TLG 5002 001 :: MAGICA :: Papyri magicae MAGICA Magica
Nat. Hist. Papyri magicae
Citation: Preisendanz number — (line) | ||
1 | [Πρᾶξις·] παρεδρικῶς προσ̣[γίνεται δαί]μων, ὃς τὰ πάντα μηνύσει σοι ῥητῶς κα[ὶ συνόμιλος καὶ συ]ναριστῶν ἔσται σοι καὶ συγ‐ κοιμώμενος. λαβὼν [οὖν ὁμοῦ] δύο σαυτοῦ ὄνυχας καὶ πά‐ σας σου τὰς τρίχα[ς ἀπὸ κε]φαλῆς καὶ λαβὼν ἱέρακα κιρ‐ | |
5 | καῖον ἀποθ[έ]ωσον εἰς [γάλα βο]ὸς μελαίνης συμίξας αὐ‐ τῷ μέλι Ἀττικὸν 〈καὶ ἀποθεώσας σ〉ύνδησον αὐτὸν ῥάκει ἀχρωτίστῳ, τίθει δ[ὲ πλησίον] αὐτοῦ τοὺς ὄνυχάς σου σὺν ταῖς θριξί, καὶ λαβὼν χα[ρτίον βασί]λειον ἐπίγραφε τὰ ὑποκείμενα ζμύρνῃ καὶ τίθει ὡσαύτως [σὺν ταῖς θ]ριξὶ καὶ τοῖς ὄνυξι καὶ ἀνάπλα‐ | |
---|---|---|
10 | σον αὐτὸν λιβάνῳ [ἀτμήτῳ κα]ὶ οἴνῳ προπαλαίῳ. ἔστιν οὖν τὰ γραφόμενα ἐν τ[ῷ πιττ]ακίῳ· ‘α εε ηηη ιιιι οοοοο υυ | |
υυυυ ωωωω[ωωω.‘ γράφε δὲ ποι]ήσας δύο κλίματα· α ωωωω[ωωω] εε υυυ[υυυ] | ||
15 | ηηη οοο[οο] ιιιιιιι[ι] οοοοοηη[η] υυυυυυεε ωωωωωωωα | |
20 | καὶ λαβὼν τὸ γάλα σὺν τῷ μέλιτι ἀπόπιε πρὶν ἀνατολῆς ἔνθεον ἐν τῇ σῇ καρδίᾳ. καὶ λαβὼν τὸν ἱέρακα ἀνάθου ἐν ναῷ ἀρκευθίνῳ, καὶ στεφανώσας αὐτὸν τὸν ναὸν ποίησον παράθεσιν ἐν ἀψύχοις φαγήμασιν καὶ οἶνον ἔχε προπάλαιον, καὶ πρὶν τοῦ σε ἀναπεσεῖν λέγε ἄντικρυς αὐτοῦ τοῦ πτηνοῦ ποιή‐ | |
25 | σας αὐτῷ θυσίαν, ὡς ἔθος ἔχεις, καὶ λέγε τὸν προκείμενον λόγον· ‘α εε ηηη ιιιι οοοοο υυ[υυυ]υ ωωωωωωω ἧκέ μοι, ἀγαθὲ γεωργέ, Ἀγαθὸς Δ[αί]μων, Ἁρπον [κνοῦ]φι βριντατην σιφρι βρισκυλμα αρουαζαρ β[αμεσεν] κριφι νιπτουμιχμουμαωφ. ἧκέ μοι, ὁ ἅγιος Ὠρίω[ν, ὁ ἀνακ]είμενος ἐν τῷ βορείῳ, ἐ‐ | |
30 | πικυλινδούμενος [τὰ τοῦ Νε]ίλου ῥεύματα καὶ ἐπιμιγνύων τῇ θαλάττῃ καὶ ἀλλ[οιῶν ζω]ῇ καθώσπερ ἀνδρὸς ἐπὶ τῆς συν‐ ουσίας τὴν σπορὰν, ἐ̣π̣[ὶ .... βάσει] ἀρραίστῳ ἱδρύσας τὸν κόσμον, ὁ πρωίας νεαρὸς καὶ ὀ[ψὲ πρεσ]βύτης, ὁ τὸν ὑπὸ γῆν διοδεύων πόλον καὶ πυρίπνεος 〈ἀνατέλλ〉ων, ὁ τὰ πελάγη διεὶς μη‐ | |
35 | νὶ αʹ, ὁ γονὰς [ἱεὶς ἐ]π̣ὶ τ̣[ὸ ἱερὸν ἐρ]ινεὸν τῆς Ἡλιουπόλεως διη‐ νεκέως. [το]ῦ[το] αὐθεν[τικόν] σου ὄνομα· αρβαθ Ἀβαὼθ βακχαβρη‘. πεμπόμε[νο]ς [δὲ] ἄβ[λαυτος ἴθι] ἀναποδίσας καὶ τίθει σεαυτὸν πρὸς χρῆσιν τῆς βρώσ[εως κα]ὶ τοῦ δείπνου καὶ τῆς προκει‐ μένης παραθέσεως [πελάζων] τὸ στόμα πρὸς τὸ στόμα συνόμι‐ | |
40 | λος τ[ῷ θεῷ]. εἰλικρ[ίνειαν δὲ ἔχει πᾶσαν] ἡ πρᾶξις [αὕτη]. κρύβε, κρύβ[ε] τὴν πρ[ᾶξιν καὶ ἄπε]χε σαυτὸν ἐν ἡμέρ[αις ζʹ] συνουσιάσαι γυναικί. [Πνού]θεως ἱερογραμματέως πάρεδρος· .. ‘Πνούθιος Κήρυκι σ̣ε̣[βαζομένῳ τ]ὸν θεὸν χαίρειν. εἰδὼς προσέταξά σοι [τό]νδε [τὸν πάρεδρον] πρὸς τὸ μὴ διαπίπτειν | |
45 | ἐπιτελ[οῦν]τα [τή]νδε [τὴν πρᾶξ]ιν. παρελόμενος τὰ πάν‐ τα καταλει[πόμενα ἡμῖν ἐν] βίβλοις μυρίαις συντάγμα‐ τα, [ἓ]ν πάν[των] ληα........ 〈ὑπηρετ〉οῦντά σοι τόνδε τὸν πάρε‐ δρον ἐπέδει[ξ]α ασο[... πάρεδρον] ἅγιον τόνδε λαμβάνειν ὑμᾶς καὶ μόνον αι............τος, ὦ φίλε ἀερίων | |
1(50) | πνευμάτων χωρουμ[ένων] ... με λόγοις θεολογουμένοις | |
πείσαντες εσομ[......... νῦ]ν δὲ ἀπέπεμψα τήνδε τὴν βίβλον, ἵν’ ἐκμάθῃς. [ἔχει γὰρ δύναμι]ν Πνούθεως λόγος πεί‐ θειν θεοὺς καὶ πάσας τὰ[ς θεάς. συγγράψω] δέ σοι ἐντεῦθεν περὶ τῆς παρέδρου λ[ήψεως. ἔστι δὲ ἡ τοῦ παρ]έδρου παράδοσις· προ‐ | ||
55 | αγνεύσας καὶ [ἀπεχόμενος ἐμψύ]χου καὶ πάσης ἀκαθαρ‐ σίας καὶ ἐν οἵᾳ βούλει [νυκτὶ ἀνα]βὰς ἐπὶ δώματος ὑψηλοῦ, ἐνδεδυμένος καθαρῶς [....... λέγ]ε τὴν πρώτην σύστασιν ἀπογιν(ομένης) τῆς ἡλίου ἑλείας ........ [.... ἔ]χων τελαμῶνα [ὁλο]‐ μέλανα Ἰσιακὸν ἐπὶ το[ῖς ὀφθαλμοῖ]ς καὶ τῇ μὲν δεξιᾷ χει‐ | |
60 | ρὶ κάτεχε ἱέρακος κεφα[λὴν καὶ .... ἀ]νατέλλοντος τοῦ ἡλίου χαι‐ ρέτιζε κατασείων τὴν κεφ[αλὴν καὶ ... δι]ώ̣κων τόνδε τὸν ἱερὸν λόγον, ἐπιθύων λίβανον ἄ[τμητον] καὶ ῥόδινον ἐπισπένδων, ἐπιθύσασ[ ἐπὶ γηί]νου θυμιατηρίου ἐπ’ ἀνθρά‐ κων ἀπὸ ἡλιοτροπίου β[οτάνης. ἔ]σται δέ σοι διώκοντι τὸν λόγον | |
65 | σημεῖον τόδε· ἱέραξ κατ[απτὰς σοῦ] ἄντικρυς σταθήσεται καὶ πτερὰ τινάξας ἐν μέσ[ῳ, καθεὶς] εὐμήκη λίθον, εὐθὺς ἀνα‐ πτήσεται εἰς οὐρανὸν β[αίνων. σὺ] δὲ βάσταξον τοῦτον τὸν λίθον καὶ λιθουργήσας τάχος [γλῦφε ὕστ]ερον· γλυφέντα δὲ διατρυ[π]ήσας καὶ διείρας σπάρτῳ περὶ τ[ὸν τρά]χηλόν σου εἴρησον. ὀψίας δὲ | |
70 | ἀνελθὼν εἰς τὸ δωμάτιόν σ[ου πάλι]ν καὶ στὰς πρὸς αὐγὴν τῆς θεοῦ ἄντικρυς λέγε τὸν ὑμ[νικὸν λόγον] τόνδε ἐπιθύων πάλιν τρω‐ γλῖτιν ζμύρναν τῷ αὐτῷ σχήμ[ατι. πῦρ] δὲ ἀνάψας ἔχε μυρσίνης κλάδον [.ι̣.....]ο̣ν̣ σείω̣[ν καὶ χαιρ]έτιζε τὴν θεόν. ἔσται δέ σοι σημεῖον ἐν τάχει τοιοῦ[το· ἀστὴρ αἴθω]ν κατελθὼν στήσεται εἰς μέσον | |
75 | τοῦ δώματος καὶ κατ’ ὄμ[μα κατα]χυ[θ]ὲν τὸ ἄστρον, ἀθρήσεις, ὃν ἐκάλεσας ἄγγελον πεμφθ[έντα σ]οί, θεῶν δὲ βουλὰς συντόμως γνώσῃ. σὺ δὲ μὴ δειλοῦ· [πρόσ]ιθι τῷ θεῷ, καὶ χεῖρα αὐτοῦ δεξιὰν λαβὼν κατ[φί]λ̣ησον, καὶ λέγε ταῦτα πρὸς τὸν ἄγγελον· λαλήσει γάρ σοι συν[τόμ]ως, πρὸς ὃ ἐὰν βούλῃ. σὺ δὲ αὐτὸν | |
80 | ἐξόρκιζε τῷδε [τῷ ὅρκ]ῳ, ὅπως ἀκίνητός σου τυγχάνων μείνῃ καὶ μὴ προσι[γήσῃ μη]δὲ παρακούσῃ ὅλως. ἐπὰν δέ σοι τοῦτον 〈τὸν〉 ὅρκον ἀ[ποδ]ῷ ἀσφαλῶς, χειροκρατήσας τὸν θεὸν καταπήδα, κ̣[αὶ εἰ]ς̣ στενὸν τόπον ἐνεγκών, ὅπου κατοικεῖς, καθ[ίστη. π]ρῶτον δὲ τὸν οἶκον στρώσας, καθὼς | |
85 | πρέπει, καὶ ἑτοι[μάσας] παντοῖα φαγήματα οἶνόν τε Μεν‐ δήσιον, προανά[φερε εἰ]ς τὸν θεόν, ὑπηρετοῦντος παιδὸς ἀφθόρου καὶ σιγὴ[ν ἔ]χοντος, ἄχρις ἂν ἀπίῃ ὁ̣ [ἄγγ]ελος. σὺ δὲ λόγο(υ)ς πρόπεμ̣[πε] τῷ θεῷ· ‘ἕξω φίλον σε πάρεδρον, εὐεργέτην θεὸν [ὑπ]ηρετοῦντά μοι, ὡς ἂν εἴπω, τάχος, τῇ σῇ | |
90 | δυνάμει ἤδη ἔ[γγ]αιος, ναὶ ναί, φαῖνέ μοι, θεέ‘. καὶ αὐ‐ τὸς σὺ λάλησον, ἀνακ[εί]μενος, πρὸς ἃ φράζει, συντόμως. πειρῶ δὲ θεοῦ τὸν ὁρκισμὸν αὐτόν, πρὸς 〈ὃ〉 θέλεις. ἐπὰν δὲ ὧραι γʹ γένωνται, καὶ εὐθὺς ἀναπηδήσει ὁ θεός. κέλευε δὲ τῷ [π]αιδὶ 〈κατὰ〉 τὰς θύρας τρέχειν. λέγε δὲ· ‘χώρει, κύριε, θεὲ μάκαρ, | |
95 | ὅπου διηνεκῶς σὺ εἶς, ὡς βούλει‘, καὶ ἀφανής ἐστιν ὁ θεός. Αὕτη ἡ ἱερὰ λῆψις τοῦ παρέδρου. γινώσκεται, ὅτι οὗτός ἐστιν ὁ θεός· πνεῦμά ἐστιν ἀέριον, ὃ εἶδες. ἐὰν ἐπιτάξῃς, παραυτὰ τὸ ἔργον ἐπιτελεῖ· ὀνειροπομπεῖ, ἄγει γυναῖκας, ἄνδρας δίχα οὐσίας, ἀναιρεῖ, καταστ[ρ]έφει, ἀναρίπτει ἀνέμους ἐκ γῆς, βαστάζει | |
1(100) | χρυσόν, ἄργυρον, χαλκόν, καὶ δίδωσί σοι, ὅταν χρεία γένηται, λύει δὲ ἐκ δεσμῶν [ἀ]λύσεσι φρουρούμενον, θύρας ἀνοίγει, ἀμαυροῖ, ἵνα μηδεὶς [κ]αθόλου σε θεωρήσῃ, πυρφορεῖ, ὕδωρ φέρει, οἶνον, ἄρτον καὶ [ὃ] ἂν ἐθέλῃς ἐκ τῶν ἐδεσμάτων, ἔλαι‐ ον, ὄξος, χωρὶς ἰχθύων μ[ό]νων, λαχάνων δὲ πλῆθος, ὃ θέλεις, | |
105 | ἄξει, κρέας δὲ χοίρειον—[τ]οῦτο ὅλως μὴ λέξῃς ποτὲ ἐνεγ‐ κεῖν. καὶ ὅτε βούλει δεῖ[πν]ον ποιῆσαι, λέγε· πᾶν χώρημα εὐπρεπὲς θεωρήσας [κέ]λευε τούτῳ στρῶσαι ταχέως καὶ συντόμως· εὐθὺς [περι]θ̣ήσει χρυσόροφα δώματα, τοίχους τούτοις μαρμαρωθέ̣[ν]τ̣ας ὄψῃ—καὶ ταῦτα ἡγεῖ τὰ μὲν ἀληθῆ, | |
110 | τὰ δὲ βλέπεσθαι μόνο[ν]—οἶνον δὲ πολυτελῆ, καθὼς πρέπει ἐξαρτίσαι τὸ δεῖπνον λ[αμ]πρῶς, συντόμως δαίμονας οἴ‐ σει καὶ τοὺς ὑπηρετοῦν[τ]άς σοι ζωστοὺς κοσμήσει. ταῦτα [σ]υντόμως ποιεῖ. κα[ὶ ὁπόταν αὐτὸν] κελεύσῃς διακον[ῆσαι], ποιήσει, καὶ ὄψῃ προ[τερή]σαντα ἄλλοις· ἵστησι πλοῖα καὶ πά[λιν] | |
115 | ἀπολύει, ἵστησι πονη[ρὰ δαιμόν]ι̣α̣ πλεῖστα, θῆρας δὲ παύει καὶ ὀ‐ δόντας ῥήξει ἑρπετ[ῶν ἀν]ημέρων συντόμως, κύνας δὲ κοιμίζει καὶ ἀφώνο[υς ἵσ]τησι, μεταμορφοῖ δὲ̣ εἰς ἣν ἐὰν βούλῃ μορφὴν θη[ρίου] πετηνοῦ, ἐνύδρου, τετραπόδου, ἑρπετοῦ. βαστάξει σ[ε εἰς] ἀέρα καὶ πάλιν ῥίψει σε εἰς κλύδων‐ | |
120 | α ποντίων ποταμ[ῶν καὶ] εἰς ῥ〈ύ〉ακας θαλασσίων, πήξει δὲ ποτα‐ μοὺς καὶ θάλασσα[ν συντ]όμως καὶ, ὅπως ἐνδιατρέχῃς σταδίως, ὡς βούλει. μά[λιστα] δὲ καθέξει σοῦ θελήσαντός ποτε τὸν ἀφρὸν ἁλί[δρομ]ον, καὶ ὅταν θέλῃς ἄστρα κατενεγ‐ κεῖν, ὁπόταν τε θέλῃς [τὰ θερ]μὰ ψυχρὰ ποιῆσαι καὶ τὰ ψυχρὰ | |
125 | θερμά, λύχνους ἀνά[ψει κ]αὶ κατασβέσει πάλιν, τείχη δὲ σείσει καὶ πυρίφλογα [ποιή]σει, δουλεύσει σοι ἱκανῶς εἰς [ἃ] ἂν ἐπινοήσῃς, ὦ μα[κάρι]ε μύστα τῆς ἱερᾶς μαγείας, καὶ ἐπι‐ τελέσει σοι ὁ κράτιστος πάρεδρος οὗτος, ὁ καὶ μόνος κύριος τοῦ ἀέρος, καὶ συνφων[ή]σουσι πάντα οἱ θεοί· δίχα γὰρ τούτου | |
130 | οὐδέν ἐστιν. μηδενὶ [ἄλλῳ με]ταδῷς, ἀλλὰ κρύβε, πρὸς Ἡλίου, ἀξιωθεὶς ὑπὸ τοῦ κυρί[ου θεοῦ], τὸ μέγα τοῦτο μυστήριον. ἔστιν δὲ ὁ λόγος ὁ λεγόμενος ἑ[πτάκις ἑπ]τὰ πρὸς ἥλιον ἐξορκισμὸς τοῦ παρέδρου· ‘ωρι πι... [Ἀ]μοῦν τε αινθυ̣φ πιχ̣αρουρ‐ ραιαλ καρφιουθ υμου ρ̣ο̣θ̣ι̣ρ̣βαν οχαναυ μουν̣α̣ιχαναπτα‐ | |
135 | ζω· ζων ταζωταζω· πταζω μαυϊας σουωρι σουω ωους σαραπτουμι σαραχθι α. ριχαμχω βιραθαυ ωφαυ φαυω δαυα· αυαντω ζουζω· αρρουζω ζωτουαρ θωμναωρι αυωι πταυχαρηβι αωυοσωβιαυ πταβαϊν ααααααα αεηιουωυωοιηεα χαχαχ χαχαχ χαρχαραχαχ Ἀμοῦν ω· ηϊ | |
140 | ϊαεωβαφρενεμουνοθιλαρικριφιαευεαϊφιρκιραλιθον‐ υομενερφαβω[ε]αϊ χαθαχ φνεσχηρ φιχρο φνυρω φωχωχοχ ϊαρβαθα γραμμ̣η φιβαωχνημεω.‘ οὗτός ἐστιν ὁ λόγος ὁ λεγό‐ μενος πρὸς ἥλιον ἑπτάκις ἑπτά. ἔστιν δὲ ὁ γλυφόμενος εἰς τὸν λίθον Ἡλίωρος ἀνδρ[ιὰς] λεοντοπρόσωπος, τῇ μὲν ἀριστερᾷ | |
145 | χειρὶ κρατῶν πόλον καὶ μάστιγα, κύκλῳ δὲ αὐτοῦ δράκοντα οὐροβόρον, ὑπὸ δὲ τὸ ἔδαφος τοῦ λίθου τὸ ὄνομα τοῦτο (κρύβε)· ‘αχα αχαχα χαχ χαρχαρα χαχ.‘ καὶ διειρήσας σπάρτῳ Ἀνου‐ βιακῷ φόρει περὶ τὸν τράχηλον. λόγος Σελήνῃ· ‘ϊνουθω πτουαυμι· ανχαριχ· χαραπτουμι· ανοχα αβιθρου | |
1(150) | αχαραβαυβαυ βαραθιαν ατεβ δουανανου απτυρ πανορ παυραχ· σουμι φορβα· φ[ο̣]ριφορβαραβαυ· βωηθ· αζα· φορ· ριμ μιρφαρ· ζαυρα· πταυζου· χωθαρπαραχθιζου· ζαιθ· ατιαυ ϊαβαυ καταντουμι βαθαρα χθιβι ανοχ.‘ ταῦτα εἰπὼν ὄψει τινὰ ἀστέρα ἐκ τοῦ 〈οὐρανοῦ〉 κατ’ ὀλίγον ἀναλυόμενον καὶ θεο‐ | |
155 | ποι[ο]ύμ[ε]νον. σὺ δὲ προσιὼν καὶ δεξάμενος τῆς χειρὸς καταφ[ιλ]ῶν λέγε τὸν αὐτὸν λόγον· ‘ωπταυμι ναφθαυβι μαιουθ[μ̣]ου μητροβαλ· ραχηπτουμι αμμωχαρι αυθει· α. ταμαρα· χιωβιταμ· τριβωμις· αραχο ισαρι ραχι· Ἰα[κο]υβι ταυραβερωμι ανταβι ταυβι.‘ ταῦ[τά] σοι εἰ‐ | |
160 | πόντι [ἀπ]ο̣κριθήσεται, σὺ δὲ αὐτῷ λέγε· ‘τί ἐστιν τὸ ἔνθεόν σου ὄν[ομ]α; μήνυσόν μοι ἀφθόνως, ἵνα ἐπικαλέσω‐ μαι α[ὐτό‘. ἔσ]τιν δὲ γραμμάτων ιεʹ· σουεσολυρ φθη μωθ. ἔστιν δὲ καὶ τὰ ἑξῆς λεγόμενα· ‘δεῦρό μοι, βασιλεῦ, 〈καλῶ σε〉 θεὸν θεῶν, ἰσχυρὸν, ἀπέραντον, ἀμίαντον, ἀδιήγητον, Αἰῶνα κα‐ | |
165 | τεστηριγ[μ]ένον· ἀκίνητός μου γίνου ἀπὸ τῆς σήμερον ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τῆς ζωῆς μου‘. ἔπειτα ἐρώτα αὐτὸν κατὰ τῶν αὐτῶν ὅρκων. ἐὰν τὸ ὄνομά σοι εἴπῃ, σὺ δὲ τῆς χειρὸς αὐτοῦ λαβὼν κάτελθε καὶ κατάκλινον αὐτόν, ὡς προεῖπον, παρατιθῶν αὐτῷ, ἐξ ὧν μεταλαμβάνεις βρω‐ | |
170 | τῶν καὶ ποτῶν. ἐπὰν δὲ ἀπολύσῃς αὐτὸν, μετὰ τὸ ἀποστῆ‐ ναι ἐπίθυε αὐτῷ τὰ προκείμενα καὶ σπένδε οἶνον, καὶ οὕτως τῷ κραταιῷ ἀγγέλῳ φίλος ἔσει· ἀποδημοῦντί σοι συν‐ αποδημήσει, πενομένῳ χρήματα δώσει, ἐρεῖ σοι τὰ μέλλοντα γενέσθαι καὶ πότε καὶ ποίῳ χρόνῳ, νυκτὸς ἢ ἡμέρας. ἐὰν | |
175 | δέ τί〈σ〉 σε ἐρωτήσῃ· ‘τί κατὰ ψυχὴν ἔχω‘; ἢ· ‘τί μοι ἐγένετο ἤγε μέλ[λ‐] ει γενέσθαι;‘ ἐπερώτα τὸν ἄγγελον, καὶ ἐρεῖ σοι σιωπῇ· σὺ δὲ ὡς ἀπὸ σεαυτοῦ λέγε τῷ ἐπερωτῶντί σε. τελευτήσαντός σου τὸ σῶμα [περισ]τελεῖ, ὡς πρέπον θεῷ, σοῦ δὲ τὸ πνεῦμα βαστά‐ ξας εἰς ἀέρ[α ἄ]ξει σὺν αὑτῷ. εἰς γὰρ Ἅιδην οὐ χ[ω]ρήσει ἀέριον | |
180 | πνεῦμα συσταθὲν κραταιῷ παρέδρῳ· τούτῳ γὰρ πάντα ὑπόκειτ[αι]. ὅταν δὲ θέλῃς τι πρᾶξαι, εἰς ἀέρα λέγε τὸ ὄνομα | |
μόνον κα[ὶ· ‘ἐλθέ‘, κ]αὶ ὄψῃ αὐτόν, καὶ ἐγγύς σου ἑστῶτα, καὶ λέγε αὐτῷ· ‘ποίη[σον] τοῦτο τὸ ἔργον,‘ καὶ ποιεῖ παραυτὰ καὶ ποιήσας ἐρεῖ σοι· ‘τί ἄλλο βούλει; σπεύδω γὰρ εἰς οὐρανόν.‘ ἐὰν δὲ μὴ ἔχῃς | ||
185 | παραυτὰ ἐπιτάξαι, λέγε αὐτῷ· ‘πορεύου, κύριε‘, καὶ ἀπελεύ‐ σεται. οὕτως οὖν ὁ θεὸς ὑπὸ σοῦ μόνου θεωρηθήσεται, οὐδὲ φωνήν ποτε αὐτοῦ οὐδεὶς ἀκούσει λαλοῦντος, εἰ μὴ σὺ αὐ‐ τὸς μόν[ο]ς. ἐρεῖ δέ σοι περὶ κατακλίσεως ἀνθρώπου, εἰ ζήσε‐ ται ἢ τελ[ευτήσ]ει, καὶ ποίᾳ ἡμέρᾳ καὶ ποίᾳ ὥρᾳ νυκτός. | |
190 | δώσει δέ [σοι καὶ] ἀγρίας βοτάνας καὶ πῶς θερ[α]πεύσεις, καὶ ὡς θεὸς προ̣[σκ]υ̣ν̣ηθήσει ἔχων τὸν θεὸν φί[λο]ν. ταῦτα εὖ ἀνύσει ὁ κραται[ὸς] πάρεδρος. ταῦτα οὖν μηδενὶ παραδίδου, εἰ μὴ μόνῳ [σο]υ ἰσχινῷ υἱῷ σου ἀξιοῦντι τὰ [παρ’] ἡμῶν ῥηθέν‐ τα ἐνεργ[ή]ματα. διευτύχει.‘ τὸ δὲ λεγόμενον πρὸς ἥλιον οὐδὲν | |
195 | ζητεῖ εἰ μ[ὴ] ϊαεωβαφρενεμουν (λόγος) καὶ ια[ρ]βαθα (λόγος). Ἔστιν οὖν τοῦ [π]ρωτοφυοῦς θεοῦ καὶ πρωτογε[ν]οῦς ῥυστική· ‘ἐπικαλο[ῦ]μαί σε, κύριε, κλῦθί μου, ὁ ἅγιος θεός, [ὁ] ἐν ἁγίοις ἀνα‐ παυόμενος, ᾧ αἱ Δόξαι παρεστήκασι διηνεκῶ〈σ〉· σὲ ἐπικα‐ | |
1(200) | λοῦμαι, [προπ]άτωρ, καὶ δέομαί σου, αἰωναῖε, αἰωνακ〈τ〉ινοκρά‐ τωρ, αἰωνοπολοκράτωρ, ἐπὶ τοῦ ἑπταμερ[ί]ου σταθείς χαω· χαω·χα·ουφ· χθεθωνϊμεεθηχρινϊ[α̣] μερουμ ϊ Ἀλδα ζαω βλαθαμμ̣α̣χωθ φριξα ηκ̣ε̣[..]φυηϊδρυ‐ μηω φερφ̣ριθω ϊαχθω ψυχεω φιριθμεω [ρ]ωσερωθ | |
205 | θαμαστρα φατιρι ταωχ ϊαλθεμεαχε· ὁ τὸ ῥίζωμα δια‐ κατέχω[ν, ὁ] τὸ ἰσχυρὸν ὄνομα ἔχων τὸ καθηγιασμένον [ὑ]πὸ πάντων ἀγγέλων· ἐπάκουσόν μου, ὁ κτίσας δεκα‐ νοὺς κ[ρα]ταιοὺς καὶ ἀρχαγγέλους, ᾧ παρεστήκασιν μυριά‐ δες ἀγγ[έλ]ων ἄφατοι· κατ’ οὐρανὸν ἀνυψώθης, καὶ κύρι‐ | |
210 | ος ἐπεμ〈αρ〉τύρησεν [τ]ῇ σοφίᾳ σου καὶ κατηυλόγησέν σου 〈τὴν〉 δύν[α]μιν καὶ εἶπέν σε σθένειν καθ’ ὁμοιότητα αὐτοῦ, ὅσον κα[ὶ α]ὐτὸ[ς σθένει. ἐπικαλοῦμαί σε, κύριε τῶν πάντων, ἐν ὥρᾳ ἀνάγ‐] κης, ἐπά[κ]ουσόν μο[υ], ὅτι [θλ]ί[βε]ταί μου ἡ ψυχὴ καὶ ἀποροῦ‐ μαι ἁ[πάντων] ἄβου[λος· διὸ ἐλθέ] μοι, ὁ κυριεύων πάντων | |
215 | ἀγγέλων, ὑπεράσπισόν μου πρὸς πᾶσαν ὑπεροχὴν ἐξου‐ σίας δαίμονος ἀε[ρί]ου [καὶ εἱ]μαρμένης. ναί, κύριε, ὅτι ἐπικα‐ λοῦμαί σου τὸ κρυ[π]τὸν ὄνομα τὸ διῆκον ἀπὸ τοῦ στερεώματος ἐπὶ τὴν γῆν· αθηζοφωιμ ζαδηαγηωβηφιαθεαα Ἀμ‐ βραμι Ἀβρααμ θαλχιλθοε ελκωθωωηη αχθωνων | |
220 | σα Ἰσακ χωηϊουρθασιω Ἰωσϊα ϊχημεωωωω αωαεϊ, ἀνάσωσόν με ἐν ὥρᾳ ἀνάγκησ‘. λέγε ἡλίῳ ἢ ὅπου ἐὰν κατα[λ]ηφθῇς. Ἀμαύρωσις ἀναγκαία· | |
λαβὼν στέαρ ἢ ὀφθαλμὸν νυκτίβαυ καὶ κύλισμα καν‐ θάρου καὶ 〈ὀμ〉φακνίνου μύρου λειοτριβήσας πάντα χρῖε ὅλον | ||
225 | τὸ σωμά[τ]ιόν σου, καὶ πρὸς ἥλιον λέγε· ‘ἐξορκίζω σε τὸ μέγα ὄνομα βορκη φοιουρ ϊω ζιζια̣ α̣πα̣ρξεουχ θυθ̣η λαιλαμ αααααα [ιι]ιιι ωωωω ϊεω ϊεω ϊεω ϊεω ϊεω ϊεω ϊεω ναυναξ αιαι αεω αεω ηαω‘ καὶ ὑγρὸν ποίει καὶ ἐπίλε‐ γε· ‘ἀθεώρητόν με ποίησον, κύριε Ἥλιε, αεω ωαη εϊη ηαω, | |
230 | ἀπέναντι παντὸς ἀνθρώπου ἄχρι δυσμῶν ἡλίου ϊω ϊωω φριξ ριζω εωα.‘ Μνημονική· λαβὼν χάρτην ἱερατικὸν γράψον τὰ προκείμενα ὀνόματα ζμυρνομέλανι Ἑρ‐ μαϊκῷ καὶ γράψας, ὡς πρόκειται, ἀπόκλυσον ἐς ὕδωρ πηγαῖ‐ | |
235 | ον ἀπὸ ζʹ πηγῶν καὶ πίε αὐτὸ ἐπὶ ἡμέρας ζʹ νήστης ἐξ ἀ‐ νατολῆς οὔσης τῆς σελήνης. πῖνε δὲ τὸ ἀρκοῦν. ἔστιν δὲ τὰ γρα‐ φόμενα εἰς τὸ πιττάκιον· ‘καμβρη χαμβρη· σιξιωφι Ἁρπον Χνουφι βριντατηνωφριβρισκυλμααρουαζαρβαμεσεν κριφι νιπτουμι χμουμαωφ Ἀκτιωφι αρτωσι βιβιου | |
240 | βιβιου σφη σφη νουσι νουσι σιεγω σιεγω νουχα νουχα λινουχα λινουχα χυχβα χυχβα καξιω χυχβα δητοφωθ ιι αα οο υυ ηη εε ωω.‘ ταῦτα ποιήσας ἀπόκλυσον καὶ πίε, ὡς πρόκειται. ἔστιν δὲ καὶ τοῦ μελανίου ἡ σκευή· τρωγλῖ‐ τις ζμύρνα δραχμαὶ δʹ, ἰσχάδας Καρικὰς γʹ, φοινίκων Νικολάων ὀστέα ζʹ, | |
245 | στροβίλια ἄβροχα ζʹ, ἀρτεμισίας μονοκλώνου καρδίας ζʹ, ἴβεως ‘Ἑρμαϊκῆς πτερὰ ζʹ, ὕδωρ πηγαῖον. ταῦτα καύσας ποί‐ ει καὶ γράφε. Ἀμαύρωσι〈σ〉 δοκίμη. μέγα ἔργον· λαβὼν πιθήκου ὀφθαλμὸν ἢ νέκυος βιοθανάτου καὶ βοτάνην ἀγλαοφωτίδος (τὸ ῥόδον λέγει) ταῦτα τρί‐ ψας σὺν ἐλαίῳ σουσίνῳ, τρί‐ | |
1(250) | βων δὲ αὐτὰ ἐκ τῶν δεξιῶν εἰς τὰ εὐώνυμα λέγε τὸν λό‐ γον, ὡς ὑπόκειται· [verba coptica] | |
253 | ἀνάστηθι, δαίμων καταχθόνιε ιω Ἐρβηθ ιω Φορβηθ ιω Πακερβηθ ιω Ἀπομψ, ὃ ἐὰν ἐπιτάξω ὑμῖν ἐγὼ ὁ δεῖνα, ὅπως | |
255 | ἐπήκοοί μοι γένησθε.‘ ἐὰν δὲ θελήσῃς ἄφαντος γενέ‐ σθαι, χρῖσόν σου τὸ μέτωπον μόνον ἐκ τοῦ συνθέματος, καὶ ἄφαντος ἔσῃ, ἐφ’ ὅσον χρόνον θέλεις. ἐὰν δὲ θελή‐ σῃς ἐμφαίνεσθαι, ἀπὸ δύσεως ἐρχόμενος εἰς ἀνατολὴν λέγε τὸ ὄνομα τοῦτο, καὶ ἔσει δηλωτικὸς καὶ ἔποπτος πᾶσιν | |
260 | ἀνθρώποις. ἔστιν δὲ τὸ ὄνομα· ‘Μαρμαριαωθ μαρμα‐ ριφεγγη, ποιήσατέ με, τὸν δεῖνα, ἔποπτον πᾶσιν ἀνθρώποις ἐν τῇ σήμερον ἡμέρᾳ, ἤδη, ἤδη, ταχύ, ταχύ.‘ ἔχε〈ι〉 λίαν καλῶς. Ἀπολλωνιακὴ ἐπίκλησις· λαβὼν κλῶνα δάφν[ης] ἑπτάφυλλον ἔχε ἐν τῇ δεξ[ιᾷ] χειρὶ | |
265 | καλῶν τοὺς οὐρανίους θεοὺς καὶ χθονίους δαίμον[ας]. γρά‐ ψον εἰς τὸν κλῶνα τῆς δάφνης τοὺς ζʹ ῥυστικοὺς χ[α]ρα‐ κτῆρας. εἰσὶν οἱ χαρακτῆρες οἵδε· [Magical Character] [Magical Character] [Magical Character] [Magical Character] [Magical Character] [Magical Character] [Magical Character] [Magical Character] τὸν μὲν πρῶτον χαρακτῆρα εἰς τὸ πρῶτον φύλλον, τὸν [δε]ύτερον | |
270 | πάλιν οὕτως εἰς τὸ δεύτερον, ἄχρι λήξεως τῶν ζʹ φύλλων καὶ τῶν ζʹ χαρακτήρων. βλέπε δέ, μὴ ἀπολέσῃς φύλλον [καὶ] σεαυ‐ | |
τὸν βλάψῃς· τοῦτο γὰρ μέγιστον σώματος φυλακτικόν, ἐν ᾧ πάντες ὑποτάσσονται καὶ θάλασσα καὶ πέτραι φρίσσουσι καὶ δαίμονες φυλ〈άσσονται χαρ〉ακτήρων τὴν θείαν ἐνέργειαν, ἥνπερ | ||
275 | μέλλεις ἔχειν. ἔστιν γὰρ φυλακτήριον μέγιστον τῆς πρά‐ ξεως, ἵνα μηδὲν πτοηθῇς. ἔστιν δὲ ἡ πρᾶξις· λαβὼν λύχνον ἀμίλτωτον σκεύασον διὰ βυσσίνου ῥάκους καὶ ῥοδίνου ἐλαίου ἢ ναρδίνου καὶ στολίσας σεαυτὸν προφη‐ τικῷ σχήματι ἔχε ἐβεννίνην ῥάβδον ἐν τῇ λαιᾷ χειρὶ καὶ | |
280 | τὸ φυλακτήριον ἐν τῇ δεξιᾷ, τουτέστιν τὸν κλῶνα τῆς δά‐ φνης, ἔχε δὲ ἐν ἑτοίμῳ λύκου κεφαλήν, ὅπως ἂν ἐπιθῇς τὸν λύχνον ἐπὶ τῆς κεφαλῆς τοῦ λύκου, καὶ βωμὸν ὠμὸν στησάμενος ἐγγὺς τῆς κεφαλῆς καὶ τοῦ λύχνου, ἵνα ἐπιθύ‐ σῃς τῷ θεῷ· καὶ εὐθέως εἰσέρχεται τὸ θεῖον πνεῦμα. ἔστιν | |
285 | δὲ τὸ ἐπίθυμα λύκου ὀφθαλμός, στύραξ, κιννάμωμον, βδέλλα καὶ ὅτι ἔντιμον ἐν τοῖς ἀρώμασι, καὶ σπονδὴν τέλε‐ σον ἀπὸ οἴνου καὶ μέλ[ι]τος καὶ γάλακτος καὶ ὀμβρίου ὕδατος 〈καὶ ποί〉ει πλακοῦντας ζʹ καὶ πόπανα ζʹ. ταῦτα μέλλεις ὅλα ποιῆσαι [ἐγ]γὺ̣ς̣ τοῦ λύχνου, ἐστολισμένος καὶ ἀπεχόμενος ἀπὸ | |
290 | πάντων μυσαρῶν πραγμάτων καὶ πάσης ἰχθυοφαγίας καὶ πάσης συνουσίας, ὅπως ἂν εἰς μεγίστην ἐπιθυμίαν ἀγά‐ γῃς τὸν θεὸν εἰς σέ. ἔστιν δὲ τὰ ὀνόματα, 〈ἃ〉 μέλλεις γράψαι εἰς τὸ βύσσινον ῥάκος καὶ ἐλλυχνιάσεις εἰς τὸν ἀμίλτωτον λύχνον· ‘αβεραμενθωουλερθεξ αναξ εθρενλυοω θνεμα ραιβαι· | |
295 | αεμινναε βαρωθερ ρεθωβαβ εανιμεα.‘ ὅταν τελέσῃς πάν‐ τα τὰ προειρημένα, κάλει τῇ ἐπαοιδῇ· ‘Ἄναξ Ἀπόλλων, ἐλθὲ σὺν Παιήονι, χρημάτισόν μοι, περὶ ὧν ἀξιῶ, κύριε. δέσποτα, λίπε Παρνάσιον ὄρος καὶ Δελφίδα Πυθὼ ἡμετέρων ἱερῶν στομάτων ἄφθεγκτα λαλούντων, | |
1(300) | ἄγγελε πρῶτε 〈θε〉οῦ, Ζηνὸς μεγάλοιο, Ἰάω, καὶ σὲ τὸν οὐράνι‐ ον κόσμον κατέχοντα, Μιχαήλ, καὶ σὲ καλῶ, Γαβριὴλ πρω‐ τάγγελε· δεῦρ’ ἀπ’ Ὀλύμπου, Ἀβρασάξ, ἀντολίῃς κεχαρη‐ μένος, ἵλαος ἔλθοις, ὃς δύσιν ἀντολίηθεν ἐπισκοπιάζει[ς, Ἀ]δωναί· πᾶσα φύσις τρομ[έ]ει σε, πάτερ κό[σ]μοιο, Πακερβηθ. | |
305 | ὁρκίζω κεφαλήν τε θεοῦ, ὅπερ ἐστὶν Ὄλυμπος, ὁρκίζω σφραγῖδα θεοῦ, ὅπερ ἐστὶν ὅρασις, ὁρκίζω χέρα δεξιτερήν, ἣν κόσμῳ ἐπέσχες, ὁρκίζω κρητῆρα θεοῦ πλοῦτον κατέχοντα, ὁρκίζω θεὸν αἰώνιον Αἰῶνά τε πάντων, | |
310 | ὁρκίζω Φύσιν αὐτοφυῆ, κράτιστον Ἀδωναῖον, ὁρκίζω δύνοντα καὶ ἀντέλλοντα Ἐλωαῖον, ὁρκίζω τὰ ἅγια καὶ θεῖα ὀνόματα ταῦτα, ὅπως ἂν πέμψωσί μοι τὸ θεῖον πνεῦμα καὶ τελέσῃ, ἃ ἔχω κατὰ φρένα καὶ κατὰ θυμόν. | |
315 | κλῦθι, μάκαρ, κλῄζω σε, τὸν οὐρανοῦ ἡγεμονῆα | |
καὶ γαίης, χάεός τε καὶ Ἄϊδος, ἔνθα νέμονται ... πέμψον δαίμονα τοῦτον ἐμαῖς ἱεραῖς ἐπαοιδαῖς νυκτὸς ἐλαυνόμενον προστάγμασιν σῆς ὑπ’ ἀνάγκης, οὗπερ ἀπὸ σκήνους ἐστὶ τόδε, καὶ φρασάτω μοι, | ||
320 | ὅσσα θέλω γνώμῃσιν, ἀληθείην καταλέξας, πρηΰν, μειλίχιον μηδ’ ἀντία μοι φρονέοντα. μηδὲ σὺ μηνίσῃς ἐπ’ ἐμαῖς ἱεραῖς ἐπαοιδαῖς, ἀλλὰ φύλαξον ἅπαν δέμας ἄρτιον ἐς φάος ἐλθεῖν· ταῦτα γὰρ αὐτὸς ἔταξας ἐν ἀνθρώποισι δαῆναι. | |
325 | κλῄζω δ’ οὔνομα σὸν Μοίραις αὐταῖς ἰσάριθμον· αχαϊφω θωθω αϊη ϊαηϊα αϊη αϊη ϊαω θωθω φιαχα.‘ καὶ ὅταν εἰσέλθῃ, ἐρώτα αὐτόν, περὶ οὗ θέλεις, περὶ μαντείας, περὶ ἐποποιίας, περὶ ὀνειροπομπείας, περὶ ὀνειραιτησίας, περὶ | |
330 | ὀνειροκριτίας, περὶ κατακλίσεως, περὶ πάντων, ὅ[σ]ων ἐστὶν ἐν τῇ μαγικῇ ἐμπει[ρίᾳ]. στρῶσον δὲ θρόνον καὶ κλ[ι]ντήριο[ν δ]ιὰ βυσσίνω[ν], σὺ δὲ στάθητι θύων διὰ τοῦ προειρημένου ἐπι‐ θ[ύ]ματος. καὶ μετὰ τὴν ἐξ[έ]τασιν ἐὰν θέλῃς | |
335 | ἀπολῦσαι αὐτὸν τὸν θεόν, τὴν προειρημένην ἐ[β]εννίνην ῥάβδον, ἣν ἔχεις χειρὶ ἐν τῇ λαιᾷ, μετένεγκον εἰς τὴν δεξιὰν καὶ τὸν κλῶν‐ α τῆς δάφνης, ὃν ἔχεις ἐν τῇ δεξιᾷ χειρί, μετένεγκον εἰς τὴν ἀριστεράν, καὶ σβέσον | |
340 | τὸν καιόμενον λύχνον καὶ χρῶ τοῦ αὐτοῦ ἐπιθύματος λέγων ὅτι· ‘ἵλαθί μοι, προπάτωρ, προγενέστερε, αὐτογένεθλε· ὁρκίζω τὸ πῦρ τὸ φανὲν πρῶτον ἐν ἀβύσσῳ, ὁρκίζω τὴν σὴν δύναμιν, τὴν πᾶσι μεγίστην, | |
345 | ὁρκίζω τὸν φθείροντα μέχρις Ἄϊδος εἴσω, ἵνα ἀπέλθῃς εἰς τὰ ἴδια πρυμνήσια καὶ μή | |
με βλάψῃς, ἀλλ’ εὐμενὴς γενοῦ διὰ παντός.‘ | ||
2 | ‘...ακρακαναρβα· καναρβα· αναρβα· ναρβα· αρβα· ρβα· βα· [α].‘ λέγε ὅλον οὕτως τὸ ὄνομα πτερυγοειδῶς. ‘Φοῖβε, μαντοσύναισιν ἐπίῤῥοθος ἔρχεο χαίρων, Λητοΐδη, ἑκάεργε, ἀπότροπε, δεῦρ’ ἄ[γ]ε, δεῦρο· δεῦρ’ ἄγε, θεσπίζων, μαντεύεο νυκτὸς ἐν ὥρῃ. αλλαλαλα· αλλαλαλα· σανταλαλα· ταλαλα.‘ λέγε τοῦτο τὸ ὄνομα καὶ | |
5 | αὐτὸ ἓν ὑφαιρῶν πτερυγοειδῶς. ‘εἴ ποτε δὴ φιλόνικον ἔχων κλάδον ἐν‐ θάδε δάφνης [σῆ]ς ἱερῆς κορυφῆς ἐφθέγγεο πολλάκις ἐσθλά· καὶ νῦν μοι σπεύ‐ σειας ἔχων θεσπίσματ’ ἀληθῆ· λαητωνιον καὶ ταβαραωθ’· αεω· εω, ἄναξ Ἄ‐ πολλον Παιάν, [ὁ] τὴν νύκτα ταύτην κατέχων καὶ ταύτης δεσποτεύων, ὁ τὴν ὥ‐ ραν τῆς εὐχῆς κ[α]ὐτῆς κρατῶν. ἄγετε, κραταιοὶ δαίμονες, συνεργήσατέ μοι σή‐ | |
10 | μερον ἐπ’ ἀλ[η]θείας φθενγόμενοι σὺν τῷ τῆς Λητοῦς καὶ Διὸς υἱῷ.‘ ἐπίφερε δὲ καὶ τοῦτο, ὅπερ ἐ[ν] φύλλοις δάφνης γράφεται, καὶ μετὰ 〈τὰ〉 τοῦ π[ιτ]τακίου, ὅπου ὁ ἀκέφαλος γράφεται, καὶ τ[ίθε]ται πρὸς κεφαλῆς συνειλιχθέν. λέγεται δὲ καὶ εἰς τὸν λύχνον μετὰ τοῦ εἰσελθεῖν ἀπὸ τῆς εὐχῆς πρὶν κοιμηθῆναι, λιβάνου χόνδρον ἐπιτιθέντος 〈σου〉 τῇ θρυαλλίδι τ[οῦ] λύχνου· ‘βοασοχ· ωεαη· ϊαωϊη· ωϊαη· ωϊαη· νιχαρο· πληξ· | |
15 | σθομ· ωθω[·]υ· ιε· ιω· ηϊ· Ἰαήλ, [ι]ρμουχ· ωνορ· ωευε ϊυω· εαω· Σαβαώθ· θηο‐ | |
τη· παω·μιαχ [σ]ϊεου· ϊαω· ϊε· ϊεω[...]· ϊου ϊεου ϊω ϊηι ηω· ϊηαϊ ϊεωα· αεηϊουω.‘ Πρὸς δὲ τὸ μνημνονεύειν τὰ λεγόμε[να] χρῶ συνθέματι τούτῳ· λαβὼν βοτάν[ην] ἀρτε‐ μισίαν, ἡλιοπάλιον, λίθον πνέον[τα], κοκκούφατος καρδίαν τοῦ καὶ γυπαλέκ[τορ]ος, τρίψας ὁμοῦ πάντα πρόσβαλε μέλιτ[ο]ς τὸ ἀρκοῦν καὶ χρῖέ σου τὰ χείλη, προλιβανωτίσας | ||
20 | τὸ στόμα χόνδρῳ λιβάνου. Ποίησ[ις] αὕτη· ἑσπέρας μέλλων κοιμᾶσθαι ὀνείῳ γάλα‐ κτι καθᾶρόν σο[υ] τὴν στρωμνήν, κ[λ]άδους δὲ δάφνης ἔχων ἐν χερσίν, ὧν καὶ ποίη‐ σις ὑπόκειται, λέγε τὴν ὑποκειμένην ἐπίκλησιν. ἔστω δὲ ἡ στρωμνὴ χαμαὶ ἢ ἐπὶ κα‐ θαρῶν θρύων ἢ ἐπὶ ψιάθου, κοι[μ]ῶ δὲ ἐπὶ τοῦ δεξιοῦ πλευροῦ χαμαί τε καὶ ἐν ὑπαί‐ θρῳ. ποίει δὲ τ[ὴ]ν ἐπίκλησιν μηδ[ε]νὶ δοὺς ἀπόκρισιν, ἐπίθυε δὲ ἐπικαλούμενος λίβανον | |
25 | ἄτμητον καὶ σ[τ]ροβίλους δεξιοὺς δ[ώ]δεκα καὶ ἀλέκτορας ἀ[σ]πίλους βʹ, τῷ Ἡλίῳ ἕνα καὶ τῇ Σελήνῃ ἕνα, ἐν τῆ πρώτῃ ἡμέρᾳ, ἐπὶ χ[αλ]κοῦ ἢ γηίνου θυμιατηρίου. ἐν δεξιᾷ τὸ[ν] χαρακτῆ‐ ρα τοῦτον γράφε κ[αὶ] πρὸς τῇ ὀρθῇ αὐτοῦ [ὑπο]γραμμῇ κοιμῶ. εὐχόμενος δὲ στέφα[ν]ον ἔχε δάφνινον [τ]οιοῦτον· λαβὼν κλ[ῶ]νας δάφνης ιβʹ καὶ ποιήσας ἀπὸ μὲν τῶν ζ̣ʹ κλάδων στέφανον, τοὺς δὲ λοιποὺς ἄλλους πέντε συνδήσας ἔχε ἐν τῇ χειρὶ τῇ δεξιᾷ εὐχόμενος | |
30 | καὶ μετ’ αὐτῆ[ς] κοιμῶ ἐν τῷ αὐτῷ σχήματι, γράφε δὲ σμυρνομέλανι τῷ σοι δηλουμένῳ ἐν πίννῃ λι[..] καὶ κάτεχε εὐχόμενος μετὰ τῆς δάφνης ὀνόματα, ὧν ἀρχή ἐστιν ἥδε· βολσοχ καὶ τὰ [ἑ]ξῆς. τὰ δὲ κατὰ κλάδον εἰς ἕκαστον φύλλον γραφόμενα ὀνόματα· ‘υεσσεμμιγα‐ δων ορθω· Βαυβώ· νοηρε· σοιρε· σοιρη σανκανθαρα· Ἐρεσχιγάλ. σανκιστη· δωδεκα‐ κιστη· ἀκρουροβόρε· κοδηρε.‘ γράφε ὀνόματα ιβʹ. ἔστιν δὲ τὸ μέλαν τόδε· σμύρναν καὶ πεντε‐ | |
35 | δάκτυλον βοτάνην καὶ ἀρτεμισίαν καύσας ἁ[γ]νῶς λειοτρίβησον καὶ χρῶ. λαβὼν κλάδον δά‐ φνης καὶ κύμινον Αἰθιοπικὸν καὶ στρύχνον βοτάνην ὁμοῦ τρῖψον, καὶ ὕδωρ καινοῦ φρέα‐ τος ὀρυγέντ[ο]ς πρὸ μηνῶν εʹ ἢ ἐντὸς ἐτῶν εʹ ἢ ὃ ἐὰν καταλάβῃς ἀπὸ πρώτης ἡμέρας τῇς ὀρύξεως, ἐν ἀγγείῳ ὀστρακίνῳ ἀνενεγκὼν καὶ ἐμβαλὼν εἰς τὸ ὕδωρ τὰ τετριμ‐ μένα, ἔασον ἐπὶ νύκτας μόνας γʹ καὶ ἐπικαλούμενος εἰς τὸ οὖς σου τὸ δεξιὸν | |
40 | βάλε ὀλίγον. πρὸς δὲ τὸ μνημονεύειν σε εἰς φύλ[λ]ον πεντεδακτύλου βοτάνης γράψον τὸν ὑποκείμενον χαρακτῆρα καὶ ἔχε ἐν τῷ στόματι κοιμώμενος, γράψας σμυρνομέλανι· ἔστιν δὲ [Magical Character]. ἄρχου δὲ τῆς προκειμένης ἐπικλήσεως ἀπὸ ζʹ τῆς σελήνης, μέχρις ὅταν ὑπακούσῃ καὶ συσταθῇς αὐτῷ. εἰσὶν δὲ καὶ 〈ἄλλ〉οι ἐπά‐ ναγκοι· προσφέρονται δὲ πάντες τῇ σελήνῃ μετὰ τὴν αʹ ἡμέραν ἢ δευτέραν. | |
45 | ἐὰν οὖν μὴ φανῇ, ἐπίθυε κριοῦ μέλανος ἐγκέφαλον, τῇ τρίτῃ τὸν ὄνυχα τὸν μι‐ | |
κρὸν τοῦ ἐμπροσθιδίου δεξιοῦ ποδός, τὸν ἐπὶ τοῦ σφυροῦ, τῇ τετάρτῃ ἐγκέφαλον ἴβεως, τῇ πέμπτῃ τὸ ὑπογ[ε]γραμμένον ζῴδιον εἰς χάρτην γράψας τῷ σμυρ‐ νομέλανι, περιειλήσας ῥάκει ἀπὸ βιοθανάτου βάλε εἰς ὑποκαύστραν βαλανείου. ἔνιοι δὲ οὐκ εἰς ὑποκαύστραν· σφοδρὸν γάρ ἐστιν, ἀλλ’ ὑπερκρεμνῶ‐ | ||
2(50) | σιν τοῦ λύχνου ἢ ὑποκάτω αὐτὸ τιθέασιν. ἐν ἄλλῳ δὲ οὕτως εὗρον· ἐὰν μὴ οὕ‐ τως ὑπακούσῃ, ἐνειλήσας τῷ αὐτῷ ῥάκει τὸ ζῴδιον βάλε εἰς ὑποκαύστραν βα‐ λανείου τῇ πέμ[π]τῃ ἡμέρᾳ, μετὰ τὴν ἐπίκλησιν λέγων· ‘αβρι· καὶ αβρω· εξαντι‐ αβιλ· θεὲ θεῶν, βασιλεῦ βασιλέων, καὶ νῦν μοι ἐλθεῖν ἀνάγκασον φίλον δαίμονα χρησμῳδόν, ἵνα μὴ εἰς χείρονας βασάνους ἔλθω τὰς κατὰ τῶν | |
55 | πιττακίων.‘ ἐπὶ δὲ τούτοις ἐὰν μὴ ὑπακούσῃ ἔλαιον καλὸν καθαρὸν ῥα‐ φάνινον ἐπίχεε παιδὶ ἀφθόρῳ γυμναζομένῳ καὶ ἀναλαβὼν σκεύαζε λύχνον ἀμίλτωτον, καὶ κείσθω ἐπὶ λυχνίας πεπλασμένης ἐκ παρθένου γῆς, τινὲς δὲ καὶ τῷ θυμιατηρίῳ ἐπιχέουσι τοῦ ἐλαίου· ἐὰν δὲ αἴσθῃ πληγῆς, μάσησιν [τ]οῦ κυμίνου με[τ]ὰ ἀκράτου κατάπιε. τὸ δὲ προκείμενον ζῴδιον, ὡς | |
60 | προγέγραπται, μετὰ τῶν χαρακτήρων καὶ τοῦ ὑποκειμένου λόγου γράφε ζμύρνῃ δι‐ πλοῦν εἰς χάρτην ἱερατικόν. καὶ τούτων τὸ μὲν ἓν ἔχων ἐπικαλεῖ, κοι‐ μώμενος ἐν τῇ δεξιᾷ χειρὶ κατέχων καὶ ὑποθεὶς τῇ κεφαλῇ, τὸ δὲ ἕτε‐ ρον τῆς χρείας τοῦ ἐπανάγκου καλούσης τῷ προειρημένῳ ῥάκει ἐνειλή‐ σας χ[ρ]ήσει, ὡς ὑπόκειται. Ἄλλως ποίησις· λαβὼν κλάδον δάφνης γράφε τὰ βʹ | |
65 | ὀν[ό]ματα κατὰ φύλλων, ἕν· ‘[ακρακαναρβα·] κρακαναρβα· ρακαναρβα· ακαναρβα· καναρβα· αναρβα· [ν]αρβα· αρβα ρβα [βα] α·‘ καὶ τὸ ἕτερον· ‘σανταλαλα· ανταλαλα· νταλαλα· ταλαλα· αλαλα̣· λαλα· αλα· λα· α.‘ λαβὲ δὲ ἄλλον κλάδον δωδεκαφύλ‐ λον, ἐφ’ ᾧ ἐπίγραφε τὸ καρδι〈α〉κὸν ὄνομα τὸ ὑποκείμενον, ἀρξάμενος τοῦτο ἀ‐ πὸ ἱερογλώσσου. [ἔ]στιν δὲ τοῦτο· ... καὶ τὸν μὲν κλῶνα τὸν ἐγγεγραμμένον τοῖς | |
70 | δύο ὀνόμασι ποίει σεαυτῷ στέφανον, περιπλέξας αὐτῷ στέφος, ὅ ἐστιν λευ‐ κὸν ἔριον, ἐκ διαστημάτων δεδεμένον φοινικῷ ἐρίῳ, κατερχέσθω δὲ ἐπὶ τὰς κατακλεῖδας παρειμένον. ἐπαρτήσεις δὲ καὶ τῷ δωδεκαφύλ[λ]ῳ κλάδῳ ὁ‐ μοίως στέφος, συνίστα δὲ σεαυτὸν τῷ θεῷ οὕτως· ἔχων ὁλόλευκον ἀλέκτορα κα[ὶ στ]ρόβιλον, καὶ οἶνον σπένδων αὐτ[ῷ] ἄλειψον καὶ περίμενε εὐχόμενος, | |
75 | ἕως ἡ θυσία ἀποσβῇ, σύνχριε δέ σε ὅλ[ο]ν τῷ συνθέματι τούτῳ· δαφνίδας, κύμι‐ νον Αἰθιοπικόν, στρύχνον καὶ Ἑρμοῦ δ[ά]κτυλον. ἐρεῖς δὲ καὶ πρὸς τὸν λύχνον τα[ῦ]τα· ‘περφαηνω...διαμανθω.λ· διαμενχθωθ· περπερχρη ωανουθ | |
φρουμεν· θορψου.‘ τ[ὸ] δὲ κύριον· ‘ακτι καρα̣ αβαιωθ· κύριε [θ]εέ, θεοῦ ὑπηρέτα, ἐ[π]έχων τὴν νύκτα τα[ύ]την, παράστα μοι, Ἄπολλον Παιάν.‘ κοιμῶ τὴν κεφαλὴν | ||
80 | ἔχων πρὸς νότον. χρῶ δὲ ἐν τοῖς ἀνατολικοῖς, σελήνης οὔσης ἐν διδύμοις [Magical Character]. (τετάρτη κλῆσις·) ‘Δάφνη, μαντοσύνης ἱερὸν φυτὸν Ἀπόλλωνος, ἧς ποτε γευσάμενος πετάλων ἀνέφηνεν ἀοιδὰς αὐτὸς ἄναξ σκηπτοῦχος, Ἰήιε, κύδιμε Παιάν, ἐν Κολοφῶ‐ νι ναίων, ἱερῆς ἐπάκουσον ἀοιδῆς. ἐλθὲ τάχος δ’ ἐπὶ γαῖαν ἀπ’ οὐρανόθεν 〈μοι〉 ὁμιλ‐ ῶν, ἀμβροσίων στομάτων τε σταθεὶς ἔμπνευσον ἀοιδάς, αὐτός, ἄ‐ | |
85 | ναξ μολπῆς, μόλε, κύδιμε μολπῆς ἀνάκτωρ. κλῦθι, μάκαρ, βαρύμηνι, κραταιό‐ φρων, κλύε, Τιτάν, ἡμετέρης φωνῆς νῦν, ἄφθιτε, μὴ παρακούσῃς. στῆθι, μαν‐ τοσύνην ἀπ’ ἀμβροσίου στομάτοιο ἔννεπε τῷ ἱκέτῃ, πανακήρατε, θᾶττον, Ἄπολλον.‘ (τοῦ ἡλίου ἀνατέλλοντος λέγε·) | |
87 | χαιρετισμός· ‘χαῖρε, πυρὸς ταμία, τηλεσκόπε κοίρανε κόσμου, Ἠέλιε κλυτόπωλε, Διὸς γαιήοχον ὄμμα, παμφαές, ὑψικέλευθα, διιπετές, οὐρανοφοῖτα, αἰγλήεις, ἀκί‐ | |
90 | χητε, παλαιγενές, ἀστυφέλικτε, χρυσομίτρη, φαλεροῦχε, πυρισθενές, αἰολοθώρηξ, πωτήεις, ἄκαμνε, χρυσήνιε, χρυσοκέλευθα, πάντας δ’ εἰσορόων 〈τε〉 καὶ ἀμφιθέων καὶ ἀκούων· σοὶ φλόγες ὠδίνουσι φεραυγέες ἤματος Ὄρθρον, σοὶ δὲ μεσημβριό‐ ωντα πόλον διαμετρήσαντι Ἀντολίη μετόπισθε ῥοδόσφυρος εἰς ἑὸν οἶκον ἀχνυμένη στείχει, πρὸ δέ σου Δύσις ἀντεβόλησεν Ὠκεανῷ κατάγουσα πυριτρεφέ‐ | |
95 | ων ζυγὰ πώλων, Νὺξ φυγὰς οὐρανόθεν καταπάλλεται, εὖτ’ ἂν ἀκούσῃ πωλικὸν ἀμφὶ τένοντα δεδουπότα ῥοῖζον ἱμάσθλης, ααααααα· εεεεεεε· ηηη‐ ηηηη· ιιιιιιι· οοοοοοο· υυυυυυυ· ωωωωωωω· Μουσάων σκηπτοῦχε, φερέσβιε, δεῦρό μοι ἤδη, δεῦρο τάχος δ’ ἐπὶ γαῖαν, Ἰήιε κισσεοχαίτα. μολπὴν ἔννεπε, Φοῖβε, δι’ ἀμβροσίου στομάτοιο· χαῖρε, πυρὸς μεδέ‐ | |
2(100) | ων, αραραχχαρα ηφθισικηρε, καὶ Μοῖραι τρισσαὶ Κλωθώ τ’ Ἄτροπός τε Λάχις τε. σὲ καλῶ, τὸν μέγαν ἐν οὐρανῷ, ἀεροειδῆ, αὐτεξούσιον, ᾧ ὑπετάγη πᾶσα φύσις, ὃς κατοικεῖς τὴν ὅ[λ]ην οἰκουμένην, 〈ὃν〉 δορυφοροῦσιν οἱ δ[ε]καὲξ γίγαντες, ἐπὶ λω‐ τῷ καθήμενος καὶ λαμπυρίζων τὴν ὅλην οἰκουμένην· ὁ καταδείξας ἐπὶ τῆς γῆς ζῶα· σὺ τὸ ἱερὸν ὄρνεον ἔχεις | |
105 | ἐν τῇ στολῇ ἐν τ[οῖς π]ρὸς ἀπηλιώτην μέρεσιν τῆς ἐρυθρᾶς θαλάσσης, ὥσ[π̣ερ ἔ]χεις ἐν τοῖς πρὸς βορρᾶ μέρεσι μορφὴν νηπίου παιδὸς ἐπὶ λωτῷ καθημένου, ἀντολεῦ, πολυ‐ ώνυμε, σενσενγεν· βαρφαραγγης· ἐν δὲ τοῖς πρὸς νό‐ | |
τον μέρεσι μορφὴν ἔχεις τοῦ ἁγίου ἱέρακος, δι’ ἧς πέμ‐ | ||
110 | πεις τὴν εἰς ἀέρα πύρωσιν, τὴν γινομένην λερθεξ αναξ· ἐν δὲ τοῖς πρὸς λίβα μέρεσι μορφὴν ἔχεις κορκοδείλου, οὐ‐ ρὰν ὄφεως, ἔνθεν ἀφίων ὑετοὺς καὶ χιόνας· ἐν δὲ τοῖς πρὸς ἀπηλιώτην μέρεσι δράκοντα ἔχεις πτεροφυῆ, βασί‐ λειον ἔχων ἀεροειδῆ, ᾧ κα[τα]κρατεῖς τοὺ〈σ〉 ὑπ’ οὐρανοῦ καὶ ἐπὶ | |
115 | γῆς ἐ〈ρ〉ισμούς· θεὸς γὰρ ἐφάνης τῇ ἀληθείᾳ, ιω· ιω Ἐρβηθ Ζάς, Σαβαώθ· σμαρθ Ἀδωναΐ· σουμαρτα ϊαλου· βαβλα· υαμ‐ μοληενθιω· πετοτουβιηθ· ιαρμιωθ· λαιλαμψ· χωουχ· Ἁρσενοφρη· ηυ Φθᾶ ηωλι· κλῦθί μοι, μέγιστε θεὲ Κόμμης, τὴν ἡμέραν φωτίζων, ναθμαμεωθ· ὁ νήπιος ἀνατέλλων | |
120 | μαϊραχαχθα· ὁ τὸν πόλον δι[οδ]εύων θαρχαχαχαν· ὁ ἑαυτῷ συνγινόμενος καὶ δυ[ν]αμούμενος, προσαυξητὰ καὶ πολύφω〈τε, κ〉‐ τίστα σεσενγενβαρφαραγγης ὑδάτων, φέριστε θεὲ Κόμμη, Κόμμη ϊασφη· ϊασφη· βιβιου· βιβιου· νουσι· νουσι· σιεθων· σιεθων· Ἁρσ[α]μωσι Ἁρσαμωσι· νουχα· νουχα· η· ηι· ομβρι‐ | |
125 | θαμ· βριθιαωθ· αβεραμεν θωουθ λερθεξ αναξ· εθρελυο‐ ωθ· νεμαρεβα, ὁ μέγιστος καὶ ἰσχυρὸς θεός· ἐγώ εἰμι ὁ δεῖνα, ὅσ‐ τις σοι ἀπήντησα, καὶ δῶρόν μοι ἐδωρήσω τὴν τοῦ μεγίστου σου ὀνόματος γνῶσιν, οὗ ἡ ψῆφος θϡϙθʹ· ιη· ιε· ια· ιαη· ιαε[·] ιευ· ιηα· ιωα· ιευ· ιηι· ηια· εα· εη· ηε· ωη· ηω· ε‐ | |
130 | ηε· εεη· ηεε· ααω· ωεα· εαω· ωι· ωε· ηω· εη· εαε· ιιι· οοο· υυυ· ωωω· ιυ· ευ. ου· ηεα· ιηεα· εαε· εια· ιαιε· ιηα· ιου· ιωε· ιου· ϊη· ϊη· ϊη· ϊηϊε· Παιάν, Κολοφώνιε Φοῖ‐ βε, Παρνήσσιε Φοῖβε, Καστάλιε Φοῖβε· ιηεα· ιη· ιω· ιυ· ιε· ιωα· ιηα· ευα· ωεα· ευηα· ωευα· ευωα· ευιε· ευιαε· | |
135 | ευε· ευη· ευιε· ευω· ϊευαε· ευηαε· ὑμνήσω Μέντορι Φοίβῳ ..αρεωθ· ιαεωθ· ιωα· ιωηα· αε· οωε· αηω· ωηα· ηωα· αηε· ιε· ιω· ιωιω· ιεα· ιαη· ιεου· εουω̣· αα[·] αηω· εε· εηυ· ηη· εηα· χαβραχ φλιες κηρφι κροφι νυρω φωχω βωχ· σὲ καλῶ, Κλάριε Ἄπολλον | |
140 | εηυ· Καστάλιε· αηα· Πύθιε· ωαε· Μουσῶν Ἄπολλον ιεω[·] ωεϊ.‘ Ποίησις τῆς πράξεως· τῇ πρώτῃ ἡμέ‐ ρᾳ ὄνυχας προβάτου, τῇ δευτέρᾳ αἰγὸς ὄνυχας, τῇ τρί‐ τῃ λύκου τρίχας ἢ ἀστράγαλον. τούτοις τοῖς ἐπιθύμασι χρῶ εἰς τὰς ἄλλας γʹ ἡμέρας· τῇ ἑβδόμῃ, ὅταν μὴ ἔλθῃ, | |
145 | ῥάκος ἀπὸ βιαίου ἐνλύχνιον ποιήσας ἅψον λύχνον ἀπὸ ἐλαίου καθαροῦ καὶ δίωκε τοὺς προκειμένους λόγους ἱκετεύων καὶ παρακαλῶν τὸν θεὸν εἰς εὐμένειαν ἥ‐ κειν· ἔστω δέ σου ὁ τόπος ἁγνὸς ἀπὸ παντὸς μυσεροῦ, καὶ ἁγνεύσας καθαρίως προκατάρχου τῆς τοῦ θεοῦ ἱκεσίας· | |
2(150) | ἔστιν γὰρ μεγίστη καὶ ἀνυπέρβλητος. πρᾶξις· λαβὼν πηλὸν καθᾶρον τὰς φλιὰ[ς τοῦ κο]ιτῶνος, ἐν ᾧ ἁγνεύεις, καὶ οὕτω πη‐ λώσας ἐπ[ί]γραφε τὰ γρα[φόμ]ενα ταῦτα χαλκῷ γραφείῳ εἰς τὴν δεξιὰν φλιάν· ἔστι δὲ τὰ γραφόμενα Ἁρσαμωσι· νουχα· ....υχα· [Magical Character] ηι ηι ια ια ιε ηυ Ἀβρα‐ | |
155 | σαξ λερθεμινωθ· εἰς δὲ τὴν ἀριστερὰν ὁμοίως φλιάν· ιωε· ηωα· ηιεα· ιαια· ιε‐ ιαιηεα· Ἁρπον Κνουφι (ὁ λόγος) εἰς τὰ ἐπάνω τῆς θύρας αα εε Μιχαήλ· ηια· ευω· υαε· ευω· ιαε· εἰς δὲ τὴν ὑποκάτω τὸν κάνθαρον, ὡς περιέ‐ | |
160 | χει, χρίσας αἷμα αἰγός, ἐκτὸς τοῦ κοιτῶνος· ἔστω δὲ ὁ θρόνος καθαρὸς καὶ ἐπάνω σινδόνιον καὶ ὑποκάτω ὑποπόδιον. ἐπίγραφε δὲ εἰς τὸν θρόνον, εἰς τὰ ὑποκάτω· ‘ιη· ιεα ιωαυ Δαμνα‐ | |
165 | μενεὺς αβραη· αβραω αβραωα· δέσποτα Μουσῶ[ν], ἵλαθί μοι, τῷ σῷ ἱκέτῃ, καὶ ἔσο εὐμενὴς καὶ εὐίλατος, φάνηθί μοι καθαρῷ τῷ προσώπῳ.‘ | |
166a | ἀκέφαλος | |
166b | Σαβαώθ | |
166c | ιηεα | |
166d | ηωαε | |
166e | ααα αααα | |
166f | εεεε ι εεε | |
166g | ηηηηηηη | |
166h | ιιιιιιι | |
166i | οοοοοοο | |
166j | υυυυυυυ | |
166k | ωωωωωωω | |
166l | υα ια | |
166m | αευ ιε | |
166n | υεα ιη | |
166o | ωω ια | |
166p | ιηα ω | |
166q | α α | |
166r | ιι ιη | |
166s | εε ε | |
166t | α | |
166u | χαμψουρη | |
167 | υεαωα, Δαμναμενευς Σεμεσιλαμ· τοῦτο δὲ τὸ ζῴδιον | |
170 | γράφεται εἰς τὸ ῥάκος τοῦ βιαίου καὶ βάλ‐ λεται εἰς λύχνον κα‐ θαρόν. σενσενγεν βαρφαραγγης | |
175 | ωηεα ιωαε. Μαθὼν δὲ ἅπαντα ἀπολύσεις δοξοποιήσας ἀξίως· ῥάνας αἵματι περιστερᾶς καὶ ἐπιθύσας ζμύρναν εἰπέ· ‘ἄπελθε, δέσποτα, χορμου· χορμου· οζοαμοροιρωχ· κιμνοιε· εποζοι· εποιμαζου· | |
180 | σαρβοενδοβαιαχχα· ϊζομνει προσποι· επιορ χώρει, δέσποτα, εἰς τοὺς σοὺς τόπους, εἰς τὰ σὰ βασί‐ λεια καταλείψας ἡμῖν τὴν ἰσχὺν καὶ τὴν εἰς σὲ εἰσ‐ | |
άκουσιν.‘ | ||
3 | [Λαβὼν αἴ]λουρον [ἐκποί]ησον Ἑσιῆν ἐ[μβαλὼν] [τὸ σ]ῶμ̣[α ἐς] τὸ ὕδωρ· [ἐ]ν [ᾧ] πνίγεις, λέγε εἰς τ[ὸν] νῶ‐ [το]ν. λόγος ὁ ἐπὶ τῆς πνίξεως· ‘δεῦ[ρό μ]οι, [ὁ ἐ]πὶ τῆς μορφῆ[ς] τῆς τοῦ Ἡλίου, ὁ αἰ[λουρ]ο‐ | |
5 | [πρ]όσωπος θεός, κ[α]ὶ ἰδὲ σοῦ τὴν μορφ[ὴν τὴν] ἀ‐ δικουμένην ὑπὸ [τῶ]ν ἀντιδίκων σου, [τῶν] δεῖνα, [ἵ]να ἀνταποδῇς αὐτοῖς καὶ καταπράξῃ[ς τὸ] δεῖνα πρᾶγμα, ὅτι ἐπικαλοῦμαί σε, ἱερὸν πνε[ῦμ]α· ἴσχυσον καὶ εὐτόνησον κατὰ τῶν ἐχθρ[ῶν σ]ου, | |
10 | τῶν δεῖνα, ὅτι ἐξορκίζω σε κατὰ τῶν σ̣ῶν ὀνομ[άτ]ων βαρβα[θι]αω [βαιν] χωω[ωχ] νιαβω[αιθ]α[βρ]α[β] σεσενγεν βαρφαραργης.............. φρειμϊ, ἔγειρόν μοι σεαυτόν, αἰλουροπρ[όσω‐] πος θεός, καὶ ποίησον τὸ δεῖνα πρᾶγμα‘. κοι[νά]. | |
15 | λαβὼν δὲ τὸν αἴλουρον ποίησον λάμν[ας τρεῖς,] μίαν μὲν ἐν τῷ πρωκτῷ, μίαν δὲ ἐν τ[ῷ στόμα]‐ τι, μίαν ἐν τῷ λάρυγγι, καὶ τὸν λόγον ὑ[πὲρ τὸ] πρᾶγμα γράψον εἰς χάρτην καθαρὸν [κιν‐] [ν]αβάρει, 〈εἶτα〉 τὰ ἅρμα〈τα〉 καὶ τοὺ[ς] ἡνιόχους καὶ [τοὺς] | |
20 | [δί]φρους καὶ τοὺς μονάτορας, καὶ περιέ[λι‐] ξον εἰς τὸ σῶμα τοῦ αἰλούρου καὶ θάψ[ον] [κ]αὶ ἅψον λύχνους ἑπτὰ ἐπάνω πλίνθω[ν ζʹ] [ὠ]μῶν καὶ θῦσον, αὐ[τ]ῷ καπνίζων στ[ύρ‐] [α]κα [καὶ] εὐφραίνου. ἔχε σῶμα αὐτοῦ κ[αὶ] | |
25 | [καταφύλαττε] αὐτὸν ἢ ἐν μνή[μ]ατι [ἢ ἐν] [τ]ῶ̣ τόπῳ [τοῦ] τ̣ά[φου]// δῦ̣[σον] []ο̣ χρώμασι[ ]. α̣ς̣ καὶ ταφ̣... []θὲς, βλέπ[ων] [τῷ ἀ]πηλιώτῃ, χωσ[ ] [λέ]γων· ‘ἄγγε[λε ...] [Ση]μέα χθονία ... | |
30 | []ο̣νε· δὸς ἀσφα[ ] []μητε χθόνιε, [τὸν] [ἵππ]ων δρόμον [ ] ιακτωρη.·// ἕ[χε] []· ν κατεχ̣ [ ] [φωκ] ενσ̣εψευ// αρεισ[τα] [....]μοι τὸ πνεῦμα ... [........ τό]που δαίμονα ... | |
35 | καὶ γ[ε]νηθήτω μοι τὸ [δεῖνα] π[ρᾶγμα] ἤ[δ]η, ἤδη, ταχύ, ταχύ· ὅτι ὁρκίζω σε τὸ[ν τό]π̣ο̣ν̣ [τ]οῦτον, τὴν ὥραν ταύτην κατὰ τοῦ ἀπα̣[ρ]αιτήτου θεοῦ // ..θα// χωχα ειν χουχεωχ καὶ κα[τ]ὰ τοῦ μεγάλου χθονίου θεοῦ αριωρˊ ευωρˊ καὶ κατὰ [τ]ῶν ἐπικειμένων σοι ὀνο‐ | |
40 | μάτων· ποίησον τὸ δεῖνα [π]ρᾶγμα.‘ κοινά. ἄρας δὲ τὸ ὕδωρ τὸ ἀπὸ τῆς πνίξε[ω]ς ῥᾶνον [ἐπὶ] τῷ σταδίῳ ἢ ἐν τῷ τόπῳ, ὅπου πρά[σσει]ς· λόγος [λεγ]όμενος, ὅ‐ τε ῥαίνεις, εἰς τὸ ὕδωρ τ[ῆς] πνίξεω[ς, οὗτ]ο̣ς· ‘ἐπικα‐ λοῦμαί σε, τῶν πάντω[ν] ἀνθρ[ώπων γ]ενέτειρα, | |
45 | τὴν συναναγκασαμέν[η]〈ν〉 τὰ μέλ[η το]ῦ Μελιούχου καὶ αὐτὸν Μελιοῦχον οροβαστρια [Νε]βουτοσου‐ αληθ, ἀρκυία, νεκυία, Ἑ[ρ]μῆ, Ἑκάτ[η, Ἑρμῆ, Ἑρμε‐] κάτη ληθ· αμουμα̣μ[ο]υτερμυω[ρ· ὁρ]κίζω σε, τὸν ἐν τῷ τόπῳ [τ]ούτῳ ἐπη[γηρ]μένον | |
3(50) | δαίμονα, καὶ σέ, τὸν δ[αί]μονα τοῦ [αἰλού]ρου πνευ‐ ματωτοῦ· ἐλθέ μοι ἐν τῇ σήμ[ερον] ἡμέρᾳ καὶ ἀπὸ τῆς ἄρτι ὥρας καὶ ποίησό[ν μοι τ]ὸ δεῖνα πρᾶγμα.‘ κοινά, ὅσα θέλεις. χυχβαχυχ βα[χαχ]υχ βαχαξι‐ χυχ· βαζαβαχυχ· βαια̣[χ]αχυχ· βαζητοφωθ | |
55 | βαιν χωωωχ· ανιβω̣[ω]ω̣ χω̣χε, [..] φιωχεν γηβρωχθω μυσαγαω[θ] χ̣εωω [.]ω Σαβαώθ, ευλαμωσι· ηηλαξιμα̣ [....θαχωχ]αξ ϊν χουχεωχ· ἐν μὲν τῷ [αʹ καὶ γʹ πετάλῳ], ἐν ᾧ [ὁρκί]ζεις, ἐστὶν τοῦτο· ϊαεω [ ] | |
60 | [αεω] βαφρενεμουν οθ[ιλαρικριφθναι‐] [υ]ιανθφιρκιραλιθ[ονυομενερ] φαβωεα | |
‘[αβλαν]αθαναλβα [αβλαν]α̣θαναλβα.‘ | ||
65 | κ[ ]. ἐπ[ὶ δὲ τῷ βʹ πε]τάλῳ τιθεμέν[ῳ διὰ τ]ῶν καμ[αρῶ]ν ἐστὶν τ[οῦτο·] ‘τρεβα α[βεραμ]ενθωο[υθ]λ̣ερα εξ[αν]α̣ξ̣ε[θρ]ελθυοωεθνε̣[μαρεβα]‘. καρδιακῶς, | |
70 | ὡς βότρυς. | |
71* | ‘Ἰωερβηθ | |
72* | ιωπακερβηθ | |
73* | ιωβολχοσηθ | |
74* | ιωαπομψ | |
75* | ιωπαταθναξ | |
76* | ιωακουβια | |
77* | ιωσηθ | |
78* | φωκενσεψευ | |
79* | αρεκταθουμισακτα[ι] | |
80* | πο[ίη]σον τὸ | |
81* | [Δεῖνα] πρᾶγμα.‘ (κοι‐ | |
82* | [ν]ὰ ὅσα θέλεις) | |
71 | ‘ὁρκίζω σε, τ[ὸν] ἐν τῷ τόπῳ τ[ού]τῳ μὲν ἄγγελον κραταιὸν καὶ ἰσχυρὸν τοῦ ζώου το[ύτο]υ· ἔγειρόν μ[οι] σεαυτὸν καὶ [πο]ίησον τὸ δεῖνα π[ρᾶγμα] καὶ ἐν τῇ σήμ[ε]ρον ἡμέρᾳ κα[ὶ ἐν] πάσῃ ὥρᾳ καὶ ἡμέρᾳ· ἔγειρόν μοι σεαυτὸν | |
75 | κα[τὰ τ]ῶν ἐχθρῶν μου, τῶν δεῖνα, καὶ π[οί]ησον τὸ δεῖνα πρᾶ[γμα] (κοινά), ὅτι ὁρκίζω σε Ἰάω, Σαβαώθ, Ἀδωναί, Ἀβρασὰξ καὶ κα〈τὰ〉 τοῦ μεγάλου θεο[ῦ] Ἰαεω (λόγος) αεηι[ουω] ωυοιηε[α] χαβραξ φνεσκηρ φιχ[ο] φνυρο[φ]ωχωβ[ωχ] αβλανα[θα]ναλβα ακραμμαχα[μ]αρι σε[σε]νγενβ[αρ‐] | |
80 | φαραγγ[ης] Μίθρα ναμαζαρ [α]ναμ[αρ]ια Δα[μνα]μεν[εῦ,] χευ̣χθω̣[νιε]θ̣ορτ̣οει, ἅγιε β[ασι]λ[εῦ, ὁ] ναυτ[ικός, ὁ] τὸ[ν οἴ‐] ακα [κρατῶν κυ]ρίου θεοῦ· [ἔγε]ι[ρ]όν μοι σ[εαυτόν,] [αἰλ]ουροπ[ρόσω]πος μέγας, οἴακα κρατῶν [θεοῦ], ποίη‐ σ[ο]ν τὸ δεῖνα [π]ρᾶγμα (κοινά) ἀπὸ τῆς σήμερο[ν] ἡμέρας | |
85 | ἤδη ἤδ[η, τ]αχὺ ταχύ. συντέλεσόν μοι τὸ δεῖνα πρᾶγμα, κοινὰ ὅσα θέλεις, [κρ]αταιὲ Σ[ὴ]θ Τυφῶν, καὶ ἀνόμησον τῷ σθέν‐ [ει σ]ου καὶ[ κα]τάστρεψον τὸ δεῖνα πρᾶγμα ἐν τῷ τόπῳ τού‐ τῳ .....τ̣ιο̣ὶρι̣, ὡς ἂν κελεύσω τῷ εἰδώλῳ σου, | |
90 | ὅτι ὁρ[κίζ]ω σε Μασκελλι Μασκελλω (λόγος)· συν‐ [τ]έλεσό[ν μ]οι τοῦτο τὸ δεῖνα πρᾶγμα ἐπὶ τῇ μορφῇ σου, [αἰ]λουρ[οπ]ρόσωπος ἄγγελος, συντέλεσόν μοι τὸ δεῖνα πρᾶγμα (κοινά) καὶ τὰ ἑξῆς γραφόμενα (εἰς ἄλ‐ [λα]ς χρεία[ς]).‘ ἐλθὼν πρὸς κατάδυσιν τοῦ ἡλίου λέγε | |
95 | [κρ]ατῶν τὰς τρίχας τοῦ αἰλούρου τὰς ἐκ δεξιῶν [κ]αὶ ἐξ εὐωνύμων τοῦ στόματος αὐτοῦ ὡσεὶ φυλακτήριον. διάνυσον τῷ Ἡλίῳ λέγων τὸν λό‐ γον. λόγος· ‘στήσατε, στήσατε, κυβερνῆται τοῦ ἱεροῦ πλοίου, τὸ ἱερὸν πλοῖον· ὁρμιῶ καὶ σέ, Μελιοῦχε, | |
3(100) | ἕως ἐγ[ὼ] ἐντύχω τῷ ἱερῷ Ἡλίῳ. ναί, μέγιστε Μί‐ θ[ρα], ν[αμ]αζαρ/ αναμαρια, Δαμναμενεῦ, χευχθω‐ νιε/ θ[ον]τοει, ἅγιε βασιλεῦ, ὁ ναυτικός, ὁ τὸν οἴα [κ]ακρα[τῶ]ν κυρίου θεοῦ θοντοει καθεν και με‐ [νω]φρις......κμεβαυ κερ κερυμι, πρὶν δια | |
105 | [..ει... εἰς τ]ὸν λίβα τοῦ οὐρανοῦ, πρὶν δια‐ π............α φεύγ[ω]ν τὰ ὑβρ〈ισθ〉έντα· ἐπά‐ κουσο[ν ἐν]ευχομένου μου, ὅπως ποιή‐ σῃς τὸ δεῖνα [πρᾶγμα], ὅτι ἐνεύχομαί σοι κατὰ τῶν σῶν ὀνομ[άτων βα]ρβαραθαμ χελουβ.αμ· βα‐ | |
110 | ρούχ[........ σ]εσενγεν βαρφαραγγη[ς] αμφι‐ μιου[ρι]....μ̣ιν· ποίη[σ]ον τὸ δεῖνα πρ[ᾶ]γμα (κοι‐ νά, ὅσα [ἂν θέ]λῃς)· αὐτοὶ γὰρ οἱ ἀδικήσαντές σου τὸ ἱερ[ὸν] εἴδωλον, α[ὐ]τοὶ γὰρ οἱ ἀ[δ]ικήσαν‐ | |
τες [τὸ ἱερὸ]ν πλοῖον δ[ι]’ ὅπερ ἐμο[ὶ .....ι̣αλ‐] | ||
115 | [λω..... ἵ]να ἀνταποδοῖς αὐτοῖς [τὸ δεῖνα] πρᾶγμα | |
115* | (*κοινά), [ὅτι ἐπι]καλοῦμ[α]ί σε ϊωερβηθ [ιω πα]κερ | |
116 | βηθ ιωβο[λ]χοσηθ ϊωαπομψ ιω π[α]ταθναξ ιωακουβια ιω αμεραμεν θωουθ λε[ρ]θεξαναξ [εθρελθυο]ωθ νεμαρεβα/ ποίησον τὸ δεῖνα [π]ρᾶγμα (κοινά), ἐξορκίζω σε κατὰ τῆς ἑβραικῆς [φ]ωνῆς | |
120 | καὶ κατὰ τ[ῆ]ς Ἀνάγκης τῶν Ἀναγκαίω[ν] Μασκελλι, [Μ]α[σκελλω· σ]υν[τ]έλεσόν μοι καὶ ἀπόλεσον καὶ ἀνό‐ μη[σ]ο[ν] ἐν τῇ ἐσομένῃ ἀνατολῇ, καὶ γε[ν]έσθω αὐ‐ τοῖς τὸ δεῖνα πρᾶγμα (κοινά, ὅσα θέλεις), ἤδη ἤδη, ταχὺ ταχύ· [κ]αλή σου κατάδυσις.‘ ἐλθὼν δὲ ἐν τῷ | |
125 | τόπῳ, ἐν ᾧ πράσσεις, ἔχων τὰς μεγάλας τρίχας τοῦ [αἰλο]ύρου τὰς ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων τοῦ [στό]ματος αὐτοῦ ὡσεὶ φυλακτήριον, διάνυσον [τῷ Ἡλίῳ] ἐν τῇ ἀνατολῇ λέγων τὸν λόγον. λόγος· ‘δεῦρό μ[οι], ὁ μέγιστος ἐν οὐρανῷ, ᾧ ὁ οὐρανὸς ἐ‐ | |
130 | γένετο [κ]ωμαστήριον, σατις / πεφωουθ / Ὥρα [Verba Coptica] ἀ[νά]γκῃ ποίησον τὸ δεῖνα πρᾶγμα ηιλααν‐ χυχ· α[κα]ρβην / λααρμενθρησεν εβεχυχ ὁ ὢν φ[ιλ]ομαντόσυνος, ὁ χρυσοπρόσωπος, ὁ χρυσαυ‐ γής, ὁ πυ[ρ]ὶ καταλάμπων τῆς νυκτός, ἄλκι‐ | |
135 | [μ]ος ἄ[λκι]μος κοσμοκράτωρ, ὁ πρωῒ ἐπιλάμ‐ πω[ν τῆς ἡμ]έρας, ὁ δύνων ἐν τῷ λιβι[β]όρῳ τοῦ οὐρ[ανοῦ, ὁ ἀν]ατέλλων [ἐκ τ]οῦ ἀπηλιώτου, σ̣λ̣..ιξ, [ὁ] γυροειδής, ὁ τρέχων ἕως μ[ε]σημ‐ βρ[ί]ας κα[ὶ] διατρίβων ἐν τῇ Ἀραβίᾳ μουρωφ | |
140 | ὁ̣ εμ̣φε̣..ι̣ρ, ὁ ἄγγελος τοῦ ἁγίου φέγ[γ]ους, ὁ κ[ύ]‐ κλος ὁ π[υ]ροειδὴς περταωμηχ περακωνχμ[ηχ] περακομφθω ακ Κμηφ ὁ ἔκλαμπρος Ἥλι[ος, ὁ] αὐγάζω[ν] καθ’ ὅλην τὴν οἰκουμένην, ὁ ἐν [τῷ] ὠκεαν[ῷ ὀ]χεύων, ψοειω ψοειω π[ν]ουτε νεν‐ | |
145 | τηρ τηρ[ου· ἐν]εύχομαί σοι κατὰ τοῦ [ὠ]οῦ, ἐγώ [ε]ἰ‐ μι Ἀδὰ[μ προγε]νής· ὄνομά μοι Ἀδά[μ]. ποίησόν μοι τὸ δεῖνα [πρᾶγ]μα, ὅτι ἐνεύχομαί σοι κατὰ [θ]ε̣ο̣ῦ̣ Ἰαω, θεοῦ [Ἀβ]αώθ· θεοῦ Ἀδωναί· θεοῦ Μιχαήλ· θε‐ οῦ Σουριή[λ· θ]εοῦ Γαβριήλ· θεοῦ Ῥαφαήλ· θεοῦ | |
3(150) | Ἀβρασάξ· [ἀβλ]αθαναλβα ακραμμαχαρι· θεοῦ κυρίου Ἰ[αι]ωλ· θεοῦ κυρίου / λαβα· φνεσκηρ φιχρο φ[νυρ]ο φωχωβωχ αεηϊουω ωυοιηεα, ὁ τὴν ἡμ[έρα]ν φωτίζων/ νεθμομαω· ὁ νήπιος, ὁ ἀνατέλ[λ]ων/ οροκοτοθρο, πυρὸς αὐξητὰ καὶ πολ‐ | |
155 | λοῦ φωτ[ὸς] σεσενγεν βαρφαραγγης, ἧκέ μοι, κλῦ̣θί μ[οι, τῶ]ν πάντων δικαιότατε, ἀληθείας ταμία, δ[ικα]ιοσύνης κτίστα· ἐγώ εἰμι, ᾧ ὑπήν‐ τησάς [τε ἐ]δωρήσω τὴν τοῦ σοῦ μεγίστου ὀνό‐ μα〈τοσ〉 γνῶ[σίν τ]ε καὶ ἐκφώνησιν ἱεράν, ᾧ καὶ δι‐ | |
160 | ακρατεῖς [τὴ]ν ὅλην οἰκουμένην, ποίησόν μοι τὸ δεῖνα πρᾶγμα [κοινά.‘ καὶ] αὕτη ἐστὶν ἡ πρᾶξις τοῦ αἰλούρου περὶ πά[σης π]ράξεως· κάτοχος ἡνιόχων ἐν ἀ‐ γῶνι κ[αὶ ὀν]ειροπομπὸν καὶ φιλτροκατά‐ | |
δεσμον, [διάκο]πον καὶ μίσηθρον. | ||
165 | Λαβὼν [κ]α[ρ]δάμινον ξύλον δακτύλων δʹ ποίησον ..νδε.............κ[αὶ βου]‐ γλώσσου [βοτ]άνη[ς] ...........νη........... πλάσον ....... [πιττά]κ̣ιον, μέ[σο]ν̣ δὲ αὐ[τοῦ] τοῦ πιτ[τακίου ...... ἀπ]όβαλε εἰ[πὼ]ν τὰ ὀνό‐ | |
170 | ματα· ‘/αν̣.........σαω· ιβρ..ε̣ισιρο̣.. Οὐσιρεν[τεχθα......]λ, ἐξορκ[ίζω] ὑμᾶς, κ[ύ]‐ ριοι θεοὶ ....[μὴ οὖν πα]ρακούση[τε ἐ]μοῦ· λέγε‐ τέ μοι τ[ηλαυγῶς εἰ]ς πάντα, [τε]λέ[σατε] | |
175 | πάντα [13] α̣ τῆς εὐχ[ῆς] τῆς ἐ‐ μῆς κα̣[.......... θέ]λον[τ]ος θε[οῦ] τ̣α̣[ύτης] τῆς εὐχ[ῆς τοῦ πιττακ]ίου καί μ[ου] μεγάλ[η]ς πράξ[εως.‘ χρὴ δέ σε ἐπ]ιθύε̣ιν ἐν........ τάδε γ[ράφε ἐπὶ χάρτου ἱερατι]κοῦ ζμυρ̣[νομέλανι] | |
180 | [] | |
179a | ε... | |
180 | ....ολ̣ο̣ς̣ [δρ]άκων [ ] ωτε[ ] [ ]λ...λ̣ ιαμ[ ] | |
185 | [ ]γρασωχ̣ω[ ] [] | |
186a | νωψιθ[ερ] | |
186b | θερνωψι.... | |
186c | ... | |
186d | ... | |
187 | . Κομπάνου τὰ ξυρὰ κόψας καὶ μίξας ὁμοῦ ἅμα μέλιτος τῷ αὐτάρκει καὶ λιπαρῷ τῆ〈σ〉 φοίνικος καὶ μάγ[ν]ητον λίθον λειώσας καὶ ἕψησον ὁμοῦ καὶ λείωσον· ποί‐ | |
190 | ησον τροχίσκους, ὅσους ἐὰν ἐθέλῃς, ἑκάστου [δ]ὲ εἴ‐ δους τούτων ἀνὰ οὐγγιῶν δός, καὶ χρῶ οὕτω[ς] παια‐ νίζων τὸν θεόν· καὶ ἐλεύσεταί σοι τὸ θεῖον πρὸ αὐ‐ τοῦ σείων ὅλον τὸν οἶκον καὶ τὸν τρίποδα, καὶ τότε τέλει τὴν προγνωστικὴν τρανὴς τῇ ὁμι[λ]ίᾳ, | |
195 | μέχρι [ο]ὗ θέλεις, καὶ τότε ἀπόλυσον εὐχαριστῶν τῷ θεῷ. ὁ δὲ χαρακτὴρ ὁ περὶ τὸν τρίποδα· Ἔστι δὲ ἡ σύστασις τῆς πράξεως ἥδε πρὸς Ἥλιον γιν[ομένη·] ‘ἥσυχον ἐν στομάτεσσι πάντες κατερύκετε φ[ωνήν·] αἰθέρος ἀμφίδρομοι σιγὴν ὄρνιθες ἔχοιτε, | |
3(200) | σκιρτῶντες, δελφῖνες, ὑπὲρ ἁλίοιο παύεσθε, μείνατέ μοι, ποταμῶν τε ῥοαὶ καὶ νάματα ν[ασμῶ]ν, οἰωνοὶ πτηνοί, νῦν στήσατε πάντα ὑπ’ αἶθραν, ἑρπετὰ φωλειοῖσι βοὴν ἀΐοντα φοβεῖσθε, δαίμονες ἐν φθιμέν[ο]ις, σιγὴν τρομέοντες ἔ[χοιτ]ε, | |
205 | ἀρρήτοις ἔπεσιν κόσμ[ος] ξει[νί]ζ̣εται αὐτός. Σημέα βασιλεῦ, κόσμου [γενέτω]ρ, ἐμοὶ ἵλαος ἔ[σσο,] κάν[θαρε, χ]ρυσοκόμην κλ̣[ῄζω θεὸν] ἀθάνατόν 〈σε〉, κάν[θαρε, π]ᾶσι θεοῖσι καὶ [ἀνθρώ]ποις μέγα θα[ῦμα,] ........πο.....ε̣πι̣ς̣......ι̣νον̣ πυρε̣σ[ίθυμε], | |
210 | δέσποτα ἀν[τολίης], Τίταν, πυροεὶς ἀνατε[ί]λας, [σὲ] κλῄζω, πύριν[ο]ν Διὸς ἄγγελον, θε〈ῖ〉ον Ἰάω, καί σε, τὸν οὐράνιον κόσμον κατέχοντα, Ῥ[αφαήλ,] | |
ἀντολίῃς χαίρ[ω]ν, θεὸς ἵλαος ἔσ〈σ〉ο, Ἀβρασά[ξ,] καί σε, αἰθέριε, κλῄζω ἀ[ρ]ωγόν σου Μ[ιχαήλ] | ||
215 | καὶ σώζοντα βι̣.οσ̣ιδιω̣ αιρ̣... ὄμμα τέλ[ειον] καὶ φύσιν δείξαντα καὶ ἐκ φύσεως φύσιν α[ὖθις,] καὶ κλῄζω ἀθανάτων ...ο̣π̣ασ̣ηηπ̣α σεσε[νγενβ]αρφαραγγης· παντοκράτωρ θεός ἐστι, σὺ δ’, ἀθάνατ’, ἔσσι μέγι[στος·] ἱκνοῦμαι, νῦν λάμψον, ἄναξ κόσμοιο, Σα[βαώθ,] | |
220 | ὃς δύσιν ἀντολίῃσιν ἐπισκεπάζε〈ι〉ς, Ἀδωνα[ί,] κόσμος ἐὼν μοῦνος κόσμον ἀθανάτων ἐ[φοδε]ύεις, αὐτομαθής, ἀδίδακτος μέσον κόσμον ἐλ[αύνων] το[ῖς] νυκτός 〈σ’〉 α[ἴ]ρουσι δι’ ἠ〈χ〉οῦς ακραμμαχ[αρι,] κα̣.............κ̣...[χαί]ρων ἐπίθυμα τὸ δά[φ]νου, | |
225 | καὶ Στυγὸς ἀδ[μήτοιο] πύλας καὶ Κῆρα λύτ[ειραν,] ὁρκίζω σε, σφραγῖδ[α θ]ε[οῦ], ὃν πάντες Ὀλύμ[που] ἀθάνατοι φρίσσο[υσι θεοὶ κ]αὶ δαίμονες ἔξοχ’ ἄρ[ιστοι] κ[αὶ] πέλαγος σιγᾶ[ν ἐπιτ]έλλεται, ὁππότ’ ἀκού[ει·] ὅ[τι] ὁρκίζω σε κατ[ὰ τοῦ μ]εγάλου θεοῦ Ἀπ[όλλωνος] | |
230 | αεηιουω.‘ λέγε ἕτι [τουτ]ο· ‘πέμψον μοι τ[ὸν δαίμονα] χρηματίζοντά μο[ι πρὸς] πάντα, ἅπερ ἐπι[κελεύο‐] μαι αὐτῷ ἐννέπε[ιν,‘ καὶ ἐκ]πράξει. ἔστ[ι καὶ] ὕμ[ν]ος· ‘Μέλπω σ[ε], μακαρ̣[....]ώνιε χρησμου[ ] πάνσοφ[ε], Δηλει[......]ωλετόκτυπε, | |
235 | Δωδών[ης μεδέων] .....ους Παιάν, [κλ]ῄζω σε ...............ολαδοι̣ο .σ̣τιβ.ς................ν ἔχων θ̣ε̣ω̣.. [] αξ..ων.... | |
240* | [] | |
241 | []αὐτοκρά[τωρ ...] [ ]ων̣ κ...... ουφας.... δενδ...φοιτα σ̣ικαι μη χω̣ς̣........... | |
245 | μιση.. ὦ μύρνης δένδρο[ν ...........] Λυκει̣... παυσάσθω αὐξηθ̣............. μεῖζο[ν] φῶς· μέλλει γὰρ πευ[..............] θείω̣[ν ἐ]κ στομάτων τινὰ ...... [ἀνε]‐ γεῖραι τῷ πλήκτρῳ τὸν μάν[τιν ....]σων̣...ν̣... | |
3(250) | μόλε, δεῦρ’ ἴθι, μάντι, χάρμ̣[α φέρων, Σ]μινθεῦ̣, χ[ρ]ήσα[ς] κλύε, Πύθιε, Παιάν, ὄρπηξ[.......]ε χαίροις, δελ... σὸν γὰρ πρώ[τ]η Φοῖβος εκρυ...μεχε εναλιω Μουσῶν δ[ά]φνας σὺ κλάδ[ους, Φ]οῖβε, σίεις ωσκαιλωδ.ν σε τότ’ ἐκ Δελφ̣[ῶ]ν ὑμνοῦσι θε... | |
255 | ὦ [φ]ωναῖς θείαις ὦ χρης.......ωσα̣ α...ειχωχω οὐροδρόμε, [σεισ]ίχθων, φώσφω[ρ,] ἐλ[θ]ὲ ἱλαρὸς καὶ ἐπήκοος τ[ῷ] σῷ προφήτῃ.‘ Ἀπόλυσ[ις]· ‘σπ̣[εύ]σεις, ὦ ἀεροδρόμε Πύ[θιε] Παιάν, | |
260 | ἀν[α]χώρει [ε]ἰς τοὺς σοὺς ο[ὐρ]ανοὺς κα[τα]λιπὼ[ν] ἡμῖν ὑγίεια[ν μ]ετὰ πάσης εὐχα[ριστίας,] εὐμενὴς καὶ ἐπήκοος, σα[φ]ὴς θώραξ, κα̣[ὶ] ἄπε[λ]θ̣ε̣ εἰς τοὺς ἰδίους οὐρ[αν]οὺς καὶ ἐπενδ[ήμει.‘] | |
Πρόγνωσις· λαβὼν σεαυτ̣ο̣ῦ δάκτυλον [ὑ]πόθες ὑπὸ τὴν [γλῶσσάν] σου, | ||
265 | πρίν τινι λαλήσῃ[ς], καὶ λέγε ταῦτ[α] μετὰ τοῦ μεγ[άλου ὀνόματος ὅ]τι· ‘ποίη‐ σόν με προγνῶναι [τ]ὰ κατὰ ψ[υχὴν ἑ]κάστου, σήμερο[ν, ὅτι ἐγ]ώ εἰμι Τομ[ ] Ἰάω, Σαβαώθ, Ἰάω [θ]ηαηηθ........μ Ἀδουναϊ· βαθ[ιαω...]ηα θωη ϊαβραβα αρβαθρασ[.]ω· βαθιαω̣[ωια ζ]αγουρη βαρβ̣[αθιαω.]α̣η̣ι̣ [ααααααα εεεεεεε........ωε..........σ̣οεσησ̣ι̣σιεθ̣.... Σ]αβαὼθ | |
270 | ιαεω (λόγος).‘ ἐὰν ἐθέλ[ῃς, προ]γνώσῃ [πάντα, .... τὸν δάκτυ]λ̣ο̣ν̣ ἔχων ὑπὸ τὴν γλῶ[σ]σάν σου κατ’ [ἐπιταγὴν καὶ λέγων] πρὸς ἥλιον τοῦτον τὸν λόγον. ἔστιν δ[ὲ] ὁ λόγος· ‘κύριε, εἰ [θέλεις με προγνῶναι, καταβά]τω ἱέραξ ἐπὶ τὸ δένδρ[ο]ν.‘ εἰ γὰρ οὐ γίνεται, ἐ[πί]λεγ[ε κ]αὶ το[ῦτον τὸ]ν λόγον τοῖς τέσσαρσ[ι]ν ἀνέμ[ο]ις κυκλεύ̣[ων πρὸς] ἄνεμον, ὅτα[ν ἐπ]ιλέγῃς | |
275 | [τ]ὸν λόγον, καὶ λέ[γε] πρὸς ἥλιον τὸ ὄνομα μέγα ‘[.......‘ κ]αὶ τὸ μέγα ὄνομα ‘.....α̣ω̣θ̣ [Σ]αβαώθ.‘ λόγος ἐ[στίν, ὡς] ἐπάνω. [Κύκλος]· σελήνη ἐν[....... ἢ π]αρθέν‐ ῳ πανάλ[ωτον, π]οίει λεκαν[ομαντεία]ν, ὡς θέ[λε]ις, ἐν [καρκίνῳ πα]ραιτίαν, ἀερομαντεῖο[ν ....]ς, ἐν διδύμο[ις καθά]μματα [...... ἐν] ζυγῷ πρόσκλ[ησιν ....]νων ἀπόλυ[σιν ......ν]εκυομαντ[είαν,] | |
280 | ἐν ἰχθ[ύσιν .........]οιω ἢ ἀγώγ[ιμον], ἐν τοξ[ότῃ ἐπι]τηδίαν, [.............. ἐν αἰ]γοκέρῳ ἱκα̣[νόν ......] ἐν [ ] [ ] ...λ.ιω ι̣α̣ς̣............ ἀψευδ.......... .....ν̣ ἀρρήτοις λόγοι[ς ....]α̣μέτρῳ ........[προ]‐ | |
285 | γνωστικὴ πρᾶξις πᾶσα[ν ἐν]εργίαν 〈ἔχουσα〉 καὶ [πάντα τὰ πά]‐ θη ποιήσα〈σα〉 κλιτά. ἐν βυθ[ῷ .....] ποταμ[οῦ ἢ ἐ]ν τύμβ[ῳ .....] καταβ̣ὰ̣ς εἰσανάβα̣λ̣λ̣ε̣ [....]ραπεια σ̣π̣....μίτω̣ ω.... [τὸ] πάθος παύεται, καὶ ὅτι [ἂν β]ούλῃ, πεύσει. [λέγε δὲ οὕ]τ̣ω̣ς̣· ‘διατέλει ἀψευδῶς, κύριε, [ὕπ]αρ πάσης πρά[ξεω]ς πρὸς ἐπιτα‐ | |
290 | γὴν ἁγίου πνεύματος, ἀγ[γέλ]ου Φοίβο〈υ〉, χα[λίφ]ρων ταύτα[ις] ταῖς μολπαῖς καὶ ψαλμ[οῖς.‘] ἡ δὲ κατασκε[υὴ τῆ]ς ἐνεργείας· αὔτοπτον θὲς τρίπ̣οδα̣ καὶ τράπεζα[ν ἐ]λάϊνον ᾒ ἐκ̣ ξύλου δαφνῶν καὶ [χ]άραξον ἐπὶ τὴ[ν τ]ράπεζαν κύκλῳ τοὺς χαρακ[τ]ῆρας [τ]ούτους· [Magical Character] [Magical Character] [Magical Character] [Magical Character] [Magical Character] [Magical Character] [Magical Character] [Magical Character] | |
295 | καὶ σκεπάσα[ς] τὸν τρίποδα σινδόνι καθ̣α‐ ρᾷ ἐπίθες τῷ τρίπ[ο]δι θυμιατήριον καλόν. ἔστιν ἐπι‐ [θ]εῖναι τῇ τραπέζῃ [ὑπ]ό[κε]νον Ἀπόλλωνα̣ ἐν ξύλω [δ]άφν[ης] ἐγγράψας ἀ[νὰ λάμναν] χρυσῆν ἢ ἀργυρᾶν ἢ κασσιτ[ερί‐] | |
3(300) | νην τοὺς χαρακτῆ[ρα]ς τούτους· Θ ϛ | |
305 | τρίποδα λευκῇ γρα[φ]ίδι τὸν ὑποκείμεν[ο]ν χαρακτῆρα[.] δ̣εῖ προαγνεύειν ἐ[πὶ] ἡμέρας τρεῖς. ἔστω δὲ ὁ̣ ο̣ἶκος καὶ ὁ τ[ρίπους] [ἐν]ημμένος. [ἐὰν ἰδεῖν θ]έλῃς, ἰδὲ ἔσ[ω]· ἔχων ἐσθῆτα [λευ‐] [κὴ]ν̣ κ̣α̣ὶ̣ κ̣α̣θαρὰ̣ν̣ κ̣α̣ὶ̣ [ἐστε]μμένος δ[α]φ[ν]ίνῳ στεφ[άνῳ,] | |
ὃ̣ν ἐπὶ τῆς κεφ[αλῆς ἔχει, θε]ὸς ἱλ[αρὸς καὶ ἀ]ρτεμισίας μ[ονοκλώνου] | ||
310 | [κλ]όνον προμα[ντευόμενος] .....οσδ[........ πρὸ τῆ]ς ἀνακλήσ[εως] [αὐ]τῷ ἐπίθυε δά[φνην] ...ο̣σμε̣...... [ἐπὶ τοῦ ἐ]πιθύματο[ς] [πα]ιανίζων τὸν [θεὸν εἰ]ς ἀν[ατολὴν ...σου αἰτοῦ θ[...] ...ο̣κ̣.....δε̣τ̣ω̣..... [καρδ]άμωμο[ν ...] ....τ̣ο̣... ἅγιος θεὸς [9] ἄ]ν̣θος ἀμυ[γδά‐] | |
315 | λεον αγμ̣α βραθ.... ἀπὸ βαλσά[μου ...] ........................ιον κ....... ...........νοης.....η̣.... καὶ λαβὼν κ̣ρ̣ο̣....... ............ης ζʹ καρ......σι̣ν τ̣ῇ̣ ἐ̣πινοίᾳ μου [τοῦ δεῖνα .....] | |
320 | [...... χρυσ]ανθέμου λαβὼν ἀπογεύου ἀνα..... [..........τε]τραπόδων ..... ἔ̣σ̣τ̣ι̣ δ̣ὲ̣ ὁ̣ λ̣ό̣γ̣ο̣ς̣ ὁ διωκόμενος ..... .......... ἐὰν βούλῃ [εἰδέ]ν̣α̣ι̣, λ̣έ̣γ̣ε̣ τ̣α̣ύ̣τ̣α̣ς̣ τὰς ἐν ταῖς ..... ........... θεοῦ καὶ πάν[των] τῶν τοιούτων μαντικῶν [.........σ]κώληξ ἐν [...] ὥστε ἐπὶ ἡμέρας δέκα. μίξ̣α̣ς̣... | |
325 | ..... τὴν καρδ̣ί̣αν [σὺν] μέλιτι . κατά̣[λεξο]ν̣ π̣ρ̣ὸ̣ς̣ ἀνατολὰς ἡλίου λόγον τοῦτον̣ [καὶ] ἔσῃ καθ̣’ ὥρα[ν καὶ κα]τὰ τὴν ἡμέ[ραν ταύτην] προγινώσκων. [θυσ]άμενο̣ς̣ σπένδε οἴνῳ μέλ[ανι ...]α̣μ̣ ειο̣υ̣ ιδου μέσον ι.. ...θος λ̣έ̣γ̣ε· ‘ποίη[σό]ν με προγιν[ώσκ]οντα ἑκάστη̣ς τῶν οὐσϊ ... ἀπὸ πατρειω...η̣ καὶ καταπο̣... πρὸς ἀνατολὰς ἡλίου πρωὶ | |
330 | [γινώσ]κ̣ειν ἕκαστ[ον τῶ]ν̣ ἀνθρώπων [καὶ] π̣ρ̣ο̣γ̣ν̣ῶ̣ναι 〈ἃ〉 κατὰ ψυχὴν ἔχει [καὶ] οὐσίαν πᾶσαν αὐ[τῶν.‘] [μον]όγονον ἀ̣ρτεμ[ισίαν], μονόκλωνον, ἡλιόγονον, σεληνόγονον ....ωϊβ..την μ....γιαν, λωτο̣μήτραν, κρινάνθεμον, βούνιον [προσδόκ]ησον ἐ̣ν̣ τ̣ῇ̣ σ̣ῇ οἰκίᾳ νήστης ἀνατολὴν ἡλίου. ἀν’ ὥρα(ν) τρίτην δακτύλου .... | |
335 | ....τισον [τὸ σὸ]ν πρόσωπον εἰπ̣[έ· ‘Θ]ωού[θ] πιωπιω αυαψ Θωούθ ..αρς̣...κ̣ε̣νον ω̣ουν παχεν νο̣.τ̣οου η.τ αρσασωτα υ̣νασπορ ....θα π̣.μνηφι̣ελωκ̣νημεω δός μοι ἐ[κ τ]ῆς σῆς ἀπορρ̣ο̣ί̣ας.‘ [εἰς τ]ὴν ἀ̣ν̣α̣τ̣ολὴν τῆς Σελήνης τριακονθήμ̣ερον [λέγε·] ‘ἐλθέ μο[ι, μ]έγισ[τος] [ἀ]ρχάγγελος, ἐλθέ μοι ξασρ· ξαμ [Θω]ούτ .. ἐλθέ μοι, τύραννε | |
340 | [τῆ]ς οὐσίας ημι...θ̣η.βα Θωούθ· θεω̣ρει..ε̣ν̣η̣ν παυπιου ψιβιοαυ̣ [α]βλαναθανα[λ]βα .αμοαμμα̣ πρ̣όσθ[ες] μοι, τῷ δεῖνα, μνήμην ....σω.. πά[ντα] ἀναγνῶ καὶ ἐπ[ί]στω̣μ̣αι τὰ ἐπὶ τὸν της̣.......‘ ...νην[.. πρ]ὸς ἡλίου ἀνατολὰς μασης... λέγων οὕτως· ‘ἐγώ εἰμι [ὁ κύρ]ι̣ο̣ς̣ τ̣ῆς θαλάττης, ποίησ(ον) ἅπαντ[α ..]κεντρισμα γορθι̣ω̣οι | |
345 | [μέλλ]οντα πάντα, (ἵνα) γινώσκω μετὰ πρόγ[νω]σ̣ι̣ν̣· τοῦτο χρηματίσα̣ι [κ]α̣ὶ̣ τ̣ὰ̣ ἐνθύμ[ια] ἁπάντων ἀνθρώπ[ων] καὶ τὰ μέλλοντα ..τωουτ· ανγ· .σα.ουτ· ανγ· εμ η̣ς̣...ομ̣ν ανγ· αλαβου̣λ‘ .. .. ἀ̣ν̣ὰ ὥρα(ν) δεκάτην α.ν.ν. ἀτρεκ[έω̣ς̣] ...ιε πεκρεν εμ.... ....ονηϊ ε.π̣ο̣..νγα̣ λ̣....κο̣ρα ἐχοντο̣.. | |
3(350) | ...νεωστὶ αι̣.......απο..... κ̣α̣ὶ̣ ἅμ̣α ἀνατο̣[λῇ] ....τ̣ρίτην .......να...... τὴν ἐπάνω ν... ....αποπ̣υι̣.......ηλε.......δυνη[ ] [.. ἅμ]α̣ ἀνατολ[ῇ .....]μ̣ον ....... ‘χωλωμ χωλ... ...ητ̣εια̣σ̣τ̣........τουτ..επ̣ιρ̣εν̣..ς μασκελ̣[λι μασκελλω] | |
355 | ..ι̣θ̣η̣χθω̣.......τ̣ενιμερ ἄ[να]ξ̣ κύρι[ε .....‘] .. ἀπ̣ὸ̣ τ̣η̣ς̣ φυ....... ἅμα .. ἥλιος ..οντα α...... ...ε̣πακ̣ο̣υη.......ον κ̣αὶ ἐπὶ . .κη̣ι̣...... [... ἀν]α̣τολ̣.......λεγ̣ε..π̣ε̣τειν........... ............ ἔτι ζ̣ῶ̣ντα ........... | |
360 | ............α̣μ̣............... ...........ε̣............... ... ἄλειφε̣............αβλα[θα]ναλ[βα]...τ̣εμ̣...σ̣ο̣μης..... κατὰ βʹ λόγο̣[ν ................]η̣τιω̣ νικα[... ἀ]ν̣α̣τ̣ο̣[λῆ]ς ἡλίου ζʹ. ε̣ι̣ν̣... | |
..αλι̣ου αντ[..........]ε μ̣οι θυμοκ̣α̣...... ἔχεις. | ||
365 | ἐὰν δὲ θέ̣λ̣[ῃς ........] φάρυγγος ὄνων ισ̣α...... τοῦ ζώου κοιν...... ο̣ὐρᾶ̣ς̣ λ.........κ̣ως πυκνότερον̣ κ̣[αταλ]έ̣γ̣ων τὸν ἕβδομον λόγον κα[ι..] ἅπερ ἂν β[ούλῃ .....] ἀ̣π̣ὸ̣ κεφαλῆς ἀνθρώπ[ου] θ..ησ̣δια τουω..συ ἐκβαλε[...... τὸν λόγον], οὗ ἡ ἀρχή ἐ̣στιν· ‘γινώσκ[ειν] με ποίει, ἵνα ...ε ...π̣ε̣ρ̣ι̣πα... | |
370 | ω̣ρπ[Idiosyncratic Papyrological Character]ρα.......... πάσης τὸ οὖς ὅτι ἐὰν ... ἐπὶ γῆς ....... οὐρ[ανοῦ] [τ]ὴν ἀρ[χὴν ........] τὴν χεῖραν κατὰ ...εκοντα ἐν...κας...ν λόγο[ν.] [ἐ]ὰν δὲ θ[έλῃς ......]ς̣ κα[ὶ ἐ]π̣ι̣σ̣τολὴν γεγραμμ̣έ̣ν̣ην κα̣τεσφραγισμένη̣ν̣ [ἀνα‐] [γν]ῶναι .... χει...ον ης̣.. τὸν αὐτὸν ζʹ λόγον· ‘ποίησόν μ̣ο̣ι̣ τὰ γεγραμμέν[α] ..ηλυσα....λ̣ης̣.ο̣υ̣.‘ ε̣ἰς τ̣[ὴν ἀ]νάγνωσιν τῶν γε[γ]ραμμ̣έ̣νω̣ν· λαβὼν ἐ̣ν ἀ̣ν̣[ατολῇ] | |
375 | [τ]ῆς σελήνης ο̣[...ς̣] γλυψας ι..μελικηρίδος τόμ̣ο̣υ̣ς̣. τ̣ο̣ύ̣[τ]ο̣υ̣ς̣ συνέμ̣βαλ̣ε̣ ... ..λικν.....κα̣ι̣ σ̣α̣π̣αιαν π̣[ρ]όσφατος ἡστὸς μ̣ακαρίστως ὡς προ̣γνω... .ασδενεα̣. .. μετὰ τῶν γε[γρ]αμμένων μ[ί]ξ̣α̣ς̣ πάνυ· [κατὰ] π〈ᾶ〉σαν δύναμ[ιν] [κ]αθ’ ἡμέρ[αν ......]ων μ̣η ταμ̣ε̣λα̣[....λ]έγῃς πρὸς ἥλιον τ̣ρ̣ω̣σ̣α̣ι̣ λέγε [καὶ] τὸν προκείμενο̣ν ... [..λόγον̣ τῆς ἡ]μέρας τόνδ[ε, κ]αὶ ἐκείνη̣ν̣ τ̣ὴ̣ν̣ ἡμ̣έραν̣ [... ἀ]νὰ ἥμισυ τοῦ ὠ̣οῦ... | |
380 | ..ετα τοῦ... ἔμβαλε εἰς κωθ[ώ]νιον καὶ γυψώ̣σα̣ς τὰ ὠοῦ ἐν τόπ̣ῳ ἢ ἐν ποταμ̣[ῷ] [ὅ]π̣ου ἥλιος ι[........... τ]οῖς ἀλόγοις καὶ ἀ[νθ]ρώποις ἀβάτως̣ γίνεται ...λουσάμενος καὶ̣ .... ..ωον θυ[... ἐ]στεμμένος στέφα[νο]ν ἀνθῶν τῶν τοῦ καιροῦ ......αδα..... .ο̣ν̣τ̣[. ε]ἰς βωμόν, ἐπιθύσ̣[ας] ἐ̣π̣ὶ̣ τῷ βωμῷ [λ]αβέ, ὡ[ς οἶδας], γ ἄρτ̣ο̣υς καθάρι̣[ος ...] ..λ̣ιεν τ̣...ιο̣ις ἔλαι̣ον ὁμοί[ω]ς ὡρ(α)ῖον οἶνον ο..η̣ν̣......ποι κ̣α̣ὶ̣ γάλα βοὸς μ̣[ελαίνης·] | |
385 | [ἐν ἀ]ρίσταις χλαμύσιν τῶν κυ̣[κλ]οφόρων καὶ δια̣..ε̣ρ̣ω̣ν̣...την πρ...ι̣ν... [ὑπ]οκείμεν[ον]. ψ̣ή̣σας πρότερον .. τὸ ἥμισυ τοῦ ὠ̣ο̣ῦ̣ π̣υ̣...σ̣ο̣ι̣ τ̣ὸ̣ν κύρι̣ο̣ν μ̣εστ̣ο̣... .ρυσον τ̣α̣..α̣.. ἅπαν̣τα ..ο̣ν καὶ τὴν ο̣ὐσ̣[ί]α̣ν̣ .... καὶ ε̣ἰ̣π̣ὼν τὸν ὑπο‐ κείμενον [λόγ]ον τοῦτον τὸν ζʹ πρὸς ἥλιον οὕτως ἀπ..υ̣χ̣ο̣..... ε̣ἰ̣ς̣ κωθώνιον ἱ̣ε̣ρ̣ὸ̣[ν] ..αυτο κα.. ἀπελθὼν καὶ θυσάμενος πε̣..μ̣ι̣ο̣υ̣...λ̣έ̣γ̣ε̣ καὶ πρὸς ἥλιον .... | |
390 | [πρ]ογνωστ̣ι̣[κὸ]ν̣ λ̣ό̣γ̣ον ἢ ὕμνον α̣π̣α̣ς̣ ε̣τ̣α̣ι̣ρ̣ο̣ς̣ [μονόκ]λωνο[ν] ἀρτεμισίαν ε̣ἰ̣ς̣ ν̣... .........λ̣έ̣γων ἑπτάκις. κα̣ρ̣δ̣ά̣μ[ωμον] λ̣αβὼν κα[ὶ τ]ὰ ὀνόμ[ατ]α̣ ἅγια λέγων ἐπι.... [‘... ἄ]ν̣ακτος ἅ̣[π]α̣ντα γ̣άρ ἐστι....‘ ὅταν ὁρκ[ίζῃ]ς τὴν γαῖαν λέγων τὸν ἕβδομον [λόγο]ν [εἰς τὴν] γῆν κ̣α̣ὶ̣ [ἅ]π̣α̣ν̣τ̣α̣ς̣ τ̣ο̣ὺ̣ς̣ [θεοὺς] ἀθανάτου[ς. λ]όγος οὗτος· ‘ἧκέ μοι, κύρι[ε ....] [ἅγι]ο̣ν πνεῦ[μα‘ ...] ὥρ̣ᾳ ἐν̣άτ̣ῃ ......π̣α̣ν̣τ̣...το ους̣ μετὰ τοῦτον τὸ[ν λόγον]· ‘ὁρκ̣ί̣ζ̣ω̣ | |
395 | [το]ὺς αὐτοκρ[ά]τορας ............ κ̣α̣ὶ̣ ὁρκίζ〈ω τὴν〉 γῆν καὶ τὸν οὐρανὸν κα[ὶ τὸ φῶς κα]ὶ [τ]ὸν π[άντα κτίσαντα‘ .... λό]γος λεγόμεν[ος] τοῦ θεοῦ. λέγων λόγον [τοῦτο]ν [πρ]ὸς ἱερὸν ........... [Verba Coptica] | |
404 | λαβης ε...λαβης αυ̣[ ] [Verba Coptica] | |
406 | (30) [Γ]αβριήλ, Μιχαήλ, [Verba Coptica] | |
409 | ζʹ λέγεις εἰ[ς....] λέγειν εἶτα ἅπαξ ἢ γʹ. | |
410 | Λαβὼν λεπίδαν ἀργυρᾶν ἔνγρα[ψον κα]ταδύν̣τ̣ο̣ς̣ [τ]οῦ θεοῦ καὶ λαβὼν γάλ[α] βόειον καὶ καταχεάσα[ς] κ̣αὶ ὑποθεὶς καθαρὸν ἄγ̣γ̣ος ὑπόθου τὴν [λ]επίδα καὶ βάλε κρίθινον ἄλευρον καὶ φύρασον καὶ πλάσον ἄρτον, [π]έμμ̣ατα, δώδεκα κόρας κα[ὶ ἐ]πίλεγε γʹ κα[ὶ] φάγε νήστης καὶ γ[ν]ώσῃ τὴν ἐνέργειαν. (ἔστι) δέ· ‘βορκα βορκα φριξ φριξ ριξ ω[ ]αχαχ αμιξαγ ουχ θιπ λαι λαι λ[α]μλαι λαι λαμ μαιλ αααααααα ιιιυ ηι αι ω[ω]ωωωωω μουμου ωυιω νακ νακ ναξ λαινλι̣μμ λαιλαμ α̣ε̣δα. λ̣α̣ι̣λαμ | |
415 | αηω ωαη ωαη ηωα αωη νωα ωηα εἴσελθε, δέσποτα, ε[ἰ]ς τὴν ἐμὴν ψυχὴν καὶ μνή‐ μην μοι̣ χά̣ρ̣ισαι μ̇μ̇μ̇ η̇η̇η̇ μθφ.‘ τοῦτο ποίει κατὰ μήνη[ν] πρὸς σελήνην ἐν πρώτῃ ἡμέρᾳ. προσκύνει [θε]ᾷ, τὴν δὲ λεπίδα περιθοῦ. ἔστι δὲ τὸ ὄνομα τῆς ψυχῆς τοῦ θεοῦ· ‘[Verba Coptica] εἶτα [Verba Coptica] αἷμα.‘ γράψον χαλκῷ γραφείῳ τ̣α̣ῦ̣τ̣α̣· [verba coptica] | |
420 | λέγε εἰς τὴν χεῖραν ἑπτάκις ἀντὶ τοῦ ἡλίου, κατ[ά]ψησον τὴν ὄψιν, πτύε, μετακί‐ νησον τὸ̣ν̣ ἀ̣ντίχειρά σου ἀπὸ τῆς ῥινὸς ἄχρις τοῦ μετώπου σ[ου.] πρὸς ἥλιον εἰπὲ ἑπτάκις εἰς τὴν χεῖράν σου καὶ πτύσον αʹ καὶ καταψήσας [τ]ὸ πρόσωπόν σου πο‐ ρεύου ἐπὶ π̣ρᾶξιν καὶ χάριν· ‘σιλιβαναγουναχαουηλ.....‘ Ἀντίγραφον ἀπὸ ἱερᾶς βίβ[λο]υ. πρόγνω[σ]ις καὶ μνημον[ική]· λαβὼν κάκο̣υ̣φ̣[ον,] | |
425 | ὅ ἐστιν αἰγυπτιστὶ κακκ̣ου[φατ, ἐξάρα]ξον αὐτῆς τὴν καρδ[ίαν, κ]ατάτ̣ρ̣ησον καλάμῳ καὶ τὴν καρδίαν κ̣ατ̣α[τα]μ[ὼν] ἐπίβαλε εἰς μέλι Ἀττικ[ὸν π]λησιαζούσης τῆς θεοῦ καὶ εἶτα τρίψας τὴν καρδία[ν τῇ] αʹ τῆς θεοῦ σύμ̣μιξον τῷ μέλι[τι καὶ κατάφαγε] νήστης λέγω[ν] ἑπτάκις, ἅπαξ γευόμενος τῷ λι[χανῷ τῷ δ]ακτύλῳ, τοῦτο[ν τ]ὸ̣ν̣ λ̣όγο̣ν̣· ‘ποίη[σόν με π]ρογνῶναι τὰ μέλλοντα καὶ τὰ προμέλλοντα κα[ὶ πεπ]ραγμένα καὶ π[ά]ντα 〈τὰ〉 ἔργα τῇ σ[ήμερ]ον καθάπαξ.‘ ἑπτάκις τὸ ὄνομα λέγ̣ε̣, αἶψα λέγων | |
430 | κ̣οινά· τῇ τρίτῃ ἀπογε[υόμενος λ]έγε τὸ ὄνομα Λαιλαμ [σαν]κ̣ανθαρα, κοινά. [τῇ] σελήνης δʹ 〈τὸ〉 δʹ ὄνομα λέγων επ̣ι | |
430 | μνω̣, τῇ εʹ τὸ εʹ ὄνομα λέγων ἑπτάκις εκενθ.... [τῇ ϛʹ] τὸ ἕκτον ὄνομα Ἀμοῦν [Ἀ]μοῦν, τῇ σελήνης ζʹ [τὸ ζʹ ὄνομα.]ρα πρεγξιχαροθ. | |
431 | τῇ ηʹ τὸ ηʹ ὄνομα· [ε]ἶσι Οὔσιρι [Ἀ]μοῦν [Ἀμοῦν, τῇ θʹ] τὸ θʹ ὄνομα φορ̣[φ]ορβ̣αρζαγρα, [τῇ ιʹ τ]ὸ ιʹ ὄνομα ζαζουχωρ δαμνι̣ο̣τ̣η̣, | |
432 | τῇ ἑνδεκάτῃ τὸ ἑνδέκατον ὄνομα χρυσα χρ[υσα] ευαε χρυσοες ειρε χρυσοεγεθρελ̣....ρον, τῇ δωδεκάτῃ τὸ δωδέκατον ὄνομα, δωδεκάκις γευόμενος· αθαβ̣....ε̣νιγραψαθιρ..ψανο.αση, [τῇ ιγʹ τὸ ιγʹ ὄνομα λέγω̣ν̣]· Ἄρτεμι Δαμνω δαμνο λύ‐ | |
435 | καινα, τῇ τετάρτῃ καὶ δεκάτῃ τὸ [τέταρτον καὶ δέκατον ὄνομα] λέγων. τοῦτο τὸ ὄνομα ιδʹ· Ἁρπον[χνουφι] βριντατην̣ωφρι | |
435 | βρισκυλμα ορεοβαζαγρα. τῇ [πέμπτῃ καὶ δεκάτῃ τ]ὸ̣ πέμπτον καὶ δέκατον ὄνομα· σεσενγεν βαρφαραγγης αγαβ̣ ..... αεηιουω, κοινά, ὅσα θέλεις, λέγων κα‐ θ· ἡμέραν. εἶτα [φθινο]ύσης σελήνης λ[έ]γε ἐ̣ν̣ ἑ̣ξ̣αμέτρῳ τόνῳ τ̣[ὸν λόγον] λέγων ἑπτάκις ἕως πάλιν τῇ τετάρτῃ καὶ δεκάτῃ τῆς θεοῦ. [ἐ]φ̣όρα δέ, μὴ συνέλ̣θῃ[..... ἑ]κάσ̣την ἡμέραν̣ τ̣α̣ι̣ο̣υ̣λ̣..α̣γιον [... κ]αὶ λυθῇ πᾶσα σύστασις τῆς ἱερᾶ‐ | |
