TLG 5000 004 :: CONCILIA OECUMENICA (ACO) :: Synodus Constantinopolitana et Hierosolymitana anno 536

CONCILIA OECUMENICA (ACO)
(Varia)

Synodus Constantinopolitana et Hierosolymitana anno 536

Source: Schwartz, E. (ed.), Acta conciliorum oecumenicorum, vol. 3. Berlin: De Gruyter, 1940 (repr. 1965): 3–214, 217–231.

Citation: Tome — page — (line)

3

.

3

Ἔκθεσις πίστεως κατὰ ἀποκάλυψιν Γρηγορίου ἐπισκόπου Νεοκαισαρείας Εἷς θεὸς πατὴρ λόγου ζῶντος, σοφίας ὑφεστώσης καὶ δυνάμεως καὶ χαρακτῆρος ἀιδίου, τέλειος τελείου γεννήτωρ, πατὴρ υἱοῦ μονογενοῦς· εἷς κύριος, μόνος ἐκ μόνου, θεὸς ἐκ θεοῦ, χαρακτὴρ καὶ εἰκὼν θεότητος, λόγος ἐνεργός, σοφία τῆς τῶν ὅλων συστάσεως
5περιεκτικὴ καὶ δύναμις τῆς ὅλης κτίσεως ποιητική, υἱὸς ἀληθινὸς ἀληθινοῦ πατρός, ἀόρατος ἀοράτου καὶ ἄφθαρτος ἀφθάρτου καὶ ἀθάνατος ἀθανάτου καὶ ἀίδιος ἀιδίου· ἓν πνεῦμα ἅγιον, ἐκ θεοῦ τὴν ὕπαρξιν ἔχον καὶ δι’ υἱοῦ πεφηνός, δηλαδὴ τοῖς ἀνθρώποις, εἰκὼν τοῦ υἱοῦ τελείου τελεία, ζωὴ ζώντων αἰτία, ἁγιότης ἁγιασμοῦ χορηγός, ἐν ὧι φανεροῦται θεὸς ὁ πατὴρ ὁ ἐπὶ πάντων καὶ ἐν πᾶσιν καὶ θεὸς ὁ υἱὸς ὁ διὰ πάντων·
10τριὰς τελεία δόξηι καὶ ἀιδιότητι καὶ βασιλείαι, μὴ μεριζομένη μηδὲ ἀπαλλοτριουμένη οὔτε οὖν κτιστόν τι ἢ δοῦλον ἐν τῆι τριάδι οὔτε ἐπείσακτον, ὡς πρότερον μὲν οὐχ ὑπάρχον, ὕστερον δὲ ἐπεισελθόν, οὔτε οὖν ἐνέλιπέν ποτε υἱὸς πατρὶ οὔτε υἱῶι πνεῦμα, ἀλλὰ ἄτρεπτος καὶ ἀναλλοίωτος ἡ αὐτὴ τριὰς ἀεί. Βασιλείου ἐπισκόπου Καισαρείας Καππαδοκίας ἐκ τοῦ περὶ πίστεως λόγου
15 Ἡ ἄκτιστος φύσις καὶ ἀκατάληπτος οὐσία, ἡ αὐτεξούσιος δύναμις, ἡ φυσικὴ ἀγα‐ θότης, τὸ δεσποτικὸν ἀξίωμα, πατὴρ καὶ υἱὸς καὶ πνεῦμα ἅγιον. Ἡ ἁγία καὶ μεγάλη καὶ οἰκουμενικὴ σύνοδος ἡ κατὰ θεοῦ χάριν καὶ θέσπισμα τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων Οὐαλεντινιανοῦ καὶ Μαρκιανοῦ αὐγούστων
συναχθεῖσα ἐν τῆι Χαλκηδονέων μητροπόλει τῆς Βιθυνῶν ἐπαρχίας ἐν τῶι μαρτυρίωι3

3

.

4

τῆς ἁγίας καὶ καλλινίκου μάρτυρος Εὐφημίας ὥρισε τὰ ὑποτεταγμένα. Ὁ κύριος ἡμῶν καὶ σωτὴρ ὁ Χριστὸς τῆς πίστεως τὴν γνῶσιν τοῖς μαθηταῖς βεβαιῶν ἔφη εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν, ὥστε μηδένα πρὸς τὸν πλη‐ σίον διαφωνεῖν ἐν τοῖς δόγμασι τῆς εὐσεβείας, ἀλλ’ ἐπίσης τὸ τῆς ἀληθείας ἐπιδείκνυσθαι
5κήρυγμα. ἐπειδὴ δὲ οὐ παύεται διὰ τῶν ἑαυτοῦ ζιζανίων ὁ πονηρὸς τοῖς τῆς ἀληθείας ἐπιφυόμενος σπέρμασι καί τι καινὸν κατὰ τῆς ἀληθείας ἐφευρίσκων ἀεί, διὰ τοῦτο συνήθως ὁ δεσπότης ἡμῶν Χριστὸς προνοούμενος τοῦ ἀνθρωπίνου γένους τὸν εὐσεβῆ τοῦτον καὶ πιστότατον πρὸς ζῆλον ἀνέστησε βασιλέα καὶ τοὺς ἁπανταχῆι τῆς ἱερωσύνης πρὸς ἑαυτὸν ἀρχηγοὺς συνεκάλεσεν, ὥστε τῆς χάριτος τοῦ πάντων ἡμῶν δεσπότου Χριστοῦ
10συνεργούσης πᾶσαν μὲν τοῦ ψεύδους τῶν Χριστοῦ προβάτων ἀποσείσασθαι λύμην, τοῖς δὲ τῆς ἀληθείας αὐτὴν καταπιαίνειν βλαστήμασιν. ὃ δὴ καὶ πεποιήκαμεν, κοινῆι ψήφωι τὰ τῆς πλάνης ἀπελάσαντες δόγματα, τὴν δὲ ἀπλανῆ τῶν πατέρων ἀνανεωσάμενοι πίστιν, τὸ τῶν τιη σύμβολον τοῖς πᾶσι κηρύξαντες καὶ ὡς οἰκείους τοὺς τοῦτο τῆς εὐσεβείας τὸ σύνθημα δεξαμένους πατέρας ἐπιγραψάμενοι, οἵπερ εἰσὶν οἱ μετὰ ταῦτα ἐν τῆι μεγάληι
15Κωνσταντινουπόλει συνελθόντες ρν, καὶ αὐτοὶ τὴν αὐτὴν ἐπισφραγισάμενοι πίστιν. ὁρίζομεν τοίνυν, τὴν τάξιν καὶ τοὺς περὶ τῆς πίστεως τῶν κανόνων ἅπαντας τύπους φυλάττοντες καὶ ἡμεῖς τῆς κατὰ Ἔφεσον ἁγίας συνόδου, ἧς ἡγεμόνες οἱ ἁγιώτατοι τὴν μνήμην Κελεστῖνος ὁ τῆς Ῥωμαίων καὶ Κύριλλος ὁ τῆς Ἀλεξανδρέων καὶ Ἰωάννης ὁ τῆς Ἀντιοχέων ἐτύγχανον, προλάμπειν μὲν τῆς ὀρθῆς ταὶ ἀμωμήτου πίστεως τὴν ἔκθεσιν
20τῶν τιη ἁγίων καὶ μακαρίων πατέρων τῶν ἐν Νικαίαι ἐπὶ τοῦ τῆς εὐσεβοῦς μνήμης Κωνσταντίνου τοῦ γενομένου βασιλέως συναχθέντων κρατεῖν τε καὶ τὰ παρὰ τῶν ρν ἁγίων πατέρων ἐν Κωνσταντινουπόλει ὁρισθέντα πρὸς ἀναίρεσιν μὲν τῶν τότε φυεισῶν αἱρέσεων, βεβαίωσιν δὲ τῆς καθολικῆς καὶ ἀποστολικῆς ἡμῶν πίστεως: — Τὸ σύμβολον τῶν ἐν Νικαίαι τιη ἁγίων πατέρων
25 Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς ὁρατῶν τε πάντων καὶ ἀοράτων· καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῶι πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο, τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα
30ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου καὶ ἐνανθρωπήσαντα σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα καὶ ἀναστάντα τῆι τρίτηι ἡμέραι κατὰ τὰς γραφὰς καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐν δεξιᾶι τοῦ πατρὸς καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος· καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον.
35τοὺς δὲ λέγοντας ‘ἦν ποτε ὅτε οὐκ ἦν‘ καὶ ‘πρὶν γεννηθῆναι οὐκ ἦν‘ καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία: — ὡσαύτως καὶ τῶν ἁγίων ρν πατέρων τῶν ἐν Κωνσταντινουπόλει συναχθέντων Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς ὁρατῶν
40τε πάντων καὶ ἀοράτων· καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ
τὸν μονογενῆ, τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, φῶς ἐκ φωτός,4

3

.

5

θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῶι πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο, τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελ‐ θόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου καὶ ἐνανθρωπήσαντα σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα
5καὶ ταφέντα καὶ ἀναστάντα τῆι τρίτηι ἡμέραι κατὰ τὰς γραφὰς καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐν δεξιᾶι τοῦ πατρὸς καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος· καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, τὸ κύριον καὶ ζωοποιόν, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, τὸ σὺν πατρὶ καὶ υἱῶι συμ‐ προσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν· εἰς μίαν
10ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν. ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν, προσδοκῶ ἀνάστασιν νεκρῶν καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. ἀμήν: — Ἔκθεσις τῶν ἐν Χαλκηδόνι συνελθόντων ἐπισκόπων Ἤρκει μὲν οὖν εἰς ἐντελῆ τῆς εὐσεβείας ἐπίγνωσίν τε καὶ βεβαίωσιν τὸ σοφὸν καὶ σωτήριον τοῦτο τῆς θείας χάριτος σύμβολον· περί τε γὰρ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ
15τοῦ ἁγίου πνεύματος ἐκδιδάσκει τὸ τέλειον καὶ τοῦ κυρίου τὴν ἐνανθρώπησιν τοῖς πιστῶς δεχομένοις παρίστησιν. ἀλλ’ ἐπειδήπερ οἱ τῆς ἀληθείας ἀθετεῖν ἐπιχειροῦντες τὸ κήρυγμα διὰ τῶν οἰκείων αἱρέσεων τὰς κενοφωνίας ἀπέτεκον, οἳ μὲν τὸ τῆς τοῦ κυρίου δι’ ἡμᾶς οἰκονομίας μυστήριον παραφθείρειν τολμήσαντες καὶ τὴν θεοτόκος ἐπὶ τῆς παρ‐ θένου φωνὴν ἀπαρνούμενοι, οἳ δὲ σύγχυσιν καὶ κρᾶσιν εἰσάγοντες καὶ μίαν εἶναι φύσιν
20τῆς σαρκὸς καὶ τῆς θεότητος ἀνοήτως ἀναπλάττοντες καὶ παθητὴν τοῦ μονογενοῦς τὴν θείαν φύσιν τῆι συγχύσει τερατευόμενοι, διὰ τοῦτο πᾶσαν αὐτοῖς ἀποκλεῖσαι κατὰ τῆς ἀληθείας μηχανὴν βουλομένη ἡ παροῦσα νῦν αὕτη ἁγία καὶ μεγάλη καὶ οἰκουμενικὴ σύνοδος τὸ τοῦ κηρύγματος ἄνωθεν ἀσάλευτον ἐκδιδάσκουσα ὥρισε προηγουμένως τῶν τιη ἁγίων πατέρων τὴν πίστιν μένειν ἀπαρεγχείρητον. καὶ διὰ μὲν τοὺς τῶι πνεύματι
25τῶι ἁγίωι μαχομένους τὴν χρόνοις ὕστερον παρὰ τῶν ἐπὶ τῆς βασιλευούσης πόλεως συνελ‐ θόντων ρν ἁγίων πατέρων περὶ τῆς τοῦ πνεύματος οὐσίας παραδοθεῖσαν διδασκαλίαν κυροῖ, ἣν ἐκεῖνοι πᾶσιν ἐγνώρισαν, οὐχ ὥς τι λεῖπον τοῖς προλαβοῦσιν ἐπεισάγοντες, ἀλλὰ τὴν περὶ τοῦ ἁγίου πνεύματος αὐτῶν ἔννοιαν κατὰ τῶν τὴν αὐτοῦ δεσποτείαν ἀθετεῖν πειρωμένων γραφικαῖς μαρτυρίαις τρανώσαντες· διὰ δὲ τοὺς τὸ τῆς οἰκονομίας παραφθείρειν ἐπιχειροῦν‐
30τας μυστήριον καὶ ψιλὸν ἄνθρωπον εἶναι τὸν ἐκ τῆς ἁγίας παρθένου τεχθέντα Μαρίας ἀναιδῶς ληρωιδοῦντας τὰς τοῦ μακαρίου Κυρίλλου τοῦ τῆς Ἀλεξανδρέων ἐκκλησίας γενομένου ποιμέ‐ νος συνοδικὰς ἐπιστολὰς πρός τε Νεστόριον καὶ τοὺς τῆς Ἀνατολῆς ἁρμοδίας οὔσας ἐδέξατο, εἰς ἔλεγχον μὲν τῆς Νεστορίου φρενοβλαβείας, ἑρμηνείαν δὲ τῶν εὐσεβεῖ ζήλωι τοῦ σωτη‐ ρίου συμβόλου ποθούντων τὴν ἔννοιαν· αἷς καὶ τὴν ἐπιστολὴν τοῦ τῆς μεγίστης καὶ
35πρεσβυτέρας Ῥώμης προέδρου τοῦ ἁγιωτάτου καὶ μακαρίου Λέοντος τὴν γραφεῖσαν πρὸς τὸν ἐν ἁγίοις ἐπίσκοπον Φλαβιανὸν ἐπ’ ἀναιρέσει τῆς Εὐτυχοῦς κακονοίας, ἅτε δὴ τοῦ μεγάλου Πέτρου ὁμολογίαι συμβαίνουσαν καὶ κοινήν τινα στήλην ὑπάρχουσαν κατὰ τῶν κακοδοξούντων, εἰκότως συνήρμοσε πρὸς τὴν τῶν ὀρθῶν δογμάτων βεβαίωσιν.
τοῖς τε γὰρ εἰς υἱῶν δυάδα τὸ τῆς οἰκονομίας διασπᾶν ἐπιχειροῦσι μυστήριον παρα‐5

3

.

6

τάττεται καὶ τοὺς παθητὴν τοῦ μονογενοῦς λέγειν τολμῶντας τὴν θεότητα τοῦ τῶν ἱερῶν ἀπωθεῖται συλλόγου καὶ τοῖς ἐπὶ τῶν δύο φύσεων τοῦ Χριστοῦ κρᾶσιν ἢ σύγχυσιν ἐπινοοῦσιν ἀνθίσταται καὶ τοὺς οὐράνιον ἢ ἑτέρας τινὸς ὑπάρχειν οὐσίας τὴν ἐξ ἡμῶν ληφθεῖσαν αὐτῶι τοῦ δούλου μορφὴν παραπαίοντας ἐξελαύνει καὶ τοὺς δύο μὲν πρὸ
5τῆς ἑνώσεως φύσεις τοῦ κυρίου μυθεύοντας, μίαν δὲ μετὰ τὴν ἕνωσιν ἀναπλάττοντας ἀναθεματίζει. ἑπόμενοι τοίνυν τοῖς ἁγίοις πατράσιν ἕνα καὶ τὸν αὐτὸν ὁμολογεῖν υἱὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν συμφώνως ἅπαντες ἐκδιδάσκομεν, τέλειον τὸν αὐτὸν ἐν θεότητι καὶ τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπότητι, θεὸν ἀληθῶς καὶ ἄνθρωπον ἀληθῶς τὸν αὐτὸν ἐκ ψυχῆς λογικῆς καὶ σώματος, ὁμοούσιον τῶι πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοού‐
10σιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, κατὰ πάντα ὅμοιον ἡμῖν χωρὶς ἁμαρτίας, πρὸ αἰώνων μὲν ἐκ τοῦ πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ’ ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς παρθένου τῆς θεοτόκου κατὰ τὴν ἀνθρωπότητα ἕνα καὶ τὸν αὐτὸν Χριστὸν Ἰησοῦν κύριον μονογενῆ, ἐν δύο φύσε‐ σιν ἀσυγχύτως ἀτρέπτως ἀδιαιρέτως ἀχωρίστως γνωριζόμενον, οὐδαμοῦ τῆς τῶν φύσεων
15διαφορᾶς ἀνηιρημένης διὰ τὴν ἕνωσιν, σωιζομένης δὲ μᾶλλον τῆς ἰδιότητος ἑκατέρας φύσεως καὶ εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν συντρεχούσης, οὐκ εἰς δύο πρόσωπα μεριζόμενον ἢ διαιρούμενον, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν υἱὸν μονογενῆ θεὸν λόγον κύριον Ἰησοῦν Χριστόν, καθάπερ ἄνωθεν οἱ προφῆται περὶ αὐτοῦ καὶ αὐτὸς ἡμᾶς Ἰησοῦς Χριστὸς ἐξεπαίδευσε καὶ τὸ τῶν πατέρων ἡμῖν παραδέδωκε σύμβολον. τούτων τοίνυν μετὰ
20πάσης πανταχόθεν ἀκριβείας καὶ ἐμμελείας παρ’ ἡμῶν διατυπωθέντων ὥρισεν ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος ἑτέραν πίστιν μηδενὶ ἐξεῖναι προφέρειν ἢ γοῦν συγγράφειν ἢ συντιθέναι ἢ φρονεῖν ἢ διδάσκειν ἑτέρως, τοὺς δὲ τολμῶντας ἢ συντιθέναι πίστιν ἑτέραν ἢ γοῦν προκομίζειν ἢ διδάσκειν ἢ παραδιδόναι ἕτερον σύμβολον τοῖς ἐθέλουσιν ἐπιστρέφειν ἐξ Ἑλληνισμοῦ ἢ Ἰουδαισμοῦ ἢ γοῦν ἐξ αἱρέσεως οἱασδηποτοῦν, τούτους, εἰ μὲν εἶεν ἐπί‐
25σκοποι ἢ κληρικοί, ἀλλοτρίους εἶναι τοὺς ἐπισκόπους τῆς ἐπισκοπῆς καὶ τοὺς κληρικοὺς τοῦ κλήρου· εἰ δὲ μονάζοντες ἢ λαικοὶ εἶεν, ἀναθεματίζεσθαι· —
28Ἀντέωνος ἐπισκόπου Ἀρσενόης ἐπιστολὴ πρὸς Πέτρον ἐπίσκοπον Ἀντιοχείας ὅτι οὐ δεῖ πάθος ἐν τῶι τρισαγίωι συνάπτειν διὰ τῆς προσθήκης τῆς ὁ σταυρωθεὶς δι’ ἡμᾶς ἣν
30οἱ αἱρετικοὶ προσέθηκαν Πάνυ εἰμὶ ἐστυγνακώς, ἀδελφὲ τιμιώτατε, ὅτι ἐπηύξηται διὰ σοῦ μέγα σκάνδαλον ἀντὶ τοῦ ἐκτεμεῖν σε τὰ σκάνδαλα. καὶ γὰρ ἐπισχεῖν θέλω τὰ ἐπὶ τούτωι δάκρυα καὶ κεκώλυμαι ὑπὸ τῆς σῆς ἐν κακίαι ἐξενηνεγμένης αἱρέσεως, ὅτι παρατέτρωται παρὰ σοὶ τὰ εὐαγγέλια Πράξεις τε καὶ ἀπόστολος, ἐπείπερ παρ’ αὐτοὺς ἔδοξας ἐπισοφίζεσθαι τοῦ μὴ
35Χριστὸν σταυρωθέντα καθαρῶς ὁμολογεῖν, ἀλλὰ τῶι τρισαγίωι τὸν σταυρὸν συνάπτειν
ὡς τὰ πρῶτά σου γράμματα τὰ πρὸς Ἀκάκιον τὸν Κωνσταντινουπόλεως ποιμένα δείκνυσιν.6

3

.

7

ἐπειδή γε εἰς ἀσέβειαν ἐμπέπτωκας, διαφόρως διαστρέφεις τὴν ἐξενεχθεῖσαν ὑπὸ σοῦ ἀδίκως νομήν, ὅπως ἐμπαράμονον καὶ ἑδραίαν αὐτὴν παρὰ πᾶσι κυρώσηις. οὔτε γὰρ τὸ θεῖον λέγομεν παθητόν, ὡς σὺ λέγεις, οὔτε γυμνὸν λόγον φαμὲν σταυρωθέντα, ἀλλὰ Χριστὸν Ἰησοῦν. ἐν δὲ τῶι τρισαγίωι ποῦ σώματος δήλωσις, ἵνα χώραν ἡ τοῦ σταυροῦ
5λάβηι προσηγορία; λέγεις γὰρ ‘ἅγιος ὁ θεόσ‘. καὶ τίς οὐκ οἶδεν ὅτι πρῶτος ὁ πατὴρ κατὰ τὴν τάξιν τῆς συνήθους πᾶσι δοξολογίας, εἰ καὶ μὴ καθ’ ὑπεροχὴν τῆς θεικῆς ἀξίας; ἔπειτα φάσκεις ‘ἅγιος ἰσχυρόσ‘. καὶ τίς οὐκ οἶδε κατὰ τὸν προφήτην Ἡσαίαν ὅτι τὸ τεχθὲν ἡμῖν παιδίον Χριστὸς Ἰησοῦς, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ καὶ καλεῖται καὶ ἔστι μεγάλης βουλῆς ἄγγελος θεὸς ἰσχυρός; εἰ γὰρ καὶ ἐσταυ‐
10ρώθη ἐξ ἀσθενείας, ἀλλὰ τὸ ἀσθενὲς ἡμῶν ἀναλαβὼν σῶμα τοῦτο πέπονθεν, ἰσχυρὸς δὲ θεὸς τυγχάνων προθύμως πρὸς τὸν σταυρὸν τὸ οἰκεῖον ἐξεδίδου σῶμα, ὡς εἰπεῖν καὶ τὸν προφήτην αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἀνέλαβε. θεὸς δὲ καὶ ἄνθρωπος παρὰ πάντων συνωμολόγηται ὁ Χριστός· σὺ δὲ μόνον τὸ ἰσχυρὸν τῆς τοῦ Χριστοῦ θεότητος εἰπών, παραδραμὼν δὲ καὶ τοῦτο ἧκες ἐπὶ τὸ πνεῦμα τὸ ἅγιον καὶ ὡμολόγησας, ὡς
15ἔστιν ἀληθῶς, ἀθάνατον. τίνα οὖν ἐπιφέρεις ἐσταυρωμένον δι’ ἡμᾶς μετὰ ταῦτα; τὸν Χριστὸν λέγεις; οὐκοῦν δῆλος γέγονας τετράδα φρονῶν, ἕτερον παρὰ τὸν ἰσχυρὸν θεὸν τὸν Χριστὸν ὀνομάζων. ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον σταυρωθῆναι φάσκεις; καὶ τί τούτου δυσσεβέστερον γένοιτ’ ἄν; ἀλλὰ φαντασίαν λέγεις τὴν τοῦ πάθους οἰκονομίαν; οὐκοῦν φαντασία κατὰ τοὺς ἀσεβεῖς Μανιχαίους καὶ ἡ ἡμῶν σωτηρία. ὁρᾶις πῶς πανταχόθεν
20περικρημνίζηι καὶ ἀγνοεῖς, ἢ καὶ εἰδὼς ἑκὼν κακουργεῖς; ἰδοὺ νῦν ὑπομνησθεὶς ἐντράπηθι περὶ τῆς ἀπαιδευσίας σου καὶ εἶξον, ὡς παρεδέξω παρὰ τοῦ προφήτου, δοξολογεῖν τὸ τρισάγιον· ἀσωμάτως γὰρ ὀνομαζόμενον μηδενὸς προκειμένου τῆς σαρκώσεως τοῦ μονο‐ γενοῦς αἰνίγματος καθαρῶς ὀφείλει δοξολογεῖσθαι μηδεμιᾶς σταυροῦ προσθήκης ἐπαγο‐ μένης. ὡς γὰρ ἂν σοφίσηταί τις, ἐκκρημνίζεται τῆς ὀρθοδοξίας. Χριστὸν δὲ παρα‐
25λαβὼν δι’ ἡμᾶς σταυρωθέντα τὸν υἱὸν τοῦ θεοῦ κατὰ τὸν μακάριον Παῦλον φάσκοντα ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν Ἰησοῦν καὶ τοῦτον ἐσταυρωμένον, μὴ ἀπαρνοῦ τούτου τὸ ὄνομα καὶ τὸ πάθος· εἰ δὲ μή, προλαβὼν ἐκεῖνος ἔφη· εἴ τις ὑμᾶς εὐαγγε‐ λίζεται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω. ἐγὼ γάρ φησιν οὐκ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν εἰ μὴ Χριστὸν Ἰησοῦν καὶ τοῦτον ἐσταυρωμένον. εἰ δὲ
30τοῦτον ἀπαρνεῖσθε σταυρωθέντα καὶ τῶι τρισαγίωι πάθος προσάπτετε, πῶς οὐχ ὑποίσετε τὸν ἀναθεματισμόν; Παῦλός ἐστιν ὁ ἀναθεματίζων, τὸ σκεῦος τῆς ἐκλογῆς. προβαλοῦ Χριστὸν καὶ σταυρὸν μὴ ἀπαρνοῦ· μὴ ἕτερον ἀνθ’ ἑτέρου. πλεῖστοι γάρ εἰσιν οἱ σταυρωθέντες, εἷς δὲ ὁ δι’ ἡμᾶς. φέρε οὖν ἐν τῶι σταυρῶι τούτου τὸ ὄνομα, ἵνα μὴ ἕτερον ὑποπτευθῆις λέγειν σταυρωθέντα, ὅτι οἶδας ὅτι πολλὰ τὰ ἔνεδρα τοῦ δολίου. διὰ
35τοῦτο καὶ οἱ τιη καὶ οἱ ρν ἕνα κύριον Ἰησοῦν Χριστὸν παραδιδόασι σταυρωθέντα καὶ οὐ τὸ τρισάγιον· οἱ δὲ νομομαθεστέρους κρίναντες ἑαυτοὺς εἶναι τούτων τῶν πατέρων πῶς
οὐ δεικνύουσιν ἑαυτοὺς τούτων ἀλλοτρίους;7

3

.

8

(2)

Φαύστου ἐπισκόπου Ἀπολλωνιάδος πρὸς τὸν αὐτὸν Πέτρον Ἐπειδήπερ ἐπιτέτραπται νύττεσθαι τοὺς πρώτους ὑπὸ τῶν ἀποκαλυφθέντων Χρι‐ στοῦ τὸ μυστήριον ἐσχάτων, ἐκείνους δὲ σιγὴν ἄγειν τῆς κακοδιδασκαλίας ὡς γεγονότας
5κακίστους δογματιστάς, ἤκουσα παρὰ πολλῶν συνεπισκόπων, ἀγαπητέ, ἐκνενευκέναι σε τῆς ὀρθοδοξίας καὶ τοῦτο πανταχοῦ περιήχηται, δι’ ὃ ἀναγκαῖον ἡγησάμην πυθέσθαι παρὰ σοῦ εἰ ταῦτα οὕτως ἔχει. δεῖξαι γάρ μοι δέδοκται μὴ οὕτως σε φρονεῖν ὀφείλειν ὥστε τῶι τρισαγίωι σταυρὸν συνάπτειν καὶ πάθει καὶ θνήσει τὸ ἀπαθὲς ὑποβάλλειν, ἀλλὰ καθαρῶς ὡς τὰ σεραφὶμ καὶ εὐσεβῶς δοξολογεῖν. πῶς γὰρ Χριστιανίσουσι τὰ
10ἔθνη τοῦ ὀνόματος τοῦ σωτῆρος μὴ ἐπιφερομένου τῶι Χριστῶι; πῶς δὲ καὶ αὐτοὶ οἱ Χριστιανοὶ δύνανται πιστοὶ τυγχάνειν μὴ ἀνατιθέντες τῶι σταυρῶι τὸ τοῦ Χριστοῦ ὄνο‐ μα; ἀκούοντες γὰρ οἱ ἄπιστοι θεὸν ἀθάνατον δι’ ἡμᾶς σταυρωθέντα ἐροῦσι σκάνδαλον εἶναι, τὸ πιστεῦσαι Χριστῶι ἀποστρεφόμενοι καὶ λέγοντες· οἱ θεοὶ ἡμῶν οἱ παρὰ τοῖς Χριστιανοῖς κίβδηλοι ὄντες ἀθάνατοι παρ’ ἡμῶν ἀναγορεύονται, καὶ πῶς ὁ αὐτῶν θεὸς
15ἀθάνατος ὢν ἔθανε; δῆλον ὅτι ψευδὴς ἡ ῥῆσις αὕτη· εἰ γὰρ ἀπέθανεν, οὐκέτι ἀθάνατος οὐδὲ ἰσχυρός, ἀλλὰ ἀσθενὴς τῆς ἀθανασίας τραπείς. οὐχ οὗτοι δὲ μόνον, ἀλλὰ καὶ θεοσεβεῖς καὶ ἡμῖν ὁμόπιστοι λέξουσιν ἄν· οὗτοι θεοπασχῖται καὶ οὐχὶ Χριστιανοί εἰσι· Μανιχαῖοι καὶ οὐκ ὀρθοτόμοι· τετραδῖται καὶ οὐ τριαδόδοξοι· Εὐτυχιανισταὶ καὶ οὐκ ὀρθόδοξοι· Νεστο‐ ριανοὶ καὶ οὐ φιλόχριστοι. εἰ δέ τις τὸν ἐπὶ σταυροῦ κρεμασθέντα ἀκούσει Χριστὸν
20Ἰησοῦν εἶναι, ὃς τὴν θνητὴν ἡμῶν σάρκα χρισθεὶς φιλανθρωπίαι Χριστὸς εἰκότως κικλή‐ σκεται, δι’ ὃ καὶ ἐσταύρωσαν αὐτόν, ὃν ἐλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ, τότε πεσὼν ἐπὶ πρόσωπον ἐρεῖ· κἀγὼ Χριστιανός εἰμι, πιστεύω εἰς ὃν καὶ οὗτοι ἐπίστευσαν, καὶ πιστευθήσεται καὶ τὰ πάθη καὶ ἡ θνῆσις τοῦ σώματος αὐτοῦ. καὶ γὰρ διὰ τοῦτο πλείσταις λοιδορίαις ἐβλήθη παρὰ τῶν ἀπίστων ἡ ἐν Χαλκηδόνι τῶν χλ
25πατέρων ὀρθόδοξος πίστις, ὅτι εἶπον δύο φύσεις εἶναι ἐν τῶι Χριστῶι, μίαν παθητὴν θνητὴν ὁρατήν τε καὶ ἔπαφον, ἥτις ἐστὶν ἡ σὰρξ ἡμῶν, καὶ μίαν ἀπαθῆ ἀθάνατον ἀόρατον ἀψη‐ λάφητον, ἥτις ἐστὶν ἡ τοῦ θεοῦ ἄχραντος φύσις. τὰ ἑκάτερα οὖν ἐν τῶι Χριστῶι δεῖ ἡμᾶς ὁμολογεῖν, ὧν τῆι ἑνώσει μὴ δῶις διάστασιν μηδὲ τέμηις τὸν θεὸν ἀπὸ τῆς σαρκός, καὶ οὐ φωραθήσηι Νεστοριανός. μηδὲ τὸ διάφορον ἀπαρνήσηι τῶν τοῦ Χριστοῦ
30φύσεων, καὶ οὐχ ὑπεπτευθήσηι Εὐτυχιανιστὴς εἶναι. καὶ μὴ συγχέηις θεὸν σαρκὸς πά‐ θεσι, καὶ οὐ λεχθήσηι Ἀπολιναριαστὴς εἶναι. μηδὲ τὸν ἀπαθῆ καὶ ἀθάνατον τετρά‐ φθαι λέξηις θεόν, καὶ οὐ προσοχθίσεις εἶναι Μανιχαῖος. μηδὲ ἐν τῶι τρισαγίωι μετὰ θεὸν πατέρα καὶ ἰσχυρὸν αὐτοῦ υἱὸν καὶ ἀθάνατον πνεῦμα προσθῆις Χριστὸν ἐσταυρωμένον, καὶ οὐχ ἕξεις τοῦ Σαμοσατέως τὴν αἵρεσιν καὶ οὐκ ἐλεγχθήσηι τετράδα φρονῶν καὶ οὐ τρι‐
35άδα. μηδὲ τὴν τριάδα εἰς Χριστὸν ἀναπλάσηις αὐτὸν λέγων πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, καὶ οὐχ ὑποίσεις τὴν Σαβελλίου δίκην. μηδὲ κληθῆναι θέλων καθηγητὴς καὶ
οὐκ ἀκόλουθος τῆς Χριστοῦ διδασκαλίας καινοτομήσηις κενοδοξίας αἵρεσιν, καὶ οὐ μωμήσηι8

3

.

9

σὴν ψυχήν, ὅτι οἶδας τοὺς ἀποστόλους μὴ καθηγησαμένους ἐν καινοτομίαις, ἀλλ’ ἰχνηλατή‐ σαντας τὸν μόνον καθηγητὴν καὶ νομοθέτην Χριστόν. βλέπε, ἀγαπητέ, μὴ εἰς πέρας ἄξηις τὸ διαφημιζόμενον περὶ σοῦ, μὴ γέλως γένηι ὡς θεοπασχίτης ἢ τετραδίτης. εἰ δὲ καὶ ἐφήψω τούτων τῶν λόγων ἢ τῆς φρονήσεως ἐν παροιστρήσει, τάχος ἔκκλινον ἀπὸ
5κακοῦ καὶ ποίησον ἀγαθόν, ἵνα, ὡς εὐχόμεθα, ὀρθοτομῆις τὸν λόγον τῆς ἀληθείας Χριστὸν καθομολογῶν σαρκὶ δι’ ἡμᾶς παθόντα τὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος καὶ ἅπαξ τοῦ οὕτως ὁμολογεῖν, μὴ ὑποσκελισθῆις ὑπὸ τῶν αἱρέσεων. πολλοὶ γὰρ πλάνοι ἐξ‐ ῆλθον εἰς τὸν κόσμον οἱ μὴ ὁμολογοῦντες Χριστὸν Ἰησοῦν ἐν σαρκὶ ἐληλυθέναι.
11Παμφίλου ἐπισκόπου Ἀβύδων πρὸς τὸν αὐτὸν Πέτρον Τὸ πολύθρυπτον τῶν ἐμῶν παίδων, ἀγαπητέ, διεγείρει με κελαδεῖν θρῆνον· εἰ γὰρ ἐν οἵωι οἴκωι θνήισκει τις, ἐκεῖσε κλαυθμὸς φοιτᾶι. πῶς οὐκ ἀποδακρύσομαι καὶ ἀπ‐ οδύρωμαι τὸν ἀλιτηρίως ἐκ τῶν σῶν ἀγγείων καταγγισθέντα τῶν ἐμῶν υἱῶν θάνατον,
15οὓς ἔδει σε ὡς συναδελφὸν ἐπισπουδάσαι σὺν ἐμοὶ ἄξαι πρὸς τὸν θεόν; τοὐναντίον δὲ πέπρακταί σοι, θεοφιλέστατε· ἐγένου γὰρ αὐτῶν ὀλετὴρ καὶ οὐ ζωή, πικρία καὶ οὐχ ἡδύτης, ὄμφαξ καὶ οὐ πέπειρος βότρυς, ζιζάνιον καὶ οὐ σῖτος, καλάμη καὶ οὐ χρυσός, ἄκανθα καὶ οὐκ ἄνθος, ἐκταραγμὸς καὶ οὐ γαλήνη. τί γὰρ τῶν προέδρων ἡμῶν καὶ ἐπίσων οὐ προσχὼν τὰ σύμβολα εἶξας μὴ προσθέσθαι τῆι τριάδι τετράδα ἐν τῶι τὸ
20τρισάγιόν σε φάσκειν ἐν προσθήκηι σταυροῦ; αὕτη γὰρ δρακοντικὴ καὶ ἰοβόλων αἱρέσεων φωνὴ καὶ πύλη ἅιδου καὶ αἰώνιος πυλωρὸς θανάτου, Χριστιανῶν βρόχος, ἀκάκων θή‐ ρευμα, ὀρθοδόξων μῶμος, πιστῶν πρόπτωσις, σωφρόνων σκάμβωσις, ἀσκητῶν σκάνδαλον, οἷς ὑπώπτευσας γλυκὺς εἶναι σὺν τῆι ἐκφωνουμένηι σου ἐκθέσει τῆι παρακοντιζούσηι τὸν ἀποστολικὸν ὅρον καὶ τὰ εὐαγγέλια καὶ τὸ τῶν τιη σύμβολον τῶν τὴν προσθήκην
25ἐν τῶι τρισαγίωι ἀγνοούντων τὸ νοητὸν δηλητήριον. φράσον μοι οὖν· τίς τὴν θεότητα ἔφη σταυρὸν ὑπομεμενηκέναι; τί τὸν θεὸν λόγον γυμνοῖς ἀπὸ τῆς στολῆς; τί διχάζεις τὸν ἄτμητον τῆι σῆι σκαιότητι; τί παρατιτρώσκεις τὴν ἀλήθειαν; τί Νεστορίωι καὶ Εὐτυχεῖ τῆι τομῆι τοῦ Χριστοῦ ὑπόσπονδος γίνηι καὶ τῶι Σαμοσατεῖ μεμαθήτευσαι ῥῆξαι Χριστοῦ τὴν θείαν οὐσίαν ἀπὸ τῆς σαρκὸς καὶ Οὐαλεντίνωι συνηρεύξω, ὡς
30ἐκεῖνος, φάσκων τὸν ἀθάνατον σταυροῦσθαι καὶ ὑπόδουλον τιθεὶς τοῖς πάθεσι τὴν θείαν φύσιν; τί ἐπίσχω ἢ τί λαλήσω; οὐ Παυλιανιστήν σε φωνήσω; ἀλλ’ ἐν τοῖς συγγράμμασιν ἔφης μετὰ τὴν τριάδα φωνεῖν Χριστὸν δι’ ἡμᾶς σταυρωθέντα. οὐ Μανιχαῖόν σε λέξω; ἀλλὰ γέγονας αὐτέλεγκτος θεὸν καὶ οὐχὶ Χριστὸν φήσας ἐσταυρωμένον. οὐ Νεστοριανόν σε φράσω; ἀλλ’ ἀπέδειξας μετὰ τὸν πατέρα μὴ ὁμολογεῖν τὸν ὑμνούμενον
35ὑπὸ πιστῶν θεοῦ ἰσχυρὸν υἱὸν σαρκὶ ἐσταυρωμένον. οὐκ Ἀπολιναριαστήν σε λέξω,
ἔφυρας γὰρ ὡς αὐτὸς θεὸν συγχέας σαρκὸς παθέσι. λίαν οὖν λύπηι συσχεθεὶς τάδε9

3

.

10

σοι προστίθημι σὺν τῶι εἰς τοῦτό με συμβιβάσαντι Ἀκακίωι, αὐτὸν δὲ ὁ τῆς Ῥωμαίων, τοὺς πάντας δὲ ὁ παντεπίσκοπος· τί λυμαίνηι τὴν ἐκκλησίαν, τί σκορπίζεις Χριστοῦ τὴν ποίμνην; εἰ κακῶς λέγω, φράσον μοι σύ· ζητῶ γάρ σε τῆι διδασκαλίαι τῆι ὀρθοτάτηι ὑπερέχειν με καὶ πλείστους. τί οὖν φράσομεν; ὡς Παῦλος, Χριστὸν ἐσταυρωμένον
5ἢ ὡς σύ, τὸν ἀθάνατον ἐσταυρωμένον; τί ἐροῦμεν; ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, ὡς πολλαχῶς ἔφη ὁ κύριος, παθεῖν ἢ ὡς σὺ κεκαινοτόμηκας, τὴν θεότητα παθεῖν; ἢ τὰ εὐαγγέλια καὶ αἱ Πράξεις καὶ ὁ ἀπόστολος, ὡς σὺ ἔφης, οὐ λέγουσιν ὥσπερ δεῖ, ἀλλὰ εἰσὶ παρὰ σοὶ μεμπτέα καὶ παρὰ τοῖς ἐξηκολουθηκόσι τῆι τοιᾶιδε σου παραφροσύνηι τοῦ τὸ τρισάγιον φωνεῖν ἐσταυρωμένον; ἀποδεδειγμένοι γάρ εἰσι σὺν σοὶ τετράδα
10παρεισφέροντες. εἰ δὲ ταῦτα οὕτως ἔχει, τί ἀναγινώσκονται αἱ θεῖαι γραφαί, εἰ αὗται οὐ πιστεύονται, ἀλλὰ σύ; ἄνω γὰρ καὶ κάτω Χριστὸν παραδιδόασι δι’ ἡμᾶς ἐσταυρω‐ μένον καὶ οὐ τὸ τρισάγιον, ὡς σὺ νῦν φάσκεις. ἀλλὰ καὶ ἀποβλητέους εἶπον αἱ γραφαὶ τοὺς θεοπασχίτας. ἤδη δὲ καὶ πρὸ τούτων τῶν γραμμάτων ὡς κυρίωι μου καὶ πατρὶ ὡς ὀρθότατα φρονοῦντι δεδήλωκα ἐπανορθώσασθαι καὶ ἀναρρῆξαι τόδε τὸ παρὰ σοῦ
15καινισθὲν ἀσεβὲς δόγμα καὶ οὐκ εἶξας. διὰ τοῦτο τοίνυν ὡς πρὸς πρῶτον εὑρετὴν τῶν ἀσεβῶν τούτων λόγων δεδόνημαι τοῖς κατὰ σοῦ ἐπιτιμίοις, ἴσως κἂν διὰ τούτων ἐντραπεὶς ἐπιστομιζόμενος παρ’ ἥσσονος τῆι ἀξίαι θᾶττον εἴξεις ὀρθοδοξεῖν πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα ἐν τῶι μηδὲν τούτοις προστιθέναι ἢ ὑφαιρεῖν καὶ ἔχεσθαι τῆς ὑπὲρ ἡμᾶς ἁψῖδος τοῦ θρόνου. εἰ δὲ μηδὲ οὕτως ἀνάσχηι, οἴσω σοι κοινωνίας παραίτησιν·
20ἔφη γὰρ ὁ ἀπόστολος αἱρετικὸν ἄνθρωπον μετὰ πρώτην καὶ δευτέραν νουθεσίαν παραιτοῦ εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτο‐ κατάκριτος. πλὴν θεοῦ ἐσμὲν ἐντεῦκται μὴ γενέσθαι σε αὐτοκατάκριτον, ἀλλὰ ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας.
25Ἀσκληπιάδου ἐπισκόπου Τράλλεων πρὸς τὸν αὐτὸν Πέτρον Ἰδού, ἀγαπητέ, πεπλήρωται ὁ κόσμος ἐκ τῆς ἐκθέσεώς σου σκανδάλου καὶ τὰ βασί‐ λεια ἐμφρόντιστα γέγονε καὶ οἱ ποιμένες διεγείρονται ἐπαξίως ἄξαι ἐπὶ σοὶ ταλανισμόν. δὸς οὖν, παρακλήθητι, φωνὴν μίαν ὀρθοτομίας τοῦ ἐπιπρυτανεύειν τἀληθὲς ἐν τῶι κοινῶι τοῦ τὸν υἱὸν τοῦ θεοῦ τῶι κόσμωι καθομολογεῖν ἐσταυρωμένον καὶ μὴ τοῦτον διαρριπτεῖσ‐
30θαι διὰ σοῦ καὶ τούτου τὸ ὄνομα ἐν τῶι ἑτέρως ἐν διαστροφῆι λέγειν ἐν τῶι τρισαγίωι τούτου τὸν σταυρόν. μὴ σὺ πρῶτος εἶ τῶν ἐν Νικαίαι πατέρων, ἵνα ἄρξηι ὁ ὅρος σου ὑπὲρ αὐτούς; ἀλλά, φησίν, ἐγὼ διὰ Νεστόριον προσέθηκα ἐν τῶι τρισαγίωι τὸν σταυρὸν διὰ τὸ αὐτὸν παρεξωθεῖσθαι ἐν τούτωι τὴν θεότητα ἐν τῶι σταυροῦσθαι αὐτόν. καὶ τί; μὴ νεώτερον Νεστορίου τὸ φρόνημα; ἦρξε γὰρ τοῦτο ἀπὸ τοῦ ματαιόφρονος
35Φωτεινοῦ, ὃν οἱ ἅγιοι πατέρες οἱ ἐν Νικαίαι ἐν ζωῆι μὲν οὐ κατέφθασαν, τὸ δὲ δόγμα10

3

.

11

αὐτοῦ κατέκριναν οὐ διὰ τὸ φράσαι αὐτοὺς τὸ τρισάγιον ἐσταυρωμένον, ἐπειδὴ τοῦτο ἦν ἐν γνώσει αὐτοῖς λίαν δύσφορον, Φωτεινῶι δὲ ἐράσμιον. ὅθεν τὸ μὲν τρισάγιον ἐν μυστηρίοις μόνοις ἀπέθεντο φωνεῖσθαι καθὰ τὰ σεραφίμ, φασι, μηδεμίαν ἐν τούτωι προσθήκην ἢ ὑφαίρεσιν πράξαντες. πάλιν δὲ τοῦτο τὸ ἀσεβὲς ἀνανεωθὲν ἐπὶ τοῦ
5Σαμοσατέως λίαν ἡδρύνθη καὶ ἐπισυναχθέντες οἱ ἁγιώτατοι τὴν μνήμην πατέρες ἐν τῆι Κωνσταντινουπόλει, εἰ καὶ αὐτὸν οὐ παρέφθασαν, ἀλλὰ τὸ δόγμα αὐτοῦ κατέκριναν τὸ μὴ φρονεῖν δύο υἱούς, δι’ ὃ ἕνα καθωμολόγησαν ἐν τῶι ὅρωι αὐτῶν υἱόν. μὴ τὸ τρισάγιον ἔφησαν δι’ αὐτὸν ἐσταυρωμένον, ὅτι τῶι ὅρωι τῶν πρὸ αὐτῶν πατέρων ἐξηκολούθησαν καὶ ἕπεσθαι τοῖς δόγμασιν αὐτῶν ἔκριναν τοῦ τὸ τρισάγιον ἐν τοῖς
10μυστηρίοις μόνον ἐξακούεσθαι ἀπαθῶς ὡς τὰ σεραφὶμ καὶ μὴ ἐσταυρωμένον; πάλιν δὲ Νεστορίου ἀνακύψαντος καὶ καταρτίζοντος τὰ ἀσεβῆ πρὸ αὐτοῦ δόγματα, φαμὲν δὴ τὰ Φωτεινοῦ καὶ τὰ τοῦ Σαμοσατέως, συναθροισθέντες δι’ αὐτὸν οἱ περὶ Κελεστῖνον καὶ Κύριλλον ἔπαυσαν τὰς τοιάσδε δυσσεβείας οὐκ ἀποθέντες ἐν τῶι τρισαγίωι σταυρόν. ἢ σὺ δοκεῖς πάντων τούτων σοφώτερος εἶναι ἢ ἔχεσθαι παρ’ αὐτοὺς πνεύματος ἁγίου,
15οἷς ἦν γνῶσις; ἡ σὴ τοίνυν ἀποτεθεῖσα ἐν τῶι τρισαγίωι σταυροῦ προσθήκη δυσμενὴς βλασφημία ἐστί. πλὴν καὶ μετὰ τούτους τοὺς ἁγίους πατέρας δυσφόρων κατα‐ λαβόντων τὴν Κωνσταντινούπολιν σεισμῶν μικρὸς καὶ μέγας, πλούσιος καὶ πένης, δοῦλος καὶ ἐλεύθερος ἐκ τῆσδε ἀπαναχωρήσαντες ἐν τῶι Κάμπωι ἅμα συνέδραμον κρυμοῖς καὶ χειμῶνι ἐκεῖσε μᾶλλον ὀλέσθαι καὶ μὴ συμπεπτῶσθαι τῆι αὐτῆι πόλει. οὓς φειδοῦς
20ὁ θεὸς ἀξιώσας φιλανθρωπευσάμενος ἀπεκάλυψε τῶι μακαρίωι Πρόκλωι τὸ τρισάγιον εἰς παῦσιν ὀργῆς λιτανεύοντας αὐτοὺς φωνεῖν καὶ τοῦτο ἐμφανῶς, οὐχ ἑνὶ ἢ δευτέρωι γνωσθέν, ἀλλὰ παντὶ τῶι κόσμωι. μὴ ἀπέθετο ὁ θεὸς ἐν αὐτῶι λέγεσθαι σταυρόν; ὅτι οὐδὲν ὁρᾶι εἰς ὕβριν αὐτοῦ· ἔφη γὰρ φάσκειν «ἅγιος ὁ θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.» πῶς οὖν σὺ τετόλμηκας παραθέσθαι σταυρὸν παρὰ τὸν
25θεὸν ἢ καὶ παρὰ τοὺς πατέρας τὸν πατέρα συγχέων τῶι υἱῶι καὶ τῶι ἁγίωι πνεύματι ἐν τῶι τρισαγίωι φωνῶν τὸν σταυρόν, ὡς παρὰ σοὶ μὴ εἶναι πατέρα τὸν πατέρα μόνον, ἀλλὰ καὶ υἱόν, καὶ τὸν υἱὸν μὴ εἶναι υἱὸν μόνον, ἀλλὰ καὶ πατέρα, καὶ τὸ πνεῦμα τὸ ἅγιον μὴ εἶναι μόνον πνεῦμα, ἀλλὰ καὶ υἱόν; διὰ τοῦτο εἴ τις ἀνατιθεῖ ἐν τῶι τρισαγίωι σταυρὸν παρὰ τὸν υἱὸν τοῦ θεοῦ, ἀνάθεμα
30ἔστω. εἴ τις τετράδα παρεισφέρει ἐν τῶι τρισαγίωι παραθεὶς μετὰ τὴν τριάδα Χριστὸν ἐσταυρωμένον, ἀνάθεμα ἔστω. εἴ τις συγχέει τὴν τριάδα αὐτὸν λέγων εἶναι πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, ἀνάθεμα ἔστω.
35εἴ τις διίστησι τὴν μίαν οὐσίαν τῆς τριάδος εἰς δύο, ἀνάθεμα ἔστω. εἴ τις τὸν ἕνα υἱὸν διχάζει εἰς δυάδα υἱῶν, ἀνάθεμα ἔστω. εἴ τις τὸν θεὸν λόγον καὶ τὴν σάρκα μίαν φύσιν λέγει ἀγνοῶν τῶν φύσεων τὸ διά‐
φορον, ἀνάθεμα ἔστω.11

3

.

12

καὶ γὰρ πιστεύομεν ὅτι ἡ ζωὴ ζωή ἐστι καὶ οὐ μετέπεσεν εἰς θάνατον. σὺ δὲ γνώσηι καὶ ἀποκόψηι ἐφ’ οἷς ἀνόμως εἴρηκας· ἔστω δὲ καὶ ἔστι τοῦ θεοῦ ἡ χάρις μετὰ τῶν ὀρθοτομούντων τὸν λόγον τῆς ἀληθείας.
5Ἐπιστολὴ Ἰουστικίνου ἐπισκόπου Σικελίας πρὸς τὸν αὐτὸν Πέτρον ὅτι οὐ δεῖ προσθήκην εἶναι ἐν τῶι τρισαγίωι σταυροῦ, ἵνα μὴ δύο εἰσάξηις υἱούς Δεῖ τὸν στρατιώτην ὁπλίζεσθαι κατὰ τῶν πολεμίων καὶ τὸν ἀθλητὴν τοῖς ἀνθιστα‐ μένοις· ἡ δὲ πάλη ἡμῶν οὐ σαρκικὴ οὐδὲ ἐπιφανείας σώματος ἀλείμμασιν οὐδὲ σχολάζων τις τῆς πάλης τὸ στέφος ἕξει τῆς θεότητος ἐρραθυμήσας τοῖς ἐπιπλήττουσι μὴ προέσθαι
10τῆς ἀληθείας τὴν πάλην. καὶ γὰρ καὶ ἀθλητὴς οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσηι, καὶ τὰ ὅπλα ἡμῶν οὐ σαρκικ, ἀλλὰ δυνατὰ τῶι θεῶι πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντα καὶ πᾶν ὕψωμα ἐπαι‐ ρόμενον κατὰ τῆς γνώσεως τοῦ θεο. δι’ ὃ ὡς ἀδελφὸν διανίστημι ἐν ὑπομνήσει ὅτι καλὸν τὸ ὑπείκειν τοῖς πατράσι καὶ ἀπείπασθαι οἰκείας καινοτομίας· πείθου Φίλικος,
15ἀγαπητέ, ταῖς ὑποθέσεσιν ἐν τῶι μὴ παραθέσθαι σε ἐν τῶι τρισαγίωι δύο υἱοὺς καὶ πείθου τοῖς σεραφὶμ τὴν τριάδα ὡσαύτως δοξολογεῖν καὶ μὴ παρὰ ταῦτα νόσει κενο‐ δοξίαν τοῦ ποιεῖσθαι κακίστην ἐπισόφισιν. σταυρὸν τῶι ὕμνωι προστιθεὶς πήρωσις πολλοῖς 〈εἶ〉 γινόμενος. τί οὖν διορύττεις ὄμματα ἰδιωτῶν ἐπισκαλίζων ἀσεβῶν ὁρμάς, Μάνην καὶ Οὐαλεντῖνον καὶ Εὐτυχῆ ὁπλίζων τοῦ φάσκειν παθητὸν τὸ θεῖον,
20μᾶλλον δὲ Παῦλον τὸν Σαμοσατέα καὶ Νεστόριον, διότι ἐν τῶι τρισαγίωι προστιθεῖς τετράδα; ὅτι ὡς ἐὰν περιστραφῆις, τὸ ἀσεβὲς νόημα εὐσέβειαν οὐκ ἔχει, ἀλλὰ πλείστων αἱρέσεων δείκνυσι μορφάς. Ἄρειος γὰρ ἐλαττοῖ τὸν υἱὸν καὶ Εὐτυχὴς ὁμοίως διὰ τὸ τὸ πάθος περιθέσθαι τῆι θείαι φύσει τοῦ υἱοῦ, δι’ ὃ οὐδὲ ὁμοούσιον φράσειαν, ὡς Εὐνόμιος, τὸν υἱόν. εἰ γὰρ δὴ παρ’ αὐτοῖς ὁ πατὴρ ἀπαθής, ὁ υἱὸς δὲ τῆι θεότητι παθητός,
25πῶς ὁμοούσιος; Μακεδόνιος δὲ τέμνει ἐκ τοῦ πατρὸς τὸ ἅγιον πνεῦμα καὶ Νεστόριος ὡσαύτως διχάζει εἰς δυάδα υἱῶν τὸν ἕνα υἱὸν καὶ ἡδύνεται, ὡς σὺ ἔφης, φάσκειν ἐν τῶι τρισαγίωι τετράδα, σταυρὸν μετὰ τὸ ὁμολογῆσαι τὴν τριάδα προστιθεὶς ἀσεβῶς. παῦ‐ σαι οὖν τῆς τοιαύτης σου ἀσεβοῦς φαραγγώσεως μὴ προσθεῖναι τῶι σκανδάλωι σκάνδαλον καὶ μὴ ἔσηι αἴτιος ἀπωλείας τῶν ἁπλουστέρων ἀνθρώπων, μήπως ὁ πρόεδρος ἡμῶν
30Φίληξ κατὰ τοὺς κανόνας ἀποφήνηται κατὰ σοῦ καὶ οὐδὲν σε ὠφελήσει τὸ λέγειν «ἐγὼ εὐχρήστως τοῦτο ἀπετιθέμην τοῦ τὸν σταυρωθέντα ἐν τῶι τρισαγίωι ὁμολογεῖν.» ἆρον ἀνομίαν ἐκ τῆς οἰκουμένης, μήπως τοῦτο τάχος περιπολάσηι, ὅτι τὸ ἀσεβὲς ῥάιδιον
δεκτόν, τὸ δὲ ἄμεινον οὔ. δέξαι οὖν ὡς ἀδελφοῦ σου παραίνεσιν καὶ σβέσον τὸ φρύαγμα12

3

.

13

τῶν αἱρετικῶν καὶ γενοῦ ποιμὴν τῶν προβάτων καὶ οὐ λύκος. καὶ τῶι μακαρίωι Πρόκλωι ἀκόλουθος γενοῦ καὶ τῆι αὐτοῦ ἐν τῶι Κάμπωι ἀποκαλύψει φόβων ὄντων λιτῶς φάσκειν τὸ τρισάγιον εἰς παῦσιν ὀργῆς καὶ μὴ ἐγείρειν ἔτι θυμὸν ἰσχυρόν. εἰ δὲ μή, ὄψει σύ· ἡ δὲ ἀδελφότης μου ἀθῶιος ἔσται κἀγὼ μετ’ αὐτῶν καὶ οἱ σὺν ἐμοὶ γράψαντές σοι
5περὶ τούτων. φρούρει σεαυτόν, ἀγαπητέ, ἀπὸ τῶν σκανδάλων. ἔμαθες ἀπὸ τοῦ Ἡσαίου ἅγιος ἅγιος ἅγιος λέγειν· μὴ σταυρὸν ἔφη σοι λέγειν; ἀλλά, φησί, τότε ὁ υἱὸς οὐκ ἐσταυρώθη καὶ διὰ τοῦτο οὐ παρέδωκε τότε τὸ ὁ σταυρωθείς. τί οὖν; νῦν τὰ σεραφὶμ ἐν τῶι τρισαγίωι προσέθηκαν τὸν σταυρόν, ὅτι σὺ λέγεις; καί φησιν ‘οὐκ οἶμαι.‘ καὶ εἰ οὐκ οἶδας, πῶς ἀσεβεῖς; καὶ γὰρ καὶ τότε ἔφη τὰ πάθη τῆς σαρκὸς τοῦ λόγου ὁ προ‐
10φήτης καὶ ὑμνολογεῖ σεμνῶς τὸ τρισάγιον. πλὴν πῶς καὶ λέγεις δεδέχθαι τὴν ἐν Χαλκη‐ δόνι σύνοδον, καὶ ὡς αὐτὴ παραδίδωσί σοι, οὐ δοξολογεῖς τὸ τρισάγιον, ἀλλ’ ἀπειθεῖς κἀκείνηι καὶ οὐκ ἐφοβήθης λεγούσης αὐτῆς ‘ὁ μὴ φρονῶν οὕτως ἀνάθεμα ἔστω;‘ ὑγιῶς δοξολόγει, καὶ ὑγιὴς ἔσηι· εἰ δὲ μή γε, μόνος ἀντλήσεις τὰ κακά.
15Φίληκος ἐπισκόπου Ῥώμης πρὸς τὸν αὐτὸν Πέτρον καθαιροῦσα αὐτόν Ἐπειδὴ δυστήνων ἐξεμαγεύθης ἐν ἀσεβείαι λόγων καὶ οὐκ ἔκρινας εἶξαι τοῖς προτεταγ‐ μένοις ἁγίοις πατράσι τοῖς κατακοσμήσασι τὸν θρόνον τοῦ τῆς μακαρίας μνήμης καὶ πολυ‐ άθλου Ἰγνατίου τοῦ μάρτυρος, οὗ καὶ ἀνάξιος ὢν οὐκ οἶδα ὅπως ἐμπεπήδηκας ἄρξαι, καὶ μώμοις σου βεβήλοις καὶ ἀσεβέσι δόγμασι καινοτομίαν τῆι καθολικῆι ἐκκλησίαι ἐνέκρινας τοῦ
20μὴ Χριστὸν σταυρωθέντα δι’ ἡμᾶς δεῖν εἰπεῖν, ἀλλὰ πάθος τῶι ἀπαθεῖ θεῶι ἀνόμως ἐπεισ‐ άξαι καὶ τῶι ἀθανάτωι πνεύματι θάνατον ἐπιθεῖναι καὶ οὐκ ἐφρικίασας ἃ οὐ παρεδέξω ἔκ τε τῶν θείων εὐαγγελίων καὶ ἀποστόλων καὶ τῶν ἀνδραγαθησάντων εὐφήμων πατέρων, κακίστως ἐπισοφισάμενος ταῦτα ἐπιστροβῆσαι καὶ οἰκείας φρονήσεως λύμην ἐμπαραθέσθαι τοῖς ἁπλουστέροις καὶ σκάνδαλον τοιαύτης αἱρέσεως, ὡς οὐδὲ ἴσα ταῖς προτέραις αἱρέσεσιν
25ἀνθεῖν, ὑπεράγειν δὲ μᾶλλον πολλαχῶς, καὶ οὐχ ὥρμησας τῆι ἀληθείαι καὶ τοῖς ἐπὶ δὶς γράμμασιν ἡμῶν ἐνωτίσασθαι, νῦν ἠρξάμην ἀποφήνασθαι κατὰ σοῦ, μᾶλλον δὲ ὁ κορυ‐ φαιότατος τῶν ποιμαντικῶν θρόνων, ὁ ἐν ἁγίαις εὐφημίαις κομῶν, ὁ ἄριστος τῶν ἀποστό‐ λων ἀληθῶς Πέτρος, οὐ μόνον δὲ κατὰ σοῦ, οὗ τὸ ὄνομα ἔπισος εἶ, ἀλλ’ οὐ τῆι γνώμηι οὐδὲ τῆι πίστει, ὅτι ὑπεράγαν ἐκ τούτου ἐκκεκλικὼς εἶ τοῦ ὀρθοῦ σκοποῦ καὶ τῆς ἀμωμήτου
30πίστεως, ἀλλὰ μὴν καὶ κατὰ τῶν μὴ ἐρυθριασάντων τοὺς τῶν σεπτῶν εὐαγγελιστῶν χα‐ ρακτῆρας καὶ τῶν τούτοις ἑπομένων ἀποστόλων καὶ τελείων ἀνδρῶν διδασκάλων τοὺς λόγους, ἀστάτωι γνώμηι ἐπερειδομένων τῆι ἐκ σοῦ παρανομουμένηι ἐκθέσει ὡς ἡδύτατα
περιέπεσθαι ἐπὶ τὸ τῆς κακοδοξίας ὄντως πικρότατον καὶ οὐκ ἀποστραφέντων τὴν τοιάνδε13

3

.

14

δυσσέβειαν. λέξομεν οὖν σοι, ὡς καὶ κατ’ ἐκείνων, ἐπειδὴ ἠγάπησας κακίαν ὑπὲρ 〈ἀγαθωσύνην, ἀδικίαν ὑπὲρ〉 τὸ λαλῆσαι δικαιοσύνην, ἠγάπησας πάντα ῥήματα καταποντισμο, γλῶσσαν δολίαν, διὰ τοῦτο ὁ θεὸς καθελεῖ σε εἰς τέλος οὐ μόνον ἀπὸ τῆς Ἀντιοχέων ἐκκλησίας, ἀλλὰ καὶ ἀπὸ πάσης πόλεως καί γε
5πεπαγιωμένως ἔστω σου ἡ καθαίρεσις αὕτη ὑπ’ ἐμοῦ καὶ τῶν διεπόντων μετ’ ἐμοῦ τὸν ἀποστολικὸν θρόνον καὶ Ἀκακίου τοῦ τῆς Κωνσταντινουπολιτῶν ἐκκλησίας ποιμένος καὶ τῶν αὐτῶι τιμίων ὑποκειμένων περιορίων ἐπισκόπων ὡς καὶ τῶν αὐτῶν μὴ ἀνασχο‐ μένων ὑπομνημάτων. ὁτὲ μὲν γὰρ ἔφης τριάδα δι’ ἡμᾶς σταυρωθῆναι καὶ οὐχὶ Χριστόν, ὁτὲ δὲ τὸ ἀθάνατον πνεῦμα Μανιχαίζων, ὁτὲ δὲ ἐκ τούτων φυγὼν διακατελεγχόμενος ὑπὸ
10τῶν ἐμῶν ὑποθηκῶν καὶ λόγων Χριστὸν μετὰ τὸ ἀθάνατον πνεῦμα ἔλεξας ὑπομεμενηκέναι ὡς ὁ Σαμοσατεὺς καὶ Νεστόριος τὸ πάθος τὸν ἕνα υἱὸν διχάζοντες εἰς δυάδα υἱῶν. ὅτε δὲ καὶ ἐπὶ τούτωι εἶξας μὴ διασύρεσθαι, ἧκες ἐπὶ τὸ κάκιον τὸ τὸν χερουβικὸν ὕμνον εὐπαρέ‐ δρωι τρόμωι ἀνενδοιάστως ὡσαύτως τὴν τριάδα μὴ δοξολογεῖν, ἀλλὰ τὸν πάντα ὕμνον εἰς τὸν υἱὸν ἄγειν, ἐθέλων ἐνστήσασθαι ἣν κατὰ τῶν ἀκάκων ἐξήνεγκας νομῆς γάγγραιναν,
15καὶ παντοίαις ἐντεῦθεν ἀγχόναις αἱρέσεων μεγίστως περικρημνιζόμενος ἐκνεύων τῆς ἀλη‐ θείας τοῦ τὸν Χριστὸν μὴ κηρύττειν δι’ ἡμᾶς σταυρωθέντα τὸν μονογενῆ τοῦ θεοῦ υἱόν, τὸν ἐν μέσωι πατρὸς καὶ ἁγίου πνεύματος εὐσεβῶς δοξολογούμενον. τί γὰρ τούτου ἀπαγο‐ ρευτικώτερον, πατρὸς παρ’ ὑμῶν καὶ ἁγίου πνεύματος ἀδοξουμένου καὶ συκοφαντίαν τοῖς σεραφὶμ ὑμῶν παρεισφερόντων ὅτι οὐ τὴν τριάδα φάσκουσι δοξολογεῖν ἅγιος ἅγιος ἅγιος,
20ἀλλὰ μονοπροσώπως τὸν υἱόν; καὶ ποία φαραγκώδης αἱρέσεων οὕτως ἀπηναισχύντησεν ὡς ὑμεῖς; πλὴν καὶ ἐν τούτωι διατρέχοντες ἔτι καινοτέρως ἐπέβητε ταῖς στραγγαλιώδεσι τῶν ὑπὸ θεοῦ ἀπειπαμένων δυσφημιῶν· τὸν υἱὸν πατέρα καὶ ἅγιον πνεῦμα λέγοντες Σαβελλιανίζοντες καὶ συναλείφειν κρίνοντες τὴν τριάδα ὁμολόγως ἀπηρνήσασθε, εἰς ἣν ἐβαπτίσθημεν καὶ πιστεύομεν καὶ ὁμολογοῦμεν. τίς οὖν οὐκ ἀποδύρεται τοὺς οὕτω
25φάσκοντας περὶ τοῦ τρισαγίου τοῦ ἀχράντου; ὃ ἐμοὶ λίαν πρέπει ἀπείπασθαι καὶ κλαυθμὸν δοῦναι ἐπαξίως τῶν ἐπὶ τούτωι διασυλωμένων ἁπλουστέρων ψυχῶν τῶν τὸ ἀσεβὲς ὡς εὐσεβὲς δραματουργησάντων. οὓς καὶ ἀλλοτρίους ἡγούμεθα τῆς ὀρθοδόξου πίστεως καὶ τῆς καθολικῆς ἐκκλησίας καὶ τῆς κοινωνίας τοῦ ἡμῶν ἡγουμένου ἐνδόξου προέδρου Πέ‐ τρου τοῦ τὰς κλεῖς τῆς βασιλείας παρὰ τοῦ σωτῆρος ἡμῶν εἰληφότος. οἱ δὲ τοῦ ἀπο‐
30στόλου θέλοντες εἶναι κοινωνοὶ ἄγονται καὶ τῆι διδαχῆι τούτου τοῦ τὸν Χριστὸν φάσκειν καὶ πιστεύειν δι’ ἡμᾶς σταυρωθέντα καὶ μὴ τοῦτον ἀπαρνήσασθαι ὡς καὶ ὁ ἀρτίως καθηι‐ ρημένος Πέτρος διὰ τὸ ἀλλοκότως καὶ δυσμενῶς ἐν τῶι τρισαγίωι προσκεκαινοτομηκέναι τὸ ὁ σταυρωθεὶς δι’ ἡμᾶς, εἰδότες ὅτι οὐ τριάδα παρὰ τῶν ἀποστόλων σταυρωθεῖσαν παρε‐ δέξασθε, οὐ πατέρα, οὐ πνεῦμα ἅγιον, εἰ μὴ σαρκὶ τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ μονώ‐
35τατον. φεύγετε τοίνυν ἀπὸ τῆς δυσμενοῦς τούτου κοινωνίας καὶ ἔσομαι ὑμῶν κοινωνὸς14

3

.

15

καθότι καὶ ὑμεῖς ἐμοὶ τοῦ δολεροῦ φάσματος πόρρω ὑμῶν τῆς ὀρθοδοξίας ἐκπεπηδηκότος. φυλάξατε, Χριστοῦ μαθηταί, ἐμοῦ δὲ υἱοί, τὰς παραδόσεις ἃς παρελάβετε ἀπὸ τῶν θείων γραφῶν.
5Ἐπιστολὴ Κυντιανοῦ ἐπισκόπου Ἀρκουλιανῶν πρὸς Πέτρον ἐπίσκοπον Ἀντιοχείας Πολυτρόπως καὶ πολυμερῶς ἐξένευσας, ἀγαπητέ, τῆς ἀληθείας τἀναντία πράτ‐ των τοῦ δεσποτικοῦ μυστηρίου, μὴ ἑπόμενος τοῖς εὐαγγελίοις ἢ τοῖς ἀποστόλοις ἢ τοῖς ἁγίοις πατράσι. καὶ γὰρ βαρεῖαν φέρει κατ’ αὐτῶν καινοτομίαν τῆς καθολικῆς ἐκκλη‐ σίας ἡ ἔκθεσίς σου καὶ μέντοιγε οὐκ ἀπείπω ταύτης πολλῶν ἐπισκόπων ὑπομεμνηκότων σε,
10μάλιστα τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Φίληκος τοῦ ταύτης ἀποστραφῆναί σε καὶ εὐθῆ καὶ ὀρθοτόμον εἶναι τοῦ σωτηρίου κηρύγματος. ἀλλ’ οὖν γε ἀντιποιούμενος αἱρέσεων τὸ τῆς θείας διδασκαλίας τάλαντον ἀπεκρύψω εἰς τὴν γῆν καὶ οὐ μᾶλλον τοῦτο προβα‐ λέσθαι ἐπὶ τράπεζαν εἶξας οἷον ἐν ταῖς τῶν ἀνθρώπων καρδίαις τὴν ὑγιῆ διδασκαλίαν, ἀλλὰ τοὐναντίον ζιζάνια ἔσπειρας. καὶ τίς ἔτι ἀνέξεταί σου διαστρέφοντος τὸ τοῦ Χρι‐
15στοῦ εὐαγγέλιον; οὐ τὸν ἐν δύο φύσεσιν ἕνα υἱὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τοῦτον κηρύσσοντος ἐσταυρωμένον, ἀλλὰ τὸν θεὸν τὸν ἰσχυρὸν τὸν ἀθάνατον οἷον τὴν μίαν τῆς τριάδος οὐσίαν φάσκοντος ἐσταυρωμένην, καὶ οὐ μόνον, ἀλλάγε καὶ μίαν φύσιν τοῦ θεοῦ λόγου καὶ τῆς σαρκὸς φής. καὶ εἰ μία φύσις τοῦ θεοῦ λόγου καὶ τῆς σαρκός, μία δὲ φύσις τοῦ θεοῦ πατρὸς καὶ τοῦ λόγου, πῶς οὐ μία καὶ ἡ αὐτὴ φύσις τοῦ πατρὸς καὶ τοῦ
20σώματος καὶ τοῦ λόγου; εἰ δὲ οὐ μία φύσις θεοῦ πατρὸς καὶ σαρκὸς ἀνθρωπείας καὶ τοῦ λόγου, φράσον πῶς μία φύσις τοῦ λόγου καὶ τῆς σαρκός. πῶς γὰρ κτιστὴ καὶ ἄκτιστος μία φύσις; εἰ δὲ τοῦτο ἀδύνατον, πῶς ἡ κτιστὴ σὰρξ καὶ ὁ ἄκτιστος λόγος μία φύσις καὶ οὐ δύο ἐνηλλαγμέναι; εἰ δὲ φύσεως μιᾶς ἐστιν ὁ Χριστὸς καὶ οὐ δύο, τί οὐ λέγεις τὸν Χριστὸν κτιστὸν ὡς ὁ Ἄρειος ἢ ἄκτιστον ὡς ὁ Μανιχαῖος; ποῦ δὲ καὶ ἡ χρονικὴ Χρι‐
25στοῦ γεννήσεως φύσις καὶ ἡ τῆς θεότητος αὐτοῦ προαιώνιος γέννησις; ποῦ τὸ σήμερον γεγέννηκά σε καὶ τὸ ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε καὶ τὸ Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας; πῶς δὲ καὶ λέγεις πρὸ τῆς ἑνώσεως τοῦ θεοῦ λόγου καὶ τῆς σαρκὸς δύο, εἰ μὴ προυπῆρχεν ἡ κατ’ οὐσίαν ἐκ παρ‐ θένου ἕνωσις; καὶ γὰρ εἰ μὴ προυπάρχει ἡ τοῦ Χριστοῦ σὰρξ πρὸ Μαρίας κατὰ τὸν Οὐαλεν‐
30τίνου ἀσεβῆ λόγον, πῶς δύο προυπῆρχον φύσεις πρὸ Μαρίας; τίνος δὲ καὶ αὕτη ἡ ἔκ‐ φρασις; οὐχὶ Εὐτυχοῦς τοῦ μᾶλλον ἀτυχοῦς τὸ ἐκ δύο λέγειν φύσεων μίαν γεγενῆσθαι
φύσιν; εἰ δὲ ταὐτὰ ἐκείνωι φρονεῖς, πῶς τοῦτον ἀποβάλληι ὁ τὰ αὐτοῦ παραδεχόμενος κά‐15

3

.

16

κιστα καινίσματα; εἴπερ ἐπ’ ἀληθείας τοῦτο πέπρακτο, τοὺς κατ’ αὐτοῦ ἁγίους πατέρας τοὺς ἐν Χαλκηδόνι εἶχες δεκτούς. πλὴν φράσον μοι πῶς ἡνωμένως ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα λέγεται τριάς, μόνος ὢν θεός, εἰ οὐ παραδέχηι λέγειν ἐν ἑνὶ υἱῶι δύο φύσεις. καὶ εἰ ἡ τριὰς εἷς θεός, πῶς ὁ θεὸς καὶ τὸ ἡμῶν σῶμα αὐτῶι ἑνωθὲν οὐκ ὀφείλει λέγεσθαι εἷς
5υἱὸς ἐν δύο φύσεσιν; εἰ δὲ μία φύσις ὁ θεὸς λόγος καὶ ἡ σάρξ, δῆλον ὅτι τραπεὶς ὁ λόγος οὐκέτι λόγος, ἀλλὰ σάρξ, καὶ εἰ ἡ σὰρξ τραπεῖσα γέγονε λόγος, οὐκέτι εἴη σάρξ. εἰ δὲ ἐν τούτοις οὐ γέγονε τροπή, πῶς οὔκ εἰσιν ἐν Χριστῶι δύο φύσεις; ἡ γὰρ σὰρξ σάρξ ἐστιν, εἰ καί ἐστι θεοῦ σάρξ, καὶ ὁ λόγος λόγος ἐστίν, εἴ γε καὶ ἀνέλαβε τὴν ἡμῶν πρόσληψιν. εἰ δὲ ἐτράπη, πῶς οὐχ ὁμοούσιος ἡ σὰρξ καὶ συναίδιος τῶι πατρὶ καθὸ καὶ ὁ λόγος; εἰ δὲ ἑτερο‐
10ούσιός ἐστιν ἡ σὰρξ τῶι πατρί, καθότι αὕτη μὲν πρόσφατος, ὁ δὲ πατὴρ ἄχρονος, πῶς οὐχὶ πρόσφατος καὶ ὁ λόγος, καθὸ μίαν εἶναι φύσιν τῆς σαρκὸς καὶ τοῦ θεοῦ λόγου λέγεις καὶ τῶι πατρὶ ἑτεροούσιον αὐτὸν λέγεις; εἰ δὲ οὐχ ἡ αὐτὴ φύσις τοῦ θεοῦ λόγου καὶ τῆς σαρκός, πῶς οὐκ εἰσὶ δύο ἡ σὰρξ καὶ ὁ λόγος; εἰ δὲ πᾶσα ἡ θεότης σὰρξ γεγένηται, πῶς ἔμεινεν ὁ λόγος ὃ ἦν; πῶς δὲ καὶ ἄτρεπτος σαρκωθείς; καὶ εἰ οὐκ ἔστι Χριστὸς ἐν δύο φύσεσι,
15πῶς σαρκωθεὶς ὁ θεὸς λόγος ἔμεινεν ὃ ἦν; καὶ εἴ ἐστιν ὁ θεὸς λόγος παθητός, ἀπαθὴς δὲ ὁ πατήρ, πῶς εἷς καὶ μόνος ἐστὶν ὁ θεός; πῶς δὲ καὶ τούτων μία ἐστὶν ἡ φύσις; εἰ δὲ καὶ ἀπα‐ θὴς ἡ τριάς, πῶς ὁ θεὸς λόγος ἔπαθεν ὑπὲρ ἡμῶν; εἰ δὲ οὐκ ἔπαθε, πῶς ἡ ἑτέρα φύσις τῆς σαρ‐ κὸς οὐκ ἔπαθε; καὶ εἰ πᾶν τὸ πάσχον κτιστόν, πῶς ὁ θεὸς λόγος οὐ κτιστὸς πάσχων σαρκί; εἰ δὲ πάσχει σαρκὶ ὁ θεός, πῶς οὐ πάσχει θεότητι; εἰ δὲ οὐ πάσχει θεότητι, τίνι πάσχει
20σαρκί; εἰ δὲ σαρκὶ πάσχει, πῶς οὐ πάσχει καὶ ἑαυτῶι ὁ θεός; εἰ δὲ ταὐτὸν τὸ εἰπεῖν θεοῦ παθόντος σαρκὶ τῶι εἰπεῖν Χριστοῦ παθόντος σαρκί, πῶς οὐκ ἔσται ταὐτὸν τὸ εἰπεῖν πνεῦμα θεῖον πάσχει σαρκί, ἐπειδὴ πνεῦμα ὁ θεός; εἰ δὲ οὐχ ὅμοιον τὸ εἰπεῖν θεοῦ παθόν‐ τος σαρκὶ τῶι εἰπεῖν Χριστοῦ παθόντος σαρκί, πῶς δυνατὸν πλέον οἰκειοῦσθαι τὸν θεὸν λόγον τὰ τῆς σαρκὸς οὗ οἰκειοῦται τὰ τοῦ θεοῦ λόγου ὁ πατήρ; πῶς δὲ καὶ εἰ οἰκειώσει
25ὁ θεὸς λόγος πάσχει σαρκί, οὐκ ἔσται οἰκειώσει καὶ ὁ πατὴρ τῶι θεῶι λόγωι πάσχων; καὶ εἰ ἀπέθανεν ὁ θεὸς λόγος σαρκί, πῶς ἐστιν ὁμοούσιος τῶι πατρὶ τῆι ἀθανασίαι; ὁ γὰρ θανὼν ὑπὲρ ἡμῶν οὔκ ἐστιν ἀθάνατος· ἀπέθανε γὰρ κατὰ τὰς γραφάς. καὶ εἰ εἷς τῆς τριάδος ἀπέθανε, ποτὲ δυὰς ἡ τριάς· καὶ εἰ δυὰς ἡ τριὰς οὐ γέγονέ ποτε, πῶς εἷς τῆς τριάδος ἀπέθανεν, εἴγε ἡ ἑτέρα φύσις τοῦ θεοῦ λόγου οἷον ἡ τῶν ἀνθρώπων φύσις οὐκ
30ἔθανεν; εἰ δὲ ἡ τρισαγία φωνὴ τριὰς οὐχ ὑφίσταται, δῆλον ὅτι μιᾶς ὑποστάσεως εἶναι λέγεις τὴν τριάδα, καὶ πῶς οὐ δείκνυσαι εἶναι Σαβελλιανός; εἰ δὲ ἐν τρισὶν ὑποστάσεσι μία φύσις ὑφίσταται τῆς τρισαγίας φωνῆς, πῶς οὐχὶ τὴν τριάδα σταυρωθεῖσαν λέγεις καὶ ἄθεον ἑαυτὸν ὡς οἱ Μαρκιωνισταὶ εἶναι οὐ λέγεις; Πᾶς γοῦν ὅστις λέγει μίαν φύσιν θεοῦ λόγου καὶ σαρκὸς καὶ οὐ δύο ἡνωμένας καὶ
35ἀδιαιρέτους, καθαιρείσθω.16

3

.

17

καὶ εἴ τις φύρει τὰς δύο τοῦ Χριστοῦ φύσεις λέγων θεὸν παθόντα σαρκὶ καὶ οὐ πα‐ θόντα Χριστὸν σαρκὶ κατὰ τὸν ἀπόστολον, καθαιρείσθω. καὶ εἴ τις τὸν ἀπαθῆ καὶ ἀθάνατον θεὸν λόγον λέγει τετράφθαι εἰς πάθος καὶ εἰς θνῆσιν καὶ οὐκ ἀποδιδῶι τῆι αὐτοῦ σαρκί, καθαιρείσθω.
5 καὶ εἴ τις τὴν τρισαγίαν λέγει δι’ ἡμᾶς σταυρωθεῖσαν θεότητα καὶ οὐχὶ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ, καθαιρείσθω. καὶ εἴ τις μετὰ τὴν τρισαγίαν φωνὴν Χριστὸν λέγει σταυρωθέντα καὶ οὐχὶ μᾶλλον τὸν ἕνα υἱὸν τὸν ἐν μέσωι τῆς τρισαγίας φωνῆς ἀνυμνούμενον, καθαιρείσθω. καὶ εἴ τις ἄνθρωπον λέγει τὸν δι’ ἡμᾶς σταυρωθέντα ἤτοι θεὸν χωρίζων τὰς φύσεις
10καὶ οὐ συνάπτων ἐν τῶι σταυροῦσθαι αὐτόν, καθαιρείσθω. καὶ εἴ τις ψιλὸν ἄνθρωπον λέγει ὡς Παῦλος ὁ Σαμοσατεὺς ἢ ὥσπερ Φωτεινός, ἀναθε‐ ματιζέσθω. καὶ εἴ τις θεανθρωπίαν λέγει καὶ οὐχὶ θεὸν καὶ ἄνθρωπον μᾶλλον λέγει, ἀναθεμα‐ τιζέσθω.
15 καὶ εἴ τις ἑτεροούσιον λέγει τῆς ἡμετέρας σαρκὸς τὴν σάρκα τοῦ Χριστοῦ καὶ οὐχὶ δὴ μᾶλλον ἡμῖν ὁμοούσιον χωρὶς ἁμαρτίας, καθαιρείσθω. καὶ εἴ τις λέγει ἄνουν καὶ ἄψυχον τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ ἀντὶ ψυχῆς ἔχειν τὴν θεότητα καὶ ὡς ἐκ τούτου πάσχειν σαρκὶ τὸν θεὸν λόγον λέγειν καὶ οὐχὶ δὴ μᾶλλον νουνεχῆ τὴν ψυχὴν τὴν λογικὴν ἀνειληφέναι τὸν θεὸν λόγον καὶ ἀπαθῆ λέγει
20αὐτὸν τῆι θεότητι, παθητὸν δὲ τῆι ἀνθρωπότητι, καθαιρείσθω. Ταύτας τὰς δώδεκα καθαιρέσεις ἀπέστειλά σοι, ὅπως φοβηθεὶς τούτων τὰς κρίσεις διεστηκὼς ἔσηι τῆς πανδεινοτάτης σου καινοτομίας εἰδὼς ὅτι χρὴ ἐξακολουθεῖν τῆι ἀπο‐ καλύψει τοῦ ὁσιωτάτου τῆς Κωνσταντινουπόλεως ἐκκλησίας ἐπισκόπου Πρόκλου, πῶς ἐν τῶι Κάμπωι καταδραμὼν σὺν παντὶ τῶι λαῶι κυματιζομένης ὑπὸ σεισμῶν τῆς αὐτῆς πό‐
25λεως καὶ θρήνου ὑπὸ πάντων ἀναπεμπομένου ἄφνω παῖδα εἰς τὸν ἀέρα ἀρθῆναι συνέβη ὑπό τινος δυνάμεως καὶ τούτωι ἐνθέσθαι τοῦ λιτανεύειν τὸ τρισάγιον καὶ λέγειν ἅγιος ὁ θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς, καὶ ταῦτα τοῦ ἀπαγγεῖλαι τῶι ἐπισκόπωι προσετάχθη. ὃς καὶ μετὰ τρίωρον ἔστη ἐν τῶι τριβουναλίωι παρὰ τοὺς πόδας τοῦ αὐτοῦ ἐπισκόπου καὶ ταῦτα διηγήσατο καὶ οὕτως λιτανευσάντων ἔστησαν οἱ σεισμοί.
30οὕτως οὖν καὶ σὺ λιτάνευε καὶ παύσεται ἡ κατὰ σοῦ μελετωμένη ἐξενεχθῆναι ὀργή· εἰ δὲ μή, ἥξει ἐπὶ σὲ καθαίρεσις ὑπὸ τοῦ πάπα ἡμῶν Φίληκος. φυλάξει δὲ ὁ θεὸς τὸν κόσμον
ἀπὸ τῶν σκανδάλων, ὧι ἡ δόξα νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.17

3

.

18

(2)

Ἐπιστολὴ Ἀκακίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως πρὸς Πέτρον ἀρχιεπίσκοπον Ἀντιοχείας ὅτι οὐ δεῖ ἐν τῶι τρισαγίωι ἐντίθεσθαι τὸ ὁ σταυρωθεὶς δι’ ἡμᾶς Ἐξέστη ὁ οὐρανὸς καὶ ἔφριξεν ἡ γῆ, ἐσαλεύθη δὲ καὶ τὰ θεμέλια τῆς ἁγίας τοῦ θεοῦ
5καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας, θρῆνος δὲ καὶ κλαυθμὸς κατείληφε τοὺς ἱερεῖς τοῦ Χριστοῦ ἐφ’ οἷς ἐγώ τε καὶ ἡ κατὰ θεοῦ ἐπίνευσιν ἐνταῦθα ἀθροισθεῖσα ἁγία σύνοδος ἀκη‐ κόαμεν πεπρᾶχθαι ὑπὸ σοῦ, ἀδελφέ. ποία γραφή σε ἐδίδαξε τὸ ἅγιον πνεῦμα λέγειν ἐσταυρῶσθαι ἢ δύο υἱοὺς δογματίζειν ἢ νοθεύειν τὴν τρισάγιον ὑμνολογίαν ἢ τετράδα ἀντὶ τριάδος δοξολογεῖν ἢ ἀγγέλων ἁγιώτερον καὶ νουνεχέστερον ἑαυτὸν ἀποφαίνειν; ἐν
10γὰρ τῶι λέγειν σε ‘ἅγιος ἰσχυρόσ‘ καὶ πάλιν κατωτέρω ἐπάγειν ‘ὁ σταυρωθεὶς δι’ ἡμᾶσ‘ δύο υἱοὺς σημαίνεις, ἕνα ἰσχυρὸν καὶ ἕνα τὸν σταυρωθέντα· ὅταν δὲ πάλιν εἴπηις ‘ἅγιος ἀθάνατος ὁ σταυρωθεὶς δι’ ἡμᾶσ‘, εὑρίσκεσαι τῶι ἁγίωι πνεύματι τὸν σταυρὸν ἐπιφέρων· περὶ γὰρ αὐτοῦ εἴρηται τὸ ‘ἅγιος ἀθάνατοσ‘. καὶ τὰ τοιαῦτά σου φρονήματα πάσης αἱρετικῆς κακονοίας ἴδια, μᾶλλον δὲ Μανιχαικῆς μανίας ἰνδάλματα. καὶ γὰρ ἐκεῖνος,
15καθάπερ καὶ σύ, παντελῶς ἀπαρνησάμενος τὸν μονογενῆ τοῦ θεοῦ υἱὸν καὶ τὴν παρ‐ θενικὴν ὠδῖνα ἔφησε τὸ ἅγιον πνεῦμα τὸ ἐν εἴδει περιστερᾶς κατελθὸν ἐκ τῶν οὐρανῶν ἐν τῶι Ἰορδάνηι ποταμῶι σεσωματῶσθαι ἐκ τῶν ὑδάτων καὶ τοῖς ἀνθρώποις συναστρα‐ φῆναι καὶ τῶι σταυρῶι προσηλῶσθαι καὶ τὸν θάνατον ὑπομεμενηκέναι τὸν ὑπὲρ ἡμῶν. πῶς δὲ καὶ ἐπιβαίνειν νῦν οὐκ ἐρυθριᾶις τῶι ἱερατικῶι θρόνωι, ὃν ἐμόλυνας διὰ τῶν σῶν
20βλασφημιῶν, ἔξω τοῦ ἱερατικοῦ τάγματος καὶ ἀλλότριος γεγονὼς τοῦ ποιμνίου τοῦ Χριστοῦ; οὐ μόνον γὰρ τὸν χερουβικὸν ὕμνον ἐνόθευσας, δι’ οὗ καὶ ἡ ἡμετέρα πόλις ἐστερε‐ ώθη σαλευομένη ποτὲ ὑπὸ ἀνενδότων σεισμῶν, παιδὸς νηπίου περὶ τὸν ἀέρα ἁρπαγέντος ἐπ’ ὄψεσι πάσης τῆς πόλεως ἕως τρίτου οὐρανοῦ κατὰ τὸν θεσπέσιον Παῦλον κἀκεῖ ἀκηκοότος τὴν ἄρρητον ταύτην ὑμνολογίαν καθ’ ἣν ὥραν ἐν τῶι Κάμπωι τὰ πλήθη μετὰ
25δακρύων ἀνεβόων τὸ κύριε ἐλέησον πρὸς τὸν θεὸν ἅμα τῶι ἐν ἁγίοις Πρόκλωι τῶι γεγονότι πατρὶ ἡμῶν καὶ ἀρχιεπισκόπωι ταύτης τῆς βασιλίδος καὶ φιλοχρίστου πόλεως· ἀλλὰ γὰρ πολυτρόπως πειρᾶσαι τὰ ἐναντία φρονεῖν οὐ μόνον τῶν ἁγίων συνόδων τῆς τε ἐν Νικαίαι καὶ ἐν ταύτηι τῆι βασιλίδι πόλει καὶ τῆς ἐν Χαλκηδόνι, ἀλλὰ καὶ τῶν θείων γρα‐ φῶν, μὴ βουλόμενος κατὰ τὴν αὐτῶν παράδοσιν λέγειν Χριστὸν τὸν μονογενῆ τοῦ θεοῦ
30υἱὸν τὸ πάθος ὑπομεμενηκέναι σαρκὶ κατὰ τὴν παράδοσιν τοῦ κορυφαίου τῶν ἀποστόλων. γράφων γὰρ αὐτὸς οὕτω φράζει Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ἀπέθανε, δί‐ καιος ὑπὲρ ἀδίκων, θανατωθεὶς μὲν σαρκ, ζωοποιηθεὶς δὲ πνεύματι, ἐν ὧι καὶ τοῖς ἐν φυλακῆι πνεύμασι πορευθεὶς ἐκήρυξε, φυλακὴν τὸν ἅιδην καλῶν. κρύψας γὰρ τὸ ἄγκιστρον τῆς αὐτοῦ θεότητος ἔνδον τῆς ψυχῆς τοῦ ἁγίου αὐτοῦ σώματος,
35οὕτως τῶι ἅιδηι συνεκρίθη καὶ τὴν αὐτοῦ παμφάγον γαστέρα ἀνέτεμε καὶ τοὺς ἀπ’ αἰῶνος θανόντας ἐζωοποίησε κατὰ τὸν Ἰὼβ τὸν λέγοντα ἄξεις δράκοντα ἐν ἀγκίστρωι. σὺ δὲ ἀπὸ τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψας ἐπὶ τοὺς μύθους ἐξετράπης κατὰ τὸν Ἄρειον καὶ Ἀπολινάριον λέγων τὸν ἕνα τῆς τριάδος παθεῖν, ὅς ἐστιν ἡ ἄρρητος σοφία τοῦ θεοῦ καὶ πατρὸς τό τε αὐτοῦ ἀπαύγασμα καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτο,
40λόγος συνάναρχος καὶ συναίδιος· ἐν ἀρχῆι ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν
θεὸν καὶ θεὸς ἦν ὁ λόγος. πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ18

3

.

19

ἐγένετο οὐδὲ ἕν. οὕτως δὲ φρονεῖν ἔσπευσας, ἐπειδὴ ἀπηρνήσω τὴν σωτήριον τοῦ λόγου ἐνανθρώπησιν, ἣν καὶ ὑπὲρ ἡμῶν αὐτὸς ὁ λόγος καὶ θεὸς λύτρον δέδωκε τῶι θανάτωι καὶ ἀναστὰς ἐκ νεκρῶν ἀνήγαγεν εἰς οὐρανούς. περὶ ἧς καὶ τῶι Ἁβραὰμ ἔλεγεν ὁ θεὸς ἐν τῶι σπέρματι σου εὐλογηθήσονται πάντα τὰ ἔθνη, ὃ καὶ βεβαιῶν ἔλεγεν
5ὁ ἀπόστολος τῶι Ἁβραὰμ ἐλέχθησαν αἱ ἐπαγγελίαι καὶ τῶι σπέρματι αὐτο. οὐ λέγει καὶ τοῖς σπέρμασιν αὐτοῦ ὡς ἐπὶ πολλῶν, ἀλλ’ ὡς ἐφ’ ἑνὸς καὶ τῶι σπέρματί σου, ὅς ἐστιν Ἰησοῦς Χριστός. ἐσπούδασται δέ σοι τὸ οὕτως φρονεῖν καθότι οὐδὲ τὴν τοῦ δεσπότου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπωνυμίαν προσδέχηι [ἤτοι] τὴν τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ ἄρα πάντως περὶ σοῦ ἂν εἴη τὸ γεγραμμένον
10‘εἴ τις οὐχ ὁμολογεῖ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθέναι, ἤτω ἀνάθεμα‘ καὶ τὸ ὑπὸ Ἰωάννου λεγόμενον πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστόν, ἐκ τοῦ θεοῦ γεγέννηται καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ Ἰησοῦν Χριστόν, ἐκ τοῦ θεοῦ οὐ γεγέννηται. οἱ οὖν ἐκ θεοῦ γεννηθέντες Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ τὸ πάθος γεγενῆσθαι λέγουσι κατὰ τὰς προαγγελθείσας περὶ αὐτοῦ προφητείας καὶ τὰ τῶν
15ἀποστόλων διδάγματα. Χριστὸν γὰρ λέγων τὸν τοῦ θεοῦ τοῦ παντοκράτορος υἱὸν τὸν σταυρὸν ὑπομεμενηκέναι τὰ ἑκάτερα λέγεις ἐν τῶι ἑνί, τήν τε αὐτοῦ θεότητα καθ’ ἣν θεός ἐστιν ἀπαθὴς καὶ ὁμοούσιος τοῦ θεοῦ καὶ πατρός, καὶ 〈τὴν ἀνθρωπότητα καθ’ ἥν ἐστιν〉 ἄνθρωπος ὁ αὐτὸς θνητὸς καὶ ὁμοούσιος τῆι παρθένωι μητρί· τὸ δὲ λέγειν τὸν ἕνα τῆς τρι‐ άδος παθεῖν δείκνυσιν αὐτὸν τὸν λόγον παθητόν. ἐὰν οὖν ὁ λόγος παθητός, ὁμοίως
20καὶ ὁ πατήρ· εἰ δὲ ὁ πατὴρ καὶ ὁ λόγος παθητός, παθητὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον, ἐπειδὴ μία οὐσία καὶ μία ἡ τούτων θεότης. ἐὰν δὲ εἴπηις φεύγων τὸ τῆς υἱοπατορίας ἔγκλημα παθητὸν μὲν τὸν λόγον, ἀπαθῆ δὲ τὸν πατέρα καὶ τὸ πνεῦμα, ἔλυσας τὸ ὁμοούσιον, ἐπηύξησας δὲ καὶ τὴν πολυθείαν. ἵνα οὖν μὴ ἄτριπτον καὶ ἄβατον τρίβον διοδεύων κρημνισθῆις εἰς τὴν τῶν αἱρέσεων φάραγγα, γένηι δὲ καὶ ὑπαίτιος τῆς τῶν πολλῶν ἀπω‐
25λείας καὶ τῆς τοῦ θεοῦ ἱερατείας ἀλλότριος, τῆι βασιλικῆι ὁδῶι σεαυτὸν καὶ τὴν ποίμνην σου ὁδήγησον, καθ’ ἣν καὶ οἱ ἐν Χαλκηδόνι ἅγιοι πατέρες βαδίσαντες κατέλαβον τὸν οὐρανόν. ἐπεὶ ἔσο γινώσκων ὅτι ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν ἀκάρπων δένδρων κεῖται, καὶ ὑπ’ αὐτῆς ὡς ἀγριέλαιος ἐκκοπήσηι, τοῦτ’ ἐστὶ τῆι τοῦ ἁγίου πνεύματος δυνάμει, ἵνα ἡ εἰρήνη καὶ ὁμόνοια ἀρραγὴς διαμείνηι τοῖς ἱερεῦσι τοῦ Χριστοῦ.
30Ἐπιστολὴ Φίληκος ἐπισκόπου Ῥώμης πρὸς Πέτρον ἐπίσκοπον Ἀντιοχείας παραινοῦσα ὅτι οὐ δεῖ προστιθέναι ἐν τῶι τρισαγίωι τὸ ‘ὁ σταυρωθεὶς δι’ ἡμᾶσ‘ Τίς δώσει τῆι κεφαλῆι μου ὕδωρ καὶ τοῖς βλεφάροις μου πηγὴν
δακρύων; ποῖον δὲ καὶ ἄξιον ὀδυρμὸν προσοίσω τῆι ἐμαυτοῦ ψυχῆι συναλγῶν τῆι τοῦ19

3

.

20

δεσπότου καὶ σωτῆρος ἡμῶν Χριστοῦ ἁγίαι καθολικῆι καὶ ἀποστολικῆι ἐκκλησίαι; κλαί‐ ουσα ἔκλαυσεν αὕτη ἐπὶ υἱοῖς καὶ θυγατράσιν αὐτῆς καὶ οὐχ ὑπάρχει ὁ παρα‐ καλῶν αὐτὴν ἀπὸ πάντων τῶν ἀγαπώντων αὐτήν· ἅπαντες οἱ καταδιώ‐ κοντες αὐτὴν τύραννοί τε καὶ αἱρεσιάρχαι κατέλαβον αὐτὴν διὰ σοῦ, ἀδελφὲ τιμι‐
5ώτατε, καὶ οἱ ἐκθλίβοντες αὐτὴν ἐγένοντο εἰς κεφαλὴν αὐτῆς· πᾶσα ἡ εὐπρέπεια αὐτῆς τὸ ὅσον ἐπὶ σοί, ἐγένετο εἰς οὐδέν. ἰδόντες οἱ ἐχθροὶ αὐτῆς ἐχάρησαν ἐπὶ τῆι ἀπωλείαι τῶν τέκνων αὐτῆς· οὓς γὰρ ἐξέθρεψεν, οὓς ἐτιθηνήσατο, οὓς εἰς μέτρον ἡλικίας ἀνήγαγε γαλακτοτροφήσασα προφητικοῖς καὶ ἀποστολικοῖς δόγμασι, τούτους ἐν μιᾶι καιροῦ ῥοπῆι διὰ δηλητηρίου ἐφόνευσας. καθ’ ὃν γὰρ τρόπον οἱ τὴν ἁλιευτικὴν μετερ‐
10χόμενοι βρώματι τὸ ἄγκιστρον καλύπτουσι καὶ ἀπροόπτως τοὺς ἰχθύας ἀγρεύουσιν, οὕτως καὶ σὺ τῆι τῶν ἀγγέλων ὑμνολογίαι προσθήκην ἐπήγαγες καὶ τῆι τρισαγίαι λιτῆι ὡς ἐκ προσώπου εὐσεβείας ἀσέβειαν ἐπενόησας δεινήν. ἐκ πολλῶν γὰρ ἐπαρχιῶν τῶν κατὰ τὴν Ἀνατολὴν γράμματα ἐδεξάμεθα τὰ σημαίνοντα ἡμῖν ὡς ὅτι ἡ σὴ θεοφίλεια τὸ πάλαι σιωπηθὲν Οὐαλεντίνου δόγμα ἀνέλαβε καὶ ἀθετεῖται παρ’ ὑμῶν ἡ σωτήριος ἐναν‐
15θρώπησις καὶ ὅτι εἰς τὸ Μανιχαίων δόγμα Ἀρείου τε καὶ Ἀπολιναρίου καὶ Παύλου τοῦ Σαμοσατέως περιηνέχθητε. τὸ γὰρ μὴ λέγειν τὸν μονογενῆ υἱὸν καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν εἶναι τέλειον ἐν θεότητι καὶ τέλειον ἐν ἀνθρωπότητι αὐτόν τε τὸ πάθος τὸ τοῦ σταυροῦ ὑπομεμενηκέναι, ἀλλὰ μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην ἄψυχόν τε καὶ ἄνουν τὸ τοῦ κυρίου σῶμα τὴν Ἀπολιναρίου αἵρεσιν κρατύνει, μὴ ἐγνωκότος ἐκείνου
20ὅτι κατ’ αὐτὴν τὴν ἔναρξιν τῆς κοσμοποιίας πρῶτον ἡ ψυχὴ τοῦ πρωτοπλάστου καὶ προπάτορος ἡμῶν ἐθανατώθη καὶ εἶθ’ οὕτως τὸ σῶμα· ἐλέχθη γὰρ πρὸς αὐτὸν ὑπὸ τοῦ θεοῦ ἧι δ’ ἂν ἡμέραι φάγηι ἀπὸ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονη‐ ρόν, θανάτωι ἀποθανεῖται· κατὰ οὖν τὴν ἀπόφασιν τὴν ὑπὸ τοῦ θεοῦ κατ’ αὐτοῦ ἐπενεχθεῖσαν ἐν ἧι ἡμέραι ἔφαγεν ἀπὸ τοῦ ξύλου, ἐν αὐτῆι ἐθανατώθη ψυχικῶς· ὁ γὰρ τοῦ
25σώματος αὐτοῦ θάνατος γέγονε μετὰ ἐνακόσια καὶ τριάκοντα ἔτη. ὁ τοίνυν θεὸς οὐχ ἡμιτελὲς τὸ δῶρον αὐτοῦ ἐποίησεν, ἀλλ’ ὅλον ὁμοῦ τὸν Ἀδὰμ ἐκ μήτρας παρθενικῆς ἀνέλα‐ βεν, ἵνα καὶ ὅλον τὸν ἀπολωλότα διασώσηι· δι’ ὃ καὶ ἔλεγεν ὁ κύριος ἐγὼ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. κρατύνειν δὲ βούλει καὶ Οὐαλεντίνου καὶ Μαρ‐ κίωνος Μανιχαίων τε καὶ Βασιλειδιανῶν, ἔτι μὴν καὶ Ἑλλήνων τὰ θρηισκεύματα. εἰ
30γὰρ θεός ** ὁ ἀποθανὼν διαιρετῶς καὶ οὐσιωδῶς, ὡσαύτως δὲ καὶ τὸ ἅγιον πνεῦμα θεὸς καὶ αὐτὸ διαιρετῶς καὶ οὐσιωδῶς, εὑρεθήσονται ὡς κατὰ τὸν σὸν καὶ τὸν ἐκείνων λόγον τρεῖς θεοί, καὶ διὰ τούτου κρατυνθήσεται τῆς πολυθείας ἡ πλάνη, καὶ ὅσον ἐπὶ σοί, δι‐ εσκέδασται τὸ ἄκουε Ἰσραήλ, κύριος ὁ θεός σου κύριος εἷς ἐστι καὶ ὅπερ ἔλεγεν ὁ Ἱερεμίας, οὗτος ὁ θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν, ὁμοίως
35δὲ καὶ ὁ κύριος ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν. καὶ τῆς θείας γραφῆς ἕνα θεὸν τὴν ἁγίαν καὶ ἀδιαίρετον τριάδα κηρυττούσης, σὺ καὶ οἱ πρὸ σοῦ αἱρεσι‐ άρχαι τρεῖς θεοὺς ἐδογματίσατε, ἄλλον μὲν λέγοντες θεὸν τὸν πατέρα παρὰ τὸν υἱὸν καὶ ἕτερον θεὸν τὸν υἱὸν παρὰ τὸν πατέρα καὶ πάλιν ἄλλον θεὸν τὸ πνεῦμα τὸ ἅγιον παρὰ
τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸν μὲν θνητὸν καὶ νεογενῆ, τὸν δὲ ἄναρχον καὶ ἀθάνατον.20

3

.

21

ἐπὶ τούτοις δὲ τοῖς βλαβεροῖς σου ῥήμασι βουλόμενος τὰ ἐναντία φρονεῖν τῶν τε ἐν Νικαίαι ἀθροισθέντων καὶ ἐν τῆι Κωνσταντινουπόλει καὶ ἐν Χαλκηδόνι ἁγίων πατέρων τῶν καὶ τὸ ὁμοούσιον κρατυνάντων καὶ μίαν τὴν θεότητα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος κεκραγότων κατὰ τὴν Ἀρείου φρενοβλάβειαν καὶ σὺ ἐπ’ ἐκκλησίας ἐτόλμησας
5εἰπεῖν ὅτι ὁ εἷς τῆς ἀκτίστου καὶ ἀδιαιρέτου τριάδος τὸ πάθος ὑπέμεινε, καὶ διὰ τούτου ἐδοκίμασας λύειν καὶ τὸ ὁμοούσιον καὶ ἀριθμῶι ὑποβάλλειν τὸ θεῖον. εἰ γὰρ εἷς τῆς ἁγίας τριάδος τῆς ἀκτίστου καὶ συναίδιος ὁ σταυρωθεὶς θεός, τουτέστιν ὁ υἱός, δύο δὲ τῆς τριάδος ὁ πατὴρ καὶ τὸ ἅγιον πνεῦμα, λέγονται δὲ θεοὶ καὶ οὐχὶ κατὰ τὸν εὐθῆ λόγον θεός, καθὼς παραδεδώκασιν ἡμῖν οἱ αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ
10λόγου, εὑρεθήσεται [καὶ οὕτως] λυόμενον μὲν τὸ ὁμοούσιον (θνητὸν γὰρ καὶ ἀθάνατον ὁμοούσια εἶναι ἔτι οὐ δύνανται), κρατυνθήσεται δὲ καὶ οὕτως ὁ τῆς πολυθείας λόγος ἐν τῶι τρεῖς θεοὺς τὸν Χριστιανισμὸν καταγγέλλειν. ὁπότε οὖν γέγραπται ὅτι ὁ λόγος σὰρξ γέγονε καὶ θεὸς ἦν ὁ λόγος, οὐχ ἕτερος θεὸς ὁ λόγος παρὰ τὸν πατέρα εὑρεθή‐ σεται. λόγος γὰρ οὐχ ἁπλῶς, ἀλλὰ λόγος ἐνυπόστατος καὶ θεὸς ὁ υἱὸς εἴρηται, ἵνα ἐκ
15τῆς ἡμῶν εὐτελείας γνῶμεν τὸ ταὐτὸν τῆς οὐσίας τοῦ πατρὸς καὶ τοῦ λόγου καὶ τοῦ πνεύ‐ ματος τοῦ ἁγίου. καὶ γὰρ ἡμεῖς οὐχ ἕτεροι παρὰ τὸν ἡμέτερον λόγον εὑρεθησόμεθα. ἐπεὶ οὖν καθὸ λόγος, ὁ μονογενὴς τοῦ θεοῦ υἱὸς οὐκ ἠδύνατο εἰς ἰδίαν οὐσίαν παθεῖν, ἵνα μὴ καὶ εἰς τὴν τοῦ παντοκράτορος θεοῦ καὶ πατρὸς τὸ πάθος λογισθῆι (μία γὰρ θεότης πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος), πάσχει τὸ γεγονὸς ἴδιον τοῦ λόγου ἔμψυχον σῶμα,
20ὅπερ αὐτὸς ὁ τοῦ θεοῦ ἐνυπόστατος λόγος ἐξ αὐτῆς τῆς μήτρας τῆς ἁγίας καὶ ἀπειρογάμου παρθένου ἑνώσας ἑαυτῶι προῆλθεν ἐκ γυναικός, περὶ ἧς προμυθούμενοι οἱ θεηγόροι ἄνδρες ἔλεγον ὁ θεὸς τῶν δυνάμεων, ἐπίστρεψον δὴ καὶ ἐπίβλεψον ἐξ οὐρανοῦ καὶ ἴδε καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην καὶ κατάρτισαι αὐτὴν ἣν ἐφύτευ‐ σεν ἡ δεξιά σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου ὃν ἐκραταίωσας ἑαυτῶι, ἄμπελον
25καὶ υἱὸν ἀνθρώπου ὃν ὁ λόγος ἐκραταίωσε συντρῖψαι τὰ τοῦ ἅιδου κλεῖθρα καὶ ζωοποιῆσαι τοὺς ἀπὸ τῶν αἰώνων θανόντας, τὴν σωτήριον τοῦ λόγου ἐνανθρώπησιν καλοῦντες· δι’ ὃ καὶ [ὁ κύριος] ἔλεγε τοῖς ἑαυτοῦ μαθηταῖς ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστι καὶ μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παρα‐ δίδοσθαι εἰς χεῖρας ἁμαρτωλῶν. ὁ γὰρ τοῦ πατρὸς ἐνυπόστατος καὶ θεὸς λόγος
30δι’ ἀκοῆς εἰσπηδήσας τῆς ἁγίας παρθένου μυστικῶς τὴν κυοφορίαν εἰργάσατο. καθὸ τοίνυν ὁ μονογενὴς υἱός ἐστι τοῦ πατρὸς ὁμοούσιος καὶ εἷς τῆς ἀδιαιρέτου τριάδος ἄκτιστός τε καὶ ἀθέατος, μεμενήκει ἀπαθὴς καὶ ἀθάνατος. τὸ οὖν ἄκτιστον καὶ ἀθάνατον τῆι κτίσει μὴ σύναπτε καὶ τὸν τῆς πολυθείας λόγον μὴ κράτυνε διὰ τοῦ λέγειν τεθνάναι τὸν ἕνα τῆς τριάδος. καθὸ δὲ πάλιν ἐκ γυναικὸς ἐγεννήθη καὶ ἔστιν ἡμῖν ὁμογενὴς καὶ ὁμόφυλος καὶ
35ὁμοούσιος ἄνευ ἁμαρτίας, τὸ πάθος ὑπέμεινεν. ὅτι δὲ οὐ μόνον ὁμοούσιος ἡμῖν ὁ υἱὸς τὸ κατὰ σάρκα, ἀλλὰ καὶ συγγενής, διδάσκει αὐτὸς ὁ κύριος ἐν τῶι λέγειν ποτὲ μὲν ἐν εὐαγ‐
γελίοις τοῖς εἰς αὐτὸν πιστεύσασιν ἐγὼ ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα, ποτὲ δὲ καὶ21

3

.

22

ἐν ψαλμοῖς ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. πόθεν δέ σοι καὶ ἡ τοσαύτη κακίστη ἔννοια ὑπεισῆλθεν, ὥστε σεαυτὸν καὶ τῶν ἁγίων ἀγγέλων εὐσυνετώ‐ τερον καὶ σοφώτερον λογίσασθαι; ἐν τούτοις κλαίω, ἐν τούτοις ὀδύρομαι τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστο, ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ
5κοιλία καὶ ἡ δόξα ἐν τῆι αἰσχύνηι αὐτῶν. οὐκ ἐνενόησας ὅτι τὸ σκανδαλίσαι καὶ μόνον ἕνα τῶν πιστευόντων εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀφόρητον ἔχει τὴν ἀγανάκτησιν, ἀλλ’ οὕτως ἀπαραφυλάκτως, καθάπερ ὁ ὄφις τῆι Εὔαι, καὶ αὐτὸς τὸν ἰὸν τῆς ἀπάτης τῶι πλήθει τῶν πιστῶν ταῖς ἀκοαῖς ἐπέχεας καὶ τὸν παραδοθέντα ἡμῖν ὑπ’ ἀγ‐ γέλων τρισάγιον αἶνον ἐνόθευσας ἐνθέμενος ἐν αὐτῶι ὁ σταυρωθεὶς δι’ ἡμᾶς; ἆρα οὐκ
10ἐνενόησας ἀσεβέστερον σαυτὸν ὁριζόμενος Παύλου τοῦ Σαμοσατέως καὶ Φωτεινοῦ καὶ Ἀρτεμᾶ τῶν δύο υἱοὺς τοῦ θεοῦ ὁρισαμένων, ἕνα προαιώνιον καὶ ἕνα νεογενῆ, ὅτι καὶ σὺ πλεονασμὸν τῆι τριάδι ἐνέθου δύο υἱοὺς τοῦ θεοῦ εἰπών, ἕνα ἰσχυρὸν καὶ ἕνα τὸν σταυ‐ ρωθέντα; ἐπὶ τούτοις δὲ καὶ εἰς ἔννοιαν οἴεσαι ἄγειν τὸ πιστότατον Χριστοῦ ποίμνιον ὡς ὅτι κατὰ τὸν Μανῆ λόγον τὸ ἅγιον πνεῦμα ἐσταυρώθη. μετὰ γὰρ τὸ εἰπεῖν ἅγιος
15ἀθάνατος, ὅπερ ἐστὶ τὸ πνεῦμα τὸ ἅγιον, τότε ἐπάγεις ὁ σταυρωθεὶς δι’ ἡμᾶς, ἐλέησον ἡμᾶς, καὶ τετράδα, οὐ τριάδα εὑρίσκηι τὸν λαὸν ἐκδιδάσκων. καὶ εἰ μὲν ἐξ ἀνθρωπίνης παραδόσεως ὑπῆρχεν ὁ αἶνος, καὶ οὕτως μετὰ παραφυλακῆς ἂν τὸν σταυρὸν ἐν τῶι τρισ‐ αγίωι παρέθηκας, ἔνθα ἡ τοῦ υἱοῦ προσηγορία, ἥτις ἐν τῶι τρισαγίωι ἰσχυρὸς εἴρηται· ὁπότε δὲ ὑπ’ ἀγγέλων ὁ τρισάγιος οὗτος αἶνος ἡμῖν ἐξεδόθη, οἵτινες πρὸ μὲν τοῦ σταυροῦ
20ἔλεγον ἅγιος ἅγιος ἅγιος, ὡς ἠξιώθη Ἡσαίας θεάσασθαι, μετὰ δὲ τὸν σταυρὸν ὑμνολόγουν ἅγιος ὁ θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ὥσπερ ὁ κομιδῆι νήπιος παῖς σειομένης τῆς Κωνσταντινουπόλεως καὶ τοῦ λαοῦ ἐν τῶι Κάμπωι ἱκετεύοντος ἡρπάγη εἰς τὸν αἰθέρα ὡς ἐπὶ ὥραν μίαν τοῦ ὅλου πλήθους θεωροῦντος καὶ Πρόκλου τοῦ τῆς πόλεως ἐπισκόπου, κἀκεῖ μεμαθηκὼς τὸν αἶνον καὶ πάλιν κατενεχθεὶς ἀπήγγειλεν ἅπερ ἐδιδάχθη ἐν τῶι αἰθέρι,
25εἰπὼν ἐξ οὐρανῶν ὡς ὑπὸ πλήθους πολλοῦ φέρεσθαι εἰς τὰ ὦτα αὐτοῦ ταύτην τὴν ὑμνωι‐ δίαν καὶ ὅτι ἐρρέθη αὐτῶι ἐξειπεῖν τῶι λαῶι τὴν τοιαύτην ὑμνολογίαν. ἧς ἐναρξάμενοι οἱ λαοὶ τὴν πόλιν κατέλαβον καὶ τὸν θεὸν διὰ τῆς τοιαύτης ὑμνωιδίας ἐξευμενισάμενοι ἐλυ‐ τρώθησαν τῆς ἐπικειμένης ὀργῆς. σὺ δὲ ἀφειδῶς κατετόλμησας, ὡς τὰς λοιπὰς θείας γραφάς, καὶ τὴν τῶν ἀγγέλων ὑμνωιδίαν διαστρέψαι. τίς οὖν οὐ μὴ θρηνήσηι ἐν τού‐
30τοις; τίς οὐ μὴ στενάξηι; ὁποῖον δὲ ἄλγος κατὰ τὸ ἄλγος τῆς τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Χριστοῦ ἐκκλησίας εὑρεθήσεται; θεωρεῖ σε τὸν ταχθέντα φῶς εἶναι τῶν ἐν σκότει καὶ παιδευτὴν τῶν ἀφρόνων μᾶλλον ἀφροσύνης διδάσκαλον καὶ τὸ φῶς εἰς σκότος μετα‐ ποιοῦντα, θεωρεῖ σε τοὺς λαοὺς τοὺς ἅπαξ φωτισθέντας καὶ καλὰ γευσαμένους θεοῦ ῥητά, θεοῦ ἐντάλματα, θεοῦ προφητικὰ προρρήματα, θεοῦ ἀποστολικὰ καὶ εὐαγγελικὰ διδάγ‐
35ματα μᾶλλον ὑπὸ σοῦ διαστρεφομένους καὶ ἐκδιδασκομένους μὴ μόνον ἀνασταυροῦν τὸν
υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζειν, ἀλλὰ καὶ ἐναντία φρονεῖν τῶν θείων γραφῶν, ἀπαρνή‐22

3

.

23

σασθαι δὲ καὶ τὰς συνθήκας ἃς συνέθεντο αὐτοὶ προσιόντες τῶι ἁγίωι βαπτίσματι. συν‐ θέμενοι γὰρ ἐπὶ πάντων τῶν χερουβικῶν δυνάμεων καὶ τῶν προφητικῶν καὶ ἀποστολικῶν ταγμάτων ἐν τῶι τοῦ ἁγίου βαπτίσματος καιρῶι πιστεύειν εἰς ἕνα θεὸν πατέρα παντο‐ κράτορα, νῦν εἰς θεοὺς τρεῖς πιστεύειν αὐτοὺς ἐξεπαίδευσας. πάλιν συνθεμένων πι‐
5στεύειν εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν σαρκωθέντα καὶ ἐνανθρωπή‐ σαντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου, σὺ ἐκδιδάσκεις αὐτοὺς μὴ λέγειν τὸν κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν σταυρὸν ὑπομεμενηκέναι, ὅς ἐστι θεὸς κατὰ τὴν ἐκ θεοῦ πατρὸς προαιώνιον καὶ ἀπαθῆ γέννησιν καὶ ἄνθρωπος ὁ αὐτὸς κατὰ τὴν ἐπ’ ἐσχάτων ἐκ γυναικὸς γέννησιν, καθ’ ἣν καὶ τὸ πάθος ὑπέμεινεν, ἀλλ’ ὅτι ὁ εἷς τῆς τρι‐
10άδος ἀπέθανεν, ὅς ἐστιν αὐτὸς ὁ θεὸς λόγος. ὡμολόγησαν πάλιν τὸ ἅγιον πνεῦμα ζωο‐ ποιὸν καὶ ἀθάνατον, εἰπόντες πιστεύειν εἰς τὸ πνεῦμα τὸ ἅγιον τὸ κύριον καὶ ζωοποιόν· καὶ σὺ θνητὸν ὑποτίθεσαι εἶναι τὸ πνεῦμα τὸ ἅγιον διὰ τοῦ λέγειν ἅγιος ἀθάνατος ὁ σταυ‐ ρωθεὶς δι’ ἡμᾶς. ἀπόφυγε, παρακαλῶ, τὴν τοιαύτην πλάνην· ἔπεσες, μὴ ἐπιμείνηις τῶι πτώματι· ἥμαρτες, μηκέτι ἁμάρτανε· ἀναμένει σε ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία περιπτύ‐
15ξασθαί σε μετανοοῦντα ἐπὶ τοῖς ματαίοις σου προβλήμασι καὶ σὺν αὐτῆι θεολογοῦντα τὸν Χριστὸν καὶ μὴ ἀπαρνούμενον τὴν αὐτοῦ ἔμψυχον ἐνανθρώπησιν, καθ’ ἣν καὶ τὸ πάθος ὑπομεῖναι λέγεται, καὶ βοᾶι σοι δι’ ἡμῶν δεῦτε πρός με πάντες οἱ κοπιῶντες κἀγὼ ἀναπαύσω ὑμᾶς· οὐ βούλεται ὁ θεός, ἀδελφὲ τιμιώτατε, τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν. μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν κατὰ
20τὸ εὐαγγέλιον, μνημόνευε τοῦ μακαρίου Ματθαίου γράφοντος βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυὶδ υἱοῦ Ἁβραάμ, μνημόνευε Παύλου ἐπιστέλλοντος ἀφωρισ‐ μένος εἰς εὐαγγέλιον θεο, ὃ προεπηγγείλατο αὐτὸς ὁ θεὸς ἐν γραφαῖς ἁγί‐ αις περὶ τοῦ υἱοὺ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα, τοῦ ὁρισθέντος υἱοῦ θεο, μνημόνευε καὶ Ἰωάννου βοῶντος ἐν ἀρχῆι ἦν ὁ λόγος
25καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, ὡς καὶ ἔστι, καὶ θεὸς ἦν ὁ λόγος καὶ ὅτι σὰρξ γέγονεν ἐνανθρωπήσας καὶ ὅτι θεὸν οὐδεὶς ἑώρακε πώποτε. ταῦτά σοι γεγρά‐ φηκα ἅμα τῆι συνούσηι μοι ἁγίαι συνόδωι, παρεγγυώμενός σε ἐνώπιον τοῦ θεοῦ καὶ τῶν ἁγίων ἀγγέλων ἵνα ταῦτα διδάσκηις καὶ ταῦτα φρονῆις μεθ’ ἡμῶν, ἵνα ἀνόθευτος ἡ πίστις ἡμῶν διαμείνηι εἰς δόξαν θεοῦ.
31Ἴσα γραμμάτων ἀποσταλέντων Ζήνωνι βασιλεῖ παρὰ Φίληκος ἐπισκόπου Ῥώμης, ἐν οἷς σημαίνει Πέτρου ἐπισκόπου Ἀντιοχείας τὴν καθαίρεσιν, διότι ἐν τῶι τρισαγίωι ἐνέθετο τὸ ὁ σταυρωθεὶς δι’ ἡμᾶς Τῶι ἐνδοξοτάτωι καὶ γαληνοτάτωι υἱῶι Ζήνωνι αὐγούστωι Φίληξ ἐπίσκοπος ἐν
35κυρίωι χαίρειν. Πρέπει τῆι σῆι φιλανθρωπίαι ταῦτα ἃ πρέπει τῆι τῶν πραγμάτων τάξει, ἀπαγγεῖλαι, ἅπερ καὶ ἀνῆκεν ἀπαγγεῖλαι εἰς ἀσφάλειαν τοῦ τῆς σῆς γαληνότη‐ τος κράτους. καὶ καθάπερ ἐγγὺς τυγχάνων παρακαλῶ τὴν ἐμὴν ἱκετηρίαν δέξασθαι
ταῖς φιλαγάθοις ὑμῶν ἀκοαῖς ὡς Χριστιανικώτατος ὢν βασιλεύς, μηδαμῶς τε ἡ σὴ εὐσέβεια23

3

.

24

διανοηθείη ἕτερόν τινα μετὰ καθαρᾶς τῆς διανοίας ὑμᾶς ἀγαπᾶν πλὴν ἐκείνου τοῦ βουλο‐ μένου σε μετὰ τοῦ θεοῦ τὴν εἰρήνην ἔχειν, ἐπειδήπερ ἐκ πιστῆς ὡρμημένος τῆς διανοίας οὐκ ἀμφισβητεῖς τοῦ προσκαίρου θρόνου τὴν ἐξουσίαν καὶ τῆς αἰωνίου ζωῆς τὴν ἀντί‐ δοσιν ἐκ τῆς ἄνωθεν ῥοπῆς ἠρτῆσθαι, διά τε τῆς ἡμῶν βραχύτητος δέξασθαι καταξίωσον
5τὴν σεπτὴν καὶ θεόφραστον ὁμολογίαν τοῦ μακαριωτάτου Πέτρου τοῦ πρωτοστάτου τῶν ἀποστόλων, ὃς καὶ τὰς τῆς βασιλείας κλεῖς ὑπὸ τοῦ σωτῆρος πιστευθεὶς προευ‐ τρεπίσει τῆι φιλοχρίστωι ὑμῶν βασιλείαι τὴν ἐν ὑψίστοις μετ’ ἀγγέλων διαγωγήν. ὃς καὶ τὴν ἀπαράλλακτον καὶ ἀμώμητον πίστιν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ μονογενῆ τοῦ θεοῦ υἱὸν πρῶτος ἐκθέμενος ἐμακαρίσθη ὑπ’ αὐτοῦ τοῦ σωτῆρος. εἰπόντος
10γὰρ αὐτοῦ πρὸς τὸν κύριον σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ἀκήκοε παρ’ αὐτοῦ μακάριος ε, Σίμων βὰρ Ἰων, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ’ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ ταύτηι τῆι ὁμολογίαι οἰκοδομή‐ σω μου τὴν ἐκκλησίαν καὶ πύλαι ἅιδου οὐ κατισχύσουσιν αὐτῆς. τοῦ οὖν σωτῆρος φήσαντος, ὅτι πύλαι ἅιδου οὐ κατισχύσουσι τῆς αὐτοῦ ἐκκλησίας τοῦ ἐξᾶραι
15ἀπ’ αὐτῆς τὴν αὐτοῦ ἐπωνυμίαν, ἥτις εἴρηται Χριστὸς Ἰησοῦς καὶ θεοῦ τοῦ παντο‐ κράτορος υἱός, Πέτρος ὁ πρωτότοκος υἱὸς τοῦ διαβόλου ὁ ἀναξίως εἰσπηδήσας τῆι Ἀντιο‐ χέων ἁγίαι τοῦ θεοῦ ἐκκλησίαι καὶ μιάνας τὸν τῆς ἀρχιερωσύνης θρόνον Ἰγνατίου τοῦ μάρτυρος, ὃς τῆι δεξιᾶι Πέτρου τὴν ἀρχιερωσύνην ἐδέξατο, καὶ Εὐσταθίου τοῦ ὁμο‐ λογητοῦ καὶ προέδρου τῶν τιη ἁγίων πατέρων τῶν ἐν Νικαίαι ἀθροισθέντων λέγειν
20ἐτόλμησεν ὅτι οὐ δεῖ τὸν Χριστὸν καὶ υἱὸν τοῦ θεοῦ ὀνομάζειν κατὰ τὴν θείαν τοῦ σωτῆρος νομοθεσίαν καὶ τὴν τῶν θείων γραφῶν παράδοσιν καὶ ἔκθεσιν τῶν πατέρων, ἀλλὰ τὸν ἕνα τῆς τριάδος τὸ πάθος τὸ ὑπὲρ ἡμῶν ὑπομεῖναι εἰς τὴν τῆς θεότητος οὐσίαν κατὰ τὴν Ἀρείου καὶ Ἀπολιναρίου καὶ Εὐνομίου παράδοσιν, βουλόμενος διὰ τῆς τοιαύτης φωνῆς ἀθετῆσαι μὲν τὴν σωτήριον ἐνανθρώπησιν καθ’ ἣν ὁ Χριστὸς καὶ τὸ πάθος ὑπέμεινε,
25λέγεται δὲ καὶ εἷς ἐξ ἡμῶν ὡς τοῦ σπέρματος Ἁβραὰμ ἐπιλαβόμενος, ἐπαυξῆσαι δὲ καὶ τὴν πολυθείαν. ὁ γὰρ νοῦς τοῦ λόγου τρεῖς θεοὺς παρεισάγει, ἕνα τεθνεῶτα καὶ δύο ζῶντας, λύει δὲ καὶ τὸ ὁμοούσιον καὶ τὰς ἁγίας συνόδους ἐξωθεῖται τήν τε ἐν Νικαίαι καὶ ἐν Κωνσταντινουπόλει καὶ ἐν Χαλκηδόνι. ἀλλὰ καὶ τὴν ἁγίαν παρθένον Μαρίαν μὴ προσδεχόμενος εὑρεθήσεται. εἰ γὰρ μὴ ἐξ αὐτῆς σαρκωθεὶς ὁ λόγος ἐνηνθρώπησε,
30τίς χρεία τῆς παρθένου; διὰ τί δὲ καὶ ὁ Γαβριὴλ ἔλεγε πρὸς αὐτὴν τὸ γεννώμενον ἐκ σοῦ ἅγιον κληθήσεται υἱὸς θεοῦ καὶ δώσει αὐτῶι κύριος ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτο; ἐπὶ πᾶσι δὲ τούτοις τοῖς ἀσεβέσι καὶ βλασφήμοις αὐτοῦ τολμήμασι καὶ τὴν τρισάγιον λιτὴν νοθεῦσαι βουληθεὶς διὰ τοῦ ἐνθέσθαι ἐν αὐτῆι ὁ σταυρωθεὶς δι’ ἡμᾶς μυρία ἄτοπα εἰργάσατο καὶ πολλὰ παρ’ ἡμῶν καὶ τῆς ἐν Χριστῶι
35ἀδελφότητος ἡμῶν τε καὶ τῶν ἐν τῆι Ἀνατολῆι καὶ τοῦ θεοσεβεστάτου ἀρχιεπισκόπου Ἀκακίου τῆς παρ’ ὑμῶν βασιλευομένης καὶ φιλοχρίστου πόλεως παραινεθεὶς ἐπιστρέψαι οὐκ ἠβουλήθη. καὶ διὰ τοῦτο νῦν ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία ταῖς μητρικαῖς σε φωναῖς ὡς [πρὸς] τὸν ἔξοχον αὐτῆς υἱὸν προσφθεγγομένη οὐ παύεται· ‘ὦ φιλόχριστε βασιλεῦ, τῆς ἐμῆς τιμιότητος τὸν δεσμὸν ἐν ὧι περισφίγγονται τὰ πλήθη τῶν πιστῶν, μὴ συγχω‐
40ρήσηις διαλυθῆναι· τὴν τοῦ δεσπότου Χριστοῦ καὶ μονογενοῦς υἱοῦ τοῦ θεοῦ ἐπωνυμίαν μὴ συγχωρήσηις παραβαθῆναι· τὴν τρισάγιον ὑμνωιδίαν, ἥτις καὶ τὴν ὑμετέραν πόλιν
διέσωσε κινδυνεύουσαν, ὡς ἀγγέλων παράδοσιν ἀνόθευτον διαφύλαξον· Πέτρον τὸν τῆι24

3

.

25

Ἀρειανικῆι θρηισκείαι ἐπακολουθήσαντα τῆς τῶν Ἀντιοχέων ἐκκλησίας ἀπέλασον. τίνος ἕνεκεν Πέτρος τὴν ἐμὴν πίστιν ἀθετήσας ῥηγνύει τοῦ κόσμου τὴν σύνεσιν; τίνος ἕνεκεν Πέτρος ῥηγνύει τὸν χιτῶνά μου τὸν ἄνωθεν ὑφαντόν; ὁ θεὸς καὶ πατὴρ ἐνε‐ τείλατο τῶι κορυφαίωι τί δέοι καλεῖσθαι τὸν αὐτοῦ υἱόν· ὁ μονογενὴς υἱὸς ἐν τῆι ὁμο‐
5λογίαι τοῦ κορυφαίου τῶν ἀποστόλων ἐθεμελίωσέ με· τὸ ἅγιον πνεῦμα ἐφ’ ἑκάστης διαμαρτύρεταί μοι λέγον, μὴ κρίνηις εἰδέναι τι εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον. οἱ ἐχθροί, οἱ ἀπειθεῖς, οἱ ἐπίβουλοι, οἱ ἔξω τοῦ ἀμπελῶνος τὸν μονογενῆ τοῦ θεοῦ υἱὸν σφαγιάσαντες καὶ λιθοβολήσαντες καὶ τῶι ξύλωι τοῦ σταυροῦ προσπήξαντες οὐ διεῖλον τὸν αὐτοῦ χιτῶνα, καὶ Πέτρος τῆς πίστεώς μου τὸν χιτῶνα
10διαρρήσσει; αἱ τοῦ ἅιδου πύλαι οὐκ ἴσχυσαν κατ’ ἐμοῦ, καὶ Πέτρος πειρᾶται τὸ τεῖχός μου καταβάλαι; ἐγώ, εὐσεβέστατε βασιλεῦ, ὠθισθέντα σε τῆς βασιλείας αὖθις ἐπαν‐ ήγαγον καὶ τοὺς πονηροὺς καὶ ἀπειθεῖς τῶν ἐν ἐμοὶ θείων δογμάτων δέδωκα ἀντὶ τῆς ταφῆς σου δυνάμεώς τε ὁδὸν ἠνέωιξα ἔμπροσθέν σου· τοὺς σοὺς ἐχθροὺς καταβέβληκα μετὰ τοῦ ἀθεμίτου αὐτῶν δόγματος· τὸ ἀρχαῖον κράτος ἐξηιτησάμην σοι παρὰ τοῦ ἐν
15ὑψίστοις βασιλεύοντος θεοῦ, ἐξ οὗ καὶ τὸ βασιλεύειν εἴληφας. ἀπόβλεψον εἰς τὸν προηγησάμενόν σου εὐσεβέστατον βασιλέα Μαρκιανὸν καὶ τὴν ἐκείνου πίστιν ἀσμένως ἀσπάζου· τὴν αἱρετικὴν Πέτρου τυραννίδα διὰ τάχους ἐκρίζωσον· τὸν Οὐαλεντίνου καὶ Εὐτυχέος μαθητὴν ἀποδίωξον τῆς ἀκροπόλεως καὶ τῆς ἐκκλησιαστικῆς διοικήσεως, ἅμα τοῦ ἱερατικοῦ ἀξιώματος κατενεχθῆναι θεσπίσατε. θεώρησον, ὦ γνησιώτατε υἱὲ καὶ
20ἀήττητε βασιλεῦ, ὁποία τῆι ἐν Χαλκηδόνι συνόδωι ἀναμφισβήτητος ἐκδίκησις γέγονε, καὶ τοὺς οὓς πολεμεῖ, ἐκδίκησον καὶ τῆς αἱρετικῆς διδασκαλίας Πέτρου τοὺς δήμους ἐκ‐ λύτρωσον.‘ ταῦτα πρεσβεύει ἡ ἁγία τοῦ θεοῦ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία, ἵνα τὸν ὑπ’ αὐτῆς καθαιρεθέντα διὰ τὰς εἰρημένας αἰτίας εἰς κοινωνίαν τοῦ λοιποῦ μὴ προσδέξησθε, ἀλλὰ διὰ θείων ὑμῶν συλλαβῶν τῆς Ἀντιοχέων πόλεως ὑπερόριον γενέσθαι
25παρασκευάσητε, ἀντ’ αὐτοῦ δὲ καταστῆσαι ἄνδρα ἔργοις τὴν ἱερωσύνην κοσμοῦντα φύλακά τε ἀκριβῆ τῆς ἐν Χαλκηδόνι ἁγίας συνόδου καὶ τῶν ἐν αὐτῆι βεβαιωθέντων. Ὁ παντακράτωρ θεὸς διαφυλάξει τὸ ὑμέτερον κράτος ἐν εἰρήνηι διὰ παντός. Τάδε ἔνεστιν ἐν τῆι παρούσηι βίβλωι α Τὰ κατὰ Σεβήρου Ζωόρα καὶ Πέτρου καὶ Ἀνθίμου πεπραγμένα παρὰ Μηνᾶι
30πατριάρχηι Κωνσταντινουπόλεως ἐν οἷς φέρονται β Λίβελλος τῶν ἐν δευτέραι Συρίαι ἐπισκόπων πρὸς Ἰουστινιανὸν βασιλέα γ Λίβελλος τῶν μοναχῶν τῶν τε ἐνταῦθα μοναστηρίων καὶ τῶν ἐν Ἱεροσολύμοις καὶ τῆι ἐρήμωι καὶ δευτέραι Συρίαι καὶ τῶι ὄρει Σινᾶ καὶ τρισὶ Παλαιστίναις πρὸς τὸν αὐτόν
35δ Λίβελλος τῶν αὐτῶν πρὸς τὴν ἐνδημοῦσαν ἐνταῦθα σύνοδον25

3

.

26

ε Ἐπιστολαὶ Ὁρμίσδου πάπα Ῥώμης πρὸς τοὺς ἐν δευτέραι Συρίαι κληρικοὺς καὶ ἀρχιμανδρίτας καὶ λοιποὺς ὀρθοδόξους ἐν οἱωιδήποτε κλίματι τῆς Ἀνατολῆς ϛ Ἑτέρα ἐπιστολὴ τοῦ αὐτοῦ πρὸς Ἐπιφάνιον ἀρχιεπίσκοπον Κωνσταντινου‐ πόλεως
5ζ Δέησις κληρικῶν καὶ μοναχῶν Ἀντιοχείας πρὸς Ἰωάννην ἀρχιεπίσκοπον Κων‐ σταντινουπόλεως καὶ τὴν ἐνδημοῦσαν ἐνταῦθα σύνοδον η Ἀναφορὰ πρὸς Ἰωάννην ἀρχιεπίσκοπον παρὰ τῆς ἐνδημούσης συνόδου θ Λίβελλος παρὰ τῶν ἀρχιμανδριτῶν Κωνσταντινουπόλεως πρὸς τὴν ἐνδημοῦσαν σύνοδον, ὧιτινι συνέζευκται καὶ πότε καὶ πῶς ἐκηρύχθησαν αἱ δ ἐν τῆι ἐκκλησίαι
10σύνοδοι ι Ἐπιστολὴ Ἰωάννου πατριάρχου πρὸς Ἰωάννην τὸν Ἱεροσολύμων ια Ἑτέρα ἐπιστολὴ τοῦ αὐτοῦ πατριάρχου πρὸς Ἐπιφάνιον ἐπίσκοπον Τύρου ιβ Ἀντίγραφα Ἰωάννου Ἱεροσολύμων καὶ τῶν ὑπ’ αὐτὸν ἐπισκόπων πρὸς Ἰωάννην τὸν Κωνσταντινουπόλεως
15ιγ Ἐπιστολὴ Ἐπιφανίου ἐπισκόπου Τύρου καὶ τῶν ὑπ’ αὐτὸν ἐπισκόπων πρὸς τὴν ἐνδημοῦσαν ἐν Κωνσταντινουπόλει σύνοδον καὶ ἐκβοήσεις τοῦ ἐν Τύρωι πιστοῦ πλήθους καὶ ἀναθεματισμὸς Σεβήρου καὶ τοῦ φρονήματος αὐτοῦ ιδ Ἐπιστολὴ τῶν ἐν δευτέραι Συρίαι ἐπισκόπων πρὸς Ἰωάννην πατριάρχην καὶ τὴν ἐνδημοῦσαν σύνοδον
20ιε Πρᾶξις συστᾶσα παρὰ τῶι τῆς ἐπαρχίας ἄρχοντι κατὰ Πέτρου τοῦ Ἀπαμείας ιϛ Ἑτέρα πρᾶξις παρὰ τῶι αὐτῶι ιζ Λίβελλοι ἐπιδοθέντες παρὰ τῶν μοναχῶν Ἀπαμείας τοῖς ἐπισκόποις δευτέρας Συρίας κατὰ Σεβήρου καὶ Πέτρου τοῦ Ἀπαμείας ιη Ψῆφος τῶν ἀπὸ τῆς Ἰταλίας ὄντων ἐνταῦθα κατὰ Σεβήρου καὶ Πέτρου
25 ιθ Ψῆφος Ἐπιφανίου πατριάρχου Κωνσταντινουπόλεως καὶ τῆς ἐνδημούσης ἐν‐ ταῦθα συνόδου κατὰ Σεβήρου καὶ Πέτρου κ Ψῆφος Μηνᾶ πατριάρχου κατὰ Σεβήρου Πέτρου καὶ Ζωόρα Τάδε ἔνεστιν ἐν τῶι δευτέρωι βιβλίωι τῶν κατὰ Ἀνθίμου πεπραγμένων Θεία διάταξις Ἰουστινιανοῦ βασιλέως κατὰ Ἀνθίμου Σεβήρου Πέτρου καὶ Ζωόρα
30πρὸς Πέτρον ἀρχιεπίσκοπον Ἱεροσολύμων Τὰ πεπραγμένα ἐν Ἱεροσολύμοις παρὰ Πέτρωι ἀρχιεπισκόπωι κατὰ Ἀνθίμου, ἐν οἷς ἐμπεφάνισται καὶ τὰ ἐν Κωνσταντινουπόλει παρὰ Μηνᾶι πατριάρχηι περὶ τοῦ αὐτοῦ πραχθέντα ἐν τέτρασι πραξειδίοις· ὧντινων ἐνταγέντων καὶ αὐτὸς Πέτρος ὁ Ἱεροσο‐ λύμων τὴν κατ’ αὐτοῦ ψῆφον ἐποιήσατο. καὶ ἐν τούτοις δὲ τινὰ κατὰ Σεβήρου καὶ
35τῶν αὐτοῦ συγγραμμάτων εὑρίσκεται. Ἰστέον ὅτι πρῶτα ἐπράχθη παρὰ Μηνᾶι τῶι πατριάρχηι τὰ κατὰ Ἀνθίμου, ἅπερ
καὶ ἐντάξιμα γέγονε τῶν παρὰ Πέτρωι τῶι Ἱεροσολύμων πεπραγμένων. ἡ μὲν γὰρ26

3

.

27

τελευταία πρᾶξις τῶν κατὰ Ἀνθίμου παρὰ Μηνᾶι γεγονότων, ἔνθα καὶ ἡ ψῆφος ἀνέγνω‐ σται, φέρει τὴν κα τοῦ Μαίου μηνὸς ἰνδικτιῶνος ιδ, εἶτα ὕστερον τῆι δ τοῦ Ἰουνίου μηνὸς τῆς αὐτῆς ιδ ἰνδικτιῶνος ἐπράχθη τὰ κατὰ Σεβήρου καὶ Πέτρου καὶ Ζωόρα παρὰ τῶι αὐτῶι Μηνᾶι καὶ διὰ τῶν προκομισθέντων ἐδείχθη ὅτι καὶ πάλαι καὶ πρόπαλαι ἀνεθε‐
5ματίσθησαν. ὁ δὲ νόμος πρὸ ὀκτὼ Εἰδῶν Αὐγούστων ἰνδικτιῶνος ιδ, τὰ δὲ ἐν Ἱερο‐ σολύμοις ἐπ’ ἐμφανείαι τῶν κατὰ Ἀνθίμου πραχθέντων συνέστη πρὸ ιγ Καλανδῶν Ὀκτωβρίων ἰνδικτιῶνος ιε. οὐκοῦν πρώτη ἐστὶν ἡ κατὰ Ἀνθίμου ψῆφος ἐν Κων‐ σταντινουπόλει, δευτέρα δὲ ἡ ἐν Κωνσταντινουπόλει ψῆφος κατὰ Σεβήρου καὶ Πέτρου καὶ Ζωόρα, τρίτη ἡ διάταξις, τετάρτη δὲ ἡ ἐν Ἱεροσολύμοις πρᾶξις. πάντα δὲ
10ταῦτα τὰ προειρημένα γέγονε καὶ συνέστη ἐν μησὶ τέτρασι. Μετὰ τὴν ὑπατείαν Φλ Βελισαρίου τοῦ λαμπροτάτου τῆι πρὸ μιᾶς Νόνων Ἰουνίων ἰνδικτιῶνος ιδ ἐν τῆι φιλοχρίστωι καὶ βασιλευούσηι Κωνσταντινουπόλει Ῥώμηι προκαθεζομένου τοῦ δεσπότου ἡμῶν τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου οἰκουμενικοῦ ἀρχιεπισκόπου καὶ πατριάρχου Μηνᾶ ἐν τῶι μεσαύλωι τῶι δυτικῶι τοῦ σεβασμίου
15οἴκου τῆς ἁγίας δεσποίνης ἡμῶν ἐνδόξου θεοτόκου καὶ ἀειπαρθένου Μαρίας τοῦ ὄντος πλησίον τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας καὶ ἐκ μὲν τοῦ δεξιοῦ μέρους συνεδρευόντων αὐτῶι καὶ συνακροωμένων κατὰ εὐσεβῆ κέλευσιν τοῦ φιλοχρίστου καὶ θεοφυλάκτου ἡμῶν βασιλέως Ἰουστινιανοῦ τῶν ὁσιωτάτων καὶ θεοφιλεστάτων ἐπισκόπων
20Σαβίνου τοῦ Κανουσίου Ἐπιφανίου Ἐκλάνων Ἀστερίου τῆς Σαλερνιτῶν Λεοντίου Νολάνων Ῥουστίκου τῆς Φεσουλάνων
25Θεοφάνους διακόνου Ῥώμης Πελαγίου διακόνου Ῥώμης ὄντων τῶν πάντων ἐκ τῆς Ἰταλῶν χώρας, πρώην μὲν ἀπεσταλμένων ἐκ τῆς ἀποστολικῆς καθέδρας, ὕστερον δὲ συνόντων παραγενομένωι ἐνταῦθα Ἀγα‐ πητῶι τῶι τῆς ἁγίας μνήμης γενομένωι πάπαι τῆς πρεσβυτέρας Ῥώμης
30Πέτρου τῆς μητροπόλεως Ἰουστινιανουπόλεως τῆς δευτέρας Καππαδοκῶν ἐπαρχίας Ἰωάννου τῆς μητροπόλεως Βοσπόρου
Θαλασσίου τῆς μητροπόλεως Βηρυτοῦ27

3

.

28

Μεγάλου τῆς μητροπόλεως Βεροίας Ἰωάννου Γαβάλων Χριστοφόρου Πορφυρεῶνος ἐπαρχίας Φοινίκης παράλου Δαβίθου τοῦ Κιρκενσίου
5Αἰθερίου Μαριάμμης Ἀλεξάνδρου Βαρκουσῶν Δόμνου Μαξιμιανουπόλεως τῆς δευτέρας Παλαιστίνης Ἀνδρέου τοῦ Πανίου Ἐπιτυγχάνου Γέρμης ἐπαρχίας Ἑλλησπόντου
10Θεοδώρου Γόρδου Εὐσεβίου Καράνων ἐπαρχίας Περσαρμενίας Κυριακοῦ Θεοδοσιουπόλεως ἐπαρχίας Φρυγίας Πακατιανῆς Ἰωάννου Τραιανουπόλεως ἐπαρχίας Φρυγίας Σαλουταρίας Κυριακοῦ Σωφανηνῆς ἐπαρχίας Ἀρμενίας πρώτης
15Κασσισᾶ τῆς Βελαβιτηνῆς ἐκ δὲ τοῦ εὐωνύμου μέρους Ὑπατίου τῆς μητροπόλεως Ἐφέσου Κωνσταντίνου Ἡρακλείας τῆς Εὐρωπαίων μητροπόλεως Εὐσεβίου τῆς μητροπόλεως Κυζίκου
20Θαλασσίου τῆς μητροπόλεως Νικομηδείας Θεαγένους τῆς μητροπόλεως Συνάδων Βάκχου Ἀντιοχείας τῆς μητροπόλεως Πισσιδίας Ἱλαριανοῦ τῆς μητροπόλεως Πέργης Βοσπορίου τῆς μητροπόλεως Νεοκαισαρείας Πόντου Πολεμωνιακοῦ
25Παύλου τῆς μητροπόλεως Τυάνων Ἀκακίου τῆς μητροπόλεως Πισινοῦντος Ἐπικτήτου Κλαυδιουπόλεως τῆς μητροπόλεως Ὁνωριάδος Ἡδίστου τῆς μητροπόλεως Κίου Ἀρχελάου Κωρύκου
30Ἰωάννου Ζωόρων Ἀναστασίου Ἰωτάβης Δομετιανοῦ Ζικχίας Πελαγίου Παρνασσοῦ Ἁβραμίου Κρατίας
35Ἀλεξάνδρου Κολωνείας Παύλου τοῦ Στεκτορίου Ἀνδρέου Πελτῶν Θεοδώρου Μηροῦ Ἰωάννου Καισαρείας Βιθυνίας
40Εὐσταθίου Τιβεριουπόλεως28

3

.

29

καὶ Λεοντίου Ἑλενουπόλεως συμπαρόντων δὲ αὐτῶι καὶ συνακροωμένων Θεοφάνους καὶ Πελαγίου τῶν θεοφιλεστάτων διακόνων τῆς ἀποστολικῆς κα‐ θέδρας καὶ Μηνᾶ καὶ Πέτρου τῶν θεοσεβεστάτων νοταρίων καὶ τινῶν εὐλα‐
5βεστάτων ὑποδιακόνων καὶ ἐκδίκων καὶ λοιπῶν κληρικῶν τοῦ αὐτοῦ ἀποστο‐ λικοῦ θρόνου, οἳ καὶ συνόντες ἐτύγχανον παραγενομένωι ἐνταῦθα Ἀγαπητῶι τῶι τῆς ἁγίας μνήμης γενομένωι πάπαι τῆς πρεσβυτέρας Ῥώμης καὶ Μάγνου πρεσβυτέρου καὶ Ἡρακλείου διακόνου καὶ ἀποκρισιαρίων Ἐφραι‐ μίου τοῦ ὁσιωτάτου πατριάρχου τῆς ἐν Θεουπόλει ἁγιωτάτης ἐκκλησίας
10Σαβίνου διακόνου τῆς ἁγίας Χριστοῦ τοῦ θεοῦ ἡμῶν Ἀναστάσεως πληροῦντος τὰς ἀποκρίσεις Πέτρου τοῦ ὁσιωτάτου πατριάρχου Ἱεροσολύμων Στεφάνου διακόνου καὶ ἀποκρισιαρίου Σωτηρίχου τοῦ ὁσιωτάτου ἐπισκόπου Καισαρείας τῆς μητροπόλεως Καππαδοκίας πρώτης Γαιανοῦ πρεσβυτέρου καὶ ἀποκρισιαρίου Ἐλπιδίου τοῦ ὁσιωτάτου ἐπισκόπου
15Ἀγκύρας τῆς μητροπόλεως Γαλατίας πρώτης Διονυσίου καὶ Καλλινίκου διακόνων καὶ ἀποκρισιαρίων Φωτίου τοῦ ὁσιωτάτου ἐπισκόπου τῆς μητροπόλεως Κορίνθου παρόντος καὶ τοῦ εὐλαβοῦς κλήρου τῆς βασιλευούσης πόλεως Εὐφήμιος ὁ θεοσεβέστατος διάκονος καὶ πριμικήριος νοταρίων εἶπεν· Οἱ κατὰ τήνδε
20τὴν βασιλίδα πόλιν εὐλαβέστατοι μοναχοὶ καί τινες ἐκ τῆς Θεουπολιτῶν καὶ Ἱεροσολυ‐ μιτῶν ὁρμώμενοι δεήσεις προσδεδώκασι τῶι εὐσεβεστάτωι καὶ γαληνοτάτωι ἡμῶν βασιλεῖ καὶ λιβέλλους τῆι ὑμετέραι μακαριότητι. κατὰ κέλευσιν τοίνυν εὐσεβῆ τοῦ θεοφυλάκτου ἡμῶν βασιλέως συνελθούσης τῆς ἁγίας ὑμῶν συνόδου ἑστήκασι πρὸ τοῦ εὐαγοῦς ὑμῶν σηκρήτου ἅμα Θεοδώρωι τῶι περιβλέπτωι ῥαιφερενδαρίωι οἷα παρὰ τοῦ γαληνοτάτου
25ἡμῶν δεσπότου πρὸς ὑμᾶς ἐσταλμένωι ἐπικομιζόμενοι τὰς ἐπιδοθείσας παρ’ αὐτῶν δε‐ ήσεις καὶ ἀξιοῦσιν εἰσόδου τυχεῖν· καὶ ὑποβάλλομεν πρὸς τὸ παριστάμενον. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Εἰσίτωσαν Θεόδωρός τε ὁ περίβλεπτος ῥαιφε‐ ρενδάριος τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως καὶ οἱ εὐλαβεῖς μοναχοί. Καὶ εἰσήλθοσαν Θεόδωρός τε ὁ περίβλεπτος τριβοῦνος νοτάριος καὶ ῥαιφερενδάριος
30τοῦ θεοφυλάκτου ἡμῶν δεσπότου καὶ Μαριανὸς ὁ θεοφιλέστατος πρεσβύτερος καὶ ἡγού‐ μενος μονῆς Δαλματίου τοῦ τῆς ὁσίας μνήμης καὶ ἔξαρχος καὶ σὺν αὐτῶι οἱ θεοσεβέστατοι πρεσβύτεροι καὶ ἀρχιμανδρῖται καὶ μοναχοὶ οἱ καὶ ὑπογράψαντες τῶι ἐπιδοθέντι παρ’ αὐτῶν λιβέλλωι τῶι δεσπότηι ἡμῶν τῶι ἁγιωτάτωι καὶ μακαριωτάτωι οἰκουμενικῶι ἀρχι‐ επισκόπωι καὶ πατριάρχηι Μηνᾶι.
35 Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπε· Λεγέτω κατὰ πρώτην τάξιν Θεόδωρος ὁ περί‐ βλεπτος τὴν αἰτίαν ἐφ’ ἧι παραγέγονε πρὸς ἡμᾶς. Θεόδωρος ὁ περίβλεπτος τριβοῦνος νοτάριος καὶ ῥαιφερενδάριος τοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου εἶπεν· Οἱ θεοφιλέστατοι ἐπίσκοποι τῆς δευτέρας Σύρων ἐπαρχίας ἀναφο‐
ρᾶι ἐχρήσαντο περί τινων ἐκκλησιαστικῶν κεφαλαίων πρὸς τὸν εὐσεβέστατον καὶ θειότατον29

3

.

