TLG 5000 003 :: CONCILIA OECUMENICA (ACO) :: Concilium universale Chalcedonense anno 451 CONCILIA OECUMENICA (ACO) Concilium universale Chalcedonense anno 451 Citation: Tome+volume+part — page — (line) | ||
2,1,13 | Τῶν Ῥωμαικῶν τούτων ἡ ἑρμηνεία ἐστὶ τὰ ἐπαγόμενα Ἑλληνιστί Τῆι πρὸ δεκαεννέα Καλανδῶν Ἰανουαρίων Πρωτογένους καὶ Ἀστερίου τῶν λαμπροτάτων Ἐπιστολὴ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Ῥώμης Λέοντος [ἀποσταλεῖσα] πρὸς | |
5 | Θεοδόσιον τὸν βασιλέα δι’ ἧς ἤιτησεν ἰδικὴν σύνοδον ἐν τοῖς τῆς Ἰταλίας μέρεσι γενέ‐ σθαι καὶ ἐν μηδενὶ ἑτέρωι τόπωι διὰ τὸ ὑπεναντίαν εἶναι τῶν κανόνων τὴν ἐν Ἐφέσωι δευτέραν σύνοδον [Ἐπιστολὴ Λέοντος ἐπισκόπου Ῥώμης πρὸς Θεοδόσιον βασιλέα περὶ τοῦ τὴν σύνοδον ἐν τοῖς τῆς Ἰταλίας γενέσθαι μέρεσιν] | |
---|---|---|
10 | Τῶι γαληνοτάτωι καὶ ἐνδοξοτάτωι Θεοδοσίωι βασιλεῖ Λέων ἐπίσκοπος. Ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐν ταῖς γενομέναις συνόδοις τοσαύτην ἡμεῖς εἰλήφαμεν παρρησίαν παρὰ τοῦ ἁγιωτάτου Πέτρου καὶ κορυφαίου τῶν ἀποστόλων, ὡς ἔχειν τὴν αὐθεντίαν ἐκδικεῖν τὴν ἀλήθειαν ὑπὲρ τῆς ἡμῶν εἰρήνης καὶ μηδενὶ δύνασθαι ὀχυρὰν οὕτως ὑπάρχουσαν παρα‐ σαλεύειν, παραχρῆμα τῆς βλάβης ἀποσειομένης. ἐπεὶ οὖν τὸ συνέδριον τῶν ἐπι‐ | |
15 | σκόπων ὅπερ γενέσθαι προσετάξατε ἐν τῆι Ἐφεσίων πόλει διὰ Φλαβιανόν, αὐτήν τε καταβλάπτει τὴν πίστιν καὶ πάσας τραυματίζει τὰς ἐκκλησίας καὶ ταῦτα ἡμῖν ἔγνωσται, οὐ παρὰ ἀβεβαίου τινὸς ἀγγέλου, ἀλλὰ παρ’ αὐτῶν τῶν παρ’ ἡμῶν ἀποσταλέν‐ των εὐλαβεστάτων ἐπισκόπων καὶ τοῦ πιστοτάτου Ἱλάρου τοῦ ἡμετέρου διακόνου τῶν τὰ πεπραγμένα ἡμῖν ὑφηγησαμένων, τὸ δὲ συμβὰν ταύτην ἔχει τὴν αἰτίαν τὸ μὴ | |
20 | καθαρᾶι συνειδήσει καὶ ὀρθῆι κρίσει κατὰ τὸ σύνηθες τοὺς συνελθόντας τῆι τε πίστει καὶ τοῖς πεπλανημένοις τὴν ἀπόφασιν ἐκφωνῆσαι· ἔγνωμεν γὰρ ἐν τῶι συνεδρίωι μὴ πάν‐ τας συνεληλυθέναι τοὺς ὀφείλοντας, ἀλλ’ ἑτέρους μὲν ἐκβληθέντας, ἑτέρους δὲ εἰσδεχθέν‐ τας, οἵτινες τῆι ὑπολήψει τοῦ προλεχθέντος ἐπισκόπου ἀσεβέσιν ἁλόντες ὑπογραφαῖς ἐνεβασανίσθησαν· τοιαύτη γὰρ ἡ παρ’ αὐτοῦ ἐξενεχθεῖσα ἀπόφασις, ὡς πάσας δι’ αὐτῆς | |
25 | τὰς ἐκκλησίας καταβλάπτεσθαι· σφόδρα γὰρ ἀσεβὲς καὶ τῆι πίστει πολεμοῦν τὸ τοιοῦτο | |
θεασάμενοι οἱ παρ’ ἡμῶν ἀποσταλέντες ἡμῖν κατεσήμαναν· ὅθεν, γαληνότατε βασιλεῦ, τῆς | 3 in vol. 2.1.1 | |
2,1,14 | ὑμετέρας εὐσεβοῦς συνειδήσεως τὸν κίνδυνον ἕνεκα τῆς πίστεως ἀποσοβῆσαι καταξίωσον καὶ μὴ πρόληψις ἀνθρωπίνη τὸ τοῦ Χριστοῦ εὐαγγέλιον βιάσηται. ταῦτα ἐγώ, ὦ Χρι‐ στιανικώτατε καὶ προσκυνητὲ βασιλεῦ, μετὰ τῶν σὺν ἐμοὶ ἐπισκόπων, εἰλικρινεῖ διαθέσει ποθῶν ὑμᾶς πρὸ πάντων θεῶι ἀρέσκειν, ὧι παρὰ πάσης ἐκκλησίας συμφώνως ὑπὲρ τοῦ | |
5 | ὑμετέρου κράτους δεήσεις ἀναπέμπονται, συμβουλεύω, μή ποτε δίκας ὑφέξωμεν ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ τὸ τοιοῦτον παρασιωπήσαντες. δέομαι τοιγαροῦν ἐνώ‐ πιον τῆς μιᾶς θεότητος τῆς ἀχωρίστου τριάδος τῆς ἀδικουμένης διὰ τῶν κακῶς πεπρα‐ γμένων, φύλακος ὑπαρχούσης τῆς ὑμετέρας βασιλείας, καὶ ἐνώπιον τῶν ἁγίων ἀγγέλων τοῦ Χριστοῦ, ἵνα πάντα μείνωσιν ἀρραγῆ καθὼς καὶ πρὸ δίκης ἐτύγχανεν, περιμείνωσι | |
10 | δὲ τὸ μεῖζον τῆς συνόδου κριτήριον, ἐν ἧι ὁ πᾶς ἀριθμὸς τῶν ἐπισκόπων ἐκ πάσης τῆς οἰκουμένης συνάγεται, καὶ μὴ συγχωρήσητε ὑμᾶς τῶι ἑτέρων πταίσματι βάρος ὑπομεῖναι, ὅπερ σαφέστερον εἰπεῖν ἀνάγκης ἐπειγούσης τῶι δέει κρατούμεθα, ἀλλὰ λαβεῖν πρὸ ὀφθαλμῶν τοῦ μακαριωτάτου Πέτρου τὴν δόξαν καὶ τοὺς κοινοὺς στεφάνους σὺν αὐτῶι πάντων τῶν ἀποστόλων καὶ τὰς τῶν μαρτύρων χαράς, οἷς οὐ γέγονεν ἑτέρα τις | |
15 | αἰτία τοῦ παθεῖν εἰ μὴ ἡ ὁμολογία τῆς ἀληθοῦς θεότητος καὶ ἡ ἐν Χριστῶι τελεία δια‐ μονή. ἧστινος ὁμολογίας ἀσεβῶς ὑπό τινων νῦν ὀλίγων καταβλαπτομένης πᾶσαι αἱ ἐκκλησίαι τῶν ἡμετέρων μερῶν καὶ πάντες οἱ ἱερεῖς τὴν ὑμετέραν ἡμερότητα μετὰ δακρύων ἱκετεύουσιν κατὰ τὴν αἴτησιν τοῦ λιβέλλου Φλαβιανοῦ τοῦ ἐπισκόπου ὥστε κελεῦσαι ἰδικὴν σύνοδον ἐν τοῖς τῆς Ἰταλίας ἐπιτελεσθῆναι, ὅπως πᾶσα ἐναντιότης | |
20 | ἐκβληθείη ἢ καταπραυνθείη καὶ μηδὲν ἦι παρέλκον ἢ ἀμφίβολον ἐπὶ τῆι πίστει, συνερ‐ χομένων ἔτι καὶ τῶν ἐπισκόπων ἀπὸ πασῶν τῶν Ἀνατολικῶν ἐπαρχιῶν, ὧν εἴ τινες ὕβρεις κατὰ τὴν ὁδὸν τῆς ἀληθείας ὤφλησαν, σωτηριώδεσι θεραπείαις εἰς τὸ ὁλόκληρον ἀνακληθῶσιν καὶ οὗτοι ὧν ἐστιν αἰτία βαρυτέρα, ἢ διὰ τῆς συμβουλίας ἡσυχάσωσιν ἢ ἀπὸ τῆς μιᾶς ἐκκλησίας ἐκκοπῶσιν, ὥστε καὶ ταῦτα ἀναγκαῖον παραφυλάξαι ὅσα ὁ | |
25 | ἐν Νικαίαι κανὼν παρακελεύεται ὅσα τε ὁ ὅρος ὁ ἀπὸ πάσης τῆς οἰκουμένης τῶν ἐπι‐ σκόπων ** κατὰ τὸ ἔθος τῆς καθολικῆς ἐκκλησίας καὶ τῶν ἡμετέρων πατέρων ἐλευθέραν τὴν πίστιν, δι’ ἧς ἡ ὑμετέρα γαληνότης συνίσταται. τῶν γὰρ βλαπτόντων τὴν ἐκκλη‐ σίαν ἀπελαθέντων καὶ τῶν ὑμετέρων ἐπαρχιῶν ἀπολαυουσῶν τοῦ δικαίου καὶ τῆς κατὰ τῶν αἱρετικῶν ἐκδικήσεως γενομένης, καὶ τὸ ὑμέτερον βασίλειον τῆι δεξιᾶι τοῦ Χριστοῦ | |
30 | σκεπασθείη. Τῶν Ῥωμαικῶν τούτων ἡ ἑρμηνεία ἐστὶ τὰ ἐπαγόμενα Ἑλληνιστί Ἀντίτυπον συνεδρίου ἐν τῶι τόπωι τῶν Καινῶν ἐν οἷς διελάλησαν Γαυδέντιος ἐπίσκοπος εἶπεν· Εἰ ἀρέσκει, προστεθῆναι ταύτηι τῆι ἀποφάσει, ἥντινα πλήρη ἁγιότητος προσηνέγκατε· ὁπηνίκα ἄλλος ἐπίσκοπος καθηιρέθη κρίσει ἐπισκόπων | |
35 | καὶ διεμαρτύρατο ἐν πόλει τῶν Καινῶν κινηθῆναι τὰ τοῦ πράγματος, ὁ δὲ ἕτερος ἐπί‐ σκοπος ἐν ταύτηι τῆι καθέδραι μετὰ τὴν αἴτησιν τοῦ φαινομένου καθηιρῆσθαι, παντελῶς ἐν ἑτέρωι τόπωι τυπωθῆναι τὰ τοῦ πράγματος μὴ δύνασθαι, εἰ μὴ παρὰ τῶν ἐκεῖσε | |
κριτῶν δέξηται τὸν ὅρον. | 4 in vol. 2.1.1 | |
2,1,15 | Τῶν Ῥωμαικῶν τούτων ἡ ἑρμηνεία ἐστὶ τὰ ἐπαγόμενα Ἑλληνιστί Θεῖον γράμμα καταπεμφθέν, τοῦτο μὲν τοῦ δεσπότου ἡμῶν Οὐαλεντινιανοῦ, τοῦτο δὲ τῆς θείας μνήμης Πλακιδίας, οὐ μὴν ἀλλὰ καὶ τῆς προσκυνητῆς βασιλίδος Εὐδο‐ ξίας πρὸς τὸν τῆς θείας μνήμης Θεοδόσιον ὥστε κελεῦσαι ἐν τοῖς μέρεσι τῆς Ἰταλίας σύν‐ | |
5 | οδον ἐπιτελεσθῆναι Τῶι δεσπότηι Θεοδοσίωι ἐνδόξωι νικητῆι καὶ τροπαιούχωι αἰωνίωι βασιλεῖ καὶ πατρὶ νικητὴς Οὐαλεντινιανὸς ἔνδοξος τροπαιοῦχος ἀεὶ βασιλεὺς καὶ υἱός. Παρα‐ γενομένου μου ἐν τῆι πόλει Ῥώμηι ἐξευμενίσασθαι τὸ θεῖον, τῆι ἐπιούσηι ἡμέραι ἐν τῶι εὐκτηρίωι τοῦ ἀποστόλου Πέτρου προῆλθον κἀκεῖσε μετὰ τὴν σεβάσμιον νύκτα | |
10 | τῆς ἡμέρας τοῦ ἀποστόλου ὑπό τε τοῦ Ῥώμης ἐπισκόπου ὑπό τε ἑτέρων αὐτῶι ἅμα ἐκ διαφόρων ἐπαρχιῶν συνηγμένων ἠξιώθην γράψαι πρὸς τὴν σὴν ἡμερότητα περὶ τῆς πίστεως, ἥτις φύλαξ ὑπάρχουσα πασῶν τῶν πιστευουσῶν ψυχῶν λέγεται τεταράχθαι. ἣν ἡμεῖς ἀπὸ τῶν προγόνων παραδοθεῖσαν ὀφείλομεν μετὰ τῆς προσηκούσης καθοσιώσεως ἐκδικεῖν καὶ τῆς ἰδίας εὐλαβείας τὴν ἀξίαν τῶι μακαριωτάτωι ἀποστόλωι Πέτρωι ἄτρωτον | |
15 | καὶ ἐν τοῖς ἡμετέροις χρόνοις διαφυλάττειν, ἵνα ὁ μακαριώτατος ἐπίσκοπος τῆς Ῥωμαίων πόλεως, ὧι τὴν ἱερωσύνην κατὰ πάντων ἡ ἀρχαιότης παρέσχεν, χώραν καὶ εὐπο‐ ρίαν ἔχηι περί τε πίστεως καὶ ἱερέων κρίνειν, δέσποτα ἁγνότατε πάτερ καὶ σεβάσμιε βασιλεῦ. τούτου γὰρ χάριν κατὰ τὸ ἔθος τῶν συνόδων καὶ ὁ τῆς Κωνσταντινουπόλεως ἐπίσκοπος αὐτὸν ἐπεκαλέσατο διὰ λιβέλλου ἕνεκα τῆς ἀνακυψάσης φιλονεικίας περὶ τῆς πίστεως. | |
20 | τούτωι οὖν αἰτοῦντι καὶ ἐνευχομένωι τὴν κοινὴν σωτηρίαν ἡμῶν ἐπινεῦσαι οὐκ ἠρνησάμην τὸ πρὸς τὴν σὴν ἡμερότητα τὴν ἐμὴν αἴτησιν οἰκειῶσαι, ἵνα ὁ προλεχθεὶς ἱερεὺς συναχθέντων ἐκ πάσης τῆς οἰκουμένης καὶ τῶν λοιπῶν ἱερέων ἐντὸς τῆς Ἰταλίας, παντὸς προκρίματος ἀποκινηθέντος, ἐξ ὑπαρχῆς τὴν στρεφομένην αἰτίαν πεφροντισμένηι δοκιμασίαι διαγνοὺς ἐξοίσηι τὴν ἀπόφασιν ἣν ἡ πίστις καὶ ὁ τῆς ἀληθοῦς θειότητος λόγος | |
25 | ἀπαιτεῖ. οὐ γὰρ ὀφείλει ἐν τοῖς ἡμετέροις καιροῖς καινότης θρηισκείας εἰσάγεσθαι θορύβωι προπετείας, ἀσαλεύτου τῆς πίστεως μέχρις ὧδε διαφυλαχθείσης. πρὸς δὲ τελείαν διδασκαλίαν τῆς σῆς θειότητος ἀπεστείλαμεν καὶ τὰ πεπραγμένα, δι’ ὧν καὶ τὰς ἐπιθυμίας καὶ τὰς ἐκβοήσεις πάντων ἡ ὑμετέρα εὐσέβεια καταμάθοι. Τῶν Ῥωμαικῶν τούτων ἡ ἑρμηνεία ἐστὶ τὰ ἐπαγόμενα Ἑλληνιστί | |
30 | Δεσπότηι νικητῆι Θεοδοσίωι καὶ τροπαιούχωι ἀεὶ βασιλεῖ υἱῶι Γάλλα Πλακιδία ἡ εὐσεβεστάτη καὶ ἀνθοῦσα αἰωνία ἀεὶ βασιλὶς καὶ μήτηρ. Ὁπηνίκα ἐν αὐτῆι τῆι εἰσόδωι τῆς ἀρχαίας πόλεως ταύτην ἐτιθέμεθα τὴν φροντίδα ἀποδοῦναι τὴν προσκύνησιν τῶι μακαριωτάτωι ἀποστόλωι Πέτρωι, ἐν αὐτῶι τῶι προσκυνητῶι θυσιαστηρίωι τοῦ μάρτυρος ὁ εὐλαβέστατος ἐπίσκοπος Λέων, ὀλίγον ἐπισχὼν ἑαυτὸν ἀπὸ τῆς εὐχῆς, | |
35 | ἕνεκα τῆς καθολικῆς πίστεως πρὸς ἡμᾶς ἀπωδύρατο, αὐτόν τε ὁμοίως τὸν κορυφαῖον τῶν ἀποστόλων, ὧι καὶ ἔναγχος προσήιειμεν, μάρτυρα συλλαβόμενος περιεστοιχισμένος τε πλήθει ἐπισκόπων, οὕστινας ἀπὸ ἀναριθμήτων πόλεων ἐν τῆι Ἰταλίαι συνήγαγεν ὑπὸ τῆς ἀρχῆς τοῦ ἰδίου τόπου καὶ τῆς ἀξίας, καὶ τοῖς ῥήμασιν συνάπτων τὰ δάκρυα εἰς κοινωνίαν τῶν ἰδίων θρήνων καὶ τὰς ἡμετέρας οἰμωγὰς ἐξεκαλεῖτο. οὐ μικρὰ γὰρ | |
40 | ἐκ τῶν γεγενημένων ζημία τὴν τοσούτοις χρόνοις φυλαχθεῖσαν τοῦ καθολικοῦ κανόνος | |
πίστιν ἀπὸ τοῦ θειοτάτου πατρὸς ἡμῶν Κωνσταντίνου, ὃς πρῶτος ἐν τῶι βασιλείωι | 5 in vol. 2.1.1 | |
2,1,16 | διέλαμψεν Χριστιανός, ἔναγχος τεταράχθαι πρὸς ὑπόληψιν ἑνὸς ἀνθρώπου, ὅστις ἐν τῆι συνόδωι τῆς Ἐφεσίων πόλεως μῖσος καὶ ἁψιμαχίαν μᾶλλον λέγεται γεγυμνακέναι τῆι τε τῶν στρατιωτῶν παρουσίαι καὶ τῶι φόβωι καταπλήττων τὸν ἐπίσκοπον τῆς Κωνσταντινουπολιτῶν Φλαβιανὸν διὰ τὸ λίβελλον στεῖλαι πρὸς τὸν ἀποστολικὸν θρόνον | |
5 | καὶ πρὸς πάντας τοὺς ἐπισκόπους τῶν μερῶν τούτων διὰ τῶν ἀποσταλέντων ἐν τῆι συνόδωι παρὰ τοῦ εὐλαβεστάτου ἐπισκόπου Ῥώμης, οἵτινες κατὰ τοὺς ὅρους τῆς ἐν Νικαίαι συνόδου εἰθίσθησαν συνεῖναι, δέσποτα ἁγνότατε υἱὲ βασιλεῦ προσκυνητέ. τού‐ του χάριν ἡ σὴ ἡμερότης τοῖς τοσούτοις θορύβοις ἀντιτιθεῖσα τὴν ἀλήθειαν, ἄσπιλον τὴν πίστιν τῆς καθολικῆς θρηισκείας παραφυλαχθῆναι προσταξάτω, ἵνα κατὰ τὸν | |
10 | τύπον καὶ τὸν ὅρον τοῦ ἀποστολικοῦ θρόνου, ὃν καὶ ἡμεῖς ὁμοίως ὡς προηγούμενον προσκυνοῦμεν, ἐν τῆι στάσει τῆς ἱερωσύνης ἀβλαβοῦς μένοντος ἐν πᾶσι Φλαβιανοῦ, ἐν τῆι συνόδωι τοῦ ἀποστολικοῦ θρόνου ἡ δίκη παραπεμφθείη, ἐν ὧι πρῶτος ἐκεῖνος ὁ τὰς οὐρανίους κλεῖς ἀξιωθεὶς ὑποδέξασθαι τὴν ἐπισκοπὴν τῆς ἀρχιερωσύνης ἐκόσμησεν, δη‐ λαδὴ ὁπότε πρέπει ἡμᾶς ταύτηι τῆι μεγίστηι πόλει, ἥτις δέσποινα πασῶν ὑπάρχει τῶν | |
15 | γεῶν, ἐν πᾶσι τὸ σέβας παραφυλάξαι, ἐπιμελέστερον δὲ κἀκείνου προνοῆσαι ἵνα μὴ ὅπερ ἐν τοῖς ἀνωτέροις χρόνοις ἡ ἡμετέρα γενεὰ διεφύλαξεν, ἐφ’ ἡμῶν δόξηι μιαίνεσθαι καὶ διὰ τοῦ παρόντος ὑποδείγματος σχίσματα προχωρήσηι ἔν τε τοῖς ἐπισκόποις καὶ ταῖς ἁγιωτάταις ἐκκλησίαις. Τῶν Ῥωμαικῶν τούτων ἡ ἑρμηνεία ἐστὶν τὰ ἐπαγόμενα Ἑλληνιστί | |
20 | Ἐπιστολὴ Λικινίας αὐγούστας ἤτοι Εὐδοξίας πρὸς Θεοδόσιον Δεσπότηι Θεοδοσίωι τροπαιούχωι ἀεὶ βασιλεῖ καὶ πατρὶ Λικινία Εὐδοξία ἡ εὐσε‐ βεστάτη καὶ ἀνθοῦσα αἰωνία βασιλὶς θυγάτηρ. Πᾶσιν ἔγνωσται τὴν σὴν ἐπιείκειαν μέριμναν καὶ φροντίδα ποιεῖσθαι τῆς Χριστιανῶν καὶ [τῆς] καθολικῆς πίστεως ἐπὶ τοσοῦτον ὡς ἐπιτρέπειν ἐφ’ ὕβρει ταύτης μηδὲν παντάπασιν γίνεσθαι. ὁπηνίκα τοίνυν εὐτυχῶς ἐν | |