440 | ς συνθέσεως. λέ[γει γὰρ ὁ] κ̣ύριος [θέος. τῆς] πράξεως ταύ[της] μείζων οὐκ ἔστιν. πεπείραται ὑπὸ Μανεθῶ̣ν̣ο[ς, ὃς αὐτὴν ἐ]λάβετο [δῶ]ρον ὑπὸ θεοῦ [Ὀ]σίρεως τοῦ με[γίσ]του. τέλει, τέλει εὐτυχῶς καὶ εὐφήμως. | |
λόγος λεγόμεν[ος .................... καὶ τελ[....... τ]ῷ ἡλίῳ· ‘χαῖρε, αὐτοκράτωρ, χαῖρε, χαῖρε, προ̣[πάτωρ ............. καὶ Δαμναμ]ε̣ν̣εῦ/ [Ἀβρα]σάξ....κ̣..η̣λ̣ηλ εἷς ἱερὸς̣ ...κ.....ς σαβηλε σ̣αβηλε κα | ||
445 | π̣ρογ̣ν̣ως. [23] Μωυσῆς αν....σις καὶ ἀπος.........κ...... ..α̣ι[............. εἰ]ς μνήμη[ν λέγε τ]ὸν ὑποκείμε̣[νον λόγο]ν̣ ἑκάστης [ἡμέρας] (22) ....ιμεα.... Ἀβρασάξ, ........ εἰ]δέναι οειιαο...κα............ Ἰάω Σαβαώ[θ ......] μέγας ........ Ἰαβε[ζεβυθ] [21 Ἀ]βραξας ταε.‘ ..... | |
3(450) | [32] σι.ν..μ. [] [] οὕτως δὲ ζωγράφε̣ι̣ παῖδα καὶ σε [17] [ὕ]στερον, καὶ ἀ̣κούσεις τὰ ὄρνεα λαλοῦ[ντα ...............] μαράθ̣ου ζʹ καὶ σησάμου, μελανθίο[υ ..............] | |
455 | λ(αβὼν) ταῦτα τρίψας σὺν ὕδατι πηγαίῳ ..... τῆς σελήνης οὔσης δευτέρας, καὶ ἀκούσεις πάν[τα .............] ἐγώ εἰμι ιε̣η̣ ιοεη ιε Ἰάω Ἶσ̣ι̣ [τὰ ἐν ταῖς] ψυχαῖς τῶν ἀνθρώπων, ὅτι ἐγώ [] ἐπεύχου αὐτῷ. ἄλλ [] | |
460 | γίνεται δ̣ε̣ χελιδὼν το̣ύτου ............... σου τὸν λόγον τοῦτον ἑπτάκις κατά[λεγε........] λόγος, ὃν λ[έγ]εις· χαῖρε, Ἥλιε Μίθρα λ[........... ἀπο]‐ ρο̣ῦντος, [α]ὐτῷ ἱερῷ ὕδατι ωσε............ .....κ[α]τὰ ψυχὴν ἔχει οὗτος ............ | |
465 | ἐκείνην τὴν ἡμέραν γινώσ̣κ̣[εις .....] παραπτόμενος δ̣ὲ ἡμιτριτα[ῖον πυρετὸν ἕξεις.] Μνημονική. λαβὼν πρῶτ[ον μὲν ......] κυνοκεφάλια β, Ἑρ̣μ̣οῦ δακτύλο[υς .............] ανα κ[αὶ δ]ι̣α̣κ̣ο̣ν̣[..............] | |
470 | γεύου τρὶς λέγων πρὸς Ἥλιον προσκύ[νησον· ‘εἴσελθε,] μα..α Κμήφ· αρσω αρσω Θούθ........................ ο τιοι̣ ε̣.οι πομ̣πομ Φρῆ ιαρβ[αθα χραμνη...] ἐπὶ [τ]ὴν ἐμὴν καρδίαν, μνή[μην χαρισάμενος] τῇ [ψ]υχῇ μου, τοῖς ὄμμασι σαλβα̣[ναχαμβρη........] | |
475 | τυραννῶν, ὁ κυριεύων πά[ντων ..........] αβλαν οοοο αδωνιη αηω............. ἵνα, ὅσα ἐὰν ἀκούσω ἅπ̣αξ, μν̣[ησθῶ ἐπὶ τὸν τῆς] ζωῆς μου χρόνον.‘ Πρόγνωσις· λαβὼν κυνοκεφάλια υ[..λέγε εἰς] | |
480 | τὸ ὕψος τοῦ οὐρανοῦ κύκλου· ‘ὁ φὼρ τῷ[] νομυ̣ρ̣ον, ὁ μόνος μέγας θεός, δ[εῦρό μοι] ἀπὸ συνόδου ἐπὶ ἡμέρας ϛʹ γνω̣ς... γενέσθαι, Ἥλιε. ἄλλη ἀντ[ιγραφή· .......] αλα̣.αανγ· ξιχα μιχα· ανγ· ε̣...... | |
485 | ερο̣τ̣π̣ι̣τενφητ· νπρωμε ἔ[χων στέφανον ἐπὶ τῇ] κεφαλῇ [χ]ρυσοειδῆ, γε̣νοῦ εἰς τ[ὸν φῶρα ἄραντα τὸ δεῖνα], ἀπόλεσον, σχίσον αὐτὸν καὶ̣ κε̣............... διω̣..δ. ἐ̣ὰν δὲ ἀποκεφαλίσῃ[ς̣ .............] ἄλλη· λαβὼν πτέρυγα τ[ὴν ..................] | |
490 | αωω. εἶτ̣α κατὰ τῆς αὐ[τ]ῆ[ς ................] λω[φνου]κεντ Ἀβαώθ............. δο̣..... . ωλ̣εαις̣................... κ̣α..........τ̣α κ..................‘ [Σύστασις πρ]ὸς Ἥλιον. περὶ πά[σης πρ]άξ[ε]ως καὶ περ[ὶ π]άν̣[τω‐] | |
495 | ν ποί[ησις], περὶ ὧν ἐὰν θέ[λῃ]ς, οὕτως ἐπικαλοῦ· ‘[δεῦ]ρο, δ[ε]ῦρό μοι ἐκ τῶν τεσσάρων ἀνέμων τοῦ κόσμου, ἀεροδρόμο[ν] μέγαν θεόν, ἐπάκουσόν μου ἐν παντὶ ᾧ [ἐπιτελῶ] πράγματι καὶ ποίησον πάντα τὰ τῆς εὐ‐ | |
χῆς μ[ου ἐντε]λ̣έστατα, ὅτι οἶδά σου τὰ σημεῖα καὶ τὰ | ||
3(500) | [π]αράσ[ημα καὶ μ]ορφὰς καὶ καθ’ ὥραν τίς εἶ καὶ τί σου ὄνο‐ μα· ὥρᾳ πρώτῃ μορφὴν ἔχεις καὶ τύπον παιδὸς πιθήκου· γεννᾷς δ[ένδρο]ν ἐλάτην, λίθον ἄφανον, ὄρνεον ε....αενο.....α̣, ὄνομά σοι φρουερ· ὥρᾳ δευτέρᾳ μορφὴν ἔχεις μονοκέρου, γεννᾷς δένδρον περσέαν, λίθον | |
505 | κεραμίτην, ὄρνεον ἁλούχακον, ἐπὶ γῆς ἰχνεύμονα, ὄνομά σοι βαζητοφωθ· ὥρᾳ τρίτῃ μορφὴν ἔχεις αἰλούρου, γεννᾷς δένδρον σύκων, λίθον σαμοῦχον, ὄρνεον ψ[ί]ττακον, ἐπὶ γῆς βάτραχον, ὄνομά σοι Ἀκραμμαχαμαρει· ὥρᾳ τετ[άρ]τῃ μορφὴν ἔχεις ταύρου, γεννᾷς δένδρον | |
510 | [κα]ὶ λί[θ]ον παιδέρωτα, ὄρνεον τρύγονα, ἐπὶ γῆς ταῦρον, ὄνομά σοι Δαμναμενεύς· ὥρᾳ πέμπτῃ μορφὴν ἔχεις λέοντος, [γε]ννᾷς δένδρον ῥάμνον, λίθον μάγνητα, 〈ὄρνεον .....〉, ἐπὶ γῆς κ[ρο]κόδειλον, ὄνομά σοι φωκενγεψ ευαρεταθου μισον κ̣ταικτ/ ὥρᾳ ἕκτῃ μορφὴν ἔχεις ὄνου, δένδρον | |
515 | γεννᾷς ἄκανθαν, λίθον σάπφειρον, ἐν θαλ[ά]σσῃ ὕελον, ἐπὶ [γῆς βοῦν λευ]κομέτωπον, ὄνομά σοι ειαυ· ακρι λ̣υξ· [... ὥρᾳ ἑβδ]όμῃ μορφὴν ἔχεις καμ[μάρου, γε]ν[νᾷς δένδρον̣ ........... [γεν‐] νᾷς ..............προ[...... λί]θον ἡλιο[πάλιο]ν, [ὄρνεον ....]ον, ἐπὶ γῆς [αἴλ]ουρον, ὄν[ομά σοι.....] | |
520 | [...... ὥρᾳ ὀγ]δόῃ μορ[φ]ὴν ἔχεις ......... [γεννᾷς δένδρον ......]α̣τορον, λ[ίθ]ον ονου ειορ..., ὄρνεον [.... ἐπὶ γῆς] ἱπποπό[τα]μον, ὄνο[μά σοι...] [....... ὥρ]ᾳ ἐνάτῃ μορ[φὴ]ν ἔχεις ἴβ[εως, γεννᾷς] [δένδρον]......., ......δ̣αλ̣σ̣ον̣, [λίθ]ον δοραρ..... | |
525 | [......]ην ἐπὶ γ[ῆς] χ̣α̣μ̣αιλέ[οντα, ὄνομά] [σοι ........] ὥρᾳ δεκ̣[άτ]ῃ μορφὴ[ν ἔχεις .....] [γεννᾷς δένδρον ......]ων, λίθ[ο]ν ἱερακίτη[ν, ὄρνεον] .........αρκων̣...ν.κ̣έ̣ρ̣κ̣ω̣[πα.....] ................σφωτος γε......... | |
530 | []εων εχ̣[.......] [................. ὥρ]ᾳ ιβ μ[ορφὴν] [ἔχεις] ...... ὄνομά σ]οι Ἀδων[αί .....] [κα]ὶ Γαβριὴλ αλλωεα...ουρηηδυδιε θαραβραχι‐ [ρι]γξ ϊαρβαθαχραμνηφιβ[α]ωχνυμεω καμπυκριλ | |
535 | .ελαμμαρη· εἴρηκά σου τὰ σ[ημ]εῖα καὶ τὰ παράσημα· διό, κύριε, ποίησον τὸ δεῖνα πρᾶ[γμ]α ἀνάγκῃ, μὴ τὸν οὐ‐ [ρ]ανὸν κινήσω, ποίησον τὸ δεῖνα [π]ρᾶγμα ἐμοί, ὁ τύπος, [τ]ὸ σύνολον τοῦ κόσμου, ὃ〈σ〉 κατ[α]κριθεὶς ἐφύλαξα〈σ〉 τοῦ μεγάλου βασιλέως ἱερόν, πο[ί]ησον τὸ δεῖνα πρᾶγμα ἐ‐ | |
540 | μοί, τῷ κλειδοφύλακι τοῦ τρ[ι]γώνου παραδείσου τῆς γῆς, τῆς βασιλείας, ποίησον [τ]ὸ δεῖνα πρᾶγμα ἐμοί, τῷ τῆς χήρας ὀρφανῷ κατατετιμ̣ημένη〈σ〉, βωϊαθυριθ, ἵ‐ να μὴ ἀφέλωσ〈ί〉 με τὴν κυριακὴν πατρίδα καὶ πάν‐ τα τὰ ἀγαθὰ ἐμπέσῃ κατ’ ἐπιταγὴν φωκεν γεψευ | |
545 | αρετα θουμισον κται κτ/ μασκελλι μασκελλω φνουκενταβαω αωριω ζαγρα ῥησ〈ί〉χθων ἱππό‐ χθων πυροσπαριπηγανυξ καιλαμ ι̣αλμιω λιλ̣ιμουληαλαβαηνερεδεμου· δεῦρό μοι ἐν τῇ ἁγίᾳ σου περιστροφῇ τοῦ ἁγίου πνεύματος, παν‐ | |
3(550) | τὸς κτίστα, θεῶν θεέ, κοίρανε παντός, διαστήσας τὸν κόσμον τῷ σεαυτοῦ πνεύματι θε[ί]ῳ· πρῶτος δ’ ἐξεφάνης ἐκ πρωτογόνου, φὺς εὐμεθόδως, ὕδατος βιαίου, ὁ τὰ πάντα κτίσας· ἄβυσσον, γαῖαν, πῦρ, ὕδωρ, ἀέρα καὶ πάλιν αἶθρα καὶ ποταμοὺ〈σ〉 κε‐ | |
555 | λάδοντα〈σ〉, ὑσγηνοϊδῆ τε σελήνη〈ν〉, ἀστέρας ἀερίου〈σ〉, ἐῴου〈σ〉, περιδινοπλανήτα[ς]· αὐταῖς σαῖς βουλαῖς δορυ‐ φοροῦσιν ἅπαντα. σὺ ὁ παρακαλῶν .......σιν αμοχλ....φοδοφ....μ.α̣ρφθω̣...ιβκˊ ψουφισ[τωμ]. οιωθ ω̣φρουερ χμηιβˊ Ἁρπ̣ον̣‐ | |
560 | κνουφι βρ[ιν]τατ[η]νω[φ]ριβ̣ρισκυλμα Ἁρουα̣ρ ζαρβαμεσε[γ]κ̣ριφινιγ̣θ̣ου μιχμουμαωφ ιαωλι πρὶν [ἀ]στράπτῃς αι χεα̣οκιρταβαοζαα̣‐ λε ασρισκι..ου, βρίθε[ι] στόμα, ἄναξ. δεῦρό μοι, κύριε, ὁ ποτὲ τ[ὸ] φῶς ἀνά[γ]ων, ποτὲ τὸ σκότος κατά‐ | |
565 | γων 〈κατὰ〉 τὴν σεαυτοῦ δύναμιν, ἐπάκουσόν μου, κύριε, ἐμοῦ, τοῦ δεῖνα, ἵ[λ]εως κα[ὶ ἀ]σμένως καὶ ἐπ’ ἀγαθῷ, ἐκ παντὸς στο[ιχε]ίου, ἐκ παντὸς ἀνέμου, ἐν τῇ σήμερον ἡμέρᾳ, ἱλαρῷ [σ]ου τῷ πρ[ο]σώπῳ, τῇ ἄρτι ὥρᾳ, ὅτι ἐπι‐ καλοῦμαί σου τὸ ἅγιον ὄ[ν]ομα πάντοθεν, ὁ γεν‐ | |
570 | νηθεὶς ἐν παντὶ πλάσμ[α]τι ἀνθρωπίνῳ· ἐνπνε[υ‐] μάτισον ἡμᾶς. [ὄνο]μά σο[υ] ἐκ μὲν δεξιοῦ ἄξον[ος]· ‘Ἰάω α[ωι] ωαι [ωυα] ωωωωωω αααααα ιυ.... .ωαι,‘ ἐκ δ’ εὐωνύ[μ]ων ἄξ[ονος]· ‘Ἰάω αυω ιωαι [π]ιπι ωωω ωω ιιι αυω....ω[α] ωαι.‘ ἐλθέ μοι | |
575 | [ἱ]λαρῶ τῷ πρ[ο]σώ[πῳ] ἐπ’ αὐτοθελ[ητῷ] κοίτῃ, διδοὺς ἐμοί, τῷ δεῖνα, ζωήν, ὑγείαν, σωτηρίαν, πλοῦτον, εὐτεκνίαν, γνῶ[σ]ιν, εὐακοΐαν, εὐμένειαν, εὐβουλίαν, εὐδο‐ ξίαν, μνήμην, χάριν, μορφήν, κάλλος πρὸς πάντας ἀνθρώπους τοὺς ὁρῶντάς με, ὁ πᾶν ὁτιοῦν | |
580 | ἀκο[ύ]ων μου, τῶν λόγων δὸς πεισμονήν, θεὲ μέ‐ γ[α]ς, τῷ ευαηω ιω ιαω ωαι ωιω ηαυι τας ερχις· α̣υξαχ̣οχ̣ Ἁρσαμῶ[σι], λίσσομαι, ἄναξ, πρόσδεξαί μου τὴν λιτανείαν, τὴν πρὸς σὲ ἀναφορὰν προστά‐ ξας· ἵνα με νῦν ἐρατῶν πρὸς σὲ τὴν γνῶσιν | |
585 | ἐλλυ[χνιάσ]ῃς καὶ μετὰ τὴν τοῦ ὑλικοῦ σώμα‐ τος εὐμεν[ῆ ἀποκ]ατάστασιν, δέομαι, κύριε, πρόσδε‐ ξαί μου τήνδ[ε] ἀξίωσιν, 〈τὴν〉 λιτανείαν, τὴν προσύ‐ σ[τ]ασιν, τὴν ἀναφορὰν τοῦ πνεύματος τοῦ λεκτικοῦ, [ὃ κ]αὶ φθασάτω πρὸς σέ, τὸν πάντων δεσπότην, ὅπως | |
590 | [π]οιήσῃς πάντα τὰ τῆς εὐχῆς μου, θεῶν γενητέ. [χ]άριν σοι οἴδαμεν, ψυχῇ πάσῃ, κα[τὰ] καρδίαν πρὸς σ̣[ὲ] ἀνατεταμένην, ἄφραστον ὄνομα τετιμημένον [τῇ] τοῦ θεοῦ προσηγορίᾳ καὶ εὐλογούμενον τῇ τοῦ [θε]οῦ ὁσ〈ι〉ό〈τητι, ᾗ〉 πρ[ὸ]ς πάντας καὶ πρὸς πάντα πατρικὴν | |
595 | [εὔ]νοιαν κ[α]ὶ στοργὴν καὶ φιλίαν καὶ ἐπιγλυκυτά‐ [τη]ν ἐνέργειαν ἐνεδείξω, χαρισάμενος ἡμῖν νοῦν, [λόγ]ον, γνῶσιν· νοῦν μέ〈ν〉, ἵνα σε νοήσωμεν, λόγον [δέ, ἵν]α σε ἐπικαλέσωμεν, γνῶσιν, ἵνα σε ἐπιγνώ‐ σωμεν. χαίρομ[ε]ν, ὅτι σεαυτὸν ἡμῖν ἔδειξας, | |
3(600) | χαίρομεν, ὅτι ἐν πλάσμασιν ἡμᾶς ὄντας ἀπεθέω‐ σας τῇ σεαυτοῦ γνώσει. χάρις ἀνθρώπου πρὸς σὲ μία· τὸ μέγεθος γνωρίσαι. ἐγνωρίσαμεν, ὦ τῆς ἀνθρωπίνης ζωῆς 〈ζωή〉, ἐγνωρίσαμεν, μήτρα πάσης γνώσεως, ἐγνωρίσαμε‐ ν, ὦ μήτρα κυηφόρε ἐν πατρὸς φυτείᾳ, ἐγνω〈ρί〉‐ | |
605 | σαμεν, ὦ πατρὸς κυηφοροῦντος αἰώνιος διαμο‐ νή· οὗ τοσοῦ〈τον〉 ἀγαθὸν προσκυνήσαντες μ[η]δεμίαν ᾐτήσαμεν [λιτήν, πλὴ]ν θέλησον ἡμᾶς δια[τ]ηρηθῆναι ἐν τῇ σῇ γ̣νώ[σει, τ]άδε τη[ρήσαντας] τὸ μὴ σφαλῆναι τοῦ τοιούτου [βίου] τούτου .....β̣λιον μετισαγω‐ | |
610 | κην ἔχει πρ̣...πα......οικουντα θεῷ. μὴ [δ’] ἐν παρέργῳ ....ον....... μετὰ εʹ ἡμέρας .νιουον.‘ Θυσ[άμενος] ἄλ[ε]υρ[α κ]αὶ ὥ[ρι]μα συκάμι[να] καὶ σή̣[σαμον ἀνέκ]χυτον καὶ θ̣ρίον ἄπυ[ρον], ἐν ᾧ χε[όμενος] σεῦτλ[ον τεύξῃ] τῆς ἰδίας σκιᾶ[,] | |
615 | ὥστε σοι αὐ[τὴ]ν ὑπη[ρετήσειν]. ἐλθὲ ὥρᾳ ἕκτῃ τῆς ἡμέ[ρα]ς πρὸς [ἀνατο]λ̣[ὴ]ν ἐν ἐρήμῳ τό‐ πῳ περι[εζ]ωσμένο[ς νέο]ν ἐβέννινον ἄρριχον καὶ ἐν τῇ [κε]φαλ[ῇ στροφεῖον] σφενδόνης κόκκιν[ον] καὶ ἐ[πὶ τοῦ δ]εξιοῦ ὠτίου πτε‐ | |
620 | ρὰν ἱέρα[κο]ς, ἐπὶ [δὲ τ]οῦ εὐωνύμου ἴβεως. πατῶν [ἐ]ν τῲ τό[πῳ προσκύ]νει ἀνατείνας τὰς χεῖ‐ ρας καὶ λέ[γε] τοῦτο[ν τὸν] λόγον, ὅτι ‘ποίησόν μοι ὑπηρε[τήσε]ιν ν[ῦν τ]ὴν σκιάν μου, ὅτι οἶδά σου τὰ ἅγ[ια] ὀνόμ[ατα κα]ὶ τὰ σημεῖα· καὶ τὰ παρά‐ | |
625 | σημα κ̣α̣ὶ̣ [τίς εἶ καθ’ ὥρ]αν καὶ τί σοι ὄνομα.‘ ταῦτα εἰπὼν λ[έγε αὖθις τ]ὸν λόγον τὸν ἐπάνω, καὶ ὅταν μὴ [ἀκούσῃ, λέγε]· ‘εἴρηκά σου τὰ ἅγια ὀνόμ[ατα κ]αὶ τὰ [σημεῖά σου] καὶ τὰ παράσημα. διό, κύριε, ποίη[σον] ὑπηρετεῖν μοι τὴν ἐ‐ | |
630 | μὴν [σ]κ[ιά]ν.‘ κ[αὶ ὥρᾳ ἑ]βδόμῃ ἐλεύσεταί σοι ἔξαν[τ]ά [σο]υ, καὶ [λέγ]ων αὐτῇ 〈εἰπέ〉· ‘ἀκολούθει μοι πανταχῆ.‘ σὺ δὲ [ὅρα], μή σ̣ε καταλείψῃ. | |
[Verba Coptica] | ||
669 | ὡς ἂν θέλεις μετὰ ....ο̣ν̣η... τὸν λό(γον) [Verba Coptica] | |
673 | ὡς [ἐὰν] ἐθέλεις [Verba Coptica] | |
682 | ὡς θέλεις [Verba Coptica] | |
689a | [τὴ]ν̣ ἡμέραν τ̣α̣ύ̣τ̣η̣[ν .].ι̣ζ̣ο̣.........ανκ.............α̣νια | |
689b | λ̣έ̣γ̣ε̣ π̣ρ̣ὸ̣ς̣ Ἥλιον α̣ι̣ζ πε̣ρ. λ̣ειμητ̣........γ̣α̣ρ̣.................... | |
690 | ἐν τῇ τρίτῃ ἡμέρ[ᾳ κ]αὶ [εἰς Σελήνην] ........τριταίαν εἴσ[οδον τ]ῆς θεοῦ ἐλ[θὼν] ἐπὶ ποταμὸν ἀ[έν]αον στρ̣........ε̣νος λουσάμ[ενος ἐ]λθὼν ἐν ἱματίοις καθαροῖς ε̣ι̣.τ........π̣ιόμενον ο̣ν̣κ̣..ι̣..αρμενον̣..... τόπον ἔρημον, ἔ̣χων πρὸς ἥλιον [ἀν]ίσχοντα ἀλεκτρ[υό]να [λε]υκὸν ἄσπιλον καὶ στροβίλους δ̣ε̣ξ̣ιοὺς δώδεκα ἐπί[θ]υε γάλα, οἶνον λευκὸ[ν] σπ[ένδων,] | |
695 | λέγε τοὺς ἀνακειμένους ἑπτὰ λόγο[υς ἑπτά]κις αἰτῶν σύστασ[ιν τὴ]ν τοῦ θεοῦ ................... σεαυτὸν δείξει...οι̣κητω ἐπ[ὶ] τῶν ἑπτὰ ἡμερῶν ποίει ἑστάνα[ι .]ο...ης πρὸς Σελήνην κα̣θ̣α̣ρός, καὶ ὅταν ἴδῃς τὸν θεὸν ἐν τούτῳ τῷ τόπῳ ε̣...εδες εὐωχοῦ· ὅταν οὖν συσταθῇς τῷ θεῷ, λέγε λόγον αὔτοπτον καὶ α[ἴτ]ησαι παρὰ τοῦ δεσπότο̣υ̣ [προ]γνῶναι. | |
3(700) | κατ̣ελθὼν ἐπὶ τόπον καθαρ[ὸν] καὶ ἱερού̣μενον καὶ θυσίαν πάλιν ποιήσας ἀλεκτρυόνα κα[ὶ τὰ ἄλλα] ἃ [χ]ρὴ σύμβολα μυστικῶς ἐν καθαροῖς ἱμ[α]τίοις [κρατῶν ................ θεοῦ τ̣ριταίας ἔχων] ἐν τῇ δεξιᾷ ἀ[ρ]τεμισίαν μ[ονόκλω]νον, ἐν τῇ εὐωνύμ[ῳ] γῆρας ὄφεως, καὶ δίωκε τοὺς λόγους ἐπι[κειμένους καὶ] ὅτι βούλει, καὶ ἔσται. πολλάκις δὲ | |
705 | δίωκε ... ἀπ[ογ]εγραμμεν..........εις μαθεῖν τι, [λέγ]εταί σοι ὑπὸ τοῦ θεοῦ. ἐὰν δὲ ..α.α...ποι της ανε.........γράψας κα..ιωδι...ς. σινδονίσας δὲ ἀπὸ κεφαλῆς μέχρι ποδῶ[ν ...]ηκει καὶ γράψα[ς] ἐπὶ τῆς γῆς Ἁρποκρά‐ την ἔχοντα ἐπὶ στόματος ........λιον, τῇ δὲ εὐω[νύ]μῳ [ς] κῦτος δ̣ε̣δ̣ρα‐ γμένον καὶ [ἅρ]πην ἐν........ου ἔπειτα ἀβλ[α]να θαναλβα, ἐν πτέρυγι | |
710 | Ἀβρασαξ, ὑπὸ νῶτον ωηαυα...........ντον καὶ στήσας τὸν παῖδα ἐπ’ αὐτοῦ καὶ γράφε τὸν εʹ λόγον αὐτὸν ... [Verba Coptica] θεραπεύεις πολλάκις καὶ τόδε· ἀφελὼ̣ν̣ ..... ἀντ’ αὐτοῦ τὴν σινδόνα, θεωρείτω καὶ ὄψεται· σὺ δὲ ἐρώτα [αὐτόν] ...... ἐπὶ δεκάτῃ ἡμέρᾳ ορ......... πρωὶ τὸν πρῶτον, εἶτα τὸν | |
715 | πρῶτον δεύτερον πρωὶ τῶν ......ι̣ωντι..ι..... τάδε ἔστω.ε.στης.. δύο πλ̣ίνθ[ω]ν ε̣.απ̣.α̣λ̣.ς.......τε στηκ..ω̣ς̣ ὑπὸ χ̣ά̣ρ̣τ̣η̣ν̣ ἀντι....ον ταυρων....α..ωα..............θ..ε.δ κε[φ]αλῆ̣ς η̣δ̣ια ..υ̣....ε...............νω..........τ..ντηκ... κατάδυσιν τ................ ἐπι....εκ....κα̣ι̣.α̣.......... | |
720 | ἔχε ἐν ταῖς χερ[σὶν ........]ερ̣α̣ν.......ταύτη........... καὶ λέγε τοὺς πρ[...........]τ̣ὸ̣ν̣ πα̣ι̣... ἐ̣ν ἑκατερ̣[........] ὡς ἂν δ.ομ̣ηκ................ησπουδε..... ὀλίγον δυς..... ετα παντα.ποτ.........ε̣τ̣ω̣σ̣υ̣......ιανες...... ἐπὶ ταῦτα τοις..........μ̣εγάλων ει̣...δηλων και..... | |
725 | τασκ.....καιε̣.......β̣ο̣θ̣ρον ε..ω..σον ἀμφοτερ[....] στατον καὶ τε........λ̣όγων πρὸς τ... τοῖς ποσσικλ̣[......] λόγους σὺν ταῖς .........ν.ω̣..καὶ πάντ...οντα καὶ το.... τα βόθ̣ρον εστα..........σου..ρευανυ........ κοντα ποιεῖς ............μα...την........ ....... | |
730 | ἐπίλεγε τὸν .........α̣ν̣ τοῦ ἐλαίου ἀποτ̣.............. | |
καθαρὸς ποιη..........ε̣ρχε̣... ἀνα................. | ||
4(3) | [Verba Coptica] ὁ μεγαδαίμων καὶ ὁ ἀπαραίτητος | |
8 | [Verba Coptica] ἡμέρᾳ Διὸς ὥρᾳ αʹ, ἐπὶ δὲ ῥυστικῆς ὥρᾳ εʹ αἴλουρος [ ], | |
10 | ηʹ αἴλουρος. | |
[Verba Coptica] | ||
26 | [Τ]ελετή· προαγνεύσας ζʹ ἡμέρας ἐλθὼν τῇ τρίτῃ [τ]ῆς σελήνης εἰς τόπον ἀπογυμνωθέντ[α ν̣ε̣]‐ ωστὶ ἀπὸ τοῦ Νείλου, πρὶν ἐπιβῇ τις αὐτοῦ τὸ περί‐ ρυτον (ἢ ἄλλως· κατακλυσθέντα ἀπὸ τοῦ Νείλο[υ]), | |
30 | ποίησον ἐπὶ δύο πλίνθων ἐπὶ κροτάφων ἑστη‐ κυϊῶν ἐκ ξύλων ἐλαΐνων, τουτέστιν κλημα[τίδ]ο̣ς, πυρὰν ἀνίσχοντος κατὰ τὸ ἥμισυ τοῦ ἡλίου, πρ[ό]‐ τερον πρὶν ἀνατείλῃ ὁ ἥλιος, περιγυρεύσας τὸν βωμόν, πλήρους δὲ ἀνελθόντος τοῦ ἡλιο‐ | |
35 | δίσκου ἀποτεμὼν τὴν κεφαλὴν ἀλεκτρυόνο[ς] τελείου ὁλολεύκου, ὃν ἐν τῇ ἀριστερᾷ ἀγκάλῃ 〈ἔχεισ〉, περιγυρεύεις, πρότερον πρὶν ἥλιος ἀνατ̣[είλῃ, τὸν] βωμόν. ἀποτέμνεις δὲ τὸν ἀλεκτρυόνα [τοῖς γό]‐ νασι συλλαβὼν μηδενὸς ἄλλου αὐτὸν κατέ̣χ̣ον‐ | |
40 | τος· τὴν μὲν κεφαλὴν εἰς τὸν ποταμὸν ῥῖψον, τὸ δὲ αἷμα ἀποδεξάμενος τῇ δεξιᾷ χειρὶ ἔ[κ]‐ πιε, τὸ λοιπὸν σῶμα τῷ ἡμμένῳ βωμῷ ἐπιθ[ε]ίς, καὶ ἐνάλλου τῷ ποταμῷ· μεθ’ ἧς ἔχεις ἐσθῆτος βαπτισάμενος ἀναποδίζων ἄνελθε καὶ μεθα[μ‐] | |
45 | φιεσάμενος καινὰ ἄπιθι ἀνεπιστρεπτί. λαβ[ὼν] δὲ μετὰ ταῦτα νυκτικόρακος χολήν, ἀπ’ αὐτῆ[ς] ἐγχρίου πτερῷ ἴβεως τοὺς ὀφθαλμούς [σου], καὶ ἔσει τετελεσμένος. ἐὰν δὲ ἀπορῇς τοῦ [νυκτι]‐ κ[ό]ρακος, χρῶ ὠῷ ἴβεως, πτερῷ δὲ ἱέρακος· | |
4(50) | τρήσας τὸ ὠὸν καὶ ἐνεὶ[ς] τὸ πτερὸν κατάρ〈ρ〉ηξον οὕτω ἐγχρισάμενος. Προαγνεύσας ζʹ ἡμέρας τοῦ τὴν σελήνην πα[ν]‐ σέληνον γενέσθαι ἐναίμων καὶ ἀνεψε[τῶν] ἀπεχόμενος, ἀφ’ ὧν ἐσθίεις, μέρος ἥμι[σ]υ κ[α]‐ | |
55 | τὰ ἴσον καταλιμπάνων ἐπὶ τὰς προκειμέν[ας] ἡμέρας ἐν ἀγγείῳ καλλαΐνῳ, ἐφ’ οὗ καὶ σὺ ἐσ[θίεις, ο]ἴνου ἀπεχόμενος, σελήνης δὲ πληρωθε[ίσης] [ἐ]λθὼν εἰς τὰ ἀπηλιωτικὰ μέρη τῆς πόλεως ἢ κώμης ἢ τῆς οἰκίας μονή〈ρησ〉 ἐν ἀγροῖς ἀπόρ[ρι]‐ | |
60 | ψον τὰ καταλειφθέντα μέρη καὶ οὕτως ὀξέως ἐπάνελθε ἐπὶ τὸν τόπον σου καὶ ἀπόκλεισον σεαυτ[όν], μή σε προλάβῃ· ἐὰν γὰρ προλημφθῇς, ἀποκλείῃ ὑπ’ αὐτοῦ. πρὶν ἐκρίψῃς δὲ τὰ μερίδια, κάλαμον χωρικὸν ὡς πηχῶν δύο πήξας ἐν τῇ γῇ ὀλίγον ἐπικεκλιμένον καὶ ἐξαρτή‐ | |
65 | σας αὐτοῦ θριξὶ ἵππου ἄρσενος κάνθαρον τὸν ταυρόμορφον κατὰ τὸ μέσον δεδεμένον, ὑπόθες αὐτῷ ἐν λεκάνῃ καινῇ ὀστρακίνῃ λύχνον καινὸν ἐξημμένον, ὡς τὴν ἀτμίδα τοῦ λύχνου ἐφικέσθαι ὀλίγον τοῦ κανθάρου. στῆθι μετὰ τὸ ἐκ‐ | |
ρῖψαι τὰ μέρη καὶ εἰσελθεῖν καὶ ἀποκλεῖσαι ἀτάραχος. ἐπιστή‐ | ||
70 | σεται γὰρ ὁ κληθεὶς καὶ ἀναγκάσει σε ἀπειλῶν ἔνοπλος ἀπο‐ λῦσαι τὸν κάνθαρον. σὺ δὲ μὴ ταραχθῇς μηδὲ ἀπολύσῃς, ἔστ’ ἂν χρηματίσῃ σοι, καὶ οὕτω ταχέως αὐτὸν ἀπόλυσον. ὅταν δὲ μέλλῃς καθ’ ἡμέραν ἐν τῇ ἁγνείᾳ ἐσθίειν καὶ κοιμᾶσθαι, εἰπὲ τὸν λόγον πρὸς 〈σελήνην〉 ζʹ, ὅνπερ μετὰ τὸ ἐκρῖ‐ | |
75 | ψαι ἐπανελθὼν πάλιν ἐρεῖς. [Verba Coptica] | |
78 | φυλακτήριον τοῦ προκειμένου· γράψον εἰς χάρτην καθαρὸν αἵματι ἀπὸ χειρὸς ἢ ποδὸς γυναικὸς ἐγκύου τὸ προϋπο‐ | |
80 | κείμενον ὄνομα καὶ φόρει περὶ τὸν ἀριστερὸν βραχίο‐ να λίνῳ δήσας. ἔστιν δὲ τὰ γραφόμενα· [Verba Coptica] | |
83 | ἀπόλυσις· ἀπολύσας τὸν κάνθαρον εἰπέ· [Verba Coptica] φύλαττε τάδε | |
85 | σφόδρα. ἡ πρᾶξις· κρόμμυον. Φυλακτήριον πρὸς δαιμόνια· [Verba Coptica] ἀπάλλαξον (κοινά) [Verba Coptica] Ἄλλη πρὸς ἥλιον· σινδονιάσας κατὰ κεφαλῆς μέχρ[ι] ποδῶν γυμνὸν κ〈ρ〉ότα καὶ προκωδωνίσας παῖδα στῆσον κα[τ]αντι‐ | |
90 | κρὺ τοῦ ἡλίου καὶ λέγε τὸν λόγον κατόπιν αὐτοῦ στάς· | |
[Verba Coptica] | ||
131 | σοῦ λέγοντος ἐὰν σίελος πολὺς ἐν τῷ στόμα‐ τι γένηται, νόει, ὅτι νοσεῖ καὶ βούλεταί σοι λαλῆσαι· ἐὰν χασμήσῃ πλειστάκις, βούλεται | |
135 | πρός σε ἐλθεῖν. ἐὰν δὲ πταρῇς δὶς ἢ καὶ πρός, ὁλοκληρεῖ καὶ ἀνέρχεται, ὅθεν ἐστίν· ἐὰν κε‐ φαλαργήσῃς καὶ δακρύσῃς, νοσεῖ ἢ καὶ τελευτᾷ. [Verba Coptica] | |
144 | ταῦτα ὑπὲρ γυναικῶν. ὅταν δὲ κατὰ γυναι‐ | |
145 | κῶν, λέγε ἐναλλὰξ τὰς θηλείας ἐγείρων | |
ἐπὶ τοὺς ἄρρενας· [Verba Coptica] | ||
154 | Νεφώτης Ψαμμητίχῳ, βασιλεῖ Αἰγύπτου αἰω‐ | |
155 | νοβίῳ, χαίρειν· ἐπεί σε ὁ μέγας θεὸς ἀπεκατέ‐ στησεν βασιλέα αἰωνόβιον, ἡ δὲ φύσις κατέ‐ στησεν ἄριστον σοφιστήν, καὶ ἐγώ σοι βουλό‐ μενος ἐπιδείξασθαι τὴν ἐν ἐμοὶ φιλοπονίαν ἀπέστειλά σοι τήνδε τὴν πρᾶξιν ἐν πάσῃ εὐ‐ | |
160 | κοπίᾳ ἱερὰν ἐπιτελουμένην ἐνέργειαν, ἣν καὶ 〈σὺ〉 δοκιμάσας θαυμάσεις τὸ παράδοξον τῆς οἰκο‐ νομίας ταύτης· σκέψῃ διὰ λεκάνης αὐτόπτου ἐν ᾗ βούλει ἡμέρᾳ ἢ νυκτί, ἐν ᾧ βούλει τόπῳ, θεωρῶν τὸν θεὸν ἐν τῷ ὕδατι καὶ φωνὴν λαμ‐ | |
165 | βάνων ἐν στίχοις παρὰ τοῦ θεοῦ, οἷς βούλει· οἴσεις καὶ τὸν κοσμοκράτορα καὶ εἴ τι ἂν προσθῇς, ἐρεῖ δὲ καὶ περὶ ἄλλων, ὧν ἐπερωτήσεις. ἐπιτεύξει χρησάμενος οὕτως, πρῶτα μὲν συστα‐ θεὶς πρὸς τὸν Ἥλιον τρόπῳ τούτῳ· οἵᾳ βούλει ἀνα‐ | |
170 | τολῇ τριταίας οὔσης τῆς σελήνης ἐπὶ δώματος ὑψηλοτάτου ἀνελθὼν στρῶσον ἐπὶ τῆς γῆς σινδόνιον καθα‐ ρόν. ποίει σὺν μυσταγωγῷ. σὺ δὲ αὐτὸς στεψάμε‐ νος κισσῷ μέλανι μεσουρανέοντος τοῦ ἡλίου ὥρᾳ πέμπτῃ κατακλίθητι ἄνω βλέπων ἐπὶ τὴν | |
175 | σινδόνα γυμνὸς καὶ κέλευέ σου περικαλύπτεσθαι τοὺς ὀφθαλμοὺς τελαμῶνι μέλανι καὶ περιστεί‐ λας σεαυτὸν νεκρικῷ τρόπῳ καμμύων τοὺς ὀφθαλ‐ μούς, τὸ νεῦμα ἔχων πρὸς τῷ ἡλίῳ κατάρχου λό‐ γων τῶνδε. λόγος· ‘Κραταιὲ Τυφῶν, τῆς ἄνω | |
180 | σκηπτουχίας σκηπτοῦχε καὶ δυνάστα, θεὲ θεῶν, ἄναξ αβεραμενθωου (λόγος), γνοφεντινάκτα, βρονταγωγέ, λαιλαπετέ, νυκταστράπτα, ψυχ〈ρ〉ο‐ θερμοφύσησε, πετρεντινάκτα, τειχοσεισμο‐ ποιέ, κοχλαζοκύμων, βυθοταραξοκίνησε, | |
185 | Ἰωερβήτ αυ ταυϊ μηνι· ἐγώ εἰμι ὁ σύν σοι τὴν ὅλην οἰκουμένην ἀνασκαλεύσας καὶ ἐξευ‐ ρὼν τὸν μέγαν Ὄσιριν, ὅν σοι δέσμιον προσή‐ | |
νεγκα. ἐγώ εἰμι ὁ σύν σοι συμμαχήσας τοῖς θεοῖς (οἱ δέ· πρὸς τοὺς θεούς)· ἐγώ εἰμι ὁ κλείσας οὐρα‐ | ||
190 | νοῦ δισσὰς πτύχας καὶ κοιμίσας δράκοντα τὸν ἀθεώρητον, στήσας θάλασσαν, ῥεῖθρα, ποταμῶν νάματα, ἄχρις οὗ κυριεύσῃς τῆσδε τῆς σκηπτου‐ χίας. ὁ σὸς στρατιώτης ὑπὸ θεῶν νενίκημαι, πρηνὴς ῥέριμμαι μηνίδος εἵνεκεν κενῆς. | |
195 | ἔγειρον, ἱκετῶ, τὸν σόν, ἱκνοῦμαι, φίλον καὶ μ[ή] με ῥίψῃς χθονοριφῆ, ἄναξ θεῶν αεμιναεβαρω‐ θερρεθωραβεανιμεα. δυνάμωσον, ἱκετῶ, δός τε μοι ταύτην τὴν χάριν, ἵν’, ὅταν τινὰ αὐτῶν τῶν θεῶν φράσω μολεῖν, ἐμαῖς ἀοιδαῖς θᾷττον | |
4(200) | ὀφθῇ μοι μολών. ναϊνε βασαναπτατου εαπτου μηνωφαεσμη παπτου μηνωφ· αεσιμη· τραυαπτι· πευχρη· τραυαρα· πτου‐ μηφ· μουραι· ανχουχαφαπτα· μουρσα· αραμει· Ἰάω· αθθαραυϊ μηνοκερ· βορο | |
205 | πτουμηθ· ατ ταυϊ μηνι χαρχαρα· πτου‐ μαυ· λαλαψα· τραυϊ τραυεψε μαμω φορτουχα· αεηιο ϊου οηωα· εαϊ αεηι ωι ιαω αηι αι ιαω.‘ ταῦτά σου εἰπόντος τρὶς σημεῖον ἔσται τῆς συστάσεως τόδε, σὺ δὲ | |
210 | μαγικὴν ψυχὴν ἔχων ὁπλισθεὶς μὴ θαμβηθῇς· ἱέραξ γὰρ πελάγιος καταπτὰς τύπτει σε ταῖς πτέρυξιν εἰς τὸ πλάσμα σου ταῦτα αὐτὰ δηλῶν ἐξα‐ ναστῆναί σε. σὺ δὲ ἀναστὰς ἀμφιέσθητι λευκοῖς εἵμασιν καὶ ἐπίθυε ἐπὶ θυμιατηρίου γεΐνου ἄτμη‐ | |
215 | τον λίβανον σταγονιαῖον λέγων τάδε· ‘συνεστά‐ θην σου τῇ ἱερᾷ μορφῇ, ἐδυναμώθην τῷ ἱερῷ σου ὀνό‐ ματι, ἐπέτυχόν σου τῆς ἀπορροίας τῶν ἀγαθῶν, κύριε, θεὲ θεῶν, ἄναξ, δαῖμον αθθουϊν θουθουϊ ταυαντι· λαω απτατω.‘ ταῦτα ποιῆσας κάτελθε | |
220 | ἰσοθέου φύσεως κυριεύσας τῆς διὰ ταύτης τῆς συστά‐ σεως ἐπιτελουμένης αὐθοπτικῆς λεκανομαντείας ἅμα καὶ νεκυοαγωγῆς. σκέψις· ἐπειδάν ποτε βούλει σκέψασθαι περὶ πραγμάτων, λαβὼν ἄγγος χαλκοῦν, ἢ λεκάνην ἢ φιάλην, οἵαν ἐὰν βούλῃ, βάλε ὕδωρ | |
225 | —ἐὰν μὲν τοὺς ἐπουρανίους θεοὺς κλῄζῃ, ζήνιον, ἐὰν δὲ τοὺς ἐπιγείους, θαλάσσιον, ἐὰν δὲ Ὄσιριν ἢ τὸν Σάραπιν, ποτάμιον, ἐὰν δὲ νέκυας, πηγαῖον—κατέ‐ χων ἐπὶ τοῖς γόνασι σκεῦος, ἐπιβαλὼν ἔλαιον ὀμφά‐ κινον καὶ σὺ αὐτὸς ἐπικύπτων ἐν τῷ σκεύει λέγε τὸν | |
230 | λόγον τὸν ὑποκείμενον καὶ προσκαλοῦ, ὃν βούλει θεόν, καὶ ἐπερώτα, περὶ οὗ θέλεις, καὶ ἀποκριθήσεταί σοι καὶ ἐρεῖ σοι περὶ πάντων. ἐὰν δὲ εἴπῃ, ἀπόλυε αὐτὸν τῇ ἀπολύσει, ὃς τῷδε αὐτῷ λόγῳ χρώμενος θαυμάσεις. λόγος λεγόμενος ἐπὶ τοῦ σκεύους· ‘Ἀμοῦν αυανταυ | |
235 | λαϊμουταυ ριπτου μανταυι ιμαντου λαντου λαπτουμι· ανχωμαχ· αραπτουμι· δεῦρό 〈μοι〉, ὅ τις θεός, ὄφθητί μοι ἐν τῇ ἄρτι ὥρᾳ καὶ μή μου θαμβήσῃς τοὺς ὀφθαλμούς. δεῦρό μοι, ὅ τις θεός, ἐπήκοός μοι γενοῦ, ὅτι τοῦτο θέλει καὶ ἐπιτάσσει αχχωρ αχχωρ· | |
240 | αχαχαχ πτουμι χαχχω χαραχωχ· χαπτουμη· χωραχαραχωχ· απτουμι· μηχωχαπτου· χαραχ‐ | |
πτου· χαχχω χαραχω· πτεναχωχευ‘ (γράμματα ἑκατόν). οὐκ ἀγνοεῖς δέ, βασιλεῦ μέγιστε καὶ μάγων καθη〈γε〉μών, ὅτι τοῦτό ἐστιν τὸ πρωτεῦον ὄνομα τοῦ Τυφῶνος, | ||
245 | ὃν τρέμει γῆ, βυθός, Ἅιδης, οὐρανός, ἥλιος, σελήνη, χορὸς ἄστρων ἐπιφανής, σύμπας κόσμος, ὅπερ ὄνομα [ῥη]θὲν θεοὺς καὶ δαίμονας ἐπ’ αὐτὸ βίᾳ φέρει. ἔστιν [δ]ὲ γραμμάτων ρʹ τοῦτο τὸ ὄνομα. ἐν ὑστέρῳ σοῦ φωνήσαν‐ [τ]ος φανήσεται, ὃν φωνεῖς, θεὸς ἢ νέκυς, καὶ ἀπο‐ | |
4(250) | κριθήσεται περὶ ὧν ἐπερωτᾷς πάντων. ἐπὰν δὲ ἐκμάθῃς, ἀπόλυε τὸν θεὸν μόνον τῷ ἰσχυρῷ ὀνόματι τῷ τῶν ἑκατὸν γραμμάτων λέγων· ‘ἄπιθι, δέ‐ σποτα. τοῦτο γὰρ θέλει καὶ ἐπιτάσσει σοὶ ὁ μέγας θεός, τις.‘ λέγε τὸ ὄνομα, καὶ ἀπελεύσεται. αὕτη ἡ πραγμα‐ | |
255 | τεία, βασιλεῦ μέγιστε, εἰς σὲ μόνον χωρησάτω, φυλασσομένη ἀπό σου ἀμετάδοτος. ἔστιν δὲ αὐτὸ τὸ φυλακτήριον, ὃ φορεῖς καὶ ἱστανόμενος πράσσων· εἰς λεπίδα ἀργυρᾶν αὐτὸ τὸ ὄνομα γραμμάτων ρʹ ἐπίγραψον χαλκῷ γραφείῳ καὶ φόρει εἴρας ἱμάντι | |
260 | ὄνου. σύστασις τῆς πράξεως· πρὸς ἀνα‐ τολὴν τοῦ ἡλίου λέγε· ‘σὲ καλῶ, τὸν πρῶτα θεῶν ὅπλον διέποντα, σὲ τὸν ἐπ’ οὐρανίων σκῆ‐ πτρον βασίλειον ἔχοντα, σὲ τὸν ἄνω μέσον τῶν ἄστρων Τυφῶνα δυνάστην, σὲ τὸν ἐπὶ | |
265 | τῷ στερεώματι δεινὸν ἄνακτα, σὲ τὸν φοβε‐ ρὸν καὶ τρομερὸν καὶ φρικτὸν ἐόντα, σὲ τὸν δῆλον, ἀμήχανον, μισοπόνηρον, σὲ κα‐ λέω, Τυφῶν’, ὥραις ἀνόμοις, ἀμετρήτοις, σὲ τὸν ἐπ’ ἀσβέστῳ βεβηκότα πυρὶ λιγείῳ, σὲ τὸν | |
270 | ἄνω χιόνων, κάτω δὲ πάγους σκοτεινοῦ, σὲ τὸν ἐπ’ εὐκταίων Μοιρῶν βασίλειον ἔχοντα κλῄζω, παντοκράτωρ, ἵνα μοι ποιήσῃς, ἅ σε ἐρωτῶ, καὶ εὐθὺς ἐπινεύσῃς μοι ἐπιτρέψῃς τε γενέσθαι (κοινά), ὅτι σὲ ἐξορκίζω γαρ θαλα· βαυζαυ· θωρθωρ | |
275 | καθαυκαθ· ϊαθιν· να βορκακαρ· βορβα· καρβορβοχ· μω ζαυ ουζωνζ· ων· υαβιθ· Τυφῶν μέγιστε, ἄκουσόν μου, τοῦ δεῖνα, καὶ ποίησόν μοι τὸ δεῖνα πρᾶγμα· λέγω γάρ σου τὰ ἀληθινὰ ὀνόματα· Ἰωερβήθ· Ἰωπακερβήθ· Ἰωβολχοσήθ· οεν | |
280 | Τυφῶν· ασβαραβω· βιεαιση· με νερω· μαρα‐ μω· ταυηρ· χθενθωνιε· αλαμ βητωρ· μεν‐ κεχρα· σαυειωρ ρησειοδωτα· αβρησιοα· φωθηρ· θερθωναξ· νερδωμευ· αμωρης· μεεμε· ωιης· συσχιε· ανθωνιε· Φρᾶ· εἰσά‐ | |
285 | κουσόν μου καὶ ποίησον τὸ δεῖνα πρᾶγμα.‘ Βοτανήαρσις· χρῶ πρὸ ἡλίου. λόγος λεγόμενος· ‘αἴρω σε, ἥ τις βοτάνη, χειρὶ πενταδακτύλῳ, ἐγὼ ὁ δεῖνα, καὶ φέρω παρ’ ἐμαυτόν, ἵνα μοι ἐνεργήσῃς | |
εἰς τήν τινα χρείαν. ὁρκίζω σε κατὰ τοῦ ἀμι‐ | ||
290 | άντου ὀνόματος τοῦ θεοῦ· ἐὰν παρακούσῃς, ἥ σε τεκοῦσα γαῖά σε οὐκέτι βρεχήσεται πώποτε ἐν βίῳ πάλιν, ἐὰν ἀπορηθῶ τῆσδε τῆς οἰκονομίας μουθαβαρ· ναχ βαρναχωχα· βραεω μενδα‐ λαυβραασσε· φασφα βενδεω· τελέσατέ μοι | |
295 | τὴν τελείαν ἐπαοιδήν.‘ Φιλτροκατάδεσμος θαυμαστός· λαβὼν κηρὸν 〈ἢ πηλὸν〉 ἀπὸ τροχοῦ κεραμικοῦ πλάσον ζῴδια δύο, ἀρρε‐ νικὸν καὶ θηλυκόν· τὸν μὲν ἄρσενα ὡς Ἄρεα καθωπλισμένον ποίησον τῇ ἀριστερᾷ χειρὶ | |
4(300) | κρατοῦντα ξίφος, καταπλήσσοντα αὐτῆς εἰς τὴν κατακλεῖδα τὴν δεξιάν, αὐτὴν δὲ ὀπισθάγγωνα καὶ ἐπὶ τὰ γόνατα καθημένην, καὶ τὴν οὐσίαν ἐπὶ τῆς κεφαλῆς ἅψεις ἢ ἐπὶ τοῦ τραχήλου. γράψον δὲ εἰς τὸ πλάσμα τῆς ἀγομένης· ἐπὶ μὲν | |
305 | τῆς κεφαλῆς· ‘ϊσεη Ἰάω ιθι ουνε βριδω λωθιων νεβουτοσουαληθ·‘ ἐπὶ δὲ τῆς δε‐ ξιᾶς ἀκοῆς· ‘ουερ μηχαν·‘ ἐπὶ δὲ τῆς εὐωνύ‐ μου· ‘λιβαβα ωϊμαθοθο‘, ἐπὶ δὲ τῆς ὁρά‐ σεως· ‘ἀμουναβρεω·‘ ἐπὶ δὲ τοῦ δεξιοῦ ὀφθαλ‐ | |
310 | μοῦ· ‘ωρορμοθιο αηθ·‘ ἐπὶ δὲ τοῦ ἄλλου· ‘χοβουε·‘ ἐπὶ δὲ τῆς δεξιᾶς κλειδός· ‘αδετα μερου·‘ ἐπὶ δὲ τοῦ δεξιοῦ βραχίονος· ‘ενε ψα ενεσγαφ·‘ ἐπὶ δὲ τοῦ ἄλλου· ‘μελ‐ χιου μελχιεδια‘, ἐπὶ δὲ τῶν χειρῶν· | |
315 | ‘μελχαμελχου αηλ·‘ ἐπὶ δὲ τοῦ στήθους τὸ ὄνομα τῆς ἀγομένης μητρόθεν, ἐπὶ δὲ τῆς καρδίας· ‘βαλαμιν Θωούθ·‘ καὶ ὑπὸ τὸ ὑπογάστριον· ‘αοβης αωβαρ·‘ ἐπὶ δὲ τῆς φύσεως· ‘βλιχιανεοι ουωϊα‘, ἐπὶ δὲ τῆς πυγῆς· ‘πισσαδαρα·‘ ἐπὶ δὲ | |
320 | τῶν πελμάτων τοῦ μὲν δεξιοῦ· ‘ελω·‘ τοῦ δὲ ἄλλο[υ·] ‘ελωαιοε‘, καὶ λαβὼν δεκατρεῖς βελόνας χαλκᾶς πῆξον αʹ ἐπὶ τοῦ ἐγκεφάλου λέγων· ‘περονῶ σου, ἡ δεῖνα, τὸν ἐγκέφαλον‘, καὶ βʹ εἰς τὰς ἀκοὰς καὶ βʹ εἰς τοὺς ὀφθαλμοὺς καὶ αʹ εἰς τὸ στόμα καὶ βʹ | |
325 | εἰς τὰ ὑποχόνδρια καὶ αʹ εἰς τὰς χεῖρας καὶ βʹ εἰς τὰς φύσεις καὶ βʹ εἰς τὰ πέλματα καθ’ ἅπαξ λέ‐ γων· ‘περονῶ τὸ ποιὸν μέλος τῆς δεῖνα, ὅπως μη‐ δενὸς μνησθῇ πλὴν ἐμοῦ μόνου, τοῦ δεῖνα.‘ καὶ λα‐ βὼν πλάτυμμα μολυβοῦν γράψον τὸν λόγον τὸν | |
330 | αὐτὸν καὶ δίωκε καὶ συνδήσας τὸ πέταλον τοῖς ζῳδίοις μίτῳ ἀπὸ ἱστοῦ ποιήσας ἅμματα τξε, λέγων, ὡς οἶδας· ‘Ἀβρασάξ, κατάσχες,‘ τίθεσαι ἡλίου δύνοντος παρὰ ἀώρου ἢ βιαίου θήκην, παρα‐ τιθῶν αὐτῷ καὶ τὰ τοῦ καιροῦ ἄνθη. λόγος ὁ γρα‐ | |
335 | φόμενος καὶ διωκόμενος· ‘παρακατατίθεμαι ὑμῖν τοῦτον τὸν κατάδεσμον, θεοῖς χθονίοις Υεσεμιγαδων καὶ Κούρῃ Περσεφόνῃ Ἐρεσχιγὰλ καὶ Ἀδώνιδι τῷ Βαρβαριθα, Ἑρμῇ καταχθονίῳ Θωούθ φωκενταζεψευ αερχθαθου μι‐ | |
340 | σονκται καλβαναχαμβρη καὶ Ἀνούβιδι κρα‐ ταιῷ ψιρινθ, τῷ τὰς κλεῖδας ἔχοντι τῶν καθ’ Ἅι‐ δου, θεοῖς καὶ δαίμοσι καταχθονίοις, ἀώροις τε | |
καὶ ἀώραις, μέλλαξί τε καὶ παρθένοις, ἐνιαυτοὺς ἐξ ἐνιαυτῶν, μῆνας ἐκ μηνῶν, ἡμέρας ἐξ ἡμε‐ | ||
345 | ρῶν, ὥρας ἐξ ὡρῶν. ὁρκίζω πάντας δαίμονας τοὺς ἐν τῷ τόπῳ τούτῳ συνπαρασταθῆναι τῷ δαί‐ μονι τούτῳ· καὶ ἀνέγειρέ μοι σαυτόν, ὅστις ποτ’ εἶ, εἴτε ἄρρην, εἴτε θῆλυς, καὶ ὕπαγε εἰς πάντα τόπον καὶ εἰς πᾶν ἄμφοδον καὶ εἰς πᾶσαν οἰκίαν καὶ ἄξον | |
4(350) | καὶ κατάδησον· ἄξον τὴν δεῖνα, ἣν δεῖνα, ἧς ἔχεις τὴν οὐ‐ σίαν, φιλοῦσάν με τὸν δεῖνα, ὃν ἔτεκεν ἡ δεῖνα· μὴ βινη‐ θήτω, μὴ πυγισθήτω μηδὲ πρὸς ἡδονὴν ποιή‐ [σ]ῃ μετ’ ἄλλου ἀνδρός, εἰ μὴ μετ’ ἐμοῦ μόνου, τοῦ δεῖνα, ἵνα μὴ δυνηθῇ ἡ δεῖνα μήτε πεῖν μήτε φαγεῖν, μὴ | |
355 | στέργειν, μὴ καρτερεῖν, μὴ εὐσταθῆσαι, μὴ ὕπνου [τ]υχεῖν ἡ δεῖνα ἐκτὸς ἐμοῦ, τοῦ δεῖνα, ὅτι σε ἐξορκίζω κατὰ τοῦ ὀνόματος τοῦ φοβεροῦ καὶ τρομεροῦ, οὗ ἡ γῆ ἀκούσα‐ [σ]α τοῦ ὀνόματος ἀνοιγήσεται, οὗ οἱ δαίμονες ἀκούσαντες τοῦ ὀνόματος ἐνφόβου φοβηθήσονται, | |
360 | οὗ οἱ ποταμοὶ καὶ αἱ πέτραι ἀκούσαντες τὸ ὄνομα ῥήσσονται. ὁρκίζω σε, νεκύδαιμον, εἴτε ἄρρης, εἴτε θῆλυς, κατὰ τοῦ Βαρβαριθα χενμβρα βα‐ ρουχαμβρα καὶ κατὰ τοῦ Ἀβρατ Ἀβρασὰξ σεσενγεν βαρφαραγγης καὶ κατὰ τοῦ αωια | |
365 | μαρι ἐνδόξου καὶ κατὰ τοῦ Μαρμα〈ρ〉εωθ Μαρμαραυωθ Μαρμαραωθ μαρεχθανα αμαρζα· μαριβεωθ· μή μου παρακούσῃς, νεκύδαιμον, τῶν ἐντολῶν καὶ τῶν ὀνομάτων, ἀλλ’ ἔγειρον μόνον σεαυτὸν ἀπὸ τῆς ἐχούσης | |
370 | σε ἀναπαύσεως, ὅστις ποτὲ εἶ, εἴτε ἄρρης, εἴτε θῆ‐ λυς, καὶ ὕπαγε εἰς πάντα τόπον, εἰς πᾶν ἄμφοδον, εἰς πᾶσαν οἰκίαν καὶ ἔνεγκόν μοι τὴν δεῖνα, καὶ κα‐ τάσχες αὐτῆς τὴν βρῶσιν καὶ τὴν πόσιν, καὶ μὴ ἐάσῃς τὴν δεῖνα ἄλλου ἀνδρὸς πεῖραν λαβεῖν | |
375 | πρὸς ἡδονήν, μηδὲ ἰδίου ἀνδρός, εἰ μὴ ἐμοῦ μόνου, τοῦ δεῖνα, ἀλλ’ ἕλκε τὴν δεῖνα τῶν τριχῶν, τῶν σπλάγχνων, τῆς ψυχῆς πρὸς ἐμέ, τὸν δεῖνα, πά‐ σῃ ὥρᾳ τοῦ αἰῶνος, νυκτὸς καὶ ἡμέρας, μέ‐ χρι οὗ ἔλθῃ πρὸς ἐμέ, τὸν δεῖνα, καὶ ἀχώριστός | |
380 | μου μείνῃ ἡ δεῖνα. ποίησον, κατάδησον εἰς τὸν ἅπαντα χρόνον τῆς ζωῆς μου καὶ συνανάγ‐ κασον τὴν δεῖνα ὑπουργὸν εἶναί μοι, τῷ δεῖνα, καὶ μὴ ἀποσκιρτάτω ἀπ’ ἐμοῦ ὥραν μίαν τοῦ αἰῶνος. ἐάν μοι τοῦτο τελέσῃς, ἀναπαύσω σε ταχέως· | |
385 | ἐγὼ γάρ εἰμι Βαρβαρ Ἀδωναί, ὁ τὰ ἄστρα κρύ‐ βων, ὁ λαμπροφεγγὴς οὐρανοῦ κρατῶν, ὁ κύριος κόσμου αθθουϊν ϊαθουϊν σελ‐ βιουωθ· Ἀὼθ σαρβαθιουθ ιαθθιεραθ Ἀδωναὶ ϊα ρουρα βια βι βιοθη αθωθ | |
390 | Σαβαὼθ ηα νιαφα αμαραχθι· σαταμα· ζαυαθθειη σερφω ϊαλαδα ϊαλη σβησι· ιαθθα· μαραδθα· αχιλθθεε χοωω οη ηαχω· κανσαοσα· αλκμουρι· θυρ· θαωος· σιεχη· εἰμὶ Θὼθ οσωμαι· | |
395 | ἄξον, κατάδησον τὴν δεῖνα φιλοῦσαν, ἐρῶ‐ σαν, τὸν δεῖνα ποθοῦσαν (κοινόν), ὅτι ὁρκίζω σε, νεκύδαιμον, κατὰ τοῦ φοβεροῦ, μεγάλου ϊαεω βαφρενεμουν οθι λαρικριφια ευεαϊ φιρκιραλιθον υομεν ερ φαβωεαι, | |
4(400) | ἵνα μοι ἄξῃς τὴν δεῖνα καὶ κεφαλὴν κεφαλῇ | |
κολλήσῃ καὶ χείλεα χείλεσι συνάψῃ καὶ γαστέ‐ ρα γαστρὶ κολλήσῃ καὶ μηρὸν μηρῷ πε‐ λάσῃ καὶ τὸ μέλαν τῷ μέλανι συναρμό‐ σῃ καὶ τὰ ἀφροδισιακὰ ἑαυτῆς ἐκτελέσῃ | ||
405 | ἡ δεῖνα μετ’ ἐμοῦ, τοῦ δεῖνα, εἰς τὸν ἅπαντα χρόνον τοῦ αἰῶνος.‘ εἶτα γράψον εἰς ἕτερον μέρος τοῦ πλατύματος τὴν καρδίαν καὶ τοὺς χα‐ ρακτῆρας, ὡς ὑπόκειται· | |
409a | [Start of a diagram]ιαεωβαφρενεμουνοθιλαρικριφιαευεαιφιρκι | |
410 | ιαεωβαφρενεμουνοθιλαρικριφιαευεαιφιρκιραλιθονυομενερφαβωεαι αεωβαφρενεμουνοθιλαρικριφιαευεαιφιρκιραλιθονυομενερφαβωεα αω εωβαφρενεμουνοθιλαρικριφιαευεαιφιρκιραλιθονυομενερφαβωε ιιι εα ωβαφρενεμουνοθιλαρικριφιαευεαιφιρκιραλιθονυομενερφαβω οεω ιω βαφρενεμουνοθιλαρικριφιαευεαιφιρκιραλιθονυομενερφαβ οϊεε | |
415 | υο αφρενεμουνοθιλαρικριφιαευεαιφιρκιραλιθονυομενερφα οεϋϊ ιο φρενεμουνοθιλαρικριφιαευεαιφιρκιραλιθονυομενερφ οευυ οειαυυ ιωαευυαα εοηιοιιι | |
420 | υαουυαεε ιαωϊεωαυ αηαηοουϊ ηϊοϊηηεα ωϊυαααϊα | |
425 | αωοειιιω υϊωηεεαω εοαωαηηαω υαυαηϊηε ιοηιιηοαηϊ | |
430 | ιαωιηϊυϊ αοαοηηοϊ υυοιυααι ηιια ααωω[End of a diagram] | |
435 | ἐξαίτησις τῆς πράξεως· πρὸς ἡλίου δυσμάς, ἔχων οὐσίαν τοῦ μνημείου, λέγε· ‘ἀεροφοιτήτων ἀνέμων ἐποχούμενος αὔραις, Ἥλιε χρυσοκόμα, διέπων φλογὸς ἀκάματον πῦρ, αἰθερίαισι τριβαῖς μέγαν πόλον ἀμφιελίσσων, | |
440 | γεννῶν αὐτὸς ἅπαντα, ἅπερ πάλιν ἐξαναλύεις· ἐξ οὗ γὰρ στοιχεῖα πάντα τεταγμένα σοῖσι νόμοισι, κόσμον ἅπαντα τρέφουσιν τετρά〈τρο〉πον εἰς ἐνιαυτόν. κλῦθι, μάκαρ· σὲ γὰρ κλῄζω, τὸν οὐρανοῦ ἡγεμονῆα, γαίης τε χάοιο καὶ Ἅιδαο, ἔνθα νέμονται | |
445 | δαίμονες ἀνθρώπων οἱ πρὶν φάος εἰσορόωντες. καὶ δὴ νῦν λίτομαί σε, μάκαρ, ἄφθιτε, δέσποτα κόσμου· ἢν γαίης κευθμῶνα μόλῃς νεκύων ἐπὶ χῶρον, πέμψον δαίμονα τοῦτον τῇ δεῖνα μεσάταισι ὥραις, οὗπερ ἀπὸ σκήνους κατέχω τόδε λείψανον ἐν χερσὶν ἐμαῖς, | |
4(450) | νυκτός, ἐλευσόμενον προστάγμασι σῆς ὑπ’ ἀνάγκης, ἵν’, ὅσα θέλω ἐν φρεσὶ ἐμαῖς, πάντα μοι ἐκτελέσῃ, πραΰν, μειλίχιον μηδ’ ἀντία μοι φρονέοντα. μηδὲ σὺ μηνίσῃς κρατεραῖς ἐπ’ ἐμαῖς ἐπαοιδαῖς· | |
ταῦτα γὰρ αὐτὸς ἔταξας ἐν ἀνθρώποισι δαῆναι | ||
455 | νήματα Μοιράων, καὶ σαῖς ὑποθημοσύνῃσι. κλῄζω δ’ οὔνομα σόν, Ὧρ’, ὂν Μοιρῶν ἰσάριθμον· αχαϊφω θωθω φιαχα αϊη ηϊα ιαη· ηϊα θωθω φιαχα· ἵλαθί μοι, προπάτωρ, κόσμου θάλος, αὐτολόχευτε, πυρφόρε, χρυσοφαῆ, | |
460 | φαεσίμβροτε, δέσποτα κόσμου, δαῖμον ἀκοιμήτου πυρός, ἄφθιτε, χρυσεόκυκλε, φέγγος ἀπ’ ἀκτίνων καθαρὸν πέμπων ἐπὶ γαῖαν· πέμψον τὸν δαίμονα, ὅνπερ ἐξῃτησάμην, τῇ δεῖνα (κοινόν).‘ ἄλλως τὸ ὄνομα· αχαϊ φωθωθω αϊη· ηϊα· | |
465 | ιαη· ηϊω θω θω φιαχα· ἄλλως· αχαϊ φωθωθω αϊη ϊηα ηαϊ ιαη· αηϊ ηϊα ωθωθω φιαχα· Θυμοκάτοχον· ‘τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι;‘ | |
470 | Πρὸς φίλους· ‘αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν‘ ‘ὣς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππουσ‘ ‘ἄνδρας τ’ ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσι‘ ‘αὐτοὶ δ’ ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ‘ | |
475 | ‘τλῆ μὲν Ἄρης, ὅτε μιν Ὦτος κρατερός τ’ Ἐπιάλτης.‘ | |
475 | Ἵλαθί μοι, Πρόνοια καὶ Ψυχή, τάδε γράφοντι τὰ 〈ἄ〉πρατα, παραδοτὰ μυστήρια, μόνῳ δὲ τέκνῳ ἀθανασίαν ἀξιῶ, μύσται τῆς ἡμετέρας δυνά‐ | |
478/479 | μεως ταύτης (χρὴ οὖν σε, ὦ θύγατερ, λαμβά‐ | |
480 | νειν χυλοὺς βοτανῶν καὶ εἰδῶν τῶν μ[ελ]‐ λόντων σοι 〈μηνυθήσεσθαι〉 ἐν τῷ τέλει τοῦ ἱεροῦ μου συντά‐ γματος), ἣν ὁ μέγας θεὸς Ἥλιος Μίθρας ἐκέλευ‐ σέν μοι μεταδοθῆναι ὑπὸ τοῦ ἀρχαγγέλου αὐτοῦ, ὅπως ἐγὼ μόνος αἰ〈τ〉ητὴς οὐρανὸν βαί‐ | |
485 | νω καὶ κατοπτεύω πάντα. ἔστιν δὲ τοῦ λόγου ἥδε ἡ κλῆσις· ‘[Γ]ένεσις πρώτη τῆς ἐμῆς γενέσεως· αεηιουω, ἀρχὴ τῆς ἐμῆς ἀρχῆ〈σ〉 πρώτη π̇π̇π̇ ς̇ς̇σ̇ φ̇ρ̇[·], πνεῦμα πνεύματος, τοῦ ἐν ἐμοὶ πνεύματος | |
490 | πρῶτον μ̇μ̇μ̇, πῦρ, τὸ εἰς ἐμὴν κρᾶσιν τῶν ἐν ἐμοὶ κράσεων θεοδώρητον, τοῦ ἐν ἐμοὶ πυ‐ ρὸς πρῶτον ηυ ηια εη, ὕδωρ ὕδατος, τοῦ ἐν ἐμοὶ ὕδατος πρῶτον ωωω ααα εεε, οὐσία γεώδης τῆς ἐν ἐμοὶ οὐσίας γεώδους πρώτη | |
495 | υη υωη, σῶμα τέλειον ἐμοῦ τοῦ δεῖνα τῆς δεῖνα, δια‐ | |
πεπλασμένον ὑπὸ βραχίονος ἐντίμου καὶ δε‐ ξιᾶς χειρὸς ἀφθάρτου ἐν ἀφωτίστῳ καὶ διαυγεῖ κόσμῳ, ἔν τε ἀψύχῳ καὶ ἐψυχωμένῳ υηι αυι ευωιε. ἐὰν δὲ ὑμῖν δόξῃ μετερτα | ||
4(500) | φωθ· (μεθαρθα φηριη ἐν ἄλλῳ) ϊερεζαθ μεταπαραδῶναί με τῇ ἀθανάτῳ γενέσει, ἐχομένως τῇ ὑποκειμένῃ μου φύσει· ἵνα μετὰ τὴν ἐνεστῶσαν καὶ σφόδρα κατεπεί‐ γουσάν με χρείαν ἐποπτεύσω τὴν ἀθάνατον | |
505 | ἀρχὴν τῷ ἀθανάτῳ πνεύματι ανχρε‐ φρενεσουφιριγχ· τῷ ἀθανάτῳ ὕδατι ερονουϊ παρακουνηθ, τῷ στερεωτάτῳ ἀέρι εϊοαη ψεναβωθ, ἵνα νοήματι μετα‐ γεν〈ν〉ηθῶ κραοχραξ ρ οϊμ εναρχομαι, | |
510 | καὶ πνεύσῃ ἐν ἐμοὶ τὸ ἱερὸν πνεῦμα νεχθεν αποτου νεχθιν αρπι ηθ, ἵνα θαυμάσω τὸ ἱερὸν πῦρ κυφε, ἵνα θεάσωμαι τὸ ἄβυσ‐ σον τῆς ἀνατολῆς φρικτὸν ὕδωρ νυω θεσω εχω ουχιεχωα, καὶ ἀκούσῃ μου ὁ ζωο‐ | |
515 | γόνος καὶ περικεχυμένος αἰθήρ αρνομηθφ, ἐπεὶ μέλλω κατοπτεύειν σήμερον τοῖς ἀθα‐ νάτοις ὄμμασι, θνητὸς γεννηθεὶς ἐκ θνη‐ τῆς ὑστέρας, βεβελτιωμένος ὑπὸ κράτους μεγαλοδυνάμου καὶ δεξιᾶς χειρὸς ἀφθάρ‐ | |
520 | του, ἀθανάτῳ πνεύματι τὸν ἀθάνατον Αἰῶ‐ να καὶ δεσπότην τῶν πυρίνων διαδημά‐ των, ἁγίοις ἁγιασθεὶς ἁγιάσμασι, ἁγίας ὑφεστώσης μου πρὸς ὀλίγον τῆς ἀνθρωπί‐ νης μου ψυχικῆς δυνάμεως, ἣν ἐγὼ πάλιν | |
525 | μεταπαραλήμψομαι μετὰ τὴν ἐνεστῶσαν καὶ κατεπείγουσάν με πικρὰν ἀνάγκην ἀχρεοκόπητον, ἐγὼ ὁ δεῖνα, ὃν ἡ δεῖνα, κατὰ δόγμα θεοῦ ἀμετάθετον ευη υϊα εηι αω εϊαυ ϊυα ϊεω. ἐπεὶ οὐκ ἔστιν μοι ἐφικτὸν θνη‐ | |
530 | τὸν γεγῶτα συνα〈ν〉ιέναι ταῖς χρυσοειδέσιν μαρμαρυγαῖς τῆς ἀθανάτου λαμπηδό‐ νος ωηυ αεω ηυα εωη υαε ωιαε, ἕσταθι, φθαρτὴ βροτῶν φύσι, καὶ αὐτίκα 〈ἀνάλαβέ〉 με ὑγιῆ μετὰ τὴν ἀπαραίτητον καὶ κατεπε[ί‐] | |
535 | γουσαν χρείαν. ἐγὼ γάρ εἰμι ὁ υἱὸς ψυχω[ν] δεμου προχω πρωα, ἐγώ εἰμι μαχαρφ[.]ν μου πρωψυχων πρωε.‘ ἕλκε ἀπὸ τῶν ἀκτίνων πνεῦμα γʹ ἀνασπῶν, ὃ δύνα[σ]αι, καὶ ὄψῃ σεαυτὸν ἀνακουφιζόμενον [κ]αὶ | |
540 | ὑπερβαίνοντα εἰς ὕψος, ὥστε σε δοκεῖ[ν μ]έ‐ σον τοῦ ἀέρος εἶναι. οὐδενὸς δὲ ἀκούσει [ο]ὔτε ἀνθρώπου οὔτε ζῴου ἄλλ〈ου〉, οὐδὲ ὄψῃ οὐδὲν τῶν ἐπὶ γῆς θνητῶν ἐν ἐκείνῃ τῇ ὥρᾳ, πάν‐ τα δὲ ὄψῃ ἀθάνατα· ὄψῃ γὰρ ἐκείνης τῆς ἡμέρας | |
545 | καὶ τῆς ὥρας θείαν θέσιν, τοὺς πολεύοντας ἀναβαίνοντας εἰς οὐρανὸν θεούς, ἄλλους δὲ καταβαίνοντας. ἡ δὲ πορεία τῶν ὁρωμέ‐ νων θεῶν διὰ τοῦ δίσκου, πατρός μου, θεοῦ, | |
φανήσεται, ὁμοίως δὲ καὶ ὁ καλούμενος αὐ‐ | ||
4(550) | λός, ἡ ἀρχὴ τοῦ λειτουργοῦντος ἀνέμου· ὄψῃ γὰρ ἀπὸ τοῦ δίσκου ὡς αὐλὸν κρεμάμενον. εἰς δὲ τὰ μέρη τὰ πρὸς λίβα ἀπέραντον οἷον ἀπη‐ λιώτην, ἐὰν ᾖ κεκληρωμένος εἰς τὰ μέρη τοῦ ἀπηλιώτου, καὶ ὁ ἕτερος ὁμοίως εἰς τὰ μέ‐ | |
555 | ρη τὰ ἐκείνου, ὄψῃ τὴν ἀποφορὰν τοῦ ὁράματος· ὄψῃ δὲ ἀτενίζοντάς σοι τοὺς θεοὺς καὶ ἐπί σε ὁρμωμένους. σὺ δὲ εὐθέως ἐπίθες δεξιὸν δάκτυλον ἐπὶ τὸ στόμα καὶ λέγε· ‘σιγή, σιγή, σιγή, σύμβολον θεοῦ ζῶντος ἀφθάρτου· | |
560 | φύλαξόν με, σιγή νεχθειρ θανμελου‘, ἔπειτα σύρισον μακρὸν συριγμόν, ἔπειτα πόππυ‐ σον λέγων· ‘προπροφεγγῆ μοριος προ‐ φυρ προφεγγῆ νεμεθιρε αρψεντεν πιτητμι μεωυ εναρθ φυρκεχω ψυ‐ | |
565 | ριδαριω τυρη φιλβα‘ καὶ τότε ὄψῃ τοὺς θεούς σοι εὐμενῶς ἐμβλέποντας καὶ μη‐ κέτι ἐπί σε ὁρμωμένους, ἀλλὰ πορευομέ‐ νους ἐπὶ τὴν ἰδίαν τάξιν τῶν πραγμάτων. ὅταν οὖν ἴδῃς τὸν ἄνω κόσμον καθαρὸν | |
570 | καὶ δονούμενον καὶ μηδένα τῶν θεῶν ἢ ἀγγέλων ὁρ〈μ〉ώμενον, προσδόκα βροντῆς μεγάλης ἀκούσεσθαι κτύπον, ὥστε σε ἐκ‐ πλαγῆναι. σὺ δὲ πάλιν λέγε· ‘σιγή, σιγή (λόγος), ἐγώ εἰμι σύμπλανος ὑμῖν ἀστήρ, καὶ ἐκ | |
575 | τοῦ βάθους ἀναλάμπων οξυ ο ξερθευθ.‘ ταῦτά σου εἰπόντος εὐθέως ὁ δίσκος ἁπλω‐ θήσεται. μετὰ δὲ τὸ εἰπεῖν σε τὸν βʹ λόγον, ὅπου ‘σιγή, σιγή‘ καὶ τὰ ἀκόλουθα, σύρισον βʹ καὶ πόππυσον βʹ, καὶ εὐθέως ὄψῃ ἀπὸ τοῦ δί‐ | |
580 | σκου ἀστέρας προσερχομένους πενταδακτυ‐ λιαίους πλείστους καὶ πιπλῶντας ὅλον τὸν ἀέρα. σὺ δὲ πάλιν λέγε· ‘σιγή, σιγή.‘ καὶ τοῦ δίσκου ἀνυγέντος ὄψῃ ἄπυρον κύκλωμα καὶ θύρας πυρίνας ἀποκε‐ | |
585 | κλεισμένας. σὺ δὲ εὐθέως δίωκε τὸν ὑπο‐ κείμενον λόγον καμμύων σου τοὺς ὀφθαλ‐ μούς. λόγος γʹ· ‘ἐπάκουσόν μου, ἄκου‐ σόν μου τοῦ δεῖνα τῆς δεῖνα, κύριε, ὁ συνδήσας πνεύματι τὰ πύρινα κλῆθρα τοῦ τετρα‐ | |
590 | λιζώματος, πυρίπολε, πεντιτερουνι, φωτὸς κτίστα (οἱ δὲ· συνκλεῖστα) Σεμεσιλαμ, πυρίπνοε ψυρινφευ, πυρίθυμε Ἰάω, πνευματόφως ωαϊ, πυριχαρῆ ἔλουρε, καλλίφως αζαϊ, Αἰών αχβα, | |
595 | φωτοκράτωρ πεππερ πρεπεμπιπι, πυ‐ ρισώματε φνουηνιοχ, φωτοδῶτα, πυ‐ ρισπόρε αρει εϊκιτα, πυρικλόνε γαλλαβαλβα, φωτοβίαιε αιω, πυριδῖνα πυριχι βοοσηια, φωτοκινῆτα σανχερωβ, κεραυνο‐ | |
4(600) | κλόνε ιη ωη ιωηιω, φωτὸς κλέος βεεγένητε, αὐξησίφως σουσινεφιεν, πυρισχησίφως σουσϊνεφι αρενβαραζει μαρμαρεντευ ἀστροδάμα· ἄνοιξόν μοι, προπροφεγγή, εμε‐ θειρε μοριομοτυρηφιλβα, ὅτι ἐπικαλοῦ‐ | |
605 | μαι ἕνεκα τῆς κατεπειγούσης καὶ πικρᾶς καὶ | |
ἀπαραιτήτου ἀνάγκης τὰ μηδέπω χωρήσαντα εἰς θνητὴν φύσιν μηδὲ φρασθέντα ἐν διαρ‐ θρώσει ὑπὸ ἀνθρωπίνης γλώσσης ἢ θνητοῦ φθόγγου ἢ θνητῆς φωνῆς ἀθάνατα ζῶντα | ||
610 | καὶ ἔντιμα ὀνόματα· ηεω οηεω ιωω οη ηεω ηεω οη εω ιωω οηηε ωηε ωοη ιη ηω οω οη ιεω οη ωοη ιεω οη ιεεω εη ιω οη ιοη ωηω εοη οεω ωιη ωιη εω οι ιιι ηοη ωυη ηωοηε εω ηια αηα εηα | |
615 | ηεεη εεη εεη ιεω ηεω οηεεοη ηεω ηυω οη εϊω ηω ωη ωη εε οοο υιωη.‘ ταῦτα πάντα λέγε μετὰ πυρὸς καὶ πνεύμα‐ τος τὸ πρῶτον ἀποτελῶν, εἶτα ὁμοίως τὸ δεύτερον ἀρχόμενος, ἕως ἐκτελέσῃς τοὺς | |
620 | ζʹ ἀθανάτους θεοὺς τοῦ κόσμου. ταῦτά σου εἰ πόντος ἀκούσει βροντῆς καὶ κλόνου τοῦ περι‐ έχοντος. ὁμοίως δὲ σεαυτὸν αἰσθηθήσει τα‐ ρασσόμενον. σὺ δὲ πάλιν λέγε· ‘σιγή‘ (λόγος), εἶτα ἄνοιξον τοὺς ὀφθαλμοὺς καὶ ὄψῃ ἀνεῳγυΐ‐ | |
625 | ας τὰς θύρας καὶ τὸν κόσμον τῶν θεῶν, ὅς ἐστιν ἐν‐ τὸς τῶν θυρῶν, ὥστε ἀπὸ τῆς τοῦ θεάματος ἡδο‐ νῆς καὶ τῆς χαρᾶς τὸ πνεῦμά σου συντρέχειν καὶ ἀναβαίνειν. στὰς οὖν εὐθέως ἕλκε ἀπὸ τοῦ θείου ἀτενίζων εἰς σεαυτὸν τὸ πνεῦμα. ὅταν | |
630 | οὖν ἀποκατασταθῇ σου ἡ ψυχή, λέγε· ‘πρόσελθε, κύριε, αρχανδαρα φωταζα πυριφωτα ζα‐ βυθιξ ετιμενμερο φοραθην εριη προ‐ θρι φοραθι.‘ τοῦτο εἰπόντος στραφήσονται ἐπί σε αἱ ἀκτῖνες· ἔσιδε αὐτῶν μέσον. ὅταν | |
635 | οὖν τοῦτο ποιήσῃς, ὄψῃ θεὸν νεώτερον, εὐει‐ δῆ, πυρινότριχα, ἐν χιτῶνι λευκῷ καὶ χλα‐ μύδι κοκκίνῃ ἔχοντα πύρινον στέφανον. εὐθέως ἄσπασαι αὐτὸν τῷ πυρίνῳ ἀσπαστικῷ· ‘κύριε, χαῖρε, μεγαλοδύναμε, με〈γα〉λοκράτωρ, | |
640 | βασιλεῦ, μέγιστε θεῶν, Ἥλιε, ὁ κύριος τοῦ οὐρα‐ νοῦ καὶ τῆς γῆς, θεὲ θεῶν, ἰσχύει σου ἡ πνοιή, ἰσχύει σου ἡ δύναμις, κύριε· ἐάν σοι δόξῃ, ἄγ‐ γειλόν με τῷ μεγίστῳ θεῷ, τῷ σε γεννήσαντι καὶ ποιήσαντι, ὅτι ἄνθρωπος, ἐγὼ ὁ δεῖνα τῆς δεῖνα, | |
645 | γενόμενος ἐκ θνητῆς ὑστέρας τῆς δεῖνα καὶ ἰχῶ‐ ρος σπερματικοῦ καὶ, σήμερον τούτου ὑπό σου με〈τα〉γεννηθέντος, ἐκ τοσούτων μυριάδων ἀπα‐ θανατισθεὶς ἐν ταύτῃ τῇ ὥρᾳ κατὰ δόκησιν θεοῦ, ὑπερβαλλόντως ἀγαθοῦ, προσκυνῆσαί σε | |
4(650) | ἀξιοῖ καὶ δέεται κατὰ δύναμιν ἀνθρωπίνην (ἵνα συνπαραλάβῃς τὸν τῆς σήμερον ἡμέρας καὶ ὥρας ὡρονόμον, ᾦ ὄνομα θραψιαρι· μοριροκ, ἵνα φανεὶς χρηματίσῃ ἐν ταῖς ἀγα‐ θαῖς ὥραις· εωρω ρωρε ωρρι ωριωρ ρωρ ρωι | |
655 | ωρ ρεωρωρι εωρ εωρ εωρ εωρε)‘. ταῦτά σου εἰ‐ πόντος ἐλεύσεται εἰς τὸν πόλον, καὶ ὄψῃ αὐτὸν περι‐ πατοῦντα ὡς ἐν ὁδῷ. σὺ δὲ ἀτενίζων καὶ μύκωμα μακρὸν κερατοειδῶς, ὅλον ἀποδιδοὺς τὸ πνεῦ‐ μα, βασανίζων τὴν λαγόνα, μυκῶ καὶ κατα‐ | |
660 | φίλει τὰ φυλακτήρια καὶ λέγε, πρῶτον εἰς τὸ δεξι‐ όν· ‘φύλαξόν με προσυμηρι.‘ ταῦτα εἰπὼν ὄψῃ θύρας ἀνοιγομένας καὶ ἐρχομένας ἐκ τοῦ βά‐ θους ζʹ παρθένους ἐν βυσσίνοις, ἀσπίδων πρόσωπα ἐχούσας. αὗται καλοῦνται οὐρανοῦ | |
665 | Τύχαι, κρατοῦσαι χρύσεα βραβεῖα. ταῦτα ἰδὼν ἀσπάζου οὕτως· ‘χαίρετε, αἱ ζʹ Τύχαι τοῦ οὐρα‐ νοῦ, σεμναὶ καὶ ἀγαθαὶ παρθένοι, ἱεραὶ καὶ ὁμοδίαιτοι τοῦ μινιμιρροφορ, αἱ ἁγιώτα‐ | |
ται φυλάκισσαι τῶν τεσσάρων στυλίσκων. | ||
670 | χαῖρε, ἡ πρώτη, χρεψενθαης, χαῖρε, ἡ βʹ, μενεσχεης, χαῖρε, ἡ γʹ, μεχραν, χαῖρε ἡ δʹ, αραρμαχης, χαῖρε, ἡ εʹ, εχομμιη, χαῖρε, ἡ ϛʹ, τιχνονδαης, χαῖρε, ἡ ζʹ, Ἐρού, ρομβριης.‘ προέρχονται δὲ καὶ ἕτεροι ζʹ θεοὶ ταύρων | |
675 | μελάνων πρόσωπα ἔχοντες ἐν περιζώ‐ μασιν λινοῖς κατέχοντες ζʹ διαδήματα χρύ‐ σεα. οὗτοί εἰσιν οἱ καλούμενοι πολοκράτορες τοῦ οὐρανοῦ, οὓς δεῖ σε ἀσπάσασθαι ὁμοίως ἕκα‐ στον τῷ ἰδίῳ αὐτῶν ὀνόματι· ‘χαίρετε, οἱ κνωδα‐ | |
680 | κοφύλακες, οἱ ἱεροὶ καὶ ἄλκιμοι νεανίαι, οἱ στρέ‐ φοντες ὑπὸ ἓν κέλευσμα τὸν περιδίνητον τοῦ κύκλου ἄξονα τοῦ οὐρανοῦ καὶ βροντὰς καὶ ἀστραπὰς καὶ σεισμῶν καὶ κεραυνῶν βολὰς ἀφι‐ έντες εἰς δυσσεβῶν φῦλα, ἐμοὶ δὲ εὐσεβεῖ | |
685 | καὶ θεοσεβεῖ ὄντι ὑγείαν καὶ σώματος ὁλοκλη‐ ρίαν, ἀκοῆς τε καὶ ὁράσεως εὐτονίαν, ἀταρα‐ ξίαν ἐν ταῖς ἐνεστώσαις τῆς σήμερον ἡμέ‐ ρας ἀγαθαῖς ὥραις, οἱ κύριοί μου καὶ μεγα‐ λοκράτορες θεοί· χαῖρε, ὁ πρῶτος, αϊερωνθι, | |
690 | χαῖρε, ὁ βʹ, μερχειμερος, χαῖρε, ὁ γʹ, αχριχιουρ, χαῖρε, ὁ δʹ, μεσαργιλτω, χαῖρε, ὁ εʹ, χιχρω‐ αλιθω, χαῖρε, ὁ ϛʹ, ερμιχθαθωψ, χαῖρε, ὁ ζʹ, εορασιχη.‘ ὅταν δὲ ἐνστῶσιν ἔνθα καὶ ἔνθα τῇ τάξει, ἀτένιζε τῷ ἀέρι καὶ ὄψῃ | |
695 | κατερχομένας ἀστραπὰς καὶ φῶτα μαρ‐ μαίροντα καὶ σειομένην τὴν γῆν καὶ κατερχόμενον θεὸν ὑπερμεγέθη, φωτι‐ νὴν ἔχοντα τὴν ὄψιν, νεώτερον, χρυσοκόμαν, ἐν χιτῶνι λευκῷ καὶ χρυσῷ στεφάνῳ καὶ | |
4(700) | ἀναξυρίσι, κατέχοντα τῇ δεξιᾷ χειρὶ μόσχου ὦμον χρύσεον, ὅς ἐστιν Ἄρκτος ἡ κινοῦσα καὶ ἀντιστρέφουσα τὸν οὐρανόν, κατὰ ὥραν ἀναπολεύουσα καὶ καταπολεύουσα. ἔπειτα ὄψῃ αὐτοῦ ἐκ τῶν ὀμμάτων ἀστραπὰς καὶ ἐκ τοῦ | |
705 | σώματος ἀστέρας ἁλλομένους. σὺ δὲ εὐθέως μύκωμα μακρόν, βασανίζων τὴν γαστέρα, ἵνα συνκινήσῃς τὰς πέντε αἰσθήσεις, μα‐ κρὸν εἰς ἀπόθεσιν, μυκῶ καταφιλῶν πάλιν τὰ φυλακτήρια καὶ λέγων· ‘μοκριμο φεριμο‐ | |
710 | φερερι ζω〈ή〉 μου, τοῦ δεῖνα, μένε σύ, νέμε ἐν τῇ ψυχῇ μου, μή με καταλείψῃς, ὅτι κελεύει σοι ενθο φενεν θροπιωθ.‘ καὶ ἀτένιζε τῷ θεῷ μακρὸν μυκώμενος καὶ ἀσπάζου οὕτως· ‘κύριε, χαῖρε, δέσποτα ὕδατος, χαῖρε, κατάρχα | |
715 | γῆς, χαῖρε, δυνάστα πνεύματος, λαμπροφεγ‐ γῆ, προπροφεγγῆ, εμεθιρι αρτεντεπι· θηθ· μιμεω υεναρω φυρχεχω ψηρι δαριω· Φρῆ Φρηλβα· χρημάτισον, κύριε, περὶ τοῦ δεῖνα πράγματος. κύριε, παλινγενόμε‐ | |
720 | νος ἀπογίγνομαι, αὐξόμενος καὶ αὐξηθεὶς τελευτῶ, ἀπὸ γενέσεως ζωογόνου γενόμε‐ νος, εἰς ἀπογενεσίαν ἀναλυθεὶς πορεύο‐ μαι, ὡς σὺ ἔκτισας, ὡς σὺ ἐνομοθέτησας καὶ ἐποίησας μυστήριον. ἐγώ εἰμι φερουρα | |
725 | μιουρι.‘ ταῦτά σου εἰπόντος εὐθέως χρη‐ σμῳδήσει. ὑπέκλυτος δὲ ἔσει τῇ ψυχῇ καὶ οὐκ ἐν σεαυτῷ ἔσει, ὅταν σοι ἀποκρίνηται. λέγει δέ σοι διὰ στίχων τὸν χρησμὸν καὶ εἰπὼν ἀπελεύσεται, σὺ δὲ στήκεις ἐνεός, ὡς ταῦ‐ | |
730 | τα πάντα χωρήσεις αὐτομάτως, καὶ τότε | |
μνημονεύσεις ἀπαραβάτως τὰ ὑπὸ τοῦ μεγάλου θεοῦ ῥηθέντα, κἂν ἦν μυρίων στί‐ χων ὁ χρησμός. ἐὰν δὲ θέλῃς καὶ συνμύ‐ στῃ χρήσασθαι ὥστε τὰ λεγόμενα ἐκεῖνον | ||
735 | μόνον σύν σοι ἀκούειν, συναγνευέτω σοι 〈ζʹ〉 ἡμέρας καὶ ἀποσχέσθω ἐμψύχων καὶ βαλα‐ νείου. ἐὰν δὲ καὶ μόνος ᾖς καὶ ἐγχειρῇς τὰ ὑπὸ τοῦ θεοῦ εἰρημένα, λέγεις ὡς ἐν ἐκστάσει ἀποφοιβώμενος. ἐὰν δὲ καὶ δεῖξαι αὐτῷ θέ‐ | |
740 | λῃς, κρίνας, εἰ ἄξιός ἐστιν ἀσφαλῶς ὡς ἄν‐ θρωπος, χρησάμενος τῷ τ〈ρ〉όπῳ, ὡς ὑπὲρ αὐτοῦ κρινόμενος ἐν τῷ ἀπαθαν〈ατ〉ισμῷ, τὸν πρῶ‐ τον ὑπόβαλε αὐτῷ λόγον, οὗ ἡ ἀρχή· ‘γένε‐ σις πρώτη τῆς ἐμῆς γενέσεως αεηιουω.‘ | |
745 | τὰ δὲ ἑξῆς ὡς μύστης λέγε αὐτοῦ ἐπὶ τῆς κεφαλῆς ἀτόνῳ φθόγγῳ, ἵνα μὴ ἀκούσῃ, χρίων αὐτοῦ τὴν ὄψιν τῷ μυστηρίῳ. γί‐ γνεται δὲ ὁ ἀπαθανατισμὸς οὗτος τρὶς τοῦ ἐνιαυτοῦ. ἐὰν δὲ βουληθῇ τις, ὦ τέκνον, | |
4(750) | μετὰ τὸ παράγγελμα παρακοῦσαι, τῷ οὐκέτι ὑπάρξει. Διδασκαλία τῆς πράξεως· λαβὼν κάνθαρον ἡλιακὸν τὸν τὰς ιβ ἀκτῖνας ἔχοντα ποίησον εἰς βησίον καλλάϊνον βαθὺ ἐν ἁρπαγῇ τῆς σελήνης βληθῆναι, | |
755 | συνεμβαλὼν αὐτῷ λωτομήτρας σπέρμα καὶ μέλι λειώσας ποίησον μαζίον, καὶ εὐθέ‐ ως αὐτὸν ὄψῃ προσερχόμενον καὶ ἐσθί‐ οντα, καὶ ὅταν φάγῃ, εὐθέως θνῄσκει. τοῦ‐ τον ἀνελόμενος βάλε εἰς ἀγγεῖον ὑελοῦν | |
760 | μύρου ῥοδίνου καλλίστου, ὅσον βούλει, καὶ στρώσας καθαρείως ἄμμον ἱερὰν ἐπίθες τὸ ἀγγεῖον καὶ λέγε τὸ ὄνομα ἐπὶ τοῦ ἄγγους ἐπὶ ἡμέρας ζʹ ἡλίου μεσουρανοῦντος· ‘ἐγώ σε ἐτέλεσα, ἵνα μοι ἥ σου οὐσία γένῃ χρήσι‐ | |
765 | μος, τῷ δεῖνα μόνῳ ιε ια η εη ου εια· ἐμοὶ μόνῳ χρησιμεύσῃς· ἐγὼ γάρ εἰμι φωρ φορα φως φοτιζαας (οἱ δέ· φωρ φωρ οφοθει ξαας).‘ τῇ δὲ ζʹ ἡμέρᾳ βαστάξας τὸν κάνθαρον, θάψας ζμύρνῃ καὶ οἴνῳ Μενδησίῳ καὶ βυσ‐ | |
770 | σίνῳ ἀπόθου ἐν κυαμῶνι ζωοφυτοῦντι. τὸ δὲ χρῖσμα ἑστιάσας καὶ συνευωχηθεὶς ἀπόθου καθαρείως εἰς τὸν ἀπαθανατισμόν. ἐὰν δὲ ἄλλῳ θέλῃς δεικνύειν, ἔχε τῆς κα‐ λουμένης βοτάνης κεντρίτιδος χυλὸν πε‐ | |
775 | ριχρίων τὴν ὄψιν, οὗ βούλει, μετὰ ῥοδίνου, καὶ ὄψεται δηλαυγῶς ὥστε σε θαυμάζειν. τούτου μείζον’ οὐχ εὗρον ἐν τῷ κόσμῳ πρα‐ γματείαν. αἰτοῦ δέ, ἃ βούλει, τὸν θεόν, καὶ δώ‐ σει σοι. ἡ δὲ τοῦ μεγάλου θεοῦ σύστασίς ἐστιν | |
780 | ἥδε· βαστάξας κεντρῖτιν τὴν προκειμένην βοτάνην τῇ συνόδῳ τῇ γενομένῃ λέοντι ἆρον τὸν χυλὸν καὶ μίξας μέλιτι καὶ ζμύρ‐ νῃ γράψον ἐπὶ φύλλου περσέας τὸ ὀκταγράμ‐ ματον ὄνομα, ὡς ὑπόκειται, καὶ πρὸ γʹ ἡμε‐ | |
785 | ρῶν ἁγνεύσας ἐλθὲ πρωίας πρὸς ἀνατολάς, ἀπόλειχε τὸ φύλλον δεικνύων ἡλίῳ, καὶ | |
οὕτως ἐπακούσεται τελείως. ἄρχου δὲ αὐτὸν τελεῖν τῇ ἐν λέοντι κατὰ θεὸν νουμηνίᾳ. τὸ δὲ ὄνομά ἐστιν τοῦτο· ϊ εε οο ϊαϊ. τοῦτο | ||
790 | ἔκλειχε, ἵνα φυλακτηριασθῇς, καὶ τὸ φύλλον ἑλίξας ἔμβαλε εἰς τὸ ῥόδινον. πολλάκις δὲ τῇ πραγματείᾳ χρησάμενος ὑπερεθαύ‐ μασα. εἶπεν δέ μοι ὁ θεός· ‘μηκέτι χρῶ τῷ συγχρίσματι, ἀλλὰ ῥίψαντα εἰς ποταμὸν 〈χρὴ〉 | |
795 | χρᾶσθαι φοροῦντα τὸ μέγα μυστήριον τοῦ κανθάρου τοῦ ἀναζωπυρηθέντος διὰ τῶν κε ζῴων ὄρνεων, χρᾶσθαι ἅπαξ τοῦ μηνὸς, ἀντὶ τοῦ κατὰ ἔτος γʹ, κατὰ πανσέληνον.‘ ἡ δὲ κεντρῖτις βοτάνη φύ‐ | |
4(800) | εται ἀπὸ μηνὸς Παϋνὶ ἐν τοῖς μέρεσι τῆς μελάνης γῆς, ὁμοία δέ ἐστιν τῷ ὀρθῷ περιστερεῶνι. ἡ δὲ γνῶσις αὐτῆς οὕτως γίγνεται· ἴβεως πτερὸν χρίεται τὸ ἀκρο‐ μέλαν χαλασθὲν τῷ χυλῷ καὶ ἅμα τῷ θι‐ | |
805 | γεῖν ἀποπίπτει τὰ πτερά. τοῦτο τοῦ κυρίου ὑποδείξαντος εὑρέθη ἐν τῷ Μενε‐ λαΐτῃ ἐν τῇ Φαλαγρὺ πρὸς ταῖς ἀναβολαῖς πλησίον τοῦ Βησάδος βοτάνης. ἔστιν δὲ μονόκλωνον καὶ πυρρὸν ἄχρι τῆς ῥίζης | |
810 | καὶ τὰ φύλλα οὐλότερα καὶ τὸν καρπὸν ἔχοντα ὅμοιον τῷ κορύμβῳ ἀσπαράγου ἀγρίου. ἔστιν δὲ παραπλήσιον τῷ καλουμένῳ ταλάπῃ, ὡς τὸ ἄγριον σεῦ‐ τλον. τὰ δὲ φυλακτήρια ἔχει τὸν τρόπον | |
815 | τοῦτον· τὸ μὲν δεξιὸν γράψον εἰς ὑμέ‐ να προβάτου μέλανος ζμυρνομέλανι, τὸ δὲ αὐτὸ δήσας νεύροις τοῦ αὐτοῦ ζώου περίαψαι, τὸ δὲ εὐώνυμον εἰς ὑμένα λευκοῦ προβάτου καὶ χρῶ τῷ αὐτῷ | |
820 | τρόπῳ. εὐώνυμ〈ον τ〉οῦ ‘προσθυμηρι‘ πληρέστα‐ τον καὶ τὸ ὑπόμνημα ἔχει· ‘ὣς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππους·‘ ‘ἄνδρας τ’ ἀσπαίροντας ἐν ἀργαλέοισι φόνοισι‘ ‘αὐτοὶ δ’ ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ·‘ | |
825 | ‘τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι.‘ ἀνέβη Ζεὺς εἰς ὄρος χρυσοῦν μόσχον ἔχων καὶ μάχαιραν ἀργυρέαν· πᾶσιν μέρος ἐπέ‐ δωκεν, Ἀμάρᾳ μόνον οὐκ ἔδωκεν, εἶπεν δέ· ‘ἔξαφες, ὃ ἔχεις, καὶ τότε λήψει ψινωθερ | |
830 | νωψιθερ θερνωψι‘ (κοινόν). ‘τλῆ μὲν Ἄρης, ὅτε μιν Ὦτος κρατερός τ’ Ἐπιάλτης.‘ Θυμοκάτοχον· ‘τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι.‘ Πρὸς φίλους· | |
835 | ‘αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν.‘ Ἀπὸ ἐτῶν νγ καὶ μηνῶν θʹ ἔλαβεν τοὺς χρό‐ νους Ἑρμῆς ἐπὶ ἔτη ιʹ καὶ μῆνας θʹ, ἀφ’ ὧν ἑαυτῷ ἐπιμερίζει μῆνας κʹ, ὡς εἶναι ἔτη νε μῆνας εʹ, εἶτα Ἀφροδίτῃ μῆνας ηʹ, ὡς εἶναι | |
840 | καὶ ὧδε ἔτη νϛ μῆνα αʹ, εἶτα Ἡλίῳ μῆνας ιθ, ὡς εἶναι ἔτη νζ μῆνας ηʹ. ἐν τούτοις ἐπι‐ μεριζομένοις Ἡλίῳ χρόνοις, τοῦτ’ ἔστιν τοῖς ιθ μησίν, ἐπιβαλοῦ, εἰς ὃ ζητεῖς. με‐ τὰ τοῦτο ἐπιμερίζει Ἄρεϊ μῆνας ιε, ὡς εἶναι | |
845 | ἔτη νη μῆνας ια. οὗτοι ἐναντίοι χρόνοι. εἶ‐ τα Σελήνῃ μῆνας κε, ὡς εἶναι ἔτη ξα. οὗ‐ τοι καλοί. εἶτα Διῒ μῆνας ιβ, ὡς εἶναι ἔτη ξβ. οὗτοι καλοί. εἶτα Κρόνῳ μῆνας λʹ, ὡς εἶναι ἔτη ξδϛ. οὗτοι σωματικῶς | |
4(850) | φαῦλοι, ἐν οἷς καὶ κλιμακτῆρες. Σολομῶνος κατάπτωσις, καὶ ἐπὶ παίδων καὶ τελείων ποιοῦσα· ὄμνυμί σοι θεούς τε ἁγίους καὶ θεοὺς οὐρανίους μη‐ δενὶ μεταδοῦναι τὴν Σολομῶνος πρα‐ γματείαν μηδὲ μὴν ἐπί του εὐχεροῦς | |
855 | πράττειν, εἰ μή σε πρᾶγμα ἀναγκαῖον ἐπείξῃ, μή πώς σοι μῆνις τηρηθείη. λόγος λεγόμενος· ‘Οὐριωρ· Ἀμήν ιμ ταρ χωβ· κλαμφωβ· Φρῆ· φρωρ· Πταρ· Οὔσιρι· σαϊωβ· τηλω καβη· | |
860 | μαναταθωρ· ασιωρικωρ· βηεινωρ· Ἀμοῦν ωμ· μηνιχθα· μαχθα· χθαρα· αμαχθα αου· αλακαμβωτ· βησινωρ· αφησιωρ· φρηφ ἀμηϊ ουρ· λαμασιρ· χηριωβ· πιτρημ· | |
865 | φηωφ· νιριν· αλλανναθαθ· χηριωχ· ωνη· Βούσιρι· νινουνο· αμαναλ· γαγωσαριηρ μηνιαμ· τληρ· οοο αα· ετνη· Οὔσιρι· Οὔσιρι ουρισι· ουρισι· μηνημβ μνημ· Βρα‐ | |
870 | βηλ· τνηκαιωβ. ἐπάκουσόν μου, τῆς ἁγί‐ ας μου φωνῆς, ὅτι ἐπικαλοῦμαί σου τὰ ἅγια ὀνόματα, καὶ δήλωσόν μοι, περὶ οὗ θέλω πράγματος, διὰ τοῦ δεῖνα ἀνθρώπου ἢ παιδίου, ἐπεὶ οὐκ ἀρκέσομαί σου τὰ ἅγια καὶ ἀμίαν‐ | |
875 | τα ὀνόματα. ἐλθέ μοι, ὁ γενάμενος Ἑσιης καὶ ποταμοφόρητος, ἔμπνευσον τῷ δεῖνα ἀν‐ θρώπῳ ἢ παιδί, περὶ οὗ σου πυνθάνομαι· Βαρβήθ· μνωρ· αραριακ· ταρηριμ· ωαρ· τηρωκ· σανιωρ μηνικ· φαυεκ· | |
880 | δαφοριουμιν· λαριωρ· ητνιαμιμ· κνως· χαλακθιρ· κρωφηρ· φησιμωτ· πρηβιβ· κναλα· ηριβητιμ· γνωρι· δεῦρό μοι διὰ τοῦ δεῖνα ἀνθρώπου ἢ παιδίου καὶ ἐξήγησόν μοι μετὰ ἀκριβείας, ἐπεί | |
885 | σου λέγω τὰ ὀνόματα, ἃ ἔγραψεν ἐν Ἡλιουπόλει ὁ τρισμέγιστος Ἑρμῆς ἱερογλυφικοῖς γράμ‐ μασι· ἁρβακωριφ· μηνιαμ· ωβαωβ· αβνιωβ· μηριμ· βαϊαξ· χενωρ· φη‐ νιμ· ωρα· ωρησιου· Οὔσιρι· Πνιαμού‐ | |
890 | σιρι· Φρηούσιρι· Ὡριούσιρι· Ναειωρ‐ ούσιρι· Μηνιμούσιρι· Μνηκούσιρι· Φληκούσιρι· Πηληλούσιρι· ωνιω· Ῥαβκούσιρι· Ἀνιωβούσιρι· Ἀμηαούσιρι Ἀνωρούσιρι· Ἀμηνηφηούσιρι· Ἀμη‐ | |
895 | νιούσιρι· ξωνιωρ· Ἠουρούσιρι· δή‐ λωσόν μοι περὶ τοῦ δεῖνα πράγματος εἰσβὰς εἰς αὐτόν.‘ τὸν δεῖνα ἄνθρωπον ἁγνί‐ σας ἀπὸ συνουσίας ἐπὶ ἡμέρας γʹ καὶ σὺ ἅμ’ αὐ‐ τῷ ἁγνὸς εἴσελθε, καὶ ἄρας αὐτὸν εἰς ὕ‐ | |
4(900) | παιθρον τόπον κάθισον αὐτὸν εἰς πλίν‐ | |
900b | θους ὠμὰς καὶ στολίσας αὐτὸν δὸς αὐ‐ | |
901 | τῷ ἀνουβιάδα τὸν στάχυν καὶ ἱερα‐ κῖτιν [τὴν] βοτάνην εἰς τὸ φυλαχθῆναι αὐ‐ τόν. καὶ σὺ δὲ περίζωσαι σεβενίνῳ ἀρσενικοῦ φοίνικος καὶ τὰς χεῖρας ἀνα‐ | |
905 | τείνας εἰς οὐρανὸν πρὸς τὰς τοῦ ἡλίου ἀκτῖνας λέγε τὸν λόγον ζʹ, εἶτα ἐπίθυε λίβανον ἀρσενικόν, εἰς ἀμπέλινα ξύ‐ λα σπείσας οἶνον ἢ ζύτον ἢ μέλι ἢ γάλα βοὸς μελαίνης, εἶτα οὕτως εἰς τὸ οὖς | |
910 | τοῦ δεῖνα ἀνθρώπου ἢ παιδίου ἐπίλεγε ζʹ τὸν λόγον, καὶ εὐθέως πεσεῖται. σὺ δὲ καθέ‐ ζου ἐπὶ ταῖς πλίνθοις καὶ πυνθάνου, καὶ πάντα ἀληθῆ διηγεῖται. χρὴ δὲ στεφα‐ νῶσαι αὐτὸν στεφάνῳ ἀρτεμισίας χλωρικῆς, | |
915 | αὐτόν τε καί σε· ἥδεται δὲ ὁ θεὸς τῇ βοτάνῃ. ἀπόλυσις τοῦ κυριακοῦ· εἰς τὸ οὖς τοῦ δεῖνα· ‘ανανακ· αρβεουηρι· αεηιουω.‘ ἐὰν δὲ βραδύνῃ, ἐπίθυε εἰς τοὺς ἄνθρακας τοὺς ἀμπελίνους σήσαμον 〈καὶ〉 μελάνθιον λέγων· | |
920 | ‘ανανακ· ωρβεουσιρι· αεηιουω, χώρει, κύριε, εἰς τοὺς οἰκείους σου θρόνους καὶ διαφύλαξον τὸν δεῖνα ἀπὸ πάσης κακίας.‘ τελείως ἔμαθες· κρύβε. ἡ ἐξήχησίς ἐστιν ἥδε· στῆκε ἀπὸ μακρό‐ θεν τοῦ παιδὸς ἢ τοῦ ἀνθρώπου ἔχων τὰς | |
925 | χεῖρας ἐπὶ τῶν γλουτῶν ἐκτεταμένας, κεκολ‐ λημένους ἔχων τοὺς πόδας ἐπὶ τῆς γῆς δίω‐ κε πολλάκις, ἕως κινηθῇ ἤτοι ἐπὶ τὰ δεξιὰ ἢ ἐπὶ τὰ ἀριστερά· ‘Ἀμοῦν ηει αβριαθ· κιχωπ ωτεμ· πιθ.‘ εἶτα ὡς κύων. | |
930 | Αὔτοπτος. σύστασις, ἣν πρῶτον λέγεις πρὸς ἀνατολὴν ἡλίου, εἶτα ἐπὶ τοῦ λύχνου ὁ αὐ‐ τὸς λόγος λεγόμενος πρῶτος, ὅταν μαν‐ τεύῃ, ἠμφιεσμένος προφητικῷ σχήματι, κούκινα ὑποδεδεμένος καὶ ἐστεμμένος | |
935 | τὴν κεφαλήν σου κλωνὶ ἐλαίας—ἐχέτω δὲ ὁ κλὼν ἐν μέσῳ σκόρδον μονογενὲς περιδε‐ δεμένον—κρατῶν ψῆφον γχξγ ἐπὶ μα‐ σθούς, καὶ οὕτως κάλει. λόγος· ‘χαῖρε, δράκων ἀκμαῖέ τε λέων, φυσικαὶ πυρὸς ἀρχαί, | |
940 | χαῖρε δέ, λευκὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον καὶ χρυσοῦ κυαμῶνος ἀναθροΐσκων μελίλωτον, καὶ καθαρῶν στομάτων ἀφρὸν ἥμερον ἐξαναβλύζων, κάνθαρε, κύκλον ἄγων σπορίμου πυρός, αὐτογένεθλε, ὅτι δισύλλαβος εἶ, ΑΗ, καὶ πρωτοφανὴς εἶ, | |
945 | νεῦσον ἐμοί, λίτομαι, ὅτι σύμβολα μυστικὰ φράζω· ηω αι ου αμερρ οουωθ· ιυϊωη· Μαρμα‐ ραυώθ· Λαϊλαμ· σουμαρτα· ἵλαθί μοι, προπάτωρ, καί μοι σθένος αὐτὸς ὀπάζοις. ἔχε συνεστάμενον, κύριε, καὶ ἐπήκοός μοι | |
4(950) | γενοῦ, δι’ ἧς πράσσω σήμερον αὐθοψίας, καὶ χρημάτισόν μοι, περὶ ὧν ἀξιῶ σε, διὰ τῆς αὐτόπτου λυχνομαντίας, δι’ ἧς πράσσω σήμε‐ ρον ἐγώ, ὁ δεῖνα, ιυ ευη οω αεη ιαεη αιαη· ε αι ευ ηιε ωωωωω ευ ηω | |
955 | ϊαωαι: //.‘ φωταγωγία· στεψάμενος τὴν κεφαλήν σου τῷ αὐτῷ κλῶνι, σταθεὶς τῷ αὐτῷ σχήματι ἐναντίον τοῦ λύχνου καμμύσας δίωκε τὸν λόγον τοῦτον ζʹ. λόγος· | |
‘ἐπικαλοῦμαί σε, τὸν θεὸν τὸν ζῶντα, | ||
960 | πυριφεγγῆ, ἀόρατον φωτὸς γεννήτορα Ἰαήλ· πειπτα φως ζα παι φθενθα φωσζα πυρι βελια Ἰάω ιαο ευω οεη· α· ωυ εοι· α· ε· η· ϊ· ο· υ·· ω· δός σου τὸ σθένος καὶ διέγειρόν σου τὸν δαί‐ | |
965 | μονα καὶ εἴσελθε ἐν τῷ πυρὶ τούτῳ καὶ ἐνπνευμάτωσον αὐτὸν θείου πνεύ‐ ματος καὶ δεῖξόν μοί σου τὴν ἀλκὴν, καὶ ἀνοιγήτω μοι ὁ οἶκος τοῦ παντοκράτορος θεοῦ Αλβαλαλ, ὁ ἐν τῷ φωτὶ τούτῳ, | |
970 | καὶ γενέσθω φῶς πλάτος, βάθος, μῆκος, ὕψος, αὐγή, καὶ διαλαμψάτω ὁ ἔσωθεν, ὁ κύριος Βουήλ· Φθᾶ Φθᾶ Φθαήλ· Φθᾶ αβαϊ· Βαϊνχωωωχ, ἄρτι ἄρτι, ἤδη ἤδη, ταχὺ ταχύ.‘ κάτοχος τοῦ φωτὸς ἅπαξ λεγόμενος, | |
975 | ὅπως παραμείνῃ σοι ἡ φωταγωγία· ἐνίοτε γάρ σου καλοῦντος τὸν θεαγωγὸν λόγον σκοτία γίνεται. χρὴ οὖν σε ὁρκίζειν οὕτως· λόγος· ‘ὁρκίζω σέ, ἱερὸν φῶς, ἱερὰ αὐγή, πλάτος, βάθος, μῆκος, ὕψος, αὐγή, κατὰ τῶν ἁγίων ὀνομάτων, | |
980 | τῶν εἴρηκα καὶ νῦν μέλλω λέγειν. κατὰ τοῦ Ἰάω· Σαβαὼθ Ἀρβαθιάω σεσενγενβαρφα‐ ραγγης αβλαναθαναλβα ακραμμαχαμαρι αϊ αϊ ιαο αξ· αξ· ϊναξ· παράμεινόν μοι ἐν τῇ ἄρτι ὥρᾳ, ἄχρις ἂν δεηθῶ τοῦ θεοῦ | |
985 | καὶ μάθω, περὶ ὧν βούλομαι.‘ θεαγωγὸς λόγος γʹ λεγόμενος ἀνεωγότων σου τῶν ὀφθαλ‐ μῶν· ‘ἐπικαλοῦμαί σε, τὸν μέγιστον θεόν, δυνάστην Ὧρον Ἁρποκράτην Αλκιβ Ἁρσα‐ μωσι· ιωαϊ δαγεννουθ· ραραχαραι· | |
990 | Ἀβραϊαωθ· τὸν τὰ πάντα φωτίζοντα καὶ διαυγάζοντα τῇ ἰδίᾳ δυνάμει τὸν σύμπαντα κόσμον, θεὲ θεῶν, εὐεργέτα, αο· Ἰάω· εαηυ· ὁ διέπων νύκτα καὶ ἡμέραν αϊ αω· ἡνιο‐ χῶν καὶ κυβερνῶν οἴακα, κατέχων δρά‐ | |
995 | κοντα, Ἀγαθὸν ἱερὸν Δαίμονα, ᾧ ὄνομα Ἁρβαθανωψ· ιαοαϊ, ὃν ἀνατολαὶ καὶ δύσεις ὑμνοῦσι ἀνατέλλοντα καὶ δύνοντα· εὐλόγητος ἐν θεοῖς πᾶσι καὶ ἀγγέλοις καὶ δαίμοσι, ἐλθὲ καὶ φάνηθί μοι, θεὲ θεῶν, Ὧρε | |
4(1000) | Ἁρποκράτα, Αλκιβ· Ἁρσαμωσι· Ἰάω αϊ δαγεννουθ ραραχαραι Ἀβραιαωθ· εἴσελθε, φάνηθί μοι, κύριε, ὅτι ἐπικαλοῦμαι, ὡς ἐπικαλοῦνταί σε οἱ τρεῖς κυνοκέφαλοι, οἵ‐ τινες συμβολικῷ σχήματι ὀνομάζουσίν | |
1005 | σου τὸ ἅγιον ὄνομα α εε ηηη ιιιι οοοοο υυυυυυ ωωωωωωω. (λέγε ὡς κυνοκέφα‐ λος.) εἴσελθε, φάνηθί μοι, κύριε· ὀνομάζω γάρ σου τὰ μέγιστα ὀνόματα· βαρβαραϊ· βαρβα‐ ραωθ· αρεμψους· περταωμηχ· περα‐ | |
1010 | κωνηθχ Ἰάω· Βάλ Βήλ· Βολ βε σρω· ιαοηϊ· ουεηϊ· εηϊ· εουηϊ· αηϊ· ηϊ· ιαο ηϊ· ὁ ἐπὶ τῆς τοῦ κόσμου κεφαλῆς κα‐ θήμενος καὶ κρίνων τὰ πάντα, περιβε‐ βλημένος τῷ τῆς ἀληθείας καὶ πίστεως | |
1015 | κύκλῳ ιυαη ιωαι, εἴσελθε, φάνηθί μοι, κύριε, τῷ πρὸ πυρὸς καὶ χιόνος προόντι καὶ μετόντι, ὅτι ὄνομά μοι Βαϊνχωωωχ· ἐγώ εἰμι ὁ πεφυκὼς ἐκ τοῦ οὐρανοῦ, ὄνο‐ μά μοι Βαλσάμης· εἴσελθε, φάνη θίμοι, | |
1020 | κύριε, μεγαλώνυμε, ὃν πάντες κατὰ θυμὸν ἔχομεν, ὄνομά σοι Βαρφαννηθ ραλφαι· νινθερ· χουχαι· ὁ διαῤ〈ῥ〉ήσσων πέτρας καὶ κινῶν ὀνόματα θεῶν, εἴσελθε, | |
φάνηθί μοι, κύριε, ὁ ἐν πυρὶ τὴν δύναμιν | ||
1025 | καὶ τὴν ἰσχὺν ἔχων σεσενγεν βαρφαραγγης, ὁ ἐντὸς τῶν ζʹ πόλων καθήμενος αεηιουω, ὁ ἔχων ἐπὶ τῆς κεφαλῆς στέφανον χρύ‐ σεον, ἐν δὲ τῇ χειρὶ ἑαυτοῦ ῥάβδον Μεμνοΐ‐ νην, δι’ ἧς ἀποστέλλεις τοὺς θεούς, ὄνο‐ | |
1030 | μά σοι· Βαρβαριήλ· Βαρβαραϊήλ· θεὸς Βαρβαραήλ· Βήλ· Βουήλ· εἴσελθε, κύριε, καὶ ἀποκρίθητί μοι διὰ τῆς ἱερᾶς σου φωνῆς, ἵνα ἀκούσω δηλαυγῶς καὶ ἀψεύστως περὶ τοῦ δεῖνα πράγματος· ιυευη· οωαεη (λόγος) ϊαεν· αιαη· εαι· ευηϊε· | |
1035 | ωωωωω ιυηω· Ἰάω· αϊ.‘ ἐπάναγκος· ἐάν πως βραδύνῃ, συνεπίλεγε τὸν λόγον τοῦτον ὕστε‐ ρον τῆς θεολογίας, λέγων ἅπαξ ἢ γʹ τὸν λόγον· ‘ἐπιτάσσει σοι ὁ μέγας ζῶν θεός, ὁ εἰς τοὺς αἰῶ‐ νας τῶν αἰώνων, ὁ συνσείων, ὁ βροντάζων, ὁ πᾶσαν | |
1040 | ψυχὴν καὶ γένεσιν κτίσας· Ἰάω αωϊ ωϊα αϊω· ϊωα· ωαϊ· εἴσελθε, φάνηθί μοι, κύριε, ἱλαρός, εὐμενής, πραΰς, ἐπίδοξος, ἀμήνιτος, ὅτι σε ἐφορκίζω κατὰ τοῦ κυρίου Ἰάω αωι ωια αιω ιωα· ωαι απτα φωϊρα ζαζου | |
1045 | χαμη· εἴσελθε, κύριε, φάνηθί μοι ἱλαρός, εὐ‐ μενής, πραΰς, 〈ἐπίδοξος,〉 ἀμήνιτος.‘ χαιρετισμός, αʹ λεγόμενος τοῦ θεοῦ εἰσελθόντος. κατέχων τὴν ψῆφον λέγε· ‘κύριε, χαῖρε, θεὲ θεῶν, εὐεργέτα, Ὧρε, Ἁρποκράτα· Αλκιβ, Ἁρσαμωσι, Ἰάω αι· δα‐ | |
1050a | γεννουθ· ραραχαραϊ· Ἀβραϊάω· χαιρέ‐ | |
1051 | τωσάν σου αἱ Ὧραι, ἐν αἷς διϊππεύεις, χαιρέ‐ τωσάν σου αἱ Δόξαι εἰς αἰῶνα, κύριε.‘ κάτοχος τοῦ θεοῦ· εἰσελθόντος αὐτοῦ μετὰ τὸ χαιρετίσαι τῇ ἀριστερᾷ πτέρνῃ πάτει τὸν μέ‐ | |
1055 | γαν δάκτυλον τοῦ δεξιοῦ ποδός, καὶ οὐ μὴ ἀποχωρήσει, μὴ βαστάξας τὴν πτέρναν ἀπὸ τοῦ δακτύλου, ἅμα εὐθὺ λέγων ἀπόλυσιν. ἀπόλυσις· καμμύσας ἀπόλυσον τὴν ψῆφον, ἣν κρατεῖς, καὶ βαστάξας τὸ στεφάνιον ἀπὸ | |
1060 | τῆς κεφαλῆς σου καὶ τὴν πτέρναν ἀπὸ τοῦ | |
1060a | δακτύλου λέγε γʹ καμμύων· ‘εὐχαριστῶ σοι, | |