30

ἡμῶν δεσπότην, οὐ μὴν ἀλλὰ καὶ οἱ εὐλαβέστατοι ἀρχιμανδρῖται τῶν εὐαγῶν μοναστηρίων ταύτης τῆς βασιλίδος πόλεως καὶ τινὲς τῶν ἐκ τῆς Ἀνατολικῆς διοικήσεως καὶ οἱ ὑπὸ τὰ Ἱεροσόλυμα εὐλαβέστατοι μοναχοὶ δεήσεις ἐπιδεδώκασι τῶι καλλινίκωι ἡμῶν δεσπότηι θεσπίσαι τε κατηξίωσε τὸ αὐτῶν κράτος ταύτας δι’ ἐμοῦ ἀποδοθῆναι τῆι ὑμετέραι μακα‐
5ριότητι καὶ τοῖς ἐκ τῆς πρεσβυτέρας Ῥώμης ὁσιωτάτοις ἀνδράσι καὶ τῆι λοιπῆι ἐνδη‐ μούσηι εὐαγεῖ συνόδωι, ἀγαγεῖν δὲ παρ’ ὑμᾶς καὶ αὐτοὺς τοὺς τὰς δεήσεις ἐπιδεδωκότας εὐλαβεστάτους ἄνδρας, ἐφ’ ὧι ταύταις ἐντυγχάνοντας ὑμᾶς πέρας αὐταῖς ἐπιθεῖναι. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Ἀναγινωσκέσθω τὰ παρὰ Θεοδώρου τοῦ περι‐ βλέπτου προισχόμενα.
10 Καὶ λαβὼν Διόδωρος ὁ θεοσεβέστατος διάκονος καὶ νοτάριος τὰς δύο δεήσεις, τήν τε ἐκ προσώπου τῶν ἐπισκόπων καὶ τὴν ἐκ προσώπου τῶν μοναχῶν, ἀνέγνω Λίβελλος ἐπισκόπων τῶι βασιλεῖ Ἰουστινιανῶι Τῶι εὐσεβεστάτωι καὶ γαληνοτάτωι ὅλης τῆς οἰκουμένης μετὰ θεὸν δεσπότηι Φλ Ἰουστινιανῶι τῶι φιλοχρίστωι καὶ αἰωνίωι αὐγούστωι καὶ αὐτοκράτορι παρὰ Παύλου
15ἐπισκόπου Ἀπαμείας καὶ τῶν λοιπῶν ἐπισκόπων τῆς δευτέρας Σύρων ἐπαρχίας. Ἐμε‐ γάλυνε καὶ νῦν κύριος τοῦ ποιῆσαι μεθ’ ἡμῶν, ἐγενήθημεν εὐφραινόμενοι, καθὼς γέγραπται, εὐσεβέστατε καὶ φιλόχριστε βασιλεῦ. δικαίως γὰρ τὰ δίκαια διώ‐ κοντες καὶ τὰ ἀληθῆ καὶ ὀρθόδοξα δόγματα τῶν ἁγίων ἡμῶν πατέρων ὁσημέραι ἀναζη‐ τοῦντες καὶ κρατύνοντες κηρύττετε ἐμφανῶς πᾶσι τοῖς ὀρθοδόξοις λαοῖς Χριστὸν τὸν θεὸν
20ἡμῶν βασιλέα τῶν ἁπάντων καὶ κεφαλὴν τῆς ἐκκλησίας αὐτοῦ τῆς ἁγίας, ἣν τῶι ἰδίωι αἵματι περιεποιήσατο λυτρωσάμενος ἡμᾶς ἐκ θανάτου οὗ ἐπήγαγεν ἡμῖν ὁ ἀλάστωρ διά‐ βολος διὰ τῶν ὑποθηκῶν αὐτοῦ τῶν πονηρῶν, καὶ ἀληθῶς ἔγνωμεν ὅτι ἐμεγάλυνε κύριος τὴν ἱερὰν ὑμῶν καὶ δικαίαν βασιλείαν καὶ πάντας τοὺς ἐναντιουμένους ὑποχειρίους τοῦ κράτους ὑμῶν πεποίηκεν, ὅτι τὴν ἄμωμον καὶ ἁγίαν πίστιν ἐκδικοῦντες τὸν μὲν σῖτον τὸν καθαρόν,
25τοῦτ’ ἐστὶ τὰ ὀρθὰ δόγματα ὡς θυμίαμα προσφέρετε τῆι αὐτοῦ ἀγαθότητι, τὸ δὲ ἄχυρον κατακαίετε πυρὶ ἀσβέστωι, φαμὲν δὴ τοὺς αἱρετικοὺς τοὺς μὴ δεχομένους τὰς ἁγίας τέσσαρας συνόδους ὡς ἕνα ὅρον πίστεως ἀληθοῦς, τήν τε τῶν τιη καὶ τὴν τῶν ρν καὶ τὴν ἐν Ἐφέσωι πρώτην καὶ τὴν ἐν Χαλκηδόνι ἁγίαν οἰκουμενικὴν σύνοδον, μεθ’ ὧν καὶ τὴν τιμίαν καὶ σε‐ βασμίαν ἐπιστολὴν τοῦ ἐν ἁγίοις πάπα Λέοντος ἀσπαζόμεθα τὴν ὄντως στήλην ὀρθο‐
30δοξίας ὑπάρχουσαν. οἵτινες ἅγιοι ἡμῶν πατέρες πᾶσαν αἱρετικὴν πλάνην καὶ κακο‐ δοξίαν καθελόντες πόρρω τῶν ἁγίων τοῦ θεοῦ ἐκκλησιῶν πεποιήκασι διδάξαντες ἡμᾶς γεγεννῆσθαι μὲν ἀχρόνως ἐκ τοῦ πατρὸς τὸν υἱὸν τοῦ θεοῦ καὶ εἶναι αὐτοῦ ὁμοούσιον κατὰ τὴν θεότητα καὶ τὸ πνεῦμα τὸ ἅγιον πατρὶ καὶ αὐτῶι τῶι υἱῶι συμπροσκυνεῖσθαι καὶ συνδοξάζεσθαι καὶ μίαν εἶναι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος τὴν οὐσίαν καὶ τὴν
35θεότητα καὶ ἐν τρισὶν ὑποστάσεσιν, ἐπ’ ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν προαιώνιον υἱὸν τοῦ θεοῦ καὶ θεὸν ἡμῶν σαρκωθῆναί τε καὶ ἐνανθρωπῆσαι καὶ γεννηθῆναι ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς κατὰ ἀλήθειαν θεοτόκου καὶ ἀειπαρθένου καὶ γενέσθαι ἡμῖν ὁμοούσιον καὶ εἶναι τὸν αὐτὸν τέλειον ἐν θεότητι καὶ τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπό‐
τητι, τὰς τῶν δύο φύσεων ἰδιότητας μὴ ἀποβαλλόμενον, ἀλλ’ ἐν ἑκατέραι φύσει γνωρι‐30

3

.

31

ζόμενον τὸν αὐτὸν ἐν ἑνὶ προσώπωι καὶ μιᾶι ὑποστάσει ἀσυγχύτως ἀτρέπτως ἀδιαιρέτως, ὡς ἐντεῦθεν τὰ Νεστορίου καὶ Εὐτυχοῦς βδελυρὰ καὶ θεομισῆ δόγματα κατὰ κράτος ἐκ‐ βάλλεσθαι καὶ ἐκ ῥιζῶν ἀνασπᾶσθαι τὰ ζιζάνια ἃ ταῖς ὀρθοδόξοις ἐκκλησίαις ἐνέσπειραν. ὅθεν τοῦ μὲν φρενοβλαβοῦς καὶ ἀνθρωπολάτρου Νεστορίου τὴν διαίρεσιν ἀποφεύγοντες ὁμο‐
5λογοῦμεν ὅπερ ἐκεῖνος ἠρνήσατο, τὴν ἁγίαν ἄχραντον καὶ ἀειπάρθενον μητέρα τοῦ κυρίου καὶ θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ θεοτόκον, Εὐτυχοῦς δὲ τοῦ λήρου καὶ παράφρονος τὸ βδελυρὸν καὶ ἀνόητον δόγμα ἀναθεματίζοντες παντελῶς καὶ ἐξοστρακίζοντες τὴν δια‐ φορὰν τῶν φύσεων ἐπιγινώσκομεν καὶ ὁμολογοῦμεν δύο φύσεις μετὰ τὴν ἕνωσιν ἐν μιᾶι ὑποστάσει ἐν τῶι ἑνὶ Χριστῶι τῶι θεῶι ἡμῶν καὶ οὐχ ὥσπερ οἱ ἀνόητοι Εὐτυχιανισταὶ
10μετὰ τοῦ διδασκάλου αὐτῶν Εὐτυχοῦς καὶ Διοσκόρου τοῦ δεξαμένου αὐτὸν οὐκ ὀρθῶς πρὸ τῆς ἑνώσεως δύο λέγομεν φύσεις, μίαν δὲ μετὰ τὴν ἕνωσιν. τοῦτο γάρ ἐστιν ἀρνήσασθαι παντελῶς τὴν τοῦ θεοῦ ἡμῶν καὶ σωτῆρος οἰκονομίαν καὶ ἄτρεπτον ἐνανθρώπησιν, ἣν κατεδέξατο διὰ τὴν ἡμετέραν σωτηρίαν. οἱ γὰρ τὰ εἰρημένα βλασφημήσαντες ἀνόητοι καὶ ἀλλότριοι τῆς ὁμολογίας ἧς ὁ κορυφαῖος τῶν ἀποστόλων Πέτρος ὡμολόγησεν εἰπὼν σὺ
15εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος· ἡμεῖς δὲ οἱ τῆς ὑμετέρας ὑπερευχόμενοι εὐσεβοῦς βασιλείας, τῆς καθαρᾶς πηγῆς τῶν ναμάτων τῆς ὀρθοδοξίας μετέχοντες καὶ μετα‐ διδόντες τοῖς ὀρθοδόξοις λαοῖς καὶ ταύτηι τῆι πίστει τὴν ὑμετέραν γαληνότητα στεφα‐ νουμένην ὁρῶντες καὶ νικῶσαν πάντα ἐχθρὸν καὶ ὑπεναντίον τῆς εὐσεβοῦς ὑμῶν βασιλείας, παρακαλοῦμεν ἀποστραφῆναι τὸν ἐν σκαμβῆι καρδίαι καὶ μὴ ἐξ ὅλης καὶ καθαρᾶς διανοίας
20δεξάμενον τὰ ὀρθὰ καὶ ἀνεπίληπτα δόγματα τῶν εἰρημένων ἁγίων πατέρων, ἀλλ’ ἐν ὑπο‐ κρίσει μὲν σχηματισάμενον δέξασθαι τὰς ἁγίας τέσσαρας συνόδους καὶ τὴν ἀοίδιμον ἐπιστο‐ λὴν τοῦ ἐν ἁγίοις πάπα Λέοντος διὰ τὸ ἀξιόπιστον τῶν προσώπων, ἔργοις δὲ ἀρνησάμενον καὶ μὴ ὁμολογήσαντα τὴν ἀγαθὴν αὐτῶν πίστιν καὶ ὀρθόδοξον καὶ ἰδικῶς τὰς φωνὰς ἐκείνας δι’ ὧν Εὐτυχῆ τὸν παράφρονα τῆς ἐκκλησίας ἐξέτεμον, καὶ ἀπελάσαι τοῦτον τῆς ὑμε‐
25τέρας εὐσεβοῦς πολιτείας, φαμὲν δὲ Ἄνθιμον. Σεβῆρον δὲ καὶ Πέτρον τοὺς ἀναθεμα‐ τισθέντας καὶ νῦν ἀποστρεφόμεθα καὶ ἀναθεματίζομεν καὶ ἀλλοτρίους ἔχομεν τῆς τῶν ὀρθοδόξων κοινωνίας αἱρετικοὺς ὄντας καὶ χαίροντας ἀεὶ τῆι διαιρέσει τῶν ἁγίων τοῦ θεοῦ ἐκκλησιῶν· μεθ’ ὧν καὶ τὸν προειρημένον Διόσκορον οὐκ ὀρθῶς, ὡς εἴρηται, δεξάμενον Εὐτυχέα τὸν δυσώνυμον ἀποστρεφόμεθα καὶ ἀναθεματίζομεν. οὕτω γὰρ
30ἔχοντες καὶ οὕτω φρονοῦντες καὶ τῶι τῆς ὁσίας μνήμης πάπαι καὶ ἀρχιεπισκόπωι τῆς πρεσ‐ βυτέρας Ῥώμης Ἀγαπητῶι τῶι ἐπ’ εὐεργεσίαι πασῶν τῶν ἐκκλησιῶν καὶ τῆς ὑμετέρας εὐσεβοῦς πολιτείας ἐπιστάντι καὶ ἀξιωθέντι τῶν εὐσεβῶν ὑμῶν ἰχνῶν διὰ μετρίας ἐπιστολῆς περὶ τούτων αὐτῶν ἐγνωρίσαμεν καὶ ὡς ἡγούμεθα, οὐκ ἔφθασε ταύτην ἀπολαβεῖν προσ‐ κληθεὶς ὑπὸ Χριστοῦ τοῦ θεοῦ ἡμῶν. ὃν ὁ κύριος μετέστησεν, ἵνα τὸ πλήρωμα τῆς
35κατορθώσεως τῆι ὑμετέραι φυλάξηι γαληνότητι. ὑμᾶς δὲ ὁ κύριος τῆς δόξης φυλάξοι τοὺς εὐσεβεῖς καὶ ζηλωτὰς καὶ φύλακας τῆς ὀρθοδόξου πίστεως, ἣν παραδεδώκασιν ἡμῖν οἱ προλεχθέντες ἅγιοι ἡμῶν πατέρες, πάσηι τῆι οἰκουμένηι καὶ ταῖς ἁγιωτάταις αὐτοῦ ἐκκλησίαις ἐν εἰρήνηι καὶ εὐφροσύνηι καὶ νίκηι τῆι κατὰ τῶν ἐναντίων προνοουμένους
καὶ κυβερνῶντας τὴν ἐγχειρισθεῖσαν ὑμῖν παρὰ τῆς αὐτοῦ ἀγαθότητος βασιλείαν.31

3

.

32

Ὑπογραφαί Παῦλος ἐλέει θεοῦ ἐπίσκοπος τῆς ὑμετέρας Ἀπαμείας ὑπερευχόμενος τῆς εὐσεβοῦς ὑμῶν καὶ θεοφυλάκτου βασιλείας ἐδεήθην Σεβηριανὸς ἐλέει θεοῦ ἐπίσκοπος τῆς ὑμετέρας Ἀρεθούσης ὑπερευχόμενος τῆς εὐσε‐
5βοῦς ὑμῶν καὶ θεοφυλάκτου βασιλείας ἐδεήθην Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς ὑμετέρας Βαλανεωτῶν ὑπερευχόμενος τῆς εὐσεβοῦς ὑμῶν καὶ θεοφυλάκτου βασιλείας ἐδεήθην Στέφανος ἐλέει θεοῦ ἐπίσκοπος τῆς ὑμετέρας Λαρίσσης ὑπερευχόμενος τῆς εὐσεβοῦς ὑμῶν καὶ θεοφυλάκτου βασιλείας ἐδεήθην
10Νόννος ἐλέει θεοῦ ἐπίσκοπος τῆς ὑμετέρας Ῥεφανίας ὑπερευχόμενος τῆς εὐσεβοῦς ὑμῶν καὶ θεοφυλάκτου βασιλείας ἐδεήθην Κυριακὸς ἐλέει θεοῦ ἐπίσκοπος τῆς ὑμετέρας Σελευκοβήλου ὑπερευχόμενος τῆς εὐσεβοῦς ὑμῶν καὶ θεοφυλάκτου βασιλείας ἐδεήθην Σέργιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς ὑμετέρας Ἐπιφανείας ὑπερευχόμενος τῆς εὐσεβοῦς
15ὑμῶν καὶ θεοφυλάκτου βασιλείας ἐδεήθην. Λίβελλος τῶν μοναστηρίων Βασιλεῖ θεοφιλεστάτωι καὶ πανευσεβεστάτωι Ἰουστινιανῶι αὐτοκράτορι αὐγούστωι δέησις καὶ ἱκεσία παρὰ Μαριανοῦ ἐλέει θεοῦ πρεσβυτέρου καὶ ἀρχιμανδρίτου μονῆς Δαλ‐ ματίου τοῦ μακαριωτάτου καὶ ἐξάρχου τῶν εὐαγῶν μοναστηρίων τῆσδε τῆς πόλεως καὶ
20ἀρχιμανδριτῶν τῶν αὐτῶν εὐαγῶν μοναστηρίων καὶ τῶν ἐν αὐτῆι ἐνδημούντων ἀπὸ τῆς ὑπὸ τὰ Ἱεροσόλυμα ἐρήμου ἀρχιμανδριτῶν καὶ μοναχῶν καὶ τῆς δευτέρας Συρίας καὶ τοῦ ἁγίου ὄρους Σινᾶ καὶ τῶν τριῶν Παλαιστινῶν. Τὴν ἐν χειρὶ θεοῦ καρδίαν τῆς ὑμετέρας εὐσεβείας οὗ δἂν θέληι, κλινομένην ὁρῶντες καὶ διὰ τοῦτο τῶν συνεχόντων πραγμάτων τὴν καλλίστην ὑμῶν πολιτείαν προτιμῶσαν καὶ τὴν τῶν ἁγιωτάτων ἐκκλησιῶν εἰρήνην καὶ
25τῶν πιστῶν λαῶν τὴν ἡσυχίαν, εἰκότως θαρροῦμεν παρενοχλεῖν τῶι θεοφυλάκτωι ὑμῶν κράτει περὶ τῶν κοινῆι πᾶσι Χριστιανοῖς συμφερόντων. διδάσκομεν τοίνυν ὡς εἰσόδου τετυχηκότες πρὸ τούτων φανερῶν ἡμερῶν παρὰ τῆι ὑμετέραι εὐσεβείαι ἐδεήθημεν τῶν εὐσεβῶν ὑμῶν ἰχνῶν τὸν ἐπιδεδομένον παρ’ ἡμῶν λίβελλον τῶι ἁγιωτάτωι καὶ μακαριω‐ τάτωι πατριάρχηι Μηνᾶι προσδεχθῆναι καὶ κανονικῶς πραχθῆναι. ἐπεὶ τοίνυν ὑπὲρ
30τῶν αὐτῶν δεόμεθα, θεσπισάτω ἡ ὑμετέρα φιλόθεος γαληνότης δι’ εὐσεβοῦς ὑμῶν κελεύ‐ σεως καταπεμπομένης πρὸς τὸν εἰρημένον μακαριώτατον ἄνδρα τὸν εἰρημένον λίβελλον τὸν γενόμενον κατὰ τῶν λυμαινόντων τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν, φαμὲν δὴ Σεβήρου καὶ Πέτρου τῶν δυσσεβῶν καὶ τῶν τὰ ὅμοια τούτοις φρονούντων ἀπὸ Εὐτυχοῦς καὶ Διοσ‐ κόρου καταγομένων Ἀκεφάλων αἱρετικῶν, ὧν εἷς ἐστιν καὶ ὁ μάλιστα διαταράξας τό
35γε ἐπ’ αὐτῶι τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν Ζωόρας τις Σύρος ἀλόγιστος πλήρης πάσης ἀνοίας καὶ μανίας καὶ μηδὲν ἕτερον παρὰ τούτων μαθὼν ἢ ἀναθεματίζειν τοὺς ἁγίους ἡμῶν
πατέρας καὶ τοὺς τούτοις κοινωνοῦντας καὶ ἀπαιτεῖν τοὺς πρὸς αὐτὸν παραγινομένους32

3

.

33

τοῦτο ποιεῖν καὶ παρασυνάγειν καὶ παραβαπτίζειν, ὡς ἐδεήθημεν, προσδεχθῆναι καὶ κανονικῶς τά γε ἐγκείμενα αὐτῶι πέρας δέξασθαι συνιόντων κατὰ ταὐτὸν τοῦ τε εἰρημένου πατριάρχου Μηνᾶ καὶ τῶν ὁσιωτάτων καὶ θεοφιλεστάτων Ῥωμαίων καὶ τῆς ἐνδημούσης κατὰ ταύτην τὴν βασιλίδα πόλιν ἁγίας συνόδου. τούτου γὰρ τυχόντες μειζόνως καὶ
5ἐπιτεταμένως τὰς ὑπὲρ τῆς ὑμετέρας εὐσεβείας ἱκεσίας ἀναπέμψομεν τῶι φιλανθρώπωι θεῶι ἐφ’ ὧι τε δωρηθῆναι ἡμῖν ἐπὶ μηκίστους χρόνους τὸ ὑμέτερον εὐσεβὲς ὄνομα καὶ πρᾶγ‐ μα καὶ τὴν ὑμετέραν βασιλείαν φρουρουμένην ὑπὸ τῆς πάντα νοῦν ὑπερεχούσης τοῦ θεοῦ εἰρήνης καὶ ταύτην χορηγοῦσαν ταῖς ἁπανταχοῦ ἁγίαις τοῦ θεοῦ ἐκκλησίαις καὶ ἐκποδὼν ποιουμένην τούτων πάντα τὸν μὴ κοινωνοῦντα ταύταις καὶ τῶι ἀποστολικῶι θρόνωι.
10Ὑπογραφαί Μαριανὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ ἐν ἁγίοις Δαλμα‐ τίου καὶ ἔξαρχος τῶν εὐαγῶν μοναστηρίων ταύτης τῆς βασιλίδος πόλεως ὑπο‐ γράψας ἐδεήθην: — Ἀγαπητὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς Δίου δεηθεὶς ὑπ‐
15έγραψα: — Ἀγάπιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ τῆς θείας μνήμης Θαλασσίου ὑπογράψας ἐδεήθην: — Ἀλέξανδρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ ἐν ἁγίοις Ἁβραμίου ὑπογράψας ἐδεήθην: —
20Θεόδωρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Ἰὼβ ὑπογράψας ἐδεήθην: — Ἐλευθέριος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος τοῦ ἁγίου μάρτυρος Κυριακοῦ ὑπογράψας ἐδεήθην: — Διόσκορος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος 〈μονῆσ〉 τῶν Ὀλυβρίου
25ὑπογράψας ἐδεήθην: — Παῦλος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος τῶν Ῥωμαίων πλησίον τῶν Πατροΐνου ὑπογράψας ἐδεήθην: — Κοσμᾶς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος τοῦ ἁγίου προδρόμου καὶ βαπ‐ τιστοῦ Ἰωάννου τοῦ ἐν τοῖς Στουδίου ὑπογράψας ἐδεήθην: —
30IVLIANUS MISERICORDIA DEI PRESBYTER ET HEGVMENVS MONASTERII ROMANORVM SVB‐ SCRIPSI ET SVPPLICAVI: — Ἰωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου ἀποστόλου Θωμᾶ ὑπογράψας ἐδεήθην: — Ἰωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος τῆς εὐαγοῦς μονῆς τοῦ ἁγίου
35καὶ 〈ἐνδόξου〉 ἀρχαγγέλου Μιχαὴλ ὑπογράψας ἐδεήθην: — Κυριακὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Εὐφημίου ὑπο‐ γράψας ἐδεήθην: — Δημήτριος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Φωκᾶ ὑπογράψας
ἐδεήθην: —33

3

.

34

Θεόδωρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Τρύφωνος ὑπο‐ γράψας ἐδεήθην: — Φωκᾶς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Ἰωνᾶ ὑπογράψας ἐδεήθην: —
5Στέφανος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Προμώτου ὑπο‐ γράψας ἐδεήθην: — Δάδας ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Καιουμᾶ ὑπογράψας ἐδεήθην: — Ἀλέξανδρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ καλαμίου ὑπο‐
10γράψας ἐδεήθην: — Στέφανος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Κώνστα ὑπογράψας ἐδεήθην: — Γεννάδιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Κυριακοῦ ὑπο‐ γράψας ἐδεήθην: —
15Κυριακὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Σύρων ὑπογράψας ἐδεήθην: — Ἀττικὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Εὐκρατάδων ὑπο‐ γράψας ἐδεήθην: — Κυρίων ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Αἰγυπτίων ὑπο‐
20γράψας ἐδεήθην: — Θεόδωρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Μαρωνίου ὑπογράψας ἐδεήθην: — Τιμόθεος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Ἀστερίου ὑπο‐ γράψας ἐδεήθην: —
25Ζώσιμος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Μαξιμίνου ὑπο‐ γράψας ἐδεήθην: — Μάρκος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Θεοδώρου ἀπὸ ἐκ‐ σκεπτόρων ὑπογράψας ἐδεήθην: — Ἀνδρέας ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῆς ἁγίας ἐνδόξου θεο‐
30τόκου καὶ ἀειπαρθένου Μαρίας τῆς τῶν Βεσσῶν ὑπογράψας ἐδεήθην: — Διονύσιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Μάρκου ὑπογράψας ἐδεήθην: — Στρατόνικος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου μάρτυρος Δομετίου ὑπογράψας ἐδεήθην: —
35Μάρκος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου μάρτυρος Κυρίκου ὑπογράψας ἐδεήθην: — Ἰωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Ἰσαακίου ὑπογράψας ἐδεήθην: — Ζώιλος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Θεοδότου ὑπογράψας
40ἐδεήθην: — Κυριακὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου μάρτυρος
Γεωργίου ἐν τῶι Ξηροκέρκωι ὑπογράψας ἐδεήθην: —34

3

.

35

Μαρῖνος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Παυλίνου ὑπογράψας ἐδεήθην: — Παῦλος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου Ζηνοβίου ὑπο‐ γράψας ἐδεήθην: —
5Στέφανος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Ὀλυμπίου ὑπο‐ γράψας ἐδεήθην: — Ἰάκωβος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος τῶν Ἀββίβου ὑπογράψας ἐδεήθην: — Πέτρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς ἐπιλεγομένης Ἱερουσαλὴμ
10ὑπογράψας ἐδεήθην: — Παῦλος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Σαμουὴλ κατὰ τὸν Σκύθην ὑπογράψας ἐδεήθην διὰ Ζωτικοῦ διακόνου: — Ἰωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Θεοδώρου ἐν τῆι πέτραι ὑπογράψας ἐδεήθην: —
15Ἐλευθέριος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Νέωνος ὑπογράψας ἐδεήθην: — Μόδεστος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς ἐπίκλην τῶν Λυκαόνων ὑπογράψας ἐδεήθην διὰ χειρὸς Φλαβιανοῦ πρεσβυτέρου καὶ δευτεραρίου: — Γεώργιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Κύρου ὑπογράψας
20ἐδεήθην: — Ἀντώνιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Εὐσεβίου ὑπογράψας ἐδεήθην: — Τρύφων ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Μανουηλίου ὑπο‐ γράψας ἐδεήθην: —
25Θεόκτιστος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῆς ἁγίας ἐνδόξου θεο‐ τόκου καὶ ἀειπαρθένου Μαρίας ὑπογράψας ἐδεήθην: — Ζήνων ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς 〈τῆσ〉 διακειμένης ἐν Καλῶι ἀγρῶι τοῦ ἁγίου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου ὑπογράψας ἐδεήθην: — Παῦλος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῆς ἁγίας μάρτυρος Ἑρ‐
30μιόνης τῆς διακειμένης πλησίον τῶν Ἐλλεβίχου ὑπογράψας ἐδεήθην διὰ χειρὸς Μαρίνου ἀναγνώστου: — Σίλας ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Ἠλία ὑπογράψας ἐδεήθην: — Ἰωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῶν Μάρα πλησίον
35τῆς Ἀετίου κινστέρνης ὑπογράψας ἐδεήθην: — Βασίλειος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου Συμεὼν ἐπίκλην [τῶν] Κυρακωνᾶ ὑπογράψας ἐδεήθην: — Θεόδωρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς ὑπ’ ἐμοῦ χάριτι Χριστοῦ
συστάσης ὑπογράψας ἐδεήθην: —35

3

.

36

Βαβύλας ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ τῆς ὁσίας μνήμης Δανιὴλ τοῦ ἐν τῶι στύλωι καὶ τοῦ ἁγίου Ἰωάννου τοῦ προδρόμου καὶ βαπτιστοῦ καὶ τοῦ ἁγίου ἀποστόλου Ἀνδρέου ὑπογράψας ἐδεήθην: — Πολυχρόνιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ ἁγίου ἀρχαγ‐
5γέλου Μιχαὴλ τοῦ ἐν τῶι αἰθρίωι διὰ Ἀναστασίου μοναχοῦ δεηθεὶς ὑπέγραψα: — Ἀναστάσιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῶν Ῥωμαίων τῆς ἐν τῶι Πετρίωι δεηθεὶς ὑπέγραψα: — Ἀνδρέας ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Ῥωμαίων δεηθεὶς ὑπέγραψα: —
10Ἐλπίδιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Βασιανοῦ δεηθεὶς ὑπ‐ έγραψα: — Ζώσιμος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Λυκαόνων δεηθεὶς ὑπέγραψα: — Πολυχρόνιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῶν Κρητικῶν
15δεηθεὶς ὑπέγραψα: — Ἰωσὴφ ἡγούμενος τῆς ἁγίας ἐνδόξου καὶ ἀειπαρθένου θεοτόκου Μαρίας τῆς οὔσης ἐν τῶι λιθοστρώτωι δεηθεὶς ὑπέγραψα διὰ χειρὸς Στεφάνου πρεσβυτέρου καὶ δευτεραρίου μου: — Ῥόδων ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῶν Θεοδώρου δεηθεὶς
20ὑπέγραψα: — Ζωτικὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης τοῦ ἁγίου Ἀνδρέου πλησίον τῆς Σατορνίνου πόρτης δεηθεὶς ὑπέγραψα: — Μαρτύριος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς Οὐάλεντος τῆς τοῦ ἁγίου Ἰωάννου τοῦ βαπτιστοῦ δεηθεὶς ὑπέγραψα: —
25Ἰωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῆς πλησίον τοῦ ἀγωγοῦ δεηθεὶς ὑπέγραψα: — Ἡσύχιος ἐλέει θεοῦ πρεσβύτερος καὶ μοναχὸς μονῆς τοῦ μακαρίου Θεοδοσίου ποιούμενος τὸν λόγον ὑπὲρ πάσης τῆς ὑπὸ τὴν ἁγίαν πόλιν ἐρήμου δεηθεὶς ὑπέγραψα: —
30Δομετιανὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ μακαρίου Μαρ‐ τυρίου ποιούμενος τοὺς λόγους ὑπὲρ πάσης τῆς ὑπὸ τὴν ἁγίαν πόλιν ἐρήμου δεηθεὶς ὑπέγραψα: — Κασιανὸς ἐλέει θεοῦ πρεσβύτερος λαύρας [μονῆς] τοῦ μακαρίου Σάββα ποιούμενος τὸν λόγον ὑπὲρ τῆς ὑπὸ τὴν ἁγίαν πόλιν ἐρήμου δεηθεὶς ὑπέγραψα: —
35Κυριακὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης λαύρας τῶν πυργίων ποιού‐ μενος τὸν λόγον ὑπὲρ πάντων τῶν ἐν τῶι Ἰορδάνηι δεηθεὶς ὑπέγραψα: — Νέσταβος ἐλέει θεοῦ πρεσβύτερος καὶ μοναχὸς λαύρας τοῦ μακαρίου Φιρ‐ μίνου ποιούμενος τὸν λόγον ὑπὲρ τῆς ὑπὸ τὴν ἁγίαν πόλιν ἐρήμου δεηθεὶς ὑπέγραψα: —
40Τερέντιος ἐλέει θεοῦ πρεσβύτερος τῆς Νέας λαύρας ποιούμενος τὸν λόγον ὑπὲρ τῆς ὑπὸ τὴν ἁγίαν πόλιν ἐρήμου δεηθεὶς ὑπέγραψα: — Τραιανὸς ἐλέει θεοῦ πρεσβύτερος τῶν πυργίων τῶν ἐν τῶι Ἰορδάνηι καὶ ὑπὲρ
πάντων τῶν αὐτόθι μοναχῶν δεηθεὶς ὑπέγραψα: —36

3

.

37

Λεόντιος ἐλέει θεοῦ μοναχὸς ποιούμενος τὸν λόγον ὑπὲρ τῶν κατὰ τὴν ἔρημον ἁγίων πατέρων δεηθεὶς ὑπέγραψα: — Θεόδωρος ἐλέει θεοῦ διάκονος καὶ μοναχὸς τῆς Νέας λαύρας καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι Ἱεροσολύμων μοναχῶν δεηθεὶς ὑπέγραψα: —
5Κύρικος ἐλέει θεοῦ διάκονος καὶ μοναχὸς τῆς αὐτῆς Νέας λαύρας καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι Ἱεροσολύμων μοναχῶν δεηθεὶς ὑπέγραψα: — Πολύευκτος ἐλέει θεοῦ διάκονος καὶ μοναχὸς τῆς μονῆς τοῦ μακαρίου Θεοδοσίου καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι Ἱεροσολύμων μοναχῶν δεηθεὶς ὑπέγραψα: — Ἀναστάσιος ἐλέει θεοῦ διάκονος καὶ μοναχὸς τῆς μονῆς τοῦ μακαρίου Μαρτυ‐
10ρίου καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι μοναχῶν δεηθεὶς ὑπέγραψα: — Νίκων ἐλέει θεοῦ διάκονος καὶ μοναχὸς μονῆς τοῦ μακαρίου Θεοδοσίου καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι Ἱεροσολύμων μοναχῶν δεηθεὶς ὑπέγραψα: — Μάμας ἐλέει θεοῦ μοναχὸς μονῆς τοῦ μακαρίου Μαρτυρίου καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι Ἱεροσολύμων μοναχῶν δεηθεὶς ὑπέγραψα: —
15Ἰουλιανὸς ἐλέει θεοῦ μοναχὸς μονῆς τοῦ μακαρίου Θεοδοσίου καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι Ἱεροσολύμων μοναχῶν δεηθεὶς ὑπέγραψα: — Ἰωάννης ἐλέει θεοῦ μοναχὸς μονῆς τοῦ μακαρίου Μαρτυρίου καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι Ἱεροσολύμων μοναχῶν δεηθεὶς ὑπέγραψα: — Σαββάτιος ἐλέει θεοῦ μοναχὸς τῆς λαύρας τοῦ μακαρίου Σάββα καὶ ὑπὲρ πάντων
20τῶν ἐν τῆι ἐρήμωι Ἱεροσολύμων μοναχῶν δεηθεὶς ὑπέγραψα: — Μαρτύριος ἐλέει θεοῦ μοναχὸς τῆς Νέας λαύρας καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι Ἱεροσολύμων μοναχῶν δεηθεὶς ὑπέγραψα: — Βασίλειος ἐλέει θεοῦ μοναχὸς τοῦ Ἰορδάνου καὶ ὑπὲρ πάντων τῶν ἐν τῶι Ἰορ‐ δάνηι μοναχῶν δεηθεὶς ὑπέγραψα: —
25Θεόδωρος ἐλέει θεοῦ μοναχὸς τῆς λαύρας τοῦ μακαρίου Φιρμίνου καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι Ἱεροσολύμων μοναχῶν δεηθεὶς ὑπέγραψα: — Θεωνᾶς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀποκρισιάριος τοῦ ἁγίου ὄρους Σινᾶ καὶ τῆς ἐρήμου Ῥαιθοῦ καὶ τῆς κατὰ Φαρὰν ἁγίας ἐκκλησίας ποιούμενος τοὺς λόγους ὑπὲρ πάντων τῶν ὄντων μοναχῶν ἐν τοῖς εἰρημένοις ἐρήμοις τόποις δεηθεὶς
30ὑπέγραψα: — Ἰωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ μοναχὸς λαύρας τῶν ἀμμίων τῆς πεδιάδος καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι πεδιάδι μοναχῶν δεηθεὶς ὑπέγραψα: — Θεόδωρος ἐλέει θεοῦ διάκονος καὶ μοναχὸς μονῆς τοῦ μακαρίου Σεργίου τῆς ἐν τῆι πεδιάδι καὶ ὑπὲρ πάντων τῶν ἐν αὐτῆι μοναχῶν δεηθεὶς ὑπέγραψα: —
35Κοσμᾶς ἐλέει θεοῦ μοναχὸς καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι πρώτηι Παλαιστίνηι μοναχῶν δεηθεὶς ὑπέγραψα: — Στρατήγιος ἐλέει θεοῦ διάκονος καὶ μοναχὸς καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι δευτέραι Παλαιστίνηι μοναχῶν δεηθεὶς ὑπέγραψα: — Σαλαμίνης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι
40τρίτηι Παλαιστίνηι ἀρχιμανδριτῶν καὶ μοναχῶν δεηθεὶς ὑπέγραψα: —37

3

.

38

Ἠλίας ἐλέει θεοῦ διάκονος καὶ μοναχὸς καὶ ὑπὲρ πάντων τῶν ἐν Αὐγουστο‐ πόλει μοναχῶν τῆς τρίτης Παλαιστίνης δεηθεὶς ἐπέδωκα: — Ἀναστάσιος ἐλέει θεοῦ διάκονος καὶ μοναχὸς καὶ ὑπὲρ πάντων τῶν ἐν Πέτραις μοναχῶν τῆς τρίτης Παλαιστίνης δεηθεὶς ἐπέδωκα: —
5Φωτεινὸς ἐλέει θεοῦ μοναχὸς τοῦ ἁγίου Στεφάνου τοῦ ἐν Μαωζᾶ Ἰαμνίας πρώτης Παλαιστίνης καὶ ὑπὲρ πάντων τῶν ἐν αὐτῶι μοναχῶν δεηθεὶς ἐπέδωκα: — Ἰωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ μοναχὸς καὶ ὑπὲρ πάντων τῶν ἐν τῶι Ἀιλᾶ τῆς τρίτης Παλαιστίνης μοναχῶν δεηθεὶς ἐπέδωκα: — Παῦλος ἐλέει θεοῦ διάκονος καὶ ἀποκρισιάριος μονῆς τοῦ μακαρίου Μάρωνος τῆς
10ἐξαρχούσης τῶν ἐν τῆι δευτέραι Συρίαι εὐαγῶν μοναστηρίων ποιούμενος τοὺς λόγους τῶν ἐν τῆι αὐτῆι δευτέραι Συρίαι ἀρχιμανδριτῶν καὶ μοναχῶν δεηθεὶς ἐπέδωκα: — Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Θεόδωρος μὲν ὁ περίβλεπτος ῥαιφερενδάριος ἀναχωρείτω πράξας ἐφ’ ὧι παραγέγονεν, ἀναγινωσκέσθωσαν δὲ καὶ οἱ ἡμῖν ἐπιδοθέντες
15λίβελλοι παρὰ τῶν αὐτῶν εὐλαβῶν μοναχῶν. Καὶ λαβὼν Διόδωρος ὁ θεοσεβέστατος διάκονος καὶ νοτάριος ἀνέγνω Λίβελλος μοναχῶν πρὸς Μηνᾶν πατριάρχην Τῶι δεσπότηι ἡμῶν τὰ πάντα ἁγιωτάτωι καὶ μακαριωτάτωι ἀρχιεπισκόπωι καὶ πατριάρχηι τῆς βασιλίδος Μηνᾶι καὶ τοῖς ἐνδημοῦσιν αὐτῆι ὁσιωτάτοις ἐπισκόποις
20τῆς Ἰταλῶν χώρας καὶ θεοφιλεστάτοις ἀρχιδιακόνοις τοῦ ἀποστολικοῦ θρόνου καὶ τῆι ἐνδημούσηι τῆιδε τῆι φιλοχρίστωι πόλει ἁγιωτάτων ἐπισκόπων συνόδωι παρὰ Μαριανοῦ πρεσβυτέρου καὶ ἀρχιμανδρίτου μονῆς Δαλματίου καὶ ἐξάρχου τῶν εὐαγῶν μοναστηρίων τῆς βασιλίδος πόλεως καὶ ἀρχιμανδριτῶν τῶν εἰρημένων εὐαγῶν μοναστηρίων καὶ τῶν ἐνδημούντων ἐν αὐτῆι ἀρχιμανδριτῶν καὶ μοναχῶν τῆς ὑπὸ τὰ Ἱεροσόλυμα ἐρήμου καὶ
25ἀπὸ τῆς δευτέρας Συρίας καὶ τοῦ ἁγίου ὄρους Σινᾶ καὶ τῶν τριῶν Παλαιστινῶν. Τῆς ἐπὶ Ἀνθίμωι κρίσεως πληρωθείσης καὶ τῆς κατ’ αὐτοῦ ψήφου παρ’ ὑμῶν τῶν ἁγιωτά‐ των δικαίως ἐξενεχθείσης, ὅτι καὶ περὶ τοὺς θείους κανόνας ἡμαρτηκὼς ἑάλω καὶ τὰ τῆς καθολικῆς ἐκκλησίας ὁμολογῆσαι δόγματα μέχρι τέλους ἠπείθησεν, εὐχαριστοῦμεν τῶι θεῶι τῶι διὰ τῆς σπουδῆς τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως τὸν ἱερὸν ὑμῶν σύλλογον
30εἰς ἓν ἀγαγόντι, ἵνα καθαρίσηι τὴν αὐτοῦ ἐκκλησίαν καὶ παραστήσηι αὐτὴν ἑαυτῶι, ὡς ἀεί, ἔνδοξον μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων αἱρετικῶν ζιζανίων. καὶ ἦν μὲν ἡμῖν δι’ εὐχῆς τῶι ἰδίωι σχολάζοντας ἐπαγγέλματι τούτωι προσανέχειν καὶ μόνωι ὑπὸ μηδενὸς τῶν ἔξωθεν περιισταμένων διακοπτομένους· ἀλλ’ ἐπει‐ δὴ ὁ μισόκαλος δαίμων ὁ τοῖς ἀγαθοῖς τῶν ἀνθρώπων ἀεὶ ἐποφθαλμιῶν ἐπιτήδεια ὄργανα
35εὑρὼν Σεβῆρον καὶ Πέτρον δι’ αὐτῶν ταράττων τὴν εἰρήνην τῶν ἁγίων τοῦ θεοῦ ἐκκλη‐38

3

.

39

σιῶν οὐ παύεται, τούτου χάριν περὶ αὐτῶν καὶ ἐν τοῖς παρ’ ἡμῶν ἐπιδεδομένοις λιβέλλοις τῶι ἐν ἁγίοις πάπαι Ἀγαπητῶι τοῖς καὶ ἀναγνωσθεῖσιν ἐπὶ τῆς ὑμετέρας μακαριότητος κατὰ τὴν προτέραν σύνοδον καὶ ἐν τῆι προσδοθείσηι τῶι εὐσεβεστάτωι ἡμῶν βασιλεῖ δεήσει τῆι καὶ καταπεμφθείσηι τῆι ὑμῶν ἁγιωσύνηι παρὰ τῆς αὐτοῦ εὐσεβείας διὰ Θεο‐
5δώρου τοῦ περιβλέπτου ῥαιφερενδαρίου, διακομίσαντος καὶ τὴν αὐτοῦ εὐσεβῆ κέλευσιν προστάττουσαν τῆι ἁγίαι ὑμῶν συνόδωι περὶ πάντων τῶν περιεχομένων ἐν τῆι δεήσει ὑμᾶς διασκοπῆσαι, διεξήλθομεν μέρος τι, οὐ γὰρ οἷόν τε πάντα τὰ παρ’ αὐτῶν καὶ τῶν τὰ ὅμοια τούτοις φρονούντων ἀπὸ Εὐτυχοῦς καὶ Διοσκόρου καταγομένων Ἀκεφάλων αἱρετικῶν κατὰ τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας ἔν τε τῆι βασιλίδι ταύτηι πόλει καὶ ἐν ἑτέραις
10πόλεσι τολμηθέντα καὶ τολμώμενα διεξελθεῖν. οὗτοι γὰρ ὥσπερ μικρὰ λογισάμενοι τὰ ἤδη παρ’ αὐτῶν τολμηθέντα, Ἀνατολὴν πᾶσαν διαταράξαντες καὶ παντοίοις ἀνθρω‐ πίνοις αἵμασι καταμολύναντες ὁσίων καὶ ἑτέρων ἀνδρῶν, φιλονεικοῦσι πάντως καὶ τήνδε τὴν βασιλίδα πόλιν τοιούτοις περιβαλεῖν, εἴπερ ἰσχύσουσι, κακοῖς. ἅπερ βουλόμενοι συντόμωι λόγωι ἀνακεφαλαιώσασθαι οὐκ ἴσμεν τί πρῶτον ἢ τί ὕστερον διηγησόμεθα ἢ τί
15σιωπήσαντες ὡς βραχὺ τί ὡς μεῖζον φανερώσομεν πάντων τῶν παρ’ αὐτῶν δραματουργη‐ θέντων κατὰ σύγκρισιν ὁμοτίμων ὄντων καὶ οὐδενὸς καθ’ ἑτέρου τὴν ὑπεροχὴν ἔχειν δυνα‐ μένου. τί γὰρ εἴποιμεν; τὰ τῶν δικαίων αἵματα ὧν αἱ χεῖρες αὐτῶν πλήρεις; ἀλλὰ τοὺς ἀναθεματισμοὺς οὓς κατὰ τῶν ἁγίων καὶ θεοφόρων τῆς ἐκκλησίας διδασκάλων τὰ μιαρὰ αὐτῶν ἐξενεγκεῖν ἐτόλμησαν στόματα καὶ μάλιστα κατὰ τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου
20καὶ τοῦ μακαρίου πάπα Λέοντος; ἀλλὰ τὰ σχίσματα τῶν ἁγίων ἐκκλησιῶν καὶ τῶν πιστῶν λαῶν τὰ σκάνδαλα; ἀλλὰ τοὺς συνωθισμοὺς οὓς κατὰ θεοφιλῶν ἀρχιμανδριτῶν καὶ ὁσίων ἀρχιερέων εἰργάσαντο, πλῆθος ἀνδρῶν αὐτοῖς περιστοιχίσαντες, ἵνα τοὺς κατὰ τῶν ἁγίων ἀναθεματισμοὺς ἀπαιτήσωσιν; ἀλλὰ τὰς ἐγγράφους ὁμολογίας περιεχούσας ἀναθέματα κατὰ τῶν εἰρημένων ἁγίων πατέρων; ἅπερ βίαι καὶ ἀνάγκηι καὶ πάσηι στρεβλώσει ὑπο‐
25βάλλοντές τινας τῶν ὑπ’ αὐτοὺς ἀρχιερέων ἐκομίσαντο παρ’ αὐτῶν, ἡνίκα ὃ μὲν τὸν τῆς Θεουπολιτῶν ἐκκλησίας, ὃ δὲ τὸν τῆς Ἀπαμείας ἀθέσμως καὶ παρὰ πάντα ἱερὸν κανόνα ὑφήρπασαν καὶ κατεμόλυναν τό γε ἐπ’ αὐτοῖς θρόνον, καίτοιγε οὐδὲ εἰς μοναστὰς ἢ κληρι‐ κοὺς τελέσαντες κανονικῶς τούτου τυχεῖν ἠξιώθησαν. ἀλλὰ τί εἴποιμεν τοὺς συγκλα‐ σθέντας δακτύλους τῶν ἁγίων, οἷς περιέσχον τὰ θυσιαστήρια, ὡς ἐπί τινα τόπον ἄσυλον
30ἐπ’ αὐτὰ καταφυγόντες διὰ τὴν τῶν εἰρημένων μιαιφονίαν; ὅθεν ἐξελκόμενοι ὑπὸ ἀνδρῶν ἀνηλεῶν βιαίωι θανάτωι παρεδίδοντο ἢ καὶ ἐν αὐτοῖς τοῖς σεβασμίοις τόποις ὑπὸ τῆς τού‐ των μανίας διεχειρίζοντο μὴ δυναμένων τόπου διαφορὰν διακρῖναι ἁγίου τε καὶ κοινοῦ. σιωπῶμεν τὰς ἀπὸ νεκρᾶς χειρὸς ἐπιθέσεις τοῦ βδελυκτοῦ καὶ ψευδοῦς αὐτῶν ἀρχιερέως καὶ τοὺς ὑπὲρ τοῦ νεκροῦ ζῶντος ἐπὶ τοῖς χειροτονουμένοις ῥήματα ἐπικλήσεως προ‐
35ιεμένους, οὐκ ἐκ θείας χάριτος ἀλλ’ ἐκ κοιλίας κενολογοῦντας καὶ ἀπὸ γῆς φθεγγομένους. σιωπῶμεν τὰ δεσμωτήρια καὶ τὰ δεσμὰ καὶ τὰς κατὰ τῶν εὐαγῶν μοναστηρίων νύκτωρ τε καὶ μεθ’ ἡμέραν ληιστρικὰς ἐφόδους καὶ ἁρπαγὰς τῶν ἐν αὐτοῖς καὶ τῶν ἀσκουμένων τὰς βιαίας σφαγάς· σιωπῶμεν τὰς ἐν ταῖς ὁδοῖς κατὰ τῶν ἁγίων ἐνέδρας καὶ τὸ ἐκχεθὲν αὐ‐
τῶν ἀθῶον αἷμα, ὅτε ζήλωι θείωι κινηθέντες τὴν πορείαν ἐπὶ τὴν μάνδραν τοῦ ἁγίου39

3

.

40

Συμεῶνος ἐποιοῦντο κοινῆς χάριν σκέψεως τῶν κατὰ τῆς ἐκκλησίας παρὰ τούτων κινου‐ μένων. συλλέξαντες γὰρ πλῆθος παρανόμων ληιστῶν Ἰουδαίων ἐπαφῆκαν τοῖς τι‐ μίοις ἐκείνοις ἀνδράσιν, ἐφ’ ὧι ἀποσταλέντες οἱ ἀπάνθρωποι τούτων ὑπηρέται ἐνήδρευον τοὺς εἰρημένους ὁσίους ἄνδρας κατὰ τὴν ὁδὸν καὶ παριοῦσιν αὐτοῖς ἐπαναστάντες ἐκ τοῦ
5λόχου καὶ αἰφνίδιον ἐπελθόντες καὶ μηδὲ τὴν πολιὰν αἰδεσθέντες, ἔργον μαχαίρας τούτους ποιησάμενοι περὶ τοὺς τριακοσίους πεντήκοντα τὸν ἀριθμὸν ὄντας διέσπειραν αὐτῶν τὰ κῶλα κατὰ τὴν λεωφόρον, μηδὲ ταφῆι παραδεδωκότες τὰ τίμια ἐκείνων λείψανα μηδὲ τῶν σκηνῶν αὐτῶν φεισάμενοι, πρὸς ἀτιμίαν τοῦ πιστοῦ λαοῦ οἱ τὸ μιαρὸν τῶν Ἰουδαίων ἔργον καὶ τότε ἐπαγόμενοι. καὶ οὐ θαυμαστὸν εἰ τοιαύτας ἐπεδίδουν τοῖς ὑπ’ αὐτῶν
10θεραπευομένοις δαίμοσιν ἀνθρωποθυσίας καὶ μάλιστα Σεβῆρος, οὔπω καὶ τήμερον τὴν Ἑλληνικὴν ἀποθέμενος δεισιδαιμονίαν. ἐκείνων γὰρ ἦσαν μαθηταὶ περὶ ὧν καὶ ὁ Δαυὶδ βοᾶι λέγων καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις καὶ ἐξέχεαν αἷμα ἀθῶον, αἷμα υἱῶν αὐτῶν καὶ θυγατέρων ὧν ἔθυσαν τοῖς γλυπτοῖς Χαναάν, καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι
15καὶ ἐμιάνθη ἐν τοῖς ἔργοις αὐτῶν, καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. τίς γὰρ οὐκ ἐπίσταται τὸν ἐκ νέας κομιδῆι ἡλικίας αἰσχρὸν καὶ μυσαρὸν αὐτῶν βίον καὶ δαίμοσι προσανακείμενον καὶ ὅτι ἐπὶ μαγγανείαις Σεβῆρος ἁλοὺς κατὰ τὴν Βη‐ ρυτίων ὁ τῶν δαιμόνων θεραπευτὴς καὶ τὴν ἐκ τούτου κατηγορίαν διαφυγεῖν βουλόμενος ἐσχηματίσατο μετατίθεσθαι τὴν δαιμονικὴν αὐτοῦ δόξαν καὶ προσιέναι, ὥς φησιν αὐτός,
20τῶι βαπτίσματι κατὰ τὸν ἐν Τριπόλει προσκυνητὸν οἶκον τοῦ ἁγίου καὶ καλλινίκου μάρ‐ τυρος Λεοντίου καὶ μήπω τῶν ἐπὶ τοῖς βαπτιζομένοις ἡμερῶν τελεσθεισῶν, ὡς εἶδεν ὁ τὴν ἀλήθειαν πρὸς μικρὸν ὑποκρινάμενος ὅτι πάλιν προφανῶς ἐπὶ τὸν ἀρχαῖον τῆς Ἑλληνικῆς αὐτοῦ δόξης ἔμετον ὑποστρέφειν οὐ δύναται, δι’ ἑτέρας ὁδοῦ εἰς τὸ σπουδαζόμενον καταν‐ τᾶι. ἀρνεῖται γὰρ εὐθὺς τὴν ἐκκλησίαν καὶ τὸν τοῦτον βαπτίσαντα προσχωρήσας
25τοῖς τὰ Εὐτυχοῦς φρονοῦσιν Ἀκεφάλοις αἱρετικοῖς καὶ αἱρέσεως καὶ ἀσεβείας καλῶν κατ‐ αγώγια τοὺς ἁγίους τοῦ θεοῦ οἴκους, διὰ τούτου ἀθετῶν ὅπερ φησὶν εἰληφέναι βάπτισμα, ὥστε ἐπ’ αὐτῶι πληροῦσθαι τὸ προφητικὸν λόγιον ὅ φησιν ἐπὶ τοῖς τοιούτοις ἀπηλλο‐ τριώθησαν ἀπὸ μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρός, ἐλάλησαν ψευδ, θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως. ὅτι δὲ καὶ αὐτὴν ὑπεκρίνατο
30τῶν Ἀκεφάλων τὴν θρηισκείαν, ἐκ τῶν ἐφεξῆς πρόδηλον ἅπασι γέγονε. προστατῶν γὰρ τοῦ κατ’ αὐτὸν Ἀκεφάλου τμήματος καὶ τὸ λεγόμενον ἑνωτικὸν οὐ προσιέμενος, ἀλλὰ κενωτικὸν αὐτὸ καὶ διαιρετικὸν καλῶν καὶ ἀναθεματίζων ἐν ἰδίοις αὐτοῦ συγγράμμασιν, ἐπειδὴ καιρὸν ἔσχεν ὑφαρπάσαι τὸν τῆς Θεουπολιτῶν εὐαγῆ θρόνον, εἰρωνεύεται πάλιν ἐξ ἀντιστρόφου τοῦτο δέχεσθαι, τὸν Ἀλεξανδρείας πρόεδρον ὑποτρέχων καὶ Πέτρον,
35ὃν καλοῦσι Μογγόν, κατὰ τὸν καιρὸν τοῦ αὐτοῦ ἑνωτικοῦ τὸν τῆς Ἀλεξανδρέων ὑφαρ‐ πάσαντα θρόνον ἐν τοῖς ἱεροῖς τῆς Θεουπολιτῶν ἐκκλησίας τίθησι διπτύχοις, καταλιπὼν πάντας τοὺς ἀποπλανηθέντας παρ’ αὐτοῦ ἐπὶ τούτωι καὶ διδαχθέντας παρ’ αὐτοῦ διὰ Πέτρον ὀφείλειν ἀπορρήγνυσθαι τῆς κατὰ Ἀλεξάνδρειαν ἐκκλησίας. ἐμμένει δὲ οὐδὲ τού‐
τοις καθάπαξ. γνώμη γὰρ ἦν αὐτῶι θορύβους κινεῖν καὶ μηδέποτε ἐπὶ τῶν αὐτῶν ἵστα‐40

3

.

41

σθαι. πῶς γὰρ οἷόν τε ἦν τὸν μὴ διὰ πίστιν Χριστιανικὴν ἀγωνιζόμενον μὴ τοῦτο μόνον πραγματεύεσθαι τὸ διαταράττειν ἐκ πάσης προφάσεως ἀεὶ τὰς ἁγίας τοῦ θεοῦ ἐκκλησίας; τοιγαροῦν καὶ τὸν Ἴβηρα Πέτρον κατὰ ταυτὸν δέχεται, κοινωνεῖ δὲ καὶ τοῖς λοιποῖς Ἀκεφάλοις, ὡς ἐνόμισεν, ἀπεσχισμένοις τῆς Ἀλεξανδρέων ἐκκλησίας, ἧς τὴν ἕνωσιν ἀσπά‐
5ζεσθαι τότε προσεποιεῖτο, καθὼς ἀνωτέρω εἴρηται. πρὸς τούτοις δὲ πᾶσιν οὐδὲν ἦν αὐτῶι πρὸς τὸ τῆς συνεχοῦς παραβασίας ἐμπόδισμα. τὴν γὰρ ἐν Χαλκηδόνι ἁγίαν σύνοδον ἐφ’ ἑκάστης ὡς εἰπεῖν ἀναθεματίζειν τολμῶν, ἐκοινώνει ταύτηι, πολλοὺς τῶν συνεδρευσάντων ἐν αὐτῆι τῆι κατὰ Χαλκηδόνα ἁγίαι συνόδωι τῶν ὑπ’ αὐτὸν ἐπισκόπων ἐν τοῖς ἱεροῖς ἐχόντων διπτύχοις. ἀλλ’ οὐδὲ ἡ ἐπὶ κακῶι δεξαμένη αὐτοὺς τῶν Ἀλεξαν‐
10δρέων πόλις διέφυγε τοὺς αὐτῶν θορύβους. ἐφ’ ἑαυτῆς γὰρ ἡσυχάζουσαν, ὅπως ποτὲ καὶ διέκειτο, ταύτην εὑρόντες εἰς ἀνατροπὴν τελείαν κατέστησαν, προσθέντες αὐτοῖς τμήματα καὶ κατ’ ἀλλήλων τὸν ἐκεῖσε λαὸν κινήσαντες, ὥστε καὶ ἐμφυλίους γενέσθαι πο‐ λέμους καὶ πολλῶν μὲν οἴκων γενέσθαι καύσεις, πολλῶν δὲ ἀνθρώπων αἵματα χεθῆναι καὶ τούτους μόλις ποτὲ φυγῆι τὰς ἐπὶ τούτοις ποινὰς διαφυγεῖν. οὗπερ ἐκεῖνοι διαμαρ‐
15τόντες ἀναθέματι γοῦν αὐτοὺς καθυπέβαλον καὶ ἑτέραις πλείοσιν ἐπ’ ἐκκλησίας ἀραῖς, αἱρετικοὺς καὶ αὐτοὶ δικαίως ἀποκαλοῦντες, ὡς περιγενέσθαι αὐτοῖς ἐκ τῆς τοῦ θεοῦ κρίσεως τὸ εἰς βόθρον ἐμπεσεῖν, ὃν εἰργάσαντο, καὶ ἐπιστρέψαι τὸν πόνον αὐτῶν εἰς κεφαλὴν αὐτῶν. πᾶσαν γὰρ ἐκκλησίαν ἀδίκως ἀναθεματίσαι τολμήσαντες ὑπὸ πάσης ἐκκλησίας αὐτοὶ δικαίως ἀνεθεματίσθησαν. πολλὰ μὲν οὖν καὶ ἕτερα τετολμήκασιν, ἅτινα πᾶσίν ἐστιν
20τοῖς κατὰ τὴν Ἀνατολὴν ἐγνωσμένα, δι’ ὅπερ καὶ τὸν ὄγκον τούτων φεύγοντες καὶ αἰδοῖ τοῦ τῆς ὑμετέρας μακαριότητος συλλόγου καὶ τοῦ καθ’ ἡμᾶς εὐαγοῦς σχήματος τὰς αἰσχρὰς τούτων πράξεις ἀπεσιωπήσαμεν. οὕτω δὲ οἰκτρῶς, ὡς προείρηται, τήν τε Ἀνατολὴν καὶ Ἀλεξάνδρειαν διαθέντες καταλαμβάνουσι καὶ τὴν βασιλίδα ταύτην πόλιν οἱ παρὰ τούτων καὶ τῶν τούτοις ὁμοίων ἀποπλανηθέντες, πρόδρομοι ὥσπερ τῆς ἐκείνων
25κακίας ὑπάρχοντες καὶ προομαλίσαι αὐτοῖς τὴν τοῦ μύσους ὁδὸν ὀφείλοντες, καὶ μετ’ ἐκείνους πάλιν Πέτρος, ἐφεξῆς δὲ τούτοις καὶ Σεβῆρος, καὶ τούς τε ἰδιωτικοὺς οἴκους τάς τε ἐκκλη‐ σίας τοῦ θεοῦ καὶ αὐτὴν τὴν πολιτείαν, ὅσον γε τὸ ἐπ’ αὐτοῖς, λυμαινόμενοι καὶ παρα‐ συνάξεις καὶ παραβαπτίσματα προφανῶς καὶ μετὰ πάσης ἀναιδοῦς παρρησίας δημοσίαι τε καὶ ἰδίαι τολμῶντες, παρεμβάλλοντες δὲ ἑαυτοὺς καὶ μεσιτείαι χρηματικῶν πραγμάτων
30φόβον καὶ πλοῦτον οὐ τὸν τυχόντα ἐκ τούτου καὶ ἐκ πολλῶν οἴκων ἑαυτοῖς περιεποιήσαντο. δι’ ὧν τὰς μὲν τῶν ἀκεραιοτέρων ψυχὰς ἐξηπάτησαν, τὰς δὲ τῶν δεινοτέρων κατεκτύπησαν, τὰς δὲ τῶν πρὸς χρήματα ἢ δόξαν ἢ τρυφὴν κεχηνότων ὑπέσυραν· ἀλλὰ μὴν καὶ ἐνδύνοντες εἰς οἰκίας αἰχμαλωτίζουσι ψυχὰς ἀστηρίκτους ἀνδρῶν τε καὶ γυναικῶν, καὶ οὐ μόνον ψυχι‐ κῶς, ἀλλὰ δὴ καὶ σωματικῶς ταύτας διαφθείροντες τῶι τῆς ἀσεβείας καὶ ἀσελγείας βαρά‐
35θρωι ἐγκατορύττουσι. καὶ τί δεῖ περὶ τούτων τὸν λόγον ἐπεκτείνειν πάντων τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐπισταμένων τὰς ἀνοσίους πράξεις τῶν εἰρημένων Ἀκεφάλων αἱρετικῶν Σεβήρου καὶ Πέτρου καὶ τὰς μιαρὰς αὐτῶν καὶ ἀθέους καὶ βλασφήμους καὶ φόνοις χαιρούσας ψυχάς; ταῦτα γὰρ φανερῶς δείκνυσι τά τε ἐν τῆι πρεσβυτέραι Ῥώμηι, ἡνίκα ὁ τῆς ὁσίας μνήμης Ὁρμίσδας τὸν ἀποστολικὸν ἐκεῖνον διεῖπε θρόνον, καὶ ἐν ταύτηι
40τῆι βασιλίδι πόλει καὶ ἐν Θεουπόλει καὶ ἐν Ἱεροσολύμοις πραχθέντα τε καὶ συστάντα ὑπο‐
μνήματα τὸν μυσαρὸν ἐκείνων βίον ἅπασι διαγγέλλοντα καὶ τοὺς αἰωνίους καὶ ἀλύτους41

3

.

42

ἀναθεματισμοὺς οἷς βέβληνται οἱ εἰρημένοι διὰ τὰς ἀπηγορευμένας αὐτῶν πράξεις ἃς εἰργάσαντο. ἐφ’ οἷς ἐγκαλύπτεσθαι ὀφείλοντες καὶ λέγειν τοῖς ὄρεσι πέσατε ἐφ’ ἡμᾶς καὶ καλύψατε ἡμᾶς ἢ ἐν τοῖς βάθεσι τῆς γῆς ἐγκατορύττεσθαι καὶ κρείττονα τῆς πα‐ ρούσης ζωῆς τὸν θάνατον ἡγεῖσθαι διὰ τὸ μόνους αὐτοὺς τῶν πάντων αἱρετικῶν αἰωνίοις
5καὶ ἀλύτοις ἀναθέμασιν ὑποβεβλῆσθαι, τοῦτο μὲν οὐκ ἐποίησαν, ὡς ἐπὶ σεμνοῖς δὲ τοῖς αἰσχίστοις ἐγκαυχώμενοι εἰσέφρησαν, ὡς εἴρηται, τῆιδε τῆι πόλει, καὶ ὃ μὲν ἡμέραν ἐξ ἡμέρας τῆι ἀσεβείαι προστίθησιν ἀδικίαν εἰς τὸ ὕψος λαλῶν καὶ τῶν ἁγίων κατεξανιστά‐ μενος πατέρων καὶ τὰ τούτων ὀρθὰ διασύρων καὶ βλασφημῶν δόγματα, ὁ δὲ Πέτρος τὰ αὐτὰ βλασφημῶν καὶ παντὶ αἰσχρῶι καὶ μυσαρῶι ἐγχειρήματι ἑαυτὸν παρεμβάλλειν οὐ
10παραιτούμενος, θεὸν ἔχων τὴν κοιλίαν καὶ τὴν ἑπομένην ταύτηι ἀσωτίαν καὶ τὴν δόξαν ἐν τῆι αἰσχύνηι αὐτοῦ ἐφ’ ὕψους τε σοβαρῶς καθήμενος πρόεισι δημοσίαι ἐμπομπεύων πᾶσι τὴν αὐτοῦ ἀναίδειαν καὶ ὑπὸ τῶν παρεπομένων καὶ προπεμπόντων πάντας τοὺς παρατυγχάνοντας συνωθῶν πᾶσιν ἑαυτὸν δυνατὸν ἐπιδεικνύναι διὰ τούτου βούλεται. ὢ τίς Ἱερεμίας θρήνους πάθεσιν ἐξισοῦν δυνάμενος τὰ ἡμέτερα θρηνήσει κακά; μᾶλλον δὲ
15τὴν ἡμετέραν ῥαθυμίαν ὅτι τοιοῦτον ἔχοντες ὀρθόδοξον βασιλέα καὶ διαπύρωι ζήλωι τὴν ὀρθὴν περιέποντα πίστιν καὶ τὴν εἰρήνην τῶν ἁγίων τοῦ θεοῦ ἐκκλησιῶν ὡσεὶ κόρην ὀφθαλμοῦ φυλάττειν προθυμούμενον παρασιωπῶμεν καὶ ἀνεχόμεθα οὕτως αἰσχρῶς καὶ ἀναιδῶς πολιτευομένους ὁρῶντες καὶ μετὰ πάσης παρρησίας τοὺς εἰρημένους ἀνοσίους Ἀκεφάλους. ἐφ’ οἷς ἀλγοῦντες οὐ ξενιζόμεθα μὲν ὑπὸ τοῦ ἀποστόλου προδιδαχθέντες
20ὅτι πονηροὶ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον πλανῶντες καὶ πλανώμενοι, ὁρῶντες τούτους οὕτως ἀναιδῶς παρρησιαζομένους, τῆς δὲ ἀσφα‐ λείας τῶν πιστῶν πάντων μηδὲν ἔμπροσθεν τίθεσθαι ὑμᾶς καὶ τὸν εὐσεβέστατον ἡμῶν βασιλέα πιστεύοντες καὶ τῆς ἐπιστροφῆς τῶν ἐξαπατηθέντων παρ’ αὐτῶν καὶ τοῦ στηριγ‐ μοῦ τῶν ἔτι καὶ νῦν σαλευομένων διὰ τῆς ἐκείνων ἑτεροδιδασκαλίας προνοεῖσθαι πεπεισ‐
25μένοι καὶ μάλιστα διὰ μνήμης ὑμᾶς φέρειν εἰδότες τὸ προηγορευμένον φοβερὸν κρίμα τῶι ἕνα τῶν μικρῶν σκανδαλίζοντι, καὶ ὅτι πρὸ ἡμῶν πάντως σκοπήσετε τὸ τῶι κοινῆι συμφέροντι λυσιτελοῦν, ἐπειδή, τὰ μέγιστα, ὡς οὐδέποτε ἢ ἄλλοι αἱρετικοὶ ἢ ἐν ἄλλοις και‐ ροῖς, κατὰ πάντα ἐλυμήναντο τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν οὗτοί τε καὶ οἱ τὰ ὅμοια τού‐ τοις φρονοῦντες, τοῦτο παρακαλοῦμεν ὑμᾶς, μᾶλλον δὲ καὶ ἐνορκοῦμεν, εἰ καὶ τολμηρόν τι
30ποιοῦμεν, κατὰ τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῆς σωτηρίας καὶ νίκης τοῦ πιστοτάτου καὶ Χριστιανικωτάτου ἡμῶν βασιλέως καὶ τῶι θεῶι διὰ τὴν ὀρθὴν αὐτοῦ πίστιν πεφιλημένου ἐξακολουθοῦντας τῆι ἀποφάσει τοῦ ὁσίου καὶ ἀποστο‐ λικοῦ ἀνδρὸς ἀρχιεπισκόπου τῆς πρεσβυτέρας Ῥώμης καὶ τοῖς τὸν ταύτης τῆς βασιλίδος πόλεως ἀρχιερατικὸν διακοσμήσασι θρόνον καὶ τοῖς μακαριωτάτοις πατριάρχαις Θεου‐
35πόλεως καὶ Ἱεροσολύμων καὶ τοῖς ἄλλοις ἀρχιερεῦσι πρότερον μὲν τῶι κατὰ τῶν αὐτῶν αἱρετικῶν παρὰ τῶν εἰρημένων ἁγίων ἀνδρῶν προενεχθέντι κρίματι καὶ ἀναθέματι ἀρτίως καὶ πρὸ τοῦδε, τούτωι καὶ ὑμᾶς ὑποβαλεῖν, κατ’ ὄνομα πᾶσι φανερούντων καὶ ἀναθεμα‐ τιζόντων ἐνώπιον θεοῦ καὶ ἀνθρώπων ἑκάστου ὑμῶν, Σεβῆρον καὶ Πέτρον καὶ τοὺς τὰ
ὅμοια τούτοις φρονοῦντας καὶ μὴ μεταγνόντας ἀλλ’ ἐπιμένοντας τῆι ἐκείνων πλάνηι καὶ42

3

.

43

τὰ ἀσεβῆ Σεβήρου δόγματα καὶ τοὺς ταῦτα δεχομένους καὶ τοὺς τούτων συμμύστας, ὥσ‐ περ ἐπὶ Νεστορίωι καὶ Εὐτυχεῖ καὶ Διοσκόρωι καὶ τοῖς ἄλλοις αἱρετικοῖς τοῖς λαοῖς παρα‐ διδόντες ποιεῖν εἰώθατε, διδάσκοντες τούτους διὰ τοῦ ἀναθέματος πάντηι τὸν ἐκείνων θανα‐ τηφόρον ἰὸν ἀποστρέφεσθαι, εὐθύς τε ἅμα πᾶσιν ἡμῖν πρὸς τὰ ἴχνη τοῦ εὐσεβεστάτου καὶ
5θεοφυλάκτου ἡμῶν βασιλέως δραμεῖν καὶ διδάξαι τὴν αὐτοῦ εὐσέβειαν πάντα μὲν τὰ παρ‐ ακολουθήσαντα, δυσωπῆσαι δὲ τὴν αὐτοῦ ἡμερότητα ἐκεῖνα πρᾶξαι, ἅπερ ἡ φιλόχριστος αὐτῶν καὶ θεία ψυχὴ ἐφ’ ἑκάστης ποιεῖν πέφυκεν ἐπὶ τῆι εἰρήνηι τῶν ἁγιωτάτων ἐκκλησιῶν καὶ τὴν αὐτοῦ θεοφύλακτον βασιλείαν ἀτάραχον καὶ ἀνενόχλητον διαφυλάττει, καὶ τοὺς παρ’ ἡμῶν ἐξονομασθέντας καὶ τοὺς τὰ ὅμοια τούτοις φρονοῦντας ἐξελάσαι τῆσδε
10τῆς πόλεως καὶ παῦσαι τὰς γινομένας παρασυνάξεις καὶ παραβαπτίσματα καὶ ταραχάς. ἀλλὰ μὴν καὶ Ζωόραν τινὰ Σύρον ἀλόγιστον τοῦ αὐτῶν ἐμέτου καὶ ἰοῦ τυγχάνοντα δυσω‐ ποῦμεν ὑπαχθῆναι τούτοις, πάσης ἀνοίας καὶ ἀλαζονείας πλήρη ὄντα καὶ μηδὲν ἕτερον μα‐ θόντα ἢ ὃ παρέλαβε παρ’ ἐκείνων, τὸ κατὰ τῶν ἁγίων ἡμῶν πατέρων ἀνάθεμα καὶ τῶν τούτοις κοινωνούντων καὶ τὸ τοὺς πρὸς αὐτὸν παραγινομένους τοῦτο ποιεῖν ἀναγκάζειν
15καὶ παρασυνάξεις καὶ παραβαπτίσματα καινοτομεῖν καὶ θορύβους ταῖς ἁγίαις τοῦ θεοῦ κινεῖν ἐκκλησίαις, αὐτούς τε τούτους καὶ τοὺς ἄλλους ἐμφωλεύοντας ἐν διαφόροις οἴκοις καὶ προαστείοις τῆσδε τῆς πόλεως ὥσπερ τινὰ θηρία ὑπεξαγαγεῖν καὶ τῶι πρέποντι αὐτοῖς τόπωι καταδικάσαι, οἷα μὴ βουληθέντας ἐν ταῖς ὑπὸ τὴν αὐτοῦ εὐσέβειαν εὐνομου‐ μέναις πόλεσι σωφρόνως καὶ ἡσύχως διάγειν μηδὲ ἐνταῦθα γενομένους κρείττους ἑαυτῶν
20γενέσθαι ἐκ τῆς περὶ αὐτοὺς ἐπιδειχθείσης ἀφάτου καὶ χρονίας μακροθυμίας καὶ θεραπείας καὶ τιμῆς, τοῦ εὐσπλάγχνου ἡμῶν βασιλέως τὴν ἐκείνων σωτηρίαν πραγματευσαμένου, ἀλλὰ τῆς ὑπερβαλλούσης φιλανθρωπίας ὑπεριδόντας ἀναξίους ταύτης πεφηνέναι καὶ εἰς τοσοῦτον ἀπονοίας καὶ ἀλαζονείας ἀρθῆναι, εἰς ὅσον καὶ τετίμηνται καὶ ἀδεῶς πάντα πράττειν παρακεχώρηνται· γενικήν τε διάταξιν πανταχοῦ καταπέμψαι πρός τε τοὺς ὁσίους ἀρχιερεῖς
25πρός τε τοὺς δημοσίους ἄρχοντας πάντα τὰ εἰρημένα γίνεσθαι ἀπαγορεύουσαν, ἀλλὰ καὶ τοῦτο θεσπίζουσαν ὥστε τοὺς οἴκους καὶ τὰ προάστεια ἐν οἷς αἱ τοιαῦται παρασυνάξεις γίνονται, προσκυροῦσθαι ταῖς κατὰ τόπον ἁγιωτάταις ἐκκλησίαις. καὶ οἱ βασιλικοὶ γὰρ νόμοι θεσπίζουσι πάντα τόπον καὶ πρᾶγμα ἐν ὧι καὶ δι’ οὗ εἴτε κατὰ πλάνην εἴτε κατὰ ἀλήθειαν ἱερόν τι ἐπετελέσθη, ταῖς ἁγίαις τοῦ θεοῦ προσήκειν ἐκκλησίαις καὶ τοῦτο
30ἡμῖν εἰσηγεῖται ἡ θεία γραφή, ὅτε Μωσῆς ὁ τοῦ θεοῦ θεράπων τὰ οὐχ ἱερατικὰ πυρεῖα εἰς κατασκευὴν τῶν τοῦ ναοῦ προχωρῆσαι θεόθεν διδαχθεὶς ἐνομοθέτησεν, ἐπειδὴ εἰ καὶ ἀλλό‐ τριον πῦρ, ὅμως γοῦν ἐν αὐτοῖς προσήνεγκαν καὶ ἐτέλεσαν τὴν ἀπηγορευμένην αὐτοῖς ἱερα‐ τικὴν λειτουργίαν Δαθὰν καὶ Ἀβειρὼν καὶ ἡ συναγωγὴ Κορὲ οἱ τότε τῆς ἱερωσύνης καὶ τοῦ προφήτου καὶ τοῦ θεοῦ ἀναισχύντως κατεξαναστάντες, καθάπερ νῦν οὗτοι πρὸς ἀσέ‐
35βειαν ἑαυτοὺς ἐκμισθοῦντες ψευδώνυμοι ἱερεῖς καὶ ἀληθεῖς ἀντίχριστοι τοῖς οἴκοις ἐπεισῆλ‐ θον καὶ ἀλλότρια ἤγειραν θυσιαστήρια καὶ καταβαπτιστήρια ὠικοδόμησαν ἐξ ἐναντίας τοῦ
ἀληθινοῦ θυσιαστηρίου καὶ τῆς ἁγίας κολυμβήθρας. θεσπίσαι δὲ καὶ τοῦτο ἱκετεύομεν43

3

.

44

τὸ αὐτοῦ εὐσεβὲς κράτος πάντα τὰ κατὰ τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου καὶ τοῦ μακα‐ ρίου Λέοντος Σεβήρου ἀσεβῆ συγγράμματα ὁπουδήποτε εὑρισκόμενα πυρὶ παραδίδοσθαι· τοῦτο γὰρ καὶ ἐπὶ τοῖς Μάνεντος καὶ Νεστορίου ἀσεβέσι συγγράμμασι γίνεσθαι εὐσεβεῖς διαγορεύουσι διατάξεις. τὰ δὲ κανονικῶς πραχθέντα ἐπὶ τοῖς εἰρημένοις προσώποις
5δυσωποῦμεν τὴν ὑμετέραν μακαριότητα καὶ τὸν ἱερὸν ὑμῶν σύλλογον ἐπιζητῆσαι παρά τε τῶν συνεδρευόντων ὑμῖν ὁσιωτάτων Ῥωμαίων καὶ τῶν προσκαρτερούντων ὑμῖν θεοσε‐ βεστάτων νοταρίων, ἔτι γε μὴν καὶ τῶν τὰς ἀποκρίσεις ποιουμένων θεοφιλῶν ἀνδρῶν τῆς Ἀνατολικῆς διοικήσεως, ὥστε τούτων φανερῶν γινομένων ἐξακολουθῆσαι τὴν ὑμετέραν μακαριότητα καὶ τὴν συνεδρεύουσαν ὑμῖν ἁγίαν σύνοδον τοῖς ὁρισθεῖσι κατ’ αὐτῶν παρὰ
10τῶν τοὺς εἰρημένους πατριαρχικοὺς θρόνους κατακοσμησάντων ἁγίων ἡμῶν πατέρων καὶ ἀναθεματίσαι τοὺς εἰρημένους Σεβῆρον καὶ Πέτρον καὶ τοὺς τούτων ἀκολούθους καὶ τοῦ αὐτῶν φρονήματος ὑπάρχοντας καὶ μάλιστα τὸν μνημονευθέντα Ζωόραν ὡς ἐπίσης τού‐ των ἢ καὶ πλεῖον τὴν ἐκκλησίαν τοῦ θεοῦ διαταράξαντα καὶ καθόλου πάντα ἐκκήρυκτον γενόμενον ὑπό τε τοῦ ἀποστολικοῦ θρόνου καὶ πάσης ἁγίας καθολικῆς καὶ ἀποστολικῆς
15ἐκκλησίας ὡς μὴ θέλοντα τούτοις ἀκολουθῆσαί τε καὶ κοινωνῆσαι. Ὑπογραφαί Μαριανὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ ἐν ἁγίοις Δαλ‐ ματίου καὶ ἔξαρχος τῶν εὐαγῶν μοναστηρίων ταύτης τῆς βασιλίδος πόλεως ὑπο‐ γράψας ἐπέδωκα: —
20Ἀγαπητὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς Δίου δεηθεὶς ὑπέγραψα: — Ἀγάπιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ τῆς ὁσίας μνήμης Θαλασσίου ὑπογράψας ἐπέδωκα: — Ἀλέξανδρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ ἐν ἁγίοις
25Ἁβραμίου ὑπογράψας ἐπέδωκα: — Θεόδωρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Ἰὼβ ὑπογράψας ἐπέδωκα: — Ἐλευθέριος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου μάρτυρος Κυριακοῦ ὑπογράψας ἐπέδωκα: — Στέφανος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Ὀλυμπίου 〈ὑπογράψασ〉
30ἐπέδωκα: — Κυριακὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Σύρων ὑπογράψας ἐπέδωκα: — Θεόδωρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Τρύφωνος ὑπογράψας ἐπέδωκα: —
35Στέφανος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Κώνστα ὑπογράψας διὰ χειρὸς Ἰακώβου ἐπέδωκα: — Παύλος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Ῥωμαίων ὑπογράψας
ἐπέδωκα: —44

3

.

45

IVLIANVS ELEI THEOY PRESBYTERVS CAE HEGVMENVS MONES TON ROMAEON YPOGRA〈PSA〉S EPEDOCA: — Ἰωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου ἀποστόλου Θωμᾶ ὑπογράψας ἐπέδωκα: —
5Κοσμᾶς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου ὑπογράψας ἐπέδωκα: — Διόσκορος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Ὀλυβρίου ὑπο‐ γράψας ἐπέδωκα: — Δημήτριος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Φωκᾶ ὑπογράψας
10ἐπέδωκα: — Κυριακὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Εὐφημίου ὑπογράψας ἐπέδωκα: — Ἀλέξανδρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ καλαμίου ὑπο‐ γράψας ἐπέδωκα: —
15Ἰωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου καὶ ἐνδόξου ἀρχαγγέλου Μιχαὴλ ὑπογράψας ἐπέδωκα: — Φωκᾶς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Ἰωνᾶ ὑπογράψας ἐπέδωκα: — Στέφανος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Προμώτου ὑπο‐
20γράψας ἐπέδωκα: — Δάδας ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Καιουμᾶ ὑπογράψας ἐπέδωκα: — Γεννάδιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Κυριακοῦ ὑπογράψας ἐπέδωκα: —
25Κυρίων ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Αἰγυπτίων ὑπο‐ γράψας ἐπέδωκα: — Θεόδωρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Μαρωνίου ὑπο‐ γράψας ἐπέδωκα: — Διονύσιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Μάρκου ὑπογράψας
30ἐπέδωκα: — Ἰωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Θεοδώρου ἐν τῆι πέτραι ὑπογράψας ἐπέδωκα: — Ἐλευθέριος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Νέωνος ὑπογράψας ἐπέδωκα: —
35Ζώιλος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Θεοδότου ὑπογράψας ἐπέδωκα: — Τιμόθεος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Ἀστερίου ὑπογράψας ἐπέδωκα: — Μάρκος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου Κυρίκου ὑπογρά‐
40ψας ἐπέδωκα: — Ἀνδρέας ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῆς ἁγίας ἐνδόξου θεοτόκου
καὶ ἀειπαρθένου Μαρίας ὑπογράψας ἐπέδωκα: —45

3

.

46

Κυριακὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου μάρτυρος Γε‐ ωργίου ἐν τῆι Ξηροκέρκωι ὑπογράψας ἐπέδωκα: — Παῦλος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος τῶν ἁγίων Πέτρου καὶ Παύλου τῶν ἀποστόλων, Σεργίου καὶ Βάκχου τῶν μαρτύρων ὑπογράψας ἐπέδωκα: —
5Ἀττικὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Εὐκρατάδων ὑπο‐ γράψας ἐπέδωκα: — Στρατόνικος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου μάρτυρος Δομετίου ὑπογράψας ἐπέδωκα: — Μάρκος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Θεοδώρου ὑπογράψας
10ἐπέδωκα: — Ζώσιμος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Μαξιμίνου ὑπο‐ γράψας ἐπέδωκα: — Παῦλος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου Ζηνοβίου ὑπο‐ γράψας ἐπέδωκα: —
15Ἰωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Ἰσαακίου ὑπογράψας ἐπέδωκα: — Ἰάκωβος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Ἀββίβου ὑπογράψας ἐπέδωκα: — Γεώργιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Κύρου ὑπογράψας ἐπέ‐
20δωκα: — Παῦλος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Σαμουὴλ κατὰ τὸν Σκύθην ὑπογράψας διὰ Ζωτικοῦ διακόνου ἐπέδωκα: — Πέτρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς ἐπίκλην Ἱερουσαλὴμ ὑπο‐ γράψας ἐπέδωκα: —
25Μαρῖνος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Παυλίνου ὑπογράψας ἐπέδωκα: — Μόδεστος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς ἐπίκλην τῶν Λυκαόνων ὑπογράψας διὰ χειρὸς Φλαβιανοῦ πρεσβυτέρου ἐπέδωκα: — Ἀντώνιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἐν ἁγίοις πατρὸς
30ἡμῶν Εὐσεβίου ὑπογράψας ἐπέδωκα: — Τρύφων ἐλέει θεοῦ πρεσβύτερος μονῆς τῶν Μανουηλίου ὑπογράψας ἐπέδωκα: — Θεόκτιστος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῆς ἁγίας ἐνδόξου θεο‐ τόκου καὶ ἀειπαρθένου Μαρίας ὑπογράψας ἐπέδωκα: — Ζήνων ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῆς διακειμένης ἐν Καλῶι
35ἀγρῶι τοῦ ἁγίου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου ὑπογράψας ἐπέδωκα: — Παῦλος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῆς ἁγίας μάρτυρος Ἑρμιόνης ἐν τοῖς Ἐλλεβίχου ὑπογράψας διὰ χειρὸς Μαρίνου ἀναγνώστου ἐπέδωκα: — Σίλας ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Ἠλία ὑπογράψας ἐπέ‐
δωκα: —46

3

.

47

Ἰωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Μάρα πλησίον τῆς Ἀετίου κινστέρνης ὑπογράψας ἐπέδωκα: — Βασίλειος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου Συμεῶνος ἐπίκλην Κυρακωνᾶ ὑπογράψας ἐπέδωκα: —
5Θεόδωρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς ὑπ’ ἐμοῦ χάριτι Χριστοῦ συστάσης ὑπογράψας ἐπέδωκα: — Βαβύλας ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ τῆς ὁσίας μνήμης Δανιὴλ τοῦ ἐν τῶι στύλωι καὶ τοῦ ἁγίου Ἰωάννου τοῦ προδρόμου καὶ βαπτιστοῦ καὶ τοῦ ἁγίου ἀποστόλου Ἀνδρέου ὑπογράψας ἐπέδωκα: —
10Πολυχρόνιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης τοῦ ἁγίου ἀρχαγγέλου Μιχαὴλ τοῦ ἐν τῶι αἰθρίωι ὑπογράψας δι’ Ἀναστασίου μοναχοῦ ἐπέδωκα: — Ἀναστάσιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Ῥωμαίων ὑπο‐ γράψας ἐπέδωκα: Ἀνδρέας ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος τῶν Ῥωμαίων ὑπογράψας
15ἐπέδωκα: — Ῥόδων ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Θεοδώρου ὑπογράψας ἐπέδωκα: — Ἐλπίδιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Βασιανοῦ ὑπογράψας ἐπέδωκα: —
20Ζώσιμος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Λυκαόνων πλησίον τοῦ ἁγίου Λαυρεντίου ὑπογράψας ἐπέδωκα: — Πολυχρόνιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῶν Κρητικῶν ὑπογράψας ἐπέδωκα: — Ἰωσὴφ ἡγούμενος τῆς ἁγίας ἐνδόξου παρθένου καὶ θεοτόκου Μαρίας τῆς οὔσης
25ἐν τῶι λιθοστρώτωι ὑπογράψας διὰ χειρὸς Στεφάνου πρεσβυτέρου καὶ δευτε‐ ραρίου μου ἐπέδωκα: — Ζωτικὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ ἁγίου Ἀνδρέου πλησίον τῆς Σατορνίνου πόρτης ὑπογράψας ἐπέδωκα: — Μαρτύριος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Οὐάλεντος τοῦ ἁγίου
30Ἰωάννου τοῦ βαπτιστοῦ ὑπογράψας ἐπέδωκα: — Ἰωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῆς πλησίον τοῦ ἀγωγοῦ ὑπογράψας ἐπέδωκα: — Στέφανος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Ῥωμαίων πλησίον τοῦ ἁγίου Γεωργίου Συκῶν ὑπογράψας ἐπέδωκα: —
35Σαββάτιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Ὑπατίου ὑπὸ Φωτει‐ νὸν τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Χαλκηδονίων μητροπόλεως ὑπέγραψα διὰ χειρὸς Ἰωάννου διακόνου τοῦ αὐτοῦ μοναστηρίου διὰ τὸ ἐμὲ γράμματα μὴ εἰδέναι: — Ἰωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης τῆς εὐαγοῦς μεγάλης μονῆς
40τῶν Ἀκοιμήτων τῆς ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Χαλκηδονίων
λαμπρᾶς μητροπόλεως ὑπέγραψα: —47

3

.

48

Κυπριανὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Ὁσίας ὑπὸ Φω‐ τεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Χαλκηδονίων μητροπόλεως ὑπέγραψα: — Ἰωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῆς ἑξαγώνου ὑπὸ Φω‐ τεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Χαλκηδονίων μητροπόλεως ὑπέγραψα: —
5Στέφανος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Ὀρχάδων ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Χαλκηδονίων μητροπόλεως ὑπέγραψα: — Τρύφων ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῆς Ἱερίου ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Χαλκηδονίων μητροπόλεως ὑπέγραψα: — Γεώργιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Κράνων ὑπὸ Φωτεινὸν τὸν
10ὁσιώτατον ἐπίσκοπον τῆς Χαλκηδονίων μητροπόλεως ὑπέγραψα: — Πολυχρόνιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Ἀλαπέδων ὑπὸ Φω‐ τεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Χαλκηδονίων μητροπόλεως ὑπέγραψα: — Παῦλος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῆς Πηγῆς ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Χαλκηδονίων ὑπέγραψα: —
15Σεβηριανὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Σύρων ὑπὸ Φω‐ τεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Χαλκηδονίων ὑπέγραψα: — Εἰρηνικὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Ζωγραφητῶν ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Χαλκηδονίων ὑπέγραψα: — Μεγαλήμερος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Κρανίδων ὑπὸ Φω‐
20τεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Χαλκηδονίων ὑπέγραψα: — Μαρκελλῖνος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου ἐνδόξου ἀρχαγγέλου Μιχαὴλ Ῥουφινιανῶν ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον ὑπέγραψα: — Ἰωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Βαρνάβα ὑπὸ Φωτεινὸν
25τὸν ὁσιώτατον ἐπίσκοπον ὑπέγραψα: — Θεόδωρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Ἀπολλωνίου ὑπὸ Φω‐ τεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον ὑπέγραψα: — Παῦλος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Γαλακρηνῶν ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον ὑπέγραψα: —
30Στέφανος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Ἀντιοχειανῶν ὑπὸ Φω‐ τεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον ὑπέγραψα: — Στέφανος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν ἁγίων τεσσαράκοντα ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον ὑπέγραψα: — Δωρόθεος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Πατιόρων ὑπὸ Φωτεινὸν
35τὸν ὁσιώτατον ἐπίσκοπον ὑπέγραψα: — Ἐλπίδιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ Κριθίνου ὑπὸ Φω‐ τεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Χαλκηδονίων ὑπέγραψα: — Ἐλευθέριος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Ῥωμαίων πλησίον τῶν
Ῥουφινιανῶν ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Χαλκηδονίων μητρο‐48

3

.

49

πόλεως ὑπέγραψα διὰ χειρὸς Γεωργίου ἀναγνώστου διὰ τὸ ὀλιγογράμματον εἶναί με: — Ἰορδάνης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῆς πέτρας ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Χαλκηδονίων ὑπέγραψα: —
5Μάρκελλος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ Δαλματίου ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον ὑπέγραψα: — Ἰούλιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῆς ἁγίας μάρτυρος Βάσσης ἐν τῶι Ἱμερίωι ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον ὑπέγραψα: — Ἰσίδωρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς ἰδίας τῆς οὔσης ἐν φυτοῖς
10πλησίον τοῦ ἁγίου μάρτυρος Ἐπιμάχου ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον Χαλκηδονίων ὑπέγραψα: — Εὐγένιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ Λευκαδίου ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον ὑπέγραψα διὰ χειρὸς Παύλου διακόνου τοῦ αὐτοῦ εὐαγοῦς μοναστηρίου διὰ τὸ ἐμὲ μὴ δεδυνῆσθαι ὑπογράψαι ἐκ τοῦ γήρους: —
15Φωτεινὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου Πλάτωνος ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον ὑπέγραψα διὰ χειρὸς Γεωργίου δια‐ κόνου τοῦ αὐτοῦ μοναστηρίου διὰ τὸ ἐμὲ γράμματα μὴ εἰδέναι: — Ἰωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου ἀποστόλου Θωμᾶ Βρόχθων ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Χαλκηδονίων
20ὑπέγραψα: — Στέφανος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Στεφανᾶ ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Χαλκηδονίων ὑπέγραψα: — Εὐγένιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Διαπέτρων ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Χαλκηδονίων ὑπέγραψα: —
25Κόνων ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου Ἰουλιανοῦ Βρόχθων ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον ὑπέγραψα: — Μαρῖνος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς ἀνδριάντων ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον ὑπέγραψα: — Ἰωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς βρύων ὑπὸ Φωτεινὸν
30τὸν ὁσιώτατον ἐπίσκοπον ὑπέγραψα: — Ἀρδαβούριος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου Θεοδώρου τῶν σμιλακίων ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον ὑπέγραψα: — Στέφανος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου Ζαχαρίου τοῦ Στιβαραχίου ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον ὑπέγραψα: —
35Ἰωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου Θωμᾶ ἐπὶ δρόμων τῶν ἄνω ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Χαλκηδονίων μητροπόλεως ὑπέγραψα διὰ Κυρεῶνος πρεσβυτέρου τῆς αὐτῆς μονῆς καὶ δευ‐ τεραρίου μου διὰ τὸ ἐμὲ ἀγράμματον εἶναι: — Θεόδωρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου Στεφάνου
40τῶν Λύδα ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον ὑπέγραψα: —49

3

.

50

Στέφανος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Κοκκίου ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον Χαλκηδονίων ὑπέγραψα: — Εὐσέβιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου μάρτυρος Χριστοφόρου τῶν Ταρυλλίου ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον ὑπέ‐
5γραψα: — Ἰάκωβος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ καλαμίου τοῦ κάτω ὑπὸ Φωτεινὸν τὸν ὁσιώτατον ἐπίσκοπον ὑπέγραψα: — Ἡσύχιος ἐλέει θεοῦ πρεσβύτερος καὶ μοναχὸς μονῆς τοῦ μακαρίου Θεοδοσίου ποιού‐ μενος τοὺς λόγους καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ὑπὸ τὴν ἁγίαν πόλιν ἐρήμωι μο‐
10ναχῶν ὑπογράψας ἐπέδωκα: — Δομετιανὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ μακαρίου Μαρτυρίου καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ὑπὸ τὴν ἁγίαν πόλιν ἐρήμωι μοναχῶν ὑπογράψας ἐπέδωκα: — Κασσιανὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ μοναχὸς λαύρας τῶν Σάββα ποιούμενος
15τοὺς λόγους καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ὑπὸ τὴν ἁγίαν πόλιν ἐρήμωι μοναχῶν ὑπογράψας ἐπέδωκα: — Κυριακὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης λαύρας τῶν πυργίων ποιού‐ μενος τὸν λόγον καὶ ὑπὲρ πάντων τῶν ἐν τῶι Ἰορδάνηι μοναχῶν ὑπογράψας ἐπέδωκα: —
20Νέσταβος ἐλέει θεοῦ πρεσβύτερος καὶ μοναχὸς λαύρας τοῦ μακαρίου Φιρμίνου ποιούμενος τοὺς λόγους καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ὑπὸ τὴν ἁγίαν πόλιν ἐρήμωι μοναχῶν ὑπογράψας ἐπέδωκα: — Τερέντιος ἐλέει θεοῦ πρεσβύτερος καὶ μοναχὸς λαύρας Νέας ποιούμενος τοὺς λόγους καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ὑπὸ τὴν ἁγίαν πόλιν ἐρήμωι μοναχῶν
25ὑπογράψας ἐπέδωκα: — Τραιανὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ μοναχὸς τῶν πυργίων τοῦ Ἰορδάνου καὶ ὑπὲρ πάντων τῶν ἐν τῶι Ἰορδάνηι μοναχῶν ὑπογράψας ἐπέδωκα: — Κύρικος ἐλέει θεοῦ πρεσβύτερος καὶ μοναχὸς τῆς Νέας λαύρας καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ὑπὸ τὴν ἁγίαν πόλιν ἐρήμωι μοναχῶν ὑπογράψας ἐπέδωκα: —
30Λεόντιος ἡγούμενος καὶ μοναχὸς ἰδίου μοναστηρίου καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι καὶ Ἰορδάνηι ἁγίων πατέρων ὑπογράψας ἐπέδωκα: — Θεόδωρος διάκονος καὶ μοναχὸς Νέας λαύρας καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι Ἱεροσολύμων μοναχῶν ὑπογράψας ἐπέδωκα: — Πολύευκτος διάκονος καὶ μοναχὸς τῆς μονῆς τοῦ μακαρίου Θεοδοσίου καὶ ὑπὲρ
35πάντων τῶν ἐν τῆι ἐρήμωι Ἱεροσολύμων μοναχῶν ὑπογράψας ἐπέδωκα: — Ἀναστάσιος διάκονος καὶ μοναχὸς μονῆς τοῦ μακαρίου Μαρτυρίου καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι Ἱεροσολύμων μοναχῶν ὑπογράψας ἐπέδωκα: — Νίκων μοναχὸς μονῆς τοῦ μακαρίου Θεοδοσίου καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι
ἐρήμωι Ἱεροσολύμων μοναχῶν ὑπογράψας ἐπέδωκα: —50

3

.

51

Μάμας μοναχὸς μονῆς τοῦ μακαρίου Μαρτυρίου καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι Ἱεροσολύμων μοναχῶν ὑπογράψας ἐπέδωκα: — Ἰουλιανὸς μοναχὸς μονῆς τοῦ μακαρίου Θεοδοσίου καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι Ἱεροσολύμων μοναχῶν ὑπογράψας ἐπέδωκα: —
5Ἰωάννης μοναχὸς μονῆς τοῦ μακαρίου Μαρτυρίου καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι Ἱεροσολύμων μοναχῶν ὑπογράψας ἐπέδωκα: — Σαββάτιος μοναχὸς λαύρας τοῦ μακαρίου Σάββα καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι μοναχῶν ὑπογράψας ἐπέδωκα: — Μαρτύριος μοναχὸς τῆς Νέας λαύρας καὶ ὑπὲρ πάντων 〈τῶν ἐν τῆι ἐρήμωι
10μοναχῶν ὑπογράψας ἐπέδωκα〉: — Βασίλειος μοναχὸς τοῦ Ἰορδάνου καὶ ὑπὲρ πάντων τῶν ἐν τῶι Ἰορδάνηι μο‐ ναχῶν ὑπογράψας ἐπέδωκα: — Θεόδωρος μοναχὸς λαύρας τοῦ μακαρίου Φιρμίνου καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι Ἱεροσολύμων μοναχῶν ὑπογράψας 〈ἐπέδωκα〉: —
15Θεωνᾶς ἐλέει θεοῦ πρεσβύτερος τοῦ ἁγίου ὄρους Σινᾶ καὶ ἀποκρισιάριος τῆς ἐρήμου Ῥαιθοῦ καὶ τῆς ἁγιωτάτης ἐκκλησίας Φαρὰν ποιούμενος τοὺς λόγους καὶ ὑπὲρ πάντων τῶν ὄντων ἐν τοῖς εἰρημένοις τόποις μοναχῶν ὑπογράψας ἐπέδωκα: — Ἰωάννης ἐλέει θεοῦ πρεσβύτερος λαύρας τῶν ἀμμίων τῆς πεδιάδος καὶ ὑπὲρ
20πάντων τῶν ἐν τῆι αὐτῆι πεδιάδι μοναχῶν ὑπογράψας ἐπέδωκα: — Θεόδωρος ἐλέει θεοῦ διάκονος καὶ μοναχὸς μονῆς τοῦ μακαρίου Σεργίου τοῦ ἐν τῆι πεδιάδι καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι αὐτῆι μονῆι μοναχῶν καὶ τῶν ἐν τῆι πεδιάδι ὑπέγραψα: — Κοσμᾶς ἐλέει θεοῦ μοναχὸς καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι πρώτηι Παλαιστίνηι
25μοναχῶν ὑπογράψας ἐπέδωκα: — Στρατήγιος ἐλέει θεοῦ διάκονος καὶ μοναχὸς καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι δευτέραι Παλαιστίνηι μοναχῶν ὑπογράψας ἐπέδωκα: — Σαλαμάνης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι τρίτηι Παλαιστίνηι ἀρχιμανδριτῶν καὶ μοναχῶν ὑπογράψας ἐπέδωκα: —
30Ἠλίας ἐλέει θεοῦ διάκονος καὶ μοναχὸς καὶ ὑπὲρ πάντων τῶν ἐν Αὐγουστο‐ πόλει τῆς τρίτης Παλαιστίνης μοναχῶν ὑπογράψας ἐπέδωκα: — Ἀναστάσιος ἐλέει θεοῦ διάκονος καὶ μοναχὸς καὶ ὑπὲρ πάντων τῶν ἐν Πέτραις τῆς τρίτης Παλαιστίνης μοναχῶν ὑπογράψας ἐπέδωκα: — Φωτεινὸς ἐλέει θεοῦ μοναχὸς τοῦ ἁγίου Στεφάνου τοῦ ἐν Μαωζᾶ Ἰαμνίας πρώτης
35Παλαιστίνης καὶ ὑπὲρ πάντων τῶν ἐν αὐτῶι μοναχῶν ὑπογράψας ἐπέδωκα: — Ἰωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ μοναχὸς καὶ ὑπὲρ πάντων τῶν ἐν τῶι Ἀϊλᾶ
τῆς τρίτης Παλαιστίνης μοναχῶν ὑπογράψας ἐπέδωκα: —51

3

.

52

Παῦλος ἐλέει θεοῦ μοναχὸς καὶ ἀποκρισιάριος μονῆς τοῦ μακαρίου Μάρωνος τῆς ἐξαρχούσης τῶν ἐν τῆι δευτέραι Συρίαι εὐαγῶν μοναστηρίων ποιούμενος τοὺς λόγους καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι αὐτῆι δευτέραι Συρίαι ἀρχιμανδριτῶν καὶ μοναχῶν ὑπέγραψα: —
5 Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Δήλων ὄντων τῶν περιεχομένων τοῖς ἀνεγνω‐ σμένοις λιβέλλοις κατὰ πρώτην τάξιν οἱ ἐκ τῆς πρεσβυτέρας Ῥώμης συμπαρόντες ἡμῖν ὁσιώτατοι καὶ θεοφιλέστατοι ἄνδρες εἴ τι τῆς προκειμένης ἕνεκεν ὑποθέσεως ἴσασι πε‐ πραγμένον, εἰπεῖν ἀξιούτωσαν· τοῦτο γὰρ καὶ τῶν εὐλαβεστάτων μοναχῶν ἠιτηκότων ἀκηκόασι.
10 Καὶ ἀνέγνω φωνὴν Μηνᾶς ὁ θεοσεβέστατος ἀναγνώστης καὶ σεκουνδοκήριος νοτα‐ ρίων τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης ἔχουσαν οὕτως SANCTI EPISCOPI PARTIVM ITALIAE ET VIRI VENERABILES SEDIS APOSTOLICAE DIACONI DIXERUNT: QVO IN LOCO VEL NVMERO SEVERVM ATQVE PETRVM IAMDVDVM APOSTOLICAE SEDIS HABERE DECREVERINT CONSTITVTA, IN EPISTVLAM SANCTAE RECORDATIONIS PAPAE ORMISDAE AD SECVNDAE SYRIAE MON‐
15ACHOS VEL AD BEATAE MEMORIAE EPIPHANIVM HVIVS REGIAE VRBIS ARCHIEPISCOPVM DESTINATAM LEGITVR DEFINITVM. QVARVM PRAESTO HABETVR AVCTORITAS, QVAM PRAESENTIBVS ACTIS PORRIGIMVS RECENSENDAM. Ἑρμηνεία τῆς προκειμένης διαλαλιᾶς Οἱ ἁγιώτατοι ἐπίσκοποι τῶν μερῶν τῆς Ἰταλίας καὶ οἱ εὐλαβέστατοι τῆς ἀποστο‐
20λικῆς καθέδρας διάκονοι εἶπον· Ἐν ποίωι τόπωι ἢ ἀριθμῶι Σεβῆρον καὶ Πέτρον ἤδη πάλαι τῆς ἀποστολικῆς καθέδρας τὰ θεσπίσματα εἶναι ἐψηφίσαντο, ἐν ταῖς ἐπιστολαῖς τοῦ τῆς ἁγίας μνήμης πάπα Ὁρμίσδα πρός τε τοὺς τῆς δευτέρας Συρίας μοναχοὺς καὶ πρὸς τὸν μακαριώτατον Ἐπιφάνιον ταύτης τῆς βασιλίδος πόλεως ἀρχιεπίσκοπον δη‐ λοῦται ὡρίσθαι· ὧν ἔχοντες ἐν ἑτοίμωι τὴν αὐθεντίαν, ταύτην ἐν τοῖς παροῦσιν ὑπο‐
25μνήμασιν ἐπιδίδομεν ἀναγνωσθησομένην. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Ἀναγινωσκέσθω. Καὶ ἀνέγνω Μηνᾶς ὁ θεοσεβέστατος ἀναγνώστης καὶ σεκουνδοκήριος νοταρίων τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης ἐκ τῶν παρ’ αὐτοῖς ἄκτων δύο Ῥωμαικὰς ἐπιστολὰς γραφείσας ὑπὸ Ὁρμίσδου τοῦ τῆς ὁσίας μνήμης γενομένου πάπα τῆς πρεσ‐
30βυτέρας Ῥώμης· ὧν μετὰ τὴν ἀνάγνωσιν Χριστοφόρος ὁ θεοσεβέστατος διάκονος νοτάριος καὶ σηκρητάριος τὴν ἑρμηνείαν ἀνέγνω Ὁρμίσδας ἐπίσκοπος πρεσβυτέροις διακόνοις καὶ ἀρχιμανδρίταις τοῖς ἐν δευτέραι Συρίαι οὖσι καὶ λοιποῖς ὀρθοδόξοις ἐν οἱωιδήποτε Ἀνατολικῶι κλίματι διάγουσι καὶ ἐν
τῆι τῆς ἀποστολικῆς καθέδρας κοινωνίαι διαμένουσιν. Ἀναγνωσθέντων τῶν γραμμάτων52

3

.

53

τῆς ὑμετέρας ἀγάπης, δι’ ὧν ἡ τῶν ἐχθρῶν τοῦ θεοῦ ἀφροσύνη ἐφανερώθη, καὶ τῶν ἀπίστων ἡ ἐπίμονος μανία λυπηρῶς δήλη γέγονεν, οἵτινες ἐπειδὴ τῶι κακῶς ζῶντι πνεύματι ἐμίσησαν τὸν κύριον, τὰ μέλη ἐκείνου ἀσεβῶς διώκουσιν, ὅσον ἀπὸ τῆς ὑμετέρας βεβαιό‐ τητός ἐστι γνῶναι, ηὐλόγησα τὸν κύριον τὸν τὴν πίστιν τῶν ἑαυτοῦ στρατιωτῶν μεταξὺ
5τῶν ἐναντίων φυλάττοντα. καὶ πάλιν τῶν ἐκκλησιῶν τὸν σάλον καὶ τῶν δούλων τοῦ θεοῦ τὰς ἐπαχθείας καὶ τοὺς κόπους κατανοήσας, στενάζων κατὰ τὸν προφήτην ἐκέκραξα ἀνάστα, κύριε, δίκασον τὴν δίκην σου· μνήσθητι τῶν ὀνειδισμῶν σου τῶν ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν, ἡδέως καὶ τὰ ἐφεξῆς ὁμοίως ἐπάγων μὴ ἐπιλάθηι τῆς φωνῆς τῶν ζητούντων σε, ἡ ὑπερηφανία τῶν μισούντων
10σε ἀνέβη διὰ παντὸς πρὸς σ. καὶ γὰρ ὥσπερ χρὴ ἡμᾶς τὸ ἑδραῖον τῆς πίστεως φυλάττειν, οὕτως οὐχ ἁρμόζει περὶ τῆς δικαιοσύνης τῆς θείας κρίσεως ἀπιστεῖν. οὐκ ἔστι νέος, ἀδελφοί, τῆς ἐκκλησίας οὗτος ὁ κόπος· ὅμως ἐν αὐτῶι τῶι ταπεινοῦσθαι ὑψοῦται καὶ δι’ ἐκείνων δι’ ὧν πτωχεύειν δοκεῖ, πλουτίζεται. ἐν πείραι ἐστὶ τοῖς πιστοῖς τοῦ θεοῦ τὸ διὰ τοῦ θανάτου τῶν σωμάτων τὴν ζωὴν κερδαίνειν τῶν ψυχῶν· ἀποβάλλονται
15μὲν τὰ ῥέοντα, ἀλλ’ ἐμπορεύονται τὰ αἰώνια, καὶ ἐν τῶι τὸν διωγμὸν ὁδοποιεῖν τῆι δοκιμῆι αἰτία γίνεται τῆς ἀξίας ἡ δοκιμή. ἀνόητοι καὶ ἐν τῆι τυφλώσει μαινόμενοι ἀγνοοῦσιν ὅτι οὓς ἐκ τῆς τῶν ἀνθρώπων ἀναστροφῆς χωρίζειν δύνασθαι νομίζουσιν, τούτους εἰς τὴν βασιλείαν ἄγουσι τοῦ θεοῦ. ἐντεῦθεν ἐν αὐτοῖς τοῖς κινδύνοις αἱ εὐ‐ φροσύναι καὶ ἡ περὶ τὸ πάσχειν σπουδή· ἐκδέχεται γὰρ τοὺς ἀγῶνας τῶν ἰδίων ὁ τῶν
20μεγάλων δωρεῶν ἀνταποδότης. τίς γὰρ οὐκ ἂν ὀκλάσειεν ἐν τοῖς κακοῖς, εἰ μὴ διὰ τῶν ἐπάθλων παραμυθηθείη τὰ ἐναντία; ἐκείνη ἐστὶν ἡ ἐλπὶς ἡ μὴ συγχωροῦσα ἐν τῆι ἀνελπιστίαι ἡμᾶς ἀτονεῖν· ἀποκλείει τῶν θλίψεων τὸ πικρὸν ἡ γλυκεῖα γεῦσις τῶν ἀρετῶν. τίς γὰρ ἂν οἰηθείη τὰ παρόντα μεγάλα, ἐννοῶν τὰ μέλλοντα; τίς τὸν θάνατον ἀπαρνήσεται, εἰ τῶν μελλόντων τὴν ἀντίδοσιν κατανοήσειεν; ἔνστητε, ἀγαπητοί μου,
25καὶ ἀσάλευτον τὴν πίστιν βεβαίωι λογισμῶι φυλάττοντες, τῆς ὑπομονῆς τὸν ἔπαινον, ἐν ὧι ἐστιν ἡ σωτηρία καὶ τῶν ἀγαθῶν ἔργων τὸ βραβεῖον, καρπώσασθε· μεγάλα εἰσὶν εἰς ἃ καλούμεθα οἱ ἀνάξιοι. μὴ βραδυνάτω ἡ ἀσθένεια, ὅτι ὁ καλῶν ἀνταποδότης πιστὸς καὶ δυνατὸς βοηθός ἐστι· μὴ τῆι τῶν καταθυμίων ἐλπίδι ἀπατηθῶμεν μήτε τῶν ἡδέων, μήτε προκρίνωμεν τὰ εὐχερῆ· οὐ τρυφηλὰ ἡμῖν ὁ κύριος ἡμῶν, οὐ κολακευτικὰ
30ἐπηγγείλατο· ἐκεῖνος ἔπαθλα ὑπέσχετο, οὐκ ἀργίας. οὐ συμβαίνουσιν ἔπαινος καὶ ῥαθυμία· τίς τῆς ἀνταμείψεως ἔσεται τόπος, εἰ οὐδεμία ἐστὶ φροντὶς τῆς ἀρετῆς; στενὴ ἡ πύλη, ἀλλὰ πλατέα τὰ βασίλεια· ὀλίγοις ἡ εἴσοδος, ἀλλὰ τοῖς δοκίμοις. οὐχ οὗτοί εἰσιν οἱ πρῶτοι λόγοι πρὸς ἐκείνους οὓς ἐδίδαξε διώξουσι καὶ ἐν ταῖς συναγωγαῖς μαστιγώσουσιν ὑμᾶς; διὰ τῆς ὑπομονῆς, καθὼς γέγραπται, κτησώμεθα τὰς
35ἑαυτῶν ψυχάς, μήποτε ταύτας διὰ τῆς οὐχ ὑπομονῆς ἀλγήσωμεν ἀπολέσαντες. πρῶτος εἰς τὸν σταυρὸν ὁ κύριος ἡμῶν καὶ τῆς ὑπομονῆς ἑαυτοῦ διδάσκαλος ἀνῆλθεν, ἐν τῶι ἰδίωι τυπῶν ὑποδείγματι ἐκείνους οἷς ἔμελλε βοηθεῖν· αὐτὸς μεταξὺ τῶν ἀρετῶν καὶ τῶν κόπων τὸν ζυγὸν κατέχει, ἱστάμενος κατὰ τῶν δηλητηρίων τῶν μεμηνότων, ἵνα κατὰ τὴν ὀργὴν τοῦ διωγμοῦ αὐτὸς καὶ τῆς αἰωνίου βασιλείας τοὺς στεφάνους παράσχηι.
40ἀναλογίσασθε ποία τῶν Μακκαβαίων ἡ ἔξοδος (τοῖς καρτερικοῖς ἡ πάλαι ἱστορία τῶν53

3

.

54

ἐπαίνων ἐφέπεται), ποίαι Ἰούδας κἀκείνη τῶν πιστῶν ἀδελφῶν ἡ φάλαγξ θανάτου τιμῆι ἀναγορεύεται, ἐν ποίοις ἐστὶ στόμασιν ὁ λαὸς ὁ ἐν τῶι ὄρει ἀναλωθείς. καὶ αὗται πᾶσαι αἱ δυνάμεις ὑπὲρ τῆς τοῦ νόμου φυλακῆς, ὁμοιώματα καὶ σκιαὶ τῶν μελλόντων οὖσαι, ἠξιώθησαν παραδειγμάτων τοσούτων· ἡμεῖς ἐν τοῖς πατράσιν ἑωράκαμεν, ἐψη‐
5λαφήσαμεν, ἐδοκιμάσαμεν τίνι ἀκολουθήσομεν. τί οὐκ ἐφαρμόζει τῆι ὑποθέσει; τί ἀπάιδει τῆς ἀληθείας; τί οὐκ ὀφείλεται τῶι λυτρωτῆι; καταθυμίως κοινωνοῦμεν ἐν τούτοις ὑμῖν τοῖς δόγμασι· λέγει γάρ που ὁ σοφώτατος Σολομὼν ‘μακάριος ὁ κηρύττων λόγον εἰς ἀκοὴν ὑπακούοντος.‘ εὐφροσύνη μὲν οὖν ἐστι τὸ διαλέγεσθαι τοῖς ἐθέλουσιν καὶ πρὸς τὴν ὀρθὴν ὁδὸν τοὺς μὴ ἀντιπαλαίοντας προτρέπεσθαι. κατέχομεν γὰρ ἐνέχυρον
10τῆς πίστεως τῆς ὑμετέρας τὴν ὑπὸ τῶν γραμμάτων ὁμολογηθεῖσαν ἔνστασιν δι’ ἧς ἐκ τῆς τῶν παραβατῶν λύμης χωρισθέντες εἰς τὰ τῆς ἀποστολικῆς καθέδρας δόγματα καὶ ἐντολὰς ἐπανέρχεσθε, ὀψὲ μὲν ἐπιβάντες τῆς ὁδοῦ τῆς ἀληθείας, ἀλλ’ εὐλογητὸς ὁ θεὸς ὃς οὐκ εἰς τέλος ἐπιλανθάνεται, ὃς παιδεύει καὶ ἰᾶται καὶ οὐδὲ τῆς ἡνωμένης αὐτοῦ ποίμνης τὰ πρόβατα καρτερεῖ τῶν ἐπιβουλευόντων λύκων τῆι ἁρπαγῆι διασπᾶσθαι, ὃς διὰ
15τῆς κεκραμένης αὐστηρίας οὐδὲ τῆς ἀσφαλείας τῶν ἰδίων ὑπερορᾶι οὐδὲ τῆς σωτηρίας. ἀλλὰ τί θαυμαστὸν εἰ τὰ πρόβατα καταλειφθέντος ἐκείνου τοῦ ἑνὸς καὶ ἀληθινοῦ ποιμένος διασκορπισθέντα ὁ πανοῦργος ὁ αἵμασι πεφυρμένος καὶ ἅρπαξ ταῖς ἐνέδραις ἐτάραξεν; οἱ τὴν ἀσφάλειαν τὴν ἰδίαν καταλιμπάνοντες αὐτοὶ ἑαυτοὺς τοῖς κινδύνοις ὑφ’ ὧν σπαράτ‐ τονται, ἐμβάλλουσιν. ὥστε κἂν νῦν γοῦν στερροῖς βήμασιν ἐν τῆι ὁδῶι τῶν πατέρων
20πρὸς ἢν ἀνεδράμετε, ἔνστητε. δύναται γὰρ τὸ τοῦ θεοῦ ἔλεος καὶ τὴν τῶν ἄλλων ὁμοίως διόρθωσιν τῶι ὑμετέρωι μισθῶι, εἰ παρ’ ὑμῶν πρὸς τὸ εὐθὲς ὁδηγηθεῖεν, λογίσασθαι. ἀλλ’ ἑαυτοὺς καθόλου ἀπὸ τοῦ βορβόρου ἐν ὧι οἱ αἱρετικοὶ καταποθέντες κεκράτηνται, ἀποσπάσατε καὶ ἐκτινάξαντες τὴν ἀκαθαρσίαν τοῦ κονιορτοῦ τοῦ κολληθέντος γενικῶς ἅπαντας τοὺς ἀπὸ τῶν ἀποστολικῶν δογμάτων ἀποκλίναντας εὐσεβεῖ ἀποκηρύξει
25κατακρίνατε. οὐδεμία τῶι σκότει πρὸς τὸ φῶς κοινωνία οὔτε οἱ διὰ τῶν εὐθειῶν ὁδῶν βαδίζοντες τὰ ἑαυτῶν ἴχνη μετὰ τῶν ἀποκλινόντων πλάνης συνάπτουσι. κατα‐ σχετέος ἐστὶ τῆς πίστεως ὁ σύνδεσμος καὶ παραιτητέα ἡ ἐκ τῆς ἀπίστου κοινωνίας λύμη, ὅτι κατὰ τὸν ἀπόστολον ὃν τρόπον ὁ ἑαυτὸν προσκολλῶν τῶι κυρίωι ἓν πνεῦμά ἐστιν, οὕτως ὁ κολλώμενος τῆι πόρνηι ἓν γίνεται σῶμα. ἀγαπῶσιν αἱ ἀρεταὶ τὰς ἀλλήλων
30κοινωνίας, καὶ τοὺς κολλωμένους αὐτῆι μεθ’ ἑαυτῆς ἡ ἀσέβεια ἐν τῶι βυθῶι καταποντίζει. ἐν ὀφθαλμοῖς, ἐν τῶι στόματι, ἐν αὐταῖς ταῖς χερσίν εἰσι τῶν πατέρων τὰ δόγματα, ἃ φυλάττειν ἐντελλόμεθα· καθ’ ἑκάστην πρὸς τὴν φυλακὴν ἑαυτῶν αἱ σεβάσμιαι σύνοδοι περισφίγγουσι. μακρηγορία ἐστὶ καθ’ ἕκαστον πάντα φανεροῦν· τὰ τῆς ἐν Χαλκηδόνι συνόδου ἐν ἧι πασῶν τὸ σέβας περιέχεται, ἀλλὰ καὶ τὰ παρὰ τοῦ σεβασμιωτάτου Λέοντος
35προενεχθέντα ἐξ αὐτῆς τῶν ἀποστόλων τῆς καρδίας ὁρίσματα καὶ γινώσκειν ἡμᾶς προσήκει καὶ τηρεῖν. ἐν τούτοις τὸ σεβάσμιον τῆς πίστεως, ἐν τούτοις οἱ προμαχῶνες τῆς ἀληθείας, ἐν τούτοις ὁ Χριστὸς γινώσκεται, ἐν τούτοις τῆς λυτρώσεως τῆς ἡμετέρας ἡ ἐλπὶς καὶ ἡ ὑπόθεσις φυλάττεται. οὗτός ἐστιν ἐκεῖνος ὃν ἐν τῶι ἀποστόλωι ἀνέγνωμεν,
θεμέλιος ἐν ὧι ἑαυτόν τις παραλογίζεται, εἴ τις ξύλα χόρτον καλάμην καταναλισκόμενα54

3

.

55

τῶι πυρὶ ἐποικοδομῆσαι πειραθῆι. ἐν ταύταις ἀνηιρέθη τὰ Εὐτυχοῦς καὶ Νεστορίου ταῖς συνόδοις δηλητήρια, οἵτινες ἐξ ἐναντίας τῆς δεσποτικῆς τοῦ σωτηριώδους μυστηρίου οἰκονομίας, ἐν ὅσωι ἐναντίωι μεταξὺ ἑαυτῶν συλλογισμῶι φιλονεικοῦσιν, ὑπό τινι τῆς ἱεροσυλίας ἰσότητι συμφωνοῦσιν, ἄνισοι ταῖς γνώμαις καὶ ὁμόψυχοι τῆι ἀσεβείαι. ὧν
5ὁ ἕτερος μὴ θέλων τὴν παρθένον Μαρίαν θεοῦ εἶναι γεννήτριαν, ἅπερ ἐν τῶι κυρίωι ἡμῶν εἰσιν ἡνωμένα, διαιρεῖ, ὁ δὲ ἕτερος, ἐν ὅσωι τῶν συνελθουσῶν φύσεων τὰ ἴδια καὶ τὰ ἀληθῆ συγχεῖ, τὸ μυστήριον τῆς ἡμετέρας λυτρώσεως σβέννυσιν, ἄλλος Φωτεινοῦ τὴν θρηισκείαν, ἕτερος τοῦ Μάνεντος τὴν ἀφροσύνην ἀσεβεῖ συγγενείαι συνάπτων. κατὰ τούτων, ἀδελφοὶ ἀγαπητοί, προενοήθησαν ἰατρεῖαι· ἐκείνας τῆι τοῦ λογισμοῦ δυνάμει
10διεκδικήσατε, ἐπειδὴ εἰς ἀνατροπὴν αὐτῶν ὁρᾶτε τοὺς αἱρετικοὺς διὰ τῆς ἀσεβείας μαχο‐ μένους. μὴ ἔστω ἐν ὄκνωι τῆς διδασκαλίας ἡ ἀλήθεια· ποίαι χρὴ σπουδῆι τὴν σωτηρίαν ἀγαπᾶσθαι, ὁπότε ὁρᾶτε τὴν θανατηφόρον ἀπώλειαν οὕτω στεργομένην; αἰδεσθῶμεν νωχελῶς σαφηνίζεσθαι τῆς ἀληθείας τοὺς νόμους, ὁπόταν ἐπιμόνως διεκδικῶνται αἱ πλάναι. καὶ τοὺς ἀρχηγοὺς μὲν τῶν κακῶν ἐφευρέσεων, ἃ προείπομεν συνοδικὰ
15θεσπίσματα δικαίαις κατακρίσεσι μετέρχονται ἀλλ’ ἡμεῖς καὶ τούτων τοὺς ἀκολούθους ὅπως ἐκκλίνητε ὁμοίως ὑπομιμνήισκομεν, οὓς ἡ ἀποστολικὴ καθέδρα καὶ κατέλαβε παρα‐ πλησίους ὄντας τοῖς ἑαυτῶν διδασκάλοις καὶ τοῖς κατακριθεῖσι συνέζευξε, Διόσκορον καὶ Τιμόθεον τὸν πατραλοίαν καὶ Πέτρον τοὺς Ἀλεξανδρεῖς, Ἀκάκιον τὸν Κωνσταντινου‐ πολίτην μετὰ τῶν ἑαυτοῦ ἀκολούθων, ὡσαύτως Πέτρον τὸν Ἀντιοχείας τῶι προλεχθέντι
20ὅμοιον τῆι τε πλάνηι καὶ τῶι ὀνόματι, ἀλλὰ καὶ Σεβῆρον τοῦ αὐτοῦ τόπου οὐδὲν ἧττον καὶ τοῦ ἰοῦ, Ξενέαν τὸν Ἱεραπολίτην, Κῦρον τὸν Ἐδέσσης, Πέτρον τὸν Ἀπαμείας, οὐ μόνον ὑπὲρ τῆς οἰκείας, ἀλλὰ καὶ ὑπὲρ τῆς τῶν ἄλλων ὁμοίως ἀπωλείας κατακριτέους· οἵτινες ἐν ὅσωι ἑαυτοὺς τοῖς ῥύποις τῆς ἰδίας δόξης ἀπαύστως ἐγκυλίουσιν, ἄλλους ὁμοίως ἐν τῶι διδάσκειν τοὺς κακῶς αὐτοῖς ἀκολουθήσαντας ἐμόλυναν. διὰ γενικῆς
25σωτηριώδους ἐντολῆς ὑμῖν παραινῶ· πᾶν ὁτιοῦν ἐξ ἐναντίας τῶν πατρικῶν κανόνων ἐξ οἱωνδήποτε ὑπομνημάτων προενεχθείη, ἀπώσασθε· μηδεὶς ὑμᾶς ἀπροσφόροις προ‐ στάγμασιν ἢ νεωτέροις ὁρίσμασι καινισάτω. εἰ μὲν γάρ εἰσι κοσμικοί, οὐ δύνανται τὰς ἐκκλησίας κατέχειν, ἐπειδὴ τούτοις ἁρμόζει τὸ διδάσκεσθαι μᾶλλον ἢ διδάσκειν· ἀθέμιτον γὰρ τοῖς σεβασμίοις θυσιαστηρίοις ξένας προσφέρειν σπονδάς, ἐπειδὴ σαφεῖς
30εὐσεβέσιν ἐπιστήμαις ὅρους 〈ὁ θεὸσ〉 ἐν αὐτοῖς ὁμοίως τῆς ἰδίας τιμῆς τοῖς προοιμίοις προέγραψε. μεταξὺ Λευιτῶν καὶ τοῦ οἰκείου λαοῦ διεῖλε τὴν λειτουργίαν· ἄλλη ἐστὶν ἡ τῶν ἀνθρώπων ἐξουσία, ἄλλαι αἱ ὑπηρεσίαι τῶν ἱερέων. παρώξυνε μᾶλλον τὸν κύριον ἤπερ ἐξιλεώσατο ὃς ἀλλότριον πῦρ ἐν τοῖς θείοις ἀδύτοις τὰ ἱερὰ μολύνας ἐπεισή‐ νεγκε. τίς ἐστιν ὃς ἑαυτῶι ἐν ἀλλοτρίοις θεσπίσμασι τοῦ κελεύειν τὴν αὐθεντίαν
35δύναται προσλαβεῖν; καὶ γὰρ οὔκ ἐστιν ἀμφίβολον προσφέροντα τιμὴν κεχρεωστημένην ὑπὲρ μόνης τῆς ἐγχειρήσεως τῆς λειτουργίας τετιμωρῆσθαι ἐν τῶι ναῶι. Ὀζίας ἐν τῆι εὐλαβείαι καὶ τῆι ὑπηρεσίαι διέμεινεν, εἰ νουθετηθεὶς τῶι ὑποδείγματι τῆς τοσαύτης
ἐπιπλήξεως ἀπὸ τῶν ἱερῶν διατάξεων ἐφοβήθη μᾶλλον ἢ κατετόλμησε τούτων, ἄμεινον55

3

.

56

ἂν ἐβασίλευσεν. ἀλλ’ ἐπειδὴ μηδὲ κωλυόντων τῶν ἐπιμελητῶν τοῦ ναοῦ ὁ ἐπίμονος παραβάτης ἀπέστη, ἐν αὐτοῖς βδελύγματι λέπρας πληγεὶς τοῖς θυσιαστηρίοις τὴν λει‐ τουργίαν τῆς βασιλείας ἀπώλεσε, τὴν ὑπηρεσίαν τοῦ ἱερέως ὑπελθών. γινωσκέτωσαν τοιγαροῦν μὴ εἶναι θεῶι προσδεκτὰ ἅπερ ἐκ τῶν αὐτοῦ ἐντολῶν παρὰ τῶν τολμηρῶν
5ὑφαρπάζεται, ὁπότε ἕνα πρὸς ἐπίδειξιν τῆς ἀποφάσεως τῆι τῆς μεγάλης ἀκοσμίας τιμωρίαι ἐφύλαξεν, ἄλλους ταχινὴ φλὸξ κατηνάλωσε. δι’ ὃ δὴ εἴπερ τινά εἰσί τινι σχήματι θρηισκείας δεδεγμένα, ἰσχὺν ἔχειν οὐ δύνανται, τοσαύταις αὐθεντίαις καταπαλαιόμενα. βοᾶι Παῦλος ὁ ἀπόστολος κἂν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμᾶς παρ’ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. οὐχ ἅπαξ εἰρηκὼς τοῦτο ἠρκέσθη,
10ἐπανέλαβε δὲ τὴν ὑγιαίνουσαν ἐντολήν· ὡς προείπομεν, καὶ ἄρτι πάλιν λέγω· εἴ τις ὑμᾶς εὐαγγελίσεται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω. φυλάττοι τοιγαροῦν τὴν προενεχθεῖσαν ὑπὲρ τῆς φυλακῆς τῆς πίστεως ἀπόφασιν, εἴ τις τῆι ἀποστολικῆι ἀκολουθεῖ διδασκαλίαι. καὶ ἡμῖν μὲν οὐ φροντὶς ἐνέλειψε· καὶ γὰρ τῆι τῆς διπλῆς πρεσβείας ὑπηρεσίαι, εἴ τι ἐν ταῖς δεήσεσι ταπεινόν, εἴ τι ἐν ταῖς δικαιολογίαις εὔλογον,
15εἴ τι ἐν ταῖς ἐντολαῖς ὑγιές, ἐπηνέγκαμεν. ἀλλὰ μὴ διὰ τοῦτο ἀμελητέα ἐστὶν ἡ ὁδὸς τῆς δικαιοσύνης, ἐπειδὴ τὰς ἰδίας πλάνας ἀγαπᾶι μετὰ ἀπονοίας ἡ ἀπιστία; οὐκ ἔστι συνάπτεσθαι μετὰ τοῦ τῶν πιπτόντων ὀλισθήματος· ἄνευ τῆς ἡμετέρας λύμης ἀπολλύσθω‐ σαν οἱ ἀπὸ τῶν οἰκείων ἀσεβειῶν μηδὲ μαστιγουμένης τῆς πλάνης ἐκκλίνοντες. Καὶ ἑτέραι χειρί· ὁ θεὸς ὑμᾶς ὑγιαίνοντας διαφυλάξοι, τέκνα ἀγαπητά.
20 Ἐδόθη πρὸ τεσσάρων Εἰδῶν Φεβρουαρίων μετὰ τὴν ὑπατείαν Ἀγαπητοῦ τοῦ λαμπρωτάτου Ἐπιστολὴ Ὁρμίσδου πρὸς Ἐπιφάνιον Ὁρμίσδας Ἐπιφανίωι ἐπισκόπωι Κωνσταντινουπόλεως. Πολλῆς ἐπλήσθην χαρᾶς, ὅτι περὶ τὴν εἰρήνην τῆς ἐκκλησίας καὶ τοῦ ἁγιωτάτου βασιλέως καὶ τῆς σῆς
25ἀγάπης τοιαύτη σπουδή, οἵαν διὰ τῶν γραμμάτων ἐμήνυσας καὶ διὰ τῆς τῶν ἐμῶν πρέσβεων καταθέσεως ἔγνων. σαφὴς γὰρ ἐντεῦθεν τῆς οὐρανίου εὐσπλαγχνίας ἀπόδειξις πρόεισιν, ὅταν καὶ οἱ τοῦ κόσμου βασιλεῖς τὰς ὑποθέσεις τὰς περὶ τῆς πίστεως μετὰ τῆς διοικήσεως τῆς πολιτείας συζευγνύωσι καὶ οἱ τῶν ἐκκλησιῶν ἡγούμενοι τὰ συντείνοντα εἰς τὴν ἰδίαν οἰκονομίαν μεμνημένοι τοῦ καθήκοντος ἐκτελῶσι. τοιούτων ἔχρηιζε μετὰ
30τὰς τῆς διχονοίας καταιγίδας ἡ Χριστιανικὴ θρηισκεία ἰθυντήρων, οἵτινες κατευνασθεισῶν προνοητικωτάτηι διατυπώσει τῶν θυελλῶν τὴν ἐπὶ πολὺ ξενωθεῖσαν εἰρήνην ἐξωσθέντος τοῦ χειμῶνος ἐπανάξουσι καὶ εἰς τοὺς μέλλοντας μετὰ ταῦτα αἰῶνας τῆς ἰδίας προθέσεως τὰ ὑποδείγματα ἐπεκτείνοντες ἑαυτοῖς ἐπιγεγράφθαι ἀναμφιβόλως ἐπιδείξουσιν, εἴ τι τῶι
θεῶι ἀρέσκον οἱ μεταγενέστεροι ἀπὸ τῆς αὐτῶν μιμήσεως ποιήσουσιν. εὐλογήσωμεν56

3

.

57

τὸν θεόν, ἀδελφοί, ταῖς ἡμῶν τοῦτο ἡμέραις συγκεχωρημένον γεγονέναι καὶ πάσαις εὐχῶν καὶ μεριμνῶν δυνάμεσιν ἐπερεισθῶμεν ἵνα ἅπερ διὰ τῆς τοῦ θεοῦ ἡμῶν συνεργίας καλῶς ἤρχθη, αὐτοῦ βοηθοῦντος ἐν πᾶσι πληρωθῶσιν. ἐλπὶς γάρ ἐστιν ὅτιπερ εἰς τὴν ἁρμονίαν τοῦ οἰκείου σώματος καὶ τὰ λοιπὰ καὶ ἔτι νῦν διηιρημένα μέλη σπουδάσουσι
5καὶ ἀπὸ τῶν κρεισσόνων τὰ ἥσσονα οὐ διαφωνήσουσιν. εἰς ὃ ἐπείπερ με ἡ σὴ διάθεσις τῆι σπουδῆι τῆς Χριστιανικῆς ἀγάπης προτρέπεται, ὀφείλει εἰς ὃ διεγείρει ἀκολουθῆσαι καὶ ὅπερ ἀγαπᾶσθαι συμβουλεύει, περιπτύξασθαι. ὁμοίαν γὰρ λοιπὸν τῆς πίστεως φροντίδα χειρίζοντες διὰ τῆς εὐσεβοῦς ὑπομονῆς ἴσον καὶ τὸ ἔπαθλον τοῦ ἀγαθοῦ ἔργου ἐκβάσει ἐλπίζομεν. οὔτε γὰρ ταῖς δυσχερείαις ἐστὶ παραχωρητέον· οὐ καταπονεῖται
10τοῖς τραχέσιν ἡ πίστις οὐδὲ εἰς τὰ τῶν οὐρανῶν ὑψώματα διὰ κατωφεροῦς τις ἐπεκτείνεται οὔτε τῆς ἀνταμείψεως ἄνευ τῆς τοῦ καμάτου γυμνασίας τις ἀξιοῦται. δι’ ὃ ἵνα μὴ ἐκκακῶμεν τὸ ἀγαθὸν ποιοῦντες, ἰδικῶς ὑπομιμνησκόμεθα· καὶ γὰρ μακάριοι, ὡς μαρτυρεῖ ὁ ψαλμωιδός, οἱ φυλάσσοντες κρίσιν καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῶι, ὅτι οὐχ ἡ ἀρχὴ τοῦ καμάτου τὴν ἀντάμειψιν τοῦ ἐπάθλου εἴωθεν εὑρίσκειν,
15ἀλλὰ τὸ τέλος. τοιγαροῦν ἴσην σπουδὴν τῆς μερίμνης ἀναλαβόμενοι, οἷς ἐστι μία ἐν τῆι κοινωνίαι καὶ τῆι πίστει ἡ ἑταιρία, ὃν τρόπον περὶ τῆς ἑνωθείσης τῶι ἀποστολικῶι θρόνωι τῆς Κωνσταντινουπόλεως ἐκκλησίας ἐπίσης ἀγαλλιῶμεν ἐν κυρίωι, οὕτω καὶ περὶ τῆς τῶν λοιπῶν, καθὼς ἐνδιαθέτως παραινεῖς, ἀποκαταστάσεως φροντίσωμεν πρῶτον ἵνα τὴν πίστιν καὶ τὴν τελειότητα ἡμῶν ἄσπιλον ἀπὸ παντὸς μιάσματος φυλάξωμεν.
20καὶ γὰρ οἶσθα, ἀδελφὲ τιμιώτατε, ποῖοι τὴν ἐκκλησιαστικὴν φυλάττουσιν ὁμόνοιαν σύν‐ δεσμοι, τίνα ἡμᾶς ἀπὸ τῶν αἱρετικῶν διαφυλάττουσιν ἐπιβουλῶν καὶ διὰ ποίων ἡ τῶν κανόνων φυλάττεται αὐθεντία. τούτων ἐν τῆι ἰδίαι ἰσχύι πάσηι προσοχῆι φυλατ‐ τομένων ἴασις τοῖς ἐλπίζουσι προσενεχθήσεται. ἔχει γὰρ τῶν ἐκκλησιαστικῶν κανό‐ νων ἡ τάξις καὶ αὐτῆς τῆς δικαιοσύνης ὁ τύπος, ὅπως εὔλογος θεραπεία τοῖς καλοθελῶς
25καὶ πιστῶς ἐλπίζουσι μὴ ἀρνηθείη, οὐδέ τίς ἐστιν οὕτως ἀπὸ τῆς φιλανθρωπίας διηιρη‐ μένος, ὃν οὐχὶ ἀπὸ τῆς σκληρότητος τοῦ δεσμοῦ ἐπικάμψει ἡ ἀπάνουργος ἁπλότης. ἀλλ’ ἵνα ἀσφαλῶς τοῦτο καὶ χωρὶς μέμψεως ἢ τινὸς ἐφόδου πλάνης ἰσχύσειε προελθεῖν, ἀγαπητὲ ἀδελφέ, τὸ ἐμὸν πρόσωπόν σε ἐν τούτωι χρὴ ὑπελθεῖν, ἐπιστάμενον ἐν ταῖς τοιαύταις ὑποθέσεσι, καθὼς προείρηται, τί ποιητέον εἴη, τί φυλακτέον, οὕτω πάντων
30προνοούμενον, ὡς μὴ ἀμφιβάλλοντα λόγον ταύτης τῆς διατυπώσεως τῶι θεῶι ἀπο‐ δώσοντα, οὕτω μέντοι ἵνα τούτους οἵτινες ὑμῖν τῆι κοινωνίαι συναφθεῖεν καὶ δι’ ὑμῶν τῶι ἀποστολικῶι θρόνωι, τὰ ὑμέτερα γράμματα ἡμῖν δηλώσωσιν· οἷς καὶ τὰ περιεχόμενα τοῖς λιβέλλοις οὓς ἂν προσενέγκοιεν, ἐμφερέσθω. οὕτω γὰρ καὶ τῆς Σεβήρου καὶ τῶν τούτωι συμπλεκομένων καὶ τῶν ὁμοίων ἀπολυθήσονται πλάνης καὶ οὐδὲ τούτων
35οἵτινες ἰαθῆναι δυνήσονται, τὴν ζημίαν ὑπομείνωμεν. ὅπερ διὰ τοῦτο ὑμῖν ἰδικῶς ὠιήθημεν ἐπιθεῖναι πρὸς τὴν ὑμετέραν ἐπιμέλειαν τὰ ἡμέτερα μεταφέροντες βάρη, ἐπείπερ οὐ μικρὰς ἤδη ἀποδείξεις τοῖς αἱρετικοῖς ἀνθιστάμενοι δεδώκατε καὶ οὐ χρὴ περὶ τούτου διστάζειν, ὃν καλῶς συνέβη δόκιμον ἀποδειχθῆναι. ἅμα προσλαβέσθαι τὰς θεραπείας
τῆς ἰάσεως, ἅμα ζώσασθαι τὴν αὐθεντίαν τῆς δικαιοσύνης καὶ οὕτως περὶ τοὺς ἱκέτας57

3

.

58

τῆι φιλανθρωπίαι ἁπαλύνεσθαι, ἵνα τοὺς ἐν τῶι τῶν αἱρετικῶν μιάσματι ἐπιμένοντας ἢ τούτους οἵτινες τὸ ἀνεύθυνον ὑποκρίνονται καὶ μετὰ τῶν ἡμετέρων μόνηι τῆι φωνῆι συμφωνοῦσιν, ἀπὸ τούτων ὧν ὑπὲρ τῆς ἀποκαταστάσεως τῆς ἐκκλησίας φροντὶς καὶ πρόνοια ἐστίν, ἀποκινήσηις. οὐδὲ γὰρ λυσιτελεῖ περὶ τούτους τὴν ἐκκλησιαστικὴν
5κεράσαι αὐστηρίαν· οὐ γὰρ ἔσται λοιπὸν τοῦ ἐλέους τὰ ἀγαθὰ διὰ τὴν τῶν προνοηθῆναι ὀφειλόντων ἀνάγκην συναχθέντα, ἐὰν ἀδιακρίτως ἔσονται κοινὰ καλοῖς καὶ κακοῖς. καὶ ἐπειδὴ τῶν Ἱεροσολυμιτῶν ὁμοίως ποιήσασθαι ὠιήθη ἐν τοῖς οἰκείοις γράμμασι μνήμην ἡ σὴ ἀγάπη, ὧν καὶ πρὸς ἡμᾶς ἠνέχθη τις ὁμολογία, ἀναγκαῖον ἡγησάμεθα καὶ ἀνα‐ γνῶναι τὰ γραφέντα καὶ ἀποκρίνασθαι τὰ πρόσφορα. οἵτινες εἰ τὰς τῶν ἁγίων πατέρων
10διατυπώσεις φυλάττουσιν, εἰ ἐκείνης τῆς πίστεως τοὺς θεμελίους σέβονται, [καὶ] ἀπὸ τούτων τῶν δι’ αὐτῶν τοῦ ἁγίου πνεύματος κατανύσσοντος ὁρισθέντων οὐκ ἀναχωρή‐ σουσιν. ἢ γάρ εἰσι τέλεια, ὥσπερ εἰσί, καὶ προσθήκης οὐ δέονται, ἢ καλῶς βέβαια καὶ διὰ τοῦτο οὐκ ἀμειπτέα, ὁπότε δι’ αὐτῶν πάντα τὰ τῶν αἱρετικῶν δηλητήρια κατεπιέ‐ σθη. οὐδέ τι ἡ ἐν Χαλκηδόνι σύνοδος, ὅπερ χρήσιμον οἱαδήποτε ἐπιμέλεια ἠδύνατο ἐπι‐
15νοῆσαι, παρέδραμεν. ἥτις τῶν προλαβουσῶν ὁμοίως τὰ δόγματα ἢ τηλαυγέστερον ἐφανέρωσεν ἢ ἐπαναληφθείσηι τῆι αὐθεντίαι ἐβεβαίωσεν ἰδικόν τινα κατὰ Νεστορίου καὶ Εὐτυχοῦς ἀναδεξαμένη ἀγῶνα, τοῦ μὲν ἑτέρου τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ θεότητα ἀπὸ τῆς σαρκὸς χωρίζοντος καὶ διὰ τοῦτο τὴν ἁγίαν Μαρίαν θεοῦ γεννήτριαν ἐξαγγέλλειν ἐκκλίνοντος, τοῦ δὲ ἑτέρου τὴν ἀλήθειαν τῆς σαρκὸς ἐν τῶι κυρίωι ἀπαναινο‐
20μένου, ὁπότε ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ αὐτὸς υἱὸς θεοῦ, ὁ αὐτὸς ἄνθρωπος, ἓν πρόσωπον ἐν δύο φύσεσι καὶ θεότητος καὶ σαρκὸς οὐδὲ τῶν φύσεων ἐν τῆι ἑνώσει συγχυ‐ θεισῶν, οὐχ ὡς τετάρτου προσώπου προστεθέντος τῆι τριάδι, ἀλλ’ αὐτὸς ὁ υἱὸς τοῦ θεοῦ ἐκένωσεν ἑαυτὸν καὶ μορφὴν δούλου ἔλαβε· δι’ ὃ καὶ μίαν καὶ οὐ διαιρετὴν ὁμολο‐ γοῦμεν οὐσίαν τῆς τριάδος καὶ τὴν ἰδίαν ὅμως ἰδιότητα ἴσμεν ἐνεῖναι τοῖς προσώποις.
25ἓν γὰρ τοῦ πατρὸς ὁμολογοῦμεν εἶναι πρόσωπον, ἓν τοῦ υἱοῦ τοῦ θεοῦ μετὰ τῆς προσ‐ ληφθείσης σαρκός, ἓν τοῦ πνεύματος τοῦ ἁγίου, καὶ τὰ πρόσωπα ταῖς ἰδιότησι σημαί‐ νοντες καὶ διὰ τῆς ἑνότητος τῆς οὐσίας τὸ ἀχώριστον τῆς τριάδος μυστήριον ὁμολογοῦντες. οὔτε γὰρ δυνατὸν ἀμφιβάλλεσθαι τὸν λόγον τοῦ θεοῦ ἐν τοῖς τῆς μητρὸς σπλάγχνοις διὰ τῆς σαρκὸς τὴν ἀνθρωπείαν προσειληφέναι φύσιν καὶ μὴ μετὰ τὴν παρ’ αὐτοῦ γενο‐
30μένην ἐν τῆι μήτραι τῶν φύσεων ἕνωσιν διηιρημένον. καθάπερ γὰρ οὐκ ἔστιν ἐν αὐτῶι ἀνθρωπότης ἄνευ θεοῦ γεννηθεῖσα, οὕτως ἐν τῶι σταυρῶι ἡ ἀπαθὴς θεότης οὐκ ἔστιν ἀπὸ τοῦ τῆς σαρκὸς πάθους διηιρημένη, ὅπερ ὁ τῆς παρθένου τόκος καὶ ἡ ἄχραντος γονιμότης καὶ ἡ ἐξαίρετος ἐκ νεκρῶν ἀνάστασις καὶ ἡ εἰς οὐρανοὺς δείκνυσιν ἄνοδος. ταῦτα εἰ καθὼς παρὰ τῶν πατέρων ὡρίσθη, φυλάττουσι, πιστευέτωσαν καὶ μηδὲ τὰ ὡρισμένα
35παραβαινέτωσαν. ἀφ’ ἧς τρίβου οἱ ἐκκλίνοντες αὐτοὶ ἑαυτοῖς νέφος ἀμφιβολίας περιχέ‐ ουσιν, ἡμῖν δὲ ἐκεῖνο τὸ ἀποστολικὸν τοῖς φιλονείκοις ἀποκρίνασθαι ἀνάγκη ἐστίν· ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν οὐδὲ ἡ ἐκκλησία τοῦ θεο. ταῦτα διὰ τοῦτο διὰ βραχέων, ἐπειδὴ οὔτε ἀμφιβάλλεσθαι προσήκει περὶ πραγμάτων τῶν περὶ
τῆς πίστεως πολλάκις ὁρισθέντων καὶ παντελῶς περιττή ἐστιν ἡ δικαιολογία ἡ προσφερο‐58

3

.

59

μένη τοῖς παρεσκευασμένοις, ὁπότε περὶ τούτου τοῦ πράγματος καὶ πρὸς τὸν ἐνδοξότατον καὶ φιλανθρωπότατον βασιλέα τὸν ἡμέτερον υἱὸν οὐκ ὀλίγα ἐσημάναμεν. καὶ ἐπειδὴ περὶ τῆς τῶν Ἱεροσολυμιτῶν ὁμολογίας ἀπεκρινάμεθα, καὶ τοῦτο ὑπελάβομεν τῆς τούτων σωτηρίας χάριν ἁρμοδίως προσθεῖναι, ἵνα ἐὰν τῆς καθολικῆς κοινωνίας ἐπιποθῶσι τὴν
5ἕνωσιν, τῆς ἰδίας ὁμολογίας τὸ ὕφος, ἐγγράφως μηνυθεῖσαν ἣν τοῖς ἡμετέροις πρεσβευταῖς ἐν Κωνσταντινουπόλει διάγουσι προσήνεγκαν, διὰ τῶν ἰδίων πρὸς ἡμᾶς ἀποστείλωσιν ἢ τῆι ὑμετέραι ἀδελφότητι δώσουσι, τῆι αὐτῆι μέντοι, καθὼς εἶπον, δυνάμει συγγεγραμ‐ μένην, ἥτις πρὸς ἡμᾶς πᾶσι τρόποις δι’ ὑμετέρας διατυπώσεως κομισθήσεται. περὶ γὰρ τῶν Θεσσαλονικέων, ὧν πρὸς ἡμᾶς οἱ πρέσβεις διὰ τῆς τοῦ πιστοτάτου καὶ ἐνδοξοτάτου
10βασιλέως τοῦ ἡμετέρου υἱοῦ διατυπώσεως ἦλθον, ἵνα μή τι παραλελοιπέναι δόξωμεν, γινώσκειν ὑμᾶς βουλόμεθα κατὰ ταῦτα ἅπερ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐμπνέοντος ἤρεσαν, τὴν ὑπόθεσιν πᾶσαν τῆι ἡμετέραι διασκέψει ψηλαφητέαν καί, εἰ ὅπερ χρὴ πληρώ‐ σουσι, διατυπωτέαν. ταῦτα διὰ τοῦ ἀδελφοῦ καὶ συνεπισκόπου ἡμῶν τοῦ σεβασμιω‐ τάτου ἀνδρὸς Ἰωάννου, ἀλλὰ καὶ διὰ τῶν υἱῶν ἡμῶν Ἡρακλειανοῦ τοῦ πρεσβυτέρου
15καὶ Κωνσταντίνου τοῦ διακόνου τῆς ἐκκλησιαστικῆς τιμῆς ἀξίων τὰ πρὸς τὴν ὑπόθεσιν ἀνήκοντα ἀρκεσθέντες ἀντιγράψαι, ἥσθημεν ἐν ἀνδρὶ τῆς ἡμετέρας τάξεως ἴσην ἀξίαν καὶ εὐλαβῆ πρόθεσιν ἡμᾶς εὑρηκέναι καὶ μετὰ τῶν τῆς πρεσβείας ἐντολῶν τῆι φρονήσει καὶ τοῖς τρόποις συνάιδοντα. εὐκταῖον γὰρ πρᾶγμα καὶ πλῆρες χαρᾶς, ἵνα ὦσι κεκριμένως δόκιμοι οὓς τῆς κοινωνίας καὶ τῆς τάξεως συνέβη εἶναι συγκλήρους.
20 Καὶ ἄλληι χειρί· ὁ θεός σε ὑγιῆ διαφυλάττοι, ἀδελφὲ τιμιώτατε. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπε· Νῦν καὶ οἱ θεοσεβέστατοι νοτάριοι τῆς ἁγιωτά‐ της ἡμῶν ἐκκλησίας, εἴ τινές εἰσι παρ’ αὐτοῖς χάρται τὴν παροῦσαν ὁρῶντες ὑπόθεσιν, δήλους ἡμῖν τούτους ποιείτωσαν. Καὶ προκομισθέντων τῶν χαρτῶν διὰ Κοσμᾶ τοῦ θεοσεβεστάτου διακόνου νοταρίου
25καὶ χαρτοφύλακος Μακάριος ὁ θεοσεβέστατος διάκονος καὶ νοτάριος τὸν ἐκ προσώπου τῶν Θεουπόλεως κληρικῶν λίβελλον καὶ τὴν ἀναφορὰν τῆς ἐνδημούσης τηνικαῦτα τῆι βασιλίδι πόλει συνόδου, ἀμφότερα πρὸς τὸν ἐν ἁγίοις Ἰωάννην ἀρχιεπίσκοπον γενόμενον τῆς αὐτῆς βασιλίδος πόλεως, ἀνέγνω καὶ Καλώνυμος ὁ θεοσεβέστατος διάκονος καὶ νοτάριος ἀπὸ κώδικος τὴν πρὸς Ἰωάννην τὸν τῆς ὁσίας μνήμης ἀρχιεπίσκοπον γενόμενον Ἱεροσο‐
30λύμων ἐπιστολὴν καὶ τὴν πρὸς Ἐπιφάνιον τὸν τῆς θεοφιλοῦς μνήμης τῆς Τυρίων γενόμενον ἐπίσκοπον ἀνέγνω, ἔτι μὴν καὶ τὴν πεμφθεῖσαν ὑπό τε αὐτοῦ Ἰωάννου τοῦ τῆς Ἱεροσο‐ λυμιτῶν ἐπισκόπου καὶ τῆς ὑπ’ αὐτὸν συνόδου πρὸς τὸν ἐν ἁγίοις Ἰωάννην ἐπιστολὴν ἀνέγνω· καὶ Στέφανος ὁ θεοσεβέστατος νοτάριος καὶ διάκονος τὴν σταλεῖσαν ἀναφορὰν σὺν τοῖς πεπραγμένοις παρὰ Ἐπιφανίου ἐπισκόπου γενομένου Τύρου καὶ τῆς ὑπ’ αὐτὸν
35συνόδου ἀνέγνω, καὶ Παῦλος ὁ θεοσεβέστατος νοτάριος καὶ διάκονος τὴν σταλεῖσαν ἀναφορὰν σὺν τοῖς πεπραγμένοις ὑπὸ τῶν ἐπισκόπων δευτέρας Συρίας πρὸς τὸν ἐν ἁγίοις Ἰωάννην γενόμενον ἀρχιεπίσκοπον τῆς βασιλίδος πόλεως· ἅτινα συμπάντα καὶ ἐντέ‐
τακται.59

3

.