25 | τῆι Ῥώμηι εἰσεληλύθαμεν καὶ τοῖς οὐδοῖς τοῦ εὐκτηρίου τοῦ ἁγιωτάτου ἀποστόλου Πέτρου παρεγεγόναμεν, Λέων ὁ μακαριώτατος ἐπίσκοπος τῆς Ῥωμαίων πόλεως μετὰ καὶ ἑτέρων πλειόνων ἐπισκόπων ἀξίωσιν ἡμῖν προσήγαγεν, φάσκων ὅλον τὸ δόγμα τῆς θρηι‐ σκείας κατὰ τὴν Ἀνατολὴν τεθορυβῆσθαι καὶ τοῦτο συμβεβηκέναι ὥστε πᾶσαν τῶν Χριστιανῶν τὴν πίστιν εἰς σύγχυσιν ἐλάσαι. καὶ γὰρ Φλαβιανὸν τὸν ἐπίσκοπον τῆς | |
30 | Κωνσταντινουπόλεως ἐκκλησίας διὰ τὰς ἔχθρας τοῦ Ἀλεξανδρέων ἐπισκόπου ἀπω‐ δύρατο ἐκβεβλῆσθαι καὶ τοῦτο μετὰ τῶν ἄλλων ἐπισκόπων ἤιτησεν, ἐπιμαρτυρόμενος αὐτῶν τε τῶν σεβασμίων τόπων τὴν προσκύνησιν καὶ τῆς ἡμετέρας ἡμερότητος τὴν σωτηρίαν, ὥστε πρὸς τὴν σὴν φιλανθρωπίαν ἀπὸ τοῦ μέρους τούτου ἐμὰ γράμματα καταπεμφθῆναι, δέσποτα ἁγνότατε πάτερ βασιλεῦ προσκυνητέ. προσαγορεύουσα | |
35 | τοιγαροῦν δίκαια αἰτῶ ὥστε τούτοις τοῖς πράγμασιν θεραπείαν ἡ ὑμετέρα γαληνότης ἐπιτρέψοι παρασχεθῆναι καὶ τὰ κακῶς πεπραγμένα διορθωθῆναι κελεύσοι, ἄχρις οὗ | |
πάντων τῶν ἤδη τετυπωμένων ἀνακληθέντων ἐξ ὁλοκλήρου πίστεως καὶ τῆς τῶν Χρι‐ | 6 in vol. 2.1.1 | |
2,1,17 | στιανῶν θρηισκείας ἡ κινουμένη αἰτία ἐν τοῖς τῆς Ἰταλίας συναχθείσης τῆς συνόδου δοκιμασθείη. ἐγράφη γὰρ ἐνταῦθα πᾶσαν φιλονεικίαν κεκινῆσθαι ὥστε Φλαβιανὸν τὸν ἐπίσκοπον ἐκ τῶν ἀνθρωπίνων πραγμάτων ἀπαρθῆναι. Θεῖον γράμμα | |
5 | Ἐπιστολὴ Θεοδοσίου ἀντιγραφεῖσα πρὸς Οὐαλεντινιανόν Δεσπότηι ἐμῶι Οὐαλεντινιανῶι αἰωνίωι αὐγούστωι Θεοδόσιος. Καὶ ἐν τῆι Ῥώμηι παραγεγενῆσθαι τὴν σὴν ἡμερότητα καὶ αἴτησιν προσενηνέχθαι παρὰ Λέοντος τοῦ εὐλαβεστάτου πατριάρχου δεδήλωται παρὰ τῆς σῆς μεγαλειότητος ἐν τῶι αὐτῶι ὕφει τῶν γραμμάτων. καὶ περὶ μὲν τῆς σῆς ὑγιοῦς ἐν τῆι Ῥώμηι ἐπανόδου χάρι‐ | |
10 | τας ἀποδεδώκαμεν ἀξίως τῆι θείαι μεγαλειότητι, δέσποτα ἁγνότατε υἱὲ καὶ προσκυνητὲ βασιλεῦ· περὶ δὲ τούτων ὧν ἔφη ὁ μνημονευθεὶς εὐλαβέστατος ἀνήρ, δεδήλωται πρὸς αὐτὸν πλατύτερον καὶ πληρέστατον καὶ καθὼς ὑπολαμβάνομεν, ἐν μηδενὶ μέρει ἔγνω ἡμᾶς ἀπὸ τῆς πατρώιας θρηισκείας καὶ τῆς τῶν προγόνων παραδόσεως ἀποπεπηδηκέναι. οὐδὲν γὰρ ἄλλο βουλόμεθα ἢ εὐχόμεθα ἤπερ τὰ μυστήρια τὰ πατρῶια τὰ κατὰ δια‐ | |
15 | δοχὴν ἡμῖν παραδοθέντα ἀκίνητα φυλαχθῆναι. διὰ ταύτην τοιγαροῦν τὴν αἰτίαν, ἐπειδὴ τινὰς ἔγνωμεν τὰς ἁγιωτάτας ἐκκλησίας ἐπιβλαβεῖ καινισμῶι θορυβεῖν, σύνοδον ὡρίσαμεν ἐν Ἐφέσωι γενέσθαι· δηλαδὴ παρουσίαι τῶν εὐλαβεστάτων ἐπισκόπων μετὰ πολλῆς ἐλευθερίας καὶ ὁλοκλήρου ἀληθείας καὶ οἱ ἀνάξιοι τῆς ἱερωσύνης ἀπεκινή‐ θησαν καὶ οἱ κριθέντες ἄξιοι προσεδέχθησαν. οὐδὲν τοίνυν παρὰ τούτων ὑπεναντίον | |
20 | τοῦ κανόνος τῆς πίστεως ἢ τοῦ δικαίου ἔγνωμεν γεγενῆσθαι. πᾶσα τοιγαροῦν ἀμφι‐ βολία τῶι θείωι δικαστηρίωι ἐξητάσθη, Φλαβιανὸς δὲ ὁ φωραθεὶς αἴτιος τοῦ βλαβεροῦ καινισμοῦ τὴν ὀφειλομένην ἑαυτῶι τιμὴν ἀπηνέγκατο. καὶ τούτου δὲ ἀποκινηθέντος πᾶσα εἰρήνη καὶ πᾶσα συμφωνία ἐν ταῖς ἐκκλησίαις βασιλεύει καὶ οὐδὲν ἕτερον κρατεῖ εἰ μὴ καθαρὰ ἡ ἀλήθεια. | |
25 | Ἐπιστολὴ Θεοδοσίου ἀντιγραφεῖσα πρὸς Γάλλαν Πλακιδίαν Δεσποίνηι ἐμῆι Πλακιδίαι προσκυνητῆι αὐγούσται 〈Θεοδόσιοσ〉. Ἐκ τῶν γραμμάτων τῆς σῆς ἡμερότητος ἡ ἡμετέρα ἔγνω αἰωνιότης ὅ τι ὁ εὐλαβέστατος πα‐ τριάρχης Λέων παρὰ τῆς σῆς ἤιτησεν αἰωνιότητος. τούτοις τοιγαροῦν δηλοῦμεν τοῖς γράμμασιν ὅτι περὶ τούτων τῶν εἰρημένων παρὰ τοῦ εὐλαβεστάτου ἐπισκόπου ἐντε‐ | |
30 | λέστερον καὶ σαφέστερον πολλάκις ἐγράφη, ἐξ ὧν ἀναμφιβόλως πεφανέρωται μηδὲν ἡμᾶς παρὰ τὴν πατρώιαν πίστιν ἢ τὰ θεῖα δόγματα ἢ τοὺς ὅρους τῶν εὐλαβεστάτων ἐπισκόπων οἵτινες τοῦτο μὲν ὑπὸ τοῦ τῆς θείας μνήμης Κωνσταντίνου ἐν τῆι Νικαέων πόλει, τοῦτο δὲ πάλαι ἡμετέρωι προστάγματι ἐν Ἐφέσωι συνεληλύθασιν, ὡρικέναι ἢ ἐψηφίσθαι ἢ νενοηκέναι, ἀλλὰ τοῦτο μόνον ἐν Ἐφέσωι τετυπῶσθαι ἵνα πάντες οἵτινες τῶι βλαβερῶι | |
35 | καινισμῶι τὰς ἁγιωτάτας ἐθορύβησαν ἐκκλησίας, ἀξίως ἀποκινηθῶσιν, προσετάξαμεν. ταῦτά εἰσιν ἅτινα οὐκ εἰς ἀνατροπήν, ἀλλ’ εἰς συμφωνίαν καὶ καθαρὸν σύνδεσμον τῆς προσκυνητῆς θρηισκείας παρὰ τῶν εὐλαβεστάτων τετύπωται πατέρων, ὁ δὲ λεγόμενος | |
Φλαβιανὸς ἔξαρχος τῆς τοιαύτης φιλονεικίας θείαι ψήφωι τῶν ἐκκλησιαστικῶν ἐκβέβληται | 7 in vol. 2.1.1 | |
2,1,18 | πραγμάτων. ταῦτα τοιγαροῦν εἰδυῖα ἡ σὴ ἡμερότης, δέσποινα ἁγνοτάτη μήτηρ καὶ προσκυνητὴ αὐγούστα, μηδὲν ἡμᾶς ποτε ὑπεναντίον τῆς παραδοθείσης πίστεως διανενοῆσθαι, καθὼς παρὰ τινῶν εἴρηται, ὑπολάβηι ἢ λογίσηται. Τῶν Ῥωμαικῶν τούτων ἡ ἑρμηνεία ἐστὶ τὰ ἐπαγόμενα Ἑλληνιστί | |
5 | Ἐπιστολὴ Θεοδοσίου ἀντιγραφεῖσα πρὸς Εὐδοξίαν Δεσποίνηι ἐμῆι Εὐδοξίαι τῆι προσκυνητῆι βασιλίδι Θεοδόσιος. Ἀεὶ μὲν οὖν τῆς σῆς ποθεινότητος τοῖς γράμμασιν τερπόμεθα καὶ ταῦτα ὅληι ψυχῆι ἡδέως περιπτυσ‐ σόμεθα καὶ πάσαις ταῖς σαῖς αἰτήσεσιν μετὰ πολλῆς τῆς χαρᾶς εἰώθαμεν ἐπινεύειν, δέ‐ σποινα ἁγνοτάτη θυγάτηρ προσκυνητὴ βασιλίς. ἀλλὰ περὶ τοῦ ἐνεστῶτος πράγ‐ | |
10 | ματος, τουτέστιν περὶ Φλαβιανοῦ τοῦ ποτὲ ἐπισκόπου τὰ τῆι αἰτίαι παρακολουθήσαντα τῶι εὐλαβεστάτωι ἀρχιεπισκόπωι Λέοντι τελείως ἡ ἡμετέρα κατεσήμανεν ἡμερότης, τῆι δὲ σῆι γλυκύτητι τοῦτο μόνον ἐδοκιμάσαμεν γνωρίσαι ὅτι ὁ μνημονευθεὶς Φλαβιανὸς θείαι κρίσει τῶν ἀνθρωπίνων πραγμάτων ἀφηιρέθη, ὅπως πᾶσα ἀμφιβολίας φιλονεικία ἀπὸ τῶν ἱερῶν ἐκκλησιῶν ἀποκινηθῆι, καὶ οὐδὲν ἕτερον τοῦ λοιποῦ μετὰ ταῦτα δυνατὸν | |
15 | ὁρίσαι περὶ τῶν ἅπαξ ἤδη τετυπωμένων. Τῆι πρὸ δέκα Καλανδῶν Δεκεμβρίων ἐν Κωνσταντινουπόλει τοῦ δεσπότου ἡμῶν Οὐαλεντινιανοῦ τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως τὸ ὄγδοον καὶ Ἀβιένου τοῦ λαμ‐ προτάτου ὑπάτων θεῖα γράμματα κατεπέμφθη παρὰ τοῦ δεσπότου ἡμῶν τοῦ αἰωνίου βασιλέως Μαρκιανοῦ πρὸς τὸν ἁγιώτατον ἐπίσκοπον Λέοντα σημαίνοντα ὅτι καὶ οἱ ἀποστα‐ | |
20 | λέντες παρὰ τοῦ αὐτοῦ εὐλαβεστάτου ἀνδρὸς ἡδέως ἐδέχθησαν, ὥστε μετὰ πάσης προ‐ θυμίας ἐν τοῖς μέρεσι τούτοις παραγενέσθαι καταξιώσηι καὶ τὴν σύνοδον ἐπιτελέσαι ἢ εἰ τοῦτο ἐπαχθὲς αὐτῶι ὀφθείη, διὰ ἰδίων γραμμάτων δηλώσηι, ὥστε θείοις γράμμασιν κληθέντας τοὺς ἐπισκόπους ἐν ἧι ἂν ἀρέσηι πόλει τὰ ἁρμόζοντα τῆι πίστει ὁρίσωσιν. Ἐπιστολὴ Μαρκιανοῦ βασιλέως πρὸς τὸν ἀρχιεπίσκοπον Ῥώμης Λέοντα | |
25 | Λέοντι τῶι εὐλαβεστάτωι ἐπισκόπωι ἐκκλησίας τῆς ἐνδόξου πόλεως Ῥώμης Μαρκιανός. Περὶ τῆς σπουδῆς καὶ τῆς εὐχῆς τῆς ἡμετέρας οὐκ ἀμφιβάλλει ἡ σὴ ἁγιότης ὅτιπερ ἀληθῆ τὴν τῶν Χριστιανῶν θρηισκείαν καὶ τὴν ἀποστολικὴν πίστιν βεβαίαν διαμένειν βουλόμεθα καὶ παρὰ πάντων τῶν δήμων εὐσεβεῖ διανοίαι φυλάττεσθαι. καὶ γὰρ τὴν ἀμεριμνίαν καὶ τὴν ἰσχὺν τοῦ ἡμετέρου κράτους ἐκ τῆς ὀρθῆς θρηισκείας καὶ εὐμενοῦς | |
30 | τοῦ σωτῆρος ἡμῶν συνεστάναι οὔκ ἐστιν ἀμφίβολον. δι’ ὃ τοὺς εὐλαβεστάτους ἄνδρας οὓς πρὸς τὴν ἡμετέραν εὐσέβειαν πέπομφεν ἡ σὴ ἁγιότης, ἡδέως καὶ ὡς ἐχρῆν λογισμῶι ἵλεωι ὑπεδεξάμεθα. λοιπόν ἐστιν ἵνα εἰ ἀρέσκει τῆι σῆι ὁσιότητι ἐπὶ ταῦτα τὰ μέρη παραγενέσθαι καὶ τὴν σύνοδον ἐπιτελέσαι, τοῦτο ποιεῖν τῶι περὶ τὴν θρηισκείαν ἔρωτι καταξιώσηι. καὶ γὰρ ταῖς ἡμετέραις ἐπιθυμίαις ποιήσει τὸ ἱκανὸν ἡ σὴ ὁσιότης | |
35 | καὶ τῆι ἱερᾶι θρηισκείαι τὰ χρήσιμα διατυπώσει. εἰ δὲ ἐπαχθὲς τοῦτό ἐστιν τὸ σὲ πρὸς ταῦτα παραγενέσθαι τὰ μέρη, τοῦτο αὐτὸ ἡμῖν ἰδίοις καταμηνύσει γράμμασιν | |
ἡ σὴ ἁγιωσύνη, ὥστε πρὸς ἅπασαν τὴν Ἀνατολὴν καὶ τὴν Θράικην καὶ τὸ Ἰλλυρικὸν | 8 in vol. 2.1.1 | |
2,1,19 | θεῖαι ἡμέτεραι ἀποσταλήσωνται προσφωνήσεις, ὅπως πρός τινα ὡρισμένον τόπον, ἔνθα ἂν ἡμῖν δόξηι, πάντες οἱ ἁγιώτατοι ἐπίσκοποι παραγένωνται καὶ ἅπερ τῆι τῆς τῶν Χριστιανῶν θρηισκείας εἰρήνηι καὶ τῆι καθολικῆι πίστει συμφέρουσιν, καθὼς ἡ σὴ ἁγιω‐ σύνη κατὰ τοὺς ἐκκλησιαστικοὺς κανόνας διετύπωσεν, κατατεθήσωνται. | |
5 | Θεῖαι συλλαβαὶ ἀπεστάλησαν γὰρ παρὰ τῆς θείας μνήμης Πουλχερίας πρὸς τὸν αὐτὸν ἁγιώτατον ἄνδρα μηνύουσαι τὸν θεοφιλέστατον ἀρχιεπίσκοπον τῆς Κωνσταν‐ τινουπόλεως Ἀνατόλιον χωρισθείσης πάσης πλάνης ἔναγχος τῆι πεμφθείσηι ἐπιστολῆι πρὸς τὸν τῆς ἁγίας μνήμης Φλαβιανὸν ἄνευ τινὸς μελλησμοῦ ὑπογεγραφηκέναι καί τινα ἤδη ἐν τοῖς τῆς Ἀνατολῆς μέρεσιν σύνοδον εἶναι ἐπιτελεστέαν. καὶ τὸ λείψανον δὲ τοῦ | |
10 | αὐτοῦ τῆς ἁγίας μνήμης Φλαβιανοῦ ἐν τῆι Κωνσταντινουπόλει κατηνέχθη ἐν τῆι τῶν Ἀποστόλων βασιλικῆι κατατεθησόμενον. καὶ οἱ ἐπίσκοποι δὲ οἳ ὁμονοήσαντες τῶι τῆς θείας μνήμης Φλαβιανῶι εἰς ἐξορίαν ἦσαν ἀποσταλέντες, οὓς ἀνακλητέους πρὸς ἀνα‐ ληπτέας τὰς ἰδίας ἐκκλησίας συνόδου ἀναμενοῦντας τὴν ἀπόφασιν. Τῶν Ῥωμαικῶν τούτων ἡ ἑρμηνεία ἐστὶ τὰ ἐπαγόμενα Ἑλληνιστί | |
15 | Ἐπιστολὴ Πουλχερίας αὐγούστας πρὸς τὸν ἁγιώτατον ἐπίσκοπον Ῥώμης Λέοντα Λέοντι τῶι εὐλαβεστάτωι ἐπισκόπωι τῆς ἐκκλησίας τῆς ἐνδόξου πόλεως Ῥώμης παρὰ τῆς δεσποίνης ἡμῶν Πουλχερίας καὶ σεβασμιωτάτης βασιλίδος. Τὰ γράμματα τῆς σῆς μακαριότητος μετὰ τῆς πρεπούσης παντὶ ἐπισκόπωι σεβασμιότητος ὑπεδεξά‐ μεθα. δι’ ὧν τὴν σὴν πίστιν καθαρῶς καὶ τοιαύτην ἐπέγνωμεν ὁποία ὀφείλει μετὰ | |
20 | ἁγιότητος τῶι θείωι παρέχεσθαι ναῶι, ἐγὼ δὲ ὁμοίως καὶ ὁ δεσπότης ὁ γαληνότατος βασιλεὺς ὁ ἐμὸς σύζυγος ἐν τῆι αὐτῆι διὰ παντὸς καὶ διεμείναμεν καὶ διαμένομεν, πᾶσαν σκαιότητα καὶ μιασμὸν καὶ φαρμακείαν ἐκκλίνοντες. ὁ ἁγιώτατος τοίνυν τῆς ἐνδόξου Κωνσταντινουπόλεως ἐπίσκοπος Ἀνατόλιος ἐν τῆι αὐτῆι διέμεινεν πίστει τε καὶ θρηι‐ σκείαι καὶ τῶν σῶν γραμμάτων τὴν ἀποστολικὴν ὁμολογίαν περιπτύσσεται, τῆς πλάνης | |
25 | ἀποβληθείσης ἐκείνης ἥτις παρὰ τινῶν νῦν ἀνέκυψεν, καθὼς καὶ ἐκ τῶν αὐτοῦ γραμμάτων ἔτι σαφέστερον ἐπιγνῶναι ἡ σὴ δύναται ἁγιότης. τῆι τε γὰρ ἐπιστολῆι ὁμοίως τῆς καθολικῆς πίστεως ἥντινα πρὸς τὸν τῆς ἁγίας μνήμης Φλαβιανὸν τὸν ἐπίσκοπον ἡ σὴ μακαριότης ἀπέστειλεν, δίχα τινὸς ὑπερθέσεως ὑπέγραψεν. καὶ διὰ τοῦτο ἡ σὴ εὐλάβεια, καθ’ ὃν ἂν φανείη τρόπον, σημᾶναι καταξιώσει ἵνα πάντες καὶ πάσης | |
30 | τῆς Ἀνατολῆς οἱ ἐπίσκοποι Θράικης τε καὶ Ἰλλυρικοῦ, καθὼς καὶ τῶι ἡμετέρωι δεσπότηι τῶι εὐσεβεστάτωι βασιλεῖ τῶι ἐμῶι συζύγωι ἀρέσκει, εἰς μίαν πόλιν τὴν ταχίστην ἀπὸ τῶν Ἀνατολικῶν μερῶν παραγένωνται κἀκεῖσε γενομένης συνόδου περί τε τῆς καθο‐ λικῆς ὁμολογίας καὶ περὶ τούτων τῶν ἐπισκόπων οἵτινες πρὸ τούτου ἐχωρίσθησαν, καθὼς ἡ πίστις καὶ ἡ Χριστιανικὴ εὐσέβεια ἀπαιτεῖ, σοῦ αὐθεντοῦντος ὁρίσωσιν. ἔτι | |
35 | δὲ γνώτω ἡ σὴ ἁγιότης ὡς προστάγματι τοῦ ἡμετέρου δεσπότου καὶ γαληνοτάτου βασιλέως τοῦ ἡμετέρου συζύγου ἐν τῆι ἐνδόξωι πόλει τῆς Κωνσταντινουπόλεως τοῦ τῆς ἁγίας μνήμης ἐπισκόπου Φλαβιανοῦ τὸ σῶμα διακεκόμισται καὶ ἐν τῆι βασιλικῆι τῶν Ἀποστόλων, ἐν ἧι εἰώθασιν οἱ προλειτουργήσαντες ἐπίσκοποι θάπτεσθαι, τῆι χρεω‐ | |
στουμένηι τιμῆι ἀποτέθειται. καὶ τούτους ὁμοίως τοὺς ἐπισκόπους, οἵτινες διὰ τὴν | 9 in vol. 2.1.1 | |
2,1,110 | αὐτὴν αἰτίαν, ἐπειδὴ μετὰ τοῦ ἁγιωτάτου Φλαβιανοῦ τῆι συμφωνίαι τῆς πίστεως τῆς καθολικῆς συνέτρεχον, ἐξορίαι ὑπεβλήθησαν, ἐπανελθεῖν διὰ κυρώσεως ἰδίου πραγματικοῦ προσέταξεν, ὥστε διὰ τῆς δοκιμασίας τῆς συνόδου πάντων τῶν ἐπισκόπων τῶν συνελ‐ θόντων καὶ τῆς ἀποφάσεως τὴν ἐπισκοπὴν καὶ τὰς ἰδίας ἐκκλησίας κριθῶσιν ἀπολαβεῖν. | |