1061 | κύριε Βαϊνχωωωχ, ὁ ὢν Βαλσάμης· χώρει, χώρει, κύριε, εἰς ἰδίους οὐρανούς, εἰς τὰ ἴδια βα‐ σίλεια, εἰς ἴδιον δρόμημα συντηρήσας με ὑγιῆ, ἀσινῆ, ἀνειδωλόπληκτον, ἄπληγον, | |
1065 | ἀθάμβητον, ἐπακούων μοι ἐπὶ τὸν τῆς ζω‐ ῆς μου χρόνον.‘ τῆς αὐγῆς ἀπόλυσις· ‘χωω· χωω· ωχωωχ· ἱερὰ αὐγή,‘—ἵνα καὶ ἡ αὐγὴ ἀπέλθῃ—‘χώρει, ἱερὰ αὐγή, χώρει, καλὸν καὶ ἱερὸν φῶς τοῦ ὑψίστου θεοῦ | |
1070 | αϊαωνα.‘ ἅπαξ λέγε καμμύων, ἐγχρίου στίμι κοπτικόν, ἐγχρίου μήλῃ χρυσῇ. φυλακτήριον τῆς πράξεως, ὃ δεῖ σε φορεῖν ἐπιβαλλόμενον πρὸς φύλαξίν σου ὅλου τοῦ σώματος· 〈ῥάκουσ〉 ἀπὸ ὀθονίου ἀρθέντος ἀπὸ | |
1075 | Ἁρποκράτου ψηφίνου ὄντος ἐν ἱερῷ οἵῳ δή〈ποτε〉 γράψον ἐπ’ αὐτοῦ ζμύρνῃ ταῦτα· ‘ἐγώ εἰμι Ὧρος Ἀλκιβ· Ἁρσαμωσις Ἰάω αϊ· δαγεννουθ· ραραχαραϊ Ἀβραϊαωθ· υἱὸς Ἴσιδος αθθα· βαθθα· καὶ Ὀσίρεως Ὀσορ〈ον〉νωφρεω〈σ〉· | |
1080 | διαφύλαξόν με ὑγιῆ, ἀσινῆ, ἀνειδω‐ | |
λόπληκτον, ἀθάμβητον, ἐπὶ τὸν τῆς ζω‐ ῆς μου χρόνον.‘ καὶ βαλὼν ἔσωθεν τοῦ ῥά‐ κους αἴζωον βοτάνην, ἑλίξας δῆσον ζʹ λιναρίοις ἀνουβιακοῖς καὶ φόρει | ||
1085 | περὶ τὸν τράχηλον, ἐὰν πράσσῃς. ποίησις· λαβὼν σπάρτας βιβλίνας πλατείας ἀπόδησον εἰς τὰς δʹ γωνίας τοῦ χωρήματος, ὡς γενέσθαι αὐτὰς Χ, ἐν δὲ τῷ μέσῳ τοῦ Χ ἀπόδησον σπειρίον ἐξ | |
1090 | ἀρτεμισίας μονοκλώνου, καὶ ἐλλυχνιάσας λύχνον καλλάϊνον ἐν ἐλλυχνίῳ τῷ κα‐ λουμένῳ ἄχι χρῖσον αὐτὸ τὸ ἐλλύ‐ χνιον λίπει κριοῦ μέλανος ἄρρενος πρω‐ τοτόκου καὶ πρωτοτρόφου καὶ πλήσας τὸν λύ‐ | |
1095 | χνον χρηστοῦ ἐλαίου ἐπίθες ἐν μέσῳ ἐπὶ | |
1095/1096 | τὸ σπειρίον καὶ ἅψας στὰς τῷ σχήματι τῷ | |
1097 | προγεγραμμένῳ, περὶ τὴν ἀνατολὴν ἔχων σου τὸ πρόσωπον πάντοτε πράσσων, ἀδιαφόρως ἔχων τὰς ἡμέρας· προάγνευε | |
4(1100) | δὲ πρὸ ἡμερῶν γʹ ἀπὸ παντός. πρόχρισον δὲ τὸ ἄχι λίπει κριοῦ μέλανος ἄρρενος πρωτοτόκου καὶ πρωτοτρόφου. σημεῖα τοῦ λύχνου· μετὰ τὸ εἰπεῖν τὴν φωτα‐ γωγίαν ἄνυξον τοὺς ὀφθαλμοὺς καὶ ὄψῃ | |
1105 | τὸ φῶς τοῦ λύχνου καμοροειδὲς γινόμε‐ νον· εἶτα κλειόμενος λέγε (ἄλλως· γʹ ... μετὰ τὸ εἰ‐ πεῖν γʹ), καὶ ἀνοίξας ὄψῃ πάντα ἀχανῆ καὶ μεγίστην αὐγὴν ἔσω, τὸν δὲ λύχνον οὐδαμοῦ φαινόμενον. τὸν δὲ θεὸν ὄψῃ | |
1110 | ἐπὶ κιβωρίου καθήμενον, ἀκτινωτόν, τὴν δεξιὰν ἀνατεταμένην ἀσπα‐ ζόμενον, τῇ δὲ ἀριστερᾷ 〈κρατοῦντα〉 σκῦτος, βαστα‐ ζόμενον ὑπὸ βʹ ἀγγέλων ταῖς χερσὶν καὶ κύκλῳ αὐτῶν ἀκτῖνας ιβ. | |
1115 | Στήλη ἀπόκρυφος· ‘χαῖρε, τὸ πᾶν σύ‐ στημα τοῦ ἀερίου πνεύματος φωγα‐ λωα· χαῖρε, τὸ πνεῦμα τὸ διῆκον ἀπὸ οὐρανοῦ ἐπὶ γῆν ερδηνευ καὶ ἀπὸ γῆς τῆς ἐν μέσῳ κύτει τοῦ κό‐ | |
1120 | σμου ἄχρι τῶν περάτων τῆς ἀβύσσου μερεμωγγα· χαῖρε, τὸ εἰσερχόμενόν με καὶ ἀντισπώμενόν μου καὶ χωρι‐ ζόμενόν μου κατὰ θεοῦ βούλησιν ἐν χρη‐ στότητι πνεῦμα ϊωη ζανωφιε· | |
1125 | χαῖρε, ἀρχὴ καὶ τέλος τῆς ἀκινήτου φύσεως δωρυγλαοφων· χαῖρε, στοι‐ χείων ἀκοπιάτου λειτουργίας δίνησις ρωγυευ αναμι πεληγεων αδαρα ειωφ· χαῖρε, ἡλιακῆς ἀκτῖνος ὑπηρε‐ | |
1130 | τικὸν κόσμου καταύγασμα ιεο υηω· ιαη αϊ ηωυ οει, χαῖρε, νυκτιφαοῦς μήνης ἀνισολαμπὴς κύκλος αιω ρημα ρωδουωπια, χαίρετε, τὰ πάντα ἀερίων εἰδώλων πνεύματα ρω‐ | |
1135 | μιδουη· αγανασου· ωθαυα· χαίρετε, οἷς τὸ χαίρειν ἐν εὐλογίᾳ δίδοται, ἀδελ‐ φοῖς καὶ ἀδελφαῖς, ὁσίοις καὶ ὁσίαις· ὦ μέ‐ γα, μέγιστον, ἐγκύκλιον, ἀπερινόητον σχῆμα κόσμου· οὐράνιον ενρωχεσυηλ | |
1140 | [ἐ]νουράνιον πεληθευ· αἰθέριον ιωγαραα ἐναιθέριον θωπυλεο δαρδυ ὑδατῶδες ϊωηδες γαιῶδες περηφια πυρῶδες αφθαλυα· ἀνεμῶδες ϊωϊε ηω αυα φωτοειδές αλαπιε· σκοτοειδέ[ς] | |
1145 | ϊεψερια· ἀστροφεγγές αδαμαλωρ· ὑγροπυρινοψυχρὸν πνεῦμα· αἰνῶ σε, ὁ θεὸς τῶν θεῶν, ὁ τὸν κόσμον καταρτισάμενος αρεω πιευα, ὁ τὴν ἄβυσσον θησαυρίσας ἀοράτῳ θέσεως ἑδράσματι περω Μυσὴλ | |
4(1150) | ο πεντωναξ, ὁ διαστήσας οὐρανὸν καὶ γῆν καὶ τὸν μὲν οὐρανὸν πτέρυξιν χρυσείαις αἰωνίαις σκεπάσας ρωδηρυ ουωα, τὴν δὲ γῆν ἑδράσμασιν αἰω‐ νίοις στηρίσας αληιοωα, ὁ τὸν αἰθέρα | |
1155 | ἀνακρεμάσας μετεώρῳ ὑψώματι αϊε‐ ωη ϊουα, ὁ τὸν ἀέρα διασκεδάσας πνο‐ αῖς αὐτοκινήτοις ωϊε ουω, ὁ τὸ ὕδωρ κυκλοτερὲς περιενέγκας ωρηπηλυα, ὁ τοὺς πρηστῆρας ἀνάγων ωρισθαυα, | |
1160 | ὁ βροντάζων θεφιχυωνηλ, ὁ ἀστράπτων ουρηνες, ὁ βρέχων οσιωρνι φευγαλγα, ὁ σείων περατωνηλ, ὁ ζωογονῶν αρησιγυλωα, ὁ θεὸς τῶν Αἰώνων· μέγας εἶ, κύριε, θεέ, δέσποτα τοῦ παντός αρχιζω | |
1165 | νυον θηναρ μεθωρ παρυ φηζωρ θαψαμυδω· μαρωμι χηλωψα:‘ [Σ]τήλη πρὸς πάντα εὔχρηστος, ῥύεται καὶ ἐκ θανάτου. μὴ ἐξέταζε τὸ ἐν αὐτῇ. λόγος· ‘σέ, τὸν ἕνα καὶ μάκαρα τῶν Αἰώνων | |
1170 | πατέρα τε κόσμου, κοσμικαῖς κλῄζω λι‐ ταῖς. δεῦρό μοι, ὁ ἐνφυσήσας τὸν σύμπαντα κόσμον, ὁ τὸ πῦρ κρεμάσας ἐκ τοῦ ὕδατος καὶ τὴν γῆν χωρίσας ἀπὸ τοῦ ὕδατος, πρόσεχε, μορφὴ καὶ πνεῦμα | |
1175 | καὶ γῆ καὶ θάλασσα, ῥῆμα τοῦ σοφοῦ θεί‐ ας Ἀνάγκης, καὶ πρόσδεξαί μου τοὺς λό‐ γους ὡς βέλη πυρός, ὅτι ἐγώ εἰμι ἄν‐ θρωπος, θεοῦ τοῦ ἐν οὐρανῷ πλάσμα κάλλιστον, γενόμενον ἐκ πνεύματος | |
1180 | καὶ δρόσου καὶ γῆς. ἀνοίγηθι, οὐρανέ, δέξαι μου τὰ φθέγματα, ἄκουε, Ἥλιε, πάτερ κόσμου· ἐπικαλοῦμαί σε τῷ ὀνό‐ ματί σου αω ευ ηοϊ αιοη· υεωα· ουορζαρα· λαμανθαθρη· κανθιοπερ | |
1185 | γαρψαρθρη· μενλαρδαπα κενθηρ δρυομεν θρανδρηθρη· ϊαβε ζε‐ λανθι βερ ζαθρη· ζακεντι βιολλϊθρη αηω· ουω· ηω· οω· ραμιαθα· αηω ωυω· ουω· ωαυω: ὁ μόνος τὸ ῥίζω‐ | |
1190 | μα ἔχων, σὺ εἶ τὸ ὄνομα τὸ ἅγιον κα[ὶ] τὸ ἰσχυρόν, τὸ καθηγιασμένον ὑπὸ τῶν ἀγγέλων πάντων, διαφύλαξόν μ[ε] τόνδε ἀπὸ πάσης ὑπεροχῆς ἐξου‐ σίας καὶ πάσης ὕβρεως· ἦ ποίησον τόδε, | |
1195 | κύριε, θεὲ θεῶν, ϊαλδαζαω βλαθαμ μαχωρ· φριξ αη κεωφ· εηα· δυμεω· φερφριθω· ιαχθω· ψυχεω· φιρι‐ θμεω· ρωσερωθ· θαμαστραφατι ριμψαωχ ιαλθε· μεαχι αρβαθανωψ, | |
4(1200) | κόσμου κτίστα, τὰ πάντα κτίστα, κύριε, θεὲ θεῶν, Μαρμαριώ, Ἰάω· ἐφώνησά σου τὴν ἀν‐ υπέρβλητον Δόξαν, ὁ κτίσας θεοὺς καὶ ἀρχαγγέλους καὶ δεκανούς. αἱ μυριά‐ δες τῶν ἀγγέλων παρεστήκασί 〈σοι〉 καὶ ὕψω‐ | |
1205 | σαν τὸν οὐρανόν, καὶ ὁ κύριος ἐπεμαρ‐ τύρησέ σου τῇ Σοφίᾳ, ὅ ἐστιν Αἰών ιεουηωη ιαηαιηω〈η〉υοεϊ, καὶ εἶπέν σε σθένειν, ὅσον καὶ αὐτὸς 〈σ〉θέ‐ νει. ἐπικαλοῦμαί σου τὸ ἑκατονταγράμ‐ | |
1210 | ματον ὄνομα τὸ διῆκον ἀπὸ τοῦ στερεώ‐ ματος μέχρις τοῦ βάθους τῆς γῆς· σῶ | |
σόν με, αἰεὶ γὰρ πάντοτε χαίρεις τοὺς σοὺς σώζων αθηζε φωϊ ααα δαϊαγθι θηοβις· φιαθ· θαμβραμι Ἀβραώθ· | ||
1215 | χθολχιλ θοε· οελχωθ· θιοωημχ χοομχ σαησι· ϊσαχχοη· ϊερουθρα· οοοοο αιωαϊ (γράμματα ρʹ). ἐπικαλοῦμαί σε τὸν ἐν τῷ χρυσῷ πετάλῳ, ᾧ ὁ ἄσβε‐ στος λύχνος διηνεκῶς παρακάε‐ | |
1220 | ται, ὁ μέγας θεός, ὁ φανεὶς ἐν ὅλῳ τῷ κόσμῳ, κατὰ Ἱερουσαλὴμ μαρμαίρων, κύριε Ἰάω αιη ιωη ωιη ωιη ιη αιωαι αι ουω αωη ηει ιεω ηυω αηι αω αωα αεηι υω ειη | |
1225 | αηω ιευ αεη ιαια Ἰάω ευ αευ | |
1225a | ιαη ει α[α]α ιιι ηηη ϊω ιωη Ἰάω (γράμματα ρʹ), | |
1226 | ἐπ’ ἀγαθῷ, κύριε.‘ Πρᾶξις γενναία ἐκβάλλουσα δαίμονας· λόγος λεγόμενος ἐπὶ τῆς κεφαλῆς αὐτοῦ. βάλε ἔμπροσθεν αὐτοῦ κλῶνας ἐλαίας | |
1230 | καὶ ὄπισθεν αὐτοῦ σταθεὶς λέγεις· ‘[verba coptica] | |
1239 | ἐξορκίζω σε, δαῖμον, | |
1240 | ὅστις ποτ’ οὖν εἶ, κατὰ τούτου τοῦ θεοῦ σαβαρβαρβαθιωθ σαβαρ‐ βαρβαθιουθ· σαβαρβαρβαθιωνηθ σαβαρβαρβαφαϊ· ἔξελθε, δαῖμον, ὅστις ποτ’ οὖν εἶ, καὶ ἀπόστηθι ἀπὸ τοῦ δεῖνα, | |
1245 | ἄρτι, ἄρτι, ἤδη, ἤδη. ἔξελθε, δαῖμον, ἐπεί σε δεσμεύω δεσμοῖς ἀδαμαντίνοις ἀλύτοις, καὶ παραδίδωμί σε εἰς τὸ μέ‐ λαν χάος ἐν ταῖς ἀπωλείαις.‘ ποίησις· ζʹ κλῶνας ἐλαίας ἄρας τ[οὺ]ς μὲν ἓξ | |
4(1250) | δῆσον οὐρὰν καὶ κεφαλήν, ἓν καθ’ ἕν, τῷ δὲ ἑνὶ δέρε ἐξορκίζων. κρύβε. ἐπράχθη. ἐκβαλὼν περίαπτε τῷ δεῖνα φυλακτήριον, ὃ περ〈ι〉τίθησιν ὁ κάμνων μετὰ τὸ ἐκβαλεῖν τὸν δαίμονα ἐπὶ | |
1255 | κασσιτερίνου πετάλου ταῦτα· ‘βωρ φωρ φορβα φορ φορβα: βες Χάριν Βαυβώ τε Φωρ βωρφορ‐ βα φορβαβορ βαφορβα φαβραιη φωρβα φαρβα φωρφωρ φορβα | |
1260 | βωφορ φορβα φορφορ φορβα βωβορβορβα παμφορβα φωρ‐ φωρ φωρβα, φύλαξον τὸν δεῖνα.‘ καὶ ἄλλο ἔχει φυλακτήριον, ὅπου τὸ ση‐ μεῖον τοῦτο [Magical Character]. | |
1265 | Ἀφροδίτης ὄνομα τὸ μηδενὶ ταχέως γινωσκόμενον· ‘Νεφεριηρι‘—τοῦ‐ το τὸ ὄνομα. ἐὰν γυναικὸς ἐπιτυχεῖν θέλῃς εὐσχήμονος, καθαρὸς γενό‐ μενος ἐπὶ ἡμέρας γʹ, ἐπιθύσας λίβανον, | |
1270 | τοῦτο τὸ ὄνομα ἐπικαλεσάμενος αὐ‐ τῷ καὶ εἰσελθὼν πρὸς τὴν γυναῖκα ἑπτάκις ἐρεῖς αὐτὸ κατὰ ψυχὴν βλέ‐ πων αὐτῇ, καὶ οὕτως ἐξήξει. τοῦτο | |
δὲ ποίει ἐπὶ ἡμέρας ζʹ. | ||
1275 | Ἀρκτικὴ πάντα ποιοῦσα. λόγος· ‘ἐπι‐ καλοῦμαί σε, τὴν μεγίστην δύνα‐ μιν τὴν ἐν τῷ οὐρανῷ (ἄλλοι· τὴν ἐν τῇ ἄρκτῳ) ὑπὸ κυρίου θεοῦ τετα‐ γμένην ἐπὶ τῷ στρέφειν κραταιᾷ | |
1280 | χειρὶ τὸν ἱερὸν πόλον, νικαροπληξ· ἐπάκουσόν μοι, Ἥλιε Φρῆ, τὸν ἱερὸν 〈λόγον〉, ὁ τὰ ὅλα συνέχων καὶ ζωογονῶν τὸν σύμπαντα κόσμον, θωζοπιθη ευχανδαμα ωχριενθηρ ομνυ‐ | |
1285 | ωδης χημιοχυνγης ϊεωυ (ἐπί‐ θυε) θερμουθερ ψιφιριξ φροσ‐ αλι κανθιμεω ζενζεμια ωπερ περομενης ρωθιευ ηνινδευ κορκουνθο ευμεν μενι[Magical Character] | |
1290 | κηδευα κηψηοι.‘ κοινόν. ἐξαίτησις πρὸς ἥλιον κατὰ δύσιν. λόγος· ‘θηνωρ Ἥλιε σανθηνωρ, παρακαλῶ, κύριε· ἐμοὶ σχο‐ λασάτω ὁ τῆς ἄρκτου τόπος καὶ κύριος.‘ καὶ ἐπίθυε ἐξαιτούμενος ἄρμαρα, ποίει πρὸς | |
1295 | δύσιν ἡλίου. ἐπάναγκος τῆς γʹ ἡμέρας· ‘αντεβερωυρτωρ ερεμνεθηχωρ χνυχιροαντωρ μενελεοχευ· ηεσ‐ σιπο δωτήρ ευαρητω γου πι φυλακὴ ωμαλαμινγορ μαντατονχα ποί‐ | |
4(1300) | ησον τὸ δεῖνα πρᾶγμα.‘ ἄλλως ὁ πρῶτος λόγος· ‘θωζοπιθη ἄρκτε, θεὰ μεγίστη, ἄρχουσα οὐρανοῦ, βασιλεύουσα πόλου ἀστέρων, ὑπερ‐ τάτη, καλλιφεγγὴ〈σ〉 θεά, στοιχεῖον ἄφθαρτον, σύστημα τοῦ παντός, πανφεγγής, ἁρμονία | |
1305 | τῶν ὅλων αεηιουω (πλινθίον), ἡ ἐπὶ τοῦ πόλου ἐφεστῶσα, ἣν ὁ κύριος θεὸς ἔταξε κραταιᾷ χειρὶ στρέφειν τὸν ἱερὸν πόλον· θωζοπιθη (λόγος).‘ ἐπίθυμα τῆς πράξεως· λιβάνου δραχμαὶ δʹ, ζμύρνης δραχμαὶ δʹ, κασίας φύλλου, πεπέ‐ | |
1310 | ρεως λευκοῦ ἀνὰ οὐγκίας βʹ, βδελλίου δραχμὴν αʹ, ἀνθε‐ ρίκου σπέρματος δραχμὴν αʹ, ἀμώμου, κρόκου, στύρακος τερεβινθίνης ἀνὰ δραχμὰς βʹ, ἀρτε‐ μισίας δραχμὴν αʹ, κατανάγκης βοτάνης [...], κῦφι ἱερατικόν, ἐγκέφαλος κριοῦ μέλανος ὅλος. | |
1315 | οἴνῳ λευκῷ μενδησίῳ καὶ μέλιτι ἀναλάμβανε καὶ ποίει κολλούρια. φυ‐ λακτήριον τῆς πράξεως· λύκου ἀστρά‐ γαλον περιάπτου, μίσγε δὲ τῷ θυμια‐ τηρίῳ χυλὸν κατανάγκης καὶ ποταμο‐ | |
1320 | γείτονος, γράψον μέσον τοῦ θυμιατηρίου τὸ ὄνομα τοῦτο· ‘θερμουθερεψιφιριφι‐ πισαλι‘ (γράμματα κδ), καὶ οὕτως ἐπίθυε. ἄλλο· ‘κομφθο κομασιθ κομνουν ὁ σείσας καὶ σείων τὴν οἰκουμένην, ὁ καταπεπω‐ | |
1325 | κὼς τὸν ἀείζωον ὄφιν καὶ καθ’ ἡμέραν ἐξαιρῶν τὸν κύκλον τοῦ ἡλίου καὶ τῆς σελή‐ νης, ᾧ ὄνομα ιθιοω ηϊ Ἀρβαθιάω η, ἀνάπεμψόν μοι, τῷ δεῖνα, νυκτὸς τὸν δαίμονα ταύτης τῆς νυκτὸς χρηματίσαι μοι περὶ | |
1330 | τοῦ δεῖνα πράγματος.‘ Ἀρκτικὴ δύναμις πάντα ποιοῦσα. λαβὼν ὄνου μέλανος στέαρ καὶ αἰγὸς ποικίλης στέαρ καὶ ταύρου μέλανος στέαρ καὶ κύ‐ μινον αἰθιοπικὸν ἀμφότερα μῖξον | |
1335 | καὶ ἐπίθυε πρὸς ἄρκτον, ἔχων φυλακτή‐ ριον τῶν αὐτῶν ζῴων τρίχας, πλο‐ | |
κίσας σειράν, ἥνπερ ὡς διάδημα φόρει περὶ τὴν κεφαλήν· χρίου δέ σου τὰ χείλη τοῖς στέασι, τὸ δὲ σῶμα συνάλειψαι στυρακί‐ | ||
1340 | νῳ ἐλαίῳ καὶ ἐντύγχανε κρατῶν κρόμ‐ μυον μονογενὲς αἰγύπτιον καὶ λέγε, περὶ οὗ θέλεις. περιζωσάμενος σε‐ βένινον ἀρρενικοῦ φοίνικος καὶ καθίσας ἐπὶ γόνατα λέγε τὸν ὑποκείμενον λόγον· | |
1345 | ‘ἐπικαλοῦμαι ὑμᾶς, ἁγίους, μεγαλο‐ δυνάμους, μεγαλοδόξους, μεγα‐ σθενεῖς, ἁγίους, αὐτόχθονας, παρέδρους τοῦ μεγάλου θεοῦ, τοὺς κραταιοὺς ἀρχιδαίμονας, οἵτινές | |
4(1350) | ἐστε χάους, ἐρέβους, ἀβύσσου, βυθοῦ, γαίης οἰκήτορες, οὐρανοκευθμωνο‐ διαίτους, ἐνδομύχους, κελ〈αιν〉εφεῖς, ἀθεω‐ ρήτων 〈ἐ〉νεφόπτας, κρυφίμων φύλα‐ κας, καταχθονίων ἡγεμόνας, ἀπειρο‐ | |
1355 | διοικητάς, κραταιόχθονας, κινησι‐ γαίους, στηριγμοθέτας, χασματυπουρ‐ γούς, φρικτοπαλαίμονας, φοβεροδια‐ κράτορας, στρεψηλακάτους, χιονοβρο‐ χοπαγεῖς, ἀεροδρόμους, θεροκαυσώ‐ | |
1360 | δεις, ἀνεμοεπάκτας, κοιρανομοί‐ ρους, σκοτιοερέβους, ἀναγκεπάκτας, πυροπεμψιφλόγους, χιονοδροσο‐ φερεῖς, ἀνεμαφέτας, βυθοκλόνους, γαληνοβάτας, ἀλκιμοβρίθους, ἀλγε‐ | |
1365 | σιθύμους, ὀβριμοδυνάστας, κρημνο‐ βάμονας, βαρυδαίμονας, σιδηρο‐ ψύχους, ἀγριοθύμους, ἀνυποτάκτους, ταρταροφρούρους, πλανησιμοίρους, παντεπόπτας, πανθυπακουστάς, | |
1370 | πανθυποτακτ〈ικ〉ούς, οὐρανοφοίτους, πνευματοδώτας, ἀφελοζώους, κινησιπόλους, φρενογηθεῖς, θανα‐ τοσυναρτάς, ἀγγελοδείκτας, ἐκδικο‐ φῶτας, ἀνηλιοδείκτας, δαιμονοτά‐ | |
1375 | κτας, ἀεροδρόμους, παντοκράτορας, ἁγίους, ἀκαταμαχήτους Ἀώθ· Ἀβαώθ· βασυμ· Ἰσάκ· Σαβαώθ· Ἰάω· Ἰακώπ· μαναρα· σκορτουρι· μορτρουμ· εφραυλα θρεερσα· ποίησον τὸ δεῖνα πρᾶγμα.‘ | |
1380 | τὸ δὲ ἑκατονταγράμματον τοῦ Τυφῶνος γράφε εἰς χάρτην ὡς ἀστέρα στρογγυ‐ λοῦν καὶ ἔνδησον ἀνὰ μέσον τῆς σειρᾶς τῶν γραμμάτων ἔξω βλε‐ πόντων. ἔστιν δὲ τὸ ὄνομα τοῦτο· | |
1385 | αχχωρ αχχωρ αχαχαχπτουμι χαχχω χαραχωχ χαπτουμη· χωρα χωχ απτουμιμη χωχα‐ πτου χαραχπτου· χαχχω χαρα· χωχ πτεναχωχεου. | |
1390 | Ἀγωγὴ ἐπὶ ἡρώων ἢ μονομάχων ἢ βιαίων. καταλιπὼν ἀπὸ τοῦ ἄρτου, οὗ ἐσθίεις, ὀλίγον καὶ κλάσας ποίησον εἰς ἑπτὰ ψωμοὺς καὶ ἐλθών, ὅπου ἥρωες ἐσφάγησαν καὶ μονομάχοι καὶ βίαιοι, | |
1395 | λέγε τὸν λόγον εἰς τοὺς ψωμοὺς καὶ ῥῖπτε, καὶ ἄρας κόπρια ἀπὸ τοῦ τόπου, ὅπου πράσ‐ σεις, βάλε ἔσω παρ’ αὐτήν, ἧς ποθεῖς, καὶ πο‐ ρευθεὶς κοιμῶ. ἔστιν ὁ λόγος ὁ λεγόμενος εἰς τοὺς ψωμούς· ‘Μοίραις, Ἀνάγκαις, | |
4(1400) | Βασκοσύναις, Λοιμῷ, Φθόνῳ καὶ φθι‐ μένοις ἀώροις, βιομόροις πέμπω τρο‐ φάς· τρικάρανε, νυχία, βορβοροφόρβα, Παρθένε, κλειδοῦχε Περσέφασσα, Ταρτάρου Κόρη, γοργῶπι, δεινή, πυρι‐ | |
1405 | δρακοντόζωνε παῖ· ὁ δεῖνα ἐκ τῆς τροφῆς | |
1405a | ἑαυτοῦ καταλείψανα δάκρυσιν ἔμιξεν | |
1406 | καὶ στενάγμασιν πικροῖς, ὅπως αὐτὸν καρπίσησθε βασάνοις ἐχόμενον, ἥρωες ἀτυχεῖς, οἳ ἐν τῷ δεῖνα τόπῳ συν‐ έχεσθε, λειψίφωτες ἀλλοιόμοροι· | |
1410 | τὸν δεῖνα καρπίσασθε τὸν πονοῦν‐ τα καρδίαν, ἕνεκεν τῆς δεῖνα, τῆς ἀσεβοῦς καὶ ἀνοσίας. ἄξατε οὖν αὐτὴν βασανι‐ ζομένην, διὰ τάχους ειουτ Ἀβαώθ· ψακερβα· Ἀρβαθιάω· λαλαοϊθ· | |
1415 | ιωσαχωτου· αλλαλεθω· καὶ σὺ, κυρία βορφοροφόρβα· συνατρακαβι βαυ‐ βαραβας ενφνουν· Μορκα· Ἐρεσχιγὰ[λ] νεβουτοσουαληθ· πέμψον δὲ Ἐρινύν, Ὀργογοργονιοτριαν, ψυχὰς καμόν‐ | |
1420 | των ἐξεγείρουσαν πυρί, ἥρωες ἀτυ‐ χεῖς ἡρωίδες τε δυστυχεῖς, οἱ ἐν τού‐ τῳ τῷ τῷ τόπῳ, οἱ ἐν ταύτῃ τῇ ἡμέρᾳ, οἱ ἐν ταύτῃ τῇ ὥρᾳ, οἱ ἐπὶ ταῖς μυρίναις σοροῖς· ἐπακούσατέ μου καὶ ἐξεγείρα‐ | |
1425 | τε τὴν δεῖνα ἐν τῇ νυκτὶ ταύτῃ καὶ ἀφέ‐ λεσθε αὐτῆς τὸν ἡδὺν ὕπνον ἀπὸ τῶν βλεφάρων καὶ δότε αὐτῇ στυγερὰν μέ‐ ριμναν, φοβερὰν λύπην καὶ μετα‐ ζήτησιν τῶν ἐμῶν τύπων καὶ θέ‐ | |
1430 | λησιν τῶν ἐμῶν θελημάτων, ἄχρις ἂν ποιήσῃ τὰ ἐπιτασσόμενα αὐτῇ ὑπ’ ἐμοῦ. κυρία Ἑκάτη Φορβα φορβω‐ βαρ βαρω φωρφωρ φωρβαϊ, εἰνοδία, κύων μέλαινα.‘ ἐπὰν δὲ ταῦ‐ | |
1435 | τα ποιήσας ἐπὶ γʹ ἡμέρας μηδὲν τε‐ λῇς, τότε τῷ ἐπανάγκῳ χρῶ τούτῳ· ἐλθὼν γὰρ εἰς τὸν αὐτὸν τόπον καὶ ποιή‐ σας πάλιν τὸ τῶν ψωμῶν, τότε ἐπίθυε ἐπὶ ἀνθράκων καλπασίνων βόλβι‐ | |
1440 | θον βοὸς μελαίνης καὶ λέγε ταῦτα, καὶ πάλιν ἄρας τὰ κόπρια ῥῖπτε, ὡς οἶδες. ἔστι δὲ τὰ λεγόμενα 〈ἐπὶ〉 ἐπιθύματος ταῦτα· ‘Ἑρμῆ χθόνιε καὶ Ἑκάτη χθονία καὶ Ἀχέρων χθόνιε καὶ ὠμοφάγοι | |
1445 | χθόνιοι καὶ θεὲ χθόνιε καὶ ἥρωες χθόνιοι καὶ Ἀμφιάραε χθόνιε καὶ ἀμφίπολοι χθόνιοι καὶ πνεύματα χθόνια καὶ Ἁμαρ‐ τίαι χθόνιαι καὶ Ὄνειροι χθόνιοι | |
4(1450) | καὶ Ὅρκοι χθόνιοι καὶ Ἀρίστη χθονία καὶ Τάρταρε χθόνιε καὶ Βασκανία χθονία, Χάρων χθόνιε καὶ ὀπά‐ ονες χθόνιοι καὶ νέκυες καὶ οἱ δαί‐ μονες καὶ ψυχαὶ ἀνθρώπων πάν‐ | |
1455 | των· ἔρχεσθε σήμερον, Μοῖραι καὶ Ἀνάγκη, τελέσατε τὰ γινόμενα ἐπὶ τῆς ἀγωγῆς ταύτης, ὅπως ἄξητέ μοι τὴν δεῖνα τῆς δεῖνα, ἐμοί, τῷ δεῖνα τῆς δεῖνα (κοινόν), ὅτι ἐπικαλοῦμαι· Χάος ἀρχέγονον, | |
1460 | Ἔρεβος, φρικτὸν Στυγὸς ὕδωρ, νάματα Λήθης Ἀχερουσίατε λί‐ μνη Ἅιδου, Ἑκάτη καὶ Πλουτεῦ καὶ Κούρα, Ἑρμῆ χθόνιε, Μοῖραι καὶ Ποιναί, Ἀχέρων τε καὶ Αἴακε, | |
1465 | πυλωρὲ κλείθρων τῶν ἀϊδίων, θᾶττον ἄνοιξον, κλειδοῦχέ τε Ἄνου‐ βι φύλαξ. ἀναπέμψατέ μοι τῶν νε‐ κύων τούτων εἴδωλα πρὸς ὑπη‐ ρεσίαν ἐν τῇ ἄρτι ὥρᾳ ἀνυπερθέτως, | |
1470 | ἵνα πορευθέντες ἄξωσί μοι, τῷ δεῖνα, τὴν δεῖνα τῆς δεῖνα. κοινόν. ἡ Ἶσις ἔβη συνό‐ μευνον ἀδελφὸν ἔχουσα ἐν ὤ‐ μοις, Ζεὺς δὲ κατελθὼν ἀπ’ Οὐλύμ‐ που ἕστηκε μένων τὰ εἴδωλα | |
1475 | τῶν νεκύων ὑπάγοντα πρὸς τὴν δεῖνα καὶ ποιοῦντα τὸ δεῖνα πρᾶγμα. κοινόν. ἦλθον | |
πάντες θεοὶ ἀθάνατοι καὶ πᾶσαι θεαὶ ἰδεῖν τὰ εἴδωλα τῶν νε‐ κύων τούτων. μὴ μέλλετε οὖν | ||
1480 | μηδὲ βραδύνητε, ἀλλ’ ἀποπέμπε‐ τε, θεοί, τὰ εἴδωλα τῶν νεκύων τούτων, ὅπως ἀπελθόντα πρὸς τὴν δεῖνα ποιήσωσι τὸ δεῖνα πρᾶγμα, κοινόν, ὅτι ὑμᾶς ἐξορκίζω κατὰ τοῦ Ἰάω | |
1485 | καὶ τοῦ Σαβαὼθ καὶ Ἀδωναὶ πα‐ τραξιλυτρα· βουρρεφαωμι ασ‐ σαλκη αϊδουναξ σεσενγεν (λόγος) βαλιαβα ερεχχαρνοι· αβε‐ ριδουμα· σαλβαχθι εισερσε | |
1490 | ραθω· εισερδα ωμι σισιφνα· σισαεδουβε· αχχαριτωνη αβεριφνουβα ιαβαλ δενα‐ θι ϊθρουφι· ἀναπέμψατε τὰ εἴδω‐ λα τῶν νεκύων τῶνδε πρὸς τὴν δεῖνα | |
1495 | τῆς δεῖνα, ὅπως ποιήσωσιν τὸ δεῖνα πρᾶγμα.‘ κοινόν. Ἀγωγὴ ἐπὶ ζμύρνης ἐπιθυομένης· ἐπιθύων ἐπὶ ἀνθράκων δίωκε τὸν λόγον. λόγος· ‘σὺ εἶ ἡ Ζμύρνα, ἡ πι‐ κρά, ἡ χαλεπή, ἡ καταλλάσσου‐ | |
4(1500) | σα τοὺς μαχομένους, ἡ φρύγουσα καὶ ἀναγκάζουσα φιλεῖν τοὺς μὴ προσποιουμένους τὸν Ἔρωτα. πάντες σε λέγουσιν Ζμύρναν, ἐγὼ δὲ λέγω σε σαρκοφάγον καὶ | |
1505 | φλογικὴν τῆς καρδίας. οὐ πέμπω σε μακρὰν εἰς τὴν Ἀραβίαν, οὐ πέμ‐ πω σε εἰς Βαβυλῶνα, ἀλλὰ πέμπω σε πρὸς τὴν δεῖνα τῆς δεῖνα, ἵνα μοι δια‐ κονήσῃς πρὸς αὐτήν, ἵνα μοι | |
1510 | ἄξῃς αὐτήν. εἰ κάθηται, μὴ κα‐ θήσθω, εἰ λαλεῖ πρός τινα, μὴ λαλείτω, εἰ ἐμβλέπει τινί, μὴ ἐμ‐ βλεπέτω, εἰ προσέρχεταί τινι, μὴ προσερχέσθω, εἰ περιπατεῖ, μὴ | |
1515 | περιπατείτω, εἰ πίνει, μὴ πινέτω, εἰ ἐσθίει, μὴ ἐσθιέτω, εἰ καταφι‐ λεῖ τινα, μὴ καταφιλείτω, εἰ τέρπε‐ ταί τινι ἡδονῇ, μὴ τερπέσθω, εἰ κοιμᾶται, μὴ κοιμάσθω, ἀλλ’ ἐμὲ | |
1520 | μόνον, τὸν δεῖνα, κατὰ νοῦν ἐχέτω, | |
1520/20a | ἐμοῦ μόνου ἐπιθυμείτω, ἐμὲ μό‐ | |
1521 | νον στεργέτω, τὰ ἐμὰ θελήματα πάντα ποιείτω. μὴ εἰσέλθῃς αὐ‐ τῆς διὰ τῶν ὀμμάτων, μὴ διὰ τῶν πλευρῶν, μὴ διὰ τῶν ὀνύχων | |
1525 | μηδὲ διὰ τοῦ ὀμφαλοῦ μηδὲ διὰ τῶν μελῶν, ἀλλὰ διὰ τῆς ψυχῆς, καὶ ἔμμεινον αὐτῆς ἐν τῇ καρδίᾳ καὶ καῦσον αὐτῆς τὰ σπλάγχνα, τὸ στῆθος, τὸ ἧπαρ, | |
1530 | τὸ πνεῦμα, τὰ ὀστᾶ, τοὺς μυελούς, ἕως ἔλθῃ πρὸς ἐμέ, τὸν δεῖνα, φιλοῦ‐ σά με καὶ ποιήσῃ πάντα τὰ θε‐ λήματά μου, ὅτι ἐξορκίζω σε, Ζμύρνα, κατὰ τῶν τριῶν ὀνο‐ | |
1535 | μάτων Ἀνοχω, Ἀβρασάξ, Τρω καὶ τῶν ἐπακολουθοτέρων καὶ τῶν ἰσχυροτέρων Κορ‐ μειωθ, Ἰάω, Σαβαώθ, Ἀδωναί, ἵνα μοι τὰς ἐντο‐ | |
1540 | λὰς ἐπιτελέσῃς, Ζμύρνα· ὡς ἐγώ σε κατακάω καὶ δυνατὴ εἶ, οὕτω ἧς φιλῶ, τῆς δεῖνα, κατάκαυ‐ σον τὸν ἐγκέφαλον, ἔκκαυσον καὶ ἔκστρεψον αὐτῆς τὰ σπλάγ‐ | |
1545 | χνα, ἔκσταξον αὐτῆς τὸ αἷμα, ἕως ἔλθῃ πρὸς ἐμέ, τὸν δεῖνα τῆς δεῖνα. ὁρκίζω σε κατὰ τοῦ μαρπαρκουριθ· νασαα‐ ρι· ναιεμαρε παιπαρι | |
4(1550) | νεκουρι. βάλλω σε εἰς τὸ πῦρ τὸ καόμενον καὶ ὁρ‐ κίζω σε κατὰ τοῦ παντοκρά‐ τορος θεοῦ ζῶντος ἀεί· ὁρκί‐ σας σε καὶ νῦν ὁρκίζω σε | |
1555 | Ἀδωναί· Βαρβαρ Ἰάω· Ζαγουρη· Ἁρσαμωσι· αλα‐ ους· καὶ σαλαως· ὁρκίζω σε τὸν στηρίζοντα ἄνθρω‐ πον εἰς ζωήν· ἄκουε, ἄκουε, | |
1560 | ὁ μέγας θεός, Ἀδωναῖε εθυια, αὐτογενέτωρ, ἀείζων θεέ, ειωη· Ἰάω αϊω αιω φνεως σφιντης Ἀρβαθιάω Ἰάω ιαη ιωα | |
1565 | αι ὁ ὢν Οὐὴρ γονθιαωρ Ῥαραηλ· αβρα· βραχα· σοροορμερφεργαρ· μαρ‐ | |
βαφριουϊριγξ Ἰάω Σαβαώθ, Μασκελλι | ||
1570 | Μασκελλω (ὁ λόγος) αμονσωε· Ἀνοχ· ριγχ· φνουκεν‐ ταβαωθ· σουσαε φινφεσηχ· μαφι‐ | |
1575 | ραρ· ανουριν· Ἰβα‐ ναωθ· Ἁρουὴρ· Χνουφ· Ἀνοχ· βαθι· ουχ Ἰάρ‐ βας· βαβαυβαρ· Ἐλωαί· ἄγε μοι τὴν δεῖνα τῆς δεῖνα πρὸς ἐμέ, | |
1580 | τὸν δεῖνα τῆς δεῖνα, ἐν τῇ σήμερον ἡμέρᾳ, ἐν τῇ νυκτὶ ταύτῃ, ἐν τῇ ἄρτι ὥρᾳ μουλωθ· φοφιθ· φθωιθ· [Φ]θωύθ· πενιων· ἐπικα‐ λοῦμαι καὶ σέ, τὸν τὸ πῦρ κρα‐ | |
1585 | τοῦντα Φθαν Ἀνοχ, εἰσάκου‐ σόν μου, ὁ εἷς, μονογενὴς μανεβια βαϊβαϊ· χυριρωου· θαδειν, Ἀδωναί· Ἐροὺ νουνι | |
1590 | μιωωνχ· χουτιαι Μαρμαραυώθ· ἄξον τὴν δεῖνα τῆς δεῖνα πρὸς ἐμέ, τὸν δεῖνα τῆς δεῖνα, ἄρτι, ἄρτι, ἤδη, ἤδη, ταχύ, ταχύ.‘ λέγε δὲ καὶ τὸν κατὰ πάντων | |
1595 | λόγον. Ἔστιν δὲ ἡ κατὰ πάντων τελετὴ ἥδε. πρὸς Ἥλιον λόγος· ‘ἐπικαλοῦμαί σε, τὸν μέγιστον θεόν, ἀέναον κύριον, κοσμοκράτορα, | |
4(1600) | τὸν ἐπὶ τὸν κόσμον καὶ ὑπὸ τὸν κόσμον, ἄλκιμον θαλασσοκρά‐ τορα, ὀρθινὸν ἐπιλάμποντα, ἀπὸ τοῦ ἀπηλιώτου ἀνατέλλον‐ τα τῷ σύμπαντι κόσμῳ, δύνον‐ | |
1605 | τα τῷ λιβί. δεῦρό μοι, ὁ ἀνα‐ τέλλων ἐκ τῶν τεσσάρων ἀνέ‐ μων, ὁ ἱλαρὸς Ἀγαθὸς Δαίμων, ᾧ οὐρανὸς ἐγένετο κωμαστή‐ ριον. ἐπικαλοῦμαί σου τὰ ἱερὰ | |
1610 | καὶ μεγάλα καὶ κρυπτὰ ὀνόματα, οἷς χαίρεις ἀκούων. ἀνέθαλεν ἡ γῆ σοῦ ἐπιλάμψαντος καὶ ἐκαρποφόρησεν τὰ φυτὰ σοῦ γελάσαντος, ἐζωογόνησε | |
1615 | τὰ ζῶα σοῦ ἐπιτρέψαντος. δὸς δόξαν καὶ τιμὴν καὶ χάριν καὶ τύχην καὶ δύνα‐ μιν, ᾧ ἐπιτελοῦμαι σή‐ μερον τῷ δεῖνα λίθῳ (ἢ· φυ‐ | |
1620 | λακτηρίῳ τελουμένῳ) πρὸς τὸν δεῖνα. ἐπικαλοῦμαί σε τὸν μέγαν ἐν οὐρανῷ ηι· λανχυχ· ακαρην· Βάλ μισθρην· μαρτα‐ | |
1625 | μαθαθ· λαϊλαμ· μουσου‐ θι· σιεθω· βαθαβαθι· ια‐ τμων· αλεϊ· ιαβαθ Ἀβαώθ· Σαβαώθ· Ἀδωναί, ὁ θεὸς ὁ μέγας, Ορσενοφρη· οργεατης· | |
1630 | τοθορνατησα κριθι· βιω‐ θι· ϊαδμω· ιατμωμι· μεθιηϊ· λονχοω· ακαρη· Βάλ μινθρη· βανεβαιχχυχ‐ χουφρι· νοθεουσι θραϊ | |
1635 | αρσιουθ· ερωνερθερ· ὁ λαμπρὸς Ἥλιος, αὐγάζων κα‐ θ’ ὅλην τὴν οἰκουμένην· σὺ εἶ ὁ μέγας Ὄφις, ἡγούμενος τούτων τῶν θεῶν, ὁ τὴν ἀρχὴν | |
1640 | τῆς Αἰγύπτου ἔχων καὶ τὴν τελευτὴν τῆς ὅλης οἰκουμέ‐ νης, ὁ ἐν τῷ ὠκεανῷ ὀχεύ‐ ων, Ψοϊ φνουθι νινθηρ· σὺ εἶ ὁ καθ’ ἡμέραν καταφα‐ | |
1645 | νὴς γινόμενος καὶ δύνων ἐν τῷ βορολίβᾳ τοῦ οὐρανοῦ, ἀνατέλλων ἐν τῷ νοταπηλι‐ ώτῃ. ὥρᾳ αʹ μορφὴν ἔχεις αἰλού‐ ρου, ὄνομά σοι Φαρακουνηθ· | |
4(1650) | δὸς δόξαν καὶ χάριν τῷ φυλα‐ κτηρίῳ τούτῳ. ὥρᾳ βʹ μορφὴν ἔχεις κυνός, ὄνομά σοι Σουφι· δὸς ἰσχὺν καὶ τιμὴν τῷ φυλα‐ κτηρίῳ τούτῳ, τῷ λίθῳ τούτῳ | |
1655 | καὶ τῷ δεῖνα. ὥρᾳ γʹ μορφὴν ἔχεις ὄφεως, ὄνομά σοι Αμεκρα‐ νεβεχεο Θωύθ· δὸς τιμὴν τῷ θεῷ τῷ δεῖνα. ὥρᾳ δʹ μορφὴν ἔχεις κανθάρου, ὄνομά σοι | |
1660 | Σενθενιψ· συνεπί‐ σχυσον τῷ φυλακτηρίῳ τούτῳ ἐν τῇ νυκτὶ ταύτῃ, εἰς ὃ τε‐ λεῖται πρᾶγμα. ὥρᾳ εʹ μορφὴν ἔχεις ὄνου. ὄνομά σοι Ενφαν | |
1665 | χουφ· δὸς ἰσχὺν καὶ θάρ‐ σος καὶ δύναμιν τῷ θεῷ τῷ δεῖνα. ὥρᾳ ϛʹ μορφὴν ἔχεις λέοντος. ὄνομα δέ σοι Βαϊ σολβαϊ· ὁ κυριεύων χρόνου· δὸς ἐπι‐ | |
1670 | τυχίαν τῷ φυλακτηρίῳ τού‐ τῳ καὶ νίκην καλήν. ὥρᾳ ζʹ μορφὴν ἔχεις τράγου. ὄνομά σοι Ουμεσθωθ· δὸς ἐπαφροδισίαν τῷ δακτυ‐ | |
1675 | λίῳ τούτῳ (ἢ· τῷ φυλακτηρίῳ τούτῳ ἢ τῇ γλυφῇ ταύτῃ). ὥρᾳ ηʹ μορφὴν ἔχεις ταύρου, ὄνομά σοι Διατιφη. ὁ ἀναφανὴς γε‐ νόμενος· τελεσθήτω πάν‐ | |
1680 | τα τὰ διὰ τῆς χρείας τοῦ λίθου τούτου. ὥρᾳ θʹ μορφὴν ἔχεις ἱέρακος, ὄνομά σοι Φη‐ ους φωουθ· ὁ λωτὸς πεφυ‐ κὼς ἐκ τοῦ βυθοῦ· δὸς ἐπιτυ‐ | |
1685 | χίαν 〈καὶ〉 καιρὸν καλὸν τῷ φυ‐ λακτηρίῳ τούτῳ. ὥρᾳ ιʹ μορφὴν ἔχεις κυνοκεφάλου, ὄνομά σοι Βεσβυκι· ὥρᾳ ια μορφὴν ἔχεις ἴβεως, ὄνομά σοι | |
1690 | Μου ρωφ· τέλει τὸ μέγα φυ‐ λακτήριον ἐπ’ ἀγαθῷ τῷ δεῖνα ἀπὸ τῆς σήμερον ἡμέρας εἰς τὸν ἅπαντα χρόνον. ὥρᾳ ιβ μορ‐ φὴν ἔχεις κροκοδείλου, ὄνο‐ | |
1695 | μά σοι Αερθοη. δὺς ὀψὲ γέρων, ὁ ἐπὶ τοῦ κόσμου καὶ [ὑπὸ] τὸν κόσμον, ἄλκιμε θαλασσο‐ κράτωρ· εἰσάκουσόν μου τῆς φωνῆς ἐν τῇ σήμερον ἡμέρᾳ, ἐν τῇ νυκτὶ ταύτῃ, ἐν ταῖς ἁγί‐ | |
4(1700) | αις ὥραις ταύταις, καὶ τελεσθή‐ τω 〈πάντα〉 τὰ διὰ τοῦ λίθου τούτου, διὰ τοῦ φυλακτηρίου τούτου, τὸ δεῖνα πρᾶγμα, ἐφ’ ᾧ αὐτὸ τελῶ. ναί, κύριε Κμήφ· λουθεουθ· ορ‐ | |
1705 | φοιχε· ορτιλιβεχουχ· ιερ‐ χε· ρουμ ιπεριταω υαϊ. ὁρκίζω γῆν καὶ οὐρανὸν καὶ φῶς καὶ σκότος καὶ τὸν πάντα κτίσαντα θεὸν μέγαν Σαρου‐ | |
1710 | σιν, σέ, τὸ παρεστὸς Ἀγαθὸν Δαιμόνιον, πάντα μοι τε‐ λέσαι διὰ τῆς χρείας τοῦ δακτυλίου τούτου ἢ 〈λίθ〉ου.‘ ἐὰν τελῇς, λέγε· ‘εἷς Ζεὺς Σάραπις.‘ | |
1715 | Ξίφος Δαρδάνου· πρᾶξις ἡ κα‐ λουμένη ξίφος, ἧς οὐδέν ἐστιν ἶσον διὰ τὴν ἐνέργειαν· κλί‐ νει γὰρ καὶ ἄγει ψυχὴν ἄντι‐ κρυς, οὗ ἂν θέλῃς, λέγων τὸν | |
1720 | λόγον καὶ ὅτι· ‘κλίνω τὴν ψυχὴν τοῦ δεῖνα.‘ λαβὼν λίθον μάγνητα τὸν πνέοντα γλύψον Ἀφροδίτην ἱππιστὶ καθημένην ἐπὶ Ψυ‐ χῆς, τῇ ἀριστερᾷ χειρὶ κρατοῦ‐ | |
1725 | σαν, τοὺς βοστρύχους ἀναδεσ‐ μευομένην, καὶ ἐπάνω τῆς κεφαλῆς αὐτῆς· αχμαγε ραρπεψει· ὑποκάτω δὲ τῆς Ἀφροδίτης καὶ τῆς Ψυχῆς | |
1730 | Ἔρωτα ἐπὶ πόλου ἑστῶτα, λαμ‐ πάδα κρατοῦντα καομένην, φλέγοντα τὴν Ψυχήν. ὑποκά‐ τω δὲ τοῦ Ἔρωτος τὰ ὀνόματα ταῦτα· αχαπα Ἀδωναῖε | |
1735 | βασμα χαρακω Ἰακὼβ Ἰάω η· φαρφαρηϊ· εἰς δὲ τὸ ἕτερον μέρος τοῦ λίθου Ψυχὴν καὶ Ἔρωτα περιπεπλεγμέ‐ νους ἑαυτοῖς καὶ ὑπὸ τοὺς πό‐ | |
1740 | δας τοῦ Ἔρωτος ταῦτα· σσσ‐ σσσσς, ὑποκάτω δὲ τῆς Ψυχῆς· ηηηηηηηη· γλυφέν‐ τι δὲ τῷ λίθῳ καὶ τελεσθέντι | |
χρῶ οὕτως· λαβὼν αὐτὸν | ||
1745 | ὑπὸ τὴν γλῶσσάν σου στρέφε, εἰς ὃ θέλεις, λέγε τὸν λόγον τοῦ‐ τον· ‘ἐπικαλοῦμαί σε, τὸν ἀρχη‐ γέτην πάσης γενέσεως, τὸν διατείναντα τὰς ἑαυτοῦ πτέρυγας εἰς τὸν σύμπαντα | |
4(1750) | κόσμον, σὲ τὸν ἄπλατον καὶ ἀμέτρητον, εἰς τὰς ψυχὰς πά‐ σας ζωογόνον ἐμπνέ‐ οντα λογισμόν, τὸν συναρ‐ μοσάμενον τὰ πάντα τῇ ἑαυ‐ | |
1755 | τοῦ δυνάμει, πρωτόγονε, παν‐ τὸς κτίστα, χρυσοπτέρυγε, με‐ λαμφαῆ, ὁ τοὺς σώφρονας λογισμοὺς ἐπικαλύπτων καὶ σκοτεινὸν ἐμπνέων οἶ‐ | |
1760 | στρον, ὁ κρύφιμος καὶ λάθρᾳ ἐπινεμόμενος πάσαις ψυ‐ χαῖς· πῦρ ἀθεώρητον γεν‐ νᾷς βαστάζων τὰ πάντα ἔμψυχα οὐ κοπιῶν 〈αὐ〉τὰ βασα‐ | |
1765 | νίζων, ἀλλὰ μεθ’ ἡδονῆς ὀδυ‐ νηρᾷ τέρψει, ἐξ οὗ τὰ πάντα συνέστηκεν. σὺ καὶ ἐντυγ‐ χανόμενος λύπην φέρεις ποτὲ μὲν σώφρων, ποτὲ δὲ | |
1770 | ἀλόγιστος, δι’ ὃν ὑπὲρ τὸ καθῆ‐ κον τολμῶντες οἱ ἄνθρω‐ ποι ἐπὶ τὸν μελανφαῆ σε καταφεύγουσιν. νεώτατε, ἄνομε, ἀνίλαστε, ἀλιτάνευ‐ | |
1775 | τε, ἀϊδῆ, ἀσώματε, οἰστρο‐ γενέτωρ, τοξότα, λαμπαδοῦ‐ χε, πάσης πνευματικῆς αἰσθήσεως, κρυφίων πάν‐ των ἄναξ, ταμία λήθης, | |
1780 | γενάρχα σιγῆς, δι’ ὃν τὸ φῶς καὶ εἰς ὃν τὸ φῶς χωρεῖ, νή‐ πιε, ὅταν γεννηθῇς ἐν‐ κάρδιος, πρεσβύτατε, ὅταν ἐπιτευχθῇς· ἐπικαλοῦμαί | |
1785 | σε, τὸν ἀπαραίτητον, τῷ μεγάλῳ σου ὀνόματι· αζαραχθαραζα λαθα ιαθαλ· υυυ λαθαϊ· αθαλλαλαφ· ιοιοιο· αϊ αϊ· αϊ· αϊ ουεριευ· οιαϊ· | |
1790 | λεγετα· ραμαϊ· αμα· ρα‐ ταγελ· πρωτοφανῆ, νυ‐ κτιφανῆ, νυκτιχαρῆ, νυ‐ κτιγενέτωρ, ἐπήκοε, ερηκισιθφη αραραχαραρα | |
1795 | ηφθισικηρε Ἰαβεζεβυθ ἰὼ βύθιε· βεριαμβω βεριαμβεβω· πελάγιε μερμεργου· κρύφιε καὶ πρεσβύτατε αχαπα· Ἀδω‐ | |
4(1800) | ναῖε· βασμα· χαρακω· Ἰακώβ· Ἰάω· Χαρουήρ· Ἁρουήρ· Λαϊλαμ· Σεμεσιλάμ· σουμαρτα· μαρβα· καρβα· μεναβωθ· ηιια· ἐπί‐ στρεψον τὴν ψυχὴν τῆς δεῖνα εἰς | |
1805 | ἐμὲ τὸν δεῖνα, ἵνα με φιλῇ, ἵνα μου ἐρᾷ, ἵνα μοι δοῖ τὰ ἐν ταῖς χερ‐ σὶν ἑαυτῆς. λεγέτω μοι τὰ ἐν τῇ ψυχῇ ἑαυτῆς, ὅτι ἐπικέκλη‐ μαι τὸ μέγα σου ὄνομα.‘ εἰς δὲ | |
1810 | πέταλον χρυσοῦν τὸ ξίφος τοῦτο γράφε· ‘εἷς Θουριήλ· Μιχαήλ· Γαβριήλ· Οὐριήλ· Μισαήλ· Ἰρραήλ· Ἰστραήλ· ἀγαθὴ ἡμέρα γένοιτο τῷ ὀνό‐ | |
1815 | ματι, καὶ ἐμοί, τῷ εἰδότι αὐτὸ καὶ περικειμένῳ, τὴν ἀθάνα‐ τον καὶ ἄπτωτον ἰσχὺν τοῦ θεοῦ παρακαλῶ. δὸς δέ μοι πάσης ψυχῆς ὑποταγήν, ἧς | |
1820 | ἂν ἐπικαλέσωμαι.‘ καὶ δὸς τὸ πέταλον καταπεῖν πέρδι‐ κι καὶ σφάξον αὐτὸν καὶ ἀνελόμενος φόρει περὶ τὸν τράχηλον ἐνθεὶς εἰς | |
1825 | τὴν λεπίδα παιδέρωτα βοτάνην. ἔστιν τὸ ἐπί‐ θυμα τὸ ἐμψυχοῦν τὸν Ἔ‐ ρωτα καὶ ὅλην τὴν πρᾶξιν· μάννης δραχμαὶ δʹ, στύρακος δραχμαὶ δʹ, | |
1830 | ὀπίου δραχμαὶ δʹ, ζμύρνης 〈δραχμαὶ δʹ〉, λίβα‐ νος, κρόκος, βδέλλα ἀνὰ ἡμίδραχμον. ἰσχάδα λιπα‐ ρὰν μίξας ἀναλάμβανε οἴνῳ εὐώδει πάντα ἴσα καὶ | |
1835 | χρῶ εἰς τὴν χρῆσιν. ἐν δὲ χρήσει πρῶτον ἐπίθυε, καὶ οὕτως χρῶ. ἔχει δὲ καὶ πρᾶ‐ ξιν πάρεδρος, ὃς γίνεται | |
ἐκ μορέας ξύλου· γίνεται δὲ | ||
1840 | Ἔρως πτερωτὸς χλαμύδα ἔχων, προβεβληκὼς τὸν δεξιὸν πόδα, κοῖλον ἔχων τὸν νῶτον. εἰς δὲ τὸ κοίλωμα βάλε χρυσοῦν πέταλον κυ‐ | |
1845 | πρίῳ γραφείῳ γράψας ψυχρη‐ λάτῳ τινὸς τὸ ὄνομα· ‘Μαρσαβουταρθε—γενοῦ μοι πάρεδρος καὶ παραστάτης καὶ ὀνειροπομπός.‘ καὶ ἐλ‐ | |
4(1850) | θὼν ὀψὲ εἰς τὴν οἰκίαν, ἧς βού‐ λει, κροῦε τὴν θύραν αὐτῆς τῷ Ἔρωτι καὶ λέγε· ‘ἰδέ, ὧδε μένει ἡ δεῖνα, ὅπως παρασταθεὶς αὐτῇ εἴπῃς, ἃ προαιροῦμαι, | |
1855 | ὁμοιωθεὶς ᾧ σέβεται θεῷ ἢ δαί‐ μονι.‘ καὶ ἐλθών σου εἰς τὸν οἶκον θὲς τράπεζαν καὶ ὑποστρώσας σινδόνα κα‐ θαρὰν καὶ ἄνθη τὰ τοῦ καιροῦ | |
1860 | θὲς ἐπάνω τὸ ζῴδιον, εἶτα ἐπίθυε αὐτῷ καὶ λέγε τὸν λόγον συνεχῶς τὸν τῆς ἐπικλήσεως καὶ πέμπε, καὶ ποιήσει ἀπαραβάτως. | |
1865 | ὅταν δὲ κλίνῃς τῷ λίθῳ, ἐκείνῃ τῇ νυκτὶ ὀνειρο‐ πομπεῖ· ἄλλῃ γὰρ ἄλλων ἔχεται. .... Μηδένα δίδασκε. ἔστιν γὰρ καρτερὸν λίαν καὶ ἀν‐ υπέρβλητον, ποιοῦν πρὸς | |
1870 | πάντας αὐθήμερον, ἁ‐ πλῶς ἐσχημένως, λίαν καρ‐ τερώτατον. ἔστι δέ· λαβὼν κηροῦ οὐγκίας δʹ, ἄγνου καρποῦ οὐγκίας ηʹ, μάννης δραχμὰς δʹ. ταῦτα | |
1875 | λειώσας χωρὶς ἔκαστον, μίσ‐ γε τῇ πίσσῃ καὶ τῷ κηρῷ καὶ πλάσον κύνα δακτύλων ὀκτώ, χάσκοντα. ἐνθήσεις δὲ εἰς τὸ στόμα τοῦ κυνὸς | |
1880 | ἀπὸ ἀνθρώπου κεφαλῆς βι‐ αίου ὀστέον καὶ ἐπίγραψον εἰς τὰς πλευρὰς τοῦ κυνὸς τοὺς χαρακτῆρας τούτους· ΧΖΟΠ[Magical Character]ΨΧ | |
1885 | [Magical Character]Ψ καὶ θήσεις ἐπὶ τρί‐ ποδα τὸν κύνα. ἐχέτω δὲ ὁ κύων τὸν πόδα ἐπηρμέ‐ νον τὸν δεξιόν. γράφε δὲ εἰς τὸ πιττάκιον ταῦτα | |
1890 | τὰ ὀνόματα καὶ ἃ θέλεις· ‘Ἰάω αστω ιωφη‘ καὶ θήσεις ἐπὶ τὸν τρίποδα τὸ πιτ‐ τάκιον καὶ ἐπάνω τοῦ πιτ‐ τακίου στήσεις τὸν κύνα καὶ | |
1895 | λέγε ταῦτα πολλάκις τὰ ὀνό‐ ματα. καὶ εἰπόντος σοῦ τὸν λό‐ γον ὁ κύων συρίζει. καὶ ἐὰν συρίσειεν, οὐκ ἔρχεται. ἐπίλεγε οὖν πάλιν τὸν λόγον, | |
4(1900) | κἂν ὑλακτήσῃ, ἄγει. εἶτα ἀνοί‐ ξας τὴν θύραν εὑρήσεις πα‐ ρὰ ταῖς θύραις, ἣν θέλεις. πα‐ ρακείσθω δὲ τῷ κυνὶ θυμι‐ ατήριον, εἰς ὃ ἐπικείσθω λί‐ | |
1905 | βανος, λέγων τὸν λόγον. λόγος· ‘βαυκύων, ἐξορκίζω σε, Κέρ‐ βερε, κατὰ τῶν ἀπαγξαμέ‐ νων καὶ τῶν νεκρῶν καὶ τῶν βιαίως τεθνηκότων· | |
1910 | ἄξον μοι τὴν δεῖνα τῆς δεῖνα, ἐμοὶ τῷ δεῖνα τῆς δεῖνα. ἐξορκίζω σε, Κέρβερε, κατὰ τῆς ἱερᾶς κε‐ φαλῆς τῶν καταχθονίων θεῶν· ἄγε μοι τὴν δεῖνα τῆς δεῖνα ζουχ | |
1915 | ζουκι το παρυ· υφηβαρ‐ μω ενωρ· σεκεμι· κρι‐ ουδασεφη· τριβεψι· ἄγε μοι τὴν δεῖνα τῆς δεῖνα, ἐμοί, τῷ δεῖνα, ἤδη ἤδη, ταχὺ ταχύ.‘ ἐρεῖς δὲ καὶ | |
1920 | τὸν κατὰ πάντων λόγον. ταῦτα δὲ ἐν ἐπιπέδῳ ποιή‐ | |
σεις, καθαρῷ τόπῳ. Ἀγωγὴ Πίτυος βασιλέως ἐπὶ παντὸς σκύφου. τούτου | ||
1925 | ἐντυχία πρὸς Ἥλιον ἐξαι‐ τήσεως· στὰς πρὸς ἀνατο‐ λὴν λέγε οὕτως· ‘ἐπικα‐ λοῦμαί σε, κύριε Ἥλιε, καὶ τοὺς ἁγίους σου ἀγγέλους ἐν τῇ | |
1930 | σήμερον ἡμέρᾳ, ἐν τῇ ἄρτι ὥρᾳ· διάσωσόν με τὸν δεῖνα· ἐγὼ γάρ εἰμι θηνωρ, ὑμεῖς δέ ἐστε ἅγιοι ἄγγελοι, φύλακες τοῦ Αρδιμαλεχα· καὶ Οραρω | |
1935 | μισρην· νεφω· Ἀδω‐ ναί· αυεβωθι· αβαθα‐ ραϊ· θωβευα· σουλμαϊ σουλμαϊθ· ρουτρερουτην· ωφρεωφρι· ωλχαμα‐ | |
1940 | ωθ· ουτε σουτηαθ· μοντρο· ελατ· χουμιοι· λαθωθ· ωθεθ· δέομαι, δέσποτα Ἥλιε, ἐπάκουσόν μου τοῦ δεῖνα καὶ δός μοι τὴν κατε‐ | |
1945 | ξουσίαν τούτου τοῦ βιοθανάτου πνεύματος, οὗπερ ἀπὸ σκήνους κατέχω 〈τόδε〉, ἵν’ ἔχω αὐτὸν μετ’ ἐμοῦ, [τοῦ δεῖνα,] βοηθὸν καὶ ἔκδικον, ἐφ’ αἷς ἐὰν χρῄζω πραγματείαις.‘ | |
4(1950) | ἐπὶ τῆς καταδύσεως τοῦ αὐτοῦ πρὸς Ἥλιον λόγος· ‘ἀεροφοιτήτων ἀνέμων ἐποχούμενος αὔραις, Ἥλιε χρυσοκόμα, διέπων φλογὸς ἀκάματον πῦρ, αἰθερίοισι τρίβοισι μέγαν πόλον ἀμφιελίσσων, | |
1955 | γεννῶν αὐτὸς ἅπαντ’, ἅπερ πάλιν ἐξαναλύεις. ἐκ σοῦ γὰρ στοιχεῖ’, ἃ τεταγμένα σοῖσι νόμοισι κόσμον ἅπαντα τρέπουσιν τετρά〈τρο〉πον εἰς ἐνιαυτόν. κλῦθι, μάκαρ· κλῄζω σε, τὸν οὐρανοῦ ἡγεμονῆα γαίης τε χάεός τε καὶ Ἄϊδος, ἔνθα νέμονται | |
1960 | δαίμονες ἀνθρώπων, οἱ πρὶν φάος εἰσορόωντες. καὶ νῦν δή σε λιτάζομαι, μάκαρ, ἄφθιτε, δέσποτα κόσμου· ἢν γαίης κευθμῶνα μόλῃς νεκύων τ’ ἐπὶ χῶρον, πέμψον δαίμονα τοῦτον ὅπως μεσάταισιν ἐν ὥραις νυκτὸς ἐλευσόμενον προστάγμασι σοῖς, ὑπ’ ἀνάγκης, | |
1965 | οὗπερ ἀπὸ (κεφαλῆς) σκήνους κατέχω τόδε· 〈πάντα μοι ἐκτελέσῃ〉 καὶ φρασάτω μοι, τῷ δεῖνα, ὅσα θέλω γνώμαισιν, ἀληθείῃ καταλέξῃ πραΰς, μειλί‐ χιος μηδ’ ἀντία μοι φρονέοιτο. μηδὲ σὺ μηνίσῃς ἐπ’ ἐμαῖς ἱεραῖσιν | |
1970 | ἐπῳδαῖς. ἀλλὰ φύλαξον ἅπαν δέμας ἄρτιον εἰς φάος ἐλθεῖν. καί μοι μηνυσάτω ὁ δεῖνα τὸ τί ἢ πόθεν, ᾗ δύναται μοι νῦν εἰς ὑπηρεσίαν, καὶ τὸν χρόνον, ὃν παρεδρεύει. | |
1975 | ταῦτα γὰρ αὐτὸς ἔδωκας, ἄναξ, ἐν ἀνθρώποισι δαῆναι· ὅτι ἐπικαλοῦ‐ μαι τετραμερές σου τοὔνομα· χθεθω: νι λαϊλαμ· Ἰάω· ζουχε πιπτοη: κλῄζω δ’ οὔνομα σόν, | |
1980 | Ὧρ’, ὂν Μοιρῶν ἰσάριθμον· αχαϊ φωθωθω· αιη· ιαη· αϊ· ιαη· αϊη· Ἰάω· θωθω φιαχα· (γράμματα λϛʹ). ἵλαθί μοι, προπάτωρ, κόσμου πάτερ αὐτογένεθλε.‘ | |
1985 | ἐπιθύσας ἄρμαρα καὶ λίβανον ἄτμητον ἀναχώρει. ἀνάκρισις· ὁ κισσὸς φύλλων ιγ. | |
ἄρξαι ἀπὸ τοῦ εὐωνύμου μέρους κατὰ ἓν γράφων ζμύρνῃ καὶ στεφα‐ | ||
1990 | νώσας ἐπίλεγε τὰ αὐτὰ ὀνόματα καὶ ἐπὶ σκύφου· τὸ αὐτὸ γράμμα ἐν τῷ βρέγματι σὺν τοῖς οἰ‐ κείοις· ‘σοιθερχαλβαν· οφρουρορ· ερηκισιθφη (λόγος)· | |
1995 | Ἰαβε Ζεβυθ· λεγεμας· θμεστας· μεσμυρα· βαυανε‐ χθεν και λοφωτω βρηλαχ· Ἁρχεντεχθα· αψοιερ χαλ‐ βαν.‘ τὸ δὲ μέλαν· αἷμα δρα‐ | |
4(2000) | κόντειον καὶ αἰθάλη χρυσοχοϊκή. Πίτυος ἀγωγή. ‘βασιλεῖ Ὀστάνῃ Πίτυς χαίρειν. ἐπειδή μοι παρ’ ἕκαστα γράφεις περὶ τῆς τῶν σκύφων ἀνακρίσεως, ἀναγκαῖον ἡγη‐ σάμην σοι ἐπιστεῖλαι τήνδε τὴν οἰκονομί‐ | |
2005 | αν ὡς οὖσαν ἀξιέραστον καὶ δυναμένην σοι ὑπεραρέσκειν. καί σοι ὑποτάξω ἀπεν‐ τεῦθεν τὴν οἰκονομίαν, ἐν ὑστέρῳ δέ σοι αὐτῶν τὰ μελάνια δηλωθήσεται. λαβὼν ὑμένα ὄνειον καὶ ἀποξηράνας | |
2010 | ἐν σκιᾷ ἐπίγραφε ἐπ’ αὐτοῦ τὸ ζῴδιον τὸ μηνυθησόμενον καὶ κύκλῳ τὸν λόγον τοῦτον· ‘ααμασι· νουθι· αφθε‐ χενβωχ· πουπαϊειχνερι· τα λουθι‐ ανι· σερανομηγρεντι· ει βιλ· | |
2015 | λονουχιχ· ειτα φορ· χορτομνου‐ θι· θραχ· φιβωβι· αντερω· πο‐ χορθαροχ· εβοχ· λεσανουαχ· φεορωβις· τραϊον· κωβι· ινου‐ νια· σαφωβι· χιμνουθι· ασρω· | |
2020 | χνουφνεν· φαρμι· Βολχο‐ σήθ· εφουκτερω· αβδιδανπι‐ τααυ· εαε· βολ· σαχυ· αχχε‐ ριμα· εμιντο· ρωωρια· εν Ἀμοῦν ακρεμφθο· ουτραυνιελ· | |
2025 | λαβοχ· φεραχι αμενβολ· βηχ· οσταουα βελθω· ἐξορκίζω σε, νε‐ κύδαιμον, κατὰ τοῦ ἰσχυροῦ καὶ ἀπαραι‐ τήτου θεοῦ καὶ κατὰ τῶν ἁγίων αὐτοῦ ὀνομάτων, παρασταθῆναί μοι ἐν τῇ | |
2030 | ἐρχομένῃ νυκτί, οἵᾳ εἶχες μορφῇ, καὶ χρηματίσαι μοι, εἰ δυνατὸς εἶ ἐπιτε‐ λέσαι τὸ δεῖνα πρᾶγμα· ἤδη, ἤδη, ταχύ, ταχύ.‘ εἶτα ἐλθών, ὅπου κεῖταί 〈τισ〉, ὠκέως, ἢ ὅπου τι ἀπορέριπται, εἰ κείμενον 〈μὴ〉 ἔχοι(ς), | |
2035 | ὑπόστρωσον τὸν ὑμένα πρὸς κα‐ ταφορὰν τοῦ ἡλίου. ἄπιθι 〈εἰς οἴκουσ〉, καὶ πάντως παρέσται καὶ παρασταθήσεταί σοι ἐν ἐκείνῃ τῇ νυκτί. ἀπαγγέλλει δέ σοι, πῶς ἐτελεύτησεν, καὶ ἐρεῖ σοι πρότερον, εἰ | |
2040 | σθένει τι πρᾶξαι ἢ διακονῆσαι. καὶ λαβὼν καλπάσου φύλλον ζωγράφησον τῷ μη‐ νυθησομένῳ σοι μέλανι τὴν θεὸν τήν σοι μηνυθησομένην καὶ κύκλῳ τὸν λόγον τοῦτον (καὶ θὲς αὐτοῦ ἐπὶ τῆς κεφαλῆς | |
2045 | ἐκτεταμένον τὸ φύλλον καὶ ἐπιστε‐ φάνου αὐτὸν τῷ κισσῷ τῷ μέλανι, καὶ πάντως σοι παρασταθήσεται διὰ νυ‐ κτὸς δι’ ὀνείρων καὶ δεηθήσεταί σου λέγων· ‘ὃ θέλεις, ἐπίταξον, καὶ ποιῶ.‘)· | |
4(2050) | ‘φουβελ· ταυθυ Ἀλδε· μινωουριθι· σενεχω· χεληθιχιτιαθ· μου χω αριαντα· ναραχι μασκελλι (λόγος). αεβιθω· αχαϊλ· χαωσουνισου· σουνιαρτενωφ· αρχερεφθουμι· βολφαϊ· αρωχω· αβμενθω· φορφορβα· χνουχιοχοιμε· ἐξορκίζω 〈σε〉, νεκύδαιμον, | |
2055 | κατὰ τῆς Ἀνάγκης τῶν Ἀναγκῶν παραγε‐ νέσθαι πρὸς ἐμέ, τὸν δεῖνα, ἐν τῇ σήμερον ἡμέρᾳ, ἐν τῇ σήμερον νυκτί, καὶ συνθέσθαι μοι τὸ διακονῆσαι. εἰ δὲ μή, ἑτέρας κολάσεις προσδόκα.‘ ἐπὰν δὲ συνθῆ‐ | |
2060 | ται, εὐθέως ἀναστὰς καὶ λαβὼν | |
ἱερατικὸν κόλλημα γράψον ἐπ’ αὐτοῦ τῷ σοι μηνυθησομένῳ μέλανι τὸ ζῴδιον τὸ μηνυθησόμενον καὶ κύκλῳ τὸν λόγον τοῦτον καὶ ὑπόθες αὐτῷ, καὶ παραυτὰ ἄξει καί, ἐὰν ᾖ ἄσχετος, ἀνυ‐ | ||
2065 | περθέτως, μίαν ἡμέραν μὴ ὑπερθέμενος. πολλάκις δὲ οὐκ ἔσται τοῦ φύλλου τοῦ καλ‐ πάσσου χρεία, ἀλλ’ ἐν δευτέρῳ τὸ πιττά‐ κιον τεθήσεται ἐπεντειλαμένου σου τὸ διακονῆσαί σοι. ἄγει δὲ καὶ κατακλίνει | |
2070 | καὶ ὀνειροπομπεῖ καὶ κατέχει καὶ ὀνει‐ ραιτητεῖ ἅμα. ταῦτά ἐστιν, τὰ ἐπιτελεῖ ἡ μόνη πραγματεία· πρὸς τό, τὸ πράσ‐ σεις, τὰς κοινολογίας μόνας μετάστρεφε. πλεῖστοι δὲ τῶν μάγων παρ’ ἑαυτοῖς τὰ | |
2075 | σκεύη βαστάξαντες καὶ ἀποθέμενοι ἐχρήσαντο αὐτῷ παρέδρῳ καὶ τὰ προ‐ κείμενα διὰ πάσης ὀξύτητος ἐπετέ‐ λεσαν· ἔστιν γὰρ ἄνευ πάσης λεσχο‐ λογίας, ἐν εὐκοπίᾳ δὲ τῇ πάσῃ εὐ‐ | |
2080 | θέως τὰ προκείμενα ἐκτελῶν. λόγος. ‘σοὶ λέγω, τῷ καταχθονίῳ δαίμονι, τῷ ἡ οὐσία τῆσδε ([τ]οῦ[δε]) ἐσωματίσθη ἐν τῇδε τῇ νυκτί· πορεύου, ὅπου κατοικεῖ ἥδε (ἢ ὅσδε), καὶ ἄξον αὐτὴν πρὸς ἐμὲ τὸν δεῖνα ἢ διὰ | |
2085 | μέσης νυκτὸς ἢ διὰ τάχους. ποίησον τὸ δεῖνα πρᾶγμα, ὅτι τοῦτο θέλει καὶ ἐπιτάσσει σοι ὁ ἅγιος θεὸς Ὄσιρις Κμῆφι σρω. τέλεσον, δαῖμον, τὰ ἐν‐ θάδε γεγραμμένα. τελέσαντι δέ σοι θυσίαν ἀποδώσω, βραδύναντι δέ σοι κολά‐ | |
2090 | σεις ἐπενεγκῶ, ἃς οὐ δύνασαι ἐνεγκεῖν, καὶ διατέλεσόν μοι τὸ δεῖνα πρᾶγμα, ἤδη, ἤδη, ταχύ, ταχύ.‘ ἔστιν δὲ τὰ μελάνια τῆς πραγματείας τάδε· καταγράφεται δὲ ὁ μὲν ὑμὴν αἵματι ὀνείῳ ἀπὸ καρδίας ἐσφαγμένου, | |
2095 | ᾧ συμμίσγεται αἰθάλη χαλκέως. τὸ δὲ τῆς καλπάσσου φύλλον αἵματι ἱερακείῳ, ᾧ συμμίσγεται αἰθάλη χρυσοχόου. τὸ δὲ τοῦ ἱερατικοῦ χάρτου αἵματι ἐνχέλεως, ᾧ συμμίσγεται ἀκακία. | |
4(2100) | ταῦτα μὲν οὖν οὕτω ποίει καὶ διεκτελέ‐ σας γνοίης, πόσης φύσεως ἔχεται ἡ οἰκο‐ νομία αὕτη ἐν τῇ πάσῃ εὐκοπίᾳ πάρεδρον οἰομένη τὰ σκεύη. φύλασσε δὲ σεαυτόν, οἵῳ βούλει φυλάγματι. ἔστι δὲ τὸ εἰς τὸν | |
2105 | ὑμένα γραφόμενον ζῴδιον· ἀνδριὰς λεοντοπρόσωπος περιεζωσμένος, κρατῶν τῇ δεξιᾷ ῥάβδον, ἐφ’ ᾗ ἔστω δρά‐ κων, τῇ δὲ ἀριστερᾷ χειρὶ αὐτοῦ ὅλῃ ἀσπίς τις περιειλίχθω, ἐκ δὲ τοῦ στόματος | |
2110 | τοῦ λέοντος πῦρ πνεέτω. τὸ δὲ εἰς φύλ‐ λον τῆς καλπάσου ἐστὶν ζῴδιον τοῦτο· Ἑκάτη τριπρόσωπος ἑξάχειρ κρατοῦσα ἐν ταῖς χερσὶν λαμπάδας, 〈ἐκ〉 δεξιῶν με‐ ρῶν τῆς ὄψεως ἔχουσα βοὸς κεφαλὴν, | |
2115 | ἐκ δὲ τῶν ἀριστερῶν κυνός, ἡ δὲ μέση παρθένου, σάνδαλα ὑποδεδεμένη. τὸ δὲ εἰς τὸ χάρτιον· Ὄσιρις ἐστολισμένος, ὡς Αἰγύπτιοι μηνύουσιν. κάτοχος σφραγὶς πρὸς τοὺς ἀκαταλλήλους τῶν σκύφων, | |
2120 | ἔτι δὲ καὶ τὸ μὴ λέγειν μηδὲ ἓν πάνυ | |
ποιεῖν τούτω〈ν〉· σφράγιζε τὸ στόμα τοῦ σκύφου ἀπὸ ῥύπου θυρῶν Ὀσίρεως καὶ θηκῶν χώμα〈τοσ〉. λαβὼν σίδηρον ἀπὸ ἀναγκοπέδης ψυχρηλατήσας ποίη‐ | ||
2125 | σον δάκτυλον, ἐφ’ ᾧ γεγλύφθω λέων ἀκέ‐ φαλος, ἀντὶ δὲ τῆς κεφαλῆς ἐχέτω βασίλειον Ἴσιδος, πατείτω δὲ τοῖς ποσὶ σκελετόν (ἵνα ὁ δεξιὸς ποὺς πατῇ τὸ κρα‐ νίον τοῦ σκελετοῦ), μέσον δὲ τούτων γλαυ‐ | |
2130 | κῶπιν αἴλουρον τὸ γοργόνειον ἐνδε‐ δραγμένην κάρα, κύκλῳ τὰ ὀνόματα ταῦτα· ϊαδωρ ινβα νιχαιοπληξ βριθ. Πίτυος Θεσσαλοῦ ἀνάκρισις σκήνους. γράφε εἰς φύλλον καλπάσου ταῦτα· | |
2135 | αζηλ βαλεμαχω (γράμματα ιβʹ). μέλαν· μίλτου καὶ ζμύρνης κεκαυμένης καὶ ὠμῆς χυλὸς ἀρτεμισίας καὶ ἀειζώου καὶ καλπάσου. γράψον καὶ ἐνστόμισον. Τρίστιχος Ὁμήρου πάρεδρος· ‘ὧς εἰπὼν τάφροιο διήλασε μώνυχας | |
2140 | ἵππουσ‘ ‘ἄνδρας τ’ ἀσπαίροντας ἐν ἀργαλέοισι φόνοισιν‘ ‘αὐτοὶ δ’ ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ.‘ | |
2145 | τούτους τοὺς στίχους ἐάν τις ἀποδράσας φορῇ ἐν σιδηρᾷ λάμνῃ, οὐδέποτε εὑρε‐ θήσεται. ὁμοίως τὴν αὐτὴν λάμναν περίαπτε τῷ μέλλοντι ἀποθνήσκειν, καὶ πάντα ἀκούσει, ἃ ἐπερωτᾷς. | |
4(2150) | ἐπειδάν τις καταδεδέσθαι νομίζῃ, ἐπι‐ λεγέτω ὕδατι θαλασσίῳ ῥαίνων [....] τε πρὸς ἐπιπομπάς. ἀθλητὴς δὲ ἔχων τὴν λεπίδα ἄλειπτος μένει, ὁμοίως δὲ καὶ ἡνίοχος φορῶν τὴν λεπίδα σὺν | |
2155 | λίθῳ μάγνητι. καὶ ἐν δικαστηρίῳ ὡσ‐ αύτως. καὶ μονομάχος δὲ ταῦτα φορείτω. καταδίκῳ δὲ σφαγέντι ἁψάμενος εἰπὲ εἰς τὸ οὖς τοὺς στίχους, καὶ ὅσα θέλεις, πάν‐ τα σοι ἐρεῖ· σὺ δὲ βαστάξας τὴν λάμναν | |
2160 | εἰς τὴν πληγὴν ἕξεις μέγα ἀγαθὸν πρός τε ὑπερέχοντας ἢ δεσπό‐ τας ἢ ἑτέρους τινάς· ἔσῃ γὰρ ἔνδοξος, πιστικός· καὶ δαίμονας καὶ θῆρας ἀποπέμ‐ πει. φοβηθήσεταί σε πᾶς, ἐν πολέμῳ | |
2165 | ἄτρωτος ἔσῃ, αἰτήσας λήμψει, ἐπιχαρὴς ἔσῃ, ἀλλαχθήσῃ, ἧς δ’ ἂν παρ‐ άψῃ γυναικὸς ἢ ἀνδρός, φιληθήσει· ἔνδοξος, μακάριος ἔσει, κληρονομίας ἕ‐ ξεις, εὐτυχήσεις, φάρμακα νικήσεις, κα‐ | |
2170 | ταδέσμους ἀναλύσεις καὶ ἐχθροὺς νι‐ κήσεις. ἔστιν δὲ ὁ λόγος ὁ λεγόμε‐ νος, ὅταν βάψῃς τὴν λάμναν. λόγος· ‘ὁ δεῖνα, λε〈ί〉πας τὸ γλυκὺ φῶς· καὶ ὑπηρέ‐ | |
τει μοι, εἰς ὃ ἂν χρείαν σου ἔχω, ὅταν | ||
2175 | σε καλέσω (κοινόν), ὅτι ἐξορκίζω σε κα‐ τὰ τῶν χθονίων θεῶν γογγυλόρυγχε, ὀμβρολίγματε, θοηρυσηρις· ὑπη‐ ρέτει μοι, εἰς ὃ ἐάν σε ἐπικαλέσωμαι.‘ λέγε τὸν κατὰ πάντων λόγον. καθιέρω‐ | |
2180 | σις τῆς πλακός· ἐλθὼν οὖν εἰς οἶκον καθαρὸν θήσεις τράπεζαν, ἐν ᾗ ἤτω σινδὼν καθαρὰ καὶ ἄνθη τὰ τοῦ καιροῦ, καὶ θύσεις ἀλέκτορα λευκόν. παρακεί‐ σθω δὲ αὐτῷ πόπανα ζʹ, πλακοῦντες ζʹ, | |
2185 | λύχνοι ζʹ. σπένδε γάλα, μέλι, οἶνον, ἔλαι‐ ον. ἔστιν δὲ ὁ λόγος ὁ λεγόμενος, ὅταν ἀφιεροῖς τὴν πλάκα· ‘ἧκέ μοι, ὁ ὑπὲρ γῆς καὶ ὑπὸ γῆν δεσπότης ὑπάρχων, δύσιν καὶ ἀνατολὴν ἐφορῶν καὶ μεσημβρίαν | |
2190 | καὶ ἄρκτον ἀποβλέπων, ὁ τῶν ὅλων δεσπό‐ της, ὁ Αἰὼν τῶν Αἰώνων· σὺ εἶ ὁ κοσμοκρά‐ τωρ, Ῥᾶ, Πᾶν αρ· πενχνουβι· βριντα‐ τηνωφρι· βρισκυλμα· αρουζαρβα· με‐ σενκριφι· νιπτουμι· χμουμαωφι· ϊα· | |
2195 | ιου· ιυω· αιι· ουω αεηιουω Βαυβώ, Βαυβώ, Φόρβα, Φόρβα Ὀρεοβαζάγρα ωυοιηεα ερ.‘ τὸν δὲ 〈λόγον〉 κατὰ τῆς Ἀνάγκης· μασκελλι (λόγος) ιαρχθα· εχθαβα· χοϊξ· ϊαβουχ· ιαβωχ’ καὶ τὸν κα‐ τὰ πάντων λέγε. ἡ μὲν τελετὴ αὕτη, αἱ δὲ | |
4(2200) | πράξεις αἵδε· ἐπὶ χρηματισμοῦ· εἰς φύλ‐ λον δάφνης ἐπίγραψον ζμύρνᾳ μετὰ αἵ‐ ματος βιαίου καὶ ὑπόθες ὑπὸ τὴν λάμναν· ‘Ἀβραά, σὺ εἶ ὁ τὰ πάντα προμηνύων μα‐ ριαφραξ.‘ ἐπὶ δὲ ἁρματορακτῶν· | |
2205 | ἐπίθυε μονόσκορδον καὶ ὄφεως γῆρας, γράφε δὲ ἐπὶ πλακὶ κασσιτερίνῃ· ‘νεβου‐ τοσουαληθ βευ Ἐρβηθ Πακερβηθ καὶ ωνουφ· κατάστρεψον τὸν δεῖνα καὶ τοὺς | |
2210 | σὺν αὐτῷ.‘ κατορύξεις δὲ ἐπὶ ἀώρου θήκην τὴν λεπίδα ἐπὶ ἡμέρας γʹ· εἰς ὃν κεῖται, ἐκεῖ‐ νος διημερεύσει. ἐπὶ δὲ κατόχων· εἰς τὸ ὄστρακον ἀπὸ θαλάσσης γράφε ἐκ τοῦ ὑποκειμένου μέλανος προσβαλὼν | |
2215 | μιλτάριον Τυφῶνος καὶ καταχώσεις εἰς ἀώρου μνῆμα σελήνης οὔσης δια‐ μέτρου ἡλίου. ἔστιν δὲ τὰ προσγραφόμενα οἱ στίχοι οἱ γʹ καὶ ὑποκάτω· Ἰὼ Βολχο‐ σήθ, Ἰακούβ ιαι Ἰὼ Παταθναξ | |
2220 | Ἐρβηθ Ἰὼ Πακερβηθ. κρεμάσθω δὲ ἡ λάμνα ὡς ἐν πρώτοις. ἐπὶ δὲ χαριτησίων καὶ φίλτρων· ἐν χρυ‐ σῇ λεπίδι γράψον ‘μυρι μυρι νες μαχεσνων.‘ προϋπόθες δὲ τῇ σι‐ | |
2225 | δηρᾷ ἡμέρας γʹ καὶ ἄρας καθαρίως φόρει. ἐπὶ δὲ ἀγωγίμων ἐπίθυε ῥόδα καὶ ῥοῦν καὶ λαβὼν φύλλα μυρσίνης ἐπίγραφε τῷ μέλανι· ‘σθενεπιω αρρωριφρασις υυυυ | |
2230 | ιιιι, ἄξον τὴν δεῖνα τῷ δεῖνα.‘ καὶ δίωκε τὸν λόγον καὶ τὴν οὐσίαν ὑπόθες αὐτῆς. προσ‐ βάλλεις δὲ τῷ ζμυρνομέλανι ἀρτε‐ μισίας μονοκλώνου. 〈κρεμασθ〉ήτω δὲ ἡ λάμνα ἐκ ταινίου, ἐκ τῶν τόπων ἄρας, ὅθεν | |
2235 | ἐργάζονται οἱ τὰ ἔρια ποιοῦντες. Δέλτος ἀποκρουστικὴ πρὸς Σελήνην. λόγος· ‘χαῖρε, ἱερὸν φῶς, ταρταροῦχε, φωτο‐ πλήξ, χαῖρε, ἱερὰ αὐγὴ ἐκ σκότους εἰλημ‐ μένη, ἀναστατοῦσα πάντα βουλαῖς ἀστόχοις· | |
2240 | καλέσω, καὶ ἀκούσῃ μου τῶν ἱερῶν λόγων φρικτῆς Ἀνάγκης πάντοτέ σοι ὑπεστρωμένης. δεθεῖσα τρὶς λύθητι, ἐλθέ, βρίμασον τὸν δεῖνα· Κλωθὼ γὰρ ἐπικλώσει σοι λίνα. νεῦσον, μάκαιρα, πρὶν στυγνήν σε καταλάβω, πρὶν τοὺς ξιφή‐ | |
2245 | ρεις ἀναλάβῃς σου κονδύλους, πρινή τε λυσσῇς, ἰσοπάρθενος κύων. τὸ δεῖνα ποιήσεις, κἂν θέλῃς κἂν μὴ θέλῃς, ὅτι οἶδά σου τὰ φῶτα πρὸ〈σ〉 στιγμῆς μέτρον καὶ τῶν κα‐ λῶν σου μυσταγωγὸς πραγμάτων ὑπο‐ | |
4(2250) | υρ〈γόσ〉 εἰμι καὶ συνίστωρ, παρθένε. τὸ δεῖ γενέσθαι, τοῦτ’ οὐκ ἔξεστι φυγεῖν. τὸ δεῖν‐ α ποι〈ή〉σεις, κἂν θέλῃς κἂν μὴ θέλῃς. ἐνεύχομαί σοι τήνδε νύκτα κυρίαν, ἐν ᾗ τὸ σὸν φῶς ὕστατον χωρίζεται, ἐν ᾗ | |
2255 | κύων κέχηνε καὶ οὐ κλείει στόμα, ἐν ᾗ τὸ κλεῖθρον ἠνέῳγε Ταρτάρου, ἐν ᾗ προλυσσᾷ Κέρβερος κεραύνοπλος· ἔγειρε σεαυτὴν, ἡλιωτίδος τροφοῦ χρῄζουσα Μήνη, νερτέρων ἐπίσκοπε, | |
2260 | ἐνεύχομαί σοι, Ξείνη τ’ Αὔγη, παρθένε, ἐνεύχομαί σοι, δαιδάλη καἰπή, θοή, λοφαίη, ὁλκῖτι φασγάνων, θυμάνδρεια, παιωνία, προμηθική, πολυκλεί‐ τη, νύσσα, ποδάρκη, ἀλκίμη, πορφυ‐ | |
2265 | ρέη, σκοτείη, Βριμώ, ἄμβροτε, ἐπή‐ κοε, Περσία, νομαῖε, Ἀλκυόνη, χρυ‐ σοστεφή, πρέσβειρα, φαεννώ, πε‐ λαγίη, εἰδωλίη, ἰνδαλίμη, δείχτειρα, βαριδοῦχε, εὔστοχε, αὐτοφυής, μι‐ | |
2270 | τρίη, ἀνδρείη, στρατηλατί, Δωδωνίη, Ἰδαῖα, νεοπενθής, λυκώ, στηλῖτι, οὐλοή, ἀκρίη, χαροπή, ὀξυβόη, Θα‐ σία, Μήνη, πύματ’, ἠγκαλισμένη ἀκτῖνας, ἡ σώτειρα, πανγαίη, κυνώ, | |
2275 | Κλωθαίη, πανδώτειρα, δολίχη, κυδίμη, ἄνασσα, ἀρηγέ, ἀγλαή, εὐ‐ ρύστοχε, αἰζηίη, ἁγία, ἡμέρη, ἀφθίτη, λιγεῖα, λιπαροπλόκαμε, θαλία, ζαθείη, χρυσῶπι, τερψίμβρο‐ | |
2280 | τε, Μινῴα, λοχιάς, Θηβαία, τλητή, δο‐ λόεσσα, ἀτασθάλη, ἀκτινοχαῖτι, ἰοχέαιρα, παρθένε· δόλου γέμουσαν καὶ φόβου σωτηρίην ἦ ς’ οἶδα, πάντων ὡς μάγων ἀρχηγέτης, Ἑρμῆς ὁ πρέ‐ | |
2285 | σβυς, Ἴσιδος πατὴρ ἐγώ. ἄκουσον, ηω Φορβα Βριμω Σαχμι· νεβουτο‐ σουαληθ· τοῦτο γάρ σου σύμβολον, τὸ σάν‐ δαλόν σου ἔκρυψα καὶ κλεῖδα κρατῶ. ἤνοιξα ταρταρούχου κλεῖθρα Κερβέρου | |
2290 | καὶ νύκτα τὴν ἄωρον παρέδωκα σκότει. | |
ῥόμβον στρέφω σοι, κυμβάλων οὐχ ἅπτομαι, ἄθρησον εἴς σε· Νειλωίτιδος χάριν κάτοπτρον, ἢν ἰδοῦσα σαυτὴν, θαυμάσεις, πρὶν ἢ μέλαν φῶς ἐκπτύσῃς ἀπ’ ὀμμάτων. ὃ δεῖ σε ποιῆ‐ | ||
2295 | σαι, τοῦτο δεῖ σε μὴ φυγεῖν· τὸ δεῖ μοι ποιήσεις, κἂν θέλῃς, κἂν μὴ θέλῃς· ἵππος, κόρη, δρά‐ καινα, λαμπάς, ἀστραπή, ἀστήρ, λέων, λύ‐ καινα, αηω· ηη· σκεῦος παλαιόν, κόσκι‐ νόν μου σύμβολον, καὶ ψωμὸς εἷς, κόραλ‐ | |
4(2300) | λος, αἷμα τρυγόνος, ὄνυξ καμήλου καὶ βοὸς θρὶξ παρθένου, Πανὸς γόνος, πῦρ ἡλιω‐ τίδος βολῆς, χαμαίλυκον, νήθουσα, παι‐ δέρως, ἄρις, γλαυκῆς γυναικὸς σῶμα διεσκελισμένον, σφιγγὸς μελαίνης | |
2305 | ἡ φύσις τορουμένη· ἅπαντα ταῦτα σύμβολόν μου πνεύματος. ὅλης ἀνάγ‐ κης δεσμὰ συνραγήσεται, καὶ κρύψει σὸν φῶς Ἥλιος πρὸς τὸν νότον, Τηθύς τε τὴν σὴν κουφίσει οἰκουμένην, Αἰὼν | |
2310 | κραδαίνει, κινηθήσεται οὐρανός, Κρόνος φοβηθεὶς τὸν βεβιασμένον σου νοῦν πέφευγε εἰς Ἅιδην, νερτέρων ἐπίσκοπος. Μοῖραί σου τὸν ἀνέκλειπτον ῥίπτουσι μίτον, ἂν μὴ μαγείης τῆς ἐμῆς ἀναγκάσῃς | |
2315 | βέλος πετηνὸν ταχύτατον τέλος δραμεῖν. οὐ γὰρ φυγεῖν ἔξεστι μοῖράν μου λόγων, ὃ δεῖ γενέσθαι· μὴ σα〈υ〉τὴν ἀναγκάσῃς ἄνωθεν εἰς ἄνω τ’ ἀκούειν συμβόλων. τὸ δεῖ, ποιήσεις, κἂν θέλῃς κἂν μὴ θέλῃς· | |
2320 | ἀχρείου φωτὸς πρίν σε μοῖρα καταλάβῃ, ποίησον, ὃ λέγω, ταρταροῦχε παρθένε. ἔδησα δεσμοῖς τοῖς Κρόνου τὸν σὸν πόλον καὶ ὀπιδνῇ ἀνάγκῃ ἀντίχειρά σου κρατῶ. οὐ γίνεται αὔριον, εἰ μὴ γένηται, ὃ βούλομαι. | |
2325 | ἔνευσας Ἑρμῇ, τῷ θεῶν ἀρχηγέτῃ, εἰς τήνδε τὴν πρᾶξιν συμβαλεῖν· ς’ ἦ μὴν ἔχω. ἄκουσον, ἡ θεωροῦσα καὶ θεωρουμένη· βλέπω σε, καὶ βλέπεις με, εἶτα κἀγώ σοι σημεῖον ἐρῶ· χάλκεον τὸ σάνδαλον τῆς | |
2330 | ταρταρούχου, στέμμα, κλείς, κηρύκιον, ῥόμβος σιδηροῦς καὶ κύων κυάνεος, κλεῖθρον τρίχωρον, ἐσχάρα πυρουμένη, σκότος, βυθός, φλόξ· Ταρτάρου σημάντρια φοβοῦσα Ἐρινῦς δαίμονας τεραστίους, | |
2335 | εἰσῆλθας; ἥκεις; ὀργίσθητι, παρθένε, τῷ δεῖνα, ἐχθρῷ τῶν ἐν οὐρανῷ θεῶν, Ἡλίου Ὀσίριδος καὶ συνεύνου Ἴσιδος. οἷον λέγω σοι, εἴσβαλε εἰς τοῦτον κακόν, | |
ὅτι οἶδα σὰ τὰ καλὰ καὶ μεγάλα, Κόρη, ὀνόμα‐ | ||
2340 | τα σεμνά, οἷς φωτίζεται οὐρανὸς καὶ γαῖα πίνει τὴν δρόσον καὶ κυοφορ〈εῖ〉, ἐξ ὧν ὁ κόσμος αὔξεται καὶ λείπεται. Ευφορβα φορβα· φορβορεου· φορβα φορβορ φορβορ φορβορ· βορβορφα· ηρφορ· | |
2345 | φορβαϊω· φορβορ φορβορ βοροφ· φορφορ βορ· φορβορ· αω· ιωη· φορβορφορ· ευφορ βοφορ· ευοιεω φωθ· ιωφωθ ιωφωθ φωθιωφ· αωωωθω ωαϊ ιω εωωιω ἁἁἁ εε ηη ιουυ ωωω ουυυυ αεηιουω | |
4(2350) | υυυ ἄνασσα, Ἁρκεντεχθα, τῷ κυρίῳ Ὀσί‐ ριδι ὁ παραφαίνων θεός, τέλει μοι, Μιχαήλ, ἀγγέλων ἀρχάγγελε‘. φυλακτήριον τῆς πράξεως· ... Πρακτικόν· λαβὼν κιρρὸν κηρὸν καὶ | |
2355 | χυλοὺς ἀερίας καὶ σεληνίτιδος μῖξον καὶ πλάσον Ἑρμῆν ὑπόκενον, τῇ εὐωνύμῳ κρατοῦντα κηρύκιον καὶ τῇ δεξιᾷ μαρσίπ‐ πιον. γράφε εἰς χάρτην ἱερατικὸν τὰ ὀνόματα ταῦτα, καὶ θεωρήσεις ἀκατάπαυστον· | |
2360 | ‘χαϊωχεν ουτιβιλμεμνουωθ· ατραυϊχ· δὸς πόρον καὶ πρᾶξιν τῷ τόπῳ τούτῳ, ὅτι Ψεντεβηθ ἔνθαδε κατοικεῖ.‘ καὶ ἐνθεὶς ἀνάπλασον τῷ ὁμοίῳ κη‐ ρῷ, κατάθου δὲ αὐτὸ εἰς τοῖχον, ἀθεώρητον, | |
2365 | στέφε δὲ αὐτὸν τῇ ἔξω καὶ ἐπίθυσον αὐτῷ ἀλέκτορα σπείσας οἶνον Αἰγύπτιον, κάε δὲ αὐτῷ λύχνον ἀμίλτωτον. Καταπρακτικὸν καὶ κατακλητικόν ἐργα‐ στηρίου ἢ οἰκίας ἢ ὅπου ἐὰν αὐτὸ ἱδρύσῃς· | |
2370 | ἔχων αὐτὸ πλουτήσεις, ἐπιτεύξῃ· τοῦτο γὰρ ἐποίησεν Ἑρμῆς Ἴσιδι πλαζομένῃ, καὶ ἔστιν μὲν θαυμαστόν, καλεῖται δὲ ἐπαιτητάριον. λαβὼν κηρὸν ἄπυρον, τὸν λεγόμενον πρόπολιν, πλάσον ἄν‐ | |
2375 | θρωπον ἔχοντα τὴν δεξιὰν χεῖρα ἐπαι‐ τοῦσαν καὶ εἰς τὴν εὐώνυμον πήραν καὶ βακτηρίαν. ἔστω δὲ περὶ τὴν βακτηρίαν δράκων εἰλιγμένος, καὶ αὐτὸς ἐν περι‐ ζώματι καὶ ἐπὶ πόλον ἑστὼς ἔχοντα εἱλι‐ | |
2380 | γμένον δράκοντα, ὡς ἡ Ἶσις. στήσεις δὲ αὐτὸ ἱδρύσας εἰς μονόξυλον ἀρκεύθινον, ὀρυκτὸν ἔχων θέρμουθιν καὶ κάλαθον ἐπάνω κεκρυμ〈μ〉ένον· πλάσσε δὲ αὐτὸν κατὰ θεὸν νουμηνίαν καὶ τέλει εὐφραι‐ | |
2385 | νόμενος καὶ τὸν ἐπὶ μελῶν αὐτοῦ λόγον ἐπανάγνωθι, αὐτὸν γʹ ἀποδιαστ〈ήσ〉ας, ἀνὰ τετράκις· γράφε δὲ κατὰ μέρος πιττά‐ κια ἱερατικῷ χάρτῃ κινναβάρει καὶ χυλῷ ἀρτεμισίας καὶ ζμύρνᾳ. ὅταν δὲ αὐτὸ | |
2390 | ὑψώσῃς εἰς ὃν αἱρῇ τόπον, θύε αὐτῷ λευ‐ κομέτωπον 〈ὀν〉άγριον καὶ ὁλοκαυστήσας ἰδὲ τὰ σπλάγχνα ἀποπυρίσας ἐπὶ ξύλοις ἰτεΐνοις οὕτω κατάφαγε. ἔστιν δὲ τὰ ἐν 〈ἑκάστῳ〉 τῷ πιττακίῳ γραφόμενα· λόγος εἰς τὴν | |
2395 | πήραν· ‘εφ’ ερουχιω χωραι δαριδα μηθευει αβαχθιε· εμεσιε εχενη ιαε ϊεν εβαψ· φνεωα· ενθωνιχαεν‐ θα· τρομοχμουσω θεραωχειν σασι σαμαχιωθ· ουασα· αμακαραλα καιως | |
4(2400) | λασοι:‘ ἐπὶ δὲ τῆς κεφαλῆς· ‘ωαι ιη ηιω ναω· ουλαβεθεν· θερμαθ· ενεσιε·‘ εἰς δὲ τὸν τράχηλον· ‘θαλαα μεμαραχω χεθ· θρου φεν φθαι·‘ εἰς δὲ τὸν δεξιὸν ὦμον· ‘ημαα χνα θουε βωλερι·‘ εἰς δὲ | |
2405 | τὸν εὐώνυμον· ‘αριαω ιηε συψο ϊθεν· βαχθιφηρψοϊ· θενιβον·‘ εἰς δὲ τὴν κοιλίαν· ‘αμαμαμαρ αιιι ου μαμω μου ομβα·‘ ἐπὶ ἱερῷ ὀστέῳ· ‘ιανοα φθουθο οθομ· μαθαθου·‘ | |
2410 | εἰς δὲ τὸν δεξιὸν μηρόν· ‘αριν θεα· ραγνι· μηθεθιω· χρη· ιη· ιη· ερε·‘ | |
εἰς δὲ τὸν εὐώνυμον μηρόν· ‘ηϊ· ηιν· υεαϊω· ερενψ· τεφητ· παραου· ανηι·‘ εἰς δὲ τὸ μόριον· ‘ηερωθη‐ | ||
2415 | σονηεν· θνιβιθ· ευεχεν·‘ εἰς δὲ τὴν δεξιὰν κνήμην· ‘μιανικουηι βιους·‘ εἰς δὲ τὴν εὐώνυμον· ‘χνου τουωυμουχος ονιω.‘ ὑπὸ τὸ πέλμα τὸ δεξιόν· ‘οὐράνιον.‘ εἰς δὲ τὸ εὐώνυ‐ | |
2420 | μον· ‘ανουψιε.‘ εἰς δὲ τὸν νῶτον μέ‐ χρι τῶν γλουτῶν· ‘ετεμψις ψφοψ ιαιαηηιοο.‘ εἰς δὲ τὸν δράκοντα τὸ ὄνομα τοῦ Ἀγαθοῦ Δαίμονος, ὅ ἐστιν, ὡς λέγει Ἐπαφρόδιτος, τὸ ὑποκείμενον· | |
2425 | ‘Φρὴ ανωϊ φωρχω φυυυυ ρορψις οροχωωϊ‘, ὡς δὲ ἐν τῷ χάρτῃ, ᾧ εὗρον, μετεβλήθη τὸ πραγματικόν, οὕτως· ‘Αρπονκνουφι‘ λόγος. ὁ λόγος οὗτος τῆς πράξεως· ‘λαμβάνω | |
2430 | σε παρὰ βουκόλον τὸν ἔχοντα τὴν ἔπαυλιν πρὸς λίβα, λαμβάνω σε τῇ χήρᾳ καὶ τῷ ὀρφόντῃ. δός μοι οὖν χάριν, ἐργασίαν εἰς ταύτην μου τὴν πρᾶξιν, φέρε μοι ἀργύρια, χρυσόν, ἱμ[ατ]ι[σ]μόν, | |
2435 | πλοῦτον πολύολβον ἐπ’ ἀγαθῷ.‘ Ἀγωγή· σκευὴ ἐπιθύματος σεληνιακοῦ ἄγουσα ἀσχέτους καὶ ἀνουσιάστους μο‐ νοημέρους, κατακλίνει γενναίως καὶ ἀναι‐ ρεῖ ἰσχυρῶς, ὀνειροπομπεῖ καλλίστως, | |
2440 | ὀνειραιτητεῖ θαυμαστῶς καὶ ἐν πλείσταις ἀποδείξεσιν ἐθαυμάσθη οὐδεμίαν ἔγκλι‐ σιν ἔχουσα τούτων. ἐπίθυμα· ἐπεδείξατο Παχράτης, ὁ προφήτης Ἡλιουπόλεως, Ἁδριανῷ βασιλεῖ ἐπιδεικνύμενος τὴν | |
2445 | δύναμιν τῆς θείας αὑτοῦ μαγείας. ἦξεν γὰρ μονόωρον, κατέκλινεν ἐν ὥραις βʹ, ἀνεῖ‐ λεν ἐν ὥραις ζʹ, ὀνειροπόμπησεν δὲ αὐτὸν βασιλέα ἐκδο〈κ〉ιμ〈ά〉ζοντος αὐτοῦ τὴν ὅλην ἀλήθειαν τῆς περὶ αὐτὸν μαγείας· καὶ θαυ‐ | |
4(2450) | μάσας τὸν προφήτην διπλᾶ ὀψώνια αὐτῷ ἐκέλευσεν δίδοσθαι. λαβὼν μυγαλὸν ἐκθέωσον πηγαίῳ ὕδατι καὶ λαβὼν καν‐ θάρους σεληνιακοὺς δύο ἐκθέωσον ὕδα‐ τι ποταμίῳ καὶ καρκίνον ποτάμιον καὶ | |
2455 | στῆρ ποικίλης αἰγὸς παρθένου καὶ κυνο‐ κεφάλου κόπρον, ἴβεως ὠὰ δύο, στύρακος δραχμὰς βʹ, ζμύρνης δραχμὰς βʹ, κρόκου δραχμὰς βʹ, κυπέρεως Ἰταλικῆς δραχμὰς δʹ, λιβάνου ἀτμήτου δραχμὰς δʹ, μονο‐ γενὲς κρόμμυον· ταῦτα πάντα βάλε εἰς | |
2460 | ὅλμον σὺν τῷ μυγαλῷ καὶ τοῖς λοιποῖς καὶ κόψας καλλίστως ἔχε ἐπὶ τῶν χρειῶν ἀποθέμενος εἰς πυξίδα μολιβῆν. καὶ ὅταν βούλῃ πράττειν, ἀνελόμενος ὀλίγον καὶ ποιήσας ἀνθρακιὰν ἀνα‐ | |
2465 | βὰς ἐπὶ δώματος ὑψηλοῦ ἐπίθυε λέγων τὸν λόγον τοῦτον ἀνατολῆς οὔσης, καὶ παρα‐ χρῆμα ἥξει. λόγος· ‘διασταλήτω μοι πᾶσα νεφῶν σκοτία, καὶ ἐπιλαμψά‐ τω μοι ἡ θεὸς Ἀκτιῶφις καὶ ἀκουσά‐ | |
2470 | τω μου τῆς ἱερᾶς φωνῆς· βαίνω γὰρ καταγγέλλων τὴν διαβολὴν τῆς μια‐ ρᾶς καὶ ἀνοσίας, τῆς δεῖνα· διέβαλεν γάρ σου τὰ ἱερὰ μυστήρια ἀνθρώποις εἰς γνῶσιν. ἡ δεῖνά ἐστιν ἡ εἰποῦσα ὅτι—‘〈οὐκ〉 ἐγώ εἰμι | |
2475 | εἰποῦσα ὅτι· ἐγὼ ἴδον τὴν μεγίστην θεὸν καταλιποῦσαν τὸν πόλον τὸν οὐ‐ ράνιον, ἐπὶ γῆς γυμνοσάνδαλον, ξιφη‐ φόρον, ἄτοπον ὄνομα 〈ὀνομά〉σασαν‘. ἡ δεῖνά ἐστιν ἡ εἰποῦσα· ‘ἐγὼ τ〈ὴν θεὸν〉 αἷμα πίνουσαν.‘ | |
2480 | ἡ δεῖνα εἶπεν, οὐκ ἐγώ, Ἀκτιῶφι Ἐρεσχιγὰλ Νεβουτοσουαληθ· φορφορβα· Σα‐ τραπάμμων. χοιριξιη· σαρκοβόρα· βάδισον πρὸς τὴν δεῖνα καὶ βάσταξον αὐ‐ τῆς τὸν ὕπνον καὶ δὸς αὐτῇ καῦσιν ψυ‐ | |
2485 | χῆς, κόλασιν φρενῶν καὶ παροίστρη‐ σιν, καὶ ἐκδιώξασα αὐτὴν ἀπὸ παντὸς τόπου καὶ πάσης οἰκίας ἄξον αὐτὴν ὧδε, πρὸς ἐμέ, τὸν δεῖνα.‘ ταῦτα εἰπὼν θῦσον καὶ ἀνα‐ στενάξας ἀναποδίζων κατάβηθι, καὶ πα‐ | |
2490 | ραχρῆμα ἐλεύσεται· ἔπεχε δὲ τῇ ἀγομένῃ, ὅπως ἀνοίξῃς αὐτῇ, εἰ δὲ μή, τελευτήσει. ἐπὶ κατακλίσεως τούτοις χρῆσαι τοῖς λόγοις προστιθεὶς ὅτι· ‘κατάκλινον τὴν δεῖνα, ἣν δεῖνα.‘ ἐπὶ δὲ ἀναιρέσεως λέγε· ‘ἀνάσπασον αὐτῆς | |
2495 | τὸ πνεῦμα, κυρία, τῶν μυκτήρων τῆς δεῖνα.‘ ἐπὶ δὲ ὀνειροπομπῶν· ‘ὁμοιωθεῖσα, ᾧ σέβε‐ ται θεῷ.‘ ἐπὶ δὲ ὀνειραιτητοῦ λέγε· ‘παραστά‐ θητί μοι, κυρία, καὶ χρημάτισόν μοι περὶ τοῦ δεῖνα πράγματος.‘ καὶ παρασταθήσεταί σοι καὶ ἅπαν‐ | |
4(2500) | τα ἐρεῖ ἀψευδῶς. μὴ οὖν εὐχερῶς πράσ‐ σῃς, εἰ μὴ ἀνάγκη σοι γένηται. ἔχει δὲ φυλακτήριον πρὸς τὸ μή σε καταπεσεῖν· εἴωθεν γὰρ ἡ θεὸς τοὺς ἀφυλακτηριαστοὺς τοῦτο πράσσοντας ἀεροφ〈ερ〉εῖς ποιεῖν καὶ | |
2505 | ἀπὸ τοῦ ὕψους ἐπὶ τὴν γῆν ῥῖψαι. διὸ οὖν ἀναγκαῖον ἡγησάμην καὶ τοῦ φυλακτηρί‐ ου τὴν πρόνοιαν ποιήσασθαι, ὅπως ἀδι‐ στάκτως πράσσῃς. κρύβε. λαβὼν ἱε‐ ρατικὸν κόλλημα φόρει περὶ τὸν δεξιὸν | |
2510 | βραχίονά σου, ἐν ᾧ ἐπιθύσεις. ἔστι δὲ τὰ γραφόμενα ταῦτα· ‘μουλαθι· χερ‐ νουθ· αμαρω· μουλιανδρον· διαφύ‐ λαξόν με ἀπὸ πονηροῦ παντὸς δαίμονος, ἤτοι ἀρσενικοῦ πονηροῦ ἢ θηλυκοῦ.‘ κρύ‐ | |
2515 | βε, υἱέ. δεύτερος λόγος μετὰ τὸ θῦ‐ σαί σε πρῶτον· κάλλιον δέ σέ ἐστιν εἰπεῖν πρὸ τοῦ σε ἐπιθῦσαι. ἔστιν δὲ λόγος συνά‐ ψας τῷ πρώτῳ· ‘〈θύω σοι〉 τόδ’ ἄ‐ ρωμα, Διὸς τέκος, ἰοχέαιρα, Ἄρτεμι, | |
2520 | Περσεφόνη, ἐλαφηβόλε, νυκτοφάνεια, τρίκτυπε, τρίφθογγε, τρικάρανε Σελήνη, θρινακία, τριπρόσωπε, τριαύχενε καὶ τριοδῖτι, ἣ τρισσοῖς. ταλάροισιν ἔχεις φλογὸς ἀκάματον πῦρ | |
καὶ τρίοδον μεθέπεις τρισσῶν δεκά‐ | ||
2525 | δων τε ἀνάσσεις καὶ τρισὶ μορφαῖσι καὶ φλέγμασι καὶ σκυλάκεσσι. δεινὴν ἐξ ἀτόνων πέμπεις ὀξεῖαν ἰωήν, φρικτὸν ἀναυδήσασα θεὰ τρισσοῖς στομάτεσσι. κλαγγῆς σῆς ἀκούοντα τὰ κοσμικὰ πάντα | |
2530 | δονεῖται, νερτέριαί τε πύλαι καὶ Λήθης ἱερὸν ὕδωρ καὶ Χάος ἀρχαίτατον καὶ Ταρ‐ τάρου χάσμα φαεινόν· ἣν πάντες ἀθά‐ νατοι, ἥν τε θνητοὶ ἄνθρωποι, οὔρεά τε ἀστερόεντα, νάπαι καὶ δένδρεα πάντα | |
2535 | καὶ ποταμοὶ κελαδοῦντες ἰδ’ ἀτρύγετός τε θάλασσα, ἠχὼ ἐρημαίη καὶ δαίμονες οἱ κατὰ κόσμον φρίσσουσί σε, μάκαιρα, ἀκούοντες ὄπα δεινήν. δεῦρ’ ἴθι μοι, νυχία, θηροκτόνε, δεῦρ’ ἐπ’ ἀγωγῆς, | |
2540 | ἥσυχε καὶ δασπλῆτι, τάφοις ἔνι δαῖταν ἔχουσα, εὐχαῖσιν ἐπάκουσον ἐμαῖς, πολυώδυνε Σελήνη, ἡ νυκταιροδύτειρα, τρικάρανε, τριώνυμε Μήνη, Μαρζουνη, φοβερὰ καὶ ἁβρονόη καὶ Πειθώ, δεῦρ’ ἴθι μοι, κερατῶπι, φαεσφόρε, ταυρεό‐ | |
2545 | μορφε, ἱπποπρόσωπε θεά, κυνολύγματε, δεῦρο, λύκαινα, καὶ μόλε νῦν, νυχία, χθο‐ νία, ἁγία, μελανείμων, ἣν ἀνακυκλεῖται κόσμου φύσις ἀστερόφοιτος, ἡνίκ’ ἄγαν αὔξῃς. σὺ τὰ κοσμικὰ πάντα τέθεικας· | |
4(2550) | γεννᾷς γὰρ σὺ πάντα ἐπὶ χθονὸς ἠδ’ ἀπὸ πόντου καὶ πτηνῶν δ’ ἑξῆς παντοῖα γένη παλίνεδρα, πανγεννήτειρα καὶ ἐρωτοτόκεια Ἀφροδίτη, λαμπα‐ δία, φαέθουσα καὶ αὐγάζουσα Σελήνη· | |
2555 | ἀστρο[δ]ία καὶ οὐρανία, δᾳδοῦχε, πυρίπνου, τετραπροσωπεινή, τετραώνυμε, τετραοδῖτι· χαῖρε, θεά, καὶ σαῖσιν ἐπω‐ νυμίαις ἐπάκουσον, οὐρανία, λιμενῖ‐ τι, ὀρίπλανε εἰνοδία τε, νερτερία, | |
2560 | βυθία, αἰωνία σκοτία τε· ἐλθ’ ἐπ’ ἐμαῖς θυσίαις καί μοι τόδε πρᾶγμα τέλεσσον εὐχομένῳ τε ἐπάκουσον ἐμοί, λίτομαί σε, ἄνασσα.‘ τούτῳ ἐπὶ τῶν ἐπ[αν]αγκαστι‐ κῶν χρῶ· δύναται γὰρ πάντα ἐπιτελεῖν, | |
2565 | μηδὲ πυκνῶς δὲ ποίει πρὸς Σελήνην, εἰ μὴ, 〈ὃ〉 ἐπάξιον ἦν ἐνεργείας, πράσσεις. ἐπὶ δὲ τῶν ἐναντίων ἐπιθυμάτων ἐνδιαβόλων ὄντων χρῶ τῇ ὑποκει‐ μένῃ στήλῃ λέγων οὕτως. ἔστιν δὲ | |
2570 | ἐπάναγκος λόγος γʹ. ‘ἡ δεῖνά σοι θύει, θεά, δεινόν τι θυμίασμα· αἰγός τε | |
ποικίλης στέαρ καὶ αἷμα καὶ μύσαγμα, ἰχῶρα παρθένου νεκρᾶς καὶ καρδίαν ἀώρου καὶ οὐσίαν νεκροῦ κυνὸς | ||
2575 | καὶ ἔμβρυον γυναικὸς καὶ λεπτὰ πί‐ τυρα τῶν πυρῶν καὶ λύματα ὀξυ‐ όεντα, ἅλα, στέαρ ἐλάφου νεκρᾶς σχῖνόν 〈τε〉 μυρσίνην τε, δάφνην ἄτε‐ φρον, ἄλφιτα καὶ καρκίνοιο χηλάς, | |
2580 | σφάγνον, ῥόδα, πυρῆνά τε καὶ κρόμ‐ μυον τὸ μόνον, σκόρδον τε, σύκων ἄλφιτον, κόπρον κυνοκεφάλοιο ὠόν τε ἴβεως νεᾶς—ἃ μὴ θέμις—τοῖς σοῖς ἔθηκε βωμοῖς, ξύλοις τε τοῖς ἀρκευ‐ | |
2585 | θίνοις φλόγας πυρὸς βαλοῦσα ἱέρακα τὸν πελαγοδρόμον καὶ γῦπά σοι σφαγιάζει καὶ μυγαλόν, τὸ σόν, θεά, μυστήριον μέγιστον. ἔλεξε δ’ ἄλγη ταῦτά σε δεδρακέναι ἀπηνῶς· | |
2590 | κτανεῖν γὰρ ἄνθρωπόν σε ἔφη, πιεῖν τὸ δ’ αἷμα τούτου, σάρκας φαγεῖν, μιτρήν τε σὴν εἶναι τὰ ἔντερα αὐτοῦ, καὶ δέρμα ἔχειν δορῆς ἅπαν κεἰς τὴν φύσιν σου θεῖναι, 〈πεῖν〉 αἷμα ἱέρακος πελαγίου, τροφήν τε κάνθαρόν σοι. ὁ Πὰν | |
2595 | δὲ σῶν κατ’ ὀμμάτων γονὴν ἀθέμιτον ὦρσε· ἐκγίνεται κυνοκέφαλος, ὅταν αἱ μηνιαῖαι καθάρσεις· σὺ δ’, Ἀκτιῶφι, κοίρανε, μόνη τύραννε, κραιπνὴ Τύχη θεῶν καὶ δαιμό‐ νων νεβουτοσουαληθ· ιωϊ· λοιμου λαλον | |
4(2600) | Συριστί· ηταρονκον βυθου πνουσαν· κα‐ θινβεραο· εστοχεθ· ορενθα· αμελχερι‐ βιουθ· σφνουθι· στίξον πικραῖς τιμωρίαις τὴν δε〈ῖνα〉 τὴν ἄθεσμον, ἣν πάλιν ἐγώ σοι κατά‐ τροπον ἐναντίως ἐλέ[γ]ξω. καλῶ σε, τριπρό‐ | |
2605 | σωπον θεάν, Μήνην, ἐράσμιον φῶς, Ἑρμῆν τε καὶ Ἑκάτην ὁμοῦ, ἀρσενόθηλυν ἔρνος, μουφωρ· Φόρβα, βασίλεια Βριμώ, δεινὴ καὶ θεσμία καὶ Δαρδανία, πανοπαῖα, δεῦρο, ιωιη, παρθένε, εἰνοδία καὶ ταυροδρά‐ | |
2610 | καινα σύ, Νύμφη καὶ ἱπποκύων καὶ ν〈ε〉υ‐ σίκρανε καὶ Μινώη τε κραταιή· εαλα‐ νινδω, δεῦρο, ατεης ενιδελιδιμα ἄνασσα φαιαρα· μηδιξα εμιθηνϊω, μόλε μοι, ϊνδεομη, δεῦρο, Μεγαφθη, | |
2615 | δεῦρο ἥξει, ἄγε μοι τὴν δεῖνα τάχιστα, τὴν πάν‐ τα σαφῶς, θεά, αὐτὸς ἐλέγξω, ὅσα σοὶ θύου‐ σα δέδορκεν.‘ Διαβολὴ πρὸς Σελήνην ποιοῦσα πρὸς πάν‐ τα καὶ πρὸς πᾶσαν πρᾶξιν· ἄγει γὰρ μονοώ‐ | |
2620 | ρους, ὀνειροπομπεῖ, κατακλίνει, ὀνειρο‐ θαυπτεῖ, ἀναιρεῖ ἐχθροὺς μεταστρέφον‐ τός σου τὸν λόγον, ὡς ἐὰν θέλῃς. ἴσθι δὲ πεφυλακτηριασμένος πρὸ πάντων καὶ μὴ ἀτάκτως τῇ πραγματείᾳ προσερχόμενος· | |
2625 | εἰ δὲ μήγε, μηνίει ἡ θεός. σκευὴ φυλακτηρίου τῆς πραγματείας· λαβὼν μάγνητα τὸν πνέοντα ποίησον ὡς καρδίαν, καὶ ἐνγεγλύφθω Ἑκάτη περικειμένη καρδίᾳ ὡς μηνίσκια. | |
2630 | εἶτα τὸ εἰκοσαγράμματον τὸ φωνᾶεν χάρα‐ ξον, καὶ φόρει περὶ τὸ σῶμα. ἔστιν δὲ τὸ ὑπο‐ κείμενον ὄνομα τὸ γραφόμενον· ‘αευω ηιε· ωα· εωη· εωα· ωι· εωϊ.‘ πάντα γὰρ δύναται ἐπιτελουμένως οὗτος | |