60

Δέησις κληρικῶν καὶ μοναχῶν Ἀντιοχείας πρὸς Ἰωάννην τὸν πατριάρχην καὶ τὴν ἐνδημοῦσαν σύνοδον κατὰ Σεβήρου Τῶι ὁσιωτάτωι καὶ ἁγιωτάτωι καὶ μακαριωτάτωι ἀρχιεπισκόπωι καὶ οἰκουμενικῶι πατριάρχηι Ἰωάννηι καὶ τῆι ἐνδημούσηι ἁγίαι συνόδωι ἀξίωσις παρὰ κληρικῶν καὶ
5μοναχῶν τοῦ ἀποστολικοῦ θρόνου τῆς Ἀντιοχέων μεγαλοπόλεως ἁγίας τοῦ θεοῦ καθολι‐ κῆς ἐκκλησίας. Νῦν εἴπερ ποτὲ καιρός, ὦ μακαριώτατοι, πάσας τῆς οἰκουμένης τὰς ἁγίας τοῦ θεοῦ ἐκκλησίας ὡς ἐξ ἑνὸς στόματος τὸ προφητικὸν ἐκεῖνο ἐκβοῆσαι εὐφραι‐ νέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ καὶ πάντα τὰ ἐν αὐτῆι, ὅτι ἠλέησεν ὁ θεὸς τὸν λαὸν αὐτοῦ. τὸ γὰρ τὰ σκῆπτρα Ῥωμαίων τοὺς οὕτως εὐσεβεῖς καὶ φιλο‐
10χρίστους ἐγχειρισθῆναι βασιλέας, ἐλευθερίαν δὲ χαρισθῆναι καὶ παρρησίαν τοῖς τὴν ὀρθό‐ δοξον πρεσβεύουσι θρηισκείαν πῶς οὐχὶ ταύτην πείθει εἰκότως τοὺς πιστοὺς βοῆσαι φω‐ νήν; ἀλλ’ ἐν οὕτω κοινῆι τῆς οἰκουμένης ἑορτῆι μία ἐκ πάντων ἢ κομιδῆι σὺν ὀλίγαις ἡ τῶν Ἀντιοχέων ἐκκλησία κατηφείας πεπλήρωται καὶ θρήνων. λύκον γὰρ ἀντὶ ποιμένος οὐκ οἴδαμεν ὅπως δεξαμένη κακοπαθεῖ. ποίαν γὰρ τραγωιδίαν οὐκ ἀπέκρυψε τὰ τολ‐
15μηθέντα παρὰ Σεβήρου κακά; ὃς πρῶτον μέν, ἵν’ ὅπως βεβίωκε παραλίπωμεν φειδοῖ τῶν ὑμετέρων ἀκοῶν, οὐδεμιᾶι πώποτε φαίνεται κοινωνήσας ἐκκλησίαι, εἶτα συκοφαντίας βέλεσι κατατοξεύσας τε καὶ παρασκευάσας ἐξελαθῆναι τὸν ἔνθεσμον ποιμένα Φλαβιανὸν τὸν μακαριώτατον, τὸν ἐκείνου θρόνον βιαίως καὶ ἀκανονίστως ὑφήρπασε κἀντεῦθεν μισθωτοῦ δίκην οὐ μόνον οὐκ ἐπήμυνε τῆι ποίμνηι τοῦ Χριστοῦ οὐδὲ ἔφυγεν, ὅπερ ἦν
20ἀγαπητόν, ἀλλ’ αὐτὸς τὰ τῶν θηρίων ἔδρα σφάττων τε καὶ διασκορπίζων τὰ πρόβατα, κενοφωνίας δὲ καὶ βλασφημίας κατὰ τοῦ θεοῦ πλαττόμενος οὐδενὸς τῶν ἁγίων ἡμῶν πατέ‐ ρων ἐφείσατο, διατελεῖ δὲ πᾶσαν ἡμέραν ὡς εἰπεῖν τὰς ὑπὲρ εὐσεβείας ἀθροισθείσας ἀποκη‐ ρύττων συνόδους. ὁ γὰρ τὴν ἐν Χαλκηδόνι ἁγίαν σύνοδον ἀναθεματίσαι τε καὶ πολε‐ μῆσαι τολμήσας τὴν μάλιστα βεβαιώσασαν τὸ σύμβολον τῶν τιη ἁγίων πατέρων,
25ἀποδεξαμένην δὲ καὶ τοὺς ρν ὁσίους καὶ ἁγίους πατέρας, ἔτι μὴν καὶ τοὺς ἐν Ἐφέσωι κατὰ Νεστορίου τοῦ δυσσεβοῦς συνελθόντας ὁμοίως ὁσίους πατέρας, εὔδηλον ὡς καὶ τὰς εἰρη‐ μένας ἀποστρέφεται καὶ μισεῖ ὡς ταύτης ἀδελφάς. καὶ ὅσους μὲν φόνους ἁγίων εἰργά‐ σατο μοναχῶν Ἰουδαικαῖς χερσὶ τὴν τοιαύτην ἐγχειρίσας σφαγήν, οὔτε ὑμᾶς, ὁσιώτατοι, οὔτε τῶν ἄλλων ἔλαθεν οὐδένα. θέαμα γὰρ ἦσαν κείμενοι δεινὸν ἄνδρες ἀσκητικοῖς ἀγῶσι
30μέχρι πολιᾶς ἐναθλήσαντες γυμνοὶ καὶ ἄταφοι ἐρριμμένοι, ὑπὲρ τοὺς τριακοσίους ὄντες, ἐκ τῆς δευτέρας Σύρων ἐπαρχίας ὁρμώμενοι, κυσὶ σπαράγματα καὶ οἰωνοῖς προκείμενοι. ὅμοια δὲ καὶ ὡσαύτως ἐλεεινὰ καὶ ὅσα ἐν τοῖς ξενῶσιν αὐτῶι πέπρακται· δεσμωτήρια γὰρ δομᾶται νῦν κἀκεῖσε πολλοὺς ὑπὲρ εὐσεβείας καθείργων ἐν σκότει καὶ μαστίζων ἀναιρεῖ. οἷα δέ, ὁσιώτατοι, καὶ περὶ τὰς ἐν Δάφνηι πηγὰς πρᾶξαι τετόλμηκε μαγείαις τε χρώμενος
35αὐτόθι καὶ θυμιάμασι μυσαροῖς θεραπεύων τοὺς δαίμονας, καὶ τοῦτο πᾶσα ἐκείνη ἡ μεγάλη ἄιδει πόλις. οὐ μὴν οὐδὲ αὐτῶν ἐφείσατο τῶν ἁγίων θυσιαστηρίων οὐδὲ τῶν ἱερῶν σκευῶν, τὰ μὲν ξέων ὡς ἐναγῆ, τὰ δὲ χωνεύων καὶ ῥογεύων τοῖς ὁμοτρόποις. τετόλ‐
μηται δὲ αὐτῶι καὶ τοῦτο, ὦ μακαριώτατοι. τὰς γὰρ εἰς τύπον τοῦ ἁγίου πνεύματος60

3

.

61

χρυσᾶς τε καὶ ἀργυρᾶς περιστερὰς κρεμαμένας ὑπεράνω τῶν θείων κολυμβηθρῶν καὶ θυ‐ σιαστηρίων μετὰ τῶν ἄλλων ἐσφετερίσατο λέγων οὐ χρῆναι ἐν εἴδει περιστερᾶς ὀνομά‐ ζεσθαι τὸ ἅγιον πνεῦμα. τὰ μέντοι χρήματα καὶ οἰκήματα καὶ ὅσα ἐν τοῖς καλλίστοις χω‐ ρίοις ὑπῆρχε τῆι ἐκκλησίαι, πάντα ἐκφορήσας ἐξεδαπάνησε καὶ βαρυτάτοις δανείσμασι τὴν
5ἐκκλησίαν κατέχωσεν. ἀλλ’ οὐχ οἷόν τε, ὦ μακαριώτατοι, πάντα διεξελθεῖν τὰ ἐκείνωι τετολμημένα, δι’ ὃ τοῖς ὀλίγοις τούτοις καίπερ οὖσι τηλικούτοις ἀρκούμενοι δεόμεθα τῆς ὑμετέρας ἁγίας συνόδου ὀψὲ καὶ μόλις στῆσαι τὰ συνέχοντα κακὰ τὴν ἡμετέραν ἐκκλησίαν καὶ πᾶσαν σχεδὸν τὴν Ἀνατολικὴν διοίκησιν καὶ τοῦ τε παμπονήρου ἀνδρὸς ἡμᾶς ἐλευθε‐ ρῶσαι ἀπαιτουμένου κατὰ τοὺς θείους κανόνας καὶ τοὺς πολιτικοὺς νόμους δίκας ὧν ἔπραξε,
10πρόνοιαν δὲ ποιῆσαι καὶ τῶν ὑπολειφθέντων πραγμάτων, εἰ γέ τι μεμένηκε, πείθοντας τὴν εὐσεβῆ καὶ καλλίνικον κορυφὴν ἀποσταλῆναί τινας ἐν τάχει ἐπ’ ἀγαθοῖς μαρτυρου‐ μένους τρόποις τινὸς τῶν ἐξ ἡμῶν συνερχομένου καὶ τοῖς πράγμασιν ἐφεστῶτος, ἐφ’ ὧι συσχεθῆναι μὲν καὶ λογοθετηθῆναι τοὺς ἐξ ἀρχῆς καὶ μεχρὶ νῦν εἰς ταῦτα ὑπουργήσαντας καὶ εἰς ἑαυτοὺς τὰ πολλὰ κεκλοφότας, ἐξασφαλισθῆναι δὲ καὶ τὰ εὑρισκόμενα, ἵνα μὴ τε‐
15λέως ἅπαντα ἐκφορηθῆι. οὐ γὰρ παύεται ὁ χρηστὸς ἄνθρωπος κατὰ τῆς ἐκκλησίας τοῦ θεοῦ τὰ διαφέροντα αὐτῆι διασκορπίζων· πάσης γὰρ ἐλπίδος εἰκότως ἐκπεσὼν τοῦ θεοῦ εἰς ἄνδρας πονηροὺς καὶ ἐκ τῶν τοιούτων τρεφομένους τὰς ἐλπίδας ἔχει. πρεσ‐ βεῦσαι δὲ παρακαλοῦμεν καὶ ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν, εἴτε ἐπίσκοποι εἶεν εἴτε κληρικοὶ ἢ μοναχοὶ ἢ καὶ λαικοί, ὅπως ἀνακληθέντες ἀποδοθεῖεν ταῖς οἰκείαις πόλεσι καὶ τάξεσιν.
20ἐπὶ τούτοις πᾶσι, συγγνώμην αἰτοῦντες διὰ τὴν συνέχουσαν ἡμᾶς ὀδύνην, ἐνορκοῦμεν τὴν ὑμετέραν μακαριότητα τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα καὶ τὴν εὐσέβειαν καὶ νίκην καὶ διαμονὴν τῶν δεσποτῶν ὅλης τῆς οἰκουμένης Ἰουστίνου καὶ Εὐφημίας τῶν αἰωνίων αὐγούστων κινηθῆναί τε ὑμᾶς δεόντως καὶ μὴ περιιδεῖν ἡμῶν τὰς αἰτήσεις, ἀναγαγεῖν δὲ ταῦτα πάντα ἐπὶ τοὺς εὐσεβεῖς καὶ φιλοχρίστους ἡμῶν βασιλέας καὶ πεῖσαι τὴν αὐτῶν
25γαληνότητα πάντα τὰ κατὰ τὴν ἁγιωτάτην ἡμῶν ἐκκλησίαν τῆς αὐτῶν τε καὶ ὑμῶν προνοίας τυχεῖν. Ὑπογραφαί Θεοδόσιος ἐλέει θεοῦ πρεσβύτερος Ἀντιοχείας ἐπέδωκα: — Λογγῖνος διάκονος ὁμοίως ἐπέδωκα: —
30Στέφανος διάκονος ὁμοίως ἐπέδωκα: — Μαυρίκιος ὑποδιάκονος ὁμοίως ἐπέδωκα: — Ἰουλιανὸς διάκονος ὁμοίως ἐπέδωκα: — Θωμᾶς διάκονος ὁμοίως ἐπέδωκα: — Ἰωάννης ἐλέει θεοῦ πρεσβύτερος ὁμοίως ἐπέδωκα: —
35Ἀνδρέας ἐπέδωκα: — Ἰουλιανὸς [ὁμοίως] ἐπέδωκα: —
Μάρκελλος διάκονος ὁμοίως ἐπέδωκα: —61

3

.

62

Σέργιος ἐλεεινὸς ὁμοίως ἐπέδωκα: — Ἰωάννης ἐλεεινὸς ὁμοίως ἐπέδωκα: — Μωσῆς θεοῦ χάριτι πρεσβύτερος ὁμοίως ἐπέδωκα: — Ἰωάννης ὑποβολεὺς ἐπέδωκα: —
5Ἰωάννης μοναχὸς μονῆς τοῦ μακαρίου Μάρωνος ὁμοίως ἐπέδωκα: — Ἰάκωβος μοναχὸς μονῆς τοῦ μακαρίου Βίζου ὁμοίως ἐπέδωκα: — Κωνσταντῖνος μοναχὸς καὶ ἀποκρισιάριος τοῦ τῆς ὁσίας μνήμης Ἀστερίου ἐπέδωκα: — Νόννος διάκονος μονῆς τοῦ μακαρίου Παύλου ἐπέδωκα: —
10Σολομὼν μοναχὸς μονῆς τοῦ μακαρίου Οὐαλεντίνου τοῦ Καπροέλης ἐπέδωκα: — Συμεὼν μοναχὸς μονῆς τοῦ μακαρίου Ἀγαπητοῦ ὁμοίως ἐπέδωκα: — Σέργιος μοναχὸς μονῆς τοῦ μακαρίου Συμεῶνος ὁμοίως ἐπέδωκα: — Ἄλφιος μοναχὸς μονῆς τοῦ μακαρίου Ἰακώβου ὁμοίως ἐπέδωκα: — Φίληξ μοναχὸς μονῆς τοῦ μακαρίου Ἰωάννου ὁμοίως ἐπέδωκα: —
15Συμεώνης μοναχὸς μονῆς ἰουγάτων τοῦ μακαρίου Παύλου ἐπέδωκα: — Παῦλος μοναχὸς μονῆς τοῦ μακαρίου Ἡσυχίου ὁμοίως ἐπέδωκα: — Κυριακὸς μοναχὸς μονῆς τοῦ μακαρίου Δωροθέου ὁμοίως ἐπέδωκα: — Ἀναφορὰ πρὸς Ἰωάννην πατριάρχην παρὰ τῆς ἐνδημούσης συνόδου Τῶι δεσπότηι ἡμῶν τῶι ἁγιωτάτωι καὶ μακαριωτάτωι πατρὶ πατέρων ἀρχι‐
20επισκόπωι καὶ οἰκουμενικῶι πατριάρχηι Ἰωάννηι ἡ ἐνδημοῦσα κατὰ τὴν φιλόχριστον ταύτην καὶ βασιλίδα πόλιν σύνοδος ἐν κυρίωι χαίρειν. Ἐπειδὴ ὁ θεὸς ὁ πάντων δε‐ σπότης ἐπὶ συμφέροντι τῆς ὀρθοδοξίας καὶ συστάσει τῆς καθολικῆς ἐκκλησίας κατὰ τὴν παρελθοῦσαν κυριακήν τε καὶ δευτέραν λειτουργίας ἐπιτελουμένης ἐν τῆι ἁγίαι τοῦ θεοῦ μεγάληι ἐκκλησίαι τῆς βασιλίδος ταύτης πόλεως μιᾶι φωνῆι ἐκίνησε τὸν ἀναριθμήτων μυριά‐
25δων λαόν, ὥστε ζήλωι θείωι τοῦτον ἐκκαυθέντα ἐπὶ πολὺ καὶ ἐπιμόνως αἰτῆσαι τὴν ὑμετέραν μακαριότητα ἐπὶ τοῦ ἄμβωνος ἀνελθεῖν καὶ προσφωνῆσαι ὑπὲρ τῆς ὀρθῆς πίστεως, ὑπὲρ ἧς ἀεὶ ἠγωνίσασθε καὶ ἀγωνίζεσθε, καὶ τοῦτο ποιησάντων ὑμῶν ἐκβοήσεις γεγόνασι, καθὼς εἴρηται, πλεῖσται καὶ ἐπίμονοι τοῦ λαοῦ, ὑμᾶς μὲν ἐπὶ τῆι ὀρθοδοξίαι εὐφημοῦντος, τοὺς δὲ πρὸ ὑμῶν ἐκβληθέντας πατέρας ἀνακληθῆναι ἐξαιτοῦντος, ὁ δὲ ὑμέτερος ἄγγελος
30τῆι ἡμετέραι δοκιμασίαι τὸ πᾶν ἀποδεδωκὼς τὰ δέοντα σκοπῆσαι προσέταξεν, ἀναγκαῖον ἐλογισάμεθα τὰ παρακολουθήσαντα καὶ τυπωθέντα παρ’ ἡμῶν δι’ ἀναφορᾶς πρῶτον τῆι ὑμετέραι μακαριότητι ἀναγάγαι καὶ τότε δι’ ὑμῶν καὶ τῶι εὐσεβεστάτωι καὶ κρατίστωι ἡμῶν βασιλεῖ δῆλα καταστῆσαι· ἔστι δὲ ταῦτα. κατὰ τὴν εἰκάδα τοῦ ἐνεστῶτος Ἰουλίου μηνὸς τῆς παρούσης ἑνδεκάτης ἐπινεμήσεως, ὑπατείας Μάγνου τοῦ λαμπροτάτου, ἅπαν τὸ
35μοναχικὸν τάγμα τῆς φιλοχρίστου ταύτης καὶ βασιλίδος πόλεως ἐκ διαφόρων συνελθὸν μοναστηρίων, τοῦτο μὲν ἀρχιμανδριτῶν, τοῦτο δὲ καὶ τῶν λοιπῶν, λιβέλλους προσδέδωκε τῆι ἐνδημούσηι ταύτηι πάσηι ἡμῶν συνόδωι, αἰτοῦν καὶ ἀναγνωσθῆναι τούτους καὶ τὰ
περιεχόμενα τοῖς λιβέλλοις κεφάλαια δοκιμασθέντα παρ’ ἡμῶν πέρατι παραδοθῆναι,62

3

.

63

μᾶλλον δὲ τύπωι συνοδικῶι ὑποβληθῆναι. ἀναγνωσθῆναι τοίνυν ποιήσαντες τοὺς λι‐ βέλλους, οὓς καὶ ὑπετάξαμεν τῶιδε τῶι τύπωι, ταῦτα περιέχειν ἐν τούτοις ἐγνώκαμεν. Πρώτην αἴτησιν οἱ λίβελλοι περιέχουσιν ὥστε τοὺς ἐν ὁσίαι τῆι μνήμηι Εὐφήμιον καὶ Μακεδόνιον ἐκβληθέντας καὶ ἐν ἐξορίαι τετελευτηκότας δικαίως καὶ κανονικῶς ἀνακλη‐
5θῆναι καὶ ἀποδοθῆναι τῶι καταλόγωι τῶν πρὸ αὐτῶν ἐνταῦθα ἐν κυρίωι ἀναπαυσαμένων ἀρχιεπισκόπων, πάντων ἀργῶν μενόντων τῶν κατ’ αὐτῶν ὁπωσοῦν γενομένων, ἐντε‐ θῆναι δὲ καὶ τοῖς ἱεροῖς διπτύχοις τὰς τούτων προσηγορίας, καθὼς ἅπας ὁ λαὸς καὶ τὸ μοναχικὸν τάγμα ἐπιμόνως καὶ ἐπὶ πολὺ ἐξεβόησαν. ἡμεῖς δὲ τάξιν εὔτακτον τῆι αἰτήσει ἐπιθεῖναι σπουδάσαντες ἐζητήσαμεν τὰ πεπραγμένα ἐπ’ αὐτοῖς καὶ γνόντες διὰ
10τῆς ἀναγνώσεως ὡς τὰ πλεῖστα τούτων οὔτε σὺν ἀκριβείαι προῆλθεν οὔτε πίστεως ἕνεκα δικαίως τὴν ἐκβολὴν ὑπέμειναν οἱ μνημονευθέντες πατέρες οὔτε ὡς παρασαλεύοντές τι τῶν πρότερον τῆι ὀρθοδοξίαι πεφυλαγμένων, ἀναγκαῖον ἐλογισάμεθα ταῖς αἰτήσεσι, παντὸς τοῦ λαοῦ σὺν γυναιξὶ καὶ παισὶ καὶ πάσης ἀξίας καὶ στρατείας ἀλλὰ μὴν καὶ τοῦ μοναχικοῦ τάγματος ἐπιμόνως ἐκβοησάντων, κατὰ τοὺς προσδοθέντας λιβέλλους τὸ
15ἱκανὸν μετὰ τῆς ἀληθείας ποιῆσαι, ἵνα καθὼς καὶ οἱ ἐν ἁγίοις τὴν μνήμην Παῦλος καὶ Ἰω‐ άννης καὶ Φλαβιανὸς πατέρες ταύτης τῆς βασιλίδος πόλεως γενόμενοι ἀνεκλήθησαν, οὕτω καὶ αὐτοὶ τῆς αὐτῆς τιμῆς καὶ τῆς ἐν ταῖς ἱεραῖς δέλτοις μνήμης ἀξιωθῶσιν. ἃ οὖν συνεωρακότες ἐτυπώσαμεν, πρέπον ὠιήθημεν ἀναγάγαι τῆι ὑμετέραι μακαριότητι καὶ δι’ αὐτῆς τῶι εὐσεβεστάτωι ἡμῶν βασιλεῖ.
20 Δεύτερον κεφάλαιον τοῖς λιβέλλοις περιείχετο ὥστε τοὺς διὰ τὴν αἰτίαν τῶν εἰρη‐ μένων πατέρων, Εὐφημίου φαμὲν καὶ Μακεδονίου, ἐξορισθέντας καὶ φυγαδευθέντας ἐπανελ‐ θόντας ἀποδοθῆναι τοῖς ἰδίοις βαθμοῖς. ἐπεὶ οὖν εὔλογος ἡ αἴτησις καὶ ἀκόλουθος τῆι προτέραι, συνείδομεν ὥστε τοὺς εἰρημένους βοηθηθῆναι καὶ ἀνενεχθῆναι ἐπὶ τὸν εὐσεβέστα‐ τον καὶ γαληνότατον ἡμῶν βασιλέα.
25 Τρίτον κεφάλαιον τῆι αἰτήσει περιείχετο ὥστε τὴν ἁγίαν καὶ μεγάλην σύνοδον τῶν τιη πατέρων τῶν συναχθέντων κατὰ τὴν Νικαέων τῶν καὶ τὸ ἅγιον σύμβολον τῆς πίστεως καὶ ὁρισάντων καὶ ἐκφωνησάντων, εἰς ὃ καὶ ἐβαπτίσθημεν καὶ βαπτίζομεν, καὶ τὴν ἐν Κωνσταντινουπόλει ἐπὶ Νεκταρίου τοῦ τῆς ὁσίας μνήμης συνελθοῦσαν καὶ κυρώσασαν τὸ προειρημένον ἅγιον σύμβολον τῶν αὐτῶν τιη ἁγίων πατέρων καὶ τὴν ἐν Ἐφέσωι ὁμοίως
30βεβαιώσασαν τὸ αὐτὸ ἅγιον σύμβολον τῶν τιη ἁγίων πατέρων καὶ τὴν ἐν Χαλκηδόνι ἐπισφραγίσασαν ὡσαύτως τὸ προειρημένον ἅγιον σύμβολον τῶν τιη ἁγίων πατέρων ἐν‐ τεθῆναι τοῖς ἱεροῖς διπτύχοις. ἐπεὶ οὖν εὔλογος ἡ αἴτησις, ἐπὶ συμφέροντι γὰρ τῆς ἐκκλησιαστικῆς καταστάσεως τὸ γινόμενον γίνεται, ἄξιον ἐκρίναμεν κατὰ τὰς ἐκβοήσεις τοῦ λαοῦ καὶ τὰς προσφωνήσεις τῆς ὑμετέρας μακαριότητος καὶ κατὰ τὸν ἐπιδοθέντα λί‐
35βελλον παρὰ τῶν εὐσεβεστάτων ἀρχιμανδριτῶν τε καὶ μοναχῶν τὰς ἁγίας ταύτας συνό‐ δους ἀναγορεύεσθαι τοῖς διπτύχοις. Τέταρτον κεφάλαιον τῆι αἰτήσει τῶν εὐλαβεστάτων μοναχῶν περιείχετο ὥστε τὸ ὄνομα τοῦ τῆς ὁσίας μνήμης προέδρου γενομένου τῆς Ῥωμαίων, Λέοντος φαμὲν τοῦ
μακαριωτάτου, ἐν ταῖς ἱεραῖς δέλτοις ὁμοίως ἀναγορεύεσθαι, καθὼς καὶ αἱ ἐκβοήσεις τοῦ63

3

.

64

λαοῦ ἀνενδότως καὶ ἐπιμόνως γεγένηνται. ἐπεὶ οὖν ἡ ἐν Χαλκηδόνι ἁγία σύνοδος οὐ μόνον Λέοντος τοῦ ἐν ὁσίαι τῆι μνήμηι, ἀλλὰ καὶ Κυρίλλου τοῦ τῆς Ἀλεξανδρέων γενομένου θεοφιλοῦς ποιμένος μνήμην ἐπὶ τῆι ὀρθοδοξίαι πεποίηται καὶ Κυρίλλος μὲν ὁ τῆς Ἀλεξανδρέων ἐν τοῖς διπτύχοις ἀναγορεύεται, Λέων δὲ ὁ τῆς ὁσίας μνήμης οὐκ
5ἀναφέρεται, εὔλογον ἐκρίναμεν τὸ λεῖπον ἀναπληρωθῆναι καὶ τοὺς ἴσως παρὰ τῆς ἁγίας ταύτης συνόδου ἐπὶ συστάσει τῆς ὀρθοδοξίας τιμηθέντας ὁμοίως καὶ ἐν τοῖς ἱεροῖς δι‐ πτύχοις ἐπὶ ὠφελείαι καὶ εἰρήνηι τῆς ἐκκλησίας κηρύττεσθαι. Πέμπτον κεφάλαιον ἐν ταῖς αὐταῖς δεήσεσιν ἐνέκειτο ὥστε τὸν τολμήσαντα κατὰ τῆς ἐν Χαλκηδόνι ἁγίας συνόδου νεανιεύσασθαι καὶ βλάσφημα ῥήματα κατ’ αὐτῆς ἐκχέαι,
10Σεβῆρον φαμὲν τὸν ἐν Ἀντιοχείαι ἀτάκτως καὶ προπετῶς ἐνεχθέντα, ἀναθέματι ὑπο‐ βληθῆναι, καθὼς καὶ αἱ ἐπίμονοι βοαὶ παντὸς τοῦ λαοῦ ἐγένοντο. ἐπεὶ τοίνυν ἔδει καὶ περὶ τούτου τύπον τὸν ἁρμόζοντα ἐκκλησιαστικῆι καταστάσει ἐξενέγκαι, ἀναγκαῖον ἐκρίναμεν πρῶτον τοὺς βλασφήμους αὐτοῦ λόγους ἐν μέσωι τῆς πάσης ταύτης συνόδου ἀναγνωσθῆναι πρὸς ἔλεγχον τῶν παρ’ αὐτοῦ τολμηθέντων. ἔχει τοιγαροῦν τὰ παρ’
15αὐτοῦ κατὰ τῆς ἁγίας συνόδου τολμηθέντα τε καὶ βλασφημηθέντα ἐπὶ λέξεως οὕτως· ‘τὰ ἐν Χαλκηδόνι ὑπὸ τῆς κατ’ ἐκεῖνο καιροῦ συνειλεγμένης συνόδου τυπωθέντα καὶ τῶν ὑπὲρ ταύτης ἀγωνιζομένων ἀναθεματίζομεν.‘ αὕτη τῆς μιαρᾶς αὐτοῦ φωνῆς ἡ βλασφημία, οὐ μόνον δὲ αὕτη, ἀλλὰ καὶ ἕτεραι πολλαὶ δυσφημίαι ἐν βίβλοις αὐτοῦ πομπεύονται κατὰ ταύτην τὴν βασιλίδα πόλιν, αἷς οἱ τῆς ὀρθοδοξίας ἐρασταὶ ἐντυγ‐
20χάνοντες ἐπεγγελῶσι τῆι αὐτοῦ φρενοβλαβείαι ἀλλοκότως φερομένου. ἐπεὶ οὖν αὐτοκατήγορον ἔχει τὸν ἔλεγχον οὐ μόνον ἐκ τῆς εἰρημένης ταύτης φωνῆς, ἀλλ’ ὡς προ‐ γέγραπται, καὶ ἐξ ἑτέρων πλείστων τῆς αἰσχίστης αὐτοῦ γλώσσης δυσφημιῶν κατὰ τῆς ἁγίας ταύτης συνόδου, τοῦτον δικαίως ἀναθέματι αἰωνίωι καὶ ἡμεῖς ὑπεβάλομεν, παντὸς πράγματος ὀνόματος ἀξίας ἐνεργείας Χριστιανῶι ἢ ἱερατικῶι ἁρμοζούσης ἢ
25ἁρμόσαι δυναμένης ἀλλοτριώσαντες καὶ γυμνὸν τῆς θείας κοινωνίας κατὰ τοὺς ἐκκλη‐ σιαστικοὺς κανόνας καταστήσαντες, ἀνθ’ ὧν καὶ βλασφημῆσαι καὶ συκοφαντῆσαι τὴν ἐν Χαλκηδόνι ἁγίαν σύνοδον ἐπεχείρησεν ἰδικῶς ἐπισφραγίσασαν τὸ σύμβολον τῶν τιη ἁγίων πατέρων τῶν ἐν Νικαίαι συναχθέντων ἀσάλευτόν τε καὶ ἀπαρεγχείρητον τοῦτο ὑπάρχειν κηρύξασαν, καθὼς καὶ οἱ ἐν Κωνσταντινουπόλει καὶ οἱ ἐν Ἐφέσωι συναχθέντες
30ὅσιοι πάτερες ὁμοίως ἐβεβαίωσαν, μεθ’ ὧν καὶ ἡ ἐν Χαλκηδόνι ἁγία σύνοδος τὰ ὅμοια ἐκδικεῖ προλάμπειν πανταχοῦ τοῦτο κελεύσασα. ἕνεκεν τούτου οὐ μόνον ὡς βλάσ‐ φημον, ἀλλὰ καὶ ὡς συκοφάντην καὶ πάσας τὰς ἁγίας συνόδους διὰ τῆς συνόδου ταύτης ὑβρίσαντα τὸν προειρημένον Σεβῆρον ἔρημον πάσης τιμῆς καταστήσαντες ἀναθέματι ὑπεβάλομεν. ταῦτα παρ’ ἡμῶν δοκιμασθέντα καὶ τυπωθέντα ἐπὶ τὸν ὅσιον ἄγγελον
35τῆς σῆς μακαριότητος ἐσπουδάσαμεν δυσωπήσαντες καὶ ὑπογράψαντες ἕκαστος τῆι ἰδίαι χειρὶ ἀναγαγεῖν καὶ ὑποτάξαντες τοὺς προσδοθέντας ἡμῖν λιβέλλους πρὸς ἐπίγνωσιν ἀληθείας, ὥστε διὰ τῆς ὑμετέρας μακαριότητος ταῦτα ἐλθεῖν καὶ εἰς τὸν κράτιστον καὶ γαληνότατον ἡμῶν βασιλέα καὶ τὴν εὐσεβεστάτην καὶ φιλόχριστον αὐγούσταν καὶ τὴν
ἔνδοξον αὐτῶν καὶ μεγάλην σύγκλητον.64

3

.

65

Ὑπογραφαί Θεόφιλος ἐλέει θεοῦ ἐπίσκοπος Ἡρακλείας Εὐρώπης ὑπέγραψα τῆι ἀναφορᾶι χειρὶ ἐμῆι: — Στέφανος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Νικομηδέων μητροπόλεως ὑπέγραψα τῆι
5ἀναφορᾶι χειρὶ ἐμῆι: — Βασιλίσκος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Κυζικηνῶν μητροπόλεως ὑπέγραψα τῆι ἀναφορᾶι χειρὶ ἐμῆι: — Ἀναστάσιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Νικαέων μητροπόλεως ὑπέγραψα τῆι ἀναφορᾶι χειρὶ ἐμῆι: —
10Μαρκιανὸς κατὰ φιλανθρωπίαν θεοῦ ἐπίσκοπος τῆς Χαλκηδονίων μητροπόλεως ὑπέγραψα τῆι ἀναφορᾶι χειρὶ ἐμῆι: — Θεόδοτος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Γαγγρηνῶν μητροπόλεως ὑπέγραψα τῆι ἀναφορᾶι χειρὶ ἐμῆι: — Ὑπάτιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Κλαυδιουπολιτῶν μητροπόλεως τῆς Ὁνω‐
15ρεατῶν ἐπαρχίας ὑπέγραψα τῆι ἀναφορᾶι: — Κυριακὸς ἐλέει θεοῦ ἐπίσκοπος τῆς Τυανέων μητροπόλεως τῆς δευτέρας Καππα‐ δοκῶν ἐπαρχίας ὑπέγραψα τῆι ἀναφορᾶι: — Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς Κλαυδιουπολιτῶν τῆς Ἰσαύρων χώρας ὑπέγραψα τῆι ἀναφορᾶι: —
20Σχολαστίκιος ἐλέει θεοῦ ἐπίσκοπος Ναζιανζοῦ ὑπέγραψα τῆι ἀναφορᾶι: — Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος Βοσπόρου ὑπέγραψα τῆι ἀναφορᾶι: — Πυθαγόρας ἐλέει θεοῦ ἐπίσκοπος τῆς Σινωπέων τῆς Ἑλενοποντίων ἐπαρχίας ὑπ‐ έγραψα τῆι ἀναφορᾶι: — Ἀνδρέας χάριτι θεοῦ ἐπίσκοπος τῆς Τιανῶν τῆς Ὁνωρεατῶν ἐπαρχίας ὑπέγραψα
25τῆι ἀναφορᾶι χειρὶ ἐμῆι: — Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς κατὰ Ἀδριανούπολιν ἁγίας τοῦ θεοῦ ἐκ‐ κλησίας τῆς Ὁνωρεατῶν ἐπαρχίας ὑπέγραψα τῆι ἀναφορᾶι: — Θαλάσσιος ἐλέει θεοῦ ἐπίσκοπος Δορυλαίου ὑπέγραψα τῆι ἀναφορᾶι: — Δωρόθεος ἐλάχιστος ἐπίσκοπος τῆς Κώων νήσου ὑπέγραψα τῆι ἀναφορᾶι: —
30Ἀμμώνιος συγχωρήσει θεοῦ ἐπίσκοπος τῆς Ἀβυδηνῶν ὑπέγραψα: — Εὐστάθιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Φιλαδελφέων μητροπόλεως τῆς Λυδῶν ἐπαρχίας ὑπέγραψα τῆι ἀναφορᾶι: — Πλάτων ἐλέει θεοῦ ἐπίσκοπος τῆς Κρατιανῶν πόλεως ὑπέγραψα: —
Φωκᾶς ἐλέει θεοῦ ἐπίσκοπος Δαρδάνου ὑπέγραψα: —65

3

.

66

AMANTIVS EXIGVVS EPISCOPVS NICOPOLITANAE CIVITATIS MYSIAE SECVNDAE SVBSCRIPSI PROPRIA MANV: — Κυριακὸς ἐλέει θεοῦ ἐπίσκοπος τῆς Νεοκαισαρέων τῆς Βιθυνῶν ἐπαρχίας ὑπέγραψα τῆι ἀναφορᾶι χειρὶ ἐμῆι: —
5Παῦλος ἐλέει θεοῦ ἐπίσκοπος Καισαρείας Βιθυνίας ὑπέγραψα: — Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος Φαναγορέως ὑπέγραψα τῆι ἀναφορᾶι: — Ἀκύλας ἐλέει θεοῦ ἐπίσκοπος τῆς Πρυμνησίων πόλεως ὑπέγραψα: — Στέφανος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ἀναστασιουπόλεως τῆς Φρυγῶν Πακατιανῆς ἐπαρχίας ὑπέγραψα τῆι ἀναφορᾶι: —
10Πελάγιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Αἰζανιτῶν πόλεως ὑπέγραψα τῆι ἀναφορᾶι: — Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς Γαργαρέων ἐπαρχίας Ἀσίας ὑπέγραψα: — Κυριακὸς ἐλέει θεοῦ ἐπίσκοπος Βασιλινουπόλεως ὑπέγραψα τῆι ἀναφορᾶι: — Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς ὑματῶν πόλεως τῆς Παμφύλων χώρας ὑπέ‐ γραψα: —
15Φωτεινὸς ἐλέει θεοῦ ἐπίσκοπος τῆς Οὐαμανενδεωτῶν πόλεως τῆς Παμφύλων χώρας ὑπέγραψα: — Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος Μητροπόλεως τῆς Πισιδῶν χώρας ὑπέγραψα τῆι ἀναφορᾶι: — Κόνων ἐλέει θεοῦ ἐπίσκοπος Ἀδριανουπόλεως ὑπέγραψα: —
20Μάμας ὁ ἐλάχιστος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ἀριστιανῶν πόλεως ἐπαρχίας Φρυγίας Πακατιανῆς ὑπέγραψα: — Μακεδόνιος ἐλέει θεοῦ ἐπίσκοπος Ἐλούζων ὑπέγραψα: — Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ὑδητῶν πόλεως ὑπέγραψα: — Μαρκιανὸς ἐλάχιστος ἐπίσκοπος τῆς κατὰ Μαρκιανὴν τὴν πόλιν ἁγιωτάτης
25ἐκκλησίας ὑπέγραψα τῆι ἀναφορᾶι: — Ἀντίπατρος ἐλέει θεοῦ ἐπίσκοπος ὑπέγραψα τῆι ἀναφορᾶι: — Γοργόνιος ἐπίσκοπος οὐραδίας ὑπέγραψα: — Φώτιος ἐλάχιστος ἐπίσκοπος ἐλέει θεοῦ τῆς Εὐδοκιατῶν τῆς Λυκίων ἐπαρχίας ὑπέγραψα τῆι ἀναφορᾶι χειρὶ ἐμῆι: —
30Ἰωάννης ἁμαρτωλὸς ἐπίσκοπος Ὀλύμπου τῆς Λυκίων ἐπαρχίας ὑπέγραψα τῆι ἀναφορᾶι χειρὶ ἐμῆι: — Νικόλαος ἐλάχιστος ἐπίσκοπος τῆς Ῥοδιαπολιτῶν ἁγίας τοῦ δεσπότου θεοῦ ἐκκλησίας, ἥτις ἐστὶ μία τῆς Λυκίων ἐπαρχίας, ὑπέγραψα τῆι ἀναφορᾶι χειρὶ
ἐμῆι: —66

3

.

67

Λίβελλος τῶν μοναχῶν πρὸς τὴν ἐνδημοῦσαν σύνοδον, ὧιτινι συνέζευκται καὶ ὅπως ἐκηρύχθησαν αἱ τέσσαρες ἐν τῆι ἐκκλησίαι σύνοδοι Τοῖς θεοφιλεστάτοις καὶ ὁσιώτατοις πατράσι καὶ ἐπισκόποις Θεοφίλωι Βασιλίσκωι Ἀναστασίωι Μαρκιανῶι Θεοδότωι Ὑπατίωι Θεοδώρωι Ἰωάννηι Πυθαγόραι καὶ τῆι
5λοιπῆι εὐαγεῖ συνόδωι ἐνδημούσηι κατὰ ταύτην τὴν βασιλίδα πόλιν παρὰ Ἀλεξάνδρου Κώνστα Διογένους Εὐηθίου Ἀντωνίου Ἀκακίου Ἰωάννου Δόμνου Λεοντίου Ἰωάννου Πολυχρονίου Ἀνατολίου Μαρτυρίου Κυριακοῦ Ἰουλιανοῦ Ἀλεξάνδρου Ἰακώβου Χριστί‐ νου Ἰωάννου Βασιλίσκου Βαβύλα Ὑπατίου Μάρκου καὶ τῶν λοιπῶν πρεσβυτέρων καὶ ἀρχιμανδριτῶν τῶν εὐαγῶν μοναστηρίων τῶν διακειμένων κατὰ τὴν φιλόχριστον καὶ
10βασιλίδα πόλιν καὶ παντὸς τοῦ μοναχικοῦ τάγματος. Μέλει μὲν τῆι ὑμετέραι ἁγιω‐ σύνηι τῆς πίστεως τῆς ὀρθῆς καὶ τῆς ἄλλης εὐταξίας τῶν ἁγιωτάτων ἐκκλησιῶν καὶ πρὸ τῆς ἡμετέρας αἰτήσεως· ἐπειδὴ δὲ καὶ ἡμᾶς ἔδει μέρος γενέσθαι τῶν εἰς δόξαν θεοῦ συν‐ τελούντων, δίκαιον ἡγησάμεθα πρῶτον μὲν εὐχαριστῆσαι τῶι σκοπῶι τῆς ὑμετέρας ἁγιωσύνης καὶ τῶι εὐσεβεῖ ζήλωι τῶν καλλινίκων ἡμῶν βασιλέων, εἶθ’ οὕτως ἐπὶ τὴν
15παροῦσαν ἰδεῖν δέησιν, δι’ ἧς ἀξιοῦμεν πάντες ἡμεῖς καὶ δι’ ἡμῶν ὁ λοιπὸς κατάλογος τῶν εὐλαβεστάτων μοναχῶν ὡς ἐκ μιᾶς γνώμης τὰ καλῶς καὶ συμφερόντως κινηθέντα ἐν τῆι ἁγιωτάτηι μεγάληι ἐκκλησίαι τῆς βασιλίδος ταύτης πόλεως παρὰ τοῦ πιστοτάτου λαοῦ καὶ τὰ προσφωνηθέντα πρὸς τὸν αὐτὸν φιλόχριστον λαὸν παρὰ τοῦ τὰ πάντα ὁσιωτάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου ἡμῶν καὶ οἰκουμενικοῦ πατριάρχου Ἰωάννου,
20ταῦτα διὰ φωνῆς τῆς ἁγίας ὑμῶν συνόδου ἐγγράφως δέξασθαι τὸ κῦρος καὶ τοὺς οὐκ ἴσμεν ὅπως ἐξεωθέντας ἐν ὁσίαι τῆι μνήμηι γενομένους πατέρας ἡμῶν, φαμὲν Εὐφήμιον καὶ Μακεδόνιον, τούτους ἐπὶ τοῦ παρόντος δικαίως καὶ κανονικῶς ἀνακληθῆναι καὶ ἀποδοθῆναι τῶι καταλόγωι τῶν πρὸ αὐτῶν ἐνταῦθα ἐν κυρίωι ἀναπαυσαμένων ἀρχιεπισκόπων, πάντων ἀργῶν μενόντων τῶν κατ’ αὐτῶν ὁπωσοῦν γενομένων, προστεθῆναι δὲ ταῖς
25ἁγίαις δέλτοις σὺν αὐτοῖς καὶ τὸ θεοφιλὲς ὄνομα τοῦ τῆς Ῥωμαίων ἀρχιεπισκόπου γενο‐ μένου Λέοντος. τὸ δὲ πάντων μέγιστον καὶ πάντας διεγεῖρον πρὸς τὴν ὀρθοδοξίαν, αἰ‐ τοῦμεν ὑμᾶς, ὁσιώτατοι, ὅπως καὶ τὰς κατὰ καιρὸν ὑπὲρ εὐσεβείας συναθροισθείσας ἁγίας συνόδους ἐντεθῆναι ταῖς αὐταῖς δέλτοις, τουτέστι τήν τε ἐν Νικαίαι ἐκφωνήσασαν τὸ ἅγιον σύμβολον, ἐν ὧι ἐβαπτίσθημεν καὶ βαπτίζομεν, καὶ τὴν ἐν Κωνσταντινουπόλει τοῦτο
30κυρώσασαν καὶ τὴν ἐν Ἐφέσωι ὁμοίως βεβαιώσασαν καὶ τὴν ἐν Χαλκηδόνι ὡσαύτως ἐπι‐ σφραγίσασαν. πρὸς τούτοις δὲ παρακαλοῦμεν προστεθῆναι καὶ τοῦτο ὥστε καὶ Σε‐ βῆρον τὸν ἄθεσμα κατὰ τῆς ἐκκλησιαστικῆς εὐταξίας τολμήσαντα εἰπεῖν ἀναθεματισθῆναι. ὁμοίως δὲ ἐξαιτοῦμεν καὶ τοὺς διὰ τὴν αἰτίαν τῶν προειρημένων ὁσιωτάτων πατέρων ἐξελαθέντας ἐπισκόπους τε καὶ κληρικοὺς καὶ ἀρχιμανδρίτας καὶ μοναχοὺς καὶ λαικούς,
35τούτους διὰ πρεσβείας ὑμετέρας γινομένης πρός τε τὸν ἁγιώτατον καὶ ὁσιώτατον ἀρχι‐ επίσκοπον ἡμῶν καὶ οἰκουμενικὸν πατριάρχην Ἰωάννην καὶ τοὺς εὐσεβεστάτους καὶ καλλι‐ νίκους ἡμῶν βασιλεῖς ἐπανακληθῆναι καὶ ἀποδοθῆναι τῆι οἰκείαι τάξει. καὶ ἵνα μὴ εἰς πλῆθος λόγων ἐκτείνωμεν τὰς ἱκετείας, παρακαλοῦμεν τάς τε ἐκβοήσεις παντὸς τοῦ φιλο‐ χρίστου λαοῦ καὶ τὰς προσφωνήσεις τὰς γενομένας ἐν τῆι εἰρημένηι ἁγιωτάτηι μεγάληι ἐκ‐
40κλησίαι παρὰ τοῦ αὐτοῦ ἁγιωτάτου ἀρχιεπισκόπου καὶ οἰκουμενικοῦ πατριάρχου διὰ67

3

.

68

ἱερᾶς ὑμῶν φωνῆς καὶ ὑποσημειώσεως καὶ εὐσεβοῦς τύπου τοῦ καλλινίκου ἡμῶν βασιλέως βεβαιωθῆναι. τὰς δὲ ἐκβοήσεις καὶ προσφωνήσεις ὑπετάξαμεν. Ἴσον ὑπογραφῶν Ἀλέξανδρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ τῆς ὁσίας
5μνήμης Δαλματίου καὶ ἔξαρχος τῶν εὐαγῶν μοναστηρίων ὑπέγραψα χειρὶ ἐμῆι: — Κώνστας πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ τῆς ὁσίας μνήμης Δίου προτάξας τῆι ἰδίαι μου χειρὶ τὸν τίμιον σταυρὸν καὶ τὸ ὄνομά μου ὑπέγραψα τοῖσδε τοῖς λιβέλλοις διὰ χειρὸς Στρατονίκου πρεσβυτέρου καὶ δευτεραρίου
10μου: — Διογένης πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ τῆς ὁσίας μνήμης Θαλασσίου τῶν ἐπίκλην Ἀνυποδέτων προτάξας τῆι ἰδίαι μου χειρὶ τὸν τίμιον σταυρὸν καὶ τὸ ὄνομά μου ὑπέγραψα διὰ Χρηστοῦ ἀναγνώστου διὰ τὸ ἐμὲ γήραι κρα‐ τεῖσθαι καὶ μὴ δυνάμενον τὰ ὅλα δι’ ἑαυτοῦ ὑπογράψαι: —
15Εὐήθιος διάκονος καὶ ἀρχιμανδρίτης τῆς εὐαγοῦς μονῆς τῶν Ἀκοιμήτων ὑπέγραψα χειρὶ ἐμῆι: — Ἰωάννης ἐλέει θεοῦ πρεσβύτερος τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας καὶ ἡγού‐ μενος μονῆς τοῦ ἐν ἁγίοις Εὐσεβίου ὑπέγραψα τοῖς λιβέλλοις χειρὶ ἐμῆι: — Ἀντώνιος πρεσβύτερος καὶ ἀρχιμανδρίτης τῆς εὐαγοῦς μονῆς τῶν Ἁβραμίου
20ὑπέγραψα χειρὶ ἐμῆι: — Ἀκάκιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης τῆς εὐαγοῦς μονῆς τοῦ ἁγίου Κυριακοῦ ὑπέγραψα τοῖσδε τοῖς λιβέλλοις: — Δόμνος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ τῆς ὁσίας μνήμης Ἰὼβ προ‐ τάξας τῆι ἰδίαι μου χειρὶ τὸν τίμιον σταυρὸν καὶ τὰ ὄνομά μου τὰ λοιπὰ ὑπέγραψα
25διὰ χειρὸς Γυμνασίου μοναχοῦ καὶ ἀποκρισιαρίου μου διὰ τὸ ἐμὲ γέροντα εἶναι καὶ ἀσθενῆ καὶ μὴ δυνάμενον τὰ ὅλα δι’ ἑαυτοῦ ὑπογράψαι: — Ἰωάννης πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ τῆς ὁσίας μνήμης Μανουη‐ λίου προτάξας τῆι ἰδίαι μου χειρὶ τὸν τίμιον σταυρὸν καὶ τὸ ὄνομά μου τὰ λοιπὰ ὑπέγραψα τοῖσδε τοῖς λιβέλλοις διὰ χειρὸς Τρύφωνος πρεσβυτέρου μου διὰ τὸ
30ἐμὲ γέροντα εἶναι καὶ μὴ δύνασθαι τὰ ὅλα ὑπογράψαι: — Λεόντιος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ ἐν ὁσίοις Τρύφωνος ὑπέγραψα τοῖσδε τοῖς λιβέλλοις χειρὶ ἐμῆι: — Ἰωάννης πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῶν ἐπίκλην Κώνστα προτάξας
τῆι ἰδίαι μου χειρὶ τὸν τίμιον σταυρὸν ὑπέγραψα τοῖσδε τοῖς λιβέλλοις διὰ68

3

.

69

χειρὸς Σεργίου τοῦ ἐμοῦ διακόνου καὶ ἀποκρισιαρίου διὰ τὸ ἐμὲ γράμματα μὴ εἰδέναι: — Πολυχρόνιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῆς ἐν τῶι αἰθρίωι ὑπέγραψα: —
5Σωφρόνιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῆς ἐπίκλην ἐν τῶι καλάμωι ὑπέγραψα: — Ἀνατόλιος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῆς Ἀστερίου ὑπέγραψα τοῖς λιβέλλοις χειρὶ ἐμῆι: — Μαρτύριος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῆς κατὰ Βασιανὸν τὸν τῆς
10ὁσίας μνήμης προτάξας τῆι ἰδίαι μου χειρὶ τὸν τίμιον σταυρὸν καὶ τὸ ὄνομά μου τὰ λοιπὰ ὑπέγραψα διὰ χειρὸς Ἰωσηφίου διακόνου καὶ μοναχοῦ τοῦ αὐτοῦ μοναστηρίου διὰ τὸ ἐμὲ γέροντα εἶναι καὶ μὴ δύνασθαι τὰ ὅλα ὑπογράψαι: — Κυριακὸς πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῆς ἐπίκλην τῶν Σύρων ἐπιδοὺς τούσδε τοὺς λιβέλλους καὶ αἰτήσας πάντα τὰ προγεγραμμένα ὑπέγραψα χειρὶ
15ἐμῆι: — Ἰουλιανὸς πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ ἐν ὁσίοις Φωκᾶ ὑπέγραψα τοῖς λιβέλλοις διὰ χειρὸς Δημητρίου τοῦ ἐμοῦ διακόνου προτάξας τῆι ἰδίαι μου χειρὶ τὸν τίμιον σταυρὸν διὰ τὸ ἐμὲ γράμματα μὴ εἰδέναι: — Ἰάκωβος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῶν Ῥωμαίων τῆς ἐν τῶι Πετρίωι
20ὑπέγραψα χειρὶ ἐμῆι: — Χριστῖνος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ ἐν ὁσίοις Θεοδώρου προτάξας τῆι ἰδίαι μου χειρὶ τὸν τίμιον σταυρὸν ὑπέγραψα τοῖσδε τοῖς λιβέλλοις διὰ χειρὸς Θεοδώρου μοναχοῦ διὰ τὸ ἐμὲ ἀσθενεῖς ἔχειν τὰς χεῖρας: — Ἰωάννης πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ ἁγίου Ἰωάννου τῶν
25Στουδίου προτάξας τῆι ἰδίαι μου χειρὶ τὸν τίμιον σταυρὸν καὶ τὸ ὄνομά μου τὰ λοιπὰ ὑπέγραψα τοῖσδε τοῖς λιβέλλοις διὰ χειρὸς Θεοδώρου ἀναγνώστου καὶ μοναχοῦ διὰ τὸ ἐμὲ γέροντα εἶναι καὶ ἀσθενῆ: — Βασιλίσκος πρεσβύτερος καὶ ἀρχιμανδρίτης τῆς ἁγίας Εὐφημίας τῆς ἐν τοῖς Ὀλυβρίου προτάξας τῆι ἰδίαι μου χειρὶ τὸν τίμιον σταυρὸν καὶ τὸ ὄνομά μου
30τὰ λοιπὰ ὑπέγραψα διὰ χειρὸς Ἀνδρονίκου πρεσβυτέρου τοῖσδε τοῖς λιβέλλοις διὰ τὸ ἐμὲ γέροντα εἶναι καὶ τρέμειν: — Βαβύλας πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ ἐν ἁγίοις Δανιὴλ τοῦ ἐν τῶι στύλωι ὑπέγραψα χειρὶ ἐμῆι: — Ὑπάτιος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς Ὀλυμπίου ὑπέγραψα: —
35Μάρκος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς ἐπίκλην Ἱερουσαλὴμ ὑπέγραψα τοῖσδε τοῖς λιβέλλοις αἰτήσας πάντα τὰ ἐν αὐτοῖς ἐμφερόμενα: — Κυριακὸς πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς Ἀναστασίου ἐν τῶι ἀγωγῶι προτάξας τῆι ἰδίαι μου χειρὶ τὸν τίμιον σταυρὸν ὑπέγραψα διὰ χειρὸς Σαββα‐
τίον τοῦ ἐμοῦ ἀποκρισιαρίου τοῖσδε τοῖς λιβέλλοις: —69

3

.

70

Σωφρόνιος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς Θεοδώρου Αἰγυπτίου ὑπέ‐ γραψα: — Ἠλίας ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ ἐν ὁσίοις Εὐφημίου ὑπέγραψα τοῖσδε τοῖς λιβέλλοις χειρὶ ἐμῆι: —
5Ῥαβουλᾶς πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῆς ἐπίκλην τοῦ τῆς ὁσίας μνήμης Ἠλία ὑπέγραψα διὰ χειρὸς Θωμᾶ διακόνου διὰ τὸ ἐμὲ μὴ εἰδέναι Ἑλ‐ ληνιστί: — Ἀνδρέας ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῆς ἐπίκλην Κυριακοῦ τοῦ τῆς ὁσίας μνήμης ὑπέγραψα: —
10Ἀρίστων πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῆς ἐπίκλην Ἰωάννου ὑπέγραψα τοῖς λιβέλλοις διὰ χειρὸς Ἀκακίου διακόνου διὰ τὸ ἐμὲ γράμματα μὴ εἰδέναι: — Ζώσιμος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς Μαξιμίνου αἰτήσας πάντα τὰ ἐμφερόμενα τοῖς λιβέλλοις ὑπέγραψα: — Ἰωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῶν Κύρου πλησίον
15τοῦ ἁγίου Ῥωμανοῦ ἐν τοῖς Ἑλλεβίχου ὑπέγραψα τοῖς λιβέλλοις: — Τιμόθεος πρεσβύτερος καὶ ἀρχιμανδρίτης ὑπέγραψα: — Ζώιλος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς Θεοδότου ὑπέγραψα τοῖς λι‐ βέλλοις: — Δωρόθεος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῶν Θεοδώρου ὑπέγραψα τοῖς
20λιβέλλοις προτάξας τῆι ἰδίαι μου χειρὶ τὸν τίμιον σταυρὸν διὰ χειρὸς Πέτρου διακόνου διὰ τὸ ἐμὲ ἐγκλίνιον εἶναι: — Ζωτικὸς πρεσβύτερος καὶ ἀρχιμανδρίτης ὑπέγραψα τοῖς λιβέλλοις: — Παντολέων πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῆς ἐπιλεγομένης Βεναντίου ἐπιδοὺς τοὺς λιβέλλους ὑπέγραψα χειρὶ ἐμῆι: —
25Ὑπάτιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῶν Χαρισίου προ‐ τάξας τῆι ἰδίαι μου χειρὶ τὸν τίμιον σταυρὸν ὑπέγραψα τοῖσδε τοῖς λιβέλλοις διὰ χειρὸς Ἐλευθερίου διακόνου διὰ τὸ ἐμὲ γράμματα μὴ εἰδέναι: — Εὐγένιος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ ἁγίου Γεωργίου ἐν τῶι Ξηροκίρκωι προτάξας τῆι ἰδίαι μου χειρὶ τὸν τίμιον σταυρὸν ὑπέγραψα τοῖς
30λιβέλλοις διὰ χειρὸς Ἐλευθερίου διακόνου διὰ τὸ ἐμὲ γράμματα μὴ εἰδέναι: — Εὐτύχιος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῶν Λυκαόνων πλησίον τοῦ ἁγίου Λαυρεντίου ἐπιδοὺς τοὺς λιβέλλους ὑπέγραψα: — Ἀλέξανδρος πρεσβύτερος καὶ ἀρχιμανδρίτης ὑπέγραψα τοῖς λιβέλλοις: — Συμεὼν πρεσβύτερος καὶ ἀρχιμανδρίτης τῶν Καιουμᾶ ὑπέγραψα: —
35Ἐλευθέριος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς Παυλίνου ὑπέγραψα: — Ἀμβρόσιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῆς ἁγίας Μαρίας
τῆς ἐν τῶι λιθοστρώτωι ἐπιδοὺς τοὺς λιβέλλους ὑπέγραψα χειρὶ ἐμῆι: —70

3

.

71

Σάβας πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ ἁγίου Θωμᾶ πλησίον τῆς κινστέρνης ὑπέγραψα τοῖς λιβέλλοις δι’ Ἀουλσαβοῦ πρεσβυτέρου διὰ τὸ ἐμὲ γράμματα μὴ εἰδέναι: — Παῦλος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῶν Λυκαόνων ὑπέγραψα τοῖσδε
5τοῖς λιβέλλοις διὰ χειρὸς Ἰουλιανοῦ ἀναγνώστου διὰ τὸ ἐμὲ ἀσθενείαι συσχεθῆναι καὶ μὴ δυνηθῆναι ὑπογράψαι: — Βιβέντιος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῆς ἐπίκλην τῶν Ῥωμαίων ὑπέγραψα τοῖσδε τοῖς λιβέλλοις διὰ χειρὸς Στεφάνου μοναχοῦ τοῦ αὐτοῦ μο‐ ναστηρίου διὰ τὸ ἐμὲ γράμματα μὴ εἰδέναι: —
10Ἀλέξανδρος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῶν Κυκλωπίων ὑπέγραψα τοῖσδε τοῖς λιβέλλοις διὰ χειρὸς Φωκᾶ μοναχοῦ καὶ ἀποκρισιαρίου διὰ τὸ ἐμὲ τὰς χεῖρας ἀλγεῖν καὶ μὴ δύνασθαι ὑπογράψαι: — Ἰορδάνης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῆς ἁγίας Μαρίας πλησίον τοῦ ἁγίου Λουκᾶ ὑπέγραψα: —
15Ζηνόβιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς Μαρωνίου ἐν Συκαῖς ὑπέγραψα τοῖς λιβέλλοις: — Ἀνατόλιος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς Φιλίππου ὑπέγραψα τοῖς λιβέλλοις χειρὶ ἐμῆι: — Ἰάκωβος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῆς ἁγίας Μαρίας πλησίον τῶν
20Βουκολίων ἐπιδοὺς τούσδε τοὺς λιβέλλους ὑπέγραψα διὰ χειρὸς Εὐσταθίου μοναχοῦ διὰ τὸ ἐμὲ ὀλιγογράμματον εἶναι προτάξας τὸν τίμιον σταυρὸν καὶ τὸ ὄνομά μου: — Ἠλίας ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς Σαμουὴλ τοῦ τῆς ὁσίας μνήμης τοῦ ὄντος ἐν Συκαῖς ἐπιδοὺς τούσδε τοὺς λιβέλλους ὑπέγραψα διὰ χειρὸς
25Κοσμᾶ μοναχοῦ διὰ τὸ ἐμὲ γράμματα μὴ εἰδέναι προτάξας τῆι ἰδίαι μου χειρὶ τὸν τίμιον σταυρόν: — Λεόντιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ ἁγίου ἀρχαγγέλου Μιχαὴλ τοῦ ἐν τοῖς Πουσέου ἐπιδοὺς τούσδε τοὺς λιβέλλους ὑπέγραψα χειρὶ ἐμῆι: —
30Ὅπως ἐκηρύχθησαν ἐν τῆι ἐκκλησίαι αἱ σύνοδοι Εἰσόδου γενομένης κατὰ τὸ σύνηθες ἐν τῆι ἁγιωτάτηι ἡμῶν μεγάληι ἐκκλησίαι ἐν ἡμέραι κυριακῆι τῆι πεντεκαιδεκάτηι τοῦ ἐνεστῶτος Ἰουλίου μηνὸς τῆς ἑνδεκάτης ἐπινε‐ μήσεως παρὰ τοῦ δεσπότου ἡμῶν τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου καὶ οἰκουμενικοῦ πατρι‐ άρχου Ἰωάννου, ὡς οὐκ ἀγνοεῖ καὶ ἡ ὑμετέρα θεοφίλεια, ἐν τῶι γενέσθαι αὐτὸν σὺν τῶι
35εὐαγεῖ κλήρωι περὶ τὸν ἄμβωνα φωναὶ γεγόνασιν ἀπὸ τοῦ λαοῦ λέγουσαι· Πολλὰ τὰ ἔτη τοῦ πατριάρχου, πολλὰ τὰ ἔτη τοῦ βασιλέως, πολλὰ τὰ ἔτη τῆς
αὐγούστας, πολλὰ τὰ ἔτη τοῦ πατριάρχου· ἀκοινώνητοι διὰ τί μένομεν ἐπὶ τοσαῦτα71

3

.

72

ἔτη; διὰ τί οὐ κοινωνοῦμεν; ἐκ τῶν χειρῶν σου κοινωνῆσαι θέλομεν. ἐὲς ἄνελθε εἰς τὸν ἄμβωνα, ἐὲς πεῖσον τὸν λαόν σου. διὰ πολλῶν ἐτῶν κοινωνῆσαι θέλομεν. ὀρθόδοξος εἶ, τίνα φοβῆσαι; ἄξιε τῆς τριάδος· ἡ ἁγία Μαρία θεοτόκος ἐστίν. ἄξιε τοῦ θρόνου· ἡ ἁγία Μαρία θεοτόκος ἐστίν. πολλὰ τὰ ἔτη τοῦ βασιλέως, πολλὰ τὰ ἔτη τῆς αὐ‐
5γούστας· Σεβῆρον τὸν Μανιχαῖον ἔξω βάλε· ὁ μὴ λαλῶν Μανιχαῖός ἐστιν. ἀνασκαφῆι τὰ ὀστέα τῶν Μανιχαίων. τὴν ἁγίαν σύνοδον ἄρτι κήρυξον. πολλὰ τὰ ἔτη τοῦ βασιλέως, πολλὰ τὰ ἔτη τοῦ πατριάρχου· ἄξιε τῆς τριάδος, ἡ ἁγία σύνοδος ἄρτι κηρυχθήτω. ἄξιε τῆς τριάδος, ἡ ἁγία Μαρία θεοτόκος ἐστίν. ἄξιε τοῦ θρόνου, ἡ ἁγία Μαρία θεοτόκος ἐστίν· ἡ ἁγία σύνοδος τοῦτο εἶπεν. ὁ μὴ λαλῶν Μανιχαῖός
10ἐστι. νικᾶι ἡ πίστις τῆς τριάδος, νικᾶι ἡ πίστις τῶν ὀρθοδόξων. τὴν ἁγίαν σύνοδον ἄρτι κήρυξον· ὀρθόδοξος βασιλεύει, τίνα φοβῆσαι; νικᾶι ἡ πίστις τοῦ βασιλέως, νικᾶι ἡ πίστις τῆς αὐγούστας. τοῦ νέου Κωνσταντίνου πολλὰ τὰ ἔτη, τῆς νέας Ἑλένης πολλὰ τὰ ἔτη· πολλὰ τὰ ἔτη τοῦ πατριάρχου· ἄξιε τῆς τριάδος· Ἰουστῖνε αὔ‐ γουστε TVINCAS: τοῦ νέου Κωνσταντίνου πολλὰ τὰ ἔτη· ἢ ἐξέρχηι ἢ κηρύσσεις. πολ‐
15λὰ τὰ ἔτη τοῦ βασιλέως· Ἰουστῖνε αὔγουστε TVINCAS: τὴν σύνοδον Χαλκηδόνος ἄρτι κήρυξον. Ἰουστῖνος βασιλεύει, τίνα φοβῆσαι; Σεβῆρον τὸν Μανιχαῖον ἔξω βάλε. τὴν σύνοδον Χαλκηδόνος ἄρτι κήρυξον. ὁ μὴ ἀναθεματίζων Σεβῆρον Μανιχαῖός ἐστιν. ἀνάθεμα Σεβήρωι τῶι Μανιχαίωι· ὁ μὴ λαλῶν Μανιχαῖός ἐστι. Σεβῆρον ἔξω βάλε, τὸν νέον Ἰούδαν ἔξω βάλε, τὸν ἐπίβουλον τῆς τριάδος ἔξω βάλε. τὴν ἁγίαν σύνοδον
20ἄρτι κήρυξον. ἐὲς μαρτύρομαι· ἢ κηρύσσεις ἢ ἐξέρχηι. πίστις ἐστίν, οὐκ ἔνι θεωρεῖν. ἀδελφοὶ Χριστιανοὶ μία ψυχή. Ἰουστῖνε αὔγουστε TVINCAS: εἰ φιλεῖς τὴν πίστιν, Σεβῆρον ἀναθεμάτισον. ἐὲς μαρτύρομαι· ἐὲς σύρω σε, ἐὲς τὰς θύρας κλείω. ὁ μὴ λαλῶν Μανιχαῖός ἐστιν. μαρτύρομαί σε· οὐδὲν παρ’ ἐμέ. ὀρθόδοξος βασιλεύει, τίνα φοβῆ‐ σαι; τοῦ ὀρθοδόξου βασιλέως πολλὰ τὰ ἔτη· Σεβῆρον τὸν ἐπίβουλον τῆς τριάδος ἔξω
25βάλε, τὸν νέον Ἰούδαν ἔξω βάλε· ὁ μὴ λαλῶν Μανιχαῖός ἐστιν. ἐὲς σύναξιν τῆι συνόδωι, ἐὲς ἄρτι κήρυξον. μὰ τὸ εὐαγγέλιον, οὐδὲν παρ’ ἐμέ, ἐὲς μαρτύρομαι. πολλὰ τὰ ἔτη τοῦ βασιλέως, τοῦ νέου Κωνσταντίνου πολλὰ τὰ ἔτη, τοῦ ὀρθοδόξου βασιλέως πολλὰ τὰ ἔτη, τῆς νέας Ἑλένης πολλὰ τὰ ἔτη· Σεβῆρον ἔξω βάλε, τὸν νέον Ἰούδαν ἔξω βάλε, τὸν ἐπίβουλον τῆς τριάδος ἔξω βάλε. πολλὰ τὰ ἔτη τοῦ βασιλέως· ἀδελφοὶ Χριστιανοὶ
30μία ψυχή. πίστις ἐστίν, οὐκ ἔνι ἁπλῶς. ἡ ἁγία Μαρία θεοτόκος ἐστίν· ταῦτα καὶ ἡ σύνοδος εἶπε. Ταῦτα αὐτῶν ἐκβοησάντων ἐδόθη αὐτοῖς ἀπόκρισις παρὰ τοῦ ἁγιωτάτου καὶ μακα‐ ριωτάτου ἀρχιεπισκόπου καὶ οἰκουμενικοῦ πατριάρχου Ἰωάννου αὕτη· μακροθυμήσατε,
ἀδελφοί, ἵνα πρότερον προσκυνήσωμεν τὸ ἅγιον θυσιαστήριον, καὶ μετὰ τοῦτο δίδωμι72

3

.

73

ὑμῖν ἀπόκρισιν. καὶ εἰσελθόντος αὐτοῦ εἰς τὸ ἅγιον θυσιαστήριον ἐπέμειναν κρά‐ ζοντες· Πολλὰ τὰ ἔτη τοῦ βασιλέως, πολλὰ τὰ ἔτη τῆς αὐγούστας· ἐὲς μαρτύρομαι· οὐκ ἐξέρχηι, ἐὰν μὴ ἀναθεματίσηις Σεβῆρον. ἀνάθεμα Σεβήρωι φανερῶς εἰπέ. ἐὲς ἀπόκλεισον· ἐὲς μαρτύρομαι. πολλὰ τὰ ἔτη τοῦ βασιλέως.
5 Καὶ λοιπὸν ἀνελθὼν ἐπὶ τοῦ ἄμβωνος ὁ ἁγιώτατος καὶ μακαριώτατος ἡμῶν ἀρχι‐ επίσκοπος καὶ οἰκουμενικὸς πατριάρχης Ἰωάννης προσεφώνησε ταῦτα· Οἴδατε τοὺς ἐμοὺς ἀγῶνας, ἀγαπητοί, οὓς καὶ ἐν τῶι πρεσβυτερίωι ὢν κατεβαλόμην, καὶ νῦν ἀντεσχό‐ μην τῆς ὀρθοδοξίας καὶ ἀντέχομαι ἕως θανάτου. οὐ χρεία τοίνυν ταραχῆς ἢ θορύβου· οὔτε γάρ τι παρεβάθη τῆς ὀρθῆς πίστεως οὔτε ἁγίαν σύνοδον τολμᾶι τις ἀναθεματίσαι,
10ἀλλὰ πάσας τὰς ἁγίας συνόδους τὰς βεβαιωσάσας τὸ ἅγιον σύμβολον τῶν τιη πατέρων τῶν συνελθόντων κατὰ τὴν Νικαέων ὀρθοδόξους γινώσκομεν καὶ μάλιστα τὰς ἁγίας τρεῖς συνόδους ταύτας, τουτέστι τὴν ἐν Κωνσταντινουπόλει καὶ τὴν ἐν Ἐφέσωι καὶ τὴν μεγάλην τὴν ἐν Χαλκηδόνι. ἰδικῶς γὰρ τὸ σύμβολον τῶν τιη ἁγίων πατέρων, εἰς ὃ βαπτιζόμεθα, αὗται αἱ ἅγιαι τρεῖς σύνοδοι ὁμοφρόνως ἐβεβαίωσαν.
15 Καὶ μετὰ τὴν προσφώνησιν ἐπιμενόντων αὐτῶν ἐπὶ πλείστας ὥρας ταῖς αὐταῖς φωναῖς καὶ προσθέντων· Οὐ κατέρχηι, ἐὰν μὴ ἀναθεματίσηις· πολλὰ τὰ ἔτη τοῦ πατρι‐ άρχου. ἄξιε τῆς τριάδος, πολλὰ τὰ ἔτη τοῦ βασιλέως, πολλὰ τὰ ἔτη τῆς αὐγούστης· τὴν σύναξιν τῆς συνόδου Χαλκηδόνος ἄρτι κήρυξον. οὐκ ἀναχωρῶ, ἐὰν μὴ κηρύξηις. ἕως ὀψὲ ὧδε ἐσμέν. τὴν σύναξιν εἰς τὴν αὔριον κήρυξον. τὴν μνήμην τῶν πατέρων αὔριον
20κήρυξον. τῶν ἐν Χαλκηδόνι πατέρων τὴν σύναξιν αὔριον κήρυξον. σήμερον ἐὰν κηρύ‐ ξηις, αὔριον ἐπιτελεῖται. οὐκ ἀναχωρῶ, ἐὰν μὴ κηρύξηις. τοὺς ἀναθεματίσαντας Νεστό‐ ριον καὶ Εὐτυχέα εἰς τὴν αὔριον κήρυξον. ἐὰν μὴ λάβω ἀπόκρισιν, ἕως ὀψὲ ὧδε εἰμί, [καὶ] προσεφώνησεν ὁ ἁγιώτατος καὶ μακαριώτατος ἀρχιεπίσκοπος ἡμῶν καὶ οἰκου‐ μενικὸς πατριάρχης Ἰωάννης οὕτως· Ἐπειδὴ σύναξιν ἠιτήσατε τῶν ἁγίων πατέρων τῶν
25ἐν Χαλκηδόνι ἐπιτελεσθῆναι, γινώσκοντες γνώσεσθε ὅτι καὶ τοῦτο ποιήσομεν γνώμηι τοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου ἡμῶν βασιλέως. Ἐπιμενόντων δὲ αὐτῶν καὶ τὰς αὐτὰς φωνὰς ἐκβοώντων καὶ προσθέντων· Οὐκ ἀναχωρῶ μὰ τὸ εὐαγγέλιον· τὴν σύναξιν τῶν πατέρων ἄρτι κήρυξον· τῶν ἐν Χαλκηδόνι πατέρων τὴν σύναξιν αὔριον ποίησον, ἐκηρύχθη ἡ σύναξις διὰ Σαμουὴλ διακόνου οὕτως·
30Γνωρίζομεν τῆι ὑμετέραι ἀγάπηι ὅτιπερ τῆι αὔριον μνήμην ἐπιτελοῦμεν τῶν ἐν ἁγίοις πατέρων ἡμῶν καὶ ἐπισκόπων γενομένων τῶν κατὰ τὴν Χαλκηδονέων μητρόπολιν συν‐ αχθέντων καὶ βεβαιωσάντων ἅμα τοῖς ἐν Κωνσταντινουπόλει καὶ ἐν Ἐφέσωι συναχθεῖσιν ἁγίοις πατράσιν τὸ σύμβολον τῶν τιη ἁγίων πατέρων τῶν συναχθέντων κατὰ τὴν Νι‐ καέων. συναγόμεθα δὲ καὶ ἐνταῦθα.
35 Καὶ μετὰ τὴν προσφώνησιν τῆς συνάξεως πάλιν ἐπέμεινεν ὁ λαὸς καὶ μιᾶι φωνῆι ἐπὶ πολὺ ἔκραζον· Σεβῆρος ἄρτι ἀναθεματισθῆι. ὁ ἐπίβουλος τῆς τριάδος ἄρτι ἀναθε‐ ματισθῆι. ὁ κατὰ τῶν πατέρων ἄρτι ἀναθεματισθῆι. ὁ ἀναθεματίσας τὴν σύνοδον
Χαλκηδόνος ἄρτι ἀναθεματισθῆι. οὐκ ἐξέρχομαι, ἐὰν μὴ ἄρτι ἀναθεματισθῆι καὶ ἀπό‐73

3

.

74

κρισιν λάβω. μαρτύρομαι· ὀρθόδοξος εἶ, ἄρτι ἀναθεμάτισον. ἢ ἀναθεμάτισον ἢ οὐδὲν παρ’ ἐμέ. Καὶ ἐπὶ πολὺ τοῖς αὐτοῖς ἐπιμενόντων αὐτῶν, παρόντων Θεοφίλου τοῦ θεοφιλεστά‐ του ἐπισκόπου τῆς Ἡρακλεωτῶν καὶ Θεοδότου τοῦ θεοφιλεστάτου ἐπισκόπου τῆς Γαγ‐
5γρηνῶν καὶ Ὑπατίου τοῦ θεοφιλεστάτου ἐπισκόπου τῆς Κλαυδιουπολιτῶν καὶ Ἰωάννου τοῦ θεοφιλεστάτου ἐπισκόπου Βοσπόρου καὶ Πυθαγόρου τοῦ θεοφιλεστάτου ἐπισκόπου τῆς Σινωπέων καὶ Ἰσαακίου τοῦ θεοφιλεστάτου ἐπισκόπου τῆς Πενταπόλεως τῆς Ἑλλάδος καὶ Ἰωάννου τοῦ θεοφιλεστάτου ἐπισκόπου Σεννέων τῆς Παμφύλων χώρας καὶ Ἀμαντίου τοῦ θεοφιλεστάτου ἐπισκόπου τῆς Νικοπολιτῶν καὶ Ἀμμωνίου τοῦ θεοφιλεστάτου ἐπι‐
10σκόπου τῆς Ἀβυδηνῶν, Πλάτωνος τοῦ θεοφιλεστάτου ἐπισκόπου τῆς Κρατιανῶν, Εὐστα‐ θίου τοῦ θεοφιλεστάτου ἐπισκόπου τῆς Φιλαδελφέων καὶ Πελαγίου τοῦ θεοφιλεστάτου ἐπισκόπου τῆς Αἰζανιτῶν καὶ ἑτέρων θεοφιλεστάτων ἐπισκόπων τῶν καὶ συναινούντων τῶι ἁγιωτάτωι καὶ μακαριωτάτωι ἀρχιεπισκόπωι καὶ οἰκουμενικῶι πατριάρχηι Ἰωάννηι προσεφωνήθη ταῦτα· Ὅτι Σεβῆρος χωρίσας ἑαυτὸν τῆς ἁγίας ταύτης ἐκκλησίας ἑαυτῶι
15κρίματι ὑπέβαλε, πρόδηλον πᾶσιν. ἑπόμενοι τοίνυν καὶ ἡμεῖς τοῖς θείοις κανόσι καὶ τοῖς ἁγίοις πατράσιν ἀλλότριον τοῦτον ἡγούμεθα καὶ ὑπὸ τῶν θείων κανόνων ἤδη διὰ τῆς βλασφημίας αὐτοῦ κατακριθέντα ἀναθεματίζομεν καὶ ἡμεῖς. Τούτων παρακολουθησάντων τῆι κυριακῆι, τῆι ἑξῆς, ἥτις ἐστὶν ἑξκαιδεκάτη τοῦ Ἰουλίου μηνός, ἡμέραι δευτέραι, ἐπιτελουμένης τῆς μνήμης τῶν προλεχθέντων ἁγίων πα‐
20τέρων, πάλιν τῆς εἰσόδου γενομένης παρὰ τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου ἀρχι‐ επισκόπου καὶ οἰκουμενικοῦ πατριάρχου Ἰωάννου, εὐθέως ἅμα τῶι γενέσθαι αὐτὸν πλησίον τοῦ ἄμβωνος φωναὶ ἤλθοσαν ἀπὸ παντὸς τοῦ λαοῦ οὕτως· Πολλὰ τὰ ἔτη τοῦ πατρι‐ άρχου, πολλὰ τὰ ἔτη τοῦ βασιλέως, πολλὰ τὰ ἔτη τῆς αὐγούστης, τοῦ νέου Κωνσταντίνου πολλὰ τὰ ἔτη, τῆς νέας Ἑλένης πολλὰ τὰ ἔτη· τὸ λείψανον Μακεδονίου τῆι ἐκκλησίαι.
25Ἰουστῖνε αὔγουστε TVINCAS, Εὐφημία αὐγούστα TVINCAS: τοὺς ἐν ἐξορίαι διὰ τὴν πίστιν τῆι ἐκκλησίαι. ἀνασκαφῆι τὰ ὀστέα τῶν Νεστοριανῶν, ἀνασκαφῆι τὰ ὀστέα τῶν Εὐτυχιανιστῶν. τίς ἔνι Νεστόριος, ἐγὼ οὐκ οἶδα· ἀνάθεμα αὐτῶι ἀπὸ τῆς τριάδος. τίς ἔνι Νεστόριος, ἐγὼ οὐκ οἶδα· ἀνάθεμα αὐτῶι μετ’ Εὐτυχέος. ἀνασκαφῆι τὰ ὀστέα τῶν Νεστοριανῶν, ἀνασκαφῆι τὰ ὀστέα τῶν Εὐτυχιανιστῶν. τοὺς Μανιχαίους ἔξω βάλε.
30Ἰουστῖνε αὔγουστε TVINCAS: Σεβῆρον τὸν Ἰούδαν ἔξω βάλε. τοὺς Μανιχαίους τῆς ἐκκλησίας ἔξω βάλε. τοὺς δύο Στεφάνους ἔξω βάλε. τὸ λείψανον Μακεδονίου ἄρτι φέρε. τὸ ὄνομα Μακεδονίου ἄρτι ταγῆι. δεόμεθα, τὰς ὅλας φωνὰς τῶι βασιλεῖ. τὸν νέον Τζουμᾶν ἔξω βάλε. ὁ νέος Τζουμᾶς Ἀμάντις ἐστί. τὸν λῆρον τοῦ παλατίου ἔξω βάλε. Εὐφήμιον καὶ Μακεδόνιον τῆι ἐκκλησίαι. τὰ συνοδικὰ εἰς Ῥώμην ἄρτι
35ἀπέλθωσιν. πολλὰ τὰ ἔτη τοῦ πατριάρχου· τοῦ νέου Ἰωάννου πολλὰ τὰ ἔτη· ἄξιε
τῆς τριάδος. Ἰουστῖνε αὔγουστε TVINCAS, πολλὰ τὰ ἔτη τῆς αὐγούστης· τὸ λείψανον Μα‐74

3

.

75

κεδονίου τῆι ἐκκλησίαι· ἐν τούτοις ἀεὶ νικήσεις. Εὐφημίου καὶ Μακεδονίου τὰ ὀνόματα ἄρτι ταγῆι. τελείαν ἑορτὴν τῆι ἐκκλησίαι. τοὺς ψευδομάρτυρας Μακεδονίου ἔξω βάλε. τὰς τέσσαρας συνόδους τοῖς διπτύχοις. Λέοντα τὸν ἐπίσκοπον Ῥώμης τοῖς διπτύχοις. ἡ ἁγία Μαρία θεοτόκος ἐστί· τοῦτο ἡ σύνοδος εἶπε. τὰ δίπτυχα τῶι ἄμβωνι· ὁ μὴ
5λαλῶν Μανιχαῖός ἐστι. τὰ δίπτυχα τῶι ἄμβωνι ἄρτι, τὸν θεόν σοι. Ἰουστῖνε αὔγουστε, TVINCAS: κουράτωρα οὐκ ἔχεις, τὰ δίπτυχα ἄρτι φέρε. Ἰουστῖνος βασιλεύει, τὰ δίπτυχα ἄρτι φέρε. τοῦ ὀρθοδόξου βασιλέως πολλὰ τὰ ἔτη, τῆς νέας Ἑλένης πολλὰ τὰ ἔτη, τοῦ νέου Ἰωάννου πολλὰ τὰ ἔτη· οὕτως ἔχεις τὸν δεσπότην, τὰ δίπτυχα ἄρτι φέρε. οὕτως ἔχεις τὴν αὐγούσταν, τὰ δίπτυχα ἄρτι φέρε. οὕτως ἔχεις τὴν τριάδα, τὰ δίπτυχα ἄρτι
10φέρε. οἱ κανόνες τούτους οὐκ ἐξέβαλαν· ἐὲς τάξον, ἐὲς τάξον, ἐὲς τάξον. Καὶ προσεφωνήθη ταῦτα· Καὶ κατὰ τὴν χθὲς ἡμέραν ἀρκούντως ἐπληροφορήσαμεν τὴν ὑμετέραν ἀγάπην, καὶ νῦν δὲ τὸν ζῆλον ὑμῶν σαφῶς ἐπιστάμενοι ἐκεῖνα ἐσπεύσαμεν καὶ σπεύδομεν ποιῆσαι ὅσα καὶ τὸν θεὸν θεραπεύει καὶ ὑμᾶς διὰ πάντων ἐν πᾶσι πληροφορεῖ. ὅτι δὲ μέλει ἡμῖν τοῦ μηδὲν παρασαλευθῆναι τῆς ὀρθῆς πίστεως, οἶμαι κατὰ διαφόρους
15χρόνους καὶ τρόπους πείραι παρειληφέναι τὴν ὑμετέραν ἀγάπην. δι’ ὃ καὶ τὸν θε‐ μέλιον τῆς πίστεως κατὰ τὴν τῶν ἁγίων πατέρων παράδοσιν ἀρραγῆ διαμένειν τῆι χάριτι τοῦ δεσπότου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ ἐσπουδάσαμεν, ἐλπίσαντες δι’ αὐτῆς καὶ τὰς διεστώσας ἐκκλησίας ἑνῶσαι, πανταχοῦ τὴν τάξιν τῶν θείων κανόνων ἐνθέσμως κρατοῦντες. οὐδὲ γὰρ ἐγχωρεῖ τι παρασαλεῦσαι καὶ περὶ κενοφωνίας καὶ λεπτολογίας
20ἀπασχολεῖσθαι τοὺς πιστούς, ἀλλὰ προσέχειν τῶι ἁγίωι συμβόλωι, ἐν ὧι πάντες ἐβαπτί‐ σθημεν, ὅπερ ἐξεφώνησεν ἡ ἐν Νικαίαι ἐν ἁγίωι πνεύματι σύνοδος καὶ ἐκύρωσεν ἡ ἐν Κων‐ σταντινουπόλει τῶν ἁγίων πατέρων συνέλευσις καὶ ἐβεβαίωσεν ἡ ἐν Ἐφέσωι ὁσία σύνοδος καὶ ἐπεσφράγισεν ὁμοίως ἡ ἐν Χαλκηδόνι ἁγία μεγάλη σύνοδος, ἣν κατ’ οὐδένα λόγον ἢ τρόπον παρασαλεῦσαί τις δυνήσεται πᾶσαν ἀναιροῦσαν τοῖς κακοδόξοις πρόφασιν.
25ταύτην τοίνυν τὴν πίστιν ἀσάλευτον κρατοῦντες πρὸς ἀλλήλους μὴ ἀμφιβάλητε, ἀλλὰ πᾶσαν κενοφωνίαν καὶ πᾶσαν καινοτομίαν καὶ πᾶσαν λεπτολογίαν ἀπωθούμενοι ἑνὶ στόματι τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα δοξάσωμεν, ἥτις φυλάττοι ἐν εἰρήνηι τὴν ζωὴν τῶν εὐσε‐ βεστάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων καὶ πάντων ἡμῶν. τῶι γὰρ πατρὶ καὶ υἱῶι καὶ ἁγίωι πνεύματι πρέπει ἡ δόξα νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
30 Ταύτης τῆς προσφωνήσεως γενομένης ἐπέμειναν κράζοντες· Ἐὰν μὴ ἄρτι, οὐδεὶς ἐκ‐ βαίνει· μαρτύρομαί σε, τὰς θύρας κλείω. ἀδελφοὶ ὀρθόδοξοι μία ψυχή· ἀδελφοὶ διὰ πίστιν μία ψυχή· Ἰουστῖνε αὔγουστε TVINCAS: ὁ μὴ λαλῶν Μανιχαῖός ἐστιν. ἅγιος ἅγιος ἅγιος· ἡ τριὰς ἐνίκησεν. ἀπάρτι οὐ φοβῆσαι Ἀμάντιν τὸν Μανιχαῖον. Ἰου‐ στῖνος βασιλεύει, Ἀμάντιν τί φοβῆσαι; ἄξιε τῆς τριάδος, καὶ τοῦτο τὸ καλόν σοι
35ἐτηρεῖτο· ὁ φιλῶν τὴν σύνοδον οὕτως τιμᾶται. πολλὰ τὰ ἔτη τοῦ βασιλέως, πολλὰ τὰ ἔτη τῆς αὐγούστης, πολλὰ τὰ ἔτη τοῦ πατριάρχου· νικᾶι ἡ πίστις τῶν ὀρθοδόξων. Καὶ πάλιν ἐπιμενόντων αὐτῶν ἐπὶ πολὺ ταῖς αὐταῖς φωναῖς προσεφωνήθη αὐτοῖς ταῦτα· Ὅτι διὰ πάντων σπουδὴν ἐθέμεθα θεραπεῦσαι ὑμᾶς καὶ ἀσκανδαλίστους φυλάξαι,
σαφῶς ἐπίστασθε· ἐπειδὴ δὲ δεῖ πάντα κανονικῶς καὶ μετὰ εὐταξίας γενέσθαι, συγχω‐75

3

.

76

ρήσατε ἡμῖν συναγαγεῖν τοὺς θεοφιλεστάτους ἐπισκόπους, ἐφ’ ὧι τε κατὰ τοὺς θείους κανόνας πάντα προβῆναι γνώμηι καὶ κελεύσει τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως. τὰς γὰρ ἐκβοήσεις ὑμῶν πάσας ἀνοίσομεν ἐπὶ τὴν αὐτοῦ γαληνότητα. Καὶ κλεισάντων αὐτῶν τὰς θύρας καὶ ἐπιμενόντων ταῖς αὐταῖς ἐκβοήσεσι λαβὼν
5τὰ δίπτυχα ὁ ἁγιώτατος καὶ μακαριώτατος ἀρχιεπίσκοπος καὶ οἰκουμενικὸς πατριάρχης Ἰωάννης ἐκέλευσε ταγῆναι τὰς ἁγίας τέσσαρας συνόδους τῶν τε ἐν Νικαίαι συνελθόντων ἁγίων πατέρων καὶ τῶν ἐν Κωνσταντινουπόλει ὡσαύτως συναχθέντων ἐπὶ Νεκταρίου τοῦ τῆς ὁσίας μνήμης καὶ τῶν ἐν Ἐφέσωι ἐπὶ τῆι ἐκβολῆι Νεστορίου καὶ τῶν ἐν Χαλκηδόνι ἐπὶ τῆι ἐκβολῆι Εὐτυχοῦς καὶ τοῦ αὐτοῦ δυσσεβοῦς Νεστορίου καὶ τὰ ὀνόματα τῶν
10τελευτησάντων ἐν ὁσίαι τῆι μνήμηι γενομένων ἀρχιεπισκόπων ταύτης τῆς βασιλίδος πόλεως Εὐφημίου καὶ Μακεδονίου καὶ μέντοι καὶ Λέοντος τοῦ γενομένου ἀρχιεπισκόπου Ῥώμης. τότε φωνῆι μεγάληι πάντες οἱ τοῦ λαοῦ ὡς ἐξ ἑνὸς στόματος ἐβόησαν εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύ‐ τρωσιν τῶι λαῶι αὐτο, καὶ πάλιν δεύτερον ἔκραξαν εὐλογητὸς κύριος Ἰησοῦς
15ὁ βασιλεύς, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῶι λαῶι αὐτοῦ. ἐπὶ πολλὴν δὲ ὥραν ἀντιφωνούντων ἑκατέρων τῶν μερῶν καὶ ψαλλόντων τὴν ψαλμωιδίαν ταύτην, οἱ ψάλται ἐπετράπησαν ἀνελθόντες εἰπεῖν τὸ τρισάγιον καὶ αὐτῶν ἀρξαμένων πᾶς ὁ λαὸς ἐπαύσατο καὶ ὑπήκουσε τοῦ τρισαγίου. καὶ μετὰ τὴν ἀνάγνωσιν τοῦ ἁγίου εὐαγ‐ γελίου ἐξ ἔθους τῆς θείας λειτουργίας ἐπιτελουμένης καὶ τῶν θυρῶν κλεισθεισῶν καὶ τοῦ
20ἁγίου μαθήματος κατὰ τὸ σύνηθες λεχθέντος τῶι καιρῶι τῶν διπτύχων μετὰ πολλῆς ἡσυχίας συνέδραμον ἅπαν τὸ πλῆθος κύκλωι τοῦ θυσιαστηρίου καὶ ἠκροῶντο καὶ μόνον ἐλέχθησαν αἱ προσηγορίαι τῶν εἰρημένων ἁγίων τεσσάρων συνόδων παρὰ τοῦ δια‐ κόνου καὶ τῶν ἐν ὁσίαι τῆι μνήμηι ἀρχιεπισκόπων Εὐφημίου καὶ Μακεδονίου καὶ Λέοντος, φωνῆι μεγάληι ἔκραξαν ἅπαντες· δόξα σοι κύριε. καὶ μετὰ τοῦτο μετὰ πάσης εὐταξίας
25ἐπληρώθη σὺν θεῶι ἡ θεία λειτουργία. Ἐπιστολὴ Ἰωάννου τοῦ τῆς ὁσίας μνήμης ἀρχιεπισκόπου γενομένου τῆς βασιλευούσης ταύτης πόλεως καὶ οἰκουμενικοῦ πατριάρχου γραφεῖσα Ἰωάννηι τῶι τῆς ὁσίας μνήμης γενομένωι ἀρχιεπισκόπωι Ἱεροσολύμων καὶ πᾶσι τοῖς μὴ ἐνδημοῦσι τηνικαῦτα μητρο‐ πολίταις
30 Τοῖς συμψύχοις καὶ ὁμοδόξοις τὸν σύνδεσμον τῆς ἀγάπης ἐν εἰρήνηι Χριστὸς ὁ θεὸς ἡμῶν ἄνωθεν δεδωκὼς κοινὰ καὶ τὰ παρ’ αὐτῶν πραττόμενα εἶναι δικαιοῖ. ἐπεὶ τοίνυν θεία τις οὐρανόθεν γέγονε κίνησις τοῦ φιλοχρίστου λαοῦ τῆς βασιλίδος ταύτης πόλεως καὶ πάντα τὰ ἐκβοηθέντα παρ’ αὐτοῦ καὶ προσφωνηθέντα παρ’ ἐμοῦ δῆλα τῶι κόσμωι γεγένηται, ἀναγκαῖον ἐλογισάμην σημᾶναι τῆι σῆι θεοφιλείαι, ἵνα τῆι συνεργείαι
35τοῦ ἁγίου πνεύματος ταῦτα γνοῦσα ἐπισφραγίσηι τῶι λόγωι τῆς ἀληθείας, ἐπειδὴ μάλιστα ἡ ἐνδημοῦσα ἁγία σύνοδος τῆι αἰτήσει παντὸς τοῦ μοναχικοῦ τάγματος ἐγγρά‐
φως τε ὥρισε καὶ ἅπερ ὥρισε τῆι σῆι ἁγιότητι διὰ τάχους ἐκπέμψαι ἐσπουδάσαμεν.76

3

.

77

Ἄλλη ἐπιστολὴ τοῦ αὐτοῦ τῆς ἁγίας μνήμης οἰκουμενικοῦ πατριάρχου Ἰωάννου ἰδικὴ γραφεῖσα Ἐπιφανίωι τῶι τῆς θεοφιλοῦς μνήμης γενομένωι ἐπισκόπωι Τύρου Ὁ πάντα πρὸς τὸ συμφέρον θεὸς ἄνωθεν οἰκονομῶν καὶ νῦν τὴν σὴν θεοσέβειαν ἐν θλίψει κατὰ τὸν προφήτην πλατυνθεῖσαν ἐπὶ τὴν στενὴν πύλην τῆς βασιλείας τῶν
5οὐρανῶν ἀνέτως εἰσελεύσεσθαι παρεσκεύασεν. ἰδοὺ γὰρ τοῦ οὐρανίου κινήματος κατὰ τῶν ἀποστατῶν τῆς ἐκκλησίας πνεύματι θεοῦ γενομένου, ὅσοι μὲν ἀνάξιοι ὤφθησαν τῆς ἀχράντου ὑπηρεσίας τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, κρίματι αἰωνίωι ὑπεβλήθησαν· ὅσοι δὲ τῆς ὀρθοδόξου πίστεως ἐρασταὶ ἐφάνησαν, πολλῶι μᾶλλον διὰ τῆς τοιαύτης κινήσεως ἐλαμπρύνθησαν. τοιγαροῦν τῆς ἐνδημούσης ἁγίας
10συνόδου τῆι φιλοχρίστωι καὶ βασιλίδι πόλει ἐκ διαφόρων ἐπαρχιῶν δῆλα ποιησάσης τὰ πραχθέντα κατὰ τῶν ἐχθρῶν τῆς ἀληθείας πᾶσι τοῖς ὑφ’ ἡμᾶς ἀναγκαῖον ἔκρινα καὶ τῆι σῆι πεμφθῆναι θεοφιλείαι, ἵνα τὰ παρ’ αὐτῶν καὶ δι’ αὐτῶν τυπωθέντα ἀναγνοὺς καὶ γνούς, ὁσιώτατε, σύμψηφος καὶ ὁμόψυχος ἔσηι καὶ κἂν ὀψέ ποτε τῶν κυκλωσάντων σε ἐχθρῶν λυτρωθείης. ἅπαντα τοίνυν τὰ πεπραγμένα κατὰ τῶν ἐχθρῶν τῆς ἀληθείας
15δῆλα ποιῆσαι τοῖς ὁμοδόξοις εὐλαβέστατοις συλλειτουργοῖς καὶ μοναχοῖς καὶ φιλο‐ χρίστοις λαοῖς, καθὼς ἂν συνίδηις, σπούδασον, θεοφιλέστατε. Ἀντίγραφον Ἰωάννου Ἱεροσολύμων καὶ τῶν ὑπ’ αὐτὸν ἐπισκόπων πρὸς Ἰωάννην τὸν Κωνσταντινουπόλεως Τῶι δεσπότηι μου τῶι θεοφιλεστάτωι καὶ ὁσιωτάτωι συλλειτουργῶι Ἰωάννηι
20καὶ τῆι ἐνδημούσηι κατὰ τὴν φιλόχριστον Κωνσταντινούπολιν ἁγίαι συνόδωι Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος Ἱεροσολύμων καὶ ἡ κατὰ τὰς τρεῖς Παλαιστίνας τελοῦσα ὑπὸ τοὺς ἁγίους Χριστοῦ τοῦ ἐπὶ πάντων θεοῦ τόπους ἁγία σύνοδος ἐν κυρίωι χαίρειν. Ἐπειδὴ διπλῆ τίς ἐστιν ἡ τῶν δακρύων κίνησις, ἡ μὲν πρὸς ὀδύνην φέρουσα, ἡ δὲ πρὸς εὐφροσύνην (Ἰωσὴφ γὰρ ὁ πατριάρχης ἀναγνωριζόμενος τοῖς ἀδελφοῖς μεγάλα ἐξ εὐ‐
25θυμίας ἐδάκρυσε καὶ Παῦλός φησι τὸ σκεῦος τῆς ἐκλογῆς ὅτι ἡ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται, ἡ δὲ κατὰ θεὸν σωτηρίαν), ἐντυχόντες οὐκ ἀδακρυτὶ τοῖς ἐπιστα‐ λεῖσι παρὰ τῆς ὑμετέρας ἁγιωσύνης καὶ πραχθεῖσι θυμηδίας ἐπλήσθημεν, ὥστε ἂν ἡμᾶς εἰπεῖν μετὰ τοῦ μεγάλου προφήτου Δαυίδ· εὐφράνθημεν ἐπὶ τοῖς εἰρηκόσιν ἡμῖν, εἰς οἶκον κυρίου πορευσόμεθα, καὶ αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου,
30καὶ ἐξομολογεῖσθε τῶι θεῶι τῶν θεῶν τῶι ποιήσαντι θαυμάσια μεγάλα μόνωι, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ καὶ τίς λαλήσει τὰς δυναστείας τοῦ κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτο; ἰδοὺ γὰρ ὁ θεός φησι διὰ τοῦ Σαμουὴλ ποιῶ τὰ ἔργα μου ἐν Ἱερουσαλήμ, ὥστε παντὸς ἀκούοντος ἠχῆσαι ἀμφότερα τὰ ὦτα αὐτο. ταῦτα καὶ ἐπὶ τῶν χρόνων τῶν ἡμετέρων
35ἔργωι προῆλθε. τὸ γὰρ βδέλυγμα τῆς ἐρημώσεως, τὸ τέρας τὸ ἀνερυθρίαστον, Σεβῆρον φαμὲν τὸν ἀδικίαν εἰς τὸ ὕψος λαλήσαντα διὰ τῶν βλασφήμων αὐτοῦ λόγων τῶν κατὰ τῆς ἁγίας μεγάλης καὶ οἰκουμενικῆς συνόδου τῆς ἐν Χαλκηδόνι λεχθέντων,
οὐδὲ τὴν ἀρχὴν γινωσκόμενον ἡμῖν οὐδὲ ὅστις εἴη, τὸν τῆς Ἀντιοχέων ἀδίκως καὶ τυραν‐77

3

.

78

νικῶς καὶ παρὰ πάντα ἐκκλησιαστικὸν κανόνα ὑφαρπάσαντα θρόνον, τὸν κατὰ τὸν Αἰγύπτιον ἐκεῖνον τὸν ἐν ταῖς Πράξεσιν ἀναστατώσαντα καὶ ἐξαγαγόντα εἰς τὴν ἔρημον τοὺς σικαρίους ἀναθέματι ὑποβέβληκε καὶ ἀλλότριον παντὸς ἱερατικοῦ συλλόγου καὶ ἀξίας καὶ πράγματος πεποίηκε διὰ τῆς ὑμετέρας μισοπονήρου ἁγιωσύνης. ὁ γὰρ
5παρεσχηκὼς Ἱερεμίαι τῶι προφήτηι τὸ ἀνοικοδομεῖν καὶ κατασκάπτειν καὶ ἐκριζοῦν καὶ καταφυτεύειν καὶ Πέτρωι τῶι κορυφαίωι τῶν ἀποστόλων τὸ λύειν καὶ δεσμεῖν, καὶ τῆι κοινῆι τοῦτο ἐφιλοτιμήσατο ἱερωσύνηι. τοὺς μὲν οὖν θεοφιλεστάτους καὶ ὁσιω‐ τάτους μοναχοὺς τοὺς ὑπὸ τὴν μεγάλην ἐκείνην καὶ βασιλίδα πόλιν οἰκοῦντας, οὐ μὴν ἀλλὰ καὶ τὸν φιλόχριστον ταύτης λαὸν τοῦ κατὰ θεὸν ζήλου ἐμακαρίσαμεν καὶ ὅτι μέχρι
10θανάτου διανέστησαν, ὥστε τὸν λύκον τῆς Ἀντιοχέων τῆς νομῆς ἀπελάσαι τῶν προ‐ βάτων τὸν λαθόντα ἑαυτὸν καὶ μείζοσιν ἐγχειρήσαντα ἢ κατ’ αὐτὸν καὶ κατὰ τὸν Βαλὰκ ἐκεῖνον ἀράσασθαι πειραθέντα ὃν οὐκ ἀρᾶται ὁ κύριος. τοιγαροῦν εἰς κεφαλὴν αὐτοῦ τὰ τῆς ἀρᾶς πάντα ἐκβέβηκε καὶ ηὐλόγηται ὁ νοητὸς Ἰσραὴλ καὶ ἀπώλετο μὲν ὁ Βαλάκ, τὸν ὅμοιον δὲ τρόπον καὶ Βαλαὰμ ὁ μάντις τἀπίχειρα τῶν αὐτοῦ πράξεων ἐδέξατο καὶ ἀνα‐
15τεθεμάτισται καὶ τὴν ἐκεῖσε περιμένει μετὰ τοῦ δούλου τοῦ ὀκνηροῦ καὶ πονηροῦ ποινήν. ἀλλὰ ταῦτα μὲν ἐκεῖνοι· ἡμεῖς δὲ τοῖς πραχθεῖσι καὶ ἐπισταλεῖσι παρὰ τῆς ὑμετέρας ἁγιω‐ σύνης ὁμόφρονες καὶ ὁμόψυχοι τυγχάνομεν καὶ ἀναθεματίζομεν πᾶσαν αἵρεσιν καὶ Νεστόριον τὸν ἀνθρωπολάτρην καὶ Εὐτυχέα τὸν ματαιόφρονα καὶ τὸν Μάνην καὶ Σεβῆρον τὸν ἀλιτήριον, οὐ μὴν ἀλλὰ καὶ τὰ τούτου συγγράμματα, ἐν ταῖς ἑαυτῶν διανοίαις ἔχοντες
20καὶ ἀσπαζόμενοι τὰς τέσσαρας ἁγίας συνόδους, τήν τε τῶν τιη τῶν ἐν Νικαίαι συναχθέντων κατὰ Ἀρείου τοῦ δυσωνύμου τῶν ἐκθεμένων τὸ ἅγιον σύμβολον, εἰς ὃ ἐβαπτίσθημεν καὶ βαπτίζομεν, καὶ τὴν τῶν ρν τῶν ἐν Κωνσταντινουπόλει κατὰ Μακεδονίου τοῦ πνευματο‐ μάχου τῶν τὸ εἰρημένον ἅγιον σύμβολον βεβαιωσάντων καὶ τὴν τῶν διακοσίων τῶν ἐν Ἐφέσωι τῶν καθελόντων Νεστόριον τὸν ἀνθρωπολάτρην, τὸ δὲ αὐτὸ ἅγιον σύμ‐
25βολον περιπτυξαμένων, καὶ τὴν μεγάλην καὶ οἰκουμενικὴν σύνοδον τῶν χλ, φαμὲν τῶν ἐν Χαλκηδόνι συνελθόντων καὶ βεβαιωσάντων καὶ κρατυνάντων τὸ αὐτὸ ἅγιον σύμβολον, ἐπισφραγισάντων δὲ τὰ κατὰ Νεστορίου τοῦ ἀνθρωπολάτρου καὶ ἀποβαλόντων Εὐτυχέα τὸν ματαιόφρονα, δεχόμενοι καὶ τὰς θεοφράστους ἐπιστολὰς τοῦ τῆς ὁσίας καὶ θεοφιλοῦς μνήμης Λέοντος τοῦ γενομένου τῆς Ῥωμαίων ἀρχιεπισκόπου καὶ πατριάρχου. συν‐
30ευφραινόμενοι τοίνυν ἐπὶ τούτοις τῆι ὑμετέραι ἁγιωσύνηι καὶ συναινοῦντες τοῖς παρ’ ὑμῶν ἐπισταλεῖσι καὶ πραχθεῖσι καὶ κοινωνικοὶ ὄντες ὑμῖν, τὸ προφητικὸν ἐκεῖνο λέγομεν λόγιον· ἑόρταζε, Ἰούδα, τὰς ἑορτάς σου, ἀπόδος τῶι κυρίωι τὰς εὐχάς σου, διότι οὐ μὴ προσθῆις τοῦ εἶναι εἰς παλαίωσιν. καὶ ἡμῖν οὖν τὰ αὐτὰ ταῦτα συνεύχεσθε, ἁγιώτατοι (κοινὰ γὰρ τὰ τῶν ἱερέων), καὶ τὴν ἁγίαν καὶ δε‐
35δοξασμένην παρθένον καὶ θεοτόκον Μαρίαν σὺν ἡμῖν ἱκετεύσατε πρεσβείαν ποιήσασθαι ὑπὲρ τῆς εἰρήνης τῶν ἁγιωτάτων ἐκκλησιῶν καὶ νίκης καὶ διαμονῆς τοῦ εὐσεβεστάτου
καὶ γαληνοτάτου ἡμῶν βασιλέως.78

3

.

79

Ὑπογραφαί Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς Καισαρέων ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐα‐ ρεστεῖν εὔχεσθε, θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: — Θεοδόσιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Σκυθοπολιτῶν ἐρρῶσθαί με καὶ τῶι κυρίωι
5εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: — Ζηνόβιος ἐλέει θεοῦ ἐπισκόπος Ἰαμνίας ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι: — Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος Τιβεριάδος ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι: —
10Πολυχρόνιος ἐλέει θεοῦ ἐπίσκοπος Ἀρεοπόλεως ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι: — Προκόπιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Νεαπολιτῶν ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: — Εὐστάθιος ἐλέει θεοῦ ἐπίσκοπος Ἀνθηδόνος ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐα‐
15ρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι: — Στέφανος ἐλέει θεοῦ ἐπίσκοπος τοῦ Μαιουμᾶ Ἀσκάλωνος ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: — Πέτρος ἐλέει θεοῦ ἐπίσκοπος Ἐλούσης ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: —
20Μαρκελλῖνος ἐπίσκοπος Νεοκαισαρείας ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: — Γρηγόριος ἐπίσκοπος Ἐλευθεροπόλεως ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: — Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος Ἱεριχούντων ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν
25εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: — Ἀντώνιος ἐπίσκοπος τῆς Ἀσκάλωνος ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι: — Ἰωάννης ἐπίσκοπος Μονοίδος ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: —
30Παῦλος ἐλέει θεοῦ ἐπίσκοπος Πέλλης ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: — Ἄλφιος ἐλέει θεοῦ ἐπίσκοπος Συκομαζόνος ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: — Βάσσης ἐλέει θεοῦ ἐπίσκοπος Καπετωλιάδος ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν
35εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: — Προκόπιος ἐλέει θεοῦ ἐπίσκοπος Μαιουμᾶ Γάζης ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: — Ἰσίδωρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ζωορηνῶν ἐρρῶσθαί με καὶ τῶι κυρίωι
εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: —79

3

.

80

Οὐάλης ἐλέει θεοῦ ἐπίσκοπος τῶν Παρεμβολῶν ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: — Πέτρος ἐλέει θεοῦ ἐπίσκοπος Φαινοῦς ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: —
5Ἐπιφάνιος ἐλέει θεοῦ ἐπίσκοπος Ῥαφίας ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: — Ἠλίας ἐλέει θεοῦ ἐπίσκοπος Ἰόππης ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: — PRESTVTVS ἐPίSCOPOS TV AGίV ὄRVS THABὸR ERROSTHAE ME καὶ τὰ λοιπὰ διὰ
10Ῥωμαικῶν γραμμάτων: — Προκόπιος ἐπίσκοπος Ἀμαθούντων ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: — Σολομὼν ἐλέει θεοῦ ἐπίσκοπος Ἀβίλης ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: —
15Κόνων ἐλέει θεοῦ ἐπίσκοπος Ἵππων ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: — Λεόντιος ἐλέει θεοῦ ἐπίσκοπος Σωζούσης ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: — Ἀμβρίλλιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Γαζαίων ἐρρῶσθαί με καὶ τῶι κυρίωι
20εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: — Στέφανος ἐλέει θεοῦ ἐπίσκοπος Ὀράων ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: — Μέγας ἐλέει θεοῦ ἐπίσκοπος τῆς Μαξιμιανουπολιτῶν ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: —
25Γρηγόριος ἐλέει θεοῦ ἐπίσκοπος Βακάθας ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: — Βαρώχιος ἐλέει θεοῦ ἐπίσκοπος Δώρων ἐρρῶσθαί με καὶ τῶι κυρίωι εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: — Ἀπολλώνιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Διοσπολιτῶν ἐρρῶσθαί με καὶ τῶι κυρίωι
30εὐαρεστεῖν εὔχεσθε, δεσπόται θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες: — Ἐπιστολὴ Ἐπιφανίου ἐπισκόπου Τύρου καὶ τῶν ὑπ’ αὐτὸν πρὸς τὴν ἐνδημοῦσαν ἐν Κωνσταντινουπόλει σύνοδον Τοῖς πάντα θεοφιλεστάτοις καὶ ὁσιωτάτοις ἀδελφοῖς καὶ συλλειτουργοῖς Θεοφίλωι Βασιλίσκωι Μαρκιανῶι καὶ πάσηι τῆι ἐνδημούσηι κατὰ τὴν βασιλίδα καὶ φιλόχριστον
35πόλιν θεοῦ χάριτι ἁγίαι συνόδωι Ἐπιφάνιος καὶ οἱ ὑπ’ αὐτὸν ἐπίσκοποι ἐν κυρίωι χαίρειν. Εὐλογητὸς ὁ θεὸς ὁ τῆς εἰρήνης κύριος, ὃς ἐπέστησεν ἡμῖν τὸ τίμιον γράμμα τῆς ὑμῶν ἁγιωσύνης οὕτω πανταχόθεν διαλάμπον περί τε τὸν πνευματικὸν ζῆλον καὶ τοὺς ὑπὲρ τῆς ἀληθείας ἀγῶνας καὶ περὶ τὸ κήρυγμα τῆς ὀρθοδόξου πίστεως, ἃ δεῖ πάντα λαβεῖν ἐν αὐτῶι συνηγμένα πρὸς θεμέλιον καὶ βάθρον ἀρραγὲς τῆς εἰρήνης τῶν ἁγιωτάτων
40ἐκκλησιῶν καὶ τῶν ἐν αὐταῖς ἀρχιερέων καὶ τῶν ἐν ἑκάστηι πόλει πιστῶν καὶ τὴν ὀρθὴν80

3

.

81

ὁμολογίαν περιπτυσσομένων, ὅσην δὲ ποιεῖται καὶ τῶν θείων κανόνων ἐπιμέλειαν ἐξ ὧν τὸν κατ’ οὐδένα τρόπον ἢ χρόνον ἀσπασάμενον τὴν πρὸς τὴν ἁγίαν καθολικὴν καὶ ἀποστο‐ λικὴν ἐκκλησίαν κοινωνίαν ἢ τὴν ὀρθόδοξον τιμήσαντα πίστιν, τῶι δὲ θρόνωι τῆς Ἀντι‐ οχέων ἀποστολικῆς ἐκκλησίας ἐπιπηδήσαντα τυραννικῶς ἀναθέματι προσήλωσε γυμνὸν
5εἶναι ἀποφηνάμενον παντὸς πράγματος ὀνόματος ἀξίας ἐνεργείας Χριστιανῶι ἢ ἱερατικῶι ἁρμοζούσης ἢ ἁρμόσαι δυναμένης καὶ ἀλλότριον τῆς θείας κοινωνίας κατὰ τοὺς θείους κα‐ νόνας αὐτὸν καταστῆσαν. καὶ γὰρ ἦν ἀκόλουθον συνέπεσθαι τῆι τῶν ἀχράντων εὐαγγελίων θείαι διδασκαλίαι καθ’ ἥν φησιν ὁ κύριος τοὺς δοκοῦντας ἐν ἑαυτοῖς ἔχειν τι καὶ τούτου πάντως ἀφαιρεῖσθαι καὶ τοῖς ἔχουσιν ἐκ δικαιοσύνης προστίθεσθαι. τῆς
10οὖν δικαίας ἐξ ὑμῶν κατακρίσεως ἐπάξιος ὤφθη Σεβῆρος ὁ δυσσεβὴς πρὸς βλασφημίαν ἅμα καὶ συκοφαντίαν ὀξύνας ἣν ἔχει γλῶτταν κατὰ τῆς μεγάλης καὶ οἰκουμενικῆς συνόδου τῆς ἐν Χαλκηδόνι συνελθούσης καὶ δικαιῶν ἑαυτὸν ἐξ ἀσεβοῦς φρονήματος καὶ πονηρᾶς προαιρέσεως. ἀλλ’ ἡ τοῦ δεσπότου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμις τοῦ τῆς ἐκκλησίας λειμῶνος αὐτὸν ἐξήλασε δικαίαι ψήφωι τῆς ἐν ὑμῖν τοῖς θεοφιλέσι δια‐
15λαμψάσης πνευματικῆς χάριτος, πρὸς ἣν συγκατατιθέμενοι σύμψηφοι γινόμεθα τοὺς αὐτοὺς δεσμοὺς ἐπιφέροντες ἐπ’ ἐκεῖνον, οὓς καὶ τὸ τίμιον γράμμα τῆς ὑμετέρας ὁσιότητος ἐπάγει κανονικῶς. τίς γὰρ ἀρκέσει λόγος εἰς ἀπαρίθμησιν ὧν ἐκεῖνος ἐξήμαρτεν εἰς ἐναντίωσιν τῶν θείων κανόνων καὶ τῆς ἐκκλησιαστικῆς εὐταξίας τὴν ὀφρὺν ἀνασπάσας εἰς ἀλαζονείαν καὶ κομπὸς ἐν τοῖς ἀναθέμασι φαινόμενος ἐν ὁμιλίαις καὶ συγγράμμασιν ἀσεβέσι
20κατὰ τῶν ἁγίων πατέρων, τὸ δέ γε ἀληθέστερον κατ’ αὐτῆς τῆς πνευματικῆς διδασκαλίας τῶν θεσπεσίων ἀποστόλων αὐτὸς καθ’ ἑαυτοῦ πρὸς ἔλεγχον καθιστάμενος ἐν ἅπασιν οἷς γέγραφε ματαίοις λόγοις. καὶ γὰρ προσήκει τοὺς ἐγκειμένους αἱρέσει δυσσεβεῖ καὶ τὸν νοῦν τεταράχθαι καὶ μηδὲ διαρκεῖν ἄχρι παντὸς συγκαλύπτειν ὅπερ ἔχουσι νόσημα κατε‐ σθίον αὐτῶν τὴν διάνοιαν. ἀλλ’ οὐκ ἦν οὕτως τολμηρός, ὥστε καὶ δεσμὸν ἐπιθεῖναι
25ἐξ αὐθεντίας χωρίζοντα τῆς θείας κοινωνίας κληρικοὺς ἄλλων πόλεων, μηδὲ γνώμης μηδὲ συναινέσεως μετέχων τῶν αὐτῶν ἐπισκόπων; τί δέ; οὐ τεθάρρηκε τοὺς καταδεδεμένους κανονικῶς ἀλλοτρίους κληρικοὺς ἐκ τῶν οἰκείων ἐπισκοπῶν προσρυέντας αὐτῶι καὶ τὸ ψυχοφθόρον ὑπαλειφθέντας παρ’ αὐτοῦ κήρυγμα προσειληφέναι πρὸς τὴν ἑαυτοῦ κοι‐ νωνίαν καὶ δίχα τῆς παρὰ τοῦ καταδήσαντος ἀφέσεως ἐπιτρέψαι ταῖς ἐκκλησιαστικαῖς
30λειτουργίαις ὑπηρετεῖν; ἑκάτερον δὲ τούτων πέπραχε κατὰ τὴν Τυρίων. ἀλλ’ οὐ τοὺς μετειληφότας ἀξίας πρεσβυτέρων ἀντιτιθέντας μὲν αὐτῶι τὴν ἀρχὴν κενοφωνοῦντι τὴν ἀσεβῆ διδασκαλίαν, ὕστερον δὲ συμπεσόντας αὐτῶι παρεσκεύασεν ἐν τῶι σχήματι τῆς διακονίας λειτουργεῖν, ἀθέσμως αὐτοὺς τῆς τῶν πρεσβυτέρων τιμῆς ἀφελόμενος, ἐπειδὴ μὴ τότε τὸν αὐτοὺς χειροτονήσαντα σκελίσας ἦν συγκαταθέσθαι ταῖς ἀσεβέσιν αὐτοῦ
35διδασκαλίαις, καὶ προφάσει τούτου τὴν ἐπιτεθεῖσαν παρ’ αὐτοῦ χειροτονίαν ἐξελόμενος; ὃ δὴ γεγένηται παρ’ αὐτοῦ κατὰ τὴν Ἀρκηνῶν. πρὸς δὲ τούτοις οὐκ ἦν ἐπεκτείνων τὰ τῆς αὐτοῦ θρασύτητος καὶ παραχαράττων τοὺς θείους κανόνας, ἐν ἀλλοτρίαις παροι‐ κίαις προχειριζόμενος ποτὲ μὲν χωρεπισκόπους, ἄλλοτε δὲ παραμοναρίους, πιστεύων
ἱκανῶς ἔχειν ἀπομάχεσθαι καὶ διαλύειν τὰ παρὰ τῶν θείων κανόνων ὡρισμένα δίκαια τοῖς81

3

.

82

ἐπισκόποις; τούτων εἰς μαρτυρίαν ἔστι λαβεῖν τὴν Τριπολιτῶν καὶ πάλιν τὴν Ἀρκηνῶν. φαίνεται δὲ τολμήσας ἐπιτρέψαι χειροτονεῖν ἐπισκόπωι κατὰ τὴν ἐνορίαν ἑτέρας πόλεως, ἧς ἔτι περιῆν ὁ ταύτης ἐπισκοπῶν· ὑπουργὸς δ’ ἐγεγόνει τούτωι Στέφανος ὁ τῆς Ὀρθω‐ σιέων ἐπίσκοπος τολμήσας χειροτονίαν ἐπιθεῖναι κατὰ τὴν ἐνορίαν τῆς Ἀνταραδέων
5ἔτι περιόντος Θεοδοσίου τοῦ τῆς θεοφιλοῦς μνήμης ἐπισκοπήσαντος τὴν εἰρημένην πόλιν. τί δ’ ἂν φαίημεν καὶ πρὸς τὸ διαβοηθὲν καθ’ ὅλον ὡς εἰπεῖν τὸν κύκλον τῆς γῆς, εἴγε ἄρα πρὸς ἀλήθειάν ἐστιν, ὅτι περιείλετο τὴν αὐτῶι δεδομένην χειροτονίαν πρεσβυτέρου παρὰ τῶν σχισματικῶν ἐξ ἑτέρων πάλιν αὐτὸς μετασχεῖν τῆς χειροτονίας; τὸ δὲ πέπραχεν ἐν σπουδῆι κατεπειγόμενος δράξασθαι τοῦ λογικοῦ ποιμνίου τῆς Ἀντιόχου καὶ πάσης
10ἄλλης ἐκκλησίας ὀρθοδόξου καὶ μεταγαγεῖν ἐπ’ ἀπωλείαι τῆι βδελυκτῆι καὶ μυσαρᾶι φωνῆι φερούσηι σκώληκας ἐξ ὧν αὐτὸς ἐθησαύρισε καθ’ ἑαυτοῦ μηδὲν ὑγιὲς ἢ γοῦν ὀρθὸν πρὸς τὴν ὀρθόδοξον πίστιν φθεγγόμενος. ἀλλ’ ἔστι τῶν ἐσπιλωμένων αὐτῶι πράξεων καὶ πρὸς τοὺς ἐρανισθέντας παρ’ αὐτοῦ τὸ φιλότιμον, διπλῆς ἐντεῦθεν ἐξυφαινομένης τῆς ἁμαρτίας καὶ πρὸς τὴν χείρω κατάκρισιν αὐτὸν περιιστώσης. πρῶτον μὲν γὰρ ἡ
15συλλογὴ τοῦ χρυσίου τῶν ἐκκλησιαστικῶν πραγμάτων τῆς Ἀντιόχου λυμαινο‐ μένων καὶ σπαθωμένων καὶ πρὸς ἀνίατον ἐπανόρθωσιν καθισταμένων ἐγίνετο· δεύτερον ὅτι τοῖς ἐκ τῶν ἐράνων σιτιζομένοις ἐπετάττετο πᾶσαν ἐξανιστᾶν ταραχὴν καὶ πάντα θόρυβον διασκεδάζειν ἔν τε ταῖς τῶν πόλεων ἐκκλησίαις καὶ τοῖς ἐγκεκλεισμένοις ἐν μοναστη‐ ρίοις, καὶ σπέρματα σχισμάτων διερραίνετο παρ’ αὐτῶν. πρὸς ὃ δὴ λαβεῖν ἔστιν
20ἐναργῶς ἀπομαχόμενον αὐτὸν καὶ ταῖς προσφωνητικαῖς ἐν τοῖς ἀχράντοις εὐαγγελίοις θείαις διδασκαλίαις τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κηρύττοντος μὲν αὐτοῦ τὴν εἰρήνην καὶ ταύτην ἐπιζητεῖν, τὰ σκάνδαλα δὲ βδελύττεσθαι καὶ τὸν τούτων αἴτιον εἰς αἵρεσιν βαλεῖν τοῦ καταδῆσαι πρὸς τῶι τραχήλωι λίθον μυλίτην καὶ βυθίσαι κατὰ τὸ γραφικὸν ἑαυτόν. ἀλλὰ ταῦτα μὲν ἐράσμια Σεβήρωι τῶι δυσσεβεῖ, τὸ δὲ τῆς
25εἰρήνης χρῆμα παντελῶς ἀποφεύγει. καὶ τὸ μὲν καθ’ ἕκαστον εἰ διεξελθεῖν πειραθείημεν, ἀτελεύτητος ἡμῖν ὁ λόγος ἔσται· πλὴν ταῦτα καταλέξαντες καὶ τὸ πλῆθος τῶν παρα‐ λελειμμένων ἄλλοις ἀφηγεῖσθαι συγχωρήσαντες, καθάπερ εἰρήκαμεν, ὁμόφρονες ὑμῖν τοῖς θεοφιλέσι γεγόναμεν ἐφάπαξ τοῖς ἐπιτιμίοις οἷς αὐτὸν εἰκότως κατεδήσατε, ἐπιτεθείκαμεν δὲ τὸν ἴσον ὅρον καθελόντες καὶ ἀναθέματι καταδήσαντες καὶ Ἰωάννην τινὰ παραμονάριον
30κατὰ τὸν πάνσεπτον οἶκον τῆς ἁγίας ἐνδόξου θεοτόκου καὶ ἀειπαρθένου Μαρίας τὸν διακείμενον κατὰ τὴν Τυρίων περιφανῆ μητρόπολιν, εὑρηκότες αὐτὸν ἐν ὑποκρίσει καὶ κατὰ δόλον ἡμῖν συλλειτουργήσαντα καὶ τῆς θείας μετασχόντα κοινωνίας, ἐξ ὧν τοῦτο δὴ πράττων καὶ συλλειτουργὸς ἡμῶν τυγχάνων κατὰ τὸ λεληθὸς τοῖς σχισματικοῖς δια‐ λεγόμενος ἀμέσως ἔδραμεν ἑκοντὶ κατὰ τὴν Ἀντιόχου καὶ Σεβήρωι τῶι δυσσεβεῖ προσ‐
35ρίψας ἑαυτὸν ἀπέστη μὲν τῆς ὀρθοδόξου πίστεως, ἐκείνωι δὲ συνεκοινώνησε περί τε τὸ δαιμονιῶδες αὐτοῦ φρόνημα καὶ τοὺς ἀσεβεῖς ἀναθεματισμοὺς κατὰ τῶν ἁγίων ἡμῶν πα‐ τέρων καὶ τῆς τιμίας ἐπιστολῆς τοῦ τῆς ὁσίας μνήμης Λέοντος τοῦ τῆς Ῥωμαίων γενομένου
ἀρχιεπισκόπου, οἰκείαι χειρὶ ταῦτα συγγραψάμενος καὶ κατασφαλισάμενος ἐκεῖνον· πρὸς82

3

.

83

δὲ τούτοις, ὅτι κατὰ τὴν Τυρίων ἐπανελθὼν παραδέδωκε τοῖς σχισματικοῖς τὸν εὐκτήριον οἶκον τῆς θεοτόκου καθεστῶτα τοῖς ἀπὸ τῆς πόλεως ἐκκλησίαν, ἐν αὐτῶι τολμήσας καὶ παρασυνάξεις καὶ παραφωτίσματα πληρῶσαι καὶ δοῦναι τοῦτο σπέρμα μεγάλης ταραχῆς τῶι πιστοτάτωι λαῶι τῆς πόλεως, ὁρῶντι τὸ κατὰ μηδένα χρόνον γεγονός, ἐκ δύο τόπων
5τῶν νεοφωτίστων φαίνεσθαι τὰς προελεύσεις ἐναντίως ἐχόντων ἀλλήλοις, καὶ πολέμους καὶ θορύβους διασκεδάζων κατά τε τῆς ἁγιωτάτης ἡμῶν ἐκκλησίας καὶ τοῦ πιστοτάτου λαοῦ τῆς πόλεως, ὧν ἔλεγχος τὰ πεπραγμένα κατὰ τὸ δικαστήριον. ἐφ’ οἷς ὁ τίμιος σταυρὸς ἐλιθάσθη παρὰ τῶν ἐμφωλευόντων σὺν αὐτῶι κατὰ τὸν εὐκτήριον οἶκον τὸν προ‐ δηλωθέντα τῆς θεοτόκου καὶ τινὲς τοῦ πλήθους τῶν Χριστιανῶν καὶ τῶν εὐλαβεστάτων
10κληρικῶν πληγάδες γεγόνασι. συνέβη δὲ κἀμὲ τὸν τῆς Τυρίων ἐπίσκοπον ἄχρι θα‐ νάτου κινδυνεῦσαι δι’ ὧν αὐτὸς μετά γε τῶν συνόντων αὐτῶι θανατηφόρους ἐξήρτυεν ἐπι‐ βουλάς. ὥστε δὲ μηδὲν ἐλλεῖψαι τῶν δεόντων, καὶ τὰ πεπραγμένα παρὰ τῆς ὑμῶν ὁσιότητος διήλθομεν ἐπ’ ἐκκλησίας τοῖς ἀπὸ τοῦ κλήρου καὶ τῶι πιστοτάτωι λαῶι τῆς πόλεως καὶ πνευματικὴν ἀναδησάμενοι πανήγυριν εὐχάριστον ἀφήκαμεν φωνὴν τῶι
15δεσπότηι θεῶι καὶ σωτῆρι τῶν ὅλων Ἰησοῦ Χριστῶι καὶ τῶι πανευσεβεῖ καὶ κρατίστωι ἡμῶν βασιλεῖ καὶ τῆι πιστοτάτηι βασιλίδι καὶ τῶι ὁσιωτάτωι πατριάρχηι τῆς βασιλευ‐ ούσης καὶ τοῖς θεοφιλέσιν ὑμῖν· ὧν τὴν κοινωνίαν ἀσπαζόμενοι καὶ πρὸς ἣν ἔχετε πίστιν ὁμόφρονες καθεστῶτες ἀποστρεφόμεθα σὺν ὑμῖν ἐπιφέροντες τὸν ἔγκριτον ἀναθεματισμὸν κατὰ παντὸς μὲν αἱρετικοῦ, διαφερόντως δὲ κατὰ Νεστορίου φανέντος ἀνθρωπολάτρου, προ‐
20σέτι δὲ καὶ κατὰ Εὐτυχοῦς καὶ κατὰ Σεβήρου τοῦ πρὸς βλασφημίαν καὶ συκοφαντίαν ἐνόχου καταστάντος (ταῦτα γὰρ κατεπράξατο κατὰ τῆς ἁγίας μεγάλης καὶ οἰκουμενικῆς συνόδου τῆς ἀθροισθείσης ἐν Χαλκηδόνι), προσέτι δὲ καὶ κατὰ Ἰωάννου τοῦ γεγονότος παρα‐ μοναρίου τοῦ πανσέπτου οἴκου τῆς θεοτόκου τοῦ διακειμένου κατὰ τὴν Τυρίων περιφανῆ μητρόπολιν διὰ τὰς ἀφηγημένας αὐτοῦ κακίστας πράξεις, ἐξ ὧν ἀποδέδεικται τοῖς θείοις
25κανόσιν ἐναντίως ἐλθών, καὶ παρακαλοῦμεν τὴν ὑμετέραν ἁγιωσύνην ἐπικυρῶσαι τὸ κατ’ αὐτοῦ τεθὲν κανονικῶς ἐπιτίμιον. περιπτυσσόμεθα δὲ καὶ τιμῶμεν τὴν ἐν Νικαίαι συνελθοῦσαν ἱερὰν σύνοδον τῶν τιη πρὸς ἔλεγχον καὶ καθαίρεσιν Ἀρείου καὶ τὸ παρ’ αὐ‐ τῆς ἐκτεθειμένον ὀρθόδοξον σύμβολον ὁμολογοῦμεν ἐν παρρησίαι καὶ κηρύσσομεν ἐπ’ ἐκ‐ κλησίας, ἐν αὐτῶι βαπτισθέντες καὶ βαπτίζοντες, καὶ τὴν τῶν ρν τῶν συνελθόντων κατὰ
30τὴν βασιλίδα πόλιν πρὸς καθαίρεσιν Μακεδονίου τοῦ πνευματομάχου καὶ τὴν ἐν Ἐφέσωι τῶν διακοσίων πατέρων συνδραμοῦσαν ἁγίαν σύνοδον πρὸς καθαίρεσιν Νεστορίου τοῦ δυσσεβοῦς καὶ τὴν μεγάλην ἁγίαν σύνοδον τὴν ἀθροισθεῖσαν ἐν Χαλκηδόνι τῶν χλ κυρώ‐ σασαν κατὰ τὸ προοίμιον τὸ σύμβολον τῶν τιη, καθελοῦσαν δὲ Νεστόριον τὸν ἀνθρωπο‐ λάτρην καὶ τὸν ἀσεβέστατον Εὐτυχῆ καὶ Διόσκορον τὸν τούτωι γενόμενον ὁμόφρονα καὶ
35πᾶσαν αἵρεσιν διελέγχουσαν, ὅθεν καὶ πάντας τοὺς ἐσπιλωμένους τοῖς αἱρετικοῖς δόγμα‐ σιν ἔστι λαβεῖν δυσμενῶς ἔχοντας πρὸς ταύτην τὴν μεγάλην καὶ ἁγίαν οἰκουμενικὴν σύνο‐ δον. τοῦτο γὰρ ἐμπέπηγε κατὰ φύσιν τοῖς κακοδόξοις, ἐκπεπολεμῶσθαι κατὰ τῶν αὐτοὺς διελεγχόντων. σὺν αὐτῆι δὲ τῆι ἁγίαι συνόδωι δεχόμεθα καὶ πάσας τὰς ἐπιστολὰς τοῦ τῆς ὁσίας μνήμης ἀρχιεπισκόπου γενομένου τῆς πρεσβυτέρας Ῥώμης Λέ‐
40οντος ὀρθῶς καὶ ἀνεπιλήπτως ἐχούσας καὶ καταγωνιζομένας πάσας ὡς εἰπεῖν τὰς αἱρέσεις,83

3

.

84

ἐξαιρέτως τὴν Νεστορίου καὶ Εὐτυχοῦς τῶν δυσσεβῶν. παρακαλοῦμεν τοίνυν τὴν ὑμετέραν ὁσιότητα μαθοῦσαν τὸν ἡμέτερον σκοπὸν καὶ ὅπως ἐν πᾶσιν ἀκολουθοῦμεν τοῖς ὑμετέροις κατὰ θεὸν βουλεύμασι, τὰς ὑπὲρ ἡμῶν ποιεῖσθαι πρεσβείας πρὸς τὸν τῶν ὅλων δεσπότην καὶ θεὸν Ἰησοῦν τὸν Χριστόν, ὥστε τὴν ἐν ἡμῖν κρατοῦσαν εἰρήνην ἐπαυξῆσαι
5καὶ πρὸς τὴν ἠγαπημένην αὐτῶι δικαίαν ἕνωσιν συνάψαι τὰς ἁγιωτάτας ἐκκλησίας εἰς δόξαν αὐτοῦ τοῦ δεσπότου θεοῦ καὶ καύχημα τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων καὶ κόσμον τοῦ ὁσιωτάτου τῆς βασιλίδος ἀρχιεπισκόπου καὶ πνευματικὴν ἀγαλ‐ λίασιν πάντων ἡμῶν καὶ τοῦ πρὸς ἑκάστηι πόλει πιστοτάτου καὶ ὀρθοδόξου λαοῦ. τὰς δὲ παρὰ τοῦ πλήθους τῶν Χριστιανῶν τῆς Τυρίων ἀφεθείσας ἐπὶ τῆς ἐκκλησίας φωνάς,
10ὅτε μεμαθήκασι τὰ πεπραγμένα παρὰ τῆς ὑμῶν ὁσιότητος, εὐφροσύνης ἐμφορηθέντες, κα‐ θυπετάξαμεν τῶι προκειμένωι γράμματι, τὸν ἔνθεον αὐτῶν ζῆλον ἐντεῦθεν παριστῶντες τῆι ὑμετέραι θεοφιλείαι. κἀκείνωι δὲ προσεσχηκότες τὸν νοῦν καὶ τὴν διάνοιαν ὁδη‐ γηθέντες ἐκ τῶν ἐγκειμένων κεφαλαίων ταῖς ὑμετέραις δικαίαις κρίσεσι περὶ τῆς ἀνακλήσεως τῶν σωμάτων τῶν γενομένων ἡμῶν ἁγίων πατέρων Εὐφημίου καὶ Μακεδονίου καὶ τῆς
15καταγραφῆς τῶν αὐτῶν προσηγοριῶν ἐν τοῖς ἱεροῖς διπτύχοις, ὅτι δὴ σύνεσιν φιλόθεον ἔχοντες ψῆφον ἐξηγάγετε δοκιμάζουσαν αὐτοὺς ἀνακληθῆναι καὶ τὰς προσηγορίας ἐγ‐ γραφῆναι ταῖς ἱεραῖς δέλτοις, μηδὲν καθάπαξ τῶν ἐπ’ αὐτοῖς ἀδίκως πεπραγμένων κατὰ τὸν φθάσαντα χρόνον ῥυπωσάντων τὴν ἔνθεον αὐτῶν πολιτείαν, τὴν ὁμοίαν ἐπὶ τούτοις παράκλησιν ἐπιτείνομεν ἔκ τε κρίσεως τοῦ παναγίου πατριάρχου τῆς βασιλευούσης πόλεως
20καὶ τῆς ὑμετέρας ὁσιότητος καὶ τῆς πρὸς τὸν εὐσεβῆ καὶ φιλόχριστον ἡμῶν βασιλέα γε‐ νομένης ἱκετείας λαβεῖν ἐν φιλοτιμίαι καὶ τὸ σῶμα τοῦ γεγονότος ἡμῶν πατρὸς πνευματικοῦ καὶ πατριάρχου τῆς Ἀντιοχέων Φλαβιανοῦ ἀποκαταστῆναι τῶι καταλόγωι τῶν προ‐ κοιμηθέντων ἁγίων πατέρων κατ’ αὐτὸν τὸν ἀποστολικὸν θρόνον, ἐνταγῆναι δὲ καὶ τὴν τιμίαν αὐτοῦ προσηγορίαν ταῖς ἱεραῖς δέλτοις. δίκαιον γὰρ τὸν ὑπὲρ Χριστοῦ τοῦ
25θεοῦ ἡμῶν καὶ τῆς εἰς αὐτὸν ὀρθῆς ὁμολογίας κεκμηκότα καὶ τῶν αὐτὸν συκοφαντησάντων ὑπομείναντα τὴν μοχθηρὰν ψῆφον μετασχεῖν ὧν κατὰ κρίσιν τῆς ὑμετέρας θεοφιλείας με‐ τέσχον οἱ γεγονότες αὐτῶι συλλειτουργοὶ καὶ συναγωνισταὶ πατριάρχαι τῆς βασιλευούσης πόλεως, Εὐφήμιος καὶ Μακεδόνιος φαμὲν οἱ τῆς ὁσίας μνήμης, ὥστε τὸν εὐσεβῆ καὶ γαληνὸν ἡμῶν βασιλέα καταξιῶσαι θεσπίσαι τοῦτο δὴ προελθεῖν ὡς τάχος εἰς δόξαν τῆς ἀχράντου
30καὶ ὁμοουσίου τριάδος φυλαττούσης τὴν εὐσεβῆ καὶ φιλόθεον αὐτῶν βασιλείαν ἐν γαλήνηι καὶ πρὸς ἀναίρεσιν πάσης βαρβαρικῆς ἀπονοίας καὶ τὸν ὁσιώτατον πατριάρχην τῆς βασιλευούσης ἐν εἰρήνηι μετὰ τῆς ὑμετέρας ὁσιότητος. ἐξ ὑμῶν γὰρ καὶ τὰ πρὸς εὐχαριστίαν ἔχοντα τοῦ κρείττονος ἐρρίζωται καὶ τὰ διαβολικὰ σκάνδαλα παντελῶς ἐξελήλαται.
35Ὑπογραφαί Ἐπιφάνιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Τυρίων μητροπόλεως ὑπέγραψα: — Ἀνδρέας ἐλέει θεοῦ ἐπίσκοπος τῆς Σιδονίων πόλεως ὑπέγραψα: —
Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς Πτολεμαίων ὑπέγραψα: —84

3

.

85

Θεόδωρος 〈ἐλέει θεοῦ〉 ἐπίσκοπος τῆς Πορφυρεῶνος ὑπέγραψα: — Ἠλίας ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ζηνοπολιτῶν ὑπέγραψα: — Εἰσὶν αἱ λαληθεῖσαι φωναὶ ἐκ τοῦ Χριστιανικωτάτου πλήθους ἐν τῆι ἀρχαίαι ἁγίαι ἐκκλησίαι μετὰ τὴν ἀνάγνωσιν τοῦ ἁγίου εὐαγγελίου καὶ δύο ἐπιστολῶν, μιᾶς μὲν παρὰ
5Ἰωάννου τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς βασιλίδος πόλεως, τῆς δὲ ἑτέρας παρὰ τοῦ ὁσιωτάτου Θεοφίλου ἐπισκόπου Ἡρακλείας πρὸς τὸν ὁσιώτατον ἐπίσκοπον Ἐπιφάνιον, ὁμοίως δὲ καὶ τρίτης γεγραμμένης ἐπιστολῆς παρὰ τῶν συνελθόντων κατὰ τὴν βασιλίδα πόλιν ὁσιωτάτων ἐπισκόπων πρὸς τὸν ἀπομνημονευθέντα τῆς Τυρίων θεοφιλέστατον ἐπίσκοπον, ἀναγνωσθείσης δὲ οὐδὲν ἧττον παραχρῆμα καὶ ἀναφορᾶς γενομένης παρὰ
10τῶν προειρημένων ὁσιωτάτων ἐπισκόπων τῶν κατὰ τὴν βασιλίδα πρὸς τὸν ὁσιώτατον καὶ μακαριώτατον οἰκουμενικὸν πατριάρχην τῆς αὐτῆς βασιλίδος πόλεως, ἐν ἧι ἀνε‐ θεματίσθη Σεβῆρος ὁ ἐπίσκοπος τῆς Ἀντιοχέων κατὰ τὰ περιεχόμενα τῶι αὐτῶι ἀναγνωσθέντι χάρτηι διὰ Σεργίου τοῦ εὐλαβεστάτου διακόνου, ἐν μηνὶ κατὰ Τυρίους Λώωι εἰκάδι ὀγδόηι, ἤτοι Σεπτεβρίου ἑκκαιδεκάτηι, τοῦ τρίτου τεσσαρακοστοῦ ἑξακο‐
15σιοστοῦ, ἰνδικτιῶνος δωδεκάτης, αὗται· Τοῦ αὐγούστου πολλὰ τὰ ἔτη· τῆς αὐγούστας πολλὰ τὰ ἔτη· τῆς συγκλήτου πολλὰ τὰ ἔτη· τῶν ἐπάρχων πολλὰ τὰ ἔτη· Ἰωάννου κόμητος πολλὰ τὰ ἔτη· Ἐπι‐ φανίου πατριάρχου πολλὰ τὰ ἔτη. εἷς θεὸς ὁ τοῦτο ποιήσας· ὁ μέγας θεὸς τοῦτο παρέσχεν. εἷς θεός, ἴδε πίστις· εἷς θεός, μία πίστις. εἰς εἰρήνην τῶν ἐκκλησιῶν· εἰς
20εἰρήνην τῶν ὀρθοδόξων. Ἰωάννου πατριάρχου πολλὰ τὰ ἔτη· Ἐπιφανίου ὀρθοδόξου πολλὰ τὰ ἔτη. ἃ ἐποίησεν ἡ σύνοδος, καὶ σὺ ποίησον· ἃ ἐποίησεν ἡ σύνοδος, ταῦτα ποίησον. Ἰωάννου ὀρθοδόξου πολλὰ τὰ ἔτη. εἰς αἰῶνας τὸ βασίλειον τοῦτο. νικᾶι ἡ πίστις τοῦ αὐγούστου· ἐκ θεοῦ τὸ βασίλειον τοῦτο. νέου Κωνσταντίνου πολλὰ τὰ ἔτη· ὀρθοδόξου πατρὸς πολλὰ τὰ ἔτη. ὁ μὴ λαλῶν οὐκ ἔνι πιστός. ἃ ἐποίησεν ἡ
25σύνοδος, ἔμβα ποίησον· ἃ πέπραχεν ἡ ἁγία τοῦ θεοῦ σύνοδος, ἔμβα ποίησον. νικᾶι ἡ πίστις τοῦ αὐγούστου· εἰς αἰῶνας τὸ βασίλειον τοῦτο. Βιταλιανοῦ πατρικίου πολ‐ λὰ τὰ ἔτη· Βιταλιανοῦ ὀρθοδόξου πολλὰ τὰ ἔτη· Ἐπιφανίου ὀρθοδόξου πολλὰ τὰ ἔτη· ἔμβα ἀναθεμάτισον καθὼς καὶ οἱ πατέρες· ἔμβα ἀναθεμάτισον καθὼς καὶ ἡ σύνοδος· ἔμβα ἀναθεμάτισον Σεβῆρον καὶ τὸν μανδρίτην· ἔμβα ἀναθεμάτισον Σεβῆρον καὶ
30Ἰωάννην. Καὶ ἀνελθόντος τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου ἐν τῶι ἄμβωνι ἐξεβόησαν· Καλῶς ὁ θεὸς ἤνεγκέ σε· εἷς θεός, μία πίστις. εἷς θεὸς ὁ τοῦτο ποιήσας. ἄνω βάλε τοὺς ἐπισκόπους· ἄνω βάλε τοὺς ὀρθοδόξους. Καὶ ἀνελθόντων τῶν θεοφιλεστάτων Ἰωάννου ἐπισκόπου τῆς Πτολεμαίδος καὶ Θεο‐
35δώρου ἐπισκόπου τῆς Πορφυρεῶνος καὶ Ἠλίου ἐπισκόπου τῆς Ῥαχληνῶν πάλιν ἐξεβόη‐85

3

.

86

σαν· Ἐπιφανίου πατριάρχου πολλὰ τὰ ἔτη· ὡς οἱ ἅγιοι, ἐμαρτύρησες· ἐμαρτύρησες καὶ ἐνίκησες. πέμψον φέρε τοὺς ἐπισκόπους· πέμψον φέρε τοὺς ὀρθοδόξους. οὗτος μόνος διὰ πίστιν ἀπέθανεν· οὗτος μόνος ἀπέλαβε καμάτους· ἐμαρτύρησες καὶ ἐνίκησες. οὗτος μόνος διὰ πίστιν ἐνίκησεν· ἐμαρτύρησες καὶ ἡ πίστις σου ἐνίκησεν. ἔβαλεν αὐτοὺς
5τὸ τρισάγιον· ἔβαλεν αὐτοὺς ἡ θεοτόκος· ἔβαλε Σεβῆρον ἡ θεοτόκος. ἐτάραξε τὰς ἐκκλησίας, ἔβαλεν αὐτοὺς τὸ μυστήριον· ἔβαλεν αὐτοὺς ὃν ἐλίθασαν· ἔβαλεν αὐτοὺς ὃν ὕβρισαν. τούτους ἔξω τῆς πόλεως· ποία πόλις τῶν Ἀποσχιστῶν; τοὺς Αἰγυπτίους ἔξω βάλε. ὁ βασιλεὺς ὀρθόδοξος ἔνι· εἰς αἰῶνας τὸ βασίλειον τοῦτο· τὸ σπήλαιον τῶν ληιστῶν ἔξω βάλε· τὸ σπήλαιον τῶν Ἀποσχιστῶν ἆρον καῦσον. ἄνω βάλε τὸν
10Πριγκιπίας· ὅλους δολίους ἔξω βάλε· τὸν Ῥωμαικὸν ἔξω βάλε· ἄνω βάλε τοὺς ἠλέησες. ἔξω βάλε τὸν συνθηκάριεν. ἔξω βάλε τὸν λοίδορον. μετὰ σοῦ ἦσαν καὶ δόλιοι ἦσαν· ἔξω βάλε τὸν συνθηκάριν καὶ Μανιχαῖον. ὁ Ῥωμαικὸς δόλιος ἔνι· τὸν Ῥωμαι‐ κὸν ἔξω βάλε· τὸν Μανιχαῖον ἔξω βάλε· καθάρισον τὰς ἐκκλησίας. μετὰ σοῦ ἐστι καὶ συνθηκίζει τοὺς ἐπισκόπους. πέμψον φέρε τοὺς ἐπισκόπους· πέμψον φέρε τοὺς ὀρθο‐
15δόξους. ἀνάθεμα Σεβήρωι καὶ τοῖς φρονοῦσι τὰ αὐτοῦ καὶ τῶι μανδρίτηι. ἀνάθεμα Σεβήρωι Εὐτυχεῖ καὶ Νεστορίωι καὶ τῶι μανδρίτηι· τὸ ἐργαστήριον ἐντολίου διὰ τί ἠνοίγη; ἔμβα ἀναθεμάτισον, ὡς ὁ Ῥώμης πατριάρχης. Ἠλίαν τὸν Βοτρυηνόν, τὸν ἀρτοκόπον ἄρτι ἀναθεμάτισον· ἐπίσκοπον ἀντὶ αὐτοῦ ἐκεῖ πέμψον· ἐπισκόπους αἱρετικοὺς ἔξω βάλε. Ἰουστῖνος βασιλεύει, οὐκ ἔνι φοβηθῆναι· ὀρθόδοξος ἔνι. τοῦ
20αὐγούστου πολλὰ τὰ ἔτη· εἰς αἰῶνας τὸ βασίλειον τοῦτο· νέος ἐστὶ Κωνσταντῖνος· οὐκ ἔνι φοβηθῆναι. νέας Ἑλένης πολλὰ τὰ ἔτη· Βιταλιανοῦ πατρικίου πολλὰ τὰ ἔτη· Βιταλιανιοῦ στρατηλάτου πολλὰ τὰ ἔτη· τῶν ἐπάρχων πολλὰ τὰ ἔτη· τοῦ μαγίστρου πολλὰ τὰ ἔτη· τῆς ὅλης συγκλήτου πολλὰ τὰ ἔτη· Ἠλία κουράτωρος πολλὰ τὰ ἔτη· Ἐπιφανίου πατριάρχου πολλὰ τὰ ἔτη. τὴν νίκην τοῦ αὐγούστου, κάθελε τὸν Βοτρυη‐
25νὸν ὡς Μανιχαῖον. Αἰγυπτίους ξυλεμπόρους οὐ θέλει ἡ πόλις. ἔξω βάλε τοὺς Ἀκεφάλους· εἰ ἐνίκησαν, ἀπεθνήισκομεν. Φλαβιανὸν πατριάρχην τοῖς διπτύχοις. ἡ τριὰς ἐνίκησε· λάβε τὴν θεοτόκον· ὁ βασιλεὺς ἐκέλευσε καὶ ὅλη ἡ σύνοδος· ὁ βασιλεὺς ἐκέλευσεν ὡς εἶπεν ἡ σύνοδος· Ἀποσχίστης οὐκ ἔνι. λάβε τὴν θεοτόκον· εἴσβα καὶ καθάρισον τὸν οἶκον τὸν ἅγιον· ὁ μὴ λαλῶν οὐκ ἔνι πιστός. εἰς τὴν θεοτόκον ἄγωμεν·
30κήρυξον καὶ ἄγωμεν. τοῦ αὐγούστου πολλὰ τὰ ἔτη· εἷς θεός, μία πίστις. τὸ
λείψανον Φλαβιανοῦ πέμψον φέρε. εἰς τὴν ἁγίαν Μαρίαν ἄγωμεν. ἴδε δεύτερον86

3

.

87

ἀνέφραξαν τὰ ἔσω· τὸ σταυρὶν δὸς ἡμῖν. τὸν σταυρὸν ἐλίθασαν καὶ ἀνέφραξαν τὰ ἔσω· εἰς ποίαν πόλιν ταῦτα γίνονται; μία πίστις γέγονεν, οὐκ ἔνι ἀταξία. ὁ σταυρὸς ἐνίκησε καὶ οὐκ ἔνι ἀταξία· ἡ τριὰς ἐνίκησε καὶ οὐκ ἔνι ἀταξία. ἡ τριὰς ἐνίκησεν· ἀπῆλθεν ὁ Ἀκέφαλος· ὁ αὔγουστος ἐνίκησεν. ἄγωμεν εἰς τὴν θεοτόκον, νικᾶι Ἰουστῖνος·
5ἄγωμεν εἰσέλθωμεν. νικᾶι Ἰουστῖνος· ἄγωμεν ἄρτι ἔσω. νικᾶι Ἰουστῖνος, κήρυξον τὴν σύναξιν· νικᾶι Ἰουστῖνος, τὴν ἡμέραν κήρυξον. Ἰωάννου πατριάρχου πολλὰ τὰ ἔτη· Ἐπιφανίου πατριάρχου πολλὰ τὰ ἔτη· τοῦ αὐγούστου πολλὰ τὰ ἔτη· Εὐφημίας αὐγούστας πολλὰ τὰ ἔτη· Ἐπιφανίου ἀρχιεπισκόπου πολλὰ τὰ ἔτη. ὅπου ἐμαρτύρησες, κήρυξον τὴν σύναξιν. ἄγωμεν εἰσέλθωμεν ἔσω εἰς τὴν θεοτόκον. ἐνί‐
10κησεν ὁ αὔγουστος, κήρυξον τὴν σύναξιν. καστέλλιν ἐγένετο, λάβε τὴν θεοτόκον· συναγωγὴ ἐγένετο, λάβε τὴν θεοτόκον. ἄγωμεν εἰσέλθωμεν κἀκεῖ ἀναθεμάτισον· ἄγωμεν εἰσέλθωμεν, ἀπῆλθεν ὁ Ἀκέφαλος. ἄγωμεν εἰσέλθωμεν, καθηιρέθη ὁ Ἀκέφαλος. κέλευσον, καὶ ὑπάγωμεν τὸν σταυρὸν βαστάζοντες. νικᾶι ὁ αὔγουστος, ἄγωμεν εἰσέλ‐ θωμεν· νικᾶι ὁ αὔγουστος, ἔσω ἀναθεμάτισον. τίνα μένεις; ὀρθόδοξος εἶ. λιτανείαν,
15κἀκεῖ εἰσβῶμεν. νικᾶι Ἰουστῖνος, ἔνθεν ἔσω ἄγωμεν. μαρτύρομαί σε, οὐδὲν ἀφῆκαν ἔσω· τὰ κειμήλια ἔλαβεν ὁ τοῦ μοδαρίου. κήρυξον τὴν σύναξιν. τὴν νίκην τοῦ αὐγούστου, μίαν ἀργίαν τῆι πόλει· μίαν ἀργίαν τοῖς ὀρθοδόξοις. εἴσβα λῦσον τὸ οἰκοδόμημα· ὁ Ἀκέφαλος οὐκ ἔχει ὧδε τόπον· οὐκ ἔχει ὧδε τόπον ὁ Μανιχαῖος. Ἐπι‐ φανίου ἀρχιεπισκόπου πολλὰ τὰ ἔτη· εἷς θεός, ὑγείαν αὐτῶι.
20 Καὶ προσφωνήσαντος τοῦ αὐτοῦ ἁγιωτάτου ἀρχιεπισκόπου· παρακαλῶ τὴν ὑμετέραν ἀγάπην ἀνεξικάκως ἐνεγκεῖν καὶ συγχωρῆσαι κἀμὲ καὶ τοὺς θεοφιλεστάτους ἐπισκόπους ἀναθεματίσαι τὸν Ἀκέφαλον· καὶ ἐνταῦθα γὰρ καὶ ἐν τῶι εὐκτηρίωι οἴκωι τῆς ἁγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ ἐν ὅλοις τοῖς εὐκτηρίοις οἴκοις καὶ ἐν ὅλαις ταῖς ἐκκλησίαις καὶ ἐν ὅλαις ταῖς πόλεσιν καὶ ἐν ὅλωι τῶι κόσμωι ἀναθεματίζεται
25ἕως τοῦ αἰῶνος, πάλιν ἐξεβόησαν· ἡσυχίαν τῶι κυρῶι ἡμῶν. καὶ λοιπὸν εἶπε πρὸς τοὺς ἀπὸ τοῦ πλήθους ὁ ἁγιώτατος ἡμῶν ἀρχιεπίσκοπος Ἐπιφάνιος ταῦτα Τὴν ὀρθὴν καὶ ἀμώμητον καὶ ἀληθινὴν πίστιν, ἣν παραδεδώκασιν ἡμῖν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου καὶ ἐδίδαξαν ἡμᾶς οἱ θεσπέσιοι καὶ πανάγιοι ἀπόστολοι καὶ ἐξ αὐτῶν λαβόντες οἱ τρισμακάριοι ἡμῶν ἅγιοι πατέρες οἱ ἐπὶ
30τῆι ὀρθῆι διαλάμψαντες πίστει οἵ τε ἐν Νικαίαι τιη καὶ οἱ ἐν τῆι βασιλευούσηι Κωνσταν‐ τινουπόλει ρν καὶ οἱ ἐν Ἐφέσωι ς καὶ οἱ ἐν Χαλκηδόνι χλ, καὶ οἱ λοιποὶ δὲ πάντες ὅσιοι καὶ ὁμόφρονες αὐτῶν ὀρθόδοξοι πατέρες, παραλαβόντες καὶ ἀεὶ ἐν ἑαυτοῖς ἐσχηκότες καὶ ἔχοντες καὶ ταύτην ἄτρωτον φυλάξαντες, ἣν ἀεὶ καὶ ἐκηρύξαμεν ἐπ’ ἐκκλησίας καὶ κηρύσ‐ σομεν ὑμῖν, ἀγαπητοί, καὶ ἀνεθεματίσαμεν ἀεὶ καὶ ἀναθεματίζομεν πάντας μὲν τοὺς αἱρετι‐
35κοὺς μετὰ τῶν δυσσεβῶν αὐτῶν φρονημάτων καὶ τῶν φρονούντων τὰ ὀλέθρια αὐτῶν
διδάγματα, ἐξαιρέτως δὲ καὶ ὀνόματι ἀναθεματίζομεν Ἄρειον Εὐνόμιον Μακεδόνιον τὸν87

3

.