5 | Νικηταὶ Οὐαλεντινιανὸς καὶ Μαρκιανὸς ἔνδοξοι τροπαιοῦχοι ἀεὶ βασιλεῖς Λέοντι τῶι εὐλαβεστάτωι ἐπισκόπωι τῆς ἐνδόξου πόλεως Ῥώμης. Εἰς τοῦτο τὸ μέγιστον βασί‐ λειον ἦλθον θεοῦ προνοίαι καὶ ἐπιλογῆι τῆς ὑπερφυοῦς συγκλήτου καὶ παντὸς τοῦ στρα‐ τοῦ, ὅθεν ὑπὲρ τῆς εὐλαβοῦς καὶ καθολικῆς θρηισκείας τῆς πίστεως τῶν Χριστιανῶν, οὗτινος τῆι βοηθείαι τοῦ ἡμετέρου κράτους πεποίθαμεν ἰθύνεσθαι τὴν δύναμιν, τὴν [τε] σὴν | |
10 | ἁγιωσύνην ἐπισκοπεύουσαν καὶ ἄρχουσαν τῆς θείας πίστεως ἱεροῖς γράμμασιν ἐν πρώ‐ τοις δίκαιον ἡγησάμεθα προσειπεῖν, προτρεπόμενοι καὶ παρακαλοῦντες ἵνα ὑπὲρ ἑδραιότητος καὶ στάσεως τοῦ ἡμετέρου βασιλείου τὴν αἰώνιον θειότητα ἡ σὴ ἱκετεύοι ὁσιότης διὰ τὸ καὶ τὴν ἡμετέραν πρόθεσιν καὶ τὸν πόθον τοιοῦτον ὑπάρχειν ὥστε πάσης ἀσεβοῦς πλάνης ἀποκινηθείσης διὰ τῆς συγκροτηθείσης ταύτης συνόδου σοῦ αὐθεν‐ | |
15 | τοῦντος μεγίστη εἰρήνη περὶ πάντας τοὺς ἐπισκόπους τῆς καθολικῆς πίστεως ὑπαρχθείη παντὸς μύσους καθαρὰ καὶ ἄσπιλος γενομένη. Ἐπράχθη ἐν Κωνσταντινουπόλει ἐν ὑπατείαι τοῦ δεσπότου ἡμῶν Οὐαλεν‐ τινιανοῦ τοῦ αἰωνίου αὐγούστου τὸ ἕβδομον καὶ Ἀβιένου τῶν ὑπάτων. Τῶι ἀγαπητῶι ἀδελφῶι Φλαβιανῶι Λέων [ἐπίσκοπος Ῥώμης]. Ἀναγνόντες | |
20 | τὰ γράμματα τῆς ἀγάπης τῆς σῆς, ἅπερ οὕτω βραδύτατα γεγενῆσθαι θαυμάζομεν, | 10 in vol. 2.1.1 |
2,1,111 | καὶ τῆι τάξει τῶν ὑπομνημάτων ἐγκύψαντες, ἥτις ἐπὶ τῶν ἐπισκόπων ἐπράχθη, μόλις ποτὲ τί τὸ παρ’ ὑμῖν σκάνδαλον ἀνεφύη κατὰ τῆς ὑγιοῦς πίστεως, ἔγνωμεν καὶ τὰ πρό‐ τερον λεληθέναι δοκοῦντα νῦν ἡμῖν δῆλα γεγένηται. δι’ ὧν Εὐτυχὴς ὃς τῆι τοῦ πρεσ‐ βυτέρου προσηγορίαι τιμῆς εἶναι ἄξιος νομισθεὶς πολύ τις ἀσύνετος καὶ λίαν ἀμαθὴς | |
5 | ἀποδείκνυται, ὡς περὶ αὐτοῦ καὶ τὸ τοῦ προφήτου εἰρῆσθαι· οὐκ ἠβουλήθη συνιέναι τοῦ ἀγαθῦναι· ἀδικίαν ἐμελέτησεν ἐπὶ τῆς κοίτης αὐτοῦ. τί δ’ ἂν ἀδι‐ κώτερον εἴη τοῦ τὰ ἀσεβῆ φρονεῖν καὶ τοῖς εὖ φρονοῦσιν καὶ σοφωτέροις μὴ εἴκειν; εἰς τὴν ἄνοιαν δὲ ταύτην ἐμπίπτουσιν οἱ κατά τι μὲν ἐμπόδιον ἀσαφείας γνῶναι τὸ ἀληθὲς κωλυόμενοι, οὐκ ἐπὶ τὰς προφητικὰς δὲ φωνάς, οὐκ ἐπὶ τὰς τῶν ἀποστόλων γραφάς, | |
10 | οὐκ ἐπὶ τὰς εὐαγγελικὰς αὐθεντίας, ἀλλ’ ἐφ’ ἑαυτοὺς ἀνατρέχοντες καὶ διὰ τοῦτο διδάσκαλοι πλάνης ἀναδεικνύμενοι, ἐπειδὴ τῆς ἀληθείας μαθηταὶ μὴ γεγόνασιν. ποίαν γὰρ ἀπὸ τῶν θείων βίβλων παιδείαν τῆς τε παλαιᾶς καὶ καινῆς διαθήκης προσέλαβεν ὃς οὐδὲ αὐτοῦ τοῦ συμβόλου τῶν προοιμίων ἐδράξατο; καὶ ὅπερ ἀνὰ πᾶσαν τὴν οἰκου‐ μένην τῆι φωνῆι πάντων τῶν ἀναγεννωμένων προφέρεται, τοῦτο κατὰ νοῦν ἔτι τούτου | |
15 | τοῦ γέροντος οὐ λαμβάνεται; ἀγνοῶν τοίνυν τί δέοι περὶ τῆς ἐνανθρωπήσεως τοῦ θεοῦ λόγου νοεῖν, καὶ τῶν θείων γραφῶν ἐν τῶι πλάτει πονεῖν οὐ βουλόμενος ὅπως ἂν τοῦ φωτὸς τῆς ἐντεῦθεν γνώσεως ἄξιος γένηται, ἐκείνην γοῦν ὤφειλεν τὴν κοινὴν καὶ μὴ διαφωνοῦσαν ὁμολογίαν ἐν ἀκροάσει περιμερίμνωι ποιήσασθαι, ἣν τῶν πιστῶν ἅπαν τὸ πλῆθος ὁμολογεῖ, πιστεύειν ἑαυτὸν εἰς θεὸν πατέρα παντοκράτορα καὶ εἰς Χριστὸν | |
20 | Ἰησοῦν τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ, τὸν κύριον ἡμῶν, τὸν τεχθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου, δι’ ὧν τριῶν ἀποφάσεων τὰ πάντων σχεδὸν αἱρετικῶν κατα‐ λύεται μηχανήματα. ὁπότε γὰρ θεὸς καὶ παντοκράτωρ καὶ πατὴρ εἶναι πιστεύεται, συναίδιος αὐτῶι καὶ ὁ υἱὸς ἀποδείκνυται, ἐν οὐδενὶ τοῦ πατρὸς διαφέρων, ἐπειδήπερ ἐκ θεοῦ θεός, ἐκ παντοκράτορος παντοκράτωρ, ἐξ αἰδίου γεννηθεὶς συναίδιος, οὐ μετα‐ | |
25 | γενέστερος χρόνωι, οὐκ ἐλάσσων δυνάμει, οὐκ ἀνόμοιος δόξηι, οὐ κεχωρισμένος οὐσίαι. ὁ δὲ αὐτὸς τοῦ αἰδίου πατρὸς μονογενὴς ἀίδιος ἐτέχθη ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου, ἥτις γέννησις χρονικὴ τῆς θείας αὐτοῦ καὶ ἀιδίου γεννήσεως οὔτε τι ἀπε‐ μείωσεν οὔτε μήν τι ταύτηι προσέθηκεν, ἀλλ’ ὅλην ἑαυτὴν εἰς τὸ σῶσαι τὸν ἄνθρωπον πεπλανημένον ἐκένωσεν, ἵνα καὶ τὸν θάνατον νικήσηι καὶ τὸν διάβολον τὸν τὸ κράτος | |
30 | ἔχοντα τοῦ θανάτου τῆι οἰκείαι καταβάληι δυνάμει. οὐδὲ γὰρ ἂν ἠδυνήθημεν νικῆσαι | 11 in vol. 2.1.1 |
2,1,112 | τῆς ἁμαρτίας καὶ τοῦ θανάτου τὸν ἀρχηγόν, εἰ μὴ τὴν ἡμετέραν αὐτὸς φύσιν ἀνέλαβεν καὶ οἰκείαν εἰργάσατο, ὃν οὔτε ἁμαρτία μολῦναι οὔτε θάνατος κατασχεῖν ἠδυνήθη. συν‐ ελήφθη μὲν οὖν δηλονότι ἐκ πνεύματος ἁγίου ἐν γαστρὶ παρθένου μητρός, ἥτις οὕτω φυλα‐ χθείσης τῆς παρθενίας αὐτὸν ἀπεκύησεν, ὥσπερ οὖν καὶ ἀκεραίου μεινάσης τῆς παρθενίας | |
5 | συνέλαβεν. ἀλλ’ εἴπερ ἐκ ταύτης τινὰ τῆς ἐν τῆι πίστει τῶν Χριστιανῶν εὐαγεστάτης πηγῆς καθαρὰν ἀρύσασθαι διάνοιαν οὐκ ἠδύνατο διὰ τὸ τῆς τηλαυγοῦς ἀληθείας αὐτὸν ἑαυτῶι τὸ φέγγος ἐκ τῆς οἰκείας ἐπισκοτίζειν τυφλώσεως, τῆι διδασκαλίαι γοῦν τῆι τῶν εὐαγγελίων ἑαυτὸν ὑπήγαγεν ἂν καὶ λέγοντος Ματθαίου βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυὶδ υἱοῦ Ἁβραὰμ καὶ τοῦ ἀποστολικοῦ δὲ κηρύγματος τὴν | |
10 | εἰσήγησιν ἂν ἐπεζήτησεν καὶ ἀναγινώσκων ἐν τῆι ἐπιστολῆι τῆι πρὸς Ῥωμαίους Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ τὸ κατὰ σάρκα ἐπὶ τὰς προφητικὰς οὕτως ἂν βίβλους τὴν εὐσεβῆ φροντίδα μετήγαγεν, καὶ εὑρίσκων | |
15 | τὴν ἐπαγγελίαν τοῦ θεοῦ πρὸς τὸν Ἁβραὰμ λέγοντος ἐν τῶι σπέρματί σου ἐνευλο‐ γηθήσονται πάντα τὰ ἔθνη, ὅπως ἂν περὶ τῆς κυριότητος τούτου μὴ ἀμφιβάληι τοῦ σπέρματος, ἠκολούθησεν ἂν καὶ τῶι ἀποστόλωι λέγοντι τῶι Ἁβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τῶι σπέρματι αὐτοῦ. οὐκ εἶπεν· καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ’ ὡς ἐφ’ ἑνός· καὶ τῶι σπέρματί σου, ὅπερ ἐστὶν Χριστός, | |
20 | καὶ τὸ Ἡσαίου δὲ κήρυγμα διὰ τῆς ἐνδοτέρας κατέσχεν ἂν ἀκροάσεως λέγοντος ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅπερ ἐστὶν μεθερμηνευόμενον μεθ’ ἡμῶν ὁ θεός, καὶ τοῦ αὐτοῦ δὲ προφήτου πιστῶς ἂν ὑπανέγνω τὰ ῥήματα παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ καὶ καλέσουσιν | |
25 | τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος, οὐδὲ ματαίως λαλῶν οὕτως ἂν εἶπεν σάρκα γεγενῆσθαι τὸν λόγον, ὡς ὅτιπερ ὁ τεχθεὶς ἀπὸ τῆς παρθένου Χριστὸς εἶχεν μὲν ἀνθρώπου μορφήν, οὐκ εἶχεν δὲ τοῦ μητρώιου σώματος τὴν ἀλήθειαν. | |
ἢ τάχα διὰ τοῦτο τὸν δεσπότην Χριστὸν οὐκ εἶναι τῆς ἡμετέρας ἐνόμισεν φύσεως, ὅτι | 12 in vol. 2.1.1 | |
2,1,113 | πρὸς τὴν μακαρίαν Μαρίαν ὁ πεμφθεὶς ἄγγελος εἶπεν πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι, δι’ ὃ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον κληθήσεται υἱὸς θεοῦ, ὅπως ἂν ἐπειδήπερ ἡ σύλληψις τῆς παρθένου θείας ἔργον γεγένηται δημιουργίας, ἐκ τῆς φύσεως τῆς συλλαβούσης ἡ σὰρξ τοῦ συλλη‐ | |
5 | φθέντος μὴ γένηται; ἀλλ’ οὐχ οὕτως νοητέον ἐκείνην τὴν γέννησιν, ἥτις μονογενῶς ἐστιν θαυμαστὴ καὶ θαυμαστῶς ἐστιν μονογενής, ὥστε διὰ τοῦ καινοπρεποῦς τῆς γεννήσεως τὴν τοῦ γένους ἐκβάλλεσθαι κυριότητα. τὸ μὲν γὰρ γόνιμον τῆι παρθένωι τὸ ἅγιον πνεῦμα παρέσχεν, ἡ δὲ τοῦ σώματος ἀλήθεια προσελήφθη ἐκ σώματος, καὶ τῆς σοφίας οἰκοδο‐ μούσης ἑαυτῆι οἶκον ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, τουτέστιν | |
10 | ἐν τούτωι τῶι σώματι ὅπερ ἔλαβεν ἐξ ἀνθρώπου καὶ ὃ πνεύματι ζωῆς λογικῆς ἐνεψύ‐ χωσεν. σωιζομένης τοίνυν τῆς ἰδιότητος ἑκατέρας φύσεως καὶ εἰς ἓν πρόσωπον συνιούσης ἀνελήφθη ἀπὸ μὲν τῆς θεότητος ἡ ταπεινότης, ἀπὸ δὲ τῆς δυνάμεως τὸ ἀδύνατον, ἀπὸ τοῦ ἀθανάτου τὸ θνητόν, καὶ πρὸς τὸ τὸ χρεωστούμενον ὄφλημα τῆς ἡμετέρας φύσεως ἐκτιθῆναι ἡ θεία φύσις ἡνώθη τῆι φύσει τῆι παθητῆι, ἵνα τοῦτο δὴ τὸ ταῖς ἡμετέραις | |
15 | ἰάσεσιν ὑπάρχον ἁρμόδιον, ὁ εἷς καὶ ὁ αὐτὸς ὢν μεσίτης θεοῦ καὶ ἀνθρώπων ἄνθρωπος Χριστὸς Ἰησοῦς καὶ ἀποθνήισκειν ἐκ τοῦ ἑνὸς δυνηθῆι καὶ τελευτᾶν ἐκ τοῦ ἑτέρου μὴ δυνηθῆι. ἐν ἀκεραίαι τοιγαροῦν ἀληθοῦς ἀνθρώπου καὶ τελείαι τῆι φύσει θεὸς ἀληθὴς ἐτέχθη, ὅλος ἐν τοῖς ἑαυτοῦ καὶ ὅλος ἐν τοῖς ἡμῶν. ἡμέτερα δὲ λέγομεν ἅπερ ἡμῖν ἐξ ἀρχῆς ὁ δημιουρ‐ γὸς ἐναπέθετο καὶ ἅπερ ἀνακαινιστέα πάλιν ἐδέξατο· ἐκεῖνα γὰρ ἅπερ ὁ ἀπατεὼν ἐπει‐ | |
20 | σήγαγεν καὶ ὁ ἀπατηθεὶς ἄνθρωπος ἥμαρτεν, τὸ τυχὸν ἐπὶ τοῦ σωτῆρος ἴχνος οὐκ ἔσχηκεν. οὐδὲ ἐπειδὴ κοινωνίαν τῆς ἀνθρωπίνης ὑπεισελήλυθεν ἀσθενείας, διὰ τοῦτο καὶ κοινωνὸς τῶν ἡμετέρων γέγονεν ἁμαρτημάτων. προσέλαβεν γὰρ δούλου μορφὴν δίχα ῥύπου τινὸς ἁμαρτήματος, καὶ τὸ ἀνθρώπινον αὔξων καὶ τὸ θεῖον οὐ μειῶν, ἐπειδήπερ ἡ κένωσις ἐκείνη δι’ ἧς ἑαυτὸν ὁ ἀόρατος ὁρατὸν παρεσκεύασεν καὶ ὁ ποιητὴς καὶ δεσπότης τῶν | |
25 | ὅλων εἷς τῶν ἀνθρώπων ἠβουλήθη γενέσθαι, συγκατάβασις ἦν εὐσπλαγχνίας, οὐκ ἀσθένεια τῆς δυνάμεως. τοιγαροῦν ὃς μένων ἐν μορφῆι θεοῦ πεποίηκεν ἄνθρωπον, | |
αὐτὸς ἐν μορφῆι δούλου γέγονεν ἄνθρωπος· φυλάττει γὰρ ἑκατέρα φύσις ἀνελλιπῶς | 13 in vol. 2.1.1 | |
2,1,114 | τὴν ἑαυτῆς ἰδιότητα καὶ ὥσπερ οὐκ ἀναιρεῖ τὴν τοῦ δούλου μορφὴν ἡ μορφὴ τοῦ θεοῦ, οὕτως τὴν τοῦ θεοῦ μορφὴν ἡ τοῦ δούλου μόρφωσις οὐκ ἐμείωσεν. ἐπειδὴ γὰρ κατε‐ καυχᾶτο ὁ διάβολος τὸν ἄνθρωπον τὸν ἠπατημένον ἐκ τῆς πλάνης αὐτοῦ τῶν θείων δωρεῶν ἐστερημένον καὶ τῶν τῆς ἀφθαρσίας ἀγαθῶν γεγυμνωμένον ὑπὸ τὴν τοῦ θανάτου | |
5 | χαλεπὴν ἀπόφασιν γεγενῆσθαι καὶ ἐν τοῖς ἰδίοις κακοῖς παραμυθίαν αὐτὸν εὑρηκέναι τινὰ ἐκ τῆς αὐτοῦ τοῦ γεγονότος προδότου κοινωνίας, ὡς καὶ τὸν θεόν, τοῦτο τῆς αὐτοῦ δικαιοσύνης ἀπαιτούσης, ἀμεῖψαι περὶ τὸν ἄνθρωπον τὴν οἰκείαν ἀπόφασιν, ὃν τοσαύτηι τιμῆι κατεσκεύασεν, χρεία τῆς οἰκονομίας τοῦ ἀπορρήτου μυστηρίου γεγένηται, ἵνα ὁ ἀναλλοίωτος θεός, οὗτινος ἡ βούλησις τῆς ἐμφύτου χρηστότητος στερηθῆναι μὴ δύναται, | |
10 | πρώτην περὶ ἡμᾶς τὴν τῆς οἰκείας εὐσεβείας ἀπορρήτωι μυστηρίωι πληρώσηι διοίκησιν καὶ ἵνα ὁ ἄνθρωπος ὁ τῆι κακουργίαι τῆς διαβολικῆς κακίας πρὸς ἁμαρτίαν συνελαθεὶς μὴ παρὰ βούλησιν ἀπόληται τοῦ θεοῦ. προέρχεται τοίνυν εἰς τὸ ταπεινὸν τοῦτο τοῦ κόσμου ὁ υἱὸς τοῦ θεοῦ ἀπὸ τοῦ οὐρανίου θρόνου καταβαίνων καὶ ἀπὸ τῆς πατρικῆς δόξης οὐκ ἀφιστάμενος καινῆι τινι τάξει καὶ καινῆι τῆι γεννήσει γεννώμενος, καινῆι μὲν | |
15 | τῆι τάξει, ὅτιπερ ἀόρατος ὢν ἐν τοῖς ἑαυτοῦ ὁρατὸς γέγονεν ἐν τοῖς παρ’ ἡμῖν καὶ ἀκατά‐ ληπτος ὢν ἠβουλήθη καταλαμβάνεσθαι καὶ προαιώνιος μένων εἶναι ἤρξατο ἀπὸ χρόνου καὶ τοῦ παντὸς ὢν δεσπότης τὴν δουλικὴν μορφὴν ἀνεδέξατο τῆς οἰκείας θεότητος ἐπι‐ σκιάσας τὸ μέγεθος καὶ ὁ ἀπαθὴς θεὸς οὐκ ἀπηξίωσεν παθητὸς εἶναι ἄνθρωπος καὶ ὁ ἀθά‐ νατος νόμοις ὑποκεῖσθαι θανάτου· καινῆι δὲ τῆι γεννήσει τεχθείς, ἐπείπερ ἡ ἄχραντος | |
20 | παρθενία ἐπιθυμίαν μὲν ἠγνόησεν, τὴν δὲ τῆς σαρκὸς ἐχορήγησεν ὕλην. καὶ προ‐ σελήφθη ἐκ τῆς μητρὸς τοῦ δεσπότου φύσις, οὐχ ἁμαρτία· οὐ μὴν ἐπειδήπερ ἐν τῶι δεσπό‐ τηι Ἰησοῦ Χριστῶι τῶι τεχθέντι ἐκ τῆς γαστρὸς τῆς παρθένου θαυμαστή τίς ἐστιν ἡ γέν‐ νησις, διὰ τοῦτο ἡμῖν οὐχ ἡ φύσις ὁμοία. ὁ γὰρ ὢν θεὸς ἀληθὴς αὐτός ἐστιν καὶ ἄν‐ θρωπος ἀληθής. καὶ ψεῦδος οὐδὲν ἐν ταύτηι τῆι ἑνώσει τυγχάνει, ἐν ὅσωι τὰ συναμ‐ | |