2635 | ὁ λόγος. ἁγνῶς μέντοι γε, μὴ πυκνῶς δὲ ποίει ἢ παρέργως μάλιστα πρὸς τὴν Σελήνην. ἐπίθυε δὲ μᾶλλον ἐπὶ ξύλων ἀρκευθίνων στύρακα Κρητικὸν καὶ κατάρχου τοῦ λόγου. λόγος ὁ λεγόμενος· ‘ἡ δεῖνά σοι ἐπιθύει, θεά, ἐχθρόν τι θυ‐ | |
2640 | μίασμα· αἰγὸς στέαρ τῆς ποικίλης καὶ αἷμα καὶ μύσαγμα, κύνειον ἔμβρυον καὶ ἰχῶρα παρθένου ἀώρου καὶ καρδίαν παιδὸς νέου σὺν ἀλφίτοις μετ’ ὄξους, ἅλας τε καὶ ἐλάφου κέ‐ ρας, σχῖνόν τε μυρσίνην τε δάφνην | |
2645 | ἄτεφρον, εὐχερῶς, καὶ καρκίνοιο χηλάς, σφάγνον, ῥόδον, πυρῆνά σοι καὶ κρόμμυον τὸ μοῦνον, σκόρδον τε μυγαλοῦ κόπρον, κυ‐ νοκεφάλειον αἷμα, ὦόν τε ἴβεως νεᾶς —ὃ μὴ θέμις γενέσθαι—ἐν σοῖς ἔθηκε βω‐ | |
4(2650) | μίοις ξύλοις ἀρκευθίνοισιν. ἡ δεῖνά σε δεδρακέναι τὸ πρᾶγμα τοῦτ’ ἔλεξεν· κτανεῖν γὰρ ἄνθρωπόν σε ἔφη, πιεῖν δὲ αἷμα τούτου, σάρκας φαγεῖν, μίτρην δὲ σὴν λέγει τὰ ἔντερα αὐτοῦ καὶ δέρμα ἑλεῖν | |
2655 | δορῆς ἅπαν καὶ εἰς τὴν φύσιν σου θεῖναι, 〈πεῖν〉 ἱέρακος αἷμα πελαγίου, τροφὴν δὲ κάνθα‐ ρον σήν. ὁ Πὰν δὲ σῶν κατ’ ὀμμάτων γονὴν οὐ θεμιτὸν ὦσεν, ἐκγίνεται κυνοκέ‐ φαλος ὅλῃ τῇ μηνιαίᾳ καθάρσει. σὺ δ’, | |
2660 | Ἀκτιῶφι κοίρανε, μόνη τύραννε, Σελή‐ νη, Τύχη θεῶν καὶ δαιμόνων, Νεβου‐ τοσουαληθ· ϊω ιμι· βουλλον· ενουρτιλαιη (ἄλλως· ‘νουμιλλον· εσορτιλης βαθυπνου σανκανθαρα· μιβεραθ· εντοχε· θω | |
2665 | ρενθα· ϊμουη· σορενθα).‘ τεῦξον πικραῖς τιμωρίαις τὴν δεῖνα, τὴν ἄθεσμον, ἣν πάλιν ἐγώ σοι κατάτροπον ἐναντίως ἐλέ〈γ〉ξω (ὅσα δὲ βούλει, κοινά, ἃ λέγει πρὸς τὴν θεὸν ἄθεσμα)· ἀναγκάσει γὰρ τῷ λόγῳ καὶ τὰς | |
2670 | πέτρας ῥαγῆναι.‘ ἔστιν οὖν τὸ ἐπίθυμα τὸ ἀγαθοποιόν, ὃ θύεις πρώτῃ καὶ δευ‐ τεραίᾳ ἡμέρᾳ (τῇ δὲ τριταίᾳ μετὰ τοῦ ἐπα‐ νάγκου καὶ τὸ ἐπίθυμα τὸ ἐπαναγκαστι‐ | |
2675 | κόν), ἔστι οὖν τὸ ἀγαθοποιόν· λίβανος ἄτμητος, δάφνη, μυρσίνη, πυρήν, στα‐ φὶς ἀγρία, μαλάβαθρον, κόστος. κόψας ὁμοῦ πάντα ἀναλάμβανε οἴνῳ Μενδη‐ σίῳ καὶ μέλιτι καὶ ποίει κολλύρια κυάμοις | |
2680 | ἴσα. ἐπίθυμα ἀναγκαστικόν· ὅτε καὶ τὸν ἐπάναγκον τὸν προκείμενον λέγεις τῇ τριταίᾳ, καὶ ἐπίθυε. ἔστι δὲ μυγαλός, αἰγὸς ποικίλης παρθένου στέαρ, κυνοκεφάλου οὐσία, ἴβεως ὠόν, καρκίνος ποτάμιος, | |
2685 | κάνθαρος τέλειος σεληνιακός, ἀρτεμι‐ σία μονόκλων, ᾐρμένη ἀνατολῇ, κυνὸς οὐσία, σκόρδον μονογενές. ἀνάλαβε ὄξει. ποιή‐ σας κολλούρια σφράγιζε δακτυλίῳ ὁλο‐ σιδήρῳ, ὁλοστόμῳ, ἔχοντι Ἑκάτην | |
2690 | καὶ κύκλῳ τὸ ὄνομα ‘Βαρζου φερβα.‘ τὸ δὲ φυλακτήριον, ὃ δεῖ σε φορεῖν· εἰς φιλύρινον γράψον κινναβάρει τὸ ὄνομα τοῦτο· ‘εποκωπτ· κωπτο βαϊ βαιτοκαρακωπτο καρακω | |
2695 | πτο χιλοκωπτο βαϊ (γράμματα νʹ) φύλαξόν με ἀπὸ παντὸς δαίμονος ἀερίου καὶ ἐπιγείου καὶ ὑπογείου καὶ παντὸς ἀγγέλου καὶ φαντάσματος καὶ σκιασμοῦ καὶ ἐπιπομπῆς, ἐμέ, τὸν δεῖνα.‘ καὶ εἰλή‐ | |
4(2700) | σας φοινικίνῳ δέρματι καὶ ἀπαρτή‐ σας φόρει περὶ τὸν τράχηλον. φυλακτήριον εἰς πέταλον ἀργυροῦν· [Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character] [Magical Character]ε[Magical Character]π[Magical Character][Magical Character] | |
2705 | Ἄλλη ἀγωγή· λαβὼν κύμινον Αἰθιο‐ πικὸν καὶ αἰγὸς ποικίλης παρθένου στέαρ καὶ ὁμοῦ ποιήσας ἐπίθυμα ἐπίθυε πρὸς Σελήνην ιγ, ιδ, ἐπὶ γεΐνου θυμιατηρίου, ἐπὶ δώματος | |
2710 | ὑψηλοῦ, ἐπὶ ἀνθράκων. λόγος· ‘δεῦρ’, Ἑκάτη, γιγάεσσα, Διώνης ἡ μεδέουσα, Περσία, Βαυβώ, Φρού‐ νη, ἰοχέαιρα, ἀδμήτη, Λυδή, ἀδαμάστωρ, εὐπατόρεια, | |
2715 | δᾳδοῦχε, ἡγεμόνη, κατα〈καμ〉ψυψαύχε‐ νε, Κούρη· κλῦθι, διαζεύξασα πύλας ἀλύτου ἀδάμαντος, Ἄρτε‐ μι, ἣ καὶ πρόσθεν ἐπίσκοπος ἦσ〈θ〉α, μεγίστη, πότνια, ῥηξίχθων, σκυ‐ | |
2720 | λακάγεια, πανδαμάτειρα, εἰνοδία, τρικάρανε, φαεσφόρε, παρθένε σεμνή· σὲ καλῶ, ἐλλοφόνα, 〈δο〉λόεσσα, Ἀυδναία, πολύμορφε· δεῦρ’, Ἑκάτη, τριοδῖτι, πυρίπνοα | |
2725 | φάσματ’ ἔχουσα χἀτ’ ἔλαχες δεινὰς μὲν ὁδούς, χαλεπὰς δ’ ἐπι‐ | |
πομπάς· τὰν Ἑκάταν σε καλῶ σὺν ἀποφθιμένοισιν ἀώροις, κεἴ τινες ἡρώων ἔθανον ἀγύ‐ | ||
2730 | ναιοί τε ἄπαιδες, ἄγρια συρίζοντες, ἐπὶ φρεσὶ θυμὸν ἔδοντες, (οἱ δέ· ἀνέμων εἴδωλον ἔχοντες)· στάντες ὑπὲρ κεφαλῆς τῆς δεῖνα ἀφέλε‐ σθε αὐτῆς τὸν γλυκὺν ὕπνον, μηδέποτε βλέφαρον βλεφάρῳ κολ‐ | |
2735 | λητὸν ἐπέλθοι, τειρέσθω δ’ ἐπ’ ἐ‐ μαῖς φιλαγρύπνοισι μερίμναις. εἰ δέ τιν’ ἄλλον ἔχους’ ἐν κόλποις κατάκειται, κεῖνον ἀπωσάσθω, ἐμὲ δ’ ἐν φρεσὶν ἐν‐ καταθέσθω καὶ προλιποῦσα τάχιστα | |
2740 | ἐπ’ ἐμοῖς προθύροισι παρέστω, δαμνο‐ μένη ψυχῇ ἐπ’ ἐμῇ φιλότητι καὶ εὐνῇ. ἀλλὰ σύ, ὦ Ἑκάτη, πολυώνυμε, παρθέ‐ νε, Κούρα, 〈ἐ〉λθέ, θεά, 〈κ〉έλομαι, ἅλωος φυ‐ λακὰ καὶ ἰωγή, Περσεφόνα, τρικά‐ | |
2745 | ρανε, πυρίφοιτε, βοῶπι, βουορφορβη, πανφόρβα, φορβαρα· Ἀκτιωφι, Ἐρεσχι‐ γάλ Νεβουτοσουαληθ· παρὰ θυραῖς πυ‐ πυληδεδεζω ῥηξιπύλη τε. δεῦρ’ Ἑκά‐ τη, πυρίβουλε, καλῶ σε ἐπ’ ἐμαῖς ἐπα‐ | |
4(2750) | οιδαῖς· μασκελλι μασκελλω· φνου‐ κενταβαωθ· ὀρεοβαζάγρα ῥηξίχθων ϊπποχθων· ὀρεοπηγανύξ· μορμο‐ ρον τοκουμβαι (κοινόν)· μαινομένη ἡ δ(εῖνα) ἥ‐ κοι ἐπ’ ἐμαῖσι θύραισι τάχιστα, λη‐ | |
2755 | θομένη τέκνων συνηθείης τε το‐ κήων καὶ στυγέουσα τὸ πᾶν ἀνδρῶν γένος ἠδὲ γυναικῶν ἐκτὸς ἐμοῦ, τοῦ δεῖνα, μόνον με δ’ ἔχουσα παρέστω, ἐν φρεσὶ δαμνομένη κρατερῆς | |
2760 | ὑπ’ ἔρωτος ἀνάγκης. θενωβ· τιθεληβ· ηνωρ· τενθηνωρ· πολυώνυμε, κυζαλεουσα παζαους. διὸ καλλιδηχμα καὶ σαβʹ φλέξον ἀκοιμήτῳ πυρὶ τὴν ψυχὴν | |
2765 | τῆς δεῖνα. καὶ Ὠρίων καὶ ὁ ἐπάνω κα‐ θήμενος Μιχαήλ· ἑπτὰ ὑδάτων κρατεῖς καὶ γῆς, κατέχων, ὃν κα‐ λέουσι δράκοντα μέγαν ακροκο‐ δηρε μουϊσρω Χαρχαρ Ἀδωναί, | |
2770 | Ζεῦ δη Δαμναμενεῦ κυνοβι‐ ου εζαγρα· κοινόν. Ἰὼ πασικράτεια καὶ Ἰὼ πασιμεδέουσα· Ἰὼ παντρε‐ φέουσα Ζηλαχνα· καὶ σααδ· σαβιωθη· νουμιλλον· ναθο‐ | |
2775 | μεινα· ἀεὶ κεινηθ· ἄλκιμος Θησεὺς ονυξ, περίφρον Δαμνα‐ μενεύς, ἀμυναμένη, αλκυια θεά, νέκυια, Περσία σεβαρα, ακρα. σπεῦδε τάχιστα, | |
2780 | ἤδη ἐπ’ ἐμαῖσι θύραισι παρέστω‘ (κοινόν). Εὐχὴ πρὸς Σελήνην ἐπὶ πάσης πράξεως· ‘ἐλθέ μοι, ὦ δέσποινα φίλη, τριπρόσω‐ πε Σελήνη, εὐμενίῃ δ’ ἐπάκου‐ | |
2785 | σον ἐμῶν ἱερῶν ἐπαοιδῶν· νυκτὸς ἄγαλμα, νέα, φαεσίμβροτε, | |
ἠριγένεια, ἡ χαροποῖς ταύροισιν ἐφεζομένη, βασίλεια, Ἠελίου δρόμον ἶσον ἐν ἅρμασιν ἱππεύ‐ | ||
2790 | ουσα, ἣ Χαρίτων τρισσῶν τρισσαῖς μορφαῖσι χορεύεις ἀστράσιν κω‐ μάζουσα, Δίκη καὶ νήματα Μοιρῶν, Κλωθὼ καὶ Λάχεσις ἠδ’ Ἄτροπος εἶ, τρικάρανε, | |
2795 | Περσεφόνη τε Μέγαιρα καὶ Ἀλληκτώ, πολύμορφε, ἡ χέρας ὁπλίζουσα κελαιναῖς λαμπάσι δειναῖς, ἡ φο‐ βερῶν ὀφίων χαίτην σείουσα μετώ‐ ποις, ἡ ταύρων μύκημα κατὰ στο‐ | |
4(2800) | μάτων ἀνιεῖσα, ἡ νηδὺν φολί‐ σιν πεπυκασμένη ἑρπυστήρων, ἰοβόλοις ταρσοῖσιν κατωμαδίοισι δρακόντων, σφιγγομένη κατὰ νῶτα παλαμναίοις ὑπὸ δεσμοῖς, | |
2805 | νυκτιβόη, ταυρῶπι, φιλήρεμε, ταυ‐ ροκάρηνε, ὄμμα δέ σοι ταυρωπόν, ἔχεις σκυλακώδεα φω‐ νήν, μορφὰς δ’ ἐν κνήμαισιν ὑποσκεπάουσα λεόντων. μορφό‐ | |
2810 | λυκον σφυρόν ἐστιν, κύνες φίλοι ἀγριόθυμοι· τοὔνεκά σε κλῄζουσι Ἑκάτην, πολυώνυμε, Μήνην, ἀέρα μὲν τέμνουσαν, ἅτ’ Ἄρτεμιν ἰοχέαιραν, τετραπρόσωπε θεά, | |
2815 | τετραώνυμε, τετραοδῖτι, Ἄρτε‐ μι, Περσεφόνη, ἐλαφηβόλε, νυκτο‐ φάνεια, τρίκτυπε, τρίφθογγε, τρικάρανε, τριώνυμε Σελήνη, θρινακία, τριπρόσωπε, τριαύχε‐ | |
2820 | νε καὶ τριοδῖτι, ἣ τρισσοῖς ταλά‐ ροισιν ἔχεις φλογὸς 〈ἀκ〉άματον πῦρ καὶ τριόδων μεδέεις τρισσῶν δ‐ εκάδων τε ἀνάσσεις· ἵλαθί μοι κα‐ λέοντι καὶ εὐμενέως εἰσάκουσον, | |
2825 | ἡ πολυχώρητον κόσμον νυκτὸς ἀμφιέπουσα, δαίμονες ἣν φρίσ‐ σουσιν καὶ ἀθάνατοι τρομέουσιν, κυδιάνειρα θεά, πολυώνυμε, καλλι‐ γένεια, ταυρῶπι, κερόεσσα, θεῶν | |
2830 | γενέτειρα καὶ ἀνδρῶν καὶ Φύσι παμμήτωρ· σὺ γὰρ φοιτᾷς ἐν Ὀ‐ λύμπῳ, εὐρεῖαν δέ τ’ ἄβυσσον ἀπείριτον ἀμφιπολεύεις. ἀρχὴ καὶ τέλος εἶ, πάντων δὲ σὺ μούνη | |
2835 | ἀνάσσεις· ἐκ σέο γὰρ πάντ’ ἐστὶ καὶ εἴς 〈σ’〉, αἰών〈ι〉ε, πάντα τελευτᾷ. ἀένα‐ ον διάδημα ἑοῖς φορέεις κροτά‐ φοισιν, δεσμοὺς ἀρρήκτους, ἀλύ‐ τους μεγάλοιο Κρόνοιο καὶ χρύ‐ | |
2840 | σεον σκῆπτρον ἑαῖς κατέχεις πα‐ λάμαισιν. γράμματα σῷ σκήπτρῳ α[ὐ]τὸ[ς] Κρόνος ἀμφεχάραξεν, δῶ‐ κε δέ σοι φορέειν, ὄφρ’ ἔμπεδα πάν‐ τα μένοιεν· ‘Δαμνώ, Δαμνομέ‐ | |
2845 | νεια· Δαμασάνδρα· Δαμνοδαμία.‘ σὺ δὲ χάους μεδέεις αραραχαρα‐ ρα ηφθισικηρε. χαῖρε, θεά, καὶ σαῖσιν ἐπωνυμίαις ἐπάκουσον. θύω σοι τόδ’ ἄρωμα, Διὸς τέκος, | |
4(2850) | ἰοχέαιρα, οὐρανία, λιμ〈ε〉νῖτι, | |
ὀρίπλανε εἰνοδία τε, νερτε‐ ρία νυχία τε, ἀϊδωναία σκοτία τε, ἥσυχε καὶ δασπλῆτι, τάφοις ἔνι δαῖτα ἔχουσα, Νύξ, Ἔρεβος, | ||
2855 | Χάος εὐρύ· σὺ γὰρ δυσάλυκτος Ἀνάγκη, Μοῖρα δ’ ἔφυς, σύ τ’ Ἐρινύς, βάσανος, ὀλέτις σύ, Δίκη σύ. Κέρβερον ἐν δεσμοῖσιν ἔχεις, φολίσιν σὺ δρακόντων | |
2860 | κυανέα, ὀφεοπλόκαμε καὶ ζωνοδράκοντι· αἱμοπότι, θανατηγέ, φθορηγενές, καρ‐ διόδαιτε, σαρκοφάγε καὶ ἀωροβόρε, καπετόκτυπε, | |
2865 | οἰστροπλάνεια· ἐλθὲ ἐπ’ ἐμαῖς θυσίαις καί μοι τόδε πρᾶγμα ποίησον.‘ ἐπίθυμα τῆς πράξεως· ἐπὶ μὲν τῶν ἀγαθοποιῶν ἐπίθυε στύρακα, | |
2870 | ζμύρναν, σφάγνον, λίβανον, πυρῆνα, ἐπὶ δὲ τῶν κακο‐ ποιῶν οὐσίαν κυνὸς καὶ αἰγὸς ποικίλης, ὁμοίως καὶ παρθένου ἀώρου. φυλακτήριον τῆς | |
2875 | πράξεως· λαβὼν λίθον σιδη‐ ρίτην, ἐν ᾧ ἐνγεγλύφθω Ἑκάτη τριπρόσωπος, καὶ τὸ μὲν μέσον πρόσωπον ἤτω κερασφόρου παρθένου, τὸ δὲ εὐώνυμον κυνός, τὸ δὲ ἀπὸ | |
2880 | δεξιῶν αἰγός. μετὰ δὲ τὸ γλυ‐ φῆναι πλύνας αὐτὸ νίτρῳ καὶ ὕδατι χάλασον αὐτὸ εἰς βιαίου αἷμα, εἶτα παρά‐ θεσιν αὐτῷ ποιήσας τὸν | |
2885 | αὐτὸν λόγον λέγε ἐπὶ τῆς τε‐ λετῆς. Ἀγωγή. πρὸς τὸν ἀστέρα τῆς Ἀφροδίτης ἐπίθυμα· περιστερᾶς λευκῆς αἷμα καὶ στέαρ, ζμύρνα ὠμὴ καὶ ὀπτὴ ἀρτεμισία, ὁμοῦ ποίει κολ‐ | |
2890 | λούρια καὶ ἐπίθυε πρὸς τὸν ἀστέρα ἐπὶ ἀμ‐ πελίνων ξύλων ἢ ἀνθράκων. ἔχε δὲ καὶ ἐγ‐ κέφαλον γυπὸς εἰς τὸν ἐπάναγκον, ἵνα ἐπι‐ θύῃς, ἔχε δὲ καὶ φυλακτήριον θηλείας ὄνου ὀδόντα τῶν ἄνωθεν δεξιοῦ σ〈ι〉αγονίου ἢ μόσχου | |
2895 | πυρροῦ ἱεροθύτου, ἀριστερῷ βραχίονι ἀνου‐ βιακῷ ἐνδεδεμένον. ἐπάναγκος τῆς πράξεως· ‘εἰ δὲ καθὼς θεὸς οὖσα μακρόψυχόν τι ποιήσῃς, οὐκ ὄψῃ τὸν Ἄδωνιν ἀνερχόμενον Ἀΐδαο. | |
4(2900) | εὐθὺ δραμὼν ἤδη τοῦτον ἐγὼ δήσω δεσμοῖς ἀδάμασιν· φρουρήσας σφίγξω Ἰξιόνιον τροχὸν ἄλλον, κοὐκέτι πρὸς φάος ἥξει, κολαζό‐ μενος δὲ δαμεῖται· διὸ ποίησον, ἄνασσα, ἱκετῶ· ἄξον τὴν δεῖνα, ἣν δεῖνα, τάχιστα μολοῦσαν | |
2905 | ἐλθεῖν ἐν προθύροισιν ἐμοῦ τοῦ δεῖνος, οὗ ἡ δεῖνα, φιλότητι καὶ εὐνῇ, οἴστρῳ ἐλαυνομένην, κέντροισι βιαίοις ὑπ’ ἀνάγκῃ, σήμερον, ἄρτι, ταχύ. ὁρκίζω γάρ σε, Κυθήρη· νουμιλλον | |
βιομβιλλον· Ἀκτιωφι Ἐρεσχιγάλ· Νεβου‐ | ||
2910 | τοσουαληθ· φρουρηξια θερμιδοχη βαρεω‐ νη‘. ἐπάναγκος· ‘ἀφρογενὴς Κυθέρεια, θεῶν γενέτειρα καὶ ἀνδρῶν, αἰθερία, χθο‐ νία, Φύσι παμμήτωρ, ἀδάμαστε, ἀλληλοῦ‐ χε, πυρὸς μεγάλου περιδινήτειρα, | |
2915 | ἡ τὸν ἀεικίνητον ἔχεις περιδινέα Βαρζαν ἄρρηκτον· σὺ δὲ πάντα τελεῖς, κεφαλήν τε πόδας τε, σαῖς τε θελημοσύναις περιμίγνυται ἱερὸν ὕδωρ, ἡνίκα κινήσεις τὸν ἐν ἄστροις χεί‐ ρεσι Ῥουζω, ὀμφαλὸν ὃν κατέχεις, κόσμου. | |
2920 | κινεῖς δὲ τὸ〈ν〉 ἁγνὸν [ἵμ]ε[ρο]ν εἰς ἀνδρῶν ψυ‐ χάς, ἐπὶ δ’ ἄνδρα γυναῖκας· κἀνδρὶ γυναῖκα τίθησι ἐράσμιαν ἤματα πάντα. ἡμετέρη βασίλεια, θεά, μόλε ταῖσδ’ ἐπαοιδαῖς, πό‐ τνια Ἀρρωριφρασι, Γωθητινι, Κυπρογένεια, | |
2925 | σουϊ ης θνοβοχου· θοριθε σθενεπιω ἄνασσα σερθενεβηηϊ, καὶ τῇ δεῖνι, ἣν δεῖνα, βάλε πυρσὸν ἔρωτα, ὥστ’ ἐπ’ ἐμοῦ τοῦ δεῖνος, οὗ ἡ δεῖνα, φιλότητι τα‐ κῆναι ἤματα πάντα. σὺ δέ, μάκαρ, Ῥουζω, τάδε νεῦσον ἐμοί, τῷ δεῖνι, ὡς σὸν ἐν ἄστροις | |
2930 | ἐς χορὸν οὐκ ἐθέλοντα ἦξας ἐπὶ λέκτρα μι‐ γῆναι, ἀχθεὶς δ’ ἐξαπίνης καὶ τὸν μέγαν ἔστρεφε Βαρζαν, στρεφθείς τ’ οὐκ ἀνεπαύσατ’ ἐλισσόμενός τε δονεῖται ... διὸ ἄξον μοι τὴν δεῖνα, ἣν δεῖνα, φιλότητι καὶ εὐνῇ· σὺ δέ, Κυπρογένεια θεά, | |
2935 | τέλει τελέαν ἐπαοιδήν.‘ ἐὰν ἴδῃς τὸν ἀστέρα λαμπυρίζοντα, σημεῖον, ὅτι ἐκρούσθη, ἐὰν δὲ σπινθηροβολοῦντα, ἐν τῇ ὁδῷ ἦλθεν, ἐὰν δὲ παραμήκην ὡς λαμπάδα, ἤδη ἦξεν. Ἀγωγὴ ἀγρυπνητική. λαβὼν νυκτερίδος | |
2940 | ὀφθαλμοὺς ζῶσαν αὐτὴν ἀπόλυσον καὶ λαβὼν σταίτιον ὠμὸν ἢ κηρὸν ἄπυρον πλάσον κυ‐ νάριον καὶ τὸν δεξιὸν ὀφθαλμὸν τῆς νυκτε‐ ρίδος εἰς τὸν δεξιὸν ὀφθαλμὸν τοῦ κυναρίου ἐν‐ θὲς καὶ τὸν εὐώνυμον ὁμοίως εἰς τὸν εὐώνυμον. | |
2945 | καὶ λαβὼν βελόνην διείρων τὴν οὐσίαν εἰς αὐτὴν τὴν βελόνην, διεῖρον διὰ τῶν ὀφθαλ‐ μῶν τοῦ κυναρίου, ἵνα ἡ οὐσία φαίνηται, καὶ βά‐ λε αὐτὸ εἰς κωθώνιον καινὸν καὶ πιττακίσας αὐτὸ σφράγισον αὐτὸ ἰδίῳ δακτυλίῳ ἔχον〈τι〉 | |
4(2950) | κορκοδείλους ἀντικεφάλους αὑτοῖς καὶ κατά‐ θου αὐτὸ εἰς τρίοδον σημειωσάμενος, ἵνα, ἂν θέλῃς αὐτὸ ἀρεῖν, εὕρῃς. λόγος ὁ γραφόμενος εἰς τὸ πιττάκιον· ‘ἐξορκίζω σὲ τρὶς κατὰ τῆς Ἑκάτης | |
Φορφορβα βαιβω φωρβωρβα, ἵνα ἀποβά‐ | ||
2955 | ληται τὸ πυρινὸν ἡ δεῖνα ἐν τῷ ὀφθαλμῷ ἢ καὶ ἀγρυπνῇ κατὰ νοῦν μηδένα ἔχουσα, εἰ μὴ ἐμὲ τὸν δεῖνα μόνον. ἐξορκίζω σὲ κατὰ τῆς Κόρης Τριοδίτιδος γενομένης, ἥτ’ ἔστιν ἀλη‐ θὴς ἡ μήτηρ τ· [.] (τοὺς θέλεις) φορβεα | |
2960 | Βριμω νηρηατο δαμων· Βριμων σεδνα· δαρδαρ· πανοπαῖα, ϊωπη· ποίησον τὴν δεῖνα ἀγρυπνοῦσάν μοι διὰ παντὸς [αἰῶνος].‘ Παρ’ Αἰγυπτίοις ἀεὶ βοτάναι λαμβάνονται οὕτως· ὁ ῥιζοτόμος καθαίρει πρότερον τὸ | |
2965 | ἴδιον σῶμα, πρότερον νίτρῳ περιρ〈ρ〉άνας καὶ τὴν βοτάνην θυμιάσας ῥητίνῃ ἐκ πίτυος εἰς γʹ περιενέγκας τὸν τόπον, εἶτα κῦρι θυμιά‐ σας καὶ τὴν διὰ τοῦ γάλακτος σπονδὴν χεά‐ μενος μετ’ εὐχῶν ἀνασπᾷ τὸ φυτὸν ἐξ ὀνόμα‐ | |
2970 | τος ἐπικαλούμενος τὸν δαίμονα, ᾧ ἡ βοτά‐ νη ἀνιέρωται, πρὸς ἣν λαμβάνεται χρείαν, παρακαλῶν ἐνεργεστέραν γενέσθαι πρὸς αὐτήν. ἐπίκλησις δ’ αὐτῷ ἐπὶ πάσης βοτάνης καθ’ ὅλον ἐν ἄρσει, ἣν λέγει, ἐστὶν ἥδε· ‘ἐσπάρης ὑπὸ | |
2975 | τοῦ Κρόνου, συνελήμφθης ὑπὸ τῆς Ἥρας, διετηρήθης ὑπὸ τοῦ Ἄμμωνος, ἐτέχθης ὑπὸ τῆς Ἴσιδος, ἐτράφης 〈ὑπ’〉 ὀμβρίου Διός, ηὐξήθης ὑπὸ τοῦ Ἡλίου καὶ τῆς δρόσου. σὺ 〈εἶ〉 ἡ δρόσος ἡ τῶν θεῶν πάντων, σὺ 〈εἶ〉 ἡ καρδία τοῦ Ἑρμοῦ, σὺ εἶ τὸ | |
2980 | σπέρμα τῶν προγόνων θεῶν, σὺ εἶ ὁ ὀφθαλμὸς τοῦ Ἡλίου, σὺ εἶ τὸ φῶς τῆς Σελήνης, σὺ εἶ ἡ σπου‐ δὴ τοῦ Ὀσίρεως, σὺ εἶ τὸ κάλλος καὶ ἡ δόξα τοῦ Οὐρανοῦ, σὺ εἶ ἡ ψυχὴ τοῦ δαίμονος τοῦ Ὀσίρε‐ ως, ἡ κωμάζουσα ἐν παντὶ τόπῳ, σὺ εἶ τὸ πνεῦ‐ | |
2985 | μα τοῦ Ἄμμωνος. ὡς τὸν Ὄσιριν ὕψωσας, οὕτως ὕψωσον σεαυτὴν καὶ ἀνατεῖλον, ὡς καὶ ὁ Ἥλιος ἀνατέλλει καθ’ ἑκάστην ἡμέραν· τὸ μῆκός σου ἴσον ἐστὶ τῷ τοῦ Ἡλίου μεσουρανήματι, αἱ δὲ ῥίζαι τοῦ βυθοῦ, αἱ δὲ δυνάμεις σου ἐν τῇ καρδίᾳ τοῦ Ἑρ‐ | |
2990 | μοῦ εἰσιν, τὰ ξύλα σου τὰ ὀστέα τοῦ Μνεύεως, καί σου τὰ ἄνθη ἐστὶν ὁ ὀφθαλμὸς τοῦ Ὥρου, τὸ σὸν σπέρμα τοῦ Πᾶνός ἐστι σπέρμα. ἐγὼ νίζω σε ῥητίνῃ ὡς καὶ τοὺς θεούς, καὶ ἐπὶ ὑγείᾳ ἐμαυτοῦ, καὶ συναγνίσθη‐ τι ἐπευχῇ καὶ δὸς ἡμῖν δύναμιν ὡς ὁ Ἄρης καὶ | |
2995 | ἡ Ἀθηνᾶ. ἐγώ εἰμι Ἑρμῆς. λαμβάνω σε σὺν Ἀγαθῇ Τύχῃ καὶ Ἀγαθῷ Δαίμονι καὶ ἐν καλῇ ὥρᾳ καὶ ἐν καλῇ ἡμέρᾳ καὶ ἐπιτευκτικῇ πρὸς πάντα‘. ταῦτ’ εἰπὼν | |
τὴν μὲν τρυγηθεῖσαν πόαν εἰς καθαρὸν ἑλίσσε〈ι〉 ὀθόνιον (τῆς δὲ ῥίζης 〈εἰσ〉 τὸν τόπον ἑπτὰ μὲν πυροῦ | ||
4(3000) | κόκκους, τοὺς δὲ ἴσους κριθῆς μέλιτι δεύσαντες ἐνέβαλον) καὶ τὴν ἀνασκαφεῖσαν γῆν ἐνχώσας ἀπαλλάσσεται. Πρὸς δαιμονιαζομένους Πιβήχεως δόκιμον. λαβὼν ἔλαιον ὀμφακίζοντα μετὰ βοτάνης | |
3005 | μαστιγίας καὶ λωτομήτρας ἕψει μετὰ σαμψούχου ἀχρωτίστου λέγων· ‘Ἰωηλ· ως σαρθιωμι· εμωρι· θεωχιψοϊθ· σιθεμεωχ· σωθη· ιωη· μιμιψωθιωωφ· φερσωθι αεηιουω ιωη· εω Χαρι Φθᾶ. ἔξελθε ἀπὸ τοῦ δεῖνος.‘ κοινόν. | |
3010 | τὸ δὲ φυλακτήριον ἐπὶ λαμνίῳ κασσιτερίνῳ γράφε· ‘ϊαηω· Ἀβραωθιωχ· Φθᾶ μεσεν‐ ψινιαω· φεωχ· ιαηω· χαρσοκ,‘ καὶ περίαπτε τὸν πάσχοντα· παντὸς δαίμονος φρικτόν, ὃ φο‐ βεῖται. στήσας ἄντικρυς ὅρκιζε. ἔστιν δὲ ὁ ὁρκισμὸς | |
3015 | οὗτος· ‘ὁρκίζω σε κατὰ τοῦ θεοῦ τῶν Ἑβραίων Ἰησοῦ· ιαβα· ιαη· Ἀβραώθ· αϊα. Θώθ· ελε· ελω· αηω· εου· ιιιβαεχ· αβαρμας· ϊαβα‐ ραου· αβελβελ· λωνα· αβρα· μαροια· βρακι‐ ων, πυριφανῆ, ὁ ἐν μέσῃ ἀρούρης καὶ χιόνος | |
3020 | καὶ ὁμίχλης· Ταννητις καταβάτω σου ὁ ἄγ‐ γελος, ὁ ἀπαραίτητος, καὶ εἰσκρινέτω τὸν περιπτάμενον δαίμονα τοῦ πλάσματος τούτου, ὃ ἔπλασεν ὁ θεὸς ἐν τῷ ἁγίῳ ἑαυτοῦ παραδεί‐ σῳ, ὅτι ἐπεύχομαι ἅγιον θεὸν ἐπὶ Ἄμμων | |
3025 | ιψεντανχω (λόγος). ὁρκίζω σε, λαβρια Ἰακούθ· αβλαναθαναλβα· ακραμμ· (λόγος) Ἀώθ· ιαθα‐ βαθρα· χαχθαβραθα· χαμυν χελ· αβρω‐ ωθ· ουαβρασιλωθ· ἁλληλοῦ· ϊελωσαϊ Ἰαήλ. ὁρκίζω σε τὸν ὀπτανθέντα τῷ | |
3030 | Ὀσραὴλ ἐν στύλῳ φωτινῷ καὶ νεφέλῃ ἡμε‐ ρινῇ καὶ ῥυσάμενον αὐτοῦ τὸν λαὸν ἐκ τοῦ Φαραὼ καὶ ἐπενέγκαντα ἐπὶ Φαραὼ τὴν δεκάπληγον διὰ τὸ παρακούειν αὐτόν. ὁρκί‐ ζω σε, πᾶν πνεῦμα δαιμόνιον, λαλῆσαι, ὁποῖ‐ | |
3035 | ον καὶ ἂν ᾖς, ὅτι ὁρκίζω σε κατὰ τῆς σφραγῖ‐ δος, ἧς ἔθετο Σολομὼν ἐπὶ τὴν γλῶσσαν τοῦ Ἰηρεμίου, καὶ ἐλάλησεν. καὶ σὺ λάλησον, ὁποῖον ἐὰν ᾖς, ἐπουράνιον ἢ ἀέριον, εἴτε ἐπίγειον εἴτε ὑπόγειον ἢ καταχθόνιον | |
3040 | ἢ Ἐβουσαῖον ἢ Χερσαῖον ἢ Φαρισαῖον, λάλησον, ὁποῖον ἐὰν ᾖς, ὅτι ὁρκίζω σε θεὸν φωσφό‐ ρον, ἀδάμαστον, τὰ ἐν καρδίᾳ πάσης ζωῆς ἐπιστάμενον, τὸν χουοπλάστην τοῦ γένους τῶν ἀνθρώπων, τὸν ἐξαγαγόντα ἐξ ἀδήλων | |
3045 | καὶ πυκνοῦντα τὰ νέφη καὶ ὑετίζοντα τὴν γῆν καὶ εὐλογοῦντα τοὺς καρποὺς αὐτῆς, ὃν εὐλο‐ γεῖ πᾶσα ἐνουράνιος δύναμις ἀγγέλων, ἀρχαγγέλων. ὁρκίζω σε μέγαν θεὸν Σαβα‐ | |
ώθ, δι’ ὃν ὁ Ἰορδάνης ποταμὸς ἀνεχώ‐ | ||
4(3050) | ρησεν εἰς τὰ ὀπίσω καὶ Ἐρυθρὰ θάλασσα, ἣν ὥδευσεν Ἰσραήλ, κατέστη ἀνόδευτος· ὅτι ὁρκίζω σε τὸν καταδείξαντα τὰς ἑκατὸν τεσσεράκοντα γλώσσας καὶ διαμερίσαντα τῷ ἰδίῳ προστάγματι. ὁρκίζω σε τὸν τῶν αὐ‐ | |
3055 | χενίων γιγάντων τοῖς πρηστῆρσι κατα‐ φλέξαντα, ὃν ὑμνεῖ ὁ οὐρανὸς τῶν οὐρανῶν, ὃν ὑμνοῦσι τὰ πτερυγώματα τοῦ χερουβίν. ὁρκίζω σε τὸν περιθέντα ὄρη τῇ θαλάσσῃ 〈ἢ〉 τεῖχος ἐξ ἄμμου, καὶ ἐπιτάξαντα αὐτῇ μὴ ὑπερ‐ | |
3060 | βῆναι. καὶ ἐπήκουσεν ἡ ἄβυσσος· καὶ σὺ ἐπά‐ κουσον, πᾶν πνεῦμα δαιμόνιον, ὅτι ὁρκίζω σε τὸν συνσείοντα τοὺς τέσσαρας ἀνέμους ἀπὸ τῶν ἱερῶν αἰώνων, οὐρανοειδῆ, θαλασσο‐ ειδῆ, νεφελοειδῆ, φωσφόρον, ἀδάμαστον. | |
3065 | ὁρκίζω 〈σε〉 τὸν ἐν τῇ καθαρᾷ Ἱεροσολύμῳ, ᾧ τὸ ἄσβεστον πῦρ διὰ παντὸς αἰῶνος προσπαρα‐ κάεται, τῷ ὀνόματι αὐτοῦ τῷ ἁγίῳ· ἰαεω βαφρενεμουν (λόγος), ὃν τρέμει γέννα πυρὸς καὶ φλόγες περιφλογίζουσι καὶ σίδηρος | |
3070 | λακᾷ καὶ πᾶν ὄρος ἐκ θεμελίου φοβεῖται. ὁρκίζω σε, πᾶν πνεῦμα δαιμόνιον, τὸν ἐφο‐ ρῶντα ἐπὶ γῆς καὶ ποιοῦντα ἔκτρομα τὰ θεμείλια αὐτῆς καὶ ποιήσαντα τὰ πάντα ἐξ ὧν οὐκ ὄντων εἰς τὸ εἶναι.‘ ὁρκίζω δέ σε, τὸν | |
3075 | παραλαμβάνοντα τὸν ὁρκισμὸν τοῦτον, χοίριον μὴ φαγεῖν, καὶ ὑποταγήσεταί σοι πᾶν πνεῦμα καὶ δαιμόνιον, ὁποῖον ἐὰν ἦν. ὁρκίζων δὲ φύσα αʹ ἀπὸ τῶν ἄκρων τῶν ποδῶν ἀφαί‐ ρων τὸ φύσημα ἕως τοῦ προσώπου, καὶ εἰς | |
3080 | κριθήσεται. φύλασσε καθαρός· ὁ γὰρ λόγος ἐστὶν Ἑβραϊκὸς καὶ φυλασσόμενος παρὰ κα‐ θαροῖς ἀνδράσιν. Μαντία Κρονικὴ ζητουμένη, καλουμένη μυλά‐ ριον. λαβὼν ἁλὸς χοίνικας δύο ἄληθε τῷ | |
3085 | χειρομυλίῳ λέγων τὸν λόγον πολλάκις, ἕως ὁ θεός σοι ὀφθῇ. πράσσε δὲ νυκτὸς ἐν τόπῳ, ὅπου χόρτος φύει. ἐὰν δὲ λέγων τ〈ιν〉ὸς ἀκούσῃς βάτην βαρείας καὶ σύγκρουσιν σιδήρου, ὁ θεὸς ἔρχεται ἀλύσεσι πεφρουρημένος, ἅρπην κρατῶν. σὺ δὲ μὴ πτο‐ | |
3090 | ηθῇς, φυλασσόμενος τῷ φυλακτηρίῳ τῷ σοι δη‐ λωθησομένῳ. ἴσθι δὲ σινδόνα καθαρὰν περιβεβλη‐ μένος Ἰσιακῷ σχήματι. ἐπίθυε δὲ τῷ θεῷ σφάγνον μετὰ αἰλούρου καρδίας καὶ κόπρου ἱππίας. ὁ δὲ λόγος ὁ λεγόμενος ἀλήθοντός σοῦ ἐστιν οὗτος. λόγος· | |
3095 | ‘σὲ καλῶ τὸν μέγαν, ἅγιον, τὸν κτίσαντα τὴν σύμ‐ | |
πασαν οἰκουμένην, ᾧ τὸ ἀνόμημα ἐγένετο ὑπὸ τοῦ ἰδίου τέκνου, ὃν ὁ Ἥλιος ἀδαμαντίνοις κατέδησε δεσμοῖς, ἵνα μὴ τὸ πᾶν συγχυθῇ, ἀρσενόθηλυ, βροντοκεραυνοπάτωρ, ὃς καὶ | ||
4(3100) | τῶν ὑπὸ γῆν κατέχεις, αϊε οι παιδαλις, φρενοτειχειδω: στυγαρδης: σανκλεον· γενεχρονα· κοιραψαϊ· κηριδευ· θαλαμνια· οχοτα· ανεδεϊ, ἐλθέ, δέσποτα, θεέ, καὶ λέγε μοι ἐν ἀνάγκῃ περὶ τοῦ δεῖνος πράγματος· ἐγὼ γάρ εἰμι ὁ ἀπο‐ | |
3105 | σταθείς σοι, παιδολις· μαινολις· μαινο‐ λιευς.‘ ταῦτά ἐστιν τὰ λεγόμενα τοῦ ἁλὸς ἀληθομένου. ἔστιν δὲ αὐτοῦ ὁ ἐπάναγκος λόγος· ‘κυδοβρις· κοδηρϊευς· ανκυριευς: ξαντομουλις.‘ ταῦτα λέγεις, ὅταν ἀπειλῶν | |
3110 | εἰσέρχηται, ἵνα πραϋνθῇ καὶ εἴπῃ, περὶ ὧν ἐπερωτᾷς. τὸ δὲ φυλακτήριον τὸ ζη‐ τούμενον αὐτοῦ· εἰς χοιρίαν σπάθην γλῦ‐ φε Δία ἅρπην κρατοῦντα καὶ τὸ ὄνομα τοῦτο· ‘χθουμιλον.‘ ἤτω δὲ ἡ σπάθη ἀπὸ συὸς μέ‐ | |
3115 | λανος, λεπροῦ, ἐκτομιαίου. ἀπόλυσις· ‘αναεα· οχετα· θαλαμνια· κηριδευ· κοιραψα· γενεχρονα· σανηλον· στυ‐ γαρδης· χλειδω· φραινολε· παιδολις· ιαει, ἄπελθε, δέσποτα κόσμου, προπατήρ, | |
3120 | καὶ χώρησον εἰς τοὺς ἰδίους τόπους, ἵνα συν‐ τηρηθῇ τὸ πᾶν. ἵλεως ἡμῖν, κύριε.‘ Ἐπὰν δέ ποτε θέλῃς τόπον εὐπορεῖσθαι με γάλως, ὥστε θαυμάσαι τοὺς ἐπὶ τῷ τόπῳ ἢ τῷ ἱερῷ, ὅπου ὑπόκειται τὸ φυλακτήριον· ὅπο[υ] | |
3125 | γὰρ ἐὰν τοῦτο τεθῇ, ἐὰν μὲν ἐν ἱερῷ, ἔσται τὸ ἱερὸν λαλητὸν καθ’ ὅλην τὴν οἰκουμένην, ἐὰν δὲ ἐν ἄλλῳ τόπῳ, μεγάλως πράξει—ἔστιν οὖν ἡ ποίησις αὐτοῦ αὕτη· λαβὼν κηρὸν Τυρ‐ ρηνικὸν πλάσον ἀνδριάντα παλαιστῶν γʹ. | |
3130 | ἤτω δὲ τρικέφαλος· ἡ μέση κεφαλὴ ἤτω ἱέ‐ ρακος πελαγίου, ἡ δὲ δεξιὰ κυνοκεφάλου, ἡ δὲ ἀριστερὰ ἴβεως. ἐχέτω δὲ ἐξηπλωμένα πτερὰ τέσσαρα, ἐκτεταμένα〈σ〉 τὰς δύο χεῖρας ἐπὶ τῷ στήθει, ἐν αἷς κρατείτω Κράτος. αὐτὸς δὲ | |
3135 | ἔστω περιεσταλμένος ὡς Ὄσιρις. ἐχέτω δὲ ὁ μὲν ἱέραξ βασίλειον Ὥρου, ὁ δὲ κυνοκέφαλος βασίλειον Ἑρμανούβιδος, ἡ δὲ ἴβις ἐχέτω βα‐ σίλειον Ἴσιδος. βάλε δὲ ἐν τῇ κοιλίᾳ αὐτοῦ καρ‐ δίαν μαγνητίνην, καὶ εἰς πιττάκιον ἱερατικὸν | |
3140 | γράφε τὰ ὀνόματα ταῦτα καὶ ἔνθες αὐτοῦ εἰς τὴν κοιλίαν, καὶ ποιήσας αὐτῷ βάσιν σιδηρᾶν στῆσον αὐτὸν ἐπὶ τῆς βάσεως καὶ ἔνθες αὐτὸ εἰς ναϊσκάριον ἀρκεύθινον ἐν ἀνατολῇ τριταίας οὔσης τῆς θεοῦ, καὶ καθιδρύσας αὐτό, εἰς ὃν προαιρῇ τόπον, | |
3145 | θύε αὐτῷ λευκομέτωπον 〈ὀν〉άγριον καὶ ὁλοκαυ‐ στοῦ. σπένδε δὲ αὐτῷ γάλα βοὸς μελαίνης πρωτοτόκου καὶ πρωτοτρόφου καὶ συνευω‐ χοῦ αὐτῷ ἐπᾴδων αὐτῷ δι’ ὅλης νυκτὸς τὰ ἐν τῷ πιττακίῳ ἐγγεγραμμένα ὀνόματα, | |
4(3150) | τῷ ἐν τῇ κοιλίᾳ κατατιθεμένῳ. στεφανοῦ δὲ | |
τὸ ναϊσκάριον ἐλαΐνῳ, καὶ οὕτω 〈εὐπορήσεισ〉 διὰ βίου. τὸν δὲ λόγον πάλιν τὸν αὐτὸν πρωῒ ἐγερθείς, πρὶν ἀνοίξῃς, ἔπᾳδε. ἔστιν οὖν τὰ γραφόμενα ὀνόματα ταῦτα καὶ διωκόμενα· | ||
3155 | ‘βιχω μουρσουμαρτα βιχωβι σουρφεω ακημορθωουθ χωβιβευ μουρηθ ανιμι νασσουναϊνθι ανιμοκεω μιμνουηρ νουναϊθ αρπαηρ ιηρι | |
3160 | σανιανιμι μιμνιμευ δός μοι πᾶσαν χάριν, πᾶσαν πρᾶξιν· μετ’ ἐ‐ σοῦ γάρ ἐστιν ὁ ἀγαθοφόρος ἄγγελος παρεστὼς τῇ Τύχῃ. διὸ δὸς πόρον, πρᾶξιν τούτῳ τῷ οἴκῳ· | |
3165 | ναί, κυριεύων ἐλπίδος, πλουτοδότα Αἰών, ἱερὲ Ἀγαθὲ Δαίμων, τέλει πάσας χάριτας καὶ τὰς σὰς ἐνθέους φήμας.‘ εἶτα ἄνοιγε, καὶ θαυ‐ μάσεις τὴν ἀνυπέρβλητον ἱερὰν δύναμιν. Ὀνειροθαυπτάνη τρικαλαμαία. ἔστιν ἡ ἄρσις | |
3170 | τῶν καλάμων πρὸ ἡλίου ἀνατολῆς· μετὰ δυσμὰς ἀνασπῶν τὸν πρῶτον βλέπων πρὸς ἀπηλιώτην λέγε τρίς· ‘μασκελλι μασκελλω φνουκενταβαω ὀρεοβαζάγρα, ῥηξίχθων, ϊπποχθων, πυριπηγανύξ· | |
3175 | αεηϊουω λεπεταν αζαραχθαρω, αἴρω σε, ἵνα μοι ὀνειροθαυπτήσῃς.‘ καὶ τὸν δεύτερον ἀνασπῶν τῷ νότῳ πάλιν λέγε τὸν ‘μασκελλι‘ λόγον καὶ τὰ φωνάεντα καὶ ‘θρωβεια‘, καὶ κρατῶν τὸν κάλαμον | |
3180 | περιστρέφου· πρὸς τὸν βορρᾶ καὶ τὸν λίβα βλέπων τρὶς τὰ αὐτὰ ὀνόματα λέγε, τὰ τοῦ δευτέρου καλάμου. καὶ τὸν τρίτον ἀνα‐ σπῶν λέγε τὰ αὐτὰ ὀνόματα καὶ ταῦτα· ‘ιη ιη, αἴρω σε ἐπὶ ποιὰν πρᾶξιν.‘ ἔστιν δὲ καὶ τὰ γρα‐ | |
3185 | φόμενα ἐπὶ τοῖς καλάμοις. ἐπὶ μὲν τοῦ πρώτου· ‘αζαραχθαρω,‘ ἐπὶ δὲ τοῦ δευτέρου· ‘θρωβεια,‘ ἐπὶ δὲ τοῦ τρίτου· ‘ιη ιη.‘ εἶτα λαβὼν λύχνον ἀμίλτωτον γέμισον ἐλαίῳ καθαρῷ, καὶ λαβὼν ῥάκος καθαρὸν κατάγραφε τὰ ὀνόματα ὅλα. | |
3190 | τὰ αὐτὰ ἐπίλεγε πρὸς τὸν λύχνον ἑπτάκις. ἤτω δὲ ὁ λύχνος τῇ ἀνατολῇ βλέπων, παρα‐ κείσθω δὲ θυμιατήριον, ἐν ᾧ ἐπιθύσεις λίβανον ἄτμητον, καὶ ποιήσας τοὺς καλάμους, δήσας αὐτοὺς ἐφ’ ἓν νεύροις φοίνικος, ποιή[σας] | |
3195 | αὐτοὺς εἰς τύπον τρίποδος, ἐπίθες τὸν λύ‐ χνον. ἐστέφθω δὲ ἡ κεφαλὴ τοῦ πράττοντος ἐλαΐνοις. σκευὴ μέλανος, ἐν ᾧ δεῖ γράφειν τοὺς καλάμους καὶ τὸ ἐλλύχνιον· ἀρτεμισία μονόκλωνος, κατανάγκη, ὀστᾶ φοινίκων | |
4(3200) | Νικολάων γʹ, Καρικαὶ ἰσχάδες γʹ, αἰθάλη χρυσοχοϊκή, θαλλοὶ φοίνικος ἀρσενικοῦ γʹ, ἀφρὸς θαλάσσης. ἔστιν δὲ καὶ τὰ γραφόμενα καὶ διωκόμενα ταῦτα· ‘ὁρκίζω σὲ τὸν ὑπ〈ν〉αφέ‐ την, ὅτι ἐγώ σε θέλω εἰσπορευθῆναι εἰς ἐμὲ | |
3205 | καὶ δεῖξαί μοι περὶ τοῦ δεῖνος πράγματος, ιερωρϊεθεδιεν | |
θρου· χαωρα· αρπεβω· ενδαληλα.‘ Ἀφροδίτης φι〈α〉λομαντεῖον. ἁγνεύσας ἡμέρας ζʹ καὶ λαβὼν φιάλην λευκὴν πλῆσον ὕδατος καὶ ἐλαίου, πρότερον γράψας εἰς τὸν πυ̣θμένα | ||
3210 | ζμυρνομέλανι· ‘ηιοχ χιφα· ελαμψηρ ζηλ αεηϊουω‘ (γράμματα κε), ὑπὸ τὸν πυθμένα δὲ ἔξωθεν· ‘Ταχιήλ, χθονίη, δραξω‘ (γράμματα ιη), καὶ κήρω‐ σον λευκῷ κηρῷ. εἰς δὲ τὸν κύκλον ἔξωθεν τὸν ἄνω· ‘ϊερμι, φιλω ϛ ερικωμα δερκ[ω] | |
3215 | μαλωκ γαυλη Ἀφρϊήλ ἐρωτῶ.‘ λέγε γʹ. κείσθω δὲ ἐπὶ τοῦ ἐδάφους καὶ ἀτενίζων λέ[γε]· ‘ἐπικαλοῦμαί σε, τὴν μητέρα καὶ δέσποιν[αν] νυμφῶν, Ιλαουχ οβριη λουχ τλορ, εἴσ〈ελθε〉, φῶς ἱερόν, καὶ δὸς ἀπόκρισιν δείξασα | |
3220 | τὴν καλήν σου μορφήν.‘ εἶτα ἀτένιζε εἰς τὴν φιάλην. ἐπὰν ἴδῃς, ἄσπασαι καὶ λέγε· ‘χαῖρε, θεὰ μεγαλόδοξε Ιλαρα ουχ, καὶ εἴ μοι χρηματίζεις, ἔκτεινόν σου τὴν χεῖρα.‘ ἐπὰν ἐκτείνῃ, ἀξιοῦ πρὸς τὰ | |
3225 | ἐπερωτήματα. ἐπὰν δὲ μὴ ἐπακούσῃ, λέγε· ‘ἐπικαλοῦμαι τὴν Ιλαουχ, Ἵμερον γεννήσασαν, Ὥρας ἀγαθάς τε ὑμᾶς Χάριτας, ἐπικαλοῦμαι καὶ τὴν τῶν ἁπάντων διογενῆ Φύσιν, δίμορφον, ἀμε‐ | |
3230 | ρείην, εὐθείην, ἀφρωραίαν Ἀφροδί‐ την, δεῖξαί μοι τὸ καλόν σου φῶς καὶ τὸ καλόν σου πρόσωπον τῆς κυρίας Ιλαουχ. ἐξορκίζω σε, πυριδώρα, ελγιναλ, καὶ μεγάλα ὀνόματα· οβριητυχ· κερδυνουχι‐ | |
3235 | ληψιν νιου ναυνιν ιουθου θριγξ· τατιουθ γερτιαθ· γεργερις· γεργερι‐ η θειθι‘. ἀξιώσῃς καὶ 〈κατὰ〉 τῶν πα〈ν〉τεράτων ὀνομάτων· οισια ει ει αω ηυ ααω ϊωϊαϊαϊω σωθου βερβροϊ· ἀκτε〈ρο〉βόρε, | |
3240 | γεριη ιηουα· ‘ἄξον μοι φῶς καὶ τὸ καλόν σου πρόσωπον καὶ ἀληθῆ τὴν φι〈α〉λομαντεί[αν], πυριλαμ〈πῆ, ἀμ〉φιπυριφερῆ, ἑκηστασίχθων, ϊω ϊω φθαιη θουθοι φαεφι. ποίει.‘ ποίησις· καθαρεύσας, ὡς ἔμαθες, | |
3245 | καὶ λαβὼν ποτήριον χάλκεον γράψον διὰ ζμυρνομέλανος τὴν προγεγραμμέ‐ νην στήλην ἐπικαλουμένην Ἀφροδίτην καὶ χρῆσαι ἐλαίῳ ἀ[ν]απτικῷ καὶ ὕδατι πο‐ ταμίῳ καθαρῷ. θὲς δὲ τὸ ποτήριον ἐπὶ | |
4(3250) | τὰ γόνατά σου καὶ ἐπίλεγε τὴν στήλην τὴν προκειμένην, καὶ φανήσεταί σοι ἡ θεὸς καὶ χρηματίζει, περὶ ὧν θέλεις. [Λα]βὼν [πλινθ]ίον ὠμὸν χαλκῷ γραφείῳ χάραξον ὄν̣[ον] τ̣ρ̣έ̣χοντα καὶ ἐπὶ τοῦ μετώπου· | |
3255 | ‘ϊαωϊω‘, ἐπὶ δὲ τοῦ τραχήλου ὡς κωδώνιον· ‘ηοηοη‘, ἐπὶ δὲ τοῦ νώτου· ‘λερθεμινω‘ καὶ ἐπὶ το[ῦ] [σ]τήθους· ‘[Σ]αβαώθ‘, ὑπὸ δὲ τοὺς πόδας· ‘Ἀβρασάξ.‘ [χρ]ῖσον αὐτὸ αἵματι Τυφῶνος καὶ χο〈ι〉ρίου καὶ χυλῷ κρομβύου. ἔστιν δὲ ὁ καταγραφόμενος λόγος τοῦ [πλιν]θίου οὗ[τος]· ‘Ἰωερβηθ, Ἰωπακερβηθ, Ἰωβολχοσηθ, | |
3260 | [Ἰω]βο[λ]χ[ο]σηθ· Σαβαουμ κοκλοτομ· παταθναξ· [ὁ σ]είων Ἰω̣ερβηθ ἀπομψ Ἰαωθ Ἰαβαωθ· σεισαω· | |
π̣ε̣υ̣κρη· σ̣ὺ̣ εὐτυχής· τεσχω πατονακ· φενδε‐ μ̣ι̣ε̣φ̣εορ· α̣βιρβολονχι̣θι ρωφθη· απερμα· πα‐ λελωψ, ὁ σείσας τὸν κόσμον, ἐπικαλοῦμαί σε, τὸν | ||
3265 | μέγαν Τ[υ]φῶνα Ιωερβηθ· Ιωπακερβηθ· Ἰωβολ‐ χοσηθ, ὅτι ἐγώ εἰμι ὁ δεῖνα· ἐπάκουσόν μου, ἐν ᾧ ἐπιτε‐ [λ]ῶ πράγματι λερθεμινω· αρουζορον βαθου χηασμηφις· ὁ μέγας μέγας Τυφῶν λερθεμινω, συν‐ επίστησον τῇ πραγματείᾳ ταύτῃ, ᾗ ἐπιτελῶ, ὅτι σου | |
3270 | λέγω καὶ γράφω τὸ μέγα καὶ ἔντιμον ὄνομα· αβεραμενθωου (λόγος).‘ ὑποκάτω τοῦ ὄνου· ‘δὸς αὐτῇ τὴν κίνησιν τῆς θαλάσσης, [π]αναγρυπνίαν τοῦ Μένδητος, καὶ δὸς αὐτῇ τὰς τιμωρίας.‘ | |
5 | Μαντεῖον Σαραπιακὸν [ἐπὶ] παιδός, ἐπὶ λύχνου καὶ φιάλης [κ]αὶ β[ά]θρου· ‘ἐπικαλοῦμαί σε, Ζεῦ, Ἥλιε, Μίθρα, Σά‐ | |
5 | ραπι, ἀνίκητε, Μελιοῦχε, Μελικέρ‐ τα, Μελιγενέτωρ, αβρααλ βαχα‐ μβηχι· βαιβειζωθ· (ηβαι βεβ[ο̣]θ) σεριαβεβωθ αμελχιψιθιουθιπ[ο̇]θ̇ο̇ι̇ο̇ πνουτε νιν‐ θηρτηρου· ιὑευ ἡὁὡ· αιηια· εηοια· | |
10 | ηεαι· ευηιε· ωωωωω· ευηω ιαω‐ αι· βακαξιχυχ· βοσιψετηθ· φοβη‐ βιβωθ· ὁ μέγας, μέγας Σάραπις σαμ‐ ασφρηθ· (ἄλλως ἄνω) ο δαργαζας· ο δαρμαγας· ο δαφαρ· υακια̣βωθ· εφια· ζελεαρθαρ· (ακραβαεωεφιαζαλε αρβαμενοθιηω σαμας φρητι) | |
15 | μεθομηως λαμαρμερα· οπτηβι· πτηβι· μαριανου· (ακραβαεω εφιαζηλε αρβαμενοθι ηω ναμισφρητι), ἀναφάνηθι καὶ δὸς ἐντροπὴν τῷ φανέντι πρὸ πυρὸς καὶ χιόνος Βαϊνχωωωχ· σὺ γὰρ εἶ ὁ κα‐ ταδείξας φῶς καὶ χιόνα, φριξωπο‐ | |
20 | βρονταξαστράπτα, κυποδωκτε· πιν‐ τουχε ετωμ. Θοούτ· θασιναηακ α‐ ρουρονγοα Παφθᾶ· ενωσαδε· Ιαη· Ιαω αι· αοιαω· 〈ε〉οηυ (ἐννεαγράμματον)· τὸ αʹ ἀνεῳγμένῳ τῷ στόματι, κυματούμενον, | |
25 | τὸ οʹ ἐν συστροφῇ πρὸς πνευματικὴν ἀπειλήν, τὸ ιαω γῇ, ἀέρι, οὐρανῷ, τὸ εʹ κυνοκεφαλιστί, τὸ οʹ ὁμοίως, ὡς πρόκειται, τὸ ηʹ μεθ’ ἡδονῆς δασύνων, | |
30 | τὸ υʹ ποιμενικῶς, μακρόν. ἐὰν εἴπῃ, ὅτι ‘χρηματίζω‘, λέγε· ‘εἰσερχέσθω ὁ θρόνος τοῦ θεοῦ θρονουζατ‐ ερα κυμα· κυμα· λυαγευ· αψιταδρυς· γη μολιανδρον· βονβλιλον· πευχ‐ | |
35 | ρη· εἰσενεχθήτω ὁ θρόνος.‘ ἐὰν οὖν ὑπὸ δʹ ἀνδρῶν βαστάζηται, σὺ ἐρώτα· ‘τ[ί] ἐστεφανωμένοι εἰσὶ καὶ τί προάγει τοῦ θρόνου;‘ ἐὰν λέγῃ· ‘ἐ‐ λαία〈ι〉ς ἐστεφανωμένοι εἰσὶ καὶ θυ‐ | |
40 | μιατήριον προάγει‘, ἀληθε[ύει ὁ] παῖς. ἀπόλυσις· ‘χώρει, κύρ[ιε], εἰς τὸν ἴδιον κόσμον καὶ εἰς τοὺ[ς ἰ]‐ δίους θρόνους, εἰς τὰς ἰδίας ἀψῖδα[ς], καὶ διατήρησόν με καὶ τὸν παῖδα | |
45 | τοῦτον ἀπημάντους, ἐν ὀνόματι τοῦ ὑψίστου θεοῦ, σαμας φρηθ.‘ ποίει σελήνης οὔσης ἐν στερεῷ ζωδίῳ μετὰ ἀγαθοποιῶν ἢ ἐν ὁρίοις ἀγα‐ θοῖς ὑπαρχούσης, μὴ πληθούσης. ἔστι γὰρ | |
5(50) | ἄμεινον, καὶ οὕτως ἡ μαντεία εὔ‐ τακτος ἀπεργάζεται. ἐν δὲ ἄλλοις ἀν‐ τιγράφοις ἐγέγραπτο ὅτι ‘πληθούσησ‘. Αὔτοπτος λόγος· ‘εειμ· το· ειμ· αλαληπ· βαρβαρι‐ αθ· μενεβρειο· Αρβαθιαωθ· Ἰου‐ | |
55 | ήλ· Ἰαήλ, ουηνηιιε· μεσομμιας· ἐρχέσθω ὁ θεὸς ὁ χρηματίζω〈ν〉 μοι καὶ μὴ ἀπερχέσθω, ἄχρις ἂν ἀπολύσω αὐτόν. ουρναουρ· σουλ· ζασουλ· ουγοτ· νοουμβιαου· θαβρατ· βερια‐ | |
60 | ου· αχθιρι· μαραϊ· ελφεων· ταβα‐ ωθ· κιρασινα· λαμψουρη· Ἰαβοε· αβλαμαθαναλβα· ακραμμαχαμαρει.‘ ἐν ποτηρίῳ χαλκῷ ἐπὶ ἐλαίου. ἔνχρισον δὲ τὸν δεξιὸν ὀφθαλμὸν μεθ’ ὕδατος πλοί‐ | |
65 | ου νεναυαγηκότος καὶ τὸν εὐώνυμον στίμι Κοπτιτικὸν μετὰ τοῦ αὐτοῦ ὕδατος. ἐὰν δὲ μὴ εὕρῃς ὕδωρ ἀπὸ νεναυαγηκότος | |
πλοίου, ἀπὸ πακτῶνος βεβαπτισμένου. Λαβὼν βοτάνην χελκβει καὶ βούγλωσ‐ | ||
70 | σον ὕλισον καὶ τὰ ἐκπιάσματα καῦσον καὶ μεῖξον τῷ χυλῷ χρηστῶς καὶ γράψον εἰς τοῖχον χοω ἐν αὐτοῖς καὶ λαβὼν πανουργικὸν ξύλον γλύψον σφῦραν καὶ ἐν ταύτῃ κροῦε εἰς τὸ οὐ〈τάτιον〉 λέγων | |
75 | [τ]ὸν λόγον· ‘ἐξορκίζω σε κατὰ τῶν ἁγίων ὀνομάτων· παράδος τὸν κλέπτην τὸν ἄραν‐ τά τι, χαλχακ χαλκουμ χιαμ χαρ‐ χρουμ ζβαρ βηρι ζβαρκομ χρη καριωβ φαριβου, καὶ κατὰ τῶν φρι‐ | |
80 | κτῶν ὀνομάτων· α εε ηηη ιιιι οοοοο υυυυυυ ωωωωωωω α ωε ε υ υη η η | |
85 | ι ι ι ιι ι ι ι η η η η ηη η η η η ε ε ε ε ε εε ε ε ε ε ε α α α α α α αα α α α α α α ι α ω ω ι α ι ω α α η ω η ω α ω α η | |
90 | παράδος τὸν κλέπτην τὸν κλέψαντά τι. ὅσον κρούω τὸ οὐ〈τ〉άτιον σφύρῃ ταύ‐ τῃ, ὁ τοῦ κλέπτου ὀφθαλμὸς κρουέσθω καὶ φλεγμαινέσθω, ἄχρι οὗ αὑτὸν μη‐ νύσῃ.‘ λέγων ταῦτα κροῦε τῇ σφύρῃ. | |
95 | Στήλη τοῦ Ἰέου τοῦ ζωγρ(άφου) εἰς τὴν ἐπιστολήν· ‘σὲ καλῶ τὸν ἀκέφαλον, τὸν κτίσαν‐ τα γῆν καὶ οὐρανόν, τὸν κτίσαντα νύκτα καὶ ἡμέραν, σὲ τὸν κτίσαν‐ | |
5(100) | τα φῶς καὶ σκότος. σὺ εἶ Ὀσοροννω‐ φρις, ὃν οὐδεὶς εἶδε πώποτε, σὺ εἶ Ἰαβας, σὺ εἶ Ἰαπως, σὺ διέκρι‐ νας τὸ δίκαιον καὶ τὸ ἄδικον, σὺ ἐ‐ ποίησας θῆλυ καὶ ἄρρεν, σὺ ἔδει‐ | |
105 | ξας σπορὰν καὶ καρπούς, σὺ ἐποί‐ ησας τοὺς ἀνθρώπους ἀλληλοφι‐ λεῖν καὶ ἀλληλομισεῖν. ἐγώ εἰμι Μοϋσῆς ὁ προφήτης σου, ᾧ παρέδω‐ κας τὰ μυστήριά σου τὰ συντελού‐ | |
110 | μενα Ἰστραήλ, σὺ ἔδειξας ὑγρὸν καὶ ξηρὸν καὶ πᾶσαν τροφήν· ἐ‐ πάκουσόν μου. ἐγώ εἰμι ἄγγελος τοῦ Φαπρω Ὀσοροννωφρις. τοῦ‐ τό ἐστιν σοῦ τὸ ὄνομα τὸ ἀληθινὸν | |
115 | τὸ παραδιδόμενον τοῖς προφήταις Ἰστραήλ· ἐπάκουσόν μου, Αρβ[α]‐ θιαω ρειβετ.αθελεβερσηθ.α[ρα] βλαθα, α(λ)βευ· εβενφ(χ)ι· χιτασ(γ)οη· Ἰβ[αὼ‐] | |
θ Ἰάω· εἰσάκουσόν μου καὶ ἀπόστρεψο[ν] | ||
120 | τὸ δαιμόνιον τοῦτο. ἐπικαλοῦμαί σε, τὸν ἐν τῷ κενῷ πνεύματι δεινὸν καὶ ἀόρατον θεόν· αρογογοροβραω· σοχου· μοδοριω· φαλαρχαω· οοο, ἅγιε Ἀκέφαλε, ἀπάλλαξον τὸν δεῖνα | |
125 | ἀπὸ τοῦ συνέχοντος αὐτὸν δαίμονος, ρουβριαω μαρι ωδαμ· βααβνα‐ βαωθ· ασς Ἀδωναί· αφνιαω· ι‐ θωληθ· Ἀβρασάξ· αηοωϋ, ἰσχυρὲ Ἀκέφαλε, ἀπάλλαξον τὸν δεῖνα ἀπὸ τοῦ | |
130 | συνέχοντος αὐτὸν δαίμονος, μα‐ βαρραϊω Ἰωὴλ κοθα αθορηβα‐ λω· Ἀβραώθ· ἀπάλλαξον τὸν δεῖνα, Ἀώθ· Ἀβαώθ, βασυμ Ἰσάκ, Σαβαώθ, Ἰάω. οὗτός ἐστιν ὁ κύριος τῶν θεῶν, | |
135 | οὗτός ἐστιν ὁ κύριος τῆς οἰκουμένης, οὗτός ἐστιν, ὃν οἱ ἄνεμοι φοβοῦνται, οὗτός ἐστιν ὁ ποιήσας φωνῆ〈σ〉 προσ‐ τάγματι ἑαυτοῦ πάντα. κύριε, βασι‐ λεῦ, δυνάστα, βοηθέ· σῶσον ψυχὴν | |
140 | Ἰεου, πυρ ιου, πυρ Ἰαώτ ιαηω ιοου Ἀβρασάξ σαβριαμ οο υυ ευ οο υυ Ἀδωναῖε ηδε εδε, εὐάγγελος τοῦ θεοῦ ανλαλα λαϊ γαϊα απα διαχαννα χορυν. ἐγώ εἰμι ὁ ἀκέ‐ | |
145 | φαλος δαίμων ἐν τοῖς ποσὶν ἔχων τὴν ὅρασιν, ἰσχυρός, 〈ὁ ἔχων〉 τὸ πῦρ τὸ ἀθάνατον. ἐγώ εἰμι ἡ ἀλήθεια, ὁ μισῶν ἀδικήματα γίνεσθαι ἐν τῷ κόσμῳ. ἐγώ εἰμι ὁ ἀστράπτων | |
5(150) | καὶ βροντῶν. ἐγώ εἰμι, οὗ ἐστιν ὁ ἱδρὼς ὄμβρος ἐπιπίπτων ἐ‐ πὶ τὴν γῆν, ἵνα ὀχεύῃ. ἐγώ εἰμι, οὗ τὸ στόμα καίεται δι’ ὅλου. ἐγώ εἰμι ὁ γεννῶν καὶ ἀπογεννῶν. | |
155 | ἐγώ εἰμι ἡ Χάρις τοῦ Αἰῶνος, ὄνο‐ μά μοι καρδία περιεζωσμένη ὄ‐ φιν. ἔξελθε καὶ ἀκολούθησον.‘ τελετὴ τῆς προκειμένης ποιήσεως· γράψας τὸ ὄνομα εἰς καινὸν χαρ‐ | |
160 | τάριον καὶ διατείνας ἀπὸ κροτά‐ φου εἰς κρόταφον σεαυτοῦ ἐντύγ‐ χανε πρὸς βορέαν τοῖς ϛʹ ὀνόμα‐ σι λέγων· ‘ὑπόταξόν μοι πάντα τὰ δαιμόνια, ἵνα μοι ἦν ὑπήκο‐ | |
165 | ος πᾶς δαίμων οὐράνιος καὶ αἰ‐ θέριος καὶ ἐπίγειος καὶ ὑπόγειος καὶ χερσαῖο[ς] καὶ ἔνυδρος καὶ πᾶσα ἐπιπομπὴ καὶ μάστιξ ἡ θεοῦ.‘ καὶ ἔσται σοι τὰ δαιμόνια πάν‐ | |
170 | τα ὑπήκοα. ἔστιν δὲ τὸ ἀγαθὸν ζῴδιον· [Magical Character] Ἄλλως· ‘κλέπτην πιάσαι, Ἑρμῆν σὲ καλῶ, θεὸν ἀθάνα‐ τον, ὃς κατ’ Ὄλυμπον αὔλακα τέ‐ μνεις, βᾶρίν θ’ ἱερήν, φωσφόρ’ | |
175 | Ἰάω, ὁ μέγας αἰωνόβιος, φρικτὸς μὲν ἰδεῖν, φρικτὸς δὲ ἀκροᾶσθαι· παράδος φῶρ’, ὃν ζητῶ αβεραμεν‐ θω ουλερθε ξεναξ σονελυσωθνεμαρεβα.‘ | |
οὗτος ὁ λόγος ἐπὶ τοῦ καθαρμοῦ | ||
180 | λέγεται βʹ. λόγος τοῦ ἀρτοτύρου· ‘ἔρχου μοι λισσοιν ματερνα μαυ‐ ερτη πρεπτεκτιουν ιντικι‐ ους ολοκοτους περικλυσαι, τὸ ἀπο‐ λόμενον ἀγάγῃς μοι καὶ τὸν κλέ‐ | |
185 | πτην ἐμφανῆ ποίησαι ἐν τῇ σήμερον ἡμέρᾳ. ἐπικαλοῦμαι δὲ Ἑρμῆν, κλεπτῶν εὑρετήν, καὶ Ἥλιον καὶ Ἡλίου κόρας, ἀθε‐ μίστων πραγμάτων δύο φωταγω‐ | |
190 | γούς, καὶ Θέμιν καὶ Ἐρινὺν καὶ Ἄμμωνα καὶ Παράμμωνα ἐπι‐ κρατῆσαι τὴν τοῦ φωρὸς κατάπο‐ σιν καὶ ἐμφανῆ θεῖναι ἐν τῇ σή‐ μερον ἡμέρᾳ, ἐν τῇ ἄρτι ὥρᾳ.‘ | |
195 | ποίησις· ὁ αὐτὸς λόγος ἐπὶ τοῦ κα‐ θαρμοῦ. λαβὼν ἄγγος καλλάϊνον βάλε ὕδωρ καὶ ζμύρναν καὶ κυνοκεφάλιον βοτάνην καὶ ἐμβρέχων κλάδον δάφνης 〈ῥαῖνε〉, ἕνα ἕκαστον ἀποκαθαίρων. λαβὼν τρί‐ | |
5(200) | ποδα ἐπίθες ἐπὶ βωμὸν γήϊνον, ἐπίθυε ζμύρναν καὶ λίβανον καὶ γλῶτταν βατράχου, καὶ λα‐ βὼν σελίγνιον ἄναλον καὶ τυ‐ ρὸν αἴγειον δίδου ἑκάστῳ σελι‐ | |
205 | γνίου δραχμὰς ηʹ, τυροῦ δραχμὰς ηʹ ἐπιλέγων τὸν ἑξῆς λόγον. ἐπίγραφε δὲ τοῦ‐ το τὸ ὄνομα καὶ ὑποκόλλησον τῷ τρίποδι· ‘δέσποτα Ἰάω, φωσφό‐ ρε, παράδος φῶρ’, ὃν ζητῶ‘. | |
210 | ἐὰν δέ τις αὐτῶν μὴ καταπίῃ τὸ δοθὲν αὐτῷ, αὐτός ἐστιν ὁ κλέψας. Ἑρμοῦ δακτύλιος. κανθάρου ποίησις· λαβὼν κάνθαρον γεγλυμμένον, ὡς ὑπογέγραπται, | |
215 | ἐπὶ παπυρίνης τραπέζης θὲς καὶ ὑπόθες ὑπὸ τὴν τράπεζαν σιν‐ δόνα καθαρὰν καὶ ἐλάϊνα ὑποστρώ‐ σας, καὶ εἰς τὸ μέσον [τ]ῆς τραπέζης μικρὸν θυμιατήριον, ἐπιθύσας | |
220 | ζμύρναν καὶ κοῖφι. ἔστω δέ σοι παρεσκευασμέ‐ νον σκευάριον καλλάϊνον μικρόν, εἰς ὃ ἐνέστω μύρον κρίνινον ἢ ζμύρνινον ἢ κιναμώμινον, καὶ λαβὼν τὸν δακτύλιον θὲς εἰς τὸ | |
225 | μύρον προαγνεύσας ἀπὸ πάντων καὶ ἐπιθύσας τῷ θυμιατηρίῳ τὸ κοῖ‐ φι καὶ ζμύρναν ἔασον ἡμέρας γʹ καὶ λαβὼν ἀπό‐ θου ἐν τόπῳ καθαρῷ. παρακείσθω‐ σαν ἐπὶ τῆς τελετῆς ἄρτοι καθάρει‐ | |
230 | οι καὶ ὅσα ἀκμάζει τῶν ὀπωρῶν. ποιήσας δὲ ἄλλην θυσίαν ἐπὶ ξύ‐ λων ἀμπελίνων περὶ τὴν θυσίαν ἔπαρον τὸν δακτύλιον ἀπὸ τοῦ μύρου καὶ περιτίθεσο. τὸ δὲ χρῖμα | |
235 | τὸ ἀπ’ αὐτοῦ χρίου κατὰ πρωῒ καὶ στὰς πρὸς ἀνατολὰς ἡλίου λέγε τὰ ὑπογεγραμμένα. γλύμμα κανθάρου· εἰς λίθον σμάραγδον πολυτελῆ γλύψον κάνθαρον καὶ τρήσας δίει‐ | |
240 | ρον χρυσῷ, εἰς δὲ τὸ ὑποκάτω τοῦ καν‐ θάρου γλύψον Ἶσιν ἱερὰν καὶ τελέ‐ σας, ὡς προγέγραπται, χρῶ. ἡμέ‐ ραι, ἐν αἷς δεῖ ποιεῖν ἀπὸ ἀνατο‐ λῆς· ζʹ, θʹ, ιʹ, ιβ, ιδ, ιϛ, κα, κδ, κε. ταῖς | |
245 | δὲ ἄλλαις ἔπεχε. λόγος λεγόμενος πρὸς ἥλιον· ‘ἐγώ εἰμι Θωύθ, φαρμάκων καὶ γραμμάτων εὑρετὴς καὶ κτί‐ στης· ἐλθέ μοι, ὁ ὑπὸ γῆν, ἔγειρέ μοι 〈σαυτόν〉, ὁ μέγας δαίμων, ὁ Φνουν, ὁ χθόνιος | |
5(250) | (ἢ οἱ Νουν, ο〈ἱ〉 χθόνιοι). ἐγώ εἰμι Ἥρων ἔν‐ δοξος, ὠὸν ἴβεως, ὠὸν ἱέρακος, ὠ‐ ὸν Φοίνικος ἀεροφοιτήτου, ἔχων ὑπὸ τὴν γλῶσσαν τὸ τέλμα τοῦ Ἐμ, τὴν δορὰν τοῦ Κεφ περιβέβλημαι. | |
255 | ἐὰν μὴ γνῶ τὰ ἐν ταῖς ψυχαῖς ἁπάν‐ των, Αἰγυπτίων, Ἑλλήνων, Σύρων, Αἰθιόπων, παντός τε γένους καὶ παντὸς ἔθνους, ἐὰν μὴ γνῶ τὰ γεγονότα καὶ τὰ μέλλοντα ἔσεσθαι, | |
260 | ἐὰν μὴ γνῶ τὰς τέχνας αὐτῶν καὶ τὰ ἐπιτηδεύματα καὶ τὰς ἐργασί‐ ας καὶ τοὺς βίους καὶ τὰ ὀνόματα αὐτῶν καὶ πατέρων αὐτῶν καὶ μη‐ τέρων καὶ ἀδελφῶν καὶ φίλων καὶ | |
265 | τῶν τετελευτηκότων, κατασπείσω τὸ αἷμα τοῦ μέλανος κυνώπου εἰς καινὴν κύθραν ἀσινῆ καὶ ἐπιθή‐ σω ἐπὶ καινὸν κυθρόποδα καὶ ὑπο‐ καύσω ὀστᾶ Ἑσιηους καὶ κεκράξο‐ | |
270 | μαι ἐν τῷ Βουσῖρι ὅρμῳ τόν‐ δε ἐν ποταμῷ μείναντα ἡμέ‐ ρας γʹ, νύκτας γʹ, τὸν Ἑσιη, τὸν ἐνε‐ χθέντα ἐν τῷ ῥεύματι τοῦ ποταμοῦ εἰς τὴν θάλασσαν, τὸν περιεχόμε‐ | |
275 | νον ὑπὸ τῶν τῆς θαλάσσης κυ‐ μάτων καὶ ὑπὸ τῆς τοῦ ἀέρος νε‐ φέλης. ὑπὸ τῶν ἰχθύων σοῦ ἡ κοι‐ λία κατέσθεται, καὶ τὸ σῶμα οὐ μὴ παύσω τοὺς ἰχθύας τοῖς στόμασι μα‐ | |
280 | σωμένους, οὐδὲ μὴν κλείσουσι οἱ ἰ‐ χθύες τὸ στόμα. ἀφελοῦμαι τὸν ἀπά‐ τορα ἀπὸ τῆς μητρός, κατενεχθή‐ σεται ὁ πόλος, καὶ τὰ δύο ὄρη ἓν ἔσται. ἐπαφήσω ἄνοιξιν ἐφ’ ὑμᾶς, καὶ ὃ | |
285 | θέλει, ποιήσει. οὐ μὴ ἐάσω θε‐ ὸν οὔτε θεὰν χρηματίζειν, ἕως ὅ‐ τε ἐγὼ, ὁ δεῖνα, διαγνῶ τὰ ἐν ταῖς ψυχαῖς ἁπάντων ἀνθρώπων, Αἰγυπτίων, Σύρων, Ἑλλήνων, Αἰθιόπων, παν‐ | |
290 | τὸς γένους καὶ ἔθνους, τῶν ἐπερω‐ τώντων με καὶ κατ’ ὄψιν μοι ἐρχο‐ μένων καὶ λαλούντων καὶ σιω‐ πώντων, ὅπως αὐτοῖς ἐξαγγεί‐ λω τὰ προγεγονότα αὐτοῖς καὶ ἐν‐ | |
295 | εστῶτα καὶ τὰ μέλλοντα αὐτοῖς ἔ‐ σεσθαι, καὶ γνῶ τὰς τέχνας αὐτῶν καὶ τοὺς βίους καὶ τὰ ἐπιτηδεύματα καὶ τὰ ἔργα καὶ τὰ ὀνόματα αὐτῶν καὶ τῶν τεθνεώτων καὶ πάντων, | |
5(300) | καὶ ἀναγνῶ ἐπιστολὴν ἐσφραγισμένην καὶ ἀπαγγείλω αὐτοῖς πάντα ἐξ ἀληθείας.‘ Λαβὼν χάρτην ἱερατικὸν ἢ μολυ‐ βοῦν πέταλον καὶ σιδηροῦν κρί‐ | |
305 | κον θὲς ἐπὶ τὸν χάρτην τὸν κρίκον καὶ ἔσωθεν καὶ ἔξωθεν αἶρε τύπον τοῦ κρίκου τῷ καλάμῳ, εἶτα ζμύρνισον τὴν περιφέ‐ | |
ρειαν, εἶτα γράψον εἰς τὴν περιφέρειαν τοῦ κρίκου, εἰς τὸν χάρτην ἐπιγράφων, | ||
310 | τὸ ὄνομα, τοὺς δὲ χαρακτῆρας ἔξωθεν, εἶ‐ τα ἔσωθεν, ὃ θέλεις μὴ γενέσθαι, καὶ ὅτι ‘καταδεθήτω αὐτοῦ ἡ φρόνησις ἐπὶ τῷ μὴ ποιῆσαι τὸ δεῖνα πρᾶγμα‘, εἶτα θεὶς τὸν κρίκον ἐπὶ τὴν αὑτοῦ περι‐ | |
315 | φέρειαν, ἣν ἐποίησας, καὶ ἀνελόμε‐ νος τὰ ἔξω τῆς περιφερείας κατάραπτε τὸν κρίκον, ἕως κατακα‐ λυφ̣ῇ. κεντῶν κατὰ τῶν χαρακτήρων τῷ καλάμῳ καὶ δεσμεύων λέγε· | |
320 | ‘καταδεσμεύω τὸν δεῖνα πρὸς τὸ δεῖνα· μὴ λαλησάτω, μὴ ἀντισπ〈ασ〉άτω, μὴ ἀν‐ τειπάτω, μή μοι δύναιτο ἀντιβλέ‐ ψαι ἢ ἀντιλαλῆσαι, ὑποτεταγμέ‐ νος δέ μοι ἤτω, ἐφ’ ὅσον οὗτος ὁ κρί‐ | |
325 | κος κέχωσται. καταδεσμεύω δὲ αὐ‐ τοῦ τὸν νοῦν καὶ τὰς φρένας, τὴν ἐνθύμησιν, τὰς πράξεις, ὅπως νωχελὴς ᾖ πρὸς πάντας ἀνθρώπους.‘ ἐὰν δὲ γυναῖκα· ‘ὅπως μὴ γαμήσῃ | |
330 | τὸν δεῖνα ἡ δεῖνα‘ (κοινά). εἶτα ἀπενέγκας αὐτὸ εἰς ἀώρου μνῆ‐ μα ὄρυξον ἐπὶ δʹ δακτύλους καὶ ἔν‐ θες καὶ λέγε· ‘νεκυδαίμων, ὅστι[ς] [ποτ’ οὖν] εἶ, παραδίδωμί σοι τὸν δεῖνα, ὅ‐ | |
335 | πως μὴ ποιήσῃ τὸ δεῖνα πρᾶγμα.‘ εἶτα χώσας ἀπέρχου. κρεῖσσον δὲ ποιεῖς σελήνης μειουμένης· ἔστιν δὲ τὰ γραφόμενα εἰς τὸν κύκλον ταῦτα· ‘αροα μαθρα· Ἐρεσχιγάλχ· εδαντα· Ιαβου νη· | |
340 | ακη· Ἰάω· δαρυνκω· Μανιήλ, μὴ πραχθήτω τὸ δεῖνα πρᾶγμα, ἐφ’ ὅσον χρόνον κέχωσται ὁ κρίκος οὗτος.‘ κατάδησον δεσμοῖς ποιήσας σπάρ‐ τα καὶ οὕτω κατάθου. ὁ δὲ κρίκος | |
345 | καὶ εἰς φρέαρ βάλλεται ἀχρημάτιστον ἢ παρὰ ἄωρον. μετὰ δὲ τοὺς χαρακτῆρας γράφε καὶ ταῦτα ὑποκάτω τοῦ κρίκου ὡς πλινθίον· ‘αρχοολ· Λαιλαμ· Σεμεσιλαμφ· αμμοφοριων· ιωαη· | |
5(350) | φθουθ· εω Φρῆ, ὁ μέγιστος δαίμων, Ἰάω, Σαβαώθ, Ἀρβαθιάω, Λαιλαμ, Ὀσορνωφρι, Ἐμ Φρῆ Φρῆ, Φθᾶ χρωιω Ἰάω βαβουρη θιμαμ εν Φρῆ ρε‐ νουσι Σαβαὼθ Βαρβαθιάω θαχρα | |
355 | ουχεεθ Εσορνωφρι‘, καὶ τὸν νθ ὅλον (ἄνω), ὃν καὶ ἔσω ποιεῖς. [ἡ] δὲ αὐτὴ οἰκονομία γράφεται ἐπὶ μολυβοῦ πετάλου καὶ ἐνθεὶς τὸν κρίκον περιπτύξας γύψισον. μετὰ | |
360 | δὲ τὸ ὑποκάτω πλινθίον καὶ τὸ Ἰαεω (λόγος) καὶ ταῦτα· ‘βακαξιχυχ μενεβα‐ ϊχυχ Ἀβρασὰξ αω, κατάσχες τὸ δεῖνα πρᾶγμα.‘ ὡς δὲ ἐν τῷ αὐθεντι‐ κῷ εὑρέθη τὰ ὀνόματα· ‘αρφοολ | |
365 | Λαιλαμ Σεμεσιλαμ Ἰαεω (λόγος) βακα‐ ξιχυχ Ἀβρασὰξ αω αρχωμιλακ μενεσιλαμ Ἰαεω ουω βακαξιχυχ | |
Ἀβρασὰξ ωιι, κατάσχες τὸ δεῖνα πρᾶγμα.‘ Λαβὼν φύλλα δάφνης ἐνκαρδίου κη | ||
370 | καὶ γῆς παρθενικῆς καὶ ἀρτεμισίας σπέρματος, ἀλεύρου καὶ κυνοκεφαλίου τοῦ χόρτου (ἀκήκοα δὲ παρὰ Ἡρακλεοπολιτικοῦ τινος, ὅτι λαμ‐ βάνει ἀπὸ ἐλαίας ἀρτίβλαστα, τοῦ δένδρου κομισθέντος, τοῦ ὀνομαστοῦ, κη), ὑπὸ παιδὸς | |
375 | ἀφθόρου βαστάζεται· συνλειοῦται τοῖς προκειμένοις καὶ ὑγρὸν ὠοῦ ἴβεως εἰς ὅλον τὸ φύραμα καὶ πλάσμα Ἑρμοῦ χλαμυδηφόρου σελήνης οὔσης ἀνατολικῆς ἐν κριῷ ἢ λέοντι ἢ παρθένῳ ἢ τοξότῃ. κατεχέτω δὲ ὁ Ἑρμῆς | |
380 | κηρύκειον. καὶ γράψον τὸν λόγον εἰς χάρτην ἱερατικὸν καὶ εἰς φῦσαν χήνειαν (καθὼς πάλιν παρὰ τοῦ Ἡρακλεοπολιτικοῦ) καὶ ἔνθες εἰς τὸ ζῴδιον ἐνπνευματώσεως εἵνεκεν, καὶ ὅταν βούλῃ χρᾶσθαι, λαβὼν χάρτην | |
385 | γράψον τὸ〈ν〉 λόγον καὶ τὸ πρᾶγμα καὶ ἀποκειράμε‐ νος ἐκ τῆς κεφαλῆς σου τρίχα συνέλιξον τῷ χάρτῃ δήσας ἅμματι φοινικίνῳ καὶ ἔξωθεν αὐτοῦ κλάδον ἐλαίας καὶ θὲς πρὸς τοὺς πόδας τοῦ Ἑρμοῦ (οἱ δὲ λέγου‐ | |
390 | σι· αὐτῷ ἐπίθες). κείσθω δὲ τὸ ζῴδιον ἐν ναῷ φιλυρίνῳ. ὅταν δὲ βούλῃ χρᾶσθαι, πρὸς κεφαλῆς σου τίθει τὸν ναὸν σὺν τῷ θεῷ καὶ δίωκε ἐπιθύω[ν] λίβανον ἐπὶ βωμοῦ καὶ γῆν ἀπ[ὸ] | |
395 | σιτοφόρου χωρίου καὶ βῶλον ἁλὸς ἀμμωνιακοῦ αʹ. κείσθω πρὸς κε‐ φαλήν σου, καὶ κοιμῶ μετὰ τὸ εἰ‐ πεῖν μηδενὶ δοὺς ἀπόκρισιν. ‘Ἑρμῆ κοσμοκράτωρ, ἐνκάρδιε, κύ‐ | |
5(400) | κλε σελήνης, στρονγύλε καὶ τε‐ τράγωνε, λόγων ἀρχηγέτα γλώσσης, πειθοδικαιόσυνε, χλαμυδηφόρε, πτηνοπέδιλε, αἰθέριον δρόμον εἱλίσσων ὑπὸ τάρταρα γαίης, | |
405 | πνεύματος ἡνίοχε, Ἡλίου ὀφθαλμέ, μέγιστε, παμφώνου γλώττης ἀρχηγέτα, λαμπάσι τέρπων τοὺς ὑπὸ τάρ‐ ταρα γαίης τε βροτοὺς βίον ἐκτελέ‐ σαντας· μοιρῶν προγνώστης σὺ | |
410 | λέγῃ καὶ θεῖος Ὄνειρος, ἡμερινοὺς [καὶ] νυκτερινοὺς χρησμοὺς ἐπιπέμ‐ πων. ἰᾶσαι πάντα βροτῶν ἀλγήμα‐ τα σαῖς θεραπείαις. δεῦρο, μάκαρ, Μνή‐ μης τελεσίφρονος υἱὲ μέγιστε. σῇ | |
415 | μορφῇ ἱλαρός τε φάνηθι ἱλαρός τ’ ἐπί‐ τειλον ἀνθρώπῳ ὁσίῳ μορφήν θ’ ἱλα‐ ρὰν ἐπίτειλον ἐμοί, τῷ δεῖνα, ὄφρα σε | |
μαντοσύναις, ταῖς σαῖς ἀρεταῖσι, λάβοι‐ μι. δέομαι, κύριε· ἵλεώς μοι γενοῦ | ||
420 | καὶ ἀψευδῶς μοι φανεὶς χρημάτισον.‘ δίωκε καὶ πρὸς ἀνατολὰς ἡλίου καὶ σελήνης. στήλη ἐν τοῖς χάρτεσι γραφομένη τοῦ ζῳδίου· ‘Υεσεννιγαδων Ὀρθὼ Βαυ‐ βὼ νοη〈ρε κ〉οδηρε σοιρε σοιρε σαν‐ | |
425 | κανθαρα Ἐρεσχιγὰλ σανκιστη δωδεκακιστη ἀκρουροβόρε κοδηρε Σημέα κεντευ κοντευ κεντευ 〈κηρι〉δευ δαρυγκω λυκυνξυντα [κ]αμπυχρη ϊρινωτον λουμανατα | |
430 | [.]ι̣ον κομανδρον χρειβαχα νουβα‐ 〈χ〉α νουμιλλον ερουφι τετρουφι [λ]ιβινου νουμιλλον χανδαρα τον [φ]ερφερευ δρουηρ μαρουηρˋ.‘ γʹ, εἶτα ὁ κοινὸς λόγος. ἐπάναγκος· | |
435 | ‘ουκρα νουκρα πετιρινοδε τμαισια, φοβερόμματε δρυσαλπιψ βλεμεν‐ νιθεν βανδυοδμα τριψαδα αριβα [.]τα κραταρνα.‘ εἶτα τὸ ἑκατογράμματον Ἑρμοῦ ὄνομα· [ ] Ἄλλη· ‘ϊουκραιωνιου‘ (πρὸς τὸν λύχνον | |
440 | λεγομένη·) ‘ωχμαρμαχω τοννουραϊ χρη‐ μιλλον δερκυων νια Ἰάω σουμψη‐ φισον σουμψηνις σιασιας Ἰάω, ὁ σεί‐ σας τὴν οἰκουμένην, εἴσελθε καὶ χ[ρ]η‐ μάτισον περὶ τοῦ δεῖνα πράγματος, θοις | |
445 | κοτοθ φθουφνουν νουεβουη.‘ Ἐπ’ ἰασπαχάτου λίθου γλύψον Σάραπιν προκα‐ θήμενον ἔχοντα βασίλειον σκῆπτρον Αἰγύπτιον καὶ ἐπὶ τοῦ σκήπτρου ἶβιν, ὄπισθε τοῦ λίθου τὸ ὄνομα, καὶ κατακλείσας ἔχε. ἐπὶ μὲν | |
5(450) | τῆς χρείας κράτει τῇ ἀριστερᾷ σου τὸν [δ]ακτύλιον, τῇ δὲ δεξιᾷ σου κλάδον ἐλαί‐ ας καὶ δάφνης κατασείων τῷ λύχνῳ, ἅμα λέγων τὸν λόγον ζʹ καὶ εἴρας αὐτὸν εἰς τὸν ἰδαῖον τῆς ἀριστερᾶς | |
455 | σου χειρὸς δάκτυλον ἔσω βλέποντα καὶ οὕτως κολλήσας τὸν λίθον τῷ ἀριστε‐ ρῷ σου ὠτίῳ κοιμῶ ἀναπόκριτος ἀπεχόμενος. Ἄλλως. ‘ἐπικαλοῦμαί σε τὸν κτίσαντα γῆν καὶ ὀστᾶ καὶ πᾶσαν σάρκα καὶ | |
460 | πᾶν πνεῦμα καὶ τὸν στήσαντα τὴν θάλασσαν καὶ 〈πασ〉σαλεύ[σαντα] τὸν οὐρανόν, ὁ χωρίσας τὸ φῶ[ς ἀ‐] πὸ τοῦ σκότους, ὁ μέγας Νοῦς, ἔν[νο]‐ μος τὸ πᾶν διοικῶν, αἰωνόφθα[λ]‐ | |
465 | μος, δαίμων δαιμόνων, θεὸς θ[ε]‐ ῶν, ὁ κύριος τῶν πνευμάτων, ὁ ἀ‐ πλάνητος Αἰὼν Ἰάω ουηι· εἰσά‐ κουσόν μου τῆς φωνῆς. ἐπικαλοῦ‐ μαί σε, τὸν δυνάστην τῶν θεῶν, | |
470 | ὑψιβρεμέτα Ζεῦ, Ζεῦ τύραννε, Ἀ‐ δωναί, κύριε Ἰάω ουηε· ἐγώ εἰμι ὁ ἐπικαλούμενός σε Συριστὶ θεὸν μέγαν ζααλαηριφφου. καὶ σὺ μὴ παρακούσῃς τῆς φωνῆς.‘ (Ἑβραϊστί· | |
475 | ‘αβλαναθαναλβα αβρασιλωα‘.) ‘ἐγὼ γάρ εἰμι Σιλθαχωουχ Λαιλαμ βλα‐ σαλωθ Ἰάω ιεω νεβουθ σαβιοθ Ἀρ‐ βὼθ Ἀρβαθιάω, Ἰαὼθ Σαβαώθ, Πα‐ τουρη, Ζαγουρη, βαρουχ Ἀδωναΐ, | |
480 | Ἐλωαὶ Ἀβραάμ, βαρβαρυω ναυ‐ σιφ ὑψηλόφρονε, αἰωνόβιε, κόσμου τὸ διάδημα παντὸς κατέχων, σιεπη σακτιετη βιου βιου σφη σφη νουσι νουσι σιεθο σιεθο χθεθωνι ριγχ ωηα η ηωα | |
485 | αωη Ἰάω ασιαλ Σάραπι ολσω εθμουρησινι σεμ λαυ λου λουριγχ.‘ πέδας λύει, ἀμαυροῖ, ὀνειροπομπεῖ, χαριτήσιον. κοινά, ἐφ’ ὃ θέλεις. | |
5a | ‘Ἥλιε βερβελωχ χθωθωμι αχ σανδουμ εχνιν Ζαγουήλ, ἔχε με συνιστάμενον.‘ κοινά, καὶ τότε ἐγχρίου, καὶ αὐτοπτήσεις. | |
6 | ... 〈Γίνεται ἡ μὲν σ〉ύστασις αὐτοῦ πρὸς Ἥλιον βʹ, ἡ δὲ κλῆσις αὐτὴ 〈λέγεται σελήνησ〉 πληθούσης. ἄμεινον δὲ ἐν τῇ ἀνατολῇ 〈τῇ τοῦ ἡλίου τὴν〉 σύστασιν ποιήσεις τῇ δ̣ʹ τῆς θεοῦ προσθέ‐ 〈σεως ἐξ οἴκου ἐπιπέ〉δου. λέγε οὖν πρὸς ἥλιον ἀνατέλλοντα | |
5 | 〈τὴν ὑποκειμένη〉ν εὐχήν· ‘〈δάφνη, μαντοσύνησ〉 ἱερὸν φυτὸν Ἀπόλλωνος, [—Φ]οῖβος στεφθείς τε κλάδοισι [—] κεφαλὴν κομόωσαν ἐθείραις [—σκῆπτρ]ον ἑαῖς παλάμαισι τινάσσων | |
10 | [—ἐν κορυφ]ῇσι πολυπτύχου, ὑψηλοῖο [—] ἑοῖς, θέσπιζε βροτοῖσιν [—]λόστονος αὐτὸς Ἀπόλλων [—]η παρθένε δ[ει]νή [—ἱε]μένῳ ἱεροῖσι π[εδί]λοις | |
15 | [—δάφνης θαλ]λὸν ἐμαῖς μετὰ [χε]ρσὶν ἔχοντι [—π]έμψον μάντευμ[ά τ]ε σεμνόν [—α̣]ι̣ σαφηνέσι φοιβή[σα]σ̣α [—]ν̣ τε καὶ ὣς τετελε[σμ]ένον ἔσται, [—] ἵν’ ἔχω[ν] περὶ [παντὸς ἐτ]άζω | |
20 | [—δ]αμάσα[ν]δρα μ̣.......ανδρα [—]φε̣σ̣[—] [—π]ανυπέρτατ’, ἐμοὶ ἐπ[άρηξον] .ω......... .μα ϊεω επι Παιάν .ϊοευηϊη......η, πολυώνυμε, ϊοαυ[.ακρακ]αναρβα, Φοῖβε, | |
25 | [μ]αντοσύναισιν̣ [ἐπί]ρροθε, Φοῖβε Ἀπόλλ[ον], | |
[Λ]ητοΐδη ἑκάεργε, [θε]οπρόπε, δεῦρ’ ἄγε, δε[ῦρο], δεῦρ’ ἄγε, θεσπίζω[ν], μαντεύεο νυκτὸς ἐ[ν ὥ]ρῃ.‘ εἶτα λέγε μελετῶν [τοῦ]το· ‘εη· ϊε ϊε ηϊ ϊω[..]ϊαωιη· ϊυη· ϊα ϊαω· ϊαω η.....ο̣υω.‘ εἶτα πρὸς κατά[δυσ]ιν ἡλίου ἐξαιτοῦ πάλιν· | ||
30 | ‘κλῦθί μευ, ἀργυρό[τοξ]ε, ὃς Χρύσην ἀμφιβέ[βηκ]ας Κίλλαν τε ζαθέην [Τε]νέδοιό τε ἶφι ἀνάσσεισ‘, χρυσοφαῆ, λαῖλ[α]ψ καὶ Πυθολέτα μεσεγκριφι, Λατῶε σιαωθ’ Σ[αβ]αώθ, Μελιοῦχε, τύραννε, πευχρη, νυκτε[ρόφ]οιτε σεσεγγενβαρφαραγης | |
35 | καὶ αρβεθ’, ωπολλ̣ορφε, φιλαίματε, Ἀρβαθιαω, ‘Σμινθεῦ, εἴ ποτ[έ τ]οι χαρίεντ’ ἐπὶ βωμὸν ἔρεψα, ἢ εἰ δή ποτέ τοι κ[ατ]ὰ πίονα μηρί’ ἔκηα ταύρων ἠδ’ α[ἰγ]ῶν, τόδε μοι κρήηνο[ν] ἐέλδωρ.‘ ὁμοίως καὶ πρὸς Σελήνην ἐστὶν αὐτοῦ σύστασις ἥδε· | |
40 | ‘δάφνη, μαντο[σ]ύνης ἱερὸν φυτὸν Ἀπόλλωνος, Δάφνη παρθε[νι]κή, Δάφνη, Φοίβοιο ἑταίρη, Σαβαώθ, ϊαωαωο ϊαγχωθιπυλα μ̣ουσιάρχα οτονυπον, δεῦρό μοι, ἔρχε[ο θ]ᾷσσον, ἔπειγέ μοι ἀείσασθαι ‘θεσμοὺς θεσπ[εσί]ους, νυκτὶ δ’ ἐνὶ δνοφερῇ‘ | |
45 | ρησαβααν· ααν...ανα· αανανααναναλααα· ααα· ααα.‘ ἔστι δέ το[ι] τῷ Δηλίῳ, τῷ Ν̣[ομί]ῳ, τῷ τῆς Λητοῦς κ[αὶ] Διός, χρησμῷ δεῖν π〈ει〉‐ | |
στικὰ διὰ νυκτὸ[ς ἀλη]θῆ διηγουμένῳ 〈διὰ〉 [μ]αντικῆς ὀνειράτων. | ||
7,col1*(t) | [Ὁμηρομαντεῖον·] | |
1 | [ααα ἀλλ’ ἕνεκ̣] οὐλο[μένης γαστρὸς κακὰ κήδε’ ἔχουσιν] (ο 344?) [ααβ οὔτ’ ε]ὐνὰς [βαλέειν οὔτε πρυμνήσια λῦσαι] (ι 137?) [ααγ ἄορι θεινομέ]νων̣, [ἐρυθαίνετο δ’] αἵμ[ατι ὕδωρ] (Φ 21) [ααδ ]υσον [ ]υμει̣[] | |
5 | [ααε ἔστη σκῆπτρον ἔχων· τὸ μὲν Ἥφαιστος] κάμ[ε τεύχων] (Β 101?) [ααϛ] ..... .... [αβα ἂψ ἐθέλω] ἀρέσα[ι δόμεναί τ’ ἀπερείσι’ ἄποιμνα] (Τ 138) [αββ ἐξ ἄρα δή τοι ἔπειτα θ]εοὶ φρ[ένας ὤλεσαν αὐτοί] (Η 360 Μ 234) [αβγ] .... | |
10 | [αβδ] ...... | |
[αβε] κείσθω [ἐνὶ μεγάρῳ· σὺ δέ μοι χαίρων ἀφίκοιο] (ο 128?) [αβϛ] .ωκε τον [αγα] ......φ αγβ | ||
15 | [αγγ ἀλλ’ οὐ Ζεὺς ἄνδρεσ]σι νοήμα[τα] πά[ντα τελευτᾷ] (Σ 328?) [αγδ καί κε] τὸ βουλοίμην, κα[ί κεν πολὺ κέρδιον εἴη] (Γ 41 λ 358 υ 316) [αγε τῷ κέ τ]οι ἀγλαΐας γε δι[ασκεδάσειεν ἁπάσας] (ρ 244) [αγϛ ἦ καὶ ἐμ]οὶ τάδε πάντα [μέλει, γύναι· ἀλλὰ μάλ’ αἰνῶς] (Ζ 441) [αδα .......]ενω ς’ ἔτι θυμὸν ι̣...... | |
20 | [αδβ ἔσθλ’ ἀγ]ορεύοντες, κ[α]κὰ [δὲ φρεσὶ βυσσοδόμευον] (ρ 66) [αδγ οὔτοι ἀ]πόβλητ’ ἐστὶ [θεῶν ἐρυκυδέα δῶρα] (Γ 65) αδδ .......α̣ι̣ν......... αδε [αδϛ ἔσται τα]ῦτα, Σκάμανδρε δ[ιοτρεφές], | ὡς σὺ κελεύεις (Φ 223) | |
25 | [α]εα δ[υσμε]νέσσιν μὲν χάρμα, [κατηφείην] | δέ σοι αὐτῷ; (Γ 51) [α]εβ το[ῦδ’] αὐτοῦ λυκάβαντος [ἐλεύσεται] | ἐνθάδ’ Ὀδυσσεύ[ς] (τ 306) [α]εγ οὐ[δέν σο]ι γ’ ὄφελος, ἐπεὶ οὐκ [ἐγκείσεαι αὐ]|τοῖς (Χ 513) [αεδ τῷ δέ κε] νικήσαντι γυνὴ [καὶ κτήμαθ’ ἕποιτο] (Γ 255) [αεε οὐκ ἀγαθ]ὸν πολυκοιρανίη· εἶ[ς κοίρανος ἔστω] (Β 204) | |
30 | [αεϛ εἰδώλων] δὲ πλέον πρόθυρον, [πλείη δὲ καὶ αὐλή] (υ 355) [αϛα ἠράμεθ]α μέγα κῦδος· ἐπέφ[νομεν Ἕκτορα δῖον] (Χ 393) [αϛβ τίς κεν ἐ]μοὶ τόδε ἔργον [ὑποσχόμενος τελέσειεν] (Κ 303) [αϛγ οὐδ’ εἴ μοι τ]όσα δοίη, ὅσ[α ψάμαθός τε κόνις τε] (Ι 385) [αϛδ ]αὐτός τε | |
35 | [αϛε] [αϛϛ]ι̣νη [βαα] [οὐ γάρ τις νήσων ἱππήλατος, οὔ]τ’ ἐυλ[είμων] (δ 607) [βαβ] [ὑμετέρων τὸ πρόσθεν ἀκούετ]ε̣ παῖδες [ἐόντες] (δ 688?) [βαγ]ιν μ’ ἐρυς | |
40 | [βαδ] [βαε] [βαϛ] [ἐχθρὰ δ]έ μοι τοῦ δῶρα, τ[ίω δέ μιν ἐν καρὸς αἴσῃ] (Ι 378) [ββα] [μοῦν]ον τηλύγετον πολ[λοῖσιν ἐπὶ κτεάτεσσιν] (π 19) [βββ] | |
45 | [ββγ] [ββδ] ...τους..... [ββε ὧς οἱ μὲν περὶ κεῖνον ὁ]μίλεον [ἀγχίμολον δέ] (ω 19) ββϛ ψ[εύδεά τ’ ἀρτύνοντας, ὅθ]εν κέ τις [οὐδὲ ἴδοιτο] (λ366) βγα ἄλκι[μο]ς ἔσς’ | ἵνα τις | [σ]ε̣ κ̣α̣ὶ̣ | [ὀψιγόνων ἔυ εἴπῃ] (α302) | |
7,col1*(50) | βγβ στήλ[ῃ κ]εκλ[ι]μενό̣[ς ἀνδροκμήτῳ] ἐπὶ [τύμ]βῳ (Λ 371) [β]γγ ἔρ[χεο· π]άρ τ|οι ὁδός, ν[ῆες δέ τοι ἄγ]χι θαλάσσης (Ι 43) [βγ]δ ψ[ευστήσ]εις, | οὐδ’ αὖτε [τέλος μύθῳ] ἐπιθήσεις (Τ 107) [βγε μήτηρ] δ’ αὖ | δ’ ἑτέρω[θεν ὀδύρετο] δάκρυ χέουσα (Χ 79) [βγϛ οὐδ’ εἰ πε]ν|τάετές γε κ[αὶ ἑξάετες παρα]μίμνων (γ 115) | |
55 | [βδα ὦς φάτο,] | κ̣|α̣ὶ Παιήο[ν’ ἀνώγειν ἰήσα]|σθαι (Ε 899) [βδβ ταῦτά τ]οι, ὧ δύστηνε, τ[ελευτήσω τε] καὶ ἔρ̣ξ̣[ω] (λ 80) [βδγ πῶς ἐ]θέλεις ἅλιον θ̣[εῖναι πόνον] ἠδ’ ἀτέ[λεστον] (Δ 26) [βδδ ὄ]ψιμ̣|ο̣ν ὀψιτέλεστ[ον ὅου κλέος ο]ὔποτ’ ὀ[λεῖται] (Β 325) | |
[βδε] πρίν κ̣|εν ἀνιηθεὶς [σὴν πατρίδ]α γαῖαν [ἵκοιο] (γ 117) | ||
60 | [βδϛ ἐ]λθεῖν, | ὄφρ’ ἔνθεν θ[υμοφθόρα φάρμ]ακ’ ἐ[νείκῃ] (β 329) [βεα] ἆνερ, | ἀ̣π’ αἰῶνο[ς νέος ὤλεο, κὰδ δέ με χήρην] (Ω 725) [βεβ] ἦε πᾶν̣ | δὴ κρανέ[ω τε καὶ ὦς τετελεσμένον ἔσται] (Ι 310?) [βεγ] μή μ[οι ο]ἶνον ἄ[ειρε μελίφρονα, πότνια μήτηρ] (Ζ 264) [βεδ] ιθ | |
65 | [βεε] [β]εϛ μὴ παῖδ’ [ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα] (Ζ 432) | |
7 | [βϛα ὕστ]ατα καὶ πύματα νῦν ἐ[νθάδε δειπν]ήσειαν (δ 685) [βϛβ οὐ χ]ρὴ παννύχιον εὕδει[ν βουληφόρον] ἄνδρα (Β 24) [βϛγ δαι]μόνι’, οὐ μὲν καλὰ χ[όλον τόνδ’ ἔνθεο] θυμῷ (Ζ 326) [βϛδ τίς] δ’ οἶδ’ εἴ κέ ποτέ σφι [βίας ἀποτίσεται] ἐλθών (γ 216) | |
5 | [βϛε ἄξομα]ι ἀμφοτέροις· ἀλό[χους καὶ κτήμα]τ’ ὀπάσσω (φ 214) [βϛϛ τόξου] πειρώμεσθα κα[ὶ ἐκτελέωμεν] ἄεθλον (φ 180) [γαα οὐ γάρ] τις νέμεσις φυγέ[ειν κακὸν οὐδ’ ἀ]νὰ νύκτα (Ξ 80) [γαβ πα]ντοίης ἀρετῆς μ[ιμν]|ήσκεο·| [νῦν σ]ε μάλα χρή (Χ 268) [γαγ χήρ]ην δ’ ἐν μεγάρ[οισι πάι]|ς δέ τις | [νήπ]ιος αὔτως (Χ 484 Ω 726) | |
10 | [γαδ ἀλλὰ] σὺ μὲν μή πως κ[αταδύσ]|ε̣ο μῶ|[λον Ἄρ]ηος (Σ 134) [γαε αἶψ]α γὰρ ἐν κακ[ότητι βροτ]|οὶ κατα|[γηράσκο]υσι (τ 360) | |
11a | [γαϛ .......] | |
11b | [γβα .........] | |
12 | [γββ οὐκ ἔσθ’ οὖτος ἀνὴρ διερὸς] βροτὸς οὐδὲ γένηται (ζ 201) [γβγ ναὶ δὴ ταῦτά γε, τέκνον, ἐτήτ]υμον· οὐ κακόν ἐστι (Σ 128) [γβδ οὔ οἱ νῦν ἔτι γ’ ἔστι πεφυγμέ]νον ἄμμι γενέσθαι (Χ 219) | |
15 | [γβε χαλκοῦ τε χρυσοῦ τ’ ἀπολύσ]ομεθ’, ἔστι γὰρ ἔνδον (Χ 50) [γβϛ π]ῖ|[νέ τε, μηδ’ ἐρίδαινε μετ’ ἀ]νδράσι κουροτέροισιν (φ316) γγα π|[ῇ φ]εύγε[ι]ς μετὰ νῶ[τα β]αλὼν κακὸς ὣς ἐν ὁμ[ί]λῳ (Θ 94) γγβ αἲ|[ γὰρ ἐ]μοὶ τοιόσδε πόσις [κε]κλη[μέ]νος εἴη (ζ 244) γγγ οὐρ|[α]νῷ ἐστήριξε κάρ[η καὶ ἐπὶ χθονὶ βαίνει] (Δ 443) | |
20 | γγδ ἀλλ’ | οὐ Ζεὺς ἄνδρεσσι [νοήματα πάντα τελευτᾷ] (Σ 328) γ[γ]ε νε̣|[ῦ]σε δέ οἱ λαὸν σόον ἔ[μμεναι οὐδ’ ἀπολέσθαι] (Θ 246) [γγ]ϛ μη̣|[δ’ ὄ]φελες λίσσεσθε ἀμ[ύμονα Πηλεΐωνα] (Ι 698) [γ]δα ο|[ἶ]νός σε τρώει μελι[ηδής, ὅς τε καὶ ἄλλους] (φ 293) [γ]δβ ἔ[ρξ]ον, ὅπῃ δή τοι νό[ος ἔπλετο μηδέ τ’ ἐρώει] (Χ 185) | |
25 | [γδγ] ἄμ̣|φω γὰρ πέπρωται [ὁμοίην γαῖαν ἐρεῦσαι] (Σ 329) [γ]δδ βά[λ]λ’ οὕτως, αἴ κέν τι φό[ως Δαναοῖσι γένηαι] (Θ 282) [γ]δε ὡς | οὐκ ἔσθ’, ὃς σῆς γε κ[ύνας κεφαλῆς ἀπαλάλκοι] (Χ 348) [γδ]ϛ οὐ μ|έν με κτενέε[ις, ἐπεὶ οὔ|τοι μόρσιμός εἰμ]ι (Χ 13) [γ]εα ἐνθ|άδε κ’ αὖθι μέν[ων σὺν ἐμοὶ τόδε δῶμα φυλά]σσοις (ε 208) | |
30 | [γ]εβ εἶκ|ε γέρον προθύρο[υ, μὴ δὴ τάχα καὶ ποδὸς] ἕλκῃ (ς 10) [γ]εγ βέλ|τερον, ὃς φεύγω[ν προφύγῃ κακὸν ἠὲ ἁ]λώῃ (Ξ 81) [γ]εδ μ|[η]δέ τω̣ ἐκφάσ[θαι μήτ’ ἀνδρῶν μήτε γυνα]ικῶν (ν 308) [γ]εε πυ|[ρ]ῶν ἢ κριθῶ[ν τὰ δὲ δράγματα ταρφέα πίπτει] (Λ69) [γ]εϛ ὁπ|ποῖόν κ’ εἴπῃ[σθα ἔπος, τοῖόν κ’ ἐπακούσα]ις (Υ 250) | |
35 | [γϛα] οὐκ εἴασχ’ Ἑλένη[ν δόμεναι ξανθῷ Μενελάῳ] (Λ 125) | |
[γϛβ] ἦ τι μεταστρέψει[ς; στρεπταὶ μέν τε φρένες ἐσθ]λῶν (Ο 203) [γϛγ] αὐτὰρ ἔγωγε μὲ[ν οὔ ποτ’ ἀπίστεον. ἀλλ’ ἐ]νὶ θυ[μ]ῷ (ν 339) [γϛδ] Εὐρύμαχ’, οὐ[χ οὕτως ἔσται· νοέεις δὲ καὶ α]ὐτός (φ 257) [γϛε] ἆ δειλὲ ξεί[νων, ἔνι τοι φρένες οὐδ’ ἡ]βαιαί (φ 288) | ||
40 | [γϛϛ] τῷ δ’ ἕ[τερον μὲν ἔδωκε πατήρ, ἕτερ]ον δ’ ἀνένευσε (Π 250) δαα ἀλλ’ | εἰς οἶκον ἰοῦσ[α] τὰ σαυτῆς ἔργα κόμιζε (α 356) [δ]αβ τῷ νῦν μηδὲ σὺ [τ]αῦτα τεῇ εἴπῃσθα γυναικί (λ 224) [δ]αγ λάινον ἕσσο χ[ιτ]ῶνα κακῶν ἕνεχ’, ὅσσα ἔοργας (Γ 57) [δ]αδ ἠρῶ ἀθανάτοισ[ι γενειήσ]οντα ἰδέσθαι (ς 176) | |
45 | [δ]αε εὔχεο δ’ Ἀπόλ[λωνι λυκηγ]ενέϊ κλυτοτόξῳ (Δ 101) [δ]αϛ οὐδὲ λύκοι [τε καὶ ἄρν]ες [ὁμό]φρονα θυμὸν ἔχουσιν (Χ 263) [δβ]α ἀλλ’ ἦτοι μὲ[ν ταῦτα] ἐπεί[ξομ]εν ἀλλήλοισιν (Δ 62) [δββ ἐν] δ’ Ἔρις, ἐ[ν δὲ Κυδο]ιμὸς [ὁμίλεον, ἐ]ν δ’ ὀλοὴ Κήρ (Σ 535) [δβγεσοθ ιωντο] | |
7(50) | [δβδ ἀλλ’ ὄρσευ πο]λεμόνδ’ [οἶος πάρος εὔχεαι εἶναι] (Δ 264?) [δβε] ουδε .αρι..ον οπ̣ ς [δ]βϛ νηπύτιε, τί νυ [τόξον] ἔχεις ἀνεμώλιον αὔτως (Φ 474) [δ]γα καὶ γάρ τ’ ἠύκ[ομος] Νιόβη ἐμνήσατο σίτου (Ω 602) [δ]γβ χαλκόν τε χρυ[σόν τ]ε ἅλις ἐσθῆτά τε δόντες (ε 38) | |
55 | [δ]γγ οὔτοι ἔπειθ’ [ἁλίη] ὁδὸς ἔσσεται οὐδ’ ἀτέλεστος (β 273) δγδ εἷς οἰωνὸς ἄρ[ιστος], ἀμύνασθαι περὶ πάτρης (Μ 243) δγε τήν τοι ἐγὼ [ῥέξ]ω χρυσὸν κέρασιν περιχεύας (Κ 294) δγϛ πᾶσι δέ κεν Τρ|ώες|[σι χάρι]ν καὶ κῦδος ἄροιο (Δ 95) δδα νῆα κατισχ|έμεν|[αι, ἐπεὶ] οὐκέτι πιστὰ γυνα〈ι〉ξίν (λ 456) | |
60 | δδβ οὐκ ἔστ’ οὐδὲ ἔ[οικε | [τεὸν ἔ]πος ἀρνήσασθαι (Ξ 212) δδγ αἶψα μεταστρ[έψει|[ε νόον] μετὰ σὸν καὶ ἐμὸν κῆρ (Ο 52) δ[δ]δ καί οἱ σημαίν|ειν· | [ὁ δὲ πείσετ]αι [εἰς] ἀγαθ[όν] περ (Λ 789) [δ]δε εὖχος ἐμοὶ δώς|ειν, | [ψυχὴν δ’ Ἄϊδι κλυτοπ]ώλῳ (Ε 654) δδϛ νῆα ἅλις χρυσοῦ κ[αὶ χαλκοῦ νηήσασθ]αι (Ι 137) | |
65 | δεα ἀλλὰ τὸ μὲν φάσ[θαι, τὸ δὲ καὶ κεκρυμμένον] εἶναι (λ 443) δεβ Ζεὺς δ’ ἐπὶ γεινο[μένοισιν ἵει κακότητα β]αρεῖαν (Κ 71) δεγ οἴῳ πεπνῦσθα[ι, τοὶ δὲ σκιαὶ ἀίσσουσι]ν (κ 495) δεδ εἴξας ᾦ θυμῷ· [τῷ δ’ οὐκέτι δῶρα τέλε]σσαν (Ι 598) δεε χαίρω σεῦ, [Λαερτιάδη,] τὸν μῦθον [ἀ]κούσας (Τ 185) | |
70 | δεϛ Ζεὺς δ’ ἀρετ[ὴν ἄνδρεσσιν] ὀφέλλει τε μ[ι]νύθει τε (Υ 242) δϛα δεινὸς ἀνήρ· [τάχα κεν κα]ὶ ἀναίτιον α[ἰτ]ιόῳτο (Λ 654) [δϛβ] πανσυδίῃ· ν[ῦν γάρ κεν ἕλοι]ς πόλιν ε[ὐρυ]άγυιαν (Β 66) δϛγ τέτλαθι δή, [κραδίη, καὶ κύντερ]ον ἄλλο ποτ’ ἔτλης (υ 18) δϛδ δαιμόνι’, ἀτρ[έμας ἧσο καὶ ἄλλων μ]ῦθον ἄκουε (Β 200) | |
75 | δϛε μηνιθμὸν [μὲν ἀπορρῖψαι, φιλότη]τα δ’ ἑλέσθαι (Π 282) δϛϛ ὡ[ς ἀγαθὸν καὶ παῖδα καταφθιμέ]νοιο λιπέσθαι (γ 196) εαα τῆ τότε δὴ κρήδε[μν]ον ὑπὸ στέρνοιο τανύσσαι (ε 346) εαβ οὐχ’ ὁσίη κταμ[ένο]ισιν ἐπ’ ἀνδράσιν εὐχεταᾶσθαι (χ 412) εαγ νύκτα δι’ ἀμβ[ροσί]ην ὅτε θ’ εὕδουσιν βροτοὶ ἄλλοι (Ω 363) | |
80 | εαδ πῶς ἂν ἔπειθ’ [Ὀδυ]σσῆος ἐγὼ θείοιο λαθοίμην (α 65) εαε ἔλλαβε πορφ[ύρεος θάνατ]ος καὶ μοῖρα κραταιή (Ε 83) εαϛ ὧς οὐκ αἰνότ[ερον καὶ κύ]ντερον ἄλλο γυναικός (λ 427) | |
εβα μὴ ἴομεν Δα[να]οῖσι [μα]χησόμενοι περὶ νηῶν (Μ 216) εββ ἄνδρ’ ἐπαμ[ύνασ]θαι, ὅ[τε τι]ς πρότερος χαλεπήνῃ (π 72 φ 133 Ω 369) | ||
85 | εβγ οὐδέ τί μιν παῖ[δες] ποτὶ γούνασι παμπάζουσιν (Ε 408) εβδ ἔνδον μὲν δ[ὴ ὅδ’] αὐτὸς ἐγώ· καὶ πολλὰ μογήσας (φ 207) εβε μηδ’ οὕτως [ἀγόρ]ευε· πάρος δ’ οὐκ ἔσσεται [ἄλλως] (Ε 218) [εβϛ μιμνέτω αὐτόθι τεῖό]ς περ ἐπει〈γό〉μενός πε[ρ Ἄρηος] (Τ 189) εγα μηδ’ [ἐπαγαλλόμε]νος πολέμῳ καὶ δηιοτῆτι (Π 91) | |
90 | εγβ μή ποτ[ε τῆς εὐνῆς] ἐπιβήμεναι ἠδὲ μιγῆναι (Ι 133) εγγ χείλεα μ[έν τ’ ἐδίην·] ὑπερῴην δ’ οὐκ ἐδίηνεν (Χ 495) εγδ θάρσει· [μή τοι ταῦτα] μετὰ φρεσὶ σῇσι μελόντων (Σ 463) εγε τοῦτον δ’ [οὐ δύναμαι] βαλέειν κύνα λυ[σσ]ητῆρα (Θ 299) εγϛ τέττα, σιωπ[ῇ ἧσο, ἐμ]ῷ δ’ ἐπιπείθεο μύ|θῳ (Δ 412) | |
95 | εδα οὐκ ἀρετᾷ κ[ακὰ ἔργα·] κιχάνει τοι βραδὺς | ὠκύ[ν] (θ 329) εδβ κλήϊσσαν μεγά[ροιο θύρ]ας πυκινῶς ἀρ[αρ]υίας (φ 236) εδγ ἆ δεῖλ’, οὐδέ τι τ[οι θάν]ατος καταθύμιό[ς ἐ]στιν (Ρ 201) εδδ ἦλθ’ Ὀδυσσεὺς κ[αὶ οἶκο]ν ἱκάνεται ὀψέ π[ε]ρ ἐλθών (ψ 7) εδε ἔκ τε καὶ ὀψὲ τε[λεῖ, σύ]ν τε μεγάλῳ ἀπέ|τ]ισεν (Δ 161) | |
7(100) | εδϛ ἐν δ’ ἔρις, ἐν δ’ [ἀλκή, ἐν δὲ] κρυόεσσα [ἰω]κή (Ε 740) εεα λοιμῷ δ’ ὀίκτι[στον θανέειν καὶ πότμον] ἐπισπεῖν (μ 342) εεβ κείσομ’, ἐπεί κ[ε θάνω· νῦν δὲ κλέος ἐσθλὸ]ν ἀροίμην (Σ 121) εεγ ἀλλ’ ὄρσευ πολ[εμόνδ’, οἶος πάρος εὔχεαι] εἶναι (Δ 264) εεδ οὔ τί σε λωβε[ύω, τέκνον φίλον, οὐδ’ ἀπα]φίσκω (Ψ 26) | |
105 | εεε Ἀλκμήνης δ’ [ἀνέπαυσε τόκον, σχέθε δ’ εἰλει]θυΐης (Τ 119) εεϛ ἀλλ’ ἴθι, ταῦτ[α δ’ ὄπισθεν ἀρεσσόμεθ’, εἴ τ]ι κακὸν νῦν (Δ 362) εϛα πῇ μέματ[ον; τί σφῶιν ἐνὶ φρεσὶ μαίν]εται ἦτορ (Θ 413) εϛβ μὴ δή τοι κεῖ[νός γε λί]|ην ἐνθ|[ύμιος ἔσ]τω (ν 421) εϛγ ἀλλ’ οὔ πως ἅ[μα] | πάντα | θεοὶ δό|[σαν ἀνθρ]ώποισιν (Δ 320) | |
110 | εϛδ μὴ δ’ οὕτως [ἀγόρ]ευε· π|άρος δ’ ο[ὐκ ἔσσετ]αι ἄλλως (Ε 218) εϛε ὦς ἔφατ’, οὐ[δὲ Δι]ὸς πεῖ]θεν φ|[ρένα τα]ῦτ’ ἀγορεύων (Μ 173) εϛϛ ἀλλ’ Ὀδυσσεὺς ἀ[νένευ]|ε· κ|[αὶ ἔσχεθεν ἱ]έμενόν περ (φ 129) ϛαα πῶς ἐθέλεις [ἐπὶ νῆας Ἀχαιῶν ἐλ]θέμεν οἶος (Ω 203) ϛαβ νυμφίον [ἐν μεγάρῳ μίαν οἴην] παῖδα λιπόντα (η 65) | |
115 | ϛα[γ ἀχλὺν δ’ αὖ τοι ἀπ’ ὀφθαλμῶν ἕλον,] ἢ πρὶν ἐπῆεν (Ε 127) ϛαδ τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον (φ 180) ϛαε γινώσκω δ’ ὡς σφῶιν ἐελδομένοισιν ἱκάνω (φ 209) ϛαϛ ἕσσω μὲν χλαῖνά τε χιτῶνά τε εἵματα καλά (π 79 ρ 550 φ 339) ϛβα ἁψαμένη βρόγχο[ν] αἰπὺν ἀφ’ ὑψηλοῖο μελάθρου (λ 278) | |