88

πνευματομάχον Ἐβίωνα Φωτεινὸν Μάρκελλον Θεόδοτον Ἀρτεμᾶν Παῦλον τὸν Σαμο‐ σατέα Νεστόριον τὸν ἀνθρωπολάτρην καὶ δυσσεβῆ, Οὐαλεντῖνον Σκυθιανὸν Μάνην Μαρκίωνα Βαρδισάνην Ἀπολινάριον Εὐτυχέα, μετὰ τούτων πάντων τῶν αἱρετικῶν καὶ ὁμοίως τούτων πάντων ἀναθεματίζομεν καὶ τὸν δυσσεβῆ Σεβῆρον τὸν Ἀκέφαλον
5καὶ Ἀποσχίστην καὶ ἀεὶ ἀλλότριον γενόμενον τοῦ δεσπότου ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ καὶ τῆς ἁγίας αὐτοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας καὶ τὸ δυσσεβὲς αὐτοῦ φρόνημα, ὡς ἀναθεματίσαντα τοὺς ἁγίους ἡμῶν ὀρθοδόξους πατέρας καὶ σχίσματα καὶ ταραχὰς ἐμποιήσαντα ταῖς ἁγίαις ἐκκλησίαις τῶν ὀρθοδόξων Χριστιανῶν παντὸς ὡς εἰπεῖν τοῦ κόσμου.
10 Καὶ διακόψαντες αὐτὸν οἱ ἀπὸ τοῦ πλήθους ἐξεβόησαν· Εἷς θεὸς ὁ τοῦτο ποιήσας· εἷς θεός, μία πίστις. εἰς εἰρήνην τῶν ἐκκλησιῶν, Ἐπιφανίου ἀρχιεπισκόπου πολλὰ τὰ ἔτη. εἰς εἰρήνην τῶν ὀρθοδόξων, εἰς εἰρήνην τοῦ βασιλέως. ἀναθε‐ μάτισον καὶ τὸν μανδρίτην. Πληρῶν δὲ ὁ αὐτὸς ἁγιώτατος ἡμῶν ἀρχιεπίσκοπος τά τε λοιπὰ τῆς προσφωνήσεως
15καὶ τοῦ ἀναθέματος ἔφη πρὸς αὐτοὺς ταῦτα· Ὡσαύτως δὲ ἀναθεματίζομεν καὶ Ἰωάννην τὸν μανδρίτην τὸν ἀποστάτην καὶ ἀρνησίθεον, ἀφ’ οὗ καὶ προσέλαβε τὸ δυσσεβὲς φρόνημα παρὰ τοῦ αὐτοῦ ἀσεβεστάτου Σεβήρου. ἔστωσαν τοίνυν οἱ εἰρημένοι Σεβῆρος ὁ Ἀκέφαλος καὶ Ἰωάννης ὁ μανδρίτης καὶ τὸ δυσσεβὲς αὐτῶν φρόνημα μετὰ τῶν κοινω‐ νούντων αὐτοῖς ἀνάθεμα καὶ κατάθεμα ἀπὸ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἐν τῶι
20οὐρανῶι καὶ ἐν τῆι γῆι, ἐν τῶι αἰῶνι τούτωι καὶ ἐν τῶι μέλλοντι. ἀμήν. Καὶ ἐξεβόησαν οἱ ἀπὸ τοῦ πλήθους· Ἀμὴν ἀμὴν ἀμήν. εἷς θεὸς ὁ τοῦτο ποιήσας· Ἐπιφανίου ἀρχιεπισκόπου πολλὰ τὰ ἔτη· Ἰωάννου κόμητος πολλὰ τὰ ἔτη. ὅλους τοὺς αἱρετικοὺς ἀναθεμάτισον. μίαν ἀργίαν τῆι θεοτόκωι. ἡ τριὰς ἐνίκησε, τὴν σύναξιν κήρυξον. ὁ σταυρὸς ἐνίκησε, τὴν σύναξιν κήρυξον. ἄνω βάλε
25τὸν Πριγκιπίας, ἄνω βάλε τοὺς μεταβάτας. ἔσω εἰς τὴν θεοτόκον, τὴν σύναξιν κήρυξον· ὁ μὴ λαλῶν οὐκ ἔνι πιστός. αὕτη ἡ ὥρα θεῶι ἀρέσκει καὶ τῶι αὐ‐ γούστωι, αὕτη ἡ ὥρα θεῶι ἀρέσκει καὶ τοῖς πατράσιν. νικᾶι Ἰουστῖνος, τὴν σύναξιν κήρυξον. εἴσβα ἄνοιξον τὴν θεοτόκον. εἴσβα ἄνοιξον τὴν παρέλαβες. οἱ Ἰουδαῖοι χαίρονται ὅτι ἠσφάλισται τὰ ἔσω. οἱ Ἰουδαῖοι χαίρονται, τὴν
30θεοτόκον ἄνοιξον. εἴσβα, ἁγίασον, ἣν ἐκοίνωσαν. οὐκέτι Ἀναστάσιος· Ἰουστῖνος βασιλεύει· ὀρθόδοξος ἔνι. Ἰουστῖνος βασιλεύει· οὐκ ἔστι Μανιχαῖος· ὀρθό‐ δοξος ἔνι· Ἰουστῖνος βασιλεύει ὁ νέος Κωνσταντῖνος. οὐκ ἔστι Μανιχαῖος ὡς Ἀναστά‐ σιος. Ἰωάννου πατριάρχου πολλὰ τὰ ἔτη· Ἐπιφανίου ὀρθοδόξου πολλὰ τὰ ἔτη· τὸν ἀνεψιὸν τοῦ μανδρίτου ἀναθεμάτισον· τοὺς κατὰ σοῦ ἀναθεμάτισον. μίαν ἀργίαν
35τῆι πόλει· ἄνοιξον τὴν ἥρπασαν. εἷς θεός, μία πίστις. ἀπέθανεν Ἀμάντις ὁ ἀντάρτης
τῆς τριάδος. εἴσβα ἔνδυσον τὴν ἐγύμνωσαν. νικᾶι Ἰουστῖνος· τὴν σύναξιν κήρυξον.88

3

.

89

τὸ λυχνικὸν ἔσω ποίησον· τὴν σύναξιν κήρυξον. ἁγία τριάς, τὴν ὑγείαν δὸς αὐτῶι. εἷς θεός, μία πίστις· ὅλων ὀρθοδόξων πολλὰ τὰ ἔτη. πέμψον φέρε τοὺς ἄλλους ἐπισκό‐ πους· Ἠλίαν τὸν Βοτρυηνὸν ἀναθεμάτισον. Ἰωάννου πατριάρχου πολλὰ τὰ ἔτη· Ἐπιφανίου πατριάρχου πολλὰ τὰ ἔτη· τοῦ αὐγούστου πολλὰ τὰ ἔτη. Εὐφημίας αὐ‐
5γούστας πολλὰ τὰ ἔτη. τὴν νίκην τοῦ βασιλέως, εἴσελθε ἔσω. εἰς αἰῶνας τὸ βασίλειον τοῦτο, ἀπελάτα τοῦ Ἀκεφάλου, ἀπελάτα τῶν αἱρετικῶν. Καὶ λοιπὸν Ἰωάννης ὁ θεοφιλέστατος ἐπίσκοπος Πτολεμαίδος εἶπε πρὸς τοὺς ἀπὸ τοῦ πλήθους ταῦτα· Ἀναθεματίζομεν πάντας μὲν οὓς ἀνεθεμάτισεν ὁ ἁγιώτατος καὶ μακαριώτατος ἡμῶν ἀρχιεπίσκοπος καὶ μητροπολίτης, καὶ πάσας τὰς αἱρέσεις, ἐξαιρέτως
10δὲ τὸν δυσσεβῆ καὶ θεομάχον Σεβῆρον τὸν Ἀκέφαλον καὶ Μανιχαῖον καὶ Ἰωάννην τὸν δυσσεβῆ καὶ θεομάχον, τὸν μανδρίτην, καὶ ἀποστρεφόμεθα τὴν πρὸς αὐτοὺς κοινωνίαν καὶ ἀλλοτρίους αὐτοὺς καλοῦμεν καὶ αὐτοῦ τοῦ ὀνόματος τῶν Χριστιανῶν. ἔστωσαν οὖν ἀνάθεμα ἀπὸ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, ἐν τῶι οὐρανῶι καὶ ἐν τῆι γῆι, ἐν τῶι αἰῶνι τούτωι καὶ ἐν τῶι μέλλοντι, ἀμήν.
15 Εἶπε δὲ καὶ ὁ θεοφιλέστατος ἐπίσκοπος Θεόδωρος τῆς Πορφυρεωνιτῶν ταῦτα· Πάντας ὅσους προλαβὼν ἀνεθεμάτισεν ὁ ἁγιώτατος καὶ μακαριώτατος ἡμῶν ἀρχι‐ επίσκοπος καὶ μητροπολίτης, ἀναθεματίζομεν σὺν αὐτῶι· σὺν αὐτοῖς ἀναθεματίζομεν καὶ Σεβῆρον τὸν Ἀκέφαλον καὶ Ἰωάννην τὸν μανδρίτην ὡς συναινέσαντα τοῖς αἱρετικοῖς αὐτοῦ δόγμασιν. ἔστωσαν τοίνυν ἀνάθεμα ἀπὸ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ
20ἁγίου πνεύματος, ἐν τῶι οὐρανῶι καὶ ἐν τῆι γῆι, ἐν τῶι αἰῶνι τούτωι καὶ ἐν τῶι μέλλοντι, ἀμήν. Ἔφη δὲ καὶ Ἠλίας ὁ θεοσεβέστατος ἐπίσκοπος τῆς Ῥαχληνῶν ταῦτα· Καὶ ἡμεῖς κατ’ ἴχνος βαίνοντες τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου ἡμῶν ἀρχιεπισκόπου καὶ μητρο‐ πολίτου καὶ πειθόμενοι τῆι αὐτοῦ ἀγαθῆι διδασκαλίαι καὶ εἰδότες ὡς ἄνω καὶ κάτω τὰ
25δίκαια καὶ τὰ ἀληθῆ ταῖς ἁγιωτάταις ἐκκλησίαις πραγματεύεται, τούτου χάριν ἀνα‐ θεματίζομεν τοὺς οὐχ ἅπαξ, οὐ δὶς ἀναθεματισθέντας, ἀλλὰ καὶ καθ’ ἑκάστην ἡμέραν ἀναθεματιζομένους, τὸν Ἀκέφαλον καὶ Μανιχαῖον Σεβῆρον καὶ τὰ δυσσεβῆ αὐτοῦ φρο‐ νήματα καὶ Ἰωάννην τὸν μανδρίτην καὶ τὰ δυσσεβῆ αὐτοῦ διδάγματα μετὰ καὶ τῶν κοινωνούντων αὐτοῖς. περὶ γὰρ τῶν λοιπῶν περιττόν ἐστι καὶ λέγειν. ἔστωσαν
30τοίνυν ἀνάθεμα ἀπὸ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, ἐν τῶι οὐρανῶι καὶ ἐν τῆι γῆι, ἐν τῶι αἰῶνι τούτωι καὶ ἐν τῶι μέλλοντι, ἀμήν. Καὶ ἐξεβόησαν οἱ ἀπὸ τοῦ πλήθους· Εἷς θεός, Χριστὸς βασιλεύει. τῶν ἐπισκόπων πολλὰ τὰ ἔτη· τῶν ὀρθοδόξων πολλὰ τὰ ἔτη. εὐλογητὸς κύριος Ἰησοῦς ὁ βασιλεύς, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῶι λαῶι αὐτοῦ.
35 Καὶ ἔτι ἐπιμεινάντων τῶν ἀπὸ τοῦ πλήθους καὶ ἐκβοώντων περὶ τοῦ γενέσθαι ἁγίαν σύναξιν ἐν τῶι εὐκτηρίωι οἴκωι τῆς ἁγίας ἐνδόξου καὶ θεοτόκου παρθένου Μαρίας, προσ‐ εφώνησεν αὐτοῖς ὁ ἁγιώτατος ἡμῶν ἀρχιεπίσκοπος ταῦτα· Ἐπειδὴ πολλὴ ὥρα ἐστὶ καὶ δίκαιόν ἐστιν ποιῆσαι ἡμᾶς τὴν θείαν λειτουργίαν, δι’ ἧς θεραπεύεται ὁ θεὸς εἰς ὠφέλειαν τῶν ἡμετέρων ψυχῶν, ἀρκεσθῶμεν τούτοις· πολλὰ γάρ ἐστι τὰ ἔχοντα ἀναγνωσθῆναι.
40τῆι οὖν σὺν θεῶι ἁγίαι κυριακῆι τῆι ἐπιούσηι ἐν τῶι εἰρημένωι εὐκτηρίωι οἴκωι τῆς89

3

.

90

δεσποίνης ἡμῶν τῆς ἐνδόξου καὶ θεοτόκου παρθένου Μαρίας τὰ λοιπὰ ἀναγινώσκομεν καὶ πάλιν ἀναθεματίζομεν τὸν Ἀκέφαλον καὶ πάντας τοὺς μετ’ αὐτοῦ. Καὶ λοιπὸν ἐκήρυξε τὴν τοιαύτην ἁγίαν σύναξιν Ζαχαρίας ὁ θεοσεβέστατος ἀρχι‐ διάκονος· Γνωρίζομεν τῆι ὑμετέραι ἀγάπηι ὅτιπερ τῆι ἐπιούσηι κυριακῆι εἰς δόξαν τοῦ
5δεσπότου Χριστοῦ τοῦ θεοῦ ἡμῶν καὶ τῆς ἁγίας ἐνδόξου δεσποίνης ἡμῶν θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ ὑπὲρ σωτηρίας νίκης καὶ διαμονῆς τοῦ φιλοχρίστου ἡμῶν βασι‐ λέως Ἰουστίνου καὶ τῆς εὐσεβεστάτης βασιλίδος Εὐφημίας καὶ τῶν μειζόνων ἐξουσιῶν καὶ τοῦ ἁγιωτάτου πατριάρχου τῆς βασιλίδος πόλεως Ἰωάννου καὶ τῆς αὐτόθι ἐνδη‐ μούσης ἁγίας συνόδου ἐν τῶι οἴκωι τῆς ἁγίας Μαρίας τῶι ἐν Ἰαμψούφοις τὴν ἁγίαν
10σύναξιν ποιούμεθα. τῆι δὲ αὐτῆι ἁγίαι κυριακῆι ἕωθεν ἐνταῦθα συνερχόμεθα, ἵνα ἐντεῦθεν μετὰ ψαλμωιδιῶν καὶ κηρῶν καὶ θυμιαμάτων ἐν τῶι ἁγίωι οἴκωι καταντήσαντες τὴν λιτὴν καὶ τὴν ἁγίαν σύναξιν πληρώσωμεν· καὶ πάντες καὶ πᾶσαι μετὰ σπουδῆς συνέλθωμεν. καὶ μετ’ αὐτὸν καὶ ὁ ἁγιώτατος ἡμῶν ἀρχιεπίσκοπος εἶπεν οὕτως· Γνωρίζομεν τῆι ὑμετέραι ἀγάπηι ὡς ὅτιπερ τῆι ἐπιούσηι ἁγίαι κυριακῆι ἐνταῦθα συν‐
15ερχόμεθα, ἵνα ἐντεῦθεν μετὰ ψαλμωιδιῶν καὶ κηρῶν καὶ θυμιαμάτων λιτανεύοντες κατ‐ αντήσωμεν ἐν τῶι εὐκτηρίωι οἴκωι τῆς ἁγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, κἀκεῖσε τὴν ἁγίαν σύναξιν πληροῦμεν. Καὶ ἐξεβόησαν οἱ ἀπὸ τοῦ πλήθους· Τὸν ἔφορον ἔξω βάλε· ὅλους τοὺς Ἀποσχίστας ἔξω βάλε. ἀνάθεμα τοῖς Ἀποσχίσταις· ἀνάθεμα τοῖς δεχομένοις ἕνα ἐκείνων. κληρικοὺς
20Ἀποσχίστας μηδεὶς δέξηται. τοὺς ἀποστάτας μηδεὶς δέξηται. τοὺς ἀρνησαμένους τὴν ἐκκλησίαν μηδεὶς δέξηται. τοὺς πολεμήσαντας τὸν σταυρὸν μηδεὶς δέξηται. Καὶ λοιπὸν προσεφώνησεν αὐτοῖς ὁ ἁγιώτατος ἡμῶν ἀρχιεπίσκοπος ταῦτα· Τὸ μέντοι λυχνικὸν τῶι σαββάτωι ἑσπέρας ἐν τῶι αὐτῶι εὐκτηρίωι οἴκωι τῆς ἁγίας θεο‐ τόκου καὶ ἀειπαρθένου Μαρίας ποιούμεθα. καὶ ἡσυχασάντων ἐπετελέσθη ἡ ἁγία
25σύναξις. Ἐπιστολὴ τῶν ἐν δευτέραι Συρίαι ἐπισκόπων πρὸς Ἰωάννην πατριάρχην καὶ τὴν σύνοδον Δεσπότηι ἡμῶν τὰ πάντα ἁγιωτάτωι καὶ μακαριωτάτωι πατρὶ πατέρων ἀρχι‐ επισκόπωι καὶ οἰκουμενικῶι πατριάρχηι Ἰωάννηι καὶ τῆι κατὰ τὴν βασιλίδα τῶν πόλεων ἐνδημούσηι ἁγίαι καὶ θεοτιμήτωι συνόδωι οἱ ἐλάχιστοι ἐπίσκοποι Συρίας δευτέρας.
30Ὅταν ἀποβλέψωμεν πρὸς τὴν φορὰν τῶν περιστοιχισάντων ἡμᾶς χαλεπῶν καὶ λογισώ‐ μεθα τὴν ἐπενεχθεῖσαν σύγχυσιν ἀπροσδοκήτως ταῖς ἐκκλησίαις τοῦ θεοῦ, τὸ πᾶν εἰκότως ταῖς οἰκείαις ἐπιγράφοντες ἁμαρτίαις τὴν τοῦ κυρίου μακροθυμίαν θαυμάζομεν· ὅταν δὲ πάλιν τὴν πρὸς τὸ κρεῖττον ἐνθυμηθῶμεν εὐκταίαν μεταβολήν, τὴν ἀποστολικὴν ἐκείνην προαγόμεθα λέγειν φωνὴν χάρις τῶι θεῶι ἐπὶ τῆι ἀνεκδιηγήτωι αὐτοῦ δωρεᾶι·
35οὐ γὰρ περιεῖδεν εἰς τέλος ἡμᾶς, ἀλλ’ ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῶι λαῶι αὐτο. ἵνα τοίνυν καὶ τοῖς λίαν ἀπίστοις τῆς ἀληθείας ἐπίγνωσις γένηται καὶ διὰ
τῶν πραγμάτων φανῶσιν ὡς ἀληθῶς ἀψευδεῖς αἱ τοῦ κυρίου φωναὶ καὶ πρὸς ταῖς ἄλλαις90

3

.

91

ἡ διαρρήδην βοῶσα· ἰδοὺ ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες, ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς, καὶ λοιπὸν περισωθῶσι καὶ ἐγκαταλεγῶσι τῆι ἱερᾶι ποίμνηι Χριστοῦ τοῦ θεοῦ ἡμῶν τὰ παρ’ αὐτῶν διασπασθέντα πρόβατα, δέδωκε καὶ ἐφήπλωσεν ὁ θεὸς ἐπὶ τῆι τῶν ἐκκλησιῶν
5εὐκοσμίαι κατὰ πᾶσαν τὴν οἰκουμένην εἰρήνης ἄφατον δωρεάν. βασιλέως γὰρ πιστοῦ χρηματίζοντος καὶ τὴν καρδίαν ἐλλαμπομένου προμηθείαι τοῦ κρείττονος καὶ ἀρχιερέως ὁσίου ψήφωι θείας χάριτος ἀναφανέντος κατὰ τὴν βασιλίδα τῶν πόλεων καὶ τῶν ἀποστο‐ λικῶν ὑπερμαχοῦντος δογμάτων, πῶς ἔνεστι μὴ λίαν τὸν λογισμὸν ὑπεραίρεσθαι καὶ εὐφραίνεσθαι τῆι τῶν ἀρίστων ἀπὸ τῶν χειρόνων ταχείαι μεταβολῆι καὶ ἀπορρίπτειν
10ἀσμένως, ὡς ἐνῆν μάλιστα, τοῦ φθονεροῦ διαβόλου τὰ κέντρα; καταστάντες γὰρ εἰς γνῶσιν ἡμεῖς ὧν ἐνθέσμως καὶ κανονικῶς ἔπραξεν ἡ ἁγία σύνοδος τῶν ὁσιωτάτων ὑμῶν μηδὲ ὅλως ὑπομείνασα τὴν ἄθεον καὶ παράνομον Σεβήρου προπέτειαν (ποία γὰρ δύναμις λόγου κἂν πρὸς ὀλίγον ἐφικέσθαι δυνήσεται τῶν ἐκείνου κακῶν καὶ ὧν τὸ θεῖον ἐβλασφήμησε, τὸν ἅπαντα χρόνον ἀναθεματίζων τὴν ἁγίαν μεγάλην καὶ οἰκουμενικὴν ἐν Χαλκηδόνι σύνοδον
15καὶ τὴν ἐπιστολὴν τοῦ ἐν ἁγίοις Λέοντος γενομένου τῆς πρεσβυτέρας Ῥώμης ἀρχιεπι‐ σκόπου, συνεργὸν καὶ παραπλήσιον ἐν ἅπασιν ἔχων Πέτρον τὸν ἀσεβῆ τὸν τῆς Ἀπα‐ μέων τὴν προεδρίαν παρὰ πάντα θεσμὸν ἐκκλησιαστικὸν ὑφαρπάσαντα), ἥσθημεν εἰκό‐ τως, πῶς γὰρ οὐκ ἐμέλλομεν; καὶ εὐχαρίστους ἀνεπέμψαμεν ὕμνους Χριστῶι τῶι θεῶι ἡμῶν ἐφ’ οἷς καὶ νῦν θεραπείαν εὔκαιρον καὶ λύσιν τῶν δυσχερῶν ἐδωρήσατο πᾶσιν ἡμῖν.
20ἤδη μὲν οὖν εὐθὺς ἐν προοιμίοις ἐν γνώσει τῶν ἐκείνοις ἐπταισμένων γενόμενοι καὶ μὴ φέροντες τὴν ὀλεθρίαν εἰσήγησιν τῶν πονηροτάτων κατανοεῖν, φθάσαντες ἠλευθερώσαμεν τὰς ἑαυτῶν ψυχὰς καὶ τὰς πιστευθείσας ἡμῖν ἐκκλησίας τῆς Σεβήρου καὶ Πέτρου κακίας καὶ ἀπεκηρύξαμεν ὡς αἱρεσιάρχας καὶ ἀναθέμασιν ὑπεβάλομεν, χωρίσαντες ἑαυτοὺς τῆς πρὸς ἐκείνους κοινωνίας. ἀλλ’ ἐπειδήπερ οὐ μόνον ἡ τῶν ἐλαχίστων ἡμῶν γέγονε δικαία
25κατ’ ἐκείνων ἀποκήρυξις, ἀλλ’ ἤδη καὶ τῶν μακαριωτάτων ὑμῶν, οἷς καὶ ἡμεῖς ἀκολουθεῖν ἐπειγόμεθα, φέρειν οὐ δυνάμενοι τῶν τηλικούτων ἀτοπημάτων τὸ μέγεθος, στένοντες δὲ καὶ δακρύοντες ἐπὶ τῆι τῶν ἀσεβῶν ἀναλγησίαι καὶ βουλόμενοι μένειν ἐπὶ τοῖς προτέροις συν‐ εχωρήθημεν οὐδαμῶς, οἷα λιβέλλων ἡμῖν ἐπιδοθέντων ὑπὸ τοῦ θεοφιλοῦς τῆς Ἀπαμέων κλήρου καὶ τοῦ τάγματος τῶν εὐλαβῶν μοναχῶν, δι’ ὧν διεξῆλθον φόνους, παροινίας,
30πράξεις τολμηράς, πολιορκίας μοναστηρίων εὐαγῶν, γυναίων ἀσέμνων ἐπεισαγωγὰς ἐν τοῖς ἱεροῖς καὶ ἀβεβήλοις σηκοῖς, ἐπιορκίας, βλασφημίας, δόσει χρημάτων χειροτονίας (τὰ γὰρ τούτων φρικωδέστερα καὶ μείζονα ἢ κατὰ φύσιν ἀνθρωπίνην ὡς εἰπεῖν περίεργον ἂν εἴη διακωδωνίζειν, συγχωρεῖν δὲ διὰ τῆς τῶν ἐγγεγραμμένων λιβέλλων καταγραφῆς γνῶσιν παραλαμβάνειν τοὺς ἐντυγχάνοντας), ἀφορμὴν δὲ καὶ δίκαια σπέρματα τῆς κατ’ ἐκεί‐
35νων ἐνθέσμου πάλιν κατακρίσεως εὑρόντες καὶ νῦν ἀφ’ ὧν ἐκεῖνοι μάλιστα καὶ πληττόμενοι τῶι οἰκείωι συνειδότι καὶ πάντα παρὰ κανόνας πράττοντες δελεάσαντες ἐνίους τῶν τελούν‐ των εἰς τοὺς ἡμετέρους κλήρους διὰ σωφρονισμὸν ἐκκλησιαστικὸν πρὸς ὀλίγον ἐκβλη‐ θέντας εἰς ἑαυτοὺς εἵλκυσαν καὶ ἀπηνέγκαντο καὶ ταῖς ὑπ’ αὐτῶν πορθουμέναις ἐκκλησίαις ἀθέσμως ἀπεγράψαντο πανταχοῦ τοῖς θείοις κανόσι μαχόμενοι, τούτου χάριν ἡμεῖς παιδα‐
40γωγούμενοι τῆι ὁσίαι τῶν ὑμετέρων διδαγμάτων ἐπικρίσει ἀναθεματίζομεν καὶ ἐπὶ τοῦ
παρόντος Σεβῆρον καὶ Πέτρον τοὺς φρενοβλαβεῖς καὶ τῆι κρίσει τοῦ μεγάλου βήματος καὶ91

3

.

92

φοβεροῦ παραδίδομεν τὰς ἐκείνων ἀνοσίας ψυχάς, ἀπαλλοτριοῦντες αὐτοὺς παραπλησίως καθάπερ ὑμεῖς, μακαριώτατοι, παντὸς πράγματος, τιμῆς, ἀξίας, ἐνεργείας ἱερατικῆς, τῆς σεπτῆς κοινωνίας καὶ γυμνοῦντες οὐ μόνον ἱερωσύνης ἧς ἔχειν ἐφαντάζοντο μάτην, ἀλλὰ καὶ πάσης μετουσίας πρὸς τὴν τῶν ὀρθὰ φρονεῖν ἐγνωκότων διάκρισιν (δέος γὰρ μὴ τοὺς
5ἀκεραιοτέρους ἐπὶ πλεῖον μιμητὰς τῶν οἰκείων βλασφημιῶν καθελκύσωσι· πάντα γὰρ τολμῶσιν ὡς ἔτυχε), καὶ δεόμεθα τῶν ἁγιωτάτων ὑμῶν διὰ ταύτης ἡμῶν τῆς μετρίας ἐπιστολῆς, ἧι καὶ ἐντέτακται τὰ ἐπιδοθέντα διδασκαλικά, γνῶσιν ἀληθῆ παρειληφότας τῶν Σεβήρου καὶ Πέτρου πλημμελημάτων ἐπικυρῶσαι καὶ τὴν παρ’ ἡμῶν νῦν ἡγησαμένην διοίκησιν τοῖς θείοις ἐγνωσμένην κανόσιν, εἰ καὶ μηδὲν ἔχειν αὐτοὺς ἔνθεσμον ἱερωσύνης
10ἐγνώκαμεν πώποτε, ἀναγαγεῖν δὲ καὶ ἐπὶ τὸν εὐσεβέστατον καὶ ὀρθόδοξον ἡμῶν βασιλέα, ἐφ’ ὧι τε μανθάνοντα τὰ περιεχόμενα τοῖς λιβέλλοις καὶ τὰ παρ’ ἡμῶν κριθέντα καὶ δι‐ καίαν εἴδησιν ἔχοντα τῶν παρ’ ὑμῶν ἤδη καλῶς καὶ ὁσίως ἐψηφισμένων, θεσπίσαι ταῖς ἡμῶν ἱκεσίαις πειθόμενον τέλεον ἐλευθερῶσαι τῆς ἐκείνων ψυχοφθόρου βλάβης τὰς ἁγίας τοῦ θεοῦ ἐκκλησίας. οὕτω γὰρ ἂν ὁ καθαρὸς σῖτος ἐπὶ τῆς εὐσεβοῦς αὐτῶν βασιλείας
15ἀδιάφθορος μένοι τῶν ζιζανίων χωρισθέντων, ὡς εἴθε πάλαι καὶ πρόπαλαι. πρὸς γὰρ εὐμάθειαν τῶν μακαριωτάτων ὑμῶν καὶ τὰ ἴσα τῶν παρὰ τοῦ μεγαλοπρεπεστάτου τῆς ἐπαρχίας ἄρχοντος γνωρισθέντων τοῖς ἐνδοξοτάτοις ἄρχουσιν ἐνετάξαμεν τῆιδε τῆι συνο‐ δικῆι τῶν ἐλαχίστων ἡμῶν ἐπιστολῆι. Ὑπογραφαί
20 Κῦρος ἐλέει θεοῦ ἐπίσκοπος Μαριάμμης ἐρρῶσθαί με ἐν κυρίωι καὶ αὐτῶι δουλεύειν ἀπερισπάστως ὑπερεύχεσθε, κύριοι τὰ πάντα ἁγιώτατοι καὶ μακαριώτατοι πατέρες: — Ζωίλος ἐλέει θεοῦ ἐπίσκοπος Ῥεεφάνης ἐρρῶσθαί με ἐν κυρίωι καὶ αὐτῶι δουλεύειν ἀπερισπάστως ὑπερεύχεσθε, κύριοι τὰ πάντα ἁγιώτατοι καὶ μακαριώτατοι πατέρες: — Σεβηριανὸς ἐλέει θεοῦ ἐπίσκοπος Ἀρεθούσης ἐρρῶσθαί με ἐν κυρίωι καὶ αὐτῶι δου‐
25λεύειν ἀπερισπάστως ὑπερεύχεσθε, κύριοι τὰ πάντα ἁγιώτατοι καὶ μακαριώτατοι πατέρες: — Κοσμᾶς ἐλέει θεοῦ ἐπίσκοπος Ἐπιφανείας τῆς φιλοχρίστου ἐρρῶσθαί με ἐν κυρίωι καὶ αὐτῶι δουλεύειν ἀπερισπάστως ὑπερεύχεσθε, κύριοι τὰ πάντα ἁγιώτατοι καὶ μακαριώτατοι πατέρες: —
30 Εὐσέβιος ἐλέει θεοῦ ἐπίσκοπος Λαρίσσης ἐρρῶσθαί με ἐν κυρίωι καὶ αὐτῶι δουλεύειν ἀπερισπάστως ὑπερεύχεσθε, τὰ πάντα ἁγιώτατοι καὶ μακαριώτατοι πατέρες: — Ἴσον πράξεως συστάσης ἐπὶ τοῦ μεγαλοπρεπεστάτου τῆς ἐπαρχίας ἄρχοντος IDEM STEPHANVS PETRVS ET IVLIANVS DIACONI DIXERUNT: Κατὰ τὸ διελθὸν πάσχα
ἅγιον τῆι νέαι κυριακῆι ἀνελθόντος τοῦ κλήρου παντός, ὡς ἔθος ἐστίν, εἰς προση‐92

3

.

93

γορίαν τοῦ γενομένου ἡμῶν ἐπισκόπου Πέτρου ἀκηκόαμεν παρ’ αὐτοῦ ἀγανακτήσαντος κατὰ τῶν ἀναγνωστῶν (τότε γὰρ ἀναγνῶσται ἐτυγχάνομεν) καὶ λέγοντος ἡμῖν ὅτι διὰ τί κοινοποιεῖτε κατ’ ἐμοῦ, ὅτι ἐποίησα Κωνσταντῖνον ἀπὸ λαικῶν διάκονον καὶ ὑμᾶς παρεῖ‐ δον; μὰ τὸν Ἰησοῦν ὅτι ἐδοκίμασα τὴν νύκτα ταύτην ποιῆσαι ὑμᾶς ἀπὸ ἀναγνωστῶν
5ὑποδιακόνους, ἵνα αὐτὸς ὁ σταυρωθεὶς κατελθὼν μὴ ἐλυτρώσατο ὑμᾶς ἐκ τῶν χειρῶν μου. ταῦτα δὲ καὶ ἐπὶ παντὸς τοῦ κλήρου εἶπε. κἀγὼ δὲ Στέφανος οἶδα καὶ τὸ τῆς στολῆς γενόμενον εἰς τὸ Μαρατοζαβδάλης. ἐπειδὴ δὲ καὶ διδασκαλικὸν συνέταξαν οἱ παρόντες θεοφιλέστατοι κληρικοί, ὅπερ καὶ ἐπέτρεψαν ἡμῖν ἐπιδοῦναι, παρακαλοῦμεν τοῦτο ἀναγνωσθῆναι καὶ ἕκαστον διασαφηνίσαι ἅπερ οἶδε κεφάλαια περιεχόμενα τῶι
10διδασκαλικῶι. FL’ IOHANNES PALLADIVS EVTVCHIANVS VIR CLARISSIMVS COMES ET PRAESES DIXIT Τὸ ἐπιδιδόμενον διδασκαλικὸν ἀναγινωσκέσθω οὕτω τε κατὰ τὴν αἴτησιν τῶν ἐπιδεδω‐ κότων παρόντες οἱ θεοφιλέστατοι πρεσβύτεροι διάκονοι ὑποδιάκονοι ἀναγνῶσται καὶ λοιποὶ εὐλαβεῖς κληρικοὶ βουλόμενοι σαφῆ ποιείτωσαν τὴν οἰκείαν γνώμην ἐφ’ οἷς καὶ
15ἐπίστανται, τὸν θεὸν κατὰ νοῦν λαμβάνοντες καὶ τὸ οἰκεῖον πρόσχημα, ὡς οὐδὲν πρὸς ἀπέχθειαν ἢ χάριν ποιήσονται, ἀλλὰ πάντα σὺν ἀληθείαι ἐκδιδάξουσιν. ET CVM OBTVLISSET EX OFFICIO RECITATA EST Τοῖς πάντα ὁσιωτάτοις πατράσι καὶ ἐπισκόποις τῆς δευτέρας Σύρων ἐπαρ‐ χίας παρὰ τοῦ κοινοῦ τῶν κληρικῶν τῆς ἐν Ἀπαμείαι τῆι μητροπόλει ἁγίας τοῦ
20θεοῦ ἐκκλησίας. Ἴδιον ἱερωσύνης καὶ τοῦ σεμνοῦ τῶν Χριστιανῶν ἐπαγγέλματος σω‐ φροσύνη καὶ ἐπιείκεια καὶ πρό γε πάντων ὁ τῶν ὁσίων δογμάτων θεσμὸς καὶ ἡ θεσπεσία τῆς πίστεως παραφυλακή, ἐφ’ ἧι καὶ ὁ τῶν μακαρίων πατέρων ἀοίδιμός τε καὶ σεβάσμιος χορὸς ἄνωθεν ἔκ τινος ἀνεπιλήπτου διαδοχῆς ἀκηράτοις λογισμοῖς ῥυθμὸν ἐναρμόνιον εἰσ‐ ηγήσατο ταῖς ἀγαθαῖς τῶν ἀνθρώπων ψυχαῖς πρὸς ἁγιασμὸν τῆς θείας μυσταγωγίας.
25μεμαθήκαμεν γὰρ ἀπὸ τῶν θείων λογίων βοᾶν μὴ μέταιρε ὅρια αἰώνια ἃ ἔθεντο οἱ πατέρες σου. ἀλλὰ ταῦτα μὲν οἱ σεβάσμιοι πατέρες καὶ τῶν θεσπεσίων ἀπο‐ στόλων διάδοχοι κρατύνοντες καὶ φῶς ἀγαθὸν ταῖς ἐκκλησίαις πρυτανεύοντες, ὅθεν ἔμεινεν ἀδιάφθορα τὰ μέλη τῶν ἐκκλησιῶν, καὶ οἱ τούτων ὑπηρέται δουλεύοντες ἀνοθεύτως Χρι‐ στῶι τῶι θεῶι ἡμῶν καὶ τὸν τῆς θείας γραφῆς κατ’ ἀξίαν μισθὸν κομιζόμενοι καὶ δεχόμενοι
30μὲν τὰς ἀμέμπτους ἀπαρχὰς καὶ ἀπὸ τῆς πρεσβυτέρας Ῥώμης, ἀρυόμενοι δὲ τοὺς τῆς θείας χάριτος καρποὺς ζήλωι θείωι καὶ πυρὶ πνευματικῶι, ἕως ὅτε πρὸ φανεροῦ τινος χρόνου νεώτερος κατὰ τῶν ἐκκλησιῶν καινισμὸς εἰσηνέχθη. ἀλλ’ εἰ μὲν ἔστη μέχρι τῶν εἰρημένων τὰ κακά, εἰ καὶ δυσχερῶς, ὅμως φορητῶς ἂν ἠνέγκαμεν τοῦ παθήματος δυ‐ ναμένου ῥαιδίως ἴασιν ἐπιδέξασθαι· ἀλλ’ ὅτε καὶ Σεβῆρον ὁ τῆς Ἀντιοχέων εἰσεδέξατο
35δῆμος μηδὲ πώποτε τῆι καθολικῆι τῶν ὀρθοδόξων ἐκκλησίαι κοινωνήσαντα, οὐκέτι τῶν χειρόνων ἐπὶ τὸ βέλτιον μετασκευή, ἀλλ’ ἤδη τῶν ἡγησαμένων χαλεπῶν τραχύτερα τὰ
τῶν συμβαινόντων καὶ ὡς εἰπεῖν ἀνίατα τραύματα. δρᾶμα γέγονεν ἡ πιστὴ πόλις Ἀπά‐93

3

.

94

μεια τὴν Σεβήρου τοῦ κακόφρονος προβολὴν δεξαμένη καὶ μακάριοι μᾶλλον οἱ προκοιμη‐ θέντες καὶ μὴ θεασάμενοι Πέτρον τὸν κληθέντα τῆς ἡμετέρας πόλεως πρόεδρον. ὁσάκις γὰρ ἀνανεούμεθα τῆι μνήμηι τὰ παρ’ ἐκείνου πραχθέντα, ἀναπιμπλάμεθα μὲν δικαίας ὀργῆς, ἐγκαλυπτόμεθα δὲ καὶ τοῦ λέγειν τὰ πλημμεληθέντα τὸν λογισμὸν ἀνθελκόμεθα. πλὴν
5ἡ ἀνάγκη βιάζεται καὶ σιγᾶν τὸν ἅπαντα χρόνον οὐκ ἐᾶι, ἵνα μὴ ἀγνοίαι τινὶ συσκια‐ ζόμενα τὰ μεγέθη τῶν κακῶν χωρήσηι καὶ ἐπὶ τοὺς εὖ ἔχοντας, ὡς εἰκός, καὶ σειρὰν ἑλκύσηι γένους καὶ φρονήματος ἀθέσμου. πολλὰ οὖν κατὰ ταυτὸν συνελθόντα λέγειν ἡμῖν ἐπιτρέπει τὰ κατὰ τῆς ἁγιωτάτης ἡμῶν ἐκκλησίας τολμηθέντα, παραινεῖ δὲ προσφόρως καὶ ὁ τῆς φίλης θεῶι μετανοίας εὐσεβὴς λογισμὸς ἐπὶ ταύτην ἡμᾶς τὴν τεταγμένην καὶ λυσι‐
10τελῆ γνώμην χωρεῖν. φανεὶς γάρ, ὡς εἴθε μήποτε, τῆι Ἀπαμέων ὁ εἰρημένος Πέτρος ἐξ ὑπογύου κατὰ τὸ βῆμα τῆς ἐκκλησίας ἀναβεβηκὼς ἀναθεματίζει μὲν τοὺς ὁσίους ἡμῶν πατέρας, ἐξαλείφει δὲ τῶν ἱερῶν διπτύχων τὰς αὐτῶν προσηγορίας, ἀνδρῶν σεμνῶς βεβιω‐ κότων καὶ ὁσίως καὶ ἱδρυσάντων σεβάσμια καὶ προσκυνητὰ τεμένη πάμπολλα καὶ φιλο‐ τιμησαμένων ἱερὰ σκεύη ταῖς θείαις λειτουργίαις καὶ φωτισάντων τοὺς μακαριωτάτους
15ἡμῶν πατέρας καὶ ἡμᾶς αὐτοὺς καὶ χεῖρας ἐνθέσμως ἐπιτεθεικότων κατὰ πᾶσαν τὴν ἐπαρχίαν καὶ δίχα σκανδάλων οἰκονομησάντων τὰ δίκαια τῶν ἐκκλησιῶν. τὸ δὲ πάν‐ των σχετλιώτερον ὅτι δὴ καὶ τὰ τοιαῦτα τῆς ἀσεβείας ἀδικήματα μικρὰ πάνυ νενομικὼς οὐ μόνον ἐξήλειψε τὰς εἰρημένας προσηγορίας, ἀλλὰ καὶ ἀντάλλαγμα τῶν ἀγαθῶν ἐκείνων ψυχῶν ἀνατέθεικε τοιχικῆι γραφῆι ἐν τοῖς τοῦ ἁγίου Ἰωάννου Διόσκορον καὶ Τιμόθεον
20τοὺς κατακρίτους καὶ τοὺς τούτοις παραπλησίους, ὧν ἡ μνήμη παγχάλεπος, εἰ καὶ λέγειν τι κατὰ τεθνεώτων βαρύ. ταῦτα μὲν οὖν, ὅσα πρὸς τὴν καθολικὴν ἐκκλησίαν πεπλημ‐ μέληται παρ’ αὐτοῦ· ἃ δὲ καὶ ἰδίαι προσμείνας τῶι θρόνωι τῆς Ἀπαμέων διὰ τὰς ἡμῶν ἁμαρτίας διήμαρτε Πέτρος, εὔλογον ἡγησάμεθα διὰ βραχέων, ὡς ἔνεστι, κεφαλαιωδέστερον ἀφηγήσασθαι. τῶν γὰρ εὐλαβεστάτων ἀναγνωστῶν ἑστώτων μετὰ πρέποντος λο‐
25γισμοῦ καὶ αἰτούντων βαθμοῦ μείζονος κατὰ ἀκολουθίαν τυχεῖν, ὃ μάλιστα τῆι φύσει προσπέπηγε τῶν βελτιόνων ἐρᾶν, ἐξαναστὰς μετὰ πολλῆς τῆς θρασύτητος ἀπὸ μηδενὸς λόγου τὴν ἀθέμιτον ταύτην ἀφῆκε φωνὴν ὡς ‘εἰ μὴ σιωπήσητε‘, φησίν, ‘χειροτονίαν ὑμῖν ὑποδιακόνων ἐπιθήσω, ἵνα αὐτὸς ὁ σταυρωθεὶς κατελθὼν μὴ λυτρώσηται ὑμᾶς ἐκ τῶν χειρῶν μου‘. εἶτα συμβέβηκεν Ἰουλιανὸν, ὃς ἀποδέκτης γέγονε τῶν ἐκκλησιαστικῶν
30χρημάτων, τελευτῆσαι καὶ τὰ ἐκείνου διοικῆσαι δίκαια Ῥουφῖνον, ἐπὶ πολλοὺς καὶ ἀπείρους χρόνους οἰκονομήσαντα τὰ τῆς ἁγιωτάτης ἡμῶν ἐκκλησίας πράγματα, ὥστε μετὰ τὴν τούτου τελευτὴν πρὸς ἔκτισιν λόγων καὶ χρημάτων εὐθύνεσθαι τοὺς ἐν κατοχῆι τῶν ἐκείνου γενομένους χρημάτων καὶ πολλῶν κινηθέντων συμβιβασθῆναι τὰ μέρη καὶ πρὸς διά‐ λυσιν ἐνεχθῆναι καὶ λόγον, εἰ τὸν ἐκείνου λόγον ἀποκαλεῖν χρή, προστεθῆναί φησιν
35ὡς ἀνάθεμα πᾶς ἄνθρωπος ἔστω κἂν Παῦλος ὁ ἀπόστολος ἐγκαθίσηι τῶι θρόνωι τούτωι, πρὸς ἀνατροπὴν ἢ μέμψιν ὁρῶν τῶν ἡγησαμένων διαλύσεων. καὶ ὁ ταῦτα διαρρή‐ δην εἰπὼν φαίνεται τὴν οὕτω φρικτὴν ἀπόφασιν παριδὼν καὶ εἰσπράξας φανερὰν χρυσίου ποσότητα. πάλιν ἐροῦμεν καὶ ἕτερόν τι τὸ πᾶσιν ἐγνωσμένον. εἰπὼν γὰρ πρὸς
τὸν θεοφιλέστατον οἰκονόμον Εὐστάθιον ὠνηθῆναί τινα σκαμνάλια εἰς λόγον τοῦ σηκρήτου94

3

.

95

τοῦ ἐπισκοπείου καὶ μικρᾶς ὑπερθέσεως γενομένης, ὡσαύτως δυσφημῶν κατὰ τοῦ θείου μεγάληι κέκραγε φωνῆι· πάσας τὰς ἐκκλησίας καὶ τὰ θυσιαστήρια κατακαύσοι ὁ θεὸς καὶ ποιήσοι βουνὸν ἕνα, ἵνα τοῖς ἐκείνου χρησώμεθα ῥήμασι. τὸ δὲ καὶ γύναιον ἄσεμνον μὴ ἀξιωθὲν τοῦ θείου φωτίσματος παρεισαγαγεῖν καὶ στῆσαι παρὰ τὴν σεπτὴν κολυμβήθραν
5τῶν θείων κατὰ τὸν εὐκτήριον τῆς θεοτόκου οἶκον ἐπιτελουμένων μυστηρίων ποῖος ἀνέξεται λόγος ἢ ποία Χριστιανῶν ἀκοὴ τοσαύτην ὑπομείνηι λεγομένην, μήτι γε δὴ καὶ πραττο‐ μένην ἀσέβειαν; μηδεὶς ἀπιστείτω καὶ πρὸς τὴν τῶν ἐφεξῆς λεγομένων ἀλήθειαν. ὑπ‐ αγαγὼν γὰρ Στεφάνην τὴν ἀπὸ σκηνῆς τὴν ἐπίκλην Πτεροβόλον καὶ μοναστηρίωι, φησί, παραδεδωκὼς ἰδίαι τε καὶ οὐδενὸς ἑτέρου παρόντος τὸ πολὺ μέρος ἑκάστης ἡμέρας
10περὶ τὴν ἐκείνης ἄτοπον κολακείαν ἀνήλισκε καί ποτε καὶ Σεβῆρος ὑποτοπήσας ταύτην κατὰ τὴν Ἀντιόχου τὰς διατριβὰς ποιεῖσθαι παρεσκεύασε. καὶ ἔδοξε μὲν ἐπὶ τούτοις ὁ Πέτρος οὐκ ἄχθεσθαι, ἐλαχίστων δὲ διαδραμουσῶν ἡμερῶν ἡ τῆς ὑπομονῆς δοκοῦσα καρτερία τοῖς τοῦ σώματος βέλεσιν ἐγυμνοῦτο πρὸς ἔλεγχον· ὅθεν μὴ φέρων αὐτῆς τὴν ἀπόλειψιν γίνεται καὶ προφάσεως χωρὶς κατὰ τὴν Ἀντιοχέων, τὴν ἐκείνης ταχεῖαν ἐπά‐
15νοδον πάντων ἔμπροσθεν ἀσχηματίστως ποιούμενος. καὶ δεινὸν μὲν ὡς ἀληθῶς καὶ ἐλε‐ εινὸν ἀφηγεῖσθαι τοσαῦτα δράματα συμφορῶν· πεποίηκε γὰρ καὶ ἕτερόν τι τῆς αὐτοῦ προπετείας ὡς ἔοικε συγγενές. ἐνδυσάμενος γὰρ τὴν οὐδαμόθεν αὐτῶι κατὰ λόγον προσήκουσαν τῆς ἱερωσύνης στολὴν ἄσπρην ὡς ἐν τάξει τῶν θεοφόρων ἀποστόλων ὁ πάσης ἁμαρτίας ὑποβρύχιος, ἐν τῶι Μαρατοζαβδάλης καὶ Νωγέω χωρίωι καταθέσεως
20ἁγίων μαρτύρων παρ’ αὐτοῦ γινομένης κατατεμὼν εἰς ἄπειρα μέρη τὴν στολὴν διεδίδου τοῖς εὐχερῶς ἀπατωμένοις ὁ ἀσεβής, ἀγνοῶν ἡλίκον ἐστὶ καὶ τοὺς μετὰ τῆς ἀληθείας πο‐ ρευομένους τοιούτοις τισὶν ἐγχειρεῖν καὶ παρεκβαίνειν τὰ μέτρα τῆς ἀνθρωπίνης καταστά‐ σεως καὶ τὰ διατάγματα τοῦ δεσπότου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν. τοσοῦτον γὰρ ἀπετυφλώθη τὸ τῆς ψυχῆς ὄμμα, ὡς ἱστάμενος ἐπὶ θυσίαι ἀναιμάκτωι, ἣ
25τοῖς ἀξίοις πρόσφορος ἐτύγχανεν, οὐκ ἐκείνωι, καὶ τὴν πᾶσαν διάνοιαν ἀπορρίπτων εἰς τὸν τῶν γυναίων ἀτενισμόν, πτύσμασι κατέχρωσε τοῦ σεπτοῦ θυσιαστηρίου τὴν ἁλουργίδα, οὐκ εἰδὼς ὡς καὶ ἀπὸ μόνου βλέμματος ἡ ἁμαρτία συνίσταται κατὰ τὴν θείαν γραφήν. ἀλλ’ οὗτος ἡμῖν ὁ χρηστὸς οὐ μόνον ἑώρα, οὐκ ἐψηλάφα πικρῶς, ἀλλὰ καὶ τῶν χειρόνων καθήπτετο· περαιτέρω γὰρ τούτων λέγειν τὰ ἀσχημονέστερα λίαν εἰκότως ὠδίνομεν.
30τοσαύτη δέ τις ἦν ἡ ἄλογος θρασύτης τῆς ἐκείνου νεότητος, ὡς οὐκ ἐπαύετο τοὺς παρα‐ τυγχάνοντας παροινῶν ἐν τῶι ἁγίωι καὶ φρικωδεστάτωι καιρῶι τοῦ φωτίσματος. οὐχ ἡγούμεθά τινα διαλανθάνειν τῶν ἀξιωθέντων τῆς θείας μυσταγωγίας, ὅσος ἀγὼν ἐπικρατεῖ τοὺς φοβουμένους τὸν κύριον καθ’ ὃν μέλλουσι προσιέναι καιρὸν τῶι θείωι βαπτίσματι οἱ προκατασχεθέντες τῆι πλάνηι, καὶ ἐπειδὴ σὺν ἀληθείαι φῶς ἐλεύθερον ἐπιλάμπει ταῖς
35τοιαύταις ψυχαῖς καὶ δουλείας ἐλευθεροῦνται παγχαλέπου, ἵστανται τὸ σχῆμα τοῦ ἀγῶνος ἀποπληροῦντες, κάτω νεύοντες καὶ τὰς χεῖρας συμπλέκοντες καὶ τρέμοντες εὐκαίρως καὶ ἀντικαθιστάμενοι τῆι φθονερᾶι τοῦ διαβόλου περιεργίαι, ἅπαξ λύτρωσιν ἀληθῶς τοῦ σωτηρίου φωτίσματος ἀπεκδεχόμενοι. καὶ ὅμως τούτων οὕτως κρατούντων οὐκ
ὤκνησεν ἀπώσασθαι μὲν τοὺς μελλοφωτίστους, τῶι δὲ μεγέθει τοῦ τοιούτου θείου καὶ95

3

.

96

ἀγαθοῦ χρηματισμοῦ ἀντισηκῶσαι τὴν ἐπιθυμίαν τοῦ συστάντος ὑπ’ αὐτοῦ τῶν ἀσκη‐ τριῶν, φησίν, ἐργαστηρίου δεινοῦ, ὡς Στέφανος ὁ θεῖος καὶ ἱερώτατος διάκονος ἐπιμαρτυρεῖ ὁ καὶ τὰς προσηγορίας τῶν εἰς τὸ θεῖον βάπτισμα προσιόντων ἐγγράφειν τεταγμένος. καὶ εἰκότως κατὰ τὴν οἰκείαν δόξαν πρὸς τὸ κακὸν ἔρρεπε καὶ ἐνικᾶτο τῆι σωματικῆι τῶν
5ἐπιτηδευμάτων ἐπιθυμίαι. καὶ τοῦτο γὰρ ἴδιον πέφυκε Μανιχαικῆς ἀταξίας ἡγεῖσθαι τὸ κακὸν ἐνυπόστατον καὶ εἶναι διὰ τοῦτο πολλοὺς τοὺς δουλεύοντας καὶ τῆι κατ’ ἐκείνους πονηρᾶι ἀρχῆι. τί δ’ ἄν τις καὶ ἐπὶ πλέον διέλθοι περὶ τῶν εἰρημένων δειλαίων γυναίων; ὡς γὰρ ἐθεάσαντο τὴν δικαίαν ἐκβολὴν προελθοῦσαν κατὰ Πέτρου, οὐκέτι λοιπὸν συνέστη‐ σαν, ἀλλ’ ὑπεχώρουν οἴκαδε δάκρυσι καὶ ὀδυρμοῖς ἀμέτροις θρηνοῦσαι τὴν ἀπόλειψιν καὶ
10τὸν χωρισμὸν τοῦ εἰρημένου Πέτρου, πρὸς δὲ τούτωι λοιπὸν καὶ τὴν ἡδυπάθειαν τοῦ ἀνδρὸς καὶ τὴν ἄπληστον ὀψοποιίαν, καὶ ὡς ἐπὶ νυμφίωι τεθνεῶτι κλαίουσαι καὶ κοπτόμεναι τὸν ἐκείνου βίον ἐπὶ πλέον κατέχραινον, δεικνῦσαι τὴν ἄσεμνον τοῦ στηλιτευ‐ θέντος, οὐ ποιμένος ἱερατικῆς ποίμνης, ἀπώλειαν. εἰ μὴ περαιτέρω τοῦ ἡμετέρου προσχήματος ἦν, καὶ ἕτερά τινα διεξήειμεν περὶ γυναίων εὐπροσώπων καὶ σχηματιζο‐
15μένων πρὸς ἐλευθερίαν ἀνακηρύττεσθαι, ἵνα μηδὲν τραχύτερον εἴποιμεν, τὸ ὅλον παρέχον‐ τες τῶι κακῶι συνειδότι τῶν καὶ πληττομένων ταῖς ἡμετέραις ἐναντίαις φωναῖς, εἰ καὶ μέτρια ὅμως εἴρηταί τινα περὶ Στεφάνης τῆς λεγομένης Πτεροβόλου, πρὸς ἣν ἀδιακόπως ὡς εἰπεῖν διημέρευε καὶ ἣν ἔλεγεν ἐκείνης ἐπὶ τὸ βέλτιον μεταβολὴν ὑποσυλῶν ἐπιθυμίαι σώματος ἐπταισμένου. μάρτυρες τυγχάνουσιν 〈οἱ〉 ὑπειλημμένοι τῆς σεμνῆς διακονίας
20ὑπηρέται πεφυκότες οἳ γεγόνασιν εἰς τὸ Βένετον μέρος, προτρέποντες παρελθεῖν ἐπὶ τὴν πολιορκίαν τοῦ εὐαγοῦς μοναστηρίου τῶν Δωροθέου, ὅτε πλῆθος ἀτάκτων αὐτὸς παρα‐ λαβὼν ὥρμησε κατὰ τῶν ἀσκούντων ἐν τῶι εἰρημένωι εὐαγεῖ μοναστηρίωι, ἑταίρας καὶ ὀρχηστρίδας παρεισαγαγὼν καὶ πλῆθος ἐρανιζομένων καὶ μηδὲν εἶδος παραλελοιπὼς πρὸς καθαίρεσιν καὶ ἀναίρεσιν τῶν ἀσκούντων αὐτόθι. ὅτι δὲ καὶ τὴν γαμετὴν στρατιώ‐
25του τινὸς τοῦ ἐπίκλην Ψηφᾶ, ὥσπερ καὶ ἐπὶ μυρίαις ἄλλαις, ὑπαγαγὼν τὴν ὀλισθηρὰν φύσιν τῆς γυναικός, τὴν ἐκείνης ἐλευθερίαν ἐπολιόρκησεν, ἴσασι σχεδὸν ἅπαντες καὶ κατὰ τὸ γραφικόν, κἂν ἡμεῖς σιωπήσωμεν, οἱ λίθοι κεκράξονται ἣ μὴ δυνηθεῖσα τὴν ἄτοπον ἐπιθυμίαν ὑπομεῖναι τοῦ ἀνδρὸς εἰς φυγὴν ἀπεχώρησε τραγωιδοῦσα τάς τε οἰκείας καὶ τοῦ δεδρακότος ἐπονειδίστους συμφοράς. καλὸν ἂν εἴη μηδὲ τὴν αἰτίαν
30τῆς κατὰ Ἰουλιανοῦ τοῦ εὐλαβεστάτου λύπης παραδραμεῖν. ἐπειδὴ γάρ τινες ἐκινήθησαν λόγοι ἐν τῶι σηκρήτωι τοῦ ἁγίου Στεφάνου δογματικοὶ καὶ ἀπεκρίνατο ὁ εἰρημένος εὐλαβὴς ἀνὴρ καλῶς καὶ ὁσίως πιστεύειν τὸν εὐσεβέστατον ἡμῶν βασιλέα, ἀχθεσθεὶς ὥσπερ καὶ κεντηθεὶς τὴν ψυχὴν ἐπὶ τῆι δικαίαι ταύτηι φωνῆι, ὑπὸ λόγον καὶ κατάκριμα, φησί, τοῦτον πεποίηκε Πέτρος ὁ τῆς ἀληθείας ἐχθρός, ὁ μηδαμόθεν ἔχων
35εὔλογον λόγον, ἀλλὰ μόνον κατὰ πάντα προπετὴς ἄντικρυς κἀνταῦθα μαχόμενος τῶι φιλοχρίστωι καὶ ὀρθοδόξωι λογισμῶι τοῦ τῆς ὅλης μετὰ θεὸν οἰκουμένης δεσπότου. καὶ
ἀρκεῖν μὲν ἡγούμεθα καὶ μίαν τῶν εἰρημένων αἰτίαν καταγωνίσασθαι τὴν ἄσεμνον Πέτρου96

3

.

97

πολιτείαν· τῶι δὲ καὶ χρήμασι χειροτονεῖν, ὃ δὴ μάλιστα φαίνεται πεποιηκὼς ἐπὶ Ἀντιόχωι τῶι μυρεψῶι, τῆι τε ἀκολουθίαι τῶν θείων διατυπώσεων καὶ τῆι ὁμοίαι τῶν τοιούτων ὑποθέσεων κρίσει φαίνεται μαχησάμενος, ὥστε πανταχόθεν ἔκπτωσιν ὑπομένειν ἧς ἔχειν ἐφαντάζετο μάτην ἱερωσύνης. ἐπιμνησθῆναι καὶ τοῦ δοχείου τῆς ὅλης ἀσεβείας οὐκ
5ἔξω λόγου καθέστηκε. τὸ γὰρ λεγόμενον μοναστήριον τοῦ Ῥωμανοῦ ἀντὶ προσευχῶν καὶ πολιτείας ἡμέρου καὶ ἧς προσήκει τοὺς ἀνακεχωρημένους ἀσπάζεσθαι, ψαλμοὺς ἀναθεμάτων κατὰ τῶν ὁσίων πατέρων ἡμῶν οἱ χρηματισταὶ καὶ οὐ μοναχοὶ μᾶλλον ποιεῖν ἐδιδάχθησαν. ἔχοντες γὰρ Πέτρον τὸν ἡγεμόνα τῶν κακῶν ταύτην ἐμπορίαν ἐποιοῦντο κατὰ τῆς ἐκκλησίας τοῦ θεοῦ, πρεσβυτέρους δῆθεν χειροτονοῦντες ἐξ αὐτῶν
10καὶ παραμοναρίους καὶ ξενοδόχους ἱστῶντες καὶ πανταχόθεν ὑποσυλῶντες τῶν πτωχῶν τὴν ἀναγκαίαν τροφήν. ἀλλ’ εἰ καὶ τὸ ἀληθὲς οὕτως ἔχειν οὐκ ἂν ἀρνηθεῖέν ποτε, ἡμεῖς προσευχόμεθα πρὸς τὴν φίλην θεῶι μετάνοιαν τούτους ἰδεῖν καὶ λύσιν εὐπρόσδεκτον καὶ Χριστιανοῖς πρέπουσαν λαβεῖν τῶν προηγησαμένων δυσκόλων. ἐπὶ τούτοις ἅπασι τοῦ κακοῦ νεμηθέντος καὶ τοῦ θεοῦ τὴν ἐκείνων ἀποστραφέντος ῥύμην, νῦν ὅτε
15τὴν χρηστὴν παρρησίαν δρεπόμεθα δωρηθεῖσαν ἡμῖν ὑπό τε τῆς αὐτοῦ φιλανθρωπίας καὶ τοῦ εὐσεβεστάτου καὶ ὀρθοδόξου ἡμῶν βασιλέως καὶ τῶν ἁγιωτάτων ἐνθέσμων πα‐ τριαρχῶν καὶ τῶν μεγίστων ἐξουσιῶν, καθὰ καὶ μεγίστη πεφοίτηκε πρόσταξις καὶ γέγονεν ἐμφανὴς κατὰ τὸ λαμπρὸν ἡγεμονικὸν δικαστήριον, πιστεύοντες καὶ κατακολουθοῦντες τῶι εὐσεβεῖ σκοπῶι τοῦ γαληνοτάτου ἡμῶν βασιλέως καὶ τῶν ἁγιωτάτων ἐνθέσμων
20πατριαρχῶν συνείδομεν τὸ καθ’ ἕκαστον τούτων διασαφηνίσαι διὰ τῶνδε τῶν λιβέλλων καὶ ἀναγαγεῖν ἐπὶ τὴν ὑμετέραν πατρότητα πρὸς εὐμάθειαν ἀκριβῆ καὶ γνῶσιν τῶν παρηκολουθηκότων, εὖ εἰδότας ὡς εἰ καί τις κατὰ συγχώρησιν δοίη χειροτονίαν ἔνθεσμον προελθεῖν ἐπὶ Πέτρωι, τοσούτων ἡγησαμένων πλημμελημάτων ἀλλότριος ἂν ἀπεφάνθη τῆς τῶν Χριστιανῶν ἱερωσύνης, ἐφ’ ὧι τε τὸ καθ’ ἕκαστον τούτων ἐπισταμένους τοὺς
25ὁσιωτάτους ὑμᾶς κρῖναι τὰ τοῖς θείοις κανόσι δοκοῦντα καὶ πρὸς λυσιτέλειαν ὁρῶντα τῆς καθ’ ἡμᾶς ἁγιωτάτης ἐκκλησίας, σύμπαντα ταῦτα γνώριμα καθιστῶντας, εἰ συνίδοιτε, καὶ τοῖς ἁγιωτάτοις ἐνθέσμοις πατριάρχαις καὶ τῶι κρατίστωι ἡμῶν βασιλεῖ πρὸς τὸ παριστάμενον καὶ ἀρέσκον τῆι τε αὐτῶν γαληνότητι καὶ τῆι ὁσίαι τῶν μακαριωτάτων ἀνδρῶν ἐπικρίσει, ἵνα Χριστοῦ τοῦ θεοῦ ἡμῶν τὰ συμφέροντα βραβεύοντος πᾶσιν ἡμῖν
30εἰρήνη καὶ ἀνόθευτος ἕνωσις γένηται ταῖς ἁγίαις αὐτοῦ ἐκκλησίαις καὶ ἐνιδρυνθείη τῆι Ἀπαμέων μητροπόλει ὅσιος λογικὸς ἤπιος ἀνήρ, ἐπ’ ἀγαθῶι χορηγῶν τῆι καθ’ ἡμᾶς ἐπαρχίαι τὰ λυσιτελοῦντα. ταύτην γὰρ ἔχοντες τὴν ἀγαθὴν ἐλπίδα καὶ ἀφορῶντες εἰς θεὸν καὶ τὸν εὐσεβέστατον ἡμῶν βασιλέα καὶ τοὺς ἁγιωτάτους πατριάρχας, καὶ τὰς προσηγορίας τῶν μακαρίων ἡμῶν ἐπισκόπων ἐνεγράψαμεν τοῖς ἱεροῖς διπτύχοις κατὰ
35τὴν ἀρχαίαν τάξιν τῆς ἱερατικῆς καταστάσεως καὶ προσευχόμεθα Χριστῶι τῶι θεῶι ἡμῶν ἄσειστα διαφυλάξαι τὰ ἀήττητα σκῆπτρα τοῦ γαληνοτάτου ἡμῶν βασιλέως τοσαύτην πρόνοιαν φιλοτιμησαμένου ταῖς ἁπανταχοῦ ἐκκλησίαις καὶ ἡμᾶς ἐλευθερώσαντος τῆς πικρᾶς καὶ μοχθηρᾶς προαιρέσεως Πέτρου τοῦ τὰ δίκαια τῆς ἡμετέρας ἐκκλησίας λυμη‐
ναμένου κατὰ τὴν τῶν ἀφηγηθέντων δύναμιν, ἵνα τὰ πολλὰ παρέντες τοῖς ἐν τῶι τέως97

3

.

98

ἀφηγηθεῖσιν ἀρκεσθῶμεν. ταῦτα δὲ σύμπαντα αἰτοῦμεν καὶ ἐνορκοῦμεν γνωρισθῆναι διά τε τῆς ὑμετέρας ὁσιότητος καὶ τοῦ μεγαλοπρεπεστάτου τῆς ἐπαρχίας ἄρχοντος· δι’ ὃ καὶ ἐμφανὲς τοῦτο κατεστήσαμεν. THALLELAEVS REVERENTISSIM’ PRESB’ DIXIT: Παρήμην ὅτε εἶπεν ὁ γενόμενος
5ἡμῶν ἐπίσκοπος Πέτρος τὸ βλάσφημον ῥῆμα κατὰ τοῦ σταυρωθέντος ἀγανακτῶν τοῖς ἀναγνώσταις. οἶδα δὲ καὶ περὶ τοῦ εἰπεῖν αὐτὸν κατὰ τῶν ἐκκλησιῶν καὶ τῶν θυσιαστη‐ ρίων τὸ βλάσφημον ῥῆμα. HESVCHIVS REVERENTISSIM’ PRESB’ DIXIT: Ἐκ τῶν ἀναγνωσθέντων κεφαλαίων φέρω ἐπὶ μνήμης ἀκηκοέναι τὸ παρὰ Πέτρου τοῦ γενομένου ἐπισκόπου ῥηθὲν βλάσφημον
10ῥῆμα κατὰ τοῦ σταυρωθέντος Χριστοῦ τοῦ ἐπὶ πάντων θεοῦ ὑπὲρ τῆς ἡμετέρας σωτηρίας, ἡνίκα ἠγανάκτησε κατὰ τῶν ἀναγνωστῶν. οἶδα δὲ τὸ τηνικαῦτα τυγχάνων ἐν τῶι εὐκτηρίωι τῆς ἁγίας θεοτόκου Μαρίας ἀκηκοέναι ὡς ὁ αὐτὸς ἐπίσκοπος λαβών τινα μήπω τοῦ ἁγίου ἀξιωθεῖσαν φωτίσματος εἶχεν ἐν τῶι βαπτιστηρίωι πλησίον τῆς κο‐ λυμβήθρας, δι’ ὃ καὶ οἱ τότε ὄντες ἐκεῖ ἔφριττον.
15 ROMANVS REV’ PRESB’ DIXIT: Εἰ μὲν ἐγὼ μόνος ἢ τεθέαμαι ἢ ἀκήκοα γενόμενον τι ἢ ῥηθὲν παρὰ Πέτρου τοῦ γενομένου ἡμῶν ἐπισκόπου, εἶχον ἂν παρασιωπῆσαι, μήπως ὡς κατήγορος κριθείην· ἐπειδὴ τοίνυν τὴν ἐκ θυμοῦ ῥηθεῖσαν βλάσφημον φωνὴν παρ’ αὐτοῦ κατὰ τοῦ σταυρωθέντος ἐπὶ πάντων τῶν εἰς προσηγορίαν ἀνελθόντων εὐλαβεστά‐ των κληρικῶν εἴρηκε, τούτου χάριν κἀγὼ οἶδα ἀκηκοέναι. ὁμοίως δὲ καὶ τὸ κατὰ
20τὸ εὐκτήριον τῆς ἀειπαρθένου καὶ θεοτόκου Μαρίας γενόμενον, ἐπείπερ καὶ αὐτὰ γνώριμα τοῖς πλείοσι καθέστηκεν, ἐρῶ, ὡς τὴν Ἐμισηνήν, Μαρίαν φημὶ τὴν ἀπὸ σκηνῆς, κατ’ ἐπιτροπὴν αὐτοῦ πολλάκις εἰσήγαγον ἐν τῶι ἁγίωι φωτιστηρίωι καὶ τῶν ἁγίων μυστη‐ ρίων ἐπιτελουμένων πρὸ τοῦ ἀξιωθῆναι αὐτὴν τοῦ ἁγίου φωτίσματος προσδιηλέχθη αὐτῆι ἰδίαι. οἶδα δὲ ἀκριβῶς καὶ ὑπουργὸς γέγονα καὶ τῆς κατὰ χώραν τομῆς καὶ
25διανομῆς τῆς στολῆς. ANVSIVS REV’ PRESB’ DIXIT: Τότε διάκονος τυγχάνων, μετέδιδον εἰς τὸ ἅγιον φωτιστήριον τοῦ εὐκτηρίου οἴκου τῆς ἁγίας Μαρίας ἑβδομαδάριος ὤν, καὶ ἦλθεν ὁ παραμονάριος καὶ ὁ πρεσβύτερος Ῥωμανὸς λέγων· ὄντως σὺ ἔπαρον τὴν κοινωνίαν καὶ ἄπελθε μετάδος εἰς τὸ ὑποδιακονικόν, ἐπειδὴ ὁ μέγας θέλει διαλεχθῆναι ὧδε Μαρίαι τῆι
30Ἐμισηνῆι. οἶδα δὲ ὅτι καὶ τοῦτο εἶπεν εἰς τὰ κατὰ τοὺς κληρονόμους Ῥουφίνου ὅτι ποιήσατε τὰς διαλύσεις τοῖς κληρονόμοις Ῥουφίνου καὶ ἔνθετε τριακοσίων νομισμάτων πρόστιμον, καὶ εἴ τις ἂν θέληι παραβῆναι τὰς διαλύσεις ταύτας, κἂν Παῦλος ὁ ἀπόστολος ἀναστῆι καὶ καθίσηι εἰς τὸν θρόνον τοῦτον, ἀνάθεμα ἔστω. MEGAS REVERENTISSIM’ PRESB’ DIXIT: Παρήμην ἐν τῆι προσηγορίαι τῆι γενομένηι
35ἐν τῶι ἐπισκοπείωι, ὅτε εἶπεν ὁ ἐπίσκοπος Πέτρος τοῖς ἀναγνώσταις ὅτι εἰ ἐποίησα ὑμᾶς
ὑποδιακόνους, αὐτὸς ὁ σταυρωθείς, εἰ κατέβη, οὐκ ἐρρύετο ὑμᾶς τῶν χειρῶν μου.98

3

.

99

IOHANNES REVERENTISSIM’ PRESB’ DIXIT: Ἐπειδὴ ὁ θεὸς πρόκειται καὶ δεῖ τὴν ἀλήθειαν ἐξειπεῖν, παρέτυχον ἐν τῶι σηκρήτωι τοῦ τιμίου ἐπισκοπείου εἰς τὸ δευτερόπασχα τῆς διελθούσης ἑνδεκάτης ἐπινεμήσεως, ὅτε κινηθεὶς κατὰ τῶν ἀναγνωστῶν ὁ προλεχθεὶς Πέτρος ἐθυμώθη καὶ εἶπε τὴν φωνὴν ταύτην ὅτι τῆι νυκτὶ ταύτηι διενοήθην ἀπὸ ἀνα‐
5γνωστῶν ὑποδιακόνους ὑμᾶς ποιῆσαι καὶ εἰ ἐπέθηκά τινι ἐξ ὑμῶν τὴν χεῖρα, ὁ σταυρωθεὶς κατελθὼν οὐκ ἂν αὐτὸν ἐξείλετο τῆς χειρός μου. ὡσαύτως δὲ καὶ πρὸ τούτου ὅτε ἐπέτρεψεν ἀγορασθῆνα τὰ λινᾶ σκαμνάλια εἰς λόγον τοῦ σηκρήτου τοῦ ἐπισκοπείου, ἀγανακτήσας κατὰ Εὐσταθίου τοῦ θεοφιλεστάτου οἰκονόμου εἶπεν ὅτι κάλλιόν ἐστι τὸν θεὸν κατα‐ καῦσαι τὰς ἐκκλησίας καὶ ποιῆσαι βουνὸν ἕνα.
10 ANTONINVS REV’ PRESB’ DIXIT: Τελευτήσαντος Ῥουφίνου τοῦ μακαριωτάτου οἰκονόμου γεγονότος τῆς κατὰ τήνδε τὴν μητρόπολιν ἁγιωτάτης ἐκκλησίας συναγαγὼν ἅπαντα τὸν εὐαγῆ κλῆρον Πέτρος ὁ γενόμενος ἡμῶν ἐπίσκοπος ἀπήιτει ὡς ἐπὶ μάρτυρι τῶι ἐπὶ πάντων θεῶι ἀπαγγεῖλαι, εἴ τι κατὰ τὸν καιρὸν τῆς αὐτοῦ οἰκονομίας ἔβλαψεν ἢ παρεῖδεν ἢ ἐσφετερίσατο ἐν τοῖς ἐκκλησιαστικοῖς, κἀμοῦ πολλὰ ἐξειπόντος κεφάλαια εἰς πολλὴν
15χρυσίου ποσότητα συντείνοντα, μετὰ πολλὰ τὰ κινηθέντα ὁρίσαντος αὐτοῦ τινὰ παρασχεῖν ἀντὶ πολλῶν τοὺς κληρονόμους τοῦ αὐτοῦ Ῥουφίνου ἔφη γενέσθαι αὐτοῖς διαλύσεις καὶ ἐντεθῆναι τριακοσίων νομισμάτων πρόστιμον ὥστε τὰς εἰρημένας διαλύσεις κρατύνεσθαι· εἰ δ’ οὔ, ἀναθέματι ὑποβαλῶ τοὺς μετὰ τὰς τοιαύτας διαλύσεις τὶ ὑπεναντίον διαπραττομένους, κἂν Παῦλος ὁ ἀπόστολος ἀναστὰς καθίσηι εἰς τὸν θρόνον τοῦτον. τῆι δὲ νέαι κυριακῆι
20τοῦ παρελθόντος ἁγίου πάσχα εἰς προσκύνησιν ἀνελθόντος τοῦ παντὸς κλήρου, ἀκήκοα παρ’ αὐτοῦ, εἰπόντος αὐτοῦ πρὸς τοὺς εὐλαβεστάτους ἀναγνώστας τὸν περὶ τοῦ ὑπὲρ τῆς ἡμετέρας ζωῆς σταυρωθέντος βλάσφημον λόγον κατὰ τὰ κατατεθέντα ὑπὸ Στεφάνου καὶ Πέτρου καὶ Ἰουλιανοῦ τῶν τηνικαῦτα εὐλαβεστάτων ἀναγνωστῶν, νῦν δὲ διακόνων. γενόμενος δὲ ἐν σαββάτωι ἐν τῆι συνάξει ἐν τῶι εὐκτηρίωι τῆς ἁγίας παρθένου καὶ θεο‐
25τόκου Μαρίας ἔγνων εἰσελθόντα αὐτὸν ἐν τῶι φωτιστηρίωι τῆς αὐτῆς ἁγίας θεοτόκου Μαρίας καὶ διαλεγόμενον γυναικί τινι μήπω μετόχωι γενομένηι, οὐ λέγω τῶν ἁγίων μυστηρίων, ἀλλ’ οὐδὲ αὐτῆς τῆς ἁγίας σφραγῖδος, κἀκεῖθεν αὐτὸν πλειστάκις ἐδεξάμεθα ἐξιόντα, διάκονος τὸ τηνικαῦτα τυγχάνων. οὐκ ἔστι δὲ μέσος οἶκος, εἰ μὴ τὸ τίμιον διακονικόν.
30 STEPHANVS ET ALTER STEPHANVS PRESB’ DIXERVNT: Ἐν τῶι φωτιστηρίωι ὄντες εἰς κατήχησιν τῶν νεοφωτίστων ἀπὸ στιχαρίων καὶ ἀνυποδήτων ὄντων ἐφορκιζόντων αὐτοὺς τῶν διακόνων, ἐλθὼν ὁ γενόμενος ἡμῶν ἐπίσκοπος Πέτρος ἔβαλεν ἡμᾶς ἔξω μετὰ καὶ τῶν νεοφωτίστων καὶ εἰσήγαγε τὰς κανονικὰς καὶ ἰδίαζεν αὐταῖς ἐπὶ πολλὰς ὥρας. ἀκηκόαμεν δὲ καὶ ἡμεῖς μετὰ τῶν ἄλλων καὶ τὸν λόγον ὃν εἶπε πρὸς τοὺς ἀναγνώστας
35κατὰ τοῦ σταυρωθέντος ὑπὲρ τῆς ἡμετέρας ζωῆς. EVTVCHIANVS REV’ DIACON’ DIXIT: Κατὰ τὸ ἔθος προσηγορίας γινομένης ἐν τῶι σηκρή‐
τωι τοῦ τιμίου ἐπισκοπείου ἀκήκοα τὸ ῥῆμα τὸ παρ’ αὐτοῦ ῥηθὲν κατὰ τοῦ σταυρωθέντος.99

3

.

100

THOMAS DIACONVS DIXIT: Ὅτε εἰς προσηγορίαν ἀνήλθομεν τῆι νέαι κυριακῆι τοῦ δευτερόπασχα, τοῦ γενομένου ἡμῶν ἐπισκόπου Πέτρου ἤκουσα τὸν βλάσφημον λόγον ὅτι εἶπε κατὰ τοῦ σταυρωθέντος. καὶ ὅτε δὲ ἐκινεῖτο τὸ κατὰ τοὺς κληρονόμους τοῦ μακαρίου Ῥουφίνου τοῦ γενομένου οἰκονόμου, ἤκουσα τοῦ αὐτοῦ ἐπισκόπου λέγοντος
5ὅτι ἀνάθεμα ἤτω γενομένων τῶν διαλύσεων, κἂν Παῦλος ἀναστὰς καθίσηι εἰς τὸν τόπον τοῦτον, ὁ ἀναζητῶν καὶ ἐρευνῶν τοὺς λόγους τούτους ἢ λέγων αὐτῶι τί ποτε. LEONTIVS FILIVS MATRONIANI DIACON’ DIXIT: Οἶδα κἀγὼ ἀκηκοέναι παρ’ αὐτοῦ ἀγανακτήσαντος κατὰ τῶν ἀναγνωστῶν τῆι νέαι ἁγίαι κυριακῆι ὅτι ἐὰν κρίνω καὶ ποι‐ ήσω ὑμᾶς ὑποδιακόνους ἀπὸ ἀναγνωστῶν, ὁ σταυρωθεὶς δι’ ἡμᾶς ἐὰν ἔλθηι, οὐκ ἐπαίρει
10τοῦτο παρ’ ὑμῶν. ἤκουσα δὲ καὶ τοῦτο παρ’ αὐτοῦ εἰς τὸ σήκρητον τὸ χειμερινόν, ἀγανακτήσαντος αὐτοῦ περὶ τῶν σκαμναλίων τοῦ ἐπισκοπείου, ὅτι εἶπε· καύσει ὁ θεὸς τὰς ἐκκλησίας καὶ τὰ θυσιαστήρια καὶ ποιήσει αὐτὰ βουνὸν ἕνα. καὶ τοῦτο δὲ οἶδα ὅτι εἰσήρχετο πολλάκις ἐν τῶι μοναστηρίωι πρὸς τὴν Πτεροβόλον καὶ ἐπὶ πολλὰς ἰδίαζεν αὐτῆι ὥρας.
15 IVLIANVS DIACONVS DIXIT: Συνάξεως ἐπιτελουμένης τῶν φώτων εἰς τὸν ἅγιον Στέφανον συναγαγὼν τοὺς πρεσβυτέρους καὶ διακόνους καὶ ἕκαστον τῶν κληρικῶν τῶν εὑρεθέντων ἐκεῖσε ἐν τῶι σηκρήτωι ἀπήιτει με· διὰ τί μὴ ἀναθεματίζεις τὴν σύνοδον τῶν χλʹ; καὶ ἐμοῦ εἰπόντος αὐτῶι ὅτι ὁ βασιλεὺς ὀρθόδοξός ἐστι καὶ οἷς πιστεύει, αὐτῶι ἐξακο‐ λουθῶ, οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ τοὺς ἀναθεματίζοντας τὴν σύνοδον ἀναθεματίζω,
20μανεὶς ἀνέστη καὶ ἐκώλυσέ με ἐπὶ παντὸς τοῦ κλήρου. MEGAS PRESB’ DIXIT: Παρήμην τοῖς λεχθεῖσι παρὰ τοῦ παρόντος Ἰουλιανοῦ δια‐ κόνου καὶ ἀληθείας ἔχεται τὰ παρ’ αὐτοῦ εἰρημένα. ANVSIVS PRESB’ DIXIT: Παρήμην κἀγὼ τοῖς λεχθεῖσι παρὰ τοῦ παρόντος Ἰουλιανοῦ διακόνου καὶ ἀληθείας ἔχεται τὰ παρ’ αὐτοῦ εἰρημένα.
25 EPIPHANIVS DIACONVS DIXIT: Παρήμην κἀγὼ τῆι προσηγορίαι τῆι γενομένηι ἐν τῶι τιμίωι ἐπισκοπείωι, ὅτε εἶπε Πέτρος τοῖς ἀναγνώσταις ὅτι εἰ ἐποίησα ὑμᾶς ὑποδιακό‐ νους, αὐτὸς ὁ σταυρωθεὶς εἰ κατέβη, οὐκ ἐρρύετο ὑμᾶς ἐκ τῶν χειρῶν μου. SVMEONES DIACONVS DIXIT: Κἀγὼ ἀκήκοα παρὰ Πέτρου τοῦ γενομένου ἐπισκόπου τὸ περὶ τοῦ σταυρωθέντος κεφάλαιον καὶ τὸ περὶ τοῦ ἀναθέματος ἔνθα εἶπεν ὅτι κἂν Παῦ‐
30λος ὁ ἀπόστολος καθίσηι ἐν τῶι θρόνωι τούτωι. IOHANNES DIACON’ ET SEMIOGRAF’ DIXIT: Κἀγὼ τὴν αὐτὴν φωνὴν λέγω ἥνπερ ἀκήκοα περὶ τοῦ σταυρωθέντος καὶ περὶ τοῦ ἀναθέματος τοῦ κατὰ τὸν ἅγιον Παῦλον. LEONTIVS DIACONVS DIXIT: Κἀγὼ ἀκήκοα τὸν περὶ τοῦ σταυρωθέντος λόγον καὶ τὸ ἀνάθεμα τὸ κατὰ τὸν ἅγιον Παῦλον.
35 LEONTIVS DIACONVS DIXIT: Κἀγὼ ἀκήκοα τὸ περὶ τοῦ σταυρωθέντος, πάλιν δὲ καὶ περὶ τοῦ ἀναθέματος Παύλου τοῦ ἀποστόλου. THEONAS DIACONVS DIXIT: Κἀγὼ ἀκήκοα τὸν λόγον τὸν περὶ τοῦ σταυρωθέντος καὶ ὅτι εἰσῆλθεν εἰς τὸ φωτιστήριον τῆς ἁγίας Μαρίας πλησίον τῆς κολυμβήθρας γυμνῆς οὔσης, ὅτε εἰσήνεγκε Μαρίαν πρὸ τοῦ φωτισθῆναι, μηδένα συγχωρήσας στῆναι ἔσω, τῆς θείας
40κοινωνίας ἐπιτελουμένης. ἐγὼ γὰρ ἀρχιεβδομάριος αὐτοῦ ἤμην καὶ ἐκ τούτου οἶδα.100

3

.

101

τοῦτο δὲ ἐποίησε καὶ ἅπαξ καὶ δὶς καὶ τρίτον. οἶδα δὲ καὶ τὰ περὶ τοῦ ἀναθέματος Παύλου τοῦ ἀποστόλου καὶ τὸ κατὰ τὴν Πτεροβόλον. PAVLVS SVBDIACONVS DIXIT: Κἀγὼ ἀκήκοα τὸν λόγον τὸν περὶ τοῦ σταυρωθέντος. οἶδα δὲ καὶ ὅτι ἐδίωξε νεοφωτίστους καὶ εἰσήγαγε κανονικάς.
5 THERAPIVS DIACONVS DIXIT: Κἀγὼ ἀκήκοα τὸ περὶ τοῦ σταυρωθέντος καὶ τὸ περὶ τοῦ ἀναθέματος Παύλου τοῦ ἀποστόλου. IOHANNES PRESBVTERVS DIXIT: Κἀγὼ ἀκήκοα τὴν παρ’ αὐτοῦ λεχθεῖσαν βλασφη‐ μίαν ἕνεκεν τοῦ σταυρωθέντος καὶ πάλιν ὅτε εἶπε· κατακαύσει ὁ θεὸς τὰς ἐκκλησίας αὐτοῦ πυρὶ καὶ ποιήσει βουνὸν ἕνα. καὶ πάλιν τοῦ πράγματος τοῦ κατὰ Ῥουφῖνον ἀκουομένου
10ἔθηκεν ἀνάθεμα τῶι μετ’ αὐτὸν ἐνάγοντι αὐτῶι, κἂν Παῦλος ἦι ὁ ἀπόστολος. CVRINOS SVBDIACONVS DIXIT: Κἀγὼ ἀκήκοα ὅτε εἶπε περὶ τοῦ σταυρωθέντος. IOHANNES SVBDIACONVS DIXIT: Κἀγὼ ἀκήκοα τὸν λόγον τὸν περὶ τοῦ σταυρω‐ θέντος. RIANVS DIACONVS DIXIT: Ἐν κυριακῆι ἀνελθὼν εἰς προσηγορίαν, τότε ὢν ὑποδιά‐
15κονος, ἤκουσα κἀγὼ τὸν περὶ τοῦ σταυρωθέντος λόγον. ANTONINVS LECTOR DIXIT: Οἶδα κἀγὼ παρὼν ἐν τῶι σηκρήτωι ἀκηκοέναι Πέτρου τοῦ γενομένου ἡμῶν ἐπισκόπου, παρόντος τοῦ εὐαγοῦς κλήρου, εἰπόντος τὴν ἄθεσμον βλασφημίαν κατὰ τοῦ σταυρωθέντος Χριστοῦ τοῦ θεοῦ ἡμῶν καὶ τὸν λόγον τοῦ ἀνα‐ θέματος τὸν παρ’ αὐτοῦ ἐπιτεθέντα ἐν τοῖς κατὰ Ῥουφῖνον, εἰπόντος ὅτι κἂν Παῦλος ὁ
20ἀπόστολος ἀναστὰς καθίσηι μετ’ ἐμὲ εἰς τὸν θρόνον τοῦτον, ἀνάθεμα ἔστω ἀνατρέπων τὰ νῦν δόξαντα, καὶ ὅτι Ἰωάννης ὁ τοῦτον κληρονομήσας ἐπὶ πάντων ἔφη ὡς μετὰ τὸ ἀνάθεμα ἀπηιτήθη παρ’ αὐτοῦ γραμματεῖον νομισμάτων πεντήκοντα. τὰ γὰρ περὶ τῆς Πτεροβόλου οὔτε ἄλλος τις τῶν οἰκούντων ταύτην τὴν μητρόπολιν, ὡς οἶμαι, ἀγνοεῖ. OMNES PRESB’B’ ET DIACON’N’ ET LECTOR’R’ DIXERVNT: Δήλων οὐσῶν τῶν προ‐
25ελθουσῶν καταθέσεων αἰτοῦμεν καὶ ἐνορκοῦμεν τὴν ὑμῶν μεγαλοπρέπειαν κατὰ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος καὶ νίκης καὶ διαμονῆς τοῦ δεσπότου ἡμῶν Φλ’ Ἰουστίνου τοῦ αἰωνίου αὐγούστου καὶ τῶν μεγίστων ἐξουσιῶν γνωρίσαι ἅμα τοῖς ὁσιωτάτοις ἐπισκόποις καθὰ καὶ ἄκτα γεγόνασι παρὰ παντὸς τοῦ πλήθους, τῆι τε πρώτηι καὶ ἀνεχούσηι τῶν ἀρχῶν καὶ τῶι πανευφήμωι μαγίστρωι τῶν θείων ὀφφικίων καὶ τοῖς ἀνδρειοτάτοις στρα‐
30τηγοῖς τοῦ θείου πραισέντου ἑκατέρων δυνάμεων, ὥστε διὰ τῆς αὐτῶν ὑπεροχῆς καὶ εἰς τὰς θείας ἀνενεχθῆναι ἀκοὰς τὰ παρακολουθήσαντα. ὡς γὰρ ἐπίστασθε, πολὺ καὶ ἄπειρον πλῆθος καὶ ἀδελφικὸν καὶ μοναχικὸν ἐξήιτησε καὶ ἐνώρκωσε ταῦτα γνωρίσαι τὴν ὑμῶν ἐξουσίαν. τὸ γὰρ μὴ καταθέσθαι τοὺς ἀδελφοὺς καὶ μοναχούς, τοῦτο ἔθος ἄνωθεν κρα‐ τῆσαν, ἀλλ’ ἀρκεῖσθαι μόνον ταῖς αὐτῶν ἐκβοήσεσιν.
35 OMNES SVPRASCRIPTI V’ RELIGIOS’ EPISCOP’ DIXERVNT: Εὐχῆς ἡμῖν ἄξιον ἦν ταῖς ἀποκληρωθείσαις ἡμῖν ἁγίαις τοῦ θεοῦ ἐκκλησίαις σχολάζειν καὶ τὰς θείας πληροῦν λειτουρ‐ γίας· ἐπειδὴ δὲ πίστεως καὶ εὐσεβείας πρόκειται λόγος, εὔλογον εἶναι νενομίκαμεν πειθαρ‐
χῆσαι ταῖς αἰτήσεσι τῶν θεοφιλεστάτων κληρικῶν τῆς Ἀπαμέων. ὅθεν ἀπὸ γραμμάτων101

3

.

102

ἡμῖν σταλέντων ὑπὸ τοῦ εὐαγοῦς κλήρου τῆς Ἀπαμέων ἁγίας τοῦ θεοῦ ἐκκλησίας τῶν καὶ κομισθέντων ἡμῖν δι’ Ἀντωνίνου καὶ Ἰουλιανοῦ τῶν θεοσεβεστάτων, παρεγενόμεθα ἐν τῶι Ἀμβροδίκης, ἔνθα συμβέβηκε πολλοὺς τῶν εὐλαβεστάτων κληρικῶν ἐλθεῖν πρὸς ἡμᾶς ἐν τῶι εἰρημένωι εὐκτηρίωι καὶ αἰτῆσαι ἡμᾶς γενέσθαι εἰς τὰ εὐαγῆ μοναστήρια τοῦ
5τε μακαρίου Ἡσυχίου καὶ τοῦ μακαρίου Δωροθέου ἔξω τυγχάνοντα τῆς μητροπόλεως διὰ τὸ εὐχερέστερον τοὺς εὐλαβεστάτους κληρικοὺς δύνασθαι ἐξιέναι πρὸς ἡμᾶς καὶ δι‐ δάσκειν ἃ βούλονται, ὃ δὴ καὶ πεποιήκαμεν. καὶ ἐπειδὴ λιβέλλους ἐπιδεδώκασιν ἡμῖν, οὓς καὶ ἐνεφάνισαν τῆι ὑμετέραι μεγαλοπρεπείαι, καί τινας καταθέσεις ἐποιήσαντο, αἰ‐ τοῦμεν καὶ ἡμεῖς τὴν σὴν μεγαλοπρέπειαν, καθὰ καὶ αἱ ἐκβοήσεις γεγόνασιν, ὡς ἐπί‐
10στασθε, ὑπὸ τοῦ πλήθους τῶν εὐλαβεστάτων κληρικῶν, ἐντάξαι μὲν καὶ τὰ γενόμενα ἄκτα, μηνῦσαι δὲ τῶι τε πρώτωι καὶ ἀνέχοντι θρόνωι καὶ τῶι πανευφήμωι μαγίστρωι τῶν θείων ὀφφικίων καὶ τοῖς ἀνδρειοτάτοις στρατηγοῖς τοῦ θείου πραισέντου ἑκατέρων δυνάμεων, ἐφ’ ὧι τε διὰ τῆς αὐτῶν ὑπεροχῆς εἰς γνῶσιν ἐλθεῖν πάντα τὰ προελθόντα τοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου ἡμῶν βασιλέως. καὶ γὰρ καὶ ἡμεῖς γνωρίζομεν τῶι τε ἁγιωτάτωι
15καὶ μακαριωτάτωι ἀρχιεπισκόπωι καὶ οἰκουμενικῶι πατριάρχηι τῆς βασιλίδος πόλεως καὶ τοῖς ἐνδοξοτάτοις καὶ μεγάλοις ἄρχουσι τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως. FL’ IOHANNES PALLADIVS EVTVCHIANVS V’ SP’ COM’ ET PRAESES DIXIT: Φέρει μὲν τὰ κατατεθέντα ὑπὸ τῶν θεοφιλεστάτων κληρικῶν τῆς ἐν Ἀπαμείαι ἁγίας τοῦ θεοῦ ἐκ‐ κλησίας τῶν ὑπομνημάτων ἡ πίστις, ἅπερ καὶ διεξῆλθον παρουσίαι καὶ τοῦ δημεκδι‐
20κοῦντος τὴν Ἀπαμέων μητρόπολιν· ἐπειδὴ δὲ καὶ ἐντευκτικὰς ἐποιήσαντο διδασκαλίας οἱ τελοῦντες εἰς τὸν εἰρημένον εὐαγῆ κλῆρον, τὸν ἴσον δὲ τρόπον καὶ οἱ ὁσιώτατοι τῆς ἐπαρχίας ἐπίσκοποι ἠιτηκότες φαίνονται σύμπαντα τὰ προεληλυθότα γνώριμα καταστῆναι τῶι τε πρώτωι καὶ ἀνέχοντι θρόνωι καὶ τῶι πανευφήμωι πατρικίωι καὶ μαγίστρωι τῶν θείων ὀφφικίων καὶ τοῖς ἀνδρειοτάτοις στρατηγοῖς ἑκατέρων δυνάμεων, ἐφ’ ὧι τε διὰ τῆς αὐτῶν
25ὑπεροχῆς καὶ εἰς τὰς θείας ἀκοὰς ἐνεχθῆναι τὸ καθ’ ἕκαστον τῶν κεκινημένων, εἶκον τὸ δικαστήριον τοῖς παρ’ αὐτῶν, μάλιστα καὶ διὰ τοὺς προσενεχθέντας μοι σεβασμίους ὅρκους, συζεύξει πάντα τὰ ἐπὶ τῆι ὑποθέσει πεπραγμένα καὶ γνωρίσει πρὸς τὸ παριστάμενον τῆι αὐτῶν φιλανθρωπίαι, ἐντάττον τοῖς ἐπὶ τοῦ παρόντος πεπραγμένοις καὶ τὰς προελθούσας ἐκβοήσεις ὑπὸ τοῦ πλήθους τοῦ εὐαγοῦς κλήρου τῆς εἰρημένης ἁγιωτάτης ἐκκλησίας.
30 Τοῦ βασιλέως πολλὰ τὰ ἔτη· τῆς αὐγούστας πολλὰ τὰ ἔτη· τῶν ἐπάρχων πολλὰ τὰ ἔτη· τοῦ μαγίστρου πολλὰ τὰ ἔτη· Πρόβου καὶ Ὑπατίου πολλὰ τὰ ἔτη· τῆς συγ‐ κλήτου πολλὰ τὰ ἔτη. τοὺς ἀντάρτας ἔξω βάλε· τοὺς φαγόντας τὰ ἐκκλησιαστικὰ ἔξω βάλε. ὅλα τὰ ἐκκλησιαστικὰ Σεβῆρος καὶ Πέτρος ἔφαγον· ὅλα εἰς ἔρανα ἔδωκαν. τὸν βλασφημήσαντα τὸν σταυρὸν ἔξω βάλε. ποῦ τὰ κτήματα τῆς ἐκκλησίας; ποῦ
35τὰ σκεύη τῆς ἐκκλησίας; ὅλα γυναῖκες ἔλαβον· ὅλα ἡ Πτεροβόλος ἔλαβε. τοὺς ἀξίους102

3

.

103

τοῦ ἀναθέματος τῶι ἀναθέματι. ἆρον βίαν τῆς ἐκκλησίας· ὅλας τὰς ἐκκλησίας ἐπραί‐ δευσαν· εἰς ἔρανα ὅλα ἔδωκαν. πιστοῦ βασιλέως πολλὰ τὰ ἔτη· Βιταλιανοῦ στρατη‐ λάτου πολλὰ τὰ ἔτη. μίαν ἐρώτησιν ταῖς κανονικαῖς. νικᾶι ἡ πίστις τῶν ὀρθοδόξων· ὀρθοδόξων ἐπισκόπων πολλὰ τὰ ἔτη. Εὐτυχιανοῦ τοῦ κόμητος πολλὰ τὰ ἔτη· ἀναπαῆι
5τὰ ὀστέα τοῦ πατρός σου. ὅλα τὰ ἐκκλησιαστικὰ γυναῖκες ἔλαβον. ταῦτα ἄκτα τῶι βασιλεῖ. τὰ ὀστέα Δόμνου ἐπώλησαν. ἀποσχίσαντας κληρικοὺς ἔξω βάλε. τὰ κτήματα Δόμνου ἐπώλησαν. οἱ φαγόντες τὰ ἐκκλησιαστικὰ ἀπέσχισαν. μαρ‐ τύρομαί σε, ἐγὼ αὐτοὺς καίω. ὅλα τὰ ἐκκλησιαστικὰ ἐπώλησαν. ἔλθηι ἡ Πτερο‐ βόλος, καὶ αὐτὴ λέγει. τοὺς ἀντάρτας τοῦ βασιλέως ἔξω βάλε. τὴν σωτηρίαν τοῦ
10βασιλέως, γνώρισον· μάθωμεν τὰ χαμαιπάτια τίνος εἰσί. πατήτια ἐν τῶι ἐπισκοπείωι πῶς εὑρέθη; ἐμίανε τὰ θυσιαστήρια· ἐμίανε τὸ φωτιστήριον. μάθωμεν τὰ πατήτια ποῦ εἰσιν· ἡιμάτωσαν τὰ θυσιαστήρια. Σεβῆρον καὶ Πέτρον τῶι πυρί. Πρόβου καὶ Ὑπατίου πολλὰ τὰ ἔτη. ἄξιος Πρόβος τοῦ βασιλέως· ἄξιος Ὑπάτιος τοῦ βασι‐ λέως. πατρικίου τοῦ μαγίστρου πολλὰ τὰ ἔτη· τῶν ἐπάρχων πολλὰ τὰ ἔτη· πάσης
15τῆς συγκλήτου πολλὰ τὰ ἔτη. πολλὰ τὰ ἔτη τῆς αὐγούστας· Εὐφημίας αὐγούστας πολλὰ τὰ ἔτη. ἄξιος Βιταλιανὸς τοῦ βασιλέως. Ἰωάννου πατριάρχου πολλὰ τὰ ἔτη. ταῦτα ἄκτα τῶι θεῶι. ὅλους τοὺς φόνους Φαῦστος ἐποίησε. μυρίους φόνους ἐποίησε· τοὺς φονευθέντας ἐν τῶι ἁγίωι Ἀντωνίνωι τῶι βασιλεῖ· ὁ βασιλεὺς ὀρθόδοξός ἐστι. Πέτρον τὸν Μανιχαῖον τῶι βασιλεῖ· Σεβῆρος καὶ Πέτρος Μανιχαῖοί
20εἰσίν. ἡ σύγκλητος ὀρθόδοξος ἔνι. ἆρον Φαῦστον· σῶσον πόλιν. Εὐτυχιανοῦ τοῦ κόμητος πολλὰ τὰ ἔτη. δικαία ἡ ψῆφος τῶν ἐπάρχων. δεόμεθα γνώρισον· τὴν σωτηρίαν τοῦ βασιλέως, γνώρισον· τὴν σωτηρίαν τῆς αὐγούστας, γνώρισον. Ἴσον ἄλλης πράξεως συστάσης ἐπὶ τοῦ αὐτοῦ μεγαλοπρεπεστάτου ἄρχοντος
25 ITEM ROMANVS ARCHIDIACON’ DIXIT: Τοῦ θεοῦ δεδωκότος τοῖς πράγμασι καὶ ταῖς ἁγίαις αὐτοῦ ἐκκλησίαις ὀρθόδοξον καὶ εὐσεβέστατον βασιλέα, παρούσης τῆς ὑμετέρας μεγαλοπρεπείας παρενεγγύησάν μοι οἱ ὁσιώτατοι ἐπίσκοποι τῆς ἡμετέρας ἐπαρχίας τὰ παλαιὰ ἔθη τῆς ἐκκλησιαστικῆς καταστάσεως κρατεῖν, τοῦτο καὶ τοῦ εὐαγοῦς κλήρου τῆς Ἀπαμέων αἰτήσαντος· δι’ ὃ ἐξαιτῶ τοὺς παρόντας θεοφιλεστάτους πρεσβυτέρους
30διακόνους ὑποδιακόνους ἀναγνώστας καὶ λοιποὺς κληρικοὺς τοῦ αὐτοῦ εὐαγοῦς κλήρου ἕκαστον αὐτῶν φανερῶσαι ἐπὶ τῶν ὑπομνημάτων τὴν οἰκείαν γνώμην. FL’ IOHANNES PALLADIVS EVTVCHIANVS V’ SP’ COM’ ET PRAESES DIXIT: Παρόντες οἱ θεοφιλέστατοι πρεσβύτεροι καὶ λοιποὶ κληρικοὶ καὶ τῆς διδασκαλίας ἐπακούσαντες Ῥωμανοῦ τοῦ εὐλαβεστάτου ἀρχιδιακόνου τὴν οἰκείαν φανερούτωσαν γνώμην.
35 EVDOXIVS REV’ PRESB’ DIXIT: Ἑορτὴ παντὸς τοῦ κόσμου ἐστὶν αὕτη ἡ νῦν κρατοῦ‐ σα εὐσεβὴς κατάστασις· δι’ ὃ κατὰ τὰ κατατεθέντα παρὰ τοῦ εὐλαβεστάτου ἀρχιδιακόνου
ἐπιτρέπομεν πάντα καινισμὸν ἤδη προελθόντα ὑπὸ τῶν γενομένων αἱρετικῶν ἀφαιρε‐103

3

.

104

θῆναι, ἐντεθῆναι δὲ τὰ ὅσια ὀνόματα τῶν μακαριωτάτων ἡμῶν πατέρων καὶ ἐπισκόπων ἀπὸ Δόμνου τοῦ μακαριωτάτου ἕως τοῦ τῆς θεοφιλοῦς μνήμης Ἰσαακίου τοῦ γενομένου ἡμῶν ἐπισκόπου, κρατεῖν δὲ καὶ ἐπὶ τοῖς ἄλλοις ἅπασι τὴν ἀρχαίαν κατάστασιν τῆς ἁγίας ἐκκλησίας.
5 EVSTATHIVS REV’ PRESB’ ET OECONOM’ DIXIT: Καθὼς ἐδίδαξεν ὁ παρὼν θεο‐ φιλέστατος ἀρχιδιάκονος πάντας τοὺς θεοφιλεστάτους πρεσβυτέρους διακόνους καὶ λοιποὺς κληρικοὺς τῆς ἁγιωτάτης ἡμῶν ἐκκλησίας αἰτῆσαι τὰ ἀρχαῖα ἔθη κρατεῖν τοῦτο, κἀγὼ κρατυνθῆναι παρακαλῶ. STEPHANVS REV’ PRESB’ DIXIT: Κἀγὼ συναινῶ τῆι καταθέσει τῆι γενομένηι
10παρὰ τοῦ θεοσεβεστάτου Εὐσταθίου πρεσβυτέρου καὶ οἰκονόμου τῆς παρ’ ἡμῖν ἁγίας τοῦ θεοῦ ἐκκλησίας καὶ τῶν λοιπῶν θεοσεβεστάτων κληρικῶν. THALELAEVS REV’ PRESB’ DIXIT: Μόλις ποτὲ ἀπὸ ζάλης ἐχαρίσατο ἡμῖν ὁ θεὸς τὸν λιμένα τοῦτον, τὸν ὀρθόδοξον λέγω βασιλέα, εἰς ὃν μετὰ θεὸν καταφυγόντες. θεα‐ σάμενος δὲ καὶ τῶν ἐμῶν συγκληρικῶν τὸν ζῆλον τὸν ὑπὲρ τῶν γενομένων ἡμῶν ὁσίων
15ἀρχιερέων καὶ πατέρων, παρακαλῶ τὴν μὲν γενομένην καινοτομίαν παρὰ τῶν αἱρετικῶν ἐν τῆι ἁγιωτάτηι ἡμῶν ἐκκλησίαι ἀνατραπῆναι, κρατῆσαι δὲ τὸ παλαιὸν ἔθος τῆς ἐκ‐ κλησιαστικῆς καταστάσεως καὶ ἐντεθῆναι τοῖς ἱεροῖς διπτύχοις τὰς προσηγορίας τῶν μακαριωτάτων ἡμῶν ἐπισκόπων ἀπὸ τοῦ μακαριωτάτου Δόμνου καὶ ἕως τοῦ μακα‐ ριωτάτου Ἰσαακίου τοῦ γενομένου ἡμῶν ἐπισκόπου.
20 HESVCHIVS REV’ PRESB’ DIXIT: Κἀγὼ εὐχαριστῶν τῶι θεῶι τῶι εἰρήνην καὶ ἕνωσιν ταῖς ἁγίαις ἐκκλησίαις διὰ τοῦ φιλοχρίστου ἡμῶν βασιλέως δεδωκότι συναινῶ πᾶσι τοῖς αἰτηθεῖσι παρά τε τοῦ εὐαγοῦς ἡμῶν κλήρου καὶ βεβαιωθεῖσι παρὰ τῶν ὁσιωτάτων τῆς ἐπαρχίας ἐπισκόπων, ὥστε ἀνατραπῆναι μὲν ἅπαν καινὸν ἐπεισαχθὲν τῆι ἁγιωτάτηι ἡμῶν ἐκκλησίαι, ἀνανεωθῆναι δὲ καὶ κρατυνθῆναι τὰ παλαιὰ ἔθη τὰ κρατήσαντα ἄχρι
25τῆς τελευτῆς τοῦ τῆς θεοφιλοῦς μνήμης Ἰσαακίου τοῦ γενομένου ἡμῶν ἀρχιεπισκόπου ἐπί τε ταῖς θείαις λειτουργίαις καὶ τοῖς λοιποῖς ἅπασιν. MEGAS REV’ PRESB’ DIXIT: Πάντα τὰ καινισθέντα ὑπὸ τῶν Ἀκεφάλων βούλομαι παυθῆναι καὶ κρατεῖν τὴν ἀρχαίαν κατάστασιν καὶ ἐντεθῆναι τὰ ὀνόματα τῶν ἁγίων ἡμῶν πατέρων καὶ τῶν ὁσιωτάτων ἡμῶν ἐπισκόπων τῶν γενομένων ἐν τῆι ἡμετέραι
30μητροπόλει ἕως τῆς τελευτῆς τοῦ μακαρίου Ἰσαακίου. SERGIVS REV’ PRESB’ DIXIT: Εὐχὴν τοιαύτην εἶχον καὶ παρεκάλουν τὸν δεσπότην ἡμῶν Ἰησοῦν Χριστὸν, ὥστε ἐπαρθῆναι τὰ ἔθη τὰ καινισθέντα παρὰ τῶν κακῶς φρο‐ νούντων, ἐντεθῆναι δὲ τὰ ὀνόματα τῶν ἁγίων ἡμῶν πατέρων, καθὼς καὶ ἐπὶ τοῦ μακα‐ ριωτάτου Ἰσαακίου τοῦ γενομένου ἡμῶν ἐπισκόπου ἐνέκειντο· καὶ συναινῶ πᾶσι τοῖς
35κατατεθεῖσι παρὰ τῶν θεοφιλεστάτων πρεσβυτέρων. SABBATIVS REV’ PRESB’ DIXIT: Κἀγὼ συναινῶ πᾶσι τοῖς κατατεθεῖσι παρὰ τῶν θεοφιλεστάτων πρεσβυτέρων. ROMANVS REV’ PRESB’ DIXIT: Κἀγὼ εὐχαριστῶν τῶι δεσπότηι θεῶι δεδωρημένωι
κόσμωι παντὶ καὶ ταῖς ἁγίαις ἐκκλησίαις ὀρθόδοξον βασιλέα, συναινῶ καὶ στοιχῶ πᾶσι104

3

.

105

τοῖς τε ὑπὸ τῶν θεοσεβεστάτων μου συγκληρικῶν αἰτηθεῖσι 〈καὶ τοῖς κατατεθεῖσι〉 παρὰ τῶν πρὸ ἐμοῦ θεοφιλεστάτων πρεσβυτέρων ἐπὶ τῶι πᾶσαν καινοτομίαν γενομένην ἀνατραπῆναι, κρατυνθῆναι δὲ τὰ παλαιὰ ἔθη τῆς ἁγιωτάτης ἐκκλησίας καὶ ἐντεθῆναι τοῖς ἱεροῖς διπτύχοις τὰς προσηγορίας τῶν γενομένων ἡμῶν ὁσιωτάτων ἐπισκόπων ἄχρι
5τοῦ μακαριωτάτου Ἰσαακίου τοῦ γενομένου ἡμῶν ἀρχιεπισκόπου. IOHANNES REV’ PRESB’ DIXIT: Κἀγὼ συναινῶ πᾶσι τοῖς κατατεθεῖσιν. ASTERIVS [IOHANNES] REV’ PRESB’ DIXIT: Γέγραπται αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, δι’ ὃ καὶ ἀγαλλιῶντες καὶ εὐφραινόμενοι ἐν αὐτῆι μετὰ δακρύων πα‐ ρακαλῶ ἐντεθῆναι τοὺς ἁγιωτάτους ἡμῶν πατέρας ἄχρι τῆς τελευτῆς τοῦ τῆς ὁσίας
10μνήμης Ἰσαακίου τοῦ γενομένου ἡμῶν ἐπισκόπου καὶ κρατυνθῆναι τὸ παλαιὸν ἔθος. IOHANNES ZACHAEVS REVV’ PRESB’ DIXERVNT: Καὶ ἡμεῖς συναινοῦμεν πᾶσι τοῖς δόξασιν. CVRIACVS REV’ PRESB’ ET LOGOTHET’ DIXIT: Κἀγὼ παρακαλῶ τὴν ὑμετέραν ἐξουσίαν ἐντεθῆναι ἐν τοῖς ἱεροῖς διπτύχοις τοὺς ὁσίους ἡμῶν καὶ μακαρίους γενομένους ἐπισκόπους
15τοὺς ἄχρι τοῦ μακαριωτάτου Ἰσαακίου τοὺς καὶ ἐν τοῖς θρόνοις αὐτῶν ἀποθανόντας, κρατυνθῆναι δὲ καὶ τὰ παλαιὰ ἔθη τὰ ἐκκλησιαστικά. ὑπερεύχομαι δὲ καὶ ὑπὲρ τῆς νίκης τοῦ δεσπότου ἡμῶν τοῦ εὐσεβεστάτου Ἰουστίνου ὀρθοδόξου βασιλέως. ANTONINVS PRESB’ DIXIT: Εὐχὴ μὲν ἦν ἡμῖν τὸ ἐντεθῆναι ἐν τοῖς ἱεροῖς διπτύχοις τοὺς ὁσίους καὶ μακαρίους ἡμῶν πατέρας τοὺς γενομένους ἡμῶν ἐπισκόπους ἄχρι τοῦ τῆς
20μακαρίας μνήμης Ἰσαακίου καὶ αὐτοῦ γενομένου ἡμῶν ἐπισκόπου, κρατυνθῆναι δὲ καὶ τὰ ἔθη τὰ ἐκκλησιαστικὰ τὰ μέχρι τοῦ αὐτοῦ τῆς μακαρίας μνήμης Ἰσαακίου. EVTVCHIANVS DIACONVS DIXIT: Εὐχαριστῶν τῶι τῶν ὅλων δεσπότηι θεῶι τῶι δεδω‐ κότι ἡμῖν εὐσεβῆ καὶ φιλόχριστον βασιλέα Ἰουστῖνον ἐπὶ εἰρήνηι τῶν ἁγιωτάτων αὐτοῦ ἐκκλησιῶν, κἀγὼ αἰτῶ ἐντεθῆναι ἐν τοῖς ἱεροῖς διπτύχοις τὰς προσηγορίας τῶν γενο‐
25μένων ἡμῶν ὁσίων ἐπισκόπων τῶν ἄχρι τοῦ τῆς μακαρίας μνήμης Ἰσαακίου τοῦ γενο‐ μένου ἡμῶν ἐπισκόπου, κρατεῖν δὲ καὶ τὰ παλαιὰ ἔθη τὰ ἐκκλησιαστικά. SERGIVS ET EVSEBIVS ET IOHANNES PRESB’ DIXERVNT: Καὶ ἡμεῖς συναινοῦμεν πᾶσι τοῖς πρὸ ἡμῶν κατατεθεῖσιν. CALLIOPIVS FILIVS AFTHONII LEONTIVS FILIVS MATRONI ANASTASIVS STEPHANVS ET
30THEODOSIVS DIACON’ DIXERVNT: Συναινοῦμεν καὶ ἡμεῖς τοῖς κατατεθεῖσι παρὰ τῶν παρόντων εὐλαβεστάτων ἀνδρῶν. DIAS FILIVS VRANII ANASTASIVS FILIVS THEODOSIOV MACEDONIVS IOHANNES FILIVS FOTII RVFINVS LEONTIVS FILIVS ANATOLII ET NONNVS FILIVS EORTASIV DIACON’ DIXERVNT: Καὶ ἡμεῖς τοῖς συνδόξασι στοιχοῦμεν.
35 STEPHANVS ANTHEMIVS EVLOGIVS ANTONINVS LEONTIVS HELIAS EPIPHANIVS SVMEONES AETIVS FOTINVS IVLIANVS LEONTIVS IOHANNES EPILAMPSIVS STEPHANVS REV’V’ DIACON’
DIXERVNT: Καὶ ἡμεῖς ἀκολουθοῦμεν τοῖς συνδόξασι παρὰ τοῦ εὐαγοῦς κλήρου.105

3

.

106

PAVLVS DIOGENES THOMAS IOHANNES STEPHANVS ET ASTERIVS IOHANNES STEPHANVS DIACON’ DIXERVNT: Καὶ ἡμεῖς ἀκολουθοῦμεν πᾶσι τούτοις. THEODOSIVS IOHANNES SYMEONES MARCELLVS ROMANVS IVLIANVS LEONTIVS ET ASTERIVS IVLIANVS IOHANNES SYMEONES MARAS THEODOTVS THOMAS EPIPHANIVS IOHANNES LEONTIVS
5ET SOFRONIVS DIACON’ DIXERVNT: Καὶ ἡμεῖς συναινοῦμεν πᾶσι τοῖς συνδόξασι παρὰ τοῦ εὐαγοῦς κλήρου. EPIPHANIVS ROMANVS GINDEVS ET AFTHONIVS DIODORVS IOHANNES ANTONINVS EVAGGRIVS THOMAS IOHANNES THOMAS BACCHVS STEPHANVS ANASTASIVS STRATEGIVS EPIPHANIVS ET THEO‐ CTISTVS REV’V’ ANAGNOST’ DIXERVNT: Καὶ ἡμεῖς ἀκολουθοῦμεν πᾶσι τούτοις.
10 FL’ IOHANNES PALLADIVS EVTVCHIANVS V’ SP’ COM’ ET PRAESES DIXIT: Δῆλα τὰ πε‐ πραγμένα. EDANTVR Λίβελλος τῶν μοναχῶν Ἀπαμείας πρὸς τοὺς ἰδίους ἐπισκόπους Ἴσον λιβέλλων ἐπιδοθέντων παρὰ τοῦ κοινοῦ τῶν μοναχῶν τῆς Ἀπαμέων Τοῖς ὁσιωτάτοις ἐπισκόποις δεσπόταις ἡμῶν τοῖς τὰ πάντα ὁσιωτάτοις καὶ ἁγιω‐
15τάτοις πατράσιν ἐπισκόποις Συρίας δευτέρας παρὰ Ἀλεξάνδρου Ἰωάννου Συμεώνου Παλλαδίου Προκοπίου Εὐγενίου Στεφάνου καὶ λοιπῶν ἀρχιμανδριτῶν καὶ μοναχῶν τῆς Ἀπαμέων ἐνορίας. Διδάσκουσιν ἡμᾶς αἱ θεῖαι γραφαὶ ὡς μεμάθηκε καιρῶι δουλεύειν καὶ ἡ τῶν πραγμάτων ἀνάγκη. ἐσιγήσαμεν οὖν τοὺς φθάσαντας κύκλους δυναστείαι τῶν τότε κρατούντων καὶ τῆι μανίαι τῶν αἱρετικῶν βιαζόμενοι, ἀλλὰ νῦν θεοῦ βραβεύσαν‐
20τος δικαίαν παρρησίαν καὶ φιλοτιμησαμένου τοῖς πράγμασιν εὐκταίαν ἐλπίδα καὶ ταῖς ἐκκλησίαις αὐτοῦ καὶ ἐπανατείλαντος πάσηι τῆι γῆι φιλόχριστον καὶ ὀρθόδοξον βασιλέα ἀνάγκη πᾶσα καὶ τοὺς ἐν ἀφωνίαι πιεζομένους βοᾶν. ἴστε γὰρ ὡς καὶ τῶν ἀδυνάτων σχεδὸν ἡ τῶν ἀπαραιτήτων πραγμάτων ἐφάπτεται βία. θεοῦ τοίνυν φιλανθρωπίαν πρυτανεύσαντος ** ἀγαθοῦ βασιλέως χρηματίζοντος, ἀποχωρησάντων τῶν σκυλεύειν
25ἐπιχειρούντων τὴν εὐθεῖαν τῆς ὀρθοδόξου πίστεως ὁδόν, λείπεται λέγειν ἡμᾶς, εἰ καὶ με‐ τρίαι φωνῆι, τὸν Σεβήρου τοῦ κακοδόξου πικρότατον βίον, εἶτα καὶ Πέτρου τὸ αἰσχρὸν καὶ πάσης βδελυρίας γέμον πολίτευμα. ὅτε γὰρ ἐπορευόμεθα κατὰ τὸ Καπροκεραμέων χωρίον οὐ πόρρω τοῦ σεβασμίου τεμένους τυγχάνον τοῦ μακαρίτου καὶ ὁμολογητοῦ Συ‐ μεώνου, πρὸς εἰρήνην καὶ ἕνωσιν ἀγάπης καὶ δικαίαν εὐχὴν ἀποβλέποντες μόνον, πρόσχημα
30καὶ ψυχὴν περιφέροντες πρέπουσαν μοναχοῖς, οὐκ ἴσμεν ὅπως τὸν ἀσεβῆ Σεβῆρον πολέμιον ἐσχηκότες, ὃν οὐκ εἶδεν, οὐκ ἐδέξατο πώποτε τῶν Χριστιανῶν ἡ κατάστασις οὐδὲ κοινωνίας ἀληθοῦς κατά τινα τρόπον ἢ χρόνον μετέσχεν, ὅσον ἀπὸ γνώμης τοῦ ἐχθροῦ τῆς ἀληθείας ἄρδην ἅπαντες ἀπωλόμεθα, Ἰουδαίων ἢ καὶ ἄλλως κοσμικῶν τε καὶ δῆθεν μοναχῶν ἐπενεχ‐ θέντων ἡμῖν ἔκ τινων ὑψηλῶν καὶ ὑποφόρων χωρίων. τί δὲ καὶ ποιεῖν ἐνῆν ἢ πῶς ἀντι‐
35καθίστασθαι τῆι μανίαι τῶν ἐπιπεμφθέντων καὶ τοῦ δεινοῦ τῆς ἀσεβείας στρατηγοῦ;
τοὺς μὲν οὖν καὶ διέφθειραν, ἑτέρους αἰχμαλώτους ἀφείλκυσαν, ἐνίους γυμνοὺς τῆς ἐσθῆτος106

3

.

107

κατέστησαν, ἄλλους κατερρωγυίας τῆς ἐσθῆτος ὡς ἐν ἀσχήμονι βίωι κατὰ τὴν ἐκείνων δόξαν ἐπόμπευον. ἡμεῖς μὲν οὖν ἐπὶ τοῖς γεγενημένοις εἰκότως ἐσεμνυνόμεθα πάθη καὶ ὁσίας πληγὰς ὑπὲρ Χριστοῦ τοῦ θεοῦ ἡμῶν μετὰ πάσης ἀγαθῆς ἐλπίδος προφέροντες· ἀλλὰ καὶ τὰ οὕτως μεγάλα τῶν ἀδικημάτων μικρὰ νενομικότες ἐπιπέμπουσι κατὰ τὸ
5Νικερτων στρατιὰν ἀγροίκων μείζονα ταύτης, δευτέραν ἔφοδον κατὰ τοῦ εἰρημένου μοναστηρίου ποιούμενοι. οἳ διορύττουσι μέρος τοῦ τειχίου καὶ ὑπεισέρχονται νύκτωρ καὶ τινὰς μὲν κατασφάττουσι, τοὺς δὲ πολλοὺς καταπλήττουσιν, ὑφαρπάσαντες καὶ τὴν μετρίαν τοῦ μοναστηρίου περιουσίαν, ὥστε ἀντὶ μεγάλων ὀδυρμῶν τρόπαια, φησί, κατὰ τῆς εὐσεβείας ἱστᾶν. καὶ οὗτοι μὲν οὖν πολλὰ δεινὰ δεδρακότες, εἰ καὶ μόλις, ἀπεδιώ‐
10χθησαν· κόρος δὲ οὐδεὶς ἦν μιαιφονίας Σεβήρωι τῶι μόνωι τῆς πάσης οἰκουμένης ἐχθρῶι ἤ, τό γε ἀληθέστερον, καὶ τῆς τῶν οὐρανίων θεωρίας. ἀλλ’ ὡς μὴ ἀρκοῦντος, ὡς ἔοικε, μόνου Σεβήρου κατασπιλῶσαι τῆς ὅλης οἰκουμένης τὰ κόσμια, πάλιν καὶ Πέτρος κατὰ τῆς Ἀπαμέων ἐξανίσταται καὶ προβάλλεται, φησί, πρόεδρος, ὃν ἔδει μᾶλλον γράμμασι καὶ συλλαβαῖς παραδίδοσθαι καὶ μὴ ὀνειροπολεῖν ἱερατικῆς μυσταγωγίας θεσπίσματα. ὅθεν
15τὸ ἄλογον τῆς νεότητος θράσος ἐπιπέμπει πολλάκις τῶι εὐαγεῖ μοναστηρίωι τῶν Δωρο‐ θέου, παρασύρων πλῆθος, δημώδη γύναια τούτωι προσαρμόζοντα ὅσωι τὸ τῆς ἀκοσμίας ἐκώμαζεν ἐν αὐταῖς· ἑταῖραι γὰρ ἦσαν καὶ οὐδαμόθεν εὐγενεῖς. καὶ καταπλήττων τοὺς αὐτόθι θεοφιλεῖς μοναχοὺς ἕλκει κατὰ τὴν πόλιν καὶ δεσμωτηρίωι καθείργει καὶ τοῦτο πολ‐ λάκις ποιῶν οὐκ ἐπαύσατο. τίς ἂν ἐφικέσθαι δυνήσεται τῶν ἡγησαμένων ἐν τῶι
20μοναστηρίωι τῶν Ματρώνης κακῶν; ἔτι γὰρ καὶ νῦν ἐμπεπήγασι βέλη τῶν ἑπομένων καὶ προσκαρτερούντων αὐτῶι Ἰσαύρων βοῶντα τοῦ συμβεβηκότος δράματος τὴν ὑπερβολήν, οὔπω τῶν θυρῶν ἐκείνου τοῦ μοναστηρίου ὁ ἀφανισμὸς ἀδακρυτὶ συγχωρεῖ παριέναι τοὺς ὁρῶντας. εἰ δὲ καὶ τὴν μιαιφονίαν ἐξειπεῖν τολμήσομεν εἰς ἣν καταχρώσας πολλάκις τὰς χεῖρας καὶ ὁρῶν τὰ αἵματα τοῖς θυσιαστηρίοις ἀναπιμπλάμενα προσφέρειν ἐθάρρει, ποῖος
25τῶν ὀρθοδόξων Χριστιανῶν οὐκ ἀποκνήσει καὶ λέγειν καὶ σιγῆι μᾶλλον ἀγαπήσει τὰ τοιαῦτα τῶν πραγμάτων ἐπικαλύπτειν; ἀλλ’ εἰ καὶ πάλιν ἐπιμνησθῶμεν τῶν προεληλυ‐ θότων κατὰ τὸ Ὀράγων μοναστήριον, ποῖος ἀρκέσει χάρτης πρὸς ἀφήγησιν τῶν τοσού‐ των πλημμελημάτων; οὐ γὰρ ὤκνησαν ὡς ἐν πολιορκίαι καθελεῖν τὸ μοναστήριον καὶ δίκην αἰχμαλώτων λαβεῖν τοὺς αὐτόθι ψάλλοντας μοναχούς, ἐπειδὴ πρὸς μικρὸν ὀλισθή‐
30σαντες ὕστερον τὸν λόγον τῆς ἀληθείας ἠγάπησαν καὶ τὴν ἐπίγνωσιν τῆς ἡμῶν κοινωνίας ἠσπάσαντο. τὴν ἐν Λαρίσσηι συστᾶσαν μάχην καὶ τὴν ἄφατον Φαύστου μανίαν καὶ ὅσους κατέβαλε βέλεσιν ἀθέσμοις, φέρει καί τινων πεπραγμένων ἡ πίστις, ὥσπερ οὖν καὶ ἐπὶ τῆι τοῦ Νικερτων ἐφόδωι γεγένηται πρᾶξις καὶ οὐδένα τῶν οἰκούντων τὴν ἐπαρχίαν διαλέληθεν. ὅσα δὲ καὶ οἷα διαφόρως κατὰ τὸν σεβάσμιον οἶκον τοῦ καλλινίκου μάρ‐
35τυρος Ἀντωνίνου τετόλμηται, ποία φύσις ἔχουσα λόγον ἀδακρυτὶ διηγήσεται; ὥσπερ107

3

.

108

γὰρ ἐν ἔθει γενόμενος τῆς τῶν μοναχῶν μιαιφονίας καὶ μέγα κέρδος τὸ πᾶσι τοῖς ἀνθρώποις ἀπευκτὸν λογιζόμενος, κατέσφαττε διὰ τῶν ἑπομένων αὐτῶι, ὧν οὐχ ὁσίως ἐστρατήγει, τοὺς ἐπὶ τιμῆι τῆς ἐκεῖσε ἐπιτελουμένης ἑορτῆς ἀθροιζομένους εὐλαβεῖς καὶ ὀρθοδόξους μοναχοὺς οὕτω τε χερσὶν ἡιμαγμέναις τῶι θυσιαστηρίωι παρίστατο. ἀκηκόατε
5παρόντος τοῦ τε μεγαλοπρεπεστάτου τῆς ἐπαρχίας ἄρχοντος καὶ Ἀμελίου τοῦ ἐνδοξο‐ τάτου καὶ Ναρσοῦ τοῦ μεγαλοπρεπεστάτου καὶ ἑτέρων ἐν τέλει τινῶν ὅσας ἀφῆκαν φωνὰς παρόντες οἱ θεοφιλέστατοι πρεσβύτεροι καὶ διάκονοι καὶ ὑποδιάκονοι καὶ τὸ λοιπὸν πλήρωμα τῆς ἐν Ἀπαμείαι καθολικῆς ἐκκλησίας ὡς μετὰ πορνῶν καὶ γυναικῶν ἀθέσμων τὸν βίον ἐπορεύετο καὶ δυσφήμους ἀφῆκε κατὰ τοῦ θείου φωνάς, παροινῶν τὸν σταυρωθέντα Χρι‐
10στόν, γύναια παρασύρων ἐν τῆι θείαι τῶν Χριστιανῶν κολυμβήθραι μηδὲ τοῦ θεσπεσίου βαπτίσματος ἀξιωθέντα καὶ εἰ θελήσομεν ἅπαντα διεξελθεῖν, ἑτέρου μᾶλλον καὶ οὐ μόνον τοῦ παρόντος δεησόμεθα καιροῦ· δι’ ὃ παρέντες τὰ πολλὰ τῶν πλημμεληθέντων Σεβήρωι καὶ Πέτρωι ἀκροθιγῶς, ὡς οἷόν τε ἦν, ὑποψελλίσαντες διεξήλθομεν τὰς κατ’ ἐκείνων ἀληθεῖς κατηγορίας. καλὸν ἂν εἴη μηδὲ τὴν αἰτίαν τῆς κατὰ Ἰουλιανοῦ τοῦ εὐλαβεστάτου
15λύπης παραδραμεῖν. ἐπειδὴ γάρ τινες ἐκινήθησαν λόγοι ἐν τῶι σηκρήτωι τοῦ ἁγίου Στεφάνου ἑορτῆς ἐπιτελουμένης καὶ ἀπεκρίνατο ὁ εἰρημένος εὐλαβέστατος ἀνὴρ καλῶς καὶ ὁσίως πιστεύειν τὸν εὐσεβέστατον ἡμῶν βασιλέα, ἀχθεσθεὶς ὥσπερ καὶ κεντηθεὶς τὴν ψυχὴν ἐπὶ τῆι δικαίαι ταύτηι φωνῆι, ὑπὸ λόγον καὶ κατάκριμα, φησί, τοῦτον πεποίηκε Πέτρος ὁ τῆς ἀληθείας ἐχθρός, ὁ μηδαμόθεν ἔχων εὔλογον λόγον, ἀλλὰ μόνον κατὰ πάντα προπετὴς
20ἄντικρυς κἀνταῦθα μαχόμενος τῶι φιλοχρίστωι καὶ ὀρθοδόξωι λογισμῶι τοῦ τῆς ὅλης μετὰ θεὸν οἰκουμένης δεσπότου. ταῦτα γὰρ ὡς ἐπιμαρτυρεῖται, παρόντος τοῦ μεγαλο‐ πρεπεστάτου τῆς ἐπαρχίας ἄρχοντος καί τινων λαμπρῶν λογάδων τῆς μητροπόλεως πολ‐ λοὶ τῶν τελούντων εἰς τὸν εὐαγῆ κλῆρον τῆς Ἀπαμέων ἐξεδίδασκον, προστιθέντες καὶ ὅσην ἔσωιζεν ἡδυτάτην στοργὴν περὶ Στεφάνην τὴν ἀπὸ σκηνῆς, ἣν ἀναγαγὼν πειθοῖ
25καὶ κολακείαι πολλῆι μοναστηρίωι, φησίν, ἐμβάλλει, κατὰ πάντα καιρὸν ἰδίαι καὶ κατὰ μόνας προσεδρεύων αὐτῆι καὶ τοῦτο καταγώγιον ἀπρεπὲς πάλιν ἑαυτῶι τεχνασάμενος καὶ πρόφασιν ἄσεμνον, ἣν αὐτὸς ἐκάλει διδασκαλίαν εἶναι καὶ παραίνεσιν, ἅπαντας τοὺς προεπισταμένους φενακίζειν οἰόμενος καὶ τῆς ἀληθείας παρακρούεσθαι ὧι ἐπὶ κακῶι τὴν πρὸς ἐκείνην ἠσπάζετο συνουσίαν, ἵνα πάνυ σωφρονέστερον τὸν περὶ τούτου διεξέλθωμεν
30λόγον. δι’ ὃ ἱκετεύομεν καὶ δεόμεθα τῆς ὑμετέρας μακαριότητος ἀφορῶντας εἴς τε τὸν ἀληθῆ λόγον ὧι λατρεύετε καὶ τὸν ἅπαντα χρόνον εὐσεβῶς δουλεύετε, καὶ εἰς τὸν ἀοίδιμον καὶ ὀρθόδοξον σκοπὸν τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως καὶ τῶν μεγίστων ἐξουσιῶν εἶξαι καὶ κατακολουθῆσαι ταῖς καθαραῖς πράξεσι τοῦ μακαριωτάτου πατριάρχου τῆς βασιλίδος καὶ τῆς συνεδρευσάσης αὐτῶι ἁγίας συνόδου καὶ συναινέσαι μὲν τῆι κατὰ Σεβήρου τοῦ
35αἱρεσιάρχου δικαίαι ἐκβολῆι, καθελεῖν δὲ καὶ Πέτρον, ὃν ἐξονομάζοντες εἰκότως ἐγκαλυ‐ πτόμεθα, πειθόμενοι δὲ τῆι ἀνάγκηι λέγομεν καὶ δεόμεθα καθελεῖν τοῦτον καὶ ἔξω καταστῆ‐ σαι θείου χοροῦ καὶ ἱερωσύνης, ἧς αὐτὸς παντελῶς ἀλλότριος γέγονεν ἤδη καὶ νῦν, ἑαυτῶι δὲ μόνον ἀθέσμως περιετίθει τὸ τῆς ἱερωσύνης πρόσχημα. τούτων γὰρ οὕτως ἡγου‐
μένων καὶ ὁ θεὸς εἰσδέξεται τὴν ὑμετέραν καθαρὰν καὶ αὐτῶι φίλην προαίρεσιν καὶ βασιλεὺς108

3

.

109

ὁ μέγας ἐπαινέσει τὸν ὀρθὸν τῆς ὑμῶν δικαιοσύνης λογισμὸν καὶ τὰ παρενοχλήσαντα πάθη τοῖς μέλεσι τῆς ἐκκλησίας ἐκκόψετε ὡς (εἴθε πάλαι καὶ πρόπαλαι) ἴασιν καὶ θεραπείαν ἀποστολικὴν ταῖς ἐκκλησίαις χαριζόμενοι, πρὸς ὁσίαν καὶ ἐναρμόνιον τάξιν συνάγοντες τὴν ἀμώμητον τῶν Χριστιανῶν πίστιν, ἐφ’ ὧι τε δόξαν καὶ ἀδιακόπους ὕμνους ἀσιγήτοις
5φωναῖς ἀνακηρύττεσθαι τῶι δεσπότηι τῶν ὅλων θεῶι ὑπό τε τῶν οὐρανίων δυνάμεων καὶ πάσης ἀνθρωπίνης φύσεως, εἰς ἕνωσιν ἀγαθὴν συνιόντων τῶν δικαίων τῆς καθολικῆς ἐκκλησίας κατὰ τὴν θείαν φωνήν, ἵνα γένηται μία ποίμνη. εἷς ποιμήν, Χριστὸς ὁ θεὸς ἡμῶν. Ὑπογραφαί
10Ἀλέξανδρος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ μακαρίου Μάρωνος ἐπέδωκα τοὺς προκειμένους λιβέλλους ὑπογράψας χειρὶ ἐμῆι: — Συμεὼν ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ μακαρίου Ἀγαπη‐ τοῦ ἐπέδωκα τοὺς προκειμένους λιβέλλους ὑπογράψας χειρὶ ἐμῆι: — Προκόπιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ μακαρίου Θεο‐
15δοσίου ἐπέδωκα τοὺς προκειμένους λιβέλλους ὑπογράψας χειρὶ ἐμῆι: — Εὐγένιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ μακαρίου Ἡσυχίου ὁμοίως ὑπέγραψα: — Παλλάδιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ μακαρίου Οὐαλεν‐ τίνου τοῦ ἐν τῶι Καπριόλης ὁμοίως ὑπέγραψα: —
20Στέφανος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ ὁσίου Θεοδώρου τοῦ ἐν τῶι Βασαλα ὁμοίως ὑπέγραψα: — Ἰωάννης πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ μακαρίου Βηλίου ὁμοίως ὑπέγραψα: — Μάρας πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ μακαρίου Βασιλείου ὁμοίως
25ὑπέγραψα: Μουσίλιος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ μακαρίου Βαρσαβᾶ ὁμοίως ὑπέγραψα: — Σέργιος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ μακαρίου Θαλασσίου ὁμοίως: — Τιμόθεος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ μακαρίου Γαιανοῦ ὁμοίως
30ὑπέγραψα: — Συμεώνης διάκονος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ μακαρίου Εὐγραφίου ὁμοίως ὑπέγραψα: — Ἰουλιανὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ Παπούλης ὁμοίως ὑπέγραψα: —
35Δωρόθεος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ μακαρίου Κυρίλλου ὁμοίως ὑπέγραψα: — Ῥωμύλος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ μακαρίου Ἰακώβου ὁμοίως
ὑπέγραψα: —109

3

.

110

Θωμᾶς πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ μακαρίου Ἰωάννου ὁμοίως ὑπέγραψα: — Καιουμᾶς διάκονος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ μακαρίου Παύλου ὁμοίως ὑπέγραψα: —
5Σαμουήλιος διάκονος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ μακαρίου Ἰσαακίου ὁμοίως ὑπέγραψα: — Εἰσὶ δὲ καὶ τῆι τῶν Σύρων γλώττηι πολλαὶ καὶ ἄπειροι μοναχῶν ὑπογραφαί. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Ἡ συμπαροῦσα ἡμῖν ἁγία σύνοδος ἣν ἐπὶ τοῖς πεπραγμένοις τε καὶ ἀνεγνωσμένοις ἔχει γνώμην, εἰπάτω.
10 Καὶ ἀνέγνω φωνὴν ὁ θεοσεβέστατος ἀναγνώστης καὶ σεκουνδοκήριος νοταρίων τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης ἔχουσαν οὕτως *** Χριστόδωρος ὁ θεοσεβέστατος νοτάριος καὶ διάκονος καὶ σηκρητάριος τὴν ἑρμηνείαν ἀνέγνω οὕτως Οἱ ἁγιώτατοι ἐπίσκοποι τῶν μερῶν Ἰταλίας καὶ οἱ σεβασμιώτατοι διάκονοι τῆς
15ἀποστολικῆς καθέδρας εἶπον· Πάλαι ἔγνωσται τοῖς ὅροις τοῦ ἀποστολικοῦ ἡγεμόνος Ὁρ‐ μίσδου Σεβῆρον καὶ Πέτρον ἤτοι τοὺς τούτοις συμπλεκομένους καὶ ἀκολούθους αὐτῶν ὑπὲρ τῆς σαφοῦς ἑαυτῶν πλάνης κατακεκρίσθαι. οὕστινας καὶ ἡμεῖς ἀκολουθοῦντες τοῖς τῆς ἀποστολικῆς καθέδρας διὰ πάντων θεσπίσμασιν ἐν τῶι τόπωι ἤτοι τῶι ἀριθμῶι τῶν κατα‐ κρίτων ἔχεσθαι ὁμολογοῦμεν, ἀλλὰ καὶ τοῦ προλεχθέντος Σεβήρου τὰ ἀσεβῆ συγγράμματα
20ἐν οἷς τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου τοὺς ὅρους καὶ τοῦ τῆς μακαρίας μνήμης πάπα Λέ‐ οντος τὰς ἐπιστολὰς βλασφήμωι στόματι ἀναθεματίσαι ἐτόλμησεν, οὐ μὴν ἀλλὰ καὶ Ζω‐ όραν καὶ πάντας τοὺς τῆι αὐτῶν κοινωνίαι ἤτοι πλάνηι ἐμμένοντας τῆς αὐτῆς ἀποφάσεως ἡ αὐστηρία ἤτοι τοῦ ἀναθέματος οἱ δεσμοὶ καθέξουσιν. Ψῆφος τῆς ἐνδημούσης συνόδου κατὰ Σεβήρου καὶ Πέτρου
25 Ἡ ἐνδημοῦσα ἁγία σύνοδος εἶπεν· Εἰ καί τι νεώτερον ἦν τὸ παρὰ τῶν εὐλαβε‐ στάτων ἡγουμένων τῶν εὐαγῶν μοναστηρίων αἰτηθὲν ὡς ὑπὲρ τῶν ἁγιωτάτων ἐκκλησιῶν προτεινόμενον, προσδέξασθαι πάντως ἡμᾶς ἔδει καὶ τῶι θεοφιλεῖ αὐτῶν κοινωνῆσαί τε καὶ ἐπαγωνίσασθαι ζήλωι· νῦν δὲ καὶ προεξειργασμένον ἤδη τοῦτο κατὰ λόγον ὀρθὸν ὁρῶ‐ μεν ὑπὸ τῶν μακαριωτάτων ἡμῶν πατέρων καὶ ἀδελφῶν, ὥστε καὶ ἐγκλήματος εἶναι με‐
30γίστου τὸ μὴ τούτοις ἐξακολουθεῖν τοῖς οὐ μικροὺς ἱδρῶτας ἐσχηκόσιν ὑπὲρ τῆς κοινῆς
τῶν ἁγιωτάτων ἐκκλησιῶν εἰρήνης καὶ ἐν τοῖς μεγάλοις καὶ πατριαρχικοῖς διαλάμψασι110

3

.

111

θρόνοις. ἐκ πάντων τοίνυν τῶν ἀνεγνωσμένων εὕρομεν Σεβῆρον καὶ Πέτρον πάσης ἐκ‐ κλησίας καθολικῆς ἀλλὰ καὶ αὐτῆς τῆς ὀρθοδόξου πίστεως ἀποστάτας καὶ ἀποτετμη‐ μένους καὶ τῶν μὲν ἁπλουστέρων ψυχῶν ἐπιβούλους, τῶν δὲ ἀσεβῶν αἱρετικῶν συνεργοὺς οἷα ταῖς αὐτῶν ποικίλαις ὑπαγομένων πλάναις. ἀλλὰ καὶ τοὺς ἱεροὺς τῶν ἁγίων
5ἡμῶν πατέρων θεσμοὺς παρ’ οὐδὲν ἡγήσαντο, τὰ τούτοις ἀπηγορευμένα ῥιψοκινδύνως ποιεῖν τολμήσαντες καὶ διὰ ταῦτα ταῖς ἀνεγνωσμέναις ὑποπεσόντες ἱερατικαῖς ψήφοις. δι’ ὃ καὶ ἡμεῖς ἀκολουθοῦντες αὐταῖς τοὺς εἰρημένους Σεβῆρον καὶ Πέτρον μηδὲ τοῖς ὑπὸ τοσούτων ἁγίων γενομένοις κατ’ αὐτῶν αἰωνίοις κατακρίμασί τε καὶ ἀναθέμασιν ὑποστα‐ λέντας ἢ μετριωτέρους γοῦν κατά τι γενομένους, τοὐναντίον δὲ καὶ ἐπαυξήσαντας τὴν
10ἑαυτῶν θρασύτητα κατὰ πασῶν τῶν ἁγιωτάτων ἐκκλησιῶν καὶ θορύβων τὸ ἐπ’ αὐτοῖς πληρώσαντας αὐτὰς καὶ τῶν ἰδίων πόνων τοὺς καρπούς, ὥς φησιν ἡ θεία γραφή, δρεψα‐ μένους ἐν τῆι τάξει γενομένους ἔχομεν ὧν ἠγάπησαν αἱρετικῶν, καὶ ἅπερ ἐσπούδασαν ἐφ’ ὕβρει μὲν τῶν ἁγιωτάτων ἡμῶν πατέρων, ἀνατροπῆι δὲ τῶν πιστῶν ἐφευρεῖν ἀνα‐ θέματα, ταῦτα ἔχοντας αὐτοὺς κατὰ τῆς ἑαυτῶν κεφαλῆς, πορευομένους, ὡς ὁ προφήτης φη‐
15σί, τῶι φωτὶ τοῦ πυρὸς αὐτῶν καὶ τῆι φλογὶ ἧι ἐξέκαυσαν, κἀν τούτωι ἐξακολουθούντων ἡμῶν τοῖς μνημονευθεῖσιν ἁγίοις πατράσι καὶ διὰ τῆσδε ἡμῶν τῆς μετρίας κατ’ αὐτῶν ἀποφάσεως ἀναθεματιζόντων τοὺς αὐτοὺς Σεβῆρον καὶ Πέτρον, ὧν ὃ μὲν τὸν τῆς Θεουπολι‐ τῶν, ὃ δὲ τὸν τῆς Ἀπαμέων ἀθέσμως ὑφήρπασαν θρόνον, ὥστε τοὺς εἰς Χριστὸν ἠλπικότας καὶ τῆς καθολικῆς ἐκκλησίας τυγχάνοντας τοῦτο εἰδότας μὴ περιπίπτειν αὐτοῖς ἀγνοίαι
20τῶν κατ’ αὐτῶν κανονικῶς ὁρισθέντων, ἀλλ’ εἰδέναι κατὰ τὴν εὐαγγελικήν τε καὶ ἀποστο‐ λικὴν ὑφήγησιν ὅτι αἱρετικὸν ἄνδρα μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραι‐ τεῖσθαι χρὴ καὶ ὅτι χαίρειν οὐ δεῖ τῶι τοιούτωι λέγειν· ὁ γὰρ λέγων αὐτῶι χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς. δῆλον δὲ ὅτι τῆς αὐτῆς εἰσι κατα‐ κρίσεως Ζωόρας τε ὁ δυσσεβέστατος καὶ πάντες οἱ τοῖς εὐσεβέσι θυσιαστηρίοις τε καὶ
25βαπτιστηρίοις ἀνθιστῶντες τὰς αἱρετικὰς ἑαυτῶν παρασυνάξεις καὶ παραβαπτίσματα. καὶ τὰ ἀσεβῆ συγγράμματα τοῦ εἰρημένου Σεβήρου τὸν ὅμοιον ἀναθεματίζομεν τρόπον· ἐν ἴσωι γάρ, ὥς φησιν ἡ θεία γραφή, μισητὰ τῶι θεῶι καὶ ὁ ἀσεβῶν καὶ ἡ ἀσέβεια αὐτο. Ψῆφος Μηνᾶ πατριάρχου κατὰ Σεβήρου Πέτρου καὶ Ζωόρα
30 Ὁ ἁγιώτατος καὶ μακαριώτατος οἰκουμενικὸς ἀρχιεπίσκοπος καὶ πατριάρχης Μηνᾶς εἶπεν· Ἰωάννου τοῦ θεσπεσίου ἀποστόλου καὶ μαθητοῦ τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ λέγοντος τινὰς ἁμαρτίας εἶναι μὴ πρὸς θάνατον, τινὰς δὲ καὶ πρὸς θάνατον, καὶ διδάσκοντος ἡμᾶς διὰ ταύτης τῆς ἀποφάσεως τὰς εἰς θεὸν διὰ τῶν αἱρετικῶν δοξῶν ἀποφεύγειν βλασφημίας ὡς δὴ πρὸς θάνατον ἀγούσας, φαίνονται Σεβῆρος καὶ
35Πέτρος αὐθαιρέτως ἑλόμενοι τὰς πρὸς θάνατον ἁμαρτίας. δέον γὰρ τὴν ἀρχὴν πλανη‐
θέντας καὶ δόξαις αἱρετικαῖς ὑπαχθέντας καὶ διὰ τοῦτο παρὰ τῆς καθολικῆς καὶ ἀποστολι‐111

3

.

112

κῆς ἁγίας ἐκκλησίας καὶ πάντων τῶν ἐν αὐτῆι ἀρχιερατεύειν λαχόντων τὸ κατάκριμα ἑαυτοῖς ἐπαγαγόντας σωφρόνως ἐνεγκεῖν τὴν τιμωρίαν καὶ πρόφασιν μετανοίας ἀλλὰ μὴ ἀπογνώσεως ταύτην ὑπολαβεῖν, οἳ δὲ τοιοῦτον μὲν οὐδὲν φαίνονται διαπεπραγμένοι οὐδέ τινα παρ’ ὅλον τὸν χρόνον μεταγνώσεως ἔνδειξιν ποιησάμενοι, ἀλλ’ ὡς πρὸς αὐτὸν τὸν θεὸν
5ἀπαυθαδιαζόμενοι ἐνέμειναν ταῖς οἰκείαις ἀσεβείαις, μικρὸν ἡγησάμενοι τὸ μέχρις αὐτῶν στῆσαι τὴν ἀπώλειαν, εἰ μὴ καὶ τοὺς ἄλλους ἅπαντας ὅσους ἂν γένοιντο δυνατοί, προσα‐ πολέσαιεν, ἔργον ἐπιτηδεύσαντες μόνου τοῦ ἀρχηγοῦ τῆς κακίας καὶ εὑρετοῦ ἄξιον, ὃς τὴν οἰκείαν ἀπόπτωσιν κοινὴν ἁπάντων ἀνθρώπων ἀπώλειαν ἠβουλήθη τε καὶ μέχρι νῦν βούλεται καταστῆσαι. οὔκουν ἐπαύσαντο διδασκαλίαις ἐγγράφοις τε καὶ ἀγράφοις
10χρώμενοι οὐ μόνον ἐν αἷς ἐτύγχανον διατρίβοντες πόλεσιν, ἀλλὰ καὶ κατὰ τὰς πόρρω διεστώσας, καὶ τὰς τῶν ἁπλουστέρων ψυχὰς δελεάζοντες καὶ κοινωνοὺς ποιούμενοι τῆς ἰδίας ἀπωλείας, μηδὲ τὸ κρίμα τοῦ θεοῦ κατὰ νοῦν λαβόντες μηδὲ τὴν κυριακὴν ἀπό‐ φασιν διαρρήδην βοῶσαν ὃς ἐὰν σκανδαλίσηι ἕνα τῶν μικρῶν τούτων [τῶν ἐλα‐ χίστων], ἔνοχος ἔσται τῆι γεέννηι τοῦ πυρός. κατεπάτησαν δὲ πρὸς τούτοις καὶ τοὺς
15εὐαγεῖς κανόνας, οἳ σαφῶς διαγορεύουσι τὸν ἔν τινι συνόδωι κατακεκριμένον μηδέ τινι τρόπωι δύνασθαι λειτουργίας ἱερατικῆς ἀντιλαμβάνεσθαι, μέχρις ἂν ἐξέτασις ἐπ’ αὐτῶι γενομένη ὑφ’ ἑτέρας συνόδου ἀθῶιον αὐτὸν ἀποδείξηι· εἰ δέ τις τολμήσει ἱερατικόν τι πρᾶξαι κατὰ τὸν ἐν μέσωι χρόνον πρὸ τῆς ἐν ἑτέραι συνόδωι ἀποκατα‐ στάσεως, τοῦτον μηδὲ ὕστερον ἐν ἄλληι συνόδωι ἐλπίδα τινὰ ἔχειν ἀποκαταστάσεως.
20ἀλλὰ τούτων πάντων ὑπεριδόντες οἱ προειρημένοι Σεβῆρος τε καὶ Πέτρος καὶ οἱ τούτων κοινωνοὶ καὶ μέτοχοι, (ὧν ἐστι Ζωόρας τις μοναχὸς ἐκ τῆς Σύρων ὁρμώμενος, ἄνθρωπος οὐδὲ νοῆσαι ποτέ τι τῶν ἱερῶν οὐδὲ μὴν πρᾶξαι κατὰ λόγον δυνάμενος, οὐχ ὅτι γε καὶ ἄλλοις ἀγαθοῦ τινος μεταδοῦναι, ἀλλ’ ἁπλῶς οὕτω τὴν ὑπόκρισιν ὥσπερ τι δέλεαρ ταῖς τῶν ἐντυγχανόντων ψυχαῖς προτεινόμενος, μᾶλλον δέ, ἀληθέστερον εἰπεῖν, ὑπόθεσιν
25πλεονεξίας ποιούμενος) καταφρονήσαντες μὲν τῆς ἐν τῆι Ῥωμαίων ἁγιωτάτηι ἐκκλησίαι τῶν ἀποστόλων διαδοχῆς τὴν κατ’ αὐτῶν ἀπόφασιν ποιησαμένης, παρ’ οὐδὲν δὲ λογι‐ σάμενοι καὶ τὸν τῆσδε τῆς βασιλευούσης πατριαρχικὸν θρόνον καὶ πᾶσαν τὴν ὑπ’ αὐτὸν ἁγίαν σύνοδον τήν τε αὐτοῦ τοῦ δεσπότου καὶ σωτῆρος τῶν ὅλων ἐν τοῖς ἁγίοις τόποις ἀποστολικὴν διαδοχὴν καὶ πρὸς πᾶσι τούτοις τὴν πάσης τῆς Ἀνατολικῆς διοικήσεως
30κατ’ αὐτῶν ψῆφον γεγενημένην, τὸ δὴ λεγόμενον, ἀνίπτοις χερσὶ τὰ ἅγια μεταχειρι‐ σάμενοι καὶ καθάπερ δή τινες χοῖροι τοὺς μαργαρίτας πατήσαντες, λέγω δὴ τὰς εὐαγγελικάς τε καὶ πατρικὰς ἀποφάσεις, οὐκ ἐπαύσαντο μέχρι καὶ τήμερον παντοίως λυμαινόμενοι τῆι καταστάσει καὶ εἰρήνηι τῶν ἁγιωτάτων ἐκκλησιῶν, αὐτοὶ μὲν λαθραίως τὰ τοῖς κανόσιν ἀπηγορευμένα διαπραττόμενοι, ἄλλους δὲ πολλοὺς τῶν πειθομένων τῆι ἀθέσμωι
35αὐτῶν διδασκαλίαι παρασκευάζοντες συνάξεις τε καὶ βαπτίσματα κατ’ οἴκους καὶ μο‐ ναστήρια ποιεῖν ἀκανονίστως καὶ τῆς μυσαρᾶς αὐτῶν πολλοῖς τῶν ὑπ’ αὐτῶν διεστραμ‐
μένων μεταδιδόναι κοινωνίας, ἀνθρώπους μηδὲ τὴν σχήματι, οὐδὲ γὰρ πράγματι φαμέν,112

3

.