25 | φότερα μετ’ ἀλλήλων ἐστίν, καὶ τοῦ ἀνθρώπου τὸ ταπεινὸν καὶ τὸ μέγεθος τῆς θεότητος. ὥσπερ γὰρ τῶι ἐλεεῖν ὁ θεὸς τροπὴν οὐχ ὑφίσταται, οὕτως ὁ ἄνθρωπος τῶι μεγέθει τῆς θείας ἀξίας οὐκ ἀναλίσκεται. ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας ὅπερ ἴδιον ἔσχηκεν, τοῦ μὲν λόγου κατεργαζομένου τοῦθ’ ὅπερ ἐστὶν τοῦ λόγου, τοῦ | |
δὲ σώματος ἐκτελοῦντος ἅπερ ἐστὶν τοῦ σώματος, καὶ τὸ μὲν αὐτῶν διαλάμπει τοῖς θαύ‐ | 14 in vol. 2.1.1 | |
2,1,115 | μασιν, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκεν. καὶ καθάπερ ὁ λόγος ἀπὸ τῆς ἰσότητος τῆς τοῦ πατρὸς δόξης ἐστὶν ἀχώριστος, οὕτως τὸ σῶμα τὴν φύσιν τοῦ ἡμετέρου γένους οὐκ ἀπολέλοιπεν· εἷς γὰρ καὶ ὁ αὐτὸς ἀληθῶς υἱὸς τοῦ θεοῦ καὶ ἀληθῶς υἱὸς ἀνθρώπου τυγχάνει, θεὸς μὲν κατὰ τοῦτο καθ’ ὃ ἐν ἀρχῆι ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς | |
5 | τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος, ἄνθρωπος δὲ κατὰ τοῦτο καθ’ ὃ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν· καὶ θεὸς μὲν κατὰ τοῦτο καθ’ ὃ δι’ αὐτοῦ τὰ πάντα ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ἄνθρωπος δὲ κατὰ τοῦτο καθ’ ὃ γέγονεν ἐκ γυναικός, γέγονεν ὑπὸ νόμον. καὶ ἡ μὲν τῆς σαρκώσεως γέννησις ἀνθρωπίνης ἐστὶν δήλωσις φύσεως, ὁ δὲ τοκετὸς τῆς παρθένου μήνυμα τῆς θείας ὑπάρχει | |
10 | δυνάμεως, καὶ ἡ μὲν νηπιότης τοῦ βρέφους διὰ τῆς τῶν σπαργάνων εὐτελείας ἐπιγινώσκε‐ ται, τὸ δὲ μέγεθος τῆς αὐτοῦ μεγαλωσύνης διὰ τῶν ἀγγελικῶν φωνῶν ἀποδείκνυται, καὶ ὁμοιοῦται μὲν τοῖς νεωστὶ τικτομένοις ἀνθρώποις οὗτος ὃν Ἡρώιδης ἀσεβῶς φονεῦσαι βουλεύεται, ἀλλὰ ἐστὶν δεσπότης τῶν ὅλων ὃν μάγοι χαίρουσιν ἱκετευτικῶς προσκυνεῖν. ὅτε δὲ πρὸς τὸ τοῦ προδρόμου ἑαυτοῦ Ἰωάννου ἔρχεται βάπτισμα, ὅπως ἂν μὴ λάθηι | |
15 | ὅτιπερ τῶι προκαλύμματι τῆς σαρκὸς ἡ θεότης ἐκρύπτετο, ἡ τοῦ πατρὸς φωνὴ ἐξ οὐρανῶν ἐπιβοῶσά φησιν· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ὧι ηὐδόκησα. τοι‐ γαροῦν ὃν ὡς ἄνθρωπον ἡ τοῦ διαβόλου πειράζει πανουργία, τούτωι ἅτε δὴ θεῶι ἡ τῶν ἀγγέλων τάξις διακονεῖ. τὸ μὲν γὰρ πεινῆν καὶ διψῆν, κοπιᾶν καὶ ὑπνοῦν ὁμολογουμένως ἐστὶν ἀνθρώπου, ἀλλὰ τὸ πέντε ἄρτοις πέντε χιλιάδας ἀνθρώπων κορέσαι καὶ χαρίσασθαι | |
20 | τῆι Σαμαρείτιδι ζῶν ὕδωρ, ὅθεν ἀρυσαμένηι αὐτῆι ὑπῆρξεν τὸ μηκέτι διψῆν, καὶ ἐπὶ μὲν νώτων θαλάσσης περιπατεῖν τῶν ποδῶν οὐ βαπτιζομένων, τὰς δὲ τῶν κυμάτων οἰδήσεις ἐπιτιμωμένου τοῦ κλύδωνος κατευνάζειν ἐστὶν ἀναμφιβόλως θεοῦ. ὥσπερ οὖν, ἵνα τὰ πολλὰ παραλείψω, οὐ τῆς αὐτῆς ἐστιν φύσεως τὸ κλαίειν ἐκ διαθέσεως οἴκτου τὸν τελευτήσαντα φίλον καὶ τὸ τὸν αὐτὸν ἀναζῆν μέλλοντα διασκεδασθέντος τοῦ προσχώ‐ | |
25 | ματος τῆς τεταρταίας ἤδη ταφῆς ἐξαναστῆσαι πρὸς τὸ κέλευσμα τῆς φωνῆς ἢ τὸ ἐπὶ | 15 in vol. 2.1.1 |
2,1,116 | ξύλου ἠρτῆσθαι καὶ ἐξ ἡμέρας εἰς νύκτα μεταβληθέντα τὰ στοιχεῖα πάντα συσσεῖσαι ἢ τὸ διαπεπάρθαι τοῖς ἥλοις καὶ τὰς τοῦ παραδείσου πύλας ἀνοῖξαι τῆι πίστει τῆι τοῦ ληιστοῦ, οὕτως οὐ τῆς αὐτῆς ἐστιν φύσεως τὸ λέγειν ἐγὼ καὶ ὁ πατὴρ ἓν ἐσμέν καὶ τὸ λέγειν ὁ πατήρ μου μείζων μού ἐστιν. εἰ καὶ τὰ μάλιστα γὰρ ἐν τῶι | |
5 | δεσπότηι Ἰησοῦ Χριστῶι τοῦ θεοῦ καὶ τοῦ ἀνθρώπου ἕν ἐστιν πρόσωπον, ὅμως ἕτερόν ἐστιν ἐκεῖνο ἐξ οὗ ἐν ἑκατέρωι κοινόν ἐστιν τὸ τῆς ὕβρεως, καὶ ἕτερον ἐξ οὗ κοινὸν τὸ τῆς δόξης καθέστηκεν. ἐξ ἡμῶν μὲν γάρ ἐστιν αὐτῶι ἡ ἐλάσσων τοῦ πατρὸς ἀνθρωπότης, ἀπὸ δὲ τοῦ πατρός ἐστιν αὐτῶι ἡ μετὰ τοῦ πατρὸς ἴση θεότης. διὰ ταύτην τοίνυν τοῦ προσώπου τὴν ἕνωσιν τὴν ἐν ἑκατέραι φύσει νοεῖσθαι ὀφείλουσαν καὶ υἱὸν ἀνα‐ | |
10 | γινώσκομεν ἀνθρώπου κατεληλυθέναι ἐξ οὐρανοῦ, ὁπότε ὁ υἱὸς τοῦ θεοῦ τὸ σῶμα ἐξ αὐτῆς τῆς παρθένου ἐξ ἧς ἐτέχθη, προσέλαβεν, καὶ πάλιν ὁ υἱὸς τοῦ θεοῦ σταυρωθεὶς λέγεται καὶ ταφείς, ὁπότε ταῦτα οὐκ ἐν αὐτῆι τῆι θεότητι ἐν ἧι μονογενὴς καὶ συναίδιος καὶ ὁμοούσιος ὢν τῶι πατρί, ἀλλ’ ἐν τῆι ἀσθενείαι τῆς ἀνθρωπίνης ὑπομεμένηκε φύσεως. ὅθεν τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ τὸν σταυρωθέντα καὶ ταφέντα πάντες καὶ ἐν τῶι συμ‐ | |
15 | βόλωι συνομολογοῦμεν κατ’ ἐκεῖνο τὸ ἀποστολικὸν εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. ὅτε δὲ αὐτὸς ὁ κύριος ἡμῶν καὶ σωτὴρ τὴν πίστιν τῶν μαθητῶν διὰ τῶν οἰκείων ἐξεπαίδευεν ἐρωτήσεων, τίνα με, φησίν, λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; καὶ ἐκείνων ἀποκριναμένων ἄλλας ἄλλων εἶναι δόξας ὑμεῖς, φησίν, τίνα με λέγετε εἶναι; ἐμὲ δηλαδὴ τὸν υἱὸν τοῦ ἀνθρώπου | |
20 | καὶ ὃν ἐν μορφῆι δούλου καὶ ἀληθείαι σώματος θεωρεῖτε, τίνα με λέγετε [εἶναι]; ἔνθα ὁ μακάριος Πέτρος θεόθεν ἐμπνευσθεὶς καὶ διὰ τῆς οἰκείας ὁμολογίας πᾶσιν μέλλων γίνεσθαι σωτηρία τοῖς ἔθνεσιν σὺ εἶ, φησίν, ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος καὶ ἀξίως μακάριος ἀπεφάνθη παρὰ τοῦ κυρίου καὶ ἀπὸ τῆς πρωτοτύπου πέτρας τὸ στερεὸν ἐπεσπάσατο τῆς τε ἀρετῆς καὶ τῆς προσηγορίας. ὅστις δι’ ἀποκαλύψεως τοῦ πατρὸς | |
25 | τὸν αὐτὸν καὶ υἱὸν θεοῦ ὡμολόγησεν καὶ Χριστόν, ἐπειδήπερ ἓν τούτων δίχα θατέρου λαμβανόμενον ἀνόνητον ἐτύγχανεν εἰς σωτηρίαν καὶ τοῦ αὐτοῦ ὑπῆρχεν κινδύνου τὸ τὸν κύριον Ἰησοῦν Χριστὸν ἢ θεὸν μόνον ἄνευ ἀνθρώπου ἢ δίχα θεοῦ πιστεύειν ἄνθρωπον | |
μόνον. μετὰ δὲ τὴν ἀνάστασιν τοῦ κυρίου, ἥτις δηλαδὴ τοῦ ἀληθοῦς αὐτοῦ σώματος | 16 in vol. 2.1.1 | |
2,1,117 | γέγονεν, ἐπειδήπερ οὐκ ἄλλος ἀνέστη εἰ μὴ ὁ σταυρωθεὶς καὶ ἀποθανών, τί ἕτερον τῆι τῶν τεσσαράκοντα ἡμερῶν αὐτοῦ διαγωγῆι γέγονεν ἢ ἵνα ἐκ πάσης ἀχλύος τὰ τῆς πίστεως ἡμῶν καθαρθῆι; διαλεγόμενος γὰρ τοῖς ἑαυτοῦ μαθηταῖς καὶ συνδιατρίβων καὶ συναλι‐ ζόμενος ἀκριβέστερόν τε καὶ πολυπραγμονικώτερον διὰ τῆς ἁφῆς ἑαυτὸν ψηλαφᾶσθαι παρὰ | |
5 | τούτων, οὓς ἔπληττεν τὸ ἀμφίβολον, ἐνδιδοὺς διὰ τοῦτο καὶ κεκλεισμένων τῶν θυρῶν εἰσήιει πρὸς τοὺς μαθητὰς καὶ τῶι φυσήματι τῶι ἑαυτοῦ παρεῖχεν ἅγιον πνεῦμα καὶ χαρι‐ ζόμενος τὸ φῶς τὸ τῆς γνώσεως τῶν θείων γραφῶν ἀνεκάλυπτε τὰ ἀπόρρητα καὶ πάλιν ὁ αὐτὸς τὰ τραύματα τῆς πλευρᾶς καὶ τὰς διατρήσεις τῶν ἥλων καὶ πάντα τὰ τοῦ νεαροῦ πάθους ἐπεδείκνυ σημεῖα λέγων· ψηλαφήσατέ με καὶ ἴδετε ὅτι πνεῦμα σάρκα | |
10 | καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα, ὅπως ἂν ἐν αὐτῶι μεμενηκέναι γνωσθῆι ἡ ἰδιότης τῆς τε θείας καὶ τῆς ἀνθρωπίνης φύσεως ἀδιαίρετος οὕτω τε μάθωμεν τὸν λόγον μὴ τοῦτο εἶναι ὅπερ ἐστὶν ἡ σάρξ, ἀλλ’ ἕνα υἱὸν τοῦ θεοῦ καὶ τὸν λόγον ὁμο‐ λογήσωμεν καὶ τὴν σάρκα. ἧστινος πίστεως τοῦ μυστηρίου κοῦφος ὢν Εὐτυχὴς οὗτος καὶ ἀμέτοχος ὀφείλει νομίζεσθαι, ὃς τὴν φύσιν τὴν ἡμετέραν ἐν τῶι μονογενεῖ τοῦ θεοῦ | |
15 | οὔτε διὰ τῆς ταπεινότητος τῆς ἀνθρωπότητος οὔτε διὰ τῆς δόξης ἐπέγνω τῆς ἀναστά‐ σεως οὔτε τὴν ἀπόφασιν ἐφοβήθη τοῦ μακαρίου ἀποστόλου καὶ εὐαγγελιστοῦ Ἰωάννου τοῦ λέγοντος πᾶν πνεῦμα τὸ ὁμολογοῦν Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐλη‐ λυθέναι ἀπὸ θεοῦ ἐστιν καὶ πᾶν πνεῦμα τὸ διαιροῦν Ἰησοῦν Χριστὸν ἀπὸ θεοῦ οὔκ ἐστιν καὶ οὗτός ἐστιν ὁ ἀντίχριστος. τί δέ ἐστιν τὸ διαι‐ | |
20 | ροῦν Ἰησοῦν εἰ μὴ τὴν ἀνθρωπίνην ἀπ’ αὐτοῦ φύσιν ἀποχωρίζειν καὶ τὸ μυστήριον δι’ οὗπερ ἐσώθημεν μόνου, πειρᾶσθαι μάταιον διὰ πλασμάτων ἀναιδῶν ἀπεργάζεσθαι; ὁ δὲ τὴν ἀχλὺν ὑφιστάμενος περὶ τὴν φύσιν τοῦ σώματος τοῦ Χριστοῦ ἀναγκαίως καὶ περὶ τὸ πάθος αὐτοῦ τῆι παραπλησίαι τυφλώσει παραφρονεῖ. καὶ γὰρ εἰ τὸν σταυρὸν τοῦ δεσπότου ψευδῆ μὴ νενόμικεν καὶ τὸ πάθος τὸ ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας | |
25 | ἀναδεχθὲν ἀληθὲς γενόμενον οὐδαμῶς ἀμφιβάλλει, οὗτινος οὖν ἐπιγινώσκει τὸν θάνατον, ἐπιγινωσκέτω [καὶ] τὴν σάρκα καὶ μηδὲ τῆς ἡμετέρας αὐτὸν σαρκὸς ἄνθρωπον ἀπαρνείσθω, ὃν παθητὸν ἔγνω γενόμενον, ἐπειδήπερ ἡ ἄρνησις τοῦ ἀληθοῦς σώματος | |
ἄρνησίς ἐστιν καὶ τοῦ πάθους τοῦ σώματος. εἰ τοίνυν δέχεται πίστιν Χριστιανῶν | 17 in vol. 2.1.1 | |
2,1,118 | καὶ ἀπὸ τοῦ κηρύγματος τοῦ εὐαγγελίου μὴ τὴν οἰκείαν ἀκοὴν ἀποστρέφει, σκοπείτω ποία φύσις διαπεπαρμένη τοῖς ἥλοις ἐν τῶι τοῦ σταυροῦ ξύλωι κεκρέμαστο καὶ ἀνοι‐ γείσης τῆς πλευρᾶς τοῦ προσπεπηγότος τῶι σταυρῶι διὰ τοῦ δόρατος τοῦ στρατιώτου νοείτω πόθεν τὸ αἷμα καὶ τὸ ὕδωρ ἐρρύη, ὥστε τὴν ἐκκλησίαν τοῦ θεοῦ τῶι τε λουτρῶι | |
5 | καταρδεύεσθαι καὶ τῶι πόματι. ἀκουέτω δὲ καὶ τοῦ μακαρίου Πέτρου τοῦ ἀποστόλου κηρύττοντος ὅτι ὁ καθαρισμὸς τοῦ πνεύματος διὰ τοῦ ῥαντισμοῦ γίνεται τοῦ αἵματος τοῦ Χριστοῦ, μηδὲ παροδικῶς ἀναγινωσκέτω τοῦ αὐτοῦ ἀποστόλου τὰ ῥήματα λέ‐ γοντος· εἰδότες ὅτιπερ οὐ φθαρτοῖς ἀργυρίωι ἢ χρυσίωι ἐξηγοράσθητε ἐκ τῆς ματαίας ὑμῶν πατροπαραδότου ἀναστροφῆς, ἀλλὰ τῶι τιμίωι | |
10 | αἵματι ὡσανεὶ ἀμνοῦ ἁγίου καὶ ἀμώμου Ἰησοῦ Χριστοῦ. καὶ τοῦ μα‐ καρίου δὲ Ἰωάννου τοῦ ἀποστόλου τῆι μαρτυρίαι μὴ ἀνθιστάσθω λέγοντος· καὶ τὸ αἷμα Ἰησοῦ τοῦ υἱοῦ τοῦ θεοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας καὶ πάλιν· αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν. τίς ἐστιν ὃς ἐνίκησεν τὸν κόσμον εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς | |
15 | τοῦ θεοῦ; οὗτος ὁ ἐρχόμενος δι’ ὕδατος καὶ αἵματος Ἰησοῦς Χριστός, οὐκ ἐν τῶι ὕδατι μόνον, ἀλλ’ ἐν ὕδατι καὶ αἵματι, καὶ τὸ πνεῦμά ἐστιν τὸ μαρτυροῦν, ἐπειδὴ τὸ πνεῦμά ἐστιν ἡ ἀλήθεια. τρεῖς γάρ εἰσιν οἱ μαρτυροῦντες, τὸ πνεῦμα καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα, καὶ οἱ τρεῖς τὸ ἕν εἰσιν, τὸ πνεῦμα δηλονότι τοῦ ἁγιασμοῦ καὶ τὸ αἷμα τῆς λυτρώσεως καὶ τὸ ὕδωρ τοῦ | |
20 | βαπτίσματος, ἅπερ τὰ τρία ἕν ἐστιν καὶ ἀμέριστα μένει καὶ οὐδὲν αὐτῶν ἀπὸ τῆς ἑαυτῶν χωρίζεται συναφείας, ἐπειδήπερ ἡ καθολικὴ ἐκκλησία ἐν ταύτηι ζῆι καὶ προκόπτει τῆι πίστει, ἵνα μήτε δίχα τῆς ἀληθοῦς θεότητος ἡ ἀνθρωπότης μήτε δίχα τῆς ἀληθοῦς ἀν‐ θρωπότητος ἡ θεότης πιστεύηται. Πρὸς μέντοιγε τὴν διαλαλιὰν τῆς ὑμετέρας ἀκροάσεως ὡς Εὐτυχὴς ἀπεκρίνατο | |
25 | λέγων· ὁμολογῶ ἐκ δύο φύσεων γεγενῆσθαι τὸν κύριον ἡμῶν πρὸ τῆς ἑνώσεως, μετὰ δὲ τὴν ἕνωσιν μίαν φύσιν ὁμολογῶ, θαυμάζω τὴν οὕτως ἀλλόκοτον καὶ οὕτω διεστραμ‐ μένην ὁμολογίαν μηδεμιᾶι τῶν δικαζόντων ἐπιτιμήσει δόξασαν ἐπιλήψιμον καὶ τὸν | |
οὕτως ἄφρονα λόγον ἐν παραδρομῆι γεγονότα ὡς τῶν ἀκουσθέντων οὐδενὶ προσκρου‐ | 18 in vol. 2.1.1 | |
2,1,119 | σάντων, ὁπότε τὸν αὐτὸν τρόπον ἐστὶν ἀσεβὲς τὸ λέγειν ὡς ἐκ δύο φύσεων πρὸ τῆς ἐνανθρωπήσεως ὁ μονογενής ἐστιν υἱὸς τοῦ θεοῦ, ὥσπερ ἐστὶν ἀθέμιτον τὸ διαβεβαιοῦ‐ σθαι ὡς μετὰ τὸ τὸν λόγον σάρκα γενέσθαι μία ἐν αὐτῶι φύσις ἐστίν. ὅπερ ὅπως ἂν μὴ Εὐτυχὴς ὀρθῶς εἴτ’ οὖν ἀνεκτῶς ὑπολάβηι ῥηθέν, ἐπειδήπερ ἐξ οὐδεμιᾶς ὑμῶν | |
5 | ἐπεστόμισται ψήφου, τὴν τῆς σῆς ἀγάπης ὑπομιμνήισκομεν ἀκρίβειαν, ἀδελφὲ τιμιώ‐ τατε, ἵνα εἰ διὰ τῶν τοῦ θεοῦ οἰκτιρμῶν εἰς ἀπολογίαν περιίσταται τὰ τοῦ πράγματος, ἡ ἀγνωσία τοῦ ἀμαθοῦς ἀνθρώπου καὶ ἀπὸ ταύτης τῆς φθορᾶς τῆς κατὰ τὴν οἰκείαν διά‐ νοιαν καθαρθῆι. ὅστις μὲν οὖν, ὡς ἡ τάξις τῶν πεπραγμένων δηλοῖ, καλῶς ἀναχω‐ ρεῖν ἦν ἀρξάμενος ἀπὸ τῆς ἰδίας ἐνστάσεως, ὁπηνίκα τῆι ὑμῶν ἀποφάσει συνεχόμενος | |