120 | ϛββ ἡμετέρης ἀρετῆς 〈μ〉εμνημένος οἷα καὶ ἡμεῖς (θ 244) ϛβγ λαῖτμα μέγ’ ἐκ[πε]ρῶσιν, ἐπεί σφισι δῶκ’ ἐνοσίχθων (η 35) ϛβδ ἀλλὰ πρόσω φέρε [τόξ]α· τάχ’ οὐκ ἐὺ πᾶσι πιθήσεις (φ 369) ϛβε ἀλλ’ ὄρσευ πολεμ[όνδ]ε καὶ ἄλλους ὄρνυε λαούς (Τ 139) ϛβϛ οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα (Σ 117) | |
125 | ϛγα ἂψ ἐθέλω ἀρέσαι δόμεναί τ’ ἀπερείσι’ ἄποινα (Ι 120) ϛγβ ὀμνυέτω δέ τοι ὅρκον, ἐν Ἀργείοισιν ἀναστάς (Τ 175) ϛγγ ἐγγὺς ἀνήρ, οὐ δη[θὰ μ]ατεύσομεν, αἴ κ’ ἐθέλητε (Ξ 110) ϛγδ οὐδὲ μάλ’ ἐξαπί[νη]ς καί τις θεὸς αὐτὸς ἐνεί[και] (φ196) ϛγε ἤτοι ταῦτά γ’ ἑτοῖμ[α] τετεύχαται οὐδέ κεν ἄλλ[ως] (Ξ 53) | |
130 | ϛγϛ ἀλλ’ ἐφ[ομ]αρτεῖ[τε]· πλεόνων δέ τοι ἔργον [ἄμεινον] (Μ 412) ϛδα ἐξ ἄρα δή [τοι ἔπ]ειτα [θε]οὶ φρένας ὤλεσαν [αὐτοί] (Η 360 Μ 234) ϛδβ θάρσει, μηδέ τί τοι [θ]άνατος καταθύμιος ἔστω (Κ 383) ϛδγ ἐξ ὕπνου γο〈ό〉ωσα φίλους οἰκῆας ἐγείρῃ (Ε 413) ϛδδ ἀλλ’ ἴθι σιγῇ τοῖον, ἐγὼ δ’ ὁδὸν ἡγεμονεύσω (η 30) | |
135 | ϛδε οὔατ’ ἀκουέμεν ἔστι, νόος δ’ ἀπόλωλε καὶ αἰδώς (Ο 129) ϛδϛ γηράς· ἀλλ’ οὐχ’ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα (Ρ 197) ϛεα οἴκαδέ τ’ ἐλθέμεναι καὶ νόστιμον ἧμαρ ἰδέσθαι (ε 220 θ 466) ϛεβ τὸν μὲν ἄκουρ[ον ἐ]όντα βάλ’ ἀργυρότοξος Ἀπόλλων (η 64) ϛεγ ἐλπωρή τοι ἔ[πει]τα φίλους δ’ ἰδέειν καὶ ἱκέσθαι (η 76) | |
140 | ϛεδ σφῶιν δ’, ὡς ἔ[σετ]αί περ, ἀ[λη]θείην καταλέξω (φ 212) ϛεε ὦδε γὰρ ἐξερέω, [τὸ δὲ καὶ τ]ετελεσμέν[ον] ἔσται (Α 212) ϛεϛ πέμψω δ’, ὅππῃ μ[ιν κρα]δίη θυμός τε κελεύει (π 81 φ 342) ϛϛα πλα〈γ〉κτέ; τάχ’ αὖ δὲ κύ[νες ταχ]έες κατέδονται (φ 363) ϛϛβ γνοίης χ’, οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται (υ 237 φ 202) | |
145 | ϛϛγ οὔ τί σε τῶδ’ ἄξεσθαι ὀΐομαι οὐδὲ ἔοικε (φ 322) ϛϛδ ἐνθάδ’ ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα (φ 156) ϛϛε κρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ νυ πώ μοι (Α 542) ϛϛϛ μὴ δή μοι φύξιν γε, Δόλων, ἐμβάλεο θυ〈μῷ〉 (Κ 447) | |
148a | τέλος ἔχει τῶν ἐπῶν Ὁμηρομαντείου ἐπ’ ἀγαθῷ. | |
149col1 | Κόριας ἐν οἰκίᾳ | |
150col1 | μὴ εἶναι· χο‐ | |
151col1 | λὴν αἴγειαν με‐ | |
152col1 | τὰ ὕδατος μετα‐ | |
153col1 | μείξας σκόρ‐ | |
154col1 | πισον. | |
149col2 | Ψύλλους ἐν οἰκίᾳ μὴ | |
150col2 | εἶναι· ῥοδοδάφνην | |
151col2 | μετ’ ἅλμης βρέξας καὶ | |
152col2 | τρίψας ῥᾶνον. | |
155 | Ἡμερομαντίαι κ[αὶ] ὧραι. αʹ ἕωθεν ιγʹ δι’ ὅλης ἡμέρας κδʹ ἕωθεν βʹ μεσημβρίας ιδʹ ἕωθεν κεʹ μὴ χρῶ γʹ μὴ χρῶ ιεʹ δι’ ὅλης ἡμέρας κϛʹ δείλης | |
δʹ ἕωθεν ιϛʹ μὴ χρῶ κζʹ δι’ ὅλη[ς] ἡμέρας | ||
160 | εʹ ἕωθεν ιζʹ μὴ χρῶ κηʹ δι’ ὅλης ἡμέρας ϛʹ μὴ χρῶ ιηʹ ἕωθεν καὶ 〈δείλησ〉 κθʹ δι’ ὅλης ἡμέρας ζʹ μεσημβρίας ιθʹ ἕωθεν λʹ δείλης ηʹ δι’ ὅλης ἡμέρας κʹ ἕωθεν θʹ μὴ χρῶ καʹ δείλης | |
165 | ιʹ δι’ ὅλης ἡμέρας [κβʹ] δείλης ιαʹ δείλης [κγʹ] ἕωθεν | |
ιβʹ δι’ [ὅλης ἡμέρας] Δημοκρίτου παίγνια· Τὰ χαλκᾶ χρυσᾶ ποιῆσαι φαίνεσθαι· θεῖον ἄπυρον | ||
170 | μετὰ γῆς κρητηρίας μείξας ἔκμασσε. Ὠὸν ὅμοιον μήλων γενέσθαι· ζέσας τὸ ὠὸν χρεῖε κρόκῳ μείξας μετ’ οἴνου. Μάγειρον μὴ δύνασθαι τὴν πυρὰν ἀνάψαι· βοτάνην ἀεί[ζω]ον θὲς αὐτοῦ εἰς τὴν ἑστίαν. Φαγόντα σκόρδον μὴ ὄζειν· [ῥ]ίζας 〈σ〉εύτλου ὀπτήσας φάγε. | |
175 | Γραῦν μήτε πολλὰ λαλεῖν μήτε πολλὰ πίνειν· πίτυν κόψας βάλε αὐτῆς εἰς τ[ὸ] κράμμα. Μονομάχας ἐζωγραφη‐ μένους μάχεσθαι· ὑποκάτω αὐτῶν κάπνισον λαγοῦ κεφαλήν. Ψυχρὰ τρώγοντα κατακαίεσθαι· σκίλλαν εἰς ὕδωρ χλιαρὸν βρέξας δὸς αὐτῷ νίψασ[θ]αι. λύσις ἐλαίῳ. Τοὺς [μεμ]ει‐ | |
180 | [γμ]ένους μόγις ε̣[ὖ] ποι[εῖ]ν̣· κόμι μετὰ οἴνου καὶ [μέλιτο]ς δὸς εἰς τὴν ὄψιν μυρ[ίσα]σθαι. Πολλὰ πίνοντα καὶ μὴ με‐ θύειν· χοιραῖον πνεύμονα ὀπτήσας φάγε. Ὁδοιποροῦντα μὴ διψᾶν· ὠὸν 〈εἰσ〉 οἶνον ἀνακόψας ῥόφα. Πολλὰ βι[ν]εῖν δύνασθαι· στροβίλια πεντήκοντα μετὰ δύο κυά[θ]ων | |
185 | γλυκέος καὶ κόκκους πεπέρεως τρίψας πίε. Στ[ύ]ειν, ὅτε θέλεις· πέπερι μετὰ μέλιτος τρίψας χρῖέ σου τὸ πρᾶ̣γ̣μ̣α. Χαριτήσιον καὶ νικητικόν· λαβὼν καλαβοῦτιν ἰχωροφαγόντα, ἐν τοῖς μνη‐ μείοις εὑρισκόμενον, ἄρας αὐτοῦ τὴν δεξιὰν χεῖραν ἐν καλάμῳ κόψας ἔασον αὐτὸν εἰς τὸν ἴδιον τόπον | |
190 | αὐτοῦ ἀπελθεῖν ζῶντα καὶ ἀσφαλίσας τὴν χεῖραν τοῦ ζῴου φόρει εἰς τὸ ὑποκάλυμμα τῶν ἱματίων σου. Φ[ιλ]τοκατάδεσμος αἰώνιος· χολῆς κάπρου, ἁλὸς ἀμμω‐ νιακοῦ, μέλιτος Ἀττικοῦ ὁμοῦ τρίψον καὶ χρῖσόν σου τὴν βάλανον. Πρὸς σκορπίου πληγήν· ἐν χάρτῃ καθαρῷ τοὺς χαρακτῆρας | |
195 | ἐπίγραψον, ἐπίθες ἐν τῷ τόπῳ, ἐν ᾧ ἡ πληγή, καὶ ἐπίδησον τὸν χάρτην, καὶ ἔσται ἄπονος πάραυτα. ἔστι δὲ οἱ χαρακτῆρες· [Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character] γίνονται χαρακτῆρες ιαʹ. Πρὸς ῥεῦμα ὀφθαλμῶν· ἐπίγραφε εἰς χάρτην καὶ περίαπτε· | |
‘ρουραρβισαρουρ̣β̣βα̣ριασφρην‘. | ||
7(200) | Πρὸς ἡμικράνιον· λαβὼν ἔλαιον εἰς τὰς χεῖράς σου εἰπὲ λόγον· ‘ὁ Ζεὺς ἔσπειρεν λίθον ῥαγός· σχίζει τὴν γῆν. οὐ σπείρει· οὐκ ἀναβαίνει.‘ Ἄλλο· εἰς δέρμα κόκκινον ἐπίγραψον τάδε· ‘Ἀβρασάξ [Magical Character]‘ καὶ τὰ κοινά. ἐμπλάσας ἐπίθες τῷ κροτ[ά]φῳ. Πρὸς βῆκα· ἐπὶ δέρμα ὑαίνης ἐπίγραψον μέλανι· ‘θαψατε σθραιτω (ὡς | |
205 | εὗρον ἐν ἄλλῳ· ‘τε[υ]θραιω θραιτευ θραιτω θαβαρβαωρι ⊗ λικραλιρητα‘) [ἀπά]λλαξον 〈τὸν〉 δεῖνα ἀπὸ τῆς συνεχούσης αὐτὸν βηκός.‘ Ἄλλο· εἰς δέρμα ὑαίνης ἐπίγραψον τοὺς χαρακτῆρας· ΤΚΛ Γυ[Magical Character]⊗ΑΚΨΑ ΤΘΥΤΕΘΡΩΙ, περίαψον εἰς τὸν τράχηλον καὶ ἄβροχον φορείτω. Πρὸς μασθῶν σκληρία〈ν〉· λαβὼν βύσσινον ῥάκος ἐπίγραψον μέλανι· | |
210 | ⊗ΕΡΤ⊗ΑΡ⊗[Magical Character][Magical Character]//. Πρὸς βουβῶνα· λαβὼν σπάρτον ἀπὸ 〈βα〉λαντίου κατὰ ἅμμα [λ]έγε ἅπαξ· ‘Κάστωρ‘, δίς· ‘θαβ//‘. Πρὸς ῥιγοπυρέτιον· λαβὼν ἔλαιον εἰς τὰς χεῖράς σου λέγε ζʹ ‘Σαβαώθ‘, δὶς κοινά, καὶ ἄλειφε ἀπὸ τοῦ ἱεροοστέου μέχρι τῶν ποδῶν. Πρὸς καθημε[ρ]ινόν, νυκτερινόν· εἰς φύλλον ἐλαίας εἰς τὸ | |
215 | λευκὸν ἐπίγραψον | |
220 | γράψον εἰς χάρτην καθαρὸν καὶ περίαψον· Ἰάω Σαβαὼθ Ἀδωναὶ ἀκραμμαχαμμαρει (καθυφαιρῶν) | |
220a | αω [Σαβαὼθ Ἀδωναὶ ἀκραμμαχαμμαρει] | |
220b | ω [Σαβαὼθ Ἀδωναὶ ἀκραμμαχαμμαρει] | |
221 | Ἀβρασάξ. Ὀνειραιτητὸν Βησᾶς. λαβὼν μίλτον 〈καὶ αἷμα〉 περιστερᾶς λευκῆς, ὅμοιον καὶ κορώνης καὶ γάλα συκαμίνου καὶ χυλὸν ἀρτε‐ μισίας μονοκλώνου καὶ κιννάβαρι καὶ ὕδωρ ὄμβριμον | |
225 | καὶ πάντα λειώσας ἀπόθου καὶ ἐν αὐτῷ γράφε μ[ετ]ὰ μέλανος γραφικοῦ καὶ δίωκε τὸν λόγον ὀψὲ πρὸς τὸν λύχ[ν]ον καὶ λαβὼν μέλαν Ἰσιακὸν περίβαλε τὴν χεῖ[ρά]ν σου, καὶ σχεδόν σου ἐγρηγοροῦντος ἥξει | |
ὁ θεὸς κ[α]ὶ λέξει σοι καὶ οὐκ ἀποχωρήσει, εἰ μὴ ἐξαλείψῃς | ||
230 | τὴν χε[ῖρ]άν σου νάρδῳ ἢ ῥοδίνῳ καὶ ἐμμάξῃς τὴν ζωγραφίαν τῷ Ἰσιακῷ μέλανι. τὸ δὲ ῥάκος περίθου περὶ τὸν τράχηλον, ἵνα μή σε πλήξῃ. λόγος ὁ λεγόμενος ἐπὶ τὸν λύχνον· ‘Ἐπικαλοῦμαί σε τὸν ἀκέφαλον θεόν, τ[ὸ]ν ἐπὶ τοῖς ποσὶν ἔχοντα τὴν ὅρασιν· ὁ ἀστράπ〈τ〉ων, | |
235 | ὁ βροντάζων, σὺ εἶ, 〈οὗ〉 τὸ στόμα διὰ παντὸς προσχέεται, σὺ εἶ ὁ ἐπὶ τῆς Ἀνάγκης Αρβαθιαω, σὺ εἶ ὁ ἐπὶ σορῷ κατακείμενος καὶ πρὸς κεφαλῆς ἔχων ὑπαγκώνιον ῥητίνης καὶ ἀσφάλτου, ὃν λέγουσιν Ἀνούθ. ἀ[ν]άστα, δαίμων· οὐκ εἶ δαίμων, ἀλλὰ τὸ 〈αἷμα〉 τῶν βʹ ἱεράκων | |
240 | τῶν πρὸς κεφαλῆς τοῦ Οὐρανοῦ λαλούντων καὶ ἀγρυ‐ πνούντων. ἔγειρόν σου τὴν νυκτερινὴν μορφήν, ἐν ᾗ πάντα ἀναγορεύεις. ὁρκίζω σέ, δαίμων, κατὰ τῶν βʹ ὀνομάτων σου Ἀνούθ, Ἀνούθ: σὺ εἶ ὁ ἀκέφ[α]λος θεός, ὁ ἐν τοῖς ποσὶν ἔχων κεφαλὴν καὶ τὴν ὅρ[α]σιν, | |
245 | Βησᾶς ἀμβλυωπός. οὐκ ἀγνοοῦμεν· σὺ εἶ, οὗ τὸ στόμα [δ]ι[ὰ] π[αν]τὸς καίεται· ὁρκ[ίζω σὲ κατὰ] τῶν βʹ ὀνομάτων σου Ἀνούθ: Ἀνούθ: μ̣.......ο̣ρα φησαρα η... ἐλθέ, κύριε, χρημάτισόν μοι περ[ὶ] τοῦ δεῖνα πράγματος ἀψεύστως, ἀσκαν̣δ̣[α̣]λίστως, ἤδη, ἤδη, ταχύ, ταχύ.‘ τὸ δὲ ζῴδιον γέγραπτα[ι] ἐν τῇ ἀρχῇ τῆς βίβλου. | |
7(250) | Ὀνειραιτητόν, ὃ ἀεὶ κέχρηται. λόγος ὁ λεγόμενος πρὸς τὸν | |
καθημερινὸν λύχνον· ‘ναιενχρη, ναιεν[χρ]η, μήτηρ πυρὸς καὶ ὕδατος· σὺ εἶ ὁ προανατέλλων Ἁρχ[εντε]χθα· χρημάτισόν μοι περὶ τοῦ δεῖνα πράγματος. ἐὰν ναί, δεῖ[ξόν μ]οι φυτὸν καὶ ὕδωρ, εἰ δὲ μήγε, πῦρ καὶ σίδηρον, ἤδη [ἤδη, ταχὺ] ταχύ.‘ | ||
255 | Ἄλλο πρὸς τὸν αὐτὸν λύχνον· ‘κύριε, ὑγίαινε, λύχνε, ὁ παρεμφαίνων τῷ Ὀσίριδι καὶ παρεμφαίνων τῷ Ὀσιρχεντεχθα καὶ τῷ κυρίῳ μου, τῷ ἀρχαγγέλῳ Μιχαήλ. εἰ συμφέρει μοι τοῦτο ποιῆσαι, δεῖξόν μοι φυτὸν καὶ ὕδωρ, εἰ δὲ μήγε, πῦρ καὶ σίδηρον, ἤδη, ἤδη, ταχὺ ταχύ.‘ | |
260 | Πρὸς μήτρας ἀναδρομήν· ‘ἐξορκίζω σε, μήτραν 〈κατὰ τοῦ〉 καταστα‐ θέντος ἐπὶ τῆς ἀβύσσου πρὶν γενέσθαι οὐρανὸν ἢ γῆν ἢ θάλασσαν ἢ φῶς ἢ σκότος, τὸν κτίσαντα ἀγγέλους, ὧν πρῶτος Ἀμιχαμχου καὶ χουχαω χηρωει ουειαχω οδου προσειογγης, καὶ ἐπὶ χερουβὶν καθήμενον, βαστά‐ | |
265 | ζοντα τὸν θρόνον τὸν ἴδιον· ἀποκατασταθῆναι ἐν τῇ ἕδρᾳ μηδὲ κλιθῆναι εἰς τὸ δεξιὸν πλευρ[ῶ]ν μέρος μηδὲ εἰς τὸ ἀριστερὸν πλευρῶν μέρος μηδὲ ἀποδήξῃς εἰς τὴν καρδίαν ὡς κύων, ἀλλὰ στάθητι καὶ μένοις ἐν χώροις ἰδίοις, μηδὲν μεμαση[μ]ένη, ἔστε ἐξορκίζω σε τὸν ἀρχῇ | |
270 | ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτῇ. ἁλληλουια, ἀμήν.‘ γράφε ἐν λεπίδι κασσιτερίνῃ καὶ ἔνδυνε ἐν χρώμασι ζʹ. θωθ· αʹ, δʹ, ιβʹ, ιγʹ, κβʹ. Φαωφι· βʹ, δʹ, ιʹ, ιθʹ, κʹ. Ἀθυρ· ζʹ, ηʹ, θʹ, ιζʹ, ιηʹ, κγʹ, κζʹ. Χοιακ· εʹ, ϛʹ, ιγʹ, ιεʹ, ιϛʹ, κδʹ, κεʹ. | |
275 | Τυβι· γʹ, δʹ, ιβʹ, κδʹ, κϛʹ. Μεχειρ· αʹ, βʹ, τʹ, ιδʹ, ιθʹ. Φαμενωθ· ζʹ, ηʹ, θʹ. Φαρμουθι· εʹ, ϛʹ, ιδʹ, ιεʹ, κʹ. Παχων· γʹ, δʹ, ιβʹ, ιγʹ, καʹ, κϛʹ, κηʹ. | |
280 | Παϋνι· αʹ, βʹ, ιʹ, ιαʹ, ιεʹ, κʹ. Ἐπειφ· ζʹ, ηʹ, θʹ, ιδʹ, ιηʹ, ιθʹ, κβʹ. Μεσ[ορ]η· [ιʹ, ιδʹ], κʹ, κγʹ, κδʹ, κεʹ. Κύκλος [σ]ελήνης· σελήνη ἐν παρθέ[νῳ]· πανάλωτον πε‐ | |
285 | ποιημένον. ζυγῷ· νεκυομαντεία. σκορπίῳ· πανκακώσιμον· τοξότῃ· πρὸς ἥλιον καὶ σελήνην ἐπί‐ κλησιν ἤτοι ἐπιλαλήματα. | |
290 | αἰγοκέρῳ· ὅσα θέλεις, λέγεις ἐπὶ κάλλιστον. ὑδρηχόῳ· εἰς φίλτρον. ἰχθῦς· εἰς πρόγνωσιν. κριῷ· ἔμπυρον ἤτοι ἀγώγιμον. | |
295 | ταύρῳ· εἰς λύχνον ἐπιλάλημα. δίδυμοι· χαριτήσιον. καρκίνῳ· φυλακτήρια. λέων· κίρκα ἤτοι καταδέσματα. | |
7(300) | ‘Σαχμουοζοζο, ὁ βροντῶν, ὁ σείων τὸν οὐρανὸν καὶ τὴν γῆν, ὁ καταπεπωκὼς τὸν ὄφιν καὶ καθ’ ὥραν ἐξαίρων τὸν κύκλον | |
7(300) | τοῦ ἡλίου καὶ τὴν σελήνην ἐμπεριλα[μβά]νων Χωνσου οχχα ενσου ο βιβεροησος.‘ γράφε εἰς τὴν εὐώνυμόν σου | |
7(300) | χεῖρα διὰ ζμυρνομέλανος ἀκόλουθα τοῦ ἴβεως. | |
300a | Ἀγώγιμον αὔθωρον· λαβὼν ὄστρακον θαλάσσιον γράφε τὰ ἅγια | |
301 | ὀνόματα διὰ αἵματος ὀνίου μελάνου. λόγος· ‘ἐξορκίζω σε, ὄστρακε, κατὰ τῆς πικρᾶς Ἀνάγκης (μασκελλι—λόγος) καὶ κατὰ 〈τῶν ἐπὶ〉 τῶν Τιμωριῶν τεταγμένων λακι λακιω λακιμου μουκιλα κιλαμου ιωρ μουωρ μουδρα μαξθα | |
305 | μουσαθα· ἄξον τὴν δεῖνα τῆς δεῖνα—κοινόν, ὅτι 〈θέλεισ〉—μὴ παραμείνατε, ἀλλ’ ἄξον αὐτὴν ουχ ουχ χαυνα μουχλιμαλχα μαντωρ μουρκανα μουλιθα· μαλθαλι μουι ηιηι υ‐ υυ αη αιη υοω αηι αηι αηι αωα αωα αωα ιαω ωαι ωαι αιω ωια ιωα ια[ω] ωαι, ἄξον τὴν δεῖνα‘ (κοινά). σελήνης αὐξανομένης | |
310 | ἐν κριῷ ἢ ταύρῳ. ⟦καὶ κοινά, ὅσα θέλεις.⟧ [Φ]υλακτήριον· ‘Ἰάω Σαβαώθ, Ἀδωνάι αβλα[ν]αθαναλβα [α]κραμμα‐ χαμαρει 〈σ〉εσενγεν βαρ[φαρανγης] πεφραζαωθ’ ζω̣θ [μενε] Βαιν‐ χωωωχ: φυλάξατε τὸν δεῖνα, ὃν δεῖνα, ἀπὸ πάσης ἐπηρείας ὀνεί‐ ρου τε φρικτοῦ καὶ πάντων ἀερίων, διὰ τὸ μέγα, ἔνδοξον | |
315 | ὄνομα· Ἀβραὰμ εμεινα αεουβαωθ: βαιθω βεσια Ἰαβαώθ αγραμα κραμαρι ψινωθ: βερ ωων ἰασωπ β...πνουτε‘. ὄνομα [καὶ κοινά, ὅσα θέλεις]. Ἄλλο φυλακτήρ〈ι〉ον, πρὸς σελήνην· ‘Αχθιωφιφ Ἐρεσχιγάλ· νεβουγοσ‐ ουαληθ: σαθωθ: Σαβαώθ, σαβρωθ‘. κοινά, ὅσα θέλεις. Αὔτοπτος· λαβὼν ἀγγεῖον χαλκοῦν 〈καὶ〉 βαλὼν εἰς αὐτὸ ὕδωρ ὄμ‐ | |
320 | βριμον ἐπίθυε λίβανον ἀρσενικόν. λόγος· ‘ἠρεμείτω γαῖα, καὶ ἀὴρ ἠρε‐ μείτω, καὶ θάλασσα ἠρεμείτω· ἠρεμείτω〈σαν〉 καὶ οἱ ἄνεμοι, καὶ μή μου ἐμποδίζεσθε εἰς τὴν μαντείαν μου ταύτην, μὴ φωνή, μὴ ὀλολυγμός, μὴ συριγμός. ἐγὼ γάρ εἰμι προφήτης καὶ μέλλοντος φωνεῖν ⟦ναὸν ἅγιον τὸν ἐπὶ τῆς ἱδρυμεν()⟧ | |
325 | δεινὸν ὄνομα φοβερὸν ‘κολλα ολφιλογεμαλα αχερωιω‘, ἄνοιγε τὸν [ναὸν ἅγιον, τὸν ἐπὶ γῆς ἱδρυμένον] κόσμον, καὶ δέξαι τὸν Ὄσιριν, ὅτι ἐγώ εἰμι μανχνωβις χολχοβη μαλασητ’ ιατ’ θαννουιτα κερ‐ τωμενου πακερβαω κραμμασιρατ’ μομομο μελασουτ’ πευ Φρῆ· ἄνοιξόν μου τὰ ὦτα, ἵνα μοι χρημα‐ | |
330 | τίσῃς, περὶ ὧν σε ἀξιῶ, ἵνα ἀποκριθῇς μοι, ἄ[γ]ε, ἄγε, ἤδη ἤδη, ταχὺ ταχύ, καὶ λέγε, περὶ ὧν σε ἐξετάζω. φάνηθ[ί] μοι, κύριε Ἄνουβι, ἐπιτάσσω σοι· ἐγὼ γάρ εἰμι Ἰεω βελφενω, σκεπτόμεν〈ος περὶ τούτ〉ου τοῦ πράγματος.‘ ἀπόλυσις. λέγε· ‘χώρι[ζε, Ἄ]νουβι, ἐπὶ ὑγείᾳ καὶ σωτηρίᾳ μου εἰς τοὺς ἰδίους σου θρόνους.‘ ἁγνεύσας ἡμέρας γʹ χρῶ. | |
335 | Αὐτοπτική· ἐὰν βούλῃ σὲ αὐτὸν [ἰ]δεῖν, λαβὼν μυῖαν καὶ στίμιν Κ[ο]πτικὸν τρῖψον, ἔνχριε τοὺς ὀφθαλμούς σου. καὶ λαβὼν πτερὸν ἴβεως δακτύλων ιδʹ, χρίσας ῥοδί‐ νῳ μύρῳ ἢ κρινίνῳ, περιελίξας ὀθονίῳ βυσσίνῳ, ὡς βιβλίον ἔχε μετὰ χεῖρας. λέγε δέ, τῷ ἀριστερῷ | |
340 | ὀφθαλμῷ παρεμβλέπων, οὕτως. λόγος· ‘μουν ειποσις ηυ Φθα νουθι θιε σημι νουει νηιθι χρεχρεω σινι‐ | |
νωρψ μουχ ορωου ενθερινι εωη μουνιαχ νεσωι μουνεσωχ μουνηι ενιμε χρε‐ μου ρενενε σον σνηι ως μουχορωου. ενθερινι | ||
345 | ανοκ’ Σῶς ερμαϊχω εντευμουτοιχνη χρεμου τη[Magical Character]βας πνητε κυφοχ’ εμμ ιεβοχνης τχηνη φιμου χνου νυοιχωωιμ [σ]εουνευμοι ινονρι:‘ Μαντεῖον ἐπὶ παιδός. κατακλίνας ἐπὶ τὸ ἔδαφος λέγε, καὶ φανήσεται αὐτῷ παιδίον μελάνχρουν. | |
7(350) | λόγος· ‘ἐπικαλοῦμαι ὑμᾶς, χάους καὶ ἐρέβους, βυθοῦ, γαίας οἰκήτορας, οὐρανοῦ, σκότους ἐπόπτας, ἀθεωρήτων δεσπότας, κρυφίμων φύλ[α]κας, χθονίων ἡγεμόνας, ἀπείρων διοικητάς, κραταιόχθονας, χασμαθυπουρ‐ γούς, φρικτοπαλαίμονας, φοβοδιάκτορας, σκοτιοερέ‐ | |
355 | βους, ἀναγκεπόπτας, κρημνοκράτορας, ἀλγεσιθύμους, βαρυδαίμονας, σιδηροψύχους, βιθουραρα ασουημαρα [.]ο̣τρουρ μουρρουρ αφλαυ μανδραρουρου σου μαραρου, χρηματίσατε, περὶ οὗ σκέπτομαι πράγματος.‘ κοινόν. Ὀνειραιτητόν· λαβὼν ῥάκος λινοῦν καθα[ρὸ]ν γράφε εἰς αὐτὸ τὸ ὑποκάτω ὄνομα | |
360 | καὶ ἑλίξας καὶ ποιήσας ἐλλύχνιον ἄναψον ἐπιβαλὼν ἔλαιον καθαρόν. λόγος ὁ γραφόμενος οὗτος· Ἁρμιουθ· Λαϊλαμ χωουχ Ἀρσενοφρῆ, Φρῆυ Φθᾶ Ἁρχεντεχθα. ἑσπέρας οὖν, ὁπόταν μέλλῃς κοιμᾶσθαι, καθαρὸς ἀπὸ παντός, τόδε ποίει· προσ‐ ελθὼν τῷ λύχνῳ λέγε ζʹ τὸν ὑποκείμενον λόγον καὶ σβέσας αὐτὸν | |
365 | κοιμοῦ. λόγος λεγόμενος οὕτω〈σ〉· ‘σαχμου[ν]ε παημαλιγοτηρηηνχ· | |
ὁ σείων, ὁ βροντῶν, ὁ καταπεπωκὼς τὸν ὄφιν καὶ τὴν σελήνην ἐμπεριλαμβά[ν]ων καὶ καθ’ ὥραν ἐξαιρῶν τὸν κύκλον τοῦ ἡλίου, ‘Χθεθω[ν]ι‘ ὄνομά σοι. ἀξιῶ ὑμᾶς, τοὺς κυρίους τῶν θεῶν, Σήθ: Χρηψ· χ[ρ]ηματίσατέ μοι, περὶ ὧν β[ούλο]μαι.‘ | ||
370 | Πρὸς πᾶν θηρίον καὶ ἔνυδρον καὶ λῃστάς· ἐξάψας κράσπεδον τοῦ ἱματίου σου λέγε· ‘λωμα ζαθ Αἰὼν αχθασε μα[.]ζαλ Βαλαμαων ηιεου, φύλαξόν με, τὸν δεῖνα, ἐν [τ]ῇ ἄρτι ὥρᾳ, ἤδη ἤδη, ταχὺ ταχύ‘. Ἀγρυπνητικόν· 〈λαβὼν〉 ὄστρακον ἀπὸ θαλάσσης γράψον· | |
375 | ‘ιψαη ιαωα[ι] ἀγρυπνείτω μοι ἡ δεῖνα τῆς δεῖνα.‘ ἐκείνῃ τῇ νυκτὶ ἀγρυπνήσει. Ἄλλο· λυχνίον λαβὼν ἐλλυχνίασον καὶ πρὸς αὐτὸν λέγε· ‘ἐξορκίζω σέ, λύχνε, κατὰ τῆς μητρός σου, Ἑστίας Μηραλληλ (βʹ), καὶ κατὰ τοῦ πατρός σου, Ἡφαίστου Μελιβου Μελιβαυ Μελι‐ | |
380 | βαυβα[υ· ἀγ]ρ[υπ]νείτω‘ καὶ κοινά. τὰ δὲ γράμματα εἰς τὸ ἐλλύχνιον [γράφε]· ‘[Magical Character]χιιιιι/ιι‘ καὶ οὐσιάσ[ας δίω]κε τὸν ἐπάνω λόγον. ποίει δὲ καὶ σιδήρου π[έταλ]ον. ὁ λόγος· ‘ψύγητι, σίδηρε, καὶ χιὼν γενοῦ· ἐγ[ὼ γάρ] εἰμι Μελιβου Μελιβαυ Μελιβαυβα[υ‘ καὶ κ]οινά. | |
385 | Ποτήριον καλόν. ἐ[π]ὶ ποτηρίου λέγε ζʹ· ‘Κανωπῖ[τι] π̣ροιη ρωδοχ[.]φ καλυψας ερεκιν ποθηξας ερατευν μορφυς Χάρις Φαφιετι Εἶσι ω Βούβαστι Ποθωπι, ἐξορκίζω ὑμᾶς, ἅγια ὀνόματα τῆς Κύπριδος, ὅπως, | |
ἐὰν καταβᾶτε εἰς τὰ σπλάγχ〈ν〉α τῆς δεῖνα, 〈ἣν〉 ἡ δεῖνα, ποιῆσαι φιλεῖν.‘ κοινά. | ||
390 | Νικητικὸν δρομέως. γράψον ἐπὶ τοὺς μεγάλους ὄνυχας αὐτοῦ γράφων χαλκῷ γραφείῳ τοὺς χαρακτῆρας τούτους· [Magical Character][Magical Character], γράφε· ‘δός μοι ἐπιτυχίαν, ἐπαφρο〈δι〉σίαν, δόξαν, χάριν ἐν τῷ σταδίῳ.‘ καὶ τὰ κοινά, ὅσα θέλεις. Κατόχων ἐπαναγκαστικοί· ‘σφεδεμουρ· βιρβια· | |
395 | ηχι· ερωφθι· αταρμετρα· χηλωωψ.‘ κοινά. Φιμωτικὸν καὶ ὑποτακτικὸν γενναῖον καὶ κά‐ τοχος. λαβὼν μόλιβον ἀπὸ ψυχροφόρου σωλῆνος ποίησον λάμναν καὶ ἐπίγραφε χαλκῷ γραφείῳ, ὡς ὑπόκειται, καὶ θὲς παρὰ ἄωρον· ‘[Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character]⊗[Magical Character] | |
7(400) | Βαχυχ [Magical Character] [Magical Character] [Magical Character] [Magical Character] [Magical Character] [Magical Character] ααλουγικι Ἐλωαί, Βαινχωωωχ· [Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character]Χ[Magical Character]Ι[Magical Character] εὐλαμω φνουβενε ειζοχορ μοβορ φω χορβα ζαχει αναχια [Magical Character]Κ[Magical Character][Magical Character][Magical Character][Magical Character]Β Φωρφορβα Φωρβορβα Σεμεσιλάμ, Ἁρχεντεχθα Ἀσχελιδονήλ· κατάσχε‘. κοινά, ὡς ἂν βούλῃ. | |
405 | Φίλτρον. ἐπὶ φιλίας καταφιλῶν λέγε· ‘ανοκ’ θα[Idiosyncratic Papyrological Character]ι·ν επιβαθα χεουχ· χα ανοκ ανοχ’ χαριεμουθ· Λ[αϊ]λαμ.‘ κοινά. Ἐάν τινι ἐθέλῃς [ἐ]μφανῆναι διὰ νυκτὸς ἐν ὀνείροις, λέγε πρὸς τὸν λύχνον τὸν καθημερινόν, λέγε πολλάκις· ‘χειαμωψει: ερπεβωθ: ἰδέτω με ἡ δεῖνα, ἣν ἡ δεῖνα, ἐν τοῖς | |
410 | ὕπνοις, ἤδη ἤδη, ταχὺ ταχύ.‘ καὶ κοινά, ὅς’ ἂν βούλῃ. Νυκτολάλημα. λαβὼν κοκκοφαδίου τὴν καρδίαν ⟦καὶ⟧ βάλε εἰς ζμύρναν καὶ γράφε εἰς πιττάκιον ἱερατικὸν τὰ ὀνόματα καὶ τοὺς χαρακτῆρας καὶ ἕλιξον τὴν καρδίαν εἰς τὸ πιττάκιον καὶ ἐπίθες ἐπὶ τὴν ψυχὴν αὐτῆς καὶ ἐπερώτα· καὶ πάν‐ | |
415 | τα σοι ἐξομολογήσει· ‘δαρυγκω· ιαυ· ιαυ· ⊗⊗[Magical Character]Χ̇ΨΒ ΛΘΛΘΛΔⲀⲀΒΖⲀΤΙΖΒ‘. κοινά, ὅς’ ἂν βούλῃ. Κάτοχος. γράφε εἰς πέταλον κασσιτέρινον χαλκῷ γραφείῳ πρὶν ἡλίου ἀνατολῆς τὰ ὀνόματα· ‘χρημ[ι]λλον’ Μουλοχ· καμπυ· χρη ωφθω· Μασκελλι—λόγος, Ἐ[ρη]κισιφθη/ Ἰαβεζεβυθ.‘ | |
420 | ἔπειτα βάλε εἰς ποταμόν, εἰς θάλασσαν πρὶν ἡλίου ἀνα‐ τολῆς. συνεπίγραφε καὶ τούτους τοὺς χαρακτῆρας· ‘⊗[Magical Character][Magical Character] [Magical Character][Magical Character]Ε θεοὶ κραταιοί, κατέχετε‘. κοινά, ὅς’ ἂν θέλεις. Κυβεύοντα νικᾶν· ‘Θερθενιθωρ· δυαγωθερε· θερθενιθωρ· συαποθερευο· κωδοχωρ, ποίησόν με κυβεύοντα νικῆσαι, | |
425 | κρατῶν Ἀδριήλ.‘ ἐν τῇ χειρὶ λέγε· ‘μηδ’ εἷς 〈ἴσ〉ος ἤτω ἐμοί· ἐγὼ γάρ εἰμι Θερθενιθωρ· ηρωθωρθιν· δολοθορ, καὶ βάλλω, ὃ θέλω.‘ καὶ συνεχέστερον λέγε, καὶ βάλλεις. ἄλλως δὲ δεῖ σὲ λέγειν· ‘μηδ’ εἷς ὧδε τῶν παιζόντων μετ’ ἐμοῦ ἴσος ἤτω, καὶ βάλλω, ὅσα θέλω.‘ Κάτοχ[ος παντ]ὸς πράγματος καὶ ἐπὶ ἁρμάτων ποιῶν. ἐστὶ δὲ καὶ διάκοπος | |
430 | καὶ κατακλιτ[ικ]ὸν καὶ κατακοπτικὸν καὶ ἀναιρετικὸν καὶ ἀνα‐ στρεφόμενον, πρὸς 〈ἃ〉 θέλεις. ὁ δὲ λόγος λεγόμενος ὁρκίζει δαίμονας καὶ εἰσκρίνει. πλάκαν ἐς μολιβῆν ἀπὸ ψυχροφόρου τόπου ἐνχάραξον, ὃ βούλει γενέσθαι, καὶ τελέσας ἐν ἀρώμασιν φαιοῖς οἷον ζμύρνᾳ, βδέλλῃ, στύρακι καὶ ἀλοῇ καὶ θύμῳ | |
435 | μετὰ ἰλῦος παρὰ ποταμοῦ, ὀψὲ ἢ μέσης νυκτός, ὅπου ῥοῦς ἐστιν ἢ παραρέον βαλανείου, δήσας αὐτὴν σπάρτῳ, βάλε φέρεσθαι εἰς τὸν ῥοῦν (ἢ εἰς θάλασσαν), ἵνα, ὅτε θέλεις, ἐκλύσῃς. ἐὰν δὲ θέλῃς ἀπολῦσαι, λῦσον τὸ πλάτυμ〈μ〉α, δίωκε τὸν λόγον ζʹ, καὶ ὄψει πρᾶγμα θαυμαστόν. πορεύου δὲ ἀνεπι‐ | |
440 | στρεπτὶ μηδενὶ δοὺς ἀπόκρισιν, καὶ λουσάμενος καὶ βαπτισάμενος ἀνάβα παρὰ σαυτ[ὸ]ν καὶ ἡσύχασον ἀψύχοις τροφαῖς χρώμενος. γράφε δὲ χαλκῇ βελόνῃ ἀκεφάλῳ. ἔστι δὲ τὰ γραφόμενα· ‘ὁρκίζω σέ, δέσποτα Ὄσιρι, κατὰ τῶν σῶν ἁγίων ὀνομάτων· ουχιωχ: ουσεναραναθ: Οὔσιρει: Οὐσερ‐ | |
445 | ραννˋουφθι· Ὀσορνουφη: Οὐσερ/ Μνευειί Οὐσερσετεμενθ: Ἀμαρα μαχι: χωμασω εμ μαϊ: σερβωνι εμερ Ἶσι· αρατωφι· εραχαξ· εσεοιωθ· αρβιωθι· αμενχουμ· μονμοντ ουζαθι· πηρ Οὑννεφερ εν ωωω, παραδίδωμί σοι, δέσποτα Ὄσιρι, καὶ παρακατατίθεμαί σοι τήνδε τὴν πρᾶξιν‘. | |
7(450) | (κοινόν.) Ἐὰν δὲ κατορυκτικὸν ποιῇς, ἢ 〈εἰσ〉 ποταμὸν ἢ γῆν ἢ θάλασσαν ἢ ῥοῦν ἢ θήκην ἢ εἰς φρέαρ, γράφε τὸν λόγον τὸν Ὀρφαϊκόν· ‘ασκει | |
καὶ τασκει‘ λέγων, καὶ λαβὼν μίτον μέλανα βάλε ἅμματα τξεʹ καὶ ἔξωθεν περίδησον, λέγων πάλιν τὸν αὐτὸν λόγον καὶ ὅτι· ‘δια‐ τήρησον τὸν κάτοχον‘ ἢ κατάδεσμον, ἢ ὃ ἂν ποιῇς, καὶ οὕτως | ||
455 | κατατίθεται. ἡ γὰρ σελήνη τὸ ὑπόγειον διοδεύουσα, ὃ ἐὰν εὕρῃ, λύει. τούτου δὲ γενομένου διαμένει ἅμα ἐπιλέγοντός σου καθ’ ἡμέραν ἐπὶ τῷ τόπῳ τούτῳ. μὴ ταχὺ με〈τα〉δίδου τινί· εὑρήσεις γὰρ μετὰ πολλοῦ καμάτου. Φίλτρον κάλλιστον. ἐπίγραψον ἐπὶ λάμνας κασσιτερίνης χαράξας. γράψον | |
460 | καὶ θὲς ὑπερπατῶν. καὶ τὰ γραφόμενά ἐστιν ταῦτα· ‘ἐξορκίζω σε κατὰ τοῦ ἐνδόξου ὀνόματος Βακχίου‘ (καὶ κοινά, ὅς’ ἂν θέλῃς). Φίλτρον κάλλιστον. ἐπίγραψον ἐπὶ λάμνας κασσιτερίνης τοὺς χαρακτῆρας καὶ τὰ ὀνόματα καὶ οὐσιάσας οἵᾳ δήποτε οὐσίᾳ ἕλιξον καὶ βάλε εἰς θάλασσαν. οἱ δὲ χαρακτῆρες οἵδε· ‘[Magical Character]Ζ[Magical Character][Magical Character][Magical Character]ΙΟΖ[Magical Character][Magical Character] | |
465 | ΙΟ[Magical Character] ιχαναρμενθω· χασαρ· ποιήσατε τὴν δεῖνα φιλεῖν ἐμέ‘ (κοινά). γράφε ἐν ἥλῳ κυπρίνῳ ἀπὸ πλ[ο]ίου νεναυαγηκότος. Λαβὼν ὄστρακον ἀπὸ θαλάσσης ζωγράφησον εἰς αὐτὸ ζμυρνομέλανι τὸ ὑποκείμενον ζῴδιον Τυφωνιακὸν καὶ κύκλῳ | |
αὐτοῦ τὰ ὀνόματα καὶ βάλε εἰς ὑποκαυστήριον βαλανείου. ὅταν δὲ | ||
470 | βάλῃς, δίωκε λέγων ταῦτα τὰ ἐν τῷ κύκλῳ ἐγγεγραμμένα καὶ ὅτι· ‘ἄγε μοι τὴν δεῖνα, ἣ〈ν〉 δεῖνα, ἐν τῇ σήμερον ἡμέρᾳ ἀπὸ τῆς ἄρτι ὥρας καιομένην τὴν ψυχὴν καὶ τὴν καρδίαν, ταχὺ ταχύ, ἤδη ἤδη.‘ ἔστι δὲ τὸ θεώρημα τὸ ὑποκείμενον. διώκων δὲ τὸν λόγον 〈λέγε〉 τὴν ἀ[ρ]χήν· ‘θεὸς οὗτος Ἀναγκῶν, ωκηση: εηρινι[α]ρεμιν: | |
475 | εντηνταιν: φοου τωνκτω· μνη σιεθων: Ὄσιρι: ενα[β]ωθ: ψανου: Λαμψουωρ: Ἰεου: ιω: ιω: αι: ηι: ει: αι: ει: αω: ἄγαγέ μοι τὴν δεῖνα τῆς δεῖνα‘ καὶ τὰ λοιπά. ἐστὶν δὲ τὸ ζῴδιον. ‘Ἔρως, Ἐρωτύλλε πασσαλεον ητˋ, ἀπόστειλόν μοι τὸν ἴδιον 〈ἄγγελον〉 τῇ νυκτὶ ταύτῃ δηλοῦντά μοι περὶ τοῦ τινος πράγματος. τοῦ〈το〉 γὰρ ἐποί‐ | |
480 | ησα κατ’ ἐπιταγὴν Πανχουχι: θασσου: ἄφ’ οὗ ἐπιτασσόμενος ποιήσεις, ὅτι ἐξορκίζω σε κατὰ τῶν τεσσάρων κλιμάτων τοῦ κόσμου· Ἀψαγαήλ: χαχου: μεριουτ: μερμεριουτ: καὶ κατὰ τοῦ ἐπάνω τῶν τεσσάρων κλιμάτων τοῦ κόσμου: κιχ: μερμε‐ ριουθ:‘ (κοινόν.) ἐπίθυμα τοῦτο· λαβὼν ῥύπου ἀπὸ σανδαλίου σου | |
485 | καὶ ῥητίνης καὶ κόπρου περιστερᾶς λευκῆς ἴσα ἰσῶν ἐπίθυε πρὸς τὴν ἄρκτον λέγων. φυλακτήριον τούτου· γράψον τὰ ὀνόματα ταῦτα εἰς πέταλον κασσιτερινόν· ‘Ἀχαχαήλ: χαχου: μαρμα‐ ριουτι·‘ καὶ φόρει περὶ τὸν τράχηλον. μετεπικαλέσας εἴσελθε παρὰ σεαυτῷ, κο〈ί〉μισον τὸν λύχνον καὶ κοιμῶ | |
490 | ἐπὶ ψιάθ〈ου κλ〉ίνῃ καινῇ. 〈Φυλακτήριον.〉 λαβὼν θεῖον καὶ νειλοκα‐ λάμης σπέρμα ἐπίθυε πρὸς τὴν σελήνην καὶ λέγε· | |
‘ἐπικαλοῦμαί σε, κυρία Ἶσι, ᾗ συνεχώρησεν ὁ Ἀγαθὸς Δαίμων βασιλεύειν ἐν τῷ τελείῳ μέλανι, τὸ ὄνομά σου· λου: λουλου: βαθαρθαρ· θαρησιβαθ: ἀθερνεκλησιχ | ||
495 | ἀθερνεβουνι: ηιχομω: χομωθι: Ἶσι Σῶθι: σουηρι· Βούβαστις· ευρελιβατ’: χαμαρι: Νεβουτος: Ουηρι: αϊη: ηοα· ωαι: διαφυλάξατέ με, τὰ μεγάλα καὶ θαυμαστὰ ὀνόματα τοῦ θ[εοῦ]‘, κοινόν, ‘ὅτι ἐγώ εἰμι ὁ ἐν τῷ Πηλουσίῳ καθιδρυμένος σερφουθ: μουϊσρω | |
7(500) | στρομμω: μολωθ: μολονθηρ: φον Θώθ: δια‐ φυλάξατέ με, τὰ μεγάλα καὶ θαυμαστὰ ὀνόματα τοῦ μεγάλου θεοῦ (κοινόν) ασαω: εϊω: νισαωθ: κυρία Ἶσις, Νέμεσις, Ἀδράστεια· πολυώνυμε, πολύμορφε, δόξασόν με, ὡς ἐδόξασα τὸ ὄνομα τοῦ υἱοῦ σου Ὧροσ‘. κοινόν. | |
505 | Σύστασις ἰδίου δαίμονος. ‘χαίρετε, Τύχη καὶ δαῖμον τοῦ τόπου τούτου καὶ ἐνεστῶσα ὥρα καὶ ἡ ἐνεστῶσα ἡμέρα καὶ πᾶσα ἡμέρα. χαῖρε, τὸ περιέχον, ὅ ἐστιν γῆ καὶ οὐρανός. χαῖρε, Ἥλιε· σὺ γὰρ εἶ ὁ ἐπὶ τοῦ ἁγίου στηρίγματος σεαυτὸν ἱδρύσας ἀοράτῳ φάει | |
510 | Ορκορηθαρα. σὺ εἶ ὁ πατὴρ τοῦ παλινγενοῦς Αἰῶνος Ζαραχθω: σὺ εἶ ὁ πατὴρ τῆς ἀπλάτου Φύσεως [Verba Coptica]. σὺ εἶ ὁ ἔχων ἐν σεαυτῷ τὴν τῆς κοσμικῆς φύσεως σύγκρασιν καὶ γεννήσας τοὺς εʹ πλανήτας ἀστέρας, οἵ εἰσιν οὐρα‐ νοῦ σπλάγχνα καὶ γῆς ἔντερα καὶ ὕδατος χύσις καὶ πυρὸς | |
515 | θράσος: αζαμαχαρ: α[ν]αφανδαω: ερευα· ανερευα· φενφενσω: ϊγραα: σὺ εἶ ὁ νέος, εὐγενής, ἔγγονος ὁ τοῦ ἁγίου ναοῦ, ὁ συγγενὴς τῇ ἱερᾷ λίμ〈ν〉ῃ, τῇ καλουμένῃ ἀβύσσῳ, | |
παρεστώσῃ ταῖς δυσὶ βάσεσιν σκιαθι: καὶ μαντω· καὶ ἐκινήθη τῆς γῆς τὰ δʹ θεμείλια, ὁ τῶν ὅλων δεσπότης, | ||
520 | ἅγιε κάνθαρε: αω· σαθρεν Ἀβρασάξ: ιαωαι αεω· ηωα: ωαη: Ἰάω: ιηο: ευ: αη: ευ: ιε: ιαωαι.‘ τὸ ὄνομα γράφε ζμυρνομέλανι εἰς ὠὰ δύο ἀρρενικά· καὶ τῷ μὲν ἑνὶ περικαθαίρεις σεαυτὸν καὶ ἐκλείξας τὸ ὄνομα ἔκβαλε κατάξας. τὸ δ’ ἕτερον κράτει τῇ δεξιᾷ χειρὶ παρανεῳγμένῃ δεικνύων τῷ ἡλίῳ πρὸς ἀνατολὰς καὶ 〈ἐστεμμένοσ〉 | |
525 | ἐλαίας κλάδους. ἔπαιρε δέ σου τὴν χεῖραν τὴν δεξιὰν τῇ εὐωνύμῳ ὑποβαστάξας τὸν ἀγκῶνα καὶ εἰπὼν τὸν λόγον ζʹ καὶ ἀπολέψας ῥόφησον. ποίει ἐπὶ ἡμέρας ζʹ πρὸς ἀνατολὴν καὶ δύσιν διώκων τὸν λόγον. Νικητικόν· ‘Ἥλιε, Ἥλιε, εἰσάκουσόν μου, τοῦ δεῖνα, Ἥλιε, κύριε, θεὲ μέγιστε, ὁ τὰ ὅλα συνέχων καὶ ζῳογονῶν | |
530 | καὶ συνκρατῶν τὸν κόσμον, εἰς ὃν τὰ πάντα χωρεῖ, ἀφ’ οὗ καὶ ἐγένετο, ἀκάματε, ηιε: εληιε· Ἰεωα· ῥουβα· ἀναμαω: μερμαω: χαδαμαθα ἀρδαμαθα πεφρε ἀναμαλαζω φηχεινδευ· ενεδερευ· σιματοι· μερμερεω αμαλαξιφια· μερσιφια· ερεμε· θαστευ· Πάπιε· φερεδωναξ ἀναϊε | |
535 | γελεω· ἀμαρα ματωρ· μωρμαρησιο [:]νεουθων: αλαω· αγελαω: ἀμαρ: αματωρ: μωρμασι: σουθων: ἀναμαω: γαλαμαραρμα· εἰσάκουσόν μου, κύριε Ἥλιε, κα[ὶ] γενέσθω τὸ δεῖνα πρᾶγμα ἔνωρον‘. λέγε ἐπιθύων ἐπ’ ἀνθράκων δρυίνων κοῖφι ἱερατικόν, ᾧ με‐ μίχθω κριοῦ ὁλομέλανος ἐγκέφαλος καὶ κατανάγκης ἄλευρα. | |
540 | Λυχνομαντεῖον. σιδηρᾶν λυχνίαν θὲς ἐπὶ τοῦ ἀπηλιωτικοῦ μέρους ἐν οἴκῳ | |
καθαρῷ καὶ ἐπιθεὶς λύχνον ἀμίλτωτον ἅψον. ἤτω δὲ τὸ ἐλλύ‐ χνιον ἀπὸ λίνου καινοῦ, ἅπτε δὲ λιβανω〈τόν〉. εἶτα ἐπίθυε λίβανον ἐπὶ ξύλων ἀμπελίνων. ὁ δὲ παῖς ἔστω ἄφθορος, καθαρός. | ||
545 | λόγος· ‘Φισιο: Ἰάω: αγεανουμα: σκαβαρω σκασαβρωσου ασαβρω ὅτι δέομαι ὑμῶν ἐν τῇ σήμερον ἡμέρᾳ, ἐν τῇ ἄρτι ὥρᾳ φανῆναι τῷ παιδὶ τούτῳ τὸ φῶς καὶ τὸν ἥλιον, Μανε Οὔσειρι, Μανε Ἶσι, τὸν Ἄνουβιν, τ[ὸ]ν πάντων θεῶν ὑπηρέτην, κα[ὶ] ποίησον τὸν παῖδα κατασπασθῆναι καὶ ἰδεῖν τοὺς θεοὺς | |
7(550) | τοὺς εἰς τὴν μαντείαν παραγινομένους πάντας. φάνηθί μοι ἐν τῇ μαντείᾳ, ὁ μεγαλόφρων θεός, τρισμέγας Ἑρμῆς, φανήτω ὁ 〈ποιήσασ〉 τὰ τέσσαρα μέρη τοῦ οὐρανοῦ καὶ τὰ τέσσαρα θεμείλια τῆς γῆς ῥεσεννηεθω: βασ[ε]νεραιπαν: θαλθαχθα‐ χωθχ· χινεβωθ: χινεχωθ: μιμυλωθ: μασυντορι· | |
555 | ἀστοβι, ἧκέ μοι, ὁ ἐν τῷ οὐρανῷ, ἧκέ μοι, ὁ ἐκ τοῦ ὠοῦ· ὁρκίζω ὑμᾶς κατὰ τοῦ εντω ταψατι λεγηνισθω ηλεγη Σερφουα: μουϊσρω: λεγε, 〈φανέντων καὶ〉 οἱ δύο θεοὶ οἱ περὶ σέ, Θαθ. καλεῖται ὁ εἷς θεὸς Σω, ὁ ἕτερος Ἀφ, καλου καγωηι σεσοφηϊ: Βαϊνχωωωχ‘. ὁ λόγος ὁ λεγόμενος· ἧκέ μοι, τὸ πνεῦμα τὸ ἀερο‐ | |
560 | πετές, καλούμενον συμβόλοις καὶ ὀνόμασιν ἀφθέ〈γ〉κτοις, ἐπὶ τὴν λυχνομαντείαν ταύτην, ἣν ποιῶ, καὶ ἔμβηθι αὐτοῦ εἰς τὴν ψυχήν, ἵνα τυπώσηται τὴν ἀθάνατον μορφὴν ἐν φωτὶ κραταιῷ καὶ ἀφθάρτῳ, ὅτι ᾄδων καλῶ· ‘Ἰάω Ἐλωαὶ μαρμαχαδα· μενεφω· μερμαι | |
565 | ιηωρ αιεω: ηρεφιε: φερεφιω· χανδουχ Ἀμων ερεπνευ· ζωνωρ· ακλευα μενηθωνι· καδαλαπευ ιωπλαιτινε· ῥε Ἀώθ: ιηϊ· ωηϊ· αεηφ: μεδχηνωρ | |
αλαχαλ· Περεχαηλ· σερενωφ: δουναξ· ἀναξιβοα· Ἔρεβε βω· βεβωβια· ανησιοδευ· ιαωα· ενιωεαλ | ||
570 | εμερω· μασαιανδα. δεῦρό μοι, κύριε, ἐπὶ τῷ ἀχράντῳ φωτὶ ὀχούμενος, ἀψευδὴς καὶ ἀμήνιτος, ἐμοὶ καὶ τῷ ἐπόπτῃ σου παιδί, Μαρμαριαυ· ἀναψιχαλαω: πεοε νιψεουα: αιετυ Ἁρεννωθης ανερωφης ϊθυαμαρεμ· ωσιηρ: ἀναψιχυων ψυελημιχαλης, φάνηθι‘. λέγε γʹ. | |
575 | ἐὰν εἴπῃ· ‘ὁρῶ τὸν κύριόν σ〈ο〉υ ἐν τῷ φωτί‘, λέγε· ‘ἅγιε υμερι: ειγεσου· εντω τηριουα· μενη σομιωω· αλαμαωρ· χωχενεμητωρ,‘ καὶ οὕτως ἀποκρίνεται. ἐρώτα· ‘αρσερετωθι· οὐημαντουρ.‘ Φυλακτήριον σωματοφύλαξ πρὸς δαίμονας, πρὸς φαντάσματα, | |
580 | πρὸς πᾶσαν νόσον καὶ πάθος· ἐπιγραφόμενον ἐπὶ χρυσέου πετάλου ἢ ἀργυρέου ἢ κασσιτερίνου ἢ εἰς ἱερατικὸν χάρτην φορού‐ μενον σφραγιστικῶς ἐστιν. ἔστιν γὰρ δυνάμεως ὄνομα τοῦ μεγάλου θεοῦ καὶ σφραγίς. ἔστιν δέ, ὡς ὑπόκειται· Κμῆφις· χφυρις· ἰαεω Ἰάω αεη Ἰάω οω Αἰών, ἰαεω βαφρενε‐ | |
585 | μουν οθιλαρικριφιαευεαι φιρκιρα λιθανυομε νερφαβω‐ εαι. τα[ῦ]τα τὰ ὀνόματα, τὸν δὲ χαρακτῆρα οὕτως· ἔστω ὁ δράκων οὐροβόρος, τὰ δὲ ὀνόματα μέσον τοῦ δράκοντος καὶ οἱ χαρακτῆρες οὕτως, ὡς ὑπόκειται· [Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character]. τὸ δὲ σχῆμα ὅλον οὕτως, ὡς ὑπόκειται, ὅτι· ‘διαφύλασσέ μου τὸ σῶμα, τὴν | |
590 | ψυχὴν ὁλόκληρον ἐμοῦ, τοῦ δεῖνα.‘ καὶ τελέσας φόρει. | |
589a | ‘διαφ[ύλασσέ μου] τὸ σῶμα, [τὴν] ψ[υ‐] | |
589b | χὴν [ὁλόκλη]ρον ἐμοῦ το[ῦ δε]ῖνα‘. | |
589c | κοινά. | |
591 | ‘Ἐλθέ μοι, ἀ[κ]οὴ οὐρανοῦ, ἐλθέ μοι, ἀκ[οὴ ἀέρω]ν, ἐλθέ μοι, ἀκοὴ γῆσ‘, καὶ τὰ λοιπά, ὡς ὑποδείκ[νυ]ται. Ἀγωγὴ ἀσχέτου· λαβὼν [λύχνο]ν ἑπ[τάμ]υξον ἀμίλτωτον ποίησον ἐλλύχνιον [ἀπ]ὸ πλοίου | |
595 | νεναυαγηκότος καὶ ἐπὶ μὲν τ[ο]ῦ [αʹ] ἐλλυχνίου γράφε ζμύρνῃ Ἰάω:, ἐπὶ τοῦ βʹ Ἀδωνάι, ἐπὶ τοῦ γʹ [Σα]βαώθ:, ἐπὶ τοῦ δʹ Παγουρη, ἐπὶ τοῦ εʹ Μαρ‐ [μορ]ουθ:, ἐπὶ τοῦ ϛʹ Ἰαεω, ἐπὶ τοῦ ζʹ Μιχαήλ, καὶ βαλὼν ἔλαιον εἰς τὸν λύχνον θὲς ἐπὶ θυρίδα | |
7(600) | τῷ νότῳ βλέπουσαν. ἤτω δὲ καὶ ἀρτεμισίας σπεῖρα ἐπὶ τὸν λύχνον (κατὰ περι[φορὰν] λύχνου), καὶ δίωκε τὸν λόγον· ‘ἐπικαλοῦμαι ὑμᾶς, τοὺς δυνάστας, μεγάλους θεούς, τοὺς λαμπυριζομένους ἐν τῇ ἄρτι ὥρᾳ, ἐν τῇ σήμερον ἡμέρᾳ, χάριν τῆς ἀσεβοῦς δεῖνα. αὕτη γὰρ εἴρηκεν, | |
605 | ⁝ὅτι ὁ Ἰάω πλευρὰς οὐκ ἔχει, 〈ἡ δεῖνα εἴρηκεν,〉 ὅτι Ἀδωναὶ ἐπὶ χόλῳ βίᾳ ἐβλήθη. ⁝〈ἡ δεῖνα εἴρηκεν,〉 | |
605 | ὅτι Σαβαὼθ ἔβαλεν τὰς τρεῖς κραυγάς. ἡ δεῖνα εἴρηκεν ὅτι· ‘ὁ Παγουρη ἀρσενόθηλυς ἔφυ‘. ἡ δεῖνα εἴρηκεν | |
ὅτι· ‘ὁ Μαρμορουθ ἀπεκάπη‘. ἡ δεῖνα ε[ἴ]ρηκεν ὅτι· ‘ὁ Ἰάεω οὐκ ἐπιστεύθη τὴν λάρνακα‘. ἡ δεῖνα εἴρηκεν ὅτι· ‘ὁ Μιχαὴλ ἀρσενόθηλυς ἔφυ‘. | ||
610 | οὐκ ἐγώ εἰμι ὁ λέγων, δέσποτα, ἀλλ’ ἡ ἀσεβὴς δεῖνα. διὸ ἄξατέ μοι αὐτὴν φλεγομένην, ὑποτασσομένην, ὕπνου μὴ τυχεῖν, μέχρις ἔλθῃ πρὸς ἐμέ‘. λέγε ζʹ. ἐὰν μὲν ὁ π[ρ]ῶτος λύχνος πταρῇ, γνῶ, ὅτι εἴλημπται ὑπὸ τοῦ δαίμονος. ἐὰν δὲ ὁ βʹ, ἐξῆλθεν. ἐὰν δὲ ὁ γʹ, περι‐ | |
615 | πατεῖ. ἐὰν δὲ ὁ δʹ, ἥκει, ἐὰν δὲ ὁ εʹ, ἥκει εἰς τὸν πυλῶνα. ὁ ϛʹ, εἰς τὸν πεσσόν. ὁ ζʹ, ἥκει εἰς τὴν οἰκίαν. ἄγει δὲ καὶ διαποντίους· ἵνα αὐτὸν τὸν λύχνον [ἐ]νθῇς ἐν ὑδατίῳ ὑπαι[θρίῳ, ἤτω δ]ὲ κάτω το[ῦ λύ]χν[ου β]ᾶρις παπυρίνη, καὶ δί[ωκε τὸν] λόγον ϛʹ. Ἐκ τοῦ Διαδήματος Μουσέως. | |
620 | κυνοκεφαλ[ί]διον βοτάνην λαβὼν κεί(μενος) ἔχε ὑπὸ τὴν γλῶττάν σου καὶ πρωὶ ἀναστά〈σ〉, πρὶν λαλῇς, ἐπίλεγε τὰ ὀνόματα, καὶ ἀθεώρητος ἔσει πρὸς πάντας. ἐπὰν δὲ ἐπὶ ποτ[ή]ρια εἴπῃς καὶ δώσῃς γυναικί, φιλήσει σε, ὡς ἔστιν ἐπὶ πά[ντ]ων λόγος οὗτος· ‘αρεσκιλλιους: θουδαλεσαι κραμμ[α]σι χαμμαρ | |
625 | μουλαβωθ[:] λαυαβαρ: χουφαρ: φο[ρ]: φωρβαω: σαχι Ἁρβαχ: μαχιμασω Ἰάω, Σαβαώθ, Ἀδωναί‘. πρὸς ὃ θέλεις, | |
λέγε. ‘ποίησον τὴν δεῖνα πρὸς τὸν δεῖνα‘. κοινά, ὅσα θέλεις. Λαβὼν καλαβώτην ἀπ’ [ἀ]γροῦ ἔασον αὐτὸν εἰς κρίνινον, ἕως ἂν ἀποθεωθῇ. ἔπειτα γλύψον | ||
630 | τὸν ἐν Μέμφει Ἀσκληπιὸν ἐπὶ δακτυλίου σιδηροῦ ἀπὸ ἀναγκοπέδης καὶ βάλε εἰς κρίνι‐ νον ἔλαιον, καὶ ὅτε χρῄζῃ, λαβὼν τὸν δακτύ‐ λιον δεῖξον τῇ Ἄρκτῳ λέγων τὸν λόγον ζʹ. ‘Μενωφρι, ὁ ἐπὶ τὰ Χερο[υ]βὶν καθήμενος· πέμψον μοι | |
635 | τὸν ἀληθινὸν Ἀσκληπιὸν δίχα τινὸς ἀντι‐ θέου πλανοδαίμονος.‘ εἶτα ἔνεγκ[ο]ν̣ τὸ θυμια‐ τήρ〈ι〉ον, ὅπου μέλλεις κοιμᾶσθαι, κ[αὶ] θῦσον λιβάνου κόκκους γʹ καὶ περιένεγκον τὸν δακ[τ]ύλιον ἐπὶ τῆς ἀτμίδος τοῦ λιβάνου λέγων ζʹ τὸν [λόγον]· ‘χαυαψ: | |
640 | ωαειαψ: ωαις̣ Λυσίφθα: κύριε Ἀσκληπιέ, φάνηθι.‘ καὶ φόρε〈ι〉 τὸν δακτύλιον εἰς τὴν δεξιὰν χεῖρα ἐν τῷ λιχανῷ. Ποτήριον, λίαν θαυμαστόν. λόγον λεγόμενον εἰς τὸ ποτήριον λέγε ζʹ. ‘σὺ εἶ οἶνος, οὐκ εἶ οἶνος, ἀλλ’ ἡ κεφαλὴ τῆς Ἀθηνᾶς. | |
645 | σὺ εἶ οἶνος, οὐκ εἶ οἶνος, ἀλλὰ τὰ σπλά[γ]χνα τοῦ Ὀσίρεως, τὰ σπλάγχνα τοῦ Ἰάω, Πακερβηθ: Σεμεσιλάμ ωωω η παταχνα ιααα.‘ (κατ’ ἀνάγκας· ‘ἀβλαναθαναλβα ἀκραμμαχαμαρει εεε, ὁ ἐπὶ τῆς ἀνάγκης τεταγμένος, Ἰακοὺβ Ἰα Ἰάω, Σαβαώθ, Ἀδωνάϊ, Ἀβρασάξ‘). ‘ἐφ’ ἧς ὥρας | |
7(650) | ἐὰν καταβῇς εἰς τὰ σπλάγχνα τ[ῆς] δεῖνα, φιλησάτω | |
με, τὸν δεῖνα, [εἰς τὸ]ν ἅπαντα τῆς ζωῆς αὐτῆς χρόνον.‘ Ἀγρυπνη[τι]κὸν διὰ νυκτερίδος. 〈λαβὼν〉 αἷμα μελάνης βοὸς ἢ α[ἰγ]ὸς ἢ Τυφωνίου, ἐξαιρέτως δὲ αἰγός, γράφε ἐπὶ τῆς δ[ε]ξιᾶς πτέρυγος· ‘βωρφωρ φορβα φορφαρβα | ||
655 | φωρβωρφορβα· φορβα φορβα φορβα: βαφαιη: φω̣[ρβα]φωρ: βαρβα:‘ ἓν ὑπὸ τὸ ἓν [τ]ι[θεὶς ὡς] πλινθίον καὶ [κοινά, ὅσα] βούλει. ἐπ[ὶ] δὲ [τῆς] εὐ[ω]νύμου πτέρυγος γράφε [τάδε τ]ῷ αὐτῷ τύπῳ· ‘φορφωρ: φορβα: βορφορ: φορβα· βορφορ: φορβα φορφορ: φορβαβωρ· | |
660 | βορβορβα: φωρφωρ φορβα,‘ ὁμοίως κοινά, ὡς βούλει. Φίλτρον. ἐπὶ λαλήματος καταφιλῶν λέγε· ‘ανοκ: θαρενεπιβαθα: χεουχχα ανοα ανοκ χαριεμοχθˋ Λαϊλαμ.‘ Ὀνειραιτητόν. λαβὼν βύσσι[νον ῥάκος, εἰ]ς ὃ [γ]ράφεις [ζμύρνῃ τ]ὸ πρᾶγμα, | |
665 | καὶ εἰλήσας κλῶνα ἐλαίας θ[ὲ]ς πρὸς κεφαλήν σου, ὑπὸ τὸ ἀριστερὸν μέρος τῆς κεφαλῆς, καὶ κοιμῶ ἁγνὸς εἰς ψίαθον χαμαί, λέγων τὸν λόγον ζʹ πρὸς τὸν λύχνον· ‘Ἑρμῆ, παντοκράτωρ, ἐνκάρ‐ διε, κύκλε Σελήνης, στρογγύλε, τετράγωνε, λό‐ | |
670 | γων ἀρχηγέτα γλώσσης, πειθοδικαιόσυνε, χλα‐ μυδηφόρε, χρυσοπέδιλε, 〈αἰ〉θέρι[ον] δρόμον εἱλίσ‐ σων ὑπὸ τάρταρα γαίης, πνεύματος, ἠελίου ἡνίοχε, ἀθαν〈άτ〉ων τε λαμπάσι τέρπων τοὺς ὑπὸ τάρταρα γαίης βροτοὺς β[ίο]ν ἐκτελέσαντας, | |
675 | Μοιρῶν τε κλωστὴρ σὺ λέγῃ 〈καὶ〉 θεῖος Ὄνειρος, ἡμερινοὺς καὶ νυκτερινοὺ[ς χ]ρησμοὺς ἐπιπέμπων. ἰᾶσαι πάντων βροτῶν ἀλγήματα 〈σαῖσ〉 θεραπείαις· δεῦρο, μάκαρ, θεῆς τελεσίφρονος υἱὲ μέγιστε, σῇ μορφῇ ἱλαρῷ τε νοῷ· δεῖγμ’ ἀνθεὶς δὲ ἀφθάρτῳ | |
680 | κούρῳ μαντοσύνην 〈τὴν σὴν〉 ἔκπεμψον ἀληθῆ. Οιοσ‐ ενμιγαδων: Ὀρθώ: Βαυβώ: νι̣οηρε: κοδηρεθ δοσηρε: συρε: συροε: σανκιστη: δωδεκακι[σ]τη: ἀκρουροβόρε: κοδηρε: ρινωτον: κουμετανα: ρουβιθα: νουμιλα· περφερο[υ]: Ἁρουωρηρ: | |
685 | Ἁρουηρ:‘ λέγε ἑπτάκις καὶ κοινά, ὅσα θέλεις. Ἀρκτική. ‘Ἄρκτε, Ἄρκτε, ἄρχουσα τοῦ οὐρανο[ῦ] καὶ τῶν ἄστρων καὶ τοῦ σύνπαντος κόσμου, ἡ στρέφουσα τὸν ἄξονα καὶ κρατοῦ[σα τοῦ ὅ]λου συστήματος βίᾳ καὶ ἀνάγκῃ· | |
690 | ἐντυ〈γ〉χάνω σοι, δεόμενος καὶ ἱκετεύων, ὅπως ποιήσῃς τὸ δεῖνα, ὅτι ἐπικαλοῦμαί σε τοῖς ἁγίοις σου ὀνόμασιν, οἷς χαίρει σοῦ ἡ θειότης, ὧν οὐ δύνῃ [παρα]κοῦσαι· Βριμώ, ῥηξίχθων: προκυνη Βαυβώ λ[......] ι: αυμωρ: αμωρ: αμ[ω]ρ[.]ιηα: ἐλαφη〈βόλε〉 αμ̣‐ αμ[αμαρ] Ἀφρου[.]μα: πασιδάμεια, βουλοδάμεια, | |
695 | αμαμα· εὐναία, Δαρδα〈νία, πα〉νοπαία· νυκ[το]δρόμα, βιάσανδρα, δαμάσανδρα, καλέσανδρα, κατανί‐ | |
κανδρα, λιχρισσα, φάεσσα, ἰὼ ἀ〈ε〉ρία, ἰὼ Ἐρυμναία, ἰὼ μολπή, φυλακή, πρόσκοπ[ε], Χάρις, τρυφερά, πρόστατις, ἀδαμάντα, ἀδαμάντειρα, ἰὼ δαμνα‐ | ||
7(700) | μένεια, βρεξερικανδαρα, πα[ν]υπάτα, ταυριατα, ἄφθεγκτε, πυροσώματε, προ[φαίδι]με, καρχάρο‐ πλε, ποίησον τάδε.‘ κοινά. Ὀνειραιτητόν· γράφε [ζμύρνῃ ἐ]ν χάρτ[ῃ κ]αθαρῷ· ‘σε καλῶ, τὸν καταλάμποντα τὴν ὅλην οἰκου‐ | |
705 | μένην καὶ τὴν ἀοίκητον, οὗ ἐστιν τὸ ὄνομα γραμμάτων λʹ, ἐν ᾧ ἐ[σ]τιν τὰ ἑπτὰ φωνάεντα, δι’ ὧν 〈τὸ〉 πᾶν ὀνομάζε[τ]ε, θεοὶ κύριοι· ραραπαε: αβραϊη ιρα[ρ]α παυουω ἀραωαχ (γράμματα λʹ) [ι]εωυωη αιη ιαωη υωει· χρηματίσα[τέ μο]ι, | |
710 | κύριοι, περὶ τοῦ δεῖνα πράγματος βεβαίως καὶ διὰ μνήμης, ψιχομ μοραιουχ: ψιχομ: ἀρασκελλιθ: ηχομμορακαυψ ψιχομμο ἀρατοποθ: κύριοι δόξης, χρηματίσατέ μοι περὶ τοῦ δεῖνα πράγμα‐ τος ἐν ταύτῃ τῇ νυκτί, Θωούθ, φευβη χαρφραυθι | |
715 | φρε‘. κοινά, ὅσα θέλεις, καὶ τὸ μὲν ὄνομα τῶν λʹ γραμμάτων γράψον βʹ πτερύγια οὕτως· ραραπαεαβραϊηϊραραπαουωαβραωαχ ραραπαεαβραϊη ιραρα παουω αβραωαχ: ωα χαωαρβαωυο[α]παραριηιαρβαεαπαραρ | |
720 | ραρ α α ρ ρ ω ω ρ ϊεωυωη[αιηιαωηυωεϊ] | |
ε ε γράψον, ὡς ὑπόκειται, καὶ τὴν κ̣[αρδίαν, εἰ] θέλεις, καὶ ὑποθε〈ὶ〉ς | ||
725 | ὑπὸ τὸν λύχνον τὸ π[ιτ]τ[άκιο]ν ἁγνὸς ὢν κοιμῶ. μηδενὶ δὸς ἀπόκρισιν ἐντ[Magical Character]θλχ. Ἀπόλλωνος αὔτοπτος. ἐν οἴκῳ ἐπιπέδῳ χωρὶς φωτὸς στεφανωσάμενος σαμψουχίνῳ στεφάνῳ, ὑπο‐ δησάμενος λύκεια ὑποδήματα δίωκε τὸν λόγον τοῦτον. λόγος· | |
730 | ‘[Ἥλι]ε̣ φεγγάρχα: μερ[..]ειφιρα: γαργερι Φθᾶ: ερ̣[..] οιε: [.....]: γερλυχα: μερ̣ [.οφο]ρ̣ ιθα̣ρα: φερξει: αρ[χ....] ε̣ι̣δ̣...φωριθαρζει: ερφιβιλχιε: ζειραβελβη: βιχα: αρθια: μηλιχια: ἐργα: γερφι: ἰὼ χερφει: καργωοαρα εαρμιλιχα: ἀθερθαφθω αθθερθαφι: ἀρναχερ[β]βι‘. | |
735 | ταῦτα εἰπόντος ἐλεύσεται ὁ θεὸς Ἀπόλλων, σπονδ[εῖ]ον ἔχων. σὺ δὲ πυθοῦ, πε[ρὶ] οὗ θέλεις. μνήμης δίδουσιν, ἐὰν ἐθέλῃς, καὶ ἐὰν αἰ[τ]ήσῃς, δώσει σοι ἀπὸ τοῦ σπονδείου πεῖν. ἀπόλυσις· ‘ερκικχι: βελτηαμιλιχα: αρχαρζειρ: φιζωρ: γειρφει.‘ | |
740 | 〈Ὀνειραιτητόν. γράψον〉 εἰς π[τ]ύχιον κασσιτέρινον καὶ ἐπιστεφανώσας μύρτοις τὸ πτύχιον θὲς τὸ θυμιατήριον. ἐπίθυε δὲ λίβανον καὶ περιένεγκον λέγων περὶ τὴν ἀτμί[δ]α τὸ πέταλον· ‘κύριοι θεοί, χρηματίσατέ μοι περὶ τοῦ δεῖνα πράγματος | |
745 | ταύτῃ τῇ νυκτί, ταῖς ἐπερχομέναις ὥρ[αις.] πάντως δέομαι, ἱκετεύω, δοῦλος ὑμέτερος καὶ τεθρονισμένος ὑμῖν.‘ ἔπειτα θεὶς ὑπὸ τὸ προκεφάλαιον τὸ π[τ]ύχιν κοιμῶ, μηδενὶ δοὺς ἀπόκρισιν, ἁγνεύσας ἡμέρας γʹ. λόγος ὁ γραφόμενος· | |
7(750) | ‘μου αμου: αυ Ἰάω αβαρβαρασα αϊω βαωα χφηνουρις αωβ: αμο Ἀδωνάϊ: ωιγ ιιιι οθθουω αορχα αρορχα χαξυνˋνηρε θιραρι οθω χοωθ ερρε: οχω ανα ηεφρορε: χειρ ηϊν· ιηιω ωωααμ̣αδ̣α̣α // | |
755 | οοο ωωω ωωα.‘ γράψον χαλκῷ γραφείῳ. εὐχή. ‘ἐπικαλοῦμαί σε, πάνμορφον καὶ πολυώνυ‐ μον δικέρατον θεὰν Μήνην, ἧς τὴν μορφὴν οὐδὲ εἷς ἐπίσταται πλὴν ὁ ποιήσας τὸν σύμπαντα | |
760 | κόσμον, Ἰάω, ὁ σχηματίσας 〈σε〉 εἰς τὰ εἴκοσι καὶ ὀκτὼ σχήματα τοῦ κόσμου, ἵνα πᾶσαν ἰδέαν ἀποτελέσῃς καὶ πνεῦμα ἑκάστῳ ζώῳ καὶ φυτῷ νέμῃς, ἵν’ εὐερ〈νὲσ〉 ᾖ, ἐξ ἀφανοῦς ἡ εἰς φῶς αὐξανομένη καὶ ἀπὸ φωτὸς εἰς σκότος | |
765 | ἀπολήγουσα⁝ (εἰς μείωσιν ἄρχουσα ἀπολήγειν). καὶ ἔστιν σου⁝ ὁ αʹ σύντροφος τ[οῦ] ὀνόματος σιγή, ὁ βʹ ποππυσμός, ὁ γʹ στεναγμός, ὁ δʹ συριγμός, | |
770 | ὁ εʹ ὀλολυγμός, ὁ ϛʹ μυγμός, ὁ ζʹ ὑλαγμός, ὁ ηʹ μυκηθμός, ὁ θʹ χρεμετισμός, | |
775 | ὁ ιʹ φθόγγος ἐναρμόνιος, ὁ ιαʹ πνεῦμα φωνᾶεν, ὁ ιβʹ ἦχος [ἀ]νεμοποιός, ὁ ιγʹ φθόγγος ἀναγκαστικός, ὁ ιδʹ τελειότητος ἀναγκαστικὴ ἀπόρροια. | |
780 | Βοῦς, γύψ, ταῦρος, κάνθαρος, ἱέραξ, καρκίνος, κύων, λύκος, δράκων, ἵππος, χίμαιρα, θέρμουθις, αἴξ, τράγος, κυνοκέφαλος, αἴλουρος, λέων, πάρδαλις, μυγαλός, ἔλαφος, πολύμορφος, παρθένος, λαμπάς, | |
785 | ἀστραπή, στέλμα, κηρύκειον, παῖς, κλείς. εἴρηκά σου τὰ σημεῖα καὶ τὰ σύμβολα τοῦ ὀνόματος, ἵνα μοι ἐπακούσῃς, ὅτι σοι ἐπεύχομαι, τῇ δεσποίνῃ τοῦ παντὸς κόσμου. ἐπάκουσόν μου, ἡ μόνιμος, ἡ κραταιά, | |
790 | αφειβοηω μιντηρ οχαω πιζεφυδωρ χανθαρ χαδηροζο: μοχθιον εοτνευ φηρζον αινδης λαχαβοω πιττω ριφθαμερ ζμομοχωλειε τιηδραντεια οισο̣ζοχαβηδωφρα.‘ κοινόν. | |
795 | Ὀνειραιτητὸν Πυθαγόρου κ[αὶ] Δημοκρίτου ὀνειρό‐ μαντις μαθηματικός. ὁ εἰσερχόμενος ἄγγελος ἡλίῳ ὑποτέτακται καὶ ὡς ὑπο‐ τεταγμένος ἡλίῳ εἰσέρχεται, οὕτως ἐν φί‐ λου σου, οὗ γνωρίζεις, σχήματι εἰσέρχεται, | |
7(800) | ἔχων ἀστέρα ἔκλαμπρον ἐπὶ τῆς κεφαλῆς, ποτὲ δὲ καὶ πύρινον εἰσέρχεται ἔχων ἀστέραν. λαβὼν οὖν κλάδον δάφνης ἐπίγραψον εἰς ἕκαστον φύλλον ζῴδιον κινναβάρει (καὶ τὸ ὄνομα αὐτοῦ τοῦ ζῳδίου προσυπογράφων), ἐστεμμένος. | |
805 | καὶ αὕτη ἡ πρᾶξις ἔ[ν]θεος· διὸ ἐν στέρ‐ νοις ἔχων τὰ ὑπ’ ἐμοῦ σοι δηλωθέντα καὶ μετὰ τὴν ἀπόλυσιν τοῦ βίου τοῦ ἐμοῦ ὁσίως π̣ράξας ἐπιτεύξῃ. ἔστιν δὲ | |
810 | κριοῦ Ἁρ Μονθ Ἁρ θω χε αʹ ταύρου νεοφοβωθα θοψ [Magical Character]Β διδύμων αρισταναβα ζαω [Magical Character]Γ καρκίνου πχορβαζαναχαυ [Magical Character][Magical Character][Magical Character] λέοντος ζαλαμοιρλαλιθ [Magical Character][Magical Character] | |
815 | παρθένου ειλεσιλαρμου φαι [Magical Character][Magical Character] ζυγοῦ ταντινουραχθ σκορπίου χορχορναθι [Magical Character][Magical Character][Magical Character] τοξότου φανθενφυφλια [Magical Character][Magical Character][Magical Character][Magical Character] αἰγοκέρως αζαζαεισθαιλιχ [Magical Character] | |
820 | ὑδρηχόου μεννυ Θύθ, Ἰάω [Magical Character][Magical Character][Magical Character] ἰχθῦς σερυχαρραλμιω [Magical Character]ΙΒ λαβὼν καὶ ἕτερον φύλλον δάφνης βασιλικῆς ἐπίγραψον κινναβάρει θεοῦ ζῶντος ὄνομα τοῦτο· ‘χαλχανα φοε κοσκιανω· (ιθʹ) | |
825 | αλημον̣ταλ̣λ̣[.] ασειχ.‘ ἐπιγράψας δὲ ἐπὶ ἡμέρας γʹ τόδε ποίει· ἐντύλισσε τὰ φύλλα ἐν σουδαρίῳ καινῷ καὶ τίθει ὑπὸ τὴν κεφαλήν σου. ἐλθὼν ἀέρος δυσμικοῦ ἐπιθύων λίβανον λέγε τὸν λόγον· ‘Ἐπικαλοῦμαί [σ]ε, ἅγιε ἄγγελε Ζιζαυβιω ἀπὸ τῆς Πλειάδος τάξ[ε]ως, ᾗ ὑποτέταξαι | |
830 | καὶ δουλεύεις 〈εἰσ〉 ἅπαντα καὶ εἰς ὃ ἄν σε κελεύσει, σὺ μέγας, ἄφθαρτος, πυρίπνους, εἳς τὴν οὐρανοῦ σει〈ρ〉άν, δι’ ἧς τὰ πάντα στρέφουσιν ἐπὶ γῆν, καὶ ὑμᾶς δὲ αὐτούς, ὅσοι ἐστὲ ἄγγελοι ὑπὸ τὴν δύναμιν αὐτοῦ τεταγμένοι· διὸ παρακαλῶ, ἵνα τάχει ἔλθητε | |
835 | ἐν τῇ νυκτὶ ταύτῃ καὶ δηλώσητέ μοι, περὶ ὧν θέλω, σαφῶς καὶ βεβαίως. ἐξορκίζω σέ, κύριε ἀνατέλλ[ων] κατὰ γαῖαν τόπου ὅλου κοσμικοῦ, κα‐ | |
τὰ τοῦ κυριεύοντος τὴν ὅλην οἰκουμένην καὶ εὐεργετοῦντος τὰ πάντα, διὸ παρακαλῶ σε | ||
840 | ἐν ταύτῃ τῇ νυκτί, καὶ πάντα μοι δηλώσῃς κατὰ τοὺς ὕπνους ἐπ’ ἀκριβείας, ἄγγελε Ζιζαυβιω.‘ ἐλθὼν πρὸς ἑαυτὸν καὶ λιβανωτίσας τὸν κλάδον θὲς πρὸς κεφα[λήν σου κα]ὶ κοιμῶ ἁγνός. σχεδὸν δὲ 〈ὁ τόποσ〉, οὗ ποιεῖς, ἤτω παναγνός. τὸ δὲ φυλακτήριον, | |
845 | ὅπου τὸ ὄνομα ἐγγ〈έγ〉ραφας, θὲς πρὸ〈σ〉 κεφαλήν σου, τὸ〈ν〉 δὲ κλάδον στέφου. Εἰς τὸν ἥλιον σκιά· λέγε ἁγνεύσας πρὸς τὸν ἥλιον ἐλθών, ἐστεμμένος οὐρὰν αἰλούρου ἐπὶ ὥρας εʹ· ‘ερβεθ βιο....φ̣...φ̣.λ̣λ̣..ι̣ι̣ι̣ αναχ αβαρειρ λατωρωχ· ερβεβριθα: αμβριθηρα· ωρυκισταρ | |
7(850) | Λαϊλαμ: αωρ ξαρξι θαδαρι ησυρφα φωρφι αγηρωχη βεβαθα· βαρα λιρυπω φερχη αμιαρθ θερθι γωρη αμιναχαρφα ιργιραμου θαρφι θειριωρυ[ς]· φερια φορφοροφι‘: ταῦτα εἰπὼν ὄψ[ῃ] σκιὰν ἐν ἡλίῳ | |
855 | καὶ καμμύσας ἀναβλέψ[α]ς ὄψῃ ἔ[μ]προσθέν σου σκιὰν ἑστῶσαν, καὶ πυνθάνου, ὃ θέλεις. ‘ερβαιγωρυθαρφθειρ:‘ φυλακτήριον· ἡ οὐρὰ καὶ οἱ χαρακτῆρες σὺν τῷ κύκλῳ, 〈ᾧ〉 ἐφεστήξει, γράψας κρήτῃ. οἱ δὲ χαρακτῆρές εἰσιν οἵδε· | |
860 | [Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character] | |
[Magical Character][Magical Character][Magical Character][Magical Character] [Magical Character] Κλαυδιανοῦ σεληνιακὸν καὶ οὐρανοῦ καὶ ἄρκτου τε‐ 〈λετὴ〉 ἐπὶ σεληνιακῶν. ἡ βίβλος ἥδ’ αὐτή, 〈δ〉ώδεκα ἰ‐ δία θεῶν, ηὑρέθη ἐν Ἀφροδιτοπόλει 〈παρὰ〉 τῇ θεᾷ μεγίστῃ | ||
865 | Ἀφροδίτῃ Οὐρανίᾳ, [ἥ]τις τὰ πάντα περιέχει. ἔστιν δὲ ἡ κατασκευὴ τῆς κ[υ]ρίας Σελήνης οὕτω γινομένη· λαβὼν πηλὸν ἀπὸ τροχοῦ [κ]εραμικοῦ μῖξον μίγματος τοῦ θείου καὶ πρόσβαλε αἰγὸς ποικίλης αἷμα καὶ πλάσον κυρίαν Σελήνην Αἰγυπτίαν, ὡς ὑπόκειται, σχηματιζο‐ | |
870 | μένην παντόμορφον, καὶ ποίησον ναὸν ἐλάινον, καὶ πρὸς τὸν ἥλιον μὴ θεωρησάτω τὸ σύνολον. καὶ τελέσας αὐτὴν τῇ κατὰ πάντων τελετῇ 〈ἀπόθου〉, καὶ ἔσται προτετελεσμένη. χρίσῃ δὲ αὐτὴν καὶ τῷ σεληνιακῷ χρίσματι καὶ στεφανώσεις καὶ ὀψέ, | |
875 | ὥρᾳ εʹ νυκτός, ἀπόθ[ο]υ αὐτὴν πρὸς σελήνην ἐν [οἴκ]ῳ καθαρῷ. ἐπίθυε δὲ καὶ τὸ σεληνιακὸν ἐπίθυμα, καὶ διώκων τὸ ὑποκείμενον ἑξῆς ὀνειροπομπήσεις, κατα‐ δήσεις· ποιεῖ γὰρ μεγάλως πρὸς Σελήνην 〈ἡ〉 κλῆσις. προχρισά‐ μενος δὲ 〈μετὰ〉 τοῦ χρίσματος ἐντεύξῃ. καὶ 〈ἔστιν〉 ὁ λόγος σεληνιακός· | |
880 | ‘ἐπικαλοῦμαί σε, δέσποινα τοῦ σύνπαντος κόσμου, καθηγουμέν〈η συστήματ〉ος τοῦ σύμπαντος, θεὰ μεγαλοδύναμε, | |
[δαίμ]ων ἱλαρῶπι, νυχία, ἠροδία, φεροφορη αναθρα ...ουθρα ἐξ〈ακ〉ούσ[α]σα τὰ ἱερά σου σύμβολα δὸς ῥοῖζον [καὶ] δὸς ἱερὸν ἄγγελον ἢ πάρεδρον ὅσ〈ι〉ον διακονή‐ | ||
885 | [σον]τα τῇ σήμερο[ν ν]υκτί, ἐν τῇ ἄρτι ὥρᾳ προκυνη Βαυβὼ φοβειος μηε, καὶ κέλευσον ἀγγέλῳ ἀπελθεῖν πρὸς τὴν δεῖνα, ἄξαι αὐτὴν τῶν τριχῶν, τῶν π[ο]δῶν· φοβουμένη, φανταζομένη, ἀγρυπνοῦσα ἐπὶ τῷ ἔρωτί μου καὶ τῇ ἐμοῦ φιλίᾳ, τοῦ δεῖνα, ἥκοι σηκῷ.‘ ὧδε ἡ ᾠδή ἐστιν. ὅταν | |
890 | δὲ ἴδῃς τὴν θεὰν πυρρὰν γινομένην, γίνωσκε, ὅτι ἄγει ἤδη, καὶ τότε λέγε· ‘δέσποτι, ἔκπεμψον ἄγγελόν σου ἐκ τῶν παρεδρευόντων σο[ι], ⁞ καθηγούμενον τῆς νυκτός, ⁞ ὅ[τι] ἐξορκίζω 〈σε〉 τοῖς μεγάλοις ὀνόμασίν σου, ἃ οὐ δύνα〈ταί〉 σοι παρακοῦσαι οὔτε ἀέριος οὔτε ὑπόγειος μεσουρφαβαβορ: βραλ ιηω: Ἶσι η: πρόσ‐ | |
895 | ελθέ μοι, καθὼς ἐπικέκλημαί σε· Ὀρθὼ Βαυβὼ νοηρε· κοδηρε σοιρε σοιρε Ἐρεσχιγάλ: σανκιστη δωδεκακιστη ἀκρουρο‐ βόρε: κοδηρε: σαμψει: ἄκουσόν μου τῶν λόγων καὶ ἔκπεμψόν σου τὸν ἄγγελον τὸν ἐπὶ τῆς αʹ ὥρας | |
7(900) | διατάσσοντα, Μενεβαιν, καὶ τὸν ἐπὶ τῆς βʹ ὥρας, Νεβουν, καὶ τὸν ἐπὶ τῆς γʹ ὥρας, Λημνει, καὶ τὸν ἐπὶ τῆς δʹ ὥρας Μορμοθ, καὶ τὸν ἐπὶ τῆς εʹ ὥρας, Νουφιηρ, καὶ τὸν ἐπὶ τῆς ϛʹ ὥρας, Χορβορβαθ, καὶ τὸν ἐπὶ τῆς ζʹ ὥρας, Ὁρβεηθ, καὶ τὸν ἐπὶ τῆς ηʹ ὥρας, Πανμωθ, καὶ τὸν ἐπὶ τῆς θʹ ὥρας, | |
905 | Θυμενφρι, καὶ τὸν ἐπὶ τῆς ιʹ ὥρας, Σαρνοχοι[β]αλ, καὶ τὸν ἐπὶ τῆς ιαʹ ὥρας, Βαθιαβηλ, καὶ τὸν ἐπὶ τῆς ιβʹ ὥρας, Ἀβραθιαβρι, ἵνα μοι ποιήσῃς τόδε· ἄξῃς, [δ]αμάσῃς ἐν τῇ σήμερον ἡμέρᾳ, ἐν τῇ σήμερον νυκτί, καὶ μὴ δυνηθῇ ἡ δεῖνα (ἢ ὁ δεῖνα) ἐπιτυχεῖν, ἕως ἐλθοῦσα | |
910 | πρὸς ἐμέ, τὸν δεῖνα, 〈διαμείνῃ〉 πληροφοροῦσα, ἀγαπῶσα, στέργουσα ἐμέ, τὸν δεῖνα, καὶ μὴ δυνασθῇ ἄλλῳ ἀνδρὶ συνμιγῆναι, εἰ μὴ ἐμοὶ μόνῳ.‘ πολλάκις δὲ δίωκε τὸν λόγον, καὶ ἄξει καὶ καταδεσμεύσει, καὶ ἐρασθήσεταί σου εἰς τὸν τῆς ζωῆς χρόνον. ὅταν δὲ ἄξῃς καὶ συνγένηταί σοι, τότε ἄρας | |
915 | ἀπόθου τὴν θεάν, οὐσίαν αὐτῇ δούς, καὶ ἡλίῳ μὴ δείξῃς, καὶ οὐ καταπαύσεται ἐρχομένη, ἐρῶσα. ἐπὶ δὲ ὀνειρο‐ πομποῦ ὡσαύτως ποιήσεις, ἕως οὗ ἀπαρτίσῃς, ἃ βούλῃ. ἔστιν δὲ ἰσχυρὰ ἡ δύναμις. ὑπόκειται τὸ ζῴδιον. Νικητικὸν θαυμαστὸν τοῦ Ἑρμοῦ, ὃ ἔχε ἐν τοῖς πεδίλοις. λαβὼν λεπίδα | |
920 | ἡλιακὴν γράψον χαλκῷ γραφείῳ καὶ περίθου, ᾧ ἂν βούλῃ, καὶ ὅρα, τί ποιεῖ πλοίῳ, ἵππῳ, καὶ ἐκπλαγήσει. εἰσὶν δὲ οἱ χαρακτῆρες· ‘[Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character] Θωούθ, δὸς νίκην, ἰσχύν, δύναμιν τῷ φοροῦντι‘. Ἄλλο, καὶ ὑποτακτικόν. λαβὼν λεπίδα μολιβῆν | |
925 | ἀπὸ ζυγοῦ μούλων καὶ γράψον χαλκῷ γραφείῳ τὰ ὑποκείμενα ὀνόματα καὶ τοὺς χαρακτῆρας καὶ θὲς ὑπὸ τὸ πέλμα σου τοῦ εὐωνύμου ποδὸς λιβανωτίσας ἐπιμελῶς. | |
εἰσὶν δέ· [Magical Character]Ρ[Magical Character]※ [Magical Character] | ||
930 | [Magical Character] νολεανουν [Magical Character] Γ εβρεβα [Magical Character] ολοθιερον ΟΠ δενδενξουν ϛ Ζ τουβαντωνι κάτεχε | |
935 | [Magical Character] τὴν ὀργὴν τοῦ δεῖνα καὶ πάν‐ των τὸν θυμὸν καὶ τάς γλώσσας, ἵνα [Magical Character] [Magical Character] μὴ δυνηθῶσιν λαλεῖν τῷ δεῖνα. Ν Π [Magical Character] Ω [Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character] | |
940 | Θυμοκάτοχον καὶ ὑποτακτικόν· εἰς χάρτην καθαρὸν διὰ ζμυρνομέλανος καθαροῦ γράφε τὰ ὀνόματα ταῦτα σὺν τῇ στήλῃ· ϊωερβηθ ιωπακερβηθ ΐωερβη ωπακερβηθ ϊωερβ πακερβηθ | |
945 | ϊωερ ακερβηθ ϊωε κερβηθ ϊωερβηθ ϊρβηθ βηθ | |
7(950) | ηθ | |
θ ιωσεσεσρω ωσεσεσρω σεσεσρω ιωπημψ | ||
955 | εσεσρω ωπημψ σεσρω πημψ εσρω ημψ σρω μψ ρω ψ | |
960 | ω ‘Δεῦρό μοι, ὁ ἐν τῷ στερεῷ πνεύματι, ἀόρατος, παντοκράτωρ, κτίστης τῶν θεῶν· δεῦρό μοι, ὁ ἀκαταμάχητος δαίμων. δεῦρό μοι, ὁ τὸν ἴδιον ἀδελφὸν μὴ λ[υ]πήσας, Σήθ· δεῦρό μοι, | |
965 | πυριλαμπὲς πνεῦμα· δεῦρό μοι, ὁ ἀκατα‐ φρόνητος θεός, δαίμων, καὶ φίμωσον, ὑπόταξον, καταδούλωσον τὸν δεῖνα τῷ δεῖνα καὶ ποίη‐ σον αὐτόν, ὑπὸ τοὺς πόδας μοι ἔλθῃ‘. Πότισμα καλόν· λαβὼν χαρτίον ἱερατικὸν | |
970 | ἐπίγραφε· ‘Ιάω ω εσταβισα‐ ση τουρεωσαν αθιαχνιωουηνου αχημαχου. φιλείτω με ἡ δεῖνα τῆς δεῖνα ἐμέ, τὸν δεῖνα, πιοῦσα τὸ ποτόν.‘ Ἀγώγιμον παράψιμον. λαβὼν κάνθαρον ἡλιακὸν ζέσον μύρῳ καλῷ | |
975 | καὶ λαβὼν τὸν κάνθαρον τρίψον μετὰ κατανάγκης βοτάνης καὶ βάλε εἰς βησίον ὑελοῦν καὶ λέγε τὸν λόγον | |
τὸν ὑποκείμενον βʹ· ‘θωβαρραβαυ, Μιχαὴλ Μιχαήλ· Οὔσιρι φορ· φορβα, Ἀβριήλ· σεσεγγεν βαρ‐ φαραγγης, Ἰάω, Σαβαώθ, Ἀδωναῖε, Λαϊλαμ, ἐπαναγ‐ | ||
980 | κάσατε τὴν δεῖνα τῆ[ς] δεῖνα, ἐὰν ἅψαιμι, ἐπακολουθῆσαι‘. [Ἀ]γώ[γιμον. ἀπὸ πάντων σαυτὸν ἁγν]ίσας ἡμέρ[ας ....λέγε τὸν λό(γον) τοῦτο]ν σὺν ἀνατολῇ· ‘Ἥλιε .................ε, ἀλλὰ δεῦ‐ ρό μο[ι, κυρία Ἀκτιῶφι, Ἐρεσχιγὰ]λ Περσεφ[ό]‐ | |
985 | νη· ἄγε [μοι καὶ κατάδησον τὴ]ν δεῖν’, ἣν δεῖνα, [εἰς] τὸν ἐπ’ ἔρ[ωτι αὐτῆς τηκόμενο]ν, τὸν ἄρτι [χρό‐] νον, καῖ[ε ἐκπληρώσουσ]αν τοῦ δεῖνα, ὃν ἔτεκε δεῖνα, τὰ νυκτε̣[ρινὰ καταθύμια, ν]αί, κύριε Νε‐ θμομαω̣ [Ἥλιε· εἴσβηθι] τῆς δεῖνα, ἣ[ν] ἡ δεῖνα, | |
990 | ἐπὶ τὴν [ψυχὴν καὶ καῦσον τὴν καρ]δίαν, τὰ σπλάγ[χνα, τὸ ἧπαρ, τὸ πνεῦμα, τὰ ὀστᾶ. κ]α‐ λῶς μο[ι τέλει ταύτην τὴν ἐπα]οιδήν, ἤδη, ἤδ[η, ταχύ, ταχύ‘. Προσ]βλ̣έ̣π[ων τὰ] ἀπηλιω[τικὰ μέρη λέγε· ‘σὺ εἶ ὁ βρο]ντῶν, ὁ βρέχων | |
995 | καὶ ἀστ[ράπτων κατὰ τὸν] καιρὸν καὶ κατα‐ ξηρά[νας ὡσαύτως. δε]ῦρό μοι, χρημάτισον‘. κοινὰ ἢ ὅτι ἂν [θέλῃς γράφων, χ]εῖρα ὑπόχρισον. σκευ[ὴ μ]έλανος· [ἰσ]χάδα〈σ〉 γʹ, φοίνικος ὀστᾶ γʹ Νικολάου καὶ ἀρτεμισίας ἄγματα γʹ καὶ ζμύρνης χόν[δρ]ους γʹ, [ὁμο]ῦ [ποίησον,] | |
7(1000) | [εἶτα] λειώσας [ἐπίγραφε] τὸν ὑποκείμενον λόγον. ἐπεῖπεν [αὐ‐] [τὸν καὶ ἐ]νέγραψεν ἡ Ἶσις, ὅτε τὸν Ὄσιρι[ν] ὑπολα‐ [βοῦσα τὰ] μέλη μελισθέντα συνήρ[μο]ζεν· ὁ Ἀσκλη‐ [πιὸς ἰδὼν α]ὐτὸν ἐξ〈ωμ〉ολόγησεν μὴ σὺν Ἥβῃ ἤ τι‐ [νι ἄλλῳ συναρμόσαι] τ[ὸν] θα[νόντα. ἔστι δὲ] | |
1005 | [ὁ λόγος· ‘δεῦρό μοι, σεσε]γγ[ενβαρφαραγγης Σα]‐ βα[ώθ· ἐξορκίζω] γάρ σε, νεκύ[δαιμον, κατὰ τῆς π‐] [ι]κρᾶς [Ἀνάγ]κης· ἄνοιξ[όν σου τὰ ὦτα καὶ τῶν] ἱερῶ[ν λόγων ἄ]κουσον‘. καὶ λέ[γε πολλάκις τ]ὴν ὑπο[κειμένην στή]λην. Ὀνε[ιρομαντ]εῖ[ον· ἐπ]ίλεγε | |
1010 | ἐπὶ τὴ[ν ......δ]ίπτυχον ἐπι...καὶ τρίψον σου τὴν κ[εφαλὴν καὶ κατ]αβὰ〈σ〉 κοιμῶ μηδενὶ [δ]οὺς ἀπόκρισιν. ‘ἐπικα[λοῦμαί σε, Σαβ]αὼθ καὶ Μιχαὴλ καὶ Ῥαφαὴλ καὶ σέ, δυ[νατὲ ἀρχάγγε]λε Γαβριήλ· μὴ ἁ[πλῶς] με παρέλ〈θ〉ατε, φαν[τάσματα ἄγοντ]ες, ἀλλὰ εἷς ἐξ ὑμῶν εἰσερχέσθω | |
1015 | καὶ χρημ[ατισάτω μοι π]ερὶ τοῦ δεῖνα πράγμα[τος α]ιαι αχηνη Ἰάω‘. ταῦτα γρά[φε εἰς φύλλα..] δάφνης καὶ τίθ[ει πρ]ὸς κεφαλήν. [‘Χαῖρε Ἥλιε, χ]αῖρε Ἥλιε, χαῖρε Γα[βριήλ, χαῖρε] [Ῥαφαήλ, χαῖρ]ε Μιχαήλ, χαῖρε σύμ[παντα· δός μοι] τὴ[ν ἐξουσίαν] καὶ τὴν δύναμιν τοῦ Σαβ[α]ώ[θ, τὸ] | |
1020 | κρ[άτος τοῦ Ἰάω κ]αὶ τὴν ἐπιτυχίαν τοῦ Ἀβλαναθα[ναλβα] | |
κα[ὶ τὴν ἰσχὺν τοῦ Ἀ]κρα[μ]μαχα[μ]αρεί· δός μοι τὴν νίκην προ[σ]‐ κτ[ήσασθαι], ὡς ἐκάλ[εσά] σε‘. εἶτα σὺ γράψον 〈γράμματα〉 νθʹ, ἰαεω—λόγον. ‘δὸς [νίκην, ὅ]τι οἶδα τὰ ὀνόματα τοῦ Ἀγαθοῦ Δαίμονος· Ἁρπο[ν] χν[ουφι βρ]ιντατη[ν] ωφριβρισαρουαζαρβασεν | ||
1025 | κριφ[ινιπιουμιχμου]μαωφι‘ (κοινά) ‘καὶ τέλεσόν μοι τοῦτο‘. λ‐ άλει μ[ηδενί]. | |
8 | Φιλτροκατάδεσμος Ἀστραψοίκου. λόγος. ‘ἐλ[θ]έ μοι, κύριε Ἑρμῆ, ὡς τὰ βρέφη εἰς τὰ〈σ〉 κοιλίας τῶν γυναι‐ [κ]ῶν. ἐλθέ μοι, κύριε Ἑρμῆ, συνάγων τὰς τροφὰς τῶν θεῶν καὶ ἀνθρώπων, 〈ἐλθ〉έ μοι, τῷ δεῖνα, κύριε Ἑρμῆ, καὶ δός μοι χάριν, τρο‐ | |
5 | φήν, νίκην, εὐημερίαν, ἐπαφροδισίαν, προσώ〈π〉ου εἶδος, ἀλκὴν ἁπάντων καὶ πασῶν. ὀνόματά σοι ἐν οὐρανῷ· ‘Λαμφθεν Οὐωθι: Ο[ὐ]ασθεν Οὐωθι: Ὀαμενώθ: Ἐνθομουχ:‘ ταῦτά εἰσιν τὰ ἐν ταῖ〈σ〉 δʹ γωνίαις τοῦ οὐρανοῦ 〈ὀνόματα〉. οἶδά σου καὶ τὰς μορφάς, αἵ εἰσι· ἐν τῷ ἀπηλιώτῃ μορφὴν ἔχεις | |
10 | ἴβεως, ἐν τῷ λιβὶ μορφὴν ἔχεις κυνοκεφάλου, ἐν τῷ βορέᾳ μορφὴν ἔχεις ὄφεως, ἐν δὲ τῷ νότῳ μορφὴν ἔχεις λύκου. ἡ βοτάνη σου ηλολλα: ετεβεν θωητ: οἶδά σου καὶ τὸ ξύ‐ λον· τὸ ἐβεννίνου. οἶδά σε, Ἑρμῆ, τίς εἶ καὶ πόθεν εἶ, καὶ τίς ἡ πόλις σου· Ἑρμούπολις. ἐλθέ μοι, κύρι’ Ἑρμῆ, πολυώνυμε, εἰδὼς | |
15 | τὰ κρύφιμα τὰ ὑπὸ τὸν πόλον καὶ τὴν γῆν. ἐλθέ 〈μοι〉, κύρι’ Ἑρμῆ, τῷ δεῖνα, εὐεργέτησον, ἀγαθοποιὲ τῆς οἰκουμένης. ἐπάκουσόν [μ]ου καὶ χάρισόν με πρὸς πάντα τὰ κατὰ τὴν γῆν οἰκου‐ μένην εἴδη. ἀνοίξας μοι τὰς χεῖρας πάντων συνδω〈ροδο〉κο〈ύν〉‐ των, ἐπανάγκασον αὐτοὺς δοῦναί μοι, ἃ ἔχουσιν ἐν ταῖς | |
20 | χερσίν. οἶδά σου καὶ τὰ βαρβαρικὰ ὀνόματα· ‘Φαρναθαρ: Βαραχήλ: Χθα:‘ ταῦτά σοί ἐστιν τὰ βαρβαρικὰ ὀνόματα. Ἐὰν ἐπεκαλέσατό σε Ἶσις, μεγίστη τῶν θεῶν ἁπάντων, ἐν πάσῃ κρίσει, ἐν πα〈ν〉τὶ τόπῳ πρὸς θεοὺς καὶ ἀνθρώπους καὶ δαίμονας καὶ ἔν〈υ〉δρα ζῷα καὶ ἐπί〈γ〉εια καὶ ἔσχεν τὴν χά‐ | |
25 | ριν, τὸ νῖκος πρὸς θεοὺς καὶ ἀνθρώπους κ[α]ὶ 〈παρὰ〉 πᾶσι τοῖς ὑπὸ τὸν κόσμον ζῴοις, οὕτως κἀγώ, ὁ δεῖνα, ἐπικα[λ]οῦμαί σε. διὸ δός μοι τὴ〈ν〉 χάριν, μορφήν, κάλλος· ἐπάκουσόν μου, Ἑρμῆ, εὐεργέτα, φαρμάκων 〈εὑρετά〉, εὐδιάλεκτος γενοῦ καὶ ἐπάκουσον, καθὼς ἐποίησα〈σ〉 πάντα τῷ Αἰθιοπικῷ κυνοκεφάλῳ σου, | |
30 | τῷ κυρίῳ τῶν χ〈θ〉ονίων. πράϋνε πάντας καὶ δός μοι | |
ἀλκήν, μορφήν (κοινόν), καὶ δότωσάν μοι χρυσὸν καὶ ἄρ‐ γυρον καὶ τροφὴν πᾶσαν ἀδιάλειπτον. διάσωσόν με πάντοτε εἰς τὸν αἰῶνα ἀπὸ φαρμάκων καὶ δολίων καὶ βασκοσύνης πάσης καὶ γλωττῶν πονηρῶν, ἀπὸ | ||
35 | πάσης συνοχῆς, ἀπὸ παντὸς μίσους θ[ε]ῶν τε καὶ ἀνθρώπων. δότωσάν μοι χάριν καὶ νίκην καὶ πρᾶξιν καὶ εὐπορίαν. σὺ γὰρ ἐγὼ καὶ ἐγὼ σύ, τὸ σὸν ὄνομα ἐμὸν καὶ τὸ ἐμὸν σόν· ἐγὼ γάρ εἰμι τὸ εἴδωλόν σου. ἐπάν τί μοι συββῇ τούτῳ τῷ ἐνιαυτῷ ἢ τούτῳ τῷ μην〈ὶ〉 ἢ ταύτῃ τῇ ἡμέρᾳ ἢ ταύτῃ τῇ ὥρᾳ, συββήσεται τῷ μεγάλῳ | |
40 | θεῷ Αχχεμεν: εστροφ: τῷ ἐπεγραμμένῳ ἐπὶ τῆς πρώ‐ ρης τοῦ ἱεροῦ πλοίου. τὸ δὲ ἀληθινὸν ὄνομά σου 〈ἐπ〉εγραμμένον 〈ἐστὶ〉 τῇ ἱερᾷ στήλῃ ἐν τῷ ἀδύτῳ ἐν Ἑρμουπόλει, οὗ ἐστιν ἡ γένεσίς σου. ὄνομά σου ἀληθινόν· Οσεργαριαχ: νομαφι: τοῦτό ἐστίν σου τὸ ὄνομα τὸ πεντεκαιδεκα‐ | |
45 | γράμματον ἔχον ἀριθμὸν γραμμάτων πρὸς τὰς ἡμέρας τῆς ἀνατολῆς τῆς σελήνης, τὸ δὲ δεύτερο〈ν〉 ὄνομα ἔχον ἀριθμὸν ζʹ τῶν κυριευόντων τοῦ κόσμου, τὴ〈ν〉 ψῆφον ἔχον τξεʹ πρὸς τὰς ἡμέρας τοῦ ἐνι‐ αυτοῦ. ἀληθῶς· Ἀβρασάξ. οἶδά σε, Ἑρμῆ, καὶ σὺ ἐμέ. | |
8(50) | ἐγώ εἰ〈μι〉 σὺ καὶ σὺ ἐγώ. καὶ πρᾶξόν μοι πάντα καὶ συνρέπ〈ο〉ις σὺν Ἀγαθῇ Τύχῃ καὶ Ἀγαθῷ Δαίμονι, ἤδη, ἤδη, ταχύ, ταχύ.‘ Λαβὼν ξύλον ἐλάϊνον ποίησον κυνοκε〈φά〉λιον καθήμε‐ | |
νον, ἔχοντα τὴν τοῦ Ἑρμοῦ περικεφαλαίαν πτερω‐ | ||
55 | τὴν καὶ ἐκ τοῦ νώτου γλωσσόκομον καὶ ἐπίγραφε τὸ ὄνομα τοῦ Ἑρμοῦ εἰς χάρτην καὶ ἐπι〈τί〉θει εἰς τὸ γλωσ〈σ〉όκομον. γράφε ζμύρνῃ ἐπευξάμενος, ὃ ποιεῖς ἢ ὃ θέλεις, καὶ πωμάσας ἐπίθυε λιβανωτὸν καὶ τίθει, ὅπου θέλεις ἐν ἐργαστηρίῳ μέσον. ἔστι δὲ τὸ ὄνομα τὸ γραφόμενον· ‘φθορον, φθιονη Θωύθ:‘ | |
60 | προσέτι γράφε καὶ τὰ μεγάλα ὀνόματα ταῦτα· ‘Ἰάω: Σαβαώθ: Ἀδωναῖε ἀβλα〈να〉θαναλβα ἀκραμμαχαμαρει, τξεʹ, δὸς τῷ ἐργαστηρίῳ τὴν πρᾶξιν, τὴν χάριν, τὴν εὐπορί〈α〉ν, ἐπαφροδισίαν, αὐτῷ τῷ δεῖνα καὶ τῷ ἐργαστηρίῳ, ἤδη, ἤδη, ταχύ, ταχύ.‘ Ὀνειραιτητὸν τοῦ Βησᾶ· οὕτω ζωγράφησον | |
65 | εἰς τὴν εὐώνυμόν σου χεῖραν τὸν Βησᾶν, ὡς ὑπο‐ δείκνυταί σοι, καὶ περίβαλε τὴν χεῖρά σου μέλανι ῥάκκει Ἰσιακῷ καὶ κοιμῶ μηδενὶ δοὺς ἀπόκρισιν, ἑλίξας τὸ ὑπόλοιπον τοῦ ῥάκους περὶ τὸν τράχηλόν σου. ἔστι δὲ τὸ μέλα[ν], ἐν ᾧ γράφεις· αἷμα κορώνης, αἷμα περι‐ | |
70 | στερᾶς λευκῆς, λίβανος ἄτμητος καὶ ζμύρνα καὶ μέλαν γραφικ[ὸ]ν καὶ κιννάβαρις καὶ ὀπὸς συκαμίνου καὶ ὕδωρ ὄμβριον καὶ χυλὸς ἀρτεμι〈σί〉ας μονοκλώνου καὶ | |
κατανάγκης. ἐν τούτῳ γράφε. ἐξήγησις αὐτοῦ πρὸ〈σ〉 ἥλιον δύνοντα· ‘Ἀεροφοιτάτων ἀνέμων ἐποχούμενος | ||
75 | αὔραις, Ἥλιε χρυσοκόμα, διέπων φλογὸς ἀκάματον φῶς, αἰθερίαις τροπαῖς μέγαν πόλον ἀμφὶς ἐ‐ λάων, γεν〈ν〉ῶν αὐτὸς ἅπα〈ν〉τα, ἅπερ πάλιν ἐξαναλύεις· ἐξ οὗ γὰρ πέφυκε στοιχεῖα τεταγμένα σοῖσι νόμοισι, κόσμον ἅπαν〈τα〉 τρέπουσι τετράτροπον εἰς ἐνιαυτόν. | |
80 | ἢν γαίης κευθμῶνα μόλῃς, νεκύων ἐνὶ χώρῳ, πέμψον μάντιν ἐξ ἀδύτων τὸν ἀληθέα, λίτομαί σε λαμψουηρ: σουμαρτα: βαριβας: δαρδαλαμ: [φ]ορβηξ, κύριε, ἔκπεμψον τὸν ἱερὸν δαίμονα Ἀνούθ: Ἀνούθ: σαλβανα χαμβρη: βρηιθ: ἤδη, ἤδη, ταχύ, ταχύ· ἐν τῇ νυκτὶ ταύτῃ ἐλθέ‘. | |
85 | ἐὰν θέλῃς καὶ αὔτοπτον αὐτὸν καλέσαι, [λαβ]ὲ βύ[σσινο]ν ῥάκος καὶ βρέξας εἰς σησάμινον ἔλαιον [μετ]ὰ κι[ννα‐] βάρεως λειώσας καὶ ἐνλυχνιάσας λύχνον [ἀ]μίλ[τωτ]ον καιέσθω σησαμίνῳ ἐλαίῳ τὸ λύχνον καὶ θὲς ἄν[τικρ]ύς σου λέγων τὸν λόγον, καὶ ἐλεύσεται πρὸς σέ. ἔχε ἔγγιστά σου | |
90 | πινακίδα, ἵνα ὅσα λέγει γράψῃς, ἵνα μὴ κοιμη[θ]εὶς ληθαργήσῃς. ‘ἐπικαλοῦμαί σε, τὸν ἀκέφαλον θεόν, σοῖς παρὰ τοῖ〈σ〉 ποσὶν ἔχοντα τὴν ὅρασιν, τὸν ἀστράπτοντα καὶ βροντάζοντα. σὺ εἶ, οὗ τὸ στόμα διὰ παντὸς πυ‐ | |
ρὸς γέμει, ὁ ἐπὶ τῆς Ἀνάγκης τεταγμένος. ἐπικα‐ | ||
95 | λοῦμαί σε, τὸν ἐπὶ τῆς Ἀνάγκης τεταγμένον θεὸν Ἰαεω· Σαβαώθ: Ἀδωναί: Ζαβαρβαθιάω: σὺ εἶ ὁ ἐ‐ πὶ τῇ ζ〈μ〉υρνίνῃ σορῷ κατακείμενος, ἔχων ὑπα‐ γ〈κ〉ώνιον ῥητίνην καὶ ἄσφαλτον, ὃν λέγουσιν· Ἀνούθ: Ἀνούθ: ἀνάστα, δαίμων· οὐκ εἶ δαίμων, ἀλλὰ τὸ αἷμα | |
8(100) | τῶ〈ν〉 δύο ἱεράκων τῶν πρὸς κεφαλῆς τοῦ Ὀσίρεως λαλούντων καὶ ἀγρυπνούντων. σὺ εἶ ὁ χρησμῳδὸς θεὸς Σαλβαναχαμβρη: Ἀνούθ: Ἀνούθ: Σαβαώθ: Ἀδωναί: ιη ιε ιη ιε (κοινόν).‘ κοιμῶ δὲ ἐπὶ θρυΐνη〈σ〉 ψιάθου ἔ‐ χων πρὸ〈σ〉 κεφαλῆς σου πλίνθον ὠμήν. ἔστιν δὲ | |
105 | ὃ γράφεις, τοιοῦτο· ἄνθρωπος γυμνός, ἑστώς, ἔχων βασί‐ λειον ἐπὶ τῆς κεφαλῆς, ἐν δὲ τῇ δεξιᾷ χειρὶ ξίφος καμπῇ ἐπὶ τὸν τράχηλον κείμενον καὶ ἐν τῇ εὐωνύμῳ ῥάβδον. ἐὰν δὲ χρηματίσῃ σοι, ῥοδίνῳ μύρῳ ἀπάλειψόν σου τὴν χεῖραν. ἔστι δὲ ζῴδιον | |
110 | τῆς πράξεως· | |
9 | ‘Θυμοῦ σε παύσω καί σε πραΰνω χολῆς. ἐλθέ, κύριε Βαινχωωωχ, σὺν τῷ πατρί σου Ἀνιβαινχωωωχ, σὺν τῇ μητρί σου Χεχφιω, σὺν τοῖς δυσὶ δορυφόροις Χενγηβιωχθω: μυσαγωθ: εχε ωω μυσαγωθ: αχφιφιω: Ἰαια ωχ: σεβαυ Φρῆ, Ἰώ, ῥηξίχθων: υωηω αεαεηιουω: χυχβαχυχ βαυαχυχ βακαξιχυχ βαζαβαχυχ μενεβαχυχ βαδηδοφω Βαϊνχωωωχ: καθυπόταξον, φίμωσον, καταδούλωσον | |
5 | πᾶν γένος ἀνθρώπων, ἀρρένων τε καὶ θηλυκῶν, παντοίων θυμῶν, τοὺς ὑπὸ τὴν κτίσιν ὑπὸ τοὺς πόδας τοῦ δεῖνα, μάλιστα τόνδε (κοινά, ὡς θέλεις)· [ὑ]φι̣εῖ[ς] γὰρ ὑπὸ τοὺς πόδας μου, ὡς περι‐ βόλαιόν μου, τὴν καρδί[α]ν τοῦ Σαβαώθ.‘ ἐπὶ δὲ ὄπιθεν τῆς λάμνης· ‘ευλαμω σισιρ[βα]βα̣ιηρσεσι φερμου χνουωρ Ἀβ〈ρ〉ασάξ· κατυπόταξον, καταδούλωσον, φίμωσον τὴν ψυχήν, τὸν θυμὸν 〈τοῦ δεῖνα〉, ὅτι ἐξορκίζω σε κατὰ τῆς | |
10 | φρικτῆς Ἀνάγκης Μασκελλι Μασκελλω Φμουκενταβαωθ ὀρεοβαζάγρα ῥηξίχθων ἱππόχθων πυριπηγανυξ λεπεταν λεπεταν φνουνοβοη.‘ καὶ εἰς τὸ μέτωπον τὸ ὄνομα αὐτοῦ. πρόλογος τῆ〈σ〉 πράξεως· ‘θυμοῦ σε πα〈ύ〉σω καί σε πραΰνω χολῆς. ἐλθὲ καὶ διακράτει σιγῇ σιγὴν φέρων τε πα〈ῦ〉σιν καὶ θυμοὺ〈σ〉 στῆσον ψυχῶν πάντων ὀργάς τε πάσας σβέσον, φρένας ὁρκίσας, ὅτι ἐπικαλοῦμαι τὸ αὐ‐ | |
θεντικόν σου ὄνομα, Βαινχωωωχ:‘ εἰπὲ δὲ τοῦτο τὸ ὄνομα ἐπάνω τοῦ πετάλου· ‘Ἰαωμορμοροτοκονβαι.‘ | ||
10 | [Κατὰ πότιμο]ν καὶ βρώσιμον [λ]αβὼν [μερίδια τὰ] πρῶτα βάλλε ε[ἰς] παραψίδιον [ναοῦ λέγων] οὕτως· ‘ὁ δεῖνα, ἀπε[στ]αλμένος [μοι ᾖς ὑπηρέ]της καὶ ἐπὶ τὰ π̣[α]ρὰ τοῦ θεοῦ | |
5 | [ἐπιδράμῃς] καὶ τελέσῃς. τὸ [ὄ]νομά μοι· ωϊ [ ] Ἰάω Σαβαὼθ [Ζα]βαρβαθιάω [Ἀδωναί ....], φιλείτω με ἡ [δεῖνα], τὸν δεῖνα, θεῖον [ἔρωτα κα]ὶ ἀνεξαλείπτ[ως.‘] [Λό]γος λεγόμενος· | |
10 | [‘ὁρκίζω σὲ κ]αὶ τὸ περί σε ἔχ[ο]ν πνεῦμα· [λέγει σοι ὁ μ]έγας καὶ ἰσχυρὸ[ς θε]ὸς Σαθις [πεφωουθ μου]ρωφʽ Ἀνουρ ουφ[ιριγχ]· ἡ δεῖνα, εὔστρε‐ [πτος οὖσα ἐμο]ί, ἰδέ με καὶ ἰδοῦσ[α ἐρ]άσθητί μου, [δυνήσεται δ’ ο]ὐδεὶς ἀντιλέγει[ν] φθοροχηβ: αθα | |
15 | [ ]ν θαραμηχι· ε[ο]ψηριψου: αχορσωθια [ ]θιε η νουσου [φ]θαπα απουοροθʽ [ ]η χοαδουστρω πρωθιαψιωρ· [ ]ς χομαρχωχʽ χαναχουωρρˋηλουκουμφα‘. [ἄλλως ὁ λόγος· ‘ἡ δεῖνά μ]ε ἰδοῦσα ἐρασθῇ μου, ἀντερίσῃ | |
20 | [δὲ μήποτ’ ἐμοί], ὁ μέγας καὶ ἰσχυρὸς θεός, δι’ 〈αἰδ〉οῦσ‘. [ἰδὼν δὲ τὴν δεῖνα τρ]ὶς φύσημα ποίει μακρὸν εἰς αὐτὴν [ἀτενίζων, κ]αὶ προσγελᾷ αὐτὴ τότε. σημεῖον γὰρ τῆς | |
[φιλίας ἐστὶ το]ῦτο. Θυμοκάτοχον, πρὸς πάντας ποιῶν· ποιεῖ γὰρ πρὸς ἐχθροὺς | ||
25 | καὶ κατηγόρας καὶ λῃστὰς καὶ φόβους καὶ φαντασμοὺς ὀνείρων. λαβὼν λάμναν χρυσᾶν ἢ ἀργυρᾶν χάραξον ἐπ’ αὐτῆς τοὺς χαρακτῆρας καὶ τὰ ὀνόματα καὶ τελέσας φόρει καθαρίως. ἔστι δέ· αβλαναθαναλβα | |
32 | ακραμμαχαμαρει | |