113

παρ’ αὐτῶν διδομένην τοῖς ὁμοίως αὐτοῖς διεστραμμένοις χειροτονίαν ἐσχηκότας, ὥστε διὰ ταῦτα μὴ μόνον τὸ ἀρχῆθεν παρὰ τῶν πατέρων ἡμῶν ἐπιτεθὲν οἷον ἐρριζωθῆναι ἀνάθεμα, ἀλλὰ καὶ ἐξ ἡμετέρας ἀποφάσεως, μᾶλλον δὲ τῆς τῶν κανόνων αὐθεντίας τὴν ἐλπίδα τῆς ἀποκαταστάσεως αὐτοῖς ἀναιρεθῆναι καὶ τοῦτο μανθάνοντας τοὺς τῆς κα‐
5θολικῆς καὶ ἁγίας ἐκκλησίας τροφίμους ἀποφεύγειν τὴν ἐκείνων πλάνην τε καὶ κακο‐ δοξίαν. διὰ ταῦτα τοιγαροῦν ταῖς τῶν ἁγίων ἡμῶν πατέρων ἑπόμενοι ψήφοις καὶ τοῖς εὐαγγελικοῖς τε καὶ πατρικοῖς ἀκολουθοῦντες θεσμοῖς, ἀποδεχόμενοι δὲ καὶ τοὺς ὁσιωτάτους ἀδελφοὺς καὶ συλλειτουργούς, τῆς παρ’ αὐτῶν ἐξενεχθείσης ἀποφάσεως κατὰ τῶν εἰρημένων Σεβήρου καὶ Πέτρου καὶ Ζωόρα καὶ τῶν ἄλλων ὅσοι κοινωνοῦσιν αὐτοῖς
10τῆς ἀσεβείας, καὶ τῶν συμπλεκομένων ταῖς ἐκείνων ἀνοσιουργίαις καὶ ἡμεῖς διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν, ὥσπερ τινὰς λύκους βαρεῖς ἐπερ‐ χομένους τῆι ποίμνηι τοῦ Χριστοῦ ἀπελαύνοντες, σύμψηφοι γινόμεθα τοῖς ὁσιωτάτοις ἡμῶν ἀδελφοῖς καὶ συλλειτουργοῖς καὶ τοὺς πολλάκις πρότερον ὀνομασθέντας Σεβῆρον καὶ Πέτρον τῶι ὁμοίωι τιτρώσκομεν ἀναθέματι, οὐκ αὐτοὺς δὲ μόνον, ἀλλὰ καὶ Ζωόραν
15καὶ τοὺς ἄλλους τοὺς παρασυνάξεις καὶ παραβαπτίσματα ποιοῦντας καὶ πάντα τὰ παρ’ αὐτῶν συγγεγραμμένα, οἷα τοῦ ἀρχεκάκου δράκοντος ἰὸν ἐν ἑαυτοῖς διασώιζοντα καὶ τοῦτον ταῖς τῶν ἁπλουστέρων ψυχαῖς ἐνιέντα. α Μηνᾶς ἐλέει θεοῦ ἐπίσκοπος Κωνσταντινουπόλεως Ῥώμης ὁρίσας ὑπεσημηνάμην: β EGO SABINVS EPISCOP(VS) SANCTAE ECCLESIAE CANVSINAE HVIC SYNODO SEQVENS DE‐
20FINITIONEM SANCTAE RECORDATIONIS PAPAE ORMISDAE ANATHEMATIZANS ATQVE CON‐ DEMNANS SEVERVM ET EIVS IMPIA SCRIPTA ET PETRVM QVONDAM APAMENVM SED ET CONPLICES EORVM ATQVE SEQVACES NEC NON ET ZOARAM VEL COMMVNICATORES EORVM ET IN EODEM ERRORE PERMANENTES SVBSCRIPSI: — g EGO EPIPHANIVS EPISCOPVS SANCTAE ECCLESIAE ECLANAE καὶ τὰ λοιπὰ ὁμοίως διὰ
25Ῥωμαίων γραμμάτων: — δ EGO ASTERIVS EPISCP’ SANCTAE ECCLESIAE SALERNITANAE καὶ τὰ λοιπὰ ὁμοίως διὰ Ῥωμαίων γραμμάτων: — ε IN NOMINE DOM’ IHESV CHRISTI LEO EPISCOP’ ECCLESIAE NOLANAE καὶ τὰ ἑξῆς τῆς ὑπογραφῆς ὁμοίως διὰ Ῥωμαικῶν γραμμάτων: —
30ϛ EGO RVSTICVS EPISCOP’ SANCTAE ECCLESIAE FAESVLANAE καὶ τὰ λοιπὰ ὁμοίως δι’ ἴσων γραμμάτων: — ζ THEOPHANES DIACON’ SANCTAE ECCLESIAE ROMANAE καὶ τὰ λοιπὰ ὡσαύτως διὰ τῶν αὐτῶν γραμμάτων: —
η PELAGIVS DIACON’ SANCTAE ECCLESIAE ROMANAE καὶ τὰ λοιπὰ ὁμοίως: —113

3

.

114

θ Ὑπάτιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ἐφεσίων μητροπόλεως τῆς Ἀσιανῶν ἐπαρχίας ὁρίσας ὑπεσημηνάμην: — ι Κωνσταντῖνος ἐλέει θεοῦ ἐπίσκοπος τῆς κατὰ Ἡράκλειαν τὴν φιλόχριστον μητρό‐ πολιν τῆς Εὐρωπαίων ἐπαρχίας ἁγίας τοῦ θεοῦ καθολικῆς καὶ ἀποστολικῆς
5ἐκκλησίας ὁρίσας ὑπεσημηνάμην: — ια Εὐσέβιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς κατὰ Κύζικον τὴν μητρόπολιν ἁγιωτάτης ἐκκλησίας τῆς Ἑλλησποντίων ἐπαρχίας ὁρίσας ὑπεσημηνάμην: — ιβ Θαλάσσιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Νικομηδέων μητροπόλεως τῆς Βιθυνῶν ἐπαρχίας ὁρίσας ὑπεσημηνάμην: —
10ιγ Ἀναστάσιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Νικαέων μητροπόλεως τῆς Βιθυνῶν ἐπαρχίας διὰ τῆς ἀναγνώσεως τοῖς πεπραγμένοις ἐπιστὰς καὶ ἀναθεματίζων Σεβῆρον καὶ τὰ αὐτοῦ ἀσεβῆ συγγράμματα καὶ Πέτρον τὸν ποτὲ Ἀπαμείας καὶ Ζωόραν καὶ τοὺς κοινωνικοὺς αὐτῶν καὶ τοὺς ἐν τῆι αὐτῶν πλάνηι ἐπιμένοντας ὁρίσας ὑπ‐ εσημηνάμην: —
15ιδ Φωτεινὸς κατὰ φιλανθρωπίαν θεοῦ ἐπίσκοπος τῆς Χαλκηδονίων λαμπρᾶς μητρο‐ πόλεως ὁρίσας ὑπεσημηνάμην: — ιε Αὐξέντιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Σεβαστιανῶν μητροπόλεως τῆς πρώτης Ἀρμενίων ἐπαρχίας διὰ τῆς ἀναγνώσεως τοῖς πεπραγμένοις ἐπιστὰς σύμψηφος γενόμενος ἐν πᾶσι τοῖς ὁρισθεῖσιν ὑπεσημηνάμην: —
20ιϛ Θεόδουλος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ἰκονιέων μητροπόλεως διὰ τῆς ἀναγνώσεως τοῖς πεπραγμένοις ἐπιστὰς σύμψηφος γενόμενος ἐν πᾶσι τοῖς ὁρισθεῖσιν ὑπεση‐ μηνάμην: — ιζ Θεαγένης ἐλέει θεοῦ ἐπίσκοπος τῆς Συναδέων μητροπόλεως ὁρίσας ὑπεσημη‐ νάμην: —
25ιη Βάκχος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ἀντιοχέων λαμπρᾶς μητροπόλεως τῆς Πισιδῶν ἐπαρχίας ὁρίσας ὑπεσημηνάμην: — ιθ Μάμας ἐλέει θεοῦ ἐπίσκοπος τῆς Μελιτηνῶν ἁγιωτάτης ἐκκλησίαις ἀναγνοὺς ἅπαντα τὰ πεπραγμένα καὶ σύμψηφος γενόμενος ἐπὶ πᾶσιν ὑπέγραψα: — κ Ἱλαριανὸς ἐλέει θεοῦ ἐπίσκοπος τῆς Περγαίων μητροπόλεως ἁγίας τοῦ θεοῦ
30ἐκκλησίας ὁρίσας ὑπεσημηνάμην: — κα Βοσπόριος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Νεοκαισαρέων μητροπόλεως ὁρίσας ὑπεση‐ μηνάμην: — κβ Παῦλος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Τυανέων μητροπόλεως ὁρίσας ὑπεσημηνάμην: — κγ Ἀκάκιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Πισιν〈ουντ〉ίων ἢ γοῦν Ἰουστινιανουπολιτῶν
35μητροπόλεως ὁρίσας ὑπεσημηνάμην: —114

3

.

115

κδ Κόνων ἐλέει θεοῦ ἐπίσκοπος τῆς Σιδητῶν μητροπόλεως διὰ τῆς ἀναγνώσεως τοῖς πεπραγμένοις ἐπιστὰς ὁρίσας ὑπεσημηνάμην: — κε Ἐπίκτητος ἐλέει θεοῦ ἐπίσκοπος τῆς κατὰ Κλαυδιούπολιν τὴν μητρόπολιν ἁγιω‐ τάτης ἐκκλησίας ὁρίσας ὑπεσημηνάμην: —
5κϛ Προκόπιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Γαγγρηνῶν μητροπόλεως διὰ τῆς ἀνα‐ γνώσεως τοῖς πεπραγμένοις ἐπιστὰς σύμψηφος γενόμενος ἐν πᾶσι τοῖς ὁρισθεῖσιν ὑπεσημηνάμην: — κζ Πέτρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ἰουστινιανιτῶν μητροπόλεως τῆς δευτέρας Καππαδοκῶν ἐπαρχίας ὁρίσας ὑπεσημηνάμην: —
10κη Μάρκος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ἀπαμέων πόλεως τῆς Βιθυνῶν ἐπαρχίας ὁρίσας ὑπεσημηνάμην: — κθ Ἥδιστος ἐλέει θεοῦ ἐπίσκοπος τῆς κατὰ Κίον τὴν μητροπόλιν ἁγιωτάτης ἐκκλη‐ σίας ὁρίσας ὑπεσημηνάμην: — λ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος Βοσπόρου ὁρίσας ὑπεσημηνάμην: —
15λα Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος Γορτύνης, ἣ μητρόπολίς ἐστι τῆς Κρητῶν ἐπαρχίας, διὰ τῆς ἀναγνώσεως τοῖς πεπραγμένοις ἐπιστὰς καὶ ἀναθεματίζων Σεβῆρον καὶ τὰ αὐτοῦ ἀσεβῆ συγγράμματα καὶ Πέτρον τὸν ποτὲ Ἀπαμείας καὶ Ζωόραν καὶ τοὺς κοινωνικοὺς αὐτῶν καὶ τοὺς ἐν τῆι πλάνηι αὐτῶν ἐπιμένοντας ὁρίσας ὑπεση‐ μηνάμην: —
20λβ Ὑάκινθος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Μιλησίων μητροπόλεως διὰ τῆς ἀναγνώσεως τοῖς πεπραγμένοις ἐπιστὰς σύμψηφος γενόμενος ἐν πᾶσι τοῖς ὁρισθεῖσιν ὑπεση‐ μηνάμην: — λγ Θαλάσσιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Βηρυτίων φιλοχρίστου μητροπόλεως ἀνα‐ θεματίσας Σεβῆρον καὶ τὰ αὐτοῦ ἀσεβῆ συγγράμματα, Πέτρον τὸν ποτὲ Ἀπαμείας
25καὶ Ζωόραν καὶ τοὺς κοινωνοὺς αὐτῶν καὶ τοὺς ἐν τῆι αὐτῶν πλάνηι ἐπιμένοντας ὑπεσημηνάμην: — λδ Μέγας ἐλέει θεοῦ ἐπίσκοπος τῆς Βεροιαίων φιλοχρίστου πόλεως τῆς πρώτης Σύρων ἐπαρχίας ὁρίσας ὑπεσημηνάμην: — λε Αἰθέριος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Μαριαμμιτῶν φιλοχρίστου πόλεως τῆς δευτέρας
30Σύρων ἐπαρχίας ὁρίσας ὑπεσημηνάμην: — λϛ Δομετιανὸς ἐλέει θεοῦ ἐπίσκοπος τοῦ ἔθνους τῶν Ζικχῶν ὁρίσας ὑπεσημηνάμην: — λζ Καλλόας ἐλέει θεοῦ ἐπίσκοπος τῆς κατὰ Σμύρναν ἁγίας τοῦ θεοῦ ἐκκλησίας ὁρίσας
ὑπεσημηνάμην: —115

3

.

116

λη Ἀρχέλαος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Κωρυκεωτῶν πόλεως ὁρίσας ὑπεσημηνάμην: — λθ Χριστοφόρος ἐλέει θεοῦ ἐπίσκοπος Πορφυρεῶνος ἐπαρχίας Φοινίκης παράλου ἀναθεματίζων Σεβῆρον καὶ τὰ αὐτοῦ ἀσεβῆ συγγράμματα, Πέτρον τὸν ποτὲ Ἀπαμείας καὶ Ζωόραν καὶ τοὺς κοινωνοὺς αὐτῶν καὶ τοὺς ἐν τῆι αὐτῶν πλάνηι
5ἐπιμένοντας ὁρίσας ὑπεσημηνάμην: — μ μα ἔχει καὶ δύο Σύρων ὑπογραφάς: — μβ Ἀλέξανδρος ἐλέει θεοῦ ἐπίσκοπος Βαρκουσῶν ἤτοι Ἰουστινιανουπόλεως ἀνα‐ θεματίζων Σεβῆρον καὶ τὰ αὐτοῦ ἀσεβῆ συγγράμματα, Πέτρον τὸν ποτὲ Ἀπα‐ μείας καὶ Ζωόραν καὶ τοὺς κοινωνοὺς αὐτῶν καὶ τοὺς ἐν τῆι αὐτῶν πλάνηι ἐπι‐
10μένοντας ὁρίσας ὑπεσημηνάμην: — μγ Εὐστάθιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Τιβεριουπολιτῶν πόλεως ὁρίσας ὑπεσημη‐ νάμην: — μδ Ἀναστάσιος ἐλέει θεοῦ ἐπίσκοπος νήσου Ἰωτάβης ὁρίσας ὑπεσημηνάμην: — με Δόμνος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Μαξιμιανουπολιτῶν πόλεως ὁρίσας ὑπεσημη‐
15νάμην: — μϛ Πελάγιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Παρνασέων πόλεως ὁρίσας ὑπεσημηνάμην: — μζ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος 〈Ζωόρων〉 τῆς τρίτης Παλαιστίνης ἐπαρχίας ὁρίσας ὑπέγραψα: — μη Ἐπιφάνιος ἐλέει θεοῦ ἐπίσκοπος Ἡρακλείας ὁρίσας ὑπέγραψα: —
20μθ Ἁβράμιος ἐλέει θεοῦ ἐπίσκοπος Κρατίας ὁρίσας ὑπέγραψα: — ν Ἀλέξανδρος 〈ἐλέει θεοῦ〉 ἐπίσκοπος τῆς Κολωνέων πόλεως ὁρίσας ὑπέγραψα: — να Εὐγένιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς κατὰ Τίον ἁγίας τοῦ θεοῦ ἐκκλησίας ὁρίσας ὑπέγραψα: — νβ Ἐπιτύγχανος ἐλέει θεοῦ ἐπίσκοπος τῆς κατὰ Γέρμην ἁγίας τοῦ θεοῦ ἐκκλησίας
25ὁρίσας ὑπέγραψα: — νγ Ἀνδρέας ἐλέει θεοῦ ἐπίσκοπος τῆς Πανιτῶν ἤτοι Θεοδοσιουπολιτῶν ἐκκλησίας ὁρίσας ὑπέγραψα: — νδ Εὐσέβιος ἐλέει θεοῦ ἐπίσκοπος Παλαιᾶς πόλεως ἁγίας τοῦ θεοῦ ἐκκλησίας ὁρίσας ὑπέγραψα: —
30νε Ἀστέριος ἐλέει θεοῦ ἐπίσκοπος τῆς κατὰ Ἄμαστριν ἁγιωτάτης ἐκκλησίας ὁρίσας ὑπέγραψα: — νϛ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Γορδηνῶν πόλεως ὁρίσας ὑπέγραψα: — νζ Ματθίας ἐλέει θεοῦ ἐπίσκοπος τῆς ἐν Κύμηι ἁγίας τοῦ θεοῦ ἐκκλησίας ἀναθεματίζων Σεβῆρον καὶ τὰ αὐτοῦ ἀσεβῆ συγγράμματα, Πέτρον τὸν ποτὲ Ἀπαμείας καὶ
35Ζωόραν καὶ τοὺς κοινωνικοὺς αὐτῶν καὶ τοὺς ἐν τῆι αὐτῶν πλάνηι ἐπιμένοντας
ὁρίσας ὑπέγραψα: —116

3

.

117

νη Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς κατὰ Ποδάλειαν τὴν πόλιν ἁγίας τοῦ θεοῦ ἐκκλησίας διὰ τῆς ἀναγνώσεως τοῖς πεπραγμένοις ἐπιστὰς ὁρίσας ὑπέγραψα: — νθ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς κατὰ Μιδάειον ἁγιωτάτης ἐκκλησίας ἀνα‐ θεματίζων Σεβῆρον καὶ τὰ αὐτοῦ ἀσεβῆ συγγράμματα, Πέτρον τὸν ποτὲ Ἀπα‐
5μείας καὶ Ζωόραν καὶ τοὺς κοινωνικοὺς αὐτῶν καὶ τοὺς ἐν τῆι αὐτῶν πλάνηι ἐπιμένοντας ὁρίσας ὑπέγραψα: — ξ Παῦλος ἐλέει θεοῦ ἐπίσκοπος πόλεως Στεκτορίου ὁρίσας ὑπέγραψα: — ξα Ἀνδρέας ἐλέει θεοῦ ἐπίσκοπος τῆς Πελτηνῶν πόλεως ἁγίας τοῦ θεοῦ ἐκκλησίας ὁρίσας ὑπέγραψα: —
10ξβ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Μηρινῶν ὁρίσας ὑπέγραψα: — ξγ ἔχει καὶ ἄλλην ὑπογραφὴν μίαν Σύραν: — ξδ Λεόντιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ἑλενοπολιτῶν ὁρίσας ὑπέγραψα: — ξε Μηνᾶς ἐλέει θεοῦ ἐπίσκοπος Εὐδοξιάδος διὰ τῆς ἀναγνώσεως τοῖς πεπραγμένοις ἐπιστὰς σύμψηφος γενόμενος ἐν πᾶσι τοῖς ὁρισθεῖσιν ὑπέγραψα: —
15ξϛ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς Καισαρέων ὁρίσας ὑπέγραψα: — ξζ Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς Τραιανουπόλεως Φρυγίας Πακατιανῆς ὁρίσας ὑπέγραψα: — ξη Στρατόνικος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Συέδρων πόλεως διὰ τῆς ἀναγνώσεως τοῖς πεπραγμένοις ἐπιστὰς σύμψηφος γενόμενος ἐν πᾶσι τοῖς ῥηθεῖσιν ὑπέγραψα: —
20ξθ Κυριακὸς ἐλάχιστος ἐπίσκοπος τῆς Θεοδοσιουπολιτῶν πόλεως ὁρίσας ὑπέγραψα: — ο Φλαβιανὸς ἐλέει θεοῦ ἐπίσκοπος τῆς ἐν Κοτένοις ἁγιωτάτης τοῦ θεοῦ ἐκκλησίας ὁρίσας ὑπέγραψα: — οα Πέτρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ἀμβλαδέων πόλεως διὰ τῆς ἀναγνώσεως τοῖς πεπραγμένοις ἐπιστὰς σύμψηφος γενόμενος ἐν πᾶσι τοῖς ῥηθεῖσιν ὑπέγραψα: —
25οβ Εὐστάθιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Τλωέων πόλεως διὰ τῆς ἀναγνώσεως τοῖς πεπραγμένοις ἐπιστὰς σύμψηφος γενόμενος ἐν πᾶσι τοῖς ῥηθεῖσιν ὑπέγραψα: — ογ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Κασατῶν πόλεως διὰ τῆς ἀναγνώσεως τοῖς πεπραγμένοις ἐπιστὰς σύμψηφος γενόμενος ἐν πᾶσι τοῖς ῥηθεῖσιν ὑπέγραψα: — οδ Ἑλλάδιος χάριτι Χριστοῦ ἐπίσκοπος τῆς κατὰ Πανέμου τεῖχος ἁγίας τοῦ θεοῦ
30ἐκκλησίας διὰ τῆς ἀναγνώσεως τοῖς πεπραγμένοις ἐπιστὰς σύμψηφος γενόμενος ἐν πᾶσι τοῖς ῥηθεῖσιν ὑπέγραψα: — οε Θεόδοτος ἐλέει θεοῦ ἐπίσκοπος Εὐροιέων πόλεως τῆς Παλαιᾶς τῶν Ἠπείρων ἐπαρχίας ὁρίσας ὑπέγραψα: — οϛ Μακεδόνιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Βρουζηνῶν πόλεως ὁρίσας ὑπέγραψα: —
35οζ Ζώσιμος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ἀντανδρέων πόλεως τῆς Ἀσιανῶν ἐπαρχίας117

3

.

118

διὰ τῆς ἀναγνώσεως τοῖς πεπραγμένοις ἐπιστὰς σύμψηφος γενόμενος ἐν πᾶσι τοῖς ὁρισθεῖσιν ὑπέγραψα: — οη Θεοδώριτος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ἀλινδέων πόλεως ὁρίσας ὑπέγραψα: — οθ Λυκῖνος ἐλάχιστος ἐπίσκοπος τῆς κατὰ Πάταρα ἁγίας τοῦ θεοῦ ἐκκλησίας τῆς
5Λυκίων ἐπαρχίας διὰ τῆς ἀναγνώσεως τοῖς πεπραγμένοις ἐπιστὰς καὶ ἀναθεματίζων Σεβῆρον καὶ τὰ ἀσεβῆ αὐτοῦ συγγράμματα καὶ Πέτρον τὸν ποτὲ Ἀπαμείας καὶ Ζωόραν καὶ τοὺς κοινωνικοὺς αὐτῶν καὶ τοὺς ἐν τῆι αὐτῶν πλάνηι ἐπιμένοντας ὑπέγραψα: — π Παῦλος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Οἰνοανδέων πόλεως ἁγιωτάτης ἐκκλησίας τῆς
10Λυκίων ἐπαρχίας διὰ τῆς ἀναγνώσεως τοῖς πεπραγμένοις ἐπιστὰς καὶ ἀναθεμα‐ τίζων Σεβῆρον καὶ τὰ ἀσεβῆ αὐτοῦ συγγράμματα καὶ Πέτρον τὸν ποτὲ Ἀπαμείας καὶ Ζωόραν καὶ τοὺς κοινωνικοὺς αὐτῶν καὶ τοὺς ἐν τῆι αὐτῶν πλάνηι ἐπιμένοντας ὑπέγραψα: — πα Παντολέων ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ἰουλιουπολιτῶν πόλεως τῆς Γαλατῶν
15ἐπαρχίας διὰ τῆς ἀναγνώσεως τοῖς πεπραγμένοις ἐπιστὰς σύμψηφος γενόμενος ἐν πᾶσι τοῖς ὁρισθεῖσιν ὑπέγραψα: — πβ Κυριακὸς ἐλέει θεοῦ ἐπίσκοπος τῆς Σοφηνῆς ἐπαρχίας ὁρίσας ὑπέγραψα: — πγ Μαρτύριος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Βαρατέων πόλεως τῆς Λυκαόνων ἐπαρχίας διὰ τῆς ἀναγνώσεως τοῖς πεπραγμένοις ἐπιστὰς σύμψηφος γενόμενος ἐν πᾶσι
20τοῖς ὁρισθεῖσιν ὑπέγραψα: — πδ Διονύσιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Εὐκαρπέων πόλεως ἁγιωτάτης ἐκκλησίας διὰ τῆς ἀναγνώσεως τοῖς πεπραγμένοις ἐπιστὰς καὶ ἀναθεματίζων Σεβῆρον καὶ τὰ αὐτοῦ συγγράμματα καὶ Πέτρον τὸν ποτὲ Ἀπαμείας καὶ τοὺς συμπλεκομένους αὐτοῖς καὶ τοὺς ἀκολουθοῦντας αὐτοῖς, οὐ μὴν ἀλλὰ καὶ Ζωόραν καὶ τοὺς κοινωνικοὺς
25αὐτῶν καὶ τοὺς ἐν τῆι αὐτῆι πλάνηι ἐπιμένοντας ὑπέγραψα: — πε Ἐπιφάνιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς ἐν Πιτάνηι ἁγίας τοῦ θεοῦ ἐκκλησίας διὰ τῆς ἀναγνώσεως τοῖς πεπραγμένοις ἐπιστὰς καὶ ἀναθεματίζων Σεβῆρον καὶ τὰ αὐτοῦ ἀσεβῆ συγγράμματα καὶ Πέτρον τὸν ποτὲ Ἀπαμείας καὶ Ζωόραν καὶ τοὺς κοι‐ νωνοὺς αὐτῶν καὶ τοὺς ἐν τῆι αὐτῶν πλάνηι ἐπιμένοντας ὑπέγραψα: —
30πϛ Μάρκελλος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ἀνεατῶν πόλεως ἐπαρχίας τῆς Ἀσίας διὰ τῆς ἀναγνώσεως τοῖς πεπραγμένοις ἐπιστὰς καὶ ἀναθεματίζων Σεβῆρον καὶ τὰ αὐτοῦ ἀσεβῆ συγγράμματα καὶ Πέτρον τὸν ποτὲ Ἀπαμείας καὶ Ζωόραν καὶ τοὺς κοινωνοὺς αὐτῶν καὶ τοὺς ἐν τῆι αὐτῶν πλάνηι ἐπιμένοντας ὑπέγραψα: — πζ Τρύφων χάριτι τοῦ δεσπότου θεοῦ ἐπίσκοπος τῆς Κολβασέων πόλεως, ἣ μία
35τῆς Παμφύλων ἐπαρχίας ἐστί, διὰ τῆς ἀναγνώσεως τοῖς πεπραγμένοις ἐπιστὰς σύμ‐
ψηφος γενόμενος ἐν πᾶσι τοῖς ὁρισθεῖσιν ὑπέγραψα: —118

3

.

119

πη Μάγνος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀποκρισιάριος τοῦ ἀποστολικοῦ τῆς Θεουπο‐ λιτῶν θρόνου καὶ τοῦ ἁγιωτάτου πατριάρχου Ἐφραιμίου ἀκολουθῶν τοῖς πάλαι καὶ νῦν ἐψηφισμένοις παρὰ τῶν ἁγίων ἡμῶν πατέρων καὶ ἀρχιερέων ἀναθεματίζων Σεβῆρον καὶ τὰ αἱρετικὰ αὐτοῦ συγγράμματα καὶ Πέτρον τὸν καὶ Ἐκδίκιον καὶ
5πρός γε Ζωόραν τὸν τῆς τούτων ἀσεβείας ἀκόλουθον καὶ τοὺς τῆι πλάνηι τούτων ἐνισταμένους ὑπέγραψα: — πθ Ἡράκλειος ἐλέει θεοῦ διάκονος καὶ ἀποκρισιάριος τοῦ ἀποστολικοῦ τῆς Θεουπολι‐ τῶν θρόνου καὶ τοῦ τὰ πάντα ἁγιωτάτου καὶ μακαριωτάτου πατριάρχου Ἐφραι‐ μίου ἀκολουθῶν τοῖς πάλαι καὶ νῦν ἐψηφισμένοις παρὰ τῶν ἁγίων ἡμῶν πατέρων
10καὶ ἀρχιερέων ἀναθεματίζων Σεβῆρον καὶ τὰ αἱρετικὰ αὐτοῦ συγγράμματα καὶ Πέτρον τὸν καὶ Ἐκδίκιον καὶ πρός γε Ζωόραν τὸν τῆς τούτων ἀσεβείας ἀκόλουθον καὶ τοὺς τῆι πλάνηι τούτων ἐνισταμένους ὑπέγραψα: — Ϟ Σαβῖνος ἐλέει θεοῦ διάκονος τῆς ἁγίας Χριστοῦ τοῦ θεοῦ ἡμῶν Ἀναστάσεως πληρῶν τὰς ἀποκρίσεις Πέτρου τοῦ ἁγιωτάτου πατριάρχου Ἱεροσολύμων ἀκο‐
15λουθῶν τοῖς πάλαι καὶ νῦν ἐψηφισμένοις παρὰ τῶν ἁγίων ἡμῶν πατέρων καὶ ἀρχι‐ ερέων ἀναθεματίζων Σεβῆρον καὶ τὰ αὐτοῦ αἱρετικὰ συγγράμματα καὶ Πέτρον τὸν καὶ Ἐκδίκιον καὶ πρός γε Ζωόραν τὸν τῆς τούτων ἀσεβείας ἀκόλουθον καὶ τοὺς τῆι πλάνηι τούτων ἐνισταμένους ὑπέγραψα: — Ϟα Παῦλος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ναξίων πόλεως διὰ τῆς ἀναγνώσεως τοῖς πεπραγ‐
20μένοις ἐπιστὰς σύμψηφος γενόμενος ἐν πᾶσι τοῖς ὁρισθεῖσιν ὑπέγραψα: — Ϟβ Μηνᾶς ἐλέει θεοῦ ἐπίσκοπος τῆς Καρπαθίων νήσου διὰ τῆς ἀναγνώσεως τοῖς πεπραγμένοις ἐπιστὰς σύμψηφος γενόμενος ἐν πᾶσι τοῖς ὁρισθεῖσιν ὑπέγραψα: — Ϟγ Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος Παρίων Σιφνίων καὶ Ἀμουλγιτῶν πόλεων διὰ τῆς ἀναγνώσεως τοῖς πεπραγμένοις ἐπιστὰς σύμψηφος γενόμενος ἐν πᾶσι τοῖς
25ὁρισθεῖσιν ὑπέγραψα: — Ἡ διάταξις Ἰουστινιανοῦ βασιλέως κατὰ Ἀνθίμου Σεβήρου Πέτρου καὶ Ζωόρα Ἐν ὀνόματι τοῦ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν αὐτοκράτωρ Καῖσαρ Φλ’ Ἰουστινιανὸς Ἀλαμανικὸς Γοτθικὸς Φραγγικὸς Γερμανικὸς Ἀντικὸς Ἀλανικὸς Οὐανδαλικὸς Ἀφρικὸς εὐσεβὴς εὐτυχὴς ἔνδοξος νικητὴς τροπαιοῦχος ἀεισέβαστος αὔ‐
30γουστος Μηνᾶι πατριάρχηι. Πρᾶγμα οὐκ ἄηθες βασιλείαι καὶ ἡμεῖς πράττοντες ἐπὶ119

3

.

120

τὸν παρόντα ἐληλύθαμεν νόμον. ὁσάκις γὰρ ἡ τῶν ἱερέων ψῆφος τινὰς τῶν οὐκ ἀξίων τῆς ἱερωσύνης τῶν ἱερατικῶν κατεβίβασε θρόνων, ὁποῖον δὴ Νεστόριόν τε καὶ Εὐτυχῆ Ἀρειόν τε καὶ Μακεδόνιον καὶ Εὐνόμιον καὶ ἄλλους δή τινας εἰς κακίαν οὐκ ἐλάττους ἐκείνων, τοσαυτάκις ἡ βασιλεία σύμψηφος γέγονε τῆι τῶν ἱερέων αὐθεντίαι, ὥστε τὰ
5θειότερά τε καὶ ἀνθρώπινα συνδραμόντα μίαν συμφωνίαν ταῖς ὀρθαῖς ποιήσασθαι ψήφοις. ὁποῖον δή τι καὶ ἔναγχος γενόμενον περὶ Ἄνθιμον ἴσμεν ἀπελαθέντα μὲν τοῦ τῆς βασιλίδος ταύτης πόλεως θρόνου παρὰ Ἀγαπητοῦ τοῦ τῆς ὁσίας καὶ ἀοιδίμου μνήμης προέδρου γεγονότος τῆς κατὰ τὴν πρεσβυτέραν Ῥώμην ἁγιωτάτης ἐκκλησίας οἷα τῶι κατὰ μη‐ δένα τρόπον αὐτῶι προσήκοντι παρὰ πάντας τοὺς εὐαγεῖς κανόνας ἐπεισπηδήσαντα
10θρόνωι, κοινῆι δὲ ψήφωι τοῦ τε αὐτοῦ τῆς ἁγίας μνήμης ἀνδρὸς πρότερον καὶ μὴν καὶ τῆς ἐνταῦθα γενομένης ἱερᾶς συνόδου καταδεδικασμένον τε καὶ καθηιρημένον, διότι τῶν ὀρθῶν ἀπεφοίτα δογμάτων καὶ οἷς πρότερον πολλαχόθεν ἐφαίνετο στέργων, ταῦτα ὕστερον διαφόροις ἀπέφευγε περινοίαις, προσποιούμενος μὲν ταῖς τέσσαρσιν ἁγίαις συνόδοις ἀκολουθεῖν, τῆι τε τῶν τριακοσίων δέκα καὶ ὀκτὼ πατέρων τῶν ἐν Νικαίαι
15τῆι τε τῶν πεντήκοντα καὶ ἑκατὸν τῶν ἐν ταύτηι τῆι εὐδαίμονι πόλει τῆι τε τῶν ἐν Ἐφέσωι τὸ πρῶτον συναχθέντων διακοσίων τῆι τε τῶν θεοφιλῶν πατέρων τῶν ἐν Χαλκηδόνι χλ, οὐ μὴν τοῖς τούτων δόγμασι κατακολουθῶν οὔτε τὴν ἡμετέραν φιλανθρωπίαν καὶ τὴν συγκατάβασιν ἣν διὰ τὴν αὐτοῦ σωτηρίαν ἔσχομεν, προσδέξασθαι βουληθεὶς οὐδὲ ἀποκηρῦξαι καὶ αὐτὸς τοὺς τῶν ἀσεβῶν δογμάτων ἀρχηγοὺς τοὺς ὑπὸ τῶν προτέρων
20ἁγίων ἐκβεβλημένους συνόδων, ἀλλ’ οἰόμενος χρῆναι κατὰ ταὐτὸν καὶ ἐν ἴσωι τοὺς καταδεδικασμένους τούς τε καταδικάσαντας ἄγειν. ἅπαξ γὰρ ταῖς ἀλλοτρίαις τῆς ἁγιωτάτης ἐκκλησίας ἐννοίαις κατανδραποδισθεὶς καὶ τῶν ὀρθῶν ἠλλοτριωμένος δογ‐ μάτων εἰκότως ἐπανελθεῖν εἰς τὴν αὐτῶν οὐκ ἴσχυσεν ὀρθότητα, καὶ ταῦτα παρ’ ἡμῶν καὶ προτραπεὶς καὶ ὁδηγηθεὶς πάσηι χρησαμένων σπουδῆι πρὸς τὴν σωτηρίαν τὴν
25αὐτοῦ. Διὰ ταῦτα τοίνυν ἅπαντα τὴν γενομένην ἐπ’ αὐτῶι τῆς καθαιρέσεως ψῆφον παρὰ τῆς ἁγίας συνόδου προφάσει τῆς τε οὐ θεμιτῆς οὐδὲ ὑπὸ τῶν ἁγίων κανόνων μαρτυρου‐ μένης τῶν τῆς βασιλίδος ταύτης ἱερατικῶν θρόνων ἁρπαγῆς καὶ τῆς ἀπὸ τῶν ὀρθῶν τε καὶ ἀληθῶν δογμάτων ἐκτροπῆς κυρίαν ἡ ἡμετέρα τίθεται βασιλεία καὶ ἐπὶ τούτοις
30τὸν παρόντα γράφει νόμον. ἀπαγορεύομεν δὲ αὐτῶι καὶ τῆς κατὰ τὴν εὐδαίμονα ταύτην πόλιν καὶ τῆς περιοικίδος αὐτῆς διατριβῆς καὶ πάσης ἑτέρας τῶν ἐπισήμων πόλεων, θεσπίζοντες ἐφ’ ἡσυχίας εἶναι καὶ τούτοις στέργειν οἷς ἑαυτὸν ἀξίως ὑπέθηκε, καὶ μήτε τισὶν ἐπικοινωνεῖν μήτε ἐμβιβάζειν αὐτοὺς εἰς τὴν τῶν ἀπηγορευμένων δογμάτων ἀπώλειαν. οὐ μὴν οὐδὲ τὴν δικαίως ἐξενεχθεῖσαν κατὰ Σεβήρου ψῆφον τὴν ἐκ πάντων
35ὡς εἰπεῖν τῶν ἀρχιερατικῶν τε καὶ πατριαρχικῶν μετὰ τῆς μοναχικῆς συναινέσεως προ‐ ελθοῦσαν θρόνων τὴν τὸν ἀναθεματισμὸν ἐπάγουσαν αὐτῶι βασιλικῆς ἔξω καταλιμ‐
πάνομεν ἐπικυρώσεως. ὃς πρότερον παρὰ τοὺς ἱεροὺς θεσμοὺς καταλαβὼν τὸν θρόνον120

3

.

121

τῆς Θεουπολιτῶν ἁγιωτάτης ἐκκλησίας οὕτω συνετάραξεν ἅπαντα, οὕτω μεστὰ πε‐ ποίηκε ταραχῆς, ὡς κοινόν τινα καὶ ἀκήρυκτον ταῖς ἁγιωτάταις ἐκκλησίαις ἐμβαλεῖν πρὸς ἀλλήλας πόλεμον καὶ τοῦτο καὶ τοῖς πρὸ ἡμῶν σκήπτροις πρὸς αὐτὸν γεγράφθαι ποικίλαις μὲν δογμάτων καὶ ἀπηλλοτριωμέναις τῆς ὀρθότητος περινοίαις τε καὶ βλασ‐
5φημίαις χρησάμενον, ἅπαντα δὲ συνταράξαντα καὶ μόνον τῶν τῆς ἑκατέρου τῶν αἱρε‐ σιαρχῶν πλάνης βδελυρῶν τε καὶ ἀνοσίων δογμάτων ἀντεχόμενον, Νεστορίου τε φαμὲν καὶ Εὐτυχοῦς καὶ τῶν ἑκατέρου τούτων καθηγεμόνων ἐξ ἐναντίας μέν πως εἶναι δοκούντων ἀλλήλοις, πρὸς ἓν δὲ τέλος τῆς ἀσεβείας ἐπειγομένων, καὶ τοὺς ἐκείνων χαρακτηριστικοὺς ἐντυπωσάμενον λόγους. δύο γὰρ ὄντων ἐναντίων ἀλλήλοις δογμάτων, ὧν ἑκάτερον
10ὁμοίως εἰς ψυχικὴν ἀπώλειαν ἄγει, τοῦ τε Νεστορίου τοῦ τε Εὐτυχοῦς, καθάπερ εἰπόντες ἔφθημεν, ἅπερ ἐκ τῶν Ἀρειανικῶν καὶ Ἀπολιναρίου συνέστη μιασμάτων, αὐτός τι παρά‐ δοξον παθὼν ὁμοίως εἰς ἑκάτερον ἐμπέπτωκε καὶ πῆι μὲν τοῦτο, πῆι δὲ ἐκεῖνο πρεσβεύων κοινὸν ἔδοξε δοχεῖον ἑαυτόν τε καὶ τοὺς ἑαυτοῦ λόγους τῶν τηλικούτων πλημμελημάτων καταστῆσαι. ἔστω τοίνυν καὶ αὐτὸς ὑπὸ τὸν εἰρημένον ἀναθεματισμόν, ὃν ἅπαν τὸ πα‐
15τριαρχικόν τε καὶ ἱερατικὸν καὶ μοναχικὸν τῆς ἡμετέρας πολιτείας ὡς εἰπεῖν σχῆμα δικαίως ἐπήγαγεν αὐτῶι, τῆς μὲν Θεουπολιτῶν ἐκβεβλημένος, διότιπερ αὐτὸν ὁ κατ’ ἐκείνην ἀπε‐ σείσατο θρόνος οἷα μηδὲ τὴν ἀρχὴν ὀρθῶς αὐτῆς ἐπειλημμένον, ἀλλ’ ἔτι ζῶντός τε καὶ ἐν ταῖς ἁγιωτάταις ἐκκλησίαις ἀνακηρυττομένου τοῦ πρὸ αὐτοῦ τὴν ἱερωσύνην ἐσχηκότος, παρὰ δὲ τοῦ μετ’ αὐτὸν τῆς ἱερωσύνης ἐκπεπτωκότος, οὐ στάντα δὲ μέχρι τούτου μόνον,
20ἀλλ’ ἤδη καὶ ὑπὸ κοινὸν ἀναθεματισμὸν τῆς ὀρθοδόξου καὶ καθολικῆς ἐκκλησίας γενόμενον καὶ πολλῶν ἡμῖν βιβλίων βλασφήμων τε καὶ ἀπηγορευμένων ἐμπλήσαντα τὸ πολίτευμα. ὥστε καὶ ἀπαγορεύομεν ἅπασι τῶν αὐτοῦ τι κεκτῆσθαι βιβλίων καὶ ὥσπερ οὐκ ἔξεστι τὰ Νεστορίου γράφειν ἢ κεκτῆσθαι βιβλία, διότι τοῖς πρὸ ἡμῶν αὐτοκράτορσιν ἐν ταῖς ἑαυ‐ τῶν διατάξεσιν ἔδοξε τοῖς παρὰ Πορφυρίου κατὰ Χριστιανῶν εἰρημένοις ὅμοια καθεστάναι,
25οὕτω μήτε τὰ Σεβήρωι ῥηθέντα τε καὶ γραφέντα μενέτω παρά τινι Χριστιανῶι, ἀλλ’ ἔστω βέβηλα καὶ ἀλλότρια τῆς καθολικῆς ἐκκλησίας πυρί τε φλεγέσθω παρὰ τῶν κεκτημένων, εἰ μὴ βούλονται κινδυνεύειν οἱ ταῦτα ἔχοντες, γραφέσθω τε παρὰ μηδενὸς τὸ λοιπὸν μηδὲ τῶν εἰς κάλλος μηδὲ τῶν εἰς τάχος γραφόντων μηδὲ ἄλλου τινὸς τῶν πάντων, εἰδότος ὡς ἀποκοπὴ χειρὸς ἔσται τοῖς τὰ ἐκείνου γράφουσιν ἡ ποινή. οὐδὲ γὰρ βουλόμεθα καὶ τῶι
30λειπομένωι χρόνωι τὴν ἐξ ἐκείνων ἐπισύρεσθαι βλασφημίαν. ὁμοίως δὲ δὴ καὶ τοῦτον παντοίως ἀπαγορεύομεν τῆς βασιλίδος ἐπιβαίνειν πόλεως ἢ τῆς περιοικίδος αὐτῆς ἄλλης τε τῶν ἐπισημοτέρων τινός, ἀλλ’ ἐν ἐρημίαι τινὶ καὶ ἡσυχίαι καθῆσθαι καὶ μὴ διαφθείρειν ἑτέρους μηδὲ εἰς βλασφημίαν αὐτοὺς προάγειν μηδὲ ἀεί τι καινὸν ἐξευρίσκειν κατὰ τῶν ἀληθῶν δογμάτων, δι’ οὗ πάλιν ἡμῖν συνταράξαι τὰς ἁγιωτάτας ἐκκλησίας σπεύσειεν.
35 Οὐ μὴν οὐδὲ Πέτρον τὸν Ἀπαμείας γενόμενον ἐπίσκοπον καὶ ἅμα μὲν καθηιρημένον, ἅμα δὲ ἐπὶ τοῖς αὐτοῖς ἐφ’ οἷς Σεβῆρος ὑπὸ τὸ εἰρημένον ἀνάθεμα γενόμενον ἡ βασιλεία προ‐ σίεται, ἀλλ’ ἔστω κύρια καὶ τὰ κατ’ αὐτοῦ ψηφισθέντα καὶ ὑπὸ τὸν κοινὸν ἀχθεὶς ἀναθεμα‐
τισμὸν ὑπ’ αὐτὸν τετάχθω, τῆς τῶν ἁγιωτάτων ἀρχιερέων προελθούσης ἐπ’ αὐτοῖς121

3

.

122

ψήφου κυρίας διαμενούσης. οὐκ ἐφίεμεν δὲ οὐδὲ ἐκείνωι ταύτην οἰκεῖν τὴν βασιλίδα πόλιν ἢ τὴν αὐτῆς περιοικίδα ἤ τινα τῶν σεμνοτέρων, ἀλλ’ ὧν ἠκολούθησε τῆι πλάνηι, τούτων μιμείσθω καὶ τὴν δίαιταν ἀπωικισμένος ὅτι πορρωτάτω καὶ κατακρύπτων ἑαυτόν, ὡς τοῖς γε τοιούτοις τὸ κρύπτεσθαι μᾶλλον τοῦ φαίνεσθαι λυσιτελέστερον. ἀφανεῖς μὲν
5γὰρ ὄντες ἑαυτοὺς καταβλάψουσι μόνους, δημοσιεύοντες δὲ τὰ ἑαυτῶν δόγματα πολλοῖς τῶν ἀφελεστέρων ἀφορμὴν ἀπωλείας παρέχουσιν, ὅπερ κατ’ οὐδένα γίνεσθαι τρόπον ἐν τῆι Χριστιανικῆι τοῦ θεοῦ ποίμνηι καὶ τῶι ὀρθοδόξωι λαῶι δίκαιόν ἐστιν οὐδὲ παρὰ τῆς βασιλείας συγχωρούμενον. Ἐπειδὴ δὲ καὶ Ζωόραν ἠξίωσαν ὅλως ὑπὸ ἀναθεματισμὸν οἱ σεβασμιώτατοι καὶ τὰ
10δίκαια κρίνοντες ἐπίσκοποι ποιήσασθαι μικράν τινα παρενθήκην τῶν τοιούτων ὄντα κα‐ κῶν καὶ ἐν οἷς ἠτίμασται, τὸ γοῦν ὅλως τυχεῖν τινος εὐπορήσαντα μνήμης, ἔστω καὶ Ζω‐ όρας τῆς πονηρᾶς ταύτης μερίδος, Ἀνθίμου τε καὶ Σεβήρου καὶ Πέτρου φαμέν, παρενθήκη τις εὐτελὴς καὶ ἐν τοῖς ἀνατεθεματισμένοις καὶ αὐτὸς τετάχθω, τῆς ἱερατικῆς αὐτὸν κατενεγ‐ κούσης ψήφου, ἣν κυρίαν καὶ αὐτὴν ἐφ’ ἑαυτῆς οὖσαν κυριωτέραν ἔτι μᾶλλον ἡ βασιλεία
15ποιεῖ, καὶ τοῦτον ἐξελαύνουσα τῆς βασιλίδος ταύτης πόλεως καὶ τῆς ταύτης περιοικίδος καὶ τὴν ἐπὶ τῶν πόλεων οἴκησιν αὐτῶι παντοίως ἀπαγορεύουσα, ὥστε μετ’ ἐκείνων μόνων οἰ‐ κεῖν τε καὶ βουλεύεσθαι τῶν ἔμπροσθεν ἡμῖν εἰρημένων, ὅμοια μὲν βλασφημούντων, ὁμοίως δὲ περιωρισμένων. εἰ δέ τι καὶ ἕτερον τῆι τῶν ἁγιωτάτων ἐπισκόπων περιέχεται ψή‐ φωι τῆι τοὺς προειρημένους καθαιρούσηι τε καὶ ἀναθεματιζούσηι, κύριον δὴ καὶ τοῦτο τί‐
20θεμεν καὶ τοῖς βασιλικοῖς ἡμῶν αὐτὸ νόμοις ἐπικυροῦμεν, ὡς ἂν εἰ παρὰ τῆς βασιλείας αὐτῆς προελθὸν ἐτύγχανεν. εἰ δέ τις αὐτῶν ἁλοίη τὸ λοιπὸν πράττων τι παρὰ τὰ διατετυ‐ πωμένα, ἴστω καὶ τοῖς πολιτικοῖς ὑποπεσούμενος νόμοις, οἳ τοὺς τὰς ἐλάττους τῶν ποινῶν ἐκκλίνοντας εἰς μείζους ἐμβάλλουσι τὰς ἀγανακτήσεις. ἀπαγορεύομεν δὲ καὶ παντὶ τῶι τὴν καθολικὴν ἐκκλησίαν τοῦ θεοῦ διασπᾶν ἐπιχειροῦντι εἴτε κατὰ τὴν Νεστορίου τοῦ φρε‐
25νοβλαβοῦς ὑφήγησιν εἴτε κατὰ τὴν ἀνόητον Εὐτυχοῦς παράδοσιν εἴτε κατὰ τὴν Σεβήρου βλασφημίαν τοῦ ταὐτὰ ἐκείνοις νοσήσαντος εἴτε τῶν ἐκείνοις ἀκολουθούντων ταῖς ἁγιωτά‐ ταις ἐκκλησίαις ταραχὰς ἐμβάλλειν καὶ φθέγγεσθαί τι περὶ πίστεως, ἀλλὰ θεσπίζομεν ἕκα‐ στον τῶν τοιούτων τὴν ἡσυχίαν ἄγειν καὶ μηδὲ συγκαλεῖν εἰς ἑαυτόν τινας μήτε προσιόντας δέχεσθαι ἢ παραβαπτίζειν θαρρεῖν ἢ τὴν ἱερὰν κοινωνίαν ῥυπαίνειν καὶ ταύτης μεταδιδόναι
30τισὶν ἢ τὰς ἀπηγορευμένας διδασκαλίας ὑφηγεῖσθαι ἢ ἐπὶ ταύτης τῆς βασιλίδος ἡμῶν πό‐ λεως ἢ ἐφ’ ἑτέρας, ἀλλ’ ὑφορᾶσθαι πάντα κίνδυνον, εἴ τι τοιοῦτον πράξαιεν. ἀπαγο‐ ρεύομεν δὲ καὶ πᾶσι τούτους ὑποδέχεσθαι. ἀπελαύνειν μὲν οὖν θεσπίζομεν αὐτοὺς τῶν ὑπ’ αὐτῶν ταραττομένων πόλεων, εἰδότας τὰς ποινὰς τὰς ταῖς θείαις ἡμῶν ἤδη περιεχο‐ μένας διατάξεσιν, αἵπερ καὶ τὰς οἰκίας αὐτὰς ἐν αἷς τοιοῦτόν τι πράττεται, καὶ τὰ χωρία ἐξ
35ὧν τὰς ἀποτροφὰς χορηγοῦνται, ταῖς ἁγιωτάταις ἐκκλησίαις προσκυροῦσι, τῶν μὲν κεκτη‐ μένων ἀφαιρούμεναι, διότι βλάβης αἴτια τοῖς ἁπλουστέροις γίνεται, ὑπὸ δὲ τὰς ἁγιωτάτας
καὶ ὀρθοδόξους ἐκκλησίας ταῦτα δικαίως ἄγουσαι.122

3

.

123

Ταῦτα ὑπὲρ τῆς κοινῆς εἰρήνης τῶν ἁγιωτάτων ἐκκλησιῶν νομοθετοῦμεν, ταῦτα ψηφιζόμεθα τοῖς τῶν ἁγίων πατέρων κατακολουθοῦντες δόγμασιν, ὅπως ἂν τὸ ἱερατικὸν ἅπαν ἀτάραχον ἡμῖν τοῦ λοιποῦ διαμένοι. οὗπερ ἐν εἰρήνηι φυλαττομένου καὶ τὸ λοι‐ πὸν ἡμῖν εὐθηνήσει πολίτευμα τὴν ἄνωθεν ἔχον εἰρήνην, ἣν πᾶσιν ὁ μέγας θεὸς καὶ σωτὴρ
5ἡμῶν Ἰησοῦς Χριστὸς ὁ τῆς τριάδος εἷς ὁ μονογενὴς τοῦ θεοῦ λόγος κηρύττει τε καὶ χορη‐ γεῖ τοῖς γνησίως αὐτὸν καὶ ἀληθῶς δοξάζειν τε καὶ προσκυνεῖν ἠξιωμένοις. ἡ τοίνυν σὴ μακαριότης τὰ ὀρθῶς ἡμῖν παραστάντα φυλαττέτω καταπέμπουσα ταῦτα διὰ θεο‐ φιλῶν αὐτῆς γραμμάτων πᾶσι τοῖς ὑπ’ αὐτὴν τεταγμένοις ὁσιωτάτοις μητροπολίταις, ὧν ἑκάστωι γενήσεται φροντὶς ταῖς ὑπ’ αὐτοὺς τεταγμέναις ἁγιωτάταις ἐκκλησίαις ταῦτα ποι‐
10ῆσαι φανερά, ὥστε μηδένα τῶν πάντων διαλαθεῖν τά τε τῆι ἀρχιερωσύνηι δόξαντα τά τε ὑπὸ τῆς βασιλείας κεκυρωμένα. Ἡ θεία ὑπογραφή· DIVINITAS TE SERVET PER MVLTOS ANNOS SANCTE AC RELIGIO‐ SISSIME PATER DATA OCTAVO IDVS AVGVSTAS CONSTANTINOPOLI POST CONSVLAT’ BELISSARI VIRI CLA‐
15RISSIMI Μετὰ τὴν ὑπατείαν Φλ’ Βελισσαρίου τοῦ ἐνδοξοτάτου πρὸ δεκατριῶν Καλανδῶν Ὀκτωβρίων, [χρόνων] πεντεκαιδεκάτης ἰνδικτιῶνος, ἐν κολωνείαι Αἰλίαι μητροπόλει τῆι καὶ Ἱεροσολύμοις προκαθημένου τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου ἀρχιεπισκόπου καὶ πατριάρχου
20Πέτρου ἐν τῶι σηκρήτωι τοῦ εὐαγοῦς ἐπισκοπείου τῆς αὐτῶν μακαριότητος, συνεδρευόν‐ των δὲ τῆι αὐτῶν ἀρχιερωσύνηι καὶ τῶν ὁσιωτάτων ἐπισκόπων τῆς κατὰ Παλαιστίνας τρεῖς ὑπὸ τοὺς ἁγίους τελούσης τόπους εὐαγεστάτης συνόδου Ἐλισσαῖος διάκονος καὶ νοτάριος τοῦ αὐτοῦ ἁγιωτάτου πατριάρχου εἰς μέσον παρελ‐ θὼν εἶπεν· Εὐσεβοῦς καταπεμφθέντος νόμου τῆι ὑμετέραι μακαριότητι πρὸς ἀσφάλειαν,
25σὺν θεῶι λέγειν, τυγχάνοντος τῶν ἁγιωτάτων ἐκκλησιῶν καὶ τῆς νῦν κρατούσης σὺν θεῶι καταστάσεως, ἀποδοθείσης δὲ τοῖς ἁγιωτάτοις ὑμῖν καὶ ὁσίας ἐπιστολῆς τοῦ ἁγιωτάτου πατριάρχου τῆς βασιλευούσης πόλεως Μηνᾶ τὴν αὐτὴν φερούσης ὑπόθεσιν, ὧν ἑκάτερον διεκόμισαν οἱ θεοσεβέστατοι μοναχοὶ τῆς καθ’ ἡμᾶς εὐαγεστάτης ἐρήμου, οἵπερ ἐπὶ τῆς βασιλίδος γεγόνασι πόλεως τῆς ἐκκλησιαστικῆς καταστάσεως χάριν, ἐπέτρεψεν ἡ ὑμετέρα
30μακαριότης εἰς ταὐτόν με τὴν εὐαγῆ προσκαλέσασθαι σύνοδον, ὡς ἂν καταφανῆ καὶ τῆι αὐτῶν γένηται ὁσιότητι τὰ εὐσεβῶς νενομοθετημένα τῶι κρατίστωι καὶ θεοφυλάκτωι ἡμῶν βασιλεῖ, ἐπεσταλμένα δὲ καὶ παρὰ τοῦ μνημονευθέντος ἁγιωτάτου πατριάρχου τῆς βασιλίδος πόλεως. ἐπεὶ οὖν πάρεστι τῆι ὑμετέραι μακαριότητι ἡ εὐαγὴς σύνοδος, προσεδρεύουσι δὲ τῶι εὐαγεῖ ἐπισκοπείωι τῆς ὑμετέρας ἀρχιερωσύνης καὶ οἱ θεοφιλέστατοι
35ἀρχιμανδρῖται καὶ μοναχοὶ παρεῖναι ἐξαιτοῦντες τῆι τῶν εἰρημένων ἐμφανείαι, τί τῆι ὑμε‐
τέραι μακαριότητι καὶ τῆι εὐαγεῖ συνόδωι δοκεῖ;123

3

.

124

Ὁ ἁγιώτατος καὶ μακαριώτατος πατριάρχης καὶ ἡ εὐαγὴς σύνοδος εἶπε· Προσκα‐ λείσθωσαν οἱ θεοφιλέστατοι ἀρχιμανδρῖται καὶ μοναχοί. Ἐλισσαῖος διάκονος καὶ νοτάριος ἐν μέσωι καταστὰς εἶπε· Κατὰ τὴν κέλευσιν τῆς ὑμετέρας μακαριότητος πάρεισιν οἱ θεοσεβέστατοι ἀρχιμανδρῖται καὶ μοναχοί.
5 Ὁ ἁγιώτατος καὶ μακαριώτατος πατριάρχης καὶ ἡ εὐαγὴς σύνοδος εἶπε· Κατὰ τὴν πρώτην τάξιν ὁ πανευσεβὴς νόμος τοῦ κρατίστου καὶ θεοφυλάκτου ἡμῶν βασιλέως προ‐ σφόρως ἀναγινωσκέσθω καὶ ἡγείσθω τῶν πραττομένων. Καὶ ἀνεγνώσθη ὁ αὐτὸς θεῖος νόμος διὰ Ἐλισσαίου τοῦ θεοσεβεστάτου διακόνου καὶ νοταρίου καὶ προλάμπει τῶν πραττομένων ἐπὶ λέξεως οὕτως ἔχων ὡς προγέγραπται.
10 Ὁ ἁγιώτατος καὶ μακαριώτατος πατριάρχης καὶ ἡ εὐαγὴς σύνοδος εἶπεν· Ἀναγινω‐ σκέσθω καὶ τὰ ὅσια γράμματα τοῦ ἁγιωτάτου πατριάρχου τῆς βασιλευούσης πόλεως Μηνᾶ. Καὶ μεταχειρισάμενος ταῦτα ὁ μνημονευθεὶς θεοσεβέστατος διάκονος καὶ νοτάριος Ἐλισσαῖος ἀνέγνω καὶ ἐγγέγραπται τοῖς πεπραγμένοις ἐπὶ λέξεως οὕτως ἔχοντα
15 Τῶι τὰ πάντα θεοφιλεστάτωι καὶ ὁσιωτάτωι ἀδελφῶι καὶ συλλειτουργῶι Πέτρωι Μηνᾶς ἐν κυρίωι χαίρειν. Τῶν καθ’ ὑμᾶς θεοφιλῶν ἀνδρῶν καὶ μόνον μνημονεύοντες εὐφραινόμεθα. οἶδε γὰρ καὶ χωρὶς τῆς κατὰ πρόσωπον ἐντεύξεως ψυχὴν ἐπιτέρπειν ἡ πρὸς αὐτοὺς δι’ ἐπιστολῶν ὁμιλία. κατ’ αὐτὸ οὖν καὶ μόνον νῦν τὸ κινηθῆναί με πρὸς τὸ γράφειν ἐξ αὐτῆς τῆς ἐπὶ τὸ προσειπεῖν ὑμᾶς ῥοπῆς ἐτέρφθην ὡς ἐπὶ παντὶ πλούτωι.
20μύρον γὰρ ἐκκενωθὲν ὄνομά σοι, ὥστε καὶ μὴ παρόντος, ἀλλὰ καὶ μήκοθεν ὄντος συν‐ αισθανόμεθα τῆς εὐωδίας. τὴν ὑπερβολὴν τῶν ὑμετέρων τρόπων κατ’ αὐτὸ τῆς καρδίας μου μέσον ἐθέμην· εὐφροσύνης πληρούμεθα τῶν ὑμετέρων πλεονεκτημάτων ἀκούοντες τὰς ἀρετάς. λόγος τῆς σῆς θεοφιλείας πολὺς καθ’ ἡμέραν. τὰ ἐν ὑμῖν κατορθώματα πολλοὶ μὲν διηγοῦνται, ἐξαιρέτως δὲ ὁ κοινὸς ἀδελφός, μᾶλλον δὲ εἰπεῖν, ὁ κοινὸς εὐεργέτης ὁ θεο‐
25φιλέστατος πρεσβύτερος Εὐσέβιος. ἀλήθειαν ἐρῶ καὶ οὐ ψεύδομαι. πολὺς παντοίως καὶ συνεχὴς ὁ περὶ ὑμῶν λόγος, μάλιστα παρὰ τῆς αὐτοῦ ὁσιότητος. ὃς ἡδέως διηγεῖται τὰ καθ’ ὑμᾶς, ὡς πίστις ὀρθή, ἄμεμπτος βίος, πραότης πολλὴ καὶ ἁπλῶς εἰπεῖν πᾶς ὁ χορὸς τῶν ἀρετῶν ἐν ὑμῖν ἐδόθη παρὰ θεοῦ, ὥστε καὶ τὸν Ἰακώβου δέξασθαι θρόνον καὶ φύλακα γενέσθαι τῆς ὀρθοδόξου πίστεως. τοιγαροῦν καὶ Σεβῆρον ὡς βλάσφημον ὁ ὑμέτερος θρό‐
30νος κατηγωνίσατο. τῶν μετὰ ταῦτα καρπῶν ἡ σὴ παρέσχεν ἡμῖν ὁσιότης τὰ σπέρματα· γεγόναμεν ὑμῖν ἐπὶ Σεβήρωι σύμψηφοι. πέφηνε τούτωι καὶ Πέτρος παρόμοιος, ὃς εἰ καὶ παρ’ ἑτέρων ἤδη καθήιρητο, τῆς αὐτῆς ἐκείνωι καὶ παρ’ ἡμῶν τετύχηκε κατακρίσεως. εἰς τὴν ὁμοίαν ἑάλωσαν Ἄνθιμός τε καὶ Ζωόρας ἐμπεπτωκότες πλάνην· ἴσης καὶ τούτων ἑκάτερος ἠξίωται τῆς ποινῆς. κεκοινωνήκασιν ἡμῖν ἐφ’ ἅπασι τούτοις οἵ τε ἐκ τῆς πρεσβυτέρας
35παραγενόμενοι Ῥώμης καὶ ὅσοι τῆς εὐαγοῦς ἡμῶν ἐνεδήμουν συνόδου. σπουδὴν ἄγρυ‐ πνον καὶ θεοφιλῆ πρόνοιαν τούτοις ἅπασι συνεισήνεγκαν καὶ οἱ εὐλαβέστατοι μοναχοὶ οἱ
ἐκ τῆς ὑμετέρας φιλοχρίστου χώρας τῆι βασιλίδι ἐνδημοῦντες πόλει. αὐτὰς τοίνυν ὑμῖν124

3

.

125

τὰς ἐφ’ ἅπασι τούτοις συστάσας τῶν ὑπομνημάτων ἀπεστάλκαμεν πράξεις. γίνεσθε τοιγαροῦν ἐπὶ μὲν Σεβήρωι τοῖς τε παρ’ ὑμῶν αὐτῶν τοῖς τε ὑφ’ ἡμῶν κεκριμένοις σύμψηφοι, ἐπὶ δὲ Πέτρωι καὶ Ζωόραι καὶ Ἀνθίμωι τοῖς ὑφ’ ἡμῶν τε αὖθις καὶ τῶν ἄλλων ὡς εἰπεῖν ἁπάντων δεδοκιμασμένοις ἀκολουθῆσαι μὴ κατοκνήσητε. καὶ γὰρ ἂν εἴη διαφερόντως
5ὑμέτερον τοῖς μὲν ἀρχὴν αὐτόθεν παρασχέσθαι τῆς ἀπαλλαγῆς τῶν φαύλων, τοῖς δὲ κἂν εἴη δεδομένα παρ’ ἑτέρων, ἀκολουθεῖν. καὶ δείξει μὲν ὑμῖν τὸ κατὰ μέρος ἡ τῶν πεπραγ‐ μένων τάξις τε καὶ κατάστασις, πλὴν ἀλλ’ ἐμφανῆ τε γενέσθαι παρ’ ὑμῖν αὐτοῖς ταῦτα βουλόμεθα καὶ τὴν μὲν τούτων ἐμφάνειαν ἐφ’ ἡμᾶς ἀποστείλατε τὴν ὑμετέραν τε καὶ τῶν ὑφ’ ὑμᾶς θεοφιλῶν ἐπισκόπων ἐπὶ τοῖς πραχθεῖσι συναίνεσιν διὰ τῶν ὑποτεθησομένων
10αὐτοῖς δηλοῦντες γραμμάτων, αὐτὰ δὲ ταῦτα τὰ παρ’ ἡμῶν ἀπεσταλμένα μένειν ἐάσατε παρ’ ὑμῖν τῆς τε ὑμῶν αὐτῶν ὁμολογίας ὀρθῆς τῆς τε τῶν πεπονθότων κακοδοξίας εἰς αἰῶνας ἐσόμενα σύμβολον. παρακαλῶ δὲ τὸ τάλαντον ὅπερ ἐπιστεύθητε, μὴ κατορύ‐ ξητε, ἀλλὰ τῆι μεταδόσει πολυπλασιάσατε. διαλέχθητε, μετάδοτε τῶν ὑμετέρων ἀληθῶν, μήποτε ἄρα φανείης ἀποδεσμεύων αὐτό· ἰδιοποιούμενοι τὰ κατ’ ἐμὲ ὑπὲρ ἀδελ‐
15φοῦ προσεύξασθε δέησιν καταπυκνοῦντες καὶ λέγοντες· κύριε εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν. Πᾶσαν τὴν σὺν τῆι ὑμετέραι ὁσιότητι ἐν Χριστῶι ἀδελφότητα πλεῖστα προσαγορεύ‐ ομεν. ἐρρωμένος ἐν κυρίωι ὑπερεύχου ἡμῶν, θεοφιλέστατε ἀδελφέ. Ὁ ἁγιώτατος καὶ μακαριώτατος πατριάρχης καὶ ἡ εὐαγὴς σύνοδος εἶπεν· Εἰ τὰ
20κατὰ τὴν βασιλίδα πόλιν συνοδικῶς ἐψηφισμένα, ὧν μνήμην ποιεῖται ὁ θεῖος καὶ πανευσε‐ βὴς νόμος καὶ ἡ τοῦ μνημονευθέντος ἁγιωτάτου πατριάρχου ἐπιστολή, Ἐλισσαῖος μετα‐ χειρίζεται ὁ θεοσεβὴς νοτάριος, διδασκέτω. Ἐλισσαῖος νοτάριος εἶπε· Διδάσκω τὴν ὑμετέραν μακαριότητα καὶ τὴν παροῦσαν εὐαγῆ σύνοδον ὡς σὺν τῆι ἀναγνωσθείσηι τιμίαι ἐπιστολῆι τοῦ ἁγιωτάτου πατριάρχου
25τῆς βασιλευούσης πόλεως Μηνᾶ καὶ τὰ ὑπομνήματα ἃ ἀπεστάλη παρὰ τῆς αὐτοῦ μακα‐ ριότητος, τά τε ἐπὶ τῆι καθαιρέσει πραχθέντα Ἀνθίμου, ὃς πρώην γέγονε τῆς Τραπεζουν‐ τίων ἐπίσκοπος, καὶ τὰ ἐπὶ τῶι ἀναθεματισμῶι Σεβήρου καὶ Πέτρου καὶ Ζωόρα μετὰ χεῖράς ἐστί μοι. κατὰ τοίνυν τὸ παριστάμενον τῆι ὑμετέραι ἁγιωσύνηι καὶ τῆι ἁγίαι συνόδωι τὴν τούτων ποιοῦμαι ἐμφάνειαν.
30 Ὁ ἁγιώτατος καὶ μακαριώτατος πατριάρχης καὶ ἡ εὐαγὴς σύνοδος εἶπε· Τέως τὰ ἐπὶ Ἀνθίμωι πεπραγμένα δῆλα γινέσθω διὰ τῆς ἀναγνώσεως ἐγγραφόμενα τοῖς ὑφ’ ἡμῖν πραττομένοις. οὕτω γὰρ καθ’ ἑτέραν εἰσόμεθα καὶ τὰ ἐπὶ τῶι ἀναθεματισμῶι παρακολουθήσαντα Σεβήρου καὶ Πέτρου καὶ Ζωόρα τῶν δυσσεβεστάτων, κἂν τὰ μάλιστα οὐκ ἄγνωστα ἡμῖν ταῦτα καθέστηκε.
35Καὶ παραλαβὼν τὰ ἐπὶ Ἀνθίμωι πεπραγμένα Ἐλισσαῖος ὁ θεοσεβέστατος νοτάριος
καὶ διάκονος διῆλθε καὶ ἐγγέγραπται τοῖς νῦν πραττομένοις ἐπὶ λέξεως ἔχοντα οὕτως125

3

.

126

Μετὰ τὴν ὑπατείαν Φλ’ Βελισσαρίου τοῦ λαμπροτάτου τῆι πρὸ ἓξ Νόνων Μαίων ἰνδικτιῶνος ιδ ἐν τῆι φιλοχρίστωι καὶ βασιλευούσηι Κωνσταντινουπόλει Ῥώμηι προκαθεζομένου τοῦ δεσπότου ἡμῶν τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου ἀρχι‐ επισκόπου καὶ πατριάρχου Μηνᾶ ἐν τῶι μεσαύλωι τῶι δυτικῶι τοῦ σεβασμίου οἴκου τῆς
5δεσποίνης ἡμῶν τῆς ἁγίας ἐνδόξου θεοτόκου καὶ ἀειπαρθένου Μαρίας τοῦ ὄντος πλησίον τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας καὶ ἐκ μὲν τοῦ δεξιοῦ μέρους συνεδρευόντων αὐτῶι καὶ συνακροωμένων κατὰ εὐσεβῆ κέλευσιν τοῦ φιλοχρίστου καὶ θεοφυλάκτον ἡμῶν βασιλέως Ἰουστινιανοῦ τῶν ὁσιωτάτων καὶ θεοφιλεστάτων ἐπισκόπων
10Σαβίνου τοῦ Κανουσίου Ἐπιφανίου Ἐκλάνων Ἀστερίου Σαλέρνων Ῥουστίκου Φεσούλων Λέοντος Νόλου
15τῶν πάντων ἐκ τῆς Ἰταλῶν χώρας πρώην μὲν ἀπεσταλμένων ἐκ τῆς ἀποστολι‐ κῆς καθέδρας, ὕστερον δὲ συνόντων παραγενομένωι ἐνταῦθα Ἀγαπητῶι τῶι τῆς ἁγίας μνήμης γενομένωι πάπαι τῆς πρεσβυτέρας Ῥώμης Πέτρου τῆς Ἰουστινιανουπόλεως τῆς μητροπόλεως τῆς δευτέρας Καππαδοκῶν ἐπαρχίας
20Ζαχαρίου τῆς Μιτυληναίων μητροπόλεως Μάρκου τῆς μητροπόλεως Ἀπαμείας τῆς Βιθυνῶν ἐπαρχίας Αὐξεντίου τῆς Σηλυβρηνῶν μητροπόλεως Θαλασσίου τῆς μητροπόλεως Βηρυτοῦ Μεγάλου τῆς μητροπόλεως Βεροίας
25Ἰωάννου Γαβάλων Ἰωάννου Βοσπόρου Δομετιανοῦ τοῦ Ζηκχῶν ἔθνους Χριστοφόρου Πορφυρεῶνος ἐπαρχίας Φοινίκης παράλου Ἀρχελάου Κωρύκου
30Δαυίθου Κιρκησίου Αἰθερίου Μαριάμμης Ἀλεξάνδρου Βαρκουσῶν Δόμνου Μαξιμιανουπόλεως τῆς δευτέρας Παλαιστίνης Ἀναστασίου Ἰωτάβης
35Ἰωάννου Ζωόρων Ἀνδρέου τοῦ Πανίου Ἐπιτυγχάνου Γέρμης ἐπαρχίας Ἑλλησπόντου Παύλου τοῦ Στεκτορίου Ἀνδρέου Πελτῶν
40Θεοδώρου Μηροῦ Θεοδωρίτου Ἀλίνδων
ἐκ δὲ τοῦ εὐωνύμου μέρους126

3

.

127

Ὑπατίου τῆς μητροπόλεως Ἐφέσου Κωνσταντίνου Ἡρακλείας τῆς μητροπόλεως Εὐρώπης Θεαγένους τῆς μητροπόλεως Συνάδων Βάκχου Ἀντιοχείας τῆς μητροπόλεως Πισιδίας
5Ἱλαριανοῦ τῆς μητροπόλεως Πέργης Βοσπορίου Νεοκαισαρείας τῆς μητροπόλεως Πόντου Πολεμωνιακοῦ Παύλου τῆς μητροπόλεως Τυάνων Ἀκακίου τῆς μητροπόλεως Πισινοῦντος Ἐπικτήτου Κλαυδιουπόλεως τῆς μητροπόλεως Ὁνωριάδος
10Τιμοθέου τῆς μητροπόλεως Βερόης Ἐπιφανίου Ἡρακλείας τῆς Ὁνωρεατῶν ἐπαρχίας Ἁβραμίου Κρατίας Ἀλεξάνδρου Κολωνείας τῆς δευτέρας Καππαδοκῶν ἐπαρχίας Ἀστερίου Ἀμάστρεως
15Εὐγενίου Τίου Ἰωάννου Καισαρείας τῆς Βιθυνῶν ἐπαρχίας Κυριακοῦ Θεοδοσιουπόλεως τῆς Φρυγῶν Πακατιανῶν ἐπαρχίας Ἰωάννου Τραιανουπόλεως Θεοδότου Εὐροίας Παλαιᾶς Ἠπείρου
20Ἀνδρέου Ἀμύζωνος Φλαβιανοῦ Κοτένων Ἠλίου Ἀδριανῶν τῆς Βιθυνῶν ἐπαρχίας Μακεδονίου Βριάνων καὶ Ἁρμονίου Καλλιπόλεως
25συμπαρόντων δὲ αὐτῶι καὶ συνακροωμένων καὶ Θεοφάνους καὶ Πελαγίου τῶν θεοφιλεστάτων διακόνων τῆς ἀποστολικῆς καθέδρας καὶ Μηνᾶ καὶ Πέτρου τῶν θεοσεβεστάτων νοταρίων καί τινων εὐλαβεστάτων ὑποδιακόνων καὶ ἐκδίκων καὶ λοιπῶν κληρικῶν τοῦ αὐτοῦ ἀποστολικοῦ θρόνου, οἳ καὶ συνόντες ἔτυχον παρα‐ γενομένωι ἐνταῦθα Ἀγαπητῶι τῶι τῆς ἁγίας μνήμης γενομένωι πάπαι τῆς πρε‐
30σβυτέρας Ῥώμης καὶ Μάγνου πρεσβυτέρου καὶ Ἡρακλείου διακόνου καὶ ἀποκρισιαρίων Ἐφραιμίου τοῦ ὁσιωτάτου πατριάρχου τῆς ἐν Θεουπόλει ἁγιωτάτης ἐκκλησίας Σαβίνου διακόνου τῆς ἁγίας Χριστοῦ τοῦ θεοῦ ἡμῶν Ἀναστάσεως πληροῦντος τὰς ἀποκρίσεις Πέτρου τοῦ ὁσιωτάτου πατριάρχου Ἱεροσολύμων
35Στεφάνου διακόνου καὶ ἀποκρισιαρίου Σωτηρίχου τοῦ ὁσιωτάτου ἐπισκόπου Καισαρείας τῆς μητροπόλεως Καππαδοκίας πρώτης Γαιανοῦ πρεσβυτέρου καὶ ἀποκρισιαρίου Ἐλπιδίου τοῦ ὁσιωτάτου ἐπισκόπου Ἀγκύρας τῆς μητροπόλεως Γαλατίας πρώτης Διονυσίου καὶ Καλλινίκου διακόνων καὶ ἀποκρισιαρίων Φωτίου τοῦ ὁσιωτάτου
40ἐπισκόπου τῆς μητροπόλεως Κορίνθου
παρόντος δὲ καὶ τοῦ εὐλαβοῦς κλήρου τῆς βασιλευούσης πόλεως127

3

.

128

Εὐφήμιος ὁ θεοσεβέστατος διάκονος καὶ πριμικήριος νοταρίων εἶπε· Μαριανοῦ τοῦ θεοσεβεστάτου πρεσβυτέρου καὶ ἡγουμένου μονῆς τῆς ἐπικαλουμένης Δαλματίου τοῦ τῆς θεοφιλοῦς μνήμης καὶ ἐξάρχου τῶν ἐπὶ τῆς βασιλευούσης ταύτης πόλεως διακειμένων εὐαγῶν μοναστηρίων καὶ τῶν λοιπῶν εὐαγῶν ἡγουμένων τῶν κατὰ τὴν φιλόχριστον ταύ‐
5την πόλιν καθεστώτων εὐαγῶν μοναστηρίων καὶ πρός γε τῶν ἐνδημούντων ταύτηι τῆι βασιλίδι πόλει εὐαγῶν μοναχῶν τελούντων ὑπὸ Θεούπολιν καὶ τὰ Ἱεροσόλυμα δεήσεις ἀνατεινάντων τῶι εὐσεβεστάτωι καὶ θεοφυλάκτωι ἡμῶν βασιλεῖ θεσπίσαι κατηξίωσε τὸ αὐτοῦ κράτος τούς τε παρόντας ὁσιωτάτους ἐπισκόπους ἐκ τῆς Ἰταλῶν χώρας καὶ προσέτι γε τοὺς θεοφιλεστάτους ἀρχιδιακόνους τῆς ἀποστολικῆς καθέδρας καὶ τοὺς εὐλα‐
10βεστάτους νοταρίους καὶ ἐκδίκους τοῦ αὐτοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώ‐ μης ἐνταῦθα παραγεγονότας, οἳ καὶ συνῆσαν Ἀγαπητῶι τῶι τῆς ὁσίας μνήμης γενομένωι πάπαι τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης, καὶ τοὺς ἄλλους γε μὴν ἅπαντας τοὺς ἐνδημοῦντας θεοφιλεστάτους ἐπισκόπους παρὰ τὴν ὑμετέραν μακαριότητα συνελθεῖν, ἐφ’ ὧι δήλων ὑμῖν γινομένων τῶν ἐπιδεδομένων τῆι αὐτῶν γαληνότητι δεήσεων καὶ
15ὧν ἂν προσαγγεῖλαι βουληθεῖεν οἱ ταύτας ἐπιδεδωκότες, τὰ τοῖς εὐαγέσι κανόσι δοκοῦντα καὶ τῆι ἐκκλησιαστικῆι τάξει προσήκοντα πρὸς ἔργον ἀχθῆναι. ἐπεὶ τοίνυν πάρεισι μέν, ὡς βασιλεῖ τῶι μεγάλωι παρέστη, πάντες οἱ τὸν ἱερὸν ὑμῶν πληροῦντες σύλλογον, παρα‐ φυλάττουσι δὲ τὸ εὐαγὲς ὑμῶν σήκρητον οἵ τε εἰρημένοι εὐλαβέστατοι μοναχοὶ καὶ Θεό‐ δωρος ὁ περίβλεπτος ῥαιφερενδάριος παρὰ τοῦ εὐσεβεστάτου ἡμῶν πρὸς τοῦτο ἀπεσταλ‐
20μένος δεσπότου, ὑποβάλλομεν πρὸς τὸ παριστάμενον. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Εἰσίτωσαν ὅ τε μνημονευθεὶς περίβλεπτος ῥαιφερενδάριος Θεόδωρος καὶ οἱ ἐξονομασθέντες εὐλαβέστατοι ἄνδρες. Καὶ εἰσῆλθε Θεόδωρός τε ὁ περίβλεπτος τριβοῦνος νοτάριος καὶ ῥαιφερενδάριος τοῦ θεοφυλάκτου ἡμῶν βασιλέως καὶ Μαριανὸς ὁ θεοφιλέστατος πρεσβύτερος καὶ ἡγούμενος
25μονῆς Δαλματίου τοῦ τῆς ὁσίας μνήμης καὶ ἔξαρχος καὶ σὺν αὐτοῖς οἱ θεοσεβέστατοι πρε‐ σβύτεροι καὶ ἀρχιμανδρῖται τῶν κατὰ τήνδε τὴν βασιλίδα πόλιν εὐαγῶν μοναστηρίων Ἀγαπητὸς τῆς Δίου Διόσκορος τῆς ἁγίας Εὐφημίας Ἀγάπιος τῆς Θαλασσίου
30Παῦλος τῶν Ῥωμαίων Ἀντωνῖνος τῆς Εὐσεβίου Στέφανος τῆς Ὀλυμπίου Ἀναστάσιος τῶν Ῥωμαίων Δημήτριος τῆς Φωκᾶ
35Κυριακὸς τῆς Εὐφημίου Ζωίλος τῆς Θεοδότου Ἰουλιανὸς τῆς Εὐφημίου Στέφανος τῶν Προμώτου
Ζήνων τῆς ἁγίας θεοτόκου ἐν τῆι πηγῆι128

3

.

129

Ἀλέξανδρος τοῦ καλαμίου Δάδας τῆς Καιουμᾶ Ῥόδων τῆς Θεοδώρου Γεννάδιος τῆς Κυριακοῦ
5Θεόδωρος τῆς Μαρωνίου Σίλας τῆς Ἠλία Παῦλος τῆς Σαμουήλου Ἰωάννης τῆς Θεοδώρου Κυρίων τῶν Αἰγυπτίων
10Βασίλειος τῆς Κυρακωνᾶ Ἰωάννης τοῦ ἁγίου ἀποστόλου Θωμᾶ ἐν τοῖς Μοδέστου Μάρκος τῆς Θεοδώρου Φλαβιανὸς πρεσβύτερος καὶ δευτεράριος τῆς Μοδέστου τῶν Λυκαόνων Μαρῖνος τῆς Παύλου
15Θεόκτιστος τῆς ἁγίας θεοτόκου πλησίον τῶν Ἰώβ Θεόδωρος τῆς Τρύφωνος Κοσμᾶς τοῦ ἁγίου Ἰωάννου ἐν τοῖς Στουδίου Πέτρος τῆς ἁγίας θεοτόκου καὶ τοῦ ἁγίου Διομήδους ἐν Ἱερουσαλήμ Ἐλευθέριος τοῦ ἁγίου Κυριακοῦ
20Ἀλέξανδρος τῆς Ἁβραμίου Θεόδωρος τῆς Ἰώβ Τρύφων τῆς Ἐλπιδίου Στέφανος τῆς Κώνστα Βαβύλας τῆς Δανιὴλ ἐν τῶι στύλωι
25Ἰωάννης τῆς Ἀναστασίου Ἀνθέμιος τῆς Νέωνος Ἰωάννης τοῦ ἁγίου Μιχαὴλ τῶν Χαρσίου Ἰωάννης τῆς Μάρα πλησίον τῆς Ἀετίου κινστέρνης Φωκᾶς τῆς Ἰωνᾶ πλησίον τοῦ Δευτέρου
30Ζώσιμος τῆς Εὐτυχίου τῶν Λυκαόνων Τιμόθεος τῆς Ἀστερίου Στρατόνικος τῆς Δομετίου Πολυχρόνιος τοῦ αἰθρίου Ἀνδρέας τῶν Ῥωμαίων πλησίον τῆς κινστέρνης
35Μαρτύριος τῆς Πέτρου πλησίον τῶν Ἀποστόλων Ἀνδρέας τῆς ἁγίας θεοτόκου πλησίον τοῦ ἁγίου Λουκᾶ Μάρκος τοῦ ἁγίου Κυρίκου Ἰάκωβος τῆς Ἀβίβου Σύρος Ἀττικὸς τῶν Εὐκρατάδων
40Ἰωσὴφ τῆς ἁγίας θεοτόκου ἐν τῶι λιθοστρώτωι Παῦλος τοῦ ἁγιωτάτου ἀποστόλου Πέτρου πλησίον τοῦ παλατίου Ἀναστάσιος πρεσβύτερος καὶ δευτεράριος τοῦ ἁγίου Φιλίππου ἐν τῶι βρεφο‐
τροφείωι129

3

.

130

Γεώργιος τῆς Κύρου Εὐσέβιος τῆς Συμεωνίου Ζωτικὸς τοῦ ἁγίου Ἀνδρέου πλησίον τῆς Σατορνίνου πόρτης καὶ τῶν ὑπὸ Θεούπολιν
5Παῦλος μοναχὸς καὶ ἀποκρισιάριος μονῆς τῆς Μάρωνος Σεβηριανὸς πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς Ζωόρα τῶν Θερμῶν Σύρος Κασσισᾶς πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς Λουκᾶ Σύρος Συμεώνης διάκονος καὶ ἀποκρισιάριος τῆς Ἰακώβου Ἰωάννης διάκονος καὶ ἀποκρισιάριος τῆς Θεοδώρου
10Στέφανος πρεσβύτερος καὶ ἡγούμενος μονῆς Εὐξηρίου Ἰωάννης πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ κυρίου Θωμᾶ Σύρος Θωμᾶς πρεσβύτερος καὶ ἀρχιμανδρίτης τῆς μονῆς Ἀαρὼν Σύρος Φωτεινὸς μοναχὸς καὶ ἀποκρισιάριος μονῆς τοῦ ἁγίου Στεφάνου Θεόδωρος διάκονος καὶ ἀποκρισιάριος τῆς ἐκκλησίας Ἐρινδηληνῶν
15Σέργιος πρεσβύτερος καὶ περιοδευτής οἱ πάντες πράττοντες ὑπέρ τε ἑαυτῶν καὶ τῶν λοιπῶν, ἔτι μὴν καὶ τῶν ὑπὸ τοὺς ἁγίους Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν τόπους Δομετιανὸς πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ μακαρίου Μαρτυρίου Ἡσύχιος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ μακαρίου Θεοδοσίου
20Κασιανὸς πρεσβύτερος τῆς λαύρας τοῦ μακαρίου Σάββα Κυριακὸς πρεσβύτερος καὶ ἡγούμενος τῶν πυργίων τοῦ Ἰορδάνου Νέσταβος πρεσβύτερος λαύρας τοῦ μακαρίου Φιρμίνου Τερέντιος πρεσβύτερος τῆς Νέας λαύρας Λεόντιος μοναχὸς καὶ ἡγούμενος καὶ τοποτηρητὴς τῆς ἐρήμου πάσης
25Τραιανὸς πρεσβύτερος τῶν πυργίων τοῦ Ἰορδάνου Πολύευκτος διάκονος τῆς μονῆς τοῦ ἀββᾶ Θεοδοσίου Θεόδωρος διάκονος καὶ μοναχὸς τῆς Νέας λαύρας Κύρικος διάκονος καὶ μοναχὸς τῆς αὐτῆς Νέας λαύρας Ἀναστάσιος διάκονος μονῆς τοῦ μακαρίου Μαρτυρίου
30Μάμας μοναχὸς τῆς αὐτῆς μονῆς Ἰωάννης μοναχὸς τῆς αὐτῆς μονῆς Ἰουλιανὸς μοναχὸς μονῆς τοῦ ἀββᾶ Θεοδοσίου οἱ πάντες πράττοντες ὑπέρ τε ἑαυτῶν καὶ τῶν οἰκείων μοναστηρίων καὶ πάν‐ των τῶν ἐν τῆι ἐρήμωι τῆς ἁγίας πόλεως μοναχῶν
35Ἰωάννης πρεσβύτερος τῆς πεδιάδος καὶ ὑπὲρ πάντων τῶν ἐκεῖσε μοναχῶν Θεωνᾶς πρεσβύτερος τοῦ Σινᾶ ὄρους καὶ ἀποκρισιάριος τοῦ τε ὄρους καὶ τῆς ἐκκλησίας Φαρὰν καὶ λαύρας Ῥαιθοῦ ὑπὲρ πάντων τῶν ἐκεῖσε μοναχῶν Στρατήγιος διάκονος καὶ μοναχὸς μονῆς τοῦ μακαρίου Ἰωάννου ὑπὲρ πάντων τῶν ὑπὸ Σκυθόπολιν μοναχῶν.
40 Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Ἐν πρώτηι τάξει διδαχθῆναι βουλόμεθα παρὰ Θεοδώρου τοῦ περιβλέπτου τὴν αἰτίαν δι’ ἣν εἰς ἡμᾶς γέγονε. Θεόδωρος ὁ περίβλεπτος τριβοῦνος νοτάριος καὶ ῥαιφερενδάριος τοῦ εὐσεβεστάτου
δεσπότου εἶπε· Δεήσεις ἀνέτειναν οἱ παρόντες εὐλαβέστατοι μοναχοὶ τῶι θειοτάτωι καὶ130

3

.

131

καλλινίκωι ἡμῶν βασιλεῖ καὶ ταύτας θεσπίσαι κατηξίωσε τὸ αὐτῶν κράτος λαβόντα με διακομίσαι πρὸς τὴν ὑμετέραν ἁγιωσύνην, ἀγαγεῖν δὲ καὶ τοὺς εὐλαβεστάτους μοναχοὺς ἐφ’ ὧι διδασκομένους ὑμᾶς τὰ παρ’ αὐτῶν τὰ καλῶς ἔχειν τῆι ὑμετέραι μακαριότητι φαινόμενα κανονικῶς διατυπῶσαι. ταύτας τοίνυν ἔχων μετὰ χεῖρας ἐπιδίδωμι τῆι
5ὑμετέραι μακαριότητι πρὸς ἀνάγνωσιν. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Ἡ παρὰ τῶν εὐλαβεστάτων μοναχῶν ἐπι‐ δοθεῖσα δέησις τῶι εὐσεβεστάτωι καὶ φιλοχρίστωι ἡμῶν δεσπότηι ὑποδεχθεῖσα δήλη γινέσθω. Καὶ λαβὼν Ἀκάκιος ὁ θεοσεβέστατος διάκονος καὶ νοτάριος ἀνέγνω Βασιλεῖ θεοσεβεστάτωι καὶ πανευσεβεστάτωι αὐτοκράτορι αὐγούστωι Ἰουστι‐
10νιανῶι δέησις καὶ ἱκεσία παρὰ Μαριανοῦ μοναχοῦ καὶ ἀρχιμανδρίτου μονῆς τοῦ μακαρίου Δαλματίου καὶ ἐξάρχου τῶν εὐαγῶν μοναστηρίων τῆς βασιλίδος καὶ τῶν ταύτης ἀρχι‐ μανδριτῶν καὶ παρὰ τῶν ἐνδημούντων ἐν αὐτῆι Ἱεροσολυμιτῶν καὶ τοῦ ἁγίου ὄρους Σινᾶ καὶ τῆς δευτέρας Συρίας ἀρχιμανδριτῶν καὶ μοναχῶν. Ὁ θεὸς ὁ μέγας καὶ θαυμαστός, δι’ οὗ βασιλεῖς βασιλεύουσι καὶ δυνάσται κρατοῦσι γῆς, προ‐
15γινώσκων τά τε ὄντα τά τε ἐσόμενα, κατανοήσας τὴν θεοφιλῆ καρδίαν τῆς ὑμετέρας εὐσεβείας οἷα μόνος τὰ ἐν ταύταις ἐνθύμια διερευνᾶν δυνάμενος, καὶ ἰδὼν τόν τε προ‐ λαβόντα ὑπὲρ τῆς ὀρθῆς πίστεως ζῆλον τήν τε μέλλουσαν γίνεσθαι σπουδὴν ὑπὲρ τῆς νυνὶ κρατούσης ἐν ταῖς ἁγιωτάταις ἐκκλησίαις καταστάσεως ἀνήγαγεν ἐπὶ τὸν βασι‐ λικὸν θρόνον τὴν ὑμετέραν γαληνότητα καὶ τὴν ἐφ’ ὑμῖν ἀπροσωπόληπτον αὐτοῦ
20κρίσιν πᾶσιν ἐπιδεῖξαι βουλόμενος προύθηκεν εἰς φανερὸν τὴν ὑμετέραν ἀγαθὴν ἐργασίαν, ἣν νύκτωρ καὶ μεθ’ ἡμέραν ὑπέρ τε τῆς ἐκκλησιαστικῆς εἰρήνης καὶ τιμῆς καὶ σεβάσματος τῆς τε ὀρθῆς πίστεως καὶ τῶν ἁγίων ποιεῖσθε πατέρων ὑπέρ τε τῆς εἰς τὸν πλησίον ἐξ ἀγάπης ἐλεημοσύνης. ἐλεημοσύναις γὰρ καὶ πίστεσιν ἀποκαθαίρεσθαι τὰς ἁμαρτίας μεμαθήκατε. τοῦτο δὴ τὸ τῆς ἀγαθῆς βουλῆς ἔργον διασκεδάσαι προθυμούμενοι
25Ἄνθιμος καὶ Σεβῆρος καὶ Πέτρος καὶ Ζωόρας καὶ οἱ τὰ ὅμοια τούτοις φρονοῦντες κατὰ πάντα χρόνον καὶ τρόπον θορύβους καὶ ταραχὰς ταῖς ἐκκλησίαις ἐμποιοῦντες οὐκ ἐπαύ‐ σαντο, τὴν μὲν γῆν καὶ τὰς πόλεις αἵμασιν ἁγίων καὶ ἑτέρων τινῶν καταμολύνοντες καὶ θορύβοις συσσαλεύοντες, τὸν δὲ ἀέρα καὶ τὰ τῶν ἀκουόντων ὦτα τοῖς κατὰ τῶν ἁγίων ἀναθεματισμοῖς μιάναντες, τὸ δὲ πέρας καὶ εἰς ταύτην τὴν βασιλίδα πόλιν εἰσ‐
30φρήσαντες καὶ θυσιαστήρια ἐβδελυγμένα καὶ βαπτιστήρια ἀλλότρια ἐξ ἐναντίας τοῦ ἀληθινοῦ θυσιαστηρίου καὶ τῆς ἁγίας κολυμβήθρας κατὰ πολλοὺς καὶ περιφανεῖς τόπους τῆσδε τῆς πόλεως καὶ ἐν προαστείοις καὶ ἰδιωτικοῖς πηξάμενοι οἴκοις τὰ ἄθεσμα πράτ‐ τοντες ἐν αὐτοῖς οὐ διαλιμπάνουσι τούς τε ἐν τοῖς οἴκοις διαφθείροντες καὶ αἰχμαλω‐ τίζοντες κατὰ τὸν ἀπόστολον τοὺς ἐν αὐτοῖς ἁπλουστέρους πάντοτε μανθάνοντας
35καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυναμένους. τὸ δὲ δὴ μεῖζον καὶ ἐγκόλπιον ἡμῶν κακὸν Ἄνθιμος ὁ ποτὲ Τραπεζούντων προχειρισθεὶς ἐπίσκοπος. οὗτος γὰρ ἐκ πολλοῦ τὴν ἰδίαν ἐκκλησίαν καταλιπὼν καὶ πεπλασμένον βίον ἐγκρατείας ἀναλαβὼν καὶ συνδιαιτηθεὶς τοῖς εἰρημένοις αἱρετικοῖς καὶ τὰ ἐκείνοις ἀρέσκοντα ποιῶν
τε καὶ λέγων οἷα νοσῶν τὴν ὁμοίαν ἐκείνοις αἱρετικὴν πλάνην ἠδυνήθη διὰ τῆς ἐκείνων131

3

.

132

συνάρσεως τὸν τῆσδε τῆς πόλεως θρόνον ὑφαρπάσαι παρὰ πάντας τοὺς ἐκκλησιαστι‐ κοὺς θεσμοὺς καὶ κανόνας. ἐπεὶ οὖν πάντες οἱ τῆς καθολικῆς ἐκκλησίας τρόφιμοι περί τε τῆς τοῦ εἰρημένου Ἀνθίμου ἀθέσμου τε καὶ βιαίας προβολῆς περί τε τῶν εἰρημένων ἀνοσίων ἀνδρῶν καὶ τῶι θεῶι καὶ ὑμῖν δι’ ὄχλου γινόμενοι οὐκ ἐπαύσαντο, ὑμεῖς δέ, εὐ‐
5σεβέστατοι, καίπερ δυνάμενοι τούτους ἐξωθῆσαι ὅμως γοῦν κανονικὴν κρίσιν παρὰ τοῦ ἀρχιερέως τῆς πρεσβυτέρας Ῥώμης ἐπί τε αὐτῶι Ἀνθίμωι καὶ τοῖς εἰρημένοις αἱρετι‐ κοῖς καλῶς ποιοῦντες ἀκοῦσαι ἠβουλήθητε πειθόμενοι τῶι εἰπόντι ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσί σοι καὶ τῶι ἀποστόλωι λέγοντι πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε·
10αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες, ἐξαπέστειλεν ὁ θεὸς τῆιδε τῆι πόλει Ἀγαπητὸν τὸν ὄντως ἀγαπητὸν θεῶι καὶ ἀνθρώ‐ ποις ἀρχιερέα τῆς πρεσβυτέρας Ῥώμης ἐπὶ καθαιρέσει Ἀνθίμου τε καὶ τῶν εἰρημένων αἱρετικῶν ὥσπερ ποτὲ Πέτρον τὸν μέγαν τοῖς Ῥωμαίοις ἐπὶ καθαιρέσει τῆς Σίμωνος γοητείας. οὗτος οὖν ὁ τίμιος ἀνὴρ τὰ κατὰ τῆς ἐκκλησίας ἀθέσμως τολμώμενα μαθὼν
15διά τε πλείστων καὶ ἡμετέρων λιβέλλων καὶ ταῦτα αὐτῆι ὄψει παραλαβὼν καθάπαξ οὐδὲ εἰς θέαν τὸν κατὰ τῶν κανόνων μανέντα Ἄνθιμον παραδέξασθαι ἠβουλήθη, ἀλλὰ τοῦ‐ τον δικαίως ἐξωθήσας τοῦ τῆσδε τῆς πόλεως ἀρχιερατικοῦ θρόνου συνεπαμυνούσης καὶ συνεπισχυούσης τῆι τε καθολικῆι πίστει καὶ τοῖς θείοις κανόσι τῆς ὑμετέρας εὐσεβείας προεχειρίσατο τῆιδε τῆι ἐκκλησίαι τὸν ἐπὶ ὀρθῆι πίστει καὶ σώφρονι βίωι καὶ σεμνῆι
20πολιτείαι καὶ τῆι ἐγχειρισθείσηι αὐτῶι τῶν ἀσθενούντων διακονίαι μαρτυρούμενον Μη‐ νᾶν τὸν ἁγιώτατον. ἐπὶ τούτοις πάλιν λιβέλλους περί τε Ἀνθίμου καὶ τῶν εἰρη‐ μένων αἱρετικῶν ἐπιδεδωκότες οἵ τε ἐνδημοῦντες τῆιδε τῆι πόλει Παλαιστινοὶ ἐπίσκο‐ ποι καὶ τῆς Ἀνατολικῆς διοικήσεως καὶ οἱ τῶν ἄλλων ἀρχιερέων ἀποκρισιάριοι καὶ ἡμεῖς αὐτοὶ ἐξηιτήσαμεν τὸν μὲν Ἄνθιμον οἷα Τραπεζούντων χρηματίζοντα ἐπίσκοπον
25ποιῆσαι τὸν ἐγνωσμένον τῶι ἀποστολικῶι θρόνωι λίβελλον καὶ ἐλευθερῶσαι ἑαυτὸν πάσης αἱρετικῆς πλάνης καὶ ἐξορμῆσαι ἐπὶ τὴν Τραπεζουντίων ἐκκλησίαν ἢ τοῦτο μὴ ἀνεχόμενον τελείως κατακριθῆναι καὶ πάσης ἀξίας ἱερατικῆς καὶ ἐνεργείας γυμνωθῆναι, ὥσπερ ὁ ἐν ἁγίοις Κελεστῖνος ἐπὶ Νεστορίωι τῶι δυσσεβεῖ διεπράξατο, ἑαυτὸν τῶι τοιούτωι κρίματι ὑποβαλόντα καὶ τὴν μετὰ τῶν αἱρετικῶν μερίδα ἀσπασάμενον
30καὶ τούτους τῆς ἰδίας ἐκκλησίας προτιμήσαντα, τοὺς δὲ εἰρημένους αἱρετικοὺς ἢ κα‐ νονικῶς προσελθεῖν τῆι ἐκκλησίαι ἢ παύσασθαι λοιπὸν τῶν κατ’ αὐτῆς ἐπιβουλῶν καὶ παρασυνάξεων καὶ παραβαπτισμάτων καὶ τῆσδε τῆς πόλεως καὶ πάσης ἑτέρας ἐκδιωχθῆναι ὡς λυμεῶνας καὶ ἐπιβούλους οὐ μόνον τῶν ἁγιωτάτων ἐκκλησιῶν, ἀλλὰ καὶ αὐτῆς τῆς καλῶς ὑφ’ ὑμῶν εὐνομουμένης πολιτείας, ἀξιώσαντες ταῦτα αὐτὸν εἰς
35γνῶσιν ἐνέγκαι τῆς ὑμετέρας εὐσεβείας, ἐφ’ ὧι δι’ αὐτῆς εἰς πέρας τὰ παρ’ ἡμῶν αἰτη‐ θέντα ἀχθῆναι. ταύτας δὲ τὰς δικαίας ἡμῶν αἰτήσεις προφθάνων ὁ εἰρημένος δικαιό‐ τατος ἀνήρ, ἐπειδὴ ἀφανῆ ἑαυτὸν κατέστησεν ὁ Ἄνθιμος, συγκατεδίκασε τοῖς εἰρη‐ μένοις αἱρετικοῖς πάσης ἱερατικῆς ἀξίας καὶ ἐνεργείας γυμνώσας καὶ παντὸς ἐπισκοπι‐ κοῦ καὶ ὀρθοδόξου ὀνόματος ἄχρι μετανοίας τῶν αὐτῶι ἐπταισμένων, ἐξαποστείλας
40τοὺς ἡμετέρους λιβέλλους τῆι ὑμετέραι εὐσεβείαι ἐφ’ ὧι τε τὰ ἐν αὐτοῖς δι’ ὑμῶν εἰς πέρας132

3

.

133

ἀχθῆναι. συμβὰν δὲ οὕτω παρὰ τοῦ σοφῶς τὰ καθ’ ἡμᾶς οἰκονομοῦντος θεοῦ προσ‐ ελήφθη οὗτος ὁ τίμιος ἀνὴρ καὶ προσετέθη τοῖς πατράσιν αὐτοῦ τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενος καὶ τὸν δρόμον τελέσας καὶ τὴν πίστιν τηρήσας. ἐνορκοῦμεν οὖν τὴν ὑμετέραν εὐσέβειαν, εἰ καὶ τολμηρόν τι ποιοῦμεν, κατὰ τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος
5ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ὑπερασπίζοντος τῆς ὑμετέρας τιμίας βασιλείας καὶ πάντα ἐχθρὸν καὶ πολέμιον διὰ τὴν ὑμετέραν ὀρθὴν πίστιν ὑμῖν ὑποτάσσοντος μὴ παριδεῖν τὴν δικαίαν κρίσιν τοῦ εἰρημένου ἁγίου ἀνδρός, ἀλλὰ ταύτην ἐπεξελθεῖν τήν τε ἐκκλησίαν τοῦ θεοῦ καὶ πάντα τὸν κόσμον ἐλευθεροῦντας τῆς λύμης Ἀνθίμου τε καὶ τῶν εἰρημένων αἱρετικῶν. καὶ γὰρ καὶ τοῦ εἰρημένου ὁσίου ἀνδρὸς Ἀγαπητοῦ τῶιδε τῶι βίωι
10ἐνδημοῦντος μετὰ θεὸν εἰς τὴν ὑμετέραν εὐσέβειαν ἀποβλέποντες ταῦτα πέρας λαβεῖν παρ’ ὑμῶν ἐξεδεχόμεθα. τὰ οὖν παρ’ ἐκείνου δικαίως καὶ κανονικῶς κεκριμένα πληροῦντες καὶ διὰ γενικῆς ὑμῶν νομοθεσίας ταῦτα κυροῦντες καὶ τοιαῦτα τοῦ λοιποῦ τολμᾶσθαι ἀπαγο‐ ρεύοντες τὴν μὲν ἐκείνου μακαρίαν ψυχὴν θεραπεύσετε, ἥτις ἐγγύτερον θεοῦ γενομένη, ὅσωι καὶ τοῦ δεσμοῦ τῆς γῆς τοῦ σαρκίου τούτου λέλυται καὶ παρρησίαν ἐκ τῶν οἰ‐
15κείων ἀγαθῶν ἐκτήσατο ἔργων, πρεσβεύσει ὑπὲρ τῆς εἰρήνης καὶ σωτηρίας τῆς ὑμετέρας εὐσεβείας, ὑμεῖς δὲ σὺν τῶι Δαβὶδ μετὰ παρρησίας πρὸς θεὸν κεκράξετε οὐχὶ τοὺς μισοῦν‐ τάς σε, κύριε, ἐμίσησα καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην; τέλειον μῖσος ἐμίσουν αὐτούς, εἰς ἐχθροὺς ἐγένοντό μοι. δέος γὰρ, εὐσεβέστατοι, μὴ διὰ τὴν πολλὴν ἀνοχὴν τὸ τοῦ Ἰσραηλιτικοῦ λαοῦ πάθωμεν καὶ ἡμεῖς ἐν μέσωι ἔχοντες
20τοὺς ὑπὸ πάσης ἀρχιερωσύνης ἀναθεματισθέντας, ὃς ἐπειδήπερ ἐν μέσωι εἶχεν Ἄχαρ καὶ Ἰωνάθαν τοὺς ἐν γνώσει καὶ ἀγνωσίαι ἑαυτοὺς τῶι ἀναθέματι ὑποβαλόντας, ἐκιν‐ δύνευσε πανστρατιᾶι ἀπολέσθαι καίπερ ἀγνοῶν ὅτιπερ ἐν μέσωι εἶχε τὸ ἀνάθεμα. μὴ οὖν ὑπομείνητε, Χριστιανικώτατοι βασιλεῖς, παριδεῖν τὸ τοιοῦτον κακόν, ἀλλὰ χρή‐ σασθε τῶι κατ’ ἐπίγνωσιν ὑπὲρ θεοῦ καὶ τῶν αὐτοῦ ζήλωι πληροῦντες τὸ γεγραμμένον
25λικμήτωρ ἀσεβῶν βασιλεὺς σοφός, ἵνα μετὰ Δαβὶδ καὶ Ἰωσίου καὶ Ἠλίου καὶ Φινεὲς καὶ Ἀγαπητοῦ τῶν μάλιστα ζηλωσάντων ὑπὲρ θεοῦ τὴν μερίδα ἐχόντων ὑμῶν ἐν μὲν τῶι παρόντι ὥσπερ κἀκείνοις ὑποπόδιον τῶν ποδῶν πάντας ὑμῖν τοὺς ἐχθροὺς ὑποτάξηι, ἐν δὲ τῶι μέλλοντι σὺν ἐκείνοις τὴν αἰώνιον βασιλείαν παράσχοι ὁ ἐπαγγει‐ λάμενος καὶ ἐν τούτωι ἑκατονταπλασίονα καὶ ἐν τῶι μέλλοντι αἰῶνι τοῖς ἀγαπῶσιν
30αὐτὸν ζωὴν αἰώνιον ἀποδιδόναι. Ὑπογραφαί Μαριανὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης καὶ ἔξαρχος τῶν εὐαγῶν μοναστηρίων τῆς βασιλίδος ταύτης πόλεως σὺν ἅπασι τοῖς εὐλαβεστάτοις ἀρχιμαν‐ δρίταις σὺν ἐμοὶ δεηθεῖσι κατὰ συναίνεσιν πάντων ὑπογράψας ἐπέδωκα: —
35 Ἡσύχιος ἐλέει θεοῦ πρεσβύτερος καὶ μοναχὸς μονῆς τοῦ μακαρίου ἀββᾶ Θεοδοσίου τὸν τόπον ἐπέχων Σωφρονίου πρεσβυτέρου καὶ ἀρχιμανδρίτου τῆς αὐτῆς μονῆς καὶ πρώτου πάσης τῆς ἐρήμου Ἱεροσολύμων σὺν πᾶσι τοῖς σὺν ἐμοὶ ἀποσταλεῖσιν ἀρχι‐
μανδρίταις καὶ μοναχοῖς Ἱεροσολυμίταις εἰς τήνδε τὴν βασιλίδα πράττουσι καὶ ὑπὲρ133

3

.

134

πάντων τῶν τὴν αὐτὴν ἔρημον οἰκούντων καὶ τὰς τρεῖς Παλαιστίνας ἀρχιμανδριτῶν καὶ μοναχῶν σὺν ἐμοὶ δεηθεῖσιν ὑπογράψας κατὰ συναίνεσιν πάντων ἐπέδωκα: — Θεωνᾶς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀποκρισιάριος τοῦ ἁγίου ὄρους Σινᾶ καὶ τῆς ἐρήμου Ῥαιθοῦ καὶ τῆς κατὰ Φαρὰν ἁγιωτάτης ἐκκλησίας πράττων ὑπὲρ πάντων τῶν
5προγεγραμμένων δεηθεὶς καὶ ὑπογράψας ἐπέδωκα: — Παῦλος ἐλέει θεοῦ διάκονος καὶ ἀποκρισιάριος τῆς εὐαγοῦς μονῆς τοῦ μακαρίου Μάρωνος τῆς ἐξαρχούσης τῶν εὐαγῶν μοναστηρίων δευτέρας Συρίας ἀποσταλεὶς ἐν‐ ταῦθα παρὰ τοῦ κοινοῦ τῶν θεοφιλεστάτων ἀρχιμανδριτῶν καὶ μοναχῶν τῆς αὐτῆς χώρας πρὸς τὴν ὑμετέραν εὐσέβειαν μετὰ δεήσεων αὐτῶν, ἃς ἀνέτειναν κατὰ τῶν προ‐
10γεγραμμένων Ἀκεφάλων, πράττων ὑπὲρ πάντων τῶν εἰρημένων ἀρχιμανδριτῶν καὶ μοναχῶν δεηθεὶς καὶ ὑπογράψας ἐπέδωκα: — Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν Ἀπίτω μὲν Θεόδωρος ὁ περίβλεπτος ῥαιφε‐ ρενδάριος πράξας ἐφ’ ὧι παραγέγονεν· λεγέτωσαν δὲ οἱ παρόντες εὐλαβέστατοι μοναχοί, εἴ τι πλέον διδάξαι βούλονται.
15 Οἱ εὐλαβέστατοι μοναχοὶ διὰ Μαριανοῦ τοῦ θεοσεβεστάτου ἐξάρχου ἐπέδωκαν διδασκαλικόν, ὅπερ δεξάμενος Χριστόδωρος ὁ θεοσεβέστατος διάκονος καὶ νοτάριος καὶ σηκρητάριος ἀνέγνω Ἐπιφανίου τοῦ τῆς ὁσίας μνήμης γενομένου ἀρχιεπισκόπου τῆς βασιλίδος ταύτης πόλεως ἐν εἰρήνηι τὸν βίον τελέσαντος Ἄνθιμος ὁ Τραπεζούντων ποτὲ προχειρισθεὶς
20ἐπίσκοπος τὸ τῆς ἀρχιερωσύνης μέγεθος καὶ ἀξίωμα οὐ πνευματικὴν ψυχῶν ἐπιστασίαν εἶναι λογισάμενος, ἀλλ’ οἷόν τινα πολιτικὴν ἀρχὴν καὶ διὰ τοῦτο τῆς μείζονος ὀρεγόμενος, ἤδη ἐκ πολλοῦ καταλιπὼν τὴν ἰδίαν ἐκκλησίαν καὶ καταλαβὼν τήνδε τὴν πόλιν ὥσπερ τις Αἰγυπτιακὴ πληγὴ καὶ τὸν πεπλασμένον βίον τῆς ἐσχηματισμένης αὐτοῦ ἐγκρατείας πᾶσιν ἐπιδεικνύμενος συνδιαιτηθείς τε τοῖς ἐμφωλεύουσιν ἐνταῦθα αἱρετικοῖς οἷα νοσῶν
25τὴν ὁμοίαν αὐτοῖς αἱρετικὴν μανίαν καὶ τὰ ἐκείνοις ἀρέσκοντα ποιῶν τε καὶ λέγων ἠδυ‐ νήθη μοιχικῶς τὸν τῆσδε τῆς πόλεως ἀρχιερατικὸν ὑφαρπάσαι θρόνον παρὰ πάντας τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς καὶ κανόνας. ἐπεὶ οὖν περὶ ἀμφότερα ἁμαρτάνων ἐφάνη περί τε τοὺς θείους κανόνας περί τε τὴν ὀρθὴν καὶ ἀμώμητον πίστιν, εἰκότως ἡμεῖς ἐπιστάμενοι τὴν τῶν θείων κανόνων ἐκδίκησιν ἀρχιερεῦσι μόνον ἁρμόττειν, τὴν δὲ τῆς
30ὀρθῆς πίστεως οὐ μόνον ἱερωμένοις, ἀλλὰ καὶ παντὶ ὀρθοδόξωι Χριστιανῶι, τὰ περὶ ταύτης μόνης τοῦτον ἐπηρωτῶμεν οὐχ ἅπαξ, οὐ δίς, ἀλλὰ καὶ πολλάκις παρακαλοῦντες αὐτὸν τὰ κατὰ Εὐτυχέος δογματισθέντα παρὰ τῶν ἁγίων πατέρων καὶ μάλιστα παρὰ τῶν ἐν τῆι ἁγίαι καὶ οἰκουμενικῆι συνόδωι τῆι ἐν Χαλκηδόνι συναχθέντων καὶ τοῦ μακα‐ ριωτάτου πάπα Λέοντος ὁμολογῆσαι, φαμὲν δὴ τὸ εἶναι ἐν δύο φύσεσι τὸν κύριον ἡμῶν
35Ἰησοῦν Χριστὸν ἀσυγχύτως ἀδιαιρέτως ἀτρέπτως ἀχωρίστως καὶ συγκαταδικάζειν καὶ ἀναθεματίζειν μετὰ Νεστορίου καὶ Εὐτυχέος καὶ Διόσκορον τὸν γενόμενον Ἀλεξ‐ ανδρείας ἐπίσκοπον τὸν τῆς ἀσεβείας Εὐτυχέος προστάτην καὶ ἔκδικον τὸν πάντων τῶν κακῶν γενόμενον αἴτιον, κατακριθέντα καὶ ἀναθεματισθέντα μετὰ Νεστορίου καὶ
Εὐτυχέος παρὰ τῆς εἰρημένης ἁγίας ἐν Χαλκηδόνι συνόδου. ὃ δὲ διὰ τὴν μελετη‐134

3

.

135

θεῖσαν κατὰ τῆς ἐκκλησίας βουλὴν μύων τοὺς τῆς οἰκείας διανοίας ὀφθαλμοὺς καὶ ἕνα καὶ μόνον σκοπὸν ἔχων ἅπαξ ὑπερβὰς τὴν θύραν τῆς μάνδρας τῶν Χριστοῦ τοῦ θεοῦ ἡμῶν προβάτων τὴν ποίμνην τοῖς λύκοις παραδοῦναι παρεκρούσατο τὰς ἡμετέρας ἐπερωτήσεις καὶ παρακλήσεις καὶ ἐπελάθετο τῆς τε ἀψευδοῦς τοῦ κυρίου περὶ τῆς αὐτοῦ
5ἐκκλησίας ἐπαγγελίας ὅτι πύλαι ἅιδου οὐ κατισχύσουσιν αὐτῆς καὶ τοῦ γραφικοῦ ἐκείνου ὅτι ἣν ἂν βουλὴν βουλεύσησθε, διασκεδάσει κύριος. δι’ ὃ ὁ τὸ ἀκαταμά‐ χητον τῆι αὐτοῦ ἐκκλησίαι ἀεὶ κατὰ τῶν αἱρέσεων δωρησάμενος κύριος ἐξήγειρε τὸ πνεῦμα τοῦ τῆς πρεσβυτέρας Ῥώμης ἁγιωτάτου ἀρχιεπισκόπου Ἀγαπητοῦ καὶ δὴ θεοῦ βου‐ λήσει καταλαμβάνει τήνδε τὴν πόλιν καὶ μαθὼν διά τε πλείστων καὶ ἡμετέρων λιβέλλων
10τὰ ἀθέσμως τολμηθέντα κατὰ τῆς τοῦ θεοῦ ἐκκλησίας οὐδὲ εἰς θέαν καθάπαξ παραδέξασθαι ἠβουλήθη τὸν κατὰ τῶν θείων κανόνων μανέντα Ἄνθιμον οὐδὲ συμμετασχεῖν αὐτῶι τῆς θείας κοινωνίας, ἀλλὰ τὴν ὕβριν ἐκδικῶν τῶν τε θείων κανόνων καὶ τῆς καθολικῆς πίστεως, τοῦτον μὲν ἐξώθησεν οὗπερ μοιχικῶς καὶ ἀθέσμως ἐπέβη ἀρχιερατικοῦ θρόνου συνεπι‐ σχύοντος τῆι τε καθολικῆι πίστει καὶ τῆι τῶν θείων κανόνων αὐθεντίαι τοῦ εὐσεβεστάτου
15καὶ πιστοτάτου ἡμῶν βασιλέως, τὴν δὲ ὑμετέραν μακαριότητα ἐπί τε ὀρθῆι πίστει ἄνωθεν καὶ ἐξ ἀρχῆς μαρτυρουμένην καὶ ἐπὶ σώφρονι βίωι καὶ σεμνῆι πολιτείαι καὶ τῆι ἐγχειρισθείσηι αὐτῆι τῶν ἀσθενούντων διακονίαι προεχειρίσατο ἀρχιερέα τῆιδε τῆι ἐκκλησίαι κατ’ ἐπιλογὴν καὶ ψῆφον τῶν εὐσεβεστάτων ἡμῶν βασιλέων καὶ τοῦ εὐαγοῦς τῆσδε τῆς ἁγιωτάτης ἐκκλησίας κλήρου καὶ τῶν ἐν διαφόροις ἀξιώμασι καὶ ἀρχαῖς
20τελούντων φιλοχρίστων ἀνδρῶν καὶ ἡμῶν αὐτῶν καὶ πάντων ὁμοῦ τῶν ὀρθοδόξων Χριστιανῶν. ἐπεὶ οὖν ἐχρῆν τὸν ἐπὶ κακοδοξίαι φωραθέντα μηδὲ ἑτέρας ἄρχειν ἐκκλη‐ σίας ἢ διδασκάλου ὄνομα περιφέρειν τὸν μηδ’ ὅλως μαθεῖν ἐθελήσαντα παρὰ τῶν ἁγίων πατέρων ἅπερ δέοι αὐτὸν τῶι λαῶι παραδιδόναι, εἰκότως καὶ περὶ τούτου λιβέλλους ἐπεδώκαμεν τῶι εἰρημένωι ἁγιωτάτωι Ἀγαπητῶι παρακαλοῦντες ἢ τὸν ἐγνωσμένον
25λίβελλον τῶι ἀποστολικῶι θρόνωι ἐπιδόντα τὸν εἰρημένον Ἄνθιμον ἐλευθερῶσαι ἑαυτὸν πάσης αἱρετικῆς πλάνης καὶ εἶθ’ οὕτως, εἰ δοκιμάσοι ὁ εἰρημένος ὅσιος ἀνήρ, ἐπὶ τὴν Τραπεζουντίων τοῦτον ἐκπεμφθῆναι ἐκκλησίαν ἢ τοῦτο μὴ ἀνεχόμενον τοῖς αἱρετικοῖς συγκατακριθῆναι ἅπαξ τὴν μετ’ ἐκείνων συνδιαγωγὴν τῆς αὐτοῦ ἐκκλησίας προτιμή‐ σαντα καὶ ἕτερον ἀντ’ αὐτοῦ τῆι εἰρημένηι ἐκκλησίαι προχειρισθῆναι ἐκ πολλοῦ χηρευούσηι
30ἐπισκόπου. ταύτας τὰς δικαίας ἡμῶν αἰτήσεις προσδεξάμενος ὁ εἰρημένος ὅσιος ἀνὴρ ἐν μὲν συστατικοῖς γράμμασι γενομένοις πρὸς τοὺς ἁγιωτάτους ἀρχιερεῖς ὑπὲρ τῆς ὑμετέρας ἁγιωσύνης, ἐπειδὴ ἀφανῆ ἑαυτὸν κατέστησεν ὁ εἰρημένος Ἄνθιμος, ἐγύ‐ μνωσε τοῦτον παντὸς ὀνόματος ἐπισκοπικοῦ τε καὶ καθολικοῦ, τουτέστιν ὀρθοδόξου, ἄχρις ἂν τὰ παραδεδομένα παρὰ τῶν ἁγίων πατέρων πάντα προσομολογήσηι, τοὺς
35δὲ ἡμετέρους λιβέλλους ἐξαπέστειλε τῶι εὐσεβεστάτωι ἡμῶν βασιλεῖ, ἐφ’ ὧι τὰ ἐν αὐτοῖς αἰτηθέντα πέρατι παραδοθῆναι διὰ τῆς αὐτῶν εὐσεβείας. συμβὰν δὲ οὕτω παρὰ τοῦ σοφῶς τὰ καθ’ ἡμᾶς οἰκονομοῦντος θεοῦ προσελήφθη οὗτος ὁ τίμιος ἀνὴρ καὶ προ‐
σετέθη τοῖς πατράσιν αὐτοῦ πλήρης πνευματικῶν ἡμερῶν ἀληθῶς κατὰ τῶν λύκων135

3

.

136

προπολεμήσας τῆς τοῦ ἀρχιποιμένος Χριστοῦ τοῦ θεοῦ ἡμῶν ποίμνης καὶ πιστὸς δοῦλος ἐν τῶι πιστευθέντι ταλάντωι ἀποδειχθεὶς καὶ ἀπροσωπόληπτος οἰκονόμος ἑκάστωι ἐν καιρῶι διδοὺς τὸ σιτομέτριον. ἡμεῖς οὖν μετὰ τὴν μακαρίαν ἐκείνου κοίμησιν σύν‐ τομον πέρας ἐπιτεθῆναι τοῖς κινουμένοις σπεύδοντες δεήσεις ἀνατεινάμενοι τῶι εὐσε‐
5βεστάτωι ἡμῶν βασιλεῖ καὶ τὰ ἐν τοῖς προτέροις λιβέλλοις ἀνακεφαλαιωσάμενοι παρεκα‐ λοῦμεν καὶ ἐνωρκοῦμεν τὴν αὐτοῦ εὐσέβειαν τὴν ἐπὶ τούτοις δικαίαν κρίσιν τοῦ ἐν ἁγίοις Ἀγαπητοῦ πληρῶσαι. ἡ οὖν αὐτῶν εὐσέβεια κἀν τούτωι Χριστιανικῶς κινουμένη καὶ πάντα τὰ εἰς ἐκκλησιαστικὴν κατάστασιν τείνοντα κανονικῶς περαιοῦσθαι βουλο‐ μένη τὰς τοιαύτας δεήσεις κατέπεμψε τῆι ὑμετέραι ἁγιωσύνηι, ἐφ’ ὧι τὰ δοκοῦντα τοῖς
10θείοις κανόσιν ἐπὶ τῶι εἰρημένωι Ἀνθίμωι ψηφίσασθαι. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος καὶ ἡ ἐνδημοῦσα ἁγία σύνοδος εἶπεν Οἱ παρόντες ὁσιώτατοι ἐπίσκοποι τῆς πρεσβυτέρας Ῥώμης καὶ οἱ θεοφιλέστατοι διάκονοι τῆς ἀποστο‐ λικῆς καθέδρας, ἔτι γε μὴν καὶ οἱ εὐλαβέστατοι νοτάριοι τῆς αὐτῆς ἀποστολικῆς καθέδρας ἐπακούσαντες τῶν ἀναγνωσθέντων περί τε τῶν ἐπιδεδόσθαι λεγομένων λιβέλλων καὶ
15τῶν συνοδικῶν ἐπιστολῶν τῶν παρὰ Ἀγαπητοῦ τοῦ τῆς ἁγίας μνήμης ὅσα περὶ τούτων ἴσασι, δῆλα ποιεῖν ἀξιούτωσαν. Καὶ ἀνέγνω φωνὴν Μηνᾶς ὁ θεοσεβέστατος ἀναγνώστης τῆς ἀποστολικῆς καθέδρας τῆς πρεσβυτέρας Ῥώμης καὶ νοτάριος σεκουνδοκήριος ἔχουσαν οὕτως Οἱ σεπτότατοι ἐπίσκοποι καὶ οἱ σεβασμιώτατοι τῆς ἀποστολικῆς καθέδρας διά‐
20κονοι εἶπον· Ὅ τι παρὰ τοῦ ἐν ἁγίαι τῆι μνήμηι πατρὸς ἡμῶν τοῦ πάπα Ἀγαπητοῦ μονα‐ χοὶ διαφόρων μοναστηρίων δι’ ἐπιδοθεισῶν δεήσεων γενέσθαι ἤιτησαν, καὶ εἴ τι παρὰ τοῦ αὐτοῦ πατρὸς ἡμῶν περὶ Ἀνθίμου τοῦ Τραπεζουντίων ποτὲ γενομένου ἐπισκόπου ἐν ταῖς συνοδικαῖς ἐπιστολαῖς ταῖς ὑπὲρ τῆς χειροτονίας τοῦ ἁγιωτάτου Μηνᾶ ἀρχιεπισκόπου ταύτης τῆς βασιλευούσης πόλεως ὥρισται, μετὰ χεῖρας ἔχοντες ἐπιδίδομεν πρὸς ἀνάγνωσιν.
25 Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος καὶ ἡ εὐαγὴς σύνοδος εἶπε· Τὰ προισχόμενα ἀναγι‐ νωσκέσθω. Καὶ λαβὼν Ἀκάκιος νοτάριος καὶ διάκονος τὰς δεήσεις τάς τε ἐκ προσώπου τῶν μοναχῶν καὶ τὰς ἐκ προσώπου τῶν ἐπισκόπων ἀνέγνω Τῶι δεσπότηι ἡμῶν τῶι ἁγιωτάτωι καὶ μακαριωτάτωι ἀρχιεπισκόπωι τῆς πρε‐
30σβυτέρας Ῥώμης καὶ οἰκουμενικῶι πατριάρχηι Ἀγαπητῶι παρὰ Μαριανοῦ πρεσβυτέρου καὶ ἐξάρχου τῶν μοναστηρίων τῆς βασιλίδος καὶ λοιπῶν ἀρχιμανδριτῶν τῆς αὐτῆς καὶ παρὰ τῶν ἐνδημούντων ἐν αὐτῆι Ἱεροσολυμιτῶν καὶ Ἀνατολικῶν ἀρχιμανδριτῶν καὶ μοναχῶν. Τὰ συνέχοντα τὰς ἁγίας τοῦ θεοῦ ἐκκλησίας κατανοοῦντες καὶ τοὺς ἐχθροὺς τοῦ θεοῦ ἐναβρυνομένους κατὰ ταύτης ὁσημέραι ὁρῶντες τὸν τοῦ θείου Γρηγορίου ἐπὶ τοῖς
35τοιούτοις ὀδυρμὸν εὐκαίρως προοιμιαζόμεθα πρὸς τὴν ὑμετέραν μακαριότητα λέγοντες136

3

.

137

‘ἔοικε τὴν παροῦσαν ζωὴν ἐπιλελοιπέναι καθόλου ἡ τοῦ θεοῦ κηδεμονία ἡ ἐν τοῖς πρὸ ἡμῶν χρόνοις τὰς ἐκκλησίας φυλάττουσα καὶ δὴ τοσοῦτον βεβάπτισται ἡ ἑκάστου ψυχὴ ὑπὸ συμφορῶν, ὥστε τὰ μὲν ἴδια τῆς ζωῆς ἡμῶν ἀλγεινὰ μηδ’ ἐν κακοῖς εἶναι λογίζε‐ σθαι τοσαῦτα καὶ τοιαῦτα ὄντα, πρὸς μόνα δὲ βλέπειν τὰ κοινὰ τῶν ἐκκλησιῶν πάθη, ὧν εἰ
5μὴ γένοιτό τις ἐν τῶι παρόντι καιρῶι σπουδὴ πρὸς διόρθωσιν, πρὸς παντελῆ ἀνελπιστίαν κατὰ μικρὸν προελεύσεται.‘ πολυτρόπως μὲν οὖν ἤδη ταῦτα ἐκδιηγησάμεθα, οὐχ ἧττον δὲ καὶ νῦν τὰς μεγάλας καὶ ἀνυποστάτους ἐπιβουλὰς τὰς κατὰ τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας ἐξαπλώσομεν. οἱ ἀπὸ τῆς μανίας Διοσκόρου καὶ Εὐτυχέος καταγόμενοι Ἀποσχίσται καὶ Ἀκέφαλοι ‘οὐκ οἴδαμεν
10τίνος αὐτοὺς παρακινήσαντος εἰς ἀπόνοιαν, ὥσπερ τινὸς παρρησίας ἐπειλημμένοι τῆι νόσωι ἑαυτῶν ἐμπομπεύουσιν‘ παρασυνάγοντες καὶ παραβαπτίσματα καινοτομοῦντες, ‘ὡς ἐξ ἐπι‐ τροπῆς τοῦτο ποιοῦντες, ὡς καὶ ὄνομα ἐπισκόπων ἑαυτοῖς ἐπιφημίζοντες τοῖς καθ’ ἡμᾶς τόποις φανερῶς ἐπιπολάζειν‘, καὶ ἀδεῶς πάντα τολμῶσιν οὐ κατ’ ἐκκλησιῶν μόνων, οὐ κατὰ τῶν τῆς ἐκκλησίας τροφίμων, ἀλλ’ ἤδη καὶ κατ’ αὐτοῦ τοῦ εὐσεβεστάτου ἡμῶν βασι‐
15λέως καὶ τῆς ὑμετέρας τιμίας κεφαλῆς, ὡς πεφανέρωται τῆι ὑμετέραι μακαριότητι. το‐ σαύτη τῶν εἰρημένων ἡ μανία. εὑρόντες γὰρ κατά τινα οἶκον σχῆμα ἔχοντα εὐκτηρίου, ἐν ὧι μοναχοί τινες οἰκοῦσι τῶν τῆς ἐκείνων ἀθεμίτου συμμορίας, τὴν εἰκόνα τοῦ φιλοθέου ἡμῶν βασιλέως τῆι μανίαι τυφλώττοντες τὸ τοῦ πατρὸς αὐτῶν τοῦ διαβόλου πεπράχασιν, ὃς μὴ δυνάμενος τῶι κτίστηι, κατὰ τοῦ πλάσματος τὴν αὐτοῦ ἐπιδείκνυται μανίαν. ὁρ‐
20μήσας γὰρ εἷς ἐξ αὐτῶν ὁ περίφημος ἐν κακοῖς Ἰσαάκιος ὁ Πέρσης ὁ μαγγανείαι τινὶ χρώ‐ μενος καὶ ἐξαπατῶν τὰς καρδίας τῶν ἐθελόντων παρ’ αὐτοῦ ἐξαπατᾶσθαι καὶ ἐγκλειόμενος εἰς τὰ Βηρίνης ἐπὶ πεντήκοντα ἡμέρας, ὡς οἱ τούτου συμμύσται καὶ ταῦτα ποιεῖν αὐτὸν παρασκευάζοντες πρὸς διαφθορὰν καὶ ἐξαπάτην τῶν ἁπλουστέρων διαφημίζουσιν, ἔτυπτε ῥάβδωι κατὰ τῆς κεφαλῆς τὴν εἰκόνα, ἐπιφθεγγόμενος τινὰ κατὰ τοῦ ὀρθοδόξου βασιλέως
25ἡμῶν, μᾶλλον δὲ κατὰ τοῦ θεοῦ, δι’ ὃν καὶ τὴν εἰκόνα ἔτυπτε, τὰ μήτε ἀκοῆι χωρητὰ μήτε διανοίαι δεκτὰ καὶ κλασθείσης ἐν τῶι τύπτειν τῆς ῥάβδου, ὥσπερ ἐξαπορούμενος τί ἕτερον ἀτιμότερον πράξει εἰς τὴν τοῦ ἀνθρώπου τοῦ θεοῦ εἰκόνα, ἐπελθὼν διεσπάραξε τὴν γε‐ γραμμένην σινδόνα καὶ τὸ παρ’ αὐτοῦ διαρραγὲν ἐκ ταύτης πυρὶ παραδέδωκε. τί τοίνυν οὐκ ἂν ἔπραξε κατὰ τοῦ ὀρθοδόξου βασιλέως, εἰ τοῦτον μετ’ ἐξουσίας ἐν χερσὶν
30ἔσχεν ὁ βίαιος οὗτος καὶ ἀλόγιστος ἀνήρ, ὅπου γε τῆς ἐν σινδόνι γραφῆς ἀψύχου οὐκ ἐφεί‐ σατο; καὶ δὴ τὸ τοῦ προφήτου πρὸς τὸν θεὸν καὶ πρὸς ὑμᾶς καὶ πρὸς τὸν εὐσεβέστατον ἡμῶν βασιλέα ἀπολεγομένους ἁρμόδιον λέγειν ἕως τίνος κεκραξόμεθα, καὶ οὐ μὴ εἰσα‐ κούσητε; βοησόμεθα πρὸς ὑμᾶς ἀδικούμενοι, καὶ οὐ σώσετε; ‘εἰ γὰρ οἱ ταῦτα καὶ φρονοῦν‐ τεσ‘ καὶ ποιοῦντες ὁμοτίμως συνδιάγειν ἡμῖν κατὰ πάντα καιρὸν καὶ τόπον ἐπιτρέπονται,
35σκοπεῖτε, μακαριώτατοι, ‘ὅτι μὴ συμβαινόντων ἡμῶν οἷς ἐκεῖνοι φρονοῦσι‘, μηδὲ ἀναστελλο‐ μένης τῆς τούτων παροινίας τὸ λαβεῖν αὐτοὺς ἐξουσίαν συνάξεως ἢ τὸ συγχωρηθῆναι αὐ‐ τοὺς τοιαῦτα τολμᾶν ‘οὐδὲν ἕτερόν ἐστιν ἢ ἀληθεστέρους τοῦ καθ’ ἡμᾶς δόγματος νομι‐
σθῆναι‘ καὶ ἀδικωτέρους καὶ βιαιοτέρους ἀπεργασθῆναι καθ’ ἡμῶν. ‘εἰ γὰρ ὡς εὐσεβοῦν‐137

3

.

138

τες ἐκεῖνοι διδάσκειν ὡς φρονοῦσι, καὶ κηρύττειν ἐν παρρησίαι τὸ καθ’ ἑαυτοὺς ἐπιτρέπονται δόγμα, δῆλον ὅτι κατέγνωσται ὁ τῆς ἐκκλησίας λόγος ὡς τῆς ἀληθείας παρ’ αὐτοῖς οὔσης. δύο γὰρ ἐναντίους λόγους περὶ τοῦ αὐτοῦ πράγματος ἀληθεῖς εἶναι φύσιν οὐκ ἔχει‘, φησὶν ὁ μέγας Γρηγόριος. ἐπειδὴ οὖν ἐκ ταύτης τῆς αἰτίας εἰς πολλοὺς οἴκους τῶν ἐν ὑπεροχῆι
5ὄντων εἰσδύνοντες ἄτοπά τινα διαπράττονται αἰχμαλωτίζοντες γυναικάριά τινα σεσωρευμένα ἁμαρτίαις ἀγόμενα ἐπιθυμίαις ποικίλαις πάντοτε μανθά‐ νοντα καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα, ἀλλὰ μὴν καὶ ἐν αὐτοῖς τοῖς ἰδιωτικοῖς οἴκοις καὶ ἐν προαστείοις θυσιαστήρια καὶ βαπτιστήρια ἀντεγεί‐ ροντες τῶι ἀληθινῶι θυσιαστηρίωι καὶ τῆι ἁγίαι κολυμβήθραι πάντων ὁμοῦ κατεφρόνησαν
10διὰ τὴν ἀπονεμομένην αὐτοῖς προστασίαν παρὰ τῶν ἔν τε τῶι δεσποτικῶι οἴκωι καὶ τῶν ἄλλωι τρόπωι τινὶ δυναστευόντων, μὴ ὑπομείνητε, μακαριώτατοι, ‘μὴ χρήσασθαι τῆι συ‐ νήθει παρρησίαι εἰς διόρθωσιν τοῦ τοσούτου κακοῦ‘, ἀλλ’ ὥσπερ τὸ πρότερον ἐπὶ Ἀνθίμωι διανέστητε καὶ τὸν διὰ δορᾶς προβάτου περικαλύψαι τὸν λύκον ἐπιχειρήσαντα καὶ ὑπερ‐ βῆναι τὴν θύραν τῶν ἐκκλησιαστικῶν θεσμῶν καὶ κανόνων καὶ ληιστρικῶς ἐπιβάντα τῆς
15τῶν προβάτων μάνδρας ἀπογυμνώσαντες τῆς δορᾶς ἐφ’ ἑαυτοῦ ἀπεδείξατε πόρρω που τῆς μάνδρας ἀπελάσαντες, οὕτω καὶ νῦν ἐπαγρυπνήσατε καὶ διδάξατε τὸν εὐσεβέστατον ἡμῶν βασιλέα ὅτι ‘οὐδὲν κέρδος αὐτῶι‘, καθά φησιν ὁ θεῖος Γρηγόριος, ‘τῆς λοιπῆς αὐτοῦ περὶ τὰς ἐκκλησίας σπουδῆς, εἰ τὸ τοιοῦτο κακὸν ἐπὶ καθαιρέσει τῆς ὑγιαινούσης πίστεως διὰ τῆς παρρησίας αὐτῶν κατισχύσοι‘ καὶ συγχωρηθεῖεν ἔτι οὗτοι πρὸς διαφθορὰν τῆς ἐκ‐
20κλησίας ἐμφωλεύειν τοῖς δεσποτικοῖς οἴκοις καὶ ἰδιωτικοῖς καὶ τὰ ἄθεσμα ἐν τούτοις πράτ‐ τειν. καὶ ταῦτα μὲν τέως φέρομεν καίπερ ὑπὸ τῶν δεινῶν κατακαμπτόμενοι, εἰ καὶ ἀνύποιστα, ἐλπίδας ἔχοντες εἰς τὸν φιλάνθρωπον θεὸν τὸν καιρῶι εὐθέτωι τὴν ὑμετέραν παρουσίαν ἡμῖν ἀναδείξαντα, ὅτι ὥσπερ Πέτρον τὸν μέγαν τὸν τῶν ἀποστόλων κορυ‐ φαῖον τοῖς ἐν Ῥώμηι ἐπὶ καθαιρέσει τῆς Σίμωνος γοητείας ἐξαπέστειλεν, οὕτως καὶ ὑμᾶς
25ἐξαποστείλας ἐπὶ καθαιρέσει καὶ ἀποδιώξει τῆς Σεβήρου καὶ Πέτρου καὶ Ζωόρα καὶ τῶν τὰ ὅμοια αὐτοῖς φρονούντων καὶ παντοίαις περιθαλπόντων τιμαῖς πρὸς ἀτιμίαν θεοῦ βλασ‐ φημίας τε καὶ ὑπερηφανίας δύναμιν ὑμῖν ἐπιχορηγήσει συνεπισχύοντος ὑμῖν καὶ τοῦ πιστο‐ τάτου καὶ θεοφυλάκτου ἡμῶν βασιλέως τούτους ἐξελάσαι πάσης ἐκκλησίας καὶ πόλεως ὡς ἐπιβούλους καὶ λυμεῶνας οὐ μόνον τῶν ἁγιωτάτων ἐκκλησιῶν, ἀλλὰ καὶ τῆς πολιτείας
30αὐτῆς. πρὸς γὰρ τὴν αὐτοῦ κακίαν ἐπιτήδεια ὄργανα εὑρὼν τούτους ὁ μισόκαλος πᾶσαν ἀνάστατον πεποίηκε τὴν οἰκουμένην καὶ αἵμασιν ἁγίων τὴν γῆν κατεμόλυνε καὶ πόλεις σφαγαῖς καὶ θορύβοις συνετάραξεν. ἐξελάσετε οὖν τούτους, εὖ ἴσμεν, εἰ τὸν εὐσε‐ βέστατον ἡμῶν βασιλέα καὶ τοὺς τούτου φιλοχρίστους ἄρχοντας διδάξετε ὡς κοινωνοῦσι τῶι ἀναθέματι ἐν μέσωι ἔχοντες τὸ ἀνάθεμα, ὥσπερ ὑπέδειξεν ἡμῖν ἡ παλαιὰ γραφὴ ἐπὶ
35Ἄχαρ καὶ Ἰωνάθαν τοὺς ἐν γνώσει καὶ ἀγνωσίαι ὑποπεσόντας τῶι ἀναθέματι καὶ ταῦτα τῶν κινδυνευσάντων συναπολέσθαι τούτοις ἀγνοούντων ὅτι ἐν μέσωι αὐτῶν ἦν τὸ ἀνά‐ θεμα, ὑπομνήσετέ τε τὸ φιλόθεον αὐτοῦ κράτος προσαγαγεῖν τῶι θεῶι καὶ τοὺς παρ’ αὐτῶν τῆς ὀρθῆς ἀπαχθέντας πίστεως ἢ τοῦτο μὴ ἀνεχομένους τοὺς κατὰ τῆς ἐκκλησίας ἐπιβού‐
λους ἀπώσασθαι. ὡς γὰρ οὐ διέλαθε τὴν σὴν μακαριότητα, καίπερ τοῦ εὐσεβεστάτου138

3

.

139

ἡμῶν βασιλέως κελεύσαντος μήτε παρασυνάξαι μήτε παραβαπτίσαι, Ζωόρας ὅμως γοῦν τῆς τοιαύτης καταφρονήσας κελεύσεως κατεβάπτισεν ἐν τῆι τοῦ πάσχα ἡμέραι οὐκ ὀλίγους, ἐν οἷς ἦσαν καὶ παῖδες τῶν τῶι δεσποτικῶι παραμενόντων οἴκωι, ὡς κατέθετο ὁ ἀπ’ αὐτῶν δυνηθεὶς θεοῦ χάριτι ἐκσπασθῆναι καὶ εἰς τὴν τοῦ θεοῦ ἐκκλησίαν ἐπαναδραμεῖν. καὶ
5ἐν ἄλλοις δὲ τόποις καὶ οἴκοις τῶν ἐν ὑπεροχῆι ὄντων τὰ αὐτὰ τούτοις πέπρακται. ἀλλὰ εἰ οὗτοι μόνοι τὴν τοῦ θεοῦ ἐκκλησίαν διετάραττον καὶ παρελύπουν, ἐστήσαμεν ἂν μέχρι τούτων τὸν ὀδυρμόν, ἀλλ’ ἐπειδὴ καὶ ὑπὸ τῶν δοκούντων ἐντὸς ταύτης εἶναι καὶ εἰς ἀρ‐ χιερέων τάξιν τελεῖν παντοίως ἐκπορθεῖται, καιρὸς τὸ τοῦ ψαλμοῦ περὶ αὐτῶν εἰπεῖν εἰ ὁ ἐχ‐ θρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν, καὶ εἰ ὁ μισῶν με ἐπ’ ἐμὲ ἐμεγαλορρημόνη‐
10σεν, ἐκρύβην ἂν ἀπ’ αὐτο· σὺ δ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα, ἐν τῶι οἴκωι τοῦ θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίαι. τοιοῦτοι πεφήνασιν ἔνιοι τῶν ἐνδιατριβόντων κατὰ τὴν μεγάλην καὶ βασιλίδα καὶ πρώτην τῶν πόλεων, ὄνομα μὲν ποιμένων ἐπιφερόμενοι, τὸ δὲ ὅλον λύκοι ἅρπαγες, ὧν μάλιστα ὑπάρχει Ἄνθιμος ὁ Τραπεζούντων καὶ ἄλλοι ἄλλων
15πόλεων. οὗτος γὰρ καὶ οἱ ὅμοιοι τούτωι ἐξ αἱρετικῶν Ἀκεφάλων ὄντες πρὸς μικρὸν ὑποκρινάμενοι τὴν ὀρθοδοξίαν ταῖς ἐκκλησίαις εἰσέφρησαν ὥσπερ τινὲς Αἰγυπτιακαὶ μάστι‐ γες. οἵτινες μηδαμῶς ταῖς ἰδίαις ἐκκλησίαις σχολάζειν ἐθέλοντες, τοῦτο μόνον καλῶς φρο‐ νοῦντες, ἵνα μὴ λυμαίνωνται τὰς κατακριθείσας αὐτοῖς ἐκκλησίας, τὸ ἕτερον κακῶς ἐφρόνη‐ σαν ἐν πλήθει διάγειν τοσούτωι ἐν τῆι βασιλευούσηι, ἵνα πολλοὺς τῶι ἰδίωι βαράθρωι
20συγκατασπάσωσι. ἐξασκήσας γὰρ ὁ εἰρημένος Ἄνθιμος οὐ τὴν εὐαγγελικήν, ἀλλὰ τὴν πεπλασμένην ζωήν, ὡς τὸ τέλος ἔδειξεν, ἀπολιπὼν τὴν ἐμπιστευθεῖσαν αὐτῶι ἐκκλησίαν Τραπεζούντων ἐπέβη τῆσδε τῆς πόλεως πρὸ τούτων φανερῶν ἐνιαυτῶν ἐκπομπεύων πᾶσι τὴν ἐσχηματισμένην τῆς οἰκείας πολιτείας ἐγκράτειαν καὶ πορισμὸν ἐκ τούτου ποιούμενος
τὴν εὐσέβειαν. συναρπάσας οὖν διὰ ταύτης ἠδυνήθη καὶ τοῖς βασιλείοις εἰσδῦναι ἐκεῖθεν139

3

.

140

ὥσπερ ἐπαύξειν προσδοκῶν τὴν ὕπουλον τῆς οἰκείας ζωῆς ὑπόληψιν καὶ συνδιαιτηθεὶς ἐπὶ πολλοὺς χρόνους τοῖς ἐμφωλεύουσιν ἐνταῦθα αἱρετικοῖς καὶ τὰ ἐκείνοις κεχαρισμένα καὶ πράττων καὶ λέγων οἷα νοσῶν τὴν ὁμοίαν αὐτοῖς αἱρετικὴν μανίαν, ἐπειδὴ ἐν ἐσχάτοις διακείμενον ἐθεώρησε τὸν τῆς ὁσίας μνήμης Ἐπιφάνιον, μηχανᾶταί τι ὅπερ ἄντικρυς τὸν
5αὐτοῦ διεφθαρμένον ἤλεγξε σκοπόν. ὥσπερ γὰρ ἐπειγόμενος πᾶσι παραστῆσαι τῆς μακρᾶς αὐτοῦ ἐνταῦθα προσεδρίας τὸν δόλον καὶ τὸ πολλοῖς ἀπορούμενον καὶ τοῖς συνετωτέροις μόνον ὑποπτευόμενον εἰς φανερὸν καὶ ἄκων ἐνέγκαι ἐξεβιάσθη· πρὸ πολλοῦ γὰρ προὔπινε τὴν μοιχικὴν ἁρπαγὴν τῆς βασιλίδος ἐκκλησίας. τοῦτο οὖν ἠδυνήθη διὰ τῆς ἐκείνων συνάρσεως καὶ τὸν εὐαγῆ τῆσδε τῆς πόλεως θρόνον ὑφαρπάσαι καὶ εἰς τοσαύτην διοίκησιν
10προαχθῆναι τῆς ἰδίας ἀμελήσας ἐκκλησίας καὶ χήραν καὶ ἄνανδρον μέχρι τοῦδε ταύτην καταλιπών, ἐξ οὗ καὶ τὸν δόλον τῆς πεπλασμένης πολιτείας προφανῆ πᾶσιν ἀπέδειξεν. μικρᾶς γὰρ ἀντέχεσθαι ἐκκλησίας ὑπερηφανήσας εὐθὺς εἰς τοσοῦτον ἀσύγκριτον ἐκείνης ἐκκλησίαν ἑαυτὸν ἐπέδωκεν ὡς ἱκανὸν ὄντα ταύτης ἐπιμελεῖσθαι. ἐπειδὴ οὖν δικαίως οὗτος ἐπιτετίμηται παρ’ ὑμῶν καὶ ἐκβέβληται τοῦ θρόνου τῆς βασιλίδος ταύτης πόλεως
15τοῦ πιστοτάτου ἡμῶν βασιλέως τὴν δικαίαν ὑμῶν ἐπὶ τούτωι ἀγανάκτησιν προσδεξα‐ μένου καὶ συνεπαμύναντος τοῖς τε θείοις κανόσι καὶ τῆι καθολικῆι πίστει, οὐ βούλεσθε δὲ τὴν παντελῆ τούτου ἀπώλειαν ὡς τὸ ἐπιστρέψαι αὐτόν (μιμεῖσθε γὰρ Χριστὸν τὸν θεὸν ἡμῶν τὸν ἐλθόντα καλέσαι οὐ δικαίους ἀλλ’ ἁμαρτωλοὺς εἰς μετάνοιαν καὶ οὕτως πατρικοῖς σπλάγχνοις, εἰ ἐπιγνοὺς τὴν οἰκείαν ἁμαρτίαν ἐπιστρέψει, προσδέχεσθε), ὁρκίζομεν τὴν
20ὑμετέραν μακαριότητα, εἰ καὶ τολμηρόν τι ποιοῦμεν, κατὰ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος καὶ τοῦ κορυφαίου τῶν ἀποστόλων Πέτρου καὶ τῆς σωτηρίας καὶ νίκης τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως μὴ περιιδεῖν τοὺς θείους κανόνας ὑπὸ τούτου καταπατουμένους μηδὲ περι‐ φρονουμένην παρ’ αὐτοῦ τὴν παραδοθεῖσαν αὐτῶι ἐκκλησίαν, ἀλλ’ ἐξακολουθοῦσαν ἐν ἅπασι τοῖς πρὸ αὐτῆς διαλάμψασιν ἐν τῶι ἀποστολικῶι ὑμῶν θρόνωι πρᾶξαι ἐπ’ αὐτῶι
25ἔτι καὶ νῦν κατὰ τῆς τῶν κανόνων αὐθεντίας νεανιευομένωι καὶ προτιμήσαντι τὴν μετὰ τῶν εἰρημένων αἱρετικῶν συνδιαγωγὴν τῆς ἰδίας ἐκκλησίας, ἅπερ ὁ ἐν ἁγίοις Κελεστῖνος ἐπὶ Νεστορίωι τῶι δυσσεβεῖ φαίνεται διαπραξάμενος. προθεσμίαν αὐτῶι παρέχοντες ὥσ‐ περ οὖν κἀκεῖνος Νεστορίωι, ἧς ἐντὸς ἐὰν μὴ ἀπαντήσας τὸν εἰρημένον λίβελλον τῆι ἀπο‐ στολικῆι ὑμῶν καθέδραι ἐπιδῶι τῆι τε ὑμετέραι μακαριότητι καὶ τῶι ἁγιωτάτωι τῆς βασι‐
30λίδος ἀρχιεπισκόπωι καὶ τῆς αἱρετικῆς νόσου ἑαυτὸν ἀπαλλάξηι καὶ ἐπὶ τὴν ἐμπιστευθεῖσαν αὐτῶι τῆς Τραπεζουντίων ἐξορμήσηι ἐκκλησίαν, ὁρίσατε, ἁγιώτατοι, ἀλλότριον μὲν αὐτὸν εἶναι καὶ γυμνὸν πάσης ἀρχιερατικῆς ἀξίας τε καὶ ἐνεργείας τῶι κρίματι ὑποβαλόντα ἑαυ‐ τὸν τῶν εἰρημένων αἱρετικῶν καὶ τὴν μερίδα τούτων ἀσπασάμενον, ἕτερον δὲ ἀντὶ τούτου τῆι ἐκκλησίαι Τραπεζούντων προχειρισθῆναι. ἐπειδὴ δὲ οὐ μόνον οὗτος, ἀλλὰ καὶ
35ἕτεροι ἐπίσκοποί τε καὶ κληρικοὶ καὶ ἀρχιμανδρῖται εὐαρίθμητοι ἐπιβουλαῖς χρώμενοι κατὰ
τῆς τοῦ θεοῦ ἐκκλησίας καὶ διὰ τοῦτο καὶ μόνον τῆιδε τῆι πόλει ἐνδιατρίβοντες ταραχὰς140

3

.