10 | ὡμολόγει λέγειν ἑαυτὸν ὃ πρότερον οὐκ εἰρήκει, καὶ ταύτηι ἐφησυχάζειν τῆι πίστει ἧς ἐτύγχανεν πρώην ἀλλότριος, ἀλλ’ ὁπότε ἐν τῶι ἀναθεματιστέωι ἀσεβεῖ δόγματι συναινεῖν οὐκ ἠβούλετο, ἔγνω αὐτὸν ἡ ὑμῶν ἀδελφότης ἐν τῆι οἰκείαι διαμένοντα κακοδοξίαι καὶ ἄξιον εἶναι τοῦ δέχεσθαι τὴν κρίσιν τῆς καθαιρέσεως. ἐφ’ ὧιπερ εἰ πιστῶς καὶ συμ‐ φερόντως ἀλγεῖ καὶ εἰ βράδιον γοῦν ὅμως ἐπιγινώσκει ὅπως εἰς δέον ἡ τῶν ἐπισκόπων | |
15 | ἐπ’ αὐτῶι αὐθεντία κεκίνηται, ἢ εἰ πρὸς τὸ τέλειον τῆς ἀπολογίας ἴδοι, ὥστε πάντα τὰ παρ’ αὐτοῦ κακῶς φρονηθέντα ἐναργεῖ καὶ παρούσηι τῆι φωνῆι, καὶ οἰκείαι δὲ καταδι‐ κασθῆναι ὑπογραφῆι, οὐκ ἔσται καταγνώσεως ἄξιος ὁ περὶ τὸν διορθωθέντα ὁπόσος οὖν ἔλεος, ἐπειδήπερ ὁ κύριος ἡμῶν ὁ ἀληθινὸς καὶ ἀγαθὸς ποιμὴν ὁ τὴν ψυχὴν θεὶς ὑπὲρ τῶν προβάτων τῶν ἑαυτοῦ καὶ ὃς ἦλθεν τὰς ψυχὰς τῶν ἀνθρώπων σῶσαι, οὐκ ἀπο‐ | |
20 | λέσαι, μιμητὰς ἡμᾶς τῆς οἰκείας ἀγαθότητος εἶναι βούλεται, ἵνα τοὺς μὲν ἁμαρτάνοντας σωφρονίσηι τὸ δίκαιον, τοὺς ἐπιστρέψαντας δὲ ὁ τῆς συμπαθείας μηδαμῶς οἶκτος ἀπώ‐ σηται. τότε γὰρ ὄντως, τότε σὺν ἀγαθῶι τῶι καρπῶι τὸ τῆς πίστεως ἀληθὲς ἐκ‐ δικεῖται, ὅτε καὶ παρὰ τῶν τῆς δυσσεβείας ἐξάρχων ἡ οἰκεία κακοδοξία καταδικάζεται. Πρὸς δὲ τὸ πᾶσαν τὴν ὑπόθεσιν εὐσεβῶς καὶ πιστῶς ἐξανυσθῆναι τοὺς ἀδελφοὺς | |
25 | ἡμῶν Ἰούλιον τὸν ἐπίσκοπον καὶ Ῥενάτον τὸν πρεσβύτερον, ἔτι γε μὴν καὶ τὸν υἱόν | |
μου Ἵλαρον τὸν διάκονον εἰς τὸν ἡμῶν ἀπεστάλκαμεν τόπον, οἷς Δουλκίτιον τὸν νοτάριον | 19 in vol. 2.1.1 | |
2,1,120 | τὸν ἡμέτερον, οὗ τὴν πίστιν ἐδοκιμάσαμεν, συνεζεύξαμεν, θαρροῦντες τὴν τοῦ θεοῦ παρε‐ σομένην βοήθειαν ὥστε τὸν πλανηθέντα καταδικασθείσης τῆς σκαιότητος τοῦ φρονή‐ ματος τοῦ οἰκείου σωθῆναι. Ὁ θεὸς ἐρρωμένον σε διαφυλάττοι, ἀδελφὲ προσφιλέστατε. | |
5 | Ἐδόθη Εἰδοῖς Ἰουνίαις Ἀστυρίου καὶ Πρωτογένους τῶν λαμπροτάτων ὑπάτων Ὁμοίως μαρτυρίαι ἁγίων πατέρων καὶ ὁμολογητῶν Τοῦ ἁγίου Ἱλαρίου ἐπισκόπου καὶ ὁμολογητοῦ ἐν τῶι περὶ πίστεως θ λόγωι Οὐκ οἶδεν, οὐκ οἶδεν ὄντως τὴν ἑαυτοῦ ζωὴν ὃς Ἰησοῦν τὸν Χριστὸν ὡς ἀληθῆ θεόν, οὕτως καὶ ἀληθῆ ἄνθρωπον οὐκ ἐπίσταται. τοῦ γὰρ αὐτοῦ κινδύνου τὸ πρᾶγμα | |
10 | τυγχάνει, ἐὰν Χριστὸν Ἰησοῦν ἢ πνεῦμα θεοῦ ἢ σάρκα τοῦ ἡμετέρου ἀρνησώμεθα σώμα‐ τος. ἅπας τοιγαροῦν ὃς ἂν ὁμολογήσηι με ἔμπροσθεν τῶν ἀνθρώπων, κἀγὼ ὁμολογήσω αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρα‐ νοῖς· ὃς δ’ ἂν ἀπαρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, κἀγὼ ἀρνή‐ σομαι αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. ταῦτα | |
15 | ὁ λόγος σὰρξ γενόμενος ἔλεγεν καὶ ἄνθρωπος Ἰησοῦς Χριστὸς ὁ κύριος τῆς δόξης ἐδίδασκεν, πρὸς τὴν τῆς ἐκκλησίας σωτηρίαν μεσίτης αὐτὸς ὑπάρχων ἐν ἑαυτῶι, 〈αὐτῶι〉 τούτωι τῶι μυστηρίωι δι’ οὗπερ θεῶι καὶ ἀνθρώποις ἐμεσίτευσεν, εἷς τυγχάνων τὸ συναμφότερον, ἐκ τῶν ἑνωθεισῶν εἰς τὸ αὐτὸ τοῦτο δὴ φύσεων ἓν καὶ ταὐτὸ δι’ ἑκατέρας φύσεως ὤν, πλὴν οὕτως ὡς ἐν ἑκατέρωι μηδετέρου χηρεύειν, μή πως παύσηται θεὸς εἶναι τικτόμενος | |
20 | ἄνθρωπος ἢ πάλιν ἄνθρωπος οὐκ ἦι τῶι διαμένειν θεός. οὐκοῦν τοῦτο τῆς ἐν ἀν‐ θρώποις ἀληθοῦς πίστεως τὸ μακάριον τὸ τὸν μὲν θεὸν καὶ ἄνθρωπον κηρύττειν, τὴν δὲ σάρκα καὶ λόγον ὁμολογεῖν καὶ τόν τε θεὸν εἰδέναι ὅτι καὶ ἄνθρωπος εἴη, καὶ τὴν σάρκα μὴ ἀγνοεῖν ὅτι καὶ λόγος ἐστίν. Ὁμοίως τοῦ αὐτοῦ ἐν τῶι αὐτῶι λόγωι | |
25 | Ἐκ παρθένου τοίνυν τεχθεὶς ἄνθρωπος ὁ μονογενὴς θεὸς καὶ κατὰ τὴν συμπλή‐ ρωσιν τοῦ καιροῦ μέλλων αὐτὸς ἐν ἑαυτῶι τὴν τοῦ ἀνθρώπου προκοπὴν εἰς θεὸν ἀπερ‐ γάζεσθαι, ταύτην τὴν τάξιν ἐν ἅπασιν τοῖς εὐαγγελικοῖς λόγοις ἐφύλαξεν, ἵνα ἑαυτὸν καὶ υἱὸν εἶναι θεοῦ διδάξηι πιστεύεσθαι καὶ ἀνθρώπου υἱὸν ὑπομνήσηι κηρύττεσθαι, τῶι μὲν ἄνθρωπος εἶναι λαλῶν ἅπαντα καὶ πράττων ἅπερ ἐστὶν θεοῦ, αὖθις δὲ καὶ τῶι | |
30 | θεὸς ὑπάρχειν λαλῶν τε ἅπαντα καὶ πράττων ἅπερ ἐστὶν ἀνθρώπου, οὕτω μέντοι ὥστε | 20 in vol. 2.1.1 |
2,1,121 | ταύτηι αὐτῆι τῆι καθ’ ἑκάτερον γένος αὐτὸν ὁμιλίαι μηδὲ πώποτε λαλεῖν εἰ μὴ μετὰ τοῦ σημαίνειν θεόν τε καὶ ἄνθρωπον. ἐντεῦθεν τοιγαροῦν τοῦ δελεάζειν τοὺς ἁπλουστέρους καὶ τοὺς ἀγνοοῦντας τοῖς αἱρετικοῖς γίνεται πρόφασις, ὥστε τὰ παρ’ ἐκείνου κατὰ τὴν ἀνθρωπότητα λαληθέντα ψευδομένους λέγειν ὡς κατ’ ἀσθένειαν τῆς θείας εἴρηται φύσεως, | |
5 | καὶ ἐπειδήπερ εἷς καὶ ὁ αὐτός ἐστιν ὁ πάντα λαλῶν ὅσαπερ καὶ ἐλάλει, φιλονεικεῖν αὐτοὺς περὶ ἑαυτοῦ πάντα αὐτὸν εἰρηκέναι. καὶ οὐδ’ ἡμεῖς μὲν ἀρνούμεθα πάντας τοὺς ὄντας αὐτοῦ λόγους τῆς ἰδίας αὐτοῦ φύσεως εἶναι, ἀλλ’ εἴπερ Ἰησοῦς ὁ Χριστὸς ἄνθρωπος καὶ θεὸς καὶ οὔτε ὅτε ἄνθρωπος, τότε πρῶτον θεός, οὔτε μὴν ὅτε ἄνθρωπος, τότε οὐκ ἦν καὶ θεὸς οὐδὲ μετὰ τὸν ἄνθρωπον ἐν τῶι κυρίωι οὐχὶ ὅλος ἄνθρωπος καὶ ὅλος θεός, ἐπάναγκές | |
10 | ἐστιν ἓν καὶ τὸ αὐτὸ εἶναι μυστήριον τῶν αὐτοῦ λόγων ὃ καὶ τοῦ τόκου καθέστηκεν. καὶ ὅταν ἐν αὐτῶι κατὰ καιρὸν τὸν ἄνθρωπον ἀπὸ τοῦ θεοῦ διαιρῆις, τότε τά τε τοῦ θεοῦ καὶ τοῦ ἀνθρώπου διαχώριζε ῥήματα, καὶ ὁπηνίκα θεὸν καὶ ἄνθρωπον ὁμολογεῖς ἐν καιρῶι, 〈ἐν καιρῶι〉 τὰ τοῦ θεοῦ καὶ ἀνθρώπου διάκρινε ῥήματα· ὅταν δὲ ἐκ θεοῦ καὶ ἀνθρώπου, πάλιν ἀνθρώπου καθόλου καὶ καθόλου θεοῦ τὸν καιρὸν εἶναι νοεῖς. εἴ | |
15 | τι τοιοῦτο λελάληται πρὸς τὸ μηνῦσαι τὸ κατ’ ἐκεῖνο καιροῦ, τῶι καιρῶι τὰ λεχθέντα προσάρμοσον, καὶ ἐπειδήπερ ἄλλο ἐστὶν πρὸ τοῦ ἀνθρώπου θεός, ἄλλο δὲ πάλιν ἄνθρωπος καὶ θεὸς καὶ ἄλλο μετὰ τὸν ἄνθρωπον καὶ θεὸν ὅλος ἄνθρωπος καὶ ὅλος θεός, μὴ συγχέηις τοῖς καιροῖς καὶ τοῖς γένεσι τὸ τῆς οἰκονομίας μυστήριον. ἀνάγκη γὰρ κατὰ τὴν ποιότητα τῶν γενῶν καὶ τῶν φύσεων ἄλλην μὲν αὐτοῦ γεγενῆσθαι τὴν ὁμιλίαν μηδέπω | |
20 | κατὰ τὸ τοῦ ἀνθρώπου τεχθέντος μυστήριον, ἄλλην δὲ ἔτι προσελαύνοντος τῶι θανάτωι καὶ ἄλλην ἤδη τυγχάνοντος αἰωνίου. δι’ ἡμᾶς τοίνυν ἅπαντα ταῦτα μένων Χριστὸς Ἰησοῦς καὶ τεχθεὶς ἄνθρωπος σώματος ἡμετέρου, κατὰ τὴν συνήθειαν τῆς ἡμετέρας ἐλάλησεν φύσεως, οὐ μὴν τῆς οἰκείας ἀποβαλὼν φύσεως τὸ εἶναι θεός. εἰ γὰρ καὶ ἐν τῶι τόκωι καὶ τῶι πάθει καὶ τῶι θανάτωι τὰς τῆς ἡμετέρας φύσεως πράξεις διή‐ | |
25 | νυσεν, ὅμως ἅπαντα ταῦτα τῆι δυνάμει τῆς ἑαυτοῦ διεπράξατο φύσεως. Ὁμοίως τοῦ αὐτοῦ ἐν τῶι αὐτῶι λόγωι Ὁρᾶις ἄρα οὕτω θεὸν καὶ ἄνθρωπον ὁμολογεῖσθαι ὥστε τὸν μὲν θάνατον τῶι ἀνθρώπωι, τῶι δὲ θεῶι τῆς σαρκὸς λογίζεσθαι τὴν ἀνάστασιν; τὴν μὲν γὰρ τοῦ θεοῦ φύσιν ἐν τῆι δυνάμει τῆς ἀναστάσεως νόει, τὴν δὲ κατ’ ἄνθρωπον οἰκονομίαν ἐν τῶι | |
30 | θανάτωι ἐπίγνωθι. καὶ ἐπειδήπερ ἑκάτερα ταῖς οἰκείαις γεγένηνται φύσεσιν, ἕνα μοι Χριστὸν Ἰησοῦν ἐκεῖνον εἶναι μνημόνευε τὸν ὄντα ἀμφότερα. ταῦτα δὲ τούτου χάριν διὰ βραχέων ὑπέδειξα, ἵνα ἑκατέραν φύσιν ἐν τῶι κυρίωι ἡμῶν Ἰησοῦ Χριστῶι νοεῖσθαι μνημονεύωμεν· ὁ γὰρ ὢν ἐν μορφῆι θεοῦ ἔλαβεν δούλου μορφήν. Τοῦ ἁγίου Γρηγορίου τοῦ Ναζιανζοῦ ἐν τῆι ὁμιλίαι τῆι περὶ τῶν ἐπιφανίων | |
35 | Ἐπειδὴ τοίνυν προῆλθεν ἐκ τῆς παρθένου θεὸς [μετὰ τῆς προσλήψεως] ἐν αὐτῆι | 21 in vol. 2.1.1 |
2,1,122 | ἣν προσέλαβεν ἀνθρωπείαι φύσει, 〈ἓν〉 ἐκ δύο τῶν ἑαυτοῖς ἐναντίων, σαρκὸς καὶ πνεύματος ὤν, τὸ μὲν αὐτῶν εἰς τὸν θεὸν προσελήφθη, τὸ δὲ τὴν χάριν παρέσχηκεν τῆς θεότητος. Ὁμοίως τοῦ αὐτοῦ μετ’ ὀλίγα | |
5 | Ἀπεστάλη μὲν, ἀλλ’ ὡς ἄνθρωπος· διπλῆ γὰρ ἦν ἡ φύσις ἐν αὐτῶι. ἀμέλει τοι ἐντεῦθεν καὶ ἐκοπίασεν καὶ ἐπείνησεν καὶ ἐδίψησεν καὶ ἠγωνίασεν καὶ ἐδάκρυσεν ἀνθρωπίνου σώματος νόμωι. Τοῦ ἁγίου Ἀμβροσίου ἐπισκόπου καὶ ὁμολογητοῦ ἐκ τῶν περὶ πίστεως λόγων τῶν πρὸς Γρατιανὸν τὸν βασιλέα λόγου β | |
10 | Ὅθεν ἐκεῖνο τὸ ἀναγνωσθὲν ὡς ὁ κύριος τῆς δόξης ἐσταύρωται, μὴ τῆι ἑαυτοῦ δόξηι σταυρωθέντα νομίσωμεν, ἀλλ’ ἐπειδὴ ὁ αὐτὸς θεός τε καὶ ἄνθρωπος, κατὰ μὲν τὴν θεότητα θεός, κατὰ δὲ τὴν πρόσληψιν τῆς σαρκὸς ἄνθρωπος, Ἰησοῦς Χριστὸς ὁ κύριος τῆς δόξης ἐσταυρῶσθαι λέγεται. καὶ γὰρ ἑκατέρας μετέχει φύσεως, τουτέστιν ἀνθρωπίνης καὶ θείας· ἐν τῆι τοῦ ἀνθρώπου γὰρ φύσει τὸ πάθος ὑπέμεινεν, ἵνα ἀδιαιρέτως | |
15 | καὶ κύριος τῆς δόξης καὶ υἱὸς ἀνθρώπου εἶναι λέγηται ὁ παθών, καθὼς γέγραπται ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Ὁμοίως τοῦ αὐτοῦ ἐν τῶι αὐτῶι λόγωι ἐν ἄλλωι τόπωι Σιγάτωσαν τοιγαροῦν αἱ περὶ τῶν λόγων μάταιαι ζητήσεις· ἡ γὰρ τοῦ θεοῦ βασιλεία, καθὼς γέγραπται, οὐκ ἐν πειθοῖς λόγων ἐστίν, ἀλλ’ ἐν ἀποδείξει δυνάμεως. φυλάξωμεν | |
20 | τὴν διαφορὰν τῆς σαρκός τε καὶ τῆς θεότητος· εἷς γὰρ θεοῦ υἱὸς ἐν ἑκατέραι λαλεῖ, ἐπειδήπερ ἑκατέρα φύσις ἐστὶν ἐν αὐτῶι. ἀλλ’ εἰ καὶ ὁ αὐτὸς λαλεῖ, οὐχ ἑνὶ μέντοιγε πάντοτε τρόπωι λαλεῖ. ὁρᾶις γὰρ ἐν αὐτῶι νῦν μὲν δόξαν θεοῦ, νυνὶ δὲ πάθη ἀνθρώπου. ὡς θεὸς λαλεῖ τὰ ὄντα θεῖα, ἐπειδήπερ λόγος ἐστίν· ὡς ἄνθρωπος λαλεῖ τὰ ὄντα ἀνθρώ‐ πινα, ἐπειδήπερ ἐν ταύτηι ἐλάλει τῆι φύσει. | |
25 | Ὁμοίως τοῦ αὐτοῦ ἐν τῶι λόγωι τῶι περὶ τῆς ἐνανθρωπήσεως τοῦ κυρίου κατὰ Ἀπο‐ λιναριαστῶν Ἀλλ’ ἐν ὅσωι τούτους ἐλέγχομεν, ἀνεφύησαν ἕτεροι λέγοντες τό τε σῶμα τοῦ κυρίου καὶ τὴν θεότητα μιᾶς φύσεως εἶναι. ποῖος ἅιδης τὴν τοσαύτην βλασφημίαν ἠρεύξατο; Ἀρειανοὶ γὰρ ἤδη τυγχάνουσιν ἀνεκτότεροι, ὧν ἡ ἀπιστία διὰ τούτους κρατύνεται, | |
30 | ὥστε μείζονι φιλονεικίαι πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα μιᾶς οὐσίας μὴ λέγειν, ἐπει‐ | |
δήπερ οὗτοι τὴν θεότητα τοῦ κυρίου καὶ τὴν σάρκα μιᾶς φύσεως εἰπεῖν ἐπεχείρησαν. | 22 in vol. 2.1.1 | |
2,1,123 | Ὁμοίως τοῦ αὐτοῦ μετ’ ὀλίγα Καὶ οὗτος λέγει μοι συνεχῶς τῆς ἐν Νικαίαι συνόδου ἑαυτὸν κατέχειν τὴν ἔκθεσιν. ἀλλ’ ἐν ἐκείνηι τῆι ἐξετάσει οἱ ἡμέτεροι πατέρες οὐχὶ τὴν σάρκα, τὸν δὲ τοῦ θεοῦ λόγον μιᾶς τῶι πατρὶ οὐσίας εἶναι εἰρήκασιν καὶ τὸν μὲν λόγον ἐκ τῆς τοῦ πατρὸς προεληλυθέναι | |
5 | οὐσίας, τὴν δὲ σάρκα ἐκ τῆς παρθένου τυγχάνειν ὡμολογήκασιν. διὰ τί τοίνυν ἡμῖν τὸ μὲν τῆς ἐν Νικαίαι συνόδου προτείνουσιν ὄνομα, εἰσάγουσιν δὲ καινὰ καὶ ἅπερ οὐκ ἐνεθυμήθησαν πώποτε οἱ ἡμέτεροι πρόγονοι; Ὁμοίως τοῦ ἁγιωτάτου Ἰωάννου ἐπισκόπου Κωνσταντινουπόλεως ἐν τῆι ὁμιλίαι τῆι περὶ τῆς ἀναλήψεως τοῦ κυρίου | |
10 | Καθάπερ γὰρ δύο τινῶν ἁψιμαχίαι διαστάντων ἕτερός τις ἐν μέσωι παρεντεθεὶς λύει τὴν τῶν ἐριζόντων μάχην τε καὶ διχόνοιαν, οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν. ὠργί‐ ζετο μὲν ἡμῖν δικαίως ὁ θεός, ἡμεῖς δὲ τῆς αὐτοῦ κατεφρονοῦμεν ὀργῆς τὸν φιλάνθρωπον δεσπότην ἀποστρεφόμενοι, καὶ μέσον ἑαυτὸν ἐμβαλὼν ὁ Χριστὸς ἑκατέραν φύσιν εἰς φιλίαν συνήγαγεν καὶ τὴν παρὰ τοῦ πατρὸς ἐπικειμένην ἡμῖν αὐτὸς τιμωρίαν ὑπέμεινεν. | |
15 | Ὁμοίως τοῦ αὐτοῦ Ἰωάννου ἐν τῆι αὐτῆι ὁμιλίαι Προσήνεγκεν τοίνυν ὁ Χριστὸς τὰς ἀπαρχὰς τῆς ἡμετέρας φύσεως τῶι πατρὶ καὶ τὸ δῶρον αὐτὸς ἐθαύμασεν ὁ πατὴρ διά τε τὴν τοσαύτην ἀξίαν τοῦ προσκομίσαντος καὶ τοῦ προσενεχθέντος τὸ ἄμωμον. καὶ γὰρ οἰκείαις ἐδέξατο τοῦτο χερσὶν καὶ τοῦ θρόνου μέτοχον εἶναι τοῦ οἰκείου πεποίηκεν καὶ τὸ πλέον, ἐν τῶι τῆς ἑαυτοῦ δεξιᾶς | |
20 | αὐτὸ μέρει καθίδρυσεν. οὐκοῦν ἐπιγνῶμεν τίς ἐκεῖνος ὁ ἀκούσας ἐστὶν κάθου ἐκ δεξιῶν μου; τίς ἦν ἡ φύσις ἐκείνη πρὸς ἣν εἶπεν· ἔσο τοῦ θρόνου μου κοινωνός; ἐκείνη ἦν ἡ φύσις πρὸς ἣν εἶπεν· γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσηι. Καὶ πάλιν τοῦ αὐτοῦ Ἰωάννου μετ’ ὀλίγα Ποίωι χρήσομαι λόγωι, ποίοις φθέγξομαι ῥήμασιν, ἀπορῶ. ἡ φύσις ἡ σαθρά, | |
25 | ἡ φύσις ἡ εὐτελής, ἡ πάντων ἐλάσσων ἀποδειχθεῖσα πάντα νενίκηκεν, ὑπερέβαλεν ἅπαντα. σήμερον ἀνωτέρα γενέσθαι πάντων ἠξίωται· σήμερον ἀπέλαβον ὅπερ ἐπὶ χρόνον πολὺν ἐπεθύμησαν ἄγγελοι· σήμερον ἀρχάγγελοι τῶν ἐπὶ πολὺ ποθουμένων θεαταὶ γενέσθαι δεδύνηνται καὶ τὴν φύσιν τὴν ἡμῶν ἐν τῶι θρόνωι τοῦ βασιλέως τῆι δόξηι τῆς ἀθανασίας ἐκλάμπουσαν κατενόησαν. | |
30 | Ὁμοίως ἐκ τῆς ἐπιστολῆς τῆς πρὸς Βολουσιανὸν τοῦ ἁγιωτάτου ἐπισκόπου Αὐγουστίνου Νῦν δὲ οὕτως μεταξὺ θεοῦ καὶ ἀνθρώπων ἀνεφάνη μεσίτης, ὥστε αὐτὸν ἐν τῆι τοῦ προσώπου ἑνότητι συνάπτειν ἑκατέραν τὴν φύσιν, καὶ τὰ ἐν ἔθει αὔξοντα τοῖς | |
ἀήθεσιν καὶ τὰ ἀήθη συγκεράσαντα τοῖς ἐξ ἔθους. | 23 in vol. 2.1.1 | |
2,1,124 | Ὁμοίως τοῦ αὐτοῦ Αὐγουστίνου ἐν τῆι ἐκθέσει τοῦ εὐαγγελίου τοῦ κατὰ τὸν ἅγιον Ἰωάννην Τί τοίνυν, αἱρετικέ; ἐπειδὴ Χριστός ἐστιν θεὸς καὶ ἄνθρωπος, λαλεῖ μὲν ὡς ἄνθρω‐ πος, συκοφαντεῖς δὲ θεόν; ἐκεῖνος ἐν αὑτῶι τὴν ἀνθρωπίνην φύσιν ὑψοῖ, σὺ ἐν ἐκείνωι | |
5 | τολμᾶις ἐξευτελίσαι τὴν θείαν; Ὁμοίως τοῦ αὐτοῦ Αὐγουστίνου ἐν τῶι λόγωι τῶι περὶ τῆς ἐκθέσεως τῆς πίστεως Καὶ γὰρ ἡμέτερόν ἐστιν τὸ πιστεύειν, ἐκείνου δὲ τὸ εἰδέναι, καὶ οὕτως αὐτὸς ὁ θεὸς λόγος τὸ πᾶν ὑποδεξάμενος, ὅπερ ἐστὶν ἀνθρώπου, ἄνθρωπος ἔστω καὶ ὁ προσληφθεὶς ἄνθρωπος ὑποδεξάμενος ἅπαν ὅπερ ἐστὶν θεοῦ, ἄλλο τι μὴ ἔστω πλὴν ὅπερ θεός. οὐ | |
10 | μὴν ἐπειδὴ σεσαρκωμένος εἶναι λέγεται καὶ μικτός, μεμειῶσθαι τὴν οὐσίαν τὴν αὐτοῦ νομιστέον. οἶδεν μιγνύναι θεὸς ἑαυτὸν δίχα τῆς οἰκείας φθορᾶς καὶ μιγνύναι μέντοι‐ γε κατ’ ἀλήθειαν. οἶδεν οὕτως ἐν ἑαυτῶι ὑποδέξασθαι, ὥστε μηδὲν αὐτῶι προσθήκης αὐξάνεσθαι· καθὼς οἶδεν, ἑαυτὸν ὅλον ἐνέχεεν, ὥστε μηδὲν αὐτῶι συμβῆναι μειώσεως. μὴ τοίνυν κατὰ τὴν τῆς ἡμετέρας ἀσθενείας ἔννοιαν καὶ τὰ αἰσθητὰ τῆς πείρας διδάγματα | |
15 | στοχαζόμενοι ἐκ τῶν ἴσων τῶν ἑαυτοῖς μιγνυμένων κτισμάτων μεμῖχθαι νομίσωμεν θεόν τε καὶ ἄνθρωπον καὶ τῆι τοιαύτηι συγχύσει τοῦ τε λόγου καὶ τῆς σαρκὸς ὡσανεί τι σῶμα γενόμενον. ἀπέστω οὕτω πιστεύειν, μή πως τῶι τρόπωι τῶν συγχωνευομένων δύο φύσεις εἰς μίαν ὑπόστασιν ἐνηνέχθαι νομίσωμεν· ἡ γὰρ τοιαύτη μῖξίς ἐστιν ἑκατέρου μέρους φθορά. ὁ δὲ θεὸς ὁ χωρῶν, ἀλλ’ οὐ χωρούμενος, ἐρευνῶν, οὐκ ἐρευνώμενος, | |
20 | πληρῶν, ἀλλ’ οὐ πληρούμενος, ὁ πανταχοῦ ὁμοῦ ὢν ὅλος καὶ δι’ ὅλων χωρῶν διὰ τοῦ ἐγχέαι τὴν ἑαυτοῦ δύναμιν ὡς οἰκτίρμων ἐμίγη τῆι φύσει τῆι ἀνθρωπείαι, οὐ μὴν ἡ ἀνθρώπου φύσις ἐμίγη τῆι θείαι. Κυρίλλου ἐπισκόπου Ἀλεξανδρείας ἀπὸ τῶν Σχολίων Ἄνθρωπος ὠνόμασται καίτοι κατὰ φύσιν ὑπάρχων θεὸς ὁ ἐκ θεοῦ πατρὸς λόγος | |
25 | ὡς μετεσχηκὼς αἵματος καὶ σαρκὸς παραπλησίως ἡμῖν. ὤφθη γὰρ οὕτω τοῖς ἐπὶ γῆς καὶ οὐ μεθεὶς ὅπερ ἦν, ἀλλ’ ἐν προσλήψει γεγονὼς τῆς καθ’ ἡμᾶς ἀνθρωπότητος τελείως ἐχούσης κατὰ τὸν ἴδιον λόγον. Τοῦ αὐτοῦ Κυρίλλου περὶ τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς Εἷς οὖν ἄρα ἐστὶν ὁ καὶ πρὸ τῆς ἐνανθρωπήσεως θεὸς ἀληθὴς καὶ ἐν ἀνθρωπότητι | |
30 | μεμενηκὼς ὅπερ ἦν τε καὶ ἔστιν καὶ ἔσται. οὐ διαιρετέον οὖν ἄρα τὸν ἕνα κύριον Ἰησοῦν Χριστὸν εἰς ἄνθρωπον ἰδικῶς καὶ εἰς θεὸν ἰδικῶς, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν Χριστὸν Ἰησοῦν εἶναι φαμέν, τὴν τῶν φύσεων εἰδότες διαφορὰν καὶ ἀσυγχύτους ἀλλήλαις τηροῦν‐ τες αὐτάς. Τοῦ αὐτοῦ Κυρίλλου μετὰ ἄλλα | |
35 | Νοεῖται γὰρ πάντως ὡς ἕτερον ἐν ἑτέρωι τὸ κατοικοῦν, τουτέστιν ἡ θεία φύσις | 24 in vol. 2.1.1 |
2,1,125 | ἐν ἀνθρωπότητι καὶ οὐ παθοῦσα φυρμὸν ἢ ἀνάχυσίν τινα καὶ μετάστασιν τὴν εἰς ὅπερ οὐκ ἦν. τὸ γὰρ ἐνοικεῖν ἑτέρωι λεγόμενον οὐκ αὐτὸ γέγονεν ὅπερ ἐστὶν τοῦτο ἐν ὧι κατοικεῖ, νοεῖται δὲ μᾶλλον ἕτερον ἐν ἑτέρωι. ἐν δέ γε τῆι φύσει τοῦ λόγου καὶ τῆς ἀνθρωπότητος μόνην ἡμῖν σημαίνει διαφορὰν τῶν φύσεων τὸ διάφορον· εἷς γὰρ ἐξ ἀμφοῖν | |
5 | νοεῖται Χριστός. οὐκοῦν τὸ ἀσύγχυτον εὖ μάλα τετηρηκώς φησιν ἐν ἡμῖν ἐσκηνωκέναι τὸν λόγον· ἕνα γὰρ υἱὸν οἶδεν μονογενῆ τὸν σάρκα γενόμενον καὶ ἐνανθρωπήσαντα. Ἐπιστολὴ Λέοντος ἀρχιεπισκόπου Ῥώμης πρὸς Θεοδόσιον τὸν βασιλέα μεμφομένη τὴν ἐν Ἐφέσωι γενομένην σύνοδον κατὰ Φλαβιανοῦ καὶ ἑτέραν ἐξαιτοῦντος γενέσθαι Τῶι φιλανθρωποτάτωι καὶ γαληνοτάτωι Θεοδοσίωι αὐγούστωι Λέων ἐπίσκοπος | |
10 | καὶ ἡ ἁγία σύνοδος ἡ ἐν τῆι Ῥωμαίων πόλει συναχθεῖσα. Τοῖς γράμμασι τῆς ὑμετέρας φιλανθρωπίας οἷσπερ πρώην εἰς τὴν καθέδραν Πέτρου τοῦ μακαριωτάτου ἀποστόλου πόθωι τῆς καθολικῆς πίστεως ἐξεπέμψατε, τοσαύτην παρρησίαν ἐλάβομεν εἰς ἐκδίκησιν τῆς δι’ ὑμῶν ἀληθείας καὶ τῆς εἰρήνης, ἵνα ἐν πράγματι οὕτως ἁπλουστέρωι καὶ ἀσφαλεῖ μηδὲν ἡγησώμεθα δύνασθαι καινοτομεῖσθαι πρὸς βλάβην, μάλιστα ὅταν εἰς τὸ ἐπισκοπικὸν | |
15 | κριτήριον, ὅπερ ἐν τῆι Ἐφεσίων συναχθῆναι προσετάξατε, οὕτως ἀσφαλεῖς ἀπεστάλησαν, ὡς εἰ τὰ γράμματα ἃ πρὸς τὴν ἁγίαν σύνοδον ἢ καὶ πρὸς Φλαβιανὸν τὸν ἐπίσκοπον διεπεμψάμεθα, τῶν ἐπισκόπων ταῖς ἀκοαῖς δημιοσιευθῆναι ὁ τῆς Ἀλεξανδρείας ἐπίσκοπος συνεχώρησεν, οὕτω τῆι φανερότητι τῆς καθαρᾶς πίστεως, ἥντινα θεόθεν ἐμπνευσθεῖσαν καὶ παρελάβομεν καὶ φυλάττομεν, πᾶσα φιλονεικία καὶ ταραχὴ ἡσύχασεν ἄν, ἵνα μήτε | |
20 | ἡ ἀπαιδευσία περαιτέρω παρεφρόνησεν μήτε ἀφορμὴν βλάβης ἡ βασκανία ἐξεῦρεν. ἀλλ’ ὅταν τὰ ἰδικὰ πράγματα τῆι τῆς ἐκκλησίας ἀφορμῆι ἐγυμνάζετο, ἐτολμήθη τι δι’ ὀλίγων ἀσέβειαν, ὅπερ τὰς ἁπανταχοῦ ἐκκλησίας ἐτραυμάτισεν. μεμαθήκαμεν γὰρ οὐχὶ ἀδήλωι φήμηι, ἀλλὰ βεβαίωι ἀγγέλωι τῶν πραχθέντων Ἱλάρωι τῶι διακόνωι ἡμῶν, ὅστις πέφευγε διὰ τὸ μὴ ἀναγκασθῆναι βιαίως ὑπογράψαι, καὶ ἐπείσθημεν [μὲν] | |
25 | ἐν τῆι συνόδωι συνελθεῖν πλείστους ἐπισκόπους, οἳ δηλαδὴ τῆι χρησίμωι καὶ συνεχεῖ προνοίαι ἐν τῶι κριτηρίωι συμβαλέσθαι ἐδυνήθησαν, εἰ ἐκεῖνος ὅστις ἑαυτῶι τόπον ἄρχοντος ἐξεδίκησεν, ἐπισκοπικὴν ἐπιείκειαν φυλάξαι ἠνέσχετο, ἵνα ὡς τὸ ἔθος ἔχει, πάν‐ των ταῖς ἀποφάσεσιν ἐλευθερίως προενεχθεισῶν ἐκεῖνο ἡσύχωι καὶ δικαίαι ὁρισθῆι δια‐ | |
γνώσει ὅπερ καὶ τῆι πίστει συνέτρεχεν καὶ τοῖς πλανωμένοις συνεβάλλετο. ἐν αὐτῆι | 25 in vol. 2.1.1 | |
2,1,126 | γὰρ τῆι κρίσει οὐ πάντας τοὺς συνελθόντας συνεῖναι μεμαθήκαμεν· τινὰς γὰρ ἀπορρι‐ φέντας, ἄλλους δὲ μεμαθήκαμεν εἰσαχθέντας, οἵτινες κατὰ τὴν γνώμην τοῦ προλεχθέντος ἐπισκόπου ταῖς ἀσεβέσιν ὑπογραφαῖς αἰχμαλώτους τὰς χεῖρας ἐπέδωκαν (ἤιδεισαν γὰρ βλαβερὸν τοῖς ἁγίοις αὐτῶν ἀξιώμασιν εἶναι, εἰ μὴ τὰ κελευσθέντα πεποιήκασιν), τοιαύτην | |
5 | δὲ παρ’ αὐτοῦ γενέσθαι τὴν ἀπόφασιν, ἵν’ ἑνὸς ἀνθρώπου ἀδίκως ἐναγομένου κατὰ πάσης τῆς ἐκκλησίας χαλεπαίνηι. ὅπερ οἱ ἡμέτεροι οἱ ἀπὸ τῆς ἀποστολικῆς καθέδρας ἀπο‐ σταλέντες τοσοῦτον ἀσεβὲς καὶ ἐναντίον τῆι καθολικῆι πίστει ἰδόντες ἐπὶ τῆι συγκαταθέσει μηδεμιᾶι καταπονήσει δυνηθῆναι συγκαταθέσθαι, ὥστε μετὰ παρρησίας ἐν αὐτῆι τῆι συνόδωι διεμαρτύραντο οὐδαμῶς τοῦτο τὸ παρ’ αὐτῶν δογματισθὲν δύνασθαι πάμπαν | |
10 | δέξασθαι τὴν ἀποστολικὴν καθέδραν, ὅτι ὡς ἀληθῶς πάσης τῆς καθολικῆς πίστεως τὸ μυστήριον, ὅπερ ἀπείη ἀπὸ τῶν καιρῶν τῆς ὑμετέρας εὐσεβείας, σχίζεται, εἰ μὴ αὕτη ἡ χαλεπωτάτη πρᾶξις, ἥτις πᾶσαν ἀσέβειαν ὑπερβάλλει, ἐξαλειφθείη. ἀλλ’ ἐπειδὴ ἡ διαβολικὴ κακουργία λεπτομερῶς ἀπατῶσα τοὺς ἀφελεστέρους τῶι τρόπωι τούτωι τινῶν τὴν ἀπαιδευσίαν ἐπὶ ὁμοιώματι τῆς εὐσεβείας ἀπατᾶν ἐπεχείρησεν, ἵνα ὑπὲρ τῶν | |
15 | ὑγιεινῶν τὰ βλαβερὰ συμβουλεύσηι, ἀποκινήσατε, παρακαλοῦμεν, ἀπὸ τῆς συνει‐ δήσεως τῆς ὑμετέρας εὐσεβείας τὸν κίνδυνον τῆς θρηισκείας καὶ τῆς πίστεως καὶ ὅπερ ἐπὶ τοῖς κοσμικοῖς πράγμασιν τῆι ἰσότητι τῶν ὑμετέρων νόμων συγχωρεῖται, καὶ ἐν τοῖς θείοις δόγμασι σκεψάμενοι παράσχετε, ἵνα τῶι εὐαγγελίωι τοῦ Χριστοῦ βίαν μὴ ἐπενέγ‐ κηται ἡ ἀνθρωπίνη προπέτεια. ἰδοὺ γὰρ ἐγώ, Χριστιανὲ καὶ αἰδέσιμε βασιλεῦ, μετὰ | |
20 | τῶν συλλειτουργῶν μου πληρῶν τὰ περὶ τὴν αἰδῶ τῆς ὑμετέρας εὐσεβείας καθαρῶι πόθωι ποιοῦμαι τὴν διακονίαν, ἐπιθυμῶν ὑμᾶς ἐν πᾶσιν ἀρέσαι θεῶι, πρὸς ὃν ὑπὲρ ὑμῶν αἱ ἐκκλησίαι καταδέονται, μὴ ἐπὶ τοῦ βήματος τοῦ κυρίου αἴτιοι τῆς σιωπῆς κρι‐ θῶμεν· παρακαλοῦμεν ἐνώπιον τῆς μιᾶς θεότητος τῆς ἀδιαιρέτου τριάδος, ἥτις φύλαξ οὖσα ὑμετέρα καὶ αὐθέντρια τῆς βασιλείας, καὶ ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ, πάντα | |
25 | ἐν τῆι αὐτῆι καταστάσει εἶναι κελεύσατε, ἐν ἧι γεγόνασι πρὸ πάσης κρίσεως, ἕως ἂν ἀπὸ παντὸς τοῦ κόσμου μείζων ἀριθμὸς συναχθῆι τῶν ἐπισκόπων, μήτε μὴν ἀλλοτρίαι ἁμαρτίαι ἀνέχεσθε ἑαυτοὺς βαρηθῆναι, ἐπειδὴ ὅπερ ἀναγκαῖον ἡμῖν ἐστιν εἰπεῖν, δε‐ δοίκαμεν μὴ ἀπ’ ἐκείνου οὗ ἡ θρηισκεία βλάπτεται, ἀγανάκτησις παρακολουθήσηι. πρὸ ὀφθαλμῶν ἔχετε καὶ πάσηι τῆι τῆς καρδίας ὀξύτητι εὐλαβῶς προσέχετε τοῦ μακαρίου | |
30 | Πέτρου τὴν δόξαν καὶ τοὺς κοινοὺς στεφάνους πάντων τῶν μετ’ αὐτοῦ ἀποστόλων πάν‐ των τε τῶν μαρτύρων τὰ νικητήρια, οἷς οὐ γέγονεν ἄλλη ἀφορμὴ τοῦ πάθους εἰ μὴ ἡ ὁμολογία τῆς ἀληθινῆς θεότητος καὶ τῆς ἀληθινῆς ἐνανθρωπήσεως τοῦ Χριστοῦ. ὧιτινι | |
μυστηρίωι ἐπειδὴ νῦν ἀσεβῶς ἀπὸ ὀλίγων ἀφρόνων ἐναντιοῦται, πάντων τῶν μερῶν | 26 in vol. 2.1.1 | |
2,1,127 | ἡμῶν αἱ ἐκκλησίαι πᾶσαι τῆς ὑμετέρας φιλανθρωπίας μετὰ στεναγμῶν καὶ δακρύων καταδέονται διὰ τῶν ἐπισκόπων, ἐπειδὴ καὶ οἱ ἡμέτεροι πιστῶς ἀντειρήκασιν καὶ αὐτοῖς ἐκείνοις Φλαβιανὸς ὁ ἐπίσκοπος λίβελλον ἐκκλήτου ἐπιδέδωκεν, γενικὴν σύνοδον κελεύσατε ἐν τῆι Ἰταλίαι συνελθεῖν, ἥτις πάντα τὰ προσκόμματα οὕτως ἀποκινήσει καὶ κατα‐ | |
5 | πραυνεῖ, ἵνα μὴ περαιτέρω τί ποτε ἢ περὶ τῆς πίστεως εὑρεθῆι ἀμφίβολον ἢ ἐν τῆι ἀγάπηι μεμερισμένον, συνερχομένων δηλαδὴ καὶ τῶν κατὰ τὴν Ἀνατολὴν ἐπαρχιῶν ἐπισκόπων, ἵνα ὅσοι καταπονηθέντες ἀπειλαῖς καὶ ὕβρεσιν ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας ἐξέκλιναν, εἰς σωτηρίας παραμυθίαν ὁλόκληρον ἀνακληθῶσιν, καὶ αὐτοὶ δὲ ὧν ἐστιν ἡ σκληροτάτη ἀπόφασις, ἐὰν γνώμαις κρείττοσιν ἐπακολουθήσωσιν, ἀπὸ τῆς ἑνότητος τῆς ἐκκλησίας | |
10 | μηδαμῶς ἀποστῶσιν. ὅπως γὰρ μετὰ τὴν ἔκκλητον τοῦτο ἀναγκαίως αἰτοῦμεν, τῶν κατὰ Νίκαιαν κανόνων αἱ ψῆφοι μαρτυροῦσιν, αἵτινες ἀπὸ τῶν πανταχοῦ τοῦ κόσμου ἐπισκόπων καθιδρύθησαν, οὕσπερ ὑπετάξαμεν. συνέλθετε τοῖς καθολικοῖς τῶι ὑμετέρωι πατρώιωι ἔθει καὶ δότε παρρησίαν τῆς πίστεως εἰς ἐκδίκησιν, ἥντινα σωιζομένης τῆς αἰδοῦς τῆς ὑμετέρας εὐσεβείας οὐδεμία βία, οὐδεμία κοσμικὴ ἀπειλὴ | |
15 | δυνήσεται ἀποκινῆσαι. ὅταν γὰρ τῆς ἐκκλησίας τὰ δόγματα γυμνάζωμεν, τῆς ὑμε‐ τέρας βασιλείας καὶ σωτηρίας φροντίζομεν, ἵνα τῶν ὑμετέρων ἐπαρχιῶν ἡσύχωι δικαιώματι ἀπολαύητε. ἐκδικήσατε κατέναντι τῶν αἱρετικῶν τὸν ἀσάλευτον τῆς ἐκκλησίας θεσμόν, ἵνα καὶ τῆς ὑμετέρας βασιλείας τῆι δεξιᾶι τοῦ Χριστοῦ ἐκδικηθείη τὸ κράτος. Ἴσον σάκρας ἀποσταλείσης παρὰ τοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου βασιλέως | |
20 | Μαρκιανοῦ πρὸς τοὺς ἁπανταχοῦ θεοφιλεστάτους ἐπισκόπους περὶ τοῦ συνελθεῖν πάντας εἰς τὴν Νικαέων Νικηταὶ Οὐαλεντινιανὸς καὶ Μαρκιανὸς ἔνδοξοι τροπαιοῦχοι ἀεισέβαστοι [Λέοντι καὶ] Ἀνατολίωι. Τῶν πραγμάτων ἁπάντων δεῖ προτιμᾶσθαι τὰ θεῖα· τοῦ θεοῦ γὰρ τοῦ παντοκράτορος εὐμενοῦς καθεστῶτος τὰ τῆς κοινῆς πολιτείας καὶ φυλάττεσθαι καὶ | |
25 | βελτιοῦσθαι θαρροῦμεν. ἐπειδὴ τοίνυν ἀμφιβολίαι τινὲς περὶ τὴν ὀρθόδοξον θρηι‐ σκείαν ἡμῶν γεγενῆσθαι δοκοῦσιν, καθάπερ καὶ ἡ ἐπιστολὴ τοῦ θεοφιλεστάτου ἐπι‐ σκόπου τῆς ἐνδόξου πόλεως Ῥώμης Λέοντος δηλοῖ, τοῦτο ἰδικῶς τῆι ἡμετέραι ἤρεσεν ἡμερότητι ἵνα ἁγία σύνοδος ἐν τῆι Νικαέων πόλει τῆς Βιθυνῶν ἐπαρχίας συγκροτηθῆι ἐφ’ ὧι τε συμβαινόντων τῶν λογισμῶν καὶ πάσης τῆς ἀληθείας ἐρευνηθείσης ἐκποδών τε | |
30 | γενομένων τῶν σπουδῶν αἷς πρώην τινὲς χρησάμενοι τὴν ἁγίαν καὶ ὀρθόδοξον θρηισκείαν διετάραξαν, τὴν ἀληθῆ πίστιν ἡμῶν εἰς ἅπαντα χρόνον σαφέστερον ἐπιγνωσθῆναι, | |
ὥστε τοῦ λοιποῦ μηδεμίαν δύνασθαι εἶναι ἀμφιβολίαν ἤτοι διχόνοιαν. ὅθεν ἡ ἁγιότης | 27 in vol. 2.1.1 | |
2,1,128 | ἡ σὴ μεθ’ ὧν ἂν ἀρέσηι θεοφιλεστάτων ἐπισκόπων καὶ οὓς ἂν ἐκ τῶν ἐκκλησιῶν τῶν ὑπὸ τὴν φροντίδα τελουσῶν τῆς σῆς ἱερωσύνης ἀξιοπίστους καὶ [οὓς] πρὸς τὴν τῆς ὀρθο‐ δόξου θρηισκείας διδασκαλίαν ἐμπαρασκεύους ὑπάρχειν δοκιμάσηι, ἐπὶ τὴν προειρη‐ μένην Νικαέων πόλιν ἐντὸς Καλανδῶν Σεπτεμβρίων ἐλθεῖν σπουδασάτω. ἴστω δὲ | |
5 | ἡ σὴ θεοφίλεια καὶ τὴν ἡμετέραν θειότητα τῆι σεβασμίαι παρεσομένην συνόδωι, εἰ μὴ τυχὸν δημόσιαί τινες χρεῖαι εἰς ἐκστρατείαν ἡμᾶς ἀπασχολήσουσιν. Ὁ θεός σε διαφυλάττοι εἰς πολλοὺς ἐνιαυτούς, ἁγιώτατε καὶ ὁσιώτατε πάτερ. Ἐδόθη τῆι πρὸ δέκα Καλανδῶν Ἰουνίων ἐν Κωνσταντινουπόλει ὑπατείαι τοῦ δεσπότου ἡμῶν Μαρκιανοῦ τοῦ αἰωνίου αὐγούστου καὶ τοῦ δηλωθησομένου | |
10 | Ἴσον δευτέρου βασιλικοῦ γράμματος πεμφθέντος τῆι ἁγίαι συνόδωι τῆι ἐν Νικαίαι συνδραμούσηι περὶ τοῦ δεῖν μετελθεῖν εἰς τὴν Χαλκηδονέων Νικηταὶ Οὐαλεντινιανὸς καὶ Μαρκιανὸς ἔνδοξοι τροπαιοῦχοι μέγιστοι ἀεισέβαστοι τῆι θεοφιλεῖ συνόδωι. Σπεύδοντας ἡμᾶς εἰς τὴν ἁγίαν παραγενέσθαι σύνοδον ἐπέσχε δημοσίων καὶ σφόδρα ἀναγκαίων πραγμάτων αἰτία· ἔγνωμεν δὲ ἐκ τῶν γεγραμμένων | |
15 | παρὰ τῆς ὑμετέρας θεοφιλείας ὡς ὅτι πλείους ἐξ ὑμῶν καὶ διὰ τὸ τοῦ σώματος ἀσθενὲς καὶ δι’ ἑτέρας αἰτίας διαφόρους κάμνουσιν. ὅθεν εἰ καὶ τὰ μάλιστα πολλὰ τῶν δημοσίων πραγμάτων ἐνταῦθα μένειν ἡμᾶς ἀναγκάζει, ὅμως προτιμοτέραν ἡγούμεθα πάντων τῆς ἁγίας καὶ ὀρθοδόξου πίστεως τὴν φροντίδα. καὶ γὰρ οἱ εὐλαβέστατοι ἐπίσκοποι καὶ πρεσβύτεροι οἱ ὑπὲρ τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου Λέοντος τοῦ ἀρχιεπισκόπου | |
20 | τῆς πανευδαίμονος Ῥώμης παραγενόμενοι ἐδεήθησαν τῆς ἡμετέρας γαληνότητος ὥστε παντὶ τρόπωι παρεῖναι ἡμᾶς τῆι ἁγίαι συνόδωι, διαβεβαιούμενοι ὡς οὐχ αἱροῦνται αὐτόθι παραγενέσθαι ἀπούσης τῆς ἡμετέρας εὐσεβείας. κατὰ δὲ τὴν αἴτησιν τῆς ὑμε‐ τέρας θεοσεβείας καὶ αὐτοὶ σφόδρα ἐπιζητοῦντες ταχέως τὴν ἁγιωτάτην ὑμῶν σύνοδον συγκροτηθῆναι σπεύδομεν θᾶττον πρὸς ὑμᾶς ἀφικέσθαι. ὅθεν εἰ παρασταίη τῆι ὑμε‐ | |
25 | τέραι θεοσεβείαι, εἰς τὴν Χαλκηδονέων πόλιν παραγενέσθαι καταξιώσατε. ἐκεῖσε γὰρ ἐκδραμούμεθα, εἰ καὶ ἐνταῦθα δημόσιαι ἡμᾶς ἐπέχουσι χρεῖαι, ἐπειδὴ τὰ συμβαλλό‐ μενα τῆι ἀληθεῖ καὶ ὀρθοδόξωι πίστει καὶ τῆι εἰρήνηι καὶ εὐταξίαι τῶν ἁγιωτάτων καὶ καθολικῶν ἐκκλησιῶν πάντων ἡγούμεθα προτιμότερα. καὶ οὐκ ἀμφιβάλλομεν ὡς τοῦτο ἀρέσει καὶ τῆι ὑμῶν ἁγιότητι, ἵνα μὴ καὶ τὸ στενὸν τῆς πόλεως πλεῖον ὑμᾶς παρασκεύα‐ | |
30 | σηι καμεῖν καὶ ἀπούσης τῆς ἡμετέρας γαληνότητος ἐπὶ πολὺ τὰ τῆς ἁγίας συνόδου | |
δόξηι παρέλκεσθαι. εὔχεσθαι δὲ καταξιώσατε ὑπὲρ τῆς ἡμετέρας βασιλείας, ὥστε | 28 in vol. 2.1.1 | |
2,1,129 | καὶ τοὺς πολεμίους ὑφ’ ἡμῖν γενέσθαι καὶ τὴν εἰρήνην βεβαιωθῆναι τῆς οἰκουμένης καὶ τὰ Ῥωμαικὰ πράγματα ἐν ἀμεριμνίαι διάγειν, ὅπερ καὶ νῦν ὑμᾶς ποιεῖν πεπιστεύκαμεν. Ὁ θεὸς ὑμᾶς διαφυλάττοι εἰς πολλοὺς ἐνιαυτούς, ἁγιώτατοι. Ἴσον βασιλικοῦ γράμματος ἀποσταλέντος παρὰ τῆς εὐσεβεστάτης καὶ φιλοχρίστου | |
5 | βασιλίδος Πουλχερίας πρὸς τὸν κονσουλάριον Βιθυνίας Στρατήγιον περὶ τοῦ φροντίσαι τῆς κατὰ τὴν σύνοδον εὐταξίας πρὸ τοῦ δόξαι ἀπὸ τῆς Νικαέων εἰς τὴν Χαλκηδονέων μεταστῆναι τὴν σύνοδον Σκοπὸς τῆι ἡμετέραι γαληνότητι πρὸ τῶν πολιτικῶν πραγμάτων τὰς ἁγίας τοῦ θεοῦ ἐκκλησίας καὶ τοὺς ἐν αὐταῖς ἱερωμένους ἐν εἰρήνηι διατελεῖν τήν τε ὀρθόδοξον πίστιν, | |
10 | ἣν συνέχειν τὴν ἡμετέραν πεπιστεύκαμεν βασιλείαν, ἀτάραχον καὶ ἀσάλευτον παρὰ παντὸς τοῦ τῶν ἀνθρώπων γένους φυλάττεσθαι. ὅθεν πρώην μικρᾶς τινος ἀνακυψάσης διχονοίας πολλὴν ἐθέμεθα φροντίδα ὥστε τὴν ἁπανταχόθεν τῶν ἁγιωτάτων ἐπισκόπων πληθὺν εἰς ταυτὸν ἀθροισθῆναι ἐν τῆι Νικαέων ἐφ’ ὧι τε τῆι πάντων ὁμογνωμοσύνηι πάντα μὲν τάραχον ἐκποδὼν γενέσθαι, εἰς δὲ τὸ ἑξῆς βεβαίαν καὶ ἀσάλευτον τὴν εὐαγῆ | |
15 | πίστιν κρατύνεσθαι. ἐπεὶ οὖν κατὰ τὸ ἡμέτερον θέσπισμα οἱ μὲν θεοσεβέστατοι ἐπί‐ σκοποι παραγεγόνασιν ἅπαντες ἀναμένοντες τὴν παρουσίαν τοῦ ἡμετέρου κράτους, ἥτις μετ’ οὐ πολὺ θεοῦ συνεργοῦντος παρέσται, τινὲς δέ, ὡς ἐπυθόμεθα, τῶν ταράττειν εἰωθότων καὶ συγχεῖν τὴν τῶι θεῶι φίλην εὐταξίαν ἐπεισφρήσαντες ἑαυτοὺς τῆι Νικαέων κληρικοί τε καὶ μονάζοντες καὶ λαικοὶ θορυβεῖν ἐπιχειροῦσι, διαφιλονεικοῦντες παρὰ τὰ | |
20 | ἡμῖν δεδοκιμασμένα, ἀναγκαίως τόδε τὸ εὐσεβὲς πρὸς τὴν σὴν λαμπρότητα διαπεμπόμεθα γράμμα ὥστε σε μετὰ πάσης στερρότητος τοὺς δίχα ἡμετέρας κλήσεως ἢ ἐπιτροπῆς τῶν οἰκείων ἐπισκόπων αὐτόθι ἐνδημοῦντας κληρικούς, εἴτε ἐντὸς τυγχάνοιεν βαθμοῦ εἴτε καὶ τινὲς ἐξ αὐτῶν ὑπὸ τῶν οἰκείων ἐπισκόπων ἀπώσθησαν, ἢ μονάζοντας ἢ λαικοὺς οὓς οὐδεὶς λόγος ἐπὶ σύνοδον καλεῖ, πάντηι ἀπελάσαι τῆς πόλεως τε καὶ τῶν αὐτόθι | |
25 | τόπων, ὥστε μετὰ πάσης εὐταξίας συνεδρευσάσης τῆς ἁγίας συνόδου δίχα σάλου τινὸς καὶ ἀμφισβητήσεως τὰ παρὰ τοῦ δεσπότου Χριστοῦ ἀναδεικνύμενα κοινῆι παρὰ πάντων κρατυνθῆναι. ἴσθι γὰρ ὡς εἰ φωραθείη τις τοῦ λοιποῦ τῶν θορυβοποιῶν ἐνδημῶν τοῖς αὐτόθι ἢ πρὸ τῆς παρουσίας τῆς ἡμετέρας γαληνότητος ἢ καὶ μετὰ τὴν παρουσίαν, | |
οὐχ ὁ τυχών σε παραστήσεται κίνδυνος. | 29 in vol. 2.1.1 | |
2,1,130 | Ὁμοίως ἴσον βασιλικοῦ γράμματος τρίτου καταπεμφθέντος ἐν Νικαίαι τῆι ἁγίαι συνόδωι, ἔτι τοῦ εὐσεβεστάτου βασιλέως κατὰ τὴν Θράικην ἐπεχομένου, περὶ τοῦ δεῖν ἀνυ‐ περθέτως μετελθεῖν ἐν τῆι Χαλκηδονέων Αὐτοκράτορες Καίσαρες Οὐαλεντινιανὸς καὶ Μαρκιανὸς νικηταὶ τροπαιοῦχοι | |
5 | ἀεισέβαστοι τῆι ἁγίαι συνόδωι τῆι ἐν Νικαίαι κατὰ βούλησιν θεοῦ καὶ θέσπισμα ἡμέτερον συναχθείσηι. Ἤδη μὲν καὶ δι’ ἑτέρων θείων ἡμῶν γραμμάτων ἐδηλώ‐ σαμεν τῆι ὑμετέραι θεοσεβείαι ὥστε εἰς τὴν Χαλκηδονέων παραγενέσθαι πόλιν ἐφ’ ὧι τε τὰ περὶ τῆς ἁγίας καὶ ὀρθοδόξου πίστεως παρὰ τῶν ἁγίων ἡμῶν πατέρων πάλαι ὁρισθέντα βεβαιωθῆναι, ὡς ἂν μὴ ἐπὶ πολὺ τὸ τῶν ὀρθοδόξων πλῆθος | |
10 | διαφόρως πλανώμενον ἀπατῶιτο, ἀλλ’ ἵνα πάντες τὸν δεσπότην ἡμῶν καὶ σωτῆρα Χριστόν, ὡς προσῆκεν καὶ ὡς οἱ ἁγιώτατοι ἡμῶν πατέρες ἐδογμάτισαν, ὁμολο‐ γῶσιν. ἡμεῖς γὰρ διὰ τὸν θερμὸν τῆς πίστεως ζῆλον τὰς τῶν δημοσίων ἀναγκαίας χρείας ἐπὶ τοῦ παρόντος ὑπερεθέμεθα, περὶ πολλοῦ ποιούμενοι τὰ τῆς ὀρθοδόξου καὶ ἀληθοῦς πίστεως παρούσης τῆς ἡμετέρας γαληνότητος βεβαιωθῆναι. τὰ γὰρ | |
15 | κατὰ τὸ Ἰλλυρικὸν συμβεβηκότα καὶ εἰς τὰς ὑμετέρας ἀκοὰς ἐληλυθέναι πιστεύομεν, ἅτινα εἰ καὶ τῆι τοῦ θεοῦ βουλήσει τῆς προσηκούσης τετύχηκεν ἐκδικήσεως, ὅμως τὸ τῶν δημοσίων ὄφελος ἀπήιτει τὴν τῆς ἡμετέρας γαληνότητος ἐπὶ τὸ Ἰλλυρικὸν ἄφιξιν. ἀλλ’ ἐπειδή, καθάπερ εἴρηται, οὐδὲν τῆς ὀρθοδόξου πίστεως καὶ τοῦ ταύτην βεβαιωθῆναι τιμιώτερον ἡγούμεθα, τούτου ἕνεκα τὴν μὲν ἐπὶ τὰ περαιτέρω ἐκστρατείαν τέως ὑπερεθέ‐ | |
20 | μεθα, καὶ νῦν δὲ ἰδικῶς τῆι ὑμετέραι θεοσεβείαι διὰ τῶνδε τῶν θείων ἡμῶν γραμμάτων παρεγγυῶμεν ὥστε δίχα τινὸς ὑπερθέσεως τὴν Χαλκηδονέων πόλιν καταλαβεῖν. ἐπειδὴ δὲ Ἀττικοῦ τοῦ διακόνου τῆς κατὰ τὴν βασιλεύουσαν πόλιν ἁγιωτάτης καὶ καθολικῆς ἐκκλησίας ἀναγαγόντος τῆι ἡμετέραι γαληνότητι ἔγνωμεν ὑφορᾶσθαι τὴν ὑμετέραν ὁσιότητα μὴ τυχὸν τινὲς τῶν τὰ Εὐτυχοῦς φρονούντων ἢ ἕτερός τις στάσιν ἢ θόρυβόν | |
25 | τινα κατασκευάζειν ἐπιχειρήσοι, τούτου ἕνεκα δηλοῦμεν ὑμῖν ὥστε τὴν προειρημένην αἰτίαν μηδ’ ὅλως εὐλαβουμένους εἰς τὴν Χαλκηδονέων παραγενέσθαι πόλιν. ἐλπίζομεν γὰρ εἰς τὴν τοῦ θεοῦ φιλανθρωπίαν ὡς χωρίς τινος ταραχῆς καὶ θορύβου πάντων τῶν κατὰ τὴν ὀρθόδοξον καὶ ἀληθῆ πίστιν δικαίως καὶ ὡς τῶι θεῶι φίλον, τυπωθέντων ἕκαστος ὑμῶν εἰς τὰ οἰκεῖα θᾶττον ἐπανελεύσεται. σπουδάσατε τοίνυν παραγενέσθαι καὶ | |
30 | μηδεμίαν ὑπέρθεσιν ἐμποιῆσαι τῶι πράγματι, ἵνα μὴ διὰ τῆς ὑμετέρας μελλήσεως ὑπέρ‐ θεσιν ἔχηι ἡ τῆς ἀληθείας εὕρεσις. σπουδὴ γὰρ ἡμῖν πλείστη καθέστηκεν σὺν εὐμενείαι τοῦ κρείττονος πέρας αἴσιον δεξαμένου τοῦ πράγματος διὰ ταχέων πάλιν ἐπὶ τὴν εὐτυχε‐ στάτην ἐκστρατείαν ἐπανελθεῖν. Ὁ θεὸς ὑμᾶς διαφυλάξοι εἰς πολλοὺς ἐνιαυτούς, ἁγιώτατοι καὶ θεοφιλέστατοι | |
35 | πατέρες. | 30 in vol. 2.1.1 |
2,1,131 | Ἴσον ἐπιστολῆς τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου ἀρχιεπισκόπου τῆς Ῥωμαίων Λέοντος γραφείσης πρὸς τὴν ἁγίαν καὶ οἰκουμενικὴν σύνοδον, ἥτις κομισθεῖσα διὰ τῶν θεοφιλεστάτων ἐπισκόπων Πασκασίνου καὶ Λουκηνσίου καὶ Βονιφατίου πρεσ‐ βυτέρου Ῥώμης ἀνεγνώσθη ἐπὶ τῆς ἁγίας συνόδου | |
5 | Λέων ἐπίσκοπος τῆι ἁγίαι συνόδωι τῆι ἐν Νικαίαι ἀγαπητοῖς ἀδελφοῖς ἐν κυρίωι χαίρειν. Ἐμοὶ μὲν ἦν εὐκταῖον, ἀγαπητοί, κατὰ τὴν προσοῦσαν διάθεσιν τῶι ἡμετέρωι συστήματι τοὺς τοῦ κυρίου σύμπαντας ἱερέας ἐν ἑνὶ ζήλωι τῆς καθολικῆς πίστεως συνεστά‐ ναι καὶ μηδένα πρὸς χάριν ἢ φόβον βιωτικῆς δυναστείας τὸ φαῦλον αἱρούμενον τῆς ὁδοῦ τῆς ἀληθείας ἐκτρέπεσθαι, ἀλλ’ ἐπειδὴ πολλὰ συμβαίνει πολλάκις τὰ δυνάμενα μετάνοιαν | |
10 | ἐμποιεῖν καὶ ὁ ἔλεος τοῦ θεοῦ νικᾶι τῶν ἁμαρτανόντων τὰ πλημμελήματα καὶ διὰ τοῦτο τὰ τῆς τιμωρίας ἐν ἀναρτήσει καθίσταται, ὅπως ἂν χώραν σχεῖν ἡ διόρθωσις δυνηθῆι, περιπτύσσεσθαι δίκαιον πλῆρες εὐσεβείας ὑπάρχον τοῦ γαληνοτάτου βασιλέως τὸ βούλημα δι’ οὗ τὴν ἁγίαν ὑμῶν ἀδελφότητα πρὸς ἀνατροπὴν μὲν τῶν ἐπιβουλῶν τοῦ διαβόλου, τῆς δὲ ἐκκλησιαστικῆς εἰρήνης ἀνάκτησιν συνελθεῖν ἐβουλήθη, τοῦ μακαριωτάτου Πέτρου | |
15 | τοῦ ἀποστόλου φυλαττομένων τῶν τε δικαίων καὶ τῆς τιμῆς ἐπὶ τοσοῦτον ὡς καὶ ἡμᾶς ὑπ’ αὐτοῦ πρὸς τοῦτο δι’ οἰκείων προτραπῆναι γραμμάτων, ἐφ’ ὧι τε τὴν οἰκείαν παρουσίαν ἡμᾶς παρασχεῖν τῆι ἁγίαι συνόδωι. ὅπερ μὲν οὖν οὐκ ἠδύνατο οὐδὲ ἡ ἀνάγκη τοῦ καιροῦ οὐδὲ μήν τις ἐπιτρέψαι συνήθεια, πλὴν ἐν τούτοις τοῖς ἀδελφοῖς, τουτέστιν Πασκα‐ σίνωι καὶ Λουκηνσίωι τοῖς ἐπισκόποις καὶ Βονιφατίωι καὶ Βασιλείωι τοῖς πρεσβυτέροις | |
20 | τοῖς ἀπεσταλμένοις ὑπὸ τοῦ θρόνου τῶν ἀποστόλων ἐμὲ τῆς συνόδου προεδρεύειν ἡ ὑμῶν ἀδελφότης ἡγείσθω, μὴ κεχωρισμένης ὑμῶν τῆς ἐμῆς παρουσίας, ὅστις διὰ τῶν τοποτηρητῶν ὑμῖν πάρειμι τῶν ἐμῶν καὶ διὰ τοῦ κηρύττειν τὴν καθολικὴν πίστιν οὐκ ἀπολείπομαι, ὡς ὑμᾶς τοὺς ἀγνοεῖν μὴ δυναμένους τί περὶ τῆς ἀρχαίας πιστεύομεν παρα‐ δόσεως, ἀμφιβάλλειν μὴ δύνασθαι ποία τις ἐπιθυμία ἡμῖν καθέστηκεν. ὅθεν, ἀδελφοὶ | |
25 | προσφιλέστατοι, γενομένης ἐκποδὼν τῆς τολμηρᾶς διαλέξεως ὑπεναντίον τῆς θεόθεν πίστεως ἐμπνευσθείσης ἡ ματαία τῶν πεπλανημένων ἀπιστία τὴν ἡσυχίαν ἀγέτω ἐκδικείτω τε τοῦτο μηδεὶς ὃ πιστεύειν οὐ θέμις, ὁπότε κατὰ τὴν τῶν εὐαγγελίων αὐθεντίαν, κατὰ | |
τὰς φωνὰς τῶν προφητῶν καὶ τὴν τῶν ἀποστόλων διδασκαλίαν πληρέστατα καὶ σαφέστα‐ | 31 in vol. 2.1.1 | |
2,1,132 | τα δι’ ὧν πρὸς τὸν τῆς μακαρίας μνήμης Φλαβιανὸν τὸν ἐπίσκοπον ἐπεστείλαμεν, ἤδη δεδήλωται ποία τίς ἐστιν ἡ περὶ τοῦ μυστηρίου τῆς ἐνανθρωπήσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εὐσεβὴς ὁμολογία καὶ καθαρά. ἐπειδὴ δὲ πολλῶν καταστάσεις ἐκ‐ κλησιῶν ὑπὸ φαύλων τινῶν ἀντιστάσεων διατεταραγμένας ἐγνώκαμεν καὶ πλείστους | |
5 | ἐπισκόπους τοὺς οὐ καταδεξαμένους τὰ τῶν αἱρετικῶν ἐκβεβλῆσθαι τῶν θρόνων τῶν ἑαυτῶν καὶ ἐξορίαι παραδοθέντας εἰς τόπον τε τῶν ἔτι περιόντων ὑποκαταστάντας ἑτέρους, τούτοις πρὸ πάντων τοῖς τραύμασιν ἡ τοῦ δικαίου προσαγέσθω θεραπεία καὶ μηδεὶς οὕτως ἐστερημένος ἔστω τῶν ἑαυτοῦ, ὡς ἄλλον κεχρῆσθαι τοῖς ἄλλου, ὁπότε εἴ γε, καθάπερ ἐστὶν ἡμῖν καταθύμιον, τὴν πλάνην ἀπολιμπάνουσιν ἅπαντες, παραπολέσθαι μὲν ὀφείλει | |
10 | τὰ τῆς τιμῆς οὐδενί, τοῖς δέ γε κεκμηκόσιν ὑπὲρ τῆς πίστεως μετὰ τῶν προνομίων τῶν οἰκείων ἁπάντων ὀφείλει τὸ δίκαιον ἀποκαταστῆναι τὸ ἴδιον. οἱ μέντοιγε τῆς προ‐ τέρας ἐν Ἐφέσωι συνόδου, ἧστινος ὁ τῆς ἁγίας μνήμης Κύριλλος τότε προήδρευεν, κατὰ Νεστορίου ἰδικῶς ὅροι διαμενέτωσαν, μή πως ἡ τότε καταδικασθεῖσα δυσσέβεια διὰ τοῦτο καθ’ ὁτιοῦν ἑαυτὴν ἀπατήσηι, ὅτιπερ Εὐτυχὴς δικαίως ἀναθεματισθεὶς καταβέβληται. | |
15 | ἡ καθαρότης γὰρ ἡ τῆς πίστεως καὶ τῆς διδασκαλίας, ἣν τῶι αὐτῶι πνεύματι κηρύττομεν ὥσπερ οἱ ἅγιοι πατέρες ἡμῶν, καὶ τὴν Νεστορίου καὶ τὴν Εὐτυχοῦς μετὰ τῶν ἡγουμένων αὐτῶν ἐπίσης καταδικάζει τε καὶ διώκει κακοδοξίαν. Ἔρρωσθε ἐν κυρίωι, ἀδελφοὶ προσφιλέστατοι. | |
Ἐδόθη τῆι πρὸ πέντε Καλανδῶν Ἰουλίων | 32 in vol. 2.1.1 | |
2,1,135 | Ἴσον ἀντιγράφου τῆς ἰδιοχείρου πίστεως Φλαβιανοῦ ἐπισκόπου Κωνσταντινουπόλεως ἐπιδοθείσης παρ’ αὐτοῦ αἰτήσαντι τῶι βασιλεῖ Φλαβιανὸς ἐπίσκοπος Κωνσταντινουπόλεως τῶι εὐσεβεστάτωι καὶ φιλοχρίστωι ἡμῶν βασιλεῖ Θεοδοσίωι χαίρειν. Οὐδὲν οὕτω πρέπει ἱερεῖ θεοῦ καὶ τῶι τὰ θεῖα | |
5 | παιδεύοντι δόγματα ὡς ἕτοιμον εἶναι πρὸς ἀπολογίαν παντὶ τῶι αἰτοῦντι αὐτὸν λόγον περὶ τῆς ἐν ἡμῖν ἐλπίδος καὶ χάριτος. οὐ γὰρ ἐπαισχυνόμεθα τὸ εὐαγγέλιον [τοῦ Χριστοῦ]· δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῶι πιστεύ‐ οντι. ἐπεὶ οὖν καὶ ἡμεῖς ἐλέει τοῦ παμβασιλέως [ἡμῶν Χριστοῦ τοῦ] θεοῦ ἱερουργοὶ τοῦ εὐαγγελίου ἐκληρώθημεν, φρονοῦμεν ὀρθῶς καὶ ἀνεπιλήπτως, πάντοτε ταῖς θείαις | |
10 | γραφαῖς ἑπόμενοι καὶ ταῖς ἐκθέσεσι τῶν ἁγίων πατέρων τῶν τε ἐν Νικαίαι [καὶ ἐν Κων‐ σταντινουπόλει] συνελθόντων καὶ τῶν ἐν Ἐφέσωι ἐπὶ τοῦ τῆς ὁσίας μνήμης Κυρίλλου τοῦ γενομένου ἐπισκόπου τῆς Ἀλεξανδρέων. καὶ κηρύττομεν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, πρὸ αἰώνων μὲν ἐκ θεοῦ πατρὸς ἀνάρχως γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ’ ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας | |
15 | τῆς παρθένου κατὰ τὴν ἀνθρωπότητα, θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον τὸν αὐτὸν ἐν προσλήψει ψυχῆς λογικῆς καὶ σώματος, ὁμοούσιον τῶι πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον τῆι μητρὶ τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα. καὶ γὰρ ἐκ δύο φύσεων [ὁμολογοῦντες] τὸν Χριστὸν μετὰ τὴν σάρκωσιν τὴν ἐκ τῆς ἁγίας παρθένου καὶ ἐνανθρώπησιν, ἐν μιᾶι ὑποστάσει καὶ ἐν ἑνὶ προσώπωι ἕνα Χριστόν, ἕνα υἱόν, ἕνα | |
20 | κύριον ὁμολογοῦμεν. καὶ μίαν μὲν τοῦ θεοῦ λόγου φύσιν, σεσαρκωμένην μέντοι καὶ ἐνανθρωπήσασαν λέγειν οὐκ ἀρνούμεθα διὰ τὸ ἐξ ἀμφοῖν ἕνα καὶ τὸν αὐτὸν εἶναι κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. τούς γε μὴν δύο υἱοὺς ἢ δύο ὑποστάσεις ἢ δύο πρόσωπα καταγγέλλοντας, ἀλλ’ οὐχὶ ἕνα καὶ τὸν αὐτὸν κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος κηρύττοντας ἀναθεματίζομεν καὶ ἀλλοτρίους εἶναι τῆς ἐκκλησίας | |
25 | κρίνομεν καὶ πρῶτον πάντων Νεστόριον τὸν δυσσεβῆ ἀναθεματίζομεν καὶ τοὺς τὰ αὐτοῦ φρονοῦντας ἢ λέγοντας καὶ ἐκπέσωσιν οἱ τοιοῦτοι τῆς υἱοθεσίας τῆς ἐπηγγελμένης τοῖς | |
ὀρθῶς πιστεύουσιν. | 35 in vol. 2.1.1 | |
2,1,136 | Καὶ μετὰ ταῦτα προσέθηκεν καὶ σημείοις ὑπεσημήνατο· Δέσποτα Χριστέ, βοήθησον ἡμῖν, ὁ θεός. Καὶ πάλιν· Ταῦτα ἔγραψα τῆι ἐμαυτοῦ χειρὶ εἰς πληροφορίαν τοῦ ὑμετέρου κράτους καὶ εἰς τὸ καταισχυνθῆναι τοὺς ἐπηρεάζοντας ἡμῶν τὴν [ἀγαθὴν καὶ] ἀπλῆν ἐν Χριστῶι ἀναστροφήν. | |
5 | Ἀντίγραφον λιβέλλου Εὐσεβίου ἐπισκόπου Δορυλαίου = Gesta Chalced. 1, 225. 230 Ἐπιστολὴ Φλαβιανοῦ ἀρχιεπισκόπου Κωνσταντινουπόλεως πρὸς Λέοντα ἀρχιεπίσκοπον Ῥώμης Τῶι ὁσιωτάτωι καὶ θεοφιλεστάτωι πατρὶ καὶ συλλειτουργῶι Λέοντι Φλαβιανὸς ἐν κυρίωι χαίρειν. Οὐδὲν ἵστησιν ἄρα τὴν τοῦ διαβόλου πονηρίαν, τὸ ἀκατάσχετον | |
10 | κακὸν τὸ πλῆρες ἰοῦ θανατηφόρου. ἄνω γὰρ καὶ κάτω περινοστεῖ ζητῶν τίνα πλήξηι, τίνα σπαράξηι, τίνα καταπίηι. δι’ ὃ καὶ γρηγορεῖν καὶ νήφειν εἰς προσευχὰς καὶ τῶι θεῶι ἐγγίζειν καὶ τὰς μωρὰς ζητήσεις παραιτεῖσθαι καὶ τοῖς πατράσιν ἀκολουθεῖν καὶ μὴ μετατιθέναι ὅρια αἰώνια ὑπὸ τῶν θείων γραφῶν δεδιδάγμεθα. ἀποθέμενος οὖν τοῦ πένθους τὸν ὄγκον, τῶν δακρύων τὸ πλῆθος, ὅτι γε τῶν ὑπ’ ἐμὲ τελούντων κληρικὸς | |
15 | εἷς θηριάλωτος γέγονεν καὶ οὐκ ἠδυνήθην αὐτὸν περισῶσαι οὐδὲ ἀφαρπάσαι τοῦ λύκου, καίτοι τὴν ψυχήν μου ἑτοίμως ἔχων θεῖναι ὑπὲρ αὐτοῦ, πῶς ἡρπάγη, πῶς ἀπεπήδα μισῶν τὴν τοῦ καλοῦντος φωνὴν καὶ πρὸς τὸν ἀπολλύντα μάλιστα τρέχων, τάχα που καὶ τὰ μνήματα τῶν πατέρων ἐκκλίνων καὶ τὰς τρίβους αὐτῶν μυσαττόμενος, βαδιοῦμαι τῶι λόγωι. | |
20 | Εἰσὶ τινὲς ἐν ἐνδύμασι προβάτων ἔσωθεν ὄντες λύκοι ἅρπαγες, οὓς ἀπὸ τῶν καρπῶν ἐπιγινώσκομεν. οὗτοι τὰ πρῶτα δοκοῦσι μὲν εἶναι ἐξ ἡμῶν, ἀλλ’ οὔκ εἰσιν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεσαν ἂν μεθ’ ἡμῶν. ὅταν δὲ τὴν ἑαυτῶν ἀπεμέσωσι δυσσέβειαν, τὸν ἐν αὐτοῖς κρυπτόμενον ἀπορρήξαντες δόλον, ἐπιλαβόμενοι τῶν ἀσθενεστέρων καὶ τὰ αἰσθητήρια πρὸς τὰ θεῖα λόγια ἐχόντων ἀγύμ‐ | |
25 | ναστα, σὺν ἑαυτοῖς ὠθοῦσιν αὐτοὺς εἰς ἀπώλειαν, στρεβλοῦντες καὶ σκώπτοντες τὰς τῶν πατέρων διδασκαλίας ὡς καὶ τὰς λοιπὰς γραφὰς πρὸς τὴν ἰδίαν ἑαυτῶν ἀπώλειαν. οὓς δεῖ προγινώσκοντας φυλάττεσθαι, ἵνα μὴ τῆι πανουργίαι αὐτῶν ἀπαχθέντες τινὲς ἐκπέσωσι τοῦ ἰδίου στηριγμοῦ. ἠκόνησαν γὰρ γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως· ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν, περὶ τούτων ἀνα‐ | |
30 | κέκραγεν ὁ προφήτης. τοιοῦτός τις ἡμῖν ἀναπέφανται τὰ νῦν Εὐτυχὴς ὁ πάλαι πρεσ‐ βύτερος καὶ ἀρχιμανδρίτης, ὃς τὰ ἡμέτερα δῆθεν φρονῶν καὶ τὴν ὀρθὴν πίστιν ἐν ἑαυτῶι | |
ἔχων, τῆι μὲν Νεστορίου δυσσεβείαι ἀνθεστηκὼς καὶ τὸν πρὸς αὐτὸν πόλεμον ὑποκορι‐ | 36 in vol. 2.1.1 | |
2,1,137 | ζόμενος, τὴν δὲ τῶν τιη ἁγίων πατέρων περὶ τῆς πίστεως γεγενημένην ἔκθεσιν καὶ τὴν τοῦ τῆς ὁσίας μνήμης Κυρίλλου πρός τε Νεστόριον γραφεῖσαν ἐπιστολὴν καὶ τὴν πρὸς τοὺς τῆς Ἀνατολῆς τοῦ αὐτοῦ ὁμοίως, αἷς πάντες συνέθεντο, πειρώμενος ἀνατρέπειν, τὴν πάλαι τοῦ δυσσεβοῦς Οὐαλεντίνου καὶ Ἀπολιναρίου κακοδοξίαν ἀνανεούμενος (καὶ οὐκ | |
5 | ἐφοβήθη τὸ διάταγμα τοῦ ἀληθινοῦ βασιλέως λέγοντος ὃς ἐὰν σκανδαλίσηι ἕνα τῶν μικρῶν τούτων τῶν ἐλαχίστων, συμφέρει αὐτῶι ἵνα κρεμασθῆι μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῆι εἰς τὸ πέλαγος τῆς θαλάσ‐ σης), αἰδῶ πᾶσαν ἀποβαλὼν καὶ ἣν περιέκειτο τῆς πλάνης δορὰν ἀποτιναξάμενος διαρρήδην ἐπὶ τῆς ἁγίας συνόδου ἡμῶν διισχυρίζετο λέγων τὸν κύριον ἡμῶν Ἰησοῦν | |
10 | τὸν Χριστὸν μὴ δεῖν ὁμολογεῖσθαι ἐκ δύο φύσεων μετὰ τὴν ἐνανθρώπησιν ἐν μιᾶι ὑποστάσει καὶ ἐν ἑνὶ προσώπωι παρ’ ἡμῶν γνωριζόμενον μήτε μὴν τὴν σάρκα τοῦ κυρίου ὁμοούσιον ἡμῖν ὑπάρχειν οἷα δὴ ἐξ ἡμῶν προσληφθεῖσαν καὶ ἑνωθεῖσαν τῶι θεῶι λόγωι καθ’ ὑπόστα‐ σιν, ἀλλ’ ἔφασκεν τὴν μὲν τεκοῦσαν αὐτὸν παρθένον κατὰ σάρκα ὁμοούσιον ἡμῖν εἶναι, αὐτὸν δὲ τὸν κύριον μὴ εἰληφέναι ἐξ αὐτῆς σάρκα ἡμῖν ὁμοούσιον, ἀλλὰ τὸ τοῦ κυρίου | |
15 | σῶμα μὴ εἶναι μὲν σῶμα ἀνθρώπου, ἀνθρώπινον δὲ σῶμα τὸ ἐκ τῆς παρθένου, πάσαις ταῖς ἐκθέσεσι τῶν ἁγίων πατέρων ἐναντιούμενος. ἀλλ’ ἵνα μὴ πάντα καταλέγων μῆκος ἐμποιήσω τῶι γράμματι, πάλαι τὴν ἐπ’ αὐτῶι γεγενημένην πρᾶξιν ἀπεστείλαμεν τῆι σῆι ὁσιότητι, ἐν ἧι καὶ τῆς ἱερωσύνης αὐτὸν ὡς ἐπὶ τοιούτοις ἁλόντα ἐγυμνώσαμεν καὶ τοῦ προστατεῖν μοναστηρίου καὶ τῆς ἡμετέρας κοινωνίας, ὥστε καὶ τὴν σὴν ὁσιότητα | |
20 | γνοῦσαν τὰ κατ’ αὐτὸν πᾶσι τοῖς ὑπὸ τὴν σὴν θεοσέβειαν τελοῦσι θεοφιλεστάτοις ἐπισκό‐ ποις δήλην ποιῆσαι τὴν αὐτοῦ δυσσέβειαν, ἵνα μὴ ἀγνοίαι πολλάκις τῶν παρ’ αὐτοῦ φρονηθέντων ἐφ’ οἷς τε ἑάλω σαφῶς, ὡς πρὸς ὁμόδοξον ἢ διὰ γραμμάτων ἢ καὶ ἑτέρως τὰς πρὸς αὐτὸν ὁμιλίας εὑρεθῶσι ποιούμενοι. Πᾶσαν τὴν σὺν τῆι ὑμετέραι θεοφιλείαι ἐν Χριστῶι ἀδελφότητα ἐγώ τε καὶ οἱ σὺν | |
25 | ἐμοὶ πλεῖστα προσαγορεύομεν. Ἐρρωμένος ἐν κυρίωι καὶ ὑπερευχόμενος ἡμῶν χαρισθείης ἡμῖν, θεοφιλέστατε πάτερ. Τῶι ἀγαπητῶι υἱῶι Φαύστωι πρεσβυτέρωι Λέων ἐπίσκοπος. Κεχαρισμένον ἐστὶν ἀεὶ ἐμοὶ τὸ τὴν σὴν ἀγάπην προσφθέγγεσθαι καὶ πρὸς τὴν προσηγορίαν ὡς ἥδιστα ἔχω, ἐπειδὴ οὐκ ἀγνοῶ δόκιμόν σε τῆς ὑγιοῦς πίστεως εἶναι φύλακα μὴ περιφερόμενον | |
30 | παντὶ ἀνέμωι τῆς διδασκαλίας, ἀλλ’ ἐν τῶι θεμελίωι τῶν προφητῶν καὶ ἀποστόλων, | |
ὅς ἐστι Χριστός, βέβαιον διαμένειν, ἵνα ὁπότε ἔλθηι ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν θεότητι αὐτοῦ | 37 in vol. 2.1.1 | |
2,1,138 | πρὸς καθαρισμὸν παντὸς τοῦ κόσμου, ἐν ἐπιλογῆι εὑρεθείης τοῦ σίτου τῆς ἀιδιότητος τοῖς ὁρίοις θησαυρίζεσθαι ἄξιος. ἀποδοθέντων τοιγαροῦν τῶν γραμμάτων διὰ τοῦ υἱοῦ τοῦ ἐμοῦ Παρθενίου, τὴν ἀμοιβαίαν προσηγορίαν πληρῶ προτρεπόμενος τὴν σὴν ὁσιότητα, υἱὲ ἀγαπητέ, ἵνα μὴ ἐπαισχυνθῆις τὸ εὐαγγέλιον τῆς γενέσεως τοῦ δεσπότου | |
5 | Χριστοῦ τοῦ υἱοῦ Δαυὶδ υἱοῦ Ἁβραὰμ κατὰ σάρκα, ἐπειδὴ αὕτη ἡ πίστις ἐνίκησεν τὸν κόσμον, εἴ τις πιστεύει ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ. εἰ δέ τινες τῆς πίστεως παρευ‐ ρέσεις εὑρίσκοιντο, ὑπομιμνήσκομεν ἵνα περὶ τούτων ἅτινα πρὸς κοινὴν σωτηρίαν συν‐ τείνουσιν, γράφηις ἡμῖν πλατύτερον, ἡδέως ἔχουσι πρὸς τοὺς ταῦτα διακομίζοντας. Ἑτέρα ἐπιστολὴ Φλαβιανοῦ ἐπισκόπου Κωνσταντινουπόλεως γραφεῖσα πρὸς τὸν | |
10 | αὐτὸν ἀρχιεπίσκοπον Λέοντα τῆς πρεσβυτέρας Ῥώμης Τῶι ἁγιωτάτωι καὶ μακαριωτάτωι πατρὶ καὶ συλλειτουργῶι Λέοντι Φλαβιανὸς ἐν κυρίωι χαίρειν. Εὐσεβείας καὶ τοῦ ὀρθοτομεῖσθαι τὸν λόγον τῆς ἀληθείας οὐδὲν τιμιώτερον ἱερεῦσιν θεοῦ, ὡς ἐπίστασαι, θεοφιλέστατε. πᾶσα γὰρ ἡμῶν ἐλπὶς καὶ σω‐ τηρία καὶ ἀνταπόδοσις τῶν ἐπηγγελμένων ἀγαθῶν ἐντεῦθεν ἐξήρτηται. διά τοι | |
15 | τοῦτο πάντα ποιητέον ἡμῖν καὶ πονητέον ὑπὲρ τῆς ἀληθοῦς πίστεως καὶ τῶν ἐκτεθέντων καὶ δογματισθέντων ὑπὸ τῶν ἁγίων πατέρων, ἐφ’ ὧι τε διὰ παντὸς καὶ ἐν παντοίαις περιστάσεσιν πραγμάτων ἀκέραια καὶ ἄτρωτα ταῦτα διασώιζεσθαι καὶ διαφυλάττεσθαι. ἀναγκαῖον οὖν ἦν καὶ νῦν ὁρῶντας ἡμᾶς βