖδας ἀκούοντας ἐκπλήττει] τὸ ἃ τοὺς παῖδας ἀκούοντας ἐκπλήττει διὰ τὴν Μορμὼ καὶ τὴν Λάμιαν λέγει. καὶ ἡ μὲν Λάμια Λίβυσσα γέγονε γυνὴ περικαλλής. ταύτῃ δὲ ὁ Ζεὺς ἐμίγη. καὶ ἡ Ἥρα ζηλοτυ‐
5πήσασα ἀπώλλυ τὰ τικτόμενα ὑπ’ αὐτῆς. διὸ ἀπὸ τῆς λύπης αὐτὴ μὲν δύσμορφος γέγονε, τὰ δὲ τῶν ἄλλων γυ‐ ναικῶν ἀναρπάζουσα παιδία διέφθειρεν, ἣν νῦν φαμὲν ἰδιωτικῶς στρίγλαν. ἡ δὲ Μορμὼ Κορινθία ἦν, ἣ κατα‐ φαγοῦσα αὐτῆς τὰ παιδία ἐν ἑσπέρᾳ ἀνέπτη κατά τινα
10πρόνοιαν. καὶ τοίνυν ὅτε βούλονται τὰ σφῶν παιδία αἱ γυναῖκες φοβῆσαι, ἐπιβοῶσι Μορμώ. φησὶ δὲ καὶ Θεόκρι‐ τος „Μορμὼ δάκνει.“ ἐντεῦθεν δὴ παρήχθη καὶ τὰ μορ‐ μολύκια τὰ φόβητρα. νόει δὲ τὸ τὰς δὲ, διὰ τὴν Κόριν‐ θον καὶ τὴν Λυβίην (sic). A.
15ἃ δὲ τοὺς παῖδας φοβεῖ καὶ ἐκπλήττει] οἷον Λαμίας καὶ τὰ τοιοῦτα φάσματα. λέγει δὲ τὴν Μορμὼ, ἣν ἀκούοντα ὀρρωδεῖ τὰ παιδία. φασὶ ταύτην γυναῖκα εἶναι Κοριν‐ θίαν, ἥτις ἐν ἑσπέρᾳ τὰ παιδία αὐτῆς καταφαγοῦσα ἀνέ‐ πτη κατά τινα πρόνοιαν· καὶ λοιπὸν ὅτε βούλονται φο‐
20βῆσαι τὰ παιδία αὐτῶν αἱ γυναῖκες, ἐπιβοῶσι Μορμώ. καὶ ὁ Πλάτων λέγει τὸ μορμολύκεια, καὶ ὁ Θεόκριτος „Μορμὼ δάκνε με.“ φασὶ δὲ νῦν τὴν Μορμὼ ὀνοσκελίδα. ἡ δὲ Λαμία γέγονε Λίβυσσα γυνὴ περικαλλής. ταύτῃ Ζεὺς ἐμίγη, καὶ Ἥρα ζηλοτυπήσασα ἀπώλλυ τὰ τικτόμενα ὑπ’
25αὐτῆς. διὸ καὶ ἀπὸ τῆς λύπης αὐτὴ μὲν δύσμορφος ἐγε‐ γόνει, τὰ δὲ τῶν ἄλλων γυναικῶν ἀναρπάζουσα παιδία αὕτη διέφθειρεν. D. τὴν Μορμὼ λέγει. Oxon.

Pan

102,6

κατὰ τοὺς ἐν Ἰνδοῖς μύρμηκας ὑποπτέρους] οὓς καὶ χρυσὸν ὀρύττειν φασὶ καὶ τὸ μέγεθος εἶναι ὡς ἀλώπεκες, καὶ πτερὰ ἔχειν. A. οὐ κατὰ τοὺς ἐν Ἰνδοῖς] ἡ ἱστορία τούτους ἐπαινεῖ42
5κατὰ μέγεθος καὶ ὅτι χρυσὸν ὀρύσσουσι καὶ ὅτι κατ’ ἀλώπεκα τὸ μέγεθος τυγχάνουσιν, ὡς Ἡρόδοτος ἐν τῇ τρίτῃ φησίν. οὐ κατὰ τούτους οὖν, φησὶν, ἀξιῶ κἀγὼ ἡ δὲ κάλλιστον τῆς ἡμετέρας χώρας σεμνύνειν ἤτοι τὸν ἄν‐ θρωπον, ἀλλὰ κρειττόνως δηλονότι. D. τούτους φησὶν,
10ὅτι χρυσὸν ὀρύσσουσι καὶ ὅτι κατ’ ἀλώπεκα τὸ μέγεθος τυγχάνουσιν· οὐ κατὰ τούτου ἀξιῶ κἀγὼ, φησὶ, τὸ κάλ‐ λιστον τῆς ἡμετέρας χώρας σεμνύνειν, τὸν ἄνθρωπον, ἀλλὰ κρεῖττον, ὡς δῆλον. Oxon.

Pan

102,9

τῆς φύσεως] τῆς ἀνθρωπείας. A.

Pan

102,10

τῶν τεμενῶν] ναῶν τῶν θεῶν. A. κρατίστους] ἐπειδὴ γὰρ ἡ Ἀττικὴ καὶ κρείττων τῶν ἄλλων ἐστὶν, εἰκὸς ἦν καὶ τοὺς ἐξ αὐτῆς φύντας τοιού‐ τους εἶναι. A.

Pan

102,11

ἅτε] καθά. A. οἰκείας αὐτῇ τῆς φορᾶς οὔσης, οὐκ ἐπεισάκτου] τὰ γὰρ φυσικῶς ἔν τινι τόπῳ γιγνόμενα κρείττον’ ἐστὶ τῶν παρ’ ἄλλοις ἐπεισάκτων γιγνομένων. A.

Pan

102,12

οὐ γὰρ πλάνην καταλύσαντες] εἰς τοὺς Ἡρακλείδας αἰνίττεται τοὺς προγόνους τῶν Λακεδαιμο‐ νίων. πλανώμενοι γὰρ μόλις εὗρον ὁδὸν πῶς εἰσέλθωσιν εἰς Πελοπόννησον. AD. ἢ δι’ ἄλλους τινὰς τοῦτο λέγει.
5καὶ γὰρ καὶ Θουκυδίδης ἐν τοῖς τῆς συγγραφῆς προοι‐ μίοις ἄλλους ὑπ’ ἄλλων ἀναστάτους τὸ πολλὰς γίγνε‐ σθαι. A. σκότος δὲ λέγει τὴν ἄγνοιαν τοῦ πῶς δεῖ οἰκῆ‐ σαι. D. ὥσπερ οἱ Ἡρακλεῖδαι, οἱ τῶν Λακεδαιμονίων πρόγονοι· πλανώμενοι γὰρ μόλις εὗρον ὁδὸν εἰσελθεῖν εἰς
10Πελοπόννησον. Oxon. καταλύσαντες] οἰκήσαντες. A.

Pan

102,13

οὐδὲ δυοῖν δυστυχίαιν] τὸ ἐκβληθῆναι λέ‐ γει καὶ ἐκβαλεῖν. D Oxon. καὶ Θουκυδίδης „Βιαζόμενοι
ὑπό τινων ἀεὶ πλειόνων.“ D. βιασάμενοι τὴν ἐπωνυμίαν] ἐκαλοῦντο γὰρ ἐκ τῶν43
5τόπων εἰς οὓς μετῴκουν ἀποβάλλοντες τὸ πρῶτον ὄνομα. A. ὥσπερ ἀπὸ τῶν Ἀθηναίων ἄποικοι οὐκ ἔτι ἐλέγοντο Ἀθηναῖοι, ἀλλ’ οἱ μὲν Αἰδέσιοι, οἱ δὲ Χῖοι, οἱ δὲ Μι‐ λήσιοι. μετεβάλλοντο γὰρ τῷ τόπῳ τὴν ἐπωνυμίαν. D. ὥσπερ οἱ ἀπὸ τῶν Ἀθηναίων ἄποικοι οὐκ ἔτι ἐλέγοντο
10Ἀθηναῖοι, ἀλλ’ οἱ μὲν Χῖοι, οἱ δὲ Μιλήσιοι. Oxon.

Pan

102,14

εἴξαντες] ἤγουν βιάσαντες. A. εἴξαντες μὲν τοῖς] τὸ „εἴξαντες μὲν τοῖς κρείττοσιν, ἐκβαλόντες δὲ τοὺς ἥττουσ“ ἑρμηνεία ἐστὶ τοῦ „δυοῖν δυσ‐ τυχίαιν.“ A.

Pan

102,15

ἀλλ’ ὥσπερ τὸ ἐκ τῶν πηγῶν ὕδωρ] ὡς ἐπὶ γαστρὸς εἶπε κόλπων, τουτέστιν ἄνευ σπέρματος. σιωπᾷ δὲ τοῦ Ἡφαίστου τὸν μῦθον, ὅτι τῆς Ἀθηνᾶς ἐρασθεὶς καὶ διώκων αὐτὴν ἀφῆκε τὸ σπέρμα ἐπὶ τῆς γῆς καὶ οὕ‐
5τως ἀνεδόθη ὁ πρῶτος ἄνθρωπος. διὸ εὐφήμως ἐπήνεγκεν „αὐτὸς δὲ αὑτοῦ λαβὼν τὴν ἀρχήν.“ γένος δὲ καλεῖ τὸν ἄνθρωπον. D. τὸ γένος] οὕτω. A.

Pan

102,17

καθάπερ θέαν καταλαβόντες] ἐν ταῖς Ἀθη‐ ναίων ἑορταῖς ὅστις προὔλαβεν ἕτερον ἐκάθητο ἐν τῷ θεά‐ τρῳ, ἀπὸ λίθων κατεσκευασμένῳ. λέγει οὖν θέαν τὸν τό‐ πον ἀφ’ οὗ καθήμενός τις ἐθεᾶτο τὰ γιγνόμενα. A. θέαν
5τὴν καθέδραν φησί. μισθοῦ γὰρ ἐκαθέζοντο παρὰ Ἀθη‐ ναίοις οἱ ξένοι, ὡς ἔγνωμεν ἐν τῷ περὶ στεφάνου, ἔνθα λέγει „Ἀλλ’ ἐν τοῖν δυοῖν ’βιλοῖν ἐθεώρουν ἄν.“ D. οὐ τῷ μᾶλλον] ἀντὶ τοῦ οὐχ ὅτι αὐτόχθονές εἰσι, τοὺς ἄλλους ξένους νομίζουσιν, ἀλλ’ ὅτι προὔλαβον καὶ
10κατέσχον τὴν χώραν ἄλλοθεν ἥκοντες. οὕτω δὲ, φησὶ, κρίνουσιν, οἱονεὶ ἀφορίζουσι· φθάσαντες γὰρ τοὺς ἄλλους ἐνοικῆσαι, τοὺς δευτέρους ἐλθόντας ξένους ἀφορίζουσι καὶ νομίζουσι. D.

Pan

102,18

τῶν χωρίων] τόπων. A. ἀφορίζοντες] χωρίζοντες ἀφ’ ἑαυτῶν. A. φθῆναι] φθάσαι. A.

Pan

103,1

μᾶλλον δὲ αὐτοὶ] τοὺς δευτέρους ἔδειξε
κρείττους τῶν πρώτων τὸ κατὰ κρίσιν γίνεσθαι πολίτας, οὓς καὶ δημοποιήτους καλεῖ, περὶ δὲ τούτων λέγει τῶν διὰ ψηφισμάτων γινομένων πολιτῶν, ἃ διαφέρουσι, δηλον‐44
5ότι ἐπὶ κακίᾳ, ἐπειδὴ οἱ μὲν ψηφισθέντες ἐγένοντο πο‐ λῖται, οἱ δὲ ψηφισάμενοι βίᾳ τὴν ἀλλοτρίαν κατέσχον καὶ αὐτῶν ἐποιήσαντο πατρίδα. D.

Pan

103,3

οὐ κριθέντες ἄξιοι τῆς πολιτείας] ὥσπερ οὓς οὗτοι ποιοῦνται. A.

Pan

103,4

ὥσπερ ὅπλων ἀπορίᾳ τῷ φανέντι χρησάμε‐ νοι] πολλάκις γὰρ ἐν ἀνάγκῃ ἀμυντηρίων ἀποροῦντες τῷ εὑρεθέντι χρώμεθα λίθῳ ἢ ξύλῳ. D. εὐγένειάν τε καὶ πολιτείαν] ἐκ παραλλήλου τὸ αὐτὸ
5τίθεται. πολιτείαν δὲ λέγει τὸ πολίτας εἶναι. D.

Pan

103,5

αὐχῆσαι] καυχηθῆναι. A. δυοῖν ὄντοιν ὀνομάτοιν] ἤγουν ξένοι καὶ πολῖται. A. δυοῖν ὀνομάτοιν] δύο ὀνομάτων, οἷον ξένοι, πολῖται, ἐπή‐ λυδες καὶ αὐτόχθονες. D.
5κύριόν ἐστι τῇ χώρᾳ] οἰκεῖον καὶ κατ’ ἐπωνυμίαν. A.

Pan

103,6

εἰκότως] καὶ τὸ ἑτέρου. A. οὔκουν ἐξούλης γε μόνοις—ἢ τῆς μητρός τινι] ἐξούλης ἐστὶν ὄνομα δίκης. λέγεται δὲ κατὰ τῶν ἐκβαλλόν‐ των τοὺς μὴ προσήκοντας ὁτῳοῦν πράγματι. ἐξούλειν γὰρ
5ἔλεγον Ἀττικοὶ τὸ ἐξωθεῖν καὶ ἐκβάλλειν βίᾳ. οὔκουν γε μόνοις ὑμῖν τοῖς Ἀθηναίοις αὐτόχθοσιν οὖσιν οὐδεὶς ἂν λάχῃ καὶ κληρώσηται ἐξούλης, ἤγουν ἐξελεύσεως τῆς γῆς, οὐ μᾶλλόν γε ἢ λάχοι τινὶ ἐξελάσεως τῆς μητρός. A. ἐξούλη ἐστὶν ὄνομα δίκης κατὰ τῶν ἐκβαλόντων τοὺς πο‐
10λεμίους ἐπὶ νομῆς μόνης τοῦ δημοσίου, καὶ κατὰ τῶν μὴ ἀποδιδόντων τὰς καταδίκας. μητρὶ δὲ παραβάλλει τῶν Ἀθηναίων τὴν γῆν. τὸ δὲ „Οὐ μᾶλλόν γε ἢ τῆς μητρός τινι“ ἀντὶ τοῦ ὥσπερ οὐδὲ δικάζεταί τις περὶ ἐξούλης μητρὸς πρός τινα, οἱονεὶ περὶ ἐξελάσεως. D. ἐξούλης δι‐
15κάζεταί τις, ὅταν φάσκῃ κτῆμα κατέχεσθαι τὸ ἐπιβάλλον αὐτῷ· οὐδεὶς οὖν ἐν ὑμῖν μόνοις λάχοι δίκην ἐξούλης τῆς γῆς, οὐ μᾶλλον ἢ λάχοι τις ἄν τινι δίκην τῆς μητρὸς
ἐξούλης. Oxon. εἰ οἷόν τ’ ἐστὶν εἰπεῖν] εἰ ὅλως προσήκει τοῦτο λέ‐45
20γειν περὶ ὑμῶν. A.

Pan

103,11

οἱ πλεῖστοι] οἱ πλεῖστοι καὶ οὐ πάντες εἶ‐ πεν, ἐπειδὴ καὶ Ἀρκάδες αὐτόχθονες λέγονται. D. χρόνῳ τὴν ἀρχαίαν φύσιν διαφθείραντες] ἤγουν τὸ πολὺν χρόνον οἰκεῖα ἀποβεβληκότες τὸ ξένον καλεῖσθαι. A.

Pan

103,12

ἐν συνοικίᾳ] συνοικίαν καλοῦσι τὴν ἀπὸ πολλῶν ξένων οἰκουμένην γῆν, ὡς Αἰσχίνης συνοικίαν εἶ‐ πεν, ἔνθα πολλοὶ διελόμενοι μένουσιν. A. συνοικίαν κα‐ λοῦσι τὴν ἀπὸ πολλῶν ξένων οἰκουμένην· ὡς Αἰσχίνης
5συνοικίαν εἶπεν, ἔνθα πολλοὶ διελόμενοι μέλλουσι. φησὶ τοίνυν ὅτι ὥσπερ ἐν μεγάλῃ οἰκίᾳ, οὗ πολλοὶ μένουσιν, ἀπὸ τοῦ οἰκήματος τούτου εἰς ἕτερόν τις μετέρχεται. D Oxon. ἐκ περιόδων] ἐκ περιστροφῆς τοῦ χρόνου. A.

Pan

103,13

οἱ τελευταῖοι τῶν ἄνω οἰκισάμενοι] ἤγουν οἱ τοὺς πρόσθεν οἰκοῦντας ἐκβάλλοντες καὶ αὐτοὶ οἰκή‐ σαντες ὕστερον. A. οἱ τελευταῖοι τῶν ἄλλων οἰκησάμενοι] οἱ ἐκβαλόντες
5τὴν πρώτην οἰκοῦντας. τὸ δὲ παραιτησάμενος ἀντὶ τοῦ ἐξιλεωσάμενος· θεραπεύει γὰρ ὡς ἐπίφθονον. στρατόπεδον δὲ καλεῖ τὰς πόλεις ὡς ἐπὶ σκηνῶν. D. παραιτησάμενος] ἀφείς. A.

Pan

103,14

μόνοις δὲ τοῖς ταύτης ἐγγόνοις] τοῦτό φη‐ σιν, ὅτι σύμβολον Ἀθηναῖοι τῆς ἀρχαιογονίας. ἔσω δὲ τόπῳ. καίτοι αὐτῶν ἀποίκοις ἐκδίδοσιν, οὐ παρ’ ἄλλων λα‐ βόντες. ἀκίνητον δὲ ἑστίαν ὡς πρὸς τὴν σκηνὴν εἶπε καὶ
5πρὸς τοῦτο ἀπέδωκε τὴν λέξιν· ἔχει γὰρ καὶ τὸ ἴδιον, ἔχει καὶ τὸ βέβαιον τούτου τὸ ἀκίνητον. λέγει δὲ ὅτι τὸ πρυ‐ τανεῖον σύμβολόν ἐστι τῆς πόλεως· οὐδὲ γὰρ αἱ κῶμαι τοῦτο ἔχουσιν. ἀκίνητον οὖν αὐτὸ ἔχουσιν Ἀθῆναι, οὐ παρ’ ἄλλου λαβοῦσαι, τουτέστιν οὐ δεξάμεναι παρ’ ἄλλης
10πόλεως. πῦρ δὲ ἦν ἄσβεστον καὶ ἀδιαλείπτως καιόμενον ἐν Ἀθήναις ἐν τῷ ἱερῷ τῆς Ἀθηνᾶς καθ’ ἱστορίαν τοιαύ‐
την. γνόντες Ἀθηναῖοι τὸν Ἥφαιστον ἐρασθέντα τῆς Ἀθηνᾶς καὶ μὴ τυχόντα, εἶτα διὰ τοῦτο μετ’ ὀργῆς ἔχοντα πρὸς τὴν πόλιν, ἄσβεστον ὑφῆπτον τὸ πῦρ, τρόπον τινὰ46
15νέμοντες αὐτὸ μετασχεῖν τῆς θεοῦ, καὶ ταύτῃ γε δὴ ἐξι‐ λεούμενοι αὐτόν. D.

Pan

103,15

ἡ πόλις ἐστὶ κυρία] οἰκεία καὶ κατὰ φύσιν προσήκουσα. A. κομιδῆ γε ἐν ὀλίγαις] αὐτόχθονες γὰρ Ἀρκάδες. A. ἢ κομιδῆ γε] τοῦτό φησιν, ἐπεὶ καὶ Ἀρκάδες αὐτόχθονες.
5φαμὲν οὖν ὅτι καὶ Ἀρκάδες τὸ μὲν αὐτόχθονες εἶναι συγ‐ χωρεῖ, πρώτους γε μὴν ἀνθρώπους ἀλλαχοῦ γενεῶν οὐ συγχωρεῖ. D.

Pan

103,16

ἑστίαν ἀκίνητον πρυτανείου δικαίως νέμει] ἑστίαν ἀκίνητον ἅπαντες ἐνταῦθα τὸ πῦρ φασι, διά τι‐ νων ληρημάτων τοῦτο πιστούμενοι· οὓς αὐτὸς χαίρειν ἐά‐ σας οὕτω λέγω· καὶ μόνη πόλεων νέμει καὶ παρέχει τοῖς
5πολίταις ἑστίαν καὶ οἴκησιν πρυτανείου καὶ κοινοῦ ἀκίνη‐ τον καὶ ἀμετάβλητον· τουτέστιν οἱ ταύτης πολῖται ἀρχαίαν καὶ διάφορον ἔχουσι πολιτείαν καὶ κυρίως καὶ κατὰ φύσιν πολιτεύονται, καὶ οὐχ ὥσπερ οἱ ἐν ταῖς ἄλλαις πόλεσιν. ἐκεῖνοι γὰρ νόθον ἔχουσι πολιτείαν διὰ τὸ μὴ αὐτόχθονες
10εἶναι. A. ἔγνωμεν ἐν τῇ ἱστορίᾳ ὡς τὴν ἀρχὴν οὐκ ἦν πῦρ ἐπὶ τῆς γῆς, εἰ μὴ ὁ Προμηθεὺς ὑποκλέψας τοὺς κρείττονας μετέδωκε τοῖς ἐπὶ γῆς ἐν τῷ νάρθηκι· οἱ νῦν Ἀθηναῖοι, ἅτε δὴ ὄντες αὐτόχθονες, παρέσχον πρῶτον τοῦ πυρός· διὸ καὶ λέγει ἀκίνητον, ὅτι παρ’ οὐδενὸς λα‐
15βόντες ἀλλ’ ἢ παρ’ αὐτῶν τῶν κρειττόνων εἶχον. ὁ δὲ νοῦς οὗτος· πάντες οἱ ἄλλοι ἄνθρωποι οἰκοῦσι τὴν πόλιν δίκην σκηνῆς, ἀπορίᾳ πατρίδος τῇ παρατυχούσῃ χρησά‐ μενοι. τῶν δὲ ταύτης τῆς χώρας, ὅ ἐστι τῆς Ἀττικῆς, ἀποίκων ἡ πόλις ἐστὶ κυρίως πατρίς· κυρίως δὲ, ἐπειδὴ
20οὐκ ἄποικοι τινῶν, ἀλλ’ αὐτόχθονες Ἀθηναῖοι καὶ μόνη πόλις, φησὶν, Ἀττικὴ πλὴν Ἀρκαδίας τοῖς ἀποίκοις ἑαυ‐ τῆς ἑστίαν, ὅ ἐστι πῦρ ἀκίνητον, μένει, ἀλλὰ ἀπὸ τῶν θεῶν κομισαμένους ἐκ τοῦ πρυτανείου δικαίως νέμει. τὸ δὲ πρυτανεῖον ἦν τόπος τῆς Ἀθηνᾶς. ἢ οὕτως· ὅτι ἐφύλαττε
25τὸ πῦρ, ἐξ οὗ καὶ ἄποικοι μετελάμβανον, τὸ πρυτανεῖον, διπλῆν ἔχει σημασίαν. ἢ γὰρ τὸ τοῦ πυρὸς ταμεῖον ἢ τὸ τῶν πυρῶν, ὅ ἐστι τοῦ σίτου, ταμεῖον. D. ἔχομεν ἀπὸ τῆς ἱστορίας, ὅτι οὐκ ἦν τὸ πῦρ ἀρχῆθεν ἀνθρώποις, ἀλλ’ ὁ Προμηθεὺς ἔκλεψε παρὰ τῶν θεῶν καὶ τοῖς ἀνθρώποις47
30κατήγαγεν ἐν νάρθηκι. οἱ Ἀθηναῖοι γοῦν ὡς αὐτόχθονες καὶ πρῶτοι φανέντες καὶ πρῶτον ἀπὸ τοῦ γίγαντος ἐδέ‐ ξαντο τὸ πῦρ· ἔνθεν τι καὶ ἀκίνητον αὐτὸ ἔχειν λέγεται. τὸ δὲ πρυτανεῖον τόπον εἶναι λέγουσι τῆς Παλλάδος ἱερὸν, ἐν ᾧ ἐφυλάττετο τὸ πῦρ, ἐξ οὗ καὶ οἱ ἄποικοι Ἀθηναίων
35μετελάμβανον. διττὴν δὲ ἔχει τὴν σημασίαν· ἢ γὰρ τὸ τοῦ πυρὸς ταμιεῖον ἢ τῶν πυρῶν ἤτοι τοῦ σίτου λέγει. Oxon. πολλῶν δὲ ἐπιρρεόντων] πολλὰ λέγει τὴν ἀρχαιότητα τῆς χώρας παριστῶντος, τὸ εὔκρατον, τὸ εὐήλιον, τὸ τῶν
40λόγων εὔφορόν τε καὶ πάμφορον· ἐν αὐτῇ γὰρ μόνῃ καὶ πᾶσα παιδεία καὶ πασῶν πόλεων διαφέρουσι· μετὰ δὲ τὴν γένεσιν τοῦ ἀνθρώπου ἀκολούθως συνάπτει τὸν περὶ τροφῆς λόγον. ἔδει γὰρ γεννηθέντα τὸν ἄνθρωπον δεη‐ θῆναι τροφῆς. δείκνυσιν οὖν ἑτέρου δεόμενόν
45ἐστι, καὶ ὁ ἄνθρωπος τῆς τροφῆς καὶ ἡ τροφὴ τοῦ ἀν‐ θρώπου· διὸ καὶ ἐπάγει „πάντων αὐτὸ ἕκαστον ἐπειγόν‐ των“ ἀντὶ τοῦ ἕκαστον τῶν πάντων τοῦτο εἰπεῖν ἐπειγόν‐ των, τουτέστιν ὅτι καὶ πρώτη ἄνθρωπον ἤνεγκεν Ἀττικὴ, καὶ πρώτη τροφὴν κατάλληλον ἐξευρεῖν τὸν σῖτόν φημι,

Pan

103,16

(50)

αἱροῦμαι διὰ τῶν δευτέρων τῇ φύσει, τουτέστι τῆς τρο‐ φῆς. τὸ πρῶτον βεβαιοῦν, ὅ ἐστι τὸ γενέσθαι ἐν αὐτῇ πρῶτον ἄνθρωπον. εἰ γὰρ καὶ τροφὴν πρώτη ἐξεῦρε καὶ ἄνθρωπον ἤνεγκε πί εῖται τῶν ἀνθρώ‐ πων δὲ τὸν βίον, τὴν τροφήν. D.
55τὸ φύσει δεύτερον] τὸν σῖτον. A. ἤγουν τὸν σῖτον. C. τὸ πρὸ αὐτοῦ βεβαιοῦν] τὸν ἄνθρωπον. AC. ἢ τὸ γενέσθαι πρῶτον ἐν τῇ Ἀττικῇ τὸν ἄνθρωπον τὸ καὶ ἐξ αὐτῆς γενέσθαι τὰς τροφάς. Oxon.

Pan

104,1

ἑξῆς ἀποδοῦναι] τοῦ κατὰ τὸν ἄνθρωπον λόγου. C. ἐκόσμει] καθίστη. AC.

Pan

104,2

ἃ μητρὸς ἦν ἔργα ποιοῦσα] τὸ μὴ μόνον
τῆς γενέσεως αἰτίας γενέσθαι, ἀλλὰ καὶ τροφὴν παρασχεῖν. C. οὐ περιεῖδεν, ὥσπερ ἀλλοτρίας τῆς τροφοῦ δεηθέντας] ἐπειδήπερ ἐξ ἐκείνης ἦσαν, μητρὸς δὲ ἔργα, μὴ προσμέ‐48
5νειν τὸν παῖδα ζητῆσαι τροφὴν, ἀλλὰ φυσικῶς αὐτοῦ προ‐ νοεῖσθαι, διὰ τοῦτο καὶ ἡ χώρα προσοικοῦσα τοὺς ἄνδρας οὐ τοῦτο μόνον ὁρμεῖν ἐνόμισεν, ἀλλὰ καὶ τροφὴν παρέ‐ σχεν· εἰ δὲ οὐ τοῦτο ἐποίει, ἔμελλον δεηθήσεσθαι αὐτῷ, ὥσπερ δέονται ἀλλοτρίας τροφοῦ, εἰ μὴ μητέρα ἔχοντες
10παῖδα. A.

Pan

104,3

τὰ δεύτερα] τὰ σπέρματα. A. καὶ γίνεται δὴ πανήγυρις ὡς ἀληθῶς ἱερὰ καὶ ὑπὲρ γῆς ἁπάσης τῆς οἰκουμένης ἐνταυθοῖ] πανήγυριν καλεῖ τὸν ἀγῶνα, ἱερὸν δὲ, ἀντὶ τοῦ θεῖον. ἐπειδὴ θεοὶ ἦσαν
5οἱ περὶ τῶν δωρεῶν τῆς πόλεως ἁμιλλώμενοι. ἀντὶ τοῦ ἀγὼν ἦν θεῖος, ἀλλ’ οὐ * καλῶς δὲ εἶπεν ὑπὲρ πάσης οἰ‐ κουμένης· παρὰ γὰρ Ἀθηναίων οἱ ἄλλοι τὰς δωρεὰς ἐδέ‐ ξαντο, καὶ μάλιστα τοῦ σίτου. ἢ καὶ τὴν τῶν θεῶν ἐκ‐ κλησίαν πανήγυριν καλεῖ. D.
10πανήγυρις] συναγωγὴ θεῶν. C.

Pan

104,4

ὑπὲρ γῆς ἁπάσης τῆς οἰκουμένης] διὰ γὰρ Ἀθηναίων οἱ ἄλλοι ἐδέξαντο ἅπαντα. A. παρὰ γὰρ Ἀθη‐ ναίων οἱ ἄλλοι ἅπαντα ἐδέξαντο, καὶ μάλιστα τὸν σῖτον. C. ἐν θεωρίᾳ] ἀγῶνι. A. ἐν ἀγῶνι. C.

Pan

104,5

ἔρρωτο] ἰσχυρὰ ἦν. A. θεοὶ δὲ συμφέροντες παρεῖχον] ἀντὶ τοῦ ὁμονοοῦντες διὰ τὸν Δία. Ἀθηνᾶ γάρ τοι ἐλαίαν ἔδωκε, συκῆν δὲ καὶ ἄμπελον Διόνυσος, Ζεὺς κριὸν, Ἑρμῆς αἶγα, καρποὺς Δή‐
5μητρα, καὶ ἄλλος ἄλλο τι. D. οἱ μὲν φυτὰ] Ἀθηνᾶ ἐλαίας, Διόνυσος ἀμπέλους. A. Ἀθηνᾶ ἐλαίαν, Διόνυσος ἄμπελον. C.

Pan

104,6

οἱ δὲ σπέρματα] ἡ Δημήτηρ. A. Δημήτηρ τὸν σῖτον. C. οἱ δὲ βοσκήματα] ὁ Πάν. A. Ἑρμῆς τὸ πρόβατον. C. ὧν ἔμελλεν ἡ φορὰ τὸ τοῦ ἀνθρώπου σῶμα κοσμή‐
5σειν οὐχ ἧττον ἢ τὸ οἰκεῖον] τὰ γὰρ τῶν προβάτων ἔρια
οὐχ ἧττον ταῦτα ἢ ἡμᾶς κοσμεῖ διὰ τῶν ἐσθήτων. AC.49

Pan

104,7

τοῖς μὲν τὴν ἐπέτειον καὶ πρώτην ἀεί] τοῖς προβάτοις· κατ’ ἐνιαυτὸν γὰρ αὐξανόμενα κείρεται. AC.

Pan

104,8

τοῖς δὲ] τοῖς ἀνθρώποις. AC. εἰς ὅσον ἐξικνοῖτο] μέχρις ἂν οἷόν τε διαρκεῖν· καὶ γὰρ οὐκ ὀλίγα ἔτη φοροῦσι τὰς χλαίνας ἄνθρωποι. AC. ἔφαινον] ἐδείκνυον. A.
5τὰς μὲν πυρὶ συγκεραννύντες] ὡς τὴν χαλκευτικὴν, καὶ τὰς ἄλλας, ἃς ἔδειξεν Ἥφαιστος. C. ὡς ἐχάλκευτο καὶ διὰ τοῦ Ἡφαίστου. D.

Pan

104,9

τὰς δὲ καὶ πυρὸς χωρὶς] ἡ Ἀθηνᾶ σκυτο‐ τομικὴν καὶ τεκτονικήν. C. καίτοι ταῦτα οὐ μόνον] ἰστέον ὅτι τὸ ταῦτα καὶ τὸ φύντων καὶ τὸ φανέντων ταυτόν ἐστι· δέον γὰρ οὕτως
5εἰπεῖν· καίτοι ταῦτα οὐ μόνον τοῦ πλήθους ἕνεκα αὐτῶν· ὁ δὲ φύντων καὶ φανέντων εἶπεν, ἐπειδὴ ἐν τῇ Ἀττικῇ πάντα ἔφυσαν καὶ ἐφάνησαν. AC. τῶν ἐνταῦθα καὶ φύντων καὶ φανέντων] καρπῶν, φυτῶν, τεχνῶν, ζώων καὶ τῶν ἄλλων. C.

Pan

104,10

ἔχει] δίδωσι τῇ πόλει. A. ἀλλὰ καὶ τεκμήρια] * ερ οὐκ ἔστι δυνατὸν ποιῆ‐ σαί τινα δίκην κατὰ τοῦ ἐλαύνοντος αὐτὸν ἀπὸ τῆς * οὕ‐ τως οὐδὲ οἱ Ἀθηναῖοι μέλλουσι ποιήσειν δίκην κατὰ τοῦ
5ἐξελαύνοντος αὐτοὺς τῆς ἰδίας πόλεως. C.

Pan

104,11

τοῦ πρώτου λόγου] αὐτόχθονας εἶναι. A.

Pan

104,12

ταῦτα] ὅ τε ἄνθρωπος καὶ τὰ ἄλλα πάντα. C. πλήθει τε ὑπερφέρειν] κρείττω ἀριθμοῦ εἶναι. AC. σημεῖα τῆς ἀληθείας ἀλλήλοις ἑξῆς εἶναι] ἐπὶ χρήσει
5γὰρ τοῦ ἀνθρώπου ταῦτα γέγονε, καὶ εἰς τὸ χρῆσθαι τούτοις ὁ ἄνθρωπος γέγονεν, ὥστε ἑκάτερον δίκαιον ἦν δι’ ἑκάτερον γενέσθαι· ὃ δὴ καὶ γέγονεν. AC.

Pan

104,13

πρώτους τε γὰρ] ἐπενόησεν εἰς ἐγκώμιον ἀνενεγκεῖν τὸ γινόμενον, πανταχόθεν αὔξων τὸν ἔπαι‐
νον. D. καὶ μὴν τοῦτό γε ἀμήχανον] τὸ σχῆμα ἀντίστροφον.50
5ὅπερ πιστοῦται τὴν ἀλήθειαν, ἐξ ἀμφοτέρων τῶν μερῶν συντρέχει. D.

Pan

104,14

τοῦτό γε] τὸ τυχεῖν δεηθέντας. A. τυχεῖν ὧν ἐδέοντο. C.

Pan

104,15

πάλιν γὰρ εἰς ταυτὸν ἐπανέρχεται] τὸ θεο‐ φιλεῖς, ἐξ ὧν ἔτυχον, καὶ ἐξ ὧν ἔφυσαν πρῶτοι. A. πρῶ‐ τοι μὲν γὰρ φύντες ἐδεήθησαν· δεηθέντες δὲ ἔτυχον· ἔτυ‐ χον δὲ θεοφιλεῖς ὄντες· θεοφιλεῖς δ’ ἦσαν, ἐπειδὴ πρῶ‐
5τοι ἔφυσαν· ὥστε ἀπὸ τοῦ πρώτους αὐτοὺς φῦναι ἤρξατο ὁ λόγος, καὶ εἰς τοῦτο πάλιν ἀνέκαμψεν. C. καὶ μὴν τούς γε θεοὺς ἀμφοτέρων] ὁ νοῦς τοιοῦτος· δυοῖν ἕνεκεν ἀναγκαῖον ἦν τοὺς θεοὺς ταῖς δωρεαῖς πλη‐ ρῶσαι ταύτην· καὶ πρῶτον μὲν, ὅτι τοὺς ἐν αὐτῇ φύντας
10πρώτους ὄντας ἔδει καὶ δεηθῆναι· δεύτερον δὲ, ὅτι τοὺς πρώτους τεθέντας ἔδει καὶ τῆς προσηκούσης ἀξιοῦσθαι τιμῆς. ἐναρέτους δὲ αὐτοὺς καλεῖ τῷ πρώτους εἶναι· ἀνω‐ τέρω γὰρ εἶπε πρώτους τε γὰρ φύντας, καὶ ἑξῆς. D.

Pan

104,17

τοῦτο δὲ τῆς τιμῆς] προσυπακουστέον τὸ ἕνεκεν. τὸ δὲ σχῆμα ἀριθμητέον. D. λαβόντες δὲ οὕτω] τὴν μετάδοσιν αἰνίττεται τοῦ σί‐ του καὶ τῶν ἄλλων· ὡσανεὶ ἔλεγεν· οὕτως οἶδεν εὐεργεσία
5πρὸς κρείττονας ἄγειν τὴν μίμησιν. D.

Pan

105,2

αὐτὸ δὴ τοῦτο γῇ κρύψαντες] παροιμία ἐπὶ τῶν φθονούντων καὶ μὴ μεταδόντων τοῖς ἄλλοις τῶν παρὰ σφίσιν αὐτοῖς ἀγαθῶν τὸ γῇ κρύψας ἔχει. AC. ἐξαρκεῖν] ἀρκετὸν εἶναι. AC.
5ἀλλὰ τοσοῦτον ἀπέσχον τοῦ φοβηθῆναι] ἀντιπῖπτον λύει, ὥς τινος ἀντιλέγοντος· εἶτα οὐκ ἐφοβοῦντο μὴ γέ‐ νοιντο αὐτοὶ ἴσοι ἐν τούτῳ· φησὶν οὖν ὅτι τὸ μεταδοῦναι τῶν ἄλλων ἑαυτοὺς καλλίους ἀπέδειξεν. οἱ μὲν γὰρ μὴ κατ’ ἀρετὴν διαφέροντες φοβοῦνταί τινας εὖ ποιεῖν, ἵνα
10μή πως ἐκεῖνοι παραπλήσιοι τούτοις φανῶσιν, οἱ δὲ ταῖς ἀρεταῖς ἐνειλημμένοι τοσοῦτον εὖ ποιοῦσι τοὺς ἄλλους, ὅσον
εἰκὸς τῶν ἐξ ἴσου μετεχόντων αὐτοῖς τῶν ἀγαθῶν προέ‐ χοντας δείκνυσθαι κατ’ ἀρετήν· τότε γὰρ τὸ διάφορον φαίνεται, ὅτε τῶν αὐτῶν εὐποροῦσιν ἑκάτεροι. D.51

Pan

105,4

δοκεῖ δέ μοι καὶ Ἡρακλῆς] καλῶς τὸ δοκεῖ· ὅτι θεὸν εἶπεν ἀνθρώπους μιμησάμενον μετὰ τῶν θεῶν αὐτῶν καταστήσασθαι, δι’ ἣν γέγονεν ἀθάνατος, λέγει δὲ τὴν διάνοιαν αἰνιττόμενος ὥσπερ καὶ τὴν πόλιν οὖσαν
5καὶ ἐσομένην ἀθάνατον. σημεῖον δέ φησι τοῦ μιμήσασθαι Ἡρακλέα τὴν πόλιν. διὰ δὲ τοῦ οὐ μόνον τῶν ἐκείνους πρὸς τοὺς ἄλλους τοῦτο βούλεται παριστᾶν, ὅτι οὐδεμίαν φιλίαν ἔσχον πρὸς ἄλλους τινὰς ὁ Ἡρακλῆς καὶ ὁ Θησεὺς, οἵαν πρὸς ἑαυτοὺς, οὐδὲ ἄλλοι πρὸς ἄλλους μεγάλην καὶ
10τοιαύτην ἐκτήσαντο φιλίαν, (αἰνίττεται δὲ εἰς Πάτροκλον, καὶ Ἀχιλλέα, καὶ Ἁρμόδιον, καὶ Ἀριστογείτονα) οἵαν ἔσχεν Ἡρακλῆς καὶ Θησεύς. τὸ δὲ ἑξῆς οὕτως· σημεῖον τοῦ τὸν Ἡρακλέα τὴν πόλιν ἐζηλωκέναι ἡ πρὸς Θησέα φιλία, ἥτις οὐ μόνον τὰς πρὸς ἄλλους ἐκείνοις γενομένας φιλίας παμ‐
15πληθεῖς ὑπερέσχεν, ἀλλὰ καὶ τοῖς ἄλλοις πρὸς ἄλλους. κατὰ κοινοῦ δὲ τὸ παμπληθεῖς ἔσχεν. D.

Pan

105,6

ὑπὲρ ἁπάντων ἀνθρώπων] μόνος γὰρ εὐερ‐ γέτης τοῦ τῶν ἀνθρώπων γέγονε γένους. AC. καθήρας τὸν κόσμον ἁπάντων, ὡς εἰπεῖν, τῶν δυσκόλων· διὸ καὶ ἴσα θεοῖς ἐτίμησαν ἄνθρωποι· θεοῦ γὰρ ἔργον τουτί. C.
5καὶ τὸ σημεῖον ἐναργές] τοῦ ποιήσασθαι ταύτην πα‐ ράδειγμα. C.

Pan

105,7

οὐ μόνον τῶν ἐκείνοις—παμπληθὲς ὑπερ‐ έχουσα] ὑπερέχουσα γενομένων ἐν φιλίᾳ. A.

Pan

105,8

ἀνθ’ ὧν αὖ καὶ πρώτη πόλεων—ταῖς τῶν θεῶν τιμαῖς] πρῶτοι γὰρ Ἀθηναῖοι, Ἡρακλέους θα‐ νόντος, ναὸν ἱδρύσαντο, καὶ πρῶτον τοῦτον ξένων ἐμύη‐ σαν τὰ Ἐλευσίνια. AC. πρῶτοι γὰρ οἱ Ἀθηναῖοι Ἡρα‐
5κλέους ἕδος ἵδρυσαν καὶ τὰ Ἐλευσίνια μυηθῆναι ἐποίη‐ σαν. D.

Pan

105,9

ἐκεῖνον] τὸν Ἡρακλῆν. A. τοὺς παῖδας] αὐτοῦ. A. τοὺς παῖδας διετήρησε μόνη] ἵνα μὴ ὑπ’ Εὐρυσθέως
ἀπόλωνται. C. ἀντὶ τοῦ ὑπεδέξατο· καὶ ἐπειδὴ μνησθεὶς52
5Ἡρακλέους καὶ τῶν ἀπογόνων ἐκείνου ἔμελλε λέγειν, ὅπως αὐτοὺς εἰς Πελοπόννησον Ἀθηναῖοι κατήγαγον. ἰδιάζον δέ ἐστι κεφάλαιον τὸ περὶ τῆς καθόδου τῶν Ἡρακλειδῶν καὶ βούλεται αὐτὸ ὕστερον εἰπεῖν, διὰ τοῦτο νῦν αὐτὸ παρέ‐ λιπεν. D.

Pan

105,10

ὁ λόγος γὰρ ὥσπερ ῥεῦμα φέρων ὑπήνεγκε βίᾳ] μετ’ ὀλίγον γὰρ ταῦτα ἄξιον, καὶ οὐ νῦν εἰρῆ‐ σθαι. AC.

Pan

105,11

πέμπουσι δὴ θείᾳ πομπῇ γῆν] ἡ Δημήτηρ παρέδωκε τοῖς Ἀθηναίοις τὸν σῖτον οὕτω· Πλούτωνος ἁρπάσαντος ἐκ Σικελίας τὴν θυγατέρα Δήμητρος καὶ Διὸς, τὴν Περσεφόνην, τὴν καὶ Κόρην, Δημήτηρ πανταχοῦ
5περιῄει ζητοῦσα αὐτήν· ἐλθοῦσα δὲ εἰς Ἀττικὴν καὶ παρὰ Κελεοῦ καὶ Τριπτολέμου τὸν ᾐρκότα μαθοῦσα, μισθὸν αὐτοῖς ἀποδίδωσι τὸν σῖτον, πρῶτον ἀθέσμως συγγενο‐ μένῃ Κελεῷ, τῷ Τριπτολέμου πατρί. δέδωκε δὲ καὶ ἅρμα δρακόντων ὑπόπτερον, ᾧ ἐποχούμενος Τριπτόλεμος ἑκαστα‐
10χόσε τῆς γῆς τὸν σῖτον ἔσπειρε. καλῶς δὲ καθάπερ θεω‐ ρικοῦ εἶπεν, ἐπεὶ καὶ αὐτὸς πένησιν ἐδίδοτο πᾶσι, καὶ πλουσίοις καὶ πολίταις, καὶ ξένοις, καθάρας τὸν κόσμον πάντων, ὡς εἰπεῖν, τῶν δυσκόλων· διὸ καὶ ἴσα θεοῖς ἐτί‐ μησαν ἄνθρωποι. θεοῦ γὰρ ἔργον τουτί. AC. ἡ Δημήτηρ
15δέδωκε τὸν σῖτον τοῖς Ἀθηναίοις οὕτως. ὅτι ὁ Πλούτων ἥρπασεν ἀπὸ Σικελίας τὴν Κόρην, τὴν θυγατέρα τῆς Δή‐ μητρος καὶ Διὸς, περιενόστησε Δημήτηρ ζητοῦσα αὐτήν. καὶ δὴ ἐν τῇ Ἀττικῇ ἦλθε, καὶ ὑπεδέξατο αὐτὴν ὁ Κε‐ λεὸς, καὶ μισθὸν τῆς ξενίας δίδωσιν αὐτῷ τὸν σῖτον. πομ‐
20πὴν δὲ λέγει τὴν πέμψιν τὴν ἐπὶ διαδόσει τοῦ σίτου· κα‐ λῶς δὲ καθάπερ θεωρητικὸν εἶπεν, ἐπεὶ καὶ αὐτὸ πᾶσι πέ‐ νησι διεδίδοτο καὶ πλουσίοις, καὶ πολίταις καὶ ξένοις. τρόφιμον δὲ τὸν Τριπτόλεμόν φησι, ὃς υἱὸς ἦν Κελεοῦ ὑπὸ Δήμητρος τραφεὶς, ὡς ἐνταῦθα εἶπεν. δύο οὖν ἡ λέ‐
25ξις σημαίνει, καὶ τὸν θρέψαντα καὶ τὸν τραφέντα· θρέ‐ ψαντα τὸν δεσπότην, ὡς παρὰ Μενάνδρῳ· τραφέντα δὲ,
ὡς ἐνταῦθα τὸν Τριπτόλεμον. D. θείᾳ πομπῇ] θεοῦ γὰρ ἔργον ὡς ἀληθῶς τοῦτο ἦν. C.53

Pan

105,12

ἐπιστήσαντες] τῇ πομπῇ. C. τῶν Δήμητρος, ὡς λέγεται, τροφίμων ἕνα] Κελεὸς γὰρ καὶ Τριπτόλεμος πρῶτοι παρ’ αὐτοῖς ἐτράφησαν. C. ἰστέον ὡς οὐχ ἁπλῶς ὁ δεσπότης τρόφιμος λέγεται, ἀλλὰ τρό‐
5φιμον τὸν τοῦ δεσπότου υἱόν φασιν οἱ προήκοντες ἡλι‐ κίᾳ τούτου δοῦλοι, οἱ, ὡς ἂν εἴποι τις, παιδοκόμοι· τοῦτο γὰρ αὐχοῦντες οἱ γεραίτεροι τῶν δούλων τοὺς τῶν δεσπο‐ τῶν παῖδας καλοῦσιν, οὓς ἔνιοι καὶ δεσποσύνους φασὶ, τοὺς ὡς ἂν νῦν ἡ χυδεία λέξις αὐθεντοπώλους καλέσῃ. D.
10καὶ τὸ ἅρμα πτερωτὸν εἶναι φήμη· κατέσχεν] τὸ μυ‐ θικὸν ἡρμήνευσε τὸ τάχος ἅρματι πτερωτῷ παραβαλών. λέγεται γὰρ ὅτι Δημήτηρ τῷ υἱῷ τοῦ Κελεοῦ, τῷ Τρι‐ πτολέμῳ, παρέσχεν ἅρμα ἐξ ὄφεων πτερωτῶν, ἵνα ἐπὶ τού‐ του ὀχούμενος διδῷ τοῖς ἄλλοις ἀνθρώποις τὸν σῖτον, καὶ
15ταχέως πληρώσαι τοῦ σίτου τὴν γῆν. καὶ ὅμως Ἀριστεί‐ δης οὕτως ἔδοξεν, εἶναι πτερωτὸν τὸ ἅρμα, ὅτι ταχέως ἄνω τε καὶ κάτω κατήρχετο. Φιλόχορος δὲ ἱστορεῖ ὅτι ἡ ναῦς, ἔνθα ἦν ὁ Τριπτόλεμος, διὰ τοῦτο ἐνομίσθη ὑπό‐ πτερος, ἐπειδὴ ἐξ οὐρίας ἐφέρετο. δρομαῖοι δὲ ἀναλύοντες
20τὸν μῦθον φασὶ τούτου. ἅρμα γὰρ δρακόντων φασὶν, ὅτι τῷ πλοίῳ ὄνομα ἅρμα. πτερωτὸν δὲ εἶναι τῶν δρακόντων τὸ ἅρμα, διὰ τὰ ἅρμενα, ἐπεὶ καὶ Ἡσίοδός φησι πτερὰ νεὼς τὰ ἅρμενα. D.

Pan

105,13

πρόσαντες] δυσχερές. A. πρόσαντες οὐδ’ ἄβατον ἦν αὐτῷ] οὐ μόνον ἡ ἄρνησις ἐν ἀρχῇ τιθεμένη ἰσχὺν ἔχει κἀν τοῖς ἔπειτα, ἀλλὰ καὶ ὕστερον τιθεμένη ἰσχὺν ἔχει ἐν τῇ ἀρχῇ, ὥσπερ ἐν‐
5ταῦθα. οὐ γὰρ εἶπε καὶ οὐ πρόσαντες, οὐδ’ ἄβατον ἦν αὐτῷ. φησὶ δὲ καὶ Πίνδαρος „Ἄδικον οὔθ’ ὑπέροπλον ἥβαν δρέπων.“ AC. οὐδ’ ἄβατον] τι. A.

Pan

105,14

διὰ ψιλοῦ τοῦ ἀέρος] ἀντὶ τοῦ διὰ γυμνοῦ, οὗ οὐκ ὄρος ἐκώλυεν, οὐ ποταμός. ψιλὸς γὰρ καὶ ὁ ἀὴρ
εἴρηται, ὡς μηδὲν τούτων ἔχων. D.54

Pan

105,15

καὶ καταδεῖξαι τὰς Χάριτας ταχείας εἶναι τὴν φύσιν] οὐ μόνον γυμνὰς τὰς Χάριτας χράφουσιν, ὅτι δεῖ τὴν χάριν ἐπίδηλον εἶναι, ἀλλὰ καὶ πτερωτάς· δεῖ γὰρ ταχέως αὐτὰς γίνεσθαι, ἵνα μὴ τοῦ χρόνου τὸ μῆκος τὴν
5ἐντεῦθεν τέρψιν ἀμβλύνῃ. AC. οἱ γραφεῖς τὰς Χάριτας γυμνὰς γράφουσιν, αἰνιττόμενοι ὅτι δεῖ τὴν χάριν ἄδολον εἶναι· τὸ γὰρ γυμνὸν καὶ φανερὸν ἄδολον. ὁ δὲ ῥήτωρ ἔφη· ὃ διὰ τὸ τοὺς Ἀθηναίους τοῖς ἄλλοις τὰς εὐεργεσίας θᾶττον ἐπιφέρειν, ταχείας ἀπέδειξαν ἔργῳ τὰς χάριτας. D.
10εὖ γὰρ ποιοῦντες ἔφθανον τὴν ἐπιθυμίαν τῶν εὖ πα‐ θεῖν δεομένων] καλῶς εἶπε δεομένων, καὶ οὐ δεησομένων. ἐπειδὴ γὰρ ὁ σῖτος οἰκεία τροφὴ τοῖς ἀνθρώποις, τρόπον τινὰ αὐτοῦ ἐδέοντο, εἰ καὶ μὴ ᾔδεσαν. ἔφθανον δὲ τὴν ἐπιθυμίαν λέγει, ἐπειδὴ, εἰ ἔγνωσαν, παρ’ Ἀθηναίοις εἶναι
15τὸν σῖτον, ἐπεθύμησαν ἂν αὐτοῦ μετασχεῖν· πρὶν οὖν τοῦτο γενέσθαι, Ἀθηναῖοι μετέδωκαν. AC.

Pan

105,17

αἱ παρὰ τῶν Ἑλλήνων ἀπαρχαὶ] ἀπαρ‐ χὰς οἱ Ἕλληνες εἰς τὴν Ἀττικὴν ἔπεμπον στάχυας ἀπὸ τῶν Ἑλληνικῶν· καὶ τοῦτο σημεῖον καὶ δεῖγμα τοῦ λόγου αὐτοῦ ποιεῖται, καὶ τὰς τοῦ θεοῦ μαντείας τούτου ἀντὶ
5τοῦ ἀπόδειξιν λαμβάνει. D.

Pan

105,18

ἐπὶ τῶν προτέρων χρόνων] ὅτε τὰ τῶν Ἑλ‐ λήνων ἤνθει· ἐπὶ γὰρ τοῦ Ἀριστείδου ἀπέρρη. AC. ἔτι δὲ αἱ τοῦ θεοῦ μαντεῖαι, δι’ ὧν] λοιμοῦ ἐνσκή‐ ψαντος τοῖς Ἕλλησιν, ἔχρησεν ὁ θεὸς μὴ πρότερον ἂν
5πεπαῦσθαι τὴν νόσον, εἰ μὴ σὺν τῇ μητροπόλει τῶν καρ‐ πῶν προηροσίας θύουσι τῇ Δήμητρι, δεικνὺς ἐντεῦθεν πρώτους Ἀθηναίους δεδέχθαι τὸν σῖτον. προηροσία γὰρ θυσία ἦν ἐπὶ τῇ πρώτῃ ἀρόσει τῆς γῆς γινομένη, ἣν Ἀθηναῖοι τότε ἔθυσαν, ὅτε παρὰ Δήμητρος τὸν σῖτον ἔλα‐
10βον. ἀγῶνας δὲ λέγει τὰ Ἐλευσίνια εἰς τὴν Δήμητραν τελούμενα, ἐν οἷς ὁ νικῶν ἀστάχυας ἐλάμβανεν· εἰς ἀμοι‐
βὴν γὰρ τοῦ σίτου τὴν ἑορτὴν ἐποίησαν. AC. λοιμοῦ ἐν‐ σκήψαντος τοῖς Ἕλλησιν ἔχρησεν ὁ Ἀπόλλων μὴ πρότερον παύσασθαι τὴν νόσον, μηδὲ ἄλλοις, εἰ μὴ πρὸ πάντων55
15θύσωσιν Ἀθηναῖοι προηροσίαν. καὶ δὴ ποιήσαντες Ἀθη‐ ναῖοι τὴν καλουμένην προηροσίαν ἔθυσαν, καὶ ὁ λιμὸς ἐπαύσατο. D. τοῦ θεοῦ] τοῦ Ἀπόλλωνος. AC.

Pan

105,19

πρώτην ἔχειν] αὐτούς. C.

Pan

105,20

τίθησι δὲ καὶ ἀγῶνας πρώτη] καὶ τοῦτο εἰς ἀπόδειξιν ἔλαβε τοῦ λόγου· ἀγὼν γὰρ ἐτελεῖτο Ἐλευ‐ σινίοις, ἐν ᾧ ὁ νικῶν ἀστάχυας ἀπεφέρετο ἆθλον. ἔδειξε δὲ διὰ τῶν λέξεων ὅτι πρὸς ἀπόδειξιν ἔλαβε τὸν ἀγῶνα·
5τὸ γὰρ πιστουμένη ἀντὶ τοῦ ἀποδεικνῦσα ἔθηκε. οὕτω δ’ ἐπὶ καὶ τοὺς θεοὺς ἐτίμησαν ἀγάλμασι καὶ θυσίαις, καὶ τοῖς ἄλλοις ἀνθρώποις πρᾴως προσηνέχθησαν, καὶ ὡς θεὸς αὐτοῖς, καὶ αὐτοὶ τοῖς ἄλλοις ἀνθρώποις ἐγένοντο. D. τίθησι] περὶ Δήμητρα. C.
10ἀγῶνας] τὰ Ἐλευσίνια. AC. ἐκ τῶν εὐεργεσιῶν] ἃς εὐεργέτηται παρὰ Δήμητρος· λέγω τὸν σῖτον. C.

Pan

105,21

πιστουμένη] βεβαιοῦσα. C.

Pan

106,1

πρόγονοι δὲ τοῦ κοινοῦ βίου πᾶσιν ἀνθρώ‐ ποις] ἤγουν τῆς κοινῆς τῶν ἀνθρώπων οὐσίας· ἐπειδὴ, ὡς ἔφη πρῶτον, ἐνταῦθα ἄνθρωπος γέγονε· καὶ τῆς τρο‐ φῆς· ἐπειδὴ ὁ σῖτος τοῖς ἄλλοις ἐντεῦθεν δέδοται. C.

Pan

106,2

ἄλλα καλλίω] τὰς περὶ τοὺς θεοὺς πανηγύ‐ ρεις. AC.

Pan

106,4

καὶ τοῦτο μὲν ἐνταυθοῖ λῆξαν τελέως ἡμῖν διήνυσται] τὴν μὲν οὖν περὶ τοῦ σίτου ὄνησιν, ὅπως τε αὐτοὶ τοῦτον ἔλαβον καὶ τοῖς ἄλλοις ἔδοσαν, ἀξίως καὶ ἀνενδεῶς εἰρήκαμεν, τὰ δὲ μετὰ ταῦτα ἔχει τινὰ δυσ‐
5κολίαν καὶ ἀπορίαν πότερα δεῖ πρότερα διηγεῖσθαι, πότερα τὰ περὶ τῶν θεῶν· καὶ γὰρ ταῦτα συνάπτειν εἰκὸς τοῖς προειρημένοις· καὶ γὰρ τὸ τοῦ σίτου θεῶν ἔργον ἦν εἰς αὐτούς· ἢ τὴν τῶν Ἀθηναίων φιλανθρωπίαν· καὶ γὰρ
ἀκόλουθον ἦν περὶ ταύτης εἰπεῖν διηγουμένους ἄρτι τὴν56
10τοῦ σίτου σφῶν αὐτῶν εἰς ἅπαντας διάδοσιν. οὕτω δὲ τούτων ἐχόντων, καὶ προσήκοντος ἑκάστου ἐφεξῆς θεῖναι, ἔτι ἄπειρόν ἐστι τὸ μετὰ τὸ εἰπεῖν θάτερον προσῆκε θατέρου μνησθῆναι· οἷον εἰ μετὰ τὰ θεῖα τῆς φιλανθρω‐ πίας αὐτῶν, ἢ μετὰ τὴν φιλανθρωπίαν τῶν θείων. AC.
15τὸν τοῦ γένους τόπον ἐνταῦθα ἀναπαύσας, ὃν διὰ τῆς θέσεως τοῦ τόπου διηνύσατο, ἐντεῦθεν ἐπὶ τὸν τῆς ἀνα‐ τροφῆς πρόεισι· πλὴν ἔοικε καὶ τοῦτο τὸ γένος εἶναι κοι‐ νὸν τὸ ἐπιφερόμενον καὶ τῆς ἀνατροφῆς. πλείω δὲ τμή‐ ματα λέγει, ἐπειδὴ αὐτὰ ἐπιμερίζεται τὰ τῆς ἀνατροφῆς.
20εἰσὶ δὲ αἱ πράξεις ἀκολούθως, ὃ διὰ τοῦ ἐφεξῆς ἐσή‐ μανε· μετὰ γὰρ τὸ γένος ἡ ἀνατροφὴ, ἤτοι αἱ πράξεις. D.

Pan

106,5

διττὰ φέρει καὶ πλείω τμήματα] τὸ τμή‐ ματα καὶ πρὸς τὸ διττὰ καὶ πρὸς τὸ πλείω λάμβανε· λέ‐ γει δὲ διττὰ τὰ θεῖα καὶ τὴν ἄλλην τῶν Ἀθηναίων φι‐ λανθρωπίαν· πλείω δὲ αὐτά τε ταῦτα, καὶ ἃ μόνοι καὶ
5μετ’ ἄλλων εἰργάσαντο ἔργα. C. τοῖς μὲν εἰρημένοις ἕκαστον ἐφεξῆς] φέρει τὰ ἐντεῦ‐ θεν. A. φέρει. C. ἐν μέρει] ἤγουν μερικῶς. C. ἐν μέρει δὲ εἰπεῖν, εἰ σώζοντα] τοῦτο δὲ σαφῶς πέ‐
10φρασται· ὁ δὲ νοῦς τοιοῦτος· ὅτι μετὰ τὰ ῥηθέντα πολλά ἐστιν ἀκόλουθα ἐκείνοις εἰς τὸ λεχθῆναι· οἷον ἀκόλουθόν ἐστιν εἰπεῖν μετὰ τὴν καρπῶν διάδοσιν τὴν ὑπὲρ τῶν κιν‐ δυνευόντων ἀντίληψιν. βουλόμενοι γὰρ Ἀθηναῖοι, εὐσε‐ βεῖς ὄντες, τοὺς ἄλλους εὐεργετῆσαι τοὺς καρποὺς διέδο‐
15σαν. ἀλλὰ καὶ βουλόμενοι πάντας σώζεσθαι ὑπὲρ τῶν κιν‐ δυνευόντων ἐπολέμησαν. ὃ σημεῖον καὶ τοῦτο τῆς δυσσε‐ βείας. ἀλλ’ οὐκ ἔστι μοι, φησὶ, καὶ τοῦτο δῆλον, εἰ ἁρ‐ μόττει καὶ τοῖς λόγοις ταύτην σῶσαι τὴν ἀκολουθίαν. καὶ γὰρ ἀνωτέρω Ἡρακλέους μνησθέντι, καὶ τῶν ἀπογόνων
20ἐκείνου ἥρμοττεν εἰπεῖν, καὶ ὅπως αὐτοὺς Ἀθηναῖοι κα‐ τήγαγον· ἀλλ’ ἐπειδὴ οὐχ ἥρμοττε τῷ λόγῳ, διὰ τοῦτο αὐτὸ παρέλιπεν· ὑποκατιὼν δὲ τῶν Ἡρακλειδῶν ἐμνήσθη.
μνησθεὶς τοίνυν κἀνταῦθα πόλεως θέσεώς τε καὶ χώ‐ ρας, ἔμελλε καὶ περὶ τῶν οἰκοδομημάτων διεξιέναι· ἀλλ’57
25ἐπειδὴ τοῖς ἐπιλόγοις ἥρμοττε τὸ κεφάλαιον, παρέλιπεν αὐτό. διὸ καὶ τἄλλα πάντα ἐάσας περὶ τῶν θείων διεξέρ‐ χεται. D. εἰ σώζοντα] φέρει ταῦτα. C.

Pan

106,7

κράτιστον δ’ ἴσως περὶ τῶν θείων] γῆς γὰρ πανταχοῦ θεοὺς προτιμᾶσθαι. C. οἷον ὅτι πολλὰ ἐποίη‐ σαν οἱ θεοὶ εἰς τὴν Ἀθηναίων πόλιν, ἢ τὰ παρὰ τῶν θεῶν λεγόμενα, ἢ τὰ παρ’ αὐτῶν δεδομένα τοῖς Ἀθη‐
5ναίοις. D.

Pan

106,8

ἔτι δὲ ὧν καθ’ αὑτούς τε] ἔτι δὲ ὧν μᾶλ‐ λον οἱ θεοὶ κατώρθωσαν. ἐν κοινωνίαις δὲ εἰργάσαντο εἶ‐ πεν, ἢ μετὰ θεῶν, ὡς ἐπὶ τῆς Ξέρξου ναυμαχίας, ἢ μετὰ ξυμμάχων· τῶν γὰρ πολέμων τοὺς μὲν κατ’ ἰδίαν, τοὺς
5δὲ μετ’ ἄλλων κοινῇ πεποιήκασι. καθ’ ἑκάστους δέ φησι τοὺς χρόνους, ἐπειδὴ οὐκ ἦσαν ἀεὶ οἱ αὐτοὶ Ἀθηναῖοι, ἀλλὰ διάφοροι κατὰ χρόνους· καὶ διὰ τοῦτο ἑκάστη τῶν πράξεων τηρεῖ τὸν ἔπαινον. D. καθ’ αὑτούς τε] μόνους. A.
10ἐν κοινωνίαις] συμμαχίαις. A. ἤγουν μεθ’ ἑτέρων. C. οἱ καθ’ ἑκάστους ἀεὶ τοὺς χρόνους] ὄντες. A.

Pan

106,10

ὃ καὶ μόνον εἰπεῖν ἴσως ἐξήρκει] δεῖξαι τὴν παρ’ αὐτῶν εἰς αὐτοὺς εὔνοιαν. AC.

Pan

106,11

περὶ γὰρ μόνης ταύτης τῶν ὑφ’ ἡλίῳ πό‐ λεων ἤρισαν] οἱ δύο θεοὶ οὗτοι, Ἀθηνᾶ καὶ Ποσειδῶν περὶ Ἀθηνῶν ἡμιλλήσαντο, εἰπόντες ὡς, ὅστις πρότερον ἐν αὐτῇ δείξειέ τι, ταύτης κύριος ἔσται. AC. ὡς ἐπὶ πο‐
5λέμου εἶπε, τὸ περιμάχητον ταύτης παραστῆσαι βουλόμενος. καταλαμβάνουσι δὲ εἶπε· οἱ γὰρ θέλοντες τυραννεῖν, τὰς ἀκροπόλεις καταλαμβάνουσιν, ὡς βέβαιον φυλακτήριον. ἐπειδὴ δὲ τὸ ὄνομα τῆς τυραννίδος διαβέβληται, εἶπε τὸ ὥσπερ. D.
10καταλαμβάνουσι τὴν ἀκρόπολιν ὥσπερ ἐπὶ μοναρχίᾳ] οἱ γὰρ τυραννῆσαι βουλόμενοι πόλεων καταλαμβάνουσι τὴν
ἀκρόπολιν. A. οἱ γὰρ τυραννῆσαι βουλόμενοι πόλεως, πρώτην καταλαμβάνουσι τὴν ἀκρόπολιν, ὡς ἰσχυρότερον μέρος, ἵν’ ἀκαταγώνιστοι ὦσιν. C.58

Pan

106,12

σχεδὸν, ὡς εἰπεῖν, οἱ πρῶτοι τῶν θεῶν] καὶ ἐπαινεῖ διὰ τοῦ πρῶτοι τὴν Ἀττικὴν, καὶ ἀνεπαχθῆ Διὶ τὸν λόγον καὶ Ἥρᾳ ποιεῖ διὰ τῆς παρενθήκης τοῦ σχεδόν. D.
5οἱ πρῶτοι τῶν θεῶν] Ποσειδῶν καὶ Ἀθηνᾶ. AC.

Pan

106,13

τὴν δευτέραν] δευτέραν λέγει τιμὴν τὸ αὐτοῖς Ἀθηναίοις ἐπέτρεψε τὴν κρίσιν. ἔλαβον δὲ κριτὰς τοὺς Κέκροπος παῖδας. D. ἐπιτρέψαντες δικασταῖς καὶ κριταῖς αὐτοῖς] δέον δι‐
5κάζειν καὶ κρίνειν εἰπεῖν, δικασταῖς καὶ κριταῖς εἶπε πρὸς τὸ αὐτοῖς. C.

Pan

106,14

νομίσαντες χάριεν καὶ κοῦφον ἐπ’ ἀμφό‐ τερα ἐν τοῖς παιδικοῖς κριθῆναι] ἐπειδὴ ἐν ταῖς δίκαις ἄδηλόν ἐστι τὸ πέρας, καὶ τὸ μὲν αὐτοῦ λυπηρὸν, ἧττα, τὸ δὲ ἡδὶ, τὸ νικᾶν, πρὸς μὲν τὸ ἡδὺ τὸ νικᾶν, αὐ‐
5τόθεν ἔχον τὸ ἡδὺ, τὸ χάριεν εἴρηκε, πρὸς δὲ τὴν ἧτταν, τὸ κοῦφον. ἔστι δὲ τὸ ἐπ’ ἀμφότερα ἓν μέρος λόγου, ὃ πρὸς τὸ χάριεν καὶ κοῦφον ἐπήγαγε. τὸ δὲ παιδικοῖς εἶπεν, ἐπειδήπερ, ὅταν οἱ ἐρώμενοι τὴν κρίσιν ποιῶνται περὶ τῶν ἐραστῶν ἥ τε νίκη πᾶσα χαρίεσσα γίνεται καὶ
10τὸ νικᾶσθαι φορητόν· καὶ γὰρ αἱ τῶν ἐρωμένων ὕβρεις καὶ πληγαὶ πολλάκις ἡδίους τῶν παρ’ ἄλλων ἐπαίνων κρί‐ νονται. AC. κοῦφον] ἀντὶ τοῦ κουφιστικόν· ἔστι δὲ ἐκ παραλλήλου τὸ αὐτό· οἷον χάριεν καὶ κοῦφον. ἐχρήσατο δὲ καὶ Θου‐
15κυδίδης τῇ λέξει. D. ἐπ’ ἀμφότερα] τὸ νικῆσαι καὶ ἡττηθῆναι. AC. ἐν τοῖς παιδικοῖς] ἐρωμένοις. A. ἐν τοῖς παιδικοῖς κριθῆναι] παιδικὰ τὰ ἐρώμενα λέ‐ γει· ἔστι δὲ ἐπὶ καλοῦ ἡ λέξις. κέχρηται δὲ Κρατῖνος καὶ
20ἐπὶ γυναικὸς ἐν Ὥραις. κριθῆναι δὲ, περὶ ὧν ὁ ἔρως αὐ‐ τοῖς ἐνέπεσεν· ἢ ὑπὸ τῶν ἐρωμένων κριθῆναι, ὡς Ἀπόλ‐
λων καὶ Βορρᾶς ἐπέτρεψε τῷ Ὑακίνθῳ τὴν κρίσιν. D.59

Pan

106,15

τοῦ τε ῥοθίου] ὁ ἐν ἀκροπόλει. A. ὃ ἐν ἀκροπόλει Ποσειδῶν ἐξέφηνε. C. οὐκ εἶπεν ὕδωρ ἁλμυρὸν, ἀλλὰ ῥόθιον, τιμῆσαι βουλόμενος. τοῦτο γὰρ ἔδειξεν ὁ Ποσειδῶν, θαλλὸν δὲ ἡ Ἀθηνᾶ. D.
5νικᾷ μὲν Ἀθηνᾶ] πρώτη γὰρ Ἀθηνᾶ τὴν ἐλαίαν. A. πρώτη γὰρ ἔδειξε τὴν ἐλαίαν. D. ὅτι ἐλαίας κλάδου. ἄλλοι δέ φασιν ὅτι Ζεὺς ἀπέστρεψε τοὺς ἄνδρας καὶ τὰς γυναῖκας ἐν μέρει ψηφίσασθαι, εὑρέθησαν αἱ ψῆφοι ἴσαι. καὶ ἀκηκοὼς ὁ Ζεὺς εἶπεν ὅτι ὁ οἶκος τοῦ τότε βασιλέως
10οὔπω ἐψηφίσατο· καὶ ψηφισαμένου τὸν οἶκον αὐτοῦ, εὑ‐ ρέθησαν θυγατέρες τρεῖς, καὶ αὐτὸς εἷς· καὶ πλειόνων οὐ‐ σῶν τῶν γυναικῶν, ἀπεδόθη τῇ Ἀθηνᾷ ἡ πόλις. D. καὶ καταδείκνυσι τὸν θαλλὸν νίκης εἶναι σύμβολον] ἆθλον γὰρ νίκης ἐν Ὀλυμπίᾳ ὁ θαλλὸς ἦν. C.

Pan

106,16

οὐ μὴν κατέλυσε τὸν ἔρωτα] ἀνέστησε γὰρ τῇ Ἀττικῇ τὴν θάλατταν. A. ἀντέστησε γὰρ τῇ Ἀττικῇ τὴν θάλατταν, καθάπερ οἱ τῶν ἐραστῶν μανικοὶ, ὁπότε τῶν παιδικῶν ἀποτυχόντες πόρρωθεν ἵστανται, καὶ ψυχα‐
5γωγοῦνται τῇ θέᾳ. C. καταλῦσαι δὲ ὡς ἡττημένῳ τὸν ἔρωτα· οὐδὲ μετὰ ταῦτα ἐπαύσατο τοῦ ἐρᾶν. D.

Pan

106,18

ἡ μὲν γὰρ σοφίᾳ νικᾶν ἔδωκε τῇ πόλει] φρονήσεως γὰρ ἔφορος ἡ θέος. AC. ὁ δὲ ταῖς ναυμαχίαις, οὐ μόνον τοὺς ἀνταγωνιστὰς νικᾶν, ἀλλὰ καὶ τοὺς τῶν αὐτῶν μετασχόντας] ἀνταγωνι‐
5στάς φησι τοὺς τὴν ὁμοίαν ἐσχηκότας τέχνην. λέγει δ’ ἀντὶ Αἰγινήτας· αὐτοὶ γὰρ μετ’ αὐτοὺς ᾔδεσαν τὰ ναυτικά. ὁ γοῦν Ἡρόδοτος ἐν τοῖς Περσικοῖς καὶ τὰ πρωτεῖα αὐτοῖς δίδωσιν· οὗ χάριν Ἀριστείδης καθ’ Ἡροδότου ἔγραψεν· ἄλλοι δὲ ἀνταγωνιστὰς τοὺς Λακεδαιμονίους φασί· πεζο‐
10μάχοι γάρ· ἢ Κορινθίους καὶ Κερκυραίους, ἐπεὶ καὶ αὐτοὶ ἐμελέτησαν τὰ ναυτικά. εἶτα καθ’ ὑπερβολὴν εἶπεν ὅτι ἀλλὰ καὶ εἴ τις ἐνίκησε ναυτικὰ, οὗτος ὑπ’ Ἀθηναίων ἡτ‐ τήθη. τοὺς τῶν αὐτῶν δὲ μετασχόντας φησὶν, οἱονεὶ τοὺς συνευρεθέντας τοῖς Ἀθηναίοις, καὶ ὠφελίμους τὸ ναυμα‐
15χεῖν παρ’ αὐτῶν, καὶ τούτους ὑπεραίρειν ὁ Ποσειδῶν ἐχα‐ ρίσατο τῇ πόλει τῶν Ἀθηναίων. D. τοὺς ἀνταγωνιστὰς] τοὺς ἀντίπαλον ναυτικὸν ἔχον‐
τας, εἴτε Ἕλληνές εἰσιν εἴτε βάρβαροι. AC.60

Pan

106,19

τοὺς τῶν αὐτῶν μετασχόντας] τοὺς μετ’ αὐτῆς ναυμαχήσαντας ἄλλοις. κρείττων γὰρ αὐτῶν ἐφάνη τῇ μάχῃ. AC.

Pan

106,20

ὁ μὲν περὶ τούτων] ὁ τῶν ναυμαχιῶν. A. ἤγουν τῶν ναυμαχιῶν. C. αὐτίκα] τὸ αὐτίκα λέγει, ἐπειδὴ προϊὼν ἐρεῖ ὅπως τε πρὸς τοὺς Πέρσας ἐναυμάχησαν, καὶ ὅπως πρὸς τοὺς
5ἄλλους Ἕλληνας. AC. τὰς ψήφους] τῆς νίκης. AC.

Pan

107,1

τὴν ἐπωνυμίαν τῇ πόλει δίδωσιν] τὸ καλεῖ‐ σθαι Ἀθήνας. AC. καὶ κατεσκευάσατο ὡς κτῆμα ἑαυτῆς] ὥσπερ πιστου‐ μένη τῇ ἐπωνυμίᾳ τὸ κτῆμα. διαρκῆ δὲ ἀντὶ τοῦ διαρ‐
5κοῦσαν, οὐ πρὸς πόλεμον μόνον, ἀλλὰ καὶ εἰρήνην. D.

Pan

107,2

λόγους τε] ἅπερ εἰρήνης εἰσὶν ἔργα. C. νόμων τάξεις] καθ’ ἓν γὰρ τῶν πραγμάτων ὁ νό‐ μος. AC.

Pan

107,3

πολιτείαν δυναστείας ἀπηλλαγμένην] τοιαύτη γὰρ ἧ δημοκρατία. AC. ἀφ’ ὧν] τούτων πάντων. AC. ἀπὸ τῶν λόγων· πρὸς τοῦτο γὰρ ἀποδέδωκε. βίων δὲ παραδείγματα, ἢ τρόπους
5πολιτείας καὶ ἤθη χρηστὰ, ἢ τέχνας καὶ ἐπιτηδεύματα· οἷον βίου παραδείγματα γραμματικοῦ, φιλοσόφου, ῥητο‐ ρικοῦ, ἢ στρατιωτικοῦ καὶ γεωργικοῦ. D. μαθήματα πάντα] σοφία, ποίησις, ῥητορικὴ τὰ ἄλλα. A. φιλοσοφία, ποίησις, ῥητορικὴ, αἱ ἄλλαι τέχναι. C.

Pan

107,4

βίων παραδείγματα εἰσῆλθεν] οἱ μὲν γὰρ φιλοσοφεῖν εἵλοντο, οἱ δὲ ἐν δικαστηρίοις χρῆσθαι τῇ γλώττῃ, ὡς οἱ ῥήτορες, καὶ οἱ ἄλλοι ἄλλο τι. ἔστι δὲ ὅμοιον τοῦτο τῷ μαθήματα πάντα εὑρέθη. AC.
5ὅπλων τε χρῆσιν διδάξασα] πολεμικὴ γὰρ ἡ Ἀθηνᾶ. A.

Pan

107,5

πρώτους] πρῶτοι γὰρ Ἀθηναῖοι ὁπλοφορεῖν εὗρον. AC. ᾧ νῦν ἡμεῖς ἐκείνην σχήματι] ἔνοπλον γὰρ ἔγραφον
Ἀθηναῖοι τὴν Ἀθηνᾶν. AC.61
5σχήματι] καλῶς τὸ σχήματι. οὐ γὰρ βούλεται τῇ ἱστορίᾳ μαχέσασθαι, ὅτι Βελλεροφόντης ἐφεῦρε τὸν μέλ‐ λοντα. πάρεδρον δὲ τῆς θεοῦ τὸν Ἐρεχθέα φησὶν, ἐπειδὴ ἐν τῇ ἀκροπόλει ὀπίσω τῆς θεοῦ ὁ Ἐρεχθεὺς γέγραπται ἅρμα ἐλαύνων· πρῶτος γὰρ οὗτος ἅρμα τέλειον, ὅ ἐστι
10τέθριππον, ἔζευξε. σὺν τῇ θεῷ δὲ εἶπεν ὅτι αὐτῆς Ἀθη‐ νᾶς τὴν κατασκευὴν ὑποβαλούσης αὐτῷ. D. ἵππων ἁμιλλητηρίων] τῶν ἐν ἱπποδρομίοις. C.

Pan

107,6

ὁ τῆσδε τῆς θεοῦ πάρεδρος] ὁ Ἐρεχθεύς. AC. πάρεδρον τῆς θεοῦ φησὶ τὸν Ἐρεχθέα. ἐπειδὴ ἐν τῇ ἀκροπόλει, φησὶν, ὀπίσω αὐτῆς γέγραπται ἅρμα ἐλαύ‐ νων, ὡς πρώτης τοῦτο τῆς θεοῦ δεξάμενος, ἐπειδὴ
5τρόπον τινὰ υἱὸς αὐτῆς ἐδόκει. διώκων γὰρ αὐτὴν Ἥφαι‐ στος ἀπεσπερμάτισεν. AC. ἅρμα τέλειον] τέτρωρον, τὸ ὀκτὼ ἵππους ἔχον. C.

Pan

107,7

τὴν τελείαν ἱππικὴν] ἅρμα τέλειον, τέτρω‐ ρον, ἤγουν ὅ τι ὀκτὼ ἵππους ἔχει. A. ἐπὶ δὲ τούτοις χορεῖαι καὶ τελεταὶ] χορείας καλεῖ τοὺς ὕμνους τῶν θεῶν. ὡς καὶ Δημοσθένης ἐν τῷ κατὰ
5Μειδίου, τελετὰς δὲ, τὰ μυστήρια· γνωστέον δὲ ὅτι οὐ μόνον εἰς ἀμοιβὴν τῶν θεῶν ταῦτά φησιν, ἀλλὰ καὶ ἀπό‐ δειξιν ἔχει τῆς παρὰ τῶν θεῶν εὐεργεσίας. D. τελεταί] μυστήρια. C.

Pan

107,8

πανηγύρεις] τὰ Διονυσιακὰ, τὰ Παναθή‐ ναια, τὰ Ἐλευσίνια. C. πανηγύρεις λέγει τὰ Διονύσια, τὰ Παναθήναια, τὰ Ἐλευσίνια· ἄλλαι δὲ δι’ ἄλλων, φησὶ, θεῶν. διαφόρους γὰρ βούλεται δεῖξαι τὰς δωρεὰς, καὶ ἐκ
5διαφόρων δεδομένας, καὶ ταῖς τιμαῖς τῶν θεῶν ἀκολου‐ θεῖν τὰ δῶρα, ὅτι ὅσον, φησὶν, εὐσεβέστερον Ἀθηναῖοι διέκειντο, ἀγάλμασι τιμῶντες τὸ θεῖον, τοσούτου πλέον εὐεργετήθησαν παρ’ αὐτῶν. αἰτία δὲ τοῦτο τοῦ πῶς ἐγέ‐ νοντο αἱ πανηγύρεις. εἰς δύο δέ ἐστι νοούμενον τὸ ῥητόν·
10ἢ γὰρ, ὅτι τὰ δῶρα τῶν θεῶν ἠκολούθει τοῖς Ἀθη‐ ναίοις, ἐπειδὴ καὶ αὐτοὶ ὡς καλῶν ἄλλοις μετεδίδοσαν,
ὥσπερ αὐτοῖς οἱ θεοὶ, ἃ καὶ λαμβάνοντες Ἀθηναῖοι παρὰ τῶν θεῶν καὶ αὐτοὶ ἠμείβοντο αὐτοῦ δι’ αὐτῶν. ἐκ γὰρ τῶν εὐεργετημάτων καὶ τὴν ἀμοιβὴν ἐποιοῦντο. ἐτύγχανε62
15γοῦν ἐν τοῖς Ἐλευσινίοις ἀγῶσιν ἄσταχυς τὸ ἆθλον. ἐπι‐ βάλλοντα δὲ λέγει τὰ ὀφειλόμενα. ὡς καὶ τῶν θεῶν ὀφει‐ λόντων δέχεσθαι παρ’ αὐτῶν. ἐδίδαξαν δὲ, φησὶ, τοὺς Ἀθηναίους οἱ θεοὶ ἀρετὴν καὶ δικαιοσύνην τῷ παρ’ αὐ‐ τοῖς δικάζειν. ἐγύμνωσε γὰρ νῦν τὸ θεώρημα, διὰ τοῦ εἰ‐
20πεῖν ὅτι καὶ ὧν ἤρισαν, πρὸς ἀλλήλους τοὺς διδασκάλους ἔχειν Ἀθηναίους τοὺς θεούς· προσυπακουστέον δὲ τῷ ὧν ἤρισαν πρὸς ἀλλήλους τὸ πραγμάτων, ἵν’ ᾖ ὧν ἤρισαν πρὸς ἀλλήλους πραγμάτων. τὸ δ’ ἐπιστρέφοντες πάντας ἀνθρώπους πρὸς τὴν πόλιν ἀντὶ τοῦ ἀποβλέπειν ποιοῦντες
25καὶ ἐλπίζειν. οὕτω γοῦν καὶ τὸν Ὀρέστην εἰσάγει παρ’ Ἀργείοις ἀποτυχόντα τῶν δικαίων, καὶ πρὸς τὴν πόλιν ἐλ‐ θόντα καὶ ἀπολαύσαντα. D. ἄλλαι δι’ ἄλλων θεῶν ἐπιδημίας] Δημήτηρ γὰρ, ὡς ἔφημεν, ἐλθοῦσα τὸν σῖτον δέδωκε. διὸ καὶ Ἐλευσῖνι ἔστη‐
30σαν αὐτῇ ἀγῶνα εἰς ἀμοιβὴν τῆς εὐεργεσίας· Διόνυσος δὲ, ἐκ Θηβῶν ὁρμηθεὶς, συγγέγονεν ἐν τῇ Ἀττικῇ Ἰκαρίῳ, καὶ αὐτῷ τὴν ἄμπελον δέδωκεν. ὅθεν καὶ τούτου πανήγυρις ἐν τῇ Ἀττικῇ ἐτελεῖτο. παρέσχε δὲ καὶ ἄλλως τῶν θεῶν ἄλλο τι. AC.
35ταῖς γὰρ τιμαῖς τῶν θεῶν] αἷς ἐτίμων τὴν πόλιν. AC.

Pan

107,9

τὰ δῶρα] αἱ πανηγύρεις. C. διδόντων καὶ λαμβανόντων ἐκ τῶν αὐτῶν] τῶν ὁμοίων· ὁμοίως γὰρ παρεῖχόν τε καὶ ἐλάμβανον. AC. ἥρμοττε γὰρ τῇ πόλει παρὰ τῶν θεῶν ἃς ἔφην εὐεργεσίας λαμβάνειν,
5καὶ τοῖς θεοῖς παρὰ τῆς πόλεως ἑορτάζεσθαι. C. οὐ μόνον δ’ ὑπὲρ τῆς πόλεως θεοὶ] τοῦτο τὸ νόημα πρόσθεν εἰπὼν, ἐπειδὴ ἀνάγκη ἦν προσθεῖναι τὸ ἕτερον· τότε δὲ ὁ καιρὸς οὐκ ἐδίδου· ἄλλα γὰρ κατήπειγε· διὰ τοῦτο πάλιν ἐχρήσατο, ἵνα ταῦτα, ἃ νῦν λέγει, προσθήσῃ·
10τοῦτο δὲ πολλαχοῦ τῶν αὐτοῦ λόγων ποιεῖ. A.

Pan

107,11

ἐπιστρέφοντες] ἐφέλκοντες. AC.

Pan

107,12

πάντων] καλλίστων. A. τῶν καλλίστων,
φιλανθρωπίας, δικαιοσύνης. C. δείγματα] τύπους. AC. καθάπερ οἱ τοὺς παῖδας προδιδάσκοντες] ἐκεῖνοι γὰρ,63
5ἐάν τε λόγοι ὦσι τὰ διδασκόμενα ἐάν τε ἄλλη τις ἐπι‐ στήμη πῶς δεῖ ποιεῖν, ὑφηγοῦνται τουτοισίν. AC. καθά‐ περ οἱ διὰ σημείων] δηλονότι προδιδάσκοντες, καὶ στιγμὴν δέ. τῶν ἄκρων δὲ λέγει, τῶν ἐξεχόντων διδασκάλων. D.

Pan

107,13

πανταχοῦ] ἤγουν ἐν πᾶσι πράγμασι. AC. τῶν ἄκρων] τῶν ἐντελεστάτων εἰς ταῦτα νῶν. AC.

Pan

107,14

τοῖς ζηλοῦσιν] αὐτούς. AC. τὴν γιγνομένην ἀρετὴν] ἀντὶ τοῦ ἠθικήν· ἣ καὶ δι‐ δακτὴ καὶ ἔθει καὶ ἀγωγῇ βελτίστῃ τὸ κράτος λαμβά‐ νουσα. D.
5οἷς χρῆν ἑπόμενοι] τοῖς θεοῖς. A. τοῖς θεοῖς δηλον‐ ότι, καὶ ταῖς ἐκ τούτων διδασκαλίαις. τούτοις γὰρ χρῆν δίκαιον καὶ ὅσιον πείθεσθαι. D.

Pan

107,15

τὰ σπέρματα] αἱ ἀρχαί. AC.

Pan

107,16

λαγχάνει Ποσειδῶν Ἄρει τὴν ὑπὲρ τοῦ παιδός] Ἁλιρρόθιος, ὁ Ποσειδῶνος, Ἀλκίππην, τὴν Ἄρεος, φθείρας παρανόμως ὑπ’ αὐτοῦ τέθνηκεν. ὅθεν συνί‐ στησι, δικαστήριον ἐξ ἁπάντων τῶν θεῶν κατ’ αὐτοῦ Πο‐
5σειδῶν. κέκληται γοῦν ὁ τόπος, καὶ ὅτι ὀρεινός ἐστι, καὶ ὅτι Ἄρης ἐνταυθοῖ καταδεδίκασται, Ἄρειος πάγος, ἐμ‐ φαίνων διὰ τῆς προσηγορίας τήν τε τοῦ Ἄρεος κρίσιν καὶ ὅτι ἀρετῆς ἐργαστήριόν ἐστιν, ἐπειδὴ ἐν αὐτῷ θεοὶ ἐκρίθησαν. AC. ἐδικάζοντο δὲ ἐνταῦθα αἱ φονικαὶ δίκαι
10μόναι. C. Ἁλιρρόθιος, υἱὸς Ποσειδῶνος, ἠράσθη Ἀλκίπ‐ πης, τῆς Ἄρεως θυγατρὸς, καὶ εὑρὼν ὑδρευομένην αὐτὴν ἐπεχείρησε βιάσασθαι· ἡ δὲ τῷ πατρὶ ἀπήγγειλεν· ὁ δὲ ἀπιστῶν, καὶ βουλόμενος θεατὴς γενέσθαι, ἀπέστειλε πά‐ λιν ὑδρεύσασθαι. αὐτὸς ὑπάρχει κατάσκοπος· καὶ λαβὼν
15αὐτὸν ἐπιχειροῦντα ἀνεῖλε· καὶ ἐγκαλεῖ Ποσειδῶν Ἄρει περὶ τοῦ φόνου τοῦ παιδὸς, καὶ γίνεται ἐν Ἀθήναις ἡ κρίσις, δικαζόντων τῶν θεῶν. ἐκλήθη Ἄρειος πάγος ὁ τό‐ πος, ἔνθα ἡ δίκη γέγονε, διὰ τὸν Ἄρεα ἐκεῖ πήξαντα τὸ
δόρυ. οἱ δὲ ἐκ τούτου κεκλῆσθαι φασίν· ἐπεὶ ὁ Ἄρης τὰς64
20Ἀμαζόνος θυγατέρας ἀνῃρημένας ὑπὸ Ἀθηναίων ἰδὼν, ἐστράτευσε κατ’ αὐτῶν, καὶ ἐν τούτῳ τῷ τόπῳ καθήμε‐ νος ἐπολιόρκει τὴν πόλιν. ἄλλοι δὲ ἁπλῶς λέγουσι, διὰ τὸ πολλοὺς ἐκεῖσε γενέσθαι φόνους. οἱ δὲ φόνοι Ἄρεως εἶναι νομίζονται. τινὲς δὲ τὸν μῦθον ἀναπτύσσοντες οὕτω λέ‐
25γουσιν, ὅτι ὀργιζόμενος ὁ Ἁλιρρόθιος ὑπὲρ τῆς ἥττης τοῦ πατρὸς ἐπεχείρησε κόψαι τὴν ἐλαίαν, καὶ πληγεὶς ὑπ’ αὐ‐ τοῦ ἐτελεύτησεν· ὅθεν ὁ Ποσειδῶν κατηγορεῖ τοῦ Ἄρεως, ὡς δεσπότου τοῦ σιδήρου. ἄριστα δὲ ὁ Χάραξ ἰῶ φησὶν ὅτι πάγος πᾶς ὑψηλός ἐστι τόπος. ἐπεὶ οὖν ἐνταῦθα παρὰ
30τοῖς Ἀθηναίοις ἐκρίνετο τὰ φονικὰ, ὑψηλὸς δὲ ἦν ὁ τό‐ πος, ἐλέγετο πάγος, ὡς ὑψηλὸς, Ἄρειος δὲ, διὰ τὸν φό‐ νον, ὃς σιδήρῳ ἀποτελεῖται. Ἄρης ὁ φόνος· ἀφ’ οὗ καὶ ἔναρα, τὰ ὅπλα. καὶ ἔναροι, οἱ πεφονευμένοι ὡς ἄν τις εἴποι μεταβαλὼν φόνιος τόπος· ὡς καὶ χαρώνιον ἡ τοῦ
35δεσμωτηρίου ἐλέγετο θύρα· ἀφ’ ἧς οἱ πρὸς Χάρωνα ἀγό‐ μενοι τῶν καταδίκων, τουτέστιν οἱ τὴν ἐπὶ θανάτῳ δεχό‐ μενοι ψῆφον, ᾔεσαν. D.

Pan

107,17

τὴν ὑπὲρ τοῦ παιδὸς] δίκην. C. νικᾷ ἐν ἅπασι τοῖς θεοῖς] πάντες γὰρ κατεδίκασαν Ἄρην. AC.

Pan

107,19

εἴ τις ὑπερβολὴν ζητοίη] δικαίου δικαστη‐ ρίου. A. τοῦ δικαίου. C.

Pan

107,20

ὥσπερ τὰ ὕδατα, ὅσα μαντικὰ] οἷον τὸ τῆς Κασταλίας. AC. ὥσπερ τὸ ἐν Δελφοῖς ὕδωρ τὰς μαν‐ τείας ἀνεδίδου, ἐν ᾧ ἐκαθέζετο ἡ ἱέρεια. D. ὅσα μαντικὰ] ἀντὶ τοῦ ποιοῦντα μαντεύεσθαι· διὰ
5δὲ τὴν Κασταλικὴν τοῦτο εἶπε τῆς Βοιωτίας· πνεύματα δὲ εἶπε τοὺς θεωρουμένους, οὓς ἀλλαχοῦ θεομάντεις καλεῖ. D. πνεύματα] οἷα τὰ Τροφωνίου· ἢ πνεύματα λέγει, τοὺς θεοφορουμένους, οὓς καὶ θεομάντεις ἄλλοθί που κα‐ λεῖ. AC.

Pan

108,1

τῆς παρὰ τοῖς θεοῖς] γνώσεως. AC. ὡς δυνατὸν ἐγγυτάτω] ἀνθρώπου διάνοιαν δεῖ σω‐ θῆναι γνώσει θεοῦ. C. ἐπεὶ ὅσον δήποτε μιμήσεταί τις
θεῶν, οὐ δύναται δὲ γενέσθαι ὅμοιος αὐτῶ, διὰ τοῦτο εἶ‐65
5πεν, ὅσον δυνατὸν αὐτοῦ, ὅσον ἐξισχύει τις ἄνθρωπος ὤν· καλῶς δὲ τὸ ἐγγυτάτω· οὐ γὰρ τὸ ἀνθρώπινον δίκαιον εἶναι δύναται τοῖς θεοῖς παραπλήσιον. D.

Pan

108,2

τοσούτῳ τετίμηται παρὰ πάντων τῷ συγκε‐ χωρηκότι] πάντες γὰρ συγχωροῦσιν ἐνταυθοῖ τὸ δίκαιον εἶναι. AC. ὥσθ’ οἱ μὲν ἡττώμενοι στέργουσιν ὁμοίως τοῖς κε‐
5κρατηκόσιν] οὐδὲ γὰρ ἀντειπεῖν δύνανται, τὸ μὴ εἶναι ἄλλο τι ὑπὲρ αὐτῶν δικαστήριον. AC. οἰκείως εἶπεν· εἴ γε ὥσπερ ὁ νικήσας καρτερεῖ τῇ νίκῃ, οὕτω καὶ ὁ νικηθεὶς στέργει τὴν ἧτταν. ἴσως δὲ διὰ τοῦτο ἔστεργον, ὅτι δώ‐ δεκα ἦσαν οἱ θεοὶ καὶ περιττὴ οὐχ εὑρίσκετο ψῆφος. διὰ
10τοῦτο καὶ οἱ Ἀρεοπαγῖται ἓξ, διὰ τὸ τέλειον εἶναι τὸν ἀριθμὸν, κατὰ μίμησιν τοῦ τῶν θεῶν μέτρου. D.

Pan

108,3

ἀρχαὶ δὲ πᾶσαι, καὶ συνέδρια, τά τε ἄλλα] διάφορα δικαστήρια ἦσαν ἐν Ἀθήναις διαφόρων ἐγκλημά‐ των, βασιλεὺς, Εὐμολπίδαι, θεσμοθέται, καὶ οἱ ἕνδεκα καλούμενοι· ἃ πάντα οὐδὲν ἐδόκει πρὸς τὸν Ἄρειον πά‐
5γον. AC. συνέδρια] βουλευτήρια· ἐπιφέρει δὲ τὸν μέγιστον, τὸν δῆμον ἐκκλησιάζοντα. D. καὶ τὸ μέγιστον, ὁ δῆμος] ὃ γὰρ οὗτος ψηφίζεται, ἀναντίρρητόν ἐστιν. AC.

Pan

108,4

εἴκοντες] συγχωροῦντες, καὶ τῶν πρωτείων αὐτῷ ἀφιστάμενοι. AC. μεταβολὴ τοῦ χωρίου τούτου μόνου ἤδη σχεδὸν οὐχ ἥψατο] μεταβολὴ οὐκ ἐγένετο τῶν Ἀρεοπαγιτῶν, οὐδὲ ἐπὶ
5τῶν ἁπάντων τῶν δικαστηρίων κατακαυθέντων. D.

Pan

108,5

ἤδη σχεδὸν οὐχ ἥψατο] τὸ σχεδὸν λέγει, ἐπειδὴ οὐ τὴν αὐτὴν ἰσχὺν εἶχεν ὁ Ἄρειος πάγος ἐν τῷ Ἀριστείδου χρόνῳ, οἵαν πρόσθεν, ὅτε τὰ τῶν Ἀθηναίων ἔρρωτο. AC.
5ἀγωνιστήριον] δικαιοσύνης. A. τοῖς θεοῖς] τὸ θεοῖς οὐ μόνον διὰ τοὺς κρίναντας, ὧν ἔφημεν, νοεῖν δεῖ, ἀλλὰ καὶ διὰ τοὺς κριθέντας, ἵν’
εἴη καὶ τὸ οἷς ὅμοιον τοῦτο. C. τὸ θεοῖς εἰ καὶ καθολι‐ κὸν φαίνεται λέγεσθαι, ἀλλὰ διὰ τοὺς κρίναντας τὸν Πο‐66
10σειδῶ καὶ τὸν Ἄρην νοεῖν χρή. τὸ δὲ οἷς ἐξ ἐκείνου λέγει διὰ τοὺς καθ’ ἑκάστους χρόνους ἐνταυθοῖ κρίνειν λαχόν‐ τας. ἦσαν δ’ οὗτοι τῶν ἄκρων ἐπὶ σοφίᾳ. AC.

Pan

108,6

οἷς ἐξ ἐκείνου καθήκει] οἷον ἀπὸ τοῦ τῶν θεῶν· τουτέστι καὶ ἐκείνοις δικαστήριον ἀνεδόθη, οἷς ἁρ‐ μόζει δι’ ἐκείνου τοῦ γένους, δηλονότι τῶν θεῶν. D.

Pan

108,7

ἑτέρα δὲ γίνεται κρίσις ὕστερον μικτὴ τοῖς ἀγωνισταῖς] τὴν τοῦ Ὀρέστου καὶ Ἐριννύων δίκην δώδεκά φασι θεοὺς δικάσαι, οὐ παρούσης τῆς Ἀθηνᾶς, ὧν τοὺς μὲν ἓξ ψήφους θεῖναι δικαιώσεως ταῖς Ἐριννύσι,
5τοὺς δ’ ἄλλους ἓξ τῷ Ὀρέστῃ· ἐλθούσης γοῦν τῆς Ἀθη‐ νᾶς, καὶ συμψηφισαμένης τοῖς ὑπὲρ αὐτοῦ, καὶ τῶν ψή‐ φων γενομένων πλειόνων τῇ ὑπεροχῇ, νικᾷ ὁ Ὀρέστης· οὐδὲ γὰρ ἦν εἰκὸς θνητὸν θεοῖς ἐξισοῦσθαι. AC. Ὀρέ‐ στου καὶ Ἐριννύων· μικτὴ δὲ, ὅτι ἐκ θνητοῦ ἦν καὶ θεῶν·
10ἡ προλαβοῦσα θεῶν ἦν μόνον. D. μικτὴ τοῖς ἀγωνισταῖς] Ὀρέστης γὰρ καὶ Ἐριννύες ἐκρίνοντο. AC. θεία δὲ καὶ αὕτη τοῖς δικασταῖς] θεοὶ γὰρ ταύτην ἐδίκαζον. AC.

Pan

108,8

πρὸς τὰς νῦν προσοίκους τῷ τόπῳ θεὰς σεμνὰς] φασὶ γὰρ ὡς Ὀρέστης ἐξιλεούμενος αὐτὰς εὐμενεῖς αὐτῷ τοῦ λοιποῦ εἶναι πλησίον τοῦ Ἀρείου πάγου ἱερὸν αὐτῶν ἐποίησεν. AC. ἐπειδὴ λέγεται ἡττηθείσας τὰς δαί‐
5μονας καταδῦναι ἐν τῷ τόπῳ. τινὲς δέ φασιν ὅτι ἀφο‐ σιούμενος Ὀρέστης ἱερὸν αὐτὸς ἐκεῖ ἐποίησεν· τόπῳ δὲ λέ‐ γει τῷ Ἀρείῳ πάγῳ· φασὶ γὰρ μετὰ τὴν δίκην τοὺς Ἀθη‐ ναίους ἐκεῖ οἰκοδομῆσαι τῶν θεῶν ἱερὸν πρὸς εὐμένειαν αὐτῶν. τὸ δὲ σημεῖον εὐφήμως εἶπεν· ἀλλαχοῦ γὰρ Εὐμε‐
10νίδας αὐτὰς καλεῖ. D. προσοίκους] πλησίους. A.

Pan

108,9

δοὺς ὥσπερ ἔφεσιν εἰς τὴν πόλιν] ἔφεσίς
ἐστιν ὄνομα δίκης, ὅταν τις τὰ ἐλάττω δικαστήρια κατα‐ λιμπάνει, καταφεύγει ἐπὶ τὸ μεῖζον. τοῦτο δὲ καὶ ἐπὶ τὸν Ὀρέστην συνέβη. καταδικασθεὶς γὰρ ἐν Ἄργει, ὡς Εὐρι‐67
5πίδης φησὶν, ὕστερον Ἀπόλλωνος προστάξαντος ἀφικνεῖται Ἀθήναζε. AC. τὴν ἐξ Ἄργους αὐτοῦ φυγὴν ἔφεσιν ἐκά‐ λεσε, τουτέστιν ἔκκλητον. λέγεται δὲ ὅτι ἐκεῖ καταδικασθεὶς εἰς Ἀθήνας μετέστη. ἔφεσις δέ ἐστιν ἡ ἀπὸ μικροῦ δι‐ καστηρίου ἐπὶ τὸ μεῖζον μετάστασις. D.

Pan

108,10

οὖσαν] εἶναι. A. δέον εἶναι εἰπεῖν, οὖσαν εἶπε, τρέψας τὴν σύνταξιν πρὸς μετοχὴν, εἰ καὶ ἀγνοοῦν‐ τές τινες τὴν αἰτιατικὴν ἀντὶ γενικῆς φασιν. A. τυχὼν τῆς θεοῦ τῶν μανιῶν ἀπαλλάττεται] ἡ γὰρ
5προστεθεῖσα αὐτῆς ψῆφος, ὡς ἔφημεν, σωτηρίαν αὐτῷ εἰργάσατο. A. τῆς Ἀθηνᾶς. φασὶ δὲ ὅτι τῶν ἓξ θεῶν προστεθέντων ταῖς Ἐριννύσι, καὶ τῷ ε τῷ Ὀρέστῃ μετέω‐ ρον ἔχουσαν τὴν ψῆφον. Ἀθηνᾶν ὕστερον προστεθεῖσαν νι‐ κῆσαι αὐτὸν πεποίηκεν εἰκότως. ὑπὲρ οὗ γὰρ τῷ ἐκεῖσε κρί‐
10σιν ἠγάπησεν, ἀντὶ χάριτος χάριν αὐτῷ εἰσενήνοχεν. εἰ δέ τις εἴποι, πῶς τὸ ἱερὸν ἔχον τὸν θεὸν νενίκηκεν, ἐρεῖς ὅτι, ἐπειδὴ θνητὸς ὢν τὰς ἴσας τῶν θεῶν ψήφους ἐδέ‐ ξατο, διὰ τοῦτο νενίκηκεν. ἄλλοι δέ φασιν ὅτι διὰ τοῦτο Ἀθηνᾶ αὐτῷ προσετέθη, ἐπειδὴ ἠλέησεν αὐτὸν ἀτυχοῦντα.
15τινὲς δὲ, ἐπειδὴ ἀπὸ πατρὸς μόνον ἐδόκει τοῦ Διὸς γεγε‐ νῆσθαι καὶ οὐκ ἀπὸ μητρὸς, εἰκότως οὖν προσετέθη αὐτῷ τῷ ἐπαμύναντι τῷ πατρὶ, καὶ διὰ τὸν πατέρα κινδυ‐ νεύοντι. D.

Pan

108,11

περὶ μὲν δὴ γένους] τῶν Ἀθηναίων. A. δόξειε τοῦτο συμπέρασμα εἶναι τοῦ γένους καὶ τῆς ἀνα‐ τροφῆς. ἕτερον μέρος τὴν φιλανθρωπίαν. λέγει γὰρ ὧν μέ‐ ρος ἐγκέκραται, μέρος ἀνατροφῆς καλέσας τὰ εἰρημένα.
5ἰδὼν δὲ καὶ αὐτὸς ἐδήλωσας, ὅτι γένος ἐστὶν ἐν τῷ λόγῳ, διὰ τοὺς λέγοντας ὅτι πόλις οὐκ ἔστι γένος. ἄρχεται δὲ ἐντεῦθεν ἀπὸ τῶν πράξεων. μερίζονται δὲ εἰς εἰρήνην καὶ πόλεμον. εἰσβάλλει οὖν εἰς τὴν τῶν φευγόντων ὑποδοχὴν, ὃ μέρος ἐστὶν ἐν εἰρήνῃ πράξεων· καὶ λέγει πρῶτον μὲν
10τοὺς καταφυγόντας, ὕστερον δὲ τοὺς ἀποικισθέντας. D.68

Pan

108,13

τοῖς πρὸ ἡμῶν] εἰποῦσι. A. Ἰσοκράτους, Θουκυδίδου, καὶ ἄλλων. A. ὧν μέρος ἓν γέγραπται τοῖς εἰρημένοις] ἐπειδὴ νῦν περὶ τῆς τῶν ἀτυχούντων ὑποδοχῆς μέλλει εἰπεῖν, ἔστι δὲ
5ἡ ὑποδοχὴ φιλανθρωπία, εἴρηκε δὲ ὄπισθεν τὴν τοῦ σίτου μετάδοσιν, ἣ μέρος φιλανθρωπίας ἦν, διὰ τοῦτο νῦν λέ‐ γει, ὧν μέρος ἓν γέγραπται τοῖς εἰρημένοις. ἢ διότι περὶ τῆς τῶν Ἡρακλειδῶν ὑποδοχῆς βούλεται εἰπεῖν, ἐμνημό‐ νευσε δὲ τούτου, ὡς ἐν παρόδῳ, λέγων· ἀνθ’ ὧν ἂν καὶ
10πρώτη πόλεων ἐτίμησεν ἐκείνην ταῖς τῶν θεῶν τιμαῖς, καὶ τοὺς παῖδας διετήρησε μόνη (105, 8.). A.

Pan

108,14

ὅσῃ τινι καὶ οἵᾳ τῇ περιουσίᾳ τῆς φιλαν‐ θρωπίας εἰς ἅπαντας ἐχρήσαντο] ἐπειδὴ δὲ περὶ τοῦ σίτου καὶ ἄνω εἶπεν, ὅπως διένειμαν πάντων οἱ Ἀθηναῖοι. τοῦτο δὲ φιλανθρωπίας. D.
5τῇ περιουσίᾳ] μεγέθει. A.

Pan

108,15

ἄνειμι δὲ κἀνταῦθα μικρὸν] καὶ γὰρ τὸ περὶ θεῶν εἴρηται ἤδη. διὸ εἶπεν ἄνειμι μικρόν. D.

Pan

108,16

οὐδ’ ἐκεῖνοι τοῦ σίτου τὴν κοινωνίαν τοῖς ἀνθρώποις ἔκριναν ἐξαρκεῖν] ἀντὶ τοῦ οὐχ ἡγήσαντο ἔτι μόνον εὐεργετήσαντες, ἀρκούντως ἔχειν τὴν παρ’ αὐτῶν χάριν. D.

Pan

108,17

ὁδῷ προῄεσαν αὔξοντες τὴν φιλοτιμίαν] μερίζει τὴν φιλανθρωπίαν ταύτην εἰς δύο, εἴς τε τὴν ὑποδοχὴν τῶν καταφευγόντων καὶ εἰς τὴν ἀποικίαν, ἣν ὕστερον αὐτοῖς πεποίηνται. D.

Pan

108,18

ὥσπερ οἱ τὰ σπέρματα] οἱ γὰρ πολλὴν γῆν σπεῖραι βουλόμενοι καὶ πλείω τὰ σπέρματα καταβάλ‐ λουσιν, ὥσπερ οἱ ὀλίγην ἐλάχιστα. A. οἷον οἱ βάλλοντες ἐν γῇ κόκκον καὶ ποιοῦντες ἐξ αὐτοῦ δέκα. D.

Pan

108,20

οὐδ’ ἄοικον ἐπὶ καιρῶν] οὐ γὰρ ἀεὶ οἰ‐ κοῦσιν, ἀλλ’ ἐὰν ἀτυχῶσι. A. ἐπὶ καιρῶν] εὐφήμως εἶπε τὴν δυστυχίαν, ὅτι ἐν ταῖς συμφοραῖς εὗρον οἰκοῦντας Ἀθήνας· καὶ Δημοσθέ‐
5νης ἐν Φιλιππικοῖς „Καιροῦ μὴν δὴ πρὸς ταῦτα πάρεστι Φιλίππῳ τὰ πράγματα.“ D.

Pan

109,1

κατ’ ἄνδρα σχεδὸν οἱ γνωριμώτατοι] ἐπειδὴ
τὸ κατ’ ἄνδρα εἰπεῖν οὐδὲ ἦν θαυμαστὸν, οὐδὲ σεμνὸν εἰς ἐγκώμιον, προσέθηκε τὸ οἱ γνωριμώτατοι, περὶ Ὀρέ‐ στου καὶ Οἰδίποδος λέγων καὶ τῶν ἄλλων. A. κατ’ ἄν‐69
5δρας] ἀντὶ τοῦ κατὰ ἕνα· ἐπὶ τὸ ἧττον δὲ ἦλθεν ἀπὸ πόλεως εἰς ἕνα ἐλθών· εἶτα ἐπεὶ οὐδὲ μέγα τὸ εἰπεῖν κατὰ ἕνα οὑδὲ σεμνὸν εἰς ἐγκώμιον, προσέθηκεν οἱ γνωριμώτα‐ τοι. ἐμφαίνει δὲ τὸν Ὀρέστην, τὸν Οἰδίπουν. D.

Pan

109,3

συμμέτρους] γῇ ἀξίους. A. μὴ ὅτι] μὴ μόνον. A. μὴ ὅτι τῶν ἰδίᾳ λέγω] ἀντὶ τοῦ τοσούτων δυσχερές ἐστι τῶν μεταστάντων κατ’ ἄνδρα μνησθῆναι, ὅτι κατὰ
5πόλεως εἰπεῖν πάντας ἅμα οὐκ εὐχερές. D. τῶν ἰδίᾳ λέγω μεταστάντων] τοῦτο γὰρ πάνυ χα‐ λεπόν. A.

Pan

109,4

ἃ δ’ ἐστὶ τῶν παλαιῶν ἐντιμότατα] καὶ γὰρ ἴσως τοῦτο δοκεῖ ῥᾴδιον. A. ὥσπερ ἀρχὴ τοῖς πολλοῖς διηγεῖσθαι] Ἰσοκράτης γὰρ ἐν τῷ Πανηγυρικῷ, καὶ Δημοσθένης καὶ Λυσίας ἐν ἐπι‐
5ταφίοις, καί τινες ἄλλοι ἀπὸ τῶν Ἡρακλειδῶν, τὴν τῆς πόλεως ἄρχονται λέγειν φιλανθρωπίαν. A. οἱ πολλοὶ ἀπὸ Ἡρακλέους ἤρχοντο, ὡς καὶ ὁ Ἰσοκράτης Ἀθηναῖος. λεί‐ πει δὲ τὸ μετὰ ταῦτα ἐρῶ· ἵν’ ᾖ· ἃ δέ ἐστι τῶν παλαιῶν ἐντιμότατα, καὶ ὥσπερ ἀρχὴ τοῖς πολλοῖς διηγεῖσθαι,
10ταῦτα ἐρῶ. καὶ ἔστιν ἔλλειψις τὸ σχῆμα. D. διηγεῖσθαι] ταῦτα εἴπω δηλονότι. A. Ἡρακλέους ἀπελθόντος ἐξ ἀνθρώπων] διὰ τί, φησὶ, περὶ τῶν Ἡρακλειδῶν βουληθεὶς εἰπεῖν, μὴ ἀπ’ αὐτῶν κατήρξατο, ἀλλ’ ἀπὸ τοῦ Ἡρακλέους; λέγομεν ὅτι ἡ ἀνα‐
15χώρησις αὐτοῦ ἡ ἀπὸ τοῦ βίου αἰτία ἐγένετο τοῦ διωγμοῦ τῶν παίδων αὐτοῦ. εὐφήμως δὲ εἶπεν ὡς ἐπὶ θανάτου· ἐκέρασε γὰρ τὸν λόγον, καὶ τῶν μὲν λεγόντων ὅτι ἀπέ‐ θανε, τῶν δὲ λεγόντων ὅτι ἀπηθανατίσθη, οὔτε παντε‐ λῶς ἐπίστευσεν οὔτε ἀντεῖπε τῇ ἱστορίᾳ, ἀλλὰ μέσον ἐχώ‐
20ρησεν. D.

Pan

109,5

ἀπελθόντος ἐξ ἀνθρώπων] ἤγουν θα‐ νόντος. A. ἱδρύεται] στερεοῖ. A.

Pan

109,6

καθάπερ καὶ πρόσθεν τοῖς μυστηρίοις ἐτί‐
μησε πρῶτον ξένων] Ἀθηναῖοι τὰ Ἐλευσίνια ἄγοντες, ἃ πρὸς τὴν Δήμητραν ἐποίουν, ἐπειδὴ παρ’ αὐτῇ τῇ ἑορτῇ Ἡρακλῆς ἐπελθὼν ἐδεῖτο καὶ αὐτοῖς μυηθῆναι. νόμιμον70
5δὲ ἦν μὴ ξένον τινὰ μυεῖν. αἰσχυνθέντες τὴν αὐτοῦ ἀρετὴν ἐποίησαν τὰ λεγόμενα μικρὰ μυστήρια πρὸς τὴν Δήμητρος Περσεφόνην, ἐν οἷς πρῶτον αὐτὸν ἐμύησαν, ὕστερον δὲ καὶ τοὺς Διοσκούρους. A. ἐπεὶ δοκεῖ κοινὸν εἶναι τὸ τιμᾶν θεοὺς, καὶ τῶν ἄλλων πόλεων τῇ διαφορᾷ
10τὴν ὑπερβολὴν ἐδήλωσε. μυστηρίοις δὲ λέγει τοῖς Ἐλευσι‐ νίοις, οὐκ ἐξὸν δὲ παρ’ Ἀθηναίοις τὰ μυστήρια ξένους μυεῖν. ἐπιδημήσαντος δὲ ἐν τῷ καιρῷ τῶν μυστηρίων Ἡρα‐ κλέους, αἰσχυνθέντες οἱ Ἀθηναῖοι ἐμύησαν αὐτόν· οὕτω καὶ πρώτη ἔστησεν αὐτῷ ἀγάλματα καὶ τιμάς. D.
15θεὸς ὢν] ἐκεῖνος. A. θεὸς ὢν καὶ δοκῶν] ἐχρῆν εἰπεῖν δοκῶν καὶ ὤν. ἀν‐ τέστρεψε δὲ τὴν λέξιν. καλῶς δὲ εἶπε· πολλοὶ γὰρ εἰσὶ μὲν, οὐ μέντοι δοκοῦσιν. ἄλλως τε τὸ δοκῶν μᾶλλον θεὸν αὐτοῖς ἔδειξε· τὰ μὲν γὰρ κρυπτὰ τοῖς ἀνθρώποις δοξάζο‐
20μεν μόνον περὶ αὐτῶν, ἀλλ’ οὐκ ἀκριβῶς ἐπιστάμεθα. ἐξ ἐκείνου δὲ, τουτέστι τοῦ χρόνου ἀφ’ οὗ τετίμηται παρ’ Ἀθηναίοις. πρεσβυτάτους δὲ τῶν θεῶν τοὺς περὶ τὸν Κρόνον, καὶ Δία, καὶ Ῥέαν, καὶ Ποσειδῶνα, καὶ Ἀθη‐ νᾶν, καὶ ἄλλους. D.
25ἐξ ἐκείνου] τοῦ μυηθῆναι τῶν μυστηρίων. A.

Pan

109,7

τοὺς πρεσβυτάτους ἄρα τῶν θεῶν] τοὺς περὶ Κρόνον, καὶ Ῥέαν, καὶ Δία, καὶ Ποσειδῶνα, καὶ τοὺς ἄλλους. A. ἦρξε τιμᾶν] ἀντὶ τοῦ ἔγραψε. τὸ δὲ ἐπήλυδας ἀντὶ
5τοῦ νεωτέρους. Ἡρακλέα δὲ λέγει καὶ Διόνυσον. ἵνα δὲ μὴ δόξῃ ἄτοπά τι ποιεῖν καινοτομεῖν θεοὺς φησὶν ὅτι πολι‐ τευομένη μετὰ τῶν θεῶν ἐγίνωσκε τούτων τὸ βούλημα. ἐκεῖνοι γὰρ, φησὶν, ἐδέχοντο καὶ ταύτην οὐκ ἐλάνθανον. D.

Pan

109,8

τοὺς ἐπήλυδας] τοὺς οὐ φύσει θεοὺς, ἀλλὰ διὰ τὴν ἀρετὴν εἰς τοῦτο ταχθέντας, Ἡρακλέα καὶ Διό‐ νυσον, καὶ τοὺς ἄλλους. A.

Pan

109,11

τούς τε Θηβαίους] Θηβαῖος ἦν Ἡρακλῆς διὰ τὴν μητέρα, τὴν Ἀλκμήνην, Ἀργεῖος δὲ διὰ τὸν πα‐ τέρα, τὸν Ἀμφιτρύωνα· διὸ καὶ τοὺς ἄλλους εἶπε, δηλῶν
τοὺς Ἀργείους. A. Θηβαῖος γὰρ ἦν ὁ Ἡρακλῆς διὰ τὴν71
5μητέρα, τὴν Ἀλκμήνην· Ἀργεῖος δὲ διὰ τὸν Ἀμφιτρύωνα. διὸ εἶπε καὶ τοὺς ἄλλους, τουτέστι τοὺς Ἀργείους. Ταν‐ ταλίδης γὰρ, ἢ μᾶλλον Περσίδης. D.

Pan

109,12

αὐτῷ μὲν οὖν ταύτην ἀποδεδώκει τὴν χά‐ ριν] ὠφείλετο γὰρ αὐτῷ τοιούτῳ γε ὄντι. C. βούλεται λοιπὸν καὶ τὴν καταφυγὴν εἰπεῖν τῶν Ἡρακλειδῶν καὶ ὑποδοχὴν τῶν Ἀθηναίων. D.

Pan

109,13

δι’ ἣν καὶ ὅσων παρὰ τῶν ἄλλων ἔτυχεν Ἡρακλῆς] ὥσπερ πάλιν ἀντέπιπτεν αὐτῷ· ἀλλὰ καὶ παρὰ τῶν ἄλλων, φησὶν, Ἡρακλῆς τετίμηται· ἀλλὰ ταύτην μᾶλ‐ λον ἐτιμήσατο. D.
5ἁπάσας τῆς πόλεως χάριτας] εἰ μὴ γὰρ αὕτη μετὰ θεῶν ἔκρινεν, οὐκ ἂν ἄλλοι τοῦτον ἐτίμων. AC.

Pan

109,14

τὰ δίκαια συνωμολόγησαν] δίκαιον γὰρ ἦν ὡς θεὸν τοῦτον τιμᾶσθαι διὰ τὸ τῆς ἀρετῆς ὑπερβάλ‐ λον. AC.

Pan

109,15

Εὐρυσθέως δ’ ἐλάσαντος μὲν ἐκ Πελοπον‐ νήσου τοὺς παῖδας αὐτοῦ] πληρῶν ὁ Εὐρυσθεὺς τὸ τῆς Ἥρας βούλημα, οὐ μόνον περιόντι ἐπέταττεν Ἡρα‐ κλεῖ, ἀλλὰ καὶ μετὰ τὴν ἐκείνου τελευτὴν ὤφθη τοῖς
5παισὶ δυσμενέστερος. ὅθεν οὐ μόνον ἐκ Πελοποννήσου τού‐ τους ἐδίωκεν, ἀλλὰ καὶ ἐκ πάσης Ἑλληνικῆς πόλεως. ἕως οὗ Ἀθηναῖοι τῆς τοῦ Εὐρυσθέως μανίας καταφρονή‐ σαντες ἐδέξαντο αὐτοὺς, καὶ συμβαλόντες μετ’ αὐτῶν Εὐ‐ ρυσθεῖ νενικήκασι, καὶ κατήγαγον αὐτούς. ACD. καὶ ὁ
10συγγραφεύς φησι „Δωριεῖς τῷ τριακοσιοστῷ ἔτει ξὺν Ἡρα‐ κλείδαις Πελοπόννησον ἔσχον.“ D. προσθέντος δ’ ἑτέραν ἀγνωμοσύνην ἔτι μείζω καὶ δεινοτέραν] ἀγνωμοσύνη καλεῖται ἡ ἀχαριστία, καὶ ἀγνώ‐ μων ὁ μὴ ἀποδιδοὺς χάριν τοῖς εὐεργέταις. οὐχ ὅτι δὲ
15Εὐρυσθεὺς εὐηργέτητό τι ἀφ’ Ἡρακλέους, εἶτα οὐκ ἀπε‐ δίδου χάριν, τοῦτον νῦν Ἀριστείδης εἰς ἀγνωμοσύνην δια‐ βάλλει, ἀλλ’ ὅτι ἀγνώμονας καθίστη τοὺς Ἕλληνας, οὐκ ἐῶν αὐτοὺς δέχεσθαι τοῦ εὐεργέτου, Ἡρακλέους, τοὺς
παῖδας, οὐδὲ χάριν ἀποδοῦναι ὧν εὖ παθόντες ἦσαν. ἢ72
20ἐπειδὴ Ἡρακλῆς πάντων εὐεργέτης ἀνθρώπων ἦν. ἦν δὲ καὶ Εὐρυσθεὺς τῶν εὐεργετουμένων, ὡς ἄνθρωπος· ἢ τὸ ἀγνωμοσύνην νοητέον ἀντὶ τοῦ κακοήθειαν. μείζω δὲ λέγει, ὅτι οὐκ ἠρκέσθη αὐτὸς ἀπελάσαι, ἀλλὰ καὶ τοῖς ἄλλοις ἠπείλει μὴ καταδέξασθαι συνοικεῖν. AC. ἀγνώμων
25καλεῖται ὁ μὴ ἀποδιδοὺς χάριν τοῖς εὐεργέταις· τί οὖν Εὐρυσθεὺς εὐεργετήθη ὑφ’ Ἡρακλέους πρῶτον, ὅτι ἀγνω‐ μοσύνην ἐκάλεσε τὸ ὑπ’ αὐτοῦ γινόμενον; λέγομεν οὖν ὅτι οὐχ ὅτι αὐτὸς ἀγνώμων ἦν οὕτως εἶπεν, ἀλλ’ ὅτι ἀγνώμονας καθίστη τοὺς Ἕλληνας, οὐκ ἐῶν αὐτοὺς
30ὑποδέξασθαι τοὺς παῖδας Ἡρακλέους, τουτέστιν, οὐδὲ χάριν ἀποδοῦναι ὧν εὖ παθόντες ἦσαν περὶ τοῦ πατρὸς, τοσοῦτον οὐ πρὸς τοὺς Ἕλληνας εἶπεν· οὐδὲ γὰρ ἄλλο ἀδικήσαντες ἦσαν. ἀλλ’ ὡς πρὸς τὴν Εὐρυσθέως πονηρίαν, ὅτι οὐκ ἠρκέσθη τῆς χώρας ἀπελάσαι τοὺς ἄνδρας, ἀλλὰ
35καὶ ταῖς ἄλλαις ἠπείλησε πόλεσιν. D.

Pan

109,17

τὰ ἔσχατα ἀπειλήσαντος] τῇ δεξομένῃ πό‐ λει. AC. οἱ μὲν ἄλλοι πάντες ἐσχετλίαζον] οὐκ ἀπανθρωπίαν κατηγορεῖ τῶν ἄλλων Ἑλλήνων, ἀλλὰ δέος ἐμφαίνει, ἂν
5τὸ δέος τὴν φιλανθρωπίαν ἐνίκησε, καὶ φόβος ἄλογος δι‐ καιοσύνης ἐγίνετο κώλυμα. ὅθεν ᾗ ηὐπόρουν τὴν χάριν εἰσήνεγκεν. ἀντὶ τοῦ ὅπλων ἐκείνων τὰ δάκρυα· καὶ τοῖς θρήνοις ἐτίμων τοὺς ἀτυχήσαντας. D.

Pan

109,18

μόνη τῶν ἁπάντων] Ἑλλήνων. AC.

Pan

109,19

τὴν προστασίαν, ἣν ἁπάντων ἀνθρώπων Ἡρακλῆς ἔσχεν] προστάτης γὰρ πάντων ἦν. A. αὐτὴ] ἐνθυμηθεῖσα ἡ πόλις. A.

Pan

109,20

ὥσπερ τινὰ ἐράνου φορὰν] εἰσφοράν. AC. ὥσπερ τινὰ ἐράνου φορὰν διεσώσατο] τὸ μὲν διε‐ σώσατο λέγει, διότι οὐκ εἴασε τὸ πατρῷον αὐτῆς ἀξίωμα ἀπολέσθαι. ἀλλ’ ὥσπερ ἐκεῖνος πᾶσιν ἀνθρώποις σω‐
5τὴρ καὶ προστάτης ἐγένετο, οὕτω καὶ αὕτη τούτοις. τὸ δὲ ἐράνου φορὰν, διότι, ὥσπερ ἐπί τινι χρείᾳ εἰσφέ‐
ρουσί τινες οἴκοθεν, οὕτω καὶ αὕτη, ὥσπερ τινὰ εἰσφο‐ ρὰν, τὴν σωτηρίαν αὐτοῖς εἰσέφερεν. AC. ἀντὶ σωτηρίας καταβολήν. εἰκότως δὲ ἐμνήσθη τῆς λέξεως, ἐπεὶ ἐκινδύ‐73
10νευον οἱ Ἡρακλεῖδαι. D. καὶ γὰρ ἐκείνῳ τῶν πλείστων διὰ Θησέως συνεπεί‐ ληπτο] συνεστράτευσε γὰρ οὗτος αὐτῷ κατὰ Ἀμαζόνων, καὶ κατὰ Τροίας ἐπὶ Λαομέδοντος. AC. ἀντὶ τοῦ ἐκοινώ‐ νησε. βεβαιοῖ δὲ τὴν χάριν, ἵνα δείξῃ κοινὰ ἔργα καὶ τῆς
15πόλεως. ἀσφαλῶς δέ ἐστι τῶν πλείστων. οὐ γὰρ τῶν φο‐ βερῶν ἐκοινώνησεν αὐτῶν. καλῶς δὲ καὶ τὸ διὰ Θησέως. οὐ γὰρ ἡ πόλις αὐτῷ κοινωνεῖν συνέπραξεν, ἀλλὰ Θησεύς. οἷον εἰς τὰ κατ’ Ἀμαζόνας, εἰς τὸν ἐν Τροίᾳ πόλεμον, τὸν κατὰ Λαομέδοντα. D.
20τῶν πλείστων] ἔργων. AC.

Pan

110,1

πάλαι κοινωνὸν ἦγεν, ἀφ’ οὗ ταὐτὰ ἑώρα γιγνώσκοντα ἑαυτῇ] ἢ ὅτι συνεμάχει αὐτῇ, ἢ ὅτι, ὥσπερ ἡ πόλις ταῖς πρὸς τοὺς ἄλλους εὐεργεσίαις ἔχαιρεν, οὕτω καὶ Ἡρακλῆς· πᾶς δὲ τὸ ὅμοιον αὐτῷ ἀγαπᾶ. AC.
5ἃ μὲν κατειργάσατο] ἡ πόλις. A. ἃ μὲν κατειργάσατο μετ’ αὐτῶν, καὶ ὑπὲρ αὐτῶν] τὸν πρὸς Εὐρυσθέα σημαίνει πόλεμον· τότε καὶ ὑπὲρ αὐ‐ τῶν καὶ μετ’ αὐτῶν ἐμαχέσαντο, κοινωνοῦντες τῆς τύχης, ὥσπερ καὶ τῆς πράξεως. D.

Pan

110,2

μετ’ αὐτῶν] τῶν Ἡρακλειδῶν. AC. ἐν ἑτέρᾳ τῶν λόγων καθήκει δηλῶσαι μερίδι] ὅτε διη‐ γοῦμαι τοὺς πολέμους· νῦν γὰρ τὴν ἀνθρωπίαν μόνον θέλει εἰπεῖν. D.
5καθήκει] πρέπει. A.

Pan

110,3

τὴν δ’ οὖν ἐπιτροπὴν] οἰκείως ἡ λέξις ἐν‐ ταῦθα κεῖται. ἡ γὰρ τῶν ὀρφανῶν πρόνοια ἐπιτροπὴ λέ‐ γεται. AC. πρόνοιαν, προστασίαν, τὴν κηδεμονίαν. οἰκείως γὰρ ἐπὶ τῶν ὀρφανῶν ἡ λέξις εἴρηται. D.
5οὐ γὰρ τὴν ὀρφανίαν—αὐτοῖς γενομένη] οὐκ ἐποίησε συμφορῶν ὀρφανείας πειρασθῆναι, ἀντὶ πατρὸς αὐτοῖς γε‐ νομένη, καὶ τῷ τρόπῳ τὴν φύσιν ἐνίκησε. D.

Pan

110,5

εὐεργέτας] ὄντας. A. τέτταρας μὲν δοῦσα νέμεσθαι πόλεις τῶν τότε οἰ‐ κουμένων ἐν τῇ χώρᾳ] τέτταρας πόλεις τὴν καλουμένην ἐν Ἀττικῇ τετράπολιν, Μαραθῶνα, Προβάλεθον, Τρικηρύ‐74
5σιον, Οἰνόην. καὶ τὸ μὲν οἰκουμένων εἶπε, δηλῶν τὸ λαμ‐ πρὸν τῆς εὐεργεσίας, ὅτι οὐκ ἀοικήτους, ἀλλ’ οἰκουμένους αὐτοῖς ἔδοσαν νέμεσθαι τόπους. τὸ δὲ πόλεις, ἢ ὅτι ὕστε‐ ρον οἱ τόποι οὗτοι πόλεις γεγόνασιν, ἢ ὅτι πόλεις ὁ συγ‐ γραφεὺς καλεῖ τὰς κώμας, διὰ τὸ δίκην πόλεως ταύτας
10οἰκεῖσθαι. AC. τὴν καλουμένην τετράπολιν, Μαραθῶνα, Προβαλίσιον, Τρικορίσιον, Οἰνόην. τὸ δὲ οἰκουμένων εἶπεν, ἵνα τὴν εὐεργεσίαν βελτίστην, ὅτι λαμπρὰς αὐτοῖς ἐχαρί‐ σατο πόλεις. πόλεις δὲ αὐτὰς ἐκάλεσεν, ὅτι πρὸ τῆς τοῦ Θησέως συνοικήσεως αἱ κῶμαι πόλεις ἐκαλοῦντο, ὥς φησιν ὁ
15συγγραφεύς. D.

Pan

110,6

τῶν τότε οἰκουμένων] νῦν γὰρ ἀοίκητοί εἰσι. C. πρώτους δὲ τρέψασα δημοσίᾳ] παρὰ τοῦ δημοσίου. ὥσπερ δὲ νόμον τοῦτο γενόμενον εἶπε τῇ πόλει· μετὰ ταῦτα γὰρ τῶν πολέμοις ἀποθανόντων δημοσίᾳ οἱ παῖδες ἐτρέ‐
5φοντο, μάλιστα δὲ ἀπὸ τῶν Περσικῶν. D. πατρὸς εὐεργέτου παῖδας] ὥσπερ. A.

Pan

110,7

τρέφειν] ἀπὸ τῶν Περσικῶν. AC. ἐνόμισε] ἐνομοθέτησε. C. μέντοι] μήν. C.

Pan

110,8

τὰ τροφεῖα] τουτέστι τὰς ἀμοιβὰς τῶν τρο‐ φῶν· εὗρε γὰρ αὐτοὺς ἀξίους τῆς ἀνατροφῆς. D. τὰ τροφεῖα πρέποντα ἐκομίσατο ἑαυτῇ] ὕστερον γὰρ συνεμάχησαν αὐτῇ. AC.
5τῶν γὰρ ὑπηργμένων] γεγενημένων. A. ὑπηργμένων, τὸ θέμα ὑπάρχω. A. ὧν αὐτὴ πρὸς αὐτοὺς πρόσθεν ἐποίη‐ σεν. C.

Pan

110,9

ὁδὸν (sic)] λόγον, τὴν καταφυγήν. ταύτην δὲ πρώτην καταφυγὴν τῶν δυστυχούντων ὑποτίθεται. εἶτα ἐπιλαμβανόμενος αὐτοῦ εἶπεν ὅτι μετὰ πολλοὺς συμβέβη‐ κεν. ὑπερβολικῶς δὲ εἶπεν· οὐδὲν γὰρ ἄλλοι πρὸς αὐτῶν
5ἦλθον. D. τὸ δεῦρο] τὸ εἰς τὴν πόλιν. A. ἤγουν μέχρι τοῦ νῦν, ἢ ἐνταῦθα. C. τῶν ἐκπιπτόντων] ἐκ τῶν σφετέρων πατρίδων. AC. ἐπὶ πολλοῖς τοῖς πρότερον] Ὀρέστῃ, Οἰδίποδι, Ἀδρά‐75
10στῳ. A. Ἀδράστῳ, Οἰδίποδι, Ὀρέστῃ. C. πρεσβύτερος γὰρ τῶν Ἡρακλειδῶν ὁ Ἄδραστος. D.

Pan

110,10

ἅπασι γὰρ ἡ πόλις ἑαυτὴν παρέσχε τοῖς ἐν χρείᾳ κοινὴν εὐθὺς ἐξ ἀρχῆς] τοῦτο εἶπεν, ἵνα μὴ δόξῃ ἐκ μεταβολῆς καὶ μετανοίας τοῦτο τῶν Ἀθηναίων τὸ ἐπι‐ τήδευμα. D.
5τοῖς ἐν χρείᾳ] χρῄζουσι. A.

Pan

110,11

εὐθὺς] ἐκ τοῦ εὐθὺς παρίστησιν ὅτι, ἡνίκα συνέστη καὶ πόλις γέγονε, ἔπραττε. C. ἐπὶ δυοῖν ὁρμεῖν] παροιμία τὸ ἐπὶ δυοῖν ὁρμεῖν ἐπὶ τῶν ἀσφαλῶς πρός τι χωρούντων. εἴρηται δὲ ἐκ μεταφο‐
5ρᾶς τῶν πλεόντων, ὅταν ἢ δυσὶν ἀγκύραις ὁρμίζωνται, ἢ ὅταν ἐλλιμενίσωσι μὲν, προσχρήσωνται δὲ καὶ ἀγκύρᾳ διὰ τὴν πλείστην ἀσφάλειαν. λέγει οὖν ἐνταῦθα ὡς ἅπαντες καὶ τῆς πατρίδος εἴχοντο, καὶ ταύτην πλείονος ἐνόμιζον ἀξίαν. AC. ἀντὶ τοῦ ἐπὶ δύο ἀγκυρῶν. τοῦτο δὲ λέγει ἐπὶ
10τῶν ἀσφαλῶς ὁρμούντων πλοίων. λέγει δὲ δύο πατρίδας, τήν τε αὐτῶν καὶ τὰς Ἀθήνας, ὥσπερ τὰ ἀσφαλῶς ὁρ‐ μοῦντα πλοῖα δύο χαλῶσι διὰ τὰ κύματα. D. ὁρμεῖν] ἐλλιμενίζειν. AC.

Pan

110,13

τὴν μὲν προτέραν] τὴν ἑαυτῶν. A. τὴν δ’ ὑστέραν] τὴν ἡμῶν. A. τὴν δ’ ὑστέραν προτέραν ἄγοντες τῇ δυνάμει] τῇ δυ‐ νάμει λέγει τῇ ὠφελείᾳ, ἵνα δείξῃ ταύτην τῆς οἰκείας καλ‐
5λίονα. ἔοικε δὲ τῷ Δημοσθενικῷ „Τὸ γὰρ πράττειν τοῦ λέγειν καὶ χειροτονεῖν ὕστερον ὂν τῇ τάξει πρότερον τῇ δυνάμει καὶ κρεῖττόν ἐστιν.“ D.

Pan

110,14

τοσούτῳ γὰρ βεβαιοτέραν ταύτην αὐτοῖς εἶναι] οὐ γὰρ ἦν ὅστις αὐτοὺς ἐντεῦθεν μεταστήσας. AC. λυσιτελεστέραν] πλειόνων γὰρ ἀγαθῶν ταύτῃ τῇ πα‐
τρίδι ἀπέλαυον. AC.76
5ἀνάλωτον] ἀπόρθητον. A. ἀήττητον, ἀπόρθητον. τὸ δὲ ἱερὰν πάλιν εἴρηται ἀπὸ παροιμίας· ἱερὰν ἄγκυραν. διὰ τὴν ἀσυλίαν τὴν δεδομένην τοῖς ἐπὶ τὰ ἱερὰ καταφεύ‐ γουσι. καλεῖται δὲ ἱερὰ ἡ μείζων πασῶν, μεθ’ ἣν οὐδεμιᾶς ἐστι σωτηρίας ἐλπὶς, ἐὰν μὴ ἰσχύσῃ κατασχεῖν τὴν ναῦν.
10τὸ δὲ ἱερὸν οἱ παλαιοὶ ἐπὶ τοῦ μεγάλου λέγουσιν· ἱερὸν ἰχθύν· καὶ οἱ ἱερὰν νόσον, τὴν ἐπιληψίαν. D.

Pan

110,15

ἔγνωσαν] τοῦτο κατὰ συνεκδοχὴν καὶ πρὸς τὸ βεβαιοτέραν λάμβανε. AC.

Pan

110,16

οἱ περὶ Θήβας ἀτυχήσαντες, καὶ πάσης τῆς Βοιωτίας συνεκπεσόντες] περὶ Θήβας ἀτυχήσαντας λέ‐ γει, ὡς μέν τινές φασι, τὸν Οἰδίποδα, ὡς δὲ ὁ Σώπα‐ τρος, τοὺς Ὀρχομενίους. Ὀρχομενὸς γὰρ πόλις τῆς Βοιω‐
5τίας, ἧς οἱ οἰκήτορες κατὰ Θηβαίων στρατεύσαντες, καὶ ὑπὸ τούτων καταπολεμηθέντες, Ἡρακλέους συμμαχοῦν‐ τος, (Θηβαῖος γὰρ ἦν) ἁπάσης τῆς Βοιωτίας ἐξελασθέν‐ τες, τῆς σφετέρας αὐτῶν καταστραφείσης ὑπὸ Θηβαίων πατρίδος, Ἀθήναζε καταφεύγουσι. γέγονε δὲ ἡ τούτων κατὰ
10Θηβαίων στρατεία διὰ τοὺς φόρους, οὓς Θηβαῖοι Ὀρχο‐ μενίοις πολὺν χρόνον ἐτέλουν. AC. ὡς ὁ Οἰδίπους ἐκπε ς, ὑπὸ Κρέοντος. πληθυντικῶς δὲ εἶπεν αὐξῆσαι θέλων τὰ ἐγκώ‐ μια· ὁ δὲ Σώπατρος ταύτην λέγει τὴν ἱστορίαν· ὅτι Ὀρ‐ χομένιοι κατὰ Θηβαίων ἐστρατεύσαντο σὺν Ἡρακλεῖ, παρ’
15ὧν ἡττηθέντες ἐξέπεσον τῆς Βοιωτίας, καὶ Ἀθηναῖοι αὐ‐ τοὺς ὑπεδέξαντο. ἐπολέμησαν δὲ πρὸς αὐτοὺς Ὀρχομένιοι, μὴ βουλόμενοι αὐτοῖς ὑπακούειν. D. Θετταλῶν] στασιάσαντες γὰρ ἦλθον Ἀθήναζε. AC.

Pan

110,17

ταύτῃ] ἤγουν ἐκεῖσε. AC. Ταναγραίων οἱ μεταστάντες] οἱ ὑπὸ Δωριέων ἐξελα‐ σθέντες Πελοποννήσιοι εἰς Τάναγραν, πόλιν τῆς Βοιωτίας, ἐλθόντες ἐξεῖλον αὐτήν. Ταναγραίοις οὖν τινες εἰς Ἀθήνας
5κατέφυγον. A. Τάναγρα, πόλις Βοιωτίας· οὗτοι μὴ ὑπα‐ κούοντες Θηβαίοις, ὑπ’ αὐτῶν ἐξεβλήθησαν, ὧν ἔνιοι εἰς Ἀθήνας ἐλθόντες ᾤκησαν. C. Τάναγρα, πόλις Βοιωτίας. τούτους τοὺς Ταναγραίους μὴ βουλομένους αὐτοῖς ὑπα‐
κοῦσαι οἱ Θηβαῖοι ἐξέβαλον· οἱ δὲ εἰς τὰς Ἀθήνας ἐλ‐77
10θόντες ᾤκησαν· μέμνηται δὲ τῆς ἱστορίας Ἡρόδοτος, Γε‐ φυραίους τοὺς Ταναγραίους καλῶν· ἡ δὲ ἱστορία πρὸ τῶν Μηδικῶν. D. Δωριέων Πελοποννήσου κρατησάντων] λέγει δὲ τῶν Ἀχαιῶν Δωριέων κρατησάντων τῆς Πελοποννήσου. εἶτα τῶν
15Δωριέων κατελθόντων καὶ ἐξελαυνόντων ἐκ τῶν αὐτῶν διαφερόντων τόπων τοὺς Ἀχαιοὺς, πάλιν οἱ Ἀχαιοὶ τοὺς Ἀθηναίους ἐπικαλούμενοι, ἀποίκους, Ἴωνας ἐξήλασαν, καὶ ἔσχον τὰς πόλεις. καὶ οἱ Ἴωνες πάλιν ἦλθον Ἀθήναζε, καὶ ὕστερον ἐπέμφθησαν εἰς τὴν Ἀσίαν. τοῦτο οὖν ἐστιν
20ὑπὸ τῶν εἰξάντων ἀναστάντες, ὅτι ὑπὸ Ἀχαιῶν τῶν ἐξε‐ λαθέντων ὑπὸ Δωριέων οἱ Ἴωνες ἀνέστησαν. D.

Pan

110,18

οὗτοι δ’ ἦσαν Ἰωνία πάντες] οἱ ἐν Ἰωνίᾳ ἀποικισθέντες, οὓς ἀπηριθμήσατο. A. Ἰνάρου τελευτήσαν‐ τος Μέδων καὶ Νηλεὺς, οἱ ἀδελφοὶ, περὶ βασιλείας, πό‐ τερος αὐτὴν λάβοι. ἔχρησεν αὐτοῖς ἐρωτῶσιν, ἔνθα ἂν ὁ
5σίαλος τὸν σίαλον τρίσαι, πρῶτος τίς τῶν δύο σπείσῃ, ἐκεῖνος λάβῃ καὶ τὴν βασιλείαν. ἀπιόντων τῶν δύο, τῷ Μέδοντι προσεφώνησεν ἡ ἱέρεια τῆς Ἀθηνᾶς ἐπισπεῖσαι. εἶτα ἔφησεν ὁ Μέδων, αὐτοῦ εἶναι τὴν βασιλείαν. ὁ Νη‐ λεὺς ἀντέφησε φάσκων, εἰρηκέναι τὸ τοῦ χρησμοῦ· ἔνθα
10ἂν ὁ σίαλος τὸν σίαλον τρίβῃ, πρῶτος τῶν δύο σπείσαι, ἐκείνου εἶναι καὶ τὴν βασιλείαν. ὁ Μέδων κατὰ τύχην θεᾶ‐ ται δύο ἐλαίας, διακεχωρισμένας μὲν ταῖς ῥίζαις, τοῖς δὲ κλάδοις ἐκπεπλεγμένας, καὶ ἐκ τοῦ τρίβειν ἀλλήλας ἐκβα‐ λούσας τρίσμα. ἐπέγνω τὸν χρησμὸν ὁ Μέδων, καὶ λαμ‐
15βάνει τὴν βασιλείαν. ἀπιστῶν δὲ ὁ Νηλεὺς τοῦτο εἶναι τὸν σίαλον, ἀπελθὼν εἰς Δελφοὺς ἤρετο τὸν Ἀπόλλωνα, εἰ αὐτὸς εἴη ὁ σίαλος. ὁ δὲ εἶπε τοῦτο εἶναι. ἀκούσας τοῦτο ὁ Νηλεὺς ἠρώτησε, πόλιν ἄρα οἰκήσει. ἔχρησεν οὕ‐ τως· Νηλεὺς φράζευ, ὅπως ἀδίκων Καρῶν γένος ἀνδρῶν
20ἐξελάσας, Ἕλληνας καὶ Ἴωνας ἐγκατοικῆσαι. καὶ τότε λα‐ βὼν τοὺς Ἴωνας τοὺς ἐξελαθέντας καὶ ὑπὸ τῶν Ἀχαιῶν ἐπήγαγεν εἰς τὴν Ἀσίαν. D.

Pan

110,19

τὸ δ’ αὐτὸ πρὸς ἀμφοτέρων τῶν αἰγιαλῶν ἐποίησε, τοῦ θ’ ἑσπερίου καὶ τοῦ ἑώου] ἐπειδὴ προβέβλη‐
ται ἡ Ἀττικὴ εἰς θάλατταν, ὡς ἔφημεν, ἑῶον καὶ δυτι‐ κὸν αἰγιαλὸν ἔχει. ἐκ μὲν τοῦ ἑώου Ἴωνας ὕστερον ἐδέ‐78
5ξατο ὑπὸ Περσῶν καταπολεμηθέντας, ἐκ δὲ τοῦ δυτικοῦ Μεσσηνίους καί τινας ἄλλους διά τινα τύχην. AC. αἰγια‐ λοὺς καλεῖ τὰ τέρματα τῆς οἰκουμένης, οἷον δύσιν καὶ ἀνατολάς. ἀπὸ μὲν ἀνατολῶν ἐδέξαντο ὕστερον τοὺς Ἴωνας ἀδικουμένους ὑπὸ Περσῶν, ἀπὸ δὲ τῶν δυτικῶν Μεσση‐
10νίους καὶ ἄλλους πολλούς. D.

Pan

111,1

ἐκκεχωρηκότα νῦν γένη τῶν Ἑλλήνων] οὐ γάρ ἐστι νῦν ταῦτα τὰ γένη, ἀλλ’ ὄνομα μόνον αὐτῶν ᾄδεται. AC. ἐκκεχωρηκότα] ἀντὶ τοῦ ἐκπεσόντα ἢ ἀφανισθέντα.
5βούλεται δὲ δεῖξαι ὅτι καὶ βαρβάρους ἡ πόλις ἐδέξατο. ἰστέον δὲ ὅτι τῶν Δρυόπων ἱστορίαν λέγειν οὐκ ἔχομεν, πλὴν ὅτι καὶ αὐτοὶ ἐλθόντες ᾤκησαν εἰς Ἀθήνας. ἡ δὲ τῶν Πελασγῶν αὕτη· λῃσταί τινες ἦσαν οἱ Πελασγοὶ, οἰ‐ κοῦντες περὶ τὰ μέρη τῆς Τυρρηνίας, ὡς Ἡρόδοτος ἐν τῷ
10αʹ, οἳ ἐλθόντες κατῴκησαν ἐν Θετταλίᾳ· ἐκδιωχθέντες δὲ ὑπὸ τῶν προσοίκων, ἦλθον εἰς Ἀθήνας, κἀκεῖσε γυναῖκας Ἀττικὰς βιασάμενοι ἔφυγον εἰς Λῆμνον· καὶ νοσοῦσι Λη‐ μνίοις ἔχρησεν ὁ θεὸς, μὴ παύσασθαι τὸ κακὸν, εἰ μὴ Πελασγοὺς Λήμνιοι Ἀθηναίοις ἐκδῶσιν· οἱ δὲ ἐξέδωκαν. D.
15Δρύοπας] ἔθνος. A.

Pan

111,2

Πελασγοὺς] λῃσταί τινες ἦσαν οἱ Πελασγοὶ, οἰκοῦντες περὶ τὰ μέρη τῆς Τυρρηνίας, ὡς Ἡρόδοτος ἐν τῷ πρώτῳ φησὶ, καὶ ἐλθόντες κατῴκησαν εἰς Θετταλίαν· ἐκδιωχθέντες δὲ ὑπὸ τῶν προσοίκων ἦλθον εἰς Ἀθήνας·
5ὡσαύτως καὶ οἱ Δρύοπες ἐνταυθοῖ κατέφυγον. AC. αἱ γὰρ ἀπ’ αὐτῶν ἐπωνυμίαι] χῶραι γὰρ ἔνθεν τῇ Ἀττικῇ Δρυοπία καὶ Πελασγία καλούμεναι. AC. τῷ περι‐ ληπτικῷ ἐχρήσατο σχήματι· οὐ γὰρ ἀπὸ Δρυόπων ὁ τόπος ἐν Ἀθήναις προσαγορεύεται, ἀλλ’ ἀπὸ μόνων Πελασγῶν,
10ὡς μαρτυρεῖ Θουκυδίδης, τὸ Πελασγεῖ καὶ Ἄργος εἰπών. D.

Pan

111,3

καὶ σωτηρίας εἰσὶν] σύμβολον. A.79

Pan

111,6

πόρρωθεν προκηρύττουσα θαρρεῖν] πρὸ τοῦ συμφόρῳ τούτους περιπεσεῖν. AC.

Pan

111,7

ἀλλ’ ἢ πατρίδα μεταλλάξουσιν] ἤγουν ἀντὶ τῆς οἰκείας ταύτην πατρίδα αἱρήσονται. AC.

Pan

111,8

οἷς] ἐκείνοις. A. μιᾶς μέν γε τῶν τριῶν ἐν Πελοποννήσῳ μοιρῶν διαφθα‐ ρείσης, τῆς Μεσσηνίων] ἰστέον ὅτι τῆς Πελοποννήσου εἰς τρία μέρη διαιρουμένης ἓν μέρος ἐστὶν ἡ Μεσσήνεια. C.
5μιᾶς μέν γε τῶν τριῶν] οἱ Ἡρακλεῖδαι, ὅτε ἠθέλη‐ σαν κρατῆσαι τῆς Πελοποννήσου, ἐν τῷ αὐτῷ χρόνῳ δύο χρησμοὺς εἰλήφασιν, ὧν ὁ εἷς ἐκέλευε τὸν ἀπαντήσαντα αὐτοῖς ἡγεμόνα ποιῆσαι, ὁ δὲ ἕτερος μεθ’ ὧν φάγωσιν, ἐκείνου μὴ πολεμῆσαι. ὡς κατήρχοντο γοῦν, ἀπήντησεν
10αὐτοῖς ὁ ζῆλος, μετὰ ἑτεροφθάλμου ἡμιόνου. γνόντες δὲ τὸν χρησμὸν οἱ Ἡρακλεῖδαι ἐποίησαν αὐτὸν ἡγεμόνα, ἀποκαταστήσαντες αὐτῷ τὴν πατρικὴν βασιλείαν τοῖς Ἕλ‐ λησιν. ἐκβληθεὶς γὰρ ἦν ἐξ αὐτῆς. ἀπιόντων δὲ πάλιν αὐτῶν ἐπὶ τὴν Ἀρκαδίαν, ὁ τῶν Ἀρκάδων βασιλεὺς, ἀκού‐
15σας αὐτοὺς ἔρχεσθαι, ἔπεμψέ τινας μετὰ δώρων. εἶτα ἀπήν‐ τησαν οἱ Ἀρκάδες τοῖς προδρόμοις τῶν Ἡρακλειδῶν, καὶ ἤρξαντο πωλεῖν αὐτοῖς τινα καὶ συνεσθίειν. μεταξὺ δὲ εἰς στάσιν ἐκινήθησαν. ἐδήλωσεν οὖν αὐτοῖς ὁ βασιλεὺς τῶν Ἀρκάδων ὅτι ἀδικεῖτε πολεμοῦντες τοῖς μεθ’ ὑμῶν ἑστια‐
20θεῖσι. καὶ ἀναπολήσαντες τὸν χρησμὸν ἐπαύσαντο, καὶ ἐξελάσαντες Μεσσηνίους ᾤκησαν τὴν αὐτῶν. καὶ οἱ ἀπο‐ φυγόντες Μεσσηνίων, καὶ μὴ τῷ πολέμῳ φθαρέντες, Ἀθή‐ νησιν ἀφικνοῦνται. ἄλλως. ἔθος ἦν Λακεδαιμονίοις πέμπειν κόρας ἐν τῇ Μεσσηνίων ἑορτῇ. τινὲς δὲ τῶν Μεσσηνίων
25τὰς κόρας διέφθειραν. ἐζήτουν εἰς τιμωρίαν τοὺς φθεί‐ ραντας Λακεδαιμόνιοι. οὐκ ἔδωκαν. ὀργισθέντες οὖν κατέ‐ σκαψαν τὴν Μεσσήνην Λακεδαιμόνιοι, καὶ οἱ ἐκφυγόντες τούτους ἐν τῷ πολέμῳ εἰς Ἀθήνας ἔρχονται. AC. οἱ Ἡρα‐ κλεῖδαι, ὅτε ἠθέλησαν κρατῆσαι τῆς Πελοποννήσου, ἐν
30τῷ αὐτῷ χρόνῳ, δύο χρησαμένους εἰλήφασιν, ὧν ὁ εἷς ἐκέλευσε, τὸν ἀπαντήσαντα ἡγεμόνα ποιήσασθαι, ὁ δὲ ἕτε‐ ρος, μεθ’ ὧν φάγωσιν, ἐκείνοις μὴ πολεμῆσαι. ὡς κατήρ‐ χοντο οὖν οἱ Ἡρακλεῖδαι, ἀπήντησεν αὐτοῖς ὁ ὀξύλογος μεθ’ ἑτεροφθάλμου ἡμιόνου. γνόντες τὸν χρησμὸν οἱ80
35Ἡρακλεῖδαι ἐποίησαν αὐτὸν ἡγεμόνα, ἀποκαταστήσαντες αὐτῷ τὴν πατρικὴν βασιλείαν τῆς Ἤλιδος. ἐκβληθεὶς γὰρ ἦν ἐξ αὐτῆς ὁ ὀξύλογος. ἀπιόντων δὲ τῶν Ἡρακλειδῶν ἐπὶ τὴν Ἀρκαδίαν, ὁ τῶν Ἀρκάδων βασιλεὺς, ἀκούσας ἔρχεσθαι τοὺς Ἡρακλείδας, ἔπεμψέ τινας μετὰ δώρων.
40εἶτα ὑπήντησαν οἱ Ἀρκάδες τοῖς προδρόμοις τῶν Ἡρα‐ κλειδῶν, καὶ ἤρξαντο αὐτοῖς πωλεῖν τινα καὶ συνεσθίειν. μετὰ δὲ τοῦτο ὁ βασιλεὺς τῶν Ἀρκάδων ἐδήλωσε τοῖς Ἡρακλείδαις ὅτι ἀδικεῖτε πολεμοῦντες τοὺς μεθ’ ὑμῶν ἑστιαθέντας. καὶ ἀναπολήσαντες τὸν χρησμὸν οἱ Ἡρακλεῖ‐
45δαι ἐπαύσαντο, καὶ ἔσχον λοιπὸν τὴν Ἀργολικὴν καὶ Μεσ‐ σηνιακὴν καὶ Λακωνικήν. D. διαφθαρείσης] ἔθος ἦν πέμπειν Λακεδαιμονίους κόρους καὶ κόρας ἐν τῇ Μεσσηνίων ἑορτῇ. εἶτα τινὲς τῶν Μεσσηνίων βίᾳ τὰς κόρας διέφθει‐ ραν. ἐζήτουν δὲ εἰς τιμωρίαν τοὺς φθείραντας Λακεδαιμό‐

Pan

111,8

(50)

νιοι. οὐκ ἐξέδωκαν. καὶ ὀργισθέντες κατέσκαψαν τὴν Μεσ‐ σήνην Λακεδαιμόνιοι. D.

Pan

111,9

μόνη διετήρησε τοὺς λοιποὺς αὐτῶν] οἷον τὸ λειπόμενον, καὶ τὸ λείψανον. διπλῆν γὰρ λέγει τὴν εὐεργεσίαν τὸ δέξασθαι καὶ δοῦναι οἴκησιν. λέγει δὲ τὴν Ναύπακτον. D.
5δεξαμένη τε καὶ σκεψαμένη τόπους, ἐν οἷς ἔμελλον ἱδρύσεσθαι] τὴν γὰρ Ναύπακτον ἔδωκεν αὐτοῖς κατοικεῖν. A. τὴν γὰρ Ναύπακτον αὐτοῖς ἔδωκεν ἱδρύσεσθαι. C.

Pan

111,10

αὖθις δὲ τοῦ περὶ Βοιωτίαν πάθους] πλη‐ σίον Βοιωτίας ἡ Πλάταια, ἣν πολιορκοῦντες μετὰ Θη‐ βαίων Λακεδαιμόνιοι, ὡς Θουκυδίδης ἐν τῇ τρίτῃ τῶν ἱστο‐ ρικῶν φησι, καὶ πάσῃ χρώμενοι μηχανῇ μόλις κατέσκα‐
5ψαν. πρὶν δὲ τῆς κατασκαφῆς ἄνδρες τινὲς τῶν Πλα‐ ταιέων νυκτὸς ὑπερβάντες τῷ τείχει, καὶ λαθόντες τὸ
τῶν πολεμίων στράτευμα Ἀθήναζε παρεγένοντο, οὓς καὶ πταίσαντας λέγει ἤγουν δυστυχήσαντας. AC. ἡ ἱστορία ἐν τῇ γʹ Θουκυδίδου. ὅτι Θηβαῖοι κατέσκαψαν Πλάταιαν81
10μετὰ Λακεδαιμονίων. τοὺς δὲ νύκτωρ ἐξελθόντας λέγει τῶν Πλαταιῶν, καὶ ὑπερβάντας τὰ τείχη. τὸ δὲ αὖθις εἶπε διὰ τὸν Οἰδίπουν. D.

Pan

111,11

ἐνευτυχῆσαι] ἐνευτυχῆσαι λέγει, ἐπειδὴ ἐν ταύτῃ Παυσανίας μετὰ τῶν Ἑλλήνων τὸ τοῦ Πέρσου πε‐ ζὸν διώλεσε. AC. τουτέστιν ἐν ταύτῃ εὐτυχῆσαι. λέγει δὲ τὴν τελευταίαν μάχην τὴν γενομένην ἐν Πλαταιᾷ τῶν Περ‐
5σῶν. παρ’ ἀξίαν δὲ, ὅτι πόλιν, ἐν ἧ νενικήκασι, ταύτην ἀνεῖλον. ἀπροσδοκήτως δὲ εἶπεν, ἐπειδὴ οὐκ ἤλπιζον ὅτι ἀπὸ Περσῶν σωθεῖσα ὑπὸ Θηβαίων ἀπολεῖται· καὶ τὸ παρ’ ἀξίαν δὲ, ὅτι τοὺς βαρβάρους νικήσασα ὑπὸ Ἑλλή‐ νων κατέσκαπται. D.

Pan

111,12

ἀπροσδοκήτως] οὐ γὰρ ἤλπιζεν ἀπὸ Περ‐ σῶν σωθεῖσα ὑφ’ Ἑλλήνων κατεσκάφθαι. AC. παρ’ ἀξίαν] τὸ παρ’ ἀξίαν λέγει, ἐπειδήπερ ἀντὶ τοῦ χάριν αὐτῇ διδόναι, ὧν ἐν ταύτῃ κατώρθωσαν, πα‐
5ρεστήσαντο. AC.

Pan

111,13

ἐξήκει] ἐξῆλθε τοῦ Ἑλληνικοῦ καταλόγου. A. ἐξῆλθε τῶν Ἑλλήνων, ἤτοι ἀπώλετο. C. ἀντὶ τοῦ ἀπώ‐ λετο· λέγει δὲ οὐ μόνον τῆς Ἑλλάδος, ἀλλὰ καὶ τοῦ βίου παντός. εὐφήμως δὲ εἶπε τὸ ἐξήκει, ἀντὶ τοῦ διεφθάρη
5καὶ ἀπώλετο· τὸ γὰρ παρεληλυθὸς δοκεῖ οἴχεσθαι, καὶ κειμένειν ἐστί. D.

Pan

111,14

μετὰ καλοῦ τοῦ σχήματος] ἀξιώματος. A. σχῆμα λέγει τὸ ἀξίωμα, ὅτι Ἀθηναῖοι αὐτοὺς ἀνέγρα‐ ψαν. D.

Pan

111,15

τὸ μνημεῖον] τὴν μνήμην. A. ὥσπερ εἰκὸς ἦν] ποιῆσαι. AC.

Pan

111,16

τῶν ἐκεῖ φανερῶν] προυχόντων. AC. πάλιν τοίνυν Θηβαίων κακῶς] ἐξ Ἀκάνθου καὶ Ἀπολ‐ λωνίας ἐπέμφθησαν πρέσβεις πρὸς Λακεδαιμονίους, φάσκον‐ τες ὡς οἱ Ὀλύνθιοι ποιοῦνται συμμαχίαν παρ’ Ἀθη‐
5ναίων ἐπὶ τὸ καταλαβεῖν τὰς Χαλκιδικὰς πόλεις. ἀκού‐
σαντες τοῦτο Λακεδαιμόνιοι, καὶ βουλόμενοι κωλύειν, τὴν μὲν εὐπρεπῆ δύναμιν ἔπεμψαν δι’ Εὐδάμου, ὕστερον δὲ διὰ τοῦ ἀδελφοῦ αὐτοῦ ἀπέστειλαν τὴν λοιπήν· κατ’ ἐκεῖνο καιροῦ ἐν Θήβαις * ἀλλήλοις Ἰσμηνίας δὲ καὶ Λεον‐82
10τιάδης· ἀπερχομένου τοῦ Φοιβίδου διὰ Θηβαίων ἐπὶ τὴν Ὄλυνθον, μήτε τῶν ἄλλων ἀπαντησάντων, μήτε Ἰσμηνίου ὁ Λεοντιάδης μόνος ὑπήντησε, καὶ ἤρξατο πείθειν αὐτὸν ἐπὶ τῷ καταλαβεῖν τὴν Καδμείαν, ἀναμιμνήσκων παλαιᾶς ἔχθρας πρὸς Λακεδαιμονίους. καὶ πεισθεὶς ὁ Φοιβίδας
15καταλαμβάνει τὴν ἀκρόπολιν, καταστήσας ἐν αὐτῇ τυράν‐ νους τοὺς περὶ Ἀρχίαν καὶ φρουράν. τῶν γοῦν τυράννων κακῶς χρωμένων τοῖς Θηβαίοις, ἔφυγον πολλοὶ τούτων ἐν Ἀθήναις· ὧν ἦσαν καὶ οἱ περὶ Μέλωνα· ὅστις Μέλων ἐλ‐ θόντι τῶν τυράννων ὑπηρέτῃ, Φυλίδᾳ, ἐν τῇ Ἀττικῇ
20συνετάξατο, ὅτι, ἐὰν θέλωσιν οἱ περὶ Ἀρχίαν πρὸς συν‐ ουσίαν γυναῖκας, ἐμοὶ τοῦτο λέγειν· οἶδα γάρ τινας ἐλευ‐ θέρας, βουλομένας τὴν μετὰ τούτων μίξιν. ὁ δὲ Φυλίδας κελευσθεὶς παρὰ τῶν τυράννων ἐνεγκεῖν τὰς γυναῖκας, εἶπε τῷ Μέλωνι. καὶ ὃς γενομένης ἑσπέρας, καὶ μεθυσθέν‐
25των τῶν τυράννων, πέμπει ὡπλισμένους ἄνδρας Ἀθη‐ ναίους, γυναικείαν περιβεβλημένους στολήν. ἀποδυθέντες οὖν οἱ τύραννοι πρὸς τούτοις συγκαθευδῆσαι, ἀποσφάτ‐ τονται ὑπ’ αὐτῶν, καὶ σύρονται δι’ ὅλης τῆς πόλεως ἐν τῇ νυκτὶ, καὶ οὕτω συνέβη ἀνῃρῆσθαι τοὺς τυράννους.
30ἀπελθόντες δὲ καὶ πρὸς τὸν Λεοντιάδην ἀνέκρουον τὴν θύ‐ ραν, καὶ ὃς μηδὲν τῶν γινομένων εἰδὼς κατῆλθε, καὶ φονεύεται παρ’ αὐτῶν. AC. ἐξ Ἀκάνθου καὶ Ἀπολλωνίας ἐπέμφθησαν πρέσβεις πρὸς Λακεδαιμονίους, φάσκοντες τοὺς Ὀλυνθίους ποιεῖσθαι ἑαυταῖς συμμαχίαν, ἐπὶ τῷ
35καταλαβεῖν τὰς Χαλκιδικὰς πόλεις. ἀκούσαντες τοῦτο οἱ Λακεδαιμόνιοι τὴν μὲν εὐτρεπῆ δύναμιν ἔπεμψαν δι’ Εὐ‐ δαμίδα, ὕστερον δὲ διὰ Φοιβίδου, τοῦ ἀδελφοῦ αὐτοῦ,
ἀπέστειλαν τὴν λοιπήν. καὶ κατ’ ἐκεῖνο καιροῦ ἐν Θήβαις ἀντεπολιτεύοντο ἀλλήλοις Ἰσμηνίας καὶ Λεοντιάδης. ἀπερ‐83
40χομένου δὲ τοῦ Φοιβίδου διὰ Θηβαίων ἐπὶ τὴν Ὄλυνθον, τῶν ἄλλων μὴ ἀπαντησάντων, μήτε μὴν Ἰσμηνίου, ὁ Λεον‐ τιάδης μόνος ὑπήντησεν· εἶτα ἤρξατο πείθειν αὐτοὺς, ἐπὶ τῷ καταλαβεῖν τὴν Καδμείαν, ἀναμιμνήσκων αὐτοὺς καὶ παλαιᾶς ἔχθρας Θηβαίων πρὸς Λακεδαιμονίους. τὸ δὲ
45τέλος ὁ Φοιβίδας καταλαμβάνει τὴν ἀκρόπολιν, καταστή‐ σας ἐν αὐτῇ τοὺς τυράννους τοὺς περὶ Ἀρχίαν καὶ φρου‐ ράν· τῶν δὲ τυράννων κακῶς χρωμένων τοῖς Θηβαίοις, ἔφυγον πολλοὶ τῶν Θηβαίων Ἀθήνησιν, ὧν ἦσαν καὶ οἱ περὶ Μέλωνα· ὅστις Μέλων ἐλθόντος Φιλίδα ἐν τῇ Ἀττικῇ

Pan

111,16

(50)

τῶν τυράννων ὑπηρέτῃ συνετάξατο, ὅτι, ἐὰν θέλωσιν οἱ περὶ Ἀρχίαν πρὸς συνουσίαν γυναῖκας, προσκαλεῖν ἡμᾶς, καὶ λέγειν ὅτι τινὲς ἐλεύθεραι ἦσαν, καὶ οὐκ ἐθέλουσιν, ὥστε καὶ τὸ πρᾶγμα γινώσκεσθαι· ὁ δὲ Φιλίδας κελευ‐ σθεὶς παρὰ τῶν τυράννων ἐνεγκεῖν τὰς γυναῖκας εἶπε τοῦτο.
55εἶτα, φησὶ, γενομένης ἑσπέρας, πέμπει ὁ Φιλίδας τοὺς τούτων οἰκέτας εἴς τινα οἰκίαν φίλου μετὰ ἀνθρώπου· καὶ δὴ, φησὶν, εἰσῆλθον οἱ περὶ Μέλωνα, γυναικείαν στολὴν περιβεβλημένοι, καὶ τὰς ὄψεις ὡσαύτως δή τινες γυναῖκες γινόμενοι. εἶτα εἰσελθόντων τούτων καὶ ἀποδυσαμένων
60πρὸς τὸ τούτοις συγκαθεύδειν, ἐγένετο ἡ σπουδή. φονεύ‐ σαντες δὲ τοὺς τυράννους, ἔσυρον αὐτοὺς δι’ ὅλης τῆς πόλεως ἐν τῇ νυκτί. καὶ οὕτω συνέβη ἀνῃρῆσθαι τοὺς τυ‐ ράννους. ἀπελθόντες δὲ καὶ πρὸς τὸν Λεοντιάδην οἱ περὶ Μέλωνα καὶ Φιλίδαν ἀνέκρουον τὴν θύραν. ὁ Λεοντιάδης
65νομίσας τοὺς ὑπὲρ τῶν τυράννων δεσμευθέντας μὴ ἥκειν, κατῆλθε, καὶ φονεύεται παρ’ αὐτῶν. D.

Pan

111,19

Πλαταιέας δεύτερον ἐξοικισθέντας] δεύτερόν φησιν ἠτυχηκέναι τοὺς Πλαταιέας, τὸ μὲν πρῶτον ὑπὸ Λακεδαιμονίων καὶ Θηβαίων ἐν τῷ Πελοποννησιακῷ, τὸ δὲ δεύτερον ὑπὸ Θηβαίων μετὰ τὴν ἐπὶ Ἀνταλκίδου. ἐν
5γὰρ ταῖς σπονδαῖς ταύταις ἦν δοχεῖον τοῦ μὲν βασιλέως, ἔχειν ὑπ’ αὐτὸν πᾶσαν τὴν Ἀσίαν καὶ Ἀμαζόνας, καὶ τῶν νήσων τὴν Κύπρον, τὰς δὲ λοιπὰς πόλεις καὶ μικρὰς καὶ μεγάλας αὐτονόμους εἶναι. τότε οὖν οἱ Θηβαῖοι μὴ βου‐ λόμενοι μετέχειν τοὺς Πλαταιέας τοῦ συνεδρίου κατέσκα‐
10ψαν αὐτούς. D.84

Pan

112,2

τοὺς ἐκ Κορίνθου, καὶ Θάσου, καὶ Βυ‐ ζαντίου] τούτων τῶν τριῶν μέμνηται Δημοσθένης φανερῶς ἐν τοῦ πρὸς Λεπτίνην· Κορινθίων μὲν, ὅτι ἐδέξαντο ἐν τῷ τείχει τοὺς Ἀθηναίους στρατιώτας· Θασίων δὲ διὰ τὸν
5Ἔκφαντον· Βυζαντίων δὲ διὰ Ἀρχέβιον καὶ Ἡρακλείδην. Θάσος δὲ νῆσος τῆς Θράκης. ταύτην Λακεδαιμόνιοι μετὰ τὸν Πελοποννησιακὸν ᾠκειώσαντο, πάσης τῆς Ἑλληνικῆς θαλάσσης ἄρξαντες. Θάσιοι δὲ τὴν βίαν αὐτῶν μὴ φέρον‐ τες, δι’ Ἐκφάντου τοῦ ἰδίου στρατηγοῦ αὐτῶν, πρὸς Θρα‐
10σύβουλον, τὸν τῶν Ἀθηναίων στρατηγὸν, ἐπρεσβεύσαντο, περὶ τὴν Θρᾴκην τότε ὄντα· ὁ δὲ εἰσελθὼν τῶν Λακε‐ δαιμονίων ἐξέβαλε φρουρὰν, ἣν κατέστησεν ἐκεῖσε. D.

Pan

112,3

τοὺς ἐκ τῶν νήσων] καταφυγόντας ἐνταῦθα. AC. οὐ λέγει τῶν Κυκλάδων, ἀλλὰ πασῶν. εἰ δέ τις εἴποι, τί οὖν, ἡ Θάσος οὐκ ἔστι νῆσος, λέγομεν, ἄνω μιᾶς μό‐ νης μνησθεὶς, ἐνταῦθα περὶ πασῶν βούλεται εἰπεῖν.
5πρὸς τὴν ἁπάντων τύχην ἁμιλλωμένη] ἠγωνίζετο γὰρ, ὅπως, οὓς ἂν ἐκείνη καθέλῃ, αὐτῇ ἀνορθώσῃ. AC.

Pan

112,4

ἐπὶ θάτερα] ἐπὶ τὰ ἐναντία. ἀντὶ τοῦ εἰς εὐτυχίαν. εἰ δὲ τὸ ἐπὶ θάτερα δηλοῖ τὰ ἐναντία τῶν κα‐ λῶν, ὅ ἐστι φαῦλα, ἐνταῦθα τὴν λέξιν ἐπὶ καλοῦ εἴλη‐ φεν. D.

Pan

112,5

τὴν παροιμίαν ἐνήλλαξεν] Σοφοκλέους ὂν ἐν Οἰδίποδι τοῦτο εἰς παροιμίαν ἐπεκράτησε. AC. τὸ φί‐ λου κακῶς πράξαντος, ἐκποδὼν φίλοι. C.

Pan

112,6

πολλοὺς καὶ τῶν πρόσθεν διαφόρων] ἐχθρῶν. A. πρὸ γὰρ τῶν Θηβαίων κατασκαφῆς Ὄλυνθον ὁ Φί‐ λιππος εἷλεν· οὕτω καὶ Δημοσθένης· Ὄλυνθον μὲν δὴ καὶ Μεθώνην, καὶ δύο καὶ τριάκοντα πόλεις. D.

Pan

112,7

κακῶς δ’ ἀπαλλάξαντας] ἤγουν ἀπαλλαγέν‐ τας τῆς εὐτυχίας. AC. τῇ τύχῃ] ἀντὶ τοῦ πρὸς τὴν τύχην οὐ ῥυθμιζομέ‐ νους τῶν ἄλλων. εὐφήμως δὲ πάλιν τύχην, τὴν συμφο‐
5ράν. D. τῇ τύχῃ μετροῦσα τὴν φιλανθρωπίαν] ἤγουν μέχρις
ἂν ἐκείνη εἴη τούτοις φιλάνθρωπος καὶ αὐτή. C.85

Pan

112,8

τοῖς πολλοῖς] αἰνίττεται εἰς τοὺς Ἡρακλεί‐ δας, ὅτι τέσσαρας αὐτοῖς δέδωκε πόλεις. D.

Pan

112,9

ὧν, ὅτε κάλλιστα ἔπραττον, οὐδ’ ἐλπὶς ἦν αὐτοῖς] οὐκ ἤλπιζον γὰρ τῆς τῶν Ἀθηναίων μετέχειν πο‐ λιτείας. D.

Pan

112,10

ἐν ἅπασι τοῖς τῆς χρείας καιροῖς] ἤγουν ὅτε φιλανθρωπίας ἔχρῃζον. C.

Pan

112,12

τὴν ἐπιτηδειότητα] τὴν οἰκειότητα καὶ ὁμό‐ νοιαν. A. τὴν οἰκειότητα, τὴν ὁμολογίαν. C.

Pan

112,13

οἷς αὐτὴ παρ’ αὐτῆς ἀπέστειλεν] τῷ σίτῳ, καὶ τοῖς ἄλλοις, ἃ παρ’ Ἀθηναίων ἑκασταχοῦ γέ‐ γονεν. AC. ἀλλὰ καὶ τοῦ τοὔδαφος παρέχειν] νῦν θέλει δεῖξαι
5τὴν πόλιν πρεσβυτάτην οὖσαν τῶν ἄλλων πόλεων, οὐ μό‐ νον τῷ πρώτην γενέσθαι, ἀλλὰ καὶ τῷ δέχεσθαι καὶ σώζειν τοὺς δυστυχοῦντας. D.

Pan

112,15

ἓν μὲν οὖν τοῦτο τοιοῦτο καὶ τοσοῦτον εἶδος εὐεργεσίας] τὴν ὑποδοχὴν λέγει. μεταβαίνει δὲ λοιπὸν ἐπὶ τὴν ἀποικίαν ἀκολούθως. ἔδει γὰρ πρῶτον ὑποδέξα‐ σθαι, εἶτα ὡς μὴ χωρούσης τῆς Ἀττικῆς ἀποικίσαι. D.
5τοῖς προϋπηργμένοις] ἤγουν τῇ τοῦ σίτου δόσει καὶ τῶν ἄλλων. C.

Pan

112,16

μεγέθους χάριν οὐ λείπεται] ἤγουν οὐκ ἔλατ‐ τόν ἐστιν, ἀλλ’ ἐξισοῦται τούτοις τῷ μεγέθει. AC.

Pan

112,17

τὸν κοινὸν τῶν Ἑλλήνων ἐξηγητὴν] πᾶσι γὰρ ἀνθρώποις τὰς μαντείας ἐκφαίνει. A. πᾶσι γὰρ ἀν‐ θρώποις τὰς μαντείας ἐμφαίνει. ἐρωτῶσι δὲ καὶ τοῖς Ἀθη‐ ναίοις, τί δεῖ περὶ τῶν καταφευγόντων ποιῆσαι, ἔχρησεν
5ὡς δεῖ ἀποικίας τούτων ποιῆσαι. C. βούλεται εἰπεῖν ὅτι οὐκ ἄνευ μαντείας οὐδὲ γνώμης τοῦ Ἀπόλλωνος τὰς ἀποι‐ κίας ἐποιεῖτο. ἐξηγητὴν δὲ καλεῖ τὸν διδάσκαλον. D. ἑαυτῇ δὲ πατρῷον] πατρῷος ὁ Ἀπόλλων Ἀθηναίοις. ἀπὸ γὰρ Κρεούσης καὶ Ἀπόλλωνος Ἴων, ἐξ οὗ Ἴωνες. D.

Pan

112,18

ἐξήγαγε πανταχῆ γῆς] πρῶτον εἰπὼν κα‐ θόλου τὸ πανταχῆ προϊὼν μερίζει. AC.
τὸ Ἑλληνικὸν] γένος. A. τὴν αὐτὴν φυλακὴν ἅμα καὶ προσθήκην τῷ γένει86
5ποιουμένη] οἱ γὰρ ἀποικισθέντες καὶ φυλακὴ τῆς παλαιᾶς ἦσαν Ἑλλάδος καὶ προσθήκη. C. προσθήκην καλεῖ τὴν αὔξησιν. ἀκολουθεῖ δὲ τῇ αὐξήσει καὶ ἡ φυλακὴ, ἥτις ἐστὶν ἡ ἀσφάλεια. ἔνθα γὰρ πλῆθος, ἐκεῖ καὶ ἀσφάλεια. D.

Pan

112,19

καὶ πρῶτον μὲν τὴν ἐπικειμένην ἐκάθηρε θάλατταν] τὸν Αἰγαῖον λέγει, καὶ τὰς νήσους τὰς ἐν αὐτῷ. ἐπικειμένην δὲ λέγει τὴν γείτονα. γειτονιάζει γὰρ τὸ Αἰγαῖον πέλαγος, ὡς αὐτῆς ὄν. ἐκάθηρε δὲ τοῦ λῃ‐
5στικοῦ, ὅ ἐστιν ἡμέρωσε. καὶ ὁ Θουκυδίδης ἐν τῇ πρώτῃ. εἰρηκὼς δὲ τὸ ἔοικα οὐ τὸ πρῶτον, ὥσπερ ἐλάβετο ἑαυτοῦ. ἀλλ’ ἐρεῖ τις ὅτι καλῶς εἶπε πρὸ τῆς ἀποικίας τὴν κά‐ θαρσιν· πρῶτον γάρ τις καθαίρει, εἶτα ἀποικίζει. λέγο‐ μεν οὖν ὅτι χρόνος ἐστὶν ἀντὶ χρόνου· ἵν’ ᾖ· ἔοικα δὲ οὐ
10τὸ πρῶτον εἰρηκέναι, ἐπεὶ ἐναντίον εὑρίσκεται. πρὶν γὰρ εἰπεῖν τὸ ὅτι ἐκάθηρε τὴν ἐπικειμένην θάλατταν, εἶπε· προσλαβοῦσα γὰρ τὸν Ἀπόλλωνα ἐξήγαγε πανταχῆ γῆς· ὅπερ ἐστὶ τῇ τάξει δεύτερον· πρῶτον γὰρ ἐκάθηρεν, εἶτα καὶ ἀπῴκισεν. ἡ δὲ σύνταξις οὕτως· πρῶτον μὲν γὰρ τὴν
15ἐπικειμένην ἐκάθηρε θάλατταν, καὶ τῆς Ἑλλάδος ὥσπερ λήμην ἀφείλετο. λήμην δὲ καλεῖ τὴν ἀκαθαρσίαν· ὥσπερ γὰρ ἡ λήμη ἐμποδίζει τῷ ὀφθαλμῷ ὁρᾶν, οὕτω καὶ τὸ λῃστικὸν ταῖς ἀποικίαις. D. τὴν ἐπικειμένην] πλησιάζουσαν. A.
20τὴν ἐπικειμένην ἐκάθηρε θάλατταν] τὸν Αἰγαῖον· ἐν γὰρ τούτῳ ἡ Ἀττική. AC. ἔοικε δὲ οὐ τὸ πρῶτον λέγειν τῶν ἔργων] πρῶτον γὰρ ἦν ἡ ὑποδοχὴ, εἶτα καὶ τὸ καθᾶραι τοὺς ἐπικειμένους βαρβάρους, ἵνα τὰς ἀποικίας ποιήσηται· ἢ τοῦτο λέγει,
25δεικνὺς ὅτι μετὰ πολλὰ ἕτερα ἔργα καὶ τὴν τῶν Καρῶν ἐποιήσατο κάθαρσιν. AC.

Pan

112,20

ὥσπερ λήμην] φθοράν. A. τοὺς ἐπὶ τῶν προθύρων ὀχληροὺς, ἀναστήσασα] τὰς γὰρ περὶ τὴν Ἀττικὴν νήσους Κᾶρες οἰκοῦντες, καί τινες ἄλλοι, ἐλῄστευον τοὺς περιπλέοντας. AC.

Pan

113,1

τὸ λῃστρικὸν ἅπαν καὶ βαρβαρικὸν] Ἕλλη‐ νας Κρῆτας καλεῖν οὐκ ἀνέχεται, ὅτι τρόπον ἐζήλωσαν βάρβαρον, καὶ τῇ πράξει τὸ γένος ἠρνήσαντο. D. καὶ καταναγκάσασα ὡς πορρωτάτω τῆς Ἑλληνικῆς87
5παραλίας καὶ τῶν εἴσπλων ἀποχωρῆσαι] ἐζήτηται, πῶς τοῦ Μίνωος ἐκβαλόντος τοὺς λῃστὰς αὐτὸς Ἀθηναίους λέ‐ γει; φαμὲν ὅτι πρῶτον ὁ Μίνως τοὺς Κᾶρας ἐξήλασεν, ὕστερον δὲ τῶν Κρητῶν οὐδὲν ἧττον λῃστευόντων, Ἀθη‐ ναῖοι τούτους ἐξέβαλον. D.

Pan

113,2

ἐξ ὧν] ἤγουν ἐκ τοιαύτης καθάρσεως. C.

Pan

113,3

βεβαίως] ἀσφαλῶς, ἀφόβως. C. καὶ διὰ τῶν ἡμερωτάτων] τοῦτο οὕτω συντάσσεται· καὶ διὰ τῶν ἡμερωτάτων ὑπῆρξε πλεῖν τὸν Αἰγαῖον, ἀμεί‐ βοντας ἔστιν ὅπου τοῦ Αἰγαίου βούλεταί τις, ὥσπερ ἐν
5ἠπείρῳ, νήσου μιᾶς ἔστιν ἀμείβειν, σύνδυο· καὶ σύντρεις πόλεις, ὥσπερ κατὰ γῆν πορευόμενοι νήσους ἀπ’ ἄλλης εἰς ἄλλην πόλιν χωροῦμεν, καὶ οὐδέν ἐστι τὸ κωλύον, οὕτω καὶ τὸ τοῦ Αἰγαίου πέλαγος ἄβατον ὂν πρόσθεν διὰ τοὺς ἐνοικοῦντας λῃστὰς, καθαρθὲν ὑπ’ Ἀθηναίων
10ἄδειαν πᾶσι παρέσχε πλεῖν, ὅποι βούλονται. AC. διὰ τῶν ἡμερωτάτων τὸν Αἰγαῖον ὑπῆρξε πλεῖν] ἐπειδήπερ Ἕλληνες ἀντὶ λῃστῶν τὰς νήσους ᾤκησαν. C. σύνδυο καὶ σύντρεις] ἀμφότερα ταῦτα οἱ Ἀττικοὶ προπαροξυτόνως ἔχουσιν. A.

Pan

113,4

ἔστιν οὖν] γράφεται ἔστιν ἦ. ὥσπερ, φησὶ, νῆσος ἔχουσα τρεῖς πόλεις ἐν ἑαυτῇ, οὕτως οὖν ἀκινδύνως καὶ ἀφόβως ἀμείβειν καὶ ἐναλλάττειν τρεῖς πόλεις περιόντα καὶ πλέοντα. τὸ δ’ ἔστιν ᾗ οὐ κατὰ τὰς πόλεις εἴρηται,
5ἀλλὰ πρὸς τὸ ἡμετέρως πλεῖν. εἶπε δὲ ἔστιν οὗ. οὐ γὰρ ἐπὶ πασῶν τῶν νήσων τοῦτο γίνεται. ἐπειδὴ δὲ τῶν λῃ‐ στῶν ἐν τῇ γῇ ὄντων τῶν νήσων, καὶ τοὺς πλέοντας ἐπι‐ τηρούντων καὶ λῃστευόντων, οὐκ ἦν οὔτε βραχὺ πλεῦσαι ἀσφαλῶς, θέλει εἰπεῖν ὅτι, τῶν Ἀθηναίων τοὺς λῃστὰς
10ἐκβεβληκότων, οὕτως ἦν λοιπὸν ἀδεῶς πλεῖν, ὥστε καὶ δύο καὶ τρεῖς πόλεις θαρρούντως ὑπεμβαίνειν πλέοντα καὶ μὴ καθαίρειν. ὃν τρόπον πόρρω τις ὢν τῆς θαλάττης, καὶ
βουλόμενος πλεῦσαι, τέσσαρας καὶ πέντε πόλεις ἔρχεται πεζῇ ἐπὶ τῷ φθάσαι εἰς τὴν παραθαλασσίαν. τινὲς δὲ88
15ἄλλως ἐξηγήσαντο· ὅτι εἰρήνης οὔσης, ὥσπερ ἦν πλείους πόλεις διοδεύεσθαι ἐν ἠπείρῳ, οὕτω ἦν καὶ μίαν νῆσον ἔχουσαν ἐν αὐτῇ τρεῖς πόλεις πλέεσθαι τότε· τότε γὰρ παυσαμένης τῆς λῃστείας καὶ πλησίον ἀλλήλων τὰς πόλεις ἔκτιζον· οὐ γὰρ ὑπῆρχον, ὥσπερ πρώην, ἐπαναστάσεις. D.
20οὗ] ὅπου. A.

Pan

113,5

τὰς ἐπικειμένας τῇ Πελοποννήσῳ νήσους ᾤκισε] ἔκ τε τῶν δυτικῶν καὶ ἀνατολικῶν μερῶν. ἢ ἐκ τῆς ἀποικίας καὶ τῆς καθάρσεως. D. τοὺς ἑσπερίους τόπους] ἑσπερίους τόπους καλεῖ τὴν
5Σικελίαν καὶ Ἰταλίαν, τὰς περὶ τὴν Πελοπόννησον νή‐ σους. ταῦτα γὰρ ἑσπέριά ἐστι, Κεφαληνία καὶ Ζάκυν‐ θος. D.

Pan

113,6

διχόθεν] τὰς ἐν αὐτῇ νήσους, καὶ ἐξ ὧν πρὸς Πελοπόννησον ᾤκισε. A. τὸ διχόθεν λέγει, ἢ ὡς ἐν‐ τὸς ἔφημεν, ἢ ἐξ ὧν τε τοὺς βαρβάρους ἐκάθηρε, καὶ ἐξ ὧν ᾤκισεν. C. καὶ ἐξ ὧν τὰς ἐν αὐτῇ νήσους, καὶ ἐξ ὧν
5τὰς πρὸς Πελοπόννησον ᾤκισε. C. ὡς πρὸς τὸ Αἰγαῖον καὶ τὰς ἑσπερίους νήσους, ὅ ἐστιν ἐξ ἑκατέρας τῆς θα‐ λάσσης, ἀπὸ τῶν Κυκλάδων, Κεφαληνίας. D.

Pan

113,7

ὥσπερ λιμέσι κλειστοῖς] οὓς χειροποιήτους διὰ τειχῶν περὶ τὰς πόλεις ποιοῦνται. AC. εἰσὶ γὰρ λιμέ‐ νες κλειόμενοι περὶ τὰ στόματα. D. μέχρι τῆς ὑπερορίας] ὑπερόριος γὰρ τῆς Ἑλλάδος
5ὁ ἐν Ἀσίᾳ ὅρος. AC.

Pan

113,8

διεβίβαζεν εἰς τὴν Ἀσίαν] καὶ τὴν Ἰωνίαν αἰνίττεται. D. τὰς πολλὰς καὶ μεγάλας ἀποικίας] πόλεις γὰρ δώ‐ δεκα ᾤκισεν ἐν Ἀσίᾳ. AC. δώδεκα πόλεις ἀπῴκισαν. κα‐
5λῶς δὲ εἶπεν, ὡς μίαν οὖσαν τῇ φύσει· ἐπειδὴ μερίζουσι τὴν γῆν εἰς Ἀσίαν καὶ Εὐρώπην. D.

Pan

113,9

συνάπτουσα τὴν γῆν, ὡς μίαν οὖσαν τῇ φύσει] ἡ αὐτὴ γὰρ πανταχοῦ ἐστιν, εἰ καὶ θαλάσσῃ καὶ ποταμοῖς διῄρηται, καὶ ἡ μὲν Ἀσία, ἡ δὲ Εὐρώπη, ἡ δὲ
Λιβύη καλεῖται. C.89
5οὐ κεχωρισμένα] ἀλλ’ ἡνωμένα. C. τὸ οὐ κεχωρισμένα οὕτω νόει· συνάπτουσα καὶ τὰ πέραν τῆς Ἑλλάδος οὐ κεχωρισμένα. ἤγουν συνῆψε τοῖς γένεσι τὰ ἀχώριστα καθὸ γῆ, ἵν’ εἴη ταυτὸν τῷ μίαν οὖσαν τῇ φύσει. τὸ ἀντί‐ πρωρον δὲ εἰκότως εἶπε. ὥσπερ γὰρ τὸ ἔμπροσθεν τῶν
10νεῶν ἡ πρώρα ἐστὶν, οὕτω καὶ ἡ τῆς Ἑλλάδος ἀρχὴ δί‐ κην πρώρας οὖσα ἀντικρὺ ἔχει οἰκοῦντας τοὺς Ἴωνας· τὸ δὲ εἰ οἷόν τ’ εἰπεῖν λέγει διὰ τὴν τῆς λέξεως παράχρη‐ σιν. AC. οὐ κεχωρισμένα] κατὰ κοινοῦ τὸ ὥσπερ· ἵν’ ᾖ· ὥσπερ οὐ κεχωρισμένα. D.
15ἕως κατεσκεύασε—Ἑλλάδι τῇ παλαιᾷ] τὸ γὰρ πα‐ ραθαλάσσιον μέρος τῆς Ἀσίας ἔκτισεν. ἀντίπρωρον δὲ ἀν‐ τιπρόσωπον. καταντικρὺ γάρ ἐστι τῆς παλαιᾶς Ἑλλάδος. καλῶς δὲ εἶπε τὸ εἰ οἷόν τε ἐπειδὴ ἐπὶ νεῶν λέγεται ἀν‐ τίπρωρον. D.

Pan

113,10

εἰ οἱόν τ’ εἰπεῖν] ὥσπερ. C. μεγάλῃ μὲν αὔξουσα μοίρᾳ τὰ ὑπάρχοντα τοῖς Ἕλ‐ λησι] εἰς τὸ Μηδικὸν αἰνίττεται, ἔνθα συνεμάχησαν αὐ‐ τοῖς οὑ Ἴωνες, πρότερον ὄντες μετὰ τῶν βαρβάρων· ἢ ὅτι
5ἄνω αὐτοὺς κατέχει τοὺς βαρβάρους κωλύουσα ἀπελθεῖν. D.

Pan

113,11

μέγα δ’ εἰς ἀσφάλειαν προϊδοῦσα τὴν κοι‐ νὴν, ὡς ἔδειξεν ὁ μέλλων χρόνος] εἰ μὴ γὰρ οὕτως εἶχεν ἡ Ἑλλὰς, τάχ’ ἂν ἐπὶ τοῦ Πέρσου τὰ τῶν Ἑλλήνων ὀλώ‐ λει πράγματα. AC.
5εἰς ἀσφάλειαν] ὅπερ εἶπε προσθήκην καὶ φυλακὴν, τοῦτο πάλιν μετέβαλεν. D.

Pan

113,12

κάλλιστον δὲ κόσμον ἀμφοτέρῳ τῷ γένει περιθεῖσα] τὸ κάλλιστον κόσμον ἀμφοτέρῳ τῷ γένει λέγει, ἀντὶ τοῦ καὶ τοὺς ἐν τῇ Ἀσίᾳ κατοικισθέντας καὶ τοὺς ἄλλους Ἕλληνας ἐκόσμησε, τοὺς μὲν ὅτι προεβάλλετο αὐ‐
5τῶν ἄλλους εἰς φυλακὴν καὶ ἀσφάλειαν, πολλούς τε ὄντας τὸ πλῆθος, εἰς τοιοῦτον ἱδρυμένους τόπον, εἰς ὃν ἔδει τοὺς τῆς Ἑλλάδος ἱδρυθῆναι φύλακας, τοὺς δὲ ἐν τῇ
Ἀσίῳ, ὅτι πολλοί τινες ἀπῳκίσθησαν, καὶ οὐκ ὀλίγοι· τοῦτο γὰρ εἶχεν ἂν αὐτοῖς ἀτιμίαν, καὶ ὅτι εἰς φυλακὴν90
10τῆς Ἑλλάδος προυτάχθησαν, καὶ ὅτι πᾶσι τούτοις κἀκεί‐ νοις τὸ τῆς ὁμονοίας καλὸν ἔδειξαν· εἰ μὴ γὰρ ὁμόνοιαν εἶχεν ἡ πόλις πρὸς ἑαυτήν τε καὶ τὸ Ἑλληνικὸν, οὐκ ἂν αὐτούς τε καταρχὰς ἐδέχετο, καὶ ταυτασὶ τὰς ἀποικίας εἰς φυλακὴν τοῦ γένους ἐστείλατο. AC. τῇ Ἀσίᾳ λέγει καὶ τῇ
15Εὐρώπῃ· κόσμον δὲ τὸ κάλλος. κόσμος γὰρ τῆς γῆς, ὥσπερ εἶπεν, ὁ ἄνθρωπος. καίριον δὲ τῷ θέσιν τὴν καλὴν, καὶ τὸ εἰς εὐαέρους τόπους ἀποικῆσαι. D. τῷ πλήθει] ἕνεκα τῶν οἰκισθέντων. A. τῶν ἐγκα‐ τοικισθέντων. C.

Pan

113,13

τὴν εὔνοιαν] λέγει δὲ ὅτι ἡ ὁμόνοια αὐτῶν πολλῶν γέγονεν αἰτία καλῶν τοῖς Ἕλλησι. διὰ γὰρ τὸ ὁμο‐ νοεῖν ἀπῴκισεν, ἐπεὶ οὐκ ἠδύνατο ἠσχολημένη εἰς τὸ πο‐ λεμεῖν τοῖς Ἕλλησι. πῶς οὖν ὁ συγγραφεὺς λέγει ὅτι ἡ
5Ἑλλὰς ἐστασιάζετο; λέγομεν ὅτι ἐκεῖνος, ὡς ἱστορίαν συγ‐ γράφων, τὸ ἀληθὲς εἶπεν· οὗτος δὲ, ὡς ἐγκωμιάζων, πρὸς τὸ συμφέρον ψεύδεται. D.

Pan

113,14

ταύτης δὲ τοιαύτης—αἱ τῶν Ἑλλήνων ἀποικίαι] ἁρμόζει δὲ τοῦτο καὶ πρὸς Λακεδαιμονίους, καὶ τοὺς ἄλλους τοὺς ἀποικίσαντας· καὶ Ἰσοκράτης ἐν τῷ Πα‐ νηγυρικῷ εἶπεν „Εἰς ἣν ἑτοίμως οἱ ἄλλοι πάντες ἀπῴκισαν,
5ἀπηλλαγμένοι πόνου πολλοῦ.“ D. ὥσπερ κρηπῖδος] θεμελίου. A.

Pan

113,15

τοῖς γὰρ πεμφθεῖσι] εἴς τε τὰς νήσους καὶ τὴν Ἀσίαν ὑφ’ ἡμᾶς. AC. κρατήσασιν] οἰκίσασιν. A.

Pan

113,16

ἐκτείνοντες ὥσπερ ἄλλο τι μέτρον τὸ τῆς Ἑλλάδος] λέγει τὴν γῆν, ἣν ᾤκιζον, ὥσπερ οὖσαν καὶ αὐ‐ τὴν τὴν Ἑλλάδος. οὐ γὰρ ἅπας τόπος δέχεται ἀποι‐ κίας. D.

Pan

113,17

ἕως ἐξεπλήρωσαν] αἱ ἀποικίαι. A. ἅπαν τὸ δεχόμενον] τὸ μέρος. A. ἀντὶ τοῦ τὸ οἰ‐ κεῖσθαι δυνάμενον· τινὰ γὰρ ἤδη διὰ ψυχρότητα, ἢ θερ‐ μότητα ἦν ἀοίκητα· εἶπε δὲ ἐπ’ ἀμφοτέροις τοῖς πέρασι
5τῆς γῆς ἡμετέρων παῖδες παίδων οἰκοῦσιν· ἐν γὰρ τῷ Ἴστρῳ ποταμῷ ἄποικοι ἦσαν τῶν Μιλησίων· οἱ δὲ Μιλή‐ σιοι τῶν Ἀθηναῖοι. D.91

Pan

113,18

ὑμετέρων παίδων] ἡμετέρων παίδων λέγει, τῶν ἐν τῇ Μεσσαλίᾳ κατοικισθέντων καὶ τῶν ἐν ταῖς νήσοις, ὧν τινὲς μὲν τῶν ἐν ταῖς νήσοις, Μιλησίων τε λέγω, καὶ ἄλλων τινῶν εἰς Μασσαλίαν ἀπῴκησαν· κἀ‐
5κεῖθεν αὖθις ἐξετάθη τούτων ἡ ἀποικία μέχρι Γαδείρων. ἐκ δὲ τῶν ἐν τῇ Ἀσίᾳ τινὲς ἀποικίαν ἐποιήσαντο, ἔς τε τὸν Τάναϊν ποταμὸν καὶ τὴν Μαιῶτιν λίμνην. μεμερισμέ‐ νως δὲ εἶπεν, ἢ δι’ ἀμφοτέρους, τούς τε ἐν τῇ Μασσα‐ λίᾳ λέγει καὶ τῇ Μαιώτιδι, ἢ διὰ τοὺς ἐν τῇ Μαιώτιδι
10καὶ τῷ Τανάϊδι μόνον, ὡς μὴ ὁμοῦ ἐγκατοικισθέντας, ἀλλὰ διῃρημένως. AC. ἀπὸ Μασσαλίας] Μασσαλία πόλις τῆς Ἀφρικῆς· μέμνηται δὲ Θουκυδίδης „Φωκεῖς τε Μασσαλίαν οἰκίζον‐ τες.“ κεῖται δὲ περὶ τὸν εἴσπλουν τοῦ πορθμοῦ τοῦ ἀπά‐
15γοντος ἐπὶ τὰς Ἡρακλείας στήλας. CD.

Pan

113,19

οἱ δ’ ἐπὶ τῷ Τανάϊδι καὶ τῇ λίμνῃ με‐ μερισμένοι] Τάναϊς ποταμὸς Σκυθίας. λίμνην δὲ λέγει τὴν Μαιῶτιν, καὶ αὐτὴν οὖσαν τῆς Σκυθίας καὶ γινο‐ μένην ἐξ αὐτοῦ τοῦ ποταμοῦ. ἔστι δὲ μεθόριον Τάναϊς
5Εὐρώπης καὶ Ἀσίας, ὥς φησι Διονύσιος „Εὐρώπην δ’ Ἀσίης Τάναϊς διὰ μέσον ὁρίζει.“ ἐνταῦθα δὲ ἀπῴκισαν οἱ Μιλήσιοι. CD. τῇ λίμνῃ] τῇ Μαιώτιδι. A. μεμερισμένοι] ἐν τῷ μέρει τῆς Εὐρώπης περὶ τὰς
10Ἱσπανίας καλαμίας. D.

Pan

113,20

τῶν νῦν πόλεων] Θηβαίων, Λακεδαιμονίων, καὶ ἄλλων. A.

Pan

113,21

ὡς] καθά. A. ἐπὶ λαμπροῖς] ἅρμασι καὶ ἄλλοις. A.

Pan

114,1

ἄνευ τῶν ἄλλων πολλῶν] ὧν ἔχει ἢ ἐποίη‐
σεν ἡ πόλις. A. ὧν ἔχει ἡ πόλις. C. τοῦτο δὴ βούλομαι διὰ βραχέων] ἀνακεφαλαίωσις. πολ‐ λάκις δὲ κέχρηται τῇ ἀνακεφαλαιώσει. δηλοῖ δὲ καὶ τὸ διὰ92
5βραχέων. βραχεῖα γάρ ἐστιν ἡ ἀνακεφαλαίωσις. D. τοῦτο] τὴν τῆς πόλεως πρὸς τὴν Ἑλλάδα οἰκειότητα καὶ σπουδήν. A.

Pan

114,2

δεῖξαι τὴν συνέχειαν τῆς πολιτείας, ᾗ κέχρη‐ ται πρὸς τὸ Ἑλληνικὸν ἡ πόλις] ἤγουν πῶς διηνεκῶς πο‐ λιτεύεται πρὸς τοὺς Ἕλληνας ταῖς εὐεργεσίαις. εἰκότως δὲ εἶπε τὸ πολιτείας· ὥσπερ γὰρ αὕτη ἐκ πολλῶν μερῶν, ἔκ τε
5πρεσβειῶν, πρὸς οὓς λέγω δεῖ, ἔκ τε λειτουργιῶν, ὅτε δεῖ, ἔκ τε τῆς τῶν νόμων φυλακῆς καὶ τῶν ἄλλων διοικήσεων σωτηρίαν τῇ πόλει ἐργάζεται, οὕτως ἡ τῶν Ἀθηναίων πόλις, καὶ ἐξ ὧν φεύγοντας δέχεται, καὶ ἐξ ὧν πάλιν κα‐ τάγει, καὶ ἐξ ὧν ἀποικίζει, καὶ ἐξ ὧν ἑκάστοτ’ εὐεργετεῖ,
10σώζει τῶν Ἑλλήνων τὸ γένος. C. δεῖξαι τὴν συνέχειαν] ἀντὶ τοῦ κατὰ πολύ. συνέχειαν γὰρ τὴν συνεχῆ εὐεργεσίαν. αὔξει δὲ καὶ ποιότητι καὶ πο‐ σότητι. λέγει δὲ ὅτι ἡ πόλις ὑπὲρ τοῦ κοινοῦ τῆς Ἑλλάδος ἐπολιτεύσατο. ποῖον δὲ τοῦτο, ὅτι ὄνομα ἔχει τὸν ἔπαινον
15ἡ πολιτεία. τοῦτο δὲ γενικόν ἐστι. καὶ Δημοσθένης „Πολ‐ λῶν γὰρ προαιρέσεων οὐσῶν τῆς πολιτείας, τὴν περὶ τὰς Ἑλληνικὰς πράξεις εἱλόμην.“ ἐπειδὴ δὲ ἔστιν εὐεργετῆσαι μὲν, διαλιπεῖν δὲ χρόνον, καὶ πάνυ οὕτως εὐεργετῆσαι, βούλεται δεῖξαι ὅτι οὐδέποτε οἱ Ἀθηναῖοι διέλιπον εὐερ‐
20γετοῦντες. D. τὴν συνέχειαν] ὁμοιότητα, ὁμόνοιαν. A.

Pan

114,3

ὅτι οὐκ ἔστι πρόσρημα βέλτιον ἐπενεγκεῖν οὗ νῦν ἐφθεγξάμην] ἢ ὅτι κεκόσμηται γῆ καὶ θάλασσα ὑπ’ αὐτῆς, ἢ ὅτι τοῦ γένους τοῦ Ἑλληνικοῦ πατρίς ἐστι καὶ ἑστία κοινή. AC.

Pan

114,4

γὰρ] τὸ γὰρ λέγει, ὅτι τοὺς Ἡρακλείδας ἐδέξατο. μερικόν ἐστι· θέλει οὖν εἰπεῖν ὅτι πολιτείαν εἶχον τὴν φιλανθρωπίαν. D. ἁπάντων] ὧν ἔχρῃζον. AC.

Pan

114,5

ἐπεὶ δὲ ἔδει τὴν Πελοπόννησον Δωριέων γε‐ νέσθαι] τῶν Ἡρακλειδῶν, ὡς καὶ πρώην ἦν. ἐκλήθησαν δὲ Δωριεῖς ἀπό τινος Δωριέως, ἐκγόνου Ἡρακλέους. AC. ὧδε
σαφῶς λέγει, ὃ ὄπισθεν εἶπεν, ὑπὸ τῶν εἰξάντων ἀναστάν‐93
5τες. δέδοται δὲ αὐτοῖς χρησμὸς μετὰ Δωριέων κατελ‐ θεῖν. D.

Pan

114,6

συγκατήγαγε πάλιν αὐτοὺς μετὰ τοῦ θεοῦ] μαντευσαμένοις γὰρ Ἀθηναίοις περὶ τὴν τούτων καταγω‐ γὴν συνῄνεσεν Ἀπόλλων. C. μετὰ τοῦ θεοῦ] τῇ βοηθείᾳ τοῦ θεοῦ. A.
5γενομένης δὲ τῆς Ἡρακλειδῶν—πάλιν τὸ κινηθὲν ἐδέξατο] περὶ τὴν ἄφιξιν τῶν Ἡρακλειδῶν, στάσεώς τινος συμβάσης, ἐξελάθησάν τινες ἐκ τῆς Πελοποννήσου, οὓς καταφυγόντας ἡ πόλις ἐδέξατο. C.

Pan

114,7

ἐν ᾧ] ἐν τῷ καταγαγεῖν. AC. ἐν ᾧ] ἢ χρόνῳ, ἢ πράγματι. προτέρων δὲ ἱκετῶν, τῶν Ἡρακλειδῶν. D. τῶν προτέρων ἱκετῶν] τῶν Ἡρακλειδῶν. AC.

Pan

114,8

ἀσφαλῶς εἶχεν] ἤγουν καλῶς ᾤκησαν. AC. ἕτεροι δ’ αὖ τὸ ἐκείνων σχῆμα μετειλήφεσαν] ἱκέται γὰρ καὶ αὐτοὶ τῆς πόλεως καταφυγόντες γεγόνασι. AC.

Pan

114,10

τῷ πλεονεκτήματι] τῇ τούτων ὑποδοχῇ, ἣν αὐτὴ μόνη καὶ οὐκ ἄλλη πόλεων εἶχεν. AC. τὸ τῆς ἀποικίας λέγει. λέγει δὲ τῷ φιλοτιμήματι. ἔξω δὲ πόλεων τῶν ἐν Ἀσίᾳ ἀποικισθεισῶν. D.
5καὶ τὰς παρ’ αὐτὴν πόλεις πολλὰς] εἰπὼν γὰρ ἄνω ἁπλῷ λόγῳ περὶ τῶν ἀποικιῶν, νῦν ὥσπερ ἐξεργάζεται τὴν αἰτίαν, δι’ ἣν γεγόνασι, λέγων ὅτι τοὺς Ἡρακλείδας καὶ ἄλλοι μιμησάμενοι κατέφυγον ἐνταυθοῖ. διότι δὲ ταῦτα εἰπεῖν ἠβούλετο, διὰ τοῦτο ἔφη· τοῦτο δὴ βούλομαι διὰ
10βραχέων ἐπανελθὼν ἐξετάσαι. C.

Pan

114,11

τῶν ἔξω πόλεων] τῶν ἐν τῇ Ἀσίᾳ καὶ ἐν ταῖς νήσοις. AC. πολλῶν καὶ μεγάλων] αἳ νῦν διὰ τὰς τότε ἀποικίας εἰσί. C.

Pan

114,12

φιλανθρωπότερον] φιλανθρωποτέρως. A. διὰ τὸ δέχεσθαι τοὺς καταφεύγοντας. D. λαμπρότερον] λαμπροτέρως. A.

Pan

114,13

ἣ πρῶτον μὲν τῆς ἑαυτῆς χώρας] σημαί‐
νει πάλιν τὴν ὑποδοχὴν, εἶτα τὴν ἀποικίαν. D.94

Pan

114,14

ὁμοίως τῇ τε οἰκείᾳ] μίαν, φησὶν, εὔνοιαν φυλάττουσα καὶ ἐπὶ τῆς οἰκείας καὶ ἐπὶ τῆς ἀλλοδαπῆς. ὁμοίως γὰρ, φησὶ, καὶ ἐν ταῖς ἀποικίαις ὑπεδέχετο αὐτοὺς, διὰ τὸ παρέχειν τόπους, ἔνθα οἰκήσουσιν. D.

Pan

114,16

τὰς ἀπορίας ἐπηνώρθωσεν] διά τε τῆς κλήσεως καὶ τῆς ἄλλης αὐτῶν θεραπείας. AC.

Pan

114,17

διεκόσμει καὶ προσέπεμπεν] ἤγουν πρὸς τὸ κοσμεῖν ἀπῴκιζον. AC. ἡγεμόνας τε] τοὺς ἀρχηγοὺς τῆς ἀποικίας, τὸν Πό‐ λεμον, τὸν Κόδρον. D.
5ἑκάστοις] τοῖς ἐκπεμπομένους. AC.

Pan

114,18

λεὼν οἴκοθεν παραζευγνῦσα] καὶ λεὼν μί‐ ξασα Ἀθηναίους καὶ ξένους, τοὺς καταφυγόντας ἐκεῖ, καὶ πέμψασα εἰς ἀποικίαν. A. τοῖς ἐκπεμπομένοις, ἵνα σεμνοὶ δοκοῖεν μετ’ Ἀθηναίων ἀποικιζόμενοι. C. ἵνα μὴ δόξῃ ἀτι‐
5μοῦν διὰ τῆς ἀποικίας, αὐτοὺς καὶ Ἀθηναίους ἄνδρας συνεξέπεμψεν αὐτοῖς. λεὼν δὲ Ἀττικῶς, τὸν λαόν. D.

Pan

114,19

καὶ τῷ βουλήματι] ἐδέχετο γὰρ αὐτοὺς οὕ‐ τως, ὥστε, ἵνα ἢ κατάγῃ, ἔνθα ἦσαν, ἢ ἀποικίζῃ, καὶ ταύτην τὴν γνώμην εἶχεν, ὅτε ἐδέχετο. C. οὐκ ἐξ ἀνάγκης, φησὶ, τοῦτο ἐποίει, ἀλλὰ προαιρέσει. ἢ ἐπειδὴ τὸ μὲν τῆς
5πράξεως τῆς τῶν Ἡρακλειδῶν μερικόν τι ἐστὶ, τὸ δὲ περὶ τῆς βουλήσεως, τὸ ἀεὶ βουλεύεσθαι τοῦτο ποιεῖν, μεῖζόν ἐστι. τὸ δὲ προτέρους οὐ πάντων. ἄνω γὰρ εἶπεν (110, 9.) ὅτι ἐπὶ πολλοῖς τοῖς πρότερον κἀκεῖνοι κατέφυγον· ἀλλ’ ὧν μέλλει αὐτὸς ἐπιφέρειν, τουτέστι τῶν Ἰώνων. D.

Pan

114,21

διπλῆν ἀνθ’ ἁπλῆς τὴν εὐεργεσίαν ἐπ’ ἀμφοτέρων τιθεμένη]. ἀντὶ τοῦ μόνον δέχεσθαι· καὶ ἐδέ‐ χετο γὰρ καὶ ἐξέπεμπεν, ἀμφοτέρωθεν εὐεργετοῦσα. C.

Pan

115,1

ἐπ’ ἀμφοτέρων] καὶ τῶν Ἡρακλειδῶν, καὶ τῶν μετ’ ἐκείνους. AC. προϊοῦσα ἀπὸ τοῦ πρώτου πρὸς τὸ τελευταῖον ἀεὶ] πρῶτον ἦν τὸ δέξασθαι, τελευταῖον τὸ ἀποικίσαι. D.
5ἀπὸ τοῦ πρώτου] τοῦ δέχεσθαι. C. πρὸς τὸ τελευταῖον] τὸ ἀποικίζειν τε καὶ κατά‐
γειν. AC.95

Pan

115,2

πολιτείᾳ προσέοικεν ἡ τῆς πόλεως ὑπὲρ τῶν Ἑλλήνων πρόνοια] τὴν συνέχειαν τῶν εὐεργετημάτων πολιτείαν καλεῖ· ὥσπερ γὰρ ἡ πολιτεία ἐκ πολλῶν μερῶν σωτηρίαν ἐργάζεται ταῖς πόλεσιν, οὕτως ἡ πρόνοια τῶν
5Ἀθηναίων διὰ πολλῶν ἀφορμῶν σώζει τῶν Ἑλλήνων τὸ γένος. D.

Pan

115,3

διὰ πολλῆς καὶ συνεχοῦς τῆς ἀκολουθίας σώζεται] οὐ γὰρ ἔστιν ὅτε οὐ προνοεῖται. AC. καὶ μὴν τὸ μὲν τοὺς φεύγοντας] θέλει δεῖξαι κοινὸν τῶν Ἑλλήνων εὐεργέτημα τὸ δέχεσθαι τοὺς δυστυχοῦντας.
5ἀλλὰ, φησὶ, λέγει τις· οὐκ ἔστι κοινὸν τῶν Ἑλλήνων. μόνους γὰρ τοὺς δυστυχοῦντας εὐεργέτησεν. ἐπάγει γοῦν ὅτι τὸ τῆς ἀποικίας κοινόν ἐστι τῶν Ἑλλήνων εὐεργέ‐ τημα, καὶ οὐκ ἔχει ἀντίρρησιν· προσθήκην γὰρ ἔχει. καὶ ὄπισθεν εἶπε (112, 18.) περὶ τῶν ἀποικιῶν, ὅτι προσθή‐
10κην καὶ ἀσφάλειαν ἐποίησεν ἡ πόλις τῷ γένει. D.

Pan

115,4

εἰ καὶ μηδὲ τοῦτ’ ἐκφεύγει] εἰ μὴ ἔξω κα‐ θέστηκε τούτων· ἢ δεῖγμα φιλανθρωπίας. D.

Pan

115,5

ταύτης τῆς τύχης] τοῦ φεύγειν. A. ἤγουν τοῦ φεύγειν. C. αἱ δὲ τῶν ἀποικιῶν κοινὸν τῶν Ἑλλήνων κέρδος εἰσὶν] ἡ γὰρ παλαιὰ Ἑλλὰς τούτους προβόλους οὐ μόνον ἔχει, ἀλλὰ καὶ δι’ αὐτῶν ἐπίδοσιν εἰς τὸν αὐτῆς
5πακτυσμὸν ἔσχεν. C.

Pan

115,6

τῶν ἀπελθόντων] τῶν ἀποικισθέντων. AC.

Pan

115,7

δυνάμεις πολλὰς καὶ μεγάλας] ἔκ τε τῶν διὰ χρημάτων συντελειῶν καὶ τῶν στρατευμάτων, ἃ πα‐ ρεῖχον αὐτοῖς οἱ ἄποικοι. C.

Pan

115,8

οὐκ ὀλίγῳ μείζους ἐγένοντο] ἢ πρόσθεν. AC. οὕτως ἐγώ φημι τῆς πόλεως] ἐπειδὴ πάντας τοὺς κα‐ ταφεύγοντας καὶ δεομένους ὑποδοχῆς ἡ πόλις ὑποδέχεται καὶ ὑποδεχομένη εἰς ἀποικίαν τούτους ἐκπέμπει, οἱ δὲ ἀποι‐
5κιζόμενοι ὠφέλειαν οὐκ ὀλίγην τῇ Ἑλλάδι παρέχονται οὐ μόνον πρόβολοι αὐτῆς ὄντες, ἀλλὰ καὶ ἐν τῇ χρείᾳ χρή‐ ματα εἰσφέροντες καὶ στρατεύματα, διὰ τοῦτο δεῖ πάν‐ τας τοὺς Ἕλληνας οὐχ ἧττον εὐχαριστεῖν αὐτῇ διὰ τὴν τῶν ἀτυχούντων ὑποδοχὴν ἢ διὰ τὴν ὠφέλειαν, ἣν διὰ
10τὰς ἀποικίας αὐτοῖς προξενεῖ. τὸ δὲ καὶ γάρ τοι συμβέ‐
βηκε μόνοις ὥσπερ τινὰ ἀσάφειαν ἔχει· δοκεῖ γὰρ ὥσπερ τις τοῦ ἄνω κατασκευὴ, ὅπερ οὐκ ἔστιν· εἰ γὰρ ἦν κα‐ τασκευὴ, οὕτω ἔδει εἰπεῖν· καὶ γὰρ οὐ μόνον ἐκ τῆς ὑπο‐ δοχῆς, ἀλλὰ καὶ ἐκ τῆς ἀποικίας ὠφελεῖ· νῦν δὲ παντά‐96
15πασιν ἀλλότριον ὂν τοῦ ἄνω, ὥσπερ τι ἐπιχείρημά ἐστι· τὸ δὲ μόνοις πρὸς τὸ σημαινόμενον τῆς πόλεώς ἐστι· τὸ δὲ ταύτῃ ἢ ἐκ τοῦ ἐκπέμψαι νοητέον, ἵν’ ᾖ τοῦ διὰ τῶν ἐναντίων κατασκευή. ἢ οὕτως ὡς μέλει κατασκευάσαι· ἵν’ ᾖ ἡ κατασκευὴ ἀμφοτέρων, τοῦ τε ταύτῃ καὶ διὰ τῶν ἐναν‐
20τίων. C.

Pan

115,9

τὸ εἰσφέρεσθαι] ἐκ τῶν ἀποικισθέντων, ἃ ἐθέλουσι. A. ἤγουν εἰσδέχεσθαι. C. πρὸς τὴν παρὰ τῶν Ἑλλήνων εἶναι χάριν] ἤγουν πρὸς τὸ εὐχαριστεῖν αὐτῇ τοὺς Ἕλληνας. C. ὅ ἐστι χάριν ὀφεί‐
5λειν τῇ πόλει τοὺς Ἕλληνας D.

Pan

115,10

τοῖς] οὖσιν ἐν τῇ πόλει. A. οἱ γὰρ αὐτοὶ πρεσβύτατοι—τελοῦσι πολλαχῇ] ἀλλὰ καὶ τῶν προσοικούντων αὐτῶν ἀπελθοῦσι. πρεσβύτατοι μὲν, διὰ τὸ εἶναι ἀρχαῖοι, νέοι δὲ, διὰ τὰς ἀποικίας. D.

Pan

115,11

πρεσβύτατοι τῶν ἄλλων Ἑλλήνων εἰσὶ] ὡς αὐτόχθονες. AC. εἰς νέους Ἕλληνας τελοῦσι πολλαχῆ] διὰ τὰς ἀποικίας. A. τὸ πολλαχῆ λέγει οὐ μόνον διὰ τὰς ἀποικίας, ἃς ποιοῦν‐
5ται, ἀλλὰ καὶ διὰ τοὺς ἀεὶ τικτομένους ἐν ταῖς Ἀθήναις. C.

Pan

115,12

καθάπερ τὸν Διόνυσον γράφουσιν] ἐπειδὴ καὶ ὁ οἶνος, εἰς ὃν οὗτος ἀλληγορεῖται, παλαιός ἐστι καὶ νέος. C. ἀντὶ τοῦ ζωγραφοῦσιν· οὕτω γὰρ καὶ νέον καὶ παλαιὸν αὐτὸν γράφουσι, διὰ τὸ καὶ τὸν οἶνον παλαιὸν
5εἶναι καὶ νέον, ἢ ὅτι οἱ μὲν δεόντως αὐτῷ κέχρηνται, οἱ δὲ πλέον τοῦ δέοντος νωθεῖς εἰσιν, ὥσπερ οἱ γέροντες. D.

Pan

115,14

κἀν τούτοις] τῷ ἐκπέμπειν καὶ δέχεσθαι. A. ἤγουν ἐν τῷ πέμπειν καὶ δέχεσθαι. C. τὸ προσῆκον] ἑαυτοῦ. C. τουτέστι τὸ ἀναγκαῖον· ἀνάγκη γὰρ τοὺς ἀρχαιοτέρους πολλοὺς ἔχειν καὶ ἀπογό‐
5νους. πρεσβυτάτων δὲ, τῶν αὐτοχθόνων. D. ἑξῆς] κατὰ ἀκολουθίαν. A. κατὰ φύσιν καὶ ἀκολου‐ θίαν. C. τῶν πρεσβυτάτων] καθάπερ οἱ Ἀθηναῖοι. A.

Pan

115,15

τὸ δέχεσθαι τοὺς δεομένους, τῶν κρειτ‐ τόνων ἐστὶν] φιλανθρώπων γὰρ ἔργον τοῦτο καὶ δυνατῶν ἔστι δὲ τὸ πλείστους εἶναι τοὺς ἀπογόνους πρὸς τὸ παν‐ ταχῆ καὶ πεπόμφασι. πλεῖστοι γάρ εἰσιν οἱ πανταχῆ γῆς97
5πεμπόμενοι. C.

Pan

115,16

καὶ μὴν τῷ γε τὸν σῖτον] ἄμφω γὰρ φι‐ λανθρωπίας τεκμήρια. D. πῶς οὐκ εἰς ταυτὸν ἥκει] ἀντὶ τοῦ ὅμοιον καὶ ἴσον· ὥσπερ γὰρ ἐκεῖνο κοινὸν εὐεργέτημα πεποίηται πᾶσι μετα‐
5δοῦναι τοῦ σίτου, οὕτω καὶ τὸ ἀποικίας παραπλήσιον. D.

Pan

115,17

σμήνη] σμήνη εἶπεν, ἐπειδὴ παρέοικε τούτῳ καὶ τὰ τῆς ἀποικίας πλήθη. σμῆνος γὰρ κυρίως καλεῖται τὸ σύστημα τῶν μελισσῶν. D. ἄλλως τε] τὸ ἄλλως τε, ὥσπερ δοκεῖ, ἀποκεκομμέ‐
5νον τοῦ ἄνω· ἀλλ’ οὐκ ἔστι τοιοῦτον· ἀλλ’ ἐπειδὴ τὰς ἀποικίας τῇ τοῦ σίτου πομπῇ παρείκασε, τρέφει δὲ ὁ σῖ‐ τος ἀνθρώπους, διὰ τοῦτο καὶ τοῦτο ἐδεήθη εἰπεῖν. λέγει δὲ, ὥσπερ ὁ σῖτος τούτου χάριν πανταχῆ ἐξεπέμφθη, ἵνα εἰς σύστασιν ἀνθρώπων εἴη, οὕτω καὶ οἱ πρὸς τὴν πόλιν
10καταφυγόντες διὰ τοῦτο ἀπῳκίσθησαν, ἵνα δι’ οἰκείας ἐρ‐ γασίας τὸν βίον αὐτοῖς πορίζωνται. AC. ἐξουσίας ἤδη πᾶσιν οὔσης ἐργάζεσθαι] οὐ γὰρ ἠδύ‐ ναντο, πρὶν εἰς τὴν πόλιν καταφυγεῖν, ποιεῖν τι ὑπ’ ἄλ‐ λων ἀνάστατοι γεγονότες τῶν σφετέρων πατρίδων. AC.
15πᾶσιν] τοῖς τότε κατοικισθεῖσι. A.

Pan

115,18

τὰ τοῦ βίου τίθεσθαι ῥᾷον ἀφορμῶν εἵ‐ νεκα] ἀφορμὰς ἐνταῦθα λέγει τοὺς πορισμοὺς, οὓς διὰ τῶν ἐργασιῶν ἔμελλον πορίζεσθαι πρός τε τὴν καθ’ ἡμέ‐ ραν ζωὴν καὶ τὴν ἄλλην δαπάνην. AC. ἀφορμὰς καλεῖ
5τὰ σπέρματα. τὰ τοῦ βίου δὲ τὴν τροφὴν καὶ τὴν ζωήν. D.

Pan

115,19

ἐκδέχεται δ’ ἡ πάλαι τοῦ λόγου προσδο‐ κωμένη μοῖρα] ἐπειδὴ ἡ τῶν Παναθηναίων ἑορτὴ διὰ τεσσάρων ἡμερῶν ἐγίνετο, διεῖλε καὶ αὐτὸς εἰς τέσσαρα μέρη τὸν λόγον. ἕως οὖν ὧδε τὸ πρῶτον μέρος ἐστὶ, καὶ
5τοῦ δευτέρου ἐνθένδεν ἄρχεται. ἐπειδὴ δὲ κρεῖττον μέρος
ἐστὶ τοῦ λόγου τὸ τῶν πράξεων, δι’ ἃς ἐγκωμιαζόμενον μέγιστον δείκνυται, διὰ τοῦτο προσδοκωμένη πάλαι εἶπε, δεικνὺς ὡς ἐκ προοιμίων οἱ ἀκροαταὶ τουτουὶ ἐπεθύμουν. AC. ὡς ἐπιθυμούντων τῶν ἀκροατῶν ἀκοῦσαι τὰς πρά‐98
10ξεις, ἢ ἵνα δείξῃ ὅτι καὶ ἐκ προοιμίων ἐζήτουν ἀκοῦσαι τῶν πολεμικῶν. τινὲς δὲ λέγουσιν ὅτι εἰς τέσσαρα μέρη διεῖλε τὸν λόγον· ἐπειδὴ δὲ ἡ πανήγυρις τέσσαρας κατεῖχεν ἡμέρας, ἕως οὖν τῶν ἐνταῦθα τὸ πρῶτον μέρος λέγει, καὶ ἐντεῦθεν ἄρχεσθαι αὐτὸν τοῦ μεγάλου κεφαλαίου τῶν
15πράξεων. διὸ καὶ οἰκείως προσδοκωμένη προσέθηκεν. ἡ δὲ ἐκ πρόθεσις ἐκδέχεται ἀντὶ τοῦ τῆς διὰ ἐστίν. οὕτω γὰρ λέγεται διαδέχεται. μετὰ κινδύνων δὲ εἶπε, δεικνὺς ὅτι καὶ τὰ προειρημένα πράξεις ἦσαν, οὐ μέντοι μετὰ πολέμου· πολέμους γὰρ καλοῦσι τοὺς κινδύνους. ἐπιλαμβάνεται δὲ
20αὐτοῦ μετ’ ὀλίγον, καὶ τὰς πρώην πράξεις μετὰ κινδύνων δείκνυσιν. ἀνάγκη γὰρ τοὺς ἀποικίζοντας μάχεσθαι, ὅπως ἂν τῆς χώρας κρατήσωσιν. ἐκώλυον γὰρ οἱ βάρβαροι. D. αἱ μετὰ τῶν κινδύνων πράξεις] καλῶς προσέθηκε τὸ καὶ μετὰ κινδύνων, δεικνὺς ὅτι καὶ τὰ προειρημένα πρά‐
25ξεις ἦσαν, οὐ μέντοι μετὰ πολέμου. ἐπιλαμβάνεται δὲ αὐ‐ τοῦ μετ’ ὀλίγον, καὶ τὰς πρώην πράξεις μετὰ κινδύνων δεικνύς. ἀνάγκη γὰρ αὐτοὺς ἀποικίζοντας μάχεσθαι, ὅπως ἂν κρατήσωσι τῆς χώρας. ἐκώλυον γὰρ οἱ βάρβαροι. AC.

Pan

115,20

ἃς ἐγὼ δέδοικα, —ὅτε ἐπραγματεύετο] παρεμφαίνει καὶ τὸ πλῆθος τῶν πράξεων καὶ τὸ ἀνδρεῖον τῶν Ἀθηναίων. ἐγὼ γὰρ, φησὶ, μᾶλλον ἔχω κίνδυνον ὁ λέγων ἢ Ἀθηναῖοι τότε, ὅτε ἐποίουν αὐτάς. D.
5τῇ πόλει] κίνδυνον. AC. τῶν ἔργων] ἤγουν τῆς τούτων ἐργασίας. AC.

Pan

115,21

οὐ μὴν ἀλλ’ ἀναγκαῖον ἅψασθαι καὶ τού‐ των ἤδη] ὡς δίκαιον καὶ τοῦτο προστίθησι. D.

Pan

116,1

οἷς κατεσκεύασε τὸν βίον ἡμῖν] τῷ σίτῳ καὶ τοῖς ἄλλοις. AC. ἀποχρώντως] ἀρκούντως. A.

Pan

116,3

ἄλλως τε καὶ πλείους μὲν] ἔνι γὰρ πλείους μὲν, οὐ μείζω δὲ εἶναι. ἐνταῦθα δὲ ἄμφω. D.

Pan

116,4

συμπίπτει] συνέρχεται. AC. τῇ πάσῃ φιλανθρωπίᾳ τῆς πόλεως] τῇ περὶ τοῦ δέ‐ χεσθαι τοὺς ἀτυχοῦντας. D.99

Pan

116,5

ὥσθ’ ἡμῖν πάλιν ἀρχὴν ἐκ τελευτῆς ἐπα‐ νήκειν] παυσάμενοι γὰρ περὶ τῆς φιλανθρωπίας λέγειν, πάλιν ταύτης ὥσπερ ἀρχόμεθα, περὶ πολέμων ἐγχειροῦν‐ τες λέγειν, οὓς ὑπὲρ τῶν ἀδικουμένων ἡ πόλις ἐποίει. AC.

Pan

116,6

τοῦτο τὸ μέρος τῶν λόγων] τὸ μετὰ κιν‐ δύνων. AC.

Pan

116,11

ὅτι δεῆσαν] χρείαν ἔχοντος. A. ἀντὶ τοῦ δεήσαντος· ἔστι δὲ Ἀττικόν. D.

Pan

116,12

ἀφ’ ὧν δ’ ἠρξάμεθ’ ἀρτίως] τὸ κατὰ τοὺς Ἡρακλείδας πρόσθεν ἀρχὴν ποιησάμενος, ὅτε τὴν τῆς πόλεως φιλανθρωπίαν ἐνεχείρει διηγεῖσθαι, καὶ νῦν ἀρχὴν ποιεῖται τῶν πολεμικῶν πράξεων τουτουσί. καλῶς
5δὲ εἶπε τοὺς σὺν Εὐρυσθεῖ Πελοποννησίους προσέθη‐ κεν· οὐ γὰρ πάντες συνέπραττον αὐτῷ Πελοποννήσιοι. AC. πάλιν βούλεται εἰπεῖν τὸν περὶ τῶν Ἡρακλειδῶν πό‐ λεμον. τὸ γὰρ αὐτὸ ἐπιχείρημα καὶ εἰς τὴν ἀνατροφὴν ἐδέξατο, καὶ νῦν εἰς τὰς πράξεις· πολλάκις γὰρ ἔχομεν τὰ
10αὐτὰ ἐπιχειρήματα ἁρμόζοντα ἡμῖν εἰς διάφορα κεφά‐ λαια. D.

Pan

116,13

τῆς ἐπὶ τῶν ἀγώνων] ἐξετάσεως. A.

Pan

116,14

τοὺς σὺν Εὐρυσθεῖ Πελοποννησίους] τὸ αὐτὸ παράδειγμα ἔλαβε καὶ νῦν, τὸ τῶν Ἡρακλειδῶν, ἀλλ’ ἐκεῖ μὲν τὴν φιλανθρωπίαν δεικνὺς διὰ τῆς ὑποδοχῆς, ἐνταῦθα δὲ τὴν ἀνδρείαν διὰ τοῦ πολέμου. καλῶς δὲ τοὺς
5σὺν Εὐρυσθεῖ· οὐδὲ γὰρ πάντες αὐτῷ συνέπραττον. τὸ δὲ μεθ’ ὅσου θαυμαστικὸν τὸ ὄνομα. D. μεθ’ ὅσου τοῦ κρείττονος] μεθ’ ὅσης τῆς ἐπάρσεως. A. ἤγουν μετὰ μείζονος τῆς παρασκευῆς ἢ ἐκεῖνος ταύτῃ ἀντέστη. C.

Pan

116,15

τὸ πρᾶγμα] τὸ κατ’ ἐκεῖνον. AC. τουτέστι τὸ δεινόν. αὔξει δὲ αὐτὸ, ἵνα τὸ τῶν Ἀθηναίων ὑψώσῃ κατόρθωμα, ἐπὶ τυράννου καὶ δημοκρατίας τοῦτο λαμ‐
βάνειν. D.100
5τὸ πρᾶγμα ὡς μετέθηκεν] τοῦτο δηλονότι εἴπομεν. A.

Pan

116,18

τοῦτον εἰς τοῦτ’ ἤγαγεν] ἡ πόλις. A. ὥστ’ αὐτὸν οἴκοι ταφῆς μὴ τυχεῖν] ἀκούσας Εὐρυ‐ σθεὺς, ὑπ’ Ἀθηναίων Ἡρακλείδας δεδέχθαι, κατὰ τῆς πόλεως ἐστράτευσε· συμβαλόντες οὖν αὐτῷ ἐν τῇ Ἀττικῇ
5Ἀθηναῖοι οὐ μόνον ἐνίκησαν, ἀλλὰ καὶ τοῦτον τοῦ ζῆν ἀπεστέρησαν. ἐνταῦθα γοῦν ἀναιρεθεὶς τέθαπται. τὸ δὲ παρ’ ἀξίαν εἶπε, δεικνὺς αὐτὸν οὐκ ἄξιον ὄντα βασιλεύειν, τοιοῦτον ὄντα, καὶ ἀνηλεῶς τῇ βασιλείᾳ χρώμενον. AC. ἐν γὰρ τῇ ὁδῷ τέθαπται, ἵνα ὑπὸ τῶν παριόντων καταπα‐
10τῆται· ἐλεεινὸν δὲ διὰ τούτου τὸν θάνατον αὐτοῦ δεί‐ κνυσι. D. τῆς ἐξουσίας] τῆς βασιλικῆς· τοῦ γὰρ Ἡρακλέους ἦν ἡ βασιλεία τῶν Πελοποννησίων. D. παρ’ ἀξίαν] ἐπειδὴ ταύτῃ κακῶς ἐχρῆτο. C.

Pan

116,19

τὴν τελευτὴν ἡ πόλις εὗρε κατ’ ἀξίαν] αὐτοῦ κρείττων γέγονεν, ἀξίως τοῦτον καταβαλοῦσα. αὕτη γὰρ ὕστερον αὐτοῦ κρείττων γέγονεν, ἀξίως τούτους κατα‐ βαλοῦσα. C. ἀντὶ τοῦ ἐν καλῷ καὶ συμφέροντι, οὐχ ἑαυ‐
5τοῦ, ἀλλὰ τῶν ἀδικουμένων. D. τοῦτ’] νοητέον τὸ τοῦτο ἀντὶ τοῦ κατὰ τῶν Ἡρα‐ κλειδῶν ταῖς πόλεσιν ἀπειλεῖν, εἰ τουτουσὶ δέξονται, καὶ πόλεμον συνάψαι τῇ τῶν Ἀθηναίων πόλει δεξαμένῃ. AC. τοῦτ’ ἄρ’ ἐκεῖνος ἐν καιρῷ μόνον ὕβρισε] ἔδει γὰρ
10αὐτὸν, ὡς παρ’ ἀξίαν εὐτυχοῦντα, καθαιρεθῆναι. C.

Pan

116,20

τοῖς γὰρ ὑπάρχουσι] ἤγουν τῇ προσούσῃ αὐτῷ δυναστείᾳ. AC. τῷ πλούτῳ καὶ τῇ ἐξουσίᾳ. D. ἔδωκε δίκην] τῇ πόλει. C.

Pan

116,21

ἐκρίθη] εἰκότως εἶπε τὸ ἐκρίθη, δηλῶν ὡς δικαίως ὁ τούτου θάνατος γέγονε, καὶ ὥσπερ ὑπὸ κρίσεως. AC. τῶν ἱκετευσάντων] τῶν Ἡρακλειδῶν. A.

Pan

117,1

τοσούτῳ χεῖρον ἐκείνων διακειμένην] ὥσπερ
ἀντέπεσεν αὐτῷ· τί γὰρ ἔπασχον Πελοποννήσιοι; φησὶν οὖν ὅτι δυσχερέστερον οὗτοι τῶν Ἡρακλειδῶν ἠτύχουν] ἐδούλευον γὰρ τῷ Εὐρυσθεῖ. D.101

Pan

117,2

ἀπορρηθὲν] ἀπαγορευθὲν παρὰ τοῦ Εὐρυ‐ σθέως. AC. πάλιν Ἀττικῶς, ἀντὶ τοῦ ἀπορρηθέντος καὶ ἀπειληθέντος. D. οἱ μὲν διὰ τῆς πόλεως ἄδειαν εὕροντο] ἐδέξατο γὰρ
5αὐτούς. AC. οἱ δ’ οὐκ εἶχον, ὅπως μὴ ποιήσωσι τὸ κελευόμενον] αἱ δύο ἀρνήσεις μίαν ποιοῦσι συγκατάθεσιν. D.

Pan

117,3

ὅπως μὴ ποιήσωσι τὸ κελευόμενον] τὸ μὴ τούτους δέξασθαι. AC. ἐν μέσῃ τῇ Βοιωτίᾳ] εἰς Θήβας. A.

Pan

117,4

καὶ τἄλλα μέντοι τῆς πόλεως] καλῶς εἶπε τὸ καὶ τἄλλα μέντοι τῆς πόλεως· ἐπειδὴ γὰρ τῆς πόλεως ἔργον εἶπεν, ἵνα μή τις νομίσῃ, ὧν * γέγονεν ἔργον, τὰ δὲ ἄλλα μετὰ συμμάχων ἐποίει, διὰ τοῦτο προσέθηκε
5καὶ τἄλλα μέντοι τῆς πόλεως, δεικνὺς, ὡς πάντα αὐτὴ μόνη κατείργαστο. εἰ δὲ καὶ συμμάχους ποτὲ παρέλαβεν, αὕτη μὲν τὸ πᾶν τῆς νίκης ἐποίει, οἱ δὲ τοσοῦτον μικρὸν συνετέλουν, ὅσον ἂν εἰ ἀπῆσαν. AC. ὃ] ἔργον. A.
10τῷ μὲν ἀκοῦσαι] ἤγουν ἐκ μόνης ἀκοῆς ψιλῆς. AC. τῇ χρείᾳ τῶν ἱκετῶν ὑπὲρ Ἀργείων] Ἀργεῖοι γὰρ αὐτοὺς ἱκέτευσαν, ὅπως ἐλθόντες τοὺς σὺν Πολυνείκει κατὰ θηβῶν ἐστρατευκότας, κἀκεῖσε πεσόντας θάψωσιν· ἀτάφους γὰρ οἱ Θηβαῖοι εἴασαν. AC.

Pan

117,5

τῷ σχήματι τῆς εὐεργεσίας] θεοῦ γὰρ καὶ ὅσιον ὑπὲρ τῶν θανόντων σπουδάζειν. AC. τῷ εἴδει. πάλιν δὲ καὶ ἐνταῦθα δείκνυσι * πλοῦν ἐν ἑνὶ τὸ εὐεργέ‐ τημα. D.
5ὑπὲρ τῆς φύσεως ἁπάσης τῆς ἀνθρωπείας] δίκαιον γὰρ πάντας ἀνθρώπους θάπτεσθαι, κἂν τὰ δεινότατα πράξωσιν· ἡ γὰρ τελευτὴ πρὸς ἔλεον ἄγει. AC.

Pan

117,6

τοὺς ὑπὸ τῇ Καδμείᾳ δυστυχήσαντας] κα‐
λῶς εἶπε τὸ δυστυχήσαντας, διαβάλλων μὲν τοὺς Θη‐ βαίους, ὡς τύχῃ, καὶ οὐκ ἀρετῇ, νενικηκότας, ὑπὲρ δὲ τῶν Ἀργείων ἀπολογούμενος, ὡς τύχῃ, καὶ οὐκ ἀνδρείᾳ, πε‐102
5σόντων. AC.

Pan

117,7

τὴν ὕβριν] ἀντὶ τοῦ τὴν ὠμότητα. καλῶς δὲ εἶπε δυστυχήσαντας, ἵνα διαβάλῃ τὴν τῶν Θηβαίων νίκην, ὅτι τύχῃ καὶ οὐκ ἀνδρείᾳ νενικήκασιν. D. τῶν ταῦτα τετολμηκότων] Θηβαίων. A. τῶν Θη‐
5βαίων. C. οὐδ’ οἷα βουλευομένοις περὶ ὧν ἂν κρατήσωσιν, ἐπία‐ σιν] ἤγουν οὐδ’ οἷα κατὰ γνώμης αὐτῶν ἐπέσχετο ποιεῖν πρὸς τοὺς ὑπ’ αὐτῶν κατενεχθέντας. λέγει δὲ ἀτάφους ἐᾶν. AC.

Pan

117,8

τὴν μὲν τοῦ νικήσειν ἐλπίδα τῷ συνειδότι τοῦ κρείττονος δόντες] ἤγουν τῷ εἰδότι τὸ πρᾶγμα κάλλι‐ στον καὶ ὅσιον ὄν· λέγει δὲ τὸ ὑπὲρ τῶν θανόντων σπου‐ δάζειν. ἢ τῷ συνειδότι τοῦ κρείττονος ἀντὶ τοῦ τῇ θείᾳ
5βουλήσει νοητέον, ἵνα λέγει, τοὺς Ἀθηναίους ἐλπίσαντας νικήσειν τῷ συμβούλεσθαι αὐτοῖς ταῦτα τὸ θεῖον· θεοῦ γὰρ βουλὴ τυγχάνειν ταφῆς ἅπαντας. AC. ἀντὶ τοῦ τῷ ἀνδρείῳ ἐπιστρέψαντες. καὶ Θουκυδίδης ἐχρήσατο τῷ ὁμοίῳ ἐνθυμήματι ἐν τῷ ἐπιταφίῳ. D.

Pan

117,9

ὑπὲρ τοῦ κοινοῦ νόμου] νόμος γὰρ κοινὸς, πάντας ἀνθρώπους θάπτεσθαι. AC. τοῖς μὲν τὴν τιμὴν, τοῖς δὲ τὴν τιμωρίαν ἀπέδοσαν] οὐδεὶς ἁπλῶς τὰ γενόμενα, ἤτοι κατορθούμενα λέγειν καὶ
5διηγεῖσθαι χρὴ, ἀλλ’ ἀναφέρειν τὸ πραχθὲν εἴς τι μέρος τῆς ἀρετῆς, ὥσπερ ἐνταῦθα ὁμοῦ καὶ ἀνδρείας καὶ δικαιο‐ σύνης ἐχόμενον δείκνυσι τὸ γενόμενον. D. τοῖς μὲν] τοῖς θανοῦσι. AC. τὴν τιμὴν] ἤγουν τὸ θάψαι. C.
10τοῖς δὲ] τοῖς Θηβαίοις. AC.

Pan

117,10

ἀπέδοσαν] εἰκότως ἔχει τὸ ἀπέδοσαν· ἄξιοι γὰρ Θηβαῖοι μὲν τιμωρίας, ὡς ἀνόσιοι, Ἀργεῖοι δὲ τιμῆς, ὡς ἀδίκως ῥιφέντες· διὸ καὶ ἀμφότεροι τῶν ὀφειλομένων
ἔτυχον. AC.103
5βοηθείας] ἕνεκα. A.

Pan

117,11

ὥσπερ ἐκ δυοῖν ποδοῖν] τὸ ἐκ δυοῖν πο‐ δοῖν παροιμία ἐπὶ τῶν πάνυ σπουδαζόντων λεγομένη· καὶ οὐχ ὅτι οἱ μὴ σπεύδοντες ἑνὶ μόνῳ χρῶνται ποδί. πῶς γάρ; ἀλλὰ τὸ λέγειν ἐκ δυοῖν ἔμφασιν ἔχει μεγάλης σπου‐
5δῆς· ἄλλως τε καὶ οἱ μὴ σπουδάζοντες, εἰ καὶ δυσὶ χρῶν‐ ται ποσὶν, ἀλλ’ ἑνὸς τάχος παρέχονται. AC. ἀντὶ τοῦ ταχέως καὶ ἀσφαλῶς, ἐκ μεταφορᾶς τῶν πλοίων· ἢ ἀντὶ τοῦ προθύμως καὶ ἀνενδοιάστως· παρὰ τοὺς σπεύδοντας ἀμφοτέροις ἐπείγεσθαι τοῖς ποσίν. ἢ ἀντὶ τοῦ δύο πη‐
10δαλίοις, ἵνα ᾖ ὅμοιον τῷ ἐπὶ δυοῖν ὁρμεῖν ἔδοξαν. παροι‐ μία δέ ἐστιν ἐπὶ τάχους λεγομένη. D.

Pan

117,13

οὐχ ὅσον λανθάνειν] ἡ γὰρ μικρὰ ὑπερ‐ οχὴ λανθάνει διὰ σμικρότητα. AC. ἐπειδὴ εἰώθασι τὰ μικρὰ λανθάνειν. τὴν ὑπερβολὴν ἐμφαίνει τῶν πράξεων. D. ὡς ἐπὶ παραδείγματος τοῦτό φησιν· ὥσπερ γὰρ, φησὶν,
5ἐάν τις τινὸς ἐλλογιμώτερός ἐστιν ἐν μικρῷ, οὐκ ἔστιν ἐπιφανὴς, ὁ δὲ πολὺ προέχων ἐν τῇ σοφίᾳ λήθην ποιεῖ τοῦ εἶναι τοῦ ἑτέρου ἐλλόγιμος, οὕτω καὶ ἡ πόλις προέ‐ χουσα τῶν λοιπῶν πόλεων, μεγάλως εὐτελεῖς ἐκείνους ἀπο‐ δείκνυσιν. D.
10εἰ δὲ βούλει, λέγω δικαιοσύνης ἀντὶ τῆς φιλανθρω‐ πίας] φιλανθρωπίας εἰπὼν, ὥσπερ ἐπιδιορθοῦται, καὶ φησὶ δικαιοσύνης ἀντὶ τῆς φιλανθρωπίας, ἵνα μή τις εἶπε ὡς καὶ τοὺς ἀδικοῦντας καταφεύγοντας ἐδέχοντο. A. τὸ σχῆμα διορθωτικόν. φησὶ δὲ δικαιοσύνην ἀντὶ τῆς φιλανθρω‐
15πίας, τὸ γένος ἀντὶ τοῦ μέρους δηλῶν. τῆς γὰρ δικαιο‐ σύνης μέρος ἡ φιλανθρωπία. D.

Pan

117,14

ὥσπερ γὰρ κήρυκες] μεταφορικῶς εἶπεν αὐ‐ τοὺς κήρυκας ὀνομάσας τοὺς καταφεύγοντας. καὶ πάλιν οἰκείως τούτου ἐπήνεγκεν τὴν ἀνάρρησιν, τουτέστι τὴν ἀναγόρευσιν, ὅπερ ἐστὶ κύριον κήρυκος. τὸ δὲ ἀπ’ αὐτῶν
5τῶν ἔργων, καὶ οὐ διὰ τῆς φωνῆς κηρύξαντες. D. ἅπαντες οὗτοι] οὓς εὖ ποιεῖ. C.

Pan

117,15

τὴν ἀνάρρησιν] ἀναγόρευσιν. AC.

Pan

117,16

ἀμείνους] τὸ ἀμείνους ἐνταῦθα ἀνδρειοτέ‐ ρους ἔλαβεν, ἵνα δείξῃ πάλιν τὸ δίκαιον καὶ τὸ ἀνδρεῖον τῶν Ἀθηναίων, D.104

Pan

117,17

ἀριθμὸν πληρούσας] τουτέστι μόνον ὄνομα ἐχούσας. D.

Pan

117,18

τὴν δ’ ὡς ἀληθῶς ὥσπερ πόλιν ἐν χωρίοις ἀνέχουσαν, ὁμοίαν τῇ κατασκευῇ καὶ τοῖς λογισμοῖς] τὸ ἐν χωρίοις ἀνέχουσαν, καὶ τὸ ὁμοίαν τῇ κατασκευῇ καὶ τοῖς λογισμοῖς, οὐκ ἔστι πρὸς τὸ τήνδε, ἀλλὰ πρὸς τὸ
5παράδειγμα, τὸ ὥσπερ πόλιν. AC. ὁμοίαν τῇ κατασκευῇ καὶ τοῖς λογισμοῖς] ἤγουν ὥσπερ ὑψηλή ἐστι τῇ θέσει, οὕτω καὶ τῷ βούλεσθαι. AC.

Pan

117,19

τῶν μὲν τὰ δίκαια τιμώντων] ἰστέον δὲ ὅτι τοῖς μὲν τὰ δίκαια τιμῶσι τὸ καταφρονεῖσθαι ἕπεται δι’ ἡμερότητα, τοῖς δὲ δύναμιν ἔχουσι τὸ μηδενὶ εἴκειν δι’ αὐτὸ τοῦτο. ἡ οὖν τῶν Ἀθηναίων πόλις, ὡς Ἀριστεί‐
5δης φησὶ, τὴν ἑκατέρου δοκοῦσαν φαυλότητα εἰς ἐπανόρ‐ θωσιν ἑκατέρου κέκτηται, τὴν μὲν ἐκ τῆς δικαιοσύνης ἡμε‐ ρότητα τῇ δυνάμει μίξασα, τὸ δὲ τῆς δυνάμεως καρτερὸν τῇ δικαιοσύνῃ, ἵνα δι’ ἀμφοτέρων θαυμαζομένη ἐν οὐδετέρῳ κακίζηται. ἔστι δὲ τοῦτο τὸ σχῆμα ὥσπερ χιαστόν.
10[Start of a diagram][Start of a diagram section]δικαιοσύνης[End of a diagram section] [Start of a diagram section]ἡμερότης[End of a diagram section] [Start of a diagram section]ἀνδρείας[End of a diagram section] [Start of a diagram section]καρτερόν.[End of a diagram section][End of a diagram] AC. τὸ σχῆμα τοῦτο χιαστὸν ἐκλήθη· διότι δύο προτά‐ σεων οὐσῶν, τοῦ τε δικαίου καὶ τοῦ δυνατοῦ, ὃ μὲν ἔδει τῷ δικαίῳ ἀποδοῦναι, τοῦτο ἀπένειμε τῷ δυνατῷ, ὃ δὲ
15τῷ δυνατῷ, τῷ δικαίῳ πάλιν ἀντέθηκεν ἐναλλὰξ τὰς ἐν‐ νοίας. καλεῖται δὲ τὸ σχῆμα τοῦτο καὶ παρακειμένου κα‐ κοῦ ἀναίρεσις. λέγεται δὲ οὕτως, ἐπειδὴ παράκειται ὡς δι‐ καίοις τὸ εὐχερῶς πάσχειν καὶ ἀδικεῖσθαι, ὡς δὲ ἀν‐ δρείοις τὸ ἀδικεῖν. ἀνεῖλε δὲ τὴν ἑκατέρου κακίαν, οἷον,105
20δικαία οὖσα, καὶ οὐ πάσχουσα, καὶ ἀνδρεία οὖσα, οὐκ ἀδικοῦσα. εἰ γὰρ καὶ ἐν τέλει ἔθηκε τὸ συγκριτικὸν τοῦ ὀνόματος, καὶ δοκεῖ συγκριτικὸν, ἀλλ’ οὐκ ἔστιν· ἦ γὰρ ἂν ὤφειλεν εἰπεῖν δικαιοτέραν, ἀλλ’ ὡς εἴρηται, παρακει‐ μένου κακοῦ μεθοδεύει ἀναίρεσιν. τί οὖν θέλει τὸ νόημα;
25ἐπειδὴ παράκειται ὡς δικαίοις τὸ πάσχειν, ὡς δὲ ἀνδρείοις τὸ ἀδικεῖν, ἀνεῖλεν, ὡς εἴπομεν, τὴν ἑκατέρου κακίαν, ἀντὶ τοῦ δικαία, καὶ οὐ πάσχουσα, καὶ ἀνδρεία οὖσα, καὶ οὐκ ἀδικοῦσα. ἄλλοι δὲ λέγουσι τοῦτο τὸ σχῆμα διάλληλον, ἄλλοι δὲ ἐναγώνιον, παρὰ τὸ ἀγῶνα δοκεῖν ἔχειν τῇ ἐπα‐
30γωγῇ τῶν νοημάτων, ἕτεροι δὲ στρεπτόλυτον, παρὰ τὸ ἐκ τῶν ἀντιστρόφων λῦον τὰ λεγόμενα. [Start of a diagram][Start of a diagram section]δίκαιον[End of a diagram section] [Start of a diagram section]δικαιότερον[End of a diagram section] [Start of a diagram section]κατὰ στοῖχον[End of a diagram section] [Start of a diagram section]τὸ σχῆμα
35καὶ δια‐ γώνιον[End of a diagram section] [Start of a diagram section]διαγώνιον[End of a diagram section] [Start of a diagram section]κατὰ στοῖχον ἢ πλεκτὸν
40καὶ λυτὸν[End of a diagram section]
[Start of a diagram section]ἀνδρεῖον[End of a diagram section] [Start of a diagram section]ἀνδρειότερον[End of a diagram section][End of a diagram] [Start of a diagram][Start of a diagram section]δυνατώτερον[End of a diagram section] [Start of a diagram section]δικαιότερον[End of a diagram section] [Start of a diagram section]δ[End of a diagram section] [Start of a diagram section]β[End of a diagram section] [Start of a diagram section]γ[End of a diagram section] [Start of a diagram section]α[End of a diagram section]106
45[Start of a diagram section]δυνατὴ[End of a diagram section] [Start of a diagram section]δικαία[End of a diagram section][End of a diagram] D. ὀχυρωτέραν] ἀσφαλεστέραν. A.

Pan

117,21

τῶν δὲ ἐπὶ τοῦ βιάζεσθαι] ἤγουν τῶν δυ‐ νατῶν. AC. ἄμφω τὼ γένη] τοὺς δυνατοὺς καὶ τοὺς δικαίους. AC. γένη καλεῖ τὰ συστήματα, τοὺς ἀνδρείους καὶ τοὺς
5δικαίους. D. δι’ ἀμφοῖν νικᾶν] τὸ δι’ ἀμφοῖν λέγει, ἢ διότι τοὺς δυνατοὺς καὶ τοὺς δικαίους νικᾷ τῷ παρὰ μέρος μὲν ἐκεί‐ νους εἶναι τοιούτους, αὐτὴν δὲ ἄμφω ταῦτα κεκτῆσθαι, ἢ καὶ διὰ τοῦτο μὲν, καὶ διότι μᾶλλον αὕτη ταῦτα ἔχει. AC.

Pan

118,2

τῶν ἀρχαίων] ἢ ὧν πρόσθεν ἐμνήσθη· ἐκεῖνα γὰρ μόνης φιλανθρωπίας ἦν· ἢ ἀρχαίων ἀντὶ τοῦ πα‐ λαιοῦ νοητέον. AC. τῶν ἀρχαίων ἐξειλεγμένα] ἵνα δείξῃ ὅτι πολλῶν ὄν‐
5των τὰ τίμια εἶπεν. D. πρὸς τοὺς ἑκάστοτε ἐπιόντας] κατ’ αὐτῆς. AC.

Pan

118,4

Ἀμαζόσι μὲν γὰρ] Ἡρακλῆς ὑπ’ Εὐρυσθέως πεμφθεὶς τὸν ζωστῆρα Ἱππολύτης, τῆς τῶν Ἀμαζόνων στρατηγοῦ, εἴληφεν. ἀγανακτήσασαι οὖν αὗται τῆς Ἑλλά‐ δος καταστρατεύονται, καὶ πολλὰς καταστρέψασαι πόλεις,
5ἐπεὶ μέχρι τῆς Ἀττικῆς ἦλθον, ὑπὸ τοῦ Θησέως, βασι‐ λεύοντος Ἀθηναίων, κατεπολεμήθησαν· καὶ ὃς Ἱππολύ‐
της λαβὼν καὶ συγγενόμενος ἔτεκε τὸν Ἱππόλυτον. οἰ‐ κοῦσι δὲ Ἀμαζόνες ἐν Σκυθίᾳ παρὰ τὸν Θερμώδοντα ποταμόν. AC. Ἡρακλῆς ὑπ’ Εὐρυσθέως πεμφθεὶς τὸν ζω‐107
10στῆρα Ἱππολύτης τῆς Ἀμαζόνος ἐκόμισεν. ἀγανακτήσα‐ σαι αἱ Ἀμαζόνες κατὰ τῆς Ἑλλάδος στρατεύονται, καὶ πολλὰς κατεστρέψαντο πόλεις. ἐλθούσας δὲ αὐτὰς πρὸ τῆς Ἀττικῆς ὁ Θησεὺς, βασιλεὺς ὢν, συμβαλὼν νενίκηκε, καὶ λαβὼν Ἱππολύτην συνεγένετο αὐτῇ, ἀφ’ ἧς ἐγέννησε τὸν
15Ἱππόλυτον· οἰκοῦσι δὲ ἐν τῇ Σκυθίᾳ αἱ Ἀμαζόνες παρὰ Θερμώδοντα ποταμόν. D. αἳ παρῆλθον τοῖς ἔργοις τὴν φύσιν] οὐ γὰρ οἰκεῖον ταῖς γυναιξὶν ὅπλα φέρειν καὶ ἀνδρίζεσθαι. AC. ἐπειδὴ οὐδὲν ἐδόκει μέγα εἶναι τὸ τῆς νίκης, εἰ γυναῖκας ἐνίκησε,
20λέγει τὰς τὴν οἰκείαν φύσιν παραδραμούσας, αὔξων αὐ‐ τῶν τὴν δύναμιν· γυναῖκες γὰρ οὖσαι τοῖς ἔργοις τοὺς ἄν‐ δρας ἐνίκησαν. πλέον δὲ αὔξων εἶπεν, οὐδεὶς αὐταῖς ἀν‐ τᾶραι τετόλμηκε. λέγει δὲ, αἳ παρῆλθον τοῖς ἔργοις τὴν φύσιν· γυναῖκας γὰρ ὑπερέβαινε τὸ ταῦτα εἰπεῖν. D.

Pan

118,5

οὐδενὸς ἀνταίροντος] ἀνθισταμένου αὐ‐ ταῖς. AC. τῶν μέχρι τῆς Ἀττικῆς] κατοικούντων. A. ἀλλ’ ἐξισώκεσαν ἤδη τὰς ἠπείρους] ὥσπερ ἐπὶ τοῦ
5κύκλου ἀπὸ τοῦ κέντρου ἀρχόμενοι γραμμὰς ἐφ’ ἅπασι ποιοῦμεν τοῖς πέρασιν, οὕτω καὶ αὗται, ὥσπερ τι σημεῖον, καὶ κέντρον τοῦ Θερμώδου ποιησάμεναι, τοὺς ἑκασταχόσε οἰκοῦντας Ἕλληνας κατεστρέψαντο, τήν τε Ἀσίαν καὶ τὴν Εὐρώπην ὥσπερ ἥνωσαν τῇ καταστροφῇ. τοιαύτην
10γὰρ ἔμφασιν ἔχει τὸ ἐξισώκεσαν. καὶ γὰρ πρὶν αὐτὰς συν‐ άψαι τοῖς ἔργοις, διῃρημέναι οὖσαι ἀνισότητα εἶχον αὐτῷ τῷ διῃρῆσθαι. AC. ἀντὶ τοῦ ἐλέαναν νοητέον. πρὶν γὰρ τῆς τούτων ἐπιστρατείας δυσκόλως τις διὰ τῶν ἠπείρων ὥδευεν. ἐποίει δὲ τοῦτο τὰ ἐνοικοῦντα ἔθνη· ἃ πάντα κα‐
15ταστρεψάμεναι αὗται τὴν τραχύτητα τῆς ὁδοῦ ὥσπερ ἐξί‐
σωσαν. A. τοῦτο κατὰ γεωμετρίαν εἶπεν. παντὸς γὰρ κύ‐ κλου αἱ ἀπὸ τοῦ κέντρου ἐμφερόμεναι εὐθεῖαι ἴσαι ἀλλή‐ λαις εἰσίν. ἀπὸ κοινοῦ δὲ τὸ ἐξισώκεσαν, τουτέστιν ἴσως ἦσαν νενικηκυῖαι. D.108

Pan

118,6

ὥσπερ ἀπὸ σημείου] τινός. A. τοῦ Θερμώδοντος] ἐκ. A.

Pan

118,7

ὥσπερ ἐν στρατοπέδῳ] στρατόπεδόν ἐστιν ὁ τόπος, ἐν ᾧ ἡ στρατιὰ ἵδρυται, καὶ ὁ τὰ κύκλῳ πάντα, ἃ στρατοπεδευόμενα νομίζονται. AC. ἐν σκηνῇ. ἵνα δείξῃ τὸν δρόμον, ὅτι ἐσκήνουν μᾶλλον ἢ ἐμάχοντο. D.

Pan

118,8

τοῦ στρατοπέδου] ἤγουν τῆς στρατοπεδεύ‐ σεως. C. ὥσπερ κάλω ῥαγέντος] κάλων καὶ κάλος Ἀττικῶς κυ‐ ρίως λέγεται ὁ σχοῖνος, ὃς ἀπέρχεται ἀπὸ τῆς κορυφῆς
5τοῦ ἱστοῦ τῆς νεὼς εἰς τὴν πρώραν. A. ὥσπερ κάλου ῥαγέντος] γράφεται καὶ κάλω Ἀττικῶς ἀπὸ εὐθείας τῆς ὁ κάλως. τὸ δὲ ῥαγέντος ἐμφαίνει τοῦ δρόμου τὸν τόνον· σχοίνῳ γὰρ τὸν δρόμον παρέβαλε τεινομένῳ, καὶ τελευ‐ ταῖον ῥαγέντι. D.

Pan

118,9

διελέλυτο Ἀμαζόσιν ἥ τε ἀρχὴ καὶ ὁ δρό‐ μος] μέχρι γὰρ τῆς Ἀττικῆς κρατοῦσαι ἐχώρουν. AC. ἡ πόλις κἀνταῦθα ἐβοήθησε τῇ κοινῇ φύσει] τῇ φύ‐ σει λέγει αὐτῆς βεβοηθηκέναι, διὰ τὸ ὑπὸ γυναικῶν ἄν‐
5δρας ἡττᾶσθαι· τὸ δὲ κἀνταῦθα ὡς ἐπὶ τῶν Ἀργείων. D. κἀνταῦθα] ὥσπερ καὶ ἐν ἄλλοις ἔργοις. AC.

Pan

118,10

τῇ κοινῇ φύσει] τῶν ἀνδρῶν δηλονότι. A. τὸ κοινῇ φύσει λέγει, ἢ διόυ οὐκ ἔδει ἄνδρας ὑπὸ γυ‐ ναικῶν ἡττᾶσθαι, ὅπερ ἡ πόλις ἔπαυσεν· ἢ κοινῇ φύσει ἀντὶ τοῦ πᾶσιν ἀνθρώποις νοητέον· πάντας γὰρ αὗται κα‐
5τέστρεφον. AC. εἴ ποτε ἐγένοντο] καθάπαξ γὰρ τότε τὸ σφῶν ἀπο‐ λώλει γένος AC. οἶμαι δ’ οὐδὲ Θρᾷκας αὐτοῖς μέμψασθαι τῆς συμφο‐ ρᾶς] Εὔμολπος, Θρᾴκης βασιλεὺς, υἱὸς Ποσειδῶνος καὶ
10Χιόνης, τῆς Ἑρμοῦ, ἀμυνόμενος Ἀθηναίοις, ὡς ἡττη‐ θέντος αὐτῷ τοῦ πατρὸς Ἀθηνᾷ τὴν περὶ τῆς πόλεως κρίσιν, ἐστράτευσε κατ’ αὐτῶν. μηκυνομένου δὲ τοῦ πολέ‐ μου, ἔχρησεν ὁ θεὸς, Ἐρεχθέα θῦσαι τὴν θυγατέρα Ἄγραυλον. καὶ τούτου γενομένου, ἔδοξεν Εὐμόλπῳ κατα‐109
15λῦσαι τὴν ἔχθραν. διὸ τὸ μὲν γένος αὐτοῦ ἀπ’ ἐκείνου κατέστη δικάζειν ἐν Ἐλευσῖνι τὰ περὶ ἀσεβείας καὶ ἀρ‐ χιερατεύειν. διὸ κήρυκας καὶ Εὐμολπίδας ἐνταῦθα ἔστιν ἀκούειν· τὸ δὲ τοῦ Ἐρεχθέως βασιλεύειν. ἰστέον δὲ ὅτι ἡ Ἔρσα καὶ Πανδρόσα, αἱ τῆς Ἀγραύλου ἀδελφαὶ, συνα‐
20νεῖλον ἑαυτὰς τῇ ἀδελφῇ· ὅρκῳ γὰρ πρόσθεν ἑαυτὰς κα‐ τέλαβον κοινωνεῖν ἐν ἅπασι ταύτῃ. AC. καὶ οὗτοι γὰρ ὥσπερ αἱ Ἀμαζόνες ἡττήθησαν· συμφορὰν γὰρ καλεῖ τὴν ἧτταν. ἔστι δὲ διπλῆ ἡ γραφὴ, αὐταῖς καὶ αὐτοῖς, καὶ διπλῆ ἡ ἐξήγησις. ἢ γὰρ αὐτοῖς οὐκ ἐμέμψαντο, ὡς ἀνα‐
25ξίως ἡττηθεῖσιν. ἢ αὐταῖς ἀνεμέμψαντο, ὡς καὶ αὐτοὶ ἡτ‐ τηθέντες ὑπ’ αὐτῶν. ὁ γὰρ τὰ αὐτὰ πάσχων ἑτέρῳ ἐγκα‐ λεῖν οὐ δύναται. κατὰ τὸν αὐτὸν δὲ χρόνον Θρᾷκες ἐστρά‐ τευσαν ἐπὶ ἀρ καθ’ ὃν καὶ οἱ ἑπτὰ, ὡς δηλοῖ ἐν Φοι‐ νίσσαις Εὐριπίδης, διὰ Τειρεσίου πρὸς Κρέοντα λέγων
30„Κἀκεῖ γὰρ ἦν τις πόλεμος Εὐμόλπου δορὸς, οὗ καλλινί‐ κους Κεκροπίδας ἔθηκ’ ἐγώ“. δείκνυσι δὲ τὴν ἱστορίαν ταύτην προτέραν τῶν Ἀμαζόνων. ἔστι δὲ αὕτη. Εὔμολπος, ὁ βασιλεὺς Θρᾴκης, υἱὸς δὲ Ποσειδῶνος καὶ Χιόνης, ἀν‐ τιποιούμενος τῆς Ἀττικῆς, ὡς πατρῴου κτήματος, καὶ ὀρ‐
35γισθεὶς ὑπὲρ οὗ ἡττήθη ὁ πατὴρ αὐτοῦ, ἐστράτευσε κατὰ τῆς Ἀττικῆς. μηκυνομένου δὲ τοῦ πολέμου ἔδοξε καταλῦ‐ σαι τὴν ἔχθραν, καὶ τὸ μὲν γένος τὸ ἀπ’ ἐκείνου κατα‐ στῆσαι δικάζειν τὰ περὶ ἀσεβείας καὶ ἀρχιερατεύειν, τὸ δὲ τοῦ Ἐρεχθέως βασιλεύειν. καὶ Δημοσθένης ἐν τῷ κατὰ
40Ἀνδροτίωνος, δικάζεσθαι πρὸς Εὐμολπίδας, φράζειν πρὸς τὸν βασιλέα. D.

Pan

118,11

τῆς συμφορᾶς] ἕνεκεν τῆς ἑαυτῶν. A.

Pan

118,13

ὥσπερ ἂν εἰ τὴν θάλατταν ἐνεχείρουν πε‐
ραιοῦσθαι πεζῇ] ὥσπερ γὰρ τοῦτο ἀδύνατον, οὕτω καὶ τὴν πόλιν ὑπ’ αὐτῶν, ἢ ἄλλων ὡντινωνοῦν κατεστρα‐ τεῦφθαι. AC.110

Pan

118,14

ὃ τοῖς πολλοῖς τῶν εἰωθότων λέγειν ἐπὶ τῷ τάφῳ τῷ δημοσίῳ παρεῖται] κοινὸν ἦν σῆμα ἐπὶ τοῦ τῆς Ἀθηναίων πόλεως προαστείου, εἰς ὃ τοὺς ἐκ τῶν πολέμων τετελευτηκότας ἔθαπτον, χρώμενοι ἐπὶ τὰς ταφὰς
5νόμῳ τοιῷδε· ὃς γὰρ ἐδόκει ἱκανώτατος λέγειν, ᾑρημένος παρὰ τῆς πόλεως ἔλεγεν ἐπ’ αὐτοὺς τὸν προσήκοντα ἔπαινον· καὶ πρῶτον μὲν τὴν τῆς πόλεως φιλανθρωπίαν καὶ τὰς πράξεις διηγεῖτο, εἶθ’ οὕτω καὶ τὴν τούτων ἀρε‐ τήν. AC. ἐπειδὴ ἁρμόζει τοῦτο τὸ ἐπιχείρημα ἐπιταφίῳ,
10μέμφεται τοῖς ἐν τῷ ἐπιταφίῳ παραλιμπάνουσι τὸ λεγό‐ μενον. D.

Pan

118,16

ἰδίᾳ πεφήνασιν ἐνταῦθα βουλόμενοί τινες χρήσασθαι συμφοραῖς ὑπὲρ τοῦ κοινοῦ] πολλοὶ γὰρ ὑπὲρ τῆς πόλεως δεδώκασιν ἑαυτοὺς εἰς σφαγάς. τὸ δὲ χρήσα‐ σθαι εἶπεν, ὡς ἂν ἀπολαύσεως. D.

Pan

118,17

ᾧ γὰρ ἑώρων τρόπῳ—ἡνίκ’ ἂν ὁ και‐ ρὸς καλοίη] παράδειγμα τῆς εὐψυχίας ἐποιοῦντο τὴν πό‐ λιν. D.

Pan

118,18

προσφέρεσθαι] ὁμιλεῖν. A. ὥστε καὶ ἐκ τῶν κοινῶν καὶ ἐκ τῶν ἰδίων διπλῆν εἶ‐ ναι τῇ πόλει τὴν ὅλην φιλοτιμίαν] κοινῶν λέγει, ὧν ἐποίη‐ σεν ἡ πόλις, ἰδίων δὲ, ὧν ἕκαστος ἑαυτὸν ἐπιδέδωκε· διὸ
5καὶ τὴν εὐδοξίαν διπλῆν ἔχει ἡ πόλις. D.

Pan

118,19

ὃ δέ γε ἔτι τούτου μεῖζόν ἐστιν] τοῦτο εἴπω δηλονότι. A.

Pan

118,20

λέγεται γὰρ Ἐρεχθεὺς μὲν] τινὲς ἐνόμισαν, ὡς ξένου αὐτοῦ μνησθῆναι τοῦ Ἐρεχθέως διὰ τὸ πρὸ αὐτοῦ εἰρημένον· οὐκ ἔστι δὲ, ἀλλὰ περὶ πολιτῶν εἰπὼν ἄνω καὶ ξένων, πρῶτον μὲν περὶ πολιτῶν, δεύτερον δὲ περὶ
5τοῦ Ἐρεχθέως καὶ τοῦ Λεῶ, εἶτα καὶ περὶ ξένων, τοῦ Κόδρου. ἔχει γὰρ ὧδε· Θυμίλης ἐβασίλευσε τῆς Ἀττικῆς,
ἐκ Θησέως καταγόμενος, ἐφ’ οὗ Βοιωτοὶ, Ξάνθου ἡγε‐ μόνος αὐτῶν, ἐφιλονείκησαν πρὸς Ἀθηναίους περὶ χώρας τινὸς, καὶ ἔδοξε τοὺς ἐξ ἑκατέρου βασιλεῖς μονομαχῆσαι.111
10ὁ Θυμίλης γηράσκων, καὶ μὴ δυνάμενος μαχέσεσθαι Με‐ λάνθῳ τινι Μεσσηνίῳ, ἀπογόνῳ μὲν Νέστορος, πατρὶ δὲ Κόδρου, παρεχώρησε τῆς βασιλείας ἐπὶ τῷ μονομαχῆσαι. συμμαχοῦντος δὲ Διονύσου τῷ Ξάνθῳ ἐνεκάλει ὁ Μέλαν‐ θος αὐτῷ, ὡς μεθ’ ἑτέρου μαχομένῳ. στραφέντος ἐκεί‐
15νου ἐπὶ τῷ ἰδεῖν τὸν μεθ’ ἑαυτοῦ βαλὼν ἀνεῖλεν. ὅθεν τὰ Ἀπατούρια τὴν ἑορτὴν ἄγουσιν Ἀθηναῖοι, διότι ἀπα‐ τήσας αὐτὸν ἀνεῖλεν. AC. θυγατέρα λέγει τὴν Ἄγραυλον, περὶ ἧς καὶ Δημοσθένης ἐν τῷ παραπρεσβείας φησὶ, καὶ τῶν τοῦ ἐφήβου τῆς Ἀγραύλου ὅρκων. αἱ δὲ ταύτης ἀδελ‐
20φαὶ συνανεῖλον ἑαυτὰς τῇ ἀδελφῇ, ἥ τε Ἔρσα καὶ Παν‐ δρόση. ὅρκῳ γὰρ ἀλλήλας κατέκλεισαν κοινωνῆσαι ἐν ἅπα‐ σιν ἑαυταῖς. τινὲς δὲ ἐνόμισαν ὡς ξένους αὐτῶν μεμνῆ‐ σθαι, τοῦ Ἐρεχθέως δὲ τὸ πρὸ αὐτοῦ εἰρημένον. οὐκ ἔστι δέ· ἀλλὰ περὶ πολιτῶν εἰπὼν ἄνω καὶ περὶ ξένων δύο,
25τρία ἐπάγει τὰ παραδείγματα, πολίτην μὲν τὸν Ἐρεχθέα, καὶ τὰς θυγατέρας αὐτοῦ, ξένον δὲ τὸν Κόδρον, εἰς βα‐ σιλείαν ξένον ὄντα. οὕτως Θυμοίτης ἐβασίλευσε τῆς Ἀττι‐ κῆς, ἐκ Θησέως καταγόμενος, ἐφ’ οὗ Βοιωτοὶ Ξάνθου ἡγουμένου αὐτῶν ἐφιλονείκησαν πρὸς Ἀθηναίους περὶ χω‐
30ρίου τινὸς, καὶ ἔδοξε τοὺς ἐξ ἑκατέρων βασιλεῖς μονομαχῆ‐ σαι. ὁ Θυμοίτης δὲ γεγηρακὼς, καὶ μὴ δυνάμενος ἀγωνίσα‐ σθαι Μελάνθῳ τινὶ Μεσσηνίῳ, ἀπογόνῳ τοῦ Νέστορος, παρε‐ χώρησε τὴν βασιλείαν ἐπὶ τῷ μονομαχῆσαι. φανέντος δὲ τοῦ Διονύσου, ἐνεκάλει ὁ Μέλανθος τῷ Ξάνθῳ, ὡς μεθ’
35ἑτέρου μαχομένῳ. ἐκείνου δὲ στραφέντος ἐπὶ τῷ ἰδεῖν τὸν μεθ’ ἑαυτοῦ, βαλὼν ἀνεῖλεν· ὅθεν τὰ Ἀπατούρια τὴν ἑορ‐ τὴν ἄγουσιν Ἀθηναῖοι. τοῦ δὲ Μελάνθου παῖς γίνεται Κόδρος. D.

Pan

118,21

προσαγαγεῖν δ’] λέγεται. A.

Pan

119,1

Λεὼς δὲ ὅμοια τούτῳ βουλεύσας ἐκστῆναι τῶν θυγατέρων καὶ οὗτος ἐν τῷ λοιμῷ] λοιμοῦ ποτε κα‐
ταλαβόντος τὰς Ἀθήνας, ἔχρησεν ὁ θεὸς, μὴ παύσε‐ σθαι τὸ δεινὸν, πρὶν ἂν τῶν πολιτῶν τις τὰ ἑαυτοῦ112
5τέκνα ἐπιδῷ πρὸς ἀναίρεσιν. Λεώς τις ἔχων τρεῖς θυγα‐ τέρας, Φρασιθέαν, Θεοπόμπην καὶ Εὐβούλην, προθύμως ἐπιδέδωκεν. ὅθεν αὐταῖς τὸ ἱερὸν ᾠκοδομήθη, τὸ καλού‐ μενον Λεωκόριον. ACD.

Pan

119,2

ἐκστῆναι τῶν θυγατέρων] λέγεται. A. Κόδρος δὲ ἐν τῷ πρὸς Δωριέας πολέμῳ] Ἀθηναίων καὶ Λακεδαιμονίων πολεμούντων, ἔχρησεν ὁ θεὸς, τοὺς καταρχομένους τῆς μάχης ἡττᾶσθαι. προσποιησάμενος οὖν
5προσαιτεῖν ὁ Κόδρος ἀπῆλθε πρὸς Λακεδαιμονίους πα‐ ροξύνων αὐτοὺς εἰς πόλεμον. εἶτα ἐκεῖνοι ἀγνοήσαντες ἀνεῖ‐ λον αὐτὸν, καὶ οὕτως ἡττήθησαν. ACD.

Pan

119,3

αὐτὸς ἐθελοντὴς ὑπὲρ τῆς χώρας ἀποθα‐ νεῖν] οὐ γὰρ ἠνάγκαζεν αὐτὸν ὁ χρησμὸς, ὡς Ἐρεχθέα καὶ Λεών. AC.

Pan

119,4

οἷς ὑπάρχει τοιαῦτα τῶν σφετέρων διηγή‐ σασθαι] τοῖς Θηβαίοις. καὶ γὰρ ἐν αὐτοῖς Μενοικεὺς, ὁ Κρέοντος, ὑπὲρ τῆς πόλεως ἑκὼν ἑαυτὸν ἀνεῖλε· τὸ δὲ σφετέρων ἢ πολιτῶν νοητέον ἢ πραγμάτων. AC. ἀντέπι‐
5πτεν αὐτῷ· ἀλλὰ Κρέων ἐν Θήβαις Μενοικέα τὸν υἱὸν ἐπιδέδωκεν εἰς σφαγὴν ὑπὲρ τῆς πόλεως· λύει οὖν αὐτὸ λέγων· ἀλλ’ ἀρχηγὸς ἡ πόλις γέγονε τούτου. ἠρίστευσε δὲ Κρέων τὴν Ἀθηναίων πόλιν ἔχων διδάσκαλον. οἷον κἂν ἔχωσιν εἰπεῖν Ἀργείους καὶ Θηβαίους, ὅτι ὑπὲρ αὐτῶν
10ἀποθνήσκειν ᾑρήσαντο, τούτων τῶν παρ’ ἡμῶν μείζων οὐ γεγένηται παρ’ αὐτοῖς. ἀλλ’ ἀρχηγὸς, φησὶ, τούτων ἐγέ‐ νετο ἡ πόλις, ὥστε κατὰ μίμησιν ἐκεῖνοι ἐπέδωκαν ἑαυ‐ τούς. οὐ πρὸς τὸ ξένον δὲ ἀπήντησεν, ἀλλὰ προέταξε πρῶ‐ τον τοὺς πολίτας, ὕστερον δὲ λέγει περὶ τῶν ξένων· ἔνθα
15λέγει τὸν Κόδρον· ἐπαινεῖ δὲ πάλιν τὸ ἀνδρεῖον. D.

Pan

119,4bis

τούτοις μηδὲν εἶναι πλέον εἰπεῖν τῶν παρ’ ἡμῖν] ἅπαξ γὰρ τοῦτο ἐν ἑαυτοῖς, ἐν ἡμῖν δὲ πολλάκις γέγονεν. AC.113

Pan

119,5

τῶν τοιούτων ἔργων ἄρχειν τὴν πόλιν] ἐκεῖ‐ νοι γὰρ ἐξ ἡμῶν τοῦτ’ ἐμιμήσαντο. AC. διὰ τοσούτων] ὧν ἔφημεν. AC. ἔτι πλειόνων τῶν παραδειγμάτων] ἃ διὰ τὸ πλῆθος
5παρήκαμεν. AC.

Pan

119,6

μηδεμίαν λείπεσθαι μήτε κοινὴν ὑπερβο‐ λὴν, μήτ’ ἰδίαν] ἀλλὰ κοινῇ καὶ ἰδίᾳ μέγιστα φιλοτιμή‐ ματα γέγονεν. AC. οὐ τοίνυν τῶν μὲν ἄλλων] βούλεται δεῖξαι καὶ τὴν
5πόλιν τῆς προθυμίας αὐτοὺς ἀμειψαμένην. οὐ γὰρ μόνον τῶν πολεμίων ἐκράτει, ἀλλ’ οὐδὲ τῶν εὖ ποιησάντων ἡτ‐ τήθη. οὐκ ἐφάνη, φησὶν, ἀγνώμων ἡ πόλις πρὸς αὐτοὺς, ἀλλὰ χάριτας ἀποδέδωκεν. D.

Pan

119,7

οὐδὲ καθ’ ἓν ἡττᾶσθαι] τινὸς πόλεως. AC.

Pan

119,8

κεκρατηκέναι] τῇ πόλει. A.

Pan

119,9

Κόδρῳ μὲν δοῦσα τὴν ἀρχὴν εἰς τοὺς παῖ‐ δας] τὸν γὰρ Μέδοντα βασιλέα κατέστησε τῆς πόλεως, χω‐ λὸν ὄντα, καὶ μὴ δυνάμενον ἐξελθεῖν. Νηλεὺς δὲ ὁ ἀδελ‐ φὸς αὐτοῦ τῆς Ἰώνων ἀποικίας ἡγήσατο ἐν Μιλήτῳ.
5AC. τὸν μὲν γὰρ Μέδοντα βασιλέα κατέστησε, χωλὸν ὄντα, καὶ μὴ δυνάμενον τῆς πατρίδος διεξελθεῖν. ὁ δὲ Νηλεὺς τῆς Ἰώνων ἡγήσατο ἐν Μιλήτῳ, ἀδελφὸς ὢν αὐτοῦ. ἐπειδὴ δὲ ἐτεθνήκει Κόδρος, οἱ τούτου παῖδες τὴν δωρεὰν ἐκομί‐ σαντο. D.

Pan

119,10

κἀν τῇ ὑπερορίᾳ] τῇ ἀποικίᾳ. A.

Pan

119,11

τῶν κορῶν] τοῦ Λεῶ. A.

Pan

119,12

πάρεδρον] ἀντὶ τοῦ ἱερέα. δεινῶς δὲ εἶπε πάρεδρον, οἱονεὶ συγκαθήμενον. D.

Pan

119,13

καὶ ταῦτα μὲν ἡμῖν] τὸν λόγον τὸν περὶ τῶν πράξεων διεῖλεν εἴς τε τοὺς ἀγῶνας τοὺς ὑπὲρ τῶν καταφευγόντων εἰς αὐτὴν, καὶ τοὺς ὑπὲρ αὐτῆς. ἔνθα
καὶ μέμνηται τῶν ἰδίως προθυμηθέντων ὑπὲρ αὐτῆς ἀπο‐114
5θανεῖν, πολιτῶν τε καὶ ξένων. πάλιν δὲ τὸν τῶν Ἀθη‐ ναίων πόλεμον διαιρεῖ εἴς τε τὰς μετὰ τῶν ἄλλων Ἑλλή‐ νων πράξεις, καὶ εἰς ἃς αὐτοὶ μόνοι ἐπεδείξαντο. ACD. ἐπιλογίζεται δὲ ἐνταῦθα· εἶτα εὐθὺς προοιμιάζεται περὶ τῶν νέων πολέμων. D.
10πρὸς τοὺς ἔξωθεν] Ἕλληνας. A.

Pan

119,14

τῆς ὑπὲρ αὐτῶν εὐψυχίας] ἧς εἶχον. A. ἐν τοῖς ἐπείγουσι] ἀναγκαίοις πράγμασι. A.

Pan

119,15

ἐπιφανῶν τε] ἵνα μὴ ἁπλῶς δείξῃ εὐτελεῖς τοὺς ἐπιδόντας ἑαυτοὺς, εἶπε τὸ ἐπιφανῶν, τουτέστι δυνα‐ τῶν. D. ὡς ἀλλήλοις ὡμίλουν] τὰ πάντα σχεδὸν τῶν βιβλίων
5ἀλλήλους ἔχουσιν, ὅπερ ἐστὶ σόλοικον κατὰ σύνταξιν, καί μοι δοκεῖ σφάλμα εἶναι τῶν ἀντιγράφων. εὕρηται γὰρ ἔν τινι βιβλίῳ παλαιῷ καὶ τοῖς πᾶσιν εὖ ἔχοντα ἀλλήλοις ὠμίλλουν· καὶ ἔστι τοῦτο ἀληθές, λέγει δὲ καὶ αὖ· δείγματα ὑπάρχουσι τῶν ἐν αὐτῇ προεχόντων καὶ ἐλαττόνων, πῶς
10ἀλλήλοις ὠμίλλουν· ἢ διετίθεντο καὶ διέκειντο καὶ ἐχρῶντο οἵ τε προέχοντες τοῖς ἐλάττοσι, καὶ οἱ ἐλάττους τοῖς προέ‐ χουσιν. A.

Pan

119,17

ὅπως ἂν συμπίπτοι τῷ λόγῳ] συνάφειαν ἔχῃ. A. ἤγουν ἵνα συνάφειαν καὶ ἁρμονίαν ἔχωσιν. A. τοῦ μὴ πολὺ τὰς πράξεις τῷ χρόνῳ παρενεγκεῖν] ἤγουν ἵνα μὴ παρενέγκωμεν καὶ ἐξάγωμεν αὐτὰς τοῦ προσή‐
5κοντος χρόνου, ἀλλ’ ἀκολούθως καὶ μετὰ συνεχείας εἴπω‐ μεν. A. ἤγουν ἕνεκα τοῦ μὴ πολλὴν διάστασιν τούτων ἐρ‐ γάσασθαι, ἀλλ’ ὥσπερ ἐφεξῆς καὶ κατὰ συνέχειαν γεγό‐ νασιν, οὕτω καὶ τὸν περὶ αὐτῶν ἀποδοῦναι λόγον. C. ἀντὶ τοῦ μὴ τὰ πρῶτα ὕστερον λέγειν, καὶ τὰ ὕστερα πρῶτα
10διηγεῖσθαι. D.

Pan

119,18

ἔξεστι δ’ ἀκούοντας ἐπ’ αὐτῶν τῶν ἔργων διαιρεῖν τά τε κοινὰ καὶ τὰ ἴδια] ἵνα μὴ μηκύνῃ τὸν λό‐ γον ἐν τῇ τῶν ἀκροατῶν κρίσει καταλιμπάνει τὸ πρᾶγμα,
καί φησιν, ὅτε λέγω τὰ Περσικὰ, ὑπονοεῖτε εἶναι κοι‐115
5νόν. ὑπὲρ γὰρ τῆς Ἑλλάδος εἰργάσατο. ὅτε περὶ Θηβαίων, ἢ ἄλλων, μερικόν· ὑπὲρ γὰρ τῆς οἰκείας αὐτῇ χώρας πρὸς τούτους ἐμαχέσατο. ACD.

Pan

119,19

εἰ μὲν οὖν περὶ ἄλλης τινὸς] τεχνικὸν τὸ προοιμιάζεσθαι, μὴ μόνον κεφαλαίων ἀρχομένων, ἀλλὰ καί τινων πράξεων· ὅπερ καὶ ἐνταῦθα ὁ ῥήτωρ ποιεῖ. αὔξησιν γάρ τινα βούλεται καὶ μέγεθος περιθεῖναι τῷ λόγῳ
5ἐν τοῖς πράγμασιν. ἐπεὶ δὲ ἅπτεσθαι μέλλει τῶν Περσι‐ κῶν, ταῦτα δὲ μείζω παντὸς ἄλλου ἔργου τοῖς Ἀθη‐ ναίοις γεγόνασιν, ὥσπερ προαγορεύει πᾶσι μὴ δυσχερῶς ἔχειν, εἰ μὴ περὶ τῶν ἀρχαίων μνησθείη. ἰστέον δὲ ὅτι ἢ ἔστι τινὰ πρὸ αὐτῶν ἔργα τῆς πόλεως μικρὰ καὶ διὰ
10τοῦτο τοῦτόν φασιν, ἢ οὐκ ἔστιν, ἀλλὰ τεχνικῶς σοφί‐ ζεται, ἵνα τὸ τῶν ἐγκωμίων μέγεθος δείξῃ· καὶ γὰρ πρὸ τῶν ἐν Μαραθῶνι μίαν διέξεισι πρᾶξιν τὴν περὶ τῶν τριῶν ἐθνῶν. ἔστι δὲ τοιαύτη· ἐπιχειροῦντος τὴν βουλὴν διαφθείρειν Κλεισθένους, ἐξήλασαν τοῦτον Ἀθηναῖοι. ὀρ‐
15γισθεὶς ἐκεῖνος στρατεύεται κατὰ Ἀθηναίων, Λακεδαιμο‐ νίους συμμάχους προσειληφὼς, ὧν ἦρχε Δημάρατος, καὶ Βοιωτοὺς καὶ Εὐβοέας. εἶτα οἱ μὲν Λακεδαιμόνιοι ἀνα‐ βαλλόμενοι τὴν συμμαχίαν ἀνεχώρησαν, οἱ δὲ Ἀθηναῖοι τῇ αὐτῇ ἡμέρᾳ τῶν μὲν Βοιωτῶν συμβαλλόντων ἐν
20τῇ Ἀττικῇ ἐκράτησαν, πρὸς δὲ τὴν Εὔβοιαν πέμψαντες τούς τε Εὐβοέας κατεστρέψαντο, καὶ τἀκείνῃ κατὰ κράτος διέφθειραν. διὰ δὲ τοῦ εἰπεῖν τριῶν ἐθνῶν τῶν μεγίστων αὔξει τὸν πόλεμον. AC. τεχνικὸν τὸ προοιμιάζεσθαι, μὴ μόνων κεφαλαίων ἀρχομένων τεχνικῶς, ἀλλὰ καὶ πράξεων.
25ὅπερ κἀνταῦθα ὁ ῥήτωρ πεποίηκεν. αὔξησιν γάρ τινα καὶ μέγεθος βούλεται παραθεῖναι τοῖς πράγμασι. μέλλων γὰρ ἅπτεσθαι τῶν Περσικῶν παραιτεῖται συγγνώμην αἰτῶν,
εἰ μὴ περὶ τῶν ἀρχαιοτέρων δύναται μνησθῆναι. πρὸ μέν‐ τοι τῶν ἐν Μαραθῶνι μίαν διέξεισι πρᾶξιν, τὴν περὶ τῶν116
30τριῶν ἐθνῶν, περὶ ὧν ἑξῆς φησι. D. οὐκ ἂν ἦν παρελθεῖν, ἃς νῦν δεήσει, πράξεις] τὸ σχῆμα ἐγκωμιαστικόν. σοφίζεται δέ. οὐδὲ γὰρ παραλιμπάνει, ἀλλὰ ὑποκρίνεται, βουλόμενος δεῖξαι τὸ πλῆθος τῶν ἐγκωμίων. D.

Pan

119,21

οἵας ἄν τις ἐζήτησε] εἰς ἐγκώμιον. AC.

Pan

120,1

τὰ νικήσαντα] τὰ δόξαντα καλλίω λεχθῆ‐ ναι. AC.

Pan

120,3

μᾶλλον δ’ ὑπὲρ μόνης· πλείω σχεδὸν ἢ τῶν ἄλλων ἁπασῶν] τὸ διαφέρειν τοῦτο τῶν ἄνω λέγωμεν, ὅτι ἐπειδὴ ἐν τῷ προειρημένῳ ᾐνίξατο, ὡς καὶ ἄλλων ἐπαινε‐ θεισῶν πόλεων σὺν αὐτῇ, ἐνταῦθα πλέον τῶν πασῶν
5αὐτὴν ἐπαινεθεῖσαν ἀποδεῖξαι προείρηται. D.

Pan

120,4

ἀνάγκη τὰ πλεῖστα παραλιπεῖν] οὐκ εἶπε τὰ μικρὰ, ἀλλὰ τὰ πλεῖστα, ὡς καὶ αὐτῶν ὄντων μεγάλων. D.

Pan

120,5

ἐπεὶ τίς οὐκ ἂν ἀσμένως καὶ ταῦτα εἰς μέσον ἤνεγκεν] εἰ ἐνεδέχετο. AC.

Pan

120,6

ἁ ἑτέροις γ’ ἂν ἤρκει καὶ μόνα] εἰς ἐγκώ‐ μιον. AC. τριῶν γὰρ ἐθνῶν τῶν μεγίστων] αὔξει τὸν πόλεμον, εἰπὼν, τριῶν ἐθνῶν τῶν μεγίστων εἰς ἓν γινόμενον. ἡ δὲ
5ἐπὶ πρόθεσις ἀντὶ τῆς κατὰ ἐστίν, ὡς καὶ παρὰ Δημο‐ σθένει. ἐν δὲ τῇ μάχῃ ταύτῃ ἡγεῖτο τοῦ στρατοῦ Δημάρατος, Λακεδαιμονίων βασιλεύς· λέγει δὲ καὶ ἐν τῷ πρώτῳ τῶν Λευκτρικῶν τὴν ἱστορίαν. Κύλων δέ τις Ὀλυμπιονίκης κα‐ ταλαβὼν τὴν ἀκρόπολιν ἐπολιορκεῖτο ὑπὸ τῶν Ἀθηναίων.
10εἶτα χρόνῳ οὗτος μὲν ἔφυγεν, οἱ δὲ πολιορκούμενοι μετὰ σπονδῶν ἠβουλήθησαν κατελθεῖν. κατελθόντας τούτους ἐφόνευσαν Ἀθηναῖοι. καὶ ἐκ τούτου ἐκλήθη τὸ γένος τῶν ἐναγῶν, ἐξ ὧν εἷς ἦν καὶ ὁ Κλεισθένης. μετὰ τὸ ἐκβλη‐ θῆναι τοὺς ἐναγεῖς, ἐπιχειροῦντος καὶ τὴν βουλὴν δια‐
15φθείρειν Κλεομένους, ἐξέβαλον τοῦτον Ἀθηναῖοι. ὀργι‐ σθεὶς ἐκεῖνος στρατεύεται κατὰ Ἀθηναίων, μετὰ Δημα‐ ράτου, Λακεδαιμονίους συμμάχους προσειληφὼς, Βοιω‐ τοὺς, Εὐβοέας, Κορινθίους. εἶτα οἱ Κορίνθιοι, ὡς ἅτε δὴ εὐσεβεῖς, ἤρξαντο ἀναβάλλεσθαι τὴν συμμαχίαν,
20φάσκοντες μηδὲν ἠδικῆσθαι ὑπ’ Ἀθηναίων. λεγόν‐
των τούτων ταῦτα, καὶ οἱ ἄλλοι σύμμαχοι οἱ μὲν ἐπεί‐ θοντο, οἱ δ’ οὔ. καὶ ὁ Δημάρατος δὲ τῶν μὴ βουλομέ‐ νων πολεμεῖν τοῖς Ἀθηναίοις ἐτύγχανε· τέλος γοῦν στα‐ σιαζόντων τῶν συμμάχων, οἱ μὲν Λακεδαιμόνιοι ἀνεχώ‐117
25ρησαν, οἱ δὲ Ἀθηναῖοι τῶν μὲν Λακεδαιμονίων ἐφείσαντο, ὡς μὴ συγχωρησάντων γενέσθαι τὸν πόλεμον, τοὺς δὲ Εὐβοέας καὶ Βοιωτοὺς ἐν τῇ αὐτῇ ἡμέρᾳ κατηγωνίσαντο. διὸ καὶ οἱ Λακεδαιμόνιοι ἐπολέμησαν τοὺς δώδεκα βασι‐ λεῖς. D. Ἱππάρχου, τοῦ Πεισιστράτου υἱοῦ, τελευτήσαν‐
30τος, ὁ ἀδελφὸς τούτου, Ἱππίας, ὠμῶς ἐκράτει τῶν Ἀθη‐ ναίων. μὴ φέροντες τούτου τὴν βίαν οἱ Ἀλκμαιονίδαι ἐξῆλ‐ θον ἐκ τῆς Ἀττικῆς, ὧν εἷς ἦν καὶ ὁ Κλεισθένης, ὃς τὴν Πυθίαν, τουτέστιν ἀδελφοῖς ἱέρειαν, παρεκάλει ἐπὶ τῷ χρῆσαι τοῖς Λακεδαίμοσι βοηθῆσαι ταῖς Ἀθή‐
35ναις πολέμων τοῖς τυράννοις. λαβόντες τοίνυν τὸν χρη‐ σμὸν Λακεδαιμόνιοι ἔπεμψαν κατὰ τῶν Πεισιστρατιδῶν Ἀγχιμόλιον μετὰ στρατιᾶς, ὃς ἐτελεύτησεν ἐν τῷ πολέμῳ. ὀργισθέντες ἐπὶ τούτῳ Λακεδαιμόνιοι ἀπέστειλαν κατὰ τῶν τυράννων δευτέραν βοήθειαν μετὰ Κλεομένους ἄρ‐
40χοντος, ὃς συμβαλὼν νικᾷ τοὺς περὶ Ἱππίαν. κατ’ ἐκεῖνο τοίνυν καιροῦ ἀντεπολιτεύοντο ἀλλήλοις Κλεισθένης, ὁ Ἀλκμαιωνίδης, καὶ Ἰσαγόρας, ὃς κατεκαλέσατο Κλεομένην πρὸς συμμαχίαν κατὰ Κλεισθένους· καὶ γὰρ ἐτύγχανε μοι‐ χεύων τὴν τοῦ Ἰσαγόρου ὁ Κλεομένης. βουλόμενος οὖν
45ἐκβάλλειν τὸν Κλεισθένην ἀπὸ τῆς πόλεως ὁ Κλεομένης, ἀναγορεύει πάντας τοὺς ἐναγεῖς ἐκβληθῆναι τῆς πόλεως, οἵτινες τούτῳ τῷ τρόπῳ ἧσαν ἐναγεῖς, ᾧ ἀνωτέρω εἰρή‐ καμεν τῷ τοῦ Κύλωνος. D.

Pan

120,7

τὸ μὲν αὑτῷ φυγῆς τιμῆσαν] τιμωρῆσαν. A. τίμημα καὶ κατάκρισιν καὶ τιμωρίαν ἐπιβαλόν. λέγω δὲ τὸ φυγεῖν, ἐπεὶ ὅλως κατὰ τῆς πόλεως ἐνεθυμήθη στρατεῦσαι. AC.
5τὸ μὲν αὑτῷ φυγῇ] τὸν πόλεμον λέγει, ὃν Ἡρόδοτος ἱστορεῖ πρὸ τοῦ Μηδικοῦ γενόμενον. ἡ δὲ ἱστορία αὕτη· Πελοποννήσιοι καὶ Εὐβοεῖς καὶ Βοιωτοὶ κατὰ Ἀθηναίων ἐστρατεύσαντο. οἱ δὲ Κορίνθιοι, ἄδικον τὸ πρᾶγμα νομί‐
σαντες, ἔπεισαν Λακεδαιμονίους καὶ ἀνεχώρησαν. φυγὴν118
10οὖν καλεῖ τὴν ἀναχώρησιν. D. ὁ Ἡρόδοτος ἐν τῇ πέμπτῃ βίβλῳ μετὰ τὸ διηγήσασθαι τὰ κατὰ τὸν Κλεισθένην, καὶ ὅτι ὑπὸ Κλεομένους ἐξηλάθη, ἐπιφέρει ὅπως ἀντιπαρα‐ ταξαμένων Ἀθηναίων, Δωριεῖς μὲν ἀνεχώρησαν, οὐ δίκαια γνόντες ποιεῖν, Ἀθηναῖοι δὲ Βοιωτοῖς ἐπελθόντες, ὅπως
15αὐτοὺς νικήσαντες, καὶ ὁποίας ἀπαιτήσαντες δίκας, καὶ Χαλκιδέας τῆς αὐτῆς ἡμέρας ἀνέδησάν τε τὰς πέδας ἐν ἀκροπόλει, αἷς τοὺς αἰχμαλώτους ἔδησαν, καὶ χαλκεῖς τε‐ θρίππου ἀπότισιν τῶν λύτρων. D.

Pan

120,8

τοσοῦτον περιῆν τῇ πόλει] ἤγουν τοσαύτην εὐπορίαν εἶχε πρὸς τὸ μάχεσθαι. AC.

Pan

120,9

πόρρω τοῦ καιροῦ γένωμαι] ἤγουν ἀκαίρως μηκύνω τὸν λόγον. AC. παρεὶς ἅπαν τὸ μέσον] ἤγουν τὰς μεταξὺ ἐμφαινο‐ μένας πράξεις. AC.

Pan

120,10

προσχρησάμενος καὶ πρὸς αὐτό γε τοῦτο τῇ τῆς πόλεως μεγαλοψυχίᾳ] τὸ τῆς πόλεως μεγαλοψυχίᾳ λέγει, ἢ ὥσπερ ἡ πόλις μεγαλόψυχος οὖσα τὰ μὲν μικρὰ τῶν ἔργων παρέρχεται διὰ ταπεινότητα, πρὸς δὲ τὰ μείζω
5ἐπαποδύεται, οὕτω καὶ αὐτὸς ποιήσω ἐγκωμιάζων, καὶ τὴν ἐκείνης μεγαλοψυχίαν μιμήσομαι. ἢ ἐπειδὴ μεγαλόψυχός ἐστιν ἡ πόλις, συγγνώμην ἕξει τῆς τούτων ἀποσιωπήσεως. AC. τῇ καταφρονήσει· οὐ γὰρ τῇ φιλοτιμίᾳ τῶν χρημά‐ των τὸ τὰ μεγάλα ἀντὶ μικρῶν. D.

Pan

120,11

ὅτε γὰρ τοῖς Ἕλλησι] ἐντεῦθεν ἄρχεται τῶν Μηδικῶν. καὶ πρῶτον λέγει τὰ κατὰ Μαραθῶνα, ὅτι καὶ πρῶτα ἐπράχθη. ACD. ὅτε γὰρ τοῖς Ἕλλησι καὶ βαρβάροις τὰ πράγματα
5ἐκρίνετο] ἤγουν τὸ πότεροι δόξουσι βελτίους. AC. ἐκρίνετο, οἱονεὶ ἐδοκιμάζετο· διάκρισις γὰρ ἦν τότε Ἑλληνικῆς καὶ βαρβαρικῆς φύσεως. D. μικρὸν πρὸς πολὺ τῆς γῆς μέρος ἠγωνίζετο] ἡ Ἑλ‐ λὰς πρὸς ἅπασαν τὴν Ἀσίαν· πάσης γὰρ ἦρχεν ὁ Πέρ‐
10σης. AC. ὥσπερ πρὸς ἅπασαν τὴν Ἀσίαν μικρόν ἐστι μέ‐
ρος τὸ τῆς Ἑλλάδος. D.119

Pan

120,12

ὁ δ’ ἀγὼν ἦν ὑπὲρ τῆς σωτηρίας ἅμα καὶ ἀρετῆς] ἄμφω ταῦτα, καὶ σωτηρίας καὶ ἀρετῆς πρὸς μό‐ νους τοὺς Ἕλληνας λάμβανε, τὸ δ’ ἀρετῆς μόνον πρὸς τοὺς βαρβάρους. AC.

Pan

120,13

ἐνίκησεν ἡ πόλις ἄμφω τὼ γένη] τοὺς βαρ‐ βάρους καὶ τοὺς Ἕλληνας· τοὺς μὲν τῇ ἀρετῇ, τοὺς δὲ βαρβάρους τῷ πολέμῳ. AC. κάλλιον εὐχῆς] ἀντὶ τοῦ ὑπὲρ ὅσον εὔχεταί τις νικᾶν
5ἐδείχθησαν νικήσαντες, ὡς ἂν εἰ ἔλεγε, παρῆλθον τὰς ἐλ‐ πίδας ταῖς πράξεσιν. D. ὡς τὸ μὲν προσθήκην μικρὰν αὐτῆς ἀποφανθῆναι] οὐ γὰρ τοσοῦτον συνετέλεσε πρὸς τὸν πόλεμον, ὅσον αὐτή. AC.
10τὸ μὲν] τὸ Ἑλληνικόν. C.

Pan

120,14

τὸ δὲ] ἤγουν τὸ βαρβαρικόν. AC. τὸ δὲ πλέον χεῖρον, ἢ ὅσῳ πλεῖον ἐδόκει] καὶ γὰρ μᾶλλον ἀπεφάνθη τοῖς ἔργοις ἔλαττον αὐτῆς, ἢ ὑπερεῖχε τῷ ἀριθμῷ. AC. τὸ βαρβαρικόν. λέγει δὲ, ὑπὲρ ὃ ἦν χεῖ‐
5ρον ἐφάνη τῇ κακίᾳ. D. ἔξεστι μὲν οὖν καὶ θεῶν τινα αἰτιάσασθαι] ὡς πρὸς τὴν ἐπιθυμίαν εἶπε τοῦ κρείττονος, ἀντὶ τοῦ συνηγωνί‐ σατο αὐτῇ τῇ ἐπιθυμίᾳ. ὥσπερ, φησὶ, μαντευομένη τὸν παρόντα λόγον οὐκ ἐνόησε, δι’ ὧν ἐγκωμιάζεται. τὸ δὲ
10αἰτιάσασθαι ἀντὶ τοῦ αἴτιον ὀνομάσαι. οὐ γὰρ λέγει μέμ‐ ψασθαι. D.

Pan

120,16

καθάπερ τοὺς εἰωθότας ἡμεῖς] Ὀλύμπια, Ἴσθμια, Πύθια, Νέμεια, καὶ τὰς ἐν μέρει πανηγύρεις. AC. οἷον τὰ Ὀλύμπια, τὰ Ἴσθμια, τὰ Νέμεα, καὶ τὰ Πύθια, καὶ τὰ κατὰ μέρος. D.

Pan

120,17

συνεβάλλετο] πρὸς τὴν τοῦ θεοῦ βούλησιν. AC. συνηγωνίσατο τῇ ἐπιθυμίᾳ τοῦ δαίμονος. D. μετ’ ἀξίου τοῦ λόγου τῆς μελλούσης τύχης] ἤγουν ἀξιολόγως τῆς τῶν Περσῶν νίκης, ἣν ὕστερον ἔσχεν. AC.
5οἷον τῆς μελλούσης νίκης, τοῦ πολέμου εὔλογον ἔσχε πρό‐
φασιν καὶ ἀξίαν τοῦ ὑπὲρ Ἰώνων παίδων ὄντων ἀγωνί‐ σασθαι. D. μετὰ καλλίστης προφάσεως εἶναι ἀξίας τῆς μελλούσης εὐτυχίας συνεβάλετο οὐκ ἐλάχιστον μέρος ἡ πό‐ λις. πρόφασιν δὲ λέγει τὸ ἀμύνασθαι ὑπὲρ Ἰώνων. D.120

Pan

120,19

οὐκ ἄδικον τὴν ἀρχὴν παρασχομένη] ἤγουν οὐκ αὐτὴ τοῦ πολέμου ἄρξασα. AC. ἀντὶ τοῦ οὐκ αὐτὴ τῶν πολέμων ἀρξαμένη, καὶ τὴν αἰτίαν παρασχοῦσα, ἀλλ’ ἀμυνομένη καὶ ὑπὲρ τῶν Ἰώνων ἐστρατεύσατο κατὰ τῆς
5Ἀσίας. D.

Pan

120,20

οὐδ’, ὥσπερ οἱ ὕστερον διαβάντες εἰς τὴν Ἀσίαν, ἔρωτι τοῦ πλείονος] οἱ Λακεδαιμόνιοι. νικήσαντες γὰρ τὸν Πελοποννησιακὸν πόλεμον, καὶ τῆς Ἀσίας ἠβου‐ λήθησαν κρατῆσαι, ὡς καὶ Ἰσοκράτης ἐν τῷ Εὐαγόρᾳ φη‐
5σίν. AC. εἰς τοὺς Λακεδαιμονίους αἰνίττεται. νικήσαντες γὰρ—Εὐαγόρᾳ εἶπε. D.

Pan

121,1

τῶν ἐν τῇ ἠπείρῳ τῇ τῶν Ἰώνων δεδουλω‐ μένων Ἑλλήνων] ὁ περὶ Ἔφεσον καὶ Σμύρναν καὶ τὰς ἐκείνῃ πόλεις χῶρος ἤπειρος ἰδίως καλεῖται· τὸ δεδουλω‐ μένων δὲ λέγει, ἐπειδὴ ὑπὸ Περσῶν ἐκυριεύθησαν. AC.

Pan

121,3

πρῶτοι δὴ] οἱ Ἀθηναῖοι. AC. ἀναβάντες εἰς Σάρδεις στρατιᾷ κοινῇ πορθήσαντες ᾤχοντο] τότε γὰρ μετὰ τῶν Ἀθηναίων ἐστράτευσαν εἰς τοὺς Σάρδεις. ἐπεὶ δὲ ὕβριν ἐποίει τοῖς Ἀθηναίοις τὸ Ἐρε‐
5τριέας συνάψαι αὐτοῖς, παρενθήκην αὐτοὺς ἐκάλεσεν. εἶπε δὲ ὅτι πορθήσαντες, μὴ νομισθῇ διὰ δουλείας ἐπέρχε‐ σθαι, ἀλλὰ πολέμων. D. στρατιᾷ κοινῇ] μετὰ γὰρ Ἐρετριέων ἦσαν. AC.

Pan

121,4

τέως] ἤγουν πρὸ τούτου. C. τέως δὲ ἐν Βαβυλῶνος τάξει] τέως λέγει ἀντὶ τοῦ ἕως τότε καὶ πρώην. λέγει δὲ Βαβυλῶνα τῆς Περσίδος. λέγεται γὰρ ἰσχυρότατα τείχη ἔχειν ἡ Βαβυλών. D.
5ἐν Βαβυλῶνος τάξει καὶ τῶν ἐν Ἰνδοῖς] τὰ τείχη γὰρ αὐτῆς πρὸς ἔκπληξιν ἄγει οὐ μόνον τοὺς θεωμένους, ἀλλὰ καὶ τοὺς ἀκούοντας, ὥσπερ καὶ τὰ ἐν Ἰνδοῖς θεά‐ ματα, ἐλέφαντες, μύρμηκες καὶ ὅσα τοιουτότροπα. AC.
τῶν ἐν Ἰνδοῖς] τῶν θαυμάτων. ἴσως δὲ διὰ τοὺς121
10ἐλέφαντας λέγει τοῦτο. ἵνα δὲ μὴ νομίσῃ τις, πόλιν εὐ‐ τελῆ τὰς Σάρδεις εἶναι, λέγει Σάρδεις ἐθαυμάζοντο. D. Ἕλληνες Σάρδεις ἐθαύμαζον] οὐδεὶς γὰρ εἰς αὐτὰς ἐτόλμα στρατεύειν, διὰ τὸ τὰ Πέρσου βασίλεια ἐνταυ‐ θοῖ εἶναι. AC.

Pan

121,5

ταύτην πρόφασιν] ἀφορμήν. A.

Pan

121,6

πᾶν μικρὸν ἦν αὐτῷ] τὸ ἐμηχανᾶτο πρὸς τὴν αὐτοῦ βούλησιν. A. τὸ μὲν πρόσχημα] πρόκρισις. A.

Pan

121,7

παρενθήκην] περιουσία. A. παρενθήκην γὰρ τοὺς Ἐρετριέας ἐποιήσατο] καὶ αὐ‐ τοὶ γὰρ μετὰ Ἀθηναίων ἐστράτευσαν ἐπὶ τὰς Σάρδεις. D.

Pan

121,8

ἵνα δὴ πιστὸν ᾖ] τὸ λεγόμενον ὑπ’ αὐτοῦ. A. εἰ γὰρ μόνους τοὺς Ἀθηναίους ἀμύνασθαι ἔλεγεν, ἐδόκει ἄν τισιν, ὡς οὐ διὰ τὴν ἐς Σάρδεις αὐτῶν ἐκστρα‐ τείαν ἐποίει τοῦτο, ἀλλ’ ὁρῶν τὴν πόλιν μέγα δυναμένην
5ἐν τῇ Ἑλλάδι, ἠβούλετο ταύτης κρατήσας καὶ τὴν λοιπὴν Ἑλλάδα ῥᾳδίως καταστρέψασθαι. νῦν δὲ ταύτην ἀνῄρηκε τὴν δόξαν, παρενθεὶς τοὺς Ἐρετριέας, ἵνα τις τούτους ἀκούων καθαρὰν νοῇ ἄμυναν. AC. δύο δ’ ὡς ἀληθῶς ἦν τὰ κινοῦντα] ἀντὶ τοῦ ἀλη‐
10θῶς τὸ τῆς ὀργῆς. λέγει δὲ μὴ εἶναι τοῦτο. D.

Pan

121,9

μὴ ἄρα οὐδὲν ἀποχρῆν ἀξιώσῃ] τοῦτο τὸ περὶ Σάρδεις πορθῆσαι. AC. ἀξιώσῃ] ἡ πόλις. A.

Pan

121,10

τῆς γῆς μὴ διῃρημένως ἄρχειν] μόνης γὰρ τῆς Ἀσίας ἦρχεν. AC. ἀντὶ τοῦ μὴ μόνης τῆς Ἀσίας. D.

Pan

121,11

τοῦτο δ’ οὐ παντάπασιν ἀνέλπιστον ἦν αὐτῷ] τοῦτο εἶπεν, ἵνα μὴ δόξῃ ἀδυνάτων ἐρᾶν. D.

Pan

121,12

ἃ καὶ ὀνόματι γνωρίσαι φιλοτιμίαν εἶχε] μόνῃ προσηγορίᾳ, καὶ οὐκ ἀριθμῷ. ἔστι δὲ καὶ τὸ ψιλῇ πορείᾳ διελθεῖν ταυτόν. αὔξει δὲ ἐντεῦθεν τὴν τοῦ Πέρ‐ σου δύναμιν. AC.
5ψιλῇ] γυμνῇ. A. ψιλῇ πορείᾳ διελθεῖν] οἷον διοδεῦσαι τὰς δεδουλω‐ μένας αὐτῷ διὰ πολέμου στρατιᾶς. D.122

Pan

121,13

εἵπετο] ἤγουν ὑπεῖκε. C. ἔχων δ’, ὡς εἶπον, μέσην τινὰ τοῦ τε φόβου, καὶ τῆς ἐπιθυμίας] ἀμφοτέρων ἐγένετο, καὶ τοῦ φόβου καὶ τῆς ἐπιθυμίας. D.

Pan

121,14

αὐτὸς μὲν γὰρ ἀπέγνω μὴ διαβαίνειν] τοῦτο γὰρ ὥσπερ φόβου. A. τὰ δ’ ἔθνη πέμπειν ἐπενόει] τοῦτο γὰρ ὥσπερ ἐπι‐ θυμίας. A. μετὰ στρατοῦ Δάτιδος. C.

Pan

121,15

ὑπ’ ἐκείνου τε καὶ τοῦ μετ’ ἐκεῖνον βασι‐ λέως] ὑπ’ ἐκείνου μὲν, τοῦ Δαρείου, μετ’ ἐκεῖνον δὲ Ξέρ‐ ξου. D. ὑπ’ ἐκείνου τε] τοῦ Δαρείου. A.

Pan

121,16

τοῦ μετ’ ἐκεῖνον βασιλέως] Ξέρξου. A. τοῦ Ξέρξου. C. περὶ τῆς γῆς καὶ τοῦ ὕδατος] εἰκότως ᾔτει ὁ Δα‐ ρεῖος γῆν καὶ ὕδωρ, ἵνα ἐκ τούτων ἀμφοτέρων κύριον γῆς
5καὶ θαλάττης ἑαυτὸν ἀποδείξῃ. AC. τοῦτο ᾔτει βουλόμε‐ νος γῆν καὶ θάλατταν αὐτῷ ἀποδοθῆναι. D.

Pan

121,17

πάντα πρὸς ταύτην διελέγοντο] τὸ πρὸς ταύτην λέγει οὐχ ὅτι πρὸς Ἀθήνας ἀφικνούμενοι οἱ τοῦ Πέρσου ταῦτ’ ἔλεγον, ἀλλ’ ὅτι πρὸς αὐτοὺς ἀφεώρων οἱ πρὸς τοὺς ἄλλους Ἕλληνας τούτων λόγοι. A.
5ἔν τε ταῖς ἐπιστολαῖς ταῖς Ἑλληνικαῖς] ἃς πρὸς τοὺς Ἕλληνας ἔπεμπε, λέγω δὴ Λακεδαιμονίους καὶ Κοριν‐ θίους καὶ τοὺς ἄλλους. C. τὰς πρὸς τοὺς Ἕλληνας λέγει γραφείσας, ἐν αἷς ἔλεγεν, ἔκδοτέ μοι τὰς Ἀθήνας. A.

Pan

121,18

ὅσαι πυκναὶ τοῖς ὑπάρχοις ᾔεσαν] διὰ τὸ ψήφισμα τῆς ἀναιρέσεως τῶν κηρύκων. ὑπάρχοις δὲ λέγει τοῖς σατράπαις· ὕπαρχοι δὲ τῷ Ἑλληνικῷ ὀνόματι. D. τοῖς ὑπάρχοις] αὐτοῦ. C.

Pan

121,19

πάσας ἔχειν τὰς πόλεις, εἴ τις κατάσχοι ταύτην] αὕτη γὰρ σύστασις καὶ συνοχὴ πασῶν ἦν. C.

Pan

121,20

ὅσα γε αὖ τούτοις ἔδει χρήσασθαι] τοῖς
μηνύμασι καὶ ταῖς μηχαναῖς ἐκείνου. A. τοῖς κήρυξιν, ἢ οἷς ἐποίει Δαρεῖος. C. τοῖς Ἕλλησι, τοῖς κήρυξιν, ἢ τοῖς πράγμασι, καὶ τοῖς διὰ τῶν κηρύκων ἐπιτάγμασι. D.123

Pan

122,1

τῶν Ἑλλήνων] ἕνεκα. A.

Pan

122,3

τοῦ μὲν] τοῦ Δαρείου. C. καὶ πειρωμένου] δι’ ὧν ὑπέσχετο. A. ταῖς ἀποκρίσεσι] ἤγουν τῇ τῶν κηρύκων ἀναιρέσει. C. αὐτὸς προϊὼν λέγει τὴν ἀπόκρισιν, ὅτι τὴν ἀναίρεσιν
5ἀπόκρισιν δηλοῖ τῶν ἀγγέλων. D.

Pan

122,4

παρ’ ἀμφοτέρων τούτων] ἐξ ὧν ὁ Πέρσης, καὶ ἐξ ὧν ἡ πόλις ἐποίει. A. τῶν πραγμάτων λέγει, τοῦ τε τὸν βάρβαρον ἀπειλεῖν, καὶ τοῦ τοὺς Ἀθηναίους ἀν‐ τιτετάχθαι. D.

Pan

122,6

ἔργα] τῶν Ἑλλήνων. A. λόγων] τῆς πόλεως. A. ἔργα λόγων ἡττήθη] λόγος ἔργου σκιὰ, τῆς παροι‐ μίας λεγούσης. θαυμάζων Ἀριστείδης, ὃ κατὰ τῶν πρέσβεων
5ἐψηφίσαντο Ἀθηναῖοι, λέγω τὸ ἐμβαλεῖν εἰς τὸ φρέαρ, εἶναι τοῦτό φησι τῶν ἔργων, ὧν ἄλλοι ἐργάζονται. A. λό‐ γους λέγει τὸ ψήφισμα τῶν Ἀθηναίων περὶ τῶν ἀγγέλων, ἔργα δὲ αὐτῶν τὴν ἀναίρεσιν αὐτῶν. μᾶλλον δὲ οὕτως. ἔργα λέγει τὰ ἐν τοῖς ἄλλοις χρόνοις γινόμενα τοῖς Ἕλ‐
10λησιν, ἡττῆσθαι τῶν τότε λόγων τῶν Ἀθηναίων. D. ψήφισμα, τροπαίου κρεῖττον] ὃ ἐψηφίσαντο περὶ τῶν τὴν γῆν καὶ τὸ ὕδωρ ζητούντων. C.

Pan

122,7

ψήφισμα, τροπαίου κρεῖττον, εἰς μνήμην ἐνίκησεν] ὃ γὰρ ἱστῶσιν οἱ νικῶντες τρόπαιον, ὥσπερ τοῦ μὴ λήθην τινὰ γενέσθαι τῆς νίκης ἱστᾶσιν. A. εἰς μνήμην ἐνίκησεν] ἤγουν μέχρι καὶ νῦν ᾄδεται. C.
5εὐθὺς γὰρ ἐν χεροῖν κύριον ἦν] εἰπὼν ἐν χεροῖν διεῖλε τοῦτο εἴς τε τὴν τῶν χειρῶν ἔκτασιν, καὶ εἰς τὸ ἐμβάλλειν τοὺς ἀγγέλους εἰς φρέαρ, καθ’ ὧν καὶ γῆν οὐκ ὀλίγην ἐπέχεαν, εἰκότως ἄμφω ταῦτα ποιήσαντες, ἐπειδὴ γῆν καὶ ὕδωρ ἐζήτουν. AC.
10κύριον ἦν] βέβαιον. A. βέβαιον τὸ ψήφισμα. C.

Pan

122,8

οὐ τῇ χειροτονίᾳ μόνον, ὡς νόμος] νενό‐
μιστο γὰρ, ὁπότε τις ἔγραφε ψήφισμα, τὰς χεῖρας ἐκτεί‐ νειν τοὺς ἀκούοντας, δεικνύντας ἐντεῦθεν ὅτι ἀποδέχον‐ ται. C.124
5τῷ διαφθεῖραι τοὺς ἀγγέλους] ἐμβαλόντες γὰρ αὐ‐ τοὺς εἰς φρέατα κατέχωσαν, ἀμφότερα αὐτοῖς παρέχοντες, καὶ ὕδωρ καὶ γῆν. D. τῷ δ’ ἑρμηνεύσαντι τὰ γράμματα] τῷ Λυκομήδῃ. A.

Pan

122,9

διαχειροτονίαν μὲν ἀπέδοσαν] ἐψηφίσαντο γὰρ εἰς κρίσιν αὐτὸν καταστῆναι. C. διάσκεψιν, ἵνα μὴ ἄκριτος ἀποθάνῃ. D. ἵν’, ἐπειδήπερ Ἕλλην ἦν, ἔχοι πλέον τὴν τῆς κρί‐
5σεως εἰκόνα] διὰ μὲν τοῦ ἐπειδήπερ Ἕλλην ἦν δείκνυσιν ὅτι Ἑλλήνων ἐστὶ τὸ μετὰ κρίσεως ποιεῖν τι· διὰ δὲ τοῦ ἵν’ ἔχοι πλέον ἐμφαίνει ὅτι ἀκρίτως τοὺς κήρυκας ὦσαν εἰς τὸ φρέαρ. AC.

Pan

122,10

πλέον] τῶν κηρύκων. C.

Pan

122,11

τὸ ἰσχυρὸν περιῆλθεν αὐτῷ] ἰσχυρὸν λέγει τὸ βίαιον, καὶ μηδεμίαν ἀντιλογίαν δεχόμενον, ὡς οὐκ ἀναγκαίως, καὶ δικαίως, καὶ ἀξίως, καὶ προσηκόντως ταυ‐ τηνὶ τὴν καταδίκην ὑπέστη. AC. ἀντὶ τοῦ ἓν καὶ τὸ ἐναν‐
5τίον αὐτῷ περίεστιν. D. τὸν γὰρ τῆς πόλεως ἄποικον οὐκ ἠξίουν—ἑρμηνέα τῷ φύσει πολεμίῳ γίνεσθαι] οὗτος ὁ ἑρμηνεὺς μᾶς μὲν ἐκαλεῖτο, ἐν Σάμῳ δὲ κατῴκει. ἄποικον δὲ τοῦτον λέγει, ἢ ὅτι τὸ ἀνέκαθεν Ἀθηναῖος ὢν, ἐλθὼν εἰς Σάμον κα‐
10τῴκησεν. ἢ ὅτι οἱ Σάμιοι ἐξ Ἀθηναίων ἀπῳκίσθησαν. ἠπίστατο δὲ τὴν Περσίδα γλῶτταν. διὸ καὶ Δαρεῖος ἄκοντα τοῦτον μετὰ κηρύκων Ἀθήναζε. ἔπεμψεν. AC. οὗτος ὁ ἑρμηνεὺς Σάμιος ἦν, ἄποικος δὲ τῆς πόλεως, τὴν Περ‐ σίδα γλῶσσαν ἐπιστάμενος. τινὲς δὲ λέγουσιν ὅτι τὸ μὲν
15κύριον ὄνομα ἐκαλεῖτο Μῦς, τὸ δὲ ἐθνικὸν Σάμιος. D.

Pan

122,12

καὶ οὕτω δὴ ῥιπτοῦσιν εἰς τὸ βάραθρον] μετὰ τὸ ἀποκτεῖναι. A. ἤγουν μετὰ τὸν φόνον. C.

Pan

122,14

ὁ δὲ] ὁ βασιλεύς. A.

Pan

122,15

αὐτόθεν] οἴκοθεν. C. τὰς πέδας] δεσμούς. A. ὑπερβαλὼν, ἢ καθ’ ὅσους ᾤετο τοὺς Ἀθηναίους εἶ‐ ναι] ἤγουν μείζονα εἶναι προστάξας τὸν τούτων ἀριθμόν.125
5A. ἤγουν πλείους αὐτὰς εἶναι προστάξας. C.

Pan

122,16

τῆς ὀργῆς ἀπολαύων, ἕως ἐξῆν] οὐ μόνον φαμὲν, ἀπολαύω τῆς ὀργῆς, ἀντὶ τοῦ πεῖραν λαμβάνω, ἀλλὰ καὶ ἀπολαύω τῆς ὀργῆς, ἀντὶ τοῦ ἀποκερδαίνω τὸ τέως αὐτὴν ἐκφυγεῖν, εἰ καὶ μικρὸν ὕστερον πειραθήσο‐
5μαι, ὡς ἔστι κἀνταῦθα. διὰ δὲ τοῦ ἕως ἐξῆν δείκνυσιν ὡς οὐ παντελῶς ἂν ταύτην ἐκφύγοιεν. C. ἕως ἐξῆν] ἕως ἐδύνατο. D.

Pan

122,18

αὐτάγγελον] ἄγγελον αὐτὸν ἑαυτοῦ. C. προστήσας] ἤγουν προστάτας αὐτοὺς καταστήσας. C.

Pan

122,19

δίδωσι πλῆθος στρατιᾶς, οὗ τὸ διαλλάτ‐ τον] οἱ μὲν τῶν ἱστορικῶν μʹ μυριάδας εἶναι τὸν Δαρείου φασὶ στρατὸν, οἱ δὲ νʹ. λέγει οὖν τὴν τοιαύτην διαφορὰν μέγιστον ὅρον στόλου· οὐ γὰρ ὀλίγος στρατὸς αἱ δέκα
5μυριάδες. Ἀθηναῖοι δὲ πρὸς τοσοῦτον πλῆθος χιλίους μό‐ νον ἔπεμψαν, ἐπιστήσαντες αὐτοῖς στρατηγοὺς, Πολύ‐ ζηλον, Καλλίμαχον, Κυναίγειρον, Μιλτιάδην, καὶ ἑτέρους ἕξ. γενομένης δὲ τῆς παρατάξεως, Πολύζηλος μὲν ὑπὲρ ἄν‐ θρωπον φαντασίαν θεασάμενος τὴν ὅρασιν ἀπέβαλλε, καὶ
10τυφλὸς ὢν ἀνεῖλεν ὀκτὼ καὶ τεσσαράκοντα. Κυναίγειρος δὲ Περσικὴν ἀγομένην ναῦν κατασχὼν ἐχειροκοπήθη. εἶτα πάλιν κατασχὼν τοῖς ὀδοῦσιν ἀφηρέθη τὴν κεφαλήν. Καλ‐ λίμαχος δὲ πολλοῖς πεπαρμένος βέλεσι καὶ νεκρὸς ἵστατο. ὅθεν πρὸς τούτους ὑπὸ Παντελείου τοιαῦτα γεγράφθαι
15λέγεται
Ὢ κενεοῦ καμάτοιο καὶ ἀπρήκτου πολέμοιο·
ἡμετέρῳ βασιλῆϊ τί λέξομεν ἀντιάσαντες;
ὦ βασιλεῦ, τί μ’ ἔπεμπες ἐπ’ ἀθανάτους πολε‐
μιστάς;
20βάλλομεν, οὐ πίπτουσι· τιτρώσκομεν, οὐ φοβέονται· μοῦνος ἀνὴρ σύλησεν ὅλον στρατόν· ἐν δ’ ἄρα
μέσσῳ αἱματόεις ἕστηκε σιδαρείαις ὑπὸ ῥίζαις· αἱματόεις ἕστηκεν, ἀτείρεος Ἄρεος εἰκών·126
25
κοὐκ ἐθέλει πεσέειν· τάχα δ’ ἔρχεται ἔνδοθι νηῶν·
λῦε, κυβερνῆτα· νέκυος προφύγωμεν ἀπειλάς. ἰστέον δὲ ὅτι δέκα ὄντες, ὡς ἔφημεν, οἱ στρατηγοὶ, καθ’ ἑκάστην ἡμέραν εἷς ἕκαστος ἐστρατήγει. ἔλαχε γοῦν, ὅτε ἡ τροπὴ τῶν βαρβάρων ἐγένετο Μιλτιάδης στρατηγῶν. καὶ
30διὰ τοῦτο τὸ πᾶν τῆς νίκης εἰς μόνον τοῦτον στρατηγῶν ἀνετέθη. AC. οἱ μὲν γὰρ τριάκοντα μυριάδας εἶπον αὐ‐ τούς· διὸ Ἀριστείδης φησὶν ἐν ἑτέρῳ λόγῳ ἐπιταφίῳ αὐ‐ τοῦ πεντήκοντα μυριάδας εἶναι. λέγει γὰρ αὐτός· οἱ μὲν ἐλάττους ὄντες σύμπαντες ἐναντία τρεῖς μυριάδας ἔταξαν
35τῷ Μαραθῶνι· τοσοῦτοι γὰρ ἦσαν πρῶτος στόλος, ὃν κατέπεμψε Δαρεῖος. D. οὗ τὸ διαλλάττον—τὸν μέγιστον ὅρον στόλου] διαλ‐ λάττον λέγει τὸ ἀμφιβαλλόμενον. ἀφηγουμένοις δὲ λέγει τοῖς ἱστορικοῖς. οἱ μὲν γάρ φασι μʹ εἶναι μυριάδας, οἱ
40δὲ μϛʹ. τότε οὖν, φησὶ, τὸ διαλλαττόμενον, καὶ μυριάδες ἐποίουν μέγιστον ὅρον στόλου ἀντὶ μέτρου στρατεύματος ἱκανόν. D. παρ’ ἑκάστους τοὺς ἀφηγουμένους] τοὺς ἱστορικούς. A.

Pan

123,1

ταῦτα δ’ ἦν, τὴν μὲν πόλιν καταποντίσαι] τὰς Περσικὰς ἀπειλὰς μιμεῖται. ἀδύνατον γὰρ θνητὸν κα‐ ταποντίσαι τὰς Ἀθήνας. D.

Pan

123,2

ᾧ δὴ προειρήκειν τῷ σχήματι] δεδεμένους δηλονότι. A. τῷ τοῦ δεσμοῦ. C.

Pan

123,3

ὑπερηχοῦντες] διαβαίνοντες. A. ὑπερηχοῦντες μὲν τὸν Αἰγαῖον] διὰ τῶν κωπῶν. C. ἀντὶ τοῦ πλέον ἠχοῦντες τοῦ Αἰγαίου πελάγους. D. ἀποστεροῦντες δὲ τὴν ὄψιν τοὺς ἐντυγχάνοντας] διὰ
5τὸ ἔκπληξιν ἄγειν κἀκ μόνης τῆς θέας. A. ἐκπληττόμενοι γὰρ τὴν τοσαύτην παρασκευὴν οὐκ ἠδύναντο βλέπειν. C. τῷ φόβῳ δηλονότι, ὡς μηδένα τολμᾶν ἰδεῖν τὴν ἔφοδον αὐτῶν, ἢ τῷ τάχει, ὡς μὴ συγχωροῦντες ἰδεῖν.
ὡς καὶ Ὅμηρος „Παρήϊξαν δέ με ἵπποι.“ D.127

Pan

123,4

φυγῆς δ’ ἐμπιμπλάντες τὴν θάλατταν] τῷ πλήθει τῶν νηῶν, καὶ τῇ συνεχεῖ ἐρεσίᾳ, ἢ τῷ τῶν νήσων ἐξῳκισμῷ. A. διὰ τὸ τῶν νεῶν πλῆθος. C.

Pan

123,6

πρὸ τῆς καταγωγῆς] τῆς πρὸς τὴν Ἀττικήν. A. τῆς ἐλλιμενίσεως. C. ἀπάρξασθαι] ὑποδοχὴν δοῦναι. A. ὥσπερ τι προοίμιον ᾆσαι τοῦ πολέμου] προοίμιον κα‐
5λεῖ τὴν Ἐρέτρειαν· πόλεμον δὲ τὸν τῶν Ἀθηναίων. D.

Pan

123,7

δόξαν] φανέντος. A. ἀντὶ τοῦ δόξαντος. ἔστι δ’ Ἀττικόν. D. σαγήνην τινὰ μιμησάμενοι ναυτικὴν] ὥσπερ τὸ δίκτυον περιλαμβάνει ἐντὸς τοὺς ἰχθύας, οὕτω καὶ Πέρ‐
5σαι τὰς ἀλλήλων χεῖρας δίκην χοροῦ συνάψαντες, Ἐρε‐ τριεῖς περιέλαβον. τοῦτο δ’ ἐποίησαν, ἵνα μηδεὶς δια‐ δράσῃ. AC. τὰς χεῖρας αὐτῶν συνδεσμεύσαντες, καὶ μη‐ νοειδῶς περιλαβόντες, ὅπως μηδεὶς φύγῃ. ἰστέον δὲ ὡς τὸ σαγηνεῦσαι κυρίως εἴρηκε, καὶ οὐ μεταφορικῶς. D.

Pan

123,9

τῶν κρειττόνων] τῶν θεῶν. C. ἐπὶ τὸν δεύτερον] ἀγῶνα δηλονότι. A. ἴσως ἀγῶνα λέγει. C.

Pan

123,10

κακῶς εἰδότες] ἀντὶ τοῦ οὐκ εἰδότες, ἢ ἀνοήτως. D.

Pan

123,11

οὐκ ἐνέχονται τῷ λόγῳ, ὡς ἄρα οὐ τὰ φεύγοντα διώκουσιν] τὸ ὡς ἄρα αἰτία ἐστὶ τοῦ οὐκ ἐνέ‐ χονται. παροιμία, τὰ φεύγοντα διώκεις, ἐπὶ τῶν ἀνάνδρων λεγομένη. A.
5τῷ λόγῳ, ὡς ἄρα οὐ τὰ φεύγοντα διώκουσιν] τῇ παροιμίᾳ, τῇ λεγούσῃ τὰ φεύγοντα διώκεις, ἐπὶ τῶν ἀσθε‐ νῶν παραλαμβανομένῃ. C. τῷ λέγοντι δηλονότι, τῇ πα‐ ροιμίᾳ. ἔστι δὲ ἡ παροιμία ἐπὶ τῶν Ἀθηναίων, ὅτι τὰ φεύγοντα διώκουσιν. D.

Pan

123,12

τούτων] τῶν κατὰ τοὺς Ἐρετριεῖς πρα‐ γμάτων. C. αὐτῶν] τῶν Περσῶν. C.

Pan

123,13

ὥσπερ ἄλλου τινὸς ἐκ τοῦ πελάγους κα‐ κοῦ] ἐπέρχονται τοῖς ἀνθρώποις ἐκ θαλάττης κακὰ, κατα‐ κλύσεις, καὶ σεισμοὶ, καὶ κήτη φρικώδη. AC. τινὲς ἱστορι‐
κῶς τοῦτο ἐξηγοῦνται, ὡς ἀπὸ τοῦ κήτους τοῦ κατὰ128
5Τροίας ἀφεθέντος ἐκ θαλάττης, ἢ διὰ τὸν λοιμὸν, ὅν φησι Θουκυδίδης διὰ τοῦ πελάγους ἐκπεσεῖν πρῶτον εἰς τὸν Πειραῖα. ἢ ἄλλως· σημαίνει κατακλυσμὸν, ἢ σεισμὸν, ἢ θύελλαν, ἢ λοιμὸν, καθ’ ὃν ἡ νόσος ἡ τῶν Ἀθηναίων πρῶτον ἥψατο τοῦ Πειραιοῦ. D.

Pan

123,15

τὸ μέλλον ἀποσκοποῦντες] ἀντὶ τοῦ τὴν ἀπώλειαν μόνην λογιζόμενοι. τὸ δὲ κάθηντο κατὰ ἀποκο‐ πήν ἐστι, παροξυτόνως δὲ ἀναγνωστέον. D.

Pan

123,16

ἡ δὲ πόλις πομπὴν ἀγούσῃ προσεῴκει μᾶλλον ἢ πρὸς ἀγῶνα κοσμουμένῃ] ἔθος γὰρ ἐν ταῖς πανηγύρεσιν ἕκαστον τῶν στρατιωτῶν, τὸ ἴδιον σχῆμα φοροῦντα πομπεύειν. κεκοσμημένῃ δὲ ἀντὶ τοῦ καλλωπι‐
5ζομένη. ὡς ἐπὶ πομπῆς δὲ εἶπε τὴν λέξιν. D.

Pan

123,17

ἱερά τε γὰρ πάντα ἀνέῳγε] ἔθος γὰρ ἐν ταῖς ἐφόδοις ἦν τῶν πολεμίων κλείειν τὰ ἱερά. νῦν οὖν ὡς μὴ ἔχουσα πόλεμον, οὐκ ἔκλεισεν. D.

Pan

123,18

διεπρεσβεύετο πρὸς τοὺς θεοὺς] ὥσπερ πρε‐ σβείαν ἀπέστελλε διὰ τῶν εὐχῶν. C. τὰ τῶν ἱερέων γένη συνῆγε] πάλιν ὡς ἐπὶ πομπῆς τοῦτο εἶπεν. ὥσπερ ὁπλίτας, φησὶ, τούτους ὁπλίζουσα.
5λέγει δὲ κήρυκας καὶ Εὐμολπίδας. τὰς δὲ εὐχὰς πρεσβείαν ἐκάλεσεν, ὡς πρὸς ὁμοίους. D. τὸν ἀρχαῖον τρόπον] ἵνα μή τις εἴπῃ, ὡς διὰ τὸ φοβεῖσθαι, μὴ καθάπαξ ἐκτριβοῖεν, τοῦτ’ ἐπάγων ὥσπερ ἀναστέλλων ταύτην τὴν δόξαν, φησὶ τὸν ἀρχαῖον τρόπον. A.
10ἤγουν ὥσπερ ἐν εἰρήνῃ ποιεῖν ἔθος εἶχεν. C.

Pan

123,19

ἡγεμόνας] τοῦ ἀγῶνος. C. ὡς δ’ αὐτῇ τὸ θεῖον ἤσκητο] ἤγουν ὅσον ἔδει ποιῆ‐ σαι πρὸς τοὺς θεοὺς, ὑπ’ αὐτῆς κατεπράχθη. A. ἤγουν ὅσα πρὸς θεοὺς ἔδει ποιῆσαι, ἐποίησαν C. ἀντὶ τοῦ ὅτε
5ἐθεραπεύετο καὶ τετίμητο. D.

Pan

123,20

ἡ δὲ νεότης ἐχώρει] προθυμότερον γὰρ τῶν ἐν τοῖς ἀγῶσι στεφάνων χάριν θεόντων ἐχώρουν οὗτοι. A.

Pan

124,1

τοὺς ἐν τοῖς στεφανίταις δρόμους ἀπέκρυ‐ ψαν] τοὺς μεγάλους λέγει ἀγῶνας, ἐν οἷς ἐδίδοντο στέφα‐ νοι. τὸ δὲ ἀπέκρυψαν ἀντὶ τοῦ ὑπερεβάλοντο. D. ἐν τοῖς στεφανίταις] τοῖς στεφάνους μετὰ τὴν νίκην
5λαμβάνουσι. C. ὅσῳ περὶ καλλιόνων τῶν ἄθλων ἠγωνίζοντο] οἱ μὲν γὰρ περὶ τοῦ κοτίνου, ἤ τινος τοιούτου, Ἀθηναῖοι δὲ περὶ τοῦ τοσαύτην στρατιὰν νικήσαντες εὐδαίμονας ἑαυτοὺς καταστῆσαι. A. ἤπερ οἱ τοὺς δρόμους ἐκείνους ἀγωνι‐129
10ζόμενοι. C.

Pan

124,2

ἔπειτα κρείττους ἦσαν τὰ τελευταῖα ἢ τὰ ἀπὸ τῶν πυλῶν] τοῦτο εἶπεν, ἐπειδὴ εἰώθασιν ἄνθρωποι περὶ μὲν τὰς ἀρχὰς εἶναι ὀξεῖς, πρὸς δὲ τὸ τέλος ἀμ‐ βλύτεροι· ὥσπερ φησὶ Θουκυδίδης· ἀρχόμενοι γὰρ ἅπαν‐
5τες ὀξύτερον ἀντιλαμβάνονται. ACD.

Pan

124,3

μεσοῦντας μὲν ἔτι τῆς πορείας προσέβαλλεν] ἀντὶ γὰρ δοτικῆς αἰτιατικῆς, παρελείφθη. δύναται καὶ κατ’ ὀρθὸν ἀπολελυμένως τὸ προσέβαλλεν κεῖσθαι. D.

Pan

124,4

τῶν ἄλλων ἐφολκίων] κυνῶν καὶ πολεμικῶν ὀργάνων. A. κατεχρήσατο ἐφολκίων εἰπὼν ἐπὶ γῆς· κυρίως γὰρ ἐφόλκια καλοῦνται τὰ μικρὰ σκαφίδια τὰ ἐφελκόμενα τοῖς μεγάλοις πλοίοις. D.

Pan

124,5

τῶν μὲν] τῶν ὀργάνων. A. ἵππων, καμήλων. C. τῶν μὲν χρείας εἵνεκα] οἷον ἵππων, ὄνων, καμήλων. ψυχαγωγίας δὲ, κυνῶν Ἰνδικῶν, καὶ ὀρνέων, τῶν τοιού‐ των. D.
5τῶν δὲ] τῶν κυνῶν. A. Κυνῶν, ὀρνέων, πιθήκων, θηρίων. C.

Pan

124,6

ὑπερβαλόντες δ’] τὸ μέσον τῆς πορείας. A. ἤγουν πρὸς τὸ τέλος τῆς πορείας φθάσαντες ὧδε. C. παρὰ τοὺς πολέμους ἐλθόντες. D. τῶν ἀτόπων ἐκείνων φασμάτων] παραδείξεων. A. ἃ
5ἐποίουν παραδόξως οἱ Πέρσαι πρὸς ἔκπληξιν. C. οἱονεὶ φαντασμάτων· οὕτω γὰρ λέγει τὰ παράδοξα θεάματα. D.

Pan

124,7

χαλκὸς δὲ καὶ σίδηρος] περὶ ἀσπίδας, καὶ κράνη, καὶ ξίφη, καὶ θώρακας. A. πόρρωθεν εἶργε μὴ προσιέναι] διὰ τὴν ὑπερβάλλου‐ σαν αἴγλην. A. διὰ τῆς αἴγλης. C.

Pan

124,8

ὑπερηφανία] ὑπερορία καὶ ἀλαζονεία. C.
ὁ μὲν Πλάτων τὸ τῆς ὑπερηφανίας καὶ ἐπὶ καλοῦ λαμβάνει, σημαίνων τὸ μέγεθος, ὁ δὲ ῥήτωρ ἐπὶ ἀλαζο‐ νείας νῦν. D.130

Pan

124,9

ᾤοντο γὰρ ὥσπερ ἐν ἄθλοις, ἅπαντας εὐθὺς ἀπογνώσεσθαι] ὁ γὰρ εἰς τοὺς ἀγῶνας τοὺς ἐν ταῖς πομ‐ παῖς κρεῖττον ἑνὸς, ἢ δύο, ἀναφανεὶς ποιεῖ τοὺς ἄλλους ὑπείκειν αὐτῷ, καὶ μὴ συμπλέκεσθαι. C. καὶ γὰρ ἐνταῦθα
5πᾶς ἀθλητὴς παρέχει τῷ κρείττονι πρὸ τῆς πείρας τὴν νίκην. C. ἀκονιτὶ] ἀπόνως καὶ μάχης χωρίς. C. εἰκότως ὡς πρὸς τοὺς Ἀθηναίους ἐπήνεγκε τὸ ἀκο‐ νιτί. D.

Pan

124,10

δημοτελὴς] δημοτελὴς, ἀντὶ τοῦ κοινῇ ἀπὸ δήμου τελεσθεῖσα. ἀπὸ μεταφορᾶς τοῦ παντὸς πλή‐ θους. ὥσπερ γὰρ ὁ δῆμος ἅπας ἐν πανηγύρει συνάγεται, οὕτω συνάπαντες ἄνθρωποι. εἰ δὲ νῦν καὶ ἐπὶ τῆς Τρωϊ‐
5κῆς κρίσις ἐγένετο, ἀλλὰ πάντων ἀνθρώπων. πρώτη δὲ εἶ‐ πεν, ἐπειδὴ καὶ ἐν Σαλαμῖνι δημοτελὴς κρίσις ἐγένετο. D.

Pan

124,11

οὐ λόγων εὐφημίᾳ κριθεῖσα, ἀλλ’ ἔργων ἀποδείξει] ἐπειδὴ κρίσις εἶπεν, ἡ δὲ κρίσις διὰ λόγου γί‐ νεται, ἐπήγαγεν, ὡς οὐ λόγῳ ἐκρίθη, ἀλλ’ ἔργοις αὐ‐ τοῖς. AC.

Pan

124,12

οὐ γὰρ εἰς φόβον τὴν θέαν ἔτρεψαν, ἀλλ’ εἰς προθυμίαν κατεχρήσαντο] ὡς τοῦ μὲν πλήθους τοῦ βαρβαρικοῦ φόβον ἀπειλοῦντος, τῶν δὲ Ἀθηναίων εἰς προ‐ θυμίαν μεταβαλόντων τὴν θέαν. D.

Pan

124,13

τὴν ἀήθειαν] εἶπε τὸ ξένον, ἅπερ ἄνω ἐκάλεσε φάσματα. D.

Pan

124,16

ὥσπερ χρήμασιν] ἀπολαύσει χρημάτων πα‐ ραβάλλει τῶν βαρβάρων τὸν φόνον. D. ἀφθόνως χρήσασθαι] ταύτῃ. A. ταύτῃ τῇ ἀνδρα‐ γαθίᾳ. C.

Pan

124,17

νῆες] νῆες εἶπεν, αἷς προσορμοῦσι τῶν βαρβάρων τῷ Μαραθῶνι. στρεπτοὶ δὲ, τὰ μανιάκια. D. ψέλλια] χαλινούς. A. στρεπτοὶ] τὰ λεγόμενα μανιάκια. C.
5δῶρα τῆς τύχης ἐστὶ] τὸ Δημοσθενικόν. φύσει δ’ ὑπάρχει τὴν τῶν ἀπόντων. D.

Pan

124,18

στρατηγοὶ] δέκα ἦσαν οἱ στρατηγοί. καθ’ ἑκάστην δὲ ἡμέραν ἀλλήλους διεδέχοντο, καὶ ὁ ἄρχων κύριος ἐγένετο τοῦ τὴν ἡμέραν στρατεύοντος. κατ’ ἐκείνην οὖν τὴν ἡμέραν, ὅτε οἱ Πέρσαι ἐπέβησαν τῷ Μαραθῶνι,131
5Μιλτιάδης ἦν ὁ κύριος. D.

Pan

124,20

τοῦ φίλου παιῶνος] τοῦ συνήθους αὐ‐ τοῖς πρὸς θεοὺς ὕμνου. C. οὐ μόνον ἐπὶ ἀφέσει λοιμοῦ ᾀδόμενος πρὸς Ἀπόλλω ὕμνος παιὰν λέγεται, ἀλλὰ καὶ ἁπλῶς πᾶς ὁ πρὸς θεοὺς ὕμνος, καὶ ὁ πρὸς ἀνθρώπους.
5τινὲς δὲ καὶ ᾆσμα πολεμικὸν ἐνταῦθά φασι τὸν παιᾶνα νοεῖσθαι. εὕρηται δὲ οὐ μόνον παιὰν παιᾶνος, ἀλλὰ καὶ παιὼν παιῶνος. A. παιών ἐστιν ᾆσμα πολεμικόν. φίλου δὲ λέγει οὐ πᾶσιν ἀνθρώποις, ἀλλὰ μόνοις ἐν Θηβαίοις, τουτέστι τοῦ συν‐
10ήθους. D.

Pan

125,1

τοῖς βαρβάροις οὐκ ἔδωκαν ἰδεῖν, ὅ τι ἐστὶ τὰ γενόμενα] διὰ τοῦ εἰπεῖν οὐκ ἔδωκαν ἰδεῖν σεμνύνει τοὺς Ἀθηναίους, δηλῶν ἐντεῦθεν τὴν τούτων περὶ τὸ ἔρ‐ γον ὀξύτητα καὶ σπουδήν. C. ἔπασχον, φησὶν, οὐκ εἰδότες
5οἱ βάρβαροι, τὴν ὀξύτητα δηλῶν τῶν Ἀθηναίων. καὶ Ὅμηρος „Τυδείδην δ’ οὐκ ἂν γνοίης.“ D.

Pan

125,2

ἀλλ’ ἅμα τάξεις ἐρρώγεσαν] Ἀθηναίων καὶ βαρβάρων συνέρραξαν. C. τουτέστι συνεπλέκοντο καὶ συν‐ έβαλλον. καὶ ὁ Θουκυδίδης „Οὐ μέντοι ὅ γε πόλεμός πω συνερρώγει.“ οἱ δὲ ἀντὶ τοῦ συνῆπτο. D.
5ἄνδρες ἐκτείνοντο] τῶν βαρβάρων. A. οἱ τῶν Περσῶν. C.

Pan

125,3

καὶ νῆες εἵλκοντο, καὶ χρήματα ἤγετο, καὶ χορεία Πανὸς ἦν τὰ ποιούμενα] τὸ νῆες εἵλκοντο λέγει διὰ τὸν Κυναίγειρον· οὗτος γὰρ ἀγομένην τὴν Δάτιδος ναῦν κατασχὼν ἐχειροκοπήθη, ὡς ὄπισθεν (122, 19.)
5ἔφημεν. τὸ δὲ χορεία Πανὸς νοητέον, ἢ ὅτι τὴν τοιαύ‐ την τέρψιν εἶχον τοὺς βαρβάρους φονεύοντες, οἵα ἐστὶν, ἣν ὁ Πὰν χορεύει· ἢ διότι καὶ ὁ Πὰν αὐτοῖς συνεμά‐ χει· φασὶ γὰρ, ἐπιόντων τῶν Περσῶν πέμψαι τοὺς Ἀθη‐
ναίους πρὸς Λακεδαιμονίους Φιλιππίδην τὸν ἡμερόδρο‐132
10μον, ἐν Ἀρκαδίᾳ δὲ ἐν τῷ Παρθενίῳ ὄρει συναντήσας αὐτῷ ὁ Πὰν εἶπεν ὅτι τῇ μάχῃ παρέσομαι· εἰπὲ δὲ Ἀθηναίοις τιμᾶν με. Λακεδαιμόνιοι μὲν οὖν οὐκ ἦλθον διὰ τὴν πανσέληνον, μόνοι δὲ Ἀθηναῖοι μετὰ πάνυ ὀλί‐ γων Πλαταιέων συνέβαλλον. A.
15νῆες εἵλκοντο] δηλοῖ τὸν Κυναίγειρον, ὃς φεύγουσαν κατέσχε τὴν Δάτιδος ναῦν, καὶ ἐπιβαλὼν τὴν δεξιὰν, ἥπτετο τῇ εὐωνύμῳ, καὶ πάλιν καὶ αὐτῆς ἀφαιρεθεὶς κατεῖχε τῷ στόματι, ἕως ἀπετμήθη καὶ τὸν τράχηλον. D. χορεία Πανὸς ἦν τὰ ποιούμενα] ζητεῖται διὰ τί μὴ
20εἶπε ἄλλου θεοῦ χορείαν. λέγομεν ὅτι ἐμιμοῦντο τὸν Πᾶνα χορεύοντα, ἤτοι ὅτι καὶ ὁ Πὰν αὐτοῖς συνεπολέμησε, οἱ‐ ονεὶ καὶ ὁ Πὰν ἐχόρευε. λέγεται γὰρ ὅτι ἐπιόντων τῶν Περσῶν ἔπεμψαν οἱ Ἀθηναῖοι πρὸς Λακεδαιμονίους Φι‐ λιππίδην ἡμερόδρομον, ἐν Ἀρκαδίᾳ δὲ ἐν τῷ Παρθενίῳ
25ὄρει ὁ Πὰν συναντήσας αὐτῷ εἶπεν ὅτι τῇ μάχη παρέ‐ σομαι· εἰπὲ δὲ Ἀθηναίοις τιμᾶν με. Λακεδαιμόνιοι μὲν οὖν οὐκ ἦλθον διὰ τὴν πανσέληνον, μόνοι δὲ Ἀθηναῖοι μετ’ ὀλίγων Πλαταιέων συνέβαλλον. D.

Pan

125,4

ἤδη δέ τις καὶ τελευτήσας—ὥσπερ ἀθά‐ νατος ὢν] ὁ Καλλίμαχος. C. εἰς Καλλίμαχον ἀποτείνεται. οὗτος γὰρ ὑπὸ τοῦ πλήθους τῶν βαρβαρικῶν τόξων στη‐ ριχθεὶς ἐπὶ τῆς γῆς εἱστήκει, πεσεῖν μὴ δυνάμενος. εἰπὼν
5δὲ ὥσπερ ἀθάνατος τὸ ἄτοπον τοῦ λόγου τῇ προσθήκῃ ἐκόλασε. D.

Pan

125,5

οἱ τὰ μεγάλα τολμήσαντες] βάρβαροι. A. τρόπαια φέροντες ἐν ταῖς ναυσὶ] μέγιστον λίθον ἐν ταῖς αὐτῶν ναυσὶν οἱ Πέρσαι ἐκ Σούσων ἔφερον, ἵνα τρό‐ παιον ἐγείρωσι κατ’ Ἀθηναίων ὁμολογουμένως τὴν νίκην
5ἐλπίζοντες· ὃν Ἀθηναῖοι λαβόντες Νεμέσεως ἄγαλμα ἐν Μαραθῶνι ἔστησαν, εἰς ἔλεγχον καὶ μέμψιν τῶν μεγαλαύ‐ χων βαρβάρων. AC. βαρβαρικῷ φρονήματι Πέρσαι κρα‐ τούμενοι ἐνόμιζον μὴ δέεσθαι πολέμου καὶ μάχης· διὸ ἐπὶ τῶν τριηρῶν εἶχον ἕτοιμα τρόπαια. Σώπατρος δέ φησι,
10τὸν λίθον, ὃν ἦγον οἱ Πέρσαι, ἵνα στήσωσι Πέρσαι, Ἀθη‐ ναῖοι λαβόντες, Νεμέσεως ἐποίησαν ἄγαλμα, καὶ ἔστησαν ἐν Μαραθῶνι. D.133

Pan

125,6

πλείους αὐτοῖς ἐφάνησαν ἢ πρότερον] ἤγουν αὐτοὶ ἑαυτοῖς ἔδοξαν πλείους εἶναι ἢ σφᾶς αὐτοὺς ὑπε‐ λάμβανον τῷ πανταχῇ ἐσπάρθαι. A. ὅτε γὰρ ἔζων, συνηγ‐ μένοι ἦσαν· καὶ διὰ τοῦτο οὐ τοσοῦτοι ἐφαίνοντο, ὅσοι
5μετὰ τὴν ἧτταν· πάντα γὰρ κατέλαβον πίπτοντές τε καὶ φεύγοντες. C. ἀντὶ τοῦ ἐκ τῶν πεπτωκότων ἔγνωσαν Ἀθη‐ ναῖοι τῶν βαρβάρων τὸ πλῆθος· δεικνὺς ὅτι ζῶντας αὐ‐ τοὺς ὀλίγους ἐνόμιζον. D. αὐτοῖς] τοῖς Ἀθηναίοις. C.
10οὔτε γὰρ τὸ ἕλος, οὔτε ἡ θάλαττα, ἀρκούντως αὐ‐ τοὺς ἐδέχετο] ἕλος ἦν μικρὸν ἐν τῷ Μαραθῶνι παρακεί‐ μενον. ἐκ δὲ τοῦ ἑτέρου μέρους ἡ θάλαττα, ὡς εἶναι στενὸν μέσον χωρίζον τῆς μάχης τὸν Μαραθῶνα. D. τὸ ἕλος] τὸ ἐν Μαραθῶνι. C.

Pan

125,7

οὐδ’ ἦν εὐρυχωρία τοῖς κακοῖς] μεστὰ γὰρ πάντα ἦσαν κακῶν. C. οὐδ’ ἦν εὐρυχωρία τοῖς κακοῖς, οὐδὲ διέξοδος] ἀντὶ τοῦ ὑπὸ τῶν κακῶν καὶ τοῦ πλήθους τῶν νεκρῶν οὐκ ἦν
5τοῖς βαρβάροις διαφεύγειν· διὸ ἐπήγαγε „μέγιστον ἐναν‐ τίωμα αὐτοῖς ὑπῆρχεν.“ D. οὐδὲ διέξοδος] τῶν φευγόντων διὰ τοὺς πίπτοντας. C.

Pan

125,8

ὡς ἀληθῶς ὄχλος ὄντες] μάταιον πλῆθος. AC. ὄχλον καλοῦσιν οἱ ῥήτορες τὸ μάταιον πλῆθος· καὶ ὁ ῥή‐ τωρ „Ὡς ὁ μὲν δῆμός ἐστιν ὄχλος.“ D. μέγιστον ἐναντίωμα ἑαυτοῖς] ἠναντιώθη γὰρ αὐτοῖς
5τὸ πλῆθος εἰς τὴν φυγήν· οὐ γὰρ ἦσαν ὀλίγοι, ὥστε εἰς τὴν φυγὴν λαθεῖν. C.

Pan

125,9

τοῖς πλείοσιν ἥττους ἐγένετο ἢ ὅσοις ἄν τις ἐξ ἀρχῆς ἐθάρρησεν ἀντιστῆναι] τὸ πλείοσι πρὸς τὸ ἢ ὅσοις ἄν τις ἐξ ἀρχῆς ἔχει τὴν δύναμιν. λέγει δὲ ὅτι οὐ μέρος τῆς στρατιᾶς ὄλωλεν, οὐδὲ τοσοῦτοι, ὅσοις ἄν τις
5ἐξ ἀρχῆς, ἤγουν πρὸ τῆς αὐτῶν ἥττης, ἐθάρρησε μάχην συνάψαι· ἀλλ’ οἱ πλείους αὐτῶν πεπτώκασιν, ὡς εἶναι τοὺς ὑπολειφθέντας ὀλίγους. σύντασσε δὲ οὕτως· καὶ ἐν τοῖς πλείοσιν ἢ ὅσοις ἄν τις ἐξ ἀρχῆς ἐθάρρησεν ἀντι‐
στῆναι, ἐγένοντο ἥττους. AC. εἰς τὸ κατὰ πόδας τῆς συν‐134
10τάξεως. ὁ δὲ νοῦς· ἀπώλοντο, φησὶ, πλείους, στρατιᾶς οὐ μόνον ἐξαρκούσης εἰς πόλεμον, ἀλλὰ καὶ δειλίαν τοῖς ἀνθισταμένοις ἐμποιούσης· τοσούτῳ πλήθει ἥττους οἱ ὑπο‐ λειφθέντες τῶν Περσῶν ἐγένοντο. ἀσαφὲς δὲ τὸ χωρίον. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· τὸ πλεῖον τοῦ στρατοπεδεύμα‐
15τος ἀπώλετο, ᾧ καὶ μόνῳ τῷ ἀπολομένῳ χαλεπὸν ἦν ζῶντι πολεμεῖν· τὸ πλῆθος δὲ τῶν πεπτωκότων δεῖξαι βουλόμε‐ νος τοῦτο εἶπεν. D. ὥστε οἱ τοῦ αἵματος ῥύακες ἤρκουν ἐν νοτίῳ ταῖς ναυσὶν εἶναι] δοκεῖ κοῦφον εἶναι τὸ λεγόμενον· πέλαγος
20γὰρ αἵματος ὑποτίθεται. ἀλλ’ ὅτε, φησὶν, ἔνδοξον τὸ πρόσ‐ ωπον τὸ ἐγκωμιαζόμενον, εἴτε βασιλεὺς, εἴτε πόλις ἐπί‐ σημος, ἔξεστι χρῆσθαι τῇ ὑπερβολῇ. D.

Pan

125,10

ἐν νοτίῳ] ὑγρότητι. A. ὑγρότητι δυναμένῃ αὐτὰς ὑπερέχειν. C. ἀντὶ τοῦ ἐν διύγρῳ, ὅ ἐστιν ὑδατώδει· καὶ ὁ Θουκυδίδης „Ὁπότε χειμὼν εἴη νοτερόσ“ ἀντὶ τοῦ δίυγρος καὶ ὑδατώδης. D.
5τῶν ἀνδρῶν ἐκείνων] τῶν τότε τοὺς βαρβάρους νενι‐ κηκότων. C.

Pan

125,11

τοσοῦτον τῆς νίκης τὸ ἀξίωμα] τὸ μέγε‐ θος. C. ἀντὶ τοῦ τὸ μέγεθος τῆς νίκης. καινοπρεπῶς δὲ εἶ‐ πεν. D.
5τὸ χωρίον] τὸν Μαραθῶνα. C.

Pan

125,13

οὐκ ἀνίσταται τῇ ψυχῇ πρὸς ἀνδρίαν καὶ μάχην. C. ἢ ὑπὸ τῆς ἡδονῆς, ἢ ὅτι εἰς ἀνδρείαν κινεῖται. D.

Pan

125,14

καὶ συνέβη δὲ τῇ πόλει πρώτῃ μὲν κινδυ‐ νεῦσαι τῶν κατὰ τὴν ἤπειρον Ἑλλήνων] εἰ γὰρ καὶ Ἐρέ‐ τρια πρώτη κεκινδύνευκεν, ἀλλ’ ἐπειδὴ νῆσος ἦν, διὰ τοῦτο εἰρήκει πρώτῃ τῶν κατὰ τὴν ἤπειρον Ἑλλήνων. τὸ δὲ κιν‐
5δυνεῦσαι εἶπε διὰ τὴν κατ’ αὐτῆς ἐπιστρατείαν τῶν Περ‐ σῶν, καὶ ὅτι ὅσον κατὰ τὴν γνώμην ἐκείνων ἀπόλωλεν. AC. ἐπειδὴ πρώτη ἐκινδύνευσεν Ἐρέτρεια, διὰ τοῦτο εἶπε τὸ κατὰ τὴν ἤπειρον· νῆσος γὰρ ἡ Ἐρέτρεια. D.

Pan

125,15

τῶν δὲ ἰδίων κινδύνων κοινὰ τὰ ἆθλα ἅπασι καταστῆσαι] πάντες γὰρ Ἕλληνες νενικηκυίας αὐ‐
τῆς ὠφέληνται. C. κοινὰ τὰ ἆθλα] τὴν σωτηρίαν. A.135

Pan

125,16

τροφὸν οὖσαν τῆς Ἑλλάδος] διὰ τοῦ σί‐ του. C.

Pan

125,20

τοῦτο ὡμολογηκυῖα τοῖς προτοῦ πᾶσιν] σημαίνει πρῶτον τὴν διάδοσιν σίτου, εἶτα τὴν ὑποδοχὴν τῶν φευγόντων, εἶτα τὴν ἀποικίαν. D. τοῖς προτοῦ πᾶσιν] εὐεργετήμασι. C. τοῖς ῥηθεῖσι
5περὶ τοῦ σίτου καὶ τῶν ἄλλων. D.

Pan

126,1

ὥσπερ ἐλευθέριον] Δία. C. συγκληρωθῆναι] κατὰ κλῆρον δοθῆναι. C. συγκληρωθῆναι] τουτέστι κατὰ κληρονομίαν καὶ εἱ‐ μαρμένην. ἐκεῖθεν γὰρ εἶπε τὴν λέξιν ἀντὶ τοῦ εἵμαρτο.
5ἄρα δὲ εἱμαρμένης τινὸς ὁ πόλεμος ὁ κατὰ Μαραθῶνα γε‐ νόμενος. τῇ τύχῃ οὖν, κατὰ γένεσιν καὶ εἱμαρμένην. D.

Pan

126,2

ἐκείνη] ἡ ἐν Μαραθῶνι μάχη. C.

Pan

126,3

εἰ καὶ νεανικώτερον εἰπεῖν] ἀντὶ τοῦ μειρα‐ κιῶδες, ἢ τολμηρότερον· ἐπειδὴ δοκεῖ τὸ ὄνομα τῆς μη‐ τροπόλεως κουφότερον εἶναι. ἀφορμὴ δὲ, οἷον ἀρχὴ καὶ πρόφασις. D.

Pan

126,4

ἀντὶ κρηπῖδος] θεμελίου. A. ἀντὶ ἀρχῆς καὶ ῥίζης. D. παραδείγματος] ὅτι δεῖ βαρβάρων καταφρονεῖν.
Ἀκμᾶς ἑστακυῖαν ἐπὶ ξυροῦ Ἑλλάδα πᾶσαν
5 ταῖς αὐτῶν ψυχαῖς κείμεθα ῥυσάμενοι. παῖδες Ἀθηναίων Περσῶν στρατὸν ἐξολέσαντες ἤρκεσαν ἀργαλέην πατρίδι δουλοσύνην. D.

Pan

126,5

πάντων ἐπιτηδευμάτων] ἤγουν τεχνῶν. C.

Pan

126,6

τοῦ τῶν Ἑλλήνων σπέρματος] διὰ τὸ πρῶ‐ τον ἐν τῇ Ἀττικῆ ὥσπερ φυτὸν ἀναδοθῆναι ἄνθρω‐ πον. AC. διήνεγκεν] ἀντὶ τοῦ ἤνυσε. Θουκυδίδης „Ὡς δὲ εἰπεῖν
5τὸν πόλεμον διέφερον.“ τὸ δὲ ἅπαντ’ ἂν ἔρρει ἀντὶ τοῦ ἐφθείροντο. D.

Pan

126,7

τὰ κοινὰ τῆς φύσεως] τὰ συμβάλλοντα εἰς σύστασιν ἀνθρώπου. A. ἤγουν πάντα τὰ ἀνθρώπινα. C.

Pan

126,8

ὅσας μυριάδας τῶν βαρβάρων ἐνίκων] ἀπο‐ δείκνυσιν ὅτι οὐ μόνον τοὺς βαρβάρους νενικήκασιν, ἀλλὰ πάντας ἀνθρώπους συλλογιστικῶς. D.136

Pan

126,9

εἰ δεῖ παραιτησάμενον τὸν φθόνον εἰπεῖν] τοῦτο δὲ ἐπήγαγε διὰ τοῦ εἰπεῖν πάντας ἐνίκησε. D. παραιτησάμενον] ἀφέντα. C.

Pan

126,10

τοιούτων ἀγαθῶν] λόγων καὶ πράξεων, καὶ ὧν ἄνω ἔφη. C.

Pan

126,11

ἐγγὺς εἶναι] τούτων. C. τοῖς ὑπάρχουσιν] τοῖς οἰκείοις ἔργοις. C. τοῖς οὖσιν αὐτοῖς πλεονεκτήμασι. λογίζεται δὲ, δι’ ὧν κατασκευάζει, ὅτι πάντων κρείττους εἰσίν. D.
5ὥστ’ εἰ, τὸ μὴ ἔχειν—ἅπαντας νενικήκασιν] εἰ γὰρ ὁ μὴ ἔχων, φησὶ, τὰ ἴσα, ἐλάττων ἐστὶ τοῦ ἔχοντος, πάντως ἄρα νενικήκασι τῷ ἔχειν τὰ πλείονα. D.

Pan

126,12

οἶμαι μὲν οὖν, εἰ καὶ μόνα ταῦτα] τὸ μὲν ἐνταῦθα πρὸς τὸ οὐ μὴν (127, 1.) ἔχει τὴν ἀπόδοσιν· ἐπειδὴ δὲ μέλλει τῆς ἐν Σαλαμῖνι μάχης ἄρξασθαι, προοιμιάζεται. ποιεῖται δὲ μερικὴν ἀνακεφαλαίωσιν ζήλῳ
5Δημοσθενικῷ· ἐκεῖνος γὰρ ἐν ἄλλοις τε πολλοῖς καὶ ἐν τῷ παραπρεσβείας οὕτω ποιεῖ. AC. ἐντεῦθεν ἄρχεται τῆς ἀνακεφαλαιώσεως τῶν εἰρημένων, ἥτις τυγχάνει μερικὴ κατὰ μίμησιν Δημοσθένους· καὶ γὰρ κἀκεῖνος ἐν τῷ περὶ παραπρεσβείας διὰ τὸ μῆκος τοῦ λόγου κατὰ μέρος μερι‐
10κὴν ποιεῖται ἀνακεφαλαίωσιν, ἀναμιμνήσκων συντόμως τῶν εἰρημένων τὸν ἀκροατὴν ὅπερ καὶ οὗτος ἐνταῦθα ποιεῖ‐ ται, τὴν ἀνακεφαλαίωσιν· ἐν τῷ ἑξῆς δὲ σελιδίῳ ἐστὶν ἡ ἀπόδοσις τούτου πρὸς τὸ οὐ μὴν ἐῶσιν αἱ πράξεις· (127, 1.) ἵνα ᾖ οὕτως· οἶμαι μὲν οὖν, εἰ καὶ μόνα ταῦτα
15εἶπον, ἔχειν ἂν πέρας τὸν λόγον· οὐ μὴν ἐῶσιν ἀπελθεῖν αἱ πράξεις. D. μόνα ταῦτα ἐκλέξας] ἃ ἐξ ἀρχῆς μέχρι τοῦ νῦν εἶ‐ πον. C.

Pan

126,14

τὴν γὰρ πρώτην μὲν ἀνεῖσαν ἀνθρώποις] φύσασαν. A. καὶ ἀναδοῦσαν. C. ἀναδοῦσαν· σημαίνει τοὺς
Ἀθηναίους αὐτόχθονας εἶναι. D.137

Pan

126,15

ἀλλὰ καὶ πάντας] καὶ τὴν ὑποδοχὴν ση‐ μαίνει τῶν εἰς αὐτὴν καταφευγόντων. D.

Pan

126,17

ἀποστείλασαν] εἰς ἀποικίας. A.

Pan

126,18

τῶν τ’ ἐν τῇ ὑπερορίᾳ] τῶν Ἰώνων λέγει, ὅτι δι’ αὐτοὺς ἐνέπρησαν τὰς Σάρδεις. D. τῶν ἐπὶ τῆς ἀρχαίας Ἑλλάδος] ἐπειδὴ νέαν Ἑλλάδα καλεῖ τὴν Ἰωνίαν, διὰ τοῦτο εἶπε τὴν ἀρχαίαν. λέγει δὲ
5τὸν ἐν Μαραθῶνι πόλεμον. τὸ δὲ οὐ διὰ παντὸς πῶς φη‐ σὶν, οὐ διὰ τοῦ ὅλου εἴποι τις εὐεργετήματος τὴν πόλιν ἐλθεῖν τοῖς Ἕλλησιν. D. διὰ παντὸς] εὐεργετήματος. C.

Pan

126,19

καθάπερ τοὺς δρομέας, τὸ γιγνόμενον συμ‐ πεπληρωκέναι] τὸ ὀφειλόμενον. ὥσπερ γὰρ ἐκεῖνοι καλῶς καὶ ἀνελλιπῶς τὸν δρόμον ἀνύουσιν, οὕτω καὶ ἡ πόλις πάντα, ὅσα προσῆκεν, ἀνύουσα οὐκ ἐπαύετο. C.
5τουτέστι τὸ ὀφειλόμενον τέλος πεπληρωκέναι, δηλον‐ ότι τέλος τοῦ δρόμου. ὡς ἐπὶ ἀγῶνος δὲ εἶπε τὴν λέξιν, ἐπειδὴ καὶ δρομέων ἐμνημόνευσε. D.

Pan

126,20

ἐγχωρεῖν] δυνατὸν εἶναι. A. πρὶν γὰρ ἄρχεσθαι τῶν ὁμοίων ἑτέρους] τὸ ἑτέρους εἰς Λακεδαιμονίους αἰνίττεται. D. τῶν ὁμοίων] τῇ πόλει. C.
5ἑτέρους] Ἕλληνας. C. τοσοῦτον] ὅσον ἐδείξαμεν. C.

Pan

127,1

οὐ μὴν ἐῶσί γε ἀπελθεῖν] τὸ σχῆμα ὑπερ‐ βατόν· εἴρηται γὰρ πρὸς τὸ ἄνω, (126, 12.) καὶ εἶχεν ἂν πέρας ἀρκοῦν ὁ λόγος, εἰ καὶ μόνον εἶπον τὰ εἰρημένα, ἀλλ’ οὐκ ἐῶσι, φησὶν, ἀπελθεῖν αἱ πράξεις. D.

Pan

127,2

τοσούτῳ μᾶλλον, ὅσῳ ταῦτα ἀκριβέστερον ἐξήτασται] ἐπειδὴ γὰρ οὐδὲν ἐκείνων παρέλιπον, ἀλλ’ ἀκρι‐ βῶς, ὡς προσῆκεν, ἐμνήσθην, δεῖ μηδὲ τἄλλα παραλι‐ πεῖν, ἵνα μὴ δόξωμεν ἄτοποι, τὰ μὲν αὐτῆς εἰς ἄκρον
5ἐξητακότες, τῶν δὲ μηδὲ τὴν ἀρχὴν μνημονεύσαντες. AC. ἢ οὕτω· ταῦτα, ἃ μέλλομεν εἰπεῖν, ἀκριβέστερον καὶ κάλ‐ λιστον τῶν προτέρων ἐξήτασται καὶ κατεπράχθη τῇ πό‐ λει. A.
ἐξήτασται] ἢ ἑαυτῷ λέγει ἐξήτασται· ἐπειδὴ δοκεῖ φι‐138
10λοτιμότερον εἰρηκέναι τὸν Δαρείου πόλεμον· ἢ τῇ πόλει ἐξήτασται. D. τοσαύτην γὰρ ὑπερβολὴν] ἡ τοιαύτη κατασκευὴ πρὸς τὸ οὐ μὴν ἐῶσιν ἐστί. C.

Pan

127,3

τοῖς ἐφεξῆς] τὰ εἰρημένα ἐδήλωσεν· ἐφεξῆς γὰρ τοῦ Μαραθῶνος τὰ κατὰ Ξέρξην συμβέβηκε. τοῖς ἐφεξῆς οὖν λέγει τοῖς κατὰ Ξέρξην. D.

Pan

127,4

ὅσον περ πρὸ τοῦ τοὺς ἄλλους] μόνη γὰρ αὕτη τὰ κατὰ Μαραθῶνα ἔπραξε. D.

Pan

127,5

ἁμιλλωμένη] ἀγωνιζομένη. A. γενομένου γὰρ τοῦ ἐν Μαραθῶνι τολμήματος] εἰκό‐ τως εἶπε τὸ τολμήματος δεικνὺς τὸ τῆς μάχης ἄνισον καὶ παράδοξον. ποῦ γὰρ ἴσον, ὀλίγους κομιδῆ πρὸς ἀριθμοῦ
5κρείττους ἀγωνίσασθαι; ἢ τίς ἂν ἤλπισε τοῦτο; ἢ τὸ τολμήματος, μὴ περὶ τῶν Ἀθηναίων, ἀλλὰ περὶ τῶν βαρ‐ βάρων ἐκληπτέον, ἵνα λέγῃ ἐντεῦθεν ὡς ἀτόπου πράγμα‐ τος ἐπεθύμησαν Πέρσαι, Ἀθηναίους καταστρέψασθαι τοὺς ὑπερφυεῖς ἀγωνιστὰς ἐν πολέμοις. αἰτίους δὲ διαβά‐
10σεως λέγει τὸν Ἱππίαν καὶ τοὺς Ἀλευάδας· οἱ μὲν γὰρ Θετταλίας τυραννοῦντες ὑπ’ Ἀθηναίων ἐξέπεσον, Ἱππίας δὲ ἠβούλετο Ἀθηνῶν τυραννῆσαι. οὗτος τοίνυν εἰς Δαρεῖον μετ’ Ἀλευαδῶν ἐλθὼν πέπεικε κατ’ Ἀθηναίων καταστρα‐ τεῦσαι. σαφέστερον δὲ λέγει τὴν ἱστορίαν ἐν τῷ ὑπὲρ
15τῶν τεσσάρων εἰς τὸν Μιλτιάδην. AC. τοῦ ἐν Μαραθῶνι τολμήματος] ἀστείως εἶπεν· οὐ γὰρ εἶπε κατορθώματος, ὅτι ὀλίγα πρὸς πολλοὺς ἀντετά‐ ξαντο. D.

Pan

127,6

ὥσπερ κονιορτοῦ] ἢ διὰ ἐλαφρὸν ἢ διὰ τὸ ἀηδές. D.

Pan

127,7

ὑποπεπτώκει τῇ πόλει] τεταπείνωτο πρὸς τὴν πόλιν. αἰτίους δὲ εἶπε διὰ τὸν Ἱππίαν. οὗτος γὰρ ἐκπε‐ σὼν ἐκ τῶν Ἀθηνῶν ὡς τύραννος, ἔπεισε τὸν Πέρσην κατ’ Ἀθηναίων στρατεύσασθαι· καὶ τοὺς Ἀλευάδας· καὶ
5αὐτοὶ γὰρ ἐκπεσόντες τῆς Θετταλικῆς τυραννίδος ἔπεισαν αὐτόν. σαφέστερον δὲ τοῦτο λέγει ἐν τῷ Μιλτιάδῃ. D.

Pan

127,9

τελευτᾷ δὴ πρίν τι δεύτερον κακὸν αὐτὸν ἐξεργάσασθαι] ἀπολώλει γὰρ ἂν, εἰ τὸ δεύτερον ἐστρά‐ τευε. A. εἰ γὰρ κατ’ Ἀθηναίων αὖθις ἐστράτευσε, πάλιν ἂν ἡττήθη. C.139

Pan

127,10

ταῖς ἐπινοίαις] ἀτόποις ἐπινοήσεσιν. A. ταῖς μηχαναῖς. C. μηδὲν καταλιπὼν] τινί. C. μηδὲν καταλιπὼν ἄτοπον νομίσαι] οὐδὲ γὰρ οἷόν τε
5λογίσασθαί τι καινὸν καὶ παράδοξον, ὅπερ οὐκ ἐκεῖνοι εἰς ἔκπληξιν τῶν Ἑλλήνων ἐμηχανήσαντο. A. παράδοξον, ὃ οὐκ ἐποίησε. λέγει δὲ ὡς ὅσα ἄν τις ἐπινοήσειε παράδοξα καὶ ὑπερφυῆ παρὰ τὴν τῶν Ἀθηναίων, οὗτος ἐμηχανή‐ σαντο ἔπληξιν (sic). C. οὐδὲν κατέλειψεν ἄτοπον νομισθῆναι
10παράδοξον τῷ πάντα δεικνύειν. D. καταγνοὺς μὲν τοῦ πατρὸς] ἐμφατικῶς τὸ ἀπὸ τοῦ πατρός. ἀτοπώτερος ὁ νικήσας τῇ πονηρίᾳ τὸν φύσαντα. D.

Pan

127,12

τῶν Ἑλλήνων, ὡς οὐδαμοῦ φανησομένων] εἰ κατ’ αὐτῶν οὗτος ἐπιστρατεύσειεν. C. τὸν μὲν] Δαρεῖον. A.

Pan

127,13

τὴν δὲ] πόλιν. A. μετὰ πολλοῦ τοῦ κρείττονος] ἢ ὁ πατήρ. C. τοσοῦτον ὕβρισε] ἠτίμασε τὰ τοῦ πατρός. C. τῇ περιβολῇ] τῇ προσθήκῃ καὶ τῇ δυνάμει. D.

Pan

127,14

ὥστ’ ἔγνω τὸν πρότερον στόλον, ὡσπερεὶ παιδιὰν, ἀποφῆναι] τὸν τοῦ πατρὸς αὐτοῦ· ἦλθε γὰρ, φησὶ, χιλίας ἔχων τριήρεις, ὅπερ Ξέρξης εὐτελὲς ἡγήσατο. ἀπὸ κοινοῦ δὲ τὸ ἁμιλλήσασθαι. τὰ δὲ ἐξ οὐρανοῦ δεινὰ
5καλοῦσι διοσημείας· οἷον βροντὰς καὶ κεραυνοὺς, ἃ καὶ οὐράνια βέλη καλεῖ (152, 14.). D.

Pan

127,15

πρὸς τὰς διοσημίας] τὰ ἐκ τοῦ Διὸς φαι‐ νόμενα σημεῖα. A. εἰπὼν διοσημίας, μετ’ ὀλίγον ἀπαριθ‐ μεῖ ταύτας, ὅταν λέγῃ, ποίαν γὰρ κυμάτων ἐπιρροὴν, ἢ τίνας σκηπτοὺς, καὶ τἄλλα. πάντα γὰρ ταῦτα, ὅταν γίνη‐
5ται, σημεῖα τοῖς ἀνθρώποις παρὰ Διὸς γίνονται. τὸ δὲ, ὅτι βεβαίως αὐτοῦ ἐστιν ἡ γῆ, ὥσπερ παρ’ Ἰσοκράτους
μεταπέφρασται. λέγει γὰρ, ὥσπερ πρὸς τὸν Δία τὰ ὄντα διανεμόμενος, τῷ μὲν τοῦ Ὀλύμπου παραχωρῶν, ἑαυτῷ δὲ τὴν γῆν ἔχειν. ἀήθεις δὲ ἀστέρας νόει κομήτας, πωγωνίας,140
10δοκίδας, ξιφίας, καὶ ὅσα τοιαῦτα. κομῆται μὲν οὖν εἰσιν οἱ κόμῃ ἀνδρὸς ἐοικότες, πωγωνίαι δὲ οἱ τριγωνοειδεῖς, δοκίδες δὲ οἱ στενοεπιμήκεις, ξιφίαι δὲ οἱ ὀξεῖς. ἅπαντες δὲ οὗτοι οὐκ ἀεὶ ὁρῶνται, ἀλλ’ ὅταν φανῶσι, σημεῖα τοῖς ἀνθρώποις δεινῶν μαντεύονται. AC.

Pan

127,16

ὅτι αὐτοῦ βεβαίως ἐστὶν ἡ γῆ] ὁ θεῖος Ἰσοκράτης ἀνθηρότερον εἶπεν, αὐτὸ λέγων, καθάπερ πρὸς τὸν Δία τὰ ὄντα διανεμόμενος, τῷ μὲν Διὶ παραχωρήσας τοῦ οὐρανοῦ, ἑαυτῷ δὲ τὴν γῆν. D.

Pan

127,17

ποίαν γὰρ κυμάτων ἐπιρροὴν] πρὸς τὴν τῶν ἔξω διαφθοράν. A. ἤγουν θαλάσσης κατακλυσμὸν πρὸς τὰς γειτονούσας πόλεις. C.

Pan

127,18

ποίους ἀήθεις ἀστέρας] τοὺς καλουμένους κομήτας. ταῦτα μὲν οὖν καθ’ ἑαυτὰ οὐκ ἔστι δεινὰ, ση‐ μεῖα δὲ μᾶλλον τῶν δεινῶν. κομῆται δὲ καλοῦνται ἀστέ‐ ρες οἱ κόμῃ ἀνδρὸς παραπλήσιοι, πωγωνίαι δὲ οἱ τριγω‐
5νοειδεῖς. δοκίδες δὲ οἱ ἐπιμήκεις. φόβους δὲ ἐγγείους σεισμοὺς, ἢ κατακλυσμούς. BD.

Pan

127,19

συνέστειλε] ἀπέκρυψε. B.

Pan

127,20

οὗ τὰς ἀπειλὰς πρῶτον οὐκ ἦν ἑστῶσι τοῖς ὠσὶν ἀκοῦσαι] παροιμία τὸ οὐχ ἑστῶσι τοῖς ὠσὶν ἀκούειν, ἐπὶ τῶν δυσχερῶν καὶ βαρυτάτων ἀκουσμάτων λεγομένη. εἴρηται δὲ ἐκ μεταφορᾶς τῶν θηρίων, ἃ, ὅταν
5κτύπον αἴσθωνται, χαλῶσι τὰ ὦτα, ἵνα μὴ ἔτι ἀκούω‐ σιν. AC. ἀντὶ τοῦ θαρροῦσιν· ὅ ἐστι κάμπτεσθαι ὑπὸ τοῦ φόβου· ἀπὸ μεταφορᾶς τῶν ἀλόγων ζώων, ἅπερ, ὅτε θορυβοῦνται, τὰ ὦτα κλίνουσι συνεχῶς, καὶ οὐκ ἐῶσιν ὀρθά. BD.
10ἀπῆγον εἰς ἔσχατα γῆς] ἐξετόπιζον τοὺς ἀκούοντας. C.

Pan

127,21

αἰτεῖν μὲν γὰρ ἔφασκεν οὐδὲν τῶν ἀλλο‐ τρίων] ὧν οὐκ αὐτὸς ἔχει. C.

Pan

128,1

ἀπαρχὰς γῆς καὶ ὕδατος] ἐπειδήπερ τὰς
ἀπαρχὰς τῶν καρπῶν καὶ τῶν ἄλλων τοῖς θεοῖς διδόασιν ἄνθρωποι, ὡς δοτῆρσιν αὐτῶν, διὰ τοῦτο καὶ Ξέρξης οἰ‐ κείαν πᾶσαν γῆν καὶ πᾶν ὕδωρ λογιζόμενος, ὡς ὢν τῆς141
5ἐπ’ οὐρανὸν πάσης κύριος, ἀπαρχὰς ᾔτει τούτων τοὺς Ἀθηναίους. A. ὅπερ Δαρεῖος ᾔτει. B. πάντων δ’ εἶναι τούτων κύριος] τῆς γῆς καὶ τοῦ ὕδατος. C. ἀπὸ κοινοῦ τὸ ἔφασκε. B. τῆς δ’ ἀγνωμοσύνης] ἀγνωμοσύνην ἐνταῦθα καλεῖ
10τὴν θρασύτητα. ἔστι δὲ καὶ ἡ ἀχαριστία καὶ ἡ μωρία. AC. ἀγνωμοσύνης λέγει ἐνταῦθα τῆς ἀδικίας· ἀδικίαν γὰρ ὁ βάρβαρος ἐκάλει τὸ τολμῆσαι τὴν πόλιν ἐπὶ τοῦ Μαρα‐ θῶνος ἀντιπαρατάξασθαι. ἔστι γὰρ ἡ ἀγνωμοσύνη ἐν ἄλ‐ λοις ἡ ἀχαριστία. AD.

Pan

128,2

εἰ ταῦτα συγχωρήσαιεν] τὴν τοῦ ὕδατος καὶ τῆς γῆς δόσιν. C. μετὰ τῶν ἄλλων ἀνθρώπων γένοιντο] ὡς ἤδη πάσης τῆς ἄλλης γῆς δουλευούσης. BD. τῶν ὑποτεταγμένων
5αὐτῷ. C.

Pan

128,3

διδάξειν] σωφρονίσειν. D. διδάξειν αὐτοὺς καλῶς] τίς ὁ κοινὸς δεσπότης. C. τὴν δεσποτείαν. C.

Pan

128,4

μετὰ τῶν προπατόρων θεῶν] ἢ ὁ Ξέρξης ἐκ θεῶν ἔλεγε κατάγειν τὸ γένος, ἢ Ἀριστείδης ἐξεπίτη‐ δες τοῦτο πλάττει, βουλόμενος αὐτὸν ἀποδεῖξαι ὑπὲρ ἄν‐ θρωπον φρονοῦντα. AC. ἀλαζονείαν ἐμφαίνει βαρβαρικήν·
5τοὺς γὰρ θεοὺς καλεῖ αὐτοὺς προπάτορας ὄντας. BD. οὕτω γὰρ θεοῖς τε καὶ Ξέρξῃ δοκεῖν ὑπὲρ τῶν Ξέρ‐ ξου πραγμάτων] ὑπὲρ τῶν ἁρμοζόντων ἐκείνῳ. A. τὸ Ἀθη‐ ναίους γνωρίσαι δεσπότην τὸν Ξέρξην. BD.

Pan

128,5

ἥξειν γὰρ ἄγων ἅπαντα τὰ ἑαυτοῦ. A. ναῦς μὲν, ὅσας ἡ Ἑλληνικὴ θάλασσα οὐχ ὑποδέξε‐ ται] ἐπέκεινα γὰρ τῶν χιλίων ἦσαν. C. ἡ Ἑλληνικὴ θάλασσα] ὁ Αἰγαῖος. C.
5ἵππῳ] θηλυκῶς ἡ ἵππος. B.

Pan

128,6

τὴν πόλιν ἱππόκροτον καταστήσειν] ἐκ τῶν
ἵππων ἠχουμένην. A. πεδίον ἵππῳ κροτούμενον τοῖς τῶν ἵππων ποσί. δηλοῖ δὲ διὰ τούτου ἐρημῶσαι αὐτὴν, ὡς εἶναι πρὸς ἱπποδρομίαν ἐπιτηδείαν. BD. ἱππήλατον. C.142
5ἱερά τε συμφλέξειν καὶ θήκας ἀναρρήξειν] βαρβαρι‐ κὸν τὸ φρόνημα, ὅτι καὶ θεοῖς καὶ νεκροῖς ἠπείλει εἰς τὸ αὐτό. BD. ἱερά τε συμφλέξειν] ἐνθυμούμενος ὃ Ξέρξης ὡς, ὅτε Ἀθηναῖοι τὰς Σάρδεις ἐπόρθησαν, ἐν τῷ καίειν αὐ‐
10τὰς καὶ τὸ τῆς Ῥέας ἱερὸν ἄκοντες ἔκαυσαν, πολλὰ ἱερὰ ἐν τῇ κατὰ τῶν Ἑλλήνων ἐπιστρατείᾳ καὶ αὐτὸς ἔκαυσεν. AC. τοῦτο κατὰ τὸ ἀληθὲς ἐποίησε· πολλὰ γὰρ ἱερὰ ἐνέ‐ πρησεν, ἀμυνόμενος, ὅτι καὶ οἱ Ἀθηναῖοι, ὅτε καὶ Σάρ‐ δεις ἐπόρθουν, ἔκαυσαν τῆς Ῥέας τὸ ἱερὸν, οὐχ ἑκόντες,
15ἀλλ’ ἐν τῷ καίειν τὴν πόλιν. ὅπερ πρὸς ὕβριν οἰκείαν ὁ Ξέρξης ἐνόμισε γίνεσθαι. BD.

Pan

128,7

θήκας] τάφους. D. θήκας ἀναρρήξειν] τάφους, ὥστε τοὺς ἔνδον ἀτιμά‐ σαι. C. μετασκευάσειν ἅπαντα] μεταβαλεῖν καὶ ἀνατρέψαι. C.
5ἔτι δὲ Ἀτλαντικοῦ πελάγους κληρουχίας ἀτίμους ἠπεί‐ λει] τὸ Ἀτλαντικὸν πέλαγος περὶ τὸν ὠκεανόν ἐστι πελα‐ γῶν μέγιστον. ἠπείλει οὖν Ἀθηναίοις, ὡς ῥῖνας αὐτῶν καὶ ὦτα ταμὼν ἀναγκάσῃ τὸ πέλαγος ἐπαντλήσαντας, καὶ τὸ παρακείμενον ὄρος, τὸν Ἄτλαντα, σκάψαντας, ἐν‐
10τὸς τοῦ πελάγους τὸν χοῦν προφέρειν καὶ γαιοῦν, ἵνα σπείρωσι. τὸ δὲ πέτρας ὀρύττοντας λέγει, διότι καὶ ὁ Ἄτ‐ λας πετρώδης ἐστί. κληρουχία δὲ λέγεται ἡ γεωργία, ἐπειδὴ οἱ παλαιοὶ διὰ κλήρου τὴν σπειρομένην γῆν ἐλάμβανον. AC. τὴν μεταβολὴν σημαίνει τῶν στοιχείων. παρὰ δὲ τὸν ὠκεα‐
15νὸν λέγεται εἶναι τοῦτο τὸ πέλαγος. ἠπείλει οὖν καὶ τοῦτο αὐτοὺς γεωργῆσαι τὸ πέλαγος. δηλονότι ἀπαντλοῦντας, πέ‐ τρας δὲ ὀρύττοντας. κληρουχίαν δὲ καλεῖ τὰς γεωργίας, ὥσπερ ἔχομεν καὶ παρὰ Δημοσθένει κληρούχους, τοὺς γεωρ‐
γούς. BD.143

Pan

128,8

κληρουχίας] γεωργίας. C. κληρουχίας ἀτίμους ἠπείλει—ποιήσειν] διὰ τὸν ἀκρωτηριασμόν. A. διὰ τὴν τῶν ῥινῶν καὶ τῶν ὤτων το‐ μήν. C.
5ἀτίμους, ἀντὶ τοῦ δυστυχεῖς· οὐδὲ γάρ ἐστι γεωργία ἄτιμος. τοῦτο οὖν λέγει κληρουχίαν ἄτιμον. ἠκρωτηριασμέ‐ νους δὲ λέγει τὰς ῥῖνας καὶ τὰ ὦτα. τὸ δὲ προχοῦν λέγει προχοῦντας εἶναι· ἵν’ ἡ σύνταξις οὕτως ᾖ. ἠπείλει γὰρ ποιήσειν αὐτοὺς προχοῦντας εἰς τὸ πέλαγος· καὶ οὐχ εὑ‐
10ρίσκεται ἀντὶ μετοχῆς ῥῆμα κείμενον· τὸ προχοῦν οὖν ἐστιν ἀντὶ τοῦ προχοῦντας. ἐπ’ εὐθείας γὰρ οὕτω προβαί‐ νει· ἠπείλει κληρουχίας γῆς ἀτίμους ποιήσειν· ἣν γῆν προχοῦν ἀναγκάζει εἰς τὸ πέλαγος· ἠπείλει καὶ τὰ ἑξῆς. BD. ἔξω τῆς οἰκουμένης] ἐπέκεινα τῆς οἰκουμένης. B.

Pan

128,9

προσχοῦν] προσφέρειν καὶ γαιοῦν. A. προχοῦν] προχοῦντας. B. τοσαῦτ’ ἔχοντας τοῦ σώματος] μέλη. A.

Pan

128,10

ὅσα τοῖς ἔργοις ἀρκέσει] ὀφθαλμοὶ, χεῖ‐ ρες, πόδες. A. χεῖρας, πόδας, ὀφθαλμούς. C. χεῖρας καὶ πόδας, δι’ ὧν εἰργάζοντο. BD. καὶ οὐκ ἠπείλει μὲν οὕτως ἀήθη] ὥσπερ ἀντιπῖπτον
5λύει, ἵνα μή τις εἴπῃ, καὶ τί μέγα πεποίηκε μόνον ἀπει‐ λῶν; ὁ δὲ λέγει ὅτι τοῖς ἔργοις ἀπέκρυπτε τὰς ἀπει‐ λάς. BD. ἀήθη καὶ ὑπερόρια] ξένα καὶ παράδοξα. C.

Pan

128,11

φόβου μείζω] εἰς ὑπερβολὴν φοβερά. A. ἐτελεύτησε δ’ ἐνταῦθα] ἤγουν εἰς μόνας τὰς ἀπει‐ λάς. C. ἀπέκρυψε τοῖς ἔργοις τὰς ἀπειλὰς] ἐφανέρωσε πρὸ
5τοῦ ποιῆσαι. B.

Pan

128,12

ἄνευ γε τοῦ τι δυνηθῆναι λέγω δὴ, χρή‐ σασθαι τῇ πόλει] πάντα, φησὶν, ἐποίει, πλὴν τοῦ τὴν πόλιν τιμωρήσασθαι, ῥαχία δὲ καλεῖται ὁ πετρώδης τόπος· καὶ τοὺς τὴν ῥαχίαν οἰκοῦντας ἐπὶ τὸν πόλεμον
5ἤγαγεν. BD. χρήσασθαι τῇ πόλει] ἤγουν ὑποχειρίους τοὺς ἐν αὐτῇ ποιήσασθαι. C. τίνα γὰρ μεσόγειαν] γῆν. A. τίνα γὰρ μεσόγειαν, ἢ ποίαν] ἐκ τοῦ εἰπεῖν, τίνα144
10μεσόγειαν οὐκ ἔσεισε, καὶ Ἀτλαντικὴν ῥαχίαν, καὶ ποῖον κόλπον, δείκνυσιν ὅτι πανταχόθεν συνήγαγε στρατιὰν, καὶ πάντας ἐξέπληξε τῇ ὑπὲρ φύσιν ταύτῃ παρασκευῇ· εἰ καί τινες οἴονται ὡς τὸν Ἄτλαντα κατέσκαψε, πλανώμενοι ἐκ τοῦ προτέρου λόγου, ὃν Ἀριστείδης εἶπεν, ὅτι ἠπείλει
15τὸν Ἄτλαντα τεμὼν εἰς τὸ πέλαγος ἐμβαλεῖν. AC.

Pan

128,13

οὐκ ἔσεισεν] τῇ τῆς στρατιᾶς φήμῃ. C. τῶν εἰσεχόντων] ἤγουν τῶν εἰσρεόντων τεσσάρων κόλ‐ πων. C.

Pan

128,14

ἀπὸ τῆς ἔξω θαλάττης] ἤγουν τοῦ ὠκεα‐ νοῦ. C. τουτέστι τῆς πλατείας, ἐξ ἧς οἱ κόλποι γίνονται. Φάσις δὲ ποταμὸς Σκυθίας. ἄνω δὲ Περσικὸν λέγει τὴν καλουμένην Κασπίαν θάλασσαν. BD.
5παρῆκεν ἀσύμβολον] εἰς ὃν οὐκ ἐνέθηκε σύμβολα. C. οὐ τὸν εἰς Φάσιν] κόλπον. A. εἰς Φάσιν] τὸν ποταμόν. A.

Pan

128,15

οὐχ Ὑρκανίαν] χώρα τῆς Ἀσίας. B. οὐχ Ὑρκανίαν, οὐ πάντας συνήγαγεν] τὸ μὲν πρῶτον σχῆμα κατὰ ἀπόφασιν, τοῦτο δὲ κατὰ ἐρώτησιν. BD. οὐδ’ ἠρευνήσατο] συνεμέτρησε. B.

Pan

128,16

ἢ Δάτις τὴν Ἐρετρικὴν] τοῦτον τὸν Δάτιν ἔπεμψε Δαρεῖος ἀνθ’ ἑαυτοῦ στρατηγὸν, ὃς ἐπιβὰς Ἐρε‐ τρείας, ὡς καὶ ὄπισθεν εἶπε (123, 7.), καὶ πᾶσαν κα‐ ταστρεψάμενος, τὸ λοιπὸν τῶν ἀνδρῶν εἰς τὴν Ἀσίαν
5ἔπεμψεν. ἐσχατιαῖς δὲ, τοῖς τελευταίοις τόποις. BD. τὴν Ἐρετρικὴν] γῆν. C. οὐκ ἐσχατιαῖς γῆς καὶ θαλάττης τὸν στόλον ὡρίσατο] ἤγουν μέχρι τῶν περάτων τῆς γῆς ἐξέτεινε. A.

Pan

128,17

ὥσπερ σαγηνεύων] δίκην δικτύου περι‐ κλείων. A. φάσμα] ἄτοπον θέαμα. C.

Pan

128,18

οὐκ ἐκινήθη] εἰς τὸ εἶναι παρήχθη. A. τί τῶν ὄντων οὐχ ὑπερώφθη] μείζω γὰρ τούτων ᾔτησε. A. οὐχ οἱ πορθμοὶ τοσοῦτον αὐτῷ τῶν ποταμῶν διαφέ‐145
5ρειν ἐδόκουν, ὅσον οὐ παρέχειν πιεῖν ἐξ αὐτῶν] ταυτὸν πάθος ἔπασχον καὶ πορθμοὶ καὶ ποταμοὶ ξηραινόμενοι, οἱ δὲ πατούμενοι. B. ταυτὸν πάθος ἔπασχον καὶ ποταμοὶ καὶ πορθμοὶ ξηραινόμενοι, οἱ μὲν πινόμενοι, οἱ δὲ ξηραι‐ νόμενοι, ὡς πατούμενοι. D. ἴσμεν ὅτι οἱ πορθμοὶ στενοὶ
10ὄντες φοβεροί εἰσι τοῖς διαπλέουσι, τῶν πελαγῶν εἰς αὐ‐ τοὺς προσρηγνυμένων, οἱ δὲ ποταμοὶ εὐχερεῖς. βούλεται οὖν εἰπεῖν ὅτι τῷ μὴ πίνειν μόνον διέφερον τῷ βασιλεῖ τῶν ποταμῶν. ἄλλοι δέ φασιν· ἐπειδὴ οἱ πορθμοὶ πολλοῦ ὕδατος οὐκ εὐποροῦσι, τοῦτο εἶπεν, ἀντὶ τοῦ πάντα ἐνό‐
15μιζε τοὺς πορθμοὺς ἔχειν τῶν ποταμῶν ὅμοια, πλὴν τοῦ μὴ ἔχειν ἄφθονον ὕδωρ. BD.

Pan

128,19

ὅσον οὐ παρέχειν πιεῖν ἐξ αὐτῶν] ἁλμυρὸν γάρ. A. ἁλμυρόν ἐστι τὸ αὐτῶν ὕδωρ. C.

Pan

129,1

ἐκείνων] ἤγουν τῶν χειμάρρων. C. ἐκ Διὸς] ὕοντος. A.

Pan

129,2

ὑπὸ Ξέρξῃ πάντα ἐπέλιπεν] κατεπόθησαν γὰρ ὑπὸ τῶν βαρβαρικῶν ἵππων Μαίανδρος, Πηνειὸς, Ἰλισ‐ σὸς, καὶ ἕτεροι. A. τὰ τῶν ποταμῶν· ἐπίνοντο γὰρ ὑπὸ τῆς στρατιᾶς, καὶ καμήλων καὶ ἵππων. C.
5ταῦτα] ἡ γῆ καὶ ἡ θάλασσα. C.

Pan

129,3

μετέβαλλεν εἰς ἄλληλα] μετεβλήθησαν. C. γῆ τε γὰρ, ἡ μὲν ἐγίγνετο] ἡ τοῦ Ἑλλησπόντου. C. ἡ δ’ ἀπώλλυτο] ἡ τοῦ Ἄθω. C.

Pan

129,4

θάλαττα ὑπεχώρει] ἐν τῷ Ἑλλησπόντῳ. C. καὶ πάλιν συνῄει τῷ βασιλεῖ] ἐν τῷ Ἄθῳ. C. καὶ νῦν ἐστι τῆς νέας θαλάττης, ὅσος τῆς ἐκείνου διαβάσεως, χρόνος] ὅτε διώρυξε τὸν Ἄθω. ἐγκωμιάζων δὲ
5τὸν Πέρσην, μεταβολὴν αὐτὸν στοιχείων λέγει πεποιηκέναι λέγει δὲ ὅτι ἐκ τότε νέα θάλαττα φαίνεται, ἀφ’ οὗ διέβη, ἕως νῦν. BD.

Pan

129,5

ὁ Ἄθως] Ἄθων καὶ Ἄθως ὄρος. ἔστι δὲ τὸ νῦν λεγόμενον ἅγιον ὄρος. A.
ὁ Ἄθως ἀντὶ στήλης τῷ ἔργῳ λέλειπται] ὥσπερ ἡ στήλη τοὺς ἀνθρώπους εἰς ἀνάμνησιν ἄγει τοῦ στή‐146
5σαντος, οὕτω καὶ οἱ τὸν Ἄθω νῦν ὁρῶντες ἀναμιμνήσκον‐ ται τὴν πάλαι τομήν. AC. τῷ ἔργῳ] τῇ τομῇ. C.

Pan

129,7

κάμηλοι] ὥσπερ χιλίας διακοσίας εἶχε τριή‐ ρεις, οὕτω καὶ τοσαύτας καμήλους. BD. κατέλαμπον] οὐχ ἁπλῶς κατέλαμπον· βούλεται γὰρ δεῖξαι αὐτὸν οὐ μόνον θάλατταν μεταβεβληκότα, ἀλλὰ
5καὶ νύκτα καὶ ἡμέραν. BD. ὅσον μήκιστόν ἐστιν ἀνύσαι] ὅσον, φησὶν, ἔστιν ἀνύσαι τῷ βαδίζοντι. διὰ δὲ τούτου τὸ πλῆθος ἐμφαίνει τῶν κα‐ μήλων, οὐχ ἁπλῶς δὲ, ἀλλ’ ὅτε χρείαν ἐπλήρουν. οὐ πρὸς τὰ δύο δὲ παραδείγματα ἡ αἰτία, πρὸς τὴν σκιὰν καὶ
10τὰς καμήλους, ἀλλὰ πρὸς τὴν μεταβολὴν καὶ τὴν κίνη‐ σιν. BD. τοσοῦτον] διάστημα. C. τοσοῦτον ἐπέχουσαι] διδοῦσαι νύκτωρ. A.

Pan

129,8

εἰ δ’ ἐπιθυμήσειε σκιᾶς] μεθ’ ἡμέραν. A. δένδρον ἦν αὐτῷ χρυσοῦν ἡ σκιὰ] ἐλθὼν μεσημβρίας ὁ Ξέρξης ὑπό τινι πλατάνῳ, καὶ σκηνώσας ἐκεῖ, ἀπεδέ‐ ξατο τότε αὐτὴν τοῦ κάλλους καὶ χρυσῆν ἑτέραν τοιαύτην
5κατασκευασθῆναί οἱ προσέταξεν, ἣν γενομένην μεθ’ ἑαυ‐ τοῦ στρατεύων ἔφερεν. A. λέγεται ὅτι πλάτανον εἶχε χρυ‐ σῆν ἐπὶ τοῦ ὀχήματος, συσκιάζουσαν αὐτὸν, ὥς φησιν Ἡρόδοτος, ἣν παρέσχεν αὐτῷ Πυθέας ὁ Λυδός. BD. πλάτανον εἶχεν ἐκ χρυσοῦ κατεσκευασμένην, ἣν ἐχαρίσατο
10αὐτῷ Πυθέας ὁ Λυδῶν βασιλεύς. C.

Pan

129,10

πολλοῖς δ’ ἦν ἀφανὴς, ὧν ἦγεν οὗ γῆς εἴη τανῦν] ἐπειδὴ εἶπεν ὅτι πᾶσαν τὴν οἰκουμένην εἶχε στρατόπεδον, ἀναγκαίως τὸ πλῆθος τὸ ἑπόμενον ἠγνόει, ποῦ ἄρα ὁ προηγούμενος ἐτύγχανε τοῦ στρατεύματος. BD.
5οὐδὲν δ’ ἦν ἔθνος τῶν κατὰ τὴν πορείαν μεῖζον ἢ κρύπτεσθαι] τυχὸν εἰ ἑκατὸν σταδίων ἦν ἡ Θρᾴκη· ἐκρύπτετο ὑπὸ τοῦ στρατεύματος· καὶ οὐδὲ ἔθνος οὕτω
μέγιστον ἦν καὶ ἐπὶ πολὺ ἐκτεταμένον ὥστε δύνασθαι μὴ καλύπτεσθαι ὑπὸ τοῦ πλήθους. ἢ οὕτως· ἀντὶ τοῦ οὐχ147
10οὕτω μέγα τὸ ἔθνος ἐτύγχανεν, ὡς μὴ τῷ πλήθει τῷ ἑπο‐ μένῳ καλύπτεσθαι. BD.

Pan

129,11

κρύπτεσθαι] ἀφανίζεσθαι ὑπὸ τῆς στρα‐ τιᾶς. C.

Pan

129,12

ἐχρῆν γὰρ καὶ τοῦτο ἐκείνῳ γενέσθαι δυ‐ νατὸν] ὡς ἀδυνάτου ὄντος τοῦ ἀριθμῆσαι τοσούτους. BD.

Pan

129,13

τεῖχος μυρίανδρον] μυρίους χωροῦν ἄν‐ δρας. B.

Pan

129,14

πρὸς μέτρον ἠρίθμει] διὰ μὲν γὰρ τὸ τεῖ‐ χος ἐμέτρει, διὰ δὲ τὸ πολλοὺς περιέχεσθαι ὑπὸ τοῦ τεί‐ χους ἠρίθμει. AC. ἐμέτρει μὲν, διὰ τὸ πολλοὺς ὑφ’ ἓν εἶναι. ἀριθμεῖν δὲ, διὰ τὸ πολλὰς εἶναι τὰς μυριάδας.
5τίνι δὲ διαφέρει τὸ μέτρον τοῦ ἀριθμοῦ, αὐτὸς ἐν τοῖς προοιμίοις εἶπεν. BD. ὁ μὲν οὕτω πάντα κινῶν ᾔει] οὐ μόνον, φησὶ, τὰ βάρβαρα, ἀλλὰ καὶ τὰ Ἑλληνικά. διὰ τί δὲ οὐκ εἶπε κατὰ Ἀσίαν; λέγομεν ὅτι, ἐπειδὴ κατὰ τῆς Εὐρώπης
10ἐπῄει, ὅλως τε τῷ εἰπεῖν τὰ ἐπὶ γῆς πάντα περιέλαβε καὶ τὴν Ἀσίαν. BD.

Pan

129,15

ὁπόσοις] γένεσιν. C. ἐντύχοι] ἐν τῇ ὁδῷ. C.

Pan

129,16

πρὸς τὴν κίνησιν] αὐτοῦ. C. ὥσπερ τὰ κοῦφα] οἱονεὶ τὰ φύλλα ὑπὸ τοῦ ἀνέμου φερόμενα. BD. εἴκει πρὸς τὴν κίνησιν. C.

Pan

129,17

τῆς ὑπερηφανίας] ἀντὶ τοῦ μεγέθους· οὐ γὰρ ἐπὶ ἀλαζονείας νῦν κεῖται. BD. τῆς ὑπὲρ ἄνθρωπον φαντασίας. C.

Pan

129,18

θορύβου τοσούτου διὰ γῆς ἁπάσης καταρ‐ ραγέντος] ὡς ἄνωθεν ἀπ’ οὐρανοῦ πνεύματός τινος κατιόν‐ τος. BD.

Pan

129,19

τῶν ἠπείρων ἀμφοτέρων] ἤγουν τῆς Ἀσίας καὶ τῆς Εὐρώπης. C. κρινομένων] ποτέρα κρείττων ἐστί. C. δοκιμαζομέ‐
νων. B.148
5ἀντέσχεν] ἠναντιώθη. B.

Pan

130,1

πρῶτον μὲν τοῖς περὶ τὰς ἐπιστολὰς ἀκρο‐ βολισμοῖς] ἐντεῦθεν ἄρχεται λέγειν τὰ πρὸ τοῦ πράγμα‐ τος· εἰς τρία γὰρ διαιρεῖ, καὶ λέγει τὰ πρὸ τοῦ πράγμα‐ τος, τὰ ἐν τῷ πράγματι, τὰ μετὰ τὸ πρᾶγμα. ἡ δὲ λέ‐
5ξις ἡ τοῦ ἀκροβολισμοῖς εἴρηται ἀπὸ τοῦ πόρρωθεν βάλ‐ λειν κατ’ ἄκρας ἀλλήλους, εἰ βούλονται πολεμεῖν. λέγει οὖν ὅτι τοῖς ἀκροβολισμοῖς τοῖς διὰ τῶν ἐπιστολῶν. διάπειραν γὰρ ἐποίει διὰ τῶν ἐπιστολῶν ὁ βάρβαρος τῶν Ἀθηναίων. αὐτὸς δὲ εἰρηκὼς καὶ πείραις ἐξηγήσατο, τί ἐστιν ἀκρο‐
10βολισμός. ἀκροβολίζειν γάρ ἐστι τὸ ἀποπειρᾶσθαι, εἰ θέ‐ λουσιν οἱ ἐναντίοι πολεμεῖν. BD. περὶ τὰς ἐπιστολὰς] τὰς τοῦ Ξέρξου. A. ἐκείνου. C.

Pan

130,2

τοῦ πτοηθῆναι] φοβηθῆναι. A. πρὸς τὰς τῶν ἀτόπων ἐκείνων φόβων ἐπαγωγὰς] ἐπε‐ λεύσεις. B. ὥστε οὐκ ἐδεήθη ψηφίσματος πρὸς ταῦτα ἔτι] κα‐
5θάπερ πρώην ἐπὶ τῶν τοῦ Δαρείου κηρύκων. C.

Pan

130,3

ἑνὸς κοινοῦ] ψηφίσματος. B.

Pan

130,4

αὐτῇ σκευῇ καὶ ποικίλμασι] μετὰ τῶν ἱμα‐ τίων αὐτῶν. A. σκευὴν καλεῖ τὴν ποικίλην ἐσθῆτα· τοιαύτη γὰρ ἦν ἡ Περσική. BD.

Pan

130,5

τοῖς εὖ φρονοῦσι τῶν Ἑλλήνων ἡγεμὼν τῆς ἀποκρίσεως ἐγένετο] ἤγουν πῶς δεῖ ἀποκρίνεσθαι πρὸς τοὺς βαρβάρους ἐν ὁμοίοις καιροῖς. αἰνίττεται δὲ Λακεδαιμο‐ νίους, ὅτι καὶ αὐτοὶ Ἀθηναίους μιμησάμενοι, ταυτὰ πρὸς
5τοὺς ἐλθόντας παρ’ αὐτοῖς τότε ἐκ τῶν βαρβάρων ἀγγέ‐ λους ἐποίησαν. AC. εἰς Λακεδαιμονίους αἰνίττεται· αὐτοὶ γὰρ ἀπέκτειναν τοὺς ἐλθόντας παρ’ αὐτοῦ ἀγγέλους. BD.

Pan

130,6

πάντα χρήματα μίγνυται] θάλασσα γῇ καὶ γῆ θαλάσσῃ καὶ τἄλλα τοῖς ἄλλοις. C.

Pan

130,7

τῶν Ἑλλήνων κερδανοῦσιν οἱ τελευταῖοι] οὐ τῷ σώζεσθαι, ἀλλὰ τῷ τελευταῖοι πεσεῖν. BD. σωθήσον‐ ται γὰρ, ἐπειδὴ τοὺς ἄλλους ἰδόντες κατεστραμμένους ὑπ’ ἐκείνῳ γενήσονται. C.

Pan

130,9

οὐδὲν μᾶλλον ὑφεῖτο] ἠμέλησεν. A. οὐχ ὑπεχώρησεν, οὐχ ὑπεῖξεν. BD. τῆς ὁρμῆς. C.149

Pan

130,10

οὐδὲ ἐμέμψατο αὑτῇ τῆς ἀποκρίσεως] ἀπό‐ κρισιν λέγει τὴν σφαγὴν τῶν ἀγγέλων. BD.

Pan

130,11

αἰσχυνομένη, μοι δοκεῖν, μόνη φανῆναι τῷ βαρβάρῳ] ἵνα μή τις εἴπῃ ὅτι ἀσθενὴς οὖσα καὶ δεομένη τῆς συμμαχίας αὐτῶν συνήγαγεν αὐτούς. BD.

Pan

130,14

ἀμφοῖν] ἀμφοτέρων· τοῦ τε μὴ ἔχειν ἐν ἄλλοις ἢ Ἀθηναίοις τὰς ἐλπίδας, καὶ τοῦ μὴ ἐπὶ ἄλ‐ λοις ἐλπίζειν τοὺς Ἕλληνας· ἤλπιζον γὰρ ὅτι, ὡς πάντας ἐν Μαραθῶνι ἐνίκησαν Ἀθηναῖοι τοὺς Πέρσας, οὕτω καὶ
5ἐν Σαλαμῖνι μέλλουσι νικᾶν. BD. τοῦ μὴ ἔχειν αὐτὴν τὰς ἐλπίδας ἐν ἄλλοις, καὶ τοῦ ἔχειν τοὺς ἄλλους ἐν αὐτῇ τὰς ἐλπίδας. C.

Pan

130,15

ὅ τι] ἀντὶ τοῦ τί. B.

Pan

130,16

τοῖς θαύμασι] παραδοξοποιίαις. C. γῆς μὲν οὐδαμοῦ] ἐπειδὴ οὐ μέγα ἦν τὸ μετοικίσα‐ σθαι, προσέθηκε τὸ γῆς μὲν οὐδαμοῦ. BD.

Pan

130,17

πᾶσα γὰρ εἴχετο] ὑπὸ τοῦ Ξέρξου. A. ὑπὸ τῆς τοῦ Ξέρξου στρατιᾶς. C. καὶ τῆς περὶ τὸν Ἄθω διωρυχῆς] ἐνταῦθα ηὐτέλισεν, ἅπερ πρὸ ὀλίγου (127, 9.) ηὔξησε. διὰ τοῦτο δὲ ηὐτέ‐
5λισε, διὰ τὸ συγκρίνειν αὐτὰ, ὡς παρὰ τῶν Ἀθηναίων γενόμενα. BD.

Pan

130,18

οὔτε γνώμη φαυλότερον] ἀλαζονικώτερον. B.

Pan

130,19

τὸ ἴχνος μόνον] τὰ οἰκοδομήματα. B.

Pan

131,1

ὥσπερ τῶν ποιητῶν φασί τινες τὸν Ἀλέ‐ ξανδρον] Στησίχορος ἐν τῇ ποιήσει λέγει ὡς ἡρπακὼς τὴν Ἑλένην Ἀλέξανδρος, καὶ διὰ τῆς Φάρου ἐρχόμενος, ἀφῃ‐ ρέθη μὲν ταύτην παρὰ Πρωτέως, ἔλαβε δὲ παρ’ αὐτοῦ
5ἐν πίνακι τὸ εἴδωλον αὐτῆς γεγραμμένον, ἵνα ὁρῶν παρα‐ μυθοῖτο τὸν αὐτοῦ ἔρωτα. AC. εἰς Στησίχορον αἰνίττεται· λέγει γὰρ ἐκεῖνος ὅτι ἐλθὼν ὁ Ἀλέξανδρος ἐπὶ ταύτης τῆς νήσου, τῆς Φάρου, ἀφῃρέθη παρὰ τοῦ Πρωτέως τὴν Ἑλένην, καὶ εἴδωλον αὐτῆς ἐδέξατο· καὶ Ὅμηρος δὲ αἰ‐
10νίττεται τοῦτο, ἔνθα λέγει· „Ἀμφὶ δὲ εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ μάχοντο.“ φανερῶς δὲ οὐκ εἶπεν ἵνα μὴ τὴν ποίησιν ἀσύστατον ἐργάσηται, ὅτι διὰ εἴδωλον τοσοῦτος γέγονε πόλεμος. BD.150

Pan

131,3

πλήν γε δὴ] ἀντὶ τοῦ ὅμως δέ· ἐπειδὴ δὲ τὸ μὴ εὑρεῖν φυγῆς ἐστι τεκμήριον, ἐθεράπευσεν αὐτὸς εἰπὼν ὅτι καλῶς εὗρεν ἐπὶ τῆς Σαλαμῖνος. BD. ἐπ’ Ἀρτεμισίῳ] χωρίον τι τῆς Εὐβοίας, ἔνθα πρὸ
5τῆς Σαλαμῖνος ἐναυμάχησαν πρὸς τὰς πρόπλους τριήρεις τῶν βαρβάρων. AC. Σαλαμῖνι] ἐνταῦθα τὸ ναυτικὸν ὑπὸ Θεμιστο‐ κλέους. C.

Pan

131,4

ὥσπερ τινὸς ἐν μύθῳ Γοργόνος] ἀντὶ τοῦ ὥσπερ μυθευομένης Γοργόνος. BD.

Pan

131,5

περὶ τῶν λοιπῶν] ἀντὶ τοῦ περὶ τῆς βασι‐ λείας. BD. οὓς ἦγε. C. περὶ τοῦ σώματος] ἑαυτοῦ. C. ἀήθης ὢν τούτου] τοῦ δεδιέναι τὸ Ἑλληνικόν. BD.
5τοῦ φοβεῖσθαι. C.

Pan

131,6

τῷ φοβεῖν] τοὺς ἄλλους. C. ὅπερ δὲ καὶ πρὶν ἅπτεσθαι τῶν λόγων τούτων προει‐ ρήκειν] ἐν τῷ ἄρχεσθαι λέγειν περὶ τῶν ἐν Μαραθῶνι. A. ὅτε τῶν Περσικῶν ἤρχετο· ἔφη γὰρ ἐκεῖ· τότ’ ἐνίκη‐
5σεν ἡ πόλις ἄμφω τὼ γένη κάλλιον εὐχῆς. (120, 12.) C. τῶν λόγων τούτων] τῶν τοῦ Ξέρξου. C.

Pan

131,8

τὸ μὲν] τὸ βαρβαρικόν. C. ἁπάντων] ὧν ἤλπισε. C. οὐκ ἐγγὺς] τῆς πόλεως. C.

Pan

131,10

φανεῖται γὰρ πανταχῆ] τὰ ἀκόλουθα τῆς συντάξεως· φανεῖται πάντα κατειργασμένη· καὶ ἑξῆς. BD.

Pan

131,11

ὥστε μὴ πρώτη τῶν Ἑλληνίδων, μηδὲ μά‐ λιστα αἰτία τῆς ἐλευθερίας μᾶλλον ἢ μόνη δικαίως ἂν ἀκοῦσαι] τὸ πρῶτον ἔχει δεύτερον, καὶ τὸ μάλιστα συγκρι‐ τικόν ἐστιν, ὡς καὶ ἄλλου πολεμήσαντος. θέλει οὖν εἰπεῖν
5ὅτι οὔτε μάλιστα τῆς ἐλευθερίας αἰτία γέγονεν, ἀλλὰ δῆ‐
λον ὅτι μόνη. BD.151

Pan

131,12

πρῶτον μὲν γὰρ ἐκεῖνο ἐντεῦθεν κατα‐ σκευάζει, πῶς μόνη τὸν πόλεμον κατειργάσατο, λέγουσα· παρέσχε τὸν καλῶς βουλευσάμενον, δηλῶν Θεμιστοκλέα. τοῦτο γὰρ ἐγκώμιον, ὅταν τὰ τοῦ ἑνὸς κατορθώματα ὡς
5πάσης εἶναί τις εἴπῃ τῆς πόλεως. BD.

Pan

131,13

τοῖς τοσοῦτον λειπομένοις] τῶν ἀντιπά‐ λων. C.

Pan

131,14

ἀντίρροπον] ἀντάξιον τούτων πάντων. A. ἐναντίον, ἢ ἀντάξιον. C.

Pan

131,15

ὡς ἀληθῶς Ἑλληνικὸν] Ἑλλήνων γὰρ τοῦτο, καὶ οὐ βαρβάρων. A. ἴδιον γὰρ Ἑλλήνων τὸ φρόνιμον, βαρβάρων δὲ τὸ ἀνόητον. BD. ἴδιον γὰρ Ἑλλήνων ἡ βουλὴ, τῶν βαρβά‐
5ρων δὲ ἡ ἀβουλία. C. χρῆναι ἀτίμως συμπατηθῆναι] τοὺς Ἕλληνας. A. καθάπερ τὰ μικρὸν τῆς γῆς ὑπερέχοντα] εἰώθαμεν τὰ μικρὰ τῆς γῆς ἐπαναστήματα πατεῖν τοῖς ποσὶν, ἐπὶ τῷ ἐξισωθῆναι. AC. τὰ γὰρ τῆς γῆς ἐπαναστήματα εἰώ‐
10θαμεν τοῖς ποσὶν ὠθεῖν, ἐπὶ τῷ ἐξισωθῆναι τὸ ὅλον. BD.

Pan

131,16

μὴ γὰρ ὅτι] οὐ μόνον. A.

Pan

131,17

οὐκ ἂν ἦν τὸ ἐπίδηλον] τῆς προσθήκης. A.

Pan

131,18

ταύτῃ] ἐπὶ βουλῆς δηλονότι. A. τῇ βουλῇ. B. οὕτως. C. κατ’ αὐτὸ ψηφιζομένων] ἀντὶ τοῦ κατὰ τοῦτο ψη‐ φισαμένων, σοφῶν δὲ λέγει φρονίμων· ἴσως δὲ εἰς Πλά‐
5τωνα αἰνίττεται, καὶ ὅτι ἐκεῖνος διαβάλλει τοὺς περὶ Θε‐ μιστοκλέα ὡς δειλοὺς, ἐπειδὴ τὸ πεζομαχεῖν ἀφέντες πρὸς τὸ ναυμαχεῖν ἐτράπησαν. BD. ψηφιζομένων, ἢ θεμένων, καὶ σοφῶν, καὶ πολλῶν] εἰκότως μετὰ τὸ ψηφιζομένων εἶπε τὸ ἢ θεμένων. ἡ γὰρ
10θέσις, ἤγουν ἡ συγκατάθεσις, χωρίς τινος ἐξετάσεως γί‐ νεται. πρὸς μὲν οὖν τὸ σοφῶν εἶπε τὸ ψηφιζομένων· ψη‐ φίζονται γὰρ οἱ σοφοί· πρὸς δὲ τὸ πολλῶν τὸ θεμένων·
οἱ γὰρ πολλοὶ μόνον συγκατατίθενται. A. οὐκ ἔστιν ἀντειπεῖν, ὡς οὐκ—ἃ σώζειν ἔμελλεν]152
15ὁ γὰρ τὸν ἐκ τοῦ Πυθίου χρησμὸν γνοὺς, ὡς δεῖ νοῦς ποιήσεσθαι, οὐχ ἕτερος ἦν ἢ ὁ Θεμιστοκλῆς. AC.

Pan

131,19

τὸν βουλευσάμενον] τὸν Θεμιστοκλέα. B. περὶ αὐτῶν] τῶν σοφῶν, ἢ τῶν Ἀθηναίων. C.

Pan

132,1

ὃ δὲ τούτου τ’ ἐξήρτηται] δεύτερον τοῦτο κατόρθωμα εὐβουλίας δείκνυσι. τὰ δὲ ἄλλα μάταια. τοῦτο δὲ ὁ Πλάτων εἰς ἀνανδρίαν τῆς πόλεως διέβαλε καὶ Θε‐ μιστοκλέους, λέγων ὅτι καταλιπὼν τὴν πόλιν εἰς τὴν θά‐
5λατταν αὐτοὺς μετήγαγεν. ὁ οὖν Ἀριστείδης ἐγκώμιον αὐτῷ τίθησι καὶ τοῦ Θεμιστοκλέους καὶ τῶν Ἀθηναίων. BD. ἤγουν τῆς βουλῆς ἀκόλουθόν ἐστι. C. καθ’ αὑτὸ διαρκῆ τὴν ἐπίδειξιν ἔχει] αὐτὸ γὰρ ἑαυτῷ πρὸς θαυμασμὸν ἐξαρκεῖ. A.
10ἤγουν αὐτὸ ἑαυτὸ ἀρκετῶς ἐπέδειξεν, ὅτι τοῦτο ἔδει γενέσθαι· διὰ γὰρ τοῦ ναυτικοῦ ἡ τῶν βαρβάρων ἧττα γέγονεν ἐν Σαλαμῖνι ὑπὸ Θεμιστοκλέους. C.

Pan

132,2

οὐδεὶς γὰρ οὕτω σκαιός ἐστιν, οὐδὲ τἀναν‐ τία τοῖς φανεροῖς φρονῶν] οὐκ ἔστι τὸ αὐτό. σκαιὸς γὰρ ὁ πάντα ἀγνοῶν καὶ ἀμαθὴς, ἐναντία δὲ τοῖς οὖσι φρο‐ νῶν ὁ ἐπιστάμενος μὲν, κακουργῶν δὲ παρὰ τὴν ἀλή‐
5θειαν. BD.

Pan

132,3

τῆς γνώμης] τῆς βουλῆς. A. τῆς βουλῆς ἣν ἔδει ποιήσασθαι. C.

Pan

132,4

οἱ μὲν γὰρ εἰς Πύλας ἐξελθόντες] χιλίους ἑαυτῶν ἔπεμψαν Λακεδαιμόνιοι ἐν ταῖς Πύλαις, (αἱ δέ εἰσι τόπος οὕτω καλούμενος) κωλῦσαι τὸ Ξέρξου πεζὸν ἐν τῇ παρόδῳ· μέλλοντος δὲ ἤδη τούτου καταλαβεῖν, μάντις
5τις ἐξ αὐτῶν εἶπε τούτοις ὡς, εἰ μενοῦμεν, τεθνηξόμεθα, εἰ δὲ φευξούμεθα, σώσομεν ἑαυτούς. τούτων οἱ μὲν τρια‐ κόσιοι παραμείναντες ἠγωνίσαντο μέχρι θανάτου· οἱ δὲ φεύγειν ἐπιχειρήσαντες ἑπτακόσιοι ὑπὸ Θετταλῶν προδο‐ θέντες, ἰόντος κατὰ πόδας Ξέρξου ἀτίμως ἐφθάρησαν.
10ἐπειδὴ βουλῆς ἔδει, οὐδὲν ἄλλο ἔδει βουλεύσασθαι ἢ εἰς τὰς ναῦς ἐμβῆναι. λέγει οὖν ἀντὶ τοῦ εἰς τὰς ναῦς ἐμβῆ‐ ναι τὸ ὃ ἀντὶ τοῦ βουλῆς ἔδει τὸ τούτου. AC. οὐκ ἐνεγ‐ κόντες τοὺς Πέρσας. διπλῇ δυνάμει ἐλθόντος τοῦ Πέρσου, πεζῇ καὶ ναυτικῇ, ἐμερίσαντο τὸν πόλεμον Ἀθηναῖοι καὶ153
15Λακεδαιμόνιοι· καὶ οἱ μὲν Λακεδαιμόνιοι, ἅτε πεζομάχοι, χιλίους πέμψαντες, ἀπήντησαν εἰς Πύλας, κωλύειν θέλον‐ τες αὐτὸν εἰσελθεῖν· τούτων οἱ μὲν ἑπτακόσιοι ἔφυγον, οἱ δὲ τριακόσιοι, οἱ καὶ Σπαρτιᾶται μείναντες ὑπὸ Θεττα‐ λῶν τινων προεδόθησαν. οὗτοι γοῦν ἐδίδαξαν τοὺς Πέρσας
20τὴν ὁδὸν, καὶ κατὰ νώτου ἐλθόντες ἔλαβον αὐτοὺς ἐν μέσῳ, καὶ κατεπάτησαν. λέγουσι δὲ ὅτι καὶ μάντις τῶν Λακεδαιμονίων εἶπεν ὅτι, ἐὰν μείνωμεν, τελευτῶμεν· καὶ ὅμως ᾑρήσαντο μὴ φυγεῖν, ἀλλὰ ἐνδόξως πεσεῖν. BD. τάξαντες] στήσαντες. B.
25ἐπὶ τὰς παρόδους] τῶν πολεμίων. C. οἱ μὲν, ὥσπερ νεφέλην] τοὺς ἑπτακοσίους λέγει. B. οἱ ἑπτακόσιοι. C.

Pan

132,5

τὴν ἐπίνοιαν] τὴν πρόθεσιν· ἠβούλοντο γὰρ κωλῦσαι τῶν βαρβάρων τὴν εἴσοδον· ἐπαινεῖ δὲ αὐτῶν τὴν ἐπίνοιαν. BD. τὴν περὶ τοῦ τὴν πάροδον κλεῖσαι βου‐ λήν. C.

Pan

132,6

σώζειν ἑαυτοὺς χωρὶς ἕκαστοι] ἦσαν γὰρ χί‐ λιοι· καὶ οἱ μὲν ἔφυγον, οἱ δὲ τριακόσιοι ἔμειναν. BD. οὕτως ἀνομοίως τὴν Μαραθῶνι μάχην ἐμιμήσαντο] τὸ μὲν ἐμιμήσαντο εἶπε, διότι, ὥσπερ οἱ Ἀθηναῖοι πρὸς
5Μαραθῶνα ἀπήντησαν, οὕτω καὶ οὗτοι πρὸς Πύλας· τὸ δὲ ἀνομοίως, ἐπειδήπερ Ἀθηναῖοι μὲν μέχρι θανάτου ἀγωνισάμενοι νενικήκασιν, οὗτοι δὲ πρὸ τῆς μάχης φεύ‐ γειν ἤρξαντο. AC. δείκνυσι λεληθότως καὶ πεζομάχους τοὺς Ἀθηναίους. B.

Pan

132,7

οἱ δὲ] οἱ τριακόσιοι. BC.

Pan

132,9

καταχωσθέντες] οἱονεὶ ταφέντες. B. ἑνὶ τούτῳ κοσμήσαντες τὴν Ἑλλάδα, τῷ καλῶς ἀπο‐ θανεῖν] ἐπίγραμμα εἰς τοὺς ἐν ταῖς Πύλαις ἀποθα‐
νόντας154
5
Εἰ τὸ καλῶς θνήσκειν ἀρετῆς μέρος ἐστὶ μέγιστον,
ἐκ πάντων τοῦθ’ ἡμῖν ἀπένειμε τύχη·
Ἑλλάδι γὰρ σπεύδοντες ἐλευθερίην περιθεῖναι
κείμεθ’ ἀκηράτῳ χρώμενοι εὐλογίῃ. A. ἕτεροι τοῦ αὐτοῦ·
10
Παῖδες Ἀθηναίων Περσῶν στρατὸν ἐξολέσαντες
ἤρκεσαν ἀργαλέην πατρίδι δουλοσύναν. BD.

Pan

132,10

οἱ δ’] οἱ Πέρσαι. C. οἱ δ’, ὥσπερ χειμάρρους, ἐχώρουν διὰ πάντων] εἰ‐ κότως χειμάρροις αὐτοὺς παρείκασεν· ὥσπερ γὰρ οὐχ ἕνα τόπον ὁ χείμαρρος τῇ ῥοῇ κατέχει, ἀλλ’ ἀσχέτως παν‐
5ταχῆ λιμνάζει, οὕτω καὶ Πέρσαι πάντα τὸν τῆς Ἑλλάδος τόπον κατέσχον τῷ πλήθει. AC. ῥεύμασι παραβάλλει τοὺς Πέρσας, τὸ πλῆθος δηλῶν. BD. διὰ πάντων ἤδη δεχομένων] Θηβαίων, Φωκέων, καὶ ἄλλων. A. τῶν Βοιωτῶν λέγει· πρὸ γὰρ τῆς Ἀττικῆς ἡ
10Βοιωτία. BD. καίτοι τοῦτο δυοῖν ἐστι σημεῖον] ἐπειδήπερ ἔφη ὡς οἱ εἰς Πύλας ἐλθόντες οἱ μὲν ἔφυγον, οἱ δὲ ἐναπολει‐ φθέντες ἀπώλοντο, καὶ οὐκ ἐνίκησαν, ὥσπερ οἱ εἰς Μα‐ ραθῶνα Ἀθηναῖοι, καὶ πάλιν, ὡς πάντα τὸν ἐν γῇ τόπον
15κατέσχον οἱ βάρβαροι, πρὸς ἄμφω ταῦτα ἐπιφέρει τὸ καί‐ τοι τοῦτο, δεικνὺς ὡς καὶ τὰ κατὰ γῆν ἁπάντων ἀμείνους ἦσαν Ἀθηναῖοι, ἐπειδήπερ Λακεδαιμόνιοι, οἳ μάλιστα δόξαν πάντων ἔχουσι κατὰ γῆν μάχεσθαι, οὐκ ἐξισώθη‐ σαν σφίσι, καὶ ὅτι ἀναγκαίως εἰς τὰς ναῦς ἔβησαν, ἐπει‐
20δήπερ ὁ κατὰ γῆν ἅπας τόπος πλήρης Περσῶν ἦν. AC.

Pan

132,11

τοῦτο] τὸ διὰ πάντων χωρεῖν. C. τὸ σχῆμα ἀγωνιστικόν. B.

Pan

132,12

οἷς ἐκεῖνοι πρότερον κατέπραξαν] τὰ ἐπὶ τῆς Μαραθῶνος. B. καὶ τὰ πραττόμενα ἐκείνων. B. τοῦ τὰ ἐν τῇ θαλάττῃ μόνα τότε τοῖς Ἕλλησι λει‐
φθῆναι] πᾶσαν γὰρ τὴν γῆν Πέρσαι κατέλαβον. C.155

Pan

132,13

τούτου σαφοῦς ὄντος] ἀντὶ τοῦ ἀναμφι‐ βόλου. B. τοῦ κρείττω τὴν πόλιν εἶναι τῶν ἄλλων κατὰ γῆν, καὶ τοῦ μόνην τὴν θάλατταν ὑπολειφθῆναι τοῖς Ἕλλη‐
5σιν. C. σαφοῦς] ὁμολογουμένου. C. διπλῆν] ἀμφίβολον. C.

Pan

132,14

ἐν τούτοις] ἐν τῇ κατὰ θάλατταν παρα‐ σκευῇ. A. τοῖς κατὰ θάλατταν. C.

Pan

132,16

πρός γε τὸν συλλεχθέντα τοῦ ναυτικοῦ ἀριθμὸν] ἀντὶ τοῦ πρὸς σύγκρισιν τοῦ ἀριθμοῦ τοῦ ναυ‐ τικοῦ. BD.

Pan

132,17

τὰς μὲν τῆς πόλεως ναῦς] εἶχε γὰρ σξεʹ. C. τὰς δὲ κοινὰς ἁπάντων] εἶχον γὰρ πάντες οἱ Ἕλλη‐ νες ρλʹ. C.

Pan

132,18

ὥστ’ εἴ τις θεῶν ἤρετο τοὺς Ἕλληνας] διὰ τοῦ εἰπεῖν, εἴ τις θεῶν, καὶ οὐκ ἀνθρώπων, πιστοῦται τὸν λόγον· οὐ γὰρ οἷόν τε θεῷ ἐρωτῶντι τὰ ψευδῆ ἀπο‐ κρίνεσθαι. AC. καθ’ ὑπόθεσιν. πανταχοῦ δὲ τὸ σχῆμα
5ἀγωνιστικόν. ἐκ θεοῦ δὲ τὴν ἐρώτησιν εἶπεν, ἵνα πιστώ‐ σηται τὸν λόγον. BD. πάσας] τὰς πάντων Ἑλλήνων καὶ Ἀθηναίων ναῦς. C.

Pan

132,19

μηδ’ ἐξείη] μηδὲ δυνατὸν εἴη· ἵνα δείξῃ ἀναγκαίαν τὴν αἵρεσιν. BD.

Pan

132,20

οὐχ αἵρεσιν] οὐ σκέψιν. B. nisi varia le‐ ctio est. ὑπὲρ σφῶν] πάντων τῶν Ἑλλήνων. C.

Pan

133,2

οὐ γὰρ μέρος εἰς τὸ κοινὸν εἰσήνεγκαν] ἦσαν γὰρ αἱ μὲν τῶν ἄλλων Ἑλλήνων ἑκατὸν, αἱ δὲ τῆς πό‐ λεως διακόσιαι. BD. εἰς τὸ κοινὸν] ὑπὲρ τοῦ κοινοῦ. B.

Pan

133,3

ἡ παρὰ πάντων συντέλεια] εἰσφορά. BD.

Pan

133,4

ἀλλὰ μὴν τήν γε εὐψυχίαν καὶ τόλμαν το‐ σαύτην] εἰπὼν πρῶτον περὶ τῆς εὐβουλίας ἐσκιασμένως,
εἶτα καὶ περὶ τῶν τριήρων πλατύτερον, βούλεται νῦν περὶ τῆς τῆς πόλεως ἀπολείψεως διεξελθεῖν. οὕτω δὲ καὶ Θου‐156
5κυδίδης ἐν τῷ ἐπιταφίῳ ποιεῖ. σεμνύνων δὲ σοφιστικῶς τὴν ἀπόλειψιν εὐψυχίαν καὶ τόλμαν καλεῖ. τὸ δὲ ἀληθὲς διὰ τοῦτο τὴν πόλιν ἀνέλιπον, διὰ τὸ μὴ ἔχειν ἐν τῇ γῇ σωτηρίαν· καὶ γὰρ καὶ αὐτὸ τὸ εἰς τὴν θάλατταν ἐμβῆναι, οὐκ ἐλπίδα ἐντεῦθεν ἔχοντες ἀγαθὴν, ἀλλ’ ἀπορίᾳ πολλῇ
10συνεχόμενοι, ῥιψοκινδύνως εἰργάσαντο. AC. πληρώσας τὴν εὐβουλίαν καὶ τὰς τριήρεις, μεταβαίνει ἐπὶ τὸ τρίτον, τὴν κατάλειψιν τῆς πόλεως. ὅπερ ἐστὶ τολμηρόν. καὶ Θουκυ‐ δίδης οὕτως ἐποίησε· βουλόμενος δεῖξαι τῶν Ἀθηναίων τὸ πᾶν κατόρθωμα, πρῶτον εἶπε τὴν εὐβουλίαν, εἶτα τὸ πλῆ‐
15θος τῶν τριήρων, τρίτον τὴν ἀπόλειψιν τῆς πόλεως. BD.

Pan

133,6

ὑπὲρ τοῦ μὴ τὴν τῶν ἄλλων ἁπάντων ἀνά‐ στατον γενομένην ἐπιδεῖν] ὅπερ ἐκ τῆς τύχης συνέβη, εἰς τὴν τῶν Ἀθηναίων ἀναφέρει προαίρεσιν. BD.

Pan

133,7

οὐχ ὑπὸ πολεμίων τοῦτο παθόντες] οὗτοι γὰρ τοῦτο ποιοῦσιν, οὓς ἂν πορθήσωσιν. C. τοῦτο παθόντες] τὸ ἐκβληθῆναι καὶ φυγαδευθῆ‐ ναι. BD.
5οὐ κατὰ συμφορὰν ὑφ’ ἑτέρων] ἀντὶ τοῦ ἡττηθέν‐ τες. B.

Pan

133,8

ἃ τοῖς ἄλλοις—ἀτυχημάτων, ταῦτ’] ἤγουν τὸν ἐξοικισμόν. C. ἀντὶ τοῦ ἐξέβαλον αὐτοὺς ἀπὸ τῆς πό‐ λεως, ὅπως νικήσωσιν. BD.

Pan

133,9

τὸ καθ’ αὑτοὺς] ζητήσειεν ἄν τις, διὰ τί εἶπε τὸ καθ’ αὑτούς· δηλοῖ γὰρ ὅσον ἧκεν εἰς αὐτοὺς, του‐ τέστιν ἠθέλησαν μὲν λέγομεν, ὅτι καθ’ ἑαυτοὺς εἶπεν, ἀντὶ τοῦ μόνοι, ἄνευ τῶν ἄλλων Ἑλλήνων. BD.

Pan

133,10

τὰς ἑστίας] οἰκίας. B.

Pan

133,11

τὸ τῶν Ἀθηναίων ἀξίωμα] τὸ φρόνημα. B.

Pan

133,12

ἀπέραντα πονεῖ] ἀντὶ τοῦ ἀδύνατον πο‐ νεῖ. B. τοῖς ἐν Ἅιδου καταδίκοις προσόμοια] κατάδικοι Ἅι‐ δου εἰσὶ Τάνταλος, Σίσυφος, Τιτυὸς, Ἰξίων, καὶ αἱ Δα‐
5ναοῦ θυγατέρες. αἱ μὲν γὰρ κόσκινον κατέχουσαι εἰς τε‐
τρυπημένον πίθον ἀντλοῦσι· Τάνταλος δὲ κολάζεται τῇ τοῦ ὕδατος φυγῇ καὶ τῷ ὑπὲρ κεφαλὴν λίθῳ· Ἰξίων δὲ τρο‐ χοῦ περιφορᾷ συνεχεῖ· Σίσυφος δὲ πρὸς κολωνὸν πέτρον ἀναγωγῇ καὶ ὀλίσθῳ· Τιτυὸς δὲ τῇ τῶν ἐγκάτων ὑπ’ ὄφεων157
10τρώσει. πάντες οὖν οὗτοι ἀπέραντα κάμνουσιν. AC. ὡς Τάνταλος, ἢ αἱ Δαναοῦ θυγατέρες ἐν Ἅιδου· ὁ μὲν ὑπεκφεῦγον ἔχων τὸ ὕδωρ, αἱ δὲ κοσκίνῳ φέρουσαι ὕδωρ τὸν τετρημένον οὐ δύνανται πίθον πληρῶσαι. αἰνίττεται δὲ, οἶμαι, Ταντάλου μὲν ὁ ὑπὲρ κεφαλῆς λίθος τὴν λή‐
15θην, ᾗ κατεκέκριτο φιλόσοφος φυσικὸς ὤν· ἐν ὅσῳ γάρ τοι τῶν δι’ ἐπιθυμίας θεωριῶν ἐπήρχετο τὴν διάνοιαν τοῦ φιλοσόφου, περὶ ἃ μάλιστα διψητικώτατον ἦν, ἡ λήθη τοῦτον ὑποτρέχουσα διαδιδράσκειν ἐποίει τὸ θηραθέν. τῶν δὲ Δαναΐδων ὁ τετρημένος πίθος, τὸ μήποτε ταύτας μετὰ
20τὸν φόνον τῶν φιλτάτων τὴν ἀναψύχουσαν ταύτας ἐκ τῆς ἀνδρῴας κηδεμονίας χάριν παρ’ ἄλλων τυγχάνειν, πᾶσι γενο‐ μένας ὑπόπτους διὰ τὸ ἄγος, καὶ μηδαμόθεν ταύτην πληρου‐ μένην εὑρεῖν. ἐν Ἅιδου δὲ ταῦτα πάσχειν αὐτοὺς μυθολο‐ γεῖται ἢ διὰ τὸ τοῖς πολλοῖς ἀδήλους καὶ ἀφανεῖς εἶναι
25τὰς τιμωρίας, ἢ διὰ τὸ ξενίζον τῆς κατακρίσεως, ὡς οὐχ οἷόν τε ἐν ζῶσιν ὂν τοιοῦτον εἰς καταδίκην ἰδεῖν. ὁ δὲ νοῦς ὅτι, ὥσπερ ἐκείνας ἀδύνατόν ἐστι πληρῶσαι τὸν πί‐ θον, οὕτω καὶ τὸν Ξέρξην λαβεῖν τὰς Ἀθήνας. BD.

Pan

133,13

τίς προθυμία λαμπροτέρα] ταύτης. C.

Pan

133,14

οἳ τῆς γῆς ἐξέστησαν] πάλιν τὰ δοκοῦντα ὑπαίτια τῶν Ἀθηναίων πεποίηται ἐγκώμια. BD.

Pan

133,16

τὴν δὲ τῶν ὄντων στέρησιν] παραχώρη‐ σιν. B.

Pan

133,17

τοὺς ἔχοντας τὰ ἑαυτῶν] τοὺς Ἕλληνας λέ‐ γει πάντας. πάλιν δὲ ἐκ τοῦ ἀποβάντος κατεσκεύασεν, ἐπειδὴ τῇ νίκῃ τοῦτο ἐπισυμβέβηκε. BD.

Pan

133,18

πρὸ τῶν κινδύνων τε] πρὸ τῆς μάχης· οὕτω γὰρ ἤρξατο τοῦ πολέμου. BD.

Pan

133,19

καὶ οὕτως ἄλογος, —οὕτως εὔλογος] τὸ ἄλογος ἀντὶ τοῦ παράδοξος εἶπε. μᾶλλον δὲ εὔλογος· τὸ
γὰρ ἄλογον καὶ ἐπὶ τῆς ἀνοίας λέγεται. BD. οὕτως ἄλογος] παράδοξος, καὶ παρὰ λόγον. C.158
5ἡ δὲ] προθυμία. A. παρ’ αὐτὸν τὸν ἀγῶνα, καὶ κίνδυνον] ἀντὶ τοῦ ἐν αὐτῷ τῷ πολέμῳ. BD.

Pan

133,21

τὴν τροπὴν] τὴν δίωξιν. B.

Pan

134,1

βούλομαι δὲ ἐπαναχωρήσας ἔτι μικρὰ πρὸ τῆς ναυμαχίας προειπεῖν] περὶ τῆς ἐπιεικείας καὶ σοφίας τῶν Ἀθηναίων εἰπεῖν βούλεται, ὅτι τοσαύτην χορηγίαν νεῶν παρασχόμενοι, καὶ τοιοῦτοι ὄντες, ὑπεῖκον, τοῖς Λα‐
5κεδαιμονίοις δόντες αὐτοὶ τότε τὴν τῶν νεῶν ἡγεμονίαν. τοῦτο δὲ δοκοῦν ἀσθενείας θαυμασίως οὗτος μεταχειρί‐ ζεται, καὶ δείκνυσιν ἐπαίνων πολλῶν ἄξιον. AC. ἐνταῦθα ὁ Ἀριστείδης βούλεται εἰπεῖν περὶ τῆς ἐπιεικείας καὶ σο‐ φίας τῶν Ἀθηναίων, ὅτι τοσαῦτα παρασχόμενοι εἰς τὸν
10πόλεμον ὑπεῖκον τοῖς Λακεδαιμονίοις. βούλεται δὲ, ὡς καὶ αὐτός φησι, περὶ τῆς ἡγεμονίας εἰπεῖν, ἐπειδὴ καὶ τῇ τά‐ ξει πρὸ τῆς μάχης τοῦτο πρῶτον ἐτύγχανε. θαυμασίως δὲ ὁ Ἀριστείδης, ὅπερ ἐδόκει τοῖς Ἀθηναίοις ἀσθενείας ὑπαίτιον, τὸ παραχωρῆσαι τῆς στρατηγίας Λακεδαιμο‐
15νίοις, εἰς ἔπαινον μεταφέρει. BD.

Pan

134,3

πάντας αὐτοὺς] τοὺς ἐπαινοῦντας. B.

Pan

134,4

τἀληθὲς οὐκ αἰσχυνθεὶς] ἐπειδὴ, ὡς εἴπομεν, αἰσχύνην ἔφερεν ἡ παραχώρησις τῆς ἡγεμονίας. Λακεδαι‐ μόνιοι γὰρ ἡγοῦντο κατ’ ἐκεῖνον τὸν χρόνον. λέγει οὖν ὅτι μεῖζόν ἐστι τοῦτο τῆς πόλεως ἐγκώμιον, εἴ γε ἐκεῖνοι
5μὲν ἡγοῦντο, οὗτοι δὲ κατώρθουν. BD.

Pan

134,5

αἰσχύνῃ] τῆς πόλεως. C.

Pan

134,7

πάλαι τε δὴ τὰς Ἀθήνας οἰκοῦντες] ἐπειδὴ τότε ἐν τῇ θαλάττῃ ἦσαν. BD.

Pan

134,8

τῇ δ’ ἐπιεικείᾳ] τῇ φιλανθρωπίᾳ· ὡς καὶ δι’ αὐτὴν παραχωρήσαντες τῆς στρατηγίας. BD.

Pan

134,9

τὸ γὰρ τοσαύτην μὲν προθυμίαν—τοσαύ‐ την δὲ εἰσφορὰν] προθυμίαν μὲν λέγει τὴν κατάλειψιν
τῆς πόλεως, εἰσφορὰς δὲ τὰς τριήρεις. BD.159

Pan

134,11

τῶν μὲν πραγμάτων εἰς τὴν θάλατταν καὶ τὰς ναῦς—ἀνακειμένων] αὕτη γὰρ ἦν μόνη ἐλπίς. C. ἀνακειμένων] τουτέστι τὰς ἐλπίδας ἐχόντων. B. τῶν δ’ ἄλλων] τῶν Ἑλλήνων. B.

Pan

134,13

ὁρμούντων] ἐλλιμενιζόντων. A. τροπικῶς εἶπεν, ὡς ἐπὶ λιμένος. BD.

Pan

134,14

τοσοῦτον πρᾳότητος καὶ μεγαλοψυχίας προσ‐ θεῖναι] ὧδε τὸ ὑπερβατὸν πρὸς τὸ εἰρημένον ἄνω· τὸ γὰρ τοσαύτην προθυμίαν παρεχομένους. BD. ἑτέροις] τοῖς Λακεδαιμονίοις. C.

Pan

134,15

τὴν ἐπὶ σχήματος ἡγεμονίαν] οὐκ εἶπεν ἔργων, ἀλλὰ σχήματος, δηλῶν Ἀθηναίων τὸ μεγαλόψυ‐ χον. BD. οἱ νωθρότατοι τὴν φύσιν] ἀσθενέστατοι. A. οἱ
5δυσκίνητοι καὶ βραδεῖς καὶ ῥᾴθυμοι. BD.

Pan

134,16

ὑπὲρ αὐτῶν] τῶν νωθροτάτων. C. μηδὲν μήτε φθέγξασθαι] ἤγουν βουλεύσασθαι. B. μήθ’ ὅλως φωνὴν ἔχουσιν ἐοικότας ὀφθῆναι τού‐ των ἕνεκα] ἐπειδὴ εἶπε φωνὴν ἀφεῖναι, ὅπερ ἦν βλάσφη‐
5μον, ἐπήνεγκε τὸ τούτων ἕνεκα· ὅπερ ἦν τῆς ἡγεμονίας· ἐνταῦθα δὲ διὰ μακροῦ ἡ ἀπόδοσις. BD.

Pan

134,17

πᾶσαν ἤδη σοφίαν] ἣν εἶπεν ἄνω ἐπιεί‐ κειαν καὶ πρᾳότητα, ἐνταῦθα σοφίαν καλεῖ, ὅ ἐστι σύνε‐ σις· καὶ ἑρμηνεύει λέγων οὕτως· εἰ ἦσαν, φησὶ, φιλονει‐ κήσαντες, ἀπώλετο ἂν τὰ πράγματα, νῦν δὲ ὑπὸ φιλοσο‐
5φίας ἡσύχασαν. BD.

Pan

134,18

κατὰ ἔθνη] κατὰ συστήματα, ἢ φυλάς. κατεχρήσατο γὰρ ἐπὶ μιᾶς πόλεως εἰρηκὼς ἔθνη. BD. κατὰ πλήθη. C.

Pan

134,19

τὴν τοιαύτην ἀγνωμοσύνην] τῶν Ἑλλή‐ νων. C.

Pan

134,20

ποῖον ὄναρ χρηστὸν] ἐκ τοῦ ποῖον ὄναρ χρηστὸν εἰπεῖν δείκνυσιν αὐτῶν τὴν παντελῆ ἀπορίαν, ἣν ἔμελλον σχεῖν, ἐπειδὴ καὶ δυστυχοῦντες ἄνθρωποι ὄναρ ἔσθ’ ὅτε χρηστὸν βλέπουσιν. AC.
5ἢ τίς τῶν εἴτε πλεόνων—τοῖς Ἕλλησιν ἔτι] εἰς τὸ τίς ἀντὶ τοῦ ναῦς νόει. λέγει δὲ ὡς οὔτε πολλαὶ οὔτε
ὀλίγαι νῆες ὤνησαν. εἰώθαμεν δὲ καὶ ἐν συνηθείᾳ λέγειν ὡς οὔτε πολλὰ οὔτε ὀλίγα. A. καθ’ ὑπερβατόν. ὁ νοῦς τοιοῦτος· ἢ τίς, φησὶν, ὑπῆρξεν ἂν εἰς τὸ δέον τοῖς Ἕλ‐160
10λησι, τῶν εἴτε πλείους, εἴτε ἥττους ναῦς παρασχομένων· ἐπειδὴ κατὰ μέρος οἱ ἄλλοι Ἕλληνες εἰσήνεγκαν τὰς τριή‐ ρεις. BD.

Pan

135,1

προσδιατρίψωμεν] παρελκύσωμεν. B.

Pan

135,2

τὸ ἦθος αὐτῶν] τὴν ψυχικὴν αὐτῶν κατά‐ στασιν. C. αὐτῶν] τῶν Λακεδαιμονίων, ἢ τῶν Ἀθηναίων. B.

Pan

135,3

ἂν μὲν κρατηθῶσι τῇ ναυμαχίᾳ] καταναυ‐ μαχηθῶσι. B.

Pan

135,7

ἱεροῖς αὐτοῖς] τὸ αὐτοῖς ἱεροῖς πρὸς τὸ ἀφα‐ νισθέντας σύναπτε, οὐ πρὸς τὸ ἀπελθεῖν, ὡς οἴονταί τινες. C.

Pan

135,9

ἐκλέλειπται τὰ κοινὰ τῆς ἀνθρωπείας φύ‐ σεως ἡμῖν ὑπὲρ ὑμῶν] πατρὶς, συγγενεῖς, τέκνα, πάντα χρήματα. A. τὸ χωρισθῆναι πατρίδος καὶ γυναικῶν καὶ παίδων. BCD. ἁπάντων χρημάτων, ἃ πᾶσιν ἀνθρώποις
5ἐστὶ τιμιώτατα add. C. εἴτε παρασκευῆς οὕτως ἔχειν, ὡς ἀβίωτον ὂν ἡττη‐ θεῖσιν, ἡμεῖς τοῦτο διανενοήμεθα] ἤγουν οὕτω παρε‐ σκευάσμεθα πρὸς τὸ πολεμεῖν, ὡς ἀβίωτον ἡγεῖσθαι τὸν βίον, ἐὰν ἡττηθῶμεν. ἔστι δὲ ἡ γενικὴ τὸ παρασκευῆς
10πρὸς τὸ ἀπὸ τοῦ ὡς νοούμενον οὕτως. A.

Pan

135,10

μόνοις ἡμῖν ἀναγκαῖόν ἐστι τὸ νικᾶν] οὐ‐ δὲν γὰρ ἔχομεν, δι’ ὃ φιλοψυχήσομεν. A.

Pan

135,11

εἴτε τι νίκης δεῖσθε] τὸ δεῖ πρὸς τὸ δεῖσθε κατὰ συνεκδοχὴν ἀπὸ τοῦ τὴν συντέλειαν δεῖ σκοπεῖν λάμ‐ βανε. A. τοσοῦτον ἡμῖν προκέκοπται] παρεσκεύασται, ᾠκοδό‐
5μηται, ἐνηργήθη. τοῖς γὰρ ἀποκτισαμένοις τὰ ὄντα ἀναγκαίως ἐστὶ τὸ νικᾶν, οὐδενὸς φιλοψυχῆσαι πείθον‐ τος. A. ὅσον ἐδείξαμεν τὴν πατρίδα καταλιπόντες καὶ μό‐ νης τῆς νίκης γενόμενοι. ἔστι δὲ τὸ προκέκοπται ἀντὶ τοῦ προκεχάρακται καὶ προγεγένηται· ἢ ἀντὶ τοῦ κατώρθωται
10νόει. C.161

Pan

135,12

τοῦ παντὸς] στόλου. C. οὗτοι δ’ οἱ Λακεδαιμόνιοι. A. οὗτοι δ’] εἰκοστὸν τοῦ παρ’ ἡμῶν] δέκα ναῦς ἔδωκαν οἱ Λακεδαιμόνιοι. BD. οἱ Λακεδαιμόνιοι ιγʹ εἶχον τριήρεις. C.

Pan

135,13

εἰ μὲν δέχεσθε ἐπὶ τούτοις] καλόν ἐστι. A. τὸ σχῆμα ἀναπόδοτον· λείπεται γὰρ τὸ εὖ ἂν ἔχειν· ὡς καὶ παρ’ Ὁμήρῳ τὸ „Ἀλλ’ εἰ μὲν δώσουσι γέρας.“ A. λείπει τὸ εὖ ἂν ἔχοι. καὶ παρὰ τῷ ποιητῇ „Ἀλλ’ εἰ μὲν
5δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ, ἄρσαντες κατὰ θυμόν·“ εὐθὺς γὰρ ἐπάγει „εἰ δέ κε μὴ δώσουσι“. τὸ δὲ σχῆμα καλεῖται ἀναπόδοτον. BD. ἐπὶ τούτοις] οἷς εἴπομεν. C.

Pan

135,14

τὸν ἡγούμενον] τὸν Θεμιστοκλῆν. A. τὸν τοῦ ναυτικοῦ τῶν Ἀθηναίων, Θεμιστοκλῆν. C.

Pan

135,15

ὃς μόνος καὶ τόπους—ὥσπερ μάντις, ἐξηγεῖτο] διὰ τὸν χρησμόν. B. καὶ τόπους καὶ καιροὺς] ἐν ποίῳ δεῖ τόπῳ καὶ πότε συμβαλεῖν τοῖς βαρβάροις. C.
5τὰ τῶν βαρβάρων ἀπόρρητα] ἤγουν τὴν βουλήν. C.

Pan

135,16

τὰ μέλλοντα] συμβήσεσθαι. C.

Pan

135,17

τῇ προκλήσει] τῇ διαφορᾷ. A. πρόκλησίς ἐστιν, ὅταν τίς τινα προκαλῆται ἐπί τι. C. ἄλλως] καὶ οὐχ ὡς ἡμεῖς λέγομεν. C. ἡμῖν δ’ ἕτερος δώσει] δέον οὕτως εἰπεῖν ἡμῖν ἕτερος
5δώσει· ἡμῖν δὲ εἶπεν Ἀττικῷ ἔθει. καὶ γὰρ ἐν ταῖς ἀπο‐ δόσεσιν οὕτως εἰώθασιν οὗτοι ποιεῖν· ὡς ἔχει τὸ τοῦ Σο‐ φοκλέους· εἰπὼν γὰρ ὥσπερ γὰρ ἵππος, ὡσαύτως δὲ σὺ εἶπον ἐν τῇ ἀποδόσει. A. ἕτερος] Δαρεῖος. B. ὁ Ξέρξης. C.
10ἡμῖν δ’ ἕτερος δώσει τὴν ὑμετέραν ἡγεμονίαν ἄσμε‐ νος] χαίρει γὰρ ἡμᾶς μεθ’ ἑαυτοὺς συμπαραλαβεῖν, καὶ δίδωσιν ἆθλα τούτου πρὸς πολλοῖς ἄλλοις χρήμασι καὶ τὴν τῶν Ἑλλήνων ἀρχήν. C.

Pan

135,18

πρὸς ταῦθ’ αἱρεῖσθε ὁπότερα βούλεσθε]
ἢ ἡγεμόνας ἡμᾶς ποιεῖσθε, ἢ οὔ. C.162

Pan

135,19

τῷ δικαίῳ λόγους οὐχὶ συμβαίνοντας— εἶπον ἂν] ἀντὶ τοῦ οὐ δίκαια ἔλεγον. C. ταῖς παρούσαις ἀνάγκαις οἵους ἐνεχώρει παριδεῖν] δη‐ λοῖ ὅτι καὶ ἡ παροῦσα ἀνάγκη μεγάλη ἦν, ὥστε μὴ πα‐
5ριδεῖν τοὺς λόγους αὐτῶν· ἐν γὰρ ταῖς μικραῖς ἀνάγκαις παρορῶμεν πολλάκις καὶ τὸ δίκαιον. ἀπὸ κοινοῦ δὲ τὸ ἐνεχώρει παριδεῖν. BD.

Pan

135,20

εἰ τούτοις ἐχρῶντο] ἀντὶ τοῦ εἰ ταῦτα ἔλε‐ γον. BD. μὴ γὰρ ὅτι λειπομένης μὲν] σημείωσαι τὴν σύνταξιν· δέον γὰρ οὕτως εἰπεῖν· μὴ γὰρ ὅτι λειπομένης μὲν τῆς
5θαλάττης, αὐτοὺς δὲ ὄντας τοιούτους ἔδει καταστῆναι ἡγεμόνας τῶν ἄλλων. ὁ δὲ οὐχ οὕτω τὴν ἀπόδοσιν ἐποιή‐ σατο, ἀλλὰ τὰς μὲν αἰτιατικὰς ταύτας ἀναποδότους εἴα‐ σεν εἰς τὸ φανερόν. ἔδωκε δὲ ἡμῖν ἐλλειπτικῶς ἐννοεῖν τὴν τούτων ἀπόδοσιν, ἐκ τοῦ ἔδει δ’ ἐκ τῶν ὑπαρχόντων σκε‐
10ψαμένους τοὺς ἡγησομένους καταστῆσαι (136, 6). AC. ὁ νοῦς τοιοῦτος· οὐ λέγω, φησὶν, ὅτι οἱ Ἀθηναῖοι διὰ τόδε καὶ τόδε ὤφειλον τὴν ἡγεμονίαν ἔχειν, ἀλλ’ εἰ καὶ κοινὰ μὲν ἅπαντα ὑπῆρχε, καὶ ἐξίσης τῶν ἀνδρῶν καὶ τῶν τριήρων ἡ εἰσφορὰ ἦν, καὶ μὴ τῶν μὲν κατὰ φύσιν,
15τῶν δὲ κατὰ τὸ πλῆθος λιπόντων, δέον δὲ ἦν σκοπῆσαι τίς ὤφειλε τῶν Ἑλλήνων ἡγήσασθαι, πῶς οὐκ ἂν ἡ Ἀθη‐ ναίων πόλις ἐξέλαμψε κἀνταῦθα. BD. λειπομένης μὲν τῆς θαλάττης μόνης] οὔτε γὰρ πόλιν, οὔτε οἰκίας εἶχον. BD. κατείχοντο γὰρ τὰ ἐν τῇ γῇ πάντα. C.

Pan

136,2

ἀγωνιστὰς] οἷον ἀθλητάς. πρᾶγμα δὲ λέγει τὴν σωτηρίαν. BD. τοῦ πράγματος] τῆς σωτηρίας, ἢ τοῦ πολέμου. C.

Pan

136,3

προβεβληκότας αὐτοὺς] ὡς πρόβολον τὴν λέξιν τέθεικε. BD. οὐχ ἡγεμόνων τάξιν μόνον, ἀλλὰ καὶ πατέρων,] δέον ἐν τάξει ἡγεμόνων εἰπεῖν. ὁ δὲ πρὸς τὴν αἰτιατικὴν, τὸ
5ἑαυτοὺς, ἐπήγαγε καὶ τὸ τάξιν, οἷον προέβαλλον αὐτοὺς
εἰς τάξιν οὐχ ἡγεμόνων μόνον, ἀλλὰ καὶ πατέρων. A. ἀλλὰ καὶ πατέρων] ὅ ἐστι μεῖζον τοῦ ἡγεμόνος· ὁ γὰρ πατὴρ φιλοστοργότερος. BD.163

Pan

136,4

παρ’ αὐτῶν ὧν ἐποίουν] τῶν ἔργων λέ‐ γει. B.

Pan

136,5

οἱ δὲ ναύαρχοι] ὁ τῶν Ἀθηναίων, Θεμι‐ στοκλῆς, καὶ τῶν Λακεδαιμονίων, Εὐρυβιάδης. A. Θεμι‐ στοκλῆς, καὶ Εὐρυβιάδης, ὁ Λακεδαιμονίων. C. Θεμιστο‐ κλέα λέγει, καὶ Εὐρυβιάδην, τὸν τῶν Λακεδαιμονίων. λέ‐
5γει δὲ τοὺς στρατηγούς. οὕτω καὶ Δημοσθένης καλεῖ τού‐ τους. BD.

Pan

136,6

ἔρανος] ἐκλογή. AC. ἔρανος δ’ ἦν] ἀντὶ τοῦ ἐξ ἴσου συνετέλουν. τοῦτο γὰρ λέγει ἔρανον. BD. ἐκ τῶν ὑπαρχόντων] Ἀθηναίοις καὶ Λακεδαιμονίοις
5πλεονεκτημάτων· λέγω τὴν ἐπιστήμην καὶ τὸ κινδυνεῦσαι ἐν τῷ προτέρῳ πολέμῳ· ὡς καὶ προϊὼν ἐρεῖ· ἅπερ ἦσαν Ἀθηναίοις μόνοις. A. ἐκ τῶν ὑπαρχόντων λέγει πλεονεκτη‐ μάτων. BD.

Pan

136,7

πῶς οὐκ ἐκεῖνοι διὰ πάντων] ὧδε ἡ ἀπό‐ δοσις διὰ μακροῦ. BD. διὰ πάντων] ὧν εἶχον. C.

Pan

136,8

οὐ μόνον κατὰ τὴν ἐπιστήμην] οὐδένες τῶν Ἑλλήνων ἐμπειρότεροι Ἀθηναίων ἦσαν τὰ ναυτικὰ, ὥσπερ γὰρ ἄλλο τι, καὶ τοῦτο Ἀθήνησι νενόμιστο, πρὶν ἄλλο τι τοὺς παῖδας μαθεῖν, πλεῖν διδάσκεσθαι, εἶτα καὶ ἄλλην
5ἥντινα δὴ τέχνην. AC. ἀντὶ τοῦ διὰ τὴν ἐπιστήμην. ἐπι‐ στήμην δὲ καλεῖ τὴν ναυτικὴν τέχνην· καὶ τοῦτο δὲ ἄλλο δικαίωμα προσβάλλεται. BD. ἔσχατον] ἀντὶ τοῦ κεφάλαιον. B. ἀκρότατον. C.

Pan

136,9

αὐτοῖς] τοῖς Ἀθηναίοις, ἢ τοῖς ἄλλοις Ἕλ‐ λησιν. C.

Pan

136,10

ταῦτα] ἤτοι τὴν τέχνην. B.

Pan

136,11

ἀλλ’ ἐκεῖνό γε δὴ] ἐρωτηματικὸν, ἢ ἀπο‐ φαντικόν. B. δέον οὕτως εἰπεῖν· οὐ μόνον κατὰ τὴν ἐπι‐ στήμην, ἀλλὰ καὶ τὸ κινδυνεῦσαι πρὸς τὸν πρότερον στό‐
λον τῶν αὐτῶν τούτων βαρβάρων. ὁ δὲ πολλὰ διὰ μέσου164
5θεὶς, καὶ ἐπειπὼν, ἀλλὰ καὶ τοῦτο μικρὸν ἐκείνοις τὸ δί‐ καιον, πρὸς τοῦτο ἐπιφέρει· ἀλλ’ ἐκεῖνό γε δὴ καὶ πρό‐ δηλον· ὅπερ τῇ μὲν ἐννοίᾳ πρὸς τὸ οὐ μόνον ἀποδέδοται, τῷ δὲ σχηματισμῷ τοῦ λόγου πρὸς τὸ ἀλλὰ καὶ τοῦτο μι‐ κρὸν ἐκείνοις τὸ δίκαιον. A.

Pan

136,12

οὐκοῦν τοὺς πρὸς τὸν πρότερον στόλον] αὐτὸς καὶ ἐρωτᾷ καὶ ἀποκρίνεται. B.

Pan

136,14

οἷς γὰρ τὰ παρόντα κοινὰ] τὸ νόημα τοιοῦ‐ τόν ἐστι· τοῦ παρόντος πολέμου κοινοῦ ὄντος, αὐτοὶ δὲ τῶν ἰδίων πάντας ὑπερεβάλοντο, διὸ, φησὶ, δίκαιοι ἦσαν τὴν ἡγεμονίαν ἔχειν. ἀπὸ τοῦ ἐλάττονος δὲ τὸ ἐπιχεί‐
5ρημα. BD. τὰ παρόντα κοινὰ] ἤγουν ὁ παρὼν πόλεμος. C. πρὸς τοὺς μετέχοντας] Ἕλληνας. C. τοῖς ἰδίοις ἐνίκων ἅπαντας] ἤγουν τῷ μόνοι νικῆσαι τὸν πρότερον πόλεμον. C.
10τοσούτῳ γε ἐλάττω] τῆς προσηκούσης. C.

Pan

136,15

ἐκομίζοντ’ ἂν] εἰ ἡγεμόνες κατέστησαν. C. ὅσῳ πάντας μὲν ἠλευθέρωσαν] εἰ γὰρ μὴ ἐν Μαρα‐ θῶνι τότε τοὺς Πέρσας ἐνίκησαν, πάντες ἂν ἐδούλευον Πέρσαις Ἕλληνες. C.
5τῶν παρόντων δὲ] ἤτοι τοῦ πρὸς τὸν Ξέρξην πολέ‐ μου. C. τῶν παρόντων δὲ] καὶ ἐν ταῖς ἄλλαις γὰρ ἁπάσαις Ἑλληνικαῖς τριήρεσιν εἷς Ἀθηναῖος ναύαρχος διὰ τὴν ἐπι‐ στήμην. BD.

Pan

136,16

καὶ μὴν εἰ μὲν οὐδεὶς ἀντεῖπεν] τὸ σχῆμα διλήμματον. τὸ δὲ ἀμφοῖν χεροῖν παροιμία ἐστὶν, ἐπὶ τῶν σφοδρῶς καὶ ἐκ περιουσίας πραττομένων λεγομένη. ὁ γὰρ ἀμφοτέραις χερσὶ πράττων μετ’ ἐπιτάσεως πράττει. ἔστι δὲ
5ὅμοιον καὶ τὸ ἐκ δυοῖν ποδοῖν. AC. τὸ σχῆμα διλήμματον· ἐξ ἀμφοτέρων γὰρ τῶν προτάσεων συλλογίζεται. τὸ δὲ ἀμ‐ φοῖν χεροῖν ἐπιτατικῶς, ὡς τὸ ἐκ δυοῖν ποδοῖν. BD. εἰ μὲν οὐδεὶς ἀντεῖπεν αὐτοῖς πρὸς ταῦτα] δηλονότι ἐν τῷ πολέμῳ. B.

Pan

136,17

ἀπέστησαν] παρεχώρησαν αὐτοῖς τῆς ἡγε‐
μονίας. C. πῶς οὐκ ἄξιον τῆς μεγαλοψυχίας ἀγασθῆναι] αὐ‐ τούς. C.165

Pan

136,18

τὰ καθ’ ἑαυτοὺς] ἤγουν τὸ ἁρμόζον αὐ‐ τούς· πατρίδα λέγει, καὶ παῖδας καὶ γυναῖκας. C. τὸν πρόσθεν] ἤγουν τὸν χρησμόν. B. τουτέστι τὸν ἴδιον χρησμόν. λέγει δὲ τὴν ἡγεμονίαν διὰ τὴν δόξαν, ἢ
5διὰ τοὺς φόρους. BD. πόλεμον. C. ἐν τῷ τότε] ἤγουν ἐν τῷ κατὰ τὸν Ξέρξην. C. ὑπὲρ τὴν φύσιν φιλοτιμούμενοι] ὑπὲρ τὴν φύσιν λέ‐ γει, ἐπειδὴ ἐκτὸς φύσεως ἀνθρωπίνης ἦν γυναῖκας καὶ παῖδας καὶ πατρίδα καταλιπεῖν. AC.
10εἶπε γὰρ, ὅτε καὶ τὰ κοινὰ τῆς φύσεως ἐξέλιπον. BD.

Pan

136,19

πλέον οὐδὲν ἐζήτησαν] τῆς τοιαύτης φιλο‐ τιμίας. C. προσέξειν] φροντίζειν. B.

Pan

136,20

οἱ δὲ πρὸς ὀργὴν ἐγκατέλιπον] τὰ πράγ‐ ματα. C. πρὸς ὀργὴν] ἀντὶ τοῦ ὑπὸ ὀργῆς. εἰ πρὸς ὀργὴν γὰρ ἐχώρησαν οἱ Ἀθηναῖοι, οὐδὲ ὄνομα ἂν ὑπελείπετο τῆς
5Ἑλλάδος τῆς καὶ παρὰ τοῖς βαρβάροις θαυμαζομένης. BD. ἐγκατέλιπον] ἀντὶ τοῦ προδεδώκεσαν καὶ εἴασαν μό‐ νους· τοῦτο γὰρ δηλοῖ τὸ ἐγκατέλιπον. BD. τί ἦν ἐν μέσῳ—τὸ θαυμάζεσθαι] ἤγουν τί ἂν ἐπεπόνθει ἡ Ἑλλὰς ἡ καὶ ὑπὸ βαρβάρων θαυμαζομένη. C.
10τῆς οὐδ’ ἐν τοῖς βαρβάροις ἀπεστερημένης Ἑλλάδος τὸ θαυμάζεσθαι] ἀντὶ τοῦ ὑπὸ βαρβάρων θαυμαζομέ‐ νης. BD.

Pan

136,21

οὐδ’ ὄνομα] αὐτῆς. C. κατηνάγκαστο] ἀντὶ τοῦ ἐξ ἀνάγκης ἐγένετο. BD.

Pan

137,1

οὗ] τοῦ ἔχειν. C.

Pan

137,2

προῖκα] κατὰ χάριν, καὶ οὐ διὰ οἰκεῖον κέρ‐ δος. C. ταῦτα] ἤγουν τὴν ἡγεμονίαν. C.

Pan

137,3

καταλειφθέντας] προδοθέντας καὶ μονω‐ θέντας. BD. δίχα τὰς ψήφους ἐλθεῖν] ὡς τοὺς μὲν συγχωρεῖν,
τοὺς δὲ μή. μερισθῆναι πρὸς Ἀθηναίους καὶ Λακεδαιμο‐166
5νίους. BD. ὡς τοὺς μὲν ἐθέλειν αὐτοὺς ἡγεμόνας, τοὺς δὲ Λακεδαιμονίους. C.

Pan

137,4

οὐκ ἔχοντας ὅπως χρὴ προσιέναι τοῖς βαρ‐ βάροις] διὰ τὴν στάσιν. C. διὰ τὴν στάσιν, φησὶν, οὐ δυναμένους πολεμεῖν. ἀπὸ κοινοῦ γὰρ τὸ πολεμεῖν. BD. ὅπως χρὴ] πολεμεῖν. C.

Pan

137,5

τῇ δ’ ἐκείνων προνοία] συνέσει. ἐκείνων δὲ λέγει Ἀθηναίων. B. προγνόντες γὰρ Ἀθηναῖοι ἑτέροις παρ‐ εχώρησαν τῆς ἀρχῆς. C. καὶ μὴν εἰ μὲν ἐκίνει ταῦτα αὐτοὺς, ἃ νῦν διεξῆλ‐
5θον] ὅτι ἄξιοι ἦσαν τὴν ἡγεμονίαν λαβεῖν. C.

Pan

137,6

τοὺς λογισμοὺς] τοὺς περὶ τούτου. C. ἐσχάτην βάσανον] ἀντὶ τοῦ μεγίστην. βάσανον δὲ λέγει τὴν δοκιμασίαν, ἀπὸ μεταφορᾶς τοῦ λίθου τῆς βα‐ σάνου. BD.

Pan

137,7

οὐδένων] φαύλων ἀνθρώπων, οἱ δὲ οὐ τοῦτο ἐφρόντισαν. C. ἐλαττοῦσθαι] βλάπτεσθαι. B.

Pan

137,8

πρὸς ἓν τοῦτο ἅπαντα συνετάξαντο] ἅπαντα νοητέον, τὴν τῆς πατρίδος ἀπόλειψιν, τὸ τῶν νεῶν πλῆ‐ θος, τὸ ἐκστῆναι τῆς ἡγεμονίας, τἄλλα. τὸ δὲ συνετά‐ ξαντο ἀντὶ τοῦ εἰσέφερον· σύνταξις γὰρ ἡ εἰσφορά. A.
5τὴν τῆς πατρίδος καὶ γυναικῶν καὶ παίδων ἀπόλειψιν, καὶ τὴν τῆς ἡγεμονίας παραχώρησιν. τὸ δὲ συνετάξαντο, ἀντὶ τοῦ συνήγαγον. C. συνετάξαντο] ἀντὶ τοῦ ἔταξαν ἑαυτούς. BD. ὅπως καὶ τοὺς παρόντας, καὶ τοὺς ἀπόντας, τοὺς
10μὲν ἑκόντας, τοὺς δ’ ἄκοντας, ἐξαιρήσωνται] Θηβαῖοι ἑκόντες ὑπεῖξαν τότε τῷ βασιλεῖ, Θετταλοὶ δὲ ἄκοντες. λέ‐ γει δὲ τὸ παρόντας καὶ δι’ ἀμφοτέρους, τὸ δὲ ἀπόντας, διὰ τοὺς ἄλλους Ἕλληνας, ἵν’ ᾖ καὶ τὸ μὲν ἑκόντας, καὶ διὰ τοὺς κατ’ ἀνάγκην ὑπείξαντας αὐτῷ, καὶ διὰ
15τοὺς ἄλλους Ἕλληνας. τὸ δὲ ἄκοντας διὰ τοὺς κατὰ βού‐
λησιν αὐτῷ προσχωρήσαντας. ἢ τὸ παρόντας καὶ ἀπόν‐ τας νοητέον, διὰ τοὺς ἄλλους εὑρισκομένους τότε τῶν Ἑλλήνων ἐν τῇ παρατάξει, καὶ μή· ὧν οἱ μὲν παρατυχόν‐ τες ἑκόντες τὴν σωτηρίαν παρ’ Ἀθηναίων εὕροντο, διὰ167
20τὸ τοῖς κινδύνοις παρεῖναι· οἱ δὲ οὐ παρατυχόντες ἐσώ‐ θησαν ἄκοντες διὰ τὸ μὴ παρατυχεῖν. AC.

Pan

137,9

τοὺς μὲν ἑκόντας, τοὺς δ’ ἄκοντας] τῶν γὰρ Ἑλλήνων οἱ μὲν ὑπεῖξαν τῷ βασιλεῖ, ὡς Θηβαῖοι, οἱ δὲ ἄκοντες, ὡς Θετταλοί· ἢ ἑκόντας μὲν, τοὺς παρόντας, ἄκοντας δὲ, τοὺς μηδίσαντας. BD.
5ἐξαιρήσωνται] τῆς τοῦ Πέρσου δυναστείας. C.

Pan

137,10

πάντα γε] ἤγουν τὰ αὐτῶν καὶ τῶν Ἑλ‐ λήνων. A. εἰ καθαρῶς] εἰ ἀκριβῶς καὶ κατὰ ἀλήθειαν. C. εἰ ὀρθῶς λόγῳ ἔκρινον. A.
5οὐδεὶς ἂν Ἑλλήνων τότ’ ἦν ἐν Σαλαμῖνι] Ἀθηναίοις γε ἑπόμενοι συνῄνεσαν, ὧν ἂν ἀπόντων οὐδὲ τῶν ἄλλων οὐδεὶς ἐκεῖσε παρῆν. A. εἰ μὴ γὰρ Ἀθηναῖοι ταῖς ναυσὶ πρὸς ταύτην ἐχώρησαν πρῶτοι, οὐδένες ἂν τῶν Ἑλλήνων ἐτόλμησαν. C.
10ἐν Σαλαμῖνι] ἀντὶ τοῦ ἐν Ἑλλάδι. B.

Pan

137,11

τοῦτο] καὶ οὐδὲν ἕτερον. C. τὸ καταστῆναι] εἰς κατάστασιν ἐλθεῖν. C.

Pan

137,12

καὶ διὰ τοῦτο οὐ μόνον] τὸ μεῖζον πάλιν εἶπε τῆς ἡγεμονίας. BD.

Pan

137,13

ἁπάσης ἰδίας ἀσφαλείας] διὰ τὴν πόλιν. A. πλεονεξίας] διὰ τὴν ἀρχήν. A.

Pan

137,14

μεγάλην ἡγεμονίαν κατεργάσασθαι] ἑαυ‐ τοῖς. C. κατεργάσασθαι] ἀντὶ τοῦ κατορθῶσαι καὶ ἀνύ‐ σαι. BD.

Pan

137,15

ὥσπερ οἱ τοὺς παῖδας προδιδάσκοντες] καὶ γὰρ τὰ παιδία εἰώθαμεν φιλοφρονεῖσθαι, καὶ προτρέπε‐ σθαι αὐτοὺς τῇ τιμῇ μᾶλλον πρὸς μάθησιν ἢ ἐπιπλή‐ ξει. BD. καὶ γὰρ ὀπώραις τισὶν ἐξ ἀρχῆς τούτους προτρέ‐
5πομεν εἰς τὸ μάθημα. C.168

Pan

137,16

εἰς τὸ πρόσθεν] εἰς αὔξησιν καὶ τιμήν. B. ἤγουν εἰς τὸ προστάτας τῶν Ἑλλήνων εἶναι. C.

Pan

137,17

παρακλήσεως εἵνεκα] προτροπῆς. B. τοῦ τὰ πραττόμενα ὑπὸ σφῶν μιμεῖσθαι] μιμητὰς καθιστᾶν αὐτοὺς ἐν τοῖς ψηφίσμασι. BD. ταῦτα δὲ ἐποίουν καὶ τοῖς ψηφίσμασιν] οὐ γὰρ μόνον
5λόγῳ παρεχώρησαν, ἀλλὰ καὶ ἐγγράφως, ψήφισμα ποιή‐ σαντες. BD. οὐ γὰρ μόνον παρεχώρησαν τῆς ἀρχῆς, ἀλλὰ καὶ διὰ ψηφίσματος ἐβεβαίωσαν. C.

Pan

137,19

οἱ μὲν] οἱ Λακεδαιμόνιοι. C. οἱ δ’] οἱ Ἀθηναῖοι. C.

Pan

137,20

τὸ σχῆμα] τὸ ἀξίωμα. C.

Pan

138,1

Ἀθηναίων ἑνὶ] τῷ Θεμιστοκλεῖ. BC. ὁ μὲν Λακεδαιμονίων ναύαρχος] ὁ Εὐρυβιάδης. AB.

Pan

138,2

τῶν ἀφ’ ἑκάστων ἀρχόντων ἦρχεν] ἐθνῶν Ἑλληνικῶν. A. ὁ δὲ τῶν Ἀθηναίων ἄρχοντος ἀρχόντων] ἀντὶ τοῦ ἐνδοξοτέρων. ἡγεμόνων γὰρ, φησὶν, ἡγεμόνες ἐτύγχανον.
5ἄρχοντος δὲ, τοῦ Εὐρυβιάδου αὐτοῦ. κατὰ κοινοῦ δὲ τὸ ἦρχεν. BD.

Pan

138,3

τὰ ἀριστεῖα τῶν ναυμαχιῶν ἀπέδοσαν τῇ πόλει] τὰ ἐξαίρετα τῶν λαφύρων· λέγω δὴ τὸν δίφρον τὸν ἀργυρόποδα, καὶ τὸν Μαρδονίου ἀκινάκην. AC. τὰ ἀριστεῖα λέγει τὰ ἐξαίρετα τῶν λαφύρων. μέμνη‐
5ται Δημοσθένης τὸν δίφρον τὸν ἀργυρόποδα, καὶ τὸν ἀκινάκην τὸν Μαρδονίου. τινὲς δὲ λέγουσιν ὅτι νῦν πρὸς χάριν τῶν Ἀθηναίων λέγει· ὁ γὰρ Ἡρόδοτος λέγει, τὴν τῆς ναυμαχίας ἀπενέγκασθαι δόξαν τοὺς Αἰ‐ γινήτας. BD.
10μαρτυρίαν παρόντων ὡς ἀληθῶς καὶ ἑωρακότων πα‐ ρέσχοντο] οἱ μαρτυροῦντες ἐκεῖνο, ὃ παρόντες ἑωράκασιν, ἀξιοπιστότεροί εἰσιν. AC.

Pan

138,4

ἑωρακότων] καλῶς τὸ ἑωρακότων· ἔστι γὰρ καὶ ἀκοῆς μαρτυρία, ἥτις καλεῖται ἐκμαρτυρία. BD.
παρέσχοντο] διὰ τῆς τῶν ἀριστείων δόσεως. C.169

Pan

138,6

ἀνὴρ Ἀθηναίων εἷς] ὁ Θεμιστοκλῆς. C. ἥγουν ὁ Θεμιστοκλῆς. B.

Pan

138,7

ἐν τῷ συγχωρῆσαι] τὴν ἡγεμονίαν. C. ὃ δὲ ἀληθινῆς ἡγεμονίας ἦν] ἀληθεῖς γὰρ ἡγεμόνες εἰσὶν οἱ τῶν ὑποτεταγμένων σωτῆρες. C.

Pan

138,8

παρὰ πάντων ἐκείνοις ἀνετέθη] προαναφω‐ νεῖ· οὔπω γὰρ εἶχε πάντα. BD. πρὸς τὰ λοιπὰ τοῦ πολέμου] ἤγουν πρὸς τὴν τοῦ πεζοῦ μάχην. C.

Pan

138,9

προεστήσαντο] προστάτην ἐποιήσαντο. BD. πάντες γὰρ οἱ σύλλογοι, καὶ πᾶσαι αἱ σύνοδοι πρὸς Ἀθηναίους καὶ παρ’ Ἀθηναίων ἐκ τούτων ἐγίγνοντο] τὸ πρὸς Ἀθηναίους λέγει, ἐπειδὴ πρὸς τὴν τοῦ βαρβάρου
5μάχην πάντες οἱ ἐκεῖ ὄντες Ἕλληνες συνελέγοντο πρὸς Ἀθη‐ ναίους, κοινολογοῦντες αὐτοῖς περὶ ὧν δεῖ ποιῆσαι· τὸ δὲ παρ’ Ἀθηναίων, ἐπειδὴ ἐν ταῖς Ἑλληνικαῖς συνόδοις παρ’ Ἀθηναίων ἐφοίτων ἄνδρες μετ’ ἀξιώσεως, ἵνα παρατυχόν‐ τες ὡς τῶν πραγμάτων ἐπιστήμονες ἄκροι τὰ δέοντα συμ‐
10βουλεύσωσιν. AC. σύλλογος κυρίως, ὅταν εἰς πόλιν συνά‐ γωνταί τινες ἀπὸ μιᾶς μὲν τῆς πόλεως· σύνοδος δὲ, ὅταν ἐκ πολλῶν πόλεων εἰς μίαν συνάγωνται· πρὸς Ἀθηναίους δέ ἐστι τῷ ἐν τῇ πόλει τῶν Ἀθηναίων ἔρχεσθαι συμβου‐ λευομένους· παρ’ Ἀθηναίους δὲ, ὅτι, κἂν μὴ ὦσιν ἐν τῇ
15Ἀττικῇ, ἀλλ’ οὖν παρ’ ἀνδράσιν Ἀττικῶς συμβουλεύονται, περὶ οὓς θελήσουσι. τοῦτο δὲ ἡγεμονίας σημεῖον. BD.

Pan

138,10

ἐκ τούτων] τοῦ πρὸς τὴν πόλιν προστή‐ σασθαι. A. τῶν Ἑλλήνων. C. κατέστη κοινὸν βουλευτήριον ἡ πόλις] τεκμήριον ἐκ τούτου, εἶναι αὐτοὺς ἡγεμόνας· παρὰ γὰρ τοῖς προύχουσι
5γίνονται αἱ ἐκκλησίαι. ἐπλήρωσε δὲ τὸ μέρος τὸ περὶ πα‐ ραχωρήσεως τῆς ἡγεμονίας. ὁμολογεῖ δὲ καὶ αὐτὸς τῆς μνήμης τὸ περίεργον. διὸ θεραπεύει λέγων παρήνεγκε πε‐
ραιτέρω, ὅ ἐστι παρέσυρε. οὐκ εἶπε δὲ ἔξω τοῦ προκειμέ‐ νου παρήνεγκεν, ἵνα μὴ δόξῃ περιττὸν εἰρηκέναι τι, ἀλλὰ170
10περαιτέρω. BD.

Pan

138,12

περὶ τὰς ἀποδείξεις] τὰς περὶ τῆς ἐπιει‐ κείας. C.

Pan

138,13

περαιτέρω] τοῦ δέοντος. C. ἐπ’ αὐτὰς πάλιν τὰς πράξεις] ἐπὶ τὰς ναυμαχίας. B.

Pan

138,14

μηδεὶς δὲ ἡμᾶς ἡγείσθω πέρα] ἐπειδὴ βού‐ λεται πάλιν ἀναλαβεῖν τὰ περὶ τοῦ πολέμου, ἀπολογησά‐ μενος ἱκανῶς περὶ τῆς ἀποχωρήσεως, ἵνα μή τις μέμψη‐ ται αὐτῷ τῆς πολυλογίας, ὅτι πολλὰ πρόσθεν διεξιὼν περὶ
5τοῦ πολέμου καὶ τῆς τοῦ Ξέρξου κατασκευῆς, πάλιν τού‐ των ἅψασθαι βούλεται, φησὶν ὡς ἀναγκαίως ἐκεῖνά τε εἴπομεν καὶ ταῦτα λεχθήσεται. AC. μηδ’ ἐπ’ ἐξειργασμένοις ἀναλαμβάνειν] τοῦτο εἶπεν, ἵνα μή τις εἴπῃ, καὶ διὰ τί, ἃ εἶπες, πάλιν ἐρεῖς. θερα‐
10πεύει δὲ πάλιν· ἐπειδὴ ἐδόκει περιττὸν εἶναι τὸ μνησθῆναι τῆς παραχωρήσεως, μέμφονται δέ τινες αὐτῷ ὡς ταῦτα λέγοντι· καὶ τῶν Μηδικῶν γὰρ πανταχοῦ μέμνηται καὶ τῶν Ἡρακλειδῶν· διότι οὖν ἀντέπιπτεν αὐτῷ· τί οὖν εἰ τὰ εἰρημένα πάλιν λέγεις; τὸ γὰρ ἐπ’ ἐξειργασμένοις τοῦτο
15σημαίνει. σκοπείτω οὖν τις, φησὶ, τὴν αἰτίαν, δι’ ἣν εἴ‐ ρηται, ὡς οὐκ ἀργῶς, ἀλλ’ ἀναγκαίως. BD.

Pan

138,15

σκοπείσθω τὴν χρείαν] διὰ τούτου δείκνυσιν ὅτι οὐκ ἀργῶς, ἀλλ’ ἀναγκαίως ἐμνήσθη τῆς παραχωρή‐ σεως τῆς ἡγεμονίας. BD. τὴν ἑκάστου τοῦ λόγου πρόφασιν] ἥτις ἦν δεῖξαι,
5ὁποία ἦν ἀκριβῶς ἡ τοῦ Ξέρξου παρασκευή. C.

Pan

138,16

ποῖ φέρει] ἀντὶ τοῦ ὅπου ἁρμόζει. δηλοῖ δὲ πραότητα τῶν Ἀθηναίων, ἀλλ’ οὐκ ἀσθένειαν. BD. ποῖ φέρει] εἷς ἕκαστος λόγος. C. τὰ λεγόμενα] περὶ τοῦ πολέμου. C.

Pan

138,17

τῇ μὲν ἀνάγκῃ ἐφάμιλλα πάντα] ὁμοίως γὰρ ἦσαν ἀναγκαῖα πάντα λεχθῆναι. C.
ὥστε μηδὲν εἶναι παραλιπεῖν ἀτιμάσαντα] τί οὖν, εἰ μικρὰ τυγχάνει τὰ εἰρημένα. ἀνάγκῃ, φησὶν, εἶπεν, ἵνα171
5μὴ τῇ σιωπῇ ἀτιμάσωμεν. BD.

Pan

138,18

τῇ τάξει δ’ ἑτέρως οὐκ ἐγχωροῦντα συμβῆ‐ ναι] ἀλλ’ ὥσπερ εἴρηται. C. τὸ δὲ ἀεὶ παρενεγκὸν] εἰς μέσον φέρον ἡμᾶς λέγειν αὐτό. C.
5τῆς συνεχείας ὂν καὶ τῆς ἀκολουθίας εἴσεται] ἀκό‐ λουθον γὰρ ἦν εἰπεῖν πρὸ τῆς μάχης τὴν παραχώρησιν, ἐπειδὴ καὶ πρὸ τῆς μάχης ἐφιλονείκησαν περὶ ταύτης. BD. ἀκόλουθον γὰρ ἦν κατὰ συνέχειαν τῷ προτέρῳ λεχθῆναι. C.

Pan

138,20

περὶ μηδενὸς ἀξίων πραγμάτων] ταῦτα εἶπεν, ἵνα μὴ εἴπῃ τις, ἀλλὰ περὶ σμικρῶν. BD. περὶ ὧν ἐκ γειτόνων ἐστὶ τὰ παραδείγματα] ἢ κα‐ θόλου λέγει, ὡς οὐκ ὄντων ἀλλαχοῦ τοιούτων, ἢ εἰς Λα‐
5κεδαιμονίους ἀποτείνεται· ἡ γὰρ πρὸς ἐκείνους ζηλοτυπία ἐστί. BD. οὐ γὰρ ἔστιν ἑτέρας πράξεις εὑρεῖν ὁμοίας ταῖς ἐν Σαλαμῖνι καὶ Πλαταιᾶσι. C.

Pan

139,1

μικρολογεῖσθαι] τουτέστι περὶ σμικρῶν λέ‐ γειν· κυρίως δὲ σμικρολόγος ἐστὶν ὁ φειδωλός. BD.

Pan

139,2

πάντες δ’ ὥσπερ ὑπ’ ἐκπλήξεως θαυμά‐ ζουσι μᾶλλον ἢ δι’ ἀκριβείας ἕκαστα ἑωρακότες] ὅταν ὑπὲρ τὴν φύσιν πράγματά τις θεάσηται, οἷα τὰ ἐν Σαλαμῖνι, ἐκπληττόμενος θαυμάζει μόνον, οὐχ οἷός τε
5ὢν περὶ τούτων λόγον ἀξίως ἀποδοῦναι. συνάπτει δὲ τὸ ὥσπερ πρὸς τὸ ἑωρακότες, οὕτω· πάντες δὲ ὥσπερ ἑωρακότες θαυμάζουσι μᾶλλον ὑπ’ ἐκπλήξεως, ἢ θαυμά‐ ζουσιν ἕκαστος δι’ ἀκρίβειαν· τουτέστιν· ὥσπερ ἂν εἰ εἶ‐ δον, καὶ μᾶλλον ἐκπληττόμενοι ἐθαύμαζον, ἢ κατὰ λεπτὸν
10λέγοντες. AC. ὥσπερ ὑπ’ ἐκπλήξεως] ἐπὶ γὰρ τῶν μεγάλων κατα‐ πλήττεταί τις, οὐκ ἐξισχύων τὸ πᾶν εἰπεῖν. BD.

Pan

139,3

περὶ τούτων ἀγωνιζόμεθα] ὑπερβατόν ἐστι πρὸς τὸ ἀγωνιζόμεθα· νῦν δὲ ὑπὲρ ὧν πάντες ἥττην‐ ται. BD. οὐδὲν ἐλάττω κατὰ τοὺς λόγους—ἐκεῖνοι τότε] τοῦτο172
5τὸ νόημα καὶ πρόσθεν (115, 20.) εἰρήκει, ὅτε ἔλεγεν· ἃς ἐγὼ δέδοικα μὴ τῷ λέγοντι κίνδυνον εἰπεῖν ἔχωσι μᾶλλον ἢ τῇ πόλει τῶν ἔργων, ὅτε ἐπραγματεύετο. AC. τοῦτο εἶπε τὸ ἐνθύμημα καὶ ἀρχόμενος τῶν πράξεων ὄπι‐ σθεν. BD.

Pan

139,4

μικροῦ δεῖν] σχεδόν. A. ἐκεῖνοι] οἱ ἐν Σαλαμῖνι. A.

Pan

139,6

καὶ γὰρ τοῦτο ἕτερον τρόπον ἄν τις εἶναι φαίη μικρολογουμένου] ἐπειδὴ μικρολόγος ἐστὶν ὁ περὶ τὰ μικρὰ διατρίβων, νῦν ἕτερον τρόπον ἀντὶ φειδωλίας τῇ μικρολογίᾳ ἐχρήσατο, μικρολογουμένου εἶναι λέγων,
5τουτέστι φειδωλοῦ, τὸ περὶ μεγάλων ἐγχειρήσαντα λέγειν τὰ πλεῖστα τούτων παραλιπεῖν. AC.

Pan

139,7

μικρολογουμένου] φειδωλοῦ καὶ βασκαίνον‐ τος. B.

Pan

139,8

συμβάντος γὰρ τοῦ περὶ τὰς Πύλας πά‐ θους] ἄρχεται τῆς ναυμαχίας. καλῶς δὲ εἶπε πάθους· οὐδὲ γὰρ ἡττήθησαν, ἀλλ’ ἐδυστύχησαν προδοθέντες ὑπὸ Θετ‐ ταλῶν· καὶ Ἰσοκράτης φησὶν ἐν τῷ Πανηγυρικῷ „Οὐ γὰρ
5φεύγειν ἠξιώθησαν, ἀλλ’ οὐκ ἤρκεσαν αὐτῶν πρὸς τὴν μάχην τὰ σώματα.“ BD. τῆς Ἑλλάδος λαμπρῶς καὶ σφαλερῶς ἀνοιχθείσης] τὸ σφαλερῶς λέγει ἢ διὰ τοὺς Πέρσας, ὡς ἐπὶ κακῷ σφῶν αὐτῶν ἠνοίχθη, ἢ διὰ τὸ φόβον παρέχειν, μὴ καὶ τὰ
10λοιπὰ τοῦ πολέμου οὕτω κατορθώσουσι Πέρσαι. τὸ δὲ δυοῖν μερίδοιν λέγει, ἢ ὅτι καὶ κατὰ τὴν γῆν καὶ κατὰ τὴν θάλατταν ἡ στρατιὰ ἦν, ἢ ὅτι τῶν μὲν ἑκόντων, τῶν δ’ ἀκόντων ἐκράτουν. AC. ὡς πρὸς τὰς πύλας εἶπεν ἀνοιχθείσης· λαμπρῶς δὲ λέγει μεγάλως· σφαλερῶς δὲ,
15ἐπικινδύνως. μετὰ γὰρ τὸ μηκέτι κωλῦσαι τοῦτον τὴν
εἴσοδον αὐτῶν εἰσῄεσαν οἱ βάρβαροι. BD.173

Pan

139,9

ὥσπερ πύλας] ἀπὸ τῆς ὁμωνυμίας εἶπε τὸν τόπον· καλεῖται δὲ τὸ τοιοῦτον παρονομασία. BD. δυοῖν μερίδοιν] ἢ καὶ κατὰ γῆν καὶ κατὰ θάλατ‐ ταν, ἢ ὅπερ ἐπιφέρει, ἀκόντων καὶ ἑκόντων. BD.

Pan

139,10

οἱ μὲν] τῶν Ἑλλήνων. C. οἱ μὲν γὰρ ἑκόντες, οἱ δ’ ἀνάγκῃ, προσεχώρουν] οὐ τὰ γένη λέγει, Ἕλληνας καὶ βαρβάρους, ἀλλ’ ὅτι τῶν Ἑλλήνων οἱ μὲν ἑκόντες, οἱ δὲ ἄκοντες προσετέθησαν τῷ
5Πέρσῃ· ἑκόντες μὲν Θηβαῖοι καὶ Θετταλοὶ, ἄκοντες δὲ Φωκεῖς. BD.

Pan

139,11

πάντων ἐφεξῆς, ὥσπερ πῦρ ἐπιὸν, ὑπο‐ φευγόντων] αὐτῷ. C. οἱ δὲ τῆς Ἀθηνᾶς] τινὲς μὴ νοοῦντες ἀσύντακτον εἶ‐ ναι τὸν λόγον ὑπέλαβον. ἔστι δὲ ἐνταῦθα τὸ οἱ δὲ δεικτι‐
5κὸν, ἵνα νοήσωμεν οὕτως· ἄλλων φευγόντων, μόνοι οὗτοι οἱ Ἀθηναῖοι τόδε διεπράξαντο. BD. οἱ δὲ τῆς Ἀθηνᾶς ἐν πολλοῖς ἤδη πολλάκις δείξαν‐ τες ὡς ὀρθῶς εἰσιν ἐπώνυμοι] τὸ ὀρθῶς εἰσιν ἐπώνυμοι λέγει, διὰ τὸ οὐ μόνον Ἀθηναίους κεκλῆσθαι ἐξ Ἀθη‐
10νᾶς, ἀλλὰ καὶ τὴν τῆς θεοῦ εὐτυχίαν περὶ τοὺς πολέ‐ μους μιμεῖσθαι· πολεμικὴ γὰρ ἡ θεός. AC. ὡς πολεμικῆς θεοῦ προσηγορίαν εἰληφότες. BD.

Pan

139,12

τῆς τοῦ θεοῦ χρῶνται διανοίας] τὸ χρῶ‐ μαι ἐνταῦθα γενικῇ. B. συνειδότες ἔξωθεν οὖσαν τῇ πόλει τὴν φυλακὴν] τῶν ἔξω τῆς πόλεως σωζομένων, καὶ ἡ πόλις σώζεται· ἀφα‐
5νιζομένων δὲ ἐκείνων, ἀνάγκη καὶ τὴν πόλιν. ὁρῶντες οὖν τὰ περὶ τὴν Ἀττικὴν ὑπὸ Περσῶν κατασχεθησόμενα πε‐ ριττὸν ἡγήσαντο φυλάττειν τὴν πόλιν. A. ἤγουν οὐκ ἀπὸ τῆς τῶν τειχῶν περιβολῆς, ἀλλ’ ἀπὸ τῆς τῶν ἐνοικούντων σπουδῆς καὶ τόλμης καὶ θείας βοη‐
10θείας. C. λεληθότως ἀπολογεῖται, ὑπὲρ οὗ κατέλειψαν τὴν πό‐
λιν. BD.174

Pan

139,13

ψήφισμα ποιοῦνται] Θεμιστοκλῆς μὲν ὁ γράψας· κοινὸν δ’ αὐτό φησι, πρὸς τὴν χρείαν ἁρμοττό‐ μενος. BD.

Pan

139,14

παῖδας δὲ καὶ γυναῖκας εἰς Τροιζῆνα πα‐ ρακαταθέσθαι] καλῶς εἶπε τὸ παρακαταθέσθαι· ὥσπερ γὰρ τὰς παρακαταθήκας τοῖς δυναμένοις φυλάσσειν δι‐ δόαμεν, οὕτω καὶ τοῦτο τὸ ὄρος, ὡς ἱκανὸν τοὺς τῶν
5Ἀθηναίων παῖδας καὶ γυναῖκας φυλάττειν, ἐζήτησαν Ἀθη‐ ναῖοι. τὸ δὲ προβαλέσθαι λέγει, ἀντὶ τοῦ ὥσπερ τινὰ πρόβολον καὶ φυλακὴν αἱρήσεσθαι τὴν θάλατταν. AC. γυμνωθέντες τῶν περιττῶν] τῶν γερόντων, γυναικῶν, καὶ παίδων, καὶ τῶν ἄλλων. τὸ δὲ γυμνωθέντες, ἀντὶ τοῦ
10μονωθέντες. B.

Pan

139,15

τῶν περιττῶν] γυναικῶν, παίδων, καὶ τῶν ἄλλων κτημάτων. C. προβαλέσθαι τὴν θάλατταν] καλῶς εἶπε προεβάλλοντο τὴν θάλασσαν, πρὸς τὸ γυμνωθέντες ἀποδούς. B.

Pan

139,17

διὰ τὴν πίστιν, ἣν ἐν τοῖς θεοῖς εἶχον] τούτοις γὰρ θαρρήσαντες εἰς τὸν ἀγῶνα κατέστησαν, καὶ τὴν πόλιν ἐπέτρεψαν. A. ὅτι ἐπίστευσαν τῇ Ἀθηνᾷ. ἐξη‐ γεῖται δὲ τὰ εἰρημένα. BD. ὡς ὑπὸ τούτων σωθεῖεν. C.

Pan

139,18

ἀπεζευγμένοι] χωριζόμενοι· διὸ καὶ καρτε‐ ρίας εἶπεν. BD. φέροντι τῷ θυμῷ] καλῶς εἶπε φέροντι τῷ θυμῷ, δεικνὺς ὡς ἑκόντες καὶ προθύμως τοῦτο ἐποίουν,
5οὐχ ὑπ’ ἀνάγκης. μεγαλοψυχία δέ ἐστιν οὐ μόνον ἡ δα‐ ψιλὴς εὐεργεσία, ἀλλὰ καὶ ἡ γενναιότης, ὡς κἀνταῦθα. AC. φέροντι τῷ θυμῷ] ἀντὶ τοῦ μὴ λυπούμενοι. B. του‐ τέστι προαιρέσει, καὶ οὐκ ἀναγκαζόμενοι. BD.

Pan

139,19

ταῦτα ὑπὲρ τῆς τῶν ἄλλων σωτηρίας ὑπέ‐ μενον] σοφίζεται ἀπὸ τῶν ἀποβάντων· ὑπὲρ γὰρ αὐτῶν ἐποίησαν. BD. μεγαλοψυχίᾳ γε] κυρίως μὲν ἐπὶ χρημάτων ἡ λέξις
5λέγεται, ἐνταῦθα δὲ τὴν τῆς πόλεως καταφρόνησιν οὕτως
ἐκάλεσεν. BD.175

Pan

139,20

ἀλλὰ μὴν τό τε γνῶναι] λείπει ἡ εἰς πρό‐ θεσις. ἀλλὰ μὴν εἰς τό γε γνῶναι· καὶ ἀπὸ κοινοῦ δεῖ λαβεῖν, τίς ἀνθρώπων ἐκείνοις ὅμοιος. τὸ δὲ γνῶναι, ἀντὶ τοῦ καταγνῶναι· ὁ δὲ νοῦς τοιοῦτός ἐστιν· ἀλλὰ μὴν τίς
5ὅμοιος ἐκείνοις εἰς σοφίαν, καὶ τῷ δόγματι τῆς εὐπειθείας τῆς τιμωμένης ὑπὸ τῶν ἀρχόντων. βούλεται γὰρ τοὺς ὑπηκόους τῷ εὐπειθεῖς αὐτοὺς εἶναι, νενικηκότας ἅπαν‐ τας. τοῦτο δέ φησιν, ἐπειδὴ εὐπειθεῖς ἦσαν τοῖς ἄρ‐ χουσι. BD.
10τό τε γνῶναι τὸ μόνον μέλλον διασώζειν ἅπαντα τὰ πράγματα] τὸ ναῦς ποιῆσαι, ὃ Θεμιστοκλῆς μόνος συνῆ‐ κεν ἀπὸ τοῦ χρησμοῦ. C.

Pan

139,21

τὴν σοφίαν] ἀντὶ τοῦ τὴν φρόνησιν. ἀπὸ κοινοῦ δὲ τὸ παρέσχοντο. δεῖ δὲ καὶ τοῦτο ἀπὸ κοινοῦ λα‐ βεῖν, τὸ ψήφισμα ἐποίησαν, καὶ πάλιν ἀπὸ κοινοῦ τὸ παρασχόμενοι σύμβολα· ἵν’ ᾖ ὁ νοῦς οὕτως· καὶ ψήφισμα
5ποιοῦνται, παρασχόμενοι σύμβολα τῆς αὐτῶν σοφίας, δι’ ἧς σοφίας καὶ τῆς τιμωμένης ἐν τοῖς λόγοις θαυμαζομέ‐ νης εὐπειθείας τῷ δόγματι τοὺς πάντας ἐνίκησαν. λέγει δὲ τῷ δόγματι τῷ ἑαυτῶν. ποῖον δὲ δόγμα, ὅπερ ἔδοξεν αὐ‐ τοῖς, λέγει δὲ τὸ εὐπειθῆσαι τοῖς ἄρχουσι, καὶ ἀνασχέ‐
10σθαι ἡγεμονεύεσθαι. ἢ οὕτως· ἔτι δὲ καὶ φρονήσεως σύμ‐ βολα παρέσχοντο, διὰ τὸ γνῶναι τὸ μέλλον σώζειν τὰ πράγματα· τί δ’ ἔστι τοῦτο; ἡ σοφία. τὴν αὐτὴν γὰρ φρόνησιν καλεῖ καὶ σοφίαν· δι’ ἣν σοφίαν καὶ τῷ δόγματι τῆς εὐπειθείας τῆς γινομένης τοῖς ἄρχουσι καὶ τῆς τιμω‐
15μένης ἐν τοῖς λόγοις πάντας ἀνθρώπους ἐνίκησαν. BD.

Pan

140,1

τῆς ὑπὸ πάντων ἐν τοῖς λόγοις τιμωμένης τοῖς ἄρχουσιν εὐπειθείας] πάντες γὰρ ἐν τοῖς αὐτῶν λό‐ γοις ὡς δεῖ τοῖς ἄρχουσι πείθεσθαι λέγουσιν. C. τιμωμένης] ἀντὶ τοῦ ἐπαινουμένης. ἔστι δὲ ἀντίπτω‐
5σις. ἀντὶ ὀρθῆς γὰρ εἶπε γενικήν. BD. τοὺς πώποτ’] τοὺς πάντας. B.
τοὺς πώποτ’ ἐνίκησαν τῷ δόγματι] τοσαῦτα γὰρ ὡς ἔφαμεν ἔχοντες πλεονεκτήματα, εἰς τὴν τοῦ στόλου ἡγε‐ μονίαν Λακεδαιμονίοις παρεχώρησαν· ὅπερ ἐποίησαν φρό‐176
10νησιν ἐπιεικείᾳ μίξαντες. AC.

Pan

140,2

ἀπεσκευασμένοι] ἀποζευχθέντες παίδων καὶ γυναικῶν· ἢ τὰ περιττὰ ἀποθέμενοι· ἢ θαλάττιοι γενό‐ μενοι. BD. πρὸς τῇ Σαλαμῖνι κατεῖχον τοὺς Ἕλληνας] εἰκότως
5εἶπε τὸ κατεῖχον, δεικνὺς ὅτι ἄκοντας τοὺς Ἕλληνας ἠνάγκα‐ ζον μένειν ἐκεῖσε. ἰδόντες γὰρ τὸ τῶν βαρβαρικῶν νεῶν πλῆθος φυγεῖν ἐπεχείρουν. τὸ δὲ ἀμφοτέρᾳ τῇ χειρὶ ἐπεξ‐ ηγεῖται διὰ τοῦ ἄγων τοὺς μέχρι τῆς Ἀττικῆς Ἕλληνας ὁμοῦ καὶ βαρβάρους. καὶ γὰρ ἐν τῇ παρόδῳ οἱ μὲν τῶν
10Ἑλλήνων ἑκόντες, οἱ δ’ ἄκοντες προσεχώρησαν αὐτῷ. ἢ τοῦτο λέγει, διὰ τὴν κατὰ γῆν καὶ κατὰ θάλατταν στρατιάν. AC. κατεῖχον τοὺς Ἕλληνας] ἑωρακότες γὰρ τὸ πλῆθος τῶν νεῶν φεύγειν ἐσκόπησαν. BD.

Pan

140,3

ὁ δὲ] ὁ Ξέρξης. C. ἀμφοτέρᾳ τῇ χειρὶ παρῆν] πάλιν ἢ κατὰ γῆν καὶ κατὰ θάλατταν, ἢ καὶ ἑκόντας καὶ ἄκοντας. BD.

Pan

140,5

καμφθήσεσθαι] εἶξαι. B.

Pan

140,6

ἐνταῦθα δὴ] ἀντὶ τοῦ τῷ καιρῷ· οὐ γὰρ τὸν τόπον λέγει. BD.

Pan

140,7

τις] Κυρσίλος, εἷς ὢν τῆς βουλῆς. A. τὸν Κῦρον βασιλέα λέγει· οὗ καὶ Δημοσθένης μέμνηται. B.

Pan

140,8

αὐτοὶ μὲν αὐτὸν, αἱ δὲ γυναῖκες τὴν γυ‐ ναῖκα ἐπελθοῦσαι διέφθειραν ἐκ χειρὸς] ἀκούσασαι γὰρ ὡς τὸν αὐτῆς ἄνδρα ἐν Σαλαμῖνι οἱ αὐτῶν ἄνδρες κατέ‐ λευσαν, ἐν Τροιζῆνι καὶ αὗται ταύτην κατέλευσαν. AC.
5ἐν γὰρ Τροιζῆνι οὖσαι, καὶ ἀκούσασαι τοῦ Κυρσί‐ λου τὸν θάνατον, τοὺς ἑαυτῶν ἐμιμήσαντο ἄνδρας εἰς τὴν ἐκείνου γυναῖκα. BD.

Pan

140,9

παράκλησις] κίνησις. A.

Pan

140,11

τῆς ἐπ’ Ἀρτεμισίῳ τόλμης] χωρίον τῆς Εὐβοίας, ἔνθα πρὸ τῆς Σαλαμῖνος ἐναυμάχησαν πρὸς τὰς
πρόπλους τριήρεις τῶν βαρβάρων. BD.177

Pan

140,12

νικῶντος ἤδη τοῦ δρασμοῦ, διεκώλυσαν αὐτοὶ, καὶ κατηνάγκασαν, ὥσπερ παῖδας, ἄκοντας ὑποστῆναι] ἰδόντες οἱ Ἕλληνες τὸ τῶν νεῶν πλῆθος, ἐκπλαγέντες εἰς δρασμὸν ἐχώρησαν. Θεμιστοκλῆς οὖν λογισάμενος ὡς, εἰ
5τοῦτο γένοιτο, οἰχήσεται ἡ Ἑλλὰς, καὶ ἄκοντας ἠνάγκα‐ σεν ὑποστῆναι τὴν μάχην. πέμψας γὰρ ὡς τὸν ναύαρχον τῶν Περσῶν Δίκυνον, τὸν τῶν υἱέων αὐτοῦ παιδαγωγὸν, ἔφησεν ὡς, ἐπεὶ φεύγειν θέλουσιν, ἐπίθες σφίσι, καὶ νίκα. καὶ ὃς πεισθεὶς ἐπετέθη. τοῦτο ἑωρακότες Ἕλληνες οὐκ
10ἔτι φεύγειν ἠδύναντο, ἀλλ’ ἠναγκάσθησαν μένειν· ὅθεν ἐνίκησαν. AC. ἠνάγκασαν αὐτοὺς πολεμεῖν τῷ κωλῦσαι καὶ φυγεῖν. ὁ γὰρ Θεμιστοκλῆς ὅτε ἑώρα αὐτοὺς φεύγειν ἐθέ‐ λοντας, ὡς δῆθεν προδότας, δηλοῖ τῷ Πέρσῃ διὰ Οἰκίν‐ νου τοῦ παιδαγωγοῦ τῶν παίδων αὐτοῦ· ἐπειδὴ φυγεῖν
15θέλουσιν, ἐπίθου καὶ νικᾷς. ὁ δὲ πεισθεὶς ἐπετέθη. τοῦτο ἑωρακότες οἱ Ἕλληνες οὐκ ἔτι φυγεῖν ἠδυνήθησαν, ἀλλ’ ἀνάγκῃ ἔμειναν. BD. τοῦ δρασμοῦ] τῆς φυγῆς. A.

Pan

140,13

ὑποστῆναι] ὑπ’ αὐτοῦ στῆναι καὶ ὑπεῖ‐ ξαι. A. τῇ θεραπείᾳ] τῇ τοῦ ἀγῶνος. A. τῇ τῆς μάχης. C. πραγματευσάμενοι] μηχανησάμενοι. A.

Pan

140,14

ἐνδεχομένους] ἀντὶ τοῦ δεχομένους· δῆλον δὲ διὰ τὸν φόβον. BD. ὡς ἀπέραντον ἦν] ἤγουν ἀνενέργητον τὸ διὰ λόγων πείθειν. A.
5τὴν τούτων φωνὴν ἐξικνεῖσθαι πρὸς αὐτούς. C.

Pan

140,15

συσκευάσαντες] κακουργήσαντες καὶ μηχα‐ νησάμενοι. αἰνίττεται δὲ εἰς τὴν Θεμιστοκλέους μηχα‐ νήν. BD. μηχανησάμενοι αὐτοῖς. C. τὴν ναυμαχίαν] τὴν Περσῶν. C.

Pan

140,16

περικαλυψάντων] περικυκλωσάντων. B.

Pan

140,17

ἅπαντα τὸν ἔξω τόπον] τῆς τῶν Ἑλληνι‐
κῶν νηῶν στάσεως. A. τὸν ἔξω λέγει, τὸν καὶ πλατύν. BD. τῆς Σαλαμῖ‐ νος, καὶ τὸν ἐν τῇ γῇ. C.178
5παρὰ τοσοῦτον] ἐκτὸς τόσου. A.

Pan

140,18

ἐξειργόμενοι] τὸ ἐξειργόμενοι καὶ τὸ ὁρῶν‐ τες καὶ διὰ τοὺς Ἀθηναίους καὶ διὰ τοὺς Ἕλληνας τοὺς ἄλ‐ λους νόει. τὸ δὲ παρεῖσαν διὰ τοὺς Ἀθηναίους μόνους. C.

Pan

140,19

οὐδὲν παρεῖσαν ἑτέροις] παρεχώρησαν τῆς μάχης. C. ἑτέροις] τοῖς Λακεδαιμονίοις. B.

Pan

140,20

πρῶτοι μὲν αὐτοὶ κατῆρξαν τῆς ναυμα‐ χίας, ὥσπερ ἐν Εὐβοίᾳ πάντων ἀποκνούντων] Σώφιλός τις, ἀνὴρ Ἀθηναῖος, πρῶτος ἐν τῇ σφετέρᾳ τριήρει κατά τινος τριήρους Περσικῆς ἐχώρησεν. ἐμπαγέντος οὖν ταύτῃ
5τοῦ τῆς τριήρους αὐτοῦ ἐμβόλου, καὶ θραῦσιν ποιήσαν‐ τος, ἰδόντες οἱ ἄλλοι ταὐτὰ ποιεῖν ἤρξαντο, καὶ οὕτως ἐνίκησαν. τὸ δὲ πάντων ἀποκνούντων καὶ πρὸς τὴν Σαλα‐ μῖνα νόει, καὶ πρὸς τὴν Εὔβοιαν. AC. πρῶτον μὲν αὐτοὶ κατῆρξαν τῆς ναυμαχίας] Σωκλῆς
10πρῶτος Ἀθηναῖος ἐνέβαλε Περσικῇ νηὶ, καὶ ἐνεπάγη ὁ ἔμβολος. ἐνταῦθα οὖν τῶν Περσῶν κινηθέντων, καὶ οἱ Ἀθηναῖοι ἀντελάβοντο. BD. ἐν Εὐβοίᾳ] ἐν τῷ Ἀρτεμισίῳ. C.

Pan

141,1

ὅσα μὲν στρατηγοῦ προνοίᾳ κακῶσαι τὸν βασιλέα ἔδει] Ἴωνες, ἄποικοι Ἀθηναίων ὄντες, ὡς ἴσμεν, μετὰ Ξέρξου ἐστράτευσαν. Θεμιστοκλῆς οὖν προϊδὼν, ἔνθα ἔμελλον ὁρμήσεσθαι, ἔγραψεν ἐν ταῖς ναυλόχοις πέτραις
5ταυτί· μνήσθητε, ἄνδρες Ἴωνες, κατὰ πατέρων στρατεύον‐ τες. ἐλθόντες οὖν Ἴωνες, καὶ ταῦτα ἀναγνόντες ἐβουλεύ‐ σαντο, ὡς ἐν τῇ τῆς μάχης συμβολῇ Ἀθηναίοις συμ‐ πρᾶξαι, καὶ μετ’ αὐτῶν τὸ ναυτικὸν καταπολεμῆσαι τοῦ Ξέρξου. AC. περὶ τῶν Ἰώνων λέγει· ἄποικοι γὰρ ὄντες
10τῶν Ἀθηναίων μετὰ τοῦ Ξέρξου ἦλθον. ὁ δὲ Θεμιστοκλῆς προορώμενος, ἔνθα ἤμελλον προσορμίσασθαι ἐν ταῖς ναυ‐ λόχοις πέτραις ἔγραψεν· μνήσθητε, Ἴωνες, κατὰ πατέρων
στρατεύοντες. καὶ τοῦτο ἀναγνόντες πρὸς Ἀθηναίους ἦλ‐ θον. BD. τοὺς βασιλέως] ἀκολούθους. λέγει δὲ τοὺς Ἴω‐179
15νας. C.

Pan

141,4

τῶν ὑφ’ ἡλίῳ μάρτυρι] πάντα γὰρ ὁρᾷ ὁ ἥλιος. A. ἀντὶ τοῦ ἡλίου μαρτυροῦντος· παρὰ τὸ Ὁμηρι‐ κὸν „Ἠέλιος, ὃς πάντ’ ἐφορᾷ καὶ πάντ’ ἐπακούει.“ ἀπὸ κοινοῦ δὲ τὸ πᾶν ἐξειργάσαντο. BD. τολμησάντων καὶ τε‐
5λεσάντων. C.

Pan

141,5

ἐκείνοις] τοῖς Φοίνιξι. A. τοὺς Φοίνικας λέγει· οὗτοι γὰρ ἦσαν οἱ ναυτικώτεροι τῶν βαρβάρων. BD. τοῖς Φοίνιξιν· οὗτοι γὰρ ἦσαν ναυτικώτεροι τῶν Περ‐ σῶν. C.

Pan

141,6

ἐν παντοδαποῖς τῶν ἔργων εἴδεσι] τουτέστι τροπαίοις πολλοῖς πολεμικοῖς· εἴδεσιν, ἀντὶ τοῦ τρόποις, τουτέστιν ἐμβολαῖς, ἀναστροφαῖς, διέκπλοις· πολλὰ γὰρ εἴδη τῆς ναυμαχίας. BD. ἐμβολαῖς, ἀναστροφαῖς, διέκ‐
5πλοις. C.

Pan

141,7

παρασχόντες δὲ] ἀπὸ κοινοῦ τὸ πᾶν ἐξειρ‐ γάσαντο. B. τοῖς λοιποῖς] Ἕλλησι. C. ὥστ’ ἐμοὶ μὲν παραπλησίως—παρόντες, μετέσχον
5τῆς νίκης] μόνοι γὰρ ἦσαν οἱ Ἀθηναῖοι ἐν τῷ Μαρα‐ θῶνι. βούλεται οὖν εἰπεῖν ὅτι καὶ παρόντες ἴσοι ἦσαν τῶν ἀπόντων, ὥσπερ καὶ ἐν Μαραθῶνι. BD.

Pan

141,10

τῶν δὲ γιγνομένων] παρὰ τῆς πόλεως. C. τῶν λαφύρων. B. ἀπέλαυσαν] ἀντὶ τοῦ οὐκ ἐπολέμησαν, ἀπέλαυσαν μόνον τῶν λαφύρων. BD.
5τότε μὲν] ἐν Μαραθῶνι. A. τότε μὲν ἡμέρᾳ μιᾷ τῆς μάχης ὑστέρησαν Λακεδαι‐ μόνιοι] διὰ τὴν πανσέληνον. C.

Pan

141,11

ἐκείνῃ δὲ τῇ ἡμέρᾳ] καθ’ ἣν ἡ ἐν Σαλα‐ μῖνι μάχη γέγονεν. C. αὐτῆς ὑστέρησαν τῆς τροπῆς] τοῦ στρέψαι πρὸς νί‐
κην. B. ἐν τῷ Μαραθῶνι, φησὶν, ἀπόντες ὑστέρησαν180
5ταῖς συμβολαῖς. τοῦτο γάρ ἐστι τῆς τροπῆς. οἱ συντε‐ λεῖς δὲ οἱ συμπολεμοῦντες. ἀντὶ τοῦ ὑπερέβαλον· τοῦτο γὰρ μεῖζον τοῦ πρώτου τὸ παρόντας ὑστερεῖν. BD. οἱ συντελεῖς] οἱ συμπολεμοῦντες. B. οἱ τὴν συντέλειαν τῶν νεῶν ποιησάμενοι Ἕλληνες. C.

Pan

141,14

καὶ γὰρ ταύτην, ὥσπερ ἄλλο τι, κέρδος προσλαβόντες φαίνονται] εἰκότως εἶπε τὸ ταύτην προσλα‐ βόντες, δεικνὺς ὅτι οὐκ αὐτὴν ταύτην ἐποίησαν, ἀλλ’ ἐπειδὴ μετὰ τῆς πόλεως ἦσαν, ἡ δὲ πόλις τὴν νίκην εἰρ‐
5γάσατο, μετέσχον καὶ αὐτοὶ ταύτης σὺν τῇ ἐλευθερίᾳ καὶ τοῖς ἄθλοις, ἃ ἐκ τῆς ναυμαχίας ἐκτήσατο. AC.

Pan

141,15

τῆς φιλοτιμίας] ὅ ἐστι τῆς νίκης. λέγει δὲ ὅτι ἔδοξαν νικᾶν μὴ καμόντες. BD. τῆς ἐκ τῆς νίκης. C. ναυαγίων] συντετριμμένων. A. ναυαγίων ἐπέπληστο] ἐπεπλήρωτο νεκρῶν βαρβαρι‐
5κῶν, ἢ τῶν ἐκπιπτόντων σκευῶν τριηρικῶν. BD.

Pan

146,16

οἱ πορθμοὶ] πορθμοὺς καλεῖ τὰ μεταξὺ τῶν παρακειμένων τῇ Ἀττικῇ νήσων. A. συνεκέχυντο] τῶν ναυαγίων. A. ὁ πόρος] ἡ φορὰ τοῦ ῥεύματος. A.
5ἡ τῆς θαλάττης ὁρμὴ καὶ τῶν κυμάτων πρόοδος. C. πρὸς τὴν ἤπειρον] ἐκεῖ γὰρ ἐκαθέζετο ἐπὶ θρόνου, θεωρῶν τὴν μάχην. BD.

Pan

141,17

μάλα ἀπᾴδοντα τῆς ἐκείνου παροινίας καὶ τρυφῆς] ἀπᾴδοντα λέγει ἀντὶ τοῦ ἀπαρέσκοντα. περινοίας δὲ λέγει τῆς περιττῆς ἐννοίας· περιττὰ γοῦν ἐννόει, τὸ πᾶσαν αὐτοῖς ἐθέλειν ἐπιθεῖναι συμφοράν. τρυφῆς δὲ
5ἐπειδὴ ταῖς ἐλπίσιν ἐτρύφα νικᾶσθαι νομίσας Ἀθη‐ ναίους. BD. παροινίας] ὕβρεως καὶ ἀλαζονείας. C. ἄξιον δὲ καὶ τῆς ἐπιθήκης τῶν κακῶν τῶν γενομέ‐ νων τοῖς βαρβάροις ἐπιμνησθῆναι] νῦν βούλεται εἰπεῖν καὶ
10τὸ ἐν Ψυταλίᾳ ἔργον, ὃ καὶ ἐπιθήκην, ἤτοι προσθήκην,
καλεῖ, ὡς ἔργου μὲν ὄντος τοῦ ἐν Σαλαμῖνι, τούτου δὲ παρέργου. ἐν γὰρ τῇ Ψυταλίᾳ ἀπέβησάν τινες τῶν Περ‐ σῶν, ἵνα, ὅσοι τῶν Ἑλλήνων τὴν ναυμαχίαν ἐκφεύγουσι, περιτυγχάνοντες αὐτοῖς διαφθείρωνται. AC.181

Pan

141,18

τῆς ἐπιθήκης] τουτέστι προσθήκης. αὐ‐ τὸς δὲ ἐπιφέρει, τί ἐστιν ἡ προσθήκη. BD. τῶν κακῶν τοῖς βαρβάροις] λείπει τὸ γενομένων. B.

Pan

141,19

τὸ γὰρ δὴ πάρεργον τῶν ἔργων] πάρερ‐ γον καλεῖ τὴν Ψυτταλίαν, ἔργον δὲ τὴν Σαλαμῖνα. BD.

Pan

141,20

τὴν πρὸ τῆς Σαλαμῖνος νῆσον] Ψυτταλίαν. A. τὴν Ψιτταλίαν. C. τὴν Ψυτταλίαν λέγει. ἐκεῖ γὰρ τινὲς τῶν Περσῶν ἀπέβησαν, ἵνα, ὅσοι τῶν Ἑλλήνων τὴν ναυ‐ μαχίαν ἐκφεύγουσι, περιτυγχάνοντες αὐτοῖς διαφθείρωνται.
5ἐνταῦθα Ἀριστείδης, ὁ Λυσιμάχου, συστρατηγὸς Θε‐ μιστοκλέους, μετὰ τὴν νίκην τῆς ναυμαχίας ἀποβὰς μετὰ τῶν γερόντων τῶν Ἀθηναίων ἀνεῖλε τὸ Περσικόν. BD.

Pan

142,1

ὅπως ἀκριβέστερον ἢ δικτύῳ συγκλείοιντο οἱ Ἕλληνες] οὐδαμοῦ οὔσης ἀδείας διαφυγεῖν. C.

Pan

142,2

παρὰ τὸν νόμον τὸν Μηδικὸν, εἴ τις τῶν ἀνταίρειν] νόμος ἦν Πέρσαις, εἴ τις ἀντῇρκε τῷ βασιλεῖ, τοῦτον φονεύειν· ὡς καὶ Ἰσοκράτης ἐν τῷ Εὐαγόρᾳ μαρ‐ τυρεῖ. AC. νόμος γὰρ ἦν, μᾶλλον δὲ ἔθος Περσικὸν, κα‐
5τακράτος φονεύειν τοὺς τολμῶντας ἀντιστῆναι τῷ βασιλεῖ. ὡς λέγει καὶ Ἰσοκράτης ἐν τῷ Εὐαγόρᾳ. BD.

Pan

142,3

κατὰ οὖν τοὺς ἐκπίπτοντας] ἀντὶ τοῦ κατὰ τῶν ἐκπιπτόντων. ἔστι γὰρ ἀντίπτωσις. BD. κατὰ οὖν τοὺς ἐκπίπτοντας] Ἕλληνας. C.

Pan

142,4

τὴν νῆσον] τουτέστι τὴν Σαλαμῖνα· ὡς ὁμο‐ λογουμένης τῆς ἐν Σαλαμῖνι νίκης. BD. τῶν πρώτων] ἤγουν τῆς ἐν Σαλαμῖνι νίκης. C.

Pan

142,5

περιέστραπτο ἡ πεῖρα] εἰς τὸ ἐναντίον πε‐ ριέστη ἡ τόλμα. BD. ἡ πεῖρα] ἤγουν ἡ μεταχείρησις τῶν Περσῶν, καὶ τὸ τέχνασμα. C.
5ἀνὴρ Ἀθηναίων εἷς] Ἀριστείδης ὁ δίκαιος. AC. ὁ
Ἀριστείδης. B.182

Pan

142,6

τὸν κίνδυνον] διὰ τοῦ εἰπεῖν κίνδυνον ἐμ‐ φαίνει ὅτι μεγίστης τόλμης ἦν καὶ τοῦτο τὸ ἔργον. C.

Pan

142,8

ἐπὶ τῆς ἠπείρου] εἰς τὸ αὐγαλέον ὄρος ἀν‐ τικρὺ Σαλαμῖνος. A. ὥσπερ ἄλλον τινὰ ἀγῶνα ποιῶν] γυμνικὸν, ἀλλ’ οὐ πολεμικόν. BD. Ὀλύμπια, ἢ Πύθια, καὶ οὐ πόλεμον. C.

Pan

142,9

οἰόμενος τοῖς ἑαυτοῦ τὸν παρ’ αὐτοῦ φό‐ βον ἀρκέσειν] εἰς παροξυσμὸν μάχης. C.

Pan

142,10

τὸ ἔργον] ὁ κάματος. B. τοῖς μὲν] φεύγουσι. A. εἰ νικηθεῖεν. C. τοὺς δὲ] τοὺς ἐφεστηκότας. A. εἰ νικήσαιεν. C.

Pan

142,11

ῥοθίῳ] κύματι. A.

Pan

142,12

θαυματοποιὸν] θαύματα ἐπιδεικνύμε‐ νος. B.

Pan

142,13

παλινῳδίαν ᾖδε] παροιμία ἐστὶν ἐπὶ τοὺς τἀναντία ποιοῦντας τοῖς πρόσθεν· ἀπὸ Στησιχόρου τοῦ Ἱμεραίου, ποιήσαντος μὲν ψόγον εἰς τὴν Ἑλένην, καὶ διὰ τοῦτο τυφλωθέντος, μετὰ ταῦτα δὲ ἔπαινον ᾄσαντος,
5καὶ ἀπειληφότος τοὺς ὀφθαλμοὺς, ὡς Ἰσοκράτης φησὶν ἐν τῆς Ἑλένης ἐγκωμίῳ. AC. παροιμία ἐπὶ τῶν τὰ ἐναν‐ τία ἑαυτοῖς ποιούντων· ἀπὸ Στησιχόρου τοῦ Ἱμεραίου. BD. ᾔει τὴν αὐτὴν] ὁδὸν, ἣν ἦλθε. A. οὐ μετὰ τοῦ αὐτοῦ σχήματος] πρότερον γὰρ θρασὺς
10ἦν, τότε δὲ περίφοβος. A. οὐ μετὰ τοῦ αὐτοῦ ἀξιώματος· φυγὰς γὰρ ἐγένετο, ἀντὶ τοῦ βασιλέως. BD. πρόσθεν μὲν γὰρ ἐχώρει σοβῶν καὶ μέγα πνέων, νῦν δὲ κατηφὴς καὶ φόβου ἔμπλεως. C.

Pan

142,14

τὴν σχεδίαν καταλαβεῖν] τὸ τοῦ Ἑλλησπόν‐ του ζεῦγμα· ἐφοβεῖτο γὰρ μὴ φθάσαντες οἱ Ἕλληνες αὐτὸ καταλύσωσι, καὶ τοῦτον φθείρωσιν. AC. τὸ ζεῦγμα τοῦ Ἑλλησπόντου· ἵνα μὴ λυθῇ ὑπὸ τῶν
5Ἑλλήνων. BD.

Pan

142,16

τῷ λοιπῷ μέρει τῆς οἰκουμένης] τοῖς περὶ τὴν δύσιν λέγει. BD.
τίσι δὲ λέγω τοῖς πᾶσιν;] τὸ σχῆμα ἔοικεν ἀνακε‐ φαλαιώσει· ἀνακεφαλαιοῦται γὰρ δι’ ὅσων Ἀθηναῖοι νε‐183
5νικήκασι. BD.

Pan

142,17

οἷς ὕστερον τοσοῦτον παρῆλθε τοὺς συ‐ στάντας] ἐν Σαλαμῖνι. C. τοὺς συστάντας] τοὺς συμπολεμήσαντας Ἕλληνας. BCD.

Pan

142,18

τοῖς στόλοις ἀμφοτέροις] τῷ πρώτῳ, τῷ δευτέρῳ. A. τῷ Δαρείου καὶ Ξέρξου. C. τοῖς ἐν Πύλαις ἀτυχοῦσιν ἄνευ τῆς πόλεως] ἀπορία, πῶς τῇ ἐν Πύλαις ἀτυχίᾳ φυλακτήριον ἡ πόλις τοῖς Ἕλ‐
5λησι γέγονε. καὶ φαμὲν ὅτι τοῦτο λέγει διὰ τὸ Λακεδαιμο‐ νίους εἶναι τοὺς ἀτυχήσαντας, καὶ οὐκ Ἀθηναίους, ἢ ὕστε‐ ρον νικήσειν ἔμελλον. εἰ γὰρ τότε ἠτύχουν, οὐκ ἂν ἃ ὕστερον κατώρθωσαν ἔπραξαν, κατακλασθέντες τῷ φόβῳ. A. οὐ γὰρ ἂν τοῦτο ἔπαθον, εἰ συμπαρῇ τούτοις ἡ πό‐
10λις. C. τοῖς ἐπ’ Ἀρτεμισίῳ νικῶσι] τὰς τῶν βαρβάρων πρό‐ πλους τριήρεις. C.

Pan

142,19

ταῖς τοῦ θεοῦ μαντείαις] διπλοῖ ἦσαν οἱ χρησμοί· διδοίη Τριτογενίῃ ξύλινον τεῖχος εὐρύοπα Ζεύς. ὁ δὲ Ἑλλήνων ἀπώλειαν ἐθέσπιζε τὴν Ἀθηναίων μετὰ τῶν βαρβάρων παράταξιν. AC. διτταὶ ἦσαν αἱ μαντεῖαι· αἱ μὲν
5διὰ τὸ ξύλινον τεῖχος, αἱ δὲ, ὅτι ἀπολοῦνται τέκνα γυ‐ ναικῶν παρὰ Σαλαμῖνα. BD. τῆς Ἀθηνᾶς εἶναι τὴν δωρεὰν] τὸ ξύλινον τεῖχος. B.

Pan

143,1

ἐξ ὧν ἔμελλον πείσεσθαι] τὸ ἐξ ὧν ἔμελλον πείσεσθαι λέγει διὰ τὴν ἀπώλειαν, ἣν ἔπαθον ἂν, εἰ Ἀθηναῖοι μετὰ τῶν βαρβάρων συνέστησαν. AC. ὅτι οὐκ ἐγένοντο οἱ Ἀθηναῖοι μετὰ τῶν βαρβάρων. B.
5οἷς ἐποίησεν ἡ πόλις] οἷς ἐνίκησεν. B.

Pan

143,2

οἷς οὐκ ἐποίησε] ἐξ ὧν ἔπαθεν. B. λέγω τὸ μὴ συστῆναι μετὰ τῶν βαρβάρων. C. μόνη φέρεται τὴν τοῦ παντὸς κρίσιν] ὅτι αὐτῆς μὴ παρούσης ἐν Πύλαις ἀπώλοντο· τὴν τοῦ παντὸς δὲ κρίσιν,
5τὸ τέλος τοῦ πολέμου. BD.
τῇ τοῦ στρατηγοῦ συντελείᾳ] ὅτι τοιοῦτον στρατηγὸν εἰσέφερε, τὸν Θεμιστοκλῆν. A. ἤγουν τὸ τοιοῦτον εἰσε‐ νεγκεῖν στρατηγόν· λέγει δὲ τὸν Θεμιστοκλέα. C. τοῦ στρατηγοῦ] Θεμιστοκλέους. B.184

Pan

143,3

τῷ τοὺς τόπους εὑρεῖν] ἢ πόρους γράφειν, ἤτοι τὰς μηχανὰς, δι’ ὧν καὶ ἄκοντας ἠνάγκασε μένειν τοὺς Ἕλληνας βουλομένους φεύγειν, ὡς ἔφημεν· ἢ τόπους, ἤτοι τὰς στάσεις τῶν τριήρων, εἰς ἃς στᾶσαι, καὶ ἔνθα
5παραγενόμεναι τὴν νίκην εἰργάσαντο. AC. τοὺς τόπους] τὸ στενόν. B.

Pan

143,4

τῷ τοὺς Ἕλληνας κατασχεῖν] εἰς τὸ μὴ φυ‐ γεῖν· μετὰ γὰρ τὸ νικῆσαι ἐπ’ Ἀρτεμισίῳ δραπετεύειν ἠβούλοντο, καὶ διεκώλυσεν ὁ Θεμιστοκλῆς. BD. ὑπὸ τῆς φυγῆς. D.
5τῷ πρώτην νικῆσαι καὶ τὴν μεγίστην τοῦ ναυτικοῦ μοῖραν] ἤγουν τοὺς Φοίνικας. C.

Pan

143,5

τῷ πλεῖστον διαφθεῖραι] μέρος τοῖς βαρ‐ βάροις. A. τοῖς ἀπ’ Ἐλευσῖνος φάσμασι] Δίκαιος καὶ Δημάρα‐ τος, Ἀθηναῖοι ὄντες, καὶ πάλαι φυγάδες ἐκ τῆς πόλεως,
5ὄντες παρὰ Ξέρξῃ γενομένης τῆς συμπλοκῆς, καὶ κονιορ‐ τοῦ ἀρθέντος εἰς ἀέρα ἐξ Ἐλευσῖνος, ἔφησαν τῷ βασιλεῖ ὡς καθ’ ὧν ἂν ὁ κονιορτὸς πέσοι ἡττηθήσονται. πέπτωκε κατὰ Περσικῶν τριήρων, καὶ σκεδασθεὶς ἐν αὐταῖς εἰς φόβον ἐνῆκε τὸν βασιλέα ὧν ὕστερον ἔμελλον πείσεσθαι.
10ἐν δὲ τῇ τοῦ κονιορτοῦ ἄρσει, καὶ ὅσοι τῶν Ἀθηναίων ἦσαν μεμυημένοι, ἤκουσαν φωνῆς τινος ἐκ δαίμονός τινος, ἀφανῶς λεχθείσης, ὡς παρέσονται τῇ ναυμαχίᾳ Περσε‐ φόνη καὶ Δημήτηρ. AC. μελλούσης τῆς ναυμαχίας γί‐
νεσθαι κονιορτὸς ἐγένετο ἀπὸ Ἐλευσῖνος. τοῦτον ἑωρακό‐185
15τες Δίκαιος καὶ Δημάρατος, φυγάδες ὄντες καὶ μένοντες παρὰ Ξέρξῃ, ἔφησαν τῷ βασιλεῖ, καθ’ ὧν ἂν ἔλθῃ ὁ κονιορτὸς οὗτος, πάντως ἐκεῖνοι ἡττῶνται. ἦλθε κατὰ Περσικῶν τριήρων, καὶ διεσκεδάσθη ἐν αὐταῖς. καὶ τεκμή‐ ριον τοῦ μέλλειν νικᾶσθαι τὸν βασιλέα γέγονε τοῦτο. ἦσαν
20δὲ καὶ ἀκούσαντες οἱ τῶν Ἀθηναίων μεμυημένοι ἀφα‐ νῶς καὶ ἀπροόπτως ἐκ δαίμονός τινος τὸ ἐπίφθεγμα τὸ λεγόμενον ἐν τοῖς Ἐλευσινίοις. καὶ ἐκ τούτου ἐστοχάσαντο Ἀθηναῖοι, ὡς βοηθούσῃ αὐτῇ Περσεφόνη καὶ Δημήτηρ. τοῖς ἀπ’ Ἐλευσῖνος δὲ φάσμασι, τοῖς παραδόξοις θεά‐
25μασι. σημαΐνει δὲ τὴν συμμαχίαν Κόρης καὶ Δήμητρος. B. τοῖς ἐν Ψυτταλίᾳ περιττοῖς] ἐπειδήπερ ἄνωθεν (141, 19.) τὸ ἐν Ψυταλίᾳ ἔργον πάρεργον εἶπε πρὸς τὸ ἐν Σαλαμῖνι, νῦν πάλιν φησὶ περιττὸν, ὡς ἀρκοῦντος μόνου τοῦ ἐν Σαλαμῖνι. AC.
30τῇ παρὰ τῶν ἐχθρῶν] ψήφῳ. A. κρίσει. C. οἱ Πέρσαι ἐνόμιζον μὴ πρότερον κρατήσειν τῶν Ἑλλήνων, εἰ μὴ λάβοιεν πρώτους Ἀθηναίους. BD.

Pan

143,6

οἱ μὲν γὰρ τὰ ἀριστεῖα ἔδοσαν τῇ πόλει] οἱ τὰ μεγάλα πνέοντες Πέρσαι ἀνδρίας γέρα Ἀθηναίοις παρέσχοντο, ὑπ’ αὐτῶν ἐν τῷ πολέμῳ πεσόντες. ἔστι δὲ καὶ τῷ ταῦτα ἡγεῖσθαι ὅμοιον, ἀντὶ τοῦ καὶ ταῦτα νο‐
5μίζειν Ἀθηναίοις ἔδοσαν, ἐφ’ ὧν ἦσαν πρότερον. ἦσαν δὲ ἐπὶ ταύτης τῆς ὑπολήψεως, ὡς κρείττονες Περσῶν καὶ τῶν ἄλλων εἰσὶ τὰ εἰς πόλεμον. A. ἀντὶ τοῦ ἡγεμονίαν ἔχων. B. ἡττηθέντες γὰρ ἔδειξαν ἐν τῇ πόλει ὅτι Ἀθη‐ ναῖοι αὐτῶν τε καὶ τῶν ἄλλων ἀμείνους εἰσί. C.

Pan

143,8

τῇ πόλει δεδόσθαι τὰς ψήφους] τοῦ προέ‐ χειν ἁπάντων. C.

Pan

143,9

τὰ μὲν αὐτοῦ βασιλέως οὕτως εἶχε] ὅτι ἐκ‐ πληγεὶς ἔφυγε. C.

Pan

143,10

Μαρδόνιος δὲ ὑπελείπετο μὲν] ἄρχεται λέ‐ γειν ἐντεῦθεν περὶ τῶν συμβάντων μεταξὺ τῆς ἐν Σαλα‐ μῖνι ναυμαχίας καὶ τῆς Πλαταιᾶς μάχης. AC.
Μαρδόνιος δὲ] λείπει δυστυχῶν. B. αὐτὸς γὰρ στρα‐186
5τηγὸς ἦν τοῦ πεζοῦ, Ξέρξης δὲ τοῦ ναυτικοῦ. μεταβαίνει λοιπὸν ἐπὶ τὴν ἐν Πλαταιᾷ πεζομαχίαν ἀπὸ τῆς ναυμα‐ χίας. BD. παρεκίνησε γὰρ καὶ οὗτος τὸν Ξέρξην, καὶ συν‐ ήγαγε τὴν στρατιὰν πλείω λαβεῖν. C. θανατῶν] θανάτου ἐπιθυμῶν. A.
10συνειδὼς] καὶ γὰρ τῶν κινησάντων εἰς τοῦτο Ξέρξην καὶ οὗτος ἦν. A. καὶ γὰρ αὐτὸς ἀνέπεισεν αὐτὸν στρα‐ τεῦσαι κατὰ τῶν Ἑλλήνων μετὰ Ἀλευάδων καὶ Πεισιστρα‐ τιδῶν. BD. ἑαυτῷ μέρος τι τῆς στρατείας αἴτιος γεγονὼς] οὐ
15μόνον φαμὲν αἴτιός εἰμι τῷδε τοῦδε, ἀλλὰ καὶ αἴτιός εἰμι τῷδε. ὥσπερ κἀνταῦθα· διὰ δὲ τοῦ εἰπεῖν τολμήσας δείκνυσιν ὅτι μεγίστη τόλμα ἦν, φυγόντος τοῦ βασιλέως, τοῦτον ὑπὲρ αὐτῶν τι τολμῆσαι. τί δὲ ἦν τὸ τολμηθὲν οὐκ εὐθὺς ἐπάγει, ἀλλὰ πολλὰ διὰ μέσου θεὶς θαυμασίως
20καὶ τοῦτο εἰσάγει· ὅπερ ἦν τὸ μεταστῆσαι βούλεσθαι τὸν Μαρδόνιον τὴν πόλιν πρὸς αὐτόν. τοῦτο δ’ ἐνεθυμήθη μὲν μετὰ Ξέρξου, μόνος δὲ κατέπραξεν ἐκείνου φυγόν‐ τος. AC.

Pan

143,11

αἴτιος γεγονὼς] τῷ Ξέρξῃ. C. τῆς δ’ αὐτῆς μονῆς καὶ τύχης] τῆς τοῦ θανάτου. A. τῇ παραμονῇ. Θουκυδίδειος ἡ λέξις. B. ἔγνω τι] εἰς ἀντισήκωσιν τοῦ πταίσματος. C.
5ἔγνω τι καὶ τολμήσας] τὸ Ὁμηρικὸν „Ῥέξας τι μέγα ἔργον.“ B.

Pan

143,12

τὰ κράτιστα τοῦ πεζοῦ] τοὺς Φοίνικας. B. οὐ μὴν οὐδὲ πρὸς ταῦτα ἑτέρων ἐδέησε τοῖς Ἕλλη‐ σιν] τῶν Ἑλλήνων οἱ μὲν ἦσαν ψηφισάμενοι τὴν ἡγεμο‐ νίαν τῶν Ἀθηναίων, οἱ δὲ οὔ. διὰ τὸ μὴ στάσιν γενέ‐
5σθαι παρεχώρησαν Ἀθηναῖοι τῆς ἡγεμονίας. ἦσαν δὲ καὶ οἱ Ἕλληνες πέμψαντες πρὸς Γέλωνα ἐπὶ τῷ συμμαχῆσαι αὐτοῖς. ὁ δὲ ἔφη μὴ πρότερον συμμαχεῖν, εἰ μὴ λάβοι τὴν ἡγεμονίαν, μᾶλλον δὲ νοῆσαι ὅτι μετὰ τὸν πόλεμον εἵ‐ λοντο Ἀθηναίους ἡγεμόνας οἱ Ἕλληνες. BD.

Pan

143,13

ὥσπερ ἄλλο τι λοιπὸν, καὶ τοῦτο προσεξειρ‐ γάσατο ἡ πόλις] σοφίζεται ἐνταῦθα· μᾶλλον γὰρ τῶν Λα‐ κεδαιμονίων ἦν τὸ ἔργον, Παυσανίου στρατηγοῦντος. ἐπειδὴ δὲ καὶ οἱ Ἀθηναῖοι συνέπραξαν, σοφίζεται. BD.187

Pan

143,14

οἱ τοὺς στεφάνους συνείροντες] ὡς τὸ πένταθλον αἰνίττεται, τὸ ἔχον τὰ ἀγωνίσματα. BD. συνείροντες] πλέκοντες. A.

Pan

143,15

ὅσοι δὴ καὶ παρεγένοντο] οὐ γὰρ πάντες οἱ Ἕλληνες παρῆσαν· τινὲς γὰρ αὐτῶν ἦσαν μετὰ τοῦ Πέρσου. BD.

Pan

143,16

τῆς μάχης] τῆς ἐν Πλαταιαῖς. B.

Pan

143,17

ὡς ἀληθῶς ἰδίαν νίκην ἑαυτῆς, καὶ μόνοις τοῖς Ἀθηναίοις προσήκουσαν] τὴν καταφρόνησιν λέγει τῶν χρημάτων ὧν ἐπηγγέλλετο ὁ Πέρσης αὐτῇ· τοῦτο γὰρ ἴδιον αὐτῆς πλεονέκτημα· καὶ παρὰ Δημοσθένει τοῦτο συν‐
5εχῶς. BD.

Pan

143,18

οὗ] ὅπου. A.

Pan

143,19

τὰ κύρια] δυνατά. B. ἐνθύμιον] ἔννοια. B.

Pan

143,20

ὃ καὶ φρόνιμον καὶ εὔηθες ἔξεστι προσει‐ πεῖν] φρόνιμον, εἰ πρὸς τέλος ἧκεν, εὔηθες, εἰ διαφθεῖ‐ ραι ἤλπισε χρήμασιν Ἀθηναίους. αὐτὸς δὲ ἐξηγεῖται πῶς καὶ φρόνιμον καὶ εὔηθες. BD.

Pan

144,1

εἰ προὐχώρησε] ἤγουν εἰ κατευοδώθη. C. τοῦτο δὲ ἦν παντὸς μᾶλλον ἀδύνατον] ἀδύνατον γὰρ ἦν τὸ Ἀθηναίους διαφθαρῆναι χρήμασιν. BD.

Pan

144,3

οὐ μόνον τὰ παρελθόντα συνειδότες] ὅτι αὕτη μόνη ἐν Μαραθῶνι Πέρσας ἐνίκησε, καὶ ὅτι δι’ αὐ‐ τῆς ἡ Ἑλλὰς σέσωστο. C. ὡς δι’ ἐκείνων ἤγετο] τὸ Ἑλληνικόν. C.
5δι’ ἐκείνων] τῶν Ἀθηναίων. A.

Pan

144,4

πρὸς δὲ τούτοις καὶ τῶν—τοῖς Ἕλλησι τὰ πράγματα] σοφίζεται· τοῦτο γὰρ ἦν· Μαρδόνιος πέμ‐ ψας εἰς πολλὰ μαντεῖα, καὶ εἰς τὸ Ἀμφιαράου ἅρμα, καὶ εἰς τὴν Λεβάδειαν, πόλιν τῆς Βοιωτίας, ἔνθα ἦν τὸ ἱερὸν
5Τροφωνίου, βουλόμενος μαθεῖν πῶς ἂν προλάβοι τὴν
Ἑλλάδα. εἶτα ἐδόθη αὐτῷ χρησμός. ὡς δὲ οὐκ ἐνόησεν αὐτὸν, πέμπει πρεσβείαν πρὸς Ἀθηναίους ἐπὶ τῷ προδοῦ‐ ναι αὐτῷ τὴν Ἑλλάδα. καὶ ἐκ τούτου ἐστοχάσαντο ὕστε‐ ρον ὅτι ἐδήλου ὁ χρησμὸς, εἰ προδοῖεν Ἀθηναῖοι τὴν188
10Ἑλλάδα, πάντων τῶν ἄλλων Ἑλλήνων Πέρσαι κρατή‐ σωσι. BD.

Pan

144,5

μετὰ τούτων] τῶν Περσῶν. C.

Pan

144,7

ἀντὶ γὰρ ὧν ᾔτει πρότερον γῆς καὶ ὕδατος, ταῦτα ἐδίδου τότε] πῶς ἔδωκε τοῖς Ἀθηναίοις γῆν καὶ ὕδωρ; φαμὲν, ἐκ τοῦ τὴν χώραν αὐτῶν αὐτοῖς ἀποδοῦναι (κατείχετο γὰρ ὑπ’ αὐτοῦ) καὶ ἐκ τοῦ τὴν Ἑλλάδα πᾶ‐
5σαν. ἡ δὲ Ἑλλὰς οὐ μόνον ἐν γῇ, ἀλλὰ καὶ ἐν νήσοις. ἐφαίνετο οὖν ἐντεῦθεν τὸ ὕδωρ. A. τότε μὲν γὰρ ᾔτει βῶλον γῆς καὶ ὀλίγον ὕδωρ, νῦν δὲ ἐδωρεῖτο πᾶσαν γῆν Ἑλληνικὴν καὶ θάλασσαν. BD.

Pan

144,8

οὐκ ἀπὸ ἴσου τοῦ μέτρου] ἀντὶ τοῦ οὐκ ἐπὶ τοῖς ὁμοίοις. BD. τότε κοτύλην ὕδατος καὶ γῆς βῶλον ᾔτει. C. τοῦτο μὲν τὴν πόλιν καὶ τὴν χώραν αὐτοῖς ἀπεδίδου
5πᾶσαν] ἤτοι σώαν τὴν Ἀττικήν. B.

Pan

144,10

ἐπῆν χρήματα] τῇ τῆς χώρας καὶ Ἑλλάδος δόσει. A. αὐτοῖς παρὰ Περσῶν διδόμενα. C. καὶ φίλους καὶ συμμάχους εἶναι βεβαίως] ἐκείνου. A. αὐτοῖς. C.

Pan

144,12

τὸ μὲν κεφάλαιον] ἡ περίληψις. C. ἐκηρύκευε] κήρυξ ταύτης καὶ πρεσβευτὴς ἦν. C. Ἀλέξανδρος, βασιλεὺς Μακεδονίας] Ἀλέξανδρος οὗτος βασιλεὺς Μακεδονίας ἦν, πάππος Φιλίππου, τοῦ Ἀλεξάν‐
5δρου πατρός. διὰ γοῦν τὴν ὑπερβάλλουσαν ἀγάπην αὐ‐ τοῦ πρὸς τοὺς Ἕλληνας ἐκαλεῖτο Φιλέλλην. σκόπει δὲ ὅπως ηὔξησε τὴν πρεσβείαν, εἰπὼν βασιλεὺς Μακεδονίας. AC. οὗτος ἦν ὁ ἐπὶ Ξέρξου, ὁ καὶ Φιλέλλην καλούμενος· πάνυ γὰρ ἐδόκει φιλεῖν τοὺς Ἕλληνας. ηὔξησε δὲ τῷ ὀνόματι
10τοῦ βασιλέως τὴν πρεσβείαν. BD.

Pan

144,13

ἢ καὶ σύμπαντα, ἃ κέκτηται, διδόντα,
ἄξια σφῶν εἶναι νομίσαι] τὸ διδόντα διπλοῦν λάμβανε πρὸς τὴν σύνταξιν, οὕτω· ἢ καὶ τὸ νομίσαι ἐκεῖνον εἶναι δι‐ δόντα ἄξια σφῶν, διδόντα σύμπαντα, ἃ κέκτηται. λέγει δὲ189
5ὅτι καὶ πάντα, ἃ εἶχεν, ἐδίδου αὐτοῖς, οὐδαμῶς ὑπήχθη‐ σαν. προξενίαν δὲ ἐνταῦθα λέγει τὴν φιλίαν, ἢ διότι φί‐ λος αὐτοῖς ἦν παλαιὸς ὁ Ἀλέξανδρος, ἢ πάντας, ὡς ἔφη‐ μεν, ἐφίλει τοὺς Ἕλληνας. ἔστι δὲ καὶ προξενία ἡ ξενο‐ δοχία· καὶ προξενῶ τὸ ξενοδόχος τινός εἰμι, γενικῇ συν‐
10τασσόμενον. μαρτυρεῖ δὲ καὶ Δημοσθένης λέγων „Παρὰ σοὶ κατέλυον, Αἰσχίνη, καὶ σὺ προὐξένεις αὐτῶν.“ AC.

Pan

144,14

ἄξια σφῶν] ὡς ἐπὶ ἀγορασίας καὶ ὠνῆς εἶπεν ἄξια αὐτῶν. BD. ὥστε ἔσωσε τὸν πρεσβευτὴν τὸ σχῆμα τῆς προξενίας] δημόσιος γὰρ ἦν φίλος τῶν Ἀθηναίων. BD.

Pan

144,15

ἀλλ’ εἰ μὴ πρὸ ἡλίου δύνοντος ἐκτὸς ὅρων εἴη] τοῦτο δοκεῖ ἀναπόδοτον. ἔχει δὲ οὕτως· εἰπὼν γὰρ οὐ μὴν ἀδεᾶ καθάπαξ ἐπέστειλαν, καὶ δέον οὕτως ἀπα‐ γαγεῖν, ἀλλὰ ἀπέστειλαν, ὡς οὐκ ἄνευ θανάτου τὰ τοιαῦτα
5πρεσβεύσοντα, εἰ μὴ πρὸ ἡλίου δύναντος ἐκτὸς ὅρων εἴη προειπόντες καὶ τοῦ λοιποῦ ἄλλο τι τοῖς Ἀθηναίοις μᾶλ‐ λον προξενεῖν, ἤ τι τοιοῦτον. ὁ δὲ ὕστερον ἔθηκεν, ὡς οὐκ ἄνευ θανάτου, διὰ τὸ δύνασθαι πρὸς ἄμφω ἀποδίδοσθαι, πρός τε τὸ εἰ μὴ πρὸ ἡλίου δύναντος καὶ τὸ ἄλλο τι
10προξενεῖν. A. τοῦτο δοκεῖ ἀναπόδοτον. ἔχει δὲ οὕτως· εἰ‐ πὼν γὰρ οὐ μὴν ἀδεᾶ καθάπαξ ἀπέστειλαν, ἐπάγει· ἀλλ’ εἰ μὴ πρὸ ἡλίου δύνοντος· σὺ νόει ἐνταῦθα ἀπὸ τοῦ ἀδεᾶ τὸ ἀλλ’ ἐφόβησαν. C. ἐκτὸς ὅρων] τῆς Ἀττικῆς. C.

Pan

144,16

καὶ τοῦ λοιποῦ προειπόντες, —τοιαῦτα πρεσβεύσοντα] ταύτην λέγει τὴν τιμωρίαν. καὶ Θουκυδίδης τοῦτο εἶπε περὶ τοῦ Μελισάνδρου. ἡ σύνταξις οὕτως· ἀπέ‐ στειλαν οὐκ ἄνευ θανάτου τοιαῦτα πρεσβεύσοντα τοῦ λοι‐
5ποῦ. BD.

Pan

144,17

ἀγωγοὶ] προπομποί. B.

Pan

144,18

μήτε τῷ διαλέξηται] περὶ οὗ ἦλθε. C.190

Pan

144,20

οὔτε τοῖς δοῦσιν] τοῖς Ἀθηναίοις. B. Ἀθη‐ ναίοις. C. οὔτε τῷ πείσαντι] τῷ Θεμιστοκλεῖ· οὗτος γὰρ πέ‐ πεικε τὴν πόλιν τοιαῦτα ἀποκρίνεσθαι. C. τῷ Θεμιστοκλεῖ.
5B. τῷ Θεμιστοκλεῖ· οὗτος γὰρ πέπεικεν Ἀθηναίοις τοιαῦτ’ ἀποκρίνεσθαι. C. εἰς μὲν γὰρ ἐκεῖνα ὅπλοις] συγκρίνει τὴν μάχην τῇ ἀποκρίσει. BD.

Pan

145,1

ὀργάνοις] πολεμικοῖς. C.

Pan

145,2

γνώμῃ καὶ λόγῳ] οἰκεῖον γὰρ Ἀθηναίοις τοιαῦτα περὶ τῶν τοιούτων φρονεῖν τε καὶ λέγειν. C. διαρκέστερον] τῶν Ἀθηναίων. A. μέχρι τέλους. διό‐ λου. B. ἐντελέστερον. C.

Pan

145,3

καὶ χρυσῷ καὶ ἀργύρῳ] τῷ Ξέρξου. A. ὅτι κατεφρόνησαν χρημάτων. σιδήρῳ δὲ, ὅτι οὐκ ἔδεισαν τὸν πόλεμον. BD.

Pan

145,4

πάντα ἀπέφηναν ὁμοίως ἄχρηστα τῷ βασι‐ λεῖ] ἐπεὶ οὐκ ἴσχυσέ τι δι’ αὐτῶν. C. ὥσπερ ἂν εἰ ἐκρύπτετο ὑπὸ γῆς ἔτι] ταῦτα γὰρ μέ‐ ταλλά εἰσι γῆς. ὁ χρυσὸς, καὶ ἃ εἶπεν. ἐν ὅσῳ δὲ ὑπὸ
5γῆν εἰσιν, οὐ δύνανται ὠφελεῖν τοὺς ἀνθρώπους. BD. ἤγουν εἰ ἐν μετάλλοις ἦν, ὅ τε χρυσὸς, ὅ τε ἄργυρος, ὅ τε σίδηρος. C.

Pan

145,5

δικαιοσύνην δ’ ἀντὶ τῆς βασιλέως τοσαύτης φιλανθρωπίας] δίκαιον γὰρ ἡγοῦντο μὴ ἐκστῆναι τοῦ πα‐ τρίου φρονήματος. C.

Pan

145,7

παρατεταγμένως] ἐναντίως. B. ἤγουν πα‐ ρεσκευασμένως. C. εἰ προσείη] τοῖς Ἕλλησι. C. εἰ προσείη σχῆμα χρείας] ἠπόρουν γὰρ τότε Ἀθη‐
5ναῖοι, καταλείψαντες τὴν πόλιν. BD.

Pan

145,8

ὑποπεπτωκότως] εἶχον. A. ὡς ἐπὶ πλεῖον ἀκοῦσαι τοῦ λόγου] ὥστε ἀνέχεσθαι πολλάκις λεγόντων· ἅπαξ γὰρ ἀκούσαντες ἀπεδοκίμασαν. ἄλλως. ὡσανεὶ ἔλεγεν, εἰ μὴ ὅσον ἦν ἐπὶ μόνου λόγου
5ἀκοῦσαι, καὶ οὐκ ἠνείχοντο. BD. οἱ γὰρ τὰς ἱκεσίας ῥᾳ‐ θύμως δεχόμενοι πλειόνων λόγων παρὰ τῶν ἱκετευόντων ἀκούουσιν, ἵνα πεισθεῖεν. C. ἐλθόντων Λακεδαιμονίων περιφόβων] ἐπειδὴ τὴν παρὰ τοῦ Ξέρξου γενομένην αὐτοῖς πρεσβείαν ἤκουσαν. C.191

Pan

145,10

συνέγνωσαν] ὡς ἐπὶ ἁμαρτήματος εἶπε τὴν λέξιν. BD.

Pan

145,11

τῷ μὲν φόβῳ] τοῦ μὴ μετὰ βαρβάρων Ἀθήνας γενέσθαι. A.

Pan

145,12

τὴν μεγαλοψυχίαν] κατεχρήσατο εἰπὼν τὴν μεγαλοψυχίαν καὶ ἐπὶ ὀργῆς, καὶ οὐ μόνον ἐπὶ κατα‐ φρονήσεως τῶν χρημάτων. BD. τῷ τὴν ὀργὴν κατασχεῖν] ἣν ἔδει πρὸς αὐτοὺς ἐπι‐
5δείξασθαι, τὸ πατρῷον αὐτῶν διαβάλλοντας φρόνημα· ἔμφυτον γὰρ Ἀθηναίοις καὶ ἐκ προγόνων σώζειν τοὺς δεομένους. C.

Pan

145,15

τοὺς δόντας αὑτοὺς] τοὺς πιστεύσαντας ἑαυτοὺς Ἀθηναίοις. BD. τούτοις. C. οὐδέν γε μᾶλλον] ἀπὸ κοινοῦ τὸ ᾔδεσαν. B.

Pan

145,16

μετὰ τῶν ἀναλωμάτων σώζειν] οἱ γὰρ πα‐ τέρας, ἢ παῖδας, ἢ συγγενεῖς σώζειν αἱρούμενοι πᾶσαν δαπάνην, εἰ δεήσειεν, ὑπομένουσιν. AC. τοὺς ὡς ὑπὲρ οἰκείων ταῖς γνώμαις διακειμένους] ὑπὲρ
5αὐτῶν. C.

Pan

145,17

τοῦτο μὲν τοσοῦτον καὶ τηλικοῦτον ἔργον] ὡς κατόρθωμα εἶπε τὰ δῶρα τοῦ βασιλέως τῷ νικῆσαι Λακεδαιμονίους. B. ἐν τοῖς τοῦ πολέμου καιροῖς] ἐκ τοῦ εἰπεῖν ἐν τοῖς
5τοῦ πολέμου καιροῖς αὔξει τὸ τοῦ πράγματος ἐγκώμιον· οὐ γὰρ οἷόν τε τοὺς πολεμεῖν ἀναγκαζομένους τοιαῦτα ἐρ‐ γάζεσθαι. AC.

Pan

145,18

ἐξέλαμψε μέσον τῆς ἐν Σαλαμῖνι ναυμα‐ χίας καὶ τῆς Πλαταιᾶσι μάχης] καλῶς εἶπε τὸ μέσον· ἐν μέσῳ γὰρ δύο κατορθωμάτων μεγάλων τυγχάνων οὐκ ἐκαλύφθη· διὸ εἶπεν ἐξέλαμψεν. BD.

Pan

145,19

ἐξ ἁπάντων τοῖς Ἀθηναίοις τιθέμενοι] ἤγουν κρείττους ἁπάντων ἐπιλαμβάνουσιν. A. ἀντὶ τοῦ τὴν ψῆφον αὐτοῖς παρέχοντες ἐπὶ ταῖς ὑποσχέσεσιν. BD.192

Pan

146,3

οὕτω ἐλπίσαντες ἐξ ἀρχῆς—ἀπῆλθον] ὅτι ἐπρεσβεύσαντο πρὸς αὐτούς. εἰ μὴ γὰρ ἤλπιζον εἰς αὐ‐ τοὺς, οὐκ ἂν ᾔεσαν πρὸς αὐτοὺς πρεσβευόμενοι. BD. ἐλπίσαντες] Πέρσης καὶ οἱ Λακεδαιμόνιοι. C.

Pan

146,4

τῶν μὲν γὰρ οὐκ ἠνέσχοντο] τῶν τοῦ Πέρ‐ σου ὑποσχέσεων. τοὺς δὲ ἀπὸ πολλοῦ λέγει τοὺς Ἕλλη‐ νας. BD. τῶν Περσῶν, ἢ ὧν ἐπηγγέλλετο ὁ Ξέρξης. C.
5τοὺς δὲ ἀπὸ πολλοῦ τοῦ κρείττονος προσεδέξαντο] ἐκ τοῦ ὑπερέχοντος. λέγει δὲ τοὺς Λακεδαιμονίους. BD. ἀπὸ πολλοῦ τοῦ κρείττονος] ἢ ἐκεῖνοι ἤλπιζον. A.

Pan

146,5

ὥστε καὶ τὸ εἰκὸς προσγενέσθαι τὸ καὶ αὐ‐ τοὺς ὑπὲρ σφῶν αὐτῶν τὴν ἀξίαν προσθέσθαι ψῆφον] εἰκὸς γὰρ ἦν, τῶν ἄλλων ὑπὲρ αὐτῶν τοιαῦτα ψηφιζο‐ μένων, τοιαῦτα καὶ αὐτοὺς προσψηφίσασθαι. AC.

Pan

146,6

τρεῖς εἶναι τοὺς μάρτυρας ἑξῆς] τῆς αὐτῶν ὑπεροχῆς. C. αὐτοὺς ἑαυτοῖς ἔργῳ διὰ πάντων ὁμοίους γεγενημέ‐ νους] οἷοι γὰρ ἦσαν, τοιοῦτοι καὶ ἀπεφάνθησαν. C.

Pan

146,7

συναγαγόντες δὲ τοὺς Ἕλληνας] ἄρχεται νῦν περὶ τῆς ἐν Πλαταιᾶσι μάχης εἰπεῖν, ἣν πρὸς τὸ τοῦ Ξέρξου πεζὸν ἐποιήσαντο. AC. ἐν ᾗ Λακεδαιμόνιοι μᾶλ‐ λον ἐξέλαμψαν διὰ Παυσανίου add. C.

Pan

146,8

ἀκολουθεῖν δυναμένους] ἀκολουθεῖν ἀντὶ τοῦ συμμαχεῖν. εἶπε δὲ δυναμένους (D), ὅτι πρὸ τῆς ναυ‐ μαχίας ἐφοβοῦντο. ἀκολουθεῖν οὖν δυναμένους, ἀντὶ τοῦ προθυμοτέρους· πρότερον γὰρ ἐδεδίεσαν, ἄπειροι ὄντες τῶν
5Ἀθηναίων. BD. τῶν στρατοπέδων] τοῦ τε βαρβαρικοῦ καὶ Ἑλληνι‐ κοῦ. C.

Pan

146,9

ὡς ἐτάχθη διὰ τῆς Βοιωτίας] μέρος γὰρ
τῆς Βοιωτίας ἡ Πλάταια. C.193

Pan

146,10

διατριβὴ] ἀντὶ τοῦ βραδυτής. βράδος γὰρ ἀπαιτεῖ ὁ λόγος, οὐ περιγινομένης τῆς σπουδῆς. BD. μαρτυρία] τῆς ὑπεροχῆς. C.

Pan

146,12

Ἀθηναίοις] τούτοις γὰρ παρεχώρησαν ἡγε‐ μόνας εἶναι τῆς μάχης, καὶ πρώτους ἀπαντῆσαι Πέρ‐ σαις. C. ἐξέστησαν τῆς ἐπὶ Πέρσας τάξεως] παρεχώρησαν,
5ὥστε λοιπὸν εἶναι καταντικρὺ τῶν Περσῶν. BD. συγκεκληρωμένον] εἱμαρμένον. B.

Pan

146,13

αὖθις δὲ ἀνθυπῆγε Μαρδόνιος τοὺς Λα‐ κεδαιμονίους ἀνθαιρούμενος] ἐπειδὴ Λακεδαιμόνιοι παρε‐ χώρησαν Ἀθηναίοις, πρώτους ἀπαντῆσαι πρὸς τὴν μά‐ χην, μαθὼν ὁ Μαρδόνιος, ἀφῆκε μὲν Ἀθηναίοις συμ‐
5βαλεῖν, πρὸς δὲ τοὺς Λακεδαιμονίους ὥρμησε πρώτους, εἰδὼς ὅτι γενναίως μὲν πολεμοῦσιν ἀπὸ τῆς ἐν Πύλαις μάχης, ἡττῶνται δὲ, Ἀθηναῖοι δὲ καὶ πολεμοῦσι γενναίως, καὶ ἀήττητοι διαμένουσιν· ὥστε ἡ πρὸς Λακεδαιμονίους μάχη ἐλυσιτέλει μᾶλλον αὐτῷ. AC.
10ὁ νοῦς οὕτως· τοῖς Λακεδαιμονίοις τολμᾶν μᾶλλον ᾑρεῖτο, εἰδὼς ὅτι γενναίως μὲν πολεμοῦσιν, ἡττῶνται δὲ, ὥσπερ ἐν Πύλαις· τοὺς δὲ Ἀθηναίους ὑπέφευγε, λυσιτελεῖν ἡγούμενος μὴ πολεμεῖν πρὸς ἄνδρας εἰδότας καὶ καλῶς νι‐ κᾶν, ὥσπερ καὶ ἐν Σαλαμῖνι. BD.

Pan

146,15

ταῦτα γὰρ ἐκ τῶν πρὸς αὐτοὺς παραδειγ‐ μάτων ηὕρισκεν] Λακεδαιμόνιοι μὲν γὰρ ἐν Πύλαις ἡττή‐ θησαν, Ἀθηναῖοι δὲ ἐν Σαλαμῖνι ἐνίκησαν. AC. ἐκ τῶν φθασάντων τὰ παρόντα πιστούμενος. BD.

Pan

146,16

ὥσπερ οὖν οἱ πύκται, περὶ τῆς στάσεως πρῶτον ἠγωνίσαντο] οἱ πύκται περὶ τοῦ τόπου φιλονεικοῦσιν ὑψηλότεροι στῆναι τῶν ἀντιπάλων, καὶ πρὸς τούτοις φρον‐ τίζουσι μὴ ἀντικρὺ ἔχειν τὸν ἥλιον. ἔπασχον δὲ καὶ τοῦτο
5καὶ Πέρσαι καὶ Ἕλληνες· οἱ μὲν πρῶτοι τοῖς Λακεδαιμο‐ νίοις συμβαλεῖν ἐθέλοντες, Ἕλληνες δὲ προτάττοντες Ἀθη‐ ναίους. AC.
περὶ τῆς στάσεως] οὕτως. A. περὶ τοῦ τόπου· φιλο‐ νεικοῦσι γὰρ ὑψηλότεροι στῆναι καὶ μὴ καταντικρὺ ἔχειν194
10τὸν ἥλιον. BD. περὶ τῆς στάσεως πρῶτον ἠγωνίσαντο] ὁ Πέρσης καὶ οἱ Λακεδαιμόνιοι· οἱ μὲν προταχθῆναι Ἀθηναίους τῆς μάχης, ὁ δὲ Λακεδαιμονίοις ἀπαντῆσαι βουλόμενος. C.

Pan

146,17

ἐδέχοντο δὲ πάντας ἀνθρώπους] ἐκ τοῦ εἰπεῖν πάντας ἀνθρώπους δείκνυσι τὸ πλῆθος τῆς αὐτοῦ στρατιᾶς, καὶ ὅτι μόνον οὐ πᾶσαν τὴν οἰκουμένην μεθ’ ἑαυτοῦ ἦγεν. AC.

Pan

146,18

τήν τε μάχην κρίνουσι διὰ πάντων ἐξελ‐ θόντες] ψεύδεται ἐνταῦθα· οὐ γὰρ Ἀθηναῖοι τὴν νίκην κατώρθωσαν, ἀλλὰ Λακεδαιμόνιοι διὰ Παυσανίου. C.

Pan

146,19

δεῆσαν] ἀντὶ τοῦ δεήσαντος, Ἀττικῶς. BD. δεῆσαν τειχομαχίας, ὅσον αἰσχυνθείη τις ἂν εἰπεῖν, οἱ ἄλλοι πρὸς αὐτοὺς ἦσαν] ἐπειδήπερ ἐν Πλαταιᾶσιν οἱ Πέρσαι ἡττήθησαν, οἱ προύχοντες αὐτῶν κατέφυγον εἰς
5τὰς Θήβας, ὑποδεξαμένων αὐτοὺς τῶν Θηβαίων. Ἀθηναῖοι οὖν περιστάντες ἐτειχομάχουν. οἱ ἄλλοι δὲ τῶν Ἑλλήνων οὐκ ᾔδεσαν τειχομαχεῖν. διὰ τοῦτο οὖν λέγει, ὅσον αἰσχυν‐ θείη τις ἂν εἰπεῖν, οἱ ἄλλοι πρὸς αὐτοὺς ἦσαν. ἢ ᾔδεσαν μὲν, ἀλλ’ οὐ τοσοῦτον, ὅσον ἐκεῖνοι. AC.
10οἱ γὰρ Πέρσαι, ἡττηθέντες ἐν Πλαταιαῖς κατέφυγον εἰς τὰς Θήβας· ὑποδεξαμένων αὐτοὺς τῶν Θηβαίων, οἱ Ἀθηναῖοι περιστάντες ἐτειχομάχουν. ἄλλοι δέ φασιν· Ἕλ‐ ληνες οὐκ ᾔδεισαν τειχομαχεῖν. λέγει οὖν ὅτι αἰσχύνη ἐστὶ λέ‐ γειν, τί ἦσαν πρὸς αὐτοὺς, οἷον οὐκ ᾔδεισαν τειχομαχεῖν. BD.

Pan

146,21

οἱ μὲν οὐχ ὁμοίως καὶ πρόσθεν κατεῖχον τὴν Βοιωτίαν κείμενοι] πρὸ μὲν τῆς αὐτῶν ἥττης οἱ βάρ‐ βαροι παραστησάμενοι τὴν Βοιωτίαν εἶχον, ἡττηθέντες δὲ καὶ πεσόντες ἐκεῖσέ τινες πάλιν κατεῖχον τεθνεῶτες. AC.
5τὰς Θήβας λέγει· πρὸ γὰρ τῆς ἥττης ὅλην εἶχον τὴν Βοιω‐ τίαν. νῦν δὲ, φησὶ, κείμενοι εἶχον αὐτήν. BD.

Pan

147,1

ἀσύντακτοι] γυμνοὶ, ἄνευ τάξεως. νύκτα δὲ ἡμέρας λέγει τὸ σκότος· οἱ γὰρ φεύγοντες ἀγαπῶσι τὸ σκότος, ἵνα λάθωσι φεύγοντες. BD. νύκτα ἡμέρας τιμιωτέραν ἄγοντες] τότε γὰρ ἐξῆν
5φεύγειν. C.
ἐκ πολλῶν ὀλίγοι, καὶ πολλοὶ κατ’ ὀλίγους ἐξεχώρη‐ σαν] τὸ ἐκ πολλῶν ὀλίγοι τοῦτο λέγει ὅτι πρόσθεν ἀναρίθμη‐ τοι ὄντες, ἡττηθέντες διεσπάρησαν, καὶ ἔφευγον ὀλίγοι καὶ ὀλίγοι, οἷον φέρε εἰπεῖν, κατὰ δεκάδας ἢ εἰκάδας. ἐπεὶ δὲ οἱ195
10ὀλίγοι καὶ οἱ ὀλίγοι πολλοὶ συνάγονται, διὰ τοῦτο λέγει καὶ πολλοὶ κατ’ ὀλίγους. AC. ὡς εἶναι καὶ τοὺς φεύγοντας πολλούς. πῶς οὖν εἶπεν ὀλίγοι; φαμὲν, ὡς πρὸς τὸ ὅλον στρατόπεδον. BD.

Pan

147,2

τῆς ὑπερηφάνου στρατιᾶς] αὐτῶν. C. τούτων δ’ οὕτω καταστάντων] ὥσπερ ἐπίλογός ἐστι τῶν Μηδικῶν. BD.

Pan

147,5

οὕτω πολλοῦ τινος αὐτοῖς ἔδει ποιῆσαι, ὅτι γε δοκεῖν ἔχειν ἄξιον αὐτῆς] ὁ νοῦς οὕτως. πολὺ ἀπεῖχον τοῦ δοκεῖν, τί ποιῆσαι ἄξιον τῆς πόλεως. BD.

Pan

147,6

τοσοῦτο γὰρ ἐπεξῆλθον ἐν τοῖς πράγμασιν] ἤγουν ἐπεξέλευσιν καὶ τιμωρίας ἀπάντησιν ἐποιήσαντο. πράγματα δὲ λέγει τὰ συμβάντα, ἤτοι τὸν Περσικὸν πό‐ λεμον. A.

Pan

147,7

ἐν τοῖς πράγμασιν, ὥστ’ ἔτι μᾶλλον] βού‐ λεται εἰπεῖν, ἃ ὁ Κίμων ὕστερον ἐν τῇ Ἀσίᾳ ἐποίησε. μετὰ γὰρ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν καὶ τὴν ἐν Πλαταιᾶσι μάχην ἐστράτευσαν Ἀθηναῖοι ἐν τῇ Ἀσίᾳ, ἀμυνόμενοι
5τοὺς βαρβάρους. AC. ἐν τοῖς πράγμασι λέγει ἀντὶ τοῦ ἐν τῷ πολέμῳ. βούλεται δὲ εἰπεῖν, ἃ ὁ Κίμων ἐν τῇ Ἀσίᾳ ἐποίησεν. ὕστερον γὰρ ἐπεστράτευσαν Ἀθηναῖοι εἰς τὴν Ἀσίαν ἐν τοῖς πράγμασιν. BD.

Pan

147,8

τίνας φεύγειν κρίναντες] οἱ βάρβαροι. C. ἀγαπητὸν ἀπῆλθον] τέλος τῆς πρώτης στάσεως. B.

Pan

147,9

ὁρῶ μὲν οὖν καὶ τὸν λόγον ἐκτεινόμενον] ἐν‐ τεῦθεν ἄρχεται τοῦ τρίτου μέρους· εἰς τέσσαρα γὰρ διεῖ‐ λεν, ἐπειδὴ καὶ ἡ τῶν Παναθηναίων ἑορτὴ, ὡς ἔφημεν, διὰ τεσσάρων ἡμερῶν πληροῦται. διὸ καὶ προοιμιάζεται,
5ὥσπερ ἀπολογούμενος πρὸς τοὺς ἀχθομένους τῷ μήκει τοῦ λόγου. AC. τὸν λόγον εἰς τρία μέρη τινὲς διαιροῦσιν, ὡς καὶ τῆς πανηγύρεως τῶν Ἀθηναίων οὔσης, καὶ οὐ διὰ
μιᾶς ἡμέρας πληρουμένης. τὸ μὲν οὖν πρῶτον μέρος ἕως ὧδε πεπλήρωται· ἔχεται δὲ τοῦ δευτέρου· διὸ καὶ προοι‐196
10μιάζεται πάλιν. ἄλλοι δὲ λέγουσιν ἐντεῦθεν τὸ τρίτον μέ‐ ρος, εἰς τέσσαρα μέρη διαιροῦντες τὸν λόγον, καὶ τὴν πα‐ νήγυριν εἰς ἡμέρας τέσσαρας. BD.

Pan

147,10

ὥσπερ μετ’ ἀγωνιστὴν εὐδοκιμηκότα] ὡς καλῶς ἀπαγγείλας τὰ πρότερον εἰρημένα μέρη, ἀθλητῇ εὐδοκιμήσαντι παραβάλλει ἑαυτόν. BD.

Pan

147,11

εἰσιόντα ἕτερον] οὗτος γὰρ οὐ δύναται ἀκροατῶν προθύμων τυχεῖν, διὰ τὸ προκατειλῆφθαι πάν‐ τας τῷ πρόσθεν ἠγωνισμένῳ. C.

Pan

147,12

τὴν τῆς πόλεως ἀξίαν] μέγεθος καὶ ὑπερ‐ οχήν. C. καθυφεὶς] ἀμελήσας. A. νῦν ἐπὶ τοῦ σιωπῆσαι καὶ ἡσυχάσαι εἶπε τὸ καθυφείς. BD. ἐνδοὺς τῆς προθυ‐
5μίας. C.

Pan

147,13

ἀπ’ αὐτοῦ τοῦ συμβόλου τῶν λόγων] σύμ‐ βολον καλεῖ τῶν λόγων τῶν ῥηθέντων καὶ μελλόντων ῥη‐ θήσεσθαι τὴν τῶν Παναθηναίων ἑορτήν· ὥσπερ γὰρ αὕτη διὰ τεσσάρων ἡμερῶν ἀπαρτίζεται, οὕτω καὶ τοὺς ἐν αὐτῇ
5λόγους πολλοὺς εἶναι δεῖ. A. σύμβολον λέγει τὸ αἴτιον, ὅτι ἡ πανήγυρις αἰτία ἐγένετο τοῦ οὕτως λεχθῆναι τὸν λόγον. BD. σημείου· τρίτη γὰρ ἀνάγνωσίς ἐστιν ἡ νῦν. C.

Pan

147,14

μετρεῖν] πληροῦν. B. τὸ πλῆθος τῶν ἡμερῶν] τρεῖς ἡμέρας ἤγετο τὰ Πα‐ ναθήναια. B. ἤγουν αἱ τέσσαρες ἡμέραι. C.

Pan

147,15

κόσμου χάριν] τῆς πανηγύρεως χάριν. C.

Pan

147,16

τῶν ἔργων] τῶν τῆς πανηγύρεως. A.

Pan

147,17

οὐκ εἰσάπαξ ὁριζόμενον] ἤγουν οὐκ ἐν μιᾷ ὥρᾳ καὶ ἡμέρᾳ μόνῃ. C.

Pan

147,18

οὐδὲ τοῖς εἴδεσι τῶν θεαμάτων ἐκπληρού‐ μενον αὐθημερὸν] ἀεὶ γὰρ ἄλλα καὶ ἄλλων ἀπήντα θεά‐ ματα, χοροὶ καὶ ὀρχήσεις. A.

Pan

147,19

ὥσθ’ ὅσα καὶ τὸν νῦν καιρὸν—οὐ πα‐ ρελήλυθεν] ἐμφαίνει καὶ τὸ τρίτον μέρος τοῦ λόγου. λέγει δὲ ὅτι, κἂν ἐν τῇ σήμερον ἡμέρᾳ οὐκ ἔχω καιρὸν διηγή‐ σασθαι τὰ λοιπὰ, ἀλλ’ οὖν ἔχω καιρὸν τὸν τῆς αὔ‐
5ριον. BD.
ὅσα] ἔργα καὶ θεάματα. C.197

Pan

147,20

ἢ κομιδῆ γ’ ἂν] τὸ ἢ κομιδῆ γ’ ἂν πρὸς τὸ οὐδὲ τὸ τῶν λόγων πλῆθος ἄκαιρον ἔχει τὴν δύναμιν· τὰ δ’ ἄλλα πάντα διὰ μέσου. C. οἱ μὲν νομοθέται] τῶν ἑορτῶν καὶ τῶν πανηγύ‐
5ρεων. C.

Pan

148,1

αὐτὸ τοὔνομα τῆς ἱερομηνίας] ἱερομηνίαν λέγει τὴν μίαν τοῦ μηνὸς ἡμέραν. ἱερομηνία δὲ καλεῖται διὰ τὸ ἱερὰν εἶναι ἡμέραν τοῦ μηνός. ἄμεινον γὰρ δοκεῖ τῶν ἄλλων, ἐν ᾗ πανηγυρίζομεν. BD.
5αὐτὸ τοὔνομα τῆς ἱερομηνίας παρέβησαν] τὸ παρέβη‐ σαν λέγει, ἐπειδήπερ ἱερομηνία μὲν μία ἡμέρα ἐστὶ, καθ’ ἣν δέῃ Δία, ἢ Ποσειδῶνα, ἢ Ἀθηνᾶν, τιμᾶν. οἱ νομοθέται δὲ εἰς τρεῖς ἡμέρας, ἢ πλείους, ταύτην προήγαγον. AC.

Pan

148,3

χρήσασθαι] ἀντὶ τοῦ ἀπολαύειν τοῦ χρό‐ νου τῆς πανηγύρεως. BD. τούτῳ] τῷ χρόνῳ. C. τῶν ἄλλων] ἄθλων. A.

Pan

148,5

τῶν τῇ πανηγύρει συγκεκληρωμένων] τῶν πρεπόντων. B. ἐγκωμιάζειν γὰρ ἐν ταῖς πανηγύρεσι δεῖ. συγκεκληρωμένων δὲ, τουτέστι πρεπόντων τῇ πανηγύρει. οὐδὲ γὰρ τῆς πανηγύρεως ἐστὶν ὁ λόγος ἐγκώμιον. BD.
5πάντως οὐκ ἐώλοις ἀεὶ τοῖς ὑπολειφθεῖσιν ἐντεύξεσθε] ἔωλον τὸ χθεσινόν ἐστιν ὄψον. μεταφορικῶς οὖν εἶπε. τοῦτο δὲ λέγει, ἵνα μὴ δοκῇ τοῖς αὐτοῖς χρῆσθαι οἷς εἴρηκεν. AC. ἔωλόν ἐστι τὸ χθεσινὸν ὄψον. μεταφορικῶς οὖν εἶπε. τοῦτο δὲ εἶπεν, ἵνα μὴ δοκῇ ταῦτα λέγειν οἷς εἴρηκεν. BD.

Pan

148,7

ἀλλ’ ἵνα μὴ πλείω τῶν ἀναγκαίων παραι‐ τούμενος] ἐμφαίνει ὡς καὶ αὐτῶν μεγάλων ὄντων τῶν μελ‐ λόντων ῥηθήσεσθαι. ᾔσθετο δὲ ἐκτείνας τὸ προοίμιον. διὸ θεραπεύει. τὸ δὲ παραιτούμενος, παραίτησιν ποιούμενος,
5καὶ συγγνώμην αἰτῶν. BD. τοῦτό φησιν, ἐπειδὴ ᾔσθετο ἑαυτοῦ πλεῖον ἐκτείναντος τὸ παρὸν προοίμιον. C. παραιτούμενος] ἀπολογούμενος. C. αὐτῷ τούτῳ] ἐν τῷ παραιτεῖσθαι. C.
μηκύνω] τὸν λόγον. C.198
10πρὸς τοὺς ἐφεξῆς τῶν λόγων καὶ συνεχεῖς καὶ δὴ τρέ‐ ψομαι] πάλιν ταῦτα ἐπιλογικὰ τυγχάνει τοῦ πρώτου μέ‐ ρους. μετὰ γὰρ τὴν νίκην, φησὶν, ἤγετο ἡ πανήγυρις. τὸ δὲ ἑαυτῆς ἐγένετο, ἀντὶ τοῦ ὑγίανεν· ὡς ἐπὶ νοσήμα‐ τος δὲ εἶπεν, ὡσανεὶ ἔλεγεν ὅτι ἐκ τοῦ κινδύνου ἔφυ‐
15γεν. BD.

Pan

148,8

ἐπειδὴ γὰρ ἡ Ἑλλὰς ἑαυτῆς ἐγένετο] ὡς ἐπὶ νοσήματος τοῦτο εἶπεν· οἷον ἀσθενῶς πρόσθεν κατακει‐ μένη ἀνήνεγκε τοῦ χειμῶνος τὴν νόσον, καὶ ἑαυτῆς ἐγέ‐ νετο. AC.

Pan

148,9

πανηγύρεις καὶ πρόσοδοι τοῖς θεοῖς ἦσαν] πρόσοδος οὐ μόνον ἡ ἀπὸ τῶν κτημάτων καί τινων ἄλ‐ λων εἰσφορὰ πραγμάτων, ἀλλὰ καὶ ἡ πανήγυρις, πρὸς ἣν πάντες ὁδεύουσι καὶ συνέρχονται. ἔστιν οὖν ἐνταῦθα τὸ
5πανηγύρεις καὶ πρόσοδοι ἐκ παραλλήλου. A.

Pan

148,10

πρόσοδοι] ἡ ἑορτὴ καὶ ἡ πανήγυρις, εἰς ἣν πάντες προσέρχονται. C. οἵας οὔτε πρότερον—ἐν ἐλευθέρᾳ τῇ Ἑλλάδι] ὥσπερ τὰ Ὀλύμπια, καὶ τὰς ἄλλας ἑορτάς. BD.

Pan

148,11

οὐ γὰρ νόμος ἦν ὁ συνάγων] ἀντὶ τοῦ οὐκ ἔθος ἦν. οὐδὲ γὰρ τοσαύτην ἔχει ἡδονὴν τὸ ὡρισμέ‐ νον, ὡς διὰ τὰ κατορθώματα γινόμενα. τακτὴ δὲ, ὡρισ‐ μένη. BD. πᾶσαι γὰρ αἱ ἄλλαι πανηγύρεις νενομοθετημέ‐
5ναι εἰσίν. C. περίοδος] κύκλος. A.

Pan

148,12

ἐκ τῶν πραγμάτων] ἐκ τῆς παρ’ ἐλπίδα συμβάσης εὐδαιμονίας. A. ἤγουν ἐκ τῆς νίκης. C. εὐθυμεῖσθαι] ἀντὶ τοῦ εὐθύμως ἔχειν. παθητικῶς εἶπεν, ἀντὶ τοῦ εὐθυμεῖν ἐνεργητικοῦ. BD.

Pan

148,14

τοῖς κατορθώσασι μνημεῖον ἐπ’ αὐτοῦ τοῦ τόπου τῶν ἔργων ἐστάθη] ἐν Πλαταιᾷ. φασὶ δὲ ὡς μάν‐ τις τις εἶπε τοῖς Ἕλλησιν, ἐν Πλαταιᾶσιν οὖσι, καὶ βου‐ λομένοις θῦσαι θεοῖς, ὡς, εἰ πρέπουσαν θυσίαν ἡμᾶς
5δεῖ ποιήσασθαι, οὐ δίκαιον συμπαραλαβεῖν τὸ εὑρισκό‐ μενον πῦρ, ἀλλ’ ἑτέρωθι μετενεγκεῖν· ἐμολύνθη γὰρ ἐκ τῶν Μήδων. τότε Πλαταιεύς τις ἀπῆλθεν εἰς Δελφοὺς, καὶ ἦλθεν αὐθημερὸν χιλίους σταδίους. καὶ ἐλθὼν εἰς Πλάταιαν, καὶ ῥίψας ἐν μέσῳ τὸ πῦρ ἐτελεύτησε μὴ ἐνεγ‐199
10κὼν τὸν πόνον. AC. ἐπὶ τῆς Πλαταιᾶς. τὸν μάντιν δὲ λέ‐ γουσιν εἰπεῖν τοῖς Ἕλλησι, Πλαταιαῖς οὖσιν, ὅτι, εἰ θύο‐ μεν τοῖς θεοῖς, μὴ ἀφιώμεθα παρ’ ἡμῖν πυρός· ἐμολύνθη γὰρ ἐκ τῶν Μήδων· ἀλλὰ πέμψωμεν εἰς Δελφούς. τότε Πλαταιεύς τις ἀπῆλθεν εἰς Δελφοὺς, καὶ ἦλθεν αὐθημε‐
15ρὸν χιλίους σταδίους ποιήσας. καὶ ἐλθὼν εἰς Πλαταιὰς, καὶ ῥίψας ἐν μέσῳ τὸ πῦρ, ἐτελεύτησε μὴ ἐνεγκὼν τὸν κάματον. BD.

Pan

148,16

τοῦτο δὲ τὸ κοινὸν τῶν Ἑλλήνων ἱερὸν τὸ ἐν Δελφοῖς ἐξεκοσμήθη σὺν καλοῖς καὶ πρέπουσι τοῖς ἐπι‐ γράμμασιν] ἀναθήματα εἰς Δελφοὺς μετὰ τὴν νίκην Ἀθη‐ ναῖοι καὶ Ἕλληνες ἤγαγον, ἀσπίδας καὶ κράνη, ἐφ’ ὧν
5ἐπέγραψαν ὅτι ἀπὸ Μήδων λαβόντες ἀνέθεσαν τῷ διὰ τῶν χρησμῶν παρεσκευακότι τὴν νίκην. AC. ἐπέγραψαν γὰρ εἰς τὰ λάφυρα καὶ τὰς ἀσπίδας ὅτι ἀπὸ Μήδων λαβόντες ἀνέθεσαν. BD. ἐξεκοσμήθη] ἐπίτασιν ἔχει ἡ πρόθεσις. B.

Pan

148,17

ἐξ ἀρετῆς] ἀνδρείας. B. ἀνδρίας. C. τὸν ἐκ τῆς κατασκευῆς κόσμον] οἰκοδομίαν. B. οὐκ ὀλίγαι γὰρ αὐτῶν εἰς μεῖζον ἤρθησαν. C.

Pan

148,18

ὁ τῶν βαρβάρων πλοῦτος] ἤτοι τὰ λά‐ φυρα. B. ὁ τῶν βαρβάρων πλοῦτος εἰς τοὺς κρείττους ἐμερί‐ σθη] ἢ τοὺς Ἕλληνας δηλοῖ, ὅτι κρείττους ἦσαν κατὰ
5δύναμιν τῶν Περσῶν, ἢ τοὺς θεοὺς δηλοῖ, ὅτι βαρβάρων εἰς τὰ ἀγάλματα ἐμερίσθη. BD. εἰς τοὺς κρείττους] εἰς τοὺς θεούς. C. κἀν τούτοις] ἤγουν ἐν τοῖς τῶν θεῶν ἀναθήμασι. C.

Pan

149,1

τῷ τῆς φύσεως κάλλει τὸ παρὰ τοῦ πλού‐ του καὶ τῆς τέχνης ἐφάμιλλον προσέθηκεν] καθάπερ γὰρ
οὖσα φύσει καλὴ, ὡς πρόσθεν ἔδειξεν, οὕτω καὶ τῷ βαρ‐ βαρικῷ ἐκοσμήθη πλούτῳ, εἴς τε κατασκευὴν ποικίλην,200
5καὶ εἰς τὰ ἐν αὐτῇ ἱερὰ καὶ ἀγάλματα. C.

Pan

149,2

ὥστ’ εἶναι τοῖς θεοῖς. C. ὥστ’ εἶναι πᾶσαν ἀντ’ ἀναθήματος, μᾶλλον δὲ ἀντ’ ἀγάλματος] ἀνάθημά ἐστι τὸ χαριστήριον, ἄγαλμα δὲ, τὸ ξόανον. τὰ οὖν ἱερὰ ἀεὶ ἐξ ἀναθημάτων κοσμοῦνται.
5ἡ δὲ ἀκρόπολις αὕτη κόσμος ὑπῆρχεν, ἢ οὐκ ἐξ ἑτέρου τὸν κόσμον ἐδέχετο. τῇ ἐπανορθώσει δὲ τὸν λόγον ἐκόσμη‐ σεν. ἀνάθημα μὲν γάρ ἐστι τὸ εὐχαριστήριον, τοῖς θεοῖς ἀνατιθέμενον. ἄγαλμα δὲ, ὃ καὶ εἰς χρείαν ὑπουργεῖ· καὶ γὰρ μαντεύεται, καὶ μεῖζον δέ ἐστι τῷ μεγέθει τοῦ ἀνα‐
10θήματος. ἔπεμψε δὲ καὶ εἰς Μίλητον ἀναθήματα τῷ Ἀπόλ‐ λωνι τῷ καλουμένῳ Διδύμῳ. BD. τὰς ἄλλας τιμὰς τοῖς θεοῖς ἀνῆψε] ἤτοι τὰ θεῖα καὶ ἱερά. B. ἀνῆψε] ἀνέθηκε. C.

Pan

149,4

τὰ δ’ ἐν τῇ ὑπερορίᾳ] ἔπεμψαν γὰρ εἰς Μίλητον ἀναθήματα τῷ Ἀπόλλωνι τῷ καλουμένῳ Δι‐ δύμῳ. AC.

Pan

149,5

πανταχῆ] ἐν παντὶ μέρει. A. τὴν τοῦ κύκλου προσθήκην ποιουμένη] ὁπηνίκα τὴν πόλιν ἀφέντες Ἀθηναῖοι εἰς τὰς ναῦς ἔβησαν, μέρη τινὰ τοῦ περιβόλου κατέλαβον. ἐλθὼν δὲ ὁ Ξέρξης τὰ λοιπὰ
5προσκατέβαλε. μετὰ γοῦν τὴν νίκην ἀνῳκοδόμησαν, μείζω τὸν περίβολον τοῦ πρόσθεν ποιησάμενοι, ὡς καὶ τὰ πρό‐ σθεν ἐκτὸς ὄντα τῆς πόλεως ἀοίκητα τότε περιλαβεῖν ἐν‐ τός. AC. τὰ μέτρα λέγει τοῦ τείχους, ἐπειδὴ ἐξέτεινον αὐτὰ, καὶ πεποιήκασι τὸν περίβολον τοῦ προτέρου μεί‐
10ζονα, ὡς ἔνδον περιλαβεῖν ἔρημα πολλὰ τῆς πόλεως. BD. τοῦ κύκλου] τῶν τειχῶν. C.

Pan

149,8

μείζων γενομένη] μείζονα γὰρ τοῦ περιβό‐ λου ποιήσασθαι ὕστερον. διὸ καὶ ὁ Ἀδριανὸς ἐλθὼν, καὶ μείζονα ποιήσας τὸν περίβολον, ἔνθα μὲν ἦν πρὸ τείχους
τὸ πεζὸν, ἔγραψε· τοῦτο ὁ Θησεὺς ἔκτισε, καὶ οὐκ Ἀδρια‐201
5νός· ἔνθα δὲ αὐτὸς ἔκτισεν, ἔγραψε· τοῦτο Ἀδριανὸς, καὶ οὐ Θησεὺς, ᾠκοδόμησεν. BD. ἐνταῦθα μὲν, ὥσπερ ἄκων, ἐνέπεσον] ἀντὶ τοῦ οὐχ ἑκὼν τοῦτο ἐποίησα, καὶ παρετράπην τοῦ λόγου, ἀλλὰ διὰ τὴν ἀκολουθίαν. BD.
10εἰς τὸ εἰπεῖν περὶ τῆς τοῦ περιβόλου προσθήκης. C.

Pan

149,9

καθ’ ὁδὸν τοῦ λόγου] φοράν. A. ἡ γὰρ ὁρμὴ τοῦ λόγου τοῦτ’ ἤνεγκεν. C.

Pan

149,10

εἰ κάλλιστον ἀνθρώποις] τὸ πανηγυρίζειν καὶ τιμᾶν τοὺς θεούς. BD. τὸ αὐτὸ λυσιτελέστατόν τε καὶ νικῶν ἡδονῇ] τοῦτο λέγει καὶ συμφέρον καὶ ἡδονὴν ἔχον. BD.

Pan

149,11

θεῶν πρόσοδοι καὶ ὁμιλίαι] σύνεσμεν γὰρ δι’ εὐχῶν τοῖς θεοῖς. A. ὁμιλίαι] ὕμνοι. C.

Pan

149,13

κατ’ αὐτὴν ὡς ἀληθῶς τὴν τῶν θεῶν τι‐ μὴν] κατ’ αὐτὸ τὸ σέβεσθαι τὴν θεότητα. A. ἀντὶ τοῦ ἐπίσης καὶ ὁμοίως τοῖς θεοῖς τιμᾶσθαι. ὥσπερ γὰρ αἰτίους τοὺς θεοὺς ἡγούμεθα τῶν ἀγαθῶν, οὕτω καὶ τὴν πόλιν
5ταῖς τότε νίκαις αἰτίαν νομίζομεν. BD.

Pan

149,14

ἥ τε πόλις, τό γ’ εἰς ἀνθρώπους ἐλθὸν, τότ’ ἐπὶ πλεῖστον αἰτία τῶν ἀποβάντων φαίνεται] ἐπειδὴ τὸ τοὺς θεοὺς τιμᾶν, ὡς αἰτίους τῶν ἀγαθῶν, ἡ πόλις αἰτία, ἐξελάσασα τοὺς βαρβάρους ἐκ τῆς Ἑλλάδος, εἰκό‐
5τως ἂν λέγοιτο, τὴν ὑπὸ πάντων πρὸς θεοὺς τιμὴν ὑπ’ αὐτῆς γίνεσθαι, ὡς αἰτίας. A. τό γ’ εἰς ἀνθρώπους ἐλθὸν] τουτέστιν ἐν ἀνθρώ‐ ποις. A. ἤγουν ἀνθρωπίνως. C.

Pan

149,15

τῶν ἀποβάντων] τῶν ὕστερον γενομένων πρὸς τοὺς θεοὺς πανηγύρεων καὶ τιμῶν. A.

Pan

149,16

τὰ γὰρ σύμβολα τῆς εὐσεβείας αὐτῆς ταὐτὰ τοῦ κάλλους καὶ μεγέθους ἐστὶ τεκμήρια] ποιήσαντες Ἀθη‐ νᾶς ἀγάλματα κάλλιστα καὶ πολυτελῆ, καὶ δείξαντες ἐν‐ τεῦθεν τὴν αὐτῶν εὐσέβειαν, ἐκόσμησαν οὐχ ἧττον δι’ αὐ‐
5τῶν καὶ τὴν πόλιν. κόσμος γάρ ἐστι πόλεως καὶ τὰ τῶν
θεῶν ἀγάλματα καὶ οἱ ναοί. AC. σύμβολον λέγει εὐσεβείας τὸ ποιῆσαι ἄγαλμα τῆς Ἀθηνᾶς. τοῦτο οὖν τεκμήριον ἦν κάλλους, ὡς δι’ αὐτοῦ καλλωπιζομένης τῆς πόλεως. BD.202
10τῆς εὐσεβείας αὐτῆς] ὡς γὰρ εὐσεβεῖς τοῦτο ἐποίουν. B.

Pan

149,17

οὐ μὴν ἐξαρκεῖν τοῦτ’] ἐνταῦθα ἡ ἀπό‐ δοσις ἀπὸ τοῦ πρῶτον μὲν πανηγύρεις καὶ πρόσοδοι. (148, 9.) ἀλλαχοῦ γὰρ οὐδαμοῦ ἀποδέδωκεν. εἰσβολὴ δὲ λοιπὸν ἐπὶ τὰ ἐν Ἀσίᾳ γενόμενα καὶ τὰ ἐν τῇ πεντηκον‐
5ταετίᾳ. BD.

Pan

149,18

οὐδ’ ἐπὶ τοῖς τροπαίοις καθῆσθαι] ἀντὶ τοῦ μὴ ἡσυχάζειν ἐπὶ τῇ νίκῃ. ἀπὸ κοινοῦ δὲ τὸ ἐξαρ‐ κεῖν. BD.

Pan

149,19

ὥσπερ ἐπίβασιν τῶν μελλόντων τὰ ὑπάρ‐ χοντα κρίνασα] ὡς ἐπὶ κλίμακος τοῦτο εἴρηκεν. ὥσπερ γὰρ ἑαυτὰς διαδέχονται αἱ κλίμακες, οὕτω καὶ αἱ πράξεις κατὰ τάξιν ἀλλήλας διαδέχονται. ἰδίως δὲ εἶπε τὴν λέξιν
5ἀντὶ τοῦ ἀρχὴν καὶ προοίμιον καὶ θεμέλιον. BD.

Pan

149,20

ἐν γὰρ τοῖς δευτέροις χρόνοις] ἐξηγεῖται αὐτό· λέγει γὰρ ὅτι ἐποιεῖτο τὰ δεύτερα. σημεῖον δὲ τὸ ἀμύνασθαι. B.

Pan

150,1

καὶ τοὺς φόβους, καὶ τοὺς κινδύνους] οὓς αὐτοὶ πρότερον ἐπήγαγον ἐν τῇ Ἀττικῇ. C. τῶν ἐν τοῖς ἔργοις ἐκείνοις] λείπει τὸ γενομένων. B.

Pan

150,2

τὸ σχῆμα τοῦ πολέμου] τὴν τάξιν. A. δυοῖν γὰρ ὄντοιν ἑτέροιν πολέμοιν] τρεῖς διαφόρους βούλεται εἰπεῖν πολέμους· ἕνα μὲν, ὅταν τινὶ ἐπέρχεται ἀδίκως· δεύτερον, ὃν ποιοῦνται διὰ τῆς ἀμύνης οἱ ἀδι‐
5κούμενοι· τρίτον, ὃν ποιοῦσι κατὰ τῶν ἐπελθόντων. τού‐ των πρότερον μὲν τὸν ἄδικον περιῆψε τοῖς βαρβάροις, τοὺς δὲ δύο τοὺς δικαίους τοῖς Ἀθηναίοις. B.

Pan

150,3

τῷ μὲν οὐχ ἕπεται τὸ δίκαιον] ὁ μὲν ἀρχό‐
μενος πολέμου ἀνδρεῖος μὲν εἶναι δοκεῖ, οὐ μὴν δίκαιος, διὰ τὸ τοῖς ἀλλοτρίοις καὶ οὐκ αὐτῷ προσήκουσιν ἐγχει‐ ρεῖν, ὁ δὲ ἀμυνόμενος ἔχει μὲν τὸ δίκαιον, οὐ μέντοι τὴν203
5ἀνδρίαν· δοκεῖ γὰρ ὥσπερ ὑπ’ ἀνάγκης νενικηκέναι. οἱ γοῦν Ἀθηναῖοι, ὡς μὲν ἀμυνόμενοι, τὸ δίκαιον εἶχον, οὐκ ἐδόκουν δὲ ἀνδρεῖοι· τοῦτο γάρ ἐστι τὸ ἐνενικήκεσαν μὲν, τὸ δ’ ἐκ περιουσίας οὐ προσῆν. ὕστερον δὲ καὶ τὴν ἀνδρείαν ἐδείξαντο, διὰ τὸ ἀντεπεξελθεῖν ἐν Μυκάλῃ τοῖς
10βαρβάροις· ὃ καὶ τρίτον σχῆμα τοῦ πολέμου φησί. πρό‐ τερον γὰρ τὸ ἀμύνεσθαι Ἀθηναίους, τρίτον δὲ, τὸ ἀντεπεξελθεῖν τοὺς αὐτοὺς τοῖς αὐτοῖς. τὸ δὲ ἐλευθε‐ ρίᾳ μὲν τῇ τῶν ἀρχόντων τοῦτο λέγει, ὅτι ἀνδρείαν μὲν, καθάπερ οἱ μάχης ἀρχόμενοι, ἐπεδείκνυντο, ὅτε ἐπεξῆλ‐
15θον. ἐπεὶ δὲ ἡ ἐπεξέλευσις οὐδέν ἐστιν ἕτερον ἢ διὰ τὸν πρόσθεν πόλεμον ἄμυνα, καὶ δίκαιοι ἦσαν. AC. ὁ μὲν ἀρχόμενος πολέμου, ὡς ἀνδρεῖος ὢν, τοῦτο ποιεῖ, ὁ δὲ ἀμυνόμενος ἔχει μὲν τὸ δίκαιον, οὐ μέντοι τὴν ἀνδρείαν. οἱ οὖν Ἀθηναῖοι τὴν ἀρχὴν μὲν εἶχον τοῦ ἀμυ‐
20νομένου, τουτέστι τὸ δίκαιον, ὕστερον δὲ διὰ τοῦ ἐπεξελ‐ θεῖν ἐν Μυκάλαις ἔδειξαν τὴν ἀνδρείαν. BD.

Pan

150,4

διὰ τὸ φύσει γνώμην ἀνάγκης κεχωρίσθαι] ἀναγκαζόμενος γάρ τις ποιεῖ ἃ οὐκ ἐβούλετο. C. τουτέ‐ στιν οὐ γίνεται ὁ ἀμυνόμενος. BD.

Pan

150,5

ἀνάγκης] δηλοῖ τοῦ ἀρχαιοτάτου πολέμου. BD.

Pan

150,6

οὐ μὴν αὐτοῦ γε τὸ πᾶν, ὡς εἰπεῖν, γίγνε‐ ται] καὶ δίκαιον καὶ ἀνδρεῖον εἶναι. A.

Pan

150,7

τὸ μὲν αἰσχρὸν] ἄδικον. A. ἤγουν τὸ ἄρ‐ χειν. C. τὸ δ’ ὀφειλόμενον] ἤγουν ἡ ἄμυνα. A. ἤγουν τὸ ἀμύνασθαι. C.

Pan

150,8

τὸ δ’ ἐκ περιουσίας] ἐξ ὑπερβολῆς καὶ προαι‐ ρέσεως. BD. ὃ δὴ τρίτον ἄν τις φαίη—ἀντεπελθεῖν αὐτοὺς] δύο εἰδῶν ὄντων τοῦ πολέμου, τρίτον λέγει τοὺς Ἀθη‐
5ναίους ἐξευρόντας· ἓν γὰρ τὸ κατάρξασθαι, ἕτερον δὲ τὸ ἀμύνασθαι, τρίτον δὲ τὸ ἐπεξελθεῖν, ὅπερ καὶ πεποιήκα‐ σιν Ἀθηναῖοι. BD.204

Pan

150,9

ἐλευθερίᾳ] γενναιότητι. A. ἐλευθερίᾳ μὲν τῇ τῶν ἀρχόντων] ἀντὶ τοῦ τῷ εἶναι καθαρὸν καὶ ἐλεύθερον τοῦ ἄρχεσθαι πολέμου. ἀεὶ δὲ οἱ κατάρχοντες τοῦ πολέμου ἀδικοῦσιν. οἱ οὖν Ἀθηναῖοι ἀρ‐
5χόμενοι τοῦ ἐν Μυκάλῃ πολέμου οὐκ ἠδίκουν· προηδικη‐ μένοι γὰρ ἦσαν ἐν τῇ Ἑλλάδι. BD.

Pan

150,10

τῶν ἀμυνομένων] ἀντὶ τοῦ καταρχομένων· ὅτι ἀδικηθέντες ἠμύναντο. BD.

Pan

150,12

οὐδ’ ἀνάγκης τύχῃ ταῦτα πέπρακται σφί‐ σιν] ἀδικούμενοι γὰρ ἠμύναντο. C. ἀνάγκης τύχῃ] τύχην καλεῖ τὸν πόλεμον· τύχης γὰρ ἔργον. BD.
5σφίσιν] τοῖς Ἕλλησιν. A.

Pan

150,13

τὸ προτέρους ἄρχειν] τὸ ἄρχεσθαι τοῦ πολέμου. B. τῆς μάχης. C. τῷ προτέρους ἄρχειν μὴ καλῶς ἔχειν ἡγεῖσθαι] τὸ τῷ πρὸς τὸ ἡγεῖσθαι, ἵν’ ᾖ ἀλλὰ τῷ ἡγεῖσθαι. B.
5ἡ ἀρχὴ] ἡ αἰτία τῆς πόλεως. B. τοῦ πολέμου. C. εἰς δικαίου τάξιν] δίκαιον γὰρ ἀντεπεξελθεῖν τοῖς προτέροις ἐπιστρατεύσασι. C.

Pan

150,14

εὖ καὶ καλῶς εἴσεσθε τίνας νενικήκατε] ἀποτείνει τὸν λόγον πρὸς ἐκείνους, ὡς ἀπὸ τῆς πόλεως. A. ὡς ἀπὸ τῆς πόλεως πρὸς τοὺς βαρβάρους τὸν λόγον ποιεῖται. C.
5τίνας κεκινήκατε] παρωξύνατε· ὡς ἀπὸ τοῦ πολέμου δὲ ὁ λόγος. B.

Pan

150,15

πρὸς ἀνδρείας ἐπίδειξιν ἀληθινῆς] τὸ μὲν κατάρξαι πολέμου, τοῦτο, εἰ καὶ ἀνδρία δοκεῖ, ἀλλ’ οὐκ ἀληθῶς δοκεῖ, ἀλλὰ θράσος τὸ τοιοῦτον, τὸ δ’ οὐ μόνον ἀμύνεσθαι, ἀλλὰ καὶ αὖθις ἀντεπεξελθεῖν, ἀληθινῆς
5ἐστιν ἀνδρείας. AC. καλῶς προσέθηκε τὸ ἀληθινῆς· τὸ γὰρ κατάρξασθαι πολέμου, τοῦτο οὐκ ἀληθινῆς ἐστιν
ἀνδρείας, ἀλλὰ πολλάκις καὶ θάρσους. BD. ἵνα μηδὲν ἐπαχθὲς εἴπω] τὸ ἵνα μηδὲν ἐπαχθὲς εἴπω, καί φησι, διὰ τὸ εἶναι θρασύτερον λέγειν τὰ ὕστε‐205
10ρον μείζω τῆς ἐν Σαλαμῖνι ναυμαχίας καὶ τῆς Πλαταιᾶσι μάχης, ἃ ὥσπερ ὑπὲρ φύσιν δοκεῖ γεγενῆσθαι. A. ἤγουν ὅτι κρείττων γεγένηται. C.

Pan

150,16

οὐχ ἧττον ἐναργῆ] ἐκόλασεν αὐτοῦ· οὐ γὰρ εἶπε μείζονα, ἀλλ’ οὐκ ἐλάττονα. BD. πρὸς δὲ τούτοις καὶ τῶν Ἑλλήνων] ἵνα μὴ μόνον ἀνδρείαν δείξῃ τῆς πόλεως, ἀλλὰ καὶ σύνεσιν. BD.

Pan

150,17

οὐδ’ εἰ μηδὲν μήτ’ αὐτὴ δι’ αὐτῶν, μήτ’ αὐτοὶ πράττοιεν ὑπὲρ σφῶν αὐτῶν] τὸ ὑπὲρ σφῶν αὐτῶν κατὰ συνεκδοχὴν λάμβανε οὕτως· οὐδ’ εἰ μηδὲν μήτε αὐτὴ ἡ πόλις πράττοι ὑπὲρ σφῶν αὐτῶν τῶν Ἑλλήνων πρὸς αὐ‐
5τῶν ἰδίως περὶ τῆς συνεργίας καὶ συστάσεως αὐτῶν μετὰ τῆς πόλεως, οὔτε αὐτοὶ οἱ Ἕλληνες ὑπὲρ σφῶν αὐτῶν. A.

Pan

150,19

οὕτως ᾤετο ἀρίστην καὶ καθαρὰν ἡσυχίαν ἅπασιν ἔσεσθαι] ἐπειδὴ ἐκ ῥᾳθυμίας ἀπολαύειν ἐστὶν ἡσυχίας, οὐ μὴν καθαρᾶς, (περικόπτεται γὰρ ὁ ῥᾳθυμῶν ἔστιν ὅτε τὰ ὄντα ὑπὸ τῶν δυνατωτέρων) ὁ δὲ τῷ ὄντι
5πολεμικὸς ἀεὶ ἡσυχίαν ἔχει ἄλυπον, διὰ τὸ φοβερὸς εἶναι, διὰ τοῦτο εἶπε καθαράν. μετέβαλε δὲ τὸ τοῦ Θουκυδίδου· τὸ γὰρ ἄπραγμον, φησὶν, οὐ σώζεται μὴ μετὰ δραστη‐ ρίου τεταγμένον. AC. καθαρὰν] ἢ φανερὰν, ἢ μεγάλην καὶ λαμπράν. ἐμ‐
10φαίνει δὲ ὅτι ὁ πολεμικὸς ἀπολαύει καὶ ἡσυχίας τῷ εἶναι φοβερὸς, παρὰ τὸ Θουκυδίδειον· τὸ γὰρ ἄπραγμον οὐ σώζεται μὴ μετὰ τοῦ δραστηρίου τεταγμένον. σχεδὸν δὲ εἶπεν, ἐπειδὴ οἱ καθαρῶς ἄγοντες ἡσυχίαν οἱ φιλόσοφοί εἰσιν, οἱ καὶ μετὰ τὸ ἀδικεῖσθαι μὴ ἀδικοῦντες. BD.

Pan

150,20

μόνοι γὰρ σχεδὸν οὗτοι καθαρῶς ἡσυχά‐ ζουσιν] τὸ σχεδὸν εἶπεν, ἐπειδὴ καὶ οἱ φιλόσοφοι καθα‐ ρὰν μὲν ἡσυχίαν ἔχουσιν, ἀδικοῦνται δὲ, καὶ οὐκ ἀνταδι‐ κοῦσιν. AC.

Pan

150,21

ὁ μὲν λογισμὸς οὗτος] διανόησις. A.

Pan

151,1

διανοηθέντες δὲ οὕτω] ἐντεῦθεν ἡ πεντηκον‐ ταετία. B. δοκεῖ σόλοικον εἶναι τὸ σχῆμα. ἔοικε δὲ τὸ ὑπερβατόν. τὸ δὲ τί χρὴ ἐν μέσῳ ἐστὶν, ἵνα ᾖ διανοη‐ θέντες ἐνίκων. BD.206

Pan

151,2

ἐνίκων μὲν τὴν ἐν Μυκάλῃ μάχην, οὐκ ἐν ὀλίγῳ τῷ μέσῳ] ὄρος Ἀσίας ἡ Μυκάλη, καταντικρὺ Σά‐ μου. ἐκλήθη δὲ Μυκάλη, διὰ τὸ μυκήσασθαι τὴν Γοργὼ ἐκεῖσε, ὅτε ὑπὸ Περσέως ἀπετμήθη τὴν κεφαλήν. συμβα‐
5λὼν οὖν ὁ Κίμων ἐνταῦθα τοῖς τοῦ Πέρσου, κατὰ κρά‐ τος ἐνίκησε, καὶ πάντα ταῦτα, ἃ νῦν καταλέγει, ἐποίησε. διὰ δὲ τοῦ εἰπεῖν οὐκ ἐν ὀλίγῳ τῷ μέσῳ αὔξει τὴν νίκην, δεικνὺς τὸ τοῦ πολέμου μέγεθος, καὶ ὡς οὐκ ἐν ὀλίγῳ τῷ χρόνῳ γέγονεν. AC.
10ἐν Μυκάλῃ] ὄρος τῆς Ἀσίας καταντικρὺ τῆς Σά‐ μου. ἐκλήθη Μυκάλη, ὅτι, ὅτε ἡ Γοργὼ ἀπετμήθη παρὰ τοῦ Περσέως, ἐν ἐκείνῳ τῷ τόπῳ ἐμυκήσατο. ταῦτα δὲ ἐποίουν Ἀθηναῖοι ἐν τῇ διώξει, μετὰ τὴν νίκην καθαίρον‐ τες τὴν Εὐρώπην. BD.
15οὐκ ἐν ὀλίγῳ τῷ μέσῳ] τῷ διαφόρῳ καὶ ὑπερβάλ‐ λοντι. λέγει δὲ ὅτι οὐκ ἐνίκων οὖν, ὥστε τροπὴν ποιῆσαι μόνον, ἀλλ’ ὥστε καὶ ἐξελάσαι αὐτοὺς ἐκ τῆς Ἑλλά‐ δος. BD.

Pan

151,4

τῶν ἐπελθόντων] Περσῶν ἐν τῇ Ἀττικῇ πρόσθεν. C. ἀπὸ Στρυμόνος] τοῦ ποταμοῦ. A. ἀπὸ Σηστοῦ τῆς πόλεως. A.

Pan

151,5

ὥσπερ ἄγος] μίασμα. A. οὐκ ἐλάττω δὲ τῶν κατ’ ἐμπορίαν πλεόντων, ἐπ’ ἀγκυρῶν ὡρμίσαντο] ὥσπερ γὰρ ἐκεῖνοι πανταχοῦ προσορ‐ μοῦσιν ἐμπορίας χάριν, οὕτω καὶ Ἀθηναῖοι παν‐
5ταχοῦ περιέπλεον, εἴπου τις περιλείπεται Περσῶν ζη‐ τοῦντες. AC. ἐμιμήσαντο, φησὶν, ἐμπόρους. ὥσπερ γὰρ ἐκεῖνοι πανταχοῦ προσορμοῦσιν ἐμπορίας χάριν, οὕτω καὶ Ἀθηναῖοι πανταχοῦ περιέπλεον. BD.

Pan

151,6

ἐπ’ ἀγκυρῶν ὡρμίσαντο] τὸ ἐπ’ ἀγκυρῶν οὐκέτι πρὸς τοὺς ἐμπόρους νοητέον, ἀλλ’ ὡς πρὸς Ἀθη‐ ναίους· ἐπ’ ἀγκυρῶν γὰρ ὥρμουν, μὴ δυνάμενοι πείσμασι χρήσασθαι, τῶν πολεμίων διακοπτόντων αὐτά. ὥσπερ,207
5φησὶν, οἱ ἔμποροι πανταχοῦ διὰ τὴν ἐμπορίαν προσπλέου‐ σιν, οὕτω καὶ οἱ Ἀθηναῖοι πανταχοῦ προσωρμίζοντο, τοὺς ἐμπόρους μιμούμενοι. BD. ὡρμίσαντο] ἐλιμένισαν. A. διὰ τοῦ ἀέρος] ἤτοι τὸ τάχος. B.

Pan

151,7

ἐν ᾧ παρῆκεν ἐκεῖνος] παρῆκε γὰρ τὸ κο‐ λάσαι καὶ τιμωρήσασθαι τοὺς ἀδικήσαντας· διὰ γὰρ τὴν διάδοσιν ἀπῄει τοῦ σίτου. A. τὸ κολάσαι καὶ τιμωρῆσαι τοὺς ἀδικήσαντας· διὰ γὰρ τὴν διάδοσιν ἀπῄει τοῦ σίτου,
5καὶ οὐχ ἵνα κολάσῃ τοὺς ἀδικοῦντας. BD. ὁ μὲν γὰρ εὖ ποιῶν εἰς κοινὸν ἅπαντας] ἀντὶ τοῦ ὡς ἔτυχε καὶ κακοὺς καὶ ἀγαθοὺς εὖ ποιῶν. τῆς φύσεως δὲ εἶπεν, ἐπειδήπερ οὐκ ἤλπισαν, ὡς ἄνθρωποι, ἡττηθῆ‐ ναί ποτε, ἀλλ’ ἀεὶ νικᾶν. BD.

Pan

151,10

διὰ τῶν δεχομένων ποταμῶν] τὰς νῆας διὰ τὸ μέγεθος. A. τῶν ἐπιδεχομένων· οὐ γὰρ πάντες οἱ ποταμοὶ δέ‐ χονται ναυτικά. BD.

Pan

151,11

ἅμα δ’ ἠκούοντο, ἅμα δ’ ἑωρῶντο] ἐκ τοῦ εἰπεῖν ἅμα ἠκούοντο, καὶ ἅμα ἑωρῶντο, δείκνυσι τοῦ τάχους μέγεθος καὶ προθυμίαν, ἣν ἐν τοῖς πολέμοις πα‐ ρείχοντο. εἰκότως δὲ εἶπε τὸ χορείαν· παίζοντες γὰρ ἐνί‐
5κων, καὶ οὐχ ὑπ’ ἀνάγκης. εἰπὼν δὲ χορείαν, ἐπεκράτησε τὴν τροπήν· τὸ γὰρ πυκνὸν, καὶ τὸ σύντονον, καὶ τὸ ἐξή‐ λαντο, χορείας ἐστὶ τῆς εὔρυθμα καὶ μουσικὰ σκιρτήματα ἐχούσης. AC.

Pan

151,12

ἐνόπλιόν τινα καὶ πολέμου χορείαν] τὴν καλουμένην πυρρίχην. AC. τὴν καλουμένην πυρρίχην· καὶ οὕτω καλεῖται ἡ ἔνοπλος ὄρχησις. BD.

Pan

151,13

ὥστε καὶ Λακεδαιμόνιοι τοῖς μὲν πρώτοις τῶν ἔργων παρεγένοντο] μέχρι γὰρ τίνος εἵποντο τῷ Κί‐
μωνι. A. τοῖς μὲν πρώτοις τῶν ἔργων] ἤγουν ἐν τῇ πρὸς Μυ‐208
5κάλην μάχῃ. C.

Pan

151,14

ἀπῇραν] ὑπέστρεψαν· φησὶ καὶ ὁ Θουκυ‐ δίδης. BD.

Pan

151,15

τοὺς ἀπὸ τῆς Ἀσίας] ἤγουν τοὺς Ἴωνας. C. ἀπὸ τῆς Ἀσίας] Ἰωνίας. A.

Pan

151,16

ἐπ’ ἐκείνους] κατ’ ἐκείνους. B. τούτοις ἐχρῶντο ἀποχρῶσι] οὐδὲν γὰρ πλέον ἐζήτησαν τούτους ἔχοντες. C.

Pan

151,17

ἀποχρῶσι] ἀρκοῦν. B. καὶ ἦν αὐτοῖς ἀφορμὴ κατὰ τοῦ βασιλέως, τὰ τοῦ βασιλέως πράγματα] ὑπήκουον γὰρ οὗτοι αὐτῷ. C.

Pan

151,20

ἐν μέσῳ τῷ Αἰγυπτίων πελάγει] ὡς φοβε‐ ρὸν τοῦτο λέγει· τὸ πέλαγος· λέγεται γὰρ μέγα εἶναι. BD.

Pan

151,21

πρὸς πᾶσαν τὴν Περσῶν ἀρχὴν] τὸ πρᾶγμα εἶπεν ἀντὶ προσώπου. ἐχρῆν γὰρ εἰπεῖν τοὺς ἀρχομέ‐ νους. BD.

Pan

152,1

ἤδη δὲ καὶ δύο τρόπαια εἰς μίαν ἡμέραν ἦλθε] εἰς τὰς αὐθημερὸν ταύτας νίκας Σιμωνίδης ὕμνησε, λέγων
Ἐξ οὗ τ’ Εὐρώπην Ἀσίας δίχα πόντος ἔκρινε,
5 καὶ πόλιας θνητῶν θοῦρος Ἄρης ἐφέπει, οὐδενί πω κάλλιον ἐπιχθονίων γένετ’ ἀνδρῶν ἔργον ἐν ἠπείρῳ καὶ κατὰ πόντον ὁμοῦ. οἵδε γὰρ ἐν γαίῃ Μήδων πολλοὺς ὀλέσαντες Φοινίκων ἑκατὸν ναῦς ἕλον ἐν πελάγει
10
ἀνδρῶν πληθούσας· μέγα δ’ ἔστενεν Ἀσὶς ὑπ’
αὐτῶν
πληγεῖς’ ἀμφοτέραις χερσὶ κράτει πολέμου. AC. σημαίνει τὸ Κίμωνος κατόρθωμα, ὅτε ἐν μιᾷ ἡμέρᾳ ἐνίκησε καὶ ναυμαχίαν καὶ πεζομαχίαν. ταῦτα καὶ
15Θουκυδίδης λέγει ἐν τῇ πεντηκονταετίᾳ. τὸ δὲ δεύτε‐ ρον μέρος τοῦ λόγου εἰς αὐτὸ τοῦτο πληροῦται, ἀρ‐ χὴν δὲ ποιεῖται τοῦ τρίτου μέρους τὸν Πελοποννησιακὸν
πόλεμον. BD.209

Pan

152,2

περιεγένετο] παραδόξως τὸ περιεγένετο εἶ‐ πεν, ἀντὶ τοῦ ἐκέρδανε· κέρδος δὲ εἶπε τὸ ἐπίσημον αὐτοῦ γενέσθαι τὴν χώραν τοῖς τροπαίοις. BD.

Pan

152,3

ὅ γ’ οὖν Εὐρυμέδων οὐχ ἥκιστα δὴ διὰ τούτους ᾄδεται] Εὐρυμέδων, ποταμὸς Παμφυλίας, ἐν ᾧ ἡ πεζομαχία γέγονεν. AC. τόπος Παμφυλίας. B.

Pan

152,4

λινοδέσμῳ σχεδίᾳ] τὸ ἀπὸ λίνου σχοινίον λι‐ νόδεσμον καλεῖται, ὃ λέγομεν καννάβινον. BD. τοὺς πορθμοὺς] ἤγουν τὸν Ἑλλήσποντον. B.

Pan

152,6

καλλίστοις ἁπάντων ἐφοδίοις] ἀντὶ τοῦ ἰδίοις καὶ οἰκείοις πλεονεκτήμασι. τὸ δὲ ἐφοδίοις καταχρη‐ στικῶς ἐπ’ ἀνδρείας εἶπε· κυρίως γὰρ τὰ ἐν τῇ ὁδῷ ἀνα‐ λώματα ἐφόδια καλοῦνται. BD.

Pan

152,7

καθαρῶς οἴκοθεν] οἰκεῖα γὰρ Ἀθηναίοις φρόνησις καὶ ἀνδρία. C. τὰ δ’ ἄλλα κοινὰ] πλοῦτος, δόξα, καὶ ὅσα τοιου‐ τότροπα. C.

Pan

152,8

εἰ δὲ βούλει, ἀρετῆς] τὸ σχῆμα διορθωτι‐ κὸν, ὡς τὸ μᾶλλον. καὶ ταῦτα οὖν, φησὶν, ἀνδρείας ἐστὶ δῶρα, οὐ τύχης. BD. ὑπάρχει μὲν γὰρ καὶ τοῖς χείροσιν ἐξ ἀρχῆς] ὁ γὰρ
5ἀνδρεῖος παρὰ τοῦ ἀσθενοῦς λαμβάνει. BD.

Pan

152,9

ἐπιεικῶς] ἀντὶ τοῦ γνησίως καὶ βεβαίως. BD.

Pan

152,10

τοῦ καταφρονηθῆναι] ὑπὸ τῶν ἰδίων ὑπη‐ κόων. BC.

Pan

152,11

ὥστ’ ἐκινήθησαν μὲν οἱ πρὸς Φάρῳ Λί‐ βυες] Ἴναρος, ὁ Ψαμμιτίχου, ὢν Λιβύων βασιλεὺς, ἐκπλα‐ γεὶς πρὸς τὴν τῶν Ἀθηναίων ἔφοδον, ἀποστὰς ἐκ τοῦ βασιλέως αὐτοῖς προσεχώρησεν. AC. ἐκινήθησαν, ἀντὶ
5τοῦ ἀπέστησαν· λέγει γὰρ καὶ Θουκυδίδης „Ἴναρος δὲ, ὁ Ψαμμητίχου, Λιβύων βασιλεὺς, ἀπέστη ἀπὸ βασι‐ λέως.“ BD. συναπέστησαν δὲ Αἰγύπτιοι, βασιλεὺς δὲ] ᾔτησαν Αἰ‐ γύπτιοι τὸν βασιλέα τινὰ αὐτοῖς συμφέροντα. ὁ δὲ συνέ‐
10θετο ταῦτα κατὰ γνώμην αὐτοῖς τελέσαι. αὔξει δὲ ἐντεῦ‐ θεν Ἀθηναίους, ὅτι καὶ εὐεργετούμενοι παρὰ βασιλέως Αἰγύπτιοι, τοῦτον ἀφέντες προσεχώρησαν. A.210

Pan

152,12

καίτοι τἄλλα κατὰ νοῦν περὶ αὐτοὺς πρᾶ‐ ξαι δοκῶν] ἤλπιζε γὰρ μᾶλλον τῶν ἄλλων βοηθοὺς αὐ‐ τοὺς ἕξειν. C. κατὰ νοῦν] καταθυμίως. B.

Pan

152,13

ἀπόλλυσιν Αἰγύπτου μοῖραν οὐκ ὀλίγην, τὸ Ἕλος] μέρος τι τῆς Αἰγύπτου Ἕλος καλεῖται, ὃ πρὸς Ἀθηναίους ἐχώρησεν. ἰστέον δὲ ὅτι πᾶσα ἡ Αἴγυπτος, ὑπή‐ κοος οὖσα Πέρσαις, δὶς ἀπ’ αὐτῶν ἀπέστη, ἐπὶ Καμβύ‐
5σου καὶ Ξέρξου, καὶ πάλιν αὐτοῖς ὑπήκουσεν ὑπὸ πολέ‐ μου καταδουλωθεῖσα. AC. πρότερον δ’ ᾑρήκει πᾶσαν δὶς ἤδη] δεύτερον ἀπο‐ στάντας Αἰγυπτίους Πέρσαι κατεδουλώσαντο, ἅπαξ ἐπὶ Καμβύσου, καὶ ἅπαξ ἐπὶ Ξέρξου. BD.

Pan

152,14

τῶν ἐξ οὐρανοῦ βελῶν] βροντῶν, κεραυ‐ νῶν, ἀστραπῶν καὶ χαλαζῶν. A. οὐράνια καλεῖ βέλη, ἃς εἶπεν ὄπισθεν (127, 15.) διοσημείας, κεραυνοὺς, βροντὰς, καὶ τὰ τοιαῦτα. BD. βροντὰς, κεραυνοὺς καὶ χάλαζαν οὐ‐
5ρανοῦ βέλη λέγει. C. τῶν εἰς κοινὸν πολιτευσαμένων] ἀντὶ τοῦ ὑπὲρ τοῦ κοινοῦ, ἢ τῶν κοινὴν ἐχόντων φροντίδα. BD.

Pan

152,15

τὴν μὲν οἰκείαν, ὥσπερ ἀλλοτρίαν ἐνόμι‐ σαν] διὰ τὸ καταφρονῆσαι αὐτῆς. BD.

Pan

152,16

τῶν σὺν κακίᾳ νεμομένων] κακίᾳ νῦν λέγει, τῇ ἀσθενείᾳ. λέγει δὲ ὅτι τὴν τῶν ἀσθενῶν ἰδίαν πόλιν ἀλλοτρίαν αὐτῶν ἐνόμισαν, ὡς ἀναξίων αὐτῶν ἔχειν τὴν πόλιν. BD.
5φυλάκων δ’ ἐβίωσαν βίον] ἰστέον ὅτι οἱ φυλάσσον‐ τές τι οὐ μόνον ἐφ’ ἑνὸς ἵδρυνται τόπου, ἀλλὰ καὶ πε‐ ριέρχονται, ἄνω καὶ κάτω σκοποῦντες· τοὺς δὲ τοῦτο ποιοῦντας περιπόλους καλοῦσιν. AC. φυλάκων εἴδη διά‐ φορα· οἱ μὲν γάρ εἰσι φύλακες τόπου τινὸς ὡρισμένου, οἱ
10δὲ περίπολοι πανταχοῦ περιερχόμενοι. BD.

Pan

152,17

τοῦ διὰ πάσης γῆς Ἑλληνικοῦ] ἀντὶ τοῦ πανταχοῦ Ἑλληνικοῦ. πανταχοῦ γὰρ ἦσαν ἄποικοι Ἑλ‐ λήνων. BD.211

Pan

152,18

πολεμίους δὲ οὐ τοὺς ἀσθενεστάτους εἵ‐ λοντο] τίς γάρ ἐστι φιλοτιμία τούτους νικῆσαι; C. τοὺς πλεῖστα ἀνέχεσθαι δυνατωτάτους] οὐκ εἶπε τοὺς πλεῖστα δυναμένους δρᾶν· ὑβρίζει γὰρ Ἀθηναίους· ἀλλ’
5εἶπε πάσχοντας, ἵνα δείξῃ αὐτοὺς ἰσχυρούς. λέγει δὲ τοὺς Πέρσας. ἐγκώμιον δὲ καὶ τοῦτο Ἀθηνῶν τὸ πρὸς ἰσχυ‐ ροὺς ἔχειν. BD. ἡ γὰρ τούτων νίκη ἐνδοξοτάτους τοὺς ἐρ‐ γασαμένους καθιστᾷ. C.

Pan

152,19

ἑνὸς μὲν, τοῦ μηδὲν τῶν ἐσχάτων, ὅσον] ὃ λέγει τοιοῦτόν ἐστιν· ὅτι ἐβούλοντο Ἀθηναῖοι μὴ δόξαι τοὺς Ἕλληνας ἐλλειπεῖς τῶν βαρβάρων εἰς ταῦτα, ὅσα κατὰ τῆς Ἑλλάδος ἐνενόουν καὶ παρεσκευάζοντο Πέρσαι
5πρότερον πράττειν, ὥστε ταῦτα αὐτοὺς ὑφ’ Ἑλλήνων πα‐ θεῖν. A. ὃ λέγει τοιοῦτόν ἐστιν· ὅτι ἠβούλοντο Ἀθηναῖοι τοσαῦτα τοὺς Πέρσας ὑφ’ Ἑλλήνων παθεῖν, ὅσα αὐτοὶ κατὰ τῆς Ἑλλάδος ἐνενόουν καὶ παρεσκευάζοντο πράττειν. C. τὸ ἀντιπῖπτον λύει· ἀλλ’ οὐδ’ ἐνίκησαν. οὐδὲν γὰρ
10ἔβλαψαν. ἄλλ’ ὅσον, φησὶν, ἧκε πρὸς αὐτοὺς, ἠδίκησαν. τῆς οὖν γνώμης καὶ τῆς ἐπιχειρήσεως δίκαιον ἐνόμιζον ἀμύνεσθαι αὐτούς. BD.

Pan

152,20

τὸ μὴ οὐ πεπονθότας εἶναι] τοὺς βαρβά‐ ρους. C.

Pan

153,3

ὥσπερ ἂν εἰ πρὸς φλόγα πολλὴν ἐπιοῦσαν ὕλην ἐπῃρμένος ἠγωνίζετο] ὕλην, φησὶ, βαστάζων ἠγωνί‐ ζετο, καθάπερ ὅπλῳ τῇ ὕλῃ χρώμενος, ἵνα πως θᾶττον ἡττηθῇ. BD.
5ἐπιοῦσαν] καταλαβοῦσαν· ὅταν γὰρ ὕλην φλὸξ πολ‐ λὴν καταλάβῃ, τίς ἂν παῦσαι δύναιτο; C.

Pan

153,4

ἀνηλίσκετο αὐτὸς ἐξ αὑτοῦ] πρὸς τὸ παρά‐ δειγμα εἴρηται τοῦτο. ὥσπερ, φησὶ, καὶ ἡ ὕλη αἰτία τοῦ καίεσθαι γίνεται. BD. τὴν χώραν ἐπιτείχισμα τῆς ἑαυτοῦ σωτηρίας ἔχων
5ᾔσθετο] χώραν λέγει τὴν Ἀσίαν. ᾔσθετο οὖν, φησὶ, τὴν χώραν τὴν ἑαυτοῦ ὁρμητήριον οὖσαν κατ’ αὐτοῦ, ὅτι ἐξ αὐτῆς ὁρμώμενοι Ἀθηναῖοι ἔβλαπτον αὐτόν. ἐπιτειχίσματα δὲ φαμὲν φρούρια καὶ πύργους, οὓς πρὸ τῆς τῶν πολε‐ μίων χώρας ποιοῦντες, ἐντεῦθεν αὐτοῖς ὁρμώμενοι λυμαι‐212
10νόμεθα. AC. ἐπιτείχισμα] βλάβην. C.

Pan

153,5

τὸ τρίτον] ἤγουν τὴν σωτηρίαν. C. ἐπεθύμησε μὲν γὰρ] τοῦτο πρῶτον. C.

Pan

153,8

τὴν οὖν σωτηρίαν] τοῦτο τρίτον. C.

Pan

153,9

ἐκ γῆς καὶ θαλάττης] τουτέστι κατὰ γῆν καὶ θάλατταν. BD. οὐχ ὅσον, φασὶ, πρύμναν κρούσασθαι] τὸ πρύμναν κρούσασθαι παροιμία ἐστὶν ἐπὶ τῶν πρὸς ὀλίγον μετα‐
5χωρούντων. τοιοῦτον δέ ἐστι καὶ τὸ ἐπὶ πόδα ἀναχωρεῖν, ὃ καλεῖ Ὅμηρος ἐντροπαλισμόν. AC. παροιμία ἐπὶ τῶν πρὸς λόγον ὑποχωρούντων. εἴρηται δὲ ἀπὸ τῶν ὑποχω‐ ρούντων ἐν ταῖς ναυμαχίας. BD. οὐδ’ ὡς ἐπὶ πόδα ἀναχωρῆσαι] ὃ καλεῖ Ὅμηρος „Ἐν‐
10τροπαλιζόμενος ὀλίγον γόνυ γουνὸς ἀμείβων.“ BD.

Pan

153,10

ἀφῆκε πάντα μὲν τὸν κάτω τόπον, —εἶ‐ ναι τὸ σύμπαν] τὸ παρὰ θάλατταν λέγει τὸ τῆς Ἰω‐ νίας. οὕτω καὶ Δημοσθένης „Ἵππου μὲν δρόμον ἡμέρας μὴ καταβαίνειν ἐπὶ θάλατταν βασιλέα.“ ταῦτα δὲ Καλ‐
5λίας ὁ πρεσβευτὴς συνέθετο μετὰ τὰ Μηδικὰ, καὶ ὅτι κατὰ θάλατταν ἐντὸς Κυανέων μὴ εἰσιέναι βασιλέα. BD.

Pan

153,11

τὰς νήσους] ἃς πρότερον κατεδουλώσατο, κατ’ Ἀθηναίων στρατεύων. C. τοὺς ἐν ταύταις παντοδαποὺς Ἕλληνας] ἐκ τοῦ εἰπεῖν παντοδαποὺς δείκνυσιν ὅτι διάφορα γένη Ἑλλήνων ταύτας
5κατῴκει· οἱ μὲν γὰρ Μιλήσιοι ἐκαλοῦντο, οἱ δὲ Νάξιοι, ἄλλοι δὲ ἄλλως. AC.

Pan

153,12

τοὺς τὴν ἐκείνου χώραν κατοικοῦντας— τοὺς τὴν ἀρχαίαν Ἑλλάδα] εἶπεν ἄνω μυριάδας σταδίων παρακεχωρηκέναι αὐτόν· εἰκότως οὖν οἱ βάρβαροι, τουτέστιν οἱ οἰκοῦντες τὴν χώραν, ἦσαν ἐλεύθεροι. BD.

Pan

153,14

τὸν μέχρι Πηνειοῦ τόπον] Πηνειὸς, ποτα‐ μὸς Θετταλίας, ὃς διὰ τῶν Θετταλικῶν τεμπῶν ῥέει, καὶ καλεῖται Σαλαβρία. A. Πηνειὸς, ποταμὸς Θετταλίας, ἔξω τῶν τῆς Ἑλλάδος πυλῶν. BD. ἰστέον ὅτι δύο Πηνειοὶ213
5εἰσίν· ὁ μὲν γὰρ διὰ τῶν Θετταλικῶν τεμπῶν ῥέει, καὶ καλεῖται Σαλαβρία· ὁ δὲ ἐν Μασσαλίᾳ ἐστὶ, περὶ οὗ νῦν λέγει. C. τὸ θαυμαστὸν ἀφεῖλον] τὸ μέχρι τῆς Ἀττικῆς. A. ἔδει εἰπεῖν ὅτι τὸν μέχρι τῆς Ἀττικῆς εἶχε τόπον. C.
10ὡς δή τι θαυμαστὸν λέγων] τὸ μέχρι Πηνειοῦ. A. ὅτι μέχρι τοῦ Πηνειοῦ ἦρχε. C.

Pan

153,15

ἕως ἐνέτυχε τοῖς ἐκ τῆς Ἀττικῆς ἐν τῇ θαλάσσῃ] ἐν τῇ Σαλαμῖνι. B. τὴν ἐν Σαλαμῖνι ναυμα‐ χίαν λέγει. C. παρελήλυθε] ἔφυγε. B.

Pan

153,16

τὸν ὀμφαλὸν τῆς γῆς τε καὶ τῆς Ἑλλάδος, τοὺς Δελφοὺς] ὥσπερ ἐπὶ σώματος ἀνθρωπίνου ὁ ὀμφαλός ἐστι μέσον, οὕτω καὶ οἱ Δελφοὶ τὸ μέσον εἰσὶ πάσης τῆς γῆς, καὶ ὀμφαλοῦ τόπον ἐπέχουσι. φασὶ γὰρ ὡς ὁ Ζεὺς
5βουλόμενος ἀνθρώποις τὸ μέσον τῆς γῆς ἐμφανίσαι, δύο ἀετοὺς ἰσοπετεῖς ἀπὸ τῶν ἄκρων τῆς γῆς ἀπέλυσε, καὶ συναντηθέντες εἰς Δελφοὺς δῆλον τὸ μέσον τῆς γῆς ἐποίη‐ σαν. AC. ὀμφαλὸν ἐκάλεσε τῆς οἰκουμένης τοὺς Δελφούς. φασὶ
10γὰρ ὅτι ὁ Ζεὺς βουλόμενος γνῶναι τὸ μέσον τῆς γῆς ἀε‐ τοὺς ἀπὸ τῶν ἄκρων τῆς γῆς ἀπέλυσε, καὶ συνήντησαν ἑαυ‐ τοῖς εἰς Δελφούς. BD. ἐκ δὲ τῶν τῆς πόλεως ἀγώνων] τῶν ἐν Μαραθῶνι καὶ Σαλαμῖνι καὶ ἐν Ἀσίᾳ. C.

Pan

153,17

ἐκ δὲ τῶν τῆς πόλεως—ἀποστόλων εἰς τοῦτο κατῆλθεν] ἀποστόλους λέγει, ἃ διὰ θαλάττης ἡ πόλις κατ’ αὐτοῦ στρατόπεδα ἔπεμψεν. εἰκότως δὲ εἶπε τὸ κατῆλθε, δεικνὺς ὅτι ἀπὸ μεγάλης ἀρχῆς καὶ δυνάμεως
5εἰς μικρὰν κατηνέχθη. AC. εἰς τοῦτο κατῆλθεν] ἐταπεινώθη. B.

Pan

153,18

Χελιδονίας] πέτρας. C. Κυανέας] τὰς Συμπληγάδας λέγει. B. ἃς καὶ Συμ‐ πληγάδας φασίν. C. θέμενος] ὅρους. C.214
5θαλάττης δ’ ἀφέξειν ἴσον πανταχῆ σταδίους πεντα‐ κοσίους] ὥσπερ ἐν τῷ κύκλῳ κέντρον ἐπίσης ἀφέστηκε πανταχῆ τῶν τοῦ κύκλου μερῶν, οὕτω καὶ οὗτος ὑπέσχετο, σταδίους πεντακοσίους ἐν πάσῃ τῇ ἐπικρατείᾳ αὐτοῦ θα‐ λάττης ἀφέξειν, ὃ καὶ κύκλον καλεῖ. βιάζει δὲ τοῦτο ὁ
10ῥήτωρ, αὔξων τὸ τῆς πόλεως ἐγκώμιον· οὐ γὰρ ἐν πᾶσι τοῖς μέρεσι τῆς ἀρχῆς αὐτοῦ τὴν ἀπόστασιν ταύτην ἐποιή‐ σατο, ἀλλ’ ἐν τῷ πρὸς τοὺς Ἕλληνας. AC.

Pan

153,19

ἀντ’ ἄλλου τινὸς στεφάνου] ὡς ἐπὶ στε‐ φάνου εἶπε, σημαίνων δόξαν καὶ νίκην. BD.

Pan

153,20

ὑπὲρ κεφαλῆς] αὐτῶν. C. τὴν φρουρὰν ἐξ αὐτῆς τῆς χώρας τοῦ βασιλέως] ἀπὸ κοινοῦ τὸ εἶναι. B.

Pan

154,2

ἐξ ἀμφοτέρων] τοῦ τε πολέμου καὶ τῆς εἰ‐ ρήνης. C.

Pan

154,3

ἐπεξῆλθεν] τοῖς βαρβάροις. C.

Pan

154,5

κατέκλεισε] περιέλαβε. Δημοσθένης ἐν Φι‐ λιππικοῖς „Νόμῳ κατακλείσητε.“ ἢ ἀντὶ τοῦ ἐπεβεβαίωσεν, ἐπεσφραγίσατο. BD. ἐπεσφραγίσατο. C.

Pan

154,6

σὺν πολλοῖς ὅμως ἐναντιώμασι τῶν Ἑλλή‐ νων] καλῶς εἶπεν ἐναντιώμασιν, ἐπειδὴ ἐν ἑνὶ καιρῷ ἐπολέμει ἐν τῇ Ἀσίᾳ καὶ ἐν τῇ Ἑλλάδι. ABCD. τὸ δὲ ἀφεστηκότων τῇ γνώμῃ Λακεδαιμονίων εἶπε, διὰ τὸ μὴ
5κωλύειν τοὺς πολεμοῦντας. A. τεχνικῶς δὲ πάλιν καλύπτει τὸ πλεονεκτικὸν τῶν Ἀθηναίων· ἐπολέμει γὰρ τοὺς Ἕλλη‐ νας, βουλομένη πολλοὺς αὐτῶν χειρώσασθαι. BD. πρὸς Λακεδαιμονίους καὶ Θηβαίους καὶ ἄλλους. C.

Pan

154,7

πάντων ὥσπερ ἀνθελκόντων] ἀντὶ τοῦ ἐπι‐ σπωμένων καθ’ ἑαυτῶν. BD. ἀφεστηκότων] ἐπιτιθεμένων, ἐναντιουμένων. C. τῇ γνώμῃ] τῇ βουλῇ τῶν Ἀθηναίων. C.

Pan

154,8

πολεμούντων] κατὰ γῆν. C. Αἰγινητῶν δ’ ἐναντία ναυμαχούντων] Ἐπιδαυρίοις λιμώττουσιν ἔχρησεν ὁ θεὸς ἀγάλματα ποιήσασθαι Τα‐ μίας καὶ Αὐξησίας, οἵ εἰσι θεοὶ ἔφοροι τῶν ταμείων215
5καὶ τῆς τούτων αὐξήσεως, ἀπὸ ξύλου ἐλαίας ἱερᾶς τῆς ἐν ἀκροπόλει. οἱ δὲ ἐλθόντες εἰς Ἀθήνας ἐδέξαντο τὸ ξύλον φόρον τινὰ φέρειν ταξάμενοι. Αἰγινῆται δὲ μετὰ ταῦτα πο‐ λεμοῦντες πρὸς αὐτοὺς, καὶ νικήσαντες τήν τε πόλιν ἐπόρ‐ θησαν, καὶ τὰ ἀγάλματα ἔλαβον. ἀπαιτούμενοι δὲ τὸν
10φόρον Ἐπιδαύριοι ἔφησαν μὴ ἔχειν τὰ ἀγάλματα, δίκαιον δὲ εἶναι τοὺς ἔχοντας παρασχεῖν· καὶ οὕτως ἀναγκάζονται Ἀθηναῖοι πρὸς Αἰγινήτας ἄρξασθαι πόλεμον. AC. τὴν μάχην αἰνίττεται τὴν περὶ τῶν ἀγαλμάτων. Ἐπιδαυρίοις γὰρ λιμώττουσιν ἔχρησεν ὁ θεὸς ἀγάλματα ποιήσασθαι
15Ταμίης καὶ Αὐξησίης, δαιμόνων τινῶν ἀπὸ ξύλου ἐλαίας, ἢ ἱερᾶς τῶν ἐν ἀκροπόλει. οἱ δὲ ἐλθόντες—Αἰγινήτας ἄρασθαι πόλεμον. BD. οὓς εἶναι τὰ ναυτικὰ πρώτους] καὶ ὁ Ἡρόδοτος αὐ‐ τοῖς δίδωσι τὰ πρωτεῖα τῆς ἐν Σαλαμῖνι ναυμαχίας, ὡς
20ναυτικοῖς ἔπαινος οὖν Ἀθηναίων ἐστὶν, ὅτι τοὺς ναυτι‐ κοὺς ἐνίκησαν. BD. μεγάλην γὰρ δόξαν ἐπὶ τούτοις ἔχουσι. C.

Pan

154,9

Κορινθίων διὰ Μεγαρέας παρωξυμμένων] Κορίνθιοι περὶ τῶν ὅρων ἐπολέμουν πρὸς Μεγαρέας. Ἀθηναῖοι οὖν Μεγαρεῦσι βοηθήσαντες πολεμίους σφίσιν αὐτοῖς Κορινθίους ἐποιήσαντο. AC. Κορινθίων γὰρ περὶ
5τῆς γῆς ὅρων πολεμούντων πρὸς Μεγαρέας, Ἀθηναῖοι Με‐ γαρεῦσιν ἐβοήθησαν. BD.

Pan

154,10

Ἐπιδαυρίων δὲ καὶ Σικυωνίων σὺν Κο‐ ρινθίοις ἐξεταζομένων] οὗτοι γὰρ Κορινθίοις συνεμάχουν κατὰ τῆς πόλεως. A. καὶ οὗτοι διά τινα αἰτίαν μετὰ Κορινθίων Ἀθηναίοις ἐπολέμουν. C.

Pan

154,11

Ναξίων δὲ καὶ Θασίων καὶ Καρυστίων κακῶς περὶ τῆς συμμαχίας βουλομένων] οὗτοι συμμαχοῦν‐ τες Ἀθηναίοις ἐν τῇ περὶ Πλάταιαν μάχῃ Λακεδαιμο‐ νίους πρὸς τούτοις ἀπέστησαν. A. οὗτοι πάντες σύμμαχοι
5ὄντες Ἀθηναίοις ἀπέστησαν πρῶτοι. C. Θασίων] οὗτοι γὰρ ἀπέστησαν πρῶτοι, ὡς Θουκυ‐ δίδης φησὶν ἐν τῇ πεντηκονταετίᾳ. BD. ἀλλὰ καὶ οἱ Κα‐ ρύστιοι add. D.216

Pan

154,12

καλούντων δὲ Φωκέων] ἦλθον γὰρ καὶ αὐτοὶ τότε συμμαχίαν αἰτοῦντες, Λακεδαιμονίων αὐτοῖς ἐπεμβαινόντων. A. Φωκεῖς Ἀθήναζε ἦλθον αἰτούμενοι συμμαχίαν, Λακεδαιμονίων αὐτοῖς ἐπεμβαινόντων. C.
5καλούντων δὲ Φωκέων, καλούντων δ’ αὖθις Λακε‐ δαιμονίων] πάλιν πρὸς συμμαχίαν· ἢ ἀντὶ τοῦ ἀποστῆναι θελόντων, καὶ μηκέτι εἶναι ὑπηκόων, δηλονότι εἰς συμμα‐ χίαν, καὶ διὰ τὸ ἱερὸν, ὥς φησιν ὁ συγγραφεὺς, ὅτι Λα‐ κεδαιμόνιοι Δελφοῖς δεδώκασιν ἀφελόμενοι Φωκέων. λέγει
10δὲ νῦν τὴν μάχην τὴν πρὸς τοὺς Εἵλωτας γενομένην, ὅτι ἐν σεισμῷ ἀπέστησαν· ὅθεν ἡ ἀρχὴ τῆς ἔχθρας αὐτοῖς γέγονεν, ὥς φησι Θουκυδίδης. BD. καλούντων δὲ αὖθις Λακεδαιμονίων] διὰ τὴν τῶν Εἱλώτων ἐπανάστασιν, καὶ τὴν τῶν σεισμῶν ἐπίθεσιν. C.
15θαυμαστοῦ δὲ κύκλου πραγμάτων ὄντος κατὰ τὴν Ἑλλάδα] διὰ τοῦ εἰπεῖν κύκλου δείκνυσιν ὅτι πανταχόθεν ἀπήντων αὐτοῖς ταραχαί. C.

Pan

154,13

μόνοις τούτοις] τοῖς κατὰ τὴν Ἑλλάδα. C.

Pan

154,15

ᾗ] διό. B. καθὰ, ἢ ὅπου. C. ᾗ καὶ διαφερόντως ἄξιον συνησθῆναι τῇ πόλει] εἰ‐ πὼν ᾗ, ἵνα μή τις νοήσῃ διὰ τὴν ἀφήγησιν λέγεσθαι,
5προσέθηκε τῇ πόλει. ἢ τὸ ᾗ ἀντὶ τοῦ ὅπου. εὕρηται γὰρ καὶ η καὶ ο καὶ ι τὸ η ἀντὶ τοῦ ὅπου. A. ᾗ καὶ διαφερόντως ἄξιον συνησθῆναι τῇ πόλει] τὸ ᾗ ἐνταῦθα ἀντὶ τοῦ διὸ ἐστί. σοφίζεται δὲ πάλιν· τὴν γὰρ ἀδικίαν αὐτῆς περιστέλλει· ὅτι, φησὶν, ἐν τῇ Ἀσίᾳ ὑπὲρ αὐτῶν
10πολεμοῦσα οὐκ ὠργίσθη, καὶ ἀπέστη πολεμουμένη ὑπ’ αὐτῶν. BD.

Pan

154,18

ὑπὲρ τῶν κοινῇ συμφερόντων] τῇ Ἑλλάδι. C.

Pan

154,19

τῇ μεγαλοψυχίᾳ] μεγαλοψυχίαν νῦν λέγει τὴν καταφρόνησιν· ὅτι οὐκ ἐλυπήθη ἐπὶ τοῖς Ἕλλησι. BD.
χωρὶς τοῦ πρὸς τοσαῦτα μερισθῆναι, καὶ πάντων] ὑπερβατόν ἐστι· τοῦτο γὰρ πρὸς τὸ χωρὶς ἀποδέδωκεν· ἵνα217
5χωρὶς τοῦ παρέχειν τινὰ γνώμην θαυμάσαι. τοῦ τοσαῦτα δὲ τοῦτο πολεμεῖν καὶ μετὰ τῶν Ἑλλήνων καὶ μετὰ τοῦ βαρβάρου. τὸ χωρὶς ἀπὸ κοινοῦ. BD. ὑπερβατόν ἐστι· χωρὶς τοῦ παρέχειν θαυμάσαι τῆς παρασκευῆς τὴν ὑπερ‐ βολὴν καὶ τῆς γνώμης τὴν ἀνδρείαν. BD.
10πρὸς τοσαῦτα μερισθῆναι] ὅσα ἔφημεν, λέγω πρὸς βαρβάρους καὶ πάντας ἐν μέρει τοὺς Ἕλληνας. C.

Pan

154,20

τῆς μὲν γνώμης τὴν ἀνδρείαν, τῆς δὲ πα‐ ρασκευῆς τὴν ὑπερβολὴν παρέχειν] τὸ μὲν τῆς γνώμης ἀν‐ δρίαν παρέχειν σύναπτε πρὸς τὸ προσθεῖναι, τὸ δὲ χωρὶς τοῦ τοσαῦτα διὰ μέσου λάμβανε, λαμβάνων ἔξωθεν τὸ
5ὥστε πρὸς τὸ παρέχειν. A. τὴν ἀνδρείαν] ἤγουν τὸ ἡρωικὸν καὶ γενναῖον. C. τῆς δὲ παρασκευῆς τὴν ὑπερβολὴν] πρὸς πάντας γὰρ Ἕλληνας καὶ βαρβάρους ἐμάχοντο. C.

Pan

155,1

παρέχειν] ὥστε. C.

Pan

155,2

οὕτω διῳκήσατο] περιεγένετο, φησὶ, τῶν δύο, ὥσπερ ἕνα μόνον ἔχουσα πόλεμον, ἢ Ἑλληνικὸν, ἢ βαρ‐ βαρικόν. BD. τοῖς ἐνοχλοῦσι τῶν Ἑλλήνων] ἐκ τοῦ εἰπεῖν ἐνοχλοῦσι
5δείκνυσιν ὡς οὐδὲν ἦσαν πρὸς αὐτὴν πολεμοῦντες οἱ Ἕλληνες. AC. καλῶς τοῖς ἐνοχλοῦσιν· ἡ γὰρ λέξις τὴν ἀσθένειαν τῶν ἐναντιουμένων ἐδήλωσεν· οὐ γὰρ ἔβλαπτον, ἀλλ’ ἠνώχλουν. BD.

Pan

155,3

ταῦτ’] τὰ κατ’ αὐτῶν ἀνδραγαθήματα. A. ἃ κατ’ αὐτῶν ἔπραξεν. C.

Pan

155,4

ὥσπερ ἄλλ’ ἄττα συλλήβδην ἀριθμούμενα] ὥσπερ, φησὶν, οἱ ἀριθμοὶ ἑνὶ μὲν ὀνόματι κέχρηνται, πολλὰ δὲ περιέχουσιν, οὕτω καὶ ἐπὶ τῶν Ἀθηναίων. BD.

Pan

155,5

ἐνίκων δ’ Αἰγινήτας πρὸς Αἰγίνῃ] ὅτι καὶ ναῦς ἑβδομήκοντα αὐτῶν ἔλαβον, Λεωκράτους τοῦ Στροί‐ βου στρατηγοῦντος Ἀθηναίοις. A. ἐνίκησαν γὰρ τότε,
καὶ ἔλαβον τῶν Αἰγινητῶν ναῦς ἑβδομήκονται Λεωκράτους218
5τοῦ Στροίβου στρατηγοῦντος. Αἴγινα δέ ἐστι νῆσος ἐπι‐ κειμένη τῇ Πελοποννήσῳ. BD.

Pan

155,6

Μεγαρεῦσι δ’ ἔστησαν τείχη μέχρι θαλάτ‐ της] εἰς βοήθειαν αὐτῶν. A.

Pan

155,7

ἐνίκων δὲ Κορινθίους—τὸ τρόπαιον ὑφαρ‐ πάζοντας] ἀποστάσης Αἰγύπτου ἀπὸ βασιλέως πρὸς Ἀθη‐ ναίους, ἔπεμψαν Ἀθηναῖοι πρὸς αὐτὴν βοήθειαν· καὶ πά‐ λιν ἐν τῷ αὐτῷ χρόνῳ ἐπολέμουν ναυσὶ πολλαῖς πρὸς Αἴ‐
5γιναν. Κορίνθιοι δὲ, βοηθεῖν Αἰγινήταις βουλόμενοι, κα‐ ταλαμβάνουσι τὰ Μέγαρα, ὑπ’ Ἀθηναίοις ὄντα, νομίζον‐ τες Ἀθηναίους ἀφεῖναι μὲν Αἰγινήταις μάχεσθαι, βοη‐ θεῖν δὲ Μεγαρεῦσιν. Ἀθηναῖοι οὖν πέμψαντες τοὺς ἐν ἀκμῇ πρώην πρὸς Αἴγυπτον καὶ Αἴγιναν ἔπεμψαν κατὰ
10τῶν Κορινθίων πρὸς Μέγαρα τοὺς γέροντας μετὰ Μυρω‐ νίδου στρατηγοῦ, καὶ ἐνίκησαν καὶ τρόπαιον ἔστησαν. οἱ φυγόντες δὲ Κορινθίων ὑπὸ τῶν πολιτῶν κακιζόμενοι τῶν οἰκείων ἐξελθόντες αὖθις καὶ αὐτοὶ τρόπαιον ἐπειρῶντο ἱστάναι. ἐπιθέμενοι δ’ ἐκ δευτέρου Ἀθηναῖοι τό τε τρό‐
15παιον κατέβαλλον καὶ Κορινθίους διέφθειραν. AC. ἀπο‐ στάσης Αἰγύπτου ἀπὸ βασιλέως, ἔπεμψαν Ἀθηναῖοι βοή‐ θειαν, καὶ πάλιν ἐν τῷ αὐτῷ χρόνῳ ἑτέραν κατ’ Αἰγίνης. οἱ Κορίνθιοι βοηθεῖν Αἰγινήταις βουλόμενοι καταλαμβά‐ νουσι τὰ Μέγαρα ὑπ’ Ἀθηναίοις ὄντα, νομίζοντες Ἀθη‐
20ναίους ἀφεῖναι μὲν Αἰγινήτας, βοηθῆσαι δὲ μᾶλλον Με‐ γαρεῦσιν. οἱ δὲ Ἀθηναῖοι τούς τε γέροντας καὶ τοὺς νέους πέμψαντες ἐνίκησαν καὶ τρόπαια ἔστησαν. οἱ φυγόντες δὲ Κορίνθιοι ὑπὸ τῶν πολιτῶν κακιζόμενοι τῶν οἰκείων ἐξελθόντες αὖθις καὶ αὐτοὶ τρόπαιον ἐπειρῶντο ἱστάναι.
25ἐπιθέμενοι δὲ ἐκ δευτέρου Ἀθηναῖοι τό τε τρόπαιον κα‐ τέβαλον καὶ Κορινθίους διέφθειραν. ταύτην οὖν λέγει τὴν μάχην· ἡ ἱστορία δὲ παρὰ Θουκυδίδῃ· ἐν τῇ πεντηκον‐ ταετίᾳ λέγει, Μυρωνίδου στρατηγοῦντος. BD. πρὸ] ἔμπροσθεν. A.
30ἐνίκων αὖθις] τοὺς Κορινθίους. C.
ἑτέραν] νίκην. C.219

Pan

155,8

οὐ καλῶς τὸ τρόπαιον ὑφαρπάζοντας] τοὺς Λακεδαιμονίους. A. καὶ οὔπω ταῦτα μεγάλα] δοκοῦσι. A. τὸ εἰπεῖν ὅτι Κορινθίους ἐνίκησαν. C.

Pan

155,9

ἡ γὰρ προσθήκη δείξει τὸ πᾶν] τῆς νί‐ κης. C. ἀπῆσαν μὲν γὰρ αἱ δυνάμεις τῇ πόλει] τῇ ἀπουσία τῇ πρὸς τὸν βάρβαρον. BD.

Pan

155,10

κατὰ τὴν τῶν Αἰγυπτίων χρείαν] χρείαν, συμμαχίαν, ὠφέλειαν. BD. νῆες πλείους ἢ τότ’ ἦσαν ἐν τοῖς Ἕλλησιν αἱ σύμ‐ πασαι σχεδὸν] διακόσιαι γὰρ ἦσαν. AC.

Pan

155,11

ἡ δ’ Αἰγίνῃ προσεκάθητο] πολιορκοῦσα. C. τοὺς ἐναντίους] τοὺς Κορινθίους. C.

Pan

155,12

εἰς τὸ ἔργον] τὸ ἐν Αἰγίνῃ καὶ Αἰγύπτῳ. A. τὸ εἰς Αἴγυπτον καὶ εἰς Αἴγιναν. C. εἰ δ’ ἄρα καὶ τὰ δεύτερα νικῴη] πρῶτον ἡγοῦντο τὸ μὴ δυνηθῆναι Ἀθηναίους ἐξ Αἰγίνης ἢ Αἰγύπτου ἐλθόν‐
5τας αὐτοῖς μαχέσασθαι, δεύτερον δὲ τὸ δυνηθῆναι αὐ‐ τοῖς μ... A. τὰ δεύτερα] ἤγουν τὸ δυνηθῆναι αὐτοῖς μαχέσασθαι κατορθώσειν. A. δεύτερα ἐκάλεσε τὴν ἀποτυχίαν τοῦ νομίσαι σχολάσαι τοὺς Ἀθηναίους ἐλθεῖν κατ’ αὐτῶν, καὶ
10διὰ τοῦτο μὴ λαβεῖν τὰ Μέγαρα. BD. τὰ δεύτερα ἐκάλεσε τὴν ἀποτυχίαν τῶν Μεγάρων, ἣν ἔμελλον ἀποτυχεῖν Κορίνθιοι, εἰ ἀφέντες Ἀθηναῖοι Αἴ‐ γιναν βοηθήσουσιν εἰς Μέγαρα. C.

Pan

155,13

οὐ γὰρ ἄλλοθέν γε λοιπὸν ἥξειν αὐτοὺς] οὐδὲ γὰρ εἰς ἄλλους τινὰς τόπους εἶχον ναῦς ἢ ἔνθα ἔφαμεν. C.

Pan

155,14

τοῦ σοφίσματος] κακουργήματος. B. οἱ πρὸς Αἰγίνῃ] πολιορκοῦντες Ἀθηναῖοι. C.

Pan

155,15

τῶν ἐν Αἰγύπτῳ] βοηθούντων Ἀθη‐
ναίων. C. μηδὲν πεπυσμένων] περὶ τῆς τῶν Μεγάρων πολιορ‐ κίας. C.220

Pan

155,16

βοηθοῦσιν] ἐξέρχονται. βοήθειαν γὰρ κα‐ λεῖ τὴν ἔξοδον. B. βοηθοῦσιν εἰς τὰ Μέγαρα] μετὰ Μυρωνίδου στρα‐ τηγοῦ. C.
5δυοῖν μάχαιν ἑξῆς] τῇ προτέρᾳ καὶ τῇ ἐπὶ τὸ τρό‐ παιον. C. Πελοποννησίων] μεθ’ ὧν Κορίνθιοι Ἀθηναίοις ἐμά‐ χοντο. A. συνεμάχουν γὰρ καὶ οὗτοι. C.

Pan

155,17

ἀκμῆς] νεότητος. C. νεότητος. καὶ Ἰσοκρά‐ της „Ὑστερίζων γὰρ ἀκμῆς τῆς ἐμαυτοῦ.“ BD.

Pan

155,18

τά γε νῦν] τὰ ἐπὶ τὸ τρόπαιον. C. προσανιμήκεσαν] ἐξήντλησαν, ἐξέτησαν (sic). A. ἀντὶ τοῦ προσηντλήκασιν ἑαυτοῖς, τουτέστι προσπε‐ πόνθασι. BD.
5προσεξηντλήκασι, προσπεπόνθασιν. C. καί μοι δοκεῖ θεῶν τινος εὐνοίᾳ—ὥσπερ ἐν δρά‐ ματι] ἔχομεν πολλάκις ἐν τοῖς τῶν ποιητῶν δράμασι θεοὺς φαινομένους διὰ μηχανῆς· καὶ πρὸς τὸ συμφέρον δὲ ἐν τοῖς δράμασι τὰ πράγματα διασκευάζεται· ὥσπερ Εὐριπί‐
10δης εἰσήγαγε τὸν Ἀπόλλωνα Ὀρέστην καὶ Μενέλαον εἰς ὁμόνοιαν ἄγοντα. AC. ἔχομεν γὰρ πολλάκις ἐν τοῖς κωμι‐ κοῖς δράμασι θεοὺς φαινομένους διὰ μηχανῆς· καὶ πρὸς τὸ συμφέρον δὲ ἐν τοῖς δράμασι διασκευάζεται. BD.

Pan

155,19

συσκευασθῆναι] οἰκονομηθῆναι, μηχανη‐ θῆναι. C. τοῦτο τὸ δεύτερον] τὸ δεύτερον λέγει, ὅτι καὶ δεύτε‐ ρον ἐπεστράτευσαν οἱ Κορίνθιοι. BD. ἤγουν τὴν περὶ τὸ
5τρόπαιον νίκην. C.

Pan

156,1

ἀντιλαβὴ] οἱονεὶ ἀντιλογία καὶ καταφυγή· ἠδύνατο γὰρ ἀμφισβητεῖν τῆς νίκης. ἡ δὲ δευτέρα μάχη τὴν πρώτην ἐβεβαίωσε. BD.

Pan

156,4

τῷ τοῦ κρείττονος λόγῳ] λόγον γὰρ ἔχει τὸ κρείττους περιγίνεσθαι τῶν ἡττόνων. A. ἤγουν ὅτι κρείτ‐
τονες Κορινθίων Ἀθηναῖοι ἦσαν. C. οὔκουν τοῦ τρίτου γε ἐπειράθησαν, καίτοι τοὺς ἀγω‐221
5νιστὰς αὐτοὶ προσαναγκάζοντες ἐν Ἰσθμῷ] ἐν τῷ Ἰσθμῷ τῆς Πελοποννήσου ἐστὶν ἡ Κόρινθος, ἔνθα τὰ Ἴσθμια Ποσειδῶνι τελοῦνται, ἐν οἷς οἱ ἀγωνισταὶ οὐ μόνον δὶς, ἀλλὰ καὶ τρὶς παλαίουσιν εἰς βεβαίωσιν τῆς νίκης. χα‐ ριεντίζεται δὲ ὁ ῥήτωρ ἐκ τοῦ εἰπεῖν προσαναγκάζοντες. AC.
10ὅτε τὰ Ἴσθμια ἄγουσιν οἱ Κορίνθιοι τῷ Ποσειδῶνι· τοὺς ἀθλητὰς ἀναγκάζοντες, φησὶ, παλαίειν, καὶ τῷ τρί‐ τον νικῶντι ψηφιζόμενοι αὐτοὶ τρίτης πειραθῆναι συμ‐ βολῆς οὐκ ἠθέλησαν. ἔστι δὲ χαριεντισμὸς τὸ κῶλον. τρίτον δὲ ἠγωνίζοντο διὰ τοῦτο· ἵνα μὴ δόξῃ τύχης εἶναι ἡ προ‐
15τέρα νίκη, δεύτερον ἐπάλαιον· τὸ δὲ τρίτον πρὸς τέρψιν ἐγένετο. BD.

Pan

156,6

τῶν ἀνδρῶν ἐκείνων] τῶν κατ’ ἐκείνους τοὺς χρόνους Ἀθηναίων. C.

Pan

156,7

οἳ περιέπλευσαν μὲν τὴν Πελοπόννησον, οὐχ ὡς ἁπλῶς εἰπεῖν, περίπλοις ναυτικοῖς] ἐπειδὴ οἱ περίπλοι οὐχ ἑκάστοτέ εἰσι πολέμου, ἀλλ’ ἔστιν ὅτε καὶ διά τινα χρείαν γίνονται, διὰ τοῦτο ἀντιδιαστέλλων φησίν· ἀλλ’
5ὥστε κρατεῖν μὲν τῶν ἐπικαίρων τῆς χώρας. ἐπόρθησαν γὰρ τὴν Χαλκίδα καὶ Σικυωνίδα, αἵ εἰσιν ἐπικαιρότατα τῆς Πελοποννήσου χωρία. ἐπεὶ δὲ ἐν τόπῳ τῆς Πελοπον‐ νήσου, καλουμένῳ Φαΰλῳ, ἀντέστησάν τινες αὐτοῖς Πε‐ λοποννήσιοι, καὶ τούτους ἐνίκησαν. ὁ γὰρ τῶν Ἀθηναίων
10στρατηγὸς συμβαλὼν τῷ Πελοποννησίῳ στρατηγῷ καὶ νικήσας ἐποίησε τὴν τροπήν. AC. ἐπειδὴ οὐκ ἀεὶ οἱ περίπλοι πόλεμοί εἰσιν, ἀντιδια‐ στέλλων εἶπε. BD

Pan

156,8

ὥστε κρατεῖν μὲν τῶν ἐπικαίρων τῆς χώρας] ἔλαβον γὰρ τὴν Χαλκίδα καὶ Σικυωνίων ἐκράτησαν. BD.

Pan

156,9

στρατηγὸς ἐπὶ στρατηγῷ] ἀντὶ τοῦ ἄλλος ἐπ’ ἄλλῳ· ἵνα δείξῃ τὴν συνέχειαν τοῦ περιτυγχάνον‐ τος. BD. ἀντιπέραν] τῆς Πελοποννήσου. C.

Pan

156,10

αὖθις δ’ ἐπὶ Φωκέας Λακεδαιμονίων πα‐ ρελθόντων ἐκέκλειστο μὲν ὁ Κρισαῖος κόλπος] ἐν τῷ Κρι‐ σαίῳ κόλπῳ εἰσὶν οἱ Φωκεῖς. οὗτος δέ ἐστιν Ἠπείρου με‐ ταξὺ καὶ Πελοποννήσου. ἐστρατευκότας οὖν Πελοποννη‐222
5σίους ἐπὶ Φωκέας συμμαχοῦντες Ἀθηναῖοι Φωκεῦσι συμ‐ βαλόντες ἐνίκησαν. ἐκ δὲ τοῦ εἰπεῖν ἐκέκλειστο δείκνυσι τὸ πλῆθος τῶν Ἀθηναίων τοῦ ναυτικοῦ. AC. ἐκέκλειστο μὲν ὁ Κρισαῖος κόλπος] ὑπ’ αὐτῶν τῶν Ἀθηναίων, ὅτε ἐν Τανάγραις συνέβαλον Λακεδαιμονίοις.
10βιάζεται δὲ τὴν νίκην τῶν Λακεδαιμονίων περιτρέψαι. BD.

Pan

156,11

ὁ Κρισαῖος κόλπος] Κρισαῖος καλεῖται κόλ‐ πος ὁ μεταξὺ Ἠπείρου καὶ τοῦ Ἰσθμοῦ. BD. ἀπήντων] οἱ Ἀθηναῖοι. C. ἐπὶ τοὺς ὅρους] ὅρους λέγει τὰ ἄκρα τοῦ Κρισαίου
5κόλπου. AC. χωρὶς] ἰδίᾳ. A. ὑπὲρ Μεγάρων ἦσαν ἐν Γερανείᾳ] Γερανεία τόπος ἐστὶ πλησίον Μεγάρων, ἔνθα συμβαλόντες Λακεδαιμονίοις κατὰ Μεγάρων ἐστρατευκόσιν ἐνίκησαν. AC.

Pan

156,12

ἀπορεῖν ἑστῶτας ἐν Βοιωτοῖς, ὅποι σω‐ θήσονται] ὅπως καὶ ὅπου. ἀποκέκλειντο γὰρ πανταχό‐ θεν. BD.

Pan

156,13

περιέπτυξεν] περιέκλεισεν. C. τέλος δὲ συμβάλλουσιν ἐν Τανάγρᾳ τῆς Βοιωτίας] Λακεδαιμόνιοι ἔν τινι τόπῳ μετὰ Εἱλώτων πολεμοῦντες ἐπεκαλέσαντο Ἀθηναίους. ὡς δεινοὺς τειχομαχεῖν· καὶ φο‐
5βηθέντες αὐτοὺς, ὡς νεωτεροποιοὺς, πάλιν ἀπέπεμψαν. ὀργισθέντες οὖν Ἀθηναῖοι συνέβαλον αὐτοῖς ἐν Τανάγρᾳ τῆς Βοιωτίας, καὶ ἐνικήθησαν. βιάζεται δὲ Ἀριστείδης Ἀθηναίων δεῖξαι τὴν νίκην. AC. καὶ τούτου μέμνηται Θουκυδίδης· ὅτι, ἡνίκα ἐπολέμουν Λακεδαιμόνιοι μετὰ τῶν
10Εἱλώτων, τειχομαχῆσαι βουλόμενοι ἐπεκαλέσαντο Ἀθη‐ ναίους. εἶτα δεδιότες τὸ νεωτεροποιὸν αὐτῶν ἀπεπέμψαντο αὐτούς. ὀργισθέντες οὖν οἱ Ἀθηναῖοι, μετὰ τὴν ἀναχώ‐
ρησιν τῶν Λακεδαιμονίων κατὰ Φωκέων στρατευσαμένων, καὶ μελλόντων ὑπανιέναι, πανταχόθεν ἀπέκλεισαν ὑπο‐223
15στρέφοντας αὐτοὺς ἐν τῇ Πελοποννήσῳ, καὶ συνέβαλον αὐτοῖς ἐν Τανάγρᾳ, καὶ ἡττήθησαν. βιάζεται δὲ ὁ Ἀρι‐ στείδης τὴν νίκην Λακεδαιμονίων ἧτταν ἀποδεῖξαι. BD.

Pan

156,14

γενομένων ἀμφοτέρων ἀνδρῶν τοῦ τολμή‐ ματος ἀξίων] ἴσην τὴν μάχην εἶπε γενέσθαι, καὶ Ἀθη‐ ναίοις χαριζόμενος καὶ τὴν ἀλήθειαν αἰσχυνόμενος. BD. ἔδοξαν καθ’ ἓν τοῦτο Λακεδαιμόνιοι πλέον ἐσχηκέ‐
5ναι] καίτοι ἔσχον τῇ ἀληθείᾳ τὸ πλέον. ἀλλὰ βιάζεται, ὡς ἔφαμεν, τὴν νίκην αὐτῶν ἧτταν δεῖξαι. BD.

Pan

156,16

κλεῖσαι τὴν πάροδον] τῶν Λακεδαιμο‐ νίων. C.

Pan

156,17

κινδυνεύει μόνον τοῦτο τὸ ἔργον τὴν φυ‐ γὴν σύμβολον τῆς νίκης ἐσχηκέναι] ἐζήτηται διὰ τί μὴ μᾶλλον τοῦτο ἐσιώπησεν, ὡς Φαΰλον, καὶ ἔφυγεν, εἴ γε Ἀθηναῖοι ἡττήθησαν, ὥσπερ καὶ τῆς ἐν Αἰγύπτῳ πε‐
5ποίηται συμφορᾶς. καὶ λέγομεν ὅτι ἐκ τῶν μετὰ ταῦτα συμβάντων σοφίζεται. Λακεδαιμονίων γὰρ τὴν ἀναχώρησιν ὀνομάζει φυγήν· οὐδὲ γὰρ νικήσαντες παρέμειναν· τὴν δὲ Ἀθηναίων νίκην ἐκ τοῦ ἐπεξελθεῖν Βοιωτοῖς πιστοῦται. BD. εἰ μὴ γὰρ ἔφυγον Λακεδαιμόνιοι, κἂν ἀπώλοντο. C.

Pan

156,20

Βοιωτοὶ] μετὰ γὰρ τὸ ἀναχωρῆσαι Λακε‐ δαιμονίους ἐστράτευσαν κατ’ αὐτῶν, καὶ νενικήκασιν αὐ‐ τούς. BD.

Pan

157,1

Ἀθηναῖοι δὲ προῆλθον κατὰ πόδας τῆς μάχης] ὅτι τὴν πάροδον ἔκλεισαν. A. Λακεδαιμονίους διώκοντας. C.

Pan

157,2

Βοιωτοὶ δὲ οὐκ ἀντέσχον] μετὰ γὰρ Λακε‐ δαιμονίων ἦσαν. A. ἐβοήθουν γὰρ καὶ οὗτοι Λακεδαιμονίοις. C. ἐν Οἰνοφύτοις] τόπος Βοιωτίας. A. τόπῳ τῆς Βοιω‐
5τίας. C. ὑπέκυψαν] Ἀθηναίοις. C.

Pan

157,3

Λοκροὶ] οὗτοι φυγάδες ὄντες συνέπραττον Βοιωτοῖς, καὶ ἡττήθησαν. καὶ αὖθις συναχθέντες ἐνίκη‐
σαν Ἀθηναίους. τοῦτο δὲ σιωπᾷ, ὡς μὴ ἁρμόττον ἐγκώ‐ μιον. BD. καὶ οὗτοι μετὰ Φωκέων συνεμάχουν Λακεδαι‐224
5μονίοις. C. παρὰ μὲν τούτων] Βοιωτῶν, Λοκρῶν, Λακεδαιμο‐ νίων. A. τῶν τριῶν ἐθνῶν. C. ἀνθ’ ὧν τῷ βαρβάρῳ συνέστησαν] ψεύδεται· οὐ γὰρ τούτου χάριν ἐστράτευσαν, ἀλλὰ βουλόμενοι τὴν Βοιωτίαν
10κτήσασθαι. σιωπᾷ οὖν τὸ τῆς πλεονεξίας, ἑτέραν δὲ λέ‐ γει αἰτίαν τὸν μηδισμόν. BD. ἀνθ’ ὧν τῷ βαρβάρῳ συνέστησαν] πρώην. C.

Pan

157,4

ἕτερον δ’ ἔργον αὐτῆς ἄξιον εἰπεῖν] τὸ φι‐ λάνθρωπον βούλεται εἰπεῖν, ὃ καὶ ἴδιον καλεῖ τῶν Ἀθη‐ ναίων. BD.

Pan

157,5

δηλοῦν ἔτι πόρρωθεν ὅτων εἴη] ἄνευ γὰρ, φησὶ, τῆς προσηγορίας δηλοῖ τὸ ἔργον τοὺς δράσαντας. BD. γενομένου γὰρ τοῦ περὶ τὴν Λακωνικὴν σεισμοῦ] ἐπα‐ νέστησαν οἱ τῶν Λακεδαιμονίων Εἵλωτες κατ’ αὐτῶν. Λα‐
5κεδαιμόνιοι δὲ οὐκ ἔχοντες ὅ τι ποιήσουσι, δι’ αὐτό τε τοῦτο καὶ διὰ τοὺς ἐπικειμένους σεισμοὺς, μετεκαλέσαντο Ἀθηναίους εἰς βοήθειαν· καὶ αὐτίκα παρεγένετο συμμα‐ χία, Κίμωνος στρατηγοῦντος, ἀφ’ ἧς τοῦ κινδύνου ἐρ‐ ρύσθησαν. περιοίκους δὲ καλεῖ τοὺς περὶ τὴν Λακεδαίμονα
10οἰκοῦντας καὶ αὐτῇ ὑποτεταγμένους. AC.

Pan

157,6

τῶν περιοίκων] τῶν περιοικούντων τὴν Σπάρτην μητρόπολιν. BD.

Pan

157,7

οὐκ ἔφθησαν Λακεδαιμόνιοι καλέσαντες] ἐν τούτῳ ἐπεκαλέσαντο τοὺς Ἀθηναίους, διὰ τὴν τειχομαχίαν τῶν Εἱλώτων ἀποστάντων. ἀπῆλθον δὲ Κίμωνος αὐτῶν στρατηγοῦντος. BD.

Pan

157,9

ὃ καὶ τοὺς παρόντας ἔλυσε φόβους τῇ Λα‐ κεδαίμονι] ψεύδεται· μεταξὺ γὰρ ἀπέπεμψαν αὐτοὺς, ὑπο‐ πτεύσαντες αὐτῶν τὸ νεωτεροποιόν. BD.

Pan

157,10

δίκην λαβεῖν εἰσαῦθις παρεσκεύασεν αὐ‐ τῶν] τοὺς Λακεδαιμονίους παρὰ Μεσηνίων, ὅ ἐστι τῶν Εἱλώτων. BD.
αὐτῶν] τῶν φόβων, ἢ τῶν περιοίκων. A.225
5τῶν Εἱλώτων. C.

Pan

157,11

τὸ τῶν ἔργων ἦθος, ἀκριβέστερον τροπαίου σημαῖνον τοὺς εἰργασμένους] ἦθος λέγει τὴν αἰτίαν. πάντα γὰρ τὰ ἔργα αὐτῶν ἐξ ἀγαθῆς αἰτίας συνίσταντο· νῦν μὲν γὰρ κινδυνεύουσιν ἐβοήθουν, νῦν δὲ ὑπὲρ ἀδικουμένων
5πρὸς τοὺς ἀδικοῦντας ἐμάχοντο. ἀκριβέστερον δὲ τροπαίου λέγει, ἐπειδὴ ἐν τοῖς τροπαίοις ἐγγράφουσι μὲν τοὺς νι‐ κήσαντας, οὐ δηλοῦσι δὲ τὸ τῆς νίκης αἴτιον, εἰ χρηστόν· πολλάκις γὰρ καὶ ἐκ φαύλης αἰτίας νίκη γέγονεν· ἡ δὲ ἀγαθὴ τῶν ἔργων αἰτία καὶ πέρα τροπαίου τοὺς αὐτῇ χρη‐
10σαμένους κηρύττει. AC. λέγει τὴν αἰτίαν· ὅτι ὑπὲρ τὰ τρόπαια τὴν αἰτίαν δεῖ θαυμάζειν, ὅτι κινδυνεύουσιν ἐβοή‐ θουν. BD.

Pan

157,12

τὸν δ’ ὑπὲρ Μιλησίων ἔκπλουν, καὶ τὰς ἐν Σάμῳ ναυμαχίας, καὶ τὴν Εὐβοέων σωφρονισθεῖσαν ἀπόστασιν, καὶ πολλὰ ἕτερα, ἔξεστι δὴ καὶ παραλιπεῖν] Μιλήσιοι, ὑπὸ Λακεδαιμονίων καταπολεμούμενοι, καὶ Σά‐
5μιοι, ἐδεήθησαν Ἀθηναίων βοηθῆσαι, ἅτε σύμμαχοι ὄν‐ τες. καὶ Ἀθηναῖοι πολλαῖς ναυσὶ παραγενόμενοι τοὺς Λα‐ κεδαιμονίους ἐν Σάμῳ κατεναυμάχησαν. Εὐβοεῖς δὲ, σύμ‐ μαχοι ὄντες Ἀθηναίοις, ἀπόστασιν ἐβουλεύοντο. καὶ Ἀθη‐ ναῖοι τοῦτο μαθόντες ἔπλευσαν κατ’ αὐτῶν· καὶ βλάψαν‐
10τες αὐτοὺς οὐκ ὀλίγα εἰς φόβον πολὺν ἤγαγον. AC.

Pan

157,13

ἔξεστι δὴ καὶ παραλιπεῖν] ἀντὶ τοῦ δυνα‐ τόν ἐστιν. σημαίνει δὲ ἐκ τούτου τὸ πλῆθος. BD.

Pan

157,14

εἰρήνην ποιεῖται, ἧς ἄξιον μνησθῆναι] δη‐ λοῖ τὰς τριακοντούτεις σπονδὰς, ἃς ἐποίησαν μετὰ Εὐ‐ βοίας ἅλωσιν, ὥς φησιν ὁ συγγραφεύς. BD. τὰς τριακοντούτεις λέγει σπονδάς. C.

Pan

157,16

πᾶσαν τὴν κάτω χώραν] τὴν Πελίαν λέ‐ γει. B. τὴν Ἰωνίαν καὶ ὅσα παράλια. C. ὧν εἶπον] Κυανέων καὶ Χελιδονέων. A. Χελιδονέων
5καὶ Κυανέων. C.
ἐπὶ τοῦ πολέμου] τοῦ πρὸς Λακεδαιμονίους. C.226

Pan

157,17

Μέγαρα, Τροιζῆνα, Πηγὰς, πᾶν τὸ Ἀχαϊ‐ κὸν] ταῦτα πάντα νικήσασα, πρὶν Λακεδαιμονίους ἐκτή‐ σατο. C.

Pan

157,18

οὐ γὰρ ἦν ὅ τι ἀνταπέλαβεν] ἐκ τοῦ εἰ‐ πεῖν, οὐ γὰρ ἦν ὅ τι ἀνταπέλαβε, δείκνυσιν αὐτὴν ποιησα‐ μένην τὴν εἰρήνην οὐ δι’ ἀσθένειαν, ἀλλὰ διὰ μεγαλοψυ‐ χίαν καὶ χρηστότητα γνώμης. μὴ δυναμένων γὰρ Λακεδαι‐
5μονίων λαβεῖν τὰ αὐτῶν, αὕτη ἀπέδωκε διὰ τὴν κοινὴν εἰρήνην. AC. ζητεῖται πῶς, τὴν Εὔβοιαν λαβόντων Ἀθη‐ ναίων, νῦν φησιν, οὐδὲν ἀνταπέλαβε· λέγομεν ὅτι τὴν Εὔβοιαν οὐ παρὰ Λακεδαιμονίων ἔλαβεν, ἀλλ’ ἑαυτὴν παρεστήσατο· τοῦτο δὲ σημεῖον ποιεῖται τοῦ νενικηκέναι,
10ὅτι μὴ δυναμένων λαβεῖν ἐκείνων τὰ ἑαυτῶν αὕτη ἀπέδω‐ κεν. BD.

Pan

157,19

τοῦ περιεῖναι] τῶν Ἑλλήνων. C.

Pan

158,1

μέχρι τοῦ κρείττονος] ἤγουν τοῦ δόξαι κρείτ‐ των αὐτῶν. A. ἤγουν μέχρι τοῦ κρείττων αὐτῶν φανῆναι. C.

Pan

158,2

τοσαύτην μὲν τὴν πρὸς ἐκείνους, τοιαύτην δὲ καὶ τὴν πρὸς τούτους εἰρήνην ἐποιήσατο] εἰκότως πρὸς μὲν τὴν πρὸς τοὺς βαρβάρους εἰρήνην εἶπε τοσαύτην, πρὸς δὲ τὴν πρὸς τοὺς Ἕλληνας τὸ τοιαύτην, δεικνὺς ἐκείνης
5τὸ μέγεθος καὶ ταύτης τὴν ποιότητα. μεγέθους γὰρ τὸ τοσαύτην, ποιότητος δὲ τὸ τοιαύτην ἐμφαντικόν. A.

Pan

158,3

ἀμφοτέρων ὁμοῦ καὶ χωρὶς κρείττων γενο‐ μένη] τὸ χωρὶς μὲν εἶπεν, ἐπειδὴ καὶ Πέρσας καὶ τοὺς ἄλλους Ἕλληνας ἰδίᾳ ἐν πολέμοις νενίκηκεν, ὁμοῦ δὲ, ἐπειδὴ ἐν Σαλαμῖνι οὐ μόνον Πέρσας, ἀλλὰ καὶ τοὺς συν‐
5όντας αὐτοῖς Ἕλληνας, τῷ μεγέθει καὶ τῇ λαμπρότητι τῶν ἔργων ὑπερῆρε πολλῷ τῷ μέτρῳ. AC. Περσῶν καὶ Πελοποννησίων. καὶ Περσῶν μὲν, ὁμοῦ μὲν Σαλαμῖνι, χωρὶς δὲ ἐν Μαραθῶνι. Πελοποννησίων δὲ, χωρὶς μὲν τῶν συμμάχων, ὅτι εἰσέβαλλον ἐν τῇ Πε‐
10λοποννήσῳ, ὁμοῦ δὲ μετὰ τὴν συμμαχίαν ἐν Αἰγίνῃ. BD.227

Pan

158,5

ἐκ τῶν κοινῶν εὐεργεσιῶν] ἐκ τοῦ κοινῶς εὐεργετεῖν πάντας τοὺς Ἕλληνας. C. τὴν ἡγεμονίαν] τοῦτο λέγει νίκην· ὅτι τὴν ἡγεμονίαν ἔλαβε παρὰ τῶν Ἑλλήνων· αὐτὴν γὰρ ὁρῶντες αὐτὴν
5τοιαύτην προεβάλοντο ἡγεμονία αὐτὴν ἑαυτῶν. BD. μετέθηκε τὸν θεσμόν· οὐ γὰρ ἐξ ὧν—ἐποίησεν ἐλευθέρας] νόμος γὰρ τοὺς ἄρξειν ἐθέλοντας καταδουλοῦ‐ σθαι τοὺς ἄλλους. AC. οἱ γὰρ νικῶντες ἀεὶ δεσπόζουσι τῶν ἡττωμένων. BD.

Pan

158,6

ὥστε συμβῆναι τοὺς αὐτοὺς—τὸ τῆς ἀρ‐ χῆς κέρδος ἐνεγκεῖν] ἀντὶ τοῦ εἰς καιροὺς τοῖς μὲν Ἕλλη‐ σιν ἤνεγκε τὴν ἐλευθερίαν, τοῖς δὲ Ἀθηναίοις τὴν ἡγε‐ μονίαν. BD.

Pan

158,8

ὥσπερ εἷς ἄρχων αἱρετὸς ἐξ ἁπάντων] ὅταν τινὰ μέλλωσιν ἄρχοντα ποιήσειν, αἱροῦνται τὸν ἄριστον, καὶ ὃς συνέσει καὶ τῷ δύνασθαι πράττειν ὑπερέχει τῶν ἄλλων. AC.
5αἱρετὸς] χειροτονητός. ἀπὸ δοκιμασίας. BD.

Pan

158,13

οὕτω δὲ τούτων προκεχωρηκότων] ἐντεῦθεν ἄρχεται τοῦ Πελοποννησιακοῦ πολέμου. AC. ὅπερ ἐστὶ καὶ τέταρτον μέρος τοῦ λόγου. A. ἀρχὴ τοῦ τετάρτου μέρους τοῦ λόγου. B. ἐντεῦθεν
5ἄρχεται τοῦ τετάρτου μέρους ποιούμενος τὴν ἀρχήν. κατὰ δὲ Ἀθανάσιον ἐντεῦθεν ἐστὶ τὸ τρίτον μέρος τοῦ λόγου. πληρώσας δὲ τὴν πεντηκονταετίαν ἄρχεται τοῦ Πε‐ λοποννησιακοῦ. BD. μέχρι μέν τινος ἦν ἡσυχία] τὸ μέχρι μέν τινος λέγει,
10ἐπειδὴ αἱ τῆς εἰρήνης σπονδαὶ οὐκ εἰς τριάκοντα χρόνους ἐχώρησαν, ὡς συνέθεντο, ἀλλ’ εἰς τεσσαρεσκαίδεκα, ὡς Θουκυδίδης φησί. κατέλυσαν δὲ τὰς συνθήκας Λακεδαι‐ μόνιοι, φοβηθέντες Ἀθηναίους, μὴ αὐξηθέντες τῷ χρόνῳ αὐτούς τε τούτους καὶ πάντας τοὺς Ἕλληνας καταδουλώ‐
15σονται. καὶ διὰ τοῦτο πέμποντες πρέσβεις πανταχοῦ τῆς Ἑλλάδος κατεψεύδοντο Ἀθηναίων, ὡς οὐκ εἰς καλὸν ἡμῖν
τὰ τῆς εἰρήνης ἀπαντήσειν λέγοντες. AC. ἐδίδαξε καὶ τοῦτο Θουκυδίδης λέγων τὰς σπονδὰς ἐπὶ ιδʹ ἔτη φυλαχθείσας. BD.228

Pan

158,14

τῆς δὲ κοινῆς τύχης ἀνθρώπων, ἣ πάντα] ἐντεῦθεν ἄρχεται τοῦ Πελοποννησιακοῦ πολέμου τὸν χρό‐ νον, ῥητορικῶς δὲ ἐπὶ τὴν τύχην ἀνάγει τὴν αἰτίαν, ἵνα μὴ ἀπὸ Λακεδαιμονίων αὐτὴν εἴποι προελθοῦσαν. αὐτοὶ
5γὰρ δεδιότες τοὺς Ἀθηναίους ἐνίκησαν τὴν μάχην. κοινὴν δὲ τὴν τύχην εἶπεν, ὅτι κοινῇ πάντες ἄνθρωποι σχεδὸν πρὸς ἀλλήλους ἐπολέμησαν, ἢ ὅτι κοινόν ἐστι τοῦτο τὸ ἔργον τῆς τύχης κατὰ πάντων ἀνθρώπων, τὸ μὴ ἐᾶν ἐπὶ τῶν αὐτῶν τὰ πράγματα, ἀλλὰ κινεῖν. εἰ δέ τις εἴποι,
10τί οὖν; ἐν τῇ πεντηκονταετίᾳ οὐκ ἐνεωτέρισαν; πῶς οὖν ὡς μέγα τι τὸ νῦν λέγει; ἐροῦμεν ὅτι ἐκεῖ ὀλίγοι πρὸς ὀλίγους τινὰς ἐμάχοντο· ὅπερ οὐκ ἦν μέγα· ἐνταῦθα δὲ κοινὸς τῶν Ἑλλήνων ὑπῆρχεν ὁ πόλεμος. BD. ἣ πάντα κινεῖ] μεταβάλλει. C.

Pan

158,15

οὐχ ὧν εὖ ἔπαθον] Λακεδαιμόνιοι· καὶ Θουκυδίδης „Καὶ ἀδήλως ἤχθοντο.“ BD. παρὰ τῆς πό‐ λεως. C.

Pan

158,16

ἐφθόνησαν τῶν ἔργων] τῶν τῆς πόλεως. C.

Pan

158,17

συνέρραξε] εἰς πόλεμον κατέστη. C. δυοῖν] ἐν τοῖς. C. δυοῖν δείξασα, ὡς ἄκουσα] συνέρραξε. AC. τῷ τε κατ’ ἀρχὰς ἔτι κινουμένους—περὶ τῶν δια‐
5φορῶν] ἡνίκα στασιάζειν ἐβούλοντο Ἕλληνες πρὸς Ἀθη‐ ναίους, ὑπὸ Λακεδαιμονίων ἀναγκασθέντες, ἀκούσαντες Ἀθηναῖοι πρέσβεις πρὸς τοὺς Ἕλληνας πεπόμφασι, λέγον‐ τες ὡς μάτην διαβάλλουσι Λακεδαιμόνιοι, κἀντεῦθεν εἰς ὁμόνοιαν ἄγοντες. μαθόντες δὲ τοῦτο Ἕλληνες πρὸς ὀλί‐
10γον ἡσύχασαν. AC.

Pan

158,18

κατασχεῖν] κωλῦσαι. B. κωλύειν. λείπει τὸ ἐβούλετο. λέγει γὰρ καὶ ὁ συγγραφεὺς ὅτι ἐδέοντο δὲ δίκην διαλύσασθαι τὰ διάφορα. BD.
τῷ πολεμεῖν ἀναγκασθεῖσα] τὴν τῆς Σφακτηρίας καὶ229
5Πύλου λέγει πόρθησιν, ὅτε Ἀθηναῖοι πολλοὺς Λακεδαι‐ μονίων ἐντεῦθεν αἰχμαλώτους εἰς Ἀθήνας ἤγαγον, καὶ εἰς δεσμωτήριον ἐνῆκαν, καί τινα καιρὸν μείναντας ἐξήγα‐ γον. AC.

Pan

158,19

ὅτε ἐνίκησε] καὶ μὴν Λακεδαιμόνιοι περιε‐ γένοντο, ἀλλ’ οὐ τὸ τέλος λέγει τοῦ πολέμου, ἀλλὰ τὸ μέσον, ὅτε τοὺς αὐτῶν ἔλαβον Ἀθηναίων οἱ ἀπὸ τῆς Σφακτηρίας. BD.
5τοὺς ἐρίσαντας αὐτῇ περὶ τῆς ἡγεμονίας] Λακεδαι‐ μονίους. C.

Pan

158,20

μηδὲν ἀηδέστερον ἐξαγαγεῖν ἐκ τοῦ δεσμωτη‐ ρίου ἢ κρατήσασαν τὸ ἐξ ἀρχῆς ἐμβαλεῖν] ἀντὶ τοῦ ὡς ἔχαιρε λαβοῦσα καὶ ἀποδιδοῦσα ὁμοίως. BD.

Pan

159,1

τουτοισὶ δὲ] οἷς μέλλω εἰπεῖν. C. τὰς ἐν Ναυπάκτῳ ναυμαχίας παραλείπων, ἃς οὔτε παρὰ μικρὸν ἐνίκων οὔτε ὀλίγῳ πλείονας] Φορμίων, στρα‐ τηγὸς ὢν Ἀθηναίων, εἴκοσι ναυσὶν ὀκτὼ καὶ τεσσαράκοντα
5Λακεδαιμονίων ἐνίκα ἐν τῷ Κρισαίῳ κόλπῳ εἰς τὴν Ναύ‐ πακτον. κατὰ γὰρ ταύτης ἐστράτευσαν Λακεδαιμόνιοι. ὕστερον δὲ ταῖς αὐταῖς ναυσὶν ἐνίκησαν πάλιν αὐτοὺς τούτους κατὰ Ἐπιδάμνου, ἐλθόντας μετὰ ὀκτὼ καὶ πεν‐ τήκοντα νεῶν. ἐπεὶ δὲ Φορμίων εἴκοσι ναῦς εἶχε, Λα‐
10κεδαιμόνιοι δὲ ὅσας ἔφημεν, διὰ τοῦτο λέγει οὔτε ὀλίγῳ πλείονας. AC. τὰς ἐν Ναυπάκτῳ ναυμαχίας] ἃς ὁ Φορμίων ἐνίκησε Λακεδαιμονίους ἐν τῷ Κρισαίῳ κόλπῳ. δύο δὲ οὐσῶν, αὐ‐ τὸς πολλὰς ὀνομάζει αὐξῆσαι θέλων. BD.

Pan

159,2

ἃς οὔτε παρὰ μικρὸν ἐνίκων] ἤγουν οὐ κατὰ μικρὸν, ὥστε μόνον διῶξαι Λακεδαιμονίους. A. ἀντὶ τοῦ κατὰ μικρὸν, ὥστε μόνον διῶξαι αὐτούς. BD. ἤγουν ἃς μόνον διῶξαι, ἀλλὰ τελέως καταστρέψασθαι. C.
5οὔτε ὀλίγῳ πλείονας] ἐν μὲν γὰρ τῇ προτέρᾳ εἴκοσι ναυσὶ μζʹ καὶ ἐν τῇ ὑστέρᾳ νζʹ ταῖς αὐταῖς ἐνίκησαν. BD.
ἀλλ’] οὕτως ἐνίκων. A.230

Pan

159,3

νίκας ἑτέρας] ἐνίκων τοὺς αὐτοὺς Λακεδαι‐ μονίους. C. ὡς Κέρκυραν ἐξείλοντο] Κέρκυραν ὑπὸ Κορινθίων πολιορκουμένην καὶ κινδυνεύουσαν ἐπεὶ Ἀθηναῖοι ἔμαθον,
5ταχέως ἐλθόντες ἐρρύσαντο. AC. κινδυνεύουσαν ὑπὸ Κο‐ ρινθίων ἐρρύσαντο. BD.

Pan

159,4

τὰ κατ’ Ἀμβρακίαν ἔργα] Ἀμβρακιώτας κατὰ Ἀμφιλόχων στρατευσαμένους ἀντιστρατεύσαντες αὖ‐ θις Ἀθηναῖοι ἐξείλοντο μὲν Ἀμφιλόχους τοῦ κινδύνου, Ἀμβρακιώτας δὲ κατὰ κράτος ἐνίκησαν. ἐποίησαν δὲ τοῦτο
5οὐχ ὑπ’ ἀνάγκης, ἀλλ’ ὑπὸ μόνης φιλανθρωπίας. AC. ὅτε Ἀμβρακιῶται ἐμαχέσαντο κατὰ Ἀμφιλόχων στρατευό‐ μενοι. BD. ταῦτ’ ἀρετῇ πραχθέντα, οὐ χρείᾳ] οὐ γὰρ ἀνάγκη τις ἐπηνάγκασεν, ἀλλὰ μόνη φιλανθρωπία. C.

Pan

159,5

τὰ κατ’ αὐτὴν δὴ τὴν Πύλον—ἐν τῇ νήσῳ γενομένας] Πύλος καὶ Σφακτηρία πόλεις πλησίον Λακεδαίμονος, συμμαχίδες αὐτῆς. ἐλθόντες οὖν Ἀθηναῖοι κατ’ αὐτῶν, Κλέωνος στρατηγοῦντος, τοσοῦτον χρόνον
5ἐπολιόρκουν, ὡς τοὺς μὲν ἐντὸς ὄντας αὐτοὺς Πυλίους καὶ Σφακτηριώτας, Λακεδαιμονίους, τοὺς πλείους ὑπὸ λιμοῦ τεθνάναι. ὕστερον δὲ καὶ τὰς πόλεις αὐτὰς παρε‐ στήσαντο. καὶ τοῦτο μὲν πρώην ἐπράχθη· ὕστερον δὲ οἱ αὐτοὶ Ἀθηναῖοι, Δημοσθένους αὐτῶν στρατηγοῦντος,
10καὶ πεζῇ καὶ ναυσὶ κατ’ αὐτῆς ἐχώρησαν. ναυμαχίας δὲ ἀπὸ γῆς, διὰ τὸ μετὰ νηῶν μὲν πλεῦσαι, ἐξελθεῖν δὲ αὐ‐ τῶν, καὶ πεζῇ διὰ τῆς νήσου χωρῆσαι κατὰ τῆς Πύλου. εἰς βάθος γὰρ τῆς νήσου ἡ Πύλος. AC. ἐπειδὴ ὁ Δημοσθένης ἱστάμενος ἐν Πύλῳ τοῖς κατα‐
15πλέουσι τῶν Λακεδαιμονίων ἐμάχετο. BD.

Pan

159,6

ἑτέρους Λακεδαιμονίους ἐκ Κυθήρων ἀγο‐ μένους] Κύθηρα νῆσος ἐπικειμένη τῇ Πελοποννήσῳ· ταύ‐ την ὑπὸ Λακεδαιμονίων φυλαττομένην, Ἀθηναῖοι τοὺς
Λακεδαιμονίους αἰχμαλώτους ἔλαβον παραστησάμενοι. AC.231

Pan

159,7

τρόπαια Κορινθίων] ἃ κατ’ αὐτῶν Ἀθη‐ ναῖοι ἔστησαν νικήσαντες. A. ἃ τούτους νικήσαντες ἐστή‐ σαντο. C.

Pan

159,8

ὁ δὲ καιρὸς] τῆς ἑορτῆς. C. ὁ τῆς ἑορτῆς τῶν Παναθηναίων. C. μείζονος εὐτυχίας] ἀντὶ τοῦ μεγάλης. οὐ γάρ ἐστι συγκριτικόν. BD.
5μείζονος εὐτυχίας εἶναί μοι δοκεῖ κατασχεῖν αὐτὸν] ἤγουν πολλοῦ τινος ἄξιον ἂν εἴη, εἰ κατάσχοιμεν αὐτὸν, καὶ μὴ ἀπολέσωμεν. τοῦτο δ’ ἂν γένοιτο, εἰ συντεμόντες τὰ ἁρμόζοντα αὐτῷ εἴποιμεν. A. κατασχεῖν αὐτὸν] αὐτὸν τὸν καιρόν· σημαίνει δὲ τὴν
10πανήγυριν τῶν Ἀθηναίων. BD.

Pan

159,10

εἰς τὴν ἐπιοῦσαν πενταετηρίδα] διὰ πέντε ἐτῶν ἐγίνετο τὰ Παναθήναια, διὰ τριῶν δὲ τὰ Διονύ‐ σια. AC. διὰ πέντε γὰρ ἐτῶν ἦγον τὰ μεγάλα Παναθή‐ ναια, διὰ τριῶν τὰ Διονύσια. BD.

Pan

159,11

τῶν δ’ ὑπαρχόντων ἀγαθῶν τῇ πόλει] φι‐ λανθρωπίας, δικαιοσύνης, μεγαλοψυχίας, καὶ τῶν ἄλ‐ λων. C.

Pan

159,12

οὐκ ἂν διὰ πάντων ἕκαστα λέγωμεν] ἀκρι‐ βῶς καὶ εἰς πλάτος. A. οὐκ ἂν διὰ πάντων—εὐφημίας παραλείπωμεν] ἀντὶ τοῦ οὐκ ἐὰν διὰ πάντων ἅπαντα τὰ πραχθέντα αὐτοῖς
5εἴπωμεν, ἀλλ’ ἐὰν μηδὲ ἓν κεφάλαιον τοῦ ἐγκωμίου παρα‐ λίπωμεν· τουτέστιν οὐ πᾶσαν πρᾶξιν, φιλανθρωπίαν ση‐ μαίνουσαν, ἀλλ’ ἓν πρᾶγμα, χαρακτηρίζον φιλανθρωπίαν σημαίνουσαν. BD. μηδὲν εἶδος εὐφημίας παραλείπωμεν] ἐκ τοῦ ψιλῶς
10αὐτῶν μνημονεῦσαι. A.

Pan

159,13

ὡς δὲ ἐδόκει τῷ δαίμονι] ὃ εἶπεν ἔμπρο‐ σθεν τύχην, νῦν δαίμονα ἐκάλεσε. βούλεται δὲ ἐπὶ τὰ Σικελικὰ μετελθεῖν, ἔνθα ἠτύχησαν Ἀθηναῖοι. BD. ἐν‐
τεῦθεν ἄρχεται περὶ τῶν Σικελικῶν λέγειν. C.232

Pan

159,14

κλυσθῆναι] ἀντὶ τοῦ κατακλυσθῆναι ταῖς συμφοραῖς. BD. τοὺς μὲν ἐκ τῆς ὑπερορίας ἐπελθεῖν πολεμίους, τοὺς δ’ εἰς τὴν ὑπερορίαν ἐκπλεῦσαι κατὰ συμφορὰς] Λακεδαι‐
5μόνιοι, κακῶς ὑπό τινων προσοικούντων αὐτοῖς πάσχον‐ τες, μετεκαλέσαντο Ἀθηναίους, ὄντας ἐν Σικελίᾳ· λέγει οὖν τὸ ἐξ ὑπερορίας, διὰ τὸ ἐκ Σικελίας ἐλθεῖν αὐτοὺς, καὶ πολεμίους καταστῆναι τοῖς ἐνοχλοῦσι τοὺς Λακεδαιμο‐ νίους· τὸ εἰς ὑπερορίαν δὲ νόει, ἐπειδὴ Ἀθηναῖοι εἰς Σι‐
10κελίαν ἔπλευσαν, βοηθεῖν ἐθέλοντες τοῖς ἐκεῖ Ἕλλησιν ὑπὸ Συρακοσίων κακῶς πάσχουσι, Λεοντίνοις, Αἰγεσταίοις, καὶ ὅτι κατὰ Καρχηδονίων ἔπλευσαν. εἰπὼν δὲ ἀορίστως, τοὺς μὲν, τοὺς δὲ, καὶ δοκοῦν καὶ διὰ τοὺς Ἕλληνας λέ‐ γεσθαι, ἐπέφερε τοῦτο πρὸς τοὺς Ἀθηναίους μόνους. μό‐
15νοι γὰρ οὗτοι ταῦτ’ ἔδρασαν. AC. τοὺς μὲν ἐκ τῆς ὑπερορίας ἐπελθεῖν πολεμίους] ἀπὸ Σικελίας, ὥστε βοηθεῖν Λακεδαιμονίοις Ἀθηναίους. εἰς ὑπερορίαν δὲ, εἰς αὐτὴν τὴν Σικελίαν. BD.

Pan

159,15

κατὰ συμφορὰς] οὐ λέγει ὅτι ἀπῆλθον ἐπὶ τὸ παθεῖν, ἀλλὰ διὰ τὰς συμφορὰς, ἃς ὑπέμενον οἱ ἐν Σικελίᾳ Ἕλληνες ὑπὸ Συρακουσίων. BD.

Pan

159,16

τὸ ἐξ ἴσου] ἤγουν ὁμοίως. C.

Pan

159,17

οἷς ἐπῄει μὲν πλεῖν ὑπὲρ τῆς Λεοντίνων ἐλευθερίας, ἐδόκει δὲ κινδυνεύειν ὑπὲρ τῆς Αἰγεσταίων] σοφίζεται ὁ ῥήτωρ. τί γὰρ ὑπὲρ Λεοντίνων, συγγενῶν ὄν‐ των, ἀδικουμένων ὑπὸ Συρακουσίων, δῆθεν ἐστράτευσε;
5τῇ δὲ ἀληθείᾳ ἐπιθυμοῦντες Σικελίαν κτήσασθαι, καὶ τῇ τῶν Αἰγεσταίων ἐπαγγελίᾳ δελεασθέντες. οἱ δὲ Αἰγεσταῖοι σύμμαχοι μὲν Ἀθηναίων, βάρβαροι δὲ τὸ γένος, ἐν Σι‐ κελίᾳ οἰκοῦντες. BD.

Pan

159,17bis

διενοοῦντο δὲ διαβαίνειν ἐπὶ Καρχηδονίους] ἵνα πάλιν τούτους καταδουλώσωνται· οὐδὲ γὰρ, ὡς λέγει, διὰ τοὺς ἐν Σικελίᾳ Ἕλληνας, ὅτι ἦσαν ἀδικηθέντες ὑπ’
αὐτῶν· παραλογίζεται οὖν. πρὸ δὲ τῶν Μηδικῶν ἐπῆλθον233
5Καρχηδόνιοι τοῖς Σικελιώταις, καὶ μετὰ τὸν Πελοποννη‐ σιακὸν δὲ πόλεμον, ὕστερον ἐπὶ Διονυσίου τοῦ τυράν‐ νου. BD.

Pan

159,18

ἀνθ’ ὧν] διότι. C. ἐπετέθησαν] μετὰ Γέλωνος, τοῦ Συρακοσίων τυ‐ ράννου. C.

Pan

159,19

τριήρεις δὲ ἐπλήρουν καὶ ὁλκάδας] ἐξ Ἀθη‐ νῶν εἰς Σικελίαν πέμποντες. C. ὥσπερ ἀπὸ πάσης τῆς Ἑλλάδος] τοῦτο λέγει, τὸ πλῆ‐ θος σημᾶναι βουληθείς. B. ἐντεῦθεν δείκνυσι τὸ πλῆ‐
5θος. C. τοῦτο δηλοῖ τὸ πλῆθος· βουληθεὶς γὰρ σημᾶναι οὕτως εἶπε. D.

Pan

159,20

τὰς μὲν πεζομαχίας καὶ ἱππομαχίας] ἃς ἐν Συρακούσῃ ἐποίησαν. C.

Pan

160,2

τὸ δὲ μηδ’, ὡς ἀντέπεσε τὰ πράγματα, μη‐ δὲν μᾶλλον ἀποστῆναι] ἀντὶ τοῦ ὡς ἠναντιώθη τὰ τῆς τύχης. θέλει δὲ καὶ τὴν δυστυχίαν αὐτῶν ἐν ἐγκωμίου τάξει. ἐζήτηται δὲ πῶς, τῆς τέχνης παρακελευομένης ἐν
5τοῖς ἐγκωμίοις σιωπᾶν καὶ φεύγειν τὰ φαῦλα, ὁ ῥήτωρ ὁμολογεῖ τῶν Ἀθηναίων τὴν ἧτταν. λέγομεν ὅτι οὐδὲν ἄτοπον ὁμολογεῖ, ὅτι ἐκ τοῦ νομιζομένου κακοῦ ἔχομέν τι ἀγαθὸν δεῖξαι γενόμενον καὶ ἀρετῆς ἐχόμενον. BD. πολλὰ γὰρ ἐντεῦθεν ἐδυστύχησαν. βούλεται δὲ καὶ τὴν δυστυχίαν
10αὐτῶν ἐν ἐγκωμίου τάξει λαβεῖν. C. μηδὲν μᾶλλον ἀποστῆναι] τῆς Σικελίας. C. ἀπόντων μὲν ὁπλιτῶν, ἀπόντων δὲ ἱππέων] εὐφήμως εἶπεν, ἀντὶ τοῦ ἀπολωλότων· μεγάλῃ γὰρ συμφορᾷ περι‐ πεπτώκασιν ἐν Σικελίᾳ, ὥς φησιν ὁ συγγραφεύς. BD.
15πάντας γὰρ τούτους ἐκεῖ ἀγαγόντες ἀπώλεσαν. C.

Pan

160,4

σκευῶν] τῶν πρὸς πολιορκίαν ὀργάνων. ABD. σκευῶν καὶ τεχνῶν] τῶν εἰς πολιορκίαν ὀργάνων, καὶ τῆς περὶ τὰ πολεμικὰ ἐπιστήμης. C.
5τεχνῶν] μεθόδων. A.

Pan

160,5

μεθεστηκυίας] ἐξ Ἀθηνῶν εἰς Σικελίαν. AC.
ἀντὶ τοῦ ἀπολουμένης. δύναται δὲ καὶ ἐπὶ μετοικήσεως ἡ λέξις νοηθῆναι. οὕτω γὰρ ἐπιφέρει, ὅτι ἐκεῖ τοσαύτην ἀπέστειλαν παρασκευὴν, ὡς μᾶλλον κτίσαι Σικελίαν. BD.234
5ὥσπερ ἄρτι τῆς πάσης Σικελίας οἰκιζομένης] οἱ γὰρ πόλιν συνοικίζοντες ταῦτα πάντα παραλαμβάνουσιν. C. κεκενωμένης μὲν τῆς ἀκροπόλεως] τῶν Ἀθηναίων. C.

Pan

160,6

ταλάντων ὀλίγῳ δεῖν μυρίων] ἃ περὶ τὸν πλοῦν ἀνάλωσαν. C. Λακεδαιμονίων δὲ καὶ Βοιωτῶν] οὐ τῶν ἐν Σικε‐ λίᾳ, ἀλλὰ τῶν ἐν τῇ Ἑλλάδι. BD.

Pan

160,7

οὐκέτ’ ἐκ Πελοποννήσου τὰς εἰσβολὰς ποιου‐ μένων] ὡς πρώην. C. τὰς εἰσβολὰς ποιουμένων] εἰς Ἀθήνας. A. ἐκ Δεκελείας] Δεκέλεια κώμη τῆς Ἀττικῆς, ἣν Λα‐
5κεδαιμόνιοι μετὰ Βοιωτῶν τειχίσαντες, κἀκ ταύτης ἐξιόν‐ τες, ἐπολέμουν Ἀθήναις. τοῦτο δὲ ἐτόλμησαν ποιῆσαι, ἐπειδὴ Ἀθηναίους μεγάλως ἠτυχηκότας ἐν Σικελίᾳ ἤκου‐ σαν. οἱ δὲ τῶν Ἀθηναίων δοῦλοι ὁρῶντες Ἀθήνας ὑπὸ τῶν Λακεδαιμονίων κατατρυχομένας, ηὐτομόλησαν πρὸς
10αὐτοὺς, ὄντες τὸ πλῆθος μυριάδες δύο. AC. ταύτην γὰρ ἐτείχισαν Λακεδαιμόνιοι, κώμην οὖσαν τῆς Ἀττικῆς, ὅτι ἐδυστύχησαν Ἀθηναῖοι ἐν Σικελίᾳ. BD.

Pan

160,8

τῶν οἰκετῶν] τῶν αὐτομόλων· λέγει δὲ δύο μυριάδας αὐτομολῆσαι. BD. ἀδείας δ’ ὑπαρχούσης αὐτομολεῖν τοῖς βουλομένοις] ἐπειδὴ οἱ λοιποὶ ἑώρων τοὺς αὐτομολοῦντας οὐ τιμωρου‐
5μένους. BD.

Pan

160,9

τοῖς βουλομένοις] τῶν δούλων. C.

Pan

160,10

καρτερίας] πρὸς τὸ φέρειν τὰς συμφορὰς τὰς τοσαύτας. BD. ὥσθ’ ἕτερον στόλον πέμπειν ἀντίρροπον τῷ προτέρῳ, καὶ στρατηγοὺς ἐφαμίλλους] πρώην ἐν Σικελίᾳ πεντήκοντα
5καὶ ἑκατὸν ναῦς πέμψασιν Ἀθηναίοις, καὶ στρατηγοὺς Νικίαν καὶ Λάμαχον, ἐπειδὴ ἅπασα ἡ τοιαύτη παρασκευὴ ἥττηται, καὶ Λάμαχος ἐτεθνήκει, γράφει πάλιν Νικίας
ἕτερον πέμπειν στόλον καὶ στρατηγόν· αὐτὸς γὰρ νεφρί‐ τιδι νόσῳ κατείχετο. ἔπεμψαν οὖν Ἀθηναῖοι στόλον παρα‐235
10πλήσιον τῷ προτέρῳ, καὶ στρατηγὸν Δημοσθένην, ἐν τῇ Πύλῳ ἠριστευκότα. AC. ὥσθ’ ἕτερον στόλον πέμπειν] ἡττηθείσης γὰρ τῆς πρώτης δυνάμεως ἐν τῇ Σικελίᾳ, καὶ γράψαντος Νικίου ὡς δεῖται στρατηγοῦ, ἀπέστειλαν ἄλλο στράτευμα, καὶ αὐτὸ
15ἡττήθη. BD. ὥσθ’ ἕτερον στόλον πέμπειν—καὶ Λακεδαιμονίους ἀξιοῦν ἐκεῖ πολιορκεῖν μετὰ τῆς συμμαχίας] εἰπὼν καρτε‐ ρίας καὶ ῥώμης καὶ φιλοτιμίας, πρὸς μὲν τὸ φιλοτιμίας ἐπήγαγεν, ὥσθ’ ἕτερον στόλον πέμπειν, καὶ τὰ ἑξῆς, πρὸς
20δὲ τὸ καρτερίας, τὸ ἀξιοῦν ἐκεῖ Λακεδαιμονίους πολιορ‐ κεῖν· μεγάλης γὰρ καρτερίας καὶ ὑπὲρ φύσιν τὸ μὴ ζη‐ τεῖν τοὺς πολιορκοῦντας πρῶτον ἀπελάσαι, ἀλλ’ ἀνέχεσθαι μὲν τούτων, ἑτέρωσε δὲ πέμπειν στόλον. τὸ δὲ ῥώμης κοι‐ νόν ἐστιν ἀμφοτέρων, τῆς τε καρτερίας καὶ φιλοτιμίας. A.

Pan

160,11

πέμπειν] εἰς Σικελίαν. C. ἀντίρροπον] ἴσον. C. στρατηγοὺς ἐφαμίλλους] ὡς συμμαχοῦντας τοῖς ἐν Σικελίᾳ. Λαμάχου γὰρ ἀποθανόντος ἐκεῖ, καὶ γράψαντος
5Νικίου πεμφθῆναι αὐτῷ ἄλλον στρατηγὸν διὰ τὴν νε‐ φρῖτιν νόσον, ἔπεμψαν Δημοσθένην τὸν ἐν Πύλῳ ἀρι‐ στεύσαντα. BD. στρατηγοὺς ἐφαμίλλους] τοῖς πρώην. C.

Pan

160,12

ἐκεῖ] ἐν Ἀθήναις. C. μετὰ τῆς συμμαχίας] τῶν Βοιωτῶν. C. ποίᾳ ταῦτ’ ἔνεστι ψυχῇ παραλαβεῖν ἀνθρωπίνῃ] ἡ σύνταξις οὕτως· τὸ δὲ μηδὲ ὡς ἀντέπεσε τὰ πράγματα,
5ἐφεξῆς. μηδὲ τοσαύτην περιουσίαν καρτερίας ἐνδείξασθαι, ποίᾳ ταῦτ’ ἔνεστι ψυχῇ παραβαλεῖν ἀνθρωπίνῃ; BD.

Pan

160,13

τίνος οὐκ εὐτυχίας μᾶλλον θαυμάσαι] τοῦτο δὲ λέγει, ὅτι, εἰ μή τις εἴη εὐτυχὴς, καὶ δύναται ἀξίως θαυμάσαι. BD. γενομένου δὲ τοῦ μεγάλου πάθους· οὐ γὰρ οὖν σιω‐
5πήσομαι] ἐνταῦθα καθαρῶς ὁμολογήσας τὴν τῶν Ἀθη‐ ναίων ἧτταν, τεχνικῶς μεθοδεύει εἰς ἐγκώμιον μᾶλλον τοῦτο δεῖξαι τῆς πόλεως· ἡ γὰρ τοσαῦτα παθοῦσα καὶ μηδὲν μᾶλλον ἀπογνοῦσα, ἀλλὰ καὶ τοσαύτην τόλμαν ἐνδειξαμένη πρὸς τὰ λοιπὰ, ὥσπερ ἂν εἰ μηδὲν δεινὸν ἐπεπόνθει, μᾶλλον236
10δὲ εἰ καὶ πᾶσαν τὴν Σικελίαν παρεκτήσατο, πῶς οὐκ ἐνταῦθα δείκνυσιν αὐτὴν ὡς ἁπασῶν πόλεων ἁπάσαις ὑπεραίρει ταῖς ψήφοις. σημείωσαι δὲ τὴν σύνταξιν· γενι‐ κὴν γὰρ πρόσθεν εἰπὼν, ἐπειδὴ ἐπανάληψιν ἐποίησεν, ἔτρεψε τὸν λόγον πρὸς αἰτιατικήν· εἰώθαμεν γὰρ τὰς
15τοιαύτας ἐναλλαγὰς ποιεῖν ἐν ταῖς ἐπαναλήψεσιν. AC. ἐν‐ ταῦθα φανερῶς ὁμολογεῖ τὴν συμφορὰν τῶν Ἀθηναίων ἐν Σικελίᾳ. παραδόξως δὲ ἐπιχειρεῖ τὸ ἀτύχημα τῶν Ἀθηναίων εἰς ἐγκώμιον μεθοδεύων. ἐπειδὴ δὲ ᾔσθετο ἄτο‐ πον ποιῶν, ἐγκωμίῳ μεμνημένος συμφορῶν ἐπάγει· οὐ γὰρ
20οὖν σιωπήσομαι· τοῦτο γὰρ δείκνυσι τὴν ἀνδρείαν τῆς πό‐ λεως, ὅτι μετὰ τὴν ἧτταν οὐκ ἐπαύσατο πολεμεῖν, οὐδὲ ὑπεῖξαι τῇ τύχῃ. BD.

Pan

160,14

ἀλλὰ καὶ τοῦτο ἔτι μείζω μοι δοκεῖ δεικνύ‐ ναι τὴν πόλιν] πρὸς τοὺς φάσκοντας μὴ δεῖν ὁμολογεῖν ἀτυχίας ἐν ἐγκωμίῳ ἀποτείνεται. BD.

Pan

160,15

τοῖς ὑπολοίποις προσηνέχθη πράγμασιν] ἀντὶ τοῦ τῷ μετὰ ταῦτα πολέμῳ· πράγματα γὰρ εἶπε τὸν πόλεμον. BD.

Pan

160,16

τὴν μὲν τῶν τρόπων εὐκολίαν] εὐκολίαν λέγει τὸ εὐχερῶς ἐνεγκεῖν τὴν συμφοράν· ἐν ἑτέροις δὲ τὸ τοῦ εὐκόλου διαβολὴν ἔχει. ABD. δοκεῖ γὰρ ὁ τὸν τρόπον εὐχερὴς καὶ εὐμετάβλητος. λέγει δὲ ὁ Θουκυδίδης ὅτι μετὰ
5τὴν ἧτταν οἱ Ἀθηναῖοι οὐκ ἔτι ἐτρύφων ὑπὲρ τοῦ μηδὲν ποιῆσαι, τουτέστι παραχωρῆσαι τοῖς Λάκωσι. BD. τὴν μὲν τῶν τρόπων εὐκολίαν, —καὶ τάξιν διαίτης] εὐκολίαν λέγει τὸ εὐχερῶς ἐνεγκεῖν τὴν συμφοράν· ἀλλα‐ χοῦ δὲ τὸ τῆς εὐκολίας ὄνομα διαβολὴν ἔχει. τάξιν δὲ διαί‐
10της λέγει, ἐπειδὴ συνέστειλαν τὴν αὑτῶν δίαιταν, ἵνα δό‐ ξωσι μηδὲν φροντίζειν τῆς πολιορκίας Λακεδαιμονίων. C.

Pan

160,17

τάξιν διαίτης] συνέστειλαν γὰρ τὴν αὑτῶν δίαιταν καὶ ταῖς τροφαῖς καὶ τοῖς ἄλλοις, ἵν’ ἐντεῦθεν αὐτοῖς γένωνται χρήματα. A. ὑπὲρ τοῦ μὴ εἶξαι Λακε‐ δαιμονίοις συνέστειλαν τὴν δίαιταν. D.237
5ὑπὲρ τοῦ μηδὲν αἰσχρὸν συγχωρῆσαι] τοῖς Λακεδαι‐ μονίοις. C.

Pan

160,18

περιστάντων δὲ αὐτοὺς τῶν Ἑλλήνων ἁπάν‐ των] πλὴν Σαμίων καί τινων ὀλίγων. A. τῶν μὲν ὑπαρχόντων πολεμίων] τῶν Λακεδαιμονίων. B. διὰ τί λέγει τῶν ὑπαρχόντων, καίτοι πολλοὺς εἶχον
5πολεμίους; ἀλλ’ ὑπάρχοντας καλεῖ τοὺς Λακεδαιμονίους, μετὰ τῶν ἄλλων Ἀλκιβιάδου ἀποστάντος, ὅτε περὶ τῶν ἡρώων ἐκρίνετο. BD.

Pan

160,19

τότε πρῶτον λαβόντων ἐλπίδας] τῆς τού‐ των καταστροφῆς. C. παροξυνθέντων ὑπὸ τῆς τύχης] τῆς αὐτῶν δυστυ‐ χίας. C.

Pan

160,20

ἐπελθόντων δὲ τῶν ἐκ Σικελίας] τοὺς Συ‐ ρακουσίους λέγει. C.

Pan

160,22

ἔτι δ’ ἀγνωμοσύνης ἀπροσδοκήτου συμβά‐ σης] ἀχαριστίας, ὅτι τὸν Πέρσην ἤγαγον κατ’ αὐτῶν, παρ’ οὗ ἔσωσεν αὐτοὺς ἡ πόλις. BD. ἀχαριστίας—κατ’ αὐτῶν, ὑφ’ ὧν πρότερον ἐσώθησαν ἀπ’ ἐκείνου. C.
5ὥστε καὶ βασιλέα κληθῆναι κατὰ τῆς πόλεως, ὑπὸ τῶν ἀπ’ ἐκείνου σωθέντων ταῖς ἀπὸ τῆς πόλεως πράξεσι] οὐ λέγει τὸν Ξέρξην, ἀλλὰ τὸν αὐτοῦ υἱὸν Ἀρταξέρξην. εἰ δὲ τῶν ἀπ’ ἐκείνου σωθέντων λέγει, μὴ θαυμάσῃς· οὗ‐ τος γὰρ κἀκεῖνος ἓν ἦσαν. ἴσθι δὲ ὅτι οὐ παραγέγονε
10βασιλεὺς αὐτὸς, ἀλλὰ στρατηγὸν Φαρνάβαζον ἔστειλεν. AC.

Pan

161,2

προσγενομένου δὲ κἀκείνου μάλα ἀσμένως] ἀσμένως ὑπήκουσε τοῖς Λάκωσιν ὁ Πέρσης, ἐπειδὴ ἐμνη‐ σικάκει Ἀθηναίοις, ὅτι ἥττησαν τὸν Ξέρξην, τὸν πρόγο‐ νον αὐτοῦ. BD.
5συμπολεμοῦντος καὶ σώμασι καὶ ναυσὶ] τὸ ἔχειν πλῆ‐ θος ἀνδρῶν, ἐν μὲν γὰρ γῇ πεζῶν, ἐν δὲ θαλάττῃ
ναυτικῶν· μετὰ γὰρ τὴν νίκην ἦλθον οἱ Σικελιῶται ἐν Λακεδαιμονίᾳ, βοηθοῦντες αὐτοῖς, ὥσπερ ἀμειβόμενοι, ἀνθ’ ὧν αὐτοῖς συνεμάχησαν ἐν Σικελίᾳ. BD.238

Pan

161,3

ἦν μὲν οὐδεὶς] ἡ ἀπόδοσις ὧδε· περιστάν‐ των δὲ αὐτοῦς, καὶ τὰ ἑξῆς, εἶτα ἀποδέδωκεν εἰπὼν, ἦν μὲν οὐδεὶς, ὅστις οὐκ ἂν ἤλπιζεν. BD.

Pan

161,4

ἔξωθεν οὑτωσὶ σκοπῶν] ὡς ἔτυχε, καὶ μὴ τὴν τῶν Ἀθηναίων ἐννοῶν ἀρετήν. C.

Pan

161,7

τὸ δὲ πάντων μέγιστον, ὅτι καὶ τῆς πο‐ λιτείας κινηθείσης καί τινων ἀλλοτριωθέντων σφίσι τῶν οἴκοι] ἐν τούτῳ τῷ καιρῷ φησι Θουκυδίδης ὅτι τινὲς τῶν Ἀθηναίων, τετρακόσιοι τὸν ἀριθμὸν, ὁρῶντες τὴν
5πόλιν οὕτως ἔχουσαν, ἐστασίασαν, βουλόμενοι τὴν μὲν δη‐ μοκρατίαν καταλῦσαι, αὐτοὶ δὲ ἄρξαι. εἰκότως δὲ εἶπε τὸ πάντων μέγιστον· πᾶσαν γὰρ ὑπερῆρε δυστυχίαν τὸ καὶ τινὰς τῶν πολιτῶν ἔχειν πολεμίους. τὸ δὲ καί τινων ἀλλοτριωθέντων σφίσι τῶν οἴκοι, ἢ δι’ αὐτοὺς τούτους νόει,
10ἢ διὰ τοὺς ἀποστάντας δούλους, ὡς ἔφημεν. AC. τούτου μέμνηται ὁ Θουκυδίδης. λέγει γὰρ οὕτως, καταφρονήσαν‐ τές τινες τῶν Ἀθηναίων, ὅτι ἥττηντο ἐν Σικελίᾳ, τετρα‐ κόσιοι ὄντες τὸν ἀριθμὸν, καὶ ἀχθόμενοι ἐπὶ τῇ δημοκρα‐ τίᾳ, ἐζήτησαν καταλῦσαι αὐτὴν καὶ αὐτοὶ ἄρξαι· ἀλλὰ
15κατέλυσε καὶ αὐτοὺς ἡ πόλις. λέγει οὖν ὅτι καὶ τοὺς πο‐ λίτας εἶχον πολεμίους τότε. BD. καί τινων ἀλλοτριωθέντων] πολεμίων γενομένων. καὶ Ὅμηρος „Ἀλλότριος φώς.“ ἐκάλεσε δὲ αὐτὸ, ἐπειδὴ ἐξῆν αὐτοῖς ἀπὸ τοῦ Πειραιῶς ἐλθεῖν εἰς τὴν πόλιν. BD.

Pan

161,8

τόπον οὐδένα ἔχοντες, οὗ χρὴ στῆναι, πλὴν Σάμου] αὕτη γὰρ μόνη τότε ἡσύχασεν. C. τόπον οὐδένα ἔχοντες, οὗ χρὴ—τῆς Σαλαμῖνος] βιάζεται πόλεμον ἕτερον δεῖξαι Μηδικόν. τότε γὰρ, φησὶ,
5μόνην εἶχον τὴν Σαλαμῖνα, νῦν δὲ μόνην εἶχε τὴν Σά‐ μον. BD.

Pan

161,10

τοῖς τότε] Ἀθηναίοις. C. τὴν πόλιν ἐκλιπόντες μέρει τῷ πλείστῳ] οἱ γὰρ πλείους τῶν πολιτῶν ἐστράτευσαν. C.
κατεστήσαντο μὲν τὰ οἴκοι] ἡ ἀπόδοσις ὧδε· καὶ τῆς239
5πολιτείας κινηθείσης, κατεστήσαντο μὲν τὰ οἴκοι, ἐκρά‐ τησαν δὲ τοὺς ἔξω. BD. κατεστήσαντο μὲν τὰ οἴκοι] ἀντὶ τοῦ ἔπαυσαν τὴν τυραννίδα τῶν τετρακοσίων. BD. τοὺς στασιάσαντας τετρακοσίους. C.

Pan

161,11

διέλαβον] ἐμερίσαντο. B. ἀντὶ τοῦ ἐμερί‐ σαντο. λέγει δὲ τὴν Κύζικον. BD. τὸν Ἑλλήσποντον] ἤγουν πᾶσαν τὴν Ἑλληνικὴν θά‐ λατταν. C.

Pan

161,12

ὥσπερ μελέτας] τὰ ἐν τῇ εἰρήνῃ γυμνάσια μελέτας νόει· διὰ τούτων γὰρ γυμναζόμεθα τὰ πολε‐ μικά. AC.

Pan

161,13

εἴρηταί τε καὶ ἐνεθυμήθην, ὡς ἑτέρῳ προεί‐ ρηται] τινὲς τὸ ἑτέρῳ διὰ τὸν Θουκυδίδην νοοῦσιν· εἶπε γὰρ κἀκεῖνος τὸ ἐνθύμημα τοῦτο ἐν ἀρχῇ· μετὰ κινδύ‐ νων τὰς μελέτας ποιούμενοι. ἄλλοι δὲ εἰς Πλάτωνα λέ‐
5γουσιν αἰνίττεσθαι· καὶ αὐτὸς γὰρ ἐχρήσατο τοῖς ἐπιχει‐ ρήμασι τούτοις πρὸς τὸν ἐπιτάφιον τὸν καλούμενον καὶ Μενέξενον. ἄλλοι δὲ εἰς Ξενοφῶντα· καὶ γὰρ αὐτὸς ἐν τοῖς Ἑλληνικοῖς ταῦτ’ εἴρηκεν. AC. τῷ Θουκυδίδῃ· μέχρι γὰρ τῶν ἐνταῦθα τὰ Θουκυδίδου. τινὲς οὖν αὐτὸν εἰς
10Θουκυδίδην αἰνίττεσθαι λέγουσιν· εἶπε γὰρ κἀκεῖνος τὸ ἐνθύμημα τοῦτο ἐν τῇ πρώτῃ· μετὰ κινδύνων τὰς με‐ λέτας ποιούμενοι. ἢ εἰς Πλάτωνα αἰνίττεται· καὶ γὰρ καὶ αὐτὸς φαίνεται ἐπιτάφιον γράψας τὸν καλούμενον Μενέξε‐ νον, ἐν ᾧ ἐχρήσατο τοῖς ἐπιχειρήμασι τούτοις. ἄλλοι δέ
15φασιν ὅτι εἰς Ξενοφῶντα ἀποτείνεται· καὶ γὰρ καὶ αὐτὸς ταῦτα ἐν ταῖς Ἑλληνικαῖς εἶπε. BD. τέλος δ’ ἐπὶ Κυζίκῳ συμπεσόντες, ὁμοῦ Λακεδαιμο‐ νίοις] ὁ γὰρ Ἀλκιβιάδης αὐτοὺς κατεναυμάχησε. BD.

Pan

161,15

λαμβάνουσι τὰς ναῦς] ἃς πάντες οὗτοι εἶχον. C. παρ’ ὅσας διέφθειραν] χωρὶς ὧν διέφθειραν. BD.

Pan

161,16

οἱ μὲν ἐκ ποδὸς ἱππομαχήσαντες] τὸ ἐκ ποδὸς εἶπεν, ἐπειδὴ ἀπὸ τῶν νηῶν ἐξελθόντες τοῖς οἰκείοις ποσὶν ἐποιοῦντο τὴν μάχην. τὸ δὲ ἱππομαχήσαντες, ἐπειδὴ πρὸς οὓς ἐμάχοντο, ἱππεῖς ἦσαν. καὶ γὰρ Φαρνάβαζος,240
5ἰδὼν Λακεδαιμονίους καταναυμαχηθέντας, προὐκαλέσατο Ἀθηναίους εἰς ἱππομαχίαν. οἱ δὲ αὐτίκα τῶν νεῶν ἐξελ‐ θόντες καὶ τούτου περιεγένοντο. A. οὐ μόνον τὸ ἐκπο‐ δὼν ἀντὶ τοῦ μακρὰν, ἀλλὰ καὶ ἀντὶ τοῦ παραυτίκα· ὥσπερ κἀνταῦθα τὸ ἐκ ποδός· καὶ γὰρ Φαρνάβαζος—περιε‐
10γένοντο. C. οἱ δ’] Ἀθηναῖοι· λέγει δὲ ἀντὶ τοῦ οὗτοι δέ. ὁ γὰρ Ἀλκιβιάδης αὐτοὺς κατεναυμάχησε. BD. ἀπὸ τῶν νεῶν] ἀντὶ τοῦ ἐπὶ τῶν τριήρων ἱστάμενοι. BD.

Pan

161,18

τὰς Λακεδαιμονίων ἐλπίδας] Λακεδαιμο‐ νίων ἐλπίδας νόει ἢ τὴν ἀπὸ τοῦ βασιλέως συμμαχίαν, ἢ ἃς εἶχον, ὡς αὐτίκα καταστρέψονται Ἀθηναίους, μετὰ βαρβάρων καὶ τῶν ἄλλων Ἑλλήνων αὐτοῖς πολεμοῦντες. C.
5κενὸς ἤδη τοῖς ἐναντίοις ὁ πόλεμος ἦν] ἀντὶ τοῦ ἀφορμὴν οὐκ ἔχων, οὐδὲ χορηγίαν· πάντα γὰρ αὐτοῖς διέφθαρτο. BD.

Pan

161,19

πάντα] τὰ αὐτῶν. C. ὥσπερ ἐκ ναυαγίας τινὸς ὡς ἀληθῶς] οἱ γὰρ ναυα‐ γίῳ περιπίπτοντες οὔτε ἣν φοροῦσιν ἐσθῆτα δύνανται σώσασθαι. BD.
5τοσοῦτον ὑπερβληθεῖσα ὑπὸ τῆς συστάσεως] τοσαύ‐ την ὑπερβολὴν στάσει δεξαμένῃ. A.

Pan

161,20

ὑπὸ τῆς στάσεως] ἣν ἔφημεν τετρακοσίων πολιτῶν. C. οὐδ’ ὄνομα εἰρήνης ἐπ’ ἐκείνων τῶν χρόνων ἐνε‐ νόησεν] εἰς ἣν μάλιστα καταφεύγειν εἰώθασιν οἱ τὰ τοιαῦτα
5δυστυχοῦντες. C.

Pan

162,1

οἱ δ’ ἀπὸ τοσούτων καὶ τηλικούτων πλεο‐ νεκτημάτων ὁρμώμενοι] Λακεδαιμόνιοι. C. οἱ Λακεδαιμόνιοι. πλεονεκτημάτων δὲ λέγει τῶν διαφόρων συμμάχων· εἶχον γὰρ βασιλέα καὶ Συρακουσίους. BD.
5ἀπὸ τοσούτων καὶ τηλικούτων πλεονεκτημάτων] τῆς
ἀπὸ τῶν βαρβάρων καὶ Ἑλλήνων συμμαχίας. C. πληγέντες κατέφυγον εὐθὺς ἐπὶ τὴν εἰρήνην] μετὰ τὴν ἐν Κυζίκῳ ναυμαχίαν, ἣν ὑπ’ Ἀθηναίων κατεναυ‐ μαχήθησαν Λακεδαιμόνιοι, ἡττηθέντες καὶ αὖθις ὑπὸ τῶν241
10αὐτῶν τούτων ἐν Ἀργινούσαις, πρέσβεις Ἀθήναζε πεπόμ‐ φασι περὶ εἰρήνης. AC. μετὰ γὰρ τὴν ἐν Κυζίκῳ ναυμα‐ χίαν ἐπ’ Ἀργιννούσαις οἱ Λακεδαιμόνιοι ἡττηθέντες περὶ εἰρήνης ἐπρεσβεύοντο. παραδόξως δὲ ἀπὸ τῶν συμφορῶν συγκρίνειν ἐπεχείρησε, τοῦτο εἰς ἀπόδειξιν ἀνδρείας δεχό‐
15μενος, τὸ δύνασθαι φέρειν τὰς συμφοράς. BD.

Pan

161,2

ἀεὶ μὲν οὖν ἔγωγ’ ἐμεμψάμην τοῖς ἐπιτι‐ μῶσι τῇ τῶν Λακεδαιμονίων πόλει] ἐντεῦθεν τὸ κεφάλαιον ἡ σύγκρισις· ἔστι γὰρ ἓν καὶ τοῦτο τοῦ ἐγκωμίου· αὔ‐ ξησιν γὰρ ἐργάζεται τὸ κεφάλαιον ἀεί. ποιεῖται δὲ τὴν
5σύγκρισιν πρὸς Λακεδαιμονίους, οἵτινες ἐνομίζοντο μείζους εἶναι τῶν πάντων Ἑλλήνων. δεινῶς δὲ αὔξει ἀπὸ τῆς ἀρ‐ χῆς τὴν πόλιν ἐπιτιμῶν μὲν τοῖς συγκρίνουσιν αὐτὴν τοῖς Λακεδαιμονίοις, διότι πρὸς ἥττους ἡ σύγκρισις, διὰ δὲ τὸν νόμον τῆς τέχνης χρώμενος καὶ αὐτὸς τῇ συγκρίσει·
10καὶ ἔστι Θουκυδίδου ἡ μεταχείρησις. κἀκεῖνος γὰρ ἐν τῷ προοιμίῳ τοῦ ἐπιταφίου καταμέμφεται τὸν νομοθέτην τὸν κελεύοντα ἐπιτάφιον λέγεσθαι, εἶτα ὕστερον καὶ αὐτὸς κέχρηται αὐτοῦ. ABCD.

Pan

161,3

ἐκείνοις μὲν γὰρ ἀπεχθάνονται] ἀντὶ τοῦ ἐκείνοις ἀποῦσι· λέγει δὲ τοὺς Λακεδαιμονίους. BD.

Pan

161,6

τῆς βλασφημίας] βλασφημίαν καλεῖ τὸ ἀνό‐ μοιον τῆς συγκρίσεως. BD.

Pan

161,7

ὅτι πρὸς τὴν πόλιν κρίνονται, τοῦτο κερδαί‐ νουσιν] τὸ γὰρ συγκρίνειν οὐκ εἴρηται. BD.

Pan

161,11

τὰ προσάλληλα] τῶν πράξεων αἱ κοινω‐ νίαι. A.

Pan

161,14

τριακοσίων ἀνδρῶν] τῶν ἐν Πύλαις. C.
οὐκ ἐνεγκόντες, ἀλλ’ εὐθὺς ἐγκλίναντες] ἀκούσαντες γὰρ τοὺς ἐν Πύλαις ἀπολωλότας εἰς φυγὴν ἐτράπησαν, ὅτ’ ἐν Σαλαμῖνι μετ’ Ἀθηναίων καὶ τῶν ἄλλων ἵσταντο. A.242
5εὐθὺς ἐγκλίναντες] χαλάσαντες τοῦ φρονήματος, χαυ‐ νωθέντες. C.

Pan

161,15

τῇ πόλει] τῶν Ἀθηναίων. C.

Pan

161,16

ὥσπερ ἐν ἄθλοις, ὅταν πᾶς τις εἴκῃ] ἐν τοῖς ἀγῶσι πάντες οἱ μαχόμενοι καὶ οἱ μὴ ὑπείκουσιν ἑκόντες τῷ ἀναφανέντι τῶν ἀθλητῶν κρείττονι. C. ὅταν πᾶς τις εἴκῃ] τῷ ἀναφανέντι κρείττονι. A. τῷ
5κρείττονι. C. τουτέστιν, ὅταν πᾶς καὶ ὁ μὴ μαχεσάμενος ὑποχω‐ ρήση τῆς νίκης τῷ κρείττονι τῶν Ἀθηναίων. BD.

Pan

161,17

μετὰ ταῦτ’] ἤγουν ὕστερον τῶν Περσι‐ κῶν. C. οὐ μόνον οὐ καταπτήξασα] φαίνεται ἀπὸ κοινοῦ. C.

Pan

161,18

οὕτω διαθεῖσα τοὺς πολεμίους, —πεῖσαι τὴν πόλιν] ἐν Σικυῶνι μετὰ Σικελίας νικήσασα. BD. ἐν γὰρ Σικυῶνι τοὺς Λακεδαιμονίους μετὰ Σικελίας ἐνίκησε. C.

Pan

162,19

εἴ τις εἰρήνην ἄγειν δυνηθῇ πεῖσαι τὴν πόλιν] μετὰ τὰ ἐν Σικελίᾳ ἐνίκησε τοὺς Λακεδαιμονίους ἡ πόλις, ὡς εἰπεῖν. ἐν Κυζίκῳ οὖν ἐνίκησεν, ὥστε Λακε‐ δαιμονίους ἐπιθυμῆσαι ἰδεῖν τινα παρακαλέσαι τὴν πόλιν,
5ὥστε ἄγειν εἰρήνην. BD. οἱ μὲν, ὡς ἤκουσαν τὴν Κόνωνος ἐν Μιτυλήνῃ πο‐ λιορκίαν, οὐκ ἐξεπλάγησαν] ὑπὸ Καλλικρατίδου στρατηγοῦ Λακεδαιμονίων συνηλάθη εἰς Μιτυλήνην Κόνων μετὰ Λέοντος καὶ Ἐρασινίδου, τῶν συστρατήγων· καὶ γὰρ κατὰ
10γῆν μὲν ἐβιάζετο τῷ ἀπὸ Χίου στρατεύματι καὶ τῷ ἐκ Μεθύμνης, κατὰ θάλασσαν δὲ ὑπὸ Λακεδαιμονίων. συμ‐ βαλὼν οὖν Καλλικρατίδῃ ἐνικήθη. μαθόντες δὲ Ἀθη‐ ναῖοι τὴν τῶν σφετέρων στρατηγῶν ἧτταν καὶ παροξυνθέν‐ τες ἔπεμψαν οὐκ ὀλίγας ναῦς ἐκεῖσε καὶ στρατηγοὺς δέκα·
15οἳ καὶ συμβαλόντες ἐπ’ Ἀργινούσαις τοῖς Λακεδαιμονίοις
κατὰ κράτος ἐνίκησαν. AC. εἰς γὰρ Μιτυλήνην Κόνων συνηλάθη μετὰ Λέοντος καὶ Ἐρασσινίδου συστρατήγων ὄντων ὑπὸ Καλλικρατίδου, κατὰ γῆν μὲν τῷ ἀπὸ Χίου στρατεύματι καὶ τοῖς Μηθυμναίοις, κατὰ θάλατταν δὲ243
20ταῖς ναυσὶ τὸν λιμένα, ὡς Ξενοφῶν. συμβαλὼν δὲ Κό‐ νων τοῖς Λακεδαιμονίοις ἐκεῖ ἡττήθη καὶ ἐπολιορκήθη παρ’ αὐτῶν. BD. ὡς ἤκουσαν] Ἀθηναῖοι. C.

Pan

162,21

ὅσαις οὐδ’ ἂν εἷς εἰκάσειε ναυσὶν] οὐ διὰ τὸν ἀριθμὸν, ἀλλὰ διὰ τὰς συμφορὰς τὰς ἐν Σικελίᾳ συμβάσας. BD. διὰ τὸ πλῆθος. C. ἐλάττοσι δ’ ὅμως ἔτι τῶν ἀντιπάλων] ἐκ τοῦ εἰπεῖν
5ἐλάττοσι τῶν πολεμίων αὔξει μὲν τούτους, μείζους δὲ τοὺς Ἀθηναίους ποιεῖ, νικήσαντας ἐκείνους, ὧν ἦσαν αὐτοὶ ἐλάττους· καὶ γὰρ Ἀθηναῖοι μὲν ὀκτὼ καὶ ἑκατὸν εἶχον ναῦς, Λακεδαιμόνιοι δὲ ἑβδομήκοντα πρὸς τοῖς ἑκατόν. AC. ἑκατὸν καὶ ἑβδομήκοντα εἶχον ἐκεῖνοι, Ἀθηναῖοι δὲ
10ἑκατὸν καὶ πεντήκοντα. BD.

Pan

163,1

ὥσπερ ἄλλου μέν τινος ἀεὶ παρέχοντος σφίσι τὰς τριήρεις] τὸ ὥσπερ ἄλλου μέν τινος ἀεὶ παρέ‐ χοντος σφίσι τὰς τριήρεις ἔμφασιν ἔχει τῆς τῶν Ἀθη‐ ναίων περιουσίας, ἣν εἶχον περὶ τὰς ναῦς, καὶ ὅτι πολ‐
5λὰς ναῦς ἀπολωλεκότες ἐν Σικελίᾳ καὶ ἑτέρωθι οὐκ ἀπεῖ‐ πον, ἀλλ’ ὥσπερ ἂν εἰ μηδὲν τοιοῦτον πεπόνθεσαν, οὕ‐ τως ἐποιοῦντο τοὺς στόλους. C.

Pan

163,2

ἐν δὲ τῷ Καρὶ, καὶ οὐκ ἐν τοῖς ἑαυτῶν σώμασι τὰς πείρας ποιούμενοι] παροιμία ἐστὶν ἐν Καρὶ τὸν κίνδυνον, τουτέστιν, οὐκ ἐν τοῖς αὐτῶν σώμασιν, ἀλλ’ ἐν ἀλλοτρίοις, ὡς καὶ οὗτος ἑρμηνεύει εὐθύς. Κᾶρες γὰρ
5πρῶτοι ἀνθρώπων ἐμισθοφόρησαν, οὓς καὶ προύταττον τῷ πολέμῳ. φέρεται δὲ καὶ ἑτέρα παροιμία, ἐν Καρὸς μοίρᾳ, ἐπὶ τῶν εὐτελῶν καὶ δουλοπρεπῶν ταττομένη. AC. παροιμία. B. παροιμία ἐστὶν ἐν Καρὶ τὸν κίνδυνον. τὸ δὲ οὐκ ἐν τοῖς αὐτῶν σώμασι, τουτέστιν ἐν ἀλλοτρίοις
10σώμασιν· οἱ γὰρ μισούμενοι αὐτοῖς προέταττον ἐν τοῖς κινδύνοις. λέγεται δὲ ἡ παροιμία ἐπὶ τῶν ἀφειδῶς εἰς τὰ ἑαυτῶν σώματα πολεμούντων, ἀπὸ μεταφορᾶς τῶν Κα‐ ρῶν· οὗτοι γὰρ τὰ ἑαυτῶν σώματα ἐμίσθουν εἰς τοὺς πο‐ λέμους. πρῶτοι γὰρ λέγονται βαρβάρων μισθοφορῆσαι·244
15ὅθεν καὶ ὁ ποιητής φησι „Τίω δέ μιν ἐν Καρὸς αἴσῃ.“ Ἑλλήνων δὲ πρῶτοι Ἀρκάδες ἐμισθοφόρησαν. BD. τὰς πείρας] τὰς πολεμικάς. C.

Pan

163,3

οὔτε τῆς Καλλικρατίδου δόξης] ἣν εἶχεν εἰς τὸ μάχεσθαι. A. στρατηγὸς γὰρ οὗτος ἔνδοξος Λακεδαι‐ μονίων, ὁ Καλλικρατίδης. BD. ἣν εἶχε περὶ τὰ πολέμια. C. οὔτε νήσων ἐχομένων] ἃς παρεστήσαντο Λακεδαιμό‐
5νιοι. C.

Pan

163,4

οὔτε ἠλλοτριωμένης, ὡς εἰπεῖν, ἤδη τῆς τύχης] τῶν Ἀθηναίων, καὶ πρὸς Λακεδαιμονίους πεσού‐ σης. A. οὐ χειμῶνος ἡττήθησαν] τοσοῦτον χειμῶνα φασὶν
5εἶναι, ὅτε τὴν ἐν Ἀργινούσαις μάχην Ἀθηναῖοι κατώρ‐ θωσαν, ὡς μὴ δυνηθῆναι τοὺς τῶν Ἀθηναίων στρατη‐ γοὺς ἀνελέσθαι τῶν πεπτωκότων τὰ σώματα καὶ θάψαι κατὰ τὸν νόμον. ἐλθόντες οὖν ἐν Ἀθήναις, καὶ κατηγο‐ ρηθέντες ὑπὸ Καλλιξένου περὶ τούτων ἀκρίτως ἀπέθα‐
10νον. ὕστερον δὲ καταγνόντες Ἀθηναῖοι τοῦ Καλλιξένου, ὡς παραλόγως αὐτοὺς πεπεικότος ἐπὶ τοὺς στρατηγοὺς, λιμῷ ἀναιροῦσιν. AC. ὅτε οἱ δέκα στρατηγοὶ νικήσαντες οὐκ ἀνείλοντο τὰ σώματα διὰ τὸν χειμῶνα, καὶ θανάτῳ ἐζημιώθησαν. ἡ ἱστορία δέ φησιν ὅτι τοσοῦτος χειμὼν γέ‐
15γονεν, ὥστε τοὺς συστρατήγους μὴ δύνασθαι λαβεῖν τῶν πεπτωκότων τὰ σώματα· διὸ κατηγορήσαντος αὐτῶν Καλ‐ λιξένου καὶ νενικηκότος, τεθνήκασιν ἀκρίτως. ὕστερον δὲ μεταγνόντες Ἀθηναῖοι, καὶ τοῦτον ἀνεῖλον, καὶ νόμον ἔθεντο ἄνευ κρίσεως μὴ κτεῖναί τινα. BD.

Pan

163,5

οὐχ ὅσον τοῦ πολέμου τὸ λοιπὸν ἐνεθυμή‐ θησαν] λοιπὸν τοῦ πολέμου λέγει, ἢ τὰς μετὰ ταῦτα συμ‐ βησομένας αὐτοῖς πρὸς Λακεδαιμονίους μάχας, ἐὰν τοῦτον
κατορθώσωσι τὸν πόλεμον· ἢ λοιπὸν λέγει, οὓς ἔμελλον245
5τῷ πολέμῳ κτήσασθαι πόνους· πρῶτον γὰρ ἡ παρασκευὴ καὶ ἡ ἐκστρατεία, δεύτερον δὲ αὐτὸς ὁ πόλεμος. A. ἔμελλον γὰρ πρὸς πλείους μαχεῖσθαι. C. ὥσπερ ἐπαρκοῦν εἰς τὴν θάλατταν ἰδεῖν] εἰς νίκην τὸ μόνον εἰς τὴν θάλατταν αὐτοὺς ἰδεῖν. BD.

Pan

163,6

κρατοῦσι δὲ σύμπαντας Πελοποννησίους] πάντας γὰρ τοὺς ἐν Πελοποννήσῳ Λακεδαιμόνιοι τότ’ εἶ‐ χον συμμάχους. C.

Pan

163,7

ὁμοῦ τῷ σκηπτῷ] ὃν εἶπε χειμῶνα, νῦν σκηπτὸν ἐκάλεσεν. ἰστέον δὲ ὅτι ἔφυγε δεθεὶς ὁ Καλλίξε‐ νος, καὶ ὕστερον ἐπανελθὼν λιμῷ διεφθάρη. BD. τῇ ἐπι‐ κειμένῃ τοῦ χειμῶνος ζάλῃ. C.

Pan

163,8

τοσοῦτον ἐποίησαν τῆς πολιορκίας τὸ διά‐ φορον] πολιορκοῦντες γὰρ ἐν Μιτυλήνῃ Λακεδαιμόνιοι τὸ τῶν Ἀθηναίων, οὗ Κόνων ἦρχεν, αὐτοὶ ὑπὸ τῶν ἐπελθόν‐ των Ἀθηναίων τῆς πολιορκίας ὑπέστησαν. C.
5τῆς πολιορκίας] τῆς πρὸς τὸν Κόνωνα. A.

Pan

163,9

ὅτι ἄνδρα ῥύονται] πολιορκήσαντες γὰρ αὐ‐ τὸν εἶχον ἐν ταῖς ναυσίν. A. τῆς πολιορκίας. C. ὃς μόνος ἤρκεσε τὴν Λακεδαιμονίων ὕστερον δυνα‐ στείαν καταλῦσαι] αἰσθόμενος ὁ Κόνων διὰ τὴν πρόσθεν
5ἧτταν, μετὰ τὸ ἐλθεῖν εἰς Ἀθήνας, Ἀθηναίους ὀργιζομέ‐ νους αὐτῷ, ἔφυγεν εἰς Εὐαγόραν, βασιλέα τῆς Κύπρου. ὕστερον Ἀθηναίοις Λακεδαιμονίους ναυμαχήσαντες καὶ κατὰ τῆς Ἀσίας στρατεύονται, καὶ ἐδῄουν τὰ βασιλέως Περσῶν πράγματα. Εὐαγόρου δὲ συμμαχοῦντος βασιλεῖ,
10καὶ Κόνων παραγίνεται· καὶ συμβαλὼν Λακεδαιμονίοις, καὶ κατὰ κράτος νενικηκὼς ἐν τῇ Κνίδῳ, ἐπάνεισιν εἰς Ἀθήνας, καὶ ταύτας τειχίζει· Λακεδαιμόνιοι γὰρ πρόσθεν κεκρατηκότες καθαιροῦσι τὰ τείχη, ὅτε καὶ τοὺς τριάκοντα τυράννους τῷ δήμῳ τῶν Ἀθηναίων ἐπέστησαν. AC. εἷς
15γὰρ ὢν τῶν δέκα στρατηγῶν ὁ Κόνων, ἔφυγεν αἰσθόμε‐ νος τῆς Ἀθηναίων ὀργῆς, καὶ ἐλθὼν πρὸς Εὐαγόραν,
τὸν τῆς Κύπρου βασιλέα, διέτριβεν. ὕστερον δὲ μετὰ τὸ νικῆσαι τοὺς Ἀθηναίους Λακεδαιμόνιοι καὶ κατὰ τῆς Ἀσίας στρατεύονται, Εὐαγόρου συμμαχοῦντος βασιλεῖ, καὶ246
20Κόνων παρεγένετο, καὶ καταναυμαχήσας Λακεδαιμονίους ἐλθὼν εἰς τὴν Ἀττικὴν τὰ τείχη τῶν Ἀθηναίων ἀνέ‐ στησε. κατέλυσε δὲ τὴν δυναστείαν Λακεδαιμονίων ἐν Κνίδῳ· τὴν δὲ ἱστορίαν Ἰσοκράτης λέγει ἐν τῷ Εὐα‐ γόρᾳ. BD.
25οἱ δ’] οἱ Λακεδαιμόνιοι καὶ οἱ σὺν αὐτοῖς Ἕλληνες. C. οἱ δ’, ὥσπερ ἅπαντες καταναυμαχηθέντες, εἰρήνης αὖθις ἐδέοντο] τὸ οἱ δὲ διὰ τοὺς Λακεδαιμονίους καὶ τοὺς συμμαχοῦντας αὐτοῖς Ἕλληνας εἰπὼν, παρεξάγει τὸν λό‐ γον καὶ πρὸς πάντας, διὰ τοῦ εἰπεῖν, ὥσπερ ἅπαντες
30καταναυμαχηθέντες, καὶ ὅτι πάντες οἱ Ἕλληνες εἰρήνην ἐποιήσαντο. ὅτι δὲ τοῦθ’ οὕτως ἔχει δείκνυται καὶ διὰ τοῦ ἐπαγομένου· οὕτως οὐ μόνον τοὺς ἐν τοῖς ἀγῶσι πα‐ ρόντας εἴθιστο τότε νικᾶν ἡ πόλις, ἀλλὰ καὶ τοὺς ἄλλους ἐξέπληττεν. AC.

Pan

163,10

ὥσπερ ἅπαντες καταναυμαχηθέντες] οὐ γὰρ ἅπαντες Ἕλληνες, ἀλλ’ ὅσοι μετὰ Λακεδαιμονίων ἡττή‐ θησαν. C.

Pan

163,11

τοὺς ἐν τοῖς ἀγῶσι παρόντας] παρόντας λέγει ἐν τῇ μάχῃ, ἀπόντας δὲ τοὺς μὴ ὄντας ἐν τῇ μάχῃ, ἀλλ’ ἀκηκοότας τὴν ἧτταν, καὶ εἰρήνης ἐπιθυμήσαν‐ τας. BD.

Pan

163,12

διὰ πάντων ἐνίκα] καὶ ἐξ ὧν ἐποίει καὶ ἐξ ὧν ἀκοῇ μόνῃ κατέπληττεν. A.

Pan

163,13

τὴν ἐν τοῖς δεινοῖς εὐψυχίαν] καρτερίαν καὶ γενναιότητα. C.

Pan

163,15

νικῶσα ταῖς εὐπραξίαις, —ὁμοίως ἐνή‐ νοχε συμφορὰς] οὐ τῷ πλείονα ἀτυχῆσαι λέγει αὐτὴν νε‐ νικηκέναι, ἀλλὰ τῷ φέρειν τὰς συμφορὰς καὶ μὴ ταπει‐ νοῦσθαι. BD.

Pan

163,16

τοῦ μὲν οὖν ἐν οἷς κατώρθωσε, νικᾶν— ἄλυτα ὑπάρχει διττὰ σημεῖα] τοῦ νικᾶν, φησὶ, Λακεδαιμο‐
νίους ἐν τῷ κατορθοῦν χωρίς ἐστιν ὧν κατὰ αὐτῶν ἔπραξε Λακεδαιμονίων. δύο ταῦτα ἄλυτα τεκμήρια. καλῶς247
5δὲ τὸ ἐν οἷς κατώρθωσεν, ἡ προσθήκη· βούλεται γὰρ αὐτὴν καὶ ἐν οἷς ἡττήθη νικᾶν. BD. ἐν οἷς κατώρθωσε] πρὸς ἄλλους ἰδίᾳ καὶ μετ’ αὐ‐ τῶν. A. πρὸς τοὺς ἄλλους. C.

Pan

163,17

τοὺς ἀντιπολιτευσαμένους] ἀντὶ τοῦ τοὺς ἀντισεμνυνομένους, ἵνα λέγῃ Λακεδαιμονίους. λέγει δὲ ὅτι χωρὶς ὧν ἐνίκησαν αὐτοὺς Λακεδαιμονίους ἕτερα διττὰ σημεῖα νίκης ἄλυτα αὐτῇ ὑπάρχει, ἅ τε μόνη νενίκηκεν ἐν
5Μαραθῶνι καὶ ἃ κοινῇ μετὰ τῶν Ἑλλήνων ἐν Σαλαμῖνι. ἐν ἑκάστῳ γὰρ, φησὶν, ὑπερεβάλετο πάντας. BD. ἅ τε γὰρ κατ’ αὐτὴν ἔπραξε] ἐν Μαραθῶνι. B.

Pan

163,18

οὐχ ὅσον ἀγνοῆσαι] ἀντὶ τοῦ οὐ μικρῶς· ἡ γὰρ μικρὰ ὑπερβολὴ πολλάκις λανθάνει. BD. ἤγουν οὐ μικρῶς· τὸ γὰρ μικρὸν κατόρθωμα πολ‐ λάκις λανθάνει. C.
5ἅ τ’ ἐν ταυτῷ γενομένων] ἔπραξε. C.

Pan

163,19

ὁμοῦ πάντες ἐλάττους ἀντιθεῖναι] ἀντὶ τοῦ πάντες μικροί εἰσιν εἰς τὸ συγκρίνεσθαι τῇ πόλει· ἐσχη‐ μάτισται γὰρ ἡ λέξις. κρείττων δὲ γέγονε τῶν νενικηκό‐ των τῷ φέρειν τὰ δυσχερῆ. BD.
5ἐλάττους] τούτων. A. εἰσίν. C. ἀντιθεῖναι] αὐτοὺς τῇ πόλει. AC. ἔν γε τοῖς δυσκόλοις] ἤγουν ἐν ταῖς δυσπραγίαις. C.

Pan

163,20

οἱ μὲν γὰρ εἴκοντες] ἐν ταῖς αὐτῶν δυστυ‐ χίαις. A. ταῖς δυσπραγίαις ὅταν περιπέσωσι. C.

Pan

163,21

ἀμφοτέρας τὰς νίκας] καὶ τῶν δυστυχιῶν καὶ τῶν εὐτυχιῶν. A.

Pan

164,1

ἐθνῶν] ἢ συστημάτων λέγει, ἢ πολλῶν ὁμοῦ γενῶν. BD. Δωριέων, Αἰολέων, Ἰώνων, καὶ τῶν λοιπῶν. C.

Pan

164,2

αὐτῆς δ’ οὐδεὶς ὅστις οὐ μετὰ πολλῶν συμ‐ μάχων] εἰς Λακεδαιμονίους αἰνίττεται· ὡς λέγει ὁ Θουκυ‐ δίδης ἐν τῷ ἐπιταφίῳ, ὅτι μέρος τῆς πόλεως ἐνίκησαν συμβαλόντες μέρει τῶν ἱππέων. BD.

Pan

164,3

τοὺς ἐπιόντας] κατ’ αὐτῆς. C. κινοῦντας] δι’ ὧν παρὰ γνώμην αὐτοὶ πράττειν. A. αὐτὴν πρὸς πόλεμον. C.248

Pan

164,4

ἀθρόας δὲ τῆς δυνάμεως ἢ τὶς ἢ οὐδεὶς ἐπειράθη] τὸ μὲν τὶς λέγει διὰ μόνον τὸν Ξέρξην, τὸ δὲ οὐδεὶς, ἐπειδὴ καὶ οὗτος κατὰ κράτος ἡττηθεὶς ἔφυγεν· ἄλλως τε καὶ τῆς παροιμίας λεγούσης, εἷς οὐδεὶς, διὰ τὸ
5μὴ τοῦ ἑνὸς λόγον εἶναι. AC. τὸ Θουκυδίδειον· ἢ οὐδεὶς, φησὶν, ἐπειράθη τῆς πόλεως, ἢ μόνος εἷς, τουτέστιν ὃ Ξέρξης. BD.

Pan

164,5

αὐτὴ δ’ ἴσα καὶ ἀήττητός ἐστι] ἢ ὁμοίως καὶ σχεδὸν ἀήττητός ἐστιν, ἢ παρέλκεται Ἀττικῶς τὸ ἴσα. BD. ἴσα] ὥσπερ. A.

Pan

164,6

οὐδεὶς γὰρ αὐτῆς τὴν γνώμην παρεστήσατο] βούλεται καὶ ἐν τῇ προαιρέσει τὴν νίκην εἶναι· οἷς ἡττη‐ θεῖσα οὐκ ἐταπείνωσεν ἑαυτήν. BD. τὴν γνώμην] τὴν γενναιότητα καὶ τὸ φρόνημα· οὐ
5γὰρ ἡττηθεῖσα ἀπεῖπε ταῖς συμφοραῖς. C.

Pan

164,7

αὐτὴ δὲ τὰς γνώμας τῶν ἐναντίων ἅμα ἔργοις δεδούλωται] κατεδουλώσατο τῷ φυγεῖν αὐτὴν τοὺς πάντας. BD.

Pan

164,9

ἀνακλίνασα] ταπεινώσασα. A. χαυνώσασα, ὑπτιάσασα. C. οὐχ ἧττον τοὺς ἀκούοντας ἢ τοὺς ἐν ταῖς μάχαις παρόντας] πλέον τοὺς ἀκούσαντας τῶν πεπονθότων τῷ
5πάντας ἐπιθυμῆσαι εἰρήνην. BD. τοὺς ἀκούοντας] τὴν τῶν οἰκείων ἧτταν. A.

Pan

164,10

τῶν πόλεων τούτων] τῆς τῶν Ἀθηναίων, καὶ τῆς τῶν Λακεδαιμονίων. BD. Ἀθηνῶν καὶ Λακεδαί‐ μονος. C.

Pan

164,12

ἐν Λεύκτροις] τόπος τῆς Βοιωτίας. C. ἀτυχήσαντες] ὑπὸ Θηβαίων. C. οὐκ ἀνήνεγκαν] οὐκ ἀνεσώθησαν. B. ἀντὶ τοῦ οὐκ ἀνέλαβον, οὐκ ἀνεσώθησαν· ἀπὸ μετα‐
5φορᾶς τῶν ναυαγίων τῶν μὴ ἀναφερομένων. BD. ἤγουν οὐκ εἰς τὴν πρόσθεν εὐδαιμονίαν ἐπανῆλθον. C.
ὥσπερ ἀνδρὸς τελευτὴ κἀκείνοις συνέβη] ταῖς γὰρ πό‐ λεσι παρέπεται ποτὲ μὲν ἀκμάζειν, ποτὲ δὲ ἀσθενεῖν· ἄν‐ θρωπος δὲ, ἐπὰν ἀποθάνῃ, οὐ δύναται ἀναζῆσαι. BD.249

Pan

164,13

εἰρήνην μὲν γὰρ ἀπηξίωσαν ποιήσασθαι πρὸς Θηβαίους] ἀπηξίωσαν Λακεδαιμόνιοι πρὸς Θηβαίους εἰρήνην ποιήσασθαι. διὰ τοῦτο ἐλθόντες εἰς Θηβαίους εἰ‐ ρήνης ἐδέοντο. εἰπόντων δὲ τῶν Θηβαίων ὡς οὐ πρότερον
5εἰρήνην ποιήσονται, πρὶν ἂν Μεσσηνίους καὶ τοὺς ἄλλους αὐτονόμους ποιήσονται, ἐπεὶ ταῦτα Λακεδαιμονίοις οὐκ ἤρεσκεν, εἰρήνη οὐ γέγονεν. AC. ψεύδεται· οὐ γὰρ ἀπηξίω‐ σαν· ἀλλ’ ἐπειδὴ ᾔτουν αὐτοὺς, ἐπὶ τὴν εἰρήνην τοὺς ἰδίους συμμάχους, τοὺς Μεσσηνίους, αὐτονόμους ἐᾶσαι,
10διὰ τοῦτο οὐκ ἠβουλήθησαν. BD.

Pan

164,14

ἀναμιχθέντες δὲ τοῖς ἄλλοις Πελοποννη‐ σίοις] ὅ ἐστι κοινῇ πολεμήσαντες μετὰ Πελοποννησίων Θηβαίους. BCD.

Pan

164,15

οὐ μᾶλλον σώζειν ἑτέρους εἶχον ἢ τῶν ἄλ‐ λων ἐδέοντο σώζειν σφᾶς] κατὰ κράτος γὰρ ἥττηνται. C. καίτοι τὸ μέγιστόν γε αὐτοῖς—καθάπαξ ἀναρ‐ πασθῆναι] νενικηκότες δεύτερον Λακεδαιμονίους Θηβαῖοι
5ἐζήτουν καὶ τὴν χώραν αὐτῶν κατασκάψαι· καὶ Ἀθη‐ ναῖοι μαθόντες οὐκ εἴασαν. AC. ἀντὶ τοῦ μέγα αὐτοῖς ἐβοήθησεν, ὅτι οἱ Θηβαῖοι νικήσαντες ἐν Λεύκτροις ἐζή‐ τουν αὐτοὺς κατασκάψαι, καὶ οὐκ εἴασεν ἡ πόλις. BD.

Pan

164,16

ὥσπερ καταιγίδος, ἢ στροβίλου τινὸς, ἐμ‐ βολῇ] καταιγίς ἐστιν ἀνέμων συστροφή. μιμεῖται δὲ τὸν στρόβιλον, ὅ ἐστι σημεῖον σκοτῶδες. BD.

Pan

164,17

ἡ δὲ πόλις κλαπεῖσα τῇ ναυμαχίᾳ τῇ καθ’ Ἑλλήσποντον] τὰ ἐν Αἰγὸς ποταμοῖς λέγει, ὅτε ὁ τῶν Ἀθηναίων στρατηγὸς Κόνων ἀφεὶς τὰς ναῦς μετὰ νί‐ κην ἐξῆλθε μετὰ τῶν ἐν αὐταῖς εἰς τὴν χέρσον διά τινα
5χρείαν. ἐλθὼν οὖν Λύσανδρος, ὁ τοῦ ναυτικοῦ τῶν Λα‐ κεδαιμονίων ἄρχων, καὶ τὰς ναῦς εὑρὼν ὀλίγους ἐχούσας
τινὰς ἐντὸς ἐπιθέμενος ἀφείλετο· λέγει οὖν τὴν τοιαύ‐ την νίκην κλοπήν. ὁ δὲ Αἰγὸς ποταμὸς τόπος ἐστὶ πλησίον Σηστοῦ, καταντικρὺ Λαμψάκου. ἐλθὼν δὲ Λύσανδρος ἐν τῷ250
10Πειραιεῖ, καὶ σῖτον οὐκ ἐῶν εἰς τὴν πόλιν παραγενέσθαι λιμαγχονήσας Ἀθηναίους, ἠνάγκασεν αὐτοὺς ταῖς οἰκείαις χερσὶ καθελεῖν τὰ τείχη. τότε καὶ τριάκοντα τύραννοι, Λα‐ κεδαιμόνιοι, μετὰ Κριτίου τοῦ σοφιστοῦ τῷ δήμῳ τῶν Ἀθηναίων ἐπέστησαν. τότε καί τινες τῶν Ἀθηναίων οὐκ
15ὀλίγοι στασιάσαντες προσετέθησαν τοῖς τυράννοις. AC. τὰ ἐν Αἰγὸς ποταμοῖς λέγει. κλοπὴν δὲ εἶπε τὴν νίκην, ἐπειδὴ ἀπόντος τοῦ Κόνωνος μετὰ νίκην ἐπὶ λαχανισμὸν καὶ φρυγανισμὸν ὁ Λύσανδρος, ὁ στρατηγὸς τῶν Λα‐ κεδαιμονίων, εὑρὼν ἐρήμους τὰς τριήρεις ἐπιθέμενος λα‐
20θών πως ἀφείλετο. BD. στερηθεῖσα—τῶν τειχῶν] νικήσαντες γὰρ Λακεδαι‐ μόνιοι ἐλθόντες ἠνάγκασαν τοὺς Ἀθηναίους ταῖς ἑαυτῶν χερσὶ κατασκάψαι τὰ ἑαυτῶν τείχη. BD.

Pan

164,18

Λακεδαιμονίων οὐδὲν μέτριον ποιούντων] διὰ μὲν τῶν τυράννων πρὸς Ἀθηναίους, δι’ ἑαυτῶν δὲ πρὸς τοὺς τῶν Ἀθηναίων συμμάχους. C.

Pan

164,19

ἐκείνους μὲν δι’ ἑνὸς ἀνδρὸς ἀφείλετο τῆς θαλάττης τὴν ἀρχὴν] τοὺς Λακεδαιμονίους λέγει διὰ τοῦ Κόνωνος ἐν τῇ Κνίδῳ. BD. ἐν τῇ Κνίδῳ γὰρ διὰ τοῦ Κόνωνος κατεναυμαχήθησαν. C.
5δι’ ἑνὸς ἀνδρὸς] τοῦ Κόνωνος. A.

Pan

164,20

ἐπέστη τοῖς Ἑλληνικοῖς] ἦρξε καὶ ἡγεμό‐ νευσεν· Ἑλληνίδα δὲ λέγει τὴν ἡγεμονίαν. BD. ἤγουν τῶν Ἑλληνικῶν ἦρξε πραγμάτων, ἐκπλήξασα πάντας τῇ ἐν Κνίδῳ ναυμαχίᾳ. C.

Pan

164,21

τὰ τῶν πολέμων ἐλαττώματα κάλλιον ἤνεγκεν ἢ τὰς εὐπραξίας ἕτεροι] βαρὺ γὰρ καὶ χαλεπὸν φέρειν εὐ‐ τυχίας. BD.

Pan

165,1

τὰς οἴκοι δυσκολίας οὕτω διέθετο] ἀντὶ τοῦ διέλυσε. λέγει δὲ τὴν τῶν τριάκοντα καὶ τὴν τῶν τε‐ τρακοσίων. BD.
ὥσθ’ ὅρον εἶναι] ταύτην. C.251
5ὅρον] ἀντὶ τοῦ κανόνα τῆς εὐβουλίας· τοῦτο γὰρ εἶπε σωφροσύνης εὐβουλίαν, διότι ἅμα ἐστασίασε καὶ διηλ‐ λάγη πρὸς ἑαυτήν. BD.

Pan

165,2

ἐξευρεῖν] ἀφ’ ἑαυτοῦ εὑρεῖν. B. ὑπ’ ἐκείνων] τῶν τότε Ἀθηναίων. C. ἔδειξε δὲ τῇ τ’ ἐπὶ τῶν τετρακοσίων μεταστάσει τῆς πολιτείας, ἣν ἀψοφητὶ κατέλυσε] τετρακόσιοί τινες τὸν
5ἀριθμὸν Ἀθηναῖοι ἠβουλήθησαν ἐπαναστῆναι τῇ πολι‐ τείᾳ, καὶ κατακυριεῦσαι αὐτῆς. μαθόντες οὖν Σάμιοι τοῦτο ὥρμησαν εἰς τὴν τούτων κατάλυσιν, ἅτε μάλιστα πάντων φιλίαν πρὸς Ἀθηναίους ἔχοντες. ὡς δὲ ἤκουσαν οἱ τετρακόσιοι, ἑκόντες διελύθησαν ἀψοφητί. τίθησιν οὖν
10εἰς ἐγκώμιον τῆς πόλεως. AC.

Pan

165,3

ἀψοφητὶ] ἀντὶ τοῦ ἀμαχητί. καὶ γὰρ αὐτὸς λέγει ὁ Θουκυδίδης ἐν τῇ ὀγδόῃ ὅτι ἀπὸ τῶν Ἀθηναίων ἐν τῇ Σάμῳ (ταύτην γὰρ μόνον εἶχον ὁρμητήριον κατὰ πάντων τῶν πολεμίων) τετρακόσιοί τινες ἐπανέστησαν Ἀθη‐
5ναῖοι αὐτοὶ θέλοντες ἔχειν τὴν πολιτείαν. ἀκούσαντες οἱ ἐν Σάμῳ ἐβουλεύσαντο ἐλθόντες καταλῦσαι αὐτούς. οἱ δὲ ἀκηκοότες ὅτι μέλλουσιν ἐλθεῖν, διέλυσαν ἑαυτούς. B.

Pan

165,4

μηδέν τι πρὸς πλείους μετ’ ἐκείνους γενο‐ μένῳ] τὸ μηδέν τι πρὸς πλείους λέγει, ἐπειδὴ τριάκοντα ὄντων τῶν τυράννων τριάκοντα καὶ Θρασύβουλος Ἀθηναίους παραλαβὼν αὐτοὺς ἀνῃρήκει. AC. ἀντὶ τοῦ μηδαμῶς πρὸς
5πλείονας ἀγωνισάμενοι· τριάκοντα γὰρ, φησὶν, ὄντων τῶν τυραννούντων, καὶ οἱ δημοκρατούμενοι ἀντιμαχησάμενοι ἑαυτοῖς τριάκοντα ἦσαν. BD. μετ’ ἐκείνους] τοὺς τριακοσίους (sic). C. ἀλλὰ μὴν ἅμα σωφροσύνης τε καὶ τόλμης] τὸ* ὥστε
10πρὸς πολλοὺς παρατάττεσθαι* ὕστερον δὲ οὐκ ὀλίγοι πα‐ ρεγένοντο. τὸ οὖν πλῆθος ἦν τὸ τὴν νίκην εἰργασμένον. ἐκ δὲ τοῦ εἰπεῖν πρὸς τὴν Λακεδαιμονίων ἀρχὴν αὔξει σο‐ φιστικῶς τὴν νίκην· οὐ γὰρ παρετάξαντο πρὸς τὸ Λακε‐
δαιμονίων στρατόπεδον, ἀλλὰ Παυσανίας ὁ νεώτερος ἐλ‐252
15θὼν ἐκ Λακεδαίμονος μετὰ χρημάτων βοηθῆσαι τοῖς τυράννοις προύδωκεν. A. ἅμα σωφροσύνης τε καὶ τόλμης] σωφροσύνης, ὅτι καλῶς παρεσκευάσαντο, τόλμης δὲ, ὅτι ὀλίγοι ὄντες πρὸς τοσούτους ἀντῆραν. BD.

Pan

165,5

ὀλίγῳ μὲν πλείους ὄντες ἢ πεντήκοντα οἱ πρῶτοι ταῦτα βασιλεύσαντες] ὕστερον γὰρ πολλοὶ παρεγέ‐ νοντο. τὸ οὖν πλῆθος ἦν καὶ τὸ τὴν νίκην εἰργασμένον. καὶ Παυσανίας δὲ ὁ νεώτερος πεμφθεὶς μετὰ χρημάτων
5ὑπὸ Λακεδαιμονίων βοηθῆσαι τοῖς τριάκοντα προδέδωκε. σιωπᾷ δὲ τοῦτο, ἵν’ Ἀθηναίων δόξῃ μόνον τὰ κατορ‐ θώματα. BD.

Pan

165,7

κινδυνεύειν] ἀντὶ τοῦ πολεμεῖν. B.

Pan

165,8

κακίας] ἤγουν ἀνανδρίας. B. ἐπεὶ δ’ ἠγωνίσαντο μὲν πρὸς τοὺς] καταλυθέντων τῶν τυράννων οἵ τε βοηθοῦντες αὐτοῖς Ἀθηναῖοι καὶ οἱ τούτους καταπολεμήσαντες συνῆψαν πόλεμον πρὸς ἀλλή‐
5λους· καὶ συρραγείσης τῆς μάχης, αὐτίκα πρὸς σπονδὰς ὑπεχώρησαν, εἰπόντες ἑκάτεροι ὡς τί δεῖ πολεμεῖν ἡμῖν ἀλλήλοις Ἀθηναίους ὄντας. τὸ δὲ ὑπὲρ αὐτῶν λέγει, ἐπειδὴ οἱ μὲν σὺν τοῖς τυράννοις ὑπὲρ τοῦ συμφέροντος αὐτῶν ἐπολέμουν τοῖς ἄλλοις, οἱ δὲ τούτοις μαχόμενοι,
10ὅπως αὐτῶν τε καὶ τῶν τυράννων καταλυθέντων ἐλευθε‐ ρία γένηται. νόει δὲ τὸ ὑπὲρ ἀλλήλων διὰ τὴν συμβᾶσαν αὐτοῖς ἄκραν ὁμόνοιαν. A.

Pan

165,9

πρὸς τοὺς ἀπὸ τοῦ ἄστεος] τυράννους καὶ τοὺς συνόντας αὐτοῖς. C. ἀντετάξαντο δὲ Λακεδαιμονίοις] τοῖς μετὰ Παυσανίου πεμφθεῖσιν εἰς συμμαχίαν τῶν τυράννων. C.
5ἔσχον] ἐκράτησαν. B. παράδειγμα δ’ ἀνθρώποις τῶν ἐν τοῖς δεινοῖς ἐλπί‐ δων ἐγένοντο] τίς γὰρ ἐν δεινοῖς ὢν οὐ τὰ βελτίω ἐλπίσει, ὁρῶν Ἀθηναίους τοιαῦτα παθόντας, καὶ οὕτως ἀπηλλαγ‐ μένους. C.

Pan

165,10

τῶν ἐν τοῖς δεινοῖς ἐλπίδων] Θουκυδίδειον·
καὶ ἐν τοῖς δεινοῖς εὐέλπιδες. BD. ὁ δῆμος ἤδη συνειλεγμένοι] ἀντὶ τοῦ καθ’ ἑαυτῶν. B. ἤδη συνειλεγμένοι] τότε. C.253
5εἰς χεῖρας] μάχην. B. ἤγουν εἰς πόλεμον τοῖς μετὰ τυράννων στᾶσιν Ἀθηναίοις. C.

Pan

165,11

εἰς λόγους] εἰς σπονδάς. ταύτην ἐν τοῖς ἄνω εὐβουλίαν εἶπε, διὰ τὸ μὴ ἐμμεῖναι τῇ στάσει. BD. εἰς λόγους] περὶ σπονδῶν. C.

Pan

165,12

ὥστε μὴ εἶναι διελέσθαι, πότερον—συν‐ εύξασθαι τῇ πόλει] ἀντὶ τοῦ μὴ δύνασθαι διακρῖναι, πό‐ τερα ἡ στάσις κατάρα ἐστὶν ἐχθρῶν, ἢ φίλων εὐχή. BD.

Pan

165,13

τοῦτόν γε λυθεῖσαν τὸν τρόπον] τὸ τάχος λέγει τῆς διαλύσεως καὶ τὰς σπονδάς. BD. λέγει τὸ βε‐ βαιοτέραν ὕστερον λυθεῖσαν τὸν τρόπον. C. ἐνόσησε] ἐστασίασεν. B.
5ἐνόσησε μὲν γὰρ τῇ τῶν πάντων ἀνθρώπων φύσει] φύσει γὰρ πρόσεστιν ἅπασιν ἀνθρώποις τὸ δυστυχεῖν. C. ἰάθη δὲ τῇ ἑαυτῆς] ἡ γὰρ τῶν Ἀθηναίων φύσις φι‐ λάνθρωπός ἐστι καὶ πρὸς φιλίαν ἐπιρρεπής. C.

Pan

165,14

τοῦτο] τὸ νοσῆσαι. C. ζῆλον] εὐδαιμονίαν. B. θαῦμα. C.

Pan

165,15

ὑπὲρ τῶν ἀνδρῶν ἐκείνων] δημοτικῶν τῶν ἐπὶ τριάκοντα. B. τῶν δημοτικῶν τῶν ἐπὶ τῶν τριάκοντα. D. τῇ μὲν τόλμῃ παρῆλθον οὐ μόνον Λακεδαιμονίους] τοῦτο λέγει ἢ ὅτι τολμηταὶ μάλιστα πάντων Λακεδαιμό‐
5νιοι, ἢ ὅτι οἱ μὲν εὐτυχοῦντες τοιαῦτα κατὰ τῆς πόλεως ἐτόλμησαν, οἱ δὲ Ἀθηναῖοι, καίπερ δυστυχοῦντες, πρὸς τοὺς ἐξ αὐτῶν τυράννους καὶ ἑαυτοὺς, ὀλίγοι ὄντες, ἀν‐ τετάξαντο. A.

Pan

165,16

τοὺς Μαραθῶνι σχεδὸν τῶν προγόνων] αὔξων αὐτοὺς πρὸς τοὺς ἐν Μαραθῶνι κινδυνεύσαντες τῶν προγόνων παραβάλλει. τὸ δὲ σχεδὸν εἶπεν, ἐπειδὴ τολμη‐ ρὸν ἦν καὶ οἱονεὶ παρακεκινδυνευμένον τοιούτοις αὐτοὺς
5παρεξετάσαι. AC. αὔξων αὐτοὺς τοῖς προγόνοις αὐτῶν συν‐ έκρινεν αὐτούς. BD. οἱ μὲν] ἤγουν οἱ ἐν Μαραθῶνι. BC.
ἐν πλήθει συντάγματος ὄντες] πλήθει, οὐχ ὡς πρὸς τοὺς βαρβάρους, ἀλλ’ ὡς πρὸς τοὺς ἐν Φυλῇ μαχεσαμέ‐254
10νους. BD.

Pan

165,17

ἐθάρρησαν] τούτοις ἀντιταχθῆναι. C. οἱ δ’ ὀλίγῳ πλείους ὄντες οἱ σύμπαντες ἢ πρὸς ὅσους τοὺς τυράννους ἠγωνίζοντο] πάλιν αἰνίττεται εἰς τοὺς πεντήκοντα. BD.

Pan

165,18

Φυλὴν] τόπος τοῦ Πειραιοῦ. B. οἱ μὲν] οἱ μὲν Μαραθῶνι. C. εὐθηνούσης] καλῶς πραττούσης, εὐτυχούσης. BD.

Pan

165,19

ἑτέρως] εὐφήμως ἀντὶ τοῦ εὐτυχῶς. BD.

Pan

165,20

τοὺς ἐκ τοῦ ἄστεος αὑτῶν] ἐπειδὴ τὸ ἑαυτῶν καὶ ἐπὶ τρίτου προσώπου εὕρηται, καὶ οὕτως, ὡς εἰώθαμεν χρῆσθαι, νόει ἐνταῦθα, ἢ διὰ τοὺς Λακε‐ δαιμονίους, ἢ διὰ τοὺς Ἀθηναίους, λέγεσθαι. AC.
5τοὺς ἐχθροὺς] Λακεδαιμονίους. B.

Pan

166,1

τῷ μετὰ τὰς πράξεις ἃ δεῖ βουλεύσασθαι] τὸ σπείσασθαι μετὰ τὴν μάχην. ABD. τὸ σπείσασθαι πρὸς τοὺς οἰκείους, καὶ μὴ μνησικακῆσαι. C.

Pan

166,2

οὕτως ἀνεκτήσαντο τὴν πόλιν] οἰκείως κεῖ‐ ται τὸ ἀνεκτήσαντο, τουτέστιν ἀνέλαβον τὴν πόλιν. τὸ γὰρ ἀνακτᾶσθαι ἐπὶ νόσου φαμέν. καὶ ἡ πόλις νοσήσασα τῇ στάσει, ὥσπερ οὗτος καὶ ἄνωθέν φησιν (165, 13.)
5ὑπὸ τῶν αὐτῆς πολιτῶν καταβαλλόντων τὴν στάσιν ἀνεκτήσατο ἑαυτήν. AC. ἀνεκτήσαντο] ἀνέλαβον· ὡς ἐπὶ νόσου δὲ εἶπεν. BD. ὥστ’ εἴ τις βούλοιτο μὴ πάντα—ἐπὶ τοῦ πολέμου συμφορὰν] ὁ γὰρ μὴ τὴν ἐπανόρθωσιν διηγούμενος ἀκρι‐
10βῶς τὴν συμφορὰν ἀποκρύψηται· πρὸς γὰρ τὴν συμφο‐ ρὰν ἡ ἐπανόρθωσις γίνεται. A.

Pan

166,3

πάντα] ἃ τότε ἐπεδείξαντο. C. κλέψαι] ἤτοι κρύψαι. B. εἰκότως εἶπε τὸ κλέψαι· ὁ γὰρ μὴ ἀκριβῶς καὶ ὡς δεῖ τὰς μετὰ τὴν συμφορὰν ἐπι‐ δείξεις καὶ φιλοτιμίας διηγούμενος κλέπτει ταύτην καὶ
5οἱονεὶ μικρὰν καὶ φαύλην δείκνυσιν, ἀλλ’ οὐχ οἷα γέγο‐
νεν. C. οὕτως ἀκολούθως] ἤγουν ὁμοίως. B. οὕτως ἀκολούθως ταῖς ἄνω πράξεσι τὰς ἐφεξῆς καὶ προείλοντο καὶ κατώρθωσαν] ἀντὶ τοῦ καὶ τοῖς πρώτοις255
10καὶ τοῖς ὕστερον ἐκάλυψαν τὴν ἐκ τῆς στάσεως συμφο‐ ράν. BD.

Pan

166,5

Λακεδαιμόνιοι] οἱ τῶν Ἑλλήνων κατὰ γῆν καὶ κατὰ θάλατταν ἄρχοντες. C.

Pan

166,6_8

Λακεδαιμονίων γὰρ ἃ τοῖς τριά‐ κοντα—τὰς συνθήκας βεβαιώσηται] ὅτε οἱ τριάκοντα Ἀθήνησιν ἔμελλον τυραννήσειν, ἐδανείσαντο παρὰ τῶν Λακεδαιμονίων χρήματα, ἵνα διὰ τούτων δύναμιν ἑαυ‐
5τοῖς περιποιήσονται. καταλυθέντων δὲ τούτων, καὶ τῶν Λακεδαιμονίων οὐκ ἀξιούντων ζημιωθήσεσθαι τὰ χρή‐ ματα, οἱ Ἀθηναῖοι πάντες ἀπέτισαν, ὁμοῦ τε μεγαλοψυ‐ χίαν ἐπιδεικνύμενοι, καὶ τὰς συνθήκας βεβαιοῦντες δι’ ἔργου. τοῦτο δὲ ἐποίησαν, ἐπειδήπερ οἱ πλείους τῶν τυ‐
10ράννων ἐξ Ἀθηνῶν ἦσαν, αὐτοί τε καὶ οἱ περὶ αὐτοὺς ὑπηρέται. AC.

Pan

166,7

ἐπὶ τὸν δῆμον] ἀντὶ τοῦ κατὰ τὸν δῆμον. τοῦτο καὶ Δημοσθένης ἐν τῷ πρὸς Λεπτίνην εἶπεν. BD.

Pan

166,8

τὰς συνθήκας] τὰς σπονδάς· ὤμοσαν γὰρ μὴ μνησικακεῖν τοῖς τριάκοντα. BD. καὶ μὴν Λακεδαιμόνιοι μὲν, ὅπως ὡμίλουν ἀλλήλοις, οὐκ ἂν ἔχοιμεν εἰπεῖν· ἔκρυπτον γάρ.] οἱ Λακεδαιμόνιοι
5οὐκ εἴων ξένον τινὰ κἀν ταῖς ἐκκλησίαις κἀν τοῖς βου‐ λευτηρίοις φοιτᾶν ταῖς αὐτῶν, ἡγούμενοι μεγίστην ὠφέ‐ λειαν σφίσιν αὐτοῖς εἶναι, εἰ μὴ φωραθεῖεν τοῖς ἔξωθεν, τί πράττειν βούλονται. καὶ ὅλως νόμος αὐτοῖς ἦν ἄγνω‐ στα τὰ αὐτῶν εἶναι τοῖς ἄλλοις. ὅθεν καὶ οὐδεὶς ἐπίστατο
10ἢ φιλανθρώπως ἀλλήλοις ἐχρῶντο, ἢ μή. AC.

Pan

166,9

ὅπως ὡμίλουν ἀλλήλοις] ἀντὶ τοῦ ὡμονόουν ἀλλήλοις. BD. εἴτ’ εὐμενῶς, εἴτε μή. C. ἔκρυπτον γὰρ] ἐμφαίνει τὴν ξενηλασίαν. BD.

Pan

166,10

πρὸς τῷ τὰ σφέτερα αὐτῆς οὕτω θέσθαι μετὰ πολλῶν μαρτύρων] ἀντὶ τοῦ καλῶς καὶ φιλικῶς τὴν κατάλυσιν τῶν τυράννων. μαρτυρίας δὲ εἶπεν, ὡς πρὸς ἀντιδιαστολὴν τῶν Λακεδαιμονίων τῶν ξενηλατούντων. BD.256
5πρὸς τῷ—οὕτω θέσθαι] ὡς ἐδείξαμεν. C. τοῖς ἄλλοις παράδειγμα κατέστη] ἵνα τὰ ὅμοια πράτ‐ τωσι. C.

Pan

166,11

τὸ γοῦν Ἀργείων πλῆθος νοσοῦν ὕστερον] οἱ προστάται γὰρ τῶν Ἀργείων δήμου τοὺς πλουσίους, ὑπονοήσαντες ἐπάγεσθαι Λακεδαιμονίους ἀπέκτειναν. BD. νοσοῦν] στασιάζον. C.

Pan

166,13

πολιτευσάμενοι] διοικήσαντες. C.

Pan

166,15

πρὸς τὰς οἴκοι δυσκολίας] πρὸς τὰς στά‐ σεις τὰς ἐν αὐτῇ γενομένας. BD.

Pan

166,16_19

οὐ δὴ τοὺς ἄλλοθεν ἥκοντας, καὶ πολλῷ—δείκνυσι τὸ οὐκ ἴσον] ἰστέον ὅτι τὸ μὲν ταῦτα αἰτιατική ἐστι, τὸ δὲ οὐκ ἴσον εὐθεῖα. συντάσσεται δὲ οὕτως. τὸ οὐκ ἴσον, ἤγουν ἡ οὐκ ἰσότης, οὐ μόνον δεί‐
5κνυσι ταῦτα, λέγω τοὺς ἄλλοθεν ἥκοντας, καὶ πολλῷ νεωτέρους πρὸς αὐτόχθονας καὶ πρεσβυτέρους, οὐδὲ τὸ τῆς πόλεως καταδειξάσης ἑτέροις, τοῦτο δηλονότι, οὐδὲ τοῦτο τὸ προνοουμένους μηδενὸς ἄλλου, πλὴν τῶν εἰς τὸν πό‐ λεμον, νικώσης τῆς πόλεως, οὐ πλέον ἐν τοῖς ἄλλοις ἢ
10ταύτῃ καὶ οὕτως. λέγει δὲ ἄλλοθεν ἥκοντας καὶ πολλῷ νεωτέρους τοὺς Λακεδαιμονίους. καὶ γὰρ Δωριεῖς ὄντες τὸ παλαιὸν, Πελοποννήσιοι ὕστερον γεγόνασιν, ὡς Ἑλλάνικος λέγει καὶ ἄλλοι πολλοὶ τῶν ἱστορικῶν, οἱ περὶ αὐτῶν γράψαντες. αὐτόχθονας δὲ καὶ πρεσβυτάτους ἁπάντων
15Ἑλλήνων λέγει τοὺς Ἀθηναίους, ὡς ἐμάθομεν. τὸ δὲ ἥκον‐ τας ἢ σύναπτε πρὸς τὸ αὐτόχθονας, ἵν’ ᾖ διὰ τὴν πά‐ λαι τῶν Ἡρακλειδῶν φυγὴν εἰς Ἀθήνας, ὅτ’ ἐπ’ Εὐ‐ ρυσθέως ἐδιώκοντο, ἢ τὸ μὲν ἥκοντας λέγει, διότι Δω‐ ριεῖς ὄντες ἦλθον εἰς Πελοπόννησον, ὡς ἔφημεν. τὴν δὲ
20πρὸς πρόθεσιν νόει συγκριτικῶς ἐκφέρεσθαι. καὶ γὰρ οὕ‐ τως εἰώθαμεν λέγειν, δείκνυμι τὸν δεῖνα νεώτερον πρὸς
τὸν δεῖνα. τὸ τῆς πόλεως δὲ λέγει, ἀντὶ τοῦ ὅπερ εἴωθεν ἡ πόλις ποιεῖν ἐξαρχῆς, τοὺς καταφεύγοντας δέχεσθαι, τοὺς κινδυνεύοντας ἐπανορθοῦν, καὶ ὅσα τοιαῦτα πλεο‐257
25νεκτήματα, ἃ πάντα ἡ πόλις εὑροῦσα ἑτέροις κατέδειξε ποιεῖν. μηδενὸς δὲ ἄλλου προνοουμένους λέγει τοὺς Λα‐ κεδαιμονίους, οἳ μόνον τῶν πολεμικῶν ἐποιοῦντο πρό‐ νοιαν, ὡς Ἰσοκράτης φησὶν ἐν Βουσίριδι. διὰ δὲ τοῦ εἰ‐ πεῖν τῆς πόλεως οὐ πλέον τοῖς ἄλλοις ἢ ταύτῃ νικώσης,
30δείκνυσιν αὐτὴν καὶ κατὰ τοὺς πολέμους κρείττονα Λακε‐ δαιμονίων καὶ κατὰ τὰ ἄλλα πολλῷ ὑπερέχουσαν. ἔστι δὲ τὸ τὸ πρὸς τὸ προνοουμένους οὐ κατὰ σύνταξιν, ἀλλὰ κατὰ ἀπαρίθμησιν, ὥσπερ ὅταν λέγωμεν τὸ Αἴας, τὸ Ἀγα‐ μέμνων. εἶπε δὲ νῦν αἰτιατικὴν, ἐπειδὴ οὕτως ἀπῄτει
35ἡ σύνταξις· μὴ θαυμάσῃς δὲ, εἰ λέγει ὡς ἀνισότης ταῦτα δεικνύει, καὶ οὐ ταῦτα τὴν ἀνισότητα· εἴωθε γὰρ οὕτως ἀεὶ καινοπρεπεῖς ἐπάγειν τοὺς λόγους· ἐπεὶ καὶ τοῦτο κἀ‐ κεῖνο ταυτόν ἐστιν. AC. οὐ δὴ τοὺς ἄλλοθεν ἥκοντας] οὐ δὴ ἀντὶ τοῦ οὐδα‐
40μῶς δή. ἔστι δὲ τὸ νόημα συλλογιστικόν. ἥκοντας δὲ λέγει Λακεδαιμονίους, ὅτι τὸ παλαιὸν Δωριεῖς ἦσαν, καὶ ἐκ τῆς Βοιωτίας κατῆλθον εἰς Πελοπόννησον. ἐπιλογίζεται δὲ ἐν‐ ταῦθα τὰς συγκρίσεις. ἄλλοθεν δὲ λέγει ἥκοντας ἐκ τῆς Δωρίδος. BD.

Pan

166,17

τὸ τῆς πόλεως ἑτέροις καταδειξάσης] διὰ μαντείας γὰρ αὐτοὺς οἱ Ἀθηναῖοι κατήγαγον μετὰ τῶν Ἡρακλειδῶν. BD. τὸ μηδενὸς ἄλλου, πλὴν τῶν εἰς τὸν πόλεμον, προ‐
5νοουμένους] Λακεδαιμόνιοι γὰρ περὶ μόνα εἶχον τὰ πολε‐ μικά· ὡς λέγει καὶ Ἰσοκράτης ἐν τῷ Βουσίριδι. καὶ Δη‐ μοσθένης φησὶν ὅτι τὰ Ἀθηναίων νόμιμα ἐζήλωσαν ἐν τῷ τέλει τοῦ κατὰ Τιμοκράτους. BD. τῶν εἰς τὸν πόλεμον] τῶν πολεμικῶν. C.

Pan

166,18

τῆς πόλεως πλέον τοῖς ἄλλοις ἢ ταύτῃ νι‐ κώσης] ἀποδεῖξαι βούλεται νῦν τὴν Ἀττικὴν τὰ πολέμια
ἀρίστην. ἀλλὰ τὸ κῶλον τὸ ἐναντίον δηλοῖ. ἔστιν οὖν ὑπερβιβασμοῦ τὸ σχῆμα· καὶ δεῖ ἀναγνῶναι τῆς πόλεως258
5πλέον ταύτῃ νικώσης, τουτέστιν ἐν τῷ μέρει τῶν πολεμι‐ κῶν. ἢ τοῖς ἄλλοις, ἀντὶ τοῦ ἤπερ ἐν τοῖς ἄλλοις. BD. τοῖς ἄλλοις] φιλανθρωπίᾳ, πρᾳότητι, δικαιοσύνῃ. C. οὐ ταῦτα μόνα δείκνυσι τὸ οὐκ ἴσον] διὰ μακροῦ ἡ ἀπόδοσις· ἔστι γὰρ πρὸς τὸ οὐ δὴ τοὺς ἄλλοθεν. BD.

Pan

166,19

ἀλλὰ καὶ τὸ ἐν αὐτοῖς τοῖς τοῦ πολέμου πράγμασι καὶ καιροῖς] εἰς αὐτὴν τὴν κάθοδον προσδεη‐ θέντας, οὐδὲ τὸ εὖ παθόντας πρὸς τὸ εὖ ποιήσαντας ἁμιλλᾶσθαι, οὐδὲ τοὺς νόμους ἑτέρωθεν λαβόντας τῆς
5πόλεως. BD.

Pan

166,20

ἑτέρως] ἐναντίως. B.

Pan

167,1

πάσχω δ’ ἔγωγε πρὸς τὰς τῆς πόλεως] πλη‐ ρώσας ἐνταῦθα τὰς συγκρίσεις ἐπιφέρει τὰς λοιπὰς πρά‐ ξεις, ἀρξάμενος ἀπὸ τῶν μετὰ τὰ Πελοποννησιακά. ABD. ἄρχεται νῦν περὶ τῶν Ἑλληνικῶν λέγειν, περὶ ὧν φησι
5Ξενοφῶν. C.

Pan

167,2

ἐν ὥρᾳ] ἢ κάλλει. B. ἀεὶ γάρ μοι τὸ προφαινόμενον τῶν ἔργων κάλλιστον φαίνεται] τοῦτο γὰρ ἴδιον τῶν ἀρετῶν· πᾶν γὰρ μέρος τοῦ σώματος ἡγοῦντο καλὸν εἶναι. BD.

Pan

167,3

τίθεμαι τούτῳ κατὰ τὸν λόγον] ἤγουν πλεί‐ στου ἄξιον κρίνω τοῦτο διεξιών. C. ταῦτα μὲν οὖν θεῶν τις ἂν κρίνειε καλῶς] δείκνυσιν ἐντεῦθεν τὸ τῶν ἔργων μέγεθος, καὶ ὅτι θείας κρίσεως
5δεῖται, ποῖα δεῖ πρότερον λεχθῆναι. A. ὡς αὐτὸς μὴ δυνάμενος κρῖναι τὸ κάλλιον μέρος τῆς πόλεως. BD. ἐκ τοῦ εἰπεῖν θεῶν τις σεμνύνει τὴν πό‐ λιν, καὶ δείκνυσιν ἐντεῦθεν ὅτι τὰ αὐτῆς ἔργα οὐδεὶς ἀν‐ θρώπων ἀξίως κρινεῖ, ἀλλὰ τῆς θείας τοῦτο δεῖται ῥοπῆς
10τε καὶ ψήφου. C. κρίνειε καλῶς] πότερον ἑτέρου προέχει. C. ἐγὼ δ’, ὥσπερ ὑπεσχόμην, δίειμι] ἐνταῦθα βούλεται εἰπεῖν, ὅσα οὐκ ἔτι μὲν ὑπὲρ αὐτῆς, ὑπὲρ δὲ τῶν ἄλλων
Ἑλλήνων ἠγωνίσατο πρὸς Λακεδαιμονίους. ἐντεῦθεν γὰρ259
15ἄρχεται τῶν Ἑλληνικῶν, καὶ ὧν ἐποίησε μετὰ τῶν τριά‐ κοντα, ὥς φησι Μένανδρος. BD.

Pan

167,4

ἐγὼ δ’, ὥσπερ ὑπεσχόμην, δίειμι τῶν λοι‐ πῶν τὰ γνωριμώτατα] οὐ γὰρ οἷόν τε πάντα κατὰ μέρος διεξελθεῖν. C. τήν τε γνώμην] ἀντὶ τοῦ φιλάνθρωπον. B. τὴν ἡμε‐
5ρότητα καὶ τὴν μεγαλοφροσύνην. C.

Pan

167,5

ἕνα μὲν τοίνυν καὶ πρῶτον ἄτοπον πόλε‐ μον] νῦν ἄρχεται λέγειν περὶ τῶν πολέμων, οὓς οὐχ ὑπὲρ αὐτῆς, ἀλλ’ ὑπὲρ τῶν ἄλλων ἐπολέμησεν. ἄτοπον δὲ πό‐ λεμον λέγει, ἐπειδὴ ὑπὲρ Θηβαίων, ἐχθρῶν ὄντων αὐτῆς,
5πρὸς Λακεδαιμονίους ἐπολέμησεν. C. ἄτοπον πόλεμον καὶ θαυμαστὸν] παράδοξον. AC. ὑπὲρ τῶν ἐχθρῶν ἐμάχοντο. A. ἄτοπον λέγει ἀντὶ τοῦ παράδοξον· ὅτι ὑπὲρ ἐχθρῶν, τῶν Θηβαίων, ἐπολέμησαν πρὸς Λακεδαιμονίους. BD.

Pan

167,6

ὡς ἀπειρηκότων ὑμῶν] ὅτε τὰ τείχη αὐτῶν κατεσκάφη, καὶ οἱ τριάκοντα κατέστησαν τύραννοι. BD. διὰ τὴν ἐν Σικελίᾳ συμφορὰν καὶ τὰ ἄλλα. C. τὰ λοιπὰ] ἤγουν τοὺς ἄλλους Ἕλληνας. C.

Pan

167,7

ἤρχοντο τῆς δυναστείας ἀπὸ τῶν ἑαυτῶν συμμάχων] νικήσαντες γὰρ Ἀθηναίους, καὶ ἄρξαι τῆς Ἑλλάδος βουληθέντες κατὰ τῶν ἰδίων ἐχώρησαν συμμά‐ χων. BD.
5ἀπὸ τῶν ἑαυτῶν συμμάχων] Θηβαῖοι γὰρ καὶ ἄλλοι Ἕλληνες αὐτοῖς συνεμάχουν. C. φρουρὰν ἐπὶ Θηβαίους ἔφαινον] Φοιβίδας, ὁ Λακε‐ δαιμονίων στρατηγὸς, μετὰ πλήθους ἱκανοῦ παριὼν τὴν Βοιωτίαν, ἐπὶ τῷ βοηθῆσαι Ἀμύντᾳ, τῷ Μακεδόνων βα‐
10σιλεῖ, ἐν παρέργῳ εἰσελθὼν εἰς τὰς Θήβας, ὡς δῆθεν φί‐ λος, κατέλαβε τὴν ἀκρόπολιν, καὶ φρουροὺς ἐγκατέλιπεν, οἳ τοῖς Θηβαίοις τυραννικῶς, καὶ οὐ φιλανθρώπως, ἐχρῶντο. καταφυγόντες οὖν Θηβαῖοι Ἀθήναζε ἐδεήθησαν Ἀθηναίων ἀπαλλάξαι αὐτοὺς τῆς φρουρᾶς. καὶ ἐλθόντες κατέλυσάν
15τε ταύτην καὶ Λακεδαιμονίοις ἐπολέμησαν ἐν Ἁλιάρτῳ, καὶ
κατὰ κράτος ἐνίκησαν. ἡγεῖτο δὲ Λακεδαιμονίων Λύσαν‐ δρος, ὁ ἐν Αἰγὸς ποταμοῖς Ἀθηναίους νενικηκὼς, κἀν‐ τεῦθεν μέγα φρονῶν, καὶ Παυσανίας ὁ νεώτερος. AC. Φοιβίδας, ὁ στρατηγὸς τῶν Λακεδαιμονίων, παριὼν τὴν260
20Βοιωτίαν, ἵνα δῆθεν βοηθήσῃ Ἀμύντᾳ, τὴν ἀκρόπολιν τῶν Θηβαίων κατέλαβε καὶ ἐφρούρει τὰ ἐκεῖ. BD.

Pan

167,8

ἀμφότερα ἐξέπληξε] ἀντὶ τοῦ ἀμφότερα εἰς θαῦμα ἤγαγε καὶ ἐπαινέσαι παρέσχεν. BD. ἐχθροῖς πικροτέροις] τῶν Θηβαίων. AC.

Pan

167,9

συμμάχοις προθυμοτέροις ἅμα καὶ δυνα‐ τωτέροις] τῶν Θηβαίων. C. ἐπ’ αὐτὴν ἐκείνην] ἤτοι τῶν Θηβαίων πόλιν. B. ἤγουν κατὰ τῆς πόλεως. C.

Pan

167,10

ἀρχομένου τοῦ πολέμου] τοῦ Πελοποννη‐ σιακοῦ. A. τοῦ Σικελικοῦ. C.

Pan

167,11

ὁ δῆμος οὐκ ἐφήσθη τοῖς γιγνομένοις] κατὰ Θηβαίων. AC. ὅτε γὰρ ἐνίκησαν Λακεδαιμόνιοι, ψῆφον ἐτίθεσαν τοῖς ἑαυτῶν συμμάχοις, τί δεῖ ποιῆσαι τὴν Ἀττικὴν, καὶ εἶπον Θηβαῖοι μηλόβοτον. BD.
5μήτε τεῖχος] τὸ μακρὸν, ὃ Κόνων ἀνέστησεν ὕστε‐ ρον. BD.

Pan

167,12

τοὺς ἀπαντῶντας] τοὺς ἐναντιουμένους καὶ ἀμυνομένους. BD. τοὺς ἀπαντῶντας] αὐτοῖς. C.

Pan

167,13

παρ’ αὐτὰ τὰ τῶν συμφορῶν ὑπομνήματα] ἤγουν οὐχ ὕστερον, ἀλλ’ ὅτε ἡ τῶν συμφορῶν ὑπόμνησις ἤκμαζεν. A. τὴν ἧτταν λέγει, ἣν ἔσχον ὑπὲρ Θηβαίων, καὶ μᾶλλον, ἵνα δείξῃ τὸ φιλάνθρωπον τῆς πόλεως· ὡσανεὶ
5δὲ ἔλεγεν, οὔπω τῶν συμφορῶν τῶν οἰκείων ἐπιλαθό‐ μενοι. BD. ἤγουν παρ’ αὐτὸν τὸν καιρὸν, καθ’ ὃν ἔδει τὰς συμφορὰς λογιζομένους θρηνεῖν. C.

Pan

167,14

ἐξελθόντες εἰς Ἁλίαρτον ἐναντία Λυσάν‐ δρῳ καὶ Παυσανίᾳ] δύο γὰρ ἠγωνίσαντο μάχας Θηβαῖοι, μίαν μὲν εἰς Ἁλίαρτον μετὰ τῶν Ἀθηναίων, ἑτέραν δὲ ἐν Λεύκτροις καθ’ ἑαυτοὺς, ὅτε καὶ τελείως ἐνίκησαν. ὁ Λύ‐
5σανδρος δὲ, ἐπειδὴ δῆθεν αὐτοὺς ἐνίκησεν ἐν Αἰγὸς πο‐ ταμοῖς, μέγα ἐφρόνει. δύο δὲ ἦσαν οἱ στρατηγοί· ἀλλ’ ὁ Παυσανίας οὐ παρῆν ἐν τῇ μάχῃ. ἔστι δ’ οὗτος ὁ Παυ‐ σανίας ἀπόγονος τοῦ μεγάλου, τοῦ προδότου. BD. τὴν Βοιωτίαν ἐξείλοντο] τῆς Λακεδαιμονίων δυνα‐261
10στείας. C.

Pan

167,15

οὐχ, ὡς ᾤετο, ἐνενικήκει τὴν τῶν Ἀθη‐ ναίων πόλιν] πρότερον ἐν Αἰγὸς ποταμοῖς. C.

Pan

167,16

ὥσπερ ὠνειροπόλησε] ἐκ τοῦ εἰπεῖν ὠνει‐ ροπόλησε δείκνυσιν ὅτι οὐκ ἀληθῶς οὐδὲ ὡς δεῖ νενί‐ κηκεν, ἀλλ’ ὥσπερ φάντασμα νίκης εἰργάσατο. AC. ἀντὶ τοῦ ἐφαντάσθη νικῆσαι, οὐ μέντοι γε ἦν νική‐
5σας τῇ ἀληθείᾳ. BD. ἡ μὲν γὰρ εὐθὺς ἀνειλήφει τὰς συμφορὰς] ἢ ἡ πό‐ λις τῶν Λακεδαιμονίων ἦν ἐν συμφοραῖς, ἢ ἡ πόλις τῶν Ἀθηναίων ἀποβεβλήκει· τότε γὰρ ἦρξε τῶν Ἑλλήνων μετὰ τὴν νίκην. BD.
10ἡ μὲν γὰρ εὐθὺς ἀνειλήφει τὰς συμφορὰς] ἃς τότε ἡττηθεῖσα ἐκτήσατο. C.

Pan

167,17

διῴκει] διῴκησε. B. ὁμοῦ τοῖς ἄλλοις ἔκειτο] πέπτωκε γὰρ καὶ αὐτὸς ἐν τῇ πρὸς Ἁλίαρτον μάχῃ. C. οὐ πολλῷ δ’ ὕστερον καὶ Κορινθίους Ἑλληνικὴ καὶ
5τῇ πόλει πρέπουσα μετῆλθε δίκη] ἐπειδὴ οἱ Κορίνθιοι πρὸς τὴν πόλιν κακῶς διέκειντο, καὶ πολλῶν συμφορῶν αὐτῇ γεγόνασιν αἴτιοι, διὰ τοῦτο λέγει Ἑλληνικὴ καὶ τῇ πόλει πρέπουσα. δέον δὲ εἰπεῖν δικαία, Ἑλληνικὴ εἶπε· δίκαιον γὰρ τὸ τῶν Ἑλλήνων γένος. ἡ δὲ ἱστορία τοιαύτη·
10Λακεδαιμόνιοι μετὰ Θηβαίους καὶ κατὰ Κορινθίων ἐχώ‐ ρησαν, καὶ τοσαῦτα κακὰ αὐτοὺς εἰργάσαντο, ὡς ἀπειρη‐ κότας ἐλθεῖν Ἀθήναζε, καὶ δεηθῆναι τῶν Ἀθηναίων εἰς ἀπολύτρωσιν. AC.

Pan

167,18

Ἑλληνικὴ] ἀντὶ τοῦ φιλάνθρωπος. μετὰ γὰρ Θηβαίους καὶ κατὰ Κορινθίων ἐχώρησαν Λακεδαι‐ μόνιοι. τὸ δὲ Ἑλληνικὴ ἀντὶ τοῦ ἕως τοῦ σωφρονίσαι, πρὸς ἀντιδιαστολὴν τῶν βαρβάρων, οἳ καὶ πολεμοῦσι. BD.
5τῇ πόλει] τῶν Ἀθηναίων. C. καταφεύγουσι καὶ οὗτοι πρὸς τὴν πόλιν] καὶ Ἀριστο‐ φάνης μέμνηται τῆς στρατηγίας λέγων „Τὸ δ’ ἐν Κο‐ ρίνθῳ ξενικὸν οὐχ οὗτος τρέφει;“ BD.262

Pan

167,19

ἣν ὁτιοῦν δρῶσαν κακὸν αὐτοὺς—ἐκ τῶν ὑπαρχόντων] εἴ τι δὴ τότε, φησὶν, ἔδρασεν Ἀθηναίοις. B. εἴ τι δὴ τότε, φησὶν, ἔδρασαν Ἀθηναῖοι εἰς Κοριν‐ θίους, ἀξίαν δίκην οὐκ ἐλάμβανον παρ’ αὐτῶν, ὅτι καὶ
5τοῦ πολέμου αὐτοὶ αἴτιοι ἐγένοντο καὶ ἄλλων κακῶν τοῖς Ἀθηναίοις. D.

Pan

167,20

ἐκ τῶν ὑπαρχόντων] ἀντὶ τοῦ ἐξ ὧν ἐποίη‐ σαν εἰς αὐτούς. ἡ δὲ σύνταξις οὕτως· ἣν πᾶς τις ἂν εἴ‐ κασεν, οὐκ ἄν ποτε τὴν ἱκανὴν ἔχειν νομίσαι, ὁτιοῦν δρῶσαν κακὸν αὐτούς. τὸ γὰρ ἐκ τῶν ὑπαρχόντων ἀπό‐
5δειξίς ἐστι τοῦ νομίζεσθαι. λέγει τὴν πόλιν κακῶς πάνυ Κορινθίοις ποιῆσαι. BD. ἐκ τῶν ὑπαρχόντων] κακῶν τῇ πόλει παρὰ Κοριν‐ θίων. C.

Pan

167,21

γενομένου τοῦ πολέμου πολλοῦ καὶ συνε‐ χοῦς ἐν Κορίνθῳ] πρὸς Λακεδαιμονίους. C.

Pan

168,1

τειχίσαντες] φυλάξαντες. C. αὐτοὺς] τοὺς Κορινθίους. C.

Pan

168,2

τὸν Ἀκροκόρινθον] ἡ τῶν Κορινθίων ἀκρό‐ πολις Ἀκροκόρινθος λέγεται, ὥσπερ καὶ ἡ τῆς Ἰλίου Πέρ‐ γαμος, καὶ ἡ τῶν Θηβῶν Καδμεία, καὶ ἡ τοῦ Ἄργους Λάρισσα. AC. ἡ ἀκρόπολις Κορινθίων ἡ Ἀκροκόρινθος
5ἐκαλεῖτο, ὥσπερ ἡ τῶν Θηβαίων Καδμεία. BD.

Pan

168,3

τὴν πόλιν] τῶν Κορινθίων. C. οὐκ ἐδέξαντο] ταύτην τὴν γνώμην. C. τὸν τῶν προστατῶν] πόλεμον. AC. τὸν τῶν προστατῶν πολεμοῦσιν] ἐπειδήπερ αἱ Κο‐
5ρίνθιοι προστάτας ἑαυτῶν τοὺς Ἀθηναίους πεποίηνται, οὐκ ἠθέλησαν αὐτοὺς Ἀθηναῖοι ἀδικῆσαι, καὶ τὴν ἀκρό‐ πολιν τούτων καταλαβεῖν· πολεμίων γὰρ ἔργον τὸ τοιαῦτα ποιεῖν, προστάτου δὲ τὸ παντὶ τρόπῳ ὑπὲρ τῶν προστη‐
σαμένων ἀγωνίζεσθαι. AC.263

Pan

168,4

αὐτοῖς] ἤγουν ἑαυτοῖς. C.

Pan

168,5

ὥστ’ ἐπὶ τὸν Περσῶν βασιλέα πάλιν κατα‐ φεύγουσι] τὸν υἱὸν Δαρείου τοῦ νεωτέρου, Κύρου δὲ ἀδελ‐ φόν. Ἀρταξέρξην δὲ λέγει, οὗ ἐν τοῖς Ἑλληνικοῖς μέμνη‐ ται Ξενοφῶν. τὸ δὲ γένος οὗτος ἔχει ἀπὸ Δαρείου· Ξέρ‐
5ξης, ὁ κατὰ τῆς Ἑλλάδος στρατεύσας, εἶτα Ἀρταξέρξης καὶ Κῦρος, οἱ ἐν ταῖς ἀναβάσεσι. τὸ δὲ πάλιν εἶπεν, ἐπειδὴ ἐν τῷ Πελοποννησιακῷ πολέμῳ πρὸς τὸν Πέρσην κατέφυγον. BD. ἐπὶ τὸν Περσῶν βασιλέα] τὸν Ἀρταξέρξην. C.

Pan

168,6

τὴν θρυλλουμένην εἰρήνην] θρυλλουμένην λέγει ἐπ’ ἀδοξίᾳ· ἡττηθέντες γὰρ ὑπ’ Ἀθηναίων ἧτταν μεγίστην Λακεδαιμόνιοι, ἐλθόντες εἰς τὸν Πέρσην, παρε‐ χώρησαν τοὺς Ἴωνας αὐτῷ, ὅπως ἢ ποιήσῃ αὐτοὺς μετὰ
5Ἀθηναίων σπείσασθαι, ἢ συμμαχήσοι αὐτοῖς Ἀθηναίων κατακρατῆσαι. AC. θρυλλουμένην λέγει ἐπὶ ἀδοξίᾳ· ἡττη‐ θέντες γὰρ ἐν τῇ Ἑλλάδι παρεχώρησαν τοὺς Ἴωνας τῷ Πέρσῃ, ὅπως ἂν ποιήσῃ αὐτοὺς μετ’ Ἀθηναίων σπεί‐ σασθαι, ἢ ποιήσῃ αὐτοὺς κατακρατῆσαι αὐτῶν. BD.
10περὶ ὧν] πραγμάτων. C. περὶ ὧν οὐδὲν ἔγωγε κατηγορῶ] οὐκ ἀποδεχόμενος αὐτῶν τὴν πρᾶξιν, ἀλλ’ ἐθέλων μᾶλλον δεῖξαι τὴν ἀσθέ‐ νειαν αὐτῶν, τοῦτό φησιν. A. κατὰ ἦθος λέγει· δεῖ γὰρ κατηγορεῖν τῶν τοῦτο ποιησάντων· ἀλλὰ δεινῶς ἀπολογεῖ‐
15ται ὑπὲρ αὐτῶν, δεικνὺς τὴν ἀσθένειαν αὐτῶν, δι’ ἣν εἰς τοῦτο ἦλθον, οὐχ ἵνα συμμαχήσωσιν αὐτοῖς, ἀλλ’ ἵνα ποιήσωσιν αὐτοὺς μετ’ Ἀθηναίων σπείσασθαι. BD. οὐδὲν ἔγωγε κατηγορῶ] τῶν Λακεδαιμονίων. C.

Pan

168,7

ἀλλ’ εἴ τις ἔροιτο αὐτοὺς, πότερον ἑκόντες] διλήμματον τὸ σχῆμα. BD. ταῦτα συνεχώρησαν] τῷ Πέρσῃ. C. εἰ μὲν ἑκόντες φήσουσιν, ἀνάγκη] ἐξ ἀμφοτέρων φαυ‐
5λίζει τοὺς Λάκωνας. BD.

Pan

168,8

προδεδωκέναι] τοὺς ὁμοφύλους. C. ὃ τίς ἂν πιστεύσειεν] τὸ ἑκόντας προδοῦναι. C. εἰ δ’ ἄκοντες, καὶ δι’ ἀνάγκην] ὅπερ ἐστὶν ἀλη‐ θές. C.264

Pan

168,10

εἴ γ’ εἶχον] οἴκοθεν. C. εἶτ’ ἐξεπίτηδες τοιαύτην αἰσχύνην ὑπέστησαν] τὸ μὲν εἶτα παρέλκεται Ἀττικῶς, ἔστι δὲ ἡ σύνταξις οὕτως· οὐ γὰρ ἂν ἐπίτηδες τοιαύτην αἰσχύνην ὑπέστησαν, εἶ‐
5χον ὅ τι χρήσονται. BD. τοιαύτην αἰσχύνην] τοὺς ὁμοφύλους προδοῦναι τῷ βαρβάρῳ. C.

Pan

168,11

τῷ μόνῳ λειπομένῳ τῶν λόγων] τῷ ἀκου‐ σίως καὶ δι’ ἀνάγκην πένεσθαι. A. τῷ ἀκουσίως συγχω‐ ρῆσαι. C.

Pan

168,12

ἐπεὶ δὲ τῆς εἰρήνης ἐμνήσθην, πάλιν] συγ‐ κρίνει εἰρήνην πρὸς εἰρήνην. BD.

Pan

168,15

ἃ μόνη κατειργάσατο] ἐν Μαραθῶνι. AC.

Pan

168,16

τοῖς ὕστερον] τοῖς ἐν Σαλαμῖνι. A. τῇ ἐν Σαλαμῖνι ναυμαχίᾳ. C. τοσοῦτον τῶν μετασχόντων ὑπερῆρεν, ὅσον περ ἂν εἰ καθ’ αὑτὴν ἠγωνίζετο] οὕτως ἀσθενεῖς ἦσαν ἐκεῖ‐
5νοι. BD. τῶν μετασχόντων] Λακεδαιμονίων καὶ τῶν ἄλλων Ἑλλήνων. C.

Pan

168,17

καθ’ αὑτὴν] ἀντὶ τοῦ μόνη, δίχα συμμά‐ χων. BD. τοῖς τρισὶ καιροῖς] οὐ τοῖς τρισὶ λέγει χρόνοις, τῷ παρελθόντι καὶ τῷ ἐνεστῶτι καὶ τῷ μέλλοντι, ἀλλὰ πρὸς
5τὸ προκείμενον εἶπε, τὸν περὶ τοῦ πολέμου, τὸν ἐν τῷ πολέμῳ, τὸν μετὰ τὸν πόλεμον. BD.

Pan

168,18

ἐν δὲ τοῖς δευτέροις καὶ πρὸς τὸν βασι‐ λέα προκινδυνεύσασα] εἰκότως εἶπε καὶ πρὸς τὸν βασιλέα· πρόσθεν μὲν γὰρ ἐν τῷ Μαραθῶνι ὁ τοῦ βασιλέως ὕπαρ‐ χος, Δάτις, τὴν στρατιὰν ἤγαγεν, ὕστερον δὲ αὐτὸς ὁ Ξέρ‐
5ξης ἀφῖκτο. AC.

Pan

168,20

αἱ περὶ Κύπρον καὶ Παμφυλίαν ναυμα‐ χίαι καὶ πεζομαχίαι] ἃς ὁ Κίμων κατέπραξε. A. ἃς διὰ τοῦ Κίμωνος εἰργάσατο, ὅτε τοῖς βαρβάροις
ἀντεπεξῄει. C.265
5ὁ πολὺς δρόμος] τὸ μετὰ σπουδῆς πλέοντας διώκειν δρόμον εἰρήκει. A. καταχρηστικῶς· δρόμος γὰρ λέγεται ἐπὶ πεζοῦ, νῦν δὲ πλέοντες ἐδίωκον. BD. ἤγουν ἡ μεγάλη μετὰ σπουδῆς δίωξις. C.

Pan

168,21

ὥστε καὶ μόνη τοὺς βαρβάρους καὶ πρώτη νενίκηκε] ἐν Μαραθῶνι. B. ὥστε—πρώτη νενίκηκε] οὐδεὶς γὰρ πρὸ αὐτῆς τοὺς Πέρσας νενίκηκεν. C.
5σὺν ἄλλοις γενομένη] ἐν Σαλαμῖνι. B. οὐκ ἔλαττον τοὺς συμπαρόντας ἢ τοὺς ἀντιπάλους ἐνίκα] τῶν μὲν γὰρ κρείττων ἐφάνη τοῖς ἔργοις, τοὺς δὲ κατεστρέψατο. C.

Pan

169,1

παρέμεινε μόνη] αὕτη γὰρ ἔμεινε, διώκουσα μόνη τὸν Πέρσην, καὶ ἐπεστράτευσε κατ’ αὐτοῦ μέχρι τῆς Παμφυλίας ἐπὶ Κίμωνος τοῦ στρατηγοῦ. BD.

Pan

169,2

ἡ μέν γε τῆς πόλεως] εἰρήνη. A.

Pan

169,3

εἰ δὲ ἐπὶ τῇ ἵππῳ μέγα φρονεῖς] ἐκ τοῦ εἰπεῖν ἐπὶ τῇ ἵππῳ μέγα φρονεῖς δείκνυσι Πέρσας ἀγνοοῦν‐ τας μὲν τὰς κατὰ θάλατταν μάχας, πεζομαχεῖν δὲ εἰδό‐ τας. AC.

Pan

169,4

αὐτῆς, φησὶ, τῆς ἵππου δρόμον ἡμέρας τῆς θαλάττης ἀποσχήσεις] ὡς παρὰ τῆς πόλεως ὁ λόγος πρὸς τὸν βασιλέα. τοῦτο δὲ εἶπεν, ὡς πρὸς τὸν ἵππου δρόμον ἡμέρας μὴ καταβαίνειν ἐπὶ θάλατταν. BD.

Pan

169,5

ἐν τῇ σεαυτοῦ] χώρᾳ. C.

Pan

169,6

ἡ δ’ ἑτέρα] ἡ τῶν Λακεδαιμονίων. BC. τοὺς τὴν Ἀσίαν οἰκοῦντας Ἕλληνας] λέγει τοὺς Ἴω‐ νας. B.

Pan

169,7

τοῖς ἄλλοις] Ἕλλησι. AC. τοῖς ἐν Εὐ‐ ρώπῃ. BD. τὰ δίκαια ὁρίζειν] εἰ γράψαντες, ὥστε βασιλέα συμ‐ μαχεῖν τοῖς δεχομένοις τὴν εἰρήνην κατὰ τῶν ἐναντιουμέ‐
5νων, καὶ μὴ θελόντων αὐτονόμους ἐᾶσαι τοὺς Ἕλληνας. BD. τὸ συμμαχεῖν ἀλλήλοις, καὶ πολεμεῖν τοῖς ἐναντιουμένοις
ταῖς συνθήκαις. C.266

Pan

169,8

ἆρ’ ἴσον τὸ κεφάλαιον] ἀντὶ τοῦ μέγας ᾖ ὁ σκοπός. B.

Pan

169,9

τὰς τῶν ἐν αὐτοῖς πολέμων καταλύσεις] πῶς Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι διετέθησαν. C.

Pan

169,10

ὥσπερ ἀρκοῦν ἀρετῇ νενικηκέναι] ἀντὶ τοῦ τῇ ἀνδρείᾳ· τὸ δὲ ἀρκοῦν ἀντὶ τοῦ ἀρκοῦντος. BD.

Pan

169,11

οὕτω γὰρ εὐπρεπὲς εἰπεῖν] εἰκότως τὸ οὕτω γὰρ εὐπρεπὲς εἰπεῖν· οὐ γὰρ πάντων Λακεδαιμο‐ νίων τοῦτ’ ἔστι κατηγόρημα, ἀλλὰ μόνων τῶν μετὰ Λυ‐ σάνδρου νενικηκότων Ἀθηναίους. διὰ δὲ τοῦ εἰπεῖν καὶ
5οὐδὲν προστίθημι Λακεδαιμονίους δείκνυσιν αἰτίους, οὐκ ὀργισθέντας Λυσάνδρῳ ἐπὶ τῇ τῶν ληφθέντων σφαγῇ. βαρβαρικὸν γὰρ τοῦτο καὶ οὐκ ἀνδράσιν Ἕλλησι πρέ‐ πον. ἢ τὸ οὕτω γὰρ εὐπρεπὲς εἰπεῖν λέγει διὰ τὸ κλα‐ πέντας. AC. οὕτω γὰρ εὐπρεπὲς εἰπεῖν] ἀντὶ τοῦ εὔφημον·
10τοῦτο δὲ εἶπεν, ὅτι οὐ πάντων Λακεδαιμονίων κατηγορεῖ, ἀλλὰ τινὰς εἶπε, δηλῶν οὐ πάντας, ἀλλὰ τὸν Λύσανδρον. διὰ δὲ τοῦ εἰπεῖν καὶ οὐδὲν προστίθημι Λακεδαιμονίους δείκνυσιν αἰτίους, οὐκ ὀργισθέντας αὐτῶν. BD. εὐπρεπὲς] εὔφημον. B.

Pan

169,13

περὶ τοὺς δυστυχήσαντας] αὐτῶν. C.

Pan

169,14

ἀλλ’ ὅμως οὐδ’ οὕτως ἐμιμήσαντο] ὅτι τοιαῦτα παρὰ τῶν Ἀθηναίων οὐ πεπόνθασι νικηθέντες, ἀλλὰ φιλανθρωπίας ἔτυχον. BD. καταδεῖξαι] τοῦτο. C.

Pan

169,15

ἔτι δ’ οἱ μὲν οὐδὲν ἀποχρῶν ἡγήσαντο] ἔδει γὰρ ἀρκεσθῆναι μόνῃ τῇ νίκῃ καὶ μηδὲν πλέον ζη‐ τεῖν. C. ἀποχρῶν] Ἀττικὸν, ἀντὶ τοῦ ἀποχρῶντος. B. ἀντὶ
5τοῦ ἀποχρώντως καὶ ἀρκούντων· ἔστι δὲ Ἀττικόν. BD.

Pan

169,16

κατὰ τοὺς ἄνω χρόνους] τοῦ Πελοποννη‐ σιακοῦ λέγει· σημαίνει δὲ τὰς τριακοντούτεις σπονδάς. BD.
ἤγουν πρὸ τοῦ Πελοποννησιακοῦ πολέμου. C. ὡς ἐκομίσατο τὴν Εὔβοιαν] ἣν αὐτῆς οὖσαν Λακε‐267
5δαιμόνιοι βίᾳ κατεῖχον. C. οὐ προῆλθε περαιτέρω] ἀντὶ τοῦ πλέον οὐδὲν ἐζή‐ τησε. BD.

Pan

169,17

καὶ ἃ τῷ πολέμῳ προειλήφει, καὶ ταῦτ’ ἀπέδωκεν ἑκοῦσα] ὅτε τὰς τριακοντούτεις ἐποίησαν σπον‐ δάς. BD. ἐν ταῖς τριακοντούτοις σπονδαῖς. C.

Pan

169,18

δοκεῖ δ’ ἔμοιγε καὶ τὸ τῶν—μόνον οὑ‐ τωσὶ, φιλανθρωπίας] ἐπειδήπερ Λακεδαιμονίων κρατήσασα, καὶ αἰχμαλώτους λαβοῦσα, καὶ ἃς νῦν κατέλεξε πόλεις, ὅτε τὰς τριακοντούτεις σπονδὰς ἐποιήσατο, πάλιν ἀπέδωκε,
5φαίνεται ἀμφότερα ἔχουσα, ἀνδρίαν καὶ φιλανθρωπίαν· φιλαν‐ θρωπίαν μὲν διὰ τὴν ἀπόδοσιν, ἀνδρίαν δὲ διὰ τὴν νίκην. AC. τὸ τῶν αἰχμαλώτων] λείπει τὸ κατόρθωμα· λέγει δὲ τὸ ἀποδοῦναι τοὺς αἰχμαλώτους· τοῦτο γάρ ἐστι φιλαν‐ θρωπίας. αὐτὸς δὲ κατασκευάζει οὐ μόνον φιλανθρω‐
10πίας, ἀλλὰ καὶ ἀνδρείας. BD. πᾶν ὅλως τὸ τοιοῦτον] τὸ μὴ ἀναφέρειν εἰς πάντας τὸ πταῖσμα καὶ λέγειν· Λακεδαιμόνιοι πάντες ἐν Αἰγὸς ποταμοῖς. BD.

Pan

169,19

μόνον οὑτωσὶ] ἤγουν διότι ἀπέδωκε. C.

Pan

169,20

ὅσοις μὲν γὰρ οἶμαι παρ’ ἐλπίδας] δει‐ νότερον ἐμφαίνει τῇ σιωπήσει· σημαίνει δὲ ὅτι ἐκόλασεν αὐτούς· τὰ γὰρ ἄκρα αὐτῶν ἀπέτεμε. BD. ὅσοις μὲν γὰρ οἶμαι παρ’ ἐλπίδας ἢ δύναμιν τὰ
5τοιαῦτα κατορθοῦται] ἤγουν λαμβάνειν αἰχμαλώτους. B.

Pan

170,1

τύχης] ἀντὶ τοῦ εὐτυχίας. τὸ δὲ ἐνθύμημα εἶπεν ὁ Θουκυδίδης ἐν τῇ τετάρτῃ, ἔνθα οἱ Λακεδαιμό‐ νιοι πρὸς Ἀθηναίους δημηγοροῦσι περὶ τῆς Πύλου. BD. οὐ μεθιᾶσιν] οὐκ ἀπολύουσιν. B.

Pan

170,2

ἀποδόσθαι] πωλῆσαι. C. τῆς ἀξίας τιμήσαιτ’ ἂν] ἐκεῖνο. C. τὴν αὑτῶν ἀδυναμίαν προστιθέντες πλεονάζουσιν] λο‐
γιζόμενοι γὰρ ὡς ὅπερ ἀδυνάτως εἶχον λαβεῖν, ἔλαβον,268
5μέγα ἐπὶ τούτοις φρονοῦσι, καὶ πλείστου κρίνουσιν ἄξιον. AC.

Pan

170,3

πλεονάζουσιν] πλείονος ἄξιον κρίνουσιν. C. κρείττων οὖσα] ἁπάντων. C.

Pan

170,4

ἐμικρολογήσατο] ἐφειδωλεύσατο. B. μικρο‐ πρεπὲς καὶ ταπεινὸν ἐφρόνησε καὶ ἀνάξιον ἑαυτῆς. C. ἐξ ἴσου τοῖς παροῦσι τὰ ἀπόντα ἐλπίζουσα] Θουκυ‐ δίδειόν ἐστιν· ὡς λέγει ἐκεῖνος· ἐξ ἴσου τὰ ἀπόντα ἔχειν
5νομίζουσιν. BD. τὰ ἀπόντα ἐλπίζουσα] ἔχειν. B.

Pan

170,6

τῆς πόλεως] τῶν Ἀθηναίων. C. ὅπου γε μηδ’ ἀπὸ κοινοῦ μόνοι] ἀπὸ κοινοῦ τὸ ἐκρά‐ τησαν. B.

Pan

170,7

Ἀθηναίων δ’ ἀνὴρ εἷς] ὁ Κόνων. ABC. Ἀθηναίων δ’ ἀνὴρ εἷς τῆς θαλάττης—μᾶλλον δὲ τοῖς Ἕλλησιν] ἵνα λέγῃ τὸν Πέρσην· ἵνα μή τις εἴπῃ ὅτι κέκλοφεν, ἢ ἀπεστέρησεν αὐτὸν τὰ χρήματα. λέγεται
5γὰρ ἡνίκα Λακεδαιμονίους κατεδίωκεν, ἐν τῷ παριέναι δέδωκε τοῖς Ἀθηναίοις χρήματα Περσικά. ἀκούσας δὲ ὁ βασιλεὺς συνελάβετο αὐτὸν, ὁ δὲ δυνηθεὶς φυγεῖν πάλιν πρὸς Εὐαγόραν κομίζεται. BD. ἡ ἱστορία προεγράφη. C.

Pan

170,8

ἅμα τῷ βασιλεῖ στρατηγήσας καὶ τῇ πόλει, μᾶλλον δὲ τοῖς Ἕλλησιν] ἡ γὰρ ὑπὲρ τῆς πόλεως αὐτοῦ στρατηγία ὑπὲρ ἁπάντων Ἑλλήνων ἦν, καταβαλόντος Λα‐ κεδαιμονίους, τοὺς τὰ Ἑλλήνων σφετεριζομένους. AC.
5τῷ βασιλεῖ] τῶν Περσῶν. C.

Pan

170,9

τὸν πιστεύσαντα] τὸν βασιλέα. C. τοὺς Ἕλληνας ἠλευθέρωσε, Λακεδαιμονίους κατὰ νῆ‐ σον καὶ πόλιν νικῶν] ὅτι πάντας ἠλευθέρωσε νικήσας. B.

Pan

170,12

οἱ δ’] οἱ Λακεδαιμόνιοι. C. οἱ δ’ ἐξ ὧν ἡ πόλις ἠτύχησε] ἐν Αἰγὸς ποταμοῖς. τότε γὰρ ἔλαβον Λακεδαιμόνιοι τὴν ἡγεμονίαν. BD. ἐν Αἰγὸς ποταμοῖς. C.
5ἡ πόλις] τῶν Ἀθηναίων. C. κτησάμενοι τοίνυν τὴν ἀρχὴν] Ἀθηναῖοι καὶ Λακε‐
δαιμόνιοι. C. οἱ μὲν] οἱ Ἀθηναῖοι. C. ἕκαστα] τὰ τῶν Ἑλλήνων. C.269
10διεῖλον] διεμέρισαν. C. διέκριναν καὶ διῴκησαν. διοι‐ κήσαντα δὲ λέγει τὸν τοὺς φόρους τάξαντα· ἵνα λέγῃ τὸν Ἀριστείδην. BD.

Pan

170,13

τὸν διοικήσαντα] τὸν Ἀριστείδην τοῦ Λυ‐ σιμάχου. A. Ἀριστείδην τὸν Λυσιμάχου, τὸν τοὺς φόρους τάξαντα. C. ἀπὸ τούτου] τοῦ διοικῆσαι. C. εἰκότως προσέθηκε τὸ
5ἀπὸ τούτου, ἵνα μή τις νομίσῃ ὡς ἐξ ἄλλης αἰτίας, καὶ οὐκ ἀπὸ τοῦ τοὺς φόρους τάξαι, δίκαιος κέκληται. AC. καλῶς προσέθηκε τὸ ἀπὸ τούτου, ἵνα μή τις εἴπῃ ὅτι δι’ ἄλλην αἰτίαν δίκαιος Ἀριστείδης ἐκλήθη. BD.

Pan

170,14

μηδὲν δεῖν περιττότερον σύμβολον εἰπεῖν τῆς ἐπωνυμίας, ἣν δι’ ἐκείνου τότε ἡ πόλις ἐκτήσατο] ἡ γὰρ ἐκείνη ἐπωνυμία τῆς πόλεως ἦν τῆς τοῦτον παρασχού‐ σης. A. ἥντινα, φησὶ, δόξαν διὰ τοῦ Ἀριστείδου ἐκτή‐
5σατο. λέγει δὲ τὴν τῆς δικαιοσύνης. BD. ἧς γὰρ ὁ πολί‐ της δίκαιος, ἀνάγκη καὶ τὴν τοῦτον προενεγκοῦσαν πόλιν οὕτω καλεῖσθαι. C.

Pan

170,15

οἱ δ’] οἱ Λακεδαιμόνιοι. C. τοὺς παραδόντας ἑαυτοὺς] τοὺς ὑπακούσαντας. B. τοὺς πιστεύσαντας καὶ ὑπακούσαντας. BD. Ἕλληνας σφίσι. C.
5ὥστε κάλλιστ’ ἀνθρώπων ἀπελογήσατο—παρ’ ἐνίων τῇ πόλει] δεινῶς καὶ βιαίως τὴν ὑπερβολὴν τῶν ἀδι‐ κημάτων τῶν Λακεδαιμονίων ἀπολογίαν, ὧν κατὰ καιροὺς ἠδίκησαν Ἀθηναῖοι, λέγει. καὶ ἀληθῆ λέγει· ὅταν γὰρ, τινὸς πρόσθεν μεγάλα ἠδικηκότος, ὕστερόν τις μείζω ἀδι‐
10κήσας φανήσεται, φιλάνθρωπον ἀπέφηνε τὸν προειληφότα. σημαίνει δὲ τὰς αἰτίας τὰς περὶ Μηλίων καὶ Σκιωναίων, ἐφ’ ἃς κατὰ μικρὸν (174, 16.) ἔρχεται. AC. Θουκυδίδης· ἄλλους ἂν οἰόμεθα τὰ ἡμέτερα λαβόντας δεῖξαι ἂν μά‐ λιστα, ὅτι μετριάζομεν. δεινῶς δ’ ἐνταῦθα ἀπολογίαν
15καλεῖ τὴν ὑπερβολὴν τῶν ἀδικημάτων ὧν ἠδίκησαν Ἀθη‐
ναῖοι. ἔστιν οὖν καινοπρεπὴς τρόπος οὗτος ἀπολογίας· τὴν γὰρ ὑπερβολὴν τῆς Λακεδαιμονίων ἀδικίας ἀπολογίαν ἐκά‐ λεσε. BD.270

Pan

170,16

ὑπὲρ τῶν κατὰ καιρούς τινας αἰτιῶν γε‐ νομένων παρ’ ἐνίων τῇ πόλει] σημαίνει τὰ περὶ Ἠλείων καὶ Σκιωναίων, ἐφ’ ἃ μετὰ μικρὸν ἔρχεται. BD. τῇ πόλει] τῶν Ἀθηναίων. C.

Pan

170,17

αἴτιον] τοῦ τοιαῦτα ποιῆσαι τοὺς Λακε‐ δαιμονίους. C. αἴτιον δ’ οὐκ ὠμότης] ἀπολογεῖται ὑπὲρ Λακεδαιμο‐ νίων, ὅτι οὐ δι’ ὠμότητος ἠδίκησαν, ἵνα πλέον αὐξήσῃ
5τὴν Ἀθηναίων φύσιν, ὅτι μὴ ἔχοντες τὴν ὁμοίαν αὐτοῖς φύσιν ἡμάρτανον· τοῦτο γάρ ἐστι τὸ μὴ ἐξικνεῖσθαι τὰς φύσεις ἄχρι τοῦ ἴσου. BD. ἤγουν ὅτι οὐκ ὠμότατοι τὴν φύσιν ἦσαν Λακεδαιμόνιοι. C.

Pan

170,18

τὰς φύσεις] ἑκατέρων. C. οἱ μὲν] ἤγουν Ἀθηναῖοι. C.

Pan

170,19

κατέσχον] τὴν τῆς θαλάττης ἀρχήν. C. οἱ δ’ οὐδ’ εἰς τρεῖς Ὀλυμπιάδας διεφύλαξαν τὴν ἀρ‐ χὴν] ἄξιον ζητῆσαι τί δήποτε ὁ μὲν Ἀριστείδης λέγει πεντεκαιδέκατον ἔτος τοὺς Λακεδαιμονίους τὴν ἀρχὴν
5ἐσχηκέναι. ὁ δὲ Δημοσθένης φησὶ καʹ. λέγομεν οὖν τοῦτο, ὅτι ἕως τῶν ἐν Κνίδῳ ιεʹ ἔτη εἶχον τὴν ἡγεμονίαν, εἶτα καταναυμαχηθέντες μετρίως ἦρχον· εἶτα πάλιν ἕως τῶν Λευκτρικῶν ἔχοντες τὴν ἀρχὴν, τότε κατεπολεμή‐ θησαν ὑπὸ Θηβαίων τελέως, ὅθεν οὐκ ἔτι ἤνεγκαν·
10ὥσθ’ ὁ μὲν Ἀριστείδης ἀποβλέπων πρὸς τὰ ἕως ἐν τῇ Κνίδῳ, ὁ δὲ Δημοσθένης πρὸς τὸν ὅλον χρόνον, ἕως τῶν Λευκτρικῶν· οὕτως ἀνομοίως εἰρήκεσαν. BCD. εἰς τρεῖς Ὀλυμπιάδας] τὰς ἐνδείκτους. B. ἤγουν μέχρι πεντεκαίδεκα χρόνων· κατὰ πέντε γὰρ χρόνους τὰ Ὀλύμ‐
15πια γίγνεται. C.

Pan

170,20

οὔκουν ὡς ἀληθῶς ἄλλως γ’ ἂν εἴη] ἤγουν οὐκ ἂν ποσῶς ἔσχον τὴν ἀρχήν. C.
προσαγόντων] τὸ προσαγόντων ἀντὶ τοῦ ἐγγιζόντων καὶ ἀρχομένων, ἵνα δείξῃ τὴν ἀκρίβειαν, τοῦτο προσέ‐271
5θηκε. BD. προσαγόντων] προσερχομένων. C.

Pan

171,1

τοῖς παρεξετάζειν βουλομένοις] ἑκατέρας τὰς πόλεις. C. ἴσως μὲν οὖν κἀγώ τισι ποιεῖν ἄτοπον δοκῶ] ὥσπερ ἀντιπῖπτον θεραπεύει, τὸ ἐναντίον δοκῶν ποιεῖν. BD.

Pan

171,2

μεμφόμενος μὲν] τοῖς παρεξετάζουσι. C. αὐτὸς δ’ εἰς τοὺς ὁμοίους λόγους προεληλυθὼς] τρό‐ πον γάρ τινα καὶ αὐτὸς παρεξετάζω. C. δι’ αὐτά γε ταῦτ’ εἰρηκὼς αὐτοὺς, δι’ ἅ φημι δεῖν
5μὴ λέγειν] τουτέστιν αὐτὰ τὰ πλεονεκτήματα φαίνομαι εἰ‐ ρηκὼς τὰ τῶν Ἀθηναίων, δι’ ἃ λέγω μὴ δίκαιον εἶναι συγκρίνειν αὐτοὺς τοῖς Λακεδαιμονίοις. BD.

Pan

171,4

ἣν οἴονται τῇ πόλει κατατίθεσθαι] οἱ πα‐ ρεξετάζοντες καὶ τὴν πόλιν κρείττω δεικνύντες. C.

Pan

171,5

ὥστ’ εἴ τις ἀξιοῖ καὶ ἡμῖν ἄρρητα ταῦτ’ εἶναι] ἀντὶ τοῦ εἴ τις ἀξιοῖ μηδὲ ἐμοὶ ταῦτα λελέχθαι. λέ‐ γει δὲ τὸ συγκεκρικέναι ἡγείσθω, ὅτι οὐκ ἐξεπίτηδες αὐτὰ εἶπον. BD.

Pan

171,6

ἄνευ βλασφημίας] εἰς Λακεδαιμονίους, αἷς ἀνάγκη τοὺς παρεξετάζοντας χρῆσθαι. C.

Pan

171,7

οὐ γὰρ ἦν ἄλλως ὃ προειλόμην ἀποδεῖξαι] ἤγουν τὸ εἰπεῖν ὡς μάταιον τὸ παρεξετάζειν. C. ὥστ’ ἐξ ὧν ἔφευγον, ἐκ τούτων προήχθην εἰπεῖν] ἔφευγον παραβάλλειν, ἵνα μὴ τῷ παραβάλλειν ἐλαττώσω
5τὴν πόλιν. ἀνάγκη οὖν παρατιθέναι καὶ δεικνύειν αὐτῆς τὰ πλεονεκτήματα, διὰ τὸ παριστᾶν ἐκ τούτων, ὡς οὐκ ἔστι δίκαιον τὴν κατὰ τοσούτου προέχουσαν ἑτέρᾳ παρα‐ βάλλεσθαι. BD.

Pan

171,8

προήχθην] ἠγόμην. A. ἀντὶ τοῦ ἠναγκάσθην· οἷον φυγὼν τὸ συγκρῖναι συνέκρινα. B. δοκοῦσι γάρ μοι Λακεδαιμόνιοι τὸ τοῦ παρ’ Ὁμήρῳ Τεύκρου πρὸς τὸν Αἴαντα πεπονθέναι πρὸς τὴν πόλιν]
5οὕτως Ὅμηρος περὶ Τεύκρου φησὶ, „Πάϊς ὡς ὑπὸ μη‐ τέρα, δύσκεν εἰς Αἴανθ’· ὁ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ.“ AC. ἐν οἷς φησιν ὁ ποιητὴς „Πάϊς ὡς ὑπὸ— κρύπτεσκε φαεινῷ.“ BD.272

Pan

171,10

δι’ ἐκείνου φαίνεται] ἀντὶ τοῦ ἔνδοξος γί‐ νεται καὶ ἐπίσημος. BD.

Pan

171,13

ὧν] τῶν Περσικῶν. C. τούτων ἃ μὲν διείλοντο ἀπέτυχον] τὰ Μηδικὰ λέγει τὰ ἐν Πύλαις, ὅπου οἱ τριακόσιοι αὐτῶν ἀπέθανον. διεί‐ λοντο δὲ, τουτέστι διεμερίσαντο. BD. λέγω τὸ εἰς Πύλας
5ἀπαντῆσαι. C. ἀπέτυχον] πάντες γὰρ οἱ ἐκεῖσε ἰόντες ἀπώλοντο. C.

Pan

171,14

ἃ δὲ σὺν τοῖς ἀπὸ τῆς πόλεως ἔπραξαν, ἐνδοξότατ’ ἀνθρώπων κατώρθωσαν] λέγω τὴν ἐν Πλα‐ ταίᾳ μάχην πρὸς τὸ Ξέρξου πεζόν. C.

Pan

171,15

οὐ μὴν ἀλλ’ ἔγωγε οὕτω παρὰ γνώμην εἰς τούτους ἐξήχθην] συνεπέρανε τὴν σύγκρισιν, εἰς ἄλλα δὲ μεταβαίνων κατὰ Λακεδαιμονίων γενόμενα, ὥσπερ δυσχε‐ ραίνων, ὅτι κατὰ Λακεδαιμονίων μέλλει λέγειν, ἵνα μὴ
5δόξῃ τισὶ συγκρίνων Ἀθηναίους πρὸς τούτους τὰς κατ’ αὐτῶν πράξεις διέρχεσθαι. AC. συνεπέρανε τὴν σύγκρι‐ σιν. εἰς ἄλλα δὲ μεταβαίνει κατὰ Λακεδαιμονίων γενό‐ μενα. BD.

Pan

171,17

τοῖς πολλοῖς] τροπαίοις. C.

Pan

171,18

ταύτην] τὴν ὁδόν. C.

Pan

171,20

δεῖ δὲ, ὡς ἔοικεν, οὐ τοῦ τυχόντος δρό‐ μου] ἀλλὰ πολλῆς ταχυτῆτος, διὰ τὸ μὴ εἰς μῆκος ἐκτα‐ θῆναι τὸν λόγον. C. οὐ τοῦ τυχόντος δρόμου] ὁ δρόμος εἶδός ἐστι σχή‐
5ματος λόγου. Διονύσιος γὰρ ὁ Ἁλικαρνασεὺς λέγει ὅτι λβʹ εἰσὶ σχήματα τοῦ λόγου, ὧν ἕν ἐστι τὸ τοῦ δρόμου. BD. ἐνίκησαν μὲν τοίνυν ἐν Λεχαίῳ, καὶ διέφθειραν] Λέ‐ χαιον λιμήν ἐστι Κορίνθου, πρὸς δυσμὰς τῆς πόλεως κείμενον. ἡ δὲ ἱστορία αὕτη· ἐπεστρατεύσαντο κατὰ Κο‐
10ρινθίων Λακεδαιμόνιοι, ὅτι μὴ συνεστρατεύσαντο αὐτοῖς κατὰ Ἀθηναίων, λέγοντες ὅτι, ἡνίκα ἐκινδυνεύετε, ἐβοη‐ θήσαμεν· νῦν οὖν ἀδικεῖτε. ἐλθόντες οὖν πρὸς συμμαχίαν Κορινθίων οἱ Ἀθηναῖοι ἐν τῷ Λεχαίῳ νενικήκασιν. ἔστι δὲ τόπος πλησίον τοῦ Λεχαίου Μόρα καλούμενος, ἣν ὁ273
15τῶν Ἀθηναίων στρατηγὸς Ἰφικράτης κατέκοψε. καὶ τὰ ἐφεξῆς δὲ πάντα οὕτως ἐποίησε· καὶ γὰρ τὰ ἐν Ὀροδοῦντι καὶ ἐν Κρομίονι καὶ ἐν Οἰνόῃ φρούρια Λακεδαιμονίων πάντα εἷλε, καὶ τὰ τείχη, ἃ ἦσαν περιβαλόντες περὶ τὴν Κόρινθον Λακεδαιμόνιοι, ἵνα αὐτὴν παραστήσονται βίᾳ.
20AC. Λέχαιον λιμήν ἐστι Κορίνθου. ἡ ἱστορία αὕτη· ἐστρατεύσαντο κατὰ Κορινθίων Λακεδαιμόνιοι, ὅτι μὴ συν‐ εστρατεύοντο αὐτοῖς κατὰ Ἀθηναίων, λέγοντες ὅτι, ἡνίκα ἐκινδυνεύετε, ἐβοηθήσαμεν· νῦν δὲ ἀδικεῖτε. ἐλθόντες οὖν πρὸς συμμαχίαν Κορινθίων Ἀθηναῖοι ἐν τῷ Λεχαίῳ τῷ
25λιμένι νενικήκασι. BD.

Pan

172,1

διέφθειραν μικροῦ πᾶν τὸ στρατόπεδον] περὶ τῆς κατακοπείσης λέγει μοίρας ὑπὸ Ἰφικράτους περὶ τὸ Λέχαιον. καὶ ἃ λέγει δὲ ἑξῆς Ἰφικράτης ἐποίησε, μετὰ τὸ κόψαι τὴν μοῖραν εὐθύς· καὶ γὰρ τὰ ἐν Ὀρδοῦντι καὶ
5ἐν Κρομμύωνι καὶ ἐν Οἰνόῃ πάντα εἵλετο φρούρια. BD. εἷλον δὲ τὰ ἐν Κορίνθῳ φρούρια] ταῦτά ἐστι τὰ Κοριν‐ θιακὰ φυλακτήρια τὰ ἐν τῇ χώρᾳ τῶν Κορινθίων. BD. τὰ ἐν Κορίνθῳ φρούρια] τῶν Λακεδαιμονίων. C.

Pan

171,2

τὰ τείχη κατέσκαψαν] ἃ ἦσαν περιβαλόντες αὐτοῖς οἱ Λακεδαιμόνιοι πρὸς τὸ πολιορκῆσαι αὐτούς. BD.

Pan

171,3

κατέκλεισαν δὲ τοὺς ἐν Φλιοῦντι] τὰ μετὰ Κορινθίων αὐτοῖς λέγει γενόμενα πρὸς τῷ Τρικαράνῳ, καὶ τὸ κατὰ Φλιασίων τρόπαιον, στρατηγοῦντος Ἰφικράτους. Φλιοῦς δὲ πόλις Πελοποννήσου. Φλιασίους οὖν, φίλους
5ὄντας Λακεδαιμονίων, ἐπολιόρκησαν, καί τινας αὐτῶν ἐπεξελθόντας διέφθειραν, στρατηγὸν ἔχοντες Χαβρίαν. ἐκράτησαν δὲ καὶ Σικυωνίων καὶ Μαντινέων, στρατηγὸν
ἔχοντες Διότιμον. AC.274

Pan

172,4

καὶ Μαντινέων πάλιν] ὅτε ἐν Κορίνθῳ πελτασταὶ τῶν Ἀθηναίων ἐνίκων, στρατηγοῦντος Χαβρίου. Σικυωνίων δὲ, ἐπειδὴ καὶ οὗτοι Λακεδαιμονίοις συνεμά‐ χουν, Διότιμος δὲ Σικυωνίων καὶ τῶν συμμάχων ἐκράτη‐
5σεν ἐν τῷ πεδίῳ. BD.

Pan

172,5

παρέπλευσαν δ’ ἄχρι καὶ Βυζαντίου, καὶ πάντα] ταῦτα διὰ Θρασυβούλου τοῦ Πειραιῶς ἐπράχθη. BD. πάντα τὸν περὶ Θρᾴκην τόπον δι’ ἑαυτῶν ἐποιή‐ σαντο] ἤγουν διὰ τῆς αὑτῶν στρατηγίας καὶ νίκης οἰκεῖον
5σφίσιν εἰργάσαντο. C.

Pan

172,6

ἐνίκησαν δὲ τοὺς ἐπιλοίπους τῶν ἁρμοστῶν, καὶ τὰς φρουρὰς ἐν Μηθύμνῃ, καὶ πρὸς Ἀβύδῳ] κρατου‐ μένας τῶν πόλεων Λακεδαιμόνιοι ἄρχοντας ἔπεμπον, οὓς ἐκάλουν ἁρμοστὰς διὰ τὸ μεθαρμόζειν τὴν πολιτείαν ἐκ
5δημοκρατίας εἰς ὀλιγαρχίαν, οὓς Ἀθηναῖοι ἀντιστάντας σφίσιν ἐκράτησαν, καὶ πρὸς τούτοις ἃς ἐν Μηθύμνῃ καὶ ἐν Ἀβύδῳ φρουρὰς ἔστησαν Λακεδαιμόνιοι. AC. ἐνίκησαν δὲ τοὺς ἐπιλοίπους τῶν ἁρμοστῶν· καὶ γὰρ Θηρίμαχον τὸν ἁρμοστὴν ἀπέκτεινε Θρασύβουλος, καὶ τὴν Λέσβον προε‐
10κτήσατο. ἔγνωμεν δὲ πολλάκις ὅτι οἱ ἄρχοντες, οὓς κατέ‐ στησαν οἱ Λακεδαιμόνιοι ἐν τῷ τέλει τοῦ Πελοποννησια‐ κοῦ, ἁρμοσταὶ ἐκαλοῦντο, διὰ τὸ μεθαρμόζειν τὴν δημο‐ κρατίαν εἰς ὀλιγαρχίαν. BD.

Pan

172,7

τοσοῦτον δ’ αὐτοῖς περιῆν ὥστε καὶ τοὺς Θρᾳκῶν βασιλέας διήλλαξαν] Αὐδηρίταις ἐβοήθησε Χα‐ βρίας ἐν Θρᾴκῃ πολεμουμένοις ὑπὸ Μαρωνιτῶν καὶ Τρι‐ βαλῶν, ὧν ἦρχε Χάλης, καὶ διαλλάξας τοὺς αὐτῶν βασι‐
5λεῖς ἀλλήλοις, καὶ φίλους καὶ συμμάχους ἀμφοτέρους Ἀθηναίων ἐποίησε. A. ἠλευθέρωσαν ἀπὸ Λακεδαιμονίας (sic). B. οὓς εὗρον ἐν παρόδῳ στασιάζοντας πρὸς ἀλλήλους. C. γενομένου δὲ τοῦ περὶ τὴν Καδμείαν κακοῦ] ὅτε πα‐
10ριὼν ὁ Φοιβίδας ταύτην κατέσχε καὶ φρουρὰν κατέστη‐ σεν. ἀπροσδοκήτου δὲ λέγει κακοῦ, ἐπειδήπερ οὐκ ἤλπιζον
Θηβαῖοι ὑπὸ Λακεδαιμονίων τοῦτο παθεῖν, συμμάχων ὄντων αὐτοῖς. AC. ὅτε παριὼν ὁ Φοιβίδας κατέσχε τὴν Καδμείαν, καὶ τὴν φρουρὰν κατέστησεν. BD.275

Pan

172,8

τὸ τῆς αἰσχρᾶς εἰρήνης δίκαιον] εἰρήνην λέγει, ἧς πρόσθεν ἐμνήσθη (168, 5.), ἣν καὶ κα‐ λεῖ αἰσχρὰν, διὰ τὸ παραχωρῆσαι Λακεδαιμονίους τῷ Πέρσῃ τοὺς Ἴωνας. δίκαιον δὲ λέγει διὰ τὸ αὐτονόμους
5εἶναι τοὺς Ἕλληνας, καὶ μὴ ὑπό τινων πολεμίων κατα‐ πολεμεῖσθαι· τοῦτο γὰρ ἡ εἰρήνη ἐθέσπιζεν. A. τὸ μὲν αἰσχρᾶς λέγει, διὰ τὸ παραχωρῆσαι Λακε‐ δαιμονίους τῷ Πέρσῃ τοὺς Ἴωνας κατὰ Ἀθηναίων· τὸ δὲ δίκαιον, διὰ τὸ αὐτονόμους εἶναι τοὺς Ἕλληνας, καὶ μὴ
10ἔχειν ἄδειαν Λακεδαιμονίους, βιάζεσθαι τούτους. C. αἰ‐ σχρὰν μὲν λέγει, διὰ τὸν Ἀνταλκίδην, ὅτι τοὺς Ἴωνας παρεχώρησε δι’ ἐκείνου τῷ Πέρσῃ, δικαίαν δὲ διὰ τὸ αὐτονόμους εἶναι τοὺς Ἕλληνας. ἢ ἄλλως. δίκαιον λέγει τὸ ἐμμένειν τὰς συνθήκας ὕστερον συνθεμένους. τὰ δὲ τῶν
15Ἑλλήνων καλὰ φησὶ τὴν ἐλευθερίαν. BD.

Pan

172,9

τὰ τῶν Ἑλλήνων καλὰ καὶ ὡς ἀληθῶς δίκαια] καὶ τὸ ἐλευθέρους εἶναι καὶ τὸ μὴ στασιάζειν. A. τὴν ἐλευθερίαν. C. Λακεδαιμονίοις ἐπεξελθόντες] ὅτι ἀδίκως καὶ παρα‐
5συνθήκως τὴν Καδμείαν κατέσχον. C.

Pan

172,10

ὧν ἀμφοτέρων τί χρὴ μεῖζον εἰπεῖν περὶ τῆς πόλεως, ὅτε μετὰ τὴν κατάληψιν τῆς Καδμείας οἱ περὶ Χαβρίαν Ἀθηναῖοι πρὸς Κλεόμβροτον ἐπολέμησαν τὸν Λάκωνα, αὐτὸς δὲ ἐπιφέρει. ἔστι δὲ ταῦτα, τὸ τελευ‐
5ταίους συνθέσθαι, καὶ τὸ Λακεδαιμονίοις ἐπεξελθεῖν ἀδι‐ κοῦσι τοὺς Ἕλληνας. πρῶτον δὲ αὐτοὺς ὑπεδέξαντο, εἶτα ὕστερον ἐστράτευσαν μετὰ τῶν ὅπλων καὶ ἐβοήθησαν αὐ‐ τοῖς. BD. τήν τε γὰρ εἰρήνην ἔσχατοι τῶν Ἑλλήνων συνεχώ‐
10ρησαν, καὶ οὐ πρότερον, πρὶν] ἀπολογεῖται ὑπὲρ τῶν Ἀθηναίων, ὅτι ἠνέσχοντο τοιαύτης εἰρήνης, ἐν ᾗ ἐξεδό‐ θησαν οἱ ἄποικοι αὐτῶν τῷ Πέρσῃ, λέγων ὅτι ἂν πάν‐
τας τούτους ἐκτήσαντο ἐχθροὺς, εἰ μὴ τὴν εἰρήνην ἐδέ‐ χοντο. ἦν δὲ ὁ Σεύθης σατράπης τοῦ Πέρσου, ὁ στρα‐276
15τιᾶς πολλῆς ἡγούμενος· ὁ δὲ Διονύσιος Σικελίας τύραν‐ νος. AC.

Pan

172,12

Σεύθῃ] οὗτος σατράπης ἦν τοῦ βασιλέως. B. Διονυσίῳ] τῷ Σικελίας τυράννῳ λέγει. λέγει οὖν ὅτι, εἰ μὴ ἐδέξαντο τὴν εἰρήνην, ἀνάγκη ἦν αὐτοὺς τούτοις πᾶσι πολεμῆσαι. BD.

Pan

172,13

ἐπεὶ πρὸς τοῦτό γε ὑπῆρχον παρεσκευασμέ‐ νοι] τὸ ἀντιπῖπτον λύει· οὐκ ἔδει οὖν καὶ τούτοις πολεμεῖν ἕνεκα τῶν Ἰώνων. λέγει οὖν ὅτι καὶ τούτοις ἐβουλεύοντο πολεμεῖν. τοῦτο δὲ καθ’ ἑαυτόν. ἐπεὶ, φησὶ, παρεσκευά‐
5σαντο πολεμεῖν, ὥστε μὴ συγχωρῆσαι, εἰ μὴ τοὺς συμμά‐ χους εἶχον ἀντιπράττοντας. BD. πρὸς τοῦτό γε] τὸ πᾶσι τούτοις μόνον πολεμῆσαι. C.

Pan

172,14

οὕτω προυδόθησαν] ὑπὸ τῶν συμμάχων δηλονότι. C. ἤγουν διὰ τοιαύτην αἰτίαν ἐξέστησαν τοῦ φρονήματος, καὶ ἑκόντες ἄκοντί γε θυμῷ συνεχώρησαν τῇ εἰρήνῃ. C.
5καὶ οὐδ’ οὕτως ἁπάσαις] καὶ τοῦτο καθ’ ἑαυτόν· διὰ μέσου γάρ ἐστι τὸ καὶ τοῖς συμμάχοις μέλλοντες πο‐ λεμεῖν. BD. ἁπάσαις ταῖς ψήφοις] ἤγουν πάσῃ σπουδῇ καὶ προ‐ θυμίᾳ. A. ἐκ τοῦ εἰπεῖν ἁπάσαις ταῖς ψήφοις δείκνυσιν
10ὅτι, εἰ καὶ συνεχώρησαν, ἀλλ’ ἐδυσχέραινον, καὶ τοὺς αἰ‐ τίους κατεμέμφοντο. ἔστι δὲ ἐκ μεταφορᾶς τῶν κριτῶν, οἳ, ὅταν τι ἀποδέξωνται, πᾶσαν ψῆφον ἐπὶ τούτῳ τιθέα‐ σιν. C.

Pan

172,15

τῶν γε πεισάντων κατέγνωσαν] εἰς Ἐπι‐ κράτην αἰνίττεται, ὃς ἔπεισεν Ἀθηναίους δι’ ἅσπερ ἴσμεν αἰτίας δέξασθαι τὴν εἰρήνην. AC. εἰς Ἐπικράτην αἰνίττεται. κατέγνωσαν λέγει, τὸν
5θάνατον δηλονότι. BD. ἡγούμενοι παρὰ τὴν ἑαυτῶν—ἀκροᾶσθαι συγχωρῆ‐ σαι] ἐπειδήπερ μεγάλα κατὰ Περσῶν Ἀθηναῖοι ἔστησαν
τρόπαια, οὐκ ᾤοντο δίκαιον, οὐδὲ τῆς αὑτῶν φύσεως, ἐπιλελησμένους τουτωνὶ τῶν τροπαίων παραχωρῆσαι Ἕλ‐277
10ληνάς τινας ὑπακούειν τῷ Πέρσῃ, ὃν δεῖ τούτους ἅπαντας νικῶντας ἱστάναι τρόπαια. AC.

Pan

172,17

παρὰ ταύτην τὴν εἰρήνην] τὴν ἐπὶ Ἀν‐ ταλκίδου· ἐπανέρχεται γὰρ εἰς ὅπερ ἔλεγεν. ἐπειδὴ οὖν, φησὶ, καὶ κακὴν συνθέμενοι εἰρήνην ὅμως οὐκ ἐφύλαξαν, ἀλλὰ πρῶτοι παρέβησαν, κατὰ τῶν Ἑλλήνων στρατεύσαν‐
5τες. BD. παρὰ ταύτην τὴν εἰρήνην] ἤγουν ἐκτὸς τῶν ἐν αὐ‐ τῇ συνθηκῶν. C. παρῆλθον εἰς Θήβας] οἱ Λακεδαιμόνιοι. C. εἰς Θήβας] τουτέστιν εἰς τὴν Καδμείαν, ὅπερ καὶ
10ὄπισθεν εἶπε. BD. ὧν ἐγὼ φεύγω λέγειν τοὔνομα ἐπὶ τοιούτοις] τὸ Λα‐ κεδαιμονίων δηλονότι. τοῦτο δὲ εἶπεν, ἵνα μὴ δόξῃ αὐ‐ τοὺς διαβάλλειν παρεισφέρων. BD. ἵνα μηδὲν δόξω παρ‐ εξετάζων σφᾶς πρὸς Ἀθηναίους λέγειν ταυτί. C.

Pan

172,18

οὐ μόνον πρῶτοι—τῶν πραγμάτων ἀν‐ θήψαντο] οἱ Ἀθηναῖοι. C. τῶν πραγμάτων] τῶν τοῖς Θηβαίοις. C.

Pan

172,19

καὶ οὐχ ἓν εἶδος εὐεργεσίας] ἐκ καταθέ‐ σεως καὶ ἀναιρέσεως τὸ ἐπιχείρημα. BD. καὶ οὐχ ἓν εἶδος—εὐεργεσίας ἀπέλιπον] ἐπιθυμοῦσι γὰρ Ἀθηναῖοι εὐεργεσίας ποιεῖν. C.

Pan

172,20

δεξάμενοι μὲν] ἐν Ἀθήναις. C. τὴν φυγὴν] τετρακόσιοι ἦσαν οἱ φυγάδες, ὡς Ἀνδρο‐ τίων λέγει. BD. τὴν φυγὴν] αὐτῶν. C.
5τὴν πρᾶξιν αὐτοῖς συνθέντες] τὸ πρᾶξιν αὐτοῖς συν‐ θέντες λέγει, διότι συνεβούλευσαν αὐτοῖς πῶς δεῖ τοὺς τυράν‐ νους καταχρήσασθαι. ἡ δὲ ἱστορία προεγράφη ἐν ἀρχῇ τοῦ λόγου, εἰς τὸ πάλιν τοίνυν Θηβαίων ὑπὸ τῆς φρουρᾶς τῆς Λακωνικῆς. (111, 16.) A. ἤγουν τὸ πῶς διαχρήσον‐
10ται τοὺς τὴν Καδμείαν καταλαβόντας. C. ἀντὶ τοῦ προσ‐ ώπου τὴν φυγὴν τὸ πρᾶγμα εἶπεν· ἔδει γὰρ εἰπεῖν τοὺς
φυγόντας. καταλαβόντων γὰρ τὴν Καδμείαν τῶν Λακεδαι‐ μονίων, κατέφυγον Θηβαῖοι πρὸς Ἀθηναίους. συνθέντες δὲ λέγει, ἀντὶ τοῦ κακουργήσαντες. λέγει δὲ ὅτι ἐδίδαξαν278
15αὐτοὺς πῶς δεῖ τοὺς καταλαβόντας τὴν Καδμείαν χρήσα‐ σθαι· συνεβούλευσαν γὰρ ἐγχειρίδια λαβόντας νεωτέρους τινὰς, καὶ γυναικεῖον σχῆμα περιθεμένους, αὐτοῖς εἰς τὴν ἀκρόπολιν ὡς γυναῖκας συγγενέσθαι, τοῖς καταλαβοῦσι τὴν Καδμείαν, τούτων αἰτησάντων εὑρεῖν πρὸς συνουσίαν, γυ‐
20ναῖκας, καὶ οὕτως ἀνελεῖν αὐτούς. ὥσπερ δὲ δρᾶμα λέγει, ὅτι εἰώθασιν οἱ τραγῳδοὶ ἀεὶ προτυποῦν ἑαυτοὺς καὶ κα‐ τασκευάζειν τὴν ἐπίδειξιν. BD. συνθέντες] κακουργήσαντες. B.

Pan

172,21

ὥσπερ δρᾶμα] τὸ ὥσπερ δρᾶμα λέγει, ἐπειδὴ εἰώθασιν οἱ τραγῳδοὶ πρὸ τῆς δραματουργίας τοὺς ὑπουργήσαντας αὐτῇ προδιδάσκειν καὶ προμηνύειν, πῶς δεῖ ποιεῖν. AC.
5καὶ γὰρ ἐν τοῖς δράμασι σκοποῦσι καὶ προμελετῶσι πῶς καὶ τίνα εἰσελθεῖν δεῖ. πρᾶξιν δὲ λέγει, ὅτι γυναι‐ κεῖον σχῆμα εἶπον αὐτοῖς πρὸς τοὺς ἁρμοστὰς εἰσελθεῖν. BD. ἀτέλειαν δὲ καὶ πολιτείαν καὶ πάντων μετουσίαν δόν‐
10τες] ἐφ’ ὅσον καιρὸν Ἀθήναζε ἦσαν. C.

Pan

173,1

ὥσπερ τοῖς ἐκ Κορίνθου καὶ Θάσου καὶ Βυζαντίου μεταστᾶσιν] τοῖς μετοικήσασι. ταῦτα καὶ Δη‐ μοσθένης λέγει ἐν τῷ πρὸς Λεπτίνην. BD. τοῖς—μεταστᾶσιν] Ἀθήναζε. C.
5ἔπειθ’ ὡς καὶ τῆς διὰ τῶν ὅπλων ἐδέησε] μετὰ γὰρ τὸ ἀνελεῖν τοὺς ἁρμοστὰς μετεπέμψαντο τοὺς Ἀθηναίους Θηβαῖοι, καὶ οὕτως ἔσχον τὴν πόλιν. BD.

Pan

173,2

ὥσπερ πομπῆς] πανηγύρεως. C.

Pan

173,3

τὴν προτέραν αὐτῶν ἔξοδον μιμησάμενοι] τὴν ἐν Ἁλιάρτῳ. A. ἣν ὑπὲρ αὐτῶν Θηβαῖοι ἦσαν ποιη‐ σάμενοι, ὅτι ἐξέβαλον τὴν φρουρὰν αὐτῶν· τότε γὰρ ὀλί‐ γους ἔπεμψαν μετ’ αὐτῶν, νῦν δὲ τελείαν δύναμιν. προ‐
5τέραν οὖν ἔξοδον λέγει τὴν ἐν Ἁλιάρτῳ γενομένην, ὅτε Λύσανδρος καὶ Παυσανίας ἡγοῦντο Λακεδαιμονίων ἐν Ἁλιάρτῳ, ἐν τῇ προτέρᾳ ἐξόδῳ. BD.279

Pan

173,4

τότε μὲν γὰρ οὐκ οὔσης αὐτοῖς συμμαχίας] πρὶν τὴν Καδμείαν καταλαβεῖν τὸν Φοιβίδαν, κακῶς ὑπὸ Λακεδαιμονίων Θηβαίους ἰδόντες Ἀθηναῖοι πάσχοντας, εἰσελθόντες εἰς Ἁλίαρτον, ἐνίκησαν Λακεδαιμονίους, ἐξεί‐
5λοντο δὲ τῆς ἀπὸ τούτων βλάβης Θηβαίους· οὐδὲν δια‐ σωθέντες Θηβαῖοι στήλας ἔστησαν περὶ συμμαχίας, ἃς προϊόντος τοῦ χρόνου καθῃρηκότες πρὸς Λακεδαιμονίους αὖθις ἐχώρησαν. ἔπειτα Φοιβίδου τὴν Καδμείαν κατειλη‐ φότος καὶ φρουρὰν καταστήσαντος, ἐλεήσαντες Ἀθηναῖοι
10τυραννουμένους Θηβαίους, ἐξελθόντες κατέλυσαν μὲν τὴν φρουρὰν, συμβαλόντες δὲ Λακεδαιμονίοις ἐν Κορωνείᾳ κατὰ κράτος ἐνίκησαν. αὕτη δὲ ἡ βοήθεια μαρτύριόν ἐστι με‐ γαλοψυχίας, ἐπειδήπερ ἠμνημόνησαν τῆς τῶν στηλῶν κα‐ θαιρέσεως. AC. ἡ πρότερον ἔξοδος τῶν Ἀθηναίων ἐγέ‐
15νετο, ὅτε ἐν Ἁλιάρτῳ συνεμάχησαν Θηβαίοις, μετὰ τὴν κατάληψιν τῆς Καδμείας, καὶ τὴν ἀναίρεσιν τῆς Λακε‐ δαιμονίων φρουρᾶς τῆς διὰ Φοιβίδου καταστάσης, ἔνθα σωθέντες Θηβαῖοι στήλας ἔστησαν περὶ συμμαχίας, εἶτ’ ἀποστάντες πρὸς Λακεδαιμονίους κατέβαλον τὰς στήλας.
20ἀλλ’ ὅμως Ἀθηναῖοι πολεμουμένοις αὖθις ὑπὸ Λακεδαι‐ μονίων συνεμάχησαν ἐν Κορωνείᾳ. BD.

Pan

173,5

τῶν στηλῶν τῶν περὶ τῆς συμμαχίας—τὴν ἄνοιαν αὐτῶν τῇ χρείᾳ] σωθέντες γὰρ ἐν Ἁλιάρτῳ ἐν στήλαις τὴν συμμαχίαν ἀνέγραψαν, ὕστερον δὲ πάλιν καθεῖλον, ὡς ἀχάριστοι. ἐγράφοντο γὰρ καὶ συμμαχίαι ἐν
5στήλαις, ὥσπερ καὶ δωρεαί. λέγει οὖν ὅτι οἱ Θηβαῖοι τὰς στήλας τῆς συμμαχίας τῶν Ἀθηναίων καθεῖλον, οἱ δὲ Ἀθηναῖοι τὴν ἄνοιαν αὐτῶν οὐχ ὑπελογίσαντο. τῇ λέξει δὲ θεραπεύει αὐτῶν τὴν ἄνοιαν. BD.

Pan

173,6

τῇ χρείᾳ] διὰ τὴν χρείαν. A. τοῖς δικαίως κινδυνεύουσιν] διὰ τὸ καθελεῖν αὐτῶν τὰς στήλας εἶπεν αὐτοὺς δικαίως κινδυνεύοντας. BD. ἀξίως γὰρ ἐκινδύνευον, τὴν Ἀθηναίων συμμαχίαν
5ἀφέντες. C.280

Pan

173,7

τοῖς ἀδίκως ἐπελθοῦσιν] τοῖς Λακεδαιμο‐ νίοις λέγει, ὅτι καταδουλώσασθαι αὐτοὺς ἐβούλοντο. BD. τοῖς ἀδίκως ἐπελθοῦσιν] κατ’ αὐτῶν Λακεδαιμο‐ νίοις. C.

Pan

173,9

ἐκβαλόντες] τῆς Καδμείας. C. τοὺς ἁρμοστὰς ὑποσπόνδους] σπονδὰς γὰρ πρὸς Ἀθηναίους ποιήσαντες ἀβίαστοι ἐξῆλθον τῆς πόλεως. C.

Pan

173,11

παροξυνθέντων γὰρ Λακεδαιμονίων πρὸς τὸ συμβὰν] ἀκούσαντες Λακεδαιμόνιοι τὴν ἐν Κορωνείᾳ τοῦ στρατοπέδου αὐτῶν ἧτταν, μετὰ δυνάμεως πολλῆς ἔπεμψαν Ἀγησίλαον κατὰ Θηβαίων, ὃς μάλιστα πάντων
5ἐδόκει φιλοπόλεμος εἶναι. Ἀθηναῖοι δὲ καὶ αὖθις ἐβοήθη‐ σαν Θηβαίοις, καὶ συμβαλόντες πρὸ τῆς Θηβαίων πόλεως Ἀγησιλάῳ, εἰς φυγὴν ἔτρεψαν, στρατηγοῦντος αὐτοῖς Χα‐ βρίου καὶ Δημάδου. τὸ δὲ σὺν Ἀγησιλάῳ λέγει, ἢ ὅτι μετ’ αὐτοῦ ἦσαν καὶ ἕτεροι στρατηγοὶ, ἢ ὥσπερ φαμὲν
10τοὺς ἀμφὶ τὸν Ἀχιλλέα, δηλοῦντες αὐτὸν μόνον τὸν Ἀχιλλέα. AC. πρὸς τὸ συμβὰν] τὸ ἐκβληθῆναι τὴν φρουράν. B.

Pan

173,12

ἀντετάξαντο] οἱ Ἀθηναῖοι. C.

Pan

173,13

στρατηγούς τε φοβερωτέρους ἐκείνοις ἀντε‐ πιστήσαντες] τὸν Χαβρίαν λέγει καὶ Δημέαν. ἐπέμφθη δὲ ὕστερον Ἀγησίλαος μετὰ δυνάμεως πολλῆς κατὰ Θη‐ βαίων. οὗτος δὲ πάνυ ἐγένετο φιλοπόλεμος, ὡς μαρτυρεῖ
5Ξενοφῶν, πρὸς ὃν Θηβαῖοι κατὰ Χαβρίου ἀντετάξαντο. BD.

Pan

173,14

τῇ πόλει] τῶν Θηβαίων. C. περιίσταται δέ με παντοδαπὰ, ὥσπερ—οὐδ’ ἑνὸς στρατηγοῦ πάντα ἑξῆς] διὰ τὸ εἶναι πλεῖστα, ἃ μέλλει λέγειν, τὸ συγγραφῇ εἴρηκε· συγγραφῆς γάρ ἐστιν ἔργον ἡ
5τῶν πολλῶν καὶ συνεχῶν πραγμάτων διήγησις. δέον δὲ οὕτως εἰπεῖν, ἃ μὴ ὅτι πάντα διεξελθεῖν εὔπορον, ἀλλ’ οὐδὲ μέρη αὐτῶν, ὁ δὲ ἄλλως τὸν λόγον ἔτρεψεν, εἰπὼν, ἀλλ’ οὐδὲ ἑνὸς στρατηγοῦ πάντα ἑξῆς, δεικνὺς ἐντεῦθεν ὡς, ἐπειδήπερ οὐχ εἷς στρατηγὸς, ἀλλὰ πολλοὶ ταῦτ’
10ἔπραξαν, παγχάλεπος εἴη ὁ περὶ τούτων λόγος. AC.281

Pan

173,15

ἀλλ’ οὐδ’ ἑνὸς στρατηγοῦ πάντα ἑξῆς] διεξελθεῖν. B.

Pan

173,16

πότερον τῆς ἐν Νάξῳ ναυμαχίας, ἔργου τοσούτου] σὺν ναυσὶ πολιορκῶν Νάξον Χαβρίας, Λακε‐ δαιμονίων οὖσαν σύμμαχον. ἐπειδὴ οἱ Λακεδαιμόνιοι αἰ‐ σθόμενοι μετὰ πλήθους νεῶν παρεγένοντο, συμβαλὼν αὐ‐
5τοῖς μεταξὺ Νάξου καὶ Πάρου, κατέδυσε μὲν τέσσαρας πρὸς ταῖς εἴκοσι ναῦς, τὰς δὲ λοιπὰς εἰς φυγὴν ἔτρεψε, δύο δὲ αὐτάνδρους λαβὼν ἀγαγὼν Ἀθήναζε τοὺς ἐν αὐ‐ ταῖς πέπρακεν. AC. τὴν Χαβρίου φησὶν, ὅτε σὺν ναυσὶ πολιορκῶν Νά‐
10ξον πρὸς αὐτοὺς ἐναυμάχησε μεταξὺ Πάρου καὶ Νάξου, καὶ κατέδυσε μὲν κδʹ ναῦς, δύο δὲ αὐτάνδρους ἔλαβε, καὶ τοὺς αἰχμαλώτους ἄγων εἰς τὰς Ἀθήνας ἐπώλησεν ἐπὶ τοῦ πωλητηρίου. BD.

Pan

173,17

τῶν περὶ Κέρκυραν ἀγωνισμάτων] ἡ Κέρ‐ κυρα, Λακεδαιμονίων οὖσα, ὑπ’ Ἀθηναίων ἐπολιορκεῖτο, στρατηγοῦντος αὐτοῖς Τιμοθέου. ἀκούσαντες δὲ Λακεδαι‐ μόνιοι στράτευμα οὐκ ὀλίγον ἔπεμψαν, καὶ στρατηγὸν Νι‐
5κόλαον. Τιμόθεος δὲ τήν τε Κέρκυραν παρεστήσατο, καὶ Λακεδαιμονίους διέφθειρεν. ὕστερον δὲ ἐπ’ ἀναιρέσει Κερ‐ κύρας πεπλευκόσι Λακεδαιμονίοις, μαθόντες οἱ Ἀθηναῖοι ἔπεμψαν Ἰφικράτην μετὰ νεῶν οὐ πολλῶν, ὃς συμβαλὼν αὐτοῖς, καὶ κατὰ κράτος νικήσας, ἀπήλλαξε κινδύνου τὴν
10νῆσον. AC. ὅτε Τιμόθεος εἷλε Κέρκυραν, καὶ παρ’ αὐτὴν Λακεδαιμονίους, καὶ τὸν ναύαρχον Νικόλαον ἐνίκησε καὶ ἐν Ἀλύζᾳ τρόπαιον ἔστησε, καὶ ἐπεκράτησε τὸν κατ’ ἐκεῖ‐ να τόπον, ὅτε ὕστερον Λακεδαιμονίων Κέρκυραν πολιορ‐ κούντων Ἰφικράτης πλεύσας τὰς Διονυσίου τριήρεις Λακε‐
15δαιμονίοις ἡκούσας βοηθοὺς ἐλθὼν διέφθειρε, καὶ ἀπήλ‐ λαξε κινδύνων τὴν νῆσον. BD. τῶν ἐπὶ Θρᾴκης ὑπὲρ τῆς ἐκεῖ πραχθέντων Ἑλλάδος] ὅτε Αὐδηρίτας καὶ Μαρωνίτας πολεμοῦντας ἀλλήλοις Χα‐
βρίας διήλλαξεν. A. οἱ ἐπὶ Θρᾴκῃ Ἕλληνες πάσχοντες κα‐282
20κῶς ὑπὸ Λακεδαιμονίων ὑπ’ Ἀθηναίων ἀπηλλάγησαν, κα‐ ταπολεμησάντων Λακεδαιμονίους. C.

Pan

173,18

τῶν ἐν Ἀκαρνανίᾳ] ἐνταῦθα Ἀθηναῖοι Λακεδαιμονίοις καὶ τοῖς αὐτῶν συμμάχοις συμβαλόντες ἐνί‐ κησαν. C.

Pan

173,19

μόνον ὡς ἀληθῶς τῶν Ἀθηναίων ἄξιον πρᾶξαι] ἤτοι τὸ φιλάνθρωπον. B. ἐπειδὴ Θηβαῖοι Λακεδαιμονίους ἐν Λεύκτροις] Θη‐ βαῖοι Λακεδαιμονίους ἐν Λεύκτροις τῆς Βοιωτίας νενικη‐
5κότες οὕτως ἐδίωξαν, ὡς καὶ μέχρι τῆς Λακωνικῆς αὐτοὺς ἀφιγμένους φόβον τοῖς Λάκωσιν οὐ μικρὸν παρασχεῖν. AC. ἦλθον γὰρ καὶ εἰς τὴν Λακωνικὴν αὐτὴν Θηβαῖοι μετὰ τὴν ἐν Λεύκτροις νίκην. BD.

Pan

173,20

κατελέλειπτο τὰ πράγματα ἐν τούτῳ— ὄντων κινδύνων ἐθελοντὰς] τὰ πράγματα, φησὶ, τῶν Λα‐ κεδαιμονίων οὕτως ἦν, ὥστε δεῖσθαι ἢ τινὰ τῶν θεῶν συμμαχῆσαι, ἢ τοὺς Ἀθηναίους κοινωνῆσαι τῶν κινδύνων.
5αὔξων δὲ τὸ δεινὸν ἐπαινεῖ τὴν Ἀθηναίων ῥοπήν. BD.

Pan

174,1

ὥστε δεῖν ἢ θεῶν τινα χεῖρα ὑπερέχειν] ἐκ τοῦ εἰπεῖν ὥστε δεῖν ἢ θεῶν τινα δείκνυσι μὲν τῆς Λα‐ κεδαιμονίων δυστυχίας τὸ μέγεθος, αὔξει δὲ τὴν Ἀθηναί‐ ων ῥώμην, ἣν ὑπὲρ Λακεδαιμονίων ἐπεδείξαντο. AC. εἰ
5γὰρ Λακεδαιμόνιοι μὲν εἰς τοῦτο τύχης ἀφίκοντο, ὡς, εἰ μή τις αὐτοῖς συμμαχήσει τούτοις, καθάπαξ ἀπολωλέναι, Ἀθηναῖοι δὲ τοῖς οὕτως ἔχουσιν ἐβοήθησαν, πῶς οὖν δαιμόνιοί τινες ἦσαν ὡς ἀληθῶς, καὶ ταὐτὰ τοῖς θεοῖς δυνάμενοι. C.

Pan

174,2

καίτοι ἀφῖκτο μὲν κατ’ ἀρχὰς] τοῦτο μέσον ἐστὶ παρεμβολή. κάτω γὰρ ἐπιφέρει τὴν ἀπόδοσιν. BD. ἀφῖκτο μὲν κατ’ ἀρχὰς εὐθὺς κήρυξ παρὰ τῶν Θη‐ βαίων, ὡς ἐπ’ εὐαγγελίοις ἐστεφανωμένος] ἦλθεν αὐτοῖς ὁ
5κήρυξ, εὐαγγελιζόμενος νίκην, ἐπειδήπερ καὶ σύμμαχοι αὐ‐ τῶν Ἀθηναῖοι ἐγένοντο ἐν τοῖς προτέροις πολέμοις, ἐν
Ἁλιάρτῳ καὶ Κορωνείᾳ. ἔστι δὲ καὶ οὕτως εἰπεῖν· τῶν προσόντων ἀγαθῶν ἢ προσώπῳ, ἢ πράγματι, τὰ μέν ἐστιν ὁμολογούμενα, τὰ δὲ ἀμφισβητούμενα. ἢ οὖν παρελευσόμε‐283
10θα, ὅταν πάνυ ἄδηλον τοῖς ἀκούουσι, καὶ τὴν δόξαν ἀμφίβολον ἔχῃ, ἢ λύσομεν φανερωθέντες περὶ αὐτῶν ἀν‐ τίθεσιν, ὅταν ὁ ἀκροατὴς δι’ ὑπόληψιν ἐναντίαν ἐνίσταται πρὸς τὰ ἐπαινούμενα. BD. ἀφῖκτο] Ἀθήναζε. C.

Pan

174,4

κελεύουσα] παρακαλοῦσα. B. κελεύουσα ἐπ’ ἀναιρέσει τῆς Σπάρτης ἡγεῖσθαι] κε‐ λεύουσα, ἀντὶ τοῦ παρακαλοῦσα. ἔστι δὲ Ἀττικόν. ἐπ’ ἀναι‐ ρέσει δὲ λέγει, ἐπὶ κατασκαφῇ τῆς Σπάρτης. BD.
5ἐπ’ ἀναιρέσει] ἀφανισμῷ. A. ἀναλήψει. C. ἡγεῖσθαι] εἰς πόλεμον. C. εἰ δὲ μὴ] ἀντὶ τοῦ εἴπερ περιιδεῖν. ἔστι δὲ ὁ σύνδε‐ σμος συγκριτικός. BD.

Pan

174,5

ἐπὶ μὲν τοῖς παρὰ τοῦ κήρυκος] λόγοις. C.

Pan

174,6

πλεῖστον δὴ δόξης ψευσθέντα] δόξαν λέγει νῦν τὴν ἐλπίδα καὶ προσδοκίαν· ἤλπιζον γὰρ οἱ Θηβαῖοι τοὺς Ἀθηναίους ἐπὶ τῇ θέᾳ τοῦ κηρύγματος ἥδεσθαι. BD. ἤλπιζε γὰρ εὐεργεσιῶν μεγάλων τευξεῖσθαι. C.
5τὴν δὲ Λακεδαιμονίων ἐρημίαν] ἀπορίαν καὶ μόνω‐ σιν. C. τὴν δὲ Λακεδαιμονίων—τῶν κεκρατηκότων, εἵλοντο] ἰστέον ὅτι πάντες οἱ ἐν τῇ Πελοποννήσῳ κατοικοῦντες κοι‐ νῷ. ὀνόματι Πελοποννήσιοι λέγονται, ἰδίᾳ δὲ οἱ μὲν Λακε‐
10δαιμόνιοι, οἱ δὲ Μυκηναῖοι, οἱ δὲ Πελοποννήσιοι. ἐν οὖν τῇ Λακεδαιμονίων ἥττῃ τοσοῦτον ἥσθησαν Πελοποννήσιοι, ὡς ἑκόντες ἐλθεῖν Ἀθήναζε, καὶ συμμαχίαν ἐπαγγέλλειν, ἢν μετ’ αὐτῶν καὶ Θηβαίων κατὰ Λακεδαιμονίων χωρή‐ σωσι. τὸ αὐτὸ δὲ καὶ Θηβαῖοι διὰ τοῦ κηρύγματος ᾔτουν·
15πάλιν ἐκ μέρους Λακεδαιμόνιοι ἐδέοντο μὴ περιιδεῖν σφᾶς. AC.

Pan

174,7

τῶν κεκρατηκότων] τῶν Θηβαίων λέγει. B.

Pan

174,8

ὧν ἐπεπόνθεσαν αὐτοὶ] ὑπὸ Λακεδαιμο‐
νίων. A. ἐν τῷ Πελοποννησιακῷ πολέμῳ. B. μνημονεύσαντες] ἀντὶ τοῦ μνησικακήσαντες. BD.284
5ἀλλ’ ἃ πείσονται Λακεδαιμόνιοι περιοφθέντες, αὐ‐ τῶν εἶναι λῦσαι νομίσαντες] ἡ σύνταξις οὕτως· ἀλλὰ νο‐ μίσαντες αὐτῶν εἶναι κωλῦσαι, ἃ πείσονται Λακεδαιμόνιοι περιοφθέντες, τουτέστι παροραθέντες. BD.

Pan

174,9

ὃ δὲ δὴ καὶ μάλιστα—ἢ κατ’ ἄνθρωπον ἡγήσασθαι] λείπει τοῦτο λέγει. B.

Pan

174,10

ἐξὸν γὰρ ἑαυτοῖς ἀκολουθοῦντας ἔχειν Λα‐ κεδαιμονίους] ὥσπερ ὑπηρέτας. C. ἀκολουθοῦντας] ἀντὶ τοῦ ὑπακούοντας, ἐν ὑπηκόων τάξει. οὐχ ἁπλῶς δὲ λέγει, ἀλλ’ ἐπεὶ δόξα ἦν τῷ στρα‐
5τηγεῖν ἐν πολέμῳ. δυνάμενος οὖν, φησὶν, αὐτοὶ τὴν στρα‐ τηγίαν ἔχειν, ἅτε παρακαλούμενοι βοηθεῖν αὐτοῖς ἐπὶ τῇ ἴσῃ τιμῇ ἐδέξαντο, ὅ ἐστιν ἴσον ἀξίωμα ἔχειν συμμαχίας. BD.

Pan

174,11

ἐπὶ κεφαλὴν ὠσθέντας] τὸ ἐπὶ κεφαλὴν ὠσθῆναι παροιμία ἐστὶν ἐπὶ τῶν κακῶς πεσόντων καὶ ἀπολωλότων ταττομένη. εἴρηται δὲ ἀπὸ τῶν κακούργων τῶν καταδικαζομένων ἐκ κρημνοῦ ῥίπτεσθαι, κατὰ κεφα‐
5λήν. AC. ἀντὶ τοῦ κακῶς παθόντας· δεινὸν γὰρ τὸ ἐν τῇ κε‐ φαλῇ τινα πληγῆναι. ἔστι δὲ καὶ παροιμία ἐπ’ ὀλέθρῳ ταττομένη, παρὸ οἱ ἐπὶ τὴν κεφαλὴν φερόμενοι κινδυνεύ‐ ουσιν. BD.

Pan

174,12

συμμάχων, περιοίκων, οἰκετῶν, ἁπάντων, ἐπανεστηκότων] ἐπειδήπερ εἶδον αὐτοὺς ὑπὸ Θηβαίων κατὰ κράτος ἡττηθέντας. τὸ δὲ ἐπὶ τοῖς ἴσοις ἐδέξαντο, ἀντὶ τοῦ ἴσους αὐτοῖς καὶ ὁμοτίμους συμμάχους. C.
5ἐπὶ τοῖς ἴσοις] ἤγουν ἐπὶ τῇ ἴσῃ τιμῇ· ὅ ἐστιν ἴσον ἀξίωμα ἔχειν συμμαχίας. A. ἤτοι ἐπὶ τῷ ἴσῳ ἀξιώματι. B.

Pan

174,13

καὶ τὰ λοιπὰ τῆς Πελοποννήσου] λείπει ἡ εἰς, ἵν’ ᾖ καὶ εἰς τὰ λοιπὰ τῆς Πελοποννήσου· πᾶσαν γὰρ
ἐζήτουν λαβεῖν. ἢ τὰ λοιπὰ λέγει τοὺς συμμαχοῦντας Θη‐ βαίους Λακεδαιμονίοις· εἶχον γὰρ ἀπὸ τῆς Λακωνικῆς συμ‐285
5πράττοντας ἑαυτοῖς μετὰ Θηβαίων τινάς. BD.

Pan

174,15

ὥστε καταστῆναι τὴν πόλιν συνέδριον τῆς συμμαχίας ἁπάσης] συνέδριον, τουτέστι βουλευτήριον. ση‐ μαίνει δὲ τὴν ἡγεμονίαν· ἴδιον γὰρ τῆς τῶν ἀρχόντων πόλεως τὸ συνέδριον εἶναι παρ’ αὐτοῖς τῶν ἀρχομένων.
5BD. ἤγουν τόπον οἰκεῖον καὶ πρέποντα συμμαχίας ἐντεῦ‐ θεν γίνεσθαι. C.

Pan

174,16

θαυμάζω τοίνυν τῶν τὰ Μηλίων] διαβάλ‐ λουσί τινες τὸν Ἀριστείδην διὰ ταύτην τὴν ἀντίθεσιν· οὐ γὰρ ἔδει, φησὶν, ἐν ἐγκωμίῳ μεμνῆσθαι συμφορῶν καὶ ἐγκλημάτων· ἐγκώμιον γάρ ἐστιν αὔξησις τῶν προσόντων
5ἀγαθῶν. πρὸς τοῦτο οὖν διπλοῦν ἐστι τὸ τῆς λύσεως θεώρημα. τινὲς γὰρ τῶν τεχνικῶν παντοίως ἀναιροῦσι τὸ μεμνῆσθαι τοιούτου τινὸς ἐν ἐγκωμίῳ. ἄλλοι δὲ λέγουσι· δεῖ μὲν τιθέναι τὰ λυπηρὰ, ἵνα μὴ τῇ σιωπῇ βεβαιώ‐ σωμεν τὰ ἐγκλήματα. ἑκάτερον δὲ τῶν θεωρημάτων ἰσχυ‐
10ρόν. ἡμεῖς δὲ φαμὲν ὅτι, ἐὰν μὲν ἰδιώτου ἑνὸς ἐγκώμιον ποιώμεθα, δεῖ σιωπᾶν τὰ λυπηρά· οὐδὲ γὰρ θαυμαστὸν, ἕνα ἄνδρα εὑρεῖν ἀναμάρτητον· ὅταν οὖν πόλιν ἐγκωμιά‐ ζωμεν, καὶ ἀνάγκη, διὰ τὸ πλῆθος τῶν πραγμάτων, εἶ‐ ναι λυπηρὰ, θετέον τὰ τοιαῦτα, καὶ λυτέον, καὶ οὐκ
15ἴδιον αὐτῶν ἡμεῖς τοῦτο λέγομεν· αὐτοὶ γὰρ οἱ ἀρχαῖοι ἐν τοῖς λόγοις αὐτῶν τοῦτο ἡμᾶς διδάσκουσιν· ἰδοὺ γὰρ αὐτὸς Ἀριστείδης διδάσκει ἡμᾶς τὸ θεώρημα· ἄλλως τε εἰ δὲ μὴ ἰδιώτου ποιεῖ τὴν κρίσιν, ἀλλὰ πόλεως, καὶ ταύ‐ της πρεσβυτάτης τῶν Ἑλληνίδων. εἰ δέ τις εἴποι, πῶς οὖν
20ἐν τῷ Βουσίριδι εὕρομεν ἀντίθεσιν, καὶ ταῦτα ἑνὸς ὄν‐ τος, καὶ οὐ πόλεως ὄντος τοῦ ἐγκωμιαζομένου; λέγομεν ὅτι βασιλικὸν ἦν τὸ πρόσωπον καὶ μέγα· διὸ ἠναγκάσθη ὁ Ἰσοκράτης κἀκεῖ θεῖναι ἀντίθεσιν, ἵνα τὸ ἄδηλον ποιή‐
σῃ ὁμολογούμενον. ἄδηλον γὰρ ἦν εἰ ὁ Βούσιρις αἴτιος286
25ἐγένετο τῶν τοσούτων ἀγαθῶν τοῖς Αἰγυπτίοις. καὶ διὰ τῆς λύσεως ἀποδείκνυσιν ὅτι οὐδεὶς ἄλλος τούτων αἴτιός ἐστιν, εἰ μὴ ὁ θεῶν παῖς ὢν ὁ Βούσιρις. BD. τὰ Μηλίων καὶ Σκιωναίων] τὰ περὶ Σκιώνης ὁ Θουκυδίδης λέγει ἐν τῇ τετάρτῃ. αὕτη γὰρ ἐν Θρᾴκῃ οὖσα
30πόλις τῶν Ἀθηναίων ὑπήκοος, ἀπέστη αὐτῶν, καὶ Λα‐ κεδαιμονίοις συνεμάχει. ὀργισθέντες οὖν Ἀθηναῖοι κατέ‐ σκαψαν αὐτήν. ὁ αὐτὸς δὲ λέγει καὶ περὶ τῆς Μήλου ἐν τῇ δευτέρᾳ ὅτι νῆσός ἐστιν ἄποικος μὲν Λακεδαιμονίων, Ἀθηναίοις δὲ οὐ συμμαχεῖν βουλομένη ὑπ’ αὐτῶν τῶν
35Ἀθηναίων κατεσκάφη, ὅτι νῆσος οὖσα θαλασσοκράτορσιν Ἀθηναίοις οὖσιν οὐχ ὑπήκουε. ταῦτα οὖν ἐδόκουν εἶναι μόνα τῶν Ἀθηναίων ὠμὰ καὶ ἀπάνθρωπα. ἔστι δὲ ἡ μὲν Μῆλος νῆσος πρὸς τῇ Πελοποννήσῳ, ἡ δὲ Σκιώνη περὶ Παλήνην. ἀπολογεῖται δὲ Ἀριστείδης πρὸς τοὺς
40ἐγκλήματα ταῦτα τῆς πόλεως φάσκοντας. ABCD.

Pan

174,17

ποῦ γῆς ἢ θαλάττης ὄντες ταῦτα κατηγο‐ ροῦσι] ἀντὶ τοῦ ἐγκαλεῖν καὶ ὀνειδίζειν. οὐχ ἁπλῶς δὲ ταῦτα λέγει, ἀλλ’ ἵνα δείξῃ ὅτι οἱ ταῦτα λέγοντες ἀγνο‐ οῦσι τῆς πόλεως τὰ ἐν γῇ καὶ θαλάττῃ πλεονεκτήματα.
5BD.

Pan

174,18

τῶν πεπραγμένων τῇ κατὰ ἦθος πόλει] ὅταν ἡ πόλις δίκαιον, ἢ ἄδικον ἐργάσηται ἢ ὠμὸν, ἢ φι‐ λάνθρωπον, τότε φαμὲν ὡς ἡ κατὰ τὸ ἦθος τοῦτο ἔπρα‐ ξεν, ἤγουν ἡ κατὰ τρόπον. τότε γὰρ ἐμφανίζεται ὁ τῆς πό‐
5λεως τρόπος, εἴτε χρηστός ἐστιν εἴτε φαῦλος· τὰ μὲν γὰρ ἄλλα χειρῶν, ἢ εὐβουλίας ἐστὶ κατορθώματα, οἷον πόλεμοι καὶ αἱ πρὸς τούτους μηχαναί. καὶ δίκαιον τότε
λέγειν ὡς ἡ κατὰ χεῖρας, ἢ ἡ κατὰ φρόνησιν πόλις ταῦτ’ εἰργάσατο· ἃ δὲ φιλανθρώπως, ἢ ἀπηνῶς ἐργάσεται, τὴν287
10ποιότητα αὐτῆς παριστᾷ. AC.

Pan

174,20

εἰ δ’ οὐκ ἂν φύγοιεν τὴν αἵρεσιν] ἀλλ’ αἱρήσονται καὶ ταῦτα καὶ τἄλλα ὑπάρχοντα αὐτοῖς. C. εἴ τις αὐτοῖς διδοίη θεῶν] τὴν τούτων κτῆσιν. C.

Pan

174,21

παυσάσθωσαν μείζοσιν ἢ καθ’ ἑαυτοὺς λό‐ γοις ἐγχειροῦντες] οὐ γάρ εἰσιν ἄξιοι ταῦτα κακίζειν, ὧν εὔξαιντ’ ἂν μετασχεῖν. C.

Pan

175,1

πότερον τῆς πόλεως ἢ τῶν συμβάντων κα‐ τηγοροῦσιν] συλλογιστικῶς ἀγωνίζεται. δοκεῖ δὲ τὸ αὐτὸ λέγειν. λέγομεν ὅτι πόλιν μὲν λέγει πάντα τὰ πεπραγμένα αὐτῇ, συμβάντα δὲ τὰ περὶ Μηλίων καὶ Σκιωναίων. BD.

Pan

175,2

ἐκπέφευγεν αὐτοὺς] ἐκεῖνα. C. ἐκπέφευγεν αὐτοὺς, ἀφ’ ὧν ἡ πόλις γνωρίζεται] τουτ‐ έστιν ἀγνοοῦσιν αὐτῆς τὰ ἴδια, ἀφ’ ὧν γνωρίζεται. BD. εἰ δὲ τὰ συμβάντα μέμφονται, οὐχ ὅμοια—τὴν πό‐
5λιν ἐγκωμιάζουσι] οὐχ ὅτι, φησὶν, ἄδικόν ἐστι τὸ συμβὰν, διὰ τοῦτο μέμφονται, ὅτι ἀνάξιον ἐγένετο τῆς φιλανθρω‐ πίας τῆς πόλεως. BD.

Pan

175,6

προσκείσθω γάρ] οὐχ ἁπλῶς τοῦτο εἶπε τὸ προσκείσθω· πολλάκις γὰρ συμβαίνει μικρὰ μὲν, πολλὰ δέ. ἀλλ’ ὅταν ᾖ πολλὰ καὶ μεγάλα, τότε ἔγκλημα. BD.

Pan

175,7

εἰ μηδ’ ἰδιώτου ποιῇ τὴν κρίσιν] ἤγουν οὐκ ἰδιώτην κρίνεις ταύτῃ τῇ κρίσει. C. ἰδιώτου] ἀντὶ τοῦ ἑνὸς ἀνδρός. ἰδοὺ δὲ, καὶ αὐτὸς δηλοῖ, εἰ ἔστιν εἷς ἀνὴρ ὁ ἐγκωμιαζόμενος, δεῖ παραλιπεῖν
5ὃ ἔσχεν ἐλάττωμα. BD.

Pan

175,9

εἰ δὲ δεῖ καὶ περὶ τούτων ἀποκρίνασθαι οὐκ ἐρῶ] Ἰσοκρατικὸν τὸ μεταχείρημα· ὥσπερ γὰρ ἐκεῖνος ἐν τῷ Βουσίριδι, ὅτε εἰσήγαγε τὸν Πολυκράτην, διέβαλ‐ λεν αὐτὸν ὡς ἀπαιδεύτως ἀντιτιθέντα, καὶ ὕστερον διέ‐
5λυσεν, οὕτω καὶ Ἀριστείδης δείξας ἀμαθεῖς τοὺς ἀντι‐ θέντας νῦν λύει τὰ παρ’ αὐτῶν. πεποίηκε δὲ τοῦτο καὶ Δημοσθένης πολλάκις. ABCD.288

Pan

175,10

οἱ μετὰ ταῦτα δυνηθέντες] Λακεδαιμόνιοι. C. πρότερον τὴν τῆς θαλάττης ἀρχὴν Ἀθηναίων ἐχόντων, ὕστερον Λακεδαιμόνιοι ταύτην ἐκτήσαντο. AC. οὔτε γὰρ λυπεῖν ἔγωγε οὐδένα τῶν Ἑλλήνων προῄρη‐
5μαι] διὰ τοῦ ἐπιδείξασθαι αὐτὸν δεινότερα εἰργασμένον. C.

Pan

175,11

ὁ λόγος] οὗτος ὁ περὶ τῆς πόλεως. C.

Pan

175,12

οὔτ’ ἂν ἑτέρους ἐπιδείξω δήπου μείζω—εἰς συγγνώμην καταφεύγουσα] κατηγορεῖταί τις ὡς προδότης· εἰ οὖν καὶ ἑτέρους δείξει εἰς ταύτην τὴν κακίαν πεσόντας, οὐκ ἔστι τοῦτο ἀπολογία ὑπὲρ αὐτοῦ, ὡς διὰ τοῦτο ἔξω
5μέμψεως εἶναι, ἀλλ’ ἐντεῦθεν θηρᾶται παρὰ τῶν κατη‐ γορούντων συγγνώμην καὶ ἔλεον, εἴπερ οὐ μόνος ἑάλω τού‐ τῳ τῷ κακῷ, ἀλλὰ καὶ ἑτέρους ὁμολογοῦντας καὶ συμφω‐ νοῦντας ἔχει διὰ τῆς αὐτῆς πράξεως. AC. μείζω καὶ δεινότερα] ὧν νῦν αἰτιῶνται τὴν πόλιν τι‐
10νές. C.

Pan

175,14

ἀλλά μοι δοκοῦσιν ὅλως ἠγνοηκέναι τὴν τῶν πραγμάτων φύσιν] μεταστατικῶς ἀπολογεῖται, μεταφέρων τὴν αἰτίαν τοῦ ἀδικήματος ἐπὶ τὴν φύσιν τοῦ πράγματος. Θουκυδίδειος ἡ μεταχείρησις. AC.

Pan

175,15

παραφέροντες] εἰς μέσον φέροντες. C.

Pan

175,16

μετρίως] καλῶς καὶ ὡς προσῆκε. C.

Pan

175,17

τὴν φύσιν αὐτῆς] τῆς ἀρχῆς δηλονότι. με‐ ταστατικῶς δὲ ἀπολογεῖται, τῆς ἀρχῆς τὴν αἰτίαν ἄγων ἐπὶ τὴν φύσιν τοῦ πράγματος. BD.

Pan

175,18

παρ’ αὐτὸν] ἔξω. B. παρ’ αὐτὸν τὸν τῆς ἰσότητος νόμον] καὶ ἔξω τοῦ τῆς ἰσότητος νόμου, ἅ ἐστιν αὐτός. BD. ὑπεροχὴ γὰρ ἡ ἀρχὴ, καὶ οὐκ ἰσότης. C.

Pan

175,19

νόμους τιθέναι τοῖς οὐδὲν δεομένοις] εἰσὶ
γὰρ πολλάκις ἄνθρωποι μηδὲν δεόμενοι νόμων, ἢ τῷ οἴ‐ κοθεν νοεῖν τὸ δίκαιον, ἢ τῷ ὅμοιον εἶναι τὸν τρόπον. BD. ἵνα κατ’ αὐτοὺς πολιτεύοιντο, καὶ οὐχ ὡς βούλοιντο. C.289
5πολεμεῖν] τοῖς μὴ πειθομένοις. C.

Pan

175,20

εἴ τις ἀκριβολογεῖται περὶ τῶν δικαίων] ἀντὶ τοῦ εἴ τις δικαιολογεῖται. B.

Pan

176,1

σοφιστὴς εἶναι μᾶλλον βούλεται] ὡς τὰ ἀδύ‐ νατα δυνατὰ τῷ λόγῳ ποιεῖν φαίνεσθαι. C.

Pan

176,3

ἅπαντά γε ταῦτα] αἱ ἀρχαὶ καὶ αἱ δυνα‐ στεῖαι. C. ὡς ἅπαντά γε ταῦτά ἐστιν ἐν τῷ θεσμῷ τοῦ κρείττο‐ νος] ἀντὶ τοῦ ἐν τῷ νόμῳ· ἅπασα γὰρ δήπουθεν ἀρχὴ
5τῶν κρειττόνων ἐστί· δι’ ὧν κατηγορεῖ τῆς ἀρχῆς, διὰ τούτων ἀπολογεῖται. B. ὑπὸ σοφίας ἄνεισι μέχρι τῶν θεῶν] τοῦτο κατ’ εἰ‐ ρωνείαν. C.

Pan

176,5

ᾕρηνται κρείττους εἶναι] μάτην δηλονότι καὶ ὡς ἔτυχεν. AB. ἀλλ’ οἶμαι ταῦτ’ ἐστὶ γωνίας ἀξίων ἀνθρώπων, καὶ τὸν ἥλιον οὐχ ἑωρακότων, ὃς ἀφαιρεῖται τοὺς ἄλλους
5ἀστέρας τὸ φαίνεσθαι] ἀντὶ τοῦ ἀγνοούντων ὅτι καὶ αὐ‐ τὸς τὸ πλέον ἔχει τῶν ἄλλων ἀστέρων. γωνίας δὲ ἀξίων ἀντὶ τοῦ ἀφανῶν καὶ ἀποκεκρυμμένων· παρόσον τὸ ἀφα‐ νέστατον μέρος τῶν οἰκοδομημάτων ἡ γωνία. B.

Pan

176,7

τὰ τοιαῦτα] ἃ καὶ κατ’ Ἀθηναίων οὗτοι προφέρουσιν. C.

Pan

176,8

ὅταν δείξῃ τῶν ἄλλων εἴτε Ἑλληνικῶν δυνά‐ μεων] ἀντὶ τοῦ ἀρχῶν. τῇ συγκρίσει δὲ τῶν ἄλλων ἀρχῶν ἀπολύεται τὴν διαβολήν. B.

Pan

176,9

τῆς πλεονεξίας] ἢ ἀδικίας, ἢ ἀνισότητος λέ‐ γει. γινομένῳ δὲ λέγει, ἀντὶ τοῦ ὀφειλομένῳ καὶ ἀναγ‐ καίῳ. B.

Pan

176,10

τῷ τῆς πλεονεξίας γιγνομένῳ] ἁρμόζοντι. C. ἢ τὸν τῶν Ἀθηναίων ἐστὶ δῆμον εὑρεῖν] ἀντὶ τοῦ ἤπερ τὸν τῶν Ἀθηναίων δῆμον. B. ἃ μὲν] καλά. C.
5διαφερόντως] τῶν ἄλλων. C.290

Pan

176,11

ἑνὸς ἀνδρὸς ἤθει κεχρημένος τοῦ βελτί‐ στου] ἀντὶ τοῦ συνετοῦ, καὶ οὐ δήμου συρφετώδους. B. ἤγουν ὥσπερ τις ἀνὴρ βέλτιστος. C.

Pan

176,12

οὐ τῇ κοινῇ φύσει τῶν ἀνθρώπων ἐξαμαρ‐ τὼν] ὅτι ἀκολουθεῖ τῇ κοινῇ φύσει ἡμῶν τὰ ἁμαρτήμα‐ τα. B. φυσικῶς γὰρ πᾶσιν ἀνθρώποις ἕπεται τὰ ἁμαρτήμα‐
5τα. C. τῇ τῆς ἀρχῆς ἀκολουθήσας ἀνάγκῃ] ἀναγκαῖον ἔστιν ὅτε τὸν ἄρχοντα διὰ τὸ τῆς ἀρχῆς συμφέρον καὶ τὰ ἀδι‐ κώτατα ποιεῖν. ὅθεν καὶ ὁ Σοφοκλέους Ἀγαμέμνων φησὶ „Τόν τοι τύραννον εὐσεβεῖν οὐ ῥᾴδιον.“ AC.

Pan

176,13

δυνάμει μὲν ἄρχων καταστὰς] ἀντὶ τοῦ δύ‐ ναμιν. σημαίνει δὲ τὸ νικῆσαι τοὺς Πέρσας· νικήσας γὰρ αὐτοὺς ἔλαβε τὴν ἡγεμονίαν. B. διότι τῶν ἄλλων δυνατώ‐ τερος ἦν. C.
5τὸ τῆς ἀρχῆς δεδωκὸς] ἀντὶ τοῦ τὸ αὐτεξούσιον. B. ἤγουν ὅπερ ἡ ἀρχὴ δίδωσι, λέγω τὸ ἀδικίᾳ κεχρῆ‐ σθαι ἐν τοῖς πλείοσιν. C.

Pan

176,14

σχεδὸν οὐ τῷ τῶν ἐγκλημάτων αἴτιος γεγο‐ νὼς] παραδόξως λέγει ἑαυτῆς αἰτίαν γενομένην τῶν ἐγκλη‐ μάτων. B.

Pan

176,15

πρὸς ἅπαντας] τοὺς αὐτῇ ὑπηκόους. C.

Pan

176,16

τοῖς χρηστοῖς] δύο σημαίνει ἡ λέξις, τοὺς ἀγαθοὺς καὶ τοὺς ἀφελεῖς. B.

Pan

176,17

διὰ τὴν ἄλλην ἐπιείκειαν] ἣν πρὸς αὐτοὺς εἶχε. C.

Pan

176,18

καὶ μὴν εἰ μὲν ἔχοντας] τὸ νόημα ἀντεγ‐ κληματικόν· ὅτι ἄξιοι ἦσαν· ἠμύναντο γὰρ αὐτοὺς ἀδι‐ κήσαντας προτέρους. B. ἔχοντας τὸ τῶν ὑπηκόων σχῆμα] τοὺς Σκιωναίους καὶ
5Μηλίους. C.

Pan

176,19

εἰ δὲ τοὺς ἀποστάντας] ἡ μὲν γὰρ Μῆλος ἀποστᾶσα ἐπολέμησεν, ἡ δὲ Σκιώνη ὑπακούειν οὐκ ἠθέ‐ λησε. B. τοὺς μὲν ἀποστάντας καὶ παρ’ ἀξίαν ὑβρίσαντας εἰς
5αὐτὸν] τοὺς Μηλίους. AC.291

Pan

176,20

τοὺς δ’ ἐκ τοῦ φανεροῦ πολεμίους ὄντας] τοὺς Σκιωναίους. AC. ποτέροις ἄξιον ἐγκαλεῖν] ἀντεγκληματικὸν τὸ ἐπιχεί‐ ρημα· ὅτι ἄξιοι ἦσαν παθεῖν. B.

Pan

177,2

ὡς Ἀθηναίους γε πεφυκότας σώζειν] ση‐ μείωσαι τὴν σύνταξιν τοιαύτην εἶναι οἵαν καὶ πρόσθεν ἔφησεν, ὡς ἐνταῦθα· εἴπερ που τὴν δικαίαν φιλανθρω‐ πίαν οὖσαν. εὕρηται δὲ καὶ ἐν πολλοῖς ἄλλοις τῶν λογο‐
5ποιῶν καὶ τοῖς αὐτοῦ λόγοις πολλαχοῦ. C.

Pan

177,3

ἃ γὰρ περὶ Μιτυληναίων μετέγνωσαν, τίς ἔχει νικῆσαι πόλις οἷς ἐξ ἀρχῆς ἐβουλεύσατο;] ἀντὶ τοῦ οὐδεὶς ἂν οὕτω πρὸς ὃν ἐξ ἀρχῆς ἐβουλεύσατο μετέγνω ἃ, φησὶ, περὶ Μιτυληναίων μετέγνωσαν, καίτοι ἠδικηκό‐
5των ἀξίων δοῦναι δίκην· τίς οὕτως ἀπ’ ἀρχῆς καὶ αὐτοῖς μηδὲν ἠδικηκόσιν, ἀλλὰ φιλίως ἔχουσι, προσηνέχθη· τουτ‐ έστιν, ἃ περὶ τῶν φίλων τοῖς φίλοις ἐστὶν ὀφειλόμενα, ταῦτα καὶ μετὰ τὴν ἔχθραν καὶ τιμωρίαν οἱ Ἀθηναῖοι τοῖς Μιτυληναίοις μεταγνόντες ἐβουλεύσαντο. BD.
10ἃ γὰρ περὶ Μιτυληναίων—τῆς πόλεως ἦν μόνης] Μιτυληναίους ὑπολειφθέντας περὶ Ἀθηναίους εἶναι καὶ ἀναφανέντας ἀκριβῶς, ἐψηφίσαντο Ἀθηναῖοι διαφθεῖραι καθάπαξ. ὕστερον Διοδότῳ πεισθέντες τῷ ῥήτορι μετέ‐ γνωσαν. λέγει οὖν τὸ μὲν πρόσθεν βούλημα ὑπὸ τῆς κρί‐
15σεως γεγενῆσθαι· τοὺς γὰρ κριθέντας καὶ ἀποφανθέντας κακοὺς τί ἄλλο ἢ ἀπολωλέναι πᾶς τις ἂν εἴποι; τὸ δὲ με‐ ταγνῶναι τῆς ἐμφύτου φιλανθρωπίας εἶναι τῆς πόλεως. AC. μέχρι τούτων Θουκυδίδης ἐν τῇ τρίτῃ· κατεψηφί‐ σαντο γὰρ τούτων θάνατον. ὕστερον δὲ μετέγνωσαν Διο‐
20δότῳ πεισθέντες τῷ ῥήτορι. ὥσπερ δὲ ἀντιπῖπτον λύει, ἵνα μή τις εἴποι, καὶ τὸν θάνατον αὐτῶν κατέγνωσαν. BD.

Pan

177,4

ἃ μὲν τῇ προτεραίᾳ διέγνωσαν] κατ’ αὐ‐ τῶν. C.

Pan

177,5

ἡ τριήρης τὴν τριήρη κατειλήφει] τὸ ἡ τριή‐
ρης τὴν τριήρη κατειλήφει ἀντὶ τοῦ ἡ φιλανθρωπία τὴν ἀπανθρωπίαν. ἔστι δὲ παροιμία ἐπὶ τῶν μεταβαλλομένων. εἴρηται δὲ ἐκ τῶν πεμπόντων μὲν πρόσθεν τριήρη κατά292
5τινος, ἔπειτα δὲ ὑπὲρ αὐτοῦ τούτου ἑτέραν πεμπόντων. AC. οἱονεὶ καὶ φιλανθρωπία τὴν ἀπανθρωπίαν κατέλα‐ βεν, B.

Pan

177,6

εἰ τῶν μὲν ἰδιωτῶν τὴν ἔργῳ πάντες ἀπο‐ λογίαν τιμῶσι] ὁ γὰρ κατηγορηθεὶς ἀνανδρίαν, ἢν ἔργον ἔπειτα γενναῖον ἐργάσηται, ἢ πρότερον εἴργασται, ὥσπερ ἐντεῦθεν, ἀπολογεῖται καὶ δείκνυσιν αὑτὸν τῆς τοιαύτης
5αἰτίας ἀνεύθυνον. C.

Pan

177,7

οἱ σεμνοὶ] τοῦτο κατ’ εἰρωνείαν. C. δι’ οἵων καὶ ὅσων] ὧν πρὶν καὶ ἔπειτα εἴργασται. C. περὶ τούτων] τῶν κατὰ Μηλίων καὶ Σκιωναίων. C.

Pan

177,11

κἂν εἴ τι σεισθῇ] τῶν ἀτόπων. C. τὰς ὅλας καὶ κοινὰς εὐεργεσίας] ἃς εὐεργετοῦσιν ἀν‐ θρώπους ἑκάστοτε. C.

Pan

177,12

Σκιωναίους μὲν ἀνέστησε] ἀναστάτους ἐποί‐ ησε. AC.

Pan

177,14

τὰ τοιαῦτα κατηγορεῖν] τῆς πόλεως. C.

Pan

177,15

οἵους ἀναστάτους ἐκώλυσε γενέσθαι Θηβαί‐ ους] ὑπὸ Λακεδαιμονίων. AC. ὅτε Λακεδαιμόνιοι ἐστρα‐ τεύσαντο κατ’ αὐτῶν Φοιβίδου καταλαβόντος Θήβας μετὰ τὰ Πελοποννησιακὰ, ἡνίκα ἐξελθόντες ἐν Ἁλιάρτῳ σεσώκα‐
5σιν αὐτούς. BD. τίνων τείχη] τοιαῦτα. AC. τίνων τείχη καθελεῖν, οἷα Κορινθίοις ἀνέστησεν] ἐν τοῖς Κορινθιακοῖς. τείχη δὲ λέγει, ἢ τὰ μακρὰ τὰ ἐπὶ τὸ Λέχαιον, ἢ φρούριά τινα, ἢ τὴν Ἀκροκόρινθον. BD.
10οἷα Κορινθίοις ἀνέστησεν] ὅτε ὑπὸ Λακεδαιμονίων ἔπασχον. C.

Pan

177,16

τίνας τοιούτους ἀνελεῖν, οἵους διετήρησε Λακεδαιμονίους] ὅτε Θηβαῖοι νικήσαντες ἐν Λεύκτροις ἐπῆλ‐ θον Λακεδαιμονίοις, ἀνελεῖν αὐτοὺς βουλόμενοι, καὶ οἱ Ἀθηναῖοι αὐτοὺς ἔσωσαν. BD. ὅτε τὴν ἐν Λεύκτροις μά‐
5χην ἡττήθησαν. C.

Pan

177,17

τὰ τελευταῖα τῇ περὶ Μαντίνειαν—ἱππο‐ μαχίᾳ] Μαντίνεια πόλις ἐστὶ τῆς Ἀρκαδίας, ἐν ᾗ Ἀθη‐ ναῖοι ἐπολέμησαν ὑπὲρ Λακεδαιμονίων, ὅτε Θηβαῖοι μετὰ τὰ Λευκτρικὰ ἐζήτουν αὐτοὺς ἀνελεῖν. ABCD. οὐχ ἁπλῶς293
5δὲ εἶπεν ἱππομαχίαν, ἀλλ’ ὅτι ἱππικώτατοι ἐδόκουν εἶναι μόνοι Θηβαῖοι. καὶ αὕτη ἦν περὶ τοῦ πολέμου αὐτῶν ἡ δόξα. λέγει οὖν ὅτι ἐν ᾧ προέχειν ἐνόμιζον, ἐν τούτῳ ἡτ‐ τήθησαν. ἡ δὲ σύνταξις οὕτω· τῇ περὶ Μαντίνειαν ἱππο‐ μαχίᾳ. BD.

Pan

177,19

ὃ δ’ ὡσπερεὶ κεφάλαιον] ἐνταῦθα ἐπλήρω‐ σε τὴν δοκοῦσαν ἀντίθεσιν. BD. ὃ δ’ ὡσπερεὶ κεφάλαιον τῶν χρόνων—πράξεις ἐπε‐ σφραγίσατο] τοῦτό ἐστι δηλονότι. A.

Pan

177,20

Διονυσίου γὰρ τοῦ Σικελίας μὲν τυράννου] Διονύσιος, ὁ Διονυσίου τοῦ τυράννου υἱὸς, μετὰ τὴν τοῦ πατρὸς τελευτὴν συνθήκας ἐποιήσατο πρὸς τὸν Περσῶν βασιλέα, ἵνα τῷ μὲν φαινομένῳ Λακεδαιμονίοις βοηθῶν
5ἔλθῃ κατ’ Ἀθηναίων, τῇ δὲ ἀληθείᾳ πορθήσας τὴν Ἑλ‐ λάδα πᾶσαν μετὰ Πέρσου μερίσειεν, ὡς Ἔφορος ἱστορεῖ. AC. καὶ διὰ τοῦτο συναγαγὼν ἁπάσας μικροῦ τὰς ἐν Σι‐ κελίᾳ ναῦς ἐχώρει, θέλων συμμίξαι τῷ Λακεδαιμονίων ναυτικῷ, ἵνα ὁμοῦ γενόμενα τὰ ναυτικὰ ταῦτα καταγω‐
10νίσηται Ἀθηναίους μὴ δυνηθέντας ὑποστῆναι τοσαύτην παρασκευήν. Ἀθηναῖοι δὲ, πρὶν Διονύσιον καὶ Λακεδαι‐ μονίους συμμίξαι ἀλλήλοις, πέμψαντες στρατηγὸν, ὄνομα * μετὰ πλείστων νεῶν πρὸς τὰς Διονυσίου τριήρεις, καὶ ἕτε‐ ρον, ὄνομα * πρὸς Λακεδαιμονίους, εἶχον μὲν πᾶν τὸ Διο‐
15νυσίου ναυτικὸν, κατεπολέμησαν δὲ Λακεδαιμονίους ἐπὶ Λευκάδι. C. λέγει τοῦ δευτέρου· οὗτος γὰρ ἦλθε, βουλό‐ μενος μὲν τῷ σχήματι Λακεδαιμονίοις βοηθῆσαι κατὰ Ἀθηναίων, τῇ δὲ ἀληθείᾳ βουλόμενος τὴν Ἑλλάδα μετὰ Πέρσου μερίσασθαι ἐκείνου δηλώσαντος αὐτῷ, ὡς Ἔφορος
20ἱστορεῖ. BD. Διονυσίου γὰρ] τοῦ δευτέρου. B.

Pan

178,1

πολλῶν δὲ καὶ τῶν ἐν Ἰταλίᾳ πόλεων ἐπάρ‐ χοντος] καλῶς ἡ ἐπὶ πρόθεσις· πρὸς γὰρ τὸ ἄρχειν τῆς Σικελίας καὶ ἄλλων πόλεων ἦρχε. BD.294

Pan

178,2

τοὺς προσοίκους τοῖς Ἕλλησι βαρβάρους] ἔοικε τοὺς Σικελοὺς λέγειν· οὗτοι γὰρ, ὥς φησι Θουκυ‐ δίδης ἐν τῷ ϛʹ, ἴδια γὰρ μέρη ᾤκουν τῆς Σικελίας χωρὶς τῶν Ἑλλήνων. λέγει δὲ καὶ Καρχηδονίους. ἐκαλοῦντο δὲ οἱ
5μὲν βάρβαροι τῆς Σικελίας Σικελοὶ, οἱ δὲ Ἕλληνες Σι‐ κελιῶται, ὥς φησι καὶ Θουκυδίδης, πολλάκις αὐτοὺς ὀνο‐ μάζων. τινὲς δὲ τοὺς Κελτοὺς λέγειν· οὗτοι γὰρ πρόσοι‐ κοι τῇ Σικελίᾳ. BD.

Pan

178,3

τεθεραπευκότος ἐκ πολλοῦ] πρεσβείαις καὶ δώροις. C. τὸν Περσῶν βασιλέα καλοῦντος] εἰς συμμαχίαν. C.

Pan

178,4

ζέοντος] ἀκμάζοντος. C. ἔσχον] ἐπέσχον. A. κατέσχον, ἐκώλυσαν. B. τὴν πεῖραν] τὴν μηχανὴν καὶ τὸ τέχνασμα. C. Ἀθηναίων στρατηγοὶ δύο] Χαβρίας καὶ Ἰφικράτης. B.
5ὁ μὲν] ἢ Χαβρίας, ἤτοι Τιμόθεος. BD.

Pan

178,5

ὁ δὲ καταναυμαχήσας Λακεδαιμονίους ἐπὶ Λευκάδι] καταναυμαχηθέντων γὰρ ἐκεῖσε τῶν Λακεδαιμο‐ νίων ὑπὸ Ἰφικράτους ἔδοξε τῇ εἰρήνῃ θῦσαι. BD.

Pan

178,6

τὴν θάλατταν δι’ αὐτοῦ ποιησάμενος] ἤγουν περιποιησάμενος τοῖς Ἀθηναίοις. A. τὸ δι’ αὐτοῦ ἢ ἀντὶ τοῦ δι’ ἑαυτοῦ νόει ἢ διὰ τοῦ καταναυμαχῆσαι Λακεδαι‐ μονίους θαλασσοκράτορας αὖθις Ἀθηναίους εἰργάσατο. C.
5μόνη γὰρ πόλεων οὐ τύραννον ἐπηγάγετο] διὰ τοῦ εἰπεῖν οὐ τύραννον ἐπηγάγετο σκώπτει Λακεδαιμονίους, ὡς ἐπαγαγόντας τὸν Σικελίας τύραννον, Διονύσιον, ὡς ἔφημεν, κατὰ Ἀθηναίων. AC. τοῦτο εἶπεν, ὡς τῶν Λα‐ κεδαιμονίων διὰ τοῦτο ἐπαγομένων Διονύσιον. BD.

Pan

178,8

ἅπασι] τοῖς παραπίπτουσι. C.

Pan

178,9

τῇ πόλει πολεμοῦντες διεγένοντο] ἅτε κεφά‐ λαιον οὔσῃ παντὸς τοῦ Ἑλληνικοῦ. C.
καὶ Φίλιππος τοὺς μὲν ὑπερεῖδε] ἐντεῦθεν ἐπὶ τὰ Φιλιππικὰ μεταβαίνει· ταῦτα γάρ ἐστι τοῖς χρόνοις ἐφε‐295
5ξῆς. AC. μεταβαίνει ἐπὶ τὰ Φιλιππικά. ἀκολουθεῖ γὰρ ταῦτα τοῖς χρόνοις. BD. Φίλιππος τοὺς μὲν ὑπερεῖδε τῶν ἄλλων Ἑλλήνων] λαμβάνει τὸν μὲν καὶ ἐπὶ ἄλλων, τὸν δὲ καὶ πρὸς Λα‐
10κεδαιμονίους μᾶλλον· τότε γὰρ ὡς ἀσθενῶν κατεφρόνει τῶν Λακεδαιμονίων Φίλιππος. BD. ὡς οὐδενὸς ἀξίους. C.

Pan

178,10

τοὺς δ’ ἐλπίσι καὶ δωρεαῖς αὐτῷ συμπράτ‐ τειν ἔπεισε] Θετταλοὺς, Φωκέας, Θηβαίους καὶ ἄλ‐ λους. C.

Pan

178,11

πρὸς δὲ τὴν πόλιν πολεμῶν ἐξ ἀρχῆς διε‐ τέλεσεν] ᾔδει γὰρ οὐκ ἐλπίδων καὶ κερδῶν ἡττωμένην. C. ὥσπερ ὅρον τινὰ ἀναγκαῖον ἐκπληρῶν] διὰ τοῦ εἰπεῖν ὥσπερ ὅρον τινὰ ἀναγκαῖον δείκνυσιν ὅτι δεῖ τὸν ζη‐
5τοῦντα τὴν Ἑλλάδα δουλώσασθαι Ἀθηναίοις πολεμεῖν, κρείττοσιν οὖσιν ἁπάντων Ἑλλήνων. AC. ὥσπερ ὅρον τινὰ] ἀντὶ τοῦ ὥσπερ κανόνα τινὰ, ὅστις λέγει τὸν ζητοῦντα δουλώσασθαι τὴν Ἑλλάδα Ἀθηναίοις πολεμεῖν. BD.

Pan

178,12

τοὺς μὲν] Ἑλλήνων. C. ἐξῃρεῖτο] τοῦ κινδύνου. C. τοῖς δ’ ἐν πατρίδος μοίρᾳ κατέστη] τοῖς Χαλκι‐ δεῦσι, καὶ τοῖς ἄλλοις, καὶ μετὰ Χερώνειαν Εὐβοέων τι‐
5σίν. BD. ὅσοι τῆς ἑαυτῶν ἐξέπεσον ὑπὸ Φιλίππου· Χαλκιδεῖς λέγει, καί τινες Εὐβοέων μετὰ Χερώνης. C.

Pan

178,13

μόνη δὲ τὸ σύμβολον τῆς Ἑλλάδος διετή‐ ρησε] ἤγουν τὴν ἐλευθερίαν· ἴδιον γὰρ αὕτη Ἑλλή‐ νων. AC. οἷον τὸ πρόσρημα τὸ Ἑλληνικὸν, τὸ καλεῖσθαι Ἕλ‐
5ληνας· ἢ τὴν ἐλευθερίαν, ἐπειδὴ φαίνονται Ἕλληνες ὑπὲρ αὐτῆς καὶ μάλιστα πρὸς πάντας ἀγωνισάμενοι. BD. διετήρησε] ἐφ’ ἑαυτῆς, καὶ ἐπὶ τῶν ἄλλων, ὅσον τὸ
καθ’ αὑτήν. C.296

Pan

178,14

συνεσκίασε τὰς κατεχούσας τότε συμφορὰς] εἰκότως εἶπε τὸ συνεσκίασε· τὰ γὰρ δυστυχήματα τῶν ὑπὸ Φιλίππου καταπολεμηθέντων οὐκ εἴασε λαμπρὰ φανῆναι, διὰ τὸ δέχεσθαι αὐτοὺς καὶ διαναπαύειν. C.
5ἐπεὶ δ’ ἔκλιναν τὰ πράγματα] ἀντὶ τοῦ ἔπεσον· ὡς ἐπὶ τείχους δὲ εἶπε. τεῖχος ἦν τῶν Ἑλλήνων τῶν Ἀθη‐ ναίων ἡ πόλις. οὐκ εἶπε δὲ ἀπέκλινεν ἡ τύχη πρὸς Φί‐ λιππον, ἀλλὰ τὰ πράγματα ἔκλιναν, ἵνα ὑψώσῃ τὸν Φί‐ λιππον. BD.
10ἤγουν μετὰ Φιλίππου γέγονεν ἡ τύχη, Ἀθηναίους ἀφεῖσα. C. οὐδὲν ἦν ἐμποδὼν Φιλίππῳ] πρὸς τὸ τὴν Ἑλλάδα καταστρέψασθαι. C.

Pan

178,15

ἐδείχθη σαφῶς ὅτι καὶ αἱ νῖκαι τῆς πό‐ λεως τῶν Ἑλλήνων εἰσὶ νῖκαι] διὰ ταύτης γὰρ ἐσώ‐ ζοντο. C.

Pan

178,16

τὰ τῆς πόλεως ἐναντιώματα τῶν Ἑλλήνων ἁπάντων ἐστὶν] ἧς γὰρ εὐτυχούσης ἐσώζοντο, ταύτης δυσ‐ τυχησάσης συναπέλαυσαν καὶ οὗτοι τοῦ δυστυχεῖν. C. οὐ γὰρ πρότερον—ἀπέστησαν] οἱ Ἕλληνες. C.
5οὐ γὰρ πρότερον τῆς ἡγεμονίας ἀπέστησαν Φιλίππῳ, πρὶν ἡ πόλις τὴν εἰρήνην παρεδέξατο] καταπολεμήσαντος Ἀθηναίους ἐν Χερωνείᾳ Φιλίππου, πρέσβεις παρ’ αὐτοῦ Ἀθήναζε ἦλθον περὶ εἰρήνης· ᾤετο γὰρ τότε ἀναγκασθή‐ σεσθαι Ἀθηναίους, καὶ δέξασθαι τὴν εἰρήνην, εἰ καὶ μὴ
10πρόσθεν. ὅθεν ἡ πόλις ἐδέξατο, καὶ τὸν υἱὸν αὐτοῦ, Ἀλέξανδρον, εἰς πολίτας ἀνέγραψεν. ὁ δὲ Φίλιππος εἰς Πελοπόννησον ἐξώρμησε, καὶ καταπραξάμενος τὰ ἐν Πε‐ λοποννήσῳ ἐκεῖσε ὑπὸ τῶν Ἑλλήνων ἡγεμὼν ᾑρέθη, καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. AC.
15μετὰ γὰρ τὰ ἐν Χερωνείᾳ τὴν εἰρήνην Ἀθηναῖοι πα‐ ρεδέξαντο, ὅτε καὶ τὸν Φιλίππου υἱὸν Ἀλέξανδρον πολί‐ την παρεδέξαντο. ὁ δὲ Φίλιππος εἰς Πελοπόννησον ἐξώρ‐ μησε καὶ καταπραξάμενος τὰ ἐν Πελοποννήσῳ ἐκεῖ ἐπ’ αὐτῶν τῶν Ἑλλήνων ἡγεμὼν ᾑρέθη, καὶ κατὰ γῆν καὶ
20κατὰ θάλατταν. BD.297

Pan

178,18

ἀτόπους] παραδόξους. AC. τὸν καιρὸν] τῆς πανηγύρεως. C.

Pan

178,19

τέτταρας, ὡς διελέσθαι γένει, πολέμους ἡ πόλις πεποίηται] εἰκότως εἶπε τὸ ὡς διελέσθαι γένει, ὅτι ἕκαστος τῶν τεσσάρων πολέμων ἔχει ἐν αὑτῷ πολλούς· καὶ γὰρ τὸ γένος πολλὰ εἴδη ἐν ἑαυτῷ ἔχει. AC.

Pan

178,20

γένει πολέμους] ἀντὶ τοῦ γενικούς· λέγει δὲ οὐχ ἁπλῶς γενικοὺς, ἀλλ’ ὅτι ἕκαστος ἔχει ἐν ἑαυτῷ πολλοὺς ἰδίους. BD.

Pan

179,1

κἀν τούτοις αὐτοῖς τοῖς δεηθεῖσιν ἔνεισιν ὑφ’ ὧν ἠδίκητο] Θηβαίων, Λακεδαιμονίων, Κορινθίων, καὶ τῶν ἄλλων, ὡς καὶ πρόσθεν εἶπεν. οὗτοι γὰρ πρόσθεν κακῶς ἐπὶ τὴν πόλιν διατεθέντες ὕστερον ἀτυχήσαντες
5ἔτυχον τῆς πόλεως φιλανθρώπου. AC.

Pan

179,3

ὑστέρας] ἐλάττονας. C.

Pan

179,4

εὖ ποιήσασιν] αὐτήν. C.

Pan

179,5

Θηβαίους ἀπὸ Λακεδαιμονίων] ἀπὸ κοινοῦ ἔσωσεν· ὅτε κατέλαβον τὴν Καδμείαν. BD.

Pan

179,6

Εὐβοέας ἀπὸ Θηβαίων] καὶ Δημοσθένης ἐν Φιλιππικοῖς „Ὅτε ἥκομεν Εὐβοεῦσι βεβοηθηκότες, ὅτε Θηβαῖοι ἐζήτουν αὐτοὺς χειρώσασθαι, καὶ ἄρξαι τῆς ὅλης Ἑλλάδος.“ BD.
5ὅτε διέβησαν εὐφρόνως Θηβαῖοι ταῖς Τισιφρόνου ναυσὶ χρησάμενοι. BD.

Pan

179,7

τὴν χώραν, ὑφ’ ὧν ἀπεστέρητο τὴν αὑ‐ τῆς] τὴν Ὠρωπὸν σημαίνει· ὡς καὶ Δημοσθένης φησὶν ὅτι Θεόδωρος καὶ Θεμισὼν, τύραννοι ὄντες, ἤτοι στρατη‐ γοὶ τῶν Εὐβοέων ἀφείλοντο χωρίον τῶν Ἀθηναίων. BD.

Pan

179,8

αὖθις Εὐβοέας ἀπὸ Φιλίππου] πάντες οὗ‐ τοι ὑπὸ Φιλίππου βιαζόμενοι καὶ κινδυνεύοντες ἐσώθησαν ὑπὸ τῆς πόλεως· Χαλκιδέας δὲ λέγει τοὺς Ὀλυνθίους. ἡ γὰρ Ὄλυνθος μέρος τῶν Χαλκιδέων. εἶπε δὲ τὸ καθ’ αὑ‐
5τὴν, ἐπειδήπερ ἔπεμψαν αὐτοῖς Χάρητα, τὸν στρατηγὸν,
εἰς βοήθειαν. τοῦ δὲ ὑστερήσαντος, ἐπόρθησε Φίλιππος Ὄλυνθον, ὑπὲρ ἧς Δημοσθένης, ὅπως σωθείη, τοὺς πολ‐ λοὺς καὶ καλοὺς ἀνάλωσε λόγους. AC. Εὐβοέας ἀπὸ Φιλίππου] ὅτε Φίλιππος ἐζήτησε λα‐298
10βεῖν τὴν Εὔβοιαν, ὡς λέγει Δημοσθένης. BD.

Pan

179,9

Χαλκιδέας τὸ καθ’ ἑαυτὴν] λέγει τοὺς Ὀλυν‐ θίους. εἶπε δὲ τὸ κατ’ αὐτὴν, ἐπειδήπερ ἔπεμψαν Χά‐ ρητα τὸν στρατηγὸν αὐτοῖς πρὸς βοήθειαν. ὁ δὲ ὑστερή‐ σας ἀπώλεσε τὴν Ὄλυνθον. BD.
5ὥσπερ ἰδιώτου] ἀνδρός. C.

Pan

179,10

τιμᾶν ὥσπερ ἄγαλμα κοινὸν τῆς Ἑλλάδος] τὸ ἄγαλμα μεῖζον τῆς εἰκόνος· οὕτως οὖν, φησὶν, ἔδει τιμᾶσθαι τὴν πόλιν. BD.

Pan

179,11

ὅπερ γὰρ τῇ πόλει τὸ πρυτανεῖον, τοῦτο ἡ πόλις κοινῇ πᾶσι γέγονε τοῖς Ἕλλησιν ἐν ταῖς χρείαις] τὸ πρυτανεῖον τόπος σιτήσεως καὶ εὐεργεσίας. ὅπερ οὖν, φησὶ, τὸ πρυτανεῖον τῇ πόλει, τοῦτο ἡ πόλις τοῖς Ἕλ‐
5λησι. BD. τὸ ἐν τῇ πόλει κοινὸν ταμιεῖον σίτου καὶ τῶν ἄλλων ἀναλωμάτων πρυτανεῖον ἐλέγετο, ἔνθα πρέσβεις καὶ ξένους καὶ τῶν ἐν πολέμῳ τετελευτηκότων τοὺς υἱεῖς νενό‐ μιστο τρέφειν. C.

Pan

179,12

τῶν τροπαίων καὶ τῶν ἐπιγραμμάτων καλ‐ λίους ἀεὶ παρασχομένη τὰς ὑποθέσεις] ὑποθέσεις λέγει τὰς ἀρχὰς καὶ τὰς αἰτίας. λέγει δὲ ὅτι, εἰ καὶ τὰ τρό‐ παια τῆς πόλεως καὶ τὰ ἐπὶ τῶν ἔργων αὐτῆς ἐπιγράμ‐
5ματα θαυμαστά ἐστι καὶ πολλοῦ τινὸς ἄξια, ἀλλ’ αἱ ἀρχαὶ αὐτῶν καὶ αἱ αἰτίαι θαυμαστότεραί εἰσι· καὶ γὰρ φιλανθρωπίαν ἢ μεγαλοψυχίαν ἐμφαίνουσιν· ὥσπερ ὅτι ὑπὲρ τῶν αὐτὴν ἀδικησάντων ἐμάχετο. AC. ἐπειδὴ πολλά‐ κις ὁρῶμεν καὶ τρόπαια καὶ ἐπιγράμματα ἀδίκως γενό‐
10μενα. A. τρόπαιον μὲν καὶ ἐπίγραμμα τὴν νίκην μόνον σημαίνει, ἡ δὲ ὑπόθεσις καὶ αἰτία τοῦ πολέμου τὴν γνώ‐ μην δηλοῖ μεθ’ ἧς τις χωρεῖ, εἴτε δικαία, ἢ ἄδικος, ἢ καλὴ, ἢ αἰσχρά. BD. ἀντὶ τοῦ καλλίους τῶν τροπαίων
τὰς αἰτίας τῆς μάχης παρέχουσα· οἷον τὸ ὑπὲρ ἐχθρῶν299
15ἀγωνίζεσθαι, ταῦτα δὲ πάντα τὴν φιλανθρωπίαν αὐτῶν δείκνυσιν. BD.

Pan

179,13

ὃ τοίνυν ἔξω μὲν κινδύνων πέπρακται] τῇ πόλει. C. τί ποτ’ ἦν τὸ τῶν Ἀθηναίων πρᾶγμα] ἤγουν αὐτὸ τὸ εἶναι Ἀθηναίους. C.

Pan

179,14

ἐν μὲν τοῖς ἄνω λόγοις] ὅτε τὰ Περσικὰ διεξηρχόμεθα. C.

Pan

179,15

γενομένων γὰρ αὐτοῖς συνθηκῶν πρὸς Λα‐ κεδαιμονίους] ἐπὶ τοῦ Μηδικοῦ πολέμου συνέθεντο Λακε‐ δαιμόνιοι καὶ Ἀθηναῖοι, ἐὰν νικήσωσι τὸν πόλεμον, δε‐ κατεύειν τοὺς μηδίσαντας, ὅ ἐστι τὸ δέκατον μέρος ἀνε‐
5λεῖν. ἐβούλοντο οὖν μετὰ τὴν νίκην οἱ Λακεδαιμόνιοι πλη‐ ρῶσαι τὰ δόξαντα, καὶ Ἀθηναῖοι διεκώλυον. τινὲς δὲ λέ‐ γουσιν ὡς μόνος ὁ Θεμιστοκλῆς. ABCD.

Pan

180,1

καὶ περὶ μὲν τούτων ἱκανὰ] τὰ εἰρημένα. C. ὧν δ’ οὐδεὶς τὸ μέχρι τοῦδε, ὅσα γ’ ἡμεῖς] ἐνταῦθα παραδόξως βούλεται καὶ αὐτῶν τῶν λόγων εὑρετὰς αὐ‐ τοὺς ἀποδεῖξαι, καὶ εἰς τὸ τῶν λόγων ἐγκώμιον ἐλθεῖν.
5ABCD. ἐν ταῖς κοιναῖς εὐφημίαις] τοῖς ἐγκωμίοις τῆς πό‐ λεως. B.

Pan

180,2

καὶ γὰρ ὥσπερ οὐ θεμιτόν μοι—παρελ‐ θεῖν τὴν μνείαν] καὶ γὰρ ὥσπερ θεμιτόν μοι φαίνεται λό‐ γοις ταῖς πράξεσι κοσμῆσαι, οὕτω τὸ καὶ αὐτοὺς τοὺς λό‐ γους ἐν μέρει μὴ παρελθεῖν τῇ μνήμῃ. BD.

Pan

180,4

τὸ λεγόμενον δὴ τοῦτο] παροιμία γάρ ἐστι. C. ἀναίμακτον τρόπαιον ἐστήσατε] κυρίως εἶπε τοῦτο τὸ τρόπαιον ἀναίμακτον, τὸ ἄνευ αἵματος καὶ σφαγῆς. λέγει δὲ τὸ πάντας νικῆσαι καὶ ὑπερβαλέσθαι τοῖς λόγοις τοὺς
5τῶν ἄλλων λόγους. BD.

Pan

180,5

ἀπὸ τῶν ὁμοφύλων ἁπάντων] ὁμόφυλον ἐν‐ ταῦθα καλεῖ πᾶν τὸ ἀνθρώπινον γένος, καὶ Ἑλλήνων καὶ
βαρβάρων. BD.300

Pan

180,6

λέγω δὲ] τοῦτο τὸ ὁμοφύλους. C. λέγω δὲ οὐχ ὡς ἄν τις Ἕλληνας—γένους τῶν ἀν‐ θρώπων] ἐπειδήπερ ὁμοφύλους εἰπὼν δόξαν παρεῖχεν ὅτι τοὺς Ἕλληνας λέγει, λύων τοῦτο φησὶν ὅτι οὐχ Ἕλληνας
5λέγω, ἀλλὰ πάντας, ὡς εἰπεῖν, ἀνθρώπους. τὸ δὲ κατὰ παντὸς χρόνου λέγει, ἐπειδὴ τὰς μὲν ἄλλας νίκας ὁ πολὺς χρόνος εἰς λήθην ἄγει, αὕτη δὲ ἡ νίκη καὶ μεῖζον ἅπαν‐ τος ἰσχύσει τοῦ χρόνου. AC. οὐ κατὰ τὴν ἐν Τανάγρᾳ μάχην τὴν ἀμφισβητήσι‐
10μον] ἱστορία προερρέθη εἰς τὸ „Τέλος δὲ συμβάλλουσιν ἐν Τανάγρᾳ τῆς Βοιωτίας (156, 13.).“ A. ἀντὶ τοῦ ἀμφίβολον. προσεῖπε δὲ τοῦτο ἤδη, ὅπου Λακεδαιμόνιοι καὶ Ἀθηναῖοι ἐπολέμησαν, καὶ ἐνίκησαν μὲν τῇ ἀληθείᾳ Λακεδαιμόνιοι, ἐβιάσατο δὲ ὁ Ἀριστείδης τοῦτο τὸ τρό‐
15παιον δεῖξαι φυγῇ τῶν Λακεδαιμονίων. BCD. οὐδὲ μὰ Δία κατὰ τὴν ἐν Μαραθῶνι] τὴν ἐν Μα‐ ραθῶνι εἶπε, καὶ οὐ τὴν ἐν Σαλαμῖνι, ἐπειδὴ ἐκεῖ μὲν κοινῇ νενικήκασιν, ἐνταῦθα δὲ μόνοι. BD.

Pan

180,9

τὴν τοσοῦτον νικῶσαν] ὅσον δέδεικται. C. ὡς ἀληθῶς τὴν πρέπουσαν ἀνθρώπῳ, καὶ διηνεκῆ, καὶ ἣν Διὸς παῖδα προσειπεῖν εὐσεβὲς] τὸ διηνεκῆ λέγει, ἐπειδὴ οὐχ ἅπαξ γέγονεν, ὥσπερ αἱ ἄλλαι νῖκαι, ἀλλ’ ἀεὶ
5γίνεται, καὶ οὐδέποτε παύσεται, ἔστ’ ἂν ὦσιν ἄνθρωποι. εἰκότως δὲ εἶπε τὸ πρέπουσαν ἀνθρώπῳ· εἰ γὰρ ὁ ἄνθρω‐ πος λογικὸς, πῶς οὐκ ἀναγκαίως καὶ κατὰ φύσιν ἡ ἐκ λόγων νίκη ἁρμόζει αὐτῷ; σκόπει δὲ πῶς ταύτην σεμνύνει καὶ θείαν φησὶ, Διὸς παῖδα καλῶν. AC.
10ἣν Διὸς παῖδα προσειπεῖν εὐσεβὲς] παρὰ τὸ κωμι‐ κόν· ἡ δὲ εὐπάτορα φιλόγελώς τε παρθενικὰ μεθ’ ἡμῶν εὐμενὴς εὖ ποτ’ ἀεί. λέγει δὲ τὴν Ἀθηνᾶν. BD.

Pan

180,10

ἅπασαι γὰρ αἱ πόλεις καὶ πάντα—καὶ φωνὴν ἀπέκλινε] φωνὴν λέγει τὴν Ἀττικήν. ἀπέκλινε δὲ, ἀντὶ τοῦ ἔρρεψεν. οἱονεὶ πᾶσαι αἱ πόλεις καὶ τὰ τῶν ἀν‐ θρώπων γένη τῆς Ἀττικῆς ἠράσθη φωνῆς. BD.

Pan

180,11

οὐ φρουραῖς ἐγκαθεστηκυίαις ἡ δύναμις τῆς πόλεως συνέχεται] δύναμιν λέγει τῆς πόλεως τὴν ἀρ‐ χήν. τοῦτο δὲ εἶπεν, ἐπειδὴ ἔθος εἶχον οἱ ἄρχοντες, φο‐ βούμενοι περὶ ἀποστάσεως τινὸς πόλεως, δύναμιν ἐγκαθι‐301
5στάναι, ὅπως μὴ ἀποστῇ, ἀλλὰ πρὸς ἀνάγκην ὑπακούσῃ. BD. τὸ φρουραῖς εἶπεν, ἐπειδὴ ἔθος εἶχον Ἀθηναῖοι φοβού‐ μενοι περὶ ἀποστάσεως τῶν ὑφ’ αὑτῆς πόλεως φρουρὰς ἐν αὐταῖς ἐγκαθιστάναι, ὅπως, εἰ καὶ βουληθεῖεν νεωτερίζειν, μὴ δύναιντο, ἀλλὰ πρὸς ἀνάγκῃ ὑπακούοιεν. C.

Pan

180,12

ἡ δύναμις τῆς πόλεως] ἡ περὶ λόγους. A. ἡ ἐν τοῖς λόγοις. C.

Pan

180,13

εἰσποιούντων ἑαυτοὺς] οἰκειούντων διὰ τὸν λόγον. C.

Pan

180,14

οὔτε Ἡρακλέους στῆλαι κωλύουσιν] δεί‐ κνυσι τὸν Ἀττικὸν ἔρωτα τῶν λόγων καὶ ὑπὲρ τὴν οἰκου‐ μένην τυγχάνοντα, μᾶλλον δὲ οὐ τὰ πέρατα τῆς οἰκου‐ μένης σημᾶναι βούλεται, ἀλλὰ τοὺς δυσχερεῖς τόπους. BD.
5τὸ Ἡρακλέους στῆλαι κωλύουσι λέγει, ἐπειδὴ οὐ μέχρι τούτων χωρεῖ τὸ τῶν λόγων κλέος, ἀλλὰ καὶ ἐπέκεινα δια‐ βαίνει, καὶ οἱ πρόσοικοι τοῦ ὠκεανοῦ λόγων ἐρῶσιν. C. οὔτε Λιβύης κολωνοῖς ταῦτα ὁρίζεται] Λιβύης κολω‐ νοῖς εἶπεν, ἀντὶ τοῦ τὴν Λιβύην. ἔστι δὲ περιφραστικόν.
10τὸ δὲ ὁρίζεται ἀντὶ τοῦ περατοῦται καὶ τέλος ἔχει· τουτέ‐ στιν οὐδὲ μέχρι Λιβύης πέρας ἔχει. BD.

Pan

180,15

οὐδ’ αὖ Βοσπόρῳ ὁποτέρῳ βούλει] δύο γάρ εἰσι Βόσποροι, Κιμμέριος καὶ Σκυθικὸς, δι’ οὗ μίγνυται ἡ Μαιῶτις λίμνη τῷ Πόντῳ, καὶ Θρᾴκιος ὁ ἐν Ἑλλησ‐ πόντῳ, ἔνθα ὁ Λεύκων. BD.
5εἴτε τῷ Σκυθικῷ, εἴτε τῷ Κιμμερίῳ. C. οὐδὲ στενοῖς Συρίας καὶ Κιλικίας] ἐν Συρίᾳ καὶ Κιλικίᾳ τόποι εἰσὶ στενοεπιμήκεις. C.

Pan

180,16

ζῆλος] ἤγουν ὁ ἔρως. B. ἔρως καὶ μίμη‐ σις. C.

Pan

180,18

ἴδοις δ’ ἂν καὶ τοὺς ἡνιόχους καὶ τοὺς νομέας] τὸ ἐπιχείρημα ἀπὸ τοῦ ἐλάττονος. BD.

Pan

180,20

τῆς γῆς] τῆς ὑμετέρας. C. καθάπερ τοὺς νεῖν ἀδυνάτους] οὗτοι γὰρ διὰ τὸ μὴ
ἐπίστασθαι πλεῖν, φόβῳ τοῦ μὴ πεπνῖχθαι, ἀπέχονται μὲν τοῦ βάθους, ἐν δὲ τοῖς αἰγιαλοῖς πλέουσι, πλησίον302
5τῆς γῆς. C. νεῖν] πλέειν. B.

Pan

180,21

ταύτην ἐγώ φημι τὴν μαρτυρίαν] σύναπτε τὸ μαρτυρίαν πρὸς τὸ νίκης. C.

Pan

181,1

τῶν παρ’ ὑμῖν πρώτων διαφερόντως] τοῦτο εἶπεν, ἐπειδὴ οἱ πρωτεύοντες ἐν ταῖς ἄλλαις πόλεσι τῆς Ἑλλάδος εἰς Ἀθήνας παραγίγνονται λόγων ἕνεκα. BD. νόει τὸ παρ’ ὑμῶν πρώτων, ἀντὶ τοῦ τῶν μεθ’ ὑμᾶς
5πρωτευόντων ἐν Ἕλλησι. λέγει δὲ ὅτι καὶ Λακεδαιμόνιοι καὶ πάντες Ἕλληνες τῆς τῶν Ἀθηναίων διαλέκτου καθ’ ἑκάστην ἡμέραν ἡττῶνται. C.

Pan

181,2

οἳ τὰς μὲν πατρίους φωνὰς ἐκλελοίπασι] ἐπειδήπερ αὐτοπροσώπως πρὸς τοὺς Λακεδαιμονίους καὶ τοὺς ἄλλους Ἕλληνας ἐποιεῖτο τὸν λόγον, ἔδει εἰπεῖν ἐκλε‐ λοίπατε· ὁ δὲ ἄλλως τὸν λόγον ἔτρεψε. δείκνυσι δὲ ὅτι
5πάντα τὰ τῶν Ἑλλήνων γένη, Δωριεῖς, Αἰολεῖς, καὶ οἱ ἄλλοι, πρὸς τὴν τῶν Ἀθηναίων διάλεκτον τὴν σφῶν αὑ‐ τῶν μετερρύθμισαν, τοσοῦτον, ὡς μὴ μόνον Ἀθήναζε πα‐ ραγενόμενοι Ἀττικιστῇ φθέγγεσθαι, ἀλλὰ καὶ κατὰ χώραν μένοντες αἰσχύνεσθαι, ἢν ἔμπροσθεν τινῶν ἄλλων τῇ οἰ‐
10κείᾳ φωνῇ φθέγγωνται. C.

Pan

180,3

πάντες δὲ ἐπὶ τήνδε ἐληλύθασιν] τὴν Ἀθη‐ ναίων διάλεκτον. C.

Pan

181,5

οὐδὲ τὰ ἐπὶ Θράκης, ἃ μυρίους μεταβέβλη‐ κεν ἄρχοντας] τοῦτο εἶπεν, ἐπειδὴ πολλοὶ αὐτῶν ἦρξαν, ὥσπερ οἱ Λακεδαιμόνιοι καὶ Ἀθηναῖοι καὶ Φίλιππος. BD. Λακεδαιμονίους, Ἀθηναίους, Φίλιππον, καί τινας ἄλ‐
5λους. C.

Pan

181,6

πρὸς ἅπαντας τοὺς ἄλλους] τοὺς Δωρικοὺς, Αἰολικοὺς καὶ Ἰωνικούς. B.

Pan

181,9

τῶν ψελλιζομένων παίδων] τουτέστι τῶν ἀσαφῶς φθεγγομένων. B.

Pan

181,10

ὡς τῇ παρ’ ὑμῶν παραβάλλειν] καλῶς τοῦτο. πρὸς Ἀθηναίους γὰρ παραβαλλόμενοι δοκοῦσιν ἀπαί‐
δευτοι, πρὸς ἑτέρους δὲ οὔ. BD.303

Pan

181,11

κἂν ἀκούοι τις] τῶν ἄλλων φωνῶν. C.

Pan

181,12

μόνη δὲ ἥδε πάσαις μὲν πανηγύρεσι, πᾶσι δὲ συλλόγοις καὶ βουλευτηρίοις σύμμετρος] ἐπειδὴ τὸ σύμ‐ μετρον πανταχοῦ καλὸν, καὶ οὐδέποτε δυσχερὲς, διὰ τοῦτο καὶ ἡ τῶν Ἀθηναίων φωνὴ, ὡς οὐδέποτε κόρον ἐμ‐
5ποιοῦσα, κἂν πολλάκις λέγηται, ἀλλὰ φέρουσα τέρψιν ἀεὶ, σύμμετρός ἐστιν. C.

Pan

181,13

ἅπασι καιροῖς] πολέμου καὶ εἰρήνης· τοῦτο γάρ ἐστι τὸ ἅπασι καιροῖς. τόποις δὲ, δικαστηρίοις, ἐκ‐ κλησίαις, θαλάμοις, τάφοις· τὸ δὲ δι’ ἴσου πρέπει διὰ τοῦτο εἶπεν, ἐπειδὴ οὐ δυνάμεθα λέγειν, ἐν τῷδε πρω‐
5τεύει καὶ ἐν τῷδε ἡττᾶται. C. ἅπασι καιροῖς καὶ τόποις] δικαστηρίοις, καὶ ἐκκλη‐ σίαις, καὶ θαλάμοις, καὶ τάφοις. BD. ἀρκεῖ] πρὸς πόλεμον, πρὸς εἰρήνην ἱκανή ἐστι. τὸ δὲ δι’ ἴσου πρέπει, ἀντὶ τοῦ ὁμοίως ἁρμόζει, ἐπειδὴ οὐ
10δυνάμεθα λέγειν ὅτι ἐν τῷδε μὲν πρωτεύει, ἐν ἄλλῳ δὲ ἡττᾶται. BD.

Pan

181,14

σεμνότητα] μέγεθος καὶ ἐνθουσιασμόν. C. χάριν] ἡδονήν. C.

Pan

181,15

τοῦ γε διὰ πάντων ἀγῶνος, καὶ τόνου, καὶ δρόμου, καὶ κράτους] τουτέστι τοῦ δικανικοῦ λόγου, ὡς πέφυκε δι’ ὅλου τὸν ἀγωνιστικῶς ἔχοντα τὰ ὑποκείμενα σχήματα, τουτέστι τὸν τόνον, καὶ δρόμον, καὶ τὸ κράτος.
5ταῦτα γὰρ σχήματά ἐστι τοῦ λόγου τοῦ ἀγωνιστικοῦ, καὶ ὁ τόνος καὶ ὁ δρόμος. τόνον δὲ λέγει τὴν σφοδρότητα, παρὸ καὶ σύντονος, δρόμον δὲ τὸ εὔτροχον καὶ στρογ‐ γύλον τοῦ λόγου. διὰ πάντων τῶν ἀγωνιστικῶν ἔφη, του‐ τέστι διόλου· τὸ δικανικὸν πρὸς ἀντιδιαστολὴν τοῦ συμ‐
10βουλευτικοῦ καὶ πανηγυρικοῦ. καὶ γὰρ ἐν τούτῳ, εἰ καὶ μὴ δι’ ὅλου, ἀλλ’ ὅμως ἀγῶνές εἰσι. BD. διὰ πάντων εἶπεν, ἤτοι διὰ τῶν τριῶν εἰδῶν τῆς ῥητορικῆς, δικανι‐ κοῦ, συμβουλευτικοῦ, πανηγυρικοῦ. μᾶλλον γὰρ τῶν ἐν ἄλλοις οἱ τοιοῦτοι τῶν Ἀθηναίων λόγοι ἔχουσι τὰ ὑπο‐
15κείμενα σχήματα, ἀγῶνα, τόνον, δρόμον, κράτος· καὶ
τόνος μέν ἐστι τὸ σύντονον καὶ σφοδρὸν τοῦ λόγου, ὅπερ ἁρμόττει δικανικῷ καὶ συμβουλευτικῷ λόγῳ· δρόμος δὲ τὸ εὔτροχον καὶ στρογγύλον, ὅπερ ἐστὶν ἴδιον πανηγυρικοῦ· ὁ δὲ ἀγὼν καὶ τὸ κράτος ἐν τοῖς τρισὶν εἴδεσιν εἶναι ἁρ‐304
20μόττουσιν, ἵνα δι’ ὅλου ἀγωνιστικὰ ᾖ καὶ κράτος ἔχῃ, ἤγουν πείθῃ τοὺς ἀκροατὰς καὶ εἰς συγκατάθεσιν ἄγῃ· ἢ τὸ διὰ πάντων λέγει ἀντὶ τοῦ διὰ παντὸς λόγου, καὶ φιλοσόφου καὶ ῥητορικοῦ καὶ ποιητικοῦ. C. κράτους] τουτέστι τῆς δυνάμεως· σημαίνει δὲ τῶν
25ἐπιχειρημάτων. BD.

Pan

181,17

πᾶσα μὲν ποίησις] τουτέστι πᾶς ἔμμετρος λόγος. B. ὅση σεμνότητος] τοῦτο εἶπε διὰ τὴν τραγικὴν, χα‐ ρίτων δὲ διὰ τὴν κωμῳδίαν. B. τὸ σεμνότητος εἶπε διὰ
5τὴν τραγῳδίαν, χαρίτων δὲ διὰ τὴν κωμῳδίαν. C. ὅση σεμνότητος—προέστηκεν] οἷα ἡ τραγικὴ καὶ ἡρωική. A.

Pan

181,18

ὅση χαρίτων προέστηκεν] ἡ κωμικὴ καὶ σατυρική. A. εἰ δὲ δεῖ καὶ τῆς Ὁμήρου μνησθῆναι, μετέχει] τοῦτο εἶπεν, ἐπειδὴ ἀντέπιπτεν αὐτῷ· ἀλλ’ οὐκ ἔχει τὴν Ὁμη‐
5ρικὴν ποίησιν. ἀλλὰ καὶ αὐτὴ, φησὶν, Ἀττικὴ πάλιν τυγ‐ χάνει. BD.

Pan

181,19

διὰ τῆς ἀποίκου πόλεως] τῆς Χίου λέγει, ἢ Κολοφῶνος, ὅθεν ὁ Ὅμηρος εἶναι νομίζεται· ἄποικος δὲ αὕτη Ἀθηναίων. BD. Σμυρναῖος ὁ Ὅμηρος· Σμύρνα δὲ Ἰωνικὴ πόλις. Ἴωνες δὲ Ἀθηναίων ἄποικοι· ἢ ὡς Ἀρι‐
5στείδης ἐν τῇ Σμύρνης μονῳδίᾳ φησὶ, Θησεὺς οἰκιστὴς γέγονε ταύτης. C. ὅτι καὶ ἡ φωνὴ σαφῶς ἐνθένδε] καὶ γὰρ καὶ ὁ ποιη‐ τὴς ἀττικίζει, εὐθὺς ἐν τῷ πρώτῳ στίχῳ λέγων Πηληιά‐ δεω. Ἀττικὸν δέ ἐστιν, ὡς τὸ Μενέλεω. B. αὐτοῦ· ἐν τοῖς
10πλείστοις γὰρ ἀττικίζει. C.

Pan

181,20

οὓς οἱ παρ’ ὑμῶν ἐποίησαν] καλῶς τοῦτο προσέθηκεν· ἐπειδὴ γὰρ οἶδεν ὅτι οὐ μόνον οἱ Ἀθηναῖοι ἔχουσι τοὺς λόγους, ἀλλὰ καὶ ἄλλοι. λέγει δὲ ὅτι παρὰ
τῶν Ἀθηναίων πάντες ἐδέξαντο. BD.305

Pan

181,21

οἱ διὰ πάντων ἐν Ἕλλησι νικήσαντες] σο‐ φοί. C. ἅπαντες τῇ τῶν Ἀθηναίων δυνάμει νενικήκασιν] ἐν‐ τεῦθεν γὰρ ἔσχον τοὺς λόγους. C.

Pan

182,1

εἰ δὲ δή τι καὶ τὸ καθ’ ἡμᾶς] εἰς ἑαυτὸν τοῦτο Ἀριστείδης φησίν· ἐν Ἀθήναις γὰρ τὴν τῶν λόγων σπουδὴν ἐπεποίητο· διὸ καὶ εἰς Ἀθηναίους ἀναφέρει τὴν δύναμιν τῶν λόγων αὑτοῦ, καὶ τούτοις τὴν χάριν εἰδέναι
5ὁμολογεῖ. A. τὸ καθ’ ἡμᾶς] ἤγουν ἐγώ. C. θεῶν ἵλεων ὄντων] τῷ λόγῳ. C. τοῦτ’ εἰς ὑμᾶς ἀναφέρει] ἀντὶ τοῦ ἀναφορὰν ἔχει. BD.

Pan

182,2

οὔκουν ξενίαν γ’ ἔστι τῶν λόγων καταγνῶ‐ ναι] καλεῖται ξενία κυρίως ἡ φιλία. καλεῖται ξενία πάλιν ὄνομα δίκης, ὥσπερ λέγει Δημοσθένης ἐν τῷ κατὰ Ἀρι‐ στοκράτους. νῦν οὖν ξενίαν λέγει οἰκείως. ξενία γάρ ἐστιν
5ὄνομα δίκης κατὰ τῶν ξένων τῶν ἐγγραφόντων ἑαυτοὺς εἰς πολιτείαν, ὡς ἔτυχε. φησὶ γοῦν οὕτως, οὐκ ἔστι κατα‐ γνῶναι τῶν ἐμῶν λόγων ξενίαν, τουτέστιν Ἀττικοὺς αὐτοὺς εὑρήσεις καὶ οὐ ξένους. BD. ξενία ἐστὶν ὄνομα δίκης κατὰ τῶν ξένων τῶν ἐγγραφόντων ἑαυτοὺς εἰς πολίτας, ὡς ἔτυ‐
10χεν. C. τῶν λόγων] τῶν τῆς πόλεως, ἢ τῶν τοῦ Ἀριστείδου. A. τῶν ἐμῶν. C.

Pan

182,4

κἄν τισι τῶν ἄλλων δέῃ, καὶ τοῦτ’ ἔχοι μετὰ τῶν ἄλλων χαρίζεσθαι] ἀντὶ τοῦ κἂν ἄλλος ἐπιθυμῇ λό‐ γων ἔχειν, καὶ τούτους, ὥσπερ τὰ ἄλλα, χαρίζεται. BD. τῶν ἄλλων] τῶν παρ’ αὐτῆς. C.

Pan

182,6

ἀτεχνῶς] ἀντὶ τοῦ πάνυ· ἐπιτατικὸν γάρ ἐστι τὸ ἀτεχνῶς. B.

Pan

182,7

ἀνέχεται] τουτέστι σώζεται, βαστάζεται. B.

Pan

182,8

πάντας ἁπανταχοῦ καθαίροντες] ὡς ἐπὶ μυ‐ στηρίων εἶπε. B. τῇ μὲν γὰρ τῶν Ἐλευσινίων τελετῇ] παραβάλλει τοὺς λόγους ἐνταῦθα τῇ τελετῇ τῶν μυστηρίων. BD.
5παραβάλλει τοὺς λόγους τοῖς μυστηρίοις, καὶ δείκνυ‐ σιν αὐτοὺς κρείττονας· ἐκεῖνα μὲν γὰρ ἐν τῷ κεκρυμμένῳ τελεῖται, οὗτοι δὲ εἰς τὸ μέσον κηρύττονται· κἀκεῖνα μὲν οἱ πολῖται μόνοι μυοῦνται, τοὺς λόγους δὲ καὶ πολῖται καὶ ξένοι μανθάνουσιν. C.306
10τοῖς εἰσαφικνουμένοις] πολίταις μόνοις. C. ἐξηγηταὶ] ἤγουν διδάσκαλοι. B.

Pan

182,9

τῶν εἰς τὸ μέσον εἰσφορῶν ἱερῶν] εἰσφορῶν λέγει τῶν φανερῶν, ὡς κατὰ σύγκρισιν τῶν Ἐλευσινίων· ἐκεῖνα γὰρ ἀπόρρητα ἦν καὶ κρυπτά. εἰς τὸ μέσον δὲ ἔκ‐ φορα καλεῖ τοὺς λόγους κατά τινας. BD. ἤτοι τῶν λόγων. C.

Pan

182,10

ἀνθ’ ὧν ἅπαντας ταῖς πρεπούσαις ἐπῳ‐ δαῖς ἐφέλκεσθε] καλῶς ταῖς πρεπούσαις· εἰσὶ γὰρ γοη‐ τευτικαὶ ἐπῳδαί. BD. ἐπειδὴ διὰ τῶν ἐπῳδῶν ἕλκονται ἄνθρωποι, τὸ δὲ
5τῆς ἐπῳδῆς ὄνομα διαβάλλεται, διὰ τοῦτο πρεπούσαις εἶπεν. C.

Pan

182,11

οὐκ ἴυγγι ὑποκινοῦντες] ἴυγξ ἐστὶν ὀρνίθιον, ἀεὶ σεῖον τὴν οὐράν. λέγεται δὲ ἔχειν ἐπιτηδείως πρὸς τὰ ἐρωτικὰ, καὶ εἶναι ἀγωγόν· καὶ Θεόκριτος „Ἴυγξ ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.“ τινὲς δὲ λέγουσι χορ‐
5δήν τινα κιθάρας πάνυ ἐμμελῆ. BD. ἡ ἴυγξ τὸ ὄρνεον, ἡ καὶ λεγομένη σεισοπυγὶς, ἐπιτηδείως ἔχει πρὸς τὰ ἐρω‐ τικά. C.

Pan

182,13

φαῖεν ἂν] τιμῶν. C.

Pan

182,16

καὶ οὐδ’ ἂν εἷς νεμεσήσῃ] τοῖς οὕτως ἔχου‐ σιν. C.

Pan

182,19

ἄξιον τοίνυν καὶ τὸ τῆς αἰδοῦς εἰπεῖν] ἐν‐ τεῦθεν οἱ ἐπίλογοι. λέγει δὲ τὸ τῆς αἰδοῦς τὸ τιμῆς παρὰ πάντων τυγχάνειν. BD.

Pan

182,21

κἀν ταῖς μεταβολαῖς] τουτέστι καὶ ἐν ταῖς εὐτυχίαις καὶ ἐν ταῖς δυστυχίαις. B. τουτέστι καὶ ἐν ταῖς ἀτυχίαις. D. Φίλιππός τε γὰρ εὐτυχήσας τῇ περὶ Χαιρώνειαν
5μάχῃ] ἀμφοτέρους γὰρ ὁμοῦ ἐν τῇ Χερωνείᾳ νενίκηκεν.
ἔστι δὲ τόπος οὗτος τῆς Βοιωτίας, ἔνθα συνέβαλλεν. BD.307

Pan

182,22

τὴν μὲν Θηβαίων πόλιν εὐθὺς φρουρᾷ κατέλαβε] φρουρὰν λέγει τὴν στρατιωτικὴν δύναμιν, ὥστε πρὸς ἀνάγκην δουλεύειν. BD.

Pan

183,1

ἔστη κατὰ χώραν] ἀντὶ τοῦ ἐφ’ ἡσυχίας· οὐκ εἶπε δὲ φόβῳ, ἀλλὰ αἰδοῖ. BD. ἔστη κατὰ χώραν αἰδοῖ τοῦ κρείττονος] τὸν φόβον ἐμφαίνει. φησὶ γὰρ ὅτι ἐζήτησε μετὰ τὴν νίκην καὶ εἰς
5Ἀθήνας εἰσελθεῖν, καὶ τὸ αὐτὸ ποιῆσαι. ἀλλὰ τὰ θαύ‐ ματα αὐτὸν ἀπέστρεψεν ἀσύμβολον ὄντα· ὅθεν καὶ εἰρή‐ νην συνθέμενος τοὺς αἰχμαλώτους ἀπέδωκε, καὶ ἦλθεν εἰς Πελοπόννησον. BD. κατὰ χώραν, ἀντὶ τοῦ ἐφ’ ἡσυ‐ χίας· βουληθεὶς γὰρ καὶ εἰς Ἀθήνας εἰσιέναι, καὶ ἐμφρού‐
10ρους καὶ αὐτὰς πεποιηκέναι, καθάπερ τὰς Θήβας, ἀπε‐ τράπη ὑπὸ τῶν θυμάτων οὐκ εὐσυμβόλων γενομένων, ἃ ἐπεποιήκει μαθεῖν ἐθέλων, εἰ καλῶς ἔσται τὸ πρᾶγμα· ὅθεν τοῦτο νομίσας οὐ κατὰ γνώμην εἶναι θεῶν, εἰρήνην συνθέμενος πρὸς τὴν πόλιν, τοὺς αἰχμαλώτους ἀπέδωκε,
15καὶ ἦλθεν εἰς Πελοπόννησον. C.

Pan

183,2

ὡς ἀεὶ πρὸς αὐτὴν ἔσχε θεραπευτικῶς] σφόδρα γὰρ ἐτίμα τὴν Ἀθηναίων πόλιν, καὶ ἔπεμψεν ἀκροθίνια τῶν πολέμων αὐτῇ, καὶ συνανέγραφε τοῖς κα‐ τορθώμασιν, ὡς Ἀρριανὸς ἐν τῇ Ἀναβάσει φησίν. BD.
5ἥ τε νῦν ἀρχὴ γῆς τε καὶ θαλάττης] σημαίνει τὴν Ἀδριανοῦ τοῦ βασιλέως· τότε γὰρ ἐπὶ τοῦ Ἀριστείδου οὗ‐ τος ἦν βασιλεύς. ἢ Ἀντωνίνου· καὶ γὰρ ἐπὶ Ἀντωνίνου ἦν Ἀριστείδης, ὃς καὶ ἄλλα πολλὰ τοὺς Ἀθηναίους ἐτί‐ μησε, καὶ τὸν ἐν Ἐλευσῖνι ναὸν πολυτελῶς κατεσκεύασε. BD.

Pan

183,3

οὐκ ἀναίνεται] ἀντὶ τοῦ οὐκ ἀπαρνεῖται, οὐκ ἐπαισχύνεται. BD. οὐκ ἀναίνεται τὰς Ἀθήνας μὴ οὐκ ἐν διδασκάλων καὶ τροφέων μέρει κοσμεῖν] ἢ ἐπειδὴ οὐδὲν κακὸν ἐποίη‐
5σεν αὐτοῖς, ἢ ἐπειδὴ ἔγραψέ ποτε Ἀθηναίοις λέγων, θαρ‐ σεῖτε· ἂν γὰρ ἐγώ τι πάθω, ὑμεῖς ἄρξετε. ἀντὶ τοῦ ἐν διδασκάλων λέγει πεφιλοσοφηκέναι. BD.
Ἀντωνῖνος ὁ βασιλεὺς, ἐφ’ ᾧ Ἀριστείδης ἦν, πλεῖστα Ἀθήνησιν ἀνεγνωκὼς καὶ φιλοσοφήσας ἐν διδασκάλου308
10μοίρᾳ τὴν πόλιν ἐτίμα, καὶ πολλὰς μὲν καὶ ἄλλας εὐερ‐ γεσίας αὐτῇ παρέσχε καὶ τὸν ἐν Ἐλευσῖνι νεὼν πολυτε‐ λῶς ἐπεσκεύασεν. C.

Pan

183,4

τῶν τιμῶν] ἃς αὐτῇ, δίδωσι. C. ἑτέρως ἡ πόλις πράττει] εὐφήμως. B.

Pan

183,5

ὅσον οὐ πραγματεύεται] ἀντὶ τοῦ οὐκ ἔχει κιν‐ δύνους καὶ πολέμους, ἀλλ’ ἄνευ κινδύνων εὐτυχεῖ. BD. ἤγουν οὐ πράγματα καὶ διοικήσεις ἔχει τῶν Ἑλλήνων, ὡς πρό‐ σθεν, ἀλλὰ μετὰ τῶν ἄλλων καὶ αὐτὴ τοῖς βασιλεῦσιν
5ὑπείκει. C.

Pan

183,6

προσόδων ἕνεκα] ἐλέγετο γὰρ, φησὶν, Ἀδρια‐ νὸς οὐκ ἀπαιτεῖν φόρους αὐτῇ, ὥστε ἐκεῖθεν πρόσοδοι καὶ κέρδη συνέβαινον αὐτοῖς. B. προσόδων ἕνεκα] πανηγύρεων. C.

Pan

183,7

τοῦ παρὰ πάντων συγκεχωρηκότος] ἤγουν τῆς αἰδοῦς καὶ τιμῆς. A.

Pan

183,8

ὧν δὲ μόνων ἔδοξεν ἔλαττον ἔχειν ἐν τοῖς ὕστερον] τοὺς Λακεδαιμονίους λέγει· οὗτοι γὰρ ὕστερον τὴν τῶν Ἑλλήνων ἀρχὴν ἔσχον, καὶ πλέον ἔδοξαν ἔχειν τῆς πό‐ λεως. C.

Pan

183,9

ἀπήλλαξε] ἀπηλλάγη τοῦ ἐλάττων εἶναι. C.

Pan

183,10

τῶν μὲν] τῶν Μακεδόνων. B. τῶν Λακε‐ δαιμονίων. C. τῆς ἀρχῆς] τῆς παρούσης. C.

Pan

183,11_13

ἡ δ’ οὐ τοσοῦτον ἠλαττώθη— πρὸ τῶν ἄλλων τετίμηται] οὐ τοσοῦτον, φησὶν, ἠτύχησεν, ὅσον ηὐτύχησε καὶ τετίμηται, ὡς εἶναι τὸν τῆς εὐτυχίας χρόνον πλείονα τοῦ τῆς ἀτυχίας. διὸ λέγει ἐξ ὅσου, του‐
5τέστιν ἀφ’ ὅσου, καὶ ὅσῳ δὲ, ἀντὶ τοῦ ἐφ’ ὅσον, δηλῶν καὶ τὴν ἀρχὴν καὶ τὸ πλῆθος τοῦ χρόνου. BD. εἰπὼν ὡς ἔλαττον ἔδοξεν ἡ πόλις ὕστερον ἔχειν τῶν Λακεδαιμονίων, νῦν λέγει ὅτι οὐ τοσαύτην ἐλάττωσιν ἔσχε τότε, ὅσης ἠξίωται παρὰ πάντων τιμῆς, οὐ μόνον πρὸ
10τῶν Λακεδαιμονίων, ἀλλὰ καὶ τῶν ἄλλων Ἑλλήνων, οὐδ’
εἰς τοσοῦτον χρόνον, ἐξ ὅσου μέχρι τοῦ παρόντος καιροῦ τετίμηται. ἔστι δὲ πρὸς μὲν τὸ οὐ τοσοῦτον ἠλαττώθη τὸ ὅσῳ, πρὸς δὲ τὸ οὐδ’ εἰς τοσοῦτον τοῦ χρόνου τὸ ἐξ ὅσου. λάμβανε δὲ τὸ τετίμηται καὶ πρὸς τὸ ἐξ ὅσου, καὶ πρὸς309
15τὸ ὅσῳ, ὥσπερ καὶ τὸ ἠλαττώθη, οὕτω· ἡ δὲ οὐ τοσοῦ‐ τον ἠλαττώθη τότε, ὅσῳ τετίμηται οὐ μόνον πρὸ ἐκείνων, ἀλλὰ καὶ πρὸ τῶν ἄλλων, οὐδ’ εἰς τοσοῦτον τοῦ χρόνου ἠλαττώθη, ἐξ ὅσου μέχρι τοῦδε τετίμηται. C.

Pan

183,12

οὐδ’ εἰς τοσοῦτον τοῦ χρόνου] ἠλατ‐ τώθη. A. ἐξ ὅσου] τετίμηται πρὸ ἐκείνου καὶ πρὸ τῶν ἄλλων δηλονότι. A.

Pan

183,13

δῆλον δὲ] τοῦτο δύναμιν ἔχει ἐπικρίσεως, ἀντὶ τοῦ εἰκότως καὶ δικαίως. BD. Πέλλῃ] ὅθεν ὁ Φίλιππος. C.

Pan

183,14

Αἰγαῖς] Αἰγαὶ πόλις Λακεδαιμονίας. ἐν‐ τεῦθεν λέγεται εἶναι Ὀλυμπιὰς, ἡ γυνὴ Φιλίππου. BD. ὅθεν ἡ τούτου γυνὴ, Ὀλυμπιάς. C.

Pan

183,15

τῶν ἰδιωτῶν] οὐ λέγει τῶν ἰδιωτευόντων, ἀλλὰ τῶν ἰδίᾳ καὶ κατὰ ἓν σημαινόντων τὸν Ἀδρια‐ νόν. BD.

Pan

183,16

αἱ μὲν ὡς ἀληθῶς ἐνθένδε καὶ παρ’ ὑμῶν οἰκισθεῖσαι] οἷον Εὐβοεῖς, ἐν τῇ Θρᾴκῃ, Χαλκίδι, καὶ πόλεις οἱ Ἴωνες. BD.

Pan

183,17

δύναμιν] τὴν εὐτυχίαν νῦν, λέγει δύνα‐ μιν. BD. αἱ δὲ κύκλῳ περιέρχονται ζητοῦσαι τρόπον τινὰ εἰς ὑμᾶς ἀνενεγκεῖν] πανταχόθεν, φησὶ, περιέρχονται, ζητοῦ‐
5σαι εἰς ὑμᾶς ἀναφέρειν τὸ γένος, καὶ ἐπιδεικνύναι ὡς Ἀθηναῖοι εἰσὶ τὸ γένος. BD.

Pan

183,18

πέντε μέν ἐστι μνήμη βασιλειῶν] περὶ βα‐ σιλειῶν. A. πρώτη μὲν ἡ Ἀσσυρίων, κατασχοῦσα ἀπὸ Νί‐ νου τοῦ πρώτου μέχρι Σαρδαναπάλου, τοῦ ὑστάτου βασι‐ λεύσαντος, ͵αυνʹ. δευτέρα δὲ ἡ τῶν Μήδων ἀπὸ τοῦ πρώ‐
5του Ἀρβάκου μέχρις Ἀστυάγους, τοῦ ὕστερον βασιλεύσαν‐
τος, ἔτη κατέσχεν υοʹ. ὁ δὲ Ἡρόδοτός φησι ρκηʹ. τρίτη δὲ ἡ Περσῶν, κατασχοῦσα ἀπὸ Κύρου τοῦ Καμβύσου μέχρις Ἀρταξέρξου τοῦ Δαρείου ἔτη σιέ. καὶ μέχρι μὲν τούτου Κτησίας τοὺς χρόνους γράφει, ἐφ’ οὗ καὶ ἡ κγʹ τῶν310
10Περσῶν. Ἀρταξέρξην δὲ ὁ παῖς αὐτοῦ Δαρεῖος διαδέχεται, ὃν κατέλυσεν ὁ Ἀλέξανδρος, ἓξ, φασὶν, ἔτη κρατήσαντα. μεθ’ ὃν εἰς Μακεδόνας ἡ ἀρχὴ μετῆλθε· καὶ ἐκράτησαν οἱ μετ’ Ἀλέξανδρον οἱ ἐπικληθέντες διάδοχοι, καὶ μετ’ αὐτοὺς ὑστάτη ἡ Λαγιδαίων Κλεοπάτρα ἡ Πτολεμαίου,
15κρατήσασα ἐν Αἰγύπτῳ, ἥτις κατελύθη ὑπ’ Αὐγούστου Καίσαρος, καὶ μετῆλθε πάλιν εἰς Ῥωμαίους ἡ πᾶσα δύ‐ ναμις. A. ἀντὶ τοῦ πέντε γεγόνασιν ἔνδοξοι βασιλεῖς. BD. μὴ γένοιτο δὲ πλειόνων] ἀλλ’ ἡ νῦν βασιλεύουσα ἀθάνατος μένοι, παιδὸς ἐκ πατρὸς τὸν ἀεὶ χρόνον δια‐
20δεχομένου τὸ σκῆπτρον. C.

Pan

183,19

ἐπὶ μὲν τῆς Ἀσσυρίων τῆς πρεσβυτάτης] αὕτη γάρ ἐστιν ἡ πρώτη ἡ τῶν Ἀσσυρίων. BD. αἱ πρῶται τῆς πόλεώς εἰσι πράξεις] αἱ πρὸς Εὔμολ‐ πον. A.
5πρώτας πράξεις λέγει τῆς πόλεως τὰ κατ’ Ἀμαζό‐ νων ἔργα, τὰ κατὰ Εὐμόλπου, τὰ κατὰ Θηβαίων, μὴ βουληθέντων θάψαι τοὺς σὺν Πολυνείκει πεσόντας Ἀρ‐ γείους, τὰ κατὰ τῶν ἄλλων. ὅσα δὲ τῶν θείων λέγει τὴν τῆς Δήμητρος ἐπιδημίαν, ὅτε ἔδωκε τοὺς καρποὺς, τὸ ἐρί‐
10σαι Ποσειδῶ καὶ Ἄρη ὑπὲρ τῆς πόλεως τὸ δικάσασθαι τὸν αὐτὸν τοῦτον Ἄρει ὑπὲρ Ἁλιρροθίου, τὴν Ὀρέστου μετ’ Ἐριννύων κρίσιν, τὸ νομίσαι Ἡρακλέα θεὸν, καὶ ὅσα τοιαῦτα. C.

Pan

183,20

ὅσα τῶν θείων] ἢ τὰ παρὰ τῶν θεῶν θρυλλούμενα. B. ἢ τὰ περὶ τῶν θεῶν αὐτοῖς δεδομένα. D. τὴν κρίσιν τοῦ Ἄρεος καὶ τοῦ Ποσειδῶνος. A. τὸ ἐπιδη‐ μῆσαι, καὶ δοῦναι τοὺς καρποὺς, τὸ δικάσασθαι περὶ τῆς
5γῆς. BD. ἐπὶ δὲ τῆς δευτέρας] τοῦ Δαρείου. A. τῆς τοῦ Δα‐ ρείου. C. ἤρετο] ηὐξάνετο, ἤκμαζεν. C.
τὴν δὲ τρίτην] τοῦ Ξέρξου. A. τὴν Ξέρξου. C.311
10τὴν δὲ τρίτην διὰ τέλους ἐνίκησεν] τινὲς λέγουσιν ἐπὶ Δαρείου, ἄμεινον δὲ λέγειν ἐπὶ τῶν Μήδων. B.

Pan

183,21

ἐν δὲ τῇ τετάρτῃ] τοῦ Φιλίππου. A. τῇ τῶν Μακεδόνων. BCD. ἀπήλλαξε] ἀπηλλάγη τοῦ κινδύνου. C.

Pan

184,1

ἐπὶ δὲ τῆς πάντα ἀρίστης καὶ μεγίστης τῆς νυνὶ καθεστηκυίας] τῆς ἐπὶ Ἀδριανοῦ, τουτέστι τῶν Ῥω‐ μαίων. BD. τῶν Ῥωμαίων. A.

Pan

184,3

γνοίη δ’ ἄν τις ὅσον τῇ πόλει] τὸ μὲν σχῆμα καὶ μέρος τοῦ λόγου ἔοικεν ἀνακεφαλαίωσις εἶναι τῶν εἰρημένων. ἐξεῦρε δὲ σχῆμα καινοπρεπές· καὶ γὰρ ἀνα‐ μιμνήσκει τῶν εἰρημένων, καὶ ξενίζει τῷ σχήματι. BD.
5ἔοικε καὶ τοῦτο ἀνακεφαλαίωσις εἶναι τῶν εἰρημέ‐ νων· ἐξεῦρε δὲ σχῆμα καινοπρεπὲς, καὶ ἀναμιμνήσκει τὰ εἰρημένα, καὶ ξενίζει τῷ σχήματι. δοκῶν δὲ συγκρίνειν αὐ‐ τὴν πρὸς τὰς ἄλλας πόλεις, ὥσπερ ἀνακεφαλαίωσιν ποιεῖ‐ ται πάντων τῶν εἰρημένων, σώζων ἀμφότερα. τὸ δὲ κα‐
10θάπερ ποιητῶν ἢ χορῶν, ἀντὶ τοῦ ὥσπερ εἴ τις ἐπὶ ποιη‐ τῶν ἢ χορῶν ἐζήτει, πότερος ἑτέρου προέχει. C.

Pan

184,5

ἀγῶνα] κρίσιν. A.

Pan

184,6

καθάπερ ποιητῶν ἢ χορῶν] ἀγῶνα. A. οὐ γάρ μοι δοκεῖ τὴν νικῶσαν εὑρεῖν ἂν ῥᾳδίως] ἐπειδὴ πάντα τὰ τῆς πόλεως ἴσα ἀλλήλοις ἐστὶν, εἰκὸς καὶ τὰς ταύτας μερισαμένας πόλεις ἐπίσης θαυμάζεσθαι καὶ
5μὴ ἄλλην ἄλλης προέχειν. C. τὴν νικῶσαν] πόλιν. C.

Pan

184,8

ἡ δ’ ὡς πλείστοις μεταδοῦσα] τούτων. C.

Pan

184,11

ἡ δ’ ὅ τι καὶ δοίη τις αὐτῇ τῶν ὑπαρ‐ χόντων τῇ πόλει] κατὰ κοινοῦ τὸ φιλοτιμοῖτο. ἀντὶ τοῦ εἰ λάβοι τις ἑτέρα πόλις ὁτιοῦν τῶν ὑπαρχόντων τῇ Ἀθη‐ ναίων πόλει, καὶ τοῦτο φιλοτιμοῖτο. BD.

Pan

184,14

ὥσπερ τοῖς ἅπασι τοσοῦτον περίεστιν] νι‐ κᾷ τὰς πόλεις. C. ὥσπερ τοῖς ἅπασι τοσοῦτον—φέρουσιν ἀγάλλεται] ἔοικε καὶ τοῦτο τὸ μέρος ἄλλο εἶναι πάλιν μέρος ἀνακεφα‐
5λαιώσεως. ἕτερα δὲ σχήματα εἰσάγει. λέγει δὲ ὅτι ὥσπερ
τοῖς πᾶσιν, οὕτω καὶ τὰ κατὰ μέρος σεμνύνεται, τῷ μὲν τοῖς πᾶσι δηλῶν τὸ γενικὸν, καὶ τὸ λέγειν τοῖς καθ’ ἕκα‐ στον. σαφέστερον δὲ αὐτὸς αὐτὸ ποιεῖ διὰ τῆς ἐπαγω‐ γῆς. BD.312

Pan

184,16

τῶν μὲν θείων εὐθέως δύο μὲν—ἡ περὶ τοὺς θεοὺς σπουδὴ] ταῦτα τὰ δύο καθολικὰ λέγει καὶ γε‐ νικὰ τῷ τοὺς Ἀθηναίους φιληθῆναι παρὰ θεῶν, καὶ αὐ‐ τοὺς τοὺς Ἀθηναίους θεούς. BD.
5ἥ τε ἐκ τῶν θεῶν τιμὴ] πρὸς τὴν πόλιν. C.

Pan

184,17

ἡ περὶ τοὺς θεοὺς σπουδὴ] αὐτῆς. C. περὶ αὐτοὺς] τοὺς θεούς. B. τούτων] τῆς παρὰ τῶν θεῶν τιμῆς καὶ τῆς περὶ τοὺς θεοὺς σπουδῆς. C.

Pan

184,18

τοὺς ἐν τέλει] τοὺς ἐν ἀξιώματι φησὶ καὶ ἐπισήμους· Δημήτηρ μὲν γὰρ τοὺς ἀμφὶ Κελεὸν, Διόνυσος δὲ τοὺς ἀμφὶ τὸν Ἴκαρον. BD. τοὺς προύχοντας τῆς πό‐ λεως, Κελεὸν καὶ Τριπτόλεμον. C.

Pan

185,2

ἁμιλλάσθω δὲ καὶ περὶ τούτων ἄλλη πρὸς ἄλλην πόλις] ὡς καὶ πρώην ἔφαμεν. C.

Pan

185,3

ἡ δὲ τοὺς τοῦ Διονύσου] εὐεργετεῖν φησι τὸν Διόνυσον, καὶ δοῦναι ἀνθρώποις. δηλοῖ δὲ ὁ Φερε‐ κύδης, καὶ μετ’ ἐκεῖνον Ἀντίοχος, λέγοντες καὶ διὰ τοῦ‐ το κεκλῆσθαι Διόνυσον, ὡς ἐκ Διὸς ἐς νύσας ῥέοντα· νύ‐
5σας γὰρ, φησὶν, ἐκάλουν τὰ δένδρα· εἶτ’ ἐπεξίασι φυσι‐ κώτερον τῷ λόγῳ λέγοντες Ἶσιν μετωνομάσθαι τὴν γῆν, ἀπὸ τῆς περὶ τὴν θέσιν τῆς κατὰ μέσον ἰσότητος, ταύτης δὲ ἀδελφὸν Ὄσιριν καθ’ Ἕλληνας καὶ Διόνυσον τὸν ἐκ Διὸς εἰς γῆν ῥεόμενον Βρόντου παῖδα, τὸν Ὧρον τὸν ἄρειον
10ἡδύκαρπον· ταῦτα δὲ λέγουσιν Ὠγύγου καὶ Θήβης, τῆς τούτου γυναικὸς, τῶν Ἀττικῶν αὐτοχθόνων ἐλθόντων ἐπὶ τὴν Αἴγυπτον, τά τε μυστήρια πρῶτον αὐτοῖς κατασκευά‐ σασθαι τὰ περὶ τὴν Ἶσιν, καὶ θεοὺς οὕτως ὀνομάσαι τού‐ τους μετὰ τὸ κτίσαι τὸν Ὤγυγον τὰς ἐκεῖ Θήβας τὴν πό‐
15λιν. BD. οὐ μόνον τοὺς ἀπὸ τῆς ἀμπέλου, ἀλλὰ καὶ τῶν ἄλλων ἡμέρων] τῶν ἀκροδρύων· λέγεται γὰρ ταῦτα πάντα Διονύ‐ σου μετὰ τῆς ἀμπέλου χαρίσματα. BD. οὐ μόνον τὴν ἄμ‐ πελον ὁ Διόνυσος Ἀθηναίοις παρέσχεν, ἀλλὰ καὶ τὰ ἄλλα313
20ἥμερα δένδρα, ὡς ἐν ἀρχῇ τοῦ λόγου εἴπομεν. C.

Pan

185,4

ἡ δὲ τρίτη] πόλις. C. τὴν τῆς Ἀθηνᾶς δωρεὰν καὶ ταύτην διπλῆν] τῆς σο‐ φίας καὶ ἐλαίας. A. τὴν ἐλαίαν καὶ τὴν σοφίαν· ἢ τὴν ἐλαίαν καὶ μόνον, διπλῆν δὲ, ὅτι καὶ εἰς βρῶσιν καὶ εἰς
5ὑγείαν ἐπιτηδεία ἐστίν· ἢ αὐτὴν τὴν ἐλαίαν καὶ τὸ ἔλαι‐ ον· ἢ τὴν ἐλαίαν καὶ τὴν παίδευσιν. BD. τὴν τῆς ἐλαίας καὶ τῶν λόγων. C.

Pan

185,6

αὖθις τοίνυν τὰ πρὸς τοὺς θεοὺς] εἰπὼν ἀνωτέρω (184, 16.) περὶ τῆς ἐκ θεῶν πρὸς τὴν πόλιν τι‐ μῆς, καὶ περὶ τῆς σπουδῆς, ἣν ἡ πόλις πρὸς τοὺς θεοὺς ἐνεδείξατο, ἐπειδὴ πρῶτον περὶ τῆς ἐκ θεῶν πρὸς τὴν πό‐
5λιν τιμῆς ἐμνημόνευσε, νῦν λέγει καὶ περὶ τῆς πρὸς θεοὺς τῆς πόλεως σπουδῆς. C. τοῦτο μὲν οἱ νεὼ] οὓς τοῖς θεοῖς ἡ πόλις ἀνέστησε. C. δι’ ἔτους] ἀντὶ τοῦ δι’ ὅλου. B.

Pan

185,7

τὰ δ’ εἰς ὑπερβολὴν ἔτι καὶ νῦν γίγνεται] ὡς ἄλλων μὲν εὑρόντων, αὐτῆς δὲ ὑπερβαλλομένης. BD.

Pan

185,8

τὰς δ’ ἀρρήτους τελετὰς, ὧν τοῖς μετα‐ σχοῦσι—τὰ πράγματα γίγνεσθαι δοκεῖ] ἔλεγον Ἕλληνες ὡς οἱ τὰ μυστήρια μυηθέντες εὐμενοῦς καὶ ἵλεω τῆς Περ‐ σεφόνης ἐν Ἅιδου ἐτύγχανον, ὡς καὶ Ἰσοκράτης ἐν τῷ Πα‐
5νηγυρικῷ φησι λόγῳ. C. τὰς δ’ ἀρρήτους τελετὰς] τὰ Δήμητρος καὶ Περσε‐ φόνης μυστήρια. C.

Pan

185,9

πᾶσιν] τοῖς τῶν ἄλλων καλοῖς. A. καλοῖς. C. ἓν] τοῦτο. C. πᾶσιν ἓν ἀντιθεῖναι] συγκρῖναι. B. ἀλλὰ μὴν ἥ γε πρὸς τοὺς ἀνθρώπους] εἰς ἄλλο πά‐
5λιν μέρος ἀνακεφαλαιώσεως μεταβαίνει. BD.
ἥ γε πρὸς τοὺς ἀνθρώπους ὁμιλία] τῆς πόλεως. C.314

Pan

185,11

ἡ τῶν τελετῶν ἑτέρα] πάλιν τῶν Ἐλευσι‐ νίων λέγει. BD.

Pan

185,12

ἡ διὰ τῆς σοφίας ἀεὶ πᾶσι γιγνομένη, καὶ εἰς τοὺς ἰδίους οἴκους, καὶ εἰς τὰ κοινὰ τῶν πόλεων ἐπι‐ κουρία] ὁ γὰρ σοφὸς καὶ ἑαυτὸν ὠφελεῖ, καὶ κοινῇ τὴν πόλιν, ἔν τε πρεσβείαις καὶ τοῖς ἄλλοις. C.

Pan

185,13

πότερον τοὺς νόμους εἴπωμεν, οἷς ἔτι νῦν οἱ πολλοὶ χρῶνται τοῖς ὑμετέροις] λέγει ἂν τοὺς Ῥωμαί‐ ους· Ῥωμαῖοι γὰρ τοὺς νόμους ἀπὸ τῶν Ἀττικῶν ἔγρα‐ ψαν, ἐκεῖθεν μεταπεμψάμενοι τὸν κληθέντα δυοκαιδέκα‐
5τον. τοῦτο δὲ καὶ Δημοσθένης λέγει καὶ Θουκυδίδης, ὅτι πάντες οἱ Ἕλληνες τὰ τῶν Ἀθηναίων ἐζήλωσαν νόμιμα. BD. τοῦτο καὶ Δημοσθένης καὶ Θουκυδίδης λέγει, ὅτι πάν‐ τες οἱ Ἕλληνες τὰ τῶν Ἀθηναίων ἐζήλωσαν νόμιμα, ἀλλὰ καὶ Ῥωμαῖοι τοὺς νόμους ἀπὸ τῶν Ἀττικῶν μετέβαλον,
10πρὸς τὴν ἐκείνων διάλεκτον. C.

Pan

185,14

τοῖς ὑμετέροις] οὓς Σόλων ἔθηκε. C. τοὺς διαλεκτικοὺς] ἰσοδυναμοῦσι τοῖς ῥητορικοῖς. B.

Pan

185,15

τί τῆς ποιήσεως εἶδος] κωμῳδίαν, τραγῳ‐ δίαν, τὰ ἄλλα. C.

Pan

185,16

τῆς πρώτης] μοίρας δηλονότι. A. μοίρας. C. ἀντὶ τοῦ τῆς πρωτίστης τῆς σοφίας. B.

Pan

185,18

τὰ ἐν τῇ οἰκείᾳ κατορθώματα] σημείωσαι ὅτι εἶπε κατορθώματα. φασὶ δὲ μὴ λέγεσθαι τὴν λέξιν. λέγει δὲ ὁ Λογγῖνος ἐν τρίτῃ φιλολόγων ὅτι εὕρηται πολ‐ λαχῶς. BD.

Pan

185,19

τὴν φιλανθρωπίαν—τὴν ἐν αὐτοῖς τοῖς πολέμοις ἐνοῦσαν] ὑπὲρ ἐχθρῶν ἐπολέμησε πολλάκις. B.

Pan

185,20

ὥσπερ γὰρ ἐν μιᾷ πηγῇ πάνθ’, ὅσα ἂν μερίσῃς, πάλιν εἰς ἄλληλα συρρεῖ καὶ μίγνυται] ἐπειδὴ εἶπε πηγὴν, ἐνέμενε τῇ τροπῇ εἰπὼν τὸ συρρεῖ. BD.

Pan

185,21

εἰς μὲν τὰς εὐεργεσίας οἵ τε πόλεμοι] τὰς εὐεργεσίας ὥσπερ πηγήν τινα εἶναι λέγει καὶ γενικόν τι ὃ μερίζει πάλιν εἰς πολλὰ μέρη. BD.

Pan

186,5

ὅροι] ἀντὶ τοῦ κανόνες καὶ ἀποδείξεις. BD.315

Pan

186,7

ἡ ἐν Μαντινείᾳ] ταύτην προεῖπεν ἔμπροσθεν ἐν τῇ δοκούσῃ ἀντιθέσει ὅτι ἔσωσεν ἱππομαχίᾳ Λακεδαιμο‐ νίους. BD.

Pan

186,8

τειχομαχίας μὲν γὰρ οὐδ’ ἠμφισβήτησεν οὐ‐ δεὶς πώποτε] τῇ πόλει. C.

Pan

186,9

θησόμεθα] ἤγουν ψηφισόμεθα. B. προστε‐ θῶμεν. C.

Pan

186,10

οὕτω καὶ διὰ πάντων καὶ δι’ ἑκάστου πολ‐ λαχῶς νικᾷ] ἀντὶ τοῦ καὶ διὰ τοῦ γενικοῦ καὶ διὰ τοῦ με‐ ρικοῦ, ὅπερ καὶ πρὸ μικροῦ εἶπε. BD.

Pan

186,13

στρατηγοὶ σοφώτατοι καὶ ὀξύτατοι] δι’ Ἀλ‐ κιβιάδην καὶ Χαβρίαν, δι’ Ἀριστείδην καὶ Θεμιστοκλέα, διὰ Νικίαν. τὸ δὲ ἀσφαλέστατον κοινόν ἐστιν ἀμφοτέρων ἐγκώμιον. BD.
5στρατηγοὶ σοφώτατοι καὶ ὀξύτατοι] ἐν βουλαῖς καὶ ἐν πράξεσιν. C.

Pan

186,14

ἀσφαλέστατοι] εἰπὼν ὀξύτατοι, ἐπειδὴ τῷ ὀξέως πράττειν ἢ βουλεύεσθαι ἕπεται τὸ ἐπισφαλὲς, διὰ τοῦτο ἐπήγαγε τὸ ἀσφαλέστατοι. C.

Pan

186,15

κεφάλαιον] καθολικὸν καὶ σύντομον λό‐ γον. C.

Pan

186,16

δυοῖν γὰρ ὄντοιν καιροῖν, —ἀνεῖται καιρῷ] ἀμφοῖν κοινὸν λέγει τὴν τροφήν· καὶ γὰρ ἐν καιρῷ πολέ‐ μου καὶ εἰρήνης δέεται τῆς τροφῆς· τὸν τῆς εἰρήνης δὲ καιρὸν λέγει τὸν τῆς παιδείας· ἐν γὰρ πολέμῳ πῶς δύνα‐
5ταί τις λόγοις παιδεύεσθαι; BD.

Pan

186,17

τὸ μὲν] ἡ τῶν ἀναγκαίων εὐπορία. C. ἀμφοῖν] πολέμῳ καὶ εἰρήνῃ. C. τὸ δὲ] τὸ τῆς παιδείας καλόν. C. τὸ δὲ τῷ τῆς εἰρήνης ἀνεῖται καιρῷ] τότε γὰρ ἐνερ‐
5γοῦνται οἱ λόγοι. C.

Pan

186,18

τὸ δὲ ἀμύνεσθαι] ἤγουν ἡ τῶν πρὸς τὸν πόλεμον κατασκευή. C. τὸ δὲ ἀμύνεσθαι δυνατοὺς εἶναι ποιεῖ περὶ τῶν ὑπαρ‐
χόντων] τουτέστι περὶ ὧν κεκτήμεθα. λέγει δὲ τροφῆς παι‐316
5δείας. ἡ δὲ σύνταξις οὕτως· τὸ δὲ ἀμύνασθαι περὶ τῶν ὑπαρχόντων δυνατοὺς εἶναι ποιεῖ· ἐνήλλακται γάρ. BD.

Pan

186,20

καθ’ ἣν ἄν τις αὐτῶν κρίνοι] ἀντὶ τοῦ οἱῳδήποτε αὐτῶν ψηφίσηται. B. ἀντὶ τοῦ οἱᾳδήποτε αὐτὸς ψηφίσηται. D. καθ’ ἣν ἄν τις αὐτῶν κρίνοι] τὸ κάλλιστον. C.

Pan

186,22

πᾶσι τοῖς κριταῖς νικᾷ] τοῖς κατὰ μέρος κρίνουσι. B. τὸ πᾶσι τοῖς κριταῖς παροιμία ἐστὶν ἐπὶ τῶν τελέως νικώντων. εἴρηται δὲ ἐκ μεταφορᾶς τῶν κρινομένων καὶ
5ἅπασι τοῖς κριταῖς ἀναιτίων δοξάντων. λέγει δὲ τὸ χώραις ἁπάσαις, ἐπειδὴ οὕτω καὶ ἀνεκηρύττοντο οἱ νικῶντες· ὅδε πρῶτος ἐνίκησε, δεύτερος ὁ δεῖνα, τρίτος ὁ δεῖνα, τέταρ‐ τος ἐκεῖνος· καὶ περαιτέρω οὐκ ἐξῆν ἀνακηρυχθῆναι. ἐγί‐ γνετο δὲ αὕτη ἡ ἀνακήρυξις ἐπὶ τοὺς νικῶντας ἐν ταῖς ἱπ‐
10πηλασίαις. C. χώραις ἁπάσαις] τοῖς προσήκουσι τόποις. A. οἱονεὶ τοῖς τόποις καὶ τοῖς ἐπιχειρήμασι τοῖς ἐγκω‐ μιαστικοῖς· ἢ ταῖς τάξεσιν, οἷον τῇ παιδείᾳ, τοῖς ἀναγκαί‐ οις, τῇ κατασκευῇ τῶν πολέμων. BD.

Pan

187,1

ὥστ’ οὐκ ἄν τις ὀκνήσειεν εἰπεῖν, —ὥσπερ ἐν ἅρμασιν] φησὶν ὅτι ἡ πόλις οὐ μόνον τὰ πρῶτα καὶ κρείττονα νικᾷ, ἀλλὰ καὶ τὰ πάντα. ἕως γὰρ τεσσάρων ἀνε‐ κηρύττοντο, ὅτι ὅδε πρῶτα ἐνίκησε, δεύτερος ὁ δεῖνα,
5τρίτος ὁ δεῖνα, τέταρτος μετὰ τόνδε. μετὰ δὲ τὸν τέταρ‐ τον ἀριθμὸν οὐκ ἐξῆν τινα ἀνακηρυχθῆναι, ὡς τῶν ἄλλων ἡττηθέντων. BD.

Pan

187,2

εἰ δὴ καὶ ἅρμα γε ἀπὸ τῶν Ἀθηνῶν τὸ ἀρ‐ χαῖον, οὐκ ἀπὸ τῆς Σικελίας] τοῦτο εἶπεν, ὥς τινων λε‐ γόντων ὅτι οἱ Σικελιῶται ἐξεῦρον τὸ ἅρμα. οἱ γὰρ περὶ Βραχυλλίδην καὶ Πίνδαρον ὑμνήσαντες τοὺς περὶ Ἱέρωνα
5καὶ Γέλωνα ἐν ἱππικῇ παρέσχον ὑπόνοιαν Σικελιώτας τὴν ἱππικὴν ἐξευρεῖν. BD. Ἐρεχθεὺς πρῶτος παρ’ Ἀθηνᾶς τὸ ἅρμα ἐδέξατο· ἕτεροι δέ φασι Πέλοπα παρὰ Ποσειδῶνος· ἄλλοι δὲ λέγου‐
σιν ὡς ἐκ Σικελίας ἐφάνη τὴν ἀρχήν· Βακχυλίδης γὰρ καὶ317
10Πίνδαρος Ἱέρωνα καὶ Γέλωνα, τοὺς Σικελίας ἄρχοντας, ὑμνήσαντες, καὶ πλεῖστα θαυμάσαντες ἐν ἱππηλασίᾳ, πρὸς χάριν αὐτῶν εἶπον ὡς Σικελιῶται πρῶτοι ἅρμα ἐξεῦρον. C.

Pan

187,4

τὰ δ’ αὖ τοῦ μεγέθους καὶ τῆς ἄλλης] δο‐ κεῖ τὸ ὅμοιον ποιεῖν ὃ ἐποίησεν ἐν τῇ ἀρχῇ τοῦ λόγου· (95, 4.) ὥσπερ γὰρ ἐκεῖ ἐκφράζει τὴν πόλιν, οὕτω καὶ ἐν‐ ταῦθα. ἀλλ’ ἐκεῖ μὲν τὴν θέσιν εἶπε, πῶς ἔχει ἐν γῇ καὶ
5θαλάττῃ. ἐνταῦθα δὲ τὰ κατὰ μέρος, οἷον λουτρὰ, οἰκο‐ δομήματα, καὶ τὰ τοιαῦτα. διδάσκει οὖν ἡμᾶς ὁ ῥήτωρ πῶς δεῖ ἐγκωμιάζειν· πρῶτον μετὰ τὰ προοίμια τὸν οἰκι‐ στὴν, ἐὰν ἔχωμεν, εἰ καὶ ἐνταῦθα παραλέλοιπε διὰ τὸ μὴ ἔχειν· εἶτα τὴν θέσιν τῆς χώρας, ὅπερ ἐστὶ τοῦ γένους·
10εἶτα τροφὴν καὶ τάξεις καὶ σύγκρισιν· εἶτα ἀνακεφαλαι‐ ώσει χρήσεται· εἶτα λοιπὸν τῶν μερῶν αὐτῆς τῆς πόλεως τὰ κάλλη· ὅπερ πεποίηκε νῦν ὁ ῥήτωρ· καὶ ὁ ἐπίλογος. BD.

Pan

187,5

αὐτὸν τὸν κύκλον τοῦ ἄστεος] τὸν περίβο‐ λον, τουτέστιν αὐτὸ τὸ τεῖχος. BD.

Pan

187,6

τείχη καθήκοντά ποτε ἐπὶ θάλατταν] τὰ λε‐ γόμενα μακρά. C. τὰ μακρὰ ἐπὶ τὸν Πειραιᾶ. B.

Pan

187,7

ἡμερησίας ὁδοῦ μῆκος τὰ σύμπαντα] καὶ μὴν τριάκοντα μόνον εἰσὶ στάδια. ἀλλὰ λέγομεν ὅτι καὶ τὸν κύκλον τῆς πόλεως περιέλαβεν, ἢ ὡς ὁ ῥήτωρ ηὔξη‐ σε. B.
5πρὸς τῇ θαλάττῃ] ἐν τῷ λιμένι τῷ Πειραιεῖ. C.

Pan

187,8

κύκλους ἑτέρους ἀντιστρόφους τῶν περὶ τὴν πόλιν] ἀντὶ τοῦ ἴσους. σημείωσαι δὲ ὅτι τοῦ Πειραιῶς τὸ τεῖχος. ἴσον δ’ ἐστὶ τοῦ τείχους τῆς ἄνω πόλεως. BD. ἀντικρὺ στρεφομένους τῶν περὶ τὴν πόλιν τειχῶν,
5καὶ ἴσους αὐτῆς ὄντας, ὡς δοκεῖν τὸ μεταξὺ τῶν τειχῶν ὥσπερ αὐλὴν τῆς πόλεως καὶ προάστειον. C. τοὺς δήμους] τοὺς ἐν τῇ πόλει καὶ τοῖς προαστείοις. C.

Pan

187,9

ὧν ἔνιοι] οἱ ἐν τοῖς προαστείοις. C.

Pan

187,11

τῶν μὲν αὐτοφυῶν] ἤγουν τῶν παρὰ τῆς
φύσεως. C. τοῦ πολλοῦ] γράφεται καὶ δι’ ἑνὸς λ. τουτέστι τῆς περιεχούσης σφαίρας τοῦ κοινοῦ. BD.318

Pan

187,12

ἔτι δ’ αὐτῆς τῆς ἀκροπόλεως ἡ θέσις] διὰ τὸ εἶναι αὐτὴν ἐν ὕψει καὶ ὄρει, ὡς προεῖπε, κεφαλῇ πα‐ ραπλησίως. αὔρας δὲ ἀντὶ τοῦ ἡδέως πνοῆς τινος προσ‐ ερχομένης. BD.

Pan

187,13

ἐπισημήνασθαι] σημειώσασθαι, καὶ ὡς πα‐ ράδοξον θαυμάσαι. C.

Pan

187,14

ταῖς μὲν γὰρ ἄλλαις πόλεσιν, ὅπως ἂν— τῷ ὑπὲρ κεφαλῆς ἀέρι] πανταχοῦ, φησὶν, ἡ χώρα τῆς πόλεως λεπτότερον ἀέρα ἔχει, ἐνταῦθα δὲ ἡ πόλις τῆς χώ‐ ρας· καὶ τοσοῦτον ὥστε πόρρωθεν ἂν ἴδοις, ὅπου κεῖται
5ἡ πόλις, τὸν περὶ αὐτὴν ἀέρα λεπτότερον ὁρῶν, καὶ φαι‐ δρότερον, καὶ λεπτότητα καθάπερ αὐγήν. BD. ὅπως ἂν ἔχωσι τοῦ οὐρανοῦ] ὅπως ἂν ἔχωσι τῆς θέσεως τοῦ οὐρανοῦ· πρὸς γὰρ τὸν οὐρανὸν καὶ ἡ κρᾶ‐ σις συμβαίνει. πᾶσα οὖν, φησὶ, πόλις, κἂν ἔχῃ ἄριστον
10ἀέρα, ἀλλ’ ἧττον ὅμως ἔχει τοῦ ἐκτὸς καὶ τοῦ τῆς χώρας ἀέρος, ἐνταῦθα δὲ ὁ τῆς πόλεως ἀμείνων τοῦ ἐν ἀγροῖς. BD. τοῦ οὐρανοῦ] ἐπειδὴ πρὸς τὴν θέσιν τοῦ οὐρανοῦ καὶ ἡ τοῦ ἀέρος κρᾶσίς ἐστι, διὰ τοῦτο καὶ οὗτος ἀντὶ τοῦ εἰπεῖν ἀέρος οὐρανοῦ εἶπεν· ὡς καὶ ἐν ἀρχῇ τοῦ λό‐
15γου πεποίηκε, τοῦτο τὸ νόημα εἰπών. C.

Pan

187,15

τοῦ δὲ τῆς πάσης Ἀττικῆς ἀέρος οὕτως ἔχοντος] καλῶς ὡς ἐδείξαμεν. C.

Pan

187,16

ὁ τῆς πόλεως ὑπερέχων] ὑπερκείμενος. A. γνοίης δ’ ἂν αὐτὴν ἐπὶ τῇ πόρρωθεν ὥσπερ αὐγῇ τῷ ὑπὲρ κεφαλῆς ἀέρι] ὅσῳ γὰρ ἄν τις πλησίον τῆς πό‐ λεως γίνηται, τοσούτῳ καὶ διαυγεστέρου τοῦ ὑπὲρ κεφα‐
5λὴν ἀπολαύει ἀέρος, ὁ δὲ πόρρω γινόμενος τοὐναντίον· ὥστε ἢν ἐθελήσῃς πόρρωθεν γνῶναι τὴν πόλιν, οὐκ ἀπ’ ἄλλου νοήσεις, ἀλλ’ ἐκ τοῦ ὑπὲρ κεφαλὴν ἀέρος, καὶ τῆς ἐντεῦθεν ἐκδιδομένης ὥσπερ αὐγῆς. C. αὐτὴν] τὴν πόλιν. C.

Pan

187,20

ἀγάλματα, ἄνευ τῶν οὐρανίων, τῆς πρώ‐ της τέχνης τὰ πρῶτα, καὶ παλαιὰ καὶ καινὰ] ἀγάλματα διὰ τὸ Παλλάδιον φησὶ τὸ ἀπὸ Τροίας· ὁ γὰρ Δημόφι‐ λος παρὰ Διομήδους ἁρπάξας εἰς τὴν πόλιν ἤγαγεν, ὡς319
5Λυσίας ἐν τῷ ὑπὲρ Σωκράτους πρὸς Πολυκράτην λόγῳ. λέγει δὲ ἂν καὶ περὶ ἄλλων πολλῶν Παλλαδίων· τοῦ τε καταλκομένον τὸν αὐτόχθονα καὶ τῶν περὶ αὐτῶν γε‐ φυρῶν καλουμένων, ὡς Φερεκύδης καὶ Ἀντίοχος ἱστοροῦ‐ σι· καὶ τῶν κατενηνεγμένων μὲν τῇ τῶν γιγάντων μάχῃ,
10ὡς ἐν ἀγράφοις ὁ Φύλαρχος φησί. Παλλάδιον δὲ ἐκά‐ λουν, καθὰ λέγει Φερεκύδης, τὰ βαλλόμενα εἰς γῆν ἐκ τοῦ οὐρανοῦ ἀγάλματα· πάλλειν γὰρ, φησὶ, τὸ βάλλειν ἔλεγον. ἄνευ δὲ τῶν οὐρανίων, τουτέστι τῶν διιπετῶν. BD. τρία ἦσαν ἀγάλματα ἐν ἀκροπόλει τῆς Ἀθηνᾶς· ἓν μὲν τὸ ἀρ‐
15χαῖον καὶ διιπετές· ἕτερον τὸ χαλκοῦν, ὃ ἔθεσαν μετὰ τὸ Περσικόν· τρίτον τὸ Φειδίου, τὸ ἐκ χρυσοῦ καὶ ἐλέ‐ φαντος κατεσκευασμένον. BD. οὐράνια λέγει τὰ διοπετῆ. ἦσαν δὲ τῆς Ἀθηνᾶς ἐν ἀκροπόλει τρία ἀγάλματα· τὸ μὲν ἓν χαλκοῦν, ὃ μετὰ τὰ
20Περσικὰ Ἀθηναῖοι ἔστησαν· τὸ δὲ ἕτερον ἐκ χρυσοῦ καὶ ἐλέφαντος, παριστῶντα ἄμφω τέχνην ὑπερφυῆ· κατεσκεύ‐ ασε δὲ τὸ μὲν Φειδίας, τὸ δὲ χαλκοῦν Πραξιτέλης· καὶ τὰ μὲν ἐκ τέχνης ταῦτα. ἵστατο δὲ πρὸ τούτων ἕτερον διοπετές· ἐν γὰρ τῇ Τροίᾳ φασὶν ἐξ οὐρανοῦ τουτὶ πεπτω‐
25κέναι· λαβόντος δὲ Διομήδους, ἁρπάσας ἀπὸ τούτου Δη‐ μόφιλος Ἀθήναζε ἤγαγεν, ὡς Λυσίας ἐν τῷ ὑπὲρ Σωκρά‐ τους πρὸς Πολυκράτην λόγῳ φησί. C. τὰ πρῶτα, καὶ παλαιὰ καὶ καινὰ] ὕστερον γὰρ πολ‐ λὰ γεγόνασι. C.

Pan

187,21

γῆς φανερᾶς] περιφανοῦς καὶ ἐνδόξου. C.

Pan

188,1

οἷα δὴ τῆς παρούσης ἐξουσίας καὶ διαίτης] ἤγουν ὁποῖα τῷ παρόντι καιρῷ ἁρμόττει, ὅτε πάντων ἀφέ‐ μενοι Ἀθηναῖοι μόνοις τοῖς λόγοις αὐτοί τε καὶ σὺν αὐ‐ τοῖς ἕτεροι σχολάζουσιν. C.
5σεμνότητι] μεγαλοπρεπείᾳ. C.320

Pan

188,2

τοὺς Ἐριχθονίους] ἤγουν τοὺς κατ’ Ἐρε‐ χθέα. C.

Pan

188,3

τοὺς Κέκροπας] τοὺς κατὰ Κέκροπα. C.

Pan

188,7

εἴ τῳ καὶ τούτων φίλον μεμνῆσθαι] ἐκ τοῦ εἰπεῖν εἴ τῳ καὶ τούτων φίλον μεμνῆσθαι δείκνυσιν ὅτι, εἰ καὶ τὰ παρόντα θαυμαστὰ, ἀλλ’ οὐχ οἷα τὰ πρόσθεν, ὧν καὶ μεμνῆσθαι μᾶλλον καὶ θαυμάζειν προσῆκεν. C.

Pan

188,8

τὰ μὲν παλαιὰ τοῖς παλαιοῖς νικᾷ, τὰ δὲ καινὰ τοῖς καινοῖς] [Start of a diagram][Start of a diagram section]παλαιὰ[End of a diagram section] [Start of a diagram section]παλαιοῖς.[End of a diagram section] [Start of a diagram section]χιασμὸς τὸ
5σχῆμα[End of a diagram section] [Start of a diagram section]καινὰ[End of a diagram section] [Start of a diagram section]καινοῖς.[End of a diagram section][End of a diagram] B.

Pan

188,9

τοῖς ἑαυτῆς λέγω, τὰ τῶν ἄλλων] τὸ τοῖς ἑαυτῆς λέγω τὰ τῶν ἄλλων πανταχοῦ λάμβανε· ἐδέησε δὲ τοῦτο εἰπεῖν, ἵνα μή τις ὑπολάβῃ ὡς τὰ μὲν παλαιὰ τὰ ἑαυτῆς ἐν τοῖς καινοῖς τοῖς ἑαυτῆς νικᾷ, τὰ δὲ καινὰ τοῖς
5καινοῖς· ἐπεὶ τὰ μὲν παλαιὰ τοῖς παλαιοῖς, τὰ δὲ καινὰ τοῖς καινοῖς, οὐδεμίαν ἀμφιβολίαν εἶχεν. C. κατίδοι δ’ ἄν τις κἀκεῖθεν τὰς ὑπερβολὰς αὐτῆς] ἐν‐ ταῦθα ὥσπερ σύγκρισίν τινα ποιεῖται, καὶ πάντα τὰ τῶν ἄλλων ἐξαίρετα. καὶ λέγει μὲν αὐτὴν τὰ πάντων ἔχειν
10πλεονεκτήματα, οὐ μέντοι τὰς ἄλλας ἐχούσας τὰ αὐτῆς. B.

Pan

188,12

τῶν δὲ ἑαυτῆς οὐδένα κοινωνὸν ἔχει διὰ τέλους] ἀντὶ τοῦ ἐν τοῖς ἰδίοις πλεονεκτήμασιν οὐδένα ἔχει παραπλήσιον. τὸ δὲ διὰ τέλους ἀντὶ τοῦ μέχρι τέλους, ὅ ἐστιν ἐκ μέρους κεκοινωνήκασιν. BD.
5οἷον Ἀργεῖοι παλαιότατοι τῶν Ἑλλήνων ἀξιοῦσιν εἶ‐ ναι] τοῦτο ἐπὶ τῶν Ἀργείων ἐσήγαγεν, ἐπειδὴ καὶ Ἀργεί‐
ους οἶδε φρονοῦντας, ὡς ἐν τῇ Ἀργείᾳ σπαρέντος τοῦ πυρῶν σπέρματος, ἐκ Λιβύης Ἄργου μεταπεμψαμένου· διὸ καὶ Δημήτριος Λιβύης ἱερὸν ἵδρυσεν ἐν τῷ Ἄργει, ἐν Χα‐321
10ράδραις οὕτω καλουμένῳ τόπῳ, ὥς φησι Πολέμων. BD.

Pan

188,13

ὅλως οὐχ ὅμοια τὰ τῶν Ἀργείων παλαιὰ τοῖς τῶν Ἀθηναίων] τοιαύτας γὰρ τομὰς τῶν θεῶν καὶ εἰς τοὺς θεοὺς ἀμοιβὰς οὐκ ἔχουσι. λέγει δὲ ὁ Πολέμων ἐν τῇ Ἑλληνικῇ ἱστορίᾳ ὅτι ἤρισαν καὶ περὶ τοῦ Ἄργους
5Ποσειδῶν καὶ Ἥρα, καὶ ἡττήθη κἀκεῖ· σύμβολα μέντοι οὐκ ἔδειξαν οἱ ἐν Ἀθήναις. BD.

Pan

188,16

ἐνταῦθα] εἰς τὰς Ἀθήνας. C. τὰς ἀπαρχὰς] τῶν καρπῶν. C. ἐκεῖσε] εἰς τοὺς Ἀρκάδας. C.

Pan

188,18

τά γε δεύτερα ἐκείνοις ἐν φιλοτιμίᾳ καθέ‐ στηκεν] τὸ δεύτερα εἶναι τὴν εὐδοξίαν. B. τὸ δευτέρους εἶναι τῆς πόλεως τοὺς πολεμίους. C. ἔχει ταῖς Θήβαις χάριν καὶ τιμὴν ἡ τῶν θεῶν γένε‐
5σις] ἔχει ἀντὶ τοῦ φέρει. λέγει δὲ Ἡρακλέα καὶ Διόνυσον. B.

Pan

188,19

τῶν θεῶν] Διονύσου καὶ Ἡρακλέους. C. ὁ μὲν] ὁ Διόνυσος. AC. τὴν δωρεὰν] τὴν ἄμπελον. C. τὸν δὲ] τὸν Ἡρακλέα. AC.

Pan

188,20

χωρὶς τῶν διὰ Θησέως πρὸς αὐτὸν κοινω‐ νιῶν] εἰς τὰς Ἀμαζόνας καὶ ἄλλους πολέμους. A.

Pan

189,1

τῆς τελευταίας Θηβαίων ῥώμης ἅπαντες μέμνηνται] τοῦτο ἤδη προεῖπεν, ὅτι νικήσαντες ἐν Λεύκ‐ τροις Θηβαῖοι ἐζήτουν κατασκάψαι καὶ αὐτὴν τὴν Σπάρ‐ την, καὶ ἐκώλυσαν Ἀθηναῖοι ὑπὲρ Λακεδαιμονίων πολε‐
5μήσαντες. BD. τῆς ἐν Λεύκτροις. C. ταύτης ἡ πόλις αἰτία] ὅτε ἐν Λεύκτροις ἐνίκησαν, συμμαχησάντων αὐτοῖς Ἀθηναίων ἐν Ἁλιάρτῳ καὶ ἐν Κο‐ ρωνείᾳ. BD. συνεμάχησε γὰρ πρόσθεν Θηβαίοις ἐν Ἁλιάρ‐ τῳ καὶ Κορωνείᾳ κατὰ Λακεδαιμονίων· ὅθεν δὴ καὶ ηὐ‐
10ξήθησαν. C.

Pan

189,2

ὅτε ἔδει, τἀναντία πράττειν οὐκ ἔδεισεν] ζητοῦντας Θηβαίους μετὰ τὴν ἐν Λεύκτροις μάχην κατα‐
σκάψειν τὴν Σπάρτην Ἀθηναῖοι οὐκ ἔδεισαν, ἀλλ’ ἐκώ‐ λυσαν αὐτοὺς, οἰκτείραντες τὴν Λακεδαιμονίων δυστυ‐322
5χίαν. C. τἀναντία] τῇ προτέρᾳ συμμαχίᾳ. C. οὐκ ἔδεισεν] τὴν Θηβαίων θρασύτητα. C. ἐπαινεῖν ἄν τις ἔχοι Κορινθίους δικαιοσύνης εἵνεκα] ὅθεν καὶ ποιηταὶ εὐδαίμονα τὴν Κόρινθον φασί. C.

Pan

189,4

ἐνδοξότατοι πάντων οἱ κατὰ τὴν Ἑλλάδα ἀγῶνες] ἡ τάξις τῶν ἀγώνων κατὰ Ἀριστοτέλην γράφεται· πρῶτα μὲν τὰ Ἐλευσίνια, διὰ τὸν καρπὸν τῆς Δήμητρος· δεύτερον δὲ τὰ Παναθήναια ἐπὶ Ἀστέρι τῷ γίγαντι ὑπὸ
5Ἀθηναίων ἀναιρεθέντα. τρίτος, ὃν ἐν Ἄργει Δαναὸς ἔθη‐ κε, διὰ τὸν γάμον τὸν θυγατέρων αὐτοῦ· τέταρτος ὁ ἐν Ἀρκαδίᾳ τεθεὶς ὑπὸ Λυκάονος, ὃς ἐκλήθη Λύκαια· πέμ‐ πτος ὁ ἐν Ἰολκῷ, Ἰακάστου καθηγησαμένου ἐπὶ Πελίᾳ τῷ πατρί· ἕκτος ὁ ἐν Ἰσθμῷ, Σισύφου νομοθετήσαντος ἐπὶ
10Μελικέρτῃ· ἕβδομος ὁ Ὀλυμπιακὸς, Ἡρακλέους νομοθετή‐ σαντος ἐπὶ Πέλοπι· ὄγδοος ὁ ἐν Νεμέᾳ, ὃν ἔθηκαν οἱ ἑπτὰ ἐπὶ Θήβας ἐπὶ Ἀργεγόρῳ· ἔννατος ὁ ἐν Τροίᾳ, ὃν Ἀχιλ‐ λεὺς ἐπὶ Πατρόκλῳ ἐποίησε· δέκατος ὁ Πυθικὸς, ὃν οἱ Ἀμφικτύονες ἐπὶ τῷ Πύθωνος φόνῳ ἔθηκαν. ταύτην τὴν
15τάξιν εἰς πέπλους συνθεὶς ὁ Ἀριστοτέλης ἐξέθετο τῶν ἀρ‐ χαίων καὶ παλαιῶν ἀγώνων. BD. Ὀλύμπια, Πύθια, Νέ‐ μεα, Ἴσθμια· Ὀλυμπίων ἔπαθλον κότινος· Πυθίων μῆ‐ λα· Νεμέων σέλινα· Ἰσθμίων πίτυς. καὶ οὗτοι μὲν οἱ ἀγῶνες μεγάλοι· γίνονται δὲ καὶ ἄλλοι τούτων ἐλάτ‐
20τους. C. ὁ τῶν Παναθηναίων] τῶν μικρῶν λέγει· ταῦτα γὰρ ἐπὶ Ἐρεχθονίου τοῦ Ἀμφικτύονος γενόμενα ἐπὶ τῷ φόνῳ τοῦ Ἀστερίου τοῦ γίγαντος· τὰ δὲ μεγάλα Πεισίστρατος ἐποίησε. τὰ δὲ Ἐλευσίνια ἐπὶ Πανδίονος ἐγένετο, ὃς πέμ‐
25πτος ἦν βασιλεὺς ἀπὸ Ἐρεχθονίου. διὰ δὲ τὸν καρπὸν ἐτέθησαν. BD.

Pan

189,5

εἰ δὲ βούλει, ὁ τῶν Ἐλευσινίων] ὡς καὶ
Ἀριστοτέλης τάττει. C. ὁ τῶν Ἐλευσινίων] διὰ τὴν τοῦ σίτου εὕρεσιν. C. πάντας αὐτοὺς ἡ τῆς πόλεως δωρεὰ συγκροτεῖ] ἐπει‐323
5δήπερ, ὡς ἔφημεν, ἡ Ἀθηνᾶ τὴν ἐλαίαν παρέσχεν, ἀλεί‐ φονται δὲ οἱ ἀθληταὶ ἔλαιον, διὰ τοῦτο τὴν τῆς Ἀθηνᾶς δωρεὰν πάντας ἀγῶνάς φησι συγκροτεῖν. C. ἡ τῆς πόλεως δωρεὰ] ἡ ἐλαία. A.

Pan

189,6

Σαμοθρᾷκες ἀγάλλονται τοῖς ἱεροῖς] μικτόν ἐστι τοῦτο τὸ γένος ἀπὸ Σαμίων καὶ Θρᾳκῶν, ἀπὸ ἐπι‐ γαμβρίας, ὥς φασι, γενόμενον. οὗτοι οὖν μυστήρια εἶχον φοβερὰ τῆς Ῥέας· ἱεροῖς γὰρ λέγει τοῖς μυστηρίοις, οἷς
5μυούμενοι οὐδέποτε ἐναυάγουν. BD. Σαμοθρᾷκες μικτόν ἐστιν ἔθνος, ἀπὸ Σαμίων—τῆς Ῥέας. C.

Pan

189,7

ἀνεῖται] ἀναδέδοται. A. τοῖς θεοῖς] Ἀπόλλωνι καὶ Ἀρτέμιδι. C.

Pan

189,8

τὸ δὲ δὴ καὶ τὴν εἰς Δελφοὺς ὁδὸν ἔργον εἶναι τῆς πόλεως] τὴν θυσίαν τὴν πομπὴν εἰς τὰ Πύθια. ἐλέγετο δέ ποτε ἡ ὁδὸς αὕτη λῃστεύεσθαι. τοῦτο δὲ τὸ λῃστικὸν καθεῖλον Ἀθηναῖοι· ἔργον οὖν καλεῖ τὸν λῃστι‐
5κὸν διωγμόν. BD. ἐν τῇ πρὸς Δελφοὺς ὁδῷ λῃσταί ποτε καθήμενοι τοὺς παριόντας διέφθειραν. Θησεὺς οὖν ἀνεῖλεν ἅπαν τοῦ‐ το τὸ λῃστικόν· ὅθεν Ἀθηναῖοι αἴτιον τῆς ἀναιρέσεως τὸν Ἀπόλλω νομίζοντες κατ’ ἐνιαυτὸν ναῦν εἰς Δελφοὺς
10ἔπεμπον, θυσίαν κομίζουσαν τῷ Ἀπόλλωνι ἐν τῇ τῶν Πυ‐ θίων πανηγύρει. ἔργον δὲ τῆς πόλεως λέγει τὴν ὁδὸν, ἐπειδήπερ εἰ μὴ τοὺς λῃστὰς ἀνεῖλεν, οὐκ ἂν οἷόν τε ἦν εἰς Δελφοὺς ἀφικνεῖσθαι. C. τὴν θεωρίαν] τὴν τὴν θυσίαν ἄγουσαν ναῦν. C.
15τὴν Πυθιάδα] τὴν ἐν τῶν Πυθίων ἑορτῇ ἀγομέ‐ νην. C.

Pan

181,9

τί ἂν εἴποις, ἢ τῶν θεῶν ἅπαντα ταῦτ’ εἶ‐ ναι] οὗτοι γὰρ παρεσκεύασαν. C.

Pan

189,10

πρεσβεύειν] ὑπερέχειν. A. τιμᾶν, ὑπερέχειν τῶν ἄλλων. C. πᾶσιν ὥσπερ χεῖρα τοῖς καλοῖς ἐπιβάλλειν τὴν πόλιν]
ἀντὶ τοῦ μερίζεσθαι· τοῦτο δὲ εἶπεν οὐχ ἁπλῶς, ἀλλ’ ὅτι324
5ἔθος εἶχον τινὲς, ἄλλων θυόντων συνεφάπτεσθαι τῆς θυ‐ σίας καὶ κοινωνεῖν, τούτων οὖν ἐκάλουν χεῖρα ἐπιβάλλειν· ὅ ἐστι μετέχειν πάντων τῶν καλῶν· καὶ Αἰσχίνης οὐκ ἔφη γινώσκειν, ὥσπερ τοὺς συνεφαπτομένους τῶν ἱερῶν. BD. τὸ χεῖρα ἐπιβάλλειν παροιμία ἐστὶν ἐπὶ τῶν κοινωνούντων
10τισὶν ἀγαθῶν λεγομένη· ἐπειδὴ εἶχον ἔθος τινὲς, ἄλλων θυόντων συνδράττεσθαι τῆς θυσίας, καὶ κοινωνεῖν. C.

Pan

189,11

ἔτι τοίνυν εἰσὶν, αἳ τῶν κατὰ τὴν Ἀσίαν πόλεων μεγέθει ναῶν φιλοτιμοῦνται] τὸν ἐν Ἐφέσῳ τῆς Ἀρτέμιδος ναὸν λέγει. B. ὥσπερ ἡ Ἔφεσος τῶ τῆς Ἀρτέ‐ μιδος ναῷ. C.

Pan

189,13

καθάπερ πρώην συνῳκισμένῃ] πασῶν πό‐ λεων. C. ἃ γὰρ τοῖς ἄλλοις ἐν ἀγάλμασι δεῖξαι σπουδὴν ἔχει, τούτων ὑμεῖς τοὺς νεὼς καὶ τὰ θέατρα προσκέκτησθε] διὰ
5τὸν Ἡρακλέα λέγει, οὗ τοῖς μὲν ἀγάλμασιν ἕτεροι φιλοτι‐ μοῦνται· ἡ πόλις δὲ τὸ πρώτη τῶν Ἑλλήνων νεὼν αὐτῷ ἱδρῦσαι καὶ κοινωνῆσαι διὰ Θησέως αὐτῷ τῶν πλείστων ἀγώνων, οὓς καὶ θέατρα καλεῖ. C.

Pan

189,14

ἀγάλματα θαυμάζεται] ἐν ἄλλαις πόλεσι. C.

Pan

189,15

τούτων πρῶτον εἶναι κρατεῖ τὸ παρ’ ὑμῖν ἐν τῇ πόλει] ἀντὶ τοῦ ἐν τῇ ἀκροπόλει· αὕτη γὰρ ἡ πό‐ λις ἐκαλεῖτο. λέγει δὲ τὸ τῆς Ἀθηνᾶς, ὅπερ ἐποίησε Φει‐ δίας ἐξ ἀργύρου καὶ ἐλέφαντος. τοῦτο οὖν, φησὶ, τὸ ἐν τῇ
5ἀκροπόλει κάλλιστόν ἐστι μετὰ τοῦ καὶ τὰ ἄλλα ἀγάλμα‐ τα τρόπον τινὰ τῆς πόλεως προσήκειν οἰκεῖα εἶναι καὶ ἴδια, ἅπερ ἔχουσιν οἱ ἄλλοι ἄνθρωποι, ὡς παρ’ αὐτοῖς διδαχθέντες ποιεῖν. BD. τὸ παρ’ ὑμῖν ἐν τῇ πόλει] διοπετὲς, ἢ τὸ ἐκ χρυ‐
10σοῦ καὶ ἐλέφαντος. C. χωρὶς τοῦ καὶ τὰ ἄλλα πανταχοῦ κάλλιστα προσήκειν τρόπον δή τινα τῇ πόλει] ἐντεῦθεν γὰρ δὴ τὴν μίμησιν ἔσχον. A.

Pan

189,17

τοῖς ἀγαλματοποιοῖς αὐτοῖς περίεστιν] διὰ τὸν Φειδίαν λέγει. τὸ δὲ περίεστιν ἀντὶ τοῦ νικᾷ. B. Φει‐
δίας γὰρ ὁ λιθοξόος Ἀθηναῖος ἦν. C.325

Pan

189,18

περίεστιν] νικᾷ. C. ἑπτά γε ἀνδρῶν—εἷς ἀπὸ τῆς πόλεως γέγονε] ὁ Σόλων. AC. περὶ Σόλωνος. margo A. ἑπτὰ γὰρ σοφῶν ὄντων, εἷς ἀπὸ τῆς πόλεως Σόλων ἐγένετο. B.

Pan

189,19

δυοῖν ἀρίστοιν νομοθέταιν] Λυκούργου καὶ Σόλωνος. AB. Σόλωνος καὶ Λυκούργου. C. ἅτερος αὐτὸς οὗτος] ἅτερον λέγει τὸν Σόλωνα. B. ὁ Σόλων. C.

Pan

189,20

δύο τοίνυν ἀνδράσι τῶν πρόσθεν—καὶ Σωκράτει τῷ παρ’ ὑμῶν] περὶ τοῦ Ἀπόλλωνος. τοῦτο δὲ λέγει ὁ Ἡρόδοτος. B. διὰ τὸν χρησμὸν λέγει τὸν λέγοντα, Ἥκεις, ὦ Λυκόεργε, ἐμὸν ποτὶ νηὸν ἀνιὼν, Ζηνὶ φίλος
5καὶ πᾶσιν Ὀλύμπια δώματ’ ἔχουσι· δίζω, ἢ σὲ θεὸν μαν‐ τεύσομαι, ἢ ἄνθρωπον. ἀνδρῶν πάντων Σωκράτη σοφώ‐ τατος. BD. ἐλθὼν πρὸς Δελφοὺς ὁ Λυκοῦργος τοιαῦτ’ ἤκουσε παρὰ τοῦ Ἀπόλλωνος, Ἥκεις, ὦ Λυκόεργε, ἐμὸν ποτὶ νηὸν ἀνιὼν, Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματ’
10ἔχουσι· δίζω, εἴ σε θεὸν μαντεύσομαι, ἠὲ βροτόν γε. ζη‐ τούντων δέ τινων ἐν τῷ Ἀπόλλωνι τίς εἴη μάλισθ’ ἁπάν‐ των σοφὸς, ἀνεῖλεν ἡ Πυθία, Σωκράτης ἀνδρῶν ἁπάν‐ των σοφώτατος. C.

Pan

190,1

ἐπὶ τοῖς καινοῖς] παραδόξοις. C.

Pan

190,4

κοινοτάτοις] ἤτοι φιλανθρωποτάτοις. B.

Pan

190,5

ὁμοίως Ἀθηναίοις τε καὶ πᾶσιν ἀναγκαῖον εἰπεῖν] ὅ ἐστι μόνους Ἀθηναίους εἰπεῖν ἤθη φιλάνθρωπα εὑρεῖν. B.

Pan

190,6

τὸ μὲν διὰ πάντων ἀποδεικνύναι] ὅσον ἡ πόλις προέχει. C. συχνοῦ καὶ λόγου καὶ χρόνου] δεῖται. A.

Pan

190,7

ἐνομίσατε] ἐνομοθετήσατε. B. τῶν μὲν ὑπὲρ τῆς πόλεως] ταῦτα Θουκυδίδης φησί. B.

Pan

190,8

αὐτῶν μὲν ἐπαίνους ἐπὶ ταῖς ταφαῖς καθ’ ἕκαστον ἔτος λέγειν] ὅπως τοῦτο ἐγίνετο πρόσθεν εἴπομεν εἰς τὸ ὃ τοῖς πολλοῖς τῶν εἰωθότων λέγειν ἐπὶ τῷ τάφῳ
τῷ δημοσίῳ παρεῖται (118,14.). C.326

Pan

190,9

μετὰ τῶν πανοπλιῶν] τῶν πατρῴων. C.

Pan

190,10

τοὺς δ’ ἀδυνάτους τῶν πολιτῶν δημοσίᾳ τρέφειν] ἀδυνάτους λέγει πάντας τοὺς μὴ δυναμένους χρῆσθαι τῷ σώματι πρὸς τὴν οἰκείαν αὐτάρκειαν. κυρίως δὲ ἀδύνατοι οἱ πένητες λέγονται. BD. δυνατοὺς λέγει τοὺς
5ἐν τοῖς πολέμοις ἀποθανόντας, ἀδυνάτους δὲ τοὺς τούτοις προσήκοντας, οὓς τρέφουσι τὴν ἀδυναμίαν αὐτῶν ἐλεοῦν‐ τες. BD.

Pan

190,11

ἐδείξατε, ὡς ἑκάτερον προσῆκε] τιμᾶν. C. ψηφίσματα τοίνυν πόθεν ἢ λαμπρότερα, ἢ φιλαν‐ θρωπότερα] σημαίνει ὅτι οὐκ ἐξῆν πολεμεῖν ἄνευ ψηφίσμα‐ τος. ἐμφαίνει οὖν ὅτι τὰ προειρημένα περιέχει τὰ πολλὰ
5ψηφίσματα. BD.

Pan

190,12

ἢ φιλανθρωπότερα] ἐπειδὴ πολλάκις ἐψη‐ φίσαντο δυστυχοῦσιν ἐχθροῖς βοηθεῖν. C. ὧν ἃ μὲν ἐν τοῖς εἰρημένοις ἐστὶ] τὸ εἰρημένοις λέγει, ἐπειδὴ ἃ διεξῆλθε τῆς πόλεως ἔργα, κατὰ Θηβαίων, κατὰ
5Λακεδαιμονίων, κατὰ τῶν ἄλλων, μετὰ ψηφισμάτων ἐγί‐ γνετο. C.

Pan

190,13

κατὰ παντὸς] ἤγουν ἐπάνω. C. περὶ ταῦτα] τὰ ψηφίσματα. C.

Pan

190,14

κατ’ Ἀρθμίου τοῦ Ζελείτου] ἀπὸ τόπον οὕτω καλεῖται. C. νικῆσαν] ἀντὶ τοῦ κυρωθέν. ἔχεις δὲ τὴν ἱστορίαν ἐν Φιλιππικοῖς. B.
5ὃν ἐπεὶ τῷ βασιλεῖ διακονῶν] ὅτε κατὰ τῆς Ἑλλά‐ δος ἐστράτευσε Ξέρξης, θέλων χρυσίον πέμψαι πρὸς Λα‐ κεδαιμονίους, ἵνα δι’ αὐτοῦ παραχθέντες συμπράττωσι κατ’ Ἀθηναίων αὐτῷ, ἄκοντα ἠνάγκασεν Ἄρθμιον ἀγαγεῖν· ὁ δ’ ἐν Ἀθήναις ᾤκει· καὶ κατὰ τύχην ἑάλω τότε ὑπὸ
10Περσῶν. ἐκ δὲ τοῦ εἰπεῖν καίτοι μόνου τούτου πάνθ’ ὁμοῦ τὰ τῶν ἄλλων ἀπολείπεται δείκνυσιν Ἀθηναίους οὕτω φρο‐ νοῦντας ἐφ’ ἑαυτοῖς, ὡς καὶ εἴ τις ἄκων ὑπηρέτησε τῷ Πέρσῃ, καὶ τοῦτο εὐθύνειν. C. τῷ βασιλεῖ] τῷ Ξέρξῃ. C.
15τῷ βασιλεῖ διακονῶν] ἄκων. C.327

Pan

190,15

ἀτίμους] ἀτιμωρήτους τοὺς φονεύσαντας αὐτόν. B. ἀντὶ τοῦ ἀτιμωρήτους· ὥστε τὸν φονεύοντα αὐτὸν μὴ τιμωρεῖσθαι, ἤ τινα τοῦ γένους αὐτοῦ. BD.

Pan

190,16

τὰ τῶν ἄλλων] Ἑλλήνων ψηφίσματα. C. πρεσβείας τοίνυν πλείστας μὲν—πλείστας γὰρ ὑπὲρ τῶν δεομένων ἀπέστειλεν] ἐπειδήπερ ἡ πρεσβεία δεήσεώς ἐστι σημεῖον, τοῦτο διορθοῦται λέγων· εἰ φανερόν ἐστι,
5διεπέμψαντο, φησὶν, οὐχ αὑτῇ δεομένῃ, ἀλλ’ ὑπὲρ τῶν δεομένων πρὸς αὐτοὺς τοὺς δεομένους πρεσβεύουσα· τοῦτο δὲ τὸ νόημα σαφέστερον ἐν τοῖς Θηβαϊκοῖς δηλοῖ, λέγων ὅτι ἀγαπητόν ἐστιν, εἰ δεόμενοι καὶ πρεσβευόμενοι δυνη‐ θῶσι σώζειν τοὺς κινδυνεύοντας. BD.
10εἰπὼν πλείστας δὲ ἐξέπεμψεν, ἵνα μή τις οἰηθῇ ὡς ὑπὲρ αὐτῆς τοῦτο ἐποίει, διὰ τοῦτο φησὶν ὅτι, εἰ μὲν ὅλως ἐστὶ φανερὸν ὡς ὑπὲρ τῶν ἄλλων ταύτας ἐξέπεμ‐ ψεν, εὖ ἂν ἔχοι, εἰ δὲ μὴ προστιθέντες, ὡς ὑπὲρ τῶν δεο‐ μένων ταύτας ἐξέπεμπε καὶ ἐδέχετο, μείζω καὶ θαυμαστὸν
15δείξομεν τὸν λόγον τὸν περὶ τούτου. C.

Pan

191,1

εὐσεβείας τοίνυν ἅμα, καὶ πραότητος, καὶ φρονήματος, τίς ἂν εἰπεῖν ἔχοι δεῖγμα κάλλιον] τρία ἐν ἑνὶ περιέλαβε τῶν Ἀθηναίων ἐγκώμια, εὐσέβειαν, ἀνδρείαν, πραότητα. BD.

Pan

191,2

φρονήματος] γενναιότητος. C. Κορινθίων μὲν γὰρ ψηφισαμένων ποτὲ] ἐν ἑαυτοῖς. C. λέγει καὶ ὁ Δημοσθένης· ἐπὶ μὲν Κορινθίους καὶ Με‐ γαρέας ἁρπάσαντας τὰ ὅπλα πορεύεσθε. πανήγυριν δὲ λέ‐
5γει τὴν τῶν Ἰσθμίων. BD.

Pan

191,3

τῇ πανηγύρει] τῶν Ἰσθμίων. AC.

Pan

191,4

κοσμήσαντες ὁμοῦ τούς τε θεωροὺς καὶ τοὺς ὁπλίτας ἀπέστειλαν] ἵνα, ἐὰν μὴ δέξωνται, πολεμήσω‐ σιν. B.

Pan

191,5

Κορίνθιοι μὲν ἧκον σπενδόμενοι] δῆλον ὅτι
δεδοικότες τοὺς τῶν Ἀθηναίων στρατηγούς. BD. Κορίνθιοι μὲν ἧκον σπενδόμενοι] διὰ πρεσβείας Ἀθή‐ ναζε. C.328
5οἱ δὲ] οἱ Ἀθηναῖοι. C. τὴν θεωρίαν] καὶ τὴν θυσίαν. A. τὴν θεωρίαν πέμψαντες] εἰς τὴν ἑορτήν. C.

Pan

191,6

τῶν γε μυστηρίων τὰ μὲν ὡς ἀρχαῖα τετί‐ μηται] ὥσπερ τὰ Σαμοθρᾴκια καὶ τὰ Λυκομήδων. A. τῶν γε μυστηρίων τὰ μὲν ὡς ἀρχαῖα τετίμηται, τὰ δ’ ὡς ἀναγκαῖα, τὰ δ’ ὡς πλείστοις γνώριμα] ἀρχαῖα μὲν
5τὰ Σαμοθρᾴκου, ἢ τὰ Λυκομήδου· ἀναγκαῖα δὲ, ἐὰν καὶ πάντα τὰ μυστήρια τῶν θεῶν, ἀλλ’ ὡς τὰ ἐν Αἰ‐ γίνῃ· γνώριμα δὲ τὰ ἐν Ἰσθμῷ, ἢ ἃ καλοῦσι δημο‐ τελῆ. BD. τὰ δ’ ὡς ἀναγκαῖα] ὥσπερ τὰ ἐν Αἰγίνῃ. A.

Pan

191,7

πάσαις τοίνυν ταῖς ψήφοις προφέρει τὰ Ἐλευσίνια] ὁμολογεῖται γὰρ παρὰ πάντων. A.

Pan

191,8

περὶ μὲν τῶν ἄλλων] ὧν ποιοῦσιν ἄλλοι. C. περὶ μὲν τῶν ἄλλων οὐχ ἡμῶν ὁ λόγος] ὅτι ἀρχαῖα καὶ οὐκ ἀναγκαῖα. A. οὐχ ἡμῶν ὁ λόγος] ἤγουν ἕτεροι λεγέτωσαν. C.
5μόνοι δὲ τῶν Ἑλλήνων καθ’ ἕκαστον ἔτος ποιεῖτε πανήγυριν, οὐδεμιᾶς πεντετηρίδος φαυλοτέραν] ἐπειδὴ διὰ πέντε ἐτῶν αἱ μεγάλαι πανηγύρεις συνάγονται. τοῦτο δὲ εἶπεν οὐχ ἁπλῶς, ἀλλ’ ὅτι ἡ διὰ χρόνου ἀγομένη πανή‐ γυρις, ἅτε ποθεινοτέρα τυγχάνουσα, ἀνάγκη καὶ πολυάν‐
10θρωπος γίνεσθαι. λέγει οὖν ὅτι κατ’ ἐνιαυτὸν ἡμεῖς ἄγο‐ μεν πανήγυριν οὐκ ἐλάττονα τῆς διὰ πέντε ἐτῶν ἀγομέ‐ νης. BD. μόνοι δὲ τῶν Ἑλλήνων καθ’ ἕκαστον ἔτος—νικᾶν πολυανθρωπίᾳ] ἐπειδὴ αἱ διὰ πέντε ἐτῶν συναγόμεναι πα‐
15νηγύρεις ὑπερφέρουσι τῶν ἄλλων πολυανθρωπίᾳ, ἅτε πο‐ θεινότεραι τῷ μήκει τοῦ χρόνου, αἱ δὲ δι’ ἔτους ἑνὸς μι‐ κραί τινές εἰσι καὶ οὐ τοσούτους ἔχουσι τοὺς πανηγυρί‐ ζοντας, διὰ τοῦτο φησὶν, εἰ καὶ καθ’ ἕκαστον ἔτος ἡμεῖς
ἄγομεν πανήγυριν, ἀλλὰ τῷ πλήθει τῶν συνειλεγμένων τὰς329
20διὰ πέντε ἐτῶν γινομένας νικῶμεν· καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ὅτι καὶ ἡ ἐπιγιγνομένη ἑορτὴ ὥσπερ φιλονεικεῖ τὴν προτέραν ἐλθεῖν πολυανθρωπίαν. C.

Pan

191,9

πανήγυριν] τὴν τῶν Ἐλευσινίων. C. τῷ Ἐλευσινίῳ] τῷ Δήμητρος ἱερῷ. A. ἱερῷ τῆς Δή‐ μητρος. C.

Pan

191,10

πάντες ἐρίζουσιν ἀεὶ τὴν παροῦσαν ἑορτὴν νικᾶν πολυανθρωπίᾳ] τῇ προτέρᾳ. A. τουτέστιν, ὅτι ἀεὶ τοῦ παρελθόντος ἔτους πλεῖον συνάγεται δῆμος. BD.

Pan

191,11

τούτοις δέ γε, ἕως ὡμίλουν ἀνθρώποις πρώτοις ξένων ἡ πόλις δείκνυσι τὰ ἱερὰ] τὰ μυστήρια· ἡ πόλις γὰρ αὐτοὺς ἐμύησε τὰ Ἐλευσίνια. B.

Pan

191,13

ἱεροποιήσασα] ἱερὰ διὰ τῆς θυσίας ποιή‐ σασα. A. μυήσασα. C. τοῦ πρώτου τέλους] δαπανήματος. B. τέλους λέγει νῦν τοῦ δαπανήματος· τοῦτο γὰρ ἀγῶ‐
5νος ἐγκώμιον, τὸ πολυδάπανον καὶ μεγαλόψυχον. BD. τὸ τέλος σημαίνει μὲν καὶ ἄλλα, σημαίνει δὲ καὶ τὸ δαπά‐ νημα· ἔστι δὲ ἀγῶνος ἐγκώμιον τὸ πολυδάπανον. C.

Pan

191,16

μηδὲν ἔχοντες φανερὸν δεῖξαι] τουτέστι μηδὲν ἐπίσημον, μηδὲ ἔνδοξον. καὶ Ὅμηρος „Ἵν’ ἔκδηλος μετὰ πᾶσιν Ἀργείοισι γένηται.“ BD.

Pan

191,18

οὐδὲν κοινὸν ἑαυτῶν] ἀντὶ τοῦ οὐδὲν κοι‐ νὸν πόλεως κατόρθωμα. BD.

Pan

191,19

ὥσπερ τινὲς γεωπεῖναι δι’ ἑνὸς τῶν πλου‐ σίων ἑαυτοὺς ποιούμενοι] γεωπεῖναι, οἱ πένητες, οἱ μὴ ἔχοντες γῆν, οἱ γῆς ἐνδεῶς ἔχοντες ἀροσίμης, πάντες οὖν οἱ μὴ ἔχοντες γῆν δι’ ἑνὸς τῶν ἐχόντων ἑαυτοὺς δεικνύν‐
5τες ὡς εἰσί τινες. BD. γεωπεῖναι, οἱ γεωργοὶ, οἱ μὴ ἔχον‐ τες οἰκείαν γῆν ἀροῦν, ἀλλ’ ἐπὶ ξένης τοῦτο ποιοῦντες, προστάτην ἔχοντες, καὶ δι’ ἐκείνου φαινόμενοι. C.

Pan

192,1

τοῦ ἡδύσματος] οὐκ εἶπε φιλοτιμήματος, ἀλλὰ ἡδύσματος, εὐτελίζων ἐντεῦθεν τὰς τοιαύτας κατα‐ φυγάς. BCD.

Pan

192,2

τὸν Ἀθηναίων στρατηγὸν] τὸν Μενεσθέα. C.330

Pan

192,6

ὡς ἄρα ἦν κράτιστος τὴν τοξικὴν] ἤτοι Τεῦκρος. B.

Pan

192,7

αὐτῷ] τῷ Ὁμήρῳ. A.

Pan

192,8

ἑξῆς ἀπαριθμεῖ] ὁ Ὅμηρος. A.

Pan

192,10

οὐδεμιᾷ τοιαύτῃ προσθήκῃ] συγκριτικῇ. C.

Pan

192,12

τούτων] τῶν περὶ Μενεσθέα. C. ἡ θεὸς] ἡ Ἀθηνᾶ. C.

Pan

192,15

δύο τοίνυν ἀρίστους τὰ πρὸς τὸν πόλεμον τιθεὶς τῶν Ἀχαιῶν] Ἀχιλλέα καὶ Αἴαντα. C.

Pan

192,17

τῶν ἐπωνύμων] τῶν ἐπωνύμων λέγει, ἀφ’ ὧν αἱ φυλαὶ ὀνομάζονται· καὶ γὰρ ἀπὸ τῶν ἐν αὐταῖς γε‐ νομένων ἀρίστων ἡρώων εἶχον τὰ ὀνόματα. λέγει οὖν τὴν Αἰαντίδα φυλὴν ἀπὸ τοῦ Αἴαντος. BD.

Pan

192,18

ὁ θεὸς] ὁ Πύθιος. C. αὐτοῖς ὁ θεὸς συνέταξε τὸ κατ’ ἀρχὰς τοὺς νόμους] συνέταξε λέγει, ὅτι γνώμῃ τοῦ Ἀπόλλωνος ὁ Λυκοῦργος παρὰ τοῦ Κρητὸς καὶ τοῦ Μίνωος τὰ νόμιμα δεξάμενος
5κατὰ τὴν μαντείαν τοῦ Ἀπόλλωνος οὕτως ἐθάρρησε παρὰ Λακεδαιμονίοις θεῖναι τοὺς νόμους. BD. ὁ δέ γε αὐτὸς οὗτος θεὸς τάς τε φυλὰς φαίνεται διε‐ λὼν τῇ πόλει] τεσσάρων οὐσῶν φυλῶν παρὰ τοῖς Ἀθη‐ ναίοις, Καλλισθένης ἢ Ἀλκμαιωνίδης δεδιὼς μὴ ἔν τινι
10καιρῷ μία τῶν τεσσάρων φυλῶν βουληθεῖσα τυραννῆσαι προσποιήσῃ ἑαυτῇ τὴν ἄλλην μίαν φυλὴν, καὶ ἐκ τούτου κρατήσει τῶν ἄλλων δύο φυλῶν, λαβὼν ἑκατὸν ἡρώων ὀνόματα ἦλθεν εἰς Πυθίαν, μαθεῖν βουλόμενος, ἐκ ποίων ὀνομάτων καλέσει τὰς φυλὰς, ἃς μέλλει κτίζειν. λαβὼν τὸν
15χρησμὸν ἐλθὼν Ἀθήνησιν ἐποίησε δέκα φυλὰς, ἵνα καὶ ἐὰν βούληται μία ἐκ τῶν δέκα τυραννῆσαι, μὴ δύνηται πεῖσαι τὰς λοιπάς. ὕστερον ὡς ἐταπεινώθησαν Ἀθηναῖοι ὑπὸ Μακεδόνων, χαριζόμενοι αὐτοῖς ἐποίησαν δύο φυλὰς, καὶ ὠνόμασαν τὴν μὲν Ἀντιγονίαν, τὴν δὲ Δημητρίαν,
20ἀπὸ Ἀντιγόνου, καὶ Δημητρίου τῶν βασιλέων. BD.

Pan

192,19

τὰς ἑκάστοις προσηκούσας θυσίας θύειν ἀνθεὶς] τὸ ἑκάστοις ἢ ἀντὶ τοῦ θεοῖς νόει, ἢ ἀντὶ τοῦ γένεσι. λέγει δὲ ὅτι ὁ Ἀπόλλων προσέταξε ταύτην μὲν τὴν φυλὴν θύειν Διὶ, ταύτην δὲ Ποσειδῶνι, ἄλλην δὲ Διο‐331
5νύσῳ, καὶ ἑτέραν ἑτέρῳ. τὸ δὲ βασιλέας καὶ ἄρχοντας δι‐ καστήρια ἦσαν ἐν Ἀθήναις διάφορα· τὸ μὲν γὰρ ἐκα‐ λεῖτο Ἄρειος πάγος, κρῖνον περὶ φόνων· τὸ δὲ βασιλεὺς, κρῖνον περὶ δημοσίων· τὸ δὲ Εὐμολπίδαι καὶ κήρυκες, κρῖ‐ νον περὶ ἱερῶν· τὸ δὲ ἕνδεκα, κρῖνον περὶ ἄλλου τινός. C.

Pan

192,20

ὥσπερ οὖν καὶ βασιλέας—διορίσας αὐ‐ τοῖς] ἀπὸ κοινοῦ φαίνεται. B.

Pan

193,1

βούλομαι δὲ καὶ περὶ τῆς πολιτείας αὐτῆς] πρὸ τούτου, φησὶ, τέσσαρες ἦσαν φυλαὶ, ὕστερον δὲ γνώμῃ τοῦ Ἀπόλλωνος δέκα αὐτὰς ἐποιήσαμεν. ἐντεῦθεν δὲ δια‐ φόρως ἐπαινεῖ τὴν πολιτείαν τῶν Ἀθηναίων. φησὶ γὰρ
5ὅτι τριῶν οὐσῶν τῶν γενικῶν πολιτειῶν, ἀριστοκρατίας, βασιλείας, δημοκρατίας, αὕτη ἐξεῦρε ταῦτα τὰ τρία εἴδη, καὶ πᾶσιν ἐχρήσατο. καὶ δοκεῖ ἀληθεύειν· ἀπ’ ἀρχῆς γὰρ ἐβασιλεύοντο, εἶτα ὠλιγαρχοῦντο διὰ τῆς βουλῆς τοῦ Ἀρείου πάγου· οὗτοι γὰρ ἓξ ὄντες διῴκουν τὴν πᾶσαν πολιτείαν·
10ὕστερον δὲ δικαστήριον ἔμεινεν ἔχουσα τὸ πρότερον ὄνομα· λέγω δὲ βουλήν. ὕστερον δὲ δημοκρατίαν ἐποιήσαντο, καὶ τερφθέντες ἔμειναν ἐν αὐτῇ. BD.

Pan

193,2

οὐ μὴν διηρευνήσατό γε ἅπαν τὸ ἐνὸν σχε‐ δὸν οὐδεὶς] ἐνὸν λέγει τὸ ἀκριβὲς τῆς παρ’ αὐτῆς πολι‐ τείας οὐδεὶς ἠρευνήσατο· βούλεται γὰρ ἑκάστην τῶν τριῶν πολιτειῶν μὴ εἶναι ἁπλῆν, ὡς ἐπιφέρει, ἀλλὰ πρώτην μὲν
5ἁπλῆν, ἔπειτα δὲ ἑκάστην μικτὴν ἐκ τῶν τριῶν συγκειμέ‐ νην. λέγει γάρ· ἐγὼ δὲ ἁπλοῦν τε καὶ οὐχ ἁπλοῦν λέγω βουλόμενος δεῖξαι καὶ τὸ ἁπλοῦν καὶ τὸ διπλοῦν ἑκάστης πολιτείας. BD.

Pan

193,5

ἐγὼ δὲ ἁπλοῦν τε καὶ οὐχ ἁπλοῦν λέγω] ἁπλοῦν μὲν διὰ τὴν διαίρεσιν, οὐχ ἁπλοῦν δὲ διὰ τὸ εἶ‐ ναι ἐν αὐτῇ τὰς τρεῖς πολιτείας, τυραννίδα, ὀλιγαρχίαν, δημοκρατίαν. ἑκάστης γὰρ τὸ μὲν χρήσιμον ἐκτήσατο, τὸ
5δὲ φαῦλον ἀπέφυγεν. BD. οὐχ ἁπλοῦν λέγει τὴν διαίρεσιν τῶν τριῶν πολιτειῶν, οὐχ ἁπλοῦν δὲ, διὰ τὸ εἶναι ἐν μιᾷ ἑκάστῃ τὰς ἄλλας. C. λέγω] περὶ αὐτῆς. C. τριῶν γὰρ οὐσῶν, ὡς ἀνωτάτω διελέσθαι, τῶν πολι‐332
10τειῶν] βασιλείας, ἀριστοκρατίας, δημοκρατίας. C.

Pan

193,4

ᾗ τις ἂν τίθηται] καθὼς εἴτε κατὰ βασι‐ λείαν, εἴτε δημοκρατίαν, εἴτε ἀριστοκρατίαν. C.

Pan

193,5

οὐ μόνον τῶν Ἐρεχθειδῶν, ἀλλὰ καὶ τῶν ὕστερον ἀξίων ὀφθέντων] τοῦτο διὰ Θυμοίτην φησὶ, τὸν βασιλέα τῶν Ἀθηναίων. ἐπερχομένου γὰρ Ξάνθου, τοῦ Βοιωτῶν βασιλέως, καὶ δόξαν, ἵνα μονομαχήσωσιν οἱ δύο
5στρατηγοὶ τῶν στρατοπέδων, Θυμοίτης, γέρων ὢν, μὴ δυνάμενος μονομαχῆσαι, ἔδωκε τὴν βασιλείαν Μελάνθῳ, καὶ αὐτὸς ἐμονομάχησε. τοῦτο οὖν φησιν ὁ Ἀριστείδης, ὅτι βασιλείαις χρωμένη φαίνεται οὐ μόνον ἐπὶ τῶν Ἐρεχθει‐ δῶν, ἀλλὰ καὶ ἐπὶ τῶν ὕστερον ἀξιωθέντων τῆς βασι‐
10λείας· εἰ μὴ γὰρ ἄξιος ἦν Μέλανθος τῆς ἀρχῆς, οὐκ ἂν ἐδέχετο παρὰ Θυμοίτου ταύτην. BD. οἷον Θησέως, Κόδρου, τῶν ἄλλων. C.

Pan

193,7

καὶ μὴν εἰς τὴν ἐξ Ἀρείου πάγου βουλὴν] οἱ ἐν Ἀρείῳ πάγῳ δικάζοντες ἄριστοι καὶ θαυμαστότα‐ τοι τῶν ἄλλων πολιτῶν ἦσαν σοφίᾳ τε καὶ φρονήσει καὶ γνώμης ὀρθότητι καὶ ἐπιεικείᾳ. C.

Pan

193,8

ἀριστοκρατίας εἰκόνα] οὐκ εἶπεν ὀλιγαρχίας· διαφέρει γὰρ, ταύτην μὲν ἀριστοκρατίαν ἀπὸ ἀρίστων ἀνδρῶν συγκεῖσθαι, ὀλιγαρχίαν δὲ ἀπὸ ὀλίγων πλου‐ σίων. BD.

Pan

193,11

τῇ φύσει] τῇ ἀνθρωπείᾳ. C.

Pan

193,12

ὃ δέ γε ἔτι μεῖζον καὶ τελεώτερον] ἐντεῦ‐ θεν βούλεται δεῖξαι τὸ μικρὸν καὶ τὴν μίξιν τῶν πολι‐ τειῶν. BD.

Pan

193,13

οἵ τε γὰρ βασιλεῖς αὐτοὶ] οἱ ἐν τῇ πόλει γενόμενοι. C.
οἵ τε γὰρ βασιλεῖς αὐτοὶ φανοῦνται διαφερόντως τῶν ἄλλων τὴν κοινότητα ἀγαπήσαντες] λέγει, ἂν περὶ Θη‐333
5σέως, ὃς συνήγαγεν αὐτοὺς εἰς μίαν πόλιν, ὅθεν καὶ συν‐ οίκια θύουσιν. BD. τὴν κοινότητα] τουτέστι τὴν φιλανθρωπίαν· ὅπερ ἐστὶ δημοκρατίας ἴδιον. δείκνυσιν οὖν ἐν τῇ βασιλείᾳ τὴν δημο‐ κρατίαν οὖσαν διὰ τὸ φιλάνθρωπον. τοὺς πολλοὺς δὲ λέ‐
10γει τὸν δῆμον, ὅπερ ἐστὶ δημοκρατίας. BD.

Pan

193,14

καὶ μάλιστα δήπου πρὸς τοὺς πολλοὺς ἐξ ἴσου] πάλιν δείκνυσι τὴν δημοκρατίαν ἔχουσαν ἐν ἑαυτῇ τήν τε μοναρχίαν καὶ τὴν ἀριστοκρατίαν, ἵνα δείξῃ ἐν ἑκάστῃ τὰς τρεῖς. BD. δείκνυσιν ἐν τῇ βασιλείᾳ τὴν δημο‐
5κρατίαν οὖσαν διὰ τὸ φιλάνθρωπον· καὶ πάλιν δείκνυσι— τὰς τρεῖς. C.

Pan

193,15

τῶν πολλῶν ὑπερέχοντα] φρονήσει καὶ τῇ τῶν πολεμικῶν ἐμπειρίᾳ. C. ἐθελοντὴς ἑαυτοῦ προϊστάμενος] προβαλλόμενος τοῦ‐ τον. C.

Pan

193,16

τὸ δ’ αὐτὸ τοῦτο καὶ τοῖς ὀλίγοις φυλάτ‐ των] καὶ τούτους γὰρ προβάλλονται ἄρχοντας. C. τοῖς ὀλίγοις] τοῖς ἐν Ἀρείῳ πάγῳ οὖσιν. A.

Pan

193,17

ὡσαύτως δὲ καὶ ἡ βουλὴ τὸν δῆμον] δεί‐ κνυσι πάλιν καὶ τὴν βουλὴν, ἢ τὴν ὀλιγαρχίαν ἔχουσαν ἐν ἑαυτῇ τὴν δημοκρατίαν. BD.

Pan

193,18

μείζω] ἤγουν εὐδαιμονέστερον. C.

Pan

193,20

ὥστ’ εἰκότως οὐ μόνον κατὰ τὴν—εὐ‐ δοκιμεῖν εἶναι τῇ πόλει] τουτέστιν οὐ μόνον ἑκάστην πολι‐ τείαν ἔστιν ἐν αὐτῇ θεάσασθαι, ἀλλὰ καὶ κρίνοντα ἰδεῖν ἀρίστως ἁπασῶν τὰς ἐν αὐτῇ μόνῃ, τῷ καὶ δι’ ἀλλήλων
5κρᾶσιν αὐτῶν λαμβάνειν. BD.

Pan

194,1

ὥσπερ γὰρ ὁ πᾶς οὑτοσὶ κόσμος οἶμαι συν‐ έστη μὲν ἐκ τεττάρων, ὡς ὁ παλαιὸς λόγος] ἐπειδὴ τὸ ἐπιχείρημα φιλόσοφον δοκεῖ, καὶ ἀλλότριον ῥήτορος, ἐθεράπευσεν αὐτὸ εἰρηκὼς ὁ παλαιὸς λόγος, τουτέστιν ὁ
5φιλόσοφος. οἰκεῖον δὲ τῷ προκειμένῳ νοήματι εὗρε παρά‐ δειγμα τὸ νόημα. τέσσαρα στοιχεῖά ἐστιν, ἐξ ὧν πᾶν σῶμα συνίσταται, ὑγρὸν, ξηρὸν, θερμὸν, ψυχρόν. ἀλλ’ οὐ τοῦτό ἐστι τὸ ζητούμενον. προδήλως γὰρ τοῦτο τοῖς ἅπασιν· ἀλλ’ ὅτι ἕκαστον τῶν τεσσάρων τούτων στοιχείων ἔχει334
10ἐν ἑαυτῷ καὶ ἀλλότρια. Πλάτωνος δὲ τοῦτο τὸ θεώρημά ἐστιν, ὅτι οὐδὲ ἓν τούτων ἁπλοῦν ἐστι καθ’ ἑαυτό. οὐ γὰρ ἂν συνέστη, ἀλλὰ ἐφθείρετο τῇ ὑπερβολῇ. ἕκαστον οὖν, φησὶν, ἔχον ἐν ἑαυτῷ καὶ τὰ ἄλλα στοιχεῖα τῷ πλεονάζοντι ἔσχε τὴν προσηγορίαν· οὕτω καὶ πολιτεῖαι,
15εἰ καὶ ἰδίᾳ κεχωρισμέναι εἰσὶν, ἀλλὰ μετέχουσι τῶν ἄλ‐ λων. BD. ἐπειδὴ τὸ ἐπιχείρημα φιλόσοφον δοκεῖ, ἐθερά‐ πευσεν αὐτὸ, εἰρηκὼς ὡς ὁ παλαιὸς λόγος. οἰκεῖον δὲ τῷ προκειμένῳ νοήματι εὗρε τοῦτο τὸ παράδειγμα τὸ τῶν στοιχείων, λέγων ὅτι, ὥσπερ τὰ τέσσαρα στοιχεῖα κοινω‐
20νοῦσιν ἀλλήλων, ἐκ δὲ τῆς ἐνούσης ὑπερβολῆς γνωρίζεται ἕκαστον, οὕτω κἀν ταύταις ταῖς πολιτείαις. C.

Pan

194,4

ἀμωσγέπως] κατά τινα τρόπον. C.

Pan

194,8

τό γε τῆς βουλῆς συνέδριον] βουλὴν λέγει τὸν Ἄρειον πάγον, τὸν νῦν μὲν ὄντα δικαστήριον, τότε δὲ βουλευτήριον· διὸ καὶ συνέδριον ἐκάλεσε διὰ τὸ ἄρχειν τῆς πολιτείας. BD.
5ἐπειδὴ τῆς ὀλιγαρχίας ὄνομα οὐκ ἦν καλὸν παρα‐ βάλλειν τῇ Ἀττικῇ, ἀντὶ τοῦ εἰπεῖν ὀλιγαρχίαν βουλευ‐ τήριον εἶπεν, εὐφημοτέρῳ ὀνόματι χρησάμενος. BD. τῆς βουλῆς] τῆς ἐν Ἀρείῳ πάγῳ. C.

Pan

194,9

ἡγούμενα] ἡγεμονευόμενα. B. εἰ γὰρ δεῖ τῶν ἄλλων ἀποστάντα ὑπὲρ τῆς δημοκρα‐ τίας μόνης εἰπεῖν] ἐπειδὴ λοιπὸν αὕτη τὸ τελευταῖον ἐκρά‐ τησεν. BD.

Pan

194,10_12

φανήσονται τοῖς μὲν βουλήμασι, καὶ ταῖς—τοῖς ἀπὸ τῆς πόλεως γεγενημένοι] βούλεται εἰπεῖν ὡς οἱ ἄλλοι Ἕλληνες δημοκρατίαν ἔχοντες τῇ μὲν
θρασύτητι τῆς γνώμης καὶ τῷ ἐπιθυμεῖν τῶν ὑπὲρ αὐτοὺς335
5καὶ μὴ ἐπιεικεῖς εἶναι, οὐ συμφωνοῦσι τῷ τῆς δημοκρα‐ τίας ὀνόματι, ἀλλ’ εἰσὶ τούτου θρασύτεροι, ἐν δὲ τῷ γνώμην ἔχειν γενναίαν καὶ μεγαλόψυχον εἰς ἅπαντα πρά‐ γματα, ὃ δὴ τοὺς δημοκρατουμένους ἔχειν εἰκὸς πόρρω τούτων εἰσίν· οἱ δὲ λαμβάνοντες ἔξωθεν τὸ ὅμοιοι πρὸς τὸ τοῖς
10ἀπὸ τῆς πόλεως, θέλοντες συντάξαι τὴν δοτικὴν, οὐδὲ λέγουσιν. ἀλλὰ τὸ γεγενημένοι ποιεῖ τὴν δοτικήν. δέον γὰρ εἰπεῖν οὐ συμφωνήσαντες, ἐπειδὴ ὁ συμφωνῶν τινι ὑπάρ‐ χει αὐτῷ κατὰ τὸ συμφωνεῖν, διὰ τοῦτο γεγενημένοι εἶ‐ πεν. C.
15προπετέστεροι] θρασύτεροι. B.

Pan

194,11

τοῦ σχήματος τούτου] τοῦ δημοκρατι‐ κοῦ. B. τῷ δ’ ἀξιώματι] τῷ φρονήματι. B. μεγέθει καὶ γενναιότητι γνώμης. C.

Pan

194,13

τοὺς ὑπερέχοντας ταῖς οὐσίαις] καὶ οὐ τοῖς τρόποις. C.

Pan

194,14

ἐπῆρεν] ὕψωσε καὶ εἰς τιμὰς ἔθηκε. C. ὅσον μὴ ἀδικεῖσθαι διὰ τοῦτο, τοσοῦτον αὐτοῖς ἠξίου παρ’ αὐτῆς ὀφείλεσθαι] ἐπειδὴ πρὸς τοὺς ἔχοντας φθό‐ νος ἕρπει κατὰ Σοφοκλῆ, διὰ τοῦτο ἡ πόλις οὐκ εἴα τοὺς
5πλουτοῦντας ἀδικεῖσθαι ὑπὸ τῶν ἄλλων τῶν τοῖς τοιού‐ τοις φθονούντων. C. διὰ τοῦτο] τὸ πλουτεῖν. C.

Pan

194,15

τοῖς ἀρετῇ μὲν ὑπερφέρουσι, χρήμασι δ’ ἡττωμένοις] ἤγουν Ἀριστείδης ὁ δίκαιος. B. οἷος Ἀριστεί‐ δης ὁ Λυσιμάχου. C. χρήμασι δ’ ἡττωμένοις] ἐν χρήμασιν ἐλαττουμένοις. B.
5ἔλαττον] τῆς ἀξίας. C.

Pan

194,17

τὴν ἀξίαν ὡρίσθαι χρήμασιν] κεκρίσθαι καὶ ὁρίζειν. B.

Pan

194,19

οὐδ’ ἐποίησε τὰ τῇ φύσει τρίτα τῷ νόμῳ πρῶτα] τὰ χρήματα λέγει. Πλατωνικὸν δὲ τὸ νόημα· λέγει
γὰρ ἐκεῖνος πρῶτον μὲν τὴν ψυχὴν, δεύτερον τὸ σῶμα, τρίτον τὰ τοῦ σώματος, ἅπερ ἐστὶ χρήματα καὶ ἀρχαὶ336
5καὶ φίλοι καὶ ὅσα ἀπὸ τῶν ἐκτός. BCD. οὐδὲ ὥσπερ τῶν φασκόντων φιλοσοφεῖν ἔστιν ἰδεῖν] εἰς τοὺς περὶ Πλάτωνα αἰνίττεται. B.

Pan

194,20

λέγοντας μὲν οὕτω περὶ τούτων] ὅτι δεῖ τὴν ἀρετὴν προτιμᾶν τοῦ πλούτου. C. ἔργῳ δὲ ὑποπίπτοντας] ὑποχαλῶντας τοῦ φρονήμα‐ τος. C.

Pan

195,1

τοὺς ἀπὸ τῶν μεγίστων τιμημάτων] τίμημα καλεῖ τὸν πλοῦτον Πλατωνικῶς. τιμήματα ἐκάλουν τὰς οὐσίας· ἀπετετίμηντο γὰρ ἑκάστων αἱ οὐσίαι τῶν ἐν Ἀτ‐ τικῇ, ὥστε εἶναι δήλας καὶ τὰς λειτουργίας καὶ τὰς εἰσφο‐
5ράς. BD. τίμημα λέγει τὸν πλοῦτον, ὡς καὶ Πλάτων καὶ Δημοσθένης χρῆται τῇ λέξει ἀποτετίμηντο γὰρ ἑκάστων αἱ οὐσίαι ἐν τῇ Ἀττικῇ ὥστε εἶναι—εἰσφοράς. C.

Pan

195,2

ἔδειξε δ’] τοῦτο. C.

Pan

195,3

ἡνίκα ἴσχυσε τὰ μέγιστα] ἤγουν ἡνίκα ἐκτή‐ σατο τὴν ἡγεμονίαν τῆς θαλάττης. C.

Pan

195,4

τῶν μὲν πλουσίων] καὶ οὐκ ἀρετῇ λαμ‐ πρῶν. C. τῶν Ἑλληνικῶν οἴκων] τῶν οὐσιῶν. B. οἴκων ἀντὶ τοῦ γενῶν. ἄλλοι δὲ τῶν περιουσιῶν· οὐ γὰρ εἰς ἣν οἰ‐
5κοῦμεν. οἶκον δὲ, τὴν οὐσίαν αὐτήν. BD. τῶν δ’ ὡς οἷόν τε πενεστάτων] ἀλλ’ ἀρετῇ θαυμα‐ στῶν. C.

Pan

195,5

ἐπὶ τὴν προστασίαν τῶν Ἑλληνικῶν] τὴν ἀρχήν. B. ἀντὶ τοῦ ἀρχήν· λέγει δὲ τὸν Ἀριστείδην, ὃν ἔταξαν καὶ ἐχειροτόνησαν τοὺς φόρους κατατάξαι τοῖς Ἕλ‐ λησιν. BD.
5ἕνα τῶν ἀπὸ τούτων] Ἀριστείδην τὸν δίκαιον πένητα ὄντα. A. περὶ Ἀριστείδου λέγει τοῦ Λυσιμάχου· οὕτως γὰρ
ἦν, φησὶ, πένης ὥστε τὴν θυγατέρα αὐτοῦ μετὰ τὸν ἐκείνου θάνατον ἐκδοθῆναι ὑπὸ τῆς πόλεως. BD. Ἀριστεί‐ δην τὸν Λυσιμάχου. C.337
10ὁ μὲν] ὁ Ἀριστείδης. C.

Pan

195,6

οἷς ἔταξεν, εὐδοκίμησεν] ἄριστα γὰρ τοὺς φόρους ἔταξεν, ὡς καὶ δίκαιος ἐντεῦθεν κληθῆναι. C. ἡ πόλις δ’, οἷς ἔκρινε] ἀντὶ τοῦ ἐχειροτόνησε· λέγει δὲ τὸν Ἀριστείδην. BD. περὶ αὐτοῦ μόνον ἁπάντων τοῦ‐
5τον ἐκλεξαμένη. C.

Pan

195,7

τὰ μὲν πολλὰ καὶ προκατείληπται] προκα‐ τείληπται ἀντὶ τοῦ προείρηται· λέγει δὲ περὶ τῶν ἐγκω‐ μιαζόντων. BD. ἐν τοῖς πρόσθεν λόγοις. C.

Pan

195,8

ἓν δέ τι προσθεὶς] τὸ τιμᾶσθαι τοὺς ἀρί‐ στους. B. περὶ τούτου] τῆς πολιτείας. A.

Pan

195,9

τὸ γὰρ εἶναι τό τε βέλτιστον, καὶ τὸ κατ’ ἐξουσίαν, συμπεπτωκὸς ἐνταυθοῖ] ἤγουν τὸ κατ’ ἐξουσίαν τὴν πόλιν ποιεῖν ὃ βούλεται. A. τὸ ἐρίσαι καὶ τιμηθῆναι κατ’ ἀξίαν. ἐν δὲ τοῖς ἑξῆς ἑρμηνεύει τοῦτο· τῷ βελτίστῳ
5μὲν ἐπάγει τὸ τιμᾶσθαι τοὺς ἀρίστους, τῷ δὲ κατ’ ἐξου‐ σίαν τὸ τὴν δίαιταν αἰνεῖσθαι κοινοτάτην πᾶσιν. BD. ἡ γὰρ πόλις καὶ τὰ καλὰ ποιεῖ, καὶ οἴκοθεν ἀφ’ ἑαυτῆς, οὐ παρ’ ἄλλου προσταττομένη. C. τὸ γὰρ εἶναι τό τε βέλτιστον] τὸ νόημα Θουκυδίδειον
10ἐκ τῶν ἐπιταφίων κείμενον· ὅτι ἐν τῇ πόλει ταύτῃ κατ’ ἐξουσίαν ἔστιν αἱρεῖσθαι καὶ τιμᾶσθαι κατ’ ἀξίαν φα‐ νέντα τινὰ βέλτιστον ἄνδρα. λέγει δὲ ὅτι τὸ καλὸν τῆς πο‐ λιτείας καὶ τὸ ζῆν κατ’ ἐξουσίαν συνέδραμον. BD.

Pan

195,11

ἐν ᾗ ζῆν μὲν ἔξεστιν ὡς ἄν τις βούληται] ἤγουν ἐλευθέρως καὶ μηδενὸς ἀναγκάζοντος. C.

Pan

195,13

κἀν ταῖς χρείαις] ταῖς ἄλλαις. C. τὸ εἰκὸς διεσώσαντο] οἱ ἐξητασμένοι.

Pan

195,15

κοινῶν τῶν ἄθλων] ἀντὶ τοῦ ἐπὶ τῶν ἄθλων δεδομένων ἀγωνισμάτων. B.

Pan

195,16

τοῦ δεσπόζειν] τοῦτο ἴδιον τυραννίδος. B. ἂν κρατήσωσι] οἱ κινδυνεύοντες. C.

Pan

195,17

εἰ δέ που καὶ διασταῖεν, οὐ χαλεπῶς ἀλ‐
λήλους ἐγνώριζον] τοῦτο αἰνίττεται εἰς τὴν τυραννίδα τῶν τριάκοντα, ὅτι ἅμα εἰς χεῖρας ἦλθον καὶ σπονδὰς ἐποιή‐ σαντο, ὡς αὐτός φησιν. BD. εἰς τὴν μετάστασιν τῶν τρια‐338
5κοσίων αἰνίττεται, ὅτι ἅμα εἰς χεῖρας ἦλθον καὶ σπον‐ δὰς ἐποιήσαντο. C.

Pan

195,18

πένταθλοι] ἀντὶ τοῦ ἆθλος ἔχων πέντε ἀγωνίσματα, πάλην, δρόμον, ἀκόντιον, δίσκον, παγκρά‐ τιον· ἢ ἀντὶ τοῦ οἱ πέντε ἀγωνιζόμενοι, ἢ οἱ ἐν τοῖς πέντε ἀγωνίσμασι νικῶντες, οὐχ ὅτι πάντες οἱ πένταθ‐
5λοι πάντα νικῶσιν· ἀρκεῖ γὰρ αὐτοῖς τρία τῶν πέντε πρὸς νίκην. λέγεται δὲ πρῶτος Πηλεὺς, ὅτε ἦν μετὰ τῶν Ἀρ‐ γοναυτῶν, τοῦτον θεῖναι τὸν ἀγῶνα. τὰ δὲ πένταθλα ἦν ταῦτα, δρόμος, πάλη, δίσκος, ἀκόντιον, ἅλμα, οἱ δὲ παγκράτιον. BD.
10πρᾶγμα εἶπεν ἀντὶ προσώπου· δέον γὰρ εἰπεῖν οἱ τοὺς πεντάθλους νικῶντες, ὁ δὲ εἶπεν οἱ πένταθλοι. C.

Pan

195,20

ποίοις ἂν λόγοις χρησάμενος βέλτιον ἂν παρακελεύσαιτο] οἱονεὶ βούλεταί τις διὰ λόγων παροξῦναι στρατιώτας εἰς μάχην, οὐχ εὑρίσκει λόγους κρείττους τῶν ἀεὶ παρ’ Ἀθηναίων λεχθέντων ἐν τοῖς πολέμοις, οἷα ἐδη‐
5μηγόρησεν ἐν Πελοποννησιακῷ. BD. ἢ τοῖς τῶν Ἀθη‐ ναίων. C.

Pan

196,1

βέλτιον ἂν παρακελεύσαιτο] ἐν παρατάξει πολέμου. C.

Pan

196,2

τῶν κατὰ τὴν πόλιν] ἤγουν τῶν δημοσίων. C. ὀξύτερος] εἰς τὸ πράττειν. C.

Pan

196,3

πραότερος] ἐκ τοῦ εἰπεῖν πραότερος δείκνυ‐ σιν ὡς ὁ τῶν Ἀθηναίων δῆμος πάνθ’ ὅσα πράττει μετὰ τοῦ δικαίου καὶ τοῦ μηδένα λυπεῖν πράττει. C. μᾶλλον] τῶν Ἀθηναίων. C.
5ἄξιοι θαυμάσαι] αὐτούς. C.

Pan

196,4

ἐν τῇ τῶν λόγων ἀσκήσει καὶ τῆς λοιπῆς σοφίας] καλῶς διεῖλεν· ἄλλο γὰρ λογικὴ κατασκευὴ κατὰ δύναμιν προφορικὴν, καὶ ἄλλο ψυχικὴ παίδευσις ἐκ φιλο‐
ψυχίας. BD. λοιπὴν σοφίαν λέγει ἰατρικὴν, ζωγραφίαν,339
5τὰς ἄλλας τέχνας· καὶ γὰρ Ὅμηρος οὐ μόνον ἐπὶ τῶν λό‐ γων τὸ σοφὸν χρῆται, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν· ὡς τὸ „Σοφὸς ἤραρε τέκτων.“ C. ἔτι καὶ νῦν ἐνταῦθα πάντες συνέρχονται] μαθήσεως ἕνεκα. C.

Pan

196,5

τὰ γένη τῶν φιλοσόφων οὐ τέθνηκε τῇ τῆς πόλεως ἀγαθῇ τύχῃ] τῷ σώζεσθαι τὰ βιβλία· λέγει δὲ γένη τῷ σώζεσθαι τοὺς στωικοὺς καὶ τοὺς ἄλλους. BD. ἐπειδήπερ ἡ πόλις εὐτυχής ἐστι κατὰ πάντα, καὶ ἡ φιλο‐
5σοφία ἐντεῦθεν ἐξέλαμψε, διὰ Πλάτωνα καὶ ἑτέρους, καὶ πρὸς πᾶσαν γῆν ἐρρύηκε, διὰ τοῦτο εἶπε τὸ οὐ τέθνη‐ κεν. C.

Pan

196,6

χωρὶς τοῦ καὶ τοὺς ὅπου δὴ γῆς ἀναγκαίως ἔχειν ἅμα τῶν τε λόγων καὶ τῶν Ἀθηναίων μεμνῆσθαι] ὁ γὰρ ἀναγινώσκων λόγους Ἀθηναίων μέμνηται· ἐξ Ἀθη‐ ναίων γὰρ οἱ λόγοι. BD.

Pan

196,7

τὸ εἴδωλον] ἤγουν τοὺς Ἀθηναίους. C.

Pan

196,8

πᾶσι μὲν ἀνθρώποις οὕτως—ὡς οὐδὲν ἄλλο ἓν, καὶ τὸ αὐτὸ] ὅτι οὐκ ἀνθρώπινον, εἰ μὴ θεῖον εἴποις. BD.

Pan

196,9

οὔτε βασιλεῖς εἰς μικρὰ ἅττα ἐτίμησαν] δι’ Ἀδριανὸν λέγει τὸν βασιλέα. οὕτως γὰρ πᾶσιν ἐδήλωσε τοῖς ἔθνεσιν ὅτι ὁ τιμῶν τὰς Ἀθήνας ἐμὲ τιμᾷ. BD. εἰς Ἀδριανὸν αἰνίττεται τὸν αὐτοκράτορα· οὗτος γὰρ πᾶσιν
5ἐδήλωσε τοῖς ἔθνεσιν ὅτι ὁ τιμῶν τὰς Ἀθήνας ἐμὲ τιμᾷ, καὶ τοσαῦτα περὶ τὴν πόλιν ἐπεδείξατο ὅσα εἰς οὐδεμίαν ἄλλην. C.

Pan

196,10

αἷς ἐπεδείκνυντο] πρὸς τὴν πόλιν. C.

Pan

196,12

θύειν τε ὑπὲρ τῶν Ἑλλήνων τὴν προηρο‐ σίαν κελευόντων] ἡ ἱστορία προείρηται (105, 18). AC. τὴν προηροσίαν] τουτέστι πρὸ τοῦ ἀρότρου καὶ τοῦ σπόρου. λέγει δὲ τὴν πρὸ τοῦ ἀροτριᾶν θυσίαν, ἣν ποιοῦ‐
5σιν, ὥστε καλοὺς τοὺς καρποὺς γενέσθαι. ἡ δὲ ἱστορία τοιαύτη· λοιμοῦ κατασχόντος τοὺς Ἕλληνας, ἔχρησεν ὁ θεὸς παύσασθαι, εἰ Ἀθηναῖοι εὔξοιντο ὑπὲρ αὐτῶν. ἐλ‐
θόντων δὲ πρέσβεων εἰς τὴν Ἀττικὴν πεισθέντες ἔθυσαν ὑπὲρ αὐτῶν τὴν προηροσίαν, ἀντὶ τοῦ πρώτου ἀρότρου,340
10καὶ οὕτως ἐπαύσατο ὁ λοιμός. BD.

Pan

196,14

ἀετόν τε ἐν νεφέλαις αὐτὴν ὁ θεὸς καλεῖ πρὸς τἄλλα πολίσματα] λέγεται ὁ ἀετὸς βασιλεὺς εἶναι τῶν ὀρνέων. ὥσπερ οὖν, φησὶν, ὁ ἀετὸς τῶν ἄλλων προέχει ὀρνέων, οὕτω καὶ ἡ πόλις τῶν Ἀθηναίων τῶν ἄλλων
5πόλεων. τοῦτο δέ ἐστι μὲν ἀπὸ χρησμοῦ, εἰς δὲ παροι‐ μίαν ἦλθεν ἐπὶ τῶν δυσαλώτων· καὶ γὰρ ὁ ἀετὸς ἐν νε‐ φέλαις ὢν δυσάλωτός ἐστι. τὸ δὲ τοῦ χρησμοῦ μέρος τοιοῦ‐ τον, Εὔδαιμον πτολίεθρον Ἀθηναίης ἀγελείης, ἀετὸς ἐν νεφέλῃσι πετήσεται ἤματα πάντα. BD. ἐπειδὴ ὁ ἀετὸς ἄρ‐
10χει τῶν ἄλλων ὀρνέων, (διὰ τοῦτο γὰρ καὶ τῷ Διὶ ἀνά‐ κειται) καὶ ἡ πόλις τῶν Ἀθηναίων κρείττων ἁπασῶν ἐστι τοῖς ὅλοις, τούτου χάριν ἀετὸν ὁ θεὸς ταύτην προσεῖπε, δεικνὺς αὐτῆς τὴν ὑπεροχὴν καὶ ὅτι ὅσον αἱ νεφέλαι τῆς γῆς ἀπέχουσι, τοσοῦτον καὶ αὕτη τῶν ἄλλων πόλεων. C.

Pan

196,15

μόνῃ δ’, ὡς ἔοικε, ταύτῃ πόλεων δύο τἀν‐ αντία συμβέβηκε] ταῦτα λέγει δύο τἀναντία ὅτι καὶ πάν‐ τες τὴν πόλιν ἐγκωμίασαν, καὶ οὐδεὶς κατ’ ἀξίαν αὐτῆς εἴρηκεν, ἀλλὰ παρὰ πάντων ἐγκωμιασθεῖσα πασῶν ἐλάτ‐
5τονα τῶν πόλεων ἤκουσε. BD.

Pan

196,18

ἀκούων τὸ τῆς σοφίας πρυτανεῖον, καὶ τὴν τῆς Ἑλλάδος ἑστίαν καὶ τὸ ἔρεισμα] Πλάτων ἐν Πρωτα‐ γόρᾳ, κατὰ ταυτὸν νῦν συνεληλυθότες Ἑλλάδος πρυτα‐ νεῖον· τῆς περὶ τῆς ἑστίας Ἑλλάδος· καὶ ὁ Πύθιος λέ‐
5γει, χρωμένοις τὴν Λακεδαιμονίαν μετὰ τὰ ἐν Αἰγὸς πο‐ ταμοῖς ἔχρησεν Ἀπόλλων μὴ δεῖν ἀνελεῖν τὴν τῆς Ἑλλά‐ δος ἑστίαν· τὸ δὲ ἔρεισμα πολλοὶ μὲν καὶ ἄλλοι καὶ Πίν‐ δαρος δέ φησιν „Ἔρεισμ’ Ἀθήνας δαιμόνιον πτολίεθρον.“ BD. Πλάτων ἐν Πρωταγόρᾳ σοφίας πρυτανεῖον τὰς Ἀθή‐
10νας καλεῖ· Ἑλλάδος δὲ ἑστίαν ὁ Πύθιος. βουλομένοις γὰρ Λακεδαιμονίοις μετὰ τὰ ἐν Αἰγὸς ποταμοῖς καθάπαξ Ἀθή‐ νας καὶ τὸ τῶν Ἀθηναίων ὄνομα ἀπολέσαι, καὶ ἐρομένοις
περὶ τούτου τὸν Πύθιον, χρησμὸς αὐτοῖς δέδοται ὡς οὐ δεῖ τὴν τῆς Ἑλλάδος ἀνελεῖν ἑστίαν. τὸ δὲ ἔρεισμα Πίν‐341
15δαρός φησιν οὕτως „Ἔρεισμα Ἀθήνας δαιμόνιον πτολίε‐ θρον.“ C.

Pan

196,19

νῦν δέ μοι δοκεῖ πάντα ταῦτα εἴσω πίπτειν] εἴσω πίπτειν ἐστὶ τὸ περιέχεσθαι· πᾶν δὲ περιεχόμενον μικρόν ἐστιν. ὃ οὖν λέγει τοιοῦτόν ἐστι· νῦν δέ μοι δοκεῖ πάντα ταῦτα μικρὰ εἶναι, καὶ οὐκ ἔχεσθαι τοῦ ἀκριβοῦς, ἀντὶ τοῦ
5οὐκ ἐξεληλυθέναι ἐπὶ τὸ ἔχεσθαι τῆς ἀληθείας· ἀπὸ μετα‐ φορᾶς τῶν ῥιπτούντων τοὺς κύβους, καὶ ἔξω τῶν φιμῶν ῥιπτούντων. BD. τὸ εἴσω πίπτειν ἀντὶ τοῦ ἐλάττω δοκεῖν, καὶ μὴ τῆς ἀξίας ἀφικνεῖσθαι. εἴρηται δὲ ἐκ μεταφορᾶς τῶν τοξοτῶν, ὅταν ἐντὸς τοῦ σκοποῦ πέμπωσι τὰ βέλη. C.

Pan

196,20

εἴ τινα χρὴ πόλιν θεῶν ὕπαρχον ἢ συγ‐ γενῆ προσειπεῖν] ὕπαρχός ἐστιν ὁ ὑπὸ τὸν ἄρχοντα ἄρ‐ χων. ἐκ δὲ τοῦ εἰπεῖν συγγενῆ δείκνυσι τὸ τῆς πόλεως σεβάσμιον. C.

Pan

197,1

ὑποχωροῦντας] ἡττωμένους αὐτοῖς. C.

Pan

197,2

συναύξειν] τὰ αὐτῆς. C.

Pan

197,4

μετέχει τῆς δόξης ἡ πόλις] ἡ τοῦτον ἔχουσα. C. τῆς ἡγουμένης] ἁπάντων. C.

Pan

197,5

οἶμαι δὲ οὐδ’ αὐτοῖς Ἀθηναίοις φέρειν αἰσχύνην, ἄν τις αὐτοῖς πρεσβεύῃ τὴν ἀκρόπολιν] ἐπειδὴ εἶπε τοῖς Ἕλλησιν ὅτι οὐ δεῖ ὑμᾶς ὑποχωροῦντας τῇ πό‐ λει ἐρυθριᾶν, παρεμυθήσατο τοὺς Ἕλληνας, καὶ ἐξ αὐτῶν
5τῶν Ἀθηναίων λαβὼν τὴν ἀπόδειξιν, ὅτι οὐδὲ τοὺς Ἀθη‐ ναίους λυπεῖ τῷ τὴν ἀκρόπολιν τιμιωτέραν τῆς πάσης Ἀττικῆς λέγεσθαι, οὐδὲ τοῦτο αἰσχύνην αὐτοῖς φέρει. BD.

Pan

197,6

ἄν τις αὐτοῖς πρεσβεύῃ τὴν ἀκρόπολιν] ἤγουν τὰ πρεσβεῖα καὶ τὴν ὑπεροχὴν δοίη ἢ τῇ πόλει. C. κορυφὴν] κεφαλήν. B. οἷον εἰ κεφαλήν· ὅ ἐστι τοῦ ὅλου σώματος τιμιώ‐
5τερον. BD.

Pan

197,8

εἴργασται καὶ ἡμῖν ὁ λόγος ἀντὶ τοῦ πέ‐ πλου κόσμος, Παναθηναίων τῇ θεωρίᾳ] πέπλον λέγει τὸ ἱστίον τῆς νεώς. φασὶ γὰρ ὅτι ναῦς ἦν ὑπότροχος κα‐
τασκευασθεῖσα, ἥτις ἐν τοῖς Παναθηναίοις ἀπό τινος342
5τόπου ἀγομένη ἐπὶ τὴν ἀκρόπολιν εἶχεν ἅρμενον, ἐν ᾧ ἦν γεγραμμένον· ἡ γιγαντομαχία, ἐν ᾗ φασιν ἀριστεῦσαι τὴν Ἀθηνᾶν. λέγουσι δὲ ὅτι αἱ καλαὶ τῶν παρθένων ἐν τοῖς Παναθηναίοις εἰργάζοντο πέπλους, οὓς ἀνετίθεσαν τῇ Ἀθηνᾷ. BD. ἐν τοῖς Παναθηναίοις ὕφαινον αἱ παρ‐
10θένοι Ἀθήνησι πέπλον, ἐν ᾧ ἅρμα ἦν ἐντετυπωμένον, καὶ ἃ κατὰ τῶν γιγάντων ἡ θεὸς ἔπραξεν. ἐποίουν τοῦτον τὸν πέπλον ἱστίον τῆς νηὸς, ἥτις ὑπότροχος κατεσκεύαστο, καὶ ἔκ τινος τόπου πρὸς τὴν ἀκρόπολιν ἤγετο. C.

Pan

179,9

δοῦναι δὲ χάριν τῆς αὐτῆς θεοῦ, ἧσπερ καὶ ὁ λόγος καὶ ἡ πόλις] τοῦτο εἶπεν ἢ ὅτι πάντες οἱ λόγοι καθόλου εἰς τὴν Ἀθηναίων ἀνεφέροντο πόλιν, ἢ οὗτος ὁ λόγος τῆς Ἀθηνᾶς ἐστιν, ἐπειδὴ ἐν τοῖς Παναθηναίοις
5εἴρηται. BD.

Rom Enc

t

ΡΩΜΗΣ ΕΓΚΩΜΙΟΝ.

Rom Enc

199,17

ὅ τις εἶπε] ὁ Θουκυδίδης δηλονότι. A.

Hier Log 2

t

ΙΕΡΟΣ ΛΟΓΟΣ Βʹ.

Hier Log 2

297,19

ὄξει διειμένον] ἀντὶ τοῦ πεφυρμένον, συν‐ εφθαρμένον. B.

Hier Log 2

300,4

ἀπῶζε δὲ καὶ τῆς αἰγίδος ὅτι ἥδιστον] ἴδε ἐμβροντησίαν καὶ ἐμπληξίαν ἀνθρώπου, καὶ ταῦτα δόξαν σοφοῦ ἔχοντος. B.

Hier Log 2

300,5

ἐφαίνετο μὲν δὴ μόνῳ] μόνῳ ἐφαίνετο, ἅτε καὶ μόνῳ παραφρονοῦντι. B.

Hier Log 2

300,11

ἀνεμίμνησκέ με τῆς Ὀδυσσείας, καὶ ἔφα‐ σκεν] καὶ τί τούτων ἄξιον θεοφανείας, ἤ τινος οἱ λόγοι σωφροσύνης ἐχόμενοι, ἀλλ’ οὐχὶ λήρου μακροῦ καὶ φασμα‐ τοφανείας προσήκοντες. B.

Hier Log 2

300,19

κατὰ μικρὸν οὕτω συνηγειρόμην μόλις τε καὶ χαλεπῶς] καλῶς γε τοῦτο μόνον εἰσελθὸν, ὡς ἂν ἀπο‐
καθάρῃ τὴν φαντασιοκοποῦσαν κόπρον, καὶ πρὸς τὸ φρο‐ νεῖν τε καὶ σωφρονεῖν ἐπαναχθείης, εἰ καὶ μηδὲ ὄντως τῷ343
5δέοντι μετεγένου. B.

Hier Log 2

302,22

ἔπεμψέ με λυσόμενον θαλάττῃ] ὡς ἔοικεν, ἀντὶ χηνὸς ἀθύρματί σοι ἐκέχρητο, Ἀριστείδη, ὁ θαυ‐ μαστός σου θεὸς, Ἀσκληπιὸς, τοσούτοις λουτροῖς σε διά‐ γων. B.

Hier Log 2

304,3

εἰ δὴ ταῦτά τις προσλογίσαιτο] ἐπανάλη‐ ψις. B.

Hier Log 3

t

ΙΕΡΟΣ ΛΟΓΟΣ Γʹ

Hier Log 3

319,1

ὅπως μὴ δοκοίην δημοκοπικός τις εἶναι] σημείωσαι τί ἐστι δημοκοπικός. B.

Hier Log 4

t

ΙΕΡΟΣ ΛΟΓΟΣ Δʹ.

Hier Log 4

332,16

ἐδόκουν ἰέναι ἐπὶ τὴν ἑστίαν τοῦ Διὸς] ὀνειρολεκτεῖν καταλείψας ——— τὸ τέρμα δίδου τῆς γραφῆς κεκμηκόσι ἐκ τῆς κακίστης φάσματο ——— B.

Hier Log 4

332,18

σὺν ἅπασι τοῖς περὶ αὐτὸ] οἷον σὺν τῇ πατρίδι, τῷ γένει, τῷ ἐπιτηδεύματι. B.

Hier Log 4

333,4

χαίρειν τε οὖν καὶ συμβάλλεσθαι] οἰηματίας ἄνθρωπος, καὶ κομπορήμων καὶ περιαυτολόγος. τὰ δὲ πάντα ἐκ κούφης γνώμης καὶ χαύνου· ἀφ’ ὧν καὶ ἡ ἀπέραντος αὕτη αὐτῷ ὀνειρολεσχία. B.

Hier Log 4

336,5

ὡς ἕνα γε οὐδένα] ἀντὶ τοῦ οὐδένα τούτων. λέγεται δὲ καὶ κατ’ εὐθεῖαν εἷς οὐδείς. B.

Hier Log 4

344,22

ἐπεθορύβησεν] εὐφήμως ἐπεβόησαν. B.

Hier Log 5

t

ΙΕΡΟΣ ΛΟΓΟΣ Εʹ.

Hier Log 5

349,7

ἀνακογχυλιάζειν] ἀναγαργαρίζειν. B.

Hier Log 5

349,10

ἐλαύνειν ὀρθὴν] ἐλαύνειν ὀρθὴν ὅμοιον
τοῦ εὐθὺ τείνειν. B.344

Leuc 1

t

ΛΕΥΚΤΡΙΚΟΣ Αʹ.

Leuc 1

407,5

πρὸς τοὺς ἑτέρους] τοὺς Λακεδαιμονίους. A.

Leuc 1

407,6

ταῦθ’ ὑπειπὼν καὶ τὸ ποτέρους ὁμοῦ ση‐ μανῶ] εἰπὼν, φησὶ, πρώτας τὰς αἰτίας, δι’ ἃς ἀπέκλινα πρὸς τοὺς ἑτέρους, τότε λέγω καὶ πρὸς τίνας ἀπέκλινα, τουτέστι λέξω τὴν προσηγορίαν, ὧν τὴν συμμαχίαν προ‐
5κέκρικα. B.

Leuc 1

407,7

ἐγὼ δὴ βούλομαι Θηβαίους] ἐντεῦθεν τινὲς τὸ συμφέρον. B.

Leuc 1

407,9

εἰ μὲν οὖν ἐν ἴσῳ καθειστήκεσαν] τουτέστιν ἀμφότεροι ὄντες ἀκέραιοι, ἤγουν τὴν συμμαχίαν ἐκείνην ἐπηνώρθουν. B. οὐδὲν ἂν ᾤμην εἶναι πρᾶγμα] δυσχερές. A.

Leuc 1

407,11

εἰ μὲν οὖν ἄλλο μέν τι ποιοῦντας ἐκείνην ἐπανορθοῦν, ἄλλο δὲ ταύτην καταλύειν ἔδει] ἐκείνην, τὴν Λακεδαιμονίων· ἄλλο δὲ ταύτην τὴν Θηβαίων καταλύειν ἔδει· οἷον ἔδει πρῶτον Λακεδαιμονίους ἐπανορθώσασθαι·
5καὶ οὕτω μετὰ ταῦτα χωρῆσαι εἰς τὸ καταλῦσαι Θη‐ βαίους. B.

Leuc 1

407,15

αὐτοὺς] τοὺς Θηβαίους. A. τοῖς πρὸς αὑτοὺς πράγμασι συνέξεσθαι] ἀντὶ τοῦ συν‐ έχεσθαι εἰς τὸν κατ’ ἀλλήλων πόλεμον. B.

Leuc 1

407,16

τῶν ἑτέρων] Λακεδαιμονίων. A. ἐκ δὲ τούτων ἀποφαίνω τῶν λογισμῶν] συμβουλεύω, φησὶν, ἐγὼ βοηθῆσαι μὲν ὑμᾶς ἐλάττοσιν, ἐξισώσαντας δὲ αὐτῶν τὴν δύναμιν πρὸς τοὺς ἰσχυροτέρους, τότε ἀπο‐
5στῆναι, καὶ μηδετέροις βοηθεῖν. ἐντεῦθεν δέ τινές φασιν εἶναι τὸ νόμιμον. B.

Leuc 1

408,2

ἑστήξειν] ἑδραιώσειν. A.

Leuc 1

408,3

τὸ δ’ ὑμέτερον πρόχειρον] ἀπὸ τοῦ δικαίου ἡ ἀντίθεσις, ὅτι οὐ δίκαιον βοηθεῖν τοῖς ἡμᾶς ἀδική‐ σασιν. B.

Leuc 1

408,9

ἀλλὰ μὴν τόν γε ἀναμνήσοντα ἂν ὑμᾶς] ἀντίθεσιν λαμβάνει, ὥς τινων λεγόντων· πῶς ἔχει μὲν Λα‐ κεδαιμονίοις βοηθῆσαι τοῖς τοσαῦτα καθ’ ἡμῶν εἰργασμέ‐ νοις ἐπὶ τοῦ Δεκελεικοῦ πολέμου. ἔλυσε δὲ αὐτὴν μετα‐
5στατικῶς πρῶτον μὲν ἐπὶ καιρῶν τὴν αἰτίαν ἀνενεγκὼν, ἔπειτά φησιν ὅτι, εἴ τι πεποιήκασι Λακεδαιμόνιοι εἰς ἡμᾶς, ἔλαττον Θηβαίων ἐξήμαρτον· πεισθέντες γὰρ Θηβαίοις ἐποίησαν· ὁ δὲ πείσας τοῦ πεισθέντος πικρότερος. B.345

Leuc 1

408,11

οἶμαι μὲν οὐ Σάμιοι] κατὰ ἦθος τούτους ὠνόμασεν, ἐπειδὴ Σάμιοι μόνοι ἐν τῷ πολέμῳ οὐκ ἀπέ‐ στησαν· ἐν γὰρ τῇ δʹ ἱστορίᾳ ἔχομεν Λακεδαιμονίους πρεσβευομένους πρὸς Ἀθηναίους περὶ καταλύσεως τοῦ πο‐
5λέμου, ὅτε καὶ τὰ κατὰ Πύλον. καὶ κατὰ μὲν τὴν ἀλή‐ θειαν Ἀθηναῖοι οὐκ ἠνέσχοντο, ὁ δὲ Ἀριστείδης λέγει ὅτι ὑπὸ Θηβαίων Λακεδαιμόνιοι κατεκωλύθησαν. B.

Leuc 1

408,13

τοῖς μὲν] Λακεδαιμονίοις. A.

Leuc 1

408,14

τοῖς δὲ] Θηβαίοις. A.

Leuc 1

408,16

ἀποκρῖναι] ἀποχωρῆσαι, ὅ ἐστιν ἀλλοτριῶ‐ σαι τῶν ἐγκλημάτων. B.

Leuc 1

408,17

ὁ μάλιστ’ ἂν ἐξετάζων] ἀντὶ τοῦ ὁ ἀκρι‐ βῶς δυνάμενος σκοπῆσαι τὰ πράγματα. τὸ δὲ χειρίστων ἀντὶ τοῦ δεινῶν. B.

Leuc 1

408,19

εὑρήσομεν γὰρ τὰ μὲν Θηβαίοις] τεχνικῶς πάνυ μετὰ τὸ ἀποδεῖξαι πρῶτον ὅτι κοινὰ τὰ ἐγκλήματα, τότε λοιπὸν κατασκευάζει ὅτι καὶ μείζω τὰ τῶν Θηβαίων ἐγκλήματα, καὶ λέγει ἃ καὶ Δημοσθένης ἐν τῷ παρα‐
5πρεσβείας. B.

Leuc 1

408,20

φεύγω τοὔνομα προσθεῖναι τῇ βλασφημίᾳ] ἔμελλεν εἰπεῖν τῶν Ἀθηναίων, ἀλλὰ διὰ τὸ βλάσφημον τὸ ὄνομα ἀπεσιώπησεν. ἔχομεν δὲ αὐτὸν πάλιν τὸν Ἀριστεί‐ δην λέγοντα ὅτι Μαρδόνιος δι’ Ἀλεξάνδρου τοῦ φιλέλλη‐
5νος πρὸς Ἀθηναίους ἐπρεσβεύσατο, τὴν χώραν αὐτοῖς ἀποδιδοὺς, καὶ πολλὰ ὑπισχνούμενος, ἂν ὑπακούσωσι. B.

Leuc 1

409,2

τὰ δ’ αὖ Λακεδαιμονίοις δόξαντα ταῦτ’ ὄντα] Λακεδαιμόνιοι γὰρ νικήσαντες Ἀθηναίους ψῆφον προέθεντο τοῖς συμμάχοις, τί δεῖ παθεῖν αὐτούς. καὶ Θη‐ βαῖοι μὲν εἶπον μηλόβοτον γενέσθαι τὴν Ἀττικὴν, Φω‐
5κεῖς δὲ, μὴ ἑτερόφθαλμον ποιήσετε τὴν Ἑλλάδα· Λακε‐ δαιμόνιοι οὖν Φωκεῦσιν ἐπείσθησαν. B.

Leuc 1

409,5

ὑπέστησαν τοῦτο τὸ ἔργον] καλῶς τὸ ὑπέ‐ στησαν, ἵνα τὸ δυσχερὲς δείξῃ τοῦ πράγματος. B.

Leuc 1

409,6

τί λοιπὸν ἦν ἐν μέσῳ, ἢ ζητεῖν νῦν τοὺς
Θηβαίους, οὕστινας καλέσουσι κατὰ τούτων] ὡσανεὶ ἔλεγε, τί ζητοῦσιν οὖν οὓς ἡ παρ’ ἐκείνων ψῆφος ἀπώ‐ λεσε. B.346

Leuc 1

409,8

συγγνώμης ἴσως μετὸν εὑρήσει] ὅτι οἱ μὲν ἄξια συγγνώμης ἥμαρτον, οἱ δὲ οὔ. B.

Leuc 1

409,9

εἴ τι ὕστερον ἠγνωμόνησαν] ὅτε ὕστερον τοῦ πολέμου μετὰ τὰ ἐν Αἰγὸς ποταμοῖς κατέσκαψεν αὐ‐ τῶν τὰ τείχη, καὶ κατέστησεν αὐτοῖς τοὺς τυράννους. B.

Leuc 1

409,13

καὶ μὴν εἴ τις τούτων μὲν παρεληλυθέ‐ ναι] ἐπὶ τοῦ δικαίου —— Λακεδαιμόνιοι οὐ μόνον ἡμᾶς τὸ πρῶτον ἠδίκησαν, ἀλλὰ καὶ νῦν Θηβαίους ἀλόγως ἐπὶ τὴν ἐκείνων στρατεύσαντας, διεῖλεν εἰς δύο χρόνους τὰ
5τῶν Λακεδαιμονίων ἐγκλήματα, καὶ ἔλυσεν ἑκάτερα. B.

Leuc 1

410,1

οὐχ ἡμῶν ἐποιοῦμεν] ἴδιον. A. ἐπεὶ δὲ ταύτην μὲν ἀπειλήφασι] τὴν Λακεδαίμονα οἱ Θηβαῖοι. A.

Leuc 1

410,3

τὸ γὰρ Λακεδαιμονίους ἀνελεῖν τοῦτο δύ‐ ναται] ἐμφαντικῶς ἔλαβε τὸ ὄνομα ἐνταῦθα· τῶν γὰρ ἰσχυροτέρων κρατήσαντες εὐχερῶς καὶ τὸ λοιπὸν τῶν Ἑλ‐ λήνων κρατήσουσιν. B.

Leuc 1

410,7

τοῦτο] τῶν Λακεδαιμονίων. A. ἐκείνου] τῶν Θηβαίων. A.

Leuc 1

410,10

πεμψάντων ἀμφοτέρων] περὶ βοηθείας. A.

Leuc 1

410,12

ὅτε μὲν γὰρ καθίστατο ὁ πόλεμος, τοῖς ἀδικουμένοις συλλαμβάνειν ἐκέλευον ἂν] οὕτω, φησὶ, σπου‐ δαίως ἔλεγον ὅτι Θηβαίοις δεῖ βοηθεῖν, ὥστε μηδὲ βου‐ λεύσασθαι· ἀδικουμένοις γὰρ καὶ οὐκ ἀδικοῦσιν συνεμα‐
5χέσατο. B.

Leuc 1

410,20

ἀδίκου] βοηθείας. A.

Leuc 1

410,21

ἔπειτα, οὐδ’ εὔλογον φυγόντας ἂν—τού‐ τοις νῦν ὑπομεῖναι] τὸ σχῆμα καθ’ ὑπόθεσιν· εἰ ᾔτησαν ἡμᾶς, φησὶ, τότε Λακεδαιμόνιοι, ἵνα συγκαταδουλώσωμεν τοὺς Θηβαίους, ὑπεσχόμεθα ἂν αὐτοῖς. ὥσπερ οὖν τοῦτο
5κἂν ἐποιήσαμεν, οὕτως οὐδὲν αὖ ἡμᾶς δεῖ τοῦτο τὸ ἄτο‐ πον ποιῆσαι, καὶ συγκατασκάψαι Λακεδαιμονίους. ὅρα πῶς οἰκείως ἐχρήσατο ταῖς λέξεσιν, ἐπὶ μὲν Θηβαίων δουλείαν, ἐπὶ δὲ Λακεδαιμονίων ἀναίρεσιν. B.

Leuc 1

411,1

τούτοις] τοῖς Θηβαίοις. A.

Leuc 1

411,5

ἦλθον ἐπὶ Θηβαίους Λακεδαιμόνιοι] πά‐ λιν ἀνθυποφορὰ ἀντεγκληματική. ἡ δὲ λύσις κατὰ πε‐ ριτροπὴν ἐν διλημμάτῳ, εἰ μὴ τέθεικας αὐτό (sic). νοεῖ‐ ται γὰρ ἔξωθεν οὕτως· εἰ μὲν δίκαια ἐποίησαν ἐκδόντες,347
5οὐ δεῖ ἐγκαλεῖν αὐτοῖς· εἰ δὲ ἄδικα, οὐ δεῖ μιμεῖσθαι τὸ κακόν. B.

Leuc 1

411,10

τὸν δυστυχήσαντα] Δημοσθενικῶς ἐπὶ τὴν τύχην ἀνάγει τὰ ἁμαρτήματα. B.

Leuc 1

411,18

ἀφεστᾶσι δ’ οἱ σύμμαχοι] καταχρηστικῶς εἶπε τὸ ἀφεστᾶσιν, ἀντὶ στασιάζουσι. τὸ γὰρ ἀφίστασθαι ἐπὶ ὑπηκόων, τὸ δὲ στασιάζειν ἐπὶ συμμάχων. B.

Leuc 1

411,21

τέλειον τὸν τῶν ἀντιπάλων ὄλεθρον] οὐκ εἶπεν ἀτυχίαν, ἀλλὰ τελείαν ἀπώλειαν. B.

Leuc 1

412,3

καὶ θαυμάτων] μετά. A. ὅσῳ γὰρ ἂν ἐκείνην μᾶλλον μέμφοισθε, τοσούτῳ προ‐ θυμότερον σωστέον αὐτούς ἐστιν ὑμῖν νυνὶ] ἐνταῦθα ἀπὸ τοῦ πράγματος ἐλέγχει τὸ ἄτοπον· ὅσῳ γὰρ μεῖζον τὸ
5ἑκουσίως τοῦ ἐξ ἀνάγκης, καὶ πρᾶξαι τοῦ γράψαι, καὶ τὸ τοὺς πλησίον προδοῦναι τοῦ τοὺς πόρρω καταλιπεῖν, το‐ σοῦτον ἡμεῖς μᾶλλον ἁμαρτάνομεν Λακεδαιμονίους παραδι‐ δόντες Θηβαίοις ἢ Λακεδαιμόνιοι τοῖς Πέρσαις τοὺς Ἴω‐ νας. B.

Leuc 1

412,6

οὔτε γὰρ δήπουθεν ὅλως Λακεδαιμονίοις] ἡ λέξις ἀπὸ τῆς τῶν ῥητῶν διαφορᾶς· τὰ δὲ ἑξῆς συγ‐ γνωμονικῶς. B.

Leuc 1

412,10

οὔθ’ ὅμοιον εἰς ἀνάγκην κατακλεισθέν‐ τας] πάντα ἐμφαντικῶς δεῖ νοεῖν. B.

Leuc 1

412,12

βαρὺ καὶ δεινὸν] ἡγεῖσθαι. A.

Leuc 1

412,13

Θηβαίοις] μετὰ Θηβαίων. A. καλῶς τοῖς Θηβαίοις τοῖς εὐτελεστέροις ἡμῶν. B.

Leuc 1

412,19

τῆς εἰς Ἁλίαρτον ἐξόδου] ἐκεῖ γὰρ μετ’ αὐτῶν τοῖς Λακεδαιμονίοις συνέβαλον. B. οὐκοῦν ἄτοπον, εἰ φίλους τοὺς τότε] ἀντίθεσις πά‐ λιν ἀπὸ τοῦ δικαίου· ἀλλ’ οὐ δίκαιον, φησὶ, προδοῦναι
5τοὺς φίλους. ἔτι τῆς ἀντιθέσεώς εἰσι ταῦτα. B.

Leuc 1

413,3

καὶ οὐδὲν ἐκώλυσεν ὑμᾶς τὰ ὑπάρχοντα ἐν‐
αντιώματα] δοκεῖ τὸ αὐτὸ νόημα εἶναι τῷ πρώτῳ· δια‐ φέρει δὲ, ὅτι ἐν μὲν ἐκείνῳ εἶπεν ὅτι οὐκ ἔστιν ἐναντίον ἡ γενομένη συμμαχία τῇ νῦν βοηθείᾳ, ἐνταῦθα δὲ ὑπερ‐348
5βολὴν λέγει, ὅτι οὐ μόνον ἐναντιοῦται, ἀλλὰ καὶ ἀναγκά‐ ζει. B.

Leuc 1

413,4

ταῦτα] ἅπερ Λακεδαιμόνιοι ὑπερβάλλονται. B.

Leuc 1

413,15

ἴσως μεταβάλλεσθαι μὲν ἐδόξατ’ ἂν] ἐκ τοῦ ἐναντίου προτρέπει τὸ νόημα, ὅτι Θηβαίοις ἀδικοῦσι νῦν εἰ συμπράξετε, τότε δοκεῖτε μεταβαλέσθαι· ἀδικουμέ‐ νοις γὰρ τὸ πρῶτον ἐβοηθήσατε· οὐκοῦν καὶ Λακεδαιμο‐
5νίοις ἀδικουμένοις νῦν συμμαχῆσαι τὸ δίκαιον. B. εἰκότως δέ γε πλείω λόγον τῆς ὑμετέρας αὐτῶν δόξης ἢ τῆς ἐκείνων χάριτος ποιούμενοι] ἀντίθεσις ἀπὸ τοῦ συμφέροντος, ὅτι ἀδοξοῦμεν, ἐὰν Λακεδαιμονίοις προσθώ‐ μεθα, καὶ τὴν Θηβαίων συμμαχίαν καταλείψωμεν· τὸ γὰρ
10ἄδοξον μέρος ἐστὶ τοῦ συμφέροντος. B.

Leuc 1

414,4

ἄνθρωπε, ἀκολουθῶ] εἴποι ὁ κυβερνήτης. A. μετὰ γὰρ τοῦ φέροντος] καιροῦ. A.

Leuc 1

414,14

ἀκούω δὲ καὶ πάλαι ποτὲ ὑπὲρ τὰ Μηδι‐ κὰ] διὰ παραδειγμάτων βούλεται παρασκευάσαι ὅτι πεί‐ σονται Θηβαῖοι τῇ πρεσβείᾳ ἡμῶν. ταύτης δὲ ἱστορίας μέμνηται καὶ ἐν τῷ Παναθηναϊκῷ, λέγων· τριῶν ἐθνῶν
5τῶν μεγίστων ἐν τοῖς Ἕλλησιν ἐπιθεμένων τῇ πόλει. τὸ μὲν αὐτῷ φυγῆς τιμῆσαν ἀπῆλθε τὸ δαρεικὸν, Βοιωτοὶ δὲ ἐν χερσὶν ἡττῶντο. μέλλοντες γὰρ συμπλέκεσθαι Ἀθηναῖοι καὶ Θηβαῖοι διελύσαντο Κορινθίων αὐτοὺς διαλλαξάν‐ των. B.

Leuc 1

414,19

παρὸν ἡμῖν] ἀντὶ τοῦ ἐξουσίας οὔσης. ἐν‐ ταῦθα ἡ ἀπόδοσις. B.

Leuc 1

415,1

ταῦτα πρὸς ὑμᾶς ἐᾶτε τοὺς ῥήτορας] λέγειν δηλονότι. B.

Leuc 1

415,2

τὰ μὴ ἡμέτερα] τὸ μὴ τοῖς ἀδικουμένοις βοηθεῖν, ἀλλὰ τοῖς ἀδικοῦσι. B.

Leuc 1

415,3

εἰ οἷόν τε] τὸ εἰ οἷόν τε προσέθηκεν, ἵνα διὰ τῆς λέξεως τὴν ὁμοιότητα αὐτῶν ἐνδείξηται, ὅτι φύσει πονηροὶ καθεστήκασι. B.

Leuc 1

415,4

τοὺς ἀποφεύγοντας Θηβαίους] ἀποφεύγον‐ τας λέγει τοὺς παραιτουμένους. B.

Leuc 1

415,10

ἐπὶ τῇ κοινῇ προφάσει] διττή ἐστι καὶ ἡ γραφὴ καὶ ἡ ἐξήγησις, ἢ γὰρ κοινή ἐστιν ἀντὶ τοῦ ἐπὶ τῇ τῆς κοινῆς ἔχθρας προφάσει. λέγουσι γὰρ ὅτι καὶ ὑμῶν καὶ ἡμῶν εἰσιν οἱ Λακεδαιμόνιοι πολέμιοι· ἢ ἐπὶ τῆς κοι‐349
5νῆς, ἀντὶ τῆς καταδουλώσεως. B.

Leuc 1

415,11

πᾶν τοὐναντίον κωλύσωμεν] κατασκάψαι Λακεδαίμονα· ὅτι καὶ ἐξ ἀρχῆς τῇ ἐλπίδι αὐτῇ ἐβοηθή‐ σαμεν αὐτοῖς, ἵνα κατασκάψωμεν Λακεδαίμονα. B.

Leuc 1

415,20

ὅσαι μὲν γὰρ καὶ δάκρυσι τοὺς Λακεδαι‐ μονίους ἐθρήνησαν ἀκούσαντες, μεμνημένος οὐκ ἐρῶ] ἐπει‐ δὴ ὑπερβολῇ τῆς φιλανθρωπίας τῶν Ἀθηναίων. λέγει ὁ Ξενοφῶν ἐν ταῖς Ἑλληνικαῖς ὅτι νικήσαντες οἱ Λακεδαιμό‐
5νιοι ἐν Αἰγὸς ποταμοῖς ἐστρατεύσαντο κατὰ Ἀθηναίων, πάλιν τὰ τείχη καταβαλεῖν βουλόμενοι, καὶ τοὺς τριάκοντα αὐτοῖς καταστῆσαι τυράννους, ὅτε καὶ Θηβαῖοι παρεῖναι οὐκ ἐθέλησαν. B.

Leuc 1

416,3

οὐκ ἔστι ταῦτα] ἐπὶ τῶν ὁμο——— πραγμά‐ των οὐδὲ χρῄζει. ἐπειδὴ οὖν ——ξεν ἀγωνιστικῶς. λέγειν οὐκ ἔστι ταῦτα. λοιπὸν καὶ τοῦτο αὐτὸ ἀναιρεῖ, ἵνα μὴ ποιήσῃ αὐτὸ ἀμφίβολον, καὶ φησὶν ὅτι πάνυ ἴδιον τὸ λέγειν ὅτι οὐκ
5ἔστιν· ἡ γὰρ ἀντίθεσις ἀπὸ τοῦ δικαίου· ἀλλ’ οὐ δίκαιον λυπῆσαι Θηβαίους τοὺς εὐεργέτας ἡμῶν. ὅρα, πῶς ἄριστα τὴν διοίκησιν ἐποιήσατο τοῦ λόγου· πρῶτον γὰρ ἀποδείξας ὅτι οἱ μὲν ἐχθροὶ, οἱ δὲ οὒ, μεταβαίνει λοιπὸν εἰς τὸ ἀποδεῖξαι ὅτι οἱ μὲν εὐεργέται, οἱ δὲ οὐκ εὐεργέται· ὥσ‐
10περ ὁ Δημοσθένης ἐν τῷ περὶ στεφάνου· ἐλευθερώσας γὰρ αὐτὸν πρῶτον τῶν ἐγκλημάτων μεταβαίνει ἐπὶ τὸ λέγειν τὰς εὐεργεσίας. B.

Leuc 1

416,4

ὃ οὔτε εἰς Μεγαρέας διέβη—τοὺς νῦν ἀθ‐ λίους Λακεδαιμονίους] τεχνικῶς πάλιν τοὺς εὐτελεῖς τῶν Ἑλλήνων παρέλαβε, καὶ τοὺς πάνυ γενομένους εἰς παρά‐ δειγμα· καὶ ἠρκέσθη τούτοις τοῖς δύο, ἵνα διὰ τῶν ἄκρων
5πάντας σημάνῃ τοὺς Ἕλληνας. B.

Leuc 1

417,5

καὶ μὴν οὐδ’ ἐκεῖνό γ’ εἰπεῖν κατοκνήσω] ἐνταῦθα ἡ ἀντιπαράστασις, ὅτι εἰ καὶ εὐηργέτησεν, ἀλλὰ μείζους ἔλαβεν ἀμοιβάς· ὡς καὶ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους περὶ Χαριδήμου. B.

Leuc 1

417,6

μᾶλλον δὲ τῷ παντὶ] τῷ ὅλῳ καὶ παντὶ πα‐
ρῴδησε. B.350

Leuc 1

417,9

ἢ καὶ δέξασθαι τοὺς ἐκπεσόντας] διὰ Θρα‐ σύβουλον λέγει· δημοτικὸς ὢν οὗτος ἔφυγεν ἐπὶ τῶν τριά‐ κοντα πρὸς αὐτούς. B.

Leuc 1

417,11

Λύσανδρον ἀπεκτείναμεν] Λύσανδρος οὗ‐ τος Λακεδαιμονίας στρατηγὸς, ὃς καὶ τὰς ἐν Αἰγὸς ποτα‐ μοῖς ναυμαχίας ἐνίκησε. B.

Leuc 1

418,21

οὔτε τὰ τείχη τὸν ἀναστήσαντα εἴχετέ πω] εἰς Κόνωνα αἰνίττεται. B.

Leuc 1

419,6

οὗ] τοῦ εὐδοκιμεῖν Θηβαίους ἀνθ’ ὑμῶν. B.

Leuc 1

419,15

τοὺς ὁμοῦ τι καὶ δι’ αὐτοὺς μισοῦντας Λακεδαιμονίους, καὶ δι’ ἡμᾶς, ὅτι ἡμῶν τότε ἐφείσαντο] καὶ οἴκοθεν μισοῦσι Λακεδαιμονίους, ἀλλὰ καὶ δι’ ἡμᾶς, ὅτι ποτὲ οὐκ ἐπείσθησαν αὐτοῖς ἐπὶ τῷ κατασκάψαι τὴν
5πόλιν. B. τοῦτο θέλει εἰπεῖν, ὅτι καὶ αὐτοὺς Λακεδαιμο‐ νίους μισοῦσιν οἱ Θηβαῖοι καὶ δι’ ἡμᾶς πάλιν μισοῦσιν, ὥστε εἰκὸς αὐτοὺς ἀμφοτέρων χάριν κολάσαι αὐτούς. B.

Leuc 1

419,16_18

οὐ τοίνυν οὐδὲ φοβηθῆναί μοι— ἐὰν σωθῶσιν] ἡ ἀντίθεσις πάλιν ἀπὸ τοῦ συμφέροντος, ὅτι συμφέρει ἡμῖν τὸ μὴ βοηθῆσαι Λακεδαιμονίοις· εἰ γὰρ βοηθήσαιμεν, δέος ἐστὶ μὴ σωθέντες καθ’ ἡμῶν πάλιν
5στρατεύονται. B.

Leuc 1

420,9

συσχεθεὶς] ἡττηθείς. B.

Leuc 1

420,20

μήτ’ αὐτοῖς] Λακεδαιμονίοις. A.

Leuc 1

421,4

ἐγὼ μὲν οὐκ ἐπινοῶ πᾶς γιγνόμενος] τουτ‐ έστι πᾶσαν ἐπίνοιαν κινῶν οὐχ εὑρίσκω ὅτι ὑπὲρ τοῦ μι‐ μεῖσθαι παρ’ ἡμῶν ποιοῦσιν ἡμῖν ταῦτα οἱ Λακεδαιμό‐ νιοι. B.
5πᾶς] παντοδαπός. B.

Leuc 1

421,10

σκεψώμεθα ὁ καὶ τὰ Θηβαίων] ἐξετάσας τοὺς Λακεδαιμονίους, καὶ δείξας ὅτι, ἐὰν σωθῶσιν, οὐ στρατεύονται καθ’ ἡμῶν, (οὔτε γὰρ θέλουσιν οὔτε δύναν‐ ται) ἀντεξετάζει καὶ τοὺς Θηβαίους, καί φησιν ὅτι, ἐὰν
5νικήσωσι Λακεδαιμόνιοι, πάντως ἥξουσιν ἐφ’ ἡμᾶς. κατα‐ σκευάζει δὲ τοῦτο ἐκ τῆς περὶ τοῦ ἄρχειν ἐπιθυμίας τοῦ στρατοῦ καὶ τοῦ ναυτικοῦ. B.

Leuc 1

421,17

εἶτ’] παρέλκεται. B.

Leuc 1

423,6

καὶ μὴν οὐδ’ ὅμοιον Λακεδαιμονίοις] ἀπὸ
τοῦ ἐνδόξου καὶ ἀδόξου ἡ διαφορά. B.351

Leuc 1

423,17

ἃ μὲν τοίνυν οἱ μηδετέροις οἰόμενοι δεῖν βοηθεῖν] ἐντεῦθεν ἡ τρίτη γνώμη τοῦ συμβουλεύοντος· καὶ ταύτην λέγουσι τριπλῆν πραγματικὴν εἶναι· ὁ —— ἔχω‐ μεν γνώμας, ὥσπερ ἐνταῦθα· ἡ μὲν συμβουλεύει Λακεδαι‐
5μονίοις βοηθεῖν, ἡ δὲ Θηβαίοις, ἡ δὲ μηδετέροις. ὁ αὐτὸς οὖν νῦν διαβάλλων τὴν ὑπὲρ Θηβαίων διαβάλλει καὶ τὴν λέγουσαν μηδετέροις βοηθεῖν. B.

Leuc 1

423,18

ἃ δ’ οἱ τοὺς Θηβαίους ἑλέσθαι κελεύον‐ τες] ὑπερβολῇ κέχρηται· λέγει γὰρ Θηβαίοις βοηθῆσαι μᾶλλον ἢ μηδετέροις. B.

Leuc 1

423,20

ἐπασκήσητε] αὐξήσητε. A.

Leuc 1

424,10

ὥσπερ Σέριφον] τὸν Θρᾷκα εὐτελέστα‐ τον. B.

Leuc 1

424,22

τοὐπίγραμμα τοῦ Μαραθῶνι τροπαίου] καίτοι οὐ παρεγένοντο Λακεδαιμόνιοι εἰς τὴν κατὰ Μαρα‐ θῶνα μάχην· πῶς οὖν ἦσαν γεγραμμένοι ἐν τῷ τροπαίῳ; λέγομεν ὅτι τιμῶντες αὐτοὺς Ἀθηναῖοι ἀνέγραψαν ὡς κοι‐
5νωνήσαντας. B.

Leuc 1

425,2

ἃ μεθ’ ὧν ἐκτησάμεθα, οὐχ ὅσιον προ‐ έσθαι νῦν, οὐδὲ συνεξελεῖν τούτοις, ἐφ’ οὓς τότε κοινω‐ νοὺς εἴχομεν] ὁ νοῦς οὗτος· οὐ δίκαιόν ἐστι νῦν συνεξελ‐ θεῖν Θηβαίοις Λακεδαιμονίους, καθ’ ὧν Θηβαίων Λακε‐
5δαιμονίους εἴχομεν κοινωνούς. λέγει δὲ ἐν τῷ Περσικῷ πολέμῳ ὅτι μετὰ Μήδων ἦσαν οἱ Θηβαῖοι. B.

Leuc 1

425,8

ἀλλὰ μὴ τοῦ Λακεδαιμονίου συμβεβηκὸς ὑπάρχειν] σοφίζεται· τὸ γὰρ τῶν Φωκέων εὐεργέτημα ὡς Λακεδαιμονίων λέγει. B.

Leuc 1

425,14

Κίμωνος εἰς Ἰθώμην ἄφιξις] μέμνηται καὶ Θουκυδίδης· τῶν γὰρ Εἱλώτων ἐπαναστάντων τοῖς Λακε‐ δαιμονίοις, ἐπρεσβεύσαντο πρὸς Ἀθηναίους περὶ συμμα‐ χίας· οἱ δὲ ἔπεμψαν στρατηγὸν Κίμωνα. B.
5Τυρταίου πρὸ Κίμωνος εἰς Σπάρτην] Τυρταῖος οὗ‐ τος ποιητὴς, ὃς ἐλθὼν εἰς Σπάρτην ὀλίγον πρὸς Κίμωνος λαβὼν μελιτηνοὺς παρώξυνε Λακεδαιμονίους εἰς πόλεμον. B.

Leuc 1

425,20

μὴ τοίνυν, ἂν μέν τις τοὔνομα τὸ Λακε‐ δαιμονίων] τὸ νόημα ἀπὸ τοῦ ἐλάττονος. B.

Leuc 1

426,5

ἐὰν δὲ συμβῇ τοῦτ’ αὐτὸ, ὃ λέγω] ἐπειδὴ
ᾔσθετο τῆς ταυτολογίας, (τὸ γὰρ αὐτὸ πάλιν εἰπεῖν ἔμελλε) θεραπεύει αὐτὸ τῇ μικρᾷ προσθήκῃ, εἰπὼν τοῦτο, ὃ λέ‐ γω. B.352

Leuc 1

426,8

ἀναιρεῖν; οἷς ὑμᾶς οὐκ ἔδοξεν;] ἆρά γε, φησὶ, τολμᾶτε εἰπεῖν Λακεδαιμονίους ἀναιρεθῆναι, οἷς Λα‐ κεδαιμονίοις ἔδοξε μὴ ἀναιρεθῆναι ἡμᾶς. B.

Leuc 1

426,10

οὐκ ἂν παρέλθοιμι τὸ τῶν Ἀργείων ἐκεί‐ νων] τὸ ἐπὶ Ἐτεοκλέους καὶ Πολυνείκους, ὅτι συνεμάχη‐ σαν τοῖς Ἀργείοις οἱ Ἀθηναῖοι, τῶν Θηβαίων μὴ συγχω‐ ρούντων αὐτοὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. B.

Leuc 1

426,16

ἔσχετε, ὦ Ἀθηναῖοι] ἐπίλογοι ἐπιλόγων. B.

Leuc 2

t

ΛΕΥΚΤΡΙΚΟΣ Β.

Leuc 2

hyp

Ὑπόθεσις. Οὗτος ὁ λόγος ἀντίκειται τῷ πρώτῳ τῷ ὑπὲρ Λακε‐ δαιμονίων· ἔστι γὰρ ὑπὲρ Θηβαίων. στάσις δὲ τοῦ λόγου ἡ αὐτή. προοίμιον δὲ ἔχει ἓν μόνον, καὶ τοῦτο σύντομον,
5διὰ τὸ συμμάχους ἤδη Θηβαίους εἶναι, καὶ μὴ δεῖσθαι τοῦ συνιστῶντος· κατασκευὴν οὐκ ἔχει τὸ προοίμιον· ὁμο‐ λογουμένη γάρ ἐστιν ἡ πρότασις. B.

Leuc 2

427,1

οἶμαι μὲν, ὦ Ἀθηναῖοι, μὴ τήμερον πρῶ‐ τον] διαπορητικὸν τὸ προοίμιον τοῦ λόγου· φησὶ γὰρ ὅτι οὔπω κρίνας βεβαίως τί δεῖ συμβουλεῦσαι, ἀνέστην. ἀκα‐ τάσκευον δέ ἐστι· τοῖς γὰρ οἰκείαν προαίρεσιν ἀπαγγείλα‐
5σιν, ὡς εὖ εἰδόσιν αὐτὴν, καὶ τὰς αἰτίας αὐτῆς εἰώθασιν οἱ ἄνθρωποι πιστεύειν, κἂν ἀναπόδεικτον λέγωσιν. ἔλαβε δὲ αὐτὸ ἀπὸ συστάσεως τοῦ ἰδίου προσώπου· ὅτι δικαίως καὶ οὐ πρὸς χάριν αἱροῦμαι Λακεδαιμονίους. B.

Leuc 2

427,5

τοσοῦτον ἐλάττω τὴν ὑπὲρ τούτων σπου‐ δὴν—ὅσῳπερ πλείω τὴν ὑπὲρ ὑμῶν] ὁ νοῦς οὕτως· τοσοῦ‐ τον ἐλάττονα σπουδὴν ἔχω περὶ τοὺς Θηβαίους ἧς ἔχου‐ σιν οἱ ἄλλοι σπουδῆς περὶ τοὺς Λακεδαιμονίους, ὅσον πλείο‐
5να αὐτῶν σπουδὴν ἔχω περὶ ὑμᾶς· τουτέστιν ἡττῶμαι μὲν τῇ πρὸς Θηβαίους εὐνοίᾳ, νικῶ δὲ τῇ πρὸς ὑμᾶς. B.

Leuc 2

427,14

παρόντα δ’ ὁρῶντες προδοῦναι καὶ κατα‐ λιπεῖν] τὰ τῆς ἐλευθερίας τῆς πατρίδος. B.

Leuc 2

428,14

καὶ τῶν σφόδρα εὖ φρονεῖν πεπιστευμένων ἐξισταμένων, ὅταν τι παρ’ ἐλπίδας εὐτυχήσωσιν] ὅτι καὶ οἱ σφόδρα φρόνιμοι, ὅταν παρ’ ἐλπίδα εὐτυχήσωσιν, ἐξί‐ στανται τῶν φρενῶν. B.353

Leuc 2

429,1

ἐπ’ ἐκείνων τῶν χρόνων] ἀπ’ ἀρχῆς τοῦ Πελοποννησίου πολέμου. B.

Leuc 2

429,2

ἠξίουν δ’ ὑμᾶς Αἴγιναν αὐτόνομον ἀφιέναι] τὸ ἐᾶσαι τὴν Βοιωτίαν αὐτόνομον. B.

Leuc 2

429,5

ὡς δ’ οὐκ ἠνεσχόμεθα, οὔθ’ ὑπηκούομεν] ἐν ὅσῳ, φησὶν, οἱ Λακεδαιμόνιοι τῶν πάλαι πεπραγμένων ἡμῖν, οὐδεὶς ἤλπιζεν αὐτοὺς ἐναντιωθῆναι ἡμῖν. B.

Leuc 2

429,15

τελευτῶντες δὲ παρείλοντο μὲν τὴν σιτο‐ πομπίαν] ὡς λέγει ἐν ταῖς Ἑλληνικαῖς Ξενοφῶν, ὅτι τὸν Πειραιᾶ ἐφύλαττον αὐτοῖς μὴ εἰσιέναι. B.

Leuc 2

430,8

νὴ Δί’, ἀλλ’ ἤδη δεδώκασιν] ἀνθυποφο‐ ρά. B. σύνηθες] οἰκεῖον. B.

Leuc 2

430,13

εἰ τοίνυν, εἰ μὲν προηδίκηντο, ταῦτ’ ἂν —ὁμοίως βοηθήσομεν] ὥστε, εἰ ἠδικοῦντο, ἐβοηθήσαμεν Λακεδαιμονίοις· καὶ νῦν διὰ τὸ μὴ μνησικακεῖν δόξαι βοη‐ θήσομεν τοῖς Θηβαίοις. B.

Leuc 2

432,5

οὔτ’ ἐπενεγκεῖν ἔχω τοῦτο τὸ ῥῆμα] τὸ μνη‐ σικακεῖν. A.

Leuc 2

433,19

βασιλέα] τῶν Λακεδαιμονίων. A.

Leuc 2

433,20

ἀμφοτέροις] Θηβαίοις καὶ Λακεδαιμονίοις. B.

Leuc 2

434,12

ἐκείνων] λείπει ἡ ὑπέρ. B.

Leuc 2

435,4

αὐτοῖς] τοῖς Θηβαίοις. B.

Leuc 2

437,7

ἐπ’ ἀνίσων] πραγμάτων. A.

Leuc 2

437,20

ἄξιον δ’ ἐξετάσαι] ἐκ τοῦ ἐλάττονος τὸ ἐπι‐ χείρημα. B.

Leuc 2

438,6

παρεκλέγειν] παρεκλέγω, ἀντὶ τοῦ πλέον σε ἀπαιτῶ τοῦ νενομισμένου. B.

Leuc 2

440,14

ἀλλ’ οὐ διὰ τοῦτ’ ἐπ’ αὐτοὺς] ἡ ἀντίλη‐ ψις ἀντεγκληματική· διὰ τί γὰρ αὐτοὶ καθ’ ἡμῶν συνεστρα‐ τεύοντο; λύσις δὲ ἐν ταύτῃ τῇ προαιρέσει· ἐποίησαν οὐ βου‐ λόμενοι δίκην ὑπὲρ ἡμῶν λαβεῖν, ἀλλὰ τοῦ πλείονος ὀρε‐
5γόμενοι. B.354

Leuc 2

442,5

ἀλλ’ ἐπειδήπερ ἐνταῦθα ἐγενόμην] διλήμμα‐ τον τὸ νόημα. B.

Leuc 2

445,8

τῶν δὲ παρόντων πραγμάτων οὔ φημι δεῖν ἐκκρουσθῆναι] ἐγχαλάσαι. ὁ δὲ νοῦς ὅλος οὗτος· φημὶ ἐγὼ ἐγχαλάσαι Λακεδαιμονίους, εἰ καὶ βέβληνται τοῖς κακοῖς· οὔπω γὰρ, φησὶν, οὕτω βέβληνται ὥστε ἑαυτοὺς καὶ ἐλέου
5δεῖσθαι. B.

Leuc 2

445,22

καὶ δικαιότερον δήπουθεν] ἐπίλογοι ἐντεῦ‐ θεν κατὰ Ἀθανάσιον. B.

Leuc 2

446,2

ἥσθην δ’ ἐφ’ οἷς Ἡρακλέους] δεῖξαι βούλε‐ ται ἐνταῦθα ὅτι αἱ πρὸς τοὺς Ἡρακλείδας εὐεργεσίαι κοι‐ ναί εἰσι Λακεδαιμονίων καὶ Θηβαίων· Θηβαῖος γὰρ ὁ Ἡρακλῆς. B.

Leuc 2

446,15

ἂν γὰρ ἐπεξελθόντες τῷ πολέμῳ] ἐπειδὴ ἄνω εἶπεν ὅτι οὐκ αἰσθάνονται τῶν εὐεργεσιῶν Λακεδαι‐ μόνιοι, καλῶς νῦν λέγει ὅτι μόλις ὁ τοιοῦτος καιρὸς παι‐ δεύει αἰσθάνεσθαι τῶν εὐεργεσιῶν. B.

Leuc 2

447,8

οἶμαι τοίνυν κἀκεῖνο δεῖν] ἐπίλογοι ἐντεῦθεν κατὰ Ζώσιμον. B. φοβῆσαι τοὺς Ἀθηναίους τοῦ λοιποῦ βούλεται. B.

Leuc 3

t

ΛΕΥΚΤΡΙΚΟΣ Γʹ.

Leuc 3

448,1

μεθ’ ὑμῶν, ὦ Ἀθηναῖοι] τὸ προοίμιον ὅμοιόν ἐστι τῷ πρώτῳ λόγῳ· ἀπὸ συστάσεως καὶ τοῦτο τοῦ οἰ‐ κείου προσώπου εἴληπται· ἔστι δὲ σύντομον. B.

Leuc 3

448,3

τὸ γὰρ ταὐτὰ συμβουλεύειν] κατασκευή. B.

Leuc 3

448,5

οὐκοῦν Λακεδαιμόνιοι μὲν] εἰσβολὴ εἰς τοὺς ἀγῶνας. B.

Leuc 3

451,1

μὴ λογιζόμενοι τοῦτο, ὅτι βελτίους ἂν— κωλύοντες μᾶλλον ἢ πορίζοντες] τὸ ταύτῃ πρὸς τὸ βελ‐ τίους ἦσαν συντακτέον· εἰ ἄρα δεινὸν ἐνόμιζον οἱ ῥήτορες ἔσεσθαι τοῖς Θηβαίοις πρὸς τὴν Περσῶν βοήθειαν, βελ‐
5τίους ἦσαν κωλύοντες μᾶλλον βοηθεῖν νῦν αὐτοῖς ἢ πορί‐
ζειν. B.355

Leuc 4

t

ΛΕΥΚΤΡΙΚΟΣ Δʹ.

Leuc 4

457,2

οὐ γὰρ ἦν ἄρα ἁπλᾶ] εὐθὺς ἡ κατασκευή. B.

Leuc 4

458,7

ἐφ’ αὑτῶν μένειν] ἀντὶ τοῦ ἡσυχάζειν. B.

Leuc 4

459,5

ἔτι τοίνυν Θηβαίους μὲν οὐδεπώποτε τῆς ἡγεμονίας ἴσασι τυχόντας] διὰ τὸ δεῖσθαι ἡμῶν. B.

Leuc 4

459,11

Θηβαῖοι δὲ κἂν αὐτοί μοι σύμβουλοι γενέ‐ σθαι δοκοῦσιν] τό μοι πρὸς τὸ δοκοῦσι· λείπει δὲ τὸ ἑαυ‐ τοῖς· ἵνα ᾖ οὕτως· Θηβαῖοι δὲ δοκοῦσί μοι καὶ αὐτοὶ ἑαυ‐ τοῖς σύμβουλοι γενέσθαι. B.

Leuc 4

460,9

οἱ μέχρι τοσούτου φιλοῦντες Λακεδαιμο‐ νίους, ὅσον τοῦ Θηβαίους μισεῖν ἀφελεῖν ἦν ἄξιον] τοσοῦ‐ τον, φησὶν, οὗτοι φιλοῦσι Λακεδαιμονίους, ὅσον ἦν ἄξιον ἀφελεῖν τὸ μῖσος τοὺς Θηβαίους. τοῦτο δὲ λέγει ἵνα δείξῃ
5αὐτοὺς κατὰ δύο τρόπους ἁμαρτάνοντας· καὶ ὅτι πάνυ φιλοῦσι Λακεδαιμονίους μισεῖν ὀφείλοντες, καὶ πάνυ μι‐ σοῦσι Θηβαίους φιλεῖν ὀφείλοντες. B.

Symm

t

ΣΥΜΜΑΧΙΚΟΣ.

Symm

480,1

περιειστήκει κακῶν αὐτοὺς Ἰλιὰς] παροιμία Ἰλιὰς κακῶν. A.

Rhod

t

ΡΟΔΙΑΚΟΣ.

Rhod

543,19

καραδοκοῦσα] καραδοκεῖ, τὸ τῇ κεφαλῇ προσβλέπειν ἐκδεχόμενον, μήποτε τὸ κέαρ ἔγκειται. ἢ ἐλ‐ πίζει. A.

Rhet

t

ΠΕΡΙ ΡΗΤΟΡΙΚΗΣ.

Rhet

1,1

οἶμαι δεῖν, ὅστις μέλλει] ὡς ὑπὲρ αὐτοῦ τὸ προοίμιον. A. τὸ προοίμιον ἔλαβεν ἀπὸ συστάσεως τοῦ ἰδίου προσώπου, ὡς ὀφείλοντος πιστεύεσθαι, κἂν πρὸς
παλαιότερον ἀγωνίζηται. ἰστέον δὲ ὅτι πρὸς δύο ἰσχυρὰ356
5μαχόμενος ὁ Ἀριστείδης, τήν τε τοῦ πράγματος ἀλή‐ θειαν καὶ τοῦ προσώπου τὸ ἔνδοξον, τεχνικῶς τὸν λό‐ γον μεταχειρίζεται. πρῶτον γὰρ τὸ μὲν ἔνδοξον τοῦ προσ‐ ώπου διὰ τοῦ προοιμίου καθαιρεῖ, τὸν δὲ τοῦ πράγμα‐ τος λόγον τοῖς ἀγῶσι φυλάττει. AB.
10οἶμαι δεῖν, ὅστις μέλλει τὰ δέοντα ἐρεῖν] τοῦτο ἀντί‐ πτωσίς ἐστιν· ἔδει γὰρ εἰπεῖν, οἶμαι δεῖν τὸν μέλλοντα, εἰ ψιλῷ λόγῳ συμφῆσαι, ἢ τὴν ἀλήθειαν δικαστὴν ὄντα κρῖναι τόδε ποιεῖν. B.

Rhet

1,2

μὴ τοῦτο σκοπεῖν, μηδὲ βασκαίνειν] ἑκάστην λέξιν οἰκείαν ἀπέδωκε, λέγων τὸ σκοπεῖν καὶ τὸ βασκαί‐ νειν. τὸ μὲν οὖν σκοπεῖν ἐπὶ ὑψηλῷ λόγῳ ζητοῦντος λαμ‐ βάνειν, τὸ δὲ βασκαίνειν ἐπὶ τοῦ δικάζοντος. B.
5μηδὲ βασκαίνειν] τὸν ἀκροασόμενον, ἢ τὸν λέξοντα. B. εἴ τινι τῶν πρότερον καὶ δόξαν ἐχόντων] ὡς ὁ Πλά‐ των. A. εἰς Πλάτωνα αἰνίττεται. B. εἴ τινι τῶν πρότερον—περὶ τῶν αὐτῶν συμβέβηκεν] τὸ τινὶ ἢ πρὸς τὸ τῶν πρότερον καὶ δόξαν ἐχόντων σύνα‐
10πτε, λέγων τινὶ τῶν παλαιῶν καὶ ἐνδόξων, ἢ πρὸς τὸ συμ‐ βέβηκεν, ἱν’ ἔχῃ τὸ ἑτέρως πρὸς τὸ τῶν πρότερον καὶ δό‐ ξαν ἐχόντων συνάπτεσθαι οὕτως· ἐάν τινι ὑστέρῳ δηλονό‐ τι συμβέβηκεν εἰρῆσθαι περὶ τῶν αὐτῶν, ἑτέρως τῶν πρό‐ τερον καὶ δόξαν ἐχόντων· ὅ μοι δοκεῖ κρεῖττον· καὶ γὰρ
15καὶ τὸ βασκαίνειν πρὸς τὸ ὕστερον ἔχει τὴν ἔμφασιν· οὐ γὰρ βασκαίνει τις τῷ πρὸ αὐτοῦ, ἀλλὰ τῷ ὕστερον εἰρη‐ κότι ἑτέρως τοῦ παλαιοῦ καὶ ἐνδόξου. A Oxon.

Rhet

1,3

περὶ τῶν αὐτῶν] τῶν μελλόντων. B. ἀλλ’ οὗ πανταχοῦ πλεῖστον—ὁποτέρωθι τἀληθὲς] ἡ σύνταξις οὕτως· ἀλλὰ τοῦτο κἀν τῷ παρόντι, ὁποτέρῳ ᾖ τἀληθὲς, οὗτινος πανταχοῦ πλεῖστον εἰκός ἐστι λόγον. B.
5οὗ] ὅπου. A. ἀντὶ τοῦ οὗτινος. B. οὗ πανταχοῦ πλεῖστον εἰκός ἐστι] ἢ ἐν παντὶ πράγ‐ ματι τὸ ἀληθὲς εἰκὸς εἶναι. B.

Rhet

1,4

ὁποτέρωθι τἀληθὲς] ὅπου ἐστί. A. παρ’ ἐμοὶ,
ἢ τῷ Πλάτωνι. B. καὶ τοῦτο] τὸ ἀληθές. B.357

Rhet

1,5

ἄτοπον γὰρ, ἐν μὲν ταῖς—μηδ’ ἐν τοῖς δι‐ καστηρίοις] ὡσανεὶ ἔλεγεν· ἔνθα πολλάκις καὶ ἀπάται γί‐ νονται. B.

Rhet

1,6

ταύτῃ] κατὰ τοῦτον τὸν τρόπον. A. ἤγουν ἐν τούτῳ τῷ λόγῳ. B. ἐν τούτῳ πολέμῳ. B.

Rhet

1,7

ἐν δὲ τοῖς λόγοις αὐτοῖς—κρατεῖν] ἀπὸ κοι‐ νοῦ τὸ ἄτοπον. A.

Rhet

1,8

τῇ περὶ τούτων κρίσει] καλῶς εἶπεν ἐνταῦθα κρίσει, ὅπου δεῖ ζητεῖν τὴν ἀλήθειαν. B.

Rhet

1,9

κιθαριστὰς] κιθαρῳδὸς ὁ καὶ πρὸς τὴν φω‐ νὴν τῆς κιθάρας ᾄδων, κιθαριστὴς δὲ ὁ κρούειν μόνον ἐπι‐ στάμενος. A Oxon. οἳ μόνον κρούειν ἐπίστανται. B.
5τοὺς ἄλλους τοὺς ἐπὶ τῆς μουσικῆς] τοὺς ποιητάς. A.

Rhet

1,10

μὴ ταυτὸν φέρεσθαι τῆς τε ἀξίας ὄνομα καὶ τῆς τάξεως] ἤγουν καθ’ ἣν τάξιν εἰσῆλθε, τρίτος, εἰ τύ‐ χοι, τοῦ πρὸ αὐτοῦ, ἢ τέταρτος, οὕτω καὶ τὴν τιμὴν δέ‐ χεσθαι. A Oxon. λέγειν ἓν ὄνομα, τὴν μουσικήν. A.
5τῆς τε ἀξίας] ἀντὶ τῆς ἀρετῆς· πολλάκις γάρ τις πρῶτος τῷ ἀριθμῷ, οὐ μὴν πρῶτος τῇ ἀρετῇ. B. ἢ] εἰ δὲ μή. A. ἢ κληροῦν γε ἂν ἤρκει μόνον] κατὰ κλήρους γὰρ εἰσήρχοντο οἱ ἀγωνισταί. A Oxon.

Rhet

1,11

ὅστις ἂν κάλλιστ’ ἀγωνίσηται—κἂν ὕστα‐ τος εἰσελθὼν τύχῃ] ὑπερβολικῶς κέχρηται· ὅτι καὶ αὐτῶν τῶν δρομέων οὐχ οἱ πρῶτοι ἀπιόντες νικῶσιν, ἀλλ’ οἱ τούτοις παρερχόμενοι. B.

Rhet

1,12

τῶν ἀστειοτέρων] κρειττόνων. A. τῶν σεμνο‐ τέρων· τουτέστι τῶν πολιτικωτέρων. B. τῶν ἀστειοτέρων ἀγωνισμάτων] τοὺς λόγους λέγει ἀστειότερα ἀγωνίσματα, ἤτοι σεμνότερα, ἐπειδὴ καὶ τὸ τῆς
5πολιτείας ὄνομα σεμνόν. εἴρηται δὲ ἀλλαχοῦ τὸ ἀστεῖον ἀντὶ τοῦ ἡδύ. A Oxon.

Rhet

2,2

μηδ’ ἂν τυχεῖν] ἐπαίνου. A.
κἀν τοῖς γυμνικοῖς ἀγῶσιν] γυμνικοὺς ἀγῶνας λέγει τὰ ἐπὶ τῆς εἰρήνης ἁμιλλητήρια ἅρματα· καὶ ὅταν ἔνο‐ πλοί τινες ἀγωνίζωνται, τῆς ἀλλήλων ἰσχύος πειρώμενοι,358
5ἢ ἀκοντίζωσιν, ἢ τοξεύωσι· ταῦτα γὰρ πάντα καὶ ὅσα τοιαῦτα γυμνάσιά εἰσι τῶν ἐν πολέμοις. A Oxon.

Rhet

2,3

οὐχ ὅστις πρῶτος τὴν ἀπογραφὴν ἐποιήσατο] ἀπεγράφοντο γὰρ παρὰ τῶν τοὺς ἀγῶνας καθισταμένων οἱ ἀγωνισόμενοι. A Oxon. οὗ] οὗτινος. A.

Rhet

2,5

ἐν αὐτοῖς τοῖς ἄθλοις] ἄνω μὲν περὶ τῆς ἀπο‐ γραφῆς εἶπεν, ἐνταῦθα δὲ περὶ αὐτοῦ. B. τοῖς αὐτοῦ τοῦ τάχους] ἤγουν τοῖς τρέχουσιν. A.

Rhet

2,6

τοῖς ἐπὶ τῆς ἀρχῆς ἐξενεγκοῦσιν] προενεγκοῦσι καὶ ὑπερτερήσασι. B.

Rhet

2,7

τοὺς μὲν ἃ] ἐκεῖνα. A. τοὺς μὲν ἃ τῆς τοῦ σώματος τύχης ἔχεται μελετῶν‐ τας ἢ τιμῶντας] ἵνα ᾖ τὸ μὲν τῶν ἀγωνιζομένων, τὸ δὲ τῶν θεατῶν· τὸ μὲν μελετῶντας τῶν ἀγωνιζομένων, τὸ δὲ
5τιμῶντας τῶν θεατῶν. B.

Rhet

2,8

τοῦ λόγου] τὸ τοῦ λόγου ἐνταῦθα ἀντὶ τοῦ εὐταξίας νόει, ἐπειδὴ πᾶν τὸ εὔτακτον κατὰ λόγον γίνε‐ ται, τὸ δὲ ἄτακτον ἀλόγως. A Oxon.

Rhet

2,9

τοὺς δ’ ἐπὶ τῶν λόγων ἀνέχοντας] διάγοντας καὶ φορουμένους. A. ἤτοι ὑπερέχοντας, καὶ μείζονας ὄν‐ τας, πρωτεύοντας. B. ἐν τούτοις] τοῖς λόγοις. A.

Rhet

2,10

οὕτως ἀργῶς, μᾶλλον δ’ ἀδίκως ἔχειν] ἀρ‐ γῶς εἶπε διὰ τοὺς μὴ ἀντιλέγοντας, ἀδίκως δὲ διὰ τοὺς ἐπιτιμῶντας τοῖς ἀντιλέγουσιν. A Oxon. ἀργῶς διὰ τοὺς μὴ ἀντιλέγοντας, ἀδίκως δὲ διὰ τοὺς ἐπιτιμῶντας τοὺς ἀν‐
5τιλέγοντας. τὸ δὲ νόημα ὅλον τοιοῦτόν ἐστιν· ἐάν τινος γράψαντος νόμον ἄλλος κατηγορήσῃ, δόξει δικαιότερα λέ‐ γειν, οὐκέτι οὐδεὶς τῷ πρώτῳ κέχρηται νόμῳ, ἀλλὰ τῷ εἰσφερομένῳ ἀντ’ ἐκείνου. ἐπὶ δὲ τῶν λόγων τούτων οὐχ οὕτω γίνεται· κἂν γὰρ δόξῃ δικαιότερα λέγειν Πλάτωνος,
10οὐκ ἐξαλειφθήσεται τοῦ Πλάτωνος ὁ λόγος, ἀλλὰ μενεῖ. ἀρκεῖ δὲ τῷ Ἀριστείδῃ καὶ τοὺς αὑτοῦ λόγους ἀναγινώ‐ σκεσθαι, ὥσπερ τοῦ Πλάτωνος. ἄλλοι δὲ οὕτως ἀντιλαμ‐ βάνουσιν, ὅτι ἡμεῖς ἐσπουδάζομεν ἐξαλεῖψαι φιλοσοφίαν, ὥσπερ ἐκεῖνος ῥητορικὴν, ἀλλὰ τὴν ῥητορικὴν ὁμότιμον359
15δεῖξαι τῇ φιλοσοφίᾳ. B. περὶ ἁπάντων] τῶν τοῦ Πλάτωνος δῆλον. B. ἄν τις φθάσῃ γενόμενος] ὡς ὁ Πλάτων. A.

Rhet

2,11

τὰ ὀνόματα] τῶν παλαιῶν ἀνθρώπων. A. τὰ ὀνόματα ἀντὶ τῆς ἀληθείας θαυμάζειν αἱρεῖσθαι] ἀπὸ κοινοῦ πῶς οὐκ ἀλογία πολλή. B.

Rhet

2,12

περὶ] ἀντὶ τοῦ ὑπέρ. B.

Rhet

2,13

τοὺς δὲ περὶ τῶν ἀεὶ μενόντων τῇ φύσει λό‐ γους] τοῦτο λέγει ἢ ὅτι κατὰ τὴν αὐτῆς φύσιν ἡ ῥητορικὴ αὐτή ἐστι, κἂν ἐπιλείπῃ τῷ χρόνῳ, ἢ ὅτι τῇ φύσει τῶν ἀνθρώπων ἀεὶ σύμφυτός ἐστιν. A Oxon.
5ἐπὶ τοῖς πρώτοις] ἀντὶ τοῦ ἐπὶ πάντων τῶν πραγ‐ μάτων. B. ἐπὶ τοῖς πρώτοις μὴ δέχεσθαι] ἐπὶ τῷ πρότερον εἰ‐ ρηκότι, καὶ ἕτερον μὴ δέχεσθαι. Oxon. ὥσπερ ὅρους ἢ στήλας] τὸ μὲν ὅρους ἐπὶ τῶν χω‐
10ρίων λέγεται, τὸ δὲ στήλας ἐπὶ τῶν συνθηκῶν· ἐν αὐταῖς γὰρ αἱ συνθῆκαι ἐγράφοντο. A Oxon. οὐδεὶς γὰρ ἀμφισβη‐ τεῖ περὶ γῆς ἔστω τῶν ὅρων, ἢ στήλης· ὡς ὁ Δημοσθέ‐ νης ἐν τῷ περὶ Χεροννήσου. ἔλαβε δὲ τοὺς μὲν ὅρους ἐπὶ χωρίων, τὰς δὲ στήλας ἐπὶ συνθηκῶν· ἐν αὐταῖς γὰρ αἱ
15συνθῆκαι ἐγράφοντο. B.

Rhet

2,14

τοὺς προκατεσχηκότας] προλαβόντας εἰπεῖν. A. πρεσβεύειν] τιμᾶν. A. τοὺς προτέρους] λόγους. A.

Rhet

2,15

δέον] ὄν. A. τῆς αὐτῆς χώρας καὶ ἑτέρους ἀξιοῦν αὐτοῖς] χώρας λέγει τῆς τάξεως· τοὺς δὲ ἑτέρους ἀντὶ τοὺς ἐμοὺς τοῦ Πλάτωνος. B.

Rhet

2,16

προσπαραγράφειν] προστιθέναι. B.

Rhet

3,1

χρῆναι] πρέπον εἶναι. A.360

Rhet

3,2

μηδ’ ἐκεῖνο ὁρᾷ] τὸ μηδὲ ἐκεῖνο ὁρᾷ πρὸς τὸ προσθεῖναι συνάπτεται· τὸ δὲ ὥσπερ ἂν εἴ τις διὰ μέ‐ σου. A Oxon.

Rhet

3,4

Ἴασος γὰρ ἂν] Ἴασος κριτής τε καὶ δήμαρ‐ χος. οὕτως δὲ καὶ οἱ λοιποὶ, οὕς φησιν Ἀργείους. A Oxon. κριτὴς δήμαρχος ἀνήρ. Κρίασος δὲ καὶ Κρότοπος καὶ Φθορονεὺς οὗτοι οἱ πάντες Ἀργεῖοι. B.

Rhet

3,5

εἴ τις Ἀργεῖος ἐκ μύθου] ἔοικε τὸν Ἴναχον λέγειν. B. Δευκαλίων] Δευκαλίωνα φασὶν οἱ Ἕλληνες τὸν Νῶε. A.

Rhet

3,6

ἀντὶ τῶν νῦν βεβοημένων] φιλοσόφων, ἢ ῥη‐ τόρων. B.

Rhet

3,7

ἐν δὲ τοῖς ἔθνεσι Φρύγες, διὰ τὴν παρὰ τοῦ βαίκους οἶμαι μαρτυρίαν] Παφλαγόνες καὶ Φρύγες ἤρισαν πρὸς ἀλλήλους περὶ ἀρχαιότητος. θέλοντες οὖν τοῦτο μα‐ θεῖν ἐνέβαλλον οἴκῳ τινὶ παιδίον ἄρτι τεχθὲν καὶ γυναῖ‐
5κα μετ’ αὐτοῦ γαλακτοτροφοῦσαν ἄλαλον. τὸ δὲ αὐξηθὲν βαὶκ πρῶτον ἐφώνησεν, ὅπερ ἐστὶ παρὰ Φρυξὶν ἄρτος. ἔγνωσαν οὖν ὅτι Φρύγες εἰσὶν ἀρχαιότεροι. ἐξελληνίζων δὲ Ἀριστείδης τὸ βαὶκ βαῖκος λέγει. A Oxon.

Rhet

3,8

Καλλαίθυιαν] τινὲς λέγουσι τὴν Πανδώραν λέ‐ γειν αὐτόν· πρώτην γὰρ αὐτὴν πεπλάσθαι λέγει Ἡσίοδος. ἄλλοι δὲ λέγουσιν Ἀργείαν εὐπρεπεστάτην. B.

Rhet

3,9

τῆς φιλοτιμίας] δόξης. B. συμβαλεῖν] συμμίξαι. A.

Rhet

3,10

οὕτω ζητήσομεν, εἴ τις ἦν πρὶν σελήνην εἶ‐ ναι] διὰ τοὺς Ἀρκάδας. B. Ὁμήρου δὲ καὶ Ἡσιόδου] αἱ γενικαὶ αὗται καὶ αἱ λοιπαὶ πρὸς τὸ πολλοστὸν εἰσί. τὸ δὲ συμπροϊόντος ἴσου
5ἀντὶ τοῦ ὁμοίως συμπροέλθοι αὐτοῖς. ὅπερ εἰς τοὺς πρὸ αὐτῶν συμβαίνει. λέγει τὸ μετ’ αὐτοὺς εἶναι κρείττους διὰ τὸν τῆς ἀρχαιότητος λόγον. τὸ δὲ ἀεὶ εἶπεν, ἐπειδὴ
ἀεὶ τοῦτο οὕτω χωρήσει. A Oxon. τῶν εἰς ἡμᾶς νενικηκότων] ἀντὶ τοῦ τῶν ἐν τοῖς ἡμε‐361
10τέροις χρόνοις· ἐκεῖνοι γὰρ παλαιότατοι. B.

Rhet

3,11

Πλάτωνος εἰ βούλει καὶ Δημοσθένους] τεχνι‐ κῶς συνῆψε τὸν Δημοσθένην τῷ Πλάτωνι, ἵνα δείξῃ τὴν ῥητορικὴν ὁμοίους ἄνδρας φέρουσαν τῇ φιλοσοφίᾳ. B. εἰς πολλοστὸν χρόνον] τὸ πολλοστὸν δύο σημαίνει, τὸ
5ὀλίγον πολλὰ, καὶ τὸ παρὰ πολύ. A. πολλοστὸν] πολύν. B.

Rhet

3,12

προϊόντος ἴσου τοῦ πρὸ αὐτῶν ἐκείνοις ἀεὶ] ἀντὶ τοῦ τούτου αὐτοῦ λεγομένου ἐπὶ ἑκάστου λόγου· οἷον οὐδ’ ὡς μέγα ὁ δεῖνα· πρὸ αὐτοῦ γὰρ ὁ δεῖνα· καὶ πάλιν ὁ πρῶτος φαῦλος· πρὸ αὐτοῦ γὰρ ὁ δεῖνα. ἢ οὕτως, ὅπερ
5καὶ ἄμεινον· ὅσῳ προϊόντος τοῦ χρόνου παλαιότερος δοκεῖ Πλάτωνος ὁ Δημοσθένης, τοσούτῳ πάλιν οἱ πρὸ αὐτῶν γίνονται παλαιότεροι· ὁ γὰρ χρόνος ἴσος καὶ ἐπ’ ἐκείνων προέρχεται. B.

Rhet

4,1

παρ’ αὐτῶν, ὡς ἔοικεν, ὧν τιμῶμεν ὑπάρ‐ χειν εἰδότας τὸ προσίεσθαι καὶ προσέχειν ὁπόσον διαφέ‐ ρει] ἐξ οὗ τιμῶμεν τὸν Πλάτωνα, ἢ Δημοσθένην, λέγω τοῦ διενεγκεῖν ἐν τοῖς λόγοις, ἐκ τούτου γινώσκειν εἰκὸς
5πόσην διαφορὰν ἔχει τὸ προσίεσθαι καὶ προσέχειν τισὶ πρὸς τὸ μὴ προσίεσθαι μηδὲ προσέχειν. ἔστι δὲ ἡ διαφο‐ ρὰ τὸ τοὺς μὲν καλοὺς προσίεσθαι, κἄν τε ἀρχαῖοι κἄν τε τῶν ἔπειτα ὦσι, τοὺς δὲ μὴ καλοὺς ἀποστρέφεσθαι, κἂν ἀρχαιότατοι πάντων ὦσιν, ὥστε τούτου οὕτως ἔχον‐
10τος φαίνεται μὴ τὸν χρόνον ἰσχύειν, ἀλλὰ τὴν ποιότητα τοῦ προσώπου. A Oxon.

Rhet

4,5

πρότερον] κρεῖττον. A.

Rhet

4,6

εἰ γὰρ ἐκεῖνος Ὁμήρῳ τῷ τοσοῦτον] πάντα μετὰ ἐμφάσεως δεῖ λαμβάνειν· Ὁμήρῳ γὰρ εἶπεν, ὡς ἀρ‐ κούσης τῆς προσηγορίας δηλῶσαι τὴν ἀρετήν· εἶτα οὐκ εἶπε τὸ πρὸ αὐτοῦ μόνον, ἀλλὰ καὶ τὸ τοσοῦτον προσέ‐
5θηκεν, ἵνα δείξῃ ὅτι πολὺ πρῶτος Ὅμηρος Πλάτωνος, Πλάτων δὲ αὐτοῦ τοῦ Ἀριστείδου. εἶτα προστίθησι καὶ ποσότητα, εἰπὼν περὶ πολλῶν, ἵνα δηλώσῃ ὅτι Πλάτων
μὲν Ὁμήρῳ εἰς πολλ Πλάτων περὶ τοῦτο μόνον. προσ‐ έθηκε δὲ τὸ ἐπιτιμῶν, καὶ οὐκ ἀντιλέγων, ὅπερ * ἀλλ’362
10ἔχει πρὸς τοὺς ἀγανακτοῦντας, ὡς πολλῶν οὐσῶν αἰτίων τοῦ ἀντιλέγειν Ὁμήρῳ τὸν Πλάτωνα. B.

Rhet

4,11

ἃ τοίνυν εἴρηκε περὶ ῥητορικῆς] αὐτὸς βού‐ λεται λύειν· ἐκεῖ δὲ ἀντιθετικῶς εἰσάγει. B. ἃ τοίνυν εἴρηκε περὶ ῥητορικῆς—καὶ δείξωμεν, ὅπως ἔχει] ἀπόδειξιν τῆς πέρα τοῦ δέοντος φιλονεικίας ἐπή‐
5νεγκε τὴν συνουσίαν τῶν προσώπων, ὥσπερ τοῦτο λέγων, ὅτι διὰ τοῦτο ἐπλάσω τὴν συνουσίαν, ἵνα χωρήσῃς κατὰ ῥητορικῆς· πῶς γὰρ οἷόν τε Γοργίᾳ τῶν δικαίων τυχεῖν Σωκράτους ἀγωνιζομένου παρὰ Πλάτωνι κριτῇ; A Oxon. ἀπόδειξις τῆς πέρα τοῦ δέοντος φιλονεικίας· καὶ ἐπήνεγκε
10τὴν συνουσίαν τῶν προσώπων· ἀντὶ τοῦ διὰ τοῦτο ἐπλά‐ σω τὴν συνουσίαν, ἵνα χωρήσῃς κατὰ ῥητορικῆς· πῶς γὰρ οἷόν τε εἶναι Γοργίαν τῶν δικαίων τυχεῖν Σωκράτους ἀγω‐ νιζομένου παρὰ Πλάτωνι κριτῇ; B.

Rhet

4,14

αὐτὴν] τὴν ῥητορικήν. B. δυσὶ καὶ τρισὶν] προσώποις. A. Γοργίᾳ, Πυλάδῃ, Καλλικλεῖ. B. ὡς γοῦν ἐν σχήματι διαλόγων] ἐφοβήθη τὸν ἀριθμὸν
5τῶν ῥητόρων εἰπὼν, μή τις αὐτῷ ἀντείπῃ λέγων οὕτως· ἐκεῖνοι τοσοῦτοι ὄντες οὐκ ἴσχυσαν συστῆσαι τὴν ῥητορι‐ κήν· πῶς οὖν σὺ μόνος τολμᾷς; καὶ διὰ τοῦτο προσέθηκε τὸ ἐν σχήματι διαλόγων, ἵνα κἀκεῖνο δηλώσῃ, ὅτι τοῦτο πεποίηκε Πλάτων, μείζονα τὴν ἀπορίαν τῆς κατηγορίας
10αὐτῷ ποιούμενος. τὸ δὲ ἡμεῖς οἱ τὸ ὅλον βοηθεῖν ἔχοντες, ἀντὶ τοῦ οἱ τὴν ἀλήθειαν λέγοντες. B.

Rhet

4,15

προῃρημένοι] ἀντὶ τοῦ τῇ προαιρέσει Πλά‐ τωνος ἀκολουθοῦντες, καὶ οὐ τῆς ἀληθείας τῶν πραγμά‐ των προσαπτόμενοι. τοῦτο γὰρ βούλεται τὸ μονομερὲς, ὅπερ ἔχουσιν οἱ διάλογοι, εἰ καὶ ἐν σχήματι τοὺς ἀντιλέ‐
5γοντας κέκτηνται. B. ὥσπερ τοσαῦτ’ ἀντιλέγειν Πλάτωνι δέον] ἐστί. A.

Rhet

4,16

ἄλογον δέ μοι φαίνεται, εἰ Πλάτων μὲν—
μή τις δι’ ἐκεῖνον ἀχθεσθείη] καλῶς τὸ ἄλογον εἶπεν, ἐπει‐ δὴ ῥητορικῆς κατηγορηθείσης λόγον οὐκ εἶχε τὸ σιωπᾶν ῥήτορας. τὸ δὲ Πλάτων οὐχ ἁπλῶς εἶπεν, ἀλλ’ ἀντὶ τοῦ363
5ὁ φιλόσοφος· ἀλλότριον γὰρ φιλοσόφῳ τὸ λοιδορεῖν. τὸ δὲ ἡμεῖς ἀντὶ τοῦ οἱ ῥήτορες, οἷς ἡ τέχνη παρρησίαν χαρίζεται, ἐρυθριῶμεν. καὶ τὸ δι’ ἐκεῖνον δὲ ἐμφαντικόν ἐστιν, ὡσανεὶ ἔλεγε τὸν φιλοσοφίας ὅρους ἐκβεβηκότα. B.

Rhet

4,19

ἐρήμην] δίκην. A. ἐρήμην ἑαλωκέναι] τὴν ῥητορικήν. A. ἐρήμη καλεῖται δίκη ἐπὶ τῶν ἐκπροθέσμων. καλῶς δὲ ἐνταῦθα ἔταξεν, ἐπει‐ δὴ προγενεστέρῳ ὄντι τῷ Πλάτωνι λέγει, ὡσανεὶ ἔλεγε, μή
5τις καλείτω τοῦτο ἐκπρόθεσμον, μηδὲ τὸν χρόνον μεμφέ‐ σθω μηδείς· ὑπὲρ λόγων γὰρ, οὐχ ὑπὲρ πραγμάτων ἀγω‐ νιζόμεθα. B.

Rhet

5,1

τοὐπίταγμα] τὸ πρόσταγμα. A. εἰ δ’ ἔσθ’ ὅντινα δεῖ] περὶ ῥητορικῆς εἰπεῖν. A. σχεδὸν ἡμῖν ἂν πρέποι] ἐκόλασεν εἰρηκὼς τὸ σχεδόν. καλῶς δὲ τὸ εὐθὺς, ὡσανεὶ ἔλεγε· πρὸ τῶν ἀγώνων, ὦ
5Πλάτων, τὴν νίκην λαμβάνομεν. B.

Rhet

5,2

ἐν αὐτῷ τούτῳ πρώτῳ] τῷ λέγειν. A. ὡς] ἐπεί. A. ὡς ἔστιν οὐ λόγον σῶζον, —τῶν παρ’ αὐτῆς μὴ μεταδοῦναι] ἄλογον γὰρ μὴ ἀποδοῦναι ῥητορικῇ τὰ αὐτῆς. B.

Rhet

5,4

ἀλλὰ δυεῖν θάτερον, —εἶναι δοκεῖν ποιῆσαι] τὸ μὲν πρῶτον δοκεῖν ἀντὶ τοῦ νομίζειν, τὸ δὲ δεύτερον ἀντὶ τοῦ φαίνεσθαι νόει. λέγει δὲ ἀντὶ τοῦ νομίζειν οὐ τέχνην αὐτὴν, ὡς Πλάτων εἰρήκει, ἢ ἐκ τοῦ μὴ ὑπὲρ
5αὐτῆς ἀπολογήσασθαι, μὴ τέχνην φαίνεσθαι αὐτὴν ποιῆ‐ σαι, ἵν’ ἔχῃ τὸ οὐ γάρ ἐστι τὴν συναφὴν πρὸς τὸ ταύτῃ τῶν παρ’ αὐτῆς μὴ μεταδοῦναι. καὶ γὰρ τὸ ἀλλὰ δυοῖν θάτερον διὰ μέσου. ἢ ἄμφω τὸ δοκεῖν ἀντὶ τοῦ φαίνε‐ σθαι νόει· ἵνα λέγει ὅτι ἐν οἷς οὐχ ὑπὲρ αὐτῆς ἀπολογη‐
10σόμεθα, ποιήσομεν αὐτὴν καὶ μὴ τέχνην εἶναι φαίνεσθαι κατὰ τὸν λόγον τοῦ Πλάτωνος, ἢ ποιήσομεν αὐτὴν τοι‐
οῦτον εἶναι φαίνεσθαι, οἷον μέλλει ἐρεῖν ἐκ τῆς κατα‐ σκευῆς· λέγει γὰρ ὡς οὐ μόνον βεβαιωθήσεται ἡ κατ’ αὐ‐ τὴν δόξα τοῦ Πλάτωνος, ἀλλ’ ἄμφω ταῦτα συμβήσεται,364
15τό τε μὴ τυχεῖν τῆς προσηκούσης αὐτῷ ἀπολογίας καὶ τὸ ἀπολέσαι τὴν ἰσχὺν αὐτῆς· φανήσεται γὰρ οὐ δύνασθαι τὰ δίκαια σώζειν. A Oxon. δυεῖν θάτερον] τὸ πρῶτον ἐκ τοῦ μὴ συνειπεῖν λέ‐ γομεν, τὸ δὲ δεύτερον ἐκ τοῦ συνειπεῖν μὲν, ἀσθενῶς
20δέ. B. ἢ τοιοῦτόν γ’ εἶναι δοκεῖν ποιῆσαι] ἄλλως τῷ Πλά‐ τωνι. A.

Rhet

5,5

οὐ γάρ ἐστιν ἓν τοῦτο, ὃ πανταχοῦ, ὅτι τὰς αἰτίας] οὐ γὰρ ὅπερ ἐπὶ τῶν ἄλλων, φησὶ, τοῦτο κἀν‐ ταῦθα γίνεται· τὸ γὰρ σιωπῆσαι ἡμᾶς οὐ μόνον τὰς δια‐ βολὰς καθιστᾷ, ἀλλὰ καὶ τὸ χρήσιμον ἀπόλυσιν οὐ κέκτη‐
5ται. τοῦτο δέ ἐστι τὸ τὰ δίκαι φυλάττειν τοῖς πράγμα‐ σιν. B. ὃ πανταχοῦ] ᾄδεται. A.

Rhet

5,7

ἐγὼ δὲ, μάλιστα μὲν] ἡ ἀπόφασις διὰ μα‐ κρῶν. ἔστι δὲ τὸ ὑπερβατὸν οὕτως· ἐγὼ δὲ ὑπέστην. B. αἰδοῖ] διὰ αἰδοῦς. A.

Rhet

5,8

ἔχει] δύναται. A. εἶτα καὶ τῶν ἄλλων ἕνεκ’ ἀνθρώπων] μετείληφεν αὐ‐ τήν. B.

Rhet

5,9

φαύλως ἐπαχθεῖεν] διάγοιεν. A. μηδ’ ἀγνοήσαιεν, ὅσῳ λαμπρότερος—ἀποστερήσαιεν ἑκόντες] ἡ σύνταξις οὕτως· μηδὲ ἀγνοήσαιεν ὅτι ὅσῳ λαμ‐ πρότερος Πλάτων, τοσούτῳ προχειρότερον αὐτῷ πιστεύον‐
5τος τῶν καλλίστων ἑαυτοὺς ἀποστεροῦσι. B. ὅσῳ λαμπρότερος καὶ μείζων ἀνὴρ] ὁ Πλάτων. A.

Rhet

5,10

προχειρότερον] εὐκολωτέρως. A. ἣν] τὴν ῥητορικήν. A. ἣν οὐ θέμις οὐδὲν φλαῦρον ἀκοῦσαι] ἵνα ὥσπερ βλασφημίαν δείξῃ τὴν λοιδορίαν τῆς ῥητορικῆς. ἐνταῦθα
5δὲ ἡ ἀπόδοσις εἰς τὸ ὑπέστην τὸν λόχον. B.

Rhet

5,13

ἐπὶ τούτῳ τῷ τολμήματι] τόλμημα λέγει, ὅτι
ἐστὶν ἐπιχείρημα, ὃ δυσχερῶς ἄλλος τις ἐπεχείρησεν. οἰ‐ κείως οὖν ὁ Ἀριστείδης τὸν ἀγῶνα καλεῖ τόλμημα, διὰ τὸ μηδένα ἀντειρηκέναι τῷ Πλάτωνι. B.365

Rhet

5,15

ὅτι τούτων ἡ δωρεὰ] ἐστί. A.

Rhet

5,16

οὔτε γὰρ πρὸς τὸν φαυλότατον τῶν Ἑλλή‐ νων] ἤγουν πρὸς τὸν Πλάτωνα. A. οὔθ’ ὑπὲρ τῶν φαυλοτάτων] ἤγουν ὑπὲρ τῆς ῥητορι‐ κῆς. A.
5εἰσὶ δὲ] τινές. A.

Rhet

6,1

τῶν εἰς μνήμην ἡκόντων] λόγων λέγω. A. οἷς ἐνταῦθα καὶ περὶ τούτων κέχρηται] τὸ ἐνταῦθα καὶ περὶ τούτων ἕν ἐστιν. A Oxon. περὶ τούτων] τῶν θεῶν. A.

Rhet

6,2

ὥστε πανταχῆ θείας δεῖν τῆς βοηθείας ὡς ἀληθῶς] ἐμέ. A. ὥσπερ οὖν οἱ τὰς τῶν παρανόμων γραφὰς εἰσιόντες ἀπ’ αὐτῶν ὧν εἴρηκε τὴν ἀρχὴν ποιησόμεθα] οἱ γὰρ
5παρανόμων ψηφισμάτων κατηγορῆσαι βουλόμενοι πρῶτον ἀναγινώσκουσι ταῦτα, εἶτα παραβάλλοντες τοῖς νόμοις ἐν‐ τεῦθεν δεικνύουσι τὸ παράνομον. A Oxon.

Rhet

6,4

ἐπιτήδευμα] νῦν ἐπιτήδευμα λέγει τὴν ἐμπει‐ ρίαν· πολλάκις καὶ ἐπὶ κακοῦ τάττεται. B.

Rhet

6,9

ἐπὶ τέσσαρσι πράγμασιν] τέχναις. B.

Rhet

7,1

Πῶλος δὲ ὅδε νέος ἐστὶ καὶ ὀξὺς] ἵνα δείξῃ αὐτὸν προπετῆ. A.

Rhet

7,5

εὐεξίαν] μελέτην. A.

Rhet

7,11

μιᾶς δὲ οὔσης τῆς τοῦ σώματος θεραπείας] ὀψοποιικὴ, κομμωτικὴ, ἰατρικὴ, γυμναστικὴ, δικαιοσύνη, σοφιστικὴ, ῥητορική. A.

Rhet

7,12

τῆς δὲ πολιτικῆς ἀντίστροφον μὲν] ἀντίστρο‐ φον εἶπεν, ἐπειδὴ ὃν λόγον ἔχει γυμναστικὴ πρὸς νομοθε‐ τικὴν, τὸν αὐτὸν καὶ νομοθετικὴ πρὸς γυμναστικήν· καὶ ὃν λόγον ἔχει ἰατρικὴ πρὸς δικαιοσύνην, τὸν αὐτὸν καὶ
5δικαιοσύνη πρὸς ἰατρικήν. τί δέ ἐστιν ὃν λόγον ἔχει; ἀντὶ τοῦ ὅσον ἰσχύει νομοθετικὴ πρὸς βελτίωσιν τῆς ψυχῆς, τοσοῦτον γυμναστικὴ πρὸς ὠφέλειαν τοῦ σώματος. A, qui
hanc figuram in fine paginae exhibet [Start of a diagram][Start of a diagram section]πολιτικὴ[End of a diagram section]366
10[Start of a diagram section]σῶμα[End of a diagram section] [Start of a diagram section]ψυχὴ[End of a diagram section] [Start of a diagram section]γυμναστικὴ[End of a diagram section] [Start of a diagram section]νομοθετικὴ[End of a diagram section] [Start of a diagram section]ἰατρικὴ[End of a diagram section] [Start of a diagram section]δικαιοσύνη[End of a diagram section] [Start of a diagram section]κολακεία[End of a diagram section] [Start of a diagram section]ὀψοποιικὴ[End of a diagram section] [Start of a diagram section]ῥητορικὴ[End of a diagram section]
15[Start of a diagram section]κομμωτικὴ[End of a diagram section] [Start of a diagram section]σοφιστική.[End of a diagram section][End of a diagram]

Rhet

8,15

ἐνταῦθα ἀπόδειξις μὲν οὐδ’ ἡτισοῦν ἔνεστιν, οὐδ’ ἔλεγχος ἀνάγκῃ προεληλυθὼς] ἀπόδειξιν νῦν ἴσως λέγει τὴν ἀπὸ τῶν μερικῶν ἐπὶ τὰ καθόλου, ὥσπερ αὐτὸς ἐποίησεν ἐν τῷ ὑπὲρ τῶν τεσσάρων, εἰπὼν γὰρ ἑκάστου
5τὰς πράξεις* πράξεων δείξας αὐτοὺς ἀνδρείους, καὶ δι‐ καίους, καὶ φρονίμους καὶ σώφρονας, ἐπέδειξε κατά γε τὸ εἰκὸς, ὅτι πολιτικοὶ ἦσαν. ἔλεγχον δὲ καλεῖ τὸν ἀπὸ τῶν καθόλου ἐπὶ τὰ μερικὰ, τὸν καὶ ἰσχυρότατον, ᾧ κέχρηται Πλάτων διὰ τῶν συλλογισμῶν· οὗτοι γὰρ ἀπὸ τῶν καθό‐
10λου ἀρχόμενοι ἀληθεῖς εἰσι, καὶ καταναγκάζουσιν ἡττᾶ‐ σθαι τοὺς ἀντιλέγοντας. A. ἀνάγκῃ] ὑπὸ ἀνάγκης. A.

Rhet

8,16

οὗ πολὺς ἦν ἱδρὼς πρότερον] ἤγουν εἰς ὃ πρότερον πολλὰ ἔδει πονῆσαι, οὕτως ἀποδεικνύναι. A.

Rhet

8,17

τὰ ζητούμενα] ἀμφιβαλλόμενα. A.

Rhet

9,2

μηδεὶς μήτ’ ἀγροικίαν μήτε ψυχρότητα κα‐ ταγνῷ τοῦ λόγου] ἀγροικίαν λέγει τὴν παντελῆ ἀπαιδευ‐ σίαν, ψυχρότητα δὲ τὸ ἀσθενὲς καὶ σαθρόν· ἀπὸ μετα‐ φορᾶς τῶν παιδευομένων μὲν ἐν πόλει, μὴ δυναμένων δὲ
5κατορθῶσαι διὰ τὸ ψυχρὸν τῆς φύσεως· αἱ γὰρ θερμαὶ φύσεις ἑτοίμως κατορθοῦσιν ἃ ἂν ἐπιτηδεύωσιν. A.

Rhet

9,3

μάλιστα μὲν γὰρ οὐ δήπου δυοῖν ἐπιστήμαιν ἢ δυνάμεοιν] ἡ μὲν ἐπιστήμη πάντως καὶ δύναμις, ἡ δὲ δύναμις οὐ πάντως ἐπιστήμη· ἡ μὲν γὰρ δύναμις ἐμπε‐ ριέχει πᾶσαν τέχνην καὶ ἄλογον καὶ λογικὴν, ἡ δὲ ἐπι‐
5στήμη ἐπὶ μόνων τῶν ἀπταίστων λέγεται. A.

Rhet

9,6

τοῦ φορτικοῦ χάριν] τοῦ λοιδορῆσαι. B. τῆς ἀποδείξεως, ἣν οὐδαμοῦ τούτοις εἶναι φαμὲν] ἣν
παρῆκε Πλάτων. B.367

Rhet

9,17

οὔθ’ οἷς ὀψοποιικὴν κακίζει τις, ἐξελέγχει— τοῦ πῶς ὀψοποιικὴ ῥητορικῆς κεχώρισται λέγειν] τὸ ὑβρί‐ ζειν μὲν ὀψοποιίαν, ἀπεικάζειν δ’ αὐτὴν τῇ ῥητορικῇ ἀπο‐ δείξεως ἐκτὸς, οὐδὲν ἄλλο ἐστὶν ἢ ἀναγκάζεσθαι ἡμῶν
5τῶν ὁμολογουμένων ἀποδείξεις φέρειν, ὅσον κεχώρισται ῥη‐ τορικὴ ὀψοποιίας· οὐδεὶς γὰρ ἑκὼν τὰ λίαν ὁμολογού‐ μενα παρασκευάζει. B.

Rhet

9,19

τοῦτο ὀκνῶ μὲν εἰπεῖν, οὐκ ἔχω δὲ μαθεῖν ὡς οὐχ ὑβρίζοντός ἐστιν] τὸ ὀκνῶ διὰ τὴν ὑπερβολὴν τοῦ κακοῦ, τὸ δὲ οὐκ ἔχω μαθεῖν, διὰ τὸ φανερὸν τῆς ὑπερ‐ βολῆς. A. μεγάλη τῆς κατηγορίας ἔμφασις· μετὰ γὰρ τὸ
5ἔγκλημα δεῖξαι βουλόμενος τὸ εἶναί τινα ὑβριστὴν φησὶν ὅτι ὀκνῶ τὸ οὕτως ἄτοπον περιθεῖναι τῷ Πλάτωνι. εἶτα δι’ ὧν δοκεῖ ἐπαινεῖν, ὡς ἀνάξιον ὄντα τῆς τοιαύ‐ της διαβολῆς, πλέον αὐτὸν ἐλέγχει πονηρὸν ὄντα· εἰ γὰρ αὐτὰ τὰ πράγματα δεικνύουσιν αὐτὸν ὑβριστὴν, μετὰ δὲ
10τοῦτο κακὸν, πονηρὸς ἄρα ὁ Πλάτων, κἂν ἡμεῖς σιωπή‐ σωμεν. ἔστιν οὖν τὸ μὲν ὀκνῶ εἰπεῖν, διὰ τὴν ὑπερβολὴν τοῦ κακοῦ, τὸ δὲ οὐκ ἔχω μαθεῖν, διὰ τὸ φανερὸν τῆς διαβολῆς. B.

Rhet

9,20

ὡς οὐχ ὑβρίζοντός ἐστιν] ὕβρις γὰρ ῥητορι‐ κῆς, τὸ ὑπὲρ αὐτῆς οὕτω σπουδάζειν. A. ὑποστήσομαι] ὑπομενῶ. A.

Rhet

10,2

ὁ πειρώμενος ὡς οὐκ αἰσχρὸν ῥητορικὴ δι‐ δάσκειν] ἐγώ. A. ὁ τολμήσας πρῶτον ἐν αἰσχροῦ μοίρᾳ ψέγειν] ὁ Πλά‐ των. A.

Rhet

10,3

πρῶτον μὲν οὖν εἰ τὰ μάλιστα μὴ τέχνην] ἐνταῦθα ἀγωνίζεται κατὰ ἔνστασιν καὶ ἀντιπαράστασιν· καὶ πρῶτον λέγει τὴν ἀντιπαράστασιν· λέγω ὅτι οὐ πᾶν τὸ ἔξω τέχνης κακόν· τεχνικῶς δὲ πρώτῃ τῇ ἀντιπαραστά‐
5σει χρῆται· τὸ γὰρ εὐθὺς ἐνστῆναι καὶ εἰπεῖν ὅτι τέχνη ἐστὶν ἡ ῥητορικὴ, ὥσπερ ἀναιδείας ὂν παρῆκεν· ἄλλως τε καὶ ὅπερ ὡς ἰσχυρὸν Πλάτων κατὰ ῥητορικῆς προβάλλε‐ ται, ὡς οὐκ ἔστι τέχνη, τοῦτο ὑπὲρ αὐτῆς οὗτος διὰ τοῦ πρώτῃ ἀντιπαραστάσει χρῆσθαι δεικνύων· ἔπειτα καὶ ὅτι
10τέχνη διὰ τῆς ἐνστάσεως μετ’ ὀλίγον κατασκευάζει. A.
ἐντεῦθεν λοιπὸν ἀγωνίζεται κατὰ ἔνστασιν καὶ ἀντιπαρά‐ στασιν· καὶ πρῶτον μὲν λέγει τὴν ἀντιπαράστασιν, λέγων ὅτι οὐ πᾶν τὸ ἔξωθεν τέχνης κακόν. τεχνικῶς δὲ πρώτῃ τῇ ἀντιπαραστάσει χρῆται· τὸ γὰρ εὐθὺς ἐνστῆναι καὶ368
15εἰπεῖν, τέχνη ἐστὶν ἡ ῥητορικὴ, ἀναιδές. ὑπὸ γὰρ τῆς ἀλη‐ θείας ἠλέγχετο· μετ’ ὀλίγον δὲ καὶ αὐτὴν κατασκευάζει τὴν ἔνστασιν. B.

Rhet

10,4

τί μᾶλλον αἰσχρόν γ’ εἶναι συγχωρησόμεθα] καλῶς τῇ λέξει ἐχρήσατο· καὶ γὰρ ἡμεῖς, φησὶ, καταδε‐ ξώμεθα, ἡ ἀλήθεια πάλιν ἐνίκα. B.

Rhet

10,5

κακὸν, ἢ τοῦ μηδενὸς ἄξιον] καλὸν ἡ προσ‐ θήκη· δύναται γὰρ καὶ καλὸν καὶ ἄξιον λόγου· ὥσπερ εἶπε καὶ ὁ Δημοσθένης περὶ τοῦ Αἰσχίνου· οὐδὲ γὰρ ὧν ἔτυχεν ἦν, ἀλλ’ οὓς ὁ δῆμος καταρᾶται· καὶ πάλιν δύνα‐
5ται εἶναι καλὸν, οὐκ ἄξιον δὲ λόγου. B. προὔργου] σπουδῆς ἄξιον. B.

Rhet

10,6

μὴ οὐ] αἱ δύο ἀρνήσεις μίαν συγκατάθεσιν ποιοῦσι. B.

Rhet

10,8

καὶ δεξιοῖς καὶ πολλοῖς] ἰδιώταις καὶ σοφοῖς. A. τῶν ἑπτὰ σοφῶν κληθέντων οὕτως] ὡς ὄντων μὲν τῶν ἄλλων σοφῶν, τούτων δὲ διὰ τὸ ὑπερβάλλον τῆς σο‐ φίας οὕτω κληθέντων. B.

Rhet

10,9

τις] Σωκράτης, ἢ Σόλων. A.

Rhet

10,10

τὸ τοῦ ἀνδρὸς ὄνομα ἑκάστοις ἐπιφημίζεται] διὰ τὸ σὺν τέχνῃ εἰρῆσθαι. B.

Rhet

10,11

ἃ δ’ ἂν αἱ Πυθοῖ προμάντεις φῶσιν, ἐπει‐ δὰν ἐκστῶσιν ἑαυτῶν] οὐ γὰρ τῆς φύσεως ἔχουσαι γνώμην μαντεύονται· καὶ προμάντεις μὲν αὗται καλοῦνται· μαντ * οἷος ἦν ὁ Κάλχας. B.
5Πυθοῖ] ἐν τῇ Πυθοῖ. A.

Rhet

10,19

οἶμαι μὲν παραχωρήσεται, μᾶλλον δὲ πάλαι παρεχώρησε ταῖς ἀπὸ τοῦ τρίποδος γυναιξὶ] ἐπειδὴ τὸ οἶ‐ μαι οὐ πάντως ἀληθὲς, καὶ τὸ παραχωρήσεται δὲ μέλλον‐ τος, ὅπερ οὐκ ἀσφαλὲς, ἐπήγαγε μᾶλλον δὲ παρεχώρησεν,
5ὅπερ ἔχει μεθ’ ἑαυτοῦ τὴν ἀλήθειαν. B.

Rhet

11,1

πυνθάνονται περὶ τῶν πολιτειῶν] οἱ νομο‐ θέται. B.

Rhet

11,2

ἀπὸ Λυκούργου πρώτου· τὸν μετὰ πολλοὺς εἰ
δεῖ πρῶτον εἰπεῖν] εἰ καὶ πρὸ Λυκούργου ἱκανώτεροι νο‐ μοθέται ἦσαν, ἀλλ’ οὗτος πρῶτος ἤρξατο, χρώμενος τῇ Πυθίᾳ, οὕτω νομοθετεῖν· τούτου οὖν χάριν πρῶτον αὐτὸν369
5καλεῖ. A. πρῶτος μὲν, ἐπειδὴ αὐτὸς πρῶτος ἤρξατο χρώ‐ μενος εἰς Δελφοὺς νομοθετεῖν· τελευταῖος δὲ, ὅτι πρὸ αὐ‐ τοῦ νομοθέται ἄλλοι ἐγένοντο, οἷον Βάκις. B.

Rhet

11,3

οὐκοῦν φασί γ’ ἐκεῖνον] ἀναφορικόν ἐστι τὸ ἐκεῖνον, οἷον τὸν σοφόν· περιττὴ δὲ ἡ οὐ ἄρνησις. B. οὐδὲν θεῖναι] περὶ μικρῶν πραγμάτων δηλονότι. B.

Rhet

11,6

τῆς οὐδὲν ἰδίᾳ γινωσκούσης Πυθίας] κατὰ τὴν ἑαυτῆς φύσιν. A. μηδὲν γινωσκούσης κατὰ τὴν ἑαυτῆς φύσιν. Πυθίαν δὲ λέγει τὴν πρόμαντιν. B.
5ὁ δὲ τῷ παρὰ τὴν Πυθίαν μέρει τὴν δόξαν εἴληφε τὴν ἐπὶ τοῖς νόμοις] λέγεται τὰ μὲν αὐτὸς κατὰ τὸ ἀλη‐ θὲς κατὰ γνώμην τοῦ θεοῦ νομοθετῆσαι, ὅμως δὲ καίπερ τοῦθ’ οὕτως ἐχόντων, οὐ τοῦ θεοῦ ἔ * ξαν οἱ νόμοι, ταῦτα τοῦ σοφωτάτου Ἑλλήνων αὐτοὺς θέντος· ᾔδει γὰρ
10πάντα μετὰ τέχνης * τοῦ θεοῦ νομισθῆναι τοὺς νόμους, ἐπειδὴ σοφὸς ἦν ὁ θείς. νῦν δὲ τοὐναντίον ὁ Λυκοῦργος τοῖς τῆς Πυθίας λεχθεῖσι μαρτυρεῖ καλῶς ἔχειν, ἐξ ὧν ἐπείσθη, καὶ δι’ ἐκείνης τὴν ἐπὶ τοῖς νόμοις δόξαν ἔλα‐ βεν. B.

Rhet

11,11

οὐδ’—προΐσασι πρὸ τῆς ἑσπέρας] ὅτι νύκτωρ ἐμαντεύετο καὶ ἐθεοφορεῖτο. B.

Rhet

11,13

πάσαις ταῖς ἐπιστήμαις καὶ τέχναις ἡγεμό‐ νες τοῦ τί δεῖ ποιεῖν ἢ λέγειν καθίστανται] πάλιν διὰ τὴν φιλοσοφίαν. B.

Rhet

11,14

καὶ οὐδὲ Πλάτων αὐτὰς παρέρχεται] πάν‐ τας διαπτύων. A. ἐμφαντικόν· τουτέστιν ἅπαντας δια‐ πτύων. B. τὴν Πυθίαν] τὴν προμαντικήν. A.

Rhet

11,15

ὁπόταν πολιτεύηται καὶ νομοθετῇ] ἀντὶ τοῦ ὁπόταν πολιτείαν καὶ νόμους συγγράφῃ. A. ἀντὶ τοῦ ὅτε πολιτείας καὶ νόμους γράφει. B.

Rhet

11,16

συναναιρῇ] μαντεύηται. A.

Rhet

11,17

ἐν Δωδώνῃ] πόλις Πελοποννήσου, ἔνθα μαν‐ τεῖον Ἀπόλλωνος ἦν. A.

Rhet

12,3

περὶ τῶν ἐν Κλάρῳ] πόλει Πελοποννήσου. A.370

Rhet

12,4

περὶ τῶν ἐν Ἄμμωνος] ἐν Λιβύῃ τόπος ἦν, ἔνθα ἱερὸν καὶ μαντεῖον ἦν Διὸς, Ἄμμωνος καλουμένου, διὰ τὸ ἀμμώδη εἶναι τὸν τόπον. A. ὁ Ζεὺς ὄντως ἐν Λιβύῃ ἐτιμᾶτο. B.
5πάντων ὅσοι περὶ χρηστήρια, ὁμοίως ἄνδρες καὶ γυ‐ ναῖκες] πρὸς ἐκεῖνο ἀποτείνεται τὸ τέχνην. πάλιν δὲ οὐ καλὸν, ὃ ἂν ᾖ ἄλογον πρᾶγμα. εἰς δὲ τὸ ἄνδρες καὶ γυ‐ ναῖκες προσυπακουστέον τὸ εἰσίν. B.

Rhet

12,10

ὑποδύντες θεῷ] τῇ προνοίᾳ τοῦ θεοῦ. A. ἄνω μὲν (10, 20.) εἶπε περὶ * γυναικῶν, αἳ βραχύν τινα χρόνον καθήμεναι ἐπὶ τοῦ τρίποδος ἐμαντεύοντο, ἐν‐ ταῦθα δὲ λέγει περὶ τῶν ἀδια * μαινομένων καὶ θεοφο‐
5ρουμένων. B.

Rhet

12,11

Βάκις] ὁ Βάκις προφήτης Ἀπόλλωνος. A. Βάκις καὶ Ἀμφίχυτος προφῆται Ἀπόλλωνος. B.

Rhet

12,12

εἰ δὲ μὴ πολλοὶ, καὶ τοῦτ’ ἐστὶν ὑπὲρ τοῦ λόγου] * ἄλλου εἰπεῖν, διὰ τοῦτο οὕτως εἶπεν, ὅτι εἰ μὴ καὶ πολλοὺς ἔχομεν εἰπεῖν, τοῦτο ὑπὲρ ἡμῶν ἐστι· τὰ καλὰ γὰρ ἐν λόγοις εὑρίσκεται. B.

Rhet

12,13

τίς οὕτω τεχνίτης τοῦ κακῶς λέγειν ἐστὶν, ὅστις καὶ τούτους κακίσειεν ἂν] ἐπειδὴ Πλάτων διαβάλ‐ λων ῥητορικὴν ἔξω τέχνης εἶπεν αὐτὴν, καλῶς ἐνταῦθα τὰ θεῖα διαβάλλοντας τεχνίτας καλεῖ, ἀντιδιαβάλλων καὶ αὐ‐
5τὸς τὸ τέχνῃ πραττόμενον. B. ὅταν δ’ εἰς ποιητὰς ἴδω, τοὺς κοινοὺς] ἐπειδὴ μέλλει τὴν ῥητορικὴν τῇ ποιητικῇ παραθεῖναι, διὰ τοῦτο ὡς ἀπο‐ δείξας τὴν ποιητικὴν ὁμοίαν οὖσαν τῇ μαντικῇ. B.

Rhet

12,14

τοὺς κοινοὺς τῶν Ἑλλήνων τροφέας καὶ δι‐ δασκάλους] τοὺς ὄντας. A.

Rhet

12,17

μᾶλλόν μοι δοκεῖ προσήκειν τὸ μὴ σὺν τέχνῃ κοσμεῖν ἐνίοτε] καλῶς τὸ ἐνίοτε, ἐπειδὴ οὐκ ἀεὶ τὸ ἐκτὸς τέχνης ἐπαινεῖται, ὥσπερ ἐμπειρία. B.

Rhet

12,18

ἐπιστήμῃ] σὺν ἐπιστήμῃ. A.

Rhet

12,19

τοῦ μηδενὸς ἀξίαν τὴν τῶν Μουσῶν ἡγεῖ‐ σθαι] δωρεὰν] ἐπειδὴ τὰ μὲν ἀπὸ τῆς τέχνης ἄριστα
κατὰ τὴν τοῦ λόγου ἀκολουθίαν, ἡ δ’ ἐκ τῶν Μου‐ σῶν δωρεὰ οὐκ ἐκ τέχνης. A Oxon. ὅτι εὐτελὴς ἡ τῶν371
5Μουσῶν δωρεά· ἄνευ γὰρ τέχνης γίνεται. B. ὦ πρὸς Διὸς] ἐπίτηδες κατὰ τοῦ ὑβριζομένου αὐτὸν ἐξορκοῖ θεοῦ. B. ἐν μέτρῳ μὲν εἰπεῖν ἄνευ τέχνης οὐ δεινὸν] ἀνάγκη, φησὶ, λέγει ὅτι οἱ ποιηταὶ μετὰ τέχνης ἐγκωμιάζουσι. B.

Rhet

13,1

οὑτωσὶ] ἤγουν ἄνευ μέτρου. A.

Rhet

13,2

τὴν ἀνάγκην] τὴν ἀπόδειξιν. B. ὁ μὲν ποιητὴς ἄνευ τέχνης ποιῶν ὀρθῶς τὸν ῥήτορα μιμήσεται] ἐπειδὴ τῆς ποιητικῆς εἴ τις ἀφέλοιτο τὸ μέ‐ τρον, ὁμοία τοῖς τῶν ῥητόρων ἔσται. A Oxon. ὡς Ἡσίο‐
5δος τὸ „Διὸς μεγάλοιο ἕκητι.“ A.

Rhet

13,4

ἐὰν μὴ τέχνῃ] σὺν τέχνῃ. A. μετὰ τέχνης λέγῃ. B. φιλόδωρον] τὸν φιλότητα δωρεῖσθαι καὶ ὠφελεῖν. A.

Rhet

13,6

τούτων ἄνευ ψυχρὰ τὰ τῆς τέχνης] εἰσί. A.

Rhet

13,8

μέχρι μέντοι τῶν νῦν τούτων ὑπ’ αὐτῶν] ἐντεῦθεν τὸ μαχόμενον. B. μέχρι μέντοι τῶν νῦν τούτων] ὧν εἰρήκαμεν. A. ὑπ’ αὐτῶν τῶν λόγων] τῶν ῥητορικῶν· διὰ δὲ τὸ
5φορτικὸν οὐκ εἶπεν ὑπ’ ἐμοῦ. A.

Rhet

13,13

φανήσεται γὰρ ἃ νῦν ἡμεῖς λέγομεν, αὐτὸς πρόσθεν εἰρηκὼς] οὐ μόνον φησὶν ἑαυτοῦ ἐναντία, ἀλλὰ καὶ τὰ αὐτὰ ἡμῖν. B. φανήσεται γὰρ ἃ νῦν ἡμεῖς λέγομεν, αὐτὸς] νῦν μὲν
5Ἀριστείδης κατηγορίας γενομένης, ἀνάγκην ἔσχεν ἀπολο‐ γήσασθαι· Πλάτωνος δὲ μηδενὸς ἀντιλέγοντος, ἀφ’ ἑαυ‐ τοῦ φαίνεται λέγων. B.

Rhet

13,15

Φαίδρου τοῦ καλοῦ] διάλογον πεποίηκεν ὁ Πλάτων, ὃν κέκληκε Φαῖδρον· ὡς καὶ Γοργίαν. A. τὰ Λυσίου τιθεὶς μεταξὺ τῶν αὑτοῦ] ἔγραψεν ὁ Λυ‐ σίας· ἀντιγράφων αὐτῷ Πλάτων, καὶ ἅμα τέρπων, τί‐
5θησι τὰ αὐτοῦ. B.

Rhet

13,16

αὐτὰ τἀκείνου παρέξομαι καθάπερ νόμον] ὥσπερ, φησὶ, τοῖς ὑπαναγινωσκομένοις τῶν νόμων οὐδεὶς
ἀντιλέγει, οὕτως οὐδὲ τῶν ὑφ’ ἑαυτοῦ λεγομένων. B.372

Rhet

14,3

Σίβυλλάν τε] δέκα Σίβυλλαι γεγόνασιν, ὥς φασιν. A Oxon. μαντικῇ χρώμενοι ἐνθέῳ] διὰ τὴν οἰωνιστικὴν ἀντι‐ διέστειλεν· αὕτη γὰρ διὰ σημείων γίνεται καὶ ἀνθρωπίνης
5νοήσεως. B.

Rhet

14,6

τῇ καλλίστῃ τέχνῃ, ᾗ τὸ μέλλον κρίνεται] τέχνην καλεῖ, οὐχ ὅτι ἐστὶ τέχνη, (τὰ γὰρ ἀπὸ θεῶν ὑπὲρ τέχνην) ἀλλ’ ὅτι ἐνεργεῖται ἀεὶ παρὰ τοῦ αὐτὴν ἔχοντος, ὥσπερ ἡ τέχνη. A Oxon.
5αὐτὸ τοῦτο τοὔνομα] τῆς μαντικῆς. A. μανικὴν ἐκάλεσαν] οἱ γὰρ παλαιοὶ μανικὴν τὴν μαν‐ τικὴν ἐκάλουν. A.

Rhet

14,10

ἀνθρωπίνῃ οἰήσει] ὑπολήψει. A. οἰονιστικὴν] ἀπὸ τοῦ οἶον. A. οἰωνιστικὴν] ἀπὸ τοῦ οἰωνῶν. A.

Rhet

14,11

ὅσῳ δὴ οὖν τελεώτερον] σύγκρισις. A. ὅσῳ δὴ οὖν τελεώτερον καὶ ἐντιμότερον μαντικὴ οἰωνιστικῆς] τὸ μὲν γὰρ ἐξ ἐπιπνοίας θείας, οἰωνιστικὴ δὲ ἐξ ἀνθρωπίνης διανοίας. A Oxon ἐπειδὴ ἡ μὲν ἐκ
5θείας γίνεται ἐπινοίας, ἡ δὲ ἐξ ἀνθρωπίνης νοήσεως. B. τό τε ὄνομα] τῆς μαντικῆς. A. τό τε ὄνομα τοῦ ὀνόματος] ἐπειδὴ ἡ μὲν παρὰ τὴν τῶν ἀνθρώπων οἴησιν εἴρηται, ἡ δὲ παρὰ τὴν ἔνθεον μανίαν. B.
10τοῦ ὀνόματος] τῆς οἰωνιστικῆς. A.

Rhet

14,12

τό τε ἔργον] τῆς μαντικῆς. A. τοῦ ἔργου] τῆς οἰωνιστικῆς. A.

Rhet

14,13

παλαιῶν ἐκ μηνιμάτων] παλαιῶν μηνιμάτων λέγει τῶν προγονικῶν· πολλάκις γὰρ καὶ τοὺς ἐκγόνους δίκην ἐπράττοντο οἱ θεοὶ τῶν ἁμαρτημάτων, ὡς Ἀγα‐ μέμνονα ὑπὲρ Ταντάλου τὰ τῶν θεῶν ἐξειπόντος μυστή‐
5ρια, καὶ Κροῖσον ὑπὲρ Γύγου. AB Oxon.

Rhet

14,14

ἡ μανία] ἡ μαντία. A.

Rhet

14,15

ἀπαλλαγὴν εὕρετο] σωματικῶν κακῶν δῆ‐
λον. B.373

Rhet

14,16

ἐξαύτη] ἔξω ἑαυτοῦ. A. ἐξάντη] μαινόμενον, ἐξεστηκότα. B.

Rhet

14,17

τῷ ὀρθῶς μανέντι] τῷ ὀρθῶς χρωμένῳ τὴν μαντικὴν ἀπὸ θεοῦ, καὶ οὐκ ἐν παρατροπαῖς νοῦ. A.

Rhet

15,1

κατοχή τε] εὕρεσις. A. μανία] μαντία. A. ἄβατον] εἰς αἰσχρά. A. κἀναβακχεύουσα] ἀναταράττουσα. A.
5ἡ τοῦ σωφρονοῦντος] τὸ η ἐνταῦθα ἄρθρον ἐστὶν, ἵνα ᾖ οὕτως· ἡ ποίησις ἡ τοῦ σωφρονοῦντος ἀτελής ἐστιν ὑπὸ τῶν μαινομένων. B. μανίας] μαντίας. A.

Rhet

15,7

εἰ τοίνυν—μανία τίς ἐστιν] τὸ τίς ἐνταῦθα πάλιν τὴν ἐκ τῶν θεῶν σημαίνει. B.

Rhet

15,8

πῶς ἄξιον πᾶν γε τὸ μὴ τέχνῃ γιγνόμενον ψέγειν;] καλῶς εἶπε τὸ πᾶν διὰ τὴν ἐμπειρίαν· αὕτη γὰρ ἐκτὸς οὖσα τέχνης ψέγεται. B.

Rhet

15,9

μανικὴν] μαντικήν. A.

Rhet

15,10

εἰπὼν] ὁ Πλάτων. A.

Rhet

15,13

ἐξ ἀμφοῖν] ἤγουν μαντικῆς καὶ ποιητι‐ κῆς. AB.

Rhet

15,14

σαφῶς γὰρ οὑτωσὶ Πλάτων ἤδη διορίζεται] ἐπειδὴ οἱ διάλογοι ὡς ἐπὶ πλεῖστον κατὰ ἀλληγορίαν νοοῦνται, ἀσαφεῖς ὄντες, διὰ τοῦτο ἐνταῦθα πάνυ σα‐ φῶς εἰρηκέναι. AB Oxon.

Rhet

15,15

τὸ τοῦ Εὐριπίδου] ῥητόν. A. τῶν αὐτοῦ] τοῦ Πλάτωνος. A.

Rhet

15,16

ὦ τοσοῦτον ἐνθυμηθεὶς] σύ. A.

Rhet

15,18

εἰ μαντικὴν μὲν ἐξ Ἀπόλλωνος ἢ καὶ Διὸς— τίθης] διὰ τί εἶπεν ἢ καὶ Διός; ἐπειδὴ τὰ * τοῦ οὖν Ἀπόλ‐ λωνος μάντεως ὄντος ἦν ἡ τέχνη καὶ τοῦ πατρός. B. Διὸς] τοῦ Δωδωναίου. A.
5ἐξ ἄλλου τοῦ θεῶν] Ῥέας, Δήμητρος, Περσεφόνης,
Διονύσου. A Oxon.374

Rhet

16,1

τῶν μὲν] τῶν Μουσῶν. A. περὶ τῆς ἑαυτοῦ δωρεᾶς] ἤγουν τῆς ῥητορικῆς. B.

Rhet

16,9

τεχνικὸς] ἀπὸ τέχνης. A. πρὸς ἐκείνῳ] ὃ προείπομεν, ὅτι δεῖ τῷ μὴ ἐρῶντι τοῦ ἐρῶντος μᾶλλον χαρίζεσθαι. A Oxon.

Rhet

16,10

δείξας] ὁ Λυσίας. A.

Rhet

16,11

πρὸς ἐκείνῳ] ὃ εἶπεν, ὡς ἄλογος ἐμπειρία ἡ ῥητορικὴ καὶ διὰ τοῦτο φαύλη. A Oxon.

Rhet

16,12

ὡς οὐκ ἐπ’ ὠφελείᾳ τῇ πάσῃ καὶ μεγίστῃ λόγοι παρὰ θεῶν ἀνθρώποις γίγνονται] πολλὰ μὲν, φησὶ, καλὰ παρὰ θεῶν ἔχουσιν ἄνθρωποι, πάντων δὲ τιμιώ‐ τερον ἔλαβον τὸν λόγον, ᾧ καὶ μόνῳ τῶν ἀλόγων ζώων
5διαφέρουσι. διὸ καὶ Ἰσοκράτης φησὶ „Πρὸς δὴ τούτοις οὐκ αἰσθάνονται τοιούτῳ πράγματι δυσμενῶς ἔχοντες, ὃ πάντων τῶν γενόντων ἐν τῇ τῶν ἀνθρώπων φύσει πλεί‐ στων ἀγαθῶν αἴτιον.“ AB. τεχνικῶς δὲ πάλιν οὐκ εἶπε ῥητορικὴ, ἀλλὰ λόγοι, διὰ τοῦ γενικωτέρου κλέπτων τὴν
10δεινότητα. B. λόγοι] εἰκότως εἶπε λόγοι, καὶ οὐ ῥητορικὴ, κλέπτων διὰ τοῦ ἀγενικωτέρου τοὺς ἀκροατάς. A Oxon.

Rhet

16,14

τὸν δὲ Τήλεφον οὐκ οἴει τὰ αὐτὰ ταῦτα;] Πλάτωνος ἀποδείξαντος ὅτι μανία ἐστὶ παρὰ θεῶν, καὶ ἐκ τῶν οἰκείων ἁλισκομένου λόγων, φησὶν ὅτι οὐκ οἴει τὸν Τήλεφον καὶ αὐτά σοι λέγειν, ὅτι ῥητορική ἐστιν ἐκ θεῶν·
5ἐξελέγχει σε ἐκ τῶν σῶν λόγων, ὧν περὶ ἔρωτος εἶπεν. ἔλαβε δὲ τὸ τοῦ Τηλέφου πρόσωπον διὰ τὸ ὅμοιον, ἐλέγ‐ χων τὸν Ὀδυσσέα ἐκ τῶν αὐτῶν λόγων. λέγει ὅτι, ὥσπερ ἐκεῖσε ἐποίησε, ποιεῖ καὶ ἐπὶ σέ. εἶτα ἐπειδὴ παλαιότερος ἦν Τήλεφος Πλάτωνος, εἰκότως εἶπεν ὅτι,
10εἰ καὶ μηδὲν φροντίζει ἐκεῖνος, ἀλλ’ ἡμῖν μέλει. AB. τὸ
δὲ προτιμᾷ ἀντὶ τοῦ φροντίζει· ὥσπερ ἐν τῷ ζʹ τῶν Φι‐ λιππικῶν Δημοσθένης „Ὧν οὐδὲν προτιμᾷ“. ὁ δὲ νοῦς τοιοῦτος· εἰ καὶ καταφρονεῖ, φησὶ, τοῦ κατὰ Τήλεφον παραδείγματος, ἀλλ’ ὡς ἡμεῖς ἀποδείκνυμεν. B. τὶς τῶν375
15ποιητῶν εἰσάγει τὸν Τήλεφον ἐλέγχοντα τὸν Ὀδυσσέα ἐκ τῶν αὐτοῦ λόγων, οὓς πρὸς τὸν Τήλεφον εἶπε. παρεικά‐ ζων οὖν Ἀριστείδης ἑαυτὸν τῷ Τηλέφῳ φησί· ὡς οὐκ οἴῃ καὶ ἡμῶν δὲ ὧν εἶπον ἐλέγξαι σέ. ἐπεὶ δὲ ὁ Τήλεφος πα‐ λαιότερος ἦν Πλάτωνος, διὰ τοῦτο λέγει τὸ δ’ εἰ ἄρα μη‐
20δὲν ἐκεῖνος προτιμᾷ. Oxon. οὐκ οἴει τὰ αὐτὰ ταῦτα;] ἃ σὺ λέγεις πρὸς σὸν ἔλεγχον προβαλέσθαι. A. προτιμᾷ] φροντίζει τοῦ ἐλέγξειν σε. A.

Rhet

16,17

καὶ μὴν εἰ μὲν ἀξιόπιστος] διλημμάτως σχῆμα. A. ἀξιόπιστος] μάρτυς. A.

Rhet

17,1

τοῦτο] τὸ ἀξιόπιστον εἶναι. A. τὸ εἶναι τὸν Πλάτωνα ἀξιόπιστον. B. τις] τεχνικῶς εἶπε τις, ἵνα μὴ δυσχερὴς δόξῃ αὐτὸς τοιαῦτα περὶ Πλάτωνος λέγων. A Oxon.

Rhet

17,3

πότερ’ αὐτῷ μᾶλλον πιστεύειν ἄξιον ταῦτα ἢ κεῖνα] ταῦτα λέγει, ἃ δείκνυσιν, ὡς τὸ ὑπὲρ τέχνην κρεῖττον· ἐκεῖνα, ἃ κατὰ ῥητορικῆς εἶπεν, ὡς οὐκ ἔστι τέχνη. A Oxon.

Rhet

17,4

καὶ μὴν εἰ τὰ μάλιστα] ἐπειδὴ ἀντέπιπτεν αὐτῷ, τί οὖν, εἰ σεμνὸς Πλάτων, ἀντιλέγειν τολμᾷς, διὰ τοῦτο ἐπιφέρει ὅτι ἀξιόπιστος μὲν, συναγορεύει δὲ ἡμῖν, ὥστε ὑπὲρ ἡμῶν σεμνός ἐστιν. εἶτα ἐπιφέρει τούτου ἀπό‐
5δειξιν· εἰ γὰρ ἡμεῖς καὶ Πλάτων περὶ ῥητορικῆς οὐ διά‐ φορα λέγομεν, ἐνταῦθα Πλάτωνι μᾶλλον δεῖ πείθεσθαι, ὥσπερ τούτου ἀμφιβόλου ὄντος, πότερα συναγορεύοντι, ἢ κατηγοροῦντι δεῖ πείθεσθαι Πλάτωνι· εἰ γὰρ μήθ’ αὑτῷ μήθ’ ἡμῖν συναγορεύει, οὐχ ἡμῖν ἀντιλέγει, ἀλλ’ ἑαυτοῦ
10κατηγορίᾳ φέρεται, ὥστε μᾶλλον αὐτῷ πείθεσθαι προσῆ‐ κεν, ἐπειδὴ συναγορεύει ἡμῖν, ἵνα καὶ τὸ ἀξίωμα φυλάτ‐ τηται τοῦ Πλάτωνος. B. σεμνός ἐστι] ἀξιόπιστος καὶ αἰδέσιμος. A Oxon.

Rhet

17,7

ἐκ τοῦ αὐτοῦ γυμνασίου] Πλάτων ἐν Γοργίᾳ διαλόγῳ Πῶλον καὶ Γοργίαν εἰσάγων ὑπὲρ ῥητορικῆς μα‐ χομένους φησὶν ἐκ τοῦ αὐτοῦ γυμνασίου ἥκειν αὐτοὺς, ἤγουν τὰ αὐτὰ ἀμφοτέρους ἀγωνίζεσθαι. ἐπεὶ οὖν καὶ376
5Αἰσχίνης ὁ Λυσανίου, Σωκρατικὸς ὢν, ὥσπερ Πλάτων, ταὐτὰ Πλάτωνι φθέγγεται, ὅτι τὸ ὑπὲρ τέχνην κρεῖττον, εἰκότως ἐκ τοῦ αὐτοῦ γυμνασίου λέγει. ἔστι δὲ τὸ ἐγὼ δὲ ἀπὸ τοῦ Σωκράτους· εἰσάγει γὰρ καὶ οὗτος τὸν διδάσκα‐ λον ἐν τοῖς διαλόγοις, ὥσπερ ὁ Πλάτων. A Oxon. Πλά‐
10των ἐν τῷ Γοργίᾳ διαλόγῳ ποιεῖ Πῶλον καὶ Γοργίαν ἐναν‐ τία λέγοντας, καὶ ταῦτα ἀμφοτέρους ὑπὲρ ῥητορικῆς ὄντας, καὶ ἐκ τοῦ αὐτοῦ φησὶ γυμνασίου ἥκειν αὐτούς. ἐπειδὴ οὖν καὶ αὐτὸς μέλλει παράγειν εἰς μάρτυρα Αἰσχίνην ὄντα Σωκρατικὸν * διὰ τοῦτο λέγει ἐκ τοῦ αὐτοῦ γυμνασίου, ὡς
15αὐτὸς, φησὶν, εἶπεν ὁ Πλάτων. B.

Rhet

17,8

οὐ γάρ που δυσχερανεῖ Πλάτων, ἐὰν Αἰσχί‐ νης ἐπιψηφίσῃ Πλάτωνος εἰπόντος] δεῖ τὰς δευτέρας ἀπο‐ δείξεις ἰσχυροτέρας εἶναι τῶν πρώτων· ἵνα οὖν μὴ δόξῃ ὑβρίζειν Πλάτωνα ἐπιφέρων Αἰσχίνην, διὰ τοῦτο θερα‐
5πεύει. B. ἐὰν Αἰσχίνης ἐπιψηφίσῃ Πλάτωνος εἰπόντος] παρά‐ γει Αἰσχίνην ὄντα καὶ αὐτὸν Σωκρατικὸν, οἷος ὁ Πλά‐ των. B.

Rhet

17,16

ἐπιθυμία] φυσική. A.

Rhet

18,2

ὡς διαρρήδην καὶ περιφανῶς Αἰσχίνης] τὸ νόημα οὕτως· ὡς φανερῶς Αἰσχίνης μαρτυρεῖ τοῖς Πλά‐ τωνος λόγοις. ἀνθρωπινώτερα δὲ εἴρηται πρὸς σύγκρισιν τῶν λεχθέντων ἐν τῷ Γοργίᾳ· οὐ γὰρ ἄδοξον, οὔτε ἀσε‐
5βὲς τὸ εἰπεῖν τὰ ἀπὸ θεῶν μείζονα εἶναι τῶν ἀνθρωπί‐ νων. B. ἐπειδὴ ἐν τῷ Γοργίᾳ διέβαλε τὴν ῥητορικὴν ὡς οὐ τέχνην, καὶ τῇ ὀψοποιικῇ παρείκασεν αὐτὴν, ἐν δὲ τῷ Φαίδρῳ ἔδειξεν ὡς θεῖον τὸ ὑπὲρ τέχνην, φησὶν Ἀριστεί‐ δης, ὡς ἃ τοῦ Αἰσχίνου νῦν προβαλλόμεθα, δεικνύουσι
10τὰ ἐν τῷ Φαίδρῳ εἰρημένα Πλάτωνι εἶναι κρείττω τῶν ἐν τῷ Γοργίᾳ ὑπ’ αὐτοῦ τούτου λεχθέντων. τὸ δὲ ἀνθρωπι‐ νώτερα καὶ πρὸς θεῶν εἶναι καλλίονα, ἀντὶ τοῦ ἡμερώ‐
τερα· τοιοῦτον γὰρ τὸ τῶν ἀνθρώπων γένος· καὶ θειότερα δὲ εἰπεῖν ἃ συνεσκεύασεν, ὧν εἶπε πρὸς τὴν νοουμένην ἐκ377
15τοῦ καλλίονα γενικὴν, ἕνεκα δὲ τοῦ παραδόξου λέγει, ἐπειδὴ παράδοξον ἦν λέγειν ὡς ὁμοία ἐστὶν ἡ ὀψοποιικὴ τῇ ῥη‐ τορικῇ. Oxon.

Rhet

18,3

πολλῷ καὶ ἀνθρωπινώτερα καὶ πρὸς θεῶν εἶναι καλλίονα] ἀνθρωπινώτερα εἴρηται πρὸς σύγκρισιν τῶν λεχθέντων ἐν τῷ Γοργίᾳ· οὐ γὰρ ἄδοξον οὐδὲ ἀσε‐ βὲς τὸ εἰπεῖν τὰ ἀπὸ τῶν θεῶν μείζονα εἶναι τῶν ἀν‐
5θρωπίνων, ὅ ἐστι τῆς μανίας τῆς τέχνης· οὐδ’ ἐν τῷ Φαίδρῳ ἔδειξεν ὡς θεῖον τὸ ὑπὲρ τέχνην, φησὶν Ἀριστεί‐ δης, ὡς ἃ τοῦ Αἰσχίνου νῦν προβαλλόμεθα, δεικνύουσι τὰ ἐν τῷ Φαίδρῳ εἰρημένα Πλάτωνι εἶναι κρείττω τῶν ἐν Γοργίᾳ ὑπ’ αὐτοῦ τούτου λεχθέντων. A.

Rhet

18,4

ὧν ἕνεκα τοῦ παραδόξου συνεσκεύακεν] τοῦ δεῖξαι τὴν ὀψοποιικὴν ὁμοίως εἶναι τὴν ῥητορικήν. A. τὰ ἐν τῷ Γοργίᾳ λέγει, τὸ δεῖξαι τὴν ὀψοποιητικὴν ὁμοίαν οὖσαν τῇ ῥητορικῇ. B.
5αὐτός τε μαρτυρῶν ἡμῖν] ὁ Αἰσχίνης. A.

Rhet

18,5

ὥσπερ ἐπισφραγίζεται] βεβαιοῖ. A.

Rhet

18,6

τοὺς γὰρ πρὸς ἡμῶν αὐτοῦ λόγους κυροῖ] τὸ πρὸς ἐνταῦθα ἀργόν· ὥσπερ ἐστὶ καὶ τὸ „Οὐ πρὸς ἰατροῦ σοφοῦ“ καὶ ἄλλα· τοὺς γὰρ αὐτοῦ λόγους ἡμῶν, ἀντὶ τοῦ τοὺς συντελοῦντας. A Oxon.
5πρὸς] ὑπέρ. A.

Rhet

18,10

περί γε μὴν τούτου τοῦ μέρους] ἐντεῦθεν γὰρ περὶ μόνης αὖ τῆς ἰατρικῆς διαλέγεται. B.

Rhet

18,13

τοῖς ῥήμασιν] Πλάτωνος. A. παρ’ ἐκείνου] Αἰσχίνου. A.

Rhet

18,14

οἱ θεομάντεις] οἱ ἐκ θεοῦ τὸ μέλλον λέγον‐ τες. B. οἱ θεομάντεις οἱ τοῖς τῶν πραγμάτων ἐπωνύμοις τε‐ τελεσμένοι] ἀντὶ τοῦ κληθέντες, ὅ ἐστι τὴν προσηγορίαν
5ἐκ τῆς τῶν πραγμάτων κλήσεως λαβόντες· ἕτερον γὰρ ἑτέ‐ ρου γίνεται ὄνομα· καὶ ἡ μὲν μαντικὴ καλεῖται ἀπὸ τῆς μανίας, ὁ δὲ μάντις ἀπὸ τῆς μαντικῆς. λέγει δὲ, ὥσπερ
οἱ θεομάντεις ἐκ θεῶν τὸ μαντεύεσθαι ἔχουσιν, οὕτω καὶ αὐτὸς ἐξ Ἀσκληπιοῦ ἔχω τὸ μάθημα· λέγω τὸ ὡς378
10ἄρα πολλοὶ ἐκ θείας μοίρας ἐσώθησαν, σωθεὶς ὑπ’ αὐτοῦ ἐν μεγάλοις κινδύνοις. εἰπὼν δὲ ὑφ’ ὧν, ἐπειδὴ οὐχ ὑπὸ πολλῶν ἐσώθη θεῶν, ἀλλ’ ὑπὸ μόνου Ἀσκληπιοῦ, διὰ τοῦτο ἐπήγαγε τὸ ἐκ τοῦ θεοῦ. ἢ τὸ ἐκ τοῦ θεοῦ πρὸς τὸ παραμυθίαις καὶ συμβουλαῖς σύναπτε, ἵνα τὴν τοῦ Ἀσκλη‐
15πιοῦ βοήθειαν κοινὴν ἁπάντων θεῶν φαίνεται λογιζόμε‐ νος. A.

Rhet

18,15

παρ’ αὐτῶν τῶν θεῶν] τοῦ Ἀσκληπιοῦ καὶ τοῦ Σεράπιδος. A. ὑφ’ ὧν ἃ μηδεὶς ἰατρῶν] εἷς τῶν ὑπολείπτων γάρ ἐστιν ὁ Ἀριστείδης. A.

Rhet

19,2

παρὰ πᾶν τὸ ἐκ τῶν παρόντων εἰκὸς] ἤγουν παρ’ ὃ ἔδει προσδοκᾶν ἐξ ὧν κατειχόμην κακῶν. A Oxon.

Rhet

19,4

ἐν Ἀσκληπιοῦ] τῷ ναῷ. A. ἐν Ἀσκληπιοῦ τῶν ἀεὶ διατριβόντων] τῶν ἀσθενούν‐ των. A. ἀγέλαι] πλήθει. A.

Rhet

19,5

τῷ κατ’ Αἴγυπτον θεῷ] τῷ Σαράπιδι. A. εἰς ταῦτα] εἰς τὸν νοτὸν ἐπιλείττων νόσον. A.

Rhet

19,6

τοῦ καταφυγεῖν ἐπὶ τοὺς θεοὺς σχεδὸν ἀρχὴ τὸ τῆς τέχνης ὑπεριδεῖν ἐστιν] ὅσοι γὰρ ὑπὸ ἰατρῶν ἀδυ‐ νατοῦσι θεραπεύεσθαι, πρὸς θεοὺς καταφεύγουσιν. B. σχεδὸν] καλῶς τὸ σχεδόν· ἐπειδὴ οὐ πάντες οἱ θεοὶ
5περιορῶσιν ἰατρικῆς τέχνης καὶ θεραπεύοντες, ἀλλὰ * B.

Rhet

19,7

σὺν αὐτοῖς] τοῖς θεοῖς. AB. οὔθ’ οἱ θεοὶ τὸν τοιοῦτον ἡμῶν λογισμὸν ἀτιμά‐ ζουσιν] τῷ κατὰ φύσιν ἡμᾶς πρὸς αὐτοὺς καὶ τὰ παρ’
αὐτῶν τῶν ἀνθρωπίνων ἡγεῖσθαι μείζονα. B.379

Rhet

19,8

ἀλλὰ καὶ ὀνείρασι χρώμεθα] ἀντὶ τοῦ κατα‐ φεύγομεν ἐπ’ ὀνείρατα, οὐκ εἰδότες τί ποιήσομεν. B.

Rhet

19,9

ὅ τι μέλλομεν ὄψεσθαι] τῇ νυκτί. A.

Rhet

19,10

μέχρι ἐκείνου τοῦ μέρους τῆς ὥρας] τῆς ἑσπέρας. A.

Rhet

19,11

ἐπαΐοντες] γινώσκοντες. A.

Rhet

19,12

οὐ μόνον περὶ τῶν ἡμῖν αὐτοῖς συμφερόν‐ των, ἀλλὰ καὶ περὶ τῶν ἑτέροις, ἔχομεν εἰπεῖν πολλάκις] πολλάκις γάρ τις περὶ τῶν ἰδίων φροντίζων, καὶ ἐπερω‐ τῶν τὸν θεὸν περὶ τῶν ἀλλοτρίων ἐπύθετο· προστίθησι
5δὲ ὅτι ἂν δοκῇ τῷ θεῷ. B.

Rhet

19,13

πολλὰ τῶν ἔργων] τῶν θείων. A. πότερ’ οὖν τὰ ὀνείρατα ποιεῖ θεοῖς ἀνακεῖσθαι τὰ ἀνθρώπια] τὸ νόημα τοιοῦτον· ἆρ’ οὖν τὰ ὀνείρατα τῶν ἀνθρώπων πράγματα θεοῖς ἀνάκειται, ὡς διὰ τὸ φρον‐
5τίζειν θεοὺς ἀνθρώπων τὰ ὀνείρατα ὑπάρχει. δοκεῖ δέ πως ἔξωθεν εἶναι τῆς ὑποθέσεως, καὶ λέγει ὅτι τοῦτο οὕτως εἶπεν, ἐπειδὴ οὐ θέλει δεῖξαι ὅτι ἡ τέχνη μᾶλλον διὰ τὸ ἔξωθεν εἶναι τέχνης καὶ σώζεται καὶ δοκεῖ τι. οὕτως οὖν λοιπὸν νοητέον· ὥσπερ ἡγεῖται τῶν ὀνειράτων σωφρονίζειν
10τοὺς θεοὺς τῶν ἀνθρώπων, οὕτως καὶ τῶν ἔξωθεν τῆς τέχνης αὐτῆς, ἐπειδὴ τὸ ἡγούμενον τῆς τέχνης αὐτῆς ἄν‐ θρωπος ἐγένετο ὑπὸ τοῦ ἡγουμένου τοῦ νοῦ, ὅ ἐστι τοῦ θεοῦ. B.

Rhet

19,14

ἀνακεῖσθαι] ἀναφέρειν. A.

Rhet

19,15

ἐγὼ μὲν οἶμαι τοῦτο] τὸ τοὺς θεοὺς τῶν ἀνθρώπων κήδεσθαι. A.

Rhet

19,16

ποιῶν] φαίνῃ. A. ὕπαρ] φανερῶς. A. ὑπὸ τῶν μεθ’ ἡμέραν. B.

Rhet

19,17

ἢ σωθῆναι μέν ἐστιν ἄνευ τέχνης] ἐκ τοῦ μείζονος ἡ παράθεσις· μεῖζον γάρ ἐστι τὸ σωθῆναι καὶ σῶσαι τοῦ συμβουλεῦσαι. εἶτα πρὸς μείζονα ἀτοπίαν προσέ‐ θηκε δι’ ὧν τις οὐκ οἶδεν, ὅπερ ἐστὶν οὐ μόνον ἀτεχνοῦς,
5ἀλλὰ καὶ ἀγνοίας ἐχόμενον. ὁ δὲ νοῦς οὗτος· ὅλως πῶς οὐκ ἄτοπον, τὰ μὲν μέγιστα διὰ τῶν ἀδήλων καὶ ἀγνοου‐ μένων κατορθοῦν, τὰ δὲ ἐλάττονα μόνον ἄνευ τέχνης μὴ δύνασθαι κατορθοῦν. B.

Rhet

19,19

οὔτ’ ἀπὸ τῆς θείας] τέχνης. A. τὸ τοῦ Δημοσθένους] ῥητόν. A. τῆς τῶν ἀκροωμένων] τύχης. A.380

Rhet

20,1

τοῦ τοῖς θεοῖς ὡσπερεὶ τετελεσμένου] τῆς μνή‐ σεως. A.

Rhet

20,3

οὐ γὰρ ἦν κατασχεῖν αὐτὸν, ἐπειδὴ θεία μοῖρα καὶ σωτηρία παρέπεσε] ἀκολουθεῖ γὰρ ἀεὶ τοῖς λόγοις τὸ ταῖς παραπιπτούσαις ἐξ ἀνάγκης ἀποδείξεσι χρῆσθαι χρη‐ σίμοις οὔσαις. ἔπαθεν οὖν ὅπερ οἰκεῖον ἦν τοῖς λόγοις.
5καὶ ταῦτα ἐπειδὴ θεία γέγονε μοῖρα, ἐκεῖνο τὸ ἀναγκά‐ σαν με τούτοις χρῆσθαι. B. αὐτὸν] τὸν λόγον. A. ἐπειδὴ θεία μοῖρα καὶ σωτηρία παρέπεσε] τῆς κοινῆς λέγει, ἥτις ἐπιρρέπει πᾶσιν ἀνθρώποις. καὶ ἐάν τις εἴποι·
10ἆρα καὶ τοῖς ἀσεβέσι; λέγομεν ναί· οὐ γὰρ κοινοῦνται, αὐτῆς θείας οὔσης, ὥς που οὐδὲ τοῦ ἡλίου ἀκτῖνες εἰς ἀκάθαρτον σῶμα κοινοῦνται. B.

Rhet

20,4

μαρτυρίᾳ] τοῦ Αἰσχίνου. A.

Rhet

20,5

τῆς μαρτυρίας] τῆς τοῦ Αἰσχίνου. A. ἐγὼ δὲ, διὰ τὸν ἔρωτα] καὶ τοῦτό γε τοῦ Αἰσχί‐ νου. A. ἐγὼ δὲ διὰ τὸν ἔρωτα, ὃν ἐτύγχανον ἐρῶν Ἀλκιβιά‐
5δου, οὐδὲν διάφορον τῶν Βακχῶν ἐπεπόνθειν] ὅπερ ταῖς Βάκχαις Διόνυσος γίνεται, τοῦτο Σωκράτης ἐρῶσι γίνε‐ ται. B.

Rhet

20,9

ᾤμην ξυνὼν ἂν ἐκείνῳ διὰ τὸ ἐρᾶν βελτίω ποιῆσαι] ἐπειδὴ, ὡς ὁ Πλάτων εἰρήκει, ἐπ’ ὠφελείᾳ τῷ ἐρῶντι καὶ τῷ ἐρωμένῳ ὁ ἔρως ἐκ θεῶν ἐπιπέμπεται. A Oxon.

Rhet

20,10

ταὐτὰ λέγων ἡμῖν] ὁ Αἰσχίνης. A.

Rhet

20,11

τῆς Ἀσκληπιοῦ συμμορίας] συντροφίας. A.

Rhet

20,13

τί τῶν αἰσχρῶν, ἢ τί τῶν ἔξω τῆς φύσεως] δοκεῖ ἐνταῦθα ὁ ῥήτωρ παρὰ τὴν πρότασιν τὸ συμπέρασμα ἐπενεγκεῖν· ἦν μὲν γὰρ ἀκόλουθον εἰπεῖν ὅτι οἱ ὄνειροι κρείττους τῶν ἰατρῶν, καὶ εἰ αἱ Βάκχαι τὰ νάματα μετα‐
5βάλλουσι, τί κωλύει καὶ τὴν ῥητορικὴν θεῶν οὖσαν ἐπι‐
κρατεῖν τῆς τέχνης; ὁ δὲ μόνον εἶπε· τί κωλύει καὶ τὴν ῥητορικὴν ἐκ θεῶν εἶναι. λέγομεν οὖν ὅτι κάλλιστα πάν‐ των ὁ ῥήτωρ ἐποίησε· τοῦ γὰρ Πλάτωνος ἐν ἀρχῇ προ‐ τείναντος ὅτι οὐ τέχνη ῥητορικὴ, ἀλλὰ ἄλογος τριβὴ, κα‐381
10τασκευάζει οὕτως, ὅτι κρείττων ἦν κατὰ τέχνην· ἐκ θεῶν γάρ· εἶτα ὡς ἀδήλου τούτου ὄντος, ὅτι ἐκ θεῶν ἐστι, κα‐ τασκευάζει τοῦτο, καὶ λαμβάνει τὴν παράθεσιν πρὸς τὸ ἡγούμενον, λέγων ὅτι, εἰ ὁ Ἀσκληπιὸς ἡγεῖται τῆς ἰατρι‐ κῆς καὶ τῶν ὀνείρων, καὶ εἰ ὁ Διόνυσος ἡγεῖται τῶν Βακ‐
15χῶν καὶ τῶν ναμάτων, ἐπικρατοῦσι δὲ τῶν ναμάτων αἱ Βάκχαι, καὶ μεταβάλλουσιν εἰς ὃ ἂν ἐθέλωσι, τί κωλύει καὶ τὸν Ἑρμῆν, φησὶν, ἡγεμόνα εἶναι τοῦ λόγου; τὸ γὰρ ὅτι καὶ οἱ λόγοι ἡγεμόνες τῆς τέχνης ὡς ὁμολογούμενον παρέλειψεν· οὐδὲ γὰρ περὶ τούτου νῦν ἦν ἡ σπουδὴ, ἀλλὰ
20περὶ τοῦ δεῖξαι ὅτι ἐκ θεῶν. B.

Rhet

20,14

τούς γέ που κρείττονας] τοὺς θεούς. A.

Rhet

20,15

ὡς ἄρ’ ὁ μάρτυς οὐδενὸς ἄξιος] ὁ Αἰσχί‐ νης. AB. πόρρω τῶν πραγμάτων] ἤγουν οὐκ ἄξιος τοιαῦτα μαρτυρεῖν πράγματα. A.

Rhet

20,16

ἀλλ’ εἴ γε τινὰς ὥσπερ παῖδας, οὕτω καὶ ἑταίρους χρὴ λέγειν γνησίους] πολλοὶ γὰρ πολλάκις δόκη‐ σιν ἀρετῆς εἰλήφασι. B. γνησίους] καλῶς εἶπε τὸ γνησίους· ὥσπερ γὰρ ἐκεῖ‐
5νοι γνήσιοι παῖδές εἰσιν, οἳ καθαρὰν τὴν σπορὰν ἔχουσιν, οὕτω καὶ μαθηταὶ γνήσιοι οἱ διδασκαλίαν ἑτέρου μὴ πα‐ ρειληφότες. B.

Rhet

20,17

Αἰσχίνην Σωκράτους παρειλήφαμεν] ὄντα φίλον. A. μαρτυρεῖ δὲ καὶ ἡ ψευδὴς ἐνίων δόξα] εἰ ψευδὴς, φησὶν, ἐστὶ, πῶς καλεῖ αὐτὴν εἰς μαρτυρίαν; λέγομεν οὖν
5ὅτι αὐτὸς τὸ τὴν ἀρχὴν ὑπόνοιαν τοιαύτην γενέσθαι μαρ‐ τυρεῖ, τὴν Αἰσχίνου δύναμιν ὅτι ἐμιμήσατο. B.

Rhet

21,1

προσήκοντα] ἁρμόζοντα. A. ταύτῃ τῇ δόξῃ] τῇ ὑπολήψει. A.

Rhet

21,2

δοκεῖ δέ μοι καὶ Σωκράτης αὐτὸς] καλῶς
προῆλθε τῇ τάξει· πρῶτον γὰρ εἶπεν ὡς οὐκ εὐτελὴς ὁ Αἰσχίνης, εἶτα Σωκράτους μαθητὴς, τρίτον δὲ δείκνυσιν ὡς τὰ αὐτὰ Σωκράτης λέγων ὑπάρχει· καὶ λοιπὸν τούτου382
5τὰς ἀποδείξεις ἐπιφέρει. B.

Rhet

21,3

ἀλλ’ ἔτι κάλλιον] μαρτυρεῖ φανερῶς ὁ Σωκρά‐ της. A.

Rhet

21,4

ὡς ἀληθῶς εἰς τὸ μέσον ὁμολογεῖ] οὐ λέγει νῦν φανερῶς· ἀλλὰ μαρτυρεῖ, φησὶ, Σωκράτης οὐκέτι διὰ Πλάτωνος, ἢ Αἰσχίνου, ἀλλὰ διὰ πάντων ἀνθρώπων. B. αὐτὸν] τὸν Σωκράτην. A.

Rhet

21,5

οἱ συγγενόμενοι] οἱ ὁμιλοῦντες αὐτῷ. A.

Rhet

21,8

ᾧ γοῦν συνεγένετο] ὁ Σωκράτης. A. Ἀναξαγόρᾳ] ἰστέον ὅτι Ἀναξαγόρας τις φιλόσοφος, Σωκράτους διδάσκαλος. A. ᾧ γοῦν συνεγένετο Ἀναξαγόρᾳ, οὐ τἀκείνου τιμήσας
5φαίνεται] Ἀναξαγόρας μὲν ἔσχε περὶ τὰ μετέωρα, Σωκρά‐ της δὲ περὶ τὴν ἠθικὴν φιλοσοφίαν, οὐκοῦν ἢ τὴν τέχνην, ἢ σκιὰν, ἃ παρὰ τοῦ διδασκάλου μεμάθηκε. B. τἀκείνου] τοῦ Ἀναξαγόρου. A. τιμήσας φαίνεται] ὁ Σωκράτης. A.

Rhet

21,11

ὅτι φάσκοι τὸ δαιμόνιον αὐτῷ σημαίνειν] ἔλεγεν ὁ Σωκράτης περὶ οὗ βούλεται. A.

Rhet

21,14

τί ποτέ ἐστι τὸ φάσκειν οὐκ εἰδέναι] τὸν Σωκράτην. A.

Rhet

21,15

ἀλλὰ μὴν εἰ μηδετέρως γ’ ἂν σοφώτατος] ὁ νοῦς τοιοῦτος· διλημμάτων γὰρ χρῆται· εἴτε φησὶν ὁ μηδὲν ἐπίστασθαι. κἂν μὲν ἀληθῆ δῶμεν λέγειν αὐτὸν, οὐ σοφῶς· ὁ μηδὲν εἰδὼς, ὡς ψεύδεται, πάλιν οὐ σοφῶς· αἰσχρὸν
5γὰρ τὸ ψεύδεσθαι. σύναπτε δὲ τὸ ἀλλὰ μὴν πρὸς τὸ ἅμα. ἀλλὰ μὴν ὁ Σωκράτης μαρτυρεῖ ὅτι τὸ ὑπὲρ τέχνην κα‐ λὸν ἐξ ἀμφοτέρων, καὶ ἐξ ὧν ἠρνεῖτο μὴ εἰδέναι τι· οὐ γὰρ οἶδε κατὰ τέχνην· καὶ ἐξ ὧν ἔλεγε σημαίνειν αὐτῷ τὸ δαιμόνιον περὶ οὗ βούλεται· οὐ γὰρ ἐχρῆτο τέχνῃ ὁ
10πρὸς θεὸν καταφεύγων. A. ὁ νοῦς τοιοῦτός ἐστι· διλήμ‐ ματι γὰρ χρῆται· εἶπε, φησὶ, Σωκράτης μηδὲν ἐπίστα‐ σθαι. εἰ μὲν ἀληθῆ δῶμεν λέγειν αὐτὸν, οὐ σοφὸς Σω‐ κράτης, ὁ μηδὲν εἰδώς· εἰ δὲ ψεύδεται, πάλιν οὐ σοφός·
αἰσχρὸν γὰρ τὸ ψεύδεσθαι. * κατ’ ἀμφότερα σοφὸς, καὶ383
15δι’ ὧν ἀρνεῖται εἰδέναι τι· δῆλον γὰρ ὅτι τέχνην λέγει· καὶ δι’ ὧν ὁμολογεῖ τὸ δαιμόνιον αὐτῷ λέγειν. B. τὸ ἀλλὰ μὴν πρὸς τὸ ἅμα σύναπτε οὕτως· ἀλλὰ μὴν ἅμα ὁ Σωκράτης μαρτυρεῖ τῷ λόγῳ ὅτι τὸ ὑπὲρ τέχνην καλὸν ἐξ ἀμφοτέρων, ἐξ ὧν ἠρνεῖτο μὴ εἰδέναι τι· οὐ γὰρ οἶδε κατὰ τέχνην· ἀλλ’
20ἐξ ὧν ἔλεγε σημαίνειν αὐτῷ τὸ δαιμόνιον περὶ οὗ βούλε‐ ται· οὐ γὰρ ἐχρῆτο τέχνῃ ὁ πρὸς θεῶν καταφεύγων. εἰ καὶ δοίημεν μηδὲ καθ’ ἕτερον τρόπον αὐτὸν εἶναι σοφὸν, εἴτε ἐψεύδετο λέγων ὡς οὐδὲν ἐπίσταιτο· οὐ σοφοῦ γὰρ τὸ ψεύδεσθαι· εἴτε ἠλήθευεν, εἴπερ αἰσχρὸν ἦν κατὰ τὸν σὸν
25λόγον τὸ μὴ τέχνῃ κεχρῆσθαι. Oxon.

Rhet

21,17

δι’ ἀμφοτέρων] τοῦ ἀρνεῖσθαι καὶ τοῦ ὁμο‐ λογεῖν. A.

Rhet

22,1

ἐκεῖνον σοφώτατον εἶναι] ὑπὲρ τέχνην. A. ὥστε διπλῆν οὖσαν τὴν τοῦ Σωκράτους μαρτυρίαν ἑτέρᾳ κυρίᾳ τῇ παρ’ αὐτοῦ βεβαιοῖ] πρώτην μὲν, ὅτι ἔφα‐ σκεν αὐτῷ τὸ δαιμόνιον προλέγειν, ἑτέραν δὲ, ὅτι ἔλεγεν
5αὐτὸς μηδὲν εἰδέναι. ταύτας οὖν τὰς δύο μαρτυρίας Ἀπόλ‐ λων ἐπισφραγίζεται, τὸν Σωκράτην εἶναι σοφὸν, τουτέστι μήτε ψεύδεσθαι ἐκεῖνον μήτε ἁπλῶς καὶ αἰσχρὸν εἶναι τὸ μὴ εἰδέναι τέχνην. A. διπλῆ οὕτως μαρτυρία Σωκράτει γί‐ νεται· πρώτη μὲν, ὅτι ἔφασκεν αὐτῷ τὸ δαιμόνιον λέγειν,
10ἑτέρα δὲ, ὅτι ἔλεγεν αὐτὸς μηδὲν εἰδέναι. ταύτας οὖν τὰς δύο μαρτυρίας Ἀπόλλων ἐπισφραγίζεται, τὸν Σωκράτην λέγων εἶναι σοφὸν, τουτέστι τὸ μὴ ψεύδεσθαι ἐκεῖνον, μήτε τῶν ἁπλῶς αἰσχρῶν εἶναι τὸ μὴ εἰδέναι τὴν τέχνην. B.

Rhet

22,2

βεβαιοῖ] ὁ θεὸς δηλονότι. A. συμβαίνοντα] ἁρμόζοντα. A.

Rhet

22,3

τὸν γὰρ ζῶντα ὑπὸ θεῷ, καὶ τῶν ἀνθρω‐ πίνων πραγμάτων ἠμεληκότα] τὸν σωματικῶς ζῶντα λέγει, καὶ σωματικῶν ἀμελοῦντα χρημάτων. B.

Rhet

22,4

ἐκ προχείρου] ἐκ τοῦ εὐθέως. A.

Rhet

22,5

ἀναιρεῖσθαι] μαντεύεσθαι. A.

Rhet

22,6

διὰ τῶν ἑταίρων ἀμφοτέρων] Σωκράτους καὶ Αἰσχίνου. A. ὃς ἐπιψηφίζει Πλάτωνι, ἃ μικρῷ πρόσθεν ἔφην Αἰσ‐
χίνη] ὥσπερ, φησὶ, τῷ Πλάτωνι εἰπόντι ὅτι κρεῖττον τὸ384
5ἐκ φύσεως τῆς τέχνης, συνειπὼν φαίνεται ὁ θεὸς, οὕτω καὶ τῷ Αἰσχίνῃ. B.

Rhet

22,7

παρασχέσθαι] δοῦναι. A.

Rhet

22,8

ἔστι μὲν ἔργον] δύσκολον. A. ἔστι μὲν ἔργον ἢ τὰς ἁπάντων, ἢ τὰς τῶν προκρι‐ θέντων διὰ πάντων παρασχέσθαι] τοῦτο οὐχ ὡς φαυλίζων λέγει τὴν μαρτυρίαν τῶν ποιητῶν, ἀλλ’ ὡς πολλὰς εἰπὼν
5μαρτυρίας. B. τὰς τῶν προκριθέντων διὰ πάντων] τοῦτο πλῆθος μαρτυρίας σημαίνει· διὰ πάντων γάρ ἐστι τὸ διόλου· οἷον Ὅμηρος οὐκ ἐν ἑνὶ χωρίῳ μαρτυρεῖ, ἀλλ’ ἐν πολλοῖς· πάν‐ τα οὖν αὐτοῦ παρασχεῖν ἀδύνατον. B.

Rhet

22,10

κοινῇ μὲν οὖν πάντες ποιηταὶ μαρτυροῦσι τὴν ἔργῳ μαρτυρίαν] αὐτοὶ γὰρ ἐξ ἐπιπνοίας Μουσῶν καὶ οὐχ ὑπὸ τέχνης ποιηταὶ γενόμενοι ἔργῳ μαρτυροῦσιν, ὡς ἄρα τὸ ὑπὲρ τέχνην κρεῖττον τῆς τέχνης. A Oxon. ἔργῳ,
5φησὶ, μαρτυροῦσιν οἱ ποιηταὶ τῷ λεγομένῳ περὶ τῆς τέχνης ταύτης, ὅτι οὐ τέχνη, ἀλλ’ ἐπίπνοια Μουσῶν. εἴποι δὲ ἄν τις ὅτι ἰδοὺ πρῶτος αὐτὸς τέχνην αὐτὴν καλεῖ. λέγομεν οὖν ὅτι τέχνη μέν ἐστι κατὰ τὸ ἀληθὲς, λόγος δὲ περὶ αὐ‐ τῆς τοιοῦτος ἐπικρατεῖ διὰ τὸ σεμνοτέραν δοκεῖν, ὡς ἄρα
10τὸ μὴ τέχνη μεῖζόν ἐστιν. ἄλλοι δέ φασιν, ὅπερ καὶ ἄμει‐ νον, ὅτι τέχνην τὴν καθόλου καλεῖ, οὐ τὴν ποιητῶν μό‐ νον. B. εἴπερ] ἐπειδή. A. εἴπερ εἰσὶ ποιηταὶ τῷ κρατοῦντι λόγῳ τῆς τέχνης]
15τὸ ὀπίσω δοκεῖν ὥσπερ ἐπανειληφέναι νόημα· ὅτι οἱ ὄν‐ τες ποιηταὶ ἀπὸ Μουσῶν, οὐκ ἀπὸ τέχνης λέγουσι· πρὶν δὲ εἰπεῖν κατὰ μέρος μαρτυρίας τῶν ποιητῶν, κοινὴν τέως μίαν λέγειν. B. τῷ κρατοῦντι λόγῳ τῆς τέχνης] τῷ ὑπὲρ τέχνην. A.

Rhet

22,11

ὁ πρεσβύτατος αὐτῶν καὶ πᾶσι συνηθέστα‐ τος] Ὅμηρος. A.

Rhet

22,12

αὐτῶν] τῶν ποιητῶν. A.

Rhet

22,14

Ἀλκίνοος δὲ τότ’ ἦρχε—θεῶν γὰρ ἄπο μή‐ δεα ᾔδει] οὕτω, φησὶν, οἶδε τὸ μὴ σὺν τέχνῃ πολλάκις κα‐ λὸν, πάνυ βούλεται ἐπαινέσαι, θεοῦ φησιν αὐτὸν μαθη‐
τὴν, ὃς οὐ τέχνῃ διδάσκει. B.385

Rhet

22,16

τὸν κιθαρῳδὸν] τοῦ Ἀλκινόου. A.

Rhet

23,1

συνιστὰς] τῷ Ὀδυσσεῖ. A. αὐτὸν] τὸν Δημόδοκον. A. φησὶ] πρὸς τὸν Ὀδυσσέα. A.

Rhet

23,3

ἀνήλωσεν] ὁ Ἀλκίνους. A. ὑπὲρ αὐτοῦ] τοῦ Δημοδόκου. A. καὶ ταῦτ’ ὄντι λαμπρῷ καὶ μεγαλοψύχῳ καὶ δόξης ἐραστῇ] τῷ Ἀλκίνῳ. A.

Rhet

23,4

μεγαλοψύχῳ] ἐπειδή εἰσι πλούσιοί τινες μι‐ κρόψυχοι. B. σοι] τῷ Ὀδυσσεῖ. A. τοῦτον] τὸν Δημόδοκον. A.

Rhet

23,5

ὁ δὲ τῶν Ἑλλήνων σοφώτατος] ὁ Ὀδυσσεύς. A.

Rhet

23,6

ἀλλ’ ἔτι μᾶλλον ἀγασθεὶς] ὁ Ὀδυσσεύς. A. τὸ ἀκόλουθον ἀγασθεὶς τῆς ἐπιδείξεως. ἀκόλουθον δὲ τὸν ἀγαθὸν ὁ ποιητὴς εἶπε τοῦ μετὰ ἀκριβείας τὸν Δημόδο‐ κον εἰπεῖν τὰ τοῦ ἵππου τὸν μαθητὴν αὐτὸν λέγει εἶναι
5τῶν θεῶν, ὡς τὰ πάντα ἀκριβείας καὶ ἀρετῆς ὄντα ἐκ‐ φεύγει τὴν τέχνην. B.

Rhet

23,8

ὡς τοῦ πράγματος κρείττονος] ὄντος. A.

Rhet

23,9

οἶτον] ὄλεθρον. A. οὐδὲ τοῦτο πάρεργον, οὐδ’ εἰκῆ] αὕτη ἐστὶν ἡ κα‐ τασκευὴ τῶν *. B.

Rhet

23,10

οὐδ’ ἐφόλκιον ἄλλως ἐπὶ τοῖς ἄνω] ἐφόλ‐ κιόν ἐστιν, ὃ ἀφαιρούμενον βλάβην οὐ ποιεῖ τῷ ἀφαιρου‐ μένῳ. τοῦτο δὲ εἴ τις περιέλοι τοῦ λόγου, ἀναιρεῖ * διὰ τοῦτο εἶπεν ὅτι οὐκ ἔστι τοῦτο ἐφόλκιον, τουτέστι μά‐
5ταιον. B.

Rhet

23,12

φαυλότερον δὲ ἡ τέχνη πολλῷ] τῆς τῶν θεῶν ἐπιπνοίας. A. ἡ τέχνη] τὸ ἡ τέχνη πρὸς τὸ κομψὸν σύναπτε. A Oxon.

Rhet

23,13

προβαλὼν] ὁ Ἀλκίνους. A. αὐτῷ] τῷ Δημοδόκῳ. A. τοῦ ἵππου] τοῦ δουρίου. A. τοσοῦτον ὑπισχνεῖται] ὁ Ἀλκίνους αὐτῷ. A.

Rhet

23,15

θέσπιν] θείαν. A. ὡς οὐκ ἔχων] ὁ Ὀδυσσεύς. A.
αὐτῷ] τῷ Δημοδόκῳ. A. οὕτω τοίνυν ὁ ποιητὴς πεπεικὼς αὐτὸν] οὕτω, φησὶν,386
5ἀκριβῶς ᾔδει σεμνότερον τῆς τέχνης τὸ ἐκ θεοῦ μαθεῖν, ὅτι καθολικώτερον εἶπεν, ἵνα καὶ αὐτὸν συμπεριλάβῃ. B.

Rhet

24,3

τὴν εὕρεσιν κινοῦσιν] ἤγουν τὴν φύσιν εὑ‐ ρήσασαν τὰ νοήματα. A. τὴν φύσιν τὴν εὑρίσκουσαν τὰ νοήματα. B.

Rhet

24,5

τὸν τοίνυν Φήμιον] Φήμιος ἦν ἀοιδὸς, ὃς εἷς τῶν μνηστήρων τῆς Πηνελόπης ἐγένετο. A.

Rhet

24,6

τὸ ὑπὲρ ἑαυτοῦ παραιτούμενον] συγγνώμην ζητοῦντα. A. θεὸς δέ μοι ἐν φρεσὶν οἴμας παντοίας ἐνέφυσεν] κα‐ λῶς, φησὶν, ὁ Ὅμηρος ἐπήγαγε· θεὸς δέ μοι ἐν φρεσὶν οἴ‐
5μας παντοίας ἐνέφυσεν· ἐπειδὴ γὰρ ἀπίθανον τὸν αὐτὸν εἶναι μαθητὴν καὶ διδάσκαλον, εὐθέως ἐπὶ τὸ μεῖζον ἀνή‐ γαγεν, ὡς θεοὶ γεγόνασι διδάσκαλοι τῶν λόγων αὐτῷ. B.

Rhet

24,8

τοῦτο μὲν] καθ’ ἕνα μὲν τρόπον. A. τοῦτο μὲν ὡς ταὐτὸν ὅ τε αὐτοδίδακτος καὶ ὁ τῶν θεῶν μαθητὴς, ἐγγύθεν οὑτωσὶ δηλῶν] ὁ διδασκόμενος πάντως ὑφ’ ἑτέρου διδάσκεται· οὐ γὰρ ταυτὸν ἀγνοεῖν τε
5καὶ διδάσκειν ἐστὶ δυνατόν· διὰ τοῦτο εἶπεν ὁ ῥήτωρ ὅτι ταυτόν ἐστιν αὐτοδίδακτος καὶ ὁ τῶν θεῶν μαθητής· ἵν’ ᾖ ὁ μὲν διδάσκων θεὸς, ὁ δὲ διδασκόμενος ἄνθρωπος, ὃν καλεῖ αὐτοδίδακτον. καλῶς δὲ εἶπε τὸ ἐγγύθεν· οὐ γὰρ μετὰ πολλὰ τέθεικεν, ἀλλὰ * ὥστε εἶναι γνώριμον ὅτι τὸ
10αὐτό ἐστι. B.

Rhet

24,10

ὑπὸ τῶν ἠδικῆσθαι δοκούντων] τῶν μνη‐ στήρων. A.

Rhet

24,11

εἰς τὴν παρὰ τῶν θεῶν τιμὴν καταφεύγειν] ἤγουν εἰς τὸ μὴ τέχνην ἔχειν. B. ἀντὶ τοῦ εἰς τὸ μὴ τέχ‐ νην ἔχειν· ἀεὶ γὰρ τοῦτο δείκνυσιν, ὡς ὅτι τὸ μὴ τιμὴν ἔχειν καὶ μάλιστα παρὰ θεῶν τέχνην ἐκπέφευγεν. ὅρα οὖν,
5ὃ σὺ κακίζεις, ὦ Πλάτων, τὸ μὴ ὂν τέχνη, ὅτι τοὺς κιν‐ δυνεύοντας ἐκσώζει. B ab alia manu.

Rhet

24,12

κατὰ πύστιν τοῦ πατρὸς ἐν τοῖς πρώτοις] ἤγουν εἰς τὸν Νέστορα καὶ Μενέλαον. A.

Rhet

24,13

ὡς δὲ προσέσχε τῇ Πύλῳ] ἐλλιμένισεν. B. συντυγχάνειν ἔδει τῷ Νέστορι] σημειωτέον τὴν λέξιν, ὅτι ἐπὶ ταύτης τῆς ἐννοίας οὐ λέγεται παρὰ τοῖς ἀρχαιο‐ τέροις· ἀπὸ κοινοῦ δὲ τὸ πεποίηκεν. B.387
5ἀγωνιῶντα καὶ ἀποροῦντα] τὸν Τηλέμαχον. A.

Rhet

24,14

πρὸς αὐτὸν] τὸν Νέστορα. A.

Rhet

24,16

κατακέκλεικε γοῦν αὐτὸ τοῦτ’ εἰς ἔπος ἐξ ἀρχῆς εἰς τέλος] ἀντὶ τοῦ παρὰ σοὶ διὰ πλειόνων λεγόμε‐ νον εἰς ἕνα κατέκλεισε στίχον, ἀπὸ τῆς ἀρχῆς μέχρι τέλους οὐδὲν ἄλλο εἰπὼν ἢ ὅτι ἄπειρος εἰμὶ λόγων. B.

Rhet

24,17

ὁ δ’] ὁ Μέντωρ. A.

Rhet

24,18

ἐπὶ σαυτῷ] ἐπὶ τῇ σαυτοῦ φύσει. A.

Rhet

24,19

θεῶν ἀέκητι] μὴ βουλομένων. A.

Rhet

24,20

τό τε αὐτὸν συνεῖναι καὶ τὸ ὑπειπεῖν τὸν θεὸν] τὴν φύσιν καὶ τὴν τροφήν· οὐχ ἁπλῶς δὲ τοῦτο ὁ ῥήτωρ ἐπισημαίνεται, ἀλλ’ ἐπειδὴ Πλάτων ἐκ φύσεως κακίζει. δείκνυσιν οὖν ἐνταῦθα ὅτι οὐ δεῖ ψέγειν τὴν φύ‐
5σιν, εἴ γε παρὰ θεοῦ ὑπάρχει. B.

Rhet

25,2

ταῦτα οὐ Μέντωρ οὐδ’ Ἀλιθέρσης αὐτῷ λέ‐ γει] εἰς τούτους γὰρ ὁ θεὸς ἐσχηματίζετο. AB.

Rhet

25,4

λόγους ἀποχρῶντας εὑρίσκει τῇ χρείᾳ] ἐπειδὴ Πλάτων ἔλεγεν ὅτι οἱ ἐκ φύσεως λέγοντες, εἰ καὶ ἄριστα λέγουσιν, ἀλλ’ ὅμως οὐ πρὸς τὴν χρείαν, οὐδὲ τὸ πεί‐ θειν, οὗτος φησὶν ὅτι ὁ Τηλέμαχος πρῶτον δημηγορῶν
5συνεμέτρει τῇ χρείᾳ τοὺς λόγους, καὶ πείθει δημηγορῶν. AB Oxon. ἃ γὰρ ἐν μνηστῆρσιν ἐδημηγόρησεν, ἐῶ λέγειν τῆς Ἀθηνᾶς] μήπω τις αὐτῷ ἀντιπέσῃ, ὅτι πρώτως τοῖς μνη‐ στῆρσιν ἐδημηγόρησεν ὁμολογουμένως φησὶν ὅτι Ἀθηνᾶς
10ἦν τὰ ῥήματα. A Oxon. ἵνα μὴ ἀντιπέσῃ αὐτῷ, ὅτι οὐ πρῶτον παρὰ Νέστορι δημηγορεῖ, ἀλλ’ ἤδη καὶ ἐν τοῖς μνηστῆρσιν ἐδημηγόρησεν, ὡς ὁμολογούμενον αὐτὸ ἔλαβεν ὅτι Ἀθηνᾶς ἦν τὰ ῥήματα. B.

Rhet

25,5

τυγχάνει τοῦ σκοποῦ οὕτως, ὥστε ὅ γε Νέ‐
στωρ] ἐπειδὴ πολλάκις πείθουσί τινες οὐ κατὰ τέχνην, διὰ τὴν τῶν ἀκροωμένων εὐήθειαν, ἔφη ὡς οὐ τὸν τυχόντα ἔπειθεν, ἀλλὰ τὸν Νέστορα. A Oxon.388
5ἐπειδὴ πολλάκις πείθουσιν οἱ ἄνθρωποι, οὐ κατὰ τέχ‐ νην τοὺς λόγους προσφέροντες, ἀλλὰ διὰ τὴν ἀκροωμένων εὐήθειαν, δεῖξαι θέλων τὸ θαυμαστὸν εἶπεν, ὅτι οὐ τὸν τυχόντα τῶν ῥητόρων ἔπειθεν, ἀλλὰ Νέστορα· ὡσανεὶ ἔλε‐ γεν „Τοῦ καὶ ἀπὸ γλώττης γλυκίων ῥέεν αὐδή.“ B.

Rhet

25,6

ἐοικότες] ἁρμόζοντες. A.

Rhet

25,7

τῶν ἄκρων ῥητορικὴν καὶ λόγους εὑρεῖν καὶ κρῖναι] ἵνα δείξῃ πάλιν ὅτι οὐκ ἔμαθεν, εἶπε τὸ εὑρεῖν· εἶτα ἐπειδή φησι Πλάτων, τὴν τέχνην κρίνειν δύνασθαι μό‐ νον, λέγει οὗτος, ὅτι τὸ σεμνὸν τῆς τέχνης εἶχεν ὁ Νέ‐
5στωρ ἐκ φύσεως κρῖναι δυνάμενος. B. ὁ Νέστωρ αὐτῷ πεποίηται] ὑπὸ τοῦ Ὁμήρου. A.

Rhet

25,9

ὁ μὲν Τηλέμαχος ὡς θεοῦ φησιν ἀκούων τέρπεσθαι τοῦ Μενελάου] τερπόμενον τῇ Μενελάου φωνῇ ποιεῖ τὸν Τηλέμαχον, ἵνα δείξῃ ὅτι ἠπίστατο τὰ λεγό‐ μενα· οὐ γὰρ ἂν ἔχαιρεν ἀγνοῶν. B.

Rhet

25,13

ὥστ’, εἰ καὶ μὴ τέχνην τιν’ ἔχεις περὶ τοὺς λόγους, ἔμοιγέ φησιν ἐξαρκεῖ] ἀντὶ τοῦ κατὰ τὴν ἐμὴν κρίσιν καὶ δίχα τέχνης ἡ φύσις ἀρκεῖ σοι πρὸς χρείαν. B.

Rhet

25,14

δι’ ὅλου τοῦ δράματος] ἀντὶ τοῦ δι’ ὅλης τῆς ποιήσεως. AB. δρᾶμα δὲ ἐκάλεσε τὴν ποίησιν, ἐπειδὴ ὥσπερ ἀπὸ συνθέσεώς τινος καὶ κατασκευῆς ταῦτα πρὸς τὴν χρείαν αὐτῷ πεποίηκεν Ὅμηρος. B.
5διὰ πάντων τῶν ἀξιόχρεων] ἤγουν ἀξιολόγων ἀνθρώ‐ πων. A.

Rhet

25,15

ἀλλὰ τὸ τῆς φύσεως κράτος, καὶ τὸ δοκοῦν τῷ θεῷ] καλῶς ἐνταῦθα συνῆψεν ἀμφότερα· ἐπειδὴ γὰρ ὡμολόγητο τὰ παρὰ τῶν θεῶν εἶναι καλὰ, εἰπὼν τὸ τῆς φύσεως κράτος συνῆψε τὸ δοκοῦν τῷ θεῷ, δεικνὺς ὅτι ὁ
5εὑρὼν πάντα ἐκ θεοῦ ἔμαθεν. B.

Rhet

25,17

πρὸς τὸν Φαίακα] τὸν Εὐρύαλον. A.

Rhet

26,1

ὁμοῦ μὲν τὸ ἀξίωμα τῆς ῥητορικῆς ἐμφανί‐ ζων, καὶ τὴν δύναμιν αὐτῆς ὁπόση τις καὶ ἡλίκη] ὅτι τοσοῦτον δύναται ῥητορικὴ, ὥστε μὴ μόνον οἰκεῖον ἔχειν
κάλλος, ἀλλὰ καὶ τὰς τοῦ σώματος ἐπικαλύπτειν αἰτίας. B.389

Rhet

26,2

ὥσπερ Πλάτωνι ἀποκρινάμενος] ἐπειδὴ μετα‐ γενέστερος ἦν ὁ Πλάτων, διὰ τοῦτο εἶπε τὸ ὥσπερ. B.

Rhet

26,7_9

μέσον δὲ ἀμφοτέρων, ὥσπερ ἐν ἀριθμῶν ὅροις, —τοῦ μήτ’ εἰπόντος μήτε πεισθέντος] ἀριθμητι‐ κόν ἐστι τὸ νόημα· οἱ γὰρ ἀριθμητικοὶ τὸν πρῶτον κατὰ τὴν τάξιν ἄκρον λέγουσι, καὶ πάλιν τὸν τρίτον ἄκρον
5ἔσχατον, τὸ δὲ μέσον, ὅ ἐστι τὸ δεύτερον, ὅρον καλοῦ‐ σιν, ἐπειδὴ τοσοῦτον ὑπερέχει κατὰ τὴν τάξιν τοῦ τρίτου, ὅσον ἀπολείπεται τοῦ πρώτου· οὕτω, φησὶ, καὶ ὁ πει‐ σθεὶς λείπεται μὲν οὖν τοῦ φύσει εὑρόντος, ὑπερέχει δὲ τοῦ μήτε εὑρόντος μήτε νοήσαντος. AB Oxon.

Rhet

26,8

τοσούτῳ χείρω τοῦ νοήσαντος ὅσῳ βελτίω τοῦ μήτ’ εἰπόντος μήτε πεισθέντος] ἐπειδὴ οὐ πάντως ὁ νοῶν καὶ φράσαι δύναται, ἀλλ’ ὁ φράσαι δυνάμενος οὗτος καὶ νοεῖ ἄριστα· ὁ δὲ μὴ δυνάμενος φράσαι ἀπόβλητός ἐστιν,
5ὡς καὶ ὁ Θουκυδίδης φησὶν, ὅτι ὁ συνιεὶς καὶ μὴ φράσας ἐν ἴσῳ ἐστὶν, εἰ καὶ μὴ ἐνεθυμήθη, διὰ τοῦτο οὗτος ἀντὶ τοῦ εἰπεῖν εὑρόντος εἰπόντος εἶπεν, εἰς τὸ ὁμολογούμενον καλὸν εἶεν τὸν λόγον· λέγω τὸ εἰπεῖν· κατὰ γὰρ τὸν Ἰσο‐ κράτην εἴδωλόν ἐστι τῆς ψυχῆς ὁ λόγος· φησὶ γὰρ „Καὶ
10λόγος ἀληθὴς, καὶ νόμιμος, καὶ δίκαιος, ψυχῆς ἀγαθῆς καὶ πιστῆς εἴδωλόν ἐστιν“. A Oxon. ἐπειδὴ οὐ πάντως ὁ νοῶν καὶ φράσαι δύναται, ἀλλὰ ἐδεῖτο κατασκευῆς, (ὥσπερ καὶ ὁ Θουκυδίδης εἶπεν ὅτι ὁ συνιεὶς καὶ μὴ φράσας ἐν ἴσῳ καὶ μὴ ἐνεθυμήθη) διὰ
15τοῦτο οὗτος εἰς τὸ ὁμολογούμενον ἄγων τὸν λόγον φησὶν ὅτι ὁ φράσας καλῶς αὐτός ἐστιν ὁ νοήσας. οὐδέποτε γὰρ εἰπεῖν ἐνδέχεται τὰ δέοντα μὴ νοήσαντα τὰ χρήσιμα· κατὰ γὰρ τὸν Ἰσοκράτην—πιστῆς εἴδωλόν ἐστιν. B.

Rhet

26,9

τοῦ μήτ’ εἰπόντος] εὑρόντος. A. οὐκοῦν ὁ μὲν αὐτὸς πάντα νοήσας ἐστὶν ὁ εὖ εἰπὼν] πρὸς τὸ ἴδιον συμφέρον ὁ Ἀριστείδης μεταφέρει τὸν νοῦν τῶν ἐπῶν, καί φησιν· ὁ νοήσας ἐστὶν ἐκ φύσεως ἀγαθῆς
5ὁρμώμενος, ὅντινα λέγουσι καὶ εἰπόντα τὸν αὐτὸν εἶναι. ἰστέον δὲ ὅτι ὡς τοῦτο μᾶλλον παραλογίζεται. καλῶς δὲ προέταξε τὸν τῇ φύσει κρατοῦντα, καὶ ἐπήνεγκεν εὐ‐ θὺς τὸν ἄριστα καὶ εὖ εἰπόντα, ἵνα πάλιν ἐπαινέσῃ τὴν φύσιν. B.390

Rhet

26,10

ὁ μὲν εὖ εἰπών ἐστιν ὁ νοήσας αὐτὸς ἅπαν‐ τα] οὐδέποτε γὰρ ἐνδέχεται εἰπεῖν τὰ δέοντα μὴ νοήσαντα τὰ χρήσιμα. A.

Rhet

27,1

ἣν ἅμα τῷ λαβεῖν ποιητὴς ἦν γεγονὼς ἐκ ποι‐ μένος] ἡ γὰρ ἀθρόα τῶν ἐπιτηδευμάτων μεταβολὴ σημαί‐ νει τὴν εὕρεσιν. B. τὰς τέχνας αὐτὰς καὶ τὰ ἐπιτηδεύματα] ἐπιτήδευμα
5μέν ἐστιν ἡ μελέτη, τέχνη δὲ πύρας μελέτη. A. διαφέρει τέχνη ἐπιτηδεύματος· ἐπιτήδευμα γάρ ἐστιν ἡ μελέτη, τέχ‐ νη δὲ πέρας μελέτης. B.

Rhet

27,4

ὥστε καὶ τῇ τάξει καὶ τῇ δυνάμει παρὰ τῇ φύσει τὰ πρεσβεῖα εἶναι] τάξει, διὰ τὸ πρῶτον εἶναι, δυ‐ νάμει, διὰ τὸ συνέχειν καὶ αὐτὴν τὴν τέχνην· τῆς γὰρ μαθήσεως ἀεὶ ἐπὶ τὸ ἔλαττον γινομένης, ἔμελλον τέχναι
5ἀπόλλυσθαι. καλῶς δὲ καὶ τὰ πρεσβεῖα εἶπεν, ὡς ἐπὶ πα‐ τέρων· τιμῶμεν γὰρ ἀεὶ τοὺς πατέρας ἡμῶν, διὰ τὸ πρὸ ἡμῶν εἶναι, καὶ ἐξ αὐτῶν ἡμᾶς γενέσθαι. AB. εἰ δὲ δὴ μηδ’ ἁπλῶς ἀνθρώποις] ἐκ τοῦ μείζονος τὸ ἐπιχείρημα. B.

Rhet

27,6

νικῶντος] τοῦ θεοῦ. A.

Rhet

27,10

ὀρθῶς ἄρα καὶ δικαίως] σύλλογος. A. ἐπειδὴ τὸ λέγειν κρεῖττον τόδε τοῦδε ἀποφαντικὸν ἦν, τοῦτο δὲ ἐδόκει βαρὺ εἶναι πρὸς Πλάτωνα ἄνδρα φιλόσο‐ φον ἀγωνιζομένῳ, καλῶς ὡς παρὰ τοῦ Ἡσιόδου τὸν λόγον
5ἐποίησεν. B. ὁ τοῦ Ἑλικῶνος πρόσοικος] Ἡσίοδος. A. τοῦτο οὐκ ἀκαίρως προσέθηκε, ἀλλὰ εἰς τὸ δεῖξαι· Ἑλικὼν ὄρος Βοιωτίας ἦν, ἐν ᾧ Ἡσίοδος ἐποίμαινε. B.

Rhet

27,13

ὅπου] τὸ ὅπου ἐνταῦθα ἀντὶ τοῦ ποῦ, ὥσ‐ περ καὶ τὸ ὅπως ἀντὶ τοῦ πῶς. A Oxon.
ὅπου γὰρ ἄν τις καὶ κράτιστον θείη] τοῦτο τὸ σχῆ‐ μα καλεῖται διαπορητικόν· λογιζόμεθα γὰρ, εἰ ἐνδέχεται,391
5νύκτωρ λάμπειν τὸν ἥλιον· διὸ καὶ ὥσπερ ἀπορήσας ἐπή‐ γαγε τοῦτο κατ’ ἐπίκρισιν· οἷον οὐδὲ βουλομένῳ τινὶ φη‐ σὶν, εὐπορίας ἅ ἐστιν εἰπεῖν πρώτην εἶναι τὴν τέχνην. AB.

Rhet

27,14

φύσει κεκώλυται] ὅπερ πάσχουσιν οἱ πρὸς μείζους ἀγωνιζόμενοι· οἷον ἡ τέχνη, φησὶν, ἕως πρὸς τὴν φύσιν οὐκ ἀγωνίζεται δοκεῖ τι εἶναι χρήσιμον, ἀγωνιζο‐ μένη δὲ ἀπολεῖται τοσοῦτον, ὥστε μηδὲ δόξαι τι χρή‐
5σιμον εἶναι. AB.

Rhet

27,15

εἰ γὰρ ἦν τὸ μαθεῖν ἄριστον καὶ πρῶτον] θαυμάσειεν ἄν τις τῆς μεταχειρίσεως τὸν ῥήτορα· ὅνπερ γὰρ τρόπον Δημοσθένης τὰς αἰτίας ἀπολύσασθαι, διὸ πεί‐ θει, βουλόμενος, πρῶτον μὲν λέγει μηδὲν αὐτὸν ἠδικηκέ‐
5ναι, εἶτα οὐδὲ εἰ θελήσειε δύναται· μικρὸν γὰρ πινάκιον πάντα ταῦτα κωλῦσαι δύναται· οὕτω καὶ Ἀριστείδης μετὰ τὸ θεῖναι τὸ διαπορητικὸν καὶ τὸ κατ’ ἐπίκρισιν τίθησι τὰς αἰτίας, δι’ ἃς φύσει κεκώλυται· φησὶ γὰρ ὅτι, εἰ τὸ μαθεῖν κρεῖττον τοῦ εὑρεῖν, αὐτὸ τὸ μαθεῖν περίεστι· καὶ
10λοιπὸν ποιεῖ πάσχουσαν τὴν τέχνην. B.

Rhet

27,17

ὦ καὶ σὺ τὴν ποικίλην κοσμήσας] ἐμφαντι‐ κόν ἐστι τὸ ὦ καὶ σύ· ὡσανεὶ ἔλεγε μετὰ Μιλτιάδου καὶ Θεμιστοκλέους καὶ τοὺς ἄλλους. τοῦτο δὲ εἶπεν, ὅτι καὶ ἐκεῖ Πλάτων ἐπαίδευε. B.

Rhet

27,19

πᾶς γὰρ ὁ μανθάνων ὡμολόγηκε δήπουθεν εἶναι χείρων αὐτῷ γε τῷ δεῖσθαι μαθεῖν] οὐδεὶς ὁμολογεῖ χείρων εἶναι, μή τινος ἐπικειμένης ἀνάγκης· ἐνταῦθα οὖν ὁμολογοῦντα εἰσάγει τὸν μαθόντα ὅτι χείρων καθέστηκε
5τοῦ εὑρόντος, ἵνα δείξῃ ἐκ τῆς τοῦ πράγματος αὐτὸν ἀναγ‐ καζόμενον φύσεως. B.

Rhet

28,3

αὐτῷ τῷ λαβεῖν] ἐπειδὴ συμβαίνει κακῶς, ἕτε‐ ρόν τι διαφέρειν τὸν λαβόντα, διὰ τοῦτο εἶπεν ἀσφαλι‐ ζόμενος αὐτὸ τὸ λαβεῖν. ἐν δὲ τοῖς μαθήμασιν εἶπε, παρ’
οἷς μᾶλλον ἔδει κρατεῖν τὸ ἄλογον. B.392

Rhet

28,5

παρὰ τὴν αἰτίαν] διὰ τὴν τέχνην. A.

Rhet

28,6

ἑνὸς ποιητοῦ τῶν ἀπὸ Βοιωτίας καὶ Ἑλικῶ‐ νος] τοῦ Πινδάρου. A. ᾧ καὶ Πλάτων αὐτὸς τὰ πλείστου, φασὶν, ἄξια χρῆ‐ ται] ἀποδεικτικῷ λόγῳ χρώμενος οὐ καταφεύγει πρὸς μάρ‐
5τυρας ὁ Πλάτων. ἵνα οὖν μή τις ἀσθένειαν Ἀριστείδου καταψηφίσαιτο, ὡς μαρτυρίᾳ χρωμένου, διὰ τοῦτό φησιν ᾧ καὶ Πλάτων, ὡσανεὶ ἔλεγε· σὺ ὁ κατασκευαῖς χρώμενος καὶ ἀγωνίζεσθαι δεινὸς ὢν, ἡγεμὼν γέγονάς μοι πρὸς μάρ‐ τυρα ἐλθεῖν εἰς τὰ ἀναγκαῖα, μάρτυρι τῷ Πινδάρῳ χρη‐
10σάμενος. B.

Rhet

28,7

τὰ πλείστου, φασὶν, ἄξια χρῆται] διὰ τὸ εἶ‐ ναι παροιμίαν τὸ τὰ πλείστου ἄξια χρῆται, διὰ τοῦτο τὸ φασὶν εἶπεν. A Oxon.

Rhet

28,8

ὥσπερ σιωπὴν κηρύξας] ἐπειδὴ μετὰ τὴν κήρυκος φωνὴν σιωπὴ γίνεται, ἵνα εὐτάκτως ἀκούωσι τὰ λεγόμενα παρ’ οὑτινοσοῦν, διὰ τοῦτο λέγει ὥσπερ σιωπὴν κηρύξας. ἢ τῷ καθαρῶς ἀποφαίνεσθαι τὸ διάφορον τῆς
5φύσεως πρὸς τὴν τέχνην ὥσπερ σιγᾶν παρασκευάζει τοὺς ἀντιλέγειν ἐθέλοντας, καὶ ἀπαλλάττει ἡμᾶς πραγμάτων. AB Oxon. σοφὸς ὁ πολλὰ εἰδὼς] Πινδάρου. A.

Rhet

28,9

πανγλωσσία] πολυλογία. A.

Rhet

28,11

βραχύτερον] ἤγουν βραχυτέρως. A.

Rhet

28,15

ἐκεῖνο μὲν] τὸ ὑπὲρ τῆς φύσεως. A. τοῦτο δὲ] τὸ ὑπὲρ τοῦ μαθήματος. A.

Rhet

29,1

εἰ γὰρ ἐν αὐτοῖς τοῖς λόγοις τοὺς τὰ ὑφ’ ἑτέρου] τοῦτο Ἀριστείδης ὡς ἐξ οἰκείας ἐπικρίσεως λαμβά‐ νει, τὰ Πινδάρου βεβαιῶν. φησὶ δὲ παράδειγμα τῶν κλε‐ πτόντων τοὺς λόγους οὐχ ἁπλῶς, ἀλλὰ τῶν μὲν οἰκείων
5τοῦ προκειμένου πράγματος ἔλαβε τοὺς λόγους, ἅμα δὲ καὶ διὰ τὸ μιμήσασθαι τὸν Πλάτωνα· ὥσπερ γὰρ ἐκεῖνος τὴν
ὀψοποιίαν ἔλεγεν ὁμοίαν εἶναι τῇ ῥητορικῇ, οὕτω καὶ οὗ‐ τος ἀνθορίζεται, καὶ δείκνυσι τὴν τέχνην τοῖς κλέπταις εἶναι ὁμοίαν. B.393

Rhet

29,4

πάσης ἀλογίας μεστὸν] τοῦτο λέγει, ἐπειδὴ ἄνω καὶ κάτω ὁ Πλάτων ῥητόρων ἀλογίαν τούτοις εἰδὼς, ἐφ’ οἷς ἄλλων κατηγορεῖς. B.

Rhet

29,7

καίτοι εἰ ποιηταὶ μὲν οὐ τέχνη] καὶ τὴν ποιητικὴν δὲ Πλάτων διέβαλλεν ὡς οὐκ οὖσαν τέχνην. ἔλε‐ γε δὲ αὐτὸς ὡς ἡ τέχνη χρηστὸν ἔχει τὸ πέρας. ὅρα οὖν πῶς αὐτὸν ἐλέγχει, καὶ δείκνυσιν αὐτὴν τὴν ποιητικὴν χρη‐
5στὸν ἔχουσαν πέρας ἐκ τοῦ παιδεύειν καὶ γνώμας λέγειν· οὐκοῦν δικαίως ἂν εἴη τέχνη διὰ τοῦτο. τὸ δὲ ὥς φησι Πλάτων κατ’ εἰρωνείαν λέγει, ἀντὶ τοῦ διὰ τῶν οἰκείων ἐλεγχόμενος λόγων· ὡς καὶ ἐπιφέρει τοὺς ἐπιγινομένους· τοῦτο πρὸς αὔξησιν εἴρηται, ὡς τῆς τέχνης μὴ δυναμένης
10τοῦτο ποιῆσαι. B.

Rhet

29,10,11

προσθήσω δ’ ὅτι καὶ δι’ ἀμφοτέρων οἱ θεοὶ, καὶ Πλάτωνος καὶ τῶν ποιητῶν, ὅτι ῥητορικὴ καλὸν καὶ θεῖον] δι’ ἀμφοτέρων λέγει τοὺς θεοὺς μαρτυ‐ ροῦντας οὕτως· διὰ μὲν τῶν ποιητῶν, ὅτι ἐπιπνεόμενοι
5παρ’ αὐτῶν λέγουσι τοιαῦτα, οἷα δηλοῦσι, μὴ πάντως τὸ μὴ σὺν τέχνῃ κακόν· διὰ Πλάτωνος δὲ, ὅτι αὐτὸς ἔφη τοὺς ποιητὰς μὴ σὺν τέχνῃ λέγειν, ὅτι καὶ αὐτὸς εἶπέ τινα, ἃ μὴ μεμάθηκε, δι’ ὧν δείκνυσιν ὅτι καὶ τὸ ἔξω τέχνης καλόν. δεῖ δὲ ἀπὸ κοινοῦ λαβεῖν τὸ μαρτυροῦσι
10πρὸς τὰ ἑξῆς, ἵνα ᾖ ἡ ἀπόδοσις οὕτως· οἷς ταῦτα μαρ‐ τυροῦσιν, ὅτι καὶ ἡ ῥητορικὴ καλόν. B.

Rhet

29,11

εἰ καὶ τέχνῃ μὲν ἀνθρώποις] ὅρα πῶς διὰ τῶν λέξεων, δι’ ὧν Πλάτων ἔψεγεν ὁρίζων, οὗτος ἀπο‐ δείκνυσι διὰ τούτων ὑπερβαίνουσαν τέχνην τὴν ῥητορικήν. B.

Rhet

29,12

εἰ τοίνυν μήτε ποιητῶν μηδένα] ὅρα πῶς καὶ τὴν πασῶν μείζονα μαρτυρίαν λέγει, καὶ τὰς ἀποβεβη‐ κυίας οὐκ ἀπόλλυσι· μαρτυρεῖ μὲν γὰρ ὁ Πλάτων δι’ ὧν ὁρίζεται τὴν ῥητορικὴν, καὶ οἱ ποιηταὶ δι’ ὧν λέγουσι,
5θεοὶ δὲ διὰ τούτων, ὅτι καὶ Πλάτωνι, καὶ Ὁμήρῳ, καὶ Ἡσιόδῳ καὶ Πινδάρῳ φύσεις παρέσχον ὑπερβαλλούσας τὴν τέχνην. ὅρα δὲ πῶς μέλλων παύεσθαι τοῦ κεχρῆσθαι μάρτυσι προσποιεῖται καταφρονεῖν τῶν μαρτύρων, ἵνα κἀν‐
ταῦθα περιγένηται Πλάτωνος, ὡς ἀποδεικτικῷ μᾶλλον χρη‐394
10σάμενος λόγῳ, ἐπειδὴ αὐτὸς ὁ Πλάτων τὰς μὲν μαρτυρίας ψέγει, τὸν δὲ ἀποδεικτικὸν ἀποδέχεται λόγον· ὅθεν οὐδὲ νομίσαι τὸ χωρίον τοῦτο ἀποροῦντος μαρτύρων, ἀλλὰ μᾶλ‐ λον ὡς καταφρονοῦντος. B.

Rhet

29,16

τίς γὰρ οὐκ οἶδεν ὅτι κἀν τοῖς σώμασιν] λοιπὸν τὰς τοῦ σώματος μόνον διέξεισιν ἀρετὰς χωρίσας τῶν τῆς ψυχῆς. εἰσὶ δὲ αὗται· ῥώμη καὶ κάλλος· τὴν γὰρ χάριν οὐ τρίτην εἶπεν οὖσαν, ἀλλ’ ὡς ἐν ῥώμῃ καὶ κάλ‐
5λει εὑρισκομένην. τὸ δὲ ἀπὸ χειρῶν ἢ λόγου τινὸς εἶπεν, ἵνα ἐκ μὲν τῶν χωρῶν σημαίνῃ τὴν γυμναστικὴν, ἐκ δὲ τοῦ λόγου τὴν ἰατρικήν. αὐτὰς οὖν δείκνυσι λειπομένας τῆς φύσεως, εἴπερ εἰσὶ τέχναι παρὰ τῷ Πλάτωνι ἐπαινούμε‐ ναι. AB.

Rhet

29,17

οὐδ’ ἀπὸ χειρῶν—ἀπαντᾷ] ἀντὶ τοῦ ὅπερ ἡ φύσις παρέχειν δύναται, ἀπορεῖ τέχνη φιλοτιμήσασθαι. B.

Rhet

29,18

ἐπαλεῖψαι μὲν ταῦτα] τῆς γυμναστικῆς. A. θεραπεῦσαι] τῆς ἰατρικῆς. A.

Rhet

29,19

δεινὴ] ἐπιτηδεία. A. οὐκοῦν διακόνου καὶ θεραπαίνης τάξιν ἔχειν προσήκει τῇ τέχνῃ] ἐπειδὴ Πλάτων διακόνους τοὺς ῥήτορας ἔλεγεν, ἀντιπεριίστησιν αὐτῷ τὴν κατηγορίαν, ὅτι διακόνῳ ἔοικεν
5ἡ τέχνη. B. Oxon.

Rhet

30,2

νομίζειν] νόμιμον ἡγεῖσθαι. A.

Rhet

30,4

ὥσπερ ἂν εἴ τις τὰ ὑποδήματα κρείττω τῶν ποδῶν—κρίνοι] δοκεῖ μὲν εὐτελὲς εἶναι τὸ παράδειγμα, πάνυ δὲ οἰκεῖόν ἐστι καὶ οἴκοθεν Πλάτωνι· ἐπειδὴ γὰρ τὴν ῥητορικὴν διαβάλλει τὴν κομμωτικὴν, θέλει δεῖξαι ὅτι
5μᾶλλον ἡ τέχνη ἔοικε τῇ κομμωτικῇ, εἴ γε τὰ ὑποδήματα, ἅτινά ἐστι τῆς κομμωτικῆς, λείπεται τῶν ποδῶν καὶ τοῦ ἄλλου σώματος, ὅπερ ἐστὶ τῆς φύσεως. B.

Rhet

30,6_8

ἄλογον μέν τ’ ἂν εἴη κατ’ αὐτὸ—συλ‐ λέξαντα τοῦ κληρονομήσαντος ἕτερον] πολλάκις γὰρ ἃ οὗτος ἔλαβε διαφθείρει ἀσωτίᾳ φύσεως. A Oxon. οἰκεῖον τὸ παράδειγμα καὶ μεστὸν ἐπαίνου τῆς φύσεως· ὥσπερ ἐπὶ
5τὸ πλεῖστον οἱ συναθροίσαντες χρήματα καὶ σώζειν ἐγνώ‐
κασιν αὐτὰ, οἱ δὲ κληρονομήσαντες, ἀνόητοι πολλάκις ὄν‐ τες, διαφθείρουσιν αὐτὰ, οὕτω καὶ ἐπὶ τῶν λόγων καὶ ἐπὶ τῶν ἄλλων πραγμάτων οἱ μὲν ἀφ’ ἑαυτῶν νοήσαντές τι οὐκ ἐπιλαθέσθαι δύνανται, οἱ δὲ διδαχθέντες πολλάκις395
10ἐπιλανθάνονται. B.

Rhet

30,7

τὸν αὐτὸν πορίσαντα καὶ συλλέξαντα] τὸν πόνῳ οἰκείῳ ἀθροίσαντα. B.

Rhet

30,9

ὅστις παρ’ ἄλλου φαίνεται μετειληφὼς] Δη‐ μοσθενικῶς οὐκ εἶπεν εἰληφὼς, ἀλλὰ μετειληφώς· εἴληφε γὰρ ὁ παρ’ αὐτῆς τῆς φύσεως δεξάμενος, μετείληφε δὲ ὁ λαβὼν ἐκ τοῦ λαβόντος παρὰ τῆς φύσεως· καὶ Δημο‐
5σθένης ἐν τῷ παραπρεσβείας „Πότερον ἦν μοι παρὰ Φι‐ λίππου λαβεῖν, ἢ μετ’ ἔχθρας ἀφ’ ὧν εἰλήφασιν οὗτοι μεταλαβεῖν.“ AB.

Rhet

30,11

ἕνεκα μὲν γὰρ τῆς τέχνης πάντας ἔδει] σχε‐ τλιάζοντος καὶ μεμφομένου τὰ ῥήματα, ὅτι ἐπαινεῖται τέχνη, δι’ ἣν ἀπόλλυνται τὰ πράγματα, καὶ τοὐναντίον ψέγεται φύσις, δι’ ἣν τὰ πάντα συνέστηκε. B.

Rhet

30,15

καὶ οὐδεὶς τὸν Δαίδαλον, οὐδὲ τοὺς ἄνω θαυμάζει παρὰ τὸν Φειδίαν] ἀπόδειξις αὕτη τοῦ ἀπόλ‐ λυσθαι τὰ πράγματα, ὅσον ἐστὶ κατὰ τὰς τέχνας, καὶ πάλιν σώζεσθαι κατὰ τὴν φύσιν. τί γάρ φησιν· οὐδεὶς
5γὰρ ὡς οἶδε διδάσκει· πῶς οὖν οἱ τελευταῖοι τῶν πρότερον μείζους ἐγένοντο; λέγομεν ὅτι διὰ τὴν φύσιν εἶπεν, ἵνα δείξῃ ὅτι πᾶν ἐπαινούμενον δι’ αὐτῆς ἐστι. B.

Rhet

30,16

ἐκ μικρῶν καὶ φαύλων τὸ κατ’ ἀρχὰς εἰς τὸ μεῖζον καὶ τελεώτερον αἱ τέχναι κατέστησαν] ἵνα δείξῃ ὅτι τέχναι διὰ φύσεως καὶ εὑρέθησαν καὶ ηὐξήθησαν. B.

Rhet

30,17

αὐταῖς τοίνυν, ὡς ἔοικε, ταῖς τέχναις] ταῦ‐ τα λέγει, ὡς ἀποδείξας τῇ φύσει οὐχ εὗρεν ἐξαρχῆς τὴν τέχνην· τῇ γὰρ φύσει μὴ περὶ τάξεως ἀμφισβητεῖ τέχνης καὶ φύσεως, ἐπεὶ καὶ τὸ εἶναι καὶ τὸ γενέσθαι προσαπολ‐
5λύεις τῆς φύσεως. B.

Rhet

30,19

ἀλλ’ οἶμαι οὐχ αἱ τέχναι τοὺς ἄνδρας ἦραν μεγάλους] κατ’ εἰρωνείαν. A. ταῦτα κατ’ εἰρωνείαν, σκώπτων τὸν Πλάτωνα, ὡς
ἐκείνου ἀποσεμνύνοντος τὰς τέχνας· οὐ γὰρ ἡ τέχνη, φη‐396
5σὶν, ἑαυτὴν ἐξεῦρεν, ἀλλ’ ἡ φύσις τὴν τέχνην, ὥστε εἰ μὴ ἦν πρώτη ἡ φύσις, οὐκ ἂν ἡ τέχνη πρὸς μέγα ᾔρθη. B. τῇ δυνάμει] τῆς φύσεως. A.

Rhet

31,1

οὐχ ᾧ μετεσχήκασι τῆς τέχνης] τῇ μαθήσει. A.

Rhet

31,2

ᾧ τὴν τέχνην παρεληλύθασι] τῇ φύσει. A.

Rhet

31,3

ὁ Φειδίας, ὁ Ζεῦξις, ὁ Ἱπποκράτης, ὁ Δη‐ μοσθένης] βουλόμενος ἐκ πλειόνων τεχνῶν καὶ λογικῶν καὶ πρακτικῶν τὴν τῆς φύσεως ἐνδείξασθαι δύναμιν εἶπε τοὺς τέσσαρας τούτους. B.

Rhet

31,5

ἐνιδόντες] ἐνδόντες. A.

Rhet

31,7

κατ’ αὐτὴν τὴν φύσιν] ἵνα δείξῃ ὅτι οὐκ ἐν‐ δέχεται μὴ ἄρχεσθαι τὴν τέχνην ὑπὸ τῆς φύσεως. B. ἐπειδήπερ καὶ λόγων καὶ πραγμάτων ἁπάντων, καὶ θεῶν καὶ ἀνθρώπων ἐστὶ φύσις, οὐ τέχνη] ἀκολούθως ὁ
5Ἀριστείδης προέταξε λόγους τῶν πραγμάτων καὶ θεοὺς ἀν‐ θρώπων, διὰ τὸ τὴν διαφορὰν ἀμφοτέρων ἐνδείξασθαι. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὡς ἔχει φύσεως ὁ λίθος γίνεσθαι ἀναίσθητος. B.

Rhet

31,12

πρεσβεύων τὴν τέχνην] ὑπὲρ τὴν φύσιν. A. ἀτιμάσει τοὺς πατέρας τῶν τεχνῶν] ταύτας γὰρ ἀπὸ φύσεως εὗρον. A.

Rhet

32,6

ὡς θεοὶ μὲν εὗρον καὶ κατέδειξαν ἕκαστα] Μοῦσαι καὶ Ἀπόλλων ποιητικὴν εὗρον, Ἑρμῆς ῥητορικὴν, Ἥφαιστος χαλκευτικὴν, καὶ ἄλλοι ἄλλας τέχνας. A. Ἀπόλ‐ λων ποιητικὴν εὗρεν, Ἑρμῆς ῥητορικὴν, Ἥφαιστος χαλ‐
5κευτικήν. B.

Rhet

32,9

σημαίνειν] προστάττειν. A.

Rhet

32,10

οὔτε γὰρ δήπου θεῶν ἅπανθ’ εὑρόντων, αἰ‐ σχρὸν] κατ’ ἄμφω τοὺς θεοὺς ἄρχοντας δείκνυσι, καὶ ὅτι τὸ εὑρεῖν ἀρχῆς παραστατικὸν, ἐπειδὴ τὸ εὑρεθὲν οὔπω πρότερον ὂν ἀρχὴν ἔλαβεν εὑρεθέν· ἅπαντα δὲ οἱ θεοὶ
5εὗρον· καὶ ὅτι ὁ ἄρχων οὐχ ἕτερός ἐστιν ἀλλ’ ἢ ὁ προσ‐ τάττειν ἄξιος· τοιοῦτοι δὲ οἱ θεοί· ὥστε ἐξ ἀμφοτέρων τὸ τῆς ἀρχῆς ὄνομα ἔχουσιν. A Oxon.

Rhet

32,15

ὁ τῶν παρθένων ἐπαινέτης τε—ποιητὴς] ὁ Ἀλκμάν. AB.

Rhet

32,16

ὄνομ’] ὄνομα. A.

Rhet

33,1

εἶτ’] τὸ εἶτα παρέλκον. B.397

Rhet

33,4

ὅσῳ τοίνυν θεὸς μὲν ἀνθρώπου] σύγκρισις. A.

Rhet

33,6

ἢ κομιδῆ] εἰ δὲ μή. A.

Rhet

33,7

ἔτι τοίνυν κἂν ἀπὸ τῶν ἐναντίων τις αὐτὸ λόγων ἴδοι] ἕως ἐνταῦθα κατεσκεύασεν ὅτι τὸ ἔξω τῆς τέχνης καλόν· ἐντεῦθεν δὲ πάλιν λοιπὸν κατασκευάσαι βούλεται ὅτι οὐ πᾶσα τέχνη καλὴ καὶ ἐπαίνου ἀξία. B.

Rhet

33,10

καὶ μὴν οὐκ ἐμὸς ὁ μῦθος, ἔφη ὁ Πλάτων, τὸ τοῦ Εὐριπίδου προσπαίζων] ἔν τινι δράματι Εὐριπίδης οὕτως ἔφη „Σοῦ τάδ’, οὐκ ἐμοῦ κλύεισ“. προσπαίζων οὖν ὁ Πλάτων εἰς τὸ τοῦ Εὐριπίδου ἰαμβεῖον οὐκ ἐμὸς ὁ μῦθος
5φησίν. A Oxon.

Rhet

33,14

παρὰ] διὰ, nisi potius varians lectio est, A.

Rhet

33,16

προσφέρειν] ὑβρίζειν. A.

Rhet

34,1

ἢ ταῦτα ἴσα ἀντ’ ἴσων] οὕτως γὰρ ἐκεῖ λέγει· οὐ ταῦτα ἴσα ἀντ’ ἴσων. A Oxon.

Rhet

34,7

ὅπερ δὲ ἐν τοῖς ἄνω, τοῦτο κἀνταῦθα ποιή‐ σω] χρησάμενος ἄνω (10, 3.) τῇ ἀντιπαραστάσει, ὡς, εἰ καὶ οὐ τέχνη ἡ ῥητορικὴ, οὐδὲν βλάβος αὐτῇ, εἰ μὴ καὶ μᾶλλον ἔπαινος, καὶ τοῦτο μάλιστα ἀποδείξας, νῦν κέχρη‐
5ται τῇ ἐνστάσει, δεικνὺς ταύτην ὅτι καὶ τέχνη. A Oxon.

Rhet

34,11

τῷ λόγῳ] τῷ μετὰ τὴν φύσιν τοῦ πράγμα‐ τος. A.

Rhet

34,16

εἰκότως· οὐδεὶς γὰρ ἁμαρτάνειν] ἐπίκρισις. A.

Rhet

35,2

ἐπὶ πλεῖστον ἡ ῥητορικὴ σώζει λόγον] ἤγουν οὐκ ἄλογός ἐστιν, ὡς σὺ φὴς, ἀλλὰ πλείστῳ χρῆται τῷ λόγῳ. A Oxon.

Rhet

35,3

συγκρουόμενον] παραβαλλόμενον. A.

Rhet

36,1

ὃ τότ’ ἦν πυρὰ τῶν ὀφθαλμῶν] ἐν τῷ το‐ ξεύειν. A.

Rhet

36,2

παρὰ τῆς Καλυψοῦς] ὄνομα θεᾶς. A.

Rhet

36,3

τὴν ἄρκτον] τὴν τρεμουντάναν. A.

Rhet

36,6

ὥστε Φάρου τυχεῖν] τοῦ κυβερνήτου. A.

Rhet

36,16

ὡς ἄνθρωπος ἀνθρώποις] θεοῦ γὰρ τὸ τέ‐ λειον. A.

Rhet

36,18

τοῦ Γαργάρου] Γάργαρος, ἡ ἐξοχὴ Ἴδης. A.398

Rhet

37,1

ὥστε σοι τὸ τοῦ μορίου εἴδωλον σκιᾶς ὄναρ εἰς ἔλεγχον κατὰ Πίνδαρον γίγνεται] καλοῦντι γὰρ τὴν ῥητορικὴν πολιτικῆς μορίου εἴδωλον ἀνυπόστατόν σοι τοῦτο εἰς τὸν αὐτῆς ἔλεγχον γίνεται· οὐδὲν γάρ ἐστι τὸ τῆς σκιᾶς
5ὄναρ. λέγει δὲ τοῦτο ὁ Πίνδαρος περὶ τοῦ ἀνθρώπου. A Oxon.

Rhet

37,10

ἤδη] πάλαι. A.

Rhet

37,11

τούτοις] τοῖς φαρμάκοις, ταῖς διαίταις. A. ὅπως δ’ ἕκαστος ἡμῶν ἔχει φύσεως ἢ συγκρίσεως ἀγνοῶν] φύσεως μὲν, ὡς ἐπὶ πολλοῦ τοῦ σώματος, οἷον θερμὸς, ψυχρός· συγκρίσεως δὲ, ἐπὶ μορίων· οἷον τὸ
5ἧπαρ, θερμότης τοῦ ἐγκεφάλου, καὶ ὁ ἐγκέφαλος, θερμό‐ της τῆς καρδίας. A. φύσεως μὲν, ὡς ἐπὶ ὅλου τοῦ σώματος· οἷον θερμὸς, ψυχρὸς, ὑγρὸς, ξηρός· συγκρίσεως δὲ, ἐπὶ μορίων τὸ ἧπαρ θερμότερον, τὸν δὲ ἐγκέφαλον ψυχρότερον· ἢ τὸν μὲν ἐγκέ‐
10φαλον θερμότερον, τὴν δὲ καρδίαν ψυχροτέραν. B. φύσεως μὲν, ὡς ἐπὶ ὅλου τοῦ σώματος· οἷον εἰ θερμὸς, ψυχρὸς, ξηρὸς, ὑγρός· συγκρίσεως δὲ, ἐπὶ μορίου· οἷον εἰ τὸ μὲν ἧπαρ θερμότερος, τὸν δὲ ἐγκέφαλον ψυχρότερος, ἢ τὸν μὲν ἐγκέφαλον θερμότερος, τὴν δὲ καρδίαν ψυχρότερος. Oxon.

Rhet

37,13

οὑτοσὶ] ὁ ἀσθενής. A.

Rhet

37,14

τοῦ τὴν Ἐπίδαυρον ἔχοντος θεοῦ] τοῦ Ἀσκληπιοῦ. A.

Rhet

37,15

ἀπὸ τῶν πολλῶν καὶ κοινῶν] καθολικωτέ‐ ρων. A.

Rhet

37,16

τὰ ἴδια] τὰ κατὰ μέρος. A. εἰ δ’ ἄρα καὶ ἰδίᾳ τισὶ] οἶδεν Ἀριστείδης τοὺς ἰα‐ τροὺς τοὺς προσεδρεύοντας οἰκείως, καὶ διὰ τοῦτο εἶπε καὶ τὰς διαίτας καὶ τὰς κράσεις ἐκ τοῦ συνεῖναι ἐγνώκασι τῶν
5νοσούντων· ἀλλ’ ὅμως ἐν αὐτῷ τὸ περιοδεύειν στοχάζον‐ ται. ὅρα δὲ πῶς στοχαστικὴν ὑποδείκνυσι τέχνην ἐκ τοῦ εἰπεῖν τὸ ἐκλέγοντες, ὅ ἐστι μετὰ λόγου τινὸς προθηρώμε‐ νοι τὸ συμφέρον τῷ νοσοῦντι. B.

Rhet

37,17

ταῖς σαῖς ἀδαμαντίναις ἀνάγκαις] ἀδάμας
λίθος ἐστὶ μὴ εἴκων σιδήρῳ· παίζει δὲ πρὸς αὐτὸν, ὅτι διὰ τῶν αὐτοῦ ἀνέλυσε τὰ αὐτοῦ διὰ γυμναστικῆς καὶ τῶν ἄλλων. B.399

Rhet

37,18

ἀνάγκαις] ἀντιρρήσεσιν. A. ὅτι μὲν γὰρ οὐ ταὐτὰ πᾶσι λυσιτελεῖ] ὃ βούλεται εἰ‐ πεῖν, τοιοῦτόν ἐστιν, ὅτι, ἐπειδὴ διάφοροί εἰσιν αἱ τῶν σωμάτων λυσιτελήσεις νοσούντων τε καὶ ὑγιαινόντων, οὕτω
5καὶ αἱ ὑγεῖαι καὶ αἱ νόσοι διάφοροι. A Oxon. τὸ πρῶ‐ τον εἴρηται ἐπὶ διαφορᾶς ὑγιαινόντων πρὸς νοσοῦντας, τὸ δὲ δεύτερον ἐπὶ διαφορᾶς νοσούντων πρὸς νοσοῦντας. ἡ δὲ σύγκρισις οὕτως· πλέον οὐ συμφέρει τοῖς νοσοῦσι τὰ ὅμοια, εἴπερ ὑγιαίνουσι καὶ νοσοῦσι. B.

Rhet

38,2

οὔτε ἐν ταῖς νόσοις ἅπασι ταὐτὰ] ἐστί. A.

Rhet

38,3

ὥσπερ γὰρ ταῖς ἰδέαις διαφέρειν ἀλλήλων] ἐκ τῶν ὁρωμένων τὰ ἀφανῆ κατασκευάζει. λέγει δὲ ὁρώμενον μὲν τὴν ὄψιν, ἀφανὲς δὲ τὴν φύσιν. τὸ δὲ ἐπιχείρημα ῥη‐ τορικόν. B. ὅρα πῶς τεχνικῶς· καθὸ μὲν γὰρ τὸ γένος
5κοινωνίαν ἔχει, παραλιμπάνει οἷον ἐν τῷ ἔχειν ῥῖνα, καὶ ὀφθαλμοὺς, καὶ τὰ ἄλλα, κοινωνοῦμεν, ἐν δὲ τῷ τὴν ἰδίαν ἔχειν διαφέρομεν· αὕτη δέ ἐστι περὶ τὴν ὄψιν. ὅρα οὖν ὅτι ἐκ τοῦ μερικοῦ καθολικὸν δείκνυσι· καθολικὸν μὲν γὰρ ἡ τοῦ παντὸς σώματος κρᾶσις, μερικὸν δὲ τὸ τῆς
10ὄψεως· βούλεται δὲ δεῖξαι, τῆς κράσεως διαφερούσης, ἀνάγκη στοχάζεσθαι τὸν ἰατρόν. B.

Rhet

38,7

μὴ πᾶσι δεῖν τῶν αὐτῶν] φαρμάκων. B. ὃ λέγω λείπεται] τὸ στοχαστικῶς κρίνειν τὸν ἰα‐ τρόν. A.

Rhet

38,8

μὴ σφυρήλατος σταθεὶς ἐν Ὀλυμπίᾳ μόνον] ἔθος ἦν τοὺς θαυμαστόν τι ποιήσαντας ἐκεῖ ἵστα‐ σθαι. AB. σφυρήλατος] χαλκοῦς ἀνδριάς. A.
5πομπείου τυχὼν] πομπεῖον σκεῦος ἱερόν ἐστιν, ἐφ’ οὗ τὰ τῶν θεῶν ἀγάλματα ἐν ταῖς ἑορταῖς ἐπόμπευον. AB.

Rhet

38,9

σκόπει δὴ καὶ περὶ τῆς γραφικῆς] καλὸν ἐπι‐ χείρημα τὸ τῆς ὁμολογίας καὶ ἐν καιρῷ ληφθέν. τί γὰρ,
φησὶ, τέχνη ἡ γραφικὴ, ὡς λέγει· τὸ δὲ ἔργον αὐτοῦ εἰ‐ κών· τὸ δὲ εἰκάζειν τί ἐστιν; οὐ στοχάζεσθαι; τέχνη οὖν400
5ἂν εἴη τὸ στοχάζεσθαι. καὶ λοιπὸν ποιεῖ διλήμματον. εἰ μὲν ὡς τῆς γραφικῆς τὸ στοχάζεσθαι δὲ ἐκ τέχνης, καὶ πᾶν τὸ ἔχον αὐτὴν τέχνη· εἰ δὲ πρὸ τῆς γραφῆς, πάλιν ἐξ αὐτῆς προῆλθεν ἡ γραφική. A. καλὸν ἐπιχείρημα τῆς ἐτυ‐ μολογίας, καὶ ἐν καιρῷ ληφθέν· τί γὰρ, φησὶ, τέχνης ἡ
10γραφικὴ, ὡς λέγεις· τὸ δὲ ἔργον αὐτῆς εἰκών· τὸ δὲ εἰκά‐ ζειν τί ἐστι; οὐ τὸ στοχάζεσθαι; καὶ λοιπὸν ποιεῖ διλήμ‐ ματον· εἰ μὲν ἐκτὸς γραφικῆς τὸ στοχάζεσθαι, προῆλθε δηλονότι ἐκ τέχνης καὶ πᾶν τὸ ἔχον αὐτὴν τέχνη· εἰ δὲ πρὸς τῆς γραφικῆς, πάλιν ἐξ αὐτοῦ προῆλθεν ἡ γραφική. B.

Rhet

38,12

τὸ ῥῆμα] τὸ εἰκάζον. A. τὸ τεχνίτης. B. αὕτη γοῦν ἐστιν ἡ καὶ τὸ ῥῆμα πεποιηκυῖα τῷ πρά‐ γματι] ἀπόδειξις τοῦ ὅτι τέχνη τὸ στοχάζεσθαι τὸ ἀπὸ τέχνης αὐτὸ λαμβάνειν τὴν προσηγορίαν. B.

Rhet

38,17

ἡμετέραν χάριν] ἀντὶ τοῦ οὐ παρὰ τῆς ἀληθείας, ἀλλὰ παρ’ ἡμῶν. AB.

Rhet

39,1,2

καὶ μὴν τό γε κάλλιστον τῆς τέχνης— ἡ τοῦ χρώματος δήπου μίξις] κατὰ πάντα τὰ ἄλλα ἡ γρα‐ φικὴ τῆς πλαστικῆς λείπεται· ἡ μὲν γὰρ σῶμα ὑφεστηκὸς δείκνυσιν, ἡ δὲ ὥσπερ σκιᾶς μόνον. τί οὖν ἐστιν, ὃ λέ‐
5γω γραφικὴν λειπομένην ἐν τοῖς ἄλλοις ἐν τῷ στοχάζε‐ σθαι νικᾶν· διὰ γὰρ τῆς μίξεως τῶν χρωμάτων περισσῶς ἡμῖν μικροῦ δεῖ τὸν ἀπεικαζόμενον· στοχάζεται γὰρ αὐ‐ τοῦ τοῦ χαρακτῆρος καὶ τῆς ἰδέας, ὥστε ἐν τούτῳ δείκνυ‐ σιν εὐδοκιμοῦσαν τὴν τέχνην, ἐν ᾧ στοχάζεται. AB.

Rhet

39,3

καὶ τί δεῖ τὰς ἄλλας ἐξετάζειν τέχνας] ἕως ἐνταῦθα τὸ ἥμισυ τινὲς ὑπέλαβον· ἔστι δὲ τὸ νόημα ὥσ‐ περ ἀπειρηκότος αὐτοῦ πρὸς τὸ πλῆθος τῶν ἀποδείξεων. κακῶς ἐνταῦθα διαιροῦσι τὸν λόγον· οὐ γὰρ δυνατὸν, μή‐
5πω τῆς κατασκευῆς περαιωθείσης, τέλος ἐπιδέχεσθαι τὸν λόγον· ἀλλ’ οὐδὲ πάλιν οἷόν τε γενέσθαι λόγον περὶ τὸ μέσον τῆς κατασκευῆς· ἀποδεικνύντος γὰρ ὅτι τὸ στοχά‐
ζεσθαι τέχνης, καὶ οὐδέπω τούτου περαιωθέντος, ἐπεισή‐ νεγκεν ἄλογον τομὴν τῷ λόγῳ. ἰστέον δὲ ὅτι δύο εἰσὶ μό‐401
10νοι ὑπὲρ ῥητορικῆς λόγοι· ἀλλὰ διὰ τὸ μῆκος αὐτῶν διῃ‐ ρέθησαν, ὡς αἱ Θουκυδίδου ἱστορίαι. B.

Rhet

39,4

αὐτὴ γὰρ ἡ μαντικὴ κινδυνεύει τοῦτ’ εἶναι μόνον, εἰκάσαι] ἀντὶ τοῦ παρ’ οἷς τὸ μέλλον μανθάνο‐ μεν, αὕτη κινδυνεύει στοχάζεσθαι. οὐχ ἁπλῶς εἶπε κινδυ‐ νεύει, ἀλλὰ βουλόμενος δεῖξαι ἐκ μέρους αὐτὴν στοχαζομέ‐
5νην· οἷον ἡ οἰωνιστικὴ μέρος τῆς μαντικῆς· αὕτη δὲ στο‐ χάζεται· οὐκοῦν ἐκ μέρους ἡ μαντικὴ στοχάζεται. B.

Rhet

39,9

ἐν ἄλλοις τισὶ δράμασιν ἢ λόγοις] δράματα ἐκάλει Πλάτων τοὺς διαλόγους, ἐπειδήπερ εἰ καὶ παράδο‐ ξά εἰσιν, οὕτω κἀνταῦθα. A. ἐν αὐτοῖς, οἷς ἀρτίως εἰς ἑτέρων ἀπόδειξιν ἐχρώμεθα]
5ὅτε ἠγωνίζετο, ὅτι τὰ ἐκτὸς τῆς τέχνης μείζονα τέχνης ἐστί. B.

Rhet

39,11

οἰήσει] ἐπάρσει. A.

Rhet

39,12

σεμνύνοντες] μεγαθύνοντες. A. οὐκοῦν ὅτε τὴν οἰωνιστικὴν εἰκαζόντων εἶναι φῄς] ὁ Πλάτων εἶπεν ἐν τῷ διαλόγῳ διὰ τῶν ἄλλων σημείων, ἀντὶ θυσιῶν, κληδόνων, ἵνα περιλάβῃ πάσας τὰς οἰωνι‐
5στικὰς, οὐ μὴν αὐτὴν τὴν μαντικήν. οὗτος δὲ ὅρα πῶς παρακρούεται, ἐκ μὲν τῶν ὀρνιθοσκόπων τὴν οἰωνιστικὴν λέγων, ἐκ δὲ τῶν ἄλλων σημείων τὴν μαντικὴν πᾶσαν ἐκ‐ φαίνων. B.

Rhet

39,17

προσφάσκουσιν] προλέγουσι. A.

Rhet

39,18

διὰ τοῦτο Ζεὺς ἐν θεοῖσι μάντις ἀψευδέστα‐ τος—καὶ τέλος αὐτὸς ἔχει] Εὐριπίδης ἐν ἀπράκτοις πράγμασι φησὶ τὸ Ζεὺς μάντις ἐν θεοῖσιν ἀψευδέστατος· εἶτα μετ’ ὀλίγον· καὶ τέλος αὐτὸς ἔχει. καὶ διὰ τοῦτο
5οὖν ἀψευδὴς μάντις, ὅτι καὶ τῆς ἐκβάσεώς ἐστι κύριος· ὥστε ὁ τὸ τέλος ἐν αὐτῷ μὴ ἔχων οὐκ ἀψευδὴς μάντις, ἀλλ’ εἰκαστὴς ἂν ἦν. AB.

Rhet

39,20

οἱ δ’ ὥσπερ ἐν σκότῳ τὰ πράγματα κρίνου‐ σι, πρὸς τὸν ψόφον ἢ τὶ τῶν ἐκφανέντων] πάλιν τὰ δύο
μέρη τῆς οἰωνιστικῆς, ἢ τῆς ὅλης μαντικῆς. τὸ μὲν γὰρ πρὸς τὸν ψόφον ἐστὶν, ὡς ἐπὶ τῶν θυρῶν· οἱ τὰ402
5θέματα λέγοντες πρὸς τοὺς ψόφους εἰκάζοντες λέγουσιν· οἱ δὲ ἐν σκοτίᾳ ἀκούοντες ἀτρετύπου στοχάζονται, ἢ χαλκοῦ ἢ χρυσοῦ. ἐκφανέντος δέ ἐστιν, ὡς ἐπὶ τῆς ὄρ‐ νιθος σκοπιᾶς ἀρωδιῶν, ὥς φησιν Ὅμηρος, ἢ ἄλλο τι τῶν τοιούτων, εἶδέ τις, εἶτα εἰκάζει. AB.
10τὶ] πρός τι. A.

Rhet

40,4

τὰς πύστεις τοῖς σημείοις προάγων εἰκάζει πρὸς τὸν λόγον] ὁ εἰδὼς πολλάκις καὶ * εἰκάζει ἑτέρων. τοῦτο οὖν βούλεται δεῖξαι ὅτι ὁ εἰκάζων μαντεύεται, καὶ λέγει ὅτι ἐξ αὐτοῦ πρώτου τοῦ ἐρωτῶντος λαμβάνει τὰς
5ἀφορμὰς τοῦ εἰκάσαι, εἶτα εἰκάζει σχεδὸν τὸν μάντιν, καί φησι τὰς ἐρωτήσεις τοῖς συμβαίνουσι σημείοις προφέρων μετὰ λόγου εἰκάζει. B. εἰκάζει πρὸς τὸν λόγον] τὸ μέλλον. A.

Rhet

40,5

ὅπερ καὶ τῶν ποιητῶν ἤδη τις ἐμαρτύρησεν] ὁ Μένανδρος· εἶπε γὰρ „Μάντις ἄριστος, ὅστις εἰκάζει κα‐ λῶσ“. AB Oxon.

Rhet

40,6

νίκη πολέμου;] πρόκειται ὡς ἐρώτησιν. A. τίνος συμβάντος] ἔσται ἡ νίκη. A.

Rhet

40,8

ἀλλ’ ὥσπερ τὰ ὀνείρατα οὗτος οὕτω συμ‐ βάλλεται] ὅρα πῶς δεινὸς πάλιν τοῖς μάντεσιν ἄγνοιαν περιποιεῖ· καὶ ἀφανές ἐστι τούτοις τὸ μέλλον· ἐν παρα‐ δείγματι γὰρ τὸ ἀφανέστερον τοῦ ἀφανοῦς ἔλαβε· λέγω δὴ
5τοῦ μάντεως, ἵνα πλέον τὸν μάντιν ἀγνοοῦντα δείξας στο‐ χαζόμενον αὐτὸν δείξῃ. B.

Rhet

40,9

τὴν δ’ Αἰγυπτίων σοφίαν τίς οὐκ οἶδε] τρία εἰσὶν ἐν ἀνθρώπῳ, ψυχὴ, σῶμα, καὶ τὰ ἐκτὸς τούτων. τὰ μὲν δύο ὑπὸ μοῖραν ἄγεται, τὸ δὲ ἓν (ἔστιν ἡ ψυχὴ) οὐκ ἀνάγεται· διὸ καὶ κρίνεται ὑπὲρ ὧν αὐτῶν νόμος
5οὖσα πράττει, ἐπεὶ διὰ τί φόνου καὶ ἀσεβείας δίκας ὑπέ‐ χομεν, ὑπὲρ δὲ τοῦ γενέσθαι τυφλὸν, ἢ πένητα, ἢ πλού‐
σιον, οὐκ ἔστι κρίσις. ἐπειδὴ οὖν οἱ ἀστρολόγοι περὶ τῶν σωμάτων μόνον λέγουσι καὶ τῶν ἐκτὸς, οὐκ ἔτι δὲ περὶ τῆς ψυχῆς, ὡς οἱ ἀνόητοι ὑπισχνοῦνται, διὰ τοῦτο λέγει403
10Ἀριστείδης ὅτι οἱ ἀστρολόγοι εἰκάζουσιν, ἵνα δείξῃ τὸ μέγεθος τοῦ στοχαστικοῦ, ὃ καὶ μέχρι τῶν θεῶν χω‐ ρεῖ. AB.

Rhet

40,11

αὐτὰ δ’ ἕκαστα] τὸν τρόπον, καὶ τὰ λοιπά. A.

Rhet

40,12_14

ἀλλὰ τὰ μὲν πρὸς τὸ μέγεθος— ἀλλήλων κεχωρισμένα] τί δέ ἐστι τὰ μὲν πρὸς τὸ μέγεθος; οἷον ὅταν ὁ ἥλιος κατάθετος πο λλ ἐπὶ τοῦ Ἑρμοῦ, εἰκά‐ ζει τὴν ἀμουσίαν τοῦ τεχθέντος· τὰ δὲ πρὸς τὰ νόμιμα,
5οἷον εἰ Αἰγύπτιος ὁ τικτόμενος, ἢ Σκύθης, πρὸς τὰ τούτων ἁρμόζεται νόμιμα· τὰ δὲ πρὸς τὰ ὅμοια, οἷον ἐκ τοῦ αὐτοῦ ἐπιτηδεύματος· οἷον ἔστι ζωώδη ποιοῦν τὸν μὲν Χριστιανὸν ἐπίσκοπον, τὸν δὲ Ἑλληνικὸν ἱερέα· ἀλλήλων κεχωρισμένα· οἷον ναυτικὴ γεωργίας πολὺ διή‐
10νεγκε· πάντα οὖν ἐξ εἰκασίας προλέγει. AB. τὰ μὲν πρὸς τὸ μέγεθος, οἷον ὅ τε ἔστιν ὁ ἥλιος, ἀπέχων πολὺ τοῦ Ἑρμοῦ, εἰκάζει τὴν ἀμουσίαν τοῦ τεχθέντος· τὰ δὲ πρὸς τὰ νόμιμα, οἷον εἰ Αἰγύπτιος, ἢ Σκύθης, πρὸς τὰ τού‐ των ἁρμόζεται νόμιμα· τὰ δὲ πρὸς τὰ ὅμοια, οἷον ἐκ τοῦ
15αὐτοῦ ἐπιτηδεύματος, οἷον ἔστι ζώδιον τὸ ποιοῦν στρατη‐ γὸν Ἑλλήνων, καὶ ἕτερον τὸ ποιοῦν στρατηγὸν βαρβάρων· τὰ δὲ ἔστιν ἃ καὶ πλεῖστον ἀλλήλων κεχωρισμένα, οἷον ναυτικὴ γεωργίας πολὺ διήνεγκε· τὰ οὖν διεστηκότα ἐξ εἰ‐ κασίας προλέγει. Oxon.

Rhet

41,1

διὰ τῶν ὑπηρετῶν] ῥητόρων. A.

Rhet

41,2

πῶς οὖν ῥητορικὴ πολιτικῆς μορίου εἴδωλον, εἰ μὴ οὕτως;] ὅτι τὸν στρατηγικῆς λόγον ἐπέχει. A. ἀντὶ
τοῦ κατὰ ποῖον λόγον ῥητορικὴ πολιτικῆς μορίου εἴδωλον πέφυκεν. εἶτα κατ’ εἰρωνείαν, μὴ κατὰ τὸ παρεοικέναι τῇ404
5στρατηγικῇ. καὶ λοιπὸν ἐξ ἐπικρίσεως εἰκασίαν λαμβάνει, ὅτι οὔτε κατ’ αὐτό. B.

Rhet

41,3

ἀλλὰ μὴν οὕτω γε οὐκ εἴδωλον] ἐπειδὴ ἡ ῥη‐ τορικὴ ἡ αὐτή ἐστι τῇ στρατηγικῇ, καὶ τὰ τῆς στρατηγι‐ κῆς διὰ τῶν ὑπηρετῶν πράττει, ἡ δὲ στρατηγικὴ μόριον τῆς πολιτικῆς. ὑπηρέτας δὲ λέγει νῦν τοὺς στρατευομέ‐
5νους· καὶ γὰρ ὁ ῥήτωρ παρελθὼν λέγει ὡς δεῖ πολεμεῖν· τοῦτο οὖν οἱ στρατιῶται πληροῦσιν. A Oxon.

Rhet

41,12

ἀλλ’ εἰ καὶ μηδὲν τῶν ἄλλων πάντων, δι’ ἓν τοῦτο μέτεστι] τὸ διὰ κατὰ συνεκδοχὴν εἰς τὸ μηδὲν λάμβανε. A Oxon. δι’ ἓν τοῦτο μέτεστι] τέχνης. A.

Rhet

41,16

ἀλλ’ ἐγὼ, τοῦτ’ εἰπέ μοι πεισθῶ μηδὲν εἶ‐ ναι τὸν Δία βελτίω τοῦ Σολέως σοφιστοῦ;] ἐπειδὴ ἡ πα‐ σῶν ἐπιστημῶν ὑπερκειμένη φιλοσοφία κατὰ τὸν σὸν λό‐ γον οὐ περὶ τῶν θείων διισχυρίζεται, ἀλλ’ ἀφίησι τῷ
5θεῷ τἀκριβὲς, πῶς ἂν αὐτὸς πεισθείην, ὡς οὐκ ἔστιν ὁ Ζεὺς κρείττων τοῦ Σολέως σοφιστοῦ εἰς τὰς περὶ τῶν πραγμάτων εἰδήσεις; δείκνυσι δὲ διὰ τούτου ὅτι ἐν πάσῃ μέν ἐστι τέχνῃ τὸ εἰκάζειν, ἡ δὲ ἀκριβὴς γνῶσις παρὰ θεοῖς, ὥστε οὐδὲ ἡ ῥητορικὴ φαῦλόν ἐστιν, ὡς εἰκάζουσα,
10ἐπειδὴ πασῶν ἐστι τὸ εἰκάζειν. A Oxon.

Rhet

41,18

ὅτι τοίνυν ὅλης ἐστὶ σόφισμα] ὡς ἀγωνι‐ στικὰ ταῦτα. A.

Rhet

42,5

πᾶσαν ὅλως τὴν τοῦ βίου σχέσιν καὶ τὴν τύ‐ χην] κατά. A.

Rhet

42,10

οὗ] ῥήτορος. A. πρότερος] ὁ δῆμος. A. τούτῳ] τῷ ῥήτορι. A. αὐτοῦ (sic pro αὑτοῦ)] τοῦ δήμου. A.

Rhet

42,16

ἐπὶ τῶν χορῶν] τῶν πόλεων. A.

Rhet

42,21

τῶν ἀκροωμένων] ἀκροατῶν. A. οἱ ταῖς διαβολαῖς προκατειλημμένοι] ἄσωτοι, μοιχοὶ, κόλακες. A.

Rhet

43,1

τοῖς ἀκροωμένοις] κριταῖς. A.405

Rhet

43,11

τούτων] τῶν πραγμάτων. A.

Rhet

43,18

τὸ τοῦ Δημοσθένους] συμβαίνει. A.

Rhet

44,11

τὰς ἐπιθυμίας σωφρονίζουσιν—ἀλλ’ ἄρχου‐ σιν αὐτοῖς τῶν πολλῶν] συνίσασιν ἀπὸ κοινοῦ. A. ἀπὸ κοινοῦ συνίασι. B.

Rhet

44,13

τὴν τῶν δημαγωγῶν] ἀρχὴν δηλονότι. A.

Rhet

44,20

ἀπᾷσαι] εἰπεῖν. A.

Rhet

45,5

πανταχοῦ πάντ’ ἐστὶ πρὸς τοὺς ἡγεμόνας] εἰς πᾶσαν ἐπιστήμην καὶ τέχνην. A.

Rhet

45,16

τὴν ἑτέραν] ἀπολογίαν. A.

Rhet

45,18

ἅπερ νυνὶ] σεμνύνονται. A. σεμνύνεσθαι] ἔμελλον. A.

Rhet

45,19

τοιαύτην αἰτίαν] κατηγορίαν. A.

Rhet

45,20

δι’ ἧς ταῦτ’ ἀπήντησεν ἂν] ἡ ἀδοξία, τὸ ἀπαρρησίαστον, καὶ τὰ ἀκόλουθα. A. ἔτι τοίνυν καὶ ὅλως ἀδύνατα ἐγκέκληκεν] ἐντεῦθεν τὸ ἀδύνατον. B.

Rhet

46,7

οἱ δ’ αὖθις ὥσπερ τὰ φύλλα] παράδειγμα ἐκ τοῦ Ὁμήρου. A.

Rhet

46,18

ὅτι τοίνυν αὐτὸς Πλάτων ὡμολόγηκε] ἐν‐ τεῦθεν ἄρχεται δεικνύειν μαχόμενον ἑαυτῷ Πλάτωνα, καὶ ἐναντία λέγοντα. A Oxon. ἐντεῦθεν τὸ μαχόμενον. B.

Rhet

46,20

φωράσειεν] κρατήσειεν. A.

Rhet

47,1

εἶναι] τὸ εἶναι παρέλκον. A. τὸ εἶναι παρέλ‐ κεται. B. εἰ δὲ πιστευτικῆς ἢ διδασκαλικῆς] πιστευτικὴ μὲν ἡ πιθανῶς λέγουσα μόνον, διδασκαλικὴ δὲ ἡ μετὰ τῶν
5ἔργων καὶ τῶν ἀποδείξεων προϊοῦσα. AB Oxon. οὐ διαφέρομαι] φιλονεικῶ. A.

Rhet

47,6

ὥστ’ αὐτὸ τοὐναντίον τῷ Πλάτωνος λόγῳ] δείκνυσι Πλάτωνα ἑαυτῷ ἐναντία λέγοντα. B.

Rhet

47,11

πρὸς ταῦτα ἑλοῦ, ὁποτέρωθι τὸ ψεῦδος] ἢ ἐν τῷ λέγειν πειθοῦς δημιουργὸν τὴν ῥητορικὴν, ἢ ἐν τῷ κόλακας αὐτοὺς καλεῖν. A.

Rhet

47,13

ὡς τοίνυν οὔτ’ ἄλογον ἡ ῥητορικὴ] μέχρι τούτου ἀπελύσατο τὰς αἰτίας τὰς παρὰ τοῦ Πλάτωνος, καὶ ἐπέδειξεν ὅτι οὐ κακὴ ἡ ῥητορική· οὐ μέντοι ἠρκέ‐ σθη ταύτῃ μόνῃ τῇ ἀποδείξει· οὐ γὰρ εἴ τι οὐ κακὸν,406
5τοῦτο καὶ αἱρετόν· ἐντεῦθεν δὲ μεταβαίνει ἐπὶ τὸ δεῖξαι ὅτι καὶ χρήσιμος ἡ τέχνη καὶ ἀναγκαία, καὶ ἧς ἐκτὸς οὐ‐ δεμία πολιτεία συνέστηκε. καὶ ἔστι Δημοσθενικὴ ἡ οἰκονο‐ μία· καὶ γὰρ ἐκεῖνος κρινόμενος ὡς προδότης ἐν τῷ περὶ στεφάνου πρῶτον ἀπελύσατο τὰς αἰτίας, εἶτα οὕτως ἐγκω‐
10μίασεν ἑαυτόν. AB Oxon.

Rhet

48,2

οἶμαι τοίνυν ἅπαντας ἂν, οἷς δυνατὸν, συμ‐ φῆσαι] ἐντεῦθεν δείκνυσιν ὅτι φανερόν ἐστιν ἅπασιν ὡς ἄρα ἡ ῥητορικὴ τέχνη, καὶ οὐ τοιοῦτον, ὡς πολλοῦ τι‐ νος ἄξιον νομίζειν τοὺς ῥήτορας, ἐάν τις ἀποδείξῃ αὐτὴν
5τέχνην. A Oxon.

Rhet

48,4

οἵαν] δυνατήν. A.

Rhet

48,5

ἀπορίᾳ] ἀδυναμίᾳ. A.

Rhet

48,11

ἀεὶ τῶν λοιπῶν ἐξαιρουμένων] μενομένων. A.

Rhet

48,12

ὥσπερ φασὶ τοὺς Σπαρτοὺς] τοὺς γηγε‐ νεῖς. B.

Rhet

48,13

παραβῆναι] τὸ παραβῆναι εἶπε διὰ τὸ ἐκτὸς τῆς ὑποθέσεως περὶ τοῦ μύθου βούλεσθαι λέγειν καὶ ἀνα‐ πτύσσειν αὐτόν. A Oxon.

Rhet

48,14

Ἄρει δὲ ἀνθ’ Ἑρμοῦ μελῆσαι τοῦ θέρους] ἀντὶ τοῦ θερισμοῦ· ὅ ἐστι τῆς διαφθορᾶς καὶ ἀναι‐ ρέσεως· δείκνυσι δὲ ὁ μῦθος ὅτι ἡ πονηρία οὐ λόγῳ, οὐδὲ παραινέσει παύεται, ἀλλὰ ξίφει κολάζεται. AB. ἐκ
5τοῦ εἰπεῖν Ἄρει δὲ ἀνθ’ Ἑρμοῦ δείκνυσι τὸν μῦθον τοῦτο παραδηλοῦν, ὅτι ἡ πονηρία οὐ λόγῳ, ἀλλὰ ξίφει κολάζε‐ ται. Oxon.

Rhet

48,17

μᾶλλον δ’ ᾤοντο εἶναι] κρείττους. A. ἔρρειν] φθείρειν. A.

Rhet

48,19

τοῖς ἐπιεικέσιν] τοῖς εὐεργέταις. B.407

Rhet

49,1

παρ’ αὐτὰ] τὰ ἀδικήματα. A.

Rhet

49,14

περιεῖναι] νικᾶν. A.

Rhet

50,4

βάσανον] ἐξέτασιν. A.

Rhet

51,1

λέγουσι γάρ πως] οἱ νόμοι. A.

Rhet

51,15

ἀμφοτέρας] τὴν νομοθετικὴν καὶ τὴν δικα‐ στικήν. A.

Rhet

51,21

τοσούτῳ δὴ σεμνότερον] σύγκρισις. A.

Rhet

52,8

ὦ τἀναντία λέγων τῇ φύσει τῆς ῥητορικῆς] Πλάτων. A.

Rhet

52,9

νόμος ὁ πάντων βασιλεὺς—ὑπερτάτᾳ χειρὶ] ὁ νόμος, φησὶ, τῶν θεῶν καὶ τῶν ἀνθρώπων τὸ δίκαιον τῇ ἰσχυροτάτῃ χειρὶ ἀνύειν. A. ἀντὶ τοῦ ἀντιπράττει· δι‐ καιῶν δὲ, δίκαιον νομίζων. ὁ δὲ νοῦς οὗτος· ὁ νόμος * τῶν
5θεῶν καὶ τῶν ἀνθρώπων τὸ δίκαιον ἐν ἰσχυροτάτῃ χειρὶ ἀνύει. B. δικαιῶν τὸ βιαιότατον ὑπερτάτᾳ χειρὶ] δίκαιον εἶναι λέγει καὶ τὸ ὑπερχούσῃ χειρὶ κατορθούμενον, κἂν ἀδι‐ κώτατος ᾖ. Oxon.

Rhet

52,10

ἐπεὶ ἀπριάτας] τὰ λοιπὰ τῆς χρήσεως ἦν οὕτως· ἐπεὶ Γηρυόνου βόας Κυκλωπείων ἐπὶ προθύρων Εὐρυσθέως συναιρεῖται. καὶ ἀπριάτας ἔλασεν. ὁ δὲ νοῦς τοιοῦτος· ἐπειδὴ τὰς τοῦ Γηρυόνου βόας οὔτε αἰτήσας
5οὔτε πριάμενος ἤλασεν εἰς τὸν οἶκον τοῦ Εὐρυσθέως· τὸ γὰρ Κυκλωπείων ἐπὶ προθύρων σημαίνει τὸ Ἄργος, ἐπει‐ δήπερ οἱ Κύκλωπες ἐξ ἀρχῆς ἐτείχισαν τὸ Ἄργος οἱ κα‐ λούμενοι χειρογάστορες, παρὰ τὸ ἐκ τῶν χειρῶν ζῆν. τρία γὰρ γένη φασὶν εἶναι Κυκλώπων, τοὺς κατὰ τὸν Ὀδυσσέα,
10Σικελοὺς ὄντας, τοὺς χειρογάστορας καὶ τοὺς καλουμέ‐ νους οὐρανίους. AB Oxon.

Rhet

52,11

ἐχρῆν δὲ ἴσως μηδὲ τούτων] τοῦ ἀπριάτας· ἀρκεῖ γὰρ τὸ τεκμαίρομαι ἔργοισιν Ἡρακλέους· πάντα γὰρ ἐκεῖνος τὰ αὐτοῦ ἔργα ἐν χειρὶ βιαίᾳ ἔπραττεν. A Oxon. μὴ οὖν ἐπὶ ῥητορικήν γε] θήσεις τοῦτο. A.

Rhet

1,52,12

τὰ δ’ ἑξῆς οὐκέτι ταὐτὰ] τῷ Πινδάρῳ. A.408

Rhet

53,1

τῶν δυναμένων] ῥητόρων. A.

Rhet

53,3

οὐκ εἰσηγούμενος] διδάσκων. A.

Rhet

53,5,6

σὲ δ’ ἐγὼ παρ’ ἁμὶν, φησὶν, αἰνέω μὲν, Γηρυόνη· τὸ δὲ μὴ Διὶ φίλτερον σιγῷμι πάμπαν] σὲ δὲ, ὦ Γηρυόνη, ἐπαινῶ παρ’ αὐτὸν τὸν Ἡρακλέα· ὁ μὲν γὰρ τὰ οὐκ ὄντα ἀφείλετο ἐν βιαίᾳ χειρὶ, σὺ δὲ, ὡς ἀδικούμενος,
5μάχην πρὸς αὐτὸν ᾖρας, καὶ διὰ τοῦτο μᾶλλον ἀποδεκτός. ἵνα δὲ μή τις αὐτῷ εἴπῃ ὡς Διὸς βουλῇ τοῦτο γέγονε, πῶς οὖν αὐτὸς πρὸς Ἡρακλέα δυσχεραίνεις, ἐπάγει· ὁ δὲ Ζεὺς οὐκ ἀποδέχεται, καὶ αὐτὸς σιγῶ. A Oxon.

Rhet

53,6

τὸ δὲ μὴ Διὶ φίλτερον] ὄν. A.

Rhet

53,7

καθῆσθαι παρ’ ἑστίᾳ] τὸν Γηρυόνην. A. κακὸν] δειλόν. A. καίτοι τό γε πρὸς νόμον] εἰ μὴ σχετλιάζων ἔλεγεν. A.

Rhet

53,8

οὐκ ἦν ἐπαινεῖν πρὸς Πινδάρου] ἴδιον. A.

Rhet

53,9

πρὸς κέντρα λακτίζειν] παροιμία. A.

Rhet

53,10

τί—τούτων ἐμοὶ νῦν] ἐστι. A. φησι] ὁ ῥήτωρ. A.

Rhet

53,16

ῥητορικῇ] ὑπὸ τῆς ῥητορικῆς. A.

Rhet

53,18

προτέρα γὰρ οὖσα τῆς νομοθετικῆς κατὰ τὴν ἐκείνης χρείαν] εἰρήκαμεν γὰρ ὅτι ῥητορικῆς ἐδέησε πρὸς τὸ τεθῆναι τὴν ἀρχὴν τοὺς νόμους. B.

Rhet

54,1

κατὰ τὴν ἐκείνης χρείαν] ὅτε χρεία αὐτῆς ἦν κατὰ τοὺς ἀνθρώπους. A Oxon.

Rhet

54,2

εἶτ’ αὖ τὴν δικαστικὴν ὡσαύτως, διχόθεν περιέχουσα] ἔν τε ἀρχῇ καὶ τέλει, ὅτι τοὺς ἀδικοῦντας παραδίδωσι, καὶ ὅτι στέργειν ἀναγκάζει τοῖς δεδοκιμασμέ‐ νοις ὕστερον. B.

Rhet

54,3

ὁμοῦ μὲν ἀμφοῖν αὑτὴν μέσην, ὁμοῦ δ’ ἄμφω μέσας αὑτῆς καθιστᾶσα] μέση μὲν γίνεται αὕτη ἀμ‐ φοτέρων οὕτως· ὅτι ἡ μὲν νομοθετικὴ προστάττει σωφρο‐ νεῖν, ἡ δὲ ῥητορικὴ τοὺς ἁμαρτάνοντας, ἡ δὲ δικαστικὴ
5κολάζει, ὥστε μέση ἡ ῥητορικὴ ἀμφοτέρων· τὰς μέσας δὲ πάλιν ἡ ῥητορικὴ ἀμφοτέρας λαμβάνει οὕτως· τὴν νομο‐ θετικὴν ἡ ῥητορικὴ πεποίηκε τὴν ἀρχὴν πείσασθαι κατα‐
δέξασθαι· εἶτα ἡ δικαστικὴ πρὸς συμμαχίαν ἐλθοῦσα τῆς νομοθετικῆς ἐδεήθη καὶ * δὲ πάλιν χρεία ῥητορικῆς ἐγέ‐409
10νετο πεῖσαι στέργειν τοῖς δεδοκιμασμένοις, ὥστε μέσας ἔχει τὰς ἀμφοτέρας ἡ ῥητορικὴ * B.

Rhet

54,4

συμμένειν] ἐμμένειν. A.

Rhet

54,9

Στησιχόρου] τοῦ ποιητοῦ. A.

Rhet

54,10

οὐδὲ ὅμοιον τῇ ῥητορικῇ τὸ εἴδωλον] εἴδω‐ λον γάρ ἐστι τὸ ἀφομοίωμα. ἡ δὲ ῥητορικὴ ἣν διαβάλλει Πλάτων, οὐδὲν τῇ κληθείσῃ προσήκει ῥητορικῇ. B.

Rhet

54,12

ῥητορικὴ τοίνυν εὑρέθη μὲν ἐν φρονήσει] τέσσαρα εἰπὼν μόρια τῆς ἀρετῆς, τὰ μὲν δύο ὁμολογού‐ μενα λαμβάνει, τὰ δὲ ὕστερα κατασκευάζει. B.

Rhet

54,13

ἐπεὶ τὸν ἐν κόσμῳ βίον πρὸ τῆς ἀταξίας αἱροῦνται] οἱ σώφρονες. A.

Rhet

55,2

τὰ δὲ πραχθέντα] κακῶς. A.

Rhet

55,3

τί οὖν εἰ Ἀρχέλαος τὸν αὑτοῦ δεσπότην καὶ θεῖον] Ἀρχέλαος υἱὸς ἦν τοῦ Περδίκου νόθος, ἀδελφὸς δὲ Περδίκου Ἀλκέτας, ὁ κατὰ τὸν Πελοποννησιακὸν πόλε‐ μον, ὃν ἐκβαλὼν ὁ Περδίκας εἶχε τὴν βασιλείαν. μετὰ οὖν
5τὸν θάνατον Περδίκου μεταστειλάμενος Ἀρχέλαος Ἀλκέ‐ ταν, ὡς ἐπὶ βασιλείᾳ, καταμεθύσας ἀπέκτεινε μετὰ τοῦ παιδὸς Ἀλεξάνδρου, καὶ ἠφάνισε, καὶ τὸν γνήσιον Περ‐ δίκου τοῦ πατρὸς παῖδα ἀπὸ Κλεοπάτρας εἰς φρέαρ ἐνέ‐ βαλε, καὶ ἔφη χῆνα διώκοντα ἐμπεσεῖν· τοῦτον δὲ ἐπι‐
10κεκλῆσθαί φασιν Ἀλκέταν, ἢ Μέροπον. A Oxon. Ἀρχέ‐ λαος υἱὸς μὲν γέγονε Περδίκκου νόθος, ἀδελφὸς δὲ Περ‐ δίκκου ὁ Ἀλκέτας, ὁ κατὰ τὸν Πελοποννησιακὸν πόλεμον. τοῦτον τὸν Ἀλκέταν ἀπέκτεινεν Ἀρχέλαος, θεῖον μὲν ὄντα κατὰ πατέρα, δεσπότην δὲ κατὰ μητέρα. B.

Rhet

55,4

πρὸς Κλεοπάτραν] ἡ Κλεοπάτρα γυνὴ Ἀρχε‐ λάου. B. μανίᾳ τινὶ παρελήρησεν ἐπὶ τῆς μύλης] τοῦτο διττῶς νοητέον· Μανίας τινὸς οὕτω καλουμένης εἰσαχθείσης ὑπὸ
5Μενάνδρου ἐν μύλωνι δεδεμένης καὶ φλυαρούσης· ἢ οὕτω· τί, φησὶ, πρὸς ῥητορικὴν, εἰ ἐπὶ μύλης τις δεδεμένος
ἐν μανίᾳ τι ἐφλυάρησε· καὶ τρίτην λέγουσιν ἐξήγησιν, ὡς αὐτοῦ τοῦ Ἀρχελάου ἀπιδόντος εἰς μύλωνα, καὶ εἰπόντος· συντρίβω τοὺς ἐχθροὺς οὕτως ὥσπερ ὁ μύλων τοὺς410
10λίθους. AB. τοῦτο οὕτω νοητέον, ὡς αὐτοῦ τοῦ Ἀρχελάου ἀπιδόντος εἰς μύλην, καὶ εἰπόντος ὅτι συντρίβω τοὺς ἐχ‐ θρούς μου οὕτως ὥσπερ ὁ μύλος οὗτος τὰ ἐν αὐτῷ εἰσα‐ γόμενα. Oxon.

Rhet

55,5

ὦ πάντα λόγον καὶ μονονοὺ τοὺς λίθους κεκινηκὼς ὡς ἀληθῶς αὐτοὺς] κατὰ τῆς ῥητορικῆς. A.

Rhet

55,6

τὰ μηδὲν προσήκοντα ἐπεισόδια] ἐπεισόδια κα‐ λοῦνται τὰ ἐκ περιττοῦ ὑπὸ τῶν τραγῳδῶν λεγόμενα. AB Oxon. λέγει οὖν τοῦτο, διὰ τὸ περιττῶς καὶ ἀνοικείως εἰσάγειν αὐτὸν τὰ τοῦ Ἀρχελάου. Oxon.

Rhet

55,7

σφάττων καὶ ἀποπνίγων] πρὸ τοῦ πεισθῆ‐ ναι. A.

Rhet

55,9

τῶν αὑτῷ προσηκόντων ἀντιποιεῖται] τοῦ σφάττειν καὶ ἀποπνίγειν· ταῦτα γὰρ ἑαυτῷ προσήκοντα λογιζόμενος διεπράττετο. A. ἐπὶ γοῦν τῶν βραχυτέρων] βραχυτέρους φησὶ τοὺς
5μικροτέρους, ἤτοι τοὺς ἰδιώτας. οἱ γὰρ δυνάσται καὶ οἱ τύραννοι μείζω τῶν νόμων φρονοῦσι, καὶ τῇ τῆς εἰρήνης οὐχ ὑπείκουσι γνώμῃ. A Oxon. τοῦτο χρῶμαι] τὸ τοῦτο χρῶμαι τινὲς ἀγνοοῦντες ἐν‐ ταῦθα μέγα γράφουσι· τὸ δέ ἐστι τοιοῦτον· ὥσπερ γὰρ
10φαμὲν ἐπὶ ἐμαυτῷ χρήσομαι, οὕτω καὶ τὸ ἐπὶ τοῦ δεῖ‐ νος χρήσομαι. A Oxon. τοὺς κλήρους] τὰς κληρονομίας, ἢ τοὺς ὅρους τῶν χωρίων. AB.

Rhet

56,3

τούτοις] τοῖς Ἀρχελάου. A. ὥρα καὶ τὰ Γύγου τοῦ Λυδοῦ] Κανδαύλης Λυδῶν ἦν βασιλεὺς, παγκάλην ἔχων γυναῖκα· νόμου δὲ ὄντος, μή τινα τῶν ἔξωθεν ὁρᾶν τὰς βασιλίδας, ὁ Κανδαύλης
5ἐνέκειτο βιάζων τὸν Γύγην εἰς θέαν τῆς γυναικὸς, ὑπη‐ ρέτην ὄντα αὐτῷ· ὁ δὲ τὴν μὲν πρώτην ἀπεπήδα, χρόνῳ
δὲ ὑπείξας τῷ Κανδαύλῃ βιάζοντι, καὶ εἶδε τὴν αὐτοῦ δέσποιναν. αὕτη οὖν λάθρα τουτονὶ μεταστειλαμένη, ἢ θνήσκειν αὐτὸν, ἢ κτείνειν τὸν δεσπότην ἔλεγε· καὶ ὃς411
10αἱρεῖται τὸ δεύτερον, καὶ ταύτην γαμήσας βασιλεύει Λυ‐ δῶν. A Oxon.

Rhet

56,8

ὁ δὲ Σαρδανάπαλος ἐκαύθη ζῶν, ἀναβὰς ἐπὶ τὴν πυρὰν αὐτὸς] οὗτος βασιλεὺς ἦν Ἀσσυρίων· ἐπα‐ ναστάντων δὲ αὐτῷ τῶν ὑπηκόων, ἔρριψεν ἑαυτὸν εἰς τὸ πῦρ μετὰ τῶν βασιλικῶν χρημάτων. τινὲς δὲ λέγουσιν αὐ‐
5τὸν καὶ φιλόσοφον. ἐπὶ τούτου λέγουσιν Ἀσσυρίους ἀπο‐ λέσαι τὴν ἀρχὴν τῆς Ἀσίας, καὶ λαβεῖν αὐτὴν Μήδους. τεχνικῶς δὲ πάντα τὰ παραδείγματα ἐκ βαρβάρων ἤνεγ‐ κεν· οὕτω γὰρ μάλιστα δείκνυται τὸ ἄτοπον, ὅτι τὰ τῶν παντελῶς ἀγνοούντων αὐτὴν ἐγκλήματα εἰς αὐτὴν φέρο‐
10μεν. AB Oxon.

Rhet

56,11,12

καίτοι γε περὶ Ἀρχελάου οὐ τῶν ῥητό‐ ρων οὐδένα] ὥστε πολὺ πιθανώτερόν ἐστι λέγειν ὑπὸ φι‐ λοσοφίας αὐτὸν ταῦτ’ ἀναπεισθῆναι, οὐχ ὑπὸ ῥητορικῆς. A Oxon.

Rhet

56,12

ἀλλ’ ἐῶ τοῦτο] τὸ λέγειν περὶ ῥητορικῆς τὰ Γύγου καὶ τῶν ἄλλων. A.

Rhet

56,14

οὐ ῥητορικὴν δίδωσιν ἁμαρτῆσαι] τὸ δεῖξαι ταῦτα τῇ αὐτῆς φύσει συμβαίνοντα· ζητεῖται γὰρ ἡ ῥη‐ τορικὴ πάντων αἰτία· τὸ δὲ δίδωσιν ἅπαξ εὑρίσκεται παρὰ τούτῳ καὶ παρὰ τοῖς ἄλλοις, καὶ οὐ παντελῶς ἐστιν
5ἄχρηστον. A. ἁμαρτῆσαι] τοῦτο ἅπαξ εὑρίσκεται παρὰ τούτῳ τε καὶ τοῖς ἄλλοις, καὶ οὐ παντελῶς ἐστιν ἄχρηστον. Oxon.

Rhet

56,15

πρὸς δὲ] τούτοις. A.

Rhet

57,5

φαίνεται τοίνυν ἐξ ἀρχῆς ὑπὲρ τοῦ δικαίου συστᾶσα καὶ νομισθεῖσα] ἐπίτασίς ἐστι τὸ νομισθεῖσα. ἔστι γὰρ καὶ εἶναι, καὶ μὴ νομίζεσθαι· ὥσπερ τὸ ἐν τῷ Παναθηναϊκῷ· καὶ διατελεῖ δὲ θεὸς ὢν καὶ δοκῶν ἐξ ἐκεί‐
5νου. AB Oxon.

Rhet

57,6

ἀφ’ ὧν, ὅπερ εἶπον, τοῦτο ἴσχυσαν ὄνομα, οἱ νόμοι] ἀπὸ γὰρ τοῦ τοῖς ἀσθενεστέροις βοηθεῖν ἐνομί‐ σθησαν, καὶ τὸ καλεῖσθαι νόμοι ἐκτήσαντο. A Oxon.412

Rhet

57,18

εἰ δὲ ὑπὲρ τοῦ λόγῳ—ὑπὲρ τούτου κα‐ τεδείχθη] ἡ ῥητορική. A.

Rhet

57,19

ὅπερ κατὰ σῶμα ἰατρικὴ] κατεδείχθη. A.

Rhet

58,2

τούτων οὖσαν φάρμακον] τὸ τούτων ἀντὶ τοῦ συκοφαντούντων καὶ κολακευόντων νόει· ὥσπερ γὰρ θανάτου φάρμακόν ἐστιν ἡ ἰατρικὴ, οὕτω καὶ συκο‐ φαντίας καὶ κολακείας ῥητορική. ἢ τὸ τούτων ἀντὶ τοῦ
5καλῶν νόει, ἐπειδὴ φαμὲν καὶ ἡδονῆς φάρμακον. A Oxon.

Rhet

58,6

οὐδέτερα τούτων] ἔχωσι. A.

Rhet

58,7

οὐδὲ παραπολὺ] οὐδαμῶς. A. οὐ μόνον τὸ παραπολὺ ἀντὶ τοῦ κατὰ πολὺ, ἀλλὰ καὶ ἀντὶ τοῦ ἐπέ‐ λαττον, ὡς κἀνταῦθα· τὸ γὰρ ἐκτὸς πολλοῦ ἔλαττόν ἐστιν. A Oxon. κατὰ μικρόν· τὸ γὰρ παραπολὺ ἀντὶ τοῦ ὀλί‐
5γον ἐστί. B.

Rhet

58,8

ἅμα δ’ ἔξω τούτων τε καὶ τῆς ῥητορικῆς ἔσονται] οἱ φαῦλοι ῥήτορες. A.

Rhet

58,12

ἄλλο τι χρήσασθαι τοιοῦτον] τὸ χρῶμαι αἰτιατικῇ. B.

Rhet

58,17

κατ’ ἐπωνυμίαν] ἡ μὲν γὰρ ἀπὸ τοῦ ἰᾶσθαι ὠνόμασται, ἡ δὲ ἀπὸ τοῦ κυβερνᾶν. AB. ἀμφοτέρων τῶν τεχνῶν· ἡ μὲν γὰρ ἰατρικὴ ἀπὸ τοῦ ἰᾶσθαι, ἡ δὲ κυβερ‐ νητικὴ ἀπὸ τοῦ κυβερνᾶν γίνεται. Oxon.

Rhet

59,5

ἀλλ’ οὐ τὴν τέχνην τούτῳ διπλοῦν ποιεῖν τοὔνειδος] ἁμαρτάνοντι γὰρ τῷ κυβερνήτῃ διπλοῦν αὐτῷ περὶ τῆς τέχνης ὄνειδος γίνεται, καὶ ὅτι αὐτῆς ἀπέτυχε καὶ ὅτι ἥμαρτεν· ἡ μὲν γὰρ ἀναμάρτητος, ὁ δὲ ὁμοῦ τε
5ἀπέτυχε καὶ ἥμαρτεν. A Oxon. τούτῳ] τῷ ἀνθρώπῳ. A.

Rhet

59,10

τὸ δικαίως] καταριθμεῖσθαι. A. Πλάτων δὲ αὐτὸ καὶ πρότερον τίθησιν] τὸ τῆς νο‐ μοθετικῆς. A.

Rhet

59,11

πόσοι δ’ ἐν γραφαῖς ἑάλωσαν παρανόμων]
τὸ πόσοι δὲ ἑάλωσαν ἀντὶ τοῦ ἄνθρωποι καὶ οὐ νόμοι νόει, ὡς καὶ μετ’ ὀλίγον δηλοῦται· τὸ δὲ γραφαῖς, ἢ ἀντὶ τοῦ κατηγορίαις, ἢ ὅτι παράνομα ἔγραψαν. A Oxon.413

Rhet

59,17

τούτου γὰρ χάριν] τοῦ δικαίου. A.

Rhet

60,2

ἑάλωσαν] ἐκρατήθησαν. A.

Rhet

60,3

ἀλλὰ καὶ τοῦτο ἐμοὶ μαρτυρεῖ] εἰς τὴν ὑπὲρ ῥητορικῆς ἀπολογίαν. A.

Rhet

60,6

ἣν δ’ ἂν τότε κοινὴν ἐποιησάμεθ’ ἀπόκρι‐ σιν] ὅτε ὑπὲρ ῥητορικῆς ἐλέγομεν, ὡς οὐ συκοφάντας καὶ κόλακας ποιεῖ. κοινὴν δὲ λέγει τὴν ὑπὲρ ῥητορικῆς, ἰατρι‐ κῆς, κυβερνητικῆς, ὡς νομοθετικῆς, ἐπειδὴ ὑπὲρ αὐτῶν
5εἰπὼν οὐ κοινὸν συμπέρασμα ἐποιήσατο αὐτῶν τε καὶ ῥη‐ τορικῆς. Oxon.

Rhet

60,15

ἀλλὰ μὴ οὕτω βέλτιον ᾖ λέγειν] σὲ, ὦ Πλά‐ των. A.

Rhet

61,2

ταύτῃ] οὕτως. A.

Rhet

61,7

οἷς] ἀγαθοῖς. A. ναί. ἀλλ’ ἀδικεῖσθαι βέλτιον ἢ ἀδικεῖν] τοῦτο ἀπὸ τοῦ ἐναντίου εἰσάγεται, ὥσπερ λέγοντος ὅτι, εἰ καὶ ἀλό‐ γως ἡ ῥητορικὴ ψέγεται, ἀλλ’ ἀδικεῖσθαι κρεῖττον ἢ ἀδι‐
5κεῖν. A Oxon.

Rhet

61,9

ὀρθῶς εἶναι] τὸ εἶναι παρέλκεται. B.

Rhet

62,1

εἰ δ’ οὔτ’ ἐκεῖνο ἐπαναγκάζει] τὸ μὴ ἀδι‐ κεῖσθαι. A. καὶ τοῦτο κωλύει] τὸ ἀδικεῖν. A. κατ’ ἐκεῖνο μὲν] τὸ μὴ ἀδικεῖν ἐπαναγκάζειν. A.

Rhet

62,2

δῶμεν γὰρ ὡς ἐν τῷ παρόντι] ὕστερον γὰρ καὶ τοῦτο κάλλιστον δείξει, τὸ κωλύειν ἀδικεῖσθαι. A. κατὰ τοῦτο δὲ] τὸ ἀδικεῖν. A.

Rhet

62,4

δυοῖν ἐκείνοιν τὸ ἕτερον] τὸ ἀδικεῖσθαι. A.

Rhet

62,15

ἐφ’ ὃν τοῦτ’ ἔρχεται] τὸ ἀδικεῖσθαι. A.

Rhet

63,4

εἰ δὲ μήτ’ ἀδικήσει μήθ’ ἕτερον ἐάσει, κατὰ πάντας] οὔτε τὸ ἀδικεῖν ἐστι ῥήτορος, αἰσχρὸν ὂν, οὔτε τὸ ἀδικεῖσθαι, εἰ καὶ κρεῖττόν ἐστι τοῦτο τοῦ ἀδικεῖν, ἀλλὰ τὸ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, ὅπερ ἐστὶ βέλτι‐
5στον· ὥστε καὶ ἐν οἷς τοῖς δυσὶ τούτοις οὐκ ἐνέχεται,
τῷ ἀδικεῖν λέγω καὶ τῷ ἀδικεῖσθαι, καὶ ἐν οἷς τὸ ὑπὲρ ταῦτα ἔχει, τὸ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, σεμνὸν ἡ ῥητορική. A Oxon.414

Rhet

63,14

ὥστ’ οὐ μόνη ἄπεισιν ἐκ τῶν πόλεων— νόμων ἐξελαθήσεται] ῥητορική. οὐ γὰρ μόνη, φησὶν, ἡ ῥη‐ τορικὴ ἐκθλιβήσεται, ἀλλὰ καὶ οἱ νόμοι μετ’ αὐτῆς. B.

Rhet

63,15

ὥσπερ ἑταιρείας καταγνωσθεῖσα] ἑταιρεία τῶν ἑταίρων τὸ σύνταγμα· εἰκότως δὲ τοῦτο λέγει, ἐπειδὴ καὶ ἡ ῥητορικὴ καὶ οἱ νόμοι κοινωνίαν ἄκραν πρὸς ἄλληλα ἔχουσιν. A Oxon.

Rhet

64,1

ἐπειδήπερ αὐτὸν οὐκ ἔχομεν παραστήσασθαι] λέγει γὰρ καὶ αὐτὸς ὅτι οὐ δεῖ τοὺς νόμους ἐκβαλεῖν. A.

Rhet

64,7

ταύτην τὴν ἐν τῇ βίβλῳ πόλιν] ἤγουν τὴν ἐν γράμμασι μόνον γεγραμμένην. AB.

Rhet

64,19

τοῖς ἄλλοις] νομοθέταις. A.

Rhet

64,20

νομίζεις] νομοθετεῖς. A.

Rhet

65,3

πρὸς Διὸς τεραστίου] διὰ τοῦ εἰπεῖν Διὸς τε‐ ραστίου ὥσπερ ἐνδείκνυται ὅτι καὶ Πλάτων τεράστια λέγει. A Oxon.

Rhet

65,6

τὰ προοίμια] τὰ πρῶτα καὶ ἐξαίρετα. B. παραδείγματα διττὰ ὥσπερ οἱ πλάσται προτίθης, ὁ τῶν λόγων καταφρονῶν] δύο γὰρ εἶπεν ἐν τοῖς νόμοις ὁ Πλάτων, ὅτι δεῖ τοὺς νόμους ἐπιτάττειν, τοῖς μὲν ἰδιώ‐
5ταις, ἁπλῶς τοῦτο ποιεῖν, τοῖς δὲ σώφροσι καὶ τὴν αἰ‐ τίαν λέγειν, δι’ ἣν ταῦτα λέγουσι. τὸ δὲ ὥσπερ οἱ πλά‐ σται ἀντὶ τοῦ ὥσπερ οἱ ῥήτορες· τὸ γὰρ πολλοῖς παρα‐ δείγμασι χρῆσθαι μᾶλλον ῥητόρων ἐστὶν ἢ φιλοσόφων· διό φησιν ὁ τῶν λόγων καταφρονῶν, ἵνα δείξῃ, ὅτι μι‐
10μούμενος τοὺς ῥήτορας διαβάλλει τὴν τέχνην. πλάστας δὲ τοὺς ῥήτορας ἐκάλεσε διὰ τὴν Πλάτωνος διαβολὴν, ἐπειδὴ λέγει αὐτοὺς πλάττεσθαι τὰς ὑποθέσεις ἐν τοῖς ζητήμα‐ σιν. ἄλλοι δὲ πλάστας λέγουσι τοὺς πλάσσοντας τὰ ἀγάλ‐
ματα, ἢ τὰς εἰκόνας· ἐκεῖνοι γὰρ ἐπιτάξαι βουλόμενοι415
15πολλὰ φέρουσι παραδείγματα καὶ διάφορα, ἵνα πρὸς τὴν ἑκάστου προαίρεσιν ποιήσωσιν. ἄλλοι δὲ λέγουσι τὸ ὥσπερ οἱ πλάσται ὥσπερ οἱ τερατοποιοὶ ἐναντία ἑαυτοῖς λέγον‐ τες. καὶ σὺ γὰρ ἐναντία σαυτῷ λέγεις, διαβάλλων τοὺς ῥήτορας, καὶ μιμούμενος αὐτοὺς ἐν τοῖς παραδείγμασιν.
20AB Oxon.

Rhet

65,8

ταῦτα πάντα] ἃ ἐν τοῖς νόμοις θεσπίζεις. A.

Rhet

65,9

τούτου ἑνὸς ὀρθῶς ἔχοντος αὐτῶν] ἤγουν τοῦ ὡς δεῖ δίκην λαμβάνειν, οὐδὲ μὴ ἐᾶν ἀδικεῖν. A Oxon. ἢ τάδ’ ἐκείνοις ἐξελήλεγκται] τῶν γὰρ ἐν τοῖς νόμοις
5ὑπὸ σοῦ εἰρημένων καλῶς ἐχόντων, ταυτὶ μάταια, τό τε ὡς οὐ δεῖ δίκην λαμβάνειν, καὶ τὸ οὐδὲ μὴ ἐᾶν ἀδικεῖν. A Oxon.

Rhet

65,16

ὡς οὗτος ἀλλαχοῦ] φησὶ δηλονότι. A. λέγει γὰρ ἔν τινι τῶν αὐτοῦ λόγων ὡς τὸ πᾶσι δοκοῦν ἰσχυρό‐ τερον τοῦ μηδενί. Oxon.

Rhet

66,8

περὶ τὴν Χάρυβδιν] ἡ Χάρυβδις καὶ ἡ Σκύλλα αἱ πέτραι πλησίον ὑπῆρχον Σικελίας. A.

Rhet

66,11

τοῦτο] τὸ ἀληθὲς δηλονότι, καὶ ὁ λόγος τοῦ Δημοσθένους. A.

Rhet

66,13

εἶτ’ ὦ πλέων καλῶς καὶ δικαίως ἀποδημῶν] ὁρᾷς ἀναγινώσκων πῶς παντὶ τρόπῳ ἐπιτηδεύει ὁ ῥήτωρ, ἵνα διαβάλλῃ τὸν βίον τοῦ Πλάτωνος λεληθότως, ὡς ἐκεῖ‐ νος τὸν βίον τῶν ῥητόρων διέβαλλεν. ἔστι δὲ ἡ οἰκονομία
5ἀτεχνῶς ἐκ τοῦ Πλάτωνος. A.

Rhet

66,19

ὃ Δίωνα μένειν οἴκοι καὶ τῆς οὐσίας κρα‐ τεῖν ἦν] τοῦτο ἦν τὸ Δίωνα μένειν ἐν Σικελίᾳ, καὶ τῶν ἑαυτοῦ κρατεῖν. B.

Rhet

67,7

ἄχρι μὲν τούτων τῶν λόγων] τὸ ἀδικεῖσθαι κρεῖττον ἢ ἀδικεῖν. A.

Rhet

67,8

ἐπηγμένων δὲ τούτων] λεχθέντων ὧν αὐτὸς εἶπον. A.

Rhet

67,9,10

ἐξεληλέγχθαι καὶ λελύσθαι γ’—οὗ τὸ σαθρὸν ἦν αὐτῶν] τἄλλα, φησὶν, αἰνίγματα λύεται, ἵν’ ἐξ ἀδήλων δῆλα γένωνται μόνον, τὰ δὲ αἰνίγματα ἐλύ‐ θησαν οὐ διὰ τὸ ἀσαφὲς μόνον, ἀλλ’ ἵνα καὶ γνώρι‐416
5μον γένηται τί ἦν αὐτὸ τὸ ἀσθενὲς, τουτέστι τὸ λέγειν ὅτι δεῖ ἀμύνεσθαι. AB. τὰ ἄλλα, φησὶν, αἰνίγματα λύε‐ ται, οἵα δῆλα ἐξ ἀδήλων γένωνται μόνον, τὰ δὲ αἰνίγματα ταῦτα λυθήσονται οὐ διὰ τὸ ἀσαφὲς μόνον, ἀλλ’ ἵνα καὶ γνώριμον γένηται τί ἦν αὐτῶν τὸ ἀσθενές. τὸ γὰρ λέ‐
10γειν κρεῖττον ἀδικεῖσθαι ἢ ἀδικεῖν ἔχει σαθρὸν ἐμφαινό‐ μενον τὸ οὐ δεῖ ἀμύνεσθαι· ὁ γὰρ τὸ ἀδικεῖσθαι καλὸν ἡγούμενος οὐκ ἂν ἀμυνεῖται· μὴ ἀμυνόμενος δὲ καταφρο‐ νηθήσεται. Oxon.

Rhet

67,11

ἔστι δ’ ἐκ τῆς μακρᾶς ἐπιστολῆς] ταύτην ἔγραψε τὴν ἐπιστολὴν πρὸς τοὺς Δίωνος παῖδας, τοῦ πα‐ τρὸς αὐτῶν τελευτήσαντος. τὸ δὲ μακρᾶς ὡς ἐν διαβολῇ. δεῖ γὰρ τὰς ἐπιστολὰς συντόμους εἶναι. AB.

Rhet

67,13,14

μὴ δόξαιμί ποτε ἐμαυτῷ παντάπασι— ἄν ποτε ἑκὼν ἀνθάψασθαι] ἤγουν περὶ λόγους μόνον εἰδέναι διατρίβειν, οὐδὲν δὲ πράττειν ἐπίστασθαι, ἀλλ’ ἀπράγμων εἶναί τις παντάπασιν· ἢ λόγῳ μόνον εἰδέναι φι‐
5λεῖν, ἔργῳ δ’ οὐ δεικνύειν τὸ φίλτρον. A Oxon.

Rhet

68,3

τὸ μὲν] τὸ μὴ ἐλθεῖν εἰς μὴ βοήθειαν. A.

Rhet

68,4

πῶς οὐ προδοῦναι (ut est in marg. cod. pro προδέδοται)] ἠβουλήθης σαυτόν. A.

Rhet

68,9

μοι] τῷ Πλάτωνι. A. οὐκ ἔστι ταῦτα;] ἃ λέγει Πλάτων. A.

Rhet

68,16

οὕτω δ’ ἔχων λόγων καὶ πειθοῦς ἐδεῖτο] εἰ μὲν ἀρσενικοῦ εἴη ἡ μετοχὴ, πρὸς τὸν Δίωνα νοητέον· εἰ δὲ οὐδετέρου, ὥσπερ πράγματος, ἵν’ ᾖ ὄνομα οὕτως· τὸ δὲ πρᾶγμα, φησὶ, τοῦτο οὕτως ἔχον λόγων ἐδεῖτο καὶ
5πειθοῦς. A.

Rhet

69,2

τοσοῦτον ὑπερορίους] ὄντας δηλονότι. A.

Rhet

70,1

ᾗ ταῦτα ἀνάκειται] τὸ βοηθεῖν. A.

Rhet

70,6

μὴ] εἴθε. A. μὴ τοσούτου μηδὲν ἄξιον ἔστω νικητήριον] περιττεύει τὸ μὴ ἀρκεῖν· μηδὲ ἔστω νικητήριον τοσούτου ἄξιον, ὡς ἀκαίρως φιλονεικῆσαι τῷ Πλάτωνι. B.417

Rhet

70,7

συμβαίνειν] ἁρμόζειν. A.

Rhet

70,8

ἐν αὐτοῖς τούτοις σεμνύνειν αὐτὸν ἡγοῦμαι] τὴν ῥητορικήν. A.

Rhet

70,9

τούτων ἐκείνοις ὑπεναντίως ἐχόντων] τούτων λέγει τῶν ἐν τῇ ἐπιστολῇ· ἐκείνοις δὲ τοῖς ἐν τῷ Γορ‐ γίᾳ. AB.

Rhet

70,10

ἐκ τοῦ βίου] τοῦ ῥητορικοῦ. A. ἃ μεθ’ ἡμῶν καὶ ὧν ἡμεῖς ἀξιοῦμεν εἶναι τίθησι] ἅτινα ἔργα τίθησιν ὁ Πλάτων, ἀντὶ τοῦ ποιεῖ καὶ δια‐ πράττεται, μεθ’ ἡμῶν καὶ μετ’ ἐκείνων τῶν ῥητόρων
5ἡμεῖς ἀξιοῦμεν εἶναι. ἐὰν δὲ ἡττηθῇ, μὴ δεῖ πρὸ αὐτοῦ ὑποστίξαι, καὶ τὸ ἑξῆς ἀποδοῦναι τὸ τίθημι. B.

Rhet

70,11

ταῦθ’ ἑτέρως ἔχοντα ἢ ὥς τις πιστεύσειεν ἀποφαίνω] πολλῶν, φησὶ, διαβαλλόντων αὐτὸν ὡς κέρδους χάριν ἀπῇρεν, ἐγὼ δείκνυμι αὐτὸν καλῶς ποιήσαντα, καὶ πλεύσαντα Δίωνος χάριν, ὅπερ ἀπιστοῦσι τινές. AB
5Oxon.

Rhet

71,1

οὐχὶ καλῶς ἔχον ἐλθεῖν ἐπ’ αὐτὸν] ἐνόμιζεν ὁ Διονύσιος. A.

Rhet

71,14

μάλιστα μὲν ταῦτα ἐχρῆν προδιδάσκειν τὸν Δίωνα καὶ νουθετεῖν] ὅτι τὸ ἀδικεῖσθαι κρεῖττον τοῦ ἀδι‐ κεῖν. A.

Rhet

71,17

πανοικησίᾳ] ἀντὶ τοῦ μετὰ Σωκράτους καὶ Ξενοφῶντος. A.

Rhet

72,1

οὐ γὰρ ἃ καὶ τελευτᾶν ὡραῖον ἤδη νομίζων εἶναι] ἐπειδὴ ἐν τῇ ἀπολογίᾳ Σωκράτους εἶπεν ὁ Πλάτων, ὡς παρ’ αὐτοῦ Σωκράτους, ὅτι δεῖ μὴ ἀμύνασθαι, διὰ τοῦτο δείκνυσιν ὅτι οὐκ εἰσὶν ἐκεῖνοι οἱ λόγοι τῆς προαι‐
5ρέσεως αὐτοῦ. ἐπειδὴ καλὸν, φησὶν, ἐνόμιζε τὸ ἀποθα‐
νεῖν, ἐπειδὴ γέρων ἦν, καὶ ἀδύνατον ἡγεῖτο εἶναι λῦσαι λῦσαι τὰς συναχθείσας αὐτῷ μέμψεις ἐκ τοῦ μακροῦ βίου. τὸ δὲ εἶπεν, ἢ οὐκ εἶπεν, οὐκ εἶπε μὲν, ἐπειδὴ κατὰ ἀλή‐ θειαν ὂν κατὰ ἀλήθειαν ἀπελογήσατο Σωκράτης· εἶπε418
10δέ φησιν, ἐπειδὴ ὑμεῖς ἐπλάσασθε αὐτῷ ἀπολογίαν. οὐ δεῖ οὖν τὰ τοιαῦτα ἀκούσια ῥήματα πιστότερα νομίζειν τῶν ἔργων τῶν ἐπιδηλίων, ἅτινα ἑκὼν ἐπόνησεν. AB Oxon. ὡραῖον] κατὰ τὸν καιρόν. A.

Rhet

72,2

τὰς πολλὰς διαβολὰς] τὰς τοῦ Ἀνύτου καὶ Μελίτου. A.

Rhet

72,3

ὕστερον εἶπεν, ἢ οὒ] τὸ ἢ οὒ προσέθηκεν, ἵνα αἰνίξηται ὅτι οὐ πάντως Σωκράτης εἶπεν, ἀλλὰ Πλά‐ των ἐπλάσατο. B.

Rhet

72,5

ὁ ἑταῖρος] ὁ Ἀλκιβιάδης· καὶ γὰρ αὐτὸς συν‐ εστρατεύετο αὐτῷ ἐν τῷ Δηλίῳ· ὅθεν οὐδὲ ἐμνημόνευ‐ σεν αὐτοῦ Θουκυδίδης. AB.

Rhet

72,7

Πλάτωνα αὐτὸν συμμαρτυρῆσαι τῷ λόγῳ] συμβαίνει. A.

Rhet

72,11

ὥστ’ εἰ μηδὲ—ἡ ῥητορικὴ καλόν] ἐστι. A.

Rhet

72,12

τοὺς τοιούτους] τοὺς ἑτοίμως ἔχοντας πρὸς τὸ ἀμύνασθαι. A.

Rhet

72,15

οἴκοθεν ὢν Πλάτωνι] ἐπειδὴ ἐκ τῆς αὐτῆς διατριβῆς εἰσι, φησὶν, ἀμφότεροι· Σωκράτους γὰρ καὶ ὁ Ξενοφῶν μαθητής. AB Oxon.

Rhet

73,2

οὐδέ γ’ ἐκεῖνο μᾶλλον οὐκ ἔστιν εἰπεῖν] πε‐ ριττεύει ἡ μία ἄρνησις. B.

Rhet

73,3

τοῖς ἐν τοῖς λόγοις βεβιωκόσι] τοῖς ἐλλογί‐ μοις. B.

Rhet

73,7

ἔχοι] δύναται. A.

Rhet

73,8

τὸν κολοφῶνα] τὸ κεφάλαιον. ὡς ἄν τις εἴποι ῥήματι] ὅτι κολοφών ἐστιν. A.

Rhet

73,10

τοῖς δὲ εὐδαιμόνως ζῶσιν ὑπάρχειν] τοῦτο ἐκ τῶν νόμων Πλάτωνος. A.

Rhet

73,14

ὁ τοῦ ἐπιγράμματος μετέχων, καὶ δι’ ὃν τὸ Ἀρίστωνος γένος θεῖον ὡς ἀληθῶς] ἐπίγραμμα γὰρ ἦν τοῦ πατρὸς αὐτοῦ, τοῦ Ἀρίστωνος, λέγων οὕτως· ὦ παῖδες Ἀρίστωνος κλεινοῦ, θεῖον γένος. τινὲς οὖν φασιν419
5ὅτι διὰ μόνον Πλάτωνα τὸ θεῖον εἶπεν, ἵνα δηλώσῃ ὅτι θεῖός ἐστιν· ἄλλοι δέ φασιν ὅτι ἐπειδὴ ὁ πατὴρ αὐτοῦ ἠρίστευσεν, ἵν’ ᾖ ὁ νοῦς οὕτως· ὦ Πλάτων, φησὶν, οὗ ἐστι τὸ ὄνομα ἐν τῷ ἐπιγράμματι τοῦ σοῦ πατρὸς, δη‐ λοῦντι ὅτι ἠμύνατο τοὺς πολεμίους. εἰ δὲ καὶ σὺ, φησὶ,
10μετέχεις τοῦ ἐπιγράμματος, ὀφείλεις εἰδέναι διὰ τί γέ‐ γραπται, δηλονότι ὑπὸ τοῦ ἀμύνασθαι. AB Oxon. τελέως ἄρα, ὦ δαιμόνιε] συλλογισμός. A. εἰ τὸ μὴ ἀδικεῖσθαι τελείως ἐστὶν ἀγαθοῦ, τοῦτο δὲ ἡ ῥητορικὴ δύναται, τελείως ἄρα ἡ ῥητορικὴ ἀγαθόν. A Oxon.

Rhet

73,16

ὅτ’ ἀδικεῖν μὲν οὐκ ἐπηνάγκαζεν, ἀδικεῖσθαι δ’ οὐκ ἐᾷ] δέον ἐπαναγκάζει λέγειν, ὥσπερ τὸ ἐᾷ, ἐπη‐ νάγκαζεν εἶπεν· ἔθος δὲ τοῦτο πᾶσι ποιεῖν· φησὶ γὰρ Ἀριστοφάνης ἐν Νεφέλαις „Καὶ δεινά γ’ εὐθὺς ποιεῖ
5καὶ τετάρακται.“ A Oxon.

Rhet

74,2,3

τὸ γὰρ χαλεπώτερον κτήσασθαι—ὑπ’ ἄλλων ἀδικήσεται] τοῦτο ἐκ τῶν νόμων Πλάτωνος. A.

Rhet

74,6

ἐγὼ μὲν οὐκ ἔχω συμβαλεῖν] νοήσει. A. εὐδαίμονες ἄρα, οὐκ ἄθλιοι] ἕτερος. A.

Rhet

74,12

τοῦτον τὸν τρόπον] καθὼς Ἡρακλῆς ἐλή‐ φθη. A.

Rhet

74,13

τοῖς ἐναντίοις περιπίπτει] τῷ παραδείγματι. A.

Rhet

74,17

ἐκ τῶν αὐτῶν] λόγων. A.

Rhet

74,18

τούτοις ἐκεῖνό γε ἐλέγχειν νομίζων] τού‐ τοις, τὸ κατηγορεῖν· ἐκεῖνο δὲ, τὸ τῆς ῥητορικῆς. B.

Rhet

74,19

τὸν ἐν τῇ νυκτὶ σκοπὸν] σκοπὸν ἐνταῦθα ἢ τὴν βουλὴν νόει· κακαὶ γὰρ ὡς ἐπὶ τὸ πλεῖστον αἱ νυκτεριναὶ βουλαί· ἢ τὸν κατάσκοπον· ἐν γὰρ τῇ νυκτὶ
οἱ τῶν πολεμίων κατάσκοποι γίνονται. Oxon.420

Rhet

75,9

μή τι γε] τινά. A.

Rhet

75,10

οὐδ’ ὅ τι μᾶλλον ᾑρῆσθαι δουλεύειν] ἔστιν ε (sic) προκρίνειν, ὡς κόλαξ. A. οὐδ’ ὅ τι μᾶλλον πρὸς τῷ δεσπόζειν ἐθέλειν ἐστίν] ἕτερον φιλεῖν τὸ ἄρχειν, ὥσπερ ὁ τύραννος. A.

Rhet

75,14

οὐκοῦν τά γε ἕτερα πάντως ἤδη ψευδῆ] ὅτι κολακεία ἡ ῥητορική. A. εἰ καὶ μηδὲν ἔχοιμι χρηστὸν εἰπεῖν περὶ αὐτῆς] τοῦτο οὐχ ὡς οὐδὲν ἔχων ἐπαινεῖν τὴν ῥητορικὴν, ἀλλὰ καθ’
5ὑπόθεσιν. A Oxon.

Rhet

75,16

τῷ δὲ, εἰ καὶ θάτερα ὀρθῶς ἐγκέκληκε περὶ τῶν ἑτέρων λόγος οὐ λείπεται] τῷ δὲ Πλάτωνι, φησὶν, οὐκ ἔστιν ὑπὲρ τοῦ ἑνὸς ἐγκλήματος ἀπολογία, κἂν δείξῃ καὶ ἑαυτὸν ὑπὲρ τοῦ ἄλλου καλῶς εἰρηκότα· εἰ γὰρ κό‐
5λακες οἱ ῥήτορες, οὐ τύραννοι, εἰ δὲ τύραννοι, οὐ κόλα‐ κες. AB.

Rhet

76,3

παρ’ αὐτῷ] τῷ Πλάτωνι. A.

Rhet

76,8

μέχρις ἂν σώζηται λόγῳ] ἤγουν λόγον αὐτῆς ποιῶνται. A.

Rhet

76,15

φανῆναί τινα ὥσπερ ἐν μάχῃ σφίσιν] ἐπι‐ κουροῦντα. A.

Rhet

76,17

ἀνήσοντα] παύσοντα. A.

Rhet

77,3

πῶς οὖν τἀναντία λέγουσιν ἀλλήλοις οἱ ῥή‐ τορες;] ἀνθυποφορὰ τὸ σχῆμα. A. ἀνθυποφορὰ, ὅτι τἀν‐ αντία ἀεὶ οἱ ῥήτορες λέγουσιν, ἣν λύει ὑποκλέπτων αὐτῷ τὴν διάνοιαν· ὁ μὲν γὰρ ἔλεγεν ἐναντία λέγειν αὐτοὺς
5ἑαυτοῖς, ὁ δὲ ῥήτωρ οὕτω κατασκευάζει, ὡς ἀλλήλοις ἐναν‐ τία λεγόντων τῶν ῥητόρων, ἐπίτηδες τελευταῖον αὐτὸ τοῦτο ἐφύλαξεν, ὅτι τοῦτο ἐδόκει εἶναι τοῦ Πλάτωνος τὸ ἰσχυρότερον, ὡς καὶ αὐτός φησιν. AB. ὥσπερ ὑπὸ Πλάτωνος ἀνθυποφορὰ, ὅτι τἀναντία οἱ ῥήτορες λέγου‐
10σιν, ἣν λύει δεξιῶς πάνυ, λέγων ὡς καὶ ἕκαστος ἑαυτῷ τἀναντία καὶ οἱ φιλοσοφοῦντες ἔσθ’ ὅτε ἑαυτοῖς λέγου‐
σιν· ὃ καὶ αὐτὸς νῦν ὑπὲρ ῥητορικῆς λέγει ποιῆσαι. A Oxon.421

Rhet

77,5

καὶ τοῦτ’ ἰσχυρότατον πάντων ὂν σχεδὸν, ὡς ἐν ψεύδεσιν, ὧν ἐκεῖνος εἴρηκεν] πάντων, φησὶ, τῶν ὑπ’ ἐκείνου εἰρημένων τοῦτο τὸ ἰσχυρότερον. εἶτα ἵνα μὴ νο‐ μισθῶσι κἀκεῖνα ἰσχυρὰ, λέγει ὅτι ὡς ἐν ψεύδεσι τοῦτο
5ἰσχυρόν. AB. ἰσχυρότατον εἰπὼν, ἵνα μή τις δόξῃ ὡς καὶ τοῦτο, καὶ ἃ Πλάτων εἶπεν, εἰς τὸ ἀληθὲς ἰσχυρά ἐστιν, ἐπάγει τὸ ὡς ἐν ψεύδεσι, δεικνὺς ἐντεῦθεν ὅτι δοκοῦσι μὲν καὶ τοῦτο κἀκεῖνα ἔχειν, ἔστι δὲ τῷ ὄντι εὐέλεγκτα, καὶ μονονοὺ ἀνυπόστατα ὥσπερ τὸ ψεῦδος. Oxon.

Rhet

77,6

ὅτι οἶμαι καὶ ἡμῖν αὐτοῖς ἀπαντῶμεν ἐν τοῖς λόγοις] ὃ θέλει εἰπεῖν, τοιοῦτόν ἐστιν· ὅτι οὐ μόνον, φη‐ σὶν, ἐναντία λέγομεν ἀλλήλοις οἱ ῥήτορες, ἀλλὰ καὶ ἕκα‐ στος αὐτῶν περιπίπτει. τὸ οὖν ὅτι οἶμαι πρὸς τὸ πῶς
5οὖν τἀναντία τὴν δύναμιν ἔχει, τὸ δὲ ἔστι μὲν οὐκ ἔτι τοῦτ’ ἐν τοῖς εἰρημένοις, μέχρι τοῦ ὧν ἐκεῖνος εἴρηκε διὰ μέσου. A. ἀντὶ τοῦ ἐναντιοῦνται· ὥσπερ ὁ Δημοσθένης· εἰπὼν γὰρ ἐν τῷ πρώτῳ τῶν Ὀλυνθιακῶν ὅτι τὸ φυλάξαι τὰ ἀγαθὰ τοῦ κτήσασθαι χαλεπώτερόν ἐστιν, εἶτα ἐν
10τῷ δευτέρῳ λέγει, τὸ κτήσασθαι τοῦ φυλάξασθαι δυσχε‐ ρέστερόν ἐστιν. εἶτα ἐπήνεγκεν ὃ κἀγὼ νῦν πεποίηκα· καὶ γὰρ καὶ αὐτὸς ἐναντιώθην ἐμαυτῷ. εἰπὼν γὰρ ἄνω ὅτι, εἰ καὶ μὴ τέχνη ἐστὶν ἡ ῥητορικὴ, ἀλλὰ κρείττων τέχ‐ νης, ὕστερον εἶπεν ὅτι καὶ τέχνη ἐστὶν, ὅπερ ἐστὶν
15ἐναντίον. AB. ἡμῖν αὐτοῖς ἀπαντῶμεν] ἐναντιούμεθα ἡμεῖς. A.

Rhet

77,7

αὐτὸ τοῦτο κἀγὼ νῦν πεποίηκα] καὶ γὰρ ὡς ὑπὲρ τέχνην καὶ ὅτι τέχνη ἐστὶν ἡ ῥητορικὴ ἔδειξα. A
Oxon.422

Rhet

77,9

Super τυγχάνοντας in A scriptum est ἐπὶ, incertum utrum ut scholion an ut varia lectio.

Rhet

77,11

ἢ τὸ φιλοσοφεῖν εἶναι καλὸν οὕτως ὡς ἔφην] κατὰ τοὺς τυγχάνοντας τῆς ἀληθείας. A.

Rhet

77,14

τὸ ἐξ ἀρχῆς κεφάλαιον τῆς ῥητορικῆς] τὸ ὑπὲρ τῶν δικαίων λέγειν. B.

Rhet

77,15

ἐπεὶ δὲ καὶ Μιλτιάδου] ὁ μὲν πρῶτος λό‐ γος ὑπὲρ ῥητορικῆς μόνον ἦν, οὗτος δὲ καὶ ὑπὲρ ῥητο‐ ρικῆς καὶ ὑπὲρ τῶν ῥητόρων. Oxon.

Rhet

78,5

συγχωρούντων μὲν οὖν ἡμῶν] τῶν μοχθηρο‐ τάτων εἶναι τούτους. A.

Rhet

78,7

πανταχῆ δειχθήσεται φιλονεικῶν] οὐκ ἐνιστά‐ μενος δικαίως, ἀλλ’ ἀκαίρως μαχόμενος. A.

Rhet

78,12

ἐν μὲν τῷ κρατεῖν] ἡμᾶς. A.

Rhet

78,14

τῶν θεῶν εὐμενῶς συναιρομένων] συλλαμ‐ βανόντων. A.

Rhet

78,18

ὡς εἰ τότε] ἐπεί. A.

Rhet

78,19

τίς ἂν ὑμῶν] ὑφ’ ὑμῶν. A. ἐγένετο] εἰς ἡμᾶς. A.

Rhet

79,15

δεξάμενοι δὲ τοὺς τοιούτους νόμους] αὕτη ἡ μετοχὴ πρὸς τὸ κρατεῖτε καὶ κρατεῖσθε ἔχει τὴν δύ‐ ναμιν, εἰ καὶ τὸ ἐπειδὴ κατέχει κίνδυνος Σικελίαν διὰ μέσου ἐλήφθη, καὶ συναφείας χάριν προσετέθη τὸ καὶ
5πρὸς τὸ οὔτε κρατεῖτε· δέον γὰρ οὕτως εἰπεῖν, δεξάμενοι τοὺς τοιούτους νόμους, ἐπειδὴ οὔτε κρατεῖτε ἱκανῶς, ὁ δὲ διὰ μέσου εἶπε τὸ κατέχει κίνδυνος Σικελίαν, καὶ διὰ τοῦ‐ το πλάνην ποιεῖ τῆς τάξεως. A Oxon.

Rhet

80,13

ἀπὸ βαρβάρων] τῶν Καρχηδονίων. A.

Rhet

81,2

τοὺς τῶν ἠλευθερωκότων τὴν πόλιν ἐκγόνους] τοὺς καταγομένους. A.

Rhet

81,16

ὡς δὴ τούτους ὄντας ῥήτορας] οὐκ ἔστιν αὕ‐ τη ἡ αἰτιατικὴ πρὸς προηγουμένην ἄλλην αἰτιατικὴν, ἀλλὰ δέον εἰπεῖν, ὡς εἶναι τούτους ῥήτορας, ὁ δὲ πρὸς μετο‐ χὴν ἔτρεψεν, ὄντας εἰπών. εὕρηται δὲ τοῦτο καὶ ἐν ἄλλοις
5πολλοῖς τῶν λογοποιῶν, καὶ ἐν τῷ Ἀριστείδῃ, πολλαχῇ τε ἄλλῃ καὶ ἐν τῷ Παναθηναϊκῷ, ὡς ἐνταῦθα· εἴπερ που τὴν δικαίαν φιλανθρωπίαν οὖσαν. A Oxon.423

Rhet

82,1

τί τούτων ἔδει τῶν παραδειγμάτων;] ἤγουν εἰ μὴ ταύτην τὴν ἀπόδειξιν δέχῃ, τί τοῖς ῥήτορσι παραδείγ‐ μασιν ἔδει κατὰ ῥητορικῆς, ὥστε δι’ αὐτῶν ταύτην ἐλέγ‐ ξαι. A Oxon.

Rhet

85,1

κἀν τοῖς ἄνω] λόγοις. A.

Rhet

85,2

τοὺς ἄνδρας] τοὺς Ἀθηναίους. A.

Rhet

85,4

εἰς ᾠδάς τε καὶ τὴν ἄλλην ποίησιν θεῖναι] τοῦτο λέγει διὰ τοὺς λυρικούς. A.

Rhet

85,5

λέγω δὴ τὰ τούτων ἔργα] τὸ λέγω δὴ τὰ τούτων ἔργα εἶπεν, διότι οὐ καθαρῶς τούτους ἐπαινεῖ, ἀλλ’ ἁπλῶς τοὺς Ἀθηναίους. ἐπεὶ οὖν τὰ ἐν Μαραθῶνι καὶ Σα‐ λαμῖνι Ἀθηναίων ἔργα Μιλτιάδου καὶ Θεμιστοκλέους ἡγου‐
5μένων ἐγένοντο, συμπεραίνει ὁ ῥήτωρ ὅτι τὰ Θεμιστο‐ κλέους καὶ Μιλτιάδου ἔργα ἐπαινεῖ, ὅταν Ἀθηναίους ἐπαι‐ νῇ· ἡ γὰρ τούτων εὐψυχία καὶ σύνεσις καὶ ταῦτα κα‐ τώρθωσεν. A Oxon.

Rhet

86,2

ἐν ᾗ ταυτὸν ἦν] λόγου χάρις καὶ δύναμις. A.

Rhet

87,11

ἔγκειται μὲν γάρ που ταῦτα μεταξὺ τοῦ μύ‐ θου] ταῦτα λέγει τὰ ὅτι δυσχερές ἐστιν εὑρεῖν ἄνδρα ἄρ‐ χοντα δίκαιον. μεταξὺ δὲ λέγει τοῦ μύθου τοῦ κατὰ τὸν Σίσυφον καὶ Τιτυὸν καὶ Τάνταλον· τούτους γὰρ, φησὶ,
5πεποίηκεν Ὅμηρος ἐν Ἅιδου κολαζομένους, ὡς δυνάστας πο‐ νηροὺς γενομένους. A Oxon. ταῦτα λέγει τὰ ὅτι δυσχερὲς εὑρεῖν ἄρχοντα δίκαιον. μεταξὺ δὲ λέγει τοῦ μύθου, τουτ‐ έστι τῆς ὅλης κατασκευῆς. B.

Rhet

87,12

οὐκ ἀσκέπτως] χωρίς τινος προφάσεως. A. φαύλως] ἀλόγως. A. οὐδὲ ὡς ἐξέπεσεν, ἀλλ’ ὅπως συγκρυφθείη] ἔστι γὰρ ὅτε ἀκολουθίᾳ τοῦ νοήματος φερόμενοι ἐκπίπτομεν εἰς ἃ
5μὴ βουλόμεθα· ἔθηκεν οὖν ἐν μέσῳ τοῦ μύθου τὸ κατὰ τὸν Ἀριστείδην, ἵνα τῇ μεσότητι ὁ κατὰ τοῦτον λόγος κρυφθείη. εἰ δὲ εἰς μνήμην τις ἐλθὼν Ἀριστείδου (τοῦτο
γὰρ δηλοῖ τὸ εὑρὼν) εἰς ἔλεγχον προφέρει τῷ Πλάτωνι λέ‐ γων, πῶς τοὺς ῥήτορας ψέγεις· Ἀριστείδης γὰρ ῥήτωρ ὢν424
10πολλοῦ τινος ἄξιος Ἕλλησι γέγονε, μηδ’ αὐτὸς ὁ Πλάτων δόξει τουτονὶ παρελθὼν, ἀλλ’ ἐν αὐτῷ εἴη, ἤγουν μετὰ τῶν ἐπαινούντων αὐτόν. A Oxon. ἔστι γὰρ ὅτε καὶ παρὰ προαίρεσιν ὑπὸ τῆς ἀκολουθίας τοῦ νοήματος φερόμενοι ἐκπίπτομεν. B.

Rhet

87,13

καὶ εἴ τις εὑρὼν χρῷτο, μηδ’ αὐτὸς δοκῇ παρελθεῖν, ἀλλ’ ἐνθείη] ἀπὸ κοινοῦ τὸ ὅπως. ὁ δὲ νοῦς οὕτως· καὶ ἵνα, φησὶν, ἐὰν εὑρών τις τὰ νόμιμα ταῦτα, ἂν τεθῇ τῷ πλησίον, δόξῃ καὶ αὐτὸς μὴ ἀγνοεῖν αὐτὰ,
5ἀλλ’ ὑπάρχοι ἐν τῷ διαλόγῳ. B.

Rhet

87,14

ἅμα πρὸς τῇ τελευτῇ τοῦ λόγου τοῦ παντὸς] οὐ μόνον, φησὶ, μέσην εὗρε τάξιν, ἀλλὰ καὶ ἐν τῇ τελευτῇ τοῦ λόγου. B. ἅμα πρὸς τῇ τελευτῇ τοῦ λόγου—οὐκ ἔμελλεν ἕξειν
5οἶμαι χρῆσθαι] καλῶς, φησὶ, μέσην τάξιν δέδωκεν αὐτοῖς καὶ ἐν τέλει· εἴ γε οὖν ταῦτα ἐν ἀρχῇ τάξας οὐκ ἐδύνατο χρῆσθαι ταῖς κατ’ αὐτῶν διαβολαῖς. B.

Rhet

87,17

ὅτι κἀν τοῖς αὐτοῖς τούτοις ἐνόντα φαίνη‐ ται] τὰ κατὰ τὸν Ἀριστείδην. A.

Rhet

88,18

οὐκοῦν καὶ ὦ Πλάτων] ἀπὸ κοινοῦ τὸ χα‐ λεπόν ἐστιν· ἔστι γὰρ ὁ λόγος ἀπὸ Ἀριστείδου, ὡς ἐν με‐ ταξυλογίᾳ. B.

Rhet

89,6

ἀνδρῶν γὰρ ἂν εἴη—ἢ πράττειν κακῶς] ψέγων ῥητορικὴν καὶ θέλων τὸν λόγον πιστώσασθαι ἔφη πάντας τοὺς ῥήτορας κόλακας καὶ κακοὺς εἶναι τοῖς δια‐ φέρουσι τῶν ῥητόρων, Περικλεῖ καὶ Μιλτιάδῃ καὶ τοῖς ἄλ‐
5λοις τὴν κατηγορίαν ταύτην προσάψας, ἵνα δι’ αὐτῶν καὶ τοὺς ἄλλους συμπεριλάβῃ. λέγει οὖν Ἀριστείδης ὡς, ἐπειδὴ, ὦ Πλάτων, Ἀριστείδην τὸν Λυσιμάχου κάλλιστον ἔφησας ῥήτορα ὄντα, δείκνυται ἐνταῦθα ὡς οὐ κατηγο‐ ρία ῥητορικῆς, ἐάν τινες τῶν ῥητόρων κακοὶ φανῶσιν. ἕως
10γὰρ ἂν εἷς κάλλιστος φαίνηται Ἀριστείδης, οὐ παρὰ τὴν ῥητορικὴν οἱ ῥήτορες κάκιστοι, ἀλλὰ τὴν παρ’ αὐτῶν
φύσιν. A Oxon.425

Rhet

89,8

ὥσπερ τοίνυν αὐτὸς τὰ μὴ ἀναγκαῖα] ἐπειδὴ οὐκ ἀναγκαία ἡ Θεμιστοκλέους καὶ Περικλέους καὶ τῶν ἄλ‐ λων κατηγορία· οὐ γὰρ ἐξ ἀνάγκης ὡς ῥήτορες ἦσαν φαῦ‐ λοι, εἰ καὶ ὅλως ἦσαν, ἀλλὰ τὴν παρ’ αὐτῶν φύσιν. δῆ‐
5λον δὲ ὅτι οὐχ ὡς ῥήτορες ἦσαν τοιοῦτοι, ἐπειδὴ Ἀριστεί‐ δης, ῥήτωρ ὢν, κάλλιστος ἦν. οὐκ ἄρα ἀναγκαία καὶ ἡ ὑπὲρ τούτων ἀπολογία· τὸ γὰρ ὑπὲρ τῶν μὴ κατ’ ἀνάγκην ψεχθέντων ἀπολογεῖσθαι οὐκ ἀναγκαῖον· πάλιν δὲ ἐξ ἡμι‐ σείας ἀναγκαῖον, ἐπειδὴ ὑπὲρ τῶν τῆς αὐτῆς Ἀριστείδου
10φατρίας ὄντων ἀπολογησόμεθα. A Oxon.

Rhet

90,8

εἰ δ’ ἐκεῖνοι τούτοις ἐξελέγχονται] οἷς προσ‐ έπταισαν. A.

Rhet

90,15

εἰ γὰρ φιλοσοφίας εἵνεκα—τῷ Δίωνι βοη‐ θὸς] διὰ τὸ μὴ ὑπ’ Ἀθηναίων τιμᾶσθαι φιλοσοφίαν σχο‐ λὴν τοῦ φιλοσοφεῖν ἄγων ὁ Πλάτων εἰς Σικελίαν ἔπλευ‐ σεν ὑπὲρ Δίωνος. A Oxon.

Rhet

91,1

χρῇ] λαμβάνεις. A.

Rhet

91,2

καὶ μὴν ὅτι γε οὐχ ὑπ’ ἀνοίας] σύνταξις οὕ‐ τως· καὶ μὴν ὅτι γε οὐχ ὑπ’ ἀνοίας ὁ κυβερνήτης παρα‐ χωρεῖ τῷ ῥήτορι οὐ χαλεπόν ἐστι ῥητορικῇ δεῖξαι. B.

Rhet

91,5

εὖ γὰρ οἶδε, καὶ οὐ δεῖται τοῦ διδάξοντος] οὐ δέεται, φησὶν, ὁ κυβερνήτης τοῦ διδάξοντος· φρόνιμος γὰρ ὢν οἶδεν ἀφ’ ἑαυτοῦ τίνων μὲν αὐτὸς ἄρχων, τίνων δὲ οἱ ῥήτορες. B.

Rhet

91,11

ὅταν τὰ κράτιστα δεήσῃ νεῶν] ἤγουν ὅπερ κράτιστον καὶ λυσιτελοῦν δόξει τοῖς πράγμασιν. A Oxon.

Rhet

91,16

νικήσαντα ἀποστεῖλαι] εἰκότως εἶπε τὸ νική‐ σαντα· ἄλλα γὰρ ἄλλων λεγόντων ἐν τῇ ἀγορᾷ, τῶν μὲν ὡς δεῖ τόδε ποιῆσαι, τῶν δὲ ὡς τόδε, ἡ τοῦ ῥήτορος γνώ‐ μη νικᾷ, καὶ πάντες τῷ ῥήτορι πείθονται ὡς τὰ βέλτι‐
5στα λέγοντι. A Oxon. οὐδὲ τὸ σεσωκέναι τὴν ναῦν, —προσεξετάζειν τοῦ πράγματος] ὃ λέγει, τοιοῦτόν ἐστιν· ὅτι οὐ σκοπεῖ ὁ κυ‐ βερνήτης, εἰ τὴν ναῦν καὶ τοὺς ἐν αὐτῇ σέσωκεν, ἀλλὰ
πρὸς τῷ μὴ σκοπεῖν ἐξετάζει τὸ σχῆμα τῆς αὐτοῦ τέχνης426
10πρὸς τὴν τῶν ῥητόρων, καὶ πολὺ ἀποδέον εὑρίσκων οὐκ ἴσον φρονεῖ τοῖς ῥήτορσιν. A Oxon.

Rhet

92,3

ἀπέκτεινε δὲ οὐδεὶς οὐδένα πω τῷ λόγῳ τῆς τέχνης] ὁ γὰρ τῆς τέχνης ὁρισμὸς σωτηρίαν ἐπαγγέλλεται. A Oxon.

Rhet

92,7

ὥσπερ καὶ τὸ παράδειγμα λέγει] εἰσάγει γὰρ ὁ Πλάτων τὸ τοῦ κυβερνήτου παράδειγμα, οὐχ ὡς σκο‐ ποῦντος σώζειν τοὺς ἀξίους σώζεσθαι, ἀλλὰ μόνον ἅπαν‐ τας σώζειν. A Oxon.

Rhet

92,12

ἐκβὰς παρὰ τὴν θάλασσαν καὶ τὴν ναῦν περιπατεῖ ἐν μετρίῳ τῷ σχήματι] διὰ γὰρ τὸ ταῦτα εὐτε‐ λὲς ἐπιτήδευμα εἶναι οὐδὲ οὗτος σεμνύνεται. A Oxon.

Rhet

92,14

οὕστινας ὠφέληκεν αὐτῶν καὶ οὕστινας ἔβλαψε] ὠφέλησε μὲν τοὺς καλοὺς, οὐκ ἐάσας αὐτοὺς κα‐ ταποντωθῆναι, ἔβλαψε δὲ τοὺς κακοὺς, ὅτι μὴ βελτίους ἐποίησεν, ἀλλ’ οἷοίπερ ἦσαν, τοιούτους ἐξήγαγεν. A Oxon.

Rhet

92,16

ἐκεῖνά τε οἶδε] τὸ σώζειν καὶ οὐκ ἀπολλύ‐ ειν, ἃ δεῖ. A.

Rhet

92,17

πρὸς ἐκείνοις εἰ μὲν καὶ ταῦτα λογίζεται] κατὰ τὸν Πλάτωνος λόγον. A. ταῦτα] ταῦτα λέγει, τὸ ὅτι ἄδηλον οὕστινας τῶν ἐμπλεόντων ὠφέληκε καὶ οὕστινας ἔβλαψεν. A Oxon.

Rhet

93,2

οὐ κατὰ ναῦν ἐστιν Αἰγυπτίαν] αἱ νῆες τῶν Αἰγυπτίων μείζους εἰσὶ τῶν ἄλλων, ὡς ἄπειρον πλῆθος χωρεῖν. A Oxon.

Rhet

93,3

ἀντὶ τῶν μυριοφόρων] νεῶν δηλονότι. A.

Rhet

93,5

ἐξαίρετον] κεχωρισμένον. A. καταχώσει, φησὶν, ἡμᾶς ὁ μηχανοποιὸς τοῖς λόγοις] εἰ ἐθελήσει λέγειν ὑπὲρ τῆς αὐτοῦ τέχνης σεμνύνειν αὐ‐ τήν. A Oxon.

Rhet

93,6

ὦ Γοργία κεφαλὴ] ἀντὶ τοῦ εἰπεῖν ὦ πάντας καταπλήττων τοῖς λόγοις τὸ Γοργία κεφαλὴ εἶπεν, ἐκ με‐ ταφορᾶς τῆς Γοργόνος, ἥτις καὶ Γοργὼ λέγεται. A Oxon. μὴ ὅτι] οὐ μόνον. A.

Rhet

93,7

ἕως ἂν μὴ νικήσωσιν οἱ ῥήτορες] παρ’ αὐτῷ. A.
ἤγουν μέχρις ἂν μὴ λάβῃ ῥητορικήν. A Oxon.427

Rhet

93,8

τίς ἡ τούτων προεστηκυῖα δύναμις] ἤγουν ἡ ῥητορική ἐστιν. A.

Rhet

93,10

ἧττον μὲν οὖν ἴσως τούτων ἄτοπα] ποιεῖ. A. παιδοτρίβας ἰατρῶν ἐντιμοτέρους ἄγων] τοῦτο εἰ καὶ ὑπὲρ ῥητορικῆς οὐ δοκεῖ εἶναι, (ὑπὲρ γὰρ ἰατρικῆς ἐστιν) ἀλλὰ τῷ ὄντι ἐξετάζων καὶ ὑπὲρ ῥητορικῆς εὑρήσεις. δεικ‐
5νύων γὰρ αὐτὸν ὡς, ἃ κατὰ τῆς ῥητορικῆς εἶπεν, ἀλόγως εἶπε, πιστοῦται τὸν λόγον ἐκ τοῦ τὴν αὐτὴν ἀτοπίαν δεικ‐ νύειν τὸν Πλάτωνα καὶ κατὰ τῆς ἰατρικῆς ποιήσαντα. A Oxon.

Rhet

93,11

ταύτην] ἣν ἴσμεν. A.

Rhet

93,14

περὶ ταύτης λέγει] εἰπὼν ἄνω λέγεις πρὸς Πλάτωνα, νῦν φησι λέγει, πρὸς τὸν Πλάτωνα μὲν καὶ οὕτως ἀποτείνων τὸν λόγον, πλὴν ὡς εἰς τρίτον πρόσωπον. A Oxon.

Rhet

94,8

Σκύλλαν] τὴν πέτραν. A.

Rhet

94,18

προτέρῳ μὲν καὶ τελεωτάτῳ τῷ πάντων ἀρί‐ στῳ] τῷ τῶν θεῶν γένει. A.

Rhet

94,19

δευτέρῳ δὲ, τῷ πάντων τῶν λοιπῶν ἀρίστῳ] τῷ τῶν ἀνθρώπων. A. δι’ ἓν τοῦτο, ὃ ῥητορικὴ παραλαβοῦσα ἄγει] τὸ λέ‐ γειν. A.

Rhet

95,4

ἐμοὶ μὲν οὐκ ἔτι τἀπὶ τούτοις ῥητὰ] τὰ γὰρ ἐπὶ τούτοις ῥητά ἐστιν, ὅτι οὐ χρώμενος οὕτω τῷ λόγῳ μᾶλλον ἑαυτὸν καταισχύνει. A Oxon.

Rhet

95,5

τὸ τοῦ Ὁμήρου σώζων] τὸ „Ὁποῖον κεἴπῃ‐ σθα, τοιόνδε κἐπακούσαις.“ A Oxon.

Rhet

95,14

ὁσημέραι] διόλου. A. οὐχ ὅσον ἀφοσιώσασθαι νουθετοῦντες] μόνον τὸ τῆς νουθεσίας. A. ἀφοσιώσασθαι] ἤγουν πληρώσασθαι. A.

Rhet

95,17

ταῦτα λέγοντες ἐν αὑτοῖς] ὅτι τούτων πάν‐ των ἐσμὲν ἄξιοι. A Oxon. κἀκεῖνα] τοῦ Πλάτωνος. A.

Rhet

95,19

τούτοις] τοῖς τῶν τιτθῶν καὶ παιδαγωγῶν
λόγοις. A Oxon. ἔγραφον δ’ ἂν καὶ τὴν τέχνην] οἱ παιδαγωγοί. A.428

Rhet

96,4

κατὰ τούτους τοὺς λόγους αὐτῆς] οὓς μέλλω εἰπεῖν αὐτῆς ὁρισμούς. A.

Rhet

96,11

τίνος, ὧν εἶπον, λαβόμενον] τὸν Πλάτωνα. A.

Rhet

96,12

προφέροιτο] προτιμοῖτο. A.

Rhet

97,3

οὐδέποτ’ ἐκ τῶν εἰκότων] ἐκπεσεῖτε. A. κατὰ γοῦν τὴν τέχνην] τῆς ῥητορικῆς. A.

Rhet

97,12

οὔπω εἰδόθ’ ὁμοιίου πτολέμοιο] ἐπὶ κακοῦ τὸ ὅμοιον ὁ Ὅμηρος ἀεὶ λαμβάνει. B.

Rhet

98,3

πολλοὶ γὰρ οἱ μετέχοντες] εἰσὶ τῆς πράξεως. A.

Rhet

100,2

νεωστὶ γὰρ τῶν ἀνθρώπων γεγονότων] μῦ‐ θος. A.

Rhet

101,3

χαλεπὴν] οὖσαν δηλονότι. A.

Rhet

101,9

αἱρεῖ] κρατεῖ. A.

Rhet

102,8

ὁ μὲν γὰρ χρήμασι νικῶν] ὅρα τὸ τῆς κλί‐ μακος τελεώτατον. A.

Rhet

102,17

φησὶ καὶ Ἀρχίλοχος καὶ ἡ παροιμία] ἡ μὲν παροιμία φησίν· οὐδὲ Ἡρακλῆς πρὸς δύο· τὸ δὲ Ἀρ‐ χιλόχου ῥητὸν οἷον μέν ἐστιν οὐκ ἴσμεν, ἴσως δ’ ἂν εἴη τοιοῦτον. A Oxon.

Rhet

103,3

ἕως γὰρ ἂν μὴ παρ’ αὐτοῦ τὸ κρεῖττον πα‐ ρέλθῃ] ἤγουν ὑπεροχή τις φανείη. A.

Rhet

103,4

οὐδ’ ἂν τὴν Δαρείου στρατιὰν ἄγῃς] πεντή‐ κοντα γὰρ μυριάδες ἦσαν, ἅσπερ κατ’ Ἀθηναίων ἔπεμψε μετ’ Ἀρταφέρνου καὶ Δάτιος. A Oxon.

Rhet

105,10

φημὶ δ’ ἔγωγε καὶ κάλλος καὶ ῥητορικὴν συνελθόντα τῇ ῥητορικῇ κριθήσεσθαι] ὁ γὰρ κάλλος καὶ ῥητορικὴν ἔχων ὡς ῥήτωρ μᾶλλον λόγου ἀξιωθήσεται. A Oxon.

Rhet

105,18

τὸν οὖν αἰσχρὸν] δυσειδῆ. A.

Rhet

107,5

ὥσπερ ὁ Ἰνδικὸς ὄρνις] ὁ φοίνιξ δηλονότι. A. Ἰνδικὸν ὄρνιν τὸν φοίνικα λέγει, ὃς εἷς μὲν ἐξ ἀρχῆς ἐγέ‐ νετο· φασὶ δὲ αὐτὸν ἐν Αἰγύπτῳ κατ’ ἐνιαυτὸν εἰς πυρὰν κατιόντα καίεσθαι· εἶτα ἐκ τῆς ἀνθρακιᾶς αὐτοῦ σκώ‐
5ληκα ἀναφυόμενον, καὶ κατὰ μικρὸν αὐξανόμενον φοίνικα
πάλιν γίνεσθαι. Oxon.429

Rhet

107,11

πρὸς τὰ τῷ ὄντι σιτία καὶ κρέα] ἐπειδὴ ταῦτα σύστασιν ἀνθρώπου ἐστὶ, διὰ τοῦτο προτιμότερα τῶν ἄλλων πραγμάτων ἐστίν. A Oxon.

Rhet

107,12

οἵτινες ἂν πλεῖστον ῥητορικῆς εἰσενέγκων‐ ται] ἐν τοῖς αὐτῶν ποιήμασι. A.

Rhet

107,13

Πλάτων δὲ αὐτὸς ἡμῖν τί φησιν;] ἤγουν οὐ ῥητορικῆς πολλαχοῦ τῶν αὐτοῦ καὶ αὐτὸς ἀντιποιεῖ‐ ται; A Oxon.

Rhet

107,16

εἰ τοίνυν τις καὶ τοιοῦτος ἐγγένοιτο] τοῦτο εἰ καὶ ξενοπροσώπως δοκεῖ λέγεσθαι, ἀλλ’ ἔμφασιν ἔχει περὶ ἑαυτοῦ λέγειν· αὐτὸς γὰρ οὐκ ἐν θεάτρῳ εἰσῄει περὶ κοινῶν πραγμάτων διαλεγόμενος, ὥσπερ ὁ Δημοσθέ‐
5νης. ἵνα δὲ μή τις αὐτῷ εἴπῃ ὡς οὐκ εὐφυῶς εἶχε πρὸς τοῦτο, ὅπερ ἦν ἀληθὲς, ὥσπερ ἀπολογούμενος λέγει· διὰ τοῦτο ὁ τοιοῦτος ῥήτωρ οὐκ ἀμφισβητεῖ ἑτέρῳ περὶ πο‐ λείτας, ἀλλ’ ἡσυχίαν ἄγει, ὁρῶν οὐχ ὑπὸ δημοκρατίαν ὄντα, ἀλλ’ ὑπ’ ἀρχὴν, ἐν ᾗ κινδυνεύειν ἀνάγκη τὸν τὰ
10δοκοῦντα ἑαυτῷ λέγοντα. A Oxon.

Rhet

108,4

θεὸν ἡγεμόνα καὶ προστάτην ἐπιγραψάμενος τοῦ τε βίου καὶ τῶν λόγων] ἐπειδὴ περὶ ἑαυτοῦ εἴπομεν τοῦτο λέγειν τὸν Ἀριστείδην, δεῖ νοεῖν θεὸν ἡγεμόνα τὸν Ἀσκληπιόν· τοῦτον γὰρ προστάτην ἑαυτοῦ καὶ τῶν αὐτοῦ
5λόγων ἐποιήσατο, ὡς δηλοῖ πολλαχοῦ τῶν αὐτοῦ. A Oxon.

Rhet

108,9

ὅστις πρὸς τοῦτο ὁρᾷ, καὶ τῶν διδόντων ἐστὶ, μισθωτὸν καλῶ τοῦτον, οὐ ῥήτορα] ὃ λέγει, τοιοῦ‐ τόν ἐστιν. ὅτι ὁ λαμβάνων δῶρα οὐκ ἔστι τῷ ὄντι ῥήτωρ, ἀλλὰ μισθωτὸς, καὶ δίδωσιν ὁ τοιοῦτος καὶ τοῖς ἄλλοις
5τοῖς μὴ ῥητορικὴν μὲν μεταχειριζομένοις, ἐκ δὲ τοῦ δω‐ ροδοκεῖν σεμνυνομένοις, ἀμφισβητεῖν αὐτῷ περὶ δόξης, καὶ ὥσπερ ἑαυτοὺς κρείττους τούτου νομίζειν. A Oxon.

Rhet

109,7

ὃ γὰρ περὶ τῶν ναυτικῶν ἔφη Θουκυδίδης,
περὶ ῥητορικῆς] ὁ Θουκυδίδης περὶ τῆς ναυτικῆς λέγει ὡς οὐ δεῖ ταύτην ἐκ παρέργου μελετᾶν. λέγει οὖν καὶ Πλά‐ των περὶ ῥητορικῆς οὐ ταῦτα μόνον, ἀλλὰ μηδὲ πάρεργον430
5τῆς ῥητορικῆς ἄλλο τι ποιεῖσθαι, ἀλλὰ ταύτην μόνην, μελετᾶν, εἴπερ δεῖ ταύτην κατωρθωκέναι. οὐχ εὕρηται δὲ ἐν τοῖς αὐτοῦ λόγοις λεγόμενα· ἀλλὰ δι’ ὧν τοῦ λο‐ γογραφεῖν πλεῖστον ποιεῖται λόγον, διὰ ταῦτά φησιν Ἀρι‐ στείδης τοῦτον ἄντικρυς ταῦτα λέγειν. A Oxon.

Rhet

110,1

τοῦτο δέ ἐστι δήπου στρατηγία καὶ δικα‐ στικὴ] ἡ γὰρ στρατηγικὴ εἰρήνην τῇ πολιτείᾳ παρέχει, ἡ δὲ δικαστικὴ εὐταξίαν. A Oxon.

Rhet

110,14

τῷ παραδόξῳ δὴ συγγράμματι] τῷ παρα‐ δόξῳ δὴ λέγει, ἐπειδὴ ἐν τῷ αὐτῷ λόγῳ ψέγει καὶ ἐπαι‐ νεῖ τὴν ῥητορικήν. A Oxon.

Rhet

111,18

οὐκοῦν οὐκ εἰς τὰς ἴσας λαβὰς ἥκομεν, ἀλλὰ τὸ τῶν ἴσων κατ’ ἐκείνου γίνεται] ὃ λέγει, τοιοῦτόν ἐστιν· ἐπειδὴ σὺ μὲν, ὦ Πλάτων, ἔψεξας τὴν ῥητορικὴν, ἐγὼ δὲ ἐπῄνεσα, οὐκ εἰς ἴσην μέμψιν ἥκομεν· καὶ γὰρ ἐγὼ
5μὲν αὐτὴν ἁπλῆν, σὺ δὲ νομίζεις διπλῆν, ὥστε ἐγὼ μὲν ὡς ἁπλῆν ἐπῄνεσα, σοὶ δὲ οὔτε ἐπαινεῖν καθάπαξ αὐ‐ τὴν ὡς διπλῆν οὔτε ψέγειν προσῆκεν, ἀλλὰ τὸ μὲν αὐτῆς ἐπαινεῖν, τὸ δὲ ψέγειν· τοιγαροῦν τὸ ἐπίσης αὐτὴν καὶ καλὴν εἶναι καὶ φαύλην κατὰ τὸν σὸν λόγον, εἴπερ διπλῆ
10κατὰ σοῦ γίνεται· σὸν γὰρ κατηγόρημα τοῦτο τὸ διπλῆν ὡς ἁπλῆν ψέγειν. A Oxon.

Rhet

112,6

ὁ δ’ οὖν αὐτὸς λόγος καὶ περὶ πάσης φιλο‐ σοφίας] εἰπὼν περὶ πάσης φιλοσοφίας καὶ περὶ τῶν τῆς ἀρετῆς μορίων, ἐν μὲν τοῖς μορίοις τὴν διαίρεσιν ἐποιή‐ σατο, ἐν δὲ τῇ φιλοσοφίᾳ οὐχὶ, ἴσως αἰδεσθεὶς τὸ τῆς
5φιλοσοφίας ὄνομα· ἴσως δ’ ἂν καὶ φιλοσοφίαν εἶπε δι‐ πλῆν, εἴπερ ἐβούλετο τὴν μὲν θείων τε καὶ ἀνθρωπί‐ νων πραγμάτων, τὴν δὲ τοιαύτην, οἵαν ἀνατρέπειν ἅπα‐ σαν ἐπιστήμην, οἵα ἐστὶν ἡ τοῦ Σέκτου καὶ Πύρρωνος· οὗτοι γὰρ καὶ τὴν ὄντως φιλοσοφίαν ἀνέτρεπον. A Oxon.

Rhet

112,14

οὔτε τὰς κακίας ὑποκορίζεσθαι τῷ τῆς ἀρετῆς ὀνόματι] τὸ ὑποκορίζεσθαι ἀντὶ τοῦ σεμνολογεῖσθαι ἐστὶν, ὡς ἔχει καὶ τὸ τοῦ Δημοσθένους ἐν τῷ περὶ παρα‐ πρεσβείας „Φιλίππου ξενίαν καὶ ἑταιρίαν καὶ τὰ τοιαῦτα431
5ὑποκοριζόμενα.“ φησὶ δὲ καὶ Ἀριστοφάνης „Καὶ νὴ Δία γε εἰ λυπουμένην αἴσθοιτο, νιττάριον καὶ βάττιον ὑπεκο‐ ρίζετο“ ἀντὶ τοῦ εὐφήμως ὠνόμαζεν. Oxon.

Rhet

113,2

οὔτ’ εἰ τὴν δοκοῦσαν] ῥητορικὴν δηλονότι, μὴ οὖσαν δέ. A.

Rhet

113,7

οὐκοῦν οὐδὲ ἐνταῦθα ἀμφότερα ἐᾶν ὁ λό‐ γος φαίνεται] ἢ εἴπερ ὁ περὶ τῶν παίδων τῶν θεῶν εἴρη‐ κας, τοῦ δοκεῖ κἀνταῦθα τηρεῖσθαι. Oxon.

Rhet

113,12

οὐκ οἶσθα ὅτι ἐπὶ παντὶ ἐπιτηδεύματι] ἄνω περὶ φιλοσοφίας ἀγωνιζόμενος, ὅτι καλλίστη, κἂν ταύτην τινὲς προσποιούμενοι φαῦλοι δοκῶσι τοῦτο διὰ τούτων ἀποδεικνύειν. Oxon.

Rhet

113,18

μᾶλλον δὲ ὑπερφυὲς] ἐπειδὴ ἐν μέσῳ τῶν παραδειγμάτων ἐμνήσθη ῥητορικῆς. B.

Rhet

114,4

προσλαβὼν ἐπιστήμην καὶ μελέτην] ἀπὸ ῥη‐ τορικῆς. A.

Rhet

114,5

ἀλλ’ ἐῶ τό γε ἐφεξῆς] τὸ ἀλλ’ ἐῶ τό γ’ ἐφεξῆς ἀπὸ τοῦ Ἀριστείδου εἰσάγεται, τέμνοντος τὸν λό‐ γον, καὶ μὴ περαιτέρω προελθεῖν ἀξιοῦντος, ἀλλ’ ἀρκεῖν ἡγουμένου ταῦτα πρὸς ὃ βούλεται. Oxon.

Rhet

114,8

ὁ μὲν μὴ πάντα παρασχόμενος] φύσιν, με‐ λέτην, τέχνην. A.

Rhet

114,12

ὅστις ἐὰν διὰ πάντων τύχῃ] ἐλλειπής. A.

Rhet

114,14

πρῶτος δὲ Πλάτων αὐτὸς ψηφίζεται, καὶ μέσος, φασὶ, καὶ τελευταῖος] τὸ πρῶτος καὶ μέσος καὶ τε‐ λευταῖος παροιμία ἐπὶ τῶν λίαν ἰσχυρῶν λεγομένη. Oxon.

Rhet

114,17

εἰ δέ τινες καὶ ἄλλοι] φιλόσοφοι. A.

Rhet

115,7

τὰ μὲν ἐν μέτροις] ἐπέταττε γὰρ αὐτῷ μὴ μόνον καταλογάδην, ἀλλὰ καὶ τριάκοντα στίχων λέγειν πρὸς αὐτὸν ἑκάστης ἡμέρας, καὶ πλείους τούτων, εἰ βού‐ λοιτο, ἐλάττους δὲ οὐδαμῶς, ὡς αὐτὸς ἐν τοῖς ἱεροῖς λό‐
5γοις φησίν. Oxon.432

Tett

t

ΥΠΕΡ ΤΩΝ ΤΕΤΤΑΡΩΝ.

Tett

hyp 1

(t)

Ὑπόθεσις.
1Πλάτων ὁ Ἀρίστωνος, ἐπισημότατος ἐν φιλοσοφίᾳ γενό‐ μενος, τὴν ἑαυτοῦ τέχνην εἰς μέγεθος ἆραι βουλόμενος τοὺς νέους προτρέπεται, τῇ ῥητορικῇ λοιδορούμενος· ἐπειδὴ γὰρ ὁ τῶν ῥητόρων βίος, ὥσπερ εἰκὸς, ὡς δυνατὸς ἐθαυ‐
5μάζετο, ξυνέγραψέ τινα διάλογον, Γοργίαν οὕτω καλού‐ μενον, ἐν ᾧ διαβάλλει τῶν ῥητόρων καὶ τῶν τυράννων τὸν βίον ὡς φαῦλον ὄντα καὶ ἄδικον· καὶ πρῶτον μὲν αὐ‐ τὴν τὴν τέχνην, φημὶ δὴ τὴν ῥητορικὴν, ἔπειτα δὲ αὐτοὺς διαβάλλει τοὺς ῥήτορας, ἐν παραδείγματος μέρει τὴν κα‐
10τηγορίαν ποιούμενος, καὶ τοὺς ἐπισήμους ἐν αὐτῇ δοκοῦν‐ τας εἶναι τῇ τέχνῃ, τούτους ἐκκρίνας κωμῳδεῖ μᾶλλον ἢ τῆς ἀληθείας ἀντέχεται, φημὶ δὴ Θεμιστοκλέα τὸν ῥή‐ τορα καὶ Μιλτιάδην καὶ Περικλέα τὸν πάνυ καὶ Κί‐ μωνα· καὶ μέρει τινὶ τὴν κατὰ πάντων ἐκφέρεται ψῆφον,
15ἐκ τῶν ἐπιφανῶν τὴν κρίσιν ποιούμενος, εὖ εἰδὼς ὡς ἡ πρὸς τούτους οὖσα φαυλότης καὶ αὐτῆς, ὡς εἰπεῖν, τῆς ῥητορικῆς καθάπτεται. πρὸς ταύτην τοίνυν τὴν λοιδορίαν (οὐ γὰρ κατηγορίαν ὀνομάσαι σεμνόν) Ἀριστείδης ὁ θεῖα γενόμενος, βοηθῶν ἅμα κινδυνευούσῃ τῇ τέχνῃ καὶ περὶ
20πλείστου τὴν τῶν ῥητόρων σημασίαν ποιούμενος, ἀντί‐ σταται τοῖς λόγοις ὡς ὅπ—ρησάμενος, οὐ τῇ ῥητορείᾳ μᾶλλον, ὅσον τῷ βίῳ, συμμαχῆσαι βουλόμενος· καὶ δύο
μὲν λόγοις τὴν περὶ τῆς τέχνης ἀπολογίαν πεποίηται, ἐν οἷς οὐ τέχνην μόνον, ἀλλὰ καὶ κρεῖττον ἢ τέχνην οὖσαν433
25αὐτὴν ἀποδείκνυσιν. περιουσίᾳ δὲ λόγων ἐπὶ τὸ τῶν ῥη‐ τόρων ἐνταῦθα μεταβαίνει κεφάλαιον, καὶ τούτοις ὥσπερ χρέος τὴν γενομένην ἀπονέμει βοήθειαν· καὶ ἡ μὲν ὑπό‐ θεσις αὕτη· τὸ δὲ εἶδος τοῦ λόγου πολλὴν ἔχει τὴν ζήτη‐ σιν, ποίου γε ἄρα τῆς ῥητορικῆς καθέστηκεν εἴδους. ὅτι
30μὲν οὖν οὐδεμίαν ἔχει τῇ συμβουλῇ κοινωνίαν ὁ λόγος δε‐ δήλωται. λείπεται τοίνυν ἑνὸς τῶν ἑτέρων εἶναι εἰδῶν. ὡς εἴ γε ἄρα κεχωρίσθαι τούτων ἑτέρων συμβήσεται, κινδυ‐ νεύειν ἀνάγκη τῆς ῥητορικῆς τῶν λόγων ἠλλοτριῶσθαι. τι‐ νὲς μὲν οὖν ἐπὶ τὸ πανηγυρικὸν εἶδος ἀνάγουσι, τῇ τῶν
35ἐγκωμίων ἀπατηθέντες μελέτῃ· ἀλλ’ οὐκ ἂν εἴη τούτου τοῦ εἴδους ὁ λόγος· οὐ γὰρ ἔνθα τοῖς ἐγκωμίοις χρησό‐ μεθα τὸν λόγον ἀνάγκη τοῦ εἴδους τούτου προσαγορεύειν· μή πού γε καὶ τὸν περὶ στεφάνου λόγον πανηγυρικοῦ λέ‐ γειν ἐπιχειρήσωμεν εἴδους· ἄλλως τε τὸ κατασκευαζόμενον
40ἀεὶ προδήλως, οὐ τὸ κατασκευάζον χαρακτηρίζει τὸν λό‐ γον. καί τοι εἴ γε σκοπήσομεν, τί τῶν ἐγκωμίων ὑπάρχει τὸ ἴδιον, εὑρήσομεν ἥκιστα τὸν λόγον τῷ εἴδει τούτῳ συμ‐ βαίνοντα. ἔστι τοίνυν ἐγκώμιον ὁμολογουμένων αὔξησις ἀγαθῶν· ὅπερ ἐνταῦθα ἀπᾴδει τῆς προκειμένης παντελῶς
45ὑποθέσεως· οὐ γὰρ ὡς ἤδη φανερῶν ὄντων ποιεῖται τὴν αὔξησιν, ἀλλὰ πρὸς λύσιν ἐπάγει τῶν ἐκ Πλάτωνος εἶναι δοξάντων ἐγκλημάτων τὴν τῶν ἐγκωμίων ἡμῖν ἐργασίαν ὁ ῥήτωρ· διὸ καὶ τὸν λόγον οὐκ ἐγκώμιον εἶναι φαίημεν ἄν· οὐ γὰρ αὐθαιρέτως τοῦτο προθέμενος ἐπάγει τὸν

Tett

hyp 1

(50)

ἔπαινον, ἀλλ’ ὥσπερ ἀνάγκῃ τινὶ καὶ τῇ παρούσῃ τῆς παραβολῆς χρείᾳ τοῦτο πεποίηκε· τότε γὰρ εἶναι φαίης ἐγκώμιον, ὅτε προηγουμένως, ἀλλ’ οὐκ ἀνάγκῃ τινὶ ποιεῖ‐ ταί τις τὸν ἔπαινον. οὐ μὴν οὐδὲ τῷ δικανικῷ κοινωνίαν ἔχει ὁ λόγος· οὐδὲ γὰρ τούτου φυλάττει τὸ ἴδιον. ἴδιον
55γὰρ τούτου πᾶν τὸ ἐν κατηγορίᾳ καὶ ἀπολογίᾳ· ἐνταῦθα δὲ τοῖς ἀνδράσιν ὁ Πλάτων οὐκ ἐγκλήματα μόνον ἐπή‐ νεγκε· κολακεία δὲ ἄρα μισεῖται μὲν, ἀλλ’ οὐκ ἤδη κολά‐ ζεται· ἄλλως τε καὶ τρισὶ τούτοις ὁ δικανικὸς χαρακτηρί‐
ζεται λόγος, ἐκ τόπου, ἐκ προσώπου, ἐκ τέλους. εἰ μὴ434
60τόπος τοίνυν αὐτῷ τὸ δικαστήριον, μηδὲ πρόσωπον τὸ δικάζον ὑπόκειται, τέλος δ’ οὐκ ἔχει τοὐπιτίμιον, ὅπερ εἰ‐ κὸς, οὐδὲ τούτου εἴη τοῦ εἴδους ἂν ὁ λόγος· λείπεται τοί‐ νυν τὸ εἶδος εἶναι ἀντίρρησιν, ὥς φησι Θέων ὁ τεχνο‐ γράφος· ὃ τῶν μὲν προγυμνασμάτων κεχώρισται, μερικὸν
65δὲ ῥητορικῆς εἶδος τετύχηκεν· καὶ τῶν μὲν γενικωτάτων εἰδῶν οὐκ ἔστι, τέλειόν γε μὴν εἶδος καθέστηκεν, εἰ καὶ μέρος ὑπάρχει γενόμενον. διαφέρειν δέ φασι τὴν ἀντίρρη‐ σιν τῆς ἀντιγραφῆς τῷ τὴν μὲν ἀντίρρησιν ἐπὶ ζώντων ποιεῖσθαι τοὺς λόγους, τὴν δὲ ἀντιγραφὴν ἐπὶ μόνων τῶν
70οὐ μετεχόντων τοῦ βίου. πάλιν δὲ λέγουσιν ἕτεροι τὸ αὐτὸ τυγχάνειν ἐν διαφόροις ὀνόμασι. φασὶ δὲ τὸν λόγον μικτὸν εἶναι ἐκ πανηγυρικοῦ καὶ δικανικοῦ συγκείμενον εἴδους· καὶ πανηγυρικοῦ μὲν, τῷ διεξιέναι τὰ κατορθώματα, δικανι‐ κοῦ δὲ τῷ τὴν ἀντιθέσεων ἀφαιρεῖσθαι βλάβην ταῖς λύ‐
75σεσιν. A.

Tett

hyp 2

Πλάτων ὁ Ἀρίστωνος ἐπισημότατος ἐν φιλοσοφίᾳ γενόμενος ἐζήτησε τὸν φιλόσοφον βίον δεῖξαι πάντων καλ‐ λίονα, πάντας ἐπὶ φιλοσοφίᾳ προτρεπόμενος. καὶ ἐπειδὴ ὁ τῶν τυράννων βίος καὶ ὁ τῶν ῥητόρων ἐν ταῖς πόλεσιν
5ὡς δυνατὸς ἐθαυμάζετο, συνέγραψέ τινα διάλογον, Γορ‐ γίαν ἐπικαλούμενον· τοῦτο γὰρ ὄνομα τῷ διαλόγῳ· ἐν ᾧ διαβάλλει τὸν τῶν ῥητόρων καὶ τῶν τυράννων βίον, ὡς φαῦλον καὶ ἄδικον· καὶ πρῶτον μὲν διαβάλλει τὴν ῥητο‐ ρικὴν, τουτέστι τὴν τέχνην· εἶθ’ οὕτως αὐτοὺς τοὺς ῥή‐
10τορας ἐν παραδείγματος μέρει· οὐ γὰρ προηγουμένως οὐδὲ ἐξ ἀρχῆς τοῦτο προθέμενος· καὶ τοὺς δοκοῦντας εὐδοκι‐ μεῖν ἐν τῇ τέχνῃ, τούτους ὁ Πλάτων ἐξελέξατο, Θεμιστο‐ κλέα, Μιλτιάδην, Κίμωνα, Περικλέα, βουλόμενος διὰ τῆς τούτων διαβολῆς πάντας διαβαλεῖν τοὺς ῥήτορας· ὅταν
15γὰρ οἱ δοκοῦντες εὐδόκιμοι φαῦλοι φανῶσι, πῶς οὐκ ἀνάγκη πάντας συνδιαβάλλεσθαι; πρὸς ταύτην τὴν κατηγορίαν, ἤτοι διαβολὴν, ὁ Ἀριστείδης ἐνίσταται· καὶ ἤδη μὲν δύο λόγους ὑπὲρ ῥητορικῆς συνέγραψε, βουλόμενος δεῖξαι αὐ‐ τὴν πρῶτον μὲν κρείττονα τέχνης καὶ ὑπὲρ τέχνην· καὶ
20εἶτα ὡς ἐν παρέργῳ, καὶ τέχνην ἀπέδειξεν· ἅτε δὴ οὖν συμπληρώσας τὴν ὑπὲρ τῆς τέχνης ἀπολογίαν καὶ ἐπὶ τὴν τῶν ῥητόρων μέτεισιν ἀπολογίαν· καὶ ἔστι τὸ σχῆμα τοῦ λόγου καθάπερ ἐν δευτερολογίᾳ, ὅπερ εὐθὺς ἐν τῷ προοιμίῳ ἐπισημαίνεται· ἀπὸ γὰρ τῆς ἐκεῖθεν κατασκευῆς435
25οὕτω τὴν διάνοιαν εἴληφε, λέγων· παραιτεῖσθαι μὲν οὐκ οἶδα ὅτι δεῖ πολλάκις· ὡς ἤδη δῆλον ὅτι ἐν τῷ ὑπὲρ ῥη‐ τορικῆς λόγῳ ἱκανὴν τὴν παραίτησιν ποιησάμενος· διὸ καὶ σύντομον ἐποιήσατο τὸ προοίμιον, ὥσπερ ἔχομεν καὶ παρὰ τῷ ῥήτορι ἐν ταῖς δευτερολογίαις, ἔν τε τῷ κατὰ Ἀνδροτίωνος
30καὶ τῷ πρὸς Λεπτίνην. ἐκεῖθεν γὰρ δίκαιον ἀκολουθοῦντα ποιήσασθαι τὴν διαίρεσιν. καὶ αὕτη μὲν τοῦ λόγου ἡ ὑπό‐ θεσις. τὸ δ’ εἶδος τοῦ λόγου πολλὴν ἔχει τὴν ζήτησιν, ποίου ἄρα καὶ εἴδους τῆς ῥητορικῆς καθέστηκεν. ὅτι μὲν οὖν οὐ τοῦ συμβουλευτικοῦ πρόδηλον. λείπεται τοίνυν
35ἑνὸς τῶν ἑτέρων εἶναι τὸν λόγον· οἱ μὲν οὖν τοῦ ἐγκω‐ μιαστικοῦ φασιν εἶναι τὸν λόγον, εἰς τὰ τῶν ἀνδρῶν ἀπο‐ βλέποντες ἐγκώμια. ἀλλ’ οὐ διὰ τοῦτο καὶ ἐγκωμιαστικὸς ὁ λόγος· οὐ γὰρ ἔνθα καὶ ἐγκώμια ἔχομεν, ἤδη καὶ τὸ εἶδος ἐγκωμιαστικόν. εἰ δὲ μὴ, οὐδὲν ἐκώλυε τὸν περὶ τοῦ
40στεφάνου λόγον ἢ τὸν πρὸς Λεπτίνην τοῦ ἐγκωμιαστικοῦ τυγχάνειν· πανταχοῦ γὰρ δι’ ἐγκωμίων προάγεται ἀμφο‐ τέρων τῶν λόγων ἡ διαίρεσις· οὐ γὰρ τὸ κατασκευάζον, ἀλλὰ τὸ κατασκευαζόμενον χαρακτηρίζει τὸ εἶδος. σκοπή‐ σομεν τοίνυν τί τὸ ἴδιον τοῦ ἐγκωμίου καθέστηκεν. ἔστι
45τοίνυν ὁμολογουμένων ἀγαθῶν λόγος αὐξητικός. ὅπερ οὐκ ἔστιν ἐνταῦθα· οὐδὲ γὰρ ὡς ὁμολογουμένων ἀγαθῶν ποιεῖ‐ ται τὴν αὔξησιν, ἀλλὰ πρὸς λύσιν τῶν δοκούντων ἐγκλη‐ μάτων ὧν αὐτοῖς ὁ Πλάτων ἀπέδωκεν, ὁ Ἀριστείδης εἴληφε τὰ ἐγκώμια· ὅπερ, ὡς ἔφαμεν, καὶ ὁ ῥήτωρ ἐν

Tett

hyp 2

(50)

τῷ περὶ στεφάνου πεποίηκε· κἀκεῖ μὲν γὰρ ὁ Δημοσθένης πολλάκις ἑαυτὸν ἐγκωμίασεν· οὐ μὴν διὰ τοῦτο ὁ λόγος ἐγκώμιον, ἀλλὰ δηλονότι πρὸς τὴν κατηγορίαν Αἰσχίνου, καὶ ὧν κατηγόρησε, τοὺς ἐπαίνους προσείληφεν· ὅταν μὲν γὰρ αὐθαίρετον καὶ προηγούμενον ἔχωμεν τὸν ἔπαινον,
55ἀλλ’ οὐκ ἐξ ἀνάγκης τινὸς γιγνόμενον, ἐγκωμιαστικὴν
ποιεῖται τὴν ὑπόθεσιν. νῦν δὲ ἐξ ἀνάγκης πρὸς τὴν φι‐ λοσόφου κατηγορίαν ἐνιστάμενος πρὸς λύσιν εἴληφε τῶν ἀνδρῶν τὰ ἐγκώμια. οὐ μὴν τοῦ δικανικοῦ εἴδους δύνα‐ ται εἶναι ὁ λόγος· οὐδὲ γὰρ τούτου πάλιν φυλάττει τὸ436
60ἴδιον· ἴδιον γὰρ τοῦ δικανικοῦ τὸ ἔχειν ἐγκλήματα καὶ τούτων ἀπολογίαν. ἐνταῦθα δὲ οὐ φύσει ὁ Πλάτων τοῖς ἀνδρά‐ σιν ἐπήνεγκεν ἐγκλήματα, ἀλλὰ κολακείαν αὐτὴν κατηγό‐ ρηκε, καὶ ἅπερ ἐν τῷ Περικλεῖ διαβέβληκε· λάλους γὰρ, φησὶ, καὶ δειλοὺς καὶ φιλαργύρους εἰργάσατο· ἅπερ δῆλον
65ὅτι οὐδ’ αὐτὰ ἐγκλήματα φύσει καθέστηκε· κολακεία γὰρ μισεῖται μὲν, ἀλλ’ οὐκ ἤδη καὶ κολάζεται· τὰ γὰρ ἐγκλή‐ ματα δηλονότι καὶ τοῖς νόμοις κολάζεται· οὐ τοίνυν οὐδὲ τοῦ δικανικοῦ εἴδους δύναται εἶναι ὁ λόγος. λείπεται τοί‐ νυν εἶδος μὴ ἔχειν τὸν λόγον· καὶ γάρ τοι τῶν σοφῶν
70τις Ἀθήνησιν ἀπορήσας, καὶ ἀποδείξας ὡς οὐδέτερον τῶν εἰδῶν δύναται εἶναι ὁ λόγος, ἀνασκευὴν αὐτὸν ἀπεφή‐ νατο· ὅπερ ἐστὶν ἓν τῶν προγυμνασμάτων. καὶ πῶς οὐκ ἀτοπώτατον τοσαύτην ὑπόθεσιν ὑποβάλλειν τοῖς προγυμ‐ νάσμασιν. ὡμολόγηται γὰρ ὡς πολὺ τῆς ὑποθέσεως διε‐
75νήνοχε τὰ προγυμνάσματα· ἡ μὲν γὰρ τελεία ὑπόθεσις· τὰ δὲ μέρη τῆς ὑποθέσεως καὶ ἀμφισβήτησιν ἐπιδέχεται, οὔτε μὴν ἔχει περίστασιν· ἦ γὰρ ἂν οὐδὲν διέφερε τῶν προγυμνασμάτων ἡ ὑπόθεσις. τί οὖν ἄρα καὶ τὸ εἶδος λεκτέον τοῦ λόγου; ἀλλὰ τοῖς κατανοεῖν δυναμένοις τέχνας
80τοῦτο δεδήλωκεν ἡμῖν ἐν τοῖς προγυμνάσμασιν ἐν τῷ τέ‐ λει τῆς τέχνης Θέων ὁ τεχνογράφος, εἰπών· ἔστι δὲ καὶ ἕτερον εἶδος ἀντίρρησις, ὅπερ οὐκέτι μὲν τυγχάνει προ‐ γύμνασμα, μερικὸν δὲ εἶδος ῥητορικῆς, ὅπερ τῶν μὲν γε‐ νικωτάτων εἰδῶν οὐκ ἔστι, τέλειόν γε μὴν εἶδος καὶ μέρος
85καθέστηκε· καὶ τοῦτο καὶ ἐκ πολλῶν ἄλλων μερικῶν εἰδῶν ἔστι καταμαθεῖν, εἴτε λεκτέον εἴτε βασιλικὸν, εἴτε ἐπιθα‐ λάμιον, εἴτε ἐπιτάφιον, καὶ ἄλλα πολλὰ, ὧν ἕκαστα τυγ‐ χάνει τῆς ἐγκωμιαστικῆς ἰδέας. καὶ ταῦτα μὲν καὶ περὶ τοῦ εἴδους· ἐκεῖνο δὲ παρατηρητέον, ὅτι Πλάτων οὐκ εὐ‐
90θὺς, οὐδὲ ἐκ προοιμίων, ἦλθεν ἐπὶ τὴν κατηγορίαν τῶν ἀνδρῶν, ἀλλ’ ὑπέθετο πρῶτον τὸν ἄνθρωπον ἐκ ψυχῆς ὄντα καὶ σώματος· δύο δὲ ταύτας περὶ αὐτὸν εἶναι πα‐ ρασκευάς· καὶ τὴν μὲν ἀρίστην ἥτις παρασκευάζει, ἄριστον
εἶναι τὸν ἄνθρωπον· τὴν δὲ μιμεῖσθαι τὴν ἀρίστην πα‐437
95ρασκευήν· καὶ μερίζει πρῶτον τὴν ἀρίστην παρασκευὴν εἰς μέρη τέσσαρα, καὶ δίδωσι δύο μὲν τῇ ψυχῇ, δύο δὲ τῷ σώματι· καὶ τοῦ μὲν σώματος θεραπείαν λέγει τήν τε γυμναστικὴν καὶ τὴν ἰατρικήν· ἡ μὲν γὰρ ὅλως, φησὶν, οὐ συγχωρεῖ νοσεῖν τὴν ἀρχὴν, ἡ γυμναστική· ἡ δὲ ἰα‐

Tett

hyp 2

(100)

τρικὴ τὸν νοσοῦντα θεραπεύει· καὶ ἀμφοτέρας μὲν ἐπαι‐ νεῖ τὰς παρασκευὰς, ἐπὶ πλέον δὲ τὴν γυμναστικὴν τῆς ἰατρικῆς· φησὶ γὰρ μὴ νοσεῖν ὅλως ἀρχὴν, ἢ νοσοῦντα θε‐ ραπεύεσθαι. ὁμοίως πάλιν καὶ ἐπὶ τῆς ψυχῆς δύο μέρη, τὴν νομοθετικὴν καὶ τὴν δικαστικήν· ἡ μὲν γὰρ, φησὶ,
105διδάσκει τά τε δίκαια καὶ τὰ καλὰ καὶ τὰ συμφέροντα, ἡ δὲ τοὺς ταῦτα παραβαίνοντας κολάζει καὶ βελτίους ἀπεργάζεται. καὶ γίνεται, φησὶν, ἡ ἰατρικὴ πονηρίας ἡ δίκη. ταύτην, φησὶ, τὴν ἀρίστην παρασκευὴν ὑποδύεται κολακεία τις, μιμουμένη τὴν ἀρίστην παρασκευὴν, γένος
110οὖσα· καὶ μερίζει, φησὶν, αὐτὴ ἑαυτὴν εἰς τέσσαρα, δύο μὲν περὶ τὸ σῶμα, δύο δὲ ὁμοίως περὶ τὴν ψυχήν· καὶ τοῦ σώματος εἶναι τήν τε κομμωτικὴν, λέγων τὴν κοσμη‐ τικὴν, τουτέστι τὴν κουρικὴν καὶ τὴν ὑφαντικήν· καλλω‐ πίζουσι γὰρ αὗται, φησὶ, τὸ σῶμα· εἶτα τὴν μαγειρικὴν,
115ἥτις, φησὶ, προσποιεῖται τὸ σῶμα παρασκευάζειν φαίνε‐ σθαι καλὸν, οὐκ ἂν δὲ τῇ ἀληθείᾳ, ὥσπερ ἐν τῇ γυμνα‐ στικῇ. τῆς δὲ πάλιν ψυχῆς φησι τήν τε σοφιστικὴν καὶ τὴν ῥητορικήν· καὶ τὴν μὲν σοφιστικὴν μιμεῖσθαι τὴν νομοθετικήν· καὶ αὕτη γὰρ, φησὶ, προσποιεῖται εἰδέναι
120τὰ καλὰ καὶ τὰ δίκαια, οὐκ οἶδε δὲ ἀληθῶς· τὴν δὲ ῥη‐ τορικὴν μιμεῖσθαι τὴν δικαστικήν· γίγνεται γὰρ, φησὶν, ὁ ῥήτωρ τῆς σοφιστικῆς διάκονος καὶ ὑπηρέτης, ὥσπερ ὁ δικαστὴς τοῦ νομοθέτου. καὶ οὕτω τεταρτημόριον κολα‐ κείας γίνεται ἡ ῥητορικὴ, ἐπειδὴ καὶ τέσσαρα μέρη λέγει
125εἶναι τῆς κολακείας. τούτῳ τῷ τρόπῳ, τουτέστι προσχή‐ ματι τῆς παρασκευῆς ἦλθεν ἐπὶ τὴν κατηγορίαν τῆς ῥη‐ τορικῆς, καὶ τῶν ἀνδρῶν δηλονότι τὴν διαβολήν. ὁ δὲ ῥή‐ τωρ τὸν λόγον ἐμέρισεν εἰς δύο, εἴς τε πρόσωπον καὶ πρᾶγμα· καὶ εἰς μὲν τὸ πρόσωπον πεποίηκε τὰ ἐγκώμια,
130εἰς δὲ τὸ πρᾶγμα τοὺς ἀγῶνας. γνωστέον δὲ ὡς οὐδέτε‐ ρον ἀλλήλων κεχώρισται, οὔτε τὰ ἐγκώμια τῶν ἀγώνων,
τουτέστι τῆς ἀπολογίας τῶν δοκούντων ἐγκλημάτων οὔτε πάλιν οἱ ἀγῶνες τῶν ἐγκωμίων, ἀλλ’ ἐκ τοῦ πλεονάζοντος εἴληφεν ἑκάτερον τὸ νόημα· ἐν μὲν γὰρ τοῖς ἐγκωμίοις438
135ἐλάττονα τὰ ἐγκλήματα, καὶ τούτων ἡ λύσις, ἐν δὲ τοῖς ἀγῶσιν ὁμοίως ἐλάττονα τὰ ἐγκώμια, ἐπειδὴ μία ἑκατέρων τῶν εἰδῶν ἡ ὑπόθεσις, ἀλλὰ τεχνικῶς δηλονότι ὁ ῥήτωρ προέταξε τοῦ προσώπου τὰ ἐγκώμια, ἵνα συστήσας διὰ τούτων τὸ πρόσωπον ἀνέλῃ τῶν δοκούντων ἐγκλημάτων
140τὴν δύναμιν. B.

Tett

epigr Peric

(t)

ΥΠΕΡ ΠΕΡΙΚΛΕΟΥΣ.
1Ἐπίγραμμα εἰς στήλην Περικλέους. D.
Ἡγησάμην ὁρόων σε, Περικλέες, ὅττι καὶ αὐτῷ
χαλκῷ ἀναυδήτῳ δημηγόρον ἦθος ἀνάπτεις.
ὡς ἔτι Κεκροπίδῃσι θεμιστεύων πολιήταις
5
ἢ μόθον ἐντείνων Πελοπήϊον· ἱστάμενος δέ. BD.

Tett

116,1

παραιτεῖσθαι] συγγνώμην αἰτεῖν. A. ἀπο‐ λογεῖσθαι. B. παραιτεῖσθαι μὲν οὐκ οἶδ’ ὅτι δεῖ] παραιτεῖσθαι μέν ἐστι τὸ συγγνώμην αἰτεῖν· οὕτω Δημοσθένης „Τῷ
5δὲ φεύγοντι καὶ παραιτεῖσθαι.“ δυνάμεθα λέγειν καὶ ἐπὶ τοῦ ἀπολογεῖσθαι τὸ παραιτεῖσθαι· τὸ δὲ ἑξῆς· οὐκ οἶδα μὲν συγγνώμην αἰτεῖν· δεῖ γὰρ πολλάκις περὶ τῶν αὐ‐ τῶν ἀπολογεῖσθαι, ἢ καὶ καθ’ ἑκάτερον τοῦ κατὰ κοι‐ νοῦ εἰς τὸ ἀπολογεῖσθαι λαμβανομένου, ἕως ἂν προά‐
10γοιτο. ἀπολογεῖσθαι μὲν οὐκ οἶδα, τουτέστιν οὐ δεῖ μοι ἀπολογίας, εἰ παρόν μοι ἀπολογεῖσθαι ὑπὲρ ἀνδρῶν με‐ γάλων Πλάτωνι ἀντιλέγω. ὅσος γὰρ ἂν ᾖ Πλάτων, πρεσ‐ βύτεροι οὗτοι οἱ ἄνδρες, καὶ χρόνῳ καὶ ἀξιώματι. τὸ δὲ προοίμιον ὡς ἐπὶ δευτερολογίας εἴρηται. ἐπειδὴ γὰρ προεί‐
15ρηνται αὐτῷ περὶ τῆς ῥητορικῆς δύο λόγοι, ὡς ἤδη προ‐
θεραπεύσας τὸ πρόσωπον Πλάτωνος οὕτω πεποίηται τὴν ἀρχήν. εἴρηται δὲ τὸ προοίμιον ἐκ κολακείας, ἐπειδὴ ἐβά‐ ρυνεν αὐτὸς τὸ πρόσωπον Πλάτωνος ἔνδοξον ὄν. BD. περὶ τῶν αὐτῶν πολλάκις] ἀπελογήσατο γὰρ ἐν τῷ439
20ὑπὲρ ῥητορικῆς λόγῳ. A Oxon. περὶ τῶν αὐτῶν πολλάκις λέγειν, ὅτι ἀτόπως ἐποίη‐ σεν ὧδε εἰρηκὼς πολλάκις· τοῦτο γὰρ εἶπεν, ὡς δῆλον ὅτι ἐν τῷ ὑπὲρ ῥητορικῆς ἀπελογήσατο ὑπὲρ τῶν ἀνδρῶν. καὶ μὴν ἐκεῖ ὑπὲρ τοῦ πράγματος μόνον ἀπελογήσατο, ἐν‐
25ταῦθα δὲ ὑπὲρ τῶν ἀνδρῶν· ἀλλὰ φαμὲν ὅτι ἀνάγκη κἀκεῖ ἀπῄτει καὶ ὑπὲρ τῶν ἀνδρῶν τούτων εἰπεῖν τινα ῥητόρων ὄντων, καὶ τοῦ πράγματος μετεχόντων. οὐ δεῖ περὶ Πλάτωνος ἀντιλέγειν, φησὶ, διότι ἱκανῶς παρῃτη‐ σάμην ἐν τῷ ὑπὲρ ῥητορικῆς. σύντομον δὲ τὸ προοίμιον,
30ὡς ἐν δευτερολογίᾳ, θεραπείαν δεῖ ἔχειν Πλάτωνος. BD.

Tett

116,2

ἄλλως τε καὶ οὐ πρὸς ἄνδρας μέλλοντας ἐρεῖν μᾶλλον ἢ ὑπὲρ ἀνδρῶν καλῶν καὶ ἀγαθῶν] ἄλλη θεραπεία· ὅτι οὐδὲ πρὸς αὐτὸν Πλάτωνά ἐστιν ὁ λόγος, ἀλλ’ ὑπὲρ τῶν ἀνδρῶν. συνίστησι δὲ τὴν ποιότητα τῶν
5ῥητόρων, ἵνα δικαίως δείξῃ τὴν ἀντιλογίαν. BD. πρὸς ἄνδρας] δέον πρὸς ἄνδρα εἰπεῖν, ἤτοι τὸν Πλά‐ τωνα. ὁ δὲ πρὸς ἄνδρας εἶπεν, συμπεριλαμβάνων τόν τε Πλάτωνα καὶ τοὺς τἀκείνου φρονοῦντας, ἤγουν τοὺς φιλοσόφους. A Oxon.
10ὑπὲρ ἀνδρῶν καλῶν καὶ ἀγαθῶν] ἀπὸ σώματος καὶ ψυχῆς ἐπαινεῖ τοὺς ἄνδρας. B.

Tett

116,3

τούτων οὐκ ὀλίγων, οὐδὲ ἧττον παλαιῶν, ἢ Πλάτων, ὅτι μὴ καὶ πρεσβυτέρων ἐκείνου] καὶ ἀπὸ τοῦ πλήθους καὶ ἀπὸ τοῦ χρόνου τὸ δίκαιον τῆς ἀντιλογίας δείκνυσιν. ἐπειδὴ δὲ δοκεῖ καὶ τὸ πρεσβύτερον ἄξιον εἶναι
5τιμῆς, τοῦτο προσέθηκε. BD. ὅτι μὴ] εἰ μή. A.

Tett

116,4

παρέστη δέ μοι θαυμάσαι πολλάκις ἄλλα τε δὴ τῶν ἐν Γοργίᾳ] δοκεῖ τοῦτο τὸ μέρος εἶναι προκα‐
τασκευὴ τὴν αἰτίαν ἔχον τοῦ λόγου, ἀπὸ τῆς Δημοσθε‐ νικῆς διαιρέσεως τοῦτο κρίνοντες. τεχνικῶς δὲ καὶ τὰ ἄλλα440
5διαβάλλει τοῦ Γοργίου, ἵνα πλέον διασύρῃ τὴν κατηγορίαν τῶν ἀνδρῶν. ἄλλα δὲ λέγει τὰ λεχθέντα κατὰ τῆς ῥητο‐ ρικῆς. ἔστι δὲ ἐντεῦθεν εἰσβολὴ εἰς τὸ ἀντιρρητικὸν, ἤτοι τὸ ἀντιγραφικὸν κεφάλαιον. BD.

Tett

116,5

τὴν κατηγορίαν] καταχρηστικῶς. κυρίως γὰρ ἡ ἐν δικαστηρίῳ. BD. Μιλτιάδου καὶ Θεμιστοκλέους καὶ Περικλέους καὶ Κίμωνος] οὐχ ἁπλῶς τὰ ὀνόματα τῶν ἀνδρῶν λέγει, ἀλλὰ
5τῇ δόξῃ Πλάτωνος ἀντιτάττει τὴν δόξαν τῶν ἀνδρῶν. BD.

Tett

116,6

ἀνειμένως] ἠθικῶς. B. ἠθικῶς ἀντὶ τοῦ κα‐ κούργως, μὴ δόξας ἀπ’ ἀρχῆς ταύτην ποιεῖσθαι τὴν ὑπό‐ θεσιν. BD. ὡς μηδ’ ἂν εἷς εἰκάσει, πρὶν διακοῦσαι τοῦ διαλό‐
5γου] παρὰ τῷ Ὁμήρῳ εἴρηται „Ψεύδεα δ’ ἀρτύνοντα, ὅθεν καί τις οὐδὲ ἴδοιτο.“ τὸ δὲ εἰκάσειεν, ἀντὶ τοῦ δια‐ κρίνοιεν Ἀττικῶς. τὸ δὲ νόημα οὕτως· πρὶν, φησὶν, ὅλον τοῦ λόγου ἀκούει τις, οὐ δύναται γνῶναι τί περιέχουσι· τοιοῦτοι γὰρ οἱ διάλογοι. BD.
10εἰκάσειε] διακρίνειε. B.

Tett

116,9

ἀλλὰ ἐξῆν καὶ χωρὶς τῆς βλασφημίας ταύ‐ της περαίνειν τὴν ὑπόθεσιν] λύσις ἐστὶν ἀντιπίπτοντος, ἀνακόψαντος ἀπὸ τοῦ συμφέροντος τοῦ ἀντιπίπτοντος. βλασφημίαν δὲ εἶπε δεινῶς, ἵνα δείξῃ ψευδῆ τὴν κατηγο‐
5ρίαν, βαρυτέρῳ ὀνόματι πλήττων τὸν Πλάτωνα. BD.

Tett

116,10

εἰ μὲν γὰρ τοῦτο εὐθὺς ἐξ ἀρχῆς πρού‐ θετο] καλῶς τὸ εὐθὺς, ὅτι ὕστερον τοῦτο προσέθηκεν, ἵνα κλέψῃ τὴν κακουργίαν. BD.

Tett

116,14

τὴν δὲ ἑτέραν σπουδαῖον καὶ καλὸν] τὸ σχῆμα μεταληπτικὸν τοῦ λόγου· οὐ γὰρ εἶπε σπουδαίαν, ἀλλὰ σπουδαῖον, τὸ πρᾶγμα μεταβαλὼν ἀντὶ ὀνόμα‐ τος. BD.
5ὥστε τις ἦν βλάβη τῷ λόγῳ, μὴ τούτων] δείκνυσι
κατὰ ἔνστασιν πρῶτον Ἀριστείδης τὸν Πλάτωνα οὐκ ἀναγκαίως εἰς τὰς τῶν ἀνδρῶν χωρήσαντα βλασφημίας, εἶτα κατὰ ἀντιπαράστασιν, λέγων ὡς, εἰ καὶ δώσομεν, εἶναι βλάβην τοσαύτην τῷ σῷ λόγῳ ἐκ τοῦ μὴ λοιδορῆ‐441
10σαι τοὺς ἄνδρας, ὅσην ἂν ὠφέλειαν εἶχεν ἐκ τοῦ λοιδο‐ ρῆσαι (τοιαῦτα γὰρ ἡμῖν ἐννοεῖν δίδως τῇ τοσαύτῃ κατ’ αὐτῶν ὁρμῇ) ἔδοξας ἂν πρὸς χάριν χρηστὸς, εἰ καὶ μὴ τὰ συνοίσοντα τῷ σῷ λόγῳ ἐποίεις. ἐκινδύνευε δὲ εἶπεν, ἐπειδὴ ὥσπερ κινδυνῶδές ἐστιν, ὅταν τινές τισι χαριζόμε‐
15νοι βλάπτωνται. A Oxon. πανταχοῦ φθόνον κατασκευάζει τὴν αἰτίαν τοῦ Πλάτωνος. BD.

Tett

117,1,2

εἴ γε καὶ μηδὲν μᾶλλον ἐκινδύνευε— χρηστὸν νομισθῆναι] ἀντὶ τοῦ οὐκ ἦν, φησὶ, κίνδυνος οὐδὲ φόβος, μὴ ἄρα τὸ ἡδὺ νομισθῇ τοῦ βελτίονος κάλ‐ λιον. ἔστι δὲ Δημοσθενικόν· ὥστε κινδυνεύει τὸ λίαν εὐ‐
5τυχεῖν ἐπαχθεῖς ποιεῖν. BD.

Tett

117,2

τό γε δήπου πρὸς χάριν] τὴν ἐκείνων δη‐ λονότι. A. τὸ ἡδύ. B.

Tett

117,3

τοῦ Καλλικλέους ἀπειρηκότος ἤδη πολλά‐ κις] τοῦ Καλλικλέους δεινῶς εἶπεν· οὐ γὰρ, ὅτι ὁ Καλ‐ λικλῆς ἀπειρήκει καὶ ἡττήθη, ἀλλ’ ὅτι αὐτὸς ὁ Πλάτων περιέθηκεν αὐτῷ τὴν ἧτταν τῶν λόγων· ἀπειρηκότος δὲ
5εἶπε, καὶ οὐ πεισθέντος· οὐ γὰρ ἠδυνήθη, φησὶ, κατὰ τὴν ἀξίαν τῆς ῥητορικῆς ἀγωνίσασθαι. BD.

Tett

117,4

ὦ Σώκρατες] τῷ Σωκράτει τῷ αὐτοῦ δι‐ δασκάλῳ περιέθηκεν ὁ Πλάτων τοὺς λόγους, κοσμῶν αὐ‐ τόν. τῶν πολλῶν δὲ λέγει τῶν ἰδιωτῶν· ἐκεῖνοι γὰρ, ὅταν συλλογισθῶσιν, οὐ δέχονται τὴν ἀπόδειξιν. BD.

Tett

117,5

ὡς εἰ ψέξειεν ἐκείνους] αἰτίας ἀναίρεσις, ὅτι οὐ τῷ ψέγειν ἐπείθοντο. BD.

Tett

117,6

προσάξεσθαι] εἰς αὐτὸν ἄξειν. A. τοὐναντίον γὰρ ἔμοιγε δοκεῖ μᾶλλον ἂν καὶ παροξῦ‐ ναι] ἢ ὅτι ῥήτωρ ἦν, καὶ οὐκ ἂν ἠνέσχετο ῥητόρων δια‐ βαλλομένων, ἢ ὅτι ἐφίλει τοὺς ἄνδρας. A Oxon. ἢ ὅτι
5ῥήτωρ ἐτύγχανε, καὶ οὐκ ἂν ἠνέσχετο ῥητόρων διαβαλ‐
λομένων, ἢ ὅτι τὸν πόθον εἶχε πρὸς τοὺς ἄνδρας. BD.442

Tett

117,7

πλέον θάτερον ποιῆσαι] τὸ μὴ προσάξε‐ σθαι. A.

Tett

117,8

ἀνεσόβει τὴν θήραν] παροιμία. AB. ὅπερ ἐβούλετο δηλοῦν] τὸ πεισθῆναι τὸν Καλλικλῆ. A. γνοίη δ’ ἄν τις ἐξ αὐτῶν τῶν ῥημάτων] τὸ γνοίη δ’ ἄν τις πρὸς τὸ τίς ἦν βλάβη τῷ λόγῳ τὴν δύναμιν
5ἔχει, τὰ δ’ ἄλλα διὰ μέσου εἶπεν, ἐπαχθεὶς τῇ τοῦ λό‐ γου ἀκολουθίᾳ. Oxon.

Tett

117,9

ἐξ αὐτῶν τῶν ῥημάτων] δεινῶς πάλιν οὐκ ἀποδείξεως, οὐδὲ λόγων, ἀλλὰ ῥημάτων φλυαρίαν ἐμφαί‐ νων, εἶπεν ἐξ αὐτῶν τῶν ῥημάτων. BD.

Tett

117,10

θεραπεύειν] ἐπιμελεῖσθαι. B. ἀντὶ τοῦ ἐπιμελεῖσθαι· ὡς Θουκυδίδης ἐν δευτέρᾳ „Ὁ μὲν ἡσυ‐ χάζοντάς τε καὶ τὸ ναυτικὸν θεραπεύοντας.“ τὸ δὲ ὡς ἀντὶ τοῦ πάνυ· ἐπίτασις γάρ ἐστιν ἡ λέξις. BD.

Tett

117,11

ὥσθ’ ὅταν ὡμολόγητο] ἀντὶ τοῦ συνετέθη. ὅ ἐστιν ἐλέχθη. B.

Tett

117,12

πρὸς ὃ πάντα τοῦτ’ εἶχε τὴν ἀναφορὰν] ἀναφορὰν λέγει τὴν αἰτίαν. ὅρα δὲ, πῶς τὴν βίαν δεί‐ κνυσι τὴν Πλάτωνος, ὅτι ἐβιάζετο εἰς ἓν τὰ πάντα ἀνα‐ φέρειν. πάλιν δὲ δεινῶς τῷ τῆς ζημίας ὀνόματι δημοσιεύει
5τὸν φθόνον. BD. τὴν ἀναφορὰν] αἰτίαν. B.

Tett

117,13

νῦν δὲ ὥσπερ ὠδίνων] ἐνταῦθα ἐκφαίνει φανερῶς τὸν φθόνον τοῦ Πλάτωνος. ὠδίνων δὲ λέγει ἀντὶ τοῦ ὥσπερ ἐπιθυμῶν τὴν κατ’ αὐτοῦ διαβολήν. ἡ δὲ λέξις ὡς ἐπὶ τῶν ἐγγύων γυναικῶν. BD.
5περιβαλλόμενος κύκλῳ τὴν ἐπ’ ἐκείνους ὁδὸν] ἀπὸ τῶν ἰχθυώντων καὶ κυνηγετούντων. B.

Tett

117,14

ἐπιβούλως] φθονερῶς. B. τὸ μὲν διάφορον] τὸ λοιδορῆσαι καὶ μή. A. τὸ ἐλέγχειν Καλλικλέα. B.
τὸ μὲν διάφορον οὐχὶ μικρὸν] εἰς τὸ ἐλέγχειν Καλ‐443
5λικλέα, ὥστε τὰ βέλτιστα λέγειν ἄμεινον εἴη τοῦ πρὸς ἡδονήν. BD.

Tett

117,15

τοῦτο δὲ] τὸ ὑβρίζειν. B. τοῦτο δὲ ἐγὼ μὲν οὐδέποτε ἂν φήσαιμι] ἀποσιώπη‐ σις τὸ σχῆμα. B. τουτέστι τὸ εἰπεῖν κακῶς τοὺς ἄνδρας. τὸ δὲ σχῆμα ἀποσιώπησις· καὶ παρὰ Δημοσθένει „Ἀλλ’
5ἐμοὶ μέν· οὐ βούλομαι δὲ δυσχερὲς οὐδὲν εἰπεῖν, ἀρχό‐ μενος τοῦ λόγου.“ Δημοσθενικὸν δὲ καὶ τὸ ἐπιχείρημα· ἵνα γὰρ μὴ δοκῇ αὐτὸς ὑβρίζειν ἑτέρῳ προσώπῳ τὴν δια‐ βολὴν περιέθηκε. BD.

Tett

117,16

οὐ πόρρω κακοηθείας εἶναι] τὸν Πλά‐ τωνα. B.

Tett

117,17

τοσοῦτον προέχοντα φιλανθρωπίᾳ καὶ με‐ γαλοψυχίᾳ] καλῶς εἶπε· δοκοῦσι γὰρ οἱ φιλόσοφοι μὴ φθονεῖν, ὡς μεγαλόψυχοι· οἱ γὰρ μικρόψυχοι εἰώθασι φθονεῖν· μεγαλόψυχοι δὲ ἐκεῖνοι, ὅτι περὶ τὰ οὐράνια
5ἀσχολοῦνται. τοῦτο γὰρ λέγει μεγαλοψυχίαν. BD.

Tett

117,18

ὅσα γε ἐκ τῶν λόγων] θαυμασίως, ἵνα μὴ αὐτοῦ κατηγορήσῃ τοῦ Πλάτωνος, τὸν λόγον αὐτοῦ φησιν αἴτιον εἶναι. δεινῶς δὲ κωμῳδίᾳ παραβάλλει τὸν διάλογον τοῦ Πλάτωνος. ἔξεστι δὲ ἀντὶ τοῦ δυνατόν ἐστι.
5κατηγορήσαντος δὲ τοῦ Κλέωνος Ἀριστοφάνους ὕβρεως, ἐτέθη νόμος μηκέτι ἐξεῖναι κωμῳδεῖν ὀνομαστί. ἄλλοι δὲ λέγουσιν ὅτι ἐκωμῴδουν ὀνομαστὶ τοὺς ἄνδρας μέχρις Εὐ‐ πόλιδος. περιεῖλε δὲ τοῦτο Ἀλκιβιάδης ὁ στρατηγὸς καὶ ῥήτωρ. κωμῳδηθεὶς γὰρ παρὰ Εὐπόλιδος ἔρριψεν αὐτὸν ἐν
10τῇ θαλάττῃ ἐν Σικελίᾳ συστρατευόμενον εἰπὼν „Βάπτε με ἐν θυμέλῃσιν, ἐγὼ δέ σε κύμασι πόντου βαπτίζων ὀλέσω νάμασι πικροτάτοις.“ BD.

Tett

118,1

πιστοῦσθαι δὲ οὐκ ἐνῆν τὸν λόγον, εἰ μὴ τινὰς εἶπε κακῶς ὀνομαστὶ] ὡς οὐκ ἔχοντος αὐτοῦ ἀπό‐ δειξιν, εἰ μὴ τὴν διαβολὴν τῶν ἀνδρῶν. BD.

Tett

118,2

εἰ πρὸ τούτων τῶν ἀνδρῶν ἔτυχε] σχῆμα ὑποθετικόν. B.
καθ’ ὑπόθεσιν τὸ ἐπιχείρημα· ἰσχυρὸν δὲ πρὸς ἀναί‐ ρεσιν τῆς διαβολῆς τῶν ἀνδρῶν, ἀπὸ τοῦ χρόνον τὴν λύ‐444
5σιν ποιούμενος. BD.

Tett

118,4

ὅτε τοίνυν ἦσαν λόγοι] ἐνθύμημα. B. τῷ πράγματι] τῇ κατηγορίᾳ. B.

Tett

118,5

ὅτι τοίνυν οὐδ’ ἀληθῆ κατ’ αὐτῶν] ἀπό‐ θεσις. B. πληρώσας τὸ περιττὸν ἐντεῦθεν βούλεται δεῖξαι ὅτι καὶ ψευδὴς ὁ λόγος ὁ κατὰ τῶν ἀνδρῶν. πεπλήρωται δὲ ἡ προκατασκευή. εἰσβάλλει δὲ λοιπὸν ἐπὶ τὰ ἐγκώ‐
5μια τῶν ἀνδρῶν. οὐ μὴν διὰ τοῦτο καὶ ἐγκώμιον ὁ λό‐ γος τυγχάνει· ἀλλὰ καὶ πρὸς ἀπολογίαν τῆς διαβολῆς ἔλαβε τὰ ἐγκώμια. BD.

Tett

118,6

ἄνευ τοῦ μηδὲν προσήκειν βλασφημεῖν, εἶ καὶ τὰ μάλιστα ἐλέγχειν ἔμελλε] νόμιμόν ἐστι τοὺς ὁτιοῦν ἐλέγχοντας αὐτὸ τοῦτο μόνον ποιεῖν, καὶ μὴ πρὸς ὕβρεις ἐξάγεσθαι. A Oxon. ἀμβλύνουσι γὰρ ὥσπερ ἐντεῦθεν τὴν
5τῶν ἐλέγχων ἰσχύν. Oxon. χωρὶς τοῦ μὴ ἔχειν ἀνάγκην διαβάλλειν. ἔστι δὲ ἔνια, ἃ εἰ καὶ ἀληθῶς λέγεται, πε‐ ριττά ἐστιν. οἷον κάλεσόν μοι τῶν μαθητῶν τὸν υἱὸν τοῦ δούλου ὡμολόγηται μὲν γὰρ τοῦτο, τὸ δὲ οὕτως κα‐ λέσαι περιττόν. BD.

Tett

118,7

καὶ πρῶτον μὲν τὸν Περικλέα σκεψώμεθα] ἐπειδὴ ἔναυλον εἶχε Περικλέους τὴν μνήμην, διὰ τοῦτο προέταξε· νεώτερος γὰρ ἦν τῶν ἄλλων ῥητόρων· ἔπειτα, ὅτι ἐκ πάντων τῶν μορίων τῆς ἀρετῆς εἶχεν αὐτὸν ἐπαι‐
5νεῖν. BD.

Tett

118,9,10

ἐκεῖνος τοίνυν λέγεται βιῶναι μὲν οὕτω σεμνῶς, ὥστε μηδὲν τῶν προφητῶν καὶ τῶν ἱερέων τὸν ἐκείνου βίον διαφέρειν] Δημοσθενικῶς, ἵνα πανταχόθεν τὴν ἀρετὴν αὐτοῦ πιστώσηται· ἐκ γὰρ τῶν ἱστορικῶν τὴν
5μαρτυρίαν λαμβάνει, ἵνα μὴ δοκῇ ἐκ τοῦ ἰδίου προσώπου αὐτὸν ἐπαινεῖν. δείκνυσι δὲ καὶ ἐκ τούτων ὅτι οὐκ ἔστι τῶν ἐγκωμιαστικῶν τόπων ἤρξατο· ποῦ γὰρ ἡ πατρίς; ποῦ τὸ γένος, ἢ οἱ πρόγονοι; προφήτῃ δὲ αὐτοῦ παρα‐ βάλλει τὸν βίον. ἄλλο δὲ προφήτης, καὶ ἕτερον ἱερεύς·
10ἀμφότεροι θεῶν θεραπευταί. BD.445

Tett

118,10

σεμνῶς] καθαρῶς. B.

Tett

118,11

τεταγμένα] ὡρισμένα. B. εὐτάκτως. margo B. ἀντὶ τοῦ ὡρισμένα. τὸ δὲ μίαν ὁδὸν εἰδέναι τὴν ἀπὸ τῆς οἰκίας ἐπὶ τὴν ἐκκλησίαν· οἰκείως οὖν τῆς παροιμίας ἐμνημόνευσε. δηλοῖ δὲ ἡ παροιμία καὶ τὸν δίκαιον, οὐχ
5ὅτι τὰς ἄλλας ὁδοὺς ἠγνόει, ἀλλ’ εἰδὼς σωφρόνως διῆ‐ γεν. BD.

Tett

118,13

ὥσπερ τοὺς πρεσβυτάτους Ἀθηναίων ὁ Πλάτωνος ἀνυμνεῖ λόγος] ἐν τῷ Τιμαίῳ φησὶ σώφρονας τοὺς πρὸ κατακλυσμοῦ Ἀθηναίους εἶναι. A Oxon. ἵνα καὶ Πλάτωνα ἔχῃ ἐπαινέτην· ἐν γὰρ τῷ Τιμαίῳ φησὶ
5σώφρονας τοὺς πρὸ τοῦ κατακλυσμοῦ ἀνθρώπους, ἢ τοὺς ὅτε οἱ Ἀρεοπαγῖται διῴκουν. BD. δημοτικὸς δὲ ὢν τῇ προαιρέσει] τὸ ἴσον ἐμφαίνει· ἀρετὴ γὰρ δημοκρατίας ἡ ἰσότης. δύο δὲ ἦσαν Ἀθήνησι πολιτεῖαι· οἱ μὲν γὰρ ἦσαν καλοὶ καὶ ἀγαθοὶ, οἱ καλού‐
10μενοι ὀλιγαρχικοὶ, οἱ δὲ δημοτικοί· καὶ τούτων μὲν προΐ‐ στατο Κίμων, πολλὰ διανέμων καὶ συγχωρῶν ὀπωρίσασθαι τοῖς βουλομένοις, καὶ ἱμάτια διανέμων τοῖς πένησι· τῶν δὲ ὀλιγαρχικῶν προΐστατο Περικλῆς· κατηγορηθεὶς δὲ ὁ Κίμων ὑπὸ Περικλέους ἐπὶ Λανίκῃ τῇ ἀδελφῇ καὶ ἐπὶ
15Σκύρῳ τῇ νήσῳ, ὡς ὑπ’ αὐτοῦ προδιδομένου ἐξεβλήθη. δεδιὼς δὲ ὁ Περικλῆς μὴ ζητηθῇ ὑπὸ τῶν δημοτικῶν, πρὸς αὐτοὺς ἐχώρησεν· οἱ δὲ ὀλίγον γαμβρὸν ὄντα Θου‐ κυδίδην τὸν Μελισίου τοῦ Κίμωνος ἐπεσπάσαντο, σκυλα‐ κώδη ὄντα καὶ ὀλιγαρχικόν. BD.

Tett

117,14

πράττων ὑπὲρ τοῦ πλήθους ἐναντία Θου‐ κυδίδῃ] οὐ τὸν συγγραφέα Θουκυδίδην φησὶν, ἀλλὰ ἄλλον τινὰ, ᾧ ποτε Ἀθηναῖοι τὰ πολιτικὰ ἐπιτρέψαντες ἐπεί‐ θοντο πάντες, ἅτε εὐθυνουμένης τῆς πόλεως. ἐναντία δέ
5φησιν, ἤτοι φανερῶς τὰ αὐτά. αὔξει δὲ τὸν Θουκυδίδην, ἵνα πλέον αὐξήσῃ τὸν Περικλῆ, ὅτι καὶ πρὸς τοῦτον ἀν‐ τιπολιτευόμενος ἀπεῖχε τὴν πρὸς τὸν δῆμον κολακείαν·
κολακείαν δὲ λέγει τὴν κομψότητα. A. οὐ τὸν συγγραφέα λέγει, ἀλλὰ ἄλλον τινὰ διάστροφον τῆς πόλεως, ᾧ καὶ446
10ὁ δῆμος ἅπας ἐπείθετο. αὔξει δὲ τὸν Θουκυδίδην, ἵνα πλέον αὐξήσῃ τὸν Περικλέα, ὅτι καὶ πρὸς τοῦτον ἀντι‐ πολιτευόμενος ἀπεῖχε τῆς πρὸς τὸν δῆμον κολακείας· κο‐ λακείαν γὰρ λέγει τὴν κομψότητα. τούτου δὲ τοῦ Θουκυ‐ δίδου καὶ ὁ συγγραφεὺς μέμνηται, λέγων „Ἃ μετὰ τοῦ
15Θουκυδίδου καὶ Ἄγνωνος.“ BD.

Tett

118,15

κομψότητος] πανουργίας. A. ἀποσχεῖν] μακρὰν εἶναι. A.

Tett

118,17

τῷ δὲ ἀξιώματι τῆς γνώμης καὶ τῷ μὴ τῶν αὐτῶν ἡττᾶσθαι τοῖς πολλοῖς] δείκνυσιν αὐτὸν καὶ τὸ ἴσον τῆς δημοκρατίας φυλάττοντα τῷ λέγειν κοινὸν εἶναι καὶ τηροῦντα τὸ ἀξίωμα τῷ μὴ ἡττηθῆναι, οἷσπερ οἱ
5ἄλλοι ἡττῶνται. BD.

Tett

118,19

ὥσθ’ ὅτι μὲν καὶ τοὺς ἀγροὺς ἠφίει τῇ πόλει, παρίημι, μή τις ἄρα εἴπῃ, ὡς φόβῳ τῆς διαβολῆς εἶδεν αὐτὸ] ῥητορικῶς εἰργάσατο κατὰ παράλειψιν· ᾔδει γὰρ αὐτὸν μὴ θαρροῦντα τῷ λόγῳ, ἐπειδήπερ οὐ διὰ με‐
5γαλοψυχίαν παρεχώρησεν, ἀλλὰ φόβῳ διαβολῆς προδο‐ σίας. BD. ἐπιστρατεύσαντες Λακεδαιμόνιοι μετ’ Ἀρχιδά‐ μου Ἀθήνησι, καὶ δενδροτομήσαντες τὰς Ἀχάρνας, καὶ τοὺς τῶν ἄλλων Ἀθηναίων ἀγροὺς, μόνους τοὺς τοῦ Πε‐ ρικλέους εἴασεν, φιλίαν τοῦ Ἀρχιδάμου πρὸς αὐτὸν ἔχον‐
10τος. φοβούμενος οὖν Περικλῆς μὴ ὕποπτος Ἀθηναίοις γένηται, ὡς μετὰ τῶν πολεμίων ἔχων συνθήκας, πάντων αὐτοῦ τῶν ἀγρῶν ἀπέστη τῇ πόλει. Oxon.

Tett

119,1

ὡς φόβῳ τῆς διαβολῆς εἶδεν αὐτὸ] πεποιη‐ μένον ὑπὸ Περικλέους. A. ἐδόκει γὰρ ὥσπερ ἄλλο τι—τὸ ὑπερφρονεῖν χρημά‐ των] ὑπερβολικόν ἐστι, καὶ ἄλλων ὄντων τεκμηρίων, τού‐
5του δὲ μείζονος ὄντος. BD.

Tett

119,2

ὥστε καὶ αὐτός ποτε] καλῶς προσέθηκε τὸ ποτέ· ἐπειδὴ γὰρ φορτικὸν τὸ ἐπαινεῖν ἑαυτὸν, διὰ τοῦτο προσέθηκε τὴν ἀνάγκην, δηλῶν τὸ ἀκούσιον. σημαίνει δὲ
τὴν δημηγορίαν Περικλέους, τὴν ἐν τῇ δευτέρᾳ· ὅτι δια‐447
5βαλλόμενος παρ’ αὐτῶν διὰ τὸν πόλεμον ἠναγκάσθη ἑαυ‐ τὸν ἐπαινέσαι εἰς τὰ δέοντα συμβουλεύσας. BD.

Tett

119,3

λέγων περὶ τῶν αὐτῷ προσόντων ἀγαθῶν] εἶπε γὰρ ἔχειν πλεονεκτήματα τέσσαρα, τὸ νοεῖν, καὶ ἑρ‐ μηνεύειν, καὶ τὸ εἶναι φιλόπολιν, καὶ χρημάτων κρείτ‐ τονα. BD.

Tett

119,4

οὕτω δ’ ἦν παραπλήσιος κατὰ τὸν βίον] λείπει ἡ πρόθεσις. ὁ δὲ νοῦς οὕτως· οὕτω δὲ ἦν ὅμοιος, ὡς αὐτὸς ἑαυτῷ κατὰ τὸν βίον ἑαυτῷ. BD. τοσοῦτον ἀπεῖχε τοῦ ζῆν πρὸς τὰς ἑτέρων ἡδονὰς]
5τοῦτο γὰρ αὐτῷ τὸ ἔγκλημα ἐπήγαγεν ὁ Πλάτων· λέγω δὲ τὸ τῆς κολακείας. B.

Tett

119,5

ὥστε φασὶν οἱ γράψαντες περὶ αὐτοῦ, διδα‐ σκάλου τάξιν πρὸς παῖδας πρὸς τοὺς Ἀθηναίους αὐτὸν ἔχειν] δεινῶς εἶπεν οἱ γράψαντες, πλῆθος δηλῶν ἱστορι‐ κῶν. διδασκάλῳ δὲ παραβάλλει τὸν Περικλέα, παισὶ δὲ
5τοὺς Ἀθηναίους, οὐχ ὅτι παῖδες Ἀθηναῖοι, (τοῦτο γὰρ ὕβρις) ἀλλὰ συμβουλεύων, φησὶν, Ἀθηναίοις, ὡς παῖδας εἶχε πειθομένους αὐτούς. BD.

Tett

119,9

ὃ δὲ φασὶν ὑπάρξαι Σωκράτει σοφιστῶν διαφερόντως] δεινῶς καὶ ῥητορικῶς τῷ διδασκάλῳ Πλάτω‐ νος παραβάλλει τὸν Περικλέα, καὶ κρείττονα δείκνυσι, λέ‐ γων αὐτὸν ἀνδρῶν ἡγεῖσθαι τεσσαράκοντα· οἱ δὲ τὸν
5ἔπαινον Σωκράτους νέων αὐτὸν εἰρηκὼς διδάσκαλον. δει‐ νῶς δὲ καὶ φιλόσοφον σοφιστὴν ὠνόμασε, βουλόμενος δεῖξαι ὅτι κοινά ἐστι τὰ ὀνόματα· καὶ γὰρ ἐν τῷ τέλει τοῦ λόγου περὶ τῶν ὀνομάτων ἡμῖν διαλέγεται, ὡς κοινῶν ὄντων ἀμφοτέρων, ἐπειδὴ πλεῖστον διαβάλλει τὸ τοῦ
10σοφιστοῦ ὄνομα. BD. ἐπαρθέντα μὲν γὰρ τὸν δῆμον καὶ μεῖζον] προλαμ‐ βάνει τὴν μαρτυρίαν καὶ τὸν ἔπαινον τοῦ Θουκυδίδου, ὃν εἶπε περὶ αὐτοῦ, ἵνα εὑρεθῇ συνῳδὰ τῷ ἱστορικῷ φθεγ‐ γόμενος. BD.

Tett

119,11

ὥσπερ ἐκεῖνος εἰώθει περὶ τοὺς νέους ποιεῖν] σημείωσον, ὡς ἐπὶ μέγα φρονούντων ὡς εἴωθε ποιεῖν εἰπών. τοῦτο δὲ, φησὶν, ἐποίει πρὸς τοὺς νέους· καὶ γὰρ δὴ μέγα ἐφρόνουν, ὡς λοιπὸν ἐπιστάμενοι τὴν φιλοσοφίαν·448
5καθαίρων αὐτῶν τὸ φρόνημα τῷ δεῖξαι αὐτοὺς ἐλλιπεῖς καὶ μήπω εἰσακουσθέντας, ὅτε δὲ ἀθυμοῦντας διὰ τὴν δυσχέρειαν τῆς φιλοσοφίας, ψυχαγωγεῖ αὐτοὺς τῷ κατὰ μικρὸν αὐτοὺς ἐμβιβάζειν πρὸς τὴν μάθησιν. BD.

Tett

119,12

σχῆμα] καλλώπισμα. A. οὐ δουλείων ταῖς τῶν πολλῶν ἐπιθυμίαις] ἀντὶ τοῦ οὐκ ὢν κόλαξ, ὅπερ ἐκάλει αὐτῷ Πλάτων. BD.

Tett

119,14

ὅ τι δόξειεν αὐτῷ, τοῦτ’ ἐκείνους πράτ‐ τειν ἐπαναγκάζων] τουτέστι πρὸς τὴν ἑαυτοῦ βούλησιν εἷλκε τοὺς Ἀθηναίους. BD.

Tett

119,16

τῷ δὲ κατείργειν ἅπαντας καὶ πάνθ’ ὑφ’ αὑτὸν ἔχειν, πλέον ἢ τύραννος] ὁ γὰρ τύραννος ἀναγκά‐ ζει, οὗτος δὲ ἑκόντας αὐτοὺς εἰς τοῦτο παρεσκεύασεν. A Oxon. μέμφονταί τινες τῷ Ἀριστείδῃ ὅτι τυράννῳ πα‐
5ραβάλλει τὸν Περικλέα. λέγομεν δὲ ὅτι τὴν ἄγαν ἐξου‐ σίαν δηλῶσαι βουλόμενος ἀπεικάζει αὐτὸν τῷ τυράννῳ, τῇ δὲ γνώμῃ οὐκ ἔτι. προϊὼν γὰρ λέγει ὅτι δίκαιος ἦν καὶ οὐδαμοῦ τὴν πλεονεξίαν ἠγάπησεν. BD.

Tett

119,18

μείζων τῆς τάξεως] τῆς εὐκοσμίας λέγει. σημαίνει δὲ πάλιν τὴν ἰσότητα τῆς πολιτείας. BD.

Tett

119,19

παρὸν αὐτῷ μᾶλλον παντὸς Πεισιστράτου] οὗτος Πεισίστρατος πρῶτος ἐτυράννησε τῶν Ἀθηναίων, ὥς φησιν Ἡρόδοτος ἐν τῇ πρώτῃ. διὸ καὶ παρὰ πάν‐ των τῶν τυράννων ἐνομίσθη χαλεπώτερος. δεινῶς οὖν
5ὁ Ἀριστείδης πάντα τύραννον χαλεπὸν Πεισίστρατον ἐκάλεσεν, ὡς καὶ Μειδίας ὁ ῥήτωρ πάντα πλούσιον φο‐ βερὸν ὀνομάζει, παντὸς οὖν Πεισιστράτου λέγειν, ἀντὶ τοῦ παντὸς τυράννου. BD. οὗτος πρῶτος ἐτυράννησεν ἐν Ἀθήναις, διὸ καὶ πάντων τυράννων ἐνομίσθη χαλεπώ‐
10τατος. δεινῶς οὖν ὁ ῥήτωρ παντὸς Πεισιστράτου φησὶν ὥσπερ ἂν εἰ παντὸς τυράννου προσέθηκεν. Oxon. ἀλλ’ ἦν παραπλήσιος κατέχοντι τὴν ἀκρόπολιν] καλῶς εἶπε παραπλήσιος, καὶ οὐκ αὐτοτύραννος, διὰ τὸ ἄδικον τοῦ ὀνόματος. B.449

Tett

120,1

ἐπὶ τῷ σώζειν τοὺς νόμους] ἀναγκαίως προσ‐ έθηκε τοῦτο, ἐπειδήπερ ὁ τύραννος δοκεῖ πολέμιος εἶ‐ ναι τῶν νόμων. BD. ἐκ μέσου] δημοσίᾳ. A. ἤτοι ἀντὶ τοῦ φανερῶς. B. ἐκ
5μέσου λέγει ἀντὶ τοῦ κοινῇ· τὸ γὰρ μέσον σημαίνει τὸ κοινόν· ἤτοι, ὅτι μέση κεῖται τῆς ἄλλης πόλεως· ἢ δηλοῖ δι’ αὐτοῦ τὴν εἰς πάντας ἰσότητα· τὸ γὰρ ἐκ μέσου φε‐ ρόμενον ἴσον ἐπὶ πάντας φέρεται. ὡς ἐπὶ κύκλου. BD.

Tett

120,2

εἰ τὸν Ἀρχέλαον κακίζεις ὡς ἄθλιον καὶ κακοδαίμονα] Ἀρχέλαος Περδίκκου παῖς νόθος ἐκ δούλης Ἀλκέτα, ἀδελφοῦ Περδίκκου· ὃν ἐκβαλὼν ὁ Περδίκκας εἶχε τὴν βασιλείαν. μετὰ οὖν θάνατον Περδίκκου μετα‐
5στειλάμενος Ἀρχέλαος Ἀλκέταν ὡς ἐπὶ βασιλείᾳ καταμε‐ θύσας ἀπέκτεινε μετὰ παιδὸς Ἀλεξάνδρου, καὶ ἠφάνισε καὶ τὸν γνήσιον Περδίκκου τοῦ πατρὸς παῖδα ἀπὸ Κλεοπάτρας εἰς φρέαρ, καὶ ἔφη χῆνα διώκοντα ἐμπεσεῖν. τοῦτον δὲ ἐπικεκλῆσθαί φησιν Ἀλκέταν ἢ Μέρωπον. ἐκ
10τοῦ ἐναντίου τὸ ἐπιχείρημα· εἰ γὰρ, φησὶ, τὸν Ἀρχέ‐ λαον κακίζεις, ὅτι ἐξ ἀδικίας τὴν βασιλείαν ἐκτήσατο, ὀφείλεις θαυμάζειν τὸν Περικλέα, ὅτι παρὸν αὐτῷ τυραν‐ νεῖν οὐχ εἵλετο. οὗτος δὲ ὁ Ἀρχέλαος Μακεδὼν ἦν τὸ γέ‐ νος, πρόγονος δὲ Φιλίππου. μέμνηται δὲ καὶ Θουκυδί‐
15δης ἐν τῇ δευτέρᾳ ὅτι Περδίκκου ἦν υἱός· οὗτος δὲ νό‐ θος ὢν ἀπέκτεινε τὸν ἀδελφὸν γνήσιον ὄντα, ᾧ ἡ βασι‐ λεία ὠφείλετο, καὶ οὕτως αὐτὸς ἐβασίλευσεν. ἄθλιον δὲ αὐτὸν ὁ Πλάτων, ὡς ἀδελφοκτόνον γενόμενον, ὥστε καὶ τὸν δίκαιον καλεῖ εὐδαίμονα. BD.

Tett

120,5

εἰ μὲν τοίνυν περὶ ἄλλου του πράγματος ἢ δόγματος] βαθέως ἐνταῦθα διασύρει τὸν Πλάτωνα, ὅτι περὶ λόγους καὶ δόγματα τοὺς μαθητὰς οἱ φιλόσοφοι
σοφίζονται, μαρτυρίαν οὐ παρεχόμενοι. ἐνομίσθη δέ τις450
5μεγαλοφρονεῖν Ἀριστείδης, εἰπὼν, οὐδ’ ἂν αὐτὸς ᾤμην δεῖν καταφεύγειν εἰς μάρτυρας. τὸ δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ τῶν πραγμάτων τὰ μὲν ἐκ τῶν παλαιῶν ἔχει τὸν ἔλεγ‐ χον, τὰ δὲ ἐξ ἡμῶν αὐτῶν, ὅ ἐστιν ἐκ τῶν εἰκότων· οἷον εἰ εἴπομεν ὅτι ὁ Ἕκτωρ υἱὸς ἦν Πριάμου, εὐθὺς ἂν προ‐
10φέροιμεν μάρτυρα τὸν ποιητὴν, ἡμεῖς δὲ ἐξ ἡμῶν αὐτῶν οὐ διισχυριζόμεθα· εἰ δὲ εἴπομεν ὅτι ὁ δεῖνα καλὸς ἢ κα‐ κὸς, ἐξ ἡμῶν αὐτῶν σπουδάζομεν ἀποδείξεις ποιεῖν. οὕ‐ τως οὖν καὶ ἐνταῦθα περὶ παλαιῶν διηγούμενος παλαιῶν καὶ αὐτὸς προσφέρει μαρτυρίαν. BD.

Tett

120,6

συμβαίνειν ᾤμην] κάτωθεν κατὰ συνεκδο‐ χὴν τὸ ᾤμην πρὸς τὸ συμβαίνειν λάμβανε. A Oxon.

Tett

120,7

ἐπ’ ἐμαυτοῦ] ἀντὶ τοῦ κατ’ ἐμαυτόν. δει‐ νῶς δὲ εἶπεν αὐτό. ἐμφαίνει γὰρ ὅτι καὶ αὐτὸς ἠδύνατο δογματίζειν ὁ Ἀριστείδης, ὥσπερ ὁ Πλάτων. τοῦτο γάρ ἐστι τὸ ἐπ’ ἐμαυτοῦ. BD.
5ἐπεὶ δὲ ὑπὲρ ἀνδρῶν πάλαι γεγενημένων καὶ μάρτυ‐ ρος] τὰ νῦν ἑστῶτα ἀποδείξεως δέονται, οἱ δὲ πάλαι γε‐ γενημένοι ἄνδρες μαρτύρων τῶν κατ’ αὐτοὺς γενομένων καὶ τὰ αὐτῶν ἰδόντων. A Oxon. διὰ τοῦ εἰπεῖν πάλαι γεγενημένων ἔδειξεν ἀναγκαίαν οὖσαν τὴν μαρτυρίαν· πῶς
10γάρ τις δύναται τὰ παλαιὰ πιστώσασθαι, εἰ μὴ διὰ μαρ‐ τύρων; ἀναγκαίως δὲ καὶ τὸ ὑπὲρ ἀνδρῶν, ὡσανεὶ ἔλε‐ γεν· ὦ Πλάτων, ἐγὼ νῦν ἄνδρας ἐξετάζω παλαιοὺς, οὐ λόγους, οὐ δόγματα, ὥσπερ σὺ ποιεῖς. BD.

Tett

120,9

ὦ τῶν μαρτύρων ὑπερορῶν] δι’ ἀποδείξεως γὰρ πάντα δείκνυσι Πλάτων. A Oxon. εἰρωνικὸν τὸ σχῆ‐ μα. B. ἐπειδὴ ὁ Πλάτων δίχα μαρτύρων ἔπειθε διὰ τῶν λόγων, τοῦτο εἶπε. λέγει δὲ ὁ Πλάτων πρὸς τὸν Πῶλον.
5ἐγὼ μὲν ὧδ’ ἂν λέγω, ἕνα μὲν παρέχεσθαι μάρτυρα ἐπί‐ σταμαι, πρὸς ὃν ἄν μοι ὁ λόγος ᾖ, τοὺς δὲ πολλοὺς ἐῶ χαίρειν. τάχα δὲ καὶ ἠθικῶς εἴρηται. φαίνεται γὰρ καὶ αὐτὸς Πλάτων μαρτυρίας εἰσαγαγὼν ἐν τῇ Σωκράτους
ἀπολογίᾳ, ὅτι καὶ εὐσεβὴς ἦν, καὶ τοῖς θεοῖς ἔθυε· κα‐451
10τηγορεῖται γὰρ ὡς καινότερα εἰσάγων δαιμόνια καὶ ὑπο‐ φθείρων τοὺς νέους. BD. αὐτὸς δ’ οὐδέποτε ἂν φωραθεὶς οἶμαι προσχρώμε‐ νος οὐδενὶ] πάλιν εἰρωνεία· φαίνεται γὰρ καὶ αὐτὸς χρη‐ σάμενος ἐν τῇ ἀπολογίᾳ Σωκράτους. B.

Tett

120,10

τοὺς μὲν οὖν ἄλλους ἅπαντας παραλείψω] Δημοσθενικῶς εἶπε τὸ παραλείψω, ὡς ἄλλους δῆθεν ἔχων εἰπεῖν. B.

Tett

120,11

ἕνα δὲ ἀρκοῦντα παρέξομαι, Θουκυδίδην τὸν Ὀλόρου] ῥητορικῶς πάνυ συνίστησι τὸν συγγραφέα, ὃν φέρει μάρτυρα. B.

Tett

120,12

ὃς οὐ μόνον τῇ τῶν λόγων δυνάμει— πλεῖστον προέχειν τῶν συγγραφέων δοκεῖ] λεληθότως ἀν‐ τιπῖπτον λύει, ἵνα μὴ εἴποι· ἀλλὰ τῇ σεμνότητι τῶν λό‐ γων θαρρῶν σεμνύνει τὸν Περικλέα. διὸ καὶ τὸ ἀκρι‐
5βείᾳ ἐπήγαγε, δηλῶν οὐ πρὸς χάριν αὐτὸν λέγοντα, ἀλλὰ πρὸς ἀλήθειαν. B.

Tett

120,13

φέρε δὴ τί τῷ Περικλεῖ μαρτυρεῖ] τεχνι‐ κῶς ἀντιτίθησι τῷ Πλάτωνι τὸν συγγραφέα. B.

Tett

120,14

πῶς ἄγειν τὸν δῆμον] δεινῶς εἶπεν ἄγειν καὶ οὐκ ἄγεσθαι, δηλῶν ὡς οὐκ ἦν κόλαξ. B.

Tett

120,15

ὥσπερ ἂν εἰ αὐτὸν ἐν ὀφθαλμοῖς εἴχομεν τὸν Περικλέα, καὶ συνόντες ἑωρῶμεν ὁποῖός τις ἦν] πολλὴν ἀκρίβειαν μαρτυρεῖ τῷ Θουκυδίδῃ, ὅτι παρίστησιν ἐν ὄψει τὸν Περικλέα. B.

Tett

120,16

ὅσον τε γὰρ χρόνον προὔστη τῆς πόλεως ἐν τῇ εἰρήνῃ μετρίως ἐξηγεῖτο] ἐκ τῶν δύο καιρῶν ἐπαινεῖ τὸν Περικλέα, καὶ ἐκ τῆς εἰρήνης καὶ ἐκ τοῦ πολέμου. μετρίως δὲ λέγει, ἢ δικαίως, ἢ μεμετρημένως. ἀσφαλῶς
5δὲ, ἀντὶ τοῦ ἀκινδύνως, καὶ πολλὴν τὴν εὔνοιαν μαρτυ‐ ρῶν αὐτῷ. BD.

Tett

120,17

ἐπειδὴ δὲ ὁ πόλεμος κατέστη] καλῶς τὸ κατέστη, δεικνὺς ὡς οὐ Περικλῆς αἴτιος, ἀλλ’ ἡ τύχη. τῷ εἰπεῖν δὲ ἐπεβίω δύο ἔτη καὶ ἓξ μῆνας ὡς ὀδυρόμενός
ἐστι τῷ τάχει τῆς τελευτῆς. BD.452

Tett

120,18

προγνοὺς τὴν δύναμιν] δι’ ἧς ἂν περιγέ‐ νωνται Ἀθηναῖοι Λακεδαιμονίων. A Oxon. ἐπεβίω δὲ δύο ἔτη καὶ ἓξ μῆνας] μεσοῦντι γὰρ τῷ τρίτῳ ἔτει τοῦ πολέμου Περικλῆς ἀπέθανεν. A Oxon.

Tett

120,19

ὁ μὲν γὰρ ἡσυχάζοντάς τε] τέχνην πολέ‐ μου μαρτυρεῖ τῷ Περικλεῖ. ἐν τῷ πολέμῳ δὲ εἰπὼν διὰ Σικελίαν αἰνίττεται. BD.

Tett

121,1

ἀρχὴν μὴ ἐπικτωμένους ἐν τῷ πολέμῳ] ἤγουν μὴ πρώτους ἀρχομένους τοῦ πολέμου· ἢ μὴ ἀρχὴν ἑαυ‐ τοῖς τῶν ἄλλων πόλεων περιποιουμένους ἐκ τοῦ πολεμεῖν. A Oxon.
5μηδὲ τῇ πόλει κινδυνεύοντας] ἤγουν τὸν πρὸς Πε‐ λοποννησίους πόλεμον μὴ πλησίον Ἀθηνῶν ποιεῖσθαι, ἀλλ’ ἐν τῇ ἐκείνων χώρᾳ περιπλέοντας αὐτὴν καὶ κατα‐ τέμνοντας, Πελοποννησίων Ἀθήνησι στρατευομένων. A Oxon.

Tett

121,3

ἴδια] ἰδιωτικά. B. ἴδια κέρδη] ἴδια λέγει ἀντὶ τοῦ ἰδιωτικά. εἰς Ἀλκιβιάδην δὲ ἀποτείνεται, ὅτι ἑαυτῷ κέρδη πραγματευόμενος διὰ τὴν ἱπποτροφίαν. εἶχε γὰρ ἵππους ἡ Σικελία καλούς· ἐκεῖσε τοὺς Ἀθηναίους
5ἐξῆγε. BD.

Tett

121,4

ἃ κατορθούμενα μὲν τοῖς ἰδιώταις] ἀπὸ τοῦ συμβάντος τὴν ἀπόδειξιν εἴληφεν. BD.

Tett

121,7

οὐκ ἤγετο μᾶλλον ὑπ’ αὐτοῦ ἢ αὐτὸς ἦγε] πῶς οὖν κόλαξ ἄγων καὶ μὴ ἀγόμενος. BD.

Tett

121,8

ἐξ οὐ προσηκόντων] ἀντὶ τοῦ ἀδίκων. δύνα‐ μιν νῦν λέγει τὸν πλοῦτον. ἡ δὲ σύνταξις οὕτως. διὰ τὸ μὴ πρὸς ἡδονὴν λέγειν ἦγε τὸν δῆμον, μὴ κτώμενος ἐξ οὐ προσηκόντων τὸ πλοῦτον. BD.

Tett

121,11

ὑπὸ τοῦ πρώτου ἀνδρὸς] καλῶς ἡ προσ‐ θήκη τοῦ πρώτου, ἵνα μὴ δόξῃ τύραννος. BD.

Tett

121,14

ὁ εἰς Σικελίαν πλοῦς] ὃν ἀπέστειλαν μετὰ
Νικίαν καί τινων ἄλλων. Oxon.453

Tett

121,15

τὸ ἀκροτελεύτιον] κατεχρήσατο· ἀκροτε‐ λεύτιον γὰρ λέγεται τὸ τέλος τοῦ ἐμμέτρου στίχου. BD. τοσοῦτον τῷ Περικλεῖ ἐπερίσσευε τότε] ἤγουν το‐ σαύτη περιουσία ἦν αὐτῷ φρονήσεως καὶ ἐμπειρίας.
5A Oxon.

Tett

121,17

διεξέρχεται] δεινῶς εἶπε, καὶ οὐκ ἐπαι‐ νεῖ, ἀντὶ τοῦ διηγεῖται. BD. κατ’ αὐτὸν ἐκεῖνον γεγονὼς] συνίστησι τὸν μάρτυρα, ὅτι κατὰ τὸν αὐτὸν χρόνον καὶ τόπον ἐγένετο. BD.

Tett

121,18

κατ’ αὐτὸν ἐκεῖνον γεγονὼς καὶ συγγεγο‐ νὼς] καλῶς προσέθηκε τὸ συγγεγονώς· ἐνδέχεται γὰρ γε‐ γενῆσθαι μέν τινα κατὰ τὸν αὐτὸν χρόνον τῷ δεῖνι, διὰ δὲ τὸ μὴ συγγεγονέναι ἀγνοεῖν τἀκείνου ὡς ἔχει. Θουκυ‐
5δίδης γοῦν Περικλεῖ συνεγένετο περὶ λόγους· συμφοιτηταὶ γὰρ ἦσαν ἀμφότεροι. A Oxon. τοῦτο ἐπήγαγε πρὸς σύ‐ στασιν τῆς ἀληθείας. καλῶς δὲ τὸ γεγονὼς καὶ συγγεγο‐ νώς· ἐνδέχεται γὰρ γεγενῆσθαι μὲν κατὰ τὸν αὐτὸν χρόνον, μὴ μέντοι εἰδέναι τὴν πολιτείαν τοῦ πέλας. διὰ
10τοῦτο εἶπε συγγεγονὼς, ἐπειδὴ συμφοιτητὴς ἦν Περικλέους ὁ Θουκυδίδης, ὡς ἔγνωμεν· διὸ καὶ ἐφίλει αὐτόν. BD. ἔπειτ’ οὐ φιλονεικίας ἕνεκεν οὐδεμιᾶς] πλαγίως τοῦτο ἀποτείνεται πρὸς Πλάτωνα, ὅτι φιλονεικίαν ἔχων πρὸς τοὺς ἄνδρας τὴν κατ’ αὐτῶν διαβολὴν πεποίηται, ἀγῶ‐
15νος δὲ χρείαν πρός τινα ἐναντιώσεως. BD.

Tett

122,1

οὐδ’ εἰς ἓν, ὃ προύθετο, πάντα ἀναφέρων] τουτέστιν, οὐκ ἀποδείξεως χάριν, ἀλλ’ ἀληθείας· τουτέ‐ στιν οὐδὲν ἔχων τὸ προκείμενον, κατὰ πάντα βιαζό‐ μενος, ὡς ἓν ἀποδεῖξαι. αἰνίττεται δὲ εἰς τὸν Γοργίαν,
5ὅτι ὁ πᾶς διάλογος αὐτῷ ἐγένετο, ἵνα μόνον ψέξῃ τὴν ῥητορικήν. BD.

Tett

122,2

ἐν ἱστορίᾳ καὶ διηγήσει τἀληθὲς ἁπλῶς οὑ‐ τωσὶ παραδιδοὺς] διηγούμενος, φησὶν, οὐκ ἐγκωμιάσαι προῃρημένος. τὸ δὲ ἁπλῶς οὑτωσὶ ἀντὶ τοῦ ὡς ἔτυχε, καὶ
οὐκ αὐτὸ τοῦτο προῃρημένος εἰπεῖν. BD.454

Tett

122,3

εἰ μὲν τοίνυν ἠμφισβητεῖτο τῷ Θουκυδίδῃ] τὸ διλήμματον. B. τὸ σχῆμα διλήμματον. τοῦτο δὲ εἶπεν, ὡς ἀμφιβάλλων, εἰ τολμήσει Πλάτων ἀμφισβητῆσαι τῷ Θουκυδίδῃ. BD.

Tett

122,4

διδόντας] ἀντὶ τοῦ συγχωροῦντας. τοῦτο δὲ εἶπεν, ὡς οὐ τολμῶντος τοῦ Πλάτωνος ἀμφισβητῆσαι τῷ Θουκυδίδῃ. BD.

Tett

122,5

τῶν ὀψοποιῶν οὐδὲν ἦν βελτίων] ἐπειδὴ τῇ μαγειρικῇ παραβάλλει τὴν ῥητορικὴν ὁ Πλάτων, λέγων ὅτι ὥσπερ ὁ μάγειρος θηρᾶται τὸ ἡδὺ ὄψον, οὕτω καὶ ὁ ῥήτωρ θηρᾶται τὸ πρὸς τὸν δῆμον ἡδύ. BD.

Tett

122,6

οἰδ’ ἐπιτηδειότερος χρῆσθαι τῇ πόλει] ἀντὶ τοῦ πόλιν διοικεῖν οὐ δυνάμενος. BD. πολλοῦ μέν τ’ ἂν ἄξιον ἦν κολακεία] ἠθικῶς εἶπεν, ὡς μακαρίζων τὴν κολακείαν. BD.
5εἰ Περικλεῖ τοῦτ’ ἦν ἐπενεγκεῖν τὸ πρόσρημα] σχετ‐ λιάζει ἐπὶ τῷ ὀνόματι, ὡς ἐπὶ θείου τινὸς ἀνδρὸς λέ‐ γων. BD.

Tett

122,7

ἐπεὶ σὺ μὴ μόριον μόνον κολακείας αὐτῷ πρόσθες, ἀλλὰ καὶ πᾶσαν τὴν κολακείαν φέρων ἀνάθες] ὁ Πλάτων γένος τὴν κολακείαν εἰπὼν μερίζει αὐτὴν τε‐ τραχῆ, εἰς μαγειρικὴν καὶ κομμωτικὴν, οἱονεὶ τὸ κοσμητι‐
5κὸν, τὴν καλουμένην κουρικὴν καὶ σοφιστικὴν καὶ ῥητορι‐ κήν. διὸ εἶπε, μὴ μόριον κολακείας δῷ τῷ Περικλεῖ, ἀλλ’ αὐτὴν τὴν κολακείαν, οἷον αὐτὸ τὸ γένος τῆς αἰσθητικῆς κολακείας τῆς ἐν σώματι. BD.

Tett

122,8

εἰ βούλει τὴν ἰδέαν αὐτὴν, ἐφ’ ἣν πάντα ἀνάγεις] τουτέστι τῶν τοῦ λόγου. ἆρα οὖν ἔστιν ἰδέα κο‐ λακείας; θέλει εἰπεῖν ὅτι, εἰ Περικλῆς ἐκέχρητο τῇ κολα‐ κείᾳ, ἀγαθὴ, καὶ εἰ ἀγαθὴ, ἰδέαν ἔχει. ἰδέαν δὲ νῦν λέ‐
5γει τὰ τέσσαρα μέρη τῆς κολακείας, οἷον αὐτὸ τὸ γένος τῆς αἰσθητικῆς κολακείας τὸ εὐσώματον. λέγει γὰρ ὁ Πλάτων τῶν ἐπὶ γῆς ἐν οὐρανῷ εἶναι τὰ παραδείγματα οἱονεὶ ἀρχέτυπα, ἐξ ὧν εἰσι τὰ ἐπὶ γῆς, ἀσώματά τινα
ὄντα, ὥσπερ τοῦ ἀνθρώπου ἡ ἀνθρωπότης, καὶ τοῦ ἵππου455
10ἡ ἱππότης, καὶ τῶν ἄλλων ἁπάντων ὁμοίως, ἅπερ ἰδέας καλεῖ. ὁ δὲ τούτου μαθητὴς, Ἀριστοτέλης, πρὸς τοῦτο διαμάχεται, λέγων μὴ εἶναι ἰδέας. ἰστέον δὲ ὅτι παίζων εἶπεν. ὁ γὰρ Πλάτων μόνον τῶν χρηστῶν πραγμάτων λέ‐ γει τὰς ἰδέας εἶναι καὶ τοῦ νοητοῦ κόσμου· κόσμον γὰρ
15ὑποτίθεται νοητὸν ἔξω, ὅπου οὗτος ὁ αἰσθητὸς προά‐ γεται· οὐ μὴν τῶν κακῶν λέγει ἰδέας· οὔτε γὰρ κολακείας, οὔτε δειλίας, οὔτε τῶν τοιούτων οὐδενός· εἰς τέσσαρα δὲ διαιρεῖ τὴν κολακείαν, ὀψοποιητικὴν, κομμωτικὴν, σοφι‐ στικὴν, ῥητορικήν· τέταρτον οὖν μέρος τῆς κολακείας ἡ
20ῥητορική. BD.

Tett

122,9

τῇ Θεαρίωνος καὶ Μιθαίκου τύχῃ] τούτους φασὶ συγγράμματα μαγειρικὰ συγγεγραφέναι τὸν Μίθαι‐ κον καὶ τὸν Θεαρίωνα. BD. τούτους φασὶ συγγράμματα μαγειρικὰ συγγράψαι. Oxon.

Tett

122,10

τούτων ἀντίστροφος ἦν τὰ πολιτικὰ] ἀν‐ τίστροφον λέγει τὸ ἴσον· ὥσπερ γὰρ τὰ ἀντιστρέφοντά φασιν οἱ φιλόσοφοι, οἷον εἴ τι γελαστικὸν ἄνθρωπος, καὶ εἴ τι ἄνθρωπος γελαστικὸν, εἴ τι Περικλῆς εἰς τὰ πο‐
5λιτικὰ, τοῦτο Θεαρίων καὶ Μίθαικος, τοῦτο Περικλῆς. A Oxon. ἀντίστροφος] ἀντὶ τοῦ ἴσος· ὡς τὸ ἀντίθεος. BD. ἀλλ’ ἴσως οἱ κόλακες πρότερον] Ἀθανάσιός φησιν ὅτι ὁ ῥήτωρ δεικνὺς ἐντεῦθεν ἡμῖν τὸ εἶδος τοῦ λόγου ἀν‐
10τιρρητικὸν, διὰ τὸ κατὰ μέρος ἀνασκευάζειν τὰ εἰρημένα ὑπὸ Πλάτωνος. BD.

Tett

122,11

εἴ τι τοιοῦτον ἐκείνῳ προφέρειν ἀξιοῖμεν] εἰ πρὸς χάριν Πλάτωνος συγχωρήσω αὐτὸν εἶναι κόλακα· καὶ ἑαυτὸν περιείληφε τῇ διαβολῇ, ἵνα μὴ φανερῶς ὑβρίσῃ τὸν Πλάτωνα καὶ εἴπῃ αὐτὸν κόλακος ὄντα χείρονα.
5οὕτω καὶ Δημοσθένης· ἡμεῖς δ’ οὐκ οἶδα ὅντινά μοι
τρόπον δοκοῦμεν ἔχειν πρὸς ταῦτα. BD.456

Tett

122,12

πόθεν εἰς τὰς βλασφημίας τὰς κατὰ τῶν ἀνδρῶν ἀφίκετο] ὥσπερ σχετλιάζοντός ἐστιν ὁ λόγος καὶ ἀγανακτοῦντος. BD.

Tett

122,13

ὡς πρὸς παρόντα καὶ συνόντα] τὸν Πλά‐ τωνα. A.

Tett

122,16

μηδὲ γὰρ εἶναι τὸ ἡδὺ πάντως ἀγαθὸν] τοῦτο εἶπεν, ὡς ὄντος ποτὲ τοῦ ἡδέος ἀγαθοῦ. BD. μηδ’ αὖ τὸ ἀγαθὸν τοῦ ἡδέος χάριν, ἀλλὰ τὸ ἡδὺ τοῦ ἀγαθοῦ χρῆναι διώκειν] ἀντὶ τοῦ ἐὰν ἔχῃ τὸ ἀγαθὸν
5τὸ ἡδύ. BD. οὐδὲ γάρ ἐστι δυνατὸν εἶναι τὸ ἡδὺ καὶ ἀγαθὸν, ἀλλὰ πολλάκις τὸ ἀγαθὸν καὶ ἡδύ. B.

Tett

122,17

οὐ ταῦτα κυκλεῖς ἄνω καὶ κάτω] δεινῶς εἶπε τὸ κυκλοῖς, ὡς δι’ ἀπορίαν τὰ αὐτὰ λέγοντος τοῦ ἄνω καὶ κάτω, καὶ μηδὲν ἕτερον. BD.

Tett

122,18

ὦ ἑταῖρε] ἀεὶ ὁ Πλάτων ἐν ταῖς ἐρωτή‐ σεσι τὸ ὦ ἑταῖρε τίθησιν. Oxon. τὸ σὸν δὴ τοῦτο] τοῦτο εἶπε, μιμοῦμαί σε, φησί· τοῦτο γὰρ εἴωθε ποιεῖν ἐν τοῖς διαλόγοις ὁ Πλάτων. BD.

Tett

122,19

οὔκουν ὅστις γε μὴ κἀμοὶ] ὥσπερ οὐδὲ ἐμοὶ, οὐδὲ ἄλλῳ τινὶ, διὰ τὸ ἀληθὲς τοῦ λόγου. ἢ οὕτως· οἷον εἰ μή τις καὶ ἐμοὶ ἐναντιωθείη. τὸ δὲ μὴ κἀμοὶ οὐκ ἔστι φρονήματος μεστὸν, οὐδὲ τὸ μείζονα ἑαυτὸν ποιεῖν
5Πλάτωνος· ἀλλὰ τοῦτο εἶπεν, ὡς ὁμολογουμένου τοῦ λε‐ γομένου, ὅτι πιστεύει ταῦτα καλῶς ἔχειν ὁ Ἀριστείδης. BD. τάχα γὰρ ἄν τι καὶ ἀλλοῖον ἐκβαίη] ἀντὶ τοῦ ἐναν‐ τίον ὧν λέγεις. ψέγειν γὰρ, φησὶ, βουλόμενος τὸν Περι‐ κλέα εὑρίσκει μᾶλλον ἐπαινῶν· διὸ ἐπιφέρει· Περικλέους
10μοι βίον ἐρεῖς· ὡσανεὶ ἔλεγεν· οὐ διάλογον γράφεις, ἀλλὰ Περικλέους βίον καὶ πολιτείαν. BD.

Tett

123,1

ἀλλ’ ἐπιψηφίζεις, ὡς αὐτὸς καλεῖς] πολλα‐ χοῦ γὰρ ταύτῃ χρῆται τῇ λέξει. A Oxon. καλῶς εἶπεν ἐπιψηφίζεις, ὡς αὐτὸς καλεῖς· ἄλλως γὰρ οἱ ῥήτορες τὸ ἐπιψηφίζειν λέγουσι καὶ ἄλλως οἱ φιλόσοφοι· οἱ γὰρ ῥή‐
5τορες ἐπὶ τοῦ ὑποβάλλειν αὐτὸ λέγουσι. Δημοσθένης ἐν τῷ κατ’ Ἀνδροτίωνος „Ταῦτα ἐπεψήφιζεν ὁ ἐπιστάτησ“ ἀντὶ τοῦ ἠρώτησε. καὶ Αἰσχίνης εἶπε „Τοῖς προέδροις ἐπι‐ ψηφίσαι.“ καὶ Θουκυδίδης ἐν τῇ τετάρτῃ „Ἐπεψήφιζεν αὐτὸς ἔφορος ὢν εἰς τὴν ἐκκλησίαν τῶν Λακεδαιμονίων.“457
10οὕτως οἱ ῥήτορες ἐπὶ τοῦ ἐρωτᾶν τάττουσιν αὐτὸ, οἱ δὲ φιλόσοφοι ἐπὶ τοῦ κυρῶσαι. λέγει οὖν ὅτι συντίθεσαι καὶ συναινεῖς. ὡς αὐτὸς δὲ καλεῖς, ἀντὶ τοῦ οὐχ ὡς ἡμεῖς· ἐπὶ γὰρ τοῦ δοῦναι σκέψιν τῷ δήμῳ οἱ ῥήτορες λέγουσιν· οὕτω καὶ Δημοσθένης. BD.

Tett

123,2

μεθίστης οὐκ οἶδ’ ὅπως εἰς τοὺς ἀντιδίκους τὸν ἄνδρα] ἀντίδικον καλεῖ, ὡς πρὸς τὸν ὅρον αὐτοῦ Πλά‐ τωνος, ὡς μὴ φυλάττοντα τὸν ὅρον, ὃν αὐτὸς ὡρίσατο τοῦ ἀγαθοῦ ἀνδρός. καλῶς δὲ τὸ πρότερος φαίνεται εἶπε,
5δεικνὺς ὅτι προείληφε τὸν Πλάτωνα φιλόσοφον ὁ Περι‐ κλῆς. BD.

Tett

123,3

ἃ γὰρ σὺ διδάσκεις] περίοδος. B.

Tett

123,4

εἰ μηδὲν προσέθηκας] τουτέστιν, εἰ μὴ ἐπή‐ γαγες τὸ τοῦ Περικλέους ὄνομα, καὶ τὴν κατ’ αὐτοῦ βλασφημίαν. BD.

Tett

123,5

ὥσπερ τοὺς ἀπὸ τῶν γνωρισμάτων ἐν τοῖς δράμασι] ἔχομεν παρὰ τοῖς κωμικοῖς, ὅτι τινὰ τῶν ἐκτε‐ θέντων παιδίων ἀπό τινων σημείων ἐν αὐτοῖς ὄντων ἀνεγνωρίζοντο. BD.

Tett

123,6

σκόπει γὰρ πάλιν ἐξ ἀρχῆς ὥσπερ νόμον] ὥσπερ νόμον εἶπεν, ὡς ὁριστικοῦ ὄντος κατὰ φύσιν τοῦ νόμου· καὶ αὐτοῦ μέντοι τοῦ Πλάτωνος ὡς νομοθετοῦντος ταῦτα ἐπήγαγε τὸ ὥσπερ νόμον· ἢ ἐπειδὴ οἱ νόμοι πολλὰ
5δοκιμάζονται· ἢ ὅτι ἔμπροσθεν τῶν ἐπωνύμων ἐκτιθέμενοι σκοποῦνται παρὰ πάντων ἀκριβῶς. BD.

Tett

123,8

οὕτως ἦν ἀπὸ πολλοῦ τοῦ δουλεύειν] ἀντὶ τοῦ πόρρω τοῦ ὑπηρετεῖν τοῖς πολλοῖς. B.

Tett

123,10

πρὸς τὸ βέλτιστον ἄγειν] καλῶς πάλιν οὐκ
εἶπεν ἄγεσθαι, ἀλλ’ ἄγειν. B. ὥστ’ ἀπ’ αὐτῶν τῶν ἐναντιωτάτων φαίνεται τὴν δόξαν λαβὼν] ἀπὸ τοῦ μὴ δουλεύειν ταῖς ἐπιθυμίαις καὶ458
5τοῦ μὴ χαρίζεσθαι τοῖς πολλοῖς. δόξαν δὲ λέγει τὴν φή‐ μην, ὅτι Ὀλύμπιος ἐκλήθη. BD.

Tett

123,11

ὅσον πλεῖστον ἐξῆν] ἐξῆν εἶπεν ἀντὶ τοῦ ὅσον ἦν δυνατὸν, δεικνὺς ὅτι αὐτῇ τῇ φύσει ἐμάχετο. BD.

Tett

123,13

τὸν πόλεμον διαφέρειν] ἀνύειν. B. ἀντὶ τοῦ ἀνύειν. Θουκυδίδειος δέ ἐστιν ἡ λέξις. πάλιν δὲ τῇ μαρτυρίᾳ κέχρηται τοῦ συγγραφέως, ὡς ἀξιοπίστου προσώπου ὄντος. BD.
5καίτοι ὅτε τὸν πόλεμον μεθ’ ἡσυχίας παρῄνει δια‐ φέρειν] καίτοι ὥσπερ ὅτε ἀντελάβετο τῆς λέξεως τοῦ συγ‐ γραφέως, λέγων ὅτι μᾶλλον μετ’ εἰρήνης παρῄνει διάγειν· ὅπερ ἐστὶ παράδοξον· ἐπειδήπερ στρατηγὸς ὢν ἐν εἰρήνῃ παρῄνει ζῆν. BD.

Tett

123,15

τὸν δῆμον εἴ ποτ’ αἴσθοιτο ὑβρίζοντα κατεῖχε] ἐπαιρόμενον μείζω φρονεῖν. ἔστι δὲ ὑπὸ τὴν ἀδικίαν ὕβρις. ἀκολουθήματα δὲ, συκοφαντία, φιλανθρω‐ πία προσποίητος, κακοήθεια, κακουργία, ἀλαζονεία. BD.

Tett

123,16

τοῖς Πλάτωνος λόγοις] δεινῶς εἶπε λόγοις καὶ οὐκ ἀληθείᾳ. BD. εἰ χρὴ τοῖς Πλάτωνος φῆσαι πείθεσθαι τὸν τοσοῦ‐ τον πρότερον Πλάτωνος] ὥσπερ ἐπιλαμβάνεται ἑαυτοῦ.
5πῶς γὰρ ὁ πρῶτος τεχθεὶς τὸν ὑστέρως γεννηθέντα πει‐ σθείη. σχετλιαστικὸν δέ ἐστι. BD.

Tett

123,20

ἀπὸ τῆς ὀρθοτάτης ἀεὶ γνώμης] ἀντὶ τοῦ πρὸς τὸ βέλτιστον ὁρῶν. BD. ὥσπερ ἂν εἰ προειπὼν τοῖς ἀνθρώποις] τὸ σχῆμα καθ’ ὑπόθεσιν. τοῦ δὲ αὐτοῦ ἐπιχειρήματός ἐστιν. BD.

Tett

124,1

φαίνεται γὰρ βουλομένῳ σκοπεῖν ὀρθῶς] πά‐ λιν φθόνον αἰνίττεται Πλάτωνος. τὸ δὲ κἀν τοῖς λόγοις
κἀν τοῖς ἔργοις ἀντὶ τοῦ καὶ διὰ τῶν λόγων καὶ διὰ τῶν ἔργων. δηλοῖ δὲ ὅτι καὶ περιττὰ ὧν εἶχεν ὁ διάλογος459
5ἐποίει ὁ Περικλῆς. κεφάλαια δὲ τοῦ λόγου οἱονεὶ τὰ συν‐ εκτικὰ καὶ προκείμενα· πρόκειται δὲ τὸ δεῖν καὶ ψυχῇ καὶ σώματι πρὸς τὸ βέλτιστον ὁμιλεῖν, ἀλλ’ οὐ πρὸς ἡδο‐ νήν. BD.

Tett

124,3

τοῖς μὲν λόγοις, οὓς διεξῄει] ἐπειδὴ ἀσαφῶς εἶπεν, ἐπεξηγεῖται αὐτὰ τούτοις. BD.

Tett

124,5

κακῶν, ὧν ἐπὶ τῶν ἐκείνου καιρῶν ἀπέσχετο ἡ πόλις] καλῶς πάλιν εἶπε τὸ ἐπ’ ἐκείνου ἀπέσχετο ἡ πόλις, δεικνὺς ὅτι τὸ ἀποσχέσθαι τὴν πόλιν πλεονεξίας Περικλέους ὑπῆρχεν ἀρετὴ καὶ κατόρθωμα· ὅνπερ γὰρ
5τρόπον ὁ καλόν τι ἀσκῶν ἀρετὴν ἐπιτηδεύει, τὸν αὐτὸν τρόπον καὶ ὁ φαύλου ἀπεχόμενος ἀρετῆς ἐστιν ἀνά‐ πλεως. BD. μέχρι μὲν γὰρ ἐδημηγόρει Περικλῆς καὶ κατεῖργε τὸ πλῆθος] ἐξ ἑκατέρων αὔξει τὸν Περικλέα, ἔκ τε τοῦ δη‐
10μηγορεῖν καὶ ἐκ τοῦ κατείργειν τὸ πλῆθος. BD.

Tett

124,7

οὔτε μακροὺς καὶ ἀνηνύτους τοῦ πολέμου κύκλους περιεβάλλοντο] τοὺς ἔξω πολέμους τῆς πόλεως ἡ λέξις ἐμφαίνει. B. τοῦ τείχους ἔξω προϊέναι] παρόντων τῶν πολέμων. B.
5πάνυ ῥητορικῶς τὸ ἐλάττωμα περιέτρεψεν εἰς ἐγκώμιον· ἴσμεν γὰρ ὅτι συνεχῶς ὁ Δημοσθένης παραινεῖ τοῖς Ἀθη‐ ναίοις τὸν ἐν τῇ Μακεδονίᾳ ποιεῖσθαι πόλεμον, οὐχὶ τὸν πολέμιον ἀνθέλκεσθαι περὶ τὴν Ἀττικήν. ὁ δὲ Περικλῆς τοὐναντίον οὐδὲ προκύπτειν αὐτοὺς συνεχώρει τοῦ τείχους.
10τοῦτο οὖν ἄτοπον ὂν ὁ ῥήτωρ εἰς ἀρετὴν περιέτρε‐ ψεν. BD.

Tett

124,8

ἐπειδὴ δὲ ἐτελεύτησεν ἐκεῖνος] βαρὺ καὶ σχετλιαστικὸν τὸ ἐκεῖνος ἐτελεύτησεν. BD.

Tett

124,9

ὠνειροπόλουν μὲν Σικελίαν] τῆς Σικελίας τὴν κτίσιν ἐφαντάζοντο. ἀπὸ μεταφορᾶς τῶν ἐν ὀνείρῳ δοκούντων ἔχειν ἅπερ οὐκ ἔχουσι. σημαίνει δὲ ὅτι οὐκ
ἀσφαλῶς ἐπενόουν Σικελίας. BD.460

Tett

124,10

ἤρκει δὲ οὐδὲν αὐτοῖς] ὡσανεὶ ἔλεγε μικρὸν αὐτοῖς ἐδόκει πρὸς τὴν κτῆσιν ἡ οἰκουμένη. BD. μακροτέραν δὲ τοῦ πολέμου παρενθήκην ἐποιήσαντο] ἀπὸ μεταφορᾶς τῶν ἐμπόρων, οἳ παρεντίθενται ταῖς ναυ‐
5σὶν, ἢ δύνανται φέρειν, ὅπως τῷ πλείονι φόρτῳ μείζω σφίσι τὰ κέρδη γένοιτο, καὶ οἱ Ἀθηναῖοι μείζοσιν ἐπεχεί‐ ρουν ἢ πολεμεῖν ἠδύναντο. A Oxon. ἀπὸ μεταφορᾶς τῶν ἐμπόρων, οἳ τῶν κυρίως ἐνθηκῶν τὰς παρενθήκας μείζους διὰ τὸ κέρδος ποιοῦνται. BD.

Tett

124,11

ὦ Πλάτων τε καὶ Σώκρατες] αὐτὸν ἀμ‐ φότερα καλεῖ, καὶ Πλάτωνα καὶ Σωκράτην, ἐπειδὴ καὶ τοὺς αὐτοῦ διαλόγους εἰς Σωκράτην ὁ Πλάτων ἀνέθηκε. τὸ δὲ ὅμοιον καὶ Δημοσθένης ἐποίησεν, εἰπὼν ὁ Κρέων
5Αἰσχίνης, ἐπειδήπερ οὗτος εἰς τὸ τοῦ Κρέοντος πρόσω‐ πον εἰσῆλθεν. BD. ὁ ὑμέτερος, κοινωνὸς μὲν—ἑταῖρος δὲ] Ἀλκιβιά‐ δης. B. κοινωνὸς μὲν οὐκ ἔστιν εἰπεῖν] εἰρηκὼς τὸ ἡμέτερος
10ἀνεῖλεν, ὥσπερ αὐτὸς ἑαυτοῦ λαβόμενος. τοῦτο δὲ εἶπεν, ὡς ἑταίρου μὲν ὄντος αὐτοῦ τοῦ Ἀλκιβιάδου, οὐ μὴν ὠφεληθέντος παρὰ Σωκράτους. BD.

Tett

124,12

μᾶλλον δὲ εἴρηκας] δηλονότι ἐν τῷ δια‐ λόγῳ τῷ Ἀλκιβιάδου. BD.

Tett

124,14

Περικλῆς μὲν γὰρ οἶμαι Ἀναξαγόρᾳ συγ‐ γενόμενος] οὗτος φυσικὸς ἦν φιλόσοφος, καὶ τὰς φύσεις τῶν ὄντων ζητῶν, καὶ περὶ αὐτὰ τὰ μετέωρα καταγινό‐ μενος, οὗ γέγονεν ἀκροατὴς Περικλῆς καὶ Θουκυδίδης.
5ABD Oxon.

Tett

124,15

βελτίων ἢ κατ’ ἐκεῖνον ἐγένετο] ἀντὶ τοῦ ὑπὲρ ἐκεῖνον· ἐπειδήπερ ἔμιξε τῇ φιλοσοφίᾳ τὴν ῥητορι‐ κήν. BD. ἑταίρῳ χρώμενος Σωκράτει] δεινῶς εἶπε πάλιν ἑταίρῳ,
5καὶ οὐχὶ διδασκάλῳ. εἶτα ἐπήγαγε καὶ τὸ διορθωτικόν. BD.461

Tett

124,16

ὥστ’ οὐκ ἀνεκτὸν, εἴ τις ἐκεῖνον ἐπαινῶν τούτῳ μέμφεται] τοῦτο εἶπεν, ἐπειδήπερ ὁ Πλάτων ἐπῄ‐ νεσε μὲν τὸν Ἀλκιβιάδην, διέβαλε δὲ τὸν Περικλέα. BD.

Tett

124,17

τοὺς θαυματοποιοὺς μιμούμενος] ἐπειδὴ καὶ οἱ θαυματοποιοὶ περὶ τὰ δεινὰ τὰ δοκοῦντα τούτων ἐπιδείκνυνται. BD.

Tett

125,1

τῷ μὲν οὐδοτιοῦν προσῆκον τῶν αἰτιῶν] ὡς σχετλιάζων ἐστὶν, εἴ γε Περικλῆς ὀφθήσεται τῶν περὶ Σικελίας αἴτιος ὤν. BD.

Tett

125,2

τοῦτο δ’ ἦν τὰ ὑπάρχοντα σώζοντας] τῇ μαρτυρίᾳ πάλιν κέχρηται τοῦ συγγραφέως αὐτὰ προσφέ‐ ρων τὰ ῥήματα, καὶ καλεῖται τὸ χωρίον παρῴδησις. πα‐ ρῴδησις δέ ἐστιν, ὅταν ὁ ῥήτωρ κῶλον ἀρχαῖον τίθησι,
5καὶ χωρίον ἑαυτοῦ, ὃ νῦν ποιεῖ Ἀριστείδης. BD.

Tett

125,3

ὁ δὲ τῶν τὰ πολλὰ πράττειν πεισάντων εἷς ἦν] ἀστείως εἶπεν· ἡ δὲ λέξις λέγεται ἐπὶ τῶν πλεονεκτούν‐ των. BD.

Tett

125,5

καὶ τελευτῶντες ἀπήλλαξαν] ἡττήθησαν ἐν Σικελίᾳ καὶ ἐν Αἰγὸς ποταμοῖς. B. ὁ οἰδεῖν καὶ ὕπουλον εἶναι τὴν πόλιν] ποιήσας δη‐ λονότι. A.
5οἰδεῖν] ὀγκοῦσθαι. A. ἰατρικῶς εἶπε τὸ οἰδεῖν, ὅ ἐστιν ἐξογγοῦσθαι τὸ σῶμα, ἐξ οὗ παρακολουθεῖ τῷ σώ‐ ματι κίνδυνος. εἶτα καὶ ἐνέμεινε τῇ συμφορᾷ εἰπὼν τῶν σαρκῶν τῶν ἀρχαίων. εἰκότως δὲ εἶπε τοῦτο. ἐν γὰρ τῇ Σικελίᾳ τὰς ἀρχαίας σάρκας ἀπώλεσαν, ὅ ἐστι τὴν ἀρ‐
10χαίαν ἀνδραγαθίαν, ἤτοι παρασκευήν. ὕπουλον δὲ εἶπεν εἶναι τὴν πόλιν. ὑπόνοιαν γὰρ αὐτῇ ἐδίδου δυνάμεως οὐκ ἐχούσῃ, ὡς αὐτὸς ἔλεγε Πλάτων. BD.

Tett

125,6

τῶν ἀρχαίων σαρκῶν] τῆς παλαιᾶς εὐψυ‐ χίας. A. ὁ τὰς ἐπιθυμίας ἐπαύξων αὐτοῖς] Ἀλκιβιάδης. B.

Tett

125,7

τοῖς τῶν Αἰγεσταίων χρήμασι δελεάζων] Αἰγεσταῖοι πολεμούμενοι ὑπὸ Συρακουσίων ἦλθον δεόμε‐ νοι Ἀθηναίων, ἐπαγγειλάμενοι τρέφειν αὐτοῖς τὸ ναυτι‐ κόν. ἔπεμψαν οὖν Ἀθηναῖοι, βουλόμενοι κατασκοπῆσαι462
5τὰ χρήματα, καὶ πρὸς ξενίαν τοὺς πρέσβεις καλέσαντες, ἠπάτησαν τὸν παρὰ πάντων ἄργυρον ἕκαστον εἰς τὴν ξενίαν εἰσφέροντες. ἡ ἱστορία ἐν ἕκτῃ Θουκυδίδου. ABD Oxon. τὴν Σικελικὴν τράπεζαν προξενῶν] παροιμία ἡ Σι‐
10κελικὴ τράπεζα ἐπὶ τῶν τρυφώντων λεγομένη· παρεῖχε δὲ καὶ Ἀθηναίοις Ἀλκιβιάδης τρυφᾶν, ὡς ἀσελγὴς αὐτὸς ὢν καὶ ταῖς μέθαις ἡττώμενος. Oxon.

Tett

125,8

ἅτε καὶ αὐτὸς ὢν τοιοῦτος] ἀσελγὴς δηλον‐ ότι καὶ ταῖς μέθαις ἡττώμενος. ἀντὶ δὲ τοῦ εἰπεῖν πλοῦ‐ τον, τράπεζαν εἶπε, πρὸς διαβολὴν Ἀλκιβιάδου· ὡς ἄσω‐ τος γὰρ καὶ τρυφηλὸς διεβάλλετο. BD.
5μηδαμοῦ τῶν ἐλπίδων ἐῶν τὸν δῆμον] στῆναι. A.

Tett

125,9

ὧν ἐβούλοντό τε καὶ ἐδέοντο] ὥσπερ ἀντι‐ πῖπτον λύει· ἵνα μή τις εἴποι ὅτι αὐτοὶ ἐδέοντο. BD. λέ‐ γει ὅτι οὔτε ἐσκόπουν οὔτε ἐδέοντο. D.

Tett

125,10

ἕνα τῶν φίλων θηρεύσας ἄγεις] ὅπερ εἰώ‐ θει ποιεῖν ἐπὶ τῶν νέων ὁ Πλάτων. ἠθικῶς δὲ εἶπε τῶν φίλων, ὡς μὴ δυνηθέντος αὐτοῦ θηρᾶσαι τὸν Περι‐ κλέα. BD.

Tett

125,11

πέπονθας ταὐτὸν τῷ Πινδάρου Πηλεῖ, — φίλτατον ὄντα ἑαυτῷ προσδιέφθειρε] ἐν ὕμνοις Πίνδαρος μέμνηται ὅτι τὸν Εὐρυτίωνα, τὸν τοῦ Ἴρου τοῦ Ἄκτο‐ ρος παῖδα, ἕνα ὄντα τῶν Ἀργοναυτῶν, συνθηρεύοντα ἄκων
5ἀπέκτεινε Πηλεύς. φίλον δὲ λέγει, ἐπειδὴ συγγενὴς τού‐
του ἦν. Πηλεὺς γὰρ πρὸ Θέτιδος θυγατέρα Ἄκτορος τοῦ Πολυμήλου εἶχε γυναῖκα. ὁ δὲ Ἄκτωρ πατὴρ Ἴρου, ὃς παῖδα ἔσχε τὸν Εὐρυτίωνα. ABD Oxon.463

Tett

125,12

τὸ δ’ αὐτὸ κἀν τοῖς ὕστερον οἶμαι Ἀδρά‐ στῳ τῷ Γορδίου φασὶ συμβῆναι] οὗτος ὁ Ἄδραστος, Φρὺξ τὸ γένος ὢν, καὶ τὸν ἀδελφὸν ἄκων ἀνελὼν, ἦλθεν εἰς τὸν Κροῖσον καθάρσεων δεόμενος· καὶ τυχὼν συνῆν τῷ
5βασιλεῖ. συὸς δέ τινος λυμαινομένου Μυσοὺς συνεξέπεμ‐ ψεν αὐτὸν μετὰ τοῦ οἰκείου παιδός. καὶ τῆς μὲν θήρας διήμαρτε, τὸν δὲ παῖδα βαλὼν ἀνεῖλεν. ABD Oxon. ὥς φησιν Ἡρόδοτος ἐν τῇ αʹ. add. BD.

Tett

125,14

εἰ δὲ ἡ γεωμετρία καλὸν, καὶ ἡ κατ’ αὐ‐ τὴν ἰσότης] ἐπεγέγραπτο ἔμπροσθεν τῆς διατριβῆς τοῦ Πλάτωνος ὅτι ἀγεωμέτρητος μηδεὶς εἰσίτω· ἀντὶ τοῦ ἄνι‐ σος καὶ ἄδικος. ἡ γὰρ γεωμετρία τὴν ἰσότητα καὶ τὴν
5δικαιοσύνην τηρεῖ. BD Oxon.

Tett

126,2

φησὶν ὁ τἀκείνου καλῶς εἰδὼς] ἀντὶ τοῦ διαστέλλει πρὸς τὸν Πλάτωνα. ὁ μὲν γὰρ Θουκυδίδης ἐκ τοῦ συγγενέσθαι ἀκριβῶς ἐπιστάμενος ἐθαύμασεν, ὁ δὲ Πλάτων μὴ συζήσας διέβαλεν. BD.

Tett

126,4

τῷ μὲν ἅπαντος κέρδους κρείττω παρέχειν ἑαυτὸν] συλλογίζεται λοιπὸν τὰ ἐγκώμια, κατασπάσας τὰς ἀρετάς. τὸ δὲ παντὸς κέρδους εἶπε, διὰ τὸ εἶναι ἀδω‐ ρότατον, ὡς ἔφη ὁ συγγραφεύς. BD.

Tett

126,6

σωφροσύνης πίστιν παρείχετο ἐμφανῆ] καὶ Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου· καὶ ὅτι ἦσαν σώφρονες οἱ ἀρχαῖοι ῥήτορες, ὁ Περικλῆς καὶ ὁ Θεμιστοκλῆς καὶ ὁ Ἀριστείδης. BD.

Tett

126,8

πῶς οὐκ ἂν σοφίας δικαίως δόξαν φέροιτο τῆς γέ που χρησιμωτάτης] σοφὸν ὀνομάζει τὸν Περικλέα καὶ χρήσιμον, ὅπερ ἐστὶ φύσεως ἀνθρωπίνης πλεονέκτημα.
χρησιμωτάτης δὲ εἶπεν· ἔστι γὰρ καὶ φαύλη, δι’ ἧς τὴν464
5ἀλήθειαν σοφίζονται· ἢ ὅτι ἄχρηστον σοφίαν Πλάτων ἐπε‐ τήδευσε, καὶ οὐδὲ καθ’ ἓν χρησίμην τοῖς κοινοῖς, ἀλλ’ ἀπησχολημένην τινὰ καὶ ἰδιάζουσαν. καθάπτεται δὲ τῆς φιλοσοφίας, ἀχρησίμου τοῖς ἀνθρώποις οὔσης. BD.

Tett

126,9

εἴ τις ἀνθρωπίνως ἐθέλοι λογίζεσθαι] ἐπειδὴ τὰ μέλλοντα ἔσεσθαι προειδέναι τὸν Περικλέα ἔφησαν, τοῦτο δέ ἐστι θεῶν, καὶ τῶν αὐτοῖς κατόχων, ἐπιφέρει τὸ εἴ τις ἀνθρωπίνως ἐθέλοι λογίζεσθαι, δεικνὺς ὡς ὅσον
5ἰσχύει ἀνθρώπου φύσις γνῶναι περὶ τῶν μελλόντων, το‐ σοῦτον ὁ Περικλῆς ἦν πρὸς ταῦτα. A Oxon. δεινὸν καὶ βαθὺ τὸ ἐπιχείρημα· εἶπε γὰρ ὡς τῆς φιλοσοφίας ὑπὲρ ἄνθρωπον εἶναι βουλομένης, διὰ τὸ περὶ τῶν θείων διαλέγεσθαι. δείκνυσιν οὖν τὴν σοφίαν αὐτὴν ἀδύνατον,
10ἐπειδήπερ γνῶσιν τῶν θείων ἐπαγγέλλεται. BD. εἶθ’ ὃν ἐξ ἁπάντων τῶν] ἐνθύμημα. B.

Tett

126,11

λάλους γάρ φησιν Ἀθηναίους ἐποίησε καὶ ἀργοὺς] Δημοσθενικῶς ἐνταῦθα ὁ Ἀριστείδης μεθώδευσε, πάσας ὁμοῦ τὰς ἀντιθέσεις εἰς μίαν ἀγαγὼν, ἵνα μιᾷ λύσει σαθρὰς αὐτὰς ἀπεργάσηται. ὅρα δὲ καὶ τὰ ὀνόματα
5πῶς σαθρὰ καὶ φαῦλα, ἵνα καὶ ἐξ αὐτῶν τῶν ὀνομάτων περὶ ὧν ἐγκαλεῖν δοκεῖ, ἀποδείξῃ τῶν ἐγκλημάτων τὴν ἀσθένειαν. κἀκεῖνα δὲ παρατηρητέον πρὸς τοὺς λέγοντας δικανικὸν εἶναι τὸ εἶδος τοῦ λόγου· οὐ γὰρ φόνον ἢ προ‐ δοσίαν ἐγκέκληκεν, ἀλλὰ ψόγους καὶ διαβολὰς ὀνόμα‐
10τος. BD.

Tett

126,12

εἰς μισθοφορὰν καταστήσας] ἀντὶ τοῦ εἰς τὸ φέρειν μισθὸν, τουτέστιν εἰς τὸ δέχεσθαι τὸ θεωρι‐ κόν. BD.

Tett

126,13

αὐτόθεν κατάβαλε] πέπαυσο. A. παροιμία ἐπὶ τῶν νικώντων λεγομένη πρὸς οὓς νικῶσι· δηλονότι τὸ πρόστιμον κατάθου τὸ περὶ τῆς νίκης. A Oxon. λέ‐
γει οὖν τοῦτο Ἀριστείδης πρὸς Πλάτωνα, δεικνὺς αὐτὸν465
5ἐντεῦθεν λίαν ψευδόμενον. add. Oxon. ἀντὶ τοῦ πέπαυσο. ὅμοιόν ἐστι τοῦτο τὸ κατάθου. Τρῶας δὲ καλεῖ τοὺς ῥήτορας, θεὸν δὲ ἢ τὸν Ἀπόλλωνα, ἢ τὸν Ἑρμῆν, τὸν ἔφορον τοῦ λόγου. BD. μή πού τις καὶ Τρῶας ἐγείρῃσι θεὸς ἄλλος] τοῦτο
10Ὁμηρικόν. λέγει δὲ ὅτι σκόπει μὴ πολλοὺς ἕξεις ἀντιλέ‐ γοντάς σοι. Oxon.

Tett

126,14

δῶμεν λαβὴν καθ’ ἡμῶν αὐτῶν] ἐκ τοῦ καθ’ ἡμῶν συμπεριλαμβάνει καὶ ἑαυτὸν, κουφοτέραν τὴν ἐπίπληξιν ἐργαζόμενος. A Oxon. πολλαχοῦ καὶ ἑαυτὸν συμπαραλαμβάνει τῷ Πλάτωνι κουφοτέραν τὴν ἐπίπληξιν
5ἐργαζόμενος. οὐχ ἁπλῶς δὲ τὸ ὄνομα τὸ τοῦ Ὁμήρου ὠνόμασεν, ἀλλ’ ὡς θείου τινὸς ἀπόφθεγμα προσφερόμε‐ νος. BD.

Tett

126,15

ἐγὼ μὲν γὰρ οὐδὲν ἂν εἴποιμι φλαῦρον] Δημοσθενικῶς εἶπεν· ὥσπερ καὶ ἐν τῷ πρὸς Λεπτίνην. ἔχων μὲν γὰρ κατὰ Πλάτωνος εἰπεῖν, παραιτούμενος δὲ καὶ τὴν τιμὴν τοῦ ἀνδρός. BD.

Tett

126,16

μήποτε οὕτω μανείην] πολλὴν εὐφημίαν ἀπονέμει τῷ Πλάτωνι, ὀνόματι μανίας τὴν εἰς αὐτὸν λοι‐ δορίαν καλῶν. BD.

Tett

126,17

ἢ Πλάτωνα τῶν μεγίστων εὐφημιῶν ἑκὼν ἂν ἀποστερήσαιμι] μετὰ πολλῆς ἐμφάσεως εἶπε τὸ εὐφη‐ μιῶν καὶ τὸ ἑκών. B. ἕτεροι δ’ εἰσὶν ἴσως τινὲς, οἷς ἔλαττον μέλει τῆς σῆς
5ἀξίας] ῥητορικῶς ὁ ῥήτωρ ἑτέροις προσάπτει τὴν λοιδο‐ ρίαν. τὸ δὲ οἷς ἔλαττον μέλει ἠθικῶς ἔφρασεν, ἀντὶ τοῦ οὐκ ἔστι σοι φροντίς. BD.

Tett

127,2

ἐπεὶ ὅτι γε ᾔδειν καὶ περὶ τούτων λέγειν] ἐντεῦθεν εἰσβάλλει ἐπὶ τὰς λύσεις τῶν ἀντιθέσεων. ἡ δὲ ἀπόδοσις πρὸς τὸ περὶ μὲν δὴ λάλων. BD.

Tett

127,3

σιωπῆσαι χαλεπώτερον ἢ πειρωμένῳ δεικνύειν, εὑρεῖν ὅ τι χρὴ λέγειν] καινοπρεπῶς ἐχρήσατο τῷ ἐνθυμή‐ ματι. εἶπε γὰρ ὅτι, χαλεποῦ ὄντος τοῦ σιωπῆσαι καὶ μὴ
ἀπολογήσασθαι ὑπὲρ τῶν ἀνδρῶν, χαλεπώτερόν μοι δοκεῖ466
5τὸ ἀπολογούμενον εὑρεῖν. ἃ δὲ λέγει περὶ τοῦ Περικλέους, τοσαῦται αὐτῷ πρόσκεινται ἀρεταί. BD. τὸ μὲν σιωπᾶν τοῦ λέγειν εὐμαθέστερον. ὑπερβολῇ δὲ κέχρηται, καὶ φη‐ σὶν ὅτι οὕτως ἡμῖν εὐπόριστον τὸ περὶ τούτων εἰπεῖν καὶ ῥᾴδιον, ὥστε καὶ δόξαι μᾶλλον τὸ σιωπᾶν δυσχερέστε‐
10ρον. BD.

Tett

127,5

τὸ μὴ ἐπὶ τῶν ἐκείνου χρόνων γενέσθαι τῇ πόλει τὴν διαβολὴν ταύτην] ἀντὶ τοῦ ἕως τῶν χρόνων τῆς ζωῆς τοῦ Περικλέους. ἡ λύσις δὲ ἀπὸ τοῦ χρόνου. τοῦ δὲ Περικλέους μέγα τοῦτο ἐγκώμιον, ὅτι μέχρις ἐβίου
5τοῦ νοσήματος ἀπεῖχε τὴν πόλιν. BD.

Tett

127,6

τοὺς δὲ παρόντας πλείω λαλοῦντας ἢ φρο‐ νοῦντας εὕρισκον] εἰς Νικίαν ἢ Κλέωνα καὶ Ἀλκιβιάδην αἰνίττεται. πλείω λαλοῦντας ἐκ τοῦ ἐναντίου ἐμφαίνει, κα‐ θάπερ ἐν μανίᾳ γενομένους· οὐ γὰρ λέγοντας, ἀλλὰ λα‐
5λοῦντας εἶπε· λαλοῦντας γὰρ φλυαροτέρους ἢ φρονιμωτέ‐ ρους· κακία γὰρ τοῦ λαλεῖν ἄνευ νοῦ καὶ τοῦ φρο‐ νεῖν. BD.

Tett

127,7

οὐδαμῶς τὸ τοῦ Περικλέους ἀγαθὸν σώ‐ ζοντας] ὥσπερ ἀγνώμονας αὐτοὺς κληρονόμους ἀπεφήνατο, ὡς μὴ δυνηθέντας φυλάξαι ῥᾷον ἅπερ ἐδέξαντο. λέγει δὲ ὅτι ἄνευ τοῦ σκέψασθαι οὐδὲν ἀπεφαίνετο. BD.
5ὥστ’ ἐξ αὐτῶν ὧν τοὺς ὕστερον ᾐτιάσαντο] εἰς τοὺς κωμικοὺς αἰνίττεται· ὧν εἷς ἐστιν ὁ Εὔπολις. B.

Tett

127,8

ὧν ὑπὸ τῶν μετ’ ἐκεῖνον διεβλήθησαν, τά γ’ ἐκείνου σεμνύνεται] οἱονεὶ ὑπὲρ τοῦ χρόνου, οὗ οὐκ ἐφλυάρησαν, ὅτε ἔζη ὀφείλει τιμᾶσθαι πολλῷ γε μᾶλλον καὶ ὑπὲρ τοῦ χρόνου τοῦ μετὰ τὴν τελευτήν· μετὰ πολὺ
5γὰρ τοῦ τεθνᾶναι ἐκεῖνον φλυαρεῖν ἤρξατο. ἰατρῷ δὲ χρη‐ στῷ παραβάλλει τὸν Περικλέα, διὰ τὸ θεραπεύειν τοῦ δή‐ μου τὰ λυμαίνοντα. BD.

Tett

127,11

μέχρι τούτου τοῦ χρόνου] ἕως τοῦ χρόνου τῆς ζωῆς τοῦ Περικλέους. B.
ὥσπερ ἡ Διοτίμα δέκα ἔτη τῆς νόσου δυνηθεῖσα ἀνα‐ βαλέσθαι τῇ πόλει] μεῖζον ἐπήγαγε παράδειγμα τὴν Διο‐467
5τίμαν τοῦ ἰατροῦ. αὕτη γὰρ, τελεστικὴ φιλόσοφος οὖσα, μέλλοντος λοιμοῦ κατασκήψειν τῇ πόλει, σοφίᾳ τινὶ καὶ ἐπιστήμῃ λέγεται ἀναβολὴν ποιῆσαι τῆς νόσου. ABD Oxon. ἡ Διοτίμα] τελεστικὴ φιλόσοφος αὕτη ἦν, καὶ τὸ
10μέλλον προειδυῖα. BD.

Tett

127,12

εἰς εὐεργεσίας μέρος οἶμαι κατέθετο] ἀνα‐ βαλέσθαι γὰρ τὸ δεινὸν εὐεργεσίας, οὐ φαυλότητος, ὑπῆρχε τεκμήριον. ἀπὸ κοινοῦ δὲ τὸ αἰτιᾶται· ἀντίκειται δὲ ἡ λέ‐ ξις οὐκ ἐπὶ μέμψεως, ἀλλ’ ἐπὶ τὴν αἰτίαν νομίζειν. BD.

Tett

127,15

Μαντινικὴν μὲν ξένην] αὐτὴν πάλιν σημαί‐ νει Διοτίμαν· ἀπὸ γὰρ Μαντινείας τῆς Ἀρκαδίας ἦν. Μιλησίαν δέ φησι τὴν Ἀσπασίαν. ταύτην δὲ θαυμάζει ὡς διδάσκαλον οὖσαν ῥητορικῆς. ABD Oxon. ἡ δὲ Διοτίμα
5ἱέρεια γέγονε τοῦ Λυκαίου Διὸς τοῦ ἐν Ἀρκαδίᾳ. αὕτη δὲ, μελλούσης τῆς νόσου, ἧς Θουκυδίδης μέμνηται, ἐπισκή‐ πτειν τοῖς Ἀθηναίοις, εὐξαμένη ἐκώλυσεν αὐτὴν εἰσελθεῖν ἐπὶ δέκα ἔτη. BD. Μαντινικὴν μὲν ξένην] τὴν Διοτίμαν. B.
10Μιλησίαν] τὴν Ἀσπασίαν. B.

Tett

127,16

ἐπίστασαι κοσμεῖν] ἐν ἐπιταφίῳ· ἦν δ’ ἐκ Καρίας ἡ Ἀσπασία. αἰχμαλωτισθεῖσα δὲ ᾤκει ἐν Μιλήτῳ πορνοβοσκῷ Μυρτὼ καλουμένη. ἐνεχθεῖσα δὲ εἰς τὴν Ἀτ‐ τικὴν Ἀσπασία ἐκλήθη, ἐκ τοῦ πάντας αὐτὴν ἀσπάζεσθαι.
5Περικλῆς δ’ ἀνέστησεν αὐτήν. BD. οὕστινας ἄν σοι δοκῇ πάνυ ῥᾳδίως μεγάλων ἠξίω‐ σας] διὰ τούτων δείκνυσιν ὅτι οὐκ ἄξιον τὸν ἔπαινον ἐποιήσατο ὁ Πλάτων τούτων· οὐ παρὰ πᾶσι γὰρ εἶπε βεβοημένους, ἀλλ’ οὓς αὐτῷ δοκεῖ. τὸ δὲ διαφερόντως,
10ἀντὶ τοῦ ἀναξίως καὶ εὐτελῶς αὐτῶν. BD.

Tett

127,17

ἐν φαύλῳ] εὐτελῶς. B.

Tett

127,18

τινὰ τῶν μαγείρων ὡς ἀληθῶς, ἢ καὶ ἄλλο τι τῶν τυχόντων ἀνδραπόδων] πολλὴν ἔχουσιν αἱ λέξεις δεινότητα· οὐ γὰρ μόνον εἶπε μαγείρων, ἀλλὰ καὶ ἀνδρα‐ πόδων, καὶ τὸ τυχὸν, καὶ ἄλλο τι. BD.468

Tett

128,1

εὐπρεπῶς] ἀντὶ τοῦ εὐφήμως. τῶν λόγων δὲ γίνῃ εἶπεν, ὅτι φιλονείκως ἔχει νικᾶν ἐν τοῖς λόγοις. ὥσπερ δὲ ἀντιπίπτοντός ἐστι λύσις. τοῦτο δὲ εἶπεν, ἵνα πλέον διαβάλλῃ τὸν Πλάτωνα. διὸ ἐπήγαγε τὸ τῶν λόγων γίγνῃ,
5ἀντὶ τοῦ λέσχης καὶ οὐκ ἀληθείας πραγμάτων· ὅπερ ἐστὶν ἔγκλημα φιλοσόφων. BD. σφόδρα τῶν λόγων γίγνῃ] φιλονεικεῖς. B.

Tett

128,3

ἔπειτα καὶ τὸ εἰκὸς οὕτω σώζεται] ὡσανεὶ ἔλεγε τὸ ἀναγκαῖον καὶ τὸ ἀκόλουθον. τὸ δὲ πάντες μᾶλ‐ λον ὑπερβολικόν ἐστιν. B.

Tett

128,4

τοσοῦτον ἧττον] οὐδαμῶς. B.

Tett

128,5

μηδεὶς θαυμάσῃ τὸ παράδοξον] ὥσπερ γὰρ παράδοξον εἶναι δοκεῖ τὸ λέγειν ἱκανὸν ὄντα ἐκεῖνον μὴ καὶ τοὺς ἄλλους εἰς τοῦτο καταστῆσαι, ἀλλὰ σιγὴν ἀσκοῦν‐ τας. A Oxon. ῥητορικῶς πάνυ προλαμβάνει καὶ λύει τὸ
5παράδοξον. B. εἰ δὴ] ἐπεί. B. οὐκ ἀμφιβάλλων λέγει τὸ εἰ δὴ, ἀλλ’ ἀποφαινόμενος. B.

Tett

128,8

τοῦ φρονεῖν ἀμελήσαντας] αὐτὸς προϊὼν λέ‐ γει, τί ἐστι τὸ φρονεῖν. λόγων δέ φησιν ἐμφρόνων τὸ τῶν πραγμάτων στοχάζεσθαι, καὶ μὴ τὸν τυχόντα διαβάλλειν εἰκῆ. BD.
5οἵ τι τῶν ῥᾳδίων ἄλλο προδείξαντες] ποιῆσαι, μιμή‐ σασθαι. B. ἀντὶ τοῦ μιμήσασθαι καὶ ποιῆσαι. B.

Tett

128,9

ἐν κόσμῳ καὶ νόμῳ] ἐν κόσμῳ λέγει τῷ κάλ‐ λει τοῦ λόγου καὶ τῇ φράσει. νόμον δὲ τὴν τέχνην καὶ τὴν κατασκευὴν τοῦ λόγου. BD.

Tett

128,10

τὸ τοῦ Λάχητος—τὸν βίον παρεχόμενος] ἐν διαλόγῳ Πλάτων εἰσάγει τινὰ Λάχητα λέγοντα τῷ Σω‐ κράτει „Ἄγαμαί σε, Σώκρατες, καὶ τοῦ βίου καὶ τοῦ λό‐ γου.“ ABD Oxon. δεινῶς οὖν ἐπεχείρησεν ὁ ῥήτωρ, δει‐
5κνὺς ὅτι ὁ Πλάτων ἑαυτὸν ἐπῄνεσε διὰ τοῦ προσώπου
τοῦ Σωκράτους. BD.469

Tett

128,12

τὸ μηδὲν φαύλως] μὴ εὐτελῶς. B.

Tett

128,14

μήτε ποιεῖν] τὸ ποιεῖν νῦν οὐκ ἐπὶ τοῦ πράττειν εἴρηται, ἀλλ’ ἐπὶ τοῦ γράφειν. οὕτω καὶ Ἰσο‐ κράτης ἐν τῷ κατὰ τῶν σοφιστῶν „Οἱ ποιητικοῦ πράγμα‐ τος τεταγμένην τέχνην παράδειγμα φέροντες.“ ἔστι δὲ ἀντὶ
5τοῦ ἀεὶ ἐν γραφαῖς ὄντες. BD. ἀπὸ τοῦ πρώτου παραστάντος] ὡς ἔτυχε ἐπελθόντος. A. ἀντὶ τοῦ οὐκ ἀπὸ τοῦ ἐξ ἀρχῆς καὶ εὐθέως ἀπελθόν‐ τος, ὅπερ ἐστὶν ἀσκέπτως, ἀλλ’ ἐν πλείονι τῇ τῶν γιγνο‐ μένων κρίσει. BD.
10τριῶν γοῦν ἕν γέ τι δεῖ λελύσθαι] ἄνωθεν τῆς διαι‐ ρέσεως ἄρχεται· ἢ γὰρ, φησὶ, τὸ καλὸν οὐ κακόν· εἰ δὲ κακὸν, οὐ Περικλῆς αἴτιος, εἴπερ ἦν ἀγαθὸς λέγειν, ἢ οὐκ ἦν δεινὸς λέγειν· τοῦτο οὖν κατασκευάζει. BD.

Tett

128,16

ἤδη τοι τό γε τρίτον] δεινῶς εἶπε τὸ τρί‐ τον. τὴν δὲ διαίρεσιν περιέστησεν, ὅπερ καὶ ἀποδεῖξαι ἠδύ‐ νατο. B.

Tett

128,17

τίνες οὖν ἂν μᾶλλον] εἰς τοὺς κωμικοὺς αἰνίττεται. B.

Tett

128,19

οἷς συνηθέστερον ψέγειν ἅπαντα ἢ κοσμεῖν] ἀντὶ τοῦ οἷς τέχνη τὸ ψέγειν. δείκνυσιν οὖν τὴν Περι‐ κλέους ἀρετὴν κρείττονα τῆς κωμῳδίας τὸ μὴ διαβεβλῆ‐ σθαι ὑπ’ αὐτῆς. B.

Tett

129,1

ἔτι δ’ ἄλλου μέν τινος πράγματος σκήπτε‐ σθαι μάρτυρι κωμῳδίας διδασκάλῳ, τάχ’ ἂν οὐκ ἰσχυρὸν ἦν] βίου καὶ πολιτείας· οὐ γὰρ εἰς ταῦτα ἄξιοι μάρτυρές εἰσιν. A Oxon. καλῶς εἶπε τὸ ἄλλου τινὸς, οἱονεὶ τοῦ
5βίου αὐτοῦ, ἢ ἑτέρου τοιούτου. τοῦτο δὲ προσέθηκεν, ἐπειδὴ ἀντέπιπτεν αὐτῷ ἡ δόξα τῶν κωμικῶν, ὅτι οὐκ ἀξιόπιστα τῶν κωμικῶν πρόσωπα εἰς μαρτυρίαν· διὸ καὶ πρὸ μικροῦ μάρτυρας λέγει τοὺς κωμικοὺς οὐ τοῦ βίου αὐτοῦ, ἀλλὰ τῆς δεινότητος καὶ τῆς δυνάμεως τῶν λόγων
10αὐτοῦ. BD.

Tett

129,3

ὥσθ’ ὑπεριδεῖν τῶν ἀνδρῶν τούτων, ὡς
οὐδενὸς ἀξίων] δεινῶς ἐνταῦθα διαβάλλει τοὺς φιλοσόφους εἰς ἀμαθίαν. λέγει δὲ ταῦτα τοῖς δυναμένοις ῥητορικὴν νοῆσαι δεινότητα. BD.470

Tett

129,4

τῶν δὲ βεβήλων ὀλίγος ὁ λόγος· πάντως δὲ οὐδὲν δεῖ πύλας αὐτοὺς ἐπιθέσθαι τοῖς ὠσὶν] ἐκ τοῦ εἰπεῖν βεβήλων, καὶ πύλας ἐπιθέσθαι τοῖς ὠσὶ, παρεικάζει τοὺς λόγους μυστηρίοις. ἔστι δὲ κήρυγμα μυστικὸν, τὸ θύρας δ’
5ἐπίθεσθε βέβηλοι· ὥς που καὶ Ὀρφεὺς δηλοῖ „Φθέγξο‐ μαι οἷς θέμις ἐστί· θύρας δ’ ἐπίθεσθε βέβηλοι.“ ἀκο‐ λούθως δὲ εἶπε καὶ τῶν ἱερῶν, ἤτοι τῶν λόγων, τηρήσας τὴν τροπήν. A Oxon. ἐπειδὴ μυστηρίοις παρέβαλε τοὺς λόγους, ἀκολούθως ὡς ἐν μυστηρίοις ἐπήγαγε τὰς πύλας.
10ἔστι δὲ κήρυγμα μυστικὸν τὸ θύρας δ’ ἐπίθεσθε βέβη‐ λοι. BD.

Tett

129,5

τοὺς δὲ λέληθε καὶ αὐτὸ τοῦτο] ἐνίους δὲ, φησὶ, λέληθε καὶ αὐτὸ τοῦτο, ὅτι ἀγνοοῦσι. ταύτην δέ φησι Πλάτων διπλῆν ἄγνοιαν· ἀγνοίας ἄγνοιαν, φησὶ, νοσοῦσι. BD.

Tett

129,6

τοσοῦτόν εἰσι πόρρω τῶν ἱερῶν] ἤγουν τῶν λόγων. A. πάλιν ὡς ἐν μυστηρίῳ εἶπε τῶν ἱερῶν. B. τῶν μαρτύρων ἡμῖν τῶν εἰς τοὺς λόγους κεκλημένων] ὡς ἐπὶ δικαστηρίου εἶπε τὸ κεκλημένων· ἐκεῖ γὰρ καλοῦν‐
5ται οἱ μάρτυρες. B.

Tett

129,7

ὁ μὲν] ὁ Κρατῖνος δηλονότι ποιητής. A. ὁ Εὔπολις· κατὰ δὲ ἄλλους Κρατῖνος. B.

Tett

129,8

λέγων μὲν ἴσον τι καὶ φωνὴν] ἐπεὶ διαβο‐ λὴν εἶχε τὸ λέγειν γλῶτταν, ὡσανεὶ λέσχην τινὰ καὶ φλυα‐ ρίαν, διορθοῦται, λέγων ὅτι ἀντὶ φωνῆς καὶ ἴσον τῇ φωνῇ εἶπε τὴν γλῶτταν. A Oxon. ταὐτὸν λέγων γλῶτ‐
5ταν ὡσανεὶ καὶ φωνήν. ἐπειδὴ δὲ διαβολὴν εἶχε τὸ λέγειν γλῶτταν ὡσανεὶ λέσχην τινὰ οὖσαν καὶ φλυαρίαν, διορ‐ θοῦται λέγων, ὅτι ἀντὶ φωνῆς καὶ ἴσην τῇ φωνῇ εἶπε τὴν γλῶτταν. BD.

Tett

129,9

τῆς παρὰ τῆς τέχνης πικρίας] πικρίαν εἶπε τὸ σκωπτικόν· τοῦτο γὰρ ἴδιον κωμῳδίας. A. πικρίαν δὲ
λέγει τὸ—τῆς κωμῳδίας. BD.471

Tett

129,10

μηδ’ ἐνδείξασθαι τὴν μεγαλοπρέπειαν τὴν περὶ τοὺς λόγους αὐτοῦ] καλῶς εἶπε τὴν περὶ τοὺς λό‐ γους· κυρίως γὰρ μεγαλοπρέπεια λέγεται ἡ μεγαλοψυχία ἐπὶ χρημάτων. BD.
5ὁ δ’] ὁ Ἀριστοφάνης. A.

Tett

129,11

κυκᾶν αὐτόν φησι δημηγοροῦντα] καλῶς προσέθηκε τὸ δημηγοροῦντα, ἐπειδήπερ διαβολὴ ἦν τὸ λέγειν κυκᾶν. εἶτα ἵνα μὴ εἴπῃς, ἀλλ’ ὡς πολεμοποιὸν διαβάλλει αὐτὸν, λύει τοῦτο, λέγων, πρὸς τὸ παρὸν τὴν
5μαρτυρίαν λάβωμεν, κἀκεῖνο πάλιν ὑπὲρ ἡμῶν ὀφθήσεται εἰς τὸ ἀργούς. A Oxon. καλῶς δὲ προσέθηκε καὶ τὸ δη‐ μηγοροῦντα, ἐπειδήπερ καὶ διαβολὴ—ἀργούς. BD.

Tett

129,12

ὅσον εἰς τὸν παρόντα προσήκει λόγον] κα‐ λῶς εἶπεν εἰς τὸν παρόντα· καὶ μέλλει γὰρ ὕστερον κα‐ τασκευάζειν, ὅτι τοσοῦτον οὐκ ἦν δειλὸς, ὅτι καὶ πολεμο‐ ποιὸς ἔδοξεν εἶναι. BD.
5ἔπειτα κἀκεῖνα] τὸ τοῦ πολεμοποιοῦ λέγει, ὅτι δια‐ βάλλει αὐτὸν ἐπὶ δειλίαν ὁ Πλάτων. καλῶς γὰρ τοῦτο ἐπήγαγεν· ἐναντίον γὰρ δειλίᾳ πόλεμος. BD.

Tett

129,13

πρὸς] ἤγουν ὑπέρ. A. ὁ δὲ δὴ τρίτος] ὁ Εὔπολις. A. ὥσπερ οὐδὲ κωμῳδίας οὗτός γε ποιητὴς] τοῦτο εἶπεν, ἐπειδὴ αἴτιον ταῖς κωμῳδίαις τὸ σκώπτειν. B.

Tett

129,14

εἷς τῶν καλῶν κἀγαθῶν] τῶν μὴ φθο‐ νούντων. B. ἀνεπίφθονον αὐτῷ καὶ καθαρὰν τὴν μαρτυρίαν ἀπο‐ δέδωκε] τὸ καθαρὰν ἐξήγησίς ἐστι τοῦ ἀνεπιφθόνου. B.

Tett

129,15

λέγων, ὡς ἑκκαίδεκα μὲν ποδῶν—ἐπὶ τοῖς χείλεσι] Εὔπολις ἐν τοῖς Δήμοις μεμνημένος Περι‐ κλέους τούτους φησὶ τοὺς ἰάμβους „Κράτιστος οὗτος ἐγέ‐ νετ’ ἀνθρώπων λέγειν, ὁπότε παρέλθῃ, ὥσπερ οἱ ἀγα‐
5θοὶ δρομεῖς ἑκκαίδεκα ποδῶν ᾕρει λέγων τοὺς ῥήτορας. τα‐ χὺν λέγεις με· πρὸς δὲ αὐτοῦ τῷ τάχει πειθώ τις ἐπε‐
κάθιζεν ἐπὶ τοῖς χείλεσιν.“ ABD Oxon.472

Tett

129,16

πάντα] τῶν ἄλλων ῥητόρων. A.

Tett

130,1

ῥήτωρ γάρ ἐστι νῦν τις ὅν γ’ ἐστὶ λέγειν ὁ Βουζύγης ἄριστος ἀλιτήριος] δυσχεραίνων Εὔπολις πρὸς τοὺς ὑφ’ αὑτοῦ ῥήτορας φησὶν ὡς οἱ ἄλλοι τῶν ῥητό‐ ρων οὐδέν εἰσιν. ἔστι γάρ τις ῥήτωρ, ὅν ἐστιν ὀνομάζειν
5ὁ Βουζύγης ἄριστος ἀλιτήριος. εὕρηται δὲ καὶ τὸ ὧν, μέγα, δασυνόμενον καὶ περισπώμενον. ἀποδίδοται δὲ οὕτω· ῥή‐ τωρ γάρ ἐστί τις ὁ Βουζύγης ἀλιτήριος ἐκείνων τῶν ῥη‐ τόρων, ὧν ἐστι λέγειν. δέον δὲ εἰπεῖν οὓς, πρὸς τὸ λέ‐ γειν, ὧν εἶπε, πρὸς τὸ ἐκείνων. A Oxon.
10ὁ Βουζύγης ἄριστος ἀλιτήριος] Βουζύγης ἄριστος· ὁ Εὔπολις τοῦτό φησιν ὑπὲρ Περικλέους· ῥήτωρ γὰρ ἔνι τις, ἀφ’ ὧν ἐστι τὸ λέγειν, ὡς προσῆκον δηλονότι ἀγαθῷ ῥήτορι; ὁ Περικλῆς ἐστιν ἄριστος ὁ βουζύγης ὁ ἀλιτή‐ ριος. βουζύγην μὲν οὖν αὐτόν φησι κατὰ τὸν τοῦτον τρό‐
15πον· ὅτι τοὺς τρέφοντας ἐν Ἐλευσῖνι τοὺς ἱεροὺς βόας ἀροτριῶντας βουζύγας ἐκάλουν. τοῦτο δὲ οὐκ ἐξῆν παντὶ τῷ βουλομένῳ ποιεῖν, εἰ μὴ μόνοις τοῖς ἱερεῦσι. πατρόθεν οὖν ἐκ τῶν τοιούτων εἷλκε τὸ γένος ὁ Περικλῆς· καὶ διὰ τοῦτο βουζύγην αὐτὸν ἐκάλεσεν. ἀλιτήριον δὲ αὖ καλεῖ
20κατὰ τοῦτο· ὅτι ἀπὸ μητρὸς ἦν τῶν τὸ Κυλλώνειον ἄγος ποιησάντων ἐν Ἀθήναις, ἤγουν τῶν τὸν Κύλλωνα ἀνελόν‐ των, καὶ τοὺς παῖδας ἐκείνου, καὶ πάντας τοὺς αὐτοῦ, διὰ τὸ τύραννον βουληθῆναι ἐν Ἀθήναις γενέσθαι. τὴν δὲ ἱστορίαν Θουκυδίδης φησίν. A. Βουζύγαι καλοῦνται
25οἱ τὰς ἱερὰς βοῦς τὰς ἐν Ἐλευσῖνι ἀροτριώσας τρέφον‐ τες. ἐκ τούτων δὲ ὁ Περικλῆς κατήγετο. τὸ γένος δὲ τοῦτο ἦν ἱερόν. τὸ δὲ σχῆμα τοῦτο καλεῖται παρ’ ὑπό‐ νοιαν· εἰρηκὼς γὰρ ὁ Βουζύγης καὶ ἄριστος εἶπεν ἀλιτή‐ ριος, τουτέστιν ἀσεβής. τὸ δ’ ἄριστος πρὸς τὸ ῥήτωρ.
30BD Oxon. ἦν γὰρ μητρόθεν ἐκ τῶν τὸ Κυλώνειον ἄγος ποιησάντων. Oxon.

Tett

130,2

οὕτως ἴσασιν οὕς τε προσήκει διασύρειν
ἐπὶ τοῖς λόγοις καὶ οὓς ἄξιον θαυμάζειν] καλῶς προσέθηκε τὸ ἴσασιν οὓς προσήκει διαβάλλειν, ἵνα μὴ εἴπῃς ὅτι πρὸς χάριν ἐποιήσατο τὸν ἔπαινον τοῦ Περικλέους. λέγει473
5οὖν διάφορον τὴν γνώμην τοῦ Εὐπόλιδος, ὡς ἐνίους μὲν ἐπαινοῦντος αὐτοῦ, ἐνίους δὲ ψέγοντος. BD.

Tett

130,3

ὁ τοσοῦτον αἱρῶν τοὺς ῥήτορας] ἀντὶ τοῦ νι‐ κῶν. καὶ Αἰσχίνης „Αἱρεῖ γὰρ αὐτὴν οὐχ ἡ γραφὴ μό‐ νον, ἀλλὰ καὶ τὸ ψήφισμα.“ BD.

Tett

130,5

ὡς ἀδυνάτους] τοὺς ῥήτορας. A. πρὸς τὸν Περικλέα. A.

Tett

130,6

ἢ παντὸς ἀνδρὸς πρᾶγμα διεπράττετο] φαῦ‐ λον καὶ τῶν πολλῶν ἄξιον· τὸ γὰρ φαῦλον καὶ εὐτελὲς πολλοὶ ἐπιτηδεύουσιν. BD.

Tett

130,10

τῶν καιρῶν καὶ τῶν πραγμάτων στοχά‐ ζεσθαι] τεχνικῶς ὁρίζεται τὸ ἔγκλημα τῶν καιρῶν, ὥσπερ καὶ Ἰσοκράτης ὁρίζεται, ἔργον ῥήτορος εἶναι τὸ πρὸς τὸν καιρὸν ἁρμόζεσθαι. ἄλλοι δὲ εἰρήνης λόγοι, ἄλλοι δὲ πο‐
5λέμου· καὶ Θουκυδίδης ὁριζόμενος εἶπεν „Αἰτία μὲν γάρ ἐστι φίλων ἁμαρτανόντων, κατηγορία δὲ ἐχθρῶν ἀδικη‐ σάντων.“ BD. τῶν καιρῶν καὶ τῶν πραγμάτων στοχάζεσθαι, καὶ τὸ πρέπον σώζειν] ὅτι ῥήτορος ἔργον τῶν καιρῶν καὶ τῶν
10πραγμάτων στοχάζεσθαι, καὶ τῶν προσώπων σώζειν τὴν ποιότητα. BD. καὶ τὸ ἦθος· πρέπον γὰρ καλεῖ ἦθος τοῦ προσώπου, τὴν ποιότητα. D.

Tett

130,11

τούτοις γοῦν ἕπεται καὶ τὸ κρατεῖν] περὶ τὴν πολιτείαν τὸν βίον. B.

Tett

130,12

ὁ τοίνυν Περικλῆς τοσοῦτο νικῶν] οὐ μό‐ νον, φησὶν, ἐνίκα, ἀλλὰ καὶ νικῶν ἔπειθεν. ἔστι γὰρ λέ‐ γειν μὲν καλῶς, μὴ πείθειν δέ. BD.

Tett

130,13

ἐν οἷς γε καὶ τοὺς ἄλλους αἰτιῶνται, ἅμα τοῦτόν τ’ ἀφιᾶσι] ἐκ τοῦ ἀκολούθου τὸ ἐπιχείρημα, ὅτι ἐξ ὧν τοὺς ἄλλους ψέγουσιν οἱ κωμικοὶ, τοῦτον ἀπολύουσι τῆς μέμψεως, τῷ λέγειν αὐτὸν Βουζύγην, ἀντὶ τοῦ τιμίου
5καὶ ἱεροῦ γένους. BD.

Tett

130,14

εἰ δὲ δεῖ καὶ σεμνοτέρου μάρτυρος] ἐπειδὴ
τῶν κωμικῶν μαρτυρία οὐκ ἔστιν ἀξιόπιστος, τρέπεται λοι‐ πὸν καὶ εἰς ἑτέρας μαρτυρίας, καὶ ἀνωτέρω μέλλων πα‐ ρατίθεσθαι, προεθεράπευσε. BD.474

Tett

130,15

εὑρήσεις γὰρ ἁπανταχοῦ μεμνημένον] τοῦ Περικλέους. A.

Tett

130,17

ἐπειδὰν πρῶτον αὐτὸν εἶναι φῇ] θαυμα‐ σίως· τὸ γὰρ πρῶτον οὐ συγχωρεῖ εἶναι τὸν ἔπαινον ἀτελῆ. B. ἐκ τοῦ καθόλου τὸ ἐπιχείρημα· ἐξ ὧν γὰρ αὐ‐ τὸς, φησὶν, ἀπροσδοκήτως ὀνομάζει πρῶτον, ἐκ τούτων
5ὅτι καὶ πράττειν ἄριστος ἦν ἐμαρτύρησεν, οὐ τῷ λέγειν μόνον. BD.

Tett

131,1

τῶν Ἀντιφῶντος ἑταίρων ἐστὶ] τοῦτον τὸν Ἀντιφῶντα Πλάτων ἐπαινεῖ· διὸ καὶ λέγει πρὸς αὐτὸν Ἀριστείδης ὡς οὐχ ὁ τυχών ἐστιν, ἀλλ’ ἑταῖρος Ἀντιφῶν‐ τος, ὃν αὐτὸς ἐπαινεῖ. A Oxon. κατ’ εἰρωνείαν· ἐπειδὴ
5καὶ Περικλῆς αὐτοῦ ἦν μαθητής. ὥσπερ δὲ ὁ Πλάτων ἑαυτὸν σεμνύνει τῷ ὀνόματι τοῦ Σωκράτους, οὕτω καὶ ὁ Ἀριστείδης τὸν Θουκυδίδην τῷ ὀνόματι τοῦ Ἀντιφῶν‐ τος, τοῦ διδασκάλου αὐτοῦ. εἶτα ἐπήγαγε καὶ ἅμα ὡς τὸ εἰκὸς, τουτέστιν εὐφυὴς καὶ ἄριστος κατὰ πάντα· οὐ γὰρ
10ἀρκεῖ τὸ ἐπὶ μόνοις διδασκάλοις σεμνύνεσθαι, ἀλλὰ καὶ ἐξ οἰκείας φύσεως. BD.

Tett

131,2

ὅμως ἀποδίδωσιν ἐκείνῳ τὰ πρέποντα] ὥσπερ ἀναγκαζόμενος ἐπαινεῖν ἕνεκεν τῆς ὑπερβολῆς τῆς φύ‐ σεως. B. ἢ ποῦ σοί γε τῷ τὴν Ἀσπασίαν] κατ’ ἐρώτησιν ἐλεγ‐
5κτικῶς. B. τῷ τὴν Ἀσπασίαν ἐπαινοῦντι πρὸ τοῦ Ἀντιφῶντος] τοῦτον γὰρ ἐπαινῶν ἔστι μᾶλλον ἐκείνην θαυμάζειν. A Oxon.

Tett

131,3

πρὸ τοῦ Ἀντιφῶντος] Ἀντιφῶντα καλεῖ τὸν Θουκυδίδην· ὥσπερ ἑαυτὸν ὁ Πλάτων Σωκράτην. B. ἥκει γὰρ πρὸς τοὔσχατον τῆς μαρτυρίας ὁ λόγος] τὸ κυριώτερον. ἔσχατον γὰρ οὐκ ἀτιμότερον, ἀλλ’ ὡς μά‐
5λιστα ἰσχυρότερον, μεθ’ ὃ οὐκ ἄν τις εἰκότως ἕτερον δέ‐
ξοιτο· νῦν οὖν ἔσχατον καλεῖ οὐ τὸ εὐτελὲς, ἀλλὰ τὸ ἄκρον. ῥητορικῶς δὲ ἄκραν μαρτυρίαν καλεῖ, τὴν ἀντίδικον μάρ‐ τυρα παρεχόμενος. ἔσχατον οὖν εἶπεν, ὅτι ὑπὲρ αὐτοῦ ἁλίσκεται. BD.475

Tett

131,4

αὐτὸς γάρ ἐστι Πλάτων ἡμῖν ὁ τὴν Ἀσπα‐ σίαν] τὸ μαχόμενον. B. αὐτὸς γάρ ἐστι Πλάτων ἡμῖν—διαφέροντα τῶν Ἑλ‐ λήνων αὐτὸν προσειρηκὼς] οὕτως ἐν Μενεξένῳ τῷ διαλόγῳ
5ὁ Πλάτων περὶ Ἀσπασίας φησὶν ἀπὸ τοῦ Σωκράτους πρὸς Μενέξενον· „Ἐμοὶ μὲν γὰρ τυγχάνει διδάσκαλος οὖσα, οὐ πάνυ φαύλη περὶ ῥητορικήν. οὐκ ἄλλη τις, ἀλλ’ ἥπερ πολλοὺς κἀγαθοὺς πεποίηκε ῥήτορας, ἕνα δὲ καὶ διαφέ‐ ροντα τῶν Ἑλλήνων, τὸν Περικλέα τὸν Ξανθίππου.“ λέγει
10οὖν πρὸς αὐτὸν Μενέξενος „Τίς αὕτη; ἢ δῆλον ὅτι Ἀσπα‐ σίαν λέγεις.“ A Oxon.

Tett

131,5

καταφεύγων ἐπὶ τὸν Περικλέα πιστούμενος] τουτέστιν ἀπόδειξιν τῆς Ἀσπασίας Περικλέα ποιούμενος. τὰ ἐν τῷ Μενεξένῳ δὲ τῷ διαλόγῳ εἰς τὴν ἀρχὴν ῥητὰ Πλάτωνος λέγει· εἰσὶ δὲ ταῦτα· ἐμοὶ μὲν γὰρ—. BD.

Tett

131,6

διαφέροντα τῶν Ἑλλήνων] νῦν οὐ τὸ γένος λέγει, ἀλλὰ τὴν φωνὴν οἱονεὶ τῶν πεπαιδευμένων. BD.

Tett

131,7

καίτοι οὐ δήπου, τοῦ μὲν Ἀσπασίᾳ] συλλο‐ γιστικόν. B. συλλογίζεται ἀπὸ τοῦ ἐναντίου. οὐ δεῖ γὰρ, φησὶ, νομίζειν ἐλλόγιμον διὰ τὸν Περικλέα, αὐτὸν δὲ ἡγεῖ‐ σθαι ἀμαθῆ, δι’ ὃν ἐκείνη θαυμάζεται. BD.

Tett

131,8

τῆς δ’ αὐτοῦ Περικλέους] τῆς δυνάμεως. A. ὑπὲρ μὲν Ἀσπασίας] ἐμφαντικόν ἐστιν, ἀντὶ τοῦ ὑπὲρ γυναικός. BD.

Tett

131,9

τῷ δὲ καθ’ αὑτὸν πράγματι] ἀντὶ τοῦ ἰδίῳ· οἱονεὶ τῆς ἑαυτοῦ δυνάμεως. B.

Tett

131,10

ἀλλὰ καὶ ἑτέρωθι] ἐν τῷ Φαίδρῳ. B.

Tett

131,11

τέλεον τὸν Περικλέα τὴν ῥητορικὴν γενέσθαι,
συγγενόμενον Ἀναξαγόρᾳ] Ἀναξαγόρας εἰ καὶ τὰ μετέωρα ᾔδει, ἀλλὰ καὶ ῥητορικῆς εἰς ἄκρον ἀφῖκτο. A Oxon φυσικὸς φιλόσοφος Ἀναξαγόρας γέγονεν, ὡς πολλάκις476
5εἰρήκαμεν, οὗ μαθητὴς ἦν ὁ Περικλῆς. BD. ἀλλὰ μή πω πᾶν τοῦτο] τὸ μήπω πᾶν τοῦτο εἶπε διὰ τὸ συγγενόμενον Ἀναξαγόρᾳ· ὕστερον γὰρ καὶ περὶ τούτου εἴπῃ. A Oxon. ἀλλὰ μήπω πᾶν τοῦτο εἶπεν, ἀντὶ τοῦ μὴ εἰπὼν μὲν τὸν Περικλέα φυσικόν. οὐ γὰρ ἀπῄτει
10ὁ καιρός. ἀλλαχοῦ δὲ λέγει περὶ αὐτοῦ ἐν τούτῳ τῷ λόγῳ ὅτι τὸν Ἀναξαγόραν ὁ Περικλῆς ὠφεληθεὶς εἵλκυσεν ἐκ τῶν φυσικῶν πρὸς τὴν ἑκάστου τέχνην τὸ πρόσφορον. χρῄζει γὰρ, φησὶν, ὁ ῥήτωρ ὁ τέλειος φυσικῆς ἐπιστήμης, ὥστε τὰ αἴτια μανθάνειν τοῦ πείθειν. BD.

Tett

131,12

πῶς ἂν οὖν ὁ τοσοῦτον ὑπερέχων] συλλογί‐ ζεται λοιπὸν τὸ ἐπιχείρημα. B.

Tett

131,13

πᾶσι τοῖς κριταῖς] ἀντὶ τοῦ μάρτυσι. λέγει δὲ τοῖς κωμικοῖς, τῷ Θουκυδίδῃ, καὶ αὐτῷ Πλάτωνι. B.

Tett

131,14

σιωπῆς αἴτιον αὐτὸν—καταστῆναι] πα‐ ραδόξως εἶπε σιωπῆς αὐτὸν αἴτιον, οὐ λόγῳ ὑπάρχοντα ῥήτορα, ᾧ διδαχὴ τῷ λέγειν ἀεί. BD.

Tett

131,15

κἀν ταῖς ἄλλαις δήπου δυνάμεσιν] νῦν δυνάμεις εἶπε πάσας τὰς τέχνας· κυρίως γὰρ ἐπὶ ῥητορι‐ κῆς καὶ διαλεκτικῆς εἴρηται δύναμις. BD.

Tett

132,2

εὐλαβεῖς καὶ κοσμίους] ἀντὶ τοῦ ἀσφαλεῖς τοῦ κόσμου γινομένους. B. οὐ γὰρ ἂν ᾧ γέ τις ἐστὶ βέλτιστος] συλλογιστικῶς ἀποδείκνυσιν, οὐδεὶς γὰρ ἀρεταῖς σεμνυνόμενος βλάπτειν
5τινὰ ταύτῃ προέχειν δοκῶν, ἐν ἄλλοις δὲ βλάπτειν δύνα‐ ται, ἐν οἷς μὴ προύχειν· διὸ εἶπεν ἐν οἷς βέλτιστός ἐστιν· οἷον ὁ σοφιστὴς οὐκ ἂν καὶ τοξότας ἀρίστους ἐπαίδευ‐ σεν, ἀλλ’ ὅπερ ἐστὶν ἀγαθὸς, τουτέστιν ἐν λόγοις, ἀγα‐ θοὺς τοὺς φοιτῶντας ἀπέδειξεν. BD.

Tett

132,4

ἐν τοῖς κατὰ τὸν βίον πράγμασιν] παρα‐
δειγματικῶς. B.477

Tett

132,6

εἴπερ αὐτοὶ μέλλομεν δόξειν σωφρονεῖν] ἑαυ‐ τὸν πανταχοῦ συνάπτει τῇ διαβολῇ, κουφοτέραν ποιῶν τὴν ἐπιτίμησιν. BD.

Tett

132,7

κἀν τοῖς λόγοις ὅστις τὴν τοῦ καλοῦ καὶ πρέ‐ ποντος φυλακὴν ἔχει] καλοῦ λέγει τῆς φράσεως τοῦ λό‐ γου, πρέποντος δὲ τοῦ ἤθους τῶν προσώπων, ὥστε φυ‐ λάττειν αὐτῶν τὴν ποιότητα. BD.

Tett

132,8

τοῦ περὶ ταῦτα κόσμου] κόσμον καλεῖ πά‐ λιν τὸ κάλλος καὶ τὴν φράσιν τοῦ λόγου. BD. τὸ σὸν, ὦ Πλάτων, ποιεῖ] φησὶ γάρ που ὁ Πλάτων ὅτι δεῖ κόσμιον εἶναι τὸν τὸν κόσμον μιμούμενον. A.
5ἀντὶ τοῦ ὃ λέγεις αὐτὸς τὸν κόσμον μιμούμενος. ἔλεγε δὲ ἀεὶ ὁ Πλάτων ὅτι δεῖ κόσμιον εἶναί τινα τὸν κόσμον μι‐ μούμενον· κόσμος γὰρ ἐκλήθη παρὰ τὸ κεκοσμῆσθαι ταῖς ὥραις καὶ τοῖς ἄλλοις ἅπασιν. BD.

Tett

132,10

τοὺς κρείττους, εἰς ὅσον οἷόν τε ἐστὶν, ἐν τοῖς ἑαυτοῦ μιμούμενος] ἤτοι τοὺς θεούς φησιν, ἢ κρείτ‐ τονας εἶπε τὸν κόσμον καὶ τὸν οὐρανὸν, ἢ τοὺς ἐναρέ‐ τους. καλῶς δὲ ἡ προσθήκη, ἀντὶ τοῦ ὅσον δυνατόν ἐστιν
5ἀνθρώπῳ· ὅρος γάρ ἐστι φιλοσοφίας οὗτος· φιλοσοφία ἐστὶν ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ. λέγει οὖν ὅτι ὁ Περικλῆς ἐσπούδαζεν ἐπίσης τοῖς κρείττοσι γί‐ νεσθαι. BD.

Tett

132,12

οὐ μᾶλλόν γε ἢ τὸν γυμναστὴν ἐθίζειν ἀμελεῖν] οἶδε τὸν Πλάτωνα τῆς γυμναστικῆς ἐπαινέτην· διὸ γυμναστῇ παραβάλλει τὸν Περικλέα. BD.

Tett

132,13

ἐὰν δὲ δή τις καὶ τὸν βίον ἐξ ἴσου τοῖς λόγοις καταστῄς] ἐπιφέρει τὸ πῶς ἐξ ἴσου· ἵνα μὴ μόνον μετὰ κάλλους λέγῃ, ἀλλὰ καὶ βίον ἐν τοῖς πράγμασιν ἄριστος ᾖ. BD.

Tett

132,15

ἀλλὰ δυοῖν ἔμελλον οἶμαι θάτερον] συλ‐ λογίζεται τῷ διλημμάτῳ σχήματι. B.

Tett

132,18

πάσης παρανομίας ἀφέξεσθαι] δεινῶς εἰπὲ παρανομίας, ὅπερ ἐστὶν ἔξω τοῦ νόμου τῶν λόγων καὶ
τῆς ἀληθοῦς ῥητορικῆς. BD.478

Tett

132,20

ὡς] ἐπεί. A. ὡς τὸ μὲν εἶναι ῥήτορα, τοῦτο ἦν, ὅπερ ἦν ὁ Πε‐ ρικλῆς] ὥσπερ ὅρον ῥήτορος τὸν Περικλέα λέγει. τύχην δὲ λέγει νῦν τὴν εὐτυχίαν. τὸ δὲ οὖσαν ἀντίπτωσίς ἐστιν
5ἀντὶ τοῦ οὔσης· καὶ ἔστιν αἰτιατικὴ ἀντὶ γενικῆς. BD.

Tett

133,2

ὁρῶ δέ τοι καὶ περὶ τὴν τραγῳδίαν] καὶ ἀπὸ τῶν τραγικῶν πιστοῦται, ὅτι οὐκ ἦν κακὸς ὁ Περι‐ κλῆς. B.

Tett

133,4

ὅτι οἶμαι τῆς σεμνότητος, —ἀφελεῖν τι δό‐ ξαντα τοῦ βάρους καὶ τῶν καιρῶν] τοῦτο λαμβάνει ση‐ μεῖον τοῦ μὴ ἐσχηκέναι τὸ ἔγκλημα τῆς λαλιᾶς, ὅτι τοῖς ὑποκειμένοις πράγμασι τοὺς λόγους ἥρμοττον. τοὐναντίον
5δὲ Εὐριπίδης ἐποίει, ἀφαιρῶν τοῦ βάρους καὶ τῶν καιρῶν, τουτέστι τῆς σεμνότητος τῶν προσώπων, ἀναξίους τοὺς λόγους ἐκφέρων· ἐνίοτε δὲ τοῖς οὐκ ἀξίοις προσώποις λό‐ γους σεμνοὺς καὶ φιλοσόφους προσάπτων, ὡς τῇ Ἑκάβῃ. καιρῶν δὲ διὰ τοὺς ἀναχωρισμούς· πολλὰ γὰρ πλάττουσι
10πρόσωπα λέγοντά τινα, ἃ μετὰ πολὺν χρόνον τῆς ἐκείνων ζωῆς γέγονεν. A.

Tett

133,6

τοῦ βάρους] μεγέθους. A. τοῦ βάρους καὶ τῶν καιρῶν] βάρους, ἀντὶ τοῦ κόμ‐ που· καιρῶν δὲ, ὅτι τὴν Ἑκάβην φιλοσοφοῦσαν εἰσάγει· ἢ βάρος λέγει τὴν συμφοράν· εἰς Ἑκάβην δὲ ἀποτείνεται,
5ὅτι ἐν συμφοραῖς οὖσαν εἰσάγει αὐτὴν φιλοσοφοῦσαν. διό‐ περ καὶ διασύρεται ὁ Εὐριπίδης, ὡς ἀγνοήσας πῶς δεῖ οἰκονομῆσαι πρόσωπα, ὅτι καὶ βαρβάρῳ καὶ δυστυχεῖ φι‐ λοσοφίαν ἐνέθηκεν. ἄλλο δὲ τῶν καιρῶν λέγουσιν, ὅτι μετὰ ὀγδοήκοντα ἔτη τῶν Τρωικῶν κατήχθησαν οἱ Δω‐
10ριεῖς εἰς Λακεδαίμονα, ὥς φησιν ὁ συγγραφεύς· τούτοις δὲ ὁ Λυκοῦργος νομοθετεῖ γυμνάζων τὰς γυναῖκας, καὶ εἰς παλαίστρας καὶ νόμους φοιτᾶν, ἵνα τυγχάνωσι γενναιό‐ τεραι. καὶ Εὐριπίδης ἐν Ἀνδρομάχῃ γυμνοῖς μηροῖς καὶ
πέπλοις ἀνειμένοις λέγει αὐτὰς χρῆσθαι· ὅπερ οὐκ ἔστι479
15δεῖ λέγειν Ἀνδρομάχην· οὐδὲ γὰρ ἐπ’ αὐτῆς ταῦτα ἐγε‐ γόνει, ἀλλὰ χρόνῳ πλείονι τῶν Τρωικῶν. BD. πλεῖν ἢ σταδίῳ] μετὰ τὸν Εὐριπίδην. τὸ δὲ πλεῖν Ἀριστοφάνειόν ἐστιν, ἀντὶ τοῦ πλέον. τὸ δὲ ἢ σταδίῳ μέ‐ τρον τι φησί. λέγει οὖν ὅτι πολυλάλοι ἦσαν. BD.

Tett

133,8

τοῦ γὰρ κόσμου] τοῦ ποιητικοῦ· τῆς εὐτα‐ ξίας. A. ἀντὶ τοῦ κάλλους· οὐδὲ γὰρ λέγει τούτου τοῦ κόσμου, ἀλλὰ τῆς εὐκοσμίας τοῦ τῶν λόγων. BD.

Tett

133,9

ποιεῖν] ἀντὶ τοῦ ποίησιν ἐργάζεσθαι· ὅπερ ἐστὶν ὀρθῶς πολιτεύεσθαι. BD.

Tett

133,10

οὐδ’ ᾧ τῶν ῥημάτων ὁ νοῦς ἡγεῖτο] ὅμοιόν ἐστι τοῦτο τῷ Θουκυδιδείῳ· καὶ γὰρ κἀκεῖνος τὸ νοῆσαι προέταξε τοῦ ἑρμηνεῦσαι λέγων „γνῶναί τε καὶ ἑρμηνεῦσαι αὐτά.“ BD.

Tett

133,13

οὔκουν ὅ γε Ὀδυσσεὺς, οὐδὲ ὁ Νέστωρ αἰ‐ τίαν ἔσχον] πάλιν ῥήτορσι παραβάλλει τὸν Περικλέα· ῥή‐ τορες γὰρ ἦσαν οὗτοι τοῦ Ἑλληνικοῦ στρατεύματος. BD.

Tett

133,14

ὁ Θερσίτης] τὸ Θερσίτου ὄνομα φλυαρίαν δηλοῖ καὶ ἀπαιδευσίαν· τοῦτο δὲ εἰσήγαγε διὰ τὸ προκεί‐ μενον. BD.

Tett

133,15

ὁ τῷ Περικλεῖ προσόμοιος ῥήτωρ] ἀπὸ τοῦ εἰπεῖν ὅτι τῷ Περικλεῖ προσόμοιος ῥήτωρ Ὀδυσσεὺς τὴν τοῦ Περικλέους αὐξάνει γνώμην, ὡσανεὶ λέγων· μηδεὶς ἀντέρει μοι Περικλέους ὑπερέχοντος. τοσαῦτα δήλαιος κακὰ
5Ἡρακλέους μεμνημένος διατελεῖ. καὶ τῶν ἄλλων χρὴ λογί‐ ζεσθαι περὶ αὐτοῦ γνώμην ἔχειν οὐ καλήν. Oxon.

Tett

133,16

ὥσπερ ἂν εἴ τις τὸν Ὀδυσσέα τότε ᾐτιᾶτο] οὐκέτι αὐτὸν λέγει τὸν Πλάτωνα, ἀλλ’ ἕτερον εἰσάγει τινά. τοῦτο δ’ οὐκ ἀργῶς εἶπεν, ἀλλ’ ἐπειδὴ οἶδε τὸν Σω‐ κράτη πρὸς τοὺς νέους ἀεὶ τὸν Ὀδυσσέα θαυμάζοντα
5διὰ τὴν τοιαύτην πρᾶξιν, ὡς Πολυκράτης ἐν τῷ κατ’ αὐτοῦ λόγῳ φησὶ, καὶ Λυσίας ἐν τῷ πρὸς Πολυκράτην ὑπὲρ αὐτοῦ· ὁ μὲν συνιστῶν ὅτι τὴν δημοκρατίαν ἐκ τού‐ του καταλύειν ἐπεχείρει, ἐπαινῶν τὸν Ὀδυσσέα, τοῖς μὲν
βασιλεῦσιν ἐπαινοῦντα λόγῳ, τοὺς δὲ ἰδιώτας τύπτοντα,480
10οὐδὲν λέγων φροντίζειν μᾶλλον αὐτοῦ τῆς τάξεως· διὰ τοῦτο οὖν καὶ αὐτὸς τίθησιν. BD.

Tett

133,18

ὥσπερ ἂν εἰ καὶ τὸν Ἡρακλέα φαίης] δέον Ἡρακλέους μνησθῆναι πρότερον, ὁ δὲ τὸν Ὀδυσσέα ἐπά‐ γεται, ἵνα μὴ ἐκπλήξῃ τῇ ὑπερβολῇ τοὺς ἀκροατάς· οἶμαι διὰ τοῦτο προφανεὶς Ὀδυσσεὺς, Ἡρακλεῖς ἄψοφός εἰσιν
5ὥσπερ ἐν δράματι. Oxon.

Tett

133,19

τοῖς τόξοις] οὐχ ἁπλῶς τὸ τοῖς τόξοις· λέγεται γὰρ, ὡς Ἡρόδοτος ἐν τετάρτῃ λέγει, ὅτι δύο το‐ ξειῶν οὐσῶν τὰς δύο Ἡρακλῆς ἠπίστατο, τὴν Σκυθικὴν καὶ Κρητικὴν, καὶ δύο τόξα εἶχε. BD.

Tett

134,2

μετὰ παντὸς τοῦ βελτίονος] καλῶς ἡ τοῦ βελτίονος προσθήκη· ἔστι γὰρ χρήσασθαι τοῖς ὀργάνοις τούτοις καὶ ἐπὶ ἀδικίας. BD. οὕτω καὶ Περικλεῖ μοι] ἐκ τοῦ μείζονος τὸ ἐπιχεί‐
5ρημα· ἔτι δὲ μειζόνως αὔξει τὸν Περικλέα τῇ τοῦ Ἡρα‐ κλέους παραθέσει. BD. τίς ἂν ἐγκαλέσαι δοκεῖ λάλους ποιεῖν] τὸ λαλεῖν ὅμοιον λέγει τοῖς ἁμαρτήμασι, καθ’ ὧν Ἡρακλῆς ἀνίστατο, ὅμοιον Ἡρακλεῖ τὸν Περικλέα δεικνύς. BD.

Tett

134,3

ὥστε σιωπᾶν καὶ ἑκόντας καὶ ἄκοντας αὐτῷ] λοιπὸν καὶ ὑπερβολικῶς εἶπεν ὅτι σιωπᾶν αὐτοὺς ἐπαί‐ δευσεν. BD.

Tett

134,4

ὥστε καὶ τοὺς ῥήτορας ἡσυχίαν ἔχοντας ὡς τὰ πολλὰ παρείχετο] εἴποι τις ἂν, καὶ πῶς τοὺς ῥή‐ τορας ἡσυχίαν ἄγειν ἔπεισεν; εἰ γὰρ τοῦτο ἐποίουν ἐκεῖ‐ νοι, οὐκέτι ῥήτορες. λέγομεν δὲ ὅτι τοῦτο εἶπεν, ἐπειδὴ
5οὐ φαίνεται ὁ Θουκυδίδης ἄλλου τινὸς ῥήτορος ἀντιτά‐ ξας δημηγορίαν τοῦ Περικλέους, ὧν ἐποίησεν ἐπὶ τῶν ἄλλων ῥητόρων. εἰπὼν δὲ ὡς τὰ πολλὰ τὴν ὑπερβολὴν ἐθε‐ ράπευσεν ἠθικῶς εἰρηκώς. BD.

Tett

134,5

ὥστε εἰ μὴ καθ’ Ἡρακλέα, κατὰ γοῦν τὸν Ἰόλεων, ἦν ἐπικάων, ὡς τὸ τοῦ κωμικοῦ ῥῆμα, τὰς κε‐
φαλὰς τῶν πλειόνων] ἐπειδὴ ὅμοιον αὐτὸν εἶπε τῷ Ἡρα‐ κλεῖ, διὰ τοῦ Ἰόλεω θεραπεύει τὴν ὑπερβολήν. τάχα δὲ481
5καὶ ἠθικῶς εἴρηκεν· ὅτε γὰρ Ἡρακλῆς τὴν ὕδραν ἀνεξέ‐ τεμεν, Ἰόλεως τὰς τεμνομένας κεφαλὰς ἔκαιεν, ἵνα μὴ πάλιν αὐξηθῶσιν. ABD Oxon. δεύτερος δὲ ἆθλος Ἡρα‐ κλέους ἡ Λερναία ὕδρα· εἶχε γὰρ κεφαλὰς ἐννέα, ἢ, ὡς πολλοὶ, ὀκτὼ, ἄλλοι δὲ, πολλάς. ταύτην ὡς κατηγωνίζετο
10Ἡρακλῆς, ἐκάλεσε σύμμαχον τὸν Ἰόλεων, ἐπειδὴ καὶ καρ‐ κίνος βοηθῶν τῇ ὕδρᾳ ἔδακε τὸν πόδα αὐτοῦ. ἐπέκαιε γοῦν τὰς κεφαλὰς τῆς ὕδρας ὁ Ἰόλεως, διὰ τὸ ἀναπέμ‐ πεσθαι πλείους. ὅθεν καὶ παροιμία ἐπὶ τῶν ἀνήνυτα πο‐ νούντων ἐξέβη· τὴν ὕδραν τέμνει. Εὐρυσθεὺς δ’ οὐ κα‐
15τηρίθμει τὸν ἆθλον αὐτῷ, διὰ τὸ μετὰ ἄλλου περιγε‐ νέσθαι. BD.

Tett

134,6

εἶτα λέγεις ὡς λάλους Ἀθηναίους Περικλῆς ἐποίησεν] μαχόμενον τὸ σχῆμα. B. τὸ σχῆμα μαχόμενον· οὕτως δὲ εἶπεν, ὡς ἤδη κατασκευάσας καὶ ἐλέγξας τὸν Πλάτωνα. λέγει δὲ τῶν ῥητόρων, ἵνα μὴ δόξῃ καὶ αὐτὸς
5διασύρειν τοὺς ῥήτορας. BD. ὥσπερ ἂν εἴ τις τὸν διδάσκαλον αἰτιῷτο] πάλιν δι‐ δασκάλῳ παραβάλλει τὸν Περικλέα, παισὶ δὲ τοὺς Ἀθη‐ ναίους. BD.

Tett

134,8

ἀλλὰ καὶ τῶν λόγων αὐτῶν μέρος ἦν αὐτῷ τὸ τὴν ἡσυχίαν ἄγειν εἰδέναι προστάττειν] ἐμφιλοσόφως λέγει, δηλῶν ὅτι λόγος ἦν αὐτῷ σιωπὴ, ἢ ὅτι μέρος ἦν αὐτοῦ τῷ λέγειν τὸ εἰδέναι ἄγειν ἡσυχίαν. BD.

Tett

134,9

οὐδὲ γὰρ Σωκράτη φαίην ἂν ἔγωγε] δει‐ νότητα καὶ τῷ διδασκάλῳ Πλάτωνος παραβάλλει τὸν Περικλέα· αἴνιγμα δὲ ἔχει ὁ λόγος, ὥς τινων διαβαλλόν‐ των τὸν Σωκράτην, οὐκ Ἀριστείδου τοῦ ῥήτορος. BD.

Tett

134,10

πλεῖστα Ἀθηναίων ἐπὶ τῶν τραπεζῶν— διελέγετο] πολλῆς φλυαρίας ὑπαίτιον τὸ ἐπὶ τῶν τραπεζῶν διαλέγεσθαι. BD.

Tett

134,11

οὐδ’ εἰς τοῦτον τὸ τοῦ Ἡσιόδου φέρειν]
ἀντὶ τοῦ ἁρμόζειν. ἔοικε δὴ ἠθικὸς εἶναι ὁ λόγος. BD.482

Tett

134,12

λέσχην] τὴν φλυαρίαν λέσχην λέγει, τὴν δὲ διαφορὰν λύει τῶν λόγων. BD.

Tett

134,15

οὐκ ἀπολλύναι τὸν χρόνον ἡγούμεθα] ἀπὸ παροιμίας εἴρηται χρόνου φείδου, τὸ μὴ παρελθεῖν μά‐ την τὸν χρόνον. BD.

Tett

134,16

Σωκράτους ἢ Περικλέους ἀκούοντες] συν‐ άπτει τῷ Σωκράτει τὸν Περικλέα, ὡς μίαν διδασκαλίαν ζηλώσαντας. τὸ δὲ ἔγκλημα ἐπὶ τοὺς μαθητὰς μεταφέρει. BD.

Tett

134,18

ἐκεῖνοι μὲν γὰρ] πανταχοῦ συνάπτει ἑκατέ‐ ρους, ἵνα μετὰ Σωκράτους ἁλίσκηται. BD.

Tett

134,19

οἱ δ’ ἁμαρτάνοντες τοῦ κεφαλαίου] τοῦ σκοποῦ καὶ τοῦ ὑποκειμένου, τουτέστι τοῦ πείθειν στοχα‐ ζομένους τῶν καιρῶν, καὶ τῶν πραγμάτων, καὶ τῆς ποιό‐ τητος τῶν προσώπων καὶ τοῦ ἤθους. BD. οἱονεὶ ὅλου καὶ
5τοῦ ἀναγκαίου καὶ τῆς τέχνης. BD. πρὸς οὐδὲν χρήσιμον τοὺς λόγους ἀναλίσκοντες] τοῦτο ἀλλαχοῦ παρανομίαν ἐκάλεσε καὶ ἄκαιρον τῶν λόγων εὐ‐ ταξίαν. BD.

Tett

135,3

τῆς σεμνότητος] ἀντὶ τοῦ φρονήματος. τὸ ἀξίωμα δὲ τοῦ Περικλέους ἐμφαίνει. ὀλιγωρίας δὲ, ἀμε‐ λείας, ἢ καταφρονήσεως. BD.

Tett

135,4

ὡς αὐτό γε οὐκ ἄτιμον τὸ δύνασθαι λέγειν] ἐκ περιουσίας ὁ τόπος. ὁ γὰρ Πλάτων ἐμέμψατο ὅλως τὸ δύνασθαι λέγειν ὡς ἄτοπον. οὐκ ἄτιμον δὲ, ἀντὶ τοῦ οὐκ ἄδοξον. αἱ δὲ λέξεις ἠθικαὶ πᾶσαι. BD.
5οὐδὲ κατηγορίας ἄξιον, οὐδέ γε συγγνώμης] κατηγο‐ ρίας ἄξιον λέγει ἀντὶ τοῦ πταίσματος. καὶ συγγνώμης τί‐ θεται ἡ κατηγορία· τοῖς γὰρ ἀτόποις συγγνωστέον. BD.

Tett

135,5

αἰσχυνοίμην ἂν τοὺς λογίους θεοὺς] ἀντὶ τοῦ φοβοῦμαι τοὺς λόγους. λέγει δὲ τὸν Ἀπόλλωνα καὶ τὸν Ἑρμῆν. τὸ σχῆμα δὲ εὐκτικόν. τίς γὰρ οὐκ ἂν ἀγαπήσῃ λόγους ἔχειν. BD.

Tett

135,6

εἰ ζητοίην ἀποδεικνύναι] ἀντὶ τοῦ ἀπολογή‐
σασθαι· ἄτοπον γὰρ ὑπὲρ τῶν μὴ ἐν αἰτίᾳ ἀπολογεῖ‐ σθαι. δεῖ δὲ τὸ ἐν αἰτίᾳ καὶ ἄπιστον ἀποδεικνύναι καὶ αἰσχρόν· περὶ μὲν γὰρ ἀγνοουμένων σαφεῖς ἴσως προσήκει483
5τὰς ἀπολογίας ποιεῖσθαι τὸν κατηγορούμενον· περὶ δὲ τῶν ὁμολογουμένων οὐ λίαν ἐγὼ μέγα ἔργον νομίζω. BD.

Tett

135,8

μετὰ χρηστοῦ βίου καὶ σώφρονος] καλῶς ἡ προσθήκη· οὐ γὰρ μόνον τὸ λέγειν ἀρκεῖ, ἀλλὰ καὶ τὸ καλὸν βίον ἔχειν, ὡς καὶ ἄλλῃ που εἰπὼν ὁμοίως τῷ βίῳ τοὺς λόγους παρεχόμενος. BD.

Tett

135,9

Δαρεῖος ὁ Ὑστάστου] Δαρεῖος, Ξέρξου πα‐ τὴρ, πλουσιώτατος τῶν πρὸ αὐτοῦ γενόμενος φόρους πρῶ‐ τος ἀπαιτήσας τοὺς ὑπηκόους· διὸ καὶ κάπηλος ἐκαλεῖτο· ἐπ’ αὐτοῦ δὲ καὶ τὸ νόμισμα ἐκλήθη Δαρεικόν. Κῦρος
5δὲ, ὁ πατὴρ Καμβύσου, πρᾴως ἐκέχρητο τοῖς Πέρσαις, καὶ διὰ τοῦτο πατέρα αὐτὸν ἐκάλουν. Καμβύσης δὲ, ὁ τού‐ του υἱὸς, διότι ὀργίλως ἐκέχρητο, δεσπότης ἐκαλεῖτο παρὰ τοῖς Πέρσαις. ἀντὶ βασιλέως μεγίστου τὸ ὄνομα τοῦτο ἐδέξατο· οὐ γὰρ μόνος ὁ Δαρεῖος βασιλεὺς ἐγένετο πλού‐
10σιος. BD.

Tett

135,10

τὰ Πλάτωνος πράγματα] δεινῶς τὸ πράγ‐ ματα ἀντὶ τοῦ κτήματα καὶ πλοῦτον. BD.

Tett

135,11

κἄν με προσπαίζων οὑτωσὶ πείθῃ, μὴ πάνυ τούτου φροντίζειν] ἐν τῇ Σωκράτους ἀπολογίᾳ οὕτω λέγει „Ὑμεῖς δέ μου ἀκούσεσθε πᾶσαν τὴν ἀλήθειαν, οὐ μέντοι μὰ Δία, ὦ ἄνδρες Ἀθηναῖοι, κεκαλλωπισμέ‐
5νους λόγους, ὥσπερ οἱ τούτων, ῥήμασί τε καὶ ὀνόμα‐ σιν, οὐδὲ κεκοσμημένους, ἀλλ’ ἀκούσεσθε εἰκῇ λεγόμενα τοῖς ἐπιτυχοῦσιν ὀνόμασιν.“ A Oxon.

Tett

135,13

ὥστε τὸν οἴκοι θησαυρὸν διαβάλλοιμεν ἂν] παροιμία ἐπὶ τῶν τὰ ἴδια διαβαλλόντων. B. ἀντὶ τοῦ πλοῦ‐ τον. λέγει δὲ τοῦ Πλάτωνος τοὺς λόγους· ὁσάκις γὰρ Πλά‐ των ἢ σοβαρῶς ἢ γλαφυρῶς ἀπαγγέλλει, χωρίον εἴωθε
5λέγειν, ὡς καὶ ἡμεῖς ἐτάξαμεν, αἰνιττόμενος εἰς τὸ ῥητο‐
ρικῶς φράσαι· φιλοσόφου γὰρ ἀλλότριον ἡ φράσις, ἀλλὰ μόνον σκοπῆσαι ἀλήθειαν. τὸ δὲ εἰπεῖν τὸν οἴκοι θησαυ‐ ρὸν παροιμιῶδές ἐστι· καὶ γάρ ἐστιν ἡ παροιμία αὕτη ἐπὶ τῶν τὰ ἴδια διαβαλλόντων. νῦν οὖν λογικὸν ὄντα τὸν484
10Πλάτωνα ἀπέδειξε τοὺς λόγους διαβάλλοντα. BD.

Tett

135,14

τοσούτῳ ἧττον] οὐδαμῶς. B. τοσούτῳ ἧττον, ὅσῳ περ ἂν ᾖ κρεῖττον τὸ δύνασθαι λέγειν] ὅσῳ, φησὶ, δύναταί τις ἀπολογεῖσθαι, τοσούτῳ ἐστὶν ἧττον αὐτῷ τὸ ἀπολογεῖσθαι· εἰ μὴ γὰρ ἐπὶ κακοῦ
5τις ἀπολογεῖται, ᾔσθετο δὲ τῆς ἀτοπίας, ὡς περὶ ἀτό‐ που τινὸς ἀπελογήσατο. BD.

Tett

135,15

ἀργοὺς δὲ δὴ πῶς ἡμῖν] πληρώσας τὸ πρῶτον μέρος τῆς ἀντιθέσεως μεταβαίνει πρὸς ἕτερον, κατὰ μέρος λύων τοῦ Πλάτωνος τὴν ἀντίθεσιν. BD.

Tett

135,16

ἢ σὺ λίαν ἐνεργοὺς ἡμᾶς ποιήσεις, ἀναγ‐ κάζων πρὸς ἕκαστον τῶν εἰρημένων ἀποκρίνεσθαι] κατὰ ἦθος, ὡς τοῦ Ἀριστείδου πρὸς τὰς ἀποδείξεις ἀποκάμνον‐ τος, καὶ ἐν τούτῳ φιλολοίδορον δεικνύντος τοῦ Πλάτω‐
5νος. ὁ δ’ Ἀθανάσιός φησι· δείκνυσιν ὡς αὐτὸς μᾶλλον ἀργοὺς ποιεῖ ἀναγκάζων λαλεῖν. ἐνεργοὺς δὲ ἀντὶ τοῦ πρακτικούς. ἠθικῶς δὲ εἶπε, δεικνὺς ὡς αὐτὸς Πλάτων ἀργοὺς ποιεῖ, ἀναγκάζων μᾶλλον λαλεῖν. BD.

Tett

135,17

οὐχ οὗτός ἐστιν ὁ πανταχῆ κομίζων] τὸ πρακτικὸν ἐμφαίνει τοῦ Περικλέους. ταῦτα δὲ ἔχομεν παρὰ τῷ συγγραφεῖ. BD.

Tett

135,18

δέκατος αὐτὸς στρατηγῶν] ἀπὸ Θουκυδί‐ δου ἡ μαρτυρία. λέγει γὰρ ἐκεῖνος „Περικλῆς ὁ Ξανθίπ‐ που δέκατος αὐτὸς στρατηγός.“ BD. ἀποκρύψας τοὺς ἄλλους ἅπαντας στρατηγοὺς] τῶν
5δέκα στρατηγῶν τῶν ἐν Σάμῳ τὰ ὀνόματα κατὰ Ἀνδρο‐ τίωνα· Σωκράτης Ἀναγυράσιος, Σοφοκλῆς ἐν Κολωνοῦ ὁ ποιητὴς, Ἀνδοκίδης Κυδαθηναιεὺς, Κρέων Σκαμ‐ βωνίδης, Περικλῆς Χολαργεὺς, Γλαύκων ἐκ Κεραμέων,
Καλλίστρατος Ἀχαρνεὺς, Ξενοφῶν Μελιτεύς. BD.485

Tett

136,1

οὐχ ἡσυχάζων, ἀλλ’ ἐκπλέων] ἀπὸ κοινοῦ τὸ οὐχ οὗτός ἐστιν. ὅρα δὲ πανταχοῦ τὸ πρακτικόν. BD.

Tett

136,3

καὶ πάλιν Εὐβοέων ἀποστάντων] καὶ Θου‐ κυδίδης „Ἱστιαίας δ’ ἐξοικίσαντες αὐτοὶ τὴν γῆν ἔσχον.“ ἡ δὲ ἱστορία πόλεως Εὐβοίας. BD.

Tett

136,6

οὐδεμιᾶς ἄλλης πόλεως εἰκάσαι] ἀντὶ τοῦ μόνης τῆς τῶν Ἀθηναίων πόλεως ὑποληφθῆναι καὶ νο‐ μισθῆναι. BD.

Tett

136,7

εἶτα τὸν οὕτως ὀξὺν καὶ ἄγρυπνον] ὅρα δεινότητα, πῶς τὰ μόνου Περικλέους ἔργα παραβάλλει πρὸς πόλιν. δεῖ δὲ ἀκοῦσαι ἔξω καὶ τὸ δύνασθαι. BD. ἥδιστ’ ἂν εἶπον] ἐπειδὴ ἀδύνατον ἦν, ἐκόλασεν
5αὐτὸ τῇ προσθήκῃ τοῦ ἥδιστα ἂν εἶπον. καὶ ὅτι οὐκ ἐξὸν τὰ τοιαῦτα λέγειν τοῖς ῥήτορσιν· ὡς καὶ Δημοσθέ‐ νης· ὁ μὲν οὖν παρὼν καιρὸς μονονουχὶ φωνὴν ἀφιεὶς, ἡ δὲ τῶν ποιητῶν τέχνη ταύτης ἀπολαύει τῆς ἐξουσίας. BD.

Tett

136,9

ἀλλ’ οὐδὲ τοῖς πολεμίοις ἀργεῖν ἐπέτρεπεν] τοῖς Λακεδαιμονίοις, διὰ τὸ ἐπιέναι αὐτοῖς. BD.

Tett

136,10

κἀκείνους ἐποίησε μεταβαλεῖν τοὺς τρόπους] τοῦτο εἶπεν, ἐπειδὴ φύσει μελληταὶ Λακεδαιμόνιοι. BD.

Tett

136,11

καὶ τὸ δικαίως προσῆν, ἔφη Δημοσθένης] ἵνα μή τις εἴπῃ· οὐκοῦν πλεονεκτικὸς καὶ ἄδικος Περι‐ κλῆς. A Oxon. ὥσπερ ἀντιπῖπτον λύει· ἵνα μὴ εἴπῃ τις· οὐκοῦν πλεονεκτικὸς πάλιν καὶ ἄδικος ὁ Περικλῆς. BD.
5ἀλλ’ ὅμως Πλάτων ᾐτιάσατο αὐτὸν] τὸ σχῆμα σχετ‐ λιασμὸς, ὡσανεὶ ἔλεγε, καίτοι τούτων οὐκ ἐχόντων. εἰσ‐ βάλλει δὲ εἰς ἄλλο ἔγκλημα τὸ τῶν δειλῶν κατὰ τὸ μα‐ χόμενον. BD.

Tett

136,13

τῆς μὲν γνώμης, ἔφη, τῆς αὐτῆς] Θου‐ κυδίδης γὰρ εἰσάγει αὐτὸν δημηγοροῦντα, καὶ τῆς δημη‐ γορίας οὕτως ἀρχόμενον. A Oxon.

Tett

136,14

ὃ τίς τῶν εἰς ἐκείνην τὴν ἡμέραν εἰσάπαξ εἰπεῖν ἐθάρρησεν] αὔξει τὸ λεχθὲν ἀπὸ τοῦ καιροῦ· λέγει
γάρ· τίς ἐτόλμησε τοῦτο εἰπεῖν ἐν ἐκείνῃ τῇ ἐκκλησίᾳ; BD.486

Tett

136,15

οἱ γε καὶ ἡνίκ’ ἔσωζον τὴν Ἑλλάδα, Λα‐ κεδαιμονίοις εἶξαν αὐτῶν] ἐν τοῖς Μηδικοῖς Θεμιστοκλέους τοῦτο παραινέσαντος, ἵνα μὴ διχονοήσωσιν οἱ Ἕλληνες, παρεχώρησαν τοῖς Λάκωσι τὴν ἡγεμονίαν. A Oxon. ἐν
5τῷ Μηδικῷ. B. Θεμιστοκλέους τοῦτο παραινέσαντος, ἵνα μὴ διχονοήσωσιν οἱ Ἕλληνες. τὸ δὲ αὐτῶν λέγει ἀντὶ τοῦ ἑαυτῶν. τοῦτο δὲ εἶπεν, ὅτι παρεχώρησε τὴν ἡγεμονίαν τῶν Ἑλλήνων τοῖς Λάκωσιν εἰς Σαλαμῖνα, ὡς καὶ αὐ‐ τὸς ἔφη ἐν τῷ Παναθηναϊκῷ, ἢ τὸ αὐτῶν τῶν πρα‐
10γμάτων. BD.

Tett

136,16

οὐδ’ ἀναμείνας, εἰ μή τι ἄλλο, τήν γ’ ἐκ τοῦ προοιμίου παραμυθίαν] τὸ ἀνδρεῖον ἐμφαίνει τοῦ Πε‐ ρικλέους, ὅτι οὐκ ἐχρήσατο τῇ διὰ τῶν προοιμίων θερα‐ πείᾳ, ἀλλ’ ἐξ αὐτοῦ τοῦ πράγματος ἤρξατο. BD.

Tett

136,17

μάλα ῥᾳδίως ἐξεῖπε τὸ δοκοῦν αὐτῷ] δεῖ γὰρ, ὡς πολλάκις ἔγνωμεν, τὸν σύμβουλον φρόνημα ἔχειν, ὡς καὶ ὁ Δημοσθένης ποιεῖ ἐν Φιλιππικοῖς. BD.

Tett

136,18

πότερ’ οὖν φοβεῖσθαι τοὺς πολεμίους] τὸ σχῆμα ἐλεγκτικόν. BD.

Tett

137,1

τὴν ἀνδρίαν αὐτόθεν δεικνύντος] ἢ ἀπὸ τοῦ προοιμίου καὶ ἀπὸ ῥήματος ἑνὸς, ἢ ἀπὸ τῆς ἡσυχίας· οὐ γὰρ πρὸ τῆς μάχης. BD. εἰ μὲν γὰρ ἢ τὸν πόλεμον κεκινηκέναι—ᾐτιᾶτο]
5τοῦτο εἶπεν, ἐπειδήπερ ὡς πολεμοποιὸς διεβάλλετο· ὡς δὲ ἐν συγκρίσει τὸ τοιοῦτον αἱρετὸν ἤπερ δειλίαν. διδάσκει δὲ ἡμᾶς τὸ ἔγκλημα ἐγκλήματι λύειν· τὸ γὰρ τῆς δειλίας ἔγκλημα διὰ τοῦ πολεμοποιοῦ λύει ἐγκλήματος. καὶ τοῦτο δὲ ὕστερον ἀναιρεῖ. BD.

Tett

137,3

μὴ ἐκεῖθεν λελύσθαι τὰς σπονδὰς] ἔοικε χρόνου εἶναι δηλωτικόν· καὶ πρὸ τοῦ Περικλέους ἐλέλυτο τὰ τῶν σπονδῶν. οἱ δὲ τὸ ἐκεῖθεν ἐπὶ τοῦ Περικλέους λαμβάνουσιν. BD.

Tett

137,5

τῆς Ἀριστοφάνους κωμῳδίας] ἐν καιρῷ
εἶπε τὸ κωμῳδίας· διότι καὶ ταῦτα κωμῳδίας χάριν, οὐκ ἀληθείας, ἐλέχθη. A Oxon. εὐκαίρως τὸ ὄνομα τῆς κω‐ μῳδίας τέθεικε, διότι καὶ ταῦτα διαβολῆς χάριν, οὐκ487
5ἀληθείας, ἐκλήθη. BD.

Tett

137,6

ἐτίθει νόμους ὥσπερ σκολιὰ γεγραμμένους, ὡς χρὴ Μεγαρέας] Περικλῆς ὀργιζόμενος Μεγαρεῦσι διὰ τὸ ἐπισκῶψαι αὐτοὺς εἰς τὴν διδάσκαλον Ἀσπασίαν, ψήφισμα ἔγραψεν ὡς χρὴ πολεμεῖν Μεγαρεῦσι, τὸ μὲν
5δοκεῖν διὰ τὴν ὀργάδα γῆν, ἣν Ἀθηναίων οὖσαν ἐσφετερί‐ ζοντο Μεγαρεῖς, τῇ δ’ ἀληθείᾳ ὑπὲρ Ἀσπασίας ἀμυνόμε‐ νος. καλεῖ οὖν καταχρηστικῶς τοῦτο τὸ ψήφισμα νόμους. σκολιὰ δὲ κυρίως ἐστὶ τὰ ἐν συμποσίοις ἐπιπότια ᾄσματα, ἃ ᾖδον οἱ κιθαρισταὶ, οὐ κυρίως μέλος σώζοντες, ἀλλ’
10ἐσκιασμένως, ἵνα μὴ καὶ ἄλλοι μάθωσιν. ἐπεὶ οὖν καὶ Περικλῆς οὐ φανερῶς διὰ τὴν Ἀσπασίαν τὸ ψήφισμα ἔγραψεν, ἀλλὰ τὴν ὀργάδα γῆν προύτεινε, διὰ τοῦτο ὄν‐ τως φησὶν, ἐτίθει νόμους ὥσπερ σκολιὰ γεγραμμένους. A Oxon. νόμους λέγει τὸ ψήφισμα τοῦ Περικλέους, ὃ
15ἔγραψε διὰ Μεγαρέας. σκολιὰ δὲ ὠνόμασε διὰ τὸ εἶναι ἀσαφῆ· οὐ γὰρ φανερῶς διὰ τὴν Ἀσπασίαν τὴν διδάσκα‐ λον αὐτοῦ, εἰς ἣν ἐπέσκωψαν Μεγαρεῖς, ὑπὲρ ἧς καὶ τὸν πόλεμον ἐκίνησε, λέγων πολεμεῖν, ἀλλὰ διὰ τὴν ὀργάδα γῆν. δηλοῖ οὖν σκολιὰ τὰ αἰνίγματα. ῥητορικῶς δὲ ὁ Ἀρι‐
20στείδης οὐκ ὠνόμασεν ἃ κατὰ Μεγαρέων ὡρίσατο Περι‐ κλῆς. σκολιὰ δὲ κυρίως καλεῖται τὰ ἐν συμποσίοις ἐπιπό‐ τια ᾄσματα. διὰ γὰρ τὸ μὴ πάντας εἰδέναι κιθαρίζειν τοὺς ἀντικειμένους, σκολιῶς ᾖδον. θέλει δὲ εἰπεῖν ὅτι εὐχερῶς ἐνομοθέτει, ὡς ἄν τις ἐν πόταις ᾄδῃ. BD.

Tett

137,7

ὡς χρὴ Μεγαρέας] πολεμεῖν. A. ἀλλ’ ἴσμεν ἅ γε αἰτιᾶται] ἐνταῦθα διδάσκει ἡμᾶς τὸ ἔγκλημα ἐγκλήματι λύειν· τὸ γὰρ τῆς δειλίας ἔγκλημα διὰ τοῦ πολεμοποιοῦ λύει ἐγκλήματος· καὶ τοῦτο δὲ ὕστε‐
5ρον ἀναιρεῖ. A Oxon. ἴσμεν ἅ γε αἰτιᾶται, ὧν ὄντων μὲν ἀληθῶν τά γ’ ἐναντία ψευδῆ] τὸ νόημα πρόδηλον· οἷον τὸ εἶναι πο‐
λεμοποιὸν ἀληθὲς, τὸ τῆς δειλίας ἄρα ψεῦδος. δεινῶς δὲ ἐσιώπησε τὴν διαβολὴν, καθάπερ τὸ βλασφημῆσαι παραι‐488
10τούμενος. BD. ὧν ὄντων μὲν ἀληθῶν] τὸ πολεμοποιὸν εἶναι. B.

Tett

137,9

ἀλλὰ καὶ δίκαια καὶ ἀναγκαῖα ἐβουλεύσατο ὑπὲρ τῶν πραγμάτων] τοῦτο εἶπεν, ὡς ἤδη ὑποδείξας ὅτι οὐχ ὁ Περικλῆς αἴτιος τοῦ πολέμου. BD.

Tett

137,10

ἆρ’ οὖν πρὸς μὲν Λακεδαιμονίους μόνους] ἀντιπῖπτον λύει. τί οὖν εἰ πρὸς Λακεδαιμονίους ἔχθραν ἔχων τοιοῦτος ἦν. λέγει οὖν ὅτι ὁ πρὸς πάντας δυσμενὴς τοιοῦτος ὑπῆρχεν ἀνδρεῖος. BD.

Tett

137,12

ὅστις ἠξίου μὲν αὐτοῖς ὁρμητήριον ἀπο‐ χρῶν εἶναι τὸν Πειραιᾶ] ἐπειδὴ Ἀθηναῖοι τὰ κατὰ θά‐ λατταν ἦσαν ἄριστοι, καὶ οὐ τοσοῦτον τὰ κατὰ γῆν, συνεβούλευεν αὐτοῖς Περικλῆς ἀεὶ ἐκ τοῦ Πειραιῶς ὁρμω‐
5μένους διὰ νηῶν τοὺς πολέμους ποιεῖσθαι, λέγων ὡς εἰ καὶ πρὸς τοὺς ἄλλους ἅπαντας ἀνθρώπους ἐν μέρει δύ‐ νασθαι μάχεσθαι, ἀλλὰ κατὰ γῆν μὲν τοῦτο ποιοῦντες οὐκ ἀξίως μὲν τῆς ἰσχύος ἡμῶν, ἀλλ’ ἐξ ἡμισείας αὐτῇ χρώμενοι πολεμήσετε· ἐν δὲ τῇ θαλάττῃ ἀξίως ὑμῶν αὐ‐
10τῶν καὶ πανταχοῦ νικᾶν ἔσται. A Oxon. ὁρμητήρια ἐκάλουν τοὺς τόπους, ἀφ’ ὧν ἔδει ὁρμωμένους ἐπιτίθεσθαι τοῖς πολεμίοις. ταῦτα δὲ Θουκυδίδης προεῖπεν ἡμῖν, ἃ λέγει οὗτος. BD. θαυμάζειν] φοβεῖσθαι. A.

Tett

137,13

ἀπέφαινε δὲ τὴν ἰσχὺν αὐτοῖς] νῦν τὴν ἡγεμονίαν· δημηγορῶν γὰρ ὁ Περικλῆς ἐν βʹ. ἐγὼ δὲ ἀπο‐ φαίνω βʹ μερῶν τῶν εἰς χρῆσιν φανερῶν· καὶ τὰ ἑξῆς. BD.

Tett

137,15

πότερον ἀργίαν, καὶ δειλίαν, καὶ ἀναν‐ δρίαν, καὶ ταπεινότητα, καὶ νωθείαν εἰσάγοντος] ἀργία ἐστὶ τὸ περὶ τὰς πράξεις δυσκίνητον· δειλία δέ ἐστι κα‐ κία τοῦ θυμοειδοῦς· ἀνανδρία δὲ ἡ στέρησις τῆς ἀνδρείας·
5ἀνδρεῖος γὰρ ὁ ὑπομένων καὶ μὴ φοβούμενος· ταπεινότης δέ ἐστι κακία ψυχῆς· νωθεία δέ ἐστιν ἡ κατὰ φύσιν ψυ‐ χῆς περὶ τὰς ἐνεργείας δυσκίνητος ἕξις. BD.489

Tett

138,1

ὥσπερ τοίνυν φὴς ἐκεῖνα ἀκούειν λεγόντων] ἀντιπῖπτον λύει· ἵνα μὴ εἴπῃ ὅτι αὐτὸς οὐ κατηγορῶ, ἀλλ’ ἤκουσα ἑτέρων. δείκνυσιν οὖν ὅτι ψευδῆ ἀκούσας κα‐ τηγορεῖ· λέγει γὰρ ἐν τῷ Γοργίᾳ ἐξ ἀκοῆς εἰδέναι τὰ
5κατὰ τοὺς ῥήτορας· καὶ ὅτι Περικλῆς Ἀθηναίους λά‐ λους ἐποίησε. BD.

Tett

138,4

ὁ Κρὴς] ὁ ἐκ τῆς Κρήτης. A. ὁ Κρὴς δὴ τὸν πόντον] ἀγνοεῖ. A. παροιμία. B. πα‐ ροιμία ἐπὶ τῶν εἰδότων μὲν, προσποιουμένων δ’ ἀγνοεῖν. ἀντὶ τοῦ νησιώτης ἀγνοεῖ τὴν θάλατταν. δηλοῖ δὲ ὅτι
5εἰδὼς Περικλέα προσποιεῖται ἀγνοεῖν. λέγεται δὲ καὶ ἡ παροιμία καὶ οὕτως, ὁ Σικελὸς τὴν θάλατταν. σὺ ὅρα γὰρ, φασὶ, τὶς Σικελὸς ἐμπορευόμενος, καὶ ναυαγήσας εἶτα ἐκπεσὼν, ἐπὶ πέτρας καθήμενος, ὡς γαληνιῶσαν εἶδε τὴν θάλατταν, οἶδα, φησὶν, ἃ βούλει. βούλει
10γὰρ καὶ αὐτόν με λαβοῦσα καταποντίσαι· ἐγὼ δὲ νῆσον οἰκῶν ἐκ παιδὸς οἶδα τὰ σὰ σοφίσματα. Ἀλκμὰν δὲ ὁ λυρικὸς μέμνηται τῆς παροιμίας. ABD Oxon. ἢ οὕτως· ὥσπερ ἄν τις εἴπῃ Κρῆτα μὴ εἰδέναι τὴν θάλασσαν· οὗτοι γὰρ ταύτης ἐν ἐμπειρίᾳ τυγχάνουσιν. εἴρηται ἐπὶ
15τῶν προσποιουμένων ἀγνοεῖν ἃ ἐπίστανται. BD.

Tett

138,6

τῆς Περικλέους ἀνδρείας καὶ ῥώμης] κυρίως ἀνδρεία λέγεται ἐπὶ ψυχῆς, ῥώμη δὲ ἐπὶ σώματος. ἀμφό‐ τερα οὖν βούλεται δεῖξαι τὸν Περικλέα τίμια ἔχοντα. BD.

Tett

138,7

κἂν σὺ δείξῃς ἐνοῦσαν ὑπερβολὴν] ὑπερβο‐ λήν φησι πραγμάτων ὑφ’ ἑτέρου τινὸς εἰργασμένων, ἢ πίστεως, ὅ ἐστιν, ἐὰν σαφέστερον ἀποδείξῃς ἡμῶν. BD.

Tett

138,8

ὡς οὐδὲν μέγα, οὐδ’ ἱκανὸν τὸ πρὸ τοῦ
πολέμου θρασύνεσθαι] ὥσπερ ἀντιπῖπτον λύει· ἵνα μὴ εἴπῃ, ἀλλὰ πρὸ τοῦ πολέμου θρασὺς ἦν, ἐν δὲ τῷ πο‐ λέμῳ δειλός. αἰνίττεται δὲ εἰς τὸ προοίμιον τῆς δημηγο‐490
5ρίας, ἔνθα λέγει· τῆς μὲν γνώμης καὶ τὰ ἑξῆς. ταῦτα γὰρ πρὸ τοῦ πολέμου εἶπεν. οἰκείως δὲ εἶπε τὸ θρασύνε‐ σθαι, ὡς πρὸ τοῦ πολέμου δημηγορήσας. τὸ θρασὺ γὰρ δοκεῖ τὸ πρὸ τῆς πείρας νεανιεύεσθαι. BD.

Tett

138,10

τὸν Μελήσιππον προπεμψάντων] τοῦτον Λακεδαιμόνιοι πρὸς Ἀθήνας πρεσβευτὴν ἔπεμψαν. A Oxon. τὸν Σπαρτιάτην αἰνίττεται· ἔμφασιν δὲ ἔχει τὸ ὄνομα. BD.
5προπεμψάντων] τῶν Πελοποννησίων. A. οὕτω σφόδρα δειλὸς ἦν] ὁ Περικλῆς. A. ἐπειδὴ προσάγειν τοὺς πολεμίους ἐπύθετο] ἐγγίζειν. B. ἐγγίζειν καὶ ἐπέρχεσθαι. λέγει δὲ τοὺς Λακεδαι‐ μονίους. BD.

Tett

138,11

ὥστε ἔργῳ τὰς ἀποκρίσεις ἔδωκεν αὐτῷ περὶ ἁπάντων] τοῦτο, ὃ λέγει, τὸ ἔργον ἐδήλωσεν. ὅρα δὲ πῶς ὑβριστικὸν τὸ σχῆμα. BD. παραδοὺς τοῖς ἄξουσιν αὐτὸν ἔξω τῆς χώρας] ὅτι
5μεθ’ ὕβρεως αὐτὸν ἀπέπεμψεν. BD.

Tett

138,12

καὶ τὸ δὴ πάντων ἔσχατον καὶ μέγιστον ἀκοῦσαι, μὴ ὅτι μιμήσασθαι] πάντων ἔσχατον, ἀντὶ τοῦ μέγιστον· νῦν γὰρ τὸ ἔσχατον ἐπὶ τοῦ μέγιστον κεῖται. λέγει δὲ ὅτι καὶ μέχρις ἀκοῆς μέγας ἦν, μή τι γε καὶ
5ἔργῳ μιμήσασθαι. BD.

Tett

138,15

ὅσον καὶ πολλοστὸν μέρος ἐξέπληξεν ἂν τοὺς πολεμίους, εἰ παρ’ ἐκείνοις ἡ συμφορὰ συνέβη] ἐμ‐ φαίνει ὅτι καὶ εἰς Λακεδαιμονίους ἦλθεν ἡ νόσος, οὐ μὴν τοσαύτη, ὥσπερ καὶ ὁ Θουκυδίδης φησί. BD.

Tett

138,17

περὶ ὧν μὲν ἐψηφίσαντο μετεγνωκότας] ἐψηφίσαντο γὰρ λύειν τὰ τῷ πολέμῳ δόξαντα. BD. ἐπικηρυκεύεσθαι] φιλιοῦσθαι, ἤγουν συνθήκας τι‐ νὰς, ἢ πρεσβείας ποιεῖσθαι. A. ἐπικηρυκείαν ἐκάλουν τὸ
5περὶ φιλίας πέμπειν. τὸ ταπεινὸν δὲ τῆς γνώμης αὐτῶν
δηλοῖ καὶ τοῦ φρονήματος. BD.491

Tett

138,18

ἑτέρους] ἀντὶ τοῦ ἄλλους. διαφέρει δὲ τὸ ἄλλο καὶ τὸ ἀλλοῖον· ἄλλο μὲν γάρ ἐστι τὸ τελείως με‐ ταβληθὲν, ἀλλοῖον δὲ τὸ μὴ τελείως. BD.

Tett

138,19

οὐδὲ ἐστράφη τὴν ψυχὴν ὑπὸ τῶν συμ‐ φορῶν] δεινῶς τὸ ἐστράφη, ἀντὶ τοῦ οὐ μετεκίνησεν αὐ‐ τοῦ τὴν ψυχὴν ἡ ἀνάγκη. BD.

Tett

139,1

τῶν ἄλλων τοῖς δεινοῖς πλεονεκτῶν] πλεο‐ νεκτῶν ἰδίως εἶπεν, ἀντὶ τοῦ πλέον ἔχων τῶν ἄλλων τὰ δεινὰ, ὥσπερ πλουτῶν τοῖς δεινοῖς. BD.

Tett

139,2

τοῦτ’ αὐτὸ προσειλήφει μεῖζον] ἡ πρόθε‐ σις ἐνταῦθα οὐχ ἁπλῶς κεῖται· ἀλλὰ πρὸς τὴν ἀθυμίαν, φησὶ, μείζονα εἶχε δεσμὸν τὸ τοὺς πολίτας οὕτως ἔχον‐ τας ὁρᾶν, ὡς ἀπόρους ἔχειν πρὸς τὸν πόλεμον, καὶ ἀπο‐
5ρίας ἐμποιοῦντας τῷ Περικλεῖ. ὁ αὐτὸς δὲ ἑρμηνεύει διὰ τούτου, πῶς εἶχε πλέον ἐν ταῖς συμφοραῖς· διπλοῦν δὲ ἐμ‐ φαίνει τὸν κίνδυνον, ἔξωθεν μὲν τὸν πόλεμον, ἔσωθεν δὲ τὴν νόσον. BD. τὸ τοὺς πολίτας οὕτως ἔχοντας ὁρᾶν, ὥστ’ ἀπόρους
10εἶναι χρῆσθαι] ὥστε δυσμεταχειρίστους τούτων εἰς τὸ χρήσασθαι αὐτοῖς, καὶ εἰς τὰς πράξεις ἄγειν. BD.

Tett

139,3

καὶ ταῦτα οὐχ ὅσον τοῖς πολεμίοις ὑποπε‐ πτωκέναι] τοῦτο ὡς χαλεπώτερον ἔλαβε τοῦ ὑποπεσεῖν τοῖς πολεμίοις. BD.

Tett

139,5

ἐν μέσοις τοῖς δεινοῖς ἐμβεβηκὼς] ἡ λέξις τροπική ἐστιν· ὡς ἐπὶ θαλάσσης γὰρ εἶπε. καλῶς δὲ τὸ ὡς εἰπεῖν· οὐ γὰρ μόνος ἦν παντελῶς, ἀλλὰ καὶ ἄλλοι στρατηγοὶ σὺν αὐτῷ. BD.

Tett

139,7

ὥσπερ ἂν ἄλλο τι μάθημα διδάσκων αὐ‐ τοὺς] ὡς πρὸς φιλόσοφον διαλεγόμενος ἐκ τῶν αὐτοῦ τὰ πρὸς τὸν Περικλέα συνίστησι, λέγων ὥσπερ ἄλλο τι μά‐ θημα. οἱονεὶ γεωμετρικὸν σχῆμα φυλάττων ἐπήγαγε τὸ
5κατὰ ταὐτά. τοῦτο γὰρ γεωμετρίας ἐστὶν ἴδιον, τὸ σῶζον τὸ αὐτὸ θεώρημα. κυρίως δὲ μάθημα καλεῖται ἡ γεωμε‐ τρία, ἡ ἀριθμητικὴ, ἡ ἀστρονομία, ἡ μουσική. τὰ γὰρ μαθήματα, κἂν πόλεμος ᾖ, κἂν εἰρήνη, ἐπὶ τῶν ἴσων
μένει, καὶ οὐκ ἀμείβεται. BD.492

Tett

139,9

ὡς περὶ ἀριθμῶν, ἢ μέτρων, ἐρωτηθεὶς] ἀριθμῶν, ὅτι ὁ ἓξ ἀριθμὸς τέλειός ἐστι καὶ ὁ ἑκκαιδέ‐ κατος ἀρτιάκις ἄρτιος μέτρων, ὅτι αἱ τρεῖς τοῦ τριγώ‐ νου γωνίαι δυσὶν ὀρθαῖς εἰσιν ἴσαι. A Oxon. οἷον ὅτι
5δὶς τρὶς ἕξ ἐστι πάντως ὁ λογιστικὸς ἀποκρίνεται, καὶ ὅτι τοῦ τετραπήχεος τὸ δίπηχυ ἥμισύ ἐστι, καὶ τοῦτο δῆλον. BD.

Tett

139,11

ὑπὲρ τῶν ὅλων πραγμάτων] θαυμασίως εἶπε τὸ πραγμάτων· οὐδὲ γὰρ περὶ μέτρων ἢ ἀριθμῶν τῶν ἐν λόγοις καὶ ῥήμασιν ἡ φιλοσοφία ἐστί. BD.

Tett

139,12

ὥστ’ ἔμοιγε καὶ τὸν Αἴαντα—καὶ ῥᾴο‐ σιν εἶναι δοκεῖν] πρὸς τὸν Αἴαντα συγκρίνει τὸν Περι‐ κλέα, καὶ μειζόνως δείκνυσιν αὐτὸν τοῦ Αἴαντος κινδυ‐ νεύοντα. BD.

Tett

139,15

πλείων] ἀντὶ τοῦ μείζων· ἀεὶ γὰρ οἱ πα‐ λαιοὶ ταῦτα ἐπὶ τοῦ μείζονος λαμβάνουσιν, ὡς καὶ ὁ Δημοσθένης πολλάκις ἐχρήσατο. BD. ἐν οἷς ἔδειξεν οὐ τοῖς ὀψοποιοῖς ἐοικὼς οὐδὲν Περι‐
5κλῆς, ἀλλὰ τοῖς ἄκροις τῶν Ἑλλήνων] ῥητορικῶς πάνυ μετὰ τὴν ἀπόδειξιν ἐπήγαγε τὴν ὕβριν τοῦ Πλάτωνος σχετλιαστικῶς. ἄκροις δὲ τῶν Ἑλλήνων, Αἴαντι καὶ Ὀδυσ‐ σεῖ καὶ Ἡρακλεῖ. BD.

Tett

139,16

ὥστ’ ἐμοὶ μὲν, ὅταν βλέψω πρὸς ταύ‐ τας—καὶ πρὸς τοὺς ἐν τῷ σκάφει] εὗρε μείζονα παρά‐ θεσιν ταύτης τῆς πρὸς τὸν Αἴαντα συγκρίσεως. ῥητορικῶς δὲ ἐνταῦθα καὶ σοφῶς διαιρεῖ τὸ χωρίον. κυβερνήτην γὰρ
5λέγει τὸν Περικλέα, ναῦς δὲ τὴν πόλιν, χειμῶνα δὲ τὴν νόσον, τὸν πόλεμον θάλατταν, ἐμπλέοντας δὲ τοὺς Ἀθηναίους, οἴακας τὰ πρώην τοῦ Περικλέους βουλεύ‐ ματα τὰ πρὸς τὸν δῆμον λεχθέντα περὶ τοῦ μὴ εἴκειν τοῖς Λάκωσι. τὸ δὲ καὶ τῶν νεφῶν καταρρηγνυμένων,
10ἀντὶ τοῦ χειμῶνος ἐπερχομένου· διὰ γὰρ τῶν νεφῶν φύ‐
σεως ἔχει γίνεσθαι. BD.493

Tett

139,18

πρός γ’ ἔτι τῶν ἐμπλεόντων ἀπειλούντων] τοῦτο τὸ μέρος τῆς παραβολῆς ὡς πρὸς τοὺς Ἀθηναίους ἔλαβε τοὺς ὀργιζομένους τῷ Περικλεῖ διὰ τὸν πόλεμον. BD.

Tett

139,19

πρὸς τοὺς ἐν τῷ σκάφει] τοὺς Ἀθη‐ ναίους λέγει. ἀπὸ κοινοῦ δὲ τὸ ὥστε μοι κυβερνήτου δό‐ ξαν πορίσασθαι. BD. πόθεν οὖν ἔτι χρὴ τὴν ἀνδρίαν θεωρῆσαι] ἐλεγκτικὴ
5ἐρώτησις· ἁρμόζει δὲ καὶ πρὸς Πλάτωνα καὶ πρὸς Ἀθη‐ ναίους. BD.

Tett

140,1

ὁρῶμεν τὸν ἄνδρα] σημαίνει καὶ τὸν ἀν‐ δρεῖον, καὶ τὸν τοὺς ἄλλους ἄγοντα καὶ προστάτην ὄντα. BD.

Tett

140,2

πρὸς εὐψυχίαν] εὐψυχία ἐστὶ ψυχῆς μετὰ λόγου παράταξις πρὸς τὰς τῆς τύχης ἐπιφορὰς, καὶ τόλμα εὔλογος μετὰ προθυμίας. ἀπὸ κοινοῦ δὲ τὰ πρὸς εὐψυχίαν. BD.

Tett

140,4

οὔτ’ αὐτὸς ἐκείνων φόβῳ τοὺς ὑπὲρ τῶν δικαίων λόγους ἐγκαταλιπεῖν] ὅρα πῶς δείκνυσι τὸν Πε‐ ρικλέα τοὺς πολίτας μᾶλλον, οὐ τοὺς Λακεδαιμονίους φοβούμενον. τῶν δικαίων δὲ λέγει, ἐμφαίνων ὅτι τὸν
5πόλεμον συνεβούλευσεν, ἀμυνόμενος οὐκ ἀδικῶν γίνεσθαι. δίκαια δὲ καλεῖ καὶ τὴν ἐλευθερίαν. BD.

Tett

140,5

εἰ δὲ λέγεις ὅτι οὐκ ἐπεξῆγε] ἐκ τῆς κατη‐ γορίας Πλάτωνος, ὅτι δειλὸς ἦν, ἀνέκυψεν ἡ ἀντίθεσις· ἀλλ’ οὐκ ἐξῆγεν εἰς μάχην. λύει δὲ διὰ τοῦ λέγειν στρα‐ τηγικῶν· οὐ γὰρ εἶπε στρατηγῶν, ἀλλὰ τῶν δυναμένων
5στρατηγῆσαι· οὐ γὰρ ὅστις στρατηγὸς, οὗτος καὶ στρα‐ τηγικὸς, ἀλλὰ στρατηγὸς μέν ἐστιν ὁ ψήφῳ τιμώμενος, στρατηγικὸς δὲ ὁ τεχνίτης τοῦ πολεμεῖν. BD.

Tett

140,7

ἥκιστα κινδυνεύειν] ἀντὶ τοῦ μηδὲ ὅλως πο‐ λεμεῖν· τὸν γὰρ πόλεμον κίνδυνον λέγουσιν οἱ παλαιοὶ, παρὰ τῷ ἐν αὐτῷ κινδυνεύειν. Ἰσοκράτης „Ἂν δὲ ἀναγ‐ κασθῇς κινδυνεῦσαι“ ἀντὶ τοῦ πολεμῆσαι. BD.

Tett

140,8

ὥσπερ καὶ Λακεδαιμονίοις ἐπιχώριον εἶναι
δοκεῖ] οἶδε γὰρ ἐπαινέτην αὐτῶν ὄντα Πλάτωνα· οὗτοι δὲ συγκρούοντες τοὺς ἀνθρώπους ἐκράτουν αὐτῶν· οὕτω καὶ τοὺς Ἀθηναίων ὑπηκόους συνέκρουσαν τοῖς δεσπόταις494
5ἐπαγγελλόμενοι αὐτοῖς ἐλευθερίαν. A Oxon. οὐχ ἁπλῶς εἶπε τοὺς Λακεδαιμονίους, ἀλλὰ ῥητορικῶς· οἶδε γὰρ ἐπαινέτην αὐτὸν ὄντα τὸν Πλάτωνα. οὕτως γοῦν πρὸς τὴν τούτων πολιτείαν τὴν αὑτοῦ Πλάτων συνέγραψεν. οὗ‐ τοι οὖν συγκρούοντες τοὺς ἀνθρώπους πρὸς ἀλλήλους
10ἐκράτουν αὐτῶν· οὕτως καὶ τοὺς Ἀθηναίων ὑπηκόους συν‐ έκρουσαν αὐτοῖς, ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι. BD.

Tett

140,9

εἰ δ’ αὖ καὶ μάχης δεήσειεν] οὐ περὶ μό‐ νου Περικλέους ταῦτα λέγει, ἀλλὰ περὶ παντὸς στρατη‐ γικοῦ ἀνδρός. BD.

Tett

140,11

εἰς ὅσον ἂν περιῇ τινι] καλῶς ἡ προσ‐ θήκη, ἀντὶ τοῦ ἕως δυνατὸν ᾖ τινι. BD. οὐκ εἰκὸς ἀκριβῶς λογίζεσθαι] ἀντὶ τοῦ οὐ δεῖ τὴν ἀκρίβειαν ζητεῖν. τὸ δὲ ὅμοιον καὶ Θουκυδίδης λέγει, ὅτι
5αἱ ἀνάγκαι λογισμοῦ ἐλαχίστου δέονται, ἀντὶ τοῦ οὐδὲ ἐλαχίστου. BD.

Tett

140,14

μὴ δὴ τοῦτο λέγωμεν, ὡς οὐκ ἐξῆγεν] συνήθως ἑαυτὸν συμπεριλαμβάνει τῷ Πλάτωνι. BD. ἔοικεν ἀντιστατικῶς ἐνταῦθα λύειν τὸ ἔγκλημα. ἀντιτίθησιν οὖν τὸ μὴ ἐπεξάγειν, ὅπερ ἐδόκει ἔγκλημα τὸ συμφέρον τὸ
5ἐπεξάγειν. BD.

Tett

140,15

ἐπεὶ καὶ Λακεδαιμονίους ἀκούομεν δήπου] πάλιν δεινῶς τὸ παράδειγμα ἀπὸ τῶν Λακεδαιμονίων εἴ‐ ληφε, τῶν φίλων Πλάτωνος. λέγει δὲ, ὅτε μετὰ τὰ ἐν Λεύκτροις Θηβαῖοι διέβησαν τὸν Εὐρώταν μετὰ ιεʹ μυ‐
5ριάδων. BD.

Tett

140,16

προσκειμένων αὐτοῖς ποτε Θηβαίων] καλῶς τὸ ποτὲ, καὶ οὐκ ἀεί· τοῦτο γὰρ ἦν Λακεδαιμονίων ἀσθε‐ νείας κατηγόρημα· λέγει δὲ μετὰ τὰ Λευκτρικά. BD.

Tett

140,17

τὰς πράξεις κρίνειν τὰς ὑπὲρ τῶν Ἑλλή‐ νων πεπραγμένας] τὰ ἐν τῷ Μηδικῷ λέγει· τότε γὰρ Θη‐
βαῖοι προσδεδώκασι. καιρὸν δὲ καλεῖ τὸ συμφέρον· οὕ‐ τω καὶ Δημοσθένης πολλαχοῦ. ἔστι δὲ εἰπεῖν καιρὸν καὶ495
5τὴν ἀτυχίαν. BD.

Tett

141,1

συμβούλοις Θηβαίοις] καὶ Δημοσθένης· μὴ τὸν ἀντίδικον σύμβουλον ποιήσασθαι. BD.

Tett

141,2

ὃς—γενέσθαι ἐδόκει φιλοπόλεμος] ἀντι‐ πῖπτον λύει· ἵνα μή τις εἴπῃ, ἀλλὰ δειλὸν εἶχον στρα‐ τηγόν, αὔξει αὖ αὐτὸν φιλοπόλεμον λέγων. BD.

Tett

141,3

ἀλλὰ τί χρῆν ποιεῖν τὸν Περικλέα;] θαρ‐ ροῦντος τὸ σχῆμα τῆς ἐρωτήσεως. BD.

Tett

141,5

ὄντων μὲν συμπάντων Ἀθηναίων τόσων καὶ τόσων] τεχνικῶς εὐτελίζει μὲν τὴν δύναμιν τῶν Ἀθη‐ ναίων, αὔξει δὲ τῶν Λακεδαιμονίων τὴν παρασκευήν. τό‐ σων δὲ λέγει ἀντὶ τοῦ ὀλίγων καὶ εὐαριθμήτων. BD.
5τόσων καὶ τόσων] ἰστέον ὅτι ὅτε ἡ διπλῆ αὕτη προσ‐ θήκη τίθεται, πλῆθος δηλοῖ. νῦν δὲ ἀντὶ τοῦ ὀλίγων καὶ εὐαριθμήτων δεῖ νοεῖν. A Oxon.

Tett

141,6

μυριάσι δὲ ἓξ στρατιᾶς τῶν πολεμίων] ἄλλη αὔξησις ἀντὶ ποιότητος τῶν πολεμίων. ἐπίτηδες δὲ αὔξει τοὺς Λάκωνας, δεικνὺς εὐλόγως οὐκ ἐπεξιόντα τὸν Πε‐ ρικλέα. BD.

Tett

141,7

οὐδὲ γὰρ τοῦτο φαῦλον εἰς προσθήκην] ἀντὶ τοῦ οὐκ εὐτελές. ὅσῳ δὲ αὔξει τῶν Λακεδαιμονίων τὴν δύναμιν, μείζονα τὴν ἀπολογίαν ἐργάζεται. BD.

Tett

141,8

ἡγουμένων γε Ἀθηναίων καὶ Περικλέους] ἐκ τοῦ εἰπεῖν ἡγουμένων τῶν Ἀθηναίων καὶ Περικλέους δίδωσιν ἔμφασιν ὡς ἄρα ἀποδέχεται μὲν αὐτοὺς ὡς ἀν‐ δρείους, κακίζει δέ πως τὴν κατὰ πολέμου ἀπειρίαν αὐ‐
5τῶν. ἐπαινεῖ δὲ Ἀθηναίους ὡς καὶ εἰς τοῦτο χρησίμους. A Oxon. τὸ μὲν ἀνδρεῖον τῶν Λακεδαιμονίων ἐπαινεῖ, τὸ δὲ ἄπειρον ἐπιμέμφεται. BD.

Tett

141,10

τοὺς μὲν ὅλως ἀπανηλώκει τῶν ἀνθρώ‐ πων] εἶπε γὰρ ὁ Θουκυδίδης τὴν νόσον τὰ ἄκρα τῶν διαφευγόντων ὑποτέμνειν. BD.

Tett

141,12

καὶ μὴν οὐδ’ ἐκεῖνο ἠγνόει Περικλῆς] ἀν‐
τιπῖπτον λύει· ἀλλὰ συνέβαινε νικῆσαι. ὁ δὲ λέγει· οὐδὲν ὄφελος ἦν τῆς νίκης, πλειόνων ἐπερχομένων πολεμίων. BD. ἡττηθέντες γὰρ Λακεδαιμόνιοι οὐκ ἔμελλον ἀνεκτῶς ἕξειν,496
5ἀλλ’ ἔμελλον αὖθις ἐπιστρατεύσασθαι καὶ πειραθήσεσθαι τὴν ἧτταν ἀνακαλέσασθαι· ὃ ποιήσαντες ἐδόκουν ἂν Ἀθηναίοις ὥσπερ ἀμφισβητεῖν τῆς νίκης. τὸ δὲ καθάπερ Κορίνθιοι λέγει, ἐπειδὴ, Ἀθηναίων Αἴγιναν πολιορκούν‐ των, ἐπέθεντο Μεγάροις Κορίνθιοι, ἵνα ἐντεῦθεν τὴν ἐν
10Αἰγίνῃ πολιορκίαν λύσωσι· καὶ ἡττηθέντες ὑπὸ τῶν Ἀθη‐ ναίων γερόντων ἀπῆλθον εἰς Κόρινθον. κακιζόμενοι δὲ ὑπὸ τῶν οἰκείων πολιτῶν ἦλθον ἐν ᾧ ἡττήθησαν τόπῳ, καὶ ἐπειρῶντο τρόπαιον ἀνιστᾶν. ἀλλὰ καὶ αὖθις ὑπ’ Ἀθη‐ ναίων κατεπολεμήθησαν. τὴν δὲ ἱστορίαν φησὶ Θουκυδί‐
15δης ἐν τῇ πρώτῃ, ὅπου παρὰ τῶν Ἀθηναίων γερόντων ἡττήθησαν δεύτερον. A Oxon.

Tett

141,15

ὥστε τὴν Καδμείαν νίκην ἡγεῖτο νικήσειν] αὕτη ἡ παροιμία εἰώθει λέγεσθαι ἐπὶ τῶν ἐν βλάβῃ τῇ ἑαυτῶν νικησάντων. ἐλέχθη δὲ ἀπὸ τούτου. Θηβαῖοι νι‐ κήσαντες τοὺς Ἀργείους, Πολυνείκους στρατεύσαντος κατὰ
5τοῦ ἀδελφοῦ Ἐτεοκλέους, εἴασαν ἄταφα τὰ σώματα τῶν ἐν πολέμῳ πεσόντων, καὶ παρώξυναν καθ’ ἑαυτῶν τοὺς Ἀθηναίους, οἳ ἐξελθόντες ἐνίκησαν Θηβαίους, καὶ οὐ παρέδοσαν εἰς ταφὴν τὰ σώματα αὐτῶν. ἢ ἐπειδήπερ Οἰδίπους τὴν Σφίγγα ἐνίκησεν, ἐλέχθη ἡ Καδμεία νίκη·
10εἰ μὴ γὰρ ἐκείνην ἐνίκησεν, οὐκ ἂν οὐδὲ τῇ ἑαυτοῦ μη‐ τρὶ συνεγένετο, οὐδὲ τὰ λοιπὰ πάντα ὑφίστατο. ABD Oxon. ἢ ὅτι οἱ ἐπίγονοι οἱ περὶ Διομήδην, τιμωροῦντες τοῖς πατράσιν ἑαυτῶν τοῖς ἐν Θήβαις ἀνῃρημένοις ἐπι‐ στρατεύσαντες τὰς Θήβας κατέστρεψαν, ὥς φησιν ὁ ποιη‐
15τής· ἡμεῖς καὶ Θήβας ἕδος εἵλομεν. τὴν ἱστορίαν δὲ λέγει οὗτος, ἣν εἶπεν ὁ Θουκυδίδης ἐν τῇ πρώτῃ· ὅπου παρὰ τῶν Ἀθηναίων γερόντων ἡττήθησαν δεύτερον. εἰ δέ τις εἴπῃ, ἀλλὰ ἀνόμοιόν ἐστι τοῦτο τὸ παράδειγμα, λέ‐ γομεν ὅτι πρὸς τὸ προκείμενον ἁρμόζει. εἶπε γὰρ ὅτι οὐ‐497
20δὲν ὄφελος τῆς νίκης ἦν, πλειόνων αὖθις ἐρχομένων πο‐ λεμίων. οὕτως οὖν, φησὶ, καὶ τότε μετὰ τὴν ἧτταν οἱ Κορίνθιοι πάλιν ἐπολέμησαν. BD.

Tett

142,1

τοῖς μὲν γὰρ πολεμίοις μέρος ἑκάστοις ἐκιν‐ δύνευεν] ἔθος εἶχον οἱ Πελοποννήσιοι κατὰ μέρος τὰ ἑαυ‐ τῶν στρατεύματα πέμπειν, ὡς καὶ ὁ Θουκυδίδης περὶ αὐ‐ τῶν λέγει· ἀπὸ πόλεως ἑκάστης τὰ δύο μέρη ἐστράτευ‐
5σαν. BD. αὐτοῖς δὲ καὶ τοὔδαφος τῆς πόλεως συνυπέκειτο τῷ κινδύνῳ] καλῶς εἶπε· ἐν Ἀθηναίοις γὰρ ὑπῆρχεν ὁ πό‐ λεμος. BD.

Tett

142,2

εἷς ὑπὲρ πάντων κύβος ἀνερρίπτετο] παροι‐ μία ἐπὶ τῶν ἀποκινδυνευόντων· οἱ γὰρ κυβεύοντες ἕνα κύ‐ βον ῥίπτουσιν, ἢ εἰς ἧτταν, ἢ εἰς νίκην. A Oxon. τρο‐ πικῶς εἶπεν ἀπὸ μεταφορᾶς τῶν αὐλιζόντων, καὶ ἕνα κύ‐
5βον ῥιπτούντων, ἢ εἰς νίκην, ἢ εἰς ἧτταν. ἐκ παροιμίας δὲ τοῦτο λέγει· τὸ δὲ ἂν ἐπὶ τῶν οὐκ εἰδότων μὲν τὸ ἐκβησόμενον, ἐπὶ δὲ τῇ τύχῃ τολμώντων. εἴρηται δὲ τοῦτο ἀπὸ τῶν κυβευόντων. BD.

Tett

142,5

ὁρῶμεν δὲ δήπου καὶ τοὺς παλαιστὰς] ση‐ μείωσαι· ὅλον ἀγωνιστικά. A. ἁρμόδιον καὶ ἐοικὸς τὸ παράδειγμα κατὰ τοὺς πα‐ λαιστάς· καθάπερ γὰρ ἐκεῖνοι τῇ ἐμπειρίᾳ χρῶνται, οὕτω
5καὶ Περικλῆς. ὥσπερ δὲ εἰς τοὺς Λακεδαιμονίους αἰνίττε‐ ται, οὓς φιλεῖ Πλάτων, ὡς ἐκείνων μὴ πολεμούντων, ἐν οἷς ἡττῶνται, ἢ τόποις, ἢ καιροῖς, ἢ πράγμασι. τινὲς δὲ λέγουσιν ὅτι καὶ πρὸς Πλάτωνα αἰνίττεται, ἀθλητὴν γε‐ νόμενον. BD.

Tett

142,8

οὐκ ἔδωκε τοῖς πολεμίοις τοσαύτην κατὰ τῆς πόλεως λαβὴν] καλῶς ἡ λέξις· ὡς ἐπὶ ἀθλητῶν γὰρ εἶπε. BD.498

Tett

142,10

αὐτὸς ἐμβὰς] δεινῶς ἡ προσθήκη, ἵνα μή τις εἴπῃ, ἀλλ’ ἑτέρους ἔπεμπεν. BD.

Tett

142,11

τοῖς δ’ ὡσπερεὶ πᾶσαν τὴν πολεμίαν] διὰ τὸ ὑπερβολικὸν ἐκόλασεν αὐτὸ, εἰπὼν τὸ ὡσπερεί. δει‐ νῶς δὲ καὶ τὴν ἀναχώρησιν αὐτῶν φυγὴν ἐκάλεσε· καὶ γὰρ ὁ Θουκυδίδης φησὶν ὅτι ἀκούσαντες οἱ Λακεδαι‐
5μόνιοι τοὺς Ἀθηναίους τὴν περιοικίδα αὐτῶν πορθοῦντας ἀνεχώρησαν ἐπ’ οἴκου. BD.

Tett

142,12

οἱ τότε ὡς ἐπὶ ἕρμαιον βαδίζοντες] ὡς ἐπὶ κέρδει· ἕρμαιον γὰρ τὸ εὕρεμα. συλλογίζεται δὲ λοιπὸν ἀγωνιστικῶς. BD.

Tett

142,14

καίτοι πῶς οὐκ ἄτοπον, εἰ, ὅτι μὲν] παν‐ ταχοῦ τίθησι τὸ συμφέρον τῇ περιστάσει λύων τὴν ἀντί‐ θεσιν. BD.

Tett

142,18

ἀλλὰ τὰ μὴ πραχθέντα ἀντὶ τῶν πεπραγ‐ μένων ζητήσομεν;] ἀντὶ τοῦ τὰ μὲν γενόμενα σιωπᾷς, τὰ δὲ μὴ γενόμενα ἐγκαλεῖς, ὡς ἐχρῆν γενέσθαι. BD.

Tett

142,19

καὶ ὅτι μὴ νοσοῦντας μὲν οὐκ ἐξῆγεν, οὐ συγγνωσόμεθα;] μὴ νοσοῦντας, ἀντὶ τοῦ ὑγιαίνοντας· τὸ στρατηγικὸν καὶ πάλιν τοῦ Περικλέους ἐμφαίνει. ὥσπερ δὲ συγγνωμονικῶς ἐνταῦθα ἀπολογεῖται. BD.

Tett

143,2

καίτοι σχολῇ γ’ ἂν] ἠθικῶς ἐλέχθη, ἀντὶ τοῦ πάνυ, δηλῶν τὸ οὐδὲ ὅλως. BD.

Tett

143,3

ἢ ὑποκατακλίνεσθαί τισιν ἀνθρώπων] κα‐ λῶς τὸ τισίν· οὐ μόνον, φησὶ, τὸ Λακεδαιμονίοις, ἀλλ’ οὐδέσιν ἀνθρώποις. BD.

Tett

143,5

ἠξίου καὶ παρὰ τὴν ὑπάρχουσαν τύχην ἐρ‐ ρῶσθαι] ἡ παρὰ ἀντὶ τῆς ἐν ἐστί. λέγει οὖν, ἐν τῇ ὑπαρ‐ χούσῃ νόσῳ ἐρρῶσθαι. BD. πρότερον δ’ ἔγωγ’ ἂν ᾤμην τὸν Μελέαγρον] καλῶς
5συνέκρινε τὸν Περικλέα τῷ Μελεάγρῳ· καὶ γὰρ τὰ αὐτὰ
ἐν ἑκατέροις συνέβη· ἥ τε γὰρ μήτηρ τοῦ Μελεάγρου, ἡ Ἀλθαία, ἔδοξε λαμπάδα τίκτειν σὺν τῷ Μελεάγρῳ, καὶ ἡ μήτηρ Περικλέους, ἡ Ἀργίστη, λέοντα τίκτειν, ἡνίκα ἔμελλε τὸν Περικλέα τίκτειν. A Oxon. συγκριτικὸν τὸ499
10ἐπιχείρημα, ὅτι μᾶλλον ὁ Μελέαγρος δειλὸς ἦν ἢ Περι‐ κλῆς. καλῶς δὲ συνέκρινε τὸν Περικλέα τῷ Μελεάγρῳ· καὶ γὰρ τὰ αὐτὰ πεπόνθασιν· ἥ τε γὰρ μήτηρ Μελεάγρου, ἡ Ἀλθαία, ἔδοξε λαμπάδα τίκτειν· ὁμοίως καὶ ἡ μήτηρ Περικλέους λέοντα ἔδοξε τίκτειν, ἡνίκα ἔμελλε τὸν Πε‐
15ρικλέα τίκτειν. ταῦτα δὲ καὶ Πλούταρχος καὶ Σαβῖνος καὶ πάντες οἱ τὸν Περικλέους γράψαντες βίον λέγουσιν. ἐναντίον δὲ λέγει διὰ τῆς ἀνδρείας· ἐναντία γὰρ δειλία. ἀξιόπιστον δὲ παραφέρει μάρτυρα τὸν Ἀπόλλωνα. B.

Tett

143,7

ἐπὶ ταύτῃ τῇ ὄψει] ἀντὶ τοῦ ἅμα τῇ ὄψει, δηλῶν τὸ ταχὺ, καὶ μὴ μετὰ χρόνον. BD.

Tett

143,8

ὥσθ’ ὅρα μὴ λέοντα ξυρεῖν ἐπιχειρῶμεν] παροιμία ἐπ’ ἀδυνάτων. B. ἡ παροιμία λέγεται ἐπὶ τῶν εἰς ἀδύνατα ἐπιχειρούντων καὶ ἐπικίνδυνα. τίς γὰρ ἐπιχει‐ ρεῖ λέοντα ξυρεῖν; κυρίως δὲ τέθεικε τὴν παροιμίαν, ἐπειδὴ
5καὶ ἡ Περικλέους μήτηρ ὄναρ ἑαυτὴν εἶδε λέοντα τίκτου‐ σαν. BD. ἐπὶ τῶν ἀδυνάτων καὶ ἐπικινδύνων ἡ παροιμία αὕτη λέγεται. Oxon. οὐ Θρασύμαχον συκοφαντεῖν ἐπιχειροῦντες] δείκνυσιν ὅτι τούτῳ μὲν εὐχερὲς κατηγορεῖν, διὰ τὴν κακίαν τοῦ
10τρόπου. τούτου δὲ εἰσάγει ἐν τῇ πολιτείᾳ αὐτοῦ συνήγο‐ ρον τῆς ἀδικίας. λεληθότως δὲ ἀπολογεῖται ὑπὲρ τοῦ Θρασυμάχου, λέγων συκοφαντεῖσθαι τοῦτον. ABD. δέον εἰπεῖν οὐ τὸν τυχόντα, Θρασύμαχον εἶπε· τοῦτον γὰρ ἐν ταῖς πολιτείαις εἰσάγει Πλάτων καταγελώμενον ὑπὸ Σω‐
15κράτους καὶ ἐλεγχόμενον. Oxon.

Tett

143,9

ἔπειτ’ αὐτοὶ δόξωμεν ἀνδρειότεροι τοῦ δέον‐
τος εἶναι τοῖς βουλομένοις ἀντικατηγορεῖν] ἵνα μὴ φανερῶς διαβάλῃ τὸν Πλάτωνα, καὶ ἑαυτὸν συνάπτει τῇ διαβολῇ. ἀνδρειότεροι δὲ ἀντὶ τοῦ θρασύτεροι· ὁ γὰρ τοῦ λέοντος500
5ἀνδρειότερος θρασὺς νοεῖται. ἄλλο. ἀνδρειότεροι ἀντὶ τοῦ θρασεῖς· αἱ γὰρ ἀρεταὶ ἢ πλεονασμῷ ἢ ἐλλείψει κακίζον‐ ται. τὸ δὲ πλέον τοῦ δέοντος ἐστὶ θρασύτης. BD.

Tett

143,10

καὶ φανῇ τι καὶ δειλίας, εἰ δὲ βούλει, σιωπῆς ἀκίνδυνον γέρας] τὸ δειλίας γέρας ἀκίνδυνον Σο‐ φοκλῆς ἐν Αἴαντι τῷ μαστιγοφόρῳ λέγει· Αἴας γὰρ εἰ δειλὸς ἦν καὶ μὴ θρασὺς, εἴληφεν ἂν γέρας τῆς δειλίας
5τὸ μὴ κινδυνεῦσαι αὐτοχειρίᾳ. τὸ δὲ σιωπῆς ἀκίνδυνον γέ‐ ρας ἐκ Σιμωνίδους ἐστὶ τοῦ Κίου. καλῶς δὲ προσετέθη τὸ ἀκίνδυνον· τὰ γὰρ ἐν τοῖς ἀγῶσι διδόμενα γέρα κινδύ‐ νου μετέχει. λέγει οὖν ὡς εἰ καὶ σὺ, ὦ Πλάτων, βούλει σοφὸς εἶναι, καὶ μὴ τοὐναντίον, σίγα, καὶ μὴ σκῶπτε
10τὸν Περικλέα. A Oxon. τὸ δειλίας ἐξ Αἴαντος τοῦ μαστι‐ γοφόρου Σοφοκλέους· τὸ δὲ σιωπῆς ἐκ Σιμωνίδου. καὶ Αἰσχύλος δὲ ἐν Προμηθεῖ δεσμώτῃ „Πολλοῖς γὰρ ἔστι κέρδος ἡ σιγὴ βροτῶν.“ καὶ σὺ οὖν, ὦ Πλάτων, εἰ βού‐ λει τιμᾶσθαι, σίγα, καὶ μὴ σκῶπτε τὸν Περικλέα. ὅρα,
15φησὶ, μὴ λοιδορούμενος Περικλεῖ δειλίαν δείξεις τὴν δειλίαν προτιμοτέραν. εἶτα ἐπιφέρει διορθωτικόν· μᾶλλον δὲ τὴν σιωπὴν ἀκίνδυνον οὖσαν γέρας. BD.

Tett

143,11

ὥς τις τῶν Κίων ἔφη ποιητὴς] ὁ Σιμω‐ νίδης. A. λίνον λίνῳ συνάπτει] παροιμία ἐπὶ τῶν τοῖς προτέ‐ ροις ἕτερα συνειρόντων· ὁποῖον καὶ τὸ τοῦ Πλάτωνος, οὐ
5μόνον δειλοὺς Ἀθηναίους, ἀλλὰ καὶ φιλαργύρους πεποιη‐ κέναι τὸν Περικλέα φήσαντος. A Oxon.

Tett

143,14

ἐγὼ δὲ εἰμὶ μὲν οὐδ’ αὐτὸς τῶν ἐπαινούν‐ των τὸ μισθοφορεῖν] ἐπειδὴ διεβέβλητο τὸ τῆς μισθοφο‐ ρᾶς ὄνομα, εἰκότως συντρέχει τῇ ἀντιθέσει λέγων ὅτι οὐδ’ αὐτὸς ἐπαινῶ τὸ μισθοφορεῖν. BD.

Tett

143,16

τὸν ὁμώνυμον] τὸν δίκαιον Ἀριστείδην. A.501

Tett

144,1

ἐγὼ δ’ οὔτε πλέον οὔτε ἔλαττον οὐδενὶ πώ‐ ποτε] ᾔτησα. A.

Tett

144,2

οὐδ’ ὅσαι διαδόσεις] ἦλθον δηλονότι ἐν ἐμοί. A. οὐδ’ ὅσαι διαδόσεις πρὸς οὐδεμίαν πώποτε ἀπήν‐ τησα] ἔθος ἦν τοῖς ἀρχαίοις τῶν βασιλέων τοῖς ἐνδόξοις
5διαδιδόναι χρήματα, ἅπερ ἐκαλεῖτο σπορίδες παρὰ τὸ διασπείρειν· τοῦτο δὲ φιλοτιμία ἦν. λέγει οὖν ὅτι οὔτε μισθοὺς ἔταξα ἐμαυτὸν δέχεσθαι παρὰ τῶν μαθητῶν, οὔτε εἰ διδόασιν, ἔδραμον. ABD Oxon.

Tett

144,3

τὴν Σωκράτους εἴτε χρὴ σοφίαν εἴτε φιλο‐ σοφίαν λέγειν] ὁ Σωκράτης οὐκ ἔλεγεν ἑαυτὸν σοφὸν, ἀλλὰ φιλόσοφον, δηλῶν τοῦ τὸ φιλεῖν διδάσκεσθαι τὰ σοφὰ, τουτέστι τὰ μαθήματα, οὔπω δὲ σοφὸν γενέσθαι.
5κατὰ οὖν τὸν Σωκράτην διαφέρει σοφία φιλοσοφίας. BD.

Tett

144,5

μηδ’ ἐπὶ τοῖς βουλομένοις ὠνεῖσθαι ποιεῖν ἑαυτὸν] ἐμπορίαν καλεῖ τὸ δέχεσθαι μισθόν. BD. ὥστε δουλείαν αὑτοῦ καταψηφίζεσθαι] ὁ γὰρ ἐλλό‐ γιμος ἔχων πρὸς πολλοὺς μαθητὰς δοκεῖ δουλεύειν αὐ‐
5τοῖς. BD.

Tett

144,6

ἐγὼ μὲν οὖν, ὅπερ λέγω, περὶ τούτων] ἀντὶ τοῦ ὃ λέγω καὶ ἔχω. τοῦτο εἶπε, δεικνὺς ὅτι ἀληθεύει. BD.

Tett

144,7

τῇ μεγαλοπρεπείᾳ] μεγαλοπρέπειά ἐστιν, ὡς Ἀριστοτέλης ὁρίζεται, ἀρετὴ ἐν δαπανήμασι μεγέθους ποιη‐ τική. κυρίως δὲ εἶπε τὴν λέξιν· ἐπὶ γὰρ χρημάτων δεῖ λέ‐ γειν μεγαλοπρέπειαν. BD.
5ὁρῶ δὲ ὅτι πολλὰ τῶν πόλεών ἐστιν] σημείωσαι· ὡραῖα ταῦτα ὅρα. A. συγγνωμονικῶς λύει τὴν ἀντίθεσιν. BD Oxon. ἐφολκίοις δὲ λέγει, τοῖς ἁμαρτήμασι. φησὶ δὲ, ὥσπερ ἀνάγκῃ τὰ μικρὰ πλοῖα ἕπονται τοῖς μεγάλοις, οὕτω καὶ τὰ ἁμαρτήματα ἀκολουθεῖ ταῖς πόλεσιν. BD.

Tett

144,8

ὥσπερ ἐφόλκια] ἀκόλουθα. A. οἷς ἀνάγκη συγχωρεῖν] οἷς ἁμαρτήμασι· ταῦτα γὰρ
ἐφόλκια καλεῖ. BD. καὶ γὰρ καὶ τὰ σώματα, —τό τε χεῖρον καὶ502
5τὸ βέλτιον] ὥσπερ, φησὶν, ὅλα τὰ σώματα ἐκ τῶν αὐτῶν στοιχείων σύγκειται, καλεῖται δὲ σῶμα καλὸν οὐ διὰ τὸ ἀμοιρεῖν τῶν ἑτέρων στοιχείων, ἀλλὰ διὰ τὸ πλεῖον ἔχειν τὸ καλὸν, ὡσαύτως δὲ καὶ τὰ φαῦλα σώματα, οὕτω καὶ αἱ πόλεις οὐκ ἀπαλλάττονται μὲν τῶν ἀτόπων, τῷ
10δὲ πλείονα ἔχειν χρηστὰ προσαγορεύονται καλαὶ, καὶ τῷ πλείονα ἄτοπα φαῦλαι. BD Oxon.

Tett

144,9

ἐκ τῶν αὐτῶν κεκρᾶσθαι] δηλονότι στοι‐ χείων, θερμοῦ, ξηροῦ, ὑγροῦ καὶ ψυχροῦ. τὸ δὲ κρίνε‐ σθαι ἀντὶ τοῦ νομίζεσθαι. ἀπὸ κοινοῦ δὲ τὸ ἀκούω. BD.

Tett

144,10

τούτῳ κρίνεσθαι] νομίζεσθαι ἀκούω. B.

Tett

144,12

κἀν τῷδε τῷ παντὶ] ἀντὶ τοῦ κόσμῳ· δει‐ κτικὸν δέ ἐστι. δεινῶς δὲ ἐπεχείρησεν ἀπὸ τῆς παραθέ‐ σεως τῆς μείζονος, ὅτι οὐκ ἄτοπον καὶ ἐν πόλει εἶναι φαῦλά τινα, ὥσπερ ἐστὶ καὶ ἐν τῷ κόσμῳ τινὰ χείρι‐
5στα. BD.

Tett

144,13

πολλὰ ἂν εὕροις, οἷς ἥκιστα ἂν ἡσθείης] ψῦχος, θερμότητα, κρύος, θάλπος, ἐπικλύσεις, βροντὰς, ἀστραπάς. BD.

Tett

144,14

οὐ κατηγορεῖς διὰ ταῦτα τοῦ παντὸς] ἀντὶ τοῦ ὅλου. λέγει δὲ ὅτι οὐ διὰ τὸ μέρος διαβάλλεις τὸ πᾶν. BD.

Tett

144,16

ἐφειλκύσθαι] ἀντὶ τοῦ ἀκολουθεῖν. πάλιν δὲ τὴν φύσιν αἰτιᾶται, ὅτι ἀνάγκη ἐν ταύτῃ καὶ φαῦλά τινα εἶναι. BD. τί δὴ θαυμαστὸν, εἰ καὶ Ἀθήνησί τι τῶν πάντων
5οὕτως ἔσχεν] τῷ κόσμῳ παραβάλλει τὰς Ἀθήνας. ἀπὸ δὲ τοῦ καθολικοῦ ἦλθεν ἐπὶ τὸ μερικώτερον. BD.

Tett

144,17

καὶ συνεχώρησαν οἱ προεστῶτες] μετάθεσις αἰτίας. B. τὰ καλούμενα χρώματα. B. δεινῶς τὴν συγχώ‐ ρησιν οὐ μόνον Περικλεῖ, ἀλλὰ καὶ ἑτέροις περιάπτει. ταῦτα δὲ χρώματα καλεῖται· ὅπερ ἐστὶ μετάθεσις αἰτίας·
5μεθίστησι γὰρ τῆς ἀταξίας αὐτῶν τὴν αἰτίαν τοῖς ἀναγ‐
καίοις τῆς φύσεως. A.503

Tett

144,19

ἅμα δὲ εὐλαβούμενοι, μή τι καὶ χεῖρον ἐξεργάσαιντο] ἄλλο χρῶμα, τὸν φόβον, ἐξεῦρε, λέγων, μήπως ἄρα καὶ νεωτερισμόν τινα ἐπινοήσωσι πραγμάτων. BD Oxon.

Tett

145,2

ἀνθρώπους τοσούτους τὸ πλῆθος, καὶ οὕ‐ τως ὀξεῖς, καὶ χρημάτων τοσούτων παρόντων] τὸν φόβον διὰ τοῦ πλήθους ἐμφαίνει, καὶ τοῦ ἤθους αὐτῶν χρημά‐ των εὐπορίας. BD.

Tett

145,3

εἰ μηδεὶς αὐτοῖς μετεδίδου τὰ μέτρια] ἠναγ‐ κάζοντο γὰρ κλέπτειν. καλῶς δὲ ἡ προσθήκη τῶν μετρίων. δηλοῖ γὰρ ὅτι οὔτε τὸ πᾶν ἐδίδου, ἀλλὰ τὸ διδόναι μικρὰ καὶ τὸ θράσος κατέπαυε, καὶ τὰ χρήματα διεφύ‐
5λαττε. συγγνωμονικῶς δὲ ἀπολύει τὴν διαβολήν. BD.

Tett

145,5

ὅστις τοῦ μετρίου ποιεῖται λόγον] ἢ τοῦ τὰ μέτρια φυλάττειν, ἢ τοῦ τὰ μέτρια διδόναι, ὅπερ ἄμει‐ νον· ἐπειδὴ καὶ ἄνω εἶπεν, εἰ μηδεὶς αὐτοῖς μετεδίδου τὰ μέτρια. BD.

Tett

145,6

ἢ τί χρῆν ἢ φόρους ἔτι λαμβάνειν] ὁμοῦ καὶ τὴν δυναστείαν ἐμφαίνει, καὶ τὴν εὐπορίαν δηλοῖ· διὸ καὶ ἐπιφέρει, τί χρῆν φόρους λαμβάνειν. BD.

Tett

145,7

οὐ τὸν μισθὸν ἐγκαλεῖς, ἀλλὰ τὴν ἀρχὴν] μεταστατικῶς ἀπολογεῖται εἰς τὴν ἀρχὴν φέρων τὸ ἔγ‐ κλημα. Ἀττικῶς δὲ εἶπε τὸν μισθὸν ἐγκαλεῖς. BD. δι’ αὐ‐ τὴν γὰρ διαφόρους ἐκλέγοντες πλουτοῦσιν. μεταστατικῶς
5δὲ ἀπολογεῖται εἰς τὴν ἀρχὴν μεταφέρων τὸ ἔγκλημα. Oxon.

Tett

145,8

ἐπεὶ ὅτι γε ἀναγκαῖον ἐν πόλει μισθὸς] πά‐ λιν συγγνωμονικῶς ἀπολογεῖται, εἰς τὸ ἀναγκαῖον φέρων τὸ πᾶν. BD Oxon.

Tett

145,10

εἷς ὁ τῶν Ἑλλήνων ἄριστος ἐξαρκεῖ μοι] ἀναγκαίως ὁ ἔπαινος, καὶ ἡ τοῦ προσώπου σύστασις, ἵνα δόξῃ ἀληθῶς λέγειν. BD. τῇ γὰρ εὐδαίμονί τε καὶ ἀγαθῇ πόλει] δεινῶς κατὰ
5ἦθος εὐδαίμονα καλεῖ τὴν πόλιν, ἣν καὶ αὐτὸς ἀσύστατον
ὁμολογεῖ, ἔργοις οὖσαν ἀδύνατον, καὶ τὸν Πλάτωνα οἰκι‐ στὴν λέγει αὐτῆς, λόγῳ μόνον ὄντα, καὶ οὐ πράγμα‐ σιν. BD.504

Tett

145,13

εἰ δὲ μὴ ἀργύριον μηδὲ χρυσίον] ἀντι‐ πῖπτον λύει ἀναγκαίως· ἀλλ’ οὐκ ἀργύριον, φησὶν, ἔτα‐ ξα αὐτοῖς. ὁ δὲ τῇ διαφορᾷ τοῦ μισθοῦ λύει τὸ ἔγκλημα, λέγων τὸ ὁπωσδήποτε μόνον τετάχθαι μισθόν. BD.

Tett

145,14

πρὸς γὰρ τὰ σχήματα τῶν πολιτειῶν] σχή‐ ματα καλεῖ τὰ εἴδη τῶν πολιτειῶν. BD.

Tett

145,15

οὐδὲ γὰρ εἰ Βυζάντιοι σιδήρῳ νομίζουσι] ῥητορικῶς καὶ δριμέως δείκνυσι πολλὰς ἰδέας νομίσματος, καὶ χρυσὸν, καὶ ἄργυρον, καὶ μέγα, καὶ εὐτελῆ, τὸ πᾶν δὲ μισθόν. νομίζουσι δὲ λέγει, ἀντὶ τοῦ νόμον ἔχουσι,
5τουτέστι πολιτεύονται καὶ συναλλάττουσιν. BD.

Tett

145,16

οὐδ’ ἧττόν τι] εἰκὸς ὑπάρχει. A. φέρειν] λαμβάνειν. A. οὐδέ γε οἱ Καρχηδόνιοι σκύτεσιν] σκυτίνοις Καρχη‐ δόνιοι νομίσμασιν ἐπολιτεύοντο ἐκ τῆς Διδοῦς· ἐκείνη
5γὰρ φυγοῦσα διὰ τὸν φόνον τοῦ ἀδελφοῦ ἐκ τῆς Τύρου αἰτεῖ τὸν βασιλέα μεταδοῦναι αὐτῇ γῆς ὅσον δέρμα βοὸς ἐπέχει τόπον. ὁ δὲ ῥᾳδίως ἐπένευσε. κατατεμοῦσα οὖν ἐκείνη τὸ σκῦτος κύκλῳ χωρίον τι ἀπολαμβάνει, καὶ πόλιν κτί‐ ζει τὴν Καρχηδόνα. οἱ οὖν Καρχηδόνιοι τὸ συμβὰν ἀεὶ
10τιμῶντες σκυτίνοις νομίσμασιν ἐπολιτεύοντο. τοῦτο δὲ λέ‐ γει οὐχ ὅτι σκύτινα νομίσματα εἶχον, ἀλλὰ βύρσας πα‐ ρεῖχον, ὡς πολύθηρον οἰκοῦντες χωρίον, καὶ οὕτως ὃ ἐβού‐ λοντο ἐδέχοντο. BD Oxon.

Tett

146,1

τουτὶ] τὸ πολιτεύεσθαι. A. οὐδὲ γὰρ τὰς τροφὰς ἅπασι τὰς αὐτὰς αἱρεῖσθαι νόμος] οὐ μία, φησὶν, ἐστὶν ἰδέα τροφῆς, ἀλλὰ διαφέ‐ ρει πρὸς ἑαυτήν. πάλιν δὲ τῇ διαφορᾷ τῆς τροφῆς κα‐
5τασκευάζει τὸ εἶναι μισθὸν, κἂν διάφορος τυγχάνῃ. BD.505

Tett

146,3

μὴ τίς ὁ μισθὸς, ἀλλ’ ὅμως εἰ μισθὸν εἴ‐ ρηκας] δεῖ σκοπεῖν. A. εἰ μὴ καὶ ὁ Εὔνεως προῖκα τὸν οἶνον ἔπεμπε τοῖς Ἀχαιοῖς] εἰς ἄτοπον ἀπάγει τὸν λόγον διὰ τοῦ προσώ‐
5που τοῦ Εὐνέου. λέγει δὲ ὅτι οὐ παρὰ τοῦτο, φησὶ, προῖκα ἐδίδου τὸν οἶνον, ἀλλ’ ἀντὶ ἀργυρίου ἕτερα πρὸς ἀμοι‐ βὴν ἐδέχετο. BD.

Tett

146,4

τοῖς Ἀχαιοῖς] τοῖς ἐν τῇ Τροίᾳ. A. διέλυον] ἀπεδίδοσαν. A.

Tett

146,5

ἀλλ’ οὐδ’ αὐτὸς ταῦτά γε ἠλαζονεύετο] ὡς προῖκα φιλοτιμούμενος ὅτι σίδηρον ἀπεδέχετο. BD. ἠλαζονεύετο] ὑπερεφρόνει. A. Περικλῆς τοίνυν οὐκ αὐτὸς κοψάμενος νόμισμα] σχή‐
5ματα μεταστατικά. B. μεταστατικὰ πάλιν τὰ σχήματα τῆς ἀπολογίας· μεταφέρει γὰρ καὶ ἐπὶ τὸ νόμισμα καὶ τὸν Σό‐ λωνα τὴν αἰτίαν. BD.

Tett

146,9

οὐδ’ ἀπὸ τῶν ἐκείνου χρόνων ἤρξατο] τῷ χρόνῳ πάλιν λύει τὸ ἔγκλημα. τὸ δὲ τῶν νομοθετῶν ὄνομα σεμνὸν ὂν λέγει. ἐμφαίνει δὲ τὸν Σόλωνα, ἢ Πολιοῦχον· οὗτος γὰρ ἔταξε καὶ βουλευτικὸν μισθὸν καὶ διδακτικόν.
5αἰνίττεται δὲ καὶ εἰς Πλάτωνα· διὸ καὶ ἀρίστως εἶπεν. B. ἀλλὰ καὶ τῶν νομοθετῶν τις ᾔδει ταῦτα] ἤγουν σὺ, ὦ Πλάτων. A. ἐνταῦθα τὸν Σόλωνα λέγει, ἢ Πο‐ λιοῦχον· οὗτος γὰρ ἔταξε καὶ βουλευτικὸν μισθὸν καὶ δι‐ δακτικόν. αἰνίττεται δὲ καὶ εἰς Πλάτωνα. A Oxon. ἐποίησε
10γὰρ καὶ οὗτος νόμους. μεταστατικῶς δὲ ἀπολογεῖται· με‐ ταφέρει γὰρ τὴν αἰτίαν ἐπὶ τοὺς νομοθέτας. Oxon.

Tett

146,12

ἃ νῦν αὖ δείκνυται] τὰ τοῦ μισθοῦ λέ‐ γει. B. πῶς ἄν τις ῥᾷον ἐχρήσατο ἄνθρωπος λόγοις] οὐ λέ‐ γει ὅτι δυνατὸς λέγειν, ἀλλ’ ὅτι ῥᾳδίως κέχρηται τοῖς
5λόγοις, οὐ τῇ ἀληθείᾳ χρώμενος. BD.

Tett

146,13

εἴ τις ἐστὶν ἁπλούστερος, ἢ δικαιότερος τρόπος ἐξετάσεως] οὐκ ἄλλος λόγου φησὶν, ἀλλὰ τὴν κρί‐ σιν καὶ τὴν ἐξέτασιν. B.506

Tett

146,15

ἢ καὶ βαρβάρων] ὑπερβολικῶς τὰ τῶν βαρβάρων εἰσήγαγε πρόσωπα. BD. ἢ αὐτὸν ἰδεῖν καὶ σκέψασθαι τὸν Περικλέα ποῖός τις ἦν] δεινῶς ὁ Ἀριστείδης τὸν ἑαυτοῦ τρόπον τῆς ἐξε‐
5τάσεως δικαιότερον ἀποφαίνεται τοῦ Πλάτωνος, ἐκ τοῦ βίου τοῦ Περικλέους τὴν ἀπόδειξιν ποιούμενος. BD.

Tett

146,16

ὁ γὰρ τοῦ Ξενοφῶντος λόγος ἐρρῶσθαί μοι δοκεῖ] θαυμασίως ἀπὸ τοῦ συμφοιτητοῦ Πλάτωνος τὴν ἀπόδειξιν ἔλαβεν, ἀπὸ ἐνδόξου προσώπου πιστούμενος τὰ λεγόμενα. BD.
5ὥσπερ γὰρ, ἔφη, τοὺς παιδοτρίβας] πρῶτον γὰρ οἱ παιδοτρίβαι τῇ φωνῇ σημαίνουσι τὰ σχήματα, εἶτα καὶ ἔργῳ δεικνύουσιν. BD.

Tett

146,19

ποῖόν τινα παρεῖχεν ἑαυτὸν παράδειγμα] ὡς πρὸς τὸν παιδοτρίβην εἶπε παράδειγμα. BD.

Tett

146,20

κατὰ τοῦτο τὸ μέρος] κατὰ τὸ φιλοχρή‐ ματόν φησι. τοῦτο δὲ εἶπεν ὡς πρὸς τὰ ἄλλα αὐτοῦ κα‐ τορθώματα πολλὰ ὄντα. BD.

Tett

147,1

ἀνελεύθερον] ἀντὶ τοῦ μικρολόγον καὶ φι‐ λάργυρον· ἐλεύθερον γὰρ ἐκάλουν οἱ παλαιοὶ τὸν μεγα‐ λόψυχον. BD. φῶμεν καὶ τοὺς ἄλλους διδάσκειν ταὐτὰ καὶ διαφθεί‐
5ρειν, καὶ παραπλησίους αὑτῷ ποιεῖν] πρὸς πάντα ἄνθρω‐ πον αὐτὸν συγκρίνει μᾶλλον, ὡς μὴ ἔχων εὑρεῖν παρα‐ πλήσιον. BD.

Tett

147,4

ὥσπερ ἂν εἰ λέγοις τὸν Ῥαθάμανθυν ἐθί‐ ζειν τοὺς ἀνθρώπους ἐπιορκεῖν] βαρέως κατηγορεῖ τοῦ Ῥα‐ θαμάνθυος, ὡς διδάσκοντος ἐπιορκίαν. λεληθότως δὲ πρὸς αὐτὸν συγκρίνει τὸν Περικλέα. ὅμοιον δὲ πρόσωπον
5ὥσπερ ἔλαβε τῇ πόλει τὸν Περικλέα. BD.

Tett

147,6

καὶ σὺ δείξας οὖν] καλῶς τὸ δείξας, ἀντὶ τοῦ ἔλεγχε, μὴ συκοφάντει. BD.

Tett

147,9

καὶ οὐκέθ’ αὕτη Ξενοφῶντος ἡ εἰκὼν] ἀντὶ
τοῦτο τὸ λεχθέν. B. ἀντὶ τοῦ λεχθέν. D. ὥσπερ γὰρ, φησὶν, οἱ γραμματισταὶ] ἐν τῷ Πρωτα‐ γόρᾳ τοῦτο φησίν. BD.507

Tett

147,10

τοῖς μήπω δεινοῖς γράφειν] τοῖς μὴ οὖσι δυνατοῖς εἰς τὸ γράφειν, ἀλλ’ ἀπείροις. BD.

Tett

147,11

οὕτω δὴ καὶ ἡ πόλις] λείπει τὸ ποιεῖ. πό‐ λιν δὲ λέγει τὴν πολιτείαν τοῦ Πλάτωνος. BD.

Tett

147,13

ἐν οἷς οὐδὲν ἦν ἀνελεύθερον] τοῦτο πρὸς τὸ φιλάργυρον. BD. ἐπ’ αὐτοῦ τοῦ βίου] ἤτοι τοῖς ἔργοις. B. δεικνὺς ἑαυτὸν καὶ παρέχων σκοπεῖν, ὁποῖός τις ἦν]
5ἐν τοῖς ἔργοις δηλονότι, καὶ λόγοις καὶ ἔργοις, ὁποῖός τις ἦν. BD.

Tett

147,14

πότερ’ οὖν εἰς κάλλος αὐτοῖς ζῆν ὑπέ‐ γραφε] κατεχρήσατο τὴν παραβολὴν, εἰς κάλλος ζῆν εἰ‐ πὼν, οὐ γράφειν· ὅπερ ἐστὶ προτιμότερον. BD.

Tett

147,15

τὴν χεῖρα ὑφεικότας] ὑφεικότας λέγει ἀντὶ τοῦ προτείναντας· ἀπὸ μεταφορᾶς τῶν μεταιτῶν, ὡς καὶ Δημοσθένης „Σὺ δὲ ἐκεῖ προτείνας καὶ ὑποσχών.“ BD.

Tett

147,16

τὸν δὲ βίον καθ’ ἑκάστην ἑώρων δήπου τὴν ἡμέραν] τοῦτο εἶπε δεικνὺς ὅτι οὐκ ἐλάνθανεν αὐτοὺς ὁ τοῦ Περικλέους βίος, ἀλλ’ ᾔδεσαν, ὥστε Ἀθηναίων, οὐ Περικλέους ἐστὶ τὸ κατηγόρημα. BD.

Tett

147,18

φέρε δὴ καὶ περὶ τῶν ἄλλων ἁπασῶν αἰ‐ τιῶν] τῶν προειρημένων λέγει καὶ προαποδειχθέντων. ἐν‐ τεῦθεν δέ ἐστιν ἡ ἀνακεφαλαίωσις τοῦ λόγου. BD. ἐντεῦ‐ θεν τῶν ἐπιλόγων ἄρχεται, ποιούμενος ἀνακεφαλαίωσιν
5ὡς εἴρηκε. Oxon.

Tett

147,19

καὶ συγκεφαλαιωσώμεθα πάντα] ἀνακε‐ φαλαίωσις. B. ἐν βραχεῖ] καλῶς εἶπεν ἐν βραχεῖ· τοῦτο γὰρ ἴδιον ἀνακεφαλαιώσεως. ῥητορικῶς δὲ ἑκάστην συντρέχων λύει.
5μερικοὶ δέ εἰσιν οἱ ἐπίλογοι. BD.

Tett

148,3

ἢ γὰρ ὄναρ λέγεις, ἢ γρῖφον] ἀμφότερα ψευδῆ, καὶ τὸ ὄναρ καὶ τὸ γρῖφος. γρῖφος δέ ἐστιν οὐχ,
ὡς ἔνιοί φασι, ταὐτὸν τῷ αἰνίγματι· διαφέρουσι γὰρ, ὅτι τὸ μὲν αἴνιγμα ὁμολογεῖ τις ἀγνοεῖν, τὸ δὲ γρῖφον ἀγνοεῖ508
5δοκῶν ἐπίστασθαι· οἷον αἴνιγμα μέν ἐστι τὸ τί δίπουν, τὸ τί τρίπουν, τί τετράπουν; ἐνταῦθα δῆλον τὸ ἐρώ‐ τημα. γρῖφος δὲ, οἷον Ἕκτορα τὸν Πριάμου Διομήδης ἔκτεινεν ἀνήρ. ἐνταῦθα δοκεῖ μὲν εἰδέναι τὸ ῥηθὲν, ἀγνοεῖ δὲ ὅτι Διομήδης ἦν ἀνὴρ ὁ Ἀχιλλεύς· ἐκείνην γὰρ ἔσχε
10μετὰ τὴν Βρισηίδα. BD. ὅθεν καὶ τὸ, ὃν οὐκ ἔκτεινε Διο‐ μήδης, ἔκτεινεν ἀνὴρ Διομήδης. D.

Tett

148,4

πῶς γὰρ οὐκ ἄτοπον] ἀντὶ τοῦ παράδοξον. νῦν γὰρ ἄτοπον λέγει τὸ παράδοξον. BD.

Tett

148,5

τὸ γοῦν καθ’ αὑτὸν] καλῶς ἡ παρατήρησις τὸ καθ’ ἑαυτὸν, ἵνα δείξῃ τὴν φύσιν Ἀθηναίων αἰτίαν οὖσαν, καὶ εἰ ἦσαν τοιοῦτοι, ὡς αὐτοῦ βιαζομένου μὲν, μὴ δυνηθέντος δέ. BD.

Tett

148,6

ἀνδρείους, μεγαλοπρεπεῖς] τὸ ἀνδρείους πρὸς τοὺς δειλοὺς, τὸ μεγαλοπρεπεῖς πρὸς τοὺς φιλαργύρους καὶ ἀνελευθέρους. BD. εἰ μή τι καὶ κατὰ Σωκράτους χρὴ πιστεύειν] ὥσπερ
5κατὰ Σωκράτους ἄχθεται, ὅτι ἀδίκως αὐτοῦ κατεψηφί‐ σαντο Ἀθηναῖοι. λεληθότως δὲ πάλιν ἐπαίρει τὸν Περι‐ κλέα, τῷ διδασκάλῳ Πλάτωνος συγκρίνων αὐτόν. BD.

Tett

148,9

τὰ παλαίσματα] τὰ παλαίσματα εἶπεν, ὡς πρὸς τὰ εἰρημένα παραδείγματα, τὸν παλαιστὴν, καὶ τὸν γραμματιστὴν, οἷς τὸν Περικλέα παραβάλλει. BD.

Tett

148,10

ἔτι τοίνυν τῶν ἀνωτέρω] οἱ ἐπίλογοι ἐν‐ τεῦθεν. B. πάλιν τὸ ἀνακεφαλαιωσόμενος. λέγει δὲ, δι’ ὀλίγου συστείλωμεν. BD.

Tett

148,11

ἐκ τῶν πεφηνότων] ἀντὶ τοῦ ἐκ τῶν ἤδη ἀποδειχθέντων. λέγει δὲ τῶν αὐτῷ ἀπολελογημένων. BD. Πλάτων εἶπε μὴ δεῖν κολακεύειν] ταῦτα γὰρ πάντα Πλάτων ἐν τοῖς Νόμοις εἴρηκε. Oxon.

Tett

148,12

πλείστῃ παρρησίᾳ χρησάμενος φαίνεται] ἡ γὰρ παρρησία ἐναντία ἐστὶ τῇ κολακείᾳ· ἡ μὲν γὰρ κο‐
λακεία ἔχει τὸ ἡδὺ, ἡ δὲ καὶ τὸ λυπηρὸν πολλάκις. BD. ὁ δ’ ἐν καιροῖς τοιούτοις ἐμάχετο, οἷς ἀρτίως ἡμεῖς509
5ἐπεδείκνυμεν] ἐμφαίνει τὴν νόσον. B.

Tett

148,13

μὴ ζητεῖν ἀποπιμπλάναι τὰς ἐπιθυμίας] πάλιν τὸ τῆς κολακείας. ἀπὸ κοινοῦ δὲ τὸ Πλάτων εἶ‐ πεν. BD.

Tett

148,15

ὁ τὸν νόμον τιθεὶς] νομοθέτην καλεῖ τὸν Πλάτωνα, διὰ τὸ ὁρίσασθαι. τοῦτο γὰρ ἴδιον νομοθέτου. τοῦτο δὲ εἶπε, διότι διαίτης τὴν μέσην τάξιν ᾑρεῖτο, οὔτε ἀγεννῆ οὔτε ἀνελεύθερον. ἐνταῦθα δὲ δεινῶς κατασκευά‐
5ζει, ὅτι ἀπὸ φύσεως ὁ Περικλῆς ὑπῆρχε τοιοῦτος, οὐχ ἑτέρῳ ἑπόμενος. BD. ὁ δ’ ἀφ’ ἑστίας ἀρξάμενος τῆς αὐτὸς αὑτοῦ] τοῦτο παρόμοιόν ἐστιν ἐπὶ τῶν ἐξ ἀρχῆς ἀγαθῶν ἢ πονηρῶν· ὥσπερ καὶ ἀπὸ γραμμῆς. ἢ ὅτι μύησις ἦν, ἣν ἐμυοῦντο
10οἱ καθαροὶ Ἀθηναῖοι. BD. παροιμία ἐπὶ τῶν ἐξ ἀρχῆς χρηστῶν ἢ φαύλων λεγομένη, ὥσπερ καὶ τὸ ἀπὸ γραμμῆς. καλῶς δὲ προσέθηκε τῆς αὐτὸς αὑτοῦ, ἵνα δείξῃ ὅτι ἐκ φύσεως τοιοῦτος ἦν. Oxon.

Tett

148,18

ἢ τίνα χρῆν ὑπὲρ ἐκείνου πρῶτον εἰπεῖν, εἴ τις ἐπῃτιάσατο, ἢ Πλάτωνα] τοῦτο λέγει, ὡς εἴ τις ἐμέμψατο Πλάτωνι, ὡς οὐ καλῶς νενομοθετηκότι, πῶς τις ἂν ὑπὲρ αὐτοῦ τὸν Περικλέα προύτεινε, λέγων ὡς ἃ
5Πλάτων ὕστερον ἐνομοθέτησε, ταῦτα Περικλῆς ἐπὶ τοῦ βίου πᾶσιν ἔδειξεν. οὐκοῦν ἐπειδὴ Περικλῆς χρηστὸς, καὶ Πλάτων ἀγαθὸς νομοθέτης. Oxon.

Tett

149,3

οὔτε γὰρ τοὺς φόρους Περικλῆς εἰς ἄπειρόν ἐστιν ὁ ἐξαγαγὼν] προσλαμβάνει ἀντιπῖπτον· ἀλλ’ Ἀριστεί‐ δης ἐστὶν ὁ τοὺς φόρους τάξας. ὁ δὲ ῥητορικῶς λέγει ὅτι οὐκ ἔστιν Ἀριστείδης ὁ εἰς ἄπειρον τάξας τοὺς φόρους·
5τὸ γὰρ ἐξαγαγὼν ἀντὶ τοῦ αὐξήσας ἐστίν. εἰς Ἀλκιβιά‐ δην δὲ ἀποτείνεται, τὸν μαθητὴν τοῦ Σωκράτους, ὡς τοῖς φόροις προσθέντα· καὶ γὰρ ἐπὶ τοσοῦτον ηὔξησε τοὺς φό‐ ρους ἐπ’ ἐκείνου, ὥστε τοὺς νησιώτας τὰ ἑαυτῶν τέκνα
πωλοῦντας μόλις τελεῖν. BD.510
10ὁ ἐξαγαγὼν] αὐξήσας. B.

Tett

149,4

τὸν ἑταῖρον εὑρήσεις τὸν σεαυτοῦ] Ἀλκιβιά‐ δην. B.

Tett

149,5

ἐκεῖνος γάρ ἐστιν ὁ πρὸς τοσοῦτον προαγα‐ γὼν τοὺς φόρους, ὅσον οὐδὲ βουλομένοις φέρειν ἐξῆν] ὑπερ‐ έβαινε γὰρ ἡ ποσότης τοῦ φόρου. τοὺς φόρους δὲ ἀντὶ τοῦ ἐν τοῖς φόροις. σημαίνει δὲ τὸ μὴ εἶναι φιλάργυ‐
5ρον. BD. τὰ τέκνα γὰρ πωλοῦντες οἱ νησιῶται ἐτέλουν. Oxon. τοὺς φόρους] ἐν τοῖς φόροις. B.

Tett

149,7

οὔτ’ ἐνταῦθα] εἰς τοὺς φόρους. A.

Tett

149,8

ἑαυτοῖς προστίθεσθαι] ἀντὶ τοῦ κτήσασθαι. ἔοικε δὲ εἰς Σικελίαν αἰνίττεσθαι. BD. ὥστε τῷ προτέρῳ πολέμῳ κεκρατηκότας αὐτοὺς] πρό‐ τερον λέγει τὸν πόλεμον τὸν πρὸ τοῦ Πελοποννησιακοῦ,
5περὶ οὗ καὶ ἐπιφέρει. δεινῶς δὲ εἶπε τὰ ὑπὸ Πλάτωνος κατηγορηθέντα ὑπὲρ αὐτοῦ ἐν καιρῷ ἀπολογεῖσθαι, ὡς μιμητὴν αὐτὸν ὄντα τῶν Πλάτωνος παραγγελμάτων. BD. περὶ τούτων ἡμᾶς ἐδίδαξεν ὁ συγγραφεύς. BD.

Tett

149,11

πρὸς ταῦθ’ ὁρῶν] καλῶς προσέθηκε τὸ πρὸς ταῦτα ὁρῶν, ἵνα μὴ εἴπῃς· καὶ πόθεν ᾔδεις, εἰ ζῶν‐ τος Περικλέους οὐκ ἐδυστύχουν οἱ Ἕλληνες. BD.

Tett

149,13

οὐκ ἂν εἰς ἔσχατον κακῶν ἐξοκεῖλαι τοὺς Ἕλληνας] σημαίνει τὸ παντελῶς. εἶπε δὲ τοῦτο, ὡς ἐπὶ τῶν ναυαγούντων· ἐξοκεῖλαι γάρ ἐστι τὸ ταῖς πέτραις προσαράξαι τὴν ναῦν. ἔστιν οὖν μεταφορικὴ ἡ λέξις. BD.
5ἐπειδὴ τοὺς ἄνδρας τῶν Λακεδαιμονίων εἶχον Ἀθη‐ ναῖοι] τοῦτο λέγει, ἐπειδὴ Θουκυδίδης εἶπεν ὅτι τοῖς Λα‐ κεδαιμονίοις πρεσβευομένοις οὐκ ἐβούλοντο τοὺς ἄνδρας παρασχεῖν. BD.

Tett

149,14

Πύλον] ἡ τῆς Σφακτηρίας καὶ Πύλου πόρθησις ἀποθανόντος Περικλέους ἐγένετο. Oxon. αὐτοὺς] τοὺς τῇ Σφακτηρίᾳ. ἐλευθέρως δὲ ἀντὶ τοῦ μεγαλοψύχως. BD.
5ἐλευθέρως] μεγαλοψύχως. B.

Tett

149,15

οὐδὲ γὰρ αὐτὸν τὸν πόλεμον πλεονεξίας ἕνεκα αὐτοῖς προελέσθαι συνεβούλευσεν] ὥσπερ ἀντιπῖπτον λύει· πῶς οὖν αὐτὸς τὸν πόλεμον συνεβούλευσεν; BD.511

Tett

149,16

τοῦ μὴ τῶν ὑπαρχόντων ἀποστῆναι] ἀντὶ τοῦ ἀποστερηθῆναι. οὕτω καὶ Δημοσθένης· τῶν ἀρχαίων ἀπέστησαν. BD.

Tett

149,17

πόλεμον ἐξ εἰρήνης ᾔδει δέχεσθαι] τοῦτο δηλοῖ τὸ μὴ εἶναι αὐτὸν δειλόν. BD.

Tett

149,18

καὶ καιρὸν εἰρήνην ἄγειν, οὐδαμοῦ τὸν πόλεμον προῃρεῖτο] τοῦτο δηλοῖ τὸ μὴ εἶναι αὐτὸν πολε‐ μοποιόν. BD.

Tett

149,19

καίτοι ταῦτ’ ἐστὶν ἀνδρίας, εὐβουλίας, δι‐ καιοσύνης, τῶν καλλίστων ἐπιδείγματα] ἐξηγεῖται τὰ προει‐ ρημένα, ἀνδρείας μὲν, διὰ τὸν πόλεμον, εὐβουλίας δὲ ἀντὶ τοῦ φρονήσεως, δικαιοσύνης δὲ, διὰ τὸ προτιμᾶν τὴν
5εἰρήνην. BD.

Tett

150,1

τὴν ἐπωνυμίαν, ἣν ἔσχεν ἐκεῖνος ἐν τοῖς Ἕλλησιν] τὸ κληθῆναι λέοντα πρὸ τοῦ τεχθῆναι, ἢ τὸ κληθῆναι Ὀλύμπιον. A. εὗρε καὶ ἐκ τῆς ἐπωνυμίας ἐγκω‐ μιάσαι τὸν Περικλέα· δίδωσι γὰρ ἡ τέχνη καὶ ἐκ τῶν
5ὀνομάτων ἐγκωμιάζειν. λέγει δὲ τὸ κληθῆναι αὐτὸν Ὀλύμ‐ πιον. BD.

Tett

150,2

μαρτύριον μέγιστον εἶναι τοῖς ὑπὲρ αὐτοῦ λόγοις] γράφεται οὕτως· μέγιστον εἶναι τὴν ἐκείνου σεμνό‐ τητα καὶ τοῦ διὰ πάντων κρατεῖν. BD.

Tett

150,3

ἢ τῆς μὲν Ἀριστείδου δικαιοσύνης σύμβου‐ λον τὴν ἐπωνυμίαν ποιούμεθα] τοῦτο λέγει, ὅτι Πλάτων ἐθαύμασε τὸν Ἀριστείδην διὰ τὴν ἐπωνυμίαν. A Oxon. τὸ ἢ ἐνταῦθα ἐρωτηματικόν. τοῦτο δὲ εἶπεν, ὅτι Πλά‐
5των ἐθαύμασε τὸν Ἀριστείδην διὰ τὴν ἐπωνυμίαν, ἧς ἠξίωτο. BD.

Tett

150,5

ἣν οὐκ ἀφ’ ἑνὸς τῶν τῆς ἀρετῆς μορίων, ἀλλ’ ἀπὸ πάντων συλλήβδην ἐκτήσατο] τοῦτο εἶπεν, ἵνα μὴ εἴπῃ τις· ἀλλ’ Ἀριστείδης παρὰ τοῦ δήμου τῆς ἐπω‐
νυμίας ηὐτύχησεν. ὁ δὲ λέγει ὅτι οὗτος παρὰ τοῦ πλή‐512
5θους τῶν ἀρετῶν τὴν ὀνομασίαν ἐκτήσατο, καὶ οὐχ ὡς Ἀριστείδης ἀπὸ μόνης τῆς δικαιοσύνης. BD.

Tett

150,6_9

ὅτι γὰρ οὐκ ἀτιμαστέον αὖ—ὁ δι‐ δάσκων καὶ λέγων ἐστὶν] ἀντιπῖπτον λύει· καὶ πῶς δυ‐ νατὸν πολλοὺς ἀληθεύειν; BD. ἐπειδήπερ τὸ πλῆθος Ὀλύμ‐ πιον τὸν Περικλέα ἐκάλεσαν. ἔστι δὲ ἡ τῶν πολλῶν ψῆφος
5οὐ πολλοῦ τινος ἀξία, ἵνα μή τις ἀντιπέσῃ τῷ ῥήτορι, λύει τὸ ἀντιπῖπτον διὰ τῆς τοῦ Πλάτωνος μαρτυρίας. Oxon.

Tett

150,8

ἀλλ’ ἔνι τι κἀν τούτοις εὔστοχον] ἀντὶ τοῦ ἁρμόδιον· λέγει γὰρ μὴ ψευδεῖς εἶναι τὰς τῶν πολλῶν δόξας. BD.

Tett

150,10

ἃ πάντες ᾄδουσι] οὐχ ἁπλῶς λέγουσιν, ἀλλὰ ᾄδουσι καὶ ὑμνοῦσιν. BD.

Tett

150,12

καὶ μὴν οὐδ’ ἐκεῖνό γε ἔστιν εἰπεῖν, ὡς ἄρα φαύλως] ἀντιπῖπτον πάλιν λύει· ἀλλὰ κολακεύοντες αὐτὸν Ἀθηναῖοι οὕτως ἐκάλεσαν ὄντες ἐν ἀτυχίαις. BD.

Tett

150,14

ὥσπερ χρόνῳ ὕστερόν ἐσθ’ ἃ καὶ παρ’ ἀξίαν συνεχώρησαν ταπεινωθέντες] Δημήτριος βασιλεὺς Μακεδονίας γενόμενος μετὰ τὸν Ἀλεξάνδρου θάνατον, ἀπὸ αἰγῶν ὧν ἐκέλευσεν Ἀθηναίοις εὔχεσθαι αὐτῷ καὶ προσκυ‐
5νεῖν ὡς θεῷ· ἢ ὅτι μετὰ τὸν Πελοποννησιακὸν φαύλως διεγένοντο μετὰ τὴν ἀξίαν ὑπείκοντες. ἢ ὅτι μετὰ τὴν ἐν Ἑλλησπόντῳ ἀτυχίαν εἰργόμενοι ἐν τῷ ἄστει, ἵν’ ἀντέχω‐ σιν, ἐψηφίσαντο τοὺς ἀτίμους ἐντίμους εἶναι· ἄλλοι δὲ, ὅτι παρέδωκεν ὁ δῆμος τὰ πράγματα πεντακισχιλίοις. BD.

Tett

150,16

ὡς ἂν ἡμεῖς, ὦ Πλάτων, μεγίστην φαῖ‐ μεν] τὸ ἡμεῖς πρὸς τοὺς ῥήτορας ἀποτείνεται, πρὸς σύγ‐ κρισιν τῶν φιλοσόφων· μέγιστον γὰρ οἱ ῥήτορες λέγουσι τὸ δυνατὸν, οἱ δὲ φιλόσοφοι τὸ τῷ μεγέθει προῦχον καὶ
5εὐτυχές. ἢ ὅτι οἱ μὲν φιλόσοφοι, ὅτε δικαιοπραγεῖ πόλις, οὕτως αὐτὴν καλοῦσιν, οἱ δὲ ῥήτορες, ὅτε πολέμων ἀπήλ‐
λακται. ABD. τὸ ἡμεῖς λέγει διὰ τοὺς ῥήτορας· οὗτοι γὰρ τότε με‐ γίστην τὴν πόλιν καλοῦσιν, ὅτε δυνατή ἐστιν ἐν πολέμοις,513
10καὶ τῶν ἐχθρῶν ὑπερέχει, οἱ δὲ φιλόσοφοι, ὅτε δικαιο‐ πραγεῖ, κἂν καὶ τῶν πολεμίων ἥττων ᾖ. τὸ δὲ οὐδέν γε τοῦτο βλάβος τῷ λόγῳ λέγει, ἐπειδὴ εἶπεν ἄν τις αὐτῷ ὡς εἰ καὶ δυνατὴ ἐν πολέμοις ἦν, ἀλλ’ οὐκ ἐδικαιοπράγει· πρὸς τοῦτο οὖν ἀπολογούμενος λέγει ὡς μὴ τοῦτο νῦν λο‐
15γισώμεθα, ἀλλ’ ὅτι οἱ οὕτως ἔχοντες μέγα φρονοῦσιν. Oxon.

Tett

150,18

τότε τοίνυν αὐτὸν προσεῖπον Ὀλύμπιον] ὅτε ἦσαν δυνατοὶ καὶ μέγα ἐφρόνουν, ὅπερ οὐκ ἔστι κο‐ λακεύοντος. BD.

Tett

151,2

περιετρέπετο καὶ οὕτως ὁ λόγος Πλάτωνι] ἀντὶ τοῦ εἰς τὸ ἐναντίον ἐτρέπετο· αὐτὸς γὰρ εἶπε κό‐ λακα Περικλέα. BD.

Tett

151,3

οὔτ’ Ἀθηναίους Περικλῆς οὔτ’ Ἀθηναῖοι Περικλέα] ὅτε ἀπέδειξε τῷ λόγῳ, τότε ἀναιρεῖ τὸ αἰσχρὸν, ἵνα μὴ διαβάλῃ τοὺς Ἀθηναίους. BD.

Tett

151,5

ἄρχειν δ’ ἐπιτηδειότατον καὶ ἱκανώτατον] ἀντὶ τοῦ πολιτικὸν ὄντα καὶ πεποιημένον ἀρχήν. BD. ὑπερπεφυκότα] ἀντὶ τοῦ τῇ φύσει ὑπερέχοντα. BD. ἔπαθόν τι Ὁμηρικὸν, καὶ παραπλήσιον αὐτὸν τοῖς
5θεοῖς ἐνόμισαν] Ὅμηρος γὰρ τοὺς προύχοντας τῶν ἡρώων τὸν μὲν Διὶ μῆτιν ἀτάλαντον καλεῖ, τὸν δὲ θεοείκελον, τὸν δὲ ἄλλο τι τοιοῦτον. Oxon.

Tett

151,6

εἶθ’ ὃν οἱ χρώμενοι] τὸ χρῶμαι μετὰ αἰτια‐ τικῆς. κακῶς πρόσκειται τὸ Ὅμηρον, ἀλλὰ μᾶλλον οὕτως· εἶθ’ ὃν οἱ χρώμενοι, καὶ ἑξῆς. B.

Tett

151,7

τοῦτον ἡμεῖς Θεαρίωνι—γραφώμεθα τῆς αὐτῆς] πάλιν συνάπτει ἑαυτὸν διὰ τὸ φορτικόν. B.

Tett

151,8

οὐκ οἶδ’ ὅτῳ τῷ τρίτῳ] τῷ Σαράμβῳ. A. καὶ οὐκ οἶδ’ ὅτῳ τὸ εὐτελὲς ἐμφαίνει τοῦ προσώπου. λέγει δὲ Σαράμβωνα τὸν κάπηλον. αὕτη δὲ ἡ χάρις ἐστὶ ῥητο‐
ρικὴ, τὸ τοὺς τελευταίους δοκεῖν ἀγνοεῖν· ὡς καὶ ὁ Δη‐514
5μοσθένης „Καὶ τὸ τέλος τοῦ νεανίσκου· οὐκ ἔχω γὰρ τὸ ὄνομα.“ A. τὸ εὐτελὲς ἐμφαίνει τοῦ προσώπου τὸ περιλα‐ βεῖν ἀόριστον πρόσωπον. λέγει δὲ Σαράμβῳ τῷ καπήλῳ. αὕτη δὲ ἡ χάρις—καὶ Δημοσθένης—ὄνομα. BD. Σά‐ ραμβον τὸν κάπηλον λέγει, οὗ διὰ τὸ εὐτελὲς ὥσπερ ἑκὼν
10ἐπιλανθάνεται. ἔθος γὰρ τοῦτο ῥητορικὸν τὰ εὐτελῆ τῶν προσώπων δοκεῖν ἀγνοεῖν. Oxon.

Tett

hyp Cim

(t)

Ὑπόθεσις Κίμωνος.
1Κίμων Μιλτιάδου γέγονε παῖς. ἔδοξε δὲ τὸ πρῶτον εὐήθης εἶναι τὴν φύσιν· ὅθεν καὶ ὀρφανὸς γενόμενος μέχρι πολλοῦ ὑπὸ ἐπιτρόπου ἦν. τοῦτον ὁ Δημοσθένης φησὶν ἐν τῷ κατὰ Ἀριστογείτονος, ὅτι τὴν πάτριον μετε‐
5κίνησεν ἐφ’ αὑτὸν πολιτείαν· καὶ παρὰ τρεῖς μὲν ἐψηφί‐ σαντο ψήφους, τὸ μὴ θανάτῳ ζημιῶσαι· πεντήκοντα δὲ τάλαντα ἐπράξαντο. Δίδυμος δέ φησιν οὐχ ὅτι ἐλακώνι‐ ζεν, ἀλλ’ ὅτι Ἐλπινίκῃ τῇ ἀδελφῇ συνῆν. αἴτιοι δὲ τῆς διαβολῆς οἱ κωμικοὶ, καὶ μάλιστα Εὔπολις ἐν Πόλεσι.
10γυναῖκα δὲ εἶχεν Ἰσοδίκην. Καλλίας δὲ, ὁ υἱὸς αὐτοῦ, κα‐ τέβαλλεν ὑπὲρ αὐτοῦ πεντήκοντα τάλαντα· κατέβαλε δὲ ἐπὶ τὸ πρὸς γάμον λαβεῖν τὴν Ἐλπινίκην. ἐξοστρακισθεὶς δὲ κατῆλθε, καὶ στρατηγήσας ἐνίκησεν ἐπ’ Εὐρυμέδοντι, καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. τέθνηκε δὲ τὸ Κήτιον
15τῆς Κύπρου πολιορκῶν. Ἔφορος δὲ ἐν τῇ πρώτῃ φησὶν ἐκτῖσαι αὐτὸν τὰ πεντήκοντα τάλαντα, γήμαντα γυναῖκα πλουσίαν. υἱοὺς δὲ ἔσχεν ἓξ, ὧν τοὺς μὲν τρεῖς ἀπὸ ἐθνῶν, ὧν προυξένισεν, ὠνόμασε, Λακεδαιμόνιον, Ἠλεῖον, Θετ‐ ταλὸν, τοὺς δὲ τρεῖς ἀπὸ ὀνομάτων τῆς συγγενείας, Μιλ‐
20τιάδην, Κίμωνα καὶ Πεισιάνακτα. AB.

Tett

151,9

ἀλλὰ νὴ Δία ὁ Κίμων φαῦλός τις ἄνθρω‐
πος] ῥητορικῶς τὴν ἀρχὴν ἐποιήσατο, ἐκ προοιμίου αὔξων τὰ τοῦ Κίμωνος. ἔστι δὲ τὸ σχῆμα κατ’ ἦθος. A Oxon. ῥητορικῶς τὸ χωρίον εἰργάσατο. ἐκ προοιμίου δὲ αὔξει515
5τὰ Κίμωνος. ἔστι δὲ τὸ σχῆμα κατὰ ἦθος. BD. τοιοῦτος, οἷον ἀπεύξαιτ’ ἄν τις μὴ γενέσθαι παι‐ δίον αὐτῷ] ἐπειδὴ ὁ Κίμων ἐδόκει εὐήθης εἶναι, ὡς καὶ αὐτὸς Ἀριστείδης ὁμολογεῖ. ἐν εὐχῆς οὖν μέρει τὴν ὑπό‐ νοιαν ἀπολύεται. οὐ παρέλκεται δὲ τὸ μὴ, ἀλλ’ ἔθος τὸ
10ἀπεύχεσθαι συντάττεσθαι. BD.

Tett

151,10

ἀλλὰ τούτου γε καὶ χάριν ἄν τις Πλάτωνι δικαίως ἔχοι] ἐκ τοῦ ἐναντίου καθάπτεται τοῦ Πλάτω‐ νος, καὶ χάριν αὐτῷ φησιν, οὐ μέμψιν, ἔχειν. ἐδόκει γὰρ μᾶλλον στρατηγὸς ὁ Κίμων, ἀλλ’ οὐ ῥήτωρ. BD.

Tett

151,12

νῦν δὲ ἀκριβῶς τὸ τοῦ Ὁμήρου] διπλοῦν τὸν ἔπαινον ἐργάζεται Κίμωνος. δεινῶς δὲ ὁ Ἀριστείδης οὐκ ἔχων εἰπεῖν περὶ Κίμωνος πλεῖστα ἐγκώμια, περιστέλ‐ λει τὴν ἀπορίαν τῷ σχήματι τοῦ προοιμίου, οὐκ ἔχων μὲν
5εἰπεῖν, παραιτούμενος δὲ διὰ τὴν αἰδῶ τὴν πρὸς Πλά‐ τωνα. BD.

Tett

151,17

ὥσπερ ἂν εἰ πλέων καὶ παρὸν ἐξ οὐρίας κομίζεσθαι, εἶτα ὑφιέμην ὑπὸ δειλίας] αὔξει διὰ τῆς πα‐ ραβολῆς τὸν Κίμωνα. ὅτι δυνάμενος νικῆσαι τὸν Πλά‐ τωνα, παραιτοῦμαι διὰ τιμήν. BD.
5εἶτα] παρέλκον. BD. εἶτα ὑφιέμην ὑπὸ δειλίας] τὸ εἶτα παρέλκεται. ὑφιέ‐ μην δὲ ἀντὶ τοῦ ὑπειχόμην καὶ ἐπεῖχον ἐμαυτόν. εἰπὼν δὲ τὸ ἐξ οὐρίας ἐπήγαγε τὸ ὑφιέμην, ἀπὸ μεταφορᾶς τῶν χαλώντων τὰ ἱστία. ὑφιέμην οὖν ἀντὶ τοῦ ἐπεῖχον.
10κυρίως δὲ ἡ λέξις ἐπὶ πιπτόντων κεῖται. BD.

Tett

152,2

φειδοῖ τοῦ προειληφότος] ἀντὶ τοῦ προλα‐
βόντος. τὸ δὲ προλαβεῖν λέγεται καὶ ἐπὶ τοῦ τόπου καὶ ἐπὶ χρόνου· ἐπὶ μὲν οὖν τῆς παραβολῆς τὸ προειληφότος ἔλαβεν ἐπὶ τόπου, ἐπὶ δὲ Πλάτωνος ἐπὶ χρόνου. περι‐516
5στέλλει δὲ τὴν ἀπορίαν τῷ σχήματι τοῦ προοιμίου, ὡς ἔχων μὲν εἰπεῖν, αἰδούμενος δέ. BD. μηδὲν ἀπηχὲς] τὸ ἀπηχὲς εἴρηται ἐκ μεταφορᾶς τῶν μελῶν. ἔστι δὲ τὸ ὑβριστικόν. A Oxon. ἡ λέξις κατὰ μεταφορὰν εἴρηται ἀπὸ τῶν μελῶν. δη‐
10λοῖ δὲ τὸ ὑβριστικὸν, καὶ ἔξω τοῦ καλοῦ, καὶ τραχύτερον εἰς ἀκοὴν, καὶ οἷον τοῦ ῥυθμοῦ καὶ μέλους καὶ τοῦ τε‐ ταγμένου παρηλλαγμένον καὶ ἐκπεπτωκότος. Δείναρχος μέμνηται τῆς λέξεως ἐν τῷ πρὸς Κηφισοκλέα. ἀπηχὲς οὖν ἀντὶ τοῦ ἄμουσον καὶ ἄφθογγον. BD.

Tett

152,3

τυχεῖν εἰπὼν] ἡ μετοχὴ ἀντὶ ἀπαρεμφά‐ του. B. ἀντὶ ἀπαρεμφάτου μετοχὴν εἶπεν. τὸ δὲ τυχεῖν συνταττόμενον κεῖται καλῶς. D. μηδ’ ὡσπερεὶ θρασύνεσθαι δοκεῖν] πλέον δοκεῖ αἰσχύ‐
5νεσθαι Πλάτωνα τῆς ἀπολογίας τῶν ἀνδρῶν. BD.

Tett

152,4

οὐδὲ γὰρ ἐλάττονος ἄξια χάριτός μοι τὰ πρὸς τοῦτον] φιλοσοφίας γὰρ αὐτῷ μετῆν οὐκ ὀλίγης, ὡς ἐν τῷ τέλει φησὶ τῆς κοινῆς ἀπολογίας. BD.

Tett

152,6

προέσται τὸ δίκαιον ἀμφοτέροις] τῷ Πλά‐ τωνι καὶ τοῖς στρατηγοῖς· ἐκείνους γὰρ εἰς ἓν ἔθηκε μέ‐ ρος. BD.

Tett

152,7

τῶν κομψῶν] πανούργων. A. κομψοὺς ἐκά‐ λουν τοὺς στωμύλους καὶ εὐτραπέλους, καὶ κολακευτι‐ κοὺς, καὶ δραστηρίους ἐκ τούτου. BD.

Tett

152,8

οἱ μηδὲ τὰ πατρῷα ἐθελήσαντες αὐτῷ παρα‐ δοῦναι μέχρι πόρρω τῆς ἡλικίας ἐπίτροποι] μέχρι γὰρ τεσ‐ σαράκοντα ἐτῶν διετέλεσεν ἐπιτροπευόμενος, διὰ τὸ εὔηθες καὶ ἀτελὲς τῶν τρόπων. ABD. τοὺς γὰρ φραγμοὺς ὑπα‐
5νεώγνυ τοῖς βουλομένοις ὀπωρίζεσθαι τῶν αὐτοῦ, καὶ τὴν οἰκίαν τοῖς ἀριστοῦσιν αἱρεῖσθαι. ἔδοξε δὲ ὁ Ἀριστείδης ψέγειν μᾶλλον ἢ ἐπαινεῖν, ὀνομάζων εὐήθη. ἀλλὰ Δημο‐
σθένους τὸ ἐπιχείρημα· τὸ γὰρ ἧττον ὁμολογῶν τὸ μεῖζον ἀπολύεται. BD. Δημοσθενικῶς ἐπιχειρεῖ λέγων τὸ ἔλαττον517
10ἀτύχημα, τὴν εὐήθειαν, ἵνα ἐντεῦθεν τὸ μεῖζον κρύψῃ τὴν προσοῦσαν τοῖς ῥήτορσι κολακείαν καὶ κομψότητα· ἐπειδὴ γὰρ τοὺς μὲν φραγμοὺς τῶν ἀγρῶν ὑπανεώγνυ τοῖς βουλομένοις ὀπωρίζεσθαι, τὴν δὲ οἰκίαν τοῖς ἀριστεῖσθαι αἱρουμένοις, μέσως τεσσαράκοντα ἐτῶν διετέλεσεν ἐπιτρο‐
15πευόμενος, διὰ τὸ εὔηθες καὶ ἀφελὲς τῶν τρόπων. Oxon.

Tett

152,9

ἀρχαῖον] ἀντὶ τοῦ ἀφελῆ. Δημοσθενικὴ δὲ ἡ λέξις. εἴρηται δὲ ἐν Φιλιππικοῖς „Νῦν δὲ ἀρχαιότροπα ὑμῶν τὰ ἐπιτηδεύματα“· καὶ πάλιν „Οὕτως ἀρχαίως εἶχον, μᾶλλον δὲ πολιτικῶς.“ λέγει δὲ ὅτι οὕτως ἐνόμιζον μωρὸν
5καὶ μᾶλλον ἀφελῆ· τοὺς γὰρ ἀφελεῖς καὶ ἔξω τῆς πολλῆς καὶ ἀκριβοῦς τῶν πραγμάτων πείρας ἀρχαίους ἐκάλουν. BD.

Tett

152,10

λογίσασθαι περὶ πραγμάτων δεινὸς ἀνὴρ] τὴν σύνεσιν ἐμφαίνει τοῦ ῥήτορος καὶ τὴν φρόνησιν. διὰ δὲ τοῦ εἰπεῖν δεινὸς ἀνὴρ τὸ ἀνδρεῖον ἐμφαίνει. BD.

Tett

152,11,12

τοιοῦτος, οἷος μὴ μόνον παρ’ Ἀθη‐ ναίοις—ἐφεξῆς ἂν εἴη λέγειν] κατὰ τὸ ἀληθὲς ἐλακώ‐ νιζεν ὁ Κίμων, ὥστε καὶ τὸν υἱὸν αὐτοῦ προσαγορεῦ‐ σαι Λακεδαίμονα, ὡς Θουκυδίδης ἐν τῇ πρώτῃ „Λακε‐
5δαίμων τε ὁ Κίμωνος.“ ὁ δὲ Ἀριστείδης ἐκάλυψεν αὐτὸ εἰπὼν ὅτι δι’ ἀρετὴν, ἣν εἶχεν, οὐ μόνον παρ’ Ἀθη‐ ναίοις, ἀλλὰ καὶ παρὰ Λακεδαιμονίοις ἐθαυμάζετο. Λα‐ κεδαιμονίοις δὲ οὐχ ἁπλῶς εἶπεν, ἀλλὰ διὰ τὸ χαίρειν αὐτοῖς Πλάτωνα· πανταχοῦ γὰρ μετὰ τὴν αὐτοῦ τὴν πο‐
10λιτείαν ἐπαινεῖ Λακεδαιμονίων. ABD Oxon.

Tett

152,15

ἃ δ’ ἐστὶν ὡσπερεὶ κεφάλαια—ταῦτ’ εἰρήσεται] πάλιν ὡς ἔχων μὲν πολλὰ εἰπεῖν, τὰ δὲ κεφα‐ λαιωδέστερα ἐπιλεξάμενος. BD.

Tett

152,16

εἰ μὲν γὰρ ἅπαντα ταῦθ’ ἡμῖν] σημείω‐ σαι· ὡς ἀναγκαῖα καὶ ὡραῖα ταῦτα. A. εἰ μὲν γὰρ ἅπαντα ταῦθ’ ἡμῖν ἐστι διακονία] εἰς
ἄτοπον ἀπάγει τὸν λόγον, οὐχ ὅτι τοῦτο ἔλεγε Πλάτων,518
5ὅτι ταῦτα διακονία τυγχάνει, ἀλλ’ ὡς τοῦτο αὐτὸ κα‐ τασκευάζοντος τῷ λέγειν, διάκονος Κίμων. ὅρα δὲ πῶς τὰ καθόλου τῆς πολιτείας πλεονεκτήματα ἴδια ποιεῖται τοῦ Κίμωνος, οὐχ ὅτι πάντα εἶχεν ὁ Κίμων, ἀλλ’ ἀπὸ τῶν καθολικῶν κατασκευάζει τὸ μερικόν. λῆμμα δὲ τὸ ὅτι
10διακονία ταῦτά ἐστιν. ἐκ τούτων κατασκευάζει τὸ ἄτοπον, διὰ τῶν ἐναντίων, ὅτι ἡ πολιτεία διακονία ἐστίν. BD. εἰς ἄτοπον ἐπάγει τὸν λόγον, οὐχ ὅτι τοῦτο ἔλεγε Πλάτων, ὅτι ταῦτα διακονία, ἀλλ’ ὡς τοῦτο αὐτὸ κατασκευάζον‐ τος, τῷ λέγειν περὶ τῶν τεσσάρων τούτων ὅτι διάκονοι
15ἦσαν. Oxon.

Tett

153,1

ἐπέτειον] ἐν ἑνὶ ἔτει. A. τὴν ἐνιαύσιον. καὶ Δημοσθένης „Ὁ δὲ νόμος ἐπέτεια κελεύει τὰ τῆς βουλῆς εἶναι ψηφίσματα.“ BD. προβουλεῦσαι] καὶ τοῦτο ἀξίωμα καὶ ἐν τῇ βουλῆ
5καὶ ἐν τῷ δήμῳ. BD.

Tett

153,4

καὶ ἔτι γ’ εἰ βούλει πρότερον οἰκίας ἄρ‐ χοντα] ἐπὶ τὸ ἀπορώτερον ἐξάγει τὸν λόγον. μέρη δὲ τῆς φιλοσοφίας, ἠθικὸν, οἰκονομικὸν καὶ πολιτικόν· πρῶτον οὖν τοῦ οἰκονομικοῦ τὸ ἠθικόν. BD.
5μὴ ἄρχειν μᾶλλον ἢ δουλεύειν] τοῦτο τὸ ἀπαρέμ‐ φατον οὐκ ἔστι πρὸς τὴν ἐπανάληψιν, ἀλλ’ αὕτη μέν ἐστι διὰ μέσου, τοῦτο δὲ πρὸς τὰ ὄπισθεν αὐτῆς ἀπαρέμφατα ἀποδίδοται. Oxon. τὸ τοῦ κωμῳδοποιοῦ—δοῦλος ὁ δεσπότης] ὁ γὰρ
10κωμικὸς σχετλιάζων τοῦτο εἰσάγει, ὅ τε Ἀριστοφάνης καὶ ὁ Μένανδρος. BD,

Tett

153,5

εἰ ταῦθ’ οὕτως, ὥσπερ ἔφην, ἔχει] ἐπανά‐ ληψις. B. τὸ σχῆμα ἐπανάληψις. διὰ δὲ τὸ μῆχος τῆς ἀποδόσεως τῇ ἐπαναλήψει ἐχρήσατο. BD.

Tett

153,8

κἂν εἴ γε τὴν ἀρχὴν δουλείαν εἶναι] εἰ γὰρ τὴν ἀρχὴν δουλείαν λέγομεν, τί κωλύει καὶ τὴν δουλείαν ἡμᾶς ἀρχὴν εἰπεῖν; ὄντων γὰρ ἐναντίων τῶν πραγμάτων, ἐναντία καὶ τὰ ὀνόματα. BD. τὰ ἐναντία διὰ τῶν ἐναν‐
5τίων ὁρίζεται· ἀκολουθεῖ γὰρ τῷ ἐξ ἀρχῆς ἐπιχειρή‐
ματι. BD.519

Tett

153,10

κἀκ τούτου περίεισιν ἡμῖν ἡ θέσις] περι‐ στρέφεται· ὥσπερ ἐγένετο ἡ ἀρχὴ δουλεία, οὕτως ἀντιστρε‐ φόμενος καὶ γίνεται ἡ δουλεία, ἣν λέγεις, ἀρχή. θέσις δὲ ἡ τῶν ὀνομάτων κλῆσις. BD.

Tett

153,13

τῶν ἐναντίων πραγμάτων—τοῦ πράγμα‐ τος] τὸ πραγμάτων εἶπε δι’ ἄμφω ταῦτα, τήν τε δειλίαν καὶ τὴν ἀρχήν· τὸ δὲ πράγματος, ἐπειδὴ ἓν ἕκαστον τού‐ των τοτὲ μὲν ἀρχὴ, τοτὲ δὲ δουλεία, ὡς ἔδειξεν, ἀποκα‐
5θίσταται. Oxon. καὶ μὴν οὐδὲ ὅ τι λοιπὸν] ἀκολούθως ἀποδέδωκε πρὸς τὸ πρῶτον μὲν ἔγωγε οὐχ ὁρῶ. BD.

Tett

153,14

τούτων περιῃρημένων] τοῦτο ἐπήγαγεν, ὡς ἤδη ἀποδειχθέντος τοῦ πράγματος. BD. εἰ γὰρ μὴ προστησόμεθα] ἡ ἀπόδοσις πρὸς τὸ ἄλλο τι ἢ τῶν ἀψύχων ἐγγύτατα ζῆν λείπεται. BD.

Tett

153,16

οἰκέται] ἐνταῦθα οὐ λέγει δούλους, (ἀνόητον γὰρ τοῖς μεγάλοις οὕτω τάξαι τοὺς οἰκέτας) ἀλλ’ ὡς Ξε‐ νοφῶν, τοὺς οἰκείους οὕτως ἐκάλεσεν. BD.

Tett

153,17

ἀλλ’ οὕτω] τὸ οὕτω ἢ παρέλκεται, ἢ ὡς βούλεται Πλάτων. BD. καθεδούμεθα ὥσπερ ἐν μέσῳ τῷ ἀέρι] ἀντὶ τοῦ κρε‐ μάμεθα. πῶς γὰρ δυνατὸν ἐν μέσῳ τοῦ ἀέρος καθέζε‐
5σθαι; BD.

Tett

154,1

πῦρ ἀμαθύνει] καῖον φθείρει. A.

Tett

154,4

τῶν ἀψύχων] ὡς βαρύτερον ὂν τῶν ἀψύ‐ χων, ἔθηκε τὸ ζῶντα μὴ κινεῖσθαι. ὧδε δὲ ἡ ἀπόδοσις τοῦ εἰ γὰρ μὴ προστησόμεθα. BD.

Tett

154,6

τί μαθὼν, ὦ φίλη κεφαλὴ, αὐτὸς] ἐνταῦθα δείκνυσιν αὐτῷ περιπίπτοντα τὸν Πλάτωνα καὶ μαχόμε‐ νον. BD. αὐτὸς ἡμῖν τοὺς διακόνους μιμῇ] ἠθικὸς πάλιν ὁ
5λόγος. μιμεῖται δὲ πάλιν τῷ λόγῳ τὸν Πλάτωνα. BD.

Tett

154,7

λέγεις μὲν καὶ τυραννίδα συντελεῖν εἰς νό‐ μων θέσιν] ἐπειδὴ σκληρόν τι καὶ λυποῦν ὁ νόμος, δια‐
φέρει τυραννικῆς ἐξουσίας εἰς τὸ ἀναγκάσαι πεισθῆναι τοῖς νόμοις. BD. πάλιν δείκνυσι τὸν Πλάτωνα μαχόμενον520
5ἑαυτῷ, εἴ γε διαβάλλει τὴν τυραννίδα. ἐπαινεῖ δὲ αὐτὴν εἰς νόμων θέσιν· ὁ γὰρ νόμος σκληρὸς καὶ λυπηρός. χρείαν οὖν φησι τυραννίδος εἰς τὸ ἀναγκάσαι πεισθῆναι τοῖς νό‐ μοις. BD. τυραννίδα τὴν βασιλείαν ἐνταῦθα καταχρηστικῶς λέ‐
10γει· διότι γὰρ ὁ νόμος σκληρὸς, δεῖται τυραννίδος, εἰς τὸ ἀναγκάσαι πεισθῆναι αὐτῷ. Oxon. εἰς νόμων θέσιν] ἤγουν νομοθεσίαν. B.

Tett

154,9

τὸ πολυύμνητον δὴ τοῦτο] τὸ ἐξάκουστον. δηλοῖ δὲ ὅτι καὶ Πλάτων τοῦτο ἐποίησε. BD.

Tett

154,10

δύναμις πολιτικὴ] ἀντὶ τοῦ δυναστεία· τὸ δὲ πολιτικὴν ὡς πρὸς ἀντιδιαστολὴν εἶπε τῆς τυραννί‐ δος. BD.

Tett

154,11

ἐν γὰρ αὐτοῖς, οἷς πολιτεύῃ καὶ νομοθε‐ τεῖς] πάλιν εἰς τὴν Πολιτείαν αἰνίττεται καὶ τοὺς Νόμους, οὓς συνεγράψατο. BD. ἀφορίζεις μὲν φύλακας τῇ πόλει, οἵτινες] πάλιν μα‐
5χόμενον αὐτῷ τὸν Πλάτωνα δείκνυσι. BD.

Tett

154,13

τιμὰς] ἢ τὰς ταφὰς λέγει καὶ τοὺς ἐπι‐ ταφίους λόγους, ἢ τὰς χοὰς, ἢ ὅτι τοῖς παισὶ παρεχώ‐ ρουν τὰς τῶν πατέρων τιμάς. BD.

Tett

154,15

εὐθηνοῖ] ἀντὶ τοῦ εὐτυχοίη· εὐθηνίαν γὰρ καλοῦμεν καὶ οἱ παλαιοὶ τὴν εὐπραγίαν. BD.

Tett

154,17

κινδυνεύσειν ἅπαντα κίνδυνον] δηλοῖ τὸν πόλεμον. τὰ δὲ πάντα τοῦ μαχομένου εἰσίν. BD.

Tett

154,19

οὐδ’ ἐν Καρῶν σχήματι καὶ μοίρᾳ θρέ‐ ψεσθαι] πρῶτον βαρβάροις Κᾶρες ἐμισθοφόρησαν, παρὰ δὲ Ἕλλησιν Ἀρκάδες. ABD Oxon.

Tett

155,1

ὀλίγου καὶ ταῦτα μισθοῦ] γένος μισθωτὸν πρὸς πολέμους εἰς θάνατον ἐπιτήδειον. καὶ ταῦτα τοῦ ἐναντίου· ὁ μὲν γὰρ ἐπαινεῖ τὸν μισθὸν, ὁ δὲ ἔλαβεν ἐπὶ
ἀδικίαν καὶ ὕβριν τῶν φυλάκων. φιλοτιμίαν δὲ ἔοικε τὸ521
5κέρδος καλεῖν, ὅτι καὶ πρὸ ὀλίγου μισθὸν εἶπεν. ἀεὶ δὲ κατ’ ἐξοχὴν φιλοτιμίαν τὴν εὐδοξίαν καλοῦσι. BD.

Tett

155,2

οὐκ ἄχρηστος ἡ σπουδὴ, οὐδ’ ἀνελεύθερος] οὐκ ἄχρηστος, ἀντὶ τοῦ οὐκ ἀνωφελής. οὐκ ἄχρηστος δὲ, πρὸς αὐτοὺς τοὺς φύλακας. BD.

Tett

155,3

κατεσκευάσθαι τοιαύτην φυλακὴν πόλει] τὸ καὶ μισθὸν λαμβάνειν, καὶ ὀλίγον καὶ παρ’ ὧν ἔχειν τά‐ ξιν. ἔοικε δὲ αὐτοὺς τοὺς φύλακας αἰνίττεσθαι μάρτυρας παρεῖναι τῷ Κίμωνι. BD.

Tett

155,5

ἐκ τούτων] ἐκ τῶν εἰρημένων περὶ τῶν φυ‐ λάκων. BD.

Tett

155,6

ὡς ἐλευθεριώτατα] τὰ ἐναντία τῷ διακόνῳ καὶ τῇ ἡδονῇ. BD.

Tett

155,7

σχεδὸν ὥσπερ σοι τὰ τῆς πολιτείας ἔχει τῆς ἀκινδύνου ταύτης] καθάπτεται λεληθότως τοῦ φιλοσόφου, ὅτι αὐτὸς μὲν ἐν λόγοις φιλοσοφεῖ, Κίμων δὲ μετὰ τοῦ κινδύνου. τὸ δίκαιον ἐτήρησε, καὶ ἀκινδύνως εἰπὼν δοκεῖ
5μὲν ἐπαινεῖν, ἀκίνδυνον δὲ καλῶν καὶ ἀσφαλῆ διαβάλλει λεληθότως. BD. ἀκινδύνου λέγει, ἢ ὡς καλὴν, ἢ ὡς γρα‐ φεῖσαν μόνην, καὶ οὐκ εἰς ἔργον προχωρήσασαν, ἢ πολι‐ τείας λέγει τὴν τοῦ Πλάτωνος διαγωγήν. Oxon.

Tett

155,9

ἐκ δυοῖν τοῖν ἐσχάτοιν ὅροιν] ἀντὶ τοῦ τῶν ἄκρων. ὅρων δὲ λέγει, ἀντὶ τοῦ ἀποδείξεων, ἢ κανό‐ νων. BD.

Tett

155,11

ἐκεῖνος γὰρ συμβάσης μὲν ἐν Πελοπον‐ νήσῳ ταραχῆς οὐ φαύλης, οὐδὲ μικρᾶς τινος] αὔξει παν‐ ταχόθεν τὸν Κίμωνα, ἀπὸ τῆς Πελοποννήσου, ἀπὸ τοῦ καιροῦ, ἀπὸ τῆς ταραχῆς, ἀπὸ τοῦ σεισμοῦ. BD.

Tett

155,12

ὥστε καὶ Λακεδαιμονίους εἰς πᾶν ἐλθεῖν, τῶν Εἱλώτων ἐπαναστάντων] εἰς πᾶν ἐλθεῖν, ἀντὶ τοῦ περὶ παντὸς κινδυνεῦσαι· λέγει δὲ βίου. λείπει δὲ κινδύνου. τὴν δὲ ἱστορίαν ἔχεις παρὰ Θουκυδίδην ἐν τῇ πρώτῃ, ὅτι
5Εἵλωτες εἰς Ἰθώμην ἀπέστησαν. BD.

Tett

155,13

ὁπλίτας, οὓς σὺ τιμᾷς, ὦ Πλάτων] αὐτὸς
ἐξηγήσατο τὸ θεώρημα τοῦτο, ὁπλίτας εἰπών· καὶ γὰρ ὁ Πλάτων εἶπεν ὅτι εὐψυχότεροί εἰσιν οἱ ὁπλῖται· τὰ δὲ ναυτικὰ διαβάλλει. BD.522

Tett

155,14

ἔσωσε μὲν τὴν πόλιν αὐτοῖς καὶ τὴν χώ‐ ραν] τοῦτο παρ’ ἱστορίαν· ἀπελθὼν γὰρ ὑπωπτεύθη, καὶ ἄπρακτος ἐπανῆκεν οἴκαδε. ABD Oxon.

Tett

155,15

κατέστησε δὲ] ἐν καταστάσει ἐποίησεν. ἔστι δὲ ἡ λέξις ἐπὶ γαλήνης. BD.

Tett

155,16

συμμάχους] συμμάχους τοὺς Λακεδαιμο‐ νίους καλεῖ, ἐπειδὴ σὺν αὐτοῖς ἐπολέμησε τῷ Πέρσῃ. A Oxon. οἱονεὶ τοὺς πεζομάχους. λέγει δὲ Λακεδαιμονίους. συμμάχους δὲ εἶπεν αὐτοὺς, ἐπειδὴ σὺν αὐτοῖς ἐπολέμη‐
5σαν τῷ Πέρσῃ. BD. πρὸς δὲ τοὺς βαρβάρους] ὅρα πῶς συγκριτικῶς πα‐ ραβάλλει αὐτὸν καὶ πρὸς τὸν Θεμιστοκλέα καὶ πρὸς τὸν πατέρα. BD.

Tett

155,17

οὐκ εἰσὶ τῶν Ἑλλήνων οὐδενὶ πλείους, οὐδὲ ὀνομαστότεραι πράξεις ἐν τῇ ὑπερορίᾳ] καλῶς εἶπεν ἐν τῇ ὑπερορίᾳ τὰ γὰρ Θεμιστοκλέους μείζονα ἦν, ἀλλ’ ἐν τῇ Ἀττικῇ γενόμενα. A. Oxon. καλῶς ἡ παρατήρησις
5καὶ προσθήκη τῆς ὑπερορίας· τὰ γὰρ—γενόμενα. BD.

Tett

155,18

τῆς ἀνδρίας ἅμα καὶ τῆς ὑποθέσεως] ἀν‐ δρείαν μέν φησι τὸ ἐν τῷ κινδύνῳ μετὰ λογισμοῦ θρά‐ σος, ὑπόθεσιν δὲ τὴν αἰτίαν τοῦ πολέμου, καὶ οἷον ἀρ‐ χὴν καὶ πρόφασιν. ἢ ὑπόθεσιν καλεῖ τὴν αἰτίαν, σημαί‐
5νων τὸ δίκαιον· οὐ γὰρ ἀρκεῖ πρὸς ἔπαινον ἡ ἀνδρεία, ἐὰν μὴ προσῇ καὶ τὸ δίκαιον. BD.

Tett

156,2

ὑπ’ ἐκείνων] τῶν βαρβάρων. λέγει δὲ ὅτι ὑπὲρ τῶν θεῶν αὐτοὺς ἐτιμωρεῖτο. ABD.

Tett

156,5

οὐδὲ τοῖς θεοῖς αἰσχρῶς ἔχειν τὴν χάριν] ὁ γὰρ δειλὸς σωθεὶς τῇ φυγῇ χάριν ὁμολογεῖ τοῖς θεοῖς τῆς σωτηρίας, ὥσπερ καὶ τούτου παρ’ ἐλπίδα τετυχη‐ κώς. BD.

Tett

156,6

ἀλλ’, ὃ ποιηταὶ καὶ νομοθέται καὶ παροι‐
μίαι καὶ ῥήτορες, καὶ πάντες κελεύουσιν, ἀμύνεσθαι τοὺς ὑπάρξαντας, τοῦτο εἰσηγεῖτο] διαφόρως κατασκευάζει τοῦ πολέμου τὸ δίκαιον· καὶ ὅτι ἀμυνόμενος ὁ Κίμων ἐπεξ‐523
5ῆλθε· καὶ ὅτι πᾶσα τέχνη ἐπαινεῖ τὸ πραχθέν. Ὅμη‐ ρος „Ἄνδρες ἐπαμύνασθαι, ὅτι τις πρότερος χαλεπήνῃ.“ Σόλων· τὸν ἄγοντα βίᾳ τἀμὰ, εὐθὺς ἀμυνόμενος κτεῖναι, ἢ ὡς πένητα γνῶναι. παροιμία, τὸν ξύοντα ἀντιξύειν. Δημοσθένης· „Ἀμύνασθαι τὸν εἰς ὑμᾶς ὑπάρ‐
10ξοντα.“ ABD Oxon. καὶ ἐγὼ δὲ οὐκ αὐτὸς ἄρχων, ἀλλ’ ἀμυνόμενος. BD Oxon.

Tett

156,7

πρὸς τοῦτ’ ἦγεν αὐτοὺς] ὅρα πάλιν πῶς ἄρχοντα αὐτὸν δείκνυσι τῶν Ἀθηναίων, οὐκ ἀρχόμενον παρ’ αὐτῶν. BD.

Tett

156,8

οὐχ ὡς ἄν τις τὸ ἥδιστον] θαυμασίως εἶπε, πρὸς τὰ ἐγκλήματα τοῦ Πλάτωνος ἀπαντῶν, ὅτι οὐ τοῦ ἡδέος γίνονται οἱ ῥήτορες. οὐ γὰρ ἦν, φησὶν, ἡδὺς ὁ πόλεμος, ὃν ᾑροῦντο ποιεῖν· ἀεὶ γὰρ ὁ Πλάτων διαβάλ‐
5λει τοὺς τὴν ἡδονὴν διώκοντας. BD. ἀλλ’ ὡς ἄν τις τὸ δικαιότατον λέγων] δύο κεφα‐ λαίοις διαιρεῖ τὸν λόγον, δικαίῳ καὶ συμφέροντι. εἰπὼν οὖν τὸ δίκαιον εὐθέως ἐπάγει τὸ συμφέρον. ἰστέον δὲ ὅτι τὸ μὲν δίκαιον ἀπὸ τῶν παρῳχημένων δεῖ γίνεσθαι, τὸ δὲ
10συμφέρον ἀπὸ μελλόντων. BD. δυσὶ κεφαλαίοις χρῆται, δι‐ καίῳ καὶ συμφέροντι· εἰπὼν οὖν τὸ δίκαιον εὐθέως ἐπάγει τὸ συμφέρον. ἰστέον δὲ ὅτι τὸ δίκαιον μὲν ἀπὸ τῶν πα‐ ρῳχημένων, τὸ δὲ συμφέρον ἀπὸ τῶν μελλόντων δείκνυ‐ ται. Oxon.
15πρὸς δὲ τούτοις καὶ τῆς Ἑλλάδος φυλακὴν] ἀντι‐ πῖπτον λύει· ἀλλ’ οὐδὲν, φησὶν, ἔβλαψε τὴν Ἑλλάδα. ὁ δὲ λέγει· ἀλλὰ τῆς γνώμης αὐτοὺς καὶ τῆς βουλήσεως
ἠμύνατο. BD.524

Tett

156,10

μηδὲν ἔτι τοιοῦτον ἐνθυμηθῆναι τοῦ λοι‐ ποῦ] ἢ μηκέτι ἐπελθεῖν τῇ Ἑλλάδι, ἢ μηκέτι ὑπήκοον ἔχειν αὐτήν. B.

Tett

156,11

εἰς τὴν ἐκείνων ἐξῆγε τὸν πόλεμον] τοῦτο πάλιν πρὸς τὸν Πλάτωνα ἀποτείνεται, λέγοντα ὅτι δεῖ τοὺς πολεμίους ἐπιόντας μόνον ἀμύνασθαι, ἀλλ’ οὐκ ἐπὶ τὴν πολεμίαν τοὺς πολεμιστὰς ἐξάγειν. BD.

Tett

156,13

καὶ οἷστισι προσμίξειεν αὐτῶν] ἀντιπῖπτον λύει· ἀλλὰ τοὺς ἄλλους ἔφευγεν. ὁ δὲ ἐπήγαγε· καὶ ὅστις προσμίξαιεν αὐτῷ. BD. ἐπὶ δὲ Εὐρυμέδοντι ποταμῷ ναυμαχίας καὶ πεζομα‐
5χίας μνημεῖα ἔστησεν, ἀμφότερα ἡμέρᾳ μιᾷ νικῶν] ηὔξησε πλέον τῷ καιρῷ, μιᾶς ἡμέρας δύο τρόπαια διηγούμενος. πεζομαχίαν δὲ εἴρηκε διὰ τὸ θαυμάζειν τοσοῦτον τὸν Πλάτωνα. BD.

Tett

156,14

ὥστε τοῖς προτέροις ἔργοις] συγκρίνει τὰ γενόμενα παρὰ Κίμωνος ἐν τῇ ἀλλοδαπῇ πρὸς τὰ γενό‐ μενα ἐν τῇ Ἑλλάδι παρὰ Θεμιστοκλέους. B.

Tett

156,15

ὅμως τις ὕμνησεν αὐτῶν] τὸν Σιμωνίδην λέγει· τὸ δὲ ὕμνησεν εἶπεν, ὡς τολμηρόν τι ποιήσεται. A. ὡς τολμηρόν τι ποιήσαντα. λέγει δὲ τὸν Σιμωνίδην. τοῦ δὲ οὐ πάντα καλῶς ἡ προσθήκη· οὐ γὰρ πάσας εἶχε τὰς
5πράξεις ὁ Εὐρυμέδων τοῦ Κίμωνος. BD.

Tett

156,16

ἐξ οὗ τ’ Εὐρώπην Ἀσίας δίχα πόντος ἔκρινε, καὶ πόλιας θνητῶν θοῦρος Ἄρης ἐφέπει] ἐξ οὗ μακροῦ διεχώρισεν ἡ θάλασσα τήν τε Εὐρώπην καὶ Ἀσίαν, καὶ ὁ Ἄρης ἀκολουθεῖ ταῖς πόλεσι. B.

Tett

157,1

καὶ ταῦτα οὐκ ἀπεικότως παρύμνησεν] ὁ Σιμωνίδης. B.

Tett

157,2

ἐκεῖνα μὲν γὰρ ἐν πύλαις τῆς Ἑλλάδος ἐκιν‐ δυνεύετο] οὕτως μὲν καλεῖται ὁ τόπος ὁ μεταξὺ Θεττα‐ λίας καὶ τοῦ Πηνειοῦ. νοεῖται δὲ ὅτι καὶ ἐν ἀνάγκαις· ὅθεν καὶ παροιμία ἐπὶ τῶν κινδύνων, ἐν πύλαις ἡ
5μάχη. ABD et usque ad Πηνειοῦ etiam Oxon.

Tett

157,3

τὰ μέν γε ἐν αὐταῖς πύλαις] λεληθότως Λα‐ κεδαιμονίων καθάπτεται· τριακόσιοι γὰρ ἐξ αὐτῶν ἀπέθα‐ νον ἐν Πύλαις. A. σημαίνει τοὺς τριακοσίους, τοὺς Λακεδαιμονίων τοὺς525
5ἀποθανόντας ἐν Πύλαις. λεληθότως δὲ τῶν Λακεδαιμο‐ νίων καθάπτεται. BD.

Tett

157,6

οἱ δ’ εἰς πύλας ἀπαντήσαντες οὐδὲν πλέον] εὐκαίρως, ἐπειδὴ τῶν πεζομαχούντων Λακεδαιμονίων ἐπαι‐ νέτης ὁ Πλάτων. BD.

Tett

157,10

διὰ ταῦτα, φησὶ] ὁ ποιητὴς δηλονότι, A. μιμεῖται τὸ σχῆμα τοῦ λόγου τοῦ Σιμωνίδου, ὡς ἐκεῖνος ἡμῖν διαλεγόμενος. BD.

Tett

157,11

οὕτως ἀκριβής τις καὶ βέβαιος ἐκεῖνος φύ‐ λαξ ἦν τῆς Ἑλλάδος, οὐ μόνον τῆς ἑαυτοῦ πόλεως] πά‐ λιν πρὸς Πλάτωνα ἡ ἀπότασις. B.

Tett

157,14

τῷ φόβῳ τοὺς Ἕλληνας] τὸ σχῆμα ἐλ‐ λειπτικόν. ἔστι δὲ Δημοσθενικόν· φησὶ γὰρ ἐκεῖνος „Τε‐ θνᾶσι τῷ δέει τοὺς ἀποστόλουσ“ ἀντὶ τοῦ τῶν ἀποστόλων· τῷ φόβῳ τοὺς Ἕλληνας ἀντὶ τοῦ τῶν Ἑλλήνων. ABD.
5ἐξ οὗ καὶ Δημοσθένης „Τεθνᾶσι τῷ δέει τοὺς ἀποστό‐ λουσ“ ἀντὶ τοῦ τῶν ἀποστόλων. B.

Tett

157,15

τῆς κάτω χώρας] τῆς παραθαλασσίας, ἤγουν τῆς Ἰωνίας. A. τῆς παραθαλασσίας. λέγει δὲ τὴν Ἰωνίαν. BD Oxon.

Tett

157,16

ὧν τἀναντία ὕστερον συνεχώρησαν Λακε‐ δαιμόνιοι] τὴν εἰρήνην λέγει τὴν ἐπὶ Ἀνταλκίδου λεγομέ‐ νην, ὥστε τοὺς οἰκοῦντας τὴν Ἀσίαν Ἕλληνας δούλους εἶναι τοῦ βασιλέως. ABD Oxon.

Tett

157,17

οἷς ἡ τῶν εἰς τοὺς πολέμους ἐμπειρία καὶ ἕξις πρόσκειται μόνη] ἐμπειρία ἐστὶν ἡ μετὰ πλήθους χρό‐ νου ἀπὸ τῶν πραγμάτων εἴδησις· ἕξις δὲ μόνιμος, καθ’ ἣν ἔχομεν πρὸς τὰ πάθη ἢ εὖ, ἢ κακῶς. ABD Oxon.
5ὥς φησιν Ἀριστοτέλης Add. BD.

Tett

157,18

τοσούτῳ κρεῖττον Κίμων ἐφύλαξε τοὺς Ἕλ‐ ληνας] ὅσον, φησὶν, ηὔξησε, τοσοῦτο πλέον ἐφύλαξε. λέγων δὲ καὶ πράττων ἀντὶ τοῦ συμβουλεύων καὶ πολε‐ μῶν. BD.526

Tett

158,1

ἆρ’ οὖν ταῦτα ἂν οὕτω κατείργαστο] τὸ σχῆμα ἐλεγκτικόν· πάλιν γὰρ ἐπάνεισιν εἰς τὸ κατηγορού‐ μενον· καὶ κολακείας γὰρ κατηγοροῦντο. BD.

Tett

158,3

εἰς ὅσον ἐξῆν] καλὸν τὸ εἰς ὅσον· δημοκρα‐ τία γὰρ ἦν, καὶ οὐκ ἐν αὐτῷ μόνῳ τὰ τῆς ἀρχῆς. τὸ δὲ ἦγε πάλιν ὡς ἐπὶ διδασκάλου, ἀντὶ τοῦ ἐπαίδευεν. BD.

Tett

158,6

οὐκ ἀσελγαίνοντας, οὐδ’ ὑβρίζοντας αὐτοὺς] ἀσελγεῖς ἐκάλουν οἱ παλαιοὶ τοὺς ἑτοίμως ἔχοντας πρὸς ἅπασαν ἡδονήν· Σέλγοι γὰρ ἔθνος εἰσὶ σωφρονέστατον, ἀπὸ τῆς Σέλγης καλουμένης χώρας. ἔστι δὲ πόλις Παμ‐
5φυλίας. ἀσελγεῖς οὖν ἐντεῦθεν οἱ μὴ σώφρονες. ἔστι δὲ ἡ λέξις καὶ ἐν τῷ κατὰ Μειδίου. ἐπὶ δὲ τοῦ αὐτοῦ νῦν τὴν ἀσέλγειαν καὶ τὴν ὕβριν ἔλαβεν. BD.

Tett

158,7

ὡς οἷόν τι μάλιστα κοσμίους ὄντας καὶ τὴν τάξιν φυλάττοντας] ὡς οἷόν τε εἰπεῖν· ὅτι μέλλει ἐν τῇ κοινῇ ἀπολογίᾳ λέγειν ὅτι ἐστασίασαν Ἀθηναῖοι. κατὰ κοινοῦ δὲ τὸ ὡς οἷόν τε. BD.
5ὅ φησιν Ὅμηρος, αἰδουμένους κρατεῖν ἂν τῶν πολε‐ μίων οἶμαι] ἀλλήλους αἰδεῖσθαι κατὰ κρατερὰς ὑσμίνας. ὡς ἔνδοξον διέλαβε τοῦ ποιητοῦ τὸ πρόσωπον. BD. φησὶ γὰρ „Ἀλλήλους αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας.“ Oxon.

Tett

158,8

χρησίμους εἶναι κἀκείνῳ] ὡς στρατηγῷ δη‐ λονότι, αὐτοῖς δὲ, διότι ἐσώζοντο. BD. κἀκείνῳ] ὡς στρατηγῷ. B. σφίσιν αὐτοῖς] διότι ἐσώζοντο. B.

Tett

158,9

τὸν τέκτονα] τὸν τέκτονα νῦν καλεῖ τὸν οἰκοδόμον, ποιητικῶς ἀπὸ τοῦ τεκταίνειν πεποιημένου τοῦ ὀνόματος. τούτοις δὲ ὁ Πλάτων κέχρηται. BD.

Tett

158,11

καὶ μὴν ὅτι καὶ τὸ πᾶν τοῦτο κόσμος
ἐκλήθη λέγεις ὀρθῶς] ἀνάγει ἐπὶ μεῖζον τὸ παράδειγμα, παρὰ Πλάτωνος δεξάμενος τὴν ἀρχὴν τοῦ λόγου· τοῦτο γὰρ αὐτὸς ἐν τῷ Γοργίᾳ εἶπε. BD.527

Tett

158,13

Κίμων τοίνυν τῆς τοῦ παντὸς ἐπωνυμίας τὸ γιγνόμενον τῇ πόλει διεσώσατο] Θεόπομπος ἐν τῷ δε‐ κάτῳ τῶν Φιλιππικῶν περὶ Κίμωνος· οὐδέπω δὲ πέντε ἐτῶν παρεληλυθότων, πολέμου συμβάντος πρὸς Λακεδαι‐
5μονίους ὁ δῆμος μετεπέμψατο τὸν Κίμωνα, νομίζων διὰ τὴν προξενίαν ταχίστην ἂν αὐτὸν εἰρήνην ποιήσασθαι. ὁ δὲ παραγενόμενος τῇ πόλει τὸν πόλεμον κατέλυσε. τὸ γιγ‐ νόμενον δὲ ἀντὶ τοῦ ἁρμόττον· μέρος γὰρ τοῦ παντὸς αἱ Ἀθῆναι. μέρος οὖν τοῦ κόσμου παρελάβοντο αὐταῖς
10ἀποχρῶν. τοῦ παντὸς δὲ, τουτέστι τοῦ κόσμου. μιμητὴν δὲ αὐτὸν λέγει τοῦ κόσμου γενόμενον. BD.

Tett

158,15

κἀν ταῖς στρατείαις τοὺς ἑπομένους] τοῦτο προσέθηκεν, ἵνα μὴ μόνον φιλοσοφοῦντα δείξῃ αὐτὸν ἐν πόλει, ἀλλὰ κἂν ὡς κινδύνοις ἀριστεύοντα. τὸ γὰρ ἐν πό‐ λει μόνον εἶναι λαμπρὸν ἀκίνδυνόν ἐστιν ἀρετῇ. BD.
5ἀλλ’ ἐξωστράκισαν αὐτὸν, ὅπως αὐτοῦ δέκα ἐτῶν τῆς φωνῆς μὴ ἀκούσειαν] ὁ μὲν Πλάτων τὴν ἀντίθεσιν ἐπὶ διαβολῆς ἐδέξατο τοῦ Κίμωνος. ἔχει δὲ ἦθος νῦν ὁ λόγος ἐγκωμίου· οὐ γὰρ ἦν ἔγκλημα ἐξοστρακισμὸς, ὡς ἔγνωμεν ἐν τῇ πεντηκονταετίᾳ Θουκυδίδου περὶ Θεμιστο‐
10κλέους, ἀλλὰ διὰ φόβον τῆς γνώμης γινόμενος καὶ τοῦ φρονήματος τῶν ἀνδρῶν. φησὶ δὲ ὁ αὐτὸς συγγραφεὺς, καὶ διὰ κακίαν ἐξοστρακίζεσθαι. λέγει δὲ ἐν τῇ ὀγδόῃ, περὶ Ὑπερβόλου ἡμῖν διηγούμενος. BD.

Tett

158,16

καὶ πάλιν γε κατήγαγον] ἔλυσε τὴν ἀντί‐ θεσιν τῇ μετανοίᾳ· ἀντιτίθησι γὰρ τῇ φυγῇ τὴν κάθο‐ δον. BD.

Tett

158,18

ἃ μὲν οὐ δικαίως κατεψηφίσαντο, κατ’ ἀμφοτέρων λέγεις] οὐ κατηγορῶν Ἀθηναίων καὶ Κίμωνος τὸν ἐξοστρακισμὸν ὁ Πλάτων ἔφησεν, ἀλλ’ ἐπ’ ὀνείδει μό‐ νον τοῦ Κίμωνος· σοφίζεται δὲ ὁ ῥήτωρ διὰ τὴν ὕστερον
5Ἀθηναίων μετάνοιαν, ἵνα δείξῃ καὶ ἀμφοτέρων καθαπτό‐
μενον Πλάτωνα. Oxon. ἃ δ’ ὀρθῶς ἐβουλεύσαντο] ἡ μετάνοια ὁμολογίαν ἔχει τοῦ ἁμαρτήματος. BD.528

Tett

158,19

τοῖς μὲν προαχθεῖσι] ἀντὶ τοῦ ἀναγκα‐ σθεῖσι δίχα βουλῆς καταψηφίσασθαι. BD.

Tett

159,1

σὺ δὲ, ὥσπερ τι κύριον] ἐν τῇ κοινῇ ἀπο‐ λογίᾳ πλατύτερον περὶ τῆς καθόδου ἐρεῖ· ἡ γὰρ κοινὴ ἀπολογία λόγον ἀγῶνος ἐπέχει. Oxon.

Tett

159,3

ἀλλ’ ὃ μὲν ἦν χαλεπώτερον] πανταχοῦ τὴν βασκανίαν σημαίνει τοῦ Πλάτωνος. BD.

Tett

159,4

ὃ πάντων ἀτοπώτατόν ἐστι] τὸ καταψηφί‐ σασθαι φυγὴν αὐτοῦ. BD. κατηγορῶν αὐτῶν τῶν Ἀθηναίων] κατηγορῶν Ἀθη‐ ναίων ὁ Πλάτων ἀγρίους αὐτοὺς ἐκάλεσε. ῥητορικὸν δέ
5ἐστι τὸ σόφισμα· ὁ γὰρ Πλάτων αὐτό φησι πεποιηκέναι αὐτούς. BD. καὶ τό γε κάλλιον] οἷον ἤλπιστο καταδουλοῦσθαι ὑπ’ αὐτοῦ. κατὰ ἦθος δέ· οὐδὲ γὰρ καλόν φησι. BD. οὐ τὰ δεύτερα ταῦτα, ἀλλ’ ἐκεῖνα, ἅ τις ἂν χαίρων
10τῷ Κίμωνι] οὐκ ἐνεκάλεσε γὰρ διότι κατήγαγον αὐτὸν, ἀλλ’ ὅτι τῶν ἀρχῶν ἐξωστράκισαν. BD.

Tett

159,6

τὴν αἰτίαν ἐφ’ αὑτοὺς μετέθεσαν] τῇ ἀφέσει τῆς φυγῆς. B.

Tett

159,7

οὐκ ἴσον τι νομίζεις εἶναι] θέλει εἰπεῖν ὅτι καὶ μεῖζον. βιαίως δὲ ἐπεχείρησε κάλλιον εἶναι βιαζόμε‐ νος. B.

Tett

159,8

τὸ μὲν γὰρ καὶ τοῖς τυχοῦσιν ὑπάρχει δή‐ που] τύχης γὰρ ἔργον ἐστί. λέγει δὲ τὸ ἐκβληθέντα κατελ‐ θεῖν. B.

Tett

159,9

κἀκεῖνο μὲν ἂν τῇ τύχῃ τις εἶχε λογίζεσθαι] προεῖπε γὰρ καὶ τοῖς τυχοῦσι. λέγει δὲ πάλιν τὸ ἐκβλη‐ θῆναι. BD.

Tett

159,11

καὶ τάχα ἄν τι καὶ ἄλλο τοιοῦτο φανείη] ἤλπιστο γὰρ καταδουλοῦσθαι ὑπ’ αὐτοῦ. BD.

Tett

159,12

οὐδέν ἐσθ’ ἕτερον, πλὴν τῆς ἀρετῆς, αἰ‐
τιᾶσθαι] ἐπίτασιν ἔχει τὸ λεχθέν· ὥσπερ γὰρ ἱκέτας αὐτοῦ ἔδειξε τοὺς Ἀθηναίους. ἐπὶ καλοῦ δὲ νῦν καὶ τὸ τῆς αἰ‐ τίας ὄνομα. BD.529

Tett

159,13

σφῶν αὐτῶν καταγιγνώσκειν μᾶλλον ἠξίουν] ἀντὶ τοῦ ἑαυτῶν· διὰ τῆς μετανοίας· αὐτῶν γὰρ δηλοῖ τούτων κατηγορίαν. BD.

Tett

159,14

ὥστ’ εἰ μὲν αὐτὸν ἐφ’ ἑαυτοῦ δεῖ σκοπεῖν] διλήμματον τὸ σχῆμα. BD.

Tett

159,16

ὃ δὲ, πολλῶν καὶ μεγάλων ὄντων] εἰς τοὺς ἀγῶνας τηρεῖ τὴν τελείαν ἀπολογίαν. ABD. μέλλει γὰρ εἰπεῖν ἐκεῖ ὅτι οἱ ἄλλοι οὔτε ἐξεβλήθησαν οὔτε κατήχθη‐ σαν. BD.

Tett

159,18

σχεδὸν γὰρ ἐν ὀλίγοις τῶν πάντων] καὶ τοῦτο θεραπεία· μόνον γὰρ αὐτὸν λέγει μὴ συνεμπίπτειν τοῖς ἄλλοις. BD.

Tett

159,19

ἀντέχει τῷ λόγῳ τούτῳ] τῷ λέγοντι τοὺς παῖδας τῶν ἀγαθῶν ἀνδρῶν φαύλους ἀποβαίνειν. ABD. καὶ οὐ συναγωνίζεται] ἀντὶ τοῦ μάχεται. λόγος δὲ τῇ παροιμίᾳ, ἀνδρῶν ἡρώων τέκνα πήματα. A.

Tett

160,1

ὡς ἄρα τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν] πάλιν μετὰ κολάσεως εἶπε. BD. ὡς ἄρα τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν ὥσπερ εἱ‐ μαρμένον εἴη τοὺς υἱεῖς φαύλους ἀποβαίνειν] οὕτω Δημο‐
5σθένης φησὶ, τῶν ἀγαθῶν ἀνδρῶν ὥσπερ εἱμαρμένον εἴη φαύλους ἀποβαίνειν τοὺς υἱεῖς. ἀλλὰ καὶ παροιμία, ἀν‐ δρῶν ἡρώων τέκνα πήματα. Oxon.

Tett

160,2

ὀλίγου τινὸς] ἀντὶ τοῦ οὐδαμῶς. παρὰ τὸ ποιητικόν· παῦροι γάρ τε παῖδες ὁμοίιοι πατρὶ πέλον‐ ται. BD. υἱὸς ὢν Μιλτιάδου] ηὔξησε τὸν Μιλτιάδην, ἵνα πλέον
5ἐκ τούτου τὸν Κίμωνα. BD. κληρονομῶν τοσούτου κινδύνου, τῆς ἐκείνου δόξης] παραδόξως εἶπεν, οὐ χρημάτων κληρονομεῖν, ἀλλὰ κιν‐ δύνων. ABD Oxon. κίνδυνος γὰρ οὐ μικρὸς διάδοχόν τινα τῆς πατρῴας ἀρετῆς γεγενῆσθαι. Oxon.

Tett

160,3

τῆς ἐκείνου δόξης] τοῦτο εἶπε διὰ τὴν πα‐ τρῴαν ἀρετήν· τοσούτου γὰρ κινδύνου, φησὶ, κληρονο‐ μοῦσιν οἱ καλῶν πατέρων παῖδες γενόμενοι, ὅτι τοῖς ἐξ ἀγαθῶν γενομένοις ἀνάγκη πρὸς τὴν δόξαν ἁμιλλᾶσθαι·530
5τῶν πατέρων, ὡς μὴ ἐκείνων ἥττους φανῆναι. BD.

Tett

160,5

ὥσπερ ἰχνῶν εἴχετο τῶν ἔργων τοῦ πατρὸς] ἰχνῶν, ἀντὶ τοῦ βημάτων. ἔστι δὲ ἀπὸ μεταφορᾶς τῶν θη‐ ρευτικῶν κυνῶν. τὸ δὲ εἴχετο ἀντὶ τοῦ ἀντελάβετο. BD.

Tett

hyp Milt

(t1)

ΜΙΛΤΙΑΔΗΣ.
t2Ὑπόθεσις.
1Ἡρόδοτος ἐν τῇ ἕκτῃ ἱκανῶς ἐξείργασται τὰ περὶ τὸν Μιλτιάδην, καὶ τὸν θεῖον αὐτοῦ, Μιλτιάδην τὸν Κυ‐ ψέλλου τὸν πρῶτον ἄρξαντα Χερροννήσῳ, λέγων ὅτι Μιλτιάδης, ὁ στρατηγήσας ἐν Μαραθῶνι, Κίμωνος μὲν
5ἦν υἱὸς τοῦ Τισαγόρα, δέκατος δὲ ᾕρητο στρατηγὸς Καλλίμαχος, ὃς κατὰ νόμον ἰσόψηφος ἦν ἑκάστῳ τῶν στρατηγῶν. ἐδόκει δὲ τοῖς μὲν τῶν στρατηγῶν μὴ συμβάλλειν, τοῖς δὲ μάχεσθαι, ἐν οἷς ἦν καὶ Μιλτιά‐ δης. ὡς δὲ προέλαβε τὸν πολέμαρχον, ἐνίκα τῇ γνώμῃ·
10παρεδίδοσαν μὲν γὰρ αὐτῷ τὴν ἐξουσίαν οἱ πρὸ αὐτοῦ πρυτανευόμενοι στρατηγοὶ καθέκαστον, αὐτὸς δὲ οὐ συνέβαλλεν, ἕως ἐπ’ αὐτὸν ἧκεν ἡ πρυτανεία τῆς ἡμέρας· καὶ τότε συμβαλὼν ἐνίκησεν, ἐπὶ ἄρχοντος Φαινίππου Ἀθήνησιν, ὑφ’ οὗ ἐψηφίσαντο Ἀθηναῖοι
15γραφῆναι τὴν Πεισιανακτείαν στοὰν, ἥτις ὕστερον ἐκλήθη Ποικίλη. κατηγορηθεὶς δὲ ὑπὸ Ἀλκμαιωνίδων, ὅτι Νά‐ ξον, ἢ Πάρον, (ἄμφω γὰρ λέγεται) δυνηθεὶς ἑλεῖν, κατε‐ χομένην ὑπὸ Περσῶν, οὐκ ἐβουλήθη, ἐκινδύνευσε μὲν
ἀποθανεῖν, τεσσαράκοντα δὲ τάλαντα ἐζημιώθη, ἃ ἐξέτισε531
20Κίμων. τέθνηκε δὲ μετὰ δύο ἔτη τῆς μάχης, ὡς οἱ πλείους ψηφίζονται ἐν τῷ δεσμωτηρίῳ. AB.

Tett

160,8

περιήκει δ’ ἡμῖν ὁ λόγος εἰς αὐτὸν Μιλ‐ τιάδην] δεινῶς εἶπε τὸ περιήκει ὡς ἐπὶ κύκλου τινός. ἀμέ‐ λει ἐπιφέρει τὸ περιήκει. ποῦ χοροῦ τάξομεν. ἔστιν οὖν ἡ λέξις τροπική. BD.
5ὃν ἐγὼ μᾶλλον ἂν αἰσχυνοίμην ἐπαινῶν, ἢ ψέγων] ὑπὲρ γὰρ ἔπαινον ἔχει τὴν ἀρετήν. διό φησι, καὶ αἰσχύ‐ νομαι ἐπαινέσαι. παραδόξως ἐπεχείρησεν· οὐδὲ γὰρ ὅτι ψέγειν εἶχεν, οὕτως εἶπεν, ἀλλ’ ὅτι μὴ κατ’ ἀξίαν ἐπαι‐ νεῖν αὐτὸν, ἴσον ἀποφαίνων τὸ ψέγειν τὸ μὴ δύνασθαι
10κατ’ ἀξίαν ἐπαινεῖν. BD Oxon. μᾶλλον δὲ πλέον Add. Oxon.

Tett

160,9

οὕτω μοι δοκῶ πάντ’ ἂν ἔλαττον εἰπεῖν ἢ βούλομαι] αὐτὸς ἐξηγήσατο τὸ ἄτοπον τοῦ νοήματος· οὐ γὰρ ἔχω, φησὶν, ἐπαινεῖν, ὡς βούλομαι. BD.

Tett

160,10

εἰ γὰρ ἀναστὰς, λέγω, Πλάτων αὐτὸς ἀξιώσει κατηγορεῖν Μιλτιάδου] ὡς εὐχόμενός ἐστιν ἀνά‐ στασιν εὑρεῖν τὸν Πλάτωνα, ἵνα ἔχῃ πρὸς αὐτὸν ἀντιλέ‐ γειν. δόξειε δ’ ἂν ἀνόητον εἶναι τὸ λεγόμενον. εἰ ἀξιώσει,
5φησὶ, κατηγορεῖν. τί οὐ κατηγόρησε; καὶ τί ἀντιλέγεις; ἢ ἀπολογεῖται, δοκοῦσι δὲ ἀγνοεῖν τὸ ὄνομα τῆς κατηγο‐ ρίας οἱ διαβάλλοντες. ἤδη γὰρ ἡμᾶς ὁ ῥήτωρ ἐδίδαξεν ὅτι κατηγορία ἐγκλήματα ἔχει· ὁ δὲ Πλάτων οὐκ ἐγκλή‐ ματα εἶπε κατ’ αὐτῶν, ἀλλὰ διαβολάς. λεληθότως δὲ κω‐
10μῳδεῖ πάλιν τὸν Πλάτωνα. διὰ τούτου δὲ δηλοῖ ὅτι οὐδὲ τότε κατηγόρησεν ἂν αὐτοῦ, εἰ μὴ διὰ τὴν πρὸς Καλλι‐ κλέα φιλονεικίαν. BD. τοῦ βελτίονος] ἀντὶ τοῦ καλοῦ καὶ εὐδοξίαν φέρον‐ τος. συγκριτικὸν δέ ἐστιν ἀντὶ ἁπλοῦ. BD.

Tett

160,12

Μιλτιάδην δέ φησι τὸν ἐν Μαραθῶνι] δει‐ νῶς πάλιν εἴρηκε τοῦτο. ὃ γὰρ Πλάτων κατὰ ἦθος δια‐
σύρων εἶπεν, οὗτος εἰς ἔπαινον περιστρέφει· ὁ γὰρ Πλά‐ των οὕτως εἴρηκεν ἐν τῷ Γοργίᾳ· Μιλτιάδην δὲ τὸν ἐν532
5Μαραθῶνι εἰς τὸ βάραθρον ἐμβαλεῖν ἐψηφίσαντο. καὶ εἰ μὴ διαπρυτανεύων, ἐνέπεσεν ἄν. BD Oxon.

Tett

160,13

τοῦτό ἐστιν ἐγγυτέρω θρήνου τινὸς, ἢ μέμψεως] θρῆνον ἐκάλεσεν αὐτοῦ τὴν μέμψιν· ὡσανεὶ ἔλεγε· τοῦτό ἐστι τὸ ῥῆμα θρηνοῦντος, ὅτι ἀπέθανεν. BD.

Tett

160,14

ὥσπερ οὓς Σιμωνίδης εἰώθει τιμᾶν ἐν τοῖς ἐπιγράμμασιν] πλέων ὁ Σιμωνίδης προσέσχε τινὶ τόπῳ, καὶ λείψανον εὑρὼν κοσμήσας ἔθαψε. καὶ κοιμηθέντι παρέστη τοῦ λειψάνου τὸ εἴδωλον, συμβουλεῦον μὴ πλεῖν.
5ὁ δὲ ἀναστὰς τοῖς ναύταις ἀνεκοινοῦτο. οἱ δὲ μὴ πει‐ σθέντες ἀνήγοντο, αὐτὸς δὲ κατέμεινεν ἐκεῖσε. χειμῶνι δὲ χρησάμενοι ναυαγίῳ περιέπεσον. καὶ ἐπὶ τούτῳ τιμᾷ Σι‐ μωνίδης αὐτὸν ἐπιγράμματι „Οὗτος ὁ Κίου Σιμωνίδεω ἐστὶ σαωτὴρ, ὃς καὶ τεθνηὼς ζῶντι παρέσχε χάριν.“ BD
10Oxon.

Tett

160,15

μετέχει τοῦ καταλόγου] ἀντιπῖπτον λύει· καίτοι οὖν ἀπολογῇ. ὁ δὲ φησὶ, μετέχει τοῦ καταλόγου τῆς διαβολῆς. τὸ δὲ περιέστηκε σημαίνει τὸ εἰς τοὐναντίον συνέβη, ἢ ἀντὶ τοῦ συνηρίθμηται τοῖς κόλαξι. BD.
5περιέστηκεν αὐτῷ] ἀντὶ τοῦ εἰς τοὐναντίον συνέβη, ἢ συνηρίθμηται τοῖς κόλαξι. B. τὸ τῶν Πλαταιέων] πάθος. A. τὸ τῶν Πλαταιέων τῶν ὑπ’ αὐτοῦ τότε κοσμηθέντων] αἰνίττεται τὴν Μαραθῶνα· τότε γὰρ μόνοι οἱ Πλαταιεῖς
10ἀπήντησαν εἰς τὴν μάχην. τὸ δὲ κοσμηθέντων σημαίνει τὸ ὁπλισθέντων, ἢ στρατηγηθέντων. καὶ Ὅμηρος „Ἀτὰρ ἐπεὶ κόσμηθεν.“ λέγει δὲ τὸ περὶ Πλαταιέων γενόμενον ἐρώ‐ τημα παρὰ Λακεδαιμονίων ἐν τρίτῃ Θουκυδίδου ἀνακό‐ λουθον. δικασταὶ γὰρ ὄντες αὐτῶν ὡς κατήγοροι ἐβούλοντο
15αὐτοὺς ἀνελεῖν. ἠρώτων δὲ οἱ καθήμενοι πέντε δικασταὶ,
τί τοὺς Ἕλληνας εὖ πεποιήκασι. πρὸς ὃ οἱ Πλαταιεῖς ἀπε‐ λογήσαντο, μηδενὸς κατηγοροῦντος αὐτῶν. BD. αἰνίττεται τὴν ἐν Μαραθῶνι μάχην· τότε γὰρ μόνοι οἱ Πλαταιεῖς ἀπήντησαν εἰς τὴν μάχην. διὰ δὲ τοῦ εἰπεῖν τῶν ὑπ’ αὐ‐533
20τοῦ τότε κοσμηθέντων ἐμφαίνει ὅτι οὐκ ἂν ἄλλως ἐνίκων, μὴ παρόντος αὐτοῦ. λέγει δὲ νῦν τὸ περὶ Πλαταιέων γε‐ νόμενον ἐρώτημα παρὰ Λακεδαιμονίων ἐν τρίτῳ Θουκυ‐ δίδης ἀνακόλουθον. δικασταὶ ὄντες αὐτῶν, ὡς κατήγοροι ἐβούλοντο αὐτοὺς ἀνελεῖν. ἠρώτων δὲ οἱ καθήμενοι δικα‐
25σταὶ, τί τοὺς Ἕλληνας εὖ πεποιήκασι. πρὸς ὃ οἱ Πλα‐ ταιεῖς ἔφησαν· οὐδεὶς τῶν Ἑλλήνων κατηγόρηκεν ἡμῶν δι’ οὐδεμίαν αἰτίαν πώποτε, δεικνύοντες ἐντεῦθεν τὴν σφετέραν αὐτῶν ἀρετήν. οἰκείως δὲ ἔχει τὸ τῶν Πλαταιέων παρά‐ δειγμα· ὡς γὰρ ἐκεῖνοι ἀνέγκλητοι ὄντες ὑπὲρ ἑαυτῶν ἠγω‐
30νίζοντο, οὕτω καὶ οὗτοι. Oxon. κατηγορίας γὰρ οὐδεμιᾶς αὐτοῦ προειρημένης] ἐν‐ ταῦθα καλῶς ἡμῖν τὸ ζητούμενον, ὅτι κατηγορίαν ὀνομά‐ ζει τὰ ἐγκλήματα. BD.

Tett

161,1

ἐξ ἀνάγκης τρόπον τινὰ ἀγωνίζεται] ἐπειδή‐ περ οὐ Μιλτιάδης ὑπὲρ αὐτοῦ, ἀλλ’ ὁ ῥήτωρ νῦν ἀγωνί‐ ζεται. ἔστι δὲ τρόπον τινὰ ἐκείνου ἀπολογία, ἣν ὑπὲρ αὐ‐ τοῦ ὁ ῥήτωρ ποιεῖται· ἃ γὰρ ἂν ἐκεῖνος ὑπὲρ ἑαυτοῦ,
5ταῦθ’ ὁ ῥήτωρ ὑπὲρ ἐκείνου προβάλλεται. διὰ τοῦτο εἶπε τρόπον τινὰ ἀγωνίζεται. Oxon.

Tett

161,2

ἐν τοῖς διακόνοις αὐτοῦ] πάλιν ψιλὴν ἐμ‐ φαίνει τὴν διαβολὴν, ὅτι διάκονον ἁπλῶς ὠνόμασε. BD Oxon. φαίη τις ἂν τῶν δικανικῶν ἀνδρῶν] καλῶς τὸ τὶς,
5ἵνα μὴ δοκῇ ἀπὸ τοῦ ἰδίου προσώπου λέγειν. ἀνύειν, οὖν, ᾧ βούλεται, καὶ τιμᾷ τὸν Πλάτωνα. BD.

Tett

161,3

τάς τε δίκας καὶ τὰς γραφὰς] δίκη καλεῖται κοινῇ μὲν τὸ περί τινος δικάζεσθαι, ἰδίᾳ δὲ ἐπὶ τῶν ἰδιω‐ τικῶν συμβολαίων· γραφὴ δὲ κυρίως μὲν ἡ ἐπὶ τῶν νό‐ μων κατηγορία, καὶ ἡ εἰς δικαστήριον κλῆσις. γραφὰς οὖν
5εἶπε πάλιν, ὡς ἐπὶ ἀδικημάτων. ὁ δὲ Πλάτων διαβολὰς
πεποίηται, οὐ κατηγορίαν. οὐχ ἁπλῶς δὲ εἶπε τὴν βλάβην, ἀλλὰ καὶ τὸ εἶδος αὐτῆς. BD. δίκη ἡ περὶ ἰδιωτικῶν πραγ‐ μάτων κρίσις, γραφὴ δὲ ἡ περὶ δημοσίων. Oxon.534

Tett

161,7

ὃν τῶν ἄλλων διαφερόντως ἠξίωσας τιμῆσαι] παραδόξως τιμὴν ἐκάλεσε τὸ φανερὰ ποιῆσαι δῆθεν τὰ ἐγκλήματα· ἐπὶ γὰρ καλοῦ τὸ τῆς τιμῆς ὄνομα λέλεκ‐ ται. BD.
5τὰς αἰτίας] τῶν διαβολῶν. B.

Tett

161,8

πλείστας ἁπάντων ἀναθεὶς] τὸ πλῆθος ἐμ‐ φαίνει τῶν διαβολῶν καὶ τῶν αἰτιῶν διὰ τῆς λέξεως. ἀρ‐ γοὺς γὰρ, φησὶν, ἐποίησεν αὐτοὺς, καὶ λάλους, καὶ φι‐ λαργύρους. BD.

Tett

161,9

ἐποίει τοιούτους] οἷον λάλους, ἢ φιλαργύ‐ ρους, ἢ τὰ ἄλλα, ἅπερ εἶπεν ὁ Πλάτων. BD.

Tett

161,11

τοῖς παρ’ ἡμῶν] ἐπαίνοις. A.

Tett

161,12

τὸν ἐν Μαραθῶνι] ἀγωνισάμενον. A. τοῦ χοροῦ τάξομεν] ἐν ποίᾳ τάξει τοῦ χοροῦ. A. ποῦ χοροῦ τάξομεν ἐκ μεταφορᾶς τῶν Διονυσιακῶν χορῶν εἴρηται. ὅτε γὰρ εἰσῄεσαν οἱ χοροὶ, πλαγίως βαδίζοντες
5ἐποιοῦντο τοὺς ὕμνους, καὶ εἶχον τοὺς θεατὰς ἐν ἀρι‐ στερᾷ αὐτῶν, καὶ οἱ πρῶτοι τοῦ χοροῦ ἀριστερὸν ἐπεῖ‐ χον. ἐπεὶ οὖν εἶπε ποῦ χοροῦ, ἐπήνεγκε καὶ πρὸ τοῦ θεάτρου, εἶτα ἐπειδὴ ἐν μὲν χοροῖς τὸ εὐώνυμον τιμιώτε‐ ρον, ἐν δὲ πολέμοις τὸ δεξιὸν, ἐπιφέρει πλήν γε οὐκ
10ἀριστεροτάτης. ABD Oxon. μᾶλλον ἢ τοῦ δεξιοῦ τοῖς Ἕλλησι κέρως· ἄμφω γὰρ ἔχει ῥήτωρ χρηστὸς καὶ στρατη‐ γὸς ἄριστος. Oxon. τάξιν τίνα] κατά. A.

Tett

161,13

τὴν πρὸ τοῦ θεάτρου] ἐν τῇ κρείττονι τά‐ ξει. A. δύο εἰσὶν ἀνδριάντες ἐν τῷ Ἀθήνησι θεάτρῳ, ὁ μὲν ἐκ δεξιῶν Θεμιστοκλέους, ὁ δ’ ἐξ εὐωνύμων Μιλ‐ τιάδου, πλησίον δὲ αὐτῶν ἑκατέρου Πέρσης αἰχμάλωτος.
5τινὲς μὲν οὖν φασιν ὅτι δύο ἀνδριάντες ἦσαν ἐν τῷ θεά‐
τρῳ, εἷς μὲν Μιλτιάδου, ἕτερος δὲ Θεμιστοκλέους, καὶ λέγουσιν ὅτι Μιλτιάδου ἐξ ἀριστερῶν, ὁ δὲ τοῦ Θεμιστο‐ κλέους ἐκ δεξιῶν. ἄμεινον οὖν ἡμᾶς ἐξεργάσασθαι ὅτι ὁ χορὸς, ὅτε εἰσῄει ἐν τῇ ὀρχήστρᾳ, ἥ ἐστι θυμέλη, ἐξ535
10ἀριστερῶν αὐτῆς εἰσήρχετο, ἵνα εὑρεθῇ ἐκ δεξιῶν τοῦ ἄρχοντος. τοὺς οὖν καλοὺς τῶν χορευτῶν ἔταττον εἰσιόν‐ τες ἐν τοῖς ἑαυτῶν ἀριστεροῖς, ἵνα εὑρεθῶσι πρὸς τὸν δῆμον ὁρῶντες. φησὶν οὖν οὕτως· τάξομεν τὸν Μιλτιάδην πρὸς τῷ θεάτρῳ, ὅ ἐστιν ἀριστερόν. εἶτα ἐπειδὴ τὸ ἀριστε‐
15ρὸν ἐν πολέμῳ οὐκ ἔστι χρηστὸν, ἀλλὰ τὸ δεξιὸν κάλλιον καὶ ἔντιμον νενόμισται, καὶ ἀνδρείας ἐστὶ τεκμήριον, φη‐ σὶν ὅτι ἐν τῷ πολέμῳ οὐκ ἀριστεροτάτης ἦν ὁ Μιλτιά‐ δης, ἀλλὰ τοῦ δεξιοῦ κέρως ἡγεῖτο τοῖς Ἕλλησι. δύο δὲ προειπὼν τὸ ποῦ χοροῦ τάξομεν, ἢ τάξιν τινὰ, τὸ μὲν ὡς
20ἐν χορῷ, τὸ δὲ ὡς ἐν παρατάξει ἔλαβε· καὶ ἐκεῖ μὲν αὐ‐ τὸν ἀριστεροτάτην φησὶν, ἥτις τάξις ἀριστοῦ χορευτοῦ, ἐν δὲ τῇ παρατάξει δεξιοτάτην· αὕτη γὰρ τῶν ἡγεμόνων ἡ τάξις. BD. πλήν γ’ ὅσον οὐκ ἀριστεροτάτης ἀνὴρ μᾶλλον ἢ τοῦ
25δεξιοῦ τοῖς Ἕλλησι κέρως] τοῦτο εἶπεν, ἐπειδὴ γὰρ ἀρι‐ στερὰν, ὡς ἔφαμεν, τάξιν ἀπείληφεν ἐν τῷ θεάτρῳ. φησὶ γοῦν ὅτι τούτου μὲν ἐν τῷ θεάτρῳ δικαίως ἔτυχεν, ἄξιος δὲ οὐκ ἀριστεροτάτης ὁ ἀνὴρ τετάχθαι, τῆς δεξιᾶς ἐν τοῖς Ἕλλησι μετασχὼν τάξεως. πλήν γ’ ὅσον ἔνιοι φασὶν
30ὅτι οὐ μᾶλλον ἀριστεροτάτης ἐν τῷ θεάτρῳ Μιλτιάδης ἐστί. BD.

Tett

161,14

εἴ γέ τις αὐτὸν ἐρωτῴη καὶ ἀναποδίζοι καθ’ ἕκαστον ἐξ ἀρχῆς] ἰδική ἐστι λέξις τοῦ Πλάτωνος. εἴρηται δὲ ἐπὶ τοῦ ἀνακάμπτειν πολλάκις, τὸ αὐτὸ ἐρωτῶντα πολ‐ λάκις καὶ ἀναστρέφειν. καὶ Πλάτων δὲ τὸ αὐτὸ λέγει
5ῥῆμα πολλάκις. BD.

Tett

162,1

ἐκ νέων εὐθὺς] καλῶς τὸ ἐκ νέων, ἵνα δείξῃ αὐτὸν ἀεὶ γενναῖον, καὶ οὐ σχεδιάσαντα τὰ κατὰ Μαρα‐ θῶνα. BD.

Tett

162,2

μετρίας καὶ ἀληθοῦς ἀποκρίσεως] ἀντὶ τοῦ συμμέτρου καὶ καλῆς. ἀσφαλῶς δὲ προσέθηκε τὸ ἀληθοῦς, ἵνα μὴ δόξῃ ἐγκωμίου χάριν εἰρηκέναι. B.536

Tett

162,3

παραγράψομεν τοῖς ἔπεσι Μιλτιάδου ἀπο‐ κρίσεις] ἔπη λέγονται καὶ ἀνάπαιστοι καὶ ἴαμβοι, παρὰ τὸ ἕπεσθαι ἀλλήλοις. τοῦτο δὲ εἶπεν, ὡς καὶ τοῦ Μιλτιάδου τὴν σωφροσύνην διδάσκοντος καὶ τὴν δικαιοσύνην. BD.
5τοῖς ἔπεσι] τοῦ Ἀριστοφάνους. A. λέξω τοίνυν τὴν ἀρχαίαν παιδείαν ὡς διέκειτο] ταῦτα Ἀριστοφάνης ἐν ταῖς Νεφέλαις φησὶν, ὡς ἀπὸ προσώπου τοῦ δικαίου λόγου, ἅπερ νῦν ὁ Ἀριστείδης προσέθηκε τῷ προσώπῳ τοῦ Μιλτιάδου, ὡς ἁρμόδια ὄντα αὐτῷ. τὴν
10ἀρχαίαν δὲ λέγει, τουτέστι τὴν ἀναστροφήν. ἀρχαίαν δὲ εἶπεν, ἵνα διαβάλῃ τὴν νεωτέραν. BD.

Tett

162,5

πρῶτον μὲν ἔδει παιδὸς φωνὴν] ταῦτα πάντα εἰς τοῦ Πλάτωνος τὴν Πολιτείαν αἰνίττεται. BD. εἶτα βαδίζειν ἐν ταῖς ὁδοῖς εὐτάκτως ἐς κιθαριστοῦ] τρεῖς ἐμάνθανον θέσεις, κιθαρίζειν, καὶ νεῖν, καὶ γράμ‐
5ματα. ὕστερον δὲ ἀπ’ αὐτῶν κιθαρίζειν εἰς παιδοτρίβου ἐβάδιζον. BD.

Tett

162,6

τοὺς κωμήτας] ὡς γὰρ ἴσμεν, πολλαχοῦ κατὰ δήμους καὶ χώρας ἔκειτο ἡ Ἀττική. BD.

Tett

162,7

ὡς οὐ τὸ παναρμόνιον] τὸ παναρμόνιον, τὸ μαλακὸν καὶ ἡδὺ καὶ ἐκ πολλῶν χορδῶν συγκείμενον. ἦσαν δὲ τρία μέλη, Λύδιον, Φρύγιον, Δώριον. ἐκ τούτου δὲ ποικίλον ἐμφαίνει. ἐξηγεῖται δὲ αὐτὸς, λέγων τὸ μὴ πρὸς
5ἡδονὴν, ἀλλὰ ἢ Παλλάδα περσέπτολιν. εἶδος δὲ τοῦτο ᾄσματος καὶ ἀρχή. τὸν δὲ ποιητὴν αὐτοῦ Ῥοῦφος καὶ Διονύσιος ἱστοροῦσιν ἐν τῇ Μουσικῇ Φρύνιχόν τινα, ἄλλοι δέ φασι Λαμπροκλέα, ἢ Στησίχορον. τὸ δὲ δεινὰν Παλ‐ λάδα γελοίως ἀντίκειται. τὸ γὰρ ᾆσμα οὕτως ἔχει· Παλ‐
10λάδα περσέπτολιν κλεισοπολεμαδόκον, ἁγνὰν παῖδα Διὸς μεγάλου, δαμνοπῶλον, ἄϊστον παρθένον. τὸ δὲ τηλέπορον ἢ τὸ πόρρωθεν ποριζόμενον, ἢ τὸ πόρρωθεν ἀκουόμε‐
νον. A. ὡς οὐ τὸ παναρμόνιον] τὸ μαλακὸν καὶ τὸ ἡδὺ, τὸ537
15ἐκ πολλῶν χορδῶν συγκείμενον. ἦσαν γὰρ μέλη τρία, τὸ Λύδιον, τὸ Φρύγιον, καὶ τὸ Δώριον. ἐκ τούτου δὲ τὸ ποικίλον ἐμφαίνει. ἐξηγεῖται δὲ αὐτὸς, λέγων τὸ μὴ πρὸς ἡδονήν. BD Oxon.

Tett

162,8

ἀλλὰ ἢ Παλλάδα περσέπτολιν δεινὰν] ταῦτα Ἀριστοφάνους ἐν αὐταῖς κείμενα ταῖς Νεφέλαις. εἶδος δὲ τοῦτο ᾄσματος καὶ ἀρχή. τὸν δὲ ποιητὴν αὐτοῦ Ῥοῦφος καὶ Διονύσιος ἱστοροῦσιν ἐν τῇ Μουσικῇ Φρύνιχόν τινα,
5ἄλλοι δέ φασι Λαμπροκλέα, ἢ Στησίχορον. τὸ δὲ δεινὸν γελοίως ἀντίκειται. τὸ γὰρ ᾆσμα οὕτως ἔχει, Παλλάδα περσέπτολιν κλεισοπολεμοδόκον, ἁγνὴν παῖδα Διὸς με‐ γάλα δαμνηπῶλον ἄϊστον παρθένον. BD Oxon. τηλέπορόν τι βόαμα] ἢ τὸ πόρρωθεν ἀκουόμενον, ἢ
10τὸ πόρρωθεν ποριζόμενον. BD Oxon.

Tett

162,9

εἰ δέ τις αὐτῶν βωμολοχεύσαιτο] βωμολο‐ χεύσαιτο, ἀντὶ τοῦ κακουργήσειε, καὶ παρὰ τὸν βωμὸν ἐνεδρεύσειε. παρίσταντο γάρ τινες τοῖς βωμοῖς, καὶ εἴ γέ τι τοῦ θύματος ἐξέπιπτεν, ἥρπαζον καὶ κατήσθιον.
5ἢ ὅτι ἐν ταῖς τριόδοις οἱ τῆς Ἑκάτης ἵσταντο βωμοὶ, καὶ δραπετεύοντες οἱ νέοι τὰς διατριβὰς ἐνήδρευον ἐκεῖ. BD. usque ad κατήσθιον etiam Oxon. ἢ κάμψειέ τινα καμπὴν] τὰ μέλη δηλοῖ τὰ κεκλασμένα καὶ ἔκλυτα καὶ ἀποίητα πρὸς πόλεμον. καμπὴν οὖν λέγει
10μέλος τὸ κεκλασμένον. οὐ μὴν δῆλον ὡς πρὸς πόλεμον ἐχρῶντο τοῖς μέλεσιν. ὡς εἰ ἔλεγεν· εἰ δέ τις ἐν τῷ λέγειν παρὰ μέλος τι φθέγξοιτο. BD. τὰ μέλη δηλοῖ τὰ κε‐ κλασμένα καὶ ἔκλυτα. ἔστι δὲ ὅμοιον, ὥσπερ ἂν εἰ ἔλεγε παρὰ μέλος ᾖδεν. Oxon.

Tett

162,11

καὶ τὰ ἄλλα δὴ καθ’ ἕκαστον] πρὸς τὸν ἄδικον λόγον ὁ δίκαιος λόγος. ὁ δὲ Ἀριστείδης εἰς Πλά‐ τωνα αἰνίττεται τῷ εἰπεῖν τῶν δυσχερῶν ὄντων. BD.538

Tett

162,12

ἀλλ’ οὖν τάδ’ ἔνεστιν ἐκεῖνα, ἐξ ὧν ἄνδρας Μαραθωνομάχους ἡ ἐμὴ παίδευσις ἔθρεψε] οὐδὲν σοφι‐ στικώτερον τοῦ νοήματος, ὡς προμαντευομένου τοῦ κωμι‐ κοῦ Μιλτιάδου τὴν στρατηγίαν τοιαῦτα· ὁ Μιλτιάδης
5οὗτός ἐστιν ὁ δίκαιος λόγος. ἔστι δὲ τὰ ἰαμβεῖα ἐκ τοῦ αὐτοῦ δράματος. ὁ δὲ ῥήτωρ Μαραθωνομάχους εἰπόντος ἴσχυσεν ἁρμόσαι τοὺς λόγους εἰς Μιλτιάδην, ὡς αὐτοῦ κατὰ Μαραθῶνα ἀνύσαντος. πρεσβύτερος δὲ ὁ Μιλτιά‐ δης τοῦ κωμικοῦ. BD.

Tett

162,13

οὔτε ἄλλως φαῦλα] ἀντὶ τοῦ οὐδὲ αὐτὰ καθ’ ἑαυτὰ εὐτελῆ. BD.

Tett

162,14

προστάτῃ κατ’ ἐκείνους τοὺς χρόνους ὄντι] καλῶς πάλιν προστάτην εἶπεν αὐτὸν, οὐ διάκονον, ὡς ὁ κατήγορος ἔλεξε. ταῦτα δὲ πάντα οὐχ ἁπλῶς, ἀλλὰ βαθέως ἐλέχθη. ἀντιπίπτοντα γὰρ ἀναιροῦσιν, ἵνα μὴ εἴποι, ἀλλ’
5ἐκ τύχης αὐτῷ γέγονε τὰ κατορθώματα. δεικνὺς οὖν ὅτι ἐκ πολλῶν ἦσαν τὸ ἀνδρεῖον μελετήσαντες. BD.

Tett

162,15

τοῖς Ἀθηναίοις πάλαι πεπαιδευμένοις] του‐ τέστι καὶ πρὸ τοῦ καιροῦ τοῦ ἀγῶνος καὶ πρὸ τῆς μά‐ χης. BD.

Tett

162,16

οὐ γὰρ ἐνῆν] ἀπὸ κοινοῦ τὸ προσῆκον. τοῦτο δὲ εἶπεν, ἵνα μὴ δοκῇ τὸ τρόπαιον ἐκ τύχης. BD. οὐ γὰρ ἐνῆν, οὐκ ἐνῆν αὐθημερὸν—ἐν τοῖς ὅλοις ἠγμένους] ἐπειδὴ ὁ Πλάτων ἔλεγεν ὅτι κακῶς ἐτράφησαν
5ὑπὸ Μιλτιάδου, λέγει ὅτι, εἰ κακῶς ἦσαν ἀνατραφέντες, οὐκ ἂν ἐν ἡμέρᾳ μιᾷ ἐγένοντο ἀγαθοί. πάνυ δὲ δεινῶς δείκνυσιν αὐτὸν καὶ ῥήτορα καὶ στρατηγὸν, ἀνηγμένους λέγων. BD.

Tett

163,1

ἔδει καὶ τροφῇ χρηστῇ, καὶ λόγοις ἐπιεικέσι, καὶ ἔθεσι μετρίοις καὶ δόξαις ταῖς βελτίσταις πόρρωθεν κατειλῆφθαι] τουτέστιν ἐννοίαις καὶ ταῖς γνώμαις,
καὶ τῷ νομίζειν αὐτοὺς εἶναι πολεμεῖν καὶ ἀγωνίζεσθαι539
5καὶ μηδὲν νομίζειν καλοῦ καὶ τοῦ δικαίου κρεῖττον εἶναι. BD.

Tett

163,2

οὔκουν Δολόπων γε οὐδεὶς ἐπ’ ἐκείνην τὴν ἡμέραν ἀπήντησεν] Δόλοπες ἦν ἔθνος Θρᾳκικὸν, οἵτινες συνείποντο Δάτι καὶ Ἀρταφέρνει, ἡνίκα ἦλθον ἐπὶ Ἐρέ‐ τριαν καὶ Ἀθήνας, ἡνίκα ἐμαχέσαντο μετὰ Μιλτιάδου ἐν
5Μαραθῶνι. λοιδορεῖ δὲ αὐτοὺς ὁ ῥήτωρ, ἢ ὅτι προδόται ἐφάνησαν κατὰ τῶν Ἑλλήνων, στρατεύσαντες μετὰ τῶν βαρβάρων, ἢ ὅτι κακῶς ἦσαν ἠγμένοι καὶ ἐσκευασμένοι εἰς τὸν πόλεμον. A. θαυμασίως ὁ ῥήτωρ ἐκ τοῦ ἐναντίου προσώπου τὸ ἐπιχείρημα ἔλαβεν. οἱ γὰρ Δόλοπες ὡς προ‐
10δόται διαβάλλονται, ἢ ὅτι κακῶς ἦσαν ἠγμένοι. τοῦτο δὲ παρὰ Δημοσθένους ὠφέληται· ἐν γὰρ τῷ περὶ στεφάνου εἶπε, πότερον ἐν τῇ Δολόπων τάξει καὶ Θετταλῶν συγ‐ κατακτᾶσθαι. BD.

Tett

163,3

οὐ τοίνυν οὐδ’ ὁ τοῦ τῶν πολεμίων στρα‐ τοπέδου κύριος καὶ ἡγεμὼν Δάτις] ἀντιπῖπτον λύει, ἵνα μή τις εἴποι· ἀλλ’ οἱ Δόλοπες οὐκ ἀπήντησαν διὰ τὸ ἀσθενές. λέγει οὖν ὅτι οὐδὲ τῶν ἀντιπάλων κύριος ἐτόλ‐
5μησεν. οὐχ ὡς μόνον δὲ ὄντα σατράπην τὸν Δάτιν εἶπεν· οἵδε γὰρ καὶ Ἀριστείδης ὅτι δύο ἦσαν σατράπαι τοῦ βα‐ σιλέως, ὅ τε Δάτις καὶ Ἠνταφέρνης· ἀλλ’ ἐπειδὴ τὸν Δάτιν κύριον οἶδε πάντων τῶν πραγμάτων, διὰ τοῦτο αὐτὸν μόνον ὀνομάζει. BD.

Tett

163,5

τοὺς ὑφ’ αὑτῷ τοσούτους ὄντας] τὸ στρα‐ τόπεδον δηλοῖ. BD. καίτοι προείρητό γε ὑπὸ τοῦ βασιλέως αὐτῷ στέ‐ ρεσθαι τῆς κεφαλῆς] τοῦτο προσέθηκεν, ἵνα μὴ εἴπῃ
5τις· ἀλλὰ κατεφρόνησε· προηπείλει γὰρ αὐτῷ θάνατον ὁ βασιλεὺς ἀμελήσαντι. BD.

Tett

163,6

εἰ μὴ Ἐρετριέας καὶ Ἀθηναίους ἀγάγοι] ἐπὶ τούτους γὰρ μόνους ἔδοξεν ἐκπέμπειν τὴν στρατιὰν, τῷ ἀληθεῖ ἐπὶ πάντας ἐκπέμπων. ἐντολαὶ δὲ πρόσκαιροι
ἀντὶ τοῦ νεαροὶ καὶ πρόσφατοι. BD.540

Tett

163,8

πεπεικὼς ἦν Ἀθηναίους μηδένα δεσπότην πλὴν τῶν νόμων ἡγεῖσθαι] τοῦτο καὶ Πλάτων ἐν τοῖς Νόμοις λέγει, ὅτι φόβος τῶν νόμων ὠφέλησεν αὐ‐ τούς. BD.

Tett

163,10

χείροσι] κυρίως φαύλοις καὶ δειλοῖς. B. ἐπεὶ ναύτας γε οὐκ ἂν ἐξαίφνης οὕτως αὐτοὺς ἐποίη‐ σεν] εἴποι ἄν τις· τί δήποτε ναύτας ὠνόμασε, πεζομα‐ χίας οὔσης, οὐ ναυμαχίας; φαμὲν οὖν ὅτι καθ’ ὑπόθε‐
5σιν ἔλαβε τὸ νόημα. ἐπιφέρει γοῦν, εἰ καὶ ναύτας ἔδει γενέσθαι. ὁμοίως δὲ πάλιν καθ’ ὑπόθεσιν ἐπήγαγε τὸ μουσικούς. τί μουσικῆς ἦν χρεία πρὸς μάχην; BD.

Tett

163,11

οὐδὲ εἰ σφόδρα ἔδει ναύτας ἐκείνην τὴν ἡμέραν εἶναι] ὡς ὑπὲρ πατρίδος ἀγωνιζομένους, καὶ ὑπὸ τῶν ἐσχάτων κινδυνευόντας. BD. οὐδέ γε μουσικοὺς, οὐδέ γε ἱππικοὺς] πρὸς τὸ κα‐
5θόλου λέγει, καὶ πρὸς τὸν Μιλτιάδην καὶ τὸ προκείμενον. B. πρὸς τὸ καθόλου λέγει, οὐ πρὸς τὸν Μιλτιάδην. τὸ δὲ ὁπλίτας ἀγαθοὺς, ὡς πρὸς τὸν Μιλτιάδην, καὶ τὸ προ‐ κείμενον. D.

Tett

163,13

ἀλλ’ ὥσπερ οἱ γεωργοὶ] προσφόρως ἡ πα‐ ραβολὴ πρὸς τὸν χρόνον τῆς ἐπικαρπίας τῶν πόνων. B. πολλοστῷ μηνὶ] πολλοστῷ εἶπεν, ἐπειδὴ οὐχ ἅμα τῷ σπόρῳ καὶ τῶν καρπῶν ἀπολαύουσι. σημειωτέον δὲ νῦν
5τὸν χρόνον, ὅτι μετὰ πολὺν σημαίνει. ὁ δὲ Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς τὸ πολλοστὸν εἶπεν, ἀντὶ τοῦ τὸ τυχόν. BD.

Tett

163,14

τῶν σπερμάτων τὴν ἐπικαρπίαν] τὴν τοῦ καρποῦ συναγωγὴν, καὶ τὸ κέρδος, καὶ τὴν ἀμοιβὴν τῶν πόνων. BD. οὐχ ἅμα τῷ καταβαλεῖν] ἀντὶ τοῦ σπείρειν. καὶ Μέ‐
5νανδρος „Τἄλλα δ’ ἄν τις καταβάλῃ.“ BD.

Tett

163,15

παλαιαῖς ὁμολογίαις] διδαχαῖς. B. ὡς ἐπὶ συνθηκῶν εἶπεν ὁμολογίας, καὶ μελέτης τινός. ὁμολογίας
δὲ λέγει, ταῖς διδαχαῖς. BD. οὐκ ἐπὶ τῆς χρείας λαμβάνοντας τὰ μαθήματα] ἀντὶ541
5τοῦ οὐκ ἐν αὐτῷ τῷ καιρῷ τοῦ πολέμου. ὅρα δὲ πῶς πολλαχῶς τὸ ἀντιπῖπτον λύει τῷ μὴ δοκεῖν ἐκ τῆς τύχης εἶναι τὸ κατόρθωμα. BD.

Tett

163,16

τὰ μαθήματα] ἡ λέξις Θουκυδιδεία. κεῖ‐ ται δὲ ἐν τῷ ἐπιταφίῳ „Καὶ οὐκ ἔστιν ὅπως ἀπείργομέν τινα μαθήματος, ἢ θεάματος.“ ἀπὸ κοινοῦ δὲ τὸ πεπει‐ κὼς ἦν Ἀθηναίους. BD.

Tett

163,18

ἅπασα ἡ Ἑλλὰς κοινοῦ τοὺς καρποὺς ἐκο‐ μίζετο] οἰκεία ἡ λέξις ὡς πρὸς τὴν παραβολὴν τῆς γεωρ‐ γίας. λέγω δὲ τὸ ἐκομίζετο· ἐπειδήπερ ὑπὲρ ἁπάντων Ἑλ‐ λήνων ἠγωνίζετο. BD.

Tett

163,19

ἐξαρκεῖν ἂν ἔμοιγε δοκεῖ τὸ ψήφισμα ἀντ’ εἰκόνος αὐτοῦ τῆς ψυχῆς ἅπασιν εἶναι] τούτου μέμνηται Δημοσθένης ἐν τῷ παραπρεσβείας. ἐπιόντων γὰρ τῶν Περσῶν ἔγραψε μὴ περιμεῖναι τοὺς Ἕλληνας, ἀλλὰ κατα‐
5λεῖψαι τὴν πόλιν τῷ θεῷ, πρεσβύτας δὲ καὶ γυναῖκας φυλάττειν τὰ τείχη, τὴν δὲ νεότητα πᾶσαν ἐπὶ Μαρα‐ θῶνα δραμεῖν. εἰκόνα δὲ τῆς ψυχῆς λέγει τὸ ψήφισμα. εἰκότως· αἱ γὰρ πράξεις εἰκόνες καὶ σύμβολόν εἰσιν. ἔγραψε δὲ εἰς τὸ ψήφισμα, αὐθημερὸν ἐξελθεῖν. BD Oxon.

Tett

164,1

τῶν μὲν ἡμετέρων λόγων καὶ συγγραμμάτων τὸ φρόνημα καὶ τὴν ῥώμην ἀξιώσομεν εὐδοκιμεῖν] πλα‐ γίως πλήττει τὸν Πλάτωνα, ὡς ἐν τοῖς συγγράμμασι καὶ τοῖς λόγοις μόνον φρόνημα σώζοντα. δεινῶς δὲ οὐκ ἐπὶ
5μόνου τοῦ Πλάτωνος, ἀλλὰ καθόλου τῶν φιλοσόφων. BD Oxon.

Tett

164,4

τῶν ἐπιεικεστέρων] τῶν φιλοσόφων. καὶ ἀρί‐ στων ἀνδρῶν. BD.

Tett

164,5

τὸ ψήφισμα, ὃ παρ’ αὐτοὺς τοὺς κινδύ‐
νους συνεγράψατο] τὸ μικρὸν ἀνωτέρω εἰρημένον. πάλιν δὲ λεληθότως καθάπτεται Πλάτωνος, ὅτι ἀκινδύνως φιλο‐ σοφεῖ. BD.542
5ὃ παρ’ αὐτοὺς τοὺς κινδύνους συνεγράψατο] ὡς συγγραφὴν εἶπε τὸ ψήφισμα, δηλῶν τὸ ὠφέλιμον αὐ‐ τοῦ. BD.

Tett

164,6,7

εἰ προγόνους ἄξιον τιμᾶν, πῶς οὐκ ἄξιον Μιλτιάδην, ὥσπερ πρόγονον κοινὸν τῶν μετ’ ἐκείνους τοὺς χρόνους Ἑλλήνων;] προγόνους εἶπεν, ἐπειδὴ ὁ Πλάτων ἐν τῷ δʹ λέγει τῷ Εὐθύφρονι περὶ ὁσίου διαλαμβάνων,
5ὡς δὴ πλεῖστον ἔχειν σέβας περὶ τοὺς πατέρας. καὶ ἀλ‐ λαχοῦ δὲ, ὅτι δεῖ προγόνους τιμᾶν. τοῦτον δὲ κοινὸν πρό‐ γονον εἶπεν, ἐπειδήπερ ἀπὸ μεγίστων κινδύνων αὐτοὺς ἐρρύσατο. καὶ δῆλον ὅτι ὅμοια τῶν προγόνων αὐτὸς ἐχα‐ ρίσατο αὐτοῖς. οἱ μὲν γὰρ προήγαγον εἰς φῶς, ὁ δὲ πα‐
10ρέσχεν ἀπολαῦσαι τοῦ φωτὸς ἐλευθέρως καὶ ἀδεῶς. BD.

Tett

164,7

μετ’ ἐκείνους τοὺς χρόνους] τοὺς ὅτε ἔσωσε τοὺς Ἕλληνας· ἐκ τῶν γὰρ ὑπ’ ἐκείνου σεσωσμένων οὗτοι γεγόνασιν. BD.

Tett

164,9

οὗτός ἐστι φανερώτατα τῶν ἄνω πάντων] δηλονότι πρόγονος. καλῶς δὲ τὸ τῶν ἄνω πάντων εἶπε, προδιορθούμενος ἑαυτὸν, ἐπειδὴ μέλλει ἐξαίρειν Θεμιστο‐ κλέα καὶ λέγειν ὡς οὐδείς πω τοιοῦτος γέγονεν· ὅ φησιν
5ἐν τῷ Κίμωνι (155, 17.), οὐκ εἰσὶ τῶν Ἑλλήνων οὐ‐ δενί πω πλείους οὐδὲ ὀνομαστότεραι πράξεις ἐν τῇ ὑπερ‐ ορίᾳ. BD.

Tett

164,10

εἰ τοίνυν καὶ Σόλωνα καὶ Λυκοῦργον ἐπαι‐ νοῦμεν κατὰ τοὺς νόμους, οὓς ἔθηκαν] φαίνεται πολλάκις ὁ Πλάτων ἐπαινέσας καὶ Σόλωνα καὶ Λυκοῦργον, ὡς νό‐ μους πρὸς ἀνδρείαν νομοθετήσαντας. τοῦτο οὖν νῦν ἐπή‐
5γαγε, δεικνὺς τὸν Πλάτωνα ἑαυτῷ μαχόμενον. BD Oxon.

Tett

164,11

πῶς οὐ δίκαιον Μιλτιάδην ἐπαινεῖν, ὃς ἔργῳ τοῦτον ἔθηκε τὸν νόμον] μείζονα τὸν Μιλτιάδην καὶ
τῶν νομοθετούντων ἀποφαίνει, ὅτι οἱ μὲν λόγῳ, οἱ δὲ δὲ ἔργῳ ἐνομοθέτησαν. χειρόνων δὲ, τῶν βαρβάρων,543
5καθόλου τῶν φαύλων. BD.

Tett

164,12

σκεψώμεθα γὰρ δὴ παρὰ τὸν Λυκοῦργον τὸν Μιλτιάδην] ζητεῖται διὰ τί ἀνωτέρω Σόλωνος πρῶτον ἐμνήσθη, ἐνταῦθα δὲ τὸν Λυκοῦργον προτάττει, καίτοι Ἀθηναῖος ὁ Σόλων; φαμὲν οὖν ὅτι Λακεδαιμονίων ἐπαι‐
5νέτης ὁ Πλάτων, καὶ διὰ τοῦτο πρὸς Λυκοῦργον αὐτὸν ἐξετάζει. BD.

Tett

164,14

Λυκοῦργος μὲν τοίνυν] μόνῳ Λυκούργῳ ἀντεξετάζει νῦν Μιλτιάδην, ἐπειδὴ οἶδε Πλάτωνα ἐπαι‐ νοῦντα τὸν Λυκοῦργον. BD.

Tett

164,16

καθάπερ τις γυμναστὴς] οἰκεῖον τὸ παρά‐ δειγμα· περὶ ἀνδρείας γὰρ διαλεγόμενος παρεισήγαγε γυμνα‐ σίαν. BD.

Tett

164,17

Μιλτιάδης δὲ πρὸς τῷ τὰ βέλτιστα ἐθίσαι] δείκνυσι καὶ τοῦ Λυκούργου τὸν Μιλτιάδην καλλίονα, σιω‐ πῶν τότε βελτίονα αὐτὸν εἰπεῖν. λέγει γὰρ ὅτι ὁ μὲν ἀν‐ δρείους αὐτοὺς ἐποίησεν, ὁ δὲ καὶ ποιήσας καὶ ὑπῆρχεν
5ἀνδρεῖος. BD.

Tett

165,1

οὕτως οὐ πολλῷ τινι τοῦ Λυκούργου δεύ‐ τερος ἡμῖν φαίνεται γεγονὼς] τοῦτο ἠθικώτερον· διὰ γὰρ τῶν πραγμάτων βελτίω ἀποφαίνων αὐτὸν, φησὶ τὸν τού‐ των μὴ πολὺ δεύτερον. ἠθικὸν οὖν τὸ σχῆμα· δέον γὰρ
5εἰπεῖν οὐ χείρω κρείττων ἦν· εἶπε δὲ οὐ πολλῷ χείρων ἦν. BD.

Tett

165,3

ἐπιτηδεύμασι καὶ τέχναις] κυρίως ἐπιτήδευμά ἐστι τὸ ἀγοράζειν καὶ μεταπωλεῖν. τέχνη δὲ, οἷον χαλκευ‐ τικὴ, καὶ σκυτοτομικὴ, καὶ τὰ τοιαῦτα. BD. οἱ μὲν ὡς ἄρξαντες ἐτιμήθησαν] ἀντὶ τοῦ ἀρχὴν
5ὑποδείξαντες, ὥσπερ ὁ Κόραξ τὴν ῥητορικήν. BD.

Tett

165,4

οἱ δὲ ὡς ὑπερβαλόμενοι] τουτέστι τέλειοι γε‐ νόμενοι, τῷ μιμήσασθαι δηλονότι τοὺς εὑρόντας. BD.
Ὅμηρον δ’ ἐπαινοῦσιν, ὡς αὐτὸν ἀρξάμενόν τε καὶ ἀπεργασάμενον ὡς κάλλιστα ποίησιν] ἀρχαιότατος δέ ἐστιν544
5ὁ Ὅμηρος, ὡς ἴσμεν. εἰ δέ τις εἴποι· καὶ μὴν πρὸ αὐτοῦ γέγονεν Ὀρφεύς· λέγομεν ὅτι ὁ Ὀρφεὺς πρὸ αὐτοῦ γέ‐ γονε, τὰ δὲ δόγματα Ὀρφέως Ὀνομάκριτος μετέβαλε δι’ ἐπῶν, χρόνῳ ὕστερον Ὁμήρου γενόμενος. καὶ Αἰσχίνης δὲ ἐν τῷ κατὰ Τιμάρχου φησὶ „Λέξω περὶ Ὁμήρου, ὃν
10ἐν τοῖς πρεσβυτάτοις καὶ σοφωτάτοις τῶν ποιητῶν εἶναι τάττομεν.“ τὸν Μιλτιάδην δὲ τῷ Ὁμήρῳ παραβάλλει, ἔν‐ δοξον αὐτὸν ἀποδεικνὺς, καὶ ἔνδοξον παρατιθεὶς πρόσω‐ πον, ἢ ὅτι κυρίως ποίησίς ἐστιν ἡ μετὰ μιμήσεώς τινος καὶ οἰκονομίας καὶ διασκευῆς καὶ μύθων ἐν ἔπεσι τάξις,
15ἅπερ ἐξαιρέτως Ὅμηρος ἐπετήδευσε, καὶ κατέδειξε πρῶτος. ὅσοι δὲ πραγματείας ἑτέρας ἔγραψαν, ἐποποιοὶ καλοῦνται· ἢ γὰρ περὶ ἀστρονομίας, ἢ φυσικάς τινας, ἢ ἱερὰς ἔγρα‐ ψαν βίβλους. ὅτι δὲ καὶ ἀρχαιότερος μαρτυρεῖ καὶ Ἀν‐ δροτίων καὶ Αἰσχίνης καὶ Ἡρόδοτος. BD.

Tett

165,6

οὔκουν ὅσους γε ἀπὸ τῶν ἄλλων πόλεων ἔχο‐ μεν λέγειν] θαυμασίως προσέθηκεν ἀπὸ τῶν ἄλλων πό‐ λεων, ἵνα μὴ δείξῃ αὐτὸν καὶ Θεμιστοκλέους. ἀλλὰ πά‐ λιν εἰς Λακεδαίμονα αἰνίττεται, εἰπὼν ἀπὸ τῶν ἄλλων
5πόλεων. BD. Θεμιστοκλῆς γὰρ Ἀθηναῖος ὢν ὑπερεβάλ‐ λετο τοῦτον. Oxon.

Tett

165,7

μὴ τῶν αὐτῶν ᾖ] λείπει ἀνδρῶν. B. μήτε Ὅμηρον δέχεσθαι τῇ πόλει] ὁ Πλάτων ἐν τῇ Πολιτείᾳ λέγει ὅτι δεῖ, μυρίσαντας καὶ στέψαντας Ὅμηρον ἐκβαλεῖν τῆς πόλεως· μυρίσαι μὲν καὶ στέψαι,
5ὡς ποιητὴν, ἐκβαλεῖν δὲ, ὅτι ἔβλαπτε διὰ τῶν μύθων τοὺς νέους, λέγων „Οὐδέποτ’ ἠρασάμην Ἰξιόνης ἀλό‐ χου“ καὶ „Ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε.“ καὶ ἄλλως δὲ φιλοσωμάτους γὰρ τοὺς ἀνθρώπους ἐποίει λέγων· ὡς
ἀπ’ Ἀχιλλέως ἥρωος τηλικούτου βουλοίμην καὶ ἐπ’ ἀρου‐545
10ρέων θητευέμεν ἄλλῳ ἀνδρὶ παρακλήρῳ· θέλει οὖν εἰ‐ πεῖν ὅτι οὐδὲν μέγα, εἰ σκώπτων Ὅμηρον διαβάλλει καὶ Μιλτιάδην. AB Oxon.

Tett

165,8

εἶτα ἐρωτᾷ Πλάτων, τίνα βελτίω Μιλτιά‐ δης ἐποίησεν] τοῦτο οὐ περὶ μόνου Μιλτιάδου φησὶν, ἀλλὰ περὶ τῶν ἄλλων. BD.

Tett

165,9

τίνα μὲν οὖν, ὦ Πλάτων, χείρω Μιλτιά‐ δης ἐποίησεν] ἐκ τοῦ ἀντικειμένου πρῶτον ἐρωτᾷ δεικνὺς ὅτι, εἰ καὶ μὴ βελτίους, ἀλλὰ χείρους μὴ ποιήσας, κακῶς ἀκούειν οὐκ ὤφειλεν. εἶτα ὅτι καὶ βελτίους ἐποίησεν ἀπο‐
5δείκνυσι. σοφισμὸς δὲ ἡ ἀντερώτησις, καὶ ἐκ τῶν ἐναν‐ τίων ἡ λύσις. πρῶτον δὲ αὐτὴν λαμβάνει ἐξ ἀναιρέσεως τοῦ φαύλου, ὡς καὶ τοῦτο ἐπαινοῦντος τοῦ Πλάτωνος, τὸ μηδὲν βλάψαι. BD Oxon.

Tett

165,12

καὶ δή σοι λαμπρῶς ἀποκρινοῦμαι τίνα βελτίω Μιλτιάδης ἐποίησε] λαμπρῶς ἀντὶ τοῦ φανερῶς. καὶ Θουκυδίδης „Καὶ λελυμένων ἤδη λαμπρῶς τῶν σπον‐ δῶν.“ καὶ Δημοσθένης. ἐπειδὴ δὲ οὐκ ἦν ἐγκώμιον τέλειον
5τὸ μηδένα βλάψαι, ἀναγκαίως ἐπάγει καὶ τὸν ἔπαινον τοῦ Μιλτιάδου, καὶ τὴν ὠφέλειαν, ἣν ἐπαίδευσε τοὺς πολίτας. τοῦτο δὲ ἐπήγαγεν, ὡς ἐρωτήσας τὸν Πλάτωνα, τίνα ἔβλα‐ ψεν ὁ Μιλτιάδης, κἀκείνου μὴ δυναμένου ἀποδεῖξαι. BD.

Tett

165,13

ὥσπερ οἱ περὶ μικρῶν ἔργων ἐρευνῶντες] μικρὸν γὰρ δοκεῖ τὸ κατὰ μέρος ζητεῖν. BD. εἴ μοι δίδως εἰπεῖν] ὡς ὑποστελλόμενος λέγει ὁ Ἀρι‐ στείδης τὸν Πλάτωνα, ἢ ὡς προσλαμβάνων τὴν ὑπερ‐
5βολὴν τῶν λεχθησομένων, ἢ τάχα τὸν φθόνον δηλοῖ πά‐ λιν, ὡς διὰ τοῦτο μὴ βουλομένου τοῦ Πλάτωνος ὁμι‐ λεῖν τὰς τοῦ ἀνδρὸς ἀρετάς. BD.

Tett

165,14

ὡς πόλιν εἰπεῖν λέγω, καὶ ὡς δῆμον λέγω]
δεινῶς προσέθηκε τὸ ὡς· ἐπειδὴ γὰρ οὐ δυνατὸν ὠφελεῖν πόλιν ὅλην ἀκριβῶς ἐξ ἀρετῆς, διὰ τοῦτο εἶπε τὸ ὡς ἀπὸ τοῦ πλείονος ὁριζόμενος. ἀμέλει ἐπήγαγε πάλιν τὸ546
5ὡς δῆμον· οὐ γὰρ δυνατὸς ὅλον δῆμον ὠφελεῖν. BD Oxon.

Tett

165,15

ὡς τὸ κοινὸν εἰρῆσθαι] ἀντὶ τοῦ ὡς λέγο‐ μεν τὸ κοινὸν ὠφέλησεν ἐν τῇ συνηθείᾳ. καίτοι ἀδύνατον τὸ κοινὸν καθολικῶς ὠφελεῖν. οὕτως οὖν, φησὶ, καὶ Μιλ‐ τιάδης τὸ κοινὸν ὠφέλησεν. BD.

Tett

165,16

μηδὲ ὥσπερ τὰς τοῦ Γηρυόνου κεφαλὰς, ἴσους δι’ ἁπάντων οἴου δεῖν ἐφεξῆς εἶναι] ὁ Ἡσίοδός φησι τὸν Γηρυόνα τρεῖς κεφαλὰς ἐσχηκέναι, λέγων τρι‐ κέφαλον Γηρυονῆα. ἀστείως δὲ ὁ Ἀριστείδης τῷ μύθῳ
5δείκνυσι τὸ παράδοξον, λέγων ὅτι οὐ δεῖ ἀπαιτεῖν Ἀθη‐ ναίους ἴσους πάντας εἶναι. διαβάλλει δὲ τὸ τοῦ Γηρυόνου ὡς ποιητικὸν καὶ οὐκ ἀληθές. BD Oxon. ἀλλὰ καὶ χείρους τινὰς λίπε] χείρους νῦν λέγει τοὺς ἐλάττονας, καὶ οὐ πάντας ἴσους, ἐπειδήπερ οὐδὲ πάντες
10ὅμοιοί εἰσι. τὴν δὲ φύσιν αἰτίαν δείκνυσι λεληθότως, με‐ ταστατικῶς ἀπολογούμενος, δι’ ἣν οὐκ ἠδύνατο Μιλτιά‐ δης πάντας ποιῆσαι ἀγαθοὺς Ἀθηναίους. BD.

Tett

166,1,2

οὔκουν οὐδ’ ἐν πόλει πάντες—ἴσοι καὶ παραπλήσιοι] τὸ ἄνισον κατασκευάζει τῆς γνώμης, ἀπὸ τοῦ ἀνίσου τῶν σωμάτων. BD.

Tett

166,3

οἱ μὲν χείρους] χείρους τοὺς ἐλάττονας λέ‐ γει, καὶ τοὺς φαύλους. BD. οὕτω καὶ δῆμος οὐκ ἄν ποτε εἷς ἀκριβῶς γένοιτο] ἀντὶ τοῦ ἴσος καὶ ὅμοιος· ὡσανεὶ ἔλεγεν· οὐκ, ἐπειδὴ ἑνι‐
5κὸν τοὔνομα ὁ δῆμος, ἤδη καὶ μίαν ἔχει τὴν γνώ‐ μην. BD.

Tett

166,4

ἀνάγκη τοὺς μὲν χεῖρον, τοὺς δὲ βέλτιον ἔχειν πρὸς αὐτὸ τὸ πείθεσθαι τοῖς προεστῶσιν] πάλιν
μεταστατικῶς ἀπολογεῖται ἐπὶ τοὺς μαθητὰς μεταφέρων τὴν αἰτίαν τοῦ μὴ πεῖσαι, ὡς αὐτῶν μὴ πεισθέντων δι‐547
5δαχθῆναι τὰ χρήσιμα. προεστῶσι δὲ λέγει, τοῖς στρατη‐ γοῖς, τοῖς δημαγωγοῖς. BD. τοῖς πρώτοις] τοῖς προεστῶσιν. A.

Tett

166,5

οἴου τοίνυν καὶ Μιλτιάδου] θαυμασίως τὴν μετάστασιν ἐπὶ τὸν ἀκροώμενον μετήνεγκε. παραλλὰξ δὲ τὸ χεῖρον καὶ ἧττον, καὶ τὸ διάφορον τοῦ μέσου, δεικνὺς ὅτι οὐδὲ τὸ μέσον δύναται διόλου. BD.

Tett

166,7

οὔτοι πάντας οὐδ’ ὁ ἥλιος οἷός τ’ ἐστὶ θερ‐ μαίνειν] ἀπὸ τοῦ μείζονος ἡ ἀπόδειξις. μεσημβρίας δὲ, ἀντὶ τοῦ ἐν τῷ μέσῳ τῆς ἡμέρας. ὑπερβολικὸν καὶ κατα‐ βολῆς τῆς ἐπισημασίας, καὶ τοῦ σπέρματος, καὶ τοῦ νο‐
5σήματος. καὶ Δημοσθένης· ὅτι ὥσπερ περίοδος ἢ κατα‐ βολὴ πυρετοῦ. ὅταν γὰρ πλεονάζῃ τινὶ ψῦχος, κἂν ἐν ἡλίῳ καθίζοι, πλέον ῥιγοῖ. BD.

Tett

166,8

τῆς καταβολῆς] τοῦ πυρετοῦ. A.

Tett

166,10

οὐδὲ τοὺς ἵππους τοὺς Θετταλοὺς ἐφεξῆς ἅπαντας ἀρίστους εὑρήσεις, οὐδὲ τὰς κύνας τὰς Λακαί‐ νας] δεινῶς ὁ ῥήτωρ καὶ ἀπὸ τῶν λόγων τὸν λόγον τὸν ἑαυτοῦ συνίστησι. τοῦτο δὲ ἀπὸ χρησμοῦ εἴληπται· ἵππον
5γὰρ Θεσσαλὸν, Λακεδαιμονίην τε γυναῖκα. σώζεται δὲ τοὔνομα ἀντὶ τοῦ ἡ δόξα τοῦ γένους, καὶ οὐ τὸ μέρος, εἰ τύχοι, φαῦλον ἀναιρεῖ τὸ ὅλον. BD.

Tett

166,12

πῶς ἔπραττον κατ’ ἐκείνους τοὺς χρόνους κοινῇ] ὡς ὕστερον ἴσως μεταβληθέντων μετὰ Μιλτιάδην· χρόνος γὰρ πολὺς μεταξὺ βέβηκεν. BD.

Tett

166,13

ὥσπερ που καὶ φαμὲν πόλιν εὐνομεῖσθαι] καλοὺς νόμους ἔχουσαν. A. καίτοι γ’ οὐ δυνατὸν γενέσθαι πόλιν τοιαύτην, ἐν ᾗ] πάλιν εἰς τὴν Πλάτωνος αἰνίττεται Πολιτείαν. BD.

Tett

166,14

μηδ’ ἁμαρτάνει μηδεὶς] ἐνταῦθα τὸ βού‐ λεσθαι λέγειν, συλλογισμοὺς φιλοσόφους ἅμα καὶ σκώπ‐ τει. BD.
καὶ μὴν καθ’ ὑμᾶς τοὺς σοφοὺς ἔχοι τις ἂν] ὅρα548
5πῶς φανερῶς εἰς τὸν Πλάτωνα ἀποτείνεται. βούλεται δὲ δεῖξαι σοφιζόμενος τοὺς φιλοσόφους καὶ οὐκ ἀληθεῖς αὐτῶν τοὺς συλλογισμοὺς ὄντας· ἐχόμενα γὰρ ἀλλήλων λέ‐ γουσι· καὶ αὐτὸς τοῦτο ἐπάγων εὐθέως. BD. ἐντεῦθεν δεικνύει τοὺς φιλοσόφους σοφιζομένους καὶ οὐκ ἀληθεῖς
10τοὺς συλλογισμοὺς ποιουμένους. Oxon.

Tett

167,1

ἀλλ’ οὔτε τοῦτο οἶμαι δυνατὸν] δείκνυσι τὸν συλλογισμὸν λόγῳ μὲν δυνατὸν γενέσθαι, ἔργῳ δὲ οὐδὲ ὅλως ἐνδεχόμενον. BD.

Tett

167,2

τὸ κοινὸν σχῆμα τῆς πολιτείας ἐξετάζων] πάλιν ἀπὸ τοῦ πλείονος καὶ τὸ μερικὸν συλλογίζεται. λέγει δὲ κοινὸν σχῆμα τὸ εἶδος αὐτό. BD.

Tett

167,3

πρὸς τὰς ἄλλας πόλεις τὴν πόλιν κρίνων] πόλιν λέγει τὴν Πολιτείαν, ἣν συνέγραψε. κρίνων δὲ, ἀντὶ τοῦ συνέγραψε. BD. τὰ μὲν τοῖς νόμοις οἶμαι καὶ τοῖς ἔθεσι λογίζῃ] τὰ
5μὲν λέγει, τὰ καλῶς πραττόμενα. ἄλλοι δὲ, ἀντὶ τοῦ ἅπερ ἕκαστοι κατὰ τοὺς ἑαυτῶν νόμους πράττουσι, ταῦτα ἐπαι‐ νεῖς, ὦ Πλάτων· ὡς ἔστιν ἔθος παρὰ Πέρσαις τὰς ἀδελ‐ φὰς γαμεῖν. BD.

Tett

167,4

τὰ δὲ ταῖς τῆς φύσεως ἀνάγκαις ἀποδίδως] μεταστατικῶς πάλιν ἐπὶ τὴν φύσιν μεταφέρει τὴν αἰτίαν τῶν φαύλων. BD.

Tett

167,5

καὶ μὴ καθ’ ἕκαστον, ὥσπερ τοὺς θεσμο‐ θέτας, ἀνακρίνῃς] τοῦτο εἶπεν, ὅτι τὸ λεχθὲν κοινῶς εἶπε περὶ πάντων τῶν Ἑλλήνων. πολλὴ δὲ δοκιμασία ἐγίνετο τῶν θεσμοθετῶν Ἀθήνησιν, ὡς καὶ Δημοσθένης
5ἐν τῷ πρὸς Λεπτίνην· διὸ δοκιμασθέντας ἄρχειν, καὶ ἐν τῇ βουλῇ καὶ ἐν τῷ δικαστηρίῳ· ἄλλοι δέ φασιν ὅτι ἓξ οἱ πάντες ὄντες θεσμοθέται καθ’ ἕνα ἐδοκιμάζοντο. BD.

Tett

167,10

σκόπει δ’ ἐξ ὧν αὐτὸς ὡρίσω] πάλιν αὐτὸς συλλογίζεται ἐκ τῶν αὐτοῦ λόγων. BD.

Tett

167,11

εἰ μή τι ἀπὸ τῆς ἀνάγκης συμβαίνοι] ἀνάγκην λέγει τὴν ἀπόδειξιν· ἔστι γὰρ ὑπὸ τῆς ἀνάγκης
συντίθεσθαί τινα καὶ μὴ βουλόμενον· οὐδὲ γὰρ, ἐὰν εἴπῃ τις τὸν λίθον ἀναίσθητον, ἀντιλέγει τις πρὸς αὐ‐549
5τόν. BD.

Tett

167,12

τῇ ῥητορικῇ χρηστέον πρὸς τὸ δίκαιον ἀεὶ] ὥστε οὐχ ἡ ῥητορικὴ φαῦλον, ἀλλ’ ὁ κακῶς αὐτῇ χρώμενος. BD.

Tett

167,17

οὐ δικαίως μὲν ἅπαντα πραττόμενα ἐπαι‐ νεῖς, ὡς ἑτέρως δὲ ψέγεις;] ὥσπερ εὐτελίζων ἐστὶ τὴν τοῦ Πλάτωνος Πολιτείαν, ὡς περὶ μόνον καταγινομένην τὸ δίκαιον, καὶ μήτε τὸ συμφέρον, μήτε ἄλλο τι χαρακτηρί‐
5ζουσαν. BD.

Tett

167,18

ἔχε δὴ] κάτεχε, φησὶ, τὰ σὰ ῥήματα. BD. μὴ γὰρ ὥσπερ ἐν νυκτομαχίᾳ τῶν φίλων ἁπτώμεθα] ἐν τῷ Σικελικῷ πολέμῳ ἐβουλήθησαν προσελθεῖν τοῖς τεί‐ χεσι τῶν Συρακουσίων οἱ Ἀθηναῖοι· ὃ δὴ καὶ ἐποίη‐
5σαν, προσελθόντες ἐν νυκτί· καὶ ἡγουμένου ἤρξαντο οἱ μὲν Δωριεῖς Μεσσηνίων οἱ ἐν Ναυπάκτῳ, ἢ καὶ Κερκυ‐ ραῖοι, ἄλλην ἐν τῷ παιωνίζειν ἀφιέναι φωνὴν, ἑτέραν δὲ οἱ Ἀθηναῖοι. ταραχθέντες δὲ ἐπὶ τούτῳ μικροῦ δεῖν ἅπαν‐ τες ἀπώλοντο. λέγει οὖν ὁ Ἀριστείδης ὅτι, Πλάτων,
10βλέπε, μὴ, ὥσπερ οἱ Ἀθηναῖοι ἐπελθόντες τοῖς τείχεσι τῶν Συρακουσίων οὐδὲν ἔπραξαν διὰ τὴν ταραχὴν, πλὴν τοῦ διαφθεῖραι ἑαυτούς τε καὶ τοὺς φίλους, οὕτως καὶ σὺ κατηγορήσας τῶν τεσσάρων στρατηγῶν ἐξ ἀγνοίας ἅψῃ τῶν φίλων. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· καὶ ἡμεῖς, φησὶ,
15φίλοι ἐσμέν σου, ὦ Πλάτων, καθὸ τοῦ δικαίου ἀμφότε‐ ροι μεταποιούμεθα, καὶ ὅτι αὐτὰ, σύ τε καὶ οἱ στρατη‐ γοὶ πεπόνθατε. ὅρα οὖν μὴ ὥσπερ ἐν νυκτομαχίᾳ, του‐ τέστι μὴ ἀγνοοῦντες ὅτι τὰ αὐτὰ λέγομεν, καθ’ ἡμῶν αὐτῶν γενώμεθα. BD.

Tett

167,19

τοὺς ἐπιόντας] ἐχθρούς. A. τόν γε Ἕλληνα δήπουθεν] ἀπὸ τοῦ προσώπου ἡ δια‐ φορά· ὅτι δεῖ τὸν Ἕλληνα τοῦ Ἕλληνος πλείω ποιεῖσθαι λόγον· λείπει γὰρ τοῦτο, τοῦ Ἕλληνος ποιεῖσθαι λό‐
5γον. BD. Μιλτιάδης τοίνυν] ἄξιον ζητῆσαι διὰ τί οὐκ ὠνό‐ μασε Περικλέα, ἢ Κίμωνα, ἢ Θεμιστοκλέα, ἀλλὰ Μιλτιά‐ δην. καὶ λέγομεν· ἐπειδὴ τύραννος ἦν Χερρονήσου, τυράν‐ νου δὲ ἴδιον τὸ δεινὰ ποιεῖν, διὰ τοῦτο ὠνόμασε Μιλ‐550
10τιάδην. BD.

Tett

168,1

οὐδὲν πρότερον τῆς κοινῆς σωτηρίας ἐποιή‐ σατο] δεινῶς· ὡσανεὶ ἔλεγεν· ὅρα, Πλάτων, Μιλτιάδην τὰ σὰ διαπραττόμενον. BD.

Tett

168,2

οὐδ’ ἀνεβάλλετο εἰς ἕτερον καιρὸν τὴν ἀρε‐ τὴν δεῖξαι τὴν ἑαυτοῦ] οὐχ ὥσπερ σὺ, ὦ Πλάτων, εἰς τὴν ὑστεραίαν ἀνεβάλου δηλώσειν τὰ περὶ τῶν στρατηγῶν, οὕτω καὶ Μιλτιάδης μετὰ χρόνον τὴν αὐτοῦ ἀρετὴν ἔδει‐
5ξεν, ἀλλὰ παραχρῆμα. BD. καίτοι παρῆν αὐτῷ, μὴ πρὸς τὸ βέλτιστον] ἀντιπῖπ‐ τον λύει, ἵνα μὴ εἴπῃ τις· ἀλλ’ οὐκ ἠδύνατο. BD. λύσις ἀντιπίπτοντος, ἵνα μὴ εἴπῃ τις· ἀλλ’ οὐκ ἐδύνατο. Oxon.

Tett

168,3

ἀλλὰ ταὐτὰ τοῖς τυράννοις διώκοντι] Δόλογ‐ γοι καὶ Ἀψίνθιοι ἔθνη ὅμορα περὶ τὸν Ἑλλήσποντον. οἱ δὲ Δόλογγοι κατεπολέμουν τοὺς Ἀψινθίους. ἐρωτῶσιν οὖν τοῖς Ἀψινθίοις τὸν θεὸν, πῶς ἂν ἀπαλλαγῶσι τῶν
5κακῶν, ἔχρησεν αὐτοῖς ὅτι τὸν πρῶτον ὑποδεχόμενον ὑμᾶς Ἀθήνησιν αὐτὸν ἐκεῖνον στήσατε τύραννον. ἀκούσαντες τοῦτο οἱ Ἀψίνθιοι ἤρξαντο περινοστεῖν τὰς πόλεις· καὶ τέλος ἐλθόντας αὐτοὺς εἰς Ἀθήνας ὑπεδέξατο ὁ Μιλτιά‐ δης· ἐκ τούτου οὖν ἔγνωσαν ὅτι ὁ χρησμὸς τοῦτον δηλοῖ.
10εἶτα διελέχθησαν αὐτῷ περὶ τούτου. ὁ δ’ οὐκ ἠβουλήθη, ἀλλὰ λέγει Ἀψινθίους, ὅτι πέμψαντες εἰς Πυθίαν μά‐ θετε ἀκριβέστερον εἰ περὶ ἐμοῦ λέγει ὁ χρησμός. πέμψαν‐ τες οὖν αὐτὸν εἶπεν ὅτι καὶ περὶ αὐτοῦ λέγει. ἀκούσας τοῦ χρησμοῦ πάλιν Ἀψινθίοις λέγει ὁ Μιλτιάδης ὅτι, ἐὰν
15κελεύσῃ πόλις, γίνομαι. κελευσάσης οὖν τῆς πόλεως, ἐγέ‐
νετο τύραννος, καὶ ποταμοῦ ὄντος τοῦ διορίζοντος τοὺς Δολόγκους καὶ τοὺς Ἀψινθίους, ἐτείχισεν αὐτὸν, ὅπως ἂν μὴ βλάπτοιντο οἱ Ἀψίνθιοι ὑπὸ τῶν Δολόγκων. BD. εἰ μὲν ἐβούλετο μετὰ Ἱππίου καὶ τῶν Πεισιστρατι‐551
20δῶν συνεπιστρατεύειν ἐπὶ τὴν Ἑλλάδα] ὁ Θουκυδίδης φη‐ σὶν ὅτι ἐκπεσὼν τῆς τυραννίδος ὁ Ἱππίας μνησικακῶν ἀνῆλθε πρὸς Δαρεῖον, ἔχων, εἰς τὸ προδοῦναι, καὶ ἔπει‐ σεν αὐτὸν κατὰ τῆς Ἑλλάδος στρατεῦσαι. καὶ Ἡρόδοτος δὲ τὸ ὅμοιον λέγει. τύραννοι δὲ καὶ οἱ Πεισιστρατίδαι,
25ὡς ἴσμεν ἐκ τῶν Θουκυδίδου. ἐκβληθέντες δὲ παρὰ τῶν Ἀθηναίων ἐστράτευσαν κατ’ αὐτῶν. BD. μετὰ Ἱππίου] ἐκπεσὼν τῆς τυραννίδος ὁ Ἱππίας μνη‐ σικακῶν ἦλθε πρὸς Δαρεῖον, καὶ ἔπεισεν αὐτὸν κατὰ τῆς Ἑλλάδος στρατεῦσαι. Oxon.

Tett

168,4

τῶν Πεισιστρατιδῶν] τύραννοι καὶ οἱ Πει‐ σιστρατίδαι· ἐκβληθέντες δὲ παρὰ τῶν Ἀθηναίων ἐστρά‐ τευσαν κατ’ αὐτῶν. Oxon. εἰ δὲ ἐβούλετο μετ’ Ἀλευαδῶν ἐκ Θετταλίας] ἀπὸ
5κοινοῦ τὸ συνεπιστρατεύειν. BD.

Tett

168,5

οἶμαι δὲ οὐδ’ ἂν ἐκ Λακεδαίμονος τῶν ταὐτὰ βουλομένων ἠπόρησε] εἰς Δημάρατον αἰνίττεται τὸν Λακεδαιμόνιον. δεινῶς δὲ καὶ καθαπτόμενος τοῦ Πλάτω‐ νος ὠνόμασε Λακεδαιμονίων, ὧν ἦν ἐπαινέτης. BD. εἰς
5Δημάρατον αἰνίττεται τὸν Λακεδαιμόνιον· οὗτος γὰρ τὰ τῶν τυράννων ἐφρόνει. Oxon.

Tett

168,7

οὐ πρὸς αὑτοῦ] ἀντὶ τοῦ οὐκ ἄξια ἑαυτοῦ, οὐδὲ πρέποντα ἑαυτῷ. BD.

Tett

168,10

ἢ οὐδετέρου φήσομεν;] λέγει γὰρ ὁ Πλά‐ των τινὰ μέσα εἶναι. BD.

Tett

168,11,12

εἴπερ ἀληθὴς ὁ Πλάτωνος λόγος] πά‐ λιν τῷ Πλάτωνι μάρτυρι χρῆται. δείνως δὲ εἶπε τὸ εἴπερ. ὡσανεὶ ἔλεγε· μετέρχεται ἐπὶ τὴν ἀνδρείαν. B.

Tett

168,15

τότε Πέρσαις ὑποπεπτώκεσαν] ἀντὶ τοῦ καταπεφρόνηντο καὶ μάταιοι ὑπῆρχον. BD. ἐξ ἐντολῆς] ἐξ ἐπιστολῆς, ἐξ ἐπιταγμάτων. B. ἐξ ἐπι‐
στολῆς, ἢ ἐξ ἐπιτάγματος. D.552

Tett

168,17

ὅτι οὐκ ἐδυνήθησαν εὑρεῖν αὐτοὺς] ἐπειδὴ πάντες ἐξ ἐντολῆς ὑπέκυπτον δυστυχίαν, ᾐτήσαντο τὴν ἐπὶ στρατείαν καὶ ἑτέραν δυστυχίαν· ὅτι ἐκείνους οὐχ εὗρον· ἁμαξόβιοι γὰρ ὄντες καὶ πόλεις οὐκ ἔχοντες μετή‐
5γοντο εὐκόλως. Oxon. ἁμαξόβιοι γὰρ ὄντες καὶ πόλεις οὐκ ἔχοντες μετήγοντο εὐκόλως. συλλογίζεται δὲ λοιπὸν καὶ συνάγει τὸ προκείμενον. σοφωτάτους δὲ εἶπε τοὺς Αἰγυπτίους, ὅτι τὰ ἐν οὐρανοῖς εἴδεσαν, καὶ τελεστικοὶ ὑπῆρχον. ηὔξησε δὲ τὴν σοφίαν αὐτῶν, ἵνα ἐξάρῃ πλέον
10τὰ ἐγκώμια τῶν Ἀθηναίων. BD. Αἰγύπτιοι δὲ οἱ σοφώτατοι πάντων] σοφωτάτους λέ‐ γει τοὺς Αἰγυπτίους, ὅτι τὰ ἐν οὐρανῷ ᾔδεσαν, καὶ τελε‐ στικοὶ ὑπῆρχον. λέγει δὲ καὶ ἡ παροιμία· δεινοὶ μηχανὰς πλέκειν Αἰγύπτιοι. ηὔξησε δὲ τὴν σοφίαν αὐτῶν, σοφω‐
15τάτους πάντων εἰπὼν, ἵνα ἐξάρῃ τοὺς Ἀθηναίους κατα‐ πολεμήσαντας Πέρσην, ὃν οὐδ’ οἱ σοφώτατοι πάντων ὑπέ‐ στησαν. Oxon.

Tett

168,18

μίαν τῶν πασῶν μηχανὴν οὐχ εὗρον δι’ ἧς ἐκφεύξονται τὸ μὴ δουλεῦσαι] πρῶτον ἐπὶ Καμβύσου, καὶ ὕστερον ἐπὶ Δαρείου. BD. Λιβύην δ’ οὐδεὶς λόγος ἦν ὁ διαιρῶν ἀπὸ τῆς Ἀσίας
5τότε] καθ’ ἑαυτὴν εἶπε τὴν Λιβύην, ἐπειδή τινες τὴν πᾶσαν οἰκουμένην εἰς τρία διαιροῦσιν, Εὐρώπην, Ἀσίαν, Λιβύην. BD.

Tett

169,1

ἀλλ’ ἦν ἅπαντα μία ἤπειρος ὡς Πέρσαις εἶναι] τὸ ὑπερβατὸν οὕτως· ἀλλ’ ἦν τὰ πάντα Πέρσαις ὡς μία ἤπειρος εἶναι· ἀντὶ τοῦ ἤγοντο οἱ Πέρσαι τὰ πάντα μίαν εἶναι ἤπειρον. παρέλκεται δὲ τὸ εἶναι. BD.
5εἶναι] παρέλκον. B.

Tett

169,2

οἱ μὲν τὴν Ἀσίαν οἰκοῦντες, οἱ μὲν] τὸ σχῆμα μερισμὸς καὶ ἐπιμερισμός. BD. οἱ μὲν ἐκ τριγονίας ἐδούλευον] ἀντὶ τοῦ ἀπὸ τρί‐ της γενεᾶς, οἱονεὶ ἀπὸ προγόνων. βούλονται δέ τινες τὴν
5γενεὰν κεʹ ἐτῶν εἶναι. τὸν δὲ τρεῖς ἀριθμὸν ἐπὶ πλή‐ θους ἐκδέχονται. σημαίνει οὖν ὅτι πρὸ πολλῶν ἐτῶν ἐδούλευον οἱ ἀπὸ Κύρου καὶ Καμβύσου. BD Oxon.553

Tett

169,3

Ἐρετριεῖς] ἀντὶ τοῦ Εὐβοεῖς ὄντες· ἡ γὰρ Ἐρέτρεια πόλις ἐστὶ τῆς Εὐβοίας. BD.

Tett

169,4

οἱ μὲν τὸ ὕδωρ καὶ τὴν γῆν ἐδεδώκεισαν] τὴν γῆν λέγει καὶ τὴν θάλατταν. δηλοῖ δὲ τεκμήρια δου‐ λείας, ταῦτα διδόντων, δι’ ὧν ἐτρέφοντο. BD.

Tett

169,5

τοσοῦτον αὐτοὺς Ἐρετριέων εὐτυχεστέρους νομίζοντες, ὅσον ὕστεροι ταὐτὰ πείσεσθαι] οὗτοι γὰρ ἤδη ἦσαν δεδουλωμένοι. BD.

Tett

169,6

ὅσον ὕστεροι ταὐτὰ πείσεσθαι] τουτέστι κέρδος ἡγούμενοι τὸ τελευταῖον παθεῖν. BD. Λακεδαιμόνιοι δὲ, εἴτε ὑπὸ τοῦ πρὸς τοὺς Μεσση‐ νίους πολέμου] ἔθος ἦν Λακεδαιμονίοις κατ’ ἔτος κόρας
5τινὰς πέμπειν ἐν τῷ Ἀπόλλωνος ἱερῷ, ἵνα ὕμνον ᾄσωσι τῷ θεῷ. ταύταις περιτυχόντες ἐβιάσαντο Μεσσήνιοι. μα‐ θόντες τοῦτο Λακεδαιμόνιοι πέμπουσι πρὸς αὐτοὺς, δίκας βουλόμενοι λαβεῖν παρὰ τῶν δεδρακότων. ὡς δ’ οὐκ ἐπεί‐ θοντο, ἐπιστρατεύουσι Λακεδαιμόνιοι κατ’ αὐτῶν. τοῦτο
10δὲ γέγονεν ἐν τῷ Μηδικῷ πολέμῳ. μένοντες δὲ εἶπε τὴν πανσέληνον· ἐν γὰρ τῇ πανσελήνῳ στρατεύουσιν, ὡς πολ‐ λάκις ἔγνωμεν. BD.

Tett

169,8

κατῃρκὼς ἐξ Ἐρετρίας, ὡς ἐπὶ τοῖς ἴσοις] τῇ Ἐρετρίᾳ δῆλον· τουτέστιν ἐλπίζων τούτους λαβεῖν, ὡς τοὺς Ἐρετριέας. BD.

Tett

169,10

ὅπως ἀσφαλῶς βιώσονται] οἱονεὶ δουλεύ‐ σουσιν ἀσφαλῶς. ἔστι δὲ Δημοσθενικὸν τὸ ἐνθύμημα· λέ‐ γει γὰρ ἐκεῖνος „Ἀσφαλῶς δουλεύσειν.“ BD.

Tett

169,12

τὸν ἐκ πλείστου τοῖς ἀρίστοις λογισμοῖς ὡμιληκότα] πάλιν τὸ Δημοσθενικὸν „Ἀλλὰ συλλελογισμέ‐ νον ὀρθῶς.“ δηλοῖ δὲ τὸ συνετόν. BD. ὅπως δεῖ σώζειν τε καὶ σώζεσθαι] οὐχ ἁπλῶς τὸ δεῖ,
5ἀλλ’ ἀντὶ τοῦ ἐνδόξως. BD.554

Tett

169,13

τῶν ἐν ἐκείνοις τοῖς χρόνοις προστάντων] καλῶς τὸ προστάντων, ἀντὶ τοῦ οὐ δουλευόντων. BD.

Tett

169,14

ὅτι τὴν Ἑλλάδα ἔσωζον ὁπωσοῦν] τὸ βραχὺ δηλοῖ τοῦ διαστήματος. BD. ὃν σὺ λέγεις τὸν κυβερνήτην] ὁ Πλάτων διαβάλ‐ λων τὸν Μιλτιάδην κυβερνήτῃ αὐτὸν παραβάλλει, λέγων
5ὅτι οὕτως τοὺς Ἕλληνας ἔσωζεν, ὡς ἔτυχεν, ὥσπερ κυ‐ βερνῆται. ἔστι δὲ τὰ κῶλα ταῦτα· ταὐτὰ γὰρ ἡ κυβερνη‐ τικὴ διαπραξαμένη τῇ ῥητορικῇ· ἀντὶ τοῦ ὥσπερ ὁ κυβερ‐ νήτης κινδυνεύων ὀδύρεται, καὶ παρακαλεῖ τοὺς συμπλέον‐ τας συνάρασθαι αὐτῷ τοῦ κινδύνου, ἵνα, ὡς ἔτυχε, σώσῃ,
10οὕτω καὶ Μιλτιάδης παρεκάλει τὸν δῆμον, ἵνα, ὅπως ἔτυχε, σώσῃ αὐτόν. BD.

Tett

169,16

εἰ μὲν γὰρ ἢ τὰ ὅπλα παραδόντας] εἰς Λακεδαιμονίους αἰνίττεται τοὺς ἐν τῇ Σφακτηρίᾳ τὰ ὅπλα παραδόντας. τοῦτο δὲ καὶ ὄπισθεν (162, 16.) εἶπεν „Οὐ γὰρ ἐνῆν αὐθημερὸν ἄνδρας ἀγαθοὺς γενέσθαι.“ ἔμφασιν
5δὲ ἔχει τὸν Περσῶν βασιλέα, ἀντὶ τοῦ τὸν μέγαν. BD.

Tett

169,17

οὐκ ἂν ἔγωγε συγχαίρειν ᾤμην δεῖν] τοῦτο πάλιν πρὸς Πλάτωνα· ἔλεγε γὰρ ὅτι, ὅπερ ἤθελε τὸ πλῆ‐ θος, τοῦτο ἐποίουν. BD.

Tett

169,19

τοῦ πρὸς ἡμέραν ὑπηρέτας] μισθωτούς. B. ὥσπερ τοὺς πορθμέας] ἀπὸ τοῦ ἥττονος. B. ὥσπερ τοὺς πορθμέας, οὐ μόνον, εἰ βούλει, τοὺς κυβερνήτας] πορθμεὺς καλεῖται ὁ μικροὺς τόπους παρα‐
5πλέων, ἤτοι κόλπους. τοῦ δὲ Πλάτωνος εἰπόντος, ἐὰν κυ‐ βερνήτης ἐξ Αἰγίνης σώσῃ τινὰ, δύο, οἶμαι, ὀβολοὺς ἐπρά‐ ξαντο, ὁ Ἀριστείδης λέγει ὅτι, εἰ βούλει, πορθμέας ἀντὶ τοῦ κυβερνητῶν εἰπεῖν, τὸ εὐτελὲς σημαίνων· τῶν γὰρ πορθμέων εὐτελής ἐστιν ἡ τέχνη ὡς μηδὲ δεῖσθαι κυβερ‐
10νητῶν· ἐν γὰρ τοῖς βραχέσι κόλποις ἢ τόποις ἄνευ πηδα‐ λίων ναυτίλλονται. τὸ ἐπιχείρημα δὲ ἀπὸ τοῦ ἥττονος· ἥττων γὰρ ὁ πορθμεὺς τοῦ κυβερνήτου. BD.

Tett

169,18

ἀπ’ αὐτῶν τῶν κηρύκων ἀρξάμενοι] τῶν τοῦ βασιλέως. B.
τῆς ἀποκρίσεως] τὸν φόνον λέγει. B. ἐφόνευσε γὰρ τοὺς κήρυκας, ὡς καὶ ἐν τῷ Παναθη‐555
5ναϊκῷ εἶπε. καινοπρεπῶς δὲ ἐνταῦθα ἀπόκρισιν εἶπε τὸν φόνον αὐτῶν. BD.

Tett

170,1

μὴ λιπεῖν τὴν τοῦ φρονήματος τάξιν] τρο‐ πική ἐστιν ἡ λέξις· ὡς γὰρ ἐπὶ πολέμου εἶπε τὴν τάξιν μὴ λιπεῖν αὐτούς. BD.

Tett

170,2

καὶ οὐ τὰ ὅπλα ῥίψαντας] ἀπὸ κοινοῦ προη‐ γόρευον. B. οὐ τὰ ὅπλα ῥίψαντας, οὐδὲ τοῖς φόβοις εἴξαντας] τουτέστι τοὺς γινομένους λειποτάκτας. BD.

Tett

170,4

τοῖς χείροσι] τοῖς βαρβάροις. λέγει δὲ αὐ‐ τοὺς χείρους διὰ τὴν δυσγένειαν τοῦ γένους αὐτῶν. BD. εἰ ταῦτα λέγοντας] ἐπανάληψις. B. τὸ σχῆμα ἐπανά‐ ληψις· ἐπανέλαβε δὲ διὰ τὸ διὰ μακροῦ εἶναι τὴν ἀπόδο‐
5σιν. ἐπὶ τὴν κρίσιν δὲ, ἀντὶ τοῦ ἐπὶ τὸν πόλεμον· πάλιν γὰρ ὡς ἐπὶ ἀγῶνος εἶπε τὴν κρίσιν. BD.

Tett

170,5

δέχεσθαι τὸ ἐκβησόμενον, ὡς ἐπ’ ἀμφότερα ὁμοίως κερδανοῦντας] ἡ λέξις Θουκυδιδεία. λέγει δὲ, ἢ νικῆσαι λαμπρῶς, ἢ πεσεῖν εὐκλεῶς· ἀμφοτέροις γὰρ ἕπε‐ ται τὸ καλόν. BD.

Tett

170,6

οὐχ ὁρῶ, τίνα ταῦτ’ ἔχει διακονίαν ἀγεννῆ] οὐχ ἁπλῶς ἡ προσθήκη τοῦ ἀγεννῆ· ἔστι γὰρ καὶ διακο‐ νία καλὴ, ὡς λέγει ὕστερον, τὸ διακονῆσαι τοῖς θεοῖς καὶ τοῖς κρείττοσιν, ἀγαθόν. BD.

Tett

170,7

ἀλλ’ εἰ μὲν τοῦτο λέγεις] δείκνυσι τὸ πα‐ ράδειγμα τοῦ κυβερνήτου ὃ ἔθηκεν ὁ Πλάτων, οὐ πρὸς πάντα ὅμοιον ὂν, ἀλλὰ πρὸς ἕν τι, οἷον πρὸς τὸ σώζειν μόνον, κἂν ἀπῇ τὸ καλὸν καὶ τὸ ἔνδοξον. BD.

Tett

170,8

καὶ πρὸς τοῦτον ἅπαντα] ἔχει τέλος. B. λεί‐ πει τὸ ἔχει τέλος, ἵνα ᾖ οὕτως· καὶ πρὸς τοῦτον ἅπαντα ἔχει τέλος καὶ ἔκβασιν. πανταχόθεν δὲ αὔξει τὸν κυβερ‐ νήτην, ἵνα πλέον αὐξήσῃ τὸν Μιλτιάδην, ὅτι ὁ μὲν κυ‐
5βερνήτης ὁπωσοῦν σώζει, ὁ δὲ Μιλτιάδης μετὰ καὶ τοῦ καλοῦ καὶ τοῦ ἐνδόξου. BD.

Tett

170,9

τὰ τῶν Ἑλλήνων πράγματα] καλῶς προσέ‐ θηκε τὸ πράγματα, αἰνιττόμενος ὅτι οὐ μόνους ἔσω‐ ζεν. BD.556

Tett

170,10

ὥσπερ Ὅμηρος τοῖς λέουσι καὶ τοῖς κάπροις, καὶ πολλοῖς τοῖς ἄλλοις] πάλιν ἐκ τοῦ ἐνδόξου. B. ἔνδοξον πάλιν εἰσάγει πρόσωπον. οὐδὲ γὰρ, φησὶν, εἰ ἐκάλεσεν Ἀχιλλέα θυμολέοντα, ἤδη λέων ἦν Ἀχιλλεὺς,
5οὐδ’ εἶπε περὶ τοῦ Αἴαντος πάλιν, ὡς δ’ ὅ τις ὄνος, ἤδη καὶ ὄνος καθάπαξ ὁ Αἴας. BD.

Tett

170,11

ὥσπερ Ὅμηρος τοῖς λέουσι—ἀλλ’ εἰς ὅσον προσήκει τῷ λόγῳ] πρὸς τὴν χρείαν, λέγει, δεχόμε‐ νος καὶ πρὸς μέρος λέοντι καὶ κάπροις καὶ ὄνοις ἀπεικά‐ ζειν τὸ πρόσωπον οὐ καθάπαξ. ἐπ’ ἀμφοτέροις δὲ λέγει,
5τοῦ Μιλτιάδου καὶ τοῦ κυβερνήτου. BD.

Tett

170,14

οὐδὲ αὐτὸς σὺ σαυτοῦ] ἀποδέξῃ. A. δύο, φῂς, ὀβολοὺς λαβὼν, ἢ δραχμὰς, ὁ κυβερνήτης ἀπήλλακται] ἔνα πλοῦν ἐπλήρωσε καὶ ἀνεχώρει. εὐτελίζων δὲ ὁ Πλάτων τὸν κυβερνήτην καὶ ἀπὸ τοῦ μισθοῦ διαβάλ‐
5λει αὐτόν. BD.

Tett

170,15

οἶμαι δὲ] οὐκ ἀμφιβάλλων εἶπε τὸ οἶμαι, ἀλλὰ σύνηθες τοῖς ῥήτορσι τοῦτο τὸ ῥῆμα λέγειν, ἢ κατὰ παρολκὴν, ἢ κατὰ ἦθος. BD.

Tett

170,16

εἰ χρὴ τἀληθὲς εἰπεῖν] θεραπεύει πάλιν τὴν ὑπερβολὴν εἰπὼν εἰ χρή. BD.

Tett

170,17

εἰς τὸ μέσον] εἰς τὸ κοινόν. B. ἀντὶ τοῦ εἰς τὸ κοινὸν τῶν Ἑλλήνων. τοῦτο δὲ ἄνω (120, 1.) εἶπε „Καὶ τὸ πάντας εὖ ποιεῖν ἐκ μέσου.“ BD. ὥσπερ σὺ φῂς τὸν Σωκράτη τοῖς νέοις] ἦθος ἔχει
5ὁ λόγος· ἐδόκει γὰρ καὶ Σωκράτης μισθὸν δέχεσθαι, εἰ καὶ μὴ χρυσόν. ἔχειν γὰρ αὐτὸν ἔλεγον δύο πίθους, τὸν μὲν σίτου, τὸν δὲ οἴνου· καὶ τοῖς μαθηταῖς ἐκέλευεν ἐπι‐ βάλλειν ἀεὶ τούτοις, ὅπως μὴ λείψωσιν. BD.

Tett

170,18

ὑπερεῦγε, ὦ Πλάτων] ὡσανεὶ ἔλεγε· μέχρι τούτου συγχωρῶ καλῶς εἰρῆσθαι τὰ λεχθέντα. BD.

Tett

170,19

ἀλλ’ ἐῶ τοῦτο] ἐπειδὴ ᾔσθετο ὁ Ἀριστεί‐ δης ὅτι σοφίζεται τὸν Πλάτωνα, σιωπᾷ τὸ σόφισμα λοιπόν. τεχνικῶς δὲ εἶπε τὸν κυβερνήτην πλείω ποιεῖν· τὸ γὰρ βελτίους κοινόν ἐστιν· ὁ δὲ Πλάτων βελτίους εἰς557
5ἀρετὴν εἶπε. πρὸς τὸ χρήσιμον οὖν ὁ Ἀριστείδης ἔλαβεν, ὅτι καὶ ὁ κυβερνήτης βελτίω ποιεῖ τὰ ναυτικά. BD.

Tett

170,20

Μιλτιάδης καὶ πρὶν εἰς τὸν κίνδυνον ἐμβαί‐ νειν, ἅπαντας ἤσκει πρὸς τὸ βέλτιστον] καλῶς προσέθηκε τοῦτο, ἵνα μὴ δόξῃ τύχης εἶναι τὸ κατὰ Μαραθῶνα κα‐ τόρθωμα. BD.

Tett

170,21

ἰδιώτας ἐξαγαγὼν, ὡς εἰπεῖν, ἐπανήγαγε νικηφόρους] δοκεῖ τοῦτο ἐναντίον εἶναι· εἰ γὰρ ἤσκει πρὸς τὸ βέλτιον, καὶ ὡς εἰπεῖν ὄπισθεν, (162, 16.) ὅτι οὐκ αὐ‐ θημερὸν εὑρέθησαν ἀνδρεῖοι πρὸς τοὺς Πέρσας, ἀλλὰ
5προμεμελετήκεσαν, πῶς νῦν λέγει ἰδιώτας; λέγομεν ὅτι ἰδιώτας ἐνταῦθα λέγει οὐ τῶν πολεμικῶν, ἀλλὰ νίκης· ἀμέλει καὶ τὸ ὡς εἰπεῖν προσέθηκε, κολάζων αὐτὸ τὸ ὑβριστικόν. ἢ ἰδιώτας λέγει οὐ μάχης ἀπείρους, ἀλλὰ τοιαύτης Μηδικῆς νίκης. καὶ Ἡρόδοτος ἐν τῇ ἕκτῃ λέγει
10ὅτι τότε πρῶτον Ἕλληνες ὑπέστησαν σχῆμα θεάσασθαι Μηδικόν. BD.

Tett

171,2

ὃς πάλαι παρασκευάσας ἐκεῖσε τὸν ἀθλη‐ τὴν] πάλαι εἶπεν, ὅτι καὶ ὄπισθεν εἶπεν, ἤσκει πρὸς τοὺς κινδύνους. ἐκεῖσε δὲ εἰς τὴν Ὀλυμπίαν δηλονότι. λέγει δὴ ἔχοντα ἐκεῖ τὴν διάνοιαν. BD.
5εἶτα ἐξαγαγὼν] λείπει τοὺς ἀγωνιστάς· τοῦτο γὰρ δεῖ ὑπακοῦσαι. BD.

Tett

171,4

ἐπὶ τῆς αὐτῆς Ὀλυμπιάδος] τῆς ἐν τῷ Μα‐ ραθῶνι δηλονότι. A. καλῶς τὸ ἐπὶ τῆς αὐτῆς Ὀλυμπιά‐ δος, ἵνα μὴ δόξῃ ἐν ἄλλῳ πολέμῳ λέγειν αὐτὸν κεκρατη‐ κέναι μικροτέρων. BD.
5Ἡράκλεις] τὸν Ἡρακλέα ὠνόμασε· καὶ γὰρ τῶν ἀγώ‐ νων ἔφορος Ἡρακλῆς. BD.

Tett

171,5

οὐκ ἔνι τῷ κυβερνήτῃ πρὸς οὐδένα τῶν ἐμ‐ πλεόντων] μάχεται πάλιν τῷ παραδείγματι. BD.

Tett

171,6

οὐδ’ ὅτι ἐξεπίτηδες αὐτὸν εἰς τὴν θάλατταν ῥῖψαι] καλῶς τὸ ἐξεπίτηδες· ἐν γὰρ ταῖς ἀνάγκαις καὶ τοῦτο συμβαίνει. αὐτὸν δὲ λέγει τινὰ τῶν ἐμπλεόντων. BD. ἀλλ’ ὅσον τῶν σκευῶν ἐκβαλεῖν] τὸ ὅσον μικρόν τι558
5δηλοῖ· τὰ δὲ σκεύη ἀποβάλλειν ἐν τῷ χειμῶνι συμβαί‐ νει. BD.

Tett

171,7

ἄχρι τούτου κελεύειν ὁ κυβερνήτης κύριος] ἄχρι, φησὶ, τοῦ ἐκρῖψαι τὰ σκεύη κύριός ἐστιν, οὐ μὴν καὶ τῆς σωτηρίας παραινεῖ καταφρονεῖν. ἴδιον δὲ τοῖς κυβερνήταις καὶ τὸ σώζειν. BD.

Tett

171,8

τὸ δὲ σύμπαν σώζειν] ἀντὶ τοῦ μηδὲν πλέον τοῦ σώζειν, μηδὲ ἐρωτᾶν, εἰ δικαίως, ἢ ἀδίκως, καὶ τὰ τοιαῦτα. BD.

Tett

171,11

εἰ καὶ τεθνάναι δέοι, τολμᾶν ὑπὲρ πατρί‐ δος, καὶ ἱερῶν, καὶ τάφων, καὶ πολιτείας] εὔλογον αἰτίαν εἰσάγει τῆς τελευτῆς· πολλὰ γὰρ ἐπήγαγεν, ὧν ὁ στερό‐ μενος θάνατον ἀγαπᾷ. BD.

Tett

171,12

καὶ γάρ τοι ὅσοι μὲν τοῦτ’ ἐπείσθησαν αὐτῷ, σεμνοὶ σεμνῶς κεῖνται] τινὲς λέγουσιν ὅτι κακῶς εἶπε τὸ ὅσοι αὐτῷ ἐπείσθησαν. διαβάλλει γὰρ τοὺς Ἀθηναίους, φησὶ, τοὺς καὶ μαθητὰς αὐτοῦ γενομένους, καὶ αὐτὸν δὲ,
5ὡς τοιούτους ἔχοντα μαθητάς. λέγομεν οὖν ὅτι εἰς Λακε‐ δαιμονίους πάλιν ἀποτείνεται, ἐπειδήπερ εἰς μάχην οὐκ ἀπήντησαν, οὐδὲ ὑπήκουσαν συναχθῆναι μετὰ Ἀθηναίων, τὴν πανσέληνον ἀναμένοντες, ὅσοι δὲ ἐπείσθησαν αὐτῷ τῷ Μιλτιάδῃ, φησί. λέγει δὲ τὸ καλῶς ἀποθανεῖν. BD.

Tett

171,13

κάλλιστα δὴ πάντων Ἑλλήνων καταλύσαν‐ τες τὸν αἰῶνα, μνημεῖον τῆς ἀρετῆς τὸν τάφον κεκτημέ‐ νοι] εἰς τοὺς Λακεδαιμονίους αἰνίττεται. Θουκυδιδείως δὲ εἶπεν, οὐ σώματος μνημεῖον, ἀλλ’ ἀρετῆς. BD.

Tett

171,14

ὑπὸ γῆς ὄντες, τὴν γῆν φυλάττοντες αὐ‐ τὴν, ἀλλ’ οὐχ ὑπ’ αὐτῆς ἐχόμενοι] ὡς ἐπὶ θεῶν εἶπε τι‐ νῶν· οἱ γὰρ ἀγαθοὶ θεοὶ τῶν ἀνθρώπων κείμενοι ἐν γῇ, οὐχ ὑπ’ αὐτῆς φυλάττονται, ἀλλ’ αὐτοὶ μᾶλλον φυλάττου‐
5σιν αὐτὴν, ὥσπερ θεοί. ἐπιφέρει γοῦν τὴν Ἡσιόδου δόξαν· καὶ οὗτοι, φησὶ, φυλάττουσι τὴν γῆν, τῷ φόβῳ τῆς ἀρε‐
τῆς αὐτῶν τοὺς πολεμίους ἀπελαύνοντες. BD.559

Tett

171,15

τῆς Ἡσιόδου προσρήσεως ἐγγύτατα ἥκον‐ τες μετέχειν] λείπει ἡ εἰς πρόθεσις, ἵν’ ᾖ ἡ σύνταξις οὕ‐ τως· τῆς Ἡσιόδου προρρήσεως πλησίον ἐλθόντες εἰς τὸ μετέχειν αὐτῆς. BD.

Tett

171,17

πλὴν ὅσον οὐ δαίμονας, ἀλλὰ δαιμονίους καλῶν] ἀσφαλῶς ὁ ῥήτωρ προσέθηκε τὸ πλὴν, ἐπειδὴ οἶδε διαφορὰν δαίμονος καὶ δαιμονίου· δαίμων γὰρ οὗτος ὁ δαίμων, ἀπὸ τοῦ δαΐζειν τῆς προσηγορίας λαχών· δαι‐
5μόνιος δὲ ὁ μετέχων τινὸς δυνάμεως, οἱονεὶ δαίμων τις ὤν. ὁ μὲν οὖν Ἡσίοδος, ὡς ποιητὴς, εἶπε δαίμονας ἁγνοὺς, ὁ δὲ, ὡς ῥήτωρ, ἀσφαλῶς ἐκόλασε τὸ λεχθέν. BD.

Tett

172,1

τὸν ἐν Κολωνῷ κείμενον Οἰδίπουν] λέγεται Οἰδίπους μετὰ τὰς συμφορὰς ἐλθεῖν εἰς Ἀθήνας· οἱ δὲ θεοὶ ἐλεήσαντες αὐτὸν δεδώκασιν αὐτῷ δόκησιν τοῦ σώ‐ ζειν τὴν Ἀττικήν. ἄλλοι δέ φασιν ὅτι πολλῶν κακῶν αἴ‐
5τιος γεγονὼς τοῖς Θηβαίοις, διά τε τὸν φόνον τῶν παί‐ δων ἐναγὴς ὑπάρχων ἐκβάλλεται τῆς πόλεως καὶ ἐλθὼν τὸν Κολωνὸν, καὶ τελευτήσας ἐκεῖ θάπτεται. ἐλθόντων δέ ποτε Θηβαίων φαίνεται Ἀθηναίοις κελεύων ἀντιπα‐ ρατάξασθαι, καὶ συμβαλόντες ἐνίκησαν. ABD Oxon.
10quorum A post θάπτεται ita pergit, στρατευσάντων δέ ποτε Θηβαίων κατὰ Ἀθηναίων, ἐπιφαίνεται Οἰδί‐ πους Ἀθηναίοις, κελεύων αὐτοὺς ἀντιπαρατάξασθαι Θη‐ βαίοις θαρρούντως· καὶ συμβαλόντες ἐνίκησαν αὐτούς. θαυμασίως ἐπήγαγε τὸν Οἰδίπουν· ἐπειδὴ γὰρ εἶπεν
15ὅτι νεκροὶ ὄντες τὴν γῆν φυλάττουσιν, εἰκότως ἐχρήσατο τούτῳ τῷ παραδείγματι, ὅτι καὶ Οἰδίπους καὶ νεκρὸς ὢν σώζει τὴν Ἀττικήν. τὸν δὲ Κολωνὸν λέγουσιν οἱ μὲν τό‐ πον εἶναι τῆς Ἀττικῆς, οἱ δὲ Δῆλον. λέγεται δὲ Οἰδίπους μετὰ τὰς—ἐνίκησαν. BD.
20ἢ εἴ τις ἄλλοθί που τῆς χώρας ἐν καιρῷ τοῖς ζῶσι κεῖσθαι πεπίστευται] εἰ μὲν μετὰ τοῦ ἄρθρου λέγομεν,
τουτέστι τῆς χώρας, δηλοῦμεν τὸν Θησέα· ἔν τινι γὰρ καιρῷ ἐξεβλήθη παρὰ τῶν Ἀθηναίων Θησεύς· καὶ ἐκβλη‐ θεὶς ἀνῆλθε πρὸς τὸν Λυκομήδην ἐν τῇ Σκύρῳ ὡς560
25πρὸς φίλον. ὁ δὲ Λυκομήδης φοβούμενος μὴ ὁ Θησεὺς ἐκβάλῃ αὐτὸν τῆς βασιλείας, φονεύσας ἐκεῖσε ἔθαψε· μετὰ τοῦτο ἔλαβον οἱ Ἀθηναῖοι χρησμὸν, μετενέγκαι τὰ ὀστᾶ τοῦ Θησέως. ἀκούσαντες τὸν χρησμὸν ἀγνοεῖν ποῦ εἴη τὰ ὀστᾶ τοῦ Θησέως ἔφασαν. ὁ δὲ θεὸς εἶπεν ὅτι ἐγὼ
30ὑμῖν ἡγεμόνα πέμπω. εἶτα ἐξελθόντες καὶ φθάσαντες περὶ τὴν Σκύρον ἐθεάσαντο ἀετὸν καταπτάντα καὶ ὀρύσσοντα τὴν γῆν. οἱ δὲ ἐνόησαν ὅτι ἐκεῖ εἰσι τὰ ὀστᾶ τοῦ Θη‐ σέως, καὶ λαβόντες ἔθαψαν ἐν τῇ Ἀττικῇ. ἐὰν δὲ ἐκτὸς τοῦ ἄρθρου λέγωμεν, ἄλλοθί που χώρας, δηλοῖ τὸν
35Ὀρέστην· ποτὲ γὰρ Λακεδαιμόνιοι καὶ Τεγεάται ἐπολέμουν πρὸς ἀλλήλους, καὶ ἤροντο τὸν θεὸν Λακεδαιμόνιοι πῶς ἂν περιγένωνται. ὁ δὲ ἔχρησεν οὕτως· Ἀρκαδίην μ’ αἰτεῖς, μέγα μ’ αἰτεῖς, οὔτοι δώσω· πολλοὶ ἐν Ἀρκαδίῃ βαλανη‐ φάγοι ἄνδρες ἔασιν, οἵ γε ἀποκωλύσουσιν· ἐγὼ δὲ οὔ τοι
40μεγαίρω. δώσω δέ τοι Τεγαίην ποσσίκροτον ὀρχήσασθαι, καὶ καλὸν πεδίον σχοίνῳ διαμετρήσασθαι. ἀκούσαντες τὸν χρησμὸν Λακεδαιμόνιοι συνέβαλον, καὶ ἡττηθέντες ἐλήφθησαν παρὰ τῶν Τεγεατῶν, οἳ καὶ πέδας αὐτοῖς βαλόντες ἐποίησαν τὴν γῆν γεωργεῖν. ἡττηθέντες οὖν οἱ
45Λακεδαιμόνιοι πάλιν ᾔτησαν δεύτερον χρησμόν. ἔστι δὲ οὗτος, Ἔστι τις Ἀρκαδίης γαίης λευρῷ ἐνὶ χώρῳ, ἔν‐ θεν ἄνεμοι πνείουσι δύο κρατήρων ὑπ’ ἀνάγκης, καὶ τύπος ἀντίτυπος, καὶ πῆμ’ ἐνὶ πήματι κεῖται·
ἔνθ’ Ἀγαμεμνονίδην κατέχει φυσίζωος αἶα, τὸν σὺ κομι‐561

Tett

172,1

(50)

σάμενος γαίης ἐπὶ τάρροθος ἔσῃ. ἀκούσαντες τὸν χρησμὸν τοῦτον οἱ Λακεδαιμόνιοι ἐσπείσαντο πρὸς τοὺς Τεγεά‐ τας. εἶτα ἐν τῇ εἰρήνῃ ἔτυχε Λίχαν τινὰ ἀγαθοεργὸν Λακεδαιμόνιον (ἀγαθοεργοὶ δὲ καλοῦνται παρὰ Λακεδαι‐ μονίοις πέντε τῶν ἱππέων, οἵτινες ἐξήρχοντο τοῦ βαθμοῦ,
55καὶ ἐσχόλαζον ἐπὶ γνώσει τῶν παρ’ ἑτέροις νομίμων ἀγαθῶν) καθέζεσθαι ἐν χαλκείῳ τῆς Τεγαίας, εἶτα θαυμάζειν πῶς ἀνέρχεται τὸ πῦρ. τὸν δὲ χαλκέα ἐρω‐ τῆσαι τί καθέζεται ἐκπληττόμενος. τὸν δὲ εἰπεῖν ὅτι θαυ‐ μάζω διὰ τὸ οὕτως ἀνέρχεσθαι τὸ πῦρ. τὸν δὲ χαλκέα
60τοῦτο ἀκούσαντα, ὅτι ἐὰν ἀκούσῃς ὃ βούλομαι λέγειν, θαυμάσαι ἔχεις. εἶδον γὰρ, φησὶν, ἐν τῷ οἴκῳ τούτῳ σορόν τινα ἐννέα ὀργυιῶν, καὶ ἀπιστῶν εἰ τοιοῦτός ἐστιν ὁ κείμενος ἐν τῇ σορῷ, εἶτα ἀποκαλύψας καὶ εὑρὼν ὅτι καὶ τὸ σῶμα ἐννέα ὀργυιῶν ἐστιν, ἑωρακὼς ὁ Λίχας
65ἤρξατο συλλαμβάνειν τὸν χρησμὸν τὸν λέγοντα, Ἔστι τις Ἀρκαδίης, καὶ τὰ ἑξῆς· καὶ ἀναμνησθεὶς ᾔσθετο ὅτι τὸ χαλκεῖον σημαίνει ὁ χρησμός· εἶτα εἶπε τῷ χαλκεῖ· μίσθωσόν μοι τὸν οἶκον ἐπ’ ὀλίγου χρόνου. μισθωσα‐ μένου οὖν τὸν οἶκον, καὶ λαβόντος τὰ ὀστᾶ Ὀρέστου,
70ἐλήφθησαν οἱ Τεγεάται. BD Oxon.

Tett

172,4

διετήρησαν ἅπασαν τὴν Ἀττικὴν] πῶς φυ‐ λάττουσιν, εἰρήκαμεν, τῷ φόβῳ τῆς ἀρετῆς τοὺς βαρβά‐ ρους ἀπείργοντες. τὸ δὲ οἷς αὐτοὶ παρέσχοντο, ἀντὶ τοῦ οἷς ἐπεδείξαντο. BD.

Tett

172,5

οἷς αὐτοὶ παρέσχοντο] οἷς ἐπεδείξαντο. B.

Tett

172,6

ὁποίους τινὰς εἶναι δεῖ, καιρῶν ὁμοίων ἐπι‐ στάντων] πῶς δεῖ καταφρονεῖν βαρβάρων. καιρῶν δὲ ὁμοίων ἀντὶ τοῦ κινδύνων βαρβαρικῶν καὶ Ἑλληνικῶν. BD.562

Tett

172,6,7

ὅτε καὶ τοῖς τελευτήσασιν αὐτῶν οὐ χα‐ μάζε ἔπεσε τὸ κέρδος] τοῦτο ἐπήγαγεν, ὡς δείξας αὐτοὺς φύλακας τῆς Ἀττικῆς καὶ τῆς Ἑλλάδος. τὸ δὲ χαμάζε Ὁμηρικόν ἐστιν· καὶ γὰρ Ὅμηρος, ὅτε βούλεται δεῖξαι,
5δόρυ, ἢ βέλος, ὅτι ἄπρακτον ἐρρίφη, λέγει ὅτι χαμάζε ἔπεσεν. BD.

Tett

172,7

ἀπέλαυσαν τῆς διανοίας καὶ αὐτοὶ τῆς ἑαυ‐ τῶν καὶ οἱ ἄλλοι πάντες τῆς ἐκείνων] ἡ γὰρ διάνοια αὐ‐ τῶν ἦν σῶσαι τὴν πόλιν. σωθείσης οὖν αὐτῆς καὶ αὐτοὶ τῆς ἑαυτῶν διανοίας ἀπέλαυσαν καὶ οἱ ἄλλοι τῆς αὐ‐
5τῶν. BD.

Tett

172,9

καὶ τὸν Ἡρακλέα καὶ τὸν Πᾶνα] ὅπλα γὰρ ἦν ἀνακείμενα ἐν τοῖς Ἡρακλείοις, ἅπερ εὑρέθη ἐξαίφνης ἔξω θυρῶν κείμενα. δεινῶς δὲ ὁ Ἀριστείδης τὴν βοήθειαν τῶν θεῶν μαρτυρίαν ποιεῖται τῆς Μιλτιάδου ἀρετῆς. τὸ
5δὲ κατὰ τὸν Πᾶνα ἔστι τοῦτο· ἀπεστάλη Φιλιππίδης τις ὑπὸ Ἀθηναίων, ἡμεροδρόμος ὢν, ἐν τοῖς Περσικοῖς, συμ‐ μαχίαν αἰτῆσαι παρὰ Λακεδαιμονίοις. ἀπιὼν δὲ ἄπρακτος ἐκ τῆς Λακεδαιμονίων ἤκουε φωνῆς τινος ἐπιβοῶντος αὐτῷ. ὡς δὲ πλησίον ἐγένετο, ἀκούει λέγοντος τοῦ Πα‐
10νὸς, εἰπεῖν Ἀθηναίοις ὡς ὀλιγωροῦσιν αὐτοῦ, καὶ ταῦτα φροντίζοντος. ἡνίκα δὲ ἐστράτευον, εἶδον αὐτὸν ἡγούμε‐ νον, καὶ βωμὸν ἱδρύσαντο καὶ θυσίας ἐπετέλεσαν. BD Oxon. τὸν Πᾶνα] Φιλιππίδης τις ἀπεστάλη ὑπὸ Ἀθηναίων
15ἡμεροδρόμος εἰς Λακεδαίμονα, συμμαχίαν αἰτήσων παρὰ Λακεδαιμονίων. ὑποστρέφων δὲ ἄπρακτος ἤκουε φωνῆς τινος, ὡς δὲ πλησίον ἐγένετο, ἀκούει λέγοντος τοῦ Πανὸς,
εἰπεῖν Ἀθηναίοις ὅτι ὀλιγωροῦσιν αὐτοῦ, καὶ ταῦτα φρον‐ τίζοντος περὶ αὐτῶν ἡνίκα ἐστράτευον· εἶδον γὰρ αὐτὸν563
20ἡγούμενον. διὰ τοῦτο Ἀθηναῖοι καὶ βωμὸν αὐτοῦ ἱδρύ‐ σαντο καὶ θυσίας ἐτέλεσαν. A.

Tett

172,11

ἢ Πινδάρῳ φασὶν εἰς τὴν μουσικὴν τὸ τὸν αὐτὸν τοῦτον θεὸν ὀρχήσασθαί τι τῶν ἀσμάτων αὐτῷ] λέγεται ὅτι μέλη ποιοῦντος τοῦ Πινδάρου ποτὲ ἐν Θή‐ βαις τερφθεὶς ὁ Πὰν ὠρχήσατο αὐτῷ. ἄλλοι δὲ, ὅτι
5ᾆσμα σκεψάμενος Πίνδαρος ἔμελλεν ἐπιδείκνυσθαι· καὶ εἶδεν ὄναρ τὸν Πᾶνα λέγοντα αὐτῷ τὸ ᾆσμα, καὶ λαβὼν εὐθὺς ἀνέθηκε τῷ θεῷ. BD Oxon. οἱ δὲ ὑπομνηματισταὶ λέγουσιν ὅτι ἐν τῇ κρεουργίᾳ τοῦ Πέλοπος ὠρχήσατο ὁ Πάν. ἔχομεν δὲ τοῦτο ἐν τῇ πρώτῃ νίκῃ. BD. λέγεται ὅτι
10Πινδάρου μέλη ποιοῦντός ποτε ἐν Θήβαις τερφθεὶς ὁ Πὰν ὠρχήσατο αὐτῷ. ἄλλοι δὲ λέγουσιν ὅτι ᾆσμα σκεψά‐ μενος ὁ Πίνδαρος Πανὸς ἔμελλεν εἰπεῖν καὶ ἐπιδεῖξαι, καὶ εἶδε κατ’ ὄναρ τὸν Πᾶνα ἐπιστάντα λέγειν τὸ ᾆσμα· ὃ λα‐ βὼν εὐθὺς ἀνῆκε τῷ θεῷ. A.

Tett

173,1

φησὶν] ὁ Πλάτων. A.

Tett

173,3

ἀλλαχοῦ καὶ λόγον αὐτὸν εἶναι λέγει, ἤτοι λόγου δὲ ἀδελφὸν] ζητεῖται πῶς λέγει τὸν Πᾶνα λόγον, ἢ λόγου ἀδελφόν. λέγομεν ὅτι τὰ πάντα διὰ λόγου συνέ‐ στη. τὰ δὲ πάντα ἐστὶν ὁ Πάν· ἀδελφὸς ἄρα ὁ Πὰν τοῦ
5λόγου· μᾶλλον δὲ ὁ Πὰν λόγος. διὸ καὶ Ἑρμοῦ υἱὸς ὁ λόγος ὁ ἔντεχνος καὶ παρὰ τοῦ θεοῦ διδόμενος εἰς παί‐ δευσιν. BD. ζητεῖται πῶς λέγει τὸν Πᾶνα λόγον, ἢ λόγου ἀδελφόν. λέγομεν οὖν ὅτι πάντα κατὰ λόγον συνέστη· τὰ δὲ πάντα ἐστὶν ὁ Πάν· ἀδελφὸς ἄρα ὁ Πὰν τοῦ λόγου.
10πάλιν δὲ ὁ Πὰν λόγος, ἐπειδὴ Ἑρμοῦ ἐστιν, ὥς φασιν, υἱὸς πᾶς λόγος ἔντεχνος· ἤδε ὅτι ὁ Πὰν μουσικὸς, πᾶς δὲ λόγος εὔμουσος καὶ ἐμμελῶς σύγκειται. Oxon.

Tett

173,3,4

φαίνεται τοίνυν οὗτος οὕτως—φαῦλον περὶ τοὺς λόγους ὄντα] ῥητορικῶς κατασκευάζει ὁ Ἀριστεί‐ δης ὅτι οὐκ ἂν ὁ Πὰν, λόγος ὢν, συμπαρῆν τῷ Μιλ‐ τιάδῃ, εἰ μὴ ᾔδει καὶ αὐτὸν ῥητορικὸν ὄντα· θεὸς γὰρ οὐ
5χαίρει φαύλῳ. BD.564

Tett

173,5

ἄτεχνον τριβὴν] ὥσπερ ἂν εἰ ἐμπειρίαν τινὰ καὶ γυμνασίαν· λέγει δὲ τοῦτο, ὅτι οὐ μόνον ῥήτορα αὐ‐ τὸν οἶδεν, ἀλλὰ καὶ στρατηγόν. BD.

Tett

173,6

τὸν Μιλτιάδην καὶ τοῦ λέγειν τεχνίτην, καὶ τὴν ἀνδρίαν ἐπὶ τῶν ἔργων τοῖς λόγοις παραπλήσιον] ἆρά γε στρατηγήσαντες, φησὶν, οἱ δύο θεοὶ τῷ Μιλτιάδῃ, ὅ τε Ἡρακλῆς καὶ ὁ Πὰν, ἔδειξαν αὐτὸν καὶ τοῖς
5λόγοις σοφὸν καὶ τῇ δυνάμει ἀνδρεῖον· ὁ γὰρ λόγος, φη‐ σὶν, ἐστὶν ὁ Πὰν, ἡ δὲ ἀνδρεία ὁ Ἡρακλῆς. BD.

Tett

173,7

ἆρά γε ἢ πρὸς ἀνθρώπων ἣ πρὸς θεῶν βέλτιον περὶ Μιλτιάδου τι βλασφημεῖν] ὁ λόγος σχετλια‐ στικός. πρὸς θεῶν δὲ εἶπε διὰ τὸν Πᾶνα καὶ τὸν Ἡρα‐ κλέα. BD.

Tett

173,8

Ἀθηναίους μὲν ἐκ τούτων τῶν ἔργων ἱδρύ‐ σασθαι τῷ Πανὶ τὸν νεὼν, οὐ πρότερον συννοήσαντας] φασὶν ὅτι πρὸ τοῦ Μαραθῶνος οὐκ ᾔδεσαν Ἀθηναῖοι τὸν Πᾶνα θεὸν, ἀλλ’ ἐκ τῆς συμμαχίας θεὸν νενομίκασι.
5συννοήσαντας δὲ ἀντὶ τοῦ οὐ πρότερον ἐν νῷ λαβόντας ἱδρύσασθαι βωμόν. BD.

Tett

173,10

ὥστε καὶ τὴν ὑπάρχουσαν αὐτῷ δικαίως τιμὴν τὸ καθ’ αὑτὸν ἀποστερεῖν] ὡς εἰ ἔλεγεν· εἰ καὶ αὐτὸς Πλάτων ἀποστερεῖ· ἀλλ’ οὖν τὴν προκαταλαβοῦσαν περὶ αὐτοῦ δόξαν οὐ δυνήσεται ἀνελεῖν. BD.

Tett

173,12

καὶ ταῦτα Ἀριστείδου τοῦ Λυσιμάχου πα‐ ρόντος] ἀντιπῖπτον λύει, ἵνα μὴ εἴποι τις· ἀλλ’ οἱ μετ’ αὐτοῦ φαῦλοί τινες ἦσαν. Ἀριστείδην δὲ λέγει τὸν δί‐ καιον. BD.

Tett

173,13

ὃν οὐδὲ Πλάτων αἰτιάσασθαι μόνον τῶν πάντων ἠξίωσεν] τοὺς γὰρ ἄλλους κόλακας καλῶν τοῦτον οὐκ ὠνόμασεν. BD. ἠξίωσεν] ἀντὶ τοῦ ἄξιον ἐνόμισεν. BD.

Tett

173,14

ἐκεῖνος Πλαταιᾶσι μὲν ἐκφανὴς ἦν, — ἐκρύπτετο ὑπὸ τῷ Μιλτιάδῃ] ἐκφανὴς ἀντὶ τοῦ ἐπίσημος. ἐν τῇ Πλαταίᾳ δὲ ἐστρατήγει μετὰ Παυσανίου ὁ Ἀρι‐
στείδης καὶ λαμπρότερος ἦν τοῦ Παυσανίου ὁ Ἀριστείδης565
5τότε· ἐν δὲ τῷ Μαραθῶνι ὁ αὐτὸς Ἀριστείδης ἐστρατήγει μετὰ Μιλτιάδου καὶ ἐκαλύπτετο ὑπὸ Μιλτιάδου. BD.

Tett

173,15

δίκαιος ὢν, ὡς σὺ φῂς] οὐκ ἔστι τοῦτο διαβολὴ, ἀλλὰ συντρέχει τῷ ἐπαίνῳ τοῦ Ἀριστείδου, ἵνα μᾶλλον σεμνύνῃ τὸν Μιλτιάδην. BD.

Tett

173,16

οὐ περιιδὼν] οὐκ ἀναμείνας. B. ἀντὶ τοῦ οὐκ ἀναμείνας εἰς συμμαχίαν τοὺς Ἕλληνας. BD.

Tett

173,17

ἐν τῇ τριβῇ] βραδυτῆτι· ἐβράδυναν γὰρ Λακεδαιμόνιοι συλλεγόμενοι. τὸ δὲ χρησμῳδεῖς δεινῶς εἶπεν, ὡς ἐπὶ μαντείας τοῦ Ἀπόλλωνος. B.

Tett

173,19

ἀλλ’ αὐτὸν ἐν αὐτῷ] ἔχειν τὰς ἐλπίδας. A. κατὰ κοινοῦ ἔχειν τὰς ἐλπίδας. B.

Tett

173,20

Μιλτιάδης εἷς ἀνήρ ἐστιν, οὐκ ἄλλος οὐ‐ δεὶς] ἐνταῦθα ἡ ἀπόδοσις τοῦ καὶ γὰρ ὁ τὴν μάχην σπεύσας γενέσθαι, καὶ ὁ τόδε καὶ τόδε ποιήσας, Μιλ‐ τιάδης, εἷς ἀνήρ ἐστιν. ἐπειδὴ δὲ καὶ ἄλλα. ἦσαν κοινω‐
5νοῦντες αὐτῷ κατὰ τὴν μάχην, διὰ τοῦτο μόνῳ Μιλτιάδῃ ἀνατίθησι τὸ κατόρθωμα. BD.

Tett

174,1

προυκρίθη μόνος ἐξ ἁπάντων—τοῖς στρα‐ τιώταις παρακελευόμενος] ἐπειδὴ εἶπεν εἷς ἀνὴρ, καὶ τὴν ἀπόδειξιν τούτου ἐπήγαγε, τὸ ὅτι καὶ μόνος ἐγράφη· ἦν γὰρ ἐν τῇ Ποικίλῃ στοᾷ γεγραμμένος ὁ Μιλτιάδης,
5ἐκτείνων τὴν χεῖρα καὶ ὑποδεικνὺς τοῖς Ἕλλησι τοὺς βαρ‐ βάρους, λέγων ὁρμᾶν κατ’ αὐτῶν. BD Oxon. ὄνομα δὲ ἐκκλησίας ἡ Πνὺξ, ὡς καὶ Αἰσχίνης μέμνηται. BD.

Tett

174,2

οὕτως ἐκεῖνός γε οὐ μόνον ἐν Πνυκὶ] δεί‐ κνυσιν οὖν ὅτι οὐ μόνον στρατηγὸς ἦν, ἀλλὰ καὶ ῥή‐ τωρ. BD.

Tett

174,4

ἔπειτ’ Ἀθηναῖοι μὲν καὶ τοὺς πεσόντας τοθ’ ἑαυτῶν] τὸ σχῆμα κατ’ ἐπιτίμησιν· καὶ ἀπὸ τοῦ ἐλάττονος γὰρ τὸ τῶν τελευτησάντων ζώντων ἐστίν. BD. καὶ ἀπὸ τοῦ τάφου τὸν ἔπαινον ἔλαβε. κατὰ τοὺς ἄλλους
5δὲ, τοὺς ἐν ἄλλοις πολέμοις τελευτήσαντας. BD.

Tett

174,6

ἰδίας καὶ τῆς τιμῆς ἠξίωσαν] ἰδίας εἶπεν, εἰς τὴν Πλάτωνος ἀποτεινόμενος Πολιτείαν, ἐπειδήπερ ἐκεῖ‐ νος ἰδίας τιμὰς ἀπονέμει τοῖς φύλαξιν. BD.566

Tett

174,8

ἐλευθερίας, εὐκλείας] εὐκλείας προσέθηκεν, ἐπειδὴ ὁ Πλάτων οὐ τὴν αὐτὸς ἐλευθερίαν ζητεῖ. BD.

Tett

174,10

διακονῶν Ἀθηναίοις διεγένετο, δι’ ὃν οὐ διηκόνησαν Ἀθηναῖοι Πέρσαις τὰ αἴσχιστα] καλῶς εἶπε τὰ αἴσχιστα· ἔστι γὰρ καὶ ἐπὶ καλοῖς διακονία. ὑπερβολι‐ κῶς δὲ εἶπεν ὅτι καὶ τὸν πολέμιον ἐκώλυσε γενέσθαι διά‐
5κονον. περὶ δὲ τούτου ἤδη εἶπε, (163, 5.) λέγων „Καί‐ τοι προείρητό γε ὑπὸ τοῦ βασιλέως αὐτῷ στερήσεσθαι τῆς κεφαλῆς, εἰ μὴ Ἐρετριέας καὶ Ἀθηναίους ἄγῃ.“ BD.

Tett

174,12

τῆς περὶ τὸν κομμώτην συμμορίας] ἤδη μὲν ἔγνωμεν ἐκ τῶν Δημοσθενικῶν τί ἐστι συμμορία· ὅτι σύνταγμά ἐστι φανερῶν ἀνδρῶν ὡρισμένων εἰς λειτουργίαν. ἔνθα λέγει „Πρότερον μὲν εἰσφέρεται κατὰ συμμορίας.“
5νῦν δὲ συμμορίας λέγει, ὅτι Πλάτων, ὡς εἴπομεν, τὰς ἀρετὰς διαιρῶν τὰς τῆς ψυχῆς καὶ τοῦ σώματος εἶπε ταύ‐ ταις ταῖς ἀρεταῖς ὑπεισέρχεσθαι κακίας ἑτέρας. κομμωτι‐ κὴν δὲ λέγει κουρικὴν, τὴν ἡδύ τι καὶ εὔμορφον ἐπάγου‐ σαν. ταύτῃ δὲ ὁμοίαν τὴν ῥητορικήν· καὶ γὰρ τῷ δήμῳ
10τὸ ἡδὺ, φησὶ, παραινοῦσιν οἱ ῥήτορες. B.

Tett

174,13

οὕτως αὐχμῶντα] ἁρμόζει τοῦτο τῇ ῥητο‐ ρικῇ· τὸ γὰρ αὐχμηρὸν οἰκεῖον τῆς κόμης. B. κεκονιμένον] τοῦτο τῆς μαγειρικῆς ἐναντίον· ὁ γὰρ μάγειρος τὸ ἡδὺ καὶ εὐηδὲς ζητεῖ· τὸ δὲ κεκονιμένον
5ἀηδές πως δοκεῖ τῇ θεᾷ. BD.

Tett

174,14

πολλὴν μέν τ’ ἂν ὄφλοιμεν τὴν ἀλογίαν] τῷ λέγειν ὄφλοιμεν συστέλλει τὴν ὕβριν τὴν πρὸς Πλά‐ τωνα. BD. ὁπόσον τι τῆς ἐκείνου σωφροσύνης τεκμήριον] ὅτι
5νικήσας οὐκ ἐπῄρθη τῷ φρονήματι. BD.

Tett

174,15

εἰ χρυσῆν ἐτύγχανεν ἔχων τὴν ψυχὴν] ἀν‐ τιφιλοτιμεῖται τοῖς παραδείγμασι τοῦ Πλάτωνος· ὁ γὰρ
Πλάτων τοὺς ἀγαθοὺς χρυσᾶς ἔχειν λέγει τὰς ψυχάς. BD. οὐκ ἂν αὐτῇ καλλίω βάσανον προσήνεγκεν] εἰπὼν567
5χρυσὸν ἁρμόδιον αὐτῷ ἐπήγαγε τὴν βάσανον. ἔστι δὲ λί‐ θος, δι’ ἧς ὁ χρυσὸς δοκιμάζεται. BD.

Tett

174,16

ἐκεῖνος γὰρ τοσοῦτον ἔργον ἐξεργασάμενος] δείκνυσι τὸν Μιλτιάδην ὑπὲρ τὸ παράδειγμα Πλάτωνος γενόμενον τοῦ χρυσῆν ἔχειν τὴν ψυχήν. εἶτα συγκρίνων αὐτὸν τῷ Παυσανίᾳ κρείττονα καὶ αὐτοῦ δείκνυσι· Παυ‐
5σανίας γὰρ κρατήσας ἐν Πλαταιαῖς τῶν Μήδων ἠβουλήθη ὕστερον προδοῦναι, ὥς φησι καὶ ὁ συγγραφεὺς ἐν τῇ πρώτῃ. BD.

Tett

174,19

οὐδ’ ἐφρόνησε μεῖζον οὐδὲν ἢ πρὸ τῆς μά‐ χης] ἀντὶ τοῦ οὐκ ἠλαζονεύσατο· ὥσπερ, φησὶν, ἦν πρὸ τοῦ κατορθώματος, οὕτως ἔμεινε καὶ μετὰ τὴν νίκην, ἐπιεικὲς ἔχων τὸ φρόνημα. BD.

Tett

174,20

καίτοι Παυσανίας μὲν οὔτε πρῶτος δήπου τοὺς βαρβάρους ἐνενικήκει] ἀντιπῖπτον λύει, ἵνα μή τις εἴποι, ἀλλ’ εἰκότως μέγα ἐφρόνησεν, ἐπειδὴ καὶ πρῶτος ἐνίκησε τοὺς βαρβάρους. εἰς παράδειγμα δὲ βλέπων, ἀντὶ
5τοῦ μιμητὴς ἐγένετο. BD.

Tett

175,1

εἰς παράδειγμα βλέπων] μιμητὴς γενόμε‐ νος. B. οὔτε μόνους Λακεδαιμονίους ἔχων] ταπεινοῖ τὸ κα‐ τόρθωμα τοῦ Παυσανίου τῷ κοινὸν αὐτὸ ποιεῖν. BD.

Tett

175,3

σχεδὸν τῶν γε Ἀθηναίων κἀκεῖ τὰ πλεῖστα συνεπεξεργασαμένων] τὸ σχεδὸν εἶπεν, ἐπειδὴ τῷ ὄντι Λα‐ κεδαιμόνιοι ἐνίκησαν. Oxon. καλῶς εἶπε τὸ σχεδὸν, ἵνα μὴ δόξῃ ψεύδεσθαι· ὡμολόγητο γὰρ ὅτι τοῦ Παυσανίου
5ἦν τὰ κατὰ Πλάταιαν. τῶν ἀντιτεταγμένων δὲ λέγει, τῶν μηδισάντων· λέγει δὲ Θηβαίων. BD.

Tett

175,5

τῶν Ἑλλήνων τῶν ἀντιτεταγμένων] τῶν τὰ Μήδων φρονησάντων· λέγει δὲ διὰ τοὺς Θηβαίους. Oxon. τά γε τῆς τειχομαχίας ἐπ’ ἐκείνους παντελῶς ἐλθεῖν] τοῦτο οὐκ ἔτι ἐν τῇ Πλαταιᾷ ἐγένετο, ἀλλ’ ἐν Θήβαις·
5τῶν γὰρ βαρβάρων μετὰ τὴν τροπὴν καταφυγόντων εἰς τὸ τεῖχος, καὶ οὐκ ἐπεξιόντων εἰς μάχην, Ἀθηναῖοι τειχομαχήσαντες εἰς τέλος ἐνίκησαν. BD Oxon.568

Tett

175,6

ἀλλ’ ὁ Μιλτιάδης οὐκ ἀνέμεινε τοὺς Λακε‐ δαιμονίους τότε] ὀνειδίζει πάλιν αὐτοῖς τὴν πανσέληνον. τὸ δὲ οὐκ ἐκοίνωσε τὸ ἔργον ἀντὶ τοῦ οὐκ ἐποίησε κοινω‐ νὸν, ὥσπερ Παυσανίας. BD.

Tett

175,7

ὅτι μὴ Πλαταιέων φασί τινας προσδραμεῖν] ὅρα πῶς οὐ σιωπᾷ τὴν ἀλήθειαν, ἵνα μὴ ἁλῷ ψευδόμε‐ νος. καὶ αὐτὴν δὲ τὴν κοινωνίαν ἐσμίκρυνε, τῷ εἰπεῖν προσδραμεῖν, ἀλλὰ μὴ πολεμεῖν. BD.

Tett

175,8

πρῶτος καὶ μόνος τῶν Ἑλλήνων] προσανα‐ φωνεῖ τὰ τοῦ Θεμιστοκλέους πρῶτος εἰπών. BD.

Tett

175,9,10

ὥστ’ ἐκεῖνον προσῆκεν ἐπιγράφειν, ὅτι στρατὸν ὤλεσε Μήδων] τὸ ἐπίγραμμα μεταφέρει εἰς τὸν Μιλτιάδην, ὃ ἔγραψεν ἐν τῷ τρίποδι ὁ Παυσανίας, ὅπερ ὕστερον ἐξεκολάφθη. BD Oxon.

Tett

175,11

ἀκριβῶς ἥρμοττεν αὐτῷ] ἀπὸ κοινοῦ ἐπι‐ γράφειν. B.

Tett

175,12

ἀλλ’ ὅμως καὶ ταῦτα πράξας ἠπίστατο σω‐ φρονεῖν] πάλιν τὸ ἐπιεικὲς ἐμφαίνει τοῦ Μιλτιάδου. BD.

Tett

175,13

οἷα Παυσανίας πολλὰ κατηγορήθη] ταῦτα προσλαβὼν εἶπεν ὁ συγγραφεύς· διὸ σιωπᾷ ὁ ῥήτωρ καὶ οὐ λέγει, τὰ ἐγνωσμένα παρὰ πᾶσιν. BD.

Tett

175,14

ὥσπερ Λύσανδρον τὸν ἐν Αἰγὸς ποταμοῖς] Λύσανδρος, ναύαρχος ὢν Λακεδαιμονίων, ἐν Αἰγὸς ποταμοῖς (τοῦτο δὲ τὸ χωρίον ἐν τῷ Ἑλλησπόντῳ τῆς Θρᾴ‐ κης) νικήσας τοὺς Ἀθηναίους, ὡς λέγει Ξενοφῶν, δεκα‐
5δαρχίας καθίστη ἐν ταῖς πόλεσι, θέλων ὀλιγαρχίαν ποιῆσαι· καὶ ἐντεῦθεν στάσεις καὶ θόρυβοι ἐγένοντο ἐν ταῖς πόλεσι. πάλιν δὲ τὸν Μιλτιάδην συγκρίνει πρὸς τοῦ‐ τον, καὶ αὐτὸν μέγα φρονήσαντα μετὰ τὴν νίκην. BD
Oxon.569

Tett

175,17

πολλῶν καὶ μεγάλων κακῶν αὐτὸν τοῖς Ἕλλησιν ἄρξαντα] διὰ τὰς μεταβολὰς τῶν πολιτειῶν αἰ‐ νίττεται ὅτι δεκαδαρχίας καταστήσας ἐζήτει μεταβαλεῖν τὰς πολιτείας. διὸ μὴ ἀνεχομένων στάσεις ἐγίνοντο. BD.
5ἀλλὰ τοιοῦτον μὲν οὐδὲν οὔτε πράξαντα] ἀλλ’ ἐρεῖς, φησὶν, ὅτι περὶ τοιούτων οὐδεὶς κατηγορεῖ Μιλτιάδου, περὶ δὲ τῶν λοιπῶν αὐτὸς ἐπάγει. φιλοτιμίας δὲ, φιλοδο‐ ξίας καὶ ἀλαζονείας. BD.

Tett

176,3

καὶ σκόπει, παρ’ οὕστινας αὐτὸν ἐξετάζω, Λυκοῦργον, Παυσανίαν, Λύσανδρον, Ἀγησίλαον] φανε‐ ρῶς νῦν τὴν παράθεσιν ἐγύμνωσεν, ὅτι πρὸς τοὺς φί‐ λους Πλάτωνος τὸν Μιλτιάδην συγκρίνει. BD Oxon.

Tett

176,5

ὥσπερ Θίβρωνα τὸν Σπαρτιάτην ἤδη τινὲς ᾐτιάσαντο] τοῦτον λέγουσι στρατηγὸν γενέσθαι Λακεδαι‐ μονίων, τὸν Θίβρωνα, μέθυσον καὶ ἀκόλαστον. BD Oxon.

Tett

176,6

ἀλλ’ οἷα δὴ τὰ τῆς δημοκρατίας ἐπιχώρια, φαίνειν, ἐνδεικνύναι] τοῦτο προσέθηκεν, ἵνα μή τις εἴπῃ· ἀλλὰ ταῦτα μὲν οὐχ ἡμάρτανεν ὁ Μιλτιάδης τὰ Λακω‐ νικὰ, (Ἀθηναῖος γὰρ ἦν) ἀλλὰ τὰ Ἀττικά. φαίνειν δέ
5ἐστι τὸ κακῶς ἐπιτροπεύειν· φάσις γάρ ἐστιν ὄνομα δίκης κατὰ τῶν κακῶς ἐπιτροπευόντων. ἔνδειξις δὲ ὄνομα δίκης κατὰ τῶν ὀφειλόντων τῷ δημοσίῳ. ἄλλοι δὲ τὸ φαίνειν ὄνομα δίκης λέγουσι κατὰ τῶν Ἀθηναίων ἐμπόρων, τῶν μὴ ἐν τῇ Ἀττικῇ, ἀλλ’ ἀλλαχόσε σιτηγούντων. BD Oxon.
10φαίνειν] κακῶς ἐπιτροπεύειν. B.

Tett

176,7

δημεύειν] κρίνειν. B. εἴπῃ τις ὅτι κακῶς εἶπε τὸ δημεύειν ἐπὶ τοῦ ῥήτορος· οἱ γὰρ δικασταὶ τούτου κύριοι. λέγομεν οὖν ὅτι καὶ παρὰ Δημοσθένει ἔχομεν τὴν λέξιν ἐν Φιλιππικοῖς. ἔνθα λέγουσι τὸ κρίνειν δημεύειν
5δηλοῖ, ὅτι τῶν ῥητόρων τινὲς χαριζόμενοι τῷ δήμῳ ἔγρα‐ φον κατά τινων πλουσίων δήμευσιν. BD. τὸ δημεύειν δη‐
λοῖ, ὅτι τῶν—δήμευσιν. Oxon. οὐ ῥήτορας οὐδαμῶς] δεινῶς ὁ Ἀριστείδης τούτους διαβάλλει, μὴ ὄντας ἀληθείᾳ ῥήτορας, ἵνα δι’ ὧν τού‐570
10των κατηγορῇ, βεβαιώσῃ τῶν ἀνδρῶν τὸν ἔπαινον. τού‐ τους δὲ καὶ ὁ Ἀριστοφάνης κωμῳδεῖ. BD.

Tett

176,8

εἴπερ γε ἦσαν τοιοῦτοι] ῥήτορες. A.

Tett

176,11

εἴ τις προσεῖχεν αὐτῷ τὸν νοῦν] τοῦτο προσέθηκεν, ὅτι ἐν τῇ κοινῇ ἀπολογίᾳ λέγει, μὴ πάντας ὠφελῆσθαι παρ’ αὐτῶν. BD.

Tett

176,12

εἰ δὲ μὴ σοφὸς ἦν τὰ μετέωρα, ὥσπερ Ἀναξαγόρας, οὐδὲ Σωκράτης σοφὸς ἦν ταῦτά γε] εἴπῃ τις ἀκαίρως εἰρῆσθαι τὸν λόγον· οὐδὲ γὰρ Πλάτων ἐξῄ‐ τει δεῖξαι αὐτοὺς μὴ ὄντας ἐπιστήμονας τῶν μετεώρων.
5λέγομεν οὖν ὅτι τοῦτο εἶπεν, ἵνα δείξῃ τὸν Μιλτιάδην τῷ Σωκράτει ὅμοιον· λέγουσι γὰρ καὶ αὐτὸν Σωκράτην ἄπει‐ ρον τὰ μετέωρα. εἶτα καὶ μείζονα δείκνυσι τῷ λέγειν αὐτὸν μὴ ἀκροᾶσθαι Ἀναξαγόρου. BD.

Tett

176,13

καὶ ταῦτά γε, ὥς φασιν, ὁμιλήσας ἐκείνῳ] τῷ Ἀναξαγόρᾳ, καλῶς δὲ ἀντέθηκε, δεικνὺς μὴ ὄντα Μιλ‐ τιάδην Σωκράτους φαυλότερον. BD.

Tett

176,16

οὐχ ὥσπερ τὸν Ὀρέστην φασὶ, τὰς ἡμι‐ σείας μεταλαβόντα] δώδεκα γὰρ θεῶν δικασάντων Ὀρέστῃ καὶ ταῖς Ἐριννύσιν, ἓξ προσετέθησαν τῷ Ὀρέστῃ, μεθ’ ὧν ἦν ἡ Ἀθηνᾶ, καὶ νενίκηκεν, ἐπειδήπερ θνητὸς ὢν τὰ
5ἴσα θεοῖς ἔσχε. BD Oxon. τὰς ἡμισείας] ψήφους. A. εἰκότως· ὁ μὲν γὰρ τὴν μητέρα ἀπέκτεινε δικαίως] τῷ εἰπεῖν εἰκότως τὴν σύγκρισιν ἐθεράπευσεν, ἐπειδήπερ πρὸς μητροκτόνον αὐτὸν παρέβαλεν, ὅπερ ἐστὶν ἄτοπον·
10καὶ γὰρ δίκαιος ἦν ὁ φόνος, ἀλλ’ εἰς μητέρα ἐτολμήθη. BD.

Tett

176,17

τὰ τροφεῖα κάλλιστα ἀνθρώπων ἐξέτισεν, οὐ μόνον τῇ πατρίδι] κυρίως γὰρ τροφεῖα ἐπὶ πατρίδος λεκτέον. BD.

Tett

177,1

κοινὸν δὲ τῆς Ἑλλάδος ἀρχηγέτην ἐκεῖνον
δικαίως ἄν τις ἡγοῖτο] πάλιν συγκρίνει αὐτὸν πρὸς τοὺς ἀρχηγέτας τοῦ γένους τῶν Ἑλλήνων, ὅπερ ἐστὶ μέγιστον. ἀρχηγέτας δὲ, ὡς ἐλευθερωτὰς τοῦ γένους ὄντας. BD.571

Tett

177,2

νομίζω δ’ ἔγωγε καὶ τὴν αἰτίαν] λύσις ἀν‐ τιθέσεως. B. ἀντίθεσιν ἐνταῦθα λύει· προσκαταλαμβάνει γὰρ τοὺς ἀγῶνας, ἐν οἷς λύει τὰ δοκοῦντα ἐγκλήματα· ὅπερ ἐποίησε καὶ ἐπὶ τοῦ υἱοῦ αὐτοῦ Κίμωνος. ἔστι δὲ
5ἡ ἀντίθεσις αὕτη· ἀλλ’ ἐν δεσμωτηρίῳ ἐφρουρήθη. ἡ δὲ ἱστορία αὕτη· μετὰ τὰ κατὰ Μαραθῶνα ἐπεστράτευσεν ἐπὶ τοὺς Παρίους ὁ Μιλτιάδης, ἢ ὅτι συνέπραξαν τῷ Πέρσῃ, ἢ ὅτι ἀπέστησαν τῶν Ἀθηναίων. ἔστι δὲ αὕτη ἡ νῆσος εὐτελής. ταύτην πολιορκοῦντος αὐτοῦ ἐπέμφθη
10βέλος ἐξ ἀφανοῦς, καὶ ἔτρωσεν αὐτοῦ τὸν μηρόν. ὁ δὲ νομίσας τῆς Δήμητρος εἶναι τὸ βέλος, (ἦν γὰρ πλησίον τοῦ τείχους βωμὸς αὐτῆς) καὶ τὸ ἱερὸν φοβηθεὶς ἀνε‐ χώρησε. καὶ προδοσίας αὐτοῦ κατηγόρησαν οἱ Ἀθηναῖοι, καὶ εἰς τὸ δεσμωτήριον ἐνέβαλον, μέχρι τῆς ἐκτίσεως
15φρουροῦντες αὐτὸν τοῦ τιμήματος· κατεψηφίσαντο γὰρ αὐτοῦ πεντήκοντα τάλαντα. BD. μετὰ τὰ κατὰ Μαρα‐ θῶνα—τάλαντα. δεινῶς δὲ εἰς ἐγκώμιον αὐτοῦ τὴν αἰτίαν περιτρέπει, δεικνὺς ὅτι διὰ τοῦτο ἐζημίωσαν αὐτὸν Ἀθη‐ ναῖοι, διότι νομίζοντες αὐτὸν ὑπὲρ ἄνθρωπον, καὶ τοῖς
20πᾶσιν ἀήττητον, εἶδον ἀναχωρήσαντα αὐτὸν ἐκ Πάρου ἄπρακτον. Oxon. εἰ δεῖ τι καὶ περὶ ταύτης εἰπεῖν] καλῶς τὸ εἰ δεῖ. περιττὸν θέλει δεῖξαι τὴν ὑπὲρ τούτου ἀπολογίαν. ἄλλοι δὲ εἶπον τὸ εἰ δεῖ, ἐπειδήπερ ὁ Πλάτων οὐχ ὑπὲρ αὐτῆς
25αὐτοῦ κατηγόρησε. BD.

Tett

177,3

ἅπαντας γὰρ ἠξίουν ἡττᾶσθαι τῆς ἀρετῆς τῆς ἐκείνου] ἐνθύμημα. B. τὸ δοκοῦν ἔγκλημα τοῦ Μιλτιά‐ δου δεινῶς εἰς ἐγκώμιον ἔτρεψεν, ὅ ἐστι μέγιστον χρῶμα. λέγει γὰρ ὅτι φησὶν, εἰ μὴ ἐνίκησε, τοῦτο ἔγκλημα ἐποιή‐
5σαντο. BD.

Tett

177,5

τὸν διὰ βίου μελετήσαντα ἀρετὴν] ὡσανεὶ
ἔλεγεν, οὐχ ἑνὶ τροπαίῳ, ἀλλὰ πλείστοις. μόριον δὲ εἶπε τὴν κολακείαν, ἐπειδήπερ τέταρτον μέρος εἶπεν αὐτὸ ὁ Πλάτων τῆς κακίας. BD.572

Tett

177,6

τὸν οὐδ’ ὅτ’ ἐκρίνετο, οὐδὲν πλέον] ἐπήγαγε πρὸς τὰ ἀποβάντα ἔργα τοῦ Μιλτιάδου, ἐπειδὴ τούτων οὐδὲν ἐποίησεν, ὥσπερ καὶ ὁ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου εἶπε φρόνιμον τὴν μητέρα αὐτοῦ, ὅτι ἀπέδοτο
5αὐτὸν κακὸν, ὡς ἐδείχθη ὕστερον. BD. τὸν οὐδ’ ὅτ’ ἐκρίνετο, οὐδὲν πλέον τοῖς δικασταῖς δείξαντα τοῦ τραύματος] εἰς ἀπολογίαν, φησὶ, τῆς νο‐ μισθείσης προδοσίας κατ’ αὐτοῦ μόνον τὸν πληγέντα μη‐ ρὸν ἐδείκνυε. τοῦτο γοῦν καὶ λέγεται περὶ αὐτοῦ. τὸ φρό‐
10νημα δὲ αὐτοῦ διὰ τούτου δείκνυσιν. BD.

Tett

177,7

οὐ παιδία ἀναβιβασάμενον, ὄντος αὐτῷ Κί‐ μωνος] ἐπειδὴ γὰρ τοὺς φαύλους παῖδας οὐκ εἰώθασιν ἐλεεῖν οἱ κρίνοντες, διὰ τοῦτο τὸν Κίμωνα προύθηκε, δει‐ κνὺς τὸ ἄξιον τῆς αἰδοῦς πρόσωπον. BD.

Tett

177,8

μεγαλοπρεπῶς] παρρησιαστικῶς καὶ μετ’ ἀδείας. BD.

Tett

177,11

ἐκείνου δὲ εἰ ταῦτα καταψηφιούμεθα] ἐκεί‐ νου λέγει, τοῦ Πλάτωνος. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἐγὼ, φησὶ, δόξω ψευδὴς εἶναι, εἰ χαριζόμενος Πλάτωνι τὰ τῆς ἀληθείας καλύψω σιγῇ. BD.

Tett

177,12

ἄλλην τίν’ ἂν αὐτῷ τιμὴν ἀποδοίημεν ἔγωγε οὐχ ὁρῶ] αὐτῷ τῷ Μιλτιάδῃ λέγει. ἄλλοι δὲ τῷ Πλάτωνι, καὶ ποιοῦσι τὸν νοῦν τοῦτον· εἰ πεισθείημεν Πλάτωνι, κατὰ Μιλτιάδου ταῦτα λέγοντι, οὗ χάριν ἀπο‐
5δώσομεν αὐτῷ Πλάτωνι. τὸ γὰρ τίνα, ἐρωτηματικὸν ὂν, ἀναίρεσιν ἔχει τοῦ λεγομένου· οἷον εἰ φαῦλον δώσομεν χάριν, οὐκ ἄλλην· οὔκουν ἄρα οὐ δώσομεν. BD.
αὐτῷ] ἤτοι τῷ Μιλτιάδῃ, ἢ τῷ Πλάτωνι. B.573

Tett

hyp Them

(t)

ΘΕΜΙΣΤΟΚΛΗΣ.
1Λοιπὸς τοίνυν Θεμιστοκλῆς] ὁ κορυφαιότατος. B. ῥη‐ τορικῶς Ἀριστείδης ἐξ ἀμφοτέρων τῶν ἄκρων τὴν τάξιν τῶν μεγίστων προσώπων εἰργάσατο, προτάξας μὲν τὸν Πε‐ ρικλέα, τελευταῖον δὲ τηρήσας τὸν Θεμιστοκλέα. οὐχ ἁπλῶς δὲ
5εἶπε τὸ λοιπὸς Θεμιστοκλῆς, ἀλλ’ ἀντὶ τοῦ ὁ κορυφαιότατος καὶ ἀκρότατος. δεῖ δὲ γνῶναι ὅτι τὸν περὶ τοῦ στεφάνου Δημοσθένους ἐν τούτῳ μεμίμηται τῷ λόγῳ. BD. ῥητορικῶς— τὸν Θεμιστοκλέα. Oxon. ἥκιστα δὴ πάντων ἄξιος ἐκ δευτερείων τὰ πρωτεῖα
10ἔχειν] ἕκαστος γὰρ ἑαυτὸν ἄριστον εἶχε, καὶ γενναῖον φάσκων δεύτερον ἐψήφιζε τὸν Θεμιστοκλέα. τὸ δὲ περὶ Θεμιστοκλέους τοιοῦτόν ἐστι· μετὰ τὸ νικηθῆναι τὸν βάρβαρον συνῆλθον εἰς τὸν Ἰσθμὸν πάντες οἱ Ἕλληνες τὸν τῆς Κορίνθου πρὸς τοῖς λαφύροις πρὸς ἀξίαν τιμῆ‐
15σαι τοὺς ἀριστεύσαντας. ἔνθα πάντες ἐρωτώμενοι τίς ἐνί‐ κησεν, ἕκαστος ἔλεγεν, ἐγὼ πρῶτος, καὶ μετ’ ἐμὲ Θεμιστο‐ κλῆς. τὸ μὲν οὖν ἐγὼ πρῶτον ἔλεγον, ὡς μὴ ἀνεχόμε‐ νοι ἑαυτοῖς ὑβρίσαι διὰ τὸ ὡς πᾶς τις αὐτὸν τοῦ πέ‐ λας φιλεῖν, τὸ δὲ μετ’ ἐμὲ Θεμιστοκλῆς, διὰ τὴν ἀλή‐
20θειαν, ἣν οὐκ ἠνείχοντο κρύψαι. BD. μετὰ τὸ κινηθῆναι τὸν βάρβαρον συνῆλθον πάντες οἱ Ἕλληνες εἰς τὸν Ἰσθμὸν τῆς Κορίνθου, ὥστε τιμῆσαι κατ’ ἀξίαν τοῖς λαφύροις τοὺς ἀριστεύσαντας. ἔνθα πάντες ἐρωτώμενοι τίς ἐνίκησεν, ἕκαστος ἔλεγεν, ἐγὼ πρῶτος, καὶ μετ’ ἐμὲ Θεμιστοκλῆς.
25τὸ μὲν οὖν ἐγὼ πρῶτος ἔλεγεν, ἑαυτοὺς προάγειν τῶν ἄλλων βουλόμενοι, τὸ δὲ μετ’ ἐμὲ Θεμιστοκλῆς, διὰ τὸ μὴ δύνασθαι κρύψαι τὴν ἀλήθειαν. Oxon.

Tett

177,14

εἰ τὰ μάλιστα καὶ τοῦτο αὐτὸ ἐκείνῳ μόνῳ
τῶν πάντων ὑπάρξαν φαίνεται] ὡς θαυμάσιον εἴρηται· οὐδεὶς γὰρ βούλεται πρῶτον ἑαυτοῦ ἔχειν τινὰ, ἀλλὰ μᾶλ‐ λον ἑαυτὸν ἄριστον εἶναι. εἶτα, ὡς μὴ ἔχων ἄλλον τινὰ,574
5πρὸς ὃν συγκρίναι τὸν ἄνδρα, πρὸς ἄλλον Ἀθηναῖον αὐ‐ τὸν παραβάλλει. BD.

Tett

178,1

τὸν ὡς βούλει λέγε] ῥητορικῶς ὁ Ἀριστείδης διὰ τῶν λέξεων, δι’ ὧν ὁ Πλάτων ἀνεδείκνυε φαῦλον τὸν Θεμιστοκλέα, διὰ τούτων θαυμαστὸν αὐτὸν κηρύττει. λέγει οὖν ὅτι ὡς βούλει κάλει τὸν Θεμιστοκλέα. οὐδὲν γὰρ
5βλάπτεις αὐτὸν, ὡς βούλει καλῶν. BD. πᾶσι τοῖς εἰς αὐτὸν ἐλθοῦσι] ἀντὶ τοῦ καταλαβοῦσιν αὐτόν. BD.

Tett

178,2

ὅσῳ Ξέρξης Δαρεῖον ταῖς παρασκευαῖς ἅπασι δῆλός ἐστιν ὑπερβαλλόμενος] ἐκ τῆς τῶν πολεμίων παρασκευῆς ποιεῖται τὴν σύγκρισιν, ἐπειδήπερ εἷς ὢν ὁ Μηδικὸς πόλεμος πρὸς ἀμφοτέρους ἐγένετο αὐτός. ὡσαύτως
5δὲ ἐκ τῶν ἡττηθέντων προσώπων συγκρίνων ἐπαίρει τὸν Θεμιστοκλέα. ὥσπερ καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου· βουλόμενος γὰρ αὐξῆσαι τὸ δεινὸν, ὃ πέπονθεν, εἰσάγει τὸν Μειδίαν λέγοντα ὅτι καὶ ἄλλοι τινὲς ἐτυπτήθησαν, ὥσπερ ὁ πρόεδρος καὶ ὁ θεσμοθέτης. εἶτα αὔξει καὶ ἐκ τῶν
10ποιησάντων, ὅτι οἱ τύψαντες ἐμέθυον, καὶ ἠγνόουν· καὶ ἐκ τῶν παθόντων, ὅτι οἱ τυπτηθέντες ἀργύριόν τι δεξά‐ μενοι τοὺς νόμους προδεδώκασιν· οὔτε δὲ ὁ Μειδίας ἠγνόει οὔτε ἐγὼ τοὺς νόμους προδέδωκα. οὐχ οὗτος δὲ ἦν βασιλεύς· πρῶτος γὰρ ἦν Δαρεῖος, δεύτερος δὲ Ξέρξης·
15ἀλλ’ ὡς πρωτόγονον ἀποδέδωκεν. ὑπάρχους δὲ εἶπε διὰ τὸν Δάτιν καὶ Ἰνταφέρνην. BD.

Tett

178,3

ὁ δ’ αὐτὸν ἐνίκα βασιλέα] ὁ Θεμιστοκλῆς δηλονότι. βασιλέα δὲ λέγει τὸν Ξέρξην. BD.

Tett

178,8

οὔτ’ ἄλλον ἔπεμψε τοῦ λοιποῦ] ὡς μετὰ πάντων ἡττηθείς. BD.

Tett

178,9

ὃν κατέλιπε Μαρδόνιον, θανατῶντα, ὡς εἰπεῖν, κατέλιπε] Μαρδόνιος εἰδὼς ἑαυτὸν αἴτιον εἶναι τῆς
ἐπὶ τὴν Ἑλλάδα στρατείας ὡς ἡττηθεὶς ἔφυγεν ὁ βασι‐ λεὺς, δεηθεὶς αὐτοῦ πρότερον ἔμεινεν ἐν τῇ Ἑλλάδι, ἐπὶ575
5τῷ πολεμῆσαι τοῖς Ἕλλησι, διπλῆν ἔχων τὴν ἔννοιαν· ἐλο‐ γίζετο γὰρ, εἰ ἡττηθεὶς ἀποθάνοι, οὐ κριθήσεται παρὰ τοῦ βασιλέως αἴτιος τῆς στρατείας, εἰ δὲ νικήσῃ, τιμη‐ θήσεται παρ’ αὐτοῦ. πεντήκοντα δὲ εἶχε μυριάδας μεθ’ ἑαυτοῦ Μαρδόνιος, ἀναχωροῦντος τοῦ Ξέρξου. BD.

Tett

178,10

ὅπως ἔχοιεν πρὸς ὃν ἀσχολοῖντο οἱ Ἕλ‐ ληνες] ἀντιπῖπτον λύει· καὶ ἡττήθη, πῶς κατελίμπανε Μαρ‐ δόνιον; λέγει οὖν ὅτι, οὐχ ἵνα νικήσῃ, καταλιμπάνει Μαρδόνιον, ἀλλ’ ἵνα φυγῆς τύχῃ πρὸς αὐτὸν ἀσχολουμέ‐
5νων τῶν Ἑλλήνων. BD.

Tett

178,11

Μιλτιάδῃ μὲν οὖν εἰς ἓν κεφάλαιον— παρὰ πᾶσαν τὴν πολιτείαν] ἓν, φησὶν, ἔργον ἔδειξεν αὐ‐ τοῦ τὴν ἀνδρείαν. εἶτα ἐπειδὴ διαβολὴ ἦν τὸ εἰπεῖν ἓν ἔργον γενναίου ἀνδρὸς, ἐπήγαγε, λέγων ὅτι, εἰ καὶ ἀεὶ
5ἦν καὶ πρὸς ἅπαν ἀνδρεῖος, ἀλλ’ οὖν τότε μιᾶς πράξεως αὐτῷ ἐδέησε. BD.

Tett

178,12

Θεμιστοκλέα δὲ τὰ δεύτερα ἀεὶ τῶν προ‐ τέρων μείζονα ἐξεδέχετο] μετὰ γὰρ τὰ ἐπ’ Ἀρτεμισίῳ τὰ ἐν Σαλαμῖνι συνέβη. Oxon. ἐξεδέχετο] ἀντὶ τοῦ διεδέχετο. B.

Tett

178,13

τὸ μὲν γὰρ ἔλιπεν αὐτὸν κῦμα, τὸ δὲ ἐγκα‐ τελάμβανεν, ἕως διεξῆλθε διὰ τῶν τρικυμιῶν νικῶν] πα‐ ροιμία. A. τοῦτο ἐξηγήσατο, πῶς τὰ δεύτερα τῶν προτέ‐ ρων μείζονα ἔτι, μετὰ τὰ ἐπ’ Ἀρτεμισίῳ τὰ ἐν Σαλα‐
5μῖνι συνέβη. εἶτα ἐπειδὴ τὸ ἐγκατελάμβανε τροπικόν ἐστιν, (ὡς ἐπὶ κυμάτων γὰρ εἶπε θαλάττης) ἐπήγαγεν ὁμοίαν λέξιν, διὰ τῶν τρικυμιῶν, ἐμμένων τῇ τροπῇ. BD.

Tett

178,14

Μιλτιάδῃ μὲν σχεδὸν ἀνδρίας μᾶλλον ἢ σοφίας ἔδει πρὸς τὰ παρόντα] σοφίας ἀντὶ τοῦ τέχνης· εὐφήμως γὰρ εἶπεν. ἐχρῆν δὲ εἰπεῖν πανουργίας· ὁ δὲ εἶπε σοφίας· δείκνυσι δὲ ὅτι καὶ σοφὸς μὲν ἦν, οὐ μὴν ἐν
5ἐκείνῳ τῷ καιρῷ ἐδεήθη σοφίας. BD.

Tett

178,17

ὑπεύθυνος ἦν] καινοπρεπῶς εἶπε νῦν τὴν λέξιν· οὐ γὰρ ἐπὶ ἐγκλήματι ὑπεύθυνος ἦν, ἀλλὰ λέγει ὅτι ἐν οἷς ἦν ἐνεχόμενος. τάχα δὲ τοῦτο εἶπε, δεικνὺς αὐ‐ τὸν ὥσπερ φοβούμενον τὰς μελλούσας εὐθύνας, ἃς εἶχε576
5παρασχεῖν, ὑπὲρ ὧν ἐπολέμησαν. BD. καινοπρεπῶς νῦν τὴν λέξιν. οὐ γὰρ ἐπὶ ἐγκλήματι ὑπεύθυνος ἦν. Oxon. ἐκ τῶν περιεστηκότων] ἀντὶ τοῦ ἐκ τῶν περιστοιχιζόν‐ των αὐτόν. λέγει δὲ ὅτι καὶ ἀνθρωπίνης ἐδεῖτο βουλῆς, τῷ λέγειν συνέσεως καὶ θείας βουλῆς. BD.
10μαντικῆς μὲν οὖν, ὡς εἰπεῖν] διὰ τὸν χρησμόν. B. μαντικῆς γὰρ ἦν τῷ νοῆσαι τὸν χρησμὸν σημαίνοντα, ὡς ἐν τῇ Σαλαμῖνι δεῖ ναυμαχῆσαι. BD. μαντικῆς μὲν οὖν, ὡς εἰπεῖν, —δεινότητος, πρᾳό‐ τητος, καρτερίας, εὐαρμοστίας] μαντικῆς, διὰ τὸ νοῆσαι
15τὸν χρησμόν· δεινότητος, διὰ τὸ δύνασθαι πεῖσαι λόγοις· πρᾳότητος, ὅτι καὶ τυπτόμενος παρὰ Εὐρυβιάδου ἔφερε· καρτερίας δὲ, ὅτι ἠνέσχετο τὴν πόλιν καταλιπεῖν· εὐαρ‐ μοστίας, ὥστε ἁρμόσασθαι τῇ χρείᾳ. Oxon.

Tett

178,18

δεινότητος, πρᾳότητος, καρτερίας] δεινό‐ τητος μὲν, διὰ τὸ δύνασθαι πεῖσαι λόγοις, πρᾳότητος δὲ, ὅτι καὶ τυπτόμενος παρ’ Εὐρυβιάδου ἔφερε, καρτερίας δὲ, ὅτι ἠνέσχετο τὴν πόλιν καταλιπεῖν, καὶ ὥσπερ κατα‐
5φρονῆσαι τῶν οἰκείων. BD. εὐαρμοστίας] ὥστε ἁρμόσασθαι τῇ χρείᾳ· ἡ δὲ λέξις παρατηρητέα. BD.

Tett

178,19

πρὸς τοὺς ἄνδρας, τοὺς ἀπὸ τῆς πόλεως] τοὺς Ἀθηναίους, ἵνα πείσῃ αὐτούς. τοὺς ἀπὸ τῆς Ἑλλά‐ δος δὲ, τοὺς Ἕλληνας, πῶς συναγάγοι καὶ θαρσύνοι. BD. καί μοι δοκεῖ τὸ μὲν Μιλτιάδου] τοῦτο, φησὶν, ἑνὸς
5πράγματος δηλοῖ ἐγκώμιον· τὸ δὲ τοῦ Θεμιστοκλέους πολ‐ λῶν πραγμάτων ἀριστείαν δηλοῖ· ἡ γὰρ πολιτεία πολλῶν ἐστι περιεκτική. BD.

Tett

179,1

ἀκριβῶς πολιτεία] ἡ γὰρ πολιτεία πολλῶν ἔργων ἐστὶ περιεκτική. Oxon.

Tett

179,2

τοσαῦτ’ ἦν τὰ πραττόμενα καὶ δημιουργού‐
μενα] ὅτι τὰ ἐν εἰρήνῃ δημιουργούμενα δοκεῖ πως ἀκίν‐ δυνα εἶναι. ἀπὸ τοῦ καιροῦ οὖν αὔξει τὰ τῆς δημηγο‐ ρίας αὐτοῦ. BD.577

Tett

179,4

οὐχ ἧττον καλέσαι τὰς Μούσας] ἕσπετε νῦν μοι, Μοῦσαι, Ὀλύμπια δώματ’ ἔχουσαι, ὅστις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίος ἦλθεν, ἢ αὐτῶν Τρώων, ἠὲ κλειτῶν ἐπικούρων. BD.

Tett

179,7

μικροῦ καὶ τῆς Εὐρώπης] θαυμαστικῶς τοῦτο πάνυ προστέθεικε· σχεδὸν γὰρ καὶ τῆς Εὐρώπης ἦν βασιλεὺς, διὰ τὸ ἤδη τινὰς τῶν Ἑλλήνων ἔχειν ὑπη‐ κόους. BD.
5ἀπὸ ποίων δέ τινων ἔργων] τὸ σχῆμα θαυμαστικὸν, τῶν φανερῶν ἔργων. BD.

Tett

179,9

πῶς εἶχε τότε τἀνθρώπεια] εὐφήμως εἶπεν ἀντὶ τοῦ φαύλως· ἀσθενῶς γὰρ εἶχον τότε πρὸς τὴν μά‐ χην οἱ Ἕλληνες. BD. τοῦτ’ ἔμοιγ’ ἂν ἐρωτᾶν δοκεῖ καὶ δεῖσθαι] αὔξει
5τὰ Μηδικά· ἀλλ’ ἵνα πλέον αὐξήσῃ τοῦ Θεμιστοκλέους τὰ κατορθώματα· ὡς γὰρ αὐτὸς, εἰ μὴ ἐξαρκῶν εἰπεῖν, Ὅμη‐ ρος, ἐπικαλεῖται σύμμαχον. B.

Tett

179,10

τί οὖν κωλύει] ἀντὶ τοῦ οὐδὲν κωλύει. δη‐ λοῖ δὲ οὐ μικρὰ ὄντα τὰ τῆς ὑποθέσεως· εἰ γὰρ ἦν, φη‐ σὶν, εὐτελῆ, ἐκ τῶν Μουσῶν σημεῖον γενέσθαι. BD.

Tett

179,12

τὸν αὐτὸν τρόπον, ὅνπερ ἀρτίως ἐξητάσα‐ μεν] ἀντὶ τοῦ πρὸ μικροῦ, πρὸ ὀλίγου· οἱονεὶ τὰ ἐπὶ Δα‐ ρείου γενόμενα τῷ Μιλτιάδῃ· οἱ μὲν γὰρ ἐκ τριγονίας ἐδού‐ λευον, οἱ δὲ ἐκ πλείονος. (169, 2.) BD.

Tett

179,13,14

καίτοι τοῦτό γε οὐδὲν ἴσως προὔρ‐ γου. —ἐκεῖνον θεωρήσειε] τὸ μαθεῖν, φησὶν, οὐδὲν ὄφε‐ λός ἐστιν, ἐπειδήπερ οὐ δυνάμεθα παραστῆσαι τῷ λόγῳ τὰς ἐκείνου πράξεις. BD.
5οὐδὲν ἴσως προὔργου] τουτέστιν, οὐκ ἔστι μοι ἀναγ‐ καῖον, εἰ καὶ μὴ δυνηθῶ αὐτὸν ἐπαινέσαι· ἐκ γὰρ τούτου αὐτοῦ ἔπαινος αὐτῷ γράφεται, ὅτι τοιαῦτα κατώρθωσεν, ὥστε μὴ λόγῳ αὐτὰ δύνασθαι ὑποβληθῆναι. BD.
ἃ γὰρ οὐκ ἔστιν ἐνδείξασθαι τῷ λόγῳ] τὰ ἐπὶ Ξέρξου578
10γενόμενα. BD. ὃ θέλει εἰπεῖν, τοιοῦτόν ἐστιν, ὅτι πῶς δυνάμεθα πράξεις Θεμιστοκλέους κατορθεῖν μὴ εἰρηκότες αὐτάς. BD.

Tett

179,14,15

πλὴν εἰ τοῦτό γε αὐτὸ ἐνθυμηθεὶς, — μετεχείρισεν, ὡς ἠβούλετο] θεωρῶν δηλονότι, οὔτε πῶς δύναταί τις αὐτὸν θεωρῆσαι, μὴ δυναμένου τοῦ λόγου τὰς πράξεις αὐτοῦ δηλῶσαι, εἰ μή τοί γε οὕτως αὐτὸν
5θεωρήσει, ἐνθυμηθεὶς ὅτι, ἃ λόγος οὐ παρίστησιν, ἐκεῖ‐ νος εἰργάσατο. BD. πλὴν ὅτι τοῦτο δεῖ ἡμᾶς ἀντὶ ἐγκω‐ μίου παραλαβεῖν, τὸ ἐκεῖνον μὲν εὐχερῶς αὐτὰς διελ‐ θεῖν. BD.

Tett

179,16

δέκα μὲν γὰρ ἑξῆς ἔτη ὤδινεν ἅπασα ἤπει‐ ρος] τὴν ὁρμὴν ἐν τῇ ψυχῇ ὡς ἔμβρυον ἐταμίευσε· τὸ γὰρ εἰπεῖν ὤδινεν τὸ μέγεθος δηλοῖ τῆς ὀργῆς. τὸ δὲ σχῆμα καλεῖται πρὸς τὸ σημαινόμενον· ἀπὸ γὰρ ἑνικῆς
5θηλυκῶν μετέβη εἰς πληθυντικὴν ἀρσενικῶν πτῶσιν. BD. δίκην τῆς Μαραθῶνι μάχης λαβεῖν] τὸ δίκην εἶπεν ὡς ἐπὶ ἁμαρτήματος· ἡγοῦντο γὰρ οἱ Ἀθηναῖοι ἡμαρ‐ τηκέναι τοὺς Πέρσας, οἷς ἐτόλμησαν κατὰ τῆς Ἑλλάδος ἐλθεῖν. BD.

Tett

179,17

ἡτοιμάζετο δὲ ἐκ πάσης γῆς καὶ θαλάτ‐ της πάντα] ἡτοιμάζοντο, φησὶ, τὰ πάντα, οὐ κατὰ μέρος ἑκάστου συνεισφέροντός τι, ἀλλὰ πάντων τὰ πάντα ἐκ πάντων συναγαγόντων. BD.
5Αἰγύπτου δὲ ἀποστάσης—οὕτω ῥᾳδίως ἐκείνην παρεστήσατο] μετὰ γὰρ τὰ ἐν Μαραθῶνι καταφρονήσαν‐ τες Μήδων Αἰγύπτιοι ἀπέστησαν· καὶ ῥᾳδίως αὐτοὺς ἐχει‐ ρώσατο Ξέρξης. δεύτερον δὲ ἀπέστη ἡ Αἴγυπτος, πρῶ‐ τον ἐπὶ Καμβύσου καὶ δεύτερον ἐπὶ Δαρείου, ἡνίκα ῥᾳ‐
10δίως αὐτοὺς παρεστήσατο. BD Oxon.

Tett

179,19

δεκάτῳ δὲ ἔτει συνῆλθον ἐσχατιαὶ πᾶσαι
καὶ γένη πάντα] ἀπὸ γὰρ τῶν ἐν Μαραθῶνι ἕως τῶν ἐν Σαλαμῖνι δέκα ἔτη τὰ ἐν μέσῳ ἐγένοντο. BD Oxon.579

Tett

180,1

βασιλεὺς ἀπῄει, δεδοικὼς μὴ οὐ δέξαιτο τὸ πλῆθος ἡ Ἑλλὰς] οὐκ ἐδεδοίκει, φησὶ, μὴ ἡττηθῇ, ἀλλὰ μή πως οὐκ εὐπορήσῃ τόπον ὁ στρατός. BD.

Tett

180,2

ὥσπερ ἀρχὴ γῆς πάσης τοῦ στρατοπέδου γιγνόμενος καθ’ ὃ βούλοιτ’ ἀεὶ] γράφεται καὶ ὥσπερ ἀρχῆς ὅλης τοῦ στρατοπέδου γινομένης· δύο γὰρ γραφαί εἰσιν, ἀρχὴ καὶ ἀρχῆς. εἰ μὲν οὖν λάβωμεν ἄνευ τοῦ ς,
5οὕτως συντάττομεν· ὥσπερ ἐν ἀρχῇ τοῦ στρατοπέδου γινό‐ μενος. εἰ δὲ μετὰ τοῦ ς, οὕτως· ὥσπερ καταρχῆς τοῦ στρα‐ τοπέδου γινόμενος. ἀρχὴν δὲ λέγει, οὐχ ὅτι προηγεῖτο τοῦ στρατοῦ. ἦσαν γὰρ καὶ πρὸ αὐτοῦ ἑκατὸν μυριάδες, καὶ μετ’ αὐτοῦ ἑκατὸν, καὶ πάλιν ἑπόμεναι μᾶλλον· ἐπειδὴ
10εἶπεν ὅλον· τὸ γὰρ αὐτοῦ στρατόπεδον, οὗ ἐὰν διὰ τὸ πολλὰ ἔθνη ἕπεσθαι μετὰ αὐτὸν, ἀρχὴ, φησὶ, πάσης τῆς γῆς ἐγένετο, καθ’ ὃ μέρος ἐβούλετο παραγενέσθαι, ἐπὶ τῆς ἀρχῆς ὅλης τοῦ ἔθνους ἐγένετο. οἷον εἰ ἐβούλετο ἐν Θετ‐ ταλίᾳ παρεῖναι, διὰ τὸ μετ’ αὐτοῦ εἶναι Θετταλοὺς, ἐδό‐
15κει ἐν τῇ Θετταλίᾳ τυγχάνειν. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἐθνῶν. ὃ δὲ θέλει εἰπεῖν, τοῦτό ἐστιν, ὅτι τοσοῦ‐ τον ἦν τὸ στράτευμα, ὥστε, εἰ ὁ βασιλεὺς ἦν ἐν τῷ μέσῳ, ἢ ἐν τῷ τέλει, ἢ ἐν τῇ ἀρχῇ τοῦ στρατεύματος, τὸ ἑπόμενον ἀρχῆς ἦν ὅλης στράτευμα. BD. ἐπειδὴ πάσῃ τῇ
20οἰκουμένῃ παρείκασε τὸν αὐτοῦ στρατὸν, λέγει ὡς ἔνθα ἐχώρει, ὥσπερ ἄρχων πάσης τῆς οἰκουμένης ἐδόκει· ἔστι δὲ τὸ στρατοπέδου ἑρμηνεία τοῦ πάσης γῆς. Oxon.

Tett

180,3

χρυσὸς δὲ καὶ ἄργυρος καὶ χαλκὸς καὶ σί‐ δηρος, πάντα ὁμότιμα ἤγετο] τὸ πλῆθος, φησὶ, τοῦ χρυ‐ σοῦ ἐποίει αὐτὸν ἐν μιᾷ τιμῇ ἔχειν τὰ πάντα, καὶ πᾶσαν ὡς μίαν ἡγεῖτο. εἰ γὰρ ὁ χαλκὸς, φησὶ, καὶ ὁ σίδηρος
5ὀλίγης μὲν τιμῆς εἰσιν, ὁ δὲ χρυσὸς μείζονος, ἀλλ’ ὅμως ἐν τῷ πλήθει καὶ ἐν τῶ κάλλει ὁμότιμος ἦν ὁ σίδη‐
ρος τῷ χρυσῷ. BD.580

Tett

180,4

οἱ μὲν πεζοὶ τὴν παραλίαν, αἱ δὲ νῆες τὴν θάλατταν ἀπέκρυψαν] τὸ χωρίον θαυμαστικῶς, ὡσανεὶ ἔλεγεν· ἠγνοεῖτο, φησὶ, τῶν στοιχείων ἡ φύσις. BD.

Tett

180,7

ἡ τοῦ ἡλίου συμβᾶσα ἔκλειψις] οὐχ ἡ ἐξ ἔθους, φησὶ, γινομένη ἔκλειψις τοῦ ἡλίου καὶ τότε συνέβη, ἀλλὰ ξένη καὶ παράλογος ὑπὸ τοῦ πλήθους τῶν τοξευ‐ μάτων τοῦ Περσικοῦ. ἐρχομένου γὰρ τοῦ βασιλέως ἐπὶ τῆς
5Ἑλλάδος, καὶ γενομένου παρὰ τὸν Ἑλλήσποντον, ἔκλει‐ ψις ἐγένετο ἡλίου ἀπὸ ἀνατολῶν. εἶτα ὡς ἠρώτησεν ὁ βα‐ σιλεὺς τοὺς μάντεις τὸ σημεῖον τοῦτο, ἀπώλειαν εἰπεῖν γενέσθαι τῶν Ἑλληνικῶν πόλεων. τοὐναντίον δὲ ἦν. ἐσή‐ μαινε γὰρ αὐτῷ τὴν ἧτταν, διότι ἀπὸ ἀνατολῶν ἐξέλιπεν
10ὁ ἥλιος, εἴ γε καὶ ἀπὸ ἀνατολῶν ἤρχετο ὁ Πέρσης. BD. ἐρχομένου τοῦ βασιλέως ἐπὶ τὴν Ἑλλάδα, περὶ τὸν Ἑλ‐ λήσποντον ἔκλειψις ἡλίου ἐγένετο, ὅπερ τοὺς μάντεις αὐτοῦ ἐρωτήσαντος, τὰς τῶν Ἑλλήνων πόλεις ἔφασαν ἀφανισθῆ‐ ναι. τοὐναντίον δὲ συνέβη, ἐπεὶ καὶ ἡ ἔκλειψις ἐκ τῆς ἀνα‐
15τολῆς. Oxon.

Tett

180,8

ὅσον ἡ τῆς γῆς καὶ θαλάσσης ἔκλειψις γινομένη] γῆς μὲν, διὰ τὸν Ἄθω, θαλάττης δὲ, διὰ τὸν Ἑλλήσποντον. BD. πρὸς τὴν τοῦ βασιλέως ἐμοὶ δοκεῖν ἐπιθυμίαν μᾶλ‐
5λον ἢ χρείαν] ἐπιθυμίαν μᾶλλον ἢ χρείαν εἶπεν, ὅτι ἠδύνατο ταῖς τριήρεσι τὸν Ἄθω περιπλεῦσαι, καὶ οὕτως ἐλθεῖν. νῦν δὲ ὤρυξε τὸν Ἄθω περιπλεῦσαι καὶ οὕτως ἐλθεῖν. νῦν δὲ ὤρυξε τὸν Ἄθω, καθάπερ ἐπιθυμίαν πλη‐ ρῶν. τούτου δὲ παρὰ Ἡροδότου ὠφέληται. λέγει γὰρ
10ὅτι διὰ μεγαλοφροσύνην τοῦτο ὁ Ξέρξης ἐποίησεν, οὐ διὰ χρείαν. BD. οὐ γὰρ τοσοῦτον ὁ Ξέρξης πρὸς τὸ συμφέ‐ ρειν ἑαυτῷ τὸν μὲν Ἑλλήσποντον γῆν ἐποίησε, τὸν δὲ Ἄθω θάλατταν, ὅσον διὰ φιλοτιμίαν καὶ τὸ φοβῆσαι τοὺς Ἕλ‐ ληνας.

Tett

180,10

καὶ ποιεῖν καὶ διαφθείρειν] ποιεῖν μὲν, ὅτι τῇ σχεδίᾳ τὸν Ἑλλήσποντον ἔζευξε, διαφθείρειν δὲ, ὅτι
τὸν Ἄθω ὄρος ὄντα διέσχισε. BD. ᾧ γε ὁ μὲν Ἄθως τὰς ναῦς, ὁ δὲ Ἑλλήσποντος τὸ581
5πεζὸν ἐδέξατο] ὡσανεὶ ἔλεγεν· ἡ μὲν γῆ τὸ ναυτικὸν, ἡ δὲ θάλαττα τὸ πεζὸν ἐδέχετο. BD.

Tett

180,11

τείχη μὲν ᾠκοδομεῖτο, ὅπως ἀριθμοίη κατὰ μυρίους] καινότερον, φησὶν, ἐξεῦρεν ἀριθμὸν, κατὰ μυ‐ ρίους, οὐ καθ’ ἕνα μετρῶν. λέγει δὲ διὰ τὸ μυρίανδρον τεῖχος, οὗπερ ἐμνήσθη καὶ ἐν τῷ Παναθηναϊκῷ. BD.

Tett

180,13

παρεῖναι δὲ καὶ μέλλειν ἴσον ἦν, ὥστ’ ἔχεσθαι πάντας] τουτέστι καὶ παρόντος τοῦ βασιλέως καὶ μέλλοντος παραγίνεσθαι, εὐθέως οἱαδήποτε πόλις ἡλίσκετο. BD. παρόντος καὶ μέλλοντος τοῦ βασιλέως, πᾶσαι πόλεις
5ἡλίσκοντο. Oxon. πάντα δ’ ὥσπερ τοῦ Ποσειδῶνος κατιόντος ἐσείετο] ἐπειδὴ ἐνοσίγαιος ὁ Ποσειδῶν, τούτῳ παραβάλλει τὸν Ξέρξην. ὡς Ὅμηρος· τρέμε δ’ οὔρεα. BD Oxon.

Tett

180,14

πολλὰ δὲ τῶν ἐθνῶν ἐξανηλίσκετο εἰς δεῖ‐ πνον τῷ βασιλεῖ] διδόντων δηλονότι χρήματα πολλά· τρο‐ φαὶ μὲν γὰρ ἦσαν προηυτρεπισμέναι τῷ βασιλεῖ, ὅπως ἔμελλε καταλύειν· δεῖπνον δὲ εἶχε τὸ στρατόπεδον ἀπὸ τῶν
5χρημάτων τῶν πόλεων, ἐν αἷς ἔμελλον καταλύειν. BD.

Tett

180,15

αἰτούντων γῆν καὶ ὕδωρ] τὸ γὰρ τῷ δυνα‐ τώτερον ταῦτα διδόναι οὐδὲν ἄλλο ἐστὶν ἢ ὑπακούειν. BD.

Tett

180,16

τὸ δὲ μαντεῖον φωνὰς ἠφίει δεινὰς καὶ χαλεπὰς ἅπασι τοῖς Ἕλλησιν] τοῦ Ἀπόλλωνος δηλονότι· ἔλεγε γὰρ ὅτι οὐ μόνον Ἀθῆναι, ἀλλὰ καὶ ἄλλαι κατασκα‐ φήσονται πόλεις. ὡσανεὶ ἔλεγεν· ἐφόβει τοὺς Ἕλληνας τῶν
5βαρβάρων ὁ Πύθιος. BD Oxon.

Tett

180,17

ἐδόκουν δὲ οὔτε τῶν νεῶν τὴν εἰρεσίαν ἀνέξεσθαι] τουτέστι τὸν ἦχον τῶν κωπηλατούντων οὐκ ἔφερον. BD.

Tett

180,18

εἶχον δὲ οὔτε ἱεροῖς—θαρρεῖν] τουτέ‐ στιν ἐν ταῖς εὐχαῖς. τοῦτο δὲ εἶπεν ὅτι ἡ μαντεία προε‐
δήλου τῇ Ἑλλάδι συμφορὰς, ὡς εἶπεν ὄπισθεν. BD. οὐδ’ εὑρεῖν οἵτινες ἀνθρώπων γένωνται] βοηθοί. A.582
5ὡσανεὶ ἔλεγεν· ἑτέραν φύσιν λοιπὸν ἐζήτουν κτήσασθαι καὶ τὴν ἀνθρωπείαν ἀποβαλέσθαι. BD.

Tett

181,1

Γέλων μὲν καλούμενος οὐχ ὑπήκουεν, Ἀρ‐ γεῖοι δ’ ἐκποδὼν ἦσαν] Γέλων τύραννος ἦν Σικελίας. οὗ‐ τος καλούμενος εἰς συμμαχίαν παρὰ τῶν Ἑλλήνων εἶπε συμπράττειν αὐτοῖς, εἰ παράσχοιεν αὐτῷ τὴν τῶν Ἑλλή‐
5νων ἡγεμονίαν. τοῦτο δὲ φοβούμενος τὸν Πέρσην εἶπεν, ἐπιστάμενος ὅτι οὐ παράσχοιεν αὐτῷ· διὰ γὰρ αὐτὴν ἐπολέμουν. οἱ δὲ Ἀργεῖοι οὐκ ἠβουλήθησαν συμμαχῆσαι αὐτοῖς, ἢ ὅτι ἡσύχιοι ἀεὶ ἦσαν, ἢ ὅτι ὁ Περσεὺς, ἀφ’ οὗ οἱ Πέρσαι, Ἀργεῖος ἦν, καὶ οὐκ ἠβούλοντο τούτοις
10ἀντιτάττεσθαι. οὔτε γὰρ Ἕλλησιν, ὡς ὁμοφύλοις, οὔτε Πέρσαις, ὡς συγγενέσιν, ἐμάχοντο. BD Oxon. Κερκυραῖοι δὲ σοφώτερα ἢ δικαιότερα ἐβουλεύοντο] σοφώτερα, ἀντὶ τοῦ πανουργότερα. ἔπεμψαν γὰρ τριήρεις, εἰρηκότες τοῖς κομίζουσιν ἐν τῇ Μαλέᾳ διασῦραι, (ἀκρω‐
15τήριον δὲ τοῦτο τῆς Λακωνικῆς, ὡς ἔγνωμεν πολλάκις) μέχρι τροπῆς ἑνὸς τῶν στρατευμάτων· μετὰ δὲ ταῦτα παρα‐ γενέσθαι, καὶ τοῖς νικῶσιν εἰπεῖν ὅτι πρὸς ὑμετέραν συμμαχίαν ἥκομεν. BD Oxon.

Tett

181,2

Θετταλοὶ δὲ ὑπ’ ἀνάγκης μὲν, ὅμως δὲ ἐμή‐ διζον] ὑπ’ ἀνάγκης μὲν, ὅτι ἔλεγεν ἀφεῖναι αὐτοῖς τὸν Πηνειὸν ποταμόν. ἔστι δὲ οὕτως· ἡ Θετταλία ὑπὸ πολ‐ λῶν ἔχεται ὀρῶν λέγει δὲ ταῦτα τέμπη, ἐξ ἑνὸς δὲ ὄρους,
5τοῦ Πηλίου, καὶ ποταμὸς κατήγετο, ὃς ἀοίκητον ἐποίει τὴν χώραν· πεδιὰς γὰρ οὖσα, πληρουμένη τε ὑπὸ τοῦ πο‐ ταμοῦ, ἀοίκητος ἐγένετο. σεισμοῦ δὲ συμβάντος ἐσχίσθη τὸ ὄρος, καὶ εἰς τοὺς κοίλους ἑαυτοῦ ἐδέχετο τὸν ποτα‐
μόν. ἐντεῦθεν ἡ μὲν πεδιὰς ἐξηραίνετο, ἑτέρωσε δὲ ὁ583
10ποταμὸς προεχώρει, καὶ παρεῖχεν οἰκεῖσθαι τὴν γῆν. τοῦτο οὖν τὸ ὄρος, ὅπερ ὁ σεισμὸς ἔρρηξεν, ἠπείλησε φράττειν, καὶ διὰ τοῦ ποταμοῦ εἰς τὸ πρότερον σχῆμα ἀγαγεῖν τὸν τόπον, εἰ μὴ συμπράξαι ἐν αὐτῷ, καὶ τὴν πόλιν ἀοίκη‐ τον ἔσεσθαι. BD Oxon.

Tett

181,3

Δελφοὶ δὲ οὐκ εἶχον ὅ τι χρήσονται] ἠπό‐ ρουν οἱ Δελφοὶ τί ποιήσουσιν, ὅτι ἐρωτῶσιν αὐτοῖς τί δεῖ ποιῆσαι ὁ θεὸς ἔφη· ἐμοὶ μελήσει· ἢ ὅτι εἶπεν αὐτοῖς θύειν. BD Oxon. Δελφοὶ δὲ καλοῦνται οἱ ἄνδρες καὶ ὁ
5τόπος· νῦν δὲ περὶ τῶν ἀνδρῶν λέγει. τὸ ὑγιαῖνον δὲ τῆς Ἑλλάδος Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι. BD.

Tett

181,6

τοιαύτῃ πραγμάτων ἀωρίᾳ] ἀντὶ τοῦ ἀκαι‐ ρίᾳ. πεποίηται δὲ ἡ λέξις ἀπὸ τῆς ὥρας. BD. ἀνὴρ ἐκεῖνος ἑστηκὼς οὐκ ἠπόρησεν] ὅτε ηὔξησε τὰ Περσικὰ, τότε τὸν Θεμιστοκλέα ἐπάγει· τῇ γὰρ αὐξήσει
5τῶν δεινῶν αὔξει τὰ ἐγκώμια. BD.

Tett

181,7

οὐδ’ ηὔξατο αὑτῷ χανεῖν τὴν γῆν] ὅπερ ἐν τοῖς μεγίστοις κινδύνοις συμβαίνει. καὶ Ὅμηρος „Τότε μοι χάνοι εὑρεῖα χθών.“ BD. οὐδ’ εὐδαιμόνισε τοὺς πάλαι κειμένους] παρὰ τὸ Ὁμη‐
5ρικὸν „Τρισμάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότ’ ὄλοντο Τροίῃ ἐν εὐρείῃ.“ BD.

Tett

181,8

κατέστη τοῖς Ἕλλησιν ἀντ’ ἀγαθοῦ τοῦ δαί‐ μονος] δαίμονι αὐτὸν παραβάλλει, δεικνὺς αὐτὸν ὑπὲρ ἄνθρωπον. τὸ δὲ ὑποθεὶς, ὥσπερ θεμέλιον εἶπε. καὶ ὥσπερ γὰρ οἰκίας οἶμαι καὶ πλοίου Δημοσθένης. BD.

Tett

181,9

μόνος ὀρθοῖς τοῖς ὀφθαλμοῖς ἀντισχὼν ἅπασι, καὶ τοῖς παροῦσι καὶ τοῖς ἐπιοῦσι πράγμασι] προσλαμβάνει παραβολήν· ἐπάγει γὰρ τὸ ὥσπερ τὸν ἥλιον ὁ δὲ ὀφθαλμὸς πέφυκεν ὁρᾶν, πρὸς δὲ τὴν ἀκτῖνα οὐ
5δύναται ἀντισχεῖν, ὑπερβαίνει γὰρ ἡ αὐγὴ τὴν ὄψιν, ὁμοίως
καὶ ἐπὶ τῶν ἄλλων, οἷον τοῦ γεύεσθαι, ἐὰν πάνυ πικρὸν ἦν, καὶ ἐπὶ τοῦ ἀκούειν, ὡς ἐπὶ τῶν χαλκείων· τὰ μέτρια γὰρ οἰκεῖα ἐπὶ τῇ φύσει. BD.584

Tett

181,10

οὐκ ἀποστραφεὶς, ὥσπερ οἱ πρὸς τὸν ἥλιον βλέποντες] διὰ τὸ τῆς ἀκτῖνος λαμπρόν. BD.

Tett

181,11

ὃ πᾶσι μικροῦ δεῖν συνέβη τοῖς τότε] αὐ‐ τὸς ἐκόλασε τῇ προσθήκῃ τοῦ εἰπεῖν μικροῦ δεῖν· εἰ γὰρ πᾶσι συνέβη, πῶς ἐτόλμησαν Ἀθηναῖοι; BD. οὐκ ἂν εἴποιμι ὡς οὐκ ἔψευσε τῆς ἐλπίδος τοὺς Ἕλ‐
5ληνας] ἀντὶ τοῦ ψευσθῆναι ἐποίησεν. ἐλπίδα δὲ λέγει ἐν‐ ταῦθα τὴν φυγήν· ἤλπιζον γὰρ κακῶς πάσχειν, οὐδὲ ἐποίησεν αὐτοὺς ψευσθῆναι τῆς ἐλπίδος, ἐπὶ τὸ βέλτιον ἀγαγὼν τὰ πράγματα· αὐτὸς δὲ ἑρμνηνεύει ποίαν εἶχον ἐλπίδα οἱ Ἕλληνες, ἧς ἐψεύσθησαν διὰ τὸν Θεμιστο‐
10κλέα. BD.

Tett

181,14

τοσοῦτον μετέστησε τὰ πράγματα] πράγ‐ ματα καλεῖ νῦν τὰ δεινά. BD.

Tett

181,16

τὰς πράξεις] λέγει τὰ κατορθώματα· σύγ‐ κρισιν δὲ ποιεῖται τῶν κινδύνων καὶ τῶν κατορθωμάτων. καὶ δείκνυσιν αἱρετώτερα τὰ δεινὰ τῶν κατορθωμάτων. καὶ θάνατον γὰρ ἡγεῖται τούτων ἀντίρροπον. BD.

Tett

182,1

οὕτως οὐ μόνον τὰς ἐλπίδας, ὅσοι γε καὶ τὰ μήκιστα ἤλπισαν αὐτῶν, ἀλλὰ καὶ τὰς εὐχὰς τῶν πλεί‐ στων ὑπερεβάλλετο] τὸ μέγιστον ἦν τοῖς Ἕλλησιν, εἰ σωθῶσιν. εὐχὴ δὲ ἦν αὐτοῖς τὸ καὶ νικῆσαι. ὁ γοῦν Θεμι‐
5στοκλῆς τὰς ἐλπίδας τοῦ σωθῆναι τοὺς Ἕλληνας, καὶ τὰς τῆς νίκης εὐχὰς ὑπερέβαλλε τῷ νικῆσαι. BD. τὰς ἐλπίδας] νῦν τὴν ἐλπίδα ἐπὶ καλοῦ ἐδέξατο. BD.

Tett

182,2

τὰ μήκιστα] μακρότατα. A. ἔγωγε ἡδέως ἂν, εἴ πως ἐνῆν, ἠρόμην Πλάτωνα] ὥσπερ ἀχθόμενός ἐστιν, ὅτι μὴ ἔχει πρὸς ὄψιν. ἐρωτᾷ οὖν τὸν Πλάτωνα. ἔστι δὲ ἡ ἐρώτησις θαρροῦντος, καὶ μᾶλ‐
5λον ἐλεγκτική. BD.

Tett

182,4

ἢ τί γράφειν βέλτιον ὧν ἔγραψεν] εἰς τὸ
ψήφισμα αἰνίττεται, ὃ ἔγραψε Θεμιστοκλῆς, παραδοῦναι τὴν πόλιν Ἀθηναίους Ἀθηναίων Μηδούσῃ, καὶ εἰς τὰς τριήρεις ἐμβῆναι. BD Oxon.585

Tett

182,6

ἄλλος τις κληρονομείτω τοῦ λόγου] ἐπειδὴ μὴ εἶχεν ἀποκρίνασθαι ὁ Πλάτων, ὡς τεθνεὼς, ὡς ἀπο‐ ροῦντα αὐτὸν ποιεῖ πρὸς τὴν ἐρώτησιν, καὶ προσκαλεῖ‐ ται τῶν αὐτοῦ μαθητῶν τινα ἀποκρίνασθαι ὑπὲρ αὐτοῦ.
5BD Oxon.

Tett

182,7

εἰς τὴν Πνύκα συλλέξαντα Ἀθηναίους] ἡ Πνὺξ ὄνομά ἐστιν ἐκκλησίας παρ’ Ἀθηναίοις. BD. ἡ Πνὺξ ὄνομά ἐστιν ἐκκλησίας Παναθηναίοις. εἰρωνεύεται δὲ ἐν‐ ταῦθα ὁ Ἀριστείδης λέγων, ἔδει ἐπὶ Ξέρξου τοιαῦτα φιλο‐
5σοφεῖν. Oxon.

Tett

182,8

περὶ τῶν ἰδεῶν αὐτοῖς διαλέγεσθαι] ἤδη δὲ περὶ τῶν ἰδεῶν ἔγνωμεν καὶ ἐν τῷ Περικλεῖ. ἠθικεύεται δὲ ἐνταῦθα ὁ Ἀριστείδης λέγων, ἔδει, φησὶν, ἐπὶ Ξέρξου τοιαῦτα φιλοσοφεῖν, δεικνὺς τὴν σοφίαν ἐν λόγοις οὖσαν
5μόνοις καὶ οὐκ ἐν ἔργοις. BD. τί αὐτοδίκαιον] οὐ τὸ πᾶσι δοκοῦν οὕτως ἁπλῶς, ἀλλὰ τὸ κατὰ φύσιν ὂν δίκαιον. BD.

Tett

182,9

τί τὸ ὂν μὲν ἀεὶ, γένεσιν δὲ οὐκ ἔχον] τοῦτο ὁ Πλάτων ἐν τῷ Τιμαίῳ λέγει. λέγει δὲ περὶ τοῦ θείου· τοῦτο γὰρ γένεσιν οὐκ ἔχει. BD Oxon. ταχέως μέν τ’ ἂν αὐτοὺς καὶ γένεσις, καὶ τὸ εἴναι,
5καὶ πάντα ἐπέλιπεν] τὸ ἄχρηστον τῆς φιλοσοφίας δείκνυ‐ σιν ὁ ῥήτωρ. BD.

Tett

182,10

ἀλλ’ ὅθεν ἀνδρία τὸ πρῶτον ἐκλήθη καὶ ὅθεν δειλία ζητεῖν] τὸ πρῶτον εἶπε πάλιν, ὡς πρὸς τὰς ἰδέας. ὅτι ἐκεῖθεν ἡ παρ’ ἡμῖν ἀνδρεία κατάγεται. ἔστι δὲ αὐτῷ Κρατύλος διάλογος, ἔνθα περὶ τῆς τῶν ὀνομά‐
5των ὀρθότητος διαλέγεται καὶ ἐτυμολογεῖ, φιλοσόφως δι‐ δάσκων. ἑτέρα δὲ ἡ τοῦ φιλοσόφου ἀνδρεία καὶ ἑτέρα ἡ τοῦ στρατιώτου. BD.

Tett

182,11

ἔγνωσαν μέν τ’ ἂν κακῶς ῥέοντα τὰ πάντα αὐτοῖς] λέγει γὰρ ὁ Πλάτων ὅτι τὰ πάντα ἐν γενέσει ὄντα διαφθείρεται καὶ διαρρεῖ. BD. ἀλλὰ τί μὴν ὅλως ἔδει λέγειν, ἢ τί ποιεῖν;] τὸ σχῆμα586
5Δημοσθενικὸν, διὰ τὸ ὅμοιον ἐν τῷ περὶ στεφάνου. BD.

Tett

182,12

τρίτον γὰρ ἤδη τὸ ἐρώτημα, ὥσπερ σύν‐ θημα περιήκει] σύνθημα κυρίως τὸ ἐπὶ στρατευμάτων γνώρισμα. A. ὥσπερ σύνθημα ἐπέρχεται ἐν ταῖς παρατά‐ ξεσι. ῥῆμά τι ἔλεγον οἱ στρατηγοὶ, ἵνα ἐὰν συμβῇ αὐτοὺς
5τοῖς ἐναντίοις ἀναμιχθῆναι, διὰ τὸ λέγειν τὸ ῥῆμα γνω‐ ρίσωσι τοὺς ἑαυτῶν φίλους ἐν ταραχαῖς. καὶ τοῦτο ἔλεγε τὸ σύνθημα. ἐπειδὴ δὲ πολλάκις συνέβαινε καὶ τοὺς ἐναν‐ τίους μανθάνειν αὐτὸ, ἤλλασσον αὐτὸ, εἴ που μάχη χρο‐ νία ἐγένετο, ἵνα μὴ γνόντες οἱ ἐναντίοι τὸ σύνθημα
10εὐχερῶς χλευάζειν δυνήσωνται, ἢ λάθωσι τοὺς πολεμίους ἐν ταραχαῖς, καὶ ποιήσωσιν ὅ τι βούλονται. μέμνηται καὶ Ξενοφῶν καὶ Θουκυδίδης. ἄλλοι δὲ λέγουσιν ὅτι ἐν τῇ μάχῃ ὁ στρατηγὸς τρίτον βοᾷ τοῖς στρατιώταις, μηνύων τὸν καιρὸν τοῦ συμβαλεῖν, καὶ τοῦτο καλεῖται σύνθημα. λέγει
15οὖν ὁ Ἀριστείδης ὅτι ἐρωτῶ σε πολλάκις, ὥσπερ πολλάκις τὸ σύνθημα γίνεται. BD. ῥῆμά τι ἔλεγον οἱ στρατηγοὶ, ᾧπερ εἰ συμβαίη τοῖς ἐναντίοις ἀναμιχθῆναι, τοὺς ἑαυτῶν φίλους γνωρίζουσι, καὶ τοῦτο ἔλεγε τὸ σύνθημα. ἐπειδὴ δὲ πολλάκις συνέβαινε καὶ τοὺς ἐναντίους μανθάνειν αὐτῷ,
20ἤλλασσον αὐτῷ ὅπου μάχη χρονία ἐγένετο, ἵνα μὴ γνόν‐ τες οἱ ἐναντίοι χλευάζειν δυνήσονται. ἄλλοι δὲ λέγουσιν ὅτι ἐν τῇ μάχῃ ὁ στρατηγὸς τρίτον βοᾷ τοῖς στρατιώταις, μηνύων τὸν καιρὸν τοῦ συμβαίνειν, καὶ τοῦτο καλεῖται σύνθημα. Oxon.

Tett

182,15

τήν γε ὕστερον τῶν πραγμάτων σοφίαν] ἣν μετὰ τὰ πράγματα εὑρίσκει τις, λέγων ὡς τοῦτο καὶ οὐκ ἐκεῖνο ποιεῖν ἔδει. Oxon. τήν γε ὕστερον τῶν πραγμάτων σοφίαν καὶ τοὺς ἐπὶ
5τῆς ἀδείας ἐλέγχους] σοφίαν λέγει τὴν σύνεσιν καὶ τὴν
εὕρεσιν τοῦ συμφέροντος. ἡ δὲ διοίκησις πανταχοῦ Δη‐ μοσθενικὴ τοῦ περὶ τοῦ στεφάνου „Ἐμβρόντητε, καὶ τα‐ νῦν λέγεις.“ ἀδείας δὲ ἀντὶ τοῦ ἀσφαλείας καὶ ἡσυχίας· ἀλλαχοῦ δὲ ἡ ἄδεια ἐπ’ ἐξουσίας κεῖται. BD.587

Tett

182,16

οὐδὲ ὑπερήφανον] τὸ ὑπερήφανον νῦν ἐπὶ τοῦ καλοῦ κεῖται· ἀντὶ τοῦ μέγα ἢ θαυμαστόν. B Oxon.

Tett

183,2

ἕτοιμος αὐτὸς τῆς αἰτίας κληρονομεῖν] ἔστι τότε ἵνα λέγῃ περὶ τὸν κίνδυνον τότε, καὶ παρὰ τὰ δεινά. δηλοῖ γὰρ τὸν φόβον· ὁ γὰρ φόβος οὐκ ἐᾷ τὸ συμφέρον ὁρᾶν. B.

Tett

183,4

ὡς οὐκ ἐπαινοῦσι μᾶλλον ἐκεῖνον ἡμῖν αὐ‐ τοῖς συνηδώμεθα] ἐγὼ καὶ σὺ, ὦ Πλάτων. BD.

Tett

183,5

ἐπαναγαγόντες ἡμᾶς αὐτοὺς ἐπ’ αὐτὰ τὰ πράγματα] ἀντὶ τοῦ καθάπερ ὁρῶντες τὰ Μηδικά. BD.

Tett

183,6

ἦσαν τῶν Ἑλλήνων μερίδες τρεῖς] ἡ μετα‐ χείρησις Δημοσθενική· καὶ γὰρ ἐκεῖνος ἐν τῷ περὶ τοῦ στεφάνου εἰς τρία μερίζει τοὺς Ἕλληνας, εἰς συμπράξαν‐ τας τῷ Φιλίππῳ, εἰς μὴ ἐναντιωθέντας καὶ εἰς ἀντιστάν‐
5τας. BD. ὥσπερ Ἀργεῖοι] οὗτοι γὰρ οὔτε τοῖς Ἕλλησιν οὔτε τῷ Πέρσῃ συνεμάχουν, ὡς ἔγνωμεν. Κρῆτες δὲ μίαν ἀπέ‐ στειλαν ναῦν. οἱ δὲ Θετταλοὶ γένος ἄπιστον, ὡς ἔγνωμεν πολλάκις. BD Oxon.

Tett

183,9

πλὴν Θεσπιέων καὶ Πλαταιέων ὁπόσων δή τινων ὄντων] ἐπειδὴ εἶπε πάντας, τούτους ὑπεξεῖλεν, ἵνα μὴ καὶ αὐτοὺς διαβάλῃ. εἶτα ἵνα μὴ νομισθεῖεν πολλοὶ, εἶπεν ὁπόσων, ἀντὶ τοῦ μικρῶν τινων. ἐδόκει δὲ διαβάλ‐
5λειν τὸ τῶν Ἀθηναίων κατόρθωμα, κοινωνοὺς αὐτοὺς τῆς πράξεως δεδωκώς. BD.

Tett

183,10

καὶ ὅσοι παρὰ τούτους κατέφυγον] αὐτοὶ γὰρ ἐπὶ τὴν μάχην τοὺς λοιποὺς προετρέψαντο. BD.

Tett

183,14

ἐπὶ τοὺς ἀντιτείνοντας] ἀντὶ τοῦ κατὰ τῶν
ἐναντιουμένων. BD. ἢ τὴν ἡσυχίαν ἄγειν αὐτοῖς ἐξεῖναι—κέρδος ἡγεῖσθαι] ὡσανεὶ ἔλεγεν· ἱκετεύσαντας τὸν βάρβαρον, βουλομένους588
5μόνον τῆς αὐτῶν σωτηρίας πρόνοιαν ἔχειν, τῶν ἄλλων οὐ φροντίζοντας. BD.

Tett

183,16

τοῦ καλοῦ καὶ τοῦ δικαίου φροντίζειν] δίκαιον λέγει τὸ βοηθεῖν τῷ γένει τῶν Ἑλλήνων, ὅπερ ἐπαινεῖ ὁ Πλάτων. BD.

Tett

183,17

καὶ μήτ’ ἀκούοντας ἀκούειν τὰ δεινὰ] παροιμία ἐστὶν ἐπὶ τῶν προσποιουμένων. ἀκούοντας δὲ λέ‐ γειν τὰ παρὰ τοῦ βασιλέως ἐπαγγελλόμενα. B. παροιμία ἐστὶν ἐπὶ τῶν προσποιουμένων ἀκούοντας.
5ἢ λέγει τὰ πρὸς τὸν βασιλέα ἐπαγγελλόμενα. D.

Tett

183,18

παρ’ αὐτὸν τὸν θάνατον ἐσκηνῆσθαι] ἀντὶ τοῦ σκηνὴν θανάτου πήξασθαι. οὗτος εἶπεν ὡς ὁμολο‐ γούμενον ὅτι τότε πλησίον ἦν ὁ θάνατος. BD. ἔσχατα τοῦ βίου ταῦτ’ εἶναι προκρίναντας ἑαυτοῖς
5μᾶλλον ἢ παρ’ ἀξίαν τι συγχωρῆσαι] τὸ ἔσχατον νῦν ἐπὶ καλοῦ κεῖται καὶ μεγάλου· ἀντὶ τοῦ καλὰ καὶ μεγάλα ὑμνήσαντας. BD.

Tett

183,20

ἐνταῦθά μοι σκέψαι τὰ τοῦ Θεμιστοκλέους δόγματα] οὐ μόνον τὸν Θεμιστοκλέα ἐπαινεῖ, ἀλλὰ καὶ τοὺς Ἀθηναίους, ὡς φύσει ἀγαθούς. D.

Tett

184,1

οὐκ εἰς λόχον συγκαθημένων ἡμῶν, ἀλλ’ ἐπ’ αὐτοῦ ξυροῦ τῆς ἀκμῆς ἑστηκότος, εἶναι τὴν Ἑλλάδα, ἢ μὴ] πάλιν καὶ τοῦτο πρὸς τὸν Πλάτωνα ἀποτείνεται· διαβάλλει γὰρ καὶ τὸν λόχον· κεκρυμμένου γὰρ οὕτως
5ὁ πόλεμος. ἓν δὲ ἔπος ἀφελὼν ἓν προέθηκεν· ὤφειλε γάρ· ἔνθα ἀρετὴ διαείδεται ἀνδρῶν· προσέθηκε δὲ τὸ ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς. ὅ ἐστι σωθῆναι ἢ ἀπολέσθαι. BD.

Tett

184,3

ἀπὸ γραμμῆς ἀρξάμενος] ἀντὶ τοῦ ἀπὸ στιγμῆς καὶ ἀρχῆς. γραμμὰς λέγουσι τὰς εὐθείας κεραίας, ἢ τὰς ἄλλας, ἀφ’ ἧς ἀρξάμενοι διαπαντὸς ἕλκουσιν, ὃ βούλονται ποιοῦντες σχῆμα. ἵνα λέγῃ τῆς ἐξ ἀρχῆς ἀρξά‐
5μενος. ἢ γραμμῆς τῆς καλουμένης λευκῆς· ὅπερ ἄμεινον· ἐπειδὴ τῶν σχημάτων ἀρχή ἐστιν ἡ εὐθεῖα. BD. τὸ ἀπὸ γραμμῆς παροιμία, ἀντὶ τοῦ ἀπαρχῆς, ἐπειδὴ πρώτη ἡ γραμμὴ πάντων σχημάτων. γραμμὰς δὲ λέγουσι τὰς εὐθείας κεραίας ἢ τὰς ἄλλας, ἀφ’ ἧς ἀρξάμενοι διαπαντὸς ἕλκουσι589
10σχῆμα, ὃ βούλονται ποιοῦντες. Oxon. καὶ μή μοι λόγῳ τὸν χρυσὸν, ἀλλὰ τὴν βάσανον προσάγων σκόπει] λεληθότως χρυσὸν καλεῖ τὴν Θεμιστο‐ κλέους ψυχήν. ἐπειδὴ δὲ εἶπε τὸν χρυσὸν, οἰκείαν λέξιν ἐπήγαγε τὴν βάσανον. ἔστι δὲ ὄνομα λίθου δοκιμαζούσης
15τὸν χρυσόν. ὁ Πλάτων δὲ ἐν τῷ Γοργίᾳ φησὶν ὅτι δεῖ τὴν βάσανον καὶ τὴν δοκιμασίαν ἀεὶ τοῦ χρυσοῦ σκοπεῖν, εἰ ἔστι καθαρὸς, καὶ μὴ αὐτὸν τὸν χρυσόν. τουτέστι οὐ δεῖ μόνον σκοπεῖν τὴν φήμην τὴν παρὰ Θεμιστοκλέους, ἀλλὰ τὰς πράξεις αὐτοῦ, εἰ ἀληθεῖς εἰσι. ταῦτα οὖν λέγει ὁ
20Ἀριστείδης· οὕτως σκόπησον τὰς πράξεις Θεμιστοκλέους, ὥσπερ εἴρηκας ἐν τῷ σῷ λόγῳ. BD. λέγει ὡς οὐ δεῖ μόνον σκοπεῖν τὴν φήμην τὴν ὑπὸ Θεμιστοκλέους, ἀλλὰ τὰς πράξεις αὐτοῦ, εἰ ἀληθεῖς εἰσιν. Oxon.

Tett

184,4

τῆς γὰρ εἰκόνος μέμνησο τῆς σαυτοῦ] τῆς εἰκόνος λέγει τῆς σαυτοῦ, ἀντὶ τοῦ ὧν εἶπες ῥημάτων. λέγει γὰρ ἐν τῷ Γορίᾳ· εἰ χρυσῆν ἔχων ἐτύγχανον τὴν ψυχὴν, ὦ Καλλίκλεις, οὐκ ἂν οἴει με ἄσμενον τούτων
5τινὰ τῶν λίθων εὑρεῖν, ᾗ βασανίζουσι τὸν χρυσὸν τὸν ἄριστον; BD Oxon.

Tett

184,5

ἢ δυοῖν τοῖν ὑπολοίποιν θάτερον ποιεῖν] ἀντὶ τοῦ ἡσυχάζειν, ἢ μετὰ τοῦ βαρβάρου στρατεύειν. BD. ἔδει τῶν ἀγωνιζωμένων εἶναι] ἐπειδὴ ἔνδοξος ἡ ἐρώ‐ τησις, αὐτὸς καὶ ἐρωτᾷ καὶ ἀποκρίνεται. BD.

Tett

184,6

ἐκεῖνος ἦν ὁ ταῦτα συμβουλεύων] ὡς πρὸς φιλόσοφον διαλεγόμενος ἐχρήσατο τῇ λέξει δεικνὺς αὐτοῦ τὰ δόγματα οὐκ ἐν λόγοις, ὥσπερ τοῦ Πλάτωνος, ἀλλ’ ἐν ἔργοις. BD.

Tett

184,7

ταῦτα ἔπραττον μὲν Ἀθηναῖοι, συνεβού‐
λευε δὲ Θεμιστοκλῆς] Δημοσθενικὴ ἡ μεταχείρησις· προ‐ τάττει μὲν γὰρ Ἀθηναίους, δευτέραν δὲ ἐπάγει τὴν συμ‐ βουλὴν Θεμιστοκλέους, ὥσπερ ὁ Δημοσθένης τὰς πράξεις590
5τῶν Ἀθηναίων προέταξε, καὶ τότε τὴν ἑαυτοῦ παραίνεσιν δευτέραν. BD.

Tett

184,9

οὐμενοῦν, εἰ μὴ λαμπρῶς ἐπαινοίη, ὅπως οὐκ ἂν αἰσχύνοιτο, οὐκ ἂν ἔχειν μοι δοκεῖ] οὐ μόνον, φησὶν, οὐκ ὀφείλει αἰτιάσασθαι, ἀλλ’ εἰ καὶ μὴ λαμ‐ πρῶς αὐτὸν ἐπαινέσει, αἰσχύνης ἄξιός ἐστιν ὁ Πλάτων. BD.

Tett

184,11

ἀλλὰ καὶ τοὺς ἄλλους Ἕλληνας, ὅσοι με‐ τέσχον τῶν πραγμάτων] εἰς τοὺς μηδίσαντας ἀποτείνεται· οὐδὲ γὰρ οὗτοι μετέσχον τῆς μάχης. BD Oxon. μάλιστα ἐπιρρώσας καὶ παροξύνας] ἀντὶ προθυμῆ‐
5σαι ποιήσας. πάλιν δὲ αἰνίττεται ὅτι βουλομένους φεύ‐ γειν αὐτὸς ἐκώλυσε, καὶ τὸν βάρβαρον τέχνῃ αὐτοῖς ἐπή‐ γαγε σχῆμα τῆς προδοσίας λέγων· κύκλωσον τοὺς Ἕλλη‐ νας· μέλλουσι γὰρ φυγεῖν. BD. πάλιν αἰνίττεται ὅτι βου‐ λευομένους φεύγειν Λακεδαιμονίους ἐκώλυσε, τὸν βάρβαρον
10σχήματι προδοσίας αὐτοῖς ἐπαγαγών. Oxon. ἐπιρρώσας] ἰσχυροὺς ποιήσας. A.

Tett

184,13

ὅς γε καὶ τοῖς κήρυξι—τοιαύτας ἔδωκε τὰς ἀποκρίσεις] τὴν σφαγὴν σημαίνει τῶν κηρύκων. BD. τὴν εἰς τὸ φρέαρ κατάσχεσιν τῶν κηρύκων σημαίνει. Oxon.

Tett

184,14

ὥσθ’ ἅπασι τοῖς Ἕλλησιν—τοῖς ἐπὶ ταῦθ’ ἥκουσι τῶν βαρβάρων] εἰς Λακεδαιμονίους ἀποτεί‐ νεται. δείκνυσι δὲ ὅτι Ἀθηναίους μιμησάμενοι καὶ αὐτοὶ τοὺς ἀγγέλους ἀπέκτειναν. BD.

Tett

184,15

ἀλλὰ καὶ τὸν ἑρμηνεύσαντα ἀπέκτεινε] τὸν Ἴωνα· ἐκαλεῖτο δὲ Λυκίδας. κατηγορῶν δὲ λέγει ἀντὶ τοῦ κατηγόρημα καὶ ἔγκλημα ποιούμενος. BD. τὸν ἑρμηνεύσαντα] εἰς Λακεδαιμονίους ἀποτείνεται,
5ὅτι Ἀθηναίους μιμησάμενοι καὶ αὐτοὶ τοὺς ἀγγέλους ἀπέ‐ κτειναν. ἄλλως. τὸν Ἴωνα· ἐκαλεῖτο δὲ Λυκίδας. ἦν δὲ τὰ γράμματα, ἃ ἡρμήνευσεν, Ἀσσυρίων φωνῇ γεγραμμένα.
Oxon.591

Tett

184,16

ὥσπερ ἄλλο τι] ὥσπερ χεῖρας καὶ πό‐ δας. BD. ἔχρησε] ἐδάνεισε. A.

Tett

184,17

καίτοι τί τοῦτο δεινὸν ἦν τοῖς Ἀθηναίοις μαθεῖν, ὅ τι ἐστὶ τὰ λεγόμενα] ἐπειδὴ οὐδὲ ἀναγνῶναι ἠβουλήθησαν τὰ γράμματα τὰ πεμφθέντα, (ἦσαν γὰρ Ἀσσύρια καὶ βάρβαρα) λέγει ὅτι τὸ ὅλως ἀναγνῶναι τί
5ἦν δεινὸν καὶ νοῆσαι τὰ γεγραμμένα. BD. οὐ γὰρ αὐτός γ’ εἰσηγεῖτο] οὐκ ἦν, φησὶ, συμβολὴ, ἀλλὰ ψιλὴ ἑρμηνεία. BD.

Tett

185,4

οὐδὲν τοῖς Μέλητος ἐοικότα τοῦ κιθαρῳδοῦ] Μέλης κιθαρῳδὸς ἦν, καὶ ἐλέγετο τὰ πρὸς ἡδονὴν ᾄδειν, ὃν διαβάλλει ὁ Πλάτων, καὶ ᾧ τὸν Θεμιστοκλέα παρα‐ βάλλει. BD Oxon.

Tett

185,5

οὐδ’ οἷς ἐκεῖνον ᾄδειν φησὶ Πλάτων] τὸ ἡδὺ δηλονότι. ὁ Πλάτων δὲ ἐν τῷ Γοργίᾳ φησὶν ὅτι ὁ Μέλης ἡδὺς μέν ἐστιν, οὐκ ὠφέλιμος δέ. τοῦτο δὲ λέγει διὰ τοὺς τέσσαρας ῥήτορας, δεικνύων ὅτι ἡδέα μὲν λέγου‐
5σιν, οὐκ ὠφέλιμα δέ. BD. ἀλλ’ ἐπεναντίον μᾶλλον] τὸ γὰρ ἀγαθὸν, φησὶ, προσῆν τῇ πολιτείᾳ τοῦ Θεμιστοκλέους. καὶ τὸ καλὸν γὰρ, φησὶν, ἔχει, καὶ τὴν ἀπ’ αὐτοῦ τοῦ καλοῦ ἡδονὴν, οὐχ ἣν οἱ κακοὶ ἄνδρες ὁρίζονται ἡδονὴν, ἀλλ’ ἣν οἱ ἀγαθοὶ,
10τουτέστιν οὐ τὴν ἀσελγῆ, ἀλλὰ τὴν σώφρονα. B Oxon.

Tett

185,6

καὶ τὸ ἥδιστον πρόσεστιν ἀκοῦσαι] δημηγο‐ ροῦντος Θεμιστοκλέους. A. πρόσεστιν] ἅμα ἦν. A.

Tett

185,7

ὥστ’ ἔμοιγε δοκεῖ τῆς Τερπάνδρου μᾶλλον ἂν] κιθαρῳδὸς ὁ Τέρπανδρος τῷ γένει Μηθυμναῖος. οἱ δ’ ἀκριβέστεροί φασι τῷ γένει Ἀντισσαῖον. στασιασάντων δέ ποτε τῶν Λακεδαιμονίων χρησμὸς αὐτοῖς ἐξέπεσε πά‐
5λιν φιλιωθῆναι, ἂν ἐκ Μηθύμνης Τέρπανδρος ἐκείνοις
κιθαρίσῃ. καὶ δή τι μέλος Τέρπανδρος ἐντέχνως κιθα‐ ρίσας αὐτοὺς πάλιν συνήρμοσε, Διόδωρος ὡς γράφει, τῆς ἁρμονίας τῇ ᾠδῇ· καὶ γὰρ μετατραπέντες ἀλλήλους περιέ‐ βαλλον, ἠσπάζοντο δακρύοις. A. Τέρπανδρος ἐγένετο Δω‐592
10ριεὺς μὲν τὸ γένος, ἄριστος δὲ τὴν λυρικὴν τέχνην. τοῦ‐ τον δὲ μετεκαλέσαντο Λακεδαιμόνιοι στασιάζοντες, καὶ ᾄδοντος αὐτοῦ συνέβησαν. οὗτοι δὲ ἑτέροις στασιαζόντων Λακεδαιμονίων, καὶ ὁσημέραι διαχρωμένων ἀλλήλους, ἀνεῖ‐ λεν ὁ θεὸς μεταπέμψασθαι τὸν Τέρπανδρον ἐκ τῆς Μη‐
15θύμνης· πόλις δὲ αὕτη τῆς Λέσβου, ὡς ἔγνωμεν ἐν τῇ τρίτῃ τοῦ Θουκυδίδου. ἐλθὼν οὖν ὁ Τέρπανδρος, μου‐ σικὸς ὢν, καὶ τὴν παλαιὰν ἁρμονίαν εἰδὼς, ᾆσμά τι εἰπὼν ἔπαυσε τὴν στάσιν· φασὶ γὰρ ὅτι ἀκούοντες ἐδάκρυον καὶ ἀλλήλους παρεπτύσσοντο. τούτῳ οὖν συγκρίνων τὸν Θε‐
20μιστοκλέα, καὶ μείζονα τούτου δείκνυσιν αὐτόν. BD. οὗ‐ τος ἄριστος ἦν τὴν μουσικὴν τέχνην, ὃν, στασιαζόντων τῶν Λακεδαιμονίων, καὶ ὁσημέραι διαχρωμένων ἀλλήλους, ἀνεῖλεν ὁ θεὸς μεταπέμψασθαι ἐκ τῆς Μηθύμνης· πόλις δὲ αὕτη τῆς Λέσβου. ἐλθὼν οὖν καὶ αὐτίκα ᾆσμά τι εἰπὼν
25ἔπαυσε τὴν στάσιν· φασὶ γὰρ ὅτι ἀκούοντες ἐδάκρυον καὶ ἀλλήλους περιεπτύσσοντο. τούτῳ οὖν συγκρίνων τὸν Θεμι‐ στοκλέα καὶ μείζονα δείκνυσιν. Oxon. ὁ μέν γε μίαν πόλιν] ἡ σύγκρισις ἀπὸ τοῦ μείζο‐ νος. BD.

Tett

185,8

εἰς ταὐτὸν] εἰς ὁμόνοιαν. A.

Tett

185,13

ὅσοι τῶν πολιτῶν μεθειστήκεσαν] ἀντὶ τοῦ φυγάδες ἐγένοντο. μετριάζει δὲ τῇ λέξει. ἢ τοὺς ἐξοστρα‐ κισθέντας λέγει. τοῦτο δὲ ἐποίησεν, ἵνα μὴ ὡς ἐπιστάμε‐ νοι τὰ σαθρὰ τῆς πόλεως προδόται γένωνται. BD.
5ἐν οἷς καὶ τῶν διαφόρων τινὲς ἦσαν αὐτῷ] Ἀριστεί‐ δην λέγει τὸν δίκαιον· ἀνεπολιτεύετο γὰρ αὐτῶν. B Oxon.

Tett

185,14

τὴν αὐτὴν γνώμην ἔν τε τοῖς Ἑλληνικοῖς καὶ τοῖς κατὰ τὴν πόλιν σώζων] τουτέστι μίαν ἔχων εὔνοιαν καὶ παρὰ τὴν πόλιν καὶ παρὰ τὴν Ἑλλάδα. BD.

Tett

185,15

ἅπασαν μικροψυχίαν ἀνελόντας] τῇ λέξει
ηὐτέλισε τὴν ἔχθραν, μικροψυχίαν αὐτὴν εἰρηκώς. BD. παραλαβὼν τοίνυν τὰ πράγματα] ἀντὶ τοῦ δεξάμε‐ νος· ὡς ἐπὶ κληρονομίας εἶπε τὴν λέξιν. BD.593

Tett

185,17

καὶ συνεῖναι τὰ δέοντα καὶ πρᾶξαι διὰ τέλους] ὁμοῦ καὶ συνετὸν καὶ ἀνδρεῖον αὐτὸν κατασκευά‐ ζει. BD.

Tett

185,18

μὴ λελοιπέναι ζήτησιν] τουτέστι μὴ ἐᾶσαι ἀμφιβάλλειν. BD.

Tett

186,1

θεοὶ μὲν πρῶτον] Δημοσθενικὴ ἡ μέθοδος· πρῶτον μὲν θεῶν τινος εὐνοίᾳ. BD.

Tett

186,2

γνώμη δ’ ἑνὸς ἀνδρὸς, ἡ Θεμιστοκλέους] τὴν σοφίαν τοῦ Θεμιστοκλέους δηλοῖ. BD.

Tett

186,3

προσβαλλόντων ἐν μέρει πᾶσι] ἀντὶ τοῦ κατὰ μικρὸν πᾶσι τοῖς Ἕλλησιν. BD.

Tett

186,4

κἀκεῖνο εἰδὼς, ὅτι τἀν τῇ γῇ πολὺ πλείους καὶ δεινοτέρας ἔχει τὰς ἀπορίας] τὴν πεζομαχίαν σημαί‐ νει. ἐπειδὴ δὲ διαβάλλει, ὡς εἴπομεν, τὴν ναυμαχίαν ὁ Πλάτων, λεληθότως ἀπολύεται· τῇ γῇ πολὺ πλείους εἶχε
5τὰς ἀπορίας συγκριτικῶς· οὐ γὰρ ἀναιρεῖ τῆς θαλάσσης τὸν κίνδυνον, ἀλλά φησιν ὅτι ἡ γῆ μείζονα εἶχε τὸν κίν‐ δυνον. εἰ δέ τις εἴποι· οὐκ ἂν ἐναντιοῦται ὁ ῥήτωρ τῷ Θουκυδίδῃ· ὁ γὰρ Φορμίων δημηγορῶν ἐν τῇ δευτέρᾳ λέγει τοὺς τῆς θαλάσσης πλείους κινδύνους τῶν κατὰ γῆν.
10λέγομεν οὖν ὅτι ὁ Ἀριστείδης ὡς πρὸς τὸν καταλα‐ βόντα τότε κίνδυνον εἶπεν ὅτι μείζων ἦν ὁ κατὰ γῆν, οὐ μὴν καθολικῶς ἀποφαινόμενος. BD.

Tett

186,5

ἀπορωτέροις προσφέρεσθαι] ἀντὶ τοῦ ἀπο‐ ρίας ποιοῦσι πρὸς τοῖς φερομένοις αὐτοῖς. BD.

Tett

186,6

εἵλετο πρῶτον μὲν τὴν ἐλάττονα ὑπερβολὴν ἀντὶ τῆς μείζονος] ἵνα μή τις εἴπῃ, οὐκοῦν ὡς δειλὸς ὁ Θεμιστοκλῆς ἐπελέξατο τὴν ἐλάττονα μάχην τῆς μείζονος, διὰ τοῦτο τῇ προσθήκῃ τῆς λέξεως μείζονα ἔδειξε τὸν
5Θεμιστοκλέα· εἰρηκὼς γὰρ ἐλάττονα προσέθηκε καὶ ὑπερ‐
βολήν. ὅρα οὖν πῶς οὐκ ἠλάττωσε τὴν ναυμαχίαν· ἑκα‐ τέραν γὰρ ὑπερβολὴν εἶπε, μείζονα δὲ τὴν κατὰ γῆν BD Oxon.594

Tett

186,7

καὶ ταῦτα ἐπεψήφιζεν ὁ θεὸς ὁ ἐν Δελφοῖς] ἀντὶ τοῦ ἐβεβαίωσεν, ἢ συνέθετο καὶ συνῄνεσε. θέλων γὰρ δεῖξαι ὁ Ἀριστείδης τὸν Θεμιστοκλέα σοφὸν, καὶ ὡσπερεὶ μάντιν, λέγει ὅτι καὶ τοῦτο ἐπεψήφιζεν Ἀπόλ‐
5λων, τουτέστι τὸ ναυμαχῆσαι Ἀθηναῖοι ἐν Σαλαμῖνι, ὡς ἅτε δὴ τοῦ Θεμιστοκλέους καὶ πρὸ τοῦ μαντεύσασθαι τὸν Ἀπόλλωνα λέγοντος ὅτι δεῖ ἡμᾶς ἐν Σαλαμῖνι ναυ‐ μαχεῖν. BD et inde ab verbis θέλων δεῖξαι Oxon. ὅμως δὲ καὶ τῆς μαντείας ἐλθούσης ἦν ἀπορία τοῖς
10πολλοῖς] ἀντέπιπτεν αὐτῷ· ἰδοὺ οὖν τοῦ θεοῦ ἐστι τὸ κατόρθωμα, καὶ οὐ Θεμιστοκλέους. ὁ δὲ λέγει ὅτι δι’ ὧν αὐτὸς ἐνόησε τὴν τοῦ θεοῦ μαντείαν, τούτου ἦν ἀρετή. BD.

Tett

186,9

ὡς οἱ μὲν πρεσβῦται τῆς ἀκροπόλεως ἔχε‐ σθαι παρῄνουν] καὶ τῶν πρεσβυτῶν δείκνυσιν αὐτὸν ἐμ‐ φρονέστερον. BD. πεφράχθαι γὰρ αὐτὴν ῥάχῳ τὸ ἀρχαῖον] ἀντὶ τοῦ
5τετειχίσθαι. ῥάχος δέ ἐστιν εἶδος ξύλου. BD.

Tett

186,10

ῥάχῳ] ῥάχος, ὁ σκόλοψ ὁ ἀκανθώδης· καὶ ἐπὶ τῶν ἀμπέλων· ἐπεὶ ἀποξὺ ἐν τῷ τέμνεσθαι. A. καὶ τὸν χρησμὸν εἰς τοῦτο φέρειν] ὁ χρησμός „Τεῖ‐ χος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύς. ὦ θεία Σά‐
5λαμις, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν, ἢ μὲν δυσομένου Ὑπερίονος, ἢ δ’ ἀνιόντος.“ BD Oxon. χρησμολόγοι δὲ] οἱ τῶν μαντευμάτων ἑρμηνευταί. ὅρα δὲ πῶς καὶ τῶν μάντεων αὐτὸν ἀποφαίνει μαντικώτερον. BD. ἐντεῦθεν τὸν Θεμιστοκλέα καὶ τῶν μάντεων αὐτῶν
10ἀποφαίνει σοφώτερον. Oxon.

Tett

186,11

ἀλλὰ καὶ φυλάττεσθαι παρῄνουν τὴν Σα‐ λαμῖνα παντὸς μᾶλλον] τὴν ὑπερβολὴν τῆς ἀνοίας δηλοῖ, ὅτι καὶ φεύγειν τὴν ναυμαχίαν συνεβούλευον, ὅπου ἔδει
αὐτοὺς πάντας νικῆσαι. BD. δεδιότες γὰρ οἱ μάντεις,595
5διὰ τὸ λέγειν τὸν χρησμὸν, ἀπολεῖς δὲ σὺ τέκνα γυναι‐ κῶν, ἀπηγόρευον ναυμαχεῖν. ὁ γοῦν Θεμιστοκλῆς ἔλεγεν ὡς, εἰ τὴν ἀπώλειαν τῶν Ἑλλήνων ᾐνίττετο, οὐκ ἂν τὴν Σαλαμῖνα θείαν, ἀλλὰ σχετλίαν προσηγόρευσεν ὁ χρη‐ σμός. BD Oxon.

Tett

186,12

οἱ δέ γε αὐτοί ποτε οὗτοι τὸν εἰς Σικε‐ λίαν πλοῦν ἐπέσπευδον] πρόδηλος ἡ ἱστορία παρὰ τοῦ Θουκυδίδου, ὅτι σφόδρα ἐδυστύχησαν οἱ Ἀθηναῖοι ἐν τῇ Σικελίᾳ. εἶτα ἐπειδὴ ἀντέπιπτεν, πῶς οἱ αὐτοὶ μάντεις
5ἦσαν, (πολὺς γὰρ χρόνος ἀπὸ τῶν Μηδικῶν ἕως τῶν Σι‐ κελικῶν παρῆλθεν) εὐθέως ἔλυσεν εἰπών· τοὺς γὰρ αὐτοὺς τὸ αὐτὸ ἔθνος λέγω· διότι καὶ οἱ ὑπὸ Θεμιστοκλέους καὶ οἱ ἐπὶ Ἀλκιβιάδου τὰ σύμφορα τῇ πόλει συνεβούλευον. BD.

Tett

186,14

οἱ δὲ τότε ἀντέλεγον τῷ Θεμιστοκλεῖ] ἑτέρα σύγκρισις, ὅτι αὐτὸς καὶ τοὺς μάντεις ἐναντίους εἶ‐ χεν. BD.

Tett

186,15

ἄλλην χώραν οἰκίζειν] τὴν Σικελίαν· τοῦτο γὰρ ἔλεγον οἱ μάντεις. BD.

Tett

187,1

διὸ δὴ καὶ θείαν αὐτὴν ὑπὸ τοῦ θεοῦ προσειρῆσθαι] συνίστησιν αὐτοῦ διὰ τούτου τὴν γνώ‐ μην. BD.

Tett

187,2

ἀλλὰ γὰρ εἰς τοὺς βαρβάρους εἰρῆσθαι τὸ πολλοὺς ἀπολεῖσθαι] ὥσπερ ἀντιπῖπτον ἔλυσε. καὶ πῶς, φησὶν, ἀπολεῖσθαι εἶπεν; ὁ δὲ ἔλυσεν, εἰπὼν εἰς τοὺς βαρβάρους εἰρῆσθαι τὴν ἀπώλειαν. BD.

Tett

187,4

οὐ γὰρ ὅτε ἦλθον τὰ λόγια, οὐ τότε πρῶ‐ τον ταύτην ἔσχε τὴν γνώμην] θαυμασίως πάλιν ἐπεχεί‐ ρησεν, ἵνα μὴ δόξῃ τῆς μαντείας τοῦ θεοῦ τὸ ἔργον εἶναι, ὥσπερ ἐπαγωνίζεται, δεικνὺς καὶ πρὸ τῶν λόγων τοῦ
5θεοῦ τὸ ναυτικὸν αὐτὸν ἐπιστάμενον. BD. οὐ τότε πρῶτον ταύτην ἔσχε τὴν γνώμην] τοῦτο εἶπεν, ἵνα μὴ δόξῃ τύχης τὸ ἔργον, ἀλλὰ τῆς ἐκείνου συνέ‐ σεως. BD.

Tett

187,5

οὐδ’ αὐτοσχεδιάζων] τουτέστιν οὐχ ἅμα τῷ ἐλθεῖν τοὺς χρησμοὺς καὶ αὐτὸς ἔλεγε ναυμαχῆσαι Ἀθη‐ ναίους ἐν Σαλαμῖνι, ἀλλὰ καὶ πρὸ τοῦ ἐλθεῖν τοὺς χρη‐ σμοὺς ᾔδει ὅτι ἐπερχομένου αὐτοῦ βάρβαροι μέλλουσι596
5πολεμεῖν ἐν Σαλαμῖνι. BD. οὐδ’ ἐπὶ τοῦ καιροῦ σοφὸς ταύτην τὴν σοφίαν— γενόμενος] σοφίαν λέγει, τὴν σύνεσιν δηλῶν. ἔοικε δὲ εἰς τοὺς φιλοσόφους ἀποτείνεσθαι· διὰ γὰρ τοῦ εἰπεῖν ταύτην τὸ διάφορον τῆς σοφίας δηλοῖ καὶ τῆς ῥητορικῆς. BD.
10ὥσπερ οἱ θεομάντεις] ἀεὶ γὰρ οἱ μάντεις τῶν ἐρω‐ τώντων τι αὐτοὺς αὐτοσχεδιάζουσι τὰς μαντείας καὶ οὐχὶ πρὸς πολλοῦ σκέπτονται. BD.

Tett

187,8

περιγενομένων γὰρ τῇ πόλει χρημάτων συ‐ χνῶν ἀπὸ τῶν ἔργων τῶν ἀργυρείων] δείκνυσιν ὅτι ἀπὸ εἰσφορῶν ταῦτα συνήγαγεν, οὐ βλάψας τὸν δῆμον. BD.

Tett

187,9

ταῦτα μελλόντων εἰκῆ νέμεσθαι] ἦσαν γὰρ οἱ Ἀθηναῖοι ψηφισάμενοι τούτων τὸ ἀργύριον ὀρχηδὸν μερίσασθαι· τουτέστιν ἄνδρας καὶ παῖδας, γυναῖκος δὲ οὔ. ἔμφασιν δὲ ἔχει ἡ νέμεσθαι λέξις· ἐδόκει γὰρ καὶ
5οὕτω λυπεῖν κωλύων αὐτοὺς νέμεσθαι. B. οὐ διακόνου πρᾶγμα πράττων] ταῦτα ὡς πρὸς δια‐ βολὴν τοῦ Πλάτωνος. BD.

Tett

187,11

ἀλλὰ μᾶλλον, ὥς γέ μοι φαίνεται, συμ‐ βούλου καὶ διδασκάλου] κατὰ κοινοῦ τὸ πρᾶγμα πράτ‐ τειν. BD.

Tett

187,12

τὸ δὲ βέλτιστον προορωμένου καὶ πράτ‐ τοντος] καλῶς ἡ προσθήκη, οὐ μόνον προορωμένου, ἀλλὰ καὶ πράττοντος. B. καὶ τὸν ἰατρὸν, ἀλλ’ οὐ τὸν ὀψοποιὸν μιμουμένου,
5μᾶλλον δὲ καὶ τὸν γυμναστὴν, ὡς ἂν σὺ φαίης] ἔργον ἐστὶν ἰατροῦ τὸ κελεύειν καὶ προστάσσειν τοῖς νοσοῦσι τόδε τι φαγεῖν, ὀψοποιοῦ δὲ ἔργον τὸ κελεύεσθαι περὶ τῶν δεσποτῶν τόδε ποιῆσαι τὸ ὄψον. λέγει δὲ ὁ Ἀριστεί‐ δης ὅτι ὁ Θεμιστοκλῆς ἰατροῦ ἔργον ἐποίει, καὶ οὐκ ὀψο‐
10ποιοῦ· τουτέστιν ἐκέλευε μὲν αὐτὸς τοῖς Ἀθηναίοις τόδε ποιεῖν, αὐτὸς δὲ οὐκ ἐκελεύετο παρὰ τῶν Ἀθηναίων τάδε
πράττειν. εἶτα πάλιν φησὶν ὅτι πάλιν γυμναστικὴν ἐμι‐ μεῖτο ὁ Θεμιστοκλῆς· τουτέστι πρὸ τῶν συμφορῶν διωρ‐ θοῦτο τοὺς Ἀθηναίους. καὶ γὰρ ἡ γυμναστικὴ ἐν τούτῳ597
15διαφέρει τῆς ἰατρικῆς, ὅτι ἡ γυμναστικὴ τὰ σώματα οὐκ ἐᾷ πάσχειν τι, καὶ ὥσπερ διορθοῦται αὐτὰ, ἡ δὲ ἰατρικὴ μετὰ τὸ γενέσθαι τὸ πάθος, τότε, φησὶ, διορθοῦται. μέμνηται δὲ ἐνταῦθα καὶ ὁ Ἀριστείδης τούτων, βουλόμε‐ νος σκῶψαι τὸν Πλάτωνα· ἔλεγε γὰρ ὁ Πλάτων ὅτι ἡ
20ῥητορικὴ τῇ ὀψοποιητικῇ ἔοικε· καὶ γὰρ ἐκείνη ὥσπερ τέρ‐ πει τὰ σώματα διὰ τῶν ἡδυσμάτων καὶ τῶν καρυκειῶν, οὕτω καὶ ἡ ῥητορικὴ διὰ τῶν λόγων, ἢ τοῦ χαρίζεσθαι καὶ πρὸς ἡδονὴν λέγειν, τέρπει τοὺς ἀκροατάς. BD.

Tett

187,13

ὡς ἂν σὺ φαίης] θαυμασίως εἶπε τοῦτο· τῆς γὰρ ἰατρικῆς ἐπαινέτης ὁ Πλάτων ἀεί. ἐπάγει γὰρ καὶ τὸν γυμναστὴν, ἐπειδήπερ τὸν γυμναστὴν τοῦ ἰατροῦ ὁ Πλάτων τιμιώτερον ὁρίζεται· λέγεται γὰρ αὐτὸν πρὸ
5τοῦ ἀγῶνος τοὺς ἀθλητὰς ἀσκεῖν. BD.

Tett

187,14

ἐκέλευε τοίνυν Ἀθηναίους] τῶν μέσων ἐστὶν ἡ λέξις· δηλοῖ γὰρ καὶ τὸν σύμβουλον, καὶ τὸν ἄρχοντα, καὶ κρατοῦντα τῶν Ἀθηναίων, οὐ μὴν δουλεύοντα αὐ‐ τοῖς. BD.

Tett

187,16

πρόφασιν μὲν, ὡς ἐπὶ τὸν πόλεμον τὸν πρὸς Αἰγινήτας] Ἐπιδαύριοι λοιμῷ διεφθείροντο· ἔχρησεν αὐτοῖς ἡ Πυθία, ἐκ τῶν ἐλαιῶν τῆς Ἀθηνᾶς τῶν ἱερῶν ἀπὸ τῆς ἀκροπόλεως ἀγάλματα ἱδρύσασθαι Δήμητρος καὶ
5Κόρης, Ταμίας καὶ Αὐξήσιος. Ἐπιδαύριοι πρὸς Ἀθη‐ ναίους ἦλθον, ἱκετηρίαν φέροντες, ἐπιδεικνύντες καὶ τὸν χρησμόν. οἱ δὲ δισσῇ γνώμῃ συνείχοντο, ἀτοπίαν ἐχούσῃ, πῇ μὲν ἐκτεμεῖν τὰ ἀνιερωμένα τῇ θεᾷ δένδρα, πῇ δὲ παριδεῖν ἀπολλυμένους Ἐπιδαυρίους. τέλος ἐνίκησε πα‐
10ρασχεῖν, διὰ τὸ σωθῆναι πάντας. ἐπέταξεν οὖν κατ’ ἐνιαυτὸν φέρειν τῇ θεῷ θυσίαν ὡσανεὶ τέλος. καὶ τοῦτο ἐποίουν. τελευταῖον Αἰγινῆται πρὸς Ἐπιδαυρίους ἐπολέμη‐
σαν, καὶ ἐκράτησαν αὐτῶν. ἔλαβον δὲ μετὰ τῶν ἄλλων λαφύρων καὶ τὰ ἱερὰ ἀφιδρύματα, ἃ ἦσαν ἐκ τῆς ἀκρο‐598
15πόλεως λαβόντες. καὶ οὐκέτι παρέσχον τὰ τέλη τῶν θυ‐ σιῶν Ἐπιδαύριοι, λέγοντες παρὰ τοῖς Αἰγινήταις εἶναι, οὓς δέον καὶ ἀπαιτεῖν τὰς θυσίας, μὴ βουληθέντων δὲ Αἰγινητῶν παρασχεῖν, αἰτούντων Ἀθηναίων, πόλεμος ἐκ τούτου συνέστη. γενομένου τοῦ πολέμου, ἐπλεόνασε τότε
20τοῖς Ἀθηναίοις τὰ μέταλλα τοῦ ἀργυρίου. ταῦτα ἐψηφί‐ σαντο Ἀθηναῖοι ὀρχηδὸν μερίσασθαι, τουτέστι τοὺς ἄν‐ δρας μόνον καὶ τοὺς παῖδας. διεκώλυσε τοῦτο γενέσθαι Θεμιστοκλῆς, λέγων ὡς δεῖ τὰ χρήματα εἰς ναῦς ἀναλῶ‐ σαι, διὰ τὸν τῶν Αἰγινητῶν πόλεμον, τὸ δὲ ἀληθέστερον
25ἤδη προσκοπῶν, μέλλειν ἐπέρχεσθαι τὸν βάρβαρον· καὶ εἰπὼν ἔπεισεν. BD.

Tett

187,17

νομίζων τὴν Μαραθῶνι μάχην ὡσπερεὶ προοίμιον γεγενῆσθαι τοῖς Ἀθηναίοις] δηλονότι τῶν γενο‐ μένων. BD.

Tett

187,19

ἑτέρων ἀγώνων μειζόνων] πάλιν αὔξει τὸ κατόρθωμα τοῦ Θεμιστοκλέους, μείζονα λέγων τὸν δεύτε‐ ρον πόλεμον, τὸν καὶ ἐπὶ αὐτοῦ γενόμενον. BD.

Tett

187,20

καὶ τότε ἔπεισεν] καλῶς εἶπε τότε· του‐ τέστιν ἐν αὐτῇ τῇ χρείᾳ· ἵνα μή τις εἴπῃ ὅτι πρὸ μὲν τῆς χρείας ἔπειθε, παρὰ δὲ τὸν καιρὸν οὐχ εὗρεν αὐτοὺς ὑπακούοντας. ὁρμητήριον δὲ καινοπρεπῶς λέγει τὴν θά‐
5λασσαν. BD.

Tett

187,20bis

πρῶτον μὲν ἐπ’ Ἀρτεμίσιον πλεύσας] κα‐ λῶς εἶπε τὸ πρῶτον, ἵνα σημάνῃ τῶν ἐφεξῆς ἀγώνων τὸ πλῆθος. Ἀρτεμίσιον δέ ἐστι λιμὴν τῆς Εὐβοίας, ἔνθα πρῶτον ἐναυμάχησε πρὸς τὰς πρόπλους τριήρεις τῶν βαρ‐
5βάρων· οὐ γὰρ ἅμα πᾶσαι ἦλθον αἱ χίλιαι διακόσιαι νῆες αὐτῶν. BD.

Tett

188,1

οὔτε λόγους ἀσχήμονας εἰπὼν] καλῶς πάλιν ἡ λέξις· πανταχοῦ γὰρ μάχεται πρὸς τὸ ἔγκλημα τῆς κο‐ λακείας, καὶ ὅτι οὐ κόλακες ἦσαν οἱ ἄνδρες. BD. πρὸς τοὺς ἐμπλέοντας Ἀθηναίων, ἢ τῶν Ἑλλήνων]
5δίκαιον γὰρ ἦν Ἀθηναίους ἢ Λακεδαιμονίους ἔχειν τὴν
ἡγεμονίαν. BD.599

Tett

188,2

οὔτε ἔργα φαῦλα ἀποδειξάμενος] τουτέστιν οὐκ ἔδειξεν ἔργα τῶν λόγων εὐτελέστερα. BD. ἀλλ’, ὥς φησι Πίνδαρος, κρηπῖδα τῆς ἐλευθερίας τοῖς Ἕλλησι βαλλόμενος] δείκνυσι καὶ Πίνδαρον ἐπαινέτην
5ὄντα Θεμιστοκλέους. κρηπὶς δέ ἐστιν ἡ ῥίζα, καὶ ἀρχὴ, καὶ θεμέλιος. ὁ δὲ Πίνδαρος εἶπε τὰς Ἀθήνας ἔρεισμα τῆς Ἑλλάδος. BD.

Tett

188,3

ἔπειτα γράφει τὸ ψήφισμα τοῦτο, —οὐ‐ δείς πω μέμνηται γραφὲν] τὴν μὲν πόλιν παρακαταθέσθαι Ἀθηναίων Ἀθηνᾷ μεδεούσῃ, παῖδας δὲ καὶ γυναῖκας εἰς Τροιζῆνα, αὐτοὺς δὲ ἐξελθεῖν εἰς Σαλαμῖνα. BD.

Tett

188,4

ἐλευθεριώτερον] ἀντὶ τοῦ μεγαλοψυχότε‐ ρον. BD. ἔοικα δ’ ὑπερβαίνειν πολλὰ τῶν ἐν μέσῳ] ὥσπερ ἐπι‐ λαμβάνεται ἑαυτοῦ. τὸ δὲ σχῆμα αὔξησις. BD.

Tett

188,5

οὕτω γὰρ ὡς ἀληθῶς ἐκεῖνος θείᾳ τινὶ μοίρᾳ] ἐνταῦθα λοιπὸν περὶ τῆς παραχωρήσεως τῆς ἡγε‐ μονίας διαλέγεται, λέγων ὅτι δι’ ἐπιείκειαν παρεχώρη‐ σαν αὐτὴν οἱ Ἀθηναῖοι τοῖς Λακεδαιμονίοις· ἐδόκουν
5γὰρ δι’ ἀσθένειαν παρακεχωρηκέναι. BD Oxon. θείᾳ τινὶ μοίρᾳ] ῥητορικῶς εἰσάγει τὸν Θεμιστοκλέα παρὰ θεοῦ τινος δωρεὰν δοθέντα τῇ πόλει καὶ τῇ Ἑλ‐ λάδι. BD Oxon.

Tett

188,7

ὑπερέβαλον μὲν Ἀθηναῖοι τῷ πλήθει τῶν νεῶν σχεδὸν πάντας] ἀγνωμοσύνην κατηγορεῖ τῶν Ἑλλή‐ νων, ὅτι τοῖς Λακεδαιμονίοις ἔδωκαν τὴν ἡγεμονίαν τοῖς μὴ ἔχουσι πολὺ ναυτικόν. BD Oxon.

Tett

188,8

σχεδὸν πάντας] τὸ σχεδὸν παρέλκεται· κατὰ γὰρ ἀλήθειαν πλείους ἦσαν αἱ τῶν Ἀθηναίων νῆες. BD.

Tett

188,9

συνιδὼν ὁ πάντα ἄριστος ἐκεῖνος] πάλιν εἰς σοφίαν ἀναφέρει τὴν παραχώρησιν τῆς ἡγεμονίας. BD.

Tett

188,11

ὑφίεσθαι] σώζειν. B. ἀντὶ τοῦ σώζειν. καλῶς δὲ ἐν τῷ τότε, ἀντὶ τοῦ τὸν παρόντα κίνδυνον, διὰ τὸ μὴ γίνεσθαι στάσιν. BD.600

Tett

188,13

σχεδὸν δέ τι καὶ τοὔνομα τῆς ἡγεμονίας, ἀλλ’ οὐκ αὐτὴν ἔπεισε παρεῖναι] λόγῳ μὲν γὰρ καὶ σχή‐ ματι μόνον εἶχον τὴν ἀρχὴν οἱ Λακεδαιμόνιοι, οἱ δὲ Ἀθη‐ ναῖοι ἔργον· ὃ γὰρ ἦν ἔργον ἡγεμόνων ποιεῖν, οἱ Ἀθη‐
5ναῖοι ἐποίουν ἐν τῷ πρὸς βάρβαρον πολέμῳ. B Oxon.

Tett

188,14

παρεῖναι] ἀφεῖναι τοῖς Λακεδαιμονίοις. A. αὐτοῖς μὲν τὴν ἡγεμονίαν] τοῖς Ἀθηναίοις. λέγει δὲ τῷ ἔργῳ ἡγεμονίαν. D.

Tett

188,15

περιεγένετο αὐτοῖς] ἀντὶ τοῦ κέρδος συν‐ έβη. BD.

Tett

188,16

τῶν δὲ συμμάχων πρᾳότητι] διὰ γὰρ πρᾳό‐ τητα παρεχώρησε τῆς ἡγεμονίας. BD.

Tett

188,17

καὶ εἰ φὴς, ὦ Πλάτων, ὅτι οὐ τριήρων] πάλιν λεληθότως προλύει τὴν ἀντίθεσιν τὴν περὶ τῆς δια‐ βολῆς τῆς ναυμαχίας, ἀμφότερα μαρτυρῶν τῷ Θεμιστο‐ κλεῖ, τήν τε ἐμπειρίαν τοῦ ναυτικοῦ καὶ τὴν παρὰ τὰ
5ἄλλα εὐβουλίαν. BD.

Tett

189,1

ὑπὲρ τῶν κοινῶν δικαίων] τῆς ἐλευθερίας. B. κοινὸν δίκαιον λέγει τὴν ἐλευθερίαν τῆς πατρίδος. BD Oxon. τῷ δὲ εἰπεῖν καὶ κατέπραξε καὶ τοῦτο μέγα τι λέγει κατόρθωμα. BD.

Tett

189,4

μᾶλλον δὲ καὶ ταῖς ναυσὶν αὐταῖς ἐποίησε χρήσασθαι] ἐνδέχεται γὰρ παρεῖναι μὲν ναῦς, μὴ μέντοι κεχρῆσθαι αὐταῖς. διὰ τοῦτό φησι· μᾶλλον δὲ καὶ ταῖς ναυσὶν ἐποίησε χρήσασθαι. BD Oxon.

Tett

189,5

ἐνταῦθα καλῶς ἀναφαίνεται ὅσῳ τοῦ Τερ‐ πάνδρου κρείττων ἀνὴρ τὴν μουσικὴν] θαυμασίως ὁ ῥήτωρ καὶ μουσικὴν καλεῖ τῷ Θεμιστοκλεῖ· οὐ γὰρ εἶπεν ἐκεί‐ νου τῆς μουσικῆς, ὡς καὶ αὐτοῦ μουσικὴν ἔχοντος, τὴν
5δὲ σοφίαν αὐτοῦ λύραν ὀνομάζοντος. BD.

Tett

189,6

ἐφ’ ἑαυτῶν] ὅ ἐστι μόνους ἑαυτοὺς πρὸς
ἑαυτούς. BD. ὁ δ’ Ἀθηναίους καὶ Λακεδαιμονίους τότε ταὐτὸν ἔπεισε φρονῆσαι] ὑπὸ γὰρ σοφίας ἔπεισεν Ἀθηναίους πα‐601
5ραχωρῆσαι τῆς ἡγεμονίας, ἐπαγγειλάμενος αὐτοῖς παρ’ ἑκόντων τῶν Ἑλλήνων αὐτὴν λαβεῖν. BD.

Tett

189,8

τὴν Ἑλλάδα ἡρμόσατο] πάλιν ὡς ἐπὶ λύρας εἶπε τὸ ἡρμόσατο. BD. καὶ αὐτός τε ἀπέστη τῆς ναυαρχίας] τῷ Εὐρυβιάδῃ παραχωρήσας δηλονότι. BD.

Tett

189,10

τίς—τῶν ἐν τοῖς τρίβωσι κατασαπέν‐ των] ἀπὸ τῶν φιλοσόφων. A. τῶν ἐν φιλοσόφοις λέγει, εἰς Πλάτωνα αἰνιττόμενος. BD.

Tett

189,12

οὔτε πόλει] τῇ τῶν Λακεδαιμονίων. BD. οὔτ’ ἀνθρώπων οὐδενὶ] τῷ Εὐρυβιάδῃ. B.

Tett

189,13

ὥσπερ ἂν εἰ μόνος ἦν τῶν πάντων ἡγε‐ μὼν] ἀντὶ τοῦ κοινωνὸν οὐκ ἀνεχόμενος ἔχειν. BD.

Tett

189,14

ὥσπερ παῖδα] παῖδα καλέσας ἔδειξε τὴν ἀπειρίαν αὐτοῦ· ἄπειρα γάρ ἐστι τὰ παιδία. BD. τοὺς νεῖν ἀδυνάτους] ἀντὶ τοῦ τοὺς μὴ δυναμένους διανήχεσθαι. οἰκεία δὲ ἡ παραβολὴ τοῖς παισί· καὶ γὰρ
5ἄνω ὥσπερ παῖδα εἶπεν αὐτόν. BD.

Tett

189,15

οἷον ὑποκοριζόμενος τῷ τῆς ναυαρχίας ὀνόματι] πάλιν ὡς ἐπὶ παιδὸς ἐνέμεινε ταῖς λέξεσιν. BD.

Tett

189,16

στρέφειν ὅποι βούλοιτο] κατὰ κοινοῦ τὸ κύριος ἦν. ἀρχὴν δὲ ἀντὶ τοῦ ναυαρχίαν. BD.

Tett

189,18

καταντικρὺ] ἀντὶ τοῦ κατὰ πρόσωπον. τὸ δὲ περιπλεῖν ἀντὶ τοῦ κατὰ νῶτον καὶ ὄπισθεν φερομέ‐ νας. BD.

Tett

189,19

διανοουμένου τὸν ἀγῶνα καταλιπεῖν οὐκ ἐπ’ ἐλπίδι βελτίονι] εὐφήμως εἶπε τὴν λέξιν, ἀντὶ τοῦ οὐ καὶ ἐπὶ τῷ νικῆσαι, ὥσπερ ὁ Θεμιστοκλῆς τὴν πόλιν κατέλειψε. BD.

Tett

189,20

τοιοῦτο πάθος παθόντος] τοιαύτην συμ‐ φορὰν ἔχοντος. λελυμένον δέ ἐστιν. BD.

Tett

190,1

αὐτὸς, ὥσπερ θεός τις τῶν ἀπὸ μηχανῆς,
χεῖρα ὑπερέσχε] τοῦτο εἶπεν, ἵνα σημάνῃ τὸ ἐξαίφνης καὶ ἀπροσδόκητον. ὅρα δὲ πάλιν τὴν ὑπερβολὴν, πῶς θεόν τινα ποιεῖ ἐπιφανέντα σωτήριον. ἀπὸ μηχανῆς δὲ602
5εἶπεν, ὅτι ἔχομεν ἐν τοῖς δράμασι τοῖς κωμικοῖς ἀπὸ μηχανῆς ἄνωθεν χεῖρα θεοῦ πολλάκις ἐπιφερομένην. BD et Oxon. quae post ἄνωθεν ita pergit θεοὺς ἐπιφαινο‐ μένους πολλάκις, ὥσπερ Εὐριπίδης ἐποίησεν ἐν Ἠλέκτρᾳ εἰσάγων τὸν Ἀπόλλωνα εἰς διαλλαγὴν Ὀρέστου καὶ Με‐
10νελάου.

Tett

190,2

ἀπ’ αἰσχρᾶς οὕτω τῆς ἀρχῆς] ἀντὶ τοῦ ἀπὸ φυγῆς. B.

Tett

190,3

τὸν Εὐρυβιάδην, ὡς οὐκ ἔπειθε λέγων, ἐπρίατο] Θεμιστοκλεῖ οἷον Εὐβοεῖς τέσσαρα δεδώκασι τά‐ λαντα ἐπὶ τῷ καταμεῖναι τὸν τῆς μετακομιδῆς τῶν ἐπί‐ πλων καιρὸν, ἐξ ὧν παρέσχεν Εὐρυβιάδῃ. BD. δέδωκε γὰρ
5αὐτῷ χρήματα πρὸς τὸ μεῖναι καὶ μὴ φεύγειν. εἰ δέ τις εἴποι· καὶ πολεμῶν χρήματα πόθεν εἶχε; λέγομεν ὅτι ἐπίτηδες εἶχε μεθ’ ἑαυτοῦ ἐννοῶν ὅτι ἀνέκυπτέ τις χρεία. ἢ ἐπρίατο τοῖς ἐπαίνοις αὐτόν· εἶπε γὰρ ὅτι ὑπεκορίζετο αὐτόν. ἄλλοι δὲ λέγουσιν ὅτι οἱ Εὐβοεῖς φοβούμενοι μή
10πως φύγωσιν οἱ Ἀθηναῖοι, ἀπέστειλαν αὐτοῖς τριάκοντα τάλαντα, ἵνα περιμείνωσιν, ὅπως ἐκθῶνται τοὺς παῖδας αὐτῶν καὶ τὰς γυναῖκας ἐν ἀσφαλείᾳ. ἀπὸ τούτων οὖν τριάκοντα δέδωκεν αὐτῷ πέντε ὡς ἴδια ὁ Θεμιστοκλῆς. BD et inde ab verbis Εὐβοεῖς φοβούμενοι Oxon.
15οὐχ ὡς ἄν τις διάκονος ἀξιῶν τινος εἶναι] τὸ γὰρ πρίασθαι οὐκ ἔστι διακόνου. ἐπειδὴ δὲ εἶπεν ἄνω ὑπο‐ κοριζόμενος, ὅ ἐστι κολακείας, τοῦτο ἐπήγαγεν, ὥσπερ ἐκεῖνο ἀπολυόμενος. BD Oxon.

Tett

190,4

καὶ τήν τε Εὔβοιαν περιεποίησε] ἔνθα καὶ ἡ πρώτη γέγονε ναυμαχία, ἡ ἐπ’ Ἀρτεμισίῳ. BD.

Tett

190,5

τὰ πράγματα τῶν Ἑλλήνων ἔστησε] ἐπηνώρ‐ θωσε. B.
παντελῶς ἄπορα] ἢ ἀπορίαν ἔχοντα, ἢ ἀδύνατα. BD.603

Tett

190,6

τοῦ περὶ τὰς Πύλας πάθους] πάθος ἐκά‐ λεσε τὸν θάνατον τῶν τριακοσίων. οὐχ ἧτταν δὲ ὠνόμα‐ σεν, ὥσπερ ὀδυρόμενος μᾶλλον ἢ μεμφόμενος· ἴσμεν γὰρ ὅτι οὐχ ἡττήθησαν, ἀλλὰ προυδόθησαν διὰ τοῦ ὄρους
5τῆς Θετταλίας. BD Oxon. τῆς κοινῆς, εἰ θέμις εἰπεῖν, τοῦ τε Ἀπόλλωνος τοῦ Πυθίου καὶ Θεμιστοκλέους μαντείας δεύτερον ἤδη φανε‐ ρᾶς γεγονυίας] ἐκόλασε τῇ προσθήκῃ τὸ βλάσφημον· κοινὸν γὰρ εἶπε τοῦ θεοῦ καὶ Θεμιστοκλέους τὴν μαντείαν. λέγει
10δὲ τὸ ξύλινον τεῖχος καὶ τὸ ναυτικόν. ταῦτα δὲ ὥσπερ λύσις ἐστὶ τοῦ ἀντιπίπτοντος, ὃ ἀντετίθη Πλάτων, λέγων ὅτι ὡς δειλοὶ κατέφυγον εἰς τὸ ναυμαχεῖν. BD. ἐκόλασε τῇ προσθήκῃ τὴν βλασφημίαν. μαντείαν δὲ λέγει τὸ ξύ‐ λινον τεῖχος, ἢ τὰς ναῦς. ταῦτα δὲ ὥσπερ λύσις ἐστὶ τοῦ
15ἀντιπίπτοντος· ἀντετίθει γὰρ Πλάτων, λέγων ὅτι ὡς δηλοῖ κατέφυγεν εἰς τὰς ναῦς. Oxon.

Tett

190,8

προδοθέντες ὑφ’ ὅτων δή ποτε] σιωπᾷ τοὺς προδότας, ἢ διὰ τὸ ἀδήλους εἶναι, ἢ ἵνα μὴ διαβάλῃ αὐτοὺς, ὅτι Ἕλληνες ἦσαν. λέγει δὲ Ἐφιάλτην τινὰ, στρα‐ τηγὸν Θετταλῶν. BD Oxon. ἦσαν δὲ οἱ πεμφθέντες εἰς
5τὴν φυλακὴν τῶν Τεμπῶν Λακεδαιμόνιοι. Oxon.

Tett

190,9

κατεχώσθησαν ὑπὸ τῶν βαρβάρων] οὐκ εἶ‐ πεν ἀπέθανον, ἀλλὰ κατεχώσθησαν, τουτέστι καταπατη‐ θέντες ἐτάφησαν. BD. τουτέστι καταπατηθέντες ἐτάφησαν. αἰνίττεται δὲ διὰ τὸ πλῆθος τῶν βαρβάρων. Oxon.

Tett

190,10

ἀλλ’ ὅτι καὶ Λακεδαιμόνιοι δοκοῦσί μοι— ὁπόσων ἠδύναντο ἐνεγκεῖν στερηθέντες] ὥσπερ εἰδότας αὐ‐ τοὺς εἰσάγει τὸν θάνατον τῶν τριακοσίων. ἔοικε δὲ ἴσως εἰς τὸν μάντιν αἰνίττεσθαι τὸν Μεγιστίαν. λέγεται γὰρ
5καὶ οὗτος προειρηκέναι τοὺς ἐξιόντας εἰς Πύλας πάντως ἀπολεῖσθαι. διὰ τοῦτο οὖν ἴσως καὶ ὀλίγους φησὶ πε‐ πομφέναι Λακεδαιμονίους, ὧν ἠδύναντο ὡς ὀλίγην ἐνεγ‐
κεῖν τὴν στέρησιν. BD Oxon.604

Tett

190,11

ὥσπερ ἀφοσιούμενοι] ἀπολογούμενοι καὶ πληροῦντες τὸ δίκαιον. B. τουτέστιν ἀπολογούμενοι. ἀπὸ τοῦ ὅσιον πληροῦν καὶ τὸ δίκαιον. BD.

Tett

190,12

οὕτω δὴ τούτων κεχωρηκότων] νῦν λοι‐ πὸν οὐ μόνον τῶν Λακεδαιμονίων κατηγορεῖ, ἀλλὰ καὶ τῶν ἄλλων Ἑλλήνων. BD Oxon. τῶν ἐν ταῖς ναυσὶ κατὰ κράτος ἤδη φευγόντων εἰς
5τὸ εἴσω τῆς Ἑλλάδος] μετὰ γὰρ τὸ νικῆσαι τοὺς Ἕλληνας τὸν βάρβαρον ἐπ’ Ἀρτεμισίῳ ἠβουλήθησαν Πελοποννή‐ σιοι τειχίσαι τὸν Ἰσθμὸν, ἀκούσαντες ὅτι ἄλλαι βαρβα‐ ρικαὶ τριήρεις παραπλέουσι. τοῦτο δὲ σφόδρα εὔηθες ἦν· ἔχων γὰρ ναυτικὸν ἠδύνατο παραπλέων τὴν Πελο‐
10πόννησον κατὰ πόλιν ἑλεῖν. BD Oxon.

Tett

190,13

καὶ τὴν Πελοπόννησον σχεδὸν Ἑλλάδα ποιουμένων] διὰ τούτου ἡρμήνευσε τί ἐστι τὸ εἴσω τῆς Ἑλλάδος· λέγει γὰρ τὴν Πελοπόννησον. BD. τὰ δ’ ἄλλα παρεικότων] τῆς γὰρ Ἑλλάδος πάσης
5ἠμέλουν, Πελοποννήσου δὲ ἀντεποιοῦντο, καὶ ταύτην ἐτείχιζον, ἣ μέρος ἐστὶ τῆς Ἑλλάδος, νομίζοντες τὴν Πελοπόννησον καὶ τὴν Ἑλλάδα ταὐτὸν εἶναι. BD Oxon.

Tett

191,1

ἔσχατος μὲν ἀνεχώρει μετὰ ἐσχάτων Ἀθη‐ ναίων] ἐν ταῖς φυγαῖς τὸ τελευταῖον ἀναχωρεῖν ἔπαινον ἔχειν δοκεῖ. λεληθότως δὲ ἀποτείνεται πρὸς τὸν Πλά‐ τωνα, ἐπειδήπερ κἀκεῖνος ἐπαινεῖ τὴν ἀπὸ τοῦ Δη‐
5λίου Σωκράτους φυγὴν, ἥντινα εἴπομεν ἐν τῇ τετάρτῃ Θουκυδίδου. οὐκ εἶπε δὲ ἔσχατος ἔφυγεν, ἀλλ’ ἔσχατος ἀνε‐ χώρησε, καὶ τὴν φυγὴν δεικνὺς ἐγκώμιον. BD Oxon.

Tett

191,3

τὸ τῆς ὁδοῦ πάρεργον, ὃ πρὸς τοὺς Ἴωνας
ἐπολιτεύσατο] ἀντὶ τοῦ τῆς φυγῆς. λέγει δὲ, περὶ οὗ ἐνέγραψεν ἐν ταῖς ναυλόχοις πέτραις· μνήσθητε, Ἴω‐ νες, πατρῴου φρονήματος. καὶ προσεποιήσατο φεύγειν,605
5ἵνα ἐλθόντες ἀναγνοῖεν αὐτὸ οἱ Ἴωνες. BD Oxon. οὐκ ἀπὸ τοῦ βήματος, οὐδ’ ὁρώμενος αὐτοῖς, ἀλλ’ ἀπὸ τῶν πετρῶν καὶ τῶν τόπων τῶν ναυλόχων] θαυμα‐ σίως τοῦτο προσέθηκεν. ὁ γὰρ ῥήτωρ μᾶλλον ὁρώμενος πείθει ἤπερ διὰ γραμμάτων· δυσωπεῖ γὰρ μᾶλλον φαινό‐
10μενος. καινὸν δὲ βῆμα δείκνυσι τὸν Θεμιστοκλέα κτησά‐ μενον, τὰς ναυλόχους πέτρας. BD Oxon.

Tett

191,5

ποῖος Μίνως Ὁμηρικὸς ταῦτα μέμψαιτ’ ἂν, ἢ τίς Αἰακὸς] μεγίστην ἐνταῦθα ποιεῖται σύγκρισιν, ἐναν‐ τιούμενος περὶ τῶν ἀνδρῶν τῷ Πλάτωνι, ποιῶν τὸν Μί‐ νωα καὶ τὸν Ῥαθάμανθυν, οἵτινες ἐπὶ τῇ δικαιοσύνῃ
5βοῶνται. πάλιν δὲ ἡ μεταχείρησις Δημοσθενική. εἰ γὰρ ὁ Αἰακὸς ἢ Ῥαθάμανθυς ἦν ὁ κατηγορῶν. BD. ὡς δικαιότατον τὸν Μίνω παρέλαβεν, ἐπειδὴ καὶ ὃ πρὸς τοὺς Ἴωνας ἔγραψε Θεμιστοκλῆς, δίκαιον ἦν· τὸν δὲ Αἰακὸν, ὡς ὑπὲρ τῆς Ἑλλάδος εὐξάμενον· αὐχμοῦ γὰρ
10πολλοῦ γενομένου τοῖς Ἕλλησιν, Αἰακὸς εὐξάμενος τῷ Διὶ τοῦτον κατέπαυσεν. Oxon.

Tett

191,6

ἐνταῦθα δὴ πολὺ μείζων καὶ καλλίων ἡ τρίτη πεῖρα ἐπεγένετο] πρώτη πεῖρα ἡ τῶν πρόπλων τῶν βαρβάρου καθαίρεσις, δευτέρα δὲ ἡ ἐκ τῆς τῶν εἰς Πύ‐ λας ἀπαντησάντων ἀπωλείας ἀπόδειξις, ὅτι δεῖ θαλάσσῃ
5κεχρῆσθαι. Oxon.

Tett

191,7

ἀναχωρησάντων γὰρ ἀπ’ Ἀρτεμισίου] ἐπειδὴ τῆς πεζομαχίας ἐπαινέτης ἐστὶν ὁ Πλάτων, δείκνυσιν ὡς ἐβούλοντο μὲν πεζομαχεῖν Ἀθηναῖοι, οὐδεὶς δὲ αὐτοῖς ἠκολούθει. λέγει οὖν ὅτι καὶ τὴν ναυμαχίαν ἀνάγκῃ ᾑρή‐
5σαντο. BD Oxon.

Tett

191,9

τοὺς ἄλλους ἐκέλευον ἀπαντᾶν εἰς τὴν Βοιω‐ τίαν, καὶ προκινδυνεύειν τῆς λοιπῆς Ἑλλάδος] ἐπειδὴ τὴν Βοιωτίαν καταλαβόντες εἶχον οἱ Πέρσαι, διὰ τοῦτο τοὺς λοιποὺς λοιπὴν Ἑλλάδα ἐκάλεσεν ὁ Ἀριστείδης. BD.606

Tett

191,11

ἐκ θαλάττης εἰς θάλατταν] ἀντὶ τοῦ ἀπὸ μετώπου εἰς μέτωπον, καὶ ἀπὸ ἄκρου εἰς ἄκρον. BD. συγκαλυψάμενοι] ἀντὶ τοῦ συσκεπάσαντες ἑαυτοὺς, ἵνα μὴ ὁρῷεν ἃ πάσχουσι. BD.

Tett

191,12

ὅπου γὰρ ἐξῆν τοῖς βαρβάροις περιπλεύ‐ σασι κατὰ πόλεις ἑλεῖν αὐτοὺς] ὡς γὰρ νῆσός ἐστιν ἡ Πελοπόννησος, καὶ ἠδύναντο οἱ βάρβαροι παραπλεῦσαι αὐτήν. BD.

Tett

191,13

τί πλέον τοῦ τείχους ἦν, εἰ καὶ σεμνότερον τοῦ τῶν Βαβυλωνίων ἐστάθη] τὰ τείχη Βαβυλῶνος ἐκά‐ λεσεν. ἅπαξ δὲ τὴν αὐτὴν ἔχει δύναμιν· εἶπε γὰρ Βαβυ‐ λώνιον. λέγει δὲ τοῦτο ἰσχυρότατον καὶ Θεόκριτος „Ἔνθα
5σε τεῖχος ἀσφάλτῳ δήσασα Σεμίραμις ἐμβασιλεύει.“ ἔστι δὲ τῶν ἑπτὰ θεαμάτων. BD. τοῦτο ἰσχυρότατόν φησι καὶ Θεόκριτος „Ἔνθα δὲ τεῖχος ἀσφάλτῳ δήσασα Σεμίραμις ἐμβασιλεύει.“ ἔστι δὲ τῶν θεαμάτων. Oxon.

Tett

191,15

ἃ Θεμιστοκλῆς πόρρωθεν προορώμενος οὐκ ἐξεπλάγη τότε] πόρρωθεν προορώμενος ἀντὶ τοῦ καὶ πρὸ τῆς στρατείας τοῦ Πέρσου μαντευόμενος. διὰ τοῦτο εἶπεν οὐκ ἐξεπλάγη τότε· τὸ γὰρ ἐξαίφνης γινόμενον φό‐
5βον ποιεῖ. BD.

Tett

191,16

εἰσχεομένων ἀμφοτέρωθεν] τουτέστιν ἐκ γῆς καὶ θαλάττης. κοινῷ δὲ στόλῳ ἀντὶ τοῦ ἀθρόῳ, καὶ οὐ κατὰ μίαν. BD.

Tett

192,1

κοινῷ στόλῳ] ἀθρόῳ. B.

Tett

192,2

δηλοῦντος ἀντὶ φρυκτῶν προσάγειν βασι‐ λέα] φρυκτοὶ λαμπάδες εἰσὶ, σημαίνουσαι πολεμίων ἔφο‐ δον. κοινὰς οὖν φρυκτωρίας ἐνταῦθα εἶπε τὸν ἐμπρη‐ σμὸν τῶν πόλεων τῶν Ἑλληνικῶν. αὗται γὰρ, φησὶν,
5ἐμπιπράμεναι ἐδήλουν τὴν παρουσίαν τοῦ Πέρσου. τῶν
δὲ φρυκτῶν οἱ μέν εἰσιν εἰρηνικοὶ, οἱ δὲ πολεμικοί. τοῦτο δὲ γράφοντες κακῶς ἐξηγοῦνται, λέγοντες οὕτως, ὅτι, ἡνίκα μὲν ἐδήλουν πόρρωθεν τοῖς συμμάχοις εἰρηνικῶς, ἁπλῆν ἐποίουν τὴν λαμπάδα, ὅτε δὲ πολέμου, διπλῆν.607
10τοῦτο δὲ εὔηθες· καὶ γὰρ εἰ ἐποίουν αὐτὴν διπλῆν, ὅμως πόρρωθεν ὡς ἁπλῆ ἐφαίνετο. ἡμεῖς δὲ φαμὲν ὅτι, ὅτε μὲν ἐσήμαινον τοῖς συμμάχοις πολεμίων ἔφοδον, ἔστρε‐ φον ἀεὶ τὴν λαμπάδα, ὅτε δὲ εἰρήνην, ὀρθὴν ἐκράτουν. οἱ οὖν βάρβαροι οὐ διὰ φρυκτῶν ἐσήμαινον τὸν πόλεμον
15τοῖς Ἕλλησιν, ἀλλὰ σὺν αὐτοῖς φέροντες τὸν βασιλέα τὴν μάχην ἐσήμαινον. BD Oxon. γράφει τὸ ψήφισμα τοῦτο] τοῦτο ἔμφασιν δηλοῖ, ἀντὶ τοῦ τολμηρὸν καὶ φοβερόν. BD.

Tett

192,3

παῖδας δὲ καὶ γυναῖκας εἰς Τροιζῆνα ὑπεκθέ‐ σθαι] τὴν Τροιζῆνα νῆσον λέγει Ἰσοκράτης, γείτονα μὲν τῶν Ἀθηναίων, μικρὸν δὲ πόρρωθεν οὖσαν, ἵνα, εἰ καὶ συμβῇ ἀπολέσθαι τοὺς Ἕλληνας, τελευταῖον ἀπολεῖται
5τὰ γένη ἐκεῖ ὄντα. BD Oxon.

Tett

192,5

ὦ μεγάλης μὲν τῆς ἐπινοίας] ἀνακλητικὸν τὸ σχῆμα. B. τὸ σχῆμα ἀνακαλεῖται ἀνακλητικὸν, αὔ‐ ξησιν δὲ ἔχει ἐν ἑαυτῷ. BD.

Tett

192,6

θαυμαστῆς δὲ καὶ τῆς τῶν πεισθέντων ἀρε‐ τῆς τε καὶ παιδείας] πανταχοῦ συνάπτει τῷ Θεμιστοκλεῖ τοὺς Ἀθηναίους, κοινὸν δεικνὺς τὸ κατόρθωμα· ὥσπερ Δημοσθένης λέγει „Ἐποιεῖτε μὲν ὑμεῖς, ἔγραφον δὲ ἐγώ.“
5BD Oxon.

Tett

192,7

ἣν ἐπεπαίδευντο ὑπ’ ἐκείνῳ πάντα ἀνέχε‐ σθαι καὶ καρτερεῖν] ἵνα μὴ σχεδιασθεῖσαν εἴπῃ τὴν ἀρετὴν, ἀνατροφὴν εἶπεν αὐτῶν. BD.

Tett

192,8

ὅς’ ἂν διδῷ μὲν ὁ δαίμων, συμβουλεύῃ δὲ Θεμιστοκλῆς] ἀνθιστάμενον δείκνυσι τῇ τύχῃ τὸν Θε‐
μιστοκλέα· ἔστι δὲ πάλιν Δημοσθενικόν· παρὰ τὸ φέρειν, ὡς ἂν δίδωσιν ὁ δαίμων γενναίως. BD. ὡς ἀρκούσης608
5τῆς τούτου συμβουλῆς τὰ λυπηρὰ διαλύειν τοῦ δαίμο‐ νος. BD. τοῦτο τὸ ψήφισμα τῶν ὑφ’ ἡλίῳ] ἐνταῦθα φανερῶς συγκρίνει τὸ ψήφισμα Θεμιστοκλέους πρὸς τὰ Πλάτωνος συγγράμματα καὶ τοὺς νόμους, ἐπειδὴ καὶ αὐτὸς ἔγραφε
10πολιτείας καὶ νόμους. Oxon.

Tett

192,10

τοῦ φρονεῖν ἐφ’ ἑαυτοῖς] τοῦ μὴ εἰς ἄλλους τὰς ἐλπίδας ἔχειν. BD.

Tett

192,11

πρίν τινος αἰσχροῦ πεῖραν λαβεῖν] σημαί‐ νει τῆς δουλείας. καλῶς δὲ τὸ τινὸς ἀντὶ τοῦ μικροῦ καὶ εὐτελοῦς. BD. τὰ δόξαντα ἐξ ἀρχῆς] τὸ ναυμαχῆσαι δηλοῖ· τοῦτο
5γὰρ ἦν δόξαν αὐτοῖς. BD.

Tett

192,12

τοῦ μὴ μνησικακεῖν τοῖς ὁμοίοις] τοῖς Λακεδαιμονίοις· ὁμοίως γὰρ τοῖς Ἀθηναίοις ἦσαν Ἕλλη‐ νες. ἀνομοίων δὲ λέγει, τουτέστι κἂν φύγωσι καὶ μὴ στῶ‐ σιν εἰς τὴν μάχην. ἢ ἀνόμοια λέγει, ὅτι μὴ βουλομένου
5τοῦ Θεμιστοκλέους τὸν Ἰσθμὸν τειχίζειν ἠβούλοντο. BD. ὁμοίως λέγει τοὺς Ἕλληνας· ὁμοίως γὰρ πάντες ἦσαν Ἕλ‐ ληνες. ἀνομοίων δὲ ἔργα λέγει, τουτέστι κἂν φύγωσι. καὶ μὴ πτωεῖν εἰς τὴν μάχην ἀνόμοια λέγει· ὅτι μὴ βουλο‐ μένου τοῦ Θεμιστοκλέους τὸν Ἰσθμὸν τειχίζειν ἐβού‐
10λοντο. Oxon.

Tett

192,13

οὐ κόλαξ, ἐμοὶ δοκεῖν, ἄνθρωπος] ἐμφαν‐ τικὸν τὸ ἐμοὶ, ἀντὶ τοῦ οὐ σοὶ τῷ διαβάλλοντι. BD. οὐδὲ κάτω βλέπων] κάτω βλέπων ἐστὶν ὁ ταπεινὸς καὶ δειλὸς καὶ εὐτελής. BD.

Tett

192,14

ἦ που σοὶ Μίθαικος ὁ τὴν Σικελικὴν ὀψοποιίαν συγγεγραφὼς] σκωπτικὸν τὸ σχῆμα. μάγειρος δέ ἐστιν οὗτος, καὶ ὁ Πλάτων δὲ μαγειρικὴν λέγει τὴν ῥητορικήν. BD.
5ἦ που σοὶ Μίθαικος—ἢ Σάραμβος] Μίθαικος συγγραφεύς· Σάραμβος κάπηλος. A.

Tett

192,15

νῦν γὰρ ἀνεμνήσθην τοὔνομα] τὸ νῦν
προσέθηκεν, ἐπειδήπερ ἐν τῷ τέλει τοῦ Περικλέους (151, 8.) εἶπε, καὶ οὐκ οἶδ’ ὅτῳ τρίτῳ. BD. τὸ νῦν γὰρ εἶπε, ἐπειδὴ ἐν τῷ τέλει τοῦ Περικλέους ὥσπερ ἐπελάθετο, λέ‐609
5γων, καὶ οὐκ οἶδ’ ὅτῳ τὸ τρίτον. Oxon.

Tett

193,1

φέρε μοι δὴ παρὰ τοῦτο τὸ ψήφισμα τὰ τῶν σοφιστῶν, εἰ βούλει, συγγράμματα καὶ τοὺς νόμους] ἐνταῦθα φανερῶς συγκρίνει τὸ ψήφισμα Θεμιστοκλέους πρὸς τὰ Πλάτωνος συγγράμματα. BD.

Tett

193,2

τοὺς νόμους] ἔγραφε γὰρ ὁ Πλάτων καὶ νόμους, πρὸς οὓς συγκρίνει τὸ ψήφισμα τοῦ Θεμιστο‐ κλέους. BD. ὀνόματι γὰρ οὐδὲν δέομαι λέγειν] ἐπειδὴ ὁ Πλάτων
5φαίνεται αὐτοῖς τοῖς ὀνόμασι χρησάμενος ἐπὶ διαβολῇ, ἵνα μὴ δείξῃ ἑαυτὸν ὅμοιον ἐκείνῳ, εἶπεν ὅτι οὐδὲν δέο‐ μαι ὀνόματος. ὡς φανεροῦ, φησὶν, ὄντος τοῦ Πλάτωνος ὀνόματος· οὐ δέομαι οὖν ὀνομάσας αὐτόν. ἔχει δὲ τὸ λέγειν ἐν ἑαυτῷ ὁμοῦ σιωπὴν καὶ διαβολήν. BD.
10οἶμαι δὲ οὐ πολλῶν ἂν αὐτὸ ἀτιμότερον φανῆναι] κατὰ εἰρωνείαν εἶπεν ἀντὶ τοῦ πολὺ κρεῖττόν ἐστιν. εἰκὸς δὲ εἶπεν, ἵνα μὴ φανερῶς ὑβρίσῃ αὐτόν. BD.

Tett

193,5

ἢ μικρὸν γοῦν τι παραλλάξαι τῆς ἐπιθυ‐ μίας] καλῶς προσέθηκε τὸ μικρόν. οὐδὲ γὰρ πάντως οἱ στοχαζόμενοι τῆς ἐπιθυμίας τοῦ δήμου, ὅλον ἐξ ὅλου, ὃ βούλεται ὁ δῆμος, ἐννοοῦσι. BD Oxon.

Tett

193,7

ὥστε ὁρῶν μὲν αὐτοὺς δακρύοντας] ἄτρε‐ πτον αὐτὸν δείκνυσι καὶ μηδαμῶς πρὸς τὰ πάθη καμπτό‐ μενον. BD.

Tett

193,8

ἀκούων δὲ παίδων καὶ γυναικῶν ποτνιωμέ‐ νων] ποτνιᾶσθαι κυρίως ἐστὶ τὸ μετὰ δακρύων εὔχεσθαι, καὶ ἐπικαλεῖσθαι τὴν Ἀθηνᾶν· παρὰ τὸ Ὁμηρικὸν „Πότνι’ Ἀθηναίη ἐρυσίπτολι, δῖα θεάων.“ λέγει δὲ αὐτὰς ποτνιᾶ‐
5σθαι, ὅτ’ ἔμελλον ναυμαχεῖν οἱ Ἀθηναῖοι, καὶ αὐτὴν τὴν πόλιν καταλιπεῖν. BD.
ἔτι δὲ ὑπολειπομένων τινῶν ἀναγκαίως] τοὺς νοσοῦν‐ τας λέγει καὶ τοὺς γεγηρακότας, ἐξ ἀνάγκης μένοντας. BD Oxon.610
10παραπλησίου δὲ μάλιστά πως ὄντος] καλῶς εἶπε πα‐ ραπλησίου· οὐδὲ γὰρ ὑπὸ πολεμίων ἡλώκει, ἀλλ’ ἑκού‐ σιος ἦν ἡ μετάστασις. BD.

Tett

193,9

τὸ μὲν γὰρ μέλλον ἅπασιν ἦν ἐν ἀφανεῖ] τὸ μέλλον λέγει, εἰ αὖθις τὴν πόλιν ἀναλήψονται. BD. τουτέστιν εἰ αὖθις ἀναλήψονται τὴν πόλιν. Oxon.

Tett

193,12

ἀλλ’ ἀπεζεῦχθαι γονέας καὶ παῖδας] κυ‐ ρίως εἶπε τὸ ἀπεζεῦχθαι. λέγεται δὲ καὶ ἐπὶ ἑνὸς σώματος ἡ λέξις, ὥσπερ καὶ νῦν εἶπε. παθητικὸς δέ ἐστιν ὁ λόγος καὶ ἐλεεινός. BD.

Tett

193,13

οὗ γε καὶ τῶν κυνῶν φασὶ τῶν χειροήθων ὠρυομένων πρὸς τὴν ἀπόλειψιν] ἐμιμήσατο τὸν θρῆνον καὶ τὴν φωνὴν τῶν κυνῶν. ὅρα δὲ πῶς καὶ ἐκ τῶν ἀψύ‐ χων καὶ ἐκ τῶν ἀλόγων αὔξει τὸ δεινόν. τὸ ὠρύεσθαι δὲ
5λέγεται καὶ ἐπὶ τῶν λύκων, τὸ δὲ ὑλακτεῖν καὶ ἐπὶ τῶν κυνῶν. ἀλλ’ ἔστιν ὅτε μιμοῦνται οἱ κύνες τὴν τῶν λύκων φωνὴν, ὅτι αἰσθάνονται λυπηρόν τι συμβαίνειν τοῖς δεσπόταις. BD. τὸ ὠρύεσθαι ἐπὶ λύκων, τὸ ὑλακτεῖν ἐπὶ κυνῶν. ὅρα δὲ πῶς ἐκ τούτου αὔξει τὸ πάθος. ἔστι δὲ
10ὅτε καὶ οἱ κύνες μιμοῦνται τὴν τῶν λύκων φωνὴν, ὅταν αἰσθάνωνται λυπηρόν τι συμβαίνειν τοῖς δεσπόταις. δεινῶς δὲ εἶπε τὸ ἀκούων, ὡς τότε ἀκοῆς δεινοτέρας οὔσης τῆς θέας. παῖδας δὲ οὐ διὰ τὴν ἡλικίαν λέγει, ἀλλ’ ὅτι ἐπεί‐ θοντο ἐκείνῳ ὡς πατέρι. Oxon.
15τῶν χειροήθων] καλὸν τὸ χειροήθων· ἡ γὰρ συνή‐ θεια τὴν λύπην αὐτοῖς ἐποίει. BD.

Tett

193,15

ταῦτα πάντα ὁρῶν καὶ ἀκούων] δεινῶς εἶπε τὸ ἀκούων, ὡς τότε ἀκοῆς δεινοτέρας οὔσης τῆς θέας. ἐπειδὴ δὲ τὸν Ὀδυσσέα πολύτλαν λέγει ὁ ποιητὴς, ὡς πολλὰ δυνηθέντα ὑπενεγκεῖν, τούτῳ παραβάλλει τὸν Θε‐
5μιστοκλέα καὶ μείζονα δείκνυσιν. BD.

Tett

193,16

παραλαβὼν αὐτοὺς ὥσπερ παῖδας ἐξῆγεν] παῖδας οὐ διὰ τὴν ἡλικίαν λέγει, ἀλλ’ ὅτι ἐπείθοντο ὡς
πατρί. BD. τοῖς λογισμοῖς ἑστῶσιν, οὐ μόνον τοῖς ὀφθαλμοῖς]611
5καὶ ἀλλαχοῦ εἶπεν, (181, 11.) ὥσπερ ὡς πρὸς τὸν ἥλιον βλέποντες. πομπῇ δὲ παραβάλλει τὸν κίνδυνον, τὴν ἡδο‐ νὴν ἣν εἶχον ἐμφαίνων. ἔγνως δὲ παρὰ τῷ ῥήτορι τί ἐστιν ὁ κληροῦχος, ὅτι στρατιώτης ὁ φυλάσσων τὴν γῆν καὶ ἐργαζόμενος αὐτὴν ἐστί. δηλοῖ δὲ καὶ τοῦτο τὸ ἀκίν‐
10δυνον καὶ τὸ ἡδὺ αὐτῶν. BD.

Tett

193,17

ὥσπερ εἰς πομπήν] πομπῇ παραβάλλει τὸν κίνδυνον, τὴν ἡδονὴν ἣν εἶχον ἐμφαίνων. Oxon. ἢ κληρούχους] ὃ καὶ ὕστερον ἐποίουν οἱ Ἀθηναῖοι· ἔπεμπον γὰρ εἰς τὰς χώρας, ἃς εἶχον ἐπὶ γεωργίᾳ καὶ φυ‐
5λακῇ. BD. κληροῦχος λέγεται ὁ γεωργὸς, ἐπειδὴ οἱ παλαιοὶ τὴν γῆν κατὰ κλήρους ἐμέριζον. δηλοῖ δὲ καὶ τοῦτο τὸ ἀκίνδυνον καὶ ἡδὺ αὐτοῦ· τοῦτο δέ φησιν, ὅτι, ὥσπερ καὶ πρότερον ἐποίουν Ἀθηναῖοι πέμποντες κατὰ χώρας ἀποίκους αὐτῶν εἰς κληρουχίαν, οἱονεὶ τὸν αὐτὸν τρόπον
10καὶ οὗτος ἐδόκει ποιεῖν ἀρτίως, οὐχ ὑποπίπτων τοῖς δυσχε‐ ρέσιν. BD.

Tett

194,1

οἱ δ’ ἐπείθοντο καὶ καταλιπόντες ἱερὰ καὶ τάφους καὶ γῆν εἰς ἕνα ἑώρων Θεμιστοκλέα] ἅπερ ἐποίουν αὐτοὶ δι’ ἀνάγκην, ταῦτα λέγει αὐτοὺς διὰ τὸν Θεμιστο‐ κλέα πεποιηκότας. παῖδας δὲ λέγει καὶ γυναῖκας τὰ
5ἀναγκαῖα τῆς φύσεως. BD Oxon.

Tett

194,2

ὥσπερ ἱερᾶς ἀγκύρας τῆς ἐκείνου φωνῆς ἐχόμενοι] ἀπὸ παροιμίας εἴρηται ἡ ἱερὰ ἄγκυρα· σημαίνει δὲ τὴν καταφυγὴν τὴν γινομένην εἰς τὰ ἱερὰ, ἥτις ἦν ἀσφάλεια καὶ ἀσυλία τὴν αὐτὰ καταφεύγουσιν. ἢ ἱερὰν
5λέγει, ἣν ἔσχον οἱ Ἀργοναῦται παρὰ τῆς Ἀθηνᾶς· φησὶ γὰρ ὅτι αὕτη δέδωκεν αὐτὴν ἄγκυραν, δι’ ἧς ἐσώζοντο. ἢ ἱερὰν λέγει τὴν μεγάλην ἄγκυραν τῶν πλοίων, ἧς
ῥιπτουμένης εἰς θάλασσαν, καὶ μὴ κατεχούσης τὸ πλοῖον, οὐδεμία σωτηρία λοιπὸν προσδόκιμος. BD612
10Oxon.

Tett

194,3

ἐχόμενοι] κρεμάμενοι. B. οὐκ ἂν τότε γ’ αὐτοὺς οὐδ’ Ὀρφεὺς εἰς ἑαυτὸν μετέ‐ στησεν] ἐπειδὴ εἶπε τῆς ἐκείνου φωνῆς, ἀκόλουθον τῇ φωνῇ ἐπήγαγε καὶ τὸ τοῦ Ὀρφέως παράδειγμα· ὡσανεὶ
5ἔλεγεν· ὥσπερ λύρας ἀντείχοντο τῆς ἐκείνου φωνῆς. BD Oxon.

Tett

194,4

ἀλλὰ μὴν ἅ γ’ ἐν τῇ Σαλαμῖνι] ἡ σύνταξις πρὸς τὸ ἀπέραντον, ἀλλὰ μὴν ἃ ἐποίησεν, ἀπέραντον ἂν εἴη λέγειν. BD.

Tett

194,7

τὴν συνουσίαν, ἣν συνεγένετο Ἀριστείδῃ] ἐννοήσας ὁ Θεμιστοκλῆς ὀλιγώρως ἔχοντας πρὸς τὴν μάχην τοὺς Ἀθηναίους, ἐδήλωσε τῷ βασιλεῖ ὡς δῆθεν εὔνους, κυκλῶσαι τοὺς Ἕλληνας διὰ Σικίννου τοῦ παιδαγωγοῦ
5τῶν παίδων αὐτοῦ. ὁ δὲ πεισθεὶς ἐκύκλωσεν. ὁ Ἀριστεί‐ δης ἔτυχε πλέων Ἀθήναζε ἀπὸ Αἰγίνης, καὶ εὑρὼν αὐτὸν κυκλώσαντα τοὺς Ἕλληνας, μόλις ἀποφυγὼν ἀπήγγειλε Θε‐ μιστοκλεῖ. ὁ δὲ Θεμιστοκλῆς γνοὺς ὅτι αὐτῷ λέγοντι οὐ πιστεύουσιν Ἀθηναῖοι πεποίηκε τὸν Ἀριστείδην τὸ πᾶν αὐτῷ
10τοῦ πράγματος ὑποθέσθαι. BD Oxon.

Tett

194,9

τὸ πάταξον μὲν, ἄκουσον δὲ, ὑπὲρ πάντα Σωκράτην εἰρημένον πρὸς Εὐρυβιάδην] ἐπιόντος τοῦ βαρ‐ βάρου τῇ Σαλαμῖνι Εὐρυβιάδης φεύγειν ἠβούλετο. πα‐ ρακαλοῦντος οὖν αὐτὸν μένειν τοῦ Θεμιστοκλέους, ἐθρα‐
5σύνθη, καὶ ἔτυψεν αὐτὸν ὁ Εὐρυβιάδης. ὁ δὲ πρὸς τῇ πληγῇ ἀπεκρίνατο πάταξόν με, ἄκουσον δέ. φησὶν οὖν ὁ Ἀριστείδης ὅτι τὸ πάταξόν με, ἄκουσον δὲ, ὑπὲρ
πάντα Σωκράτην εἰρημένον ἐστὶ, τουτέστιν ὑπὲρ πάντα φιλόσοφον. ὅρα δὲ πῶς τοῦ Ἀριστείδου δικαιότερον αὐτὸν613
10ἔδειξε, τοῦ δὲ Σωκράτους καρτερικώτερον. λέγει δὲ ὅτι οὐδὲ Σωκράτης τυπτόμενος ἤνεγκεν. BD Oxon. ὑπὲρ πάντα Σωκράτην] φιλόσοφον. B.

Tett

194,11

ἐξεχέοντο ὑπὸ τοῦ δέους οἱ λόγοι] οὐ δει‐ λίαν αὐτοῦ κατηγορεῖ, ἀλλὰ φόβον. πανταχοῦ δὲ αὔξει τὰ δεινὰ, ἵνα μᾶλλον αὐξήσῃ τὸν Θεμιστοκλέα. BD. φόβον αὐτῶν κατηγορεῖ, πανταχοῦ δὲ αὔξει τὰ δεινὰ, ἵνα μᾶλλον
5θαυμαστὸν ἀποδείξῃ Θεμιστοκλέα. Oxon.

Tett

194,13

καὶ πρότερον δούλους κακοὺς δόξαι τοῖς βαρβάροις ἢ δούλους γενέσθαι] κακοὺς δούλους εἶπεν, ὡς ὄντων κακῶν, ἐμφαίνων ὅτι κάλλιον ἦν μαχομένους καὶ ἡττωμένους δουλεῦσαι ἢ πρὸ τῆς μάχης δουλεῦσαι. αὕτη
5γάρ ἐστιν ἡ κακὴ δουλεία. BD. τούτοις ἐμφαίνει ὅτι κάλλιον μαχομένους καὶ ἡττωμένους δουλεῦσαι ἢ δραπε‐ τεύοντας δουλεῦσαι· αὕτη γὰρ ἡ κακὴ δουλεία. Oxon.

Tett

194,14

ὑπὲρ πάντας ἰατροὺς] πάλιν πρὸς ἰατροὺς ἡ παράθεσις· τῆς γὰρ ἰατρικῆς ἐπαινέτης ὁ Πλάτων. πρὸς ἀνάγκην εἶπεν, ἐπειδὴ μέλλοντας φεύγειν ἐπέσχεν αὐ‐ τούς. BD.

Tett

195,2

ὥσθ’ ὅ γ’ Ἀριστείδης χρηστὸς ἦν προσαγ‐ γέλλων αὐτῷ] καλῶς τὸ ὡς, ἵνα δείξῃ αὐτὸν ἐπιστάμενον εἰ δὲ μὴ, ἀνῄρει τὴν ἀρετὴν τοῦ Θεμιστοκλέους. τὸ δὲ χρηστὸς εἶπεν, ἵνα μὴ νομισθῇ τὸ γενόμενον προδοσία.
5ἀναγκαίως δὲ καὶ τὸ ὄνομα τέθεικε, δηλῶν ὅτι εἰ ἦν κακὸν τὸ γενόμενον, οὐκ ἂν διηκόνησεν Ἀριστείδης. οὗτος δὲ Ἀριστείδης ὁ δίκαιος περιστοιχίσαντος τοῦ βαρβάρου τοὺς Ἕλληνας, ἀπήγγειλε τοῦτο αὐτὸς Θεμιστοκλεῖ. ὁ δὲ αὐτὸν ἐκέλευε μηνύειν, φάσκων ἑαυτὸν ἀπιστεῖσθαι. τὸ δὲ
10χρηστὸς εἶπεν ὡς πρὸς μὴ εἰδότα φησὶ τὸν Θεμιστοκλέα, ὅτι περιεστοιχίσθημεν ὑπὸ τοῦ βαρβάρου. BD. περιστοι‐ χίσαντος τοῦ βαρβάρου τοὺς Ἕλληνας, ἀπήγγειλε τοῦτο Ἀριστείδης Θεμιστοκλεῖ. ὁ δὲ αὐτὸν ἐκέλευσε μηνύειν,
φάσκων ἑαυτὸν ἀπιστεῖσθαι. τὸ δὲ χρηστὸς εἶπεν, ἵνα δείξῃ614
15ὅτι, εἰ ἦν κακὸν τὸ γιγνόμενον, οὐκ ἂν διηκόνησεν Ἀρι‐ στειδης, καὶ ὅτι οὐκ ἦν τὸ γιγνόμενον προδοσία. Oxon.

Tett

195,3

καὶ τὸ τρίτον καταβαλὼν μέγιστον ἁπάντων οἶμαι πτωμάτων καὶ τελεώτατον] ἄνω εἰπὼν τὸ καταβα‐ λὼν τροπικῶς (ἡ γὰρ λέξις ὡς ἐπὶ ἀθλητῇ λέγεται) ἐνέ‐ μεινε τῇ τροπῇ, καὶ εἶπε πτῶμα εἰς Πλάτωνα δὲ ἀποτεί‐
5νεται· καὶ γὰρ ὁ Πλάτων πρώην ἀθλητὴς ἦν. τρίτον δὲ εἶπεν, ὅτι δύο μὲν τρόπαια ἐν Εὐβοίᾳ ἔστησε, τρίτον δὲ ἐν Σαλαμῖνι. BD. καὶ τὸ τρίτον εἶπεν ὡς πρὸς τὰ ἐν Εὐβοίᾳ δύο τρόπαια, καὶ τρίτον τοῦτο ἐν Σαλαμῖνι. Oxon.

Tett

195,5

διώκειν τε κελεύοντι τοὺς Ἕλληνας ὑπήκουε, καὶ φεύγειν προστάττοντος ἐπείθετο] ὅρα πῶς τὰς λέξεις ἐπὶ δεσπότου εἶπεν· ἐνέμεινε γὰρ προειπὼν ἄνω δεσπότῃ διακονῶν. ἔγνωμεν δὲ ὅτι, ὅτε ἐξέφυγεν ὁ Ξέρξης, δεδιὼς
5ὁ Θεμιστοκλῆς, μὴ ἐπίθηται πόλεσιν Ἑλληνικαῖς κατὰ τὴν πάροδον, δηλοῖ αὐτῷ φεύγειν· καὶ γὰρ βουληθέντας, φησὶ, τοὺς Ἕλληνας διῶξαι ἀπέσχον, ἅμα τε σώζων τὰς πόλεις, καὶ χρεῴστην ἑαυτῷ τὸν βασιλέα καθιστάς. BD. ἱστόρη‐ ται ὡς, ὅτε ἐξέφυγεν ὁ Ξέρξης, δεδιὼς ὁ Θεμιστοκλῆς μὴ
10ἐπίθηται πόλεσιν Ἑλληνικαῖς κατὰ πάροδον, δηλοῖ αὐτῷ φεύγειν· καὶ γὰρ βουληθέντας φησὶ τοὺς Ἕλληνας διώ‐ κειν, ἐπέσχον, ἐντεῦθεν καὶ τὰς πόλεις σώζων καὶ τὸν βασιλέα χρεῴστην ὡς δῆθεν αὐτῷ καθιστάς. Oxon.

Tett

195,6

καὶ προσῄδει χάριν] ὅρα τὸ παράδοξον, πῶς λέγει τὸν Ξέρξην χάριν ὁμολογεῖν ἀπαντῶντι Θεμιστοκλεῖ. B Oxon. καλῶς δὲ τὸ ἠναγκάζετο, ἐπειδήπερ ἠγαπᾶτο. B.

Tett

195,7

τοῦ πάντων ἐχθίστου καὶ πολεμιωτάτου] ἐπειδήπερ ὁ Ἕλλην ἠδύνατο καὶ φίλος αὐτοῦ εἶναι, προσέ‐ θηκε τὸ ἐχθίστου τοῖς βαρβάροις. BD.

Tett

195,8

οὐκοῦν ἐν μὲν οἷς ἀντὶ τῆς ἡσυχίας] ἐντεῦθεν λοιπὸν συνάγει τὰς ἀρετὰς τοῦ ἀνδρὸς, ὥσπερ ἐπὶ Περι‐ κλέους ἐποίησε. BD.

Tett

195,10

πολεμεῖν ᾑρεῖτο] τοῦτο εἶπε, δηλῶν ὅτι,
εἰ ἠβουλήθη προδοῦναι, ἠδύνατο. BD. οὐκοῦν ἐν μὲν οἷς] ἐντεῦθεν λοιπὸν συνάγει τὰς τοῦ ἀνδρὸς ἀρετὰς, ὥσπερ ἐπὶ Περικλέους ἐποίησε. τὸ δὲ πο‐615
5λεμεῖν ᾑρεῖτο φησὶ, δηλῶν ὅτι, εἰ προδοῦναι ἠβουλήθη, ἠδύνατο. Oxon.

Tett

195,13

ἄμεινον τῶν μάντεων τὸ μέλλον προλέγειν] τοῦτο εἶπε διὰ τὸ ξύλινον τεῖχος. B. διὰ τὸ ξύλινον τεῖχος λέγει. D.

Tett

195,14

τῷ δὲ μηδὲν ὧν γνοίη διαφθείρειν ὑπὸ τῶν τοῦ σώματος ἡδονῶν] οὐ τοῦ σώματος λέγει τοῦ ἑαυ‐ τοῦ, ἀλλὰ τοῦ καθολικοῦ· πέφυκε γὰρ τὸ ἀνθρώπινον σῶμα ῥέπειν πρὸς ἡδονάς. BD. τοῦτο εἶπε δηλῶν ὡς οἱ
5πολλοὶ τῶν ἀνθρώπων τὰ κρείττω καὶ ὅσα πρὸς ἀρετὴν παρατρέχουσι, νικώμενοι μάλιστα τοῖς σωματικοῖς. Oxon.

Tett

195,17

ἆρά τις ὑμῶν τῶν ἀκινδύνως φιλοσοφούν‐ των] εἰς Πλάτωνα ἀποτείνεται. BD.

Tett

196,2

ἡγοῦμαι δὲ καὶ πρὸς ἀμφοτέρους καὶ παρ’ ἀμφοτέρους ἂν εἶναι Θεμιστοκλέα, τόν τε Μιλτιάδην καὶ τὸν Κίμωνα] νομίζω δὲ ὅτι δεῖ αὐτὸν πρὸς ἀμφοτέρους κρίνεσθαι, καὶ ὑπὲρ τοὺς δύο εἶναι κατ’ ἀρετὴν τόν τε
5Μιλτιάδην καὶ τὸν Κίμωνα. καὶ ἴσος οὖν ἐστιν ἀμφοτέ‐ ροις, καὶ κρείττων αὐτῶν. τὴν γὰρ πρὸς ἀμφοτέρους αὐ‐ τῶν ἰσότητα δηλοῖ, τὸ δὲ παρ’ ἀμφοτέρους τὸ μεῖζον. καὶ Ὅμηρος· παρὰ δύναμιν δ’ οὐκ ἔστι. καὶ Θουκυδί‐ δης „Παρὰ δύναμιν τετόλμηται.“ BD Oxon.

Tett

196,3

πρῶτός τε γὰρ φαίνεται νικήσας τοὺς βαρ‐ βάρους κατὰ θάλατταν, ὥσπερ Μιλτιάδης κατ’ ἤπειρον] ἐνταῦθα τὸ ἴσον δηλοῖ· ὥσπερ γὰρ πρῶτος οὗτος κατὰ γῆν ἐνίκησεν, οὕτω καὶ Θεμιστοκλῆς πρῶτος ἐνίκησε κατὰ
5θάλασσαν. BD. ἐνταῦθα τὸ ἴσον δηλοῖ· Μιλτιάδης γὰρ κατὰ γῆν, καὶ οὗτος κατὰ θάλατταν. Oxon.

Tett

196,4

ταύτῃ] κατὰ τοῦτο τὸ μέρος. B.

Tett

196,5

τῇ γὰρ πεζομαχίᾳ τὰς ναυμαχίας προσέθηκε] πεζομαχίαν λέγει τὴν ἐν Πλαταιαῖς· κἀκεῖ γὰρ παρῆν
ὁ Θεμιστοκλῆς, ἀλλ’ οὐκ ἦν φανερῶς, ἐπειδὴ Παυσα‐ νίας ἐκεῖ ἠρίστευσε. τὰς ναυμαχίας δὲ λέγει τὴν ἐπ’616
5Ἀρτεμισίῳ καὶ Σαλαμῖνι. BD Oxon. δέον δὲ εἰπεῖν ταῖς γὰρ ναυμαχίαις τὴν πεζομαχίαν προσέθηκεν· ὑστέρα γὰρ τούτων ἦν· ὁ δὲ τῇ πεζομαχίᾳ τὰς ναυμαχίας προσέ‐ θηκεν, εἶπεν, ἁπλῶς οὕτως ἀριθμὸν, οὐ τάξιν, τηρῶν. Oxon.

Tett

196,6

τρία ἀνθ’ ἑνὸς ἔστησε τρόπαια] ἀντὶ τοῦ πλεῖστα· ἐπὶ γὰρ πλήθους λέγεται ὁ τρὶς ἀριθμός· τοῦτο δὲ τὸ πλεῖον δηλοῖ. BD. ὥσπερ Κίμων ἐπεξῆλθε τὰ δεύτερα] καὶ γὰρ καὶ
5ὁ Κίμων νικήσας τὴν ναυμαχίαν, ἀποβὰς ἐν τῇ γῇ καὶ πεζομαχήσας ἐνίκησε τοὺς βαρβάρους. B Oxon.

Tett

196,7

οὔτ’ ἐπὶ τῆς αὐτῆς ἀδείας] ἀσφαλείας. B.

Tett

196,8

ἀλλ’ ἔσχατα ἐσχάτων πράττοντας] ἢ τὰ ἄκρα καὶ μεγάλα, ἢ τὰ τελευταῖα. BD.

Tett

196,9

καὶ πρῶτα καὶ τελευταῖα κινδυνεύοντες] εἰ γὰρ ἡττήθησαν τότε, οὐκ ἔτι ἦν ἐλπὶς σωτηρίας αὐτοῖς. BD Oxon.

Tett

196,10

οὐχ ὥσπερ τοὺς ὑπάρχους] Δάτιν καὶ Ἰν‐ ταφέρνην. BD.

Tett

196,11

μάχης παράδειγμά τις ἂν λέγοι τὴν Μαρα‐ θῶνα] καθεῖλε τὸ κατόρθωμα τοῦ ἀνδρὸς τῷ λέγειν αὐτὸν ἀφορᾶν πρὸς παράδειγμα. BD.

Tett

196,12

καὶ τῷ χρόνῳ πρεσβεύοι] ἀντὶ τοῦ οὐκ ἂν ᾖ τῷ χρόνῳ πρώτη, ἀλλ’ οὖν ἔσχεν ὁμοίαν. B. αὐτὰς ἐφ’ ἑαυτῶν] ὅ ἐστιν ἰδίας καὶ ἐχούσας παρά‐ δειγμα. B. τουτέστιν ἰδίας καὶ οὐκ ἐχούσας παράδειγμα.
5Oxon.

Tett

196,13

ὡς τοῖς μὲν χρόνοις—συνέσεως καὶ πολιτείας] τῷ μὲν χρόνῳ, φησὶν, ὕστερον ἐγίνοντο, τῇ δὲ ἀρετῇ οἰκεῖαι καὶ γνήσιαι. BD.

Tett

196,15

ἀλλ’ οὐδὲ ἤλπιστο] εἴποι τις ὅτι κακῶς εἶπε τὸ ἤλπιστο· αὐτὸς γὰρ ὄπισθεν εἶπεν ὅτι ὥσπερ
μάντις προῄδει τὸ μέλλον. λέγομεν οὖν ὅτι οὐκ αὐτῷ λέγει εἶναι ἀνέλπιστον, ἀλλὰ τοῖς πᾶσιν Ἕλλησιν· ὁ γὰρ Θε‐617
5μιστοκλῆς προειδὼς τὸ ναυτικὸν ηὐτρέπισε. τὸ δὲ τριῶν ἀντάξιος παρὰ τὸ Ὁμηρικὸν „Ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων.“ BD.

Tett

196,17

ἀρτοποιοῦ] λέγεται δὲ καὶ ἀρτοποιὸς, ἀπὸ τοῦ πέττειν καὶ ἀρτοκόπος, ἀπὸ τοῦ κόπτειν. ἀρχαιότερον δὲ διὰ τοῦ π. BD.

Tett

197,1

μόνος δέ τοι καὶ τὸ πεζὸν καὶ τὸ ναυτικὸν ὀρθῷ λόγῳ νενικηκὼς φαίνεται] ὀρθῷ ἀντὶ τοῦ δικαίῳ· οἶδε γὰρ ὅτι βιάζεται βουλόμενος καὶ τοῦ Παυσανίου τρόπαιον οἰκεῖον ποιῆσαι τοῦ Θεμιστοκλέους. BD Oxon.
5οὔτε γὰρ αἱ νῆες ἀντέσχον καὶ βασιλεὺς ἅμα τοῖς πλείστοις φεύγων ᾤχετο] τὸ αἱ νῆες ἐμφαντικόν ἐστιν ἀντὶ τοῦ ἐν αἷς εἶχε ταῖς ἐλπίδας ὁ Πέρσης. τὸ δὲ πλεί‐ στοις ἀντὶ τοῦ μετὰ τῶν πλείστων· λέγεται γὰρ ὅτι βαπτί‐ σας τὸν στόλον ἐφυγάδευσε τὸ πεζόν. BD. λέγει γὰρ ὅτι
10βαπτίσας τὸν στόλον ἐφυγάδευσε τὸν στρατὸν πεζῇ. Oxon.

Tett

197,2

ὅσῳπερ ἄν τις σεμνύνῃ τὴν ἐν Πλαταιαῖς— καὶ πρόνοιαν κοσμεῖ] οἶδε τοὺς Λακεδαιμονίους αὐχοῦντας ἐπὶ τοῖς γενομένοις ἐν Πλαταιᾷ. διὸ ταπεινοῖ αὐτὰ, λέγων ὅτι ὁ ἐπαινῶν τὰ κατὰ Πλαταιὰν μᾶλλον ἐπαινεῖ τὸν
5Θεμιστοκλέα. BD Oxon.

Tett

197,3

τὴν ἐκείνου τοῦ ἀνδρὸς σύνεσιν καὶ πρό‐ νοιαν] ἢ τὸ αὐτὸ παρὰ τοῦ αὐτοῦ εἶπεν, ἢ πρόνοιαν λέγει τὴν μαντείαν· καὶ ὁ Θουκυδίδης πρόνοιαν λέγει τὴν πρόγνωσιν. BD.

Tett

197,4

πολλοστημόριον τῆς κατὰ γῆν δυνάμεως ὑπολειφθὲν] οὐ μόνον μόριον εἶπεν, ἀλλὰ πολλοστὸν, ἵνα παντελῶς καθέλῃ, καὶ δείξῃ αὐτὸ τὸ τυχόν. τριακο‐ σίων γὰρ μυριάδων οὐσῶν τοῦ παντὸς πλήθους, διακοσίας
5ἑβδομήκοντα ἔλαβε μεθ’ ἑαυτοῦ φεύγων, καὶ τὰς τριά‐
κοντα ἀφῆκε μετὰ Μαρδονίου. BD Oxon.618

Tett

197,6

ὑπάρχου βασιλέως] τὴν Μαρδονίου λέγει· οὗτος γὰρ ἦν ὁ στρατηγὸς τοῦ Πέρσου. φοβερώτερος δὲ ὁ βασιλεὺς καὶ παρὼν καὶ δι’ ἑαυτοῦ μαχόμενος. BD Oxon.

Tett

197,7

ἦ που τὸν πυρφόρον οὐδ’ ἂν εἷς ἔγνω] ἔθος εἶχον ἐν ταῖς μάχαις οἱ Ἕλληνες ἱερέα τινὰ ἔχειν, ὃς προηγεῖτο τοῦ στρατοῦ, τελῶν τὰ μυστήρια. εἰ δὲ παντε‐ λῶς ἡττηθῆναι συνέβη τῶν στρατευμάτων, ἐν τούτῳ τὸν
5ἱερέα, τὸν καλούμενον πυρφόρον, οὐκ ἀνῄρουν. λέγεται δὲ αὕτη ἡ παροιμία ἐπὶ τῶν κατὰ κράτος ἀπολλυμένων· οὐδὲ πυρφόρος ἐσώθη. οἱ δὲ λέγουσιν ὅτι τοῦτον τὸν πυρ‐ φόρον ἔπεμπον οἱ ἀποικίζοντες πόλιν μετὰ τῶν ἀποικιζο‐ μένων πῦρ ἄγοντα. καὶ εἰ συνέβη τινὰ ἀντιστῆναι τοῖς
10ἀποικιζομένοις καὶ ἀνελεῖν αὐτοὺς, τοῦτον οὐκ ἐφόνευον. BD. ἔθος εἶχον οἱ Ἕλληνες ἱερέα τινὰ ἔχειν προηγούμε‐ νον τοῦ στρατοῦ ἐν ταῖς μάχαις, τελοῦντα τὰ μυστήρια, πυρφόρον Διὶ ὄντα, ὃν, εἰ καὶ τὸ στράτευμα ἡττηθῆναι συνέβη, οὐκ ἀνῄρουν οἱ ἐναντίοι. λέγεται δὲ παροιμία ἐπὶ
15τῶν κατὰ κράτος—τινὰ ἀποστῆναι—ἐφόνευον. Oxon. τὸν πυρφόρον] τὸν Θεμιστοκλέα. A.

Tett

197,8

ἀλλ’ οὐ μέρος] πάλιν τὸ μέρος εἶπεν, ἵνα καθέλῃ τὸν Παυσανίαν, ὅτι πρὸς μέρος ἠγωνίσατο οὗτος. BD Oxon.

Tett

197,10

μετ’ ἐλπίδων ἀκραιφνῶν ἐπιόντος τοῦ στρατοῦ] οἱ γὰρ Πέρσαι νικήσαντες ἐν Πύλαις τοὺς ἀντι‐ στάντας Λακεδαιμονίων ὥσπερ ἐλπίδας εἶχον τοῦ νικῆσαι τοὺς Ἕλληνας. BD Oxon.
5καὶ τῷ περὶ τὰς Πύλας ἔργῳ προεπῃρμένου] λελη‐ θότως καθάπτεται τῶν Λακεδαιμονίων διὰ τῶν τριακο‐ σίων, καὶ δοκῶν ἐπαινεῖν διαβάλλει αὐτοὺς, λέγων αὐτῶν ἐπῇρθαι τὸ φρόνημα ἐξ ἐκείνου τοῦ κατορθώματος. κατὰ κοινοῦ δὲ τὸ ἦ πού γε τὸν πυρφόρον οὐδ’ ἂν εἷς ἔγνω. BD.

Tett

197,12

ἡ Θεμιστοκλέους, ὥς φησι Πλάτων, —
σοφία καὶ πρόνοια] δείκνυσι τὸν φθόνον τοῦ Πλάτωνος, τὴν κοινὴν δόξαν ἀντιτιθεὶς τῇ ἰδίᾳ τοῦ Πλάτωνος. BD Oxon.619

Tett

198,2

μηδὲ ῥήματος τῶν ἐπιεικῶν] ὡς τοῦ Πλά‐ τωνος ῥήματα μόνον ἔχοντος. BD.

Tett

198,4_6

καίτοι σύ γ’ ἐκεῖνον ἐπαινεῖς, ὅτι ἐν τῇ ἀπὸ Δηλίου—εὖ καὶ καλῶς ἀμυνεῖται] Δήλιον τῆς Βοιωτίας. ἔνθα ἡττήθησαν Ἀθηναῖοι τελέως ὑπὸ Θη‐ βαίων· καὶ ἐν Ἀμφιπόλει δὲ ὁμοίως. ἐν ἀμφοτέροις δὲ
5τοῖς τόποις ἐστρατεύετο Σωκράτης καὶ Λάχης, καὶ ἔφευ‐ γον ἀμφότεροι. ὁ οὖν Πλάτων λέγει ἐν τῷ Λάχητι ὅτι ἐν τῇ ἀπὸ Δηλίου φυγῇ Θαρρούντως ἀπῄει καὶ καταφανὴς ὢν ὁ Σωκράτης, ὅτι, εἴ τις ἅψοιτο αὐτοῦ, εὖ καὶ κα‐ λῶς ἀμυνεῖται. BD Oxon.

Tett

198,6

καὶ λόγων καὶ ἔργων ἡγεμόνες] ἐπειδὴ καὶ ῥήτωρ καὶ στρατηγὸς ὁ Θεμιστοκλῆς, διὰ τοῦτο εἶπε λό‐ γων καὶ ἔργων. BD Oxon.

Tett

198,8

κάλλιον Λάχητος] τούτου ἐμνήσθη καὶ ἐν τῷ Περικλεῖ. γενναῖος δὲ ὁ στρατηγὸς οὗτος ἦν, ὥσπερ καὶ ἡγεῖτο ἐν τῷ Δηλίῳ. BD Oxon.

Tett

198,9

ἃ τῆς δειλίας καὶ τῆς ἀνανδρίας ἔστ’ ὀνό‐ ματα, τούτοις καλοῦντα μὴ φροντίζειν] διάκονον γὰρ καὶ κόλακα εἶπεν αὐτόν. BD.

Tett

198,10

ὃς καὶ ὅτ’ ἀπ’ Εὐβοίας ἀνεχώρει νενικη‐ κὼς] ἤδη μὲν τοῦτο εἶπε καὶ ἐν τοῖς ἄλλοις ῥήτορσιν, ἀλλ’ ἐπειδὴ εἶπε τὸν Σωκράτην μετὰ φυγῆς ἀναχωροῦντα, ἠναγ‐ κάσθη εἰπεῖν τὸν Θεμιστοκλέα μετὰ νίκης ἀναχωροῦντα. BD.

Tett

198,11

τοιαῦτα τἀν μέσῳ διεπράττετο, οἷα ἂν οὐδείς πω τῶν ἐπειγομένων ὁπωσοῦν ἀπελθεῖν] ἤδη εἴπο‐ μεν ἐν τῷ Μιλτιάδῃ ὅτι Πλάτων οὐ τὴν ὁπωσοῦν σωτη‐ ρίαν ἐπαινεῖ, ἀλλὰ τὴν μετ’ ἀρετῆς. καὶ ἀνεῖλεν ἐκεῖ ὁ
5ῥήτωρ τὸ παράδειγμα τὸ τοῦ κυβερνήτου· καὶ νῦν δείκνυ‐
σιν ὅτι καὶ τὸ ὁπωσοῦν σώζειν τὸν χρήσιμον. διεπράτ‐ τετο δὲ εἶπεν, ὅτι ἔγραψεν ἐν ταῖς πέτραις μνήσθητε, Ἴωνες, πατρῴου φρονήματος. BD Oxon.620

Tett

198,12

ἐπελθεῖν] ποιῆσαι. A. εἶτα λέγεις ὡς οὐ πολλοῦ τινος ἄξιον ἡ σωτηρία] λέγουσιν οἱ φιλόσοφοι ὅτι καὶ ἐπὶ κακῷ ἐστι σωτηρία, ἐὰν τὸν ἁμαρτήσαντά τι ῥύσωμαι, καὶ σωθεὶς ἐκεῖνος
5συλήσῃ τἀμά. BD Oxon.

Tett

198,14

ἀλλ’ ἐγὼ μὲν ἐάσω τὸ βλάσφημον] τὸ σχῆμα κατὰ σιωπήν. BD.

Tett

198,15

ἐγὼ δ’ ἐκεῖνον ἂν ᾤμην ἀμείνω] ἀντιφι‐ λοσοφεῖ τῷ Πλάτωνι, λέγων ἐκεῖνον καὶ ᾤμην· χαίρει γὰρ ὁ Πλάτων ταῖς λέξεσι ταύταις. BD.

Tett

198,16

ὡς θεοὶ μὲν τῷ ὄντι σωτῆρες] ἐπειδὴ μέλ‐ λει καὶ τοὺς ἄνδρας σωτῆρας καλεῖν, διὰ τὸ βλάσφημον τῷ ὄντι λέγει τοὺς θεοὺς σωτῆρας, τὸ φορτικὸν παραι‐ τούμενος. BD. ἐπειδὴ καὶ τοὺς ἄνδρας σωτῆρας ἔμελλεν
5εἰπεῖν, διὰ τοῦτο τὸ φορτικὸν παραιτούμενος τὸ τῷ ὄντι προσέθηκεν. Oxon. διηκόνησαν δὲ Μιλτιάδης καὶ Θεμιστοκλῆς] οἵαν δει‐ νότητα λέγει τοῦ ῥήτορος· ὅπου γὰρ ἔπαινον ἔχει ἡ διακο‐ νία, τότε ὁμολογεῖ, διακόνους εἶναι τοὺς ἄνδρας, δηλῶν
10ὅτι ἐστὶ καλὴ διακονία. BD. ᾗπερ] ὥσπερ. A.

Tett

199,1

τοῖς κρείττοσι] τοῖς θεοῖς. A.

Tett

199,2

κἀγὼ φαίην ἂν ἐκείνους γενέσθαι τοὺς ἄν‐ δρας ὑπηρέτας καὶ διακόνους] τὸ σχῆμα διδακτικόν· λέγει γὰρ ὅτι ἔδεισε τοὺς ἄνδρας ὑπηρέτας λέγειν. συντρέχει μὲν οὖν τῷ λόγῳ τῆς διαβολῆς τὸ τῆς διακονίας. λύει δὲ
5τὸ φαῦλον τῇ διαφορᾷ τοῦ τρόπου. BD. συντρέχει τῷ τῆς διακονίας ζητήματι, ᾧπερ ἐκεῖνος ἐχρήσατο ἐπὶ διαβολῇ καὶ ὕβρει, οὗτος ἐπ’ ἀγαθῷ, λύει τὸ φαῦλον τῇ διαφορᾷ τοῦ τρόπου. Oxon.

Tett

199,4

ἔτι τοίνυν οὐδὲ τοῖς γονεῦσι χάριν ἄν τις ἔχειν ἐῴη τοῖς λόγοις τούτοις] τοὺς γονεῖς ὥσπερ τῶν ἀν‐ θρώπων δευτέρους ὀνομάζει θεούς. BD. τοῖς λόγοις τούτοις] τοῦτο ἄριστον εἶπεν, ἵνα μὴ621
5φανερῶς ὑβρίσῃ τὸν Πλάτωνα, βλάσφημον αὐτὸν ἀπο‐ καλῶν. B.

Tett

199,5

εἰ δὲ δὴ καὶ τὸν Εὐριπίδην μάρτυρα] τοῦτο βαρέως ἐπήγαγεν, ὥσπερ τραγῳδοῦντος τὴν φύσιν τοῦ Πλάτωνος πάντων τῶν ἀνθρώπων, καὶ τοὺς λόγους αὐ‐ τοὺς παραβάλλει τῷ Εὐριπίδῃ, ὅτι κακὸν ἡ σωτηρία, ὅ
5ἐστι τὸ ζῆν· τοῦτο γὰρ Εὐριπίδης λέγει. BD.

Tett

199,7

ἦ που σφόδρα ἄν τι δόξειε λέγειν] εἰρωνικὸν τὸ σχῆμα. B. ἀντὶ τοῦ πολλῷ πλέον τοῦτο δοκεῖ λέγειν τι. ἔστι δὲ κατὰ εἰρωνείαν τὸ σχῆμα. BD. ἀλλ’ οἶμαι τῶν μὲν πραγμάτων, οἷς ἐντυγχάνομεν]
5λύσις τοῦ ἀντιπίπτοντος. B. ἀντιπῖπτον λύει· ἀλλὰ κακῶν αἴτιον τὸ ζῆν. δείκνυσι δὲ οὐ μόνον κακῶν αἴτιον ὂν, ἀλλὰ καὶ καλῶν, μεταστατικῶς ἀπολογούμενος, ὅτι ἡ τύχη ἀμφοτέρων ἐστὶν αἰτία. BD.

Tett

199,8

καὶ νὴ Δί’ εἰ βούλει, προστίθει τὸ καὶ ἡμᾶς αὐτοὺς δεῖν] παρὰ τὸ Ὁμηρικὸν „Ὡς δὲ καὶ αὐτοὶ σφῇ‐ σιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλλοι ἔχουσι.“ τουτέστιν ὅτι ἡμεῖς πολλάκις αἴτιοι κακῶν ἑαυτοῖς γινόμεθα. BD.

Tett

199,10

δι’ ὧν πρῶτον ἤλθομεν εἰς φῶς] ἢ τοῖς θεοῖς λέγει, ἢ τοῖς γονεῦσιν, ὅπερ ἄμεινον. αὐξητικῶς δὲ εἶπε τὸ φῶς, ὡς ἐν σκότῳ ὄντες πρότερον. BD. μετὰ τοὺς ἔτι τούτων προτέρους θεοὺς] διὰ τούτου
5δεῖ νοεῖν τὸ ἄνω ὑπηρέτας τοὺς γονεῖς. BD.

Tett

199,11

εἰ τοίνυν τοῖς γονεῦσι δι’ αὐτὸ τὸ εἶναι μόνον] λύσις ἀντιθέσεως κατ’ ἔνστασιν. B. ἐνταῦθα λύει τὴν ἀντίθεσιν κατ’ ἔνστασιν, ὅτι οὐ μόνον σωτηρίας αἴτιοι ἐγένοντο, ἀλλὰ καὶ ἀρετῆς. BD.
5καὶ τῶν γονέων κρείττους δείκνυσιν αὐτοὺς, ὅτι οὐ
μόνον σωτῆρες, ἀλλὰ καὶ ἀρετῆς διδάσκαλοι. Oxon.622

Tett

199,12

χρέα πάντων χρεῶν πρεσβύτατα] ἀντὶ τοῦ πρεσβύτερα καὶ μείζονα. τῶν δὲ πατέρων τιμιωτέρους ἀπο‐ δείκνυσιν αὐτοὺς, ὅτι οὐ σωτῆρες μόνον εἰσὶν, ἀλλὰ καὶ ἐν ἀρετῇ διαγενόμενοι. BD.

Tett

199,14

ἄτοπον δέ μοι φαίνεται, εἰ μὲν συμμά‐ χους τινὲς, ἢ φρούριον, προύδοσαν, ἢ ναῦν μίαν ἢ δύο] ἀντὶ τοῦ εὐτελεῖς τινας. ἐκ τοῦ ἐναντίου δὲ ὁ συλλο‐ γισμός. τοῦτο καὶ ἡ τέχνη διδάσκει ἡμᾶς, ὅτι, εἰ ὁ ἀδι‐
5κῶν τιμωρίας ἄξιος, τοὐναντίον ὁ μὴ ἀδικῶν στεφάνων. τοῦτο καὶ ὁ Δημοσθένης ἐχρήσατο ἐν τῷ πρὸς Λεπτίνην περὶ τοῦ Χαβρίου. BD. τὸ σχῆμα κατὰ ζῆλον Δημοσθε‐ νικὸν, ᾧπερ ἐκεῖνος ἐν τῷ πρὸς Λεπτίνην ἐχρήσατο περὶ τοῦ Χαβρίου, ἐν ᾧ περὶ ἀτελείας ἀγωνίζεται· καλεῖται δὲ
10ἐκ τοῦ ἐναντίου. Oxon.

Tett

199,17

ἀποκτείναντα οὓς οὐ προσῆκεν] τὸν γὰρ δεσπότην ἀνελὼν ἐβασίλευσεν. BD Oxon.

Tett

199,18

καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν προ‐ κινδυνεύοντες] τουτέστι καὶ πεζομαχήσαντες καὶ ναυμα‐ χήσαντες. BD.

Tett

200,2

καὶ τὴν ἐπωνυμίαν αὐτὴν τοῦ γένους] τὸ ὄνομά φασι τοῦ Ἕλληνος, ὡς καὶ αὐτοῦ τοῦ ὀνόματος κιν‐ δυνεύοντος. BD. ἐκ τοῦ περὶ ἀτελείας περὶ Χαβρίου ὑπὸ τοῦ ῥήτορος λεγόμενον μετακεκόμισται. D. ὡς καὶ αὐτοῦ
5τοῦ τῶν Ἑλλήνων ὀνόματος κινδυνεύοντος παραπολέσθαι τῇ ἁλώσει τῶν βαρβάρων. Oxon.

Tett

200,5

τῆς Μιθαίκου καὶ Θεαρίωνος μοίρας αὐ‐ τοὺς ἀξιοῦν εἶναι] ἐνταῦθά ἐστιν ἡ ἀπόδοσις τοῦ ἐπεὶ δ’ ἅπαντας μὲν ἠλευθέρωσαν, καὶ τόδε καὶ τόδε ἐποίησαν, τῆς Μιθαίκου καὶ Θεαρίωνος μοίρας αὐτοὺς ἀξιοῦν εἶναι.
5ὅρα δὲ πῶς τὰ τῶν μαγείρων ὀνόματα εἰπὼν γέλωτα τὴν κατηγορίαν ἐποίησε. BD.

Tett

200,9

οὐκ ἂν ταῦτα συγχωρήσειε Πλάτων αὐτὸς αὑτῷ] ἀπόλυτόν ἐστι. δεινῶς δὲ εἶπεν ὅτι οὐδὲ ὁ κατήγο‐ ρος ταῦτα ἀπεδέχετο, ἀλλ’ αὐτὸς ἑαυτῷ μέμφεται. BD.

Tett

200,10

ὑπὲρ Σικελιωτῶν ἀνδρῶν] καλῶς τὸ Σι‐ κελιωτῶν ἀντὶ τοῦ ξένων, ὡσανεὶ ἔλεγε, προτιμοτέρους τοὺς ξένους τῶν πολιτῶν ἡγήσατο. BD Oxon. ἀρχήν τινα πράττων αὐτοῖς βασιλικὴν, ὡς ἂν δὴ Δίων623
5αὐτὸς ὢν] Δίων συγγενὴς μὲν ἦν Διονυσίου τοῦ τυράννου, μαθητὴς δὲ Πλάτωνος. οὗτος ἠδίκητο ὑπὸ Διονυσίου. τέλος λέγει αὐτῷ Διονύσιος ὅτι, εἰ βούλει τοῦ πάσχειν κακῶς ἀπαλλαγῆναι, μετάπεμψαι Πλάτωνα. ὁ Δίων πέμπει εὐθὺς πρὸς αὐτόν. ἐλθὼν ὁ Πλάτων εἰς Σικελίαν καὶ κακὰ
10παθὼν παρὰ Διονυσίου ἄπρακτος ὑποστρέφει. αὖθις αὐτὸν ὁ Δίων μεταπέμπεται γνώμῃ Διονυσίου. ἦλθεν οὖν τὸ δεύτερον Πλάτων, ὅτε καὶ ἐπράθη. λέγουσι δὲ τοιαύ‐ την αἰτίαν τοῦ πεπρᾶσθαι αὐτόν· ἐρωτῶντος Διονυσίου τὸν Πλάτωνα ποῖος εἴη βελτίων πάντων τῶν χαλκῶν,
15ἀπεκρίνατο ὅτι ὁ ποιήσας τὰς Ἁρμοδίου καὶ Ἀριστογεί‐ τονος εἰκόνας τῶν τυραννοκτόνων. ἀγανακτήσας ἐπὶ τῷ εἰρημένῳ ἐκέλευσεν αὐτὸν πραθῆναι. μετὰ τὴν τελευτὴν οὖν Διονυσίου καὶ Δίωνος οἱ παῖδες τούτων ἐφιλονείκουν περὶ τῆς βασιλείας. ὁ Πλάτων ἀκούσας τοῦτο γράφει ἐπι‐
20στολὴν Σικελιώταις, τὸ πρόσωπον τοῦ Δίωνος ἀναλα‐ βὼν, ὅτι τοὺς ἐκγόνους τῶν διωξάντων τοὺς Καρχηδονίους τῆς Σικελίας, ἡνίκα αὐτῇ ἐπῄεσαν, δεῖ ἐκείνους μερίσασθαι τὴν ἀρχήν. BD Oxon. λέγει οὖν ὁ Ἀριστείδης ὅτι ἄτο‐ πόν ἐστιν, εἰ ἐκείνους τοὺς ἐκγόνους τῶν σωσάντων τὴν
25Σικελίαν δεῖ λαμβάνειν τὴν Σικελίαν, τοὺς δὲ σώσαντας πᾶσαν τὴν Ἑλλάδα μήτε πρέποντος τυγχάνειν, ἀλλὰ μα‐ γείρων καὶ καπήλων. BD. Διονύσιος, πιστευθεὶς ὑπὸ Συρακουσίων στρατηγίαν ἐπὶ Καρχηδονίους, ἔλυσε τὴν δημοκρατίαν, καὶ λοιπὸν ἐτυράννησεν οὗτος ἀδελφιδοῦν
30εἶχε Δίωνα. τοῦτον ἀγαπῶν τὴν ἑαυτοῦ ἀδελφὴν δέδωκεν αὐτῷ πρὸς γάμον. οὗτος δὲ ὁ Δίων ἀγαθὸς ὢν, καὶ ὁρῶν
ἀδικοῦντα Διονύσιον, ἠγανάκτει. μετεπέμψατο οὖν Πλά‐ τωνα αἰσθόμενον Διονύσιον ἐπὶ τὸ πεῖσαι ἀπέχεσθαι τῆς πλεονεξίας. ἐλθὼν οὖν ὁ Πλάτων οὐκ ἔπεισεν, ἀλλὰ καὶ624
35κακῶς ἀπεπέμφθη. τελευταῖον Διονύσιος παῖδα καταλιπὼν Διονύσιον, ὃς μετὰ θάνατον τοῦ πατρὸς μεταπέμπεται Πλάτωνα, ὡς ἀπολογησόμενος αὐτῷ ὑπὲρ τῆς ὕβρεως τοῦ πατρός. ἐλθόντος δὲ ῥᾳθύμως ἐδέξατο. ἐπανελθὼν δὲ ὁ Πλάτων ἐν ταῖς Ἀθήναις, ἢ ἀπὸ χρησμοῦ τινος, ἢ ἄλλο‐
40θέν ποθεν γνοὺς, συμβουλεύει Δίωνι μιᾷ νηὶ πλεῦσαι ἐπὶ Διονυσίου. ὁ δὲ πεισθεὶς λαβὼν μίαν ναῦν (ὡς καὶ Δη‐ μοσθένης λέγει) ἔρχεται εἰς Σικελίαν, καὶ ἐκβάλλει Διονύ‐ σιον. οἱ δὲ Συρακούσιοι τυχόντες ἀδείας ἐφοβήθησαν μὴ Δίων αὐτῶν ἀντὶ Διονυσίου τυραννήσῃ, καὶ ἐκβάλλουσιν
45αὐτόν. ἐξελθόντος δὲ Δίωνος, πάλιν ἐπιτίθεται τῇ τυραν‐ νίδι Διονύσιος. ὁ οὖν Πλάτων ὡς ἀπὸ Δίωνος αὐτοῦ αἰτήσαντος γράφει Σικελιώταις τοὺς παῖδας Διονυσίου καὶ Δίωνος προστήσασθαι ἄρχοντας. εἶχε γὰρ παῖδας ὁ Δίων ἐκ τῆς ἀδελφῆς τοῦ μεγάλου Διονυσίου. ἰστέον δὲ

Tett

200,10

(50)

ὅτι ὁ Τιμολέων μετὰ ταῦτα πεμφθεὶς ὑπὸ Κορινθίων ἐξέβαλεν αὐτόν. δεῖ δὲ γνῶναι ὅτι οὐ πᾶσά ἐστιν ἡ ἐπι‐ στολὴ, ἀλλὰ τὰ ἀναγκαῖα. BD. μετὰ Διονύσιον ὁ υἱὸς αὐτοῦ Διονύσιος ἦρξεν, ὃς μεταπέμπεται Πλάτωνα, ὡς ἀπολογησόμενος ὑπὲρ τῆς τοῦ πατέρος ὕβρεως. ἐλθόντι δὲ
55ὅμως ῥᾳθύμως ἐδέξατο. ἐπανελθὼν δὲ Πλάτων ἐν ταῖς Ἀθήναις, ἢ ἀπὸ χρησμοῦ τινος, ἢ ἄλλοθεν γνοὺς, συμβουλεύει Δίωνι μιᾷ νηὶ πλεῦσαι ἐπὶ Διονύσιον. ὁ δὲ ἔρχεται πεισθεὶς, καὶ ἐκβάλλει Διονύσιον. οἱ δὲ Συρα‐ κούσιοι τυχόντες ἀδείας δείσαντες μὴ καὶ Δίων τυραν‐
60νήσῃ, ἐκβάλλουσιν αὐτόν. πάλιν δὲ ἐπιτίθεται τυραννίδι Διονύσιος. Πλάτων δὲ ὡς ἀπὸ Δίωνος αἰτήσαντος γρά‐ φει Σικελιώταις. Oxon. ὁ Δίων οὗτος ἀδελφιδοῦς Διονυσίου, ἀλλὰ καὶ γαμ‐
βρὸς ἐπ’ ἀδελφῇ. ὁ δὲ Διονύσιος ἀρχὴν πιστευθεὶς Συρα‐625
65κουσίων, ἐπὶ Καρχηδονίους ἐτυράννησε, καὶ πολλὰ δεινὰ αὐτούς τε Σικελιώτας καὶ Δίωνα ἔδρασε, δι’ ἃ καὶ Πλά‐ των ὡς πείσων μετεπέμφθη, σημαίνων ὅτι τὸν Διονύσιον, τὸν υἱὸν τοῦ πρώτου Διονυσίου, Τιμολέων πεμφθεὶς ὕστε‐ ρον ὑπὸ Κορινθίων ἐξέβαλλε τυραννήσαντα. Oxon.
70ὡς ἂν δὴ Δίων αὐτὸς ὢν] τοῦτο εἶπεν, ἐπειδὴ ἀπὸ προσώπου τοῦ Δίωνός ἐστιν ὁ λόγος· Πλάτωνος δὲ ἦν τὸ σκέμμα. ἔχει δὲ ἔμφασιν ὁ λόγος, ὅτι καὶ Δίων ὁ Πλάτων ἐγένετο Δίωνος χάριν. BD.

Tett

201,2

οἵας οὐδ’ ἂν αὐτὸς ἄν τις ῥᾳδίως αἰτήσειε] τίς γὰρ αἰτεῖ βασιλείαν, ἣν ᾔτει ὁ Δίων, ὅ ἐστι δουλείαν τῶν Σικελιωτῶν. δυνατῶς δὲ λέγει ὅτι εὐεργέτης ὁ Δίων BD. τίς γὰρ αἰτεῖ βασιλείαν, οἵαν ὁ Δίων, δουλείαν Σι‐
5κελιωτῶν. Oxon.

Tett

201,4

οὐκοῦν ἢ ’κεῖν’ ἀπαλείφειν προσῆκεν] δεῖ οὖν ἐκεῖνα ἀπαλείφειν, ὡς κακῶς εἰρημένα, ἢ καὶ τούτους τιμᾶν. εἰς δὲ τὸ ἐξελήλεγκται, τὸ φαῦλα ὄντα. BD.

Tett

201,7

τῆς γ’ αὐτῆς ὁδοῦ τῆς πολιτείας] τουτέστι τῷ αὐτῷ τρόπῳ τῆς πολιτείας. BD. οὕτω λέγε καὶ σεσωκόσι καὶ Σικελίαν καὶ Ἰταλίαν αὐτῆς τῆσδε τῆς ὁδοῦ τῆς πολιτείας· τουτέστιν, ὅσοι Σι‐
5κελιῶται καὶ Ἰταλοὶ τὴν αὐτὴν τοῖς Ἕλλησι πολιτείαν με‐ τέρχονται, ἢ Ἕλληνές εἰσιν, ἀλλ’ ἔστιν ἐν αὐταῖς καὶ ἄλλα τινὰ ἔθνη. Oxon.

Tett

201,9

καὶ μὴν αὐτός γε σὺ φὴς οὐ τῶν ἐν Κυ‐ ρήνῃ μᾶλλον ἢ τῶν Ἀθήνησι κήδεσθαι] ἡ Κυρήνη πόλις ἐστὶ Λιβύης. ἦσαν δὲ δηλονότι καὶ Λίβυες ἐν Ἀθή‐ ναις παιδευόμενοι. εἰσάγει δὲ ὁ Σωκράτης ἐρωτῶντά τινα,
5τίνες ἐπιδέξιοι πρὸς γεωμετρίαν εἰσὶν, Ἀθηναῖοι, ἢ Κυ‐ ρηναῖοι; μᾶλλον γάρ μοι τῶν Ἀθηναίων μέλει. κἀκεῖνος μὲν ἐπὶ τῶν φιλοσόφων εἶπεν, οὗτος δὲ ἐπὶ πάντων τῶν Ἑλλήνων ὀφείλοντος τούτου σώζεσθαι, ἔλαβεν αὐτό. φασὶ
δὲ ὅτι συνεχῶς ἀπῄει ὁ Πλάτων εἰς Κυρήνην, διὰ τὸ626
10εἶναι ἐκεῖ φιλόσοφόν τινα Θεόδωρον, φίλον αὐτοῦ. BD Oxon.

Tett

201,10

τοῖς ἐκγόνοις αὐτῶν ἐφεὶς λέγειν περὶ δω‐ ρεῶν] αὐτῶν λέγει τῶν Ἀθηναίων. ἐκγόνους δὲ λέγει τῶν Ἀθηναίων τοὺς Σικελιώτας, ἐπειδήπερ ἄποικοι ἦσαν. τὸ δὲ ἐφεὶς νῦν ἀντὶ τοῦ ἐπιτρέπεις. BD.

Tett

201,11

καὶ ἅμα μὲν τοὺς τυράννους ἐλέγχεις] τὸ ἐπιχείρημά ἐστι τοῦ ἐναντίου, ὅ ἐστι κεφάλαιον τῆς ἀντιρ‐ ρήσεως. λέγει δὲ περὶ τοῦ Ἀρχελάου. BD.

Tett

201,12

κἀνταῦθα ὁ κολοφὼν τοῦ λόγου] κολο‐ φῶνα λέγει τὸ ἄκρον. Κολοφὼν δέ ἐστιν ὄρος ὑψηλὸν τῆς Ἀσίας καὶ πόλις. παροιμία δὲ λέγεται ἐπὶ τῶν βου‐ λομένων μέγα τι δηλῶσαι. BD. Κολοφὼν ὄρος λέγεται
5ὑψηλὸν τῆς Ἀσίας καὶ πόλις, ἧς ψῆφοι προεῖχον τῶν παρὰ τοῖς ἄλλοις Ἕλλησι. λέγεται δὲ τοῦτο παροιμία ἐπὶ τῶν μεγάλων Oxon.

Tett

201,13

ἆρ’ οὖν καὶ τότε τοῖς Ἀθηναίοις ἄμεινον ἦν ἀκοῦσαι] ἀπὸ τοῦ καιροῦ τὸ ἄτοπον δείκνυσιν. BD. Oxon. εἶτα ἀπὸ τῶν πράξεων ἀπόδειξις add. Oxon.

Tett

201,14

καὶ μὴν οὐ πόρρωθεν, ἀλλ’ ἐξ αὐτῶν ὧν ἔπραττον ἄξιοι τῆς ἐλευθερίας ὄντες ἐδείκνυσαν] ἀπὸ τῶν κατορθωμάτων ἡ ἀπόδειξις. νικήσας γὰρ αὐτοὺς ἐν τῇ Ἑλλάδι καὶ Σικελίᾳ καὶ Ἰταλίᾳ, καὶ τοῖς ἁπανταχοῦ γῆς
5Ἕλλησιν, εἷρξεν αὐτῶν ἐπιθέσθαι. BD.

Tett

201,15

ἔτι δ’ οὐ Διοσκούροις] δείκνυσιν ὅτι τοῖς τοιούτοις δουλεύειν καλόν. BD.

Tett

201,16

τοῖς ἀρίστοις καὶ δικαιοτάτοις τῶν ἡμι‐ θέων] τοὺς περὶ Αἰακὸν λέγει καὶ Μίνωα. Ἡρακλείδας δὲ εἰπὼν οὐχ ἁπλῶς νῦν τοὺς Ἡρακλείδας λέγει, ἀλλ’ ἵνα δηλώσῃ τοὺς προγόνους τῶν Λακεδαιμονίων. BD.

Tett

202,3

ἀφαιρούμενοι] ἀποσπάσαντες. A.

Tett

202,4

αὐτοὶ] οἱ Ἀθηναῖοι. A. οἱ ἐπιόντες] οἱ βάρβαροι. A. οἱ Πέρσαι. B. ἐκείνων] τῶν Ἀθηναίων. B.

Tett

202,5

πῶς οὐκ ἐνταῦθα, εἴπερ που, καιρὸς ἦν δεῖξαι δουλείαν θανάτου μᾶλλον πεφοβημένους] λοιπὸν ἀνακεφαλαιοῦται πᾶν τὸ νόημα καί φησιν οὕτως· ἀλλὰ μὴν, εἰ μήτ’ Ἀθηναῖοι ἄξιοι ἦσαν δουλεῦσαι μήθ’ οἱ Πέρ‐627
5σαι ἄξιοι τοῦ κρατεῖν τῶν Ἀθηναίων, ὅτε κίνδυνος περὶ ἐσχάτων ἦν, πῶς οὐκ ἔδει μᾶλλον κατ’ ἐκεῖνον τὸν καιρὸν δεῖξαι ὅτι τὴν δουλείαν πλέον τοῦ θανάτου φοβοῦνται. BD.

Tett

202,6

ἐπιθήσω γὰρ τὰ Πλάτωνος αὐτοῦ ῥήματα] ἀντὶ τοῦ προσθήσω· ὁ γὰρ Πλάτων εἶπε δεῖν αἱρεῖσθαι θάνατον ὑπὲρ δουλείαν. BD. ὁ γὰρ Πλάτων εἶπεν αἱρεῖσθαι θάνατον παρὰ δουλείαν. Oxon.

Tett

202,8

τῆς πολιτικῆς ἀρετῆς] τοῦ δικαίου. B. πολι‐ τικὴν ἀρετὴν λέγει τὴν δικαιοσύνην, ἴσως δὲ καὶ ὅνπερ λέγει ὁ Πλάτων πολιτικὸν τοῦτο αἰνίττεται, δεικνὺς ὅτι ἃ προείλοντο πολιτικοῦ ἦσαν ἀνδρὸς πράξεις. BD.

Tett

202,9

βεβαιώσαντας ἅπασι μετὰ τῆς σωτηρίας τὴν ἐλευθερίαν] ὁμοῦ τὰ τῶν δύο ἀντιθέσεων ὀνόματα συνέ‐ λαβε, τὴν σωτηρίαν καὶ τὴν ἐλευθερίαν. BD.

Tett

202,10

καὶ μὴν οὐδ’ ἀνειμένην γε τὴν ἐλευθερίαν ἐποίησαν αὐτοῖς] ἀνειμένην ἀντὶ τοῦ ἔκλυτον καὶ ἀγεννῆ· ἔστι γὰρ καὶ ἐλευθερία κακὴ, ἡ τρυφητικὴ καὶ ἡ ἐν ἀτάκτοις ἡδοναῖς οὖσα, ἥτις πάλιν ἔοικε δουλείᾳ· δου‐
5λεύουσι γὰρ ταῖς ἡδοναῖς. BD Oxon. συστέλλων δὲ τὸ ἄτοπον τῆς δουλείας φιλανθρώποις εἶπεν· ἐδόκουν γὰρ αὐτοὶ δεδουλευμένοι τῷ ὑπείκειν· διὸ καὶ τὴν λέξιν ἐπή‐ γαγε τῷ εἰπεῖν εἶξαν. Oxon.

Tett

202,12

πρὸς δὲ τοὺς Ἕλληνας οὕτω κοινῶς καὶ φιλανθρώπως] συστέλλων τὸ ἄτοπον τῆς δουλείας φιλαν‐ θρωπίαν αὐτὴν εἶπεν· ἐδόκουν γὰρ αὐτοὶ δεδουλευκέναι τῷ ὑπείκειν· ἀμέλει καὶ τὴν λέξιν ἐπήγαγε τῷ εἰπεῖν εἶξαν. B.
5ὥστ’ εἶξαν τῆς ἡγεμονίας ἑκόντες Λακεδαιμονίοις] καλῶς τὸ ἑκόντες, ἵνα μὴ νομισθῇ ἐν φόβῳ. BD.

Tett

202,13

καὶ γάρ τοι παρ’ ἑκόντων πάλιν αὐτὴν τῶν Ἑλλήνων ἐκομίσαντο] διὰ τούτου ἐδήλωσεν ὅτι διὰ χρείαν παρεχώρησαν τὴν ἡγεμονίαν καὶ διὰ φιλανθρω‐ πίαν. BD. διὰ τούτων ἐδήλωσεν ὅτι οὐ δι’ ἀχρείαν παρε‐
5χώρησαν τῆς ἡγεμονίας, ἀλλὰ διὰ φιλανθρωπίαν. Oxon.628

Tett

202,14

οὐκ ἄνευ δικαιοσύνης, οὐδὲ σωφροσύνης] οὐκ ἀκαίρως τοῦτο εἶπεν, ἀλλὰ δηλῶσαι βουλόμενος ὡς οὐκ ἂν οἱ Ἕλληνες κατέφυγον, εἰ ἀδίκους ὄντας ἑώρων, ἀλλὰ μᾶλλον θαυμάσαντες αὐτῶν τὴν φιλανθρωπίαν. BD Oxon.

Tett

202,15

ὡς σὺ φὴς] ἵνα μὴ αὐτὸς δοκῇ ὑβρίζειν, ἐκείνῳ προστίθησι τὴν λέξιν. BD.

Tett

202,17

μέσην αὐθαδείας καὶ ταπεινότητος ἄγοντες τοὺς πολίτας] ἐνταῦθα ἑρμηνεύει ὃ εἶπεν ἄνω, οὐκ ἀνει‐ μένην τὴν ἐλευθερίαν ἐποίησαν αὐτοῖς. BD. οὐ τὴν ἀναιδῆ] ἀναιδῆ λέγει τὴν ἄνευ αἰδοῦς καὶ
5ἀναισχυντίας. καὶ ὁ Δημοσθένης· τῆς δὲ πομπείας ταύτης τῆς ἀναιδοῦς γεγενημένης. BD.

Tett

202,18

ἐλευθερίαν εἰσάγοντες] κατὰ κοινοῦ ἐνέ‐ πλησαν τὴν πόλιν συμμάχων. BD.

Tett

203,2

αὐτὸς Πλάτων] τὰ Πλάτωνος. πάλιν ἀπὸ τοῦ προσώπου τοῦ κατηγόρου ποιεῖ τὴν ἀπόδειξιν. BD. αὐτὸς Πλάτων, εἰ δὲ βούλει Δίων, ὑπάρχει μάρτυς] ὡς γὰρ ἐκ τοῦ προσώπου τοῦ Δίωνος ὁ Πλάτων ἐπέ‐
5στελλεν. BD.

Tett

203,5

ὁ μὲν γὰρ ἀπὸ βαρβάρων ἠλευθέρωσεν ἐν τῷ τότε χρόνῳ τὴν πόλιν] ὅτε γὰρ ἐπήρχοντο οἱ Καρχη‐ δόνιοι τοῖς Σικελιώταις, ὁ μὲν Διονύσιος ὁ τύραννος ἐστρατήγει, ὁ δὲ Ἱππαρῖνος, ὁ πατὴρ Δίωνος, συνεβού‐
5λευε πῶς δεῖ πολεμεῖν. ὁ δὲ υἱὸς Δίωνος Ἵππαρις ἐκα‐ λεῖτο. BD Oxon.

Tett

203,8

ὅτι τοίνυν καὶ βασιλείαν ἄξιον ἀντὶ τούτου διδόναι] δοκεῖ μὲν ἐπὶ καλοῦ τὸ ὄνομα νῦν τῆς βασιλείας κεῖσθαι, ὡς πρὸς τὸν τύραννον. ἔχει δὲ καὶ δεσπότου προσηγορίαν. καὶ ὁ ῥήτωρ „Βασιλεὺς γὰρ ἅπας καὶ τύ‐
5ραννος ἐλευθερίᾳ καὶ νόμοις ἐναντίος.“ BD. καὶ ταῦτά γε τοῖς ἐκγόνοις] δεινῶς εἶπεν ἐκγόνοις, ἀντὶ τοῦ τοῖς μηδὲν εὐεργετήσασι. BD. δεινῶς εἶπε τὸ ἐκγό‐
νοις, ὡς ἂν εἰ ἔλεγε τοῖς μηδὲν εὐεργετήσασιν. Oxon. καὶ μικροῦ τῆς ἐλευθερίας αὐτῆς παραχωρῆσαι] τὸ629
10μικρὸν προσέθηκεν, ἐπειδὴ γὰρ ἄνω βασιλείαν εἶπεν, ἵνα τὸ ἀνεπαχθέστερον δηλώσῃ. ἡ γὰρ βασιλεία φιλανθρω‐ ποτέρα ἐστί. BD. ἐπειδὴ ἄνω βασιλείαν εἶπεν, ἵνα τὸ ἐπαχθέστερον δηλώσῃ, τὸ μικροῦ προσέθηκεν, μέλλων ἐρεῖν ἐλευθερίαν.
15Oxon.

Tett

203,13

βελτίους τὰ πολιτικὰ] ἀντὶ τοῦ κατὰ τὴν πολιτικὴν ἀρετήν. BD.

Tett

203,14

εἴ γε οἱ μὲν ἀντ’ ἐκείνων τῶν ἔργων, — εὖ πεποιηκέναι τοὺς Ἕλληνας] τὸ πολιτικὸν πάλιν ὑπο‐ φαίνει, τὸ προῖκα ἐλευθεροῦν τοὺς Ἕλληνας, ὅπερ Πλά‐ των ἐπαινεῖ. BD.
5ἀντ’ ἐκείνων τῶν ἔργων] ἐμφαντικόν ἐστι τὸ ἐκεί‐ νων, ὅ ἐστι τῶν μεγάλων καὶ θαυμαστῶν. BD.

Tett

203,16

ἐν οἷς ἦν ἀκούειν τῶν ἐξ ἐκείνου τοὺς ἄλλους] ἀντὶ τοῦ ἄρχεσθαι ὑπὸ τῶν παίδων ἐκείνου. BD.

Tett

203,17

μὴ ἐφ’ ἑκάστου τῶν καιρῶν] ἀντὶ τοῦ μὴ καθ’ ἕκαστον καιρόν. ἔστι δὲ ἀντὶ τοῦ μὴ διαπαντός. B.

Tett

203,18

εἰσάπαξ] ἀντὶ τοῦ καθόλου καὶ ἁπλῶς, ὅπερ ἐστὶν ἀκρίτως. BD. κἂν εἴ τινες αὐτῶν βελτίους ἐνεῖεν] δεινῶς εἶπε τοῦτο, δηλῶν ὅτι δεῖ τὸν βασιλέα βελτίονα εἶναι τῶν ἄλλων. BD.

Tett

203,19

ἆρ’ οὐ πανταχόθεν σεαυτὸν ᾕρηκας;] ὡς ἐπὶ πολεμίων εἶπε τὴν λέξιν. BD. ὅπου γε δὴ καὶ τῆς ἰσότητος καὶ γεωμετρίας] Πλά‐ των γὰρ ἔλεγε· καλὸν ἡ γεωμετρία, ὅτι ἔχει τὸ ἴσον ἐν
5ἑαυτῇ. BD.

Tett

203,20

καὶ ταῦτα ὁμιλήσαντες τῷ δεινοτάτῳ γεω‐ μετρίαν Πλάτωνι] ὅσον ἐπαινεῖ, πλέον καθάπτεται, λελη‐ θότως διαβάλλων αὐτὸν, ὡς ἀδύνατον γενόμενον διδά‐ ξαι. BD.

Tett

204,1

τρίτον δέ φησιν ἡ ἐπιστολὴ] τὸ τρίτον μέ‐ ρος ἐστὶ τοῦτο τῆς ἐπιστολῆς. BD.
προκαλεῖσθαι χρὴ βασιλέα γίγνεσθαι Συρακουσίων] λείπει τὸ ἐὰν δὲ τοὺς παῖδας τοὺς ἐμοὺς μὴ ἐθέλετε βα‐630
5σιλέας. BD. ἐὰν ἐθέλῃ ἑκὼν εἰς βασιλέως σχῆμα ἀπαλλάττεσθαι] ἀντὶ τοῦ ἀπαλλάττεσθαι τῆς τυραννίδος καὶ ἔχειν βασι‐ λείαν. BD.

Tett

204,4

ἐλεῶν δὲ πατρίδα καὶ ἱερῶν ἀθεραπευσίαν καὶ τάφους] ἐλεῶν λέγει, ὅτι κακῶς ἔπασχεν ὑπ’ αὐτοῦ· τότε γὰρ οὐδὲν τὰ ἱερὰ ἐθεραπεύοντο, ὡς ἠσχολημένων τῶν Σικελιωτῶν εἰς τὸν πόλεμον. ἢ ὅτι αὐτὸς ὁ τύραννος
5ἐθεράπευσε διὰ τὴν φιλονεικίαν τὴν πρὸς τὴν πόλιν, ἵνα ἐντεῦθεν αὐτῷ προστεθῶσιν οἱ βάρβαροι καὶ συμπρά‐ ξωσιν αὐτῷ ἐπὶ τὴν τυραννίδα. BD.

Tett

204,5

βαρβάροις ἐπίχαρτος γενόμενος] ἐπίχαρτος καλεῖται ὁ πρός τινας χαίρων καὶ ἡδόμενος αὐτοῖς. τοῦτο δὲ εἶπεν, ὡς τῶν Συρακουσίων στασιαζόντων πρὸς αὐτὸν, κἀκείνου ἔχοντος ἔνδον στράτευμα βαρβαρικὸν, ὃ ἔμελλε
5πολεμῆσαι αὐτούς. B. τῷ τοῦ τυράννου παιδὶ] καὶ γὰρ ὁ πατὴρ Διονυσίου, Διονύσιος, τύραννος ἦν. τὸ δὲ καιρόν ἐστιν ἔχον ἀντὶ τοῦ συμφέρον ἦν. BD. τῷ τοῦ τυράννου παιδὶ καὶ τῷ τοῦ τῶν πολεμίων ἄρ‐
10χοντι στρατοπέδου] τὸν αὐτὸν καὶ τυράννου παῖδα καὶ πο‐ λεμίων ἄρχοντα λέγει. Oxon.

Tett

204,7

ἦ που τοῖς γε] ἀντὶ τοῦ πολλῷ πλέον. τὸ δὲ ἦ που πρὸς τὸ εἰκὸς ἦν. BD.

Tett

204,9

εἰκὸς ἦν σπείσασθαι] δηλονότι τὸν Πλά‐ τωνα. ὡς ἐπὶ πολεμίου δέ ἐστιν ἡ λέξις, ἵνα δείξῃ πολε‐ μοῦντα τοῖς ἀνδράσι τὸν Πλάτωνα. BD. τήν γε βλασφημίαν αὐτοῖς ἀνεῖναι] ἀντὶ τοῦ ἀφεῖναι
5αὐτοὺς τῆς ὕβρεως, καὶ ὥσπερ αὐτοῖς δωρεὰν δοῦναι τὴν σιωπὴν ἑαυτοῦ. B.

Tett

204,10

φέρε γὰρ πρὸς θεῶν, εἰ, ὅτ’ ἦν ἐκεῖνα τὰ πράγματα] τὸ σχῆμα Δημοσθενικόν. ἔστι δὲ ὡς καθ’ ὑπόθεσιν. ἐκεῖνα δὲ λέγει τὰ ἐπὶ Μηδικοῦ πολέμου. BD.

Tett

204,11

βοηθεῖν ὅ τι ἔχοι κελευόντων] ἀντὶ τοῦ ὅπερ ἠδύνατο, καὶ ἁπάσῃ δυνάμει, οἱονεὶ τῇ σοφίᾳ καὶ τῇ συνέσει, ἢ ἀντὶ τοῦ κἄν τι μικρόν· ἐν γὰρ τοῖς μεγάλοις κινδύνοις καὶ τὸ μικρὸν εὐεργέτημα μεῖζόν ἐστι. BD.631

Tett

204,12

μήτ’ ἔννομον βασιλείαν] δεινῶς εἶπεν· ἐμ‐ φαίνει γὰρ αὐτὸν ἄξιον βασιλείας, καταφρονήσαντα δὲ καὶ αὐτῆς καὶ χάριν αἰτοῦντα εὐτελῆ. BD.

Tett

204,13

ἐὰν καταστήσῃ τὰ πράγματα αὐτοῖς] ὡς ἐπὶ χειμῶνος εἶπε τὴν λέξιν, τὸ μέγεθος τοῦ κινδύνου δηλῶν καὶ τὴν ἐν αὐτῷ μάχην. BD.

Tett

204,14

ὁ τοῖς Συρακουσίοις ταῦτα συμβουλεύων] τὴν εὐτέλειαν ἐμφαίνει τῶν προσώπων· ταῦτα δὲ λέγει τὴν βασιλείαν. BD.

Tett

204,15

ἐμοὶ μὲν γὰρ κἂν προσηγγυῆσθαι δοκεῖ ταῦτα ὑπὲρ τῆς πατρίδος] ὁ μὲν οὐ μόνον, φησὶν, ἐδί‐ δου, ἀλλὰ καὶ ἐνεγγυᾶτο ὑπὲρ τῶν Ἑλλήνων. BD.

Tett

204,16

οὐκοῦν ἄτοπον; μελλόντων μὲν ἔσεσθαι τῶν ἔργων] λοιπὸν συνάγει τὸ νόημα, καί φησιν οὕτως· πῶς οὖν οὐκ ἔστιν ἄτοπον τὸν Πλάτωνα ἐπιχειρεῖν ὑβρί‐ ζειν τὸν Θεμιστοκλέα, τὸν καὶ τελειώσαντα τὰ πράγματα
5τῆς πόλεως καὶ διάδηλον ἔχοντα τὴν ἀρετὴν παρὰ πᾶσιν Ἕλλησι καὶ βαρβάροις. τὸ δὲ σχῆμα σχετλιαστικόν. ὑπο‐ γράφει δὲ ἡμῖν τὴν τῶν ἀνθρώπων φύσιν, ὅτι πρὸ μὲν τοῦ τυχεῖν τινος δοκοῦσιν εὐγνώμονες, μετὰ δὲ τὸ τυχεῖν μεταβάλλονται. τὸ δὲ ὅμοιον εἶπεν ἐν τῷ πρὸς Λεπτίνην
10Δημοσθένης· οὐκοῦν ἄτοπον, εἰ μέλλοντες μὲν εὖ πάσχειν ἀποδεχόμεθα τὰς τιμὰς, μετὰ δὲ τὰς χάριτας ἀχάριστοι φανῶμεν. BD.

Tett

204,17

τῆς ἀρετῆς τῆς ἐκείνου φανερᾶς ἅπασιν Ἕλλησι καὶ βαρβάροις γεγονυίας] τοῦτο δηλοῖ, ὅτι τὰ ἄδηλα οἱ ἄνθρωποι προτιμότερα ποιοῦνται ὡς ἐπὶ τὸ πλεῖστον τῶν φανερῶν. B.

Tett

204,18

μήτε ἱερὰ μήτε τάφους αἰσχύνεσθαι] ἀσέ‐ βειαν λεληθότως ἐπιφέρει τῷ Πλάτωνι. BD.

Tett

204,19

μήτ’ ἐπιγράμματα] δοκεῖ γὰρ καὶ τὰ ἐπι‐
γράμματα πολλὴν ἔχειν τιμὴν ἐν τῇ πόλει. BD. ὃν ἐπαινεῖν βουληθέντα τῆς ἀξίας ἔργον ἦν τυχεῖν] πολλὴν ἐπίτασιν ἔχει τοῦτο τῶν κατορθωμάτων αὐτοῦ τὸ632
5μὴ ἀρκεῖν εἰς τὸν ἔπαινον τοῦτον Πλάτωνα. BD.

Tett

204,20

καὶ μὴν οὐχ ὅμοιον ἐν μέσῃ τῇ θαλάσσῃ] θέλει σημᾶναι ὅτι Θεμιστοκλῆς μὲν ἐν τοῖς κινδύνοις συνε‐ βούλευσε, σὺ δὲ ἐν τῇ διατριβῇ φιλοσοφεῖς, ὦ Πλάτων. B. ἐπειδὴ Πλάτων τὴν ναυμαχίαν διέβαλε, δείκνυσιν ὁ ῥήτωρ
5τὸ ναυμαχεῖν μεῖζον τοῦ ἀπὸ τῶν τειχῶν μάχεσθαι. τὸ μὲν γὰρ ἀσφαλὲς, ἡ δὲ κατὰ θάλασσαν μάχη εἰς ἔσχατα φέρει κινδύνου. Oxon.

Tett

205,1

ἃ Πλάτων παντὸς μᾶλλον καλῶς εἰδὼς ἑκὼν ὑπερβαίνει] πάλιν τὴν βασκανίαν δηλοῖ τοῦ Πλάτωνος καὶ οὐκ ἄγνοιαν. BD.

Tett

205,3

ἑτέρωθι δὲ] ἀντὶ τοῦ οὐκ ἐν τῷ Γοργίᾳ, ἀλλ’ ἐν τῷ ἑτέρῳ διαλόγῳ. BD. φάσκων αὐτοὺς ἐθισθῆναι φεύγειν ἐκ τούτου] φησὶ γὰρ ὁ Πλάτων ἐν τῷ τετάρτῳ τῶν νόμων ὅτι Θεμιστοκλῆς
5ἐμβιβάσας Ἀθηναίους εἰς τὰς ναῦς εἴθισε φεύγειν. BD.

Tett

205,4

ὡς δὴ σὺ μὲν κἀγὼ πολλὰς τροπὰς ὁπλιτῶν ἐποιησάμεθα] κατὰ ἦθός ἐστιν ὁ λόγος. ὅμοιος δέ ἐστι τῷ ἐν τῷ παραπρεσβείας „Αὐτὸς ὢν θαυμάσιος στρατιώτης, ὦ Ζεύς.“ B. ἔθος τοῖς ῥήτορσι τοῦτο, τὸ συνδιαβάλλειν
5ἑαυτοὺς τοῖς σκωπτομένοις. BD.

Tett

205,5

εἰ μὲν ἦν ἕτερον τρόπον νικῆσαι, ἢ καὶ σω‐ θῆναι τὸ πρῶτον] πολλάκις γὰρ οἱ κινδυνεύοντες πρὸ νίκης σωτηρίαν αἰτοῦσι. BD.

Tett

205,7

τίς ἡ θαυμαστὴ φιλοσοφία, τεθνάναι μάτην] οἱ γὰρ φιλόσοφοι λέγουσιν ὅτι οὐκ ἔστι κακὸν ὁ θάνατος, ἀλλὰ καὶ καλός. BD.

Tett

205,8

ἀρχὴν δ’ ἔγωγε οὐκ ἐπινοῶ ποῦ διακέκρι‐ ται κατὰ γῆν μὲν νικῆσαι καλὸν εἶναι, ἐν θαλάττῃ δ’ αἰσχρὸν] ἀντὶ τοῦ οὐχ εὗρόν ποτε τοῦτο κείμενον ἐν τοῖς ἀρχαίοις, ὅτι καλὸν μέν ἐστιν ἐν τῇ γῇ νικᾶν, ἐν δὲ τῇ
5θαλάττῃ αἰσχρόν. BD.

Tett

205,10

τὴν μὲν κρανίαν καὶ τὴν βύρσαν πολλοῦ τινος ἀξίαν εἶναι] κρανίαν λέγει τὴν περικεφαλαίαν, παρὰ τὸ κράνος· βύρσαν δὲ τὸ ὅπλον, παρὰ τὸ ἔχειν βύρσαν περὶ αὐτό. τὸ δὲ σχῆμα διασυρμός. λέγει δὲ ὅτι οὐ δεῖ633
5ὅπλα ζητεῖν, ἀλλ’ ἀνδρείαν διώκειν. BD. τὰ δὲ νήια] σχοινία. B. τὰ δὲ νήια καὶ τοὺς κωπέας τοῦ μηδενὸς] νήια ἀντὶ τοῦ σχοινία. λείπει δὲ τὸ δεῖ νομίζειν. κωπέας δὲ λέγει τὰ ξύλα τὰ πρὸς τοὺς κώπας ἐπιτήδεια. BD.
10τοὺς κωπέας] ξύλα. B.

Tett

205,11

διαγράφοι τὴν τοῦ Ποσειδῶνος ἀρχὴν δεύτερα τῶν πάντων ἔχουσαν, ὥς φησιν Ὅμηρος] τοῦτο εἶπε παρ’ Ὁμήρου λαβών· λέγει γὰρ ὁ Ποσειδῶν παρὰ τῷ Ὁμήρῳ πρὸς τὴν Ἔριν „Τρεῖς γάρ τοι ἐκ Κρόνου ἦμεν
5ἀδελφοὶ, οὓς τέκετο Ῥέα, Ζεὺς καὶ ἐγὼ, τρίτατος δ’ Ἀΐδης ἐνέροισιν ἀνάσσων. τριχθὰ δὲ πάντα δέδα‐ σται.“ BD.

Tett

205,12

τί οὖν οὐχὶ καὶ περὶ τοῦ σίτου κατηγο‐ ρήσομεν αὐτῶν] πάλιν τὴν αἰτίαν ἀνάγκην ἀποφαίνει. ὁμοῦ δὲ καὶ τὸ τῆς θαλάττης λέγει χρήσιμον. ἴσμεν δὲ ὅτι λεπτόγεώς ἐστιν ἡ Ἀττική. BD.

Tett

205,16

τοῦ καλοῦ] τῆς σωτηρίας. A.

Tett

205,17

τῇ χρείᾳ] τῇ σιτοπομπείᾳ. A. καλῶς προσ‐ έθηκε τῇ χρείᾳ, ἵνα μὴ εἴπῃ, ἀλλ’ οὐκ ἀπῄτει ἀνάγκη τις ἐν θαλάττῃ μάχεσθαι. BD.

Tett

205,18

οὐκοῦν ἔδει τριήρων καὶ τοῦ ναυμαχεῖν ἐπί‐ στασθαι] βεβαιωτικὸν τὸ σχῆμα. οὐχ ἁπλῶς δὲ πλοῖα λέγει τὰ σιτηρὰ, ἀλλὰ τριήρεις, δι’ ὧν ἀνδρεία δείκνυται. BD.

Tett

205,20

ἵνα καὶ τοῦτο προσθῶμεν] ἀντὶ τοῦ περιτ‐ τόν τι εἴποιμεν, εἰ καὶ μάταιον ἐν τῷ χρῆσθαι ναυσίν. οὐχ ὡς περιττὸν δὲ τοῦτο προστίθησιν, ἀλλ’ ὡς ἄλλην ὑπερβολὴν ἔχων ἀπολογίας. BD.

Tett

205,21

ὥσπερ ἂν εἰ καὶ τῇ φύσει τῆς Ἀττικῆς
μεμφοίμεθα, ὅτι αὐτὴν ἔχει θάλαττα κύκλῳ μικροῦ πᾶσαν] δείκνυσι τὴν θάλατταν καὶ οἰκείαν οὖσαν τῇ Ἀττικῇ καὶ ἀναγκαίαν. BD.634

Tett

206,1

τί οὖν εἰ τοῖς κρείττοσιν οὕτως ἔδοξεν] εἰ ἐπῄνεσε, φησὶν, ὁ Ἀπόλλων τὴν ναυμαχίαν. BD.

Tett

206,2

ἔστω τὸ γειτόνημα ἁλμυρὸν, ὥς φησιν] Ἀλκμὰν ὁ λυρικὸς τοῦτο εἶπεν· ἁλμυρὸν τὸ γειτόνημα· ἀντὶ τοῦ τί κακόν ἐστι γείτονα ἔχειν τὴν θάλασσαν. ἢ ὅτι ἡ λέξις Πλατωνική ἐστι. λέγει οὖν ὁ ῥήτωρ· συγχωρῶ‐
5μεν, φησὶ, ταῖς Ἀθήναις τὴν θάλατταν προσοικεῖν. BD et usque ad verba ἔχειν τὴν θάλασσαν Oxon. εἰ μὲν τοίνυν Θεμιστοκλῆς νίκην ἀντὶ νίκης ἠλλάττετο] ἀντὶ τοῦ εἰ δυνάμενος κατὰ γῆν νικῆσαι κατὰ θάλατταν εἵλετο. BD.

Tett

206,3

ἠδίκει τοὺς ναυπηγοὺς ἀντὶ τῶν δορυξόων κοσμῶν] ἀντὶ τοῦ πεζομαχίᾳ. BD. πάλιν ἀπὸ τῶν ὀργά‐ νων ἡ σύγκρισις. ταῦτα δὲ καθ’ αὑτὰ ἄνευ τῶν μαχομέ‐ νων ἔργα ἐστί.
5καί τοι καὶ τὸ τῆς ναυμαχίας ἔργον εἰς τοὺς ὁπλίτας δήπου τοὺς ἐπὶ τῶν καταστρωμάτων ἀφίκετο] ἀποδείκνυσι λοιπὸν ὅτι ἡ ναυμαχία καὶ πεζομαχίαν ἔχει ἐν ἑαυτῇ. τοῦτο δὲ καὶ ὁ Θουκυδίδης εἶπε πολλάκις. BD.

Tett

206,5

εἰ δὲ διπλοῦν ἀνθ’ ἁπλοῦ τότε κίνδυνον] θαυμασίως ἀποδείκνυσι τοὺς αὐτοὺς καὶ ναυμάχους καὶ πεζομάχους, πρὸς τὴν χρείαν μεταβαλλομένους. B.

Tett

206,6

οὐδὲν οἶμαι ταύτῃ φαυλότεροι] ἀλλὰ μείζων, φησὶν, ὁ κατὰ θάλατταν κίνδυνος τῷ διπλοῦν εἶναι. BD.

Tett

206,7

ἀλλ’ ἔγωγε καὶ ταύτας ἀφαιρῶ τὰς προσ‐ θήκας] τὸ λέγειν ὅτι διπλοῦν κίνδυνον εἵλοντο ἀνθ’ ἁπλοῦ. BD.

Tett

206,8

εἰ δ’ ἅπασα μὲν ἡ γῆ κατείληπτο] θαρ‐ ροῦντος ὁ λόγος ἀποδείξεσι καὶ συγχωροῦντος, οὐχ ὅτι τῇ ἀληθείᾳ συντίθεται, κακὴν οὖσαν τὴν ναυμαχίαν. BD. ἐπέρρει δὲ, ὥσπερ θαλάττης ἐπίκλυσις, ἡ στρατιὰ]
5ὀαριστικῶς λοιπὸν ἅπαντα, ὡς οὐ τὸ πρᾶγμα μεμψαμένου τοῦ Πλάτωνος, ἀλλὰ τὸν τρόπον τῆς νίκης. οἰκείως δὲ τῷ ἐπέρρει ἐπήγαγε τὴν ἐπίκλυσιν. BD.635

Tett

206,10

οἱ δ’ ἄκοντες ἤγοντο] ἦσαν γάρ τινα ἔθνη φόβῳ ἥκοντα. λέγει δὲ καὶ Πελοποννησίους, διὰ τὸ τει‐ χίσαι τὸν Ἰσθμόν. BD. οἱ δ’ ἔφευγον εἰς τὸ εἴσω τῆς Ἑλλάδος ἀεὶ] οἱ Θηβαῖοι
5καὶ Θετταλοί. BD.

Tett

206,11

τῶν πραγμάτων ὄντων τοὺς ἐν τῇ συμμα‐ χίᾳ] ἀντὶ τοῦ τοὺς δυναμένους συμμαχῆσαι τοῖς πράγ‐ μασι. BD. κἀνταῦθα τῶν πραγμάτων ὄντων] ἀντὶ τοῦ μὴ δυ‐
5ναμένων ἀλλαχοῦ γενέσθαι καὶ συμβῆναι, εἰ μὴ ἐν τῇ θαλάττῃ. BD.

Tett

206,14

τί ταῦτα τοὺς Ἀχαιοὺς ἀπὸ τοῦ πύργου κρίνομεν] τοῦτο εἶπεν, ὅτι πεποίηκεν Ὅμηρος τὴν Ἑλένην καὶ τὸν Πρίαμον ἐκ τοῦ τείχους θεωροῦντας τοὺς Ἕλλη‐ νας, καὶ διαλεγομένους περὶ αὐτῶν. ἡ γοῦν παροιμία
5ἐστὶν ἐπὶ τῶν ἄλλα ἀντὶ ἄλλων ποιούντων. ἔοικε δὲ βα‐ θέως εἰς τὸν Πλάτωνα αἰνίττεσθαι, ὅτι ὑπὸ τειχίῳ καθή‐ μενος κρίνει τὸν Θεμιστοκλέα, τουτέστιν ἐν τῇ διατριβῇ. ἡ δὲ σύνταξις αὕτη· εἰ δὲ ἅπασα μὲν ἡ γῆ κατείληπτο, καὶ τὰ ἐφεξῆς, τί ταῦτα τοὺς Ἀχαιοὺς ἀπὸ πύργου κρίνο‐
10μεν; BD. πεποίηκεν Ὅμηρος τὴν Ἑλένην καὶ τὸν Πρία‐ μον ἐκ τοῦ τείχους θεωροῦντας τοὺς Ἕλληνας καὶ διαλε‐ γομένους περὶ αὐτῶν. Oxon.

Tett

206,16

ὥσθ’ αἱρετώτερον εἶναι πρὸ αὐτῆς ἀπολω‐ λέναι] ἐν τῇ πεζομαχίᾳ δηλονότι. BD. ἀλλὰ μᾶλλον τοῦ βίου καὶ τῆς σωτηρίας] ἀντὶ τοῦ ὑπὲρ τοῦ βίου καὶ ὑπὲρ τῆς σωτηρίας. BD.

Tett

206,19

τῇ τότε ἡμέρᾳ] ὡς παράδοξόν τι εἶπε καὶ θαυμαστὸν τὴν τότε ἡμέραν. BD.

Tett

207,1_3

εἰ γὰρ ἓν ἐξ ἁπάντων—ἐκεῖνό τις ἂν τὸ ἔργον λέγοι δικαίως] εἰ γὰρ δεῖ μεμνῆσθαι μεγά‐ λων ἔργων, δεῖ μάλιστα τῶν Θεμιστοκλέους ἔργων μεμνῆ‐ σθαι. BD.

Tett

207,3

μόνος δέ μοι δοκεῖ πάντων ἀνθρώπων] λύσις τῆς ἀντιθέσεως. B. ἀντίθεσιν ἐνταῦθα ἑτέραν προ‐ λύει· ἀλλὰ καὶ προδέδωκε, φησὶ, τὴν πόλιν Θεμιστοκλῆς, καὶ ἔρημον τὴν πατρίδα κατέλιπεν. ὀλίγοις δὲ προσέθηκε636
5διὰ τὸ ἐπαχθὲς, ἵνα μὴ εἴπῃ τις ὅτι μόνος Θεμιστοκλῆς ἔδειξε, καὶ ὥσπερ ψευδόμενος φανείη. εἶτα ἐπάγει τὸ ποῖον λόγον. BD.

Tett

207,4

ὕστερον δὲ οἱ πολλοὶ παραλαβόντες ἐχρή‐ σαντο] εἰς Πλάτωνα αἰνίττεται, ὅτι κλέψας τὸν λόγον ὡς ἴδιον αὐτοῦ ἔθηκε. BD.

Tett

207,6

ὅπου πότ’ ἂν ὦσιν ἄνδρες αὐτοὺς σώζειν εἰδότες ἐνταῦθα καὶ τείχη καὶ πόλεις] πόλεις καλεῖ τοὺς ἄνδρας καὶ ὁ ῥήτωρ „Τὸ δὲ ὑμᾶς ὅταν λέγω, τὴν πόλιν λέγω.“ BD.

Tett

207,7

οὔκουν τῷ γε ἀληθεστάτῳ τῶν λόγων ἐκλι‐ πεῖν τὴν πόλιν ἡγεῖτο] ἐνταῦθα φανερὰν ἔδειξε τὴν ἀντί‐ θεσιν, ὅτι ἐχρῆν μὴ φυγεῖν τὴν πόλιν, ἀλλ’ ἐν αὐτῇ πο‐ λεμῆσαι. BD.

Tett

207,8

ἀλλὰ μετασκευάζειν, ὥσπερ ἐν σκηνῇ, πρὸς τὸ παρεστὸς] ἀντὶ τοῦ εἰς ἕτερον σχῆμα διέταττε τιθέναι. λέγει δὲ θαλαττίους ἀντὶ τοῦ ἠπειρώτας ποιεῖν. BD.

Tett

207,9

τῶν ἀγωνιστῶν] ἀγωνιστὰς λέγει τοὺς τρα‐ γικοὺς, ἢ τοὺς κωμικούς. BD. ἀπολλύναι τὴν ἑαυτοῦ φύσιν] ἡγεῖτο. B. τὴν ἑαυτοῦ φύσιν] ἀντὶ τοῦ τὸ φρόνημα τὸ πρέπον
5αὐτοῖς. BD. μεταμπίσχηται] μετενδυθῇ. A.

Tett

207,10

καὶ τότε τοῖς Ἀθηναίοις ἐπιβάλλειν θαλατ‐ τίων σχῆμα προσθέσθαι] κατὰ κοινοῦ τὸ ἡγεῖτο· ἐπιβάλλειν δὲ λέγει ἀντὶ τοῦ ὀφείλεσθαι· οἷον ἡγεῖτο ὀφείλεσθαι αὐτοῖς τότε σχῆμα λαβεῖν ναυμάχων, οὐ μὴν διὰ τοῦτο τὴν φύσιν
5ἀμείβειν. τὸ δὲ μεταμπίσχηται ὡς ἐπὶ ἐσθῆτος εἶπεν, ἀντὶ τοῦ μετενδύσηται καὶ ἕτερον σχῆμα λάβῃ. BD.

Tett

207,11

τὴν μὲν χώραν καὶ τοὔδαφος τῆς πόλεως προεῖτο] ὅρα πῶς πανταχοῦ χώραν καὶ οὐκ ἄνδρας λέγει. BD.

Tett

207,12

τείχη καὶ ἑστίας καὶ νεὼς] τὰ ἄψυχα ὀνο‐
μάζει, ἐπειδὴ καὶ ἡ πόλις ἄψυχός ἐστιν. BD. τὴν τοῦ φρονήματος τάξιν] τοῦ πρέποντος τοῖς Ἀθη‐ ναίοις. BD.637

Tett

207,13

ἃ πεπεικὼς αὑτὸν ἦν] τουτέστιν ἃ ἠπί‐ στατο καὶ ἔκρινε. λέγει δὲ τὸ ναυμαχῆσαι. BD.

Tett

207,14

περὶ αὐτὰ φιλοψυχοίη] φιλοψύχους ἐκά‐ λουν τοὺς μικρῶν ἐρῶντας, οἷον τοὺς φιλοῦντας τὸ ὁπωσ‐ οῦν ζῆν. BD. τοὺς ἄνδρας αὐτοὺς προσαπολεῖ] ὅρα πάλιν πῶς
5διέστειλεν ἀπὸ τῶν ἐμψύχων τὰ ἄψυχα. BD.

Tett

207,15

εἰ δὲ τὰς ναῦς προβάλοιτο αὐτῶν] ἢ ὡς ἐπὶ προβολῇ εἶπε καὶ τείχους, ἢ ὡς ἐπὶ ὅπλων καὶ ἀσπί‐ δος. BD.

Tett

207,16

αὐτῆς τῆς κρίσεως] ἀντὶ τοῦ τῆς δοκιμα‐ σίας. ὡς ἐπὶ ἀγῶνος δὲ εἴρηται ἡ λέξις. διὸ ἐπήγαγε τὸν ἀγωνιστήν. BD.

Tett

207,18

καὶ οὐδὲν χείροσι χρήσεσθαι] ἢ τῇ πόλει, ἢ τοῖς ἀνδράσι. BD.

Tett

207,19

ἐκ πολλοῦ] λείπει διαστήματος. B.

Tett

207,20

προλαβεῖν ἐάσας] ὡς ἐπὶ δρομέως εἶπε. BD. τῆς θαλάττης τοσοῦτον ἀπολαβὼν, ὅσον ταῖς ναυσὶν ἤρκει] ἀντὶ τοῦ μέρος ὀλίγον τῆς θαλάττης. BD.

Tett

208,1

οὐ ναύτας ἀνθ’ ὁπλιτῶν ἐθίζων Ἀθηναίους εἶναι] τοῦτο τὸ ῥητὸν Πλάτωνός ἐστιν. BD.

Tett

208,2

οὐδὲ φυγῆς ἐφόδιον τὰς τριήρεις αὐτοῖς ἐξευρὼν] τοῦτο γὰρ ἐνεκάλει ὁ Πλάτων λέγων ὅτι φυγῆς ἀφορμὴν εὗρεν αὐτοῖς ὁ Θεμιστοκλῆς τὸ ναυμαχεῖν. BD Oxon. φυγῆς ἐφόδιον] ἀφορμήν. A.

Tett

208,3

ὥσπερ τὸν Γλαῦκον φασὶ τὸν Ἀνδηθόνιον] Ἀνδηθὼν πόλις Βοιωτίας. ἐκ ταύτης ἦν ὁ Γλαῦκος. οὗτος ἀγρεύσας ἰχθὺν μέγαν (ἦν γὰρ ἁλιεὺς) εἰς ἔδαφος ἔρριψεν, ἵνα ἀποθάνῃ. ὁ δὲ βοτάνῃ τινὶ, ἀειζώῳ λεγομένῃ, πλησιά‐
5ζων ἤσπαιρε καὶ οὐκ ἐτελεύτα. γνοὺς οὖν ὁ Γλαῦκος ἔφαγεν ἐκ τῆς βοτάνης, καὶ ἀθάνατος ἐκεῖ διετέλει, ὅντινα
δαίμονα λέγουσι θαλάττιον. BD Oxon. τὸν Σάρωνα τὸν ἐπώνυμον τοῦ πελάγους] κατὰ κοι‐ νοῦ τὸ δαίμονά φησι γίνεσθαι ναυτικώτατον. ἐκ τούτου638
10ἐκλήθη τὸ Σαρωνικὸν πέλαγος. ἔστι δὲ τῆς Παλαιστίνης, ᾧ πρόσκεινται πόλεις ἄλλαι πολλαὶ, καὶ Ἰώππη καὶ Λύδδα. BD Oxon.

Tett

208,8

μὴ πάντας ἀνθρώπους δουλεύειν συγκεχωρη‐ κότας] ὅτι πάντες ἦσαν δουλεύοντες. διὰ δὲ τοῦ πάντ’ ἄνω καὶ κάτω τὴν μεταβολὴν ἐμφαίνει τῶν στοιχείων. BD.

Tett

208,10

πᾶσι πόλεως πληρώμασιν] πλήθεσιν. B. πληρώμασι λέγει ἀντὶ τοῦ τοῖς πλήθεσιν. ὅρα δὲ πῶς τὸ καθόλου περιλαμβάνει, ἵνα μὴ δοκῇ περὶ μόνων λέγειν τῶν ὁπλιτῶν. BD.

Tett

208,12

τοὺς περὶ τῶν δικαίων λογισμοὺς] δικαίους λέγει λογισμοὺς τοὺς τῆς πατρίδος καὶ τῆς σωτηρίας. BD.

Tett

208,13

οὔκουν ἔγωγε, φησὶ, φεύγων ᾠχόμην εἰς Ἰταλίαν] ὡς παρὰ Θεμιστοκλέους ὁ λόγος, λύοντος τὴν ἀντίθεσιν, ὅτι οὐ δεῖ φεύγειν, οὐδὲ τὰ νῶτα διδόναι. Ἰτα‐ λίαν δὲ εἶπεν αἰνιττόμενος, ὑπὲρ οὗ ἐκεῖ ἀπῆλθεν ὁ
5Πλάτων. BD. φησὶ] ὁ Θεμιστοκλῆς. A. οὐδ’ ἐκεῖ πόλιν ἠξίουν οἰκίζειν] πόλιν οἰκίζειν λέγει, ὅτι ἔλεγεν ὁ Πλάτων ἐν τῇ ἐπιστολῇ τοῖς Σικελιώταις προ‐ βαλέσθαι τὸν Διονύσιον ἑαυτῶν βασιλέα, ἵνα ἡ πόλις
10ἀκέραιος μένῃ ἡ ἑαυτῶν, μὴ διὰ φιλονεικίαν ἐκεῖνος, φησὶ, πάντας ἀπολέσῃ, βαρβάροις ἐπίχαρτος γενόμενος. B.

Tett

208,14

καί τοι τῶν μάντεων κελευόντων] τοῦτο δείκνυσιν αὐτὸν τῶν μάντεων σοφώτερον· καὶ γὰρ ἐν τοῖς Περσικοῖς παρῄνουν οἱ μάντεις εἰς Σικελίαν ἀπελθεῖν. BD.

Tett

208,17

τοῦτον τὸν χρόνον] θαυμασίως εἶπε τὸν χρόνον, ἵνα δείξῃ τὴν ἀνάγκην. BD.

Tett

209,1

εἰ δ’ οἷόν τε, καὶ ἐξ αὐτῆς τῆς θαλάττης ὑπὲρ τοῦ ῥοθίου φέρε] τουτέστι καὶ ἐπὶ τῶν κυμάτων ἱστά‐
μενος. φέρε δὲ λέγει τὴν ἀσπίδα. B.639

Tett

209,3

τὸ εἰς τὰς τριήρεις μεταστῆσαι τὴν πόλιν] μεταστῆσαι λέγει, ὃ εἶπεν ὄπισθεν (207, 8.) μετασκευά‐ σαι. BD.

Tett

209,5

μεγαλοψυχίαν] μεγαλοψυχίαν νῦν κατα‐ φρόνησιν λέγει, ὅτι κατεφρόνησαν τῆς πόλεως· οὐδὲ γὰρ περὶ χρημάτων πρόσκειται ὁ λόγος. BD.

Tett

209,7

στρατοπέδῳ τῇ Σαλαμῖνι χρησάμενος] οὐκ εἶπε πόλει, ἀλλὰ στρατοπέδῳ, τουτέστι σκηνῇ, ὅπου καὶ παρεσκευάζοντο πρὸς τὴν χρείαν. BD.

Tett

209,8

τὸν αὐτὸν τρόπον, ὅνπερ οἱ πρότερον τῷ Μαραθῶνι] τὸν Μαραθῶνα τῇ Σαλαμῖνι παρατίθησι, δει‐ κνὺς ὅτι καὶ τότε τὴν πόλιν ἐξέλιπον, ἀλλὰ σοφίζεται· τότε γὰρ στράτευμα μόνον ἐξῆλθεν. B.

Tett

209,9

εἴς τε τὴν πόλιν ἦγεν εὐθὺς αὐτοὺς ἄνω] ἄνω εἶπεν, ὅτι κάτω δοκεῖ ἡ θάλαττα, εὐθὺς δὲ τὸν ἔρωτα δηλῶν, ὃν εἶχε περὶ τὴν πόλιν ὁ Θεμιστοκλῆς. BD.

Tett

209,10

ὥς φασιν οἱ ἐξηγηταὶ] εἰς τὸν Θουκυδίδην αἰνίττεται· ταῦτα γὰρ ἐν τῇ πεντηκονταετίᾳ φησίν. εἰπὼν δὲ τὸ μόνος ἐξ ἁπάντων εἰς τὴν ἀπάτην αἰνίττεται τοῦ Θεμιστοκλέους. BD.

Tett

209,12

κατὰ ποίαν τύχην] ἀντὶ τοῦ κατὰ ποίαν συμφοράν. ἐν γὰρ ταῖς συμφοραῖς αἱ φυγαὶ γίνονται BD.

Tett

209,13

παρὸν ἥντινα βούλωνται χώραν καὶ πόλιν λαβεῖν αὐτοὺς εἰς τἀρχαῖα ἐπανῆγε] καὶ τοῦτο γάρ ἐστιν ἀρετὴ, τὸ μετὰ νίκην μὴ ὀρέγεσθαι τῶν μειζόνων. BD.

Tett

209,15

πρὸς Διὸς, ὦ Πλάτων, εἰ δὲ δὴ σοῦ τις] ἐκ τῶν ἐναντίων λαμβάνει τὴν ἀπόδειξιν, ὅπερ ἐστὶ ῥητο‐ ρικώτατον. BD.

Tett

209,16

ὅσα δὴ διέπλεις ἐν ὁλκάσι τὴν θάλατταν] χάριεν τὸ ὁλκάσιν, ἵνα δείξῃ ὅτι οὐχ ἵνα ναυμαχήσῃ, ἀλλ’ ἵνα ψιλῶς πλεύσῃ. BD. περὶ τὴν Χάρυβδιν] δεινῶς εἶπε τὴν Χάρυβδιν, τὸ μέ‐
5γεθος τοῦ κινδύνου δηλῶν. ταύτην καὶ ὁ ποιητὴς λέγει, καὶ ὁ Θουκυδίδης ἐν τῇ τετάρτῃ, μεταξὺ τῆς Σικελίας
καὶ Ἰταλίας. BD.640

Tett

209,18

δυσχεραίνων] μισῶν. B. δυσχεραίνων τὰ ναυτικὰ] τουτέστι μισῶν τὰ ναυτικά. BD. τοῖς ὁπλίταις] Λακεδαιμονίοις. B.

Tett

209,19

ἅτε ὢν μουσικὸς] ἐπειδὴ τὸ ὦ μοχθηρὲ χαμαιζηλῶν ἀνθρώπων ἐστὶ καὶ οὐ προσῆκον παρ’ ἀνδρῶν φιλοσόφων λέγεσθαι, τὸ δὲ δαιμόνιε θεῖον καὶ φιλοσόφοις ἁρμόζον, ἔθος δὲ καὶ τῷ Πλάτωνι ἐν τοῖς διαλόγοις τούτῳ
5τῷ ῥήματι χρῆσθαι, διὰ τοῦτο λέγει τὸ ἅτε ὢν μουσικὸς, τουτέστιν ὑπερηρμένος καὶ θεῖος καὶ οὐ φρονῶν ἀνθρώ‐ πινα· τοιοῦτον γὰρ τὸ τῆς μουσικῆς χρῆμα, ἐπειδὴ καὶ τὸ πᾶν τοῦτο ἐμμελῶς καὶ ἡρμοσμένως τέτακται. Oxon.

Tett

210,1

ὦ μοχθηρὲ μελαγχολᾷς] τὸ μελαγχολᾷς εἴωθε λέγειν ὁ Πλάτων πρὸς τοὺς ἀντιλέγοντας αὐτῷ. ὥσπερ δὲ ἐπιπλήττει αὐτῷ, ὅτι ὀργίλος ἐστὶ, φιλόσοφος ὢν, πρὸς τοὺς διαλεγομένους αὐτῷ. BD.
5εἶπες δ’ ἂν οὑτωσί πως] ἠθικῶς ὁ ῥήτωρ διδάσκει αὐτὸν πῶς ἐχρῆν ἀποκρίνεσθαι. BD.

Tett

210,2

οὐδ’ ἐν γήρᾳ ναυτίλλεσθαι μεταμανθάνων] καθάπτεται αὐτοῦ ὅτι καὶ τοῦ γήρως κατεφρόνησε. τὸ δὲ μετὰ ἀντὶ τοῦ μετὰ τὴν ἡλικίαν. ὅρα πῶς τὴν ἀνάγκην τῆς ναυμαχίας προσβάλλεται. BD.

Tett

210,5

καὶ μὴν οὐδ’ ἐκεῖνό τις ἂν φήσειεν, ὡς ὑπὲρ μὲν] λύσις τοῦ ἀντιπίπτοντος. B. τοῦ ἀντιπίπτοντος λύ‐ σις· ἀλλ’ ὑπὲρ φίλου ἔπλεον. BD.

Tett

210,6

μήτε τὸ πολλάκις ἐξηπατῆσθαι] ἀποτυχεῖν. B. τὴν ἀποτυχίαν ἀπάτην ἐκάλεσε τοῦ Πλάτωνος· οὐ γὰρ ἐβα‐ σίλευσεν ὁ Διονύσιος ὥσπερ ἐσπούδαζεν ὁ Πλάτων. BD. πολλάκις γὰρ πλεύσας, ἐφ’ ᾧ καταστήσασθαι Δίωνι καὶ
5τῷ ἐκείνου παιδὶ τὰ πράγματα, ἄπρακτος ἀνεχώρησεν. Oxon.

Tett

210,7

ὑπὲρ δὲ τῆς Ἑλλάδος καὶ τοσούτων πραγμά‐ των οὐκ ἆρ’ ἔδει ταῖς ναυσὶ χρήσασθαι] θαυμασίως ἀντέ‐ θηκε Δίωνι τὴν Ἑλλάδα καὶ ταῖς ὁλκάσι τὸ ναυτικόν. BD.

Tett

210,9

ὁ δέ γε Βελλεροφόντης, ὦ ἄριστε] λύσις ἀπὸ παραδείγματος. B. ἡ λύσις ἀπὸ παραδείγματος κατὰ
μετάληψιν· μεταλαμβάνει γὰρ τὸν τρόπον τῆς μάχης, ὅτι οὐ φαύλως ἐγένετο. εἴληφε δὲ τὸ παράδειγμα συγκριτικῶς641
5ἐξ ὑπερβολῆς, ὅτι καὶ ὁ Βελλεροφόντης οὐκ ἀπὸ γῆς ἐμά‐ χετο, ἀλλ’ ἀπὸ τοῦ ἀέρος. BD.

Tett

210,10

καὶ ὅμως οὐκ ἔδοξε δειλὸς εἶναι] οὐχ ὁ τρόπος, φησὶ, παρατάξεως δειλίαν αὐτοῦ κατηγόρηκε. BD.

Tett

210,11

κἂν εἰ τὸν Δαίδαλον οἷός τ’ ἦν μιμήσα‐ σθαι] θαυμασίως ὁ ῥήτωρ ἐξαλλάττει τὰ παραδείγματα. BD.

Tett

210,13

ἢ κἂν εἰ μάχην πεζὴν μέλλων συνάψειν ἐκ τῶν ὑψηλοτέρων ἐπῄει, δειλίαν ὀφλήσειν ἔμελλε] ἐρωτημα‐ τικὸν τὸ χωρίον· ἆρα, φησὶ, πεζομαχῶν ὁ Θεμιστοκλῆς, ὃ σὺ θαυμάζεις, ἐκ τῶν ὀρέων ἐμάχετο, τὸ ἰσχυρὸν δεχό‐
5μενος ἐξ αὐτῶν, δειλὸς ἦν διὰ τὸν τρόπον τῆς μάχης. BD.

Tett

210,14

Λακεδαιμονίους δέ γε αὐτὸς σὺ φῂς τὴν ἐν Πλαταιαῖς] λεληθότως Λακεδαιμονίων καθάπτεται, ὅτι πρὸς Πέρσας μαχόμενοι ἐνήλλαττον τὴν τάξιν· καὶ δοκεῖ μὲν παραδείγματι χρῆσθαι, δειλίαν δὲ κατηγορεῖ αὐτῶν. B.
5τούτου μέμνηται καὶ ἐν τῷ τέλει τοῦ δευτέρου μέρους τοῦ Παναθηναϊκοῦ. BD.

Tett

210,15

ἀλλ’ ὑπάγειν τοὺς Πέρσας πρὸς τὸ συμφέ‐ ρον αὐτοῖς] ἀντὶ τοῦ ὑπαναχωρεῖν· ἵνα μὴ καταντικρὺ τῶν Περσῶν ὦσι. BD. λαθραίως φέρειν, οἳ ἂν κάλλιστα τὴν μάχην ἔμελλον
5ἐργάσασθαι. Oxon.

Tett

210,16

ἐῶ γὰρ Σκύθας, ὅσα δὴ φεύγοντες νενι‐ κήκασιν] παράδοξον εὗρε παράδειγμα, τὸ τῶν Σκυθῶν, ὅτι καὶ φεύγοντες νικῶσιν· ὅ ἐστι φυγὴ τρόπος νίκης. λέγεται δὲ περὶ τῶν Σκυθῶν ὅτι φεύγοντες ἐνίκων τοὺς
5πολεμίους. ἢ ὡς λέγει ἐν τῇ τετάρτῃ Ἡρόδοτος, ὅτι ἐν‐ ταῦθα ἑώρων ἐπικρατεστέρους τοὺς πολεμίους λαμβάνοντες ἐκ τῆς χώρας, ὅσων ἐδέοντο, τὰ δὲ λοιπὰ ἔκαιον, ἵνα ἄχρηστα γένωνται τοῖς ἐχθροῖς. ἐπολέμει δέ ποτε ὁ Δαρεῖος τοῖς Σκύθαις. ἁμαξόβιοι ὄντες οὗτοι καὶ καταδιωκόμενοι
10ὑπ’ αὐτοῦ εἰς τὰ ἐντὸς τῆς χώρας ἔφευγον. διώκων οὖν ἐπὶ πολὺ Δαρεῖος ὤκνησεν. ἦσαν δὲ οἱ Σκύθαι πέμποντες
ὀπίσω αὐτοῦ, ἐπὶ τῷ κατακαίειν τὸν σῖτον καὶ τὰ δένδρα. τοῦτο ἐπὶ καλῷ καὶ κακῷ ἐγένετο Δαρείῳ· ἐπὶ καλῷ μὲν, ὅτι κεκαυμένων τῶν ἐν τῇ ὁδῷ, καὶ ἀκολουθῶν τούτοις642
15εὗρε τὸν τόπον, ἔνθα αὐτοῦ ἦσαν αἱ τριήρεις· ἐπὶ κακῷ δὲ, ὅτι ἀναχωρῶν ἀπὸ τῆς διώξεως τῶν Σκυθῶν οὐκ εἶχε τὰ πρὸς τροφὴν ἐπιτήδεια, ἢ ποῦ δεῖ αὐτὸν καταλῦσαι, πάντα γὰρ ἦσαν ἐμπρήσαντες οἱ Σκύθαι. BD. παραδόξως εὗρε παράδειγμα τὸ τῶν Σκυθῶν, ὅτι καὶ φεύγοντες νικῶ‐
20σιν. ὁ γὰρ Δαρεῖος ἐπολέμησέ ποτε Σκύθαις. ἁμαξόβιοι δὲ ὄντες οὗτοι καὶ καταδιωκόμενοι ὑπ’ αὐτοῦ εἰς τὰ ἐντὸς τῆς χώρας ἔφευγον. διώκων οὖν ἐπιπολὺ Δαρεῖος ὤκνησεν· οἱ δὲ Σκύθαι πέμποντες ὀπίσω αὐτοῦ κατέκαιον τὸν σῖτον καὶ τὰ δένδρα. τοῦτο δὲ ἐπὶ καλῷ καὶ κακῷ τῷ Δαρείῳ·
25ἐπὶ καλῷ μὲν, ὅτι κεκαυμένων τῶν ἐν τῇ ὁδῷ, ἀκολουθῶν τούτοις εὗρε τὸν τόπον, ἔνθα ἦσαν αὐτοῦ αἱ νῆες· ἐπὶ κακῷ δὲ, ὅτι ἀναχωρῶν ἀπὸ τῆς διώξεως τῶν Σκυθῶν οὐχ εὕρισκε τὰ πρὸς τροφὴν ἐπιτήδεια. Oxon.

Tett

210,18

εἰ μὲν τοίνυν αὑτοῦ γνώμῃ μόνον περὶ τού‐ των] ἐπὶ τὴν μείζονα ἦλθεν ἀπόδειξιν, τὴν μαντείαν τοῦ Ἀπόλλωνος, Δημοσθενικῶς τὰ ἰσχυρὰ τῶν πραγμάτων τε‐ λευταῖα τηρῶν. BD.

Tett

211,1

ἐγὼ μὲν ὀκνῶ λέγειν, πᾶς δ’ ἄν τις συνίοι τὸ λοιπὸν] ἀντὶ τοῦ καὶ αὐτοῦ τοῦ θεοῦ κατηγορεῖ αὐτός. ἐν ταὐτῷ δὲ καὶ τὸ βλάσφημον ἔδειξε Πλάτωνος, καὶ τὸ ἄτοπον ἐσιώπησεν. BD.

Tett

211,2

ὅταν μὲν δέῃ Σωκράτη σοφώτατον εἶναι δοκεῖν] ἐπειδὴ μέγα ἐφρόνει ὁ Πλάτων ἐπὶ τῇ μαντείᾳ Σωκράτους, ἔνθα λέγει ἀνδρῶν ἁπάντων Σωκράτης σο‐ φώτερος, εἰκότως καὶ ἐπὶ Θεμιστοκλέους Ἀπόλλω ποιεῖ
5μάρτυρα. BD.

Tett

211,3

εἰς ἀξιόχρεων μάρτυρα ἀνοίσομεν τὸν θεὸν τὸν ἐν Δελφοῖς] οὐχ ἁπλῶς ἡ προσθήκη τοῦ ἐν Δελφοῖς, ἀλλὰ ἐπειδήπερ δοκεῖ καὶ ἄλλα μαντεῖα εἶναι, τοῦτο δὲ ἀληθέστερον τὸ ἐν Δελφοῖς, τοῦτο ἴσως προσέθηκεν. ἔχο‐
5μεν δὲ καὶ Ἡρόδοτον τούτῳ τῷ μαντείῳ μαρτυροῦντα
ἀκρίβειαν. BD.643

Tett

211,4

τοῖς λογίοις ἰσχυριούμεθα, ἃ Χαιρεφῶν καὶ ὀλίγοι τινὲς ᾔδεσαν, οἷς ἔμελε Σωκράτους] σημαίνει ὡς ἐκεῖνοι τὰ ἔπη ἔλεγον διὰ φιλίαν. ψευδὴς δὲ ἦν ὁ χρη‐ σμός. λεληθότως δὲ διαβάλλει τὸ χρησθὲν, ὅτι οὐ πολλοὶ
5ᾔδεσαν αὐτὸ, ἀλλ’ οἱ μαθηταὶ αὐτοῦ καὶ οἷς ἔμελεν αὐτοῦ. BD.

Tett

211,5

κοινότατα] ἀντὶ τοῦ φανερώτατα καὶ πάσῃ τῇ Ἑλλάδι δηλωθέντα, οὐκ ἐν μέρει τισίν. B. οἷς ἅπαντα τὰ μέλλοντα ἠκολούθησε] ἐκ τοῦ τέλους καὶ τῶν ἀποβάντων ἀπέδειξε τὸ συμφέρον τῆς ναυμα‐
5χίας. BD.

Tett

211,7

ὅπου γὰρ ταυτὰ ἔδοξεν ἐκείνῳ καὶ τῷ θεῷ] ὥσπερ ἴσον καὶ τῷ Ἀπόλλωνι ἀποδείκνυσι τὸν Θεμιστο‐ κλέα. BD.

Tett

211,9

ὃ πάντες θρυλλοῦσι] οὐχ ἁπλῶς ὃ λέγουσιν, ἀλλ’ ὃ θρυλλοῦσι, τουτέστιν ὃ θαυμάζουσι. BD.

Tett

211,10

ἀλλ’ ὥσπερ ἐπισφραγίζεται τὴν γνώμην τῇ προσθήκῃ] ἐπειδὴ ἀμφίβολον ἦν τὸ ξύλινον τεῖχος, καὶ οὔπω τοῦ Θεμιστοκλέους ἐγκώμιον, ἀδήλου τοῦ χρησμοῦ ὄντος, διὰ τοῦτο ἐπαγωνίζεται. γνώμην δὲ εἶπεν, ὥσπερ
5δεῖξαι βουλόμενος καὶ μάντιν τοῦ Θεμιστοκλέους ὄντα τὸν θεόν. BD.

Tett

211,11

μοῦνον ἀπόρθητον τελέθειν] τὸ ἀπόρθητον λύει τὴν πλάνην· μὴ τούτου γὰρ λεχθέντος οὐκ εἶχον συμβαλεῖν εἴτε κατὰ γῆν εἴτε κατὰ θάλατταν ἔδει μάχε‐ σθαι· νῦν δὲ ἡ τούτου προσθήκη τὴν κατὰ θάλατταν
5νίκην αὐτοῖς ἐπηγγέλλετο· ᾔδεσαν γὰρ ἀκριβῶς ὡς πάντα τὰ ἐν τῇ γῇ καθάπαξ ἀφανισθήσεται. δέον δὲ εἰπεῖν λέ‐ γοντος, τοῦ χρησμοῦ δηλονότι, λεγόντων εἶπε πρὸς τὸ σημαινόμενον· τί γὰρ ἄλλο ὁ χρησμὸς ἢ λόγοι θεῖοι; ἄλλος θ’ ὅτε καὶ ἄνω εἶπε· τίν’ οὖν ἦν τὰ χρησθέντα. Oxon.

Tett

211,13

μηδὲ τρυφῶσιν] καταφρονοῦσι. B. ἀντὶ τοῦ καταφρονῶσιν· οἱ γὰρ τρυφῶντες κατα‐ φρονοῦντες τοῦ σπουδάζειν τοῦτο ποιοῦσι. BD.

Tett

211,14

ἅτ’ ὢν μουσηγέτης ὁ θεὸς καὶ λέγειν
ἄριστος δήπου] οὐ μόνον μάντιν δείκνυσι τὸν θεὸν, ἀλλὰ καὶ ῥήτορα, μουσηγέτην εἰπὼν, τουτέστιν ἡγεμόνα Μου‐ σῶν. BD.644

Tett

211,16

ἀλλὰ καὶ τοὺς ὕστερον μέλλοντας ἔσεσθαι] ἐκ τοῦ ἀορίστου αὔξει τὸν ἔπαινον τοῦ Θεμιστοκλέους· σωθέντος γὰρ τοῦ Ἑλληνικοῦ ἀνάγκη καὶ τοὺς μέλλον‐ τας ἔσεσθαι ἐξ αὐτῶν σώζεσθαι. B.

Tett

211,17

οὕτω συνεκληρώθησαν τῇ τύχῃ τῆς πόλεως αἱ τριήρεις] οὐ μόνον εἰς τὸν θεὸν ἄγει τὸ ναυτικὸν, ἀλλὰ καὶ εἰς τὴν εἱμαρμένην. BD. εἴ ποτε γὰρ εὖ πράττοιεν, κατὰ ταύτας εὖ πράττειν
5αὐτοῖς περιῆν ὅλως] εἰ γάρ ποτε ηὐτύχουν, διὰ τῶν νεῶν καλῶς ἔπραττον. BD.

Tett

212,1

καὶ οὐδ’ ἐνταῦθ’ ἔστη τῆς δημηγορίας] οὐκ εἶπε τῆς μαντείας, ἀλλὰ τῆς δημηγορίας, ὡς φανερᾶς τοῖς Ἕλλησι γενομένης τῆς μαντείας, καὶ ὡς ῥήτορα δεικνὺς αὐτόν. BD.

Tett

212,2

ἀλλ’ ὥσπερ προκαταλαμβάνων καὶ ὥσπερ ὑποτεμνόμενος τὰς Πλάτωνος ἐπιτιμήσεις] χαριέντως δεί‐ κνυσι τὸν θεὸν προμαθόντα τὰς τοῦ Πλάτωνος διαβολάς. BD. τὰς Πλάτωνος ἐπιτιμήσεις] διαβολάς. B.

Tett

212,3

λέγων ἐκ τοῦ εὐθέος ἤδη] τουτέστιν ἐκ τοῦ σαφοῦς καὶ μὴ πλαγίου καὶ ποικίλου, ἐπειδὴ δόξας ἐφθέγ‐ γετο ὁ θεός. BD. μηδὲ σύ γ’ ἱπποσύνην τε μένειν καὶ—ἔτι τοί
5ποτε κἀντίος ἔσσῃ] ἐπειδὴ ὁ Πλάτων ἔλεγεν ὅτι τὴν θάλασ‐ σαν τῆς γῆς προετίμησεν ὁ Θεμιστοκλῆς, φησὶν ὁ Ἀριστεί‐ δης ὅτι, ὥσπερ προειδὼς ὁ θεὸς τὰς μελλούσας παρὰ Πλάτωνος γίνεσθαι ἐπιτιμήσεις, διὰ τοῦτο εἶπεν ἐν τῷ χρησμῷ· μήτε σύ γ’ ἱπποσύνην τε μένειν καὶ πεζὸν ἰόντα
10πολλὸν ἀπ’ ἠπείρου στρατὸν ἥσυχος, ἀλλ’ ἀναχωρεῖν. εἶτα τέλος ἄλλου στίχου· ἔτι τοί ποτε κἀντίος ἔσσῃ. τὸ δὲ μένειν ἀντὶ τοῦ μὴ μένε ἀπαρέμφατον ἀντὶ προστακτικοῦ· Ἀττικὸν δὲ τὸ ἔθος. BD.

Tett

212,5

καὶ ἔγωγε ἡδέως ἂν ἐροίμην τοὺς τὰς βα‐ θείας] ἐλεγκτικὸν τὸ σχῆμα. B.
τοὺς τὰς βαθείας ὑπήνας ἕλκοντας, ἔφη τις τῶν κω‐ μικῶν] ἐπειδὴ οἱ φιλόσοφοι κομῶντες τὸ γένειον ἀεὶ κατέ‐645
5χουσι καὶ ἕλκουσιν αὐτὸ, διαβάλλει αὐτοὺς Ἀριστοφάνης· τὸ δὲ σχῆμα ἐλεγκτικόν. BD. τὰς βαθείας ὑπήνας] ὑπήνη αἱ ὑποκάτω τοῦ γενείου τρίχες· ἀπὸ τοῦ ὑπεῖναι, ἤγουν ὑποκεῖσθαι τῷ γενείῳ· οἱ δὲ παρὰ τὸ ἴημι, οὗ ὁ μέλλων ἤσω, ἤνη, καὶ ὑπήνη, παρὰ
10τὴν ἔσιν τῶν τριχῶν. ἐν δὲ τῷ ῥηματικῷ εὗρον ὅτι σημαί‐ νει μύστακα, γένειον, πώγωνα καὶ τὴν ἄνω τοῦ χείλους τρίχωσιν. A.

Tett

212,6

μέχρι τούτου] ἀντὶ τοῦ μέχρι τοῦ ἕλκειν τὰς ὑπήνας φιλοσοφούντων. BD. μέχρι τούτου τὸν Πλάτωνα σεμνύνοντας] τοῦτο λέγει, ἢ ὅτι καὶ Πλάτων βαθὺν πώγωνα εἶχεν, ἢ ἐπειδὴ ὁ Πλά‐
5των προστάτης ἦν τῆς φιλοσοφίας, ταύτην εἰς ὕψος ἄρας, διὰ τοῦτο ἀντὶ τοῦ εἰπεῖν τὴν φιλοσοφίαν τὸν Πλάτωνα εἶπεν. Oxon.

Tett

212,10

οὐ σοφοῦ πρᾶγμα ἔμελλε πείσεσθαι] βαρὺ τὸ ῥῆμα ὡς πρὸς Πλάτωνα λεγόμενον. B. πρὸς Πλάτωνα λεγόμενον. D.

Tett

212,12

δυοῖν γὰρ τῶν ἐσχάτων ἀπόδειξις ἦν] γρά‐ φεται καὶ σύμβολον ἦν. BD.

Tett

212,16

σταθήτωσαν παρὰ τὸν τρίποδα τὸν ἐν Δελ‐ φοῖς, ὃν Ἕλληνες ἀπὸ τῶν βαρβάρων ἀνέστησαν] ὡς ἄλλο, φησὶν, ἀνάθημα, καὶ τοῦτο σταθήτω. τὸ δὲ ἀπὸ τῶν βαρβάρων ἀντὶ τοῦ ἀπὸ τῶν βαρβαρικῶν λαφύρων. BD.
5ἢ ἐχέτωσαν τιμὰς τὰς αὐτὰς τῷ Ἀπόλλωνι, ἤγουν ἐκ τοῦ τοὺς βαρβάρους καταπολεμῆσαι καὶ τἀκείνων λα‐ βεῖν. Oxon.

Tett

212,17

ἀλλὰ μὴν οὐκ ἦν πρὸς δαίμονα φωτὶ μά‐ χεσθαι] αὐτὸς προλαμβάνει τὴν ἀπόκρισιν, ὡς ἀδύνατον τὸν Πλάτωνα πρὸς τὸν Ἀπόλλωνα μάχεσθαι. δεινῶς δὲ εἶπε τὸ τελευτώντων, δεικνὺς ὅτι Πλάτων τοὺς ἀποθανόντας
5προτιμοτέρους ποιεῖται τῶν ζώντων. φασὶ δὲ ὅτι, καὶ ὅτε ἐτελεύτα τις, ἐπυνθάνοντο τῆς Πυθίας οἵας ἦν ἄξιος τιμῆς ὁ
ἀπελθών. ἀλλὰ καὶ ὁ Πλάτων ὑποτιθέμενος πόλιν φησὶν οὕτως, ἐάν τις ἀποθάνῃ, ἐρωτᾶν τὴν Πυθίαν δεῖ εἰ ἄξιός ἐστιν ὁ τελευτήσας τιμῶν. BD.646

Tett

212,20

ὑπὲρ τῆς τῶν ζώντων σωτηρίας] ἐνταῦθα δηλοῖ σαφῶς τὸ ἀντικείμενον· τοῖς γὰρ τελευτήσασιν ἀντέ‐ θηκε τοὺς ζῶντας. B.

Tett

212,21

τῷ πεισθέντι] θαυμασίως τῷ πεισθέντι· πρώην γὰρ αὐτὸν σύμβουλον εἶπε τῶν Ἑλλήνων, νῦν δὲ πειθόμενον τῷ Ἀπόλλωνι μέσον αὐτὸν δείκνυσι τοῦ θεοῦ καὶ ἀνθρώπων. BD.

Tett

213,1

σχεδὸν εἰς μόνον τὸν Θεμιστοκλέα] τῇ προσ‐ θήκῃ τοῦ σχεδὸν ἐκόλασε τὸ παράδοξον τοῦ νοήματος. D.

Tett

213,3

τῷ παρόντος τοῦ πολέμου πεῖσαι ναυμαχεῖν] καὶ γὰρ τὸ πεῖσαι μὴ δειλιᾶν τοὺς φοβουμένους μέγα ἐστὶ κατόρθωμα. BD.

Tett

213,4

εἴτε γὰρ ἐποιήθησαν ἐξ ἀρχῆς αἱ τριήρεις] ἕκαστον λοιπὸν τῶν τριῶν λέγει, πῶς χρήσιμον ἦν. ὥσπερ δὲ ἀντιπῖπτον λύει, ἵνα μὴ εἴπῃ τις· ἀλλ’ ἦν ἄλλο ναυτι‐ κόν· ἑκατὸν γὰρ ἦσαν αἱ πᾶσαι νῆες τῆς Ἑλλάδος. BD.

Tett

213,6

στήσασθαι] συστήσασθαι καὶ πολεμῆσαι. B. συστήσεσθαι] ἀντὶ τοῦ πολεμεῖν· σύστασις γάρ ἐστιν ὁ πόλεμος. BD.

Tett

213,8

ἄλλον δέ τινα αὐτοῖς ἔδοξε τρόπον τὸν πό‐ λεμον διαφέρειν] ποῖον δὲ τούτου τὸ κατ’ ἤπειρον πολε‐ μῆσαι. B.

Tett

213,9

ἥ γε φύσις τῆς θαλάττης] τὰ στενὰ λέγει, ἔνθα ἐποίησεν ὁ Θεμιστοκλῆς τὴν ναυμαχίαν. BD. ἄχρηστον τὸ πλῆθος τῶν νεῶν τοῖς βαρβάροις ἐποίησε] τὸ τρίτον γὰρ αὐτῶν τοῦ πλήθους ἀπώλετο. BD.

Tett

213,12

στησάμενος τὴν ναυμαχίαν κατιόντος τοῦ πνεύματος] οὕτω, φησὶν, ἔστησαν τὰς ναῦς ὥστ’ ἔχειν τὸν βορέαν ὄπισθεν, ἵνα προσβαλὼν τοῖς Πέρσαις ὀξέως ἐπέλθοι. τοῦτο δέ φησιν ἀπὸ τοῦ μύθου, ὅτι ὁ Βορέας
5ἐραστὴς ὢν Ὠρειθυίας κόρης Ἀττικῆς συνέπραξε τοῖς Ἀθη‐ ναίοις. τούτου δὲ ὁ Ἡρόδοτος οὐ μέμνηται, βούλεται δὲ ῥητορικῶς βιαζόμενος καὶ τὴν νίκην Φορμίωνος ἀναγαγεῖν
εἰς Θεμιστοκλέα. BD.647

Tett

213,15

τίνα δὴ τἀπὶ τούτοις ἐφθέγξατο ὁ θεός;] διὰ τοῦ εἰπεῖν ἐφθέγξατο τὸ σαφὲς δηλοῖ τῆς μαντείας. BD.

Tett

213,17

ὁ μὲν τοίνυν θεὸς θείαν τὴν Σαλαμῖνα προσεῖπεν, —ἢ κατὰ πάντα τἀνθρώπινα] κατασκευάζει λοιπὸν ὅτι ἐκ τῶν μελλόντων ἔργων ἐν αὐτῇ γενέσθαι θείαν αὐτὴν εἶπεν, ἵνα μή τις εἴπῃ· ἀλλ’ ὡς θαυμαστὴν
5οὖσαν τὴν νῆσον θείαν ἐκάλεσεν. BD. ὡς ἐν αὐτῇ μελλόντων ἔργων ἔσεσθαι κρειττόνων ἢ κατὰ πάντα τἀνθρώπινα] τουτέστι μελλόντων τῶν Ἑλλήνων ἐκεῖ νικᾶν τὸν βάρβαρον. BD.

Tett

213,18

τὸν ταῦτα κατειργασμένον] ἐμφαντικόν ἐστι τὸ ταῦτα ἀντὶ τοῦ τὰ θεῖα προστάγματα. BD. ὁ μὲν Ἴακχος ἐξεφοίτησε καὶ μετέσχε τῶν δρωμένων] ἐκ τοῦ ἱεροῦ ἐξῆλθε πρὸς τὸ μετασχεῖν τῆς ναυμαχίας. B.
5τοῦτον λέγουσιν υἱὸν Δήμητρος εἶναι, τὸν δὲ αὐτὸν καὶ Διόνυσον. τῇ δὲ συμμαχίᾳ τῶν θεῶν αὔξει τὸν ἔπαινον Θεμιστοκλέους· οὗτος γὰρ λέγεται παρεῖναι αὐτοῖς ἐν τῇ ναυμαχίᾳ. σεμνύνει δὲ καὶ τὴν ναυμαχίαν· εἰ μὴ γὰρ ἦν καλὸν, οὐκ ἂν ὁ θεὸς συνέπραττεν αὐτῇ· καλὴ δὲ ἡ προσ‐
10θήκη τοῦ ἐξεφοίτησε· δείκνυσι γὰρ ὅτι καταλιπὼν τὸ τέμενος ἐπεθύμησε κοινωνῆσαι τῆς ναυμαχίας. BD. τοῦτον λέγουσιν υἱὸν Δήμητρος εἶναι, τὸν δὲ αὐτὸν καὶ Διόνυσον· ἄλλοι δὲ παῖδα Διονύσου. ἡ δὲ ἱστορία τοιαύτη· λέγουσιν ὅτι καταλιπὼν τὸ τέμενος ἐπεθύμησε κοινωνῆσαι τῆς ναυ‐
15μαχίας· ὅτε γὰρ ἔμελλεν ἡ ναυμαχία γίγνεσθαι, φωνή τις ἐδόθη ὑπὸ τοῦ Ἰάκχου, καὶ οἱ μὲν μεμυημένοι ἤκουσαν, οἱ δὲ ἀμύητοι ᾔσθοντο· τῷ δὲ καὶ ἀπὸ τῆς Ἐλευσῖνος ὥσπερ κονιορτὸν ἐλθεῖν ἐπὶ τὴν Σαλαμῖνα ἐνομίσθη, ὅτι ἡ Δημήτηρ καὶ ἡ κόρη ἦλθον συμμαχῆσαι τοῖς Ἕλλησιν. Oxon.

Tett

214,1

νέφη παρὰ ταῖν θεαῖν εἰς τὴν ναυμαχίαν ἐγκατέσκηψε] ὅτε ἤμελλεν ἡ ναυμαχία γίνεσθαι, φωνή τις ἐδόθη ὑπὸ τοῦ Ἰάκχου. καὶ οἱ μὲν μεμυημένοι ἤκουσαν, οἱ δὲ ἀμύητοι ᾔσθοντο. τὸ δὲ καὶ ἀπὸ τῆς Ἐλευσῖνος
5ὥσπερ κονιορτὸν ἐλθεῖν ἐπὶ τὴν Σαλαμῖνα ἐνομίσθη, ὅτι ἡ
Δημήτηρ καὶ ἡ Κόρη ἦλθον συμμαχῆσαι τοῖς Ἕλλησιν. εἶπε δὲ νέφη εἰς τὴν ναυμαχίαν ἐγκατασκῆψαι· ἡ γὰρ Κόρη καὶ ἡ Δημήτηρ ἔπεμψαν τὰς νεφέλας ὕστερον, ἵνα καὶ διὰ τοῦ χειμῶνος φοβήσωσι τοὺς βαρβάρους. BD.648
10παρὰ ταῖν θεαῖν] τῇ Ἀθηνᾷ καὶ Ἥρᾳ. A.

Tett

214,2

τιμῶντες ἔργῳ Θεμιστοκλέα] τὴν φιλανθρω‐ πίαν τῶν θεῶν τιμὴν Θεμιστοκλέους ἐκάλεσε. τὸ δὲ ὅμοιον πεποίηκεν ἐν τῷ Μιλτιάδῃ. B.

Tett

214,3

καὶ ἡ προσηγορία τῇ Σαλαμῖνι πανταχόθεν ἠκριβοῦτο καὶ κατέστη θεία τοῖς ἅπασι] διὰ γὰρ τὸ εὐ‐ τυχῆσαι τοὺς Ἕλληνας ἐκεῖ εἰκότως θεία ἡ Σαλαμὶς ὠνο‐ μάζετο. BD.

Tett

214,5

ὁ θεὸς τὴν ναυμαχίαν θείαν δι’ ἐκείνης προσεῖπε] θαυμασίως κατασκευάζει, ὅτι ἡ ναυμαχία θεία παρὰ τῷ Θουκυδίδῃ ἐκλήθη. BD.

Tett

214,6

Πλάτων δὲ, ὡς ἔοικεν, ἀναίνεται τὴν νίκην] ἀντὶ τοῦ ἀποστρέφεται. ὅρα δὲ πῶς οὐκ εἶπε τὴν ναυμα‐ χίαν, ἀλλὰ τὴν νίκην ὠνόμασε παρὰ τοῖς πᾶσι ποθουμέ‐ νην. BD.

Tett

214,7

ταῦτα] ἀντὶ τοῦ τὰ θεῖα προστάγματα. B.

Tett

214,10

τὸν ἐπαλείψαντα τῇ μίλτῳ τὰς ναῦς] ἀντὶ τοῦ χρίσαντα. τοιαῦται γὰρ ἦσαν αἱ τοῦ Ὀδυσσέως, ὡς Ὅμηρος „Τῷ δ’ ἅμα νῆες ἕποντο δυοκαίδεκα μιλτοπά‐ ρῃοι.“ ὅρα δὲ πῶς διέσυρε τὸ ἔργον τοῦ Ὀδυσσέως, σιω‐
5πήσας αὐτοῦ τὸ κατόρθωμα. BD. εἰ γὰρ ὁ μὲν Ζεὺς ἐδίδου τῇ Ἀθηνᾷ δωρεὰν τὰς ναῦς] εἶπε γὰρ ὁ χρησμὸς „Τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύς.“ BD.

Tett

214,11

ὁ δ’ ἐξ ἀρχῆς πρὸς ταῦθ’ ἥρμοστο] καλῶς εἶπε τὸ ἐξ ἀρχῆς, ἵνα μὴ δόξῃ τοῦ θεοῦ τὸ ἔργον. εἶτα ἐπήγαγεν ἥρμοστο, δεικνὺς ὅτι καὶ προῄδει, καὶ παρὰ τὴν χρείαν ὅμοιος ἦν τῷ θεῷ. BD.

Tett

214,13

πῶς ἄν τις μᾶλλον μεγαλοπρεπείᾳ παρὰ καιρὸν ἐχρήσατο;] καὶ ἐπαινεῖ τὸν Πλάτωνα τῷ εἰπεῖν μεγαλοπρεπείᾳ, καὶ ψέγει τῷ λέγειν παρὰ καιρὸν αὐτὸν
λέγειν ὃ βούλεται. BD.649

Tett

214,17

ἐκρίνετο ἐν τῷ Ἀπόλλωνι τῷ Πυθίῳ] καλῶς πάλιν τὸν Ἀπόλλω δέχεται δικαστὴν, τὸν καὶ μαντείας ὄντα κύριον. BD.

Tett

214,19

ἀλλ’ ἄτοπον προειπεῖν μὲν αὐτὸν ταῦτα καὶ χρῆσαι, τοῦ δὲ ὑπακούσαντος καταψηφίζεσθαι] πάλιν τὸν Ἀπόλλωνα δείκνυσιν αἴτιον, ἀλλ’ οὐ τὸν Θεμιστοκλέα· ὁ μὲν γὰρ προσέταξεν, ὁ δὲ ἐπείσθη τῷ θεῷ. BD.

Tett

214,21

εἰς τὸν Ἀπόλλω τὸ ἔργον ἀνενεγκόντα] εἰπὼν γὰρ ὅτι κατὰ κέλευσιν τοῦ Ἀπόλλωνος ἐφόνευσε τὴν μητέρα ἀπελύθη. BD. ἦ που τόν γε παρ’ αὐτῷ τῷ Ἀπόλλωνι φεύγοντα,
5ὑπὲρ ὧν μετ’ ἐκείνου κατέπραξεν, οὐδεὶς λόγος ἦν ἁλῶναι] πολλάκις γὰρ κρινομένων τινῶν ἔπεμψεν ἡ Πυθία κε‐ λεύουσα αὐτοὺς ἀπολυθῆναι τῆς κρίσεως. BD.

Tett

215,1

ὃν οὐκ ἦν ἑλεῖν παρὰ τῷ θεῷ κριτῇ, τούτου Πλάτων ἠξίωσε κατηγορεῖν;] ἔθος τῷ Ἀριστείδῃ, ὥσπερ καὶ Δημοσθένει τοῦτο, ὅτε λάβῃ τὸ καθ’ ὑπόθεσιν καὶ δείξῃ αὐτὸ ἀληθὲς, λοιπὸν ἐπάγειν αὐτῷ συμπέρασμα·
5ὥσπερ καὶ ἐνταῦθα πεποίηκεν, εἰρηκὼς ὅτι, εἰ ἐκρίνετο Θεμιστοκλῆς παρὰ τῷ Ἀπόλλωνι, ὡς κακῶς πεποιηκὼς ἐν Σαλαμῖνι τὴν ναυμαχίαν, πῶς οἷόν τε ἦν τὸν Ἀπόλλωνα Θεμιστοκλέους καταψηφίζεσθαι, ὡς κακῶς ἐγχειρίσαντος, ὅστις καὶ αὐτὸς ἦν μαντευσάμενος ἐκεῖ πολεμῆσαι τοὺς
10Ἕλληνας. εἶτα ὡς ἀπέδειξεν ὅτι ἀληθές ἐστιν, ἐπήγαγε συμπέρασμα, πῶς οὐκ ἦν εἰκὸς παρὰ τῷ θεῷ κριτῇ ἡττη‐ θῆναι τὸν Πλάτωνα τούτου κατηγοροῦντα; BD.

Tett

215,3

ἐκείνοις] τοῖς Ἀθηναίοις. A.

Tett

215,4

καθάπερ πρότερον φασὶ τὸ περὶ τῶν φυλῶν] ὅτι Κλεισθένης ἔλαβε μαντείαν, πῶς δεῖ τάξαι τὰς φυλάς. λέγεται δὲ ὅτι γνώμῃ τοῦ Ἀπόλλωνος τὰς δέκα φυλὰς ἔταξεν. B.
5ὁ Κλεισθένης ἔλαβε τὰς μαντείας, πῶς δεῖ τάξαι τὰς φυλάς. Oxon.

Tett

215,5

ἐπεὶ δ’ ἔφθη πρὸ τῆς αἰτίας αὐτὸν ἀφεὶς
ὁ θεὸς] εἰ δὲ καὶ πρὸ τοῦ ἐνθυμηθῆναι τὸν Θεμιστοκλέα πολεμῆσαι τοὺς Ἕλληνας ἐκεῖ τῷ βαρβάρῳ ὁ θεὸς τοῦτο προειρήκει, καὶ οὐ μόνον οὐκ ἔλεγε πῶς δεῖ ναυμαχεῖν,650
5ἦ που ἄξιός ἐστιν ὁ Θεμιστοκλῆς μέμψεως. BD. ἡ ἀπό‐ δοσις ἀπὸ κοινοῦ, ὅτι οὐ νῦν μᾶλλον τῆς αἰτίας δέον ἀφεῖσθαι. ἔθος δὲ τοῖς ῥήτορσιν, ὅταν θυμῷ κινούμενοι χρῶνται τοῖς λόγοις, ἐλλείπειν τὴν ἀπόδοσιν, ὥστε καὶ Δημοσθένης πολλαχοῦ τε ποιεῖ καὶ ὅτε πρὸς τὸν Αἰσχί‐
10νην καταφερόμενος αὐτοῦ ἀποτείνεται. Oxon.

Tett

215,7

καὶ μόνον οὐ συνεῖπεν αὐτῷ περὶ ἁπάντων ἐξ ἀρχῆς] τὸ συνεῖπε νῦν οὐκ ἔστιν ἐπὶ τοῦ συνηγόρη‐ σεν, (οὐ γὰρ κρίσις τὸ παρὸν) ἀλλὰ κεῖται ἀντὶ τοῦ ταῦτα εἶπεν. BD.

Tett

215,8

ὅμως οὐκ ἀπέσχηται Πλάτων] βαρέως τὸ Πλάτων εἴρηκεν, ἀντὶ τοῦ καὶ τοῦ Ἀπόλλωνος Πλάτων ἐστὶ δικαιότερος. B. ἐναντία τῷ χρησμῷ πεφιλοσόφηκε] κυρίως ἐνταῦθα
5τῇ λέξει ἐχρήσατο πρὸς τὸ ἐπιτήδευμα Πλάτωνος· λέγει γὰρ ὅτι φιλόσοφος ὢν κατηγορεῖ τοῦ χρησμοῦ, ὡς κακῶς κελεύσαντος πολεμῆσαι ἐκεῖ τοὺς Ἕλληνας. B.

Tett

215,9_11

τί οὖν οὐχὶ καὶ τοὺς Ἡρακλείδας— πρὸς τὸ Ῥίον περαιωθέντες] οἱ περὶ Ὕλλον Ἡρακλεῖδαι τὸν Ἀπόλλωνα ἤροντο πῶς ἂν κρατήσωσι τῆς Πελοπον‐ νήσου, καὶ ἔχρησεν αὐτοῖς διὰ τῶν στενῶν κατελθεῖν.
5μὴ συνιέντες δὲ τὸν χρησμὸν διὰ τοῦ Ἰσθμοῦ κατήρχοντο. ἀπαντησάντων αὐτοῖς τῶν Πελοποννησίων, ἔδοξε μονομαχῆ‐ σαι τοὺς ἡγεμόνας τῶν δύο στρατευμάτων. δόξαντος τούτου, ὁ μὲν Ὕλλος ὑπὸ τῶν Ἡρακλειδῶν, ὑπὸ δὲ τῶν Πελοποννησίων ὁ τῆς Ἀρκαδίας βασιλεύς. ἦν δὲ καὶ τοῦτο δόξαν, τοὺς ἡττη‐
10θέντας ἐπὶ ἑκατὸν ἔτη σχεῖν ἡσυχίαν. συμβαλόντων τῶν στρατηγῶν πίπτει ὁ Ὕλλος. πάλιν οἱ τῶν Ἡρακλειδῶν
τούτων μετέκγονοι ἀπῆλθον ἐν Δελφοῖς περὶ τῆς καθόδου χρησόμενοι, καὶ ἀνήγγειλεν αὐτοῖς διὰ τῶν στενῶν κα‐ τελθεῖν. ἐκεῖνοι ἀντεῖπον ἀκούσαντες· ἀλλὰ καὶ οἱ πατέ‐651
15ρες ἡμῶν σοὶ πεισθέντες ἀπώλοντο. ὁ δὲ εἶπεν αὐτοῖς ὅτι ἐκεῖνοι μὲν οὐκ ἠρώτησαν διὰ ποίων στενῶν, πότερον διὰ τοῦ Ἰσθμοῦ, ἢ διὰ τῶν δύο ῥίων, τοῦ Ἀχαϊκοῦ καὶ τοῦ Μολικρίκου· δεῖ οὖν ὑμᾶς διὰ θαλάσσης ἀπελθεῖν. ταύτῃ τραπομένων αὐτῶν, νομίσαντες αὐτοὺς διὰ τοῦ
20Ἰσθμοῦ πάλιν ἰέναι ἐχώρησαν ἐπ’ ἐκεῖνο τὸ μέρος Πε‐ λοποννήσιοι. καὶ ἀπόντων αὐτῶν Ἡρακλεῖδαι ἔρημον εὑρόντες κατέσχον τὴν Πελοπόννησον. δεινὸν δὲ τὸ πα‐ ράδειγμα τῶν Ἡρακλειδῶν, τῶν προγόνων Λακεδαιμο‐ νίων, οὓς Πλάτων ἐπαινεῖ. BD Oxon.

Tett

215,11

ἀπὸ τοῦ Ῥίου πρὸς τὸ Ῥίον περαιωθέν‐ τες] Ῥίον τὸ ἀκρωτήριον, ἐπειδὴ περιρρεῖται ὕδατι. ἴσως δὲ ἐκ τοῦ ἀκρωτήριον γέγονε μείωσις, ἵν’ αἱ πρῶται συλ‐ λαβαὶ ὦσιν ἀφῃρημέναι· ἢ ὅριον ἐστὶν, ἀφ’ οὗ ἐστὶν ὁρᾶν
5καὶ σκοπεύεσθαι. A.

Tett

215,15

οἱ δ’ ἀγνοήσαντες καὶ τὴν ἑτέραν] σοφώ‐ τερον δείκνυσι τῶν Ἡρακλειδῶν τὸν Θεμιστοκλέα, εἴ γε οἱ μὲν οὐκ ἐνόησαν τὸ στενὸν, ὁ δὲ ἐνόησε τὸ ξύλινον τεῖ‐ χος. BD.

Tett

215,16

τὴν ἑτέραν τραπόμενοι] ἀντὶ τοῦ διὰ γῆς ἐρχόμενοι. λέγει δὲ διὰ τοῦ Ἰσθμοῦ. ὥσπερ δὲ καθάπτεται τῶν Λακεδαιμονίων, ὅτι ἡττήθησαν πεζομαχοῦντες. BD.

Tett

216,2

στενὰ δ’, ὡς ἔοικεν, ἀμφοτέρωθι] τὸ ἀμ‐ φοτέρωθι, ἢ εἰς ἀμφότερα· τὸ δὲ ἀμφοτέρωθεν, καὶ ἐκ τῶν δύο μερῶν. Oxon.

Tett

216,3

διὸ καὶ τότε οἶμαι Θεμιστοκλῆς τὸν Ἰσθμὸν παντὸς μᾶλλον φεύγειν ἠξίου] καλῶς τὸ οἶμαι· οὐδὲ γὰρ
πάντως ἀληθὲς ἦν. BD. ὥσπερ ἄλλο τι ἀρχαῖον κακὸν φυλαττόμενος] ἐκεῖ652
5γὰρ ἐν τῷ Ἰσθμῷ ἡττήθησαν οἱ Ἡρακλεῖδαι. BD.

Tett

216,8

τὸ Δωρικὸν τοῦτο στρατόπεδον] τὸ Δωρι‐ κὸν εἶπεν οὐ τοὺς Ἡρακλείδας μόνον, ἀλλὰ κοινὸν ὄνομα εἶπε κατ’ ἀμφοτέρων. καὶ Θουκυδίδης „Δωριεῖς δὲ σὺν Ἡρακλείδαις Πελοπόννησον ἔσχον.“ B.
5τούτου τοίνυν οὐχ ἧττον ἐν καιρῷ τοῖς Ἕλλησι] πά‐ λιν ἀρχαίως ἔφρασεν, ἀντὶ τοῦ πάνυ εἰπὼν τὸ οὐχ ἧττον. ἐν καιρῷ δὲ λέγει ἀντὶ τοῦ εὐκαίρως καὶ ἐπιτηδείως. σοφίζεται δὲ ἐνταῦθα ὁ Ἀριστείδης· καὶ γὰρ καὶ ἐστρά‐ τευσαν μετὰ Ἀθηναίων καὶ τροπὴν ἐποίησαν τῶν βαρ‐
10βάρων οἱ Λακεδαιμόνιοι. ἀλλὰ μετὰ τὸ γενέσθαι τρο‐ πὴν ἐν Μυκάλῃ τῶν Ἀθηναίων ἐπιδιωκόντων, καὶ ἔτι ἐν ταῖς Μυκάλαις ὤκνησαν οἱ Λακεδαιμόνιοι καὶ ἀνεχώ‐ ρησαν ἀπὸ τῆς Πελοποννήσου, καὶ μόνοι κατελείφθησαν Ἀθηναῖοι. ἐκ τοῦ οὖν ἀναχωρῆσαι τοὺς Λακεδαιμονίους
15ἐκ τῆς Μυκάλης λέγει ὁ Ἀριστείδης ὅτι διὰ τοῦτο ἀνε‐ χώρησαν, διὰ τὸ προέχειν ῥώμῃ τοὺς Ἀθηναίους. BD. σοφίζεται ἐνταῦθα· καὶ γὰρ ἐστράτευσαν μετὰ Ἀθηναίων, καὶ τροπὴν τῶν βαρβάρων Λακεδαιμόνιοι. ἀλλὰ μετὰ τὸ γενέσθαι τροπὴν τῶν Ἀθηναίων ἐπιδιωκόντων καὶ ἔτι ἐν
20τῇ Μυκάλῃ ὄντων, ὀκνήσαντες οἱ Λακεδαιμόνιοι ἀνεχώ‐ ρησαν ἀπ’ οἴκου; καὶ μόνοι κατελείφθησαν Ἀθηναῖοι. διὰ τοῦτο οὖν φησὶν οὕτως ἀναχωρῆσαι αὐτοὺς, διὰ τὸ προέχειν ῥώμῃ τοὺς Ἀθηναίους. Oxon.

Tett

216,10

ἔδειξε μὲν ἡ Πλαταιᾶσι μάχη, ἐν ᾗ μό‐ νους Λακεδαιμονίους ἐφαμίλλους ἔσχον] καλῶς εὐθέως ἐπήγαγε ταύτην τὴν πεζομαχίαν· ἅμα γὰρ τοῖς κατὰ Σα‐ λαμῖνα ἐγένετο. μόνους δὲ εἶπεν ἀντὶ τοῦ ὁμοίους ἔσχον
5τοὺς Λακεδαιμονίους διὰ τὸ πιθανόν· οὐ γὰρ ἠδύνατο εἰπεῖν· οὐδένας ἔσχον ὁμοίους ἐνταῦθα. B.

Tett

216,12

ἡ ἐν Οἰνοφύτοις] ταύτης μέμνηται ἐν τῇ
πεντηκονταετίᾳ Θουκυδίδης. BD.653

Tett

216,13

εἰ δέ ποθ’ ὕστερον καὶ προσέπταισαν] εἰς τὴν τύχην ἀνάγει τὴν ἧτταν· τὸ γὰρ πταῖσμα ἐπὶ τῆς τύχης λέγομεν. BD. οὐδ’ ἐν ταῖς ναυσὶν ἐνίκων ἀεὶ] περὶ ὧν εἶπεν ὁ
5Θουκυδίδης τὸν ἐπιτάφιον. ἀντιπῖπτον δὲ ἔλυσεν· ἀλλὰ πεζομαχοῦντες ἡττήθησαν. ὁ δὲ λέγει, πρῶτον μὲν σπα‐ νίως, ἔπειτα δὲ οὐδ’ ἐν ταῖς ναυσὶν ἀεὶ ἐνίκων, ἠτύχησαν γὰρ καὶ ἐν Αἰγὸς ποταμοῖς καὶ ἐν Σικελίᾳ. BD.

Tett

216,15

ἀλλ’ οὐ Θεμιστοκλῆς γε οὐδετέρου— τοσοῦτον ἴσχυον ἀμφότερα] ἐπειδὴ ἀπολογούμενος ὑπὲρ τοῦ ἡττηθῆναι πεζῇ ἔδοξε διαβάλλειν τὸ ναυτικὸν, ταχέως ἀνεῖλε τὸ λυπηρὸν, λέγων μήτε ἐν πεζομαχίᾳ μήτε ἐν ναυ‐
5μαχίᾳ αὐτὸν ἡττηθέντα, ἀλλὰ μᾶλλον μετὰ θάνατον νι‐ κῶντα, ὅτι τῇ αὐτῇ δόξῃ ἐνίκων οἱ Ἀθηναῖοι. BD.

Tett

216,18

τὸ μὲν κολακεύειν, ὡς ἐγὼ νομίζω, — καὶ δικαιοσύνης ἁπάσης] οὐ μόνον κατὰ ἀναίρεσιν τῆς κολακείας αὐτὸν ἐπαινεῖ, ὅτι οὐκ ἦν κόλαξ, ἀλλ’ ἐπαινεῖ αὐτὸν καὶ ἐκ τῶν μορίων τῆς ἀρετῆς ὧν ἔσχε. τὴν τόλ‐
5μαν δὲ εἶπεν, ὡς θαυμαστοτέρων τῆς ἀνδρείας καὶ σο‐ φίας. BD.

Tett

216,20

Μαρδόνιος μὲν ὑπὲρ βασιλέως] καὶ Μαρ‐ δόνιον λεληθότως ποιεῖται μάρτυρα τῆς ἀρετῆς τοῦ Θεμι‐ στοκλέους· οὗτος καὶ ὁπλίτης ἦν φοβερός. B.

Tett

217,3

ὡς ἀνοικιεῖ τὴν πόλιν αὐτοῖς] κατεσκαμμέ‐ νην γὰρ εὗρον αὐτὴν ὑπ’ αὐτῶν τῶν Περσῶν· ἐμπρη‐ σθεῖσα γὰρ ἦν. φιλανθρωπίας δὲ τὰς εὐπραγίας λέγει. κυρίως γὰρ ἡ φιλανθρωπία ἐστὶν ἡ ἐλεημοσύνη. BD.

Tett

217,5

οὐδενὶ τούτων ἐπῄρθησαν] τὸ μεγαλόψυχον αὐτῶν ἐμφαίνει, ὅτι καὶ χρημάτων κατεφρόνουν. BD.

Tett

217,6

τὸν μὲν κίνδυνον τὸν ὑπὲρ τῶν Ἑλλήνων ἀντὶ τῶν κατὰ τῶν Ἑλλήνων δωρεῶν ἐδέξαντο] μᾶλλον εἵλοντο τὸν κίνδυνον τὸν ὑπὲρ τῶν Ἑλλήνων ἤπερ τὰ
βασιλέως δῶρα ἐπὶ τῷ προδοῦναι τοὺς Ἕλληνας. BD.654

Tett

217,8

προσέταξαν δ’ ἐκποδὼν εἶναι παραχρῆμα] ὥσπερ τι μέρος τιμωρίας εἶπε τὸ ἐκποδὼν γενέσθαι. BD.

Tett

217,9

τοιαῦτα τῆς Θεμιστοκλέους πολιτείας καὶ στρατηγίας ἀπέλαυσαν] ἐπειδὴ ἐδόκει κοινῶς τοὺς Ἀθη‐ ναίους ἐπαινῶν, μεταφέρει ἐπὶ τὸν Θεμιστοκλέα τὸν ἔπαι‐ νον. κυρίως γὰρ εἶπε καὶ τὴν μεγαλοψυχίαν· ἐπὶ γὰρ
5καταφρονήσεως χρημάτων εἶπε. BD.

Tett

217,10

ἑαλωκότος μὲν δεύτερον αὐτοῖς τοῦ ἄστεος] δεύτερον εἶπεν ἐμπρησθεῖσαν τὴν πόλιν, μίαν μὲν ἐπὶ Ξέρ‐ ξου, καὶ μίαν ἐπὶ Μαρδονίου· μετὰ γὰρ τὸ ἀναχωρῆσαι τὸν βάρβαρον ὁ Μαρδόνιος ᾔτει τοὺς Ἀθηναίους προ‐
5δοῦναι τοὺς Ἕλληνας, ὑπισχνούμενος τὴν πόλιν αὐτοῖς ἀνοικιεῖν. ὡς δ’ οὐχ εἵλοντο, τὰ ὑπὸ Ξέρξου καταλειφθέντα ἐνέπρησαν καὶ οὕτως ἐλθὼν εἰς Πλάταιαν καὶ συμβαλὼν ἡττήθη. ἢ ὅτι πρώτην ἅλωσιν λέγει τὴν κατάληψιν τῆς πόλεως, ὡς καὶ ὁ Θουκυδίδης δύο ἀποστάσεις λέγει τοὺς
10Μιτυληναίους ἀποστάντας, μίαν μὲν, ὅτι ὅλως ἐβουλεύ‐ σαντο, δευτέραν δὲ τὴν ἔργῳ γινομένην. BD.

Tett

217,12

τοῦ κήρυκος Ἀθήνηθεν ἥκοντος] βαρέως εἶπε τὸ Ἀθήνηθεν, ὅτι, φησὶν, οὐκ ἐπέκλασεν αὐτοὺς ἡ τῆς πόλεως ἅλωσις, οὐδὲ κτῆμα γενομένης τῶν βαρβάρων ἠχθέσθησαν. B.
5ἐπειδή τις εἶπεν] ὁ Λυκομήδης. A. Κυρσῖλος κατὰ Δημοσθένην· ὁ γὰρ Ἡρόδοτος Λυκίδην αὐτὸν ἦν κα‐ λῶν. BD.

Tett

217,15

ἃς σὺ κελεύεις μετὰ τῶν ἀνδρῶν συστρα‐ τεύεσθαι τὰ καὶ τὰ ποιούσας] μετὰ δεινότητος εἶπε τὴν λέξιν· τῇ γὰρ ἀποσιωπήσει πολλὴν ἐμφαίνει διαβολήν. αἰνίττεται δὲ ἴσως τὸ κοινὰς εἶναι τὰς γυναῖκας· τοῦτο
5γὰρ, φησὶν, ἔλεγεν ὁ Πλάτων, ἵνα πάντες ἀλλήλων ὦσι συγγενεῖς. BD.

Tett

217,16

ἢ ταῦτα παιδεύων τοὺς παρ’ αὐτὸν συλ‐ λεγομένους] ὡς ἐπὶ μαθητῶν εἶπε τὴν λέξιν, ἀποτεινόμε‐
νος πρὸς Πλάτωνα, ὡς τοὺς νόμους διδάσκοντα. συλλεγο‐ μένους δὲ τοὺς βουλομένους παρὰ τοῦ διδάσκεσθαι τὰ655
5περὶ τῆς πόλεως. BD.

Tett

217,17

ἐλθόντων τοίνυν Λακεδαιμονίων ὑπὸ τοὺς αὐτοὺς χρόνους Ἀλεξάνδρῳ] καὶ ἐν τῷ Παναθηναϊκῷ ἐλέχθη τὸ ὅμοιον, ὅτι φοβούμενοι Λακεδαιμόνιοι μὴ πεισθῶσιν οἱ Ἀθηναῖοι τοῖς Πέρσαις, λιμῷ πιεζόμενοι διὰ
5τὸ ἄπορον καὶ λεπτόγεων τῆς χώρας, ἧκον ὡς αὐτοὺς ἱκετεύοντες καὶ ἐπαγγειλάμενοι τρέφειν αὐτοὺς μέχρι τέλους τοῦ πολέμου. λεληθότως δὲ εἰς δειλίαν αὐτοὺς ἀποσκώπτει, ὅτι αὐτοὶ μὲν τοῖς Ἕλλησι βοηθεῖν οὐκ ἠδύναντο, ἱκέ‐ τευον δὲ τοὺς Ἀθηναίους, ὡσανεὶ ἔλεγεν, οἱ πεζομάχοι
10τῶν ναυμάχων ἐδέοντο. BD.

Tett

217,20

ὡς οὐκ εἰδότας παρ’ οὕστινας πρεσβεύον‐ ται] ἀντὶ τοῦ παρὰ τοὺς τὰ χρήσιμα μισοῦντας. BD.

Tett

218,1

ἡ στήλη, ἣν ὕστερον τούτων ἔστησαν] κα‐ λῶς εἶπε τὸ ὕστερον· τοῦτο γὰρ οὐκ ἔτι ἐν τῷ καιρῷ τοῦ πολέμου γέγονε. δείκνυσι δὲ ἀεὶ ἑαυτῷ παραπλήσιον ὄντα καὶ συμμεταβαλλόμενον. BD.

Tett

218,2

τὸν ἐκ Μήδων χρυσὸν εἰς Πελοπόννησον ἤγαγεν] καλῶς τὸ ἐκ Μήδων, ἵνα δείξῃ ὅτι καὶ τὸν χρό‐ νον πολέμιον αὐτῶν ἡγοῦντο. BD.

Tett

218,3

ἐγὼ μὲν οὐκ οἶδ’ ὅ τι τούτου ψήφισμα Πλά‐ των ἂν ἔγραψε κάλλιον, ἢ σεμνότερον, περὶ τοῦ αὐτοῦ πράγματος] ἐνταῦθα φανερῶς ὀνομάζει τὸν Πλάτωνα, ἐπειδὴ θαρρεῖ τῷ παραδείγματι. εἶτα καὶ ἀσφαλῶς εἶπε,
5τὸ ψήφισμα εἰπὼν, οὐ δόγμα, οὐδὲ διάλογον· καὶ πάλιν περὶ τοῦ αὐτοῦ πράγματος εἰπὼν, καὶ οὐ περὶ φιλοσο‐ φίας· οἷον εἰ περὶ μεγαλοψυχίας χρήματα, ὅτι φιλοψυ‐ χίαν προήγαγεν ὁ Πλάτων τὸ διδάσκειν περὶ ψυχῆς καὶ τῶν ὁμοίων. BD.

Tett

218,4

τῆς αὐτῆς φιλοσοφίας ἐστὶν ἄμφω τὼ δόγ‐ ματε] ἐνταῦθα τὸ ψήφισμα Θεμιστοκλέους φιλοσοφίαν
ἐκάλεσε. BD.656

Tett

218,5

ὁ μὲν γὰρ τοῖς φύλαξιν ἀπεῖπε μὴ κτᾶσθαι χρυσὸν] ἐν τῇ Πολιτείᾳ· ἵνα μὴ ἔρωτι τοῦ χρυσοῦ προ‐ δοῖέν ποτε. BD. ὁ δὲ τὸν κομίσαντα τὸ ἐκ Μήδων χρυσίον] λοιπὸν
5ἐνταῦθα καὶ τῆς Πλάτωνος φιλοσοφίας βέλτιον δείκνυσι τὸ τοῦ Θεμιστοκλέους ψήφισμα καὶ τῆς αὐτοῦ πολιτείας. B.

Tett

218,9

παραστήσαντες τῷ ἀγάλματι τῷ Μαραθωνό‐ θεν] ἀντὶ τοῦ στήσαντες ἐγγύς. καὶ ὁ Δημοσθένης δὲ προ‐ λαβὼν ἐπῄνεσε τοῦτο, μίαν στάσιν εἰπὼν τοῦ ἀγάλματος καὶ τιμωρίας τῶν προδοτῶν. BD. τοῦτο λέγει, ἢ ὅτι ἐν
5Μαραθῶνι ἱστάμενον ἄγαλμα Ἀθηνᾶς ἔφερον εἰς ἀκρό‐ πολιν· ἢ τὸ Μαραθωνόθεν νόει τὸ ἐκ τῆς ἐν Μαραθῶνι νίκης παρ’ Ἀθηναίων ἀνεγερθὲν τῇ θεῷ. Oxon.

Tett

218,10

τῶν ἄλλων ἀναθημάτων] τρία ἦσαν ἀγάλ‐ ματα τῆς Ἀθηνᾶς Ἀθήνησι, τὸ Ἀριστεῖον, ἡ Παρθένος, τὸ τῆς Πολιούχου. BD.

Tett

218,11

ἀμφοτέροις δέ μοι δοκεῖ τοῖς ἔθνεσι προσή‐ κειν ἅπασιν ὑπὲρ Θεμιστοκλέους ψῆφον φέρειν ἀγαθὴν] ἔθνη καλεῖ τὰ συστήματα, ἐπειδὴ οἶδε τὴν φύσιν διάφορον τῶν ἀνθρώπων, καὶ τοὺς μὲν χαίροντας ἐμπειρίᾳ, τοὺς
5δὲ μεγαλοφροσύνῃ καὶ εὐδοξίᾳ, ἀμφοτέροις ἔδοξε χρήσι‐ μον τὸ ψήφισμα τοῦ Θεμιστοκλέους. BD. τοῖς ἔθνεσι] τοῖς συστήμασι. B.

Tett

218,12

ὅσοι τε γὰρ τὴν σωτηρίαν οἰκειότατον— τῶν ἐκείνου καλλίω παραδείγματα] τοῦτο θέλει εἰπεῖν ὁ Ἀριστείδης, ὅτι καὶ οἱ σώζεσθαι βουλόμενοι παράδειγμα ἔχουσι Θεμιστοκλέα, καὶ οἱ μετὰ δόξης βουλόμενοι ἀπο‐
5θανεῖν ὁμοίως καὶ τοῦτο ὑπὸ Θεμιστοκλέους ἔχουσι τὸ παράδειγμα. BD. εἰπὼν ἀμφοτέροις τοῖς ἔθνεσι νῦν μερί‐ ζει εἴς τε τοὺς νομίζοντας τὴν σωτηρίαν κάλλιστον πάντων, καὶ εἰς τοὺς κρίνοντας κινδυνεύειν ὑπὲρ πατρίδος κάλλιον ἢ ζῆν· οὐ γὰρ πάντες Ἕλληνες ταυτὰ περὶ τούτων νομί‐
10ζουσιν, ἀλλ’ οἱ μὲν τοῦτο, οἱ δὲ ἐκεῖνο. εἰ δέ τις εἴποι, πῶς πᾶσιν Ἕλλησιν εἶπε, φαμὲν ὅτι οὐ πᾶσιν ἁπαξαπλῶς Ἕλλησι λέγει, ἀλλ’ ἐκείνοις, ὅσοι τὴν σωτηρίαν οἰκειότα‐
τον καὶ πρῶτον ἁπάντων νομίζουσιν. Oxon.657

Tett

218,14

τὴν εὐδοξίαν] καλὸν οἱ ἀρχαῖοι λέγουσι τὸ ἔνδοξον· διὸ καὶ ἐπήγαγε τὴν εὐδοξίαν. BD.

Tett

218,15

ὥστ’ ἀμφοτέροις ἂν τοῖς κριταῖς νικῴη δικαίως] καὶ τοῖς σωτηρίαν ἄγουσι καὶ τὴν εὐδοξίαν. εἰπὼν δὲ ὄπισθεν τοῖς κρίνουσιν, οἰκείως ἐπήνεγκε πάλιν τοῖς κριταῖς. B.

Tett

218,16

καὶ γάρ τοι μετὰ τὴν ναυμαχίαν συλλε‐ γέντων] ἔφθασε ταύτην τὴν ἱστορίαν εἰπὼν ἐν τῷ προοι‐ μίῳ (177, 13.), καὶ προέλυσε τὸ ἀντιπῖπτον ὅτι δεύτε‐ ρον πάντες ἐπῄνεσαν τὸν Θεμιστοκλέα. BD.

Tett

218,17

φερόντων τὴν ψῆφον ἀπὸ τοῦ βωμοῦ τοῦ Ποσειδῶνος] λεληθότως καὶ ἀσεβεῖς δείκνυσι τοὺς Ἕλλη‐ νας καὶ ἐπιόρκους. BD. περὶ τῶν ἀριστείων] ἀριστεῖα λέγει τὰ ἐξαίρετα τῶν
5λαφύρων. BD. ἔξεστι μέν τι ἄγνωμον ἐνταῦθα—ὑπὲρ Θεμιστο‐ κλέους] κατηγορεῖ τῶν Ἑλλήνων ἐνταῦθα ῥητορικῶς, καὶ μέμφεται τοὺς Ἕλληνας, καὶ ἀπολογεῖται ὑπὲρ αὐτῶν· ἄγνωμον μὲν γὰρ λέγει τὸ ἄδικον, ὅτι προετίμησαν ἑαυ‐
10τοὺς Θεμιστοκλέους, εὐγνωμοσύνην δὲ λέγει τὸ δίκαιον, ὅτι δεύτερον ὡμολόγησαν τὸν Θεμιστοκλέα. BD.

Tett

219,2

δεύτερον συνεξέπιπτον ἅπαντες] ἀντὶ τοῦ κοινῇ συνεφώνουν. εἴρηται δὲ ὡς ἀπὸ μεταφορᾶς τῶν κύ‐ βων· οἱονεὶ εἰς ἕνα κύβον καὶ μίαν ψῆφον συνέπιπτον. BD.

Tett

219,4

τοῦτο δ’ ἔστι μηδένα ἑαυτοῦ μᾶλλον φιλεῖν] διότι ἕκαστος ἑαυτὸν φιλεῖ. BD. ὥστ’ οὔτ’ ἰσχυρὸν εἶχεν οὐδὲν οὔτε συγγνώμης ἀπήλ‐ λακτο] οὔτε γὰρ οὐδὲν ὠφέλουν ἑαυτοὺς πρώτους λέγον‐
5τες ἠριστευκέναι οὔτε ἐκτὸς συγγνώμης ἦσαν λέγοντες πρώ‐ τους ἑαυτοὺς προκεκινδυνευκέναι τῆς μάχης. B.

Tett

219,5

ἡ δὲ ὑπὲρ τῶν δευτέρων σαφῶς ἤδη σύμ‐ βολον ἦν τῆς ἀληθείας] ταύτην εὐγνωμοσύνην προεῖπε. θέσθαι δὲ ἀντὶ τοῦ ψηφίσασθαι. BD.

Tett

219,6

ὥστε εἰ προείρητο ἐξ ἀρχῆς] πάλιν καθ’ ὑπό‐
θεσιν. BD.658

Tett

219,10

τὰ μὲν γὰρ πρῶτα καὶ παρὰ τῆς ἀληθείας καὶ παρ’ αὐτοῦ λαβὼν εἶχε] ἀλήθειαν εἶπε τὸ πάντας εἰπεῖν ἑαυτῶν δεύτερον τὸν Θεμιστοκλέα. τὸ δὲ παρ’ αὐ‐ τοῦ εἶπεν, ἐπειδὴ καὶ αὐτὸς ἑαυτὸν ἤνεγκεν. εἶτα ἐπήγαγε
5καὶ τὸ δικαίως, ἐπειδήπερ ἐπὶ τῶν ἄλλων εἰπὼν ὅτι οἱ Ἕλληνες ἑαυτοὺς τοὺς πρώτους ἕκαστος εἶπε, καὶ τούτου τὴν φύσιν αἰτίαν εἶπε τὴν ἀνθρωπείαν, οὐ τὴν ἀλήθειαν, καὶ ἵνα μὴ περιπέσῃ αὐτῷ ὁ ῥήτωρ λέγων ὅτι οὗτος ἑαυτὸν πρῶτον εἰπὼν δικαίως εἶπε. BD.

Tett

219,11

τὸ γὰρ ἄλλο τοῖς ἄλλοις ἐποίησε, μόνος τῶν ἄλλων δικαίως] ἐπειδὴ ἕκαστος ἑαυτὸν πρῶτον τοῦ Θεμιστοκλέους ἐκάλει. ἐκάλεσε δὲ καὶ ὁ Θεμιστοκλῆς ἑαυ‐ τὸν πρῶτον, ἀλλ’ οὗτος μὲν δικαίως, ἐκεῖνοι δὲ ἀδί‐
5κως. Oxon.

Tett

219,13

ὡς εἶδον τὸ συμβαῖνον] λέγει τὴν σύστα‐ σιν αὐτὴν καὶ τὴν φιλονεικίαν, ὅτι φιλονείκως πρώτους ἑαυτοὺς ἔλεγον. BD.

Tett

219,14

οὐδ’ ἐκεῖνα ἐπὶ πᾶσι δικαίοις ἐψηφίσαντο] ἐκεῖνα λέγει τὸ δεύτερον ψηφίσασθαι· οὐδεὶς γὰρ ἔχειν πρῶτον ἑαυτοῦ τινα βούλεται. BD.

Tett

219,16

τοσοῦτον ἁπάντων κατεγέλασεν] γέλως γὰρ ἦν ἡ κρίσις αὐτὴ, ἣν ἐκρίναντο πρώτους ἑαυτοὺς λέγου‐ σιν. BD.

Tett

219,17

ἦλθεν εἰς Λακεδαίμονα ὥσπερ ἐπίτηδες] βουλόμενος αὐτοὺς δοκιμάσαι πῶς ἔχουσι περὶ αὐτοῦ. B.

Tett

219,19

οὐ κατέσχον πρὸς τὴν ἐπιδημίαν αὐτοῦ] ἀντὶ τοῦ οὐκ ἐκώλυσαν αὐτόν. ὅρα δὲ πῶς εἶπε τὰς λέ‐ ξεις ἐπὶ θείου τινός. BD.

Tett

219,20

τῶν παρ’ αὐτοῖς βασιλέων] τῶν Ἡρακλει‐ δῶν· ἐξ αὐτῶν γὰρ ἦσαν οἱ βασιλεῖς ἐκεῖ. BD.

Tett

220,4

τῶν ὁπλιτῶν ἕνεκα] ἢ διότι οὐ κατ’ ἤπει‐ ρον ἔχων ὁπλίτας ἐμάχετο. Oxon.

Tett

220,5

ὃν οἱ ἀντίπαλοι δοκοῦντες εἶναι καὶ ἄκοντες
ἐτίμων, ἃ μηδένα τῶν πώποτε] ἀντιπάλοις λέγει οὐ τῇ γνώμῃ· οὔπω γὰρ ἦσαν ἐχθροί· ἀλλὰ τῇ τέχνῃ ἀντίπα‐ λοι. τὸ δὲ ἄκοντες εἶπεν, ἐπειδήπερ εἶπεν ἄνω ὅτι αἰσχυ‐659
5νόμενοι προέπεμπον αὐτόν. τὸ ἄκοντες εἶπεν—αὐτόν. D. ἀντιπάλους Θεμιστοκλέους, οἶμαι, λέγει τοὺς Λακεδαιμο‐ νίους κατὰ τὴν τοῦ Πλάτωνος δόξαν· ἐκεῖνος γὰρ τὴν ὁπλιτικὴν σεμνύνει, εἰς ἣν πάντων προέχειν Λακεδαιμο‐ νίους φησὶν, ὅθεν καὶ ψέγει Θεμιστοκλέα ὡς κατὰ θά‐
10λασσαν Πέρσῃ βουληθέντα μαχέσασθαι. τὸ δὲ ἄκοντες λέγει, ἐπειδὴ ᾐδοῦντο τὴν ἀρετὴν αὐτοῦ, ὅθεν καὶ παρὰ γνώμην ἐτίμων. Oxon.

Tett

220,6

τριῶν τοίνυν ὄντων καιρῶν] καιρῶν εἶπε καὶ οὐ χρόνων. καιρὸν δὲ λέγει τὸν πρὸ τῆς μάχης, καὶ αὐ‐ τὸν τὸν τῆς μάχης, καὶ τὸν μετὰ τὴν μάχην. καὶ αὐτὸς δὲ ἐπιφέρει ἀνὴρ ἄριστος. καλῶς εἶπεν ἄριστον ἀπὸ τῆς
5ἀρετῆς. BD.

Tett

220,7

πρὶν μὲν γὰρ ἥκειν τοὺς βαρβάρους] οὗτος ὁ πρῶτός ἐστι καιρός. BD.

Tett

220,8

τάς τε πόλεις διήλλαξε] εἰρήνευσε. B. τοῖς ἀπὸ τῆς πόλεως πολίταις ἀνῆκε τὰ ἐγκλήματα] κατήγαγε γὰρ ἀπὸ τῆς ἐξορίας τὸν δίκαιον Ἀριστεί‐ δην. BD.

Tett

220,9

συμβάντων δὲ τῶν ἀγώνων] οὗτός ἐστιν ὁ δεύτερος καιρός. BD.

Tett

220,10

καταστάντων δὲ τῶν πραγμάτων] οὗτός ἐστι τρίτος καιρός. BD.

Tett

220,11

Λακεδαιμονίων ἐθελόντων ἐκσπόνδους τὰς πόλεις ποιεῖν] ἀντὶ τοῦ ἐχθράς· ἔδοξε γὰρ τὰς πόλεις τὰς μηδισάσας δεκατεῦσαι ἀλλ’ οἱ Ἀθηναῖοι ἐπέσχον ὕστερον καὶ Θεμιστοκλῆς. BD.

Tett

220,13

πλέον γὰρ ἢ τριάκοντα πόλεις ἔδει τῇ συμφορᾷ ταύτῃ περιπεσεῖν] αὔξει τὴν συμφορὰν, ἵνα πλέον αὐξήσῃ τοῦ Θεμιστοκλέους τὸ κατόρθωμα. BD.

Tett

220,14

οὔκουν ἡγεῖτο προσήκειν] πάλιν τῆς γνώ‐ μης τοῦ Θεμιστοκλέους δηλοῖ τὸν ἔπαινον, εἰπὼν προη‐
γεῖτο. BD.660

Tett

220,15

πῶς ἂν κρείττων ἀνὴρ ἐγένετο] ἀντὶ τοῦ ποῖος φιλόσοφος. BD.

Tett

220,16

ἔχων δὲ λέγειν καὶ περὶ τῶν ὕστερον αὐτοῦ συμφορῶν] ὅπερ ἐποίησεν ἐπὶ Μιλτιάδου καὶ Κίμωνος, μετὰ τὰ ἐγκώμια συνάψας τὴν ἀντίθεσιν, τοῦτο καὶ νῦν ποιεῖ. ἀντέπιπτε γὰρ αὐτοῦ ὅτι μηδισμὸν αὐτοῦ κατέγνωσε.
5τεχνικῶς δὲ ποιεῖ· μετὰ γὰρ τὸ συστῆσαι τὰ πρόσωπα τῶν ἐγκωμίων, τότε ἐπάγει τὰς ἀντιθέσεις τῶν ἐγκλημάτων, σαθρώτερα ταῦτα ποιῶν τῷ καιρῷ τῆς παρατάξεως. τοῦτο δὲ ὠφελήθη παρὰ τοῦ Θουκυδίδου· κἀκεῖνος γὰρ εἰσφέ‐ ρει τὸν Κορίνθιον δημηγοροῦντα παρὰ ταῖς Ἀθήναις, καὶ
10μετὰ τὸ καταλέξαι τὰς εὐεργεσίας τὰς πρὸς Ἀθηναίους, τότε τὰ δοκοῦντα ἐγκλήματα περὶ Κερκυραίων εἰσάγοντα. ὅρα δὲ πῶς συμφορὰν εἶπε τὸ σύμβολον, καὶ οὐκ ἀδί‐ κημα, ἵνα δόξῃ τῆς τύχης εἶναι τὸ πταῖσμα καὶ οὐ τῆς γνώμης. συνεσκευάσθη δὲ καὶ λέγει ὅτι οἱ Λακεδαιμό‐
15νιοι αἰσχυνόμενοι μόνον νομισθῆναι προδόται διὰ τὸν Παυσανίαν καὶ τὸν Θεμιστοκλέα συναίτιον αὐτῷ ἔλεγον. BD. ὅπερ ἐποίησεν ὁ ῥήτωρ ἐπὶ Μιλτιάδου καὶ Κίμωνος, μετὰ τὰ ἐγκώμια τὴν ἀτυχίαν αὐτῶν ἐπενεγκὼν, ἐπὶ μὲν Μιλτιάδου τὴν κάθειρξιν, ἐπὶ δὲ Κίμωνος τὴν φυγὴν,
20τοῦτο κἀνταῦθα ποιεῖ· ἀντέπιπτε γὰρ αὐτῷ ἡ πρὸς τὸν Πέρσην φυγή. τεχνικῶς δὲ τὰ τοιαῦτα τίθησιν ὕστερον, ἀσθενῆ τοῖς προτέροις ποιῶν. ἔχει δὲ τὴν μίμησιν παρὰ Θουκυδίδου· κἀκεῖνος γὰρ εἰσφέρει τὸν Κορίνθιον δημη‐ γοροῦντα παρὰ ταῖς Ἀθήναις, καὶ μετὰ τὸ καταλέξαι τὰς
25γενομένας παρὰ Κορινθίων εἰς Ἀθηναίους εὐεργεσίας ἐπά‐ γοντα καὶ τὰ δοκοῦντα κατὰ Κερκυραίων ἐγκλήματα. ὅρα δὲ πῶς εἶπε συμφορὰν τὴν φυγὴν, ἵνα δείξῃ τύχης καὶ οὐ γνώμης ὂν τοῦτο. συνεσκευάσθη δὲ λέγει, ὅτι οἱ Λα‐ κεδαιμόνιοι αἰσχυνόμενοι νομισθῆναι προδόται διὰ τὸν
30Παυσανίαν καὶ τὸν Θεμιστοκλέα συναίτιον αὐτῷ ἔλε‐ γον. Oxon.

Tett

221,2

ἐβουλόμην μὲν ἂν ἐν τούτῳ χρείας εἶναι
τὸν λόγον, ὥστε καὶ περὶ τούτων ἐπείγειν διελθεῖν] πῶς εἶπεν ἐν τούτῳ χρείας, καίτοι εἰς αὐτὰ ταῦτα ἀντιλέγει τῷ Πλάτωνι. λέγει οὖν ὅτι ἀκριβέστερον ἐν τοῖς ἀγῶσι661
5ταῦτα τηρεῖ· νῦν γὰρ περὶ μόνα τὰ ἐγκώμια καταγίνε‐ ται. BD.

Tett

221,3

ἐπεὶ δ’ ἅμα τ’ ἔξω τῆς ὑποθέσεώς ἐστι] δεινῶς δείκνυσιν ὅτι οὐδὲ ὅλως προσῆκον ἀπολογεῖσθαι. BD.

Tett

221,4

τοσοῦτον ἐπιφθεγξάμενος] ἀντὶ τοῦ μικρόν· ὡς ἀρκοῦντος μικροῦ λόγου πρὸς ἀπολογίαν. BD.

Tett

221,5

ὅτι, ἐπειδὴ ἔδει στρατεύειν ἐπὶ τὴν Ἑλλάδα, προύκρινε τελευτᾶν] ὑποσχόμενος τῷ Πέρσῃ ἵνα μετ’ αὐτοῦ κατὰ τῆς Ἑλλάδος στρατεύσας παραδοίη ταύτην αὐτῷ, μνησθεὶς, ὥς φασι, τῶν προτέρων ὑπὲρ τῆς Ἑλλάδος αὐ‐
5τοῦ πράξεων καὶ ὥσπερ ὑπὲρ αὐτῶν αἰσχυνθεὶς κωνίου πιὼν ἑκὼν ἐτελεύτησεν. Oxon.

Tett

221,8

οὐ τὴν σωτηρίαν αὐτὴν] τὸ τιμιώτερον ἐν ἑαυτοῖς τέταρτον ἔταξεν, ἵνα δείξῃ πλέον αὐτὸ σεμνότε‐ ρον. BD.

Tett

221,10

οὔτε τῷ βασιλεῖ πώποτε ἠξίωσεν] παραδο‐ ξότερον εἰσήγαγε καὶ θαυμαστὸν τὸ τοῦ βασιλέως ὄνομα. BD. ἀλλ’ ἀντὶ τούτου ταῦτ’ ἐβουλεύσατο] τουτέστιν ἀντὶ τοῦ διακονεῖν εἵλετο θάνατον. ὅρα πῶς εἶπε καὶ τὸ ἐβου‐
5λεύσατο, βουλόμενος δεῖξαι καὶ τὸ ἑκούσιον τοῦ θανά‐ του. B.

Tett

221,12

ἐγὼ μὲν οὖν οἶμαι καὶ ἱερέας καὶ ἱερείας] ὅρα τὴν αὔξησιν διὰ τοῦ ἐγκωμίου, πῶς καὶ τὰ ἱερὰ γένη συνάγει ὑπὲρ τῆς Θεμιστοκλέους φύσεως. BD.

Tett

221,13

κατὰ γοῦν ἐκείνους τοὺς χρόνους] τοῦτο εἶπε διὰ τὰ Ῥωμαϊκὰ, ἵνα μὴ δόξῃ ἐπανάστασιν αὐτοῖς παρέχειν κατὰ Ῥωμαίων. BD.

Tett

221,14

καὶ ἕως ἐξῆν] ἕως ἐξῆν εἶπεν, ἢ διὰ τῆς πολιτείας, ἢ ἕως ἡ φορὰ ἠδύνατο φέρειν τοιαύτην φύ‐ σιν. BD. καὶ μετὰ τῆς ἄλλης φορᾶς καὶ τοῦτ’ ἐνεγκεῖν τὴν
5γῆν τἀγαθὸν] ἀντιτίθησι μόνην τὴν φύσιν Θεμιστοκλέους
τῇ τῶν ἄλλων καρπῶν φορᾷ. BD.662

Tett

221,15

οὔκουν ἐλάττω γ’ ἂν ὄνασθαί μοι δοκοῦ‐ σιν ἢ εἰ πάντα εἰς ἑκατὸν καὶ ἔτι πλείω τῆς χώρας αὐ‐ τοῖς ἐξενεγκούσης] νομίζω γὰρ ὅτι, εἰ ἐγένοντο Ἀθηναίοις ἄλλοι τοιοῦτοι ἄνθρωποι, οἷος ἦν ὁ Θεμιστοκλῆς, πλέον
5εἶχεν ὠφεληθῆναι ἡ πόλις ἤπερ εἰ πλείω αὐτοῖς ἡ γῆ καρπὸν ἤνεγκε. BD.

Tett

221,16

ἄλλως μὲν τοίνυν ᾐσχυνόμην ἂν ἔγωγε] διὰ τῶν λέξεων ἐμφαίνει τὸ ἀναγκαῖον τῆς μαρτυρίας· μέλλει γὰρ εἰσαγαγεῖν τὸν Πλάτωνα μαχόμενον Αἰσχίνῃ μὲν τῷ Σωκρατικῷ, ἑταίρῳ δὲ Πλάτωνος. BD.

Tett

221,18

σκεψώμεθα δὴ ποῖ’ ἄττα λέγει περὶ Θε‐ μιστοκλέους ἡμῖν Αἰσχίνης, ὁ Σωκράτους μὲν ἑταῖρος, Πλάτωνος δὲ συμφοιτητὴς] ῥητορικῶς σφόδρα καὶ τὸν δι‐ δάσκαλον ἕνα ὁρίζεται, καὶ αὐτὸς μίαν ἔχοντας ποιότητα
5προσώπων· φιλόσοφοι γὰρ ἄμφω· ἔστι δὲ Ἀλκιβιάδου διάλογος τοῦ Αἰσχίνου, ἔνθα ἐπαινεῖ τὸν Θεμιστοκλέα. BD.

Tett

222,18

βασιλεῖ ἔπεμψε τἀναντία τοῖς ὑπὸ τῆς πόλεως δεδογμένοις] Εὐρυβιάδου ἀντειπόντος. B.

Tett

223,4

ὥστε καὶ φεύγοντος αὐτοῦ τὰ πράγματα] ταῦτα Θουκυδίδης φησί. B.

Tett

223,5

τίς ἂν οὖν ἐν ἐκείνῳ τῷ χρόνῳ] τὸ συμ‐ πέρασμα καὶ ἡ συναγωγὴ τοῦ ἐπαίνου τοῦ Θεμιστο‐ κλέους. BD.

Tett

223,11

καὶ μηδέν γέ μου, ἦν δ’ ἐγὼ, ὦ Ἀλκι‐ βιάδη, καταγνῷς] ἐπειδὴ ἐνομίζετο ὡς ἄθεος καινὰ δαι‐ μόνια παρεισφέρων, ἐδόκει δὲ καὶ τοῦτο ἄθεον τὸ λέγειν ὅτι αὐτὸς ἀπὸ ἰδίας συνέσεως κατώρθωσε, καὶ οὐ συμ‐
5πράττοντος αὐτῷ τοῦ δαίμονος, ταύτην λύει τὴν περὶ αὐτοῦ ὑποψίαν. BD Oxon.

Tett

223,17

κἀκεῖ] καὶ παρὰ σοὶ, ὦ Πλάτων. B.

Tett

223,20

προστιθεὶς ἐπιστήμην αὐτῷ τῶν πραγμά‐ των ἁπάντων] προεῖπε γὰρ προστίθημι ἐκείνῳ ἐπιστή‐ μην. BD.

Tett

223,21

ἐγὼ τοίνυν τὸ μὲν τῆς προσθήκης τοῦτο
οὐ δέχομαι] τουτέστιν οὐ λέγω κατὰ σύνεσιν καὶ ἐμπει‐ ρίαν νικῆσαι τὸν βάρβαρον. προσθήκην δὲ αὐτὸ ἐκάλε‐ σεν ὡς μικρόν. BD.663

Tett

224,1

ὅτι δὲ οὐχ ὁμολογεῖ ταῦτα ἐκείνοις, ἐλέγχω] ὁμολογεῖ ἀντὶ τοῦ συμφωνεῖ. εὐφήμως δὲ εἶπε τὴν λέξιν, ἵνα μὴ εἴπῃ τις ὅτι ἐναντία αὐτῷ λέγει. BD.

Tett

224,2

εἰ μὲν γὰρ ἅπαντα ταῦτ’ ἐστὶ λόγος ἀμφο‐ τέρωθεν λεγόμενος] ὥσπερ ἀντιπῖπτον λύει, ἵνα μὴ εἴπῃ ὁ Πλάτων· ἄλλων λόγων ἐπίδειξίς ἐστι τὸ λεγόμενον. δει‐ νῶς δὲ αἰνίττεται ὅτι λόγων ἐστὶν ἀγὼν τὰ κατὰ Πλά‐
5τωνα, καὶ οὐκ ἀληθείας ἀπόδειξις. BD.

Tett

224,3

ὁμολογείσθω τοῦτο] τὸ εἶναι μόνων λόγων ἐπίδειξιν καὶ οὐκ ἀληθείας. BD.

Tett

224,4

πάντως καὶ οὕτως ἀναίτιον τό γ’ ἡμέτερον] ἴδιον ἑαυτοῦ πεποίηται τὸ κατὰ Θεμιστοκλέους πρᾶγμα. BD.

Tett

224,5

καὶ μὴν ἐξ ἴσου μὲν ἔγωγ’ οὐδέποτ’ ἂν θείην Αἰσχίνην Πλάτωνι] ὥσπερ κόλακός ἐστιν ὁ λό‐ γος. BD.

Tett

224,6

μή ποτε οὕτω φιλονεικήσαιμι] αἰνίττεται ὅτι τινὲς τῶν φιλοσόφων τὴν Αἰσχίνου λέξιν καὶ φράσιν τῆς Πλάτωνος προετίμησαν. BD.

Tett

224,8

τὸν μὲν γὰρ ἃ ἤκουσεν εἰκὸς ἦν λέγειν] ὅρα πῶς δείκνυσιν αὐτοὺς ἃ ἤκουσε περὶ Θεμιστοκλέους, ταῦτα εἰπόντος καὶ οὐχ ἃ εἶδον, τὸ ψεῦδος τῶν ἐλέγ‐ χων δηλῶν. BD.

Tett

224,9

ὁ δὲ τῆς φύσεως, οἶμαι, κέχρηται τῇ περιου‐ σίᾳ] πλούτῳ παραβάλλει τὴν φύσιν τοῦ Πλάτωνος, τὸ πλῆθος τῶν λόγων αὐτοῦ δηλῶν. BD.

Tett

224,10

περὶ ὧν ὡμολόγηται μηδὲν ἐκεῖνον πραγ‐ ματεύεσθαι] λέγεται μηδὲν αὐτὸν γεγραφέναι, ἀλλὰ διὰ τῆς συνουσίας τὴν διδασκαλίαν ποιεῖσθαι. BD.

Tett

224,11

τὸ τὸν διδάσκαλον ἀξιοῦν κοσμεῖν] τῷ πε‐ ριτιθέναι αὐτῷ τοὺς ἑαυτοῦ λόγους. BD.

Tett

224,14

ἃ μὲν τοίνυν περὶ τῶν ἀνδρῶν εἰκὸς ἦν
εἰπεῖν] οἱ ἀγῶνες. B. πληρώσας τὰ ἐγκώμια ἄρχεται λοι‐ πὸν ἅπερ δοκεῖ ἀπολογίαν ἔχειν τὰ ἐγκλήματα ὧν αὐτοῖς ἐπιφέρει ὁ Πλάτων. δείκνυσι δὲ Ἀριστείδης δεινῶς φύσει664
5μὲν οὐκ ὄντα ἐγκλήματα, μᾶλλον δὲ οὐκ ὄντα κατηγορή‐ ματα, βουλόμενος δεῖξαι τὸν Πλάτωνα ἐγκαλοῦντα τὰς συμφοράς. θαυμασίως γοῦν ὁ ῥήτωρ ἀρχόμενος τῶν ἀγώ‐ νων ἐπισημαίνεται καὶ διορίζεται ἀπὸ τῶν ἀνδρῶν τὰ ἐγ‐ κλήματα· φησὶ γὰρ, ἃ μὲν τοίνυν περὶ τῶν ἀνδρῶν εἰκὸς
10ἦν εἰπεῖν, ὡς τούτων μὲν διαφερόντων τοῖς ἀνδράσιν, ἐκεί‐ νων δὲ ὄντων ἀλλοτρίων ὧν μέλλει ἐπιφέρειν. τίθησι τοι‐ γαροῦν πρώτην ἀντίθεσιν τοῦ Πλάτωνος ὅτι κακοὶ ὄντες προσπεπόνθασι παρὰ τοῦ δήμου κακῶς, μεταφέρων τὴν αἰτίαν ἐπὶ τοὺς Ἀθηναίους, ὅτι οὐ δίκαιον τὴν Ἀθηναίων
15ἀδικίαν μεταφέρειν ἐπὶ τοὺς ἄνδρας. τῷ μέτρῳ δὲ τὸν Πλάτωνα παρελθεῖν βουλόμενος Ἀριστείδης πρὸς τὴν κατη‐ γορίαν τὴν Πλάτωνος, μίαν οὖσαν τὸν ἀριθμὸν, τριπλῆν αὐτὴν ἀπολογίαν πεποίηται, καὶ λέγει μὲν ὑπὲρ τῆς τέχνης λόγους δύο, λέγει δὲ μετ’ ἐκείνων λόγον ἕτερον
20ὑπὲρ τῶν τεσσάρων ῥητόρων. εἶτα τρίτην ἐπιφέρει τὴν κοινὴν ἀπολογίαν. καὶ τινὲς αὐτὴν κοινὴν ἀξιοῦσι καλεῖ‐ σθαι διὰ τὸ κοινῶς ὑπὲρ τῶν τεσσάρων ἀπολογεῖσθαι ῥητόρων· τὸ δ’ ἀληθὲς, ἐπειδὴ κοινῶς ὑπὲρ τῆς τέχνης καὶ τῶν προσώπων τὴν ἀπολογίαν ποιεῖται, τὴν προσηγο‐
25ρίαν οὕτως ἐδέξατο. BD. οἱ πρὸ ταύτης τῆς κοινῆς ἀπολογίας τέσσαρες λόγοι ὥσπερ παροιμία ταύτης δοκοῦσι καὶ τῆς τῶν ἀνδρῶν ἀνα‐ τροφῆς καὶ διαίτης καὶ πολιτείας ἔπαινοι καὶ διηγήσεις. ἡ δὲ κοινὴ ἀπολογία τοῖς ἀγῶσιν ἔοικεν· ἀπολογίας γὰρ
30ὑπὲρ αὐτῶν ἔχει καὶ λύσεις τῶν ἐπενεχθεισῶν αὐτοῖς κατηγοριῶν· καὶ γὰρ οἱ τέσσαρες ἐκεῖνοι λόγοι καὶ αὕτη εἷς ἐστι λόγος· διὸ καὶ οὕτως ὀνομάζεται παρὰ τῶν πα‐ λαιῶν ὁ ὑπὲρ τῶν τεσσάρων. εἰ δέ τις εἴπῃ, πῶς καὶ ἐν ἐκείνοις τοῖς λόγοις ἀπολογεῖται ὑπὲρ αὐτῶν; φαμὲν ὡς
35εἰ καὶ ἀπολογεῖται, ἀλλ’ οὐκ εἰς πλάτος ὥσπερ ἐνταῦθα, βραχέως δὲ καὶ κατὰ ἀνάγκην τοῦτο συμβὰν ὑπὸ τῆς τοῦ λόγου ἀπολογίας. Oxon.665

Tett

224,15

ἀπειροκάλως] φιλοδόξως. εἴρηται δὲ ἀπὸ τοῦ ἀπείρους εἶναι τοῦ καλοῦ, ἤτοι τῆς ταπεινώσεως. ἢ ἀπειρόκαλοι οἱ ἀμέτρως καλυνόμενοι. τοιοῦτοι δὲ οἱ τῆς νεανικῆς ἡλικίας. A.

Tett

224,15bis

ἰσχυρίζεται δὲ] ὁ Πλάτων. A.

Tett

224,18

ἐγὼ δ’ οὐδ’ ἄλλον τινὰ ἠξίουν ἂν ταῦτα ὀνειδίζειν] οὐκ εἶπεν ἐγκαλεῖν, ἀλλ’ ὀνειδίζειν. ὄνειδος μὲν γὰρ γένοιτο τοῖς ἀπὸ τύχης συμβαίνουσιν, ὡς Ἰσο‐ κράτης. BD.

Tett

225,1

ἀλλὰ μεμνῆσθαι τοῦ τί δὲ χείρων ἐγὼ, ἂν ὁ δεῖνα] πανταχοῦ ἐνταῦθα μεταστατικὴν ποιεῖται τὴν ἀπολογίαν· μεταφέρει γὰρ τὴν αἰτίαν ἐπ’ Ἀθηναίους καὶ περιτρέπει εἰς αὐτοὺς τὸ ἔγκλημα, ὅτι αὐτοὶ μᾶλλον ἠδί‐
5κησαν τοὺς ἄνδρας, ἀδίκως αὐτοὺς τιμωρησάμενοι. B. τοῦ τί δὲ χείρων ἐγὼ] ἐν τῷ Γοργίᾳ. A.

Tett

225,3

τοὺς δὲ λόγους καὶ τὴν πολιτείαν αὐτῶν, ἀφ’ ὧν προείλοντο, δίκαιον σκοπεῖν] αὐτοὶ μᾶλλον ἠδίκη‐ σαν τοὺς ἄνδρας· οὐδὲ δίκαιον τῇ ἀδικίᾳ τιθέναι τὴν κατὰ τούτων βλασφημίαν, καὶ ταῦτα Πλάτωνα τυγχά‐
5νοντα, εἰδότα τῶν ἀνθρώπων τὴν φύσιν. BD.

Tett

225,4

ὅπως ἂν ἐμαυτῷ συγγνοίην] ἵνα μὴ φανερῶς ὑβρίσῃ τὸν Πλάτωνα, ἐπὶ τοῦ ἰδίου προσώπου τὸν λόγον πεποίηται· οὐ γὰρ εἶπε σοὶ, ἀλλ’ ἐμαυτῷ. BD. οὐ γὰρ εἰκὸς, φησὶ, παιδευθέντας ὑπ’ αὐτῶν εἰς
5αὐτοὺς ἐξαμαρτεῖν] ἀντίθεσις παρὰ τοῦ Πλάτωνος. ἀλλ’ οὐκ ἂν, φησὶν, ἐτιμωρήσαντο αὐτοὺς, εἰ ἦσαν παρ’ αὐτῶν παιδευθέντες. BD.

Tett

225,5

φησὶ] ἐν τῷ Γοργίᾳ. A. οὐδ’ ἐξ ὧν βελτίους ἐγένοντο, ἐκ τούτων ἄδικόν τι ψηφίζεσθαι] οὐ λέγει ἐξ ὧν ἀνθρώπων, ἀλλ’ ἐξ ὧν πραγ‐ μάτων· οἷον ἔμαθέ τις καὶ ἐπαιδεύθη τὸ δίκαιον. οὐκοῦν
5οὐκέτι μανθάνει ἐξ αὐτοῦ τοῦ δικαίου τὸ ἀδίκως ψη‐ φίζεσθαι· οὕτως καὶ οἱ Ἀθηναῖοι, εἰ ἦσαν ὠφεληθέντες τὴν δικαιοσύνην, οὐκ ἔτι ἀδίκως ἐψηφίζοντο. BD.666

Tett

225,6

αὐτοὺς] τοὺς Ἀθηναίους. A.

Tett

225,7

ἀλλ’ ὅτι μὴ πάντ’ ἐκείνοις ἐδυνήθησαν ὅμοιοι γενέσθαι] καλῶς τὸ ἐκείνοις. ἔμφασιν ἔχει· οὐ γὰρ ἀνάγκη τοὺς μαθητὰς πάντας ὁμοίους τοῖς διδασκάλοις γίνεσθαι. BD.

Tett

225,8

οὔτε γὰρ μὴ πάντ’ ἀναμαρτήτους γενέσθαι] Δημοσθενικὸν τὸ ἐνθύμημα· μετὰ γὰρ τὸ ἐνεγκεῖν εἰς ἔλαττον τὸ ἁμάρτημα σπεύδει κἀκεῖνο περιελεῖν. BD Oxon. καὶ ταῦτα ὄντας δῆμον] καλῶς τὸ τοῦ δήμου ὄνομα
5προσέθηκεν· οὐ γὰρ δυνατὸν ἐνοχλεῖν, καὶ δῆμον εὑρεῖν ἀναμάρτητον· ὅπερ καὶ ἐν τῷ Μιλτιάδῃ προείρηκε. BD.

Tett

225,12

ἦ που τοῖς γε ἄγουσιν αὐτοὺς πρὸς τὸ βέλ‐ τιστον] ἀπὸ κοινοῦ τὸ συγγνώμην. B.

Tett

225,13

Πλάτων τοίνυν, ὡς μὲν ἐκείνοις χρώμενοι κατώρθουν, οὐδὲν ἐᾷ σκοπεῖν] τὸ κακοῦργον ἐμφαίνει τοῦ Πλάτωνος. ἔοικε δὲ τὸ νόημα εἶναι ἀντιστατικόν· ἀντιτί‐ θησι γὰρ αὐτῶν τοῖς ἁμαρτήμασι τὰ κατορθώματα. BD.

Tett

225,16

ἃ δ’ οὐχ ὧν ἐπαιδεύθησαν ἦν, ἀλλὰ τῆς ἀνθρωπείας φύσεως ἐμμεμενηκότα] ταῦτα γὰρ προαιρέ‐ σεως ἐγκλήματα· καὶ ἀντιτίθησι τῇ τύχῃ τὴν γνώμην. BD.

Tett

225,18

τοὺς γραμματιστὰς] τὸ τοῦ γραμματιστοῦ κοινόν ἐστι· λέγεται γὰρ καὶ ἐπὶ τῶν χαμαὶ διδασκάλων ὡς ἐν τῷ παρόντι, καὶ ἐπὶ τῶν γραμματικῶν, ὡς Ξενο‐ φῶν ἐν τοῖς ἀπομνημονεύμασι. BD.
5τοῖς παισὶ] ἔοικε δεινῶς εἰρηκέναι τοῖς παισί· παίδων γὰρ ἴδιον τὸ σφάλλεσθαι. BD.

Tett

225,19

ἐκ τῶν δυνατῶν] ἀντὶ τοῦ καθόσον ἠδύ‐ ναντο. ὁ δὲ Πλάτων λέγει ὅτι τὰ ἁμαρτήματα ταῦτα τῶν παίδων ἐστὶ καὶ οὐ τῶν διδασκάλων. αὐτῷ οὖν κέχρην‐ ται. BD.
5εἴ τι μὴ καλῶς ὕστερον, μηδὲ ὡς χρὴ γράφοιεν ἐφ’ αὑτῶν] δείκνυσιν ὅτι ὕστερον καθ’ ἑαυτοὺς γενόμενοι ἐξή‐
μαρτον. BD.667

Tett

226,3

ταῦτα δὲ αὐτῶν ἐστιν ἁμαρτήματα] ταῦτα ἴδια τῶν φοιτησάντων εἰσὶν ἐγκλήματα. BD. εἴτ’ ἐνδείᾳ μαθήσεως εἴτε ῥᾳθυμίᾳ] εἴτε μὴ ἀκρι‐ βῶς μαθόντων, εἴτε μετὰ τὸ μαθεῖν καταφρονησάν‐
5των. BD.

Tett

226,5

οὐδὲ τὴν παρ’ ἐκείνου γε συντέλειαν] κατε‐ χρήσατο τῇ λέξει· συντέλεια γὰρ καλεῖται ἡ ἐκ πολλῶν εἰσφερομένη λειτουργία· ἢ συντέλειά ἐστιν ἡ ἐκ πολλῶν ἀγαθῶν ἕν τι χρήσιμον ἀπεργαζομένη· ὡς καὶ Δημοσθένης·
5δεῖ γὰρ τούτων τὸν διδάσκαλον πολυμαθῆ καὶ ἄφθονον καὶ σπουδαῖον εἶναι περὶ τοὺς νέους. BD. οὐ μᾶλλόν γ’ ἢ καὶ οἱ τῶν τροφῶν ἀποροῦντες διὰ τοὺς πορίσαντας καὶ διδόντας αὐτοῖς ἀποροῦσιν] ὥσπερ οὐ διὰ τοὺς δόντας ἀποροῦσιν ὕστερον ἀποροῦντες τρο‐
10φῶν. BD.

Tett

226,7

εἰ μὲν οὖν τι χεῖρον Ἀθηναίους ἐκεῖνοι προυδίδαξαν] τουτέστι τὸ μὴ ἀδικεῖν οὐκ ἠδυνήθησαν μα‐ θεῖν παρὰ τῶν ῥητόρων. εἶτά φησιν ὅτι πάντα ἔμαθον παρὰ τὸ ἀδικεῖν. BD.

Tett

226,9

τί τό γ’ ἐκπεφευγὸς] τὸ μὴ δυνηθῆναι μα‐ θεῖν· τοῦτο γὰρ σημαίνει τὸ ἐκπεφευγός. BD.

Tett

226,10

ἀπώναντο] ὠφελήθησαν. A.

Tett

226,12

οὕτως, ἅ γ’ ἐπείθοντο, σαφῶς ἄρ’ οἱ πείθοντες ἔπειθον καλῶς] σφόδρα ἐκπέφευγε τοῦτο ῥητο‐ ρικὴν ἔννοιαν· ἀλλ’ ἵνα Πλάτωνος μιμήσηται χαρακτῆρα, οὕτως ἐχρήσατο. ὥσπερ γὰρ ἐκεῖνος πολλοὺς ἐπεξιὼν
5λόγους ὕστερόν φησιν, οὐκοῦν, ἐὰν τὸ καὶ τί ἐστιν ἀθά‐ νατος ἡ ψυχὴ, οὕτως καὶ αὐτὸς ἔπλεξεν. BD.

Tett

226,3

καὶ τὰς ἄλλας τέχνας λέγω καὶ τὰς πάνυ φαύ‐ λας] ἵνα μή τις εἴπῃ ὅτι διὰ τὸ μέγεθος τῶν ἐπιστημῶν τού‐ των οὐχ οἷόν τε ἐστὶν ἀκριβῶς πάσας παραλαβεῖν, προσέθηκε καὶ τὰς πάνυ φαύλας. BD.

Tett

226,16

μηδ’ ὅμοιος ᾖ τῷ διδάξαντι] δηλονότι τὴν
τέχνην, οὐ τὸν τρόπον. BD.668

Tett

226,18

ὡς ἑκόντος ὑποστειλαμένου] κρύψαντος. A. ὑποκρύψαντος, ὅτι ἐστὶ φθονοῦντος· πολλάκις γὰρ ἃ οἶδέ τις οὐ διδάσκει. BD.

Tett

226,20

κἀπὶ τῶν τοιούτων ἰσχύοντα] τουτέστιν ἐπὶ τῶν διδασκάλων καὶ μαθητῶν. BD.

Tett

227,1

τὴν δὲ πολιτικὴν] πολιτικὴν ἀρετὴν καλεῖ τὴν δικαιοσύνην· ἄλλο γὰρ ἐπιστήμη πολιτικὴ, ὅπερ κα‐ τηγορεῖ τούτων, ὅ ἐστι γνῶσις καὶ οἴκησις πόλεως· ἄλλο δὲ νῦν πολιτικὴν ἀρετὴν εἶπε, τουτέστιν ἀναντίλεκτον καὶ
5ὁμολογούμενον ἔγκλημα. BD.

Tett

227,3

κατὰ φυλὰς καὶ κατὰ ἄνδρα] τουτέστι κατὰ σύνταγμα καὶ κατὰ ἕνα, ἐπειδὴ οἱ προεστῶτες τῆς τῶν Ἀθηναίων πολιτείας κατὰ φυλὰς διεδίδουν τὸ θεωρικόν. οἱ δὲ τῆς φυλῆς προεστῶτες κατ’ ἄνδρα διένεμον τὸ τριώ‐
5βολον. ὥσπερ οὖν, φησὶν, οὐδεὶς ἐγκαλεῖ τοῖς διανέμουσιν, ὅτι οὐ τὰς φύσεις κρίνοντες παρεῖχον, ἀλλ’ ἁπλῶς διένε‐ μον, οὕτως δίκαιον ἐγκαλεῖσθαι τοὺς ῥήτορας, οἳ αὐτοὶ πᾶσιν Ἀθηναίοις ὁμοίοις οὖσι τὰς φύσεις προσῄεσαν. B. ὥσπερ θεωρικὸν τὴν ἐπιστήμην διανέμοντες] τοῦτο
10γὰρ ἐξ ἴσου πᾶσιν ἐδίδοτο. αἰνίττεται δὲ ὅτι καὶ περὶ τοῦ ἔθους τῶν θεωρικῶν διαβάλλει Περικλέα ὁ Πλάτων. οἰ‐ κείως δὲ τῇ λέξει ἐχρήσατο περὶ τοῦ θεωρικοῦ. BD.

Tett

227,4

τοῦ μὲν χυτρέως οὐ κατηγορεῖς, ὅτι μὴ πάντας ἐφεξῆς πλάττειν ἐδίδαξε] χυτρέως, τοῦ κεραμέως. ἡ δὲ τέχνη εὐχερὴς πρὸς διδασκαλίαν. ἀπὸ τοῦ ἥττονος οὖν ἔλαβε. λέγει δὲ ὁ Πλάτων ὅτι οὐ δεῖ τοῦ κεραμέως
5κατηγορεῖν, εἰ μὴ πάντας ἐδίδαξεν. BD.

Tett

227,6

καὶ οὐκ ἀγαπᾷς τὸ τοῦ σοῦ Πρωταγόρου] διάλογος αὐτὸς Πλάτωνος. ἔστι δὲ ὁ Πρωταγόρας εἷς τῶν σοφιστῶν, οὓς διαβάλλει ὁ Πλάτων. BD.

Tett

227,7

ἀνεγκλήτως] ἀκατηγορήτως. B.

Tett

227,8

ὁ δῆμος] ἐμμένει τῷ τοῦ δήμου ὀνόματι. BD. καὶ μὴν ὁρῶμέν γε καὶ τοὺς ἰατροὺς] ἐπειδὴ τὴν ἰα‐
τρικὴν ἐπαινεῖ Πλάτων, ἐντεῦθεν αὐτῷ παράγει τὸν λό‐ γον. οὐχ ἁπλῶς δὲ ἡ παραβολή· μίαν γὰρ ταύτην τῆς669
5ἀρίστης παρασκευῆς τοῦ σώματος. φησὶν οὖν ὅτι καὶ ὁ πάνυ τεχνίτης ἰατρὸς οὐ καθάπαξ ἐξαιρεῖ τὸ νόσημα. BD.

Tett

227,11

ταῖς παντελέσι θεραπείαις] ὅτι ὅλως ἔπαυ‐ σαν αὐτοὺς νοσοῦντας. D. τήν γε φύσιν οὐχ οἵους τε ὄντας ὑπερβῆναι] ἀκολου‐ θεῖ γὰρ ταύτῃ τὰ νοσήματα. κἀνταῦθα δὲ Δημοσθενικὸν
5τὸ ἐπιχείρημα· Δημοσθενικῶς γὰρ οἰκονομεῖ· τὰς γὰρ αἰτίας ἀναγαγὼν εἰς τὸν δῆμον ἐξαιρεῖ καὶ αὐτοὺς τῆς αἰτίας, φάσκων οὐκ αὐτῶν εἶναι τὰ ἁμαρτήματα, ἀλλὰ τῆς κοινῆς φύσεως. BD.

Tett

227,14

τῶν δυσχερῶν] τῶν ἀδίκων καὶ λυπη‐ ρῶν. BD.

Tett

227,15

κατασχεῖν] ἀντὶ τοῦ κωλῦσαι. BD. μηδ’ ἀθάνατα ἰάσαντο] ἀνέμεινε τῇ τροπῇ τῆς ἰα‐ τρικῆς. τοῦ δήμου δὲ φύσεως εἶπεν, οὐ φύσεως μόνης· διὸ καὶ ἐπήνεγκε τῆς κοινῆς. BD.

Tett

227,17

οὐκ ἀφικνούμενοι διὰ παντὸς τοῦ σπέρμα‐ τος] οὐ περιγινόμενοι τοῦ παντὸς σπέρματος τῶν λυμαι‐ νομένων, οἵων βοτανῶν ἀγρίων καὶ τῶν ἄλλων. BD. ἀφικνούμενοι] περιγενόμενοι καὶ νικῶντες. BD.

Tett

227,19

σπέρμα ἀναγκαῖον ἀδικίας καὶ ἀγνωμοσύ‐ νης] ἐνταῦθα σπέρμα τὸ φυσικὸν δηλοῖ ἁμάρτημα. BD. καὶ οὐ πάνθ’ ὑπήκουσεν αὐτοῖς] ἀντὶ τοῦ ἠκολού‐ θησε καὶ ὑπηρέτησε. BD.

Tett

227,20

ἔσθ’ ἃ καὶ καθ’ αὑτὸν ὁ δῆμος ἐβουλεύ‐ σατο] μόνος γενόμενος. B. τί δεῖ τὰ ἑτέρων ἐκείνοις λογίζεσθαι] μεταστατικῶς ἀγωνίζεται. B.

Tett

227,21

τῆς ἑτέρας] μερίδος δηλονότι. BD.

Tett

228,3

καὶ δῆτ’ ἔγωγ’ ἐνεθυμήθην, ὡς λυσιτελούν‐ τως αὐτῷ Πλάτωνι τὰς αἰτίας ἀπολύομαι] ὃ θέλει εἰπεῖν, τοιοῦτόν ἐστιν· ὅτι ἐγὼ ἀπολογούμενος ὑπὲρ τῶν ῥητόρων
καὶ ὑπὲρ Πλάτωνος ἀπολογοῦμαι. λέγει γὰρ ὅτι οὐκ εἰσὶν670
5ἄξιοι τοῦ κατηγορεῖσθαι· καὶ διὰ τούτου δεικνύω ὅτι ἀνάξιος ἦν ὁ Πλάτων παθεῖν τινὰ παρὰ Διονυσίου. BD. προσποιεῖται δι’ ὧν αὐτῷ προφέρει τὰς συμφορὰς, καὶ διὰ τούτων ὑπὲρ αὐτοῦ μᾶλλον ἀπολογεῖσθαι· οὐ γὰρ αἱ συμφοραὶ προαιρέσεως ἔγκλημα. BD.
10ἐντεῦθεν εἰσβάλλει εἰς τὴν ἠθοποιίαν τὴν θρυλλου‐ μένην. ᾐτιάσαντο δέ τινες αὐτὸν ὡς Πλάτωνος κατηγο‐ ροῦντα, ἀγνοοῦντες ὅτι ἠθικῶς καὶ ἐσχηματισμένως, καὶ ὡς ὑπὲρ αὐτοῦ τὸν λόγον ποιησάμενος φαίνεται. BD. καὶ αὐτῷ τῷ Πλάτωνι συμφερόντως ἀπολύεται τὰς
15αἰτίας ταύτας· καὶ ἅστινας σαφῶς κατηγορῶν δίδωσιν ἀφορμὰς κατ’ αὐτοῦ, εἰ θέλει τις μιμησάμενος διαβάλ‐ λειν αὐτόν. BD. καθ’ ὑπόθεσιν τὸ ἐπιχείρημα, ἵνα μὴ διὰ τοῦ προσώ‐ που δοκῇ διαβαλεῖν τοῖς ἀνδράσι τὸν λόγον, Δημοσθενι‐
20κῶς ποιῶν. κατηγοροῦσι δὲ Ἀριστείδου, ὡς ὑβρίζοντος τὸν Πλάτωνα· ἀλλ’ ἀγνοοῦσιν ὡς ἐσχημάτισται αὐτῷ παντα‐ χοῦ τὰ τῆς ἠθοποιίας, καὶ ἠθικῶς καὶ ἐσχηματισμένως φαίνεται μεταχειρισάμενος, καὶ οὐκ ἐκ τοῦ φανεροῦ ὑβρί‐ ζων τὸν φιλόσοφον. ἤδη οὖν προθεραπεύει τὴν διαβολὴν,
25λέγων ὅτι αὐτῷ τῷ Πλάτωνι λυσιτελούντως ἀπολύομαι τὰς αἰτίας· μέλλει γὰρ προφέρειν τὰς συμφορὰς καὶ τὰς ἀτιμίας, ἃς ὑπέστη παρὰ Διονυσίου, τοῦ Σικελίας τυράν‐ νου. BD.

Tett

228,5

εἴ τις αὐτὸν βούλοιτο μιμήσασθαι] ὥσπερ αὐτὸς κατηγόρησε τῶν ῥητόρων, καὶ ἡμεῖς αὐτοῦ κατηγο‐ ρήσομεν. BD.

Tett

228,6

καθάπερ τὸν Πρωτεσίλαον φασὶ, παραιτη‐ σάμενον τοὺς κάτω, γεγενῆσθαι μετὰ τῶν ζώντων] ὁ Πρωτεσίλαος δρᾶμα γέγραπται Εὐριπίδῃ. λέγει δὲ ὅτι γαμήσας καὶ μίαν ἡμέραν μόνην συγγενόμενος τῇ γυναικὶ
5αὑτοῦ, ἠναγκάσθη μετὰ τῶν Ἑλλήνων κατὰ τῆς Τροίας ἐλθεῖν, καὶ πρῶτος ἐπιβὰς τῆς Τροίας ἐτελεύτησε καὶ φασὶν ὅτι τοὺς κάτω δαίμονας ᾐτήσατο, καὶ ἀφείθη μίαν ἡμέραν, καὶ συνεγένετο τῇ γυναικὶ αὑτοῦ. BD Oxon.671

Tett

228,7

ὥσπερ τῶν κωμικῶν τις ἐποίησε τέτταρας τῶν προστατῶν ἀνεστῶτας, ἐν οἷς δύο τούτων ἔνεισιν] Εὔ‐ πολις ἐποίησεν ἀναστάντα τὸν Μιλτιάδην καὶ Ἀριστείδην καὶ Γέλωνα καὶ Περικλέα. ἐν τούτοις οὖν ἔνεισι δύο,
5φησὶ, Περικλῆς καὶ Μιλτιάδης. λέγει δὲ Εὔπολις οὕτως „Καὶ μηκέτι ἄναξ Μιλτιάδῃ καὶ Περικλεῖ, ἐάσατ’ ἄρχειν μειράκια κινούμενα ἐν τοῖσι σφυροῖσιν ἕλκοντα τὴν στρα‐ τηγίαν.“ BD. ἐν οἷς δύο τούτων ἔνεισιν] Θεμιστοκλῆς καὶ Περι‐
10κλῆς. B.

Tett

228,9

ἔπειτα ἔλεγον τὸν Περικλέα προστησάμενοι] ὡς ῥητορικώτερον ὄντα τῶν ἄλλων. καὶ τοῦ Θεμιστοκλέους δὲ προσέθετο, ὡς καὶ αὐτὸν ὄντα ῥήτορα· Μιλτιάδης δὲ καὶ Κίμων στρατηγικοὶ μᾶλλον ἐτύγχανον. BD.

Tett

228,11

ἐπανήσομεν] ὑποχαλάσομεν. A.

Tett

228,12

τὸν ξύοντα δ’ ἀντιξύειν καὶ τοῖς ὄνοις ἡ παροιμία δήπου δίδωσι] ἀντὶ τοῦ οὐδὲ ὄνος καρτερεῖ δα‐ κνόμενος· καὶ γὰρ ἐπὶ τῶν ὄνων ἡ παροιμία. τοῦτο δὲ εἶπε διὰ τὸ ἀντικνήθειν ἀλλήλους τοῖς ὀδοῦσι. βούλεται
5οὖν εἰπεῖν ὅτι, εἰ καὶ τοῖς ὄνοις δίδοται, πολλῷ πλέον τοῖς λέουσιν ἀπεικάσαι. BD. τὸν ξύοντα ἀντιξύειν παροιμία ἐστὶν ἐπὶ τῶν ἀμυνο‐ μένων, ἢ ἀμειβομένων. εἴληπται δὲ ἐκ τῶν ὄνων, οἳ δα‐ κνόμενοι ὑφ’ ἑτέρων ὄνων αὐτοὶ τοὺς δάκνοντας ἀντι‐
10δάκνουσι, κνήθοντές τε καὶ κνηθόμενοι. Oxon.

Tett

228,13

Περικλέα δὲ, κἂν τοῖς λέουσι μᾶλλον ἢ τοῖς ὄνοις εἰκάζειν φαῖεν ἂν Ὁμηρίδαι] ἐν διανοίᾳ ποιεῖ‐ ται τὸν Περικλέα λέοντα, ἢ διὰ τὴν ὄψιν τῆς μητρὸς αὐτοῦ, ἢ τοὺς τοιούτους εἰώθασιν ἀπεικάζειν λέουσιν. BD.
5Ὅμηρος τοὺς θαυμαστοὺς τῶν ἡρώων λέγειν ἀπει‐
κάζει, οἷον Ἀχιλλέα, ἢ Αἴαντα· εἰκότως δὲ τοῦτο περὶ Περικλέους εἶπεν· ἐγκυμονοῦσα γὰρ αὐτὸν ἡ μήτηρ λέοντα τεκεῖν ἔδοξε, καὶ ἐπὶ τῷ ὁράματι τούτῳ ἔτεκε Περικλέα, ὡς καὶ οὗτος ἐν τῷ ὑπὲρ αὐτοῦ τοῦ Περικλέους λόγῳ672
10φησίν. (143, 7.) Oxon.

Tett

228,14

ὥστε τοσοῦτόν γ’ ἐξέσται μεταδοῦναι παρ‐ ρησίας αὐτῷ, ὅσον—μὴ κεκωλύσθαι διδάσκειν] ὥστ’ ἔξεστι τῷ Περικλεῖ ἀντιβλασφημεῖν πρὸς τὸν βλασφημή‐ σαντα. ὅσῳ δὲ βελτίων τοῦ ὄνου ὁ λέων, Περικλῆς δὲ
5λέων, ἢ ὄνος. BD. τοσοῦτον ἐξέσται μεταδοῦναι παρρησίας τῷ Περικλεῖ ὡς τὸ εἶναι αὐτὸ μὴ κεκωλύσθαι λέγειν ὑπὲρ αὐτοῦ, ὅσον εἰ μηδὲ ἀπὸ τοῦ Πλάτωνος ἐκ τοῦ αὐτῶν ἐνῆν κεκωλύ‐ σθαι διδάσκειν ὑπὲρ αὐτοῦ. ἢ οὖν τὸν Περικλέα λέγει,
10ἢ τὸν Πλάτωνα· ἔστι γὰρ ἐπ’ ἀμφοτέρων λαβεῖν· ἐπὶ μὲν τοῦ Περικλέους, ὅτι οὐδὲ τοῦτο δεῖ κωλύειν τὰς συμφορὰς καταλέγειν· τὸ γὰρ μὴ ἐπίρρημα πλεονάζει παρὰ τοῖς Ἀτ‐ τικοῖς· ἐπὶ δὲ Πλάτωνος, ὅτι οὐδ’ αὐτὸς ὀφείλει συμφο‐ ρὰς καταλέγειν. ἢ οὕτως· εἰ τῷ Πλάτωνι, φησὶν, οὐ
15γίνονται κωλύματα τῆς ἀπολογίας αἱ συμφοραὶ, ἃς ὑπέ‐ στη, οὐκοῦν οὐδὲ τῷ Περικλεῖ. συμφορὰν δὲ λέγει τὸν περὶ Σικελίαν πλοῦν. BD.

Tett

228,15

ἐκεῖνον] τὸν Πλάτωνα. A.

Tett

228,17

οἷς γὰρ τὸν Πλάτωνα συκοφαντεῖσθαι φή‐ σει, τούτοις ὅπως συκοφαντεῖ βεβαιώσει] εἰ γὰρ τὸ λέγειν συμφορὰς συκοφαντεία ἐστὶν, εἰ δὲ συκοφάντης ὁ Πλά‐ των, πολλὰς τῶν ἀνδρῶν συμφορὰς καταλέξας περιτρέπει
5εἰς ἑαυτὸν τὸ ἁμάρτημα. B.

Tett

229,3

δεξιόν τι νομίζειν κελεύσει] κατὰ συνεκδο‐ χὴν λάμβανε, εἰς τὸ πῶς εἰρηκέναι γ’ αὐτόν. δέον δὲ οὕτω τὸν λόγον ποιήσασθαι· φέρε γὰρ εἰ ἀνάστασιν εὕραντο, ἔπειτα προστησάμενοι τὸν Περικλέα εἰς λόγον πρὸς σὲ κα‐
5τέστησαν, τοιαῦτ’ εἶπον ἄν· ἡμεῖς, ὦ Πλάτων, καὶ τὰ
ἑξῆς· οὕτω δέον εἰπεῖν· ὁ δὲ πολλὰ θεὶς διὰ μέσου, ἐπα‐ νάληψιν ἐποιήσατο, καὶ φησίν· ἐροῦσι τοίνυν, ὡς ἐγὼ νομίζω, ταυτὶ, μᾶλλον εἶπον ἄν. Oxon.673

Tett

229,4

ἡμεῖς, ὦ Πλάτων, πολλὰ καὶ βλάσφημα ἀκούσαντες ὑπὸ σοῦ] ὁ μὲν σοφιστὴς Ἀφθόνιος εἰδωλο‐ ποιίαν αὐτὴν καλεῖ, ὅτι τετελευτηκότα, φησὶ, ποιεῖ δια‐ λεγόμενον, οὐ καλῶς λέγων· εἰδωλοποιίαν μὲν γὰρ ἐποίη‐
5σεν Ὅμηρος ἐν Ὀδυσσείᾳ. εἰδωλοποιία δέ ἐστι τοῦ ὥσπερ τὸ εἴδωλον, τουτέστι τὸ ἀφομοίωμα, διαλέγεσθαι. ὁ δὲ Θέων προσωποποιίαν τὴν αὐτὴν λέγει· ὅτι ἡ προσωπο‐ ποιία ἐστὶ τὸ τὴν τοῖς ἀψύχοις περιθεῖναι φωνήν. ἄψυ‐ χοι δὲ οἱ τετελευτηκότες. προσωποποιία οὖν ἐστιν. ὁ δὲ
10Σώπατρος ἠθοποιίαν αὐτήν φησι λέγει, ὅτι οὐχ ὑπέθετο αὐτοὺς λαλοῦντας ἐκ τῶν κάτω, ἀλλ’ ὡς ὄντας αὐτοὺς, καὶ λέγοντας· βιοῦντας γὰρ αὐτοὺς ποιεῖ τὴν πρώτην ἡμέραν· εἰ δὲ τὴν τῶν ζώντων προσωποποιίαν ἐποίησε, λείπεται πᾶσαν ἠθοποιίαν προσωποποιίαν εἰπεῖν. BD.

Tett

229,7

κάλλιστον δὲ πάντων κερδῶν ἡ τῶν ἀγαθῶν ἀνδρῶν φορὰ] ἐπειδὴ διάφορα τὰ κέρδη, αὔξει τῇ ποιό‐ τητι τοῦ κέρδους τὸν ἔπαινον. B.

Tett

229,8

ὧν καὶ ἡμεῖς ποτε ᾠόμεθα εἶναι] ζῶντες φησί. καλῶς δὲ ἔχει ὁ καὶ σύνδεσμος· δηλοῖ γὰρ ὅτι οὐκ ἀποστερεῖ τὸν Πλάτωνα ἐπαίνων. BD.

Tett

229,10

εἰκὸς μέν σέ γ’ ἄμεινον ἡμῶν ἐπίστασθαι] τὸ σύγγραμμα. A. οὐ γὰρ ἡμεῖς γ’ ἴσμεν περὶ τοιούτων συγγραμμάτων οὐδὲν] καθάπτεται Πλάτωνος ἐνταῦθα βαθέως. εἶτα ὥσπερ
5τὸ πικρὸν θεραπεύει τῆς ὕβρεως· οὐ γὰρ ἡμεῖς, φησὶν, ἐπεδημήσαμεν τῇ Σικελίᾳ. BD.

Tett

229,12

ἡμῖν ὑπὸ τῶν λόγων τῶν πολιτικῶν οὐχ ὑπῆρχε σχολὴ τῶν ἐκεῖ μαθεῖν οὐδὲν] ἀκόλουθον ἦν εἰπεῖν, οὐκ ἔχομεν περὶ φιλοσοφίαν, ἀλλ’ ἐπὶ τοῦτο, ὅτι τοῦ βαρβάρου ἥκοντος παρῄνει Θεμιστοκλῆς, μὴ φεύγειν εἰς
5Σικελίαν, καὶ Περικλῆς, ἀρχὴν μὴ ἐπικτᾶσθαι. BD.

Tett

229,14

εἰ καὶ μὴ ἑκόντα, ἀλλὰ καὶ ἄκοντα, — καὶ ἀκουσίων πεῖραν λαβεῖν] ἐμφαίνει τὰς ἀπὸ Διονυσίου ὕβρεις εἰς αὐτὸν γενομένας. BD.674

Tett

229,15

ἅτε πολλάκις διὰ τοῦ Σικελικοῦ πελάγους νομισθέντα] λέγεται γὰρ εἶναι τοῦτο δεινόν. αἰνίττεται δὲ τὴν Χάρυβδιν. BD.

Tett

229,16

φέρε δὴ πρὸς αὐτῆς τῆς ἐν Σικελίᾳ τρα‐ πέζης] τοῦτο τὸ κῶλον τῆς ἠθοποιίας βαρύτατόν ἐστι· διαβάλλει γὰρ αὐτὸν ὡς τρυφητήν. BD.

Tett

229,17

εἴτε Μίθαικος αὐτὴν, εἴτε καὶ ὁστισοῦν παρετίθει] τὸ παρετίθει ἀντὶ τοῦ συνέγραφεν. ὡς ἐπὶ τραπέζης δὲ τοῦτο. τὸ δὲ ὁστισοῦν, ἐπειδὴ παραβάλλει αὐ‐ τοὺς καὶ Θεαρίωνι καὶ Σαράμβῳ· ἦν δὲ ὁ μὲν Θεαρίων
5ἀρτοποιὸς, ὁ δὲ Σάραμβος κάπηλος. BD.

Tett

229,19

εἰ μὲν βούλει, τὸν Ἑρμοκράτους] αὐτὸς γὰρ στρατηγὸς ᾑρέθη ὑπὸ τῶν πολιτῶν κατὰ Ἀθηναίων, καὶ μετὰ τὰς εὐεργεσίας καθεῖλον αὐτὸν, καὶ ἐξέβαλον τῆς πόλεως. μετὰ ταῦτα καὶ τὸν τούτου υἱὸν ἐχειροτόνη‐
5σαν στρατηγὸν κατὰ Χαλκιδέων. οὗτος οὖν ὁρῶν τὰ δεινὰ τὰ κατὰ τοῦ πατρὸς τὴν πολιτείαν αὐτῶν εἰς τυραννίδα μετέστησεν. BD. ὃν Θουκυδίδης δημηγοροῦντα συνετὸν ὑποτίθεται ἐν τῇ τετάρτῃ, ὁμοίως δὲ ἐν ἕκτῃ, ὡς Ἀθηναίους κατη‐
10γωνίσατο. τούτου ὁ υἱὸς ὁ πρῶτος Διονύσιος· ὁ γὰρ Ἑρ‐ μοκράτους Διονύσιος Διονύσιον ἄλλον τέτοκεν. BD.

Tett

230,1

οἱ δὲ τί σοῦ καὶ τῆς σῆς συνουσίας ἀπώ‐ ναντο] δοκεῖ μὲν ἐκείνους μέμφεσθαι ὡς μὴ δυνηθέντας ὠφεληθῆναι, αὐτὸν μᾶλλον ὠφελῆσαι μὴ δυνάμενον. BD. καίτοι διελέγου δήπου πρὸς αὐτοὺς] ἠθικῶς εἶπεν. BD.

Tett

230,6

τί τῶν θείων, ἢ τῶν ἀνθρωπείων ἄμεινον μετεχειρίσαντο] ὅτι οἱ τύραννοι καὶ εἰς θεοὺς ἀσεβεῖς καὶ εἰς ἀνθρώπους ἄδικοι. BD.

Tett

230,9

ἔσχεν] ἐγένετο. A.

Tett

230,10

εἰ δὲ μὴ τῶν Ἑλλήνων τισὶ, τῶν βαρβά‐ ρων τίνι τῶν ἐν Σικελίᾳ ὄντων] Σικελιώτης μὲν γὰρ ὁ
Ἕλλην, Σικελὸς δὲ ὁ βάρβαρος, ὡς δηλοῖ Θουκυδίδης. BD.675

Tett

230,14

ἡ σὴ πολιτεία] ἡ μετὰ σοῦ διατριβή. BD.

Tett

230,15

τῶν ἐν τῇ Λιβύῃ βαρβάρων] ἔξω Ἰταλίας οὗτοι καὶ Σικελίας. BD.

Tett

230,16

καὶ μὴν εἰ μὲν τοῖς συμβούλοις ἀνατιθέ‐ ναι χρὴ] εἰς ἀγαθοὺς συμβούλους· καὶ τὸ σχῆμα διλήμ‐ ματον. B. διλήμματον τὸ σχῆμα. διαφέρει δὲ τοῦ ἀντικειμένου,
5ὅτι τὸ μὲν ἀντικείμενον δύο ἔχει τὰς προτάσεις, καὶ δύο τὰ συμπεράσματα. τὸ δὲ διλήμματον δύο μὲν τὰς προτά‐ σεις ἔχει, ἓν δὲ τὸ συμπέρασμα, ὥστε κατὰ μὲν τὴν ἀρχὴν συγγενῆ τὰ δύο σχήματα, κατὰ τὸ τέλος δὲ ἀνό‐ μοια. BD.

Tett

230,17

τῶν ἐν ταῖς ἐξουσίαις] ὄντων. A.

Tett

230,21

ἐν ἀμφοτέροις] ἐν ἡμῖν καὶ ἐν σοί. A.

Tett

231,1

πότεροι βελτίονι καὶ δικαιοτέρῳ πράγματι] ἐπειδὴ ἔδειξεν ἰσάζοντα τὰ πράγματα, συγκριτικῶς διαλέ‐ γεται καὶ ἀπὸ τοῦ προσώπου καὶ ἀπὸ τῶν πραγμάτων. BD.

Tett

231,2

ὁ τὸν τύραννον παιδεύειν ἀξιῶν] σύ. B.

Tett

231,5

πότεροι πλέον προυβιβάσαμεν;] τοὺς ἀκούον‐ τας. A. προυβιβάσαμεν] ἐδιδάξαμεν. B.

Tett

231,6

καὶ μὴν ἐκείνοις μὲν, πλὴν ἴσως ὀλίγων, ἅπανθ’ ἡμάρτηται] ὅτι οὐκ ἀνεῖλον αὐτόν. διὰ δὲ τὸ πω‐ λῆσαι λέγει τὸν Πλάτωνα. BD.

Tett

231,7

τοῖς δὲ μεθ’ ἡμῶν ἅπαντα κάλλιον, πλὴν ὀλίγων, ἢ κατὰ πάντας ἀνθρώπους πεποίηται] τὸ καλῶς χρῆσθαι τοῖς ῥητοῖς. B. τῷ καλῶς χρήσασθαι τοῖς ῥήτορ‐ σιν. B.

Tett

231,8

εἰ δ’ ἐρεῖς ὅτι βελτίους οὗτοι τὴν φύσιν] ἐπειδὴ ἀντέπιπτεν αὐτῷ· ἀλλ’ εὐφυέστεροι Ἀθηναῖοι. BD.

Tett

231,15

ἀλλὰ ταῦθ’, ὡς ἔφη Σοφοκλῆς, πεπον‐ θότα ἐστὶ μᾶλλον ἢ δεδρακότα] εἰσάγει Σοφοκλῆς ἔν τινι δράματι τινὰ λέγοντα ὅτι πέπονθα μᾶλλον ἤπερ ἔδρασα κακῶς· ἐν οἷς γὰρ ἡμάρτανον, ἔπασχον μᾶλλον
5ἤπερ ἔδρων. BD.676

Tett

231,6

πεπονθότα ἐστὶ μᾶλλον ἢ δεδρακότα] ἐναλ‐ λαγὴ πτώσεώς ἐστι· συνεχῶς γὰρ τὴν αἰτιατικὴν ἀντὶ γενικῆς λαμβάνουσιν, ὥσπερ καὶ ἐν τῷ Παναθηναϊκῷ, ὡς ἐνταῦθα· εἴπερ τῷ τὴν δικαίαν φιλανθρωπίαν ἐνοῦσαν,
5ἀντὶ τοῦ τῆς δικαίας φιλανθρωπίας οὔσης. καὶ ἐνταῦθα οὖν· ἀλλὰ ταῦτα μᾶλλον πεπονθότων ἐστὶν ἢ δεδρα‐ κότων. BD.

Tett

231,18

μὴ ἄρ’ οὐ Πολυκράτης τὴν ἔξωθεν τύχην οὐδ’ αὐτὸς ἡμῖν ἦσθα] ἀντὶ τοῦ οὐ πάνυ εὐτυχής. ἡ δὲ ἱστορία παρ’ Ἡροδότῳ. B. οὗτος ὁ Πολυκράτης Σαμίων τύραννος ἦν, πάνυ εὐτυχής. ἡ δὲ ἱστορία παρ’ Ἡροδότῳ.
5ἔξωθεν δὲ τύχην λέγει, ἐπειδὴ ἡ μέν ἐστι περὶ τὰ ἔξω, ἡ τοῦ πλούτου, καὶ τῆς δόξης, καὶ τῶν τοιούτων· ἡ δὲ περὶ τὰ ἔνδον, τουτέστι τὴν ψυχὴν, οἷον αἱ ἀρεταί. θέλει δὲ εἰπεῖν ὡς οὐδὲ αὐτὸς οὕτως εὐτυχὴς, ὡς Πολυκράτης, ὑπῆρ‐ χες, ὡς μὴ περιπεσεῖν δυστυχίᾳ. Oxon.
10τὴν ἔξωθεν τύχην] τὴν ἔξωθεν τύχην λέγει, ἐπειδὴ ἡ μέν ἐστι περὶ τὰ ἔξω, ἡ δὲ περὶ τὰ ἔνδον· καὶ ἡ μὲν περὶ τὰ ἔξω ποιεῖ λαμπρὸν, πλούσιον, ἡ δὲ κατὰ ψυχὴν δίκαιον, σώφρονα, καὶ συνάπτει τῷ θεῷ. BD.

Tett

232,2

εἰ μὴ σὲ ἀνὴρ Ἰταλιώτης ἐξῃτήσατο, τῶν Πυθαγορείων] Ἀρχύταν λέγει. τὸ δὲ ἐξῃτήσατο, ἔσωσε τοῦ μὴ ἐμβληθῆναι εἰς τὰς λιθοτομίας· οὐδὲ γὰρ λέγει ὅτι ἔλαβε καὶ ὁ Ἀρχύτας παρὰ τοῦ Διονυσίου· ἐπάγει γὰρ
5μετ’ ὀλίγον· καὶ παραδίδωσι δή σε ἀνδρὶ Σπαρτιάτῃ Πόλλιδι, κελεύων πωλῆσαι, δηλονότι Διονύσιος· οὐδὲ γὰρ ὁ Ἀρχύτας, ὁ σώσας αὐτὸν ἠνείχετο πωλῆσαι αὐτὸν ὕστε‐ ρον. BD. ἀνὴρ Ἰταλιώτης] ὁ Ἀρχύτας. A.
10ὥσπερ σὺ φὴς τὸν πρύτανιν, ὅτι ἡμῶν ἕνα, μέλ‐ λοντα εἰς τὸ βάραθρον ἐμπεσεῖσθαι διεκώλυσε] ἕνα λέγει τὸν Μιλτιάδην· ὅτε γὰρ ἐκρίνετο ἐπὶ τῇ Πάρῳ, ἠθέλη‐
σαν αὐτὸν κατακρημνῆσαι. ὁ δὲ πρύτανις εἰσελθὼν ἐξῃτή‐ σατο αὐτόν. ἡ δὲ αἰτία τῆς Πάρου αὕτη ἦν· καταδου‐677
15λοῦσθαι τὰς νήσους τοῖς Ἀθηναίοις, καὶ ἐξελθὼν εἰς Πάρον πρώτην, καὶ παρελθὼν τὸ ἱερὸν μεμολυσμένος αἵματι τῶν πολεμίων· οἱ μέν φασιν ὡς βέλει ἐβλήθη, οἱ δ’ ὡς ἀπὸ τοῦ τείχους κατηνέχθη. κατεαγεὶς οὖν τὸν μηρὸν ὑπέστρεφεν ἄπρακτος· διὸ ἐκρίνετο. τὸν δὲ πρύτα‐
20νιν καλεῖ Δημοσθένης καὶ ἐπιστάτην. BD.

Tett

232,4

οὐκ ἂν ὑπεξέφυγες Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα, τοῦ πορθμοῦ] τὴν Χάρυβδιν λέγει, ἣν παραβάλ‐ λει τῇ Στυγί. BD.

Tett

232,13

προσηλῶσθαι] ἐσταυρῶσθαι. μεγίστη δὲ ἦν τιμωρία τὸ προσηλῶσθαι. BD.

Tett

232,14

ὁ φίλτατος ἀνδρὶ Σπαρτιάτῃ] οὐχ ἁπλῶς, ἀλλ’ οὓς ἐπαινεῖ ὁ Πλάτων. BD.

Tett

232,15

ὥσπερ ἀνδράποδον τῶν ἐπ’ ἐξαγωγῇ] ἐπὶ τῶν φαύλων ἀνδραπόδων τοῦτο ἦν παρ’ Ἀθηναίοις. BD.

Tett

232,16

καὶ τῶν τριήρων οὐσῶν] ἃς διαβάλλει Πλά‐ των, ὡς κακοῦ ὄντος τοῦ ναυτικοῦ. BD.

Tett

232,2

ἐν πολιτείᾳ δεύτερα τῶν πασῶν ἐχούσῃ παρὰ σοὶ κριτῇ] δευτέραν τῶν πασῶν λέγει, ὅτι ἣν συνέγραψε πολιτείαν ὁ Πλάτων προκρίνει πασῶν, καὶ τῆς τῶν Λακε‐ δαιμονίων. BD. μετὰ δὲ τὴν ἑαυτοῦ ἀρίστην κρίνει τὴν
5Λακεδαιμονίων. add. D.

Tett

232,3

μᾶλλον δὲ τὰ πρῶτα τῶν οὐσῶν] ἐπειδὴ ἡ κατὰ Πλάτωνα πολιτεία οὔπω ὑπέστη. λέγει οὖν ὁ Ἀρι‐ στείδης ὅτι τῶν οὐσῶν πασῶν προκρίνεις τὴν Λακεδαιμο‐ νίων. πρώτην δ’ ἐπαινεῖ Πλάτων τὴν ἀριστοκρατίαν, δευτέ‐
5ραν δὲ τὴν βασιλείαν, τρίτην τὴν ὀλιγαρχίαν, τετάρτην τὴν δημοκρατίαν, πέμπτην τίθησι τὴν τυραννίδα. δευτέραν οὖν εἶπεν οὐ πρὸς τὰς ἄλλας, ἀλλὰ πρὸς τὴν Πλάτωνος, ἣν συνέγραψε, πρώτην δὲ ὡς πρὸς τὰς οὔσας ἐν ἀνθρώ‐ ποις. BD.

Tett

232,4

ὁ γοῦν τῶν Λακεδαιμονίων ποτὲ ναύαρχος] ὁ Πόλλις. A.
οἱ ἀρχαῖοι τοὺς μὲν τῶν Λακεδαιμονίων ἄρχοντας ναυάρχους ἐκάλουν, τοὺς δ’ Ἀθηναίων ἄρχοντας στρατη‐678
5γούς. δηλοῖ δὲ τοῦτο Θουκυδίδης ἐν τῇ τετάρτῃ. ὁ μέντοι Ἀριστείδης καὶ ἐπὶ Ἀθηναίων καὶ Λακεδαιμονίων χρῆται τῷ ὀνόματι, ὡς ἐν τῷ Παναθηναϊκῷ. ἐχειροτονεῖτο δὲ παρὰ Ἀθηναίων κατ’ ἐνιαυτὸν ὁ ναύαρχος, καὶ οὐκ ἐξὸν ἦν πρὸ τοῦ καιροῦ ἀλλαγῆναι. BD.

Tett

232,19

κομίσας εἰς Αἴγιναν, ἐν ᾗ θάνατος προεί‐ ρητο, εἴ τις Ἀθηναίων ἐπιβαίνων ληφθείη] κατὰ τὸν Πε‐ λοποννησιακὸν τῶν Αἰγινητῶν ἐκπεσόντων ὑπὸ Ἀθηναίων καὶ αὐτῶν Ἀθηναίων ἀποίκους πεμψάντων, ὕστερον οἱ
5Λακεδαιμόνιοι περιγενόμενοι τοὺς ἐν Αἰγίνῃ Ἀθηναίους ἐξέβαλον καὶ Αἰγινήταις παραδεδώκασι. καὶ τότ’ Αἰγινῆται ψήφισμα ἔγραψαν τὸν ἁλόντα ἐν Αἰγίνῃ Ἀθηναῖον τεθνά‐ ναι. ὁ τοίνυν Πόλλις ἐλθὼν εἰς Αἴγιναν ἐβόα, λέγων Ἀθη‐ ναῖον πωλεῖν. συνελθόντες ἐκεῖνοι κατὰ τὸ ψήφισμα ἠβου‐
10λήθησαν αὐτὸν ἀποκτεῖναι. παρὼν δὲ ὁ Ἀννίκερος εἶπε· τὸ μὲν ψήφισμα περὶ ἀνθρώπου λέγει, Πλάτων δὲ μείζων ἢ κατὰ ἄνθρωπον. καὶ οὕτως ὠνήσατο. BD. τοῦτο γὰρ ἔδοξε τοῖς Λακεδαιμονίοις ποιῆσαι, ἡνίκα ἠδυνήθησαν ἀποσπάσαι αὐτὴν τὴν Αἴγιναν ἀπὸ τῶν Ἀθη‐
15ναίων, ἵνα, φησὶ, μὴ πάλιν ἀρχὴν λάβωσιν Ἀθηναῖοι τοῦ ἀποσπάσαι ἡμᾶς αὐτήν. BD. κατὰ τὸν Πελοποννησιακὸν πόλεμον εἰσιόντων τῶν Ἀθηναίων, Αἰγινῆται, σύμμαχοι ὄντες Λακεδαιμονίοις, πρὸς Ἀθηναίους ἐχώρησαν. Ἀθηναῖοι δὲ εἰς Αἴγιναν
20ἔπεμψαν ἐποίκους ἐξ αὐτῶν, ὥσπερ ὑποπτεύοντες Αἰγινή‐ τας, μὴ πρὸς Λακεδαιμονίους πάλιν χωρήσωσιν. ἔπειτα πε‐ ριγενόμενοι Ἀθηναίων Λακεδαιμόνιοι ἦλθον εἰς Αἴγιναν, καὶ πολιορκήσαντες εἷλον αὐτήν τε καὶ τοὺς Ἀθηναίους ἐποίκους, οὓς καὶ παρέδοσαν Αἰγινήταις ἀποκτενεῖν. ἐντεῦ‐
25θεν αὐτοὺς μᾶλλον περιποιούμενοι, καὶ πρὸς τούτοις ἠνάγ‐ κασαν αὐτοὺς ψήφισμα γράψαι τὸν ἁλόντα ἐν Αἰγίνῃ
Ἀθηναῖον τεθνάναι. Oxon.679

Tett

233,17

κἀνταῦθα αὖ τὸ τοῦ Θεμιστοκλέους ἠτύχεις, μᾶλλον δὲ καὶ ηὐτύχεις] νῦν παραβάλλει αὐτὸν πάλιν τῷ Θεμιστοκλεῖ, ὥσπερ καὶ τῷ Κίμωνι. BD. ἐκεῖνός τε γὰρ εἰς Μολοττοὺς ὡς Ἄδμητον, ἐχθρὸν
5ὄντα αὐτῷ, παραγίγνεται, καὶ δι’ ἐκείνου σώζεται] Μο‐ λοττοὶ ἔθνος βάρβαρον. βασιλεὺς δὲ τούτων ὁ Ἄδμητος. τούτου δεηθέντος ποτὲ παρ’ Ἀθηναίων συμμαχίας τυχεῖν, Θεμιστοκλῆς παρὼν ἐκώλυσεν. εἶτα ποτὲ τελευταῖον ἐπὶ μηδισμῷ φεύγων ὑπὸ τῆς ἀνάγκης καταλύει πρῶτον Ἄδμη‐
10τον· τούτου δὲ μὴ εὑρεθέντος εἰς τὸν οἶκον, ἡ γυνὴ αὐτοῦ δίδωσι τὸν παῖδα αὐτῆς τῷ Θεμιστοκλεῖ, ὅπως σὺν αὐτῷ παρὰ τὸν βωμὸν Ἑστίας καθίσας ἑτοιμότερον πρὸς τὸν ἔλεον παρασκευάσῃ τὸν Ἄδμητον. ὁ δὲ ἰδὼν ἠλέησεν. ἐπειδὴ τοίνυν καὶ ὁ Πλάτων παρὰ τοὺς ἐχθροὺς ἐκομίσθη, ἀτυ‐
15χίαν ταύτην καλεῖ. εὐτυχίαν δὲ πάλιν αὐτὴν λέγει, διὰ τὸ ἐν καιρῷ συμφορᾶς εὑρεῖν ὅπως σωθείη. BD. Μολοττοὶ ἔθνος βαρβάρων, ὧν ἦν βασιλεὺς Ἄδμητος. τούτου δεη‐ θέντος ποτὲ παρ’ Ἀθηναίων συμμαχίαν τυχεῖν, Θεμιστο‐ κλῆς παρὼν ἐκώλυσεν. ὡς δ’ ὕστερον διαβληθεὶς ὑπὸ Λακε‐
20δαιμονίων πρὸς Ἀθηναίους μετὰ Παυσανίου ἐπὶ τῷ μη‐ δισμῷ πρὸς τὸν Πέρσην ἐχώρει, πρῶτον εἰς Ἄδμητον παραγίνεται, οὗ μὴ εὑρεθέντος τότε κατ’ οἶκον, τὸν παῖδα δίδωσιν αὐτῷ ἡ γυνὴ, ὅπως σὺν αὐτῷ παρὰ τὸν τῆς Ἑστίας βωμὸν καθίσας ἑτοιμότατον πρὸς ἔλεον παρασκευάσῃ
25τὸν Ἄδμητον· καὶ τοῦτο ποιήσας ἔτυχεν εὐμενοῦς τούτου, ὃς καὶ συνέπραξεν αὐτῷ πρὸς τὸν Πέρσην ἐλθεῖν. ἐπεὶ τοίνυν καὶ Πλάτων παρὰ τοὺς τῆς πατρίδος ἐχθροὺς ἐκο‐ μίσθη, ἀτυχίαν τοῦτο καλεῖ· εὐτυχίαν δὲ πάλιν, ὅτι παρ’ οὓς ἤλπιζον ἀπολέσθαι, τούτοις σέσωσται. Oxon.

Tett

234,3

τοῦ τυράννου] Διονυσίου. A. τοῦ διακόνου] Πόλλιδος. B.

Tett

234,4

νῆσον ἀντὶ νήσου μεταλαβὼν] ἀντὶ Σικελίας τὴν Αἴγιναν. BD.

Tett

234,6

οὐδ’ ὣς] ποιητικῶς τοῦτο ἀντὶ τοῦ οὐδὲ
οὕτως. B.680

Tett

234,8

Λίβυς δ’ ἄνθρωπος] τὸ εὐτελὲς τοῦ προσώ‐ που ἀπὸ τοῦ γένους ἐμφαίνει. BD.

Tett

234,9

εἰ μὴ ταῖς σαῖς συμφοραῖς ἀπεχρήσατο] πρόφασιν τῆς γνώμης εὑρὼν τὰς Πλάτωνος συμφοράς. BD.

Tett

234,14

οὑτωσὶ σαφῶς ἐπὶ τῇ ἑτέρων κακίᾳ καὶ φιλανθρωπίᾳ γενόμενος] τῶν μὲν γὰρ φιλανθρώπων, τῶν δὲ φαύλων ἐπειράθη. B.

Tett

235,3

ὅσον οὐ μετέσχες τῆς Φιλοξένου τοῦ διθυραμ‐ βοποιοῦ τύχης] καὶ γὰρ καὶ οὗτος προσέκρουσε τῷ Διο‐ νυσίῳ βουλομένῳ καὶ αὐτῷ ἔχειν περὶ ἐποποιίαν. ὁ δὲ γνοὺς ὅτι ὑβρίζετο ἔφυγεν αὐτόν. B. Φιλόξενος γὰρ εἰς
5τὰς λιθοτομίας τῶν Συρακουσίων ἐνέπεσεν. BD Oxon.

Tett

235,4

πράττων μάλιστά πως ἀντίπαλα ἐκείνῳ] ἢ ἴσως, ὅτι καὶ αὐτὸς ἐδιώχθη παρὰ αὐτοῦ, ἢ ἐναντία, ὅτι ὁ μὲν ἐφιλοσόφει, ὁ δὲ ἔτερπεν. BD. ἀντίπαλα εἶπεν, ἐπειδὴ ὁ μὲν διθυραμβοποιὸς ὢν
5ἔθελγε τοὺς ἀκούοντας, καὶ πρὸς ἡδονὴν τοῖς πολλοῖς τῇ ποιήσει ἐχρῆτο, Πλάτων δὲ ἐφιλοσόφει, καὶ οὐ τῆς τῶν πολλῶν ἡδονῆς ἐφρόντιζεν. Oxon.

Tett

235,11

ὅπερ λοιπὸν ἦν] τὸ ἡσυχάσαι, μὴ ἀπελ‐ θεῖν πρὸς αὐτόν. BD. ἡ μὲν παροιμία] παροιμία· ἁλιεὺς πληγεὶς νοῦν οἴσει. B.
5ἡ μὲν παροιμία καὶ Ὅμηρος φησὶ, ῥεχθὲν δέ τε νήπιος ἔγνω] ὡς ἔνδοξον ὀνομάζει τὴν παροιμίαν· οὕτως οὖν αὕτη συνάπτει τὸν Ὅμηρον, πρόσωπον ἔνδοξον ὑπο‐ θείς. BD. τὸ ἁλιεὺς πληγεὶς νοῦν ἴσχει παροιμία. τὸ δὲ παθὼν
10δέ τε νήπιος ἔγνω Ὁμηρικόν. νόει οὖν τὸ ἡ μὲν παροιμία, διὰ τὸ ἁλιεὺς πληγεὶς νοῦν ἴσχει. εἰ δὲ τὸ μὴ παθὼν δέ τε νήπιος ἔγνω, καὶ ὡς παροιμίαν καὶ ὡς Ὁμηρικόν· Ὁμή‐ ρου γὰρ εἰπόντος τὴν ἀρχὴν, ὕστερον εἰς παροιμίαν ἐλή‐ φθη, ὥσπερ καὶ τὸ φίλου κακῶς πράξαντος ἐκποδὼν φίλοι,
15Σοφοκλέους ὂν, παροιμιῶδες γέγονε, καὶ ἕτερα μυρία. Oxon. σὺ δ’, ὁ τῶν Ἑλλήνων σοφώτατος] χαριεντισμὸς τὸ
σχῆμα. BD.681

Tett

235,13

τὸ τρίτον πλεύσας] τὸ τρίτον τῇ τάξει πρῶτόν ἐστι. λέγει οὖν καὶ τὸ ὅλως ἐξ ἀρχῆς ἀπιέναι καταδέξασθαι πρὸς τύραννον. BD.

Tett

235,14

δὶς μὲν πρὸς τὸν αὐτὸν προσπταίσας] πρὸς τὸν μικρὸν Διονύσιον. BD. τρίτον δ’ ὅλως πρὸς τύραννον] τὴν ἀρχὴν πρὸς τὸν μέγαν Διονύσιον. BD.

Tett

235,17

ὥσπερ ἂν εἰ Ὀδυσσεὺς τῷ Μενέλεῳ τὴν πλάνην ὠνείδιζεν] λείπει δὲ φράσει· εἶπεν ἂν ὁ Μενέλαος. B.

Tett

236,1

καὶ πρός γε οὐ περιεργασάμενος, ὥσπερ σὺ] διὰ τὰς Σειρῆνας λέγει καὶ τοὺς Λωτοφάγους. BD.

Tett

236,2

μὴ δι’ ἀμφοῖν ὤθει] παροιμία. A. ὃ εἶπεν Ἡρόδοτος, ὡς ἀπὸ τοῦ Δαρείου. Καμβύσης γὰρ, ὁ Κύρου παῖς, Μήδων ἐβασίλευσεν ἐν Ἐκβατάνοις. κατὰ δὲ τοῦ Πηλουσίου στρατεύσας καταλείπει τὴν βασι‐
5λείαν Σμέρδει, τῷ ἑαυτοῦ ἀδελφῷ· ὄντι καὶ αὐτῷ ἐν Αἰγύπτῳ παρέστη ὄναρ τοιόνδε· ἐδόκει αὐτῷ Σμέρδις, ὁ ἀδελφὸς αὐτοῦ, εἰς τὸν θρόνον αὐτοῦ καθέζεσθαι πτερο‐ φόρος, καὶ ἀμφοτέραις ταῖς πτέρυξι καλύπτειν τὴν Ἀσίαν καὶ τὴν Εὐρώπην. ὁ δὲ συμβαλὼν τὸ ὄναρ πέμπει Πρήξα‐
10σπιν τινὰ, δορυφόρον ἑαυτοῦ, κελεύσας ἀκρίτως κτεῖναι τὸν Σμέρδιν. ὁ δὲ ἀπελθὼν τὸ προσταχθὲν ἔδρασε. καὶ δεδοικὼς τοὺς Πέρσας, μὴ ἀμύνωνται ὑπὲρ Σμέρδεως, κρύπτει τὸ πάθος, φάσκων αὐτὸν περιεῖναι. ἕτερος δέ τις Σμέρδις μάγος, ἀποκοπεὶς τῶν ὤτων διὰ τὸ παραδι‐
15κάσαι, οἰκείως ἔχων τῷ Σμέρδει τῷ τετελευτηκότι, καὶ συνεὶς τὸ γενόμενον, χρήματα δοὺς τοῖς δορυφόροις, πείθει αὐ‐ τοὺς καθίσαι αὐτὸν εἰς τὸν τοῦ Κύρου θρόνον. πεισθέν‐ των δὲ αὐτῶν κρατεῖ τῆς βασιλείας, φάσκων αὐτὸς εἶναι Σμέρδις ὁ Κύρου, μηδενὶ φαινόμενος, καὶ ἐπιστέλλει
20Καμβύσῃ, λέγων ὅτι ἐγώ εἰμι Σμέρδις, ὁ ἀδελφός σου, κρατῶν τὴν βασιλείαν, καὶ μηκέτι Μήδων ἐπιβῇς. ὁ δὲ ἀκούσας καὶ καταπλαγεὶς ἠρώτα Πρηξάσπην, διὰ τί μὴ
ἔδρασας τὸ πραχθέν; ὁ δὲ ἔφη τεθνηκέναι τὸν ἀδελφὸν αὐτοῦ. ἠρώτησε δὲ τὸν κήρυκα, εἰ τὸν γεγραφότα τεθέαται.682
25ὁ δὲ εἶπεν, οὔ, καὶ γνοὺς Καμβύσης ὅτι τὸ ὄναρ ἕτερον ἐμήνυε Σμέρδιν, διαρρήξας τὴν ἐσθῆτα στρατεύειν ἐπειρᾶτο κατὰ Περσῶν. μέλλοντα οὖν αὐτὸν ἐπιβῆναι τοῦ ἵππου τὸ ἴδιον αὐτοῦ ξίφος περιτραπὲν πλήττει αὐτὸν κατὰ τοῦ μηροῦ. ὁ δὲ μέλλων τελευτᾶν ἀρᾶται Πέρσαις, εἰ ἀνεκδί‐
30κητον αὐτὸν καταλείψουσι, μὴ ἐνεγκεῖν αὐτοῖς μήτε γῆν καρπὸν μήτε γυναῖκα παιδίον· καὶ οὕτως τελευτᾷ ἐπὶ τούτοις. BD.

Tett

236,3

οὓς φίλους εἰκὸς ἦν μᾶλλον ἡγεῖσθαι] ἐπειδὴ καὶ αὐτὸς ῥητορικὸς ἦν. B.

Tett

236,6,7

φαίνεται δὲ Φιλόξενον μὲν τὸν Κυθήριον —ἀλλ’ οἰμώζειν ἐκεῖνος ἐλευθέρως γράφων αὐτῷ] μετὰ γὰρ τὴν φυγὴν ἐπέστειλεν αὐτῷ Διονύσιος, προτρεπόμενος αὐτῷ καὶ ἐπαγγελλόμενος ὡς τεύξοιτό τινος τῶν φιλαν‐
5θρώπων. ὁ δὲ ἀντεπέστειλεν αὐτῷ, γράψας ἐπιστολὴν οὕτως, ἄλλο μὲν ἔχουσαν οὐδὲν, οὐδὲ πολλὰ, τοῦτο δ’ ἐσήμανεν ἡ γραφὴ μόνον· οὐ μέλει μοι τῶν σῶν· οὐ φροντίζω· οὐ θέλω ἐλθεῖν παρὰ σέ. οἴμωζε, ὀλόλυζε, γόγγυζε. BD. Φιλόξενος ὁ Κυθήριος διαφυγὼν τὰς λατομίας, εἰς ἃς
10αὐτὸν Διονύσιος ὁ τύραννος ἐνέβαλλεν οὐκ ἐπαινοῦντα τὰς τραγῳδίας αὐτοῦ, διέτριβεν ἐν Κρότωνι τῆς Ἰταλίας. πυθό‐ μενος δὲ ὁ Διονύσιος ἠξίου αὐτὸν εἰς Συρακούσας παρα‐ γενέσθαι. ὁ δὲ πρὸς ταῦτα λαβὼν χάρτην, καὶ κατὰ μέσον γράψας μικρὸν οὔ, περὶ τοῦτο μεῖζον περιεχάραττεν, ὥστε
15τὸ σχῆμα τοιοῦτον γενέσθαι, καὶ πλήσας τούτων πάντα τὸν χάρτην ἔπεμψεν, ἐμφαίνων ὅτι πολλάκις καὶ μεγάλως ἀρνεῖται. ὅθεν ἐπὶ τῶν μεγάλως ἀρνουμένων παροιμία τὸ Φιλοξένου οὔ. τὴν οὖν τοιαύτην προσαγόρευσιν Ἀριστείδης ἐμφαίνων φησὶν, ἀλλ’ οἰμώζειν ἐκεῖνος ἐλευθέρως γράφων
20αὐτῷ· ἡ γὰρ τοιαύτη ἀπαγόρευσις ὅμοιόν ἐστιν ὥσπερ ἂν εἰ οἴμωζε πρὸς αὐτὸν ἔλεγεν. Oxon.

Tett

236,7

ἐλευθέρως] παρρησιαστικῶς. B.

Tett

236,13

ὑπὲρ τῆς ἑστίας] ἑστίας νόει ἀντὶ συστά‐
σεως καὶ συνοχῆς, ἐπειδὴ καὶ τὴν Ἑστίαν θεὰν διὰ τοῦτο ἐν τοῖς οἴκοις ἔγραφον, ἵνα συνιστῇ καὶ συνέχῃ αὐτοὺς, ἅτε καὶ πρώτη τοὺς οἴκους δείξασα· ἦν δὲ τοῦ Κρόνου683
5θυγάτηρ. Oxon.

Tett

236,15

αἰσχυνθέντες μὲν ἁπάσας τὰς τοῦ Διὸς] ἐπειδὴ ὑπὲρ τῆς πόλεως εἶπε, καὶ ὑπὲρ τῶν Ἑλλήνων, ἐπήγαγεν αἰσχυνθέντας μὲν τὰς Διὸς ἐπωνυμίας, καὶ τὰς τῶν ἄλλων θεῶν· καὶ γὰρ πολιούχους φαμὲν τοὺς θεοὺς,
5καὶ φιλίους, ἵν’ ᾖ ἡ μὲν τοῦ πολιούχου ἐπωνυμία πρὸς τὸ ὑπὲρ τῶν Ἑλλήνων. Oxon. ἁπάσας τὰς τοῦ Διὸς ἐπωνυμίας] ἱκέσιος Ζὴν, ξένιος, πάτριος. λέγομεν δὲ ἐλευθερίου Διός. B.

Tett

236,16

αἰσχυνθέντες δὲ τὰς τῶν ἄλλων ἁπάντων θεῶν] πρῶτα καὶ θεοὺς εἶπεν, εἶτα ἥρωας, εἶτα προγόνους. ταύτας δὲ ἔμελλον ἀφανίζειν κρατήσαντες οἱ βάρβαροι. B.

Tett

237,3

τί τὰ μὴ σὰ κατηγορεῖς;] ἢ τὰ ἀνάξιά σου· φιλόσοφος γὰρ ὢν οὐκ ὀφείλεις κατηγορεῖν. ἢ ὅτι τὰ αὐτὰ ἡμῖν ἐδυστύχησας καὶ κατηγορῶν ἡμῶν καὶ σαυτοῦ λελη‐ θότως κατηγορεῖς. BD.
5ἢ τὰ ἀνάξιά σου· τὸ γὰρ κατηγορεῖν οὐ φιλοσόφων. ἢ τὰ μὴ σὰ λέγει ἀντὶ ἅπερ οὐχ ἁρμόζει σοι· ἃ γὰρ ἂν καθ’ ἡμᾶς εἴποις, καὶ κατὰ σοῦ λέξεις· ὥσπερ γὰρ αὐτὸς Διονυσίῳ, οὕτω καὶ ἡμεῖς τῷ δήμῳ προσεκρούσαμεν. Oxon.

Tett

237,8

τὸ κρατῆσαι τῶν πραγμάτων] ὠφελῆσαι τοὺς Ἀθηναίους. B.

Tett

237,9

τὸ μείζω ταῦτ’ εἶναι τῶν θ’ ὑπὸ σοῦ σπου‐ δαζομένων ὧν τ’ αὐτοὶ προσεκρούσαμεν] ὅτι μείζονα εἶναι ταῦτα κατορθωθέντα ὧν τ’ ἐπάθομεν κακῶν καὶ ὧν σὺ πράττειν ἐσπούδαζες. BD.

Tett

237,11

σοὶ δ’ οὐχ ὅσον ἡμῖν ὑπάρχει] τὸ νικῆσαι τοὺς Πέρσας, ἢ ὅτι ἡμεῖς μὲν δῆμον, σὺ δ’ ἕνα οὐκ ἔπεισας. BD.

Tett

237,14

πρὸς ταῦτα σκόπει μὴ τοὐμὸν, ἀλλὰ καὶ τὸ σὸν, Τεῦκρος ἔφη τινὶ] αἰνίττεται εἰς τὸν Ἀγαμέμνονα· ὀνειδιζόμενος γὰρ παρ’ αὐτοῦ ὡς νόθος, εἰς τὸ γένος ἀν‐ τωνείδιζεν, ὡς καὶ αὐτοῦ τὸ γένος τὸ πατρῷον ἔχοντος
5μαλακὸν ἀπὸ Πλεισθένους. B. Τεῦκρος ἔφη τινὶ] τῷ Ἀγαμέμνονι ἐν Αἴαντι τῷ Σο‐ φοκλέους. A.684

Tett

237,16

καὶ ταῦτα καὶ τούτου τοῦ πλείστου μέρους μεθ’ ἡμῶν ὄντος] πλείω γὰρ ἐκ τύχης ἡμεῖς ηὐτυχήσα‐ μεν. Oxon.

Tett

237,18

οὐδὲ ἡττήθημεν τοῦ Κόδρου τοσοῦτον] Ἀθηναίων καὶ Λακεδαιμονίων πολεμούντων ἔχρησεν ὁ θεὸς τοὺς καταρχομένους τῆς μάχης ἡττᾶσθαι. προσποιησάμενος οὖν προσελθεῖν ὁ Κόδρος ἀπῆλθε πρὸς Λακεδαιμονίους,
5παροξύνων αὐτοὺς εἰς πόλεμον. εἶτα ἐκεῖνοι ἀγνοήσαντες ἀνεῖλον αὐτὸν, καὶ οὕτως ἡττήθησαν. Oxon.

Tett

238,1_4

ἐπεὶ φέρε πρὸς φιλίου, πότερ’ ἂν μᾶλ‐ λον—ἐγὼ μὲν οἶμαι ταῦτα] καὶ μὴν, ὦ Πλάτων, εἴ τις ἠρώτησεν, ὅτι, εἰ ἐβούλου ταῦτα κατορθωθῆναι, καὶ κακῶς ἀκοῦσαι παρὰ τοῦ δήμου, ἢ μήτε ταῦτα γενέσθαι μήτε
5λοιδορηθῆναι παρὰ τῶν Ἀθηναίων, εἶπες ἂν, ὡς οἶμαι, ὅτι καὶ ἐβουλόμην ταῦτα γενέσθαι καὶ κακῶς ἀκοῦσαι παρὰ τῆς πόλεως. BD.

Tett

238,3

οὐκοῦν ἕτεροι καὶ εἰς ἡμᾶς καὶ εἰς ἐκείνους ἔμελλον] τὸ ἕτεροι ἀντὶ τοῦ πολέμιοι νόει· μὴ γὰρ τῶν στρατηγῶν τούτων ἀντιστάντων τότε τῷ Πέρσῃ, ἀλλ’ ἡσυχίαν ἀγόντων, ἅπαντ’ ἂν εἴχοντο κατὰ πολλὴν τοῦ
5κωλύσοντος ἐρημίαν. ἔθηκε δὲ τοῦτο διὰ μέσου, διότι ἀναγκαῖον ὂν λεχθῆναι· εἰ μὴ οὕτως ἐτίθετο, οὐκ ἂν ἀλλαχοῦ χώραν ἔσχεν. Oxon.

Tett

238,5

ἢ μηδέτερα] μήτε τὰς νίκας μήτε τὰς συμφοράς. BD.

Tett

238,6

μειζόνως τὰ πρὸς εὐδοξίαν τῇ πόλει τῆς αἰτίας εἶναι] ἐμφαίνει πάλιν ὡς μείζονα ἔχουσιν Ἀθηναῖοι τὰ κατορθώματα τῶν ἁμαρτημάτων. BD.

Tett

238,12

ὅσον πανταχῇ τοῦ πλεονεκτεῖν ἐθέλειν ἀπέ‐ χομεν] ἐπειδὴ ὡς πλεονέκτας αὐτοὺς λοιδορεῖ, εὐκαίρως ἀπελύσατο τὴν αἰτίαν. BD. ἀφαίρει πάσας, εἰ βούλει, τὰς ἄνω προσθήκας] τὰς
5δηλούσας αὐτοῖς μὲν κατορθώσασθαί τι, Πλάτωνι δὲ
οὐδέν. BD.685

Tett

238,13

πάντως δ’ οὐκ ἄπειροι συνθηκῶν ἡμεῖς] ἐπειδὴ ῥητόρων ἐστὶ τὸ γράφειν συνθήκας καὶ ψηφίσματα, καὶ τὰ τοιαῦτα, ῥήτορες δὲ οἱ περὶ Μιλτιάδην, διὰ τοῦτο εἶπεν οὐκ ἄπειροι συνθηκῶν. BD.

Tett

238,16

ἅ τινες τῶν ἄλλων ἐξήμαρτον εἰς ἡμᾶς] Ἀθηναίους λέγει καὶ τοὺς περὶ Διονύσιον. B.

Tett

238,17

παρὰ τοὺς πλείονας] τοὺς νεκρούς· ἐπειδὴ τῶν ζώντων πλείους εἰσίν. BD. εἰ δὴ δεῖ κἀκείνους μετὰ τῶν πλειόνων κεῖσθαι δοκεῖν, ὥσπερ ἔγωγε οὐκ οἶμαι] ἄλλον αὐτοῖς βουλεύεται τόπον
5ἀποδοῦναι, ἢ τὸ Ἠλύσιον, ἢ τὰς μακάρων νήσους. BD.

Tett

238,18

ἐγὼ μὲν οὖν ἥδιστ’ ἂν ἀμφοτέρων ἀποψη‐ φιζοίμην] ὥσπερ δικαστὴς αὐτῶν γίνεται, Πλάτωνος καὶ τῶν ἀνδρῶν. BD.

Tett

239,1

φέρε δὴ καὶ τὰ παραδείγματα αὐτοῦ σκε‐ ψώμεθα] πρόκειται αὐτῷ ἀνασκευάσαι τὰ παραδείγματα, οἷς παραβάλλει τοὺς ἄνδρας. ἐντεῦθεν δὲ Πλάτωνος τὰ ῥητά. BD.

Tett

239,3

οὐκοῦν οἵ γε ἀγαθοὶ, φησὶν, ἡνίοχοι—τότ’ ἐκπίπτουσι] ἀντὶ τοῦ οὐκ ἐκπίπτουσιν· αἱ γὰρ δύο ἀρνήσεις μίαν κατάθεσιν ποιοῦσιν· ἀλλ’ ἐξ ἀρχῆς ἐκπίπτουσι, πρὶν παιδεύσουσιν. BD.

Tett

239,3bis

καὶ ἔτι ἄνω που] τὸ ἄνω εἶπεν, ἐπειδὴ πρώτου τοῦ Περικλέους κατηγορεῖν. Oxon.

Tett

239,5

μηδὲ κυρίττοντας, μηδὲ δάκνοντας] τὸ μὲν ἐπὶ τῶν βοῶν ἐστι, τὸ δὲ ἐπὶ τῶν ἵππων καὶ τῶν ὄνων. BD.

Tett

239,6

ἀλλ’ ὄνους μὲν, ὦ τᾶν] τῷ διαφόρῳ τοῦ χρόνου λύει τὸ παράδειγμα, ὅτι οὗτοι μὲν ἀεὶ οἱ αὐτοὶ, οἱ δ’ Ἀθηναῖοι τῷ χρόνῳ διάφοροι. BD.

Tett

239,9

τί οὖν θαυμαστὸν τοὺς μὲν πρᾳοτέροις καὶ ῥᾴοσι] ὅτι εἴωθεν ὁ χρόνος διαφόρους φέρειν τὰς φύσεις. BD.

Tett

239,11

οὔκουν οὐδὲ τοὺς ἐκ τῆς γῆς καρποὺς] παραβάλλει τοῖς καρποῖς καὶ τὸ γένος τὸ ἡμέτερον. BD.

Tett

239,12

ἔτους ἰσχὺς οὐκ ἔλαττον ἢ χώρας εἶναι
δοκεῖ] ἐμφαίνει τοὺς ἀέρας. BD.686

Tett

239,14

κατέχειν] ὑπείκειν. A. οὐκ ἔξω τῆς ὅλης φύσεως] ἀντὶ τοῦ οὐκ ἀλλότριον. BD.

Tett

239,15

ἔτι τοίνυν οὐδ’ ἡνίοχοι τοὺς ἵππους οὕτω διαφθείρουσιν] προεῖπε τοῦτο τὸ νόημα, ὅτι οὐκ ἔστι τοῦτο ἔγκλημα τῶν διδασκάλων, ἂν μὴ δυνηθῶσι τοὺς πάντας παιδεύειν. BD.

Tett

239,20

τοὺς Μολιονίδας] τούτους ὁ ποιητὴς ἀρί‐ στους ἡνιόχους λέγει· οὗτοι πρῶτοι μὴ λιπεῖν τὰς τάξεις ὀμνύειν τοὺς ταττομένους παρεσκεύασαν· ἔνθεν Λυκοῦργος τὰς ἐνωμοσίας παρὰ Λακεδαιμονίων κατέστησε. BD. τού‐
5τους ἀρίστους ἡνιόχους ἡ ποίησις λέγει, ἤτοι πρῶτοι μὴ λιπεῖν τὰς τάξεις ὀμνύειν τοὺς παραταττομένους παρεσκεύα‐ σαν, ἔνθα Λυκοῦργος τὰς ἐν πολέμοις ἐνωμοσίας παρὰ Λακεδαιμονίοις κατέστησεν. Oxon.

Tett

240,1

τῶν Διομήδους τοῦ Θρᾳκὸς] ἀνθρωποφάγοι γὰρ ἐλέγοντο. BD. ἵππων δηλονότι, οὓς Ἡρακλῆς παρ’ Εὐρυσθέως πεμ‐ φθεὶς ἔλαβε, Διομήδην ἀποκτείνας καὶ τοὺς σὺν αὐτῷ,
5καὶ τοῦτο ὄγδοον ἆθλον εἴργαστο. Oxon.

Tett

240,2

καθ’ αὑτοὺς ἕκαστοι] ἀντὶ τοῦ μόνοι, ση‐ μαίνων ὅτι οἱ περὶ Θεμιστοκλέα εἶχον καὶ ἀντιπολιτευο‐ μένους. BD.

Tett

240,5

τοῦ τε πράττειν ἐναντίον ἐγχειρήσαντος] ἀντιπολιτευομένου. D.

Tett

240,8

ὅσῳπερ εἰς τούτους ἦν τὰ ἁμαρτανόμενα] εἰς τοὺς ἄνδρας λέγει, ὅτι αὐτοὶ μᾶλλον ἠδικοῦντο ὑπὸ τῶν πολιτευομένων, οὐ συγχωρούμενοι συμβουλεύειν. D.

Tett

240,17

ἀλλ’ ὑπεσκέλιζον] ἐμπόδιζον, ἠπάτουν. A. ἀντὶ τοῦ ἐνεπόδιζον. καὶ Δημοσθένης κέχρηται τῇ λέξει τροπικῶς. D.

Tett

240,18

βασιλευόντων τῶν φιλοσόφων] ἐπεὶ Πλά‐ των ἔφη, ὅταν βασιλεύσωσιν οἱ φιλόσοφοι, ἢ βασιλεῖς φιλοσοφήσωσιν, τότ’ εὐδαιμονήσειν τὰς πόλεις· ταὐτὸ δὲ τοῦτο συνέβη καὶ τῶν τεσσάρων τούτων τῆς τῶν Ἀθηναίων
5πολιτείας προεστηκότων. διὰ τοῦτο φησὶν ὁ ῥήτωρ, βασι‐
λευόντων τῶν φιλοσόφων· ὃ γὰρ ἂν ὑπ’ ἐκείνων ὑπῆρξε τῇ πολιτείᾳ, τοῦτο καὶ οὗτοι τοῖς πράγμασιν ἐφεστηκότες εἰργάσαντο. φιλοσοφίαν δὲ νόει τὴν ἐκείνων μετ’ ἐπιστήμης πολιτείαν. Oxon.687

Tett

241,1

μηδαμῶς τήν γε φιλοσοφίαν αὐτὴν αἰτιῶ] ἐνέμεινε πάλιν τῷ ἐπαίνῳ, φιλοσοφίαν αὐτῶν ὀνομάζων τὴν πολιτείαν. D.

Tett

241,2

εἰ δὲ μὴ, τῶν ὄνων μᾶλλον ἢ τῶν ἐπιστα‐ τῶν κατηγορεῖς] κατεχρήσατο τῇ παραβολῇ ἐπὶ τῶν Ἀθη‐ ναίων. D.

Tett

241,5

κατὰ ταὐτὸν] ἀντὶ τοῦ ὁμοίως. λέγει δὲ τοὺς ἀντιπολιτευομένους. D.

Tett

241,7

τί ταῦτα τοὺς Λάκωνας αἰτιώμεθα] ποτὲ φιλοσόφους αὐτοὺς καλεῖ, ἄλλοτε δὲ Λάκωνας. εἰκότως· ἐπειδὴ τούτων γέγονεν ἐπαινέτης ὁ Πλάτων. BD. ἐπειδὴ τοὺς Λάκωνας ἐπαινεῖ ὁ Πλάτων, ὡς πολιτευο‐
5μένους ἄριστα, ἦσαν δὲ καὶ οὗτοι οἱ τέσσαρες ὅμοιοι ἐκεί‐ νοις τὰ εἰς πολιτείαν, τούτου χάριν φησὶ, τί ταῦτα τοὺς Λάκωνας αἰτιώμεθα, ἀντὶ τοῦ τὸ οὓς ἐπαινοῦμεν ψέγομεν. διὸ ἐπιφέρει, προσπαίζειν γὰρ ἔξεστι δήπου σέ γε· παί‐ ζοντος γάρ ἐστιν οὗτος ὁ λόγος πρὸς Πλάτωνα, τὸ λέγειν
10αὐτὸν τούτους ψέγειν, οὓς ἐπαινεῖ. Oxon.

Tett

241,8

ἀπὸ Θησέως ἀρξάμενον] ἔνδοξον τὸ πρόσω‐ πον, μικροῦ τάχα καὶ τῶν ἀνδρῶν σεμνότερον. BD.

Tett

241,9_11

καίτοι ὁ Θησεὺς φυγών τε καὶ δια‐ φθαρεὶς—πολλοῖς ὕστερον χρόνοις, ὥς φασιν] Θησεὺς ὑπὸ Λίνου Ἀθήνησιν εἰς τυραννίδα συκοφαντηθεὶς ἐξω‐ στρακίσθη τῆς πόλεως, καὶ ἦλθεν εἰς Σκῦρον, ἧς Λυκο‐
5μήδης ἦρχεν· ὃς Θησέα ζηλοτυπήσας, μὴ τῆς ἀρχῆς ὑπ’ αὐτοῦ ἐκπέσῃ, ἀναθεὶς ἐπὶ κρημνοῦ ὤσας ἀνεῖλεν, ὕστερον δὲ λιμοῦ κατασχόντος Ἀθήνας, ἔχρησεν ὁ Ἀπόλλων, οὐκ ἂν ἄλλως παύσασθαι τὸν λιμὸν, εἰ μὴ Ἀθήνησι μετενέγκειεν τὰ Θησέως ὀστᾶ· οὗ γενομένου ὁ λιμὸς ἔπαυσεν. ἐξ ἐκείνου
10δὲ Ἀθηναῖοι ἦγον μεγίστην καὶ δημοτελῆ ἑορτὴν, ἣν ἐκά‐ λουν Θήσεια. Oxon.

Tett

242,12

ἀλλ’ οἴχεταί σοι διαφθαρεὶς ὁ λόγος περὶ αὐτῶν] ἀντὶ τοῦ ὑφ’ ἑαυτῶν· καὶ Δημοσθένης· περὶ αὐτὰ
καταρρεῖ. BD. οἷς γὰρ ἁπάντων ταὐτὰ κατηγόρηκας] ἓν ἔγκλημα καὶ688
5τὸ αὐτὸ κατὰ πάντων ποιούμενος. BD.

Tett

242,1

οὕτω πάντων ἥκιστα ὅ γε Περικλῆς] σεμνὸν παρήγαγε τὸ πρόσωπον, δεικνὺς τὸ ἔθος. BD.

Tett

242,6

τί κωλύει καὶ ὑπὲρ ἐκείνων τὸ μὲν ἐξ ἴσου τὰ τῶν δήμων τοῖς τῶν τυράννων εἶναι] ἵνα μὴ ὑβρίσῃ τοὺς Ἀθηναίους παραβάλλων αὐτοὺς τῷ τυράννῳ Διονυ‐ σίῳ, τοῦτο θεραπεύει. B.

Tett

242,10

αὐτὸ δὲ τοῦτ’ ἐξεῖναι κοινὸν εἰπεῖν] κοινὸν λαλεῖν ὑπὲρ ἀμφοτέρων, ἴσην τὴν ἀπολογίαν ποιούμενος. B. λέγειν] ἀντὶ τοῦ συμβουλεύειν καὶ πολιτεύεσθαι. BD.

Tett

242,11

οὐδὲ τὰ ὕστερον δήπου τοῖς ἐκείνου παρα‐ πλήσια] ἀντιπῖπτον λύει· ἵνα μή τις εἴπῃ, ἀλλ’ ἐπὶ τῆς πολιτείας τῶν ἀνδρῶν γέγονε πλείω τὰ ἁμαρτήματα, εἶπεν, οὐδὲ τὰ ὕστερον ἴσα τῶν τυράννων. BD.

Tett

242,12

περὶ τῶν συμβεβηκότων αὐτῶν] ἡ λέξις πάλιν τὴν τύχην δηλοῖ· τὰ γὰρ συμβεβηκότα εἰς τὴν τύχην ἀναφέρεται. βούλεται δὲ δηλῶσαι ὅτι ὅσα πεπόνθασι τῆς τύχης εἰσὶν ἐγκλήματα. BD.

Tett

242,13

οὐ γὰρ ἁπάντων ὁ δῆμος οὑτωσὶ κατεψη‐ φίσατο] δεινῶς ἐνταῦθα ἀποκρούεται τὴν κατηγορίαν τοῦ Πλάτωνος· ἐπειδὴ γάρ φησιν ὅτι τὸν δῆμον ἐπαίδευσαν, δεινῶς καὶ θαυμασίως δείκνυσι τὸν δῆμον οὐδαμῶς αὐτῶν
5καταψηφισάμενον. καὶ κατὰ μικρὸν γυμνοῖ τὸ θεώρημα, καὶ δείκνυσι παρ’ αὐτῶν ὠφεληθέντα τὸν δῆμον. BD.

Tett

242,14

ἀλλὰ Θεμιστοκλῆς μὲν καὶ Κίμων ἐξωστρα‐ κίσθησαν] μόνων τῶν δύο τούτων ἔδοξεν ὁ δῆμος κατα‐ ψηφίζεσθαι φυγήν. καλῶς δὲ καὶ τῷ ὀνόματι τοῦ ἐξοστρα‐ κισμοῦ τὴν δοκοῦσαν τιμωρίαν ἐλαττοῖ, καὶ δείκνυσιν
5ἀναγκαίως ὡς οὐκ ἦν τοῦτο ἔγκλημα τιμωρίας, ἀλλὰ φόβος τῶν Ἀθηναίων ἄδικος. BD.

Tett

242,15

ἀλλ’ ἦν νόμος αὐτοῖς περὶ ταῦτα] πάλιν μεταστατικῶς ἐπὶ τὸν νόμον φέρει τὴν αἰτίαν. διασύρει δὲ καὶ τὸν νόμον, οὐ φανερῶς σκώπτων, ἵνα μὴ δοκῇ νόμῳ
μάχεσθαι. BD.689

Tett

242,18

ἐκόλουον] ἁρμοδίως τῷ προκειμένῳ ἡ λέξις· οὐ γὰρ εἶπεν ἐκώλυον, ἀλλ’ ἐκόλουον, τουτέστι τὸ φρόνημα ἐπεῖχον. BD.

Tett

242,19

ὀργὴ] τιμωρία. B.

Tett

243,2

τοῦτο τὸ εἶδος τῆς φυγῆς] πάλιν οὐκ εἶπε φυγὴν, ἀλλ’ εἶδος φυγῆς. BD.

Tett

243,5

δοκοῦσι γάρ μοι τὰς συμφορὰς ἐνθυμούμε‐ νοι] ἐνταῦθα τὴν αἰτίαν ἐξηγεῖται τοῦ νόμου, ἥτις ἀπο‐ λογίαν ἔχει τῆς δοκούσης τιμωρίας. BD.

Tett

243,6

ἐπὶ τῶν Πεισιστρατιδῶν] οὗτος πρῶτος Ἀθη‐ ναίων τύραννος. BD.

Tett

243,7

εἰς δύναμιν] ἀντὶ τοῦ ὅσον δυνατόν· δεικνὺς ὡς οὐ παντελῶς κωλύειν νῦν δυνατόν. BD. δίκαια ἄρα ἐποίουν] ἢ ἐρωτηματικῶς, ἢ ἀντεγκλημα‐ τικῶς. BD.

Tett

243,8

οὐ λέγω ταῦτα. ἀλλ’ οὐδ’ ἀναίσχυντά γε παντελῶς] οὐ λέγω τοῦτο, φησίν· ἀλλ’ οὐ παντελῶς ἄδικα· ταῦτα γὰρ ἀναίσχυντα καλεῖ. BD.

Tett

243,9

παραίτησιν] συγγνώμην. B. κἀκείνοις οὐκ ἀσχήμονα τὴν συμφορὰν] ἀντὶ τοῦ οὐκ ἄδοξον. ἀλλὰ συμφορὰ μὲν, οὐκ ἄδοξος δέ· οὐ γὰρ ἔγκλημα προσῆν, ὡς προεῖπε, τῇ φυγῇ. BD.
5εἰ δ’ οὖν καὶ τοῖς δεδρακόσιν οὐκ ἀποχρῶσα ἡ πρό‐ φασις] ἵνα πάλιν μὴ ἀντιπέσῃ αὐτῷ· ἀλλ’ οὐχ ἱκανὴ ἀπο‐ λογία τοῖς Ἀθηναίοις ὁ φόβος, ἀλλὰ τοῖς ἀνδράσι τοῦτο ἀρκεῖ. BD.

Tett

243,12

τῇ δυστυχίᾳ τὴν βλασφημίαν προσθήσο‐ μεν] οὐκ εἶπε τιμωρίαν, ἀλλ’ ὅμοιον πάλιν εἴρηκε τῇ συμφορᾷ. B.

Tett

243,15

Κίμωνα μὲν καὶ οὕτω] μεταστήσαντες. A. Θεμιστοκλέα δὲ ἐκωλύθησαν, ἐμοὶ δοκεῖν, ὑπὸ Λακε‐ δαιμονίων] ἵνα μὴ εἴπῃ τις· πῶς οὐ κατήγαγον Θεμι‐ στοκλέα. BD.

Tett

243,16

συμβάντων γὰρ τῶν περὶ τὸν Παυσανίαν] ὅτι, εἰ μὴ ἦν ὁ δῆμος παρ’ αὐτῶν ὠφεληθεὶς καὶ παιδευ‐
θεὶς, οὐκ ἂν μετεβάλλετο. BD.690

Tett

243,17

βουλόμενοι συνεπισπᾶσθαι τοὺς Ἀθηναίους] ἀντὶ τοῦ κοινωνοὺς ἀποδεῖξαι τῆς ἀδοξίας καὶ καταγαγεῖν εἰς τὸ αὐτὸ ἁμάρτημα. BD. ἵνα δὴ μὴ μόνοι τῆς αἰσχύνης συναπολαύοιεν] ἀντὶ
5τοῦ ἅμα πάντες οἱ Λακεδαιμόνιοι. BD. ἅμα δὲ εἰ καταλείποιτ’ ἐκεῖνος Ἀθήνησι] πολλὰ ἅμα συνάπτει τὰ χρώματα τῆς διαβολῆς τῶν Λακεδαιμο‐ νίων. BD.

Tett

243,20

Θεμιστοκλῆς δὲ τῶν μὲν τὴν ἐπιβουλὴν] δείκνυσιν αὐτὸν ἀναγκαίως ποιησάμενον τὴν φυγήν. BD.

Tett

244,1

τῶν δὲ τὴν προπέτειαν] τὴν κουφότητα· ὅτι διαβολῇ μόνῃ ἐπίστευσαν. BD.

Tett

244,2

τῆς καθόδου μὲν ἀπεστερήθη] ἐπειδὴ καὶ ἐν τῷ πολέμῳ τῷ Μηδικῷ δεύτερον ἠπάτησεν αὐτούς. BD.

Tett

244,3

πρὸς ἅπασαν τύχην] συμφοράν. B. Περικλέα δὲ καὶ Μιλτιάδην] ὁ Περικλῆς τῆς πολι‐ τείας ἐπιτροπεύων ἐν τοῖς ὑπὲρ τῶν κοινῶν χρημάτων λο‐ γισμοῖς πολλῶν ταλάντων ἐλλελοιπότων ταῖς ψήφοις, ἔλεγεν
5εἰς τὸ δέον ταῦτα ἀνηλωκέναι, τουτέστιν εἰς προσήκουσαν ὑπὲρ τῶν κοινῶν χρείαν, ἃ βιασθεὶς ὑπὸ τοῦ δήμου οἴκο‐ θεν ἐξέτισε. Μιλτιάδης δὲ Νάξον ἢ Πάρον δυνάμενος ἑλεῖν, ἐπεὶ πρὸς τὸν μηρὸν ἐξ ἀφανοῦς ἐτρώθη ἐν τῇ πο‐ λιορκίᾳ, δείσας μὴ ἄρα ὑπὸ τῆς Δήμητρος τοῦτ’ ἐπέμφθη,
10(ἦν γὰρ πλησίον νεὼς τῆς θεοῦ) ἐκεῖθεν ἀνεχώρησε. κατε‐ ψηφίσαντο δὲ αὐτοῦ Ἀθηναῖοι διὰ τὴν ἀναχώρησιν εἰς δεσμωτήριον εἰσελθεῖν ζητοῦντες αὐτὸν τάλαντα τετταρά‐ κοντα· ἃ Κίμων μὲν ὑπὲρ αὐτοῦ ἐξέτισεν, αὐτὸς δὲ, πρὶν ἐκεῖθεν ἐξελθεῖν, ἡττηθεὶς τοῦ τραύματος ἐτελεύτησεν. Oxon.

Tett

244,4

ὁ μὲν δῆμος οὐδὲν οὔτε μεῖζον οὔτ’ ἔλαττον ἔδρασε κακὸν] ἀπολογεῖται ὑπὲρ τοῦ δήμου, ὡς παιδευ‐ θέντος ὑπ’ αὐτοῦ. BD.

Tett

244,7

ὡς αὐτὸς ὁ μάρτυς δηλοῖ] ὁ Θουκυδίδης. AB.

Tett

244,9

οὐδ’, ὡς σὺ φὴς] ἵνα δείξῃ διαβολὴν, ἀλλ’ οὐκ ἀληθῶς τοῦτο γινόμενον. BD.

Tett

244,10

τοῦ τραύματος αὐτῷ σφακελίσαντος] σφα‐
κελισμός ἐστι διασπασμὸς σώματος· ἢ σῆψις σώματος· ἢ ἡ παραπληξία· ἢ σῆψις τοῦ μυελοῦ. γίνεται δὲ ἐκ τοῦ σφακελισμοῦ καὶ σπασμός. λέγεται δὲ σφάκελος ὁ μικρὸς691
5τῆς χειρὸς δάκτυλος· λέγεται δὲ καὶ ὁ σφυγμὸς καὶ ὁ παλμός. A. φλεγμάναντος ἀμέτρως. BD. ἀμέτρως φλεγμάναντος. ἔστι δὲ ὁ σφάκελος πάθος περὶ τὸν ἐγκέφαλον. Oxon.

Tett

244,12

τῆς κλοπῆς] τῶν χρημάτων. A. μετὰ τὴν τῆς κλοπῆς, ὡς σὺ φὴς, καταδίκην] ὁ γὰρ Θουκυδίδης λέγει ὅτι λυπούμενοι διὰ δῄωσιν τῆς γῆς. BD.

Tett

244,14

ἐπειδὴ καὶ ἔφης ὅτι ἐπὶ τελευτῇ τοῦ βίου τοῦ Περικλέους κατέγνωσαν κλοπὴν] καὶ αὐτὸ γὰρ ἐπὶ δια‐ βολῇ τέθεικεν ὁ Πλάτων. B.

Tett

244,15

ἐκεῖνος γὰρ, ἕως μὲν εἰρήνην] ἵνα δείξῃ μὴ ὄντα πλεονέκτην. BD.

Tett

245,1

ἐπεὶ δ’ ἅμα τῆς τε χώρας ἠναγκάζοντο στέ‐ ρεσθαι] ὑπὸ τῶν περιστάντων Λακεδαιμονίων καὶ πολιορ‐ κούντων τὰ κύκλῳ τῆς Ἀττικῆς. Oxon.

Tett

245,3

τάχ’ ἂν γὰρ ἁλοίης τοῖς ἅρμασι τοῖς σαυτοῦ, καὶ οὐ τοῖς πτεροῖς] παρῴδησε τὴν παροιμίαν, ἅρμασιν εἰπὼν καὶ οὐ πτεροῖς, ὡς πρὸς τὸ παράδειγμα τοῦ Πλά‐ τωνος. ἡ δὲ παροιμία αὕτη· ἀετὸς τοξευθεὶς εἶδεν ἐπτερω‐
5μένον τὸ βέλος, καὶ ἔγνω ὅτι τοῖς ἰδίοις πτεροῖς ἑάλωκε. κατέσχεν οὖν ἐπὶ τῶν ἐπὶ τοῖς ἰδίοις ἐγκλήμασιν ἐλεγχο‐ μένων. BD.

Tett

245,4

ὁ γοῦν Νέστωρ] ἔνδοξον τὸ παράδειγμα. BD.

Tett

245,8

τῶν εἰς τὸν δρόμον] ἀναγκαίων. A.

Tett

245,17

ὥσπερ ἐπὶ χαλκοῦ ζεύγους εἱστήκει μένων, ὅσα μὴ ἀπῆν τό γε ἀτρεμεῖν] ἀντὶ τοῦ ὅσον· καὶ ἐφ’ ὅσον χρόνον οὐκ ἀπῆν αὐτῷ· τό γε ἀτρεμεῖν εἱστήκει μένων αὐτῷ, ἢ ἀντὶ τοῦ ἀπῆν τὸ τρέμειν. ἢ ἀντὶ τοῦ ἕως οὗ μὴ ἀπῆν.
5ἢ ἐν ὅσῳ μὴ ἀπῆν. BD.

Tett

245,19

τὸν αὐτὸν δὴ τρόπον οἶμαι καὶ Περικλῆς]
ἵππῳ παραβάλλει τὸν δῆμον, Νέστορι δὲ τὸν Περικλέα. B. κατεῖχε τοὺς ἵππους] ἐνέμεινε τῇ τροπῇ. B.692

Tett

245,20

τοῦ Νέστορος οὐδὲν χείρω τὴν φωνὴν ἐνό‐ μιζον] πρὸς τὸ Ὁμηρικὸν „Τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή.“ BD.

Tett

246,2

ὅ τε χιλὸς] ὁ σῖτος. B. ἐπειδὴ Ἀθηναίους ἵπποις παρείκασε, διὰ τοῦτο καὶ χιλὸς εἶπε. χιλὸς γὰρ κυρίως ἡ τῶν ἵππων τροφή. Oxon. πονήρως] ἀτυχῶς. B.

Tett

246,7

ἤχθησαν] ἀνεστράφησαν. B.

Tett

246,8

ὥστ’ ἔγνωσάν τε, ὃ ἔδρασαν, καὶ μετέγνωσαν] σημαίνει τὴν ἀπολογίαν τοῦ ἁμαρτήματος. BD.

Tett

246,10

ὅτι ἐπὶ τελευτῇ κατεψηφίσαντο αὐτοῦ] ἔοικε λέγειν τοῦ Νέστορος, ὃς θορυβηθεὶς οὐκ ἐχρήσατο τῇ τέχνῃ. BD.

Tett

246,12

πρός γε τῇ τελευτῇ τιμήσαντες αὐτὸν, οὐκ ἀτιμάσαντες, φαίνονται] ἔπειτα χρὴ σκοπεῖν ὅτι δεύτερον αὐτῆς καταδίκης ἐστὶν ἡ τιμὴ, ἣν τιμήσαντες αὐτὸν ἦσαν. BD.

Tett

246,13

τὸν ἔμπροσθεν χρόνον] τὸν πρὸ τῆς κατα‐ δίκης. BD.

Tett

246,17

τὸ συναμφότερον] τὴν ἀρχὴν καὶ τὸ τέλος. BD.

Tett

246,19

προσεῖχον πάλιν ὡς αὐτῶν κρείττονι] τῷ πιστεῦσαι τὴν στρατιάν. BD. καὶ μὴν οὐχ ὅσον δύο ἀνθ’ ἑνός ἐστιν] ἵνα μὴ εἴποι τις· ἀλλὰ τὰ δύο ἀντὶ σοὶ τῷ ἑνί. λύει οὖν τὸ ἀντιπῖπτον. BD.

Tett

247,3

τὸ μὲν γὰρ ἡμέρας ἀτύχημα ἐγένετο] ἐν μιᾷ μὲν ἐγένετο, ἀλλ’ ἔμεινεν, ἕως καταβάλῃ. BD. τὸ ἡμέρας εἶπε, συγκρίνων τὸν τῆς συμφορᾶς καιρὸν πρὸς πάντα τὸν τῆς τιμῆς χρόνον. Oxon.

Tett

247,5

τὸ μὲν ὀργῇ συνέβη] διὰ τὴν δῄωσιν· ἡ δὲ ὀργὴ ἄδηλον τὸ πάθος. BD.

Tett

247,6

τὸ δ’ ἐξ ἁπάντων] τῶν δικαστῶν τοῦ δήμου. BD.

Tett

247,7

οὐδὲ τοὺς λαχόντας ἅπαντας οἴεσθαι χρὴ κατα‐ γνῶναι τὴν γραφὴν αὐτοῦ] τὸ λαχόντας πρὸς τὸ γραφὴν αὐτοῦ σύναπτε. Oxon.

Tett

247,9

ἔθεντο] ἀντὶ τοῦ ἐψήφισαν. B. οὐκοῦν τούτους γε βελτίους τε καὶ βελτίστους ἦν
πεποιηκὼς] ἀντὶ τοῦ οἱ παιδευθέντες ὑπ’ αὐτοῦ. BD. οὕτω καὶ τοὺς πολλοὺς, ὡς ἔοικε, καὶ τοὺς ὀλίγους693
5καλῶς ἤχει] τὸ πολλοὺς νόει, ἐπειδὴ, ὡς ἔφη, οὐ πάντες Ἀθηναῖοι κατέγνωσαν αὐτοῦ, ἀλλὰ μέρος τοῦ δήμου, ὃ ἦσαν οἱ δικασταί· τὸ δὲ ὀλίγους, ἐπειδὴ καὶ ἐν τούτοις τοῖς δικασταῖς ἦσάν τινες ὑπὲρ Περικλέους. Oxon.

Tett

247,11

εἰ δὲ τοῖς βελτίστοις ἀφείθη τό γε τούτων μέρος] βέλτιστοι γὰρ ἦσαν ὅσοι τῶν δικαστῶν αὐτῶν ἐν ταῖς ψήφοις ἐτίθεντο. Oxon.

Tett

247,14

οὔτοι πάντας γε οὐδ’ ὁ Σωκράτης ἐπαί‐ δευσε τοὺς συγγενομένους αὐτῷ] πάλιν τῷ διδασκάλῳ τοῦ Πλάτωνος αὐτὸν παραβέβληκε. BD.

Tett

247,15

κατηγοροῦσι μὲν Κριτίου τοῦ Καλλαίσχρου] οὗτος εἷς ἐγένετο τῶν τριάκοντα, μαθητὴς ὢν αὐτοῦ. BD. τῇ τε πόλει τὰ αἴσχιστα βουλεύσασθαι] τὰ κατὰ Σικελίαν. B.

Tett

247,16

καὶ τὸν ἄλλον βίον ἥκιστα βιῶναι κατὰ Σωκράτην] διαβάλλεται γὰρ εἰς αἰσχρότητα. B.

Tett

247,19

εἰ μὲν γὰρ ἐν οἷς ἐπείθοντο] τὸ σχῆμα συλλογισμός. B.

Tett

248,2

καὶ τίς ἂν μείζω ὑπὲρ Μιλτιάδου] δείκνυσι Περικλέα, ἢ Σωκράτην, διδασκαλικώτερον. BD.

Tett

248,7

Περικλεῖ δὲ καὶ τοῖς ἄλλοις ῥήτορσι τρεῖς ἡμέρας ἑκάστου μηνὸς συνῆσαν Ἀθηναῖοι, ὡς ἔπος εἰπεῖν, δημοσίᾳ] τρίτῃ γὰρ τοῦ μηνὸς ἐκκλησίαζον Ἀθηναῖοι ἐν Ἀθήναις, δεκάτῃ, εἰκάδι, τριακάδι. BD.
5καὶ μὴν ὅτι γε ῥᾷον καὶ δύο καὶ τρεῖς] ἡ σύγκρι‐ σις καὶ ἀπὸ τοῦ προσώπου καὶ ἀπὸ τῆς ἡλικίας καὶ ἀπὸ τῆς ποσότητος. ABD.

Tett

248,8

προήκοντας] προβεβηκότας. B.

Tett

248,18

Κριτίας αὐτῷ Σωκράτει ζημίαν ἐπέθηκε] τὴν σιωπήν· ἐκέλευσε γὰρ αὐτὸν μὴ παιδεύειν ἔτι. ABD.

Tett

248,21

καὶ τοὺς ἄλλους] τοὺς τριάκοντα. B.

Tett

249,1

οὐδὲ τῶν ἐκ τοῦ δήμου] δείκνυσιν ὅτι μᾶλ‐ λον ὁ δῆμος ἐπαιδεύετο ὑπ’ αὐτοῦ. BD.

Tett

249,2

εἷς τῶν ἀντιστασιωτῶν] ὁ Κλέων. A. Κλέωνα δηλοῖ· οὗτος γὰρ αὐτοῦ τῆς κλοπῆς κατηγόρησεν. BD.

Tett

249,4

τῶν ἀντιτέχνων] τῶν ὁμοτέχνων. AB.694

Tett

249,6

δοκεῖ δέ μοι καὶ Πλάτωνα δίκῃ μετελθεῖν τοῦ λόγου καὶ τῆς ἐπιτιμήσεως] λέγει ὡς καὶ τὸν Πλάτωνα ἴσως μετῆλθον διὰ τὴν εἰς τοὺς τέσσαρας τούτους στρα‐ τηγοὺς κατηγορίαν. Oxon.
5δίκῃ μετελθεῖν] ἀμύνασθαι. B.

Tett

249,7

παραιτοῦμαι δ’ εὐμενῆ καὶ ἵλεων εἶναι τοῖς λεγομένοις] προθεραπεύει τὴν ὕβριν. BD.

Tett

249,8

οὐκ ἐρῶ Διονύσιον] τὸ γὰρ παρὰ τυράννου παθεῖν φορητὸν καὶ τὴν ὕβριν οὐκ ἔχει δεινήν. BD. Διονύ‐ σιος καὶ ὁ υἱὸς αὐτοῦ, ἀλλὰ δὴ καὶ ὁ κάλλιστος τῶν ὡμι‐ ληκότων αὐτῷ, Ἀριστοτέλης. καὶ τὸ μὲν Διονυσίου καὶ τοῦ
5υἱοῦ αὐτοῦ εἰς Πλάτωνα κατὰ παράληψιν λέγει, τῷ δὲ τοῦ Ἀριστοτέλους μᾶλλον συντίθεται, ὃς λέγεται καὶ εἴκοσι πρὸς τοῖς πέντε ὁμιλῆσαι αὐτῷ ἔτη. Oxon. οὔτε τῶν ἐν Σικελίᾳ μετ’ ἐκείνου συνδιατριψάντων οὐδένα] τὸν Πόλλιν λέγει τὸν Λάκωνα. BD.

Tett

249,9

ἀλλ’ εἰσὶν οἳ λέγουσιν] διὰ τὸ ἐπαχθὲς ἕτε‐ ρον εἰσφέρει. BD.

Tett

249,10

τῶν ἑταίρων τινὲς αὐτοῦ καὶ τῶν εἰς τὰ μάλιστα ὡμιληκότων] σημείωσαι ὅτι περὶ Ἀριστοτέλους τοῦτό φησιν, ὃς λέγεται εἰκοσιπέντε ἔτη ὁμιλῆσαι Πλάτωνι. A. τὸν Ἀριστοτέλην λέγει. BD. φασὶ γὰρ ὅτι ἔμεινεν αὐτῷ
5φοιτῶν κεʹ ἔτη. B.

Tett

249,12

τοὺς Ἀθηναίους ἐμιμήσαντο] τοὺς ἁμαρ‐ τόντας εἰς Περικλέα καὶ τοὺς ἄλλους. A Oxon.

Tett

249,13

ἐκείνων] τῶν Ἀθηναίων καὶ τῶν αὐτῆς ὑπηκόων. Oxon. οἱ δὲ διατριβάς τε] τὸ δεινότερον εἶπε τῆς ἐπανα‐ στάσεως. BD.

Tett

249,14

ἐπὶ τῇ Ἀκαδημίᾳ] ἀντὶ τοῦ κατὰ τὴν Ἀκα‐ δημίαν· αὕτη δὲ διατριβὴ Πλάτωνος. BD.

Tett

249,16

πολλοῦ] πάνυ. B. παραφρονεῖν] ληρεῖν. B.

Tett

250,2

εἰ θέμις εἰπεῖν] καλὸν τὸ εἰ θέμις. τῶν γὰρ ἀρίστων ἀνδρῶν ὕβρις οὐχ ἅπτεται. BD.

Tett

250,4

τὸ ἐπιτείχισμα διέσπασαν] ὡς ἐπὶ πολέμου
εἶπε. B. καλῶς εἶπε τὸ ἐπιτείχισμα· ὡς γὰρ οἱ ἐν ταῖς πόλεσιν ἐπιτειχίζοντες φρούρια εἰς καταστροφὴν ταύτῶν (sic) ταῦτα τεχνάζονται, οὕτω καὶ ἡ τοῦ Ἀριστοτέλους695
5σχολὴ παρ’ εὐδοκίμησιν ἂν εἰργάσατο τῆς τοῦ Πλάτω‐ νος. Oxon.

Tett

250,5

τραγῳδίας] ἤτοι συμφορῶν. B.

Tett

250,8

διπλᾶ στρέφειν] οὐ τὸ διλήμματον λέγει, ἀλλ’ αὐτὸς δηλοῖ τί ἐστι τὸ διπλᾶ. B.

Tett

250,10

τῷ τῶν σοφιστῶν παραδείγματι, ᾧ σὺ κέχρησαι κατὰ τῶν δημαγωγῶν] τούτῳ γὰρ παρέβαλε τοὺς δημαγωγούς. B. φησὶ γὰρ ὡς οἱ σοφισταὶ τοὺς νέους διαφθείρουσιν,
5οὕτω καὶ οἱ στρατηγοὶ οὗτοι κακῶς Ἀθηναίους ἐπαίδευ‐ σαν. Oxon.

Tett

250,14

τοῦ ἑταίρου] Ἀριστοτέλους. A. τοῦ Ἀριστο‐ φάνους. B.

Tett

250,18

ταύτης αὐτῆς τυχὼν τῆς τελευτῆς] ὁ γὰρ Περικλῆς οὐ θανάτῳ κατεδικάσθη. AB.

Tett

251,2

καὶ εἴ τινα καὶ ἤρεσε] ἡ κωμῳδία. B.

Tett

251,3

ἐκ τοσούτων κακῶν] τῶν Πελοποννησιακῶν. AB. τῶν κατὰ τὸν Πελοποννησιακὸν πόλεμον. Oxon.

Tett

251,4

τοῖς ἠδικηκόσι] τοῖς τριάκοντα. B. δυσχερᾶναι] μισῆσαι. B.

Tett

251,5

ἀλλὰ ταῦτ’ ἴσως μὲν εἰκότα, ἴσως δ’ οὔ] πρὸς μὲν τὴν τοῦ δήμου γνώμην εἰκότα ἦν· τοιοῦτος γὰρ ὁ δῆμος ἐκ πολλῶν γνωμῶν συγκείμενος· πρὸς δὲ τὸ ἐκείνου μέγεθος οὐκ εἰκότως. Oxon.

Tett

251,8

καὶ γὰρ αὖ καὶ τοῦτο εἴ τις ἤρετο] καθ’ ὑπόθεσιν. B.

Tett

251,12

ὃν αὐτὸς ἀφῆκας ἂν τῆς αἰτίας] τὸ μὴ γενόμενον ἴσον λαμβάνει τῷ γινομένῳ. B.

Tett

251,14

τὸν λέγοντα] τὸν Κλέωνα. AB.

Tett

251,16

ὥσπερ χρηστοῦ τινος πράγματος μεθέξειν μέλλοντας] σπουδάζομεν γὰρ τῶν χρηστῶν ἀπολαύειν. B. καλῶς] ἤτοι πρεπόντως. B.

Tett

251,20

καὶ ταῦθ’ ὁμολογοῦντες] ὥσπερ αὐτοῦ
Πλάτωνος τῆς λέξεως ἐπιλαμβάνεται· τὸ γὰρ λέγειν ὡς ἥμαρτον, οὐ τῶν ἀνδρῶν ἐστιν ἔγκλημα, ἀλλὰ τῶν δικα‐ στῶν. ὡς καὶ Δημοσθένης περὶ Αἰσχίνου ἐν τῷ περὶ στε‐696
5φάνου λέγων ὅτι τὰ Φιλίππου ἀδικήματα ἐμὰ καλεῖ ἀδι‐ κήματα. BD.

Tett

252,1

ὡς ἥμαρτον] οἱ Ἀθηναῖοι. A.

Tett

252,3

οἷον εἰ τῆς κατηγορίας τῶν ἀνδρῶν γεγο‐ νυίας] τοῦτο καθ’ ὑπόθεσιν λέγει, ὡς, εἴ τις τῶν στρα‐ τηγῶν τουτωνὶ κατηγόρει, ὡς παρ’ Ἀθηναίοις ἑάλωσαν, εἶθ’ ὑπὲρ αὐτῶν ἀπελογεῖτο Πλάτων, ὡς ἀδίκως ἑάλωσαν,
5καὶ τῆς τῶν Ἀθηναίων γνώμης ἁμάρτημα τοῦτ’ ἦν, πάν‐ τες ἂν ἱκανὴν ἀπολογίαν τοῦτ’ ἐνόμισαν. ἔστι τοίνυν τὸ ἐπέδειξε διὰ τὸν Πλάτωνα, εἰ καὶ ἀσάφειαν ἔχει, διὰ τὸ τοῦτο μὲν ψιλῶς προενεγκεῖν, προϊόντα δὲ λέγειν Πλάτων τοίνυν. Oxon.

Tett

252,5

εἶτ’ ἐπέδειξεν ὅτι ἀλλ’ οὐκ ὀρθῶς γε] ὡς εἶναι τὸν αὐτὸν κατήγορον καὶ ἀπολογούμενον. BD.

Tett

252,6

οἱ καταψηφισάμενοι] φθόνῳ. B.

Tett

252,7

καὶ λελύσθαι τὰ τῆς αἰτίας ἱκανῶς ἂν ᾤοντο] καὶ οὐδένα τοῖς ἀνδράσιν ἔλεγχον ἔχειν ἔτι. BD.

Tett

252,9

ὅμως ἐν ἐλέγχῳ κατ’ ἐκείνων λαμβάνει] τὰ ἁμαρτήματα τῶν Ἀθηναίων. A.

Tett

252,10

τὴν μὲν τύχην] συμφοράν. B.

Tett

252,11

ἐκείνων] τῶν δικαστῶν. AB. τοὺς προσκειμένους αὐτῷ] τοὺς ἡδομένους. λέγει δὲ τοὺς φιλοσόφους. BD.

Tett

252,15,16

ταχύ γ’ ἂν εἰ τοῖς δώδεκα θεοῖς ἔσχεν εἰκάσαι τοὺς καταγνόντας, ἀπέσχετ’ ἂν τῶν ἁλόντων, τὸ μὴ οὐ κακῶς εἰπεῖν] ἐπειδὴ ὁ ἡττώμενος θεοῖς οὐ πολλῆς ἐστιν ἄξιος μέμψεως, ἐπεὶ μὴ ἴσος ἐστὶν αὐτοῖς. τοῦτο
5δὲ εἶπεν ἀντὶ τοῦ εἰ καὶ θεῶν ἦσαν ἴσοι οἱ καταψηφισά‐ μενοι, οὐδὲ οὕτως ἀπεῖχε τῆς κατὰ τῶν ῥητόρων διαβο‐ λῆς, ἔνθα τοῖς ἁμαρτάνουσιν εὐσύγγνωστον. ἢ οὕτως· ὀρθῶς κρινόντων θεῶν, οὕτως εἶπεν, ὅτι, εἰ θεοὶ ἦσαν οἱ καταψηφισάμενοι αὐτῶν, οὐκ ἂν ἀπέσχετο αὐτῶν κα‐
10τηγορῶν. BD.
κυρίττειν ἀρξαμένους] πρὸς τὴν αὐτοῦ παραβολήν. B.697

Tett

253,1

εἶχόν γ’ ἐν τῇ φύσει δήπουθεν] ἰσχυρὸν γὰρ ἡ φύσις. AB.

Tett

253,2

εἰ δ’ ἐπ’ ἀμφότερα αἰτιάσεται Πλάτων] τουτέστιν εἰ διλημμάτῳ χρησάμενος εἴπῃ ὡς εἰ μὲν δι‐ καίως αὐτῶν κατεψηφίσαντο Ἀθηναῖοι σαφῶς, ἦσαν οὗτοι κακοὶ, εἰ δὲ ἀδίκως, οὗτοι τῆς κατηγορίας ἦσαν αἴτιοι,
5κακῶς αὐτοὺς παιδεύοντες. τὸ δὲ σοφοῦ τινος εἰλημμένος εἶπε, διὰ τὸ διλήμματος. Oxon.

Tett

253,3

ὑπολαμβάνοντα] ὑποκρινόμενον. A.

Tett

253,9

πῶς δέχομαι τὸν λόγον;] διέρχομαι. AB.

Tett

253,13

αὐτὸν] τὸν δῆμον. AB. φήσομεν] ἀντὶ τοῦ φήσεις. B.

Tett

253,16

τί λέγει] σημαίνει. B. μηδενὸς τούτων] φυγῆς καὶ χρημάτων. A. καὶ μὴν εἴ γε ἠδίκουν] συλλογίζεται. AB.

Tett

254,1

οὔτ’ ἐκείνοις προσήκειν] διὰ τοὺς δικαστάς. AB, qui in textu om. haec verba.

Tett

254,2

τοῖν δυοῖν μὲν οὐδὲ προσήψατο ὁ δῆμος] Περικλέους καὶ Μιλτιάδου. A. Περικλέους καὶ Μιλτιάδου· ὡς εἶπεν ἐν τοῖς ἀνωτέρω, ὅτι δικασταὶ καθήμενοι αὐτῶν κατέγνωσαν (244, 4.). BD.
5Περικλέα δὲ καὶ Μιλτιάδην οὐχ ὁ δῆμος τὰ χρή‐ ματα ἐζημίωσαν, ἀλλ’ οἱ καθήμενοι, ὡς ἀνωτέρω οὕτως εἰρήκει. Oxon.

Tett

254,5

ὁ μὲν ἐντὸς τοῦ χρόνου κατελθὼν] ὁ Κίμων τῶν δέκα ἐτῶν τοῦ ἐξοστρακισμοῦ. ABD.

Tett

254,6

ὁ δὲ] ὁ Περικλῆς. A.

Tett

254,7

πῶς ἄν τις κάλλιον ὑπὲρ ἀμφοῖν] ἀπολογη‐ σάμενος ὑπέρ τε τοῦ δήμου καὶ τῶν στρατηγῶν καὶ δεί‐ ξας ὡς οὐ δεῖ ἀμφοτέρων ἅμα κατηγορεῖν, φησὶν, ὡς καὶ οἱ Πλάτωνος λόγοι δεικνύουσι, λέγοντες μὲν ἁμαρτεῖν τὸν
5δῆμον, πάλιν δὲ κατὰ τῶν ἀνδρῶν τούτῳ χρώμενοι, διὰ μὲν τοῦ ἁμαρτεῖν ὑπὲρ τούτων ἀπολογούμενοι, διὰ δὲ τοῦ καταψηφίσασθαι τῶν ἀνδρῶν ἀνέγκλητον καθιστῶντες τὸν δῆμον, καὶ ὡς οὐχ ἥμαρτεν εἰς τοὺς ἄνδρας, ἀλλὰ τὰ
δίκαια ἔδρασεν. Oxon.698
10ὑπὲρ ἀμφοῖν] ὑπὲρ τῶν ἀνδρῶν καὶ ὑπὲρ τοῦ δήμου. A. ὑπέρ τε τοῦ δήμου καὶ τῶν ἀνδρῶν. BD. τῶν ὄντων] ἀληθῶν. A. τῆς ἀληθείας χάριν. BD.

Tett

254,8

αὐτοῦ] τοῦ κατηγορουμένου. A.

Tett

254,9

ἃ μὲν τοῖς ἑτέροις ἡμάρτητο] τοῖς ῥήτορ‐ σιν, ἢ τῷ δήμῳ. D.

Tett

254,10

ἃ δ’ ἀμφοτέροις ὑπῆρχεν εἰς εὐφημίαν] ὃ ἐφιλανθρωπεύσατο ὕστερον ὁ δῆμος. D.

Tett

254,13

εἰς ταῦτ’] εἰς τὰς τιμωρίας. AB.

Tett

254,15

πῶς οὐκ ὀρθῶς εἶχε μιμήσασθαι τὸ τῶν Περσῶν] δείκνυσιν ἐνταῦθα Πλάτωνα καὶ τῶν Περσῶν καὶ τῶν Βαρβάρων ὠμότερον. A. δείκνυσιν αὐτὸν καὶ βαρ‐ βάρων ὠμότερον. B.

Tett

255,2

πῶς ἀξιώσει συλλήβδην πάντα κατορθοῦν, καὶ πάντων κρατεῖν, ὄντα ἄνθρωπον] θεοῦ μόνον τὸ ἀνα‐ μάρτητον. A. θεοῦ γὰρ μόνον τὸ ἀναμάρτητον. B.

Tett

255,8

τὰς τοῦ Μιλτιάδου καὶ τὰς τοῦ Κίμωνος ἵππους] ἵππους τοὺς Ἀθηναίους καλεῖ. A. τοὺς Ἀθη‐ ναίους ἵππους καλεῖ. B.

Tett

255,13

ταῦτ’ ἐστὶ πρὸς ἃ καὶ Ὅμηρος βλέπων ἔφη] ἔνδοξον πάλιν ἔλαβε πρόσωπον. AB.

Tett

255,15

τῶν μὲν γὰρ Ἑλλήνων κράτιστος] δύο ἄκρα περιέλαβε. B.

Tett

255,17,18

ὥσπερ καὶ ὁ Ἕκτωρ πολλάκις αὐτῷ προφέρει τὴν δειλίαν, ἀδελφὸς ὢν καὶ ταῦτα] ὑπερβολικῶς, ὡς μήτε τὸν ἀδελφὸν κρύπτειν τὸ κακόν. BD.

Tett

255,20

ὁ δ’ αὖ Πάρις, ἢ δύσπαρις—πρὸς ταῖς αὐταῖς ταύταις πύλαις ἀποκτείνας ᾄδεται] ὅτι, ὅπου ὁ Ἕκτωρ τελευτᾷ, ἐκεῖ καὶ ὁ Ἀχιλλεὺς ὑπὸ τοῦ Πάριδος. ABD.

Tett

256,1

ἀπὸ τῶν ἐσχάτων ὅρων] ἄκρων. B.

Tett

256,2

οὐ μόνον ξυνὸς Ἐνυάλιος] οὗτος ἔφορος τῶν ἀγώνων. BD.

Tett

256,5

ἐπείπερ ἔστ’ ἐναγώνιος] ὁ βραβεύων τοῖς
ἀθληταῖς τὰ ἀγωνίσματα. BD.699

Tett

256,6

καὶ τὰ τῶν στεφανιτῶν] οὐ γὰρ πάντες ἀγῶνες στεφανῖται. BD.

Tett

256,19

ὁ Εὔμηλος αὐτὸς ἐκπίπτει τοῦ ἅρματος] διὰ τὸ τάχος κινδυνεύων. B.

Tett

257,4

τοῦτο γάρ μοι δοκεῖ τῶν ῥημάτων τὸ βού‐ λημα εἶναι] ἐμφαίνει τὸ θεώρημα, ὅτι τοιαῦτα τὰ ἀν‐ θρώπεια. B.

Tett

257,5,6

ὅπερ περὶ τοῦ δακτύλου φασί ποτ’ εἰ‐ πεῖν—ποτὲ δὲ οὐ πλέον ἢ ἓν] ὅτι Ὀρόντης ὁ Πέρ‐ σης ἐκπεσὼν ἔφη· καὶ ὁ δάκτυλος ποτὲ μὲν ἓν, ποτὲ δὲ μυρία σημαίνει. ABD Oxon. οὕτω καὶ αὐτὸς, πρὶν ἐκπε‐
5σεῖν εὐτυχὴς ὢν, νῦν δυστυχῶ, ἄνω καὶ κάτω τῶν ἀν‐ θρωπίνων δίκην πτεροῦ στρεφομένων. Oxon.

Tett

257,6

τῇ θέσει] τῇ κλίσει τῶν δακτύλων. AB.

Tett

257,7

τείνειν] ἁρμόζειν. B.

Tett

257,13

πολεμίων καθαρὸς] ἄνευ πολεμίων. A. τρέχων] μετὰ τοῦ Ὀδυσσέως. A.

Tett

257,14

τῆς ὄνθου] ὄνθος ἡ τῶν βοῶν κόπρος. A. ἡ βοεία κόπρος. B. τῆς ὄνθου προσέτι ἐμπεπλησμένος] ὄνθου βοὸς Ἀθηνᾶ κατὰ τὸν δρόμον ἐποίησεν εὑρεθῆναι ὑπὲρ Ὀδυσσέως, εἰς
5ἣν Αἴας ὀλισθήσας Ὀδυσσέως ἡττᾶται. Oxon. βλάψεν γὰρ Ἀθήνη, φησὶν ὁ ποιητὴς] καὶ Ἀθη‐ ναῖοι, φησὶν, ἄριστοι ὄντες ἐσφάλησαν. BD.

Tett

257,15

τὴν τύχην διὰ τῆς Ἀθηνᾶς, ὥς γ’ ἐμοὶ δοκεῖ, δηλῶν] ὅτι ἡ ποίησις τῇ τύχῃ παρεικάζει τὴν Ἀθηνᾶν. B.

Tett

258,1

βλήτροισι] τουτέστι συμβολαῖς· βλῆτρον γὰρ ἡ ξυμβολή. D.

Tett

258,2

ἦ που ῥᾳδίως] πολλῷ πλέον. A. ἀντὶ τοῦ πολλῷ πλέον. BD.

Tett

258,3

ἀλλὰ δῶμεν τοῦτο ἑτέρας τινὸς ἕξεως δεῖ‐ σθαι] ἀντιπῖπτον λύει. BD.

Tett

258,4

ἑτέρας τινὸς ἕξεως] ἐπιστήμης. B.

Tett

258,5

οὗ μέγιστός τε καὶ κάλλιστος ἦν αὐτὸς αὑ‐ τοῦ] αὐτὸς αὑτῷ συνέκρινεν, ὡς οὐκ ἔχοντος πρὸς ἄλλον σύγκρισιν. BD.700

Tett

258,7

οὕτως ἔπραξε κἀνταῦθα] καὶ ταῦτα ἡττώ‐ μενος ὄντως. B. ὡς ἡττώμενον ὄντως. D. καίτοι ὅ γε κήρυξ ἀνεῖπεν οὑτωσὶ] πανταχοῦ τὰς μαρτυρίας παρατίθεται χρησίμους καὶ ἀναγκαίας. B.

Tett

258,15

καὶ μὴν καὶ ὁ ἀδελφὸς μετεῖχεν αὐτῷ τῆς τύχης ἐπιθήκην] ἀντὶ τοῦ προσθήκην τῆς συμφορᾶς· ἵνα μὴ μόνον ἀδελφὸς ᾖ τῇ φύσει, ἀλλὰ καὶ τῇ τύχῃ. BD.

Tett

258,16

τὴν δὲ περιστερὰν αὐτὴν] ὁ μὲν Ἀριστεί‐ δης θηλυκῶς εἶπε, μέμνηται δέ τις τῶν κωμικῶν ἀρσενι‐ κῶς, ὁ περιστερός. καὶ ταύτην τὴν χρῆσιν τίθησιν ἀττι‐ κίζων. BD.

Tett

258,18

χρησμούς τινας] οὐ λόγους μόνον, ἀλλὰ θεῶν μαντεύματα. B. ὥστε οὔτ’ εἴ τις ῥώμῃ σώματος] ὡραιότατον πάνυ καὶ λίαν εὐσεβέστατον. A.

Tett

259,5

ὅταν καιρὸς ᾖ τούτου] πάλιν ἐμφαίνει τὴν τύχην. BD. ἁλώσεται δὲ Βαβυλὼν αὐτοῖς τείχεσι] ἐπεὶ ἑπτὰ ἔχουσα τείχη ὡς ἀνάλωτος ἐθαυμάζετο. BD.
5πάλιν δὲ τοὺς Πέρσας πορθήσουσιν ἕτεροι] ἦσαν γὰρ αὐτοὶ τῶν ἄλλων βαρβάρων δυνατώτεροι. BD.

Tett

259,9

κιχάνῃ δὲ βραδὺς ὠκὺν] ἥρμοσε τὸ Ὁμηρι‐ κὸν ῥητὸν τὸ ἀληθές. BD.

Tett

259,10

περιχωρῇ] πλανᾶται, περιστρέφεται. BD. τό θ’ ὡς ἀληθῶς προφήτου τινὸς εἶναι δόξειεν ἂν] δείκνυσιν ὅτι, καὶ εἰ φιλόσοφος ἦν, ἀλλ’ ἔλαττον προ‐ φήτου. BD.

Tett

259,11

τὸ δ’ ἡμέτερον] τουτέστι τὸ ἀνθρώπι‐ νον. BD. εἰ δ’ ἔσωζον μὲν οἱ κυβερνῆται πάντες ἅπαντας] πάλιν τὰ τοῦ Πλάτωνος αὐτὰ δείκνυσι. B. τὰ Πλάτωνος
5πάλιν αὐτὰ δείκνυσι. D.

Tett

259,14

εὐχὴ δὲ καὶ δύναμις μηδὲν διέφερον] τῇ μὲν γὰρ εὐχῇ τὸ κατορθοῦν, τῇ δυνάμει δὲ οὐ πάντως ἔχει ἡ εὐχὴ τὸ εὐχερές· ὡς καὶ Δημοσθένης. BD.701

Tett

259,16

οὐδ’ ἂν κατέκλυζεν ἡμᾶς τῶν πίθων ἅτε‐ ρος] ὁ τῶν κακῶν δηλονότι. A. δοιοὶ γάρ τε πίθοι κατάκεινται ἐν Διὸς οὔδει, δώρων οἷα δίδωσι κακῶν, ἕτερος δ’ ἑάων. Oxon.

Tett

260,2

ἔλθωμεν γὰρ ἐπ’ αὐτὸ τὸ κυριώτατον ἤδη] ὡς τοῦτο μεῖζον τῶν προτέρων παραδειγμάτων. BD. ὁ Παλαμήδης, σοφώτατος ὢν τῶν Ἀχαιῶν, ἑάλω τὴν δίκην τῆς προδοσίας] καὶ μόνῳ τῷ ὀνόματι ἔδειξε
5τοῦ προσώπου τὴν ὑπερβολήν· ἡ δὲ ἱστορία δήλη, ὅτι ὁ Ὀδυσσεὺς ἀμυνόμενος αὐτῷ ἐπλάσατο κατ’ αὐτοῦ προ‐ δοσίας ἔγκλημα καὶ ὅλως ἐνίκησεν. BD.

Tett

260,5

καὶ ἀδικεῖν γ’ ἔδοξεν] ὅτι οὐχὶ δικαίως ἔδο‐ ξεν αὐτός. BD.

Tett

260,6

ὄντα μὲν αὐτὸν κυριώτερον τοῦ Ὀδυσσέως εἰς σοφίας λόγον] παράδοξον, δυνατώτερον. πάλιν δὲ τὸ πρόσωπον τοῦ Ὀδυσσέως λαμπρόν. BD.

Tett

260,11

ὅς γε καὶ σπουδαίων καὶ τῶν εἰς ψυχα‐ γωγίαν ἡγεμὼν αὐτοῖς ἐγεγόνει σχεδὸν ἁπάντων] τὸ σπου‐ δαῖον λέγει, διὰ τὸ εὑρεῖν αὐτὸν γράμματα ιϛʹ καὶ τὰ τακτικὰ καὶ ψήφους, τῶν εἰς ψυχαγωγίαν δὲ, διὰ τοὺς
5κύβους καὶ τὰ ἄλλα παίγνια, ἃ λιμώττουσι τοῖς Ἀχαιοῖς οὗτος ἐξεῦρεν, ἵνα τὸν νοῦν πρὸς ἐκείνοις ἔχοντες ἧττον αἰσθάνοιντο τοῦ λιμοῦ. Oxon. τῶν εἰς ψυχαγωγίαν] τῶν κύβων, οὓς ἐξεῦρε, λιμωτ‐ τόντων τῶν Ἑλλήνων. ὁ δέ γε αὐτὸς οὗτος πρῶτος καὶ
10τὰ τακτικὰ, τὸν ἀριθμὸν, ἐξεῦρε. BD.

Tett

260,13

οὐδὲ τῶν βοσκημάτων οὐδὲν διέφερον] τοῦτο ἐν Αἰσχύλῳ Προμηθεὺς λέγει περὶ τοῦ ἀνθρωπείου γένους. Oxon.

Tett

260,14

οἱ δὲ τοσοῦτον ἀπεῖχον τοῦ σύμπαντας ἂν] τὸ σχῆμα χαριεντισμός. B.

Tett

261,1

εἰς αὐτὴν τὴν σωτηρίαν] τοῦ Παλαμήδους. A. πῶς οὐ πολλῆς ἄν τις φήσαι τῆς ἀτοπίας εἶναι] ἀντὶ τοῦ παραδοξότατον. B.702

Tett

261,3

ἀλλ’ ὑπὲρ μὲν τῶν ἄλλων σοφὸς ἦν] αὐτὸς ἑρμηνεύει, πῶς εὐχερὴς, ὡς ἐπ’ ἀγῶνος. B.

Tett

261,4

ἡ τοῦ Περικλέους φατρία] φατρία σημαίνει δύο, τὴν συγγένειαν καὶ τὴν συναγωγήν. ἐνταῦθα τὸ δεύτερον σημαινόμενον ἁρμόζει. A. διαφέρει] ὑπερβάλλει. B.
5οἵ τε Ἀθηναῖοι συμπάντων τῶν Ἑλλήνων ἡμερώτε‐ ροι πολλῷ τινι φαίνονται] ὡς τούτων παιδευθέντες. B.

Tett

261,16

ἧς ἀρτίως ἐμνήσθην] ἄνω (259, 11.) γὰρ εἶπεν ὡς θεὸς μὲν καὶ τύχη πάντα ἄγουσι, τὸ δ’ ἡμέ‐ τερον πᾶν ἦν ἄρα παιδιά. Oxon.

Tett

261,17

ὡς τύχαι καὶ καιροὶ τὰ τῶν ἀνθρώπων ἄγουσι πράγματα] τὴν αὐτὴν ἔχει δύναμιν ἡ τύχη τῷ καιρῷ. καὶ Αἰσχίνης ὁ ῥήτωρ τοῦ θεοῦ δύναμιν τῷ καιρῷ προστίθησιν. BD.

Tett

261,19

εὖ φρονῶν] φιλοσοφῶν. B.

Tett

262,4

μηδ’ ἀμνημόνει τῶν καιρῶν, οὓς αὐτὸς φὴς] τῇ διαφορᾷ τῶν χρόνων βεβαιοῖ τὸ ἐπιχείρημα. B. τὴν διαφορὰν τῶν χρόνων ἐπιβεβαιοῖ τὸ ἐπιχείρημα. D.

Tett

262,8

τῶν μειζόνων ἐπικουριῶν] τοῦ θεοῦ καὶ τῆς τύχης. B.

Tett

262,10

ἡμεῖς γε] ἀντὶ τοῦ οἱ φιλοσοφοῦντες. BD. ἐκράτει Κλέων Περικλέους] πολὺ τὸ διάφορον ἐδή‐ λωσεν, ἀντὶ τοῦ ὁ πρὸς πάντα κάκιστος τοῦ χρηστοῦ. BD.

Tett

262,14

τὸ ἔργον] τὸν κάματον. B.

Tett

262,17

ἑπτὰ] Λακεδαιμονίους. A. πρὸς ἑξακοσίους] Ἀθηναίους. A. ἀντιλογίζεται] ἀπαριθμεῖται. B.

Tett

262,20

τὸν μὲν γὰρ οὐδεὶς ἦν ὅστις οὐκ ἂν εὔ‐ ξατο] παραδόξως ἐπιχειρεῖ· δὶς ἐκ τῶν ἐπιφερομένων διωρ‐ θώσατο. B.

Tett

263,8

ἐν αὐτοῖς οἷς Σωκράτης ἐκινδύνευσεν οὐχὶ
δικαίως αὐτῷ] ἐν τῇ ἀπολογίᾳ Σωκράτους. AB.703

Tett

263,13

εἶτα ἐπιθαυμάζεις] τὸ ῥῆμα αὐτοῦ πρὸς αὐτὸν μιμεῖται. AB.

Tett

263,14

προσέκρουσαν] ἐλύπησαν. B.

Tett

263,17

ὅτι τόν γε τοσοῦτον χρόνον διεγένοντο] διέζησαν. B.

Tett

263,19

ᾗ (sic pro τῇ) μὲν] κατά τινα τρόπον. A.

Tett

263,20

καί τινα πρᾳότητος τύπον] χαρακτῆρα. B.

Tett

263,21

ἡδέως δ’ ἂν ἐροίμην ὅστις βούλεται] πρὸς τοὺς φιλοσόφους μεταστρέφει τὸν λόγον. AB.

Tett

264,8

φέρε δὴ κἀκεῖνο σκεψώμεθα] τὸ καταδικα‐ σθῆναι ἀκαίρως. AB.

Tett

264,9

εὐπρεπῶς] εὐφήμως. B.

Tett

264,11_13

ἐμοὶ μὲν γὰρ δοκεῖ τὸ μὲν μηδὲν— ἐκείνοις ὑπάρχειν] ὁ νοῦς τοιοῦτος· τὸ μὲν μηδὲν ἄτοπον συμβουλεῦσαι, ὑπέρ τε τῶν ῥητόρων ἐστὶ, καὶ ὑπὲρ Σω‐ κράτους καὶ Πλάτωνος· οὐδὲ γὰρ ἄτοπον συνεβούλευσαν.
5τὸ δὲ τολμῆσαι τὰ χρηστὰ συμβουλεῦσαι μόνον ἂν εἴη τῶν ῥητόρων. ABD.

Tett

264,12

τοῦ μηδ’ ὅλως εἰπεῖν] τουτέστι σιωπᾶν. B.

Tett

264,13

ἐκείνοις] τοῖς ῥήτορσι. AB.

Tett

264,16

εἰ δὲ καὶ τοῦτ’ ἔξεστιν ἐρωτῆσαι] τεχνι‐ κῶς ἐπαινεῖ, ἐπειδὴ συμβάλλεται πρὸς ἀπόδειξιν πάλιν ὁ ἔπαινος. B.

Tett

264,19

ὑπολογίζεσθαι] ἐννοεῖν. B.

Tett

265,1

πρὸς τὸ δίκαιον] δίκαιον καλεῖ τὸ βοηθεῖν τῇ πατρίδι. B.

Tett

265,2

τῷ Σωκράτους κέχρηνται λόγῳ] ὡς ἐκεῖνα ὄντα ἀπὸ προσώπου τοῦ Σωκράτους. B.

Tett

265,4

εἰ καὶ ὁτιοῦν ἀπήντησε] συμβέβηκε. AB.

Tett

265,6

τὰ Πλάτωνος αὐτοῦ] ῥήματα. A.

Tett

265,8

καὶ πάντα δὴ λέγω τἀπὶ τούτοις] ἐσιώπησε τὰ ἑξῆς, ὡς ὁμολογούμενα τῷ ἀκροατῇ. ABD.

Tett

265,9_11

τοὺς δ’ εἴ τι πείσονται δυσχερὲς— τούτους ἀπὸ τῶν συμβάντων κρινοῦμεν] ἀπὸ προσώπου ἡ
σύγκρισις, ἀπὸ τῶν συμβάντων, ἀφ’ ὧν πεπόνθασιν. BD.704

Tett

265,11

οὐδὲ τοὺς μὲν ὑπὲρ μιᾶς γυναικὸς ὑβρι‐ σθείσης] ὅρα πῶς ἐμείωσε τῶν ἡρώων τὸν ἔπαινον καὶ τὴν Ἑλλάδα μιᾷ γυναικὶ ἀντέθηκε. ABD.

Tett

265,14

τούτους μετὰ τῶν ὀψοποιῶν καταλέξομεν] τὸ σχῆμα βαρύτητα δηλοῖ. ἀπὸ γὰρ ἐπαίνου τὴν διαβο‐ λὴν ἐπήνεγκεν. ABD. εἰ μέν τις φίλῳ τιμωρῶν] ὁ Ἀχιλλεὺς τῷ Πατρόκλῳ.
5A. τῷ Πατρόκλῳ Ἀχιλλεύς. B.

Tett

265,15

εἰς μακάρων νήσους] ἔνθα οἱ εὐσεβεῖς μετὰ θάνατόν εἰσιν. D.

Tett

265,19

τοῦτο οὐκ ἔχοντας] μὴ δυναμένους. AB. κειμένοις] νεκροῖς. AB. βούλομαι τοίνυν καὶ Δημοσθένους τοῦ Παιανιέως μνησθῆναι βραχύ τι] τὸ Δημοσθενικὸν τὸ ἐν τῷ πρὸς
5Λεπτίνην. AB.

Tett

265,21

ὅσον εἰς τούτους ἀνήκει] ἀνέρχεται. A.

Tett

266,5

λέγει γὰρ, ὡς ἐγᾦμαι, ταυτὶ] κατὰ τοῦ Αἰσχίνου· προσποιεῖται ἀγνοεῖν. B.

Tett

266,8

οὐχ ὥσπερ Πλάτων φησὶν] λέγων τὴν ῥητο‐ ρικὴν ἠθικωτέραν τῆς διαλεκτικῆς. B.

Tett

266,14

εἰς ὑπερβολὴν] εἰς τὸ ὑπερβαλέσθαι ἐκεί‐ νους. B.

Tett

266,16

ὅτι οὐχ ὁμοίως εἶχε τὰ τῶν καιρῶν] ἐν‐ τεῦθεν ἀπὸ τῶν καιρῶν ἡ σύγκρισις. B.

Tett

266,17

οἱ μὲν] οἱ πρόγονοι. B.

Tett

266,18

νοσούντων καὶ μόνων οὐκ ἀπολωλότων] προδιδόντων καὶ στασιαζόντων. B.

Tett

266,19

ἔπειθ’] ἀντὶ τοῦ δεύτερον. B. ὅτι οὐδὲ τὰ τῶν ἀντιπάλων παραπλήσια] ἀπὸ τοῦ προσώπου ἐνταῦθα ἡ σύγκρισις, ὅτι δεινότερος ὁ Φίλιπ‐ πος Ξέρξου. BD.

Tett

266,20

καὶ τούτους ὁμήρους] τὸ ἄπιστον Φιλίπ‐ που δηλοῖ, ὅτι σπενδόμενος ἐπολέμει. BD. ἅμα τῷ Κηρυκείῳ καὶ τῷ Σιδήρῳ] ὀνόματα προδο‐ τῶν. A.
5τῷ κηρυκείῳ] κηρύκειον ὁ τοῦ κήρυκος μισθὸς καὶ τὸ ἀφιλόνεικον. D. κηρύττει ὁ τοῦ κήρυκος μισθὸς τὸ φιλόνεικον. B, qui haec scholio proximo subiecit.705

Tett

267,1

τὰ πλεῖστα τῶν πραγμάτων ἐξ ἀφανοῦς ἀφαιρουμένους] τοὺς προδότας σημαίνει. λαθραῖος γὰρ ὁ τούτων πόλεμος. BD.

Tett

267,5

ἀφθονίας θαυμαστῆς] εὐπορίας· ἵνα δείξῃ τὸ πλῆθος τῶν προδοτῶν. AB.

Tett

267,9

ἀποχρῆν ἡγήσατο] ἀντὶ τοῦ οὐκ ἀνάγκην ἔχων τῶν προδοτῶν μνησθῆναι. B.

Tett

268,1

ἐπισημαίνοιτο] ἐπιτηρήσειεν. B.

Tett

268,2

ἐκ περιουσίας] ἐξ ὑπερβολῆς. B.

Tett

268,3

αὐτοῖς] κατηγορήμασιν. A.

Tett

268,6

τὴν αὐτὴν τῷ Θουκυδίδῃ φωνὴν ἀφιεὶς] ἵνα δείξῃ ὁ Δημοσθένης ὡς ῥήτωρ σοφίζεσθαι, συνέπλεξεν αὐτῷ τὸν Θουκυδίδην ὡς φιλαλήθη. B.

Tett

268,12

πάντως δὲ ἄκρω μὲν ἀμφοτέρω τὼ ἄνδρε] Πλάτωνα λέγει καὶ Δημοσθένην. B. Πλάτων λέγει καὶ Δη‐ μοσθένης. D.

Tett

268,13

τοῦ λέγοντος αὐτοῦ] ἐμοῦ. A.

Tett

268,15

δεξιώτερος] συνετώτερος. B. ὅστις αὐτῷ—εἵλετο τοὺς ἄνδρας] ὁ Πλάτων. B.

Tett

268,16

τοὺς ἄνδρας] τοὺς τέσσαρας. A. ὅστις ὄντος μὲν τοῦ παροξύνοντος οὐ προήχθη] ὁ Δημοσθένης. A. ἐν τοῖς Φιλιππικοῖς. B.

Tett

268,17

οὐδ’ ἠξίωσεν αὑτὸν σεμνύνειν] ἑαυτὸν λέγει καὶ κολάζων τοῦ ἐπαίνου τὸ ἐπαχθές. BD.

Tett

268,19

μή τῳ δὴ φαυλοτέρα τῆς διαλεκτικῆς ἡ ῥητορικὴ φαίνεται] οὐ γὰρ καθόλου ὁ ῥήτωρ τοῦ φιλο‐ σόφου πλέον τι ἔχει. BD.

Tett

268,20

ταῦτ’] τὰς τέχνας λέγει, διαλεκτικὴν καὶ ῥητορικήν. B. εἶναι τὴν διαλεκτικὴν μέρος τι τῆς ῥητορικῆς] πλατυ‐ τέραν δείκνυσι τὴν ῥητορικήν. B.

Tett

268,21

τὸν αὐτὸν τρόπον, ὅνπερ τοῖς δρομεῦσιν] τοῦτο καλεῖ ἀντίστροφον νόημα.

Tett

269,2

ἐξαίρω] χωρίζω. B. ἱκανὸς γὰρ καὶ ἀμφότερα] φιλοσοφεῖν καὶ ῥητο‐ ρεύειν. B.706

Tett

269,3

οὔ τί γε τοῖς περὶ τῶν ἀνδρῶν τούτων λόγοις ἄγων ἡμᾶς οἰχήσεται] ἔνθα ἰδίᾳ τὴν μνήμην αὐ‐ τῶν ἐποιήσατο προτροπῆς χάριν. BD.

Tett

269,4

συνήγαγον] ἴσας ἔδειξα. B. τὰς δυνάμεις] ἡ ῥητορικὴ καὶ ἡ διαλεκτική. A.

Tett

269,5

περὶ τῆς τῶν ὀνομάτων ὀρθότητος διαλεγό‐ μενος] ἐν τῷ Κρατίνῳ τῷ διαλόγῳ, ἢ περὶ ὀρθότητος ὀνομάτων. A. Κρατύλον σημαίνει τὸν διάλογον Πλάτω‐ νος. B.

Tett

269,10

ὑπὲρ μὲν τούτων] τοῦ τὴν διαλεκτικὴν τῇ ῥητορικῇ προσήκειν. BD. οὐ διαφέρομαι] δικάζομαι. A.

Tett

269,11

Αἰσχίνης] ὁ Σωκρατικὸς, περὶ οὗ ἤδη εἶπεν. BD.

Tett

269,12

ἀφ’ ὧν αὐτὸς πλάτων ὡμολόγησεν] ὅτι οὐ κολακεία ἡ ῥητορικὴ, ἀλλ’ ἴση διαλεκτικῇ. BD.

Tett

269,18

τὴν γοῦν ἀλήθειαν ὡς χρὴ τιμᾶν, — ἄξιος, ἢ Πλάτων] φιλοσόφων ἔργον τὸ τὴν ἀλήθειαν τι‐ μᾶν. πάλιν δὲ τὴν Πλάτωνος δέχεται μαρτυρίαν. BD.

Tett

270,2

ὑπεξελέσθαι] χωρίσαι. AB.

Tett

270,5

τῶν πρώτων] κατηγοριῶν. A.

Tett

270,6

ὥστ’ εἰ τοιοῦτοι ῥήτορες ἦσαν, —οὔτε τῇ κολακικῇ] πάλιν τῶν Πλατωνικῶν ῥημάτων κέχρηται. B. πάλιν Πλατωνικῷ ῥητῷ κέχρηται. D.

Tett

270,7

πῶς ἄν τις μᾶλλον ἁλοίη τἀναντία λέγων] τὸ μαχόμενον πάλιν κεφάλαιον. B.

Tett

270,10

διὰ δ’ ὧν ἀφῆκεν οὓς ᾐτιάσατο—ὡς κολακείαν ἐλέγχειν ἀξιοῖ] λέγει γὰρ ὡς οὐκ ἂν ἐξέπεσον, εἰ τῇ ἀληθινῇ ῥητορικῇ χρώμενοι τὰ βέλτιστα ἔλεγον, καὶ οὐ τῇ κολακευούσῃ. Oxon.

Tett

270,16

τὴν τοῦ Ἀμφίονος ἀνταποδοῦναι ῥῆσιν] αὐτὸν εἰσάγει τὸν Ἀμφίονα, πρὸς τὸν ἀδελφὸν Ζῆθον
λέγοντα ὅτι οὐ συμφωνεῖς ἑαυτῷ· φανερὸς γὰρ ὁ τού‐ των μῦθος, ὅτι τῇ λύρᾳ τὰς Θήβας ἐτείχισαν. λέγει δὲ707
5ὡς πρὸς τὸ βούλημα Πλάτωνος. τοῦτο γὰρ ἤθελε δεῖξαι. BD et usque ad ἐτείχισαν etiam Oxon.

Tett

270,17

καίτοι ποτέροις τῶν λόγων χρὴ πιστεῦσαι] πάλιν αὐτοῦ τῶν ῥημάτων ἐπιλαμβάνεται. BD. ἀντὶ τοῦ ποῖον δίκαιόν ἐστιν. D.

Tett

270,18

ὡς ἄν τις μάρτυς] συνήγορος. AB.

Tett

270,20

κἀνταῦθα στήσεσθαι τοῦ λόγου] ἐν τῇ διαβολῇ. B. τὰ μὴ ὄντα] τὰ οὐκ ἀληθῆ. A.

Tett

271,3

τῆς αἰτίας] τῆς κολακείας. AB.

Tett

271,4

ὁποίους τινὰς αὐτοὺς ὄντας ἐβούλετο δει‐ κνύναι] ἀντὶ τοῦ ἐπεθύμει βιαζόμενος τὴν ἀλήθειαν. AB.

Tett

271,5

ὅπου γὰρ εἰ καὶ τὰ μάλιστα—ὡς οὐ τοιοῦ‐ τον εἴη] ἀντὶ τοῦ οὐκ ἤδη κακὴ ἡ ῥητορικὴ, εἰ καὶ οἱ ἄνδρες ἐδείχθησαν κακοί. BD. εἰ καὶ τὰ μάλιστα ἠλέγχοντο] ὡς κακοί. A.

Tett

271,8

παρ’ ἐκεῖνον αὖ τὸν λόγον] τουτέστι κεχω‐ ρισμένον ἐκείνου τοῦ λόγου. AB. ἐκτὸς τοῦ λόγου ἐκείνου καὶ ἐναντίως αὐτῷ. B.

Tett

271,10

παράλληλα θεασώμεθα ἅ τ’ ἐκεῖ λέγει καὶ ἅ φησιν ἐνταῦθα] πάλιν διαβάλλει ὡς ἐναντία λέ‐ γοντα. B.

Tett

271,12

γνησίως] ἀληθῶς. A.

Tett

272,2

εἰ γὰρ μεταξὺ τούτων ἦσαν οἱ λόγοι] ἀντὶ τοῦ εἰ τούτων κεχωρισμένοι εἰσί. B.

Tett

272,3

αὐτῶν] τῶν ῥητόρων. A.

Tett

272,9

τὰ μηδαμῆ συμβαίνοντα] πρέποντα. A.

Tett

272,10

κατηγορεῖν] αὐτούς. A.

Tett

272,13

τῷ τύπῳ τῶν λόγων] τῷ χαρακτῆρι. B.

Tett

272,14

χαριζόμενοι] τερπόμενοι. B. τρόπος] τρόπος λόγου. B.

Tett

272,18

πῶς οὐ τούς γε σοὺς ὅρους ἐκπεφεύγασιν, οὓς ἔστησας αὐτοῖς ὡς ἀφύκτως καὶ βεβαίως αἱρήσων] ὡς ἐπὶ δικτύου εἶπε καὶ λίνου. B.

Tett

272,19

ἀλλὰ μή τις] ὅρα. A.708

Tett

272,21

ἐν τῷ τὴν ἡσυχίαν ἄγειν] μὴ πολιτεύε‐ σθαι. A. ἐν τῷ μὴ πολιτεύεσθαι. B.

Tett

273,7

ἐγὼ μὲν οὖν οὕτως ἂν μᾶλλον φαίην] εἶναι ἄρχοντας. A.

Tett

274,9

τίν’ ἔχει λόγον] ἀντὶ τοῦ ποῖον δίκαιόν ἐστι. B.

Tett

274,13

οὐ κακῷ τὸ κακὸν—ἰάσατο] τὸ παροι‐ μιῶδες, οὐκ ἰάσασθαι τῇ κατηγορίᾳ τὴν κατηγορίαν. BD.

Tett

274,15

τί σοι πλέον τῆς ἐκείνων κακίας] λείπει ὄφελος. BD.

Tett

274,16

οὐδὲ γὰρ ἂν ἐλέγχῃς, ὃ βούλει ποιεῖς] τὸ δεῖξαι καθόλου κακὴν τὴν ῥητορικήν. BD.

Tett

274,17

τοῖς ὅλοις] πράγμασι. A.

Tett

275,3

τῷ μέλλοντι ὑπολήψεσθαι] Καλλικλεῖ. A. ὑπολήψεσθαι] ἀποκριθήσεσθαι. A. καὶ καθάπερ τὰ παραδείγματα] προσῆκε. A. ἁπλῶς οὑτωσὶ περαίνειν] ἄνευ ἐρωτήσεως. B.

Tett

275,4

νῦν δ’ οὔτ’ ἐκ τῶν ἑτέρων ἀναγκαίας οὔσης τῆς ἀποκρίσεως] τοῦ ἀπολογεῖσθαι, ἢ καλοὶ, ἢ κακοί. A Oxon. νῦν δ’ οὔτ’ ἐκ τῶν ἑτέρων ἀναγκαίας οὔσης τῆς
5ἀποκρίσεως οὔτε κατ’ ἀμφότερα ἁλωσίμου] οὐ γὰρ ἀνάγ‐ κην εἶχεν ὁ ἐρωτώμενος τὸ ἓν ἀποκρίνασθαι, ἀλλ’ οὐδὲ ἀμφότερα τὰ μέρη τῆς ἐρωτήσεως κατηγορίαν εἶχε τῆς ῥη‐ τορικῆς. BD.

Tett

275,5

κατ’ ἀμφότερα] τὸ εἶναι καλοὶ ἢ κακοί. A. δίδωσι τὰ δεύτερα τῷ Καλλικλεῖ] τὸ πρὸς ἀμφότερα ἀπολογεῖσθαι. Oxon.

Tett

275,9

ἐγὼ δ’ εἰ μέν ἐστι διπλοῦν ἡ ῥητορική] θαυμασίως ἐπεχείρησεν, ἐκ τῆς αὐτοῦ τέχνης συλλογιζό‐ μενος, καὶ δείκνυσι πᾶσαν τέχνην ἁπλῆν, καὶ ὅτι οὐχ ἡ κακία τοῦ τεχνικοῦ ποιεῖ τὴν τέχνην ἑτέραν. BD.

Tett

275,14

ἐν οἷς γε λόγοις κακῶς αὐτὴν λέγειν προῄ‐ ρητο] ἐν τῷ δεῖξαι καθόλου κολακείαν. B.

Tett

275,18

εἰ γὰρ ᾤετο χρῆναι τοὺς μὲν ἐπαινεῖν] ὃ
λέγει τοιοῦτόν ἐστιν οὐκ ἐχρῆν αὐτὸν βουλόμενον τοὺς μὲν ἐπαινεῖν τῶν ῥητόρων, τοὺς δὲ κακίζειν, χωρῆσαι κατὰ ῥητορικῆς ἐκείνους ἀφέντα, καὶ διπλῆν αὐτὴν εἶναι λέγειν,709
5καὶ οὐκ ἐνταῦθα μόνον στῆναι, ἀλλ’ ἐπενεγκεῖν ὅτι φαύλη τίς ἐστι μόνον, καὶ οὐ τὸ μὲν αὐτῆς χρηστὸν, τὸ δὲ φαῦ‐ λον. Oxon.

Tett

275,19

ὑπολαβὼν] ἀποκριθείς. A.

Tett

276,5

οὐ πώποτε σὺ ταύτην εἶδες τὴν ῥητορικὴν] τὴν ὑπὲρ τοῦ βελτίστου σπουδάζουσαν. A.

Tett

276,6

μὴ γὰρ ὅτι οὑτωσὶ λέγει τῷ ῥήματι, οὐ πώποτε εἶδες] πρὸς τὸ φιλονείκως ἐστὶν ἡ κατασκευὴ αὕτη· θέλων γὰρ Ἀριστείδης δεῖξαι τὸν Πλάτωνα φιλονείκως πρὸς τὸν Καλλικλέα τοῦτο εἰπόντα, ἐπάγει· λέγει γὰρ ὁ
5Καλλικλῆς οὑτωσὶ τῷ ῥήματι· μὴ πρόφερέ μοι, ὦ Πλά‐ των, τὸ οὐ πώποτε εἶδες. Oxon.

Tett

276,8

τούτους] τοὺς ἄνδρας. B. τῶν τότε ὄντων ἐλέγχει ῥητόρων] ἀντὶ τοῦ τῶν ὁμο‐ χρόνων αὐτῷ τῷ Πλάτωνι. B.

Tett

276,9

κατὰ πάντων ἐθέλει λέγειν οὕτω] τῇ ἀπο‐ κρίσει δηλονότι. B.

Tett

276,12

τοῖς ἀμοιβαίοις] τῇ ἀποκρίσει. B.

Tett

276,15

ἢ ἐκεῖνον] τὸν Καλλικλέα. B.

Tett

276,18

τοῦ διαφωνεῖν] μάχεσθαι. A.

Tett

277,3

καὶ παρῆλθε μὲν] τὸ παρῆλθε λέγει, διότι οὐ διέβαλλεν αὐτὸν ὀνομαστὶ, πρὸς διαβολὴν δὲ ἐμνημό‐ νευσεν, ἐπειδὴ πάντας τοὺς ἀπ’ ἐκείνου διέβαλεν, ὅτε δὲ πάντας, καὶ οὗτος ἐντὸς ἦν. Oxon.

Tett

277,8

πάλιν δὲ τινῶν, τῶν Σωκράτους μὲν] εἰς Ἀλκιβιάδην. B.

Tett

277,10

ἐναγόντων] παροξυνόντων. B.

Tett

277,13

τοῖς δ’ ὡς ὀλιγαρχικοῖς] ὀλιγαρχίαν ἐπαι‐ νοῦσι καὶ ἄντικρυς πρὸς τυραννίδα νεύουσι. Oxon. δι’ ἀπορρήτων] ἀπόρρητα καὶ ἅ τις οὐκ οἶδε κατη‐ γοροῦντες αὐτῶν, ὅτι καὶ ὁ Νικίας ἦν τις τῶν ἐφ’ ἑαυ‐
5τοῦ. Oxon.

Tett

277,14

δι’ ὧν δ’ ἐλεγχόμεθα ἑκόντες παραλείψο‐ μεν] τῇ σιωπῇ. B.

Tett

277,15

καὶ Νικίαν εἶναί τε] ἀγαθόν. B.

Tett

278,1

ἐπ’ ἐκείνου] τῶν χρόνων τοῦ Πλάτωνος. B.710

Tett

278,10

περιγραπτοὺς] ὡρισμένους. B

Tett

278,14

καίτοι τί φησι Πλάτων] ἀνθυποφορά. B.

Tett

278,16

σὺ τοίνυν αὐτὸς φὴς ὅτι, εἴ τις τῆς ποιή‐ σεως] βουλόμενος διαβάλλειν τὴν ῥητορικὴν, ὡς καὶ αὐτὴν τρόπῳ τινὶ ποιητικὴν οὖσαν διὰ τὸ ἡδὺ Πλάτων εἶπεν. B.

Tett

278,17

εἰ καὶ μηδεπώποτ’ ἐφθέγξατο ἐπὶ τοῦ βήματος] τὸ βῆμα τῶν ῥητόρων μόνον ἐστί. B.

Tett

279,1

καίτοι Σόλων τὰ μὲν εἰς Μεγαρέας ἔχοντα ᾆσαι λέγεται] ἐπὶ γὰρ ποιητῶν μόνον τὸ ᾆσαι λέγεται. B.

Tett

279,6

καὶ σοφὸς] καὶ γὰρ εἷς ἐγένετο τῶν ἑπτὰ σοφῶν. B.

Tett

279,7

ἀλλ’ οὐ μὰ Δί’ οὐχ ἡ ῥητορικὴ] τῆς γὰρ νομοθετικῆς ἥττονα εἶπε ῥητορικήν. B.

Tett

279,8

τοῦ δευτέρου καὶ χείρονος] τῆς νομοθετι‐ κῆς. A. δεύτερον καὶ χεῖρον ὁ Πλάτων ἐν τῇ διαιρέσει λέγει τὴν δικαιοσύνην τῆς νομοθετικῆς· ἀμφότερα γὰρ μόριά
5εἰσι τῆς πολιτικῆς, ἀλλὰ πρῶτον μὲν ἡ νομοθετικὴ, δεύτε‐ ρον δὲ ἡ δικαιοσύνη, ἧς εἴδωλον τὴν ῥητορικὴν τίθησιν. Oxon. εἴδωλον εἶναι] τὴν ῥητορικήν. A. κατεψευσμένον] ἤγουν ὑφειμένον. A.

Tett

279,9

Σόλων γε καὶ τοὺς μέλλοντας Ἀθηναίων ἔσεσθαι φαίνεται βελτίους, εἰς ὅσον ἐξῆν, πεποιηκὼς] ποτὲ γὰρ ἐστασίασαν ἐν Ἀθήναις οἱ πλούσιοι πρὸς πένητας, καὶ διήλλαξεν αὐτοὺς ὁ Σόλων διὰ τῆς νομοθεσίας. BD.

Tett

279,12

οἶμαι δ’ οὐκ Ἀθηναίους μόνον· ἀλλὰ καὶ πολλοὺς ἄλλους τῶν Ἑλλήνων, οἳ τοῖς ἐκείνου χρῆσθαι νόμοις ἔγνωσαν] καὶ Δημοσθένης φησὶν ὅτι πολλοὶ τῶν Ἑλλήνων τὴν Ἀθηναίων ἐζήλωσαν πολιτείαν· καὶ Θουκυ‐
5δίδης. B.

Tett

279,16

πάντων ἐφεξῆς κατέδραμε] σημείωσαι ὁ ἀναγινώσκων. A.

Tett

279,18

νῦν δ’ ὥσπερ ὡς ἀληθῶς τέταρτον μόριον
τῇ πολιτικῇ νέμων] τέσσαρα γὰρ ἔλεγεν εἶναι Πλάτων τῆς παρασκευῆς μόρια. BD. ὑπόκειται τῇ πολιτικῇ ἡ νο‐ μοθετικὴ καὶ ἡ δικαιοσύνη, καὶ εἰσὶν αὐτῆς δύο μόρια·711
5ὑπερχομένη δὲ αὐτὰς ἡ κολακεία τρίτον γίνεται. λέγει δὲ ὁ ῥήτωρ νέμειν τὸν Πλάτωνα τῇ πολιτικῇ ὥσπερ καὶ τέ‐ ταρτον μόριον τὸ μνημονεῦσαι ἑνὸς ἐν εὐφημίᾳ, τεττάρων δὲ ἐπὶ ψόγων. παρὰ τὴν κολακείαν δὲ εἶπεν (280, 1.) ἀντὶ τοῦ ἐπέκεινα ταύτης, ἄλλο τι εἶδος. Oxon.

Tett

279,19

παρὰ τὴν κολακείαν] ἐν τῷ δεῖξαι ἐπὶ κο‐ λακείαν. D.

Tett

280,3

ὑπερβολὴν μὲν εἶναι δόξειέ τις] δεινῶς τοῦτο· καὶ ἐν τῇ ἀρχῇ (117, 13.) ἔφη αὐτὸν ὠδίνειν τὴν κατ’ αὐτὸν διαβολήν. BD. ἐπειδὴ ἐδόκει ὥσπερ ἀμαθίαν κα‐ τηγορεῖν Πλάτωνος. BD.

Tett

280,7

τὸν δὲ Ἀριστείδην ἐπήνεγκεν, ὡς καλὸν κἀ‐ γαθὸν καὶ δίκαιον] οὐχ ὅτι δικαίως πέπονθεν, ἀλλ’ ὡς συμβαλόμενον αὐτῷ Ἀριστείδην εἶπεν. BD.

Tett

280,9

πρότερος μὲν τοῦ Κίμωνος] ἵνα καὶ τῷ χρόνῳ δείξῃ πλείονα τειχίσαντας. B. ἵνα καὶ τὸν χρόνον δείξῃ πλεῖον ἀτυχήσαντας. D. ἑλοῦ δὴ κἀνταῦθα ὁπότερον βούλει δυεῖν] Θεμιστο‐
5κλέα καὶ Κίμωνα. B.

Tett

280,14

δίκαιός γε ὢν, ὡς σὺ φὴς] καὶ αὐτὸν γὰρ δίκαιον αὐτὸν ἐκάλει. B.

Tett

280,16

ὡς τοίνυν καὶ πάντας ἐπαινεῖ λαμπρῶς] ἐνταῦθα τὴν μείζονα ἀπόδειξιν ἐτήρησεν· αὐτὸν γὰρ εἰσά‐ γει τὸν ἀντίδικον γινόμενον αὐτῶν ἐπαινέτην ἐν τῷ ἐπιτα‐ φίῳ. BD.
5οὐ μόνον ἐξ ὧν τῆς αἰτίας ἀφῆκεν αὐτοὺς, ἣν ᾐτιά‐ σατο] ὅτι ἔλεγεν ὡς οὔτε τῇ ἀληθινῇ ῥητορικῇ ἐχρῶντο οὔτε τῇ κολακευτικῇ. Oxon.

Tett

280,19

ὁ γὰρ τοὺς Μαραθῶνι προκινδυνεύσαντας] ἐν τῷ τρίτῳ τῶν νόμων αὑτοῦ ὁ Πλάτων ἐπαινεῖ τὰς πράξεις τὰς γενομένας ἐν τοῖς Περσικοῖς. BD.

Tett

281,1

τῇ ἠπείρῳ πάσῃ] Ἀσίᾳ. B.712

Tett

281,2

τοὺς ἐπ’ Ἀρτεμισίῳ καὶ Σαλαμῖνι ναυμα‐ χήσαντας] Θεμιστοκλέους ἔργα. B.

Tett

281,3

τούς γε εἰς Κύπρον καὶ Παμφυλίαν πλεύ‐ σαντας] Κίμωνος ἔργα. B.

Tett

281,4

τοὺς Ἕλληνας αὖ τῆς ἀγνωμοσύνης αἰτια‐ σάμενος] ἣν ἠγνωμόνησαν πρὸς Ἀθηναίους σωθέντες ὑπ’ αὐτῶν ἐκ τῶν βαρβάρων. Oxon. τοὺς ἐπὶ τὴν γῆν ἐκείνων στρατεύσαντας] ἀπὸ κοινοῦ
5τὸ αἰτιασάμενος. λέγει δὲ τοὺς Λακεδαιμονίους· οὗτοι γὰρ οἱ τῶν Ἑλλήνων ἡγεμόνες. BD. τοὺς Λακεδαιμονίους ἐγεί‐ ραντας κατ’ Ἀθηναίους τοὺς Ἕλληνας. Oxon. ἐπὶ τὴν γῆν ἐκείνων] τὴν Ἀττικήν. B.

Tett

281,5

τοὺς ἑλόντας τοὺς ἡγουμένους αὐτῶν] ἑλόν‐ τας λέγει τοὺς μετὰ Περικλέους Ἀθηναίους, ὃς οὐκ ὀλι‐ γάκις ἐνίκησε Λακεδαιμονίους ἡγεμόνας ὄντας τότε τῶν Ἑλλήνων. Oxon.
5λόγον πανηγυρικὸν διεξιὼν αὐτοκέλευστος ἐπ’ αὐτοῖς] ἐπιτάφιον· καὶ αὐτὸς γὰρ εἶδος ἐγκωμίου. ἵνα μή τις εἴπῃ ὅτι ἠναγκάσθη εἰπεῖν τὸν ἐπιτάφιον, τοῦτο λύει, λέ‐ γων, ἑκὼν, οὐκ ἀναγκασθεὶς εἶπεν. BD.

Tett

281,7

ὅταν γὰρ τὰ πολιτεύματ’ αὐτῶν ἐπαινῇ, πῶς οὐκ αὐτοὺς ἐπαινεῖ;] ὅτι ἄνευ αὐτῶν οὐ γεγόνασι. B.

Tett

281,9

οὐδ’ ὡς τοὺς μὲν διακονήσαντας ὡς ἀγα‐ θοὺς ἄνδρας] πάλιν τὸ φιλόνεικον δηλοῖ. B.

Tett

281,12

λέγειν] ἀπὸ κοινοῦ τὸ χρή. B.

Tett

281,19

συμβαίνοντα] συνᾴδοντα. B.

Tett

282,9

ἐκ τιμημάτων] πλούτων. B.

Tett

283,5

πανηγυρίζων τε καὶ νομοθετῶν] τὸν ἐπιτά‐ φιον λέγων καὶ νόμους γράφων. B.

Tett

283,6

ἐνταῦθα] ἐν τῷ Φαίδρῳ. B.

Tett

283,7

μετεωρολογίας] νοητῶν τε καὶ οὐρανίων. B.

Tett

283,8

ἐπὶ φύσιν] γνῶσιν. B.

Tett

283,11

τέχνην περὶ λόγους] ὥσπερ ἐπιλαμβάνεται αὐτοῦ· ἰδοὺ γὰρ, φησὶ, τέχνην ὠνόμασε τὴν ῥητορι‐
κήν. BD. τὴν αἰτίαν προστίθησι] ὅτι συνεγένετο τῷ Ἀναξα‐713
5γόρᾳ. A.

Tett

283,14

ἐν τουτοισὶ τοῖς λόγοις] τοῖς Πλάτωνος. A. φαίνεται τοίνυν αἰτιασάμενος μὲν κοινῇ] ἀνακεφα‐ λαιοῦται πάλιν τὰ εἰρημένα. BD.

Tett

283,17

δυοῖν θάτερον, ἢ μὴ προσήκοντα ἐπαινού‐ μενον, ἢ κἀκείνους δεικνύντα ἃ μὴ προσῆκεν ἀκηκοότας] τὸ δεικνύντα ἀντὶ τοῦ δεικνὺς ληπτέον, καὶ ἀπὸ κοινοῦ τὸ φαίνεται, καὶ συντακτέον οὕτως· καὶ δυοῖν θάτερον
5φαίνεται δεικνὺς, ἢ μὴ προσήκοντα ἐπαινούμενον, ἢ φαί‐ νεται δεικνὺς ἐκείνους ἃ μὴ προσῆκεν ἀκηκοότας, ἀντὶ τοῦ μάτην ὑβρισθέντας. ἄλλοι δὲ εἰς τὸ δυοῖν θάτερον ὑπακούουσι φαίνεται ποιῶν, ἢ ἐπαινούμενον τὸν μὴ προσή‐ κοντα ἐπαινεθῆναι, ἢ ἐπαινούμενον μὲν προσήκοντα, δει‐
10κνύντα δὲ ἐκείνους ἀκηκοότας ἃ μὴ προσῆκεν· ἵν’ ᾖ τὸ δει‐ κνύντα πρὸς τὸν Ἀριστείδην. BD.

Tett

283,19

ἑτέρωθι] ἐν τῷ ἐπιταφίῳ. B.

Tett

283,20

πάλιν δ’ ἰδίᾳ] ἐν τῷ Φαίδρῳ. B.

Tett

284,3

τὸ δ’ ἐκεῖνον] νικᾶν. A.

Tett

284,6

καὶ ταῦτα εἰς αὐτὸν, ὃν ἥκιστα ἐβούλετο] ἀντὶ τοῦ καὶ ἑαυτοῦ. B. τὸ καὶ ταῦτα εἰς αὐτὸν πρὸς τὸ τἀναντία τῶν ὄντων λέγειν ἔχει τὴν συνάφειαν· τὸ δὲ ὃν ἥκιστα ἐβούλετο λέγει, διὰ τὸ τὸν Πλάτωνα τὸν Περικλέα
5ἐπαινεῖν καὶ κοινῇ καὶ ἰδίᾳ. ἢ τὸ αὐτὸν ἀντὶ ἑαυτὸν, ἵνα συνάπτηται πρὸς τὸ χαλεπωτέρους. Oxon. ὦ μακάριε] πρᾳότατε. B.

Tett

284,11

οὕτως ἔτι πρᾳοτέροις οὗτος ἐχρήσατο] πά‐ λιν ἀπὸ τοῦ τρόπου τῆς τιμωρίας πρᾳότερον κατεσκεύα‐ σεν. BD.

Tett

284,15

ἔστων] ἔστωσαν. B. καὶ Ὅμηρος μαρτυρείτω] ἐπειδὴ εἶπε δικαιότατος Κενταύρων, τὸ ἥμερον δίκαιον ὀνομάζων. τὸ δὲ προστιθεῖ γὰρ προσυπακουστέον τοῦ Ὁμήρου χρῆσιν. BD.

Tett

284,19

καὶ φήσας] ἐν τῷ διαλόγῳ τοῦ Ἀλκιβιά‐
δου. BD.714

Tett

285,2

τὴν αὐτὴν αἰτίαν] κακουργίαν καὶ πρόφα‐ σιν. BD.

Tett

285,3

οὐδὲν προκαλυπτόμενος] οὐ χρησάμενος προ‐ καλύμματι. BD. οὔτε γράμματα οὔτε νεῖν εἰδότα] παροιμία ἐπὶ τῶν ἀνοήτων. A. τὰ εὐτελῆ. B.

Tett

285,4

χωρὶς τοῦ μὴ ὁμολογεῖν] συμφωνεῖν. B.

Tett

285,6

τὰ δυσχερέστατα] ἀτοπώτατα. B.

Tett

285,12

οὐ γὰρ ὁμοίως ἐκείνῳ τε κακῶς ἀκούειν καὶ τούτῳ τῶν κατ’ ἐκείνου λόγων ἀκούειν προσῆκεν] τὸ Δημοσθενικόν· οὐ δεῖ λέγειν κακῶς τοὺς τελευτήσαντας, οὐδ’ ἂν ὑπὸ τῶν αὐτοῦ παίδων ἀκούῃ τις. BD.
5ἐκείνῳ] τῷ Περικλεῖ. A.

Tett

285,13

τούτῳ] τῷ Ἀλκιβιάδῃ. AB.

Tett

285,20

οὐδέ γε εἰς παραμυθίας μέρος αὐτῷ κατα‐ τίθεται, τὸ μὴ μόνον αὐτὸν τῇ ἀμαθίᾳ συνοικεῖν] ὃ ἐποίησε Πλάτων, παραμυθεῖσθαι θέλων τὸν Ἀλκιβιάδην, ὡς οὐ μόνος αὐτός ἐστιν ἀνόητος. BD.

Tett

286,3

καὶ προσέτι συμμέτρως ἐπέτεινε τὸν λόγον] δι’ ὧν πλέον ἀποδίδωσιν ἐν τοῖς ἄλλοις Πλάτων, ἔτι μᾶλλον καθάπτεται αὐτοῦ. BD.

Tett

286,4

περιῃρῆσθαι] ἐκβαλεῖν. A.

Tett

286,9

ἔοικε δέ τι καὶ τῆς φύσεως ἀπολαύειν, ὥσπερ οἱ βασιλεῖς τῆς ἐξουσίας] σημείωσαι τὸ τοῦ θεολόγου. B. τὸ αὐτονόμως δηλοῖ. B. οἷον καὶ περὶ αὐτὴν τὴν λέξιν ἐστὶν οὗ φανήσεται
5ποιῶν] ὅτι ὀνοματοποιεῖ. B.

Tett

286,12

μέμνηται δὲ τῶν ἐν Κορίνθῳ τετελευτη‐ κότων καὶ τῶν ἐν Λεχαίῳ] ἔνθα ἀπέθανον οἱ Ἀθηναῖοι μαχόμενοι. BD.

Tett

286,13

τῆς] εἰρήνης τῆς ἐπ’ Ἀνταλκίδου κληθεί‐ σης] ἡ ἱστορία δηλοῖ ὅτι τοῦτον ἔπεμψαν Λακεδαιμόνιοι πρὸς τὸν βασιλέα τῶν Περσῶν περὶ εἰρήνης, ὃς τοὺς Ἴω‐ νας αὐτῷ προδέδωκεν. BD.

Tett

286,18

οὐδ’ ἂν τὸ δαιμόνιον προύλεγεν αὐτῷ περὶ
τῶν τοσοῦτον μετ’ αὐτὸν] εἰσάγει Πλάτων τὸν Σωκράτην παρὰ τοῦ ἰδίου δαίμονος ἅπαντα διδασκόμενον. ὑπερβολι‐ κῶς οὖν λέγει ὅτι, κἂν ὁ δαίμων αὐτοῦ εἶπεν αὐτῷ, οὐκ715
5ἂν ᾔδει. B.

Tett

286,19

ἐν γὰρ τῷ συμποσίῳ] διάλογος αὐτῷ ἐστι συμπόσιον, ἐν ᾧ πρόβλημα προτίθησιν αὐτοῖς ἐγκώ‐ μιον ἔρωτος. BD. ἔτι μειράκιον ὄντα] ἐκ τῆς ἡλικίας τίθησι τὴν δια‐
5βολὴν, μειράκιον εἰπών. BD.

Tett

287,2

ἐπειδὴ τῆς λυγγὸς ἐπαύσατο] ἐκ τοῦ πολ‐ λάκις κινεῖσθαι τὸν στόμαχον. ὡς γὰρ ἀδηφάγον εἰσάγει αὐτὸν τὸν περὶ ἔρωτος. BD.

Tett

287,3

διῳκισμένων] ἡττηθέντων. ἔθος δὲ εἶχον οἱ νικῶντες κατὰ μέρος διοικίζειν τοὺς ἡττημένους, διὰ τὸ μὴ ἐπαναστῆναι αὐτοὺς αὖ εἰς αὐτούς. BD. ἤδη τῆς εἰρήνης ὀμωμοσμένης] τῆς ἐπὶ Ἀνταλκίδου. B.

Tett

287,6

κωμάζοι] εἰσῆλθε γὰρ ἐστεφανωμένος. BD.

Tett

287,14

ἔμβραχυ] Πλάτωνος ἡ λέξις. σημαίνει δὲ τὸ ἀληθές. BD.

Tett

287,16

τὸν Αἰγύπτιον δαίμονα τὸν Θεῦδον] ἤγουν τὸν Ἑρμῆν. A. οὕτως γὰρ οἱ Αἰγύπτιοι καλοῦσι τὸν Ἑρ‐ μῆν. λέγει δὲ ὅτι ἐπιδημήσας τῇ Αἰγύπτῳ καὶ τοῖς προ‐ φήταις αὐτῶν συνεγένετο. BD.

Tett

287,17

συγχωρεῖν] πυθέσθαι. B.

Tett

287,18

εἰς τὴν ἐπώνυμον πόλιν αὐτοῦ] Ἑρμοῦ πόλιν. B.

Tett

288,2

σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ] ὅτι τῇ τῶν πεπαιδευμένων συνουσίᾳ καὶ οἱ τύραννοι σοφοὶ γίνονται. BD. οὐδ’ εἴ τις οὕτω τῶν σοφῶν εἴρηκεν] εἰς αὐτὸν αἰ‐
5νίττεται Πλάτωνα. BD.

Tett

288,5

πλάσματα] καλὸν τὸ πλάσματα· ἐοίκασι γὰρ οἱ διάλογοι δράμασι, διὰ τὸ ἔχειν καὶ αὐτοὺς οἱαδηπο‐ τοῦν πρόσωπα, καὶ λόγους περικεῖσθαι, οὓς δοκεῖ τῷ Πλάτωνι. BD.
5πλέκειν] κατασκευάζειν, τεχνᾶσθαι. BD.716

Tett

288,6

τῆς μεγαλοπρεπείας] καταχρηστικῶς ἐπὶ λόγων εἶπε μεγαλοπρέπειαν· ἐπὶ γὰρ χρημάτων μόνον λέ‐ γεται κυρίως. BD.

Tett

288,8

οὐδέ γε τῶν Πλάτωνος σύγγραμμά ἐστι Πλάτωνος οὐδὲν, οὐδὲ ἔσται] ἐπειδὴ τῷ Σωκράτει αὐτὰ περιτίθησιν ὁ Πλάτων. BD.

Tett

288,9

τῶν Πλάτωνος] διαλόγων. A.

Tett

288,10

ὁ μὲν γράψας] ὁ Σωκράτης, ἢ εἰπών. A. αὐτῷ] τῷ Πλάτωνι. A. τοὔνομα ἐξαρνουμένῳ] τὸ Σωκράτους. A.

Tett

288,12

οἷα κἀν τούτοις ἀμέλει τοῖς λόγοις] τὸ ἀμέλει παρέλκεται. B.

Tett

288,13

ἡ περὶ γυμναστικῆς καὶ ἰατρικῆς ἔνεστι θέσις] θέσιν καλεῖ τὴν λογικὴν σκέψιν. τὴν περὶ πράγμα‐ τος, ὡς ἔχομεν καὶ τὸ προγύμνασμα ἐν τῇ τέχνῃ. BD.

Tett

288,14

τὸ βελτίω γυμναστικὴν ἰατρικῆς εἶναι] ἔλεγε γὰρ ὁ Πλάτων ὅτι ἡ μὲν γυμναστικὴ οὐκ ἐᾷ νοσεῖν, ὁ δὲ ἰατρὸς τὸν νοσοῦντα θεραπεύει. BD. καίτοι γε ἤδη ἔγωγέ τινος ἤκουσα λέγοντος τῶν ἰα‐
5τρῶν] ἐπειδὴ ὁ λόγος ἰατρικὸς καὶ οὐ ῥητορικὸς, αὐτῷ τῷ ἰατρῷ περιτίθησι τὴν συνηγορίαν. BD. τῆς γυμναστικῆς. A.

Tett

288,18

ἐκεῖνο] τὸ ὑγιαίνειν. A. χωρὶς τούτου] τῆς ἰατρικῆς. A.

Tett

289,7

οὐ φιλοτιμήσεται] οὐ φιλονεικήσει. B. ἐν τῇ τοῦ ἡνιόχου τάξει μενεῖ] ἀπὸ τοῦ ἥττονος τὸ παράδειγμα. B.

Tett

289,8

τὸν μέλλοντα αἰωρήσεσθαι] κινηθῆναι αἰώρησιν γὰρ καλεῖ τὴν κίνησιν. B.

Tett

289,10

μέσον πόρον] πόρον οὐ τὸ πέλαγος, ἀλλὰ τὴν στενὴν καλεῖ θάλασσαν. BD.

Tett

289,12

καθάπερ τις αὐτοκράτωρ] αὐτεξούσιος. B.

Tett

289,14

καὶ μὴν ὅτι καὶ πολλοὺς ἤδη τὰ τοιαῦτα ὤνησε] ἵνα μή τις εἴπῃ. καὶ τί δύναται ὠφελῆσαι ναύτης
πρὸς ὑγείαν; BD.717

Tett

289,19

ἀμηγέπη] μετρίως· ἡ λέξις Πλάτωνος. BD.

Tett

289,20

ἓν τοῦτ’ ἰσχυρὸν ὑπάρξει λέγειν] τῇ ἰα‐ τρικῇ. BD. καὶ τὸ τῆς Αἰσώπου κυνὸς ἕξει (haec verba in codi‐ cibus quibusdam texto inseruntur)] Ξενοφῶν δὲ ἐν
5τοῖς ἀποφθέγμασι Σωκράτους τὸν μῦθον εἶπεν ὅτι τὰ πρόβατα ἐνεκάλουν τῷ ποιμένι, προτιμωμένων τῶν κυνῶν, ὡς ἔρια παρέχοντα καὶ ἐρίφια. ὁ δὲ ἔφη, εἰ μὴ δι’ αὐ‐ τοὺς, οὐκ εἶχον ὑμᾶς ἀκέραια, δηλῶν αὐτῶν τὸ φυλακτι‐ κόν. BD.

Tett

290,2

ἀλλ’ οὐκ ἀμφισβητήσει γε τῷ ἰατρῷ τῆς ἡγεμονίας] ὁ μάγειρος. A.

Tett

290,5

ἀλλ’ ὑπὲρ μὲν τούτων—παρείσθω λέγειν] συμπέρασμα τῆς προσκειμένης ὑποθέσεως. BD.

Tett

290,6

ἀξιοῖ δὲ καὶ τῆς δικαιοσύνης κρεῖττον εἶναι τὴν νομοθετικὴν] ὅτι ἀνασκευάζει καὶ ταύτην αὐτοῦ τὴν ἀπόφασιν. BD.

Tett

290,10

εἰς ἓν κεφάλαιον κοινὸν] γένος. B.

Tett

290,14

ἀνεξέταστον] ἄκριτον. B.

Tett

291,3

οὐδὲν οὖν ἄλλο ἢ σοφίζεται] ὃ αὐτὸς ποιεῖ Πλάτων περιτίθησι. B. ὥσπερ παῖδα Σωκράτης τὸν Πῶλον] πῶλος καλεῖται ὁ μικρὸς ἵππος· ὡς ἵππον οὖν αὐτὸν ὁ Πλάτων σοφί‐
5ζεται. B.

Tett

291,6

τὸ δ’ αὐτὸ πταίων περὶ ἅπαντα, ὥσπερ οἱ τὸ πρῶτον σφαλέντες ἐν τοῖς διαγράμμασι] ὅτι τὸ πταίειν ἐπὶ τοῦ διασφάλλεσθαι εἴρηται. B.

Tett

291,14

καὶ μὴν Τάνταλον ἐσεῖδον, καὶ τόνδε με‐ τεισενόησα] τοῦτο εἰσάγει τὸν Σωκράτην λέγοντα. B. ἐκ νεκυίας] νεκρομαντείας. A. νεκυομαντείας, ὡς Ὅμηρος. B.

Tett

291,15

Ἱππίαν δὲ ὡς τὸ εἴδωλον τοῦ Ἡρακλέους] κολάζεται ὁ Ἡρακλῆς διὰ τὸ πολλοὺς πεποιηκέναι φό‐ νους. B.

Tett

291,18

εἰ οὐκ αἰσχύνοιτο σοφιστὴν ἐθέλων παρέ‐ χειν ἑαυτὸν εἰς τοὺς Ἕλληνας] ὡς αἰσχροῦ ὄντος τοῦ ὀνό‐ ματος. B.718

Tett

292,4

ἆρα ἄλλο τι ἢ τῷ ὄντι ὥσπερ εἴδωλον ἔλατ‐ τον φέρεσθαι] τὸ γὰρ εἴδωλον τῆς ἀληθείας ἐστί. B. ὥσπερ εἴδωλον ἔλαττον] τῶν σοφιστῶν. A.

Tett

292,7

ἐκκηρύττειν ἐκ τῆς ἀγαθῆς πόλεως] ἐκβάλ‐ λειν· καὶ ταῦτα γὰρ ἐκβάλλει τῆς πολιτείας αὐτοῦ, ὡς ἀσυμφόρους ὁ Πλάτων. BD.

Tett

292,8

Ὅμηρον δὲ εἰσαλείψαντες ἐκπέμπωμεν] ὡς τερπνὸν γὰρ αὐτὸν διαβάλλει. BD.

Tett

292,9

γόητα] ἀπατεῶνα. B.

Tett

292,12

εἰ πάντας ἐφεξῆς οὑτωσὶ διαγράψομεν] ἀντὶ τοῦ ἀναιρήσομεν. BD.

Tett

292,13

οὐ πρὸς ἡμέρων ταῦτα καὶ δικαίων] οὐκ ὀφείλουσι γὰρ ταῦτα λέγειν ἥμεροι ἄνθρωποι καὶ πρᾷοι, ἀλλ’ ἄγριοί τινες καὶ βάρβαροι, παρ’ οἷς οὐ πολιτεύονται αἱ παιδεῖαι αὗται. BD.

Tett

292,15

κατ’ Αἰσχύλον] ὡς τοῦ λόγου ὄντος Αἰσχύ‐ λου. BD. παρασπιστὴς] σύμμαχος. B.

Tett

292,18

τὴν Ἀκαδημίαν] τὴν φιλοσοφίαν· ἔνθα καὶ τὴν διατριβὴν εἶχεν ὁ Πλάτων ἐν τῇ Ἀκαδημίᾳ. BD.

Tett

292,19

τὴν δ’ ἄλλην ἅπασαν] τουτέστι τὴν ἄλλην παιδείαν. B.

Tett

293,1

ἀλλ’ ἀτιμία τῶν ἄλλων μᾶλλον] τῶν γὰρ φαύλων διαφέρειν ἀτιμία πολλή. B.

Tett

293,2

τὸ γὰρ ἡγεῖσθαι, χρηστοῦ τινὸς ἄλλου κριθέντος, μὴ εἶναι τούτῳ πλείονος ἀξίῳ δόξαι, πῶς οὐ τοιοῦτόν ἐστιν] τὸ νόημα οὕτως· τὸ νομίζειν, φησὶν, ἄλλου φανέντος καλοῦ, αὐτὸν μὴ δυνηθῆναι δεῖξαι καλλίονα,
5τοῦτο μᾶλλον ἀτιμία καθέστηκεν, οὐκ ἔπαινος. B. τούτῳ] τῷ νομίζοντι. B.

Tett

293,11

τοὺς ὑπάρξαντας] τοὺς ἀρξαμένους τῆς στάσεως. B.

Tett

293,13

πολιτικὰ] δίκαια. B.

Tett

293,15

οὐδ’ ἂν ὅ γε Ἀπόλλων ἱστάναι χοροὺς προσέταττεν, εἰ πάντη φαῦλον ἦν] ὑπερβολῇ κέχρηται, ἢ διὰ τὸ ὑβριστικὸν, ἢ διὰ τὸ εὐχερὲς καὶ ῥᾴδιον τῆς ποιήσεως. B.719

Tett

293,18

καὶ ταῦτ’ ἐν πολέμῳ τοῦ φόνου συμβάν‐ τος] ἀντὶ τοῦ δικαίου· ὁ γὰρ ἐν πολέμῳ φόνος δίκαιος. BD.

Tett

293,20

οὐ τοίνυν οὐδὲ Ἀρχίλοχος] παραβάλλει αὐτὸν τῷ Ἀρχιλόχῳ, καὶ κρείττονα τὸν Ἀρχίλοχον δεί‐ κνυσιν. BD.

Tett

294,1

Λυκάμβην] τὴν πόρνην. A. κατ’ αὐτὸν] τὸν Ἀρχίλοχον. A. οὐ τὸν πάνυ] Περικλέα ἐλοιδόρει. A.

Tett

294,3

μηδὲ Τιμοκρέοντος τοῦ σχετλίου πρᾶγμα ποιῶμεν] οἱ μὲν ἕνα φασὶν αὐτὸν τῶν λυρικῶν, γεγρα‐ φότα ἰάμβους· οἱ δὲ ὅτι οὗτος παρ’ Ἀθηναίους κα‐ τεγνωσμένος περιῄει, λέγων· οὐκ ἐμὲ μόνον περιήκασιν
5Ἀθηναῖοι, κακῶς καὶ Περικλέα. BD. οἱ μὲν λυρικὸν ποιη‐ τὴν τοῦτον φασὶ, γεγραφότα ἰάμβους, διαβολὰς ἔχοντας ὁ δὲ ὅτι κακὸς ἦν καὶ καταγνωσθεὶς ὑπ’ Ἀθηναίων πε‐ ριῄει, λέγων ὡς οὐκ ἐμὲ μόνον πεποιήκασι κακῶς, ἀλλὰ καὶ Περικλέα. Oxon.

Tett

294,4

καὶ ταῦτα παντὸς μᾶλλον δυνάμενοι] ὅσον πλεῖον αὐτὸν ἐπαινεῖ εἰς δεινότητα λόγων, τοσοῦτον αὐτὸν διασύρει. BD.

Tett

294,5

οὐ μὲν γὰρ τιμή γε μί’ ἔσσεται οὐδ’ ἠβαιὸν] οὐχ εἷς τρόπος τιμῆς, ἀλλὰ διάφορος, καὶ μείζων καὶ ἥττων. BD.

Tett

294,6

τῆς ἐπιβαλλούσης μερίδος] ὀφειλούσης. B. εἰ δ’ ἄρ’ ἐπαινεῖν μὴ ἔχοιμεν] ἢ διὰ τὸ μὴ δύνα‐ σθαι, ἢ διὰ τὸ μὴ ἔχειν ἄξιον ἐπαίνου τὸ προκείμενον. BD.

Tett

294,8

οὕτω φιλονείκως] ἐχθρωδῶς. B. οὐδὲ πικρῶς] ὠμῶς. B. εἰ δέ τοι καὶ πρὸς τοὺς ἄλλους ῥήτορας, ἀλλ’ οὐ πρός γε τοὺς ἀρίστους τῶν Ἑλλήνων] δείκνυσιν ὡς οὐ
5πάντες οἱ ῥήτορες καλοὶ, ὡς καὶ ἐν τῷ ἐγκωμίῳ εἶπε Μιλ‐ τιάδου (176, 7.) „Ὑπέρβολον καὶ Κλεοφῶντα, εἴδωλον
ἔχοντας ῥητορικῆς.“ BD.720

Tett

294,10

ἀλλὰ καὶ παρὰ τῶν ὕστερον ὡς εἰπεῖν ἁπάν‐ των] ἀπὸ κοινοῦ τὸ μέγιστα ὀφείλονται. B.

Tett

294,14

ὅτῳ πολὺ τῆς κωμῳδίας φαίη τις ἂν πε‐ ρίεστι] πατὴρ τῆς κωμῳδίας. B. καὶ τὴν μέν γε τραγῳδίαν λοιδορεῖς] ὅτι τυραννικὰ διαβάλλει πρόσωπα. BD.

Tett

295,1

ἀλλὰ μιμῇ σοφιστὰς] πάνυ γὰρ ἐν τοῖς δια‐ λόγοις ἐμιμεῖτο τὰ πρόσωπα, καὶ λόγους αὐτοῖς οἰκείους προσετίθει. BD.

Tett

295,2

θυρωροὺς, παιδία] ἀντὶ τοῦ εἰπεῖν θρασεῖς, θυρωροὺς καὶ παιδία εἶπε· τά τε γὰρ παιδία θράσους πλέα· τούς τε θρασεῖς πρὸς ταῖς θύραις ἵστωμεν, ὡς ἀσφα‐ λεῖς φύλακας. ἢ τὸ παιδία λέγει, διὰ τὸ εὐμετάβολον·
5τοιαύτη γὰρ ἡ τῶν παίδων φύσις. Oxon.

Tett

295,3

ἀλλ’ οἶμαι] ἡ προσθήκη μετὰ σκώμματος. τοῦτον δὲ εἰσάγει Πλάτων καὶ ἀναίσχυντον καὶ ἀδικίας συνήγορον. BD.

Tett

295,6

περὶ τούτου] τοῦ ὀνόματος, τί δεῖ αὐτὴν καλεῖ. B. Ἑλληνίδα] πεπαιδευμένην. B.

Tett

295,9

νόμῳ πόλεως πράττοντας ὀρθῶς ἂν πράτ‐ τειν] ἀντὶ τοῦ τοῖς ἔθεσι τοῖς πατρῴοις ἀκολουθεῖν. B.

Tett

295,10

ὀρθῶς ἂν πράττειν] χρή. B. τὰ περὶ ταῦτα νόμιμα] τὰ περὶ τοὺς λόγους. B.

Tett

295,11

πολλάκις αὐτοῖς χρώμενοι] τῇ τραγῳδίᾳ. B.

Tett

295,12

τὸν διθύραμβον] ὁ διθύραμβος εἶδος ποιή‐ σεως· δακτυλικὸν δέ ἐστι τὸ μέτρον. B.

Tett

295,15

εἰς τοὺς πεζοὺς] πεζὸν λόγον· τουτέστιν ἄνευ μέτρου. B.

Tett

295,18

ἢ κομιδῆ πάντ’ ἄνω καὶ κάτω γίγνοιτ’ ἂν] ἐναντία καὶ σύγχυσις. B.

Tett

296,2

ἀνδρειότερον] ἀνδρείως παιδεύοντα. B. ἐκεῖνον] τὸν Πλάτωνα. A. ὑποπίπτειν] ὑποκεῖσθαι. B.

Tett

296,7

καὶ ταῦτ’ ἀεὶ τὸν Ἀπόλλω καὶ τὰς Μούσας
καλῶν] ἵνα τὴν ὀρθὴν αὐτῷ μουσικὴν ἐμβάλωσιν. BD.721

Tett

296,8

πότερ’ οὖν σε φῶμεν ἔλαττον τοῦ δέοντος λέγειν, ἢ πλεῖον] πότερον λέγει αὐτοὺς ὡς ἔλαττον χρω‐ μένους, ἢ δεῖ, τῇ κολακείᾳ, ἢ ὡς πλέον, ἢ δεῖ· πῆ μὲν γὰρ ἀφαιρῶν τοσοῦτον, ὅσον ἔδει προσθεῖναι τῇ κολακείᾳ,
5ὡς ἔλαττον ἢ δεῖ λέγοντας αὐτοὺς καὶ κολακεύοντας σκώ‐ πτεις. πάλιν δὲ λέγεις κολακεύειν, καὶ τοῦτο ἐπιφέρων αὐ‐ τοῖς καὶ μεμφόμενος, τὸ πλέον αὐτοὺς κολακεύειν ἢ δεῖ προστιθείς· ὡς ἐνόν τις ἑαυτῷ λέγειν· ὅτι γὰρ κολακείαν ἐπιφέρων τινὶ, οὐδὲν ἄλλο ἢ πλέον τοῦ δέοντος αὐτὸν
10ἐπαινεῖν λέγειν καταψευδόμενον τῶν ἀληθῶν. B.

Tett

296,12

αὐτὸς δὲ σὺ πρὸς Διὸς] ἐνταῦθα σημαί‐ νει, καὶ τὸν αὐτοῦ Πλάτωνος λόγον πρὸς ἡδονὴν ἔχοντα. BD.

Tett

296,13

οὐ συνέθηκας] οὐ μετεχειρίσω. B.

Tett

296,14

οὐκ ἀνέπαυσας] οὐ μεταξὺ τὸ ἐγχείρημα ἔκοψας· ἀμέλει καὶ ἀνακρεμάσαι λέγομεν τὸν ἀκροατὴν, ὅταν ἐν μέσῳ τοῦ λόγου παρεμβολῇ χρησώμεθα. BD. οὐκ ἐπεισήγαγες] ἐπεισόδιον, ὥστε ἡδῦναι τὴν
5ἀκοήν. BD. τὴν ἀπὸ Σκυθῶν] διάλεξιν. A.

Tett

296,15

πρὸς αὐτοὺς τοὺς διθυραμβοποιοὺς] ὡς καὶ αὐτοὺς ἡδεῖς ὄντας. BD.

Tett

296,16

ὅμοιον τῷ Νέστορι φθεγγόμενος] τὸ Ὁμη‐ ρικόν· μέλιτος γλυκίων ῥέεν αὐδή. BD.

Tett

296,18

εἶξαί σοι] τοῦτο ἐν ἑτέροις ἀντιγρά‐ φοις. BD. τῶν ἄλλων—κατηγορεῖς] σύ. A.

Tett

296,19

ὅς γε καὶ ἐν αὐτοῖς τούτοις τοῖς λόγοις— τῷ παντὶ λόγῳ καὶ τραχεῖ] αὐτὸς γὰρ σκώπτων τοὺς ἄλ‐ λους, ὡς πρὸς ἡδονὴν λέγοντας, ἐν ταὐτῷ τῷ λοιδορεῖ‐ σθαι καὶ σκώπτειν ὄντι λίαν τραχεῖ χαρίεις καὶ ἡδὺς
5ὑπὲρ τοὺς ἄλλους δείκνυται. B. ἀντὶ τοῦ κακῶς λέγειν προαιρούμενος ὅμως ἡδονὴν τῷ λόγῳ τετήρηκεν. BD.

Tett

296,20

ταῦτα τὰ ἔθνη] τὰ τῶν ῥητόρων. A. τὰ συστήματα τὰ μουσικά. BD.

Tett

297,1

εἰ μὴ πικρὸν εἰπεῖν] τοῦτο τὸ προπηλα‐
κίζειν, BD.722

Tett

297,3

τὴν φιλαπεχθημοσύνην τὴν περὶ τοὺς λό‐ γους] τὸ συγκριτικὸν καὶ τὸ ἐλεγκτικόν· τοιαύτη γὰρ ἦν ἡ φιλοσοφία Σωκράτους. BD.

Tett

297,5

πρὸς τὸν ἀγῶνα, ὃν ἔφυγε] τὸν θάνατον. A. περὶ τῆς ἀσεβείας. B. τὸ καινὰ δαιμόνια εἰσφέρειν. BD. ὃν ἔφυγε] ἐκατηγορήθη. A.

Tett

297,7,8

βλαβῆναί γ’ αἴτιος ἐγένετο τῶν δικα‐ στῶν τοῖς καταψηφισαμένοις, εἴπερ γε μὴ τὰ δίκαια ἔγνω‐ σαν] ὡς ἀδίκως αὐτὸν καταψηφισαμένοις. B. τοῖς γὰρ δικασταῖς ἐπετίμα, ὡς οὐκ εἰδόσι τὸ δί‐
5καιον. BD.

Tett

297,14

παραίνεσιν] ῥῆμα αὐτοῦ καλεῖ τὴν παραί‐ νεσιν. B.

Tett

297,17

τοὺς οὐκ ὄντας ἀγῶνας] κινδύνους. B.

Tett

297,18

κατέθει] κατέτρεχε. B. εἰπόμην] ἐπειθόμην. B.

Tett

297,19

εἰδὼς μὲν οὖν ὅτι οὐδὲν τούτων ἔλεγχός ἐστι ῥητορικῆς] ἐπειδὴ ἀντέπιπτεν αὐτῷ, καὶ διὰ τί τῆς ῥητορικῆς ὑβριζομένης ἡσυχάζεις, εἶπεν ὅτι ᾔδειν μὴ ἐλεγχομένην αὐτὴν ἐκεῖθεν. BD.

Tett

298,1

οἷον λέοντος σκιρτῶντος] ἀξίως τοῦ Πλά‐ τωνος ἡ παραβολὴ, ὡς ἐπιπηδῶντος αὐτοῦ. BD.

Tett

298,2

μόνον οὐκ ἐθεώμην τὸν ἄνδρα ἐν τοῖς λό‐ γοις] ὡς ἐν κατόπτρῳ. B.

Tett

298,3

καὶ ὁ Μέλης οὐκ ἀηδής μοι] Μέλητα δια‐ βάλλει ὡς κιθαρῳδὸν καὶ τοῦ ἡδέος γινόμενον· οὗ ἐμνή‐ σθη καὶ ἐν τῷ Θεμιστοκλεῖ (185, 4). BD.

Tett

298,6

ἔκρουε τὴν αὐτὴν ἁρμονίαν] ὡς ἐπὶ λύρας. B.

Tett

298,7

οὐδοτιοῦν ὑπεστέλλετο] ἐκρύπτετο. B.

Tett

298,8

ἐνταῦθ’ ἤδη τι προσίστατό μοι] ἠναν‐ τιοῦτο. B.

Tett

298,10

τὸ πρᾶγμα ἀφεὶς] πρᾶγμα τὴν ὑπόθεσιν λέγει. B.

Tett

298,12

οὐδ’ αὐτοὺς τοὺς λόγους ἐν οἷς ἔζων συν‐ έγραψαν] λέγεται γὰρ εἶναι κατάραν μὴ συγγράφειν ἑαυ‐
τῶν τὰ δόγματα, διὰ τὸ εἶναι παράδοξα. B. ἐφ’ αὑτῶν ἐφιλοσόφουν] ἀντὶ τοῦ μὴ συγγράφοντες,723
5ἀλλ’ αὐτῇ συνουσίᾳ τὴν διδασκαλίαν ὁριζόμενοι. B.

Tett

298,16

ἀπειρηκότος γὰρ ἤδη τοῦ Καλλικλέους] καὶ ἐν τῷ προοιμίῳ εἶπεν, ὅτι ἀπειρήκει (117, 3.). B.

Tett

298,18

περὶ αὐτῶν ὑπολαβὼν] ἀπολογηθείς. A. ὑποκρινόμενος καὶ ὀνομάσας. B.

Tett

298,19

τίς γὰρ οὐκ οἶδεν ὅτι καὶ ὁ Σωκράτης] πάντα ἐμφαίνει πλάσματα. B.

Tett

299,1

εἰ δ’ οὖν καὶ τῷ ὄντι ἐκεῖθεν ἀφῖκτο ὁ λό‐ γος] ἀπὸ τοῦ Καλλικλέους, καὶ οὐ παρὰ τοῦ Πλάτω‐ νος. B.

Tett

299,9

περὶ ὧν διειλέγμεθα] τῶν ἄλλων ῥητό‐ ρων. B.

Tett

299,11

παρὰ τούτοις κριταῖς] τοῖς τέσσαρσι. A.

Tett

299,13

ἐξωτέρω] ἔξω τοῦ προκειμένου. B.

Tett

299,14

πρὶν ἐλθεῖν ἐπὶ τοὺς ἄνδρας] κατὰ τῶν ἀνδρῶν. B.

Tett

299,17

ἀλλὰ καὶ σφόδρα ἐκείνῳ τῷ λόγῳ συνέ‐ βαινεν] τῷ διπλῆν εἶναι τὴν ῥητορικήν. B.

Tett

300,4

κἀκεῖνον] τὸν Ἀριστείδην. B.

Tett

300,13

οὕτως ἐξεχεῖτ’ ἂν ἅπασα ἡ περιβολὴ] ἀπώ‐ λετο ἡ δύναμις τῶν λόγων. B.

Tett

300,16

πρός γε τὸ συγκεῖσθαι τὸν λόγον] πρὸς τὸ ἀπόλλυσθαι τὸν σκοπὸν αὐτοῦ. B.

Tett

300,17

οὐκ ἂν εἶχεν οὔτ’ ἐκεῖνον δήπου, οὔτε τούτους εἰπεῖν κακῶς] πῶς γὰρ εἶχε χώραν ἔτι τοὺς ῥή‐ τορας διαβάλλειν, ἐπαινέσας τὸν πρῶτον τοῦτον. B.

Tett

300,18

ἀλλ’ οἶμαι τοιοῦτόν ἐστιν, ᾧ καὶ μάλι‐ στα] τὴν κακουργίαν αἰνίττεται τοῦ ἀνδρὸς, καὶ τοῦ λό‐ γου τὴν μέθοδον. B.

Tett

301,6

ὡς ἐξὸν ἤδη] οὐδὲ βλαπτομένου τοῦ λό‐ γου. B. μάλ’ ἀρχαίως καὶ ἀφελῶς] εἰρωνεία τὸ σχῆμα. B.

Tett

301,10

ταῦτ’ εἰπὼν καὶ προσεπισφραγισάμενος— ἐπέθηκεν ἐπαινῶν] ὅρα κακουργίαν, ὅτι οὐκ εὐθέως τῇ κατηγορίᾳ τῶν ἀνδρῶν συνῆψε τὸν ἔπαινον Ἀριστείδου· τὸ γὰρ ἐναντίον ποιῶν ἠλέγχετο. B.

Tett

301,11

τοσοῦτον πλέον ἐστὶ τὸν Σωκράτην, ἀλλὰ μὴ τὸν Καλλικλέα τὸν εἰρηκότ’ εἶναι περὶ αὐτοῦ] διὰ τὸ μὴ δοκεῖν αὐτὸν φιλονείκως ἔχειν. B.724

Tett

301,19

ἐκεῖνος τοίνυν] ὁ Καλλικλῆς. AB. οὐ μόνον συνεχώρει τῷ λόγῳ] οἱ γὰρ διαλεκτικοὶ ταύτην λέγουσι νίκην, ὅταν αὐτοὶ πρὸς οὓς διαλέγονται συνθῶνται τὴν νίκην. B.

Tett

302,2

ἔστι δ’ οὐ ταυτὸν, ὦ τᾶν, Ἰφικλῆς τε καὶ Ἡρακλῆς] ἢ ὅτι οὐκ ἦν ἴσος τῷ Ἡρακλεῖ, ἢ διὰ τὸ ὁμοιο‐ κατάληκτον. B.

Tett

302,5

τίς ὁ καιρὸς] ποία ὠφέλεια. B.

Tett

302,7

ἦ που] πολλῷ πλέον. B. ἀωρία] ἀκαιρία. B. ὁπότε γὰρ καὶ τοὺς οἰκείους τοὺς ἐκείνων] ἀπὸ τοῦ ἥττονος. λέγει δὲ τοὺς παῖδας. B.

Tett

302,9

ὡς ἥμερος] δίκαιος. B. μὴ λέγειν κακῶς τὸν τελευτήσαντα, μηδ’ ἂν αὐτὸς ἀκούσῃ ὑπὸ τῶν αὐτοῦ παίδων] ἐν τῷ πρὸς Λεπτί‐ νην. B.

Tett

302,12

πολὺ τοῦ νόμου τούτου κεχωρίσθαι] εἴποι τις ἂν δηλονότι. A.

Tett

302,13

τῶν μὲν ἐν Σικελίᾳ τετελευτηκότων] τῶν προγόνων τοῦ Δίωνος. B.

Tett

302,16

εἰ μὲν εἰκόνας αὐτῶν τοῦ δήμου στήσαν‐ τος] ἀπὸ τοῦ ἥττονος. B. ἐκίνει] καθῄρει. B.

Tett

302,19

τὰς ἀληθεῖς εἰκόνας αὐτῶν τῆς διανοίας] τὰ κατορθώματα. B.

Tett

302,20

τοῖς μηδὲν προσήκουσιν] τοῖς μαγείροις. B.

Tett

303,3

εἰς σύγγραμμα δ’ οὕτω σπουδαῖον τοιαῦτ’ ὀνείδη κατακλείσας] ὡς ἐπὶ πολιορκίας εἶπεν, ὅτι οὐ δύνα‐ ται τὴν λοιδορίαν ἀποφυγεῖν. B.

Tett

303,5

μή τῳ] ἄρα. A. αὐτοῦ] τοῦ Πλάτωνος. B. τῆς αὐτοῦ μουσικῆς] γνώσεως· ἐπιστήμης. B. παιδεύ‐ σεως καὶ φιλοσοφίας καὶ ἐμμελείας. B.

Tett

303,6

Ἀρίθμιον] τοῦ Ἀριθμίου Δημοσθένης μέμνη‐ ται ἐν τοῖς Φιλιππικοῖς. B.

Tett

303,10

ἔστιξας] στιγματίαν ἐποίησας. B.725

Tett

303,16

ταῦτ’ εἰδὼς, ὅτι ἅπας μὲν λόγος, ἐπειδὰν ἅπαξ γραφῇ κυλινδεῖται] ἐνταῦθα τὸ προειρημένον δείκνυ‐ σιν, ὅτι πανταχοῦ γῆς ἐκφέρεται ἡ κατηγορία. B.

Tett

303,17

μεταχειρίζεται δ’ αὐτὸν ὁ βουλόμενος— δέος ἐστὶ διαφθαρῆναι] τὸ πεπαιδευμένον δηλοῖ, καὶ τὸ ἀνόητον καὶ ἀπαίδευτον, ὡς ὅτι μὴ δυνάμενοι διακρῖναι τοὺς ἄνδρας διαβάλλειν νομίζουσι. B.

Tett

303,19

ἐπὶ πᾶσι δικαίοις κέχρηται] τῇ ἀληθείᾳ. B.

Tett

303,20

ἀλλ’ οὖν, ἀνάγκη γ’ ἀπ’ αὐτῶν θρασυ‐ τέρους γίγνεσθαι] ταύτην λέγει τὴν βλάβην καὶ διαφθο‐ ράν. B.

Tett

304,1

οἷστισι δεῖ συγκεχωρῆσθαι] ὥστε τιμᾶν αὐτούς. A. οὓς δεῖ τιμᾶν. B.

Tett

304,2

εὖ γὰρ ὁ τῶν Λακεδαιμονίων ἔχει νόμος καὶ λυσιτελῶς] ὥσπερ αἰτιᾶται αὐτὸν, διὰ τί φιλῶν τοὺς Λά‐ κωνας οὐ μιμεῖται τούτων τὸν τρόπον. B. ἀμαθῶς] ἀνεξετάστως. A.

Tett

304,3

οὐχ ὡς πάντως δήπου βελτίους καὶ δικαιο‐ τέρους ὄντας ἅπαντας] ἀντὶ βελτιόνων καὶ δικαιοτέρων. B. δέον δοτικὴν ἐπαγαγεῖν πρὸς τὴν ὄπισθεν σύνταξιν, ὁ δὲ τὴν μὲν προτέραν δοτικὴν εἴασεν, ἐχρήσατο δὲ αἰτιατικῇ,
5καὶ ἔστιν αὕτη σύνταξις, ἣν ἄλλοι τε πολλοὶ καὶ αὐτὸς πολλαχῆ τῶν αὐτοῦ λόγων ποιεῖ· λέγει γὰρ ἐν τῷ Πανα‐ θηναϊκῷ, ὡς ἐνταῦθα· εἴπερ που τὴν δικαίαν φιλανθρω‐ πίαν οὖσαν. Oxon.

Tett

304,4

τῆς μελέτης ἕνεκα] τῆς συνηθείας. B.

Tett

304,5

εὐχέρεια] προπέτεια. B. ἐνδύηται] ἐπεισέρχεται. B.

Tett

304,7

καὶ ταῦθ’ ὑπὸ τῶν σοφωτάτων εἶναι δοκούν‐ των] εἰς αὐτὸν αἰνίττεται Πλάτωνα· ἡ γὰρ δόξα τοῦ προσώπου πλέον βλάπτει, καὶ εἰς πίστιν ἐφέλκεται τὸν ἀκροατήν.

Tett

304,8

ὥστ’ οὐδὲν ὠφελοῦνται τοσοῦτον, ὅσον βλά‐ πτονται] τοῦτο ὡς πρὸς τὴν ἀντίθεσιν Πλάτωνος, ὅτι νουθεσίας χάριν γέγραπται, οἷον διάλογος καὶ ἡ τούτων μνήμη. BD.

Tett

304,9

οὐδ’ ὡς τοῖς ὅλοις ἁμαρτάνοντα] ὅτι ποιεῖ
τῶν ἡδονῶν ἡττώμενον. BD.726

Tett

304,12

ὅτι μὴ κἂν εἰς τὸν θρόνον ἐγκαθίζοιμεν] τὴν τοῦ θρόνου τιμὴν ἔχει, βασιλείας σύμβολον. BD. οὐδὲ γὰρ τούτους ὡς ἐξαλείψομεν, φήσομεν] οὐκ ἐτόλ‐ μησεν εἰπεῖν ὅτι ἐξαλείφομεν ἄντικρυς. BD.

Tett

304,14_16

ἡ τῶν λαμπρῶν καὶ μεγάλων— ἀποθήκην ἔχει ταῖς πόλεσι] θησαυρὸν καὶ ἔπαινον· ἡ γὰρ πόλις ἡ καλοὺς ἔχουσα ῥήτορας ἀεὶ τιμᾶται. BD.

Tett

305,1

ὅ τι περ] ἀντὶ τοῦ ὅπερ. B.

Tett

305,4

εἰ ταύτην ἔχοιεν κατ’ ἐκείνων] ἐπανάληψις. B.

Tett

305,5

ὑπερβολὴ] κακίας. A.

Tett

305,7

ὡς ἐκ τοῦ λόγου] ὅσον ἧκεν εἰς τὸν λόγον. B. εἰ Λακεδαιμόνιοι μὲν ᾐσχύνθησαν—τῆς ἐκείνων πολιτείας, μνησθέντες] ὅτι νικήσαντες Λάκωνες διὰ τὴν Θεμιστοκλέους μνήμην ᾐδέσθησαν αὐτοὺς κατασκάψαι ἐν
5τῷ Πελοποννησιακῷ πολέμῳ. BD.

Tett

305,9

καὶ μὴν εἰ μηδὲ τείχη] πάλιν δείκνυσι τὸ ἀχρήσιμον τῆς φιλοσοφίας. B.

Tett

305,13

πρὸς τῶν ἱερῶν] ἀντὶ τοῦ ἕνεκα τῶν ἱερῶν. B. πρὸς τῶν τάφων] ἐτίμων γὰρ αὐτοὺς οἱ παλαιοί. B.

Tett

305,14_16

τὴν δὲ τῶν ἐπιτηδειοτάτων παραιτή‐ σασθαι δόξαν—πράττειν δοκεῖς] ὥσπερ παρεμβέβληται τὸ παραιτήσασθαι· οὐ γὰρ ἁρμόζει τῇ πολιτικῇ. δεῖ οὖν συντάττειν, ὅτι τὴν δὲ τῶν ἐπιτηδειοτάτων δόξαν καθαιρῶν,
5τοῦτο ἐκεῖνο πράττειν δοκεῖς, ὃ σπουδάζεις πράττειν, τὸ προσῆκον καὶ ἁρμόζον τῇ πολιτικῇ. ἁρμόζει δὲ τῇ πολιτικῇ τὸ διαβάλλεσθαι τὴν ῥητορικήν. ἐπιτηδειοτάτους δὲ λέγει τοὺς τέσσαρας ῥήτορας, ὅ ἐστι φίλους. φίλους δὲ αὐτοὺς εἶπε τῷ Πλάτωνι, ὅτι εἶπε τὴν δὲ τῶν ἐπιτηδειοτάτων. BD.

Tett

305,17

τὸ ταῖς γνώμαις συγκεκρᾶσθαι τῇ πόλει] συνεζεῦχθαι αὐτῇ καὶ εὔνοιαν ἔχειν. ἐδήλωσε δὲ προϊὼν, τὸ συγκεκρᾶσθαι τί βούλεται. BD.

Tett

305,20

τήν γ’ ὑπάρχουσαν μὴ διαφθείρειν] μηδὲ ἀναιρεῖν τὴν προϋπάρχουσαν εὔνοιαν. λέγει δὲ διὰ τὸ ἀναι‐ ρεῖν τὴν δόξαν αὐτῶν. BD.

Tett

306,1

οὐ γάρ πω καὶ τοῦτο διακονία τις πρόσεστιν ἀγεννὴς, οὐδ’ ἀνελεύθερος] τὸ προξενεῖν εὔνοιαν τῇ πα‐
τρίδι. B. θαυμάζω δὲ Πλάτωνος, εἰ χοὰς μὲν] ἀπὸ τοῦ ἥττονος. B.727

Tett

306,6

μηδ’ εἰς τοὺς ἐκγόνους τὰ ἔσχατα πάντων ἀτυχήσαντας] μηδὲ τῶν παίδων αὐτῶν ὑβρισθέντων, ὡς ἐκγόνων. B.

Tett

306,11

καὶ μέντοι καὶ κεκοσμηκὼς] ἐν τῷ ἐπιταφίῳ ἐπῄνεσεν αὐτούς· τοῦτο γὰρ αἰνίττεται. B.

Tett

306,15

πῶς ἂν μᾶλλον ἀποστεροίημεν τὸν μισθὸν αὐτοὺς] τὸ μετὰ θάνατον αὐτοὺς τιμᾶσθαι. B.

Tett

306,17

προτρέπειν] προτρέπειν, τὸ ἄκοντά τινα παροτρύνειν, ἐπιτρέπειν δὲ, τὸ ἑκόντα. B.

Tett

306,19

οὐκ ἔμελλες ὀφλήσειν ἀλογίου] ὄνομα δίκης· ὡς καὶ Αἰσχίνης· ἀλογίους γραφάς. A. ἀλογίου ὄνομα δίκης· ὡς Αἰσχίνης ἐν τῷ Κτησιφῶντος λέγει, ἀλογίους γραφὰς εἶναι κατὰ τῶν ἀρξάντων, καὶ μὴ δόντων λόγον
5ὑπὲρ τῆς γραφῆς. B. Oxon. ἀλλὰ γὰρ οὐχ, ὅτι Πλάτων] ἐντεῦθεν εἰσβάλλει εἰς τὸν κατὰ τῶν φιλοσόφων κοινὸν τόπον. B.

Tett

307,2

ἀλλ’ ὅτι καὶ τῶν κομιδῆ τινες οὐδενὸς ἀξίων] ἐντεῦθεν ἡ καταδρομή. B. ἄρχεται τῆς κατὰ τῶν φιλοσό‐ φων πέραν τοῦ μετρίου καταδρομῆς. Oxon.

Tett

307,6

οἳ πλείω μὲν σολοικίζουσιν ἢ φθέγγονται] εἰς ἀπαιδευσίαν πρῶτον αὐτοὺς διαβάλλει. B.

Tett

307,8

βροτῶν εἴδωλα καμόντων] παρελθόντων. A. διὰ τὸ ὠχρὸν, καὶ ἀσθενὲς, καὶ ἀνωφελές. B.

Tett

307,9

Ἡσιόδου κηφῆνες] ἀργοὶ, ἄπρακτοι, ἄκαρ‐ ποι, καὶ τὸν τῶν μελισσῶν καρπὸν ἐσθίοντες. B. Ἀρχιλόχου πίθηκοι] ἐπειδὴ μιμητικὸν τὸ ζῶον. μιμοῦν‐ ται γὰρ καὶ οὗτοι φιλοσόφους, οὐκ ὄντες φιλόσοφοι. AB.
5δύο μορφὰς ἔχοντες, ἀντὶ τριῶν, τῆς τραγικῆς βοὸς] πανοῦργοι καὶ ποικίλοι. ἡ δὲ ἱστορία αὕτη· πολυειδὲς πε‐ ποίηται δρᾶμα Εὐριπίδης, ἐν ᾧ βοῦν τρίχρονον ποιεῖ εὑρῆσθαι, περὶ οὗ γέγονεν αὐτοῖς φιλονεικία βασιλείας.
δύο δὲ μορφὰς εἶπεν ἀντὶ τριῶν, ὡς ἐξισαζουσῶν τῶν δύο728
10ταῖς τρισί. τὸ δὲ διάφορον τῆς μορφῆς δηλοῖ τὸ ποικίλον τῆς γνώμης αὐτῶν. B Oxon. ὅτι οὐ τοιοῦτοι εἰσὶν, οἷοι φαίνονται add. Oxon. δύο μορφὰς ἔχοντες ἀντὶ τριῶν] δύο μορφὰς εἶπεν ἀντὶ τριῶν, ὡς ἐξισαζουσῶν τῶν δύο ταῖς τρισὶ διὰ τὸ ποι‐
15κίλον τῆς γνώσεως. A. δύο μορφὰς ἔχοντες, ἀντὶ τριῶν, τῆς τραγικῆς βοὸς] δρᾶμα πολυειδὲς πεποίηκεν Εὐριπίδης, ἐν ᾧ βοῦν τρίχρονον ποιεῖ εὑρῆσθαι, περὶ οὗ γέγονεν αὐτοῖς φιλονεικία βασι‐ λείας. A.

Tett

307,10

τῶν ἱματίων τῶν ἠπημένων] ῥαπτομένων. A. τῶν ἐκ πολλῶν συνερραμμένων· καὶ γὰρ καὶ οὗτοι πολλαῖς δολιότησι καὶ ποικίλαις συνύφανται. Oxon.

Tett

307,11

αὐτοῖς καὶ ἡμέρα καὶ νὺξ ταυτόν ἐστι δυνη‐ θεῖσιν] τοὺς μεθημερινοὺς γάμους. B.

Tett

307,13

φθονοῦντες, ὅτι αὐτοὶ ταὐτὰ πράττειν οὐ δύνανται] οὐ δύνανται ῥητορεύειν. B.

Tett

307,14

εἰ δέ τις αὐτῶν περὶ τῆς ἐγκρατείας] τὸ φιλήδονον δηλοῖ. B.

Tett

307,15

ἔνθρυπτα] εἶδος πλακοῦντος. B. ἐκβάλλουσι τὴν γλῶτταν, ὥσπερ ὁ Μενέλεως τὸ ξίφος] ὁ Μενέλαος βουληθεὶς μετὰ τὴν ἅλωσιν σφάξαι τὴν Ἑλέ‐ νην, ἰδὼν αὐτὴν ἔρριψε τὸ ξίφος. B.
5μετὰ τὴν τῆς Τροίας ἅλωσιν ξίφος λαβὼν ὁ Μενέλεως, ὥστε σφάξαι τὴν Ἑλένην, ἐπεὶ προύτεινεν αὐτὴν τὸν μαστὸν, ἰδὼν ἐθηλύνθη, καὶ ὅλος ἐκείνης γέγονεν. Oxon.

Tett

307,17

τῷ ὄντι παιδιὰν ἀποφαίνουσι τοὺς σατύρους τοῦ Σοφοκλέους] δεύτερον εἰς ἀφροδίτην οὗτοι διαβάλ‐ λονται. B. οὗτοι ἀφροδισίοις τῷ ὄντι χαίρειν ἐλέγοντο, δαίμονες
5ὄντες Διονυσιακοί. Oxon. τήν γ’ ἀπιστίαν] οὕτως δοκιμάζονται οἱ πιστοί. τὸν Πλάτωνα αἰνίττεται διὰ τὴν Σικελίαν. BD.

Tett

308,2

οὐ τῷ μὲν ἀποστερεῖν κοινωνεῖν ὄνομα τέθειν‐ ται] κατὰ τὸ τὰ τῶν φίλων κοινά. B.

Tett

308,4

τοὺς μὲν ἄλλους οὐδ’ ἀπαντῶντας ὁρῶσι]
τὴν ἀλαζονείαν ἐμφαίνει. B.729

Tett

308,5

ὥσπερ οἱ Φρύγες] εὐτελίζει τοῖς Φρυξὶ παρα‐ βάλλων αὐτούς. BD. ὡς κόλακας διαβάλλει. add. B.

Tett

308,7

τοὺς δὲ τῶν πλουσίων ὀψοποιοὺς] σημείωσαι περὶ τῶν τὰς κακίας ἐπαινούντων. D.

Tett

308,12

πάντα ἀποκναίουσιν ἀηδίᾳ] ἀποπνίγουσιν ἀλαζονείᾳ. B.

Tett

308,13

οὗτοι γάρ εἰσιν οἱ τὴν μὲν ἀναισχυντίαν] τῇ ἀρετῇ ἕπεται ἡ κακία· τὸ τῆς κακίας οὖν λέγει. B. σημείωσαι· τῇ ἀρετῇ ἡ κακία παρέπεται· τὸ τῆς κακίας οὖν λέγει. D.

Tett

308,15

εἰς τοῦθ’ ἥκουσι τῆς σοφίας, ὥστ’ ἀργύ‐ ριον μὲν] φιλοσοφίας γὰρ ἴδιον τὸ καταφρονεῖν χρη‐ μάτων. BD.

Tett

308,16

ἁδρότερον] λιπαρώτερον. B.

Tett

308,17

Γοργόνα Περσεὺς ἐχειρώσατο] δύο εἰσὶ γραφαὶ, Γοργόνα Περσεὺς ἐχειρώσω, ἢ Γοργόνα Περσεὺς ἐχειρώσατο. ἐμφαίνει δὲ τὴν ἁρπαγήν. παραβάλλει οὖν αὐτοὺς τῷ Πέρσῃ, δεικνὺς ὅτι, ἐὰν μόνον ἁδρὸν ᾖ τὸ
5σακκίον, οὐδὲ Γοργόνα δεδοίκασιν. BD. βούλεται διὰ τού‐ του τὸ ἁρπακτικὸν τῶν φιλοσόφων ἐνδείξασθαι, οἳ, πρὸ τοῦ λαβεῖν δίκην Γοργόνος φοβεροὶ καὶ ἀπρόσιτοι ὄντες, μαλακίζονται αὐτίκα τῇ δόσει, καὶ τοῦ φρονήματος ἐνδι‐ δόασιν. Oxon.
10πάνσοφος] πανοῦργος. B.

Tett

308,18

τὰ γὰρ παιδία] τῇ ἀνάγκῃ τῶν παίδων. B.

Tett

309,6

τοῖς ἐν τῇ Παλαιστίνῃ δυσσεβέσι] ἔοικεν οὗτος ὁ μεμηνὼς καὶ φλήναφος δυσσεβεῖς λέγειν ἐνταῦθα τοὺς Χριστιανούς· ἐπὶ γὰρ Κωμώδου ἦν βασιλέως, ὃς μετὰ τὸ κήρυγμα ἦν τοῦ Χριστοῦ. A. τοῖς Ἰουδαίοις. B.
5ἐν τῇ Παλαιστίνῃ] Ἱερουσαλήμ. A.

Tett

309,7

καὶ γὰρ ἐκείνοις τοῦτ’ ἔστι σύμβολον τῆς δυσσεβείας, ὅτι τοὺς κρείττους οὐ νομίζουσι] ἐοίκασι γὰρ μὴ ὁμολογεῖν πολλοὺς θεοὺς, ἀλλὰ δυνάμεις. B.

Tett

309,10

ταῖς δ’ ἐμπίσι] ἐμπὶς ζωύφιόν τι παραπλή‐ σιον κώνωπι, γινόμενον παρὰ τοῖς ὕδασι, μεῖζον δὲ τῇ περιοχῇ, καὶ κατὰ τὸ μέσον λευκῷ περιεζωσμένον. A. εἶδος
κωνώπων. B.730

Tett

309,12

διορύξαι δ’ οἰκίαν καὶ ταράξαι—πάντων δεινότατοι] μοιχείαν δηλοῖ αὐτῶν. B.

Tett

309,13

οἱ λόγον μὲν ἔγκαρπον οὐδένα] ῥητόρων λέγει πλεονεκτήματα. B.

Tett

309,16

εἰς τοὺς χηραμοὺς] χηραμοὶ, οἱ φωλεοὶ, ἢ αἱ καταδύσεις τῶν θηρίων καὶ τῶν ὄφεων· οἷον χωραμοὶ εἰς οὓς χωρεῖ τι. A.

Tett

309,17

τὸν ἀνθέρικον θερίζοντες] τὸ ἄκρον τῶν ἀσταχύων. A. παροιμία ἐπὶ τῶν ἀδυνάτων. B. παροιμίαι εἰσὶν αὗται ἐπὶ τῶν ἀδυνάτων λεγόμεναι· οὔτε γὰρ οἷόν τε σχοινίον ἐκ ψάμμου πλέξαι, οὔτε τὸν ἀνθέρικον, ὅ ἐστι
5τὸ τῶν ἀσταχύων ἀκρότατον θερίσαι. Oxon.

Tett

309,18

τὸ ἐκ τῆς ψάμμου σχοινίον πλέκοντες] οὐκ εἶπεν ὑφαίνοντες. B.

Tett

310,1

ὥσπερ οὖν καὶ τοὺς δούλους] ἀκούομεν. A.

Tett

310,2

τοὺς μαστιγίας αὐτῶν] τοὺς κακίστους· οὗτοι γὰρ καὶ τοὺς δεσπότας ὑβρίζουσι. BD. ἤδη δέ τις καὶ Σάτυρος τῶν ἐπὶ σκηνῆς κατηράσατο τῷ Ἡρακλεῖ] Σάτυρος, ὄνομα δούλου. B.
5Σάτυρον λέγει δοῦλόν τινα οὕτω καλούμενον· διὸ καὶ ἐπὶ σκηνῆς εἶπεν· οὐ γὰρ λέγει τὸν τοῦ Διονυσίου δαίμονα. BD. ἔν τινι δράματι ὑπεκρίθη τις Σάτυρος καταρώμενος τῷ Ἡρακλεῖ· ὡς δὲ εἶδεν αὐτὸν προσιόντα, ὑπέκυψεν. ἦν δὲ τῷ ὄντι οὗτος Ἡρακλεῖ ἐκεῖσε κατὰ τύχην
10ἱστάμενος. πάσχουσι δὲ τοῦτο καὶ οἱ φιλόσοφοι· ὑβρίζοντες γὰρ τοὺς ῥήτορας πάλιν καὶ φρίττουσιν αὐτούς. Oxon.

Tett

310,3

εἶτά γ’ ἔκυψε προσιόντος κάτω] δείκνυσι τὸν φόβον τῶν φιλοσόφων, τὸν πρὸς τοὺς ῥήτορας. BD. εἰκότως δέ μοι δοκοῦσι κακῶς] καὶ ὡς ἀπαιδεύτους, καὶ ὡς πανούργους. D.

Tett

310,8

ἢ τῇ μεταθέσει τῶν ὀνομάτων τὰ τοιαῦτα κρίνομεν] βούλει, ὦ Πλάτων, δηλονότι. A.

Tett

310,9

ὁ Φρυνώνδας ἐκεῖνος] λῃστὴς ἦν. A. Φρυνώνδας καὶ Εὐρύβατος ἐπὶ ληστείᾳ διεβάλλοντο. BD. ὁ Φρυνώνδας καὶ ὁ Εὐρύβατος ἐπὶ πονηρίᾳ μεγίστῃ διεβάλ‐
λοντο. Oxon.731

Tett

310,12

Ὑάκινθον, ἢ Νάρκισσον] πάνυ ἀγαθοί τινες ἦσαν ἀμφότεροι. A. ὁ Λυκάων] δειλός. A. ὁ Κόροιβος] μωρός. A.

Tett

310,13

Βάττος] ἄφωνος. A.

Tett

310,16

οὐκ ἤρκησε τῷ Βοσκυπταίχμῳ μεταθέσθαι τοὔνομα] ἀπὸ τοῦ ὀνόματος ἔδειξε τὸ ἀτελές. B.

Tett

311,1

κερδαλῆ] ἀλώπηξ. A. ἀρχὴν δὲ οὐδ’ εἰδέναι μοι δοκοῦσιν οὐδ’ αὐτὸ τοὔ‐ νομα τῆς φιλοσοφίας ὅπως εἶχε τοῖς Ἕλλησι] δῆλον ὅτι οἱ παλαιοὶ ἀδιαφόρως ἐχρῶντο τῷ ὀνόματι. B.

Tett

311,8

ἀλλ’ οὐχ οἵ γε ἄλλοι κατηγοροῦντες—προσ‐ ειρήκασιν αὐτοὺς] ἀντιπῖπτον λύει. B.

Tett

311,14

ἤδη μέντοι καὶ τοὺς κακοτεχνοῦντας] ὅτι καὶ τοὺς ἐπὶ κακῷ μεταχειριζομένους τὰς τέχνας καὶ τού‐ τους φιλοσόφους ἔλεγον. B.

Tett

311,16

ὁ μάλιστ’ ἀνθαψάμενος] ἀντιποιούμενος. B. κἀκείνοις] τοῖς θεωρητικοῖς. B.

Tett

312,6

τῇ προσηγορίᾳ] οὐ τῇ ἀληθείᾳ. B.

Tett

312,7

ὃν γοῦν ἀξιοῖ σοφώτατον εἶναι θεὸν— σοφιστὴν κέκληκεν] τὸν Ἀπόλλωνα. A. τὸν Δία λέγει ὅτι δημιουργὸς ὢν τῶν αἰσθητῶν σοφίζεται τὴν ἀλήθειαν· ταῦτα γὰρ τὰ αἰσθητὰ οὐκ ἔστιν ὄντα τῇ ἀληθείᾳ. BD.

Tett

312,14

πάσας ὑφ’ αὑτοῖς καὶ πρὸς αὐτοὺς εἶναι τὰς τέχνας] τὰ πρὸς τὸν ὅρον τῆς φιλοσοφίας εἶπεν, ὅτι τέχνη τεχνῶν. BD.

Tett

312,15

φορμηδὸν ἐφ’ ἁμαξῶν ἐκφέρειν, ὥσπερ τοὺς Κερκυραίων νεκροὺς] Θουκυδίδης ἐν τῇ τρίτῃ λέγει, τὸν δῆμον νικήσαντα ἐν τῇ στάσει τοῦτο πεποιηκέναι. BD.

Tett

312,17

τοῦ κωμῳδιοποιοῦ] τοῦ Ἀριστοφάνους. A.

Tett

313,2

ὥσπερ Ἡρόδοτος περὶ τῶν ὄφεων ἔφη. νῦν δὲ κἂν ἴβις τούτων κρατήσειε] ἐν τῷ δευτέρῳ ἔφη ὅτι τότε δὴ ὄφεων ἦν μεστὸν, καὶ ἴβις κατελθοῦσα κατέφαγεν αὐτούς. A. ἐν τῷ δευτέρῳ ὅτι τοῦτο δὴ ὄφεων ἦν μεστὸν
5καὶ ἴβεις κατελθοῦσαι κατέφαγον αὐτούς. B.

Tett

313,13

παριστάναι] διδόναι. A.732

Tett

314,18

ὅτι προσήκομεν αὐτοῖς] προσήκει γὰρ τῷ Πλάτωνι, ἐπειδὴ καὶ οὗτος φιλοσοφίας, ὡς ἔφη, μετέχει. Oxon. τῆς γινομένης] πρεπούσης. A.

Tett

315,2

οὐχὶ προσηκάμην] παρέβλεψα. A.

Capit

t

ΠΡΟΣ ΚΑΠΙΤΩΝΑ. Scholia Oxoniensia.

Capit

315,4

εἰ δὲ μὴ ἐγγὺς ἐκεῖνον ἔφησας ἡμῶν εἶναι, οὐκ ἂν οὕτω με εὔφρανας, ὡς ὅτι προκατείληψαι δείξας] εἰπὼν ὅτι νῦν μᾶλλον φιλεῖ αὐτὸν, ὡς ἐρωτικῶς τοῦ Πλά‐ τωνος ἔχοντα ὃν καὶ αὐτὸς λέγει τιμᾶν ἴσον τῇ αὑτοῦ κε‐
5φαλῇ, ἐπιφέρει μεγίστην πίστιν τοῦ φίλτρου, λέγων, ὡς ἐγὼ μὲν ἴσον τῇ ἐμαυτοῦ κεφαλῇ τιμῶ τὸν Πλάτωνα, καὶ διὰ τοῦτο καὶ σὲ φιλῶ, ἐραστὴν ὄντα ἐκείνου· εἰ δὲ σὺ, ὦ Καπίτων, μὴ ἴσον ἐμοὶ τὸν Πλάτωνα ἔλεγες, ἀλλὰ καὶ ἐλάττονα, ὅπως εὐφράνῃς με· πᾶς γάρ τις ἀκούσας παρά
10σου, ὡς κρεῖττόν ἐστι τοῦ παρὰ πᾶσι θαυμαζομένου, πάνυ τε αὐτὸς ἐπὶ τούτῳ ἥδεται, καὶ τὸν λέγοντα κατ’ ἄκρας φιλεῖ· εἰ ταῦτα ἔλεγες, εὖ ἴσθι, ὡς οὐκ ἂν οὕτω λέγων εὔφρανάς με, ὥσπερ νῦν εὔφρανας, δείξας ὅτι προκατει‐ λημμένος τυγχάνεις Πλάτωνι, καὶ χαίρεις αὐτῷ καθ’
15ὑπερβολήν.

Capit

316,13_15

εἰ δ’ οὖν τις κἀμοὶ θεῶν ἐπιβοη‐ θήσειε—ἵνα προθυμότερον ἀγωνιζοίμην] τοῦτο οὕτω λέγε, εἰ δὲ καὶ ἐμοί τις τῶν θεῶν ἐπαρωγὸς ὁ Ἀσκληπιὸς, ἔφην, οὐδὲν ἔσται μοι πλέον ἐκ τῆς βοηθείας, ὅτι οὐκ
5ἔδειξας ἐμοὶ τὰ ἆθλα τῆς νίκης, ἵνα προθύμως ἀγωνίσο‐ μαι. νοεῖται δὲ ἡ τοιαύτη ἀπόδοσις ἐκ τοῦ τί μοι περιέσται, ἢ ἀπὸ τοῦ ἵνα προθυμότερον ἀγωνιζοίμην· νόει ἔξωθεν πῶς προθύμως ἀγωνίσομαι.

Capit

317,11,12

οὐκ ἄν μοι δοκεῖ μέσος ἐγγενέσθαι, —περὶ τῶν ὅλων εἰπεῖν] ἢ τοσαύτην εἴχομεν ἕνωσιν πρὸς ἀλλήλους καὶ ὁμοιότητα, ὥστε οὐδεὶς ἂν μέσος ἡμῶν εὑρέθη
οὐδὲ ἔμελλέ τις περὶ τοῦ ἑτέρου διεξιὼν μὴ συμπεριλαμβά‐733
5νειν καὶ τὸν ἕτερον· τοῖς γὰρ εἰς ἄκρον τὴν ταυτότητα ἔχουσι τί γένοιτ’ ἂν μέσον.

Capit

321,1

ἔδει δέχεσθαι τὴν πρόκλησιν] ἢ ἐχρῆν ἀμ‐ φοτέρους προκαλεῖσθαι εἰς ἔλεγχον, καὶ ἀμφοτέρων παρὰ μέρος ἀκούειν.

Capit

321,14,15

οὐδὲ τῆς ὅλης καταστάσεως, ἣν ἐξῆν— ὡς περὶ μέρους εἰπεῖν] τὸ ἐλάττονος οὐδέτερόν ἐστι. κατά‐ στασιν δὲ καλεῖ τὴν εὐταξίαν, καὶ τὴν προσήκουσαν οἰκο‐ νομίαν, καὶ τὸ μηδὲν ἔξω τοῦ εἰκότος ἐκφέρεσθαι. λέγει
5δὲ ὡς οὐκ ἐξῆν τὴν ὅλην κατάστασιν ἐλάττονος ἀξίαν, ἢ ἐλάττω τοῦ παντὸς ἀγῶνος νομίσαι, ὡσπερεὶ μέρος αὐτῆς τυγχάνοντος, ὡς εἰπεῖν· καὶ πᾶσα οἰκονομία κεφάλαιόν ἐστιν εἰς πᾶν ἀγώνισμα· τὸ δὲ ὡσπερεὶ μέρος αὐτῆς.

Capit

327,13

οὐκ οἶμαί γε, ἔφη ὁ Λάκων] πρός τινα Λάκωνα ποιούμενος ὁ Σωκράτης τοὺς λόγους ἁρπάζει τὴν ἐκείνου ἀπόκρισιν, καὶ αὐτὸς λέγει, οὐκ οἶμαί γε, ἔφη ὁ Λάκων.

Capit

329,15

οἶμαι] τοῦτο τὸ οἶμαι ὡς ἀπὸ τοῦ Πλά‐ τωνος φέρει.

Capit

330,7

ἀλλ’ ἐν τούτοις μόνοις ἡμῶν πλείω περιεργά‐ ζεται] ἐν τοῖς κατὰ τοῦ Ὁμήρου λόγοις πλείονι ἢ ἡμεῖς κατ’ αὐτοῦ χρῆται τῇ κατηγορίᾳ.

Aeg

t

ΑΙΓΥΠΤΙΟΣ.

Aeg

346,5

εἰς Μερόην] σημείωσαι ὅτι τὴν Μερόην ταύτην Μωϋσῆς ᾠκοδόμησε, κατ’ Αἰθιόπων στρατηγὸς πεμ‐ φθεὶς παρὰ τοῦ Αἰγυπτίων βασιλέως· ᾠκοδόμησε δὲ καὶ τὴν Ἑρμόπολιν. A.

Aeg

359,19

ὁ τοίνυν Κάνωβος] Κάνωβος πόλις λέγεται. A.734