141

παρέχειν καὶ ταύτηι καὶ ταῖς ἁπανταχοῦ ἐκκλησίαις κατ’ οὐδένα τρόπον παραιτοῦνται, δεόμεθα καὶ τοὺς τοιούτους ἅπαντας παρ’ ὑμᾶς ἀχθῆναι καὶ εὐθύνας ὑποσχεῖν τὰς τοῖς κανόσι πρεπούσας, δηλονότι καὶ ἐπὶ τοῦ προειρημένου Ἀνθίμου, καὶ τούτων δὲ πάντων γρηγορούσης τῆς δικαιοκρισίας τῶν παρ’ ὑμῶν καλῶς φυλαττομένων κανόνων, ἵνα μικρὸν
5ἀναψύξηι ἡ τοῦ θεοῦ ἐκκλησία τούτων ἐλευθερουμένη καὶ μάθωσιν οἱ τῆι ποιμαντικῆι καὶ τῶι κλήρωι προσελθεῖν τούτωι τῶι τρόπωι βουλόμενοι ὡς οὐκ εἰς τέλος παρασιωπήσεται κύριος, ἀλλ’ ἐπαγρυπνήσει ἐπὶ τοὺς τοιούτους ποιμένας, ἐφ’ οὓς κατὰ τὸν προφήτην καὶ παρωξύνθη ὁ θυμὸς αὐτοῦ. οὗτοι γὰρ οὗτοι ποιμαίνοντες οὐ τὰ πρόβατα, ἀλλ’ ἑαυτοὺς καὶ βδελυσσόμενοι κρίμα καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες παρ’ οὐδὲν ἔθεντο τὴν κατὰ τῆς
10ἐκκλησίας ἐπιβουλὴν καὶ τὴν κατὰ τῶν ἁγίων πατέρων βλασφημίαν. ἣν ἐκδικοῦντες, μακαριώτατοι, προσδέξασθε τὴν ἡμετέραν ἱκεσίαν καὶ τὴν παρὰ τοῦ θεοῦ δοθεῖσαν ὑμῖν ἐξουσίαν ἐπ’ αὐτοῖς κινήσαντες καθαρίσατε τὴν τοῦ θεοῦ ἐκκλησίαν τῶν λύκων ἐπαφέντες αὐτοῖς οὐ τὴν ποιμαντικήν, ἀλλὰ τὴν παιδευτικὴν ὑμῶν ῥάβδον. κἂν γὰρ μετανοεῖν ἐπαγγείλωνται, ἡ προλαβοῦσα αὐτῶν ζωὴ ἄλλοτε ἄλλως τοῖς καιροῖς καὶ οὐ τῆι ἀληθείαι
15συμμεταβαλλομένη πιστεύεσθαι τὰ ποίμνια τούτοις οὐκ ἐπιτρέπει. τούς γε μὴν τὴν τοῦ θεοῦ ἐκκλησίαν ἀρνησαμένους καὶ ἔξω ταύτης δικαίως καταστάντας αἱρετικοὺς Σεβῆρον καὶ Πέτρον καὶ Ζωόραν καὶ τοὺς τὰ ὅμοια τούτοις φρονοῦντας, ἐφ’ οἷς τὴν ὑμετέραν κρίσιν ἐξεδέχετο ὁ εὐσεβέστατος βασιλεύς, ἤδη κατακεκριμένους ὑπό τε τοῦ ἀποστολικοῦ ὑμῶν θρόνου καὶ τῶν ἄλλων πατριαρχικῶν θρόνων καὶ πάσης ἀρχιερωσύνης μὴ ἀνεχομένους
20κανονικῶς τῆι τοῦ θεοῦ προσελθεῖν ἐκκλησίαι ἐξελάσαι παντὸς οἴκου δημοσίου τε καὶ ἰδιωτικοῦ ἀξιώσατε συμψήφου ὑμῖν γινομένου ὑπὲρ τῆς τῶν ἐκκλησιῶν εἰρήνης καὶ τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως, ὧι πᾶσα σπουδὴ καὶ φροντὶς νύκτωρ τε καὶ μεθ’ ἡμέραν περὶ ταύτης πρὸ τῶν ἄλλων γίνεται, καὶ παῦσαι πᾶσαν ταραχὴν ἐπιγινομένην ταῖς ἐκκλη‐ σίαις παρ’ αὐτῶν καὶ πᾶσαν αὐτῶν ἑτεροδιδασκαλίαν συνιδεῖν τε, μακαριώτατοι, καὶ προ‐
25τρέψαι τὸν φιλόθεον ἡμῶν δεσπότην, ἐφ’ ὧι νομοθετῆσαι ὥσπερ τὰ Νεστορίου τοῦ δυσ‐ σεβοῦς, οὕτω καὶ τὰ Σεβήρου τοῦ φρενοβλαβοῦς ψυχοφθόρα συγγράμματα βλασφη‐ μοῦντα εἴς τε τὴν ἐν Χαλκηδόνι ἁγίαν σύνοδον καὶ τὸν τόμον τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν καὶ ἀρχιεπισκόπου Λέοντος πυρὶ παραδοθῆναι. διὰ γὰρ τούτων ἀμφίβολον τὴν πίστιν ἐν ταῖς τῶν ἁπλουστέρων ψυχαῖς ποιεῖν ἐσπούδακε καὶ μυκτηρίζεσθαι παρὰ τοῖς ἔθνεσι τὸ
30μέγα καὶ σεπτὸν ὄνομα τοῦ Χριστιανισμοῦ πεποίηκε. καὶ γὰρ τούτου χάριν εἴς τε τὴν Ῥωμαίων πρὸς ὑμᾶς ἐξαπεστείλαμεν, καὶ τὴν ὑμετέραν δὲ εὐκταίαν εὐαγγελισθέντες παρ‐ ουσίαν ἐξεδεξάμεθα ταύτην, τοιαύτας παρὰ τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως ὑποσχέσεις δεξάμενοι ὅτι τὰ παρ’ ὑμῶν ἐπ’ αὐτοῖς κανονικῶς ψηφιζόμενα σπουδάσει ἡ αὐτῶν εὐσέβεια παντὶ τρόπωι πέρατι παραδοῦναι καὶ τῆς χρονίας τούτων ταραχῆς πάντα τὸν κόσμον
35λοιπὸν ἐλευθερῶσαι. τὰς δὲ προσηγορίας τῶν εἰρημένων ἐπισκόπων καὶ κληρικῶν καὶ μοναχῶν καιρῶι δέοντι ἐξονομάσομεν παριστῶντες πῶς οἳ μὲν τὰ Νεστορίου, οἳ δὲ τὰ Εὐ‐
τυχέος φρονοῦντες ἐφ’ ἑκάτερα διασπᾶν τὴν ἐκκλησίαν ἐπιχειροῦσιν.141

3

.

142

Ὑπογραφαί Μαριανὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης καὶ ἔξαρχος τῶν εὐαγῶν μοναστηρίων ἀξιώσας ὑπέγραψα: — Ἀγαπητὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Δίου ἀξιώσας
5ὑπέγραψα: — Διόσκορος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῆς ἁγίας μάρτυρος Εὐφημίας ἀξιώσας ὑπέγραψα: — Ἀγάπιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Θαλασσίου ἀξιώσας ὑπέγραψα: —
10Παῦλος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Ῥωμαίων ἀξιώσας ὑπέγραψα: — Ἀντωνῖνος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου πατρὸς ἡμῶν Εὐσεβίου ἀξιώσας ὑπέγραψα: — Στέφανος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Ὀλυμπίου ἀξιώσας
15ὑπέγραψα: — Ἀναστάσιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Ῥωμαίων ἀξιώσας ὑπέγραψα: — Δημήτριος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Φωκᾶ ἀξιώσας ὑπέγραψα: —
20Κυριακὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Εὐφημίου ἀξιώσας ὑπέγραψα: — Ζωίλος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Θεοδότου ἀξιώσας ὑπέγραψα: — IVLIANVS MISERICORDIA DEI PRESBYTER ET HEGVMEN’ MONASTERIO EVPHEMII ROGATVS
25SVSCRIBSI: — Στέφανος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Προμώτου ἀξιώσας ὑπέγραψα: — Ζήνων ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῆς οὔσης καὶ διακειμένης πλησίον τοῦ οἴκου τῆς ἁγίας ἐνδόξου παρθένου καὶ θεοτόκου Μαρίας ἐν τῆι
30πηγῆι ἀξιώσας ὑπέγραψα: — Ἀλέξανδρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ καλαμίου ἀξιώσας ὑπέγραψα: — Δάδας ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Καιουμᾶ ἀξιώσας ὑπέγραψα: —
35Ῥόδων ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Θεοδώρου ἀξιώσας ὑ‐ πέγραψα: — Γεννάδιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Κυριακοῦ ἀξιώσας
ὑπέγραψα: —142

3

.

143

Θεόδωρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Μαρωνίου ἐν Συκαῖς ἀξιώσας ὑπέγραψα: — Σίλας ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Ἠλία ἀξιώσας ὑ‐ πέγραψα: —
5Παῦλος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Σαμουηλίου ἀξιώσας ὑπέγραψα: — Ἰωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Θεοδώρου ἀξιώσας ὑπέγραψα: — Κυρίων ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Αἰγυπτίων ἀξιώσας
10ὑπέγραψα: — Βασίλειος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου Συμεώνη ἐπίκλην τῶν Κυρακωνᾶ ἀξιώσας ὑπέγραψα: — Ἰωάννης ἐλέει θεοῦ πρεσβύτερος τοῦ ἁγίου ἀποστόλου Θωμᾶ ἐν τοῖς Μοδέστου ἀξιώσας ὑπέγραψα: —
15Μάρκος ἡγούμενος μονῆς Θεοδώρου ἀπὸ ἐκσκεπτόρων ἀξιώσας ὑπέγραψα: — Φλαβιανὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ δευτεράριος Μοδέστου τοῦ θεοφιλεστάτου πρεσβυτέρου καὶ ἡγουμένου τῆς εὐαγοῦς μονῆς Μοδέστου ἐπίκλην τῶν Λυ‐ καόνων ἀξιώσας ὑπέγραψα: — Μαρῖνος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Παυλίνου ἀξιώσας ὑ‐
20πέγραψα: — Θεόδωρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Τρύφωνος ἀξιώσας ὑπέγραψα: — Θεόκτιστος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῆς ἁγίας ἐνδόξου παρθένου καὶ θεοτόκου Μαρίας πλησίον τῶν Ἰὼβ ἀξιώσας ὑπέγραψα: —
25Κοσμᾶς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου ἐν τοῖς Στουδίου ἀξιώσας ὑπέγραψα: — Πέτρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῆς ἁγίας ἐνδόξου παρθένου καὶ θεοτόκου Μαρίας καὶ τοῦ ἁγίου καὶ ἐνδόξου μάρτυρος Διομήδους ἐπίκλην Ἱερουσαλὴμ ἀξιώσας ὑπέγραψα: —
30Ἐλευθέριος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου καὶ ἐνδόξου μάρτυρος Κυριακοῦ ἀξιώσας ὑπέγραψα: — Ἀλέξανδρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῆς κατὰ Ἁβράμιον τὸν τῆς ὁσίας μνήμης ἀξιώσας ὑπέγραψα: — Θεόδωρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Ἰὼβ ἀξιώσας ὑπέγραψα: —
35Τρύφων ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Ἐλπιδίου ἀξιώσας ὑ‐ πέγραψα: — Στέφανος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Κώνστα ἀξιώσας ὑπέγραψα διὰ χειρὸς Ἰακώβου διακόνου κατ’ ἐπιτροπήν μου γράψαντος προτάξας τῆι ἰδίαι μου χειρὶ τὸν τίμιον σταυρόν: —
40Βαβύλας ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἐν ἁγίοις Δανιὴλ τοῦ143

3

.

144

ἐν τῶι στύλωι καὶ τοῦ ἁγίου Ἰωάννου ἐν τῶι μικρῶι βάθει καὶ τοῦ ἁγίου ἀποστόλου Ἀνδρέου πλησίον τοῦ στύλου ἀξιώσας ὑπέγραψα: — Ἰωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Ἀναστασίου ἀξιώσας ὑπέγραψα: —
5Ἀνθέμιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Νέωνος ἀξιώσας ὑπέ‐ γραψα: — Ἰωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου ἀρχαγγέλου Μιχαὴλ τῆς ἐπίκλην τῶν Χαρισίου ἀξιώσας ὑπέγραψα: — Ἰωάννης ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Μάρα πλησίον τῆς Ἀετίου
10κινστέρνης ἀξιώσας ὑπέγραψα: — Φωκᾶς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῆς ἐπίκλην τῶν Ἰωνᾶ πλησίον τοῦ Δευτέρου ὑπέγραψα: — Ζώσιμος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Εὐτυχίου τῶν Λυκαόνων πλησίον τῶν Ματρώνης ἀξιώσας ὑπέγραψα: —
15Τιμόθεος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Ἀστερίου ἀξιώσας ὑπέγραψα: — Πολυχρόνιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῆς ἐπίκλην αἰθρίου ἀξιώσας ὑπέγραψα διὰ χειρὸς Σευηριανοῦ μοναχοῦ: — Σευηριανὸς πρεσβύτερος ὑπέγραψα ὑπὲρ αὐτοῦ ἐπιτραπεὶς παρ’ αὐτοῦ προ‐
20τάξαντος αὐτοῦ τῆι ἰδίαι χειρὶ τὸν τίμιον σταυρόν: — Στρατόνικος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου Δομετίου ἀξιώσας ὑπέγραψα: — ANDREAS MISERICORDIA DEI PRESBYTER ET ARCHIMANDRITA MONASTERII ROMANORVM ADIACENTEM CISTERNA ASPAROS CONSENTIENS SVBSCRIPSI:
25Μαρτύριος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Πέτρου ἤτοι Οὐάλεντος καὶ Δαυδάτου πλησίον τῶν ἁγίων Ἀποστόλων ἀξιώσας ὑπέγραψα: — Ἀνδρέας ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς διακειμένης ἐν τῶι σε‐ βασμίωι οἴκωι τῆς ἁγίας ἐνδόξου παρθένου καὶ θεοτόκου Μαρίας πλησίον τοῦ ἁγίου ἀποστόλου καὶ εὐαγγελιστοῦ Λουκᾶ ἀξιώσας ὑπέγραψα: —
30Μάρκος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου μάρτυρος Κυρίκου ἀξιώσας ὑπέγραψα διὰ χειρὸς Αὐξάνοντος διακόνου: — Ἰάκωβος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς Ἀββίβου Σύρος Συριστὶ ὑπέ‐ γραψα: — Ἀττικὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῶν Εὐκρατάδων πλησίον
35τῆς ἁγίας Μαύρας ἀξιώσας ὑπέγραψα: — Ἰωσὴφ ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῆς ἁγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας ἐν τῶι λιθοστρώτωι ἀξιώσας ὑπέγραψα διὰ χειρὸς Ἰωάννου διακόνου: —
Παῦλος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος ἀξιώσας ὑπέγραψα: —144

3

.

145

Ἀναστάσιος ἐλέει θεοῦ πρεσβύτερος καὶ δευτεράριος μονῆς τοῦ ἁγίου καὶ ἐν‐ δόξου ἀποστόλου Φιλίππου τοῦ ἐν τῶι βρεφοτροφείωι ἀξιώσας ὑπέγραψα διὰ τὸ μὴ παρεῖναι τὸν ἡγούμενον ἐνταῦθα: — Γεώργιος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῶν Κύρου ἀξιώσας ὑπέγραψα: —
5Κυριακὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ ἁγίου Ἰωάννου ἐπίκλην τῶν Σύρων ἀξιώσας ὑπέγραψα: — Ἐλπίδιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῶν Βασιανοῦ ἀξιώσας ὑπέγραψα: — Ζώσιμος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῶν Μαξιμίνου ἀξιώσας
10ὑπέγραψα: — Πολυχρόνιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῶν Κρητικῶν ἀξιώσας ὑπέγραψα: — Παῦλος πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῆς ἁγίας Ἑρμιόνης ἀξιώσας ὑπέ‐ γραψα: —
15Εὐσέβιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τῆς ἐπίκλην Συμεὼν ἀξιώσας ὑπέγραψα: — Ζωτικὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου ἀποστόλου Ἀνδρέου τοῦ ὄντος ἐν τῆι Σατορνίνου πόρτηι ἀξιώσας ὑπέγραψα διὰ χειρὸς Μάρκου πρεσβυτέρου καὶ δευτεραρίου, ἐμοῦ προτάξαντος τὸν τίμιον σταυρόν: —
20Θεόδωρος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς χάριτι θεοῦ ὑπ’ ἐμοῦ συστάσης πλησίον τοῦ ἁγίου μάρτυρος Λαυρεντίου ἀξιώσας ὑπέγραψα: — Δομετιανὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς Μαρτυρίου καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι τῆς ἁγίας πόλεως μοναχῶν ὑπέγραψα: — Ἡσύχιος ἐλέει θεοῦ πρεσβύτερος μονῆς τοῦ μακαρίου Θεοδοσίου καὶ ὑπὲρ
25τῶν ἐν τῆι ἐρήμωι τῆς ἁγίας πόλεως μοναχῶν ἀξιώσας ὑπέγραψα: — Κασιανὸς ἐλέει θεοῦ πρεσβύτερος λαύρας τοῦ μακαρίου Σάββα καὶ ὑπὲρ τῶν ἐν τῆι ἐρήμωι τῆς ἁγίας πόλεως μοναχῶν ἀξιώσας ὑπέγραψα: — Κυριακὸς ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος τῶν πυργίων τοῦ Ἰορδάνου καὶ ὑπὲρ τῶν ἐν τῆι ἐρήμωι τῆς ἁγίας πόλεως μοναχῶν ἀξιώσας ὑπέγραψα: —
30Νέσταβος ἐλέει θεοῦ πρεσβύτερος λαύρας τοῦ τῆς ὁσίας μνήμης Φιρμίνου καὶ ὑπὲρ τῶν ἐν τῆι ἐρήμωι τῆς ἁγίας πόλεως μοναχῶν ἀξιώσας ὑπέγραψα: — Τερέντιος ἐλέει θεοῦ πρεσβύτερος Νέας λαύρας καὶ ὑπὲρ τῶν ἐν τῆι ἐρήμωι τῆς ἁγίας πόλεως μοναχῶν ἀξιώσας ὑπέγραψα: — Λεόντιος ἐλέει θεοῦ μοναχὸς καὶ ἡγούμενος καὶ τοποτηρητὴς πάσης τῆς ἐρήμου
35ἀξιώσας ὑπέγραψα: — Τραιανὸς ἐλέει θεοῦ πρεσβύτερος τῶν πυργίων τοῦ Ἰορδάνου καὶ ὑπὲρ τῶν ἐν τῆι ἐρήμωι τῆς ἁγίας πόλεως μοναχῶν ἀξιώσας ὑπέγραψα: — Πολύευκτος διάκονος μονῆς τοῦ ἀββᾶ Θεοδοσίου καὶ ὑπὲρ τῶν ἐν τῆι ἐρήμωι
τῆς ἁγίας πόλεως μοναχῶν ἀξιώσας ὑπέγραψα: —145

3

.

146

Θεόδωρος ἐλέει θεοῦ διάκονος καὶ μοναχὸς τῆς Νέας λαύρας καὶ ὑπὲρ τῶν ἐν τῆι ἐρήμωι τῆς ἁγίας πόλεως μοναχῶν ἀξιώσας ὑπέγραψα: — Κύρικος ἐλέει θεοῦ μοναχὸς καὶ διάκονος τῆς αὐτῆς Νέας λαύρας καὶ ὑπὲρ τῶν ἐν τῆι ἐρήμωι τῆς ἁγίας πόλεως μοναχῶν ἀξιώσας ὑπέγραψα: —
5Ἀναστάσιος ἐλέει θεοῦ διάκονος μονῆς τοῦ ἀββᾶ Μαρτυρίου καὶ ὑπὲρ τῶν ἐν τῆι ἐρήμωι τῆς ἁγίας πόλεως μοναχῶν ἀξιώσας ὑπέγραψα: — Μάμας ἐλέει θεοῦ μοναχὸς μονῆς τοῦ ἀββᾶ Μαρτυρίου καὶ ὑπὲρ τῶν ἐν τῆι ἐρήμωι τῆς ἁγίας πόλεως μοναχῶν ἀξιώσας ὑπέγραψα: — Ἰουλιανὸς ἐλέει θεοῦ μοναχὸς μονῆς τοῦ ἀββᾶ Θεοδοσίου καὶ ὑπὲρ πάντων
10τῶν ἐν τῆι ἐρήμωι τῆς ἁγίας πόλεως μοναχῶν ὑπέγραψα: — Ἰωάννης ἐλέει θεοῦ πρεσβύτερος μονῆς ἰδίας ἐν τῆι πεδιάδι καὶ ὑπὲρ πάντων τῶν ἐκεῖσε μοναχῶν ἀξιώσας ὑπέγραψα: — Θεωνᾶς ἐλέει θεοῦ πρεσβύτερος τοῦ ἁγίου ὄρους Σινᾶ καὶ ἀποκρισιάριος τοῦ τε ὄρους Σινᾶ καὶ τῆς ἐκκλησίας Φαρὰν καὶ λαύρας Ῥαιθοῦ ὑπὲρ πάντων τῶν
15ἐκεῖσε μοναχῶν ἀξιώσας ὑπέγραψα: — Στρατήγιος ἐλέει θεοῦ διάκονος καὶ μοναχὸς μονῆς τοῦ μακαρίου Ἰωάννου καὶ ὑπὲρ πάντων τῶν ὑπὸ Σκυθόπολιν μοναχῶν ἀξιώσας ὑπέγραψα: — Ἰωάννης ἐλέει θεοῦ μοναχὸς μονῆς τοῦ ἀββᾶ Μαρτυρίου καὶ ὑπὲρ πάντων τῶν ἐν τῆι ἐρήμωι τῆς ἁγίας πόλεως μοναχῶν ἀξιώσας ὑπέγραψα: —
20Παῦλος ἐλέει θεοῦ μοναχὸς καὶ ἀποκρισιάριος μονῆς τοῦ μακαρίου Μάρωνος δευτέρας Συρίας καὶ ὑπὲρ πάντων τῶν ἐκεῖσε μοναχῶν ὑπέγραψα: — Σευηριανὸς πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς Ζωόρα τῶν θερμῶν Συριστὶ ὑπέγραψα: — Κασσίσας πρεσβύτερος καὶ ἀρχιμανδρίτης τῆς εὐαγοῦς μονῆς τῶν Λουκᾶ Συριστὶ
25ὑπέγραψα: — Ἰωάννης πρεσβύτερος καὶ ἀρχιμανδρίτης τῆς εὐαγοῦς μονῆς τοῦ κύρου Θωμᾶ Συριστὶ ὑπέγραψα: — Συμεώνης ἐλέει θεοῦ διάκονος καὶ ἀποκρισιάριος μονῆς τοῦ μακαρίου Ἰακώβου δευτέρας Συρίας καὶ ὑπὲρ πάντων τῶν ἐκεῖσε μοναχῶν ἀξιώσας ὑπέγραψα: —
30Ἰωάννης ἐλέει θεοῦ διάκονος καὶ ἀποκρισιάριος μονῆς τοῦ μακαρίου Θεοδώρου δευτέρας Συρίας καὶ ὑπὲρ πάντων τῶν ἐκεῖσε μοναχῶν ἀξιώσας ὑπέγραψα: — Σέργιος ἐλέει θεοῦ πρεσβύτερος περιοδευτὴς τῶν ἁγίων ἐκκλησιῶν ἐπὶ χωρίων τῆς πρώτης Σύρων ἐπαρχίας ἀξιώσας ὑπέγραψα: — Στέφανος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος μονῆς Εὐξερίου καὶ ὑπὲρ τῶν
35ἐκεῖσε πάντων μοναχῶν ἀξιώσας ὑπέγραψα: — Ἰωάννης πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς Θωμᾶ Συριστὶ ὑπέγραψα: — Θωμᾶς πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς Ἀαρὼν Συριστὶ ὑπέγραψα: —
Φαυστῖνος ἐλέει θεοῦ μοναχὸς καὶ ἀποκρισιάριος μονῆς τοῦ ἁγίου Στεφάνου146

3

.

147

Μαουζᾶ Ἰαμνίας καὶ ὑπὲρ πάντων τῶν ἐκεῖσε κληρικῶν καὶ μοναχῶν ἀξιώ‐ σας ὑπέγραψα: — Θεόδωρος διάκονος καὶ ἀποκρισιάριος τῆς ἁγίας ἐκκλησίας Ἐρινδηληνῶν ἀξιώσας ὑπέγραψα: —
5 Δεσπότηι ἡμῶν τὰ πάντα ἁγιωτάτωι καὶ μακαριωτάτωι πατρὶ πατέρων ἀρχι‐ επισκόπωι τῆς Ῥωμαίων καὶ πατριάρχηι Ἀγαπητῶι παρὰ τῶν ἐνδημούντων κατὰ ταύ‐ την τὴν βασιλίδα πόλιν ἐπισκόπων τῆς τε Ἀνατολικῆς διοικήσεως καὶ τῶν ὑπὸ τοὺς ἁγίους Χριστοῦ τοῦ θεοῦ ἡμῶν τόπους καὶ ἀποκρισιαρίων καὶ λοιπῶν κληρικῶν. Ἐξ οὗ Χριστὸς ὁ θεὸς ἡμῶν ὑπὲρ τῶν ἐποφειλομένων ὑμῖν γερῶν τῆς δι’ αὐτὸν ἐν παντὶ καιρῶι
10μετὰ παρρησίας ἀληθοῦς δημοσιευθείσης ὁμολογίας τῆι ἀοράτωι καὶ φοβερᾶι αὐτοῦ δυ‐ νάμει ἐπὶ τὴν σεβασμίαν ὑμῶν ἐπανεπαύσατο κεφαλὴν τὸν τοῦ κορυφαίου τῶν ἀποστόλων θρόνον καταπιστεύσας ὑμῖν, μακαριώτατοι, καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας ὑμῶν καὶ κατεύθυνε τὰ διαβήματα ὑμῶν καὶ ἐνέπλησε τὸ στόμα ὑμῶν ἆισμα και‐ νὸν ὕμνον τῶι θεῶι ἡμῶν, πολλοὶ ἤλπισαν ἐπὶ κύριον κατὰ τὸ ψαλμικὸν λόγιον
15καταυγασθέντες ὑπὸ τῆς πνευματικῆς ὑμῶν αἴγλης, δι’ ἧς ὡς λύχνος ἐκλάμπων ἐπὶ λυχνίας ἁγίας τὸ ζοφῶδες τῶν ἐν σκότει καθημένων καὶ τυφλῶν ἐφωτίσατε τοὺς ὀφθαλμοὺς τῆς διανοίας αὐτῶν διανοίξαντες. διά τοι τοῦτο τεθαρρηκότες πιστεύοντές τε τῶι θείωι λογίωι τῶι διαγορεύοντι ἐν καιρῶι οὐ δειλιάσει καρδία ἡδρασμένη ἐπὶ διανοίαι συνέσεως, πείραι τε μαθόντες ἀκριβεῖς ὑμᾶς φύλακας εἶναι τῶν ἀποστολικῶν θησαυρῶν
20ἐξοστρακίσαντας ἀρτίως Ἄνθιμον τὸν πρόσχημα εὐσεβείας περιβαλόμενον, τὴν δὲ δύναμιν αὐτῆς ἀρνησάμενον, τὸν τὴν ἁρμοσθεῖσαν αὐτῶι νύμφην ἐξουθενήσαντα καὶ λαβεῖν ἑτέραν κατατολμήσαντα παρὰ τοὺς θείους κανόνας; γινώσκοντες δὲ καὶ τὸν θεο‐ φύλακτον ἡμῶν βασιλέα καθάπερ Χριστοῦ μαθητὴν δεδοκιμασμένην ἔχοντα ψυχὴν κοινω‐ νὸν ὑμῖν τοῦ ἀγαθοῦ ἔργου τούτου γενόμενον καὶ σπουδάσαντα μὲν ἐκ προοιμίων τῆς
25αὐτοῦ βασιλείας μέχρι τοῦ νῦν τὸ τῆς ἐκκλησίας ἅπαν σῶμα φυλάξαι ὑγιὲς καὶ ἀκέραιον καὶ πάσης αἱρετικῆς νόσου ἐλεύθερον καὶ διὰ τοῦτο νομοθετήσαντα τὰς ἱερὰς καὶ ἁγίας τέσ‐ σαρας συνόδους ἐν ταῖς ὁτεδήποτε γινομέναις θείαις μυσταγωγίαις μεγαλοφώνως ὑπὸ τῶν ἱερῶν κηρύκων κηρύττεσθαι τειχιζούσας τῶν πιστῶν τὰς καρδίας καὶ τὰς τῶν αἱρετικῶν συμπνιγούσας, ἐλπίζοντα δὲ ἐκ τῆς κατὰ φύσιν αὐτοῦ φιλανθρωπίας καὶ οἰόμενον καθάπερ
30τοὺς ἐξ ἁπλότητος ὑπαχθέντας τῆι πλάνηι εἰκός ἐστιν ἐπιστρέψαι τῶι χρόνωι, οὕτως καὶ τοὺς ταύτης εὑρετάς, μᾶλλον δὲ τοῦ διαβόλου μαθητὰς καὶ μηδέποτε τὴν ἀλήθειαν ἐπιγνόν‐ τας τὴν τῶν ἐξ ἀρχῆς αἱρετικῶν ἐκβολὴν ὑπερτίθεσθαι, δεόμεθα, μακαριώτατοι, ἀναμνῆσαι τὸν μνημονικώτατον καὶ θεοφύλακτον ἡμῶν βασιλέα τῆς ἱερᾶς ἐκείνης φωνῆς τῆς λεγούσης πᾶν βδέλυγμα ἐμίσησε κύριος. ὃ πρῶτον καὶ μέσον καὶ ὕστατόν ἐστι Σεβῆρος ὁ ἀλιτή‐
35ριος ὁ κατὰ τοῦ θεοῦ λαλήσας ἀδικίαν ἀεί, ποτὲ μὲν τὰ Ἑλλήνων μυστήρια μυηθεὶς καὶ ταῦτα τιμήσας, ποτὲ δὲ τὰ Εὐτυχοῦς διδάξας καὶ Μάνεντος, ἐν ὅλωι δὲ τῶι βίωι τῆι τῶν Χριστιανῶν ὀρθῆι πίστει φράσας ἐρρῶσθαι καὶ τὴν Νεστορίου τοῦ ἀνθρωπολάτρου
προσηγορίαν εἰς ἐφόδιον τῆς ἀπάτης τοῖς ἐξ ἁπλότητος πρὸς ὑποδοχὴν ἔχουσιν ἕτοιμα147

3

.

148

τὰ ὦτα ἐπινοήσας, τὰ ἐκείνου εἰπὼν ἐναργῶς Νεστοριανούς τε καλέσας τοὺς τῶν ὀρθῶν δογμάτων καθηγητάς, οὐ φεισάμενος μήτε τοῦ βαπτίσαντος αὐτόν, ἀναθεμάτων ἀδυ‐ νάμων πάντα τὸν κόσμον ἐπλήρωσεν, ἀποφήνασθαι κατατολμήσας αὐτὸς ὡς δύναμιν κληρωσάμενος μετὰ τῶν προσχρησάντων αὐτῶι τῆς χειροτονίας σκιὰν κατὰ τῆς εἰρη‐
5μένης οἰκουμενικῆς ἁγίας συνόδου τῆς ἐν Χαλκηδόνι καὶ τῶν ἱερῶν καὶ θεοφιλῶν ἐπιστολῶν τοῦ ἐν ἁγίοις τὴν μνήμην πάπα Λέοντος τοῦ γενομένου φωστῆρος καὶ στύλου τῆς ἐκ‐ κλησίας τοῦ στηρίξαντος τοὺς πιστοὺς τῆι βασιλικῆι τρίβωι πορεύεσθαι, ὡς λείπεσθαι τὸ τῆι θείαι γραφῆι ῥηθὲν πληρωθῆναι ἐπ’ αὐτῶι λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο. ὅθεν ἀποροῦντες πῶς ἂν
10αὐτὸν κυρίως καλέσοιμεν Ἑλλήνων ὁμόφρονα, Εὐτυχοῦς ὁμόδοξον, ὁμότροπον Νεστορίου, ἐκ τῆς κυριωτάτης καὶ ἐπισήμου προσηγορίας ὀνομάσομεν τὸ ἐντεῦθεν ὄργανον τοῦτον σὺν ἀληθείαι τοῦ διαβόλου καλοῦντες. παρέντες τοίνυν τὸ πλῆθος τῶν ὑπ’ αὐτοῦ τολμηθέντων τά τε κατὰ τὴν Ἑώιαν αἵματα τῶν ὁσίων ἀνδρῶν ἐκχυθέντα ὑπὸ τοῦ κατὰ φατρίαν ἐστασιασμένου Ἰουδαικοῦ συστάντος
15τότε στρατεύματος, καὶ ἄλλα δὲ τῶν εἰρημένων πολὺ χαλεπώτερα διὰ τὸ μῆκος τοῦ διηγήματος, ἱκετεύομεν, ἁγιώτατοι, ἐπειδὴ νῦν καιρὸς εὐπρόσδεκτος, νῦν ἡμέρα σω‐ τηρίας, καὶ βοῶμεν· βοηθήσατε ἡμῖν καὶ ταῖς φονευθείσαις ὁσίαις ψυχαῖς, ἃς παρεστάναι νομίσατε νοητῶς καὶ δεικνύναι ὑμῖν ὡς διὰ Ἰησοῦν Χριστὸν παρεδόθησαν τῶι θανάτωι ὑπὸ τοῦ πολυκεφάλου θηρός. ἵνα οὖν μὴ καὶ αὖθις ἐκ τῆς φανερωθείσης πᾶσιν αὐτοῦ
20μαγγανείας καὶ Μανιχαικῆς πλάνης, ἧι θαρρῶν ὁ δείλαιος οὗτος κατετόλμησεν εἰς τὰς καθαρὰς βασιλείους εἰσδῦναι αὐλάς, μηδένα τόπον ὀφείλων ἔχειν ἢ τὸ βάραθρον εἰς κατάλυμα, ἀνατρέψηι καὶ ἐπὶ τοῦ παρόντος τὴν μετὰ τοσούτων κόπων καὶ ἱδρώτων ὑμῶν τε καὶ τοῦ φιλοχρίστου ἡμῶν βασιλέως φιλοτιμηθεῖσαν εἰρήνην ταῖς ἁπανταχοῦ τῶν πιστῶν ἐκκλησίαις, ἀπελαθῆναι σπουδάσατε πόρρω που καὶ τῆς ἐσχατιᾶς αὐτῆς
25φεισάμενοι τῶν τὰς συνουσίας πρὸς αὐτὸν ποιουμένων ψυχῶν καὶ κοινωνουσῶν διὰ τῆς ἐντεύξεως τοῖς κατ’ αὐτοῦ ἀναθέμασι, τὸν ἀκάθαρτον, τὸν ἀποκήρυκτον, τὸν ἀνα‐ θέμασιν ἐγγράπτοις καὶ διηνεκέσιν ὑπὸ τοῦ ἀποστολικοῦ ὑμῶν θρόνου καὶ τοσούτων ἀρ‐ χιερέων καὶ ἐν οὐρανῶι παρὰ θεοῦ καὶ τῶν ἐκλεκτῶν αὐτοῦ ἀγγέλων κατάκριτον ἤδη γενό‐ μενον κατὰ τὴν εὐαγγελικὴν ἐκείνην καὶ θείαν φωνὴν μετ’ Ἐκδικίου τοῦ βδελυροῦ ἀλλ’
30οὐ Πέτρου τοῦ καὶ τὴν ἑαυτοῦ προσηγορίαν μέχρι τοῦ νῦν οὐκ ἐρυθριάσαντος ψεύσασθαι τοῦ αὐτοῦ μαθητοῦ καὶ τὰ τῆς ἀποστασίας καθ’ ἑκάστην ῥήματα φθεγξαμένου, καὶ Ζωόρα δὲ τοῦ παντελῶς ἀμυήτου τῆς θείας γραφῆς καὶ πάσης ἱερατικῆς λειτουργίας καὶ τάξεως, μετὰ δὲ παρρησίας οὐκ ἴσμεν τῆς ὅθεν χορηγουμένης αὐτῶι καταπατοῦντος τὴν κρατοῦσαν ἐκκλησιαστικὴν εὐκοσμίαν τε καὶ κατάστασιν ἐκ τῶν καθ’ ἡμέραν παρα‐
35συνάξεων καὶ παραβαπτισμάτων ὑπ’ αὐτοῦ τολμωμένων, οὗ τὴν συναγωγὴν γύναια
κώμοις καὶ μέθαις ἀσελγείαις τε καὶ ἀκολασίαις ἐκδεδομένα πληροῖ, πείσαντες τὸν εὐσε‐148

3

.

149

βέστατον ἡμῶν βασιλέα θῆρας αἱμοβόρους ἀρνάσι μὴ συγχωρεῖν συναυλίζειν, ἠκριβω‐ μένον σαφῶς τὸ τῶι θείωι ἀποστόλωι ῥηθὲν ὡς οὐδεμία μετοχὴ δικαιοσύνηι καὶ ἀνομίαι ἢ κοινωνία φωτὶ πρὸς σκότος ἢ μερὶς πιστῶι μετὰ ἀπίστου. οἷα δὲ οἷα δεδραματούργηται νῦν καὶ παρὰ Ἰσαακίου τοῦ Πέρσου, εἰπεῖν βουλομένους ἡμᾶς
5ἀδακρυτὶ λέγειν οὐκ ἔστιν οὐδὲ δέους ἀπηλλάχθαι διηγουμένους ἃ ταῖς ἀνόμοις αὐτοῦ χερσὶ δρᾶν ἐκεῖνος οὐκ ἔφριξεν. ἐν γὰρ καταγωγίωι τινὶ τιμίας εἰκόνος ἀνακειμένης τοῦ τῶν εὐσεβῶν ἐπὶ τοῦ παρόντος σκήπτρων κρατοῦντος, ὥσπερ ἁμιλλώμενος ὁ προλεχθεὶς δείλαιος καὶ ἀλάστωρ ἀνήρ, εἰ μὴ καὶ κατὰ τὸν ῥηθησόμενον νεώτερον τρόπον βλασφημήσοι τὸ θεῖον, ἀνατείνας τὴν βακτηρίαν, ἐν ἧι τὸ ἄτιμον αὐτοῦ σχηματίζεται
10γῆρας στηρίζειν πληρῶν τὴν πεπλασμένην ἐπίθεσιν ἔμπροσθεν τῶν ὑπ’ αὐτοῦ κατα‐ γινομένων ἀπάγεσθαι, ἔτυπτεν ἀφειδῶς τὸ τοῦ φιλοχρίστου βασιλέως ὁμοίωμα, αἱρετικὸν ἀποκαλῶν τὸν ἡνωμένον οὕτω θεῶι καὶ φρουρούμενον ὑπ’ αὐτοῦ τὸ τῆς ἀληθείας φυ‐ λάττοντα κήρυγμα καὶ οὐκ ἔπαυσε τὸν θυμὸν μέχρι τοσούτου ἕως οὗ καὶ τὴν φέρουσαν τὸ περιφανὲς ἐκτύπωμα σινδόνα διέρρηξε καὶ μέρος κατέαξεν ἐξ αὐτοῦ, ὃ καὶ πυρὶ παρα‐
15δέδωκε. τὸ γὰρ ὅλον ἀφανίζειν οὐκ ἴσχυσεν φυλαχθὲν ὑπὸ τῆς προνοίας τοῦ κρείτ‐ τονος εἰς ἔλεγχον ἀκριβῆ τοῦ τολμήματος τοῦδε φονικοῦ καὶ τοῦ μείζονος πάντων κατη‐ γορήματος. μάρτυρες ἑστήκασιν ἄνδρες, ὡς ἔγνωτε, ἁγιώτατοι, σαφῆ τὴν ἀλήθειαν συνήγορον ἔχοντες. ἐπειδὴ τοίνυν ἐκ παραδόξου οἱ προρρηθέντες αἱρεσιάρχαι ἀνταλλαξάμενοι τῆς ὀφειλούσης αὐτῶν ἐκβολῆς γενέσθαι σὺν ἀτιμίαι πρὸ χρόνου
20πολλοῦ τὸ ἐν τοῖς βασιλικοῖς ταμείοις οἰκεῖν παρρησίαν δεδώκασι τοῖς κατ’ ἄλλον τρόπον ἀρνουμένοις τὸ θεῖον, ἐγκαταλεγόντων αὐτοῖς πολλῶν ὀνόματι ἐπιπλάστου ὀρθοδοξίας, καὶ κινδυνεύουσιν οἱ πιστοὶ πανταχοῦ γῆς μηκέτι ἐν ὁμονοίαι πορεύεσθαι ἐν τῶι οἴκωι τοῦ θεοῦ, ἐξάρατε ταχέως ἀφ’ ἡμῶν τοὺς πονηρούς, προσενέγκατε συνήθως ταύτην τὴν θυσίαν τῶι θεῶι τῶι σωτῆρι ὑπὲρ τῆς φυλαχθησομένης ὑμῖν
25ἀγαθῆς ἀπολογίας ἐν τῆι μελλούσηι κρίσει τῆι φοβερᾶι, ἐλευθέραν παντὸς δέους καὶ τρικυμίας αἱρετικῆς τὴν κρατοῦσαν εὔκοσμον ἐκκλησιαστικὴν φυλάξαντες κα‐ τάστασιν, βεβαιοῦντες καὶ αὖθις τὰς κατ’ αὐτῶν πρώην ἐξενεχθείσας ἐκ τοῦ ἀπο‐ στολικοῦ ὑμῶν θρόνου ἐνθέσμους καὶ δικαίας καὶ εὐσεβεῖς ἀποφάσεις, εἰσηγούμενοι τῶι ἐννομωτάτωι ἡμῶν βασιλεῖ καὶ τὰ ἐκείνων ἀσεβῆ συγγράμματα νομοθετῆσαι
30πυρὶ παραδίδοσθαι καὶ καθυποβάλλεσθαι δημεύσει τοὺς ἔχοντας κατὰ μίμησιν τῶν τὰ Μανιχαικὰ κεκτῆσθαι ζηλούντων καὶ τὰ Νεστορίου τοῦ δυσσεβοῦς καὶ τὰ Εὐτυχοῦς τοῦ παράφρονος καὶ Διοσκόρου τοῦ αὐτῶν ὑπασπιστοῦ καὶ πατρός. οὕτω γὰρ τοῖς εἰς αὐτοὺς μάτην ἐλπίζουσιν πᾶσα προσδοκία καταργηθήσεται. ἀξιοῦμεν δέ, ἁγιώτατοι, καὶ τῆι κατὰ Ἄνθιμον ἱερᾶι ὑμῶν ψήφωι πέρας ἐπιθεῖναι τέλεον καὶ τοῖς
35πατρικοῖς ὑμῶν κανόσιν ἁρμόδιον, ἵνα πᾶν ἐκ τοῦ μέσου σκάνδαλον ἀνέλητε καὶ ἀπὸ
τῶν μικρῶν τῶν πιστευόντων εἰς τὸν κύριον καὶ ἀκούσησθε παρὰ πάντων ἡμῶν· φυλάξοι149

3

.

150

κύριος τὸν θρόνον ὑμῶν καὶ τοῦ φιλοχρίστου ἡμῶν βασιλέως ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ, τὰ τοῦ Πέτρου μιμήματα σώιζοντας καὶ σώσαντας ἡμᾶς ἐκ τῶν θλιβόντων καὶ τοὺς μισοῦντας ἡμᾶς καταισχύναντας. Ὑπογραφαί
5Θαλάσσιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Βηρυτίων πόλεως ἀξιώσας ὑπέγραψα: — Μέγας ἐλέει θεοῦ ἐπίσκοπος τῆς Βεροιαίων φιλοχρίστου πόλεως ἀξιώσας ὑπέγραψα: — Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος Γαβάλων ὑπέγραψα Συριστί: — Αἰθέριος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Μαριαμμιτῶν πόλεως ἀξιώσας ὑπέγραψα: —
10Χριστοφόρος ἐλέει θεοῦ ἐπίσκοπος Πορφυρεῶνος ἀξιώσας ὑπέγραψα: — Ἀρχέλαος ἐπίσκοπος Κωρύκου ἀξιώσας ὑπέγραψα: — Δαυίθος ἐλέει θεοῦ ἐπίσκοπος τοῦ Κιρκινσίου ὑπέγραψα Συριστί: — Ἀλέξανδρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς ποτὲ Βαρκουσῶν, νυνὶ δὲ Ἰουστινιανου‐ πόλεως ἀξιώσας ὑπέγραψα: —
15Ἀναστάσιος ἐλέει θεοῦ ἐπίσκοπος Ἰωτάβης ἀξιώσας ὑπέγραψα: — Δόμνος ἐλέει θεοῦ ἐπίσκοπος Μαξιμιανουπόλεως ἀξιώσας ὑπέγραψα: — Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος Ζωόρων ἀξιώσας ὑπέγραψα: — Μάγνος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀποκρισιάριος τῆς κατὰ Θεούπολιν ἁγιω‐ τάτης μεγάλης ἐκκλησίας ἀξιώσας ὑπέγραψα: —
20Ἡράκλειος ἐλέει θεοῦ διάκονος καὶ ἀποκρισιάριος τῆς κατὰ Θεούπολιν ἁγίας τοῦ θεοῦ καθολικῆς ἐκκλησίας ἀξιώσας ὑπέγραψα: — Ἀθανάσιος διάκονος καὶ ἀποκρισιάριος τῆς κατὰ Τύρον ἁγιωτάτης ἐκκλησίας ἀξιώσας ὑπέγραψα: — Παῦλος ἐλέει θεοῦ ἀναγνώστης καὶ ἀποκρισιάριος τῆς κατὰ τὴν Ταρσέων ἁγιω‐
25τάτης ἐκκλησίας ἀξιώσας ὑπέγραψα: — Θωμᾶς ἐλέει θεοῦ διάκονος καὶ ἀποκρισιάριος τῆς κατὰ τὴν Ἰουστινιανιτῶν πόλιν ἁγιωτάτης ἐκκλησίας ἀξιώσας ὑπέγραψα: — Ἀγάπιος ἐλέει θεοῦ διάκονος καὶ ἀποκρισιάριος τῆς ἁγίας ἐκκλησίας Ἱερᾶς πόλεως μητροπόλεως Εὐφρατησίας ἀξιώσας ὑπέγραψα: —
30Ἰωάννης ἐλέει θεοῦ ὑποδιάκονος καὶ ἀποκρισιάριος τῆς κατὰ Βόστραν τὴν μητρό‐ πολιν ἁγίας ἐκκλησίας ἀξιώσας ὑπέγραψα: — Τρόφιμος διάκονος καὶ ἀποκρισιάριος τῆς κατὰ Σελεύκειαν Ἰσαυρίας ἁγιωτάτης ἐκκλησίας ἀξιώσας ὑπέγραψα: — Εὐσέβιος ἐλέει θεοῦ διάκονος καὶ ἀποκρισιάριος τῆς κατὰ Ἄμιδαν ἁγιωτάτης
35ἐκκλησίας ἐπιστάμενος τὰ ἀνωτέρω εἰρημένα κατὰ Σεβήρου καὶ Πέτρου καὶ Ζω‐
όρα καὶ Ἀνθίμου ἀξιώσας ὑπέγραψα: —150

3

.

151

Μάρκος διάκονος καὶ ἀποκρισιάριος τῆς ἁγίας ἐκκλησίας Ἐμέσης ἀξιώσας ὑπ‐ έγραψα: — Συμεώνης διάκονος καὶ ἀποκρισιάριος τῆς κατὰ Ἁγιόπολιν ἁγιωτάτης ἐκκλη‐ σίας ἀξιώσας ὑπέγραψα: —
5Σέργιος διάκονος καὶ ἀποκρισιάριος τῆς κατὰ Πτολεμαίδα ἁγιωτάτης ἐκκλησίας ἀξιώσας ὑπέγραψα: — Κοσμᾶς ἐλέει θεοῦ μοναχὸς καὶ ἀποκρισιάριος τῆς κατὰ Ἀντάραδον ἁγιωτάτης ἐκκλησίας ἀξιώσας ὑπέγραψα: — Ἡσαίας ἐλέει θεοῦ διάκονος καὶ ἀποκρισιάριος τῆς κατὰ τὴν Ἀρεθουσίων ἁγιω‐
10τάτης ἐκκλησίας ἀξιώσας ὑπέγραψα: — Ἰουλιανὸς διάκονος καὶ ξενοδόχος τῆς Παλμυρέων ἁγίας ἐκκλησίας ἀξιώσας ὑπέγραψα: — Ἰωνᾶς διάκονος καὶ ἀποκρισιάριος τῆς Ἡλιουπολιτῶν ἁγιωτάτης ἐκκλησίας ἀξιώσας ὑπέγραψα: —
15Ἁβράμιος διάκονος καὶ ἀποκρισιάριος τῆς αὐτῆς ἁγίας ἐκκλησίας ἀξιώσας ὑπέγραψα: — Συμεώνης ἐλέει θεοῦ πρεσβύτερος τῆς κατὰ Κύπρον Κωνσταντίας ἁγίας τοῦ θεοῦ ἐκκλησίας ἀξιώσας ὑπέγραψα: — Ἰωάννης ἀναγνώστης καὶ ἀποκρισιάριος τῆς κατὰ Σελεύκειαν Συρίας ἁγίας τοῦ
20θεοῦ ἐκκλησίας ἀξιώσας ὑπέγραψα: — Μαρτύριος ἀναγνώστης τῆς κατὰ Βηρυτίων μητρόπολιν ἁγίας τοῦ θεοῦ ἐκκλησίας ἀξιώσας ὑπέγραψα: — Ἀρσένιος ἀναγνώστης τῆς κατὰ Μαριάμμην ἁγιωτάτης ἐκκλησίας ἀξιώσας ὑπέγραψα: —
25Σέργιος ἐλέει θεοῦ πρεσβύτερος καὶ περιοδευτὴς μονῆς Γινδάρου ἀξιώσας ὑπέγραψα: — Συμεὼν ἐλέει θεοῦ διάκονος τῆς ἁγίας τοῦ Χριστοῦ Ἀναστάσεως ἀξιώσας ὑπέγραψα: — Ἀναστάσιος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἀποκρισιάριος τῆς Καισαρέων ἁγιω‐
30τάτης ἐκκλησίας ἀξιώσας ὑπέγραψα: — Ἀλέξανδρος ἐλέει θεοῦ ὑποδιάκονος καὶ ἀποκρισιάριος τῆς Καισαρέων ἁγιω‐ τάτης ἐκκλησίας ἀξιώσας ὑπέγραψα: — Ἰωάννης διάκονος καὶ ἀποκρισιάριος τῆς κατὰ Ἐλευθερόπολιν ἁγιωτάτης ἐκκλησίας ἀξιώσας ὑπέγραψα: —
35Θεοδόσιος διάκονος καὶ ἀποκρισιάριος τῆς Γαζαίων ἁγιωτάτης ἐκκλησίας ἀξιώσας ὑπέγραψα: — Πάμφιλος ἐλέει θεοῦ διάκονος καὶ ἀποκρισιάριος τῆς κατὰ Νεάπολιν ἁγίας τοῦ θεοῦ ἐκκλησίας ἀξιώσας ὑπέγραψα: — Εὔνομος πρεσβύτερος καὶ ἀποκρισιάριος τῆς κατὰ Πέτραν ἁγιωτάτης ἐκκλησίας
40ἀξιώσας ὑπέγραψα: —151

3

.

152

Ἀναστάσιος διάκονος καὶ ἀποκρισιάριος τῆς αὐτῆς ἁγίας ἐκκλησίας ἀξιώσας ὑπέγραψα: — Βίκτωρ διάκονος καὶ ἀποκρισιάριος τῆς κατὰ Ἀρεόπολιν ἁγίας τοῦ θεοῦ ἐκκλη‐ σίας ἀξιώσας ὑπέγραψα: —
5Φιλούμενος ἀναγνώστης τῆς Ταρσέων ἁγιωτάτης ἐκκλησίας ἀξιώσας ὑπέγραψα: — Καὶ μετὰ τὴν ἀνάγνωσιν τῶν λιβέλλων Μηνᾶς ὁ θεοσεβέστατος ἀναγνώστης καὶ νοτάριος σεκουνδοκήριος τῆς πρεσβύτιδος Ῥώμης προκομίσας τὸ ἄκτον τῆς γραφείσης παρὰ Ἀγαπητοῦ τοῦ τῆς ἁγίας μνήμης συνοδικῆς Ῥωμαικῆς ἐπιστολῆς ἀνέγνω. καὶ
10μετὰ τὴν ἀνάγνωσιν Χριστόδωρος ὁ θεοσεβέστατος νοτάριος καὶ διάκονος σηκρητάριος λαβὼν παρὰ τοῦ εἰρημένου θεοφιλεστάτου Μηνᾶ τὴν ἑρμηνείαν ἀνέγνω οὕτως Ἑρμηνεία τῆς προαναγνωσθείσης συνοδικῆς ἐπιστολῆς Τῶι ἀγαπητῶι ἀδελφῶι Πέτρωι Ἀγαπητός. Ἠβουλόμεθα μέν, ἀδελφοὶ ἀγαπητοί, διὰ τὴν τῆς ὑμετέρας ἀγάπης συνάφειαν πάντας τοὺς τοῦ κυρίου ἱερεῖς κατὰ τὴν ἀποστο‐
15λικὴν παράδοσιν ἀνεπιλήπτους εὑρίσκεσθαι καὶ μηδένα ἢ διὰ χάριν ἢ διὰ φόβον τῶν ἐκκλησιαστικῶν κανόνων ἐκκλίνειν· ἀλλ’ ἐπειδὴ πολλὰ πολλάκις παρακολουθεῖ ἅτινα μετα‐ μέλειαν τίκτειν δύναται καὶ νικᾶι τὰ πλημμελήματα τῶν ἁμαρτανόντων ὁ ἔλεος τοῦ θεοῦ καὶ διὰ τοῦτο ὑπερτίθεται ἡ τιμωρία, ὡς ἂν τόπον εὑρεῖν ἡ διόρθωσις δυνηθείη, παραινέσαι ἀναγκαῖον ἐκρίναμεν ἵνα τὰ παραληφθέντα κἂν τὸ λοιπὸν ἀπαράβατα
20φυλαχθείη. ἐχρῆν μὲν γὰρ τὴν ὑμετέραν ἀγάπην μεμνημένην τῶν πατρικῶν παρα‐ δόσεων μηδένα συγχωρεῖν τὰ κεκωλυμένα ποιεῖν, ἀλλὰ καὶ εἴ τις τολμηρὸς φανείη, πάσηι δυνάμει ἐναντιοῦσθαι. παραγενόμενοι τοιγαροῦν εἰς τὸ κομιτάτον τοῦ γαληνοτάτου ἡμῶν βασιλέως τοῦ ἡμετέρου υἱοῦ ηὕρομεν τὴν καθέδραν τῆς ἐν Κωνσταντινουπόλει ἐκκλησίας παρὰ τοὺς θεσμοὺς τῶν κανόνων ὑπὸ Ἀνθίμου τοῦ τῆς Τραπεζουντίων ἐκ‐
25κλησίας ἐπισκόπου οὐ προσηκόντως ὑφαρπασθεῖσαν, οὗτινος τὴν ψυχὴν οὐ κατὰ τοῦτο μόνον τὸ μέρος, ἀλλ’ ὅπερ καὶ μεῖζόν ἐστιν, ἐν τῆι τῆς ἀληθοῦς πίστεως ὁμολογίαι ἐπε‐ θυμήσαμεν ἐκ τῆς ἀπωλείας ἐπαναγαγεῖν, ἀλλὰ τῆι Εὐτυχέος ἐνιστάμενος πλάνηι εἰς τὴν τῆς ἀληθείας ὁδὸν ἐπανελθεῖν κατεφρόνησεν. ὅθεν ἐπειδὴ κατὰ τὴν ἀποστολικὴν ἀγάπην τὴν ἐν τῆι πίστει αὐτοῦ μεταμέλειαν ἀναμένομεν, ἐν τῶι μεταξὺ οὐδὲ καθολικοῦ
30οὐδὲ ἱερέως ὀνόματος ἄξιον εἶναι ψηφίζομεν, μέχρις ἂν πάντα τὰ παρὰ τῶν πατέρων παραδοθέντα, δι’ ὧν ἀληθῶς τῆς θρηισκείας ἡ πίστις καὶ ἐπιστήμη φυλάττεται, κατὰ τὴν προσήκουσαν πληροφορίαν δέξηται. τοὺς δὲ ἑτέρους ὁμοίως τῆς αὐτοῦ ἀπονοίας τοὺς τῆι ψήφωι τῆς ἀποστολικῆς καθέδρας κατακριθέντας παραπλησίως ἡ ὑμετέρα
ἀγάπη ἀποστραφήτω, ὧν αὐτὸς ἑαυτὸν μέτοχον ἐποίησεν. τῆς δὲ ἐν Κωνσταντινου‐152

3

.

153

πόλει καθέδρας τὴν ὕβριν βοηθοῦντος τοῦ θεοῦ τῆι ἀποστολικῆι αὐθεντίαι καὶ τῶν πιστοτάτων βασιλέων τῆι βοηθείαι διωρθώσαμεν. καὶ τρόπον τινὰ τεθαυμάκαμεν ὅτι τοῦτο τὸ ἔργον οὕτω τοῖς πατρικοῖς ψηφίσμασιν φανερῶς ἐναντίον ἡ ὑμετέρα ἀδελ‐ φότης οὐ μόνον εἰς γνῶσιν ἡμετέραν ἐνεγκεῖν ἠμέλησεν, ἀλλὰ καὶ ἐπιληψίμωι ἐβεβαίωσε
5συναινέσει, εὐχαριστοῦμεν δὲ τῶι θεῶι, οὗτινος τῶι νεύματι ὡς ἐπὶ τὸ πολὺ τὰ κακὰ πρὸς τὸ βέλτιον τρέπεται καὶ αἱ μικραὶ παραβάσεις εἰς ὄφελος καὶ ἀφορμὴν μεγάλης γίνονται χαρᾶς. τοῦτο δὲ ὑπὲρ τοῦ διεγεῖραι τῆς ὑμετέρας ὁμοψυχότητος τὴν ἀγαλ‐ λίασιν σημαίνω ὅτι Μηνᾶν τὸν ἀδελφὸν καὶ συνεπίσκοπον ἡμῶν, ἄνδρα πολλοῖς ἐπαίνων τρόποις κεκοσμημένον, ἡ μνημονευθεῖσα Κωνσταντινουπόλεως ἐκκλησία ἐπίσκοπον
10ἐδέξατο, ὧιτινι εἰ καὶ παρὰ τοὺς λοιποὺς τῶν γαληνοτάτων βασιλέων ἐπεγέλασεν ἡ ἐπιλογή, ὅμως τοσαύτη τοῦ τε κλήρου παντὸς καὶ τοῦ δήμου συναίνεσις προσγέγονεν, ὥστε παρ’ ἑκάστου καὶ ἐπιλεγῆναι πιστεύεσθαι. καὶ γὰρ οὔτε τῆι εἰδήσει οὔτε τῆι ζωῆι τινὶ ἦν ἄγνωστος, ἀλλὰ καὶ τῆι ἀκεραιότητι τῆς πίστεως καὶ τῶν ἱερῶν γραφῶν τῆι σπουδῆι, οὐ μὴν ἀλλὰ καὶ τῆς εὐσεβοῦς διοικήσεως τῆι ὑπηρεσίαι οὕτω τοῦ προ‐
15λεχθέντος ἀνδρὸς ἔλαμπεν ἡ δόξα, ὥστε αὐτῶι βραδύτερον δοκεῖν παραγεγονέναι οὗπερ ἠξίωται. καὶ τοῦτο δὲ πιστεύομεν τῆι αὐτοῦ ἀξίαι προστεθῆναι, ὅτιπερ ἐκ τῶν χρόνων τοῦ ἀποστόλου Πέτρου οὐδένα ἄλλον οἱαδήποτε Ἀνατολικὴ ἐκκλησία ἐδέξατο ἐπίσκοπον ταῖς χερσὶν τῆς ἡμετέρας καθέδρας χειροτονηθέντα, καὶ τυχὸν ἢ εἰς ἀπόδειξιν ἐπαίνου αὐτοῦ ἢ εἰς κατάλυσιν τῶν ἐχθρῶν τῆς ἐνστάσεως τοσοῦτον πρᾶγμα προέβη,
20ὥστε ἐκείνοις αὐτὸν εἶναι δοκεῖν ὅμοιον, οὓς ἐν τούτοις ποτὲ τοῖς μέρεσιν αὐτοῦ τῶν ἀποστόλων τοῦ πρώτου ἐχειροτόνησεν ἡ ἐπιλογή. κοινὴν τοιγαροῦν χαράν, ἀδελφοί, εὐσεβεῖ ἀγαλλιάσει ὑποδέξασθε καὶ ὁπόσον τῆς ἀποστολικῆς ἡμῶν καθέδρας τὴν κρίσιν ἀποδέχεσθε, τῆι συνήθει σημάνατε ἀντιγραφῆι, διπλῆν ἔχοντες εὐφροσύνης αἰτίαν ὅτι καὶ τὰ φαῦλα ἄνευ παρολκῆς διωρθώθη καὶ ἀντὶ τούτων τὰ εὐκταῖα παρηκολούθησε,
25τοῦ λοιποῦ προφυλαττόμενοι ἵνα μὴ αὖθις τοῖς κανονικοῖς θεσπίσμασιν ἐναντίον τι δι’ ὑμῶν, ὅπερ ἀπέστω, γένηται ἢ τῆι ὑμετέραι στερχθείη συναινέσει, ἐπειδὴ καθάπερ συγ‐ γνώμης ἀξία ἐστὶν ἡ πλάνη τοῦ ἅπαξ ἁμαρτάνειν, οὕτως ἡ συχνὴ παράβασις κίνησιν αὐστηρίας ἀπαιτεῖ. ὑπογραφή· Ὁ θεὸς ἐρρωμένον σε φυλάξοι, ἀδελφὲ τιμιώτατε. Διαλαλιὰ Μηνᾶ πατριάρχου
30 Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος καὶ πᾶσα ἡ ἁγία σύνοδος εἶπεν· Οὐδὲν θαυμαστὸν εἰ τοῖς ἑαυτοῦ κατακολουθεῖ καὶ νῦν ὁ μέγας ἀποστολικὸς θρόνος τούς τε ἱεροὺς τῶν ἁγιωτάτων ἐκκλησιῶν θεσμοὺς ἀπαρεγχειρήτους διατηρῶν καὶ τὰ τῆς ὀρθῆς πίστεως ἐκδικῶν καὶ φιλανθρώπου γνώμης τοῖς ἡμαρτηκόσι μεταδιδούς. ὅθεν καὶ ἡμεῖς πλη‐
ροῦντες τὰ τῶι μακαριωτάτωι πάπαι ἐπὶ τῆς συνοδικῆς ἐπιστολῆς δεδογμένα καὶ καιρὸν153

3

.

154

αὐτῶι μετανοίας ἐνδιδόντες συνορῶμεν Βοσπόριον τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Νεο‐ καισαρέων μητροπόλεως καὶ Ἀκάκιον τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Πισινούντων μητροπόλεως καὶ Ζαχαρίαν τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Μιτυληναίων μητροπόλεως καὶ Ἰωάννην καὶ Θεόκτιστον τοὺς θεοφιλεστάτους πρεσβυτέρους καὶ ἐκδίκους τῆς ἐνταῦθα
5ἁγιωτάτης μεγάλης ἐκκλησίας καὶ Ἀκάκιον καὶ Χριστόδωρον τοὺς θεοσεβεστάτους διακόνους καὶ νοταρίους τῆς αὐτῆς ἁγιωτάτης ἐκκλησίας ἀναζητῆσαι Ἄνθιμον τὸν εὐλαβέστατον καὶ δῆλα μὲν αὐτῶι καταστῆσαι τὰ παρ’ ἡμῖν πεπραγμένα, προτρέψαι δὲ εἴσω τριῶν ἡμερῶν, εἰ βούλοιτο παραγενέσθαι πρὸς τὴν ἁγίαν ταύτην σύνοδον καὶ τὴν προσήκουσαν ἐπὶ τοῖς προσηγγελμένοις ποιήσασθαι πληροφορίαν.
10 Ὑπεσημηνάμην. Μετὰ δὲ τὴν ὑπατείαν Φλ’ Βελισσαρίου τοῦ λαμπροτάτου τῆι πρὸ μιᾶς Νόνων Μαίων ἰνδικτιῶνος τεσσαρεσκαιδεκάτης ἐν τῆι φιλοχρίστωι καὶ βασιλευούσηι Κωνσταν‐ τινουπόλει Ῥώμηι προκαθεζομένου τοῦ δεσπότου ἡμῶν τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου ἀρχι‐
15επισκόπου καὶ οἰκουμενικοῦ πατριάρχου Μηνᾶ ἐν τῶι μεσαύλωι τῶι δυτικῶι τοῦ σε‐ βασμίου οἴκου τῆς δεσποίνης ἡμῶν τῆς ἁγίας ἐνδόξου θεοτόκου καὶ ἀειπαρθένου Μαρίας τοῦ ὄντος πλησίον τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας καὶ ἐκ μὲν τοῦ δεξιοῦ μέρους συνεδρευόντων αὐτῶι καὶ συνακροωμένων κατὰ εὐσεβῆ κέλευσιν τοῦ φιλοχρίστου καὶ θεοφυλάκτου ἡμῶν βασιλέως Ἰουστινιανοῦ τῶν
20ὁσιωτάτων καὶ θεοφιλεστάτων ἐπισκόπων Σαβίνου τοῦ Κανουσίου Ἐπιφανίου Ἐκλάνων Ἀστερίου Σαλέρνων Ῥουστίκου Φεσούλων
25Λέοντος Νόλου τῶν πάντων ἐκ τῆς Ἰταλῶν χώρας πρώην μὲν ἀπεσταλμένων ἐκ τῆς ἀποστο‐ λικῆς καθέδρας, ὕστερον δὲ συνόντων παραγενομένωι ἐνταῦθα Ἀγαπητῶι τῶι τῆς ἁγίας μνήμης γενομένωι πάπαι τῆς πρεσβυτέρας Ῥώμης Πέτρου τῆς μητροπόλεως Ἰουστινιανουπόλεως τῆς δευτέρας Καππαδοκῶν
30ἐπαρχίας Ζαχαρίου τῆς μητροπόλεως Μιτυλήνης Μάρκου τῆς μητροπόλεως Ἀπαμείας τῆς Βιθυνῶν ἐπαρχίας Αὐξεντίου τῆς μητροπόλεως Σηλυβρίας
Τιμοθέου τῆς μητροπόλεως Βερόης154

3

.

155

Θαλασσίου τῆς μητροπόλεως Βηρυτοῦ Μεγάλου τῆς μητροπόλεως Βεροίας Ἰωάννου τῆς μητροπόλεως Βοσπόρου Ἰωάννου Γαβάλων
5Δομετιανοῦ Ζικχίας Χριστοφόρου Πορφυρεῶνος ἐπαρχίας Φοινίκης παράλου Ἀρχελάου Κωρύκου Δαυίθου τοῦ Κιρκινσίου Αἰθερίου Μαριάμμης
10Ἀλεξάνδρου Βαρκουσῶν Δόμνου Μαξιμιανουπόλεως τῆς δευτέρας Παλαιστίνης Ἀναστασίου Ἰωτάβης Ἰωάννου Ζωόρων Ἀνδρέου τοῦ Πανίου
15Ἐπιτυγχάνου Γέρμης ἐπαρχίας Ἑλλησπόντου Πελαγίου Παρνασοῦ Παύλου τοῦ Στεκτορίου Ἀνδρέου Πελτῶν Θεοδώρου Μηροῦ
20καὶ Θεοδωρίτου Ἀλίνδων ἐκ δὲ τοῦ εὐωνύμου μέρους Ὑπατίου τῆς μητροπόλεως Ἐφέσου Κωνσταντίνου Ἡρακλείας τῆς μητροπόλεως Εὐρώπης Θεαγένους τῆς μητροπόλεως Συνάδων
25Βάκχου Ἀντιοχείας τῆς μητροπόλεως Πισιδίας Ἱλαριανοῦ τῆς μητροπόλεως Πέργης Βοσπορίου Νεοκαισαρείας τῆς μητροπόλεως Πόντου Πολεμωνιακοῦ Παύλου τῆς μητροπόλεως Τυάνων Ἀκακίου τῆς μητροπόλεως Πισσινούντων
30Ἐπικτήτου Κλαυδιουπόλεως τῆς μητροπόλεως Ὁνωριάδος Ἐπιφανίου Ἡρακλείας τῆς Ὁνωρεατῶν ἐπαρχίας Ἁβραμίου Κρατίας Ἀλεξάνδρου Κολωνείας τῆς δευτέρας Καππαδοκῶν ἐπαρχίας Ἀστερίου Ἀμάστρεως
35Εὐγενίου Τίου Ἰωάννου Καισαρείας τῆς Βιθυνῶν ἐπαρχίας Κυριακοῦ Θεοδοσιουπόλεως τῆς Φρυγῶν Πακατιανῶν ἐπαρχίας Ἰωάννου Τραιανουπόλεως Θεοδότου Εὐροίας Παλαιᾶς Ἠπείρου
40Ἀνδρέου Ἀμυζόνος Φλαβιανοῦ Κοτένων Ἠλίου Ἀδριανῶν τῆς Βιθυνῶν ἐπαρχίας
καὶ Ἁρμονίου Καλλιπόλεως155

3

.

156

συμπαρόντων δὲ αὐτῶι καὶ συνακροωμένων καὶ Θεοφάνους καὶ Πελαγίου τῶν θεοφιλεστάτων διακόνων τῆς ἀποστολικῆς καθέδρας καὶ Μηνᾶ καὶ Πέτρου τῶν θεοσεβεστάτων νοταρίων καί τινων εὐλαβεστάτων ὑποδιακόνων καὶ ἐκ‐ δίκων καὶ λοιπῶν κληρικῶν τοῦ αὐτοῦ ἀποστολικοῦ θρόνου, οἳ καὶ συνόντες
5ἐτύγχανον παραγενομένωι ἐνταῦθα Ἀγαπητῶι τῶι τῆς ἁγίας μνήμης γενο‐ μένωι πάπαι τῆς πρεσβυτέρας Ῥώμης καὶ Μάγνου πρεσβυτέρου καὶ Ἡρακλείου διακόνου καὶ ἀποκρισιαρίων Ἐφραι‐ μίου τοῦ ὁσιωτάτου πατριάρχου τῆς ἐν Θεουπόλει ἁγιωτάτης ἐκκλησίας Σαβίνου διακόνου τῆς ἁγίας Χριστοῦ τοῦ θεοῦ ἡμῶν Ἀναστάσεως πληροῦντος
10τὰς ἀποκρίσεις Πέτρου τοῦ ὁσιωτάτου πατριάρχου Ἱεροσολύμων Στεφάνου διακόνου καὶ ἀποκρισιαρίου Σωτηρίχου τοῦ ὁσιωτάτου ἐπισκόπου Καισαρείας τῆς μητροπόλεως πρώτης Καππαδοκίας Γαιανοῦ πρεσβυτέρου καὶ ἀποκρισιαρίου Ἐλπιδίου τοῦ ὁσιωτάτου ἐπισκόπου Ἀγκύρας τῆς μητροπόλεως Γαλατίας πρώτης
15Διονυσίου καὶ Καλλινίκου διακόνων καὶ ἀποκρισιαρίων Φωτίου τοῦ ὁσιω‐ τάτου ἐπισκόπου τῆς μητροπόλεως Κορίνθου παρόντος δὲ καὶ τοῦ εὐλαβοῦς κλήρου τῆς βασιλευούσης πόλεως Εὐφήμιος ὁ θεοσεβέστατος διάκονος καὶ πριμικήριος νοταρίων εἶπε· Πρὸ τούτων φανερῶν ἡμερῶν εὐσεβοῦς ἡγησαμένης κελεύσεως τοῦ φιλοχρίστου καὶ θεοφυλάκτου ἡμῶν
20βασιλέως συνελήλυθεν ἡ παροῦσα τὰ νῦν ἁγία σύνοδος καὶ τῶν ἐπὶ τῆς βασιλίδος ταύτης πόλεως εὐλαβῶν μοναχῶν καί τινων ἐκ τῆς Θεουπολιτῶν ὁρμωμένων καὶ ἄλλων γε μὴν ἐκ τῆς Ἱεροσολυμιτῶν εὐλαβῶν ἀνδρῶν τηνικαῦτα παρ’ ὑμῖν εἰσεληλυθότων πέ‐ πρακταί τινα ἐπὶ Ἀνθίμωι τῶι εὐλαβεστάτωι, ἃ δὴ τοῖς τηνικαῦτα συστᾶσιν ὑπο‐ μνήμασι περιέχεται, ἐν οἷς καὶ προθεσμίαν ῥητὴν ἐπὶ τῆι τοῦ αὐτοῦ εὐλαβεστάτου ἀνδρὸς
25ἀναζητήσει δεδώκατε, ἧς ἤδη διαδραμούσης, ἐπειδὴ καὶ νῦν ἡ ὑμετέρα συνῆλθεν ἁγιω‐ σύνη τῆς αὐτῆς ὑποθέσεως ἕνεκα, παραφυλάττουσι δὲ τὴν ὑμετέραν ἀκρόασιν καὶ οἱ μνημονευθέντες μοναχοὶ τῆς παρ’ ὑμῖν εἰσόδου τυχεῖν ἀξιοῦντες, ὑποβάλλομεν πρὸς τὸ παριστάμενον. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος καὶ ἡ ἁγία σύνοδος εἶπεν· Εἰσίτωσαν.
30 Καὶ εἰσελθόντος Μαριανοῦ τοῦ θεοφιλεστάτου πρεσβυτέρου καὶ ἡγουμένου μονῆς Δαλματίου τοῦ τῆς ὁσίας μνήμης καὶ ἐξάρχου ἅμα τοῖς λοιποῖς θεοσεβεστάτοις ἀρχι‐ μανδρίταις καὶ μοναχοῖς τῶν τε κατὰ τήνδε τὴν βασιλίδα πόλιν καὶ Θεούπολιν καὶ Ἱεροσόλυμα εὐαγῶν μοναστηρίων Ἀγαπητοῦ τῆς Δίου
35Διοσκόρου τῆς ἁγίας Εὐφημίας Ἀγαπίου τῆς Θαλασσίου Παύλου τῶν Ῥωμαίων Ἀντωνίου τῆς Εὐσεβίου Στεφάνου τῆς Ὀλυμπίου
40Ἀναστασίου τῶν Ῥωμαίων
Δημητρίου τῆς Φωκᾶ156

3

.

157

Κυριακοῦ τῆς Εὐφημίου Ζωίλου τῆς Θεοδότου Ἰουλιανοῦ τῆς Εὐφημίου Στεφάνου τῶν Προμώτου
5Ζήνωνος τῆς ἁγίας θεοτόκου ἐν τῆι πηγῆι Ἀλεξάνδρου τοῦ καλαμίου Δάδα τῆς Καιουμᾶ Ῥόδωνος τῆς Θεοδώρου Γενναδίου τῆς Κυριακοῦ
10Θεοδώρου τῆς Μαρωνίου Σίλα τῆς Ἠλία Παύλου τῆς Σαμουηλίου Ἰωάννου τῆς Θεοδώρου Κυρίωνος τῶν Αἰγυπτίων
15Βασιλείου τῆς Κυρακωνᾶ Ἰωάννου τοῦ ἁγίου ἀποστόλου Θωμᾶ ἐν τοῖς Μοδέστου Μάρκου τῆς Θεοδώρου Φλαβιανοῦ πρεσβυτέρου καὶ δευτεραρίου τῆς Μοδέστου τῶν Λυκαόνων Μαρίνου τῆς Παύλου
20Θεοκτίστου τῆς ἁγίας θεοτόκου πλησίον τῶν Ἰώβ Θεοδώρου τῆς Τρύφωνος Κοσμᾶ τοῦ ἁγίου Ἰωάννου ἐν τοῖς Στουδίου Πέτρου τῆς ἁγίας θεοτόκου καὶ τοῦ ἁγίου Διομήδους ἐν Ἱερουσαλήμ Ἐλευθερίου τοῦ ἁγίου Κυριακοῦ
25Ἀλεξάνδρου τῆς Ἁβραμίου Θεοδώρου τῆς Ἰώβ Τρύφωνος τῆς Ἐλπιδίου Στεφάνου τῶν Κώνστα Βαβύλα τῆς Δανιὴλ ἐν τῶι στύλωι
30Ἰωάννου τῆς Ἀναστασίου Ἀνθεμίου τῆς Νέωνος Ἰωάννου τοῦ ἁγίου Μιχαὴλ τῶν Χαρισίου Ἰωάννου τῆς Μάρα πλησίον τῆς Ἀετίου κινστέρνης Φωκᾶ τῆς Ἰωνᾶ πλησίον τοῦ Δευτέρου
35Ζωσίμου τῆς Εὐτυχίου τῶν Λυκαόνων Τιμοθέου τῆς Ἀστερίου Στρατονίκου τῆς Δομετίου Πολυχρονίου τοῦ αἰθρίου Ἀνδρέου τῶν Ῥωμαίων πλησίον τῆς Ἀετίου κινστέρνης
40Μαρτυρίου τῆς Πέτρου πλησίον τῶν Ἀποστόλων Ἀνδρέου τῆς ἁγίας θεοτόκου πλησίον τοῦ ἁγίου Λουκᾶ Μάρκου τοῦ ἁγίου Κυρίκου
Ἰακώβου τῆς Ἀβίβου Σύρου157

3

.

158

Ἀττικοῦ τῶν Εὐκρατάδων Ἰωσὴφ τῆς ἁγίας θεοτόκου ἐν τῶι λιθοστρώτωι Παύλου τοῦ ἁγίου ἀποστόλου Πέτρου πλησίον τοῦ παλατίου Ἀναστασίου πρεσβυτέρου καὶ δευτεραρίου τοῦ ἁγίου Φιλίππου ἐν τῶι βρεφο‐
5τροφείωι Γεωργίου τῆς Κύρου Εὐσεβίου τῆς Συμεωνίου Ζωτικοῦ τοῦ ἁγίου Ἀνδρέου πλησίον τῆς Σατορνίνου πόρτης καὶ τῶν ὑπὸ Θεούπολιν
10Παύλου μοναχοῦ καὶ ἀποκρισιαρίου μονῆς τῆς Μάρωνος Σεβηριανοῦ πρεσβυτέρου καὶ ἀρχιμανδρίτου μονῆς Ζωόρα τῶν Θερμῶν Σύρου Κασσισᾶ πρεσβυτέρου καὶ ἀρχιμανδρίτου μονῆς Λουκᾶ Σύρου Συμεωνίου διακόνου καὶ ἀποκρισιαρίου τῆς Ἰακώβου Ἰωάννου διακόνου καὶ ἀποκρισιαρίου τῆς Θεοδώρου
15Στεφάνου πρεσβυτέρου καὶ ἡγουμένου μονῆς Εὐξερίου Ἰωάννου πρεσβυτέρου καὶ ἀρχιμανδρίτου μονῆς τοῦ κύρου Θωμᾶ Σύρου Θωμᾶ πρεσβυτέρου καὶ ἀρχιμανδρίτου μονῆς Ἀαρὼν Σύρου Φωτεινοῦ μοναχοῦ καὶ ἀποκρισιαρίου μονῆς τοῦ ἁγίου Στεφάνου Θεοδώρου διακόνου καὶ ἀποκρισιαρίου τῆς ἐκκλησίας Ἐρενδηληνῶν
20Σεργίου πρεσβυτέρου καὶ περιοδευτοῦ οἱ πάντες πράττοντες ὑπέρ τε ἑαυτῶν καὶ τῶν λοιπῶν ἔτι γε μὴν καὶ τῶν ὑπὸ τοὺς ἁγίους Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν τόπους Δομνίνου πρεσβυτέρου καὶ ἀρχιμανδρίτου μονῆς τοῦ μακαρίου Μαρτυρίου Ἡσυχίου πρεσβυτέρου καὶ ἀποκρισιαρίου μονῆς τοῦ μακαρίου Θεοδοσίου
25Κασιανοῦ πρεσβυτέρου τῆς λαύρας τοῦ μακαρίου Σάββα Κυριακοῦ πρεσβυτέρου καὶ ἡγουμένου τῶν πυργίων τοῦ Ἰορδάνου Νεστάβου πρεσβυτέρου λαύρας τοῦ μακαρίου Φιρμίνου Τερεντίου πρεσβυτέρου τῆς Νέας λαύρας Λεοντίου μοναχοῦ καὶ ἡγουμένου καὶ τοποτηρητοῦ τῆς ἐρήμου πάσης
30Τραιανοῦ πρεσβυτέρου τῶν πυργίων τοῦ Ἰορδάνου Πολυεύκτου διακόνου μονῆς τοῦ ἀββᾶ Θεοδοσίου Θεοδώρου διακόνου καὶ μοναχοῦ τῆς Νέας λαύρας Κυρίκου διακόνου καὶ μοναχοῦ τῆς αὐτῆς Νέας λαύρας Ἀναστασίου διακόνου μονῆς τοῦ μακαρίου Μαρτυρίου
35Μάμα μοναχοῦ τῆς αὐτῆς μονῆς Ἰωάννου μοναχοῦ τῆς αὐτῆς μονῆς Ἰουλιανοῦ μοναχοῦ μονῆς τοῦ ἀββᾶ Θεοδοσίου οἱ πάντες πράττοντες ὑπέρ τε τῶν οἰκείων μοναστηρίων καὶ πάντων τῶν ἐν τῆι ἐρήμωι τῆς ἁγίας πόλεως μοναχῶν
40Ἰωάννου πρεσβυτέρου τῆς πεδιάδος καὶ ὑπὲρ πάντων τῶν ἐκεῖσε μοναχῶν Θεωνᾶ πρεσβυτέρου τοῦ Σινᾶ ὄρους καὶ ἀποκρισιαρίου τοῦ τε ὄρους καὶ τῆς ἐκ‐
κλησίας Φαρὰν καὶ λαύρας Ῥαιθοῦ ὑπὲρ πάντων τῶν ἐκεῖσε μοναχῶν158

3

.

159

Στρατηγίου διακόνου καὶ μοναχοῦ μονῆς τοῦ μακαρίου Ἰωάννου καὶ ὑπὲρ πάν‐ των τῶν ὑπὸ Σκυθόπολιν μοναχῶν Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος καὶ πᾶσα ἡ ἁγία σύνοδος εἶπεν· Ἀναγινωσκέσθω τὰ τῆι προτεραίαι πεπραγμένα.
5 Καὶ λαβὼν Μακάριος ὁ θεοσεβέστατος νοτάριος διάκονος καὶ ἀποκρισιάριος ἀνέγνω Μετὰ τὴν ὑπατείαν Φλ’ Βελισσαρίου τοῦ λαμπροτάτου τῆι πρὸ ἓξ Νόνων Μαίων ἰνδικτιῶνος τεσσαρεσκαιδεκάτης ἐν τῆι φιλοχρίστωι καὶ βασιλευούσηι Κωνσταντινου‐ πόλει Ῥώμηι καὶ τὰ λοιπὰ τῆς πρώτης πράξεως. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος καὶ πᾶσα ἡ ἁγία σύνοδος εἶπεν· Οἱ παρ’ ἡμῶν
10ἀπονεμηθέντες πρὸς ἀναζήτησιν Ἀνθίμου τοῦ εὐλαβεστάτου, εἰ τὰ διαλαληθέντα πρὸς ἔργον ἤγαγον, διδαξάτωσαν. Βοσπόριος ὁ ὁσιώτατος ἐπίσκοπος τῆς Νεοκαισαρέων μητροπόλεως ἐπαρχίας Πόντου Πολεμωνιακοῦ εἶπε· Τοῖς ὑπὸ τῆς μακαριότητος ὑμῶν καὶ τῆς ἁγίας ταύτης συνόδου ψηφισθεῖσι πειθαρχοῦντες εἰκότως ἐγενόμεθα ἐν πᾶσι τοῖς νομιζομένοις ἡμῖν
15τόποις εἶναι Ἄνθιμον τὸν εὐλαβέστατον, φαμὲν δὴ ἔν τε τῶι εὐκτηρίωι οἴκωι τοῦ ἐν‐ δόξου ἀρχαγγέλου Μιχαὴλ τοῦ ἐν τῶι παλατίωι καὶ ἐν τοῖς Ὁρμίσδου ἐν τῶι ἁγίωι ἀποστολείωι. ἐν οἷς συγκαλέσαντες τούς τε εὐλαβεστάτους πρεσβυτέρους καὶ δια‐ κόνους καὶ ἐγγὺς εἰπεῖν ἅπαντα τὸν κλῆρον τῶν εἰρημένων ἁγίων οἴκων ἐπυθόμεθα αὐτῶν εἰπεῖν ἡμῖν καὶ ὑποδεῖξαι εἴγε ἴσασι τὸν εἰρημένον Ἄνθιμον ἤτοι τὸν οἶκον ἐν ὧι
20ἔστιν αὐτὸν εὑρεῖν. οἳ δὲ πρότερον μὲν εἶπον συμφώνως μηδὲ ἑωρακέναι αὐτὸν ἐκεῖσε μηδὲ εἰδέναι οἶκον ἐν ὧι τυγχάνει αὐτός, εἶτα εἰς πληροφορίαν ἡμῶν δεδωκότες τινὰς ἐξ αὐτῶν ἅμα Ἀκακίωι καὶ Χριστοδώρωι τοῖς θεοσεβεστάτοις διακόνοις καὶ νοταρίοις τῆς ὑμετέρας ἁγιωσύνης τὴν τοῦ εἰρημένου εὐλαβεστάτου Ἀνθίμου ἀναζήτησιν ἐποιή‐ σαντο. νομίζοντες δὲ καὶ ἐν τῶι μιτάτωι αὐτοῦ ἐν ὧι πάλαι κατέμενεν, εὑρίσκεσθαι
25αὐτὸν ἐζητήσαμεν καὶ οὐδὲ ἐκεῖσε εὑρεῖν αὐτὸν ἰσχύσαμεν. ἀλλὰ καὶ ἐν τῶι προαστείωι αὐτοῦ τῶι περὶ τὸν ἅγιον Λαυρέντιον γενόμενοι, οὐδὲ ἐκεῖ αὐτὸν εὑρεῖν δεδυνήμεθα τοῦ ἐκεῖσε εὑρεθέντος ἀνθρώπου αὐτοῦ εἰρηκότος, ἀφ’ οὗπερ ἀπέστη τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας, μηδὲ ἑωρακέναι αὐτὸν μηδὲ εἰδέναι ὅποι διάγει. Ἀκάκιος ὁ ὁσιώτατος ἐπίσκοπος τῆς Πισσινουντίων μητροπόλεως τῆς δευτέρας
30Γαλατῶν ἐπαρχίας εἶπε· Κἀγὼ διδάσκω τὴν ὑμετέραν μακαριότητα ὡς παραγενόμενος ἅμα Βοσπορίωι καὶ Ζαχαρίαι τοῖς ὁσιωτάτοις συλλειτουργοῖς καὶ Ἰωάννηι καὶ Θεοκτίστωι τοῖς θεοφιλεστάτοις πρεσβυτέροις καὶ ἐκκλησιεκδίκοις Ἀκακίωι τε καὶ Χριστοδώρωι τοῖς θεοσεβεστάτοις διακόνοις καὶ νοταρίοις ἐν τοῖς εἰρημένοις τόποις τὴν ἀναζήτησιν ποιή‐ σασθαι τοῦ εἰρημένου εὐλαβεστάτου Ἀνθίμου τοῦτον εὑρεῖν οὐ δεδύνημαι.
35Ζαχαρίας ὁ ὁσιώτατος ἐπίσκοπος τῆς Μιτυληναίων μητροπόλεως εἶπεν· Καθὼς
ἐδίδαξαν πρὸ ἐμοῦ Βοσπόριος καὶ Ἀκάκιος οἱ θεοφιλέστατοι ἐπίσκοποι τὸ ἱκανὸν ποιοῦντες159

3

.

160

τοῖς προστεταγμένοις παρὰ τῆς ὑμετέρας ἁγιωσύνης, ἐγενόμεθα καὶ ἐν τῶι εὐαγεῖ εὐκτη‐ ρίωι οἴκωι τοῦ ἁγίου ἀρχαγγέλου Μιχαὴλ τῶι προσκειμένωι τῶι εὐσεβεῖ παλατίωι καὶ ἐν τῶι ἁγίωι ἀποστολείωι τῶι ὄντι ἐν τοῖς Ὁρμίσδου καὶ ἐν ὧι πρότερον κατέμενεν οἴκωι Ἄνθιμος ὁ εὐλαβέστατος ἐν αὐτοῖς τοῖς Ὁρμίσδου καὶ ἐν τῶι προαστείωι αὐτοῦ
5τῶι προσπαρακειμένωι τῶι εὐαγεῖ εὐκτηρίωι οἴκωι τοῦ ἁγίου Λαυρεντίου καὶ τὴν ἐν‐ δεχομένην ἔρευναν ἅμα Ἰωάννηι καὶ Θεοκτίστωι ποιησάμενοι τοῖς θεοφιλεστάτοις πρεσ‐ βυτέροις καὶ ἐκκλησιεκδίκοις καὶ Ἀκακίωι καὶ Χριστοδώρωι τοῖς θεοσεβεστάτοις δια‐ κόνοις καὶ νοταρίοις οὐδαμῶς τοῦτον εὑρεῖν δεδυνήμεθα. Ἰωάννης ὁ θεοσεβέστατος πρεσβύτερος καὶ ἐκκλησιέκδικος τῆς ἁγιωτάτης μεγάλης
10ἐκκλησίας εἶπε· Κατὰ τὴν κέλευσιν τῆς ὑμετέρας ἁγιωσύνης ἅμα τοῖς εἰρημένοις ὁσιω‐ τάτοις ἐπισκόποις καὶ θεοσεβεστάτοις διακόνοις καὶ νοταρίοις γενόμενοι ἐγώ τε καὶ Θεόκτιστος ὁ θεοφιλέστατος κατὰ τοὺς προλεχθέντας ὑπ’ αὐτῶν τόπους τοὺς καὶ νομιζο‐ μένους ἡμῖν κατάδηλον πάντως ποιεῖν Ἄνθιμον τὸν εὐλαβέστατον, τοῦτον εὑρεῖν οὐκ ἠδυνήθημεν.
15 Θεόκτιστος ὁ θεοφιλέστατος πρεσβύτερος καὶ ἐκκλησιέκδικος εἶπε· Κἀγὼ τὰ αὐτὰ κατατίθεμαι. Ἀκάκιος ὁ θεοσεβέστατος διάκονος καὶ νοτάριος καὶ Χριστόδωρος ὁ θεοσεβέστατος διάκονος καὶ νοτάριος καὶ σηκρητάριος διὰ τοῦ ἑνὸς αὐτῶν Χριστοδώρου εἶπον· Ἅπερ οἱ ἅμα ἡμῖν ἀποσταλέντες ὁσιώτατοι ἐπίσκοποι καὶ θεοφιλέστατοι πρεσβύτεροι καὶ
20ἐκκλησιέκδικοι ἐπὶ τὴν ἀναζήτησιν Ἀνθίμου τοῦ εὐλαβεστάτου εἰρήκασι, τὰ αὐτὰ καὶ ἡμεῖς κατατιθέμεθα. ἐπιφερόμεθα δὲ καὶ τὰ τῆι προτεραίαι πεπραγμένα, ἐφ’ ὧι ταῦτα δῆλα αὐτῶι καταστῆσαι, καὶ οὐδαμῶς αὐτὸν εὑρεῖν δεδυνήμεθα. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος καὶ πᾶσα ἡ ἁγία σύνοδος εἶπε· Δήλη μὲν ἤδη γέγονεν ἡ Ἀνθίμου τοῦ εὐλαβεστάτου προαίρεσις οὐ βουληθέντος ἑαυτὸν φανερὸν καταστῆσαι
25παραγενέσθαι τε πρὸς ἡμᾶς εἰς διόρθωσιν πλὴν ἀλλ’ ὡς ἔνεστιν ἀνθρώπους ὄντας ἡμᾶς ἀκολουθεῖν τῆι ἀγαθότητι τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ πάντας σωθῆναι βουλομένου καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, καὶ τὴν μετά‐ νοιαν ὥσπερ τι σωτήριον φάρμακον τοῖς ἁμαρτάνουσι παρασχόντος, ὥστε δι’ αὐτῆς καὶ τοὺς ἀπολισθαίνοντας τῆς εὐθείας ὁδοῦ πάλιν ἐπ’ αὐτὴν ἀνακαλεῖσθαι διὰ τῆς προ‐
30σηκούσης μακροθυμίας, καὶ ἡμεῖς σπουδάζοντες τὸν εἰρημένον εὐλαβέστατον Ἄνθιμον τὸν δυνατὸν περισώσασθαι τρόπον καὶ αὖθις ἐνδίδομεν αὐτῶι προθεσμίαν ἑτέρων ἡμερῶν τριῶν πρὸς μετάμελόν τε καὶ τὴν τῶν δεόντων ἐπίγνωσιν. ὧν ἐντὸς ἀνα‐ ζητήσουσιν αὐτὸν Πέτρος τε ὁ ὁσιώτατος ἐπίσκοπος τῆς Ἰουστινιανουπολιτῶν μητρο‐ πόλεως τῆς δευτέρας Καππαδοκῶν ἐπαρχίας καὶ Θαλάσσιος ὁ ὁσιώτατος ἐπίσκοπος
35τῆς Βηρυτίων μητροπόλεως καὶ Δόμνος ὁ θεοφιλέστατος ἐπίσκοπος Μαξιμιανουπόλεως τῆς δευτέρας Παλαιστινῶν ἐπαρχίας καὶ Ῥωμανός γε μὴν καὶ Ἰωάννης οἱ θεοφιλέστατοι πρε‐ σβύτεροι καὶ ἐκκλησιέκδικοι τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας καὶ πρός γε Ἀνδρέας τε
καὶ Καλώνυμος οἱ θεοσεβέστατοι διάκονοι καὶ νοτάριοι, καὶ εἴπερ εὕροιεν αὐτόν, προ‐160

3

.

161

τρέψοιεν τῆς εἰρημένης ἐντὸς προθεσμίας μὴ παραφυγεῖν τὴν ἡμετέραν ἀκρόασιν ὀφείλοντα τὰς κατ’ αὐτοῦ γινομένας ἀποδύσασθαι μέμψεις. Ὑπεσημηνάμην. Μετὰ τὴν ὑπατείαν Φλ’ Βελισσαρίου τοῦ λαμπροτάτου τῆι πρὸ ἓξ Εἰδῶν Μαίων
5ἰνδικτιῶνος ιδ ἐν τῆι φιλοχρίστωι καὶ βασιλευούσηι πόλει Ῥώμηι προκαθεζομένου τοῦ δεσπότου ἡμῶν τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου οἰκουμενι‐ κοῦ ἀρχιεπισκόπου καὶ πατριάρχου Μηνᾶ ἐν τῶι μεσαύλωι τῶι δυτικῶι τοῦ σεβασμίου οἴκου τῆς δεσποίνης ἡμῶν τῆς ἁγίας ἐνδόξου θεοτόκου καὶ ἀειπαρθένου Μαρίας τοῦ ὄντος πλησίον τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας
10 καὶ ἐκ μὲν τοῦ δεξιοῦ μέρους συνεδρευόντων αὐτῶι καὶ συνακροωμένων κατὰ εὐσεβῆ κέλευσιν τοῦ φιλοχρίστου καὶ θεοφυλάκτου ἡμῶν βασιλέως Ἰουστινιανοῦ τῶν ὁσιωτάτων καὶ θεοφιλεστάτων ἐπισκόπων Σαβίνου τοῦ Κανουσίου Ἐπιφανίου Ἐκλάνων
15Ἀστερίου Σαλέρνων Ῥουστίκου Φεσούλων Λέοντος Νόλου τῶν πάντων ἐκ τῆς Ἰταλῶν χώρας πρώην μὲν ἀπεσταλμένων ἐκ τῆς ἀποστο‐ λικῆς καθέδρας, ὕστερον δὲ συνόντων παραγενομένωι ἐνταῦθα Ἀγαπητῶι τῶι
20τῆς ἁγίας μνήμης γενομένωι πάπαι τῆς πρεσβυτέρας Ῥώμης Θαλασσίου τῆς μητροπόλεως Βηρυτοῦ Μεγάλου τῆς μητροπόλεως Βεροίας Ἰωάννου Γαβάλων Χριστοφόρου Πορφυρεῶνος ἐπαρχίας Φοινίκης παράλου
25Ἀρχελάου Κωρύκου Δαυίθου τοῦ Κιρκινσίου Αἰθερίου Μαριάμμης Ἀλεξάνδρου Βαρκουσῶν Δόμνου Μαξιμιανουπόλεως τῆς δευτέρας Παλαιστίνης
30Ἀναστασίου Ἰωτάβης Ἰωάννου Ζωόρων Ἀστερίου Ἀμάστρεως Ἀνδρέου τοῦ Πανίου Ἐπιτυγχάνου Γέρμης ἐπαρχίας Ἑλλησπόντου
35Παύλου Στεκτορίου Ἀνδρέου Πελτῶν Θεοδώρου Μηροῦ Ἀνδρέου Ἀμυζόνος Φλαβιανοῦ Κοτένων
40Ἠλίου Ἀδριανῶν
Μακεδονίου Βριάνων161

3

.

162

Θεοδωρίτου Ἀλίνδων Ἁρμονίου Καλλιπόλεως Λεοντίου Ἑλενουπόλεως Λογγίνου Ὀρεστιάδος
5Ἰωάννου Καισαρείας Βιθυνίας καὶ Ἰωάννου Τραιανουπόλεως Φρυγίας Πακατιανῆς ἐκ δὲ τοῦ εὐωνύμου μέρους Ὑπατίου τῆς μητροπόλεως Ἐφέσου Κωνσταντίνου Ἡρακλείας τῆς μητροπόλεως Εὐρώπης
10Εὐσεβίου τῆς μητροπόλεως Κυζίκου Θαλασσίου τῆς μητροπόλεως Νικομηδείας Φωτεινοῦ τῆς μητροπόλεως Χαλκηδόνος Θεαγένους τῆς μητροπόλεως Συνάδων Βάκχου τῆς μητροπόλεως Ἀντιοχείας Πισιδίας
15Ἱλαριανοῦ τῆς μητροπόλεως Πέργης Βοσπορίου Νεοκαισαρείας τῆς μητροπόλεως Πόντου Πολεμωνιακοῦ Παύλου τῆς μητροπόλεως Τυάνων Ἀκακίου τῆς μητροπόλεως Πισσινοῦντος Ἐπικτήτου Κλαυδιουπόλεως τῆς μητροπόλεως Ὁνωριάδος
20Πέτρου τῆς μητροπόλεως Ἰουστινιανουπόλεως τῆς δευτέρας Καππαδοκῶν ἐπαρχίας Ζαχαρίου τῆς μητροπόλεως Μιτυλήνης Ἡδίστου τῆς μητροπόλεως Κίου Μάρκου τῆς μητροπόλεως Ἀπαμείας τῆς Βιθυνῶν ἐπαρχίας
25Αὐξεντίου τῆς μητροπόλεως Σηλυβρίας Τιμοθέου τῆς μητροπόλεως Βερόης Ἰωάννου τῆς μητροπόλεως Βοσπόρου Δομετιανοῦ Ζικχίας Καλώα Σμύρνης
30Ἐπιφανίου Ἡρακλείας τῆς ἐπαρχίας Ὁνωριάδος Ἁβραμίου Κρατίας Ἀλεξάνδρου Κολωνείας Εὐγενίου Τίου Κυριακοῦ Θεοδοσιουπόλεως ἐπαρχίας Φρυγίας Πακατιανῆς
35Εὐσταθίου Τιβεριουπόλεως Θεοδότου Εὐροίας Εὐσεβίου Παλαιᾶς πόλεως Θεοδώρου Γορδίου Ματθαίου Κύμης
40Ἀλεξάνδρου Ἐλούζων καὶ Ἰωάννου τοῦ Μιδαείου συμπαρόντων δὲ αὐτῶι καὶ συνακροωμένων καὶ Θεοφάνους καὶ Πελαγίου τῶν
θεοφιλεστάτων διακόνων τῆς ἀποστολικῆς καθέδρας καὶ Μηνᾶ καὶ Πέτρου τῶν162

3

.

163

θεοσεβεστάτων νοταρίων καί τινων εὐλαβεστάτων ὑποδιακόνων καὶ ἐκδίκων καὶ λοιπῶν κληρικῶν τοῦ αὐτοῦ ἀποστολικοῦ θρόνου, οἳ καὶ συμπαρόντες ἔτυχον παραγενομένωι ἐνταῦθα Ἀγαπητῶι τῶι τῆς ἁγίας μνήμης γενομένωι πάπαι τῆς πρεσβυτέρας Ῥώμης
5καὶ Μάγνου πρεσβυτέρου καὶ Ἡρακλείου διακόνου καὶ ἀποκρισιαρίων Ἐφρα‐ ιμίου τοῦ ὁσιωτάτου πατριάρχου τῆς ἐν Θεουπόλει ἁγιωτάτης ἐκκλησίας Σαβίνου διακόνου τῆς ἁγίας Χριστοῦ τοῦ θεοῦ ἡμῶν Ἀναστάσεως πληροῦντος τὰς ἀποκρίσεις Πέτρου τοῦ ὁσιωτάτου πατριάρχου Ἱεροσολύμων Στεφάνου διακόνου καὶ ἀποκρισιαρίου Σωτηρίχου τοῦ ὁσιωτάτου ἐπισκόπου
10Καισαρείας τῆς μητροπόλεως Καππαδοκίας πρώτης Γαιανοῦ πρεσβυτέρου καὶ ἀποκρισιαρίου Ἐλπιδίου τοῦ ὁσιωτάτου ἐπισκόπου Ἀγκύρας τῆς μητροπόλεως Γαλατίας πρώτης Διονυσίου καὶ Καλλινίκου διακόνων καὶ ἀποκρισιαρίων Φωτίου τοῦ ὁσιωτά‐ του ἐπισκόπου τῆς μητροπόλεως Κορίνθου
15 παρόντος δὲ καὶ τοῦ εὐλαβοῦς κλήρου τῆς βασιλευούσης πόλεως Εὐφήμιος ὁ θεοσεβέστατος διάκονος καὶ πριμικήριος νοταρίων εἶπε· Δὶς ἤδη συνελ‐ θούσης τῆς ἁγίας ὑμῶν συνόδου κατὰ κέλευσιν τοῦ εὐσεβεστάτου καὶ γαληνοτάτου ἡμῶν βασιλέως καὶ διαφόρων εὐλαβῶν μοναχῶν ἔκ τε τῆς βασιλίδος ταύτης πόλεως ἔκ τε τῆς Θεουπολιτῶν καὶ πρός γε τῆς Ἱεροσολυμιτῶν τηνικαῦτα παραγεγονότων προῆλθε τινὰ
20ἐπὶ Ἀνθίμωι, καθὰ τὰ περὶ τούτων πραχθέντα δηλοῖ. ἐν οἷς κατὰ πρώτην τε καὶ δευ‐ τέραν τάξιν προθεσμίαι ῥηταὶ δέδονται ἐπὶ ἀναζητήσει τοῦ αὐτοῦ εὐλαβεστάτου ἀνδρός. ἐπεὶ τοίνυν καὶ τὴν ἐν ὑστέρωι δεδομένην παρ’ ὑμῶν προθεσμίαν διαδραμεῖν συνέβη συ‐ νεληλυθυίας τε αὖθις τῆς ὑμετέρας ἁγιωσύνης παραφυλάττουσι τὴν ὑμετέραν ἀκρόασιν οἱ εἰρημένοι εὐλαβέστατοι μοναχοὶ αἰτοῦντες εἰσόδου τυχεῖν, ὑποβάλλομεν πρὸς τὸ παριστά‐
25μενον. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος καὶ πᾶσα ἡ ἁγία σύνοδος εἶπεν· Εἰσίτωσαν. Καὶ εἰσῆλθον Μαριανὸς ὁ θεοφιλέστατος πρεσβύτερος καὶ ἡγούμενος μονῆς Δαλ‐ ματίου τοῦ τῆς ὁσίας μνήμης καὶ ἔξαρχος σὺν αὐτῶι τε οἱ θεοφιλέστατοι πρεσβύτεροι καὶ ἀρχιμανδρῖται τῶν κατὰ τήνδε τὴν βασιλίδα πόλιν εὐαγῶν μοναστηρίων
30Ἀγαπητὸς τῆς Δίου Διόσκορος τῆς ἁγίας Εὐφημίας Ἀγάπιος τῆς Θαλασσίου Παῦλος τῶν Ῥωμαίων Ἀντωνῖνος τῆς Εὐσεβίου
35Στέφανος τῆς Ὀλυμπίου Ἀναστάσιος τῶν Ῥωμαίων Δημήτριος τῆς Φωκᾶ Κυριακὸς τῆς Εὐφημίου
Ζωίλος τῆς Θεοδότου163

3

.

164

Ἰουλιανὸς τῆς Εὐφημίου Στέφανος τῶν Προμώτου Ζήνων τῆς ἁγίας θεοτόκου ἐν τῆι πηγῆι Ἀλέξανδρος τοῦ καλαμίου
5Δάδας τῆς Καιουμᾶ Ῥόδων τῆς Θεοδώρου Γεννάδιος τῆς Κυριακοῦ Θεόδωρος τῆς Μαρωνίου Σίλας τῆς Ἠλία
10Παῦλος τῆς Σαμουηλίου Ἰωάννης τῆς Θεοδώρου Κυρίων τῶν Αἰγυπτίων Βασίλειος τῆς Κυρακωνᾶ Ἰωάννης τοῦ ἁγίου ἀποστόλου Θωμᾶ ἐν τοῖς Μοδέστου
15Μάρκος τῆς Θεοδώρου Φλαβιανὸς πρεσβύτερος καὶ δευτεράριος τῆς Μοδέστου τῶν Λυκαόνων Μαρῖνος τῆς Παύλου Θεόκτιστος τῆς ἁγίας θεοτόκου πλησίον τῶν Ἰώβ Θεόδωρος τῆς Τρύφωνος
20Κοσμᾶς τοῦ ἁγίου Ἰωάννου ἐν τοῖς Στουδίου Πέτρος τῆς ἁγίας θεοτόκου καὶ τοῦ ἁγίου Διομήδους ἐν Ἱερουσαλήμ Ἐλευθέριος τοῦ ἁγίου Κυριακοῦ Ἀλέξανδρος τῆς Ἁβραμίου Θεόδωρος τῆς Ἰώβ
25Τρύφων τῆς Ἐλπιδίου Στέφανος τῆς Κώνστα Βαβύλας τῆς Δανιὴλ ἐν τῶι στύλωι Ἰωάννης τῆς Ἀναστασίου Ἄνθιμος τῆς Νέωνος
30Ἰωάννης τοῦ ἁγίου Μιχαὴλ τῶν Χαρισίου Ἰωάννης τῆς Μάρα πλησίον τῆς Ἀετίου κινστέρνης Φωκᾶς τῆς Ἰωνᾶ πλησίον τοῦ Δευτέρου Ζώσιμος τῆς Εὐτυχίου τῶν Λυκαόνων Τιμόθεος τῆς Ἀστερίου
35Στρατόνικος τῆς Δομετίου Πολυχρόνιος τοῦ αἰθρίου Ἀνδρέας τῶν Ῥωμαίων πλησίον τῆς κινστέρνης Μαρτύριος τῆς Πέτρου πλησίον τῶν Ἀποστόλων Ἀνδρέας τῆς ἁγίας θεοτόκου πλησίον τοῦ ἁγίου Λουκᾶ
40Μάρκος τοῦ ἁγίου Κυρίκου Ἰάκωβος τῆς Ἀβίβου Σύρος Ἀττικὸς τῶν Εὐκρατάδων Ἰωσὴφ τῆς ἁγίας θεοτόκου ἐν τῶι λιθοστρώτωι
Παῦλος τοῦ ἁγίου ἀποστόλου Πέτρου πλησίον τοῦ παλατίου164

3

.

165

Ἀναστάσιος πρεσβύτερος καὶ δευτεράριος τοῦ ἁγίου Φιλίππου ἐν τῶι βρεφο‐ τροφείωι Γεώργιος τῆς Κύρου Εὐσέβιος τῆς Συμεωνίου
5Ζωτικὸς τοῦ ἁγίου Ἀνδρέου πλησίον τῆς Σατορνίνου πόρτης Κυριακὸς τοῦ ἁγίου Ἰωάννου τῶν Σύρων Ζώσιμος τῆς Μαξιμίνου Πολυχρόνιος τῶν Κρητικῶν Παῦλος τῆς ἁγίας Ἑρμιόνης
10καὶ τῶν ὑπὸ Θεούπολιν Παῦλος μοναχὸς καὶ ἀποκρισιάριος μονῆς τῆς Μάρωνος Σευηριανὸς πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς Ζωόρα τῶν Θερμῶν Σύρος Κασσισᾶς πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς Λουκᾶ Σύρος Συμεώνης διάκονος καὶ ἀποκρισιάριος τῆς Ἰακώβου
15Ἰωάννης διάκονος καὶ ἀποκρισιάριος τῆς Θεοδώρου Στέφανος πρεσβύτερος καὶ ἡγούμενος μονῆς Εὐξερίου Ἰωάννης πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῆς Ἀαρὼν Σύρος Θωμᾶς πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τῆς Ἀαρὼν Σύρος Φωτεινὸς μοναχὸς καὶ ἀποκρισιάριος μονῆς τοῦ ἁγίου Στεφάνου
20Θεόδωρος διάκονος καὶ ἀποκρισιάριος τῆς ἐκκλησίας Ἐρενδηληνῶν Σέργιος πρεσβύτερος καὶ περιοδευτής οἱ πάντες πράττοντες ὑπέρ τε ἑαυτῶν καὶ τῶν λοιπῶν ἔτι μὴν καὶ τῶν ὑπὸ τοὺς ἁγίους Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν τόπους Δομνῖνος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ μακαρίου Μαρτυρίου
25Ἡσύχιος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ μακαρίου Θεοδοσίου Κασσιανὸς πρεσβύτερος τῆς λαύρας τοῦ μακαρίου Σάβα Κυριακὸς πρεσβύτερος καὶ ἡγούμενος τῶν πυργίων τοῦ Ἰορδάνου Νέσταβος πρεσβύτερος λαύρας τοῦ μακαρίου Φιρμίνου Τερέντιος πρεσβύτερος τῆς Νέας λαύρας
30Λεόντιος μοναχὸς καὶ ἡγούμενος καὶ τοποτηρητὴς τῆς ἐρήμου πάσης Τραιανὸς πρεσβύτερος τῶν πυργίων τοῦ Ἰορδάνου Πολύευκτος διάκονος τῆς μονῆς τοῦ ἀββᾶ Θεοδοσίου Θεόδωρος διάκονος καὶ μοναχὸς τῆς Νέας λαύρας Κύρικος διάκονος καὶ μοναχὸς τῆς αὐτῆς Νέας λαύρας
35Ἀναστάσιος διάκονος μονῆς τοῦ μακαρίου Μαρτυρίου Μάμας μοναχὸς τῆς αὐτῆς μονῆς Ἰωάννης μοναχὸς τῆς αὐτῆς μονῆς Ἰουλιανὸς μοναχὸς μονῆς τοῦ ἀββᾶ Θεοδοσίου οἱ πάντες ὑπέρ τε τῶν οἰκείων μοναστηρίων καὶ πάντων τῶν ἐν τῆι ἐρήμωι
40τῆς ἁγίας πόλεως μοναχῶν Ἰωάννης πρεσβύτερος τῆς πεδιάδος καὶ ὑπὲρ πάντων τῶν ἐκεῖσε μοναχῶν Θεωνᾶς πρεσβύτερος τοῦ Σινᾶ ὄρους καὶ ἀποκρισιάριος τοῦ τε ὄρους καὶ τῆς
ἐκκλησίας Φαρὰν καὶ λαύρας Ῥαιθοῦ ὑπὲρ πάντων τῶν ἐκεῖσε μοναχῶν165

3

.

166

Στρατήγιος διάκονος καὶ μοναχὸς μονῆς τοῦ μακαρίου Ἰωάννου ὑπὲρ πάντων τῶν ὑπὸ Σκυθόπολιν μοναχῶν Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος καὶ πᾶσα ἡ ἁγία σύνοδος εἶπεν· Ἀναγινωσκέσθω τὰ τῆι προτεραίαι πραχθέντα.
5 Καὶ λαβὼν Παῦλος ὁ θεοσεβέστατος διάκονος καὶ νοτάριος ἀνέγνω Μετὰ τὴν ὑπατείαν Φλ’ Βελισσαρίου τοῦ λαμπροτάτου τῆι πρὸ μιᾶς Νόνων Μαίων ἰνδικτιῶνος τεσσαρεσκαιδεκάτης ἐν τῆι φιλοχρίστωι καὶ βασιλευούσηι πόλει Κωνσταντίνου Ῥώμηι καὶ τὰ λοιπὰ τῆς δευτέρας πράξεως Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος καὶ πᾶσα ἡ ἁγία σύνοδος εἶπε· Διδασκέτωσαν ἡμᾶς
10οἱ θεοσεβέστατοι διάκονοι καὶ νοτάριοι πόσαι παρωιχήκασιν ἡμέραι μετὰ τὴν κατὰ δευ‐ τέραν τάξιν γενομένην σύνοδον. Οἱ νοτάριοι εἶπον· Διδάσκομεν τὴν ὑμετέραν μακαριότητα ὡς ἐκ τῆς περιεχομένης ἡμέρας τοῖς νῦν ἀναγνωσθεῖσιν ὑπομνήμασιν μέχρι τῆς σήμερον καὶ αὐτῆς πέντε εἰσὶν ἡμέραι.
15 Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος καὶ πᾶσα ἡ ἁγία σύνοδος εἶπε· Νῦν οἱ πρὸς ἀναζήτη‐ σιν κατὰ δευτέραν τάξιν παρ’ ἡμῶν ἀπονεμηθέντες Ἀνθίμου τοῦ εὐλαβοῦς, εἰ τοῖς δια‐ λαληθεῖσι πέρας ἐπιτεθείκασι, διδαξάτωσαν. Πέτρος ὁ ὁσιώτατος ἐπίσκοπος Ἰουστινιανουπόλεως τῆς δευτέρας Καππαδοκίας εἶπε· Τὰ ὁσίως προσταχθέντα παρὰ τῆς ὑμετέρας ἁγιωσύνης εἰς ἔργον ἀγαγεῖν σπεύσαντες
20ἐγώ τε καὶ οἱ σὺν ἐμοὶ ἀπονεμηθέντες Θαλάσσιος ὁ ὁσιώτατος ἐπίσκοπος τῆς Βηρυτίων μητροπόλεως καὶ Δόμνος ὁ θεοφιλέστατος ἐπίσκοπος Μαξιμιανουπόλεως καὶ Ῥωμανὸς καὶ Ἰωάννης οἱ θεοφιλέστατοι πρεσβύτεροι καὶ ἔκδικοι καὶ Ἀνδρέας καὶ Καλώνυμος οἱ θεοσεβέστατοι διάκονοι καὶ νοτάριοι τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας γεγόναμεν εἰς διαφόρους τόπους καθ’ οὓς ἐνομίζετο εὑρίσκεσθαι Ἄνθιμος ὁ εὐλαβέστατος, καὶ μετὰ πάσης
25ἐπιμελείας τὴν ἀναζήτησιν ποιησάμενοι οὐδαμοῦ τοῦτον εὑρεῖν δεδυνήμεθα. παρα‐ γενόμενοι δὲ καὶ ἐν τῶι σεπτῶι οἴκωι τοῦ ἐνδόξου μάρτυρος Λαυρεντίου ἐπυνθανόμεθα τῶν ἐκεῖσε κληρικῶν, εἰ οἴδασιν ὅπου διάγει ὁ μνημονευθεὶς εὐλαβέστατος ἀνήρ. οἵτινες μεθ’ ὅρκου εἰρήκασι μὴ θεάσασθαι αὐτὸν ἀφ’ οὗπερ ἀπέστη τοῦ θρόνου ταύτης τῆς βασι‐ λίδος πόλεως, μήτε εἰδέναι ἐν ποίωι τόπωι διάγει, ἔφησαν δὲ προάστειον αὐτὸν ἔχειν
30πλησίον τοῦ προφητείου, ἐν ὧι συνεχέστερον ηὑρίσκετο ἀπιών, καὶ κατὰ τὴν μονὴν Θεο‐ δώρου τοῦ θεοσεβεστάτου πρεσβυτέρου καὶ ἡγουμένου, πρὶν ἢ ἐπιλάβηται τῆς ἐπισκοπῆς ταύτης τῆς βασιλίδος πόλεως. οὓς παραλαβόντες καὶ γενόμενοι ἐν τοῖς εἰρημένοις τό‐ ποις καὶ ἐπιζητήσαντες οὐδὲ ἐν τούτοις αὐτὸν εὑρεῖν ἰσχύσαμεν τῶν ἐκεῖσε εὑρεθέντων μεθ’ ὅρκων βεβαιωσαμένων μήτε θεάσασθαι αὐτὸν ἀφ’ οὗ ἀνεχώρησε τῆς ἁγιωτάτης
35μεγάλης ἐκκλησίας. λαβόντες δὲ κατὰ νοῦν τὴν οὖσαν διάθεσιν αὐτῶι πρὸς Πέτρον τὸν ποτὲ τῆς Ἀπαμέων γενόμενον πρόεδρον παρεγενόμεθα καὶ ἐν τῶι προαστείωι τῶι δια‐ φέροντι τῶι αὐτῶι Πέτρωι πλησίον ὄντι τοῦ εὐκτηρίου οἴκου τοῦ ἁγίου μάρτυρος Θύρσου
καὶ οὐδὲ ἐκεῖ αὐτὸν εὑρεῖν δεδυνήμεθα.166

3

.

167

Θαλάσσιος ὁ ὁσιώτατος ἐπίσκοπος Βηρυτοῦ εἶπε· Τοῖς ἐνθέσμως καὶ κανονικῶς ὑπὸ τῆς ἁγίας ὑμῶν συνόδου διαλαληθεῖσι τὸ ἱκανὸν ποιοῦντες ἐγώ τε καὶ Πέτρος καὶ Δόμνος οἱ ὁσιώτατοι ἐπίσκοποι καὶ Ῥωμανὸς καὶ Ἰωάννης οἱ θεοφιλέστατοι πρεσβύτεροι καὶ ἐκ‐ κλησιέκδικοι καὶ Ἀνδρέας καὶ Καλώνυμος οἱ θεοσεβέστατοι διάκονοι καὶ νοτάριοι τῆς ἁγιω‐
5τάτης ταύτης μεγάλης ἐκκλησίας περιήλθομεν εἰς ἀναζήτησιν Ἀνθίμου τοῦ εὐλαβοῦς, ὀφείλοντες αὐτὸν προτρέψαι τὸν ἱερὸν τοῦτον καταλαβεῖν σύλλογον καὶ περὶ ὧν ἐγκα‐ λεῖται, τὰς ἀπολογίας ποιήσασθαι. καὶ δὴ ἐν πολλοῖς γενόμενοι τόποις, εὐκτηρίοις ἁγί‐ οις καὶ εὐαγέσι μοναστηρίοις, οὐ μὴν ἀλλὰ καὶ ἐν προαστείοις διαφέρουσιν αὐτῶι τε Ἀνθίμωι καὶ Πέτρωι τῶι καὶ Ἐκδικίωι τῶι ποτε τὸν Ἀπαμείας ἀθέσμως ὑφαρπάσαντι
10θρόνον, ἐν οἷς αὐτὸν ἐνομίσαμεν διατρίβειν, καὶ περινοστήσαντες οὐδαμῶς τοῦτον εὑρεῖν δεδυνήμεθα. Δόμνος ὁ θεοφιλέστατος ἐπίσκοπος Μαξιμιανουπόλεως τῆς δευτέρας Παλαιστίνης εἶπεν· Ἀκολουθήσας κἀγὼ τοῖς κανονικῶς κελευσθεῖσι παρὰ τῆς ἁγίας ταύτης συνόδου περιενόστησα μετὰ Πέτρου καὶ Θαλασσίου τῶν ὁσιωτάτων ἐπισκόπων καὶ Ῥωμανοῦ καὶ
15Ἰωάννου τῶν θεοφιλεστάτων πρεσβυτέρων καὶ ἐκκλησιεκδίκων, καὶ Ἀνδρέου καὶ Καλωνύ‐ μου τῶν θεοσεβεστάτων διακόνων καὶ νοταρίων τοὺς παρ’ αὐτῶν ἐξονομασθέντας τόπους καὶ οὐδαμοῦ τοῦτον εὑρεῖν δεδυνήμεθα. Ῥωμανὸς ὁ θεοφιλέστατος πρεσβύτερος καὶ ἐκκλησιέκδικος εἶπε· Κἀγὼ παραγενό‐ μενος ἅμα Πέτρωι Θαλασσίωι καὶ Δόμνωι τοῖς ὁσιωτάτοις ἐπισκόποις καὶ Ἰωάννηι τῶι
20θεοφιλεστάτωι συμπρεσβυτέρωι μου καὶ ἐκδίκωι καὶ Ἀνδρέαι καὶ Καλωνύμωι τοῖς θεο‐ φιλεστάτοις διακόνοις καὶ νοταρίοις ἐν τῶι σεπτῶι οἴκωι τοῦ ἁγίου μάρτυρος Λαυρεντίου καὶ εἰσελθόντες ἐν αὐτῶι προετρεψάμεθα τοὺς θεοφιλεστάτους κληρικοὺς εἰπεῖν ποῦ δυνα‐ τὸν εὑρεθῆναι Ἄνθιμον τὸν εὐλαβέστατον, ἐφ’ ὧι προσαγγελθῆναι αὐτῶι τὰ περὶ τῆς κινουμένης ὑποθέσεως ἐπὶ τῆς εὐαγοῦς συνόδου. καὶ μεθ’ ὅρκου οἱ αὐτοὶ εὐλαβέστατοι
25κληρικοὶ εἰρήκασιν ὅτι ἴσμεν αὐτὸν ἔχοντα προάστειον πλησίον τοῦ προφητείου τοῦ ἁγίου Ἡσαίου καὶ ἐκεῖ τὰ πολλὰ διατρίβοντα, ἀπερχόμενον δὲ καὶ ἐν τῶι μοναστηρίωι Θεοδώρου τοῦ θεοφιλεστάτου μοναχοῦ συνεχέστερον καὶ συνδιάγοντα αὐτῶι. ταῦτα ἴσμεν γίνεσθαι παρ’ αὐτοῦ, πρὶν ἂν ἐπιλάβηται τῆς ἐπισκοπῆς ταύτης τῆς βασιλευούσης, ἐπειδή γε κατὰ τὸν τῆς ἐπισκοπῆς καιρὸν ἅπαξ καὶ μόνον οἴδαμεν αὐτὸν θρέψαντα τοὺς
30εὐλαβεστάτους αὐτοῦ κληρικοὺς τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας ἐν τῶι εἰρημένωι προ‐ αστείωι ἐν συνάξει τῆς δεσποίνης ἡμῶν τῆς θεοτόκου καὶ ἁγίας Μαρίας τῆς διακειμένης ἐν Βλαχέρναις προκεσσοῦ ὄντος βασιλικοῦ. καὶ τοῖς αὐτοῖς λόγοις μεθ’ ὅρκων χρησάμενοι προσέθηκαν τοῦτο ὅτι νῦν παντελῶς οὐκ ἴσμεν ποῦ ἐστιν. εἰ δὲ καὶ μετὰ ταῦτα δυνηθῶμεν γνῶναι ποῦ διάγει, προσαγγέλλομεν τῆι ὑμετέραι θεοφιλείαι. καὶ ταῦτα ἀκού‐
35σαντες παρ’ αὐτῶν προετρεψάμεθα αὐτοὺς ἐλθεῖν ἅμα ἡμῖν ἐν τῶι μοναστηρίωι Θεο‐ δώρου τοῦ θεοφιλεστάτου πρεσβυτέρου καὶ μοναχοῦ καὶ ἐν τῶι προαστείωι τοῦ εὐλα‐ βεστάτου Ἀνθίμου, ὥστε καὶ ἐν ἐκείνοις τοῖς τόποις τὴν ζήτησιν αὐτοῦ ποιήσασθαι καὶ γνῶναι ποῦ διάγει. καὶ δὴ παραγενομένων ἡμῶν μετὰ τῶν εἰρημένων εὐλαβεστάτων
κληρικῶν ἐν τῶι μοναστηρίωι Θεοδώρου τοῦ θεοφιλεστάτου πρεσβυτέρου καὶ ἡγου‐167

3

.

168

μένου τῆς αὐτῆς μονῆς καὶ εἰσελθόντων ἐν τῶι εὐκτηρίωι οἴκωι τοῦ αὐτοῦ εὐαγοῦς μοναστη‐ ρίου εὕρομεν ἐκεῖσε εὐλαβεστάτους μοναχοὺς αὐτοῦ, ἐν οἷς ἦν καὶ Προκόπιος ὁ εὐλαβέστα‐ τος μοναχὸς καὶ πρωτοδιάκονος. καὶ ἀκούσαντες παρ’ ἡμῶν ποῦ διάγει Ἄνθιμος ὁ θεοφιλέστατος διὰ τὸ ζητεῖσθαι αὐτὸν ὑπὸ τῆς ἁγίας συνόδου, εἶπον ταῦτα ὅτι ὡς ἐνώπιον
5τοῦ θεοῦ λέγομεν ὅτι πρὶν ἂν γένηται ἐπίσκοπος ὁ κύρις Ἄνθιμος ταύτης τῆς βασιλευούσης πόλεως, ἤρχετο συνεχῶς ἐν τῶι μοναστηρίωι ἡμῶν καὶ πρὸς τὸν ἡγούμενον καὶ συνδιῆγον ὁμοῦ καὶ εἶχον πρὸς ἀλλήλους διάθεσιν· ἀφ’ οὗ δὲ ἐπελάβετο τῆς ἐπισκοπῆς, οὐκ ἦλθεν ἐνταῦθα οὐδὲ εἴδομεν αὐτοῦ ὄψιν, ὁ δὲ κύριος ἡγούμενος ἡμῶν ἀπῆλθεν εἰς εὐχὴν ἀπὸ πολ‐ λῶν ἡμερῶν, οὔτε δὲ ἠκούσαμεν, ὡς ἐπὶ τοῦ κυρίου, ποῦ διάγει Ἄνθιμος ὁ εὐλαβέστατος.
10παραγενόμενοι δὲ καὶ ἐν τῶι προαστείωι Ἀνθίμου τοῦ θεοφιλεστάτου καὶ εἰσελθόντες εὕρο‐ μεν ἐν αὐτῶι Στέφανον καὶ Λογγῖνον τοὺς προσήκοντας αὐτῶι καὶ ἐρωτηθέντες παρ’ ἡμῶν ποῦ διάγει ὁ εἰρημένος εὐλαβέστατος Ἄνθιμος, εἶπον μεθ’ ὅρκων μὴ εἰδέναι ποῦ διάγει, ἀλλ’ αὐτοὺς μόνους εἶναι ἐν τῶι αὐτῶι προαστείωι· μὰ τὸν δὲ φιλάνθρωπον θεὸν καὶ τὰς ἁγίας ὑμῶν εὐχάς, ἀφ’ οὗ ἐξῆλθε τῆς ἁγίας Μαρίας, οὐκέτι εἴδομεν αὐτοῦ πρόσωπον.
15κἀκεῖθεν παραγενόμενοι ἐν τῶι εὐκτηρίωι τοῦ ἁγίου μάρτυρος Θύρσου ἔγνωμεν ὡς προ‐ άστειον πλησίον διάκειται Πέτρου τοῦ ποτε τῆς Ἀπαμέων ἐπισκόπου, ἐν ὧι εὑρίσκεται Ἄνθιμος ὁ εὐλαβέστατος. καὶ δὴ ἐκεῖσε γενόμενοι ἐπηρωτήσαμεν Θαλέλαιον τὸν εὐλα‐ βέστατον μοναχὸν εἰ οἶδε τὸν εἰρημένον εὐλαβέστατον Ἄνθιμον ἐκεῖσε εἶναι, καὶ ἔφησε μεθ’ ὅρκων αὐτός τε καὶ Σισίννιος τὴν τέχνην ἐργολάβος ὅτι οὐδὲ πρὶν ἢ γένηται ἐπίσκο‐
20πος, οὐδὲ μετὰ τὸ γενέσθαι αὐτὸν οἴδαμεν αὐτὸν ἐλθόντα ἐνταῦθα, οὔτε δὲ ποῦ διάγει. καὶ ἀκούσαντες ταῦτα ἀνεχωρήσαμεν. Ἰωάννης ὁ θεοφιλέστατος πρεσβύτερος καὶ ἐκκλησιέκδικος καὶ ἐπὶ τῶν φυλακῶν εἶπε· Κἀγὼ τὰ αὐτὰ κατατίθεμαι. Ἀνδρέας ὁ θεοσεβέστατος διάκονος καὶ νοτάριος εἶπε· Κατὰ τὴν ὁσίαν πρόσταξιν
25τῆς ὑμετέρας μακαριότητος ἀπῆλθον ἅμα τοῖς εἰρημένοις ὁσιωτάτοις ἐπισκόποις καὶ θεο‐ φιλεστάτοις πρεσβυτέροις καὶ ἐκδίκοις τοῖς σὺν ἐμοὶ προσταχθεῖσι παρ’ ὑμῶν τῶν ὁσίων τὴν ἀναζήτησιν Ἀνθίμου τοῦ εὐλαβεστάτου ποιήσασθαι καὶ γενόμενος σὺν αὐτοῖς ἐν οἷς αὐτοὶ προεδίδαξαν τόποις, καὶ διὰ πολλῆς ἐρεύνης γενόμενος τοῦτον εὑρεῖν οὐκ ἠδυνήθην, ἐπήκουσα δὲ παρὰ τῶν προλεχθέντων κληρικῶν τοῦ ἁγίου μάρτυρος Λαυρεντίου καὶ μονα‐
30χῶν τῆς μονῆς Θεοδώρου τοῦ θεοφιλεστάτου πρεσβυτέρου καὶ ἡγουμένου καὶ τῶν προση‐ κόντων ἀνθρώπων Ἀνθίμωι τῶι εὐλαβεστάτωι πάντα τὰ ἀνενεχθέντα ὑμῖν παρὰ Ῥωμα‐ νοῦ τοῦ θεοφιλεστάτου πρεσβυτέρου καὶ ἐκδίκου. Καλώνυμος ὁ θεοσεβέστατος διάκονος καὶ νοτάριος εἶπε· Συνωιδὰ κἀγὼ τοῖς προειρη‐ μένοις θεοφιλεστάτοις ἀνδράσι κατατίθεμαι.
35 Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος καὶ πᾶσα ἡ ἁγία σύνοδος εἶπεν· Ἔοικε μὲν Ἄνθιμος ὁ εὐλαβέστατος οὐκ ὀρθῶι συνειδότι κεχρημένος τὴν παρ’ ἡμῖν μέχρι καὶ νῦν ἄφιξιν ἀνα‐ βάλλεσθαι. τί γὰρ τὸ κωλῦον ἦν, εἰ μὴ τοῖς κατ’ αὐτοῦ προσαγγελθεῖσιν ὡς ἀλη‐ θέσιν ἐνεδίδου, γενέσθαι τε παρ’ ἡμᾶς καὶ καθὰ προσῆκον ἦν, ἀποκρίνασθαι καὶ ἅμα τήν τε θεῶι φίλην καὶ ἱερατικῶι πρέπουσαν σχήματι παρασχέσθαι πληροφορίαν; ἀλλ’ εἰ καὶ
40πρὸς τὴν καθ’ ἑαυτοῦ ψῆφον ἐκεῖνος ἡμᾶς ἤδη τό γε ἐφ’ ἑαυτῶι κεκίνηκεν, ὅμως ἡμεῖς οὐ‐
δένα τρόπον ἱερεῦσι θεοῦ πρεπούσης συμπαθείας πρὸς τὴν τῶν πλανωμένων ψυχῶν168

3

.

169

ἐπανόρθωσιν περιορῶντες καὶ τρίτης αὐτῶι μεταδίδομεν προθεσμίας, ἧς ἐντὸς εἰ μὴ παρα‐ γένοιτο καὶ τῶν προσηγγελμένων ἑαυτὸν ἐλεύθερον καταστήσειε, τὸ μὲν τέλος τῆι οἰκείαι τὸ ἐντεῦθεν ἐπιγράψειεν ἀπειθείαι, ἡμεῖς δὲ τοῖς τε εὐαγέσιν ἀκολουθοῦντες κανόσι καὶ τοῖς ὑπὸ Ἀγαπητοῦ τοῦ τῆς ἁγίας μνήμης διωρισμένοις προσέχοντες τὴν ἐπ’ αὐτῶι ποιη‐
5σόμεθα ψῆφον. ἀναζητήσουσι τοίνυν αὐτὸν καὶ νῦν Θεαγένης τε ὁ ὁσιώτατος ἐπίσκο‐ πος τῆς Συναδέων μητροπόλεως καὶ Βάκχος ὁ ὁσιώτατος ἐπίσκοπος τῆς Ἀντιοχέων μητροπόλεως τῆς Πισιδῶν ἐπαρχίας καὶ Χριστοφόρος ὁ θεοφιλέστατος ἐπίσκοπος Πορ‐ φυρεῶνος Φοινίκης παράλου καὶ Ἰουλιανὸς καὶ Ἀμμώνιος οἱ θεοφιλέστατοι πρεσβύτεροι καὶ ἔκδικοι τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας καὶ Παῦλος καὶ Μακάριος οἱ θεοσεβέστατοι
10διάκονοι καὶ νοτάριοι, καὶ εἰ εὕροιεν, παρασκευάσουσιν ἡμερῶν ἄλλων εἴσω δέκα παρα‐ φυλάξαι τὴν ἡμετέραν ἀκρόασιν. ὑπὲρ δὲ τοῦ πᾶσαν ἀγνοίας ἢ τό γε ἀληθέστερον προ‐ σποιήσεως αὐτῶι πρόφασιν ἀνελεῖν, γενέσθαι δὲ καὶ τὰ παρ’ ἡμῶν ἐψηφισμένα παντὶ τῶι τῆς βασιλίδος ταύτης πόλεως πιστοτάτωι λαῶι φανερά, καὶ κήρυγμα προτεθήσεται τὴν ἐπὶ Ἀνθίμωι γινομένην ζήτησιν παριστῶν καὶ πρὸς τὴν παρ’ ἡμῖν αὐτὸν ὀψὲ γοῦν
15ἄφιξιν προτρεπόμενον. Ὑπεσημηνάμην. Μετὰ τὴν ὑπατείαν Φλ’ Βελισσαρίου τοῦ λαμπροτάτου τῆι πρὸ δεκαδύο Καλαν‐ δῶν Ἰουνίων ἰνδικτιῶνος τεσσαρεσκαιδεκάτης ἐν τῆι φιλοχρίστωι καὶ βασιλευούσηι Κωνσταντινουπόλει Ῥώμηι
20 προκαθεζομένου τοῦ δεσπότου ἡμῶν τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου οἰκου‐ μενικοῦ ἀρχιεπισκόπου καὶ πατριάρχου Μηνᾶ ἐν τῶι μεσαύλωι τῶι δυτικῶι τοῦ σεβασμίου οἴκου τῆς δεσποίνης ἡμῶν τῆς ἁγίας ἐνδόξου θεοτόκου καὶ ἀειπαρθένου Μαρίας τοῦ ὄντος πλησίον τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας καὶ ἐκ μὲν τοῦ δεξιοῦ μέρους συνεδρευόντων αὐτῶι καὶ συνακροωμένων κατὰ εὐσεβῆ
25κέλευσιν τοῦ φιλοχρίστου καὶ θεοφυλάκτου ἡμῶν βασιλέως Ἰουστινιανοῦ τῶν ὁσιωτάτων καὶ θεοφιλεστάτων ἐπισκόπων Σαβίνου τοῦ Κανουσίου Ἐπιφανίου Ἐκλάνων Ἀστερίου Σαλέρνων
30Ῥουστίκου Φεσούλων Λέοντος Νόλου τῶν πάντων ἐκ τῆς Ἰταλῶν χώρας πρώην μὲν ἀπεσταλμένων ἐκ τῆς ἀποστο‐ λικῆς καθέδρας, ὕστερον δὲ συνόντων παραγενομένωι ἐνταῦθα Ἀγαπητῶι τῶι τῆς ἁγίας μνήμης γενομένωι πάπαι τῆς πρεσβυτέρας Ῥώμης
35Θαλασσίου τῆς μητροπόλεως Βηρυτοῦ Μεγάλου τῆς μητροπόλεως Βεροίας
Ἰωάννου Γαβάλων169

3

.

170

Χριστοφόρου Πορφυρεῶνος ἐπαρχίας Φοινίκης παράλου Ἀρχελάου Κωρύκου Δαυίθου τοῦ Κιρκινσίου Αἰθερίου Μαριάμμης
5Ἀλεξάνδρου Βαρκουσῶν Δόμνου Μαξιμιανουπόλεως τῆς δευτέρας Παλαιστίνης Ἀναστασίου Ἰωτάβης Ἰωάννου Ζωόρων Ἀστερίου Ἀμάστρεως
10Ἀνδρέου τοῦ Πανίου Ἐπιτυγχάνου Γέρμης ἐπαρχίας Ἑλλησπόντου Παύλου τοῦ Στεκτορίου Ἀνδρέου Πελτῶν Θεοδώρου Μηροῦ
15Ἀνδρέου Ἀμυζόνος Φλαβιανοῦ Κοτένων Ἠλίου Ἀδριανῶν Μακεδονίου Βριάνων Θεοδωρίτου Ἀλίνδων
20Ἁρμονίου Καλλιπόλεως Λεοντίου Ἑλενουπόλεως Λογγίνου Ὀρεστιάδος Ἰωάννου Καισαρείας τῆς Βιθυνίας καὶ Ἰωάννου Τραιανουπόλεως Φρυγίας Πακατιανῆς
25ἐκ δὲ τοῦ εὐωνύμου μέρους Ὑπατίου τῆς μητροπόλεως Ἐφέσου Κωνσταντίνου Ἡρακλείας τῆς μητροπόλεως Εὐρώπης Εὐσεβίου τῆς μητροπόλεως Κυζίκου Θαλασσίου τῆς μητροπόλεως Νικομηδείας
30Φωτεινοῦ τῆς μητροπόλεως Χαλκηδόνος Θεαγένους τῆς μητροπόλεως Συνάδων Βάκχου Ἀντιοχείας τῆς μητροπόλεως Πισιδίας Ἱλαριανοῦ τῆς μητροπόλεως Πέργης Βοσπορίου Νεοκαισαρείας τῆς μητροπόλεως Πόντου Πολεμωνιακοῦ
35Παύλου τῆς μητροπόλεως Τυάνων Ἀκακίου τῆς μητροπόλεως Πισινοῦντος Ἐπικτήτου Κλαυδιουπόλεως τῆς μητροπόλεως Ὁνωριάδος Πέτρου τῆς μητροπόλεως Ἰουστινιανουπόλεως τῆς δευτέρας Καππαδοκῶν ἐπαρχίας
40Ζαχαρίου τῆς μητροπόλεως Μιτυλήνης Ἡδίστου τῆς μητροπόλεως Κίου Μάρκου τῆς μητροπόλεως Ἀπαμείας τῆς Βιθυνῶν ἐπαρχίας
Αὐξεντίου τῆς μητροπόλεως Σηλυβρίας170

3

.

171

Ἰωάννου τῆς μητροπόλεως Βοσπόρου Δομετιανοῦ Ζικχίας Καλώα Σμύρνης Ἐπιφανίου Ἡρακλείας τῆς ἐπαρχίας Ὁνωριάδος
5Ἁβραμίου Κρατίας Ἀλεξάνδρου Κολωνείας Εὐγενίου Τίου Κυριακοῦ Θεοδοσιουπόλεως ἐπαρχίας Φρυγίας Πακατιανῆς Εὐσταθίου Τιβεριουπόλεως
10Θεοδότου Εὐροίας Εὐσεβίου Παλαιᾶς πόλεως Θεοδώρου Γόρδου Ματθαίου Κύμης Ἀλεξάνδρου Ἐλούζων
15καὶ Ἰωάννου τοῦ Μιδαείου συμπαρόντων δὲ αὐτῶι καὶ συνακροωμένων καὶ Θεοφάνους καὶ Πελαγίου τῶν θεοφιλεστάτων διακόνων τῆς ἀποστολικῆς καθέδρας καὶ Μηνᾶ καὶ Πέτρου τῶν θεοσεβεστάτων νοταρίων καί τινων εὐλαβεστάτων ὑποδιακόνων καὶ ἐκ‐ δίκων καὶ λοιπῶν κληρικῶν τοῦ αὐτοῦ ἀποστολικοῦ θρόνου, οἳ καὶ συνόντες
20ἔτυχον παραγενομένωι ἐνταῦθα Ἀγαπητῶι τῶι τῆς ἁγίας μνήμης γενομένωι πάπαι τῆς πρεσβυτέρας Ῥώμης καὶ Μάγνου πρεσβυτέρου καὶ Ἡρακλείου διακόνου καὶ ἀποκρισιαρίων Ἐφραι‐ μίου τοῦ ὁσιωτάτου πατριάρχου τῆς ἐν Θεουπόλει ἁγιωτάτης ἐκκλησίας Σαβίνου διακόνου τῆς ἁγίας Χριστοῦ τοῦ θεοῦ ἡμῶν Ἀναστάσεως πληροῦντος
25τὰς ἀποκρίσεις Πέτρου τοῦ ὁσιωτάτου πατριάρχου Ἱεροσολύμων Στεφάνου διακόνου καὶ ἀποκρισιαρίου Σωτηρίχου τοῦ ὁσιωτάτου ἐπισκόπου Καισαρείας τῆς μητροπόλεως Καππαδοκίας πρώτης Γαιανοῦ πρεσβυτέρου καὶ ἀποκρισιαρίου Ἐλπιδίου τοῦ ὁσιωτάτου ἐπισκόπου Ἀγκύρας τῆς μητροπόλεως Γαλατίας πρώτης
30Διονυσίου καὶ Καλλινίκου διακόνων καὶ ἀποκρισιαρίων Φωτίου τοῦ ὁσιω‐ τάτου ἐπισκόπου τῆς μητροπόλεως Κορίνθου παρόντος δὲ καὶ τοῦ εὐλαβοῦς κλήρου τῆς βασιλευούσης πόλεως Εὐφήμιος ὁ θεοσεβέστατος διάκονος καὶ πριμικήριος νοταρίων εἶπε· Τρίτον ἤδη συνελθούσης τῆς ἁγίας ὑμῶν συνόδου κατὰ κέλευσιν εὐσεβῆ τοῦ φιλοχρίστου καὶ γαληνο‐
35τάτου ἡμῶν βασιλέως καί τινων ἐπὶ Ἀνθίμωι τῶι εὐλαβεῖ καὶ τῆι τούτου ἀναζητήσει πραχθέντων παρὰ τῆι ὑμετέραι ἁγιωσύνηι ψήφου τε ὁσίας παρ’ ὑμῶν προελθούσης προ‐ θεσμίαν ἡμερῶν δέκα πρὸς τὴν ἀναζήτησιν αὐτοῦ ὁριζούσης καὶ πρόγραμμα παρακελευο‐ μένης προτεθῆναι προτρέπον αὐτὸν παραγενέσθαι πρὸς τὴν ἁγίαν ὑμῶν σύνοδον, ἐπειδὴ συνέβη τό τε παρ’ ὑμῶν προσταχθὲν ἔργωι προελθεῖν καὶ τὴν δεδομένην κατὰ τὴν ὁσίαν
40ὑμῶν ψῆφον προθεσμίαν διαδραμεῖν, συνελθούσης καὶ νῦν τῆς ἁγίας ὑμῶν συνόδου,
παραφυλαττόντων δὲ τὴν ὑμετέραν ἀκρόασιν τῶν καὶ ἐν ἀρχῆι τὴν μέμψιν κατὰ τοῦ αὐτοῦ171

3

.

172

εὐλαβεστάτου Ἀνθίμου ποιησαμένων εὐλαβῶν μοναχῶν τῆς τε βασιλίδος ταύτης πόλεως καὶ ἐκ τῆς Θεουπολιτῶν διοικήσεως καὶ τῆς Ἱεροσολυμιτῶν γε μὴν ἐνορίας καὶ αἰτούντων εἰσόδου τυχεῖν ὑποβάλλομεν πρὸς τὸ παριστάμενον. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Εἰσίτωσαν.
5 Καὶ εἰσῆλθε Μαριανὸς ὁ θεοφιλέστατος πρεσβύτερος καὶ ἡγούμενος μονῆς Δαλματίου τοῦ τῆς ὁσίας μνήμης καὶ ἔξαρχος καὶ σὺν αὐτῶι οἱ θεοφιλέστατοι πρεσβύτεροι καὶ ἀρχι‐ μανδρῖται τῶν κατὰ τήνδε τὴν βασιλίδα πόλιν εὐαγῶν μοναστηρίων Ἀγαπητὸς τῆς Δίου Διόσκορος τῆς ἁγίας Εὐφημίας
10Ἀγάπιος τῆς Θαλασσίου Παῦλος τῶν Ῥωμαίων Ἀντωνῖνος τῆς Εὐσεβίου Στέφανος τῆς Ὀλυμπίου Ἀναστάσιος τῶν Ῥωμαίων
15Δημήτριος τῆς Φωκᾶ Κυριακὸς τῆς Εὐφημίου Ζωίλος τῆς Θεοδότου Ἰουλιανὸς τῆς Εὐφημίου Στέφανος τῶν Προμώτου
20Ζήνων τῆς ἁγίας θεοτόκου ἐν τῆι πηγῆι Ἀλέξανδρος τοῦ καλαμίου Δάδας τῆς Καιουμᾶ Κυριακὸς τοῦ ἁγίου Ἰωάννου τῶν Σύρων Ἐλπίδιος τῆς Βασιανοῦ
25Ζώσιμος τῆς Μαξιμίνου Πολυχρόνιος τῶν Κρητικῶν Παῦλος τῆς ἁγίας Ἑρμιόνης Ῥόδων τῆς Θεοδώρου Γεννάδιος τῆς Κυριακοῦ
30Θεόδωρος τῆς Μαρωνίου Σίλας τῆς Ἠλία Παῦλος τῆς Σαμουηλίου Ἰωάννης τῆς Θεοδώρου Κυρίων τῶν Αἰγυπτίων
35Βασίλειος τῆς Κυρακωνᾶ Ἰωάννης τοῦ ἁγίου ἀποστόλου Θωμᾶ ἐν τοῖς Μοδέστου Μάρκος τῆς Θεοδώρου Μαρῖνος τῆς Παύλου Φλαβιανὸς πρεσβύτερος καὶ δευτεράριος τῶν Λυκαόνων
40Θεόκτιστος τῆς ἁγίας θεοτόκου πλησίον τῶν Ἰώβ Θεόδωρος τῆς Τρύφωνος Ἐλευθέριος τοῦ ἁγίου Κυριακοῦ Κοσμᾶς τοῦ ἁγίου Ἰωάννου ἐν τοῖς Στουδίου
Πέτρος τῆς ἁγίας θεοτόκου καὶ τοῦ ἁγίου Διομήδους ἐν Ἱερουσαλήμ172

3

.

173

Ἀλέξανδρος τῆς Ἁβραμίου Θεόδωρος τῆς Ἰώβ Τρύφων τῆς Ἐλπιδίου Στέφανος τῆς Κώνστα
5Βαβύλας τῆς Δανιὴλ ἐν τῶι στύλωι Ἰωάννης τῆς Ἀναστασίου Ἀνθέμιος τῆς Νέωνος Τιμόθεος τῆς Ἀστερίου Ἰωάννης τοῦ ἁγίου Μιχαὴλ τῶν Χαρισίου
10Ἰωάννης τῆς Μάρα πλησίον τῆς Ἀετίου κινστέρνης Φωκᾶς τῆς Ἰωνᾶ πλησίον τοῦ Δευτέρου Ζώσιμος τῆς Εὐτυχίου τῶν Λυκαόνων Στρατόνικος τῆς Δομετίου Πολυχρόνιος τῆς αἰθρίου
15Ἀνδρέας τῶν Ῥωμαίων πλησίον τῆς κινστέρνης Μαρτύριος τῆς Πέτρου πλησίον τῶν Ἀποστόλων Ἀνδρέας τῆς ἁγίας θεοτόκου πλησίον τοῦ ἁγίου Λουκᾶ Μάρκος τοῦ ἁγίου Κυρίκου Ἰάκωβος τῆς Ἀβίβου Σύρος
20Ἀττικὸς τῶν Εὐκρατάδων Ἰωσὴφ τῆς ἁγίας θεοτόκου ἐν τῶι λιθοστρώτωι Παῦλος τοῦ ἁγίου ἀποστόλου Πέτρου πλησίον τοῦ παλατίου Ἀναστάσιος πρεσβύτερος καὶ δευτεράριος τοῦ ἁγίου Φιλίππου ἐν τῶι βρεφο‐ τροφείωι
25Γεώργιος τῆς Κύρου Εὐσέβιος τῆς Συμεωνίου Ζωτικὸς τοῦ ἁγίου Ἀνδρέου πλησίον τῆς Σατορνίνου πόρτης Θεόδωρος μονῆς τῆς ὑπ’ αὐτοῦ καταστάσης πλησίον τοῦ μαρτυρίου τοῦ ἁγίου Λαυρεντίου
30καὶ τῶν ὑπὸ Θεούπολιν Παῦλος μοναχὸς καὶ ἀποκρισιάριος μονῆς τῆς Μάρωνος Σευηριανὸς πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς Ζωόρα τῶν Θερμῶν Σύρος Κασσισᾶς πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς Λουκᾶ Σύρος Συμεώνης διάκονος καὶ ἀποκρισιάριος τῆς Ἰακώβου
35Ἰωάννης διάκονος καὶ ἀποκρισιάριος τῆς Θεοδώρου Στέφανος πρεσβύτερος καὶ ἡγούμενος μονῆς Εὐξερίου Ἰωάννης πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ κύρου Θωμᾶ Σύρος Θωμᾶς πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς Ἀαρὼν Σύρος Φωτεινὸς μοναχὸς καὶ ἀποκρισιάριος μονῆς τοῦ ἁγίου Στεφάνου
40Θεόδωρος διάκονος καὶ ἀποκρισιάριος τῆς ἐκκλησίας Ἐρενδηληνῶν Σέργιος πρεσβύτερος καὶ περιοδευτής οἱ πάντες πράττοντες ὑπέρ τε ἑαυτῶν καὶ τῶν λοιπῶν
ἔτι μὴν καὶ τῶν ὑπὸ τοὺς ἁγίους Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν τόπους173

3

.

174

Δομνῖνος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ μακαρίου Μαρτυρίου Ἡσύχιος πρεσβύτερος καὶ ἀποκρισιάριος μονῆς τοῦ μακαρίου Θεοδοσίου Κασσιανὸς πρεσβύτερος τῆς λαύρας τοῦ μακαρίου Σάββα Κυριακὸς πρεσβύτερος καὶ ἡγούμενος τῶν πυργίων τοῦ Ἰορδάνου
5Νέσταβος πρεσβύτερος τῆς λαύρας τοῦ μακαρίου Φιρμίνου Τερέντιος πρεσβύτερος τῆς Νέας λαύρας Λεόντιος μοναχὸς καὶ τοποτηρητὴς τῆς ἐρήμου πάσης Τραιανὸς πρεσβύτερος τῶν πυργίων τοῦ Ἰορδάνου Πολύευκτος διάκονος τῆς μονῆς τοῦ ἀββᾶ Θεοδοσίου
10Θεόδωρος διάκονος καὶ μοναχὸς τῆς Νέας λαύρας Κύρικος διάκονος τῆς αὐτῆς Νέας λαύρας Ἀναστάσιος διάκονος μονῆς τοῦ μακαρίου Μαρτυρίου Μάμας μοναχὸς τῆς αὐτῆς μονῆς Ἰωάννης μοναχὸς τῆς αὐτῆς μονῆς
15Ἰουλιανὸς μοναχὸς μονῆς τοῦ ἀββᾶ Θεοδοσίου οἱ πάντες πράττοντες ὑπέρ τε τῶν οἰκείων μοναστηρίων καὶ πάντων τῶν ἐν τῆι ἐρήμωι τῆς ἁγίας πόλεως μοναχῶν Ἰωάννης πρεσβύτερος τῆς πεδιάδος καὶ ὑπὲρ πάντων τῶν ἐκεῖσε μοναχῶν Θεωνᾶς πρεσβύτερος τοῦ Σινᾶ ὄρους καὶ ἀποκρισιάριος τοῦ τε ὄρους καὶ τῆς
20ἐκκλησίας Φαρὰν καὶ λαύρας Ῥαιθοῦ ὑπὲρ πάντων τῶν ἐκεῖσε μοναχῶν Στρατήγιος διάκονος καὶ μοναχὸς μονῆς τοῦ μακαρίου Ἰωάννου ὑπὲρ πάντων τῶν ὑπὸ Σκυθόπολιν μοναχῶν Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Ἀναγινωσκέσθω τὰ πεπραγμένα ταύτης ἕνεκα τῆς ὑποθέσεως.
25 Καὶ ἀνεγνώσθησαν αἱ μὲν δύο πράξεις διὰ Μακαρίου τοῦ θεοσεβεστάτου διακόνου καὶ νοταρίου, ἡ δὲ τρίτη διὰ Καλωνύμου τοῦ θεοσεβεστάτου διακόνου καὶ νοταρίου. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος καὶ πᾶσα ἡ ἁγία σύνοδος εἶπεν· Εἰ τὸ παρ’ ἡμῶν δια‐ λαληθὲν ἐπὶ ἀναζητήσει Ἀνθίμου τοῦ εὐλαβοῦς πεπράχασιν οἱ πρὸς τοῦτο ἀπονεμη‐ θέντες θεοφιλέστατοι ἄνδρες, διδαχθῆναι βουλόμεθα.
30 Θεαγένης ὁ ὁσιώτατος ἐπίσκοπος τῆς μητροπόλεως Συνάδων εἶπεν· Κατὰ τὴν κέλευσιν τῆς ὑμετέρας ἁγιωσύνης καὶ πάσης τῆς σὺν ὑμῖν εὐαγοῦς συνόδου γενόμενος ἅμα Βάκχωι τῶι θεοφιλεστάτωι ἐπισκόπωι τῆς Ἀντιοχέων λαμπρᾶς μητροπόλεως τῆς Πισι‐ δῶν ἐπαρχίας καὶ Χριστοφόρωι τῶι θεοφιλεστάτωι ἐπισκόπωι Πορφυρεῶνος τῆς ὑπὸ Φοι‐ νίκην πάραλον καὶ Ἰουλιανῶι καὶ Ἀμμωνίωι τοῖς θεοφιλεστάτοις πρεσβυτέροις καὶ ἐκκλη‐
35σιεκδίκοις ταύτης τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας καὶ Παύλωι καὶ Μακαρίωι τοῖς θεοσε‐ βεστάτοις διακόνοις καὶ νοταρίοις τοῦ εὐαγοῦς ὑμῶν ἐπισκοπείου ἐν τῶι σεπτῶι εὐκτηρίωι τοῦ ἁγίου μάρτυρος Σεργίου ἐν τοῖς Ὁρμίσδου καὶ ζητούντων ἡμῶν Ἄνθιμον τὸν εὐλα‐ βέστατον ἐπεδείχθη ἡμῖν οἶκος ἔνθα πρότερον τὰς διατριβὰς ἐλέγετο ἔχειν, καὶ εὕρομεν κλεῖν ἐπικειμένην τῆι θύραι. ἐγενόμεθα δὲ καὶ ἐν ἑτέροις τόποις πρὸς ἀναζήτησιν τοῦ
40αὐτοῦ εὐλαβεστάτου Ἀνθίμου, ἐν οἷς ἐνομίζετο εἶναι, καὶ περιεργασάμενοι οὐκ ἠδυνή‐ θημεν γνῶναι ποῦ διάγει, ἁπάντων ὡς ἐξ ἑνὸς στόματος λεγόντων μὴ ἑωρακέναι αὐτὸν
μήτε εἰδέναι ποῦ διάγει ἀφ’ οὗ ἐξῆλθε τῆς ἁγιωτάτης ἡμῶν μεγάλης ἐκκλησίας. πάλιν174

3

.

175

μετὰ ταῦτα ἐν ἄλληι ἡμέραι ἀπελθόντες ἐν τῶι σεβασμίωι οἴκωι τοῦ ἁγίου ἀρχαγγέλου Μιχαὴλ τῶι διακειμένωι ἐν τῶι εὐσεβεῖ παλατίωι καὶ συγκαλεσάμενοι τοὺς εὐλαβεστάτους κληρικοὺς τοῦ αὐτοῦ εὐκτηρίοι ἠρωτήσαμεν αὐτοὺς περὶ τοῦ αὐτοῦ εὐλαβεστάτου ἀνδρὸς καὶ ἔφησαν μεθ’ ὅρκου μήτε ἑωρακέναι μήτε εἰδέναι ποῦ διατρίβει. καὶ ταῦτα
5αὐτὰ ἐσπούδασα δῆλα καταστῆσαι τῆι ὑμετέραι ἁγιωσύνηι. Βάκχος ὁ ὁσιώτατος ἐπίσκοπος τῆς Ἀντιοχέων μητροπόλεως τῆς Πισιδῶν ἐπαρ‐ χίας εἶπε· Κατὰ τὴν ὁσίαν τῆς ὑμετέρας ἁγιωσύνης διαλαλιὰν γενόμενος κἀγὼ ἅμα Θεαγένει καὶ Χριστοφόρωι τοῖς ὁσιωτάτοις ἐπισκόποις καὶ Ἰουλιανῶι καὶ Ἀμμωνίωι τοῖς θεοφιλεστάτοις πρεσβυτέροις καὶ ἐκκλησιεκδίκοις καὶ Παύλωι καὶ Μακαρίωι τοῖς θεο‐
10σεβεστάτοις διακόνοις καὶ νοταρίοις καὶ ἀναζητήσας σὺν αὐτοῖς Ἄνθιμον τὸν εὐλαβέστατον ἐν διαφόροις τόποις οὐδαμῶς αὐτὸν εὑρεῖν δεδύνημαι. Χριστοφόρος ὁ ὁσιώτατος ἐπίσκοπος Πορφυρεῶνος ἐπαρχίας Φοινίκης παράλου εἶπε· Κατὰ τὰ κελευσθέντα ἡμῖν παρά τε τῆς ὑμετέρας μακαριότητος καὶ τῆς συγκαθη‐ μένης ὑμῖν ἁγίας συνόδου γενόμενοι ἅμα Θεαγένης τε καὶ Βάκχος οἱ ὁσιώτατοι ἐπίσκοποι
15καὶ μητροπολῖται σὺν τῆι ἐμῆι εὐτελείαι, οὐ μὴν ἀλλὰ καὶ Ἰουλιανὸς καὶ Ἀμμώνιος οἱ θεοφιλέστατοι πρεσβύτεροι καὶ ἐκκλησιέκδικοι τῆς ἁγιωτάτης ἐκκλησίας, προσέτι δὲ καὶ Παῦλος καὶ Μακάριος οἱ θεοσεβέστατοι διάκονοι καὶ νοτάριοι τοῦ εὐαγοῦς ὑμῶν ἐπισκοπείου ἀνεζητήσαμεν Ἄνθιμον τὸν εὐλαβέστατον, ἐφ’ ὧι καὶ τὰς κινουμένας ἐπὶ ταύτης ὑμῶν τῆς ἱερᾶς συνόδου κατ’ αὐτοῦ κατηγορίας προσαγγεῖλαι αὐτῶι καὶ προ‐
20τρέψαι κατὰ τὸ δυνατὸν ἀπαντῆσαι αὐτὸν καὶ πρὸς τὰς μέμψεις ἀπολογήσασθαι. καὶ πρῶτον μὲν ἐν τοῖς Ὁρμίσδου γενόμενοι, ἐν ὧι οἴκωι κατέμενε πρὸ τοῦ ἁρπάσαι αὐτὸν τὸν τῆς βασιλίδος ταύτης πόλεως ἀρχιερατικὸν θρόνον, κατήναν εὕρομεν ταῖς θύραις ἐμβεβλημένην· τοὺς δὲ τοῖς ἐκεῖσε προσκαρτεροῦντας διερωτήσαντες εἴ που αὐτὸν ἐθεά‐ σαντο, ἀκηκόαμεν λεγόντων μὴ ἑωρακέναι τοῦτον ἀπὸ πολλῶν ἡμερῶν. ὡσαύτως
25δὲ καὶ ἐν τῶι σεπτῶι οἴκωι τοῦ ἁγίου ἀρχαγγέλου Μιχαὴλ ἐν τῶι παλατίωι γενόμενοι (ἑωρᾶτο γὰρ τὸ πρώην τοῖς ἐκεῖσε πυκνάζων) καὶ πυθόμενοι παρὰ τῶν αὐτόθι κληρικῶν εἴγε ἐφάνη αὐτοῖς ἐν ταῖς ἡμέραις ταύταις ὁ παρ’ ἡμῶν ἐπιζητούμενος εὐλαβέστατος Ἄνθιμος, μεθ’ ὅρκων παρ’ αὐτῶν ἐπείσθημεν ὡς οὔτε εἶδον αὐτὸν οὔτε γινώσκουσιν ὅπου ἐστίν. οὐκ ἐν τούτοις δὲ μόνον, ἀλλὰ καὶ ἑτέροις μηνυθεῖσιν ἡμῖν γεγονότες
30τόποις, καὶ παισὶ δὲ αὐτοῦ τισὶ συναντήσαντες καὶ τούτους διερωτήσαντες, καθὼς καὶ οἱ σὺν ἐμοὶ σταλέντες ὁσιώτατοι καὶ θεοφιλέστατοι ἐπίστανται ἄνδρες, παρ’ οὐδενὸς ἠδυνήθημεν γνῶναι ὅπου διάγει ὁ πολλάκις εἰρημένος εὐλαβέστατος Ἄνθιμος. Ἰουλιανὸς ὁ θεοφιλέστατος πρεσβύτερος καὶ ἐκκλησιέκδικος εἶπε· Κατὰ τὴν ὁσίαν πρόσταξιν τῆς ὑμετέρας ἁγιωσύνης ἀπελθὼν ἅμα Θεαγένει καὶ Βάκχωι καὶ Χριστο‐
35φόρωι τοῖς ὁσιωτάτοις ἐπισκόποις καὶ Ἀμμωνίωι τῶι θεοφιλεστάτωι συμπρεσβυτέρωι μου καὶ ἐκδίκωι καὶ Παύλωι καὶ Μακαρίωι τοῖς θεοσεβεστάτοις διακόνοις καὶ νοταρίοις ἀνεζήτησα σὺν αὐτοῖς Ἄνθιμον τὸν εὐλαβῆ ἐν πλείστοις καὶ διαφόροις τόποις, ἐν οἷς τοῦτον εὑρεῖν ἐνομίσαμεν, καὶ οὐδαμοῦ αὐτὸν εὑρεῖν ἠδυνήθημεν. καὶ τοῦτο δὲ διδάσκω τὴν ὑμετέραν ἁγιωσύνην ὅτι προετέθη καὶ τὸ πρόγραμμα τῆς ὑμετέρας ἁγιω‐
40σύνης καὶ οὐδὲ οὕτως αὐτὸν εὑρεῖν ἠδυνήθημεν.175

3

.

176

Ἀμμώνιος ὁ θεοσεβέστατος πρεσβύτερος καὶ ἐκκλησιέκδικος εἶπε· Κατὰ τὰ κελευσθέντα παρὰ τῆς ὑμῶν ἁγιωσύνης ἐγενόμην ἅμα τοῖς εἰρημένοις θεοφιλεστάτοις ἐπισκόποις καὶ Ἰουλιανῶι τῶι θεοφιλεστάτωι πρεσβυτέρωι καὶ συνεκδίκωι μου καὶ Παύλωι καὶ Μακαρίωι τοῖς θεοσεβεστάτοις διακόνοις καὶ νοταρίοις πρῶτον μὲν ἐν τῶι οἴκωι ἐν ὧι κατέμενεν
5Ἄνθιμος ὁ εὐλαβέστατος, ὥστε εὑρισκομένου αὐτοῦ ἐκεῖσε ἐμφανῆ αὐτῶι καταστῆσαι τὰ παρὰ τῆς ἁγίας ὑμῶν συνόδου προσταχθέντα. καὶ τὰς θύρας τοῦ αὐτοῦ οἴκου ἠσφαλισμένας εὑρόντες ἔξωθεν διὰ κατήνας ἐπυνθανόμεθα τῶν τε παρατυχόντων καὶ τοῦ ὀστιαρίου τοῦ οἴκου ποῦ ἄρα διάγει ὁ εἰρημένος εὐλαβέστατος ἀνήρ, οἱ δὲ ἔφησαν παντελῶς μὴ ἐπίστασθαι· μηδὲ γὰρ ὀφθῆναι αὐτὸν κατὰ τὸν αὐτὸν οἶκον ἐκ πλείστου
10χρόνου. ἐγενόμεθα δὲ καὶ ἐν τῶι εὐκτηρίωι τοῦ ἁγίου ἀρχαγγέλου Μιχαὴλ καὶ τοὺς ἐν αὐτῶι θεοσεβεστάτους κληρικοὺς συναγαγόντες ὡρκώσαμεν εἴγε ἐπίστανται κατὰ τὸ αὐτὸ εὐκτήριον ἢ ἐν ἑτέρωι τόπωι διάγειν τὸν εἰρημένον εὐλαβέστατον ἄνδρα. οἳ δὲ ἀπωμόσαντο μηδεμίαν παντελῶς τοιαύτην εἴδησιν περὶ αὐτοῦ ἔχειν. ἐγενόμεθα δὲ καὶ ἐν ἑτέροις διαφόροις τόποις τοῦτον ἀναζητοῦντες καὶ οὐδαμῶς ἰσχύσαμεν κατα‐
15λαβέσθαι ἔνθα διάγει, πάντων τὰ αὐτὰ ἀπομνυμένων ὡς οὐδαμῶς ἐπίστανται ποῦ νῦν ἐστι. διδάσκω δὲ τὴν ὑμῶν ἁγιωσύνην ὡς καὶ τὸ παρὰ τῆς ἁγίας ὑμῶν συνόδου γενόμενον πρόγραμμα προκαλούμενον τὸν εὐλαβέστατον Ἄνθιμον παραγενέσθαι καὶ ἀπολογήσασθαι τῆι ἁγίων ὑμῶν ταύτηι συνόδωι προτεθείκαμεν δημοσίαι ἀπὸ ἡμερῶν ἑπτά, ὥστε καὶ δι’ αὐτοῦ μανθάνοντα τὰ παραστάντα τῆι ὑμῶν ἁγιωσύνηι ἐμφανῆ
20ἑαυτὸν καταστῆσαι, καὶ οὐδὲ οὕτως τὴν οἱανδήποτε δήλωσιν ἑαυτοῦ ἐποιήσατο. Παῦλος ὁ θεοσεβέστατος διάκονος καὶ νοτάριος εἶπε· Κατὰ τὴν πρόσταξιν, δέσποτα, τῆς ὑμετέρας μακαριότητος καὶ τῆς εὐαγοῦς ὑμῶν συνόδου ἀπήλθομεν ἅμα τοῖς προ‐ ειρημένοις θεοφιλεστάτοις ἀνδράσι καὶ Μακαρίωι τῶι θεοσεβεστάτωι συνδιακόνωι μου καὶ νοταρίωι ἐν διαφόροις τόποις καὶ ἀναζητήσαντες Ἄνθιμον τὸν εὐλαβέστατον, τοῦτον
25εὑρεῖν οὐκ ἠδυνήθημεν. Μακάριος ὁ θεοσεβέστατος διάκονος καὶ νοτάριος καὶ ἀποκρισιάριος εἶπε· Τοῖς ἅμα ἐμοὶ ἐσταλμένοις ὁσιωτάτοις ἀνδράσιν ἀκολουθῶν κἀγὼ τὰ αὐτὰ κατατίθεμαι. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος καὶ πᾶσα ἡ ἁγία σύνοδος εἶπεν· Ἀναγινωσκέσθω καὶ τὸ προτεθὲν πρόγραμμα κατὰ τὴν ἤδη προελθοῦσαν ψῆφον.
30 Καὶ λαβὼν Διόδωρος ὁ θεοσεβέστατος διάκονος καὶ νοτάριος ἀνέγνω Μηνᾶς ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως Ῥώμης καὶ πατριάρχης καὶ πᾶσα ἡ ἐνδημοῦσα τῆι αὐτῆι φιλοχρίστωι νέαι Ῥώμηι σύνοδος Ἀνθίμωι τῶι εὐλαβεστάτωι. Εἰ μέν τις ἦν σοι τοῦ προσήκοντος λόγος καὶ τῆς τῶν ἐγχειρηθέντων ἀτόπων μετα‐ μελείας ἐλπίς, οὐδὲν ἂν τῶν παρόντων ἐδέησε κηρυγμάτων, πάλαι δὲ ἂν τῶι τῆς ἀοιδίμου
35μνήμης πάπαι τῆς πρεσβυτέρας Ῥώμης Ἀγαπητῶι φανερὰν τὴν σαυτοῦ γνώμην κατα‐ στησάμενος καὶ τὴν ἐπὶ τοῖς ἤδη κατεγνωσμένοις δόγμασι μέμψιν ἀπολυσάμενος τῆς
γοῦν Τραπεζουντίων ἱερεὺς ἐπεφήνεις. ἀλλ’ οὔτε τὴν ὑπ’ ἐκείνωι ζήτησιν ὑπομείνας176

3

.

177

ὑφ’ ἡμῶν τε προσκεκλημένος πολλάκις καὶ τοσούτου πρὸς μετάμελον χρόνου τετυχηκὼς οὐδὲν σεαυτοῦ γέγονας μετριώτερος ἱερατικῆς τε φιλανθρωπίας, ὡς ἔοικε, κρείττω τὴν ἑαυτοῦ διέδειξας ἀπείθειαν. καὶ ἦν μὲν οὐδὲ συγγνώμης ἄξια τὰ πραττόμενα παρὰ σοῦ, πλὴν ἀλλ’ ἔτι τῶι τῶν ἀνθρώπων ὀλισθηρῶι τὰ πταίσματα λογιζόμενοι καὶ τὴν
5μέχρι πολλοῦ πρὸς τοὺς ἡμαρτηκότας ἀνεξικακίαν βραδείας γοῦν ὅμως ἐπανορθώσεως πρόφασιν πολλάκις γενομένην εὑρόντες, καὶ τῶι παρόντι σε γράμματι προσκαλούμεθα μὴ μέχρι παντὸς ἐπὶ τῆς αὐτῆς ἑστάναι φιλονεικίας τὴν σὴν παραινοῦντες εὐλάβειαν ἡμερῶν τε εἴσω τὸν ἀριθμὸν ἓξ τῆι τε ἁγίαι παραγενέσθαι συνόδωι καὶ ἣν ἐπὶ τοῖς ὀρθοῖς κέκτησαι δόγμασι γνώμην καθαρᾶι διαδεῖξαι φωνῆι σαφές τε τοῖς ἄλλοις ἅπασι καταστῆσαι
10ὁπόσα πατέρων ἐπιεικῶν καὶ δικαστῶν ἔτι φιλανθρώπων παραίνεσις τοῖς ὀλισθαίνουσι δύναται πρὸς ἀνάκλησιν. εἰ γὰρ δὴ καὶ ταύτης ἡμῶν τῆς κλήσεως ὑπερίδοις, σοί τε οὐκ ἐν καιρῶι τὰ τῆς μετανοίας ἔσται λοιπὸν ἡμῖν τε οὐχ ἑτέρωθεν ἢ ἐξ ὧν πέπραχας, τὰ τῆς κρίσεως εἰσαχθήσεται. Ὑπεσημηνάμην
15 Προετέθη μηνὶ Μαίωι πεντεκαιδεκάτηι ἰνδικτιῶνος τεσσαρεσκαιδεκάτης μετὰ τὴν ὑπατείαν Φλ’ Βελισσαρίου τοῦ ἐνδοξοτάτου Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Οἱ ὑπογράφοντες ἡμῖν εὐλαβέστατοι διάκονοι καὶ νοτάριοι διδασκέτωσαν ἡμᾶς τίνος χάριν τῆς ψήφου δέκα ἡμερῶν προθεσμίαν ὁρι‐ ζούσης τὸ προτεθὲν πρόγραμμα ἓξ καὶ μόνον δίδωσι διορίαν.
20 Οἱ νοτάριοι εἶπον· Διδάσκομεν ὡς ἡ μὲν ὁσία ψῆφος προθεσμίαν δέδωκεν ἡμερῶν δέκα ἐπί τε τῆι ἀναζητήσει καὶ τῶι προγράμματι, οὐκ ἐκέλευσε δὲ παραχρῆμα τὸ κήρυγμα προτεθῆναι. γενομένης τοίνυν τῆς αὐτοῦ ἀναζητήσεως μέχρις ἡμερῶν τριῶν καὶ ἐκείνου ἀφανοῦς ὑπάρχοντος ἀναγκαῖον ἦν τὰς ὑπολοίπους ἑπτὰ ἡμέρας προτεθῆναι τὸ αὐτὸ ὅσιον πρόγραμμα τῆς τε ὑμετέρας μακαριότητος καὶ τῆς συνούσης ὑμῖν ἁγίας
25συνόδου τὸ ποιοῦν αὐτῶι τὰ παρ’ ὑμῶν προστεταγμένα φανερά. ἐκείνην τοίνυν εἰκότως τὴν ἡμέραν φέρει τὸ αὐτὸ κήρυγμα καθ’ ἣν καὶ προτέθειται. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Οἱ ἐκ τῆς Ἰταλῶν χώρας συμπαρόντες ἡμῖν ὁσιώτατοι συλλειτουργοὶ καὶ οἱ θεοφιλέστατοι διάκονοι καὶ οἱ εὐλαβέστατοι νοτάριοι τῆς ἀποστολικῆς καθέδρας ἐπακούσαντες τῶν τε ἐπιδεδομένων δεήσεων τῶι θεοφυλάκτωι
30ἡμῶν καὶ πιστοτάτωι βασιλεῖ καὶ τῶν Ἀγαπητῶι τῶι τῆς ἁγίας καὶ μακαρίας μνήμης προσδεδομένων λιβέλλων καὶ ὧν παρ’ ἡμῖν αὖθις οἱ τούτους ἐπιδεδωκότες ἐποιήσαντο μέμψεων κατὰ Ἀνθίμου τοῦ εὐλαβοῦς καὶ ὡς ἐπὶ τοῖς καιριωτάτοις ἡ ἐπ’ αὐτῶι προῆλθε κατηγορία, τοῦτο μὲν οὐχ ἑλομένου τοῖς ὀρθοῖς καὶ ἀποστολικοῖς τῆς ἀληθινῆς ἡμῶν πίστεως συγκαταθέσθαι δόγμασι, τοῦτο δὲ καὶ πρὸς τὴν Εὐτυχοῦς πλάνην τε καὶ κακο‐
35δοξίαν ἀποκλίναντος καὶ τοὺς παρὰ τῆς ἐν Χαλκηδόνι ἁγίας καὶ οἰκουμενικῆς συνόδου καὶ τῆς ἀποστολικῆς καθέδρας καὶ τῆς ἐξ ἐκείνου μέχρι καὶ νῦν κρατούσης ἐκκλησιαστικῆς καταστάσεως καθαιρεθέντας τε καὶ ἀναθεματισθέντας διὰ τὴν πρὸς Εὐτυχῆ κοινωνίαν
τε καὶ ὁμοφροσύνην περιπτυσσομένου, ἀφορῶντες δὲ καὶ πρὸς τὰς συνοδικὰς ἐπιστολὰς177

3

.

178

τὰς γενομένας παρὰ τοῦ τῆς ἁγίας καὶ μακαρίας μνήμης γενομένου ἡμῶν πατρὸς τῆς πρεσβυτέρας Ῥώμης πάπα Ἀγαπητοῦ κατὰ Ἀνθίμου, συλλογιζόμενοι δὲ καὶ τὴν μέχρι παντὸς αὐτοῦ ἀπείθειαν μήτε κανονικαῖς κλήσεσιν εἶξαι μήτε τὰς ἐπαχθείσας αὐτῶι μέμψεις ἀποδύσασθαι βουληθέντος, ἣν ἐπὶ τούτοις ἅπασι γνώμην ἔχουσιν, εἰπεῖν ἀξιού‐
5τωσαν. Καὶ ἀνέγνω φωνὴν Μηνᾶς ὁ θεοσεβέστατος ἀναγνώστης καὶ σεκουνδοκήριος νο‐ ταρίων τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης ἔχουσαν οὕτως SANCTI EPISCOPI PARTIVM ITALIAE ET VIRI VENERABILES DIACONI APOSTOLICAE SEDIS DIXERVNT: DEFINITIONEM SANCTAE RECORDATIONIS PATRIS NOSTRI QVONDAM PAPAE AGAPETI
10IN SYNODICIS EPISTVLIS PRO MENA SANCTISSIMO ARCHIEPISCOPO HVIVS REGIAE VRBIS CONSTAN‐ TINOPOLITANAE FACTIS ADDITAM DE PERSONA ANTHIMI TRAPEZVNTII QVONDAM EPISCOPI NOS SEQVI PER OMNIA PROFITEMVR Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπε· Καὶ ἡ λοιπὴ συνεδρεύουσα ἡμῖν ἁγία σύνοδος ἐπακούσασα πάντων τῶν ἐξ ἀρχῆς ἐπὶ τῆι κατὰ Ἄνθιμον ὑποθέσει πραχθέντων καὶ
15τοῖς παρ’ ἡμῶν εἰρημένοις ἅπασι προσέχουσα, ἃ βούλεται προελθεῖν ἐπ’ αὐτῶι, φανερὰ ποιῆσαι καταξιωσάτω. Ἡ ἁγία σύνοδος διὰ Ὑπατίου τοῦ ὁσιωτάτου ἐπισκόπου τῆς Ἐφεσίων μητρο‐ πόλεως τῆς Ἀσιανῶν ἐπαρχίας εἶπεν· Πολλῶν παραβάσεων Ἄνθιμος ὑπεύθυνος ἀπο‐ δέδεικται τῶν μὲν πατρικῶν εὐαγῶν θεσμῶν ὡς οὐδὲ κειμένων κατολιγωρήσας καὶ μικροῦ
20δεῖν τῶι κατ’ αὐτὸν παραδείγματι πᾶσαν ἐκκλησιαστικὴν συνταράξας κατάστασιν τῶι μηδαμόθεν αὐτῶι προσήκοντι πατριαρχικῶι θρόνωι τῆς ἐνταῦθα ἁγιωτάτης τοῦ θεοῦ μεγάλης ἐκκλησίας ἐπεμβαλὼν ἑαυτὸν καὶ κοινήν τινα σύγχυσιν τοῖς τε ἱερεῦσι τοῦ θεοῦ καὶ τοῖς πιστοτάτοις λαοῖς ἐργασάμενος. καίτοι οὐδὲ τοῦτο μόνον αὐτῶι κατὰ τῶν ἁγιωτάτων ἐκκλησιῶν ἐσπουδάζετο, τὴν Εὐτυχέος δὲ δόξαν λανθάνουσαν ἔχων, ἐπειδὴ
25τῆς οὕτω μεγάλης ἀρχιερωσύνης ἐγκρατὴς ἠδυνήθη γενέσθαι καθ’ ὃν εἴρηται τρόπον, κατὰ μικρὸν ὤιετο δεῖν τὴν τοιαύτην ἀσεβῆ νόσον ἐπινέμεσθαι ποιεῖν τὰς ἁγιωτάτας τοῦ θεοῦ ἐκκλησίας καὶ τοὐναντίον ἤπερ αἱ θεῖαι φωναὶ λέγουσιν, ἀντὶ τοῦ συνάγειν τὰ λογικὰ τῆς ποίμνης τοῦ θεοῦ πρόβατα διαιρέσεις ἐμηχανᾶτο κατὰ πάσης ὡς εἰπεῖν ἐκκλησίας, ὡς κινδυνεῦσαι τὴν τοσούτοις κατορθωθεῖσαν πόνοις τοῦ φιλοχρίστου ἡμῶν βασιλέως
30τῶν ἁγιωτάτων ἐκκλησιῶν ἕνωσιν εἰς πολλὰς διαιρέσεις ἐν βραχεῖ χρόνωι κατατεμεῖν. ἀμέλει κατὰ μικρὸν παρεδήλου τὴν τοιαύτην διαφθορὰν σχηματιζόμενος μὲν τὰς ἁγίας δέχεσθαι συνόδους, τήν τε ἐν Νικαίαι φαμὲν κατὰ τοῦ δυσσεβοῦς Ἀρείου καὶ τὴν ἐν Κωνσταντινουπόλει τὴν κατὰ τοῦ δυσσεβοῦς Μακεδονίου καὶ τὴν ἐν Ἐφέσωι πρώτην τὴν κατὰ τοῦ δυσσεβοῦς Νεστορίου καὶ τὴν ἐν Χαλκηδόνι τὴν κατὰ τοῦ δυσσεβοῦς Εὐτυχοῦς
35κἀν τοῖς ἱεροῖς αὐτὰς ἔχων διπτύχοις, συγκειμένης αὐταῖς καὶ τῆς τοῦ μακαριωτάτου πάπα178

3

.

179

Λέοντος μνήμης κατὰ μηδένα καιρὸν ἑτέρως ἢ μεταλαβὼν ἢ μεταδοὺς τῶν παναγίων τοῦ θεοῦ μυστηρίων ἑορτήν τε αὐτῶν κηρύττων καὶ ἐπὶ τῆς ἐνταῦθα ἁγιωτάτης μεγάλης ἐκκλησίας ποιῶν, ἀποπηδῶν δὲ καθόλου τῶν ὀρθῶν αὐτῶν ὁμολογιῶν καὶ οὐδὲ μεγάλων ἀρχιερέων οὔτε μὴν εὐλαβεστάτων ἡγουμένων ὑπὲρ τῶν τοιούτων ἐπισκηπτόντων
5αὐτῶι παντελῶς ἀνεχόμενος ἢ τὴν τυχοῦσαν διδοὺς ἀπολογίαν, ὡς οὐ μικρὸν ἑκάστης ἡμέρας αἴρεσθαι τὸ ἐπὶ τούτοις σκάνδαλον, τῶν μὲν ἀπίστων ἐπεγγελώντων, τῶν δὲ πιστῶν ὀδυρομένων καὶ τῶν ὀλιγοπίστων ἔτι μᾶλλον θορυβουμένων τε καὶ εἰς τὸ χεῖρον καταπιπτόντων. ἐπὶ τοῖς τοιούτοις καὶ βασιλεὺς ὁ μέγας ἑαυτὸν καθεὶς καὶ τῆς τοῦ πρώτου τῶν ἀποστόλων ἀναμνήσας αὐτὸν ὑφηγήσεως ἧι φησὶν ἑτοίμους ἡμᾶς ἀεὶ χρῆναι
10γίνεσθαι πρὸς ἀπολογίαν παντὶ τῶι ἀπαιτοῦντι λόγον περὶ τῆς ἐν ἡμῖν ἐλ‐ πίδος, πλέον οὐδὲν ὤνησεν, ἀλλὰ καὶ πρὸς τὴν αὐτοῦ γαληνότητα λόγοις ἀπατηλοῖς κεχρημένος ἐπηγγέλλετο πάντα ποιήσειν ὅσα ὁ τῆς μεγάλης ἀποστολικῆς καθέδρας ἀρχιερεὺς ὑφηγήσοιτο, καὶ πρὸς τοὺς ἁγιωτάτους πατριάρχας ἔγραφεν ἀκολουθεῖν διὰ πάντων τῆι ἀποστολικῆι καθέδραι. τοῦ μεγάλου δὲ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ
15Χριστοῦ μὴ μέχρι παντὸς τὰ τοιαῦτα προιέναι συγχωροῦντος ἐπέστη ταύτηι τῆι βασιλίδι πόλει κατὰ τὴν αὐτοῦ θεότητα Ἀγαπητὸς ὁ τῆς ἁγίας καὶ ἀοιδίμου μνήμης ὁ μακα‐ ριώτατος πάπας καὶ τοῖς μὲν ἱεροῖς κανόσιν εὐθὺς μετὰ θεὸν χεῖρα ὀρέξας τὸν μὲν τῆς οὐ προσηκούσης αὐτῶι καθέδρας ἀπήλασε, συγγνώμης δὲ τοῖς μετασχοῦσιν ἤτοι κε‐ κοινωνηκόσι τοῦ τοιούτου πράγματος μετέδωκε καὶ τῆι βασιλίδι καὶ φιλοχρίστωι πόλει
20τὸν ἑαυτῆς ἱερατικὸν ἀποδέδωκε κόσμον τὴν ὑμετέραν ἀναδείξας μακαριότητα τῆς μεγάλης ταύτης καὶ ἱερᾶς ἡγεῖσθαι καθέδρας. ἐπειδὴ δὲ καὶ τῆς ἐπὶ τοῖς δόγμασιν ἀσεβείας ἐγκλήματα αὐτῶι μυρία εἰκότως ἐπηρτᾶτο δεήσεις τε καὶ λίβελλοι πολλοὶ τῶι τε εὐσεβεστάτωι ἡμῶν βασιλεῖ καὶ αὐτῶι τῶι μακαριωτάτωι πάπαι παρὰ διαφόρων εὐλαβῶν ἀνδρῶν ἐπεδίδοντο, πολλοῖς μὲν ἱδρῶσι τὴν αὐτοῦ ψυχὴν ἀνακαλέσασθαι
25πατρικῶς ἐσπούδασεν ὁ αὐτὸς ἁγιώτατος πάπας, ὡς δὲ ἀνιάτως ἔχοντα εὗρε καὶ τὰ μὲν εὐσεβῆ δόγματα παραιτούμενον καὶ προσέτι γε διαβάλλοντα καὶ τὴν ἐν δύο φύσεσι φωνήν, τοῦτο ὅπερ κατὰ Εὐτυχοῦς μάλιστα ἡ ἐν Χαλκηδόνι ἁγία διώρισε σύνοδος, καθάπαξ ἀρνούμενον, τοὺς δὲ ὀρθῶς κατακριθέντας ὑπὸ τῆς αὐτῆς ἁγίας συνόδου πα‐ ραιτούμενον ἀποστρέφεσθαι, τοὐναντίον μὲν οὖν καὶ περιπτυσσόμενον αὐτοὺς καὶ τό
30γε ἐπ’ αὐτῶι Διόσκορόν τε καὶ αὐτὸν Εὐτυχέα δεικνύναι σπουδάζοντα καθάπαξ ἀνεύθυνον ἐφ’ οἷς ἑάλω κακοδοξῶν, ψῆφον ἐν γράμμασιν ἐξάγει φιλανθρωπίας τε ἅμα καὶ ἁγιο‐ πρεποῦς ὁσιότητος μεστήν, ἐνδιδοὺς μὲν αὐτῶι μετανοίας καιρόν, ἀποφηνάμενος δὲ
ἕως πρὸς τὴν τοιαύτην γνώμην μεταβαλὼν τὸ ἱκανὸν τοῖς παρὰ τῶν ἁγίων πατέρων179

3

.

180

διωρισμένοις δογματικῶς τε καὶ κανονικῶς ποιήσειεν, μήτε καθολικοῦ μήτε ἱερέως αὐτὸν ἔχειν ὄνομα. τούτοις ἑπόμενος ὁ φιλόχριστος ἡμῶν βασιλεύς, ἀπιδὼν δὲ καὶ εἰς τὰς ἐπιδεδομένας τῆι αὐτῶν γαληνότητι παρὰ διαφόρων εὐλαβῶν προσώπων δεήσεις τήν τε ὑμετέραν μακαριότητα καὶ ἡμᾶς σύμπαντας εἰς ταυτὸν ἐπὶ τούτωι συνελθεῖν, εὖ ποιῶν,
5ἐδικαίωσε. καὶ τοῖς εὐαγέσι τῶν ἁγίων ἡμῶν πατέρων ἀκολουθοῦντες κανόσι κλήσεσί τε ἱεραῖς αὐτὸν προσηγόμεθα καὶ καιρὸν αὐτῶι μετανοίας ἐνεδίδομεν καὶ ἀποκρυπτο‐ μένωι καὶ τὴν ἰατρείαν ἀπαγορεύοντι καὶ κηρύγματι δῆλα τὰ παρ’ ἡμῶν ἐποιοῦμεν. ὡς δὲ τούτοις ἅπασιν αὐτὸν εἰς ἐπιστροφὴν ἀγαγεῖν οὐκ ἰσχύσαμεν, σαφῆ ταύτην ἀπό‐ δειξιν τῆς αὐτοῦ κακοδοξίας λαβόντες, ἀκολουθοῦντες δὲ καὶ τοῖς ὑπὸ τοῦ ἁγιωτάτου καὶ
10μακαριωτάτου πάπα καλῶς δεδοκιμασμένοις συνορῶμεν, εἰ τοῦτο ὑμῖν παρασταίη, καθάπαξ αὐτὸν ὡς μέλος ἄχρηστον καὶ σεσηπὸς ἀποβληθῆναι τοῦ σώματος τῶν ἁγίων τοῦ θεοῦ ἐκκλησιῶν καὶ τῆς Τραπεζουντίων ἐπισκοπῆς ἔξω γινόμενον καὶ πάσης ἱερᾶς ἀλλοτριούμενον ἀξίας καὶ ἐνεργείας καὶ κατὰ τὴν αὐτοῦ τοῦ ἁγιωτάτου πάπα ψῆφον τῆς τοῦ καθολικοῦ προσηγορίας.
15 Ὁ ἁγιώτατος καὶ μακαριώτατος οἰκουμενικὸς ἀρχιεπίσκοπος καὶ πατριάρχης Μηνᾶς εἶπεν· Τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν δεδωκότος ἐξουσίαν τοῖς οἰκείοις ἱερεῦσιν ἐκτίλλειν τε καὶ καταφυτεύειν καθαιρεῖν τε καὶ οἰκοδομεῖν, ηὐχόμεθα τοῦ μὲν οἰκοδομεῖν τε καὶ καταφυτεύειν ἅπαντα ἡμῖν εἶναι καιρόν, μηδένα δὲ τοῦ ἐκτίλλειν τε καὶ κα‐ θαιρεῖν. ἀλλὰ δεινόν, ὡς ἔοικεν, ἡ τῆς ἀληθείας παράβασις καὶ μεγίστη τοῖς χρησαμένοις
20ὁδὸς πρὸς ἀπώλειαν. ἔνεστι γὰρ ἀκριβῶς σκοπουμένοις τὴν Ἀνθίμου προαίρεσιν πολλοὺς εἰς ταυτὸν ἱερατικοὺς ἰδεῖν παραβαθέντας θεσμούς. ὁ δὲ τὴν πρὸς τὸ θεῖον οὐ διατηρήσας ὁμολογίαν, ἀλλὰ καὶ τῆς ἐκεῖθεν ἀναχωρήσας ἐλπίδος πῶς οὐ τῆς οἰκείας ἄντικρυς εἶναι δόξειε κατήγορος ἀτοπίας; ταύτηι τοιγαροῦν καὶ ἡμεῖς ὥσπερ τινὰ ἕλκους τῶν ἀνιάτων νομὴν ἐπειγόμενοι στῆσαι, εἰ τὴν τοῦ πεπονθότος μέλους ἐκτομὴν ποιησαίμεθα περιφρονοῦντες
25τὴν ἐντεῦθεν συμβησομένην ὀδύνην, πρὸς τὴν παροῦσαν ἐλθεῖν ἠναγκάσμεθα ψῆφον, βαλλόμενοι μὲν ταῖς ἐκ ταύτης ἀνίαις, τῶι δὲ κοινῶι τῆς καθολικῆς ἐκκλησίας συμφέροντι τὸ σύμπαν νέμοντες ἤπερ ταῖς αὐτοῦ ἕκαστος ἡμῶν οἰκείαις συμπαθείαις. ἐπειδὴ γὰρ διαφόρων ἐπ’ αὐτῶι μέμψεων δογματικῶν τε καὶ κανονικῶν γενομένων ὁ μὲν τῆς ὁσίας μνήμης πάπας τῆς πρεσβυτέρας Ῥώμης Ἀγαπητὸς μεταμελείας αὐτῶι καιρὸν
30ἐνδιδούς, ἕως ἂν ἅπαντα τὰ τοῖς ἁγίοις πατράσι διωρισμένα φανείη δεξάμενος, οὐδὲ ἱερέως οὐδὲ καθολικοῦ προσηγορίαν αὐτὸν ἔχειν συνεχώρει, ἡμεῖς δέ (καὶ γὰρ περὶ τῶν αὐτῶν ἐνοχλουμένους περιορᾶν οὐκ ἐνῆν τὰ λεγόμενα) τὴν ἱερεῦσι πρέπουσαν ἐπὶ τοῖς τοιούτοις ὁδὸν μετιόντες κανονικαῖς αὐτὸν ἐπηγόμεθα κλήσεσιν ἀνακωχάς τε παρειχόμεθα πρὸς μετάγνωσιν καὶ τὸ δὴ πέρας, οὐδὲ τῶν εἰθισμένων ἀπειχόμεθα προγραμμάτων.
35ὃ δὲ τοσοῦτον ἀπέδει τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς ἢ τῆς τῶν προσηγγελμένων ἀπο‐ λογίας, ὡς μηδὲ παραγενέσθαι καθάπαξ μηδὲ αὐτὸ γοῦν τὴν παρ’ ἡμῖν ἐξέτασιν ὑπο‐ στῆναι (καὶ γὰρ ἦν, ὡς ἔοικεν, αὐτῶι κατήγορος ἡ συνείδησις καὶ τὸ τοῖς ἐγκεκληκόσιν
ὑποχωρεῖν καθαρὰν εἰσῆγε τοῖς πταίσμασι συγκατάθεσιν ψυχή τε πλημμελεῖν εἰθισμένη180

3

.

181

δύσκολος εἰς μετάνοιαν, κἂν ὅτι μάλιστα πολλὰ εἴη τὰ πρὸς ταύτην ἀνθέλκοντα), ὅθεν ἐπιδακρύσαντες τῆι ἀμεταμελήτωι τῆς αὐτοῦ προαιρέσεως ἀπειθείαι καὶ τῆι καταλαβούσηι τὴν ἐκείνου ψυχὴν ἐπιστενάζοντες πλάνηι, ἑπόμενοι τῆι τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν παναγίαι φωνῆι διδασκούσηι μηδὲ τῶν οἰκείων φείδεσθαι μελῶν, εἴ τινος ἡμῖν
5σκανδάλου παραίτια γίνοιτο, ἀλλὰ καὶ τὴν τούτων ἐκτομὴν ποιεῖσθαι παρεγγυώσηι πρὸς τὴν τοῦ παντὸς ἀκεραιότητα σώματος, ἀποβλέποντες δὲ καὶ πρὸς τὰ παραστάντα πρώην Ἀγαπητῶι τῶι τῆς ἁγίας μνήμης πάπαι τῆς πρεσβυτέρας Ῥώμης καὶ ὡς οὐδὲ καιρὸν λαβὼν μετανοίας εἵλετο τῆς καλλίονος γνώμης γενόμενος τοὺς ὑπ’ αὐτοῦ σκαν‐ δαλισθέντας πληροφορῆσαι καὶ μὴν καὶ πρὸς τὰ νῦν παρὰ τῆς συνούσης ἡμῖν ἁγίας
10κεκριμένα συνόδου, καὶ τῆς Τραπεζουντίων τὸν αὐτὸν Ἄνθιμον ἱερωσύνης ἔξω καθεστάναι συνορῶμεν πάσης τε ἑτέρας αὐτὸν ἱερατικῆς προσηγορίας τε ἅμα καὶ ἀξίας καὶ ἐνεργείας ἀλλότριον εἶναι τοῦ λοιποῦ καὶ ὅλως τοῦ ἐν ὀρθοδόξοις ἀριθμεῖσθαι ψηφιζόμεθα, οὐδὲ τῆς αὐτῆς Τραπεζουντίων ἔτι καθάπαξ οὐδὲ τῆς βασιλίδος ταύτης ἐπιβῆναι δυνάμενον πόλεως.
15 Καὶ μετὰ τὸ ἀναστῆναι τὴν ἁγίαν σύνοδον οἱ ἐκ τῆς Ἀνατολῆς, καὶ τινὲς δὲ τῶν ἄλλων ἐπισκόπων καὶ οἱ μοναχοὶ καὶ ὁ κλῆρος ἐβόησαν· Πολλὰ τὰ ἔτη τοῦ βασιλέως, πολλὰ τὰ ἔτη τοῦ πατριάρχου, Πέτρον καὶ Ζωόραν καὶ Σεβῆρον ἄρτι ἀναθεμάτισον. τοὺς ἐχθροὺς τοῦ θεοῦ ἄρτι ἀναθεμάτισον. ὀρθόδοξον βασιλέα ἔχων τίνα φοβῆσαι; τοὺς παραβαπτιστὰς ἔξω βάλε.
20 Καὶ ἐπιδιδόντων τῶν μοναχῶν Ἱεροσολύμων χάρτην ἅπαντες ἐβόησαν· Πολλὰ τὰ ἔτη τοῦ πατριάρχου, τὸν λίβελλον τῶν μοναχῶν ἄρτι δέξαι. ὁ λίβελλος ἄρτι ἀναγνωσθήτω. τοὺς κατ’ οἶκον βαπτίζοντας ἔξω βάλε. τὸ σπήλαιον τοῦ Ζωόρα ἄρτι στρέψον. πολλὰ τὰ ἔτη τοῦ πατριάρχου, τὸν παραβαπτιστὴν ἄρτι ἀναθεμά‐ τισον. τοῦ Χριστιανοῦ βασιλέως πολλὰ τὰ ἔτη, ὀρθοδόξου βασιλέως πολλὰ τὰ
25ἔτη, τὰ σπήλαια τῶν αἱρετικῶν ἄρτι καῶσι. πολλὰ τὰ ἔτη τοῦ πατριάρχου, τὰ μοναστήρια Πέτρου ἄρτι στρέψον. νικᾶι ἡ πίστις τοῦ βασιλέως· ὀρθόδοξος βασι‐ λεύει· τίνα φοβῆσαι; Πέτρος μοναστήρια διὰ τί ἔχει; πάντας τοὺς αἱρετικοὺς ἐκεῖ ἔχει. Σεβῆρον καὶ Πέτρον καὶ Ζωόραν ἄρτι ἀναθεμάτισον. ἡ τριὰς τοὺς τρεῖς ἀναθεμα‐ τίζει. ἀνάθεμα Σεβήρωι καὶ Πέτρωι καὶ Ζωόραι. Σεβῆρον τὸν Μανιχαῖον ἄρτι
30ἀναθεμάτισον. πολλὰ τὰ ἔτη τοῦ πατριάρχου, τοὺς ἐχθροὺς τοῦ Χριστοῦ ἄρτι ἀναθεμάτισον, τοὺς αἱρετικοὺς ἄρτι ἀναθεμάτισον. τοὺς ἀναθεματισθέντας ἄρτι ἀνα‐ θεμάτισον, νικᾶι ἡ πίστις τῶν Χριστιανῶν. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπε· Νομίζομεν μηδὲ τὴν ὑμετέραν ἀγάπην ἀγνοεῖν τὴν προαίρεσιν καὶ τὸν ζῆλον τοῦ εὐσεβοῦς καὶ θεοφυλάκτου ἡμῶν βασιλέως, ὃν ἐπὶ
35τῆι ὀρθοδόξωι ἡμῶν ἔχει πίστει, καὶ προσήκει μηδὲν τῶν ἐν τῆι ἁγιωτάτηι ἐκκλησίαι
κινουμένων παρὰ γνώμην αὐτοῦ καὶ κέλευσιν γενέσθαι. παρακαλοῦμεν τοίνυν τὴν181

3

.

182

ὑμετέραν ἀγάπην ἐπὶ τοῦ παρόντος ἡσυχάσαι, ὥστε καιρὸν ἡμᾶς λαβεῖν ἀνενεγκεῖν εἰς τὰς εὐσεβεῖς αὐτοῦ ἀκοὰς τὰ παρ’ ὑμῶν ἐκβοηθέντα. ἡμεῖς γάρ, ὡς καὶ ἡ ὑμῶν ἐπίσταται ἀγάπη, τῶι ἀποστολικῶι θρόνωι ἐξακολουθοῦμέν τε καὶ πειθόμεθα καὶ τοὺς κοινωνικοὺς αὐτοῦ κοινωνικοὺς ἔχομεν καὶ τοὺς ὑπ’ αὐτοῦ κατακριθέντας καὶ ἡμεῖς κατα‐
5κρίνομεν. Ὑπογραφαί Μηνᾶς ἐλέει θεοῦ ἐπίσκοπος Κωνσταντινουπόλεως Ῥώμης ὁρίσας ὑπεσημη‐ νάμην: — Ὑπάτιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ἐφεσίων μητροπόλεως τῆς Ἀσιανῶν ἐπαρχίας
10ὁρίσας ὑπεσημηνάμην: — Κωνσταντῖνος ἐλέει θεοῦ ἐπίσκοπος τῆς κατὰ Ἡράκλειαν τὴν φιλόχριστον μητρόπολιν τῆς Εὐρωπαίων ἐπαρχίας ἁγίας τοῦ θεοῦ καθολικῆς καὶ ἀποστο‐ λικῆς ἐκκλησίας ὁρίσας ὑπεσημηνάμην: — Εὐσέβιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς κατὰ Κύζικον ἁγιωτάτης ἐκκλησίας τῆς
15Ἑλλησποντίων ἐπαρχίας ὁρίσας ὑπεσημηνάμην: — Θαλάσσιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς λαμπρᾶς Νικομηδέων μητροπόλεως τῆς Βιθυνῶν ἐπαρχίας ὁρίσας ὑπεσημηνάμην: — EGO SABINVS EPISCOP’ SANCTAE ECCLESIAE CANVSINAE DEFINITIONEM SANCTAE RECORDATIONIS PATRIS NOSTRI PAPAE AGAPETI DE PERSONA ANTHIMI TRAPEZVNTII
20QVONDAM EPISCOPI SEQVENS IN OMNIBVS SVBSCRIPSI: — EGO EPIPHANIVS EPISCOP’ SANCTAE ECCLESIAE ECLANENSIS DEFINITIONEM SANCTAE καὶ τὰ λοιπὰ ὁμοίως διὰ Ῥωμαικῶν γραμμάτων: — EGO ASTERIVS EPISCOP’ SANCTAE ECCLESIAE SALERNITANAE DEFINITIONEM καὶ τὰ λοιπὰ ὁμοίως: —
25EGO RVSTICVS EPISCOP’ SANCTAE ECCLESIAE FESVLANAE DEFINITIONEM SANCTAE καὶ τὰ λοιπὰ ὁμοίως: — IN NOMINE DOMINI IHESV CHRISTI LEO EPISCOP’ ECCLESIAE NOLANAE DEFINITIONEM καὶ τὰ λοιπὰ ὁμοίως: — THEOPHANES DIACON’ SANCTAE ECCLESIAE ROMANAE DEFINITIONEM καὶ τὰ λοιπὰ
30ὁμοίως: — PELAGIVS DIACON’ SANCTAE ECCLESIAE ROMANAE DEFINITIONEM καὶ τὰ λοιπὰ ὁμοίως: — Ἀναστάσιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Νικαέων μητροπόλεως τῆς Βιθυνῶν ἐπαρχίας διὰ τῆς ἀναγνώσεως τοῖς πεπραγμένοις ἐπιστὰς σύμψηφος γενό‐
35μενος πᾶσι τοῖς ὁρισθεῖσιν ὑπεσημηνάμην: —182

3

.

183

Αὐξέντιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Σεβαστηνῶν διὰ τῆς ἀναγνώσεως τοῖς πεπραγμένοις ἐπιστὰς σύμψηφος γενόμενος πᾶσι τοῖς ὁρισθεῖσιν ὑπεσημη‐ νάμην: — Θεόδουλος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ἰκονιέων μητροπόλεως διὰ τῆς ἀνα‐
5γνώσεως τοῖς πεπραγμένοις ἐπιστὰς σύμψηφος γενόμενος ἐν πᾶσι τοῖς ὁρι‐ σθεῖσιν ὑπεσημηνάμην: — Θεαγένης ἐλέει θεοῦ ἐπίσκοπος τῆς Συναδέων μητροπόλεως ὁρίσας ὑπεσημη‐ νάμην: — Βάκχος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ἀντιοχέων λαμπρᾶς μητροπόλεως τῆς Πισιδῶν
10ἐπαρχίας ὁρίσας ὑπεσημηνάμην: — Μάμας ἐλέει θεοῦ ἐπίσκοπος τῆς Μελιτηνῶν ἁγιωτάτης ἐκκλησίας ἀναγνοὺς πάντα τὰ πεπραγμένα καὶ σύμψηφος γενόμενος ἐπὶ πᾶσιν ὑπεσημηνάμην: — Ἱλαριανὸς ἐλέει θεοῦ ἐπίσκοπος τῆς Περγαίων μητροπόλεως ἁγιωτάτης ἐκ‐ κλησίας ὁρίσας ὑπεσημηνάμην: —
15Βοσπόριος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Νεοκαισαρέων μητροπόλεως ὁρίσας ὑπεσημηνάμην: — Παῦλος ἐλέει θεοῦ ἐπίσκοπος τῆς κατὰ Τύανα τῆς μητροπόλεως ἁγιωτάτης τοῦ θεοῦ ἐκκλησίας ὁρίσας ὑπεσημηνάμην: — Κόνων ἐλέει θεοῦ ἐπίσκοπος τῆς Σιδητῶν μητροπόλεως διὰ τῆς ἀναγνώσεως
20τοῖς πεπραγμένοις ἐπιστὰς ὁρίσας ὑπεσημηνάμην: — Ἀκάκιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Πισινουντίων ἢ γοῦν τῆς Ἰουστινιανου‐ πολιτῶν μητροπόλεως ὁρίσας ὑπεσημηνάμην: — Προκόπιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Γαγγρηνῶν μητροπόλεως διὰ τῆς ἀνα‐ γνώσεως τοῖς πεπραγμένοις ἐπιστὰς σύμψηφος γενόμενος ἐν πᾶσι τοῖς ὁρισθεῖσιν
25ὑπεσημηνάμην: — Πέτρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ἰουστινιανουπολιτῶν 〈μητρο〉πόλεως τῆς δευτέρας Καππαδοκῶν ἐπαρχίας ὁρίσας ὑπεσημηνάμην: — Μάρκος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ἀπαμέων μητροπόλεως τῆς Βιθυνῶν ἐπαρχίας ὁρίσας ὑπεσημηνάμην: —
30Ἥδιστος ἐλέει θεοῦ ἐπίσκοπος τῆς κατὰ Κίον τὴν μητρόπολιν ἁγιωτάτης ἐκκλησίας ὁρίσας ὑπεσημηνάμην: — Ὑάκινθος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Μιλησίων μητροπόλεως διὰ τῆς ἀναγνώσεως τοῖς πεπραγμένοις ἐπιστὰς σύμψηφος γενόμενος ἐν πᾶσι τοῖς ὁρισθεῖσιν ὑπεσημηνάμην: —
35Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος Βοσπόρου ὁρίσας ὑπεσημηνάμην: — Θαλάσσιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Βηρυτίων φιλοχρίστου μητροπόλεως
ὁρίσας ὑπεσημηνάμην: —183

3

.

184

Μέγας ἐλέει θεοῦ ἐπίσκοπος τῆς Βεροαίων φιλοχρίστου πόλεως τοῦ πρώτου Σύρων ἔθνους ὁρίσας ὑπέγραψα: — ὑπογραφαὶ διὰ Συριακῶν γραμμάτων: — Χριστοφόρος ἐλέει θεοῦ ἐπίσκοπος Πορφυρεῶνος ἐπαρχίας Φοινίκης παράλου
5ὁρίσας ὑπέγραψα: — Αἰθέριος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Μαριαμμιτῶν φιλοχρίστου πόλεως τῆς δευτέρας Σύρων ἐπαρχίας ὁρίσας ὑπέγραψα: — Δομετιανὸς ἐλέει θεοῦ ἐπίσκοπος τοῦ ἔθνους τῶν Ζικχῶν ὁρίσας ὑπέγραψα: — Εὐσέβιος ἐλέει θεοῦ ἐπίσκοπος Παλαιᾶς πόλεως ἁγίας τοῦ θεοῦ ἐκκλησίας ὁρίσας
10ὑπέγραψα: — Ἀναστάσιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς κατὰ Ἰωτάβην τὴν νῆσον ἁγιωτάτης τοῦ θεοῦ ἐκκλησίας τῆς τρίτης Παλαιστινῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα: — Δόμνος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Μαξιμιανουπόλεως Παλαιστίνης δευτέρας ὁρίσας ὑπέγραψα: —
15Ἀρχέλαος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Κωρυκεωτῶν πόλεως ὁρίσας ὑπέγραψα: — Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος Ζωόρων τῆς τρίτης Παλαιστινῶν ἐπαρχίας ὁρίσας ὑπέγραψα: — Ἀλέξανδρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Βαρκουσηνῶν ἤτοι Ἰουστινιανουπολιτῶν πόλεως ὁρίσας ὑπέγραψα: —
20Πελάγιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Παρνασέων πόλεως ὁρίσας ὑπέγραψα: — Εὐγένιος χάριτι θεοῦ ἐπίσκοπος τῆς κατὰ Τίον ἁγίας τοῦ θεοῦ ἐκκλησίας ὁρίσας ὑπέγραψα: — Εὐστάθιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Τιβεριουπολιτῶν πόλεως ὁρίσας ὑπέγραψα: — Ἐπιφάνιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς κατὰ Ἡράκλειαν ἁγίας τοῦ θεοῦ ἐκκλησίας
25ὁρίσας ὑπέγραψα: — Ἁβράμιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς κατὰ Κρατίαν ἁγίας τοῦ θεοῦ ἐκκλησίας ὁρίσας ὑπέγραψα: — Παῦλος ἐλέει θεοῦ ἐπίσκοπος πόλεως Στεκτορίου ὁρίσας ὑπέγραψα: — Ἀστέριος χάριτι θεοῦ ἐπίσκοπος τῆς κατὰ Ἄμαστριν ἁγιωτάτης ἐκκλησίας
30ὁρίσας ὑπέγραψα: — Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς κατὰ Καισάρειαν ἁγίας τοῦ θεοῦ ἐκκλησίας ὁρίσας ὑπέγραψα: — Ἀνδρέας ἐλέει θεοῦ ἐπίσκοπος τῆς Πελτηνῶν πόλεως ἁγίας τοῦ θεοῦ ἐκκλησίας ὁρίσας ὑπέγραψα: —
35Λεόντιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς κατὰ Ἑλενούπολιν ἁγίας τοῦ θεοῦ ἐκκλησίας
ὁρίσας ὑπέγραψα: —184

3

.

185

Ἀνδρέας ἐλέει θεοῦ ἐπίσκοπος τῆς Πανιτῶν ἤτοι Θεοδοσιουπολιτῶν ὁρίσας ὑπέγραψα: — Ἐπιτύγχανος ἐλέει θεοῦ ἐπίσκοπος τῆς κατὰ Γέρμην ἁγιωτάτης ἐκκλησίας ὁρίσας ὑπέγραψα: —
5Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Γορδηνῶν πόλεως ὁρίσας ὑπέγραψα: — Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς Τραιανουπολιτῶν Φρυγίας Πακατιανῆς ὁρίσας ὑπέγραψα: — Κυριακὸς ἐλάχιστος ἐπίσκοπος τῆς Θεοδοσιουπολιτῶν ἁγίας τοῦ θεοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας ὁρίσας ὑπέγραψα: —
10Θεοδώριτος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ἀλινδέων πόλεως ὁρίσας ὑπέγραψα: — Ματθίας ἐλέει θεοῦ ἐπίσκοπος τῆς Κυμαίων πόλεως ὁρίσας ὑπέγραψα: — Φλαβιανὸς ἐλέει θεοῦ ἐπίσκοπος τῆς ἐν Κοτένοις ἁγιωτάτης ἐκκλησίας ὁρίσας ὑπέγραψα: — Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Μιρηνῶν πόλεως ὁρίσας ὑπέγραψα: —
15Μακεδόνιος ἐλέει θεοῦ ἐπίσκοπος Βρόζου ὁρίσας ὑπέγραψα: — Μάρκελλος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ἀνεατῶν πόλεως ἐπαρχίας τῆς Ἀσίας διὰ τῆς ἀναγνώσεως τοῖς πεπραγμένοις ἐπιστὰς σύμψηφος γενόμενος ἐν πᾶσι τοῖς ὁρισθεῖσιν ὑπέγραψα: — Πέτρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ἀμβλασέων πόλεως διὰ τῆς ἀναγνώσεως τοῖς
20πεπραγμένοις ἐπιστὰς σύμψηφος γενόμενος ἐν πᾶσι τοῖς ὁρισθεῖσιν ὑπέγραψα: — Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος τῆς κατὰ Μιδάειον ἁγιωτάτης ἐκκλησίας ὁρίσας ὑπέγραψα: — Μαρτύριος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Βαρατέων πόλεως τῆς Λυκαόνων ἐπαρχίας διὰ τῆς ἀναγνώσεως ὑπέγραψα: —
25Παντολέων ἐπίσκοπος τῆς Ἰουλιουπόλεως διὰ τῆς ἀναγνώσεως ὑπέγραψα: — Ζώσιμος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ἀντανδρέων πόλεως τῆς Ἀσιανῶν ἐπαρχίας διὰ τῆς ἀναγνώσεως τοῖς πεπραγμένοις ἐπιστὰς σύμψηφος γενόμενος ἐν πᾶσι τοῖς ὁρισθεῖσιν ὑπέγραψα: — Κυριακὸς ἐλέει θεοῦ ἐπίσκοπος τῆς Σοφηνῆς ἐπαρχίας ὁρίσας ὑπέγραψα: —
30Διονύσιος ἐλέει θεοῦ ἐπίσκοπος 〈τῆς Εὐκαρπέων〉 πόλεως διὰ τῆς ἀναγνώσεως τοῖς πεπραγμένοις ἐπιστὰς σύμψηφος γενόμενος ὑπέγραψα: — ὑπογραφαὶ διὰ Συριακῶν γραμμάτων Λυκῖνος ἐλάχιστος τῆς κατὰ Πατάραν ἁγίας τοῦ θεοῦ ἐκκλησίας ἐπίσκοπος τῆς Λυκίων ἐπαρχίας διὰ τῆς ἀναγνώσεως τοῖς πεπραγμένοις ἐπιστὰς σύμψηφος
35γενόμενος ἐν πᾶσι τοῖς ὁρισθεῖσιν ὑπέγραψα: —185

3

.

186

Παῦλος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Οἰνοανδέων πόλεως ἁγιωτάτης ἐκκλησίας τῆς Λυκίων ἐπαρχίας διὰ τῆς ἀναγνώσεως τοῖς πεπραγμένοις ἐπιστὰς σύμψηφος γενόμενος ὑπέγραψα: — Ἐπιφάνιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς πατρανέων πόλεως τῆς Ἀσιανῶν ἐπαρχίας
5διὰ τῆς ἀναγνώσεως τοῖς πεπραγμένοις ἐπιστὰς ὁμοίως ὑπέγραψα: — Τρύφων χάριτι τοῦ δεσπότου θεοῦ ἐπίσκοπος τῆς Κολβασέων πόλεως, ἣ μία τῆς Παμφύλων ἐστὶν ἐπαρχίας, διὰ τῆς ἀναγνώσεως τοῖς πεπραγμένοις ἐπιστὰς ὁμοίως ὑπέγραψα: — Εὐστάθιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Τλωέων πόλεως τοῖς πεπραγμένοις ἐπιστὰς
10ὑπέγραψα: — Μάγνος ἐλέει θεοῦ πρεσβύτερος καὶ ἡγούμενος τοῦ ἀποστολικοῦ τῆς Θεουπολιτῶν θρόνου καὶ ἀποκρισιάριος τοῦ ἁγιωτάτου πατριάρχου Ἐφραιμίου ἀκολουθῶν τοῖς ὁρισθεῖσι παρὰ τῶν προγεγραμμένων ὁσίων ἡμῶν πατέρων ἐπὶ τῆι καθαι‐ ρέσει Ἀνθίμου τοῦ αἱρετικοῦ ἀλλότριον αὐτὸν ἔχω τῆς ἱερατικῆς ἀξίας καὶ αὐτοῦ
15τοῦ ὀνόματος τῶν Χριστιανῶν καὶ ὑπέγραψα: — Ἡράκλειος ἐλέει θεοῦ διάκονος καὶ ἀποκρισιάριος τοῦ ἀποστολικοῦ τῆς Θεου‐ πολιτῶν θρόνου καὶ τοῦ τὰ πάντα ἁγιωτάτου καὶ μακαριωτάτου πατριάρχου Ἐφραιμίου ἀκολουθῶν τοῖς ὁρισθεῖσι παρὰ τῶν προγεγραμμένων ὁσίων ἡμῶν πατέρων ἐπὶ τῆι καθαιρέσει Ἀνθίμου τοῦ αἱρετικοῦ ἀλλότριον αὐτὸν ἔχω τῆς
20ἱερατικῆς ἀξίας καὶ αὐτοῦ τοῦ ὀνόματος τῶν Χριστιανῶν καὶ ὑπέγραψα: — Σαβῖνος ἐλέει θεοῦ διάκονος τῆς ἁγίας Χριστοῦ τοῦ θεοῦ ἡμῶν Ἀναστάσεως πληρῶν τὰς ἀποκρίσεις Πέτρου τοῦ ἁγιωτάτου πατριάρχου Ἱεροσολύμων ἀκολουθῶν τοῖς ὁρισθεῖσι παρὰ τῶν προγεγραμμένων ὁσίων πατέρων ἡμῶν ἐπὶ τῆι καθαιρέσει Ἀνθίμου τοῦ αἱρετικοῦ ἀλλότριον αὐτὸν ἔχω τῆς ἱερατικῆς
25ἀξίας καὶ αὐτοῦ τοῦ ὀνόματος τῶν Χριστιανῶν καὶ ὑπέγραψα: — Ὁ ἁγιώτατος καὶ μακαριώτατος πατριάρχης καὶ ἡ εὐαγὴς σύνοδος εἶπε· Δέ‐ δεικται καὶ νῦν ἐπὶ τῶν πραγμάτων ἀληθὴς ὁ προφητικὸς λόγος ὅτι οὐ παροικήσει πονηρὸς τῶι θεῶι οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν αὐτοῦ. ὁποῖόν τι γεγενῆσθαι καὶ ἐπὶ Ἀνθίμωι παρέστησε τὰ ἀρτίως ἀνεγνωσμένα
30ἱερατικά τε καὶ βασιλικὰ δόγματα. οὗτος γὰρ πρώην τὴν Τραπεζουντίων ἐπισκο‐ πήσας πόλιν καὶ τῶν ὑγιῶν ἑαυτὸν ἐκδιαιτήσας δογμάτων, ἔνδυμα περιβαλόμενος προ‐ βάτου, λύκος δὲ ὢν ἅρπαξ εὐαγγελικῶς εἰπεῖν, τῶι ἀρχιερατικῶι τῆς βασιλίδος εἰσεπήδησε θρόνωι ὑποκρινόμενος μὲν τὴν ἀληθινὴν καὶ ἀμώμητον ἡμῶν πρεσβεύειν πίστιν καὶ τὰς ἁγίας τέσσαρας καὶ οἰκουμενικὰς ἀσμένως προσίεσθαι συνόδους, τήν τε ἐν Νικαίαι τῶν τιη καὶ
35τῶν ἐν Κωνσταντινουπόλει ρν καὶ τῶν ἐν Ἐφέσωι διακοσίων καὶ τῶν ἐν Χαλκηδόνι χλ σὺν τῆι ὁσίαι ἐπιστολῆι Λέοντος τοῦ μακαρίου πάπα τῆς πρεσβυτέρας Ῥώμης, συγγρα‐
φείσηι μὲν πρὸς Φλαβιανὸν τὸν τῆς βασιλίδος πόλεως πρόεδρον, ἐμφερομένηι δὲ τοῖς πε‐186

3

.

187

πραγμένοις τῆι ἐν Χαλκηδόνι εὐαγεστάτηι συνόδωι. ἐν δὲ τῶι τῆς διανοίας βάθει τὴν ἑαυτοῦ κατακρύπτων κακοπιστίαν Ἄνθιμος ὁ μνημονευθεὶς πρὸς τὴν προτέραν ἡμᾶς ἐπα‐ ναγαγεῖν ἔσπευσε ζάλην καὶ τὰς ἁπανταχοῦ ἁγίας καὶ καθολικὰς συνταράξαι ἐκκλησίας. ὡς γὰρ ἐγκρατὴς ὤιετο τῆς δολερᾶς καὶ ἀθεμίτου αὐτοῦ γεγενῆσθαι σπουδῆς, ἀθρόον
5μεταβαλὼν καὶ αὐτὸ δὴ τὸ τῆς ὑποκρίσεως ἀπεσείσατο σχῆμα καὶ ἐρρῶσθαι τοῖς ἐγγρά‐ φως παρ’ αὐτοῦ συντεθειμένοις φράσας πρὸς τὰ ὀρθὰ ἀνένευε δόγματα, οὐδαμῶς ὁμολο‐ γεῖν ἀνεχόμενος ἐν δύο φύσεσιν ἀσυγχύτως ἀτρέπτως ἀδιαιρέτως ἀχωρίστως γνωρίζεσθαι τὸν ἕνα καὶ τὸν αὐτὸν κύριον ἡμῶν καὶ θεὸν καὶ σωτῆρα Ἰησοῦν Χριστόν, μὴ συνεγνωκὼς ὁ ἠλίθιος τῶν οὕτως εὐσεβῶν ῥημάτων τὴν δύναμιν. πρόδηλον γὰρ ὡς τὸ ἀσύγχυτον
10καὶ ἀδιαίρετον ἄτρεπτόν τε καὶ ἀχώριστον καὶ τὴν ἄκραν δηλοῖ τῶν οὐσιῶν ἕνωσιν καὶ τὴν τούτων φυλάττει διαφορὰν ἐφ’ ἑνὶ προσώπωι καὶ ὑποστάσει μιᾶι. ἀλλ’ οὐδὲ τοὺς ὑπὸ τῆς ἁγίας ἐν Χαλκηδόνι κατακεκριμένους συνόδου ἀποκηρῦξαι εἵλετο, καὶ ταύτηι ὁμόφρονα δεικνὺς ἑαυτὸν τῆς Εὐτυχοῦς τοῦ παράφρονος καὶ Διοσκόρου πλάνης. καὶ τὸ δὴ χαλεπώτερον ὅτι μηδὲ τὴν ἀπὸ τῆς διδασκαλίας ὑπέμεινεν ἰατρείαν, καίτοι φιλανθρω‐
15πίας αὐτῶι βασιλικῆς ὑπηργμένης καὶ ἀνακωχῆς ἱεροπρεποῦς δεδομένης πρός τε μετάμελον ἀρκούσης καὶ πρὸς τὴν τῆς ἀληθινῆς πίστεως προαγούσης ὁμολογίαν. ὡς οὖν λαν‐ θάνων ἐπέμενε καὶ τῆι χρονίαι ἀποφυγῆι ἐναργῶς προεμήνυε πάσης τε αὐτὸν ἐστερῆσθαι ἀπολογίας καὶ ἀνιάτως πρὸς τὴν οἰκείαν ἔχειν δυσσέβειαν, καθαιρέσεως ἐπ’ αὐτῶι προ‐ ῆλθε ψῆφος, ἀρχθεῖσα μὲν ὑπὸ Ἀγαπητοῦ τοῦ τῆς ὁσίας καὶ ἀοιδίμου μνήμης προέδρου
20τῆς πρεσβυτέρας Ῥώμης, συμπερασθεῖσα δὲ παρὰ Μηνᾶ τοῦ ἁγιωτάτου τῆς βασιλίδος πατριάρχου καὶ τῆς παρ’ αὐτῶι συγκροτηθείσης εὐαγεστάτης συνόδου. κἀντεῦθεν οὐ τῆς Τραπεζουντίων μόνον ἐπισκοπῆς διαπέπτωκεν Ἄνθιμος ὁ μνημονευθείς, ἀλλὰ καὶ τῆς ἱερατικῆς ἀξίας τε καὶ ἐνεργείας τοῦ παντὸς χωρισθεὶς τῆς ἁγιωτάτης ἐκκλησίας σώματος, ἐπεὶ καὶ τῆς τοῦ καθολικοῦ ἐστέρηται προσηγορίας, ὥστε πρὸς τὴν ἀδιόρθωτον
25ἐκείνου πλάνην τὴν Ὠσηὲ ἐφαρμόζεσθαι προφητείαν ὅτι σὺ ἐπίγνωσιν ἀπώσω, κἀ‐ γὼ ἀπώσομαί σε τοῦ ἱερατεύειν. ταῦτα τῶν κατὰ τὴν βασιλίδα πόλιν πεπραγ‐ μένων διαρρήδην ἐχόντων καὶ ἡμεῖς ὁρῶντες ὀρθῶς τε καὶ κανονικῶς πάντα ἐπὶ Ἀνθίμωι προεληλυθότα καὶ τὴν τῶν κλήσεων ἐπαινέσαντες τάξιν καὶ τὴν ἐντεῦθεν ὑπηργμένην αὐτῶι φιλανθρωπίαν, κατεγνωκότες δὲ καὶ τῆς ὀλεθρίας Ἀνθίμου ἐνστάσεως σύμψηφοι
30γινόμενοι τοῖς εὖ διατετυπωμένοις ὑπὸ Ἀγαπητοῦ τοῦ τῆς ὁσίας καὶ μακαρίας μνήμης καὶ τοῖς ὡρισμένοις παρὰ Μηνᾶ τοῦ ἁγιωτάτου πατριάρχου τῆς βασιλίδος πόλεως καὶ τῆς παρ’ αὐτοῦ ἀθροισθείσης εὐαγεστάτης συνόδου, ἀκολουθοῦντες δὲ καὶ τῆι περὶ τούτων κυρώσει τοῦ θείου καὶ βασιλικοῦ νόμου προσιέμεθα τὴν ἐπὶ Ἀνθίμωι καθαίρεσιν ὡς καὶ τὴν ἀρχὴν παρὰ τοὺς ἱεροὺς εἰσφρήσαντι κανόνας τῶι ἀρχιερατικῶι τῆς βασιλίδος θρόνωι
35καὶ ἐναργεστάτην ὕστερον τῆς αὐτοῦ κακοπιστίας καὶ ἀμεταμελήτου γνώμης παρασχο‐ μένωι ἀπόδειξιν, ὡς τὴν θείαν ἐπ’ αὐτῶι πληρωθῆναι γραφὴν λέγουσαν ἐν ἡμέραις ἐλέγ‐ χου ἐν ταῖς φυλαῖς τοῦ Ἰσραὴλ ἔδειξα πιστ· ἐγένοντο οἱ ἄρχοντες Ἰούδα ὡς μετατιθέντες ὅρια, ἐπ’ αὐτοὺς ἐκχεῶ ὡς ὕδωρ τὸ ὅρμημά μου
καὶ πάλιν ἑτέραν γραφὴν ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα καὶ λόγον ὅσιον ἐβ‐187

3

.

188

δελύξαντο. κατὰ ταῦτα τοίνυν ἀλλότριον τοῦτον ὁριζόμεθα πάσης ἱερατικῆς ἀξίας τε καὶ ἐνεργείας, καὶ αὐτῆς δὲ τῆς τοῦ καθολικοῦ προσηγορίας. ὥσπερ γὰρ οὐδεμία τῶι σκότει πρὸς τὸ φῶς κοινωνία, οὕτως οὐδὲ καταρρυπαίνεσθαι τὰς ἱερὰς προσήκει λειτουργίας ὑπ’ ἀνδρῶν οὐκ εἰλικρινῶς τὸν δεσπότην πρεσβευόντων Χριστὸν τὸν ἀληθινὸν θεόν.
5Ὑπογραφαί Πέτρος ἐλέει θεοῦ ἐπίσκοπος Ἱεροσολύμων ὁρίσας ὑπεσημηνάμην· Ἠλίας ἐλέει θεοῦ ἐπίσκοπος Καισαρείας ὁρίσας ὑπεσημηνάμην: — Θεοδόσιος ἐλέει θεοῦ ἐπίσκοπος Σκυθοπόλεως ὁρίσας ὑπεσημηνάμην: — Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος Τιβεριάδος ὁρίσας ὑπεσημηνάμην: —
10Στέφανος ἐλέει θεοῦ ἐπίσκοπος Σαριφαίας ὁρίσας ὑπεσημηνάμην: — Ἀναστάσιος ἐλέει θεοῦ ἐπίσκοπος Γαβῶν ὁρίσας ὑπεσημηνάμην: — Ἐπιφάνιος ἐπίσκοπος Ῥαφείας ὁρίσας ὑπεσημηνάμην: — Ἠλίας ἐπίσκοπος Ἰόππης ὁρίσας ὑπεσημηνάμην: — Ἰωάννης ἐπίσκοπος Αὐγουστοπόλεως ὁρίσας ὑπεσημηνάμην: —
15Νικόστρατος ἐπίσκοπος Ἀβίλης ὁρίσας ὑπεσημηνάμην: — Λάζαρος ἐλέει θεοῦ ἐπίσκοπος Ἀζώτου ὁρίσας ὑπεσημηνάμην: — Λεόντιος ἐλέει θεοῦ ἐπίσκοπος Σωζούσης ὁρίσας ὑπεσημηνάμην: — Στέφανος ἐλέει θεοῦ ἐπίσκοπος Ἄρδων ὁρίσας ὑπεσημηνάμην: — Ἀναστάσιος ἐλέει θεοῦ ἐπίσκοπος Ἐλευθεροπόλεως ὁρίσας ὑπεσημηνάμην: —
20Γρηγόριος ἐλέει θεοῦ ἐπίσκοπος Ἱεριχούντων ὁρίσας ὑπεσημηνάμην: — Ἠλίας ἐλέει θεοῦ ἐπίσκοπος Ἀρεοπόλεως ὁρίσας ὑπεσημηνάμην. Θεόκτιστος ἐλάχιστος διάκονος καὶ νοτάριος τοῦ ὁσιωτάτου ἐπισκόπου Ἠλία ἔγραψα ὑπὲρ αὐτοῦ κατ’ ἐγγράφους ἐντολὰς αὐτοῦ: — Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος διάρων ὁρίσας ὑπεσημηνάμην: —
25Δημήτριος ἐλέει θεοῦ ἐπίσκοπος Χαραχμώβων ὁρίσας ὑπεσημηνάμην: — Στέφανος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Μηνυτῶν ὁρίσας ὑπεσημηνάμην: — Ζαχαρίας ἐλέει θεοῦ ἐπίσκοπος τῆς Πελλαίων ὁρίσας ὑπεσημηνάμην: — Μανουήλιος ἐλέει θεοῦ ἐπίσκοπος τοῦ Βιτυλίου ὁρίσας ὑπεσημηνάμην: — Ἀναστάσιος ἐλέει θεοῦ ἐπίσκοπος Ἰωτάβης ὁρίσας ὑπεσημηνάμην: —
30Ζηνόβιος ἐλέει θεοῦ ἐπίσκοπος Ἐλούσης ὁρίσας ὑπεσημηνάμην: — Μαρκιανὸς ἐλέει θεοῦ ἐπίσκοπος Γάζης ὁρίσας ὑπεσημηνάμην: — Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος Πετρῶν ὁρίσας ὑπεσημηνάμην: — Ζηνόβιος ἐλέει θεοῦ ἐπίσκοπος Νικοπόλεως ὁρίσας ὑπεσημηνάμην: — Ἀράξιος ἐλέει θεοῦ ἐπίσκοπος Γαδάρων ὁρίσας ὑπεσημηνάμην: —
35Προκόπιος ἐλέει θεοῦ ἐπίσκοπος Ἑλενουπόλεως ὁρίσας ὑπεσημηνάμην: — Κυριακὸς ἐλέει θεοῦ ἐπίσκοπος Διοκαισαρείας ὁρίσας ὑπεσημηνάμην: — Βάραχος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Βακάνων ὁρίσας ὑπεσημηνάμην: —
Διονύσιος ἐλέει θεοῦ ἐπίσκοπος Ἀσκάλωνος ὁρίσας ὑπεσημηνάμην: —188

3

.

189

Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος Φαινοῦς ὁρίσας ὑπεσημηνάμην: — Μακάριος ἐλέει θεοῦ ἐπίσκοπος Ἀρινδήλων ὁρίσας ὑπεσημηνάμην: — Βασίλειος ἐλέει θεοῦ ἐπίσκοπος Συκομαζόνος ὁρίσας ὑπεσημηνάμην: — Ἰωάννης ἐλέει θεοῦ ἐπίσκοπος Νέας πόλεως ὁρίσας ὑπεσημηνάμην: —
5Πέτρος ἐλέει θεοῦ ἐπίσκοπος τῶν Παρεμβολῶν ὁρίσας ὑπεσημηνάμην: — Ζαχαρίας ἐλέει θεοῦ ἐπίσκοπος τῆς Λιβισίων ὁρίσας ὑπεσημηνάμην: — Δόμνος ἐλέει θεοῦ ἐπίσκοπος Μαξιμιανουπόλεως ὁρίσας ὑπεσημηνάμην: — Πελάγιος ἐλέει θεοῦ ἐπίσκοπος Σεβαστῆς ὁρίσας ὑπεσημηνάμην: — Στέφανος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ἰαμνιτῶν ὁρίσας ὑπεσημηνάμην: —
10Παρθένιος ἐλέει θεοῦ ἐπίσκοπος Ἐξάλους ὁρίσας ὑπεσημηνάμην. Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος ἔγραψα ὑπὲρ αὐτοῦ διὰ τὸ ἐν ἀσθενείαι αὐτὸν εἶναι: — Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος Γαδάρων ὁρίσας ὑπεσημηνάμην: — Παῦλος ἐλέει θεοῦ ἐπίσκοπος τοῦ Ἀιλᾶ ὁρίσας ὑπεσημηνάμην: — Θεόδωρος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ἱππηνῶν ὁρίσας ὑπεσημηνάμην: —
15Θεοδόσιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Καπετωλιαίων ὁρίσας ὑπεσημηνάμην: — Διονύσιος ἐλέει θεοῦ ἐπίσκοπος Ἀμαθούντων ὁρίσας ὑπεσημηνάμην: — Δωρόθεος ἐλέει θεοῦ ἐπίσκοπος τῆς Ἀνθηδονιτῶν ὁρίσας ὑπεσημηνάμην: — Λόγος τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως Ἰουστινιανοῦ καταπεμφθεὶς πρὸς Μηνᾶν τὸν ἁγιώτατον καὶ μακαριώτατον ἀρχιεπίσκοπον τῆς εὐδαίμονος πόλεως καὶ πατριάρχην
20 κατὰ Ὡριγένους τοῦ δυσσεβοῦς καὶ τῶν ἀνοσίων αὐτοῦ δογμάτων Ἡμῖν μὲν ἀεὶ σπουδὴ γέγονέ τε καὶ ἐστὶ τὸ τὴν ὀρθὴν καὶ ἀμώμητον πίστιν τῶν Χριστιανῶν καὶ τὴν κατάστασιν τῆς ἁγιωτάτης τοῦ θεοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας ἀτάραχον διὰ πάντων φυλάττεσθαι καὶ ταύτην πρώτην τῶν ἄλλων τὴν φρον‐ τίδα τιθέμεθα. δι’ ἧς καὶ τὴν ἐν τῶι παρόντι κόσμωι βασιλείαν ἡμῖν ὑπὸ θεοῦ παρα‐
25δεδόσθαι καὶ φυλάττεσθαι πεπιστεύκαμεν καὶ τοὺς ἐχθροὺς τῆς ἡμετέρας πολιτείας ὑπο‐ τάττεσθαι· δι’ ἧς καὶ ἐν τῶι μέλλοντι αἰῶνι ἔλεος ἐνώπιον τῆς αὐτοῦ ἀγαθότητος εὑρεῖν ἐλπίζομεν. εἰ καὶ τὰ μάλιστα γὰρ ὁ τοῦ ἀνθρωπίνου γένους πολέμιος διαφόρους ἐφευ‐ ρίσκει προφάσεις, δι’ ὧν σπουδάζει λωβᾶσθαι ταῖς τῶν ἀνθρώπων ψυχαῖς, ἀλλ’ οὖν ἡ τοῦ θεοῦ φιλανθρωπία τὴν ἐκείνου καταργοῦσα πονηρίαν καὶ τοὺς ἐναντίους διελέγχουσα οὐ
30συγχωρεῖ τὴν ἰδίαν καταβλάπτεσθαι ἢ σκορπίζεσθαι ποίμνην. ταῦτα δὲ ἡμῖν εἴρηται, ἐπείπερ ἦλθεν εἰς ἡμᾶς ὥς τινες μὴ ἔχοντες κατὰ νοῦν τὸν τοῦ θεοῦ φόβον μηδὲ τὴν τῶν ὀρθῶν δογμάτων διάκρισιν ἐπιστάμενοι, δι’ ἧς πᾶς ὁ γινώσκων τὴν ἀλήθειαν σώιζεται, καταλείψαντες τὰς θείας γραφὰς καὶ τοὺς ἁγίους πατέρας, οὓς ἡ καθολικὴ τοῦ θεοῦ ἐκκλησία διδασκάλους ἔχει καὶ δι’ ὧν πᾶσα μὲν πανταχοῦ αἵρεσις ἀπελήλαται, ἡ δὲ ὀρθόδοξος πίστις
35σεσαφήνισται, Ὡριγένους τε καὶ τῶν Ἑλληνικῶν καὶ Ἀρειανικῶν καὶ Μανιχαικῶν αὐτοῦ δογμάτων ἀντιποιοῦνται, δι’ ὧν ἐκεῖνος εἰς βόθρον ἐνέπεσεν. οἱ δὲ τοιοῦτοι πῶς δύναν‐
ται Χριστιανοῖς συναριθμεῖσθαι προσώπου ἀντιποιούμενοι τὰ Ἑλλήνων καὶ Μανιχαίων189

3

.

190

καὶ Ἀρειανῶν καὶ τῶν ἄλλων αἱρετικῶν σπουδάσαντος παραδοῦναι; ὅστις πρὸ πάντων εἰς αὐτὴν τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα βλασφημήσας ἐτόλμησεν εἰπεῖν τὸν μὲν πατέρα μείζονα εἶναι τοῦ υἱοῦ, τὸν δὲ υἱὸν τοῦ ἁγίου πνεύματος, τὸ δὲ ἅγιον πνεῦμα τῶν ἄλλων πνευμάτων. προστέθεικε δὲ καὶ τοῦτο τῆι ἑαυτοῦ ἀσεβείαι εἰπὼν μηδὲ τὸν υἱὸν δύ‐
5νασθαι τὸν πατέρα ἰδεῖν μηδὲ τὸ ἅγιον πνεῦμα τὸν υἱόν, καὶ ὅτι ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα κτίσματά εἰσι, καὶ ὅπερ ἡμεῖς ἐσμὲν πρὸς τὸν υἱόν, τοῦτο ὁ υἱός ἐστι πρὸς τὸν πατέρα. προστίθησι δὲ ταῖς ἑαυτοῦ βλασφημίαις καὶ τοῦτο ἐν τῶι Περὶ ἀρχῶν αὐτοῦ [πρώτωι] λόγωι ἐπ’ αὐτῆς λέξεως εἰπὼν οὕτως ἐν τῆι ἐπινοουμένηι ἀρχῆι τοσοῦτον ἀριθμὸν τῶι βουλήματι αὐτοῦ ὑποστῆσαι τὸν θεὸν νοερῶν οὐσιῶν ὅσον ἠδύνατο διαρκέσαι· πεπε‐
10ρασμένην γὰρ εἶναι καὶ τὴν δύναμιν τοῦ θεοῦ λεκτέον καὶ μὴ προφάσει εὐφημίας τὴν περι‐ γραφὴν αὐτῆς περιαιρετέον. ἐὰν γὰρ ἄπειρος ἡ θεία δύναμις, ἀνάγκη αὐτὴν μηδὲ ἑαυτὴν νοεῖν· τῆι γὰρ φύσει τὸ ἄπειρον ἀπερίληπτον. πεποίηκε τοίνυν τοσαῦτα ὧν ἠδύνατο περιδράξασθαι καὶ ἔχειν αὐτὰ ὑπὸ χεῖρας καὶ συγκροτεῖν ὑπὸ τὴν αὐτοῦ πρόνοιαν, ὥσπερ καὶ τοσαύτην ὕλην κατεσκεύασεν ὅσην ἠδύνατο κατακοσμῆσαι. ποίαν ταύτης μείζονα
15βλασφημίαν κατὰ τοῦ θεοῦ προενεγκεῖν Ὡριγένης ἠδύνατο ὁ καὶ ἐπὶ τῆς ἁγίας τριάδος βαθμοὺς ἐπινοήσας πολυθείαν καὶ ἐντεῦθεν εἰσάγειν βουλόμενος, καὶ αὐτὴν δὲ τοῦ θεοῦ τὴν δύναμιν περιγραπτὴν εἶναι τερατευόμενος; κἀκεῖνο δὲ τὸ πάσης δυσσεβείας ἀνά‐ μεστον τῆς αὐτοῦ ἐστι μυθολογίας τὸ λέγειν ὅτι πάντα τὰ γένη καὶ τὰ εἴδη συναίδιά ἐστι τῶι θεῶι, καὶ ὅτι τῶν λογικῶν τὰ ἁμαρτήσαντα καὶ διὰ τοῦτο ἐκπεσόντα τῆς ἐν οἷς ἦσαν
20καταστάσεως κατὰ τὴν ἀναλογίαν τῶν οἰκείων ἁμαρτημάτων τιμωρίας χάριν σώμασιν ἐνεβλήθη καὶ καθαιρόμενα πάλιν ἀνάγονται ἐν ἧι πρότερον ἦσαν καταστάσει παντελῶς ἀποτιθέμενα τὰ σώματα καὶ πάλιν ἐκ δευτέρου καὶ τρίτου καὶ πλεονάκις διαφόροις ἐμβάλλονται σώμασι πρὸς τιμωρίας. ὑποτίθεται δὲ καὶ διαφόρους κόσμους συστῆναί τε καὶ συνίστασθαι τοῦτο μὲν παρελθόντας, τοῦτο δὲ μέλλοντας. καὶ τίς οὕτως ἐστὶν ἠλί‐
25θιος ὅστις τῶν τοιούτων ἀκούων οὐ φρίξει τὴν διάνοιαν διὰ τὴν τῆς ἀσεβείας ὑπερβολήν; τίς δὲ οὐκ ἂν βδελύξηται τὸν μανέντα Ὡριγένην τοιαύτας πλασάμενόν τε καὶ ἐγγράφως ἐκθέμενον κατὰ θεοῦ βλασφημίας; ἅστινας ὡς πᾶσι Χριστιανοῖς ἀπηγορευμένας καὶ προ‐ φανῆ τῆς δυσσεβείας ἐχούσας τὸν ἔλεγχον περισσὸν ἐνομίσαμεν ἀντιρρήσεως ἀξιῶσαι. εἰ τοίνυν ἅπαντες αἱρετικοὶ ἐπὶ ἑνὸς τυχὸν ἢ δευτέρου δόγματος παρατροπῆι ἐκβέβληνται
30τῆς ἁγιωτάτης ἐκκλησίας ὑποβληθέντες ἀναθέματι μετὰ τῶν ἰδίων δογμάτων, τίς ὅλως Χριστιανῶν ἀνέξεται Ὡριγένους τε καὶ τῶν πονηρῶν αὐτοῦ συγγραμμάτων ἀντιποι‐ εῖσθαι τοῦ τοσαύτας μὲν εἰρηκότος βλασφημίας, πᾶσι δὲ σχεδὸν αἱρετικοῖς τοσαύτην ὕλην
ἀπωλείας παρασχομένου καὶ διὰ τοῦτο καὶ παρὰ τῶν ἁγίων πατέρων ἔκπαλαι ὑπὸ ἀνά‐190

3

.

191

θεμα γενομένου μετὰ τῶν μυσαρῶν αὐτοῦ δογμάτων; εἰ γὰρ καὶ δοίη τις τὸν θεομάχον Ὡριγένην, ὅπερ καὶ παρὰ τοῖς ἄλλοις αἱρετικοῖς εὑρίσκεται, ἀναμῖξαι τινὰ τοῖς πονηροῖς αὐτοῦ συγγράμμασιν ἐκ τῶν ὀρθῶν δογμάτων, ταῦτα οὐκ ἴδια ἐκείνου καθέστηκεν, ἀλλὰ τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας ὑπάρχει. καὶ τοῦτο δὲ αὐτὸ κακούργως ἐκεῖνος καὶ πρὸς
5ἀπάτην τῶν ἁπλουστέρων ἐμηχανήσατο. ταῖς γὰρ τῶν Ἑλλήνων μυθολογίαις ἐν‐ τραφεὶς καὶ ταύτας ἐπεκτεῖναι βουλόμενος ἐσχηματίσατο τὰς θείας δῆθεν ἑρμηνεύειν γρα‐ φάς, ἵνα τούτωι τῶι τρόπωι τὰ ἑαυτοῦ μυσαρὰ δόγματα τοῖς τῶν θείων γραφῶν ὑπομνή‐ μασιν ἀναμίξας κακοήθως τὴν Ἑλληνικὴν καὶ Μανιχαικὴν αὐτοῦ πλάνην καὶ Ἀρειανικὴν μανίαν εἰσαγάγηι καὶ τοὺς μὴ ἠκριβωμένους τὰ τῆς θείας γραφῆς δυνηθῆι δελεάσαι. τί
10γὰρ ἕτερον παρὰ τὰ Πλάτωνι εἰρημένα τῶι τὴν Ἑλληνικὴν μανίαν πλατύναντι Ὡριγένης ἐξέθετο; ἢ παρὰ τίνος ἑτέρου Ἄρειος λαβὼν τὴν οἰκείαν συνεγράψατο νόσον ὁ πρὸς ὄλε‐ θρον τῆς ἑαυτοῦ ψυχῆς εἰς τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα βαθμοὺς ἐπινοήσας; ἐν τίνι δὲ οὗτος τοῦ Μανιχαίου ἀπολιμπάνεται ὁ λέγων τὰς τῶν ἀνθρώπων ψυχὰς διὰ ἁμαρτίας τοῖς σώμασι τιμωρίας χάριν ἐμβληθῆναι, ὡς δὴ πρῶτον μὲν νόας οὔσας καὶ ἁγίας δυνά‐
15μεις, ἔπειτα κόρον λαβούσας τῆς θείας θεωρίας καὶ πρὸς τὸ χεῖρον τραπείσας καὶ διὰ τοῦτο τῆς τοῦ θεοῦ ἀγάπης ἀποψυγείσας καὶ ἐντεῦθεν ψυχὰς ὀνομασθείσας καὶ τιμωρίας χάριν τοῖς σώμασιν ἐμβληθείσας; ὅπερ καὶ μόνον ἱκανὸν ἦν εἰς τελείαν αὐτοῦ κατάκρισιν οἷα τῆς Ἑλληνικῆς ὑπάρχον δυσσεβείας. τοῦ γὰρ θεοῦ εἰπόντος ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν εὑρίσκεται κατὰ τοὺς ἐκείνου ματαίους λόγους
20σῶμα μόνον δίχα ψυχῆς κατ’ εἰκόνα καὶ ὁμοίωσιν γενόμενον τοῦ θεοῦ, ἐὰν ὅλως προυπῆρχε ψυχὴ καὶ μετὰ τὸ γενέσθαι τὸ σῶμα ἐνεβλήθη ἢ κατηγγίσθη ἐν αὐτῶι, καὶ ἀνάγκη πᾶσα τοῦ λέγειν καὶ αὐτὸν τὸν θεὸν τὸν τοῦ ἀνθρώπου δημιουργὸν σῶμα ὑπάρχειν ὡς τὸ σῶμα κατ’ εἰκόνα καὶ ὁμοίωσιν ἰδίαν ποιησάμενον. πῶς δὲ δύναται εἰκὼν εἶναι τοῦ ἀσωμάτου τὸ σῶμα; δι’ ὃ μὴ γένοιτο τούτοις Χριστιανοὺς συνθέσθαι. εἰ δὲ κατὰ τὴν
25Ὡριγένους βλασφημίαν προυπῆρχον αἱ ψυχαὶ καὶ διὰ τὸ ἁμαρτῆσαι αὐτὰς τιμωρίας χάριν εἰς τὰ σώματα κατεπέμφθησαν, ἵνα παιδευθεῖσαι σωφρονήσωσιν, ἐχρῆν αὐτὰς μη‐ κέτι ἁμαρτάνειν. εἰ γὰρ πρὸς κόλασιν τῆι ψυχῆι διὰ τὴν ἁμαρτίαν ἐδόθη τὸ σῶμα, ὥστε αὐτὴν ὀδυνωμένην παιδευθῆναι πρὸς τὸ τιμᾶν τὸν θεόν, πῶς συνεργεῖ καὶ συ‐ ναγωνίζεται αὐτῆι τὸ σῶμα πρὸς τὸ ἁμαρτάνειν; δεσμοὶ γὰρ καὶ φυλακαὶ καὶ πέδαι καὶ
30συντόμως εἰπεῖν τὰ τοιαῦτα ἐφεκτικὰ τοῦ ἀδικεῖν καὶ τοῦ ἁμαρτάνειν τοῖς κολαζομένοις γίνονται. οὐ γὰρ ὅπως ὁ ἁμαρτήσας πλέον ἁμαρτήσηι, συνεργὸς αὐτῶι πρὸς τὴν ἁμαρ‐ τίαν ὁ δεσμὸς δίδοται, ἀλλ’ ὅπως παύσηται τοῦ ἁμαρτάνειν διὰ τῶν δεσμῶν βασανιζό‐ μενος. πρόδηλον τοίνυν ὅτι οὐ διὰ σωφρονισμὸν προλαβουσῶν ἁμαρτιῶν τοῖς σώ‐ μασιν ἐνεβλήθησαν αἱ ψυχαὶ κατὰ τοὺς ἐκείνου λήρους, ἀλλὰ κατὰ ταυτὸν ὁ θεὸς τό τε
35σῶμα τήν τε ψυχήν, τουτέστι τέλειον τὸν ἄνθρωπον ἐδημιούργησεν. ὅθεν τῶν διὰ
τοῦ σώματος ἡμῖν πεπραγμένων εἴτε ἀγαθῶν εἴτε φαύλων τὴν ἀνταπόδοσιν ἀναμένομεν.191

3

.

192

τοῦτο γὰρ ἡμῖν παραδίδωσιν καὶ ὁ θεῖος ἀπόστολος Παῦλος λέγων ὅτι πάντας ἡμᾶς φα‐ νερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστο, ἵνα κομίσηται ἕκα‐ στος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν εἴτε ἀγαθὸν εἴτε φαῦλον. προ‐ σέχειν τοίνυν δεῖ τοῖς τοῦ ἀποστόλου ῥήμασιν ὅτι οὐκ εἶπε κομίζεσθαι δεῖν τὸν κρινόμενον
5πρὸς ἃ ἔπραξε πρὸ τοῦ σώματος ἀλλὰ διὰ τοῦ σώματος. εἰ δὲ ἐπὶ μόνοις τοῖς διὰ τοῦ σώματος κολάζεται ἄνθρωπος παρὰ τοῦ κρίνοντος τὴν γῆν ἢ τῆς δεούσης ἀξιοῦται τιμῆς, μνήμη δὲ οὐδεμία προγενεστέρων ἁμαρτημάτων, δῆλον ὅτι οὐ προυπάρχουσι τῶν σω‐ μάτων αἱ ψυχαί· εἰ γὰρ προυπῆρχον, εἶπεν ἂν ὁ ἀπόστολος, ὥσπερ τὰ διὰ τοῦ σώματος, οὕτως καὶ τὰ πρὸ τοῦ σώματος. ὅτι δὲ αἱ τῶν ἀνθρώπων ψυχαὶ νοεραί τε καὶ λογικαὶ
10τυγχάνουσι, τῶν ὁμολογουμένων ἐστίν, ὅπερ οὐδὲ τοὺς Ὡριγένους ἀντιποιουμένους νο‐ μίζομεν ἀπαρνεῖσθαι. εἰπάτωσαν τοίνυν οἱ τὰ Ὡριγένους φρονοῦντες· αἱ ψυχαὶ αἱ αὐτῶν, εἴγε ἄρα καθὼς λέγουσι, προυπῆρχον τῶν σωμάτων, πρὶν ἢ ἐν τοῖς σώμασιν εἰ‐ σέλθωσιν, ἐν ποίαι τάξει ὑπῆρχον ἢ τί διεπράττοντο; ἐχρῆν γὰρ αὐτὰς εἰδέναι ποῦ ἦσαν, εἰ προῆσαν, καὶ πῶς ἐνταῦθα παρεγένοντο. εἰ δὲ τοῦτο αὐτοῖς ἀμήχανόν ἐστι λέγειν
15ὡς τῆς ἀληθείας μὴ οὔσης, δῆλον ὅτι μῦθοι τὰ κατ’ αὐτοὺς ὑπάρχουσιν. ἴσως δὲ ἐροῦσιν ὅτι μετὰ τὸ εἰσελθεῖν τὰς ψυχὰς ἐν τοῖς σώμασι τότε δύνανται διακρίνειν τε καὶ γινώσκειν τὰ πραττόμενα παρ’ αὐτῶν. εἰ δὲ τοῦτο εἴπωσιν, εὑρίσκεται τὸ σῶμα κατὰ τοὺς αὐτῶν ματαίους λόγους τιμιώτερον τῆς ψυχῆς οἷα χαριζόμενον αὐτῆι τὸ νοεράν τε καὶ λογικὴν γενέσθαι· ἀλλὰ τὸ λέγειν τοῦτο πάσης ἐστὶν ἀνοίας καὶ ἀτοπίας μεστόν. διὰ
20τί δὲ ὅλως, εἴπερ, ὡς λέγουσιν, προυπῆρχεν ἡ ψυχή, μαθήσεώς τινος ἢ διδαχῆς δέεται ἐν τῶι σώματι γενομένη κατὰ μικρὸν εἰσαγομένη καὶ προκόπτουσα εἰς τὰ μείζονά τε καὶ τε‐ λειότερα; εἰ γὰρ προῆν, καὶ ἐγίνωσκεν ἂν τὰ συμφέροντα μηδεμιᾶς μαθήσεως δεομένη καὶ ὡς ἐν γνώσει τυγχάνουσα διωρθοῦτο ταῖς ἐπιμελείαις καὶ εἰ τὸ πταῖσμα ἐγίνωσκεν, οὐκ ἐδιδάσκετο ὡς προεπισταμένη. εἰ δὲ διδάσκεται ὡς ἀγνοοῦσα, οὐ προήιδει· εἰ
25δὲ οὐ προήιδει, οὐ προῆν. ἀλλὰ δῆλον ὅτι οὐ προῆν. τῆς γὰρ γενέσεως ἡμῶν αἴτιός ἐστι μόνος ὁ θεός, ὅστις καθὼς οὐκ ὄντας ἡμᾶς ἐποίησεν, οὕτως καὶ γενομένους σώι‐ ζει τῆι ἰδίαι χάριτι, ἐὰν ἄξιοι καὶ ἐπιτήδειοι φανῶμεν. ὁ θεὸς γὰρ εἰπὼν ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν ἀμφότερα κατὰ ταυτὸν ἐδημιούρ‐ γησε, τουτέστι σῶμά τε πλάσας καὶ ψυχὴν νοεράν τε καὶ λογικὴν δημιουργήσας. ἅμα
30γὰρ σῶμα ἔπλασεν ὁ θεὸς καὶ τὴν ψυχὴν ἐδημιούργησε τέλειον τὸν ἄνθρωπον ἀποτελέσας· οὐδὲ γὰρ σῶμα χωρὶς ψυχῆς οὐδὲ ψυχὴ χωρὶς σώματος ἄνθρωπος. εἰ δὲ προυπῆρχεν ἡ ψυχή, καθὼς Ὡριγένης ληρεῖ, τίνος ἕνεκεν ὁ ἁγιώτατος προφήτης Ζαχαρίας εἶπε πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῶι; εἰ γὰρ προῆν, ἔδει μᾶλλον εἰπεῖν καταγ‐ γίζων ἢ καταπέμπων πνεῦμα ἀνθρώπου ἐν αὐτῶι· νῦν δὲ λέγων ὁ προφήτης πλάσσων
35δείκνυσιν ὅτι ὥσπερ τὸ σῶμα, οὕτω καὶ τὴν ψυχὴν οὐ προυπάρχουσαν ἐποίησεν ὁ θεὸς τῆι ἰδίαι δυνάμει αὐτοῦ καὶ ἀγαθότητι. καθὼς οὖν εἴρηται, τὸ κατ’ εἰκόνα καὶ ὁμοίωσιν τοῦ θεοῦ γενέσθαι τὸν ἄνθρωπον καὶ τοῦ θείου ἐμφυσήματος ἀξιωθῆναι
δηλοῖ μὴ μόνον νοερὰν καὶ λογικήν, ἀλλὰ καὶ ἀθάνατον τὴν ψυχὴν δημιουργηθῆναι192

3

.

193

πρὸς τὸ ἄρχειν πάντων τῶν ἐπὶ γῆς ποιημάτων. τοῦτο γάρ ἐστι καὶ τὸ εἰρημένον τῶι θεολόγωι Γρηγορίωι περὶ τῆς ψυχῆς, τὴν ἐκ θεοῦ καὶ θείαν καὶ τῆς ἄνωθεν εὐγενείας μετέχουσαν, οὐχ ὥς τινες φανταζόμενοι λέγουσι, τῆς θεικῆς οὐσίας ὑπάρχουσαν τὴν ψυχήν, ἀλλ’ ὡς διὰ τοῦ ἐμφυσήματος τοῦ θεοῦ γενομένην καὶ χάρισμα παρ’ αὐτοῦ
5λαβοῦσαν τοῦ νοερὰν καὶ λογικὴν καὶ ἀθάνατον εἶναι καὶ μὴ συναποθνήισκειν τῶι σώ‐ ματι καθ’ ὁμοιότητα τῶν ἀλόγων ζώιων, ἀλλὰ κατὰ χάριν μετέχειν τῆς ἄνωθεν εὐγενείας, τουτέστιν ἀθανασίας. μαρτυρεῖ δὲ τούτοις καὶ ὁ ἐν ἁγίοις Ἰωάννης ὁ Κωνσταντινου‐ πόλεως πατριάρχης ἐν τῶι ἑνδεκάτωι λόγωι τῶι εἰς τὴν κτίσιν· λέγει γὰρ οὕτως καὶ ἐνεφύσησε, φησίν, εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγέ‐
10νετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. ἐνταῦθα τινὲς τῶν ἀγνωμόνων ἐξ οἰκείων λογισμῶν κινούμενοι καὶ οὐδὲν θεοπρεπὲς ἐννοοῦντες οὔτε τὴν συγκατάβασιν τῶν ῥημά‐ των λογιζόμενοι λέγειν ἐπιχειροῦσιν ὅτι ἐκ τῆς τοῦ θεοῦ οὐσίας ἐστὶν ἡ ψυχή. ὢ τῆς μανίας, ὢ τῆς παραφροσύνης. Καὶ ταῦτα μὲν ὁ πατὴρ περὶ τῶν προκειμένων· σκόπει δὲ ὅτιπερ περὶ μὲν τῶν ἄλλων
15ἁπάντων τῶν ἐπὶ γῆς ποιημάτων εἶπεν ὁ θεὸς γενηθήτω καὶ ἐξαγαγέτω ἡ γ, καὶ ἐγένετο· περὶ δὲ τοῦ ἀνθρώπου λέγει ποιήσωμεν ἄνθρωπον καὶ οὐ μόνον ποι‐ ήσωμεν, ἀλλὰ καὶ κατ’ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν καὶ λαβὼν χοῦν ἀπὸ τῆς γῆς ταῖς ἰδίαις χερσὶν ἔπλασε τὸν ἄνθρωπον καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. ἐντεῦθεν
20τοίνυν ἔστιν ἰδεῖν πῶς ὁ θεὸς τὸν ἄνθρωπον τιμιώτερον ἐποίησε τῶν ἄλλων ἁπάντων τῶν ἐπὶ γῆς κτισμάτων. τὰ μὲν γὰρ ἄλλα πάντα λόγωι εἶπε, καὶ ἐγένετο· τὸν δέ γε ἄνθρωπον, καθὼς εἴρηται, αὐτὸς ταῖς ἰδίαις χερσὶ κατὰ τὴν θείαν γραφὴν ἐδημιούργησε. πάντα δὲ τὰ γενόμενα ὑπ’ αὐτοῦ ἐπὶ τῆς γῆς ὑπέταξε τῶι ἀνθρώπωι τῶι γενομένωι ἐν τῆι ἕκτηι ἡμέραι, ἵνα πάντων τῶν ἐπὶ τῆς γῆς κτισμάτων ἤδη προγεγονότων καὶ ἑτοι‐
25μασθέντων αὐτῶι δεσπόζηι αὐτὸς ὑπὸ τοῦ πλάστου δεσποζόμενος. τοῦτο δὲ ἡμᾶς δι‐ δάσκει καὶ ὁ ἐν ἁγίοις θεολόγος Γρηγόριος ἐν τῶι λόγωι τῶι εἰς τὴν νέαν κυριακήν· λέγει γὰρ ταῦτα οὕτω τι πρῶτον ἐν ἡμέραις ἀριθμεῖται καὶ δεύτερον καὶ τρίτον καὶ τὰ ἑξῆς ἄχρι τῆς ἑβδόμης καὶ καταπαυσίμου τῶν ἔργων ἡμέρας, αἷς καταμερίζεται τὰ γινόμενα λόγοις
30ἀρρήτοις τασσόμενα καὶ οὐκ ἀθρόως ἀναδιδόμενα τῶι πάντα δυνατῶι λόγωι, οὗ καὶ τὸ νοῆσαι μόνον καὶ εἰπεῖν ἔργον ἐστὶ παριστάμενον. εἰ δὲ τελευταῖος ὁ ἄνθρωπος ἀνε‐ δείχθη, καὶ ταῦτα χειρὶ θεοῦ καὶ εἰκόνι τετιμημένος, θαυμαστὸν οὐδέν· ἔδει γὰρ ὥσπερ βασιλεῖ προυποστῆναι τὰ βασίλεια καὶ οὕτως εἰσαχθῆναι τὸν βασιλέα πᾶσιν ἤδη δορυ‐ φορούμενον.
35 Εἰ τοίνυν κατὰ τὴν τοῦ θεολόγου Γρηγορίου διδασκαλίαν τελευταῖος ὁ ἄνθρωπος ἀνεδείχθη, καὶ ταῦτα χειρὶ θεοῦ καὶ εἰκόνι τετιμημένος, καὶ πάντα παρὰ τοῦ θεοῦ αὐτῶι προητοιμάσθη, ὥσπερ βασιλεῖ προυφίσταται τὰ βασίλεια, καὶ οὕτως εἰσήχθη παρὰ θεοῦ ὡς βασιλεὺς πᾶσιν ἤδη δορυφορούμενος, πῶς λέγουσιν οἱ κατὰ τὸν Ὡριγένην παρα‐
φρονοῦντες ὅτι προυπάρχουσαι αἱ ψυχαὶ διὰ ἁμαρτίας ἐν σώμασι καταπέμπονται ὀφεί‐193

3

.

194

λουσαι δίκας ὑποσχεῖν τῶν πρώην ἡμαρτημένων; τὸ ἔμπαλιν γὰρ ὁ ἐν ἁγίοις Γρηγόριος καὶ ὕστερον πάντων λέγει τὸν ἄνθρωπον γεγενῆσθαι καὶ τιμηθῆναι ὑπὸ θεοῦ καὶ βασιλεύειν τῶν ἐπὶ γῆς πάντων, ὅπερ τιμωρίας μὲν οὐκ ἔστι, πάσης δὲ τὸ ἐναντίον προνοίας καὶ εὐεργεσίας ἔνδειξις ὑπάρχει. σύμφωνα δὲ τοῖς τοῦ θεολόγου Γρηγορίου καὶ ὁ ἐν
5ἁγίοις Ἰωάννης ὁ Κωνσταντινουπόλεως πατριάρχης ἡμᾶς διδάσκει ἐν τῶι ἑνδεκάτωι λόγωι τῶι εἰς τὴν κτίσιν λέγων οὕτως ἀλλ’ ἴσως εἴποι τις ἄν· καὶ τίνος ἕνεκεν εἰ τιμιώτερον ἡ ψυχὴ τοῦ σώματος, τὸ ἔλαττον πρῶτον δημιουργεῖται καὶ τότε τὸ μεῖζον καὶ ὑπερέχον; οὐχ ὁρᾶις, ἀγαπητέ, ὅτι καὶ ἐπὶ τῆς κτίσεως τὸ αὐτὸ τοῦτο γέγονεν; ὥσπερ γὰρ ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ
10ἥλιος καὶ σελήνη καὶ τὰ ἄλλα πάντα ἐδημιουργήθη καὶ μετὰ ταῦτα πάντα ὁ ἄνθρωπος ὁ τούτων πάντων τὴν ἀρχὴν μέλλων ἐγχειρίζεσθαι, τὸν αὐτὸν δὴ τρόπον καὶ ἐν αὐτῆι τῆι διαπλάσει τοῦ ἀνθρώπου πρότερον τὸ σῶμα πλάττεται καὶ τότε ἡ ψυχὴ ἡ τιμιω‐ τέρα. ὃν γὰρ τρόπον τὰ ἄλογα τὰ πρὸς ὑπηρεσίαν μέλλοντα εἶναι χρήσιμα πρὸ τοῦ ἀνθρώπου δημιουργεῖται, ἵνα ἑτοίμην ἔχηι τὴν ὑπηρεσίαν ὁ μέλλων τῆς τούτων
15χρείας ἀπολαύειν, οὕτω καὶ τὸ σῶμα πρὸ τῆς ψυχῆς δημιουργεῖται, ἵνα ἐπειδὰν κατὰ τὴν ἀπόρρητον αὐτοῦ σοφίαν ἡ ψυχὴ παραχθῆι, ἔχηι τὰς οἰκείας ἐνεργείας ἐπιδείκνυσθαι διὰ τῆς τοῦ σώματος κινήσεως. Καὶ ταῦτα μὲν ὅσον ἐπιδεῖξαι τοῖς ἀκροωμένοις ὅτι τὰ αὐτὰ τοῖς ἁγίοις πατράσι φθεγγόμεθα πανταχοῦ τὴν τῶν ψυχῶν προύπαρξιν ἀναιροῦσιν· πάλιν δὲ τῆς ἁγίας
20λεγούσης γραφῆς περὶ τοῦ Ἀδὰμ καὶ τῆς Εὔας εὐλόγησεν αὐτοὺς ὁ θεὸς καὶ εἶπεν· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς, πῶς ἄρα εἰ προυπῆρχον αἱ ψυχαὶ τῶν σωμάτων, ἔμελλε κατὰ τὴν θείαν πρό‐ σταξιν αὐξάνεσθαι καὶ πληθύνεσθαι τὰ προυπάρχοντα κατὰ τοὺς ἐκείνων μύθους; καὶ πῶς εἶχεν ὁ θεὸς εὐλογῆσαι τὰς ψυχὰς ταῖς ἁμαρτίαις ἤδη ὑποπεσούσας εἰς τὸ αὐξη‐
25θῆναί τε καὶ πληθυνθῆναι; ἁμαρτήσασαι γὰρ αἱ ψυχαὶ κατάρας μᾶλλον ἤπερ εὐλογίας ἔτυχον ἄξιαι. εἰ δὲ προυπῆρχον αἱ ψυχαὶ ἐν ἑτέραι τάξει ὑπάρχουσαι κατὰ τοὺς Ὡριγένους μύθους, διὰ τί μόνον τὸν Ἀδὰμ ἔπλασεν ὁ θεός; ἆρα μόνον ἡ ψυχὴ τοῦ Ἀδὰμ τότε ἦν ἁμαρτήσασα καὶ διὰ τοῦτο ἓν σῶμα ἔπλασεν ὁ θεός; εἰ γὰρ ἦσαν πρὸ τούτου καὶ ἄλλαι ψυχαί, ἔδει καὶ ἄλλα σώματα ἅμα πλασθῆναι ὑποδεχόμενα τὰς
30ψυχάς. πῶς δὲ ἡ ἁμαρτήσασα κατὰ τοὺς αὐτῶν λόγους ψυχὴ καὶ διὰ τιμωρίαν εἰς σῶμα βληθεῖσα εἰς τὸν παράδεισον τῆς τρυφῆς παρὰ τοῦ θεοῦ ἐτέθη; εἰ γὰρ διὰ τιμω‐ ρίαν σώματι ἐνεβλήθη, οὐκ ἐν παραδείσωι τῆς τρυφῆς, ἀλλ’ ἐν κολάσεως ἂν ἀπετίθετο τόπωι. τοσοῦτον δὲ ὁ θεὸς ἠγάπησε τὸν ἄνθρωπον, ὃν μετὰ πάντα τὰ δημιουρ‐ γήματα ἔπλασεν, ὅτι καὶ μετὰ τὸ παραβῆναι αὐτὸν τὴν δοθεῖσαν αὐτῶι παρὰ τοῦ
35θεοῦ ἐντολὴν καὶ διὰ τοῦτο ἐκβληθῆναι τοῦ παραδείσου αὐξανομένου τοῦ γένους τῶν ἀνθρώπων καὶ πληθυνομένης τῆς ἁμαρτίας διὰ τὸ ἐγκεῖσθαι τὴν διάνοιαν τῶν ἀνθρώ‐ πων ἐπιμελῶς ἐπὶ τὰ χείρονα οὐ περιεῖδεν ὁ θεὸς ὡς ἀγαθὸς τὸ ἴδιον πλάσμα, ἀλλὰ δια‐ φόροις ἐνουθέτησε τρόποις τοῖς ὑπὸ τῆς ἁγίας δηλουμένοις γραφῆς. ἐπειδὴ δὲ ἐπὶ δεινοτέροις τοῖς ἀρρωστήμασι μείζονος ἐδεόμεθα καὶ τῆς θεραπείας, αὐτὸς ὁ μονογενὴς
40τοῦ θεοῦ λόγος, ὁ εἷς, τουτέστι τὸ ἓν πρόσωπον, τῆς ἁγίας τριάδος, διὰ τὴν ἑαυτοῦ194

3

.

195

φιλανθρωπίαν ἄνθρωπος γίνεται μένων θεὸς μηδὲ τὴν θεικὴν αὐτοῦ οὐσίαν ἀλλοιώσας εἰς τὴν ἀνθρωπίνην μηδὲ τὴν ἀνθρωπίνην [αὐτοῦ οὐσίαν] εἰς τὴν θεικὴν μεταβαλὼν καὶ ἔστιν εἷς καὶ ὁ αὐτὸς ἐν ἑκατέραις ταῖς φύσεσιν ἀσυγχύτως καὶ ἀδιαιρέτως γνωριζό‐ μενος. μείνας γὰρ ὅπερ ἦν, γέγονεν ὅπερ οὐκ ἦν, καὶ τὸν ὀφειλόμενον παρ’ ἡμῶν
5θάνατον ἐκ τῆς διὰ τὴν παράβασιν κατακρίσεως ἐν τῆι ἰδίαι σαρκὶ ἀναδεξάμενος ἠλευ‐ θέρωσεν ἡμᾶς τοῦ αἰωνίου θανάτου ἀπαρχὴ τῶν κεκοιμημένων γενόμενος καὶ πρωτό‐ τοκος ἀναστὰς ἐκ νεκρῶν συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις, καθὼς ἡμᾶς ἐκδιδάσκει ἡ ἀποστολικὴ παράδοσις. εἰ γὰρ καὶ τὴν ἀρχὴν ἡ ἀνθρωπίνη φύσις διὰ τὴν παρακοὴν ἐστερήθη τοῦ παραδείσου, ἀλλ’ ὅμως, ὡς εἴρηται, ὁ μονογενὴς υἱὸς
10τοῦ θεοῦ διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, τὴν ἡμετέραν φύσιν ἑνώσας ἑαυτῶι ἀδιασπάστως καθ’ ὑπόστασιν ἐν τῆι μήτραι τῆς ἁγίας ἐνδόξου θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μείζονος ἡμᾶς ἠξίωσε χάριτος τὴν ἐν οὐρανοῖς βασι‐ λείαν ἡμῖν δωρησάμενος. μαρτυρεῖ δὲ τούτοις καὶ ὁ ἐν ἁγίοις Ἰωάννης ὁ Κωνσταν‐ τινουπόλεως πατριάρχης ἐν τῶι λόγωι τῶι εἰς τὴν ἀνάληψιν λέγων οὕτως
15 ἡμεῖς οἱ τῆς γῆς ἀνάξιοι φανέντες σήμερον εἰς τὸν οὐρανὸν ἀνήχθημεν· οἱ μηδὲ τῆς κάτω ἀρχῆς ὄντες ἄξιοι πρὸς τὴν βασιλείαν ἀνέβημεν τὴν ἄνω· ὑπερέβημεν τοὺς οὐρανούς, ἐπελαβόμεθα τοῦ θρόνου τοῦ βασιλικοῦ, καὶ ἡ φύσις, δι’ ἣν ἐφύλαττε τὸν παράδεισον τὰ Χερουβίμ, αὐτὴ ἐπάνω τῶν Χερουβὶμ κάθηται σήμερον. Ἀποδέδεικται τοίνυν ὅτι οὐχ ὡς Ὡριγένης ληρεῖ, ἐν οὐρανοῖς αἱ ψυχαὶ προυπάρ‐
20χουσαι ἔπειτα ἁμαρτήσασαι κατεπέμφθησαν τιμωρίας χάριν εἰς τὰ σώματα, ἀλλ’ ἐκ τῶν ἐναντίων ἐπὶ γῆς δημιουργηθεῖσα ὅλη ἡ τοῦ ἀνθρώπου φύσις, τουτέστι σώματος καὶ ψυχῆς, διὰ τῆς ὑπερβαλλούσης τοῦ θεοῦ ἀγαθότητος τῆς ἐν οὐρανοῖς ἠξίωται βασι‐ λείας, ὥστε τοὺς ἀνθρώπους τοὺς τὴν ἐντολὴν τοῦ θεοῦ φυλάττοντάς τε καὶ πληροῦντας ἀξιοῦσθαι τῆς ἐν οὐρανοῖς τῶν ἀγγέλων διαγωγῆς, οὓς ἐν τῆι γῆι διὰ τῆς πρὸς θεὸν
25ὑμνολογίας μιμεῖσθαι προσετάχθημεν. βουλόμενος γὰρ ὁ θεὸς διὰ τὴν ἄφραστον αὐτοῦ φιλανθρωπίαν, ὃν τρόπον ἐν οὐρανοῖς ὑπὸ τῶν ἁγίων δυνάμεων δοξολογεῖται, οὕτως καὶ ἐπὶ τῆς γῆς ὑπὸ τῶν ἀνθρώπων δοξάζεσθαι, ἐδημιούργησε τὸν ἄνθρωπον δεύτερον ἄγγελον ἐπὶ τῆς γῆς, ὡς ἂν πληρωθῆι τὰ πάντα δόξης θεοῦ. ὅθεν καὶ ὁ κύριος παραδιδοὺς τοῖς ἑαυτοῦ μαθηταῖς ὅπως ὀφείλουσι προσεύχεσθαι, λέγει· πάτερ
30ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῶι καὶ ἐπὶ τῆς γῆς. σύμφωνα δὲ τοῖς παρ’ ἡμῶν εἰρημένοις καὶ ὁ ἐν ἁγίοις θεολόγος Γρηγόριος ἐν τῶι λόγωι τῶι εἰς τὸ ἅγιον πάσχα διδάσκει λέγων οὕτως τοῦτο δὴ βουληθεὶς ὁ τεχνίτης ἐπιδείξασθαι λόγος καὶ ζῶιον ἓν ἐξ ἀμφοτέρων,
35ἀοράτου τε λέγω καὶ ὁρατῆς φύσεως, δημιουργεῖ τὸν ἄνθρωπον. καὶ παρὰ μὲν τῆς ὕλης λαβὼν τὸ σῶμα ἤδη προυποστάσης, παρ’ ἑαυτοῦ δὲ ζωὴν ἐνθείς, ὃ δὴ ψυχὴν
νοερὰν καὶ εἰκόνα θεοῦ οἶδεν ὁ λόγος, οἷόν τινα κόσμον δεύτερον ἐν μικρῶι μέγαν ἐπὶ195

3

.

196

τῆς γῆς ἵστησιν, ἄγγελον ἄλλον, προσκυνητὴν μικτόν, ἐπόπτην τῆς ὁρατῆς κτίσεως, μύστην τῆς νοουμένης, βασιλέα τῶν ἐπὶ γῆς, βασιλευόμενον ἄνωθεν. Πρόσχες τοίνυν ὅτι λέγων ὁ πατὴρ ὡς ἐξ ἀμφοτέρων ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, προσέθηκεν ὅτι τὸ μὲν σῶμα ἐξ ὕλης ἤδη προυποστάσης ἔλαβε, τὴν δὲ ψυχὴν οὐδὲ
5προυπάρχειν εἶπεν οὐδὲ ἔκ τινος προυπαρχούσης οὐσίας γεγενῆσθαι, ἀλλ’ ὅτι παρ’ ἑαυτοῦ ὁ θεὸς ἐνέθηκε τὴν ζωήν, ὃ δὴ ψυχὴν νοερὰν καὶ εἰκόνα θεοῦ οἶδεν ὁ λόγος. καὶ τὸ εἰπεῖν δὲ τὸν πατέρα ὅτι βασιλέα ἐπὶ τῆς γῆς ἐποίησε τὸν ἄνθρωπον ὁ θεὸς βασι‐ λευόμενον ἄνωθεν, ἀναιρεῖ τὸ λέγειν ὡς διὰ κόλασιν ἐνεβλήθησαν αἱ ψυχαὶ τοῖς σώμασιν· τὸ γὰρ βασιλεύειν ἐπὶ τῆς γῆς καὶ ὑπὸ θεοῦ μόνου βασιλεύεσθαι οὐ τιμωρίας, ἀλλὰ
10μεγάλης ἐστὶ τῆς τοῦ θεοῦ δωρεᾶς. πρὸς τούτοις δὲ κἀκεῖνο εἰπεῖν ἀναγκαῖον ἡγού‐ μεθα πρὸς τοὺς τὴν προύπαρξιν λέγοντας ὅτι εἴπερ ἀληθὲς ἦν τὸ προυπάρχειν τὰς ψυχὰς τῶν σωμάτων, ἐγίνωσκον ἂν καὶ ἐμέμνηντο τί ἔπραττον καὶ πρὸ τοῦ εἰσελθεῖν ἐν τοῖς σώμασιν, ὥσπερ καὶ μετὰ τὴν τελευτὴν ἐπίστανται καὶ γινώσκουσι τὰ πραχθέντα αὐταῖς ἐν τοῖς σώμασιν. ἀποδείξομεν δὲ τὸ γινώσκειν τὴν ψυχὴν μετὰ τὴν ἐντεῦθεν
15ἀποβίωσιν τὰ αὐτῆι πεπραγμένα ἐξ αὐτῶν τῶν τοῦ εὐαγγελίου ῥημάτων· λέγει γὰρ ὁ δεσπότης ἡμῶν καὶ σωτὴρ Χριστὸς ἐν τῶι κατὰ Λουκᾶν εὐαγγελίωι εἰς τὴν περιοχὴν τοῦ Λαζάρου καὶ τοῦ πλουσίου ταῦτα ἄνθρωπός τις ἦν πλούσιος καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ’ ἡμέραν λαμπρῶς. πτωχὸς δέ τις ἦν ὀνόματι Λάζα‐
20ρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἀπέλειχον ἐρχόμενοι τὰ ἕλκη αὐτο. ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἁβραάμ· ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτά‐
25φη. καὶ ἐν τῶι ἅιδηι ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ ὑπάρχων ἐν βασά‐ νοις ὁρᾶι τὸν Ἁβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐ‐ το. καὶ αὐτὸς φωνήσας εἶπε· πάτερ Ἁβραάμ, ἐλέησόν με καὶ πέμ‐ ψον Λάζαρον ἵνα βάψηι τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ κα‐ ταψύξηι τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῆι φλογὶ ταύτηι. εἶπε δὲ
30Ἁβραάμ· μνήσθητι, τέκνον, ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῆι ζωῆι σου καὶ Λάζαρος ὁμοίως τὰ κακ· νῦν δὲ οὗτος παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ἡμῶν τε καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. εἶπε δ· ἐρωτῶ οὖν σε, πάτερ,
35ἵνα πέμψηις αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου, ἔχω γὰρ πέντε ἀδελ‐ φούς, ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ εἰσέλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. Αἰσχυνθήτωσαν τοίνυν οἱ Ὡριγένους ἀντιποιούμενοι καὶ ἐκ τῶν τοῦ ἁγίου
εὐαγγελίου ῥημάτων. εἰ γὰρ προυπῆρχον αἱ ψυχαὶ τῶν σωμάτων, ἐγίνωσκον ἂν196

3

.

197

καὶ τὰ πρὸ τοῦ σώματος αὐταῖς πραχθέντα, καθάπερ καὶ μετὰ τὴν ἀποβίωσιν μέμνηνται τῶν διὰ τοῦ σώματος αὐταῖς πεπραγμένων. τοῦτο γὰρ ἐκ τῶν ῥήσεων τοῦ ἁγίου εὐαγ‐ γελίου ἐδιδάχθημεν. Ὅτι δὲ ταῖς θεοπνεύστοις γραφαῖς ἀκολουθοῦντες οἱ ἅγιοι πατέρες τὰ τοιαῦτα
5κατέκριναν δόγματα σὺν Ὡριγένει τῶι ταῦτα μυθολογησαμένωι, ἐξ αὐτῶν τῶν εἰρη‐ μένων τοῖς ἁγίοις πατράσι καὶ ἤδη μὲν σαφῶς ἀπεδείξαμεν, οὐδὲν δὲ ἧττον καὶ διὰ τῶν ἐφεξῆς μαρτυριῶν τῶν ἁγίων πατέρων ἀποδείξομεν. καὶ πρῶτον τὸν ἅγιον Πέτρον ἐπίσκοπον Ἀλεξανδρείας γενόμενον καὶ μάρτυρα παραθησόμεθα τοῖς τοιούτοις ἡμῶν μαρτυροῦντα λόγοις
10Τοῦ ἁγίου Πέτρου ἐπισκόπου καὶ μάρτυρος τῆς μεγαλοπόλεως Ἀλεξανδρείας ἐκ τοῦ πρώτου λόγου περὶ τοῦ μηδὲ προυπάρχειν τὴν ψυχὴν μηδὲ ἁμαρτήσασαν διὰ τοῦτο εἰς σῶμα βληθῆναι Ἡγούμεθα τὰ περὶ τοῦ πρώτου ἐκ γῆς χοικοῦ γεγενημένου ἀνθρώπου παραθέσθαι πρὸς τὸ δεῖξαι ἕνα καὶ τὸν αὐτὸν ἐν τῶι αὐτῶι καιρῶι γενόμενον, κἂν μερικῶς ποτε ὁ
15ἔσω καὶ ἔξω λέγηται ἄνθρωπος. εἰ γὰρ καὶ κατὰ τὸν σωτήριον λόγον ὁ ποιήσας τὰ ἔξωθεν καὶ τὰ ἔσωθεν ἐποίησεν, ἀλλ’ οὖν γε ἐφάπαξ καὶ ἐν ἑνὶ καιρῶι, τουτέστι τῆι αὐτῆι ἡμέραι ὅτε εἶπεν ὁ θεὸς ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν, ὡς ἐκ τούτου εὔδηλον εἶναι ὅτι οὐκ ἀπὸ συνόδου ὡς προόντος τινὸς ἑτέρου καὶ ἀφ’ ἑτέρου τόπου συνεληλυθότος γεγένηται. εἰ γὰρ σύνοδος ἦν, τίνος ἕνεκεν
20καὶ πεποιημένον ἀνεγράφη; Καὶ μεθ’ ἕτερα· ὥστε οὐκ ἐνδέχεται πρὸ σωμάτων ἐν οὐρανῶι ἁμαρτάνειν ψυχὰς μηδὲ ὅλως πρὸ σωμάτων ὑποστάσας. τὸ μάθημα τοῦτο τῆς Ἑλληνικῆς ἐστι φιλο‐ σοφίας ξένης καὶ ἀλλοτρίας οὔσης τῶν ἐν Χριστῶι εὐσεβῶς θελόντων ζῆν. Τοῦ αὐτοῦ ἐκ τῆς μυσταγωγίας ἧς ἐποιήσατο πρὸς τὴν ἐκκλησίαν μέλλων τὸν τοῦ
25μαρτυρίου στέφανον ἀναδέχεσθαι Διὰ τοῦτο παρακαλῶ, γρηγορεῖτε, ὅτι εἰς θλῖψιν πάλιν μέλλετε εἰσελθεῖν. οἴδατε πόσους κινδύνους ὑπέμεινεν ὁ ἀναθρέψας με πατήρ μου καὶ ἐπίσκοπος Θεωνᾶς ἀπὸ τῶν μαινομένων εἰς τὰ εἴδωλα (οὗ καὶ τὸν θρόνον διεδεξάμην, εἴθε δὲ καὶ τὸν τρόπον)· ὡς δὲ καὶ ὁ μέγας Διονύσιος κατακρυπτόμενος ἀπὸ τόπων εἰς τόπους, πρὸς τούτωι καὶ Σα‐
30βελλίου θλίβοντος. τί δὲ εἴπω Ἡρακλᾶν καὶ Δημήτριον τοὺς μακαρίους ἐπισκόπους, οἵους πειρασμοὺς ὑπέστησαν ὑπὸ τοῦ μανέντος Ὡριγένους καὶ αὐτοῦ σχίσματα βαλόντος
ἐν τῆι ἐκκλησίαι τὰ καὶ ἕως σήμερον ταραχὰς αὐτῆι ἐγείροντα;197

3

.

198

Πῶς τοίνυν δύναταί τις τῶν εὖ φρονούντων ἐναντιοῦσθαι τοῖς κατὰ Ὡριγένους εἰρημένοις παρὰ τοῦ ἁγίου μάρτυρος καὶ ἐπισκόπου Ἀλεξανδρείας Πέτρου; ὅστις τὸν καλὸν ὑπὲρ Χριστοῦ ἀναδεξάμενος ἀγῶνα οὐ μόνον ἀπεκήρυξεν Ὡριγένην καὶ τὰ μυσαρὰ αὐτοῦ δόγματα, ἀλλὰ καὶ μαρτυρεῖ ὡς οἱ πρὸ αὐτοῦ ἅγιοι πατέρες πολλοὺς
5ὑπέμειναν πειρασμοὺς ἀπὸ τῆς ἐκείνου φρενοβλαβείας. Εἶπε δὲ καὶ ὁ ἐν ἁγίοις Ἀθανάσιος ἐπίσκοπος καὶ αὐτὸς Ἀλεξανδρείας γενόμενος ἐν τῶι λόγωι τῶι εἰς τὸν βίον τοῦ μακαρίου Ἀντωνίου ταῦτα Πῶς δὲ χλευάζειν ἡμᾶς τολμᾶτε λέγοντας τὸν Χριστὸν ἄνθρωπον πεφανερῶσθαι, ὅπουγε ὑμεῖς ἐκ τοῦ νοῦ τὴν ψυχὴν ὁρίζοντες φάσκετε πεπλανῆσθαι αὐτὴν καὶ πεπτω‐
10κέναι ἀπὸ τῆς ἁψῖδος τοῦ οὐρανοῦ εἰς σῶμα; Δεῖ προσέχειν τοὺς ἀκροωμένους ὅτι ὁ ἐν ἁγίοις Ἀθανάσιος σαφῶς ἐναντιοῦται τοῖς λέγουσι προυπάρχειν τὸν νοῦν καὶ ἐκ τούτου γεγενῆσθαι τὴν ψυχὴν ἁμαρτήσασαν καὶ πεπτωκυῖαν ἀπὸ τῆς ἀψῖδος τοῦ οὐρανοῦ εἰς σῶμα. Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Ἀρειανῶν δευτέρου λόγου
15 Πᾶσα ἡ φαινομένη κτίσις ἐν ἓξ ἡμέραις γέγονε καὶ τῆι μὲν πρώτηι τὸ φῶς, ὅπερ ἐκά‐ λεσεν ἡμέραν, τῆι δὲ δευτέραι τὸ στερέωμα καὶ τῆι τρίτηι συναγαγὼν τὰ ὕδατα ἔδειξε τὴν ξηρὰν καὶ τοὺς ἐν αὐτῆι ποικίλους προήγαγε καρποὺς καὶ τῆι τετάρτηι πεποίηκε τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πάντα τὸν τῶν ἀστέρων χορόν, τῆι δὲ πέμπτηι τῶν ἐν τῆι θαλάττηι ζώιων καὶ τῶν ἐν τῶι ἀέρι πετεινῶν τὴν γένεσιν ἔκτισε, τῆι δὲ ἕκτηι τετράποδα
20ἐπὶ τῆς γῆς πεποίηκε, καὶ λοιπὸν τὸν ἄνθρωπον τὸν ἐκ ψυχῆς λογικῆς καὶ σώματος, τά τε ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶ‐ ται. καὶ οὔτε τὸ φῶς ὡς ἡ νὺξ οὔτε ὁ ἥλιος ὡς ἡ σελήνη οὔτε τὰ ἄλογα ὡς ὁ λογικὸς ἄνθρωπός ἐστιν οὔτε ἄγγελοι ὡς οἱ θρόνοι οὔτε οὗτοι ὡς αἱ ἐξουσίαι, ἀλλὰ πάντα μέν ἐστι κτίσματα, ἕκαστον δὲ τῶν γενομένων κατὰ γένος τῆι ἰδίαι οὐσίαι ὡς γέγονεν, ἔστι
25τε καὶ μένει. Ἰδοὺ καὶ ὁ ἐν ἁγίοις Ἀθανάσιος παραδίδωσιν ὅτι μετὰ πάντα τὰ κτίσματα ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον τὸν ἐκ σώματος καὶ ψυχῆς νοερᾶς καὶ λογικῆς. οὐ γὰρ εἶπε τὸ σῶμα μετὰ πάντα γενέσθαι, ἵνα προυπάρχουσα ψυχὴ εἰσέλθηι ἐν αὐτῶι· ἀλλ’ εἶπε μετὰ πάντα τὰ κτίσματα τὸν ἄνθρωπον γεγενῆσθαι τὸν ἐκ ψυχῆς λογικῆς καὶ σώματος
30δεικνὺς ὅτι ἀμφότερα, τουτέστι σῶμά τε καὶ ψυχήν, ὁ θεὸς κατὰ ταυτὸν ἐδημιούργησεν. Ἐπειδὴ δὲ καὶ τοῦτο μετὰ τῶν ἄλλων Ὡριγένους βλασφημιῶν εἴρηται ὅτι ἡ τοῦ κυρίου ψυχὴ προυπῆρχε καὶ ταύτηι ὁ θεὸς λόγος ἥνωτο πρὸ τῆς ἐκ παρθένου σαρκώ‐ σεως, καὶ τὴν τοιαύτην ἀναιρῶν ληρωιδίαν ὁ αὐτὸς ὁ ἐν ἁγίοις Ἀθανάσιοις ἐν τῆι πρὸς
Ἐπίκτητον ἐπιστολῆι λέγει τάδε198

3

.

199

εἰκότως καταγνώσονται ἑαυτῶν πάντες οἱ νομίζοντες πρὸ τῆς Μαρίας εἶναι τὴν ἐξ αὐτῆς σάρκα καὶ πρὸ ταύτης ἐσχηκέναι ψυχὴν ἀνθρωπίνην τὸν θεὸν λόγον καὶ ἐν αὐτῆι πρὸ τῆς ἐπιδημίας ἀεὶ γεγενῆσθαι. Εἰ τοίνυν κατὰ τὰ εἰρημένα τῶι ἐν ἁγίοις Ἀθανασίωι ἡ ψυχὴ τοῦ κυρίου ἡμῶν
5Ἰησοῦ Χριστοῦ τοῦ κατὰ πάντα ὁμοιωθέντος ἡμῖν χωρὶς ἁμαρτίας οὐ προυπῆρχε τῆς ἐν σαρκὶ αὐτοῦ ἐπιδημίας, ποίας ἂν εἴη μανίας τὸ λέγειν τὰς ἄλλας τῶν ἀνθρώπων ψυχὰς προυπάρχειν τῶν σωμάτων; Ἀκούσωμεν δὲ πρὸς τούτοις καὶ τοῦ ἐν ἁγίοις Βασιλείου ἐν τῶι λόγωι τῶι εἰς τὸ ἐν ἀρχῆι ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν λέγοντος οὕτως
10 Ὅρα μή ποτέ σε παρακρούσηται τὸ ὁμώνυμον τῆς φωνῆς· πῶς γὰρ ἐν ἀρχῆι ἦν ὁ ἀνθρώπινος λόγος τοῦ ἀνθρώπου κάτω που λαβόντος τὴν ἀρχὴν τῆς γενέσεως; πρὸ ἀνθρώπου θηρία, πρὸ ἀνθρώπου κτήνη, τὰ ἑρπετὰ ὅσα χερσαῖα καὶ ἔνυδρα, τὰ πετεινὰ τοῦ οὐρανοῦ, ἀστέρες ἥλιος σελήνη βοτάναι γῆ θάλαττα οὐρανός. Ἰδοὺ ὁ πατὴρ σαφῶς ἡμῖν προαγορεύει μὴ συναπαχθῆναι τοῖς τοῦ Ὡριγένους
15μύθοις περὶ τῆς τῶν ψυχῶν προυπάρξεως. οὐ διδάσκει γὰρ ἡμᾶς ἐν ἀρχῆι τὸν ἀν‐ θρώπινον λόγον, τουτέστι τὴν ψυχήν, ἀλλὰ διαρρήδην βοᾶι ὅτι ἀνθρώπου γένεσις ὑστέρα ἐστι πάντων τῶν τοῦ θεοῦ κτισμάτων. εἰ τοίνυν πάντα τὰ κτίσματα πρὸ τοῦ ἀνθρώπου, πῶς προυπῆρχον αἱ ψυχαί; ὁ γὰρ πατὴρ οὐ πρὸ τοῦ σώματος, ἀλλὰ πρὸ τοῦ ἀνθρώπου, ὅπερ ἐστὶ ψυχή τε καὶ σῶμα, εἶπε τὰ πάντα γεγενῆσθαι, καὶ ἐκ
20τούτου δείκνυται ἅμα ἑκάτερον δημιουργηθῆναι. Λέγει δὲ καὶ ὁ ἐν ἁγίοις Γρηγόριος ὁ Νύσσης, ἐκ τῆς εἰς τὸν ἄνθρωπον πραγματείας Τάχα γὰρ οὐκ ἔξω τῆς προκειμένης ἡμῖν πραγματείας ἐστὶ τὸ διεξετάσαι τὸ ἀμφι‐ βαλλόμενον ταῖς ἐκκλησίαις περὶ ψυχῆς τε καὶ σώματος. τισὶ μὲν γὰρ δοκεῖ τῶν πρὸ ἡμῶν, οἷς ὁ περὶ τῶν ἀρχῶν ἐπραγματεύθη λόγος, καθάπερ τινὰ δῆμον ἐν ἰδια‐
25ζούσηι πόλει τὰς ψυχὰς προυφεστάναι λέγειν, προκεῖσθαι δὲ κἀκεῖ τὰ τῆς κακίας καὶ τῆς ἀρετῆς ὑποδείγματα, καὶ παραμένουσαν μὲν ἐν τῶι καλῶι τὴν ψυχὴν τῆς πρὸς τὸ σῶμα συμπλοκῆς μένειν ἀπείρατον, εἰ δὲ ἀπορρυῆι τῆς τοῦ ἀγαθοῦ μετουσίας, πρὸς τὸν τῆιδε βίον κατολισθαίνειν καὶ οὕτως ἐν σώματι γίνεσθαι. ἕτεροι δὲ τῆι κατὰ τὸν Μωσέα τάξει τῆς κατασκευῆς τοῦ ἀνθρώπου προσέχοντες δευτέραν εἶναι τὴν ψυχὴν
30τοῦ σώματος κατὰ τὸν χρόνον φασίν, ἐπειδὴ πρῶτον λαβὼν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς τὸν ἄνθρωπον ἔπλασεν, ἔπειτα οὕτως ἐψύχωσε διὰ τοῦ ἐμφυσήματος. Καὶ μετ’ ὀλίγα· οἱ τῶι προτέρωι παριστάμενοι λόγωι καὶ πρεσβυτέραν τῆς ἐν σαρκὶ ζωῆς τὴν πολιτείαν τῶν ψυχῶν δογματίζοντες οὔ μοι δακνοῦσι τῶν Ἑλληνικῶν καθαρεύειν 〈δογμάτων〉 τῶν περὶ τῆς μετεμψυχώσεως μεμυθολογημένων. εἰ γάρ
35τις ἀκριβῶς ἐξετάσειε, πρὸς τοῦτο κατὰ πᾶσαν ἀνάγκην τὸν λόγον αὐτοῖς εὑρήσει κατα‐
συρόμενον 〈ὅν〉 φασι τινὰ τῶν παρ’ ἐκείνοις σοφῶν εἰρηκέναι ὅτι καὶ ἀνὴρ γέγονε καὶ199

3

.

200

γυναικὸς σῶμα ἠμφιάσατο καὶ μετ’ ὀρνέων ἀνέπτη καὶ θάμνος ἔφυ καὶ τὸν ἔνυδρον ἔλαχε βίον, οὐ πόρρω τῆς ἀληθείας κατὰ τὴν ἐμὴν κρίσιν φερόμενος ὁ περὶ ἑαυτοῦ ταῦτα λέγων. ὄντως γὰρ βατράχων τινῶν ἢ κολοιῶν φλυαρίας ἢ ἀλογίας ἰχθύων ἢ δρυῶν ἀναισθησίας ἄξια τὰ τοιαῦτα δόγματα, τὸ μίαν ψυχὴν λέγειν διὰ τοσούτων
5ἐλθεῖν. τῆς δὲ τοιαύτης ἀτοπίας αὕτη ἐστὶν ἡ αἰτία, τὸ προυφεστάναι τὰς ψυχὰς οἴεσθαι· δι’ ἀκολούθου γὰρ ἡ ἀρχὴ τοῦ τοιούτου δόγματος ἐπὶ τὸ προσεχές τε καὶ παρακείμενον τὸν λόγον προάγουσα μέχρι τούτου τερατευουμένη διέξεισιν. εἰ γὰρ διά τινος κακίας ἀποσπασθεῖσα τῆς ὑψηλοτέρας ἡ ψυχὴ πολιτείας ἄνθρωπος γίνεται, ἐμπαθέστερος δὲ πάντως ὁ ἐν σαρκὶ βίος ὡμολόγηται παρὰ τὸν ἀίδιον καὶ ἀσώματον,
10ἀνάγκη πᾶσα τὴν ἐν τῶι τοιούτωι γινομένην βίωι ἐν ὧι καὶ πλείους αἱ πρὸς τὸ ἁμαρτάνειν εἰσὶν ἀφορμαί, ἐν πλείονί τινι τῆι κακίαι γενέσθαι καὶ ἐμπαθέστερον διατεθῆναι. ἀν‐ θρωπίνης δὲ ψυχῆς πάθος ἡ πρὸς τὸ ἄλογόν ἐστιν ὁμοίωσις, τούτωι δὲ προσοικει‐ ωθεῖσαν αὐτὴν εἰς κτηνώδη φύσιν μεταρρυῆναι· ἅπαξ δὲ διὰ κακίας ὁδεύουσαν μηδὲ ἐν ἀλόγωι γενομένην τῆς ἐπὶ τὸ κακὸν προόδου λήξειν ποτέ. ἡ γὰρ τοῦ κακοῦ στάσις
15ἀρχὴ τῆς κατ’ ἀρετήν ἐστιν ὁρμῆς, ἀρετὴ δὲ ἐν ἀλόγοις οὐκ ἔστιν. οὐκοῦν πρὸς τὸ χεῖρον ἐξ ἀνάγκης ἀλλοιωθήσεται πάντοτε πρὸς τὸ ἀτιμότερον προιοῦσα καὶ ἀεὶ τὸ χεῖρον τῆς ἐν ἧι ἐστι φύσεως ἐξευρίσκουσα, ὥσπερ δὲ τοῦ λογικοῦ τὸ αἰσθητὸν ὑποβέβηκεν, οὕτω καὶ ἀπὸ τούτου ἡ μετάπτωσις γίνεται. ἀλλὰ μέχρι τούτου προιὼν ὁ λόγος αὐτοῖς, εἰ καὶ ἔξω τῆς ἀληθείας φέρεται, ἀλλά γε διά τινος ἀκολουθίας ἄτοπον ἐξ ἀτόπου
20μεταλαμβάνει· τὸ δὲ ἐντεῦθεν ἤδη διὰ τῶν ἀσυναρτήτων αὐτοῖς τὸ δόγμα μυθοποιεῖται. ἡ μὲν γὰρ ἀκολουθία παντελῆ διαφθορὰν τῆς ψυχῆς ὑποδείκνυσιν· ἡ γὰρ ἅπαξ τῆς ὑψηλῆς πολιτείας ἀπολισθήσασα ἐν οὐδενὶ μέτρωι κακίας στῆναι δυνήσεται, ἀλλὰ διὰ τῆς πρὸς τὰ πάθη σχέσεως ἀπὸ μὲν τοῦ λογικοῦ πρὸς τὸ ἄλογον μεταβήσεται, ἀπ’ ἐκείνου δὲ πρὸς τὴν τῶν φυτῶν ἀναισθησίαν μετατεθήσεται· τῶι δὲ ἀναισθήτωι πως τὸ ἄψυχον,
25τούτωι δὲ τὸ ἀνύπαρκτον ἕπεται, ὥστε διόλου διὰ τῆς ἀκολουθίας πρὸς τὸ μὴ ὂν αὐτοῖς ἡ ψυχὴ μεταχωρήσει. οὐκοῦν ἀμήχανος αὐτῆι πάλιν ἔσται ἡ πρὸς τὸ κρεῖττον ἐπά‐ νοδος. ἀλλὰ μὴν ἐκ θάμνου ἐπὶ τὸν ἄνθρωπον τὴν ψυχὴν ἐπανάγουσιν. οὐκοῦν προτιμοτέραν τὴν ἐν θάμνωι ζωὴν τῆς ἀσωμάτου διαγωγῆς ἐκ τούτων ἀποδεικνύουσιν. δέδεικται γὰρ ὅτι πρὸς τὸ χεῖρον γινομένη ἡ πρόοδος τῆς ψυχῆς πρὸς τὸ κατώτερον
30κατὰ τὸ εἰκὸς ὑποβήσεται, ὑποβέβηκε δὲ τὴν ἀναίσθητον φύσιν τὸ ἄψυχον, εἰς ὃ δι’ ἀκολουθίας ἡ ἀρχὴ τοῦ δόγματος αὐτῶν τὴν ψυχὴν ἄγει. ἀλλ’ ἐπειδὴ τοῦτο οὐ βούλονται, ἢ τῶι ἀναισθήτωι τὴν ψυχὴν κατακλείουσιν ἢ εἴπερ ἐντεῦθεν ἐπὶ τὸν ἀν‐ θρώπινον αὐτὴν ἐπανάγοιεν βίον, προτιμότερον, καθὼς εἴρηται, τὸν ξυλώδη βίον τῆς πρώτης ἀποδείξουσι καταστάσεως, εἴπερ ἐκεῖθεν μὲν ἡ πρὸς κακίαν κατάπτωσις γέγονεν,
35ἐντεῦθεν δὲ ἡ πρὸς ἀρετὴν ἐπάνοδος γίνεται. οὐκοῦν ἀκέφαλός τις καὶ καὶ ἀτελὴς ὁ τοιοῦτος διελέγχεται λόγος ὁ τὰς ψυχὰς ἐφ’ ἑαυτῶν πρὸ τῆς ἐν σαρκὶ ζωῆς βιοτεύειν
κατασκευάζων καὶ διὰ κακίαν ἐνδεδέσθαι τοῖς σώμασι.200

3

.

201

Προδήλου τοίνυν οὔσης τῆς τοῦ πατρὸς διδασκαλίας καὶ ἀποκηρυττούσης τὸ λέγειν προυπάρχειν τὰς ψυχὰς τῶν σωμάτων, ἀκούσωμεν καὶ τοῦ ἐν ἁγίοις Θεοφίλου τοῦ ἐπισκόπου Ἀλεξανδρείας ἀπὸ τοῦ λόγου τοῦ γραφέντος πρός τινας μοναχοὺς τὰ Ὡριγένους φρονοῦντας λέγοντος τάδε
5 Οὐκοῦν ἀναθεματίζοντες τὸν Ὡριγένην καὶ τοὺς ἄλλους αἱρετικούς, ὥσπερ ἡμεῖς καὶ ὁ τῆς Ῥωμαίων ἁγίας ἐκκλησίας ἐπίσκοπος Ἀναστάσιος ἐκ παλαιοτέρων ἀγωνι‐ σμάτων ἔνδοξος στρατηγὸς ἐπισήμου λαοῦ χειροτονηθείς, ὧι καὶ πᾶσα ἡ τῶν μακαρίων κατὰ τὴν Δύσιν ἐπισκόπων ἕπεται σύνοδος, ἀποδεχομένη τῆς τῶν Ἀλεξανδρέων ἐκ‐ κλησίας τὴν κατὰ τοῦ ἀσεβοῦς ψῆφον.
10Τοῦ αὐτοῦ ἐκ τῆς ἐπιστολῆς τῆς πρὸς τοὺς ἐν τῆι Σκήτει ἁγίους πατέρας διὰ τοὺς ἐγ‐ καλοῦντας τὴν τῶν δογμάτων Ὡριγένους καθαίρεσιν Ἐτόλμησαν τινὲς εἰπεῖν διδάσκαλον εἶναι τῆς ἐκκλησίας Ὡριγένην. ἆρα πρέπον τῶν τοιούτων ἀνέχεσθαι; εἰ διδάσκαλός ἐστι τῆς ἐκκλησίας Ὡριγένης, μεγαλο‐ φρονοῦσιν Ἀρειανοί τε καὶ Εὐνομιανοὶ καὶ Ἕλληνες, οἳ μὲν εἰς τὸν υἱὸν καὶ εἰς τὸ πνεῦμα
15βλασφημοῦντες, οἳ δὲ μετὰ τοῦ δυσσεβεῖν ὁμοίως αὐτοῖς καὶ τὴν ἀνάστασιν τῶν νεκρῶν χλευάζοντες. Σαφὲς τοίνυν ἐκ τῶν εἰρημένων γεγένηται ὅτιπερ ὁ τοῖς ἁγίοις πατράσιν ἀκολουθῶν οὐκ ἀμφιβάλλει ὡς οἱ τὰ Ὡριγένους φρονοῦντες τῆι Ἑλληνικῆι πλάνηι καὶ Ἀρειανικῆι ἀκολουθοῦσι μανίαι.
20 Λέγει δὲ καὶ ὁ ἐν ἁγίοις Κύριλλος ἐπίσκοπος Ἀλεξανδρείας ἐκ τῆς ἐπιστολῆς τῆς πρὸς τοὺς ἐν Φουᾶι μοναχοὺς κατὰ τῶν λεγόντων μὴ εἶναι ἀνάστασιν τῶν σωμάτων τάδε Φασὶ τοίνυν τῶν ἐν ὑμῖν τινὰς ἀρνεῖσθαι τῶν ἀνθρωπίνων σωμάτων τὴν ἀνάστασιν, ὅπερ ἐστὶ μέρος τῆς ὁμολογίας ἡμῶν ἧς ποιούμεθα προσιόντες τῶι σωτηρίωι βαπτί‐ σματι. ὁμολογοῦντες γὰρ τὴν πίστιν προσεπάγομεν ὅτι πιστεύομεν καὶ τῆς σαρκὸς
25ἀνάστασιν. εἰ δ’ ἀναιροῦμεν τοῦτο καὶ οὐ πιστεύομεν ὅτι Χριστὸς ἐκ νεκρῶν ἐγή‐ γερται, ἵνα ἡμᾶς ἑαυτῶι συναναστήσηι, χωλεύουσαν ἔχομεν τὴν πίστιν καὶ τὴν βασιλικὴν ἀφέντες ὁδὸν βαδίζομεν τὴν διεστραμμένην. ἔστι δὲ ἡ τοιαύτη κακοδοξία τῆς Ὡρι‐ γένους φρενοβλαβείας, ὃν καὶ οἱ πατέρες ἡμῶν ὡς διαστρέφοντα τὴν ἀλήθειαν ἀπε‐ κήρυξαν καὶ ἀνεθεμάτισαν. οὐ γὰρ ἐφρόνησεν ὡς Χριστιανός, ἀλλὰ ταῖς Ἑλλήνων
30ἀκολουθήσας φλυαρίαις πεπλάνηται. ἡ δὲ ἀρχὴ τοῦ νοσήματος ἐντεῦθεν αὐτῶι συμβέβηκε. φησὶ γὰρ ὅτι προυπάρχουσιν αἱ ψυχαὶ τῶν σωμάτων καὶ ἀπὸ ἁγιασμοῦ παρηνέχθησαν εἰς ἐπιθυμίας πονηρὰς καὶ ἀπέστησαν θεοῦ καὶ ταύτης ἕνεκα τῆς αἰτίας κατεδίκασεν αὐτὰς καὶ ἐσωμάτωσεν, καὶ εἰσὶν ὡς ἐν δεσμωτηρίωι ἐν σαρκί. ἡ δὲ ἐκκλησία
ταῖς θεοπνεύστοις ἑπομένη γραφαῖς οὐκ οἶδε τῶν σωμάτων προυπάρχουσαν τὴν ψυχήν,201

3

.