35 | αι αη λαιλεμ ταεω ωαωαιιωαιι αιηιουωωυοιηεα Ἄλλως· ὑποτακτικὸν Ἀπόλλωνος. λαβὼν λάμναν 〈ἢ πέταλον〉 μολιβοῦν ἀπὸ ἡμιόνων γράφε τὰ ὑποκείμενα ὀνόματα καὶ βάλλε εἰς αὐτὸ γλῶσσαν βατράκου. λόγος, ὅταν κατατιθῆται τὸ πέταλον σὺν τῷ βαθράκῳ | |
40 | εἰς τὸ δεξιόν σου σανδάλιον· ‘ὡς ταῦτα τὰ ἅγια ὀνόματα πατεῖται, οὕτως καὶ ὁ δεῖνα (κοινόν), ὁ ἐπέχων.‘ | |
41a | Ἀβρασάξιωχχ | |
42 | αεηιουω χυχˋ Μιχαήλ νυσευ εηιουωα χυβαχυχ Ῥαφαήλ νυχιευ ηιουωαε βαχαχυχˋ Γαβριήλ αωχη | |
45 | ιουωαεη βακαξιχυχˋ Σουριήλ μεχευ ουωαεηι βαζαβαχυχˋ Ζαζιήλ Ἰάω υωαεηιο βαδητοφωθˋ Βαδακιήλ Σαβαώθʼ ωαεηιου Βαϊνχωωωχˋ Συλιήλˋ Ἀδωναί | |
48a | [Magical Character] Ἀβρασάξ [Magical Character] | |
48b | [Magical Character] Ζ [Magical Character] | |
49 | ὑπόταξόν μοι | |
10(50) | τὸν δεῖνα. ἤδη, ἤδη, ταχύ, ταχύ. | |
11a | Γραῦς Ἀπολλων[ίο]υ Τυανέως ὑπηρετίς· λαβὼν [Τυ]φῶ[ν]ος κρανίον κατάγρα[φε τ]οὺς χαρακτῆρας τούτους αἵματι κυνὸς μέλανος· ‘[Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character] σαβερρα.‘ ἐλθὼν δὲ ἐπὶ τὸν τόπον παρὰ ποταμόν, θάλασσαν, ἢ τριόδου νυκτὸς μέσης θὲς τὸ κρα‐ | |
5 | νίον χαμαὶ καὶ ἱ[στ]ὰς [ὑπὸ τ]ῷ ἀριστερῷ ποδὶ λέγε τά[δε]. λόγος· ‘Ἐριθυῖα Μερόπη [γ]εργιρω χηθιρα αναπερουχ....λυρωφια γηγεθιρα λολυν γουγωγη αμβραχα βι̣..α̣εβιλη μαριθαια μπρουχε Ἀβὴλ εθιραω απ..ω̣χοριηλα μωρηθιρα φεχιρω ωσρι φοιρα αμερι...φη.ουθηρα | |
10 | γαργεργιω τιθ[ε̣]μυμη μηραψηχιρ αωριλ· ἐλθέ, φάνηθι, ἡ θεὸς ἡ καλουμένη οἰκουρός.‘ ταῦτα εἰπὼν ὄψῃ γυναῖκαν ἐπ’ ὄνου καθιζο[μ]ένη〈ν〉, εὔμορφον λίαν 〈εἰσ〉 ὑπερβ[ολ]ήν, οὐράνιόν τι κάλλος ἔχουσα〈ν〉, ἀδιηγήτως ὡραίαν καὶ νέαν, ἣν ἰδὼν σὺ | |
15 | εὐθέως πρ[οσκ]ύνησον λέγων· ‘εὐχαριστῶ [σο]ι, κυρία, ὅτι μοι ἐφάνθης. ἄξιόν μέ σου [κρῖνο]ν, εὐμενὴς ἐμοὶ γενέσθω [ἡ ἁβ]ρότης σου, καὶ ποίησον, περὶ οὗ σοι χρ[ήσομαι].‘ ἐρεῖ δέ σοι ἡ θεός· ‘τίνος δ[ιάν]οιαν ἔχεις;‘ σὺ λέγε· ‘πα[ρά σού] μοι χρεία ἐστὶν εἰ[ς τὰς τοῦ] βίου ὑπηρεσίας.‘ ἡ δὲ εὐθέω[ς κα]ταβήσεται ἀπὸ τοῦ ὄνου κ[αὶ ἀπ]ο‐ | |
δύσεται τὸ κάλλος καὶ ἔσται γραῦς. καὶ ἐρεῖ σοι ἡ γρα[ῦς]· ‘ἐγώ σοι ὑπηρετήσω καὶ παρ[εδρ]εύσω.‘ | ||
20 | τοῦτο δέ σοι εἰπ[οῦ]σα, πάλιν θεὸς ἐνδεδύσ[ε]ται τὸ ἑαυτῆς κάλλος, ὅ[περ] ἐξεδύσατο, καὶ παραιτήσεται. σὺ δὲ λέγε τῇ θεῷ· ‘κυρία, [μ]ή! σαυτῇ χρήσομα[ι, ἕ]ως κατάσχω αὐτήν.‘ ἡ δὲ θεὸς ἀκούσ[ασα] εὐθέως προσελεύσεται [τ]ῇ γραΐδι καὶ λήμψεται αὐ[τῆς] τὸν γομφίον καὶ τοῦ ὄνου μύλη[ν κ]αὶ δίδωσί σοι ἀμφότε[ρα] καὶ ἐξ ἐκείνου ἀχωρίστω[ς σου] ἦται ἡ γραῦς, εἰ μὴ τάχα σὺ αὐτ[ὴν] θέλεις ἀπολῦσαι· ἀπὸ δὲ ἐκείνης τῆς ὥρας ἕξεις μ[εγάλ]ων ἀγαθῶν | |
25 | δωρεάν· πάντα γ[άρ σ]οι, ὅσα τῇ ψυχῇ ἐνθυμῇ, δι’ αὐτῆς καταπραχθήσ〈ετα〉ι, [καὶ] τάδε σοι φυλάξει καὶ ὡς μ[άλιστα] νοήσει σοι, ὅτι ποτ’ ἄν τις ἐνθυμῆται κατά σου. [αὐτὴ γ]ὰρ πάντα ἐρεῖ σοι καὶ οὐδέποτέ σε καταλείψει. οὕτως τὴν εἴς σε εὔνοιαν ἐντίθεται. ἐὰν δὲ θελήσῃς π[ο]τέ, ἀπολύσεις αὐτήν (ὅπερ μηδέποτε ποιήσῃς)· | |
30 | λαβὼν τὸν γομφίον καὶ τὴν μύλην καὶ πυρὰν ποιήσας ἀκόντισον εἰς τὸ πῦρ, καὶ ὀλολύξασ〈α〉 ἡ γραῦς φεύξεται ὅλως. μὴ εὐκόλως αὐτὴν ἀπολύσῃς· ἀμετάληπτος γάρ σοι ἔσται. τὴν δὲ θεὸν ἀπολύσεις, ὅταν μάθῃς, [ὅπ]ως σοι ὑπηρετήσει ἡ γραῦς, λέγων | |
35 | οὕτως· ‘μενερφερ φιη πραχηρα λυλωρι μηλιχαρη νηχιρα.‘ ταῦτα ἀκούσασα ἡ γραῦς θεὸς ἀναβήσεται ἐπὶ τὸν ὄνον καὶ ἀπελεύσεται. φυλακτήριον παρὰ τὴν πρᾶξιν· τὸ κρανίον τοῦ ὄνου. τὴν δὲ μύλην τοῦ ὄνου δήσας ἀργύρῳ καὶ τὸν γομφίον | |
40 | τῆς γραΐδος χρυσῷ [π]ερίεχε ἀεί. οὕτως γάρ σου ἀχώριστος | |
ἔσται ἡ γραῦς. ἡ πρᾶξις δεδοκίμασται. | ||
11b | [Ἀνθρ]ώπους πίνοντα[ς] ἐν συμποσίῳ πρόσ‐ [ωθεν] τοῖς ἔξωθεν ὀνορύγχους φαίνεσθαι .....εβειβακοτος τὸ δρ.λ̣λον ἀπὸ τοῦ λύθρου [αἵματι] ὀνείῳ αἱμάξαι καὶ ποιῆσαι ἐλλύχνι και‐ | |
5 | [νὸν εἰς] λύχ〈ν〉ον καινὸν καὶ ἅψαι τοῖς πίνουσι. | |
11c | Τοῦτο γράφεις εἰς ἱερατικὸν βιβλίον καὶ θ[ὲς .....] | |
col1,2 | ἐξορκίζω σε τὸν Ἰαβω θεόν· | |
col1,3 | στρέψον τὴν καρδίαν τῆς δεῖνα, | |
col1,4 | ἧς ἔτεκεν ἡ δεῖνα, πρὸς τὸν δεῖνα, ὃν | |
col1,5 | ἔτεκεν ἡ δεῖνα, κατ’ ἐπιταγὴν τοῦ | |
col1,6 | Ἰαβω, Μασκελλει Μασκελλω, | |
col1,7 | Φ[α]ινουκενταβαω, ποίησον ἐπι‐ | |
col1,8 | τυχεῖν τῆς συνουσίας τὸν δεῖνα, | |
col1,9 | ἐμέ, Ἀβλαναθαναλβα | |
col1,10 | βλαθαναβα | |
col1,11 | ναθανδα | |
col1,12 | αναθανα | |
col1,13 | ναβαναει | |
col1,14 | αβθωωθ | |
col1,15 | βαρβαχα | |
col1,16 | Ἀβρασάξ | |
col1,17 | αω[ιαμα]ρ[ι] | |
col1,18 | σερφουθει | |
col1,19 | ε ει ει η ι η ι ααααααα ιιιιιιι | |
col2,2 | θεὲ ὁ [Βαρ‐] | |
col2,3 | βαραι, [ὑπ’ ἐμὸν] | |
col2,4 | ὄροφ̣[ον ἐλθέτω ἡ] | |
col2,5 | δεῖνα, ἣν [ἔτεκεν ἡ δεῖνα, καὶ] | |
col2,6 | φιλ[είτω ἐμὲ τὸν δεῖνα, ὃν] | |
col2,7 | ἔτε[κεν ἡ δεῖνα, εἰς] | |
col2,8 | τὸν [ἅπαντα] | |
col2,9 | χρό[νον τῆς] | |
col2,10 | ζωῆ[ς αὐτῆς] | |
col2,11 | ἐραμ[ένη μου] | |
col2,12 | ἔρω[τι αἰωνίῳ] | |
col2,13 | ἤδη [ἤδη, ταχὺ ταχύ]. | |
12 | Πρᾶξ[ις·] ἔχων κτέρεα, ἀν[ελ]ίττων νυκ[τ]ός, κ[αὶ λαβ]ὼν ξίφο[ς λέγ]ε· ‘θερμοχ χθαβοι αχαφ μαρμιλυχα βερθιωχ χαρη̣λ[..]βαιοχ̣[..] θαχ δηρφο φιρβ[.]σωθωραι φαυξαι ιωα μειλιχ Ἰαβαί εια καρσε ρευθρα ενρουχ ζερφρηχ | |
5 | ψερφερχω θνερβηχ χαρχερβερ υειχ φχ̣υα̣ρ ʼπα[.]χ̣α μιλχιθερ χληλωρ φαχιλερ μαζ μαχαιριωχ‘. ταῦτά σου [ε]ἰπόντ[ο]ς ἐλεύσεται Κόρη | |
λαμπάδας ἔχουσα. σὺ λέγε· ‘φερθελιλωχ πειυ̣[.],‘ καὶ σβεσθήσονται αὐτῆ[ς] αἱ δ[ᾷ]δες, καὶ παραστήσεταί σοι λυπουμένη καὶ με[μ]φομένη. σὺ λέγε: ‘ποίησον τόδε, καὶ ἅψω σου τὰς λαμπάδας.‘ εἰ [δ]ὲ ὀνειροπο̣μπεῖ, ἀνάψεις, καὶ πέτεται. | ||
10 | ἂν ἐπὶ φόνον πέμπῃς, δὸς [α]ὐτῇ τὸ ξίφος, καὶ δ[ώ]σει σοι τὰς λαμπάδας καὶ ἐλεύσεται ᾑμαγμένον ἔχο[υσ]α τὸ ξίφος. σὺ εἰπὲ [α]ὐ[τῇ] προσκεῖσθαι τὰς λαμ‐ πάδας, καὶ ἀναφθήσονται, κ[α]ὶ φεύξεται. [π]οιῶν τάδε λέγε· ‘μωζηρφερ ταχχαψ.‘ φυλακτήριον οἴσε[ις] ἅψας δεξιᾷ [χ]ειρὶ κα[ὶ] ἀρι[σ]τερᾷ χειρὶ νυκτός. Π[ά]ρεδρος Ἔρως· | |
15 | Ἔρωτος τελετή, καὶ ἀφιέρω[σ]ις καὶ κ[α]τασκευή· πο[ι]εῖ δὲ πράξε[ι]ς ταύτας καὶ ὀνει[ρο]‐ πομπείαν, ἀγρυπνίαν ποιεῖ κ[α]ὶ διαλλάσσει κ[ακ]οδαίμο[νο]ς, [ἐ]ὰν ὀρθῶς αὐτῷ χρήσῃ κα[ὶ] ἁγνῶς. ἔστιν γὰρ ἔχων πᾶσαν πρᾶξιν. λαβὼν [κηρὸ]ν [τ]υρρηνικ[ὸ]ν μεῖξον αὐτῷ π[ᾶν] γένος ἀρωμάτων καὶ πο[ί]ησον Ἔρωτα δακτύλων [ὀκ]τὼ μῆκος λαμπαδηφόρο[ν,] ἔχοντα βά[σ]ιν μακράν, ἔκδεξ[ι]ν [τ]ῶνδε. [ἡ δ’ ἀριστε]ρὰ χεὶρ κρατείτω τόξο[ν] | |
20 | καὶ βέλος. καὶ Ψυχὴν τέλεσον ταὐτὸν ὡς Ἔρωτα. π̣[άντα ταῦτ]α ἀποτ[ε]λέσας ἀφιέρωσον ἡμέρας γʹ. παραθήσεις δὲ αὐ[τῷ] παντοῖα γένη καρ[πῶν νέω]ν πόπ[α]νά τε ζʹ, στροβ[ί]‐ | |
λους ζʹ, τραγημάτων πᾶν γ[έ]νος, λύχνους ἀμιλτώ[τους ζʹ] καὶ [τρί]α μικρὰ δίπα[λ‐] τα, πινακίδας, τόξα, μῆλα φο[ι]νίκια, κρατῆρα κεκρ[α]μένον ο[ἰ]ν[ο]μέλιτι. εἶτα τα[ῦτ]α ποιήσας καὶ παραθείς, ὡς ὑ[π]όκειται, ποιήσεις τὸν Ἔρωτα ἐπὶ τρ[α]πέζης πανκάρ‐ | ||
25 | που ἐχούσης τοὺς ζʹ λύχνους καιομένους λευκῷ ἐλαίῳ καὶ ὅσα προσγέγραπται, ὥστε πείθειν τὸν θαυμαστὸν Ἔρωτα. πρώτῃ μὲν ἡμέρᾳ ἐπιθέντος σου αὐτὸν ἐπὶ τὴν τράπεζαν καὶ κοσμήσαντος, ὡς προγέγραπται—γράφω δέ σοι κατ’ εἰδὸς ἀφθόνως, ἵν’ εἰδῇς καὶ μηδὲν ἐπιζητῇς—ποίησον βωμὸν καθαρόν—τοῦτ’ ἔστιν, πλίνθους ὠμὰς δύο λαβὼν ποίησον κέρατα δʹ, ἐφ’ οἷς [ἐπ]ι[τί]θης ξύλα κάρπιμα— | |
30 | καὶ λαβὼν τῇ πρώτῃ ἡμέρᾳ ἀπόπνιξον ζῷα ζʹ· ἕνα ἀλε[κτ]ρυόνα, ὄρτυγα, βασίλισκον, περιστεράν, τρυγόνα καὶ τὰ ἐνπεσόντα σοι [νε]οσσὰ δύο. ταῦτα δὲ πάντα μὴ θύε, ἀλλὰ κατέχων εἰς τὴν χεῖραν ἀποπ[νίξ]εις ἅμα προσφέρων τῷ Ἔρωτι, μέ[χ]ρις οὗ ἕκαστον τῶν ζῴων ἀποπνιγῇ καὶ τ[ὸ] πν[εῦ]μα αὐτῶν εἰς α[ὐ‐] τὸν ἔλθῃ, καὶ τότε ἐπιτίθει εἰς τὸν βωμὸν τὰ ἀπο[πνι]γ[έν]τα [σ]ὺν ἀρώμασιν πα[ν‐] | |
35 | τοίοις. τῇ δὲ δευτέρᾳ ἡμέρᾳ νοσσάκιον ἀρρενικὸν π[ρὸ]ς τὸν Ἔρωτα ἀπόπνιγε καὶ ὁλοκα[ύσ]τει, τῇ δὲ γʹ ἡμέρᾳ ἕτερον νοσσάκιον βω[μ]ῷ εἰσ[θές]. ποιῶν τὴν τελετὴν κατάφαγε τὸν νεοσσὸν μόνος, ἄλλος δὲ μηδεὶς συν[έστω. ταῦ]τ’ οὖν ποιήσας ἁγνῶς καὶ καθαρῶς, ἁπάντων ἐπιτεύξῃ. λό[γος πρῶτ]ος λεγόμενος σὺν τῇ θυσίᾳ· | |
40 | ‘Ἐπικαλοῦμαί σε, [τ]ὸν ἐν τῇ καλῇ κοίτῃ, τ[ὸν] ἐν τῷ ποθεινῷ οἴκῳ· διακόνησόν μοι καὶ ἀ[π]άγγειλον ἀεί, ὅτι ἄν σοι εἴπω, καὶ ὅπο[υ ἂν] ἀποστέλλω, παρομοιούμενος θεῷ (ἢ [θ]εᾷ), οἵῳ ἂν σέβωνται οἱ ἄνδρες καὶ αἱ γυναῖ[κ]ες, λέγων πάντα τὰ ὑπογραφόμενα ἢ λεγόμενα καὶ παρατιθέμενά σοι ταχύ. [ἔ]φθασε τὸ πῦρ ἐπὶ τὰ εἴδωλα τὰ μέγιστα, καὶ κατέπιεν ὁ οὐρανὸς τὸν κύκλον μὴ [γ]ινώσκων τοῦ ἁγίου κανθάρου λε‐ | |
45 | [γο]μένου Φωρει. κάνθαρος, ὁ πτεροφυὴς μεσουρανῶν τύρραννος, ἀπεκεφα‐ λίσθη, ἐμελίσθη, τὸ μέγιστον καὶ ἔνδοξον α[ὐ]τοῦ κα[τ]εχρει〈ώ〉σατο, καὶ δεσπότην τοῦ οὐρανοῦ συνκατακλείσαντες ἤλλαξαν· ὣς σὺ διακονήσεις μοι, πρὸς οὓς θέλω ἄνδρας καὶ γυναῖκας. ἧκέ μοι, ὁ δεσπότη[ς] τοῦ οὐρανοῦ, ἐπιλάμπων τῇ οἰκου‐ μένῃ, διακόνησόν μοι εἴτε πρὸς ἄνδρας καὶ γυναῖκας, μικρούς τε καὶ μεγάλους, καὶ | |
12(50) | ἐπαναγκάσῃς ἀεὶ αὐτοὺς ποιεῖν πάντα τὰ [γ]εγραμμένα ὑπ’ ἐμοῦ. ἧκέ μοι, ὁ δεσπό‐ της τῶν μορφῶν, καὶ διέγειρόν μοι ἄνδ[ρ]ας καὶ γυναῖκας, ἀνάγκασον αὐτοὺς ποιῆσαι τῇ σ〈ῇ〉 ἀεὶ ἰσχυρᾷ καὶ κρατ〈αι〉ᾷ δυνά[μει] πάντα τὰ ὑπ’ ἐμοῦ γραφόμενά τε καὶ λεγόμενα: εισαφσαντα φουρει αρναι· συ̣συν φρεω ριωβαιοσοι σὺ εἶ ατεφθο αωρε̣λ Ἀδωναί, καὶ ποίησον αὐτοὺς ἐνφόβους, ἐντρόμους, ἐπτοημένους, τὰς φρένας | |
55 | ἐνοχλ[ήσ]ας διὰ τὸν φόβον σου, καὶ ποίει τῷ δεῖνα ἅπαντα τὰ προγεγραμμένα. ἐὰν δέ μου παρακούσῃς, κα[τα]καήσεται ὁ κύκλος, κ[α]ὶ σκότος ἔσται καθ’ ὅλην τὴν οἰκουμένην, καὶ ὁ κάνθαρος κ[ατα]βήσεται, ἕως ποιήσε[ι]ς μ[ο]ι π[ά]ν[τ]α, ὅσα γράφω ἢ λέγω, ἀπαραβάτως· ἤδη ἤδη, ταχὺ [τ]α[χ]ύ.‘ [λόγος] δεύτερος, λεγόμενο[ς] ἐπὶ [τ]ῆς θυσίας· ‘ἐξορκίζω σε κατὰ τοῦ κατέ‐ χοντος τὸν κ[ό]σμ[ο]ν καὶ ποιήσαντ[ο]ς τὰ τέσσαρα θεμέλια καὶ μίξαντος τοὺς δʹ | |
60 | ἀνέμους. σὺ εἶ [ὁ ἀσ]τράπτων, σὺ εἶ ὁ βρον[τ]ῶν, σ[ὺ] εἶ ὁ σείων, σ[ὺ] εἶ ὁ πάντα στρέψας καὶ ἐπανορθώσας [π]άλιν. ποίησον στρέφεσθ[αι πάντ]ας ἀνθρώπους τε καὶ πάσας γυναῖκας ἐπὶ [ἔ]ρωτά μου, τοῦ δεῖνα (ἢ τῆς δεῖνα), ἀφ’ ἧς ἂν παραι[τ]ῶ ὥρας ἐν τούτῳ τῷ παραφίμῳ, κατ’ ἐπιτα‐ [γ]ὴν τοῦ ὑψίστου θεοῦ Ἰάω Ἀδωνεαὶ αβλα[ν]αθαναλβα· σὺ εἶ ὁ περιέχων τὰς Χάριτας ἐν τῇ κορυφῇ λαμψρη, σὺ εἶ ὁ ἔχων ἐν τῇ [δε]ξιᾷ τὴν Ἀνάγκην βελτεπιαχ, σὺ εἶ ὁ δια‐ | |
65 | λύων καὶ δεσμεύων σεμεσιελαμπεκριφ· ἐπάκουσόν μου ἀπὸ τῆς σήμερον ἡμέρας καὶ εἰς τὸν ἅπαντα χρόνον.‘ λόγος γʹ ἐπὶ τῆς αὐτῆς θυσίας· | |
‘ἐπικαλοῦμαι ὑμᾶς, θεοὶ οὐράνιοι καὶ ἐπίγειοι καὶ ἀέρ〈ι〉οι καὶ ἐπιχθόνιοι, καὶ ἐξορκί‐ ζω κατὰ τοῦ κατέχοντος τὰ δʹ θεμέλια ἐπιτελέσαι μοι, τῷ δεῖνα (ἢ τῇ δεῖνα), τόδε πρᾶγμα καὶ δοῦναί μοι χάριν, ἡδυγλωσσίαν, ἐπ[αφ]ροδισίαν πρὸ[ς] πάντας ἀνθρώπους | ||
70 | καὶ πάσας γυναῖκας τὰς ὑπὸ τὴν κτίσι[ν], ἵνα μοι ὦσι ὑποτεταγμένοι εἰς πάντα, ὅσα ἐ[ὰν] θέλω, ὅτι δοῦλός εἰμι τοῦ ὑψίστου θε[ο]ῦ [τ]οῦ κατέχοντο[ς] τὸν κόσμον καὶ παντο‐ κρ[ά]τορος Μαρμαριὼθ λασιμιωληθ αραα̣ς.ς. Σηβαρβ[α]ώθ νοω αωι ωιηρ. (ἄρτυμα.) α̣[ααα]α̣ ηηηηηηη ωωωωωωω. παραγγέλλ[ω τῷ] ἐπὶ τούτων 〈τῶν〉 τεταγμέ[νω]ν λεγομένῳ Ἔρωτι, ὅ[τ]ι 〈ἐγώ〉 εἰμι θεὸς θεῶν ἁπάντων Ἰάων Σαβαὼθ Ἀδωναὶ Ἀ[βρασὰ]ξ Ἰαραββαι | |
75 | θω̣υριω θανακερμηφ πανχοναψ.‘ Οὗτοι 〈οἱ〉 λόγοι γίνωνται καὶ λέ[γωντα]ι ἐπὶ τὰς γʹ ἡμέρας, ἵνα ἀποδοῖς τὴν πρᾶξιν τελέως. ὅταν δὲ πέμπεις, εἰς ἃ χρῄζεις, λέγε μόνον τοῦτον τὸν λόγον, ἄρας τὸν Ἔρωτα ἀπὸ τῆς τραπέζης καὶ τὰ παρακείμενα αὐ[τῷ], 〈καὶ〉 γράφε ἐν πιττακιδίῳ, περὶ ὧν χρῄζεις. λόγος γραφόμενος ἐν τῷ πιττακίῳ· ‘Σὺ εἶ ὁ νήπιος, ὁ ζῶν θεός, ὁ ἔχων μορφὴν 〈—〉 Σαμμὼθ | |
80 | Σαβαὼθ Ταβαὼθ σορφη σεουρφουθ μουι σι σρω Σαλαμα γωυθ εθειμηους Οὔ‐ | |
σειρι Ἑσειῆ ε Φθᾶ Νούθ σαθαη Ἶσις αχθι εφανουν, βιβιου βιβιου, σφη σφη, ασηηα‐ ηιˊ, πορευθεὶς 〈εἰσ〉 πάντα τόπον καὶ πᾶσαν οἰκίαν, ὅπου σε πέμπω, πρὸς τὸν δεῖνα τῆς δεῖνα (ἢ τὴν δεῖνα τῆς δεῖνα), παρομοιωθείς, ᾧ σ[έ]βεται θεῷ (ἢ θεᾷ), ἀνάγκασον αὐτὸν ποιῆσαι τόδε πρᾶγμα—ὅσα θέλεις, γράφε εἰς τὸ πιτ[τ]άκιον σὺν τῷ λόγῳ—, ἐγερθείς, ἔκθαμβος. ὁρκίζω σε | ||
85 | κατὰ τοῦ 〈ἁγίου〉 καὶ κατ’ ἐπιτίμου ὀνόματος, ᾧ ἡ πᾶσα κτίσις [ὑ]πόκειται· πασιχθων ιβαρβου θαρακτιθεανω βαβουθα κωχεδ Ἀμήν· γενέσθω τόδε πρᾶγμα ἤδη ἤδη. 〈—〉 ἐρυθρᾶ〈σ〉 θαλάσσης, ὁ ἐκ τῶν δʹ μερῶν τοὺς ἀνέμους συνσείων, ὁ ἐπὶ τοῦ λωτοῦ καθήμενος καὶ λαμπυρίδων [τ]ὴν ὅλην οἰκουμένην· καθέζῃ γὰρ κορκοδειλο‐ ειδής· ἐν δὲ τοῖς πρὸς νότον μέρεσ[ι]ν δράκων εἶ πτεροειδής· ὣς γὰρ ἔφυς τῇ ἀλη‐ | |
90 | θείᾳ· ιωιω βαρβαρ Ἀδωναὶ κομβαλιωψ θωβ ιαρμιωουθ· ἧκέ μοι, κλῦθί μου ἐπὶ τήνδε τὴν χρείαν, ἐπὶ τήνδ[ε] τὴν πρᾶξιν, μέγιστε Ἁρσαμῶσ[ι] μουχα λ[ι]νου‐ χα ἅρπαξ Ἀδωνεαί. ἐγώ εἰμι, ᾧ συνήντησας ὑπὸ τὸ ἱερὸν ὄρος καὶ ἐδωρήσω τὴν τοῦ μεγίστου ὀν〈όματόσ〉 σου γνῶσιν, ἣν καὶ τηρήσω ἁγνῶς μηδενὶ μεταδιδούς, εἰ μὴ τοῖς σοῖς συνμύσταις εἰς τὰς σὰς ἱερὰς τελετάς ιαρβαθατρα μνηψιβαω | |
95 | χνημεωψ· ἐλθὲ καὶ παράστα εἰς [τ]ήνδε τὴν χρείαν καὶ συνέργησον.‘ [Τ]ὰ παρὰ Ἡμερίου· Τυφωνίου μέλανος γραφή· ἀνε[μώ]νης, φλωγίτιδος, χυλοῦ κινάρας, σπέρματος ἀκάν[θη]ς Αἰγυπτίας, μίλ[τ]ου Τυφῶνος, ἀσβέστου, κονίας, ἀρτεμ[ισ]ίας μονοκλώνου, κόμεως, ὀμβρίου. Ἐργαστήριον εὖ πράσσειν· | |
12(100) | ἐπὶ ὠοῦ ὄρνιθος ἀρσενικοῦ ἐπίγραφε καὶ κατόρυξον πρὸς τὸν οὐδόν, ὅ[που] εἶ, τὸ ὠόν· ‘χφυρις, ὠόν, ὅ ἐστιν χορβαι σαναχαρσω Ἀμοῦν [Magical Character] σφη σφη γακνεφη σιεθω [Magical Character] νουσι νουσι, σὺ εἶ τὸ ὠὸν τὸ ἅγιον ἀπὸ λοχίας, ὅ ἐστιν σελβιους βαθινι φνιηιαηο αωη αωη αω[ι] αωι α φιαεα Θωύ〈θ,〉 Ἰάω σελετηα θεωηφ οξυμβρη ηηη ιιι.‘ ἡ δὲ εὐχὴ τοῦ ὠοῦ· ‘ὁ μέγας θεό[ς], δὸ[ς ἐ]μοὶ χάριν, πρᾶξιν, καὶ τόπῳ τούτῳ, ὅπου κεῖται τὸ ὠόν, ἐν ᾧ οἴκῳ πραγματεύομαι ἐγὼ 〈ὅ〉δε, Σελ[ε]πηλ θεωηφ καὶ | |
105 | Δαίμων Ἀγαθό[ς], ἐπαπόστειλον τῷδε τῷ τόπῳ πᾶσαν πρᾶξιν καὶ εὐ[π]ορίαν καθημερι‐ | |
νήν. σὺ εἶ ἡ ἐργασία μου, σὺ εἶ ὁ μέγας Ἄμμων, ὁ ἐν οὐρανῷ να[ίων, ἐλθ]έ, βοήθησόν μοι.‘ Ὀνειροπο[μπὸ]ς Ἀγαθοκλεύς· Λαβὼν αἴλουρον ὁλομέλανα βιοθ[άν]ατον, π[ο]ιήσας πιττάκιον καὶ ἐνγράψας ζμύρνῃ τὰ ὑποκείμενα καὶ ὃν θέλεις ὀν[ειροπ]ομπεῦσαι, καὶ ἔνθες εἰς τὸ στόμα τοῦ αἰλούρου· | ||
110 | ‘κεῖμαι, κεῖμαι, ἐγώ εἰμι ὁ μέγας, ὁ ἐν [στόμα]τι κείμενος μομμου Θώθ, νανουμβρη χαριχα κενυρω πααρμιαθ, 〈ᾧ〉 ὄνομα τὸ ἅγιον· Ἰαου ιεη Ἰεου αηωι, ὁ ὢν ἐπάνω τοῦ οὐρανοῦ, ἄνεχε υμευ νεννανα σεννανα ἀβ[λα]ναθαν[α]λβα ἀκραμμαχαμαρι ἀβρασιλουα λαμψωρει εει ειει αωηηω Θήουρις ωα επειδευ επεργα βριων Ἀμή〈ν〉. χρημάτισον τῷ δεῖνα περὶ τοῦδε.‘ ὁ δὲ ἐπάναγκος· ‘δ[ε]ῦρό μοι, δεῖνα, 〈ὁ〉 πήξας τὸν 〈 〉 ὑπὸ τῇ σεαυτοῦ δυνά‐ | |
115 | μει, ὁ κυριεύων τοῦ παντὸς κόσμου, ὁ [π]ύρινος θεός, χρημάτισον τῷ δεῖνα θαρθαρ θαμαρ ἀθαθα μομμομ θαναβωθ ἀπρανου βαμβ̣αληα χρ[η]θ Ναβουσουληθ ρομβρου Θαραὴλ ἀλβανα βρωχρηξ ἀβρανα Ζουχήλ· [ἐ]πάκουσόν μου, ὅτι μέλλω τὸ μέγα ὄνο〈μα〉 λέ‐ | |
γειν· Ἀώθ, ὃν πᾶς θ(εὸς) προσκυνεῖ καὶ π[ᾶ]ς δαίμων φρίσσει, ᾧ πᾶς ἄγγελος τὰ ἐπιτασ‐ σόμενα ἀποτελεῖ. θεῖον ὄνομά σοι τὸ κατὰ τῶ[ν] ζʹ· αεηιουω Ἰαυωη εαωουεηωια. εἴρηκά σου | ||
120 | τὸ ὄνομα ἔνδοξον, ὄνομα τὸ κατὰ πάντων τῶν χρειῶν. χρημάτισον τῷ δεῖνα, κύριε θεέ.‘ τὸ ὄνομα τοῦτο. τούτῳ καὶ Ἀπολλώβηξ ἐχρᾶτο. Ὀνειροπομπὸς Ζμίνιος Τεντυρίτου· Λαβὼν ὀθόνιον καθαρ[ὸ]ν καὶ—κατὰ Ὀστάνην—ζμύρνῃ γράψον εἰς αὐ‐ τὸ ἀνθρωποειδὲς ζῴδιον καὶ πτερὰ δʹ κ[αὶ τ]ὴν μὲν λαιὰν χεῖρα ἐκτετακότα σὺν τοῖς ἀριστεροῖς πτεροῖς βʹ, τὴν δὲ ἑτέραν κ[εκ]αμμένην ἔχοντ[α] καὶ τοὺς δακτύ‐ | |
125 | λους κεκαμμένους· ἐπὶ δὲ τῆς κεφαλῆς βασίλει[ον] καὶ ἱμάτιον περ[ὶ] τὸν πῆχυν καὶ βʹ ἕλικας ἐν τῷ ἱματίῳ, ἐπάνω δὲ τῆς κεφαλῆς κέρατα ταύρου, πρὸς δὲ τοῖς γλουτοῖς πυγὴν ὀρνέου πτερωτήν. ἔστω δὲ ἡ χεὶρ δεξιὰ προσέχουσα τῷ στομάχῳ, κεκλεισμένη, ἐφ’ ἑκατέρου δὲ τοῦ σφυροῦ ξίφος ἐκτεταγμένον. ἔνγραφε εἰς τὸ ῥάκος καὶ τὰ ἑξ〈ῆσ〉 ὀνόματα τοῦ θεοῦ καὶ ὅσα θέλεις ἰδεῖν τὸν 〈δεῖνα〉 καὶ ὡς· ‘χαλαμανδριωφ ιλεαρζωθρε‐ | |
130 | δαφνιω ερθιβελνινρυθαδνικωψαμμεριχ, ὑμῖν λέγω καὶ σοί, μέγα δυναμένῳ δαί‐ μον〈ι〉· πορεύθητι εἰς τὸν τοῦδε οἶκον καὶ λέγε αὐτῷ τάδε.‘ εἶτα λαβὼν ἀμίλτωτον λύ‐ | |
χνον ἄγραφον ἐνλυχνιάσας πλῆσον κεδρίᾳ, ἅψας δὲ ἐπίλεγε τὰ ὑποκείμενα ὀνόματα γʹ θ(εοῦ)· ‘χαλαμανδριωφ ιδεαρυωθ θρεδαφνιω ερθαβεανιγ ρυθανικω ψαμμο‐ ριχ, τὰ ἅγια τοῦ θ(εοῦ) ὀνόματα, ἐπακούσατέ μου [κ]αὶ σύ, Ἀγαθὲ Δαίμων, οὗ κράτος μέγιστόν ἐστιν | ||
135 | ἐν θεοῖς, ἐπάκουσόν μου πορευθεὶς πρὸς τὸν δεῖνα εἰς τὸν οἶκον αὐτοῦ, ὅπου κοιμᾶται, εἰς τὸν κοιτῶνα αὐτοῦ, καὶ παραστάθητι αὐτῷ φοβερός, τρομερὸς μετὰ τῶν τοῦ θ(εοῦ) μεγάλων καὶ κραταιῶν ὀνομάτων, καὶ λέγε αὐτῷ τάδε. ἐξορκίζω σε [τ]ὴν δύναμίν σου, τὸν μέγαν θ(εὸν) Σηίθ, τὴν ὥραν, ἐν ᾗ ἐτέχθης μέγας θεός, τὸν χρηματίσοντα τὸ ν[ῦ]ν θεόν, τὰ τξεʹ ὀνόματα τοῦ μεγάλου θεοῦ, πορευθῆναι πρὸς τὸν δεῖνα ἐν τῇ ἄρτι ὥρᾳ, ἐν τῇ ἄρτι νυκτὶ καὶ λέγειν αὐ[τῷ] | |
140 | κατ’ ὄναρ τάδε. ἐάν με παρακούσῃς καὶ μὴ πορευθῇς [π]ρὸς τὸν δεῖνα, ἐρῶ τῷ μεγάλῳ θεῷ· κ[αὶ τ]ρήσας σε κατακόψει μελεϊστὶ καὶ τὰ κρέατά σου δώσει φαγεῖ[ν] τ[ῷ] ψωριῶντι κυ[νὶ] τῷ ἐν ταῖς κοπρίαις καθημένῳ. διὰ τοῦτο ἐπάκ[ουσ]όν μ[ο]υ ἤδη ἤδη, ταχὺ ταχύ, ἵνα μὴ ἀναγκασθῶ ταῦτα ἐκ δευτέρου λέγειν.‘ Ὀνείρου αἴτησις· | |
145 | Ἀκριβὴς εἰς πάντα γράψον εἰς βύσσινον ῥάκος αἵματι ὀρτυγίου θεὸν Ἑ[ρ]μῆν | |
ὀρ[θ]όν, ἰβιοπρόσωπον, ἔπειτα ζμύρνῃ ἐπίγραψον καὶ τὸ ὄνομα καὶ ἐπίλεγε τὸν [λό]γον· ‘ἔρχου μοι ὡδὶ αἶψα, ὁ ἔχων τὴν ἐξουσίαν. ἐπικαλοῦμαί σε τὸν ἐπὶ τῶν [πν]ευ‐ μάτων τεταγμένον θεὸν θ(εῶν), δεῖξαί μοι καθ’ ὕπνους τόδε. ἐξορκίζω [σε] κατὰ [τ]οῦ πατρός σου Ὀσίριδος καὶ Ἴσιδος, τῆς μητρός σου, δεῖξαί μοί τι[να] μορ‐ | ||
12(150) | φήν σου, καὶ περὶ ὧν θέλω, χρημάτισον. ὄνομά σοι· ‘ηιιουαθι, ψρηπνου̣α̣ νερτηρ, διοχασβαρα, Ζαραχω‘, ὃν καλοῦσι Βαλχάμ· χρημάτισον περὶ τοῦδε, περ[ὶ π]άν‐ των, 〈ὧν〉 πυνθάνω.‘ Θεομαντεῖον. ὄνομα μέγα ἐπικαλέσῃ ἐπὶ μεγάλης ἀνάγκης, ἐπὶ κεφαλικῶν καὶ ἀναγ‐ καίων πραγμάτων, εἰ μή, σεαυτὸν αἰτιάσεις. προσεπίλεγε γʹ τὸ Ἰάω, εἶτα τοῦ θεοῦ [ὄ]νομα | |
155 | τὸ μέγα· ‘ἐπικαλοῦμαί σε, Φθᾶ Ῥᾶ Φθᾶ ιη Φθᾶ ουν εμηχα ερωχθ Βαρωχ θο[ρχ]θα θωμ χαιεουχ ἀρχανδαβαρ ωεαεω υνηωχ ηρα ων ηλωφ βομ Φθᾶ ἀθαβρασια Ἀβριασωθ βαρβαρβελωχα βαρβαιαωχ· γενέσθω βά[θος], πλά[τος], μῆ[κος], αὐγή· ἀβλαναθαναλβα ἀβρασιαουα ἀκραμμαχαμαρει, Θώθ, Ὧρ αθωωπω. εἴσελθε, κύριε, καὶ χρημάτισον.‘ | |
εἰσελεύσεται θεὸς ὀφεοπρόσωπος καὶ ἀποκριθήσεταί σοι. ὅταν δὲ ἀπολύσ[ῃ]ς, ἐπίθυε | ||
160 | γῆρας ὄφεως. 〈Δεσμόλυτον〉· ἐὰν δὲ θέλῃς δεικτ[ι]κόν τι ποιῆσαι καὶ αὐτὸς ἀπολυθῆναι κι[ν]δύνου, σ‐ τὰς πρὸς τῇ θύρᾳ λέγε τὸν λόγον, καὶ εἰπὼν ἐκπορεύσῃ, προσθείς· ‘λυθήτω[σ]αν οἱ δεσμοὶ τοῦ δεῖνα, καὶ ἀνοιγήτωσαν αὐτῷ αἱ θύραι, καὶ μηδεὶς αὐτὸν θεασάσθω.‘ τεκμηριο[ῖ]ς̣ δέ, ὅτι γείνε[τ]αι· δήσας δέ τινα πανδέτην ἔνκλεισον εἰς οἶκον, καὶ ἔξω στὰς λέ[γε] τὸν λόγον ἑξάκ[ι]ς ἢ ἑπτάκις οὕτως· ‘ἐπικαλοῦμαι ὑμᾶς τοὺ〈σ〉 μεγάλου〈σ〉 θεοὺ〈σ〉 τῇ μ[ε]γάλῃ φωνῇ, | |
165 | αισαρ Αἰώθ ουαιγνωρ Μαρσαβωουτωρθε λαβαθ ερμου χοωρθεν μαναχθωρφ πεχρηφ ταωφ[π]ωθθωχο θαρωχ βαλεθαν χεβρωουθαστ, Ἀδωναί, Ἁρμιωθ.‘ ἐπὰν τοῦ[τ]ον τὸν λόγον [εἴπῃς] καὶ λυθῇ, ἐπίλεγε ταῦτα, ἵνα αἱ θύραι ἀνοιγῶσιν· ‘ὀχλοβαραχω, Λαϊλάμ, δαρι‐ δαμ δ[αρδα]μ̣ δ̣αρδαραμπτου ιαρθα ιερβα διερβα βαρωθα θιαρβα αρβ[ι]θω[.]ω μααρ Σεμεσιλ[άμ, μα]ρμαραχνευˊ, Μανε Θώθ, ἅγιε, εἴσελθε καὶ λῦσον τὸν δεῖνα καὶ δὸς αὐτῷ ὁδὸν | |
170 | ἐξόδου, [σεσε]νγεν βαρφαραγγης, ὁ διαλύων πάντα τὰ δεσμὰ καὶ διαλύων τὸν περικεί‐ μενον [σίδηρ]ον τῷ δεῖνα, ὅτι ἐπιτάσσει σοι ὁ μέγας καὶ ἄρρητος καὶ ὅσιος καὶ δίκ[αι]ος καὶ φρικτὸς καὶ ἰσχυ[ρὸς καὶ] ἄφθενκτος καὶ φοβερὸς καὶ ἀκαταφρόνητος τοῦ μεγάλου θεοῦ δαίμων, σορο‐ ε[ρ]μερ [φεργαρ] βαξ μαμφρι ουριξγ.‘ ὅταν δὲ ῥαγῇ τὰ δεσμά, λέγε· ‘ε[ὐχ]αριστῶ σοι, κύριε, | |
ὅ[τι] με ἔ[λυσε]ν τὸ ἅγιον πνεῦμα, τὸ μονογενές, τὸ ζῶν.‘ καὶ πάλιν λέγε τὸν λόγον· | ||
175 | ‘ἀστροθ[ετῶν] θεέ, κεραυνομεγα〈κ〉λονοζηνπερατοκοσμολαμπροβελοπλουτο〈δότα〉 δαίμων, ἀερ〈οδ〉ιαφρίξ, ἀκτινοπ〈οι〉ῶν, δ〈ι〉ατοροφρήν, ὁ δολο〈ποιῶν〉.‘ τέλει δὲ καὶ τὸ τοῦ Ἡλίου ὄνομα πρὸς πάντα· ‘αἴθων, ηφαιη, Ἥφαισ[τ]ε, πυριφαῆ, λαμ‐ προφοῖτα, ανανωχα, αμαρζα, μαρμαραμω.‘ Ἐὰν βούλῃ τινὰ ὀργιζόμενόν σοι καταπαῦσαι, γράψας [εἰς βύσσ]ον ζμύρνισον τὸ τῆς ὀρ‐ | |
180 | γῆς ὄνομα τοῦτο· ‘χνεωμ‘ καὶ κράτει τῇ εὐωνύμῳ χ[ειρὶ καὶ λ]έγε· ‘κατέχω τὴν ὀργὴν πάντων, μάλιστα τοῦ δεῖνα, ἥ ἐστιν χνεωμ.‘ ‘Κύριε, χαῖρε, τὸ χαριτήσιον τοῦ κόσμου καὶ τῆς οἰκ[ουμένη]ς· οὐρανὸς ἐγένετο κωμαστήριον Ἁρσενοφρη, ὁ βασιλεὺς τῶν οὐρανί[ων θεῶν, Ἀβ]λαναθαναλβα, ὁ τὸ δίκαιον ἔχων, Ἀκραμμαχαμαρει, ὁ ἐπίχαρις θε[ός, σανκ]ανθαρα, ὁ τῆς φύσε‐ | |
185 | ως ἡγεμών, σατραπερκμηφ, ἡ γένεσις τοῦ οὐρανίου [κόσμου], ἀθθαννου ἀθθαννου, ἀστραφαι, ἰαστραφαι, πακεπτωθ, πα[.......]ηριντασκλιουθ ηφιω, Μαρμαραώθ. ἡ παρρησία μου μή με ἐνκαταλειπ[έτω, ἀλλ’] ἀκουσάτω μοι πᾶσα γλῶσσα καὶ πᾶσα φωνή, ὅτι ἐγώ εἰμι Περταω [μηχ χαχ] μνηχ σακμηφ | |
Ἰαωουεη ωηω ωηω ιεουωηιηιαηα ιηωυοει, δός μ[οι εὐμεν]ῶς, ὃ ἐὰν βούλῃ.‘ | ||
190 | Ὀνειραιτητὸν λεγόμενον πρὸς Ἄρ[κτον, ἐκ κ]αθαροῦ ἐπὶ τῆς ἀριστερᾶς χειρὸς ἔλαιον λαβὼν ἐπίλεγε τὰ ὀν[όματα, εἶτα] βρέξαι καὶ κοιμῶ πρὸς ἀνατολὰς ἔχων τὴν κεφαλήν· ‘Ἰησοῦς ἀνουι......ι̣.δ̣....‘ Ἴωσις χρυσοῦ. λαβὼν ὄξος δριμὺ στύψον καὶ ἔχε τὸ ἅ[μα] ἁλὸς κοινοῦ 𐅵 ηʹ, στυπτηρ[ί]ας σχιστῆς 𐅵 βʹ, λιθαργύρου 𐅵 δʹ, συνλείου τῷ ὄξει κ[αθ’ ἡ]μέρας γʹ καὶ ἀποσει‐ | |
195 | ρώσας χρῶ. εἶτα πρόσβαλε τῷ ὄξει χαλκάνθου 𐅵 αʹ, μ[ίσυος] ἡμιοβέλιον, χαλκί‐ τεως ηʹ, σώρεως ὀβολὸν ἡμιοβέλιον, ἁλὸς κοινοῦ κερά[τιον, καπ]παδοκικοῦ κεράτια βʹ. ποιήσας πέταλον ἔχον τετάρτας βʹ, πυρώσας βάπ[τε τρ]ίς, ἕως λακηθῇ τὸ πέ‐ ταλον· εἶτα ἄρας τὰ λακήματα ἔχε ὡς ἐξίωσιν τοῦ χρυσ[οῦ.] Ὀζεία. λαβὼν χρυσοῦ τετάρτας 〈βʹ〉 ποίησον πέταλον καὶ πυρώ[σα]ς βάψον εἰς χάλκαν‐ | |
12(200) | θον τετριμμένην μετ’ ὕδατος καὶ ἄλλην ξηρὰν κόψα[ς καὶ βά]πτων τῷ 〈ὀ〉ξηρῷ (ἄλλο δέ· τῷ μεμιγμένῳ) ἀπόχυε τὸν ἰὸν καὶ βάλε εἴ[σω. [Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character]] | |
Δακτυλίδιον πρὸς πᾶσαν πρᾶξιν καὶ ἐπιτυχίαν. μ[ετίασιν] βασιλεῖς καὶ ἡγεμόνες. λίαν ἐνεργές. λαβὼν ἴασπιν ἀερίζοντα ἐπίγραψον δρά[κοντα, κυ]κλοτερῶς τὴν οὐρὰν ἔχοντα ἐν τῷ στόματι, καὶ ἔτι μέσον τοῦ δρ[άκ]οντο[ς Σελήνην] δύο ἀστέρας ἔχουσαν | ||
205 | ἐπὶ τῶν δύο κεράτων καὶ ἐπάνω τούτων ἥλιον, ᾧ [ἐγγεγλύφθ]ω ‘Ἀβρασάξ‘, καὶ ὄπισθεν τῆς γλυφῆς τοῦ λίθου τὸ αὐτὸ ὄνομα ‘Ἀβρασάξ‘ καὶ κατὰ τοῦ π[εριζώμ]ατος ἐπιγράψεις τὸ μέγα καὶ ἅγιον καὶ κατὰ πάντων, τὸ ὄνομα Ἰάω, Σαβαώθ. [καὶ τελέσ]σας τὸν λίθον ἐν χρυσῷ δακτυλίῳ φόρει, ὁπόταν ᾖ σοι χρεία, ἁγνὸς ὤν, καὶ ἐπ[ιτεύξῃ πά]ντων, ὅσων προαιρῇ. τελέσεις δὲ τὸ δακτυλίδιον ἅμα τῇ ψήφῳ τῇ κατὰ πάντ[ων τελετ]ῇ. ὁμοίως δὲ καὶ ἐν χρυσῷ | |
210 | γλυφέντα τὴν αὐτὴν ἐνέργειαν ἔχει. τελετὴ δὲ ἡ κατ[ασκευ]ὴ ἡ ὑπογεγραμμένη· ποιήσας βόθρον ἐν ἡγνισμένῳ τόπῳ ὑπαίθρῳ, εἰ [δὲ μή, ἐν] σήματι καθαρῷ ἡγνισμένῳ, [β]λέποντι πρὸς ἀνατολήν, καὶ ποιήσας ἐπὶ τῷ βόθρῳ βωμὸν ἐκ ξύλων καρπίμων καὶ ἐπιθύσας χῆνα ἄσπιλον καὶ ἀλεκτρ〈υ〉όνας γʹ καὶ περιστεροὺς γʹ καὶ ἀρώματα παντο‐ δαπὰ ἐπίθυε ὁλοκαυστῶν σὺν τοῖς ὀρνέοις καὶ ἐγγὺς σταθεὶς τοῦ βόθρου βλέπε | |
215 | πρὸς ἀνατολὴν καὶ ἐπισπένδων οἶνον, μέλι, γάλα, κρόκον εὐχόμενος καὶ κρατῶν 〈λίθον〉, ἐν ᾧ αἱ γραφαί εἰσιν ἐνκεχαραγμέναι, ὑπὲρ τὸν ἀτμὸν λέγε· ‘ἐπικαλοῦμαι καὶ εὔχομαι τὴν τελε‐ | |
τήν, ὦ θεοὶ οὐράνιοι, ὦ θεοὶ ὑπὸ γῆν, ὦ θεοὶ ἐν μέσῳ μέρει κυκλούμενοι, τρεῖς ἥλιοι Ἀνοχ Μανε Βαρχυχ, κατὰ αʹ μέρος ἐκ αʹ κοιλίας ἐκπορευόμενοι καθ’ ἡμέραν, ὦ τῶν πάντων ζῴων τε καὶ τεθνηκότων κ[ρ]αταιοί, 〈ὦ〉 τῶν ἐπὶ πολλαῖς ἀνάγκαις θεῶν τε καὶ ἀνθρώ‐ | ||
220 | πων διακουσταί, ὦ τῶν φανερῶν καλυπταί, ὦ τῶν Νεμέσεων τῶν σὺν ὑμῖν δια‐ τριβουσῶν τὴν πᾶσαν ὥραν κυβερνῆται, ὦ τῆς Μοίρας τῆς ἅπαντα περιϊππαζο‐ μένης ἐπιπομποί, ὦ τῶν ὑπερεχόντων ἐπιτάκται, ὦ τῶν ὑποτεταγμένων ὑψωταί, ὦ τῶν ἀποκεκρυμμένων φανερωταί, ⟦ὦ τῶν Νεμέσεων σὺν ὑμῖν διατριβουσῶν τὴν πᾶσαν ὥραν (πάλιν) κυβερνῆται,⟧ ὦ τῶν ἀνέμων ὁδηγοί, ὦ τῶν κυμάτων ἐξεγερταί, ὦ πυ‐ | |
225 | ρὸς κομισταὶ (κατά τινα καιρόν), ὦ πάσης γέννης κτισταὶ καὶ εὐεργέται, ὦ πάσης γέννης τροφοί, ὦ βασιλέων κύριοι καὶ κρατισταί, ἔλθατε εὐμενεῖς, ἐφ’ ὃ ὑμᾶς ἐπικαλοῦμαι, ἐπὶ τῷ συμφέροντί μοι πράγματι εὐμενεῖς παραστάται. ἐγὼ φυτὸν ὄνομα βαΐς, ἐγὼ ἀπόρροια αἵματος ἀπὸ τῆς τοῦ μεγάλου ταφῆς τῶν βαΐων, ἐγὼ ἡ Πίστις εἰς ἀνθρώπους εὑρεθεῖσα καὶ προφήτης τῶν ἁγίων ὀνομάτων εἰμί, ὁ ἀ〈εὶ〉 ἴσος, ὁ ἐκπεφυκὼς ἐκ τοῦ Βυθοῦ, ἐγώ εἰμι ὁ Χρά‐ | |
230 | της ὁ πεφυκὼς ἐκ τοῦ οὐατίου, ἐγώ εἰμι ὁ θεός, ὃν οὐδεὶς ὁρᾷ οὐδὲ προπετῶς ὀνομάζει, | |
ἐγώ εἰμι τὸ ἱερὸν ὄρνεον Φοῖνιξ, ἐγώ εἰμι ὁ Κράτης, ὁ ἅγιος, προσαγορευόμενος Μαρμαραυώθ, ἐγώ εἰμι ὁ Ἥλιος ὁ δεδειχὼς φῶς, ἐγώ εἰμι Ἀφροδείτη προσαγορευομένη Τῦφι, ἐγώ εἰμι ὁ ἅ[γ]ι[ο]ς ἐπίβολος ἀνέμων, ἐγώ εἰμι Κρόνος ὁ δεδειχὼ〈σ〉 φῶς, ἐγώ εἰμι μήτηρ θεῶν ἡ κα‐ λ[ου]μένη οὐρανός, ἐγώ εἰμι Ὄσιρις ὁ καλούμενος ὕδωρ, ἐγώ εἰμι Ἶσις ἡ καλουμένη δρόσος, | ||
235 | ἐγώ εἰμι Ἠσενεφυς, ἡ καλουμένη ἔαρ, ἐγώ εἰμι Εἴδωλος τοῖς κατὰ ἀλήθειαν εἰδώλοις ὡμοι‐ ωμένος, ἐγώ εἰμι Σοῦχος 〈ὡμοιωμένοσ〉 κορκοδείλῳ. διὸ δέομαι· ἔλθατέ μοι συνεργοί, ὅτι μέλλω ἐπικα‐ λεῖσθαι τὸ κρυπτὸν καὶ ἄρρητον ὄνομα, τὸν προπάτορα θεῶν, πάντων ἐπόπτην κ[α]ὶ κύριον. δεῦρό μοι, ὁ ἐκ τῶν δʹ ἀν[έ]μων, ὁ παντοκράτωρ θεός, ὁ ἐνφυσήσας πνεύματα ἀνθρώποις εἰς ζωήν, δέσποτα τῶν ἐν κόσμῳ καλῶν, ἐπάκουσόν μου, κύριε, οὗ ἐστιν | |
240 | τὸ κρυπτὸν ὄνομα ἄρρητον, ὃ οἱ δαίμωνες ἀκούσαντες πτοοῦνται, οὗ καὶ ὁ ἥλιος (βαρβαρειχ αρσεμφεμφρωθου τὸ ὄνομα), οὗ ἡ γῆ ἀκούσασα ἑλίσσεται, ὁ Ἅιδης ἀκούων ταράσσεται, ποταμοί, θάλασσα, λίμναι, πηγαὶ ἀκούουσαι πήγυνται, αἱ πέτραι ἀκούσασαι ῥήγυνται, καὶ | |
οὐρανὸς μὲν κεφαλή, αἰθὴρ δὲ σῶμα, γῆ πόδες, τὸ δὲ περί σε ὕδωρ, ὠκεανός, Ἀγαθὸς Δαίμων. σὺ εἶ κύριος ὁ γεννῶν καὶ τρέφων καὶ αὔξων τὰ πάντα. τίς μορφὰς ζώων ἔπλασε, τίς | ||
245 | δὲ εὗρε κελεύθους; τίς καρπῶν γεννητής, τίς δ’ οὔρεα ὑψός’ ἐγείρει; τίς δὲ ἀνέμους ἐκέλευσεν ἔχειν ἐνιαύσια ἔργα; τίς δὲ Αἰὼν Αἰ〈ῶ〉να τρέφων Αἰῶσιν ἀνάσσει; εἷς θεὸς ἀθάνατος· πάντων γεννήτωρ σὺ πέφυκας καὶ πᾶσιν ψυχὰς σὺ νέμεις καὶ πάντα κρατύνεις, Αἰώνων βασιλεῦ καὶ κύριε, ὃν καὶ τρέμουσιν οὔρεα σὺν πεδίοις, πηγῶν ποταμῶν τε τὰ ῥεῖθρα καὶ βῆσσαι γαίης [κ]αὶ πνεύματα, πάντα τὰ φύντα. οὐρανὸς ὑψιφαής σε τρέμει καὶ πᾶσα θάλασσα, | |
12(250) | κύριε, παντοκράτωρ ἅγιε καὶ δέσποτα πάντων. σῇ δυνάμει στοιχεῖα πέλει καὶ φύ‐ εται πάντα, ἠελίου μήνης τε δρόμος νυκτός τε καὶ ἠοῦς, ἀέρι καὶ γαίᾳ καὶ ὕδατι καὶ πυρὸς ἀτμῷ. σοῦ δὲ τὸ ἀένναον κωμαστήριον, ἐν ᾧ ἀφίδρυται τὸ ὄνομά σου τὸ ἑπταγράμματον πρὸς ἁρμονίαν τῶν ἑπτὰ φθόγγων ἐχόντων φωνὰς πρὸς τὰ κηʹ φῶτα τῆς σελήνης· 〈σ〉οῦ αἱ ἀγαθαὶ ἀπόρροιαι τῶν ἀστέρων εἰσίν, δαίμονες καὶ Τύχαι | |
255 | καὶ Μοῖραι. σὺ δίδεις πλοῦτον, εὐγηρ〈ασ〉ίαν, εὐτεκνίαν, ἰσχύν, τροφάς. σὺ δέ, κύριε τῆς ζωῆς, βασιλεύων τῆς ἄνω καὶ κάτω χώρας, οὗ ἡ δικαιοσύνη οὐκ ἀποκλείεται, οὗ τὸ ὄνομα τὸ ἔνδοξον οἱ ἄγγελοι ὑμνοῦσιν, ὁ ἔχων τὴν ἄψευστον ἀλήθειαν, | |
ἐπάκουσόν μου καὶ τέλεσόν μοι τήνδε τὴν πρᾶξιν ἐπὶ τῷ φοροῦντί μοι τήν‐ δε τὴν δύναμιν ἐν παντὶ τόπῳ, ἐν παντὶ χρόνῳ ἄπληκτον, ἀκαταπόνητον, | ||
260 | ἄσπιλον ἀπὸ παντὸς κινδύνου τηρηθῆναι, φοροῦντί μοι ταύτην δύναμιν. ναί, κύριε, σοὶ γὰρ πάντα ὑποτέτακται τῷ ἐν οὐρανῷ θεῷ, καὶ μηδεὶς δαιμ〈όν〉ων ἢ πνευμάτων ἐναντιωθήσεταί μοι, ὅτι σου ἐπὶ τῇ τελετῇ τὸ μέγα ὄνομα ἐπεκα‐ λεσάμην καὶ πάλιν ἐπικαλοῦμαί σε κατὰ μὲν Αἰγυπτίους· ‘Φνω εαι Ἰαβωκ‘, κατὰ δ’ Ἰουδαίους· ‘Ἀδωναῖε Σαβαώθ‘, κατὰ Ἕλληνας· ‘ὁ πάντων μόναρχος βασιλεύσ‘, | |
265 | κατὰ δὲ τοὺς ἀρχιερεῖς· ‘κρυπτέ, ἀόρατε, πάντας ἐφορῶν‘, κατὰ δὲ Πάρθους· ‘Οὐερτω παντοδυνάστα.‘ τέλεσόν μοι καὶ δυνάμωσόν μοι τοῦτο πρᾶγμα εἰς ἅπαντα τὸν τῆς ζωῆς μο〈υ〉 καὶ ἔνδοξον χρόνον.‘ τὰ δὲ ὄπισθεν ὀν[ό]ματα τοῦ λίθου ἐπιγεγλυ‐ 〈μ〉μένα ἐστὶν τάδε· ‘Ἰάω Σαβαὼθ Ἀβρασάξ‘. | |
270 | [Magical Character] [Magical Character] [Magical Character] [Magical Character] [Magical Character] Δακτυλίδιον πρὸς ἐπίτευξιν καὶ χάριν καὶ νίκην. ἐνδόξους ποιεῖ καὶ μεγέλους καὶ θαυ‐ μαστοὺς καὶ πλουσίους κατὰ δύναμιν ἢ τοιούτων φιλίας παρέχει. ἔστι σοι κατὰ πάντα δικαί‐ ως καὶ εὐπροφόρως ἀδιάλειπτος ὁ κύκλος. ὄνομα περιέχει κάλλιστον. ἥλοις γλύφεται ἐπὶ λίθου ἡλιο‐ τροπίου τὸν τρόπον τοῦτον· δράκων ἔστω ἐνκύμων, στεφάνου σχήματι οὐρὰν ἐν τῷ | |
275 | στόματι ἔχων. ἔστω δὲ ἐντὸς τοῦ δράκοντος κάνθαρος ἀκτινωτὸς ἱερός. τὸ δὲ ὄνομα ἐκ τῶν ὄπισθε μερῶν τοῦ λίθου γλύψεις ἱερογ〈λ〉υφικῶς, ὡς προφῆται λέγουσιν, καὶ τελέσας φόρει καθαρείως. τούτου μεῖζον οὐδὲν ἔσχεν ὁ κόσμος· ἔχων γὰρ αὐτὸ μεθ’ ἑαυτοῦ, ὃ ἂν παρά τινος αἰ‐ [τ]ήσῃς, πάντως λήμψει. ἔτι δὲ βασιλέων ὀργὰς καὶ δεσποτῶν παύει. φορῶν αὐτό, ὃ ἄν τινι εἴπῃς, πισθευθήσῃ ἐπίχαρίς τε πᾶσιν ἔσει. ἀνοίξει δὲ θύρας καὶ δεσμὰ δια〈ρ〉ρήξει καὶ λίθους ὁ προσά‐ | |
280 | γων τὸν λίθον, τοῦτ’ ἔστιν ψῆφον, καὶ λέγων τὸ ὄνομα τὸ ὑπογεγραμμένον. ποιεῖ δὲ καὶ πρὸς δαιμονοπλήκτους· δὸς γὰρ φορεῖν αὐτό, καὶ παραυτὰ φεύξεται τὸ δαιμόνιον. πρωΐας δὲ σταθεὶς κατέναντι τοῦ ἡλίου, κρατῶν τὸν λίθον τὸν εὔμετρον, τὸν καλοποιόν, τὸν θεῖον, τὸν ἁγνόν, τὸν χρήσιμον, τὸν φειδωλόν, τὸν εὔσπλανχνον, τὸν τὰς χρήσεις μεταδιδόντα, τὸν ἐμμελῆ, τὸν εὐπρεπῆ, 〈λέγε〉· ‘Θεὲ μέγιστε, ὃς ὑπερβάλλεις | |
285 | τὴν πᾶσαν δύναμιν, ἐπικαλοῦμαί σε, τὸν Ἰάω, τὸν Σαβαώθ, τὸν Ἀδωναί, τὸν Εἰλωείν, τὸν Σεβωείν, τὸν Ταλλαμ, τὸν Χαυναων Σαγηναμ Ἐλεμμεδωρ Χαψουθι, τὸν Σεττωρα τὸν Σαφθα, τὸν Νουχιθα, τὸν Ἀβραάν, τὸν Ἰσάκ, τὸν Ἰακκωβι, τὸν Χαθαθιχ, τὸν Ζευπειν, | |
τὸν Νηφυγορ, Ἀσταφαῖον, τὸν Κατακερκνηφ, τὸν Κοντεον, τὸν Κατουτ, τὸν Κηριδευ, τὸν Μαρμαριώθ, τὸν Λικύξαντα, τὸν Βεσσουμ, τὸν Συμεκοντευ, τὸν κατὰ τοῦ Θωιθ, | ||
290 | τὸν Μασκελλει, τὸν Μασκελλωθ, τὸν Φνου, τὸν Κενταβαωθ, τὸν Ὀρεοβαζαγρα, τὸν Ἱππό‐ χθων, τὸν Ῥησίχθων, τὸν Πυριπηγανυξ Νυξιω, τὸν Ἀβρωροκορε, τὸν Κοδηρε, τὸν Μου‐ ισδρω, τὸν ἄναξ, τὸν Θαθ, τὸν Φαθ, τὸν Χαθ, τὸν Ξευζην, τὸν Ζευζει, τὸν Σουσηνη, τὸν Ελα‐ θαθ, τὸν Μελασιω, τὸν Κουκωρ, τὸν Νευσωω, τὸν Παχιω, τὸν Ξιφνω, τὸν Θεμελ, τὸν Ναυθ, τὸν Βιοκληθ, τὸν Σεσσωρ, τὸν Χαμελ, τὸν Χασινευ, τὸν Ξωχω, τὸν Ἰαλλινωι, τὸν | |
295 | Σεισενγφαραγγης, τὸν Μασιχιωρ, τὸν Ἰωταβαας, τὸν Χενουχι, τὸν Χααμ, τὸν Φαχιαραθ, τὸν Νεεγωθαρα, τὸν Ἰαμ, τὸν Ζεωχ, τὸν Ἀκραμμαχαμαρει, τὸν Χερουβεί, τὸν Βαϊνχωωχ, τὸν Εἰοφαλεον, τὸν Ἰχανωθ, τὸν Πωε, τὸν Ξεφιθώθ, τὸν Ξουθούθ, τὸν Θοωθιου, τὸν Ξεριφωναρ, τὸν Ἐφιναρασωρ, τὸν Χανιζαρα, τὸν Ἀναμεγαρ, τὸν Ἰωο, τὸν Ξτουροριαμ, τὸν Ἰωκ, τὸν Νιωρ, τὸν Χετταῖον, τὸν Ἐλουμαῖον, τὸν Νωιω, τὸν Δαμναμενεῦ, | |
12(300) | τὸν Ἀξιωθωφ, τὸν Ψεθαιακκλωψ, τὸν Σισαγέτα, τὸν Νεοριφρωρ, τὸν Ἱπποκελεφοκλωψ, τὸν Ζειναχα, τὸν Ἰαφεθανα, αʹ εʹ ηʹ ιʹ οʹ υʹ ωʹ. ἐπεκαλεσάμην σέ, θεὲ μέγιστε, καὶ διά σου τὰ πάντα, ὅπως δῷς θείαν καὶ μεγίστην δύναμιν τούτῳ τῷ ξοάνῳ καὶ ποιήσῃς αὐτὸ δύνασθαι καὶ ἰσχύειν κατὰ πάντων καὶ χωρεῖν ψυχὰς μετατρέπειν, πνεύματα κινεῖν, ἀντιδίκους ὑποτάσσειν, φιλίας στηρίζειν, πόρους πάντας περιποιεῖν, ὀνεί‐ | |
305 | ρους ἐπιφέρειν, χρησμοδοτεῖν, πάθη τε ψυχικὰ καὶ σωματικὰ καὶ ἀσθένειαν ἐμπο‐ | |
δισμόν τε ποιεῖν, φίλτρα ἐρωτικὰ πάντα ἀποτελεῖν. ναί, δέσποτα, δέσποτα, τέλει τελείαν τελετήν.‘ ὅταν δὲ τὸν λόγον τοῦτο[ν] τ[ε]λῇς, ἑκάστης ἡμέρας μὲν λέγε τρίς, ὥρᾳ γʹ, ϛʹ, θʹ, τοῦτο δὲ ἐπὶ ἡμέρας ιδʹ, ἀρξάμενος ἀπὸ τῆς σελήνης γʹ. πειρῶ δὲ εἶναι τὴν θεὸν ἤτε ἐν ταύρῳ ἢ παρθένῳ ἢ σκορπίῳ ἢ ἐν ὑδρηχόῳ ἢ ἐν ἰχθύσι. τελοῦντος δέ σου καθ’ ἑκάστην | ||
310 | κλῆσιν ἐπίσπενδε τὰ προκείμενα καὶ μύρων παντοδαπῶν χωρὶς λιβάνου. ἐκτελέσαντος δὲ τὴν τελετὴν, καθὼς προ〈σ〉ήκει, ἔχε ἀλέκτορα δίλοφον, ἤτοι λευκὸν ἢ ξανθόν, ἀπέχου δὲ μέλανος, καὶ μετὰ τὴν τελετὴν ζῶντα τὸν ἀλέκτορα ἀνάπτυζε καὶ ἔνβαλε τὸ ζῳδάριον ἔσω εἰς τὰ σπλάγχνα τοῦ ἀλεκτόρου φιλοτιμούμενος, ὅπως μὴ διαρ〈ρ〉αγῇ τὰ ἔνκατα τοῦ ζῴου· ἔασον δὲ ἡμέραν αʹ, | |
315 | νυκτὸς δὲ ὥρας θʹ ἆρον καὶ ἀπόθου ἐν τόπῳ ἱερῷ, καὶ χρῶ ὡς καλλίστῳ. ὁσάκις ἂν βούλει ἐπιτάσσειν τῷ θεῷ, τὸν μέγιστον Οὐφωρα εἰπὼν ἐπίτασσε, καὶ τελεῖ· ἔχεις τὴν τελετὴν τοῦ μεγίστου καὶ θείου ἐνεργήματος. ὁ δὲ Οὐφωρ οὗτός ἐστιν, ᾧ Οὐρβικὸς ἐχρᾶτο. τὸ ἱερὸν Ὀὐφωρ, τὸ ἀληθές, διὰ πάσης συντο‐ μίας ἀληθῶς ἀναγέγραπται, δι’ οὗ ζωπυρεῖται πάντα πλάσματα καὶ γλυφαὶ | |
320 | καὶ ξόανα· τοῦτο γάρ ἐστ[ι]ν τὸ ἀληθές, τὰ δὲ ἄλλα, ὅσα φέρεται διὰ μακρῶν, ἐψευδη‐ γόρηται μῆκος εἰκαῖον περιέχοντα. ὃ καὶ ἔχε ἐν ἀποκρύφῳ ὡς | |
μεγαλομυστήριον. κρύβε, κρύβε. ἔστιν δὲ ἀρχή· ‘Ἠνοίγησαν αἱ πύλαι τοῦ οὐρανοῦ, ἠνοίγησαν αἱ πύλαι τῆς γῆς. | ||
325 | ἠνοίγη 〈ἡ〉 ὅδευσις τῆς θαλάσσης, ἠνοίγη ἡ ὅδευσις τῶν ποταμῶν, ἠκούσθη μου τὸ πνεῦμα ὑπὸ πάντων θεῶν καὶ δαιμόνων, ἠκούσθη μου τὸ πνεῦμα ὑπὸ πνεύματος οὐρανοῦ, ἠκούσθη μου τὸ πνεῦμα ὑπὸ πνεύματος ἐπιγείου, ἠκούσθη μου τὸ πνεῦμα ὑπὸ πνεύματος θαλασσίου, | |
330 | ἠκούσθη μου τὸ πνεῦμα ὑπὸ πνεύματος ποταμίου. δότε οὖν πνεῦμα τῷ ὑπ’ ἐμοῦ κατεσκευασμένῳ μυστ[ηρ]ίῳ, θε〈οί〉, οὓς ὠνόμασα καὶ ἐπικέκλημαι. δότε πνοὴν τῷ ὑπ’ ἐμοῦ κατεσκευασμένῳ μυστηρίῳ.‘ κρύβε, κρύβε τὸ ἀληθινὸν Οὐφωρ ἐν συντομίᾳ | |
335 | περιέχον τὴν ἀλήθειαν. ἐπίκλησις Οὐφωρος· ηι ιεου μαρειθ ηι ιεου μονθεαθι μονγιθ ηι ιεου Χαρεὼθ μονκηβ ηι ιεου σωχου σωρσωη | |
340 | ηι ιεου τιωτιω Οὐιήρ, ηι ιεου χαρωχσι Χαρμιώθ ηι ιεου σαθιμωουεηου ηι ιεου ραιραι Μουριραι ηι ιεου Ἀμοῦν ηει Οὐσῖρι | |
345 | ηι ιεου φιριμνουν ηι ιεου ανμορχαθι Οὐήρ ηι ιεου ανχερεφρενεψουφιριγχ ηι ιεου ορχιμορωιπουγθ ηι ιεου μαχψαχαθανθ | |
12(350) | ηι ιεου μοροθ Δημοκρίτου Σφαῖρα. προγνωστικὸν ζωῆς καὶ θανάτου. γνῶθι, πρὸς τὴν σελήνην ἀνέπεσε νοσῶν καὶ τὸ ὄνομα τὸ ἐκ γενετῆς συνψήφισον τῇ σελήνῃ καὶ βλέπε, πόσαι τρ〈ι〉ακάδες γίνονται, καὶ τὰ περιλειπόμενα τοῦ ἀριθμοῦ κατανόησον εἰς τὴν ‘σφαῖραν‘, καὶ ἂν ᾖ ἄνω ἡ ψῆφος, ζήσει, ἐὰν δὲ κάτω, τελευτήσει. | |
355 | α ι ιθ β ια κ γ ιγ κγ δ ιδ κε ζ ιϛ κϛ | |
360 | θ ιζ κζ ε ιε κβ ϛ ιη κη η κα κθ | |
ιβ κδ λ | ||
365 | Διακοπός. εἰς ταρίχου ὄστρακον ἐπίγραψον χαλκῷ γραφείῳ λόγον καὶ ἐπιδίωκε καὶ θές, ὅπου εἰσίν, ὅπου ὑποστρέφονται, ἐπιλέγων ἅμα καὶ τὸν λόγον· ‘ἐπικαλοῦμαί σε τὸν ἐπὶ κενῷ πνεύματι δεινόν, ἀόρατον, μέγαν θεόν, τὸν πατάξαντα γῆν καὶ σείοντα τὸν κόσμον, ὁ φιλῶν ταραχὰς καὶ μισῶν εὐσταθείας καὶ σκορπίζων | |
370 | τὰς νεφέλας ἀπ’ ἀλ[λ]ήλων, Ἰαια Ἰακούβ ιαι, Ἰὼ Ἐρβήθ, Ἰὼ Πακερβήθ, Ἰὼ Βολχοσήθ, βασδουμα, Παταθνάξ, αποψς οσεσρω αταφ θαβραου ηω θαθθαβρα βωραρα αροβρειθα, Βολχοσήθ, κοκκολοιπτολη ραμβιθνιψ, δότε τῷ δεῖνα τῆς δεῖνα μάχην, πόλεμον, καὶ τῷ δεῖνα τῆς δεῖνα ἀηδίαν, ἔχθραν, ὡς εἶχον Τυφῶν καὶ Ὄσιρις. (εἰ δὲ ἀνήρ ἐστιν καὶ γυνή· ‘ὡς εἶχον Τυφῶν καὶ Ἶσισ‘.) ἰσχυρὲ Τυφῶν, μεγαλο‐ | |
375 | δύναμε, τὰς σὰς δυνάμεις ἀποτέλει.‘ Ἀγρυπνητικόν. λαβὼν νυκτερίδαν ζῶσαν ἐπὶ τῆς δεξιᾶς πτέρυγος ζωγράφησον ζμύρνῃ τὸ ὑποκείμενον ζῴδιον, ἐπὶ τῆς ἀριστερᾶς τὰ ζʹ ὀνόματα κατάγραψον θεοῦ καὶ ὅτι· ‘ἀγρυπνείτω ἡ δεῖνα, ἣν δεῖνα, ἕως συνφωνήσῃ.‘ καὶ οὕτως αὖ αὐτὴν ἀπόλυσον. ἐν ἀποκρούσει | |
δὲ αὐτὸ ἀποτέλει τριταίας οὔσης τῆς θεοῦ, καὶ ἄυπνος τελευτήσει μὴ διαμηκύνα‐ | ||
380 | σα ἡμέρας ζʹ. λύσιν οὐκ ἔχει τοῦτο οὐδεπώποτε. ἐὰν δὲ βουλεύῃ ποτέ, μὴ ἀπόλυε αὐτήν, ἀλλ’ ἔχε τηρουμένην αὐτήν, καὶ τὸ αὐτὸ ποιεῖ. ὅτε δὲ βούλει λῦ‐ σαι, ἐξαλείψας πηγαίῳ ὕδατι 〈τὰ〉 ἐπὶ τῶν πτερύγων καταγραφέντα ἀπόλυσον τὸ ὀρνύφιν. τοῦτο δὲ μὴ πράττε, εἰ μὴ ἐπὶ μεγάλης ἐπιβουλῆς. ἔστιν οὖν τὸ ζῴδιον τόδε. | |
385 | τὰ δὲ ὀνόματα ἐπὶ τῆς ἀριστερᾶς πτέρυγος κα[τ]αγραφόμενά εἰσιν ταῦτα· ‘ἐπικαλοῦ‐ μαί σε, τὴν μεγίστην θεόν, θαθαβαθαθ πετενναβουθι | |
390 | πεπτου Βαστ Εἰ‐ ησοῦς Οὐαιρ Ἀ‐ μοῦν ουθι ασχελιδονηθ βαθαριβαθ. | |
395 | ἀγρυπνείτω ἡ δεῖνα δι’ ὅλης νυκτός τε καὶ ἡμέρας, ἕως θάνῃ, ἤδη ἤδη, ταχὺ ταχύ.‘ Πρὸς ἐπιχάρειαν καὶ φιλίαν διὰ παντός· λαβὼν ῥίζαν πασιθέαν ἢ ἀρτεμισίαν ἐπίγραφε τὸ ὄνομα τοῦτο ἁγνῶς [Magical Character][Magical Character]Λ[Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character]L καὶ φόρει, καὶ ἔσῃ καὶ ἐπίχαρις καὶ προσφιλὴς καὶ θαυμαστὸς τοῖς ὁρῶσί σε. ἡ ἀναγραφή· ζμύρνης δραχμὴ αʹ, μίσυος δραχμαὶ δʹ, χαλκάνθου δραχμαὶ βʹ, κηκίδων δραχμαὶ βʹ, κόμεως δραχμαὶ γʹ. | |
12(400) | Ἑρμηνεύματα ἐκ τῶν ἱερῶν μεθηρμηνευμένα, οἷς ἐχρῶντο οἱ ἱερογραμματεῖς. διὰ τὴν τῶν πολλῶν | |
περιεργίαν τὰς βοτάνας καὶ τὰ ἄλ[λ]α, οἷς ἐχρῶντο, εἰς θεῶν εἴδωλα ἐπέγραψαν, ὅπως μὴ εὐλαβούμενοι περιεργάζωνται μηδὲν διὰ τὴν ἐξακολούθησιν | ||
405 | τῆς ἁμαρτίας. ἡμεῖς δὲ τὰς λύσεις ἠγάγομεν ἐκ τῶν πολλῶν ἀντιγράφων καὶ κρυφίμων πάντων. ἔστι δέ· κεφαλὴ [ὄ]φεως· βδέλλα. ἀγαθὶς ὄ[φ]εως· κηρίτην λέγει. αἷμα ὄφ[ε]ως· αἱματίτης λίθος. | |
410 | ὀστοῦν ἴ[β]εως· ῥάμνος ἐστίν. αἷμα χοιρ[ο]γρύλλου· ἀληθῶς χοιρογρύλλου. δάκρυα κυ[ν]οκεφάλου· χυλὸς ἀννήθου. ἀφόδευμα κορκοδείλου· Αἰθιοπικὴν [γ]ῆν. αἷμα κυνοκεφάλου· αἷμα καλαβώτου. | |
415 | λέοντος γόνος· ἀνθρώπου γόνος. αἷμα Ἡφαίστου· ἀρτεμισία. τρίχες κυνοκεφάλου· ἀννήθου σπέρμα. γόνος Ἑρμοῦ· ἄννηθον. αἷμα Ἄρεως· ἀνδράχνη. | |
420 | αἷμα ὀφθαλμοῦ· ἀκακαλλίδα. αἷμα ἀπ’ ὤμου· ἄκανθις. ἀπ’ ὀσφύος· ἀνθέμιον. χολὴ ἀνθρώπου· βύνεως χυλός. οὐρὰ χο[ί]ρου· σκορπίουρον. | |
425 | ὀστοῦν ἰατροῦ· ἀμμίτην λ[ίθ]ον. Ἑστίας αἷμα· ἀνθέμιον. ἀετόν· ὁ σελεγβεί. αἷμα χηναλώπεκος· γάλα συκαμίνης. ἄρωμα Κρόνου· γάλα χοιριδίου. | |
430 | τρίχες λέοντος· βύνεως γλῶσσα. αἷμα Κρόνου· κεδρίας ... | |
γόνος Ἡλίου· ἐλλέβορος λευκός. γόνος Ἡρακλέους· εὔζωμον λέγει. 〈αἷμα〉 ἀπὸ Τιτᾶνος· θρίδαξ ἀγρία. | ||
435 | αἷμα ἀπὸ κεφαλῆς· θέρμος. γόνος ταύρου· ὠὸν κ[α]νθάρου. καρδία ἱέρακος· ἀρτεμισίας καρδία. γόνος Ἡφαίστου· κόνυζα〈ν〉 λέγει. γόνος Ἄμμωνος· κρινάνθεμον. | |
440 | γόνος Ἄρεως· τρίφυλλον. στῆρ ἀπὸ κεφαλῆς· τιθύμαλλον. ἀπὸ κοιλίας· χαμαίμηλον. ἀπὸ ποδός· χρυσόσπερμον. θ[η]ς ο̣[χ]βολ ηθ η Ἰω [Ἐρ]βη[θ] | |
445 | ξανθ θβη̣χερ ιωο̣σεσ̣ρωι.ρηε.ανε̣μεηλ υηοτ.οαχωι ωσπερθναξ βραχ κραβ βραχ β̣ασφυχθωι βι ανοιχ | |
12(450) | Ἰω [Ἐρ]βηθ ἀπωψι παταθνακ αἰθρουφ Ἰω Πακερβηθ Ἰωβολχοσηθ θαλακα ξα[ν]θα[π]... Ἐπικαλοῦμαί σε [τὸ]ν ἐ[ν] τ[ῷ] κ[ε]νῷ [πνε]ύ‐ ματι, δεινόν, ἀόρα[το]ν θεὸν φθοροποιὸν καὶ ἐρημοποιόν, [μ]ισοῦντα οἰκίαν εὐ‐ | |
455 | σταθοῦσαν καὶ ἄ[ο]πον πράσσοντα· ἐπι‐ καλοῦμαί σου τ[ὸ] μέγα ὄνομα· ποίησον τὸν δεῖνα διαχωρισθῆναι ἀπὸ τοῦ δεῖνα, ϊω ϊω ϊωβραχ κραβρουκριου βατριου απομψ στρουτελιψ Ἰακο[υβ....] Ἰὼ [πακ]ερβηθ πακερβηθ | |
460 | θεοῦ αιη θεὸν θεῶ[ν ..]ε̣κα̣ρως̣ ἐπὶ τῆς πύλης τοῦ Ἰάω· διάκοψον [τ]ὸν δεῖνα ἀπὸ τοῦ δεῖνα, ὅτι ἐγώ εἰ‐ μι ὁ Ξανθις δαί[μω]ν ουβαθ.ε..τεβερετερρι | |
......ει..... [διά]κοψον τὸ[ν δεῖνα ἀπὸ τ]οῦ δεῖνα. ιαι ιωβιαι | ||
465 | [Ἰωβολχο]σηθ Ἰω Ἐρβηθ απομψ [πα]ταθναξ βασυμ ἔγειρέ σε ἀποβαίνων, ἐπὶ ἐ̣ν̣χειρήσεως εἶργε ἀπα[ν]τήσε[ι]ς θω[ῆ]ς ἑκάστ[ης.] αμεσωρ̣ αλβαναχαμβρη | |
470 | ...α̣ειν αθρου αθροηρ ι̣αβαωθ .αιδ̣ιω ωριχ θαμβιτω Ἀβρααμ ὁ ἐπι.... ...π̣λ̣ανοιεγχιβιωθ μου ρου ὅλην τε τὴν ψυχὴν τῇ δεῖνα, [ἣν δεῖνα,] | |
475 | [καὶ τὸ γυν]αικεῖον σῶμα τῆς δεῖνα, [ἣν δεῖνα·] ἐξ[ορκί]ζω ὑμᾶς κατὰ τοῦ [ ] [..κα]ὶ [ἐ]κπυρῶσαι τὴν δεῖνα, ἣν [δεῖνα.] αλ[λ]ανθ̣ βιρε̣ιβα | |
480 | μετιρα εμεθ[ιρ]ε θαραβλαθ φνουθε θουχαρα | |
485 | ωσουχαρ[ι] σαβαχαρ [ ] καῦσον τὴν δεῖνα, ἕως [ἔλ]θῃ πρὸς ἐμὲ τὸν δεῖνα, ἤδ[η ἤ]δη, ταχὺ ταχύ. | |
490 | ἐ[ξο]ρκίζω ὑμᾶς, [ν]εκυδαίμων[α]ς, 〈κατὰ〉 νεκύ[ων] καὶ το[ῦ δ]αίμων[ο]ς τοῦ Βαλ[σάμου] καὶ το[ῦ θεοῦ] | |
κυ[νο]πρ[ο]σώπου καὶ τῶν σὺν α̣ὐ̣τ̣ῷ θεῶ[ν ...] | ||
13 | [ΘΕΟΣ] ΘΕΟΙ Βίβλος ἱερὰ ἐπικαλουμένη Μονὰς ἢ Ὀγδόη Μοϋσέως | |
περὶ τοῦ ὀνόματος τοῦ ἁγίου. περιέχει δὲ οὕτως· ἁγνὸς μεῖνον | ||
5 | ἡμέρας μαʹ προψηφίσας, ἵνα εἰς τὴν σύνοδον τὴν ἐν κρι‐ ῷ καταντήσῃ. ἔχε δὲ οἶκον ἐπίπεδον, ὃπου πρὸ ἐν‐ ιαυτοῦ οὐδεὶς ἐτελεύτησε, —ἔστω δὲ ἡ θύρα πρὸς δυσμὰς βλέπουσα—καὶ ἀναπήξας μέσον τοῦ οἴκου βωμὸν γέϊνον καὶ ξύλα κυπαρίσσινα, στροβίλους δεξιοὺς δέκα, ἀλέκτο‐ | |
10 | ρας δύο λευκούς, ἀσινεῖς τελείους, καὶ λύχνους δύο τε‐ ταρτημορίους πληρώσας ἐλαίου χρηστοῦ. καὶ μηκέτι ἐπιχέῃς· εἰσελθόντος γὰρ τοῦ θεοῦ περισσότερον ἐξα‐ φθήσονται. ἀπηρτίσθω δὲ ἡ τράπεζα τοῖς ἐπιθύμα‐ σι τούτοις, συνγενικοῖς οὖσι τοῦ θεοῦ—ἐκ δὲ ταύτης τῆς | |
15 | βίβλου Ἑρμῆς κλέψας τὰ ἐπιθύματα ζʹ προσεφώνησεν 〈ἐν〉 ἑαυτοῦ ἱερᾷ βύβλῳ ἐπικαλουμένῃ ‘Πτέρυγι‘—τοῦ μὲν Κρόνου στύραξ (ἔστιν γὰρ βαρὺς καὶ εὐώδης), τοῦ δὲ Διὸς μαλάβαθρον, τοῦ δὲ Ἄρεως κόστος, τοῦ δὲ Ἡλίου λίβανον, τῆς δὲ Ἀφροδίτης νάρδος Ἰνδικός, τοῦ δὲ Ἑρμοῦ κασία, | |
20 | τῆς δὲ Σελήνης ζμύρνα. ταῦτά ἐστιν τὰ ἀπόκρυφα ἐπιθύματα. ὃ δὲ λέγει ἐν τῇ ‘Κλειδί‘ Μουσῆς· ‘σκευάσεις ἐπὶ παντὸς ὄροβον ἡλιακόν‘, κύαμον Αἰγύπτιον τούτοις λέγει. καὶ—ταῦτα δὲ ὁ Μανεθὼς ἔλεγε ἐν ἰδίᾳ βίβλῳ—ἐντεῦθεν βαστάσας τὰ ζʹ ἄνθη τῶν ζʹ ἀστέρων, ἅ ἐστι σαμψούχι‐ | |
25 | νον, κρίνινον, λώτινον, ἑρεφύλλινον, ναρκίσ‐ σινον, λευκόϊνον, ῥόδον. ταῦτα τὰ ἄνθη πρὸ εἴκοσι μιᾶς ἡμέρας τῆς τελετῆς λειοτρίβησον εἰς λευ‐ | |
κὴν θυίαν καὶ ξήρανον ἐν σκιᾷ καὶ ἔχε αὐτὰ ἕτοιμα εἰς τὴν ἡμέραν ἐκείνην. πρότερον δὲ συνιστάνου οἵᾳ | ||
30 | δήποτ’ οὖν νεομηνίᾳ κατὰ θεὸν τοῖς ὡρογενέσιν θεοῖς, οἷς ἔχεις ἐν τῇ ‘Κλειδί‘. τελεσθήσῃ δὲ αὐτοῖς οὕ‐ τως· ποίησον ἐκ σεμιδάλεως ζῴδια γʹ· ταυροπρόσωπον, τραγοπρόσωπον, κριοπρόσωπον, ἓν ἕκαστον αὐτῶν ἐπὶ πόλου ἑστῶτα, μάστιγας ἔχοντα Αἰγυπτίας, καὶ | |
35 | περικαπνίσας κατάφαγε λέγων τὸν λόγον τῶν ὡρογενῶν, τὸν ἐν τῇ ‘Κλειδί‘, καὶ τὸν ἐπάναγκον αὐτῶν καὶ τοὺς ἐφεβ‐ δοματικοὺς τεταγμένους, καὶ ἔσῃ 〈τε〉τελεσμένος αὐτοῖς. εἶτα τῇ καθολικῇ συστάσει ἔχε νίτρον τετράγωνον, εἰς ὃ γράψει[ς] τὸ μέγα ὄνομα ταῖς ἑπτὰ φωναῖς. ἀντὶ δὲ | |
40 | τοῦ ποππυσμοῦ καὶ τοῦ συριγμοῦ γράψον εἰς τὸ ἓν μέρος τοῦ νίτρου κορκόδειλον ἱερακοπρόσωπον καὶ αὐτῷ ἐφε‐ στῶτα τὸν ἐννεάμορφον· αὐτὸς γὰρ ὁ ἱερακοπρόσωπος κορκόδειλος εἰς τὰς δʹ τροπὰς τὸν θεὸν ἀσπάζεται τῷ ποππυσμῷ· ἀναπνεύσας γὰρ ποππύζει ἐκ τοῦ βυθοῦ, | |
45 | καὶ ἀντι‐ φωνεῖ αὐτῷ ὁ τὰς θʹ μορφὰς 〈ἔχων〉. διὸ ἀντὶ τοῦ ποππυσμοῦ τὸν ἱερακοπρόσωπον κορκόδειλον γράφε· ἔστιν γὰρ ἡ πρώτη κεραία τοῦ ὀνόματος ὁ ποππυσμός. δεύτερον συ‐ ριγμός· ἀντὶ δὲ τοῦ συριγμοῦ δράκοντα δάκνοντα τὴν | |
13(50) | οὐράν, ὥστε εἶναι τὰ δύο, ποππυσμὸν καὶ συριγμόν, ἱερακοπρόσωπον κορκόδειλον καὶ ἐννεάμορφον ἐπάνω ἑστῶτα καὶ κύκλῳ τούτων δράκοντα καὶ τὰς ἑπτὰ φωνάς. ἔστιν δὲ ὀνόματα θʹ, ὧν πρόλεγε τοὺς ὡρογενεῖς σὺν τῇ στήλῃ καὶ τοὺς ἡμερεσίους 〈καὶ〉 τοὺς | |
55 | ἐφεβδοματικοὺς τεταγ〈μ〉ένους καὶ τούτων τὸν ἐπάναγκον. ἄτερ γὰρ τούτων ὁ 〈θ〉εὸς οὐκ ἐπακούσεται, ἀλλ’ ὡς ἀμυ‐ στηρίαστον οὐ παραδέξεταί 〈σε〉, εἰ μὴ τὸν κύριον τῆς ἡμέρας προείπῃς καὶ τῆς ὥρας πυκνότερον, ἣν εὑρήσεις ἐπὶ τέλους διδαχήν. ἄτερ γὰρ αὐτῶν | |
60 | οὐδὲ ἓν ἀπεργάσει, ἐν οἷς ἔχεις ἐν τῇ ‘Κλειδί‘. ἔστιν δὲ ἡ ἱερὰ στήλη ἡ ἐν τῷ νίτρῳ γραφομένη· ‘ἐπικαλοῦμαί σε τὸν πάντων μείζονα, τὸν πάντα κτίσαντα, σὲ τὸν α〈ὐ〉τογέννητον, τὸν πάντα ὁρῶντα καὶ μὴ ὁρώμενον· σὺ γὰρ ἔδωκας ἡλίῳ τὴν δόξαν καὶ τὴν | |
65 | δύναμιν ἅπασαν, σελήνην αὔξειν καὶ ἀπολήγειν καὶ δρόμους ἔχειν τακτούς, μηδὲν ἀφαιρήσας τοῦ πρ‐ ογενεστέρου σκότους, ἀλλ’ ἰσότητα αὐτῶν ἐμέρισας· σοῦ γὰρ φανέντος καὶ κόσμος ἐγένετο καὶ φῶς ἐφάνη. σοὶ πάντα ὑποτέτακται, οὗ οὐδεὶς θεῶν δύναται | |
70 | ἰδεῖν τὴν ἀληθινὴν μορφήν. ὁ μεταμορφούμενος εἰς πάντας, ἀόρατος εἶ Αἰὼν Αἰῶνος. ἐπικαλοῦμαί σε, κύριε, ἵνα μοι φανῇς ἀγαθῇ μορφῇ, ὅτι δουλεύω ὑπὸ τὸν σὸν κόσμον τῷ σῷ ἀγγέλῳ, Βιαθι‐ αρβαρ βερβιρ σχιλατουρ βουφρουμτρωμ, καὶ | |
75 | τῷ σῷ Φόβῳ, Δανουφ Χρατορ Βελβαλι Βαλβιθ, Ἰάω. διὰ σὲ συνέστηκεν ὁ πόλος καὶ ἡ γῆ. ἐπικαλοῦμαί σε, κύριε, ὡς οἱ ὑπό σου θεοὶ φανέντες, ἵνα δύναμιν ἔχωσιν Ἐχεβυκρωμ Ἡλίου, οὗ ἡ δόξα· ‘ααα ηηη ωωω ιιι ααα ωωω Σαβαώθ, Αρβαθιαω. | |
80 | Ζαγουρη, ὁ θεὸς Αραθυ Ἀδωναῖε.‘ ἐπικαλοῦ‐ μαί σε, κύριε, ὀρνεογλυφιστί· ‘ἀραί‘, ἱερογλυφιστί· ‘λαϊλαμ‘, ἁβραϊστί· ‘ἀνοχ Βιαθιαρβαθ βερβιρ εχιλατουρ βουφρουμτρομ‘, αἰγυπτιστί· ‘Ἀλδαβαειμ‘, κυνοκεφαλιστί· ‘Ἀβρασάξ‘. | |
85 | ἱερακιστί· ‘χι χι χι χι χι χι χι τιφ τιφ τιφ‘, ἱερατιστί· ‘μενεφωϊφωθ· χα χα χα χα χα χα χα‘. εἶτα κρότησον γʹ, πόππυσον μακρόν, σύρισον ἐπὶ μῆκος. ‘ἧκέ 〈μοι〉, κύριε, ἀμώμητος καὶ ἀπήμαντος, ὁ μη‐ | |
90 | δένα τόπον μιαίνων, ὅτι τετέλεσμαί σου τὸ ὄνομα.‘ ἔχε δὲ πινακίδα, εἰς ἣν μέλ〈λ〉εις γρ〈ά〉φ〈ε〉ιν, ὅσα σοι λέγει, καὶ μαχαῖριν ὁλοσίδηρον δίστομον, ἵν’ ἐὰν τὰ θύματα θύῃς, καθαρὸς ἀπὸ πάντων, καὶ σπον‐ δή〈ν〉, οἴνου κεράμιον καὶ ἀγγεῖον μέλιτος μεστόν, | |
95 | ἵνα ἂ〈ν〉 σπείσῃς. πάντα δέ σοι παρακείσθω ἕτοιμα. | |
σὺ δὲ ἐν λίνοις ἴσθι καθαροῖς ἐστεμ〈μ〉ένος ἐλαΐνῳ στεφάνῳ, ποιήσας τὸν πέτασον οὕτως· λαβὼν σινδόνα καθαρὰν ἔνγραψον κροσῷ τοὺς τξεʹ θεούς, ποίησον καλύβην, | ||
13(100) | ὑφ’ ἣν ἴθι τελούμενος. ἔχε δὲ καὶ κατὰ τοῦ τραχήλου κιννάμμωμον· αὐτῷ γὰρ ἥδεται τὸ θεῖον καὶ τὴν δύναμιν παρέσχετο. ἔχε δὲ καὶ ἐκ ῥίζης δάφνης τὸν συνεργοῦντα Ἀπόλλω‐ να [γε]γλυμμένον, ᾧ παρέστηκεν τρίπους καὶ | |
105 | Πύθιος δράκων. γλύψον δὲ περ〈ὶ〉 τὸν Ἀπόλλων〈α〉 τὸ μέγα ὄνομα Αἰγυπτιακῷ σχήματι· ἐπὶ τοῦ στήθους ἀναγραμματιζόμενον τὸ ‘Βαϊνχωωωχωωωχνϊαβ‘ καὶ κατὰ τοῦ νώτου τοῦ ζῳδίου τὸ ὄνομα τοῦτο ‘ϊλϊλλου· ϊλϊλλου· | |
110 | ϊλϊλλου‘. περὶ δὲ τὸν Πύθιον δράκοντα καὶ τὸν τρίποδα· ‘ιθωρ μαρμαραυγὴ φωχω ·φωβωχ.‘ ἔχε δὲ τοῦτο κατὰ τοῦ τραχήλου τελέσας συνεργὸν ὂν τῶν πάντων μετὰ τοῦ κινναμμώμου. προαγνεύσας οὖν, ὡς προ‐ | |
115 | εῖπον, πρὸ ἑπτὰ ἡμερῶν σελήνης λειπούσης, κατὰ τὴν σύνοδον χαμαικοιτῶν ἐπὶ ψιάθου θρυΐνης, κατὰ πρωὶ ἀνιστανόμενος τὸν ἥλιον χαιρέτισον ἐπὶ ἑπτὰ ἡμέρας καθ’ ἡμέραν λέγων τοὺς ὡρ〈ο〉γενεῖς | |
θεοὺς πρῶτον, εἶτα τοὺς ἐφεβδοματικοὺς τεταγμένο〈υ〉ς. | ||
120 | μαθὼν δὲ τὸν κύριον τῆς ἡμέρα〈σ〉 ἐκεῖνον ἐνόχλει λέγων· ‘κύριε, τῇ πόστῃ καλῶ τὸν θεὸν εἰς τὰς ἱε‐ ρὰς θυσίας,‘ οὕτω ποιῶ〈ν〉 ἄχρι τῆς ὀγδόης ἡμέρας. ἐλθὼν οὖν ἐπὶ τὴν ἡμέραν τὸ μεσονύκτιον ὥρᾳ πέ〈μ〉πτῃ, ὅταν ἡσυχία γένηται, ἀνάψας τὸν βωμὸν ἔχε παρεσ‐ | |
125 | τῶτας τοὺς δύο ἀλεκτρυόνας καὶ τοὺς δύο λύχνους —ἤτωσαν δὲ οἱ λύχνοι τεταρτημόριοι—ἡμμένους, οἷς οὐκέτι ἐπιβαλεῖς ἔλαιον. ἄρξαι λέγειν τὴν στήλην καὶ τὸ μυστήριον τοῦ θεοῦ, ὅ ἐστιν κάνθαρος. ἔχε δὲ κρα‐ τῆρα παρακείμενον ἔχοντα γάλα μελαίν〈η〉ς βοὸς | |
130 | καὶ οἶνον ἀθάλασ〈σ〉ον. ἔστιν γὰρ ἀρχὴ καὶ τέλος. γράψας οὖν εἰς τὰ δύο μέρη τοῦ νίτρου τὴν στήλην, ἀπόλειξον τὸ ἓν μέρος καὶ τὸ ἕ〈τερο〉ν βρέ‐ ξας εἰς τὸν κρατῆρα ἀπόπλυνε. γραφέσθω δὲ τὸ νί‐ τρον ἐξ ἀμφοτέρων, τῶν ἐπιθυμάτων καὶ τῶν ἀνθέων. | |
135 | πρὸ τοῦ δέ σε ἀποροφᾶν τὸ γάλα καὶ τὸν οἶνον ἐπερεῖς τὴν ἐντυχίαν ταύτην, καὶ εἰπὼν κατάκου ἐπὶ τῶν στρωμάτων κατέχων καὶ τὴν πινακίδα καὶ τὸ γρα‐ φεῖον καὶ λέγε. Ἑρμαϊκός· ‘ἐπικαλοῦμαί σε, τὸν τὰ πάντα περιέχοντα, πάσῃ φωνῇ καὶ πάσῃ διαλέκτῳ, ὡς πρ〈ώ〉τως | |
140 | ὕμνησέ σε ὁ ὑπό σου ταχθεὶς καὶ πάντα πιστευθεὶς τὰ αὐθεντικά, Ἥλιος Ἀχεβυκρωμ (ἣ μηνύει τοῦ δίσκου τὴν φλόγα καὶ τὴν ἀκτῖνα), οὗ ἡ δόξα· ααα· ηηη· ωωω, ὅτι διὰ σὲ ἐνεδοξάσθη 〈ἀέρασ〉, εἶθ’ ὡσαύτως ἀγλαο‐ μορφουμένους τοὺς ἀστέρας ἱστὰς καὶ τῷ φωτὶ τῷ ἐνθέῳ | |
145 | κτίζων τὸν κόσμον ιιι· ααα ωωω, ἐν ᾦ διέστησας τὰ πάντα, Σαβαώθ· Ἀρβαθιάω· Ζαγουρη. οὗτοί εἰσιν οἱ πρῶτοι φανέν‐ τες ἄγγελοι· Ἀραθ· Ἀδωναῖε· Βασημμ Ἰάω. ὁ δὲ πρῶτος ἄγγελος φωνεῖ ὀρνεογλυφιστί· ‘ἀραί,‘ ὅ ἐστιν 〈‘οὐαὶ τῷ ἐχθρῷ μου,‘ καὶ ἔταξας αὐτὸν〉 ἐπὶ τῶν Τιμωριῶν. ὁ δὲ Ἥλιος ὑμνεῖ σε ἱερογλυφιστί· ‘Λαϊλαμ‘, | |
13(150) | ἁβραϊστὶ δὲ διὰ τοῦ αὐτοῦ ὀνόματος· ‘ἀνοκ Βιαθιαρβα[ρ]βερβιρσχι λατουρβουφρουμτρωμ‘ (γράμματα λϛʹ) λέγων· ‘προάγω σου, κύριε, ἐγὼ ἐπὶ τῆς βάρεως ἀνατέλλων, ὁ δίσκος, διά σε.‘ τὸ δὲ φυσι‐ κόν σου ὄνομα αἰγυπτιστί· ‘Ἀλδαβιαειμ‘ (γράμματα θʹ, κάτω). ἔστιν δὲ ὁ ἐπὶ τῆς βάρεως φανεὶς συνανατέλλων κυνοκεφ‐ | |
155 | αλοκέρδων. ἰδίᾳ διαλέκτῳ ἀσπάζεταί σε λέγων· ‘σὺ εἶ ὁ ἀριθμὸς τοῦ ἐνιαυτοῦ· Ἀβρασ〈ά〉ξ.‘ ὁ δὲ ἐπὶ τοῦ ἑτέρου μέρο〈υ〉ς ἱέραξ ἰδίᾳ φωνῇ ἀσπάζεταί σε καὶ ἐπιβοᾶται, ἵνα λάβῃ τροφήν· χι· χι· χι· χι· χι· χι· χι: τιπ· τιπ· τιπ· τιπ· τιπ· τιπ· τιπ:‘ ὁ δὲ ἐννεάμορφος ἀσπάζεταί σε | |
160 | ἱερατιστί· ‘Μενεφωϊφωθ‘, λέγων μηνύει ὅτι· ‘προάγω σου, κύριε‘.‘ εἰπὼν ἐκρότησε γʹ, καὶ ἐγέλασεν ὁ θεὸς ζʹ· ‘χα χα χα χα χα χα χα.‘ γελάσαντος δὲ τοῦ θεοῦ ἐγεννήθησαν θεοὶ ζʹ, οἵτινες τὸν κόσμον περιέχουσιν. (ἄνω.) οὗτοι γάρ εἰσιν οἱ προφανέντες. κακχάσαντος πρῶ‐ | |
165 | τον αὐτοῦ ἐφάνη Φῶς (Αὐγή) καὶ διηύγασεν τὰ πάντα. ἐγένετο δὲ θεὸς ἐπὶ τοῦ κόσμου καὶ τοῦ πυρός, Βεσσυν βεριθεν βεριο. ἐκάχασεν δὲ βʹ· ἦν πάντα ὕδωρ. ἀκούσασ‐ α ἡ Γῆ ἤχου〈σ〉 ἐξεβόησεν καὶ ἐκύρτανεν, καὶ ἐγένετο τὸ ὕδωρ τριμερές. ἐφάνη θεός, ἐτάγη ἐπὶ τῆς ἀβύσσου· χωρὶς | |
170 | γὰρ αὐτοῦ οὔτε αὔξει τὸ ὑγρὸν οὔτε ἀπολήγει. ἔστιν | |
δὲ αὐτοῦ τὸ ὄνομα· ‘Ἐσχακλεω. σὺ γὰρ εἶ· ωηαι, εἶ ὢν βεθελλε.‘ βουλ⟦ευ⟧ομένου δὲ τὸ γʹ κακχάσαι ἐφάνη διὰ τῆς πικρίας τοῦ θεοῦ Νοῦς (ἢ Φρένες) κατέχων καρδίαν· ἐκλήθη Ἑρμῆς, ἐκλήθη Σεμε‐ | ||
175 | σιλάμ. ἐκάχασε τὸ τέταρτον ὁ θεός, καὶ ἐφάνη Γέννα κρατοῦσα σποράν. ἐκλήθη δὲ Βαδητοφωθ Ζωθαξαθωζ. ἐγέλασε τὸ πέμπτον καὶ γελῶν ἐστύ‐ γνασε, καὶ ἐφάνη Μοῖρα κατέχουσα ζυγόν, μηνύουσα ἐν ἑαυτῇ τὸ δίκαιον εἶναι. ὁ δὲ Ἑρμῆς συν‐ | |
180 | ηρίσθη αὐτῇ λέγων· ‘ἐν ἐμοί ἐστι τὸ δίκαιον.‘ (ἄνω.) τῶν δὲ μαχομ‐ ένων ὁ θεὸς ἔφη· ‘ἐξ ἀμφοτέρων τὸ δίκαιον φανήσεται, πάντα δὲ ὑπὸ σὲ ἔσται τὰ ἐν κόσμῳ.‘ καὶ πρώτη τὸ σκῆπτρον ἔλαβε τοῦ κόσμου, ἧς τὸ ὄνομα ἀναγραμματιζόμενον μέγα ἐστὶν καὶ ἅγ〈ι〉ον καὶ ἔνδοξον. ἔστι δὲ τοῦτο· ‘θοριοβριτι‐ | |
185 | ταμμα ωρραγγαδωιωδαγγαρρωαμματιτιρ‐ βοιροθ‘ (γράμματα μθʹ). ἐκάκχασε τὸ ἕκτον καὶ ἱλαρύνθη πολύ. καὶ ἐφάνη Καιρὸς κατέχων σκῆπτρον, μηνύων βασιλείαν, καὶ ἐπέδωκεν τῷ θεῷ τῷ πρωτοκτιστῷ τὸ σκῆπτρον, καὶ λαβὼν ἔφη· ‘σὺ τὴν δόξαν τοῦ Φωτὸς περιθέμενος, | |
190 | ἔσῃ μετ’ ἐμέ‘ .... ‘ἀνοχ Βιαθιαρ βαρβερβιρ σιλατουρβου φρουμτρωμ‘ (γράμματα λϛʹ). ἕβδομον κακχάσαντος τοῦ θεοῦ ἐγένετο Ψυχή, καὶ κακχάζων ἐδάκρυσε. ἰδὼν τὴν Ψυχὴν ἐσύρισε, καὶ ἐκύρτανε ἡ γῆ καὶ ἐγέννησε Πύθιον δράκοντα, ὃς τὰ πάντα προῄδει. ἐπεκάλεσε δὲ αὐτὸν ὁ θεός· ‘Ἰλιλλου· | |
195 | ἰλιλλου· ἰλιλλου· ἰλιλλου· Ἰθωρ, μαρμαραυγή, φωχω φωβωχ.‘ ἰδὼν τὸν δράκοντα ὁ θεὸς ἐθαμβήθη καὶ ἐπόππ‐ υσε. ποππύσαντος τοῦ θεοῦ ἐφάνη ἔνοπλός τις, ὃς κα‐ λεῖται· ‘Δανουπ Χρατορ Βερβαλι Βαρβιθ.‘ ἰδὼν ὁ θεὸς πάλιν ἐπτοήθη, ὡς ἰσχυρότερον θεωρήσας, | |
13(200) | μήποτε ἡ γῆ ἐξέβρασε θεόν. βλέπων κάτω εἰς τὴν γῆν ἔφη· ‘Ἰαω‘. ἐγεννήθη θεὸς ἐκ τοῦ ἤχους, ὃς πάντων ἐστὶν κύριος. ἤρισεν αὐτῷ ὁ πρότερος λέγων· ‘ἐγὼ τούτου ἰσχυρό‐ τερός εἰμι‘. ὁ θεὸς ἔφη τῷ ἰσχυρῷ· ‘σὺ μὲν ἀπὸ ποππυσ‐ μοῦ τυνχάνεις, οὗτος δὲ ἐξ ἤχους. ἔσεσ〈θ〉ε ἀμφότεροι | |
205 | ἐπὶ πάσης ἀνάγκης.‘ ἐκλήθη δὲ ἔκτοτε ‘Δανουπ Χρατορ Βερβαλι Βαλβιθ, Ἰάω.‘ κύριε, ἀπομιμοῦμαι ταῖς ζʹ φωναῖς, εἴσελθε καὶ ἐπάκουσόν μοι· ‘α εε ηηη ιιιι οοοοο υυυυυυ ωωωωωωω, αβρωχ· βραωχ χραμμαωθ· προαρβαθω· Ἰάω ουαεηϊουω.‘ | |
210 | ἐπὰν εἰσέλθῃ ὁ θεός, κάτω βλέπε καὶ γράφε τὰ λεγόμ‐ ενα καὶ ἣν δίδωσίν σοι αὑτοῦ ὀνομασίαν. μὴ ἐξέλθῃ δὲ ἐκ τῆς σκηνῆς σου, ἄχρι σοι καὶ τὰ περί σε εἴπῃ ἀκρι‐ βῶς. ἡ δὲ τοῦ πολεύοντος πῆξις περιέχει οὕτως· γνῶθι, | |
τέκνον, τίνος ἡμέρα εἰς τὸ Ἑλληνικόν, καὶ ἐλθὼν εἰς τὴν | ||
215 | ἑπτάζωνον μέτρει ἀποκάτωθεν καὶ εὑρήσεις. ἐὰν γὰρ ἡμέρα Ἡλίου εἰς τὸ Ἑλληνικόν, Σελήνη πολεύει, οὕτως καὶ οἱ ὕστεροι, οἷον Ἑλληνικόν· ἑπτάζωνος· Ἥλιος Κρόνος Σελήνη Ζεύς | |
220 | Ἄρης Ἄρης Ἑρμῆ〈σ〉 Ἥλιος Ζεύς Ἀφροδίτη Ἀφροδίτη Ἑρμῆς Κρόνος Σελήνη | |
225 | τούτων τὴν ἀκάματον λύσιν καὶ θεοφιλῆ προσεφώνησά σοι, τέκνον, ἣν οὐδὲ βασιλεῖς ἴσχυσαν καταλαβέσθαι. ἐπιγράψεις δὲ τὸ νίτρον τῷ μέλανι τῷ διὰ τῶν ἀνθέων τῶν ζʹ 〈ἀστέρων〉 καὶ ἀρωμάτων. ὁμοίως καὶ ποιήσεις τὸν ὄροβον, ὃν ἀλληγορικῶς ἐν τῇ ‘Κλειδί‘ μου εἶπον, ἐκ τῶν ἀνθέων καὶ τῶν ἐπιθυμάτων, | |
230 | πλήρης ἡ τελετὴ τῆς Μονάδος προσεφωνήθη σοι, τέκνον. | |
ὑποτάξω δέ σοι, τέκνον, καὶ τὰς χρείας τῆς ἱερᾶς βίβλου, ἃς πάν‐ τες οἱ σοφισταὶ ἐτέλησαν ἀπὸ ταύτης τῆς ἱερᾶς καὶ μακάριδος βίβλου. ὡς ἐξώρκισά σε, τέκνον, ἐν τῷ ἱερῷ τῷ ἐν Ἱερωσολύμ‐ ῳ· πλησθεὶς τῆς θεοσοφίας ἀνεύρετον ποίησον τὴν βίβλον. ἔστιν οὖν πρώτη ἡ θαυ‐ | ||
235 | μάσιος ἀμαυρά. λαβὼν ὠὸν ἱέρακος τὸ ἥμισυ αὐτοῦ χρύσω‐ σον, τὸ δὲ ἄλλο ἥμισυ χρῖσον κινναβάρει. τοῦτο φορῶν ἀθε‐ ώρητος ἔσῃ ἐπιλέγων τὸ ὄνομα. ἐπὶ δὲ ἀγωγῆς πρὸς τὸν ἥλιον εἰπὲ γʹ τὸ ὄνομα· ἄγει γυναῖκα ἀνδρὶ καὶ ἄνδρα γυναικὶ ὥστε θαυμάσαι. ἐάν τινα θέλῃς μυρικῶσ‐ | |
240 | αι πρὸς ἄνδρα γυναῖκα ἢ ἄνδρα πρὸς γυναῖκα, λαβὼν ἀνφ‐ ώδευμα κυνὸς βάλε κα〈τὰ〉 τοῦ στροφέως τῆς θύρας αὐτῶν εἰπὼν τὸ ὄνομα γʹ, λέγων· ‘διακόπτω τὸν δεῖνα ἀπὸ τοῦ δεῖνα.‘ ἐ〈ὰ〉ν δαιμονιζομένῳ εἴπῃς τὸ ὄνομα προσάγων τῇ ῥινὶ αὐτοῦ θεῖον καὶ ἄσφαλτον, εὐθέως λαλήσει, καὶ ἀπελεύσεται. ἐὰν εἴπῃς ἐπὶ ἐρυσιπέλατος, χ‐ | |
245 | ρίσας αὐτὸ κορκοδείλου ἀφοδεύματι, εὐθέως ἀπαλλαγήσ‐ | |
εται. ἐὰν εἴπῃς ἐπὶ σπάσματος ἢ συντρίμ〈μ〉ατος τὸ ὄνομα γʹ, καταχρίσας γῆν μετὰ ὄξους, ἀπαλλάξεις. ἐὰν ἐπεί‐ πῃς ἐπὶ παντὸς πετεινοῦ εἰς τὸ ὠτίον, τελευτήσει. ἐὰν ἴδῃς ἀσπίδα καὶ θέλῃς αὐτὴν στῆσαι, λέγε στρεφόμενος | ||
13(250) | ὅτι ‘στῆθι.‘ λέγεται τὰ ὀνόματα, καὶ στήσεται. θυμοκάτοχον· πρὸς βασιλέα ἢ μεγιστᾶνα εἴσαγε, τὰς χεῖρας ἐντὸς ἔχων λέγε τὸ ὄνομα 〈τ〉ὸ δίσκου, βαλὼν ἅμμα τοῦ παλλίου σου ἢ τοῦ ἐπικαρσίου, καὶ θαυμάσεις. ἐὰν πρὸς λύσιν φαρμάκων· εἰς ἱερατικὸν κόλλημα γράψας τὸ ὄνομα φόρει. Ἡλίου δεῖξις. λέγε πρὸς ἀνατολάς· ‘ἐγώ εἰμι | |
255 | ὁ ἐπὶ τῶν δύο χερουβείν, ἀνὰ μέσον τῶν δύο φύσεων, οὐρανοῦ καὶ γῆς, ἡλίου τε καὶ σελήνης, φωτὸς καὶ σκότους, νυκτὸς καὶ ἡμέρας, ποταμῶν καὶ θαλάσσης· φάνηθί μοι, ὁ ἀρχάγγελος τῶν ὑπὸ τὸν κόσμον, αὐθέντα Ἥλιε, ὁ ὑπ’ αὐτὸν τὸν ἕνα καὶ μόνον τεταγμένος· προστάσσει σοι ὁ ἀεὶ καὶ μόνος.‘ λέγε τὸ ὄνομα. ἐὰν δὲ σκυθρω‐ | |
260 | πὸς φανῇ, λέγε· ‘δὸς ἡμέραν, δὸς ὥραν, δὸς μῆνα, δὸς ἐνιαυτόν, κύριε τῆς ζωᾶς.‘ λέγε τὸ ὄνομα. ἐὰν θέλῃς ὄφιν ἀποκτεῖναι, λέγε· ‘στῆθι, ὅτι σὺ εἶ ὁ Ἀφυφισ‘ καὶ λαβὼν βάϊν χλωρὰν καὶ τῆς καρδίας κρατήσας σχίσον εἰς δύο ἐπιλέγων τὸ ὄνομα ζʹ, καὶ εὐθέως σχισθήσεται | |
265 | ἢ ῥαγήσεται. πρόγνωσις ἥδε τῇ προειρημένῃ πράξει 〈γίνεται, τῇ διὰ τοῦ νίτρου, καὶ ὡς θεῷ διαλαλήσει σοι· σοῦ γὰρ παρόν‐ τος πολλάκις ἐποίησα τὴν πρᾶξιν. ἀβλεψίας δὲ οὕτως· ‘δεῦρό μοι, τὸ πρωτοφαὲς σκότος, καὶ κρύψον με προσ‐ τάγματι τοῦ ὄντος ἐν οὐρανῷ αὐτογενέτορος, τὸν δεῖνα.‘ λέγε τὸ ὄνομα. | |
270 | [ἄλλως· ‘σὲ μόνον ἐπικαλοῦμαι, τὸν μόνον ἐν κόσμῳ διατά‐] ξαντα θεοῖς καὶ ἀνθρώποις, τὸν ἑαυτὸν ἀλλάξαντα μορφαῖς ἁγίαις καὶ ἐκ μὴ ὄντων εἶναι ποιήσαντα καὶ ἐξ ὄν‐ των μὴ εἶναι, Θαῢθ ἅγιος, οὗ οὐδεὶς ὑποφέρει θεῶν τὴν ἀληθινὴν ὄψιν ἰδεῖν τοῦ προσώπου. ποίησόν με γεν‐ | |
275 | έσθαι ἐν ὄμμασι πάντων κτισμάτων λύκον, κύνα, λέον‐ τα, πῦρ, δένδρον, γῦπα, τεῖχος, ὕδωρ (ἢ ὃ θέλεις), ὅτι δυνατὸς εἶ.‘ λέγε τὸ ὄνομα. ἔγερσις σώματος νεκροῦ· ‘ὁρκίζω σε, πνεῦμα ἐν ἀέρι φοιτώμενον, εἴσελθε, ἐνπν‐ | |
ευμάτωσον, δυνάμωσον, διαέγειρον τῇ δυνάμει | ||
280 | τοῦ αἰωνίου θεοῦ τόδε τὸ σῶμα, καὶ περιπατείτω ἐπὶ τόν‐ δε τὸν τόπον, ὅτι ἐγώ εἰμι ὁ ποιῶν τῇ δυνάμει τοῦ 〈Θ〉αΰθ, ἁγίου θεοῦ.‘ λέγε τὸ ὄνομα. ἐὰν θέλῃς ἐπάνω κορκο‐ δείλου διαβαίνειν, καθίσας λέγε· ‘ἄκουέ μου, ὁ ἐν τῷ ὑγρῷ τὴν διατριβὴν ποιούμενος· ἐγώ εἰμι ὁ ἐν οὐρανῷ σχολὴν | |
285 | ἔχων φοιτώμενός τε ἐν ὕδατι καὶ ἐν πυρὶ καὶ ἐν ἀέρι καὶ γῇ. ἀπόδος χαριστήριον τῆς ἡμέρας ἐκείνης, ὅτε σε ἐποίησα καὶ ᾐτήσω με τὴν αἰτησίαν. διαπεράσεις 〈εἰσ〉 τὸ πέρα, ὅτι ἐγώ εἰμί τις.‘ λέγε τὸ ὄνομα. Δεσμόλυτον. λέγε· ‘κλῦθί μοι, ὁ Χριστός, ἐν βασάνοις, βοήθησον ἐν ἀνάγκαις, | |
290 | ἐλ[ε]ήμων ἐν ὥραις βιαίοις, πολὺ δυνάμενος ἐν κόσμῳ, ὁ κτίσας τὴν Ἀνάγκη〈ν〉 καὶ Τιμωρίαν καὶ τὴν Βάσανον.‘ ιβʹ ἡμ(έρας) συρίσας τρὶς ὀκτάκις λέγε τοῦ Ἡλίου τὸ ὄνομα ὅλον ἀπὸ τοῦ 〈Ἀ〉χεβυκρωμ. ‘λυθήτω πᾶς δεσμός, πᾶσα βία, ῥαγήτω πᾶς σίδηρος, πᾶν σ〈χ〉οινίον ἢ πᾶς ἱμάς, πᾶν | |
295 | ἅμμ[α], πᾶσα ἅλυσις ἀνοιχθήτω, καὶ μηδείς με καταβιάσαιτο, ὅτι ἐγώ εἰμι‘ (λέγε τ〈ὸ〉 ὄνομα). πῦρ σβέσαι. ‘ἄκουε, πῦρ, ἔργον ἔργων εὑρήματος θεοῦ, | |
δόξα τοῦ ἐντίμου φωστῆρος, σβέσθητι, χιονίσθητι· αὐτὸς γάρ ἐστιν ὁ Αἰὼν ὁ ἐπιβαλόμενος πῦρ ὡς | ||
13(300) | ἀμίαντον· ἀποσκεδασθήτω μου πᾶσα φλόξ, πᾶσα δύναμις οὐσίας, προστάγματι Αὐτοῦ ἀεὶ ὄντος. οὐ μή μου θίγῃς, πῦρ, οὐ μή μου λυμάνῃς σάρκα, ὅτι ἐγώ εἰμι‘ (λέγε τὸ ὄνομα). πῦρ μεῖναι· ‘ἐξορκίζω σε, πῦρ, δαίμων ἔρωτος ἁγίου, τὸν ἀόρατον καὶ πολυ‐ | |
305 | μερῆ, τὸν ἕνα καὶ πανταχῆ, ἐνμεῖναι ἐν τῷ λύχνῳ τούτῳ ἐπὶ τόνδε τὸν χρόνον λαμπρυνόμενον καὶ μὴ μαραινόμενον, τῷ προστάγματι τοῦ δεῖνα.‘ λέγε τὸ ὄνομα. ὀνειροπομπόν· ποίησον ἱπποπόταμον ἐκ κηροῦ πυρροῦ | |
310 | κοῖλον καὶ ἔνθες εἰς τὴν κοιλίαν αὐτοῦ τοῦ βιεβετνεησι καὶ χρυσὸν καὶ ἄργυρον καὶ τὸ καλούμενον βαλλαθὰ τὸ τῶν Ἰουδαίων καὶ στόλ‐ ισον αὐτὸν λίνῳ καθαρῷ καὶ θὲς ἐπὶ θυρίδος καθαρᾶς καὶ λαβὼν | |
315 | χάρτην ἱερατικὸν γράψον εἰς αὐτὸν ζμυρνομέλανι καὶ αἵμα‐ τι κυνοκεφάλου, ἃ βούλει πέμψαι, καὶ εἰλήσας εἰς ἐνλύχνιον καὶ ἐνλυχνιάσας λύχνον καθαρὸν καινὸν ἐπίθες ἐπὶ τὸν λύχνον τὸν πόδα ἱπποποταμίου καὶ λέγε τὸ ὄνομα, καὶ πέμπει. | |
φίλτρον πότιμον· λαβὼν σφηκαλέοντας τοὺς ἐν τῇ ἀράχνῃ, | ||
320 | λειώσας ἐπὶ πότον δὸς πεῖν. ἐὰν θέλῃς γυναῖκας οὐ μὴ σχε‐ θῆναι ὑπὸ ἄλλου ἀνδρός, λαβὼν γῆν πλάσον κορκόδειλον προσμείξας αὐτῷ μέλαν καὶ ζμύρναν καὶ θὲς εἰς 〈σ〉ορίον μολιβοῦν καὶ ἐπίγραφε τὸ μέγα ὄνομα καὶ τὸ τῆς γυναικὸς καὶ ὅτι· ‘μὴ συν‐ γενέσθω ἡ δεῖνα ἑτέρῳ ἀνδρὶ πλὴν ἐμοῦ, τοῦ δεῖνα.‘ ἔστι δὲ τὸ ὄνομα τὸ ἐπι‐ | |
325 | γ〈ρ〉αφόμενον εἰς τοὺς πόδας τοῦ ζῳδίου· ‘βιβιου ουηρ αψα̣βαρα κασοννακα νεσεβαχ σφη σφη χφουρις.‘ ἄνοιξις διὰ τοῦ ὀνόματος· ‘ἄνοιγε, ἄνοιγε, τὰ δʹ μέρη τοῦ κόσμου, ὅτι ὁ κύριος τῆς οἰκουμένης ἐκπορεύεται. χαίρουσιν ἀρχάγγελοι δεκάνων, ἀγγέλων· Αὐτὸς γὰρ ὁ Αἰὼν Αἰῶνος, ὁ μόνος καὶ | |
330 | ὑπερέχων, ἀθεώρητος διαπορεύεται τὸν τόπον. ἀνοίγου, θύρα, ἄκουε, μοχλέ, εἰς δύο γενοῦ, κλειδών, διὰ τ(ὸ) ὄν(ομα) Ἀϊα αϊνρυχαθ, ἀνάβαλε, γῆ, δεσπότῃ πάντα, ὅσα | |
331 | ἔχεις ἐν σε‐ αυτῇ· Αὐτὸς γάρ ἐστιν ὁ λαιλαφέτης καὶ χανοῦ‐ χος, πυρὸς κρατύντωρ. ἄνοιξον· λέγει σοι Ἀχεβυκρωμ‘ (ὀκτάκις Ἡλίου ὄνομα). ἄλλως ὁ λόγος πρὸς τὸν Ἥλιον· ‘ἐγώ εἰμι ὁ ἐπὶ τῶν δύο χερουβείν, | |
335 | ἀνὰ μέσον τοῦ κόσμου, οὐρανοῦ καὶ γῆς, φωτὸς καὶ σκότους, νυκτὸς καὶ ἡμέρας, | |
ποταμῶν καὶ θαλάσσης, φάνητί μοι, ἀρχάγγελε τοῦ θεοῦ, ὁ ὑπ’ αὐτὸν τὸν ἕνα καὶ μόνον τεταγμένος.‘ τούτῳ δὲ τῷ λόγῳ ποίει πρὸς τὸν Ἥλιον χαριτήσια, ἀγωγάς, ὀνειροπομπά, ὀνειραιτητά, Ἡλίου δεῖξιν, ἐπιτευκτικά, νικητικά, καὶ πά‐ | ||
340 | ντα ἁπλῶς. ἀπέχεις τὴν ἱεράν, ὦ τέκνον, καὶ μακάριδα Μονάδα βίβλον, ἣν οὐδεὶς ἴσχυσε μεθερμηνεῦσαι ἢ πρᾶξαι. ἔρρωσο, τέκνον. Μοϋσέως ἱερὰ βί〈β〉λος ἀπόκρυφος ἐπικαλουμένη ὀγδόη ἢ ἁγία: | |
345 | ἔστιν δὲ ἡ πρᾶξις τοῦ τὰ πάντα περιέχοντος ὀνόμα‐ τος, ἔχει δὲ σύστασιν, ἐν ᾗ αὐτοῦ μηδὲν παραφίων ἐπιτεύξῃ. ἅγνευσον ἡμέρας μαʹ συνψηφίσας τὴν ἡμέραν καὶ τὴν ὥραν, ἐν ᾗ μέλλει ἡ σελήνη ἐκλιπεῖν ἐν κριῷ. ὁπότα〈ν〉 δὲ γένηται | |
13(350) | ἐν κριῷ, χαμαικοίτει πρὸ μιᾶς καὶ θυσιάσας ἐπίθυ‐ ε τὰ ζʹ ἐπιθύματα τὰ αὐθεντικά, ἐν οἷς ἥδεται ὁ θεός, τῶν ζʹ ἀστέρων τοῖς ζʹ ἐπιθύμασιν, ἅ ἐστιν ταῦτα· μαλάβαθρον, στύραξ, νάρδος, κόστος, κασία, λίβανος, ζμύρνα, καὶ τὰ ζʹ ἄνθη τῶν ζʹ | |
355 | ἀστέρων, ἅ ἐστιν ῥόδον, λώτινον, ναρκίσσινον, κρίνινον, ἑρεφύλλινον, λευκόϊνον, σαμψούχινον. λειοτρι‐ βήσας μετ’ οἴνου ἀθαλάσσου πάντα ἐπίθυε. φόρει δὲ 〈καὶ〉 κιννάμωμον· αὐτῷ γὰρ ὁ θεὸς τὴν δύναμιν περι‐ έθηκε. τὰ δὲ θυμιάματα ἐπίθυε με‐ | |
360 | τὰ εἴκοσι μίαν ἡμέραν, ἵν〈α〉 συνκλείσῃς. τὴν δὲ ἀ‐ πόγευσιν δέξαι μελαίνης βοὸς γάλα καὶ οἶνον ἀθάλ‐ ασσον καὶ νίτρον Ἑλληνικόν. μηνύει δὲ εἶναι ἀρχὴν καὶ τέλος. ὅταν δὲ ἐνστῇ ἡ ἡμέρα, παράθες εἰς τὴν θυσίαν ξύλα κυπαρίσσινα ἢ ὀποβαλσάμινα, ἵνα καὶ | |
365 | χωρὶς τῶν θυμιαμάτων ἡ θυσία ὀσμὴν παρέχῃ, καὶ στροβίλους πέντε δεξιοὺς καὶ λύχνους δύο ἅπτε κοτυλιαίους ἔν〈θ〉α καὶ ἔν〈θ〉α τοῦ βωμοῦ· ὁ δὲ βωμὸς ἔσ‐ τω γήϊνος. σκευάσας δὲ καὶ γεμίσας τοὺς λύχνους μηκέτι ἐπίχυνε, θῦε δὲ λ〈ε〉υκὸν ἀλέκτορα | |
370 | ἄσπιλον καὶ ἄλλον ἄφες καὶ περι‐ στερὰν ὁμοίως, ἵνα οὗ ἐὰν βούληται εἰσελθὼν ὁ θεὸς πνεῦμα λά‐ βῃ. κείσθω δὲ καὶ μαχαῖριν, παρακείσθω δὲ καὶ τὰ θυμι‐ άματα τὰ ζʹ καὶ τὰ ἄνθη τὰ ζʹ ἠρτισμένα, ὡς πρό〉κειται, ἵνα, ἐὰν εἰσελθὼν βουληθῇ ἐπιθύειν, | |
375 | εὕρῃ πάντα ἐν ἑτοίμῳ. ἐπὶ τῷ βωμῷ δὲ καὶ θυσία κείσθω. ἡ δὲ ἀπόγευσίς ἐστιν αὕτη· ὅταν μέλλῃς ἀπογεύεσθαι, ἀλέκτορα θῦσον, ἵνα ὁ 〈θεὸς ἀ〉φθόνως λάβῃ πνεῦμα. καὶ μέλλων ἀπογεύεσθαι, ἐπικαλοῦ τὸν τῆς ὥρας καὶ τὸν τῆς ἡμέρας θεόν, ἵνα ἐξ αὐτῶν συσταθῇς. εἰ μὴ γὰρ αὐτοὺς καλέσῃς, | |
380 | οὐκ ἐπακούουσι ὡς ἀμυστηριάστῳ σοι ὑπάρχοντι. εὑρήσεις δὲ καὶ τοὺς ὡρογενεῖς καὶ τοὺς ἡμερησίους καὶ τὸν ἐπάν〈α〉γκον αὐτῶν ἐν τῇ Κλειδὶ τῇ Μοϋ‐ σέως· αὐτὸς γὰρ αὐτοὺς ἀπέσπασεν. τὸ οὖν ὄνομα γράψον εἰς τὸ Ἑλληνικὸν νίτρον ὅλον. ἀντὶ δὲ | |
385 | τοῦ ποππυσμοῦ γράψον εἰς τὸ Ἑλληνικὸν νίτρον κορκόδειλον ἱερακόμορφον· αὐτὸς γὰρ ἀσπάζε‐ ται τὸν θεὸν τετράκις τοῦ ἐνιαυτοῦ ταῖς τῶν θεῶν αὐθεντικαῖς νεομηνίαις· κατὰ τὴν τροπὴν τοῦ κόσμου πρῶτον τὴν καλουμένην πρόσ‐ θεσιν, εἶτα τῷ ἰδίῳ ὑψώματι, ὃ καλοῦσι Ὥρου | |
390 | γένναν, εἶτα Κυνὸς ἄστρου ἀνατολήν, εἶτα τὴν τῆς Σώθεως ἐπιτολήν, κατὰ πρόσθεσιν τοῦ ἡλίου καὶ ἀφαίρεσιν τὸν ποππυσ‐ μὸν ἀποδίδωσιν. ὁ δὲ ἐννεάμορφος δίδωσι αὐτῷ τὸν φθόγγον κατ’ ἐκείνην τὴν ὥραν, ἵνα ἐκ τοῦ ἤχους ὕδατος ὁ ἥλιος ἀναβῇ· | |
395 | αὐτὸς γὰρ αὐτῷ συνεφάνη. διὸ τῶν ἐννέα θεῶν τῶν ἀνατελλόντων σὺν τῷ ἡλίῳ ἔλαβε τὰς μορφὰς καὶ τὴν δύναμιν. τὸ〈ν〉 μὲν οὖν τῆς κάτω τροπῆς ἀσθενέστερον καὶ ἀδυναμώ‐ τερον ἦχον ἐκπέμπει· ἔστιν γὰρ γέννα κόσ‐ | |
13(400) | μου καὶ ἡλίου. εἶτεν κατὰ πρόσθεσιν τῶν φώτων ὑψωθέντων καὶ τὸν ἦχον δυναμικώτερον ἐκπέμπει. ἐν δὲ τῇ Κυνὸς ἄστρου | |
ἀνατολῇ κατὰ δύσιν τραπεὶς τὸν ἦχον δυναμι‐ κώτερον ἐκπέμπει, καθότι οὐκ ἔχει τὸ | ||
405 | συνγενὲς πλησιάζον ὕδωρ, καὶ ὅτι ἡ τροπή ἐστιν προσθετικωτέρα. καὶ τὰ τῆς ἐσχάτης ἀφαιρεῖ, ὃ προσέθηκεν τῇ ἄνω τροπῇ· ἔστιν γὰρ ὑγροῦ ἀπόβασις καὶ ἡλίου ταπείνωσις. γράφε οὖν ἀνφοτέρους τοὺς βʹ ζμυρνομέλανι, | |
410 | τουτέστιν κορκόδειλον ἱερακοπρόσωπον καὶ αὐτῷ ἐφεστῶτα τὸν ἐνεάμορφον. αὐτὸς γὰρ ὁ ἱερακοπρόσωπος κορκόδειλος εἰς τὰς δʹ τροπὰς τὸν θεὸν ἀσπάζεται τῷ ποππυσμῷ. ἀναπνεύσας γὰρ ποππύζει ἐκ τοῦ βυθοῦ καὶ | |
415 | ἀντιφωνεῖ αὐτῷ ὁ τὰς ἐννέα μορφὰς 〈ἔχων〉. διὸ ἀντὶ τοῦ ποππυσμοῦ τὸν ἱερακοπρόσωπον κορκόδειλον γράφε· ἔστιν γὰρ ἡ πρώτη κεραία τοῦ ὀνόματος ὁ ποππυσμός, δεύτερον συριγμός, καὶ ἀντὶ τοῦ συριγμοῦ δράκοντα δάκνοντα | |
420 | τὴν οὐράν, ὥστε εἶναι τὰ δύο, ποππυσ‐ μὸν καὶ συριγμόν, καὶ ἱερακοπρόσω〈πον〉 κορκόδειλον καὶ ἐννεάμορφον ἐπάνω ἑστῶτα καὶ κύκλῳ τού‐ των δράκοντα καὶ τὰς ζʹ φωνάς. ἔστιν δὲ ὀνόματα θʹ, ὧν πρόλεγε τοὺς ὡρογενεῖς | |
425 | σὺν τῇ στήλῃ καὶ τοὺς ἡμερεσίους 〈καὶ〉 τοὺς ἐφεβδο‐ ματικοὺς τεταγμένους καὶ τούτων τὸν ἐπάναγκον. ἄτερ γὰρ τούτων ὁ θεὸς οὐκ ἐπακούσεται, ἀλλ’ ὡς ἀμυστηρίαστον οὐ παραδέξεται, εἰ μὴ τὸν κύριον τῆς ἡμέρας προσείπῃς καὶ τῆς ὥρας | |
430 | πυκνότερον, ἣν εὑρήσεις ἐπὶ τέλους διδαχήν. | |
ἄνευ γὰρ αὐτῶν οὐδὲν ἀπεργάσῃ. ἐν οἷς ἔχεις ἐν τῇ ‘Κλειδί.‘ βάλε δὲ ἐκ τῶν ζʹ ἀνθέων, ὧν ἤρτικες, εἰς τὸ μέλαν, καὶ οὕτως γράφε εἰς τὸ ν‐ ίτρον. εἰς τὰ δύο μέρη ταῦτα γράφε καὶ ἀπόλειξον | ||
435 | τὸ ἓν μέρος καὶ τὸ 〈ἕ〉τε〈ρον〉 ἀπό‐ κλυσον εἰς τὸν οἶνον καὶ τὸ γάλα, πρῶτον—πρὸ τοῦ σε ἀποκλύσαι—θύσας τὸν ἀλέκτορα καὶ πάντα ἕτοιμα ποιήσας. θύσας δὲ τὸν ἀλέκτορα βάλε παρὰ μέρος καὶ τοὺς ἄλλους δύο καὶ τὴν περιστεράν, ἕτοιμα θε〈ί〉ς, | |
440 | εἶτα ἐπικαλοῦ τοὺς ὡρογε〈ν〉εῖς, ὡς προείρηται, | |
441/2 | καὶ τότε ἀπόπιε. | |
443 | ‘ἐπικαλοῦμαί σε πάσῃ φωνῇ, τὸν τὰ πάντα πε‐ ριέχοντα, καὶ πάσῃ διαλέκτῳ. ὑμνῶ σε ἐγώ, | |
445 | ὡς πρώτως ὕμνησέ σ’| ὁ| ὑπὸ| σοῦ ταχθεὶς καὶ π‐ άντα πιστευθεὶς τὰ αὐθεντικά, Ἥλιος· Ἀχεβυ‐ κρωμ (ὃ μηνύει τοῦ δίς κου τὴν φλόγα καὶ τὴν ἀκ‐ τῖνα), οὗ ἡ δόξα· ααα ηηη ωωω, ὅτι διά ς’ ἐνεδοξάσ‐ θη (εἶθ’, ὡς ἄλλως· ἀγλαομορφούμενος) τοὺς ἀστέ‐ | |
13(450) | ρας ἱστὰς καὶ τῷ φωτὶ τῷ ἐνθέῳ κτίζων τὸν κόσμον, ἐν ᾧ διέστησας τὰ πάντα· ιιι· ααα· ωωω· Σαβαώθ, Ἀρβαθιάω, Ζαγουρη. οὗτοί εἰσιν οἱ πρῶτοι φανέν‐ τες ἄγγελοι· Ἀραγά, Ἀράθ, Ἀδωναί, Βασημμ, Ἰάω. | |
455 | ὁ δὲ πρῶτος ἄγγελός σε φωνεῖ ὀρνεογλυφιστί· ‘ἀραί‘, ὅ ἐστιν· ‘οὐαὶ τῷ ἐχθρῷ μου‘, καὶ ἔταξας | |
αὐτὸν ἐπὶ τῶν Τιμωριῶν, ὁ δὲ Ἥλιος ὑμνεῖ σε οὕτως ἱερογλυφιστί· ‘Λαϊλαμ‘, ἁβραϊστὶ διὰ τοῦ αὐτοῦ ὀνόματος· ‘ἀναγ Βιαθιαρβαρ· βερβι σχι λα τουρβουφρουμτρωμ‘ | ||
460 | λέγων· ‘προάγω σου, κύριε, ἐγώ, ὁ ἐπὶ τῆς βάρεως ἀνατέλλων, ὁ δίσκος, διά σε.‘ τὸ δὲ φυσικόν σου ὄνομα αἰγυπτιστί· ‘Ἀλδαβαειμ‘ (λέγει τὴν βᾶριν, ἐφ’ ἣν ἀναβαίνει ἀνατέλλων τῷ κόσμῳ). ὁ δὲ ἐπὶ τῆς βάρεως φανεὶς συνανατέλλων κυνοκε‐ | |
465 | φαλοκέρδων ἰδίᾳ διαλέκτῳ ἀσπάζεταί σε λέγ‐ ων· ‘σὺ εἶ ὁ ἀριθμὸς τοῦ ἐνιαυτοῦ, Ἀβρασάξ.‘ ὁ δ’ ἐπὶ τοῦ ἑτέρου μέρους ἱέραξ ἰδίᾳ φωνῇ ἀσπάζεταί σε καὶ ἐπιβοᾶται, ἵνα λάβῃ τροφήν· ‘χι· χι· χι· χι· χι· χι· χι· τι τι τι τι τι τι τι.‘ ὁ δὲ ἐννεάμορφος ἀσπάζεταί | |
470 | σε ἱερατιστί· ‘Μενεφωιφωθ‘‘ μηνύων ὅτι· ‘προάγω σου, κύριε.‘ εἰπὼν ἐκρότησε γʹ. καὶ ἐγέλα‐ σεν ὁ θεὸς ἑπτάκις· ‘χα χα χα χα χα χα χα.‘ γελάσαντος δὲ αὐτοῦ ἐγεννήθησαν θεοὶ ζʹ, οἵτινες τὰ πάντα περιέχουσιν· οὗτοι γάρ εἰσιν | |
475 | οἱ προφανέντες. κακχάσαντος πρώτως αὐτοῦ ἐφάνη Φῶς (Αὐγὴ) καὶ διέστησεν τὰ πάντα. ἐγένετο δὲ θεὸς ἐπὶ τοῦ κόσμου καὶ τοῦ πυρός· Βεσεν βερειθεν βεριο. ἐκάκχασε δὲ δεύτερον· ἦν πάντα ὕδωρ, καὶ ἡ Γῆ ἀκούσασα | |
480 | ἤχους καὶ ἰδοῦσα Αὐγὴν ἐθαμβήθη καὶ ἐκύρτα‐ | |
νε, καὶ τὸ ὑγρὸν τριμερὲς ἐγένετο, καὶ ἐφάνη θεὸς καὶ ἐτάγη ἐπὶ τῆς ἀβύσσου. καὶ διὰ τοῦτο τὸ ὑγρὸν χωρὶς αὐτοῦ οὔτε αὔξει οὔτε ἀπολήγει. ἔστιν δὲ αὐτοῦ τὸ ὄνομα· ‘Προμσαχα Ἀλεεϊω. σὺ γὰρ | ||
485 | εἶ Ωηαϊ βεθε〈λλε〉:‘ βουλ{ευ}ομένου δὲ τὸ τρίτον κακχάσαι ἐφάνη διὰ τῆς πικρίας τοῦ θεοῦ Νοῦς (καὶ Φρένες) κατέχων καρδίαν, καὶ ἐκλήθη Ἑρμῆς, δι’ οὗ τὰ πάντα μεθηρμήνευσται. ἔστιν δὲ ἐπὶ τῶν φρενῶν, δι’ οὗ οἰκονο‐ | |
490 | μήθη τὸ πᾶν. ἔστιν δὲ Σεμεσιλαμψ. ἐπεκάκχασε τὸ δʹ ὁ θεός, καὶ ἐφάνη Γέννα πάν‐ των κρατοῦσα σποράν, δι’ ἧς τὰ πάντα ἐσπάρη. ἐκλήθη δέ· ‘Βαδητοφωθ Ζωθαξαθωζω‘. ἐγέλασε τὸ εʹ καὶ γελῶν ἐστύγνασε, καὶ ἐφάνη Μοῖ‐ | |
495 | ρα κατέχουσα ζυγόν, μηνύουσα ἐν ἑαυτῇ τὸ δίκαιον εἶναι. ὁ δὲ Ἑρμῆς συνηρίσθη αὐτῇ λέγων· ‘ἐν ἐμοί ἐστι τὸ δίκαιον.‘ τῶν δὲ μαχομένων ὁ θεὸς ἔφη αὐτοῖς· ‘ἐξ ἀνφοτέρων τὸ δίκαιον | |
13(500) | φανήσεται, πάντα δὲ ὑπό σε ἔσται τὰ ἐν κόσμῳ.‘ καὶ πρώτη τὸ σκῆπτρον ἔλαβε τοῦ κόσμου. ἐκλήθη δὲ ὀνόματι ἁγίῳ ἀναγραμματιζομένῳ, φοβερῷ καὶ φρικτῷ. ἔστιν δὲ τοῦτο· ‘θοριοβριτι‘ καὶ τὰ ἑξῆς. (ἧς τὸ ὄνομα ἀναγραμματιζόμενον μέγα ἐστὶν καὶ ἅγιον καὶ ἔνδοξον. ἔστιν δὲ τοῦτο πολ〈λ〉οῦ, ὄνομα ἰ〈σ〉χυρόν· ‘θοριοβριτι‐ | |
505 | ταμμαωρραγγαδωΐωδαγγαρρωαμματι‐ τιρβοιροθ‘, γράμματα μθʹ.) ἐκάκχασε τὸ ϛʹ καὶ ἱλαρύν‐ θη πολύ. καὶ ἐφάνη Καιρός, κατέχων σκῆ‐ πτρον μηνύον βασιλείαν, καὶ ἐπέδωκεν τῷ θεῷ τῷ πρωτοκτίστῳ τὸ σκῆπτρον, καὶ λαβὼν ἔφη· ‘σὺ τὴν | |
510 | δόξαν τοῦ Φωτὸς περιθέμενος ἔσῃ μετ’ ἐμέ, ὡς πρῶτος ἐπιδούς μοι σκῆπτρον. πάντα δὲ ὑπὸ σὲ ἔσται, τὰ προόντα καὶ τὰ μέλλοντα, ἔν σοι πᾶσα δύναμις ἔσται‘. τοῦ δὲ περιθεμένου τοῦ Φωτὸς τὴν δόξα〈ν〉 ὁ δίσκος ἔ〈ν〉τροπος τοῦ Φωτὸς ἔδειξέν τινα αὔραν. | |
515 | ἔφη ὁ θεὸς τῇ βασιλίσσῃ· ‘σὺ περιθεμένη τὴν αὔραν τοῦ Φωτὸς ἔσῃ μετ’ αὐτόν, περιέχουσα τὰ πάντα. αὐξήσεις τῷ Φωτὶ ἀπ’ αὐτοῦ λαμβάνουσα καὶ πάλι ἀπολήξεις δι’ αὐτόν. σύν σοι πάντα αὐξήσει καὶ μειωθήσεται.‘ ἔστι δὲ τὸ ὄνομα μέγα καὶ θαυμαστόν· | |
520 | ‘ἀναγ Βιαθιαρβαρ βερβισχιλα τουρ βουφρουντωρμ‘ (γράμματα λϛʹ). ἐκάκχασεν τὸ ζʹ, ἀσθμησάμενος, καὶ ἐγένετο Ψυχή, καὶ πάντα ἐκινήθη. ὁ δὲ θεὸς ἔφη· ‘πάντα κινήσεις, καὶ πάντα ἱλαρυνθήσεται Ἑρμοῦ σε ὁδηγοῦντοσ‘. τοῦτ’ εἰπόντος τοῦ θεοῦ πάντα | |
525 | ἐκινήθη καὶ ἐπνευματώθη ἀκατα〈σ〉χέτως. ὁ δὲ θεὸς ἰδὼν ἐπόππυσεν, καὶ πάντα ἐθαμβήθη, καὶ ἐφάνη διὰ τοῦ ποππυσμοῦ Φόβος καθωπλισ‐ | |
μένος. καλεῖται δέ· ‘Δανουπ Χρατωρ Βερβαλϊ Βαλβιθι‘ (γράμματα κϛʹ). εἶτα νεύσας | ||
530 | εἰς τὴν γῆν ἐσύρισε μέγα, καὶ ἡ γῆ ἠνύγη λα‐ βοῦσα τὸν ἦχον· ἐγέννησεν ἴδιον ζῷον, δρά‐ κοντα Πύθινον, ὃς προῄδει τὰ πάντα, διὰ τὸν φθόγγον τοῦ θεοῦ. ἔστιν δὲ τὸ ὄνομα μέγα καὶ ἅγιον· ‘Ἰλιλλουϊ ϊλιλλουϊ ϊλιλλουϊ ϊθωρ | |
535 | μαρμαραυγή· φωχω φωβωχ.‘ τοῦ δὲ φανέντος ἐκύρτανεν ἡ γῆ καὶ ὑψώθη πολύ. ὁ δὲ πόλος ηὐστάθησεν, καὶ μέλλων συνέρ‐ χεσθαι. ὁ δὲ θεὸς ἔφη· ‘ΙΑΩ‘, καὶ πάντα ἐστάθη, καὶ ἐφάνη μέγας θεὸς μέγιστος, ὅς τε τὰ προ‐ | |
540 | όντα ἐν τῷ κόσμῳ καὶ τὰ μέλλοντα ἔστησε. καὶ οὐ‐ κέτι οὐδὲν ἠτάκτησεν τῶν ἀερ〈ί〉ων. ἰδὼν δὲ ὁ Φό‐ βος αὑτοῦ ἰσχυρότερον ἀντέστη αὐτῷ λέγων· ‘σοῦ πρ‐ ῶτός εἰμι‘. ὁ δ’ ἔφη· ‘ἀλλ’ ἐγὼ πάντα ἔστησα.‘ ὁ δὲ θεὸς ἔφη· ‘σὺ μὲν ἐξ ἤχους εἶ, οὗτος δὲ ἐκ | |
545 | φθόγγου. βέλτιον οὖν ὁ φθόγγος τοῦ ἤχους, ἔσται δὲ ἐξ ἀμφοτέρων ἡ δύναμίς σου ὕστερον φαινομένου, ὡς ἵνα πάντα σταθῇ.‘ καὶ ἐκλήθη ἔκτοτε τὸ ὄνομα μέγα καὶ θαυμαστόν· ‘Δανουπ Χρατωρ Βερβαλι Βαλβιθ Ἰάω.‘ βουλόμενος δὲ καὶ τῷ συν‐ | |
13(550) | παρεστῶτι τιμὴν παρασχέσθαι, ὡς αὑτῷ συνφανέντι, ἔδωκε αὐτῷ τῶν θʹ θεῶν καὶ προάγειν καὶ τὴν ἴσην δύναμιν αὐτοῖς ἔχειν καὶ τὴν δόξαν. ἐκλήθη δὲ τῶν θʹ θεῶν ἀποσπάσας σὺν τῇ δυν‐ | |
555 | άμει καὶ τὰς κεραίας τῶν ὀνομάτων | |
‘Βοσβεαδιι‘ καὶ τῶν ζʹ ἀστέρων ‘αεηιουω εηιουω ηιουω ιουω ουω υω ω ωυοϊ‐ ηεα υοιηεα οιηεα ιηεα ηεα εα α‘ (ἀναγραμ〈μ〉ατιζόμενον μέγα καὶ θαυμαστόν). τὸ δὲ | ||
560 | μέγιστον αὐτοῦ ὄνομα, ὅ ἐστι τοῦτο μέγα καὶ ἅγιον γραμμάτων κζʹ· ‘Αβωρχ βραωχ χραμμαωθ πρωαρβαθω Ἰάω.‘ ἄλλως· ‘Αβρωχ βραωχ χραμμαωθ πρωαρ‐ βαθω Ἰάω ου αεηιουω.‘ ἐπὰν εἰσέλθῃ οὖ〈ν〉 ὁ θεός, κάτω βλέπε καὶ γρ〈ά〉φε τὰ λεγόμενα καὶ ἣν δί‐ | |
565 | δωσίν σοι αὑτοῦ ὀνομασίαν. μὴ ἐξέλθῃ δὲ ἐκ τῆς σκηνῆς σου, ἄχρι σοι καὶ τὰ περί σε εἴπῃ. ἔστιν δὲ ἡ ἱερὰ στήλη ἡ ἐν τῷ νίτρῳ γραφομένη (ἔστιν δὲ ἡ ἐπίκλησις οὕτως, ὡς κεῖται πάντα ἀκριβῶς)· ‘ἐπικαλοῦμαί σε τὸν τὰ πάντα κτίσαντα, τὸν πάντων μείζονα, | |
570 | σὲ τὸν αὐτογέννητον θεόν, τὸν πάντα ὁρῶντα καὶ πάντα ἀκούοντα καὶ μὴ ὁρώμενον. σὺ γὰρ ἔδωκας ἡλίῳ τὴν δόξαν καὶ τὴν δύναμιν ἅπασαν, σελήνῃ αὔξειν καὶ ἀπολήγειν καὶ δρόμους ἔχειν τακτούς, μηδὲν ἀφαιρήσας τοῦ προγενε‐ | |
575 | στέρου σκότους, ἀλλ’ ἰσότητα αὐτοῖς ἐμέρισας. σοῦ γὰρ φανέντος, καὶ κόσμος ἐγένετο καὶ φῶς ἐφάνη, καὶ διῳκονομήθη τὰ πάντα διὰ σέ. διὸ καὶ πάντα ὑποτέτακταί σοι, οὗ οὐδεὶς θεῶν δύναται ἰδεῖν τὴν ἀληθινὴν μορφήν, ὁ μεταμορφούμενος | |
580 | ἐν ταῖς ὁράσεσιν, Αἰὼν Αἰῶνος· ἐπικαλοῦμα〈ί〉 | |
σε, κύριε, ἵνα μοι φανῇ ἡ ἀληθινή σου μορφή, ὅτι δουλεύω ὑπὸ τὸν σὸν κόσμον τῷ σῷ ἀγγέλῳ Ανογ Βιαθιαρβαρ βερβι σχιλατουρβου φρουντωρμ καὶ τῷ σῷ Φόβῳ | ||
585 | Δανουπ: Χραντορ Βελβαλι Βαλβιθ Ἰάω. διά σε συνέστηκεν ὁ πόλος καὶ ἡ γῆ. ἐπικαλοῦμαί σε, κύριε, ὡς οἱ ὑπό σου φανέντες θεοί, ἵνα δύναμιν ἔχωσιν· Ἀχεβυκρων, οὗ ἡ δόξα· ααα, ηηη ωωω· ιιι: ααα· ωωω· Σαβαώθ, | |
590 | Ἀρβαθιάω, Ζαγουρῆ, ὁ θεὸς Ἀραθ, Ἀδωναί, Βασυμμ, Ἰάω. ἐπικαλοῦμαί σε, κύριε, ὀρνεογλυφι〈σ〉τί· ‘ἀραί‘, ἱερογλυφιστί· ‘Λαϊλαμ‘, ἁβραϊστί· ‘αναγ Βιαθιαρβαρ βερβι σχιλατουρ βουρ φουντωρμ‘, αἰγυπτιστί· ‘Ἀλδαβαειμ‘, κυνοκεφαλιστί· | |
597/8 | ‘Ἀβρασ〈ά〉ξ‘, ἱερακιστί· ‘χιχιχιχ | |
599 | ιχιχι〈χι〉τιτιτιτιτιτιτι‘, ἱερατιστί· ‘Μενεφωϊ‐ | |
13(600) | φωθ· χαχαχαχαχαχαχα‘. εἶτα κρότησον γʹ· ‘τακ τακ τακ‘, πόππυσον μακρὸν ποππυσμόν, σύρισον μέγαν, τουτέστιν ἐπὶ μῆκος, συριγμόν. Ἧκέ μοι, κύριε, ἀμώμητος, ὁ μηδένα τόπον μιαίνων, ἱλαρός, ἀπήμαντος, ὅτι ἐπικαλοῦμαί | |
605 | σε, βασιλεῦ βασιλέων, τύραννε τυράννων, ἔν‐ δοξε ἐνδοξοτάτων, δαίμων δαιμόνων, ἄλκιμε ἀλκιμωτάτων, ἅγιε ἁγίων· ἐλθέ μοι πρόθυμος, ἱλαρός, ἀπήμαντος.‘ εἰσελεύσε‐ ται ἄγγελος, καὶ λέγε τῷ ἀγ〈γ〉έλῳ· ‘χαῖρε, κύριε, | |
610 | καὶ τέλεσόν με τοῖς πράγμασί μου τούτοις | |
καὶ σύστησόν με καὶ μηνυέσθω μοι τὰ τῆς γενέσεώς μου.‘ καὶ ἐὰν εἴπῃ τι φαῦλον, λέγε· ‘ἀπάλειψόν μου τὰ τῆς εἱμαρ‐ μένης κακά, μὴ ὑπόστελλε σεαυτὸν καὶ δήλου | ||
615 | μοι πάντα νυκτὸς καὶ ἡμέρας καὶ πάσῃ ὥρᾳ τοῦ μη‐ νός, ἐμοὶ τῷ δεῖνα τῆς δεῖνα· φανήτω μοι ἡ ἀγαθή σου μορφή, ὅτι δουλεύω ὑπὸ τὸν σὸν 〈κόσμον τῷ σῷ〉 ἀγγέλῳ ἀναγ βιαθι (λόγος). ἐπικαλοῦμαί σε, κύριε, ἅγιε, πολυύμνητε, μεγαλότιμε, κοσμοκράτωρ, | |
620 | Σάραπι, ἐπίβλεψόν μου τῇ γενέσει καὶ μὴ ἀπο‐ στραφῇς με, ἐμὲ τὸν δεῖνα, ὃν ἡ δεῖνα, τὸν εἰδότα σου τὸ ἀλη‐ θινὸν ὄνομα καὶ αὐθεντικὸν ὄνομα· ‘ωαωηω ωεοη ιαω ιιιααω θηθου θη ααθω αθηρουω ρ αμια‐ θαρ μιγαρνα· χφουρι ιυευηοωαεη α· εε ηηη | |
625 | ιιιι οοοοο υυυυυυ ωωωωωωω Σεμεσιλάμμψ αεηιουω· ηωουε λινουχα νουχα Ἁρσάμοσι ισνορσαμ· οθαμαρμιμ· αχυχ χαμμω.‘ ἐπικαλοῦμαί σε, κύριε, ᾠδικῷ ὕμνῳ ὑμνῶ σου τὸ ἅγιον κρ〈ά〉τος· αεηιουωωω.‘ | |
630 | ἐπίθυε λέγων· ‘ηιουω· ιουω· ουω· υω· ω· α εε ηηη· ιιιι οοοοο υυυυυυ ωωωωωωω· ωηωαωαω οοουο ιιιιιαω ιιυυυοαηα·υο. διαφύλαξόν με ἀπὸ πάσης τῆς ἰδίας μου ἀστρικῆς, ἀνάλυσόν μου τὴν | |
635 | σαπρὰν εἱμαρμένην, μέρισόν μοι ἀγαθὰ ἐν τῇ γεν‐ έσει μου, αὔξησόν μου τὸν βίον καὶ ἐν πολλοῖς ἀγα‐ θοῖς, ὅτι δοῦλός εἰμι σὸς καὶ ἱκέτης καὶ ὕμνησά σου τὸ αὐθεντικὸν ὄνομα καὶ ἅγιον, κύριε, ἔνδοξε, κοσμοκρ‐ | |
άτωρ, μυριώτατε, μέγιστε, τροφεῦ, μερισ‐ | ||
640 | τά, Σάραπι.‘ ἐφελκυσάμενος πνεῦμα πάσαις ταῖς αἰ〈σ〉θήσεσι φράσον τὸ ὄνομα τὸ πρῶτον ἑνὶ πνεύμ〈α〉τι ἀπηλιώτῃ, τὸ βʹ νότῳ, τὸ γʹ βορρᾷ, τὸ δʹ λιβί, καὶ ἀριστερ〈ὰν〉 ἀνακλιθεὶς 〈εἰσ〉 τὸ δεξιὸν γόνυ αʹ, γῇ αʹ καὶ σελήνῃ αʹ, ὕδατι αʹ, οὐρανῷ αʹ· ‘ωαωη ωω εοηιαω | |
645 | ιιι· ααω θη θου θη ααθω αθηρουω‘ (γράμματα λϛʹ). ἔχε δὲ πινακίδα, εἰς ἣν μέλλεις γράφειν, ὅσα σοι λέγει, καὶ μαχαῖρι, ἵνα ἂν τὰ θύματα θύῃς, καθαρὸς ἀπὸ πάντων, καὶ σπονδήν, ἵνα σπείσῃς. πάντα δέ σοι | |
13(650) | παρακείσθω ἑτοῖμα. σὺ δ’ ἐν λίνοις ἴσθι καθαροῖς, ἐστεμμένος ἐλαΐνῳ στεφάνῳ, ποιήσας τὸν πέτασον οὕτως· λαβὼν σινδόνα καθαρὰν ἔνγραψον κροσῷ τοὺς τξεʹ θεούς, ποίησον ὡς καλύβην, | |
655 | ὑφ’ ἣν ἴθι τελούμενος. ἔχε δὲ καὶ κατὰ τοῦ τραχήλου κιννάμωμον· αὐ‐ τῷ γὰρ ἥδεται τὸ θεῖον, καὶ τὴν δύναμιν παρέσχετο. ἔχε δὲ καὶ ἐκ ῥίζης δάφνης τὸν συνεργοῦν‐ | |
660 | τα Ἀπόλλωνα γεγλυμ〈μ〉ένον, ᾧ παρέ〈σ〉τη κεν τρίπους καὶ Πύθιος δράκων. γλύψον δὲ περὶ τὸν Ἀπόλλωνα τὸ μέγα ὄνομα Αἰγυπτι〈α〉κῷ σχήματι· ἐπὶ τοῦ στήθους ἀναγραμ〈μ〉ατιζό‐ μενον τοῦτο τὸ 〈ὄνομα〉· ‘Βαϊνχωωωχωωωχνιαβ,‘ | |
665 | κατὰ δὲ τοῦ νώτου 〈τοῦ〉 ζῳδίου τὸ ὄνομα τοῦτο· | |
‘Ἰλιλλου Ἰλϊλλου Ἰλιλλου,‘ περὶ δὲ τὸν Πύθιον δράκοντα καὶ τὸν τρίποδα· ‘Ἰθωρ μαρμαραυγὴ φωχω φωβωχ.‘ ἔχε δὲ τοῦτον κατὰ τοῦ τραχήλου τελέσας συνερ‐ | ||
670 | γοῦντα πάντα μετὰ τοῦ κινναμώμου. προαγνεύσας οὖν, ὡς προεῖπον, πρὸ ζʹ ἡμερῶν σελήνης λειπούσης, κατὰ τὴν σύνοδον χαμαικοιτῶν, κατὰ πρωῒ ἀνιστάμενος τὸ〈ν〉 ἥλιον χαιρέτισον ἐπὶ ἑπτὰ ἡμέρας λέγων καθ’ ἡμέραν τοὺς | |
675 | ὡρογενεῖς θεοὺς πρῶτον, εἶτα τοὺς ἐφεβδο‐ ματικοὺς τεταγμένους. μαθὼν δὲ τὸν κύριον τῆς ἡμέρας ἐκεῖνον ἐνόχλει λέγων· ‘κύρ〈ι〉ε, τῇ πόστῃ καλῶ τὸν θεὸν εἰς τὰς ἱερὰς θυσίασ‘, οὕτω ποιῶν ἄχρι τῆς ὀγδόης ἡμέρας. ἐλθ‐ | |
680 | ὼν οὖν ἐπὶ τὴν ἡμέραν τὸ μεσονύκτιον, ὅταν ἡσυχία γένηται, ἀνάψας τὸν βωμὸν ἔχε παρεστῶτάς σοι τοὺς δύο ἀλεκτρυόνας καὶ τοὺ〈σ〉 βʹ λύχνους ἡμμένους, οἷς οὐκέτι ἐπιβαλεῖς ἔλαιον. ἄρξαι δὲ λέγειν τὴν στήλην καὶ τὸ | |
685 | μυστήριον τοῦ θεοῦ. ἔχε δὲ κρατῆρα παρακεί‐ μενον ἔχοντα γάλα μελαίνης βοὸς καὶ οἶνον ἀθάλασσον. ἔστιν γὰρ ἀρχὴ καὶ τέλος. γράψας οὖν εἰς τὸ ἓν μέρος τοῦ νίτρου τὴν στήλην, ἧς ἡ ἀρχή· ‘ἐπικαλοῦμαί σε, τὸν πάντων μείζονα‘ | |
690 | καὶ τὰ λοιπά, ὡς πρόκειται, ἀπόλειξον, καὶ τὸ ἕτερον μέρος, οὗ ἐνεγράφη ἡ ζωγραφία, βρέξας εἰς τὸν κρατῆρα ἀπόπλυνε. γραφέσθω δὲ τὸ νίτρον | |
ἐξ ἀμφοτέρων, τῶν ἐπιθυμάτων καὶ τῶν ἀνθέων. πρὸ τοῦ δέ σε ἀποροφᾶν τὸ γάλα καὶ τὸ〈ν〉 οἶνον | ||
695 | ἐπερεῖς τὴν ἐντυχίαν ταύτην καὶ εἰπὼν κατάκου ἐπὶ τῶν στρωμάτων, κατέχων τὴν πινακίδα καὶ τὸ γραφεῖον, καὶ λέγε τὴν ‘κοσμοποιίαν‘, ἧς ἀρχή· ‘ἐπικαλοῦμαί σε τὸν τὰ πάντα περιέχοντα, πάσῃ φωνῇ καὶ πάσῃ διαλέκτῳ‘ καὶ τὰ ἑξῆς. ὅταν δὲ | |
13(700) | ἔλθῃς ἐπὶ τὰ φωνάεντα, λέγε· ‘κύριε, ἀπομιμοῦ‐ μαί σε ταῖς ζʹ φωναῖς, εἴσελθε καὶ ἐπάκουσόν μοι,‘ εἶτα τὸ τῶν κζʹ γραμμάτων ὄνομα ἐπίφερε. ἴσθι δὲ ἀνα‐ κείμενος ἐπὶ ψιάθῳ θρυΐνῃ ὑπεστρωμένῃ σοι χαμαί. εἰσελθόντος δὲ τοῦ θεοῦ μὴ ἐνατένιζε | |
705 | τῇ ὄψει, ἀλλὰ τοῖς ποσὶ βλέπε ἅμα δεόμενος, ὡς πρόκειται, καὶ εὐχαριστῶν, ὅτι σε οὐχ ὑπερηφά‐ νησεν, ἀλλὰ κατηξιώθης τῶν πρὸς διόρθωσιν βίου μελλόντων σοι λέγεσθαι. σὺ δὲ πυνθάνου· ‘δέσποτα, τί μοι εἵμαρται;‘ καὶ ἐρεῖ σοι καὶ | |
710 | περὶ ἄστρου καὶ ποῖός ἐστιν ὁ σὸς δαίμων καὶ ὁ ὡροσκόπος, καὶ ποῦ ζήσῃ καὶ ποῦ ἀποθανεῖσαι. ἐὰν δέ τι φαῦλον ἀκούσῃς, μὴ κράξῃς, μὴ κλαύσῃς, ἀλλὰ ἐρώτα, ἵνα αὐτὸς ἀπαλείψῃ ἢ μεθοδεύσῃ. δύναται γὰρ πάντα ὁ θεὸς οὗτος. πυθομένου σου οὖν τὰ πρῶτα | |
715 | εὐχαρίστει ὑπὲρ τοῦ αὐτὸν ἀκηκοέναι σου καὶ μὴ παρωρακέναι σε. οὕτω τούτῳ πάντοτε θυσία‐ | |
ζε καὶ τὰς εὐσεβείας πρόσφερε. ἐπακούει γάρ σοι οὕτως ἡ δὲ τοῦ πολεύοντος πῆξις περιέχει οὕτως· γνῶθι, τέκνον, τίνος ἡ ἡμέρα εἰς τὸ Ἑλληνικόν, | ||
720 | καὶ ἐλθὼν εἰς τὴν ἑπτάζωνον μέτρει ἀποκάτω‐ θεν, καὶ εὑρήσεις. ἐὰν γὰρ ἡμέρα Ἡλίου εἰς τὸ Ἑλ〈λ〉ηνικόν, Σελήνη πολεύει. οὕτως καὶ οἱ ὕστεροι, οἷον· | |
col1,723 | Ἑλληνικόν· | |
col1,724 | Ἥλιος | |
col1,725 | Σελήνη | |
col1,726 | Ἄρης | |
col1,727 | Ἑρμῆς | |
col1,728 | Ζεύς | |
col1,729 | Ἀφροδίτη | |
col1,730 | Κρόνος | |
col2,724 | Μοϋσέως Μονάς, | |
col2,725 | ἡ καὶ ὑπόμνημα | |
col2,726 | ἐπικαλουμένη, | |
col2,727 | ἑπτάζωνος | |
col3,723 | ἑπτάζωνος· | |
col3,724 | Κρόνος | |
col3,725 | Ζεύς | |
col3,726 | Ἄρης | |
col3,727 | Ἥλιος | |
col3,728 | Ἀφροδίτη | |
col3,729 | Ἑρμῆς | |
col3,730 | Σελήνη | |
731 | Μοϋσέως ἀπόκρυφος ηʹ. ἐν ἄλλῳ, 〈ὃ〉 εὗρον, ἐγέγραπτο· ‘Μοϋσέως ἀπόκρυφος βίβλος περὶ τοῦ μεγάλου ὀνόματος, ἡ κατὰ πάντων, ἐν ᾗ ἐστιν τὸ ὄνομα τοῦ διοικοῦν〈τος τὰ πάντα.‘ προσλήμψῃ δέ, ὦ τέκνον, ἐπὶ τῆς αὐτο‐ | |
735 | ψίας τούς τε ἡμερησίους καὶ ὡρογενεῖς θεοὺς καὶ τοὺς ἑβδοματικούς, τοὺς κατὰ βίβλον, καὶ τοὺς ιβʹ τριακοντάρχας καὶ τῶν 〈ζʹ〉 γραμμάτων ὄνομα τὸ ἐν τῇ πρώτῃ βίβ〈λ〉ῳ, ὃ καὶ ἔχεις ἐν τῇ ‘Κλει‐ δὶ‘ κείμενον, ὅ ἐστιν μέγαν καὶ θαυμαστόν. αὐτὸ γάρ ἐστιν τὸ ἀναζωπυροῦν τὰς πάσας βίβλους 〈σ〉ου. | |
740 | προτέθειμαι δέ σοι τὸν ὅρκον τὸν κατὰ βί〈β〉λον προ‐ κείμενον· ἐπιγνοὺς γὰρ τῆς βίβλου τὴν δύναμι〈ν κρύψεις, ὦ τέκνον· ἐναπόκειται γὰρ αὐτῇ τὸ κυρίου ὄνομα, ὅ ἐστι Ὀγδοάς, θεὸς ὁ τὰ πάντα ἐπιτάσσων καὶ διοικῶν. τούτῳ γὰρ ὑπετάγησαν ἄγγελοι, ἀρχάγγελοι, δαί‐ | |
745 | μονες, δαιμόνισσαι καὶ πάντα τὰ ὑπὸ τὴν κτίσ‐ ιν. πρόκειται δὲ καὶ ἕτερα ὀνόματα δʹ. τόδε θʹ γραμμάτων, καὶ τό‐ δε ιδʹ γραμμάτων, καὶ τὸ τῶν κϛʹ γραμμάτων, καὶ τὸ τοῦ Διός. χρήσῃ δὲ αὐτοῖς ἐπὶ τῶν μὴ καταυγαζομένων παίδων, ὅπως | |
13(750) | θεωρήσῃ ἀπαραιτήτως, καὶ ἐπὶ πάντων τῶν λόγων καὶ τῶν χρειῶν· ἐπισκέψεων, ἡλιομαντιῶν, εἰσοπτρομαντιῶν. ἐπανάγκῳ δὲ χρήσῃ τῷ με γάλῳ ὀνόματι, ὅ ἐστιν Ὀγδοάς, θεὸς ὁ τὰ πάντα διοικῶν τὰ κατὰ τὴν κτίσιν. δίχα 〈γὰ〉ρ αὐτοῦ ἁπλῶς οὐδὲν | |
755 | τελεσθήσεται. κρύβε μαθών, τέκνον, τὸ τῶν θʹ γραμμάτων· ‘αεη· εηι· ουω‘, καὶ τὸ τῶν ιδʹ γραμμάτων· ‘υσαυ· | |
σιαυε· ιαωυς,‘ τὸ δὲ τῶν κϛʹ γραμμάτων· ‘αραββαου αραβα‘ (αʹ), Διὸς ὄνομα· ‘χοναϊ ϊεμοι χο·ενι κα·αβια σικβα φορουομ επιερθατ‘. | ||
760 | ἔστιν καὶ ἡ τοῦ ἑπταγραμμάτου ὑπόδειξις καὶ ὁ λόγος, ᾧ ὑπακούει ὁ θεός· ‘δευρό μοι, ὁ ἐκ τῶν δʹ ἀνέμων, ὁ παντο‐ κράτωρ, ὁ ἐνφυσήσας πνεῦμα ἀνθρώποις εἰς ζωήν, οὗ ἐστιν τὸ κρυπτὸν ὄνομα καὶ ἄρρητον (ἐν ἀν‐ θρώπου στόματι λαληθῆναι οὐ δύναται), | |
765 | οὗ καὶ οἱ δαίμονες ἀκούοντες τὸ ὄνομα πτο‐ ῶνται, οὗ ὁ ἥλιος Ἁρνεβουατ βολλοχ βαρ‐ βαριχ: β Βααλσαμὴν: πτιδαιου Ἁρνεβουατ· καὶ 〈ἡ〉 σελήνη Ἁρσενπενπρωουθ βαρβαραιωνη οσραρ μεμψεχει: ὀφθαλμοί εἰσιν ἀκάματοι, | |
770 | λάμποντες ἐν ταῖς κόραις τῶν ἀνθρώπων, ᾧ οὐρανὸς κεφαλή, αἰθὴρ δὲ σῶμα, γῆ δὲ πόδες, τὸ δὲ περὶ σ〈ὲ〉 ὂν ὕδωρ ὁ Ἀγαθὸς Δαίμων. σὺ εἶ ὁ ὠ‐ κεανός, ὁ γεννῶν ἀγαθὰ καὶ τροφῶν τὴν οἰκου‐ μένην, σοῦ δὲ τὸ ἀένναον κωμαστήριον, | |
775 | ἐν ᾧ καθίδρυταί σου τὸ ἑπταγράμματον ὄνομα πρὸς τὴν ἁρ‐ μονίαν τῶν ζʹ φθόγγων ἐχόντων φωνὰς πρὸς τὰ κηʹ φῶτα τῆς σελήνης, σαρ ἀφαρα· αραφ α ι Ἀβρααρμ Ἀραφα· ἀβρααχ· περταωμηχ ἀκμηχ· Ἰάω ουεη Ἰάω ουε ειου αηω | |
780 | εηου Ἰάω, οὗ αἱ ἀγαθαὶ ἀπόρροιαι | |
τῶν ἀστέρων εἰσὶν δαίμονες καὶ Τύχαι καὶ Μοῖραι, ἐξ ὧν δίδοται πλοῦτος, εὐγηρασία, εὐτεκνία, τύχη, ταφὴ ἀγαθή. σὺ δέ, κύριε τῆς ζωῆς, ὁ βασιλεύων τῶν οὐρανῶν καὶ τῆς | ||
785 | γῆς καὶ πάντων τῶν ἐν αὐτοῖς ἐνδιατριβόν‐ των, οὗ ἡ δικαιοσύνη οὐκ ἀποκινεῖται, οὗ αἱ Μοῦσαι ὑμνοῦσι τὸ ἔνδοξον ὄνομα, ὃν δορυφορ‐ οῦσιν οἱ ηʹ φύλακες Η, Ω, Χω, Χουχ, Νουν, Ναυνι, Ἀμοῦν, Ἀμαυνι, ὁ ἔχων τὴν ἄψευ‐ | |
790 | στον ἀλήθειαν· ὄνομά σου καὶ πνεῦμά σου ἐπ’ ἀγα‐ θοῖς· εἰσέλθοις τὸν ἐμὸν νοῦν καὶ τὰς ἐμ‐ ὰς φρένας εἰς τὸν ἅπαντα χρόνον τῆς ζωῆς μου καὶ ποιήσαις μοι πάντα τὰ θελή‐ ματα τῆς ψυχῆς μου. | |
795 | σὺ γὰρ εἶ ἐγὼ καὶ ἐγὼ σύ. ὃ ἐ〈ὰν〉 εἴπω, δεῖ γενέσθαι. τὸ γὰρ ὄνομά σου ἔχω ἓν φυλακτήριον ἐν καρδίᾳ τῇ ἐμῇ, καὶ οὐ κατισχύσει με ἅπασα σὰρξ κινουμένη, οὐκ ἀντιτάξεταί μοι πᾶν πνεῦμα—οὐ δαιμόνιον, οὐ συνά〈ν〉τημα οὐδὲ ἄλλο τι τῶν καθ’ Ἅιδου πονηρῶν, | |
13(800) | δι〈ὰ〉 τὸ σὸν ὄνομα, ὃ ἐν τῇ ψυχῇ ἔχω καὶ ἐπικαλοῦμαι, καὶ 〈γενοῦ〉 ἐμοὶ διὰ παντὸς ἐπ’ ἀγαθο〈ῖ〉ς, ἀγαθὸς ἐπ’ ἀγαθῷ, ἀβάσκαντος ἀβάσκαντον ἐμοὶ διδοὺς ὑγείαν, σωτηρίαν, εὐπορίαν, δόξαν, νίκη〈ν〉, κράτος, ἐπαφρ〈ο〉δι‐ σίαν. κατάσχες τὰ ὄμματα τῶν ἀντιδικούν‐ | |
805 | των μοι πάντων καὶ πασῶν, ἐμοὶ δὲ δὸς χάρι〈ν〉 ἐπὶ πᾶσί μου τοῖς ἔργοις. ἀνοχ αιεφε | |
σακτιετη· βιβιου βιβιου σφη σφη νουσι νουσι σεηε σεηε σιεθω σιεθω· ουν χουντιαι·σεμβι· ϊμενουαι βαϊνφνουν· φνουθ· τουχαρ· σουχαρ· σαβαχαρ ανα θεοῦ Ἰεοῦ ιον εον· θωθω‐ | ||
810 | ουθρω·θρωρεσε εριωπω ιυη αη· ιαωαι αεηιουω αεηιουω· ηοχ· μανεβϊ χυχιω αλαραω· κολ· κολ· καατων κολκανθω βαλαλαχ αβλαλαχ Ὀθερχενθε βουλωχ βουλωχ Ὀσερχενθε | |
815 | μενθει, ὅτι προσείλημμαι τὴν δύναμιν τοῦ Ἀβραάμ, Ἰσὰκ καὶ τοῦ Ἰακὼβ καὶ τοῦ μεγάλ‐ ου θεοῦ δαίμονος Ἰάω ἀβλαναθαναλβα· σι‐ αβραθιλαω λαμψτηρ ιηι ωω, θεέ, ποίησον, κύριε περταωμηχ. | |
820 | χαχμηχ Ἰάω ουηε Ἰάω ουηε ιεου·αηω εηου Ἰάω.‘ ὑπόδειξις· εἰπὼν εἰς τὸν ἀπηλιώτην, εἳς τὴν δεξιὰν χεῖρα ἐπὶ τῶν εὐωνύμων καὶ τὴν εὐώνυμον ὁμοίως χεῖρα ἐπὶ τῶν εὐωνύμων, λέγε· α. | |
825 | ε〉ἰς τὸ〈ν〉 βορρᾶ〈ν〉, τὴν μίαν πὺξ προτείνας τῆς δεξιᾶς, λέγε· ε. εἶτα εἰς τὸν λίβα, ἀμφ‐ οτέρας χεῖρας προτείνας, λέγε· η. 〈ε〉ἰ〈σ〉 τὸ〈ν〉 νότον, ἀμφοτέρας ἔχων〉 ἐπὶ τοῦ στομάχου, λέγε· ι. εἰς τὴν γῆν, ἐπικύπ‐ | |
830 | των παραπτόμενος τῶν ἄκρων ποδῶν, λέ‐ γε· ο. 〈εἰσ〉 ἀέρα βλέπων, τὴν χεῖρα ἔχων κατὰ τῆς καρδίας, λέγε· υ. εἰς τὸν οὐρανὸν βλέπων, ἀμφοτέρας τὰς χεῖρας ἔχων ἐπὶ τῆς κεφ‐ αλῆς, λέγε· ω. | |
col1,837 | αʹ | |
col1,838 | ἀπηλιώτης | |
col1,839 | ἀήρ | |
col1,840 | βορρᾶ | |
col2,840 | εε | |
col3,836 | οὐρανός | |
col3,837 | ωωωωωωω | |
col3,838 | ωωωωωωω | |
col3,839 | υυυυυυ | |
col3,840 | οοοοο | |
col3,841 | γῆ | |
col4,840 | ηηη | |
col5,837 | ιιιι | |
col5,838 | νότος | |
col5,840 | λίψ | |
842 | ‘Ἐπικαλοῦμαί σε, ἀέναε καὶ ἀγένητε, τὸν ὄντα ἕνα, μόνον τῶ〈ν〉 πάντων συνέχοντα τὴν ὅλη〈ν〉 κτίσιν, | |
845 | ὃν οὐδεὶς ἐπίσταται, ὃν οἱ θεοὶ προσκυνοῦσιν, οὗ τὸ ὄνομα οὐδὲ θεοὶ δύνα〈ν〉ται φθέγ〈γ〉εσθαι. ἔν‐ πνευσον ἀπ’ ἐξάσθ〈ματος, πο〉λοκράτωρ, 〈τ〉ῷ ὑπό σε ὄν‐ τι, τέλεσόν μοι τὸ δεῖνα πρᾶγμα. ἐπικαλοῦμαί σε, ὡς ὑπὸ θεῶν ἀρρένων φωνῇ· | |
13(850) | ϊηω ουε ωηι υε αω ει ωυ αοη ουη εωα υηι ωεα οηω ιεου αω. ἐπικαλοῦμαί σε, ὡς ὑπὸ θεῶν θηλείων φωνῇ· ϊαη εωο ϊου εηϊ ωα εη ιη αι υο· ηιαυ εωο ουηε ιαω ωαι εουη υωηι | |
855 | εωα. ἐπικαλοῦμαί σε, ὡς οἱ ἄνεμοι προ〈σ〉αγ‐ ορεύουσιν. ἐπικαλοῦμαί σε, ὡς ὁ ἀπηλιώτης.‘ βλέπων πρὸς ἀπηλιώτην 〈λέγε〉· ‘α εε ηηη ιιιι οοοοο υυυυυυ ωωωωωωω, ἐπικαλοῦμαί σε, ὡς ὁ νότος.‘ πρὸς τὸν νότο〈ν〉 βλέπων λέγε· ‘ιοο υυυ· | |
860 | ωωωω ααααα εεεεε ηηηηηηη. ἐπικαλοῦμαί σε, ὡς ὁ λίψ.‘ στὰς πρὸς τὸν λίβα λέγε· ‘η ιι οοο υυυυ ωωωωω αααααα εεεεεεε. ἐπικαλοῦμαί σε, ὡς ὁ βορέασ‘. στὰς βλέπων πρὸς τὸν βορέαν λέγε· ‘ω αα εεε | |
865 | ηηηη ιιιιι οοοοοο υυυυυυυ. ἐπικαλοῦμα〈ί〉 σε, ὡς ἡ γῆ.‘ βλέπων ἐς τὴν γῆν λέγε· ‘ε ηη ιιι οοοο υυυυυ ωωωωωω ααααααα, ἐπικαλοῦ‐ μαί σε, ὡς 〈ὁ〉 οὐρανός.‘ βλέπων εἰς τὸν οὐρανὸν λέγε· ‘υ ωω ααα εεεε ηηηηη ιιιιιι οοοοοοο. | |
870 | ἐπικαλοῦμαί σε, ὡς ὁ κόσμος· ο υυ ωωω αααα εεεεε ηηηηηη ιιιιιιι. τέλεσόν μοι τὸ δεῖνα πρᾶγ〈μα〉 ταχύ. ἐπικαλοῦμαί σου τὸ ὄνομα, τὸ μέγιστον ἐν θεοῖς· ὃ ἐὰν εἴπω τέλειον, ἔσται σεισμός, ὁ ἥλιος στήσεται, καὶ ἡ σελήνη ἔνφοβος ἔσται, καὶ αἱ | |
875 | πέτραι καὶ τὰ ὄρη καὶ ἡ θάλασσα καὶ οἱ ποταμοὶ καὶ πᾶν ὑγρὸν ὑποπετρωθήσεται, ὁ κόσμος ὅλος συνχυθήσεται. ἐπικαλοῦμαί σε ιυευο ωαεη Ἰάω αεη αι εη αη | |
880 | ιουω ευη Ἰεου αηω ηι ωηι ιαη ιωουη αυη υηα ιω ιωαι ιωαι ωη εε ου ιω Ἰάω, τὸ μέγα ὄνομα· γενοῦ μοι λύγξ, ἀετός, ὄφις, φοῖνιξ, ζωή, κράτος, ἀνάγ〈κ〉η, εἴ‐ δωλα θεῶν, αιω ιωυ Ἰάω ηιω αα ουι αααα | |
885 | ε·ιυ ιω ωη Ἰάω αι· αωη ουεω αιεη ιουε υεια ειω ηιι υυ εε ηη ωαωη χεχαμψιμμ χανγαλας εηιου ιηεα ωοηοε ζ εὐωνύμων ζωιωιηρ ωμυρυρομρομοσ‘. ὧδε προάγων τὸν δεύτερον Ἰάω· ‘η | |
890 | ιι υυ εε ηη οαοη.‘ τελεῖται ἡλίοις τῆς ιγʹ αὕτη ἡ τελετὴ τοῦ χρυσοῦ πετάλου ἐκλειχομ‐ ένου τε καὶ ἐπιλεγομένου· ‘Ἰαια ιυ:οη ιευοω ηωι εο·η ωυ εη·υωη ωωο· ωωι ωαω εω ωη υω.‘ εἶτα τελειό‐ | |
895 | τερον· ‘αωευη οαι ιο ηυεωα ουω ωο ει ου εω οιυυ ωυυ ωι α εε ηηη ιιιι οοοοο υυυυυυ ωωωωωωω αω εοη εωη ιαα ηωι ηιω‘. ἐν τελετῇ ταῦτα ἑξάκις λέγεται σὺν τοῖς πᾶσι. γράφεται δὲ | |
13(900) | ἐν τῷ χρυσῷ πετάλῳ πρὸς τὸ ἐκλε〈ῖ〉ξαι τὰ ζʹ, ἐν δὲ τῷ ἀργυρῷ τὰ ζʹ πρὸς τὸ φυλακτήριον. οηω αω οοο υοιη ου υηι σορρα θωωμ χραλαμπηαψ ατουηγι. τὰ ἑξῆς πτερυγώ‐ | |
905 | ματα. ἐπὶ τοῦ χρυσοῦ πετάλου ἐπίγραφε τοῦτο· | |
‘αω ευηοι‘, ἀργυροῦ· ‘ιοηυεωα‘. αεηιουω αεηιουωω αεηιουωουω εηιουωα εηιουωωα εηιουωουωα ηιουωαε ηιουωωαε ηιουωουωαε | ||
910 | ιουωαεη ιουωωαεη ιουωουωαεη ουωαεηι ουωωαεηι ουωουωαεηι υωαεηιο υωωαεηιο υωουωαεηι〈ο〉 ωαεηιου ωωαεηιου ωουωαεηιου ... καὶ τὸν οὐρανὸν μέγαν, ἀένναον, ἄφθαρτον, οηω | |
915 | αω θοου οιη ου υηι ορχρα θωωμχρα Σεμεσιλαμ‐ ψ ατουητι δρουσουαρ δρουησρω γνιδα βαταιανα αγγαστα αμασουρουρ ουανα απαιστου ουανδα ωτι Σατραπερκμήφ· αλα Διόνυ‐ | |
920 | σε, μάκαρ, Εὔιε, υου υυυ, Θηνωρ, διάγων υυυ ευευευ υε ουω ξερθεναθια θαφθω οικρου· ωρ αραξ γω ω ααα εραρηραυ:ιηρ· Θούθ, ασησεναχθω λαρνιβαι αιοω κουφιω ισωθωνι παθενι ιεεενθηρ πανχοχιτας | |
925 | ουε· τιασουθ παχθεεσθ Ὑσεμμιγα〈δ〉ων Ὀρθώ, Βαυβώ, νοηραδηρ σοιρε σοιρε σανκαν‐ θαρα Ἐρεσχιγάλ, αππαρα κεωφ, Ἰάω, Σαβαώθ, Ἀβρατιαώθ, Ἀδωναί, Ζαγουρῆ, Ἁρσάμοσι ρανα κερνωθ λαμψουωρ. διὸ συνίσταμαί σοι διὰ | |
930 | τοῦ μεγάλου ἀρχιστρατηγοῦ Μιχαήλ, κύριε, ὁ μέγας ἀρχάγγελος τοῦ Ἰεοῦ αη αιω ευαι ι·η ιη ιωα ιηιη αιω εη αιω. διὸ συνίστα‐ μαι, ὁ μέγας, καὶ ἔχω σε ἐν τῇ καρδίᾳ μου αω εη εωηι αιαη ωη ιωαω εοηε ωηι ααη | |
935 | ωηιω‘. ὡς ὁ θεολ〈ό〉γος Ὀρφεὺς παρέδωκεν διὰ τῆς παραστιχίδος τῆς ἰδίας· ‘οισπαη Ἰάω ουεα Σεμεσιλάμ, αηοι υἱός, χολουε ἀρααραχαραρα ἠφθισίκηρε ωηευ‐ αιη ωιαι εαη εαη ωεα βορκα· | |
940 | βορκα φριξ ριξ ωρζα ζιχ μαρθαι ουθιν λιλιλιλαμ λιλιλιλωου ααααααα ωωωωωωω μουαμεχ, ὑγροπεριβόλε, αηω ωηα ηωα.‘ πνεῦσον ἔξω, ἔσω. διαπλήρωσον· ‘ει·αι· | |
οαι·‘ ἔσω προσβαλόμενος μύκησαι. (ὀλο‐ | ||
945 | λυγμός.) ‘δεῦρό μοι, θεῶν θεέ, αηωηι ηι Ἰάω αε οιωτκ‘. ἕλκυσαι ἔσω, πληροῦ καμμύων, μύκησαι, ὅσον δύνασαι, ἔπειτα σ‐ τενάξας συριγμῷ ἀνταπόδος. Ἐρώ‐ τυλος ἐν τοῖς Ὀρφικοῖς· ‘υοηεωαι ωαι | |
13(950) | υοηεαι υοηεω ερεπε, ευα ναρβαρνεζαγεγωη ηχραημ καφναμιας ψιφρι ψαιαρορκιφ‐ κα βρακιω βολβαλοχ· σιαιλασι· μαρομαλα μαρμισαι βιραιθαθι· | |
955 | ωο.‘ Ἱερὸς δὲ οὕτως· ‘μαρχωθ σαερμαχωθ· ζαλθαγαζα θα· βαβαθ βαθααθαβ α ιιι ααα ωοο ωωω ηηη ωνθηρ.‘ εἶτα· ‘βάθος αυμωλαχ.‘ ὡς δ’ ἐν τῇ πρὸς Ὦχον βασιλέα προσ‐ φωνούμενον ἅγιον ὄνομα ὑπὸ Θφὴ | |
960 | ἱερογραμματέως· ‘νεθμομαω μαρχαχθα χθαμαρ ζαξθ θαρνμ αχαχ· ζαροκοθαρα ωσς Ἰαω ουή σιαλωρ τιτη εαη Ἰάω ης ζεαθε ααα ηεου θωβαρραβαυ‘. | |
965 | ἐν δὲ τοῖς Εὐήνου ἀπομνημον‐ εύμασιν ὄνομα λέγει παρὰ τοῖς Αἰγυπτίοις 〈καὶ〉 Σύροις φωνεῖσθαι· ‘χθεθωνι‘. ὡς Ζωροάστρης ὁ Πέρσης ἐν 〈 〉· ‘ρνισσαρ ψυχισσαρ.‘ ὡς δὲ ἐν τοῖς | |
970 | Πύρρου· ‘ζζα ααα εεε ββμωεα ανβιωωω.‘ ὡς δὲ Μωϋσῆς ἐν τῇ Ἀρχαγγελικῇ· ‘αλδαζαω βαθαμ μαχωρ·‘ ἢ ‘βααδαμμαχωρ ριζξαη ωκεων πνεδ μεωυ ψ | |
975 | ·ψυχ φρωχ φερ·φρω ιαοθχω.‘ ὡς δ’ ἐν τῷ Νόμῳ διαλύεται ἁβ‐ ραϊστί· ‘Ἀβραάμ, Ἰσάκ, Ἰακώβ· αηω ηωα ωαη Ἰεοῦ ιεη ιεο Ἰάω ια ηι αο εη οε εω.‘ ὡς δὲ ἐν | |
980 | τῇ εʹ τῶν Πτολ〈ε〉μαϊκῶν, Ἓν καὶ τὸ Πᾶν ἐπιγραφομένῃ παν‐ αρέτῳ βίβλῳ (περιέχει γέννησιν πν‐ εύματος πυρὸς καὶ σκότο〈υ〉ς)· ‘κύριος αἰῶνος, ὁ πάντα κτίσας, θεὸς μόνος, ἄφθε‐ | |
985 | γκτος, θοροκομφουθ ψονναν νε‐ βουητι· ταττακινθακολ· σοονσ‐ ολουκε· σολβοσεφηθ· βορκα βορκα φριγξ ριξω ζαδιχ αμαρχθα ιου χωριν· λι λι λαμ λαμ ααααααα ιιιιιιι ωωωωω | |
990 | ωω εμαχ ηηη ναχ λιλιλι λαμ· χενη λιλιλιλ ωου αηω ωαη ιωα ωωω ηηη, ὑγροπεριβόλε, μοθραη εια ουω αουε θοπτοχ α ωω υυυ οοοο ιιιιι ηηη‐ ηηηη εεεεεε Ἀμοῦν Ἰααααω Ηι·Ηι· | |
995 | ἀνοχ αι ιω ωι ηι ορτονγουρ ωηαι ειαι ωηαι ωηοι αα ηι ουω ηι ιου ηω ηεαε Θάθ ιερ θαινον αβου, ὁ μέγας, μέγας Αἰών, θεέ, (κύ)ρ(ιο)ς Αἰών.‘ καὶ τὸ μέ〈γα〉 ὄνομα τὸ ἐν Ἱεροσολύμοις, ἐν ᾧ τὸ ὕδωρ ἐκφέρουσιν, ὅταν μὴ ἐνῇ 〈ἐ〉ν | |
13(1000) | σερᾷ· ‘αχμη ιεωη ιεηω ιαραββαο υχραβαωα, π〈οίει〉 τὸ δεῖνα πρᾶγμα, ὄνομα ἄφθεγκτον μεγάλου θεοῦ.‘ Λαβὼν χρυσῆν λεπίδα ἢ ἀργυρῆν χάρασσε ἀδαμαντίνῳ λίθῳ τοὺς ὑποκει‐ μένου〈σ〉 χαρακτῆρας τοὺς ἀφθέγκτους. ὁ δὲ | |
1005 | χαράσσων αὐτὰ ἔστω καθαρὸς ἀπὸ πάσης ἀκαθαρσίας, ἐστεμμένος τὰς χεῖρας τῷ ἀκμάζοντι στεφάνῳ ἅμα ἐπιθύων λίβανον. γραφέτω δὲ τὴν λύσιν αὐτοῦ ὀπί‐ σω τοῦ πετάλου· εἶτα λαβὼν αὐτὸ κεχα‐ | |
1010 | ραγμένον βάλε αὐτὸ εἰς γλωσσόκομον κα‐ θαρὸν καὶ θὲς ἐπὶ τριπόδου καθαροῦ περιβεβλημένου ὀθονίῳ. κόσμει δὲ καὶ παράθεσιν στροβίλων, ἄρτων καβόνιον, τραγημάτων, ἀνθέων καιρικῶν, οἶ‐ | |
1015 | νον ἀθάλασσον Αἰγύπτιον. εἶτα βαλὼν μὲν γάλα, οἶνον, ὕδωρ ἐν και‐ νῷ ἀγγείῳ ἅμα σπένδε λιβανωτί‐ ζων, καὶ παρακείσθω λύχνος καθαρ‐ ός, ῥοδίνου μεστός, καὶ λέγε· ‘ἐπικα‐ | |
1020 | λοῦμαί 〈σε〉 τὸν ἐν τῷ οὐρανῷ μέγιστον θεόν, κύριον ἰσχυρόν, μεγασθενῆ Ἰάω ουω ιω αιω ουω, ὁ ὤν. τέλει δέ μοι, κύριε, τὸν μέγαν, κύριον, ἄφθεγ〈κ〉τον χαρακτῆρα, ἵνα αὐτὸν ἔχω καὶ ἀκίν‐ | |
1025 | δυνος καὶ ἀνίκητος καὶ ἀκατα‐ | |
μάχητος παραμένω, ἐγὼ ὁ δεῖνα.‘ πειρῶ δὲ κατασκευάζειν αὐ‐ τὸν 〈σελήνησ〉 οὔσης ἐν ἀνατολῇ καὶ συν‐ απτούσης ἀγαθοποιῷ ἀστέρι ἢ Διῒ | ||
1030 | ἢ Ἀφροδίτῃ, καὶ ἐπιμαρτυροῦν‐ τος μηδενὸς κακοποιοῦ, Κρόνου ἢ Ἄρεως. βέλτιον δ’ ἐ‐ ποίεις ἂν, ἑνὸς τῶν γʹ ἀστέρων τῶν ἀγαθοποιῶν ὄντος ἐν ἰδίῳ | |
1035 | οἴκῳ, τὴν συναφὴν ἐπιλαμβα‐ νομένης τῆς σελήνης ἢ διαμαρτυρού‐ σης ἢ κατὰ διάμε‐ τρον, ἐν ἀνατολῇ ὄντος καὶ τοῦ ἀστέρος. ἔσται γάρ σοι πρακτικὴ πρᾶξις. μὴ | |
1040 | οὖν μάτην 〈τὴν〉 ἐπίλυσιν αὐτοῦ δια‐ φωνῇς, εἰ μὴ σεαυτοῦ παραί‐ τιος ἔσῃ, ἀλλὰ ἐν σεαυτῷ ἔχε. εἰσὶν δὲ αὐτοῦ αἱ χρεῖαι· ὅταν ὑ‐ ποτάξῃς φόβον ἢ ὀργήν, λαβὼν | |
1045 | φύλλον δάφνης ἐπίγραψον τὸν χαρακτῆρα, ὥ〈σ〉 ἐστιν, καὶ δείξας τῷ ἡλίῳ λέγε· ‘ἐπικαλοῦμαί σε τὸν ἐν τῷ οὐρανῷ μέγαν θεόν, κύρι‐ ον 〈ἰσχυρόν〉, μεγασθενῆ Ἰάω, ουω ιω αιω ουω, ὁ ὤν· διαφύλαξόν με ἀπὸ παντὸς φόβου, | |
13(1050) | ἀπὸ παντὸς κινδύνου τοῦ ἐνεστῶτός μοι ἐν τῇ σήμερον ἡμέρα, ἐν τῇ ἄρτι ὥρᾳ.‘ ταῦτα εἴπας γʹ ἔκλειξον τὸ φύλλον καὶ ἔχε μετὰ σεαυτοῦ τὸ πέταλον, ἐὰν δὲ διὰ χειρῶν, ἐπὶ τῇ χειρί. | |
1055 | [Magical Character][Magical Character] ἡ δὲ ἐπίλυσις ἡ εἰς τὸ [Magical Character][Magical Character] [Magical Character] [Magical Character] ὀπίσω γραφομένη· | |
[Magical Character][Magical Character][Magical Character][Magical Character] παιθ· Φθᾶ φοωζα Μοϋσέως ἀπόκρυφος Σεληνιακή· ‘Οινελ βιου Χνουβ ουηρ, ακρομβους | ||
1060 | ουραοι ουηρ αι Ἁφ Ὡρ οκι ἀνοχ βωρινθ μαμικουρφ αει αει η αει ειε ειη, Τεθ ουρ ουρ ουηρ με χρου‐ ρ χου ταις εχρηζη εχριγξ μαμια ουρφ, γυναικόμορφε θεά, δεσπότι Σελήνη, | |
1065 | ποίησον τὸ δεῖνα πρᾶγμα.‘ Ἄνοιξις. λαβὼν ὀμφαλὸν κορκοδείλου ἄρσενος (ποταμο‐ γείτονος λέγει) καὶ ὠὸν κανθάρου καὶ κυνοκεφάλου καρδίαν (ζμύρναν λέγει, κρί‐ νινον μύρον), ἔμβαλε εἰς ἀγγεῖον καλάϊ‐ | |
1070 | νον, καὶ ὅταν θέλῃς ἀνοῖξαι, πρόσαγε τῇ θύρᾳ τὸν ὀμφαλὸν λέγων· ‘νη θαιμ θολαχ θεχεμβαορ θεαγον πενταθεσχι βωτι, [καλῶ σε], ἐν τῷ βυθῷ τὴν δύναμιν ἔχουσαν, ἐμοί, ἵν’ εὔοδον | |
1075 | ἄρτι μοι εἴη, ὅτι λέγω σοι· σαυαμβοχ μερα χεοζαφ ωσσαλα Βυμ‐ βὴλ πουο τουθω οιρηρει αρνοχ.‘ Ἐὰν εἴδη φωνῆσαι 〈θελήσῃς ...〉 Μοϋσέως | |
ἀπόκρυφος ἡ Δεκάτη. | ||
14 | ‘Ἐπικαλοῦμαί σε, τὸν ἐν τῷ ἀοράτῳ σκότει καθήμενον καὶ ἀνὰ μέσον ὄντα τῶν μεγάλων θεῶν, δύνοντα καὶ παραλαμβάνοντα τὰς ἡλιακὰς ἀκτῖνας καὶ ἀναπέμποντα τὴν φαεσφόρον θεὰν Νεβουτοσουαληθ, θεὸν μέγαν Βάρζαν βουβαρζαν ναρζαζουζαν βαρζαβουζαθ, | |
5 | Ἥλιον· ἀνάπεμψόν μοι ἐν τῇ νυκτὶ ταύτῃ τὸν ἀρχάγγελόν σου Ζεβουρθαυνην, χρημάτισον ἐπ’ ἀληθείας, ἀληθῶς, ἀψευδῶς, ἀν‐ αμφιλόγως περὶ τοῦδε πράγματος, ὅτι ἐξορκίζω σε κατὰ τοῦ ἐν τῇ πυρίνῃ χλαμύδι καθημένου ἐπὶ τῆς ἀ〈κ〉ρουραίας κεφαλῆς τοῦ Ἀγα‐ θοῦ Δαίμονος παντοκράτορος, τετραπροσώπου δαίμονος ὑψίστου, σκο‐ | |
10 | τίου καὶ ψυχαγωγαίου Φώξ. μή μου παρακούσῃς, ἀλλὰ ἀνάπεμψον τάχος τῇ νυκτὶ ταύτῃ 〈κατ’〉 ἐπιτα[γ]ὴν τοῦ θεοῦ‘. τοῦτο εἴπας γʹ ... Μή με δίωκε, ὅδε· ἀνοχ Παπι πετο[υ] μετουβανες. βαστάζω τὴν ταφὴν τοῦ Ὀσίρεως, καὶ ὑπάγω κατασ[τ]ῆσαι αὐτὴν εἰς Ἄβιδος, καταστῆσαι εἰς Ταστας καὶ καταθέσθαι εἰς [Ἀ]λχάς. ἐάν μοι ὁ δεῖνα κόπου[ς] | |
15 | παράσχῃ, προσ〈τ〉ρέψω αὐτὴν αὐτῷ. Ἐ[πι]καλοῦμαί σε τὸν ἐ[ν] τῷ κενεῷ πνεύματι, δεινόν, ἀόρατον, παν[τ]οκράτορα, θεὸν θεῶν, φθοροποιὸν καὶ ἐρημοποιόν, ὁ μισῶν οἰκίαν εὐσταθοῦσαν, ὃς ἐξεβρά〈σ〉θης ἐκ τῆς Αἰγύπτου καὶ ἔξω | |
χώρας ἐπενομάσ[θ]ης, ὁ πάντα ῥήσσων καὶ μὴ νικώμενος, | ||
20 | ἐπικαλοῦμαί σε, Τ[υ]φῶν Σήθ, τὰς σὰς μαντείας ἐπιτέ〈λ〉λω, ὅτι ἐπικαλοῦμαί [σ]ε τὸ σὸν αὐθεντικόν σου ὄνομα, ἐν οἷς οὐ δύνῃ παρακοῦσαι· ϊω Ἐρβηθ, ϊω Πακερβηθ, ϊω Βολχωσηθ ϊω Παταθναξ ϊω Σωρω ϊω [Ν]εβουτοσουαληθ Ἀκτιῶφι, Ἐρεσχιγάλ, Νεβουτοσοαληθ, ἀβεραμενθωου λερθεξαναξ εθρελυωθ νεμαρεβα, αεμινα | |
25 | (ὅλον), ἧκέ μοι κ[αὶ] βάδισον καὶ κατάβαλε τὸν δεῖνα (ἢ τὴν δεῖνα) ῥίγει καὶ πυ‐ ρετῷ· αὐτὸς ἠδ[ί]κησέν με καὶ τὸ αἷμα τοῦ Τυφῶνος ἐξέχυσεν παρ’ ἑαυ‐ τῷ (ἢ αὑτῇ). διὰ το[ῦ]το ταῦτα ποιῶ (κοινά). | |
15 | Ἐ[π]ιδήσω σε, Νῖλε, τὸν καὶ Ἀγαθὸν Δαίμονα, ὃν ἔτεκε Δημητρία, κακοῖς μεγάλοις, οὐδὲ θεῶν οὐδὲ ἀνθρώπων εὕρω σοι καθαρὰν λύσιν, ἀλλὰ φιλήσεις με Καπετωλίναν, ἣν ἔτεκε Πεπεροῦς, θεῖον ἔρωτα καὶ ἔσῃ μοι κατὰ πάντα ἀκόλουθος, ἕως ἂν ἐγὼ βούλωμαι, ἵνα μοι ποιῇς ἃ ἐγὼ θέλω καὶ μηδενὶ ἄλλῃ, καὶ μηδενὸς ἀκούῃς εἰ μὴ ἐμοῦ μόνης Καπετωλίνας, ἐπιλήσῃ γονέων, | |
5 | τέκνων, φίλων. π[ρο]σεξορκίζω ὑμᾶς δαίμονες τοὺς ἐν τῷ τόπῳ τούτῳ, Αλυηαηλ | |
...λιονω Σουαφαλω Λυβαλολυβηλ Οικαλλισσαμαεω Λυβαλαλωνη Λυλωηυ Λυοθνοις Οδισσασον Αλελαδα. Καπετωλίνα ἔχω τὴν εὐρωστίαν, καὶ ἐπιτυχὼν Νεῖλος ἀποδώσεις τὰς χάριτας. πάντας Ἑσ〈ι〉ῆτας καὶ τοὺς ἀγάμους καὶ ἀνεμοφορήτους ἀφιᾶσι̣. ἐνθῶ τὴν παρακατα‐ θήκην ταύτην, ἵνα μοι τελέσητε πάντα τὰ ἐν τῷ πιττακίῳ γεγραμμένα, δι’ ἃ ὁρκίζω | ||
10 | ὑμᾶς δαίμονες τὴν συνέχουσαν ὑμᾶς βίαν καὶ ἀ[νά]νκην· τελέσατέ μοι πάντα κ̣αὶ εἰσπηδήσατε καὶ περιέλετε Νίλου, οὗ ἐστιν ἡ οὐσία, τ̣ὸ̣ν νοῦν, ἵνα μου ἐρᾷ Καπετωλίνας καὶ ἀσάλευτός μου ᾖ Νῖλος, ὃν ἔτεκε Δημητρία, πάσῃ ὥρᾳ καὶ πάσῃ ἡμέρᾳ. διορκίζω ὑμᾶς δαίμονας κατὰ τῶν ὑμῶν πικρῶν ἀναγκῶν τῶν ἐχουσῶν ὑμᾶς καὶ ἀνεμοφορήτων, Ιω Ιωε Φθουθ Ειω Φρη, ὁ μέγιστος δαίμων Ἰαὼ Σαβαὼ | |
15 | Βαρβαρε Λαιλαμψ Ὀσορνωφρι Εμφερα, ἐν τῷ οὐρανῷ θεὸς ὁ μονογενής, ὁ ἐκσαλεύων τὸν βυθόν, ἐξαποστέλλων ὕδατα καὶ ἀνέμους· ἔξαφες τὰ πνεύμα‐ τα τῶν δαιμόνων τούτων ὅπου μού ἐστιν ἡ πύξις, ἵνα μοι τελέσωσι τὰ ἐν τῷ πυξιδίῳ ὄντα, ἤτε ἄρσενες ἤτε θήλειαι, ἤτε μικροὶ ἤτε μεγάλοι, ἵνα ἐλθόν‐ τες τελέσωσι τὰ ἐν τῷ πυξιδίῳ τούτῳ καὶ καταδήσωσι Νῖλον τὸν καὶ | |
20 | Ἀγαθὸν Δαίμονα, ὃν ἔτεκε Δημητρία, ἐμοὶ Καπιτωλίνᾳ, ἣν ἔτεκε Πιπερο[ῦς], | |
[ὅλο]ν τῆς ζωῆς αὐ̣τοῦ χρόνον. φιλῇ με Νῖλος φίλτρον αἰώνιον. ἤδη ἤδη ταχ[ὺ ταχύ.] | ||
16 | Ὁρκίζω σε, νεκύ[δαιμον], κατὰ τοῦ μηθ̣[.]ο̣υ̣ μαχερε̣μα φαχε[λε]ζ[εθι] αλωια βαθαβλεουχαχι Ἀβαώς, ομωχαλ αραχρ̣α̣υχ[..]ου αμερρα μαχερθα φαχελεζε̣θι· ποίησ[ον] φθείνειν [καὶ] κ̣α̣τ̣α̣[τ]ήκεσθαι [Σ]αραπίωνα ἐπὶ τῷ ἔρωτι Διοσκοροῦτος, ἣν [ἔτεκε Τικω]ί. καῦ‐ | |
5 | [σο]ν τὴν καρδί[αν αὐτοῦ, ἔ]κτηξον, καὶ τὸ αἷμα [αὐτο]ῦ ἐ[κθήλα]σόν μου φιλίᾳ, ἔρωτι, ὀδύνῃ, ἕω[ς ἔλθ]ῃ Σαραπίων, ὃν ἔτεκε Πα[σάμητρ]α, πρ[ὸς Διοσκοροῦν, ἣ[ν] ἔτεκε Τικωί, [καὶ ποι]ήσῃ τὰ κατα[θύμιά] μου πάντα καὶ δι[αμείνῃ] ἐμὲ φιλῶν, [ἕως ὅτ]ου εἰς Ἅιδην [ἀφίκ]ηται. ὁρκίζω σε, νεκυδαίμονα, κατὰ τοῦ Ἀδωναίου Σαβ[αὼθ] αμαραχθει | |
10 | αξ̣ι̣αωθ αζαρ θεὲ αθ̣ρ̣ωα̣ σου̣ [7] ομαλαξα θε[ὲ ...]εν μαρατα α̣χ̣ω̣ χιμμι νεμεγαιφ̣ υ[..]α̣[χι]λθτεε̣ μαρ[αδθ]α̣ θαρβι αψωχ[...]· ποίησον [φθείνε]ιν καὶ κατατήκεσθαι Σαρα[πίων]α, ὃν ἔτεκε Πασάμητρα, ἐπὶ τῷ ἔρωτι Διοσκοροῦτος, ἣν [ἔτ]εκε [Τικ]ωί. στίξαι τὴν καρδίαν αὐτ[οῦ,] ἔκτηξον, καὶ τὸ αἷμα αὐτοῦ ἐκ[θήλ]ασον φιλίᾳ, ἔρ[ω]τι, ὀδύνῃ, | |
15 | [ἕως] ἔλθῃ Σαραπίων, ὃν ἔ[τεκε] Πασάμητρα, [πρ]ὸς Διοσκορο〈ῦ〉ν, [ἣν] ἔτεκε Τικουί, καὶ ποιήσῃ τὰ κατ[αθ]ύμιά μου πάντα καὶ διαμείνῃ [ἐμ]ὲ φιλῶν, ἕως ὅτ[αν εἰ]ς [Ἅδ]ην ἀφίκηται. [ὁ]ρκίζω σε, νεκύ‐ [δαι]μον, κατὰ καρδίας υἱοῦ Κρόν[ου ......] ω̣υρωνυ̣[...] λι[..] εὐλ[αμ]ω[σι...] [..]μεραθα· ποίησον φθε[ί]νειν καὶ κατ[ατή]κεσ[θαι Σα]ραπίων[α,] | |
20 | ὃν ἔτεκε Πασάμητρα, ἐπὶ τῷ ἔρωτι [Διοσκο]ροῦτος, ἣν ἔτεκε Τικοΐ, καὶ | |
τὴν καρδίαν αὐτοῦ ἔκτηξο[ν καὶ τὸ] αἷμα αὐτοῦ ἐκθήλασον φιλίᾳ, ἔρωτι, ὠδύνῃ, [ἕω]ς ἔλθῃ Σαραπίων, ὃν ἔτεκε Πασάμητρα, πρὸς Διοσκοροῦν, ἣν ἔτεκε Τακουί, καὶ ποιήσῃ τὰ κατα‐ θύμιά μου πάντα καὶ δια[μείνῃ] ἐμὲ φιλῶν, ἕως ὅταν | ||
25 | εἰς Ἅιδην ἀφίκηται. ὁρκίζω σε, νεκυδαίμων, κατὰ τοῦ ὑπο στηηααλεβμου ευα[..] νεκελα[..]τοσαν[...] ακετοριμισεφονυμι στασα̣χη αμωτ̣ι̣λ̣ω̣ νεβου[τοσουαληθ· ποίη]σον φθείνειν κα[ὶ] κατατήκεσθαι Σαραπίωνα, ὃν ἔτ[εκε Πασάμητρα, ἐπὶ τῷ ἔρωτι Διοσκ]οροῦτος, ἣν ἔτεκε Τικουί, [τὴν καρδίαν αὐ]τοῦ ἔκτηξον [καὶ τὸ] αἷμα αὐ‐ | |
30 | τοῦ ἐκθήλασον φι̣λ̣[ίᾳ, ἔρωτι, ὀδύνῃ, ἕως ἔλθῃ Σα]ραπίων, ὃν ἔτεκε Πασάμ[ητρα, ἐπὶ τῷ ἔρωτι Διοσκοροῦτος, ἣν ἔτεκε] Τικ[ω]ί, καὶ ποι[ήσῃ τὰ] κατα[θύμιά μου πάντα] καὶ διαμείνῃ ἐμὲ φιλῶν, ἕως [ὅταν εἰς Ἅιδην ἀφίκηται. ὁρκίζω σε, νεκυ]δαίμων, κατὰ τοῦ μ̣[.....]μαση λε̣α̣ι̣[..] μεα[....]ρμ̣ω̣[.]σ̣ε̣γ̣ε β[.]δησαωουα | |
35 | φεσφτου ἀμίαντον ηι ὀνόματα(?) [9] ξαι βαιμεβοτησαι φθασιαυ· σαιεξεεθα χθεθω ου νεβιωθ̣υ λαιουθ̣· ποίησον φθείνειν καὶ κατατήκ[εσ]θαι Σαραπίωνα, ὃν [ἔτε]κε Πασάμη[τρα], ἐπὶ [τῷ ἔ]ρωτι [Διοσκορ]οῦτ[ος, ἣ]ν ἔτε‐ κε Τικ[ο]υί, καὶ τ[ὴν καρδίαν] αὐτοῦ [ἔκτηξον καὶ τ]ὸ αἷμα αὐ‐ | |
40 | τοῦ ἐκθήλασ[ον φιλίᾳ, ἔρω]τι, ὀδύ[νῃ, ἕως ἔ]λθῃ Σαραπίων, [ὃ]ν ἔτεκε Πασάμη[τρα, πρὸς Δι]οσκο[ροῦν, ἣν ἔτεκ]ε Τικαυί, [κ]αὶ ποιήσῃ τὰ κατα[θ]ύ[μιά μου πάντα καὶ διαμείνῃ ἐ]μὲ φιλῶν, ἕως ὅτου εἰς [Ἅιδην ἀφίκηται], καὶ ἔτι ἐξορκίζω σε, [νεκύδαιμον,] κατὰ τοῦ φθοι κι[...]ωσε [....] αυθειοκρ̣α̣[.....]ει | |
45 | απο ειρραθειβωθιμια προσημοπερναι[..]ενε α[.]σ[.]τασηθωννεβαι λεισει· ποί[ησον φθείνειν καὶ κα]τατ[ήκεσθα]ι Σαραπ[ίωνα,] [ὃν ἔ]τεκε Π[ασάμ]ητρα, ἐπὶ τῷ [ἔρ]ωτι Διοσκοροῦτος, ἣν ἔτεκε [Τικωί], καὶ τὴν καρδίαν αὐτοῦ ἔκτηξον κ[αὶ τὸ α[ἷμα αὐτοῦ] | |
ἐ[κθήλα]σον φιλίᾳ, ἔρω[τι, ὀ]δύνῃ, ἕως [ὅταν] ἔλθῃ Σαραπίων, ὃν | ||
16(50) | ἔτεκε Πασά[μ]ητρα, πρ[ὸς] Διοσκοροῦ[ν, ἣν ἔτ]εκε Τικου[ί,] κ[αὶ π]οιή[σῃ τὰ] καταθ[ύμιά] μου πάντα καὶ διαμ[είνῃ] [ἐμὲ] φιλῶν, ἕως ὅτου [εἰς Ἅιδ]ην ἀφίκητ[αι. ὁρ]κίζω σε, νε‐ κύδαιμον, κατὰ σιια τοῦ μεγον Ἀβαώθ, ου[....]ουογδουκο ...ηρη[....]ομμα κελαρο[....] οντβεια· [ποίησον φθείνειν] καὶ κατατήκεσθαι | |
55 | [Σαραπίω]να, ὃν ἔτεκεν [Πα]σάμητρα, [ἐπὶ τῷ] ἔρωτι Διοσκοροῦτος, ἣν ἔτεκε Τικουού, καὶ [τ]ὴ[ν καρδ]ίαν αὐτοῦ ἔκτηξον καὶ τὸ αἷμα αὐτοῦ ἐκθήλα[σον φιλ]ίᾳ, ἔρωτι, ὀδύνῃ, εἰ μὴ ἔλθῃ Σαραπίων, ὃν ἔτεκεν Πασάμητρα, [πρ]ὸς Διοσ[κοροῦν], ἣν ἔτεκε [Τικωί, καὶ ποιήσῃ] τὰ κατα‐ | |
60 | θύμιά μου πάν[τα καὶ διαμείνῃ ἐμὲ φιλῶν, ἕως ὅταν εἰς Ἅιδην ἀφίκη]ται. ὁρκίζω σε, νεκ[ύδαιμο]ν, κα[τὰ τοῦ Ἀδω]ναί[ου..] δω [.....]εξιακην νεικαροπλήξ μιδεκλιβαια αυκα[...] λευειμεθ[....]εξεννε Κομμι Βιου· ποίησον φθείνειν [καὶ κατατήκε]σθαι Σαρα[πίωνα], ὃν ἔτεκε Πασάμητρα, ἐπὶ τῷ ἔρ[ωτι Διοσκορο]ῦτος, ἣν ἔ[τεκε Τικωί, στ]ίξαι [τὴν καρδίαν αὐτ]οῦ καὶ [ἔκτηξον,] | |
65 | τὸ αἷμα [αὐτοῦ ἐκθήλασον φιλίᾳ, ἔρωτι, ὀδύνῃ, ἕως ὅταν ἔλθῃ Σαρα]πίων, ὃν ἔτεκε Πασά[μητρα, ἐπὶ τῷ ἔρωτι Διοσκοροῦτος, ἣν ἔτεκε Τικωί, καὶ ποιήσῃ τὰ] καταθύμιά μου πάντα [καὶ διαμείνῃ ἐμὲ φιλῶν, ἕως ὅταν εἰς Ἅιδην ἀφίκηται. ἐ]ξ[ορκίζω σε, νεκύ]δ[αιμον, κατὰ] τοῦ μεγίστ[ου] μυ[...]πρωτησκαινονεοντι ερη[κισισφη] αραραχαραρα ηφσισι[κηρε [21] | |
70 | καὶ καῦσον [τὴν καρδίαν αὐτοῦ, ἕως ἔλθῃ Σαραπίων, ὃν ἔτεκε] Πασάμητρα, πρὸς Διοσκ[οροῦν,] ἣν ἔτεκε [Τικωί. ποίησον φθείνειν καὶ κατατήκεσθαι Σαραπίωνα, ὃν ἔτεκε] Πασάμητρα, ἐπὶ τῷ ἔρωτι Διοσκοροῦτος, [ἣν ἔτεκε Τικωί, ἔκτηξον καὶ τὸ αἷμα αὐτοῦ ἐκθήλασόν] μου φιλ[ίᾳ, ἔρωτι, ὀδύνῃ, νεκύδαιμ]ον· διὸ ποίησον [καὶ ἐκτέλεσ]όν μοι πάντα τὰ ἐν τῷ πι[ττ]ακ[ίῳ τούτῳ] | |
75 | [γεγραμμένα]. | |
17a(1a) | α α | |
1b | βα ακ | |
1c | λβα ακρ | |
1d | αλβα ακρα | |
1e | ναλβα ακραμ | |
1f | αναλβα ακραμμ | |
1g | θαναλβα ακραμμα | |
1h | αθαναλβα ακραμμαχ | |
1i | ναθαναλκα ακραμμαχα | |
1j | αναθαναλβα ακραμμαχαμ | |
1k | λαναθαναλβα ακραμμαχαμα | |
1l | βλαναθαναλβα ακραμμαχαμαρ | |
1m | αβλαναθαναλβα ακραμμαχαμαρι | |
1n | βλαναθαναλβα ακραμμαχαμαρ | |
1o | λαναθαναλβα ακραμμαχαμα | |
1p | αναθαναλβα ακραμμαχαμ | |
1q | ναθαναλβα ακραμμαχα | |
1r | αθαναλβα ακραμμαχ | |
1s | θαναλβα ακραμμα | |
1t | αναλβα ακραμμ | |
1u | ναλβα ακραμ | |
1v | αλβα ακρα | |
1w | λβα ακρ | |
1x | βα ακ | |
1y | α α | |
1 | ΔⲀΜΝ[Ι]ΠΠΗ ΠΗΠΗ ΩΩ[Magical Character]☧[Magical Character]ΧΨ[Magical Character][Magical Character]3ϛ Λ[Magical Character]Κ[Magical Character]ΞΥ〈Χ〉ΥΧ ΝΝ ΧΥΧΥΞΥΚΥΛ ϛ3[Magical Character][Magical Character]ΨΧ[Magical Character]☧ΩΩ[Magical Character]ΗΠΗΠΗΠΠ ΙΝΜⲀΔ Ἄνουβι, θεὲ ἐπίγε[ιε κ]αὶ ὑπόγειε καὶ οὐρ[ά]νιε, κύον, κύον, κύο[ν, ἀ]νάλαβε σεαυτοῦ τὴν πᾶσαν | |
5 | ἐξουσίαν καὶ πᾶσ[α]ν δύναμιν κατὰ τῆς Τιγηροῦ, ἣν ἔτεκεν Σοφία· 〈ἀ〉ν̣άπαυσον αὐτὴν τῆς ὑ‐ περηφανείας καὶ τ[οῦ] λογισμοῦ καὶ τῆς αἰσχύνης. ἄξον δ[έ μ]οι αὐτὴν ὑπὸ τοὺς ἐμοὺς πόδας [ἐρ]ωτικῇ ἐπι‐ | |
10 | θυμίᾳ τηκομένην ἐν πάσαις ὥραις ἡμεριναῖς καὶ νυκτερι‐ ναῖς, ἀεί μου μιμνησκομένην τρώγουσαν, πίνου[σα]ν, ἐργαζομέ‐ νην, ὁμιλοῦσαν, κ[οι]μωμένην, | |
15 | ἐνυπνιαζομένην, ὀνειρώττουσαν, ἕως ἂν ὑπό σου μαστιζομένη ἔλθῃ ποθοῦσά με, τὰς χεῖρας ἔχουσα πλήρεις, μετὰ μεγαλοδώρου ψυχῆς καὶ χαριζομέ‐ νη μοι ἑαυτὴν καὶ τ̣ὰ̣ ἑ̣α̣υ̣τῆς [κ]αὶ ἐκτελοῦσα, | |
20 | ἃ καθήκει γυναιξ[ὶν πρὸς ἄνδρ]ας, καὶ τῇ ἐμῇ | |
καὶ ἑαυτῆς ἐπιθυ[μίᾳ ὑπη]ρετουμένη ἀόκνω[ς] καὶ ἀδυσωπήτως μηρὸν μηρῷ καὶ κοιλίαν κοιλίᾳ κολλῶσα καὶ τὸ μέλαν αὐτῆς τῷ ἐμῷ μέλανι ἡδυτάτῳ. ναί, κύριε, ἄξον μοι τὴν Τιτηροῦν, ἣν ἔτεκεν Σοφία, ἐμοὶ τῷ Ἑρμείᾳ, ὃν ἔτεκεν Ἑρμιόνη, | ||
25 | ἤδη ἤδη, ταχὺ ταχύ, τῇ σῇ μάστιγι ἐλαυνομένην. | |
17b | [Ἑρμῆ κοσμοκρ]άτωρ, ἐνκάρδιε, κ[ύκλε σελήνης,] [στρογγύλε καὶ τ]ε̣τράγωνε, λόγων [ἀρχηγέτα γλώσσης,] [πειθοδικαιόσυνε], χλαμυδηφόρε, [πτηνοπέδιλε,] [παμφώνου γ]λώσσης μεδέω[ν, θνητοῖσι προφῆτα,] | |
5 | [11] εἰσπνοιὴ γὰρ [14] []..παρων προει[] []ἐν τυτθῷ χρόνῳ[] (6) ὅτα]ν̣ πάλι μόρσιμο[ν ἦμαρ ἐπέλθῃ, (5) χρησμ]όν τιν’ ἀληθέα [πέμπων·] [Μοιρῶν τε κλωσ]τὴρ σὺ λέγῃ καὶ [θεῖος Ὄνειρος,] | |
10 | [πανδαμάτωρ, ἀδάμ]αστος, ἅπερ φε[] α̣.[.]ρα ι̣[..]ε̣μ[.]ν ἐπικρίνοιο[] ἐσθλὰ μὲν ἐσ[θλο]ῖσιν παρέχεις, [δειλοῖσι δὲ λυγρά.] σ[ο]ὶ δ’ ἠὼς ἀνέ[τ]ειλε, θοὴ δ’ ἐπελά[σσατό σοι νύξ.] στοιχείων σὺ κ[ρ]ατεῖς, πυρός, ἀέρο[ς, ὕδατος, αἴης,] | |
15 | ἡνί〈κ〉α πηδαλιοῦχος ἔφυς κόσμοιο [ἅπαντος,] ὧν δ’ [ἐ]θέλεις ψυ[χ]ὰς προάγεις, τοὺς δ’ αὖτ’ ἀνεγείρεις· | |
κόσμος γὰρ κόσμου γεγαὼσ[] σὺ γὰρ καὶ νούσους μερόπων [πάσας θεραπεύεις.] | ||
20 | ἡμερινοὺς κα[ὶ] νυκτερινοὺ[ς χρησμοὺς ἐπιπέμπων,] καί μοι εὐχομέ[ν]ῳ τὴν σὴν [μορφὴν ἐπίτειλον,] ἀνθρώπῳ, ὁσίῳ ἱκέτῃ καὶ σ[ῷ στρατιώτῃ,] καὶ σὴν μαντοσύνην νη[μερτέα πέμψον ἐν ὕπνῳ.] | |
17c | [αβλ]αναθαναθαναβλα α[Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character] γ βαεηιουω ααααααρ α | |
5 | λ εε[ε]εεεε ιιιιιιι μ αα νακρακαμαρπιταρ χ α̣κομμω̣τευ μπο̣ α̣ θνιρα......ιφε̣λ̣ | |
10 | πε̣θιον αευ.λειη..[Magical Character]ιταπε αμννεβαλεσιτωτ̣ αταχ̣ιτ ο... | |
18a | Κύριε Σαβαώθ, ἀπόστρεψον ἀπ’ ἐμοῦ [κ]όπον, νόσον τῆς κεφαλ[ῆς], ἀ[ξ]ιῶ, μ[ου ἄπ]αρον | |
[]ε | ||
18b(sec1,1) | Γοργωφωνας | |
sec1,2 | οργωφωνας | |
sec1,3 | ργωφωνας | |
sec1,4 | γωφωνας | |
sec1,5 | ωφωνας | |
sec1,6 | φωνας | |
sec1,7 | ωνας | |
sec1,8 | νας | |
sec1,9 | ας | |
sec1,10 | ς | |
sec2,3 | Ἐξορκίζω ὑμᾶς κατὰ τοῦ ἁγίου ὀνόματος θεραπεῦσαι | |
sec2,4 | Διονύσιον ἤτοι Ἆνυς, ὃν ἔτεκεν Ἡρακλία, ἀπὸ πα[ν]τὸς | |
sec2,5 | ῥίγου〈σ〉 καὶ πυρετοῦ ἢ το[ῦ] κα〈θ〉ημερινοῦ ἢ μίαν παρὰ | |
sec2,6 | μίαν νυκτερινοῦ τε καὶ ἡμερι〈νοῦ〉 ἢ τετρ〈α〉δ〈ί〉ο〈υ〉, 〈ἤ〉δη | |
sec2,7 | ἤδη, ταχὺ ταχύ. | |
19a | Ενθι ενθω, βοσου, ηρις ηρις, ι...νουω ουι δε βαθαρ Νηίθ, Νηίθ, ηιαωθ ουορ καωθις, σαμι σαμις, οφορ ἀνουιφω χθεθωνι νουηρ‐ ιωθ Ἀώθ, ουωρ, τενοχ τενοχ, [β]ιβιου βιβιου, μουαυ μουαυ, σμωσομ, Θευούθ, οκεβενευσι ενσι ειψηι, ουωρ, ουωρ, οσαραμωκς, Θαθ, Θαθ, ενθουω κομμουοα, [φι]ανοχ, φιανοχ, σωφ, χθενθεβενχ ενθεβεχ ηχθενθεβεθ, υιιαβωυ, Λαιλάμ, Ἁρμιωούθ, σων αυ ιφι‐ ως διαρ νεβες χινει, νουθι νουθι, κομωα ραφωρ, Ἁρσαμωσι, στεοβαοχ, ἀνοχ Φρῆ, Φρῖ, χορβαι μαι, [Ἀβα]ὼθ Ἰάω, ιφι ρομβαοθ, | |
5 | χαουχ χωουχ, ρινγχ, σφηχ χοου[χ]ορφι, μουισρω καμπυχρη, γοργιωριε, λαμπιπυρσι σειροε, ὄμβρ[ιμ]ε, ματεορσι ναφσισαωθα, ὦ Ὀσορ Μνευει, ὦ Ὀσάραπι Σάραπι, ὦ Ὀσορ Νοβηχις, Ὀσορ Μνευει, ὦ Ὀσορ Νωφρις, θω θω θω ιθι ιθι [ιθι] μου θουρι, χαουχ, χθεθωνι μαψιθυριμαψ τιτι νυξβι, Ἀμο[ῦ]ν, βλαμουνιθ, Βιωθ, θωδιαραξ φορβορβαβωρ, Χωσοήθ, Βολχοσήθ, [Ἐρ]εσχιγάλ, Ἁρσαμω, Ἁρσενοφρη, βιρβη καφιω, Ἰάω, ηια ιαη ηι ηαια, [χ]ιμνουθ, Ἁρβιωθ, καραχαραξ φραξ αξ, νουμωρ το ταχαν το, Φρῆ, ταυα[ν], χουχε χουχε, χωξ χωξ, χουχοθι, | |
8 | χουχε, χωξ χωξ, χουχοθι, Μασκελλι Μασκελλι Φνουχε[ν]ταβαώθ, ὀρεοβαζάγρα, ὑπόχθων, Ἰωουθ, Ἰαωουθ, αι αι αι ου ου ου, βαρ[βαρ]αι, βαλημαηθ, κηχι, Ἁθωρ, | |
10 | σενεζεζουθ σορο ορμεα χθ....βαρμαρ φριουρεινγξ, Μασκελλι Μασκελλω Φνουκενταβαώθ, ὀρεοβαζάγρα, ῥηξίχθων, ἱππόχ‐ θων, πυριπηγανύξ, ὀρεοπη[γ]ανύξ, λεπεταν λεπεταν, φριξ φρωξ, Βία, Μάστιγξ, Ἀνάγκη, μαντ[ου]ενοβοήλ, θουρα κρινι ζουχε, πιππη, βεχοχ τα νικα ακωυ[..]ητο, Κούρα, σανκανθαρα σανκιστη δωδεκακιστη ιε ηι εη κινξ[τ]αβακινξ ταβακινξ, Ἰὼ μολπή, Ἰὼ καβαλθ 〈Σ〉αμας, σαιωβοθωρ [.] βαιωωρ βαιωρ, αθαρβαιω, ζασαρ, θαραιω, μελητὴς τῆς κρατερᾶς Ἀνάγκης, τῆς διοικούσης τὰ ἐμὰ πράγματα, τὰ τῆς ψυχῆ[ς μο]υ ἐννοήματα, ᾗ οὐδεὶς ἀντειπεῖν δύναται, οὐ θεός, οὐκ ἄγγελος, οὐ δαίμων, ἀνέγειρέ μοι σεαυτόν, | |
15 | νεκυδαίμων, καὶ μὴ βια[σθεί]ης, ἀλλὰ τέλεσον τὰ ἐνγεγραμμένα καὶ ἐντεθειμένα ἐν τῷ στόματί σου, ἤδη ἤδη, ταχὺ ταχύ. | |
sec1,16 | [Start of a diagram][Start of a diagram section]Ἀβρασάξ | |
sec1,17 | ωυοιηεα | |
sec1,18 | υοιηεαω | |
sec1,19 | οιηεαωυ | |
sec1,20 | ιηεαωυο | |
sec1,21 | ηεαωυοι Ἰαω | |
sec1,22 | εαωυοιη Ἰαω | |
sec1,23 | αωυοιηε ιωια | |
sec1,24 | αιωιαωιιιαααω | |
sec1,25 | ωω ιιι οοο υυυ ωωω | |
sec1,26 | ωια αωι αιω ωια ωια | |
sec1,27 | ιιι ααα εεε ηηη ιιιιι οοοο | |
sec1,28 | ο υ̣υ̣υ̣υ̣υ̣ ω̣ω̣ω̣ ω̣ω̣ω̣ω̣ | |
sec1,29 | αβλαναθαναλβα | |
sec1,30 | βλαναθαναλβα | |
sec1,31 | λαναθαναλβα | |
sec1,32 | αναθαναλβα | |
sec1,33 | ναθαναλβα | |
sec1,34 | αθαναλβα | |
sec1,35 | ω θαναλβα α | |
sec1,36 | υω αναλβα [ε]α | |
sec1,37 | ουω ναλβα [ηε]α | |
sec1,38 | ιουω αλβα [ιηε]α | |
sec1,39 | ηιουω λβα οιηεα | |
sec1,40 | εηιουω βα υοιηεα | |
sec1,41 | αεηοπυω α ωυοιηεα[End of a diagram section] | |
sec2,42 | [Start of a diagram section]ουοιβηλ ουαιβηλ ουαι ιαιωθω βαρραβαυ | |
sec2,43 | Σεμ̣εσιλαμ Ἀβρασάξ ορχραθ βιουρα ζαζερ | |
sec2,44 | μαβε χαχαρ Ζᾶς χλαβαταρ Ἀώθ, Ἁρουήρ. χω | |
sec2,45 | βλαθαθ αληθ βηιγαμα χραειω μεευααωηωθ | |
sec2,46 | ηιουω εηιουω ηιουω ιουω[ουω] ουωωααεαεη | |
sec2,47 | αεηι αεηιο αεηιου αεηιουω....βαρα ουααμου | |
sec2,48 | χμηχεεμεα̣υ̣ αραρεβαιχι φ̣ι̣α̣[νο]χω[End of a diagram section] | |
sec3,16 | [Start of a diagram section]ιαεωβαφρενεμουνοθιλαρικριφιαευεαιφιρκιραλιθονυομενερφαβωεαι | |
sec3,17 | αεωβαφρενεμουνοθιλαρικριφιαευεαιφιρκιραλιθονυομενερφαβωεα | |
sec3,18 | εωβαφρενεμουνοθιλαρικριφιαευεαιφιρκιραλιθονυομενερφαβωε | |
sec3,19 | ωβαφρενεμουνοθιλαρικριφιαευεαιφιρκιραλιθονυομενερφαβω | |
sec3,20 | βαφρενεμουνοθιλαρικριφιαευεαιφιρκιραλιθονυομενερφαβ | |
sec3,21 | αφρεν[εμου]νοθιλαρικριφιαευεαιφιρκιραλιθονυομενερφα | |
sec3,22 | φρεν[εμο]υνοθιλαρικριφιαευεαιφιρκιραλιθονυομενερφ | |
sec3,23 | ρενεμ[ο]υνοθιλαρικριφιαευεαιφιρκιραλιθονυομενερ | |
sec3,24 | ενεμ[ου]νοθιλαρικριφιαευεαιφιρκιραλιθονυομενε | |
sec3,25 | νεμ[ου]νοθιλαρικριφιαευεαιφιρκιραλιθονυομεν | |
sec3,26 | εμ[ου]νοβιλαρικριφιαευεαιφιρκιραλιθονυομε | |
sec3,27 | [μου]νοθιλαρικριφιαευεαιφιρκιραλιθονυομ | |
sec3,28 | [ου]νοθιλαρικριφιαευεαιφιρκιραλιθονυο | |
sec3,29 | [υ]νοθιλαρικριφιαευεαιφιρκιραλιθονυ | |
sec3,30 | νοθιλαρικριφιαευεαιφιρκιραλιθον | |
sec3,31 | οθιλαρικριφιαευεαιφιρκιραλιθο | |
sec3,32 | θιλαρικριφιαευεαιφιρκιραλιθ | |
sec3,33 | ιλαρικριφιαευεαιφιρκιραλι | |
sec3,34 | λαρικριφιαευεαιφιρκιραλ | |
sec3,35 | αρικριφιαευεαιφιρκιρα | |
sec3,36 | ρικριφιαευεαιφιρκιρ | |
sec3,37 | ικριφιαευεαιφιρκι | |
sec3,38 | κριφιαευεαιφιρκ | |
sec3,39 | ριφιαευεαιφιρ | |
sec3,40 | ιφιαευεαιφι | |
sec3,41 | φιαευεαιφ | |
sec3,42 | ιαευεαι | |
sec3,43 | αευεα | |
sec3,44 | ευε | |
sec3,45 | υ[End of a diagram section] | |
sec4,16 | [Start of a diagram section]Βαινχωωωχ | |
sec4,17 | αεηιουω | |
sec4,18 | εηιουωα | |
sec4,19 | ηιουωαε | |
sec4,20 | ιουωα[εη] | |
sec4,21 | ουωαε[ηι] | |
sec4,22 | υωαεηι[ο] | |
sec4,23 | ιαω αωι ωαεηιου | |
sec4,25 | ωια αιω ιαω ιιι ααα | |
sec4,26 | η̣ωω ωιιιι οοο υυυ ωω | |
sec4,27 | ω̣ι̣α̣ ι̣ω̣ι̣ α̣ι̣ω̣ ω̣ι̣α̣ω̣ι̣α̣[ω] | |
sec4,28 | ιιι ααα εεε ηηη ιιιι οο[ο]ο | |
sec4,29 | ο υυυυ ωωωωωωω[ω] | |
sec4,30 | ακραμμαχαμαρι | |
sec4,31 | κραμμαχαμαρι | |
sec4,32 | ραμμαχαμαρι | |
sec4,33 | αμμαχαμαρι | |
sec4,34 | μμαχαμαρι | |
sec4,35 | μαχαμαρι | |
sec4,36 | αχαμαρι | |
sec4,37 | χαμαρι | |
sec4,38 | αμαρι | |
sec4,39 | μαρι | |
sec4,40 | αρι | |
sec4,41 | ρι | |
sec4,42 | ι[End of a diagram section] | |
sec5,21 | [Start of a diagram section]ω | |
sec5,22 | υω | |
sec5,23 | ουω | |
sec5,25 | ιουω | |
sec5,27 | ηιουω | |
sec5,28 | εηιουω | |
sec5,29 | αεηιουω | |
sec6,17 | Δαμναμενευ | |
sec6,18 | αμναμενευ | |
sec6,19 | μναμενευ | |
sec6,20 | ναμενευ | |
sec6,21 | αμενευ | |
sec6,22 | μενευ | |
sec6,23 | ενευ | |
sec6,25 | νευ | |
sec6,27 | ευ | |
sec6,28 | υ[End of a diagram section] | |
sec7,33 | [Start of a diagram section]α | |
sec7,34 | εε | |
sec7,35 | ηηη | |
sec7,36 | ιιιι | |
sec7,37 | οοοοο | |
sec7,38 | υυυυυυ | |
sec7,39 | ωωωωωωω | |
sec7,40 | ααααααα | |
sec7,41 | [εεεε]εε | |
sec7,42 | [ηηηη]η | |
sec7,43 | [ιιιι] | |
sec7,44 | [ οο]ο | |
sec7,45 | υυ | |
sec7,46 | ω[End of a diagram section] | |
sec8,30 | [Start of a diagram section].συρημενη Βακερβηθ [Πακερβ‐] | |
sec8,31 | ηθ Ἀβρασάξ, Ἁρσαμω, αχιωνουθ | |
sec8,32 | α̣ν̣ο̣υ̣φι Ἀώθ, ζωι ζωφ χμουιε α‐ | |
sec8,33 | χωρ αρχιτωρ ιαηθ αρν̣θ̣ι̣μ̣ο̣ριαμ | |
sec8,34 | β̣ι̣ω̣χ̣ βιωχ αφρου φιλα βραυπωπα | |
sec8,35 | ..χουχ ηευρηνιθεπαλασωχ | |
sec8,36 | ...ιω μουισ̣ρω ρως μουισρω | |
sec8,37 | ..βαλβα.......αιαω παγου‐ | |
sec8,38 | ρη π̣α̣α̣γ̣ουρη μα..ψ̣υ̣λω παρναβ | |
sec8,39 | λο..αρκ̣α̣βερρωθ μαρμαριιλησα | |
sec8,40 | ριανυρρησον χοριγτρηε ανωχ πρ | |
sec8,41 | ηχθενιθ ασωχ νυχευνεχαπεα | |
sec8,42 | παιχωρσα̣ρ̣ι̣ ασισινηιθ ανασωχ | |
sec8,43 | ρη..ε̣υ̣ν̣ι φωρ φωρ Ἀβαώθ δωι δωι | |
sec8,44 | κολ̣υ̣φ̣μυωθ επο̣νχωθ σευεισηι Σήθ | |
sec8,45 | βοι̣λ̣ωθ τελεσφευχα...ασωρετηριωνιχ φυγρι̣ς̣ σ̣χ̣η̣ι̣κ̣ | |
sec8,46 | παντα π̣α̣ρερειθωσδ....φαρχηλαμα διναχαρπαυλι | |
sec8,47 | ποδρυφοριφ̣ θωρι ζωρι ὢν̣ α̣ω Ἀβρασάξ Φονοβουβοὴλ Ἰάω[End of a diagram section][End of a diagram] | |
49 | ιαι ιαω ηιι αιι αωηα ιιιι υυυ σῦρ[ε], ὦσον πᾶν μέλος τοῦ νεκροῦ τούτου καὶ τὸ πνεῦμα τούτου τοῦ σκηνώματος καὶ ποίησον | |
49 | αὐτὸν διακονῆ‐ | |
19a(50) | σαι πρὸς τὴν Κάρωσα, ἣν ἔτεκε Θελώ. ναί, κύριε δαῖμον, ἄξον, καῦσον, ὄλεσον, πύρωσον, σκότωσον [και]ομένην, πυρουμένην, | |
19a(50) | κέντει 〈βα〉‐ σανιζομένην τὴν ψυχήν, τὴν καρδίαν τῆς Κάρωσα, ἣν ἔτεκεν Θελώ, ἄχρις ἂν ἐκπηδήσασα [ἔλ]θῃ πρὸς Ἀπαλῶς, ὃν ἔτεκεν Θεονίλλα, ἐπὶ ἔρωτι καὶ φιλίᾳ ἐν τῇ ἄρτι ὥρᾳ, ἤδη ἤδη, ταχὺ ταχύ. [ἐφ’] ὅσον | |
52 | κεῖται παρά σοι τὸ θεῖον μυστήριον, μὴ ἐάσῃς αὐτὴν τὴν Κά‐ ρωσα, ἣν ἔτεκεν Θελώ, μὴ [ἰδίῳ] ἀνδρὶ μνημονεύειν, μὴ τέκνου, μὴ ποτοῦ, μὴ βρωτοῦ, ἀλλὰ ἔλ[θη· τη]κομένη τῷ ἔρωτι καὶ | |
53 | τῇ φι‐ λίᾳ καὶ συνουσίᾳ, πλείστω〈σ〉 ποθου[μ]ένη πρὸς τὴν συνουσίαν τοῦ Ἀπαλῶς, ὃν ἔτεκεν Θεονίλλα, ἐν τῇ ἄ[ρτι ὥ]ρᾳ, | |
54 | ἤδη ἤδη, ταχὺ ταχύ. | |
19b | ‘[ ]τῇ δεῖνα τὸν δεῖνα [κομίζ]οι‘. τὰ κοινά. μίλτῳ ἐπὶ φύλ〈λ〉ων χαλπάσ(ου) ζμύρνισον. Ἀγωγὴ ἐπὶ κυνός· εἰς τομίον | |
5 | ἱερατικὸν γράψας ζμύρνῃ καὶ καταθοῦ [εἰς] βιοθάνατον· ‘〈ἐξορκίζω σὲ〉 κατὰ τοῦ Σενακωθο αρποψυγ καμουο ορψ θω ουχ πετι ανουπ πετιοπαριν αυτ κινοθεν χυχ ααα ροψ υϊχθεν | |
10 | κρεμμε σεχαξθνε νεουφθε ἀκηχ χα[κε] πωφοπι κα‐ χε ἀνοχ [7] ηθμη αρι μης θοδ̣ [6] πε, σὺ δυνάμεν[ο]ς, | |
15 | τὸ σῶμα ἀν[έγειρε] καὶ ὕπαγε ε[ἰς τὴν δεῖνα,] | |
ἕως ἐθ[ελήσῃ ...‘] | ||
20 | [πρὸ]ς̣ κεφαλῆ(ς) [πόνον] [λόγο]ς̣ [–⏔–] [⏔–σ]ὺ γὰρ εἶ θνη[τοῖ]ς̣.[⏑⏑–] [––⏑].φολοις π.[...]ων τ̣[έ‐] | |
5 | [λεσον τε]λέαν ἐπαοιδ̣[ή]ν. [] [6—8] ας Σύρας 〈Γ〉αδαρηνῆς [] [ἐπαοιδὴ] πρὸς πᾶν κατάκαυμ[α.] [6‐8 μ]υστοδό̣κ̣ος κατεκα̣[ύθη] [ὑψ]ο̣τάτῳ̣ δ’ ἐν ὄρει κατεκαύθ̣[η] | |
10 | ἑπτὰ λύ[κ]ων κρήνας, ἕπτ’ ἄρ[κτων], ἑπτὰ λεόντων. ἑπτὰ δὲ παρθε‐ νικαὶ κυ[α]νώπιδες ἤρ〈υ〉σαν [ὕ‐] δωρ κάλπ[ι]σι κυανέαις καὶ ἔσ‐ βεσαν ἀκ[άμ]ατον πῦρ | |
15 | Φιλίννης Θε[σσ]αλῆς ἐπαοιδὴ π[ρὸς] κεφαλῆς π[ό]νον φεῦγ’ ὀδύν[η κ]εφαλῆς, φεῦγε φθ̣[ίνους’] ὑπὸ πέτ[ρα]ν̣· φεύγουσιν δὲ̣ [λύ]‐ κοι, φεύγ̣[ουσι] δὲ μώνυχε̣ς [ἵπ]‐ | |
20 | ποι .[–⏔–] πληγ̣αῖς ὑπ̣[6—8] | |
21 | [Ἐπάκουσόν μου, κύριε, οὗ ἐστιν τὸ κρυπτὸν ὄνομα ἄρρητον,] οὗ καὶ οἱ δαίμον[ες ἀκούοντες τὸ ὄνομα πτοοῦνται, οὗ ὁ ἥλιος] Βααλ βνιχ βααλα [Ἀμὴν πτιδαιου Ἀρνεβουατ καὶ σελήνη] ασεν[π]εμφ Θω[ούθ, βαρβαραιωνη οσραρμεμψεχει] | |
5 | ὀφθαλμοί εἰσιν [ἀκάματοι, λάμποντες ἐν ταῖς κόραις] τῶν ἀνθρώπ[ων, ᾧ οὐρανὸς μὲν κεφαλή ἐστι] καὶ ἀὴρ σῶμα, [γῆ δὲ πόδες, τὸ δὲ περί σε ὕδωρ, ὠκεανός. σὺ εἶ Ἀγαθὸς] Δαίμων, ὁ κύ[ριος, ὁ γεννῶν ἀγαθὰ καὶ τρέφων καὶ αὔξων] τὴν οἰκουμένην [γῆν σύμπασαν καὶ ἅπαντα τὸν] | |
10 | κόσμον. σοῦ δὲ τὸ ἀέναο[ν κωμαστήριον, ἐν ᾧ καθίδρυταί] σου τὸ ὄνομα τὸ ἑπταγράμ[ματον πρὸς] τὴν ἁρμονίαν τῶν ἑπτὰ φ[θόγγων ἐχόντων φωνὰς πρὸς] τὰ εἴκοσι ὀκτὼ φῶτα τῆς σ[ελήνης· αεηιουω αε‐] ηιουω αε〈η〉ιουω αεη〈ι〉ουω [20] | |
15 | οὗ 〈αἱ〉 ἀγαθαὶ ἀπόρροιαι τῶ[ν ἀστέρων εἰσὶ δαίμο‐] νες καὶ Τύχαι καὶ Μοῖραι, ἐξ ὧ[ν δίδοται πλοῦτος, τύχη,] [εὐγηρασία, ταφὴ ἀγαθή. σὺ] δέ, κύριε τῆς ζωῆς, βασιλεύων τῆς ἄνω καὶ τῆς κάτω χώρας, [οὗ ἡ δικαιοσύνη οὐκ ἀποκλείεται,] οὗ αἱ Μοῦσαι ὑμνοῦσι τὸ ἔνδοξ[ον ὄνομα, ὃν δορυφοροῦσιν οἱ ηʹ] | |
20 | φύλακες Η, Ω, Χω, Χουχ, [Νουν, Ναυνι,] Ἀμοῦν, Ιο, ὁ ἔχων τὴν ἄψευσ[τον ἀλήθειαν· οὐ κατισχύσονταί] μου πολλαὶ σάρκες κινούμεν[αι, οὐκ ἀντιτάξεταί] μοι πᾶν πνεῦμα, πᾶν συνάντημα, [πᾶν δαιμόνιον, πᾶν πονηρόν,] τὸ δὲ ὄνομά σου ἕξω ἓν φυλακτ[ήριον ἐν καρδία τῇ ἐμῇ] | |
25 | φιριμνουν [ἀ]νοχ σολβαϊ σαναχεσρω..αρχην σε κοπω κ..οαι[.] νουσι ν[ουσι, σιεθω σ]ιεθ[ω] | |
βενου[αι...] | ||
22a | [‘Τρώων ἐξ ἐνοπῆς θάνατον καὶ κῆρα] φύγωμεν‘. Ἄλλο αἱμαρ〈ρ〉οϊκόν· ‘μῆνιν Ἀπόλλων[ο]ς ἑκ[ατ]ηβελέτα〈ο〉 ἄνακτ[ο]σ‘. εἰς αἷμα λ[ε]γόμενος αἱμαρ〈ρ〉οΐαν ἰᾶται. | |
5 | τοῦ δὲ ἀπαλλαγέντος καὶ ἀχαριστήσαντο[ς] λαβὲ πύραυνον, βαλοῦ καὶ θὲς ὑπὲρ [κ]απν[ὸ]ν τὰ περιάμματα, πρόσβαλε ῥίζαν, καὶ πρόσγρ(αφε) τοῦτο〈ν〉 τὸν στίχον· ‘τοὔνεκ’ ἄ[ρ]’ ἄλγε’ ἔδωκεν ἑκηβόλος [ἠ]δ’ ἔτι δώσει‘. Γράφε 〈πρὸσ〉 μαζῶν καὶ μήτρας πόνον· | |
10 | [‘θρέψε] Δι[ὸς θ]υγάτηρ, τέκε δὲ ζείδωρος ἄ[ρ]ουρα.‘ [Σὺν μαγνήτῳ] λίθῳ φορούμενος ἢ καὶ λεγό[μενος] [ποιεῖ ἀσύλλη]μπ[το]ν· ‘αἴθ’ ὄφελες ἄγονός [τ’ ἔμεναι ἄγαμ]ός τ’ ἀπολέσθαι‘. γρ(άψας) εἰς καινὴ[ν] [χάρτην περί]βαλε ἡμιόνου τρίχας | |
15 | [Ἐλεφαντιῶντι γράφε τοῦτον τὸν] στίχον καὶ δὸς [φορεῖν]· ‘ὡς δ’ ὅτε τις ἐλέφ]αντα γυνὴ φοίνικι μιήνῃ‘. Χαῖρε, Ἥλιε, χαῖρ[ε, Ἥ]λιε, χαῖρε, ἐπ’ οὐρανῶν θεέ, τὸ ὄνομά σου π[αν]τ[ο]κράτωρος· [ἀ]πὸ τοῦ | |
20 | ἑβδόμου οὐρανοῦ δ[ός] μοι χάριν στ[άσιμ]ον πρὸς πᾶσαν ἀνθρωπίνην γε[ν]ε[ὰ]ν καὶ πάσας γυναῖκας, μάλιστα πρὸς τὴν δεῖνα. ποίη[σόν] με καλὸν παρ’ αὐτῇ γενέσθαι ὡς Ἰάω, πλούσιον ὡς Σαβαώθ, φιληθῆν‐ | |
25 | αι ὡς Λαϊλάμ, μέγαν ὡς Βάρβαραν, ἔντιμος ὡς Μιχαήλ, ἔνδοξος ὡς Γαβριήλ, καὶ χαριτώσο[μαι.] | |
22b | I. Προσευχὴ Ἰακώβ. ‘πάτερ πατριά[ρχ]ων, πατὴρ ὅλω[ν, πατὴ]ρ δυνάμε[ων τοῦ κό]σμ[ου], κτ[ί]στ̣[α παν]τὸ[ς ...,] κτίστα τῶν ἀγγέλων καὶ ἀρχαγγ[έ]λ[ων], ὁ κ[τ]ίστης ὀνομ[άτων] σ̣ω̣[τηρικῶν,] καλῶ σε, πατέρα τῶν ὅλων δυνάμε[ω]ν, πατέρα τοῦ [ἅπα]ντος [κό]σ̣[μ]ου [καὶ τῆς] | |
5 | ὅλης γενέσεως καὶ οἰκουμένης καὶ ἀοικήτο[υ, ᾧ ὑπ]εστ[α]λ[μέν]ο[ι οἱ] χ[ερουβίν, ὃς] ἐχαρίσατο [Ἀβρ]αὰμ ἐν τῷ [δοῦναι τὴν] βασιλ[είαν αὐτῷ [16]· ἐπάκου[σό]ν μοι, ὁ θεὸς τ[ῶν δ]υνάμεων, ὁ θ[εὸς ἀγγ]έλων κ[αὶ ἀ]ρ[χα]γγέλων, βα[σιλεύς ...] λ̣ελεαχ’ ....αρωαχ· του..αχ’ αβολ[.]ω......[υρ]αμ’ του....βοαχ κα̣ [10] θ[.]ρ·α [7] χαχ· μαριρο[κ...] υραμ’ [9] ι̣θ̣θ [7] σεσ̣οικ.... | |
10 | ὁ κ[α]θ[ήμενος] ἐπὶ ὄρους ἱ[εροῦ Σ]ι̣ναΐου [9] ι[.]βο [6] αθεμ̣ [10] [ὁ] καθήμενος ἐπὶ τῆς θα[λάσσ]ης [.]εα’ ...βλ [6] δ̣[.]κ [8] ε[.]θης [9] | |
π̣α̣ραχθη[.]. ὁ καθήμενο[ς ἐπὶ] τῶν δ[ρα]κ̣οντ[είων] θεῶν, ὁ [θεὸς ὁ καθήμε]ν̣[ο]ς̣ [ἐπὶ τοῦ] [Ἡ]λίου Ἰάω, ὁ καθήμε[νος ἐπὶ.....] τα[.]ω[.]ι...χ, ὁ [καθήμ]εν[ος ἐ]πὶ το[ῦ..]θε[....] ..μ̣α̣..σι Ἀβρ̣ι̣ήλ· Λουήλ· [.....]μ̣[..τ]ὸν̣ [κ]οιτῶνα χε[ρο]υ[β]ὶ[ν ....]χ̣ι̣ρε̣...ο̣ζ [7] ι̣[.] | ||
15 | ε[ἰ]ς τοὺς αἰῶνας τῶν αἰώ[νω]ν θεὸς Ἀβαώθ, Ἀβραθιαώθ, [Σα]βα[ώθ, Ἀ]δωνάι, ἀστρα.....ε̣ [κ]αὶ βριλεων̣αι [Ἀ]δ̣ον̣ά̣ι̣, χα̣...αώθ, ὁ κ[ύρ]ιος τῶν ὅλων· ἐπικαλοῦμαί σε, ἐ[πὶ χ]άσ̣[ματος δόντα] δύναμιν 〈τοῖσ〉 ἄνω καὶ τοῖς κάτω καὶ τοῖς ὑποκάτω τῆς γῆς· ἐπάκουσον τῷ [ἔχο]ντι [τὴν] εὐχήν, ὁ κύριος θεὸς τῶν Ἑβραίων, Ἐπ̣α[γ]αήλ αλαμν, οὗ [ἡ] ἀ̣έ̣ν̣α̣ο̣ς̣ δύναμις, [Ἐλω]ήλ, Σουήλ· διόρθωσον τὸν ἔχοντα [τὴ]ν εὐχὴν [ἐ]κ τοῦ γένου[ς] Ἰσραὴλ [κ]αὶ τῶν | |