202

ἀλλ’ οὐδὲ προαμαρτήσασαν πρὸ αὐτῶν. πῶς γὰρ ἡ μὴ ὑφεστῶσα καὶ ἁμαρτεῖν ἠδύνατο; φαμὲν δὲ ὅτι ἔπλασε μὲν ὁ τῶν ὅλων δημιουργὸς τὸ σῶμα ἐκ γῆς, ἐψύχωσε δὲ αὐτὸ ψυχῆι νοερᾶι. καὶ αὕτη ἐστὶν ἡ τοῦ ἀνθρώπου κατασκευή. Καὶ μεθ’ ἕτερα· ὅτι οὐκ ἐκ προγενεστέρων, ὥς φασιν, ἁμαρτημάτων καταδεδίκασται
5ἡ τοῦ ἀνθρώπου ψυχὴ καὶ εἰς τοῦτον κατεπέμφθη τὸν κόσμον, πιστώσεται γράφων καὶ ὁ πάνσοφος Παῦλος· τοὺς γὰρ πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστο, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν εἴτε ἀγαθὸν εἴτε φαῦλον. διὰ τί γὰρ μόνα τὰ διὰ τοῦ σώματος φανερω‐ θήσεσθαί φησι καὶ οὐχὶ δὴ μᾶλλον καὶ τὰ πρὸ τοῦ σώματος, εἴπερ ἤιδει προοῦσαν καὶ
10προαμαρτήσασαν τὴν ψυχήν; εἰ δὲ ἐπὶ μόνοις κρινόμεθα τοῖς διὰ τοῦ σώματος, οὐκ ἔχομεν δῆλον ὅτι προγενεστέραν τοῦ σώματος ἁμαρτίαν. οὐ γὰρ ὑφέστηκεν ὅλως ἡ τοῦ ἀνθρώπου ψυχὴ πρὸ αὐτοῦ. πληροφορεῖ δὲ πρὸς τοῦτο ἡμᾶς καὶ ἡ τοῦ νομικοῦ γράμματος δύναμις. εἰ γάρ, ὥς φησιν ὁ πεπλανημένος Ὡριγένης, ἐκ τῶν προ‐ γενεστέρων ἁμαρτιῶν λόγωι κολάσεως ἤτοι τιμωρίας ἐδέξατο τὸ σῶμα ἡ ψυχή, διὰ
15ποίαν αἰτίαν ἠπείλησε θάνατον τοῖς ἁμαρτάνουσιν; ἔδει γὰρ μᾶλλον τοὺς δικαίους ἀποθνήισκειν, ἵνα ἀπαλλάττωνται τῶν δεσμῶν καὶ τῆς τιμωρίας, ζῆν δὲ τοὺς ἀλιτη‐ ρίους, ἵνα κολάζωνται μὴ ἀπαλλασσόμενοι τῶν δεσμῶν. Ἐκ τῆς ἐκτεθείσης ὑπὸ τῶν κατ’ Αἴγυπτον καὶ Ἀλεξάνδρειαν ἐπισκόπων συνοδικῆς ἐπιστολῆς κατὰ τῶν Ὡριγένους δογμάτων
20 Οὗτος τοίνυν ὁ προκείμενος Ὡριγένης καθάπερ τὸ τῆς ἐρημώσεως βδέλυγμα ἐν μέσωι τῆς ἀληθοῦς ἐκκλησίας γεγένηται καὶ πρεσβύτερος χειροτονηθεὶς ὑπὸ τῆς κανονικῆς τε καὶ μιᾶς χειρὸς ἀληθινῆς εἶχε τὸ ἀξίωμα τοῦ πρεσβυτέρου ψιλόν τε καὶ μόνον καθάπερ καὶ τὸ τῆς ἀποστολῆς εἶχεν ὁ κλέπτης καὶ προδότης Ἰούδας. ἀρξαμένου γὰρ αὐτοῦ βλασφήμους ὁμιλίας ὁμιλεῖν ὁ κατ’ ἐκεῖνο καιροῦ μακαρίτης Ἡρακλᾶς ἐπίσκοπος ὡς
25ἀροτὴρ καὶ ἀμπελουργὸς φιλαλήθης τοῦ τῆς ἐκκλησίας χωρίου τυγχάνων ἐκ μέσου τοῦ καλοῦ σίτου τοῦτον ἐξέτιλεν ὡς τοῦ πονηροῦ ζιζανίου ὄντα ἀληθῶς. Καὶ μετ’ ὀλίγα· ἐκπεσὼν οὖν οὗτος ἐπὶ τὴν γῆν οὐρανόθεν ὡς ἀστραπή, καθάπερ ὁ τούτου πατὴρ ὁ διάβολος, θυμοῦ πνέων πολλοῦ καὶ δεινοῦ κατὰ τῆς ἀληθείας ἐπὶ τὴν καλουμένην Παλαιστίνην χώραν ἔπλευσε καὶ καθίσας ἐν τῆι Καισαρέων μητρο‐
30πόλει κἀκεῖσε τὸ πρόσωπον ἀποκαλύψας ὅλον ἐξ ὅλου τοῦ καλύμματος, καθάπερ ὁ ἰχθὺς ἡ σηπία παρά τισι καλουμένη, ὅσπερ αὐτῶι καθ’ ἡδονὴν ἐτύγχανε, σκοτεινόν τε καὶ μέλανα ἰὸν ἐξεμέσας ἐγγράφως ἀπετυπώσατο καὶ καθάπερ Ἰουδαικὸς κάπηλος προσχήματι ἀγαθοῦ πικρῶι γλυκὺ κατέμιξε. τί γὰρ ὁ κακομήχανος καὶ μανιώδης λέγει; ἦν, φησί, πρὸ σώματος ἡ ψυχὴ ἐν οὐρανοῖς προοῦσα, κἀκεῖσε, φησίν, ἁμαρτή‐
35σασαν ἐν φυλακῆι κατήγγισε, τουτέστιν ἐν τῶι σώματι κατέπεμψεν, εἰς καθαρισμόν,202

3

.

203

φησί, καὶ σωφρονισμὸν τῶν ἐν οὐρανοῖς αὐτῆι γεγενημένων ἁμαρτιῶν. πρῶτον ἔνθεν εὐθὺς ὁ ἀσεβέστατος μυθολογεῖ καὶ μάχεσθαι τῆι ἀληθείαι θέλει. Καὶ μετ’ ὀλίγα· εἰ δὲ προῆν ἡ ψυχὴ ἐν τοῖς οὐρανοῖς καὶ προημάρτηκεν ἐκεῖσε, καθὼς Ὡριγένης ὁ μανιώδης καὶ θεομάχος ἔφησεν, ἔδει μὴ λέγειν τὸν ἁγιώτατον προ‐
5φήτην καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῶι, ἀλλὰ μᾶλλον καταγγίζων πνεῦμα ἀνθρώπου ἐν αὐτῶι ἢ τάχα καταπέμπων. νῦν δὲ μὴ τοῦτο λέγων, ἀλλὰ πλάσσων ἐν αὐτῶι δείκνυσι τοῦτον λύκον ὄντα βαρύτατον ἐνδεδυμένον ἔξωθεν πρὸς ἀπάτην ἀπωλείας τὰ κώιδια. ὡς οὐρανόθεν γὰρ ὁ ἐπίληπτος καὶ τὰ ἐκεῖσε δια‐ τετυπωμένα ἐπιστάμενος προφανῶς οὐ μόνον προοῦσαν, ἀλλὰ καὶ προημαρτηκέναι
10τὴν ψυχὴν λέγει. Ἀποδέδεικται τοίνυν διά τε τῆς θείας γραφῆς καὶ τῶν ἁγίων πατέρων ὅτι οὐδὲ τῆι τῶν Χριστιανῶν ἀληθινῆι πίστει οὐδὲ τῶι ὀρθῶι λόγωι συμβαίνουσιν αἱ τῶν αἱ‐ ρετικῶν περὶ προυπάρξεως ψυχῶν φαντασίαι. Καὶ τοῦτο δὲ πρὸς τοῖς ἄλλοις τὴν Ὡριγένους παρίστησιν ἄνοιαν, τὸ λέγειν τὸν
15οὐρανὸν καὶ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ τὰ ὕδατα τὰ ἐπάνω τῶν οὐρανῶν ἔμψυχα καὶ λογικάς τινας εἶναι δυνάμεις. ταῦτα δὲ σαφῶς ἀπαγορεύει καὶ ὁ ἐν ἁγίοις Βασίλειος ἐν τῶι τρίτωι λόγωι τοῦ ὑπομνήματος τῆς ἑξαημέρου λέγων κατὰ τῶν Ὡριγένους δογμάτων οὕτως Ἡμῖν δὲ καὶ πρὸς τοὺς ἀπὸ τῆς ἐκκλησίας ἐστί τις λόγος περὶ τῶν διακριθέντων ὑδά‐
20των, οἳ προφάσει ἀναγωγῆς καὶ νοημάτων δῆθεν ὑψηλοτέρων εἰς ἀλληγορίαν κατέφυγον δυνάμεις λέγοντες πνευματικὰς καὶ ἀσωμάτους τροπικῶς ἐκ τῶν ὑδάτων σημαίνεσθαι καὶ ἄνω μὲν ἐπὶ τοῦ στερεώματος μεμενηκέναι τὰς κρείττους, κάτω δὲ τοῖς περιγείοις καὶ ὑλι‐ κοῖς τόποις προσαπομεῖναι τὰς πονηράς. διὰ τοῦτο δέ φασι καὶ τὰ ἐπάνω τῶν οὐρα‐ νῶν ὕδατα αἰνεῖν τὸν κύριον, τουτέστι τὰς ἀγαθὰς δυνάμεις ἀξίας οὔσας διὰ καθαρότητα
25τοῦ ἡγεμονικοῦ τὸν πρέποντα αἶνον ἀποδιδόναι τῶι κτίσαντι· τὰ δὲ ὑποκάτω τῶν οὐρανῶν ὕδατα τὰ πνευματικὰ εἶναι τῆς πονηρίας ἀπὸ τοῦ κατὰ φύσιν ὕψους εἰς τὸ τῆς κακίας βάθος καταπεσόντα, ἅπερ ὡς ταραχώδη ὄντα καὶ στασιαστικὰ καὶ τοῖς θορύβοις τῶν παθῶν κυμαινόμενα θαλάσσας ὠνομάσθαι διὰ τὸ εὐμετάβλητον καὶ ἄστατον τῶν κατὰ προαίρεσιν κινημάτων. τοὺς δὲ τοιούτους λόγους ὡς ὀνειράτων συγκρίσεις καὶ
30γραώδεις μύθους ἀποπεμψάμενοι τὸ ὕδωρ ὕδωρ νοήσωμεν καὶ τὴν διάκρισιν τὴν ὑπὸ τοῦ στερεώματος κατὰ τὴν ἀποδοθεῖσαν αἰτίαν δεξώμεθα, κἂν εἰς δοξολογίαν ποτὲ τοῦ κοινοῦ τῶν ὅλων δεσπότου τὰ ὑπεράνω τῶν οὐρανῶν παραλαμβάνηται ὕδατα, οὐ λογικὴν αὐτὰ φύσιν παρὰ τοῦτο τιθέμεθα. οὔτε γὰρ οἱ οὐρανοὶ ἔμψυχοι, ἐπειδὴ διηγοῦνται
35δόξαν θεοῦ οὐδὲ τὸ στερέωμα ζῶιον αἰσθητικόν, ἐπειδὴ ἀναγγέλλει ποίησιν τῶν
χειρῶν αὐτο.203

3

.

204

Δεῖ δὴ προσέχειν τοὺς ἀκροατὰς ὅτι τῶι εἰπεῖν τὸν πατέρα ‘πρὸς τοὺς ἀπὸ τῆς ἐκκλησίας ἐστί τις ἡμῖν λόγοσ‘ περὶ Ὡριγένους διαλέγεται τῆς τοῦ θεοῦ χάριτος καὶ τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας ἀπελαθέντος καὶ τῶν ὁμοφρόνων ἐκείνωι· οὐ γὰρ εἶπε· πρὸς τοὺς ἐν τῆι ἐκκλησίαι, ἀλλά ‘πρὸς τοὺς ἀπὸ τῆς ἐκκλησίας ἡμῖν ἐστί τις λόγοσ‘. καὶ
5διὰ μὲν τοῦ εἰπεῖν ἡμῖν τοὺς τῆς ἐκκλησίας ἐδήλωσε, διὰ δὲ τοῦ ἀπό τοὺς ταύτης ἀποπε‐ σόντας ἐσήμανεν. Ἓν δὲ καὶ μόνον τῶι δυσσεβεῖ Ὡριγένει σπούδασμα γέγονε τὸ τὴν Ἑλληνικὴν πλάνην κρατῦναι καὶ ταῖς τῶν σαθροτέρων ψυχαῖς ζιζάνια ἐγκατασπεῖραι. δι’ ὃ κἀ‐ κεῖνο τὸ γέλωτος μὲν ἄξιον, παρ’ αὐτοῦ δὲ ὅμως εἰρημένον περὶ τῆς τῶν ἀνθρώπων ἐκ νε‐
10κρῶν ἀναστάσεως προσθεῖναι συνείδομεν. λέγει γὰρ ὅτι ἐν τῆι ἀναστάσει σφαιρο‐ ειδῆ ἐγείρονται τὰ σώματα τῶν ἀνθρώπων. ὢ τῆς ἀνοίας καὶ ἀμαθίας τοῦ φρενο‐ βλαβοῦς τούτου καὶ τῶν Ἑλληνικῶν δογμάτων ἐξηγητοῦ. ὅστις τυφλώττων τὴν διάνοιαν καὶ τῆι τῶν Χριστιανῶν πίστει μύθους ἐπιμεῖξαι σπουδάσας αὐτὴν τὴν τῶν Χριστιανῶν ἐλπίδα τε καὶ σωτηρίαν, τουτέστι τὴν ἐπηγγελμένην ἡμῖν ἀνάστασιν, ἐσπού‐
15δασεν ἐνυβρίσαι μηδὲ τὴν τοῦ κυρίου ἀνάστασιν ἐντρεπόμενος. ἐγερθεὶς γὰρ ὁ κύριος ἐκ νεκρῶν καὶ ἀπαρχὴ τῶν κεκοιμημένων γενόμενος τοῖς μαθηταῖς ὤφθη καὶ ἔδειξεν αὐτοῖς καὶ τὰς διατρήσεις τῶν χειρῶν καὶ τῶν ποδῶν καὶ τὴν πληγὴν τῆς πλευρᾶς καὶ ἔφαγε μετὰ τὴν ἀνάστασιν, οὐχ ὡς τροφῆς δεόμενος, ἀλλ’ ἵνα τῶι τρόπωι τούτωι τὴν τοῦ ἀνα‐ στάντος σώματος φύσιν πιστώσηται. ἀμέλει τοι καὶ ἀναλαμβανομένου τοῦ κυρίου
20ὁ ἄγγελος πρὸς τοὺς μαθητὰς ἔλεγεν· οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευ‐ όμενον εἰς τὸν οὐρανόν. εἰ δὲ καθὼς Ὡριγένης μαίνεται, σφαιροειδὲς ἦν τὸ σῶμα τοῦ κυρίου, πῶς εἶχε δεῖξαι τὰς τῶν χειρῶν καὶ ποδῶν διατρήσεις ἢ τὴν πληγὴν τῆς πλευρᾶς; ἢ πῶς φαγεῖν ἠδύνατο ἢ ὅλως ὑπὸ τῶν μαθητῶν γνωρισθῆναι; πῶς δὲ καὶ
25τὰ τῶν ἁγίων σώματα μετὰ τὴν τοῦ κυρίου ἀνάστασιν ἐγερθέντα καὶ ὀφθέντα ἐν τῆι ἁγίαι πόλει δυνατὸν ἦν παρὰ τῶν ἄλλων γνωρισθῆναι, εἴπερ ἐν ἄλλωι σχήματι ἦν παρ’ ὅπερ ἐτύγχανεν ἐν τῆι ζωῆι; ἐν τῆι πέτραι τοίνυν τῆς πίστεως οὐκ ἐστηριγμένος ἀλλὰ τοιαύτας καὶ τούτων πολλῶι χείρους βλασφημίας ὁ δυσσεβὴς Ὡριγένης ἐκ‐ θέμενος εἰκότως ἐν τῶι καιρῶι τοῦ μαρτυρίου τὸν μὲν Χριστὸν ἀπηρνήσατο, τῆι δὲ παρ’
30αὐτοῦ εἰσαγομένηι Ἑλληνικῆι πολυθείαι προσεκύνησε. καὶ τοῦτο δὲ κατὰ θεοῦ γέγονε πρόνοιαν, ἵνα μὴ ἀντὶ μάρτυρος ἐν τῆι ἐκκλησίαι δεχθῆι καὶ ἐντεῦθεν τῆι ποίμνηι τοῦ Χριστοῦ βλάβη προσγένηται. εἰ γάρ τινές εἰσι καὶ νῦν ὁμολογοῦντες μὲν τὸ ἐκείνου πτῶμα, ἀντιποιούμενοι δὲ τῶν αὐτοῦ, πῶς οὐκ ἔμελλον τὰ αὐτοῦ ὡς μάρτυρος καὶ πατρὸς ἐκδικεῖν, εἴπερ συνέβη αὐτὸν μὴ προσκυνήσαντα τοῖς εἰδώλοις τελειωθῆναι; οὐδεὶς γὰρ
35τῆς ἀληθείας ἀντεχόμενος ἐκπίπτει θεοῦ ἢ ἐγκαταλιμπάνεται ὑπ’ αὐτοῦ κατὰ τὸ εἰρη‐ μένον τῆι θείαι γραφῆι· ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐπίστευσε τῶι κυρίωι καὶ ἐγκατελείφθη; ἢ τίς ἤλπισεν εἰς αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν;
Ὡριγένης δὲ ὁ δυσσεβὴς τὰς ἑαυτοῦ βλασφημίας οὐ μέχρις ἑαυτοῦ ἔστησεν, ἀλλὰ διὰ204

3

.

205

τῶν ἰδίων συγγραμμάτων καὶ εἰς πολλοὺς ἑτέρους τὴν οἰκείαν πλάνην παρέπεμψεν, ὥστε πάνυ ἐπ’ αὐτῶι ἁρμοδίαν εἶναι τὴν τοῦ ἁγίου ἀποστόλου Παύλου φωνὴν λέγουσαν ὅτι τινῶν μὲν αἱ ἁμαρτίαι πρόδηλοί εἰσι προάγουσαι εἰς κρίσιν, τισὶ δὲ καὶ ἐπακολουθοῦσιν. ἡ γὰρ διαδοχὴ τῆς πλάνης αὐτοῦ ἐν ταῖς τῶν σαθροτέρων
5ἕρπουσα ψυχαῖς δίδωσιν ἀκολουθεῖν αὐτῶι τὰς ἐξ ἀρχῆς ὑπ’ αὐτοῦ γενομένας ἁμαρτίας. ὡς γὰρ οὐκ ἐξαρκούσης τοῖς τὰ Ὡριγένους δοξάζουσι τῆς περὶ προυπάρξεως τῶν ψυχῶν ἀσεβείας καὶ τῶν ἄλλων αὐτοῦ ματαιολογιῶν καὶ τῶν περὶ τῆς ἁγίας τριάδος βλασφη‐ μιῶν, καὶ τοῦτο τῆι οἰκείαι προστιθέασι πλάνηι ἐκ τῶν ἐκείνου διεστραμμένων ὁδηγούμενοι λόγων τὸ λέγειν ὅτι πάντων ἀσεβῶν ἀνθρώπων καὶ πρός γε δαιμόνων ἡ κόλασις πέρας
10ἔχει καὶ ἀποκατασταθήσονται ἀσεβεῖς τε καὶ δαίμονες εἰς τὴν προτέραν αὐτῶν τάξιν. ταῦτα δὲ λέγοντες ῥαθύμους μὲν ποιοῦσι τοὺς ἀνθρώπους περὶ τὸ πληροῦν τὰς ἐντολὰς τοῦ θεοῦ, τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ ἀποτρέποντες καὶ πρὸς τὴν πλατεῖαν καὶ εὐρύ‐ χωρον ἀποπλανῶντες· ἐναντιοῦνται δὲ καθάπαξ καὶ τοῖς παρὰ τοῦ μεγάλου θεοῦ καὶ σω‐ τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ λεγομένοις. αὐτὸς γὰρ ἐν τῶι ἁγίωι εὐαγγελίωι διδάσκει
15ὡς οἱ μὲν ἀσεβεῖς ἀπελεύσονται εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. καὶ πάλιν λέγει τοῖς μὲν ἐκ δεξιῶν· δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· τοῖς δὲ ἐξ εὐωνύμων· πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῶι διαβόλωι καὶ τοῖς ἀγγέλοις αὐτο.
20φανερῶς οὖν τοῦ κυρίου διὰ τοῦ ἁγίου εὐαγγελίου ἀτελεύτητον τήν τε κόλασιν τήν τε βασιλείαν ἐπαγγελλομένου πρόδηλοι καθεστᾶσιν οὗτοι τοὺς Ὡριγένους μύθους προτι‐ μῶντες τῶν τοῦ κυρίου ἀποφάσεων. ὅπουγε κἀκεῖθεν αὐτῶν ἡ ἄνοια διελέγχεται. εἰ γάρ τις κατὰ τοὺς ἐκείνου λήρους ὑπόθοιτο πέρας ἔχειν τὴν κόλασιν, ἀνάγκη τὸν τοι‐ οῦτον καὶ τῆι ἐπηγγελμένηι τοῖς δικαίοις αἰωνίαι ζωῆι τέλος ἐπιθεῖναι· ἐξ ἴσης γὰρ ἐπ’
25ἀμφοτέρων τὸ αἰώνιον κεῖται. καὶ εἴπερ πέρας ἔχει κόλασίς τε καὶ ἀπόλαυσις, διὰ τί ἡ ἐνανθρώπησις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; διὰ τί δὲ καὶ ἡ σταύρωσις καὶ ὁ θάνατος καὶ ἡ ταφὴ καὶ ἡ ἀνάστασις τοῦ κυρίου; ποῖον δὲ ὄφελος τοῖς τὸν καλὸν ἀγῶνα ἀγωνισα‐ μένοις καὶ ὑπὲρ Χριστοῦ μαρτυρήσασιν, εἰ μέλλοιεν δαίμονές τε καὶ ἀσεβεῖς τὴν αὐτὴν τοῖς ἁγίοις τάξιν διὰ τῆς ἀποκαταστάσεως λαμβάνειν; ἀλλὰ ταῦτα μὲν ἐπὶ τὰς ἐκείνων τρα‐
30πείη κεφαλὰς τῶν ταῦτα μυθολογούντων· οἱ γὰρ τοῦ Χριστοῦ λόγοι διαμενοῦσιν ἀσάλευ‐ τοι ἐν ταῖς τῶν πιστῶν ψυχαῖς καὶ ἐν αὐτῆι τῆι τῶν πραγμάτων ἀληθείαι. οἱ δὲ τὴν Ὡριγένους ἐκδικοῦντες κακοδοξίαν φεύγοντες τοὺς περὶ τούτων ἀρραγεῖς ἐλέγχους καὶ συγκρύπτειν τὴν ἑαυτῶν πλάνην βουλόμενοι τινὰς ῥήσεις ἐκ τῶν ἁγίων πατέρων κακῶς ἐκλαμβάνοντες καὶ πρὸς τὸν ἴδιον νοῦν παρερμηνεύοντες τῆι οἰκείαι προσαρμόζουσι νόσωι,
35ὅπερ ποιοῦσι καὶ ἐπὶ τῶν θείων γραφῶν. ἡμεῖς δὲ ἐξ αὐτῶν τῶν ἁγίων πατέρων ἀπο‐ δείξομεν ματαίους εἶναι καὶ τοὺς τοιούτους αὐτῶν λόγους. λέγει τοίνυν ὁ ἐν ἁγίοις Γρηγόριος ὁ θεολόγος ἐν τῶι ἀπολογητικῶι λόγωι τάδε ἡμῖν δὲ οἷς τὸ κινδυνευόμενόν ἐστι σωτηρία ψυχῆς τῆς μακαρίας τε καὶ ἀθανάτου καὶ ἀθάνατα κολασθησομένης ἢ ἐπαινεθησομένης διὰ κακίαν ἢ ἀρετήν, πόσον χρὴ δοκεῖν
40εἶναι τὸν ἀγῶνα καὶ ὅσης δεῖν τῆς ἐπιστήμης;205

3

.

206

Καὶ ὁ αὐτὸς αὖθις ἐν τῶι εἰς τὴν πληγὴν τῆς χαλάζης λόγωι τάδε φησί Τίς ψευδὴς ἀπολογία, ποία πιθανότης ἔντεχνος, τίς ἐπίνοια κατὰ τῆς ἀληθείας παρα‐ λογιεῖται τὸ δικαστήριον καὶ κλέψει τὴν ὀρθὴν κρίσιν τοῖς πᾶσι πάντα ἐν ζυγῶι τιθεῖσαν καὶ πρᾶξιν καὶ λόγον καὶ διανόημα καὶ ἀντισηκοῦσαν τοῖς πονηροῖς τὰ βελτίονα, ἵνα τὸ
5ῥέπον νικήσηι καὶ μετὰ τοῦ πλείονος ἡ ψῆφος γένηται, μεθ’ ἣν οὐκ ἔφεσις, οὐ κριτὴς ὑψη‐ λότερος, οὐκ ἀπολογία δι’ ἔργων δευτέρων, οὐκ ἔλαιον παρὰ τῶν φρονίμων παρθένων ἢ τῶν πωλούντων ταῖς ἐκλειπούσαις λαμπάσιν, οὐ μεταμέλεια πλουσίου φλογὶ τηκομένου καὶ τοῖς οἰκείοις ἐπιζητοῦντος διόρθωσιν, οὐ προθεσμία μεταποιήσεως, ἀλλὰ καὶ μόνιμον καὶ τελευταῖον καὶ φοβερὸν τὸ κριτήριον καὶ δίκαιον πλέον ἢ ὅσον ἐπίφοβον, μᾶλλον δὲ διὰ
10τοῦτο καὶ φοβερώτερον, ὅτι δίκαιον, ἡνίκα θρόνοι τίθενται καὶ παλαιὸς ἡμερῶν προκαθέζε‐ ται καὶ βίβλοι ἀνοίγονται καὶ ποταμὸς πυρὸς ἕλκεται καὶ τὸ φῶς ἔμπροσθεν καὶ τὸ σκότος ἡτοιμασμένον καὶ πορεύονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς τῆς ἐν Χριστῶι νῦν κρυπτομένης καὶ ὕστερον αὐτῶι συμφανερουμένης, οἱ δὲ τὰ φαῦλα πράξαν‐ τες εἰς ἀνάστασιν κρίσεως, ἣν ἤδη παρὰ τοῦ κρίναντος αὐτοὺς λόγου οἱ μὴ πιστεύοντες
15κατεκρίθησαν. καὶ τοὺς μὲν τὸ ἄφραστον φῶς διαδέχεται καὶ ἡ τῆς ἁγίας καὶ βασιλικῆς θεωρία τριάδος ἐλλαμπούσης τρανότερόν τε καὶ καθαρώτερον καὶ ὅλης ὅλωι νοὶ μιγνυ‐ μένης, ἣν δὴ καὶ μόνην βασιλείαν οὐρανῶν ἐγὼ τίθεμαι· τοῖς δὲ μετὰ τῶν ἄλλων βάσανος, μᾶλλον δὲ πρὸ τῶν ἄλλων τὸ ἀπερρίφθαι θεοῦ καὶ ἡ ἐν τῶι συνειδότι αἰσχύνη πέρας οὐκ ἔχουσα.
20 Βασιλείου ἐπισκόπου Καισαρείας Καππαδοκίας ἐκ τοῦ ἀσκητικοῦ αὐτοῦ βιβλίου ἐρώτησις· Εἰ ὅπου μὲν λέγει δαρήσεται πολλάς, ὅπου δὲ ὀλίγας, πῶς λέγουσι τινὲς μὴ εἶναι τέλος τῆς κολάσεως τοῖς κολαζομένοις; ἀπόκρισις· Τὰ ἀμφίβολα καὶ ἐπικε‐ καλυμμένως εἰρῆσθαι δοκοῦντα ἔν τισι τόποις τῆς θεοπνεύστου γραφῆς ὑπὸ τῶν ἄλλων ἐν ἄλλοις ὁμολογουμένων σαφηνίζεται. τοῦ οὖν κυρίου ἀποφηναμένου ὅτι ἀπελεύσον‐
25ται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον, ποτὲ δὲ ἐκπέμποντος εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῶι διαβόλωι καὶ τοῖς ἀγγέλοις αὐτοῦ καὶ ἄλλοτε ὀνομάζοντος γέενναν πυρὸς καὶ ἐπιφέροντος ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾶι καὶ τὸ πῦρ οὐ σβέννυται, καὶ ἔτι πάλαι διὰ τοῦ προφήτου περί τινων προειρηκότος ὅτι ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει καὶ
30τὸ πῦρ οὐ σβεσθήσεται, τούτων καὶ τῶν τοιούτων πολλάκις ὑπὸ τῆς θεοπνεύστου γραφῆς λεγομένων, ἓν καὶ τοῦτο τῆς μεθοδείας τοῦ διαβόλου τὸ τοὺς πολλοὺς τῶν ἀν‐ θρώπων ὥσπερ ἐπιλαθομένους τῶν τοσούτων καὶ τοιούτων τοῦ κυρίου ἀποφάσεων τέλος κατατολμᾶν κολάσεων τῆς ἁμαρτίας εἰς τὸ μέλλον ἑαυτοῖς ὑπογράφειν. εἰ γὰρ τῆς αἰωνίου κολάσεως ἔσται ποτὲ τέλος, ἕξει πάντως καὶ ἡ αἰώνιος ζωὴ τέλος· εἰ δὲ ἐπὶ τῆς
35ζωῆς οὐχ οὕτως νοῆσαι τὸ ῥητὸν καταδεχόμεθα, ποῖον ἔχει λόγον τῆι κολάσει τῆι αἰωνίωι206

3

.

207

τέλος διδόναι; ἡ γὰρ τοῦ αἰωνίου προσθήκη ἐφ’ ἑκατέρων ἐπ’ ἴσης κεῖται· ἀπελεύσονται γάρ φησιν, οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. Τοῦ αὐτοῦ ἐκ τοῦ προτρεπτικοῦ εἰς τὸ βάπτισμα λόγου Διὰ πρόσκαιρον ἁμαρτίας ἀπόλαυσιν ἀθάνατα βασανίζομαι· δι’ ἡδονὴν σαρκὸς
5τῶι πυρὶ τῶι αἰωνίωι παραδίδομαι. Τοῦ ἐν ἁγίοις Ἰωάννου ἐπισκόπου Κωνσταντινουπόλεως ἐκ τοῦ πρὸς Θεόδωρον τὸν μοναχόν Ταῦτα ἐννόει δι’ ὅλου καὶ τὸν ποταμὸν τοῦ πυρός· ποταμὸς γὰρ πυρὸς εἷλκε πρὸ προσώπου αὐτο. οὐκ ἔστιν ἐκείνωι παραδοθέντα τῶι πυρὶ προσδοκῆσαι
10κολάσεως τέλος. ἀλλ’ αἱ μὲν ἄτοποι τοῦ βίου ἡδοναὶ τῶν σκιῶν καὶ ὀνειράτων δια‐ φέρουσιν οὐδέν, πρὶν ἢ γὰρ τελεσθῆναι τὰ τῆς ἁμαρτίας σβέννυται τὰ τῆς ἡδονῆς· αἱ δὲ ὑπὲρ τούτων κολάσεις πέρας οὐκ ἔχουσιν. Τοῦ αὐτοῦ ἐκ τοῦ ὑπομνήματος τῆς πρὸς Κορινθίους πρώτης ἐπιστολῆς Οὐ μικρὸν ἡμῖν τὸ προκείμενον ζήτημα ἐντεῦθεν, ἀλλὰ καὶ περὶ τῶν σφόδρα ἀναγ‐
15καίων. ἅπαντες ζητοῦσιν ἄνθρωποι εἰ τέλος ἔχει τὸ τῆς γεέννης πῦρ· ὅτι μὲν γὰρ οὐκ ἔχει, ὁ Χριστὸς ἀπεφήνατο λέγων· τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται καὶ ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει· καὶ ὁ Παῦλος δὲ δεικνὺς ἀθάνατον τὴν κόλασίν φησιν· οἱ ἁμαρτά‐ νοντες δίκην τίσουσιν ὄλεθρον αἰώνιον. Τῆς τοίνυν θείας γραφῆς καὶ τῶν ἁγίων πατέρων σαφῶς ἡμᾶς ἐκδιδασκόντων μὴ
20εἶναι τέλος κολάσεως τῶν ἀσεβῶν καὶ τῶν ὑπ’ ἐκείνων θεραπευομένων δαιμόνων, ποίαν ἀποκατάστασιν οἱ τὰ Ὡριγένους φρονοῦντες φαντάζονται, ἐν ὧι πέρας αἱ τιμωρίαι οὐκ ἔχουσιν; ἡ ἁγία γὰρ τοῦ θεοῦ ἐκκλησία ὥσπερ τοῖς δικαίοις ἀτελεύτητον κηρύσσει τὴν αἰώνιον ζωήν, οὕτω καὶ τοῖς ἀσεβέσιν ἀτελεύτητον κόλασιν παραδίδωσι. Καὶ ταῦτα μὲν ἐν τούτοις· ἡμεῖς δὲ ὀλίγα μὲν ἐκ πολλῶν τῆι τε θείαι γραφῆι τοῖς τε
25ἁγίοις πατράσιν εἰρημένων παραγαγεῖν συνείδομεν πρὸς τὸ ἐλέγξαι τὴν τῶν Ὡρι‐ γενιαστῶν δυσσέβειαν, βουλόμενοι δὲ πᾶν σκάνδαλον τῆς ἁγιωτάτης ἐκκλησίας ἀπελάσαι πρὸς τὸ μηδένα ῥύπον ἐν αὐτῆι καταλειφθῆναι καὶ ἀκολουθοῦντες ταῖς θείαις γραφαῖς τοῖς τε ἁγίοις πατράσι τοῖς τὸν αὐτὸν Ὡριγένην καὶ τὰ τοιαῦτα μυσαρὰ καὶ ἀσεβῆ δόγματα ἐκβαλοῦσί τε καὶ δικαίως ἀναθέματι ὑποβαλοῦσι τὴν παροῦσαν ἡμῶν ἐπιστολὴν πρὸς
30τὴν σὴν ποιούμεθα μακαριότητα, δι’ ἧς προτρέπομεν αὐτὴν συναγαγεῖν ἅπαντας τοὺς ἐνδημοῦντας κατὰ ταύτην τὴν βασιλίδα πόλιν ὁσιωτάτους ἐπισκόπους καὶ τοὺς θεοφιλε‐ στάτους τῶν ἐνταῦθα εὐαγῶν μοναστηρίων ἡγουμένους καὶ παρασκευάσαι πάντας ἐγγρά‐
φως τὸν εἰρημένον δυσσεβῆ τε καὶ θεομάχον Ὡριγένην τὸν καὶ Ἀδαμάντιον πρεσ‐207

3

.

208

βύτερον γενόμενον τῆς κατὰ Ἀλεξάνδρειαν ἁγιωτάτης ἐκκλησίας καὶ τὰ αὐτοῦ μυσαρὰ καὶ ἀσεβῆ δόγματα καὶ τὰ ὑποτεταγμένα πάντα κεφάλαια πᾶσι τρόποις ἀναθεματίσαι, ἐκπέμψαι δὲ καὶ τὰ ἴσα τῶν παρὰ τῆς σῆς μακαριότητος ταύτης ἕνεκα τῆς αἰτίας πραττο‐ μένων καὶ πρὸς τοὺς ἄλλους ἅπαντας ὁσιωτάτους ἐπισκόπους καὶ εὐαγῶν μοναστηρίων
5ἡγουμένους, ἐφ’ ὧι τε καὶ αὐτοὺς δι’ οἰκείας ὑπογραφῆς ἀναθεματίσαι Ὡριγένην καὶ τὰ μυσαρὰ αὐτοῦ δόγματα μετὰ πάντων τῶν δηλωθησομένων αἱρετικῶν, καὶ τοῦ λοιποῦ δὲ μὴ ἄλλως ἐπισκόπους χειροτονεῖσθαι ἢ μοναστηρίων ἡγουμένους, εἰ μήτι γε πρότερον μετὰ τῶν ἄλλων ἁπάντων αἱρετικῶν τῶν ἐξ ἔθους ἐν τοῖς γινομένοις λιβέλλοις ἀναθεματιζο‐ μένων, τουτέστι Σαβελλίου Ἀρείου Ἀπολιναρίου Νεστορίου Εὐτυχοῦς Διοσκόρου Τιμο‐
10θέου τοῦ Αἰλούρου καὶ Πέτρου τοῦ Μογγοῦ καὶ Ἀνθίμου Τραπεζοῦντος, Θεοδοσίου τοῦ Ἀλεξανδρέως, Πέτρου καὶ Σεβήρου τῶν πρώην Ἀντιοχείας καὶ Πέτρου τοῦ ποτὲ Ἀπα‐ μείας καὶ τὸν εἰρημένον Ὡριγένην τὸν τὴν Ἑλληνικὴν καὶ Ἀρειανικὴν μανίαν νοσήσαντα μετὰ τῶν αὐτοῦ μυσαρῶν καὶ ἀσεβῶν δογμάτων ἀναθεματίσουσι. δεῖ γὰρ ἅπασι προαγορεῦσαι τοῦ μηδένα τολμᾶν παντελῶς ἀντιποιεῖσθαι τοῦ τοιούτου αἱρετικοῦ ἢ τῶν
15αὐτοῦ ἐκθέσεων, ἀλλὰ ταύτας ἕκαστον ἐκ πάσης ψυχῆς καὶ πάσης διανοίας μισεῖν τε καὶ ἀποστρέφεσθαι καὶ ἀναθεματίζειν οἷα τῆς Χριστιανικῆς παραδόσεως ἀλλοτρίας κα‐ θεστώσας καὶ ταῖς τῶν ἁπλουστέρων ψυχαῖς μεγάλην ἐργαζομένας λύμην. Ταῦτα δὲ αὐτὰ γεγραφήκαμεν οὐ μόνον πρὸς τὴν σὴν ἁγιωσύνην, ἀλλὰ καὶ πρὸς τὸν ἁγιώτατον καὶ μακαριώτατον πάπαν τῆς πρεσβυτέρας Ῥώμης καὶ πατριάρχην
20Βιγίλιον καὶ τοὺς λοιποὺς ἅπαντας ἁγιωτάτους ἐπισκόπους καὶ πατριάρχας, τουτέστιν Ἀλεξανδρείας Θεουπόλεως καὶ Ἱεροσολύμων, ὥστε καὶ αὐτοὺς πρόνοιαν θέσθαι τοῦ ἔργωι καὶ πέρατι ταῦτα παραδοθῆναι. βουλόμενοι δὲ πάντας τοὺς Χριστιανοὺς γνῶναι ὡς τὰ Ὡριγένει συγγεγραμμένα παντελῶς ἀλλότρια τῆς ἀληθοῦς τῶν Χριστιανῶν τυγχάνει πίστεως, συνείδομεν ἐκ τῶν πολλῶν αὐτοῦ καὶ ἀμέτρων βλασφημιῶν ὀλίγας
25ἐπ’ αὐτῆς λέξεως παραθεῖναι· ἔχουσι δὲ οὕτως Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ ἀρχῶν βιβλίου I Ὅτι ὁ μὲν θεὸς καὶ πατὴρ συνέχων τὰ πάντα φθάνει εἰς ἕκαστον τῶν ὄντων μετα‐ διδοὺς ἑκάστωι ἀπὸ τοῦ ἰδίου τὸ εἶναι ὅπερ ἐστίν, ἐλαττόνως δὲ παρὰ τὸν πατέρα ὁ υἱὸς φθάνων ἐπὶ μόνα τὰ λογικά, δεύτερος γάρ ἐστι τοῦ πατρός· ἔτι δὲ ἡττόνως τὸ πνεῦμα
30τὸ ἅγιον ἐπὶ μόνους τοὺς ἁγίους διικνούμενον. ὥστε κατὰ τοῦτο μείζων ἡ δύναμις τοῦ πατρὸς παρὰ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον, πλείων δὲ ἡ τοῦ υἱοῦ παρὰ τὸ πνεῦμα τὸ
ἅγιον, καὶ πάλιν διαφέρουσα μᾶλλον τοῦ ἁγίου πνεύματος ἡ δύναμις παρὰ τὰ ἄλλα ἅγια.208

3

.

209

Ὅτι πεπερασμένη ἐστὶν ἡ τοῦ θεοῦ καὶ πατρὸς δύναμις, ἐκ τοῦ δευτέρου λόγου τοῦ αὐτοῦ βιβλίου II Πεπερασμένην γὰρ εἶναι καὶ τὴν δύναμιν τοῦ θεοῦ λεκτέον καὶ οὐ προφάσει εὐφημίας τὴν περιγραφὴν αὐτῆς περιαιρετέον. Καὶ μετ’ ὀλίγα· Πεποίηκε τοίνυν
5τοσαῦτα ὅσων ἠδύνατο περιδράξασθαι καὶ ἔχειν ὑπὸ χεῖρα καὶ συγκροτεῖν ὑπὸ τὴν ἑαυτοῦ πρόνοιαν, ὥσπερ καὶ τοσαύτην ὕλην κατεσκεύασεν ὅσην ἠδύνατο διακοσμῆσαι. Ἐκ τοῦ τετάρτου λόγου τοῦ αὐτοῦ βιβλίου III Μηδεὶς προσκοπτέτω τῶι λόγωι, εἰ μέτρα ἐπιτίθεμεν καὶ τῆι τοῦ θεοῦ δυνάμει. ἄπειρα γὰρ περιλαβεῖν τῆι φύσει ἀδύνατον τυγχάνει. ἅπαξ δὲ πεπερασμένων ὄντων ὧν
10περιδράττεται αὐτὸς ὁ θεός, ἀνάγκη ὅρον εἶναι μέχρι πόσων πεπερασμένων διαρκεῖ. Ὅτι κτίσμα καὶ γενητὸς ὁ υἱός, ἐκ τοῦ αὐτοῦ τετάρτου λόγου IIII Οὗτος δὴ ὁ υἱὸς ἐκ θελήματος τοῦ πατρὸς γεννηθείς, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου καὶ ἀπαύγασμα τῆς δόξης αὐτοῦ χαρακτήρ τε τῆς ὑπο‐ στάσεως αὐτο, πρωτότοκος πάσης κτίσεως, κτίσμα σοφία. αὕτη γὰρ
15ἡ σοφία φησίν· ὁ θεὸς ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτο. Ὅτι καὶ περιέχεται μετὰ τῶν ἄλλων κτισμάτων ὁ υἱὸς ὑπὸ τοῦ πατρὸς καὶ κατὰ πάντα μείζων ἐστὶν ὁ πατὴρ τοῦ υἱοῦ καὶ ἀόρατος αὐτῶι τυγχάνει, ἐκ τοῦ αὐτοῦ Περὶ ἀρχῶν τετάρτου λόγου V Ὁ δὲ πατὴρ ἐμπεριέχει τὰ πάντα, τῶν δὲ πάντων ἐστὶν ὁ υἱός, δῆλον ὅτι καὶ
20τὸν υἱόν. ἄλλος δέ τις ζητήσει εἰ ἀληθὲς τὸ ὁμοίως τὸν θεὸν ὑφ’ ἑαυτοῦ γινώσκεσθαι τῶι γινώσκεσθαι αὐτὸν ὑπὸ τοῦ μονογενοῦς, καὶ ἀποφανεῖται ὅτι τὸ εἰρημένον ὁ πατὴρ ὁ πέμψας με μείζων μού ἐστιν ἐν πᾶσιν ἀληθές, ὥστε καὶ ἐν τῶι νοεῖν ὁ πατὴρ μείζων, ὃς καὶ τρανοτέρως καὶ τελειοτέρως νοεῖται ὑφ’ ἑαυτοῦ ἢ ὑπὸ τοῦ υἱοῦ. Ἐκ τοῦ πρώτου λόγου τοῦ αὐτοῦ βιβλίου
25 VI Γενόμενοι τοίνυν ἡμεῖς κατ’ εἰκόνα τὸν υἱὸν πρωτότυπον ὡς ἀλήθειαν ἔχομεν τῶν ἐν ἡμῖν καλῶν τύπων· αὐτὸς δὲ ὅπερ ἡμεῖς ἐσμὲν πρὸς αὐτόν, τοιοῦτός ἐστι πρὸς τὸν
πατέρα ἀλήθειαν τυγχάνοντα.209

3

.

210

Ἐκ τοῦ αὐτοῦ λόγου VII Οὕτω τοίνυν ἡγοῦμαι καὶ ἐπὶ τοῦ σωτῆρος καλῶς ἂν λεχθήσεσθαι ὅτι εἰκὼν ἀγαθότητος θεοῦ ἐστιν, ἀλλ’ οὐκ αὐτοαγαθόν. καὶ τάχα καὶ ὁ υἱὸς ἀγαθός, ἀλλ’ οὐχ ὡς ἁπλῶς ἀγαθός, καὶ ὥσπερ εἰκών ἐστι τοῦ θεοῦ τοῦ ἀοράτου καὶ κατὰ τοῦτο θεός, ἀλλ’ οὐ
5περὶ οὗ λέγει αὐτὸς ὁ Χριστὸς ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν, οὕτως εἰκὼν τῆς ἀγαθότητος, ἀλλ’ οὐχ ὡς ὁ πατὴρ ἀπαραλλάκτως ἀγαθός. Ὅτι μετὰ τοῦ υἱοῦ καὶ τὸ ἅγιον πνεῦμα κτίσμα εἰπὼν συνηρίθμησε τοῖς ἄλλοις κτίσμασι, δι’ ὃ καὶ λειτουργικὰ αὐτὰ ζῶια καλεῖ, ἐκ τοῦ δ λόγου τοῦ Περὶ ἀρχῶν βιβλίου VIII Ὅτι μὲν οὖν πᾶν ὅ τι ποτὲ παρὰ τὸν πατέρα καὶ θεὸν τῶν ὅλων γενητόν ἐστιν,
10ἐκ τῆς ἀκολουθίας πειθόμεθα. Καὶ μετά τινα· ἔλεγε δὲ ὁ Ἑβραῖος τὰ ἐν τῶι Ἡσαίαι δύο σεραφὶμ ἑξαπτέρυγα κεκραγότα ἕτερον πρὸς τὸ ἕτερον καὶ λέγοντα ἅγιος ἅγιος ἅγιος κύριος σαβαὼθ τὸν μονογενῆ εἶναι τοῦ θεοῦ καὶ τὸ πνεῦμα τὸ ἅγιον. ἡμεῖς δὲ οἰόμεθα ὅτι καὶ τὸ ἐν τῆι ὠιδῆι Ἀμβακοὺμ ἐν μέσωι δύο ζώιων γνωσθήσηι περὶ Χριστοῦ καὶ ἁγίου πνεύματος εἴρηται.
15Ἐκ τοῦ δευτέρου λόγου τοῦ Περὶ ἀρχῶν βιβλίου, ὅτι ἄνθρωπον ψιλὸν λέγει τὸν κύριον VIIII Διὰ τοῦτο καὶ ἄνθρωπος γέγονε Χριστὸς ἐξ ἀνδραγαθήματος τούτου τυχών, ὡς μαρτυρεῖ ὁ προφήτης λέγων ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν. διὰ τοῦτο ἔχρισέ σε, ὁ θεός, ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου· ἔπρεπε δὲ τὸν μηδέποτε κεχωρισμένον τοῦ μονογενοῦς συγχρηματίσαι
20τῶι μονογενεῖ καὶ συνδοξασθῆναι αὐτῶι. Ὅτι συναίδια τοῦ θεοῦ τὰ κτίσματα, ἐκ τοῦ πρώτου λόγου τοῦ περὶ ἀρχῶν βιβλίου X Πῶς δὲ οὐκ ἄτοπον τὸ μὴ ἔχοντά τι τῶν πρεπόντων αὐτῶι τὸν θεὸν εἰς τὸ ἔχειν ἐληλυθέναι; εἰ δὲ οὐκ ἔστιν ὅτε παντοκράτωρ οὐκ ἦν, ἀεὶ εἶναι δεῖ ταῦτα δι’ ἃ παντοκράτωρ ἐστὶ καὶ ἀεὶ ἦν ὑπ’ αὐτοῦ κρατούμενα ἄρχοντι αὐτῶι χρώμενα.
25Ἐκ τοῦ αὐτοῦ λόγου XI Πάντα τὰ γένη καὶ τὰ εἴδη ἀεὶ ἦν, ἄλλος δέ τις ἐρεῖ καὶ τὸ καθ’ ἓν ἀριθμῶι· πλὴν ἑκατέρως δηλοῦται ὅτι οὐκ ἤρξατο ὁ θεὸς δημιουργεῖν ἀργήσας ποτέ. Περὶ τῆς προυπάρξεως τῶν ψυχῶν, ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ ἀρχῶν βιβλίου XII Ἐξ ἰδίας αἰτίας τῶν μὴ προσεχόντων ἑαυτοῖς ἀγρύπνως γίνονται τάχιον ἢ
30βράδιον μεταπιπτούσης, καὶ ἐπὶ πλεῖον ἢ ἐπ’ ἔλαττον, ὡς ἀπὸ ταύτης τῆς αἰτίας κρίσει210

3

.

211

θείαι συμπαραμετρούσηι τοῖς ἑκάστου βελτίοσιν ἢ χείροσι κινήμασι καὶ τὸ κατ’ ἀξίαν ὁ μέν τις ἕξει ἐν τῆι ἐσομένηι διακοσμήσει τάξιν ἀγγελικὴν ἢ δύναμιν ἀρχικὴν ἢ ἐξουσίαν τὴν ἐπὶ τινῶν ἢ θρόνον τὸν ἐπὶ βασιλευομένων ἢ κυρείαν τὴν κατὰ δούλων, οἱ δὲ οὐ πάνυ τι ἐκπεσόντες τὴν ὑπὸ τοῖς εἰρημένοις οἰκονομίαν καὶ βοήθειαν ἕξουσι. καὶ οὕτως
5κατὰ μὲν τὸ πλεῖστον ἀπὸ τῶν ὑπὸ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς θρόνους καὶ τὰς κυ‐ ριότητας, τάχα δὲ ἔσθ’ ὅτε καὶ ἀντ’ αὐτῶν συστήσεται τὸ τῶν ἀνθρώπων γένος ἐν τῶι καθ’ ἕνα κόσμωι. Ἐκ τοῦ αὐτοῦ λόγου ὅτι εἰ μεταβάλοιεν ἐπὶ τὸ κρεῖττον οἱ δαίμονες, συμπληρώσουσί ποτε ἀνθρωπότητα
10 XIII Οἶμαι δὲ δύνασθαι ἀπὸ τῶν ὑποτεταγμένων τοῖς χείροσιν ἀρχαῖς καὶ ἐξουσίαις καὶ κοσμοκράτορσι καθ’ ἕκαστον κόσμον ἢ τινὰς κόσμους ἐνίους τάχιον εὐεργετουμένους καὶ βουλησομένους ἐξ αὐτῶν μεταβαλεῖν συμπληρώσειν ποτὲ ἀνθρωπότητα. Περὶ τῆς τῶν ἄνωθεν εἰς σῶμα καταγωγῆς XIIII Οὕτω δὴ ποικιλωτάτου κόσμου τυγχάνοντος καὶ τοσαῦτα διάφορα λογικὰ
15περιέχοντος τί ἄλλο χρὴ λέγειν αἴτιον γεγονέναι τοῦ ὑποστῆναι αὐτὸν ἢ τὸ ποικίλον τῆς ἀποπτώσεως τῶν οὐχ ὁμοίως τῆς ἑνάδος ἀπορρεόντων; Ὅτι καὶ τὸν ἔνυδρον ἔσθ’ ὅτε αἱρεῖται βίον ἡ ψυχή, ἐκ τοῦ δευτέρου λόγου τοῦ Περὶ ἀρχῶν βιβλίου XV Ἡ ψυχὴ ἀπορρέουσα τοῦ καλοῦ καὶ τῆι κακίαι προσκλινομένη καὶ ἐπὶ πλεῖον
20ἐν ταύτηι γινομένη, εἰ μὴ ὑποστρέφοι, ὑπὸ τῆς ἀνοίας ἀποκτηνοῦται καὶ ὑπὸ τῆς πονη‐ ρίας ἀποθηριοῦται. Καὶ μετ’ ὀλίγα· καὶ αἱρεῖται πρὸς τὸ ἀλογωθῆναι καὶ τὸν ἔνυδρον, ἵν’ οὕτως εἴπω, βίον καὶ τάχα κατὰ ἀξίαν τῆς ἐπὶ πλεῖον πτώσεως τῆς κακίας ἐνδύεται σῶμα τοιοῦδε ἢ τοιοῦδε ζώιου ἀλόγου. Ἐκ τοῦ αὐτοῦ λόγου ὅτι ἔσται τελεία τῶν σωμάτων ἀπόθεσις
25 XVI Εἰ δὲ τὰ ὑποταγέντα τῶι Χριστῶι ὑποταγήσεται ἐπὶ τέλει καὶ τῶι θεῶι, πάντες ἀποθήσονται τὰ σώματα καὶ οἶμαι ὅτι τότε εἰς τὸ μὴ ὂν ἔσται ἀνάλυσις, τῆς τῶν σωμάτων φύσεως ὑποστησομένης δεύτερον, ἐὰν πάλιν λογικὰ ὑποκαταβῆι. Ἐκ τοῦ τρίτου λόγου τοῦ αὐτοῦ βιβλίου περὶ τοῦ αὐτοῦ XVII Λεγομένου τοῦ θεοῦ πάντα γίνεσθαι ἐν πᾶσιν, ὥσπερ οὐ δυνάμεθα κακίαν
30καταλιπεῖν, ὅτε θεὸς πάντα γίνεται ἐν πᾶσιν, οὐδὲ ἄλογα ζῶια, ἵνα μὴ καὶ ἐν κακίαι ὁ211

3

.

212

θεὸς γίνηται καὶ ἐν ἀλόγοις ζώιοις, ἀλλ’ οὐδὲ ἄψυχα, ἵνα μὴ καὶ ἐν αὐτοῖς ὁ θεός, ὅτε πάντα γίνεται, οὕτως οὐδὲ σώματα ἅτινα τῆι ἰδίαι φύσει ἄψυχά εἰσιν. Ἐκ τοῦ δευτέρου λόγου τοῦ Περὶ ἀρχῶν βιβλίου, πῶς νοῦς γέγονε ψυχὴ καὶ ψυχὴ καθαρ‐ θεῖσα γίνεται νοῦς
5 XVIII Παρὰ τὴν ἀπόπτωσιν καὶ τὴν ψύξιν τὴν ἀπὸ τοῦ ζῆν τῶι πνεύματι γέγονεν ἡ νῦν λεγομένη ψυχή, οὖσα καὶ δεκτικὴ τῆς ἐπανόδου τῆς ἐφ’ ὅπερ ἦν ἐν ἀρχῆι, ὅπερ νο‐ μίζω λέγεσθαι ὑπὸ τοῦ προφήτου ἐν τῶι ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυ‐ σίν σου, ὥστε ὅλον τοῦτο εἶναι νοῦς. Ἐκ τοῦ αὐτοῦ λόγου περὶ τοῦ αὐτοῦ
10 XVIIII Ὥσπερ σῶσαι ἦλθεν τὸ ἀπολωλὸς ὁ σωτήρ, ὅτε μέντοι σώιζεται τὸ ἀπο‐ λωλός, οὐκέτι ἐστὶν ἀπολωλός· οὕτως ἣν σῶσαι ἦλθε ψυχὴν ὡς σῶσαι τὸ ἀπολωλός, οὐκέτι μένει ψυχὴ ἡ σωθεῖσα ψυχή [οὔτε τὸ ἀπολωλὸς ἀπολωλός]. ἔτι βασανιστέον εἰ ὥσπερ τὸ ἀπολωλὸς ἦν ὅτε οὐκ ἀπολώλει καὶ ἔσται ποτὲ ὅτε οὐκ ἔσται ἀπολωλός, οὕτω καὶ ἡ ψυχὴ ἦν ὅτε οὐκ ἦν ψυχὴ καὶ ἔσται ὅτε οὐκ ἔσται ψυχή.
15Ἐκ τοῦ τετάρτου λόγου XX Ἀνάγκη μὴ προηγουμένην τυγχάνειν τὴν τῶν σωμάτων φύσιν, ἀλλὰ ἐκ δια‐ λειμμάτων ὑφίστασθαι διά τινα συμπτώματα γινόμενα περὶ τὰ λογικὰ δεόμενα σωμάτων, καὶ πάλιν τῆς ἐπανορθώσεως τελείως γινομένης εἰς τὸ μὴ εἶναι ἀναλύεσθαι ταῦτα, ὥστε τοῦτο ἀεὶ γίνεσθαι.
20Ἐκ τοῦ πρώτου λόγου τοῦ αὐτοῦ βιβλίου ὅτι ἔμψυχος ὁ ἥλιος καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες XXI Ὅτι δὲ πρεσβυτέρα ἡ ψυχὴ τοῦ ἡλίου τῆς ἐνδέσεως αὐτοῦ τῆς εἰς τὸ σῶμα, μετὰ τὸ συλλογίσασθαι ἐκ συγκρίσεως ἀνθρώπου τῆς πρὸς αὐτὸν καὶ ἐντεῦθεν ἀπὸ τῶν γραφῶν οἶμαι ἀποδεῖξαι δύνασθαι. Ἐκ τοῦ αὐτοῦ λόγου
25 XXII Κάλλιον ἀναλῦσαι καὶ σὺν Χριστῶι εἶναι, πολλῶι γὰρ μᾶλλον κρεῖσσον. νομίζω γὰρ ὅτι λέγοι ἂν ὁ ἥλιος ὅτι κάλλιον ἀναλῦσαι καὶ σὺν Χριστῶι εἶναι· πολλῶι γὰρ μᾶλλον κρεῖσσον. καὶ ὁ μὲν Παῦλος ἀλλὰ τὸ ἐπιμένειν τῆι σαρκὶ ἀναγκαιότερον δι’ ὑμᾶς, ὁ δὲ ἥλιος· τὸ ἐπιμένειν τῶι οὐρανίωι τούτωι σώματι ἀναγκαιότερον διὰ τὴν ἀποκάλυψιν τῶν τέκνων τοῦ θεοῦ. τὰ δὲ αὐτὰ καὶ περὶ
30σελήνης καὶ τῶν λοιπῶν λεκτέον.212

3

.

213

Ἐκ τοῦ τετάρτου λόγου τοῦ αὐτοῦ βιβλίου ὅτι καὶ ὑπὲρ δαιμόνων δεῖ τὸν Χριστὸν σταυ‐ ρωθῆναι καὶ πολλάκις τοῦτο εἰς τοὺς ἐσομένους αἰῶνας XXIII Ἀλλὰ κἂν μέχρι τοῦ πάθους τις ζητήσηι, τολμηρὸν δόξει ποιεῖν περὶ τὸν οὐρανὸν τόπον αὐτῶι ζητῶν. ἀλλ’ εἴ ἐστι πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρα‐
5νίοις, ὅρα εἰ ὥσπερ ἐνθάδε οὐκ αἰδούμεθα σταυρούμενον ὁμολογεῖν ἐπὶ καθαιρέσει ὧν κα‐ θεῖλε διὰ τοῦ πεπονθέναι, οὕτως κἀκεῖ τὸ παραπλήσιον διδόντες γίνεσθαι καὶ εἰς τὸ ἑξῆς ἕως τῆς συντελείας τοῦ παντὸς αἰῶνος οὐ φοβηθησόμεθα. Ἐκ τοῦ αὐτοῦ λόγου XXIIII Τίς νοῦν ἔχων ὁρίσεται πρώτην καὶ δευτέραν καὶ τρίτην ἡμέραν ἑσπέραν τε
10καὶ πρωίαν χωρὶς ἡλίου γεγονέναι καὶ σελήνης καὶ ἀστέρων; Τούτων τοίνυν οὕτως ἐχόντων καὶ πᾶσι δήλων γενομένων τῶν παρὰ Ὡριγένους εἰρημένων βλασφημιῶν προσήκει τὸν ἐπ’ αὐτῶι ἀναθεματισμὸν οὕτως γίνεσθαι Εἴ τις λέγει ἢ ἔχει προυπάρχειν τὰς τῶν ἀνθρώπων ψυχὰς οἷα πρώην νόας οὔσας καὶ ἁγίας δυνάμεις, κόρον δὲ λαβούσας τῆς θείας θεωρίας καὶ πρὸς τὸ χεῖρον τραπείσας
15καὶ διὰ τοῦτο ἀποψυγείσας μὲν τῆς τοῦ θεοῦ ἀγάπης, ἐντεῦθεν δὲ ψυχὰς ὀνομασθείσας καὶ τιμωρίας χάριν εἰς σώματα καταπεμφθείσας, ἀνάθεμα ἔστω. Εἴ τις λέγει ἢ ἔχει τὴν τοῦ κυρίου ψυχὴν προυπάρχειν καὶ ἡνωμένην γεγενῆσθαι τῶι θεῶι λόγωι πρὸ τῆς ἐκ παρθένου σαρκώσεώς τε καὶ γεννήσεως, ἀνάθεμα ἔστω. Εἴ τις λέγει ἢ ἔχει πρῶτον πεπλάσθαι τὸ σῶμα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
20ἐν τῆι μήτραι τῆς ἁγίας παρθένου καὶ μετὰ ταῦτα ἑνωθῆναι αὐτῶι τὸν θεὸν λόγον καὶ τὴν ψυχὴν ὡς προυπάρξασαν, ἀνάθεμα ἔστω. Εἴ τις λέγει ἢ ἔχει πᾶσι τοῖς οὐρανίοις τάγμασιν ἐξομοιωθῆναι τὸν τοῦ θεοῦ λόγον, γενόμενον τοῖς χερουβὶμ χερουβὶμ καὶ τοῖς σεραφὶμ σεραφὶμ καὶ πάσαις ἁπλῶς ταῖς ἄνω δυνάμεσιν ἐξομοιωθέντα, ἀνάθεμα ἔστω.
25 Εἴ τις λέγει ἢ ἔχει ἐν τῆι ἀναστάσει σφαιροειδῆ τὰ τῶν ἀνθρώπων ἐγείρεσθαι σώ‐ ματα καὶ οὐχ ὁμολογεῖ ὀρθίους ἡμᾶς ἐγείρεσθαι, ἀνάθεμα ἔστω. Εἴ τις λέγει 〈ἢ ἔχει〉 οὐρανὸν καὶ ἥλιον καὶ σελήνην καὶ ἀστέρας καὶ ὕδατα τὰ ὑπε‐ ράνω τῶν οὐρανῶν ἐμψύχους καὶ λογικὰς εἶναί τινας δυνάμεις, ἀνάθεμα ἔστω. Εἴ τις λέγει ἢ ἔχει ὅτι ὁ δεσπότης Χριστὸς ἐν τῶι μέλλοντι αἰῶνι σταυρωθήσεται ὑπὲρ
30δαιμόνων, καθὰ καὶ ὑπὲρ ἀνθρώπων, ἀνάθεμα ἔστω.213

3

.

214

Εἴ τις λέγει ἢ ἔχει ἢ πεπερασμένην εἶναι τὴν τοῦ θεοῦ δύναμιν καὶ τοσαῦτα αὐτὸν δημιουργῆσαι ὅσων περιδράξασθαι καὶ νοεῖν ἠδύνατο, ἢ τὰ κτίσματα συναίδια εἶναι τῶι θεῶι, ἀνάθεμα ἔστω. Εἴ τις λέγει ἢ ἔχει πρόσκαιρον εἶναι τὴν τῶν δαιμόνων καὶ ἀσεβῶν ἀνθρώπων κό‐
5λασιν καὶ τέλος κατά τινα χρόνον αὐτὴν ἕξειν ἢ γοῦν ἀποκατάστασιν ἔσεσθαι δαιμόνων ἢ ἀσεβῶν ἀνθρώπων, ἀνάθεμα ἔστω. Ἀνάθεμα καὶ Ὡριγένει τῶι καὶ Ἀδαμαντίωι τῶι ταῦτα ἐκθεμένωι μετὰ τῶν μυσαρῶν αὐτοῦ καὶ ἐπικαταράτων δογμάτων καὶ παντὶ προσώπωι φρονοῦντι ταῦτα ἢ ἐκδικοῦντι
ἢ κατά τι παντελῶς ἐν οἱωιδήποτε χρόνωι τούτων ἀντιποιεῖσθαι τολμῶντι.214

3

.

217

Ἐπιστολαὶ διαφόρων ἐπισκόπων γραφεῖσαι πρὸς Πέτρον ἐπίσκοπον Ἀντιοχείας τὸν ἐπίκλην Γναφέα ὅτι οὐ δεῖ πάθος τῶι τρισαγίωι συνάπτειν διὰ τῆς προσθήκης τοῦ ὁ σταυ‐ ρωθεὶς δι’ ἡμᾶς, ἣν αὐτὸς Πέτρος ὡς αἱρετικὸς προσέθηκεν Ἀντέωνος ἐπισκόπου Ἀρσενόης πρὸς Πέτρον ἐπίσκοπον Ἀντιοχείας
5 Πάνυ εἰμὶ ἐστυγνακὼς ἐπὶ σοί, ἀδελφὲ τιμιώτατε, ὅτι ἐπηύξηται διὰ σοῦ μέγα σκάν‐ δαλον ἀντὶ τοῦ ἐκτέμνειν σε τὰ σκάνδαλα. καὶ γὰρ ἐπισχεῖν θέλω τὰ ἐπὶ τούτωι δάκρυα καὶ κεκώλυμαι ὑπὸ τῆς σῆς ἐν κακίαι ἐξενηνεγμένης αἱρέσεως, ὅτι παρατέτρωται παρὰ σοὶ τὰ εὐαγγέλια Πράξεις τε καὶ ὁ ἀπόστολος, ἐπείπερ παρ’ αὐτοὺς ἔδοξας ἐπισοφί‐ ζεσθαι τοῦ μὴ Χριστὸν σταυρωθέντα καθαρῶς δι’ ἡμᾶς ὁμολογεῖν, ἀλλὰ τῶι τρισαγίωι
10τὸν σταυρὸν ἐπισυνάπτειν, ὡς τὰ πρῶτά σου γράμματα τὰ πρὸς Ἀκάκιον τὸν τῆς Κων‐ σταντινουπολιτῶν ἐκκλησίας ποιμένα δείκνυσιν. ἐπειδὴ δὲ εἰς ἀσέβειαν εἶ ἐμπεπτωκώς, διαφόρως περιστρέφεις τὴν ἐξενεχθεῖσαν ὑπὸ σοῦ ἀδίκως νομήν, εἴ πως ἐμπαράμονον καὶ ἑδραίαν αὐτὴν παρὰ πᾶσι κυρώσεις. οὔτε γὰρ τὸ θεῖον λέγομεν παθητόν, ὡς σὺ φής, οὐδὲ γυμνὸν λόγον φαμὲν σταυρωθέντα, ἀλλὰ Χριστὸν Ἰησοῦν, ἀλλ’ οὐδὲ αὐτὸν μετὰ
15τῆς τριάδος. εἷς γὰρ τῆς τριάδος ἐστὶν ἐνανθρωπήσας Ἰησοῦς ὁ Χριστός, ὁ δὲ σταυρὸς περὶ τὸ ἀνθρώπινον τοῦ Χριστοῦ γεγένηταί τε καὶ πιστεύεται. ἐν δὲ τῶι τρισαγίωι ποῦ σώματος δήλωσις, ἵνα χώραν ἡ τοῦ σταυροῦ λάβηι προσηγορία; λέγεις γὰρ ‘ἅγιος ὁ θεόσ‘. καὶ τίς οὐκ οἶδεν ὅτι πρῶτος ὁ πατὴρ κατὰ τὴν τάξιν τῆς συνήθους πᾶσι δοξολογίας, εἰ καὶ μὴ καθ’ ὑπεροχὴν τῆς θεικῆς ἀξίας; ἔπειτα φάσκεις ‘ἅγιος ἰσχυρόσ‘.
20καὶ τίς οὐκ οἶδε κατὰ τὸν προφήτην Ἡσαίαν ὅτι τὸ τεχθὲν ἡμῖν παιδίον Ἰησοῦς Χριστός, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ καὶ καλεῖται καὶ ἔστι μεγάλης βουλῆς ἄγγελος θεὸς ἰσχυρός; εἰ γὰρ καὶ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ τὸ ἀσθενὲς ἡμῶν σῶμα ἀναλαβὼν τοῦτο πέπονθεν, ἰσχυρὸς δὲ θεὸς τυγχάνων προθύμως πρὸς τὸν σταυρὸν τὸ οἰκεῖον ἐξεδίδου σῶμα, ὡς εἰπεῖν καὶ τὸν προφήτην αὐτὸς τὰς
25ἀσθενείας ἡμῶν ἀνέλαβε. θεὸς δὲ καὶ ἄνθρωπος συνωμολόγηται παρὰ πάντων ὁ υἱός· σὺ δὲ μόνον τὸ ἰσχυρὸν τῆς τοῦ υἱοῦ θεότητος εἰπών, παραδραμὼν δὲ καὶ τοῦτο ἥκεις ἐπὶ τὸ πνεῦμα τὸ ἅγιον καὶ ὡμολόγησας, ὡς ἔστιν ἀληθῶς, ἀθάνατον. τίνα οὖν
ἐπιφέρεις ἐσταυρωμένον δι’ ἡμᾶς μετὰ ταῦτα; τὸν Χριστὸν λέγεις; οὐκοῦν δῆλος εἶ τε‐217

3

.

218

τράδα φρονῶν, ἕτερον παρὰ τὸν ἰσχυρὸν θεὸν τὸν Χριστὸν ὀνομάζων. ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον σταυρωθῆναι φάσκεις; καὶ τί τούτου δυσσεβέστερον γένοιτο ἄν; ἀλλὰ φαν‐ τασίαν λέγεις τὴν τοῦ πάθους οἰκονομίαν; οὐκοῦν φαντασία καὶ ἡ ἡμῶν σωτηρία κατὰ τοὺς δυσσεβεῖς Μανιχαίους. ὁρᾶις πῶς πανταχόθεν περικρημνίζηι καὶ ἀγνοεῖς ἢ καὶ
5εἰδὼς ἑκὼν κακουργεῖς; ἰδοὺ τοίνυν ὑπομνησθεὶς ἐντράπηθι περὶ τῆς ἀπαιδευσίαις σου καὶ εἶξον ὥσπερ ἐδέξω παρὰ τοῦ προφήτου, δοξολογεῖν τὸ τρισάγιον· ἀσωμάτως γὰρ ὀνομαζόμενον μηδενὸς προκειμένου τῆς σαρκώσεως τοῦ μονογενοῦς αἰνίγματος καθαρῶς ὀφείλει δοξολογεῖσθαι μηδεμιᾶς σταυροῦ προσθήκης ἐπαγομένης. ὡς γὰρ ἂν σοφί‐ σηται τις, ἐκκρημνίζεται τῆς ὀρθοδοξίας. Χριστὸν δὲ παραλαβὼν δι’ ἡμᾶς σταυρω‐
10θέντα τὸν υἱὸν τοῦ θεοῦ κατὰ τὸν μακάριον Παῦλον φάσκοντα ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν Ἰησοῦν καὶ τοῦτον ἐσταυρωμένον μὴ ἀπαρνοῦ τούτου τὸ ὄνομα καὶ τὸ πάθος· εἰ δὲ μή, ἐκεῖνος προλαβὼν ἐπιφέρει· εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρ‐ ελάβετε, ἀνάθεμα ἔστω. ἐγὼ γάρ φησιν οὐκ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν εἰ μὴ Χριστὸν Ἰησοῦν καὶ τοῦτον ἐσταυρωμένον. εἰ δὲ τοῦτον ἀπαρνεῖσθε σταυ‐
15ρωθέντα καὶ τῶι τρισαγίωι τὸ πάθος συνάπτετε, πῶς οὐχ ὑποίσετε τὸν ἀναθεματισμόν; Παῦλός ἐστιν ὁ ἀναθεματίζων, τὸ σκεῦος τῆς ἐκλογῆς. προβαλοῦ Χριστὸν καὶ σταυρὸν [καὶ] μὴ ἀπαρνοῦ καὶ μὴ ἕτερον ἀνθ’ ἑτέρου εἰσαγάγηις. πλεῖστοι γάρ εἰσιν οἱ σταυ‐ ρωθέντες, εἷς δὲ ὁ δι’ ἡμᾶς. φέρε οὖν ἐν τῶι σταυρῶι τούτου τὸ ὄνομα, ἵνα μὴ ἕτερον ὑποπτευθῆις λέγειν σταυρωθέντα, ὅτι οἶδας ὅτι πολλὰ τὰ ἔνεδρα τοῦ δολίου· διὰ τοῦτο
20καὶ οἱ τιη καὶ οἱ ρν ἕνα κύριον Ἰησοῦν Χριστὸν σταυρωθέντα παραδιδόασι καὶ οὐ τὸ τρισάγιον· οἱ δὲ νομομαθεστέρους κρίναντες ἑαυτοὺς εἶναι τούτων τῶν πατέρων πῶς οὐ δεικνύουσιν τούτων ἑαυτοὺς ἀλλοτρίους; [Τοῦ ἁγίου Γελασίου ἐπισκόπου Ῥώμης ἴσον ἐπιστολῆς πεμφθείσης τοῖς τῆς Συρίας ἐπισκόποις]
25 Κυρίοις μου τὰ πάντα θεοσεβεστάτοις καὶ ὁσιωτάτοις ἐπισκόποις Κοσμᾶι Σεβη‐ ριανῶι Κύρωι Ζωίλωι Εὐσεβίωι Θωμᾶι Σιλβανὸς ἐλέει θεοῦ διάκονος τῆς καθολικῆς καὶ ἀποστολικῆς πίστεως. εἰ ἅπερ ἠξίωσας, ἔγραψας, ἔργωι πρόελθε Τίς τὰς ἐμᾶς ὠδῖνας πρὸς ὑμᾶς ἐγκαταμίξει, θεοφιλέστατοι; τί δὲ καὶ τοῦ ταπεινοῦ
30ἡ πρὸς τοὺς μεγάλους παρρησία; οὐ προπετείας τὸ ἐπιχείρημα οὔτε κενῆς δόξης ἡ ἔναρξις·
θείας ἀγάπης καὶ σωτηριώδους πυρσὸς ὑπελθὼν ἐπεγείρει τὴν προτροπήν. κἀμοὶ218

3

.

219

δότε συγγνώμην, παρακαλῶ· οὐδὲ γὰρ ὡς ἐλλείποντα τῆι ὑμετέραι συνέσει τὰ τῆς τελειότητος προεθέμην λέγειν, ἀλλ’ ὡς ἐν ὑπομνήσει φιλοθέωι ἡ παράκλησις, ὅτι πάντες ὑμεῖς διδακτοὶ θεο, καθὰ πού φησι τὸ θεῖον λόγιον. οὐκοῦν τὰ ἐξ ἀγάπης λεγό‐ μενα κρίναντες δότε μισθὸν ἀνταποδόσεως τῶν εὐχῶν ὑμῶν τὰς ἀμοιβάς. ἔδει τοὺς
5καλοὺς διδασκάλους τῶν μαθητῶν προαρπάξαι τὴν πρὸς τὴν πρεσβείαν τάξιν, εἰ καὶ ὑμῖν ἐπιγράφεται ταύτης τὸ κάλλιστον ὡς ἐν προδρόμοις θεμένοις τῆς ἐπιδείξεως τὴν σπουδήν, διεγείρασι μὲν καὶ καταρτίσασι τὰ μέλη, προοδοποιήσασι δὲ τὴν μήνυσιν τῆς στερρότητος δι’ ἑαυτῶν. καλῶν διδασκάλων ἀληθῶς ἄριστοι μαθηταί· καλῶν ποιμένων θαυμασία τῶν προβάτων ἡ νομή· οὗτοι τῶν ὑμετέρων πόνων οἱ καρποί.
10ἐπειδὴ τοίνυν φθάσαν παρ’ ἡμῖν τῶν εὐαγῶν μοναχῶν θεῖον σύστημα δεξιὰς ἔλαβε κοι‐ νωνίας παρὰ τῆς ἀποστολικῆς καθέδρας ἀρνησάμενον μὲν τὴν πρὸς τοὺς Εὐτυχιανιστὰς ἢ γοῦν Μανιχαίους κοινωνίαν, συμφωνῆσαν δὲ πᾶσι τοῖς κρίμασι τῶν θείων κανόνων ἐν ἀποβολῆι μὲν τῶν καθαιρεθέντων αἱρετικῶν πάντων, ὁμολογίαι δὲ τῆς ἁπάντων ἐν Χαλκηδόνι συνόδου καὶ τοῦ ἐν ἁγίοις καὶ ἀποστόλοις Λέοντος τοῦ πάπα, λέγειν
15ἐπάναγκες πρὸς τὴν ἁγίαν ὑμῶν σύνοδον· εἰ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα, καὶ εἰ ἡ ῥίζα ἐκλεκτ, καὶ οἱ κλάδοι. ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται. ἥκατε δὴ καὶ ὑμεῖς, ὦ τιμιώτατοι, πρὸς τὴν εὐαγγελισθεῖσαν παρ’ ὑμῶν ἁγίαν καθέδραν· προφθάσατε πρὸς τὴν ἀχείμαστον Πέτρου πέτραν· συναριθ‐ μήθητε χορῶι τῶι ἀποστολικῶι· βεβαιώσατε ὑμῶν τῆς νίκης τοὺς στεφάνους· προ‐
20καταλάβετε τὴν ἡτοιμασμένην ὑμῖν, σεβασμιώτατοι, σεβασμιότητα, παρ’ οἷς καὶ ἀεὶ ἡ πίστις τὸ κῦρος ἔχει. διηγήσαντο γὰρ ὑμῖν Ἰωάννης καὶ Σέργιος οἱ σπουδαιότατοι ἀδελφοὶ οἱ ἀφ’ ὑμῶν πρὸ ἡμᾶς παραγενόμενοι τῆς πίστεως τῶν Ῥωμαίων τὸ ἀήττητον, τὴν περὶ τὰ τέκνα φιλοστοργίαν, τὴν μέριμναν τῶν ἐκκλησιῶν. οὐδὲ γὰρ ὡς κατά‐ σκοποι τῆς ἐλευθερίας ἡμῶν ἐδέχθησαν, ἀλλ’ ὡς μηνυταὶ τῆς ἀνδρίας ὑμῶν, οὐδὲ ὡς
25ἀδόκιμοι ἀπεπέμφθησαν, ἀλλ’ ὡς εὐαγγελισταὶ τῆς ὁμοφροσύνης ὑμῶν. ἀπήγγειλαν γὰρ καὶ διηγήσαντο τήν τε σταθηρὰν κρίσιν ὑμῶν καὶ τῶν αἱρετικῶν τὴν αὐθάδειαν, τῆς ὑπομονῆς ὑμῶν τὸ καρτερικὸν καὶ τῶν αἰσχίστων τὴν μιαιφονίαν, τοῦτο μὲν στόματι διηγησάμενοι, τῶι δὲ ἀληθεῖ καὶ διὰ λιβέλλου τῶν ὑφ’ ὑμᾶς εὐλαβῶν μοναχῶν δια‐ πεμφθέντος διδάξαντες ὅσας θλίψεις πολλὰς καὶ κακὰς διήλθατε, ὅσαι τοῦ θεοῦ αἱ ἀντι‐
30λήψεις ἐπανέτειλαν. καὶ οὐ θαυμαστόν· οὐδὲ γὰρ ἐν πρώτοις τῶν λύκων αἱ ἐπι‐ δρομαί, ἀλλ’ ἀεὶ μὲν ἐπιτρέχουσιν, ἀεὶ δὲ τῶι ῥοπάλωι τοῦ καλοῦ ποιμένος ἐκδιώκονται. τότε νικᾶι ἡ πίστις, ὅταν ἐπαναστῆι πόλεμος. οὐκ ἐν εἰρήνηι τὰ τῆς ἀνδρίας, ἀλλ’ ἐν πολέμωι τὸ λαμπρὸν τῆς δοκιμῆς. τί γὰρ οὐκ ἐκίνησαν οἱ ἀλάστορες πρὸς τὸ ἄρδην ἀφανίσαι τοῦ Χριστιανισμοῦ καὶ τὸ ὄνομα καὶ τὸ πρᾶγμα; τίνα χρήμασιν οὐχ ὑπέφθειραν
35ἀνταρσίαν ἐγεῖραι κατὰ τοῦ Χριστοῦ; ποῖαι μάστιγες οὐ διεφθάρησαν ἐν βασάνοις219

3

.

220

γυμνάζουσαι τοὺς ἁγίους; ποῖον ξίφος ἠκονημένον οὐκ ἠμβλύνθη ἐκ τῶν τεμνομένων μακαρίων αὐχένων καὶ μελῶν τῶν καθολικῶν ἢ τίς θαλάττης βυθὸς οὐ πεπλήρωται ὀστέων τῶν ἐν αὐτῶι συρρυέντων σωμάτων ὀρθοδόξων; ποία δὲ ἔρημος οὐ πεπόλισται ἐκ τῶν ἐν αὐτῆι ἐξορισθέντων ἀρχιερέων διὰ τὴν πίστιν ἢ ποῖαι πόλεις ὑπερόριοι καὶ
5μακράν που ἀπωικισμέναι τῆς ἑαυτῶν ἐξουσίας οὐ κοσμοῦνται καὶ θάλλουσιν ἐκ τῶν διασπαρέντων καὶ φυγόντων ἁγίων πατριαρχῶν ἐπισκόπων κληρικῶν μοναχῶν τε καὶ λαικῶν; παρὰ τοῖς Μανιχαίοις ἐξουσία τοῦ λαλεῖν καὶ πράττειν ἅπερ βούλονται· παρ’ αὐτοῖς χρημάτων θησαυροὶ λαοπλάνων· παρ’ αὐτοῖς ἔρεις τε καὶ μάχαι καὶ θρόνων ἐφέσεις· παρ’ αὐτοῖς γοήτων ἑσμοί, φαρμακῶν χοροὶ ἐν μοναχῶν σχήματι τὴν μορφὴν
10ἀμειβόντων. ἐκεῖ μαγεία σκιρτῶσα κατεπαίρεται καὶ ἀστρονομία γαυριῶσα κατα‐ θύμια χρησμοδοτεῖ· δαίμονες βακχεύοντες καὶ ἱερεῖς ἀσεβείαις αὐτῶν κροτοῦντες καὶ Χριστὸς ὁ παιζόμενος καὶ ὁ συνιῶν οὐκ ἔστιν. τοῦτο τῶν τὴν μίαν φύσιν ἐν τῶι Χριστῶι τραγωιδούντων τὸ συμπόσιον· τοῦτο τῶν μεθυόντων καὶ ἀφανιζόντων ἐν συγχύσει τὰς ἑνωθείσας φύσεις τὸ ἐργαστήριον
15 κἀγὼ μέν, ὦ αἱρετικέ, τρέψω πρὸς σὲ τὸν λόγον. ὁμολογῶν Χριστὸν υἱὸν θεοῦ τοῦ ζῶντος τὰ τοῦ ἁγίου Πέτρου φθέγγομαι ῥήματα, τὴν ἀποκάλυψιν τοῦ πατρὸς ὑμνῶν κηρύττω· σὺ δὲ λέγων θεοῦ παθόντος ἀναιρεῖς τὰ τῆς οἰκονομίας, καινοτομεῖς ἀποβαλλόμενος τοῦ κορυφαίου τὴν ὁμολογίαν. ἐκεῖνος λέγει Χριστοῦ παθόντος καὶ σὺ ἀντιπράττεις κράζων θεοῦ παθόντος. τὸ λέγειν θεοῦ παθόντος ψιλὴν ὑποφαίνει
20τὴν θεότητα, γυμνὴν τοῦ ἐνδύματος, ἐστερημένην τοῦ ναοῦ καὶ τῆς τοῦ δούλου μορφῆς προσλήψεως. τί τὴν ἀπαθῆ θεότητα καθέλκεις εἰς πάθος, θεομάχε; τί τὴν ἀθάνατον φύσιν ὑπὸ δουλείαν καὶ φθορὰν θανάτου ὑποβάλλεις; ἐγὼ Χριστὸν υἱὸν θεοῦ τοῦ ζῶντος ὁμολογῶν οὐ ψιλὸν τὸν ἄνθρωπον τοῦ Χριστοῦ κηρύττω, ἀλλ’ ἐν θεότητι τελείαι καὶ ἐν ἀνθρωπότητι τελείαι τὸν αὐτὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος προσκυνῶ. δύο γὰρ
25φύσεων ἕνωσις ἀσυγχύτως καὶ ἀτρέπτως γέγονεν, ἵνα εἷς πιστευθῆι Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, εἷς εἰ καὶ τῶν ἑνωθεισῶν φύσεων τὸ διάφορον νοεῖται μετὰ τῶν ἐνεργειῶν. εἰ γὰρ καὶ αἱ φύσεις ἐν ταῖς ἰδιότησι κοσμοῦνται, ἀλλ’ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος ὁ αὐτὸς θεὸς κατὰ ἀλήθειαν καὶ ἄνθρωπος κατὰ ἀλήθειαν, ἕνωσις ἀδιαίρετος καὶ ἀδιάζευκτος χωρισμὸν μὴ ὑφισταμένη, εἷς Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ
30ζῶντος, εἷς κύριος, μία πίστις, ἓν βάπτισμα. ἀλλὰ δάκνηι καὶ σπαράττηι τοὺς ὀδόντας διαπρίων, τὴν ἐν Χαλκηδόνι σεβασμίαν σύνοδον ταῦτα κηρύξασαν αἰτιώμενος καὶ τὸν ἀοίδιμον καὶ ἐν ἀποστολικῆι χορείαι καταριθμούμενον Λέοντα βάλλεις ὕβρεσιν ἐν παραφροσύνηι. καὶ ἡμεῖς μὲν οἱ τῶν ἁγίων ἀποστόλων ὑπήκοοι γνήσιοι τὰ παρ’ αὐτῶν θεσπίσματα ἐν στόματι φέροντες καὶ καρδίαι ἐγκεκολαμμένα ἔχοντες στέργομεν
35ἀπαρεγχειρήτως, σὺ δὲ ταῦτα ἀφεὶς καὶ πρὸς ἀσεβείας βάραθρον ἐμπεπτωκὼς μαρυκᾶις τὴν τῶν ἀκανθῶν χορτώδη ποιότητα. ἔστι γάρ σου καὶ ἄλλο ἐφ’ ὧι κομπάζεις καὶ σκιρτᾶις, ἐγχειρίδιον πίστεως, τῆς σῆς γνώμης καὶ τυραννίδος ἐφόδιον, ὧι προσηνῶς καὶ ἀπατηλῶς προσέρριψας ὄνομα ἑνωτικὸν καλέσας. φεῦ τῆς φληνάφου τερθρείας
τῶν ἀποστατῶν· παρώσαντο τῶν ἀποστόλων τὴν διδαχὴν καὶ λαικῶν διδάγμασιν220

3

.

221

ἐναβρύνονται, τῶν ἐνθέσμων συνόδων ἀποστρέφονται τὰς ἐκθέσεις καὶ κοσμικῶν ἐπιστο‐ λιδίοις τὰς ἐλπίδας ἑαυτῶν ἀνατιθέασι, τῶν ἁγίων καὶ ὁμολογητῶν ἀπωθοῦνται τὴν σεβασμιότητα καὶ χάρτην ἐπ’ ἐκβολῆι τῆς ἐν Χαλκηδόνι ἁγίας συνόδου ἐκφωνηθέντα καταπομπεύουσι, τοῦ Ὀζίου τὴν θρασύτητα δοξάζουσι καὶ ἱερωσύνης τὸν ἁγιασμὸν
5ἀποτινάσσονται. καὶ ὑμεῖς μέν, ὦ οὗτοι, ἕως ὧδε στῆτε λεπρῶντες καὶ τοῦ προ‐ πηλακισμοῦ τὴν ἀτιμίαν ἐπὶ προσώπου λάβετε σημεῖον τρέμοντες καὶ στένοντες ἐπὶ τῆς γῆς· οὐ γὰρ ὀρθῶς προσηνέγκατε ἀγνοήσαντες ἱερωσύνης αὐθεντίαν καὶ λαικῶν προπέτειαν. εἰ γὰρ καὶ βασιλεὺς προῆλθεν, ἀλλ’ οὐκ ἀρχιερεὺς ἐχειροτονήθη· βασιλεία μὲν γὰρ ὑπὸ ἱερωσύνης παιδαγωγουμένη διαμένει ἐν δικαιοσύνηι καὶ ἱερωσύνη ὑπὸ
10βασιλείας δοξαζομένη φαιδρύνει τὴν ἁλουργίδα, δαιδουχεῖ τὰ σκῆπτρα, ἁγιάζει τὴν ἀξίαν, ὑβριζομένη δὲ ἐκριζοῖ θεμέλια. Ἐφευρέθη δὲ καὶ ἕτερον εἶδος ἀσεβείας ὑπὸ τῶν τολμητῶν θεοπασχιτῶν. πέφυκε γὰρ τὸν κρατούμενον τῶι τῆς παραφροσύνης πάθει ἐκεῖνα λέγειν ἅπερ ἡ φρενῖτις ὑπο‐ τίθεται. τί οὖν τὰ τῆς ἀλογίας; τὸν ὑπὸ ἁγίου ἀγγέλου ἐκδοθέντα ὕμνον ἐξ ἁμαρτιῶν
15ὀργῆς κρατησάσης καὶ γῆς ἐκ μόχλων κινουμένης καὶ σεισμοῖς ἀναβραζομένης πόλεών τε ἐκ βάθρων καταρριπτομένων καὶ τάφων αὐτοσχεδίων ἀθρόον τοῖς ἐκγόνοις γινο‐ μένων ἐτόλμησαν οἱ σκληροτράχηλοι καὶ τῶι ἁγίωι πνεύματι ἀντιπίπτοντες παρα‐ σαλεῦσαι τῆς θείας ὁροθεσίας τῶν ὕμνων τὰ σήμαντρα κἀνταῦθα βασκαίνοντες τῆι τῶν ἀνθρώπων σωτηρίαι ἀνατρέψαντες, ὡς ἔστιν ἰδεῖν, καὶ τῶν στοιχείων τὴν εὔτακτον
20κίνησιν, μείζονα ὀργὴν ἐπισπασάμενοι διὰ τὴν εἰς τὸ ὕψος ἄδικον δυσφημίαν. καὶ ὥσπερ διὰ τῆς ἐκδοθείσης φιλανθρώπως ὑμνωιδίας ἡ θραῦσις ἐκόπασεν, οὕτω πάλιν καταργηθείσης διὰ τῆς παρατροπῆς τῶν σχισματικῶν ἐπληθύνθη πρὸς ταῖς ἄλλαις αὐτῶν ἀσεβείαις ἡ πτῶσις. ἐντεῦθεν σεισμῶν ἀπαύστων ἀναβρασμοί, χειμώνων ἀγρίων πιεσμοί, καρπῶν ἀφορία, ἐκκλησιῶν ταραχαί, ἐθνῶν ἐπαναστάσεις, εἰρήνης
25φυγή, συγχύσεως ἐπικράτησις, αἱμάτων ἀκόρεστος ἔκχυσις. καὶ ἡ μὲν καθολικὴ ἐκκλησία ἥνπερ ἐν παιδείαι μετ’ οἰκτιρμῶν παρέλαβεν ὑμνωιδίαν, μετὰ φόβου καὶ τρόμου ἀπαύστωι στόματι καὶ χείλεσιν ἀσιγήτοις βοᾶι ψάλλουσα καθ’ ἑκάστην ἅγιος ὁ θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς· ἡ δέ γε τῶν θεομισῶν ἐναγὴς φατρία ἡ τὴν ἀκήρατον καὶ ἄχραντον τοῦ θεοῦ φύσιν ἀεὶ παρανόμοις βέλεσι κατατοξεύουσα τὸ
30ὁ σταυρωθεὶς τῶι αἴνωι προσέθηκεν, ἵνα τῆς θεότητος καὶ τὸ ἀθάνατον καθυβρίσηι καὶ τῆς ἁγίας τριάδος τὸ ὁμοούσιον διαφθείρηι, ἐπινοοῦντες οἱ ἀναιδεῖς ἕτερον εἶδος παρα‐ πληξίας μεστόν. ἐν γὰρ τῆι προσθήκηι τοῦ ὁ σταυρωθεὶς ἄλλος τις εὑρίσκεται παρὰ τὸ τρισάγιον νοούμενος ὁ ἐλεῆσαι αὐτοὺς δῆθεν ἀναγκαζόμενος. εἰπόντες γὰρ τὸ τρισάγιον καὶ ἐπιπροσθέντες τὴν καινοτομίαν ἕτερόν τινα ὑποφαίνουσι διεζευγμένον τοῦ
35τρισαγίου καὶ τοῦτον ἀνώνυμον. εἰ γὰρ ὡς ἐπὶ τῆς τριάδος ἅγιος ὁ θεὸς ὁ πατήρ, ἅγιος ἰσχυρὸς ὁ υἱός, ἅγιος ἀθάνατος τὸ πνεῦμα τὸ ἅγιον, τὸ ὁ σταυρωθεὶς λεγόμενον ἄλλον τινὰ βούλεται ἔξω τῆς τριάδος. ἀλλ’ οὐκ αἰδῆι οὐδὲ αἰσχύνηι τὸ ἀλλόκοτον καὶ ἀπαίδευτόν σου τῆς δοξολογίας; πῶς λέγεις ἅγιος ἀθάνατος ἢ πῶς ἐπάγεις τὸ ὁ σταυρωθείς; ἢ ἄνελε τὸ ἀθάνατος καὶ εἰπὲ τὸ ὁ σταυρωθεὶς ἢ ἐρυθριάσας τὸ ἀθάνατον
40παραίτησαι τὸ ὁ σταυρωθείς. ἀλλ’ οὐ νήφεις, ἐμβρόντητε, οὔτε ταῖς ἀκοαῖς ἐνηχήθης οὔτε τῆι διανοίαι κατενόησας τῆς ὑμνωιδίας τὴν μεγαλοπρέπειαν ὅπως θεὸν ἰσχυρὸν ἀθάνατον τὸ τρισάγιον ἐκδιδάσκει. ὁμολογοῦμεν καὶ ἡμεῖς, συκοφάντα, τὸν σταυρω‐
θέντα, ἀλλὰ κατὰ τὴν οἰκονομίαν· οὐκ ἐφ’ ὕβρει τοῦ ἀθανάτου οὐδὲ ἐπὶ καταλύσει τοῦ221

3

.

222

ἀφθάρτου προσκυνοῦμεν τὸν ἐσταυρωμένον, ἀλλὰ Χριστὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος, ὡς ὁ ἅγιος Πέτρος ἐξ ἀποκαλύψεως τοῦ πατρὸς παιδευθεὶς ἐδίδαξεν. ἡ ἁγία καὶ μακαρία τριὰς οὐ βαθμοῖς ὀνομάτων ὑπόκειται, ἀλλ’ ἰσότητι ἀξίας μεγαλύνεται. εἰ γὰρ καὶ πρόσωπα τρία, ἀλλ’ οὐ τρεῖς ἀξίαι· ἔνθα τὸ ὁμοούσιον, ἐκεῖ τὸ παντοδύναμον.
5τὸ διάφορον ἐν ὀνόμασιν, ἀλλ’ οὐκ ἐν ἀξίαι· τὸ ἀνόμοιον ἐν προσηγορίαις, οὐκ ἐν οὐσίαι. εἰ γὰρ καὶ τρεῖς ὑποστάσεις πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ἀλλὰ μία οὐσία, μία θεότης [μία] ἐν ἀθανασίαι, ἐν ἀπαθείαι, ἐν ἀτρεπτότητι, ἐν βουλῆι, ἐν δημιουργίαι, ἐν ἐλέει, ἐν οἰκτιρμοῖς. Οὐκ ἐμοὶ οἱ λόγοι, τῶν ἁγίων ἀποστόλων αὕτη ἡ διδασκαλία, τῶν ἁγίων πα‐
10τέρων ἡ ἐξήγησις. πατέρας δὲ λέγω τοὺς διαδόχους τῶν αὐτοπτῶν καὶ ὑπηρετῶν τοῦ λόγου, οὓς λυσσῶν ἀναθεματίζεις μὴ φέρων αὐτῶν τοὺς ἀνεπαισχύντους ἐλέγχους μηδὲ τὴν λαμπρότητα τῶν μαρμαρυγῶν τοῦ ἐν αὐτοῖς θείου χαρίσματος. οὐκ ἠγνόηται δὲ ὅτι ἡ ἐν Χαλκηδόνι τῶν ἁγίων σύνοδος Νεστόριον μὲν ὡς φρενοβλαβῆ κατέκρινεν, Εὐτυχέα δὲ ἀσεβήσαντα ἀπεκήρυξεν ἀναθέματι βαλοῦσα, Διόσκορον δὲ τὸν Ἀλεξανδρέα
15καὶ φονέα τοῦ ἁγίου Φλαβιανοῦ τὸν καὶ τοὺς προμάχους τῆς πίστεως παρανόμως καθελόντα καὶ ἄλλους δὲ ἀρχαιοτέρους φωστῆρας ἀποκηρύξαντα καὶ Εὐτυχεῖ περι‐ πλακέντα τοῦ σώματος τῆς ἐκκλησίας ἀπέκοψεν. οἱ ἀναθεματισμοὶ ὑμῶν οὓς κατὰ τῶν φίλων τοῦ θεοῦ κορυβαντιῶντες ἀκοντίζετε, τὸν κόσμον ἀνέτρεψαν, τὸν ἀέρα ἐμό‐ λυναν, τοὺς οὐρανοὺς ἠχλύωσαν, τοὺς ἀγγέλους παρώτρυναν, τὰ σεραφὶμ παρώργισαν,
20τὸν χερουβικὸν θρόνον ἐπέσεισαν, τὸν βασιλέα τῆς δόξης εἰς ἐκδίκησιν παρεκίνησαν. ἀμὴν γὰρ λέγω ὑμῖν τοῖς ἐκλεκτοῖς μου, φησὶν ὁ δεσπότης, τοῖς δι’ ἐμὲ ὅλην τὴν ἡμέραν ὑπὸ ἀφρόνων ἀναθεματιζομένοις ὅτι ποιήσω τὴν ἐκδίκησιν ὑμῶν καὶ ἐκδικήσω καὶ ἀντα‐ ποδώσω. μεθύσω τὰ βέλη μου ἀφ’ αἵματος καὶ ἡ μάχαιρά μου φάγεται κρέα ἀφ’ αἵματος τραυματιῶν καὶ αἰχμαλωσιῶν, ἀπὸ κεφαλῆς ἀρχόντων ἐθνῶν καὶ ἐκκαθαριῶ τὴν
25γῆν τοῦ λαοῦ μου. ἐξῆλθεν ἡ ἀπόφασις καὶ ἐδόθη ἡ μάχαιρα κυρίου ἐν ἱερεῦσιν ἀνομίας· μάχαιρα κυρίου ἐν ἄρχουσιν ἀδικίας· μάχαιρα ἐν πόλει, ἐν ἀγρῶι, ἐν παντὶ ὑβριστῆι καὶ ὑπερηφάνωι, ἐν παντὶ τόπωι ἀνόμων καὶ ἀποστατῶν, ἐν παντὶ κοινω‐ νήσαντι τῆι τῶν ἁγίων ὕβρει, ἐν παντὶ προσπελάσαντι τῆι τῶν ἀναθεματισθέντων ἀσεβῶν κοινωνίαι. τούτων οὕτως ἐν ὀργῆι ἐξωγρημένων ὑπὸ τὸ ἀμφίβληστρον τῆς
30ἐκδικήσεως καλῶς ὑμεῖς ἐξεκλίνατε, θεοφιλέστατοι, τόπον δώσαντες· καλῶς ἀφωρίσθητε ἐξ αὐτῶν τῶι βορβόρωι τῆς ἀθείας ἐγκυλιομένους ἐγκαταλείψαντες. χαίρει Χριστὸς διαιρούμενον τὸν σύνδεσμον αὐτῶν ὁρῶν· εὐφραίνεται τοὺς ἐξ αὐτῶν ἀποστατουμένους προσλαμβανόμενος. ἐκεῖνοι ἐν ἅρμασι καὶ ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα· αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσον ὑπὸ τὴν
35μάχαιραν τοῦ κυρίου, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἐσώθημεν ἐν σκέπηι τοῦ θεοῦ τοῦ οὐ‐ ρανοῦ αὐλιζόμενοι. ἐνηχήσατε ἡμῖν τῶν πνευματικῶν ὑμῶν ὀργάνων τὴν τερπνὴν μελωιδίαν· προπηδήσει καὶ αὖθις ἡ καλὴ καὶ πιστὴ Ῥόδη τῆς ἀπὸ θεοῦ ἐπιστασίας ὑμῶν φωνοῦσα τὴν εὐαγγελισμόν. διηγήσασθε θᾶττον πῶς ἐπέστη ὁ ἄγγελος κυρίου καὶ τὰ δεσμὰ διεσπάραξεν ἄφνω ὕπνωι νεκρώσας τοὺς φύλακας ὅπως τε ἡ σιδηρᾶ πύλη
40ἀνεπετάσθη πρὸς τὴν πόλιν τοῦ θεοῦ ἀπάγουσα ὑμᾶς. οὕτω γὰρ οὕτω συνευφραι‐ νόμενοι τῆι κατοικίαι ἐπὶ τὸ αὐτὸ καὶ τὴν μεγαλειότητα τοῦ θεοῦ παρ’ ὑμῶν ἀκούοντες αὐτῶι τῶι μεγαλουργῶι θεῶι καὶ πατρὶ ἅμα τῶι μονογενεῖ υἱῶι σὺν ἁγίωι πνεύματι
δόξαν ἀναπέμψωμεν ὁμοθυμαδὸν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.222

3

.

223

Παμφίλου ἐπισκόπου Ἀβύδων πρὸς Πέτρον αἱρετικὸν ἐπίσκοπον Ἀντιοχείας ὅτι οὐ δεῖ ἐν τῶι τρισαγίωι θεοπασχίαν λέγειν διὰ τῆς προσθήκης τοῦ ὁ σταυρωθεὶς δι’ ἡμᾶς Τὸ πολύθρυπτον τῶν ἐμῶν παίδων, ἀγαπητέ, διεγείρει με κελαδεῖν θρῆνον· οἶδας γὰρ ὅτι ἐν ὧι οἴκωι θνήισκει τις, ἐκεῖσε κλαυθμὸς φοιτᾶι. πῶς οὖν οὐκ ἀποδυρήσομαι
5τὸν ἀλιτηρίως ἐκ τῶν σῶν ἀγγείων καταγγισθέντα τῶν ἐμῶν υἱῶν θάνατον, οὓς ἔδει σε ὡς συναδελφὸν ἐπισπουδάσαι σὺν ἐμοὶ ἄξαι πρὸς τὸν θεόν; τοὐναντίον δὲ πέ‐ πρακταί σοι, θεοφιλέστατε· ἐγένου γὰρ αὐτῶν ὀλετὴρ καὶ οὐ ζωή, πικρία καὶ οὐχ ἡδύτης, ὄμφαξ καὶ οὐ πέπειρος βότρυς, ζιζάνιον καὶ οὐ σῖτος, καλάμη καὶ οὐ χρυσός, ἄκανθα καὶ οὐκ ἄνθος, ἐκταραγμὸς καὶ οὐ γαλήνη. τί γὰρ τῶν προτέρων ἡμῶν καὶ ἐπίσων οὐ
10προσέχων τὰ σύμβολα εἶξας μὴ προσθέσθαι τῆι τριάδι τετράδα ἐν τῶι τὸ τρισάγιόν σε φάσκειν ἐν προσθήκηι σταυροῦ; αὕτη γὰρ δρακοντικὴ καὶ ἰοβόλων αἱρέσεων φωνὴ καὶ πύλη ἅιδου καὶ αἰώνιος πυλωρὸς θανάτου, Χριστιανῶν βρόχος, ἀκάκων θήρευμα, ὀρθο‐ δόξων μῶμος, πιστῶν πρόπτωσις, σωφρόνων σκάμβωσις, ἀσκητῶν σκάνδαλον, οἷς ὑπώπτευσας γλυκὺς εἶναι σὺν τῆι ἐκφωνουμένηι σου ἐκθέσει τῆι παρακοντιζούσηι τὸν
15ἀποστολικὸν ὅρον καὶ τὰ εὐαγγέλια καὶ τῶν τιη τὸ σύμβολον τῶν τὴν προσθήκην τὴν ἐν τῶι τρισαγίωι ἀγνοούντων τὸ νοητὸν δηλητήριον. φράσον μοι· τίς οὖν θεὸν ἔφη σταυρὸν ὑπομεμενηκέναι; τί τὸν θεὸν λόγον γυμνοῖς ἀπὸ τῆς στολῆς; τί διχάζεις τὸν ἄτμητον τῆι σῆι σκαιότητι; τί παρατιτρώσκεις τὴν ἀλήθειαν; τί Νεστορίωι καὶ Εὐτυχεῖ τῆι τομῆι τοῦ Χριστοῦ ὑπόσπονδος γίνηι καὶ τῶι Σαμοσατεῖ μεμαθήτευσαι ῥῆξαι Χριστοῦ
20τὴν θείαν οὐσίαν ἀπὸ τῆς σαρκὸς καὶ Οὐαλεντίνωι ἀνόμως συνεξηρεύξω ὡσαύτως φάσκων τὸν ἀθάνατον σταυροῦσθαι καὶ ὑπόδουλον τιθεὶς τοῖς πάθεσι τὴν θείαν φύσιν; τί ἐπίσχω ἢ τί λαλήσω; οὐ Παυλιανιστήν σε φωνήσω· ἀλλ’ ἐν τοῖς συγγράμμασιν ἔφης μετὰ τὴν τριάδα Χριστὸν φωνεῖν δι’ ἡμᾶς σταυρωθέντα. οὐ Μανιχαῖόν σε λέξω· ἀλλὰ γέγονας αὐτέλεγκτος θεὸν καὶ οὐ Χριστὸν φωνήσας ἐσταυρωμένον. οὐ Νεστοριανόν σε φράσω·
25ἀλλ’ ἀπέδειξας μετὰ τὸν πατέρα μὴ ὁμολογεῖν τὸν ὑμνούμενον ὑπὸ πιστῶν θεοῦ ἰσχυρὸν υἱὸν σαρκὶ ἐσταυρωμένον. οὐκ Εὐτυχιανιστήν σε ἀναγορεύσω· ἀλλὰ μὴν σεαυτὸν θεοπασχίτην ἀνηγόρευσας. οὐκ Ἀπολιναριαστήν σε λέξω· ἀλλ’ ἔφυρας ὡσαύτως θεὸν συνχύσας τοῖς τῆς σαρκὸς παθήμασιν. λίαν οὖν λύπηι συσχεθεὶς τάδε σοι προστί‐ θημι σὺν τῶι εἰς τοῦτό με προβιβάσαντι Ἀκακίωι, αὐτὸν δὲ ὁ τῆς Ῥωμαίων, τοὺς πάντας
30δὲ ὁ πάντων ἐπίσκοπος Χριστός· τί λυμαίνηι τὴν ἐκκλησίαν, τί σκορπίζεις Χριστοῦ τὴν ποίμνην; εἰ κακῶς λέγω, φράσον μοι σύ· ζητῶ γάρ σε τῆι διδασκαλίαι τῆι ὀρθοτάτηι ὑπε‐ ρέχειν ἐμὲ καὶ πλείστους. τί οὖν φράσομεν; ὡς Παῦλος, Χριστὸν ἐσταυρωμένον ἢ ὡς σύ, τὸν ἀθάνατον ἐσταυρωμένον; ὡς εἶπεν ὁ κύριος ὅτι ταῦτα ἔδει παθεῖν τὸν Χριστόν, ἢ ὡς σὺ τὸ τρισάγιον φάσκεις παθητόν; τί ἐροῦμεν; ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, ὡς πολ‐
35λαχῶς ὁ κύριος ἔφη, παθεῖν ἢ ὡς σὺ κεκαινοτόμηκας, τὸν θεὸν παθεῖν; ἢ τὰ εὐαγγέλια223

3

.

224

καὶ αἱ Πράξεις καὶ ὁ ἀπόστολος, ὡς σὺ ἔφης, οὐ λέγουσιν ὥσπερ δεῖ, ἀλλὰ εἰσὶ παρὰ σοὶ μεμπτέα καὶ παρὰ τῶν ἐξηκολουθηκότων τῆι τοιᾶιδε σου παραφροσύνηι τοῦ τὸ τρισάγιον φωνεῖν ἐσταυρωμένον; ἀποδεδειγμένοι γάρ εἰσι σὺν σοὶ τετράδα προσκυνοῦντές τε καὶ παρεισφέροντες. εἰ δὲ ταῦτα οὕτως ἔχει, τί ἀναγινώσκονται αἱ γραφαί, εἰ αὗται οὐ
5πιστεύονται, ἀλλὰ σύ; ἄνω γὰρ καὶ κάτω Χριστὸν παραδιδόασί σοι δι’ ἡμᾶς ἐσταυρω‐ μένον καὶ οὐ τὸ τρισάγιον, ὡς σὺ νῦν φάσκεις. ἀλλὰ καὶ ἀποβλήτους εἶπον αἱ γραφαὶ τοὺς θεοπασχίτας. ἤδη δὲ καὶ πρὸ τούτων μου τῶν γραμμάτων ὡς κυρίωι μου καὶ πατρὶ ὡς ὀρθότατα φρονοῦντι μεμήνυκα ἐπανορθώσασθαι καὶ ἀναρρῆξαι τόδε τὸ παρὰ σοῦ καινισθὲν ἀσεβὲς δόγμα καὶ οὐκ εἶξας. διὰ τοῦτο τὰ νῦν ὡς πρὸς πρῶτον ἐφευρετὴν
10τῶν ἀσεβῶν τούτων λόγων δεδόνημαι τούτοις κατὰ σοῦ τοῖς ἐπιτιμίοις, ἴσως κἂν διὰ τού‐ των ἐντραπεὶς ἀποστομιζόμενος παρ’ ἥττονος τῆι ἀξίαι θᾶττον εἴξεις ὀρθοδοξεῖν πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα ἐν τῶι μηδὲν τούτοις προστιθέναι ἢ ὑφαιρεῖν καὶ ἔχεσθαι τῆς ὑπὲρ ἡμᾶς ἁψῖδος τοῦ θρόνου. εἰ δὲ μηδὲ οὕτως ἀνάσχηι, οἴσω σοι κοινωνίας παραί‐ τησιν· ἔφη γὰρ ὁ ἀπόστολος αἱρετικὸν ἄνθρωπον μετὰ πρώτην καὶ δευτέραν
15νουθεσίαν παραιτοῦ εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος. πλὴν θεοῦ ἐσμὲν ἐντεῦκται μὴ γενέσθαι σε αὐτοκατάκριτον, ἀλλ’ ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. Ἀσκληπιάδου ἐπισκόπου Τράλλεων πρὸς Πέτρον ἐπίσκοπον Ἀντιοχείας ὅτι οὐ δεῖ τὸ τρισάγιον λέγειν ἐσταυρωμένον
20 Ἰδού, ἀγαπητέ, πεπλήρωται πᾶς ὁ κόσμος σκανδάλου ἐκ τῆς ἐκθέσεώς σου καὶ τὰ βασίλεια ἐμφρόντιστα γέγονε καὶ οἱ ποιμένες διεγείρονται ἐπαξίως ἄξαι ἐπὶ σοὶ ταλανι‐ σμούς. δὸς οὖν, παρακλήθητι, φωνὴν μίαν ὀρθοτομίας τοῦ ἐπιπρυτανεύειν τὸ ἀληθὲς ἐν τῶι κόσμωι τοῦ τὸν υἱὸν τοῦ θεοῦ καθομολογεῖν ἐσταυρωμένον καὶ μὴ τοῦτον διαρρί‐ πτεσθαι διὰ σοῦ καὶ τούτου τὸ ὄνομα ἐν τῶι ἑτέρως ἐν διαστροφῆι λέγειν ἐν τῶι τρισαγίωι
25τούτου τὸν σταυρόν. μὴ σὺ πρῶτος εἶ τῶν ἐν Νικαίαι πατέρων, ἵνα ἄρξηι ὁ ὅρος σου ὑπὲρ αὐτούς; ἀλλά, φησίν, ἐγὼ διὰ Νεστόριον προσέθηκα ἐν τῶι τρισαγίωι τὸν σταυρὸν διὰ τὸ αὐτὸν παρεξωθεῖσθαι ἐκ τούτου τὴν θεότητα ἐν τῶι σταυροῦσθαι αὐτόν. καὶ τί; μὴ νεώτερον Νεστορίου τὸ φρόνημα; ἦρξε γὰρ τοῦτο ἀπὸ τοῦ ματαιόφρονος Φω‐ τεινοῦ, ὃν οἱ ἅγιοι πατέρες οἱ ἐν Νικαίαι ἐν ζωῆι μὲν οὐ κατέφθασαν, τὸ δὲ δόγμα αὐτοῦ
30κατέκριναν οὐ διὰ τὸ φράσαι αὐτοὺς τὸ τρισάγιον ἐσταυρωμένον, ἐπειδὴ τοῦτο ἦν ἐν γνώσει αὐτοῖς λίαν δύσφορον, Φωτεινοῦ δὲ ἐράσμιον. ὅθεν τὸ μὲν τρισάγιον ἐν μυ‐ στηρίοις μόνοις ἀπέθεντο φωνεῖσθαι καθὰ τὰ σεραφίμ, φησί, μηδεμίαν ἐν τούτωι προσθή‐ κην ἢ ὑφαίρεσιν πράξαντες. πάλιν δὲ τοῦτο τὸ ἀσεβὲς ἀνανεωθὲν ἐπὶ τοῦ Σαμοσατέως
λίαν ἡδρύνθη καὶ ἐπισυναχθέντες οἱ ἁγιώτατοι τὴν μνήμην πατέρες ἐν τῆι Κωνσταντινου‐224

3

.

225

πόλει, εἰ καὶ αὐτὸν οὐ παρέφθασαν, ἀλλὰ τὸ δόγμα αὐτοῦ κατέκριναν τοῦ μὴ φρονεῖν δύο υἱούς, δι’ ὃ καὶ ἕνα καθωμολόγησαν ἐν τῶι ὅρωι αὐτῶν υἱόν. μὴ τὸ τρισάγιον ἔφησαν δι’ αὐτὸν ἐσταυρωμένον [ὅτι τῶι ὅρωι τῶν πρὸ αὐτῶν πατέρων ἐξηκολούθησαν καὶ ἕπεσθαι τοῖς δόγμασιν αὐτῶν ἔκριναν τοῦ τὸ τρισάγιον ἐν τοῖς μυστηρίοις μόνον ἐξακού‐
5εσθαι ἀπαθῶς ὡς τὰ σεραφὶμ καὶ μὴ ἐσταυρωμένον]; πάλιν δὲ Νεστορίου ἀνακύψαντος καὶ καταρτίζοντος τὰ τῶν πρὸ αὐτοῦ ἀσεβῆ δόγματα, φαμὲν δὴ τὰ Φωτεινοῦ καὶ τὰ τοῦ Σαμοσατέως, συναθροισθέντες δι’ αὐτὸν οἱ περὶ Κελεστῖνον καὶ Κύριλλον ἔπαυσαν τὰς τοι‐ άσδε δυσφημίας οὐκ ἀποθέντες ἐν τῶι τρισαγίωι σταυρόν. ἢ σὺ δοκεῖς τούτων ἁπάν‐ των σοφώτερος εἶναι ἢ ἔχεσθαι παρ’ αὐτοὺς πνεύματος ἁγίου, οἷς ἦν ἡ γνῶσις; ἡ σὴ
10τοίνυν ἀποτεθεῖσα ἐν τῶι τρισαγίωι σταυροῦ προσθήκη δυσμενὴς βλασφημία ἐστίν. πλὴν καὶ μετὰ τούτους τοὺς ἁγίους πατέρας δυσφόρων καταλαβόντων τὴν Κωνσταντινούπολιν σεισμῶν μικρὸς καὶ μέγας, πλούσιος καὶ πένης, δοῦλος καὶ ἐλεύθερος ἐκ τῆσδε ἀπαναχωρή‐ σαντες ἐν τῶι Κάμπωι ἅμα συνέδραμον κρυμοῖς καὶ χιόνι ἐκεῖσε μᾶλλον ὀλέσθαι καὶ μὴ συμπεπτῶσθαι τῆι αὐτῆι πόλει. οὓς φειδοῦς ὁ θεὸς ἀξιώσας φιλανθρωπευσάμενος
15ἀπεκάλυψε τῶι μακαρίωι Πρόκλωι τὸ τρισάγιον εἰς παῦσιν ὀργῆς λιτανεύοντας αὐτοὺς φωνεῖν καὶ τοῦτο ἐμφανῶς, οὐχ ἑνὶ ἢ δευτέρωι γνωσθέν, ἀλλὰ σχεδὸν τῶι κόσμωι. μὴ ἀπέθετο ἐν αὐτῶι ὁ θεὸς λέγεσθαι σταυρόν; οὐδὲν οὖν ὅ τι ὁρᾶι εἰς ὕβριν αὐτοῦ· ἔφη γὰρ φάσκειν ‘ἅγιος ὁ θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.‘ πῶς οὖν σὺ τετόλμηκας παραθέσθαι σταυρὸν παρὰ τὸν θεὸν ἢ καὶ παρὰ τοὺς πατέρας τὸν πατέρα
20συγχύνων τῶι υἱῶι καὶ τῶι ἁγίωι πνεύματι ἐν τῶι τρισαγίωι φωνῶν τὸν σταυρόν, ὡς παρὰ σοὶ τὸν πατέρα μὴ εἶναι πατέρα μόνον, ἀλλὰ καὶ υἱόν, καὶ τὸν υἱὸν μὴ εἶναι μόνον υἱόν, ἀλλὰ καὶ πατέρα, καὶ τὸ πνεῦμα τὸ ἅγιον μὴ εἶναι πνεῦμα μόνον, ἀλλὰ καὶ υἱόν; α διὰ τοῦτο εἴ τις ἀνατιθεῖ ἐν τῶι τρισαγίωι σταυρὸν παρὰ τὸν υἱὸν τοῦ θεοῦ, ἀνάθεμα ἔστω.
25 β εἴ τις τετράδα παρεισφέρει ἐν τῶι τρισαγίωι παραθεὶς μετὰ τὴν τριάδα Χριστὸν ἐσταυρωμένον, ἀνάθεμα ἔστω. γ εἴ τις συγχέει τὴν τριάδα αὐτὸν εἶναι λέγων πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, ἀνάθεμα ἔστω. [εἴ τις διίστησι τὴν μίαν οὐσίαν τῆς τριάδος, ἀνάθεμα ἔστω.]
30 δ εἴ τις τὸν ἕνα υἱὸν διχάζει εἰς δυάδα υἱῶν, ἀνάθεμα ἔστω. ε εἴ τις θεοῦ τὸν λόγον καὶ τὴν σάρκα λέγει μίαν φύσιν ἀγνοῶν τῶν φύσεων τὸ διά‐ φορον, ἀνάθεμα ἔστω. ϛ εἴ τις τὴν θείαν φύσιν τοῦ θεοῦ συγχέει τοῖς πάθεσι τῆς σαρκὸς αὐτοῦ, ἀνάθεμα ἔστω.
35 ζ εἴ τις λέγει θεοπασχίαν ἢ θνήσεως θεὸν γεύσασθαι ὡς εἰς ταῦτα αὐτὸν εὐδοκίαι ἥκειν ἐν τῶι τετράφθαι αὐτὸν καὶ μὴ ὁμολογεῖ αὐτὸν ὡς θεὸν μὴ κεκυριεῦσθαι ὑπὸ τοῦ θανάτου, θάνατον δὲ θανατώσαντα δι’ ἧς εἴληφε θνητῆς αὐτοῦ σαρκός, ἀνάθεμα ἔστω. καὶ γὰρ πιστεύομεν ὅτι οὐ μετέπεσεν εἰς θάνατον· ζωὴ γάρ ἐστι. σὺ δὲ γνώσηι καὶ ἀποκόψηι ἐφ’ οἷς ἀνόμως εἴρηκας· ἔστω δὲ καὶ ἔστιν ἡ τοῦ θεοῦ χάρις μετὰ τῶν ὀρθο‐
40τομούντων τὸν λόγον τῆς ἀληθείας.225

3

.

226

Φαῦστος ἐπίσκοπος Ἀπολλωνιάδος τῶι θεοφιλεστάτωι πατρὶ καὶ ἀρχιεπισκόπωι τῆς Ἀντιοχέων ἐκκλησίας Πέτρωι ἐν κυρίωι χαίρειν. Ἐπειδήπερ ἐπιτέτραπται νύτ‐ τεσθαι τοὺς πρώτους ὑπὸ τῶν ἀποκαλυφθέντων Χριστοῦ τὸ μυστήριον ἐσχάτων, ἐκείνους δὲ σιγὴν ἄγειν τῆς κακοδιδασκαλίας ὡς γεγονότας κακίστους δογματιστάς, ἤκουσα δὲ
5παρὰ πολλῶν συνεπισκόπων, ἀγαπητέ, ἐκνενευκέναι σε τῆς ὀρθοδοξίας καὶ τοῦτο παντα‐ χοῦ περιηχεῖται, δι’ ὃ ἀναγκαῖον ἡγησάμην πυθέσθαι παρὰ σοῦ εἰ ταῦτα οὕτως ἔχει. δεῖξαι γάρ μοι δέδοκται μὴ οὕτως σε φρονεῖν ὀφείλειν ὥστε τῶι τρισαγίωι σταυρὸν συ‐ νάπτειν καὶ πάθει καὶ θνήσει τὸ ἀπαθὲς ὑποβάλλειν, ἀλλὰ καθαρῶς ὡς τὰ σεραφὶμ καὶ εὐ‐ σεβῶς δοξολογεῖν. πῶς γὰρ Χριστιανίσουσι τὰ ἔθνη τοῦ ὀνόματος τοῦ σταυροῦ μὴ
10ἐπιφερομένου τῶι Χριστῶι; πῶς δὲ δύνανται καὶ αὐτοὶ οἱ Χριστιανοὶ πιστοὶ τυγχάνειν μὴ ἀποτιθέντες τῶι σταυρῶι τὸ τοῦ Χριστοῦ ὄνομα; ἀκούοντες γὰρ οἱ ἄπιστοι θεὸν ἀθά‐ νατον δι’ ἡμᾶς σταυρωθέντα ἐροῦσι σκάνδαλον εἶναι, τὸ πιστεῦσαι Χριστῶι ἀποστρεφό‐ μενοι καὶ λέγοντες· οἱ θεοὶ ἡμῶν οἱ παρὰ τοῖς Χριστιανοῖς κίβδηλοι ὄντες ἀθάνατοι παρ’ ἡ‐ μῶν ἀναγορεύονται, καὶ πῶς ὁ αὐτῶν θεὸς ἀθάνατος ὢν ἔθανε; δῆλον ὅτι ψευδὴς ἡ ῥῆσις
15αὕτη. εἰ γὰρ ἀπέθανεν, οὐκέτι ἀθάνατος οὐδὲ ἰσχυρός, ἀλλ’ ἀσθενὴς τῆς ἀθανασίας τρα‐ πείς. οὐχ οὗτοι δὲ μόνον, ἀλλὰ καὶ θεοσεβεῖς καὶ ἡμῖν ὁμόπιστοι λέξουσιν ἄν· οὗτοι θεοπασχῖται καὶ οὐ Χριστιανοί εἰσι· Μανιχαῖοι καὶ οὐκ ὀρθοτόμοι· τετραδῖται καὶ οὐ τριαδόδοξοι· Εὐτυχιανισταὶ καὶ οὐκ ὀρθόδοξοι· Νεστοριανοὶ καὶ οὐ φιλόχριστοι. εἰ δέ τις τὸν ἐπὶ σταυροῦ κρεμασθέντα παρ’ ἡμῶν ἀκούσει Χριστὸν Ἰησοῦν εἶναι, ὃς τὴν θνη‐
20τὴν ἡμῶν σάρκα χρισθεὶς φιλανθρωπίαι Χριστὸς εἰκότως κικλήσκεται, δι’ ὃ καὶ ἐσταύρωσαν αὐτόν, ὃν ἐλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ, τότε πεσὼν ἐπὶ πρόσωπον ἐρεῖ· κἀγὼ Χριστιανός εἰμι, πιστεύω εἰς ὃν καὶ οὗτοι ἐπίστευσαν, καὶ πιστευ‐ θήσεται τὰ πάθη καὶ ἡ θνῆσις τοῦ σώματος αὐτοῦ. καὶ γὰρ πλείσταις λοιδορίαις διὰ τοῦτο ἐβλήθη παρὰ τῶν ἀπίστων ἡ τῶν ἐν Χαλκηδόνι πατέρων ὀρθόδοξος πίστις, ὅτι
25δύο φύσεις εἶπον εἶναι ἐν τῶι Χριστῶι, μίαν παθητὴν θνητὴν ὁρατήν τε καὶ ἔπαφον, ἥτις ἐστὶν ἡ σὰρξ ἡμῶν, καὶ μίαν ἀπαθῆ ἀθάνατον ἀόρατον ἀψηλάφητον, ἥτις ἐστὶν ἡ τοῦ θεοῦ ἄχραντος φύσις. τὰ ἑκάτερα οὖν δεῖ ἡμᾶς ἐν τῶι Χριστῶι ὁμολογεῖν, ὧν τῆι ἑνώσει μὴ δῶις διάστασιν μηδὲ τέμηις τὸν θεὸν ἀπὸ τῆς αὐτοῦ σαρκός, καὶ οὐ φωραθήσηι Νεστοριανός. μηδὲ τὸ διάφορον ἀπαρνήσηι τῶν τοῦ Χριστοῦ φύσεων, καὶ οὐχ ὑποπτευ‐
30θήσηι Εὐτυχιανιστὴς εἶναι. μηδὲ συγχέηις θεὸν σαρκὸς πάθεσι καὶ οὐ λεχθήσηι Ἀπο‐ λιναριαστής. μηδὲ τὸν ἀπαθῆ καὶ ἀθάνατον πρὸς πάθη λέξηις θεὸν τετράφθαι καὶ οὐ προσοχθίσεις εἶναι Μανιχαῖος. μηδὲ ἐν τῶι τρισαγίωι μετὰ θεὸν πατέρα καὶ ἰσχυρὸν αὐτοῦ υἱὸν καὶ ἀθάνατον πνεῦμα προσθῆις Χριστὸν ἐσταυρωμένον καὶ οὐχ ἕξεις τοῦ Σαμο‐ σατέως τὴν αἵρεσιν καὶ οὐκ ἐλεγχθήσηι τετράδα φρονῶν καὶ οὐ τριάδα. μηδὲ τὴν
35τριάδα εἰς Χριστὸν ἀναπλάσηις αὐτὸν φρονῶν πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, καὶ οὐχ ἥξεις εἰς τὴν Σαβελλίου καταδίκην. μηδὲ κληθῆναι θέλων καθηγητὴς καὶ οὐκ ἀκόλουθος
τῆς Χριστοῦ διδαχῆς καινοτομήσηις κενοδοξίας αἵρεσιν, καὶ οὐ μωμήσεις σὴν ψυχήν, ὅτι226

3

.

227

οἶδας τοὺς ἀποστόλους μὴ καθηγησαμένους ἐν καινοτομίαις, ἀλλ’ ἰχνηλατήσαντας τὸν μόνον καθηγητὴν καὶ νομοθέτην Χριστόν. βλέπε, ἀγαπητέ, μὴ εἰς πέρας ἄξηις τὸ περιφημιζόμενον διὰ σέ, μὴ γέλως ἔσηι 〈σὺν〉 τοῖς θεοπασχίταις ἢ τοῖς τετραδίταις· εἰ δὲ καὶ ἐφήψω τούτων τῶν λόγων καὶ τῆς φρονήσεως ἐν παροιστρήσει τινί, τάχος ἔκκλινον
5ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν, ἵν’ ὡς εὐχόμεθα, ὀρθοτομῆις τὸν λόγον τῆς ἀλη‐ θείας Χριστὸν καθομολογῶν σαρκὶ δι’ ἡμᾶς σταυρωθέντα τὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶν‐ τος, καὶ ἅπαξ οὕτως ὁμολόγει, μὴ ὑποσκελισθῆις ὑπὸ τῶν αἱρέσεων. πολλοὶ γὰρ πλάνοι ἐξῆλθον εἰς τὸν κόσμον οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθέναι.
10 Εὔχου ὑπὲρ ἐμοῦ, θεοφιλέστατε καὶ ἁγιώτατε πάτερ. Ἐπιστολὴ Κυντιανοῦ ἐπισκόπου Ἀσκουλιανῶν πρὸς Πέτρον ἐπίσκοπον Ἀντιοχείας ὅτι οὐ δεῖ παθητὴν λέγειν τὴν τριάδα Πολυμερῶς καὶ πολυτρόπως ἐξένευσας, ἀγαπητέ, τῆς ἀληθείας [τὰ ἐναντία φρονῶν] τὰ ἐναντία πράττων τοῦ δεσποτικοῦ μυστηρίου, μὴ ἑπόμενος τοῖς εὐαγγελίοις
15ἢ τοῖς ἀποστόλοις ἢ τοῖς ἁγίοις πατράσι, καὶ βαρέως φέρηι κατ’ αὐτῶν καινοτομίαν τῆι καθολικῆι ἐκκλησίαι ἐκθεὶς καὶ μέντοιγε οὐκ ἀπείπω ταύτης πολλῶν συνεπισκόπων μεμηνυκότων σοι περὶ αὐτῆς, μάλιστα τοῦ [ἁγιωτάτου] ἀρχιεπισκόπου Φίληκος τοῦ ταύτης ἀποστραφῆναί σε καὶ εὐθῆ καὶ ὀρθοτόμον ἔσεσθαι τοῦ σωτηρίου κηρύγματος. ἀλλ’ οὖν περιβροχούμενος ὑπὸ αἱρέσεων τὸ τῆς θείας διδασκαλίας τάλαντον ἀπεκρύψω
20εἰς τὴν γῆν καὶ οὐ μᾶλλον τοῦτο προβαλέσθαι ἐπὶ τράπεζαν εἶξας οἷον ἐν τῆι τῶν ἀν‐ θρώπων καρδίαι τὴν ὑγιῆ διδασκαλίαν, ἀλλ’ οὖν τοὐναντίον ζιζάνια ἐνέσπειρας. καὶ τίς ἔτι ἀνέξεταί σου διαστρέφοντος τὸ τοῦ Χριστοῦ εὐαγγέλιον; οὐ τὸν ἐξ ἀμφοῖν ἕνα υἱὸν ἐκ δύο φύσεων καὶ ἐν δύο τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τοῦτον δι’ ἡμᾶς κηρύσσων ἐσταυρωμένον, ἀλλὰ 〈διὰ〉 διαστρόφου κενοδοξίας τοῦτον πέπαυσαι δι’ ἡμᾶς λέγειν
25ἐσταυρωμένον. τὸν θεὸν τὸν ἰσχυρὸν τὸν ἀθάνατον οἷον τὴν μίαν τῆς τριάδος φύσιν ἔφης ἐσταυρωμένην, καὶ οὐ μόνον, ἀλλάγε καὶ μίαν φύσιν τοῦ θεοῦ καὶ τῆς σαρκώσεως. καὶ εἰ μία φύσις τοῦ θεοῦ λόγου καὶ τῆς σαρκός, μία δὲ φύσις τοῦ θεοῦ λόγου καὶ τοῦ πα‐ τρός, μία πως καὶ ἡ αὐτὴ φύσις τοῦ πατρὸς καὶ τοῦ σώματος καὶ τοῦ λόγου. εἰ δὲ οὐ μία φύσις τοῦ θεοῦ καὶ πατρὸς καὶ σαρκὸς [ἀνθρωπότητος] καὶ τοῦ λόγου, φράσον πῶς μία
30φύσις τοῦ [πατρὸς καὶ τοῦ] λόγου καὶ τῆς σαρκός. πῶς γὰρ κτιστὴ καὶ ἄκτιστος μία φύσις; εἰ δὲ τοῦτο ἀδύνατον, πῶς ἡ κτιστὴ σὰρξ καὶ ὁ ἄκτιστος λόγος μία φύσις ἐστὶ καὶ οὐ δύο ἐνηλλαγμέναι; εἰ δὲ φύσεως μιᾶς ἐστιν ὁ Χριστὸς καὶ οὐ δύο, τί λέγεις τὸν Χριστόν;
κτιστὸν ὡς ὁ Ἄρειος ἢ ἄκτιστον ὡς ὁ Μανιχαῖος; ποῦ δὲ καὶ ἡ χρονικὴ τῆς Χριστοῦ γεν‐227

3

.

228

νήσεως φύσις καὶ ἡ τῆς θεότητος αὐτοῦ πρὸ αἰώνων φυσικὴ γέννησις, τὸ σήμερον γε‐ γέννηκά σε καὶ τὸ ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε καὶ τὸ Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας; πῶς δὲ καὶ λέγεις ἐκ δύο φύσεων πρὸ τῆς ἑνώσεως τοῦ θεοῦ λόγου καὶ τῆς σαρκός, εἰ οὐχ ὑπῆρχεν ἡ ἐκ
5Μαρίας κατ’ οὐσίαν ἕνωσις; καὶ γὰρ εἰ οὐχ ὑπάρχει ἡ Χριστοῦ σὰρξ πρὸ Μαρίας κατὰ τὸν Οὐαλεντίνου ἀσεβῆ λόγον, πῶς δύο φύσεις προυπῆρχον πρὸ Μαρίας; τίνος δὲ καὶ αὕτη ἡ ἔκφρασις; οὐχὶ Εὐτυχοῦς τοῦ μάλα ἀτυχοῦς τὸ ἐκ δύο λέγειν φύσεων μίαν γεγενῆσθαι φύσιν; εἰ δὲ τὰ αὐτοῦ φρονεῖς, πῶς τοῦτον ἀποπτύηι καὶ τὰ αὐτοῦ παραδέχηι κάκιστα καινίσματα; εἰ γὰρ ἐπ’ ἀληθείας τοῦτο παρὰ σοὶ ἐπέπρακτο ἄν, τοὺς κατ’ αὐτοῦ ἁγίους
10πατέρας τοὺς ἐν Χαλκηδόνι εἶχες δεκτούς. πλὴν φράσον μοι πῶς ἡνωμένος ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον λέγεται τριὰς μόνος ὢν ὁ θεός, εἰ οὐ παραδέχηι ἐν ἑνὶ υἱῶι λέγειν δύο φύσεις. καὶ εἰ ἡ τριὰς εἷς θεός, πῶς ὁ θεὸς λόγος καὶ τὸ ἡμῶν σῶμα αὐτῶι ἑνωθὲν οὐκ ὀφείλει λέγεσθαι εἷς υἱὸς ἐν δύο φύσεσιν; εἰ δὲ μία φύσις ὁ θεὸς λόγος καὶ ἡ σάρξ, δῆλον ὅτι τραπεὶς ὁ λόγος οὐκέτι λόγος, ἀλλὰ σάρξ, καὶ ἡ σὰρξ τραπεῖσα γέγονε λόγος καὶ
15οὐκέτι εἴη σάρξ. εἰ δὲ ἐν τούτοις οὐ γέγονε τροπή, πῶς οὔκ εἰσιν ἐν Χριστῶι δύο φύσεις; ἡ γὰρ σὰρξ σάρξ ἐστιν, εἰ καί ἐστι θεοῦ σάρξ, καὶ ὁ λόγος λόγος ἐστίν, εἰ καὶ ἀνέλαβε τὴν ἡμῶν πρόσληψιν. εἰ δὲ ἐτράπη, πῶς οὐχ ὁμοούσιος ἡ σὰρξ καὶ συναίδιος τῶι πατρὶ καθὰ καὶ ὁ λόγος; εἰ δὲ ἑτεροούσιός ἐστιν ἡ σὰρξ τῶι πατρί, καθότι αὕτη μὲν πρόσφατος, ὁ δὲ πατὴρ ἄχρονος, πῶς οὐ πρόσφατος καὶ ὁ λόγος, καθὸ μίαν φύσιν εἶναι τῆς σαρκὸς καὶ
20τοῦ λόγου λέγεις καὶ τῶι πατρὶ ἑτεροούσιον αὐτὸν λέγεις; εἰ δὲ οὐκ αὐτὴ ἡ φύσις τοῦ λόγου καὶ τῆς σαρκός, πῶς οὐκ εἰσὶ δύο φύσεις ἡ σὰρξ καὶ ὁ λόγος; εἰ μὲν γὰρ πᾶσα ἡ θεότης σὰρξ γεγένηται, πῶς ἔμεινεν ὁ λόγος ὃ ἦν; εἰ δὲ ἐν μέρει γέγονε σάρξ, μεμέρισται ἡ τοῦ λόγου θεότης. εἰ δὲ σαρκωθεὶς ὁ λόγος ἔμεινεν ὃ ἦν, πῶς οὔκ ἐστιν ἄτρεπτος καὶ σαρκωθείς; καὶ εἰ οὐκ ἔστι Χριστὸς ἐν δύο φύσεσι, πῶς σαρκωθεὶς ὁ θεὸς λόγος ἔμεινεν ὃ ἦν; καὶ εἴ ἐστιν
25ὁ θεὸς λόγος παθητός, ἀπαθὴς δὲ ὁ πατήρ, πῶς εἷς καὶ μόνος ἐστὶν ὁ θεός; πῶς δὲ καὶ τού‐ των μία ἐστὶ φύσις; εἰ δὲ καὶ ἀπαθὴς ἡ τριάς, πῶς ὁ θεὸς λόγος ἔπαθεν ὑπὲρ ἡμῶν, εἰ ἐν τῆι ἑτέραι φύσει τῆς σαρκὸς οὐκ ἔπαθεν; καὶ εἰ πᾶν τὸ πάσχον κτιστόν, πῶς ὁ θεὸς λόγος οὐ κτιστὸς πάσχων σαρκί; εἰ δὲ πάσχει σαρκὶ ὁ θεός, πῶς οὐ πάσχει θεότητι; εἰ δὲ οὐ πάσχει θεότητι, τίνι πάσχει σαρκί; εἰ δὲ σαρκὶ πάσχει, πῶς οὐ πάσχει καὶ ἑαυτῶι
30ὁ θεός; εἰ δὲ ταὐτὸν τὸ εἰπεῖν θεοῦ παθόντος σαρκὶ τῶι εἰπεῖν Χριστοῦ παθόντος σαρκί, πῶς οὐκ ἔσται ταὐτὸν τὸ εἰπεῖν πνεῦμα θεῖον πάσχει σαρκί, ἐπειδὴ πνεῦμα ὁ θεός; εἰ δὲ οὐχ ὅμοιον τὸ εἰπεῖν θεοῦ παθόντος σαρκὶ τῶι εἰπεῖν Χριστοῦ παθόντος σαρκί, πῶς δυνατὸν πλέον οἰκειοῦσθαι [εἰ δὲ οὐ πάσχει θεότητι] τὸν θεὸν λόγον τὰ τῆς σαρκὸς οὗ οἰκειοῦται τὰ τοῦ λόγου ὁ πατήρ; καὶ πῶς εἰ οἰκειώσει πάσχει ὁ θεὸς λόγος σαρκί, οὐκ ἔσται οἰκειώσει
35καὶ ὁ πατὴρ τῶι θεῶι λόγωι πάσχων; καὶ εἰ ἀπέθανεν ὁ θεὸς λόγος σαρκί, πῶς ἐστιν ὁμο‐ ούσιος τῶι πατρὶ τῆι ἀθανασίαι; ὁ γὰρ θανὼν ὑπὲρ ἡμῶν οὔκ ἐστιν ἀθάνατος· ἀπέθανε γὰρ κατὰ τὰς γραφάς. καὶ εἰ εἷς τῆς τριάδος ἀπέθανε, πῶς οὐ γέγονέ ποτε δυὰς ἡ τριάς; καὶ εἰ δυὰς ἡ τριὰς οὐ γέγονέ ποτε, πῶς εἷς τῆς τριάδος ἀπέθανεν, εἴγε ἡ ἑτέρα φύσις
τοῦ θεοῦ λόγου οἷον ἡ τῶν ἀνθρώπων φύσις οὐκ ἀπέθανεν; εἰ δὲ ἡ τρισαγία φωνὴ τριὰς228

3

.

229

οὐχ ὑφίσταται, δῆλον ὅτι μιᾶς ὑποστάσεως λέγεις εἶναι τὴν τριάδα, καὶ πῶς οὐ δείκνυσαι εἶναι Σαβελλιανός; εἰ δὲ ἐν τρισὶν ὑποστάσεσι μία φύσις ὑφίσταται τῆς τρισαγίας φωνῆς, πῶς οὐ τὴν τριάδα σταυρωθεῖσαν λέγεις καὶ ἄθεον ἑαυτὸν ὡς οἱ Μαρκιωνισταὶ εἶναι λέγεις ἐν τῶι κόσμωι;
5 α Πᾶς γοῦν ὅστις λέγει μίαν φύσιν τοῦ θεοῦ λόγου καὶ τῆς σαρκὸς καὶ οὐ δύο ἡνω‐ μένας καὶ ἀδιαιρέτους, καθαιρείσθω. β καὶ εἴ τις φύρει τὰς δύο φύσεις τοῦ Χριστοῦ λέγων θεὸν παθόντα σαρκὶ καὶ οὐ παθόντα Χριστὸν σαρκὶ κατὰ τὸν ἀπόστολον, καθαιρείσθω. γ καὶ εἴ τις τὸν ἀπαθῆ καὶ ἀθάνατον θεὸν λόγον λέγει τετράφθαι εἰς πάθος καὶ θνῆσιν
10καὶ οὐκ ἀποδίδωσι ταῦτα τῆι αὐτοῦ σαρκί, καθαιρείσθω. δ καὶ εἴ τις τὴν τρισαγίαν φωνὴν λέγει δι’ ἡμᾶς σταυρωθεῖσαν καὶ οὐχὶ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, καθαιρείσθω. ε καὶ εἴ τις μετὰ τὴν τρισαγίαν φωνὴν Χριστὸν λέγει σταυρωθέντα δι’ ἡμᾶς καὶ οὐχὶ μᾶλλον τὸν ἕνα υἱὸν τὸν ἐν μέσωι τῆς τρισαγίας φωνῆς ὑμνούμενον, καθαιρείσθω.
15 ϛ καὶ εἴ τις ἄνθρωπον λέγει τὸν δι’ ἡμᾶς σταυρωθέντα ἤτοι θεὸν χωρίζων τὰς φύσεις καὶ οὐ συνάπτων ταύτας ἐν τῶι σταυροῦσθαι αὐτόν, καθαιρείσθω. ζ καὶ εἴ τις θεανθρωπίαν καὶ οὐχὶ μᾶλλον θεὸν καὶ ἄνθρωπον λέγει, καθαιρείσθω. η καὶ εἴ τις λέγει δύο πρόσωπα ἤτοι ὑποστάσεις καὶ οὐχὶ μᾶλλον δύο φύσεις εἰς ἐν πρόσωπον καὶ μίαν ὑπόστασιν συντρεχούσας, καθαιρείσθω.
20 θ καὶ εἴ τις ἑτεροούσιον λέγει τὴν σάρκα τοῦ κυρίου τῆς ἡμῶν σαρκὸς καὶ οὐχὶ μᾶλλον ἡμῖν ὁμοούσιον χωρὶς ἁμαρτίας, καθαιρείσθω. ι καὶ εἴ τις λέγει κτιστὸν τὸν τοῦ πατρὸς λόγον καὶ οὐχὶ μᾶλλον τὴν αὐτοῦ σάρκα, καθαιρείσθω. ια καὶ εἴ τις λέγει ὁμοούσιον τὴν σάρκα τοῦ κυρίου τῶι θεῶι καὶ πατρὶ καὶ οὐχὶ
25μᾶλλον τὸν θεὸν λόγον, καθαιρείσθω. ιβ καὶ εἴ τις λέγει ἄνουν καὶ ἄψυχον τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ ἀντ’ αὐτῆς ἔχειν τὴν θεότητα καὶ ὡς ἐκ τούτου λέγειν πάσχειν τὸν θεὸν λόγον καὶ οὐχὶ μᾶλλον νοῦν μετὰ ψυχῆς λογικῆς ἐνανθρωπῆσαι τὸν θεὸν λόγον καὶ ἀπαθῆ λέγειν αὐτὸν τῆι θεότητι, παθητὸν δὲ τῆι ἀνθρωπότητι, καθαιρείσθω.
30 Ταύτας δὲ τὰς δώδεκα καθαιρέσεις ἀπέστειλά σοι, ὅπως φοβηθεὶς τούτων τὰς κρίσεις διεστηκὼς ἔσηι τῆς πανδεινοτάτης σου καινοτομίας εἰδὼς ὅτι χρὴ ἀκολουθεῖν τῆι ἀπο‐ καλύψει τοῦ ὁσιωτάτου τῆς Κωνσταντινουπόλεως ἐκκλησίας ἐπισκόπου Πρόκλου, πῶς ἐν τῶι Κάμπωι καταδραμὼν σὺν τῶι παντὶ αὐτοῦ λαῶι κυματιζομένης ὑπὸ σεισμοῦ τῆς πόλεως καὶ θρήνου ἀναπεμπομένου ὑπὸ πάντων ἄφνω παῖδα ἀρθῆναι εἰς τὸν ἀέρα ὑπό τι‐
35νος δυνάμεως καὶ τούτωι ἐνθέσθαι τοῦ λιτανεύειν τὸ τρισάγιον καὶ λέγειν ἅγιος ὁ θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς, καὶ ταῦτα ἀπαγγεῖλαι τῶι ἐπισκόπωι προσετάχθη. ὃς καὶ μετὰ τρίωρον ἔστη ἐν τῶι τριβουναλίωι παρὰ τοὺς πόδας τοῦ αὐτοῦ ἐπισκόπου καὶ διηγήσατο ταῦτα ὁ παῖς καὶ οὕτως λιτανευσάντων ἔστησαν οἱ φόβοι. οὕτως οὖν καὶ σὺ λιτάνευε, καὶ παύσεται ἡ κατὰ σοῦ δικαίως ἐξενεχθεῖσα ὀργή· εἰ δὲ μή γε, ἥκει ἐπὶ
40σὲ ἡ καθαίρεσις ὑπὸ τοῦ πάπα ἡμῶν Φίλικος. φυλάξει δὲ ὁ θεὸς τὸν κόσμον ἀπὸ
τῶν σκανδάλων, ὧι ἡ δόξα νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.229

3

.

230

Ἐπιστολὴ Φίλικος ἐπισκόπου Ῥώμης καθαιροῦσα Πέτρον ἐπίσκοπον Ἀντιοχείας ὡς θέντα δύο υἱοὺς ἐν τῶι τρισαγίωι, ἕνα ἰσχυρὸν μετὰ τὸν πατέρα καὶ ἕνα ἐσταυρωμένον μετὰ τὸ ἀθάνατον ἅγιον πνεῦμα Ἐπειδήπερ δυστήνων ἐξεμαγεύθης ἐν ἀσεβείαι λόγων καὶ οὐκ ἔκρινας εἶξαι τοῖς
5προτεταγμένοις ἁγίοις πατράσι τοῖς κατακοσμήσασι τὸν θρόνον τοῦ τῆς μακαρίας μνήμης καὶ πολυάθλου Ἰγνατίου τοῦ μάρτυρος, οὗ καὶ ἀνάξιος ὢν οὐκ οἶδα πῶς ἐμπεπήδηκας ἄρξαι, καὶ μώμοις σου βεβήλοις καὶ ἀσεβῶν δόγμασι καινοτομίαν τῆι καθολικῆι ἐκκλησίαι ἐνέκρινας τοῦ μὴ Χριστὸν σταυρωθέντα δι’ ἡμᾶς δεῖν εἰπεῖν, ἀλλὰ πάθος τῶι ἀπαθεῖ θεῶι ἀνόμως ἐπεισάξαι καὶ τῶι ἀθανάτωι πνεύματι θάνατον τιθέναι καὶ οὐκ ἐφρικίασας ἃ οὐ
10παρεδέξω ἔκ τε τῶν θείων εὐαγγελίων καὶ ἀποστόλων καὶ τῶν ἀνδραγαθησάντων εὐφήμων πατέρων, κακίστως ἐπισοφισάμενος ταῦτα ἐπιστροβῆσαι καὶ οἰκείαν φρο‐ νήσεως λύμην ἐμπαραθέσθαι τοῖς ἁπλουστέροις καὶ σκάνδαλον τῆς τοιαύτης αἱρέσεως, ὡς οὐδὲ ἴσα ταῖς προτέραις αἱρέσεσιν ἀνθεῖν, ὑπεράγειν δὲ μᾶλλον πολλαχῶς, καὶ οὐχ ὥρμησας τῆι ἀληθείαι καὶ τοῖς ἐπὶ δὶς γράμμασιν ἡμῶν ἐνωτίσασθαι, νῦν ἠρξάμην ἀπο‐
15φήνασθαι κατὰ σοῦ, μᾶλλον δὲ ὁ κορυφαιότατος τῶν ποιμαντικῶν θρόνων, ὁ ἐν ἁγίαις εὐφημίαις κομῶν, ὁ ἅγιος καὶ ἄριστος τῶν ἀποστόλων ἀληθῶς Πέτρος, οὐ μόνον δὲ κατὰ σοῦ, 〈ὃς αὐτ〉οῦ τὸ ὄνομα ἔφισος εἶ, ἀλλ’ οὐ τῆι γνώμηι οὐδὲ τῆι πίστει, ὅτι ὑπεράγαν ἐκ τούτου ἐκκεκλικὼς εἶ τοῦ ὀρθοῦ σκοποῦ καὶ τῆς ἀμωμήτου πίστεως, ἀλλὰ μὴν καὶ κατὰ τῶν μὴ ἐρυθριασάντων τοὺς τῶν σεπτῶν εὐαγγελιστῶν χαρακτῆρας καὶ τῶν
20τούτοις ἑπομένων ἀποστόλων τε καὶ τελείων ἀνδρῶν διδασκάλων τοὺς λόγους, ἀστάτωι γνώμηι ἐπερειδομένων τῆι ἐκ σοῦ παρανομουμένηι ἐκθέσει ὡς ἡδύτατα παρέπεσθαι ἐπὶ τὸ τῆς κακοδοξίας ὄντως πικρότατον καὶ οὐκ ἀποστραφέντων τὴν τοιάνδε δυσώδη δυσσέβειαν. λέξομεν οὖν σοι, ὡς καὶ κατ’ ἐκείνων, ἐπειδὴ ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην, ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην, ἠγάπησας
25πάντα ῥήματα καταποντισμο, γλῶσσαν δολίαν, διὰ τοῦτο ὁ θεὸς καθελεῖ σε εἰς τέλος οὐ μόνον ἀπὸ τῆς Ἀντιοχέων ἐκκλησίας, ἀλλὰ μὴν καὶ πάσης πόλεως καί γε πεπαγιωμένως ἔσται σου ἡ καθαίρεσις αὕτη ὑπ’ ἐμοῦ καὶ τῶν διεπόντων ὑπ’ ἐμὲ τὸν ἀποστολικὸν θρόνον καὶ Ἀκακίου τοῦ τῆς Κωνσταντινουπολιτῶν ἐκκλησίας ποιμένος καὶ τῶν αὐτῶι ὁρίων ἐπισκόπων ὡς καὶ τῶν αὐτῶν μὴ ἀνασχόμενον
30ὑπομνημάτων. ὁτὲ μὲν γὰρ ἔφησας τριάδα δι’ ἡμᾶς σταυρωθῆναι καὶ οὐχὶ Χριστόν, ὁτὲ δὲ τὸ ἀθάνατον πνεῦμα, ὁτὲ δὲ ἐκ τούτων φυγὼν κατελεγχόμενος ὑπὸ τῶν ἡμῶν ὑποθηκῶν καὶ λόγων Χριστὸν μετὰ τὸ ἀθάνατον πνεῦμα [ἔλεξας ὑπομεμενη‐ κέναι], ὡς ὁ Σαμοσατεὺς καὶ Νεστόριος [τὸ πάθος] τὸν ἕνα υἱὸν διχάζοντες εἰς δυάδα
υἱῶν. ὅτε καὶ ἐπὶ τοῦτο εἶξας, ἧκες ἐπὶ τὸ κάκιστον τὸ τὸν χερουβικὸν ὕμνον εὐπα‐230

3

.

231

ρέδρως τρόμωι ἀνενδότωι ὡσαύτως 〈προσφερόμενον〉 τὴν τριάδα μὴ δοξολογεῖν, ἀλλὰ τὸν πάντα ὕμνον εἰς τὸν υἱὸν ἄγειν, θέλων ἐνστήσασθαι ἣν κατὰ τῶν ἀκάκων ἐξήνεγκας νομῆς γάγγραιναν καὶ παντοίαις ἐντεῦθεν ἀγχόναις αἱρέσεων μεγίστως περικρημνιζόμενος ἐκνεύων τῆς ἀληθείας τοῦ τὸν Χριστὸν μὴ κηρύττειν δι’ ἡμᾶς σταυρωθέντα τὸν μονογενῆ τοῦ θεοῦ
5υἱόν, τὸν ἐν μέσωι πατρὸς καὶ τοῦ ἁγίου πνεύματος εὐσεβῶς δοξολογούμενον. τί γὰρ τούτου ἀπαγορευτικώτερον, πατρὸς παρ’ ὑμῶν καὶ ἁγίου πνεύματος ἀδοξουμένου καὶ συκοφαντίαν τοῖς σεραφὶμ ὑμῶν παρεισφερόντων ὅτι οὐ τὴν τριάδα φάσκουσι δοξο‐ λογεῖν ἅγιος ἅγιος ἅγιος, ἀλλὰ μονοπροσώπως τὸν υἱόν; καὶ ποία φαράγκωσις [αὕτη] αἱρέσεως οὕτως ἀπηναισχύντησεν ὡς ὑμεῖς; πλὴν καὶ ἐν τούτωι διατρέχοντες ἔτι και‐
10νοτέρως ἐπέβητε ταῖς στραγγαλιώδεσι τῶν ὑπὸ θεοῦ ἀπειπαμένων δυσφημιῶν· τὸν υἱὸν πατέρα καὶ ἅγιον πνεῦμα λέγοντες Σαβελλιανίζετε καὶ συναλοιφὴν παρεισκρίνοντες τὴν τριάδα ὁμολογουμένως ἀπηρνήσασθε, εἰς ἣν ἐβαπτίσθημεν καὶ πιστεύομεν καὶ ὁμολογοῦμεν. τίς οὖν οὐκ ἀποδυρήσεται τοὺς οὕτω φάσκοντας περὶ τοῦ ἀχράντου τρισαγίου; ὃ ἐμοὶ λίαν πρέπει ἀπείπασθαι καὶ κλαυθμὸν δοῦναι ἐπαξίως τῶν ἐπὶ τούτωι
15διασυλωμένων ἁπλουστέρων ψυχῶν τῶν τὸ ἀσεβὲς ὡς εὐσεβὲς δραματουργησάντων. οὓς καὶ ἀλλοτρίους ἡγούμεθα τῆς ὀρθοδόξου πίστεως καὶ τῆς καθολικῆς ἐκκλησίας καὶ τῆς κοινωνίας τοῦ ἡμῶν ἡγουμένου ἐνδόξου προέδρου Πέτρου τοῦ τὰς κλεῖς τῆς βασιλείας παρὰ τοῦ σωτῆρος ἡμῶν εἰληφότος. οἱ δὲ τοῦ ἀποστόλου ἐθέλοντες εἶναι κοινωνοί, ἄγετε καὶ τὴν διδαχὴν τούτου τοῦ τὸν Χριστὸν φωνεῖν καὶ πιστεύειν δι’ ἡμᾶς
20σταυρωθέντα καὶ μὴ τοῦτον ἀπαρνήσασθε ὡς ὁ ἀρτίως καθηιρημένος Πέτρος διὰ τὸ ἀλλοκότως καὶ δυσμενῶς ἐν τῶι τρισαγίωι κεκαινοτομηκέναι τὸ ὁ σταυρωθεὶς δι’ ἡμᾶς, εἰδότες ὅτι οὐ τριάδα παρὰ τῶν ἀποστόλων σταυρωθεῖσαν παρεδέξασθε, οὐ πατέρα, οὐ πνεῦμα ἅγιον, εἰ μὴ σαρκὶ τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ μονώτατον. φεύγετε τοίνυν ἀπὸ τῆς τοῦ δυσμενοῦς τούτου κοινωνίας καὶ ἔσομαι ὑμῶν κοινωνὸς καθότι καὶ
25ὑμεῖς ἐμοὶ τοῦ θολεροῦ φάσματος πόρρω ὑμῶν τῆς ὀρθοδοξίας ἐκπεπηδηκότος. φυ‐ λάξατε οὖν οἱ Χριστοῦ μαθηταί, ἐμοῦ δὲ υἱοὶ τὰς παραδόσεις ἃς παρειλήφατε ἀπὸ τῶν
θείων γραφῶν.231