20 | χαριζομένων ὑπό σου, θεὲ θεῶν, ὁ ἔχων τὸ κρυπτὸν ὄνομα Σαβαώθ, [.]ι̣..χ· θεὸς θεῶν, ἀμήν, ἀμήν, [ὁ] χιόνα γεννῶν, ἐπὶ ἀστέρων ὑπ[ὲ]ρ αἰώνων κ(αὶ) ἀεὶ διοδεύ[ω]ν [κ(αὶ) ποιῶν] τοὺς ἀπλανεῖς καὶ πλανωμένους ἀ[στ]έρας διώκειν τὰ πάντα τῇ σῇ δημι‐ ουργίᾳ· πλήρωσόν με σοφίας, δυνάμωσ[ό]ν με, δέσποτα, μέστωσόν μου [τὴν] καρδίαν ἀγαθῶν, δέσποτα, ὡς ἄγγελον ἐπ[ίγ]ειον, ὡς ἀθάνατον | |
25 | [γε]νάμενον, ὡς τὸ δῶρον τὸ ἀπὸ [σο]ῦ δεξάμε[νον, ἀ]μήν, ἀμήν‘. [λ]έγε ἑπτάκις πρὸς ἄρκ[τον] καὶ ἀ[πη]λιώτην [τὴν προ]σε[υ]χ[ὴ]ν τ[οῦ] Ἰακώβ. II. Ὀνειραιτητὸν ἐς λύχν[ο]ν. ἅγνευσ[ο]ν εἰς τὸν κα[θ]ημερινόν σου λύχνον καὶ | |
λ[έ]γε πρὸς τὸν λύχνον, ἕως σβεσθῇ· ‘ὑγίαινε, λύχν[ε], παραφα[ί]νων τῷ [Ἁρ]σεντεφθα καὶ τῷ Ἁρσεντεχθα καὶ τῷ μεγάλῳ [πα]τρ[ὶ] Ὀσίριδι Μιχαήλ. | ||
30 | [εἰ] γείνεται πρὸς ἐξαίτησιν καλόν, [δ]εῖξ[όν] μοι ὕδωρ [καὶ] ἴ[δ]αν, ε[ἰ] δὲ ἄλλως, δ[ε]ῖξόν [μ]οι ὕδωρ καὶ πέτραν.‘ Ἄλλο ὀνειραιτητόν. [λα]βών σου τὸν ἔσχατον ψωμὸν δ̣[είκ]ν[υε τῷ] λύχνῳ καὶ δεικνύων λέγε καὶ εἴπας διαμάσ[η]σαι καὶ πίε ἐπάνω οἶνον καὶ κοιμῶ μη[δε]νὶ λαλήσας. τοῦτο δὲ ἐὰν [πραχ]θῇ, ἔ̣π̣[ευθυ θ]εωρήσεις τινά σοι λαλοῦντα ο̣ι..αλ̣ [7] ο̣σμω[.]π̣ρα, ἐγώ | |
35 | ε[ἰμι] Λαμψυς. εἰ δέδοταί μοι τόδε τὸ π[ρᾶγ]μα, δεῖξ[ον] ἑταῖραν, εἰ δ’ αὖ, σ[τ]ρατιώτην. | |
23 | [‘Κλῦθί] μοι, εὐμειδὴς καὶ ἐπίσκοπος, εὔσπο[ρ’ Ἄν]ουβι, [κλῦθί τε, αἱ]μ̣ύλε, 〈κρ〉υπτὲ πάρευνε, σαῶτι Ὀσί[ρεω]ς, | |
[δεῦρ’, Ἑρ]μῆ, ἅρπαξ, δεῦρ’, ε[ὐ]πλόκαμε, χθόνιε Ζεῦ, [κῦρσα]ι δωσάμενοι κρηήνατε τήνδ’ ἐπαοιδήν. | ||
5 | [δεῦρ’, Ἅιδ]η καὶ Χθών, πῦρ ἄφθιτον, Ἥλιε Τιτάν, [ἐλθὲ καὶ] Ἰάα καὶ Φθᾶ καὶ Φρῆ νομοσώσω[ν,] [καὶ Νεφ]θὼ πολύτιμε καὶ Ἀβλαναθὼ πολύολβε, [πυρσ]οδρακοντόζων’, ἐρυσίχθων, αἰπυκαρείη, [Ἀβραξ]ᾶ, περίβωτε τὸ κοσμικὸν οὔνομα δαίμων, | |
10 | [ἄξονα] καὶ χορίον καὶ φῶτα νέμων παγέρ’ Ἄρκτων, [ἐλθὲ κ]αὶ ἐνκρατείᾳ πάντων προφερέστερ’ ἐμοί, Φρήν, [σὲ κα]λ̣έ̣ω, Β〈ρ〉ι〈αρ〉εῦ, καὶ Φ〈ρ〉άσιε, καὶ ς’ Ἰξίων, [καὶ Γε]νεὰ καὶ Ἀφηβιοτὰ καὶ Πῦρ καλλιαιθές, [ἠδ’ ἔλθοι]ς, Χθονία καὶ Οὐρανία, καὶ ὀνείρω[ν] | |
15 | [ἣ μεδέει]ς, καὶ Σείρι’, ὃς [ ].‘ | |
24a | Μεγάλη Ἶσις ἡ κυρία. ἀντίγραφον ἱερᾶς βί‐ βλου τῆς εὑρεθείσης ἐν τοῖς τοῦ Ἑρμοῦ ταμίοις. | |
5 | ὁ δὲ τρόπος ἐστὶν τὰ περὶ | |
τὰ γράμματα κθʹ, δι’ ὧν ὁ Ἑρμῆς καὶ ἡ Ἶσις ζητοῦσα ἑαυτῆς τὸν ἀ‐ δελφὸν καὶ ἄνδρα Ὄ‐ | ||
10 | σιριν 〈ἐξεῦρεν〉. ἐπικαλοῦ μὲ〈ν〉 τὸν Ἥλιον καὶ τοὺς ἐν βυ‐ θῷ θεοὺς πάντας, πε‐ ρὶ ὧν θέλεις κληδονισ‐ θῆναι, 〈καὶ〉 λαβὼν φοίνι‐ | |
15 | κος ἄρσενος φύλλα κθʹ ἐπίγραψον ἐν ἑκάστῳ τῶν φύλλων τὰ τῶν θεῶν ὀνόματα καὶ ἐπευξά‐ μενος αἶρε κατὰ δύο | |
20 | δύο. τὸ δὲ ὑπολιπόμε‐ νον ἔσχατον ἀνάγνω‐ θι, καὶ εὑρήσεις σου τὴν κλη‐ δόνα, ἐν οἷς μέτεστιν, καὶ χρηματισθήσῃ τη‐ | |
25 | λαυγῶς. | |
24b,rec | εἰς τὸν δεξ[ιὸ]ν [] [] εἰς τὰ ἀριστερὰ τοῦ [τραχήλου·] []ἐπὶ τὸν δεξιὸν ὦ[μον·] []ἐπὶ τὸ [ἄ]κρον τοῦ [δεξιοῦ μαστοῦ·] | |
5 | [] ἐπὶ τ[ὸ]ν ἀριστερὸ[ν ὦμον·] []λήμψεται[] [] ἐπὶ τὸ ἄκρον το[ῦ ἀριστεροῦ μαστοῦ·] [] ἐπὶ τὸ στῆθος π[] | |
24b,ver(9) | [ ] ηση γὰρ τὸν μ[] | |
10 | [λα]βοῦσαν, μεγάλα[] [] καὶ ἔξω φεύγη[] []ε̣ται ἡ γυνή, ἐλε[] [ἄ]νθρωποι ἐπὶ του[] []α φάρμα[κ]α κατ[] | |
15 | []ικαν καθευδο[] | |
25c | Ἅγιος κύριος Ζαβαώτ. | |
26 | οβʹ εἰ λήμψομαι τὸ ὀψώνιον; ογʹ εἰ μενῶ, ὅπου ὑπάγω; οδʹ εἰ πωλοῦμαι; οεʹ εἰ ἔχω ὠφέλιαν ἀπὸ τοῦ φίλου; | |
5 | οϛʹ εἰ δέδοταί μοι ἑτέρῳ συναλλάξαι; οζʹ εἰ καταλλάσσομαι εἰς τὸν γόνον; οηʹ εἰ λαμβάνω κομιᾶτον; οθʹ εἰ λήμψομαι τὸ ἀργύριον; πʹ εἰ ζῇ ὁ ἀπόδημος; | |
10 | παʹ εἰ κερδαίνω ἀπὸ τοῦ πράγματ[ος;] πβʹ εἰ προγράφεται τὰ ἐμά; πγʹ εἰ εὑρήσω πωλῆσαι; | |
πδʹ εἰ δύναμαι, ὃ ἐνθυμοῦμαι, ἆρ̣α̣[ι;] πεʹ εἰ γίνομαι βιόπ̣ρ̣α̣τος; | ||
15 | πϛʹ εἰ φυγαδεύσομαι; πζʹ εἰ πρεσβεύσω; πηʹ εἰ γίνομαι βουλευτής; πθʹ εἰ λύεταί μου ὁ δρασμός; ϙʹ εἰ ἀπαλλάσσομαι τῆς γυνα̣ικό[ς;] | |
20 | ϙαʹ εἰ πεφαρμάκωμαι; ϙβʹ εἰ λαμβάνω [τ]ὸ ἴ̣δ̣[ιο]ν; [ϙγʹ] εἰ] ................. | |
27 | Νεικητικὸν Σαραπάμμωνει, υἱῷ Ἀπολ‐ λωνείου δὸς νείκην, ὁλοκληρίαν σ〈τ〉αδίου καὶ ὄχλου τῷ προκειμένῳ Σαραπάμμωνι. | |
5 | ἐξ ὀνόματος Συλικυς ἢ Σου[] | |
28a | Ορ ορ φορ φορ Σαβ[α]ώθ, Ἀδωνέ, Σαλαμα, Ταρ‐ χει, Ἀβρα〈σ〉άξ· δέννω σέ, σκορπίε Ἀρτεμισίας, | |
5 | τριακόσια δεκάπεν‐ τε. Παχων πεντεκαι‐ | |
δεκάτῃ ...... | ||
28b | Ὡρ Ὡρ φωρ φωρ Ἰάω, Ἀδωναεί, | |
5 | Σαβ[α]ώθ, Σαλαμαν, Ταρχχει· δέννεω σαί, σκορπίε Ἀρτεμίσου, ιγʹ. | |
28c | † † † † Ὡρ Ὡρ [φ]ωρ φωρ [Ἀδωναί,] | |
5 | [Σαλα]μα ρθαχι· [δ]έννο σε, [σ]κ[ο]ρπίε Ἀρτημίσιε. Φαμενωθ τέσσαρο, | |
10 | φωρ ορ ορ οσοα δδδ ρρρ. | |
29 | Ῥοθίοις ἐκέλευον ἀνέμοις καὶ μέρεσι σοῖς πελαγίοις, ὅτε πλέειν ἤθελον ἐγώ. ὅτε μένειν ἤθελον ἐκεῖ, | |
5 | ἔλεγον μέρεσιν πελαγίοις· ‘μὴ τύπη〈τε〉 τὰ πελάγη, ἅλ’ ὑποτάξατε ναυβάταις.‘ ὅλος ἄρ’ ἄνεμος ἐπείγεται· ἀπέκλειε〈ν〉 τὰ πνεύματα. | |
10 | καὶ, ’ν[α]ξ, | |
δὸς τὰ [ἄβ]ατα εὔβατα. | ||
30a | Σοκωννωκοννῖ, θεῷ με〈γα〉λο μεγά‐ λῳ· χρημάτισόν μοι, ἦ μείνῳ ἐν Βακχιάδι; ἦ μέλ〈λ〉ω ἐντυνχ‐ άνιν; τούτῳ ἐμοὶ χρημάτισον. | |
30b | Τῷ μεγίστῳ κραταιῷ θεῷ Σοκνοπαί[ῳ] παρὰ Ἀσκληπιάδου τοῦ Ἀρείου· εἶ οὐ [δί‐] δοταί μοι συμβιῶσαι Ταπεθεῦ[τι] Μαρρείους, οὐδ’ οὐ μὴ γένηται ἄ[λλου] | |
5 | γυνή; ὑπόδειξόν μοι κα[ὶ] κύρωσ[όν] μοι τοῦτο τὸ γραπτόν. πρόην δ’ [ἦν ἡ] Ταπεθεῦς Ὡρίωνος γυνή. (ἔτους) λεʹ Καίσαρος, Παχω〈ν〉 αʹ. | |
30c | Σοκνοπαίῳ καὶ Σοκονπιεῖος, θεοὶ μεγάλοι μεγάλο[ι,] παρὰ Στοτοῆτις τοῦ Ἀπύνχεος, τοῦ Τεσενοῦφις· ἦ μὲν σοθήσῳ ταύτης ἧς ἐν ἐμοὶ ἀσθενία[ς;] τοῦτόν μοι ἐξένικον. | |
30d | Θεῶν μεγάλων μεγάλων Σοκνοπαίῳ καὶ Σοκονου̣π̣ι̣ς̣· εἶ δέδε[κται σ]υνβαλῖν περὶ γυ‐ ναιγοῦ; τ[οῦτό] μοι φέρε. | |
30e | Κυρίῳ Σοκνοπαίῳ, θεῷ μεγάλῳ, καὶ Ἄμμωνι, θεοῖς με‐ γίστοις· ἀξιοῖ Σώτας, εἰ οὐ μέλλι ὁ νομάρχης ἐναυ‐ | |
5 | τοῦ ἀγανακτῖ ἢ ἐξετά‐ ζι τὰ κατ’ ἐμέ, ὅτι τὰ πι‐ ττάκια Οὐαλερίου ἐγὼ γράφω. τοῦτώ μοι δός. | |
30f | Κυρίῳ Σοκνοπ(αίῳ) καὶ Ἄμμωνι, θεοῖς μεγάλοις· χρημάτισον Ζωιλᾶ‐ τι, εἰ μεθίστατε ὁ κωμογρ(αμματεὺς) τῆς Βουβασα ἐκ τῆς ἐπιστολῆς. | |
5 | τοῦτό μοι δός. | |
31a | Κύριοι Διόσκουροι· ἦ κρείνεται αὐτὸν ἀπελθεῖν ἰς πόλιν; τοῦτο ἐκξένειγκον καὶ συμφονησάτο πρὸς | |
5 | τὸν ἀδελφόν σου. | |
31b | Κύριέ μου, Σαρᾶπι Ἥλιε, εὐεργέτα· εἶ βέλτειόν ἐστιν Φανίαν, τὸν υἱόν μου, καὶ τὴν γυναῖκα | |
5 | αὐτοῦ μὴ συμφωνῆσαι νῦν τῷ πατρὶ αὐτοῦ, ἀλλὰ ἀντιλέγειν καὶ μὴ δι‐ δόναι γράμματα; τοῦ‐ τό μοι σύμφωνον ἔνεν‐ κε. ἔρρωσο. | |
31c | Διὶ Ἡλίῳ, μεγάλῳ Σεράπιδι, καὶ τοῖς συννάοις. ἐρωτᾷ Νίκη· εἶ συμφέρει | |
5 | μοι ἀγοράσαι παρὰ Τασαραπίωνος, ὃν ἔχει δοῦλον Σαραπί‐ ωνα τὸν καὶ Γαΐωνα; [τοῦτό μ]οι δός. | |
32 | Ἐξορκείζ[ω] σε, Εὐάγγελε, κατὰ τοῦ Ἀνούβι[δο]ς καὶ τοῦ Ἑρμοῦ καὶ [τ]ῶν λοι[πῶν] πάν‐ των κάτω, ἄξαι καὶ καταδ‐ | |
5 | ῆσαι Σαραπιάδα, ἣν ἔτε‐ κεν Ἑλένη, ἐπ’ αὐτὴν Ἡρα‐ είδαν, ἣν ἔτεκεν Θερμο‐ υθαριν, ἄρτι, ἄρτι, τα‐ χὺ ταχύ. ἐξ ψυχῆς καὶ καρδίας | |
10 | ἄγε αὐτὴν τὴν Σαραπιά‐ δ[α], ἣν ἔτεκεν 〈Ἑλένη〉 εἰδίᾳ μήτρ‐ ᾳ, μαει οτε ελβωσατοκ αλαουβητω ω̣ειο̣[] .αην, ἄξον καὶ κα[τάδησ‐] | |
15 | ον ψυχὴ[ν καὶ καρδίαν Σαραπιάδο‐] ς, ἣν ἔτεκεν [Ἑλένη, ἐπ’ αὐ‐] τὴν Ἡραεί[δαν, ἣν ἔτεκε‐] ν Θερμουθα[ριν μήτ‐] [ρᾳ] αὑτῆς, [ἄρτι ἄρτι, ταχὺ ταχύ]. | |
32a | Ὡς ὁ Τυφῶν ἀντίδικ‐ [ός] ἐ〈σ〉τιν τοῦ Ἡλίου, οὕτω‐ ς καῦσον καρδίαν καὶ ψυ‐ χὴν αὐτοῦ Ἀμωνείου, οὗ | |
5 | ἔτεκεν Ἑλένη, καὶ εἰδίᾳ μή‐ τρᾳ, Ἀδωνα〈ί〉, Ἀβρασάξ, Πι‐ ν[ο]ῦτι καὶ Σαβαώς, καῦσ‐ ον ψυχὴν καὶ καρδίαν αὐτοῦ Ἀμωνείου, οὗ ἔτε‐ | |
10 | κεν Ἑλέν〈η〉, ἐπ’ αὐτὸν Σερα‐ πιακόν, ὃν ἔτεκεν Θρέπτ‐ η, ἄρτ[ι, ἄ]ρτι, ταχὺ ταχύ. τῇ α‐ [ὐ]τῇ ὥρᾳ καὶ τῇ αὐτῇ ἡ‐ μέρᾳ, ἐξ αὐτῆς συνκατά‐ | |
15 | μειξον τὰς ψυχὰς ἀν‐ φοτέρων καὶ ποίησον αὐτὸν τὸν Ἀμώνειον, ὃν ἔτεκεν Ἑλένη, αὐ‐ τὸν Σεραπιακόν, ὃν ἔτ‐ | |
20 | εκεν Θρέπτη, πᾶσαν ὥρ‐ αν καὶ πᾶσαν ἡμέραν καὶ πᾶσαν νύκτα· διό, Ἀδω‐ ναί, ὕψιστε θεῶν, οὗ ἐ〈σ〉τιν τὸ ὄνομα τὸ ἀλη‐ | |
25 | θινόν, δίωκε, Ἀδωναί. | |
33 | αβλαναθαναβλαναμαχαραμαραχαραμαρα[χ] βλαναθαναβλαναμαχαραμαραχαραμαρα λαναθαναβλαναμαχαραμαραχαραμαρ μαχα | |
5 | αχ α ἀκάμ[ατ]ε Κοκ/ Κουκ/ Κουλ/, παῦ[σο]ν τὴν Ταΐδα ἀπὸ παντὸς ῥίγους, ἣν ἔτεκεν Τα̣ρ̣[αυς, ἢ] τριταίου ἢ τεταρταίου ἢ καθη‐ | |
10 | μερινοῦ ἢ παρημερινοῦ ἢ νυκτοπυρε‐ τ[ο]ῦ 〈ἢ λεπτοπυρετοῦ〉, ὅ τι ἐγώ εἰμι ὁ πατρο‐ [παράδοτος θεός, ἀκάματος Κο]κ/ Κ[ο]υκ/ Κου[λ/] [ἤδη ἤδη, ταχὺ ταχύ]. | |
34 | ....στήσεται, κἂν σελήνῃ κε‐ λεύσω, καταβήσεται, κἂν κωλῦσαι θελ[ή]σω τὴν ἡμέ‐ ραν, ἡ νύξ μοι μενεῖ, κἂν | |
5 | δεηθῶμεν πάλιν ἡμέ‐ ρας, τὸ φῶς οὐκ ἀπελεύσε‐ ται, κἂν πλεῦσαι θελήσω τὴν θάλατταν, οὐ δέομαι νεώς, κἂν δι’ ἀέρος ἐλθεῖν, | |
10 | κουφισθήσομ[α]ι. ἐρωτικὸν μόνον οὐχ εὑρίσκω φάρ‐ μακον, οὐ ποιῆσαι δυνάμε‐ νον, οὐ παῦσαι δυνάμενον· | |
ἡ γῆ γάρ, φοβουμένη τὸν | ||
15 | θεόν, οὐ φέρει. εἰ δέ τις ἔχει καὶ δίδωσιν̣, α̣ἰ̣τ̣ῶ, δέομαι· ‘δότε· πιεῖν θέλω, χρίσασθαι θέλω‘. φαίνεσθαί σου τῇ θυ‐ γα̣τρὶ καλὸν εἴδωλον λέ‐ | |
20 | γεις, καὶ τοῦτό σ[ο]ι παράδο‐ ξον εἶναι δοκεῖ; πόσοι δὲ ἄλλοι παραλόγων [ἠ]ρά[σθ]η‐ [σα]ν σωμάτων [ ]νι..ο̣ [ ]..ε̣ρ̣ω[ ].μ[...] | |
35 | ‘Ἐπικαλοῦμαι σε, ὁ καθήμενος ἐπὶ τῆς ἀβύσ〈σ〉ου, Βυθαθ, ἐπικαλοῦμαι καὶ τὸν καθήμενον ἐν τῷ πρώτῳ οὐρανῷ, Μαρμαρ, ἐπ‐ ικαλοῦμαί σε, ὁ καθήμενος ἐν τῷ βʹ οὐρανῷ, Ῥαφαήλ, ἐπικαλοῦμαί σε, ὁ καθήμενος ἐν τῷ γʹ οὐρανῷ, Σουριήλ, | |
5 | ἐπικαλοῦμαί σε, ὁ καθήμενος ἐν τῷ δʹ οὐρανῷ, Ἰφιαφ, ἐπικα‐ | |
λοῦμαί σε, ὁ καθήμενος ἐν τῷ οὐρανῷ εʹ, Πιτιήλ, ἐπικαλοῦμαί σε, τὸν ἐν τῷ οὐρανῷ 〈ϛʹ〉, Μουριαθα. ἐπικαλοῦμαί σε, ὁ καθήμενος ἐπὶ τοῦ χιόνος, Τελζη, ἐπικαλοῦμαί σε, Ἐδανώθ, τὸν ἐπὶ τῆς θαλάσ〈σ〉ης, ἐπικαλοῦμαί σε, Σαεσεχέλ, τὸ〈ν〉 ἐπὶ τῶν δρακόντων, | ||
10 | ἐπικαλοῦμαί σε, Ταβιυμ, ὁ ἐπὶ τῶν ποταμῶν, ἐπικαλοῦμαί σε, Βιμαδαμ, ἐπικαλοῦμαί σε, Χαδραουν, ὁ καθήμενος ἐν μέσῳ τοῦ Χαδραλλου, μέσον τῶν δύο Χερουβὶ〈ν〉 καὶ Σαραφὶν ὑμνο‐ λογού〈ν〉των τὸν κύριόν σε πάση〈σ〉 στρατιᾶς τῆς ὑπὸ τὸν ο〈ὐ〉ρανόν. ἐξορ‐ κίζω ὑμᾶς πάντας κατὰ τοῦ θεοῦ τοῦ Ἀβρὰμ καὶ Ἰσακὰ καὶ Ἰαχώβ, ἵνα | |
15 | μου ὑπακούσητε 〈τε〉λέως παλάμῃ, πᾶς τελέως ἀκούων, καὶ παραμείν[ητέ] [μ]οι καὶ δώηστέ μοι χάριταν καὶ δυναμίαν καὶ νίκην καὶ ἰσ(χὺν) ἔ〈μ〉π〈ρ〉οσθεν πά〈ν〉των, ἀνδρῶν μικρῶν καὶ μεγάλων, ὡς καὶ μονομάχων καὶ στρατιω〈τῶ〉ν καὶ παγανῶν καὶ γυναικῶν καὶ κορασίων καὶ παιδίων κα〈ὶ〉 πά〈ν〉των, ταχὺ ταχύ, διὰ τὴν | |
20 | δύναμιν τοῦ Ἰάω καὶ τὴ〈ν〉 ἰσχὺν τοῦ Σαβαὼθ καὶ τὸ ἔνδυμα τ〈ο〉ῦ Ἐλωὲ καὶ τὸ κράτος τοῦ Ἀδωναὶ καὶ τὸν στέφανον τοῦ Ἀδω‐ ναί. δότε κἀμοὶ χάριτα κα〈ὶ〉 νίκην ἔ〈μ〉προσθεν πάντων, | |
ὡς τἀγαθὰ δορήματα ἐχαρίσου τῷ Ἀλβαναθαναλβα καὶ Ἀκραμαχαμαρι, καὶ διὰ τοῦτο οὖν παρακαλῶ καὶ ἐξορ‐ | ||
25 | κίζω ὑμᾶς, ἵνα δότε χάριν καὶ νίκην καὶ δύναμιν καὶ πνεῦ‐ μα, κοιρ[ά]νου διαδηματωφόρου τρίτο〈υ〉 χαρίτησίν μου, τα‐ χὺ 〈ταχύ〉, ὅτι ἐξορκίζω ὑμᾶς Ἰάω, Σαβαώθ, αω, Σαβαώθ, ω, Σαβαώθ, Σαβαώθ, α, αβαωθ, βαωθ, αωθ, ωθ, θ.‘ | |
31 | παρὰ τὰ π〈ν〉εύματα τὰ ἐναντίου ἴδ’ ἐπὶ φνεύ‐ | |
col1,32 | ματα τῆς κοσμή‐ | |
col1,33 | σεος [καὶ] ὑψω‐ | |
col1,34 | σίας. ἐπικαλοῦ‐ | |
col1,35 | μαι κὰ παρακαλῶ | |
col1,36 | καὶ ἐξορκίζω | |
col1,37 | ὑμᾶς, ἵνα μου πᾶγ κήλευμα ὑ‐ | |
col1,38 | πακούσητε ἀπαραβάτως, χα‐ | |
col1,39 | ρίτησίν μου, κυράν(ου) | |
col1,40 | [διαδημα]τωφόρου τρίτου, Σαβάθ. | |
col2,32 | Παῦ‐ | |
col2,33 | λος | |
col2,34 | Ἰουλι‐ | |
col2,35 | ανός | |
col3,33 | ἐξο〈ρ〉κίζω ὑμᾶς κα‐ | |
col3,34 | τὰ τοῦ θ(εο)ῦ τοῦ | |
col3,35 | Σαραχαήλ, τοῦ | |
col3,36 | Βιλιάμ, | |
col3,37 | κὰ τοῦ ποιήσαν‐ | |
col3,38 | τος τὸν οὐρανὸν | |
col3,39 | καὶ τὴν γῆν | |
col3,40 | καὶ πά〈ν〉τα κατ’ α[ὐ‐] | |
col3,41 | τῆς .....ν | |
col3,42 | καὶ βι̣ο̣.... | |
36 | Κάτοχος, εἰς πάντα ποιῶν. λαβὼν λάμναν μολιβῆν ψυχρήλατον γράφε χαλκῷ γραφίῳ τὸ ὑποκίμενον ζῴδιο[ν] καὶ τὰ ὀνόματα καὶ κατατίθου πλησίον καταντικρύς· ‘ἐλθέ, Τυφῶν, ὁ ἐπὶ τὴν ὑπτίαν πύλην καθήμενος, | |
5 | Ἰὼ Ἐρβήθ, ὁ τὸν ἴδιον ἀδελφὸν σφάξας, Ἰὼ Πα‐ κερβήθ, Ἰὼ Βολχοσήθ, Ἰὼ Ἀπομψ, Ἰὼ σεσενρω Ἰὼ βιματ, ἰακουμβιαι, ἀβερραμενθωου λερθ[ε‐] ξαναξ, ἐθρελυοωθ μεμαρεβα, του Σήθ, βολ‐ κολ, ἄοκνον τόν σου υἱὸν φρῖξον.‘ | |
col1,12 | Ἰὼ Ἐρβήθ | |
col1,13 | Ἰὼ Πακερβήθ | |
col1,14 | Ἰὼ Βολχοσήθ | |
col1,15 | Ἰὼ ἀπομψ | |
col1,16 | Ἰὼ σεσερω | |
col1,17 | Ἰὼ βιματ | |
col1,21 | Ἰὼ Ἰακουμβιαι | |
col1,22 | Ἰὼ Παταθναξ | |
col2,16 | α Σήθ, Σήθ, Σήθ | |
col3,10 | ζαγουρη | |
col3,12 | Σήθ | |
col3,13 | βρακ | |
col3,15 | Ἰ | |
col3,16 | ὼ | |
col3,17 | Ἐὴ | |
col3,18 | ρθ | |
col3,19 | β | |
col3,20 | Ἰρὼς | |
col3,21 | ὼβΒὴ | |
col3,22 | Πήοθ, | |
col3,23 | αθλ Ἰὼ | |
col3,24 | κ χ Ἰὴ | |
col3,25 | ε Ἰ ο | |
col3,26 | Σήθ, Σήθ | |
col3,27 | Σήθ, Σήθ | |
col3,28 | Σήθ, Σήθ | |
col3,29 | Σήθ | |
col3,30 | βρακ, βρακ | |
col3,31 | βρακ, βρακ | |
col3,32 | βρακ, βρακ | |
col3,33 | βρακ | |
col3,34 | Ἰὼ Πακερβήθ | |
col3,35 | βρακ | |
col3,36 | βρακ | |
col4,16 | Σήθ, Σήθ, Σήθ | |
col5,10 | Ἰαβερραμενθω | |
col5,11 | ουλερθεξαναξ | |
col5,12 | ἐθρελυοωθ νε‐ | |
col5,13 | μαρεβα | |
col5,14 | του Σὴθ | |
col5,15 | βολ κολ ἄοκνον | |
col5,16 | τόν σου υἱὸν | |
col5,17 | φρῖξον | |
35 | Θυμοκάτοχον καὶ χαριτήσιον καὶ νικητικὸν δικαστηρίων βέλτιστον, μέχρεις καὶ πρὸς βασιλέας ποιεῖ, οὗ μῖζον οὐδέν. λαβὼν λάμ‐ ναν ἀργυρᾶν γράφε χαλκῷ γραφίῳ τὴν ὑποκιμέ‐ νην σφραγῖδα τοῦ ζῳδίου καὶ τὰ ὀνόματα | |
40 | καὶ φόρ(ε)ι ἐν τῷ ὑποκαλύμματί σου, καὶ νικήσις. ἔστι δὲ τὰ γραφόμενα ὀνόματα ταῦτα· ‘Ἰαώ, Σαβαώθ, Ἀδωναί, Ἐλωαί, Ἀβρασάξ, Ἀβλαναθαναλβα, Ἀκραμμαχαμαρι, πεφθα‐ φωζα, φνεβεννουνι, κύριοι ἄγγελοι, δότε μοι, | |
45 | τῷ δεῖνα, ᾧ ἔτεκεν ἡ δεῖνα, νίκην, χάριν, δόξαν, ἐπιτυχίαν πρὸς πάντας ἀνθρώπους καὶ πρὸς πάσας γυνε͂κας, μάλιστα πρὸς τὸν δεῖνα, ὃν ἔτοκεν ἡ δεῖνα, ἐπὶ τὸν ἀεὶ καὶ ἅπαντα χρόνον.‘ τέλ(ε)ι. Ἰάω | |
36(50) | αδ ρα ιβ αα δε | |
55 | ωι βθ αα δο ωρ | |
60 | ζε εθ ιε ρι α ζαγουρη α | |
65 | αριοβαδοζειραδ αβαϊθα ερουχι ι ληϊηλιχυορε / αριοβαθα δαριζο η δαβοιρα.α Ἀγωγή, ἔμπυρον βέλτιστον, οὗ μῖζον οὐδέν. ἄγι δὲ ἄνδρας γυνεξὶν καὶ γυνε͂κας ἄνδρεσιν | |
70 | καὶ παρθένους ἐκπηδᾶν οἴκοθεν ποιεῖ. λαβὼν χάρτην καθαρὸν γράφε αἵματι ὀνίῳ τὰ ὑποκίμενα ὀνόματα καὶ τὸ ζῴδιον, καὶ βαλὼν οὐσίαν, ἧς θέλεις γυναικός, χρίσας τὸ πιττάκιον ὀξοκόμι βεβρεγμένῃ κόλλα εἰς τὸν ξηρὸν θόλον τοῦ βαλανίου, καὶ θαυμάσεις. | |
75 | τήρ(ε)ι δὲ σεαυτόν, μὴ πληγῇς. ἔστι δὲ τὰ γραφόμενα ταῦτα· ‘ἐλθέ, Τυφῶν, ὁ ἐπὶ τὴν ὑπτίαν πύλην καθήμενος, Ἰὼ Ἐρβηθ, Ἰὼ Πακερβήθ, Ἰὼ Βαλχοσήθ, Ἰὼ Ἀπομψ, Ἰὼ σεσενρ̣ω̣, Ἰὼ βιματ, Ἰακουμβιαι, ἀβερραμενθω ουλερθεξα̣να̣ξ ἐθρελυοωθ μεμαρεβα του Σήθ, ὡς ὑ‐ | |
80 | μεῖς καίεσθε καὶ πυροῦσθε, οὕτως καὶ ἡ ψυχή, ἡ καρδία τῆς δεῖνα, ἧς ἔτεκεν ἡ δεῖνα, ἕως ἂν ἔλθῃ φιλοῦσα ἐμὲ τὸν δεῖνα καὶ τὴν θηλυκὴν αὑτῆς φύσιν τῇ ἀρσενικῇ μου κολλήσῃ, ἤδη ἤδη, ταχὺ ταχύ.‘ Ἰ Σ β Ἰ | |
85 | ω η α ω ε θ κ β ρ Σ β ο β η ρ λ η θ α χ | |
90 | θ Σ κ ο Ἰ η β ς ω θ ρ η πα θ ακ Ἰ | |
95 | κω εα ρ ἀβερραμενθωυ π βο ημ | |
36(100) | θψ Ἄλλο ἔμπυρον. λαβὼν χάρτην καθαρὸν γράφε τὰ ὑπο〈κεί〉μενα | |
ὀνόματα καὶ τὸ ζῴδιον ζμυρνομέλανι καὶ λέγε τὸν λόγον τρίς. ἔστιν δὲ τὰ γραφόμενα ὀνόματα καὶ τὸ ζῴδιον τοῦτο· ‘κλῦθί μοι, ὁ κτίζων καὶ ἐρημῶν | ||
105 | καὶ γενάμενος ἰσχυρὸς θεός, ὃν ἐγέννησεν λευκὴ χοιράς, ἀλθακα, εἰαθαλλαθα, σαλαιοθ, ὁ ἀναφανεὶς ἐν Πηλουσίῳ, ἐν Ἡλίου πόλει, κατέχων ῥάβδον σιδηρᾶν, ἐν ᾗ ἀνέφραξας τὴν θάλασσαν καὶ διεπέρασας ἀνε〈κ〉ξη‐ ράνας πάντα τὰ φυτά, ἄξον ἐμοὶ τῷ δεῖνα τὴν δεῖνα καιο‐ | |
110 | μένην, πυρουμένην, ἀεροπετουμένην, πεινῶσαν, διψῶσαν, ὕπνου μὴ τυγχάνουσαν, φιλοῦσαν ἐμὲ τὸν δεῖνα, ὃν ἔτοκεν ἡ δεῖνα, ἕως ἂν ἔλθῃ καὶ τὴν θηλυκὴν ἑαυτῆς φύσιν τῇ ἀρσενικῇ μου κολλήσῃ, ἤδη ἤδη, ταχὺ ταχύ.‘ | |
col1,115 | ιαεω | |
col1,116 | ιαε | |
col1,117 | ια | |
col1,118 | ι | |
col1,119 | βαφρενδεμουν | |
col1,120 | βαφρενδεμου | |
col1,121 | βαφρενδεμο | |
col1,122 | βαφρενδεμ | |
col1,123 | βαφρενδε | |
col1,124 | βαφρενδ | |
col1,125 | βαφρεν | |
col1,126 | βαφρε | |
col1,127 | βαφρ | |
col1,128 | βαφ | |
col1,129 | βα | |
col1,130 | β | |
col2,125 | ἄξετέ μοι, τῷ δεῖνα, | |
col2,126 | ᾧ ἔτεκεν ἡ δεῖνα, τὴν | |
col2,127 | δεῖνα, ἣν ἔτεκεν ἡ δεῖνα, | |
col2,128 | καιομένην, πυρου‐ | |
col2,129 | μένην, ἀεροπετου‐ | |
col2,130 | μένην, φιλοῦσαν | |
col2,131 | ἐμὲ τὸν δεῖνα, ὃν ἔτεκεν | |
col2,132 | ἡ δεῖνα, ἤδη ἤδη, ταχὺ ταχὺ | |
col2,133 | τέλει. | |
col3,115 | ς νοθειλαριιιαη | |
col3,116 | ε οθειλαριιιαη | |
col3,117 | ς ειλαριιαη | |
col3,118 | ε ιλαριιαη | |
col3,119 | ν λαριιαη | |
col3,120 | γ αριιαη | |
col3,121 | ε ριιαη | |
col3,122 | ν ιιαη | |
col3,123 | β ιαη | |
col3,124 | α αη | |
col3,125 | ρ η | |
col3,126 | φ φιρκιαλι | |
col3,127 | α ιρκιαλι | |
col3,128 | ρ ρκιαλι | |
col3,129 | α κιαλι | |
col3,130 | γ ιαλι | |
col3,131 | γ αλι | |
col3,132 | η λι | |
col3,133 | ς [ι] | |
134 | Ἀγωγὴ θαυμαστή, ἧς μεῖζον οὐδέν. λαβὼν ζμύρναν | |
135 | καὶ λίβανον ἀρσενικὸν βάλε εἰς ποτήριον καὶ ἀρχὴν ὄξους, καὶ τρίτῃ ὥρᾳ τῆς νυκτὸς βαλὼν εἰς τὸν στροφέαν σου τῆς θύρας λέγε τὸν λόγον ζʹ. ἔστι δὲ ὁ λεγόμενος λόγος οὗτος· ἐγείρεσθε, οἱ ἐν τῷ σκότει δαίμονες, καὶ ἀνάλλεσθε ἐπὶ τὰ πλιν‐ θία καὶ κόπτεσθε τὰ στήθη πηλωσάμενοι τὰ πρόσωπα. διὰ | |
140 | γὰρ τὴν δεῖνα, ἣν ἔτεκεν ἡ δεῖνα, τὰ ἀνόμιμα ᾠὰ θύεται· πῦρ, πῦρ, 〈ἀ〉νομία, ἀνομία. ἡ γὰρ Ἶσις ἀνεβόησεν μεγάλην κραυ〈γ〉ήν , καὶ συνεταράχθη ὁ κόσμος· στρέφεται ἐπὶ τὴν ἱερὰν κλί‐ νην, καὶ διαρήσσεται αὐτοῦ τὰ δεσμὰ τοῦ τε δαιμονιακοῦ εἵνε‐ κεν τῆς ἐχθρᾶς καὶ ἀσεβοῦς τῆς δεῖνα, ἧς ἔτεκεν 〈ἡ〉 δεῖνα. σὺ δέ, Ἶσι | |
145 | καὶ Ὄσιρι καὶ χθονὸς 〈δαίμονεσ〉 Ἀβλαμˊγουνχωθω, Ἀβρασάξ, καὶ δαίμονες οἱ ὑπὸ τὸν χθόνον, ἐγείρεσθε, οἱ ἐκ τοῦ βάθους, καὶ ποιήσατε τὴν δεῖνα, ἣν ἔτεκεν ἡ δεῖνα, ἀγρυπνεῖν, ἀεροπε‐ τεῖσθαι, πεινῶσαν, διψῶσαν, ὕπνου μὴ τυγχάνουσαν, ἐρᾶσθαι ἐμοῦ τοῦ δεῖνα, οὗ ἔτεκεν ἡ δεῖνα, ἔρωτι σπλαγχνικῷ, ἕως ἂν ἔλθῃ | |
36(150) | καὶ τὴν θηλυκὴν ἑαυτῆς φύσιν τῇ ἀρσενικῇ μου κολλήσῃ. ἐὰν δὲ θέλῃ κοιμᾶσθαι, ὑποστρώσατε αὐτῇ σιττύβας ἀκαν‐ θίνας, ἐπὶ δὲ τῶν κοτράφων σκόλοπας, ἵνα μοι ἐπινεύσῃ ἐπὶ ἑταιρωτικῇ φιλίᾳ, ὅτι ὁρκίζω ὑμᾶς, τοὺς κατὰ τοῦ πυρὸς τεταγμένους, Μασκελλι, Μασκελλω, Φνουκενταβαώθ, | |
155 | ὀρεοβαζαγρα, ῥηξίχθων, [ἱ]π̣πίχθων, πυριπ̣η̣γ̣αναξ. δέδεσαι, ἡ δεῖνα, τοῖς νεύροις τοῦ ἱεροῦ φοίνικος, [ἵ]να φιλῇς διόλου τὸν δεῖνα, καὶ οὐ μὴ σὲ λύσῃ οὐ κύων βαυβύζων, οὐκ ὄνος ὀγκώμενος, οὐ γάλλος, οὐ περικαθάρτης, οὐκ ἦχ[ο]ς κυμβάλου, οὐ βόμβος αὐλοῦ, ἀλλ’ οὐδὲν ἐξ οὐρανοῦ φυλακτήριον περὶ πᾶν, | |
160 | ἀλλὰ κρατείσθω τῷ πνεύματι. Θυμοκάτοχον καὶ νικητικόν, οὗ μῖζον οὐδέν, λεγόμενον διὰ λόγων. κρατῶν σου τοὺς ἀντίχιρας λέγε τὸν λόγον ζʹ· ‘Ερμαλλωθ, Ἀρχιμαλλωθ, φιμώσατε τὰ στόματα | |
165 | τὰ κατ’ ἐμοῦ, ὅτι δοξάζω ὑμῶν τὰ ἅγια καὶ ἔνδοξα ὀνόματα τὰ ἐν τῷ οὐρανῷ.‘ πρὸς ἐπίδοσιν λόγων ἄρας ἶναν γράψον οὕτως· ‘ἐγώ εἰμι | |
170 | Χφυρις, ἐπιτυχῖν με δ(ε)ῖ. Μιχαήλ, Ῥαφαήλ, Ῥουβήλ, Ναριήλ, Καττιήλ, Ῥουμβουθιήλ, Ἀζαριή[λ,] Ἰωήλ, Ἰουήλ, Ἐζριήλ, Σουριήλ, Ναριήλ, Μετμουριήλ, Ἀζαήλ, Ἀζιήλ, Σαου̣μιήλ, | |
175 | Ῥουβουθιήλ, Ῥαβιηήλ, ⟦Ῥαβιηήλ⟧, Ῥάβχλου, Ἐναεζραήλ, ἄγγελοι, φυλάξατέ με ἀπὸ παντὸς πράγματος ἐπερχομένου μου.‘ Λυσιφάρμακον. λαβὼν μ̣[ολί]βου ἐπίγραψον ἐπ’ αὐτοῦ ζῴδιον μονοποιοῦν τῇ δεξιᾷ | |
180 | χειρὶ κατέχοντα λαμπάδα, τῇ δὲ ἀρισ‐ τερᾷ (καὶ· ἐπὶ τῇ ἀριστερᾷ) μάχεραν καὶ ἐπὶ τῆς κεφαλῆς ἱέρακες γʹ καὶ ὑπὸ τὰ σκέλη κάνθαρον, ὑπὸ δὲ τὸν κάνθαρον δράκοντα οὐροβόρον. ἔστι δὲ τὰ γραφόμενα περὶ τὸ | |
185 | ζῴδιον ταῦτα· | |
189 | Ἀγωγή. εἰς 〈ὄ〉στρακον ὠμὸν χαλκῷ γραφίῳ· | |
190 | ‘Ἑκάτη, ς’, Ἑκάτη, τρίμορφος, πεπληρωμένων πάντων πάσης σφραγισμῶν, ὁρκίζω σε, τὸν μεγάλον ὄνομα τοῦ Ἀβλαθανα, καὶ τὴν δύναμιν τοῦ Ἀγραμαρι, ὅτι σε ὁρκίζω, σε, 〈ὃσ〉 τὸ πῦρ Ὀνυρ κατέχε[ι]ς καὶ τοὺς ἐν αὐτῷ, 〈τὴν〉 δεῖνα | |
195 | πυρωθῆναι, διώκειν πρὸς ἐμὲ τὸν δεῖνα, ὅτι κατέχω μὲ τὴν δεξιὰν τοὺς δύο δράκωντας καὶ τὴν νίκην τοῦ Ἰαω Σαβαώθ, καὶ τὸ μεγάλο ὄνομα Βιλκατριˊμοφεχε, τὸ πῦρ παλλομένη, † στ̣ουτουκατουτου δια‐ | |
36(200) | φιλῆ〈σ〉αί με καιομένην, πυρουμένην πρός | |
με, ναὶ, βασανιζομένη〈ν〉. Συνκουτουὲλ ἐγώ.‘ 〈γράφε〉 ηʹ χαρι‐ κτῆρας, οὕτως· ‘δός γέ μοι τὴν χάριν πάντων, Ἀδωναί, [Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character]‘. | ||
211 | Εὐχὴ ἡλιακή, θυμοκάτοχον καὶ νικητικὸν καὶ χαριτήσιον , οὗ μῖζον οὐδέν. λέγε πρὸς ἥλιον ζʹ, καὶ λιπαίν‐ ων τὴν χῖραν κατάμασσε ἐπὶ τῆς κεφαλῆς καὶ τοῦ προσώπου. ἔστι δέ· ‘χαῖρέ μοι, ὁ ἐπὶ τοῦ ἀπηλιώτου τεταγ‐ | |
215 | μένος καὶ τοῦ κόσμου, ὃν δορυφοροῦσιν οἱ θεοὶ πάντες, ἀγαθῇ σου ὥρᾳ, ἀγαθῇ σου ἡμέρᾳ, ὁ Ἀγαθὸς Δαίμων τοῦ κόσμου, ὁ στέφανος τῆς οἰκο〈υ〉μένης, ὁ ἐκ τῆς ἀβύσσου ἀνατέλλων, ὁ καθ’ ἡμέραν γεννώμενος νέος καὶ γέρων δύνων //Ἁρπ[ε]νκνουφι //βρινταντηνωφρι //βρισσκυλμας// | |
220 | ἀρουρζορβορο[.] //μεσιντριφι //νιπτουμι //χμουμμαωφι//· δέομε, κύριε, [μ]ὴ σφαλῆναι, μὴ ἐπιβουλευθῆναι, μὴ δηλη‐ τήριον φάρμ[ακ]ον λαβῖν, μὴ εἰς ἔκπτωσιν, βίου ἀπορίαν ἐνπεσῖν, ἀλ[λ’] ἑλεῖν καὶ λαβῖν παρά σου ζοήν, ὑγίαν, δόξαν, πλοῦτον, δύναμιν, ἰσχύν, ἐπιτυχίαν, ἐπαφρο‐ | |
225 | δισίαν, χάριν πρὸς πάντας ἀνθρώπους καὶ πρὸς πάσας γυναῖκας, ν̣ί[κ]ην̣ κατὰ πάντων ἀνθρώπων καὶ κατὰ πασῶν γυν[αι]κῶν. ναί, δέσποτα Ἀβλαναθαναλβα// Ἀκραμμαχ[αμ]αρι //πεφνα //φωζα //φνεβεννουνι// νααχθιπ[̣..]ουνορβα// ποίησον, ὃ βούλομε πρᾶγμα, | |
230 | τῇ σῇ δυνά[̣μ]ι.‘ Λαβὼν λάμναν μολιβῆν γράψον χαλκῷ γραφίῳ τὰ ὑποκίμενα ὀνόματα καὶ τὸ ζῴδιον, καὶ χρίσας αἵματι νυκ‐ τερίδος, τὴν λάμναν ἑλίξας κατὰ τρόπον, | |
235 | ἀναπτύξας βάθρακον φροῦνον | |
βάλε εἰς τὴν γαστέραν αὐτοῦ, καὶ ῥάψας λίνῳ Ἀνουβιακῷ χαλκῇ βελόνῃ κρέ‐ μασον εἰς κάλαμον χωρίου ἐξ τριχῶν οὐρᾶς βοὸς μελάνης τοῦ ὀπιστίου, ἐξ ἀ‐ | ||
240 | νατολῆς τοῦ χωρίου πλησίον ἀνα‐ τολῶν ἡλίου. | |
sec1,242 | ουσιρισεσεγˋγενβαρφαργγης | |
sec1,243 | ουσιριισεσε γγενβαρφ | |
sec1,244 | σιρισεσε γγενβαρφ | |
sec1,245 | ιρ[ι]σεσε γενβαρφ | |
sec1,246 | ρι σεσε γενβαρφ | |
sec1,247 | ις εσε γενβαρφ | |
sec1,248 | ς εσεγ ενβαρφ | |
sec1,249 | ε σεγ βα | |
sec1,250 | σεγγεν̣ β | |
sec1,251 | εγγεν | |
sec1,252 | [ γγ]εν | |
sec1,253 | [ γ]ε | |
sec2,242 | ερικισηφηαραραχαραφθισικηρα | |
sec2,243 | ρικισιφθηαραραχαραηφθισικηρ | |
sec2,244 | ικισιφθηαραραχαραηφθισικη | |
sec2,245 | (βάθρον) | |
sec2,246 | ‘κύριοι ἄγγελοι, ὥσπερ ὁ βά‐ | |
sec2,247 | θρακος οὗτος καταρρεῖ | |
sec2,248 | καὶ ξηρένεται, οὕτως | |
sec2,249 | καὶ τὸ σῶμα τοῦ δεῖνα, τὸ | |
sec2,250 | ἔτεκεν ἡ δεῖνα, ὅτι ὁρ‐ | |
sec2,251 | κίζω ὑμᾶς, τοὺς | |
sec2,252 | κατὰ τοῦ πυρὸς τεταγ‐ | |
sec2,253 | μένους Μασκελλι | |
sec2,254 | Μασκελλω‘ καὶ τὰ ἄλλα, | |
sec2,255 | κοινά. | |
256 | Λαβὼν ὄστρακον ἀπὸ τριόδου τρίγωνον, τῇ ἀριστερᾷ χειρὶ ἄρας, γράφε ζμυρνομελα‐ νίῳ καὶ κρύψον· ‘Ἀσσ̣τράηλος //Χράη̣λος// λύσατε πᾶν φάρμακον γενόμενον κατ’ ἐμοῦ τοῦ δεῖνα, ὅτι ὁρκίζω ὑμᾶς | |
260 | κατὰ τῶν μεγάλων καὶ φικτρῶν ὀνομάτων, ὧν οἱ ἄνεμοι φρίζουσιν καὶ αἱ πέτραι ἀκούσαντες διαρήσσονται.‘ [Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character] Λαβὼν αἷμα νυκτιβαοῦτος καὶ ζμυρνο‐ | |
265 | μέλαν, ὁμοῦ τὰ δύο μίξας γράφε καινῷ | |
καλάμῳ τὸ ζῴδιον, καθὼς περιέχι, εἰς πιττάκιον καθαρόν, καὶ ἅμ’ ἀτενίσας εἰς τοῖχον καθαρόν, εἰς ἀνατολὴν βλέπων, πήξας εἰς σουδάριον ὁλόλινον σκόλοψιν ἀρρενικοῦ φοίνικος συνκάλυ‐ | ||
270 | πτε τὸ ζῴδιον καὶ ἀποστὰς ἀπ’ αὐτο̣ῦ̣ πήχεις ἕξ, συνκαλύψας μέτρησον πεντήκοντα ἐννέα ἐπὶ τρὶς ἀναποδίζων, στήκων ἐπὶ τὸ ση‐ μῖον τῶν ἓξ πηχῶν. Χαριτήσιν μέγα πρὸς παρόντας καὶ πρὸς ὄχλους, | |
275 | ποιεῖ δὲ καὶ πρὸς δαιμονιοπλήκτους. θ[ύσ]α̣ς καὶ ἐπίθες καὶ λίβανον τοῖς ἐν [λ]ε̣π̣ίδι ἀργυρᾷ χαρακτῆρσι, περίαψον. δωρεὰν δ[ιακο]νή̣σ̣ει. | |
282 | ἐρηκισιφθηαραρχαραηφθισικηρε. Φυσικλείδιον. λαβὼν ᾠὸν κορώνης καὶ κορωνοποδίου βοτάνης χυλὸν καὶ χολὴν νάρκας ποταμίας τρῖψον μετὰ μέλιτος καὶ λέγε | |
285 | τὸν λόγον, ὅταν τρίβῃς καὶ ὅταν συνχρίῃ τὸ αἰδοῖόν σου. ἔστι δὲ ὁ λόγος ὁ λεγόμενος· ‘σοὶ λέγω, μήτρα τῆς δῖνα, χάνε καὶ δέξαι τὸ σπέρμα τοῦ δεῖνα κ̣α̣ὶ̣ σ̣π̣[έ]ρ̣[μ]α̣ τὸ ἀκρατὲς τοῦ ἰαρφε αρφε (γράφε). φιλίτω με ἡ δεῖνα εἰς τὸν ἅπαντα αὐτῆς χρόνον, ὡς ἐφίλησεν ἡ Ἶσις τὸν Ὄσιριν, καὶ μινάτω μοι ἁγνή, ὡς ἡ Πηλενόπη τῷ Ὀδυσσῖ. | |
290 | σὺ δέ, μήτρα, μνημόνευέ μου εἰς τὸν ἅπαντα τῆς ζωῆς | |
μου χρόνον, ὅτι ἐγώ εἰμι Ἀκαρναχθασ‘. ταῦτα λέγε τρίβων, καὶ ὅταν χρίσῃς τὸ αἰδοῖον, καὶ οὕτω συγγίνου, ᾗ θέλις, καὶ σὲ μ〈ό〉νον ἀγαπήσι καὶ ὑπὸ μηδενός ποτε κοινωνή‐ σεται, εἰ μὴ ὑπὸ σοῦ μόνου. | ||
295 | Ἀγωγή, ἔνπυρον ἐπὶ θείου ἀπύρου, οὕτως· λαβὼν θείου ἀπύρου βόλους ἑπτὰ ποίησον πυρὰν ἀπὸ ξύλων ἀμπελίνων. λέγε τὸν λόγον τοῦ[τον] κατὰ ἕνα βόλον καὶ βάλε ἐν τῷ πυρ〈ί〉. ἔστι δὲ ὁ λόγ[ος οὗτος· ‘ἠ]νοίγησαν οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ κατέβησαν [οἱ ἄγγ]ελοι τοῦ θεοῦ καὶ κατέστρεψαν τὴν πεν‐ | |
36(300) | τάπολιν Σόδομα καὶ Γόμορα, Ἀδαμ〈ά〉, Σεβουΐη καὶ Σηγώρ. γυνὴ ἀκούσασα τῆς φωνῆς ἐγένετο ἁλατίνη στήλη. σὺ εἶ τὸ θεῖον, ὃ ἔβρεξεν ὁ θεὸς ἀνὰ μέσον Σωδόμων καὶ Γομώρων, Ἀδαμὰ καὶ Σεβουίη καὶ Σηγώρ, σὺ εἶ τὸ θεῖον, τὸ διακονῆσαν τῷ θεῷ—οὕτω κἀμοὶ διακόνησον πρὸς τὴν δεῖνα, | |
305 | τῷ δεῖνα, καὶ μὴ αὐτὴν ἐάσῃς κοιμᾶσθαι μηδὲ ὕπνου τυχεῖν, ἕως ἐλθοῦσα ἐκτελέσῃ τὸ τῆς Ἀφροδίτης μιστήριον.‘ βάλλων εἰς τὸ πῦρ λέγε· ‘ἐάν σε βάλω εἰς τὸ πῦρ, ὁρκίζω σε κατὰ τοῦ μεγάλου παπ ταφε Ἰάω// Σαβαώθ// Ἀρβαθιάω// ζαγουρη// παγουρη// καὶ κατὰ τοῦ μεγάλου Μιχαήλ// | |
310 | Ζουριήλ// Γαβριήλ// σεσενγενβαρφαραγγης// Ιστραήλ, Ἀβραάμ//· ταύτην ἄξον τὴν δ(εῖνα) τῷ δ(εῖνα).‘ Ἄνοιξις θύρας. λαβὼν πρωτοτόκου κριοῦ ὀμφάλιον μὴ πεσὸν χαμαί, ζμυρνίσας ἔχε καί, ὅτε βούλῃ ἀνοῖξαι, πρόσφερε τοῖς κλίστροις λέγων τὸν λόγον | |
315 | τοῦτον, καὶ ἀνοίγεις εὐθέως. ἔστι δὲ ὁ λόγος· [verba coptica] / ἀνοίγηθι, | |
ἀνοίγηθι, κλεῖστρον, ὅτι ἐγώ εἰμι Ὧρος ὁ μέγας ἀρχεφρενεψου φιριγχ, υἱὸ̣ς τοῦ Ὀσίρεως καὶ τῆς Ἴσιδος. βούλομαι δὲ φυγεῖν τὸν ἄθεον Τυφῶνα, ἤδη ἤδη, ταχὺ | ||
320 | ταχύ. Ἀσύνλημπτον, τὸ μόνον ἐν κόσμῳ. λαβὼν ὀρόβους, ὅσους ἐ‐ ὰν θέλῃς πρὸς τὰ βούλει ἔτη, ἵνα μίνῃς ἀσύνλημπτος, βρέξον αὐτὰ εἰς τὰ καταμήνια τῆς γυναικὸς οὔσης ἐν ἀφέδρῳ, βρεξάτω αὐτὰ εἰς τὴν φύσιν ἑαυτῆς. καὶ λαβὼν βάτραχον | |
325 | ζῶντα βάλε εἰς τὸ στόμα αὐτοῦ τοὺς ὀρόβους, ἵνα καταπίῃ αὐτούς, καὶ ἀπόλυσον τὸν βάτραχον ζῶντα, ὅθεν αὐτὸν ἔλαβας. καὶ λαβὼν σπέρμα ὑοσκυέμου βρέξον αὐτὸ γάλα‐ κτος ἱππίου, καὶ λαβὼν ἀπομύξης ἀπὸ βο[ὸς] μ̣[ε]τὰ̣ κριθῶ̣ν̣ βάλε εἰς δέρμα ἐλάφιον καὶ ἔξωθεν δῆσον δέρματι βούρ̣δ̣ω̣ν̣ο̣ς̣ | |
330 | καὶ περίαψον ἀποκρουστικῆς οὔσης τῆς σελήνης ἐν θηλυ‐ κῷ ζωδίῳ ἐν ἡμέρᾳ Κρόνου ἢ Ἑρμοῦ. μῖξον δὲ καὶ ταῖς κριθαῖς καὶ ῥύπον ἀπὸ ὠτίου μούλας. Ἀγωγὴ ἐπὶ [ζ]μύρνης. λέγε τὸν λόγον [κ]αὶ [βάλε ἐπὶ τὴν] πλάκαν τοῦ βαλανίου, ἔστιν δὲ ὁ λόγος οὗτος· | |
335 | ‘Ζμύρνα, Ζμύρνα, ἡ παρὰ θεοῖς διακονοῦσα, ἡ πο̣ταμοὺς κ[αὶ] ὄρη ἀναταράξασα, ἡ καταφλέξασα τὸ ἕλος τοῦ Ἀχαλδα, ἡ κατακαύσασα τὸν ἄθεον Τυφῶν〈α〉, ἡ σύμμαχος τοῦ Ὥρου, ἡ προστάτις τοῦ Ἀνούβεως, ἡ καθοδηγὸς τῆς Ἴσιδος· ὁπόταν σε βάλω, Ζμύρνα, ἐπὶ τὸν στρόβιλον τῆς | |
340 | πλακὸς τοῦ βαλανίου τούτου, ὡς σὺ κάῃ, οὕτως καὶ σὺ καύ‐ σεις τὴν δ(εῖνα), ὅτι σε ἐξορκίζω κατὰ τῆς κραταιᾶς καὶ ἀπαραιτήτου Ἀνάγκης Μασκελλι Μασκελλω, Φνουκενταβαώθ, ὀρεοβαζάγρας, ῥηξίχθων, | |
ἱππόχθων, πυρίχθων, πυριπαγανυξ, λεπεταν | ||
345 | λεπεταν μαντουνοβοη καὶ κατὰ τῆς τούτου Ἀνάγκης λακι λακιω λακιω[υδ] λακιωυδα· ἄξον, καῦσον τὴν δεῖνα (κοινά, ὅσα θέλις), ὅτι σε ἐξορκίζω κατὰ τῶν κραταιῶν καὶ μεγάλων ὀνομάτων· θειλωχνου ιθι πεσκουθι τετοχνουφι σπευσουτι Ἰάω, Σαβαώθ, | |
36(350) | Ἀδωναί, παγουρη, ζαγουρη, Ἀβρασάξ, Ἀβραθιάω, Τερηφαήλ, μουισρω, Λειλαμ, Σεμεσιλαμ, θοοου ϊιε ηω Ὀσιρ Ἀθομ χαμνευς φεφαων φεφεωφαϊ φεφεωφθα. ἔγειρε σεαυτήν, Ζμύρνα, καὶ ὕπαγε εἰς πάν〈τα〉 τόπον καὶ ἐκζήτησον τὴν δεῖνα καὶ | |
355 | ἄνοιγον αὐτῆς τὴν δεξιὰν πλευρὰν καὶ εἴσελθε ὡς βροντή, ὡς ἀστραπή, ὡς φλὼξ καομένη, καὶ ποίησον αὐτὴν λεπτήν, χ[λωρ]άν, ἀσθενήν, ἄτοναν, ἀδύνα‐ μον ἐκ π[αντ]ὸς [τοῦ σ]ώματος αὐτῆς ἐ[νεργήματος,] ἕως ἐκπηδήσασα ἔλθῃ πρὸς ἐ̣μ̣[έ, τὸν δεῖνα τῆς] δεῖνα (κοινά, | |
360 | ὅσα θέλις), ἤδη ἤδη, ταχὺ ταχύ.‘ Ἀγωγὴ ἄσχετος, ποιοῦσα μονοημέρως. λαβὼν δέρμα ὄνου γράψον τὰ ὑποκ(ε)ίμενα αἵματι σιλού‐ ρου μήτρας, συνμίξας χυλὸν Σαράπιδος βοτάνης. ἔστιν δὲ τὰ γραφόμενα ταῦτα· ‘Σισισώθ, ἄξον μοι | |
365 | τὴν δεῖνα ἐν τῇ σήμερον ἡμέρᾳ, ἐν τῇ ἄρτι ὥρᾳ, ὅτι ἐξορ‐ κίζω σε κατὰ τοῦ ὀνόματος χυχαχαμερ μερουθ χμημινουθ θιωνθουθ φιοφαω βελεχας ααα εεε ηηη λʹ ςʹ ςʹ ςʹ νʹ νʹ. ἄξον τὴν δεῖνα τῷ δεῖνα (κοινά).‘ καὶ βαλὼν ἔσωθεν | |
370 | οὐσίαν μετὰ κατανάγκης θὲς εἰς 〈σ〉τόμα κυνὸς νεκροῦ, καὶ αὐθωρὸν ἄξει. | |
37,rec | [—ἀν]θρώπων ἀκαθάρτων οὐδεμ[ί]α [] []μένων, οὐ μέμιγμαι γυναικὶ α[] [ε]ἰδώς. ὅτ̣αν δὲ ὀμνύω η ἑστηκ[] | |
[]συνγένεια ἡ πρὸς πατρὸς καὶ π[] | ||
5 | []ακοὶ φίλοι καὶ πατρικοὶ μετ’ αὐτ̣[] []το ουσοεθη ουχι, οὗτος δὲ [] [] εἰς πυξίν, ὅπως λαβὼν ἀν[] [ἐν] προαστείῳ μεγάλῃ φων[ῇ] [π]ροφητῶν καὶ τῶν πρ̣ω̣[] | |
10 | []ρίαν. ὅταν δὲ εἰς σ[] [].α̣.. ὀμνύει οὐ μὴ ἐκφαν[] []..ω οὐδ’ ὅσα ἤκουσε̣[] []αψωου̣[] []υ̣τ̣ε[ ] | |
37,ver(15) | 〈θεοδώ]ρου, τοῦτ’ ἔστιν τοῦ σεληνίου, [ἀ]φελεῖν τι ἢ προσθεῖναι. ἐὰν τούτοις ἐκβάλλετ[α]ι ἐκ τῆς []ὡς προήρηται καὶ ἄλλο []ο̣ν ἐκ παντὸς πράγμα‐ | |
20 | [τος—]ου ἀθ̣έμι̣τόν ἐστιν σοῦ ἡ []τ̣ις̣ λάβῃ γράμμα τι []κ ε̣ὐσεβῶς̣ α̣υ̣[] []λαβῃ περικάκησιν [ἐ]στὶν καὶ μὴ σὺ τ̣ο̣ | |
25 | [λα̣]μβανόντων []α̣ν̣α̣— | |
38,rec | [—κ]α̣ι̣ρον ἅγνευσον [ἑπτὰ ἡμέρας καὶ] [λαβὼν] ζμυρνομέλανον εἰ〈σ〉 χάρτην κ[αθαρὸν γράφε] []κ̣άδιν βαλανίων· ‘δεῦρό μοι, [] [] τὴν δύναμιν ἔχουσα [] | |
5 | [] καὶ βάδισον (ε)ἰς τὸν οἶκον̣ [] [] δειδίξασα καὶ κρύψασα[] []πύλης· αὐτῆς γὰρ αὐ̣[] [] προσδόσι τῆ σῇ δυ[νάμει] [ἄγε] μοι τὴν δεῖνα τῆς δεῖνα, ὅτι συντο̣[] | |
10 | [] ὕπνον τυχῖν καὶ λ̣ο̣[] [] ἐνκέφαλον συντ̣[] ἱερῶν ἰδώλων πλα̣(ο̣?)[] | |
38,ver(15) | []σ[] [].[..].θαλάσ〈σ〉ησ[] [ὁ ἐν τῷ] ὠκεανῷ [ὀχεύων Ψοϊ φνουθι νινθηρ· σὺ εἶ ὁ καθ’ ἡ]μέραν κατα‐ [φανὴς γινόμενος καὶ δύνων ἐν τῷ βορολίβ]ᾳ τοῦ οὐρανοῦ, | |
20 | [ἀνατέλλων ἐν τῷ νοταπηλιώτῃ· ὥρᾳ αʹ μορφὴ]ν ἔχεις αἰλούρου, [‘ὄνομά σοι Φαρακουνηθ· ὥρᾳ βʹ μορφὴν ἔχεις κ]υνός· ὄν〈ο〉μά σοι [Σουφι· ὥρᾳ γʹ μορφὴν ἔχεις ὄφεως, ὄνομά σοι] Ἀβεραν νεμ̣ανε [Θωύθ· ὥρᾳ δ’ μορφὴν ἔχεις κανθάρο]υ, ὄνομά σοι [Σενθενιψ· ὥρᾳ εʹ μορφὴν ἔχει]ς̣ ὄνου, ὄνομά | |
25 | [σοι Ἐνφανχουφ· ὥρᾳ ϛʹ μορφὴν ἔχεις λέο]ντος, ὄνομ̣α σοι [Βαϊσολβαϊ, ...... ὁ κυρ]ι[ε]ύων χρόνο[υ·] [ὥρᾳ ζʹ μορφὴν ἔχεις τράγου, ὄνομά σοι] Ουμεσθω[θ·] | |
[ὥρᾳ ηʹ μορφὴν ἔχεις ταύρου, ὄνομά σοι Δι]ατι[φη, ὁ ἀναφανὴς γενόμενος.] | ||
39 | θατθαραθαυθωλθαρα θατθαραθαυθωλθαρα ατθαραθαυθωλθαρα ατθαραθαυθωλθαρα τθαραθαυθωλθαρα τθαραθαυθωλθαρα θαραθαυθωλθαρα θαραθαυθωλθαρα | |
5 | αραθαυθωλθαρα α[ρ]αθαυθωλθαρα ραθαυθωλθαρα ραθαυθωλθαρα αθαυθωλθαρα αθαυθωλθαρα θαυθωλθαραθαυθωλθαρα αυθωλθαρααυθωλθαρα | |
10 | υθωλθαραυθωλθαρα θωλθαραθωλθαρα ωλθαραωλθαρα λθαραλθαρα θαραθαρα | |
15 | αρααρα ραρα αα Ἐξορκίζω σε τῶ〈ν〉 δώδεκα στοιχείων τοῦ οὐρανοῦ καὶ ἰκοσιτέσσερα στοιχεί‐ | |
20 | ων τοῦ κόσμου, ἵνα ἄγῃς μοι Ἡρακλῆν, ὃν ἔτεκεν [Τα‐] | |
αῖπις, πρὸς Ἀλλοῦν, ἧς ἔτεκεν Ἀλεξανδρία, ἤδη ἤδη, ταχὺ ταχύ. | ||
40 | Ὦ δέσποτ’ Ὀσερᾶπι καὶ θεοὶ οἱ μετὰ τοῦ Ὀσερ[άπιο]ς κα[θήμενοι, εὔχομ]αι ὑμῖν, Ἀρτεμισίη ἥδ’, Ἀμάσιος θυγάτηρ, κατὰ το͂ πατρὸς τῆς θυγατρός, [ὃς αὐτὴν τ]ῶ[ν] κτ[ερ]έων ἀπεστέρησε καὶ τῆς θήκης. εἰ μὲν οὖν δίκαια μὲ ἐποίησε ἐμὲ καὶ τὰ τέκνα ταὐτοσαυτο͂, | |
5 | ὥσπερ μὲν οὖν ἄδικα ἐμὲ καὶ τὰ τέκνα τὐτοσαυτο͂ ἐποίησε, δόη δέ οἱ Ὀσερᾶπις καὶ οἱ θεοὶ μὴ τυχεῖν ἐκ παίδων θήκης μ[η]δὲ αὐτὸν γονέας τοὺ〈σ〉 αὐτοσαυτοῦ θάψαι. τῆς δὲ καταβοιῆς ἐνθῦτα κειμένης, κακῶς ἀπολλύοιτο κἐγ γῆι κἐν θαλάσσηι καὐτὸς καὶ τὰ αὐτοῦ ὑπὸ τοῦ Ὀσερ[ά]πιος καὶ τῶν θεῶν τῶν ἀμπ’ Ὀσερᾶπι καθημένων, μηδὲ ἱλάονος τυχάνοι Ὀσεράπιος μηδὲ τῶν θε[ῶ]ν [τῶ]ν μετὰ τοῦ Ὀσεράπιος | |
10 | κα[θ]ημένων. κατέθηκεν Ἀρτεμισίη τὴν ἱκετηρίην τα[ύ]την, ἱκετύουσα τὸν Ὀσ[ε]ρᾶπιν τὴν δίκην δικά[σαι καὶ το]ὺς θεοὺς τοὺς μετὰ τοῦ Ὀσεράπιος καθημένους, τῆ[ς] δ’ ἱκετηρίας ἐνθαῦ[τα κει]μένης, μηδαμῶ[ς] ἱλαόν[ω]ν [τῶ]ν θεῶν τυχχάνοι ὁ πατὴρ τῆς παιδίσκης. [ὃ]ς δ’ ἂ[ν ἕλοι] τὰ γράμματα ταῦτα [κα]ὶ ἀδικοῖ Ἀρτεμισίην, ὁ θεὸς αὐτῶι τὴ〈ν〉 δίκην ἐπιθ[είη μ]ηδενὶ ..θεραπυο[........]βοντι, ὅτι μὴ | |
15 | τοὺς Ἀρτημισίη κελύει, ὅτι[...] τοδε[ ] ὥσπερ κοὐκ ἐπαρκέσαι [ ] με περιεῖδε ἐπιδ[εῆ...] κἀμοὶ τῆι ζώσηι [ ] | |
περιεῖδε ἐπιδε̣[ῆ...]. | ||
41 | χρια̣.[] Βηει[] σουσι[] τρέμε̣ι̣ [] | |
5 | εντοκε.[] Κενταβ[] ἔνθεν τρέ[μ] νιθιορα Βαϊνχω̣[ωωχ] | |
42 | αααααα εεεεεε ηηηηηη ιιιιιιιοοοο | |
5 | υυυυυ ωωωωω []αραήλ, Σαβ[αώθ,] [Ο]ὐριήλ, ασαβ̣α̣.[] [ ]ο̣σηπ̣ρακ̣ | |
43 | [αβλανα]θαναλβα Ἐ̣μανουήλ [βλα]ναθαναλβα Ἀσουήλ λαναθαναλβα Μαρμαρήλ αναθαναλβα Μελχιήλ | |
5 | ναθαναλβα Οὐριήλ αθαναλβα 〈Θ〉ουριήλ θαναλβα Μαρμαριώθ αναλβα Ἀθαναήλ ναλβα Ἀθ̣ανήλ | |
10 | αλβα αωη.. λβα Σαβαώθ βα Ἀδωναί α Ἐλωαί αβ̣ω̣... | |
15 | σεσεγγεν σφραγγης | |
Μιχαήλ, Σα[βαώ]θ λ̣απαπα̣ | ||
20 | [ ] Γαβριήλ, Σουριήλ, Ῥαφαήλ· [δ]ια̣φύλαξον Σοφία[ν,] | |
25 | ἣν ἔτεκεν Θεονεί‐ λλα, ἀπὸ παντὸς ῥίγους καὶ πυρετοῦ, ἤδη, ταχύ. | |
44(sec1,2) | ααααααα | |
sec1,3 | εεεεεεε | |
sec1,4 | ηηηηηηη | |
sec1,5 | ιιιιιιι | |
sec1,6 | οοοοοοο | |
sec1,7 | υυυυυυυ | |
sec1,8 | ωωωωωωω | |
sec1,9 | υ | |
sec1,10 | ω | |
sec1,12 | εεεεεεε | |
sec1,13 | π̣ | |
sec1,18 | Χς | |
sec2,1 | Θωφωφα[.]μ̣ο̣σ̣[..]αμου κ.[] | |
sec2,2 | ουαβειο[.]ς βαμηρμ.... λ | |
sec2,3 | ..[ὠ]ταλγ̣ίας ε̣υ̣.....ματι ἀγραφης σ̣υριδ[] | |
sec2,4 | μετεκουσ̣η̣ς̣ ἀνέλθ̣ηι̣ ἐλ̣αυνόμενος ..[] | |
sec2,5 | πο̣ο̣ετον δ̣ι̣καιον παη.. | |
sec2,6 | τ̣α̣ι καιόμενα ταῦ̣τα̣ ἄχ‐ | |
sec2,7 | ρι αθιαλ πυρον μολος | |
sec3,9 | Μιχαήλ | |
sec3,10 | ιχαηλ | |
sec3,11 | χαηλ | |
sec3,12 | αηλ | |
sec3,13 | ηλ | |
sec3,14 | λ | |
sec3,15 | Μιχαήλ | |
sec3,16 | [ιχαηλ] | |
sec3,17 | [χαηλ] | |
sec3,18 | αηλ | |
sec4,9 | ωζ | |
sec4,10 | υζ | |
sec4,11 | οζ | |
sec4,12 | ιζ | |
sec4,15 | [.]ζ | |
sec4,16 | εζ | |
sec4,18 | [.]ζ | |
sec5,6 | ξνιρυο | |
45 | ......ρ[..]ρφεη Ἀβρ[ά]ξ[α]ς ϊρμουν †αχοα βρη̣φαυ[.]ϊου αθηθαλ καθώλω [.]νϊτασφϊν Βαρούχ, Βαρούχ—δαυλα Ἀδωναια—χαιτα—σ̣ϊαμουρ—ερβελμων | |
5 | Ἐλωέ—Ἀδωναια—μελη[ ]α, σεσεμ̣ϊη[.] λαμεβδω—Ἐλωέ—αχραϊ—ηνναναι Ἀζαήλ—χερμαιω β[.]ροββαν Ἱ(ερουσα)λήμ []ν † | |
46 | [ ]η̣ θέλις θεὸν λαλισ̣[] [] ταῦτα τὰ ὀνόματ[α—] []σ̣ο̣ν̣ λαλεικαχρι.[] [].κ̣α̣ιε. [φι]μωτικὸν καὶ [] | |
5 | []... ε̣ἰ̣ς̣ ὤστρακον ὠμὸ[ν—] [] Ἰὼ Σήθ, Ἰὼ Ἐρβήθ, Ἰὼ [] [] Ἰὼ Σήθ, Ἰὼ Παταθνά[ξ—] | |
[Ἰ]ὼ Ὤ̣σ̣ι̣ρ̣ι̣[.]ς. | ||
47 | Ἦλ Ἦλ, Στραγήλ, Στρακουήλ, ὁ 〈θ〉εός, | |
5 | ὁ Σατουχεος, ὁ Ψατουχεος· φύλαξον, σκέπαζον, ἢ τρισήμερος, | |
10 | ἢ ἡμερινόν, ἢ ἰσημερινόν, ἢ ἀειπύρετος, καθαρίσει ἡμᾶς Εἰαόθ, | |
15 | Σαβα[ό]θ̣[..] | |
50,rec | εκ...τα[—] καὶ οἱ [κύ]ριοι α[ὐ]τῶν πρὸς [τῶν κλή‐] ρων Τύχης ἢ Δαίμονος πί[πτοντες] εἰς τὸν περὶ φαρμακε[ί]ας, [αὐτοὶ κύ‐] | |
5 | ριοι τοῦ κλήρου ὄντες τὸ [αὐ]τὸ ποιήσου‐ σι, Τύχης ἢ Δαίμονος καλῶς πιπτόν‐ των. καὶ εἰς τὸν κλῆρον τόνδε Π[τα]ρχ[ν]ού[μεος] ὁ περὶ φαρμακείας πίπτων τάδε ὅμοια ἐνεργήσει. τὰ δὲ προκείμενα ἔσται[.]α̣ [ ]. | |
50,ver | []σ[—] [—] τοῦ Δαίμονος. ἐάν ποτε [—τ]ύχῃ τοῦ ἰδίου τόπου ἢ καὶ ....σα [—]κ.. ὑπὸ κακοποιῶν | |
5 | μαρτυροῦ[ντ]ος φυγαδείας, σημαίνει ἢ [—] ἢ ἀσχημονοῦντας, ἐὰν μὲν οὖν ἀγαθοποιὸς ὑπάρχων, κακοποιὸς ὑπὸ ἀγαθοποιῶν ἀλλ̣ο̣τ̣ρ̣ι[.....] | |
51 | [Π]αρακαλῶ σε, νεκύδαιμον, [κ]αὶ τ[ὴ]ν περί σε [γ]εγονυῖαν ἀνάγκην θανάτου, εἴδω‐ λον θεῶν, ἀκοῦσαι τοῦ | |
5 | ἐμοῦ ἀξιώματος καὶ ἐκ‐ δικῆσαί με Νειλάμμωνα, ὃν ἔτεκεν Τερεῦς, ὅτι Ἐτῆς δέδωκε ἀναφόριον κατ’ [ἐ]μοῦ ἢ κατὰ τῆς ἐ‐ | |
10 | μῆς θυγατρὸς Ἀΰγχιος ἢ τέ[κ]νω[ν] αὐ[τ]ῆς ἢ ὧν [ἐ]ὰν ὦ̣[σι μ]ε̣[τ’] ἐμοῦ, μὴ ἀκοῦ‐ σαι α[ὐ]τῶν τῶν δεδωκό‐ | |
[τ]ω[ν] κα[θ’] ἡμῶν, ἤτοι | ||
15 | [ἀπὸ] Ἑρμ[ο]ῦ, ὃν ἔτεκεν ..... [ἢ] Εὐ...ς, [λ]εγ[ο]μένου [Ἀπελ]λῆς, ἢ ἀπὸ Ἁρποχρά‐ [του, ὃ]ν ἔτεκεν Τερεῦς, [ὄντος] κακ[ο]ῦ ἀνδρὸς καὶ | |
20 | ἀσ[ε]βοῦς εἰς [ἐ]μὲ τὸν πα[τέ]ρα. ἀξιῶ σε, νεκύ‐ δ[αι]μον, μὴ αὐτῶν ἀκοῦ‐ [σαι, ἀλλὰ μόνου] ἀκοῦσ[αι] [ἐμοῦ, Νειλά]μ̣[μ]ω[νος], ὁσί‐ | |
25 | [ου ὄντος εἰς θε]ούς, αὐτ[ο]ὺς [δὲ ποιῆσαι ἀσ]θενεῖς εἰς [τὸν ἅπαντα αὐτ]ῶν βίον. | |
52 | .........ρ[.] ὁ λόγος ..θρασυκάρ[δ]ιος, ἀργυροδ̣[ίνης] καὶ Χαρίτεσσι χωο̣ς ευ[....]ς [Ἥ]ραν τε Σελήνην. οὕτως | |
5 | φρένας αἳ ἐπιοῦσαι αιτ[..]λ̣ [.]ειν οὐδὲν θαλάμου περ ......σ̣[.]εσ[.]εσ̣[..]ς πώποτε ...ρ̣αι̣ δαρ̣[.....]ο̣ι̣ ωι δ ισασ̣[.]. Λαβὼ[ν ἰ]χνεύμονος | |
10 | [ἐ]πὶ τοῦ ἀγροῦ ἔμβαλε εἰς ὀξύ‐ μυρον καὶ ἕψησον ἐφ’ ἡμέρας γʹ ...ην ἀλλα[..]α[..]λεις η̣μ̣ο̣ . ............ καὶ ε[.. ....] | |
15 | Πειθὼ [.......] ὄψῃ[..] ...κρατεραῖσι ηεπεαλ̣γ̣ ... ἠπίη ἢ χ[α]ρίσηταί μ[ε] ἤ με φιλήσῃ ἐν κατα ο̣υ̣τ̣ι ἀπὸ κρατερεωσ[.] | |
20 | Ἀγρυπ〈ν〉ητικόν· λαβών τι | |
τ̣α̣σ[...]μ[....] ἄρῃς, λέγε τὸ[ν] λ̣ό̣γ̣ο̣ν̣ [...]λ̣έ̣γ̣ε̣[...]ηως μητρὸς [ἐπι]καλῶν [τὸν] Ἔρω[τα] λέγε τὸν λόγο[ν] ... διὰ νυκτὸς καὶ ἡμέρας ἀπ | ||
25 | ..π̣υ̣ρ̣σ̣ὸ̣ν̣ εἰς τὴν καρδίαν .....ωσ[ .]μ[. ...] | |
57 | [8] Ἀδω[ναί], ογοτ [14] τὰ γ(ράμματα) ταῦτα· [‘συντέλε]σον τῷ δεῖνα, ὅσα σοι εἰς [τοῦτο ἔγ]ραψα, καὶ ἀφήσω [τὴν ἀνα]τολὴν καὶ τὴν δύσιν, [ᾗ πρότ]ερ[ο]ν κατεστάθη, καὶ [σώσ]ω τὰ κρέα τοῦ Ὀσίρεως ἐ[μπεδ]όν, καὶ οὐ διαρρήξω | |
5 | [τὰ] δεσμά, οἷς ἔδησας Τυφῶνα [κ]αὶ οὐ φωνήσω τοὺς [βι]αιοθανάτους, ἀλλ’ ἀφήσω, καὶ [ο]ὐκ [ἐ]κχεῶ τὴν κεδρίαν, [ἀλλ’] ἐάσω, καὶ σώσω τὸν Ἄμμωνα καὶ οὐ φωνεύσω, καὶ | |
[οὐ κα]τασκορπιῶ τὰ μέλη τοῦ Ὀσίρεως, καὶ σὲ κατακρύψω [ἐκ τῶν] γιγάντων· ει ει ει ει [ει ει] ει ει χοιν | ||
10 | [Ἀφο]υθ, χεννονευ, Ἀφουθ, Ἀνου Ἀώθ, ει ει ει πεοοε, [Ἰακ]ώβ, μαννοζ Αραννουθ, χαλ[.]αφ κουλιξ νοη ν[.] [..]κ̣ βορναθ λουβεινε αουηρ ουειρε ιτιν λοτολ [ἀπάγ]γελλε τὰ κρυπτὰ τῆς μυρι[ων]ύμου θεᾶς Ἴσιδοσ‘. [ὁ δ’ ἐ]πάναγκος, ἵνα σοι δείξῃ, εἰ τελεῖται τὸ πρᾶγμα· | |
15 | [ἐπισ]υνθύων βράθυ σὺν τῷ πιττακίῳ λέγε· [‘Ἶσι,] ἁγνὴ Κούρα, σημεῖόν μοι τῶν ἀποτελεσμάτων [δός, ἀ]νακάλυψον τ[ὸ]ν ἱερὸν πέπλον, τίναξόν σου τὴν μέλαι‐ [ναν Τύ]χην καὶ κίνησον τὸ σύμπλεγμα τῆς ἄρκτου, ἅγιε [Ἰωθ]η πνουν γμοηρμενδουμβα, ὁ μεγαλώνυμος Ἰα‐ | |
20 | [κώ], Φθοηρι, θερμοηρ, Φθᾶω, ὁ μεγαλώνυμος Ἰωθη [Φνου]θουηρ βωβ ἕλιξ, ὁ μεγαλώνυμος Ἰακώ:‘ εἴ‐ [παν]τος δέ σου ταῦτα καὶ ἅμα λύσαντος τὰς χεῖρας ἐξαρ‐ [εῖ θεὰ τὴν ἀκ]μ[ὴν] τῆς χειρὸς ἐκ τοῦ στ[ή]θους· ὄψῃ γὰρ [ἀστέρα σοι ἀγόμεν]ον ἐξ ἀνάγκης, εἰς ὃν βλέπεις | |
25 | [ἀτενῶς, χαρακτῆρα] ἐξηκοντικότα, εἰσπεπηδη[κότα εἰς σὲ αὐτόν], ὡς θεόπληκτον γενέσθαι. ἔχε [δὲ εἰς φυλακὴν πρ]οκείμενον τὸν χαρακτῆρα· πρὸς [θεᾶς γὰρ ὁ χ]αρα[κτήρ ἐ]στιν Κρόνου, ὅστις σε θρασύνει. [με]τὰ δὲ τὸ λαβεῖν σε τοῦτο τὸ [σ]ημεῖον, χαίρων [τῇ τύ]χῃ ἔπειπον ἅπαξ· ‘χαϊθραϊ‘. εἴπαντος γάρ σου, | |
30 | [εἰς ὅσ]α εὔχῃ, σοὶ συνεργήσει, καὶ εὐθέως ταῦτα ῥήμα‐ [τα, μὴ ἀ]νάστασις γένηται τῶν ἀστέρων καὶ τῆς ἀγαθημερίας· ‘Θα[.. Οὐ]σῖρ, Φνουχ, μελλανχιω, κερδω, Μελιβευ | |
[.]κασπ[.] νεβενθτριχ γαρν[.]ω θραω σαυ τραϊς τραϊς, Βασυμ· ἤδη, ἤδη συντέλεσον, ἐντ[ὸ]ς ὥρας τῆσδε ποίει, | ||
35 | μεγαλόδοξε Πρόνοια, τὸν ἐχθὲ[ς ἀν]επαφρόδιτον εὐσχή‐ [μονα πᾶσιν], ποίει δ[........ πρ]οτ[έ]ρῳ δ....φ...‘ | |
58,rec(5) | ο̣ς κατα (14) Λαβὼν λάμναν ε̣[κ μολί]β̣[ο]υ̣ (14) τολ̣ (36 )· ‘σοὶ λέγω, τῷ ἀώρῳ, τῷ κ[ληθέντι καὶ παρει‐] λημμ̣ένῳ ὑπὸ τοῦ ἀνό[μου Τυφῶνος· ἐπιτάσσει σοι] | |
10 | ὁ μέγας θεός, ὁ ἔχ[ων ἄνω τὴν κατεξουσίαν καὶ τὸ βα‐] σίλειον [τ]ῶ(ν) νερτέ[ρων θεῶν· παράλαβε τόνδε τὸν ἄνο‐] μον [καὶ ἀσε]βῆν, ὅτι οὗτ[ός ἐστιν ὁ καύσας τὸν παπυρῶ‐] να τ[οῦ Ὀσείρεω]ς καὶ φα[γὼν τῶν ἰχθύων τῶν ἱερῶν. παρ‐] άλαβ[ε τὸν δεῖνα, ὃν ἔτεκεν ἡ δεῖνα ...‘] | |
58,ver(15-17) | [15—17] | |
18 | (25) . σ(ελήνης) [π]ληρωθ[ε]ίσ̣[ης .ε̣] (24 ) [ἐ̣]ν̣θυμάτων θυμ[ιάσα]ς | |
20 | (24) [ἀπο]λείχῃ, σιτουλας ἐ̣κ̣[πεπω]κ̣ώς (22) [ὑπ]ὸ μέσου τοῦ στήθ̣[ο]υ̣ς̣ Ἰὼ Ἐρβὴθ Ἰακουμβια Ἰὼ Πακερβήθ | |
25 | Ἰὼ Βολχοσήθ βασαουμ κ̣οχλωτα τ̣ετομη []βασσαουμ | |
30 | Παταθνάξ ὀσεσρω Ἰωιω Πακερβήθ κεαχ ἐλθ̣ὲ ω Ἀβρασάξ | |
35 | κοι(νόν) αμενθωου‐ [λερ]θεξαναξ‐ [εθρ]ελυωθ‐ | |
[νε]μαρεβα. | ||
59 | [..]φ̣[..... ... ὁ καὶ Σ]αϊονῆϊς, ὃν̣ [ἔτε]κεν ἡ Σεν[ταῆσις.] σ[ύ, ὁ] δοῦλ[ος] τοῦ [ἐνδόξ]ου θεοῦ Ἀβλ[ανα]θαναλβα, σύ, [ὁ ὑ]πηρέτης τ[οῦ καλο]ῦ θεοῦ Ἀκρα[μμ]αχαμαρ[ει,] σύ, [ὁ] δοῦλος τοῦ Ἰ[αεω Σ]αβαὼ Ἀβρ[ασὰ]ξ̣ Ἀδωνα[ί,] | |
5 | σύ, ὁ̣ ὑπηρέτης τῶ[ν δʹ κ]αλῶν θεῶν [κα]ὶ ἐνδόξων, Ἀ[βε]ραμενθωο[υλερθ]εξαναξεθρελ[υ]οωθνεμαρεβα, Ἀεμειναεβαρω[θερρε]θωραβεανιε[μ]εα, Ἐρηκισιθφηαραρ[αχα]ραραηφθισικηρε, Ἰαεωβαφ[ρεν]εμου[νοθ]ιλαρικ[ριφ]ιαεϋεαϊφ[ιρ]κιρα‐ | |
10 | λιθονυ[ομενε]ρφα[β]ωεαϊ· [ὑ]μεῖς, οἱ καλοὶ καὶ ἔνδοξοι θεοί, διαφ[υλ]άξατε [τὴ]ν ταφὴ[ν] καὶ τὸ σῶμα καὶ τὸν τά‐ φον ὅλον τοῦ Φθειο[ῦτ]ος νεω‐ [τέ]ρου ὁ κ[α]ὶ Σαϊονῆϊς, ὃ[ν] ἔ‐ τεκεν ἡ Σενταῆσις [..... ... τ]ὰ̣ χρ̣ό̣[νια] τῆς κυ[ρίας] | |
15 | μ[υρ]ιωνύμου θεᾶς [Ἴσιδος τιμωρήματα]. | |
60 | ο̣βφωχονμ̣πουο []αϊεροηνιονο̣. ιβοφα‐ ικον. σμο[] | |
5 | []ουρη[.] υ ε[] []αμ.. φ ι αρ | |
10 | φ(υλακτήριον) | |
61 | Φίλτρον ἐπαιν[ετὸν .......λα]βὼν ἔλαιον καθαρὸν καὶ βωτά[νην σεῦ]τλος καὶ κλῶνας ἐλαίας ἆρον ἑπτὰ φύλ[λ]α καὶ ὁμοῦ πάντα τρίψας ἐπίχυννε εἰς τὸ ἔλαιον, ἄχρι οὗ ὡς ἔλαιον | |
5 | γένηται, καὶ βαλὼν αὐτὸ εἰς ἄγγ[ο]ς ἀνάβα ἐπὶ δώμα〈τοσ〉 (ἢ ἐπὶ γῆς) πρὸς τὴν σε[λ]ήνην καὶ λέγε τὸν λόγον ζʹ· ‘σὺ εἰ τὸ ἔλαιον, οὐκ εἶ δὲ ἔλαι[ο]ν, ἀλλὰ ἱδρὼς τοῦ Ἀγαθοῦ Δαίμονος, ἡ μύξα τῆς [Ἴ]σιδος, τὸ ἀπόφθεγμα τοῦ Ἡλίου, ἡ δύναμις τοῦ Οὐσίριος, ἡ χάρις τῶν θεῶν. | |
10 | ἀπολύω σε πρὸς τὴν δεῖνα, τὴν ἔτεκεν ἡ δεῖνα. ἦ | |
διακόνησόν μοι πρὸς τὴν δεῖνα, πρίν σοι ἐπαναγκαστ〈ικ〉οὺς θεοὺς ἐνέγκω, ἐὰν μὴ πέμψῃς, ἐπεὶ σιδηρᾶς θύρας ῥήξω αὐτός. οὐκέτι ἐπὶ ταῦτά σε πέμψω, οὐδὲ χρεία ἐστὶν τούτων, ἀλλὰ ἐπὶ τὴν δεῖνα, ἣν ἔτεκεν ἡ δεῖνα, ἵνα, ἐὰν ἀφῇ σ〈ε〉, | ||
15 | αὐτῆς τὴν κεφαλὴν πιάσῃς. σκότωσον αὐτήν· μὴ γνώ‐ τω, ποῦ ἐστίν. πῦρ ὑποκάτω αὐτῆς γενοῦ, ἄχρι οὗ ἔλθῃ πρὸς ἐμέ, ἵνα με φιλῇ εἰς τὸν ἅπαντα χρόνον, καὶ μὴ δυνηθῇ μήτε πιεῖν μήτε φαγεῖν, ἄχρι οὗ ἔλθῃ πρὸς ἐμέ, ἵνα με φιλῇ εἰς τὸν ἅπαντα χρόνον. ἐξορκίζω σε τὸν μέγαν θεὸν | |
20 | τὸν [ἐ]πὶ τῆς ὀροφῆς τοῦ οὐρανοῦ Ἁρβαιηθ/ Μουθ/ Νουθ/ Φθωθω/ Φρῆ Θωούθ/ Βρεισον Θώθ· ἐπ[ά]κουσόν μοι, θεὲ μέγιστε, ἐν τῇ σήμερον ἡμέρᾳ (ἐν τῇ νυκτὶ ταύτῃ), ἵνα πυρώσῃς [τ]ὴν καρδίαν, καὶ φιλείτω με, ὅτι περὶ ἐμὲ ἔχω τὴν δύναμ[ι]ν τοῦ μεγάλου θεοῦ, ο〈ὗ〉 οὐκ ἔξ[ε]στιν ὄνομα | |
25 | οὐδενὶ [ὀν]ομάζειν, εἰ μὴ μόνῳ ἐμοὶ διὰ τὴν αὐτοῦ δύναμιν, [..]ευριω μοι/ αεεθϊ/ εωηη/ φηουα̣β/ Φθᾶ αχε/ ανου/ Ἦσι ενεσ[...]ε θουλ/ φιμοιου. ἐπάκουσόν μοι διὰ τὴν ἀνάγκην, ὅτι σε ὠν[όμ]ασα διὰ τὴν δεῖνα, ἣν ἔτεκεν ἡ δεῖνα, ἵνα με φιλῇ καὶ ποιήσῃ, ὅσα θέλω, [καὶ] ἐπιλάθηται πατρὸς καὶ μητ[ρό]ς, ἀδελφῶν, ἀνδρός, | |
30 | φίλου, π[λ]ὴν ἐμοῦ μόνου τούτων πάν[τ]ων ἐπιλάθηται‘. ὅταν δὲ ποιῇς, ἔχε μετὰ σεαυτοῦ δάκτυλον σιδηρο〈ῦ〉ν, ἐφ’ ὃν γέγλυπται Ἁρποκράτης ἐπὶ λωτῷ καθήμενος, καὶ ὄνομά ἐστιν αὐτῷ Ἀβρασάξ. ἐὰν δὲ θέλῃς αὐτὴν παῦσαι, λαβὼν κάνθαρον ἡλιακὸν θὲς ἐπὶ τὸ μέσ〈ον〉 τῆς | |
35 | κεφαλῆς αὐτῆς καὶ λέγε αὐτῷ· ‘ῥύφησον τὸ ἐμὸν φίλτρον, εἴδωλον Ἡλίου· αὐτός σοι ἐπιτάσσει ποιῆ[σ]αι‘. καὶ ἄρας αὐτὸν ἀπόλυσον ζῶντα. εἶτα λαβὼν τὸν δάκ[τυ]λον δὸς αὐτῇ φορεῖν, | |
[κ]αὶ εὐθέως [ἀ]παλλαγήσεται. Ἀγω[γή· ἄγει γ]υ̣ν̣αῖ[κ]α[ν ἀ]δικισθε[ῖσαν ὑπὸ το]ῦ ἀνδρός· | ||
40 | λαβὼ[ν καλαβώ]την ἀπὸ ταριχε[ίων ζῶντα π]ερὶ κεῖνα βάλε τ[ὸν αὐτὸν καλ]αβώτην εἰς ἀγγ[(ε)ῖον σιδη]ροῦν, καὶ λαβὼν [ἄνθρακας ἀ]πὸ χαλκείου, ὁπότ[αν πῦρ ἀν]άπτουσιν, βάλε α[ὐτοὺς εἰς τὸ ἀγ]γεῖον μετὰ τοῦ κ[αλαβώτ]ου καὶ ἔκ〈κ〉αυσον ἐν τοῖς [ἄνθραξι καὶ πο]ῶν λέγε· ‘καλαβ[ῶτα, κα]λαβῶτα, | |
45 | ὡς ἐμ[ίση]σέν σε Ἥλιος καὶ πάντ[ες θεοί], οὕτως μισεί[τω τ]ὸν ἄνδρα ἡ [δεῖνα] εἰς τὸν ἅ[παντα] χρόνον κα[ὶ] αὐτὴ[ν ὁ ἀ]νήρ.‘ ὅταν δὲ συνεψηθῇ, [τὸν καλα]βώτην ἔπε[χε εὔθ]ετον μὴ ἅψασθαι τοῦ [ἀγγείου]. ἄρσας δὲ τὸ ἀγ[γεῖον, ἐν ᾧ ἐ]νήψηται, πρόσελ[θε αὐτῷ τ]ῷ πυλῶνι | |
61(50) | λέγων· ‘[καλαβῶτα, κ]αλαβῶτα, μισείτ[ω σε ὁ Ἥλιος κ]αὶ ἄνθρω[ποι πάντες, ὅ]τι ἡ δεῖνα κ[ατ]αστῆν̣[αι λέγει τὴν Ὀ]σερον‐ νώφρι[ος Φαπρὼ Ο]ὐσ[ίρ]ι̣δ̣[ος] θ̣ε̣οῦ τ[αφὴν] καὶ [κ]ατα‐ βεβρῶ[σθαι ὑπὸ σοῦ. εἴ]δωλε β[ι]ανδαθ[ρη.....], εἴδωλε Τυφῶ[νος σακτ]ιετη σογ〈γ〉ηθ/, εἴδωλε Ἀβρασάξ, ἀναξ[ιβοα,] | |
55 | εἴδωλε [Ἰάω· μὴ πρ]οσέλθῃ 〈ἡ〉 δ̣(εῖνα) διὰ [τοῦ πυλῶ]νος, ἀφ’ ἧς ὥρας ἐὰ[ν ὁ Ἥλιος αὐγάσῃ] τὴν γῆ[ν ἐπὶ ὅλον τὸν] χρόνον, ὅσον συ[ναυξάνει τὸ]ν Ποτ[αμὸν ἐκ Ποτα]μοῦ, ὅσον θάλλε[ι ὁ ἐρινεόσ‘. ὅς’ ἂν] θέλῃ[ς, κοινὰ λέγε] καὶ ἀπο‐ χώρ[ησον.] | |
60 | [Λόγος γραφό]μενος εἰς [χα]ρτίον [] | |
[αἵμα]τι Τυφῶνος, ὅ ἐστ[ι] [‘ἐλ]θέ, πάτερ, ὃν ἄροτρον [ ] [ ]. Ἰακεμβραώθ/ [ ] [ ].φλουδουντασ[ ], | ||
65 | [διάκοψον τ]ὸν δεῖνα ἀπὸ τῆς δεῖνα [ ] [ ] β...νθες προστῆρα αὐ[ ]‘ ο̣εν̣αϊ/ σορνιν...ωξω/ ρα̣ν̣αυ/ σαρξανα/ Ἰάω λοι̣ναϊ ω· ω· ω· ναϊω | |
70 | μελωϊ/ ναϊ/ εριανα/ ε.σαστιαϊ/ εναμφε/ φιλίτο μει ἡ δεῖνα. | |
62 | 〈Ἔστω δὲ ὁ λύχνοσ〉 ὅδ(ε) κρεμαστός, ἀμίλτ(ωτος). χρηστῷ ἐλαίῳ λυχνίαζε [κα]ὶ κ[έ]δρῳ. ‘σὺ [εἶ] τὸ πῦρ τὸ ἄσβεστον τὸ παρακείμ[ενο]ν τῷ μεγάλῳ θεῷ Ὀσορνωφρι Ὀσορ[νωφρι,] [δι]ακονήσας αὐτῷ, ὅτε ἠράσθη τῆς ἰδ[ία]ς | |
5 | [ἀδ]ελφῆς Σενεφθῦτος καὶ ἔδραμες ἓξ ἐπὶ ἑξήκοντα σχοίνους καὶ περιε‐ κύκλευσας ἓξ ἐπὶ ἑξήκοντα ὄρη· οὕτω δ[ι]ακόνη[σ]ον κἀμοί, τῷ δεῖνα, πρὸς τὴν δεῖνα. εἰ δὲ μή, ἐρῶ [τ]ὰ ὀκτὼ γράμματα τῆς [Σ]ελή‐ | |
10 | νης τὰ κατεστηριγμένα εἰς τὴν καρδίαν | |
[το]ῦ Ἡλίου. εἰ δὲ μέλλω λέ[γ]ειν καὶ οὔπω ἐ‐ πορεύθης, εἰσελεύσομαι ἐσώτερος τῶν [ἑ]πτὰ πυλῶν τῶν περὶ Δαρδανιὴλ καὶ σεί‐ σω τὸ στ[ε]ρέωμα [τ]ῆς γῆς, καὶ συνελεύσε‐ | ||
15 | ται τὰ δʹ στοιχεῖα τοῦ κόσμου, ἵνα [ἐ]κ τού‐ των μηδὲν γένηται. ἀναλύθητι εἰς τὴν σε‐ αυτοῦ φύσιν καὶ μίγητι τῷ ἀέρι καὶ γενοῦ πρὸς τὴν δεῖνα τῆς δεῖνα‘ (κοινά) ‘καὶ κάταξον αὐτὴν ἐ[μ]οὶ π[υ]ρὶ τῷ κεραυνίῳ. ἐξορκίζω σε θεὸν μέ‐ | |
20 | γαν τὸν ἐν τῇ καθαρᾷ γῇ κείμενο[ν], ᾧ τὸ πῦρ ἄσβεστον δι’ αἰῶνος παράκειται αθουιν αθουιν αθουιν ιαθαουιν σιβελθιουθ ιατητ ατατητ, Ἀδωνέ‘. κοινά. φυλακτήριον· σεληνόγ[ο]να τρία περιειλήσας φοροῦ ἀριστερῷ βραχίονι. ‘Ἐλθέ μοι, ὁ τῶν θεῶν θεός, ὁ ἐκ πυρὸς καὶ πνεύματος φανεὶς | |
25 | μόνος, ὁ τὴν ἀλήθειαν ἔχων ἐπὶ τῆς κεφαλῆς, ὁ τὸ σκότος τέμνων, ὁ κύριος τῶν πνευμάτων, λωθ μουλωθ πνουτ’ εἶ Εσιωθ, χαίροις, κύριε λαμψουρη Ἰααω ια...δ̣‘. ταῦτα λέγε πολλάκις. ἐὰν δὲ σοῦ διώκοντος βραδύνῃ τὸ φάσμα· ‘ἄνοιγε, ἄνοιγε, Ὄλυμπε, ἄνοιγε, Ἅιδη, ἄνοιγε, ἄβυσσε. διασταλήτω | |
30 | τὸ σκότος κατ’ ἐπιταγὴν θεοῦ ὑψίστου καὶ προελθέτω τὸ ἱερὸν φῶς ἐκ τοῦ ἀπείρου εἰς τὴν ἄβυσσον‘. ἐπὰν πάλιν βραδύνῃ, λέγε ἐκφωνῶν οὕτως, πάλι καμβύων τὸν παῖδα· | |
‘χαῖρε, ἱερὲ ⁞ Φῶς, χαῖρε, ⁞ ὀφθαλμὲ ⁞ κόσμου, ⁞ χαῖρε, αὐ⁞γὴ ἕω ἐπὶ ⁞ κόσμου αβρα α/ ο/ να βαβρουθι βιε βαραχε· ὁ θεός, εἴσελθε, κύριε, | ||
35 | καὶ χρημάτισόν μοι, περὶ ὧν σε ἀξιῶ.‘ καὶ ὃ θέλεις, πυνθάνου. [ ] ἀπόλυσις· ‘ε[ὐ]χαριστῶ ὑμῖν, ὅτι ἤλθατε κ[α]τ’ ἐπιταγὴν θεοῦ. ἀξιῶ δὲ ὑμᾶς τηρῆσαί με ὑγιῆ, ἀθάμβητον, ἀνειδωλόπληκτον αθαθε αθαθαχθε· Ἀδων[α]ΐ. ἀποκατάστητε εἰς τὰς ἀποϊερώσεις ὑμῶν.‘ 〈ταῦτα δίωκε〉 ἐπὶ φιάλης, εἰς ἣν βαλ[εῖ]ς ἐλαίου χρηστοῦ κοτ(ύλην) αʹ καὶ θήσεις ἐπὶ πλίνθου, | |
40 | καὶ γλύψ[ει]ς τοὺς χαλακ[τῆρ]ας τούτους εἰς μάγνητα τὸν πνέοντα. οἱ δὲ χαλ[α]κτῆρες οὗτοι π[οιο]ῦνται· [Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character] καὶ πήξεις τὸν λίθον ἐξ ἀ[ρι]στερῶν τῆς φιάλης ἔξωθεν, καὶ συνπεριλαβὼν ταῖς δυσὶ χερσὶ δίωκε, ὡς ὑπεδείχθη σοι. βάλλε (βύθιζε) δὲ εἰς τὴν φιάλην (πατήλιον χρηστόν) | |
45 | χόριον κυνὸς καλουμένη〈σ〉 Λευκῆς κυνὸς λευκοῦ γεγενημένου. εἰς δὲ τὸ στῆθος τοῦ παιδὸς γράφε ζμύρνῃ· ‘καρβαωθ‘. Μέθοδ[ος δ]ιὰ ψήφου μαθ[εῖ]ν, εἰ ζῇ ἢ ἐτελεύ[τ]ησεν, οἷον· ποίησ[ον] αὐτὸν ψηφίσ[α]ι τόδ(ε) τῇ φιά[λ]ῃ. πλησάτω ταύτη[ν ὕδ]ατος, προσθοῦ [βαλλομένῃ] τῇ ψήφῳ χιβ, ὅ ἐστιν | |
62(50) | θεοῦ ὄνο[μ]α, οἷον Ζεύς, [τοῦ] δὲ μακροῦ ἀπ[ο]βαλέτω τνγ, ὅ ἐστιν | |
Ἑρμῆς. ἐὰν οὖν εὑρεθῇ ζεύγη ἐν τῇ ψήφ[ῳ], ζῇ, εἰ δὲ μή, [ἔχ]ει θάνατος. | ||
sec1,76 | αρ..... | |
sec1,77 | φνοον φειοουω ερμη θωαρ[.]ιβαραρεουβεο[.]εα αλαω | |
sec1,78 | αριουαθωρμενερτιουμαι[σι.] | |
sec1,79 | ριουαθωρμενερτιουμιαισι | |
sec1,80 | ι | |
sec1,81 | [ε]ν | |
sec1,82 | οὕτως καρδιοειδῶς | |
sec1,83 | α αα αα | |
sec1,84 | ωω ωω ωω | |
sec1,85 | ηηη ηη ηη | |
sec1,86 | ω οο υυυ | |
sec1,87 | υυ | |
sec2,83 | βαρδητεις | |
sec2,84 | γαρις | |
sec2,85 | βυξ[] | |
sec2,86 | ταφι[.]υ | |
sec2,87 | μαν[..] | |
sec2,88 | [αφ]ροωλ | |
sec2,89 | .ο.ρεν | |
sec2,90 | βαρναραξ | |
sec2,91 | βρ..νωρει | |
sec2,92 | βραιωχιω | |
sec2,93 | ανι..... | |
sec2,94 | σισιω.... | |
sec2,95 | κλυγακ... | |
sec2,96 | σιβυι | |
sec3,86 | ιωαιηοουυυηϊηοηυ | |
sec3,87 | τις☽ κεζ☽ ☾χωαχ☽ζρ.[.] ε☽ναζα [Magical Character]ιτχ☽ | |
sec3,96 | αεηι[ου]ω | |
sec3,97 | εηιο[υ]ω | |
sec3,98 | η[ι]ουω | |
sec3,99 | [ι]ουω | |
sec3,100 | ουω | |
sec3,101 | υω | |
sec3,102 | ω | |
sec4,83 | αρμαρε | |
sec4,84 | ταρερσου | |
sec4,85 | αθρυω | |
sec4,86 | σιβιβιθ | |
sec4,87 | τιωωξ | |
sec4,88 | αβραυαθ | |
sec4,89 | δαρυ[γκ]ω | |
sec4,90 | κασβε | |
sec4,91 | αθραμο | |
sec4,92 | ορκιε..ρ. | |
sec4,93 | ορωπος... | |
sec4,94 | θνααπω.... | |
sec4,95 | ερ..ωρ.... | |
103 | ‘ἀνοιγήτω ἡ φύσις καὶ ἡ μήτρα τῆς δεῖνα, καὶ αἱμασσέσθω νυκτὸς | |
καὶ ἡμέρας.‘ καὶ τα[ῦτα γρ(άφων)] ἀρ[νείῳ] χρῶ αἵματι καὶ προδί[ω]κε | ||
105 | τὰ [πα]ράθε[τα] νυκτὸς γε[9] ιομ[.] πρωτη ηδικησε, καὶ χῶσον παρὰ ῥοῦν ἢ παρὰ ..δα χα...ον ἐν πιττακ[ιδί]ῳ. | |
63 | [20] ρ [7] μω βάλε ἅλατος [καὶ οἰνο]μέλιτος δύο [χοίνικας ποι]ῶν πο[τ]όν. μάγω‐ | |
5 | [ν δὲ τὰ γρά]μματ[α] ἑπτὰ [λ]έγε. [ἔστιν δὲ τ]ὰ γράμ[μα]τα α [εηιουω]. [Γυναῖκα κοι]μωμέ[νην] ὁμολο‐ [γῆσαι τὸ ὄν]ομα, οὗ φιλεῖ· ὄρνιθος | |
10 | [γλῶσσαν ὑπο]κάτω χ[ελ]υν[ί]ων ἐπί‐ [θες αὐτῆς ἢ ἐπ]ὶ καρδίαν καὶ ἀνα‐ [ζήτει, καὶ τὸ ὄ]νομα [κα]λεῖ τρίς. [Βαλὼν ἐν καινῇ] λεκ[άνῃ] ἀρχὴν πε‐ [πέρεως,] λε[κάνη]ν κατα‐ | |
15 | [λιπὼν ἄ]πελθε. [πο]λλὰ τριβανον ......σ̣αρα.....τη.τε ......δελ[τίον χρ]ήσ[ι]μον ....ρ [10] ρ..... ....σμ..ελα...υο.ης.ις.ν | |
20 | ....ην μελ......ερησα. [Καλαβώ]την εὑρ[ὼν καὶ ἄ]ρας δ[ι]ὰ [καινοῦ] χάρτου καὶ [γράψας] χαρακτῆ‐ [ρας ὑπ]όθ[ες ὑ]πὸ τ[ὴν τ]ρ[ά]πεζαν [Magical Character][Magical Character][Magical Character][Magical Character][Magical Character] Ἀσύλλημπτον· ἄρας κύαμον | |
25 | ἔχ[ο]ντα θηράφιον περίαπτε. Ἀσύνλημπτον· λαβὼν κύα‐ μ[ο]ν τετρη[μ]ένον ἔνδησον εἰς δ[έρ]μα ἡμιόνου καὶ περίαπτε. | |
64 | Κατάκλινο‐ ν, ἄξον, ἐπί‐ πεμψον. ἐπι‐ καλοῦμαί σε | |
5 | τὰ ἅγια ὀνό‐ ματα ψινα‐ ψ[ι]να κραδι‐ δα ψιωμοιψ. ..προκυλιν[ ] | |
10 | ..καριαιω.. [ ] [ ] | |
65 | πρ[ὸς τὸ μὴ συλλαβεῖν]· ‘[ ]ωχθια, διαφυλάξετε ἀπὸ τοῦ συλ[λημπτικοῦ] αὐτοδαίμονοσ‘. πρὸς ἡμίκρανον· | |
5 | [ ]ι· [ ]να[] []ν̣α̣[...]τ̣α[] | |
[] | ||
66(col1,1) | Χαωρ | |
col1,2 | χθωρ | |
col1,3 | χαραρβα | |
col1,4 | χολβας | |
col1,5 | χθρυθυρ | |
col1,6 | χ〈ο〉ρβ̣α̣θ | |
col1,7 | χθάμνω | |
col1,8 | χθοδυχρα | |
col1,9 | χυχχυχ | |
col2,1 | χωαρ (ἕως κάτω). ἐξορκίζω ὑμᾶς κα‐ | |
col2,2 | τὰ τῶν ὀνομά‐ | |
col2,3 | των μεγάλων· | |
col2,4 | εἴσβαλε τὸν Φιλό‐ | |
col2,5 | ξενον τὸν ψάλτην | |
col2,6 | μετὰ Γενναδίου | |
col2,7 | φ〈ί〉λον εἰς μάχην. | |
col2,8 | εἴσβαλε τὸν Πελάγιον | |
col2,9 | τὸν πρεσβύτερον εἰς | |
col2,10 | μάχην μετὰ Φιλοξέ‐ | |
col2,11 | νου τὸν ψάλτην. | |
67 | [.......].....[......δ]ε̣[ῖ γράφειν] ε̣ἰ̣πόντ̣[α τὸ]ν λόγο̣ν̣ καὶ 〈ἀ〉ψύχων καὶ ἐνψύχων· αγε̣[.....].α̣ο̣υμα̣.[...] εβ.‐ θνοβαμα βαβ̣ουα[. ]ε̣υ δαλαν̣[αλα]δ αλκουμι̣ [..]ο̣υτιζ̣ται αααα ιιιιι εουα βουβιθα [ χ]α̣ναχ σαν̣μαχανα | |
5 | καὶ κεχνου Βουζά, [σ]ανμαχα[να] [σ]α̣μ̣μαχαρα σφαμβης εποκρ̣[...]α̣χθ Κὰτ ετα̣ βαι καρ̣κ̣οπτω κοπ[τω] καρβαρ[....]αηα πτοκοπτο καραβα[ρ‐] [β]αρουτα Θάθ, [ Χρε]ν̣ψενθ[αής, Β]ε̣ρ̣βάλ, [Ἰ]ώ̣, Π̣αρπ̣[.]ρ̣πα〈ρ〉. ἐ〈ξ〉ορ‐ | |
[κί]ζω σε κατ[ὰ τοῦ ἁγί]ο̣υ̣ ὀ̣ν̣ό̣[ματος το]ῦ̣ δαίμο[νος] τ̣ο̣ῦ̣ ηϊου σ̣[ου] | ||
10 | [ω—]ω̣ο̣υς βαρβαρ[αθαμ Ἀ]δ̣ω̣ν̣α[ίου θεοῦ Σ]α̣βαώ̣[θ, Ἀβρασάξ..] [...]ψ̣ε̣..τ̣α.[Φονοβουβ]ο̣ήλ̣, Ἑ̣[ρμοῦ χθονίου Θουὼθ ἀρχε‐] [δαμᾶ] φωκενσ[εψ ευ ] α̣ρ̣ε—εκταθ̣ο̣υ μισ[ονκται ...ηϊ] [Ἰάω] η̣ωηω κα[...η]ωϊω ωϊωη σε[σενγεν βαρφαραγ‐] [γης ερ]ηκισι〈θ〉φ̣[η αρ]αραχαραρα ηφ[θισικηρε Ἰα‐] | |
15 | [βεζεβ—]υθ Ἰά[ω ....]σ̣αμ φθησα[μ.........ερηκι‐] [σιφθη] αραραχα[ραρα] ηφθισικηρ̣[ε...............] [.....]ηϊ Ἰάω̣ [ηωη]ω̣—κα. τῷ ἐξ[ορκισμῷ τούτῳ ἐ‐] [ξορκί]ζ̣ω̣ [σε τὸν ........... κα]ὶ διορκισ‐ [θέντα .........................]μένων | |
20 | [................. τῶν τεθνηκότων] ἐν θανά‐ [τῳ ἀώρῳ ........ τὴν δεῖνα ἣν ἔτεκεν] ἡ̣ δεῖνα, [....................... δεῖνα ὃν] ἔτεκεν ἡ δ(εῖνα) []εἴρηκεν | |
[]ων | ||
68,rec | Ὡς ὁ Τυφῶν [ἀντίδικό‐] ς ἐστιν τοῦ Ἡ[λίου, οὕτω‐] ς καὶ καῦσον [τὴν ψυχὴν] Εὐτύχους, ὃ[ν ἔτεκεν Ζω‐] | |
5 | σίμη, ἐπὶ αὐτὴ[ν Ἐρ]ι[έαν,] ἣν ἔτεκεν Ἐ̣[ρχηε]λιώ· Ἁβρασάξ, καῦσον αὐτοῦ Εὐτύχους τὴν ψυχὴν καὶ τὴν καρδίαν ἐπ’ α[ὐ‐] | |
10 | τὸν Εὐτύχην, [ὃ]ν ἔτεκε‐ ν Ζωσίμη, ἄρτι, ταχύ, ταχύ, τῇ αὐτῇ ὅρᾳ καὶ τῇ αὐτῇ ἡμέρᾳ. Ἀδω‐ ναΐ, καῦσον τὴν ψυχ‐ | |
15 | ὴν Εὐτύχους καὶ τ‐ ὴν καρδίαν ἐπ’ αὐτ‐ ὴν Ἐ̣ρ̣[ιέαν], [ἣ]ν ἔ[τεκ]ε[ν] [Ἐ]ρχη[ελιώ], [ἄ]ρτι, ταχ‐ ύ, ταχύ, τῇ αὐτῇ ὅρᾳ | |
20 | καὶ τῇ αὐτῇ ἡμέρᾳ. | |
68,ver(21) | [].κη []π [ο̣] ν̣ο̣υ̣ | |
69 | ‘φνουνεβεη (βʹ), δός μοί σου τὴν ἰσχύν· ἰὼ Ἀβρασ[άξ] δός μοί σου τὴν ἰσχύν· ἐγὼ γάρ εἰμι Ἀβρασάξ‘. λέγε ζʹ | |
κρατῶν τοὺς δύο ἀντίχειράς σο[υ.] | ||
70 | []ὄ‐ νομα [το]ῦ[τ]ό̣ [ἐστι] χαριτήσ[ιο]ν καὶ ἀναλυ‐ τικὸν καὶ φυλακτήρ[ι]ον καὶ ν[ι]κητήριον· ‘αα εμπτωκομ βασυμ, διαφύλαξόν με‘. | |
5 | Ἑκάτης Ἐρεσχιγὰλ πρὸς φόβον κολάσιος· ἐὰν ἐξέρχηται, λέγε τῷ· ‘ἐγώ εἰμι Ἐρεσχιγὰλ κρατοῦσα τοὺς ἀντ[ί]χειρας, καὶ οὐδὲ ἓν δύνα‐ ται κακὸν αὐτῇ γενέσθαι‘. ἐὰν δ’ ἐγγὺς ἐ‐ πέλθῃ σοι, ἐπιλαβόμενος τῆς δεξιᾶς πτέρ‐ | |
10 | νης 〈δίωκε〉 λέγων· ‘Ἐρεσχιγὰλ παρθένε, κύων, δρά‐ καινα, στέμμα, κλείς, κηρύκειον, [τ]ῆς ταρτα‐ ρούχου χρύσεον τὸ σάνδαλον‘, καὶ παραιτήσῃ. ‘Ἀσκει κατασκει ερων ορεων ιωρ μεγα σεμνυηρ βαυϊ γʹ, φοβαντία, σεμνή· τετέ[λ]εσμαι καὶ εἰς | |
15 | μέγαρον κατέ[βη]ν Δακτύλων καὶ [τ]ὰ ἄλλα εἶδον κάτω, παρθένος, κύων‘, καὶ τὰ λοιπὰ πά[ν]τα. λέγε ἐπὶ τριόδου καὶ στραφεὶς φεῦγε· φαν[τ]άζεται γὰρ ἐν τούτοις. λέγων δὲ λίαν νυκ[τός, π]ερὶ οὗ θέλεις, καὶ καθ’ ὕπνους μηνύσει, κἂν ἐπὶ θάνατον ἀπάγῃ, | |
20 | λέγε ταῦτα σκορπίζων σήσαμον, καὶ σώσει σέ. | |
‘Φορβα φορβα Βριμὼ αζζιεβυα‘. λαβὼν πίτυρα πρῶτα καὶ σάνταλον καὶ ὄξος ὅτι δριμύτατον καὶ ἀναδεύσας μάζι αʹ καὶ ἐπίγραψ[ο]ν τὸ ὄνομα τοῦ‐ δέ τινοσ〉 καὶ ὣς ἔνγραψον, εἰς φῶς ἐπιλέγων τὸ ὄνομα τῆς | ||
25 | Ἑκάτης, ὅτι· ‘ἄφελε τοῦδέ τινος τὸν ὕπνον‘, καὶ ἀ‐ γρυπνήσει καὶ μεριμνήσει. πρὸς φόβον καὶ ἀναλύων λέγε [δυοῖ]ν διὰ μαχαι‐ ρῶν [διη]χῆ λόγον. οὐκ ἔχει [δὲ πρὸς] θηρία κακὰ 〈ἀ〉‐ ναγ[καῖον]. σὲ γὰρ ε.. ἐπὶ τὸ ε......δ..ειπ[] | |
30 | ε..... φα̣τ̣ε....χνον α[ ] γε[] οιψ[] ση[] ψο[] | |
35 | σιλ[] μο[] και[] χιλ[] περ[] | |
40 | παν[] χιο[] χο[] αβ[] ποι[] | |
45 | τοσ[] ιεο[] δοι[] ηνε[] ινα[] | |
70(50) | χυ[] ερε[] τοι[] | |
71 | φυλακτηρίων· μέγας οὐράνιος, εἰλῶν τὸν κόσμον, ὁ ὢν θεὸς ὁ Ἰάω, κύριος παντοκράτωρ Ἀβλαναθαλααβλα, δῦς δῦς, τὴν χάριταν | |
5 | ἕξω τὸ ὄνομα τῶ μεγάλου θεοῦ ἐν τῷ φυλακτηρίῳ τούτῳ, καὶ φύλακξόν μοι ἀπὸ παντὸς κακοῦ πράγματος, ὃν ἔτε‐ | |
κεν ἡ δῖνα, ἐγέννησεν [ὁ δῖνα]. | ||
72 | [Ἀρκτικὴ πρᾶξις· θυμιατή]ρ[ιον] γήινον [σκευάσας ἐν α]ὐτῷ νυκτὸς ὥρᾳ ϛʹ [ἐπίθυε τῇ Ἄρκτῳ] βρύον βράθυος. [ποίει δὲ πρὸ] ἡμερῶν τριῶν ἐπ‐ | |
5 | [ικαλεσάμεν]ος Ἄρκτον ἐνάκις [ἀναβὰς ἐπὶ δ]ῶμα ὑψηλόν. γράψας [δὲ ἐν χάρτῃ] σμυρνομέλανι [περὶ παντὸ]ς πράγματος, ὣ θέ‐ [λεις, πρόσγρ]αψον ὄνομα ‘Νεβ‐ | |
10 | [ουτοσουαληθ‘] καὶ τὸ πιττάκιον ὁμοῦ [δεῖξον καὶ τ]ὰ γεγραμμένα ἐν [αὐτῷ τῇ θεᾷ κ]αὶ που.ν....ν̣χν. [.......] . ἐντὸς [ὥρας μιᾶς.] [λέγε δὲ ἔχω]ν συμπεπλεγμέ‐ | |
15 | [νας τὰς χεῖρα]ς κατὰ κεφαλῆς, [φ]ων[ῇ] [ἐπευχόμενος μεγά]λῃ [εἰ]ς [Ἄρκτον· ‘χαῖρε,] ὦ βασιλεύ〈ουσα〉 θνητῶ[ν τε καὶ] [θεῶν, χαῖρε, ἄ]ρχουσα οὐρανία, βα[σιλεύ‐] [ουσα τῶν ἀν]θρώπων· ὕπαγε [πρὸς] | |
20 | [ἐμὲ τὸν δεῖνα, πρό]θυμος, κ[α]ὶ σὲ πα[ρα‐] | |
[καλῶ........][ ].ρε[ ]εφι[ ]ο̣ς̣ | ||
73 | [Διὶ Ἡ]λίῳ, μεγάλῳ Σαράπιδι [καὶ] τοῖς συννάοις θ[εοῖς]· ἀξιοῖ Μένανδρος· [εἰ] δέδοταί μοι γαμῆσαι; [τοῦ]τό μοι δός. | |
74 | [Διὶ Ἡλί]ῳ μεγάλ[ῳ Σαρά‐] [πιδι· ἐρωτῶσ]ί σε Ἀπίων [καὶ] Τ̣...ι̣..νη Ἐξακῶν[τος] [χρημ]ατίσαι αὐτοῖς, ὥστε | |
5 | [ἵλεως ἐφ]ιεῖς αὐτοῖς τὸν μ[όσχο]ν, ὃν εἴασαν, εἰς θυσίαν σου τοῦ κυρίου μὴ κατενέγκαι εἰς Ἀλεξάν‐ δρειαν, ἐπεὶ κατ’ ἄγνοιαν | |
10 | τῶν φροντίδων αὐ‐ τῶν ἠργάσατο, ἀλλὰ ἕτερον ἀντ’ αὐτοῦ, καὶ ἐκεῖνον θῦσαι ἐν τῷ ἐν Ὀξυρυγχείτῃ Σαραπείῳ. τοῦτο ἡμεῖν | |
15 | δός. | |
75 | κύριε μέγιστε. Σοκνοπαίῳ θεῷ μεγάλῳ ἐξένεγκον. | |
76 | Σούξει θεῷ μεγάλῳ μεγάλῳ· εἶ μέλλω ἐξε‐ τα[σ]θῆναι ὑπὸ τοῦ ἐπιστρατήγω; τοῦτό μο[ι] | |
5 | [ἐξένεγκο]ν. | |
77 | Ἐὰν θέλῃς χρηματισθῆ‐ ναι περὶ οὗτινος θέλεις πρά‐ γματος, λέγε [τοῦ]τον 〈τὸν〉 λόγον θυμῷ, μηδὲν λαλήσας· | |
5 | ‘ἐπικαλοῦμαί σε μέσον μέρος ἀρούρης καθήμενον, ὁ ἐν τῇ δυνάμει τὰ πάντα διοικῶν, ὃν τρέμουσιν οἱ δαί‐ μονες, ὃν τὰ ὄρη φοβεῖται, | |
10 | ὃν προσκυνοῦσιν ἄγγελοι, ὃν προσκυνεῖ ἥλιος καὶ σελή‐ νη, οὗ ἐστιν ὁ οὐρανὸς θρό‐ νος καὶ αἴθρα κωμαστήριον, ἡ δὲ γῆ τὸ πόδιον ἰου ἰου | |
15 | αφαρα[ ]θομαρα αραβρω[ ] ἰου ἰου, ἅγιε, [ἅγιε], ἀπέρατε, ἀπέρα[τε], ἀστροθέτα, π[υρί]π[νοε, σαν]θην[ωρ, χρυσο‐] | |
20 | πέδι[λε θεέ], χρημάτισ[ον‘.] καὶ ἀφόβως, ἀτρόμως εὔδη‐ λον χρηματιεῖ περὶ τοῦ δεῖ‐ να πράγματος ἀγελάστως. ἁγνὸς δὲ ποίει καὶ λίβανον | |
ἐπίθυε εἰς τὸν τόπον. | ||
78 | [Εἰς πάντα τό]π̣ον, ἢ εἰς οἰκίαν ἢ ἐργασ[τήριον.] [ἄγει γυναῖ]καν πρὸς ἄνδρα, τὸ αὐτὸ καὶ μ[ονίμους] [αὐτοὺς ποιεῖ] καὶ πιστικούς. λαβὼν λεπ[ίδα μο‐] [λιβῆν γρ]άψον ἥλῳ τὸ ζῴδιον λέγων ὄν[ομα] | |
5 | [τὸ ὑποκ(είμενον) κα]ὶ· ‘καταφλέξω τὴν οἰκίαν καὶ τὴν [ψυχὴν] [τοῦ δεῖνα εἰς] ἵμερον τῆς δεῖνα, ἣν ἔτεκε δεῖνα, ἣ[ν] [ἔτεκ]εν ἡ δεῖνα, ὡς ὁ Τυφῶν τὸν Ὄσιριν [οὐκ] [εἴασ]ε̣ν ὕπνου τυχεῖν. ἐγὼ γάρ εἰμι δ[εσπότης] [τοῦ Μα]σκέλλι Μασκέλλω Φνοῦν Κε[νταβα‐] | |
10 | [ὼθ Ὀρεοβά]ζαγρα Ῥησίχθων ἱππόχθ[ων Πυριπη‐] [γανύξ· τέλ]εσον δέ μοι τοῦτο, παντοφ[αής, θεῶν] [καὶ δαιμ]ό̣νων φωσφόρε σεμνή‘. ὄνομα θεοῦ παντ[οκράτορος·] [Ἰά]ω Ἰάω [Ἰ]άω. | |
79 | Θυμοκάτοχον λεγόμ[ε]νον τρίς· ‘ανοκ πε Βαϊνχωωωχ Ἀβρασὰξ εϊ[λα]μ Μιχαήλ· παραν νμητ Θωοὺθ | |
Θωο[ύθ]· καταστ[ίλ]ατε τὴν ὀργὴν κ[αὶ] τὸν | ||
5 | [θ]υμὸν [τοῦ δ(εῖνα)] πρὸς [ἐ]μ[ὲ] τὸν δ(εῖνα) [κατ’] ὑπο‐ [τ]αγὴ[ν] τ[ο]ῦ [μ]εγάλου θ[εο]ῦ Νεο[υ‐] φνειώθ.‘ | |
80 | Θυμοκάτοκον λε[γόμενον] τρίς· ‘ανοκ πε Βενχωω[ωχ] Ἀβρ[ασ]ὰξ [ἰλαμ Μιχα]ήλ· παραν κμητ Θωοὺθ [Θωούθ]· καταστίλ[α]τε τὴν ὀργὴν καὶ τ[ὸ]ν θυμὸν τοῦ δ(εῖνα) πρὸς ἐμὲ τὸν δ(εῖνα) κατ’ ὑποταγὴ〈ν〉 τοῦ μ[ε]γάλου | |
5 | θε[οῦ] Νεουφνειώθ.‘ | |
81 | ‘Χαῖρε, Ἥλιε, χαῖρε, Σαπειφνήπ, χαῖρε, σωτήρ, χαῖρε, Ἀβρασάκξ, | |
5 | χαῖρε, Πετκηϊερχενειν καμτηρου, χαῖρε, Ἠλουαί, χαῖρε, Ἐλουείν, χαῖρε, Πεται‐ πινακσνευει[.] ξα[.] πετενταετκηρκειειχιν δοναιρουβι Ὀπιανός, Ὀπιανός, Βασι[λ]ίσκος, | |
10 | Τιαρκαμικειντευ.‘ ὀνομασία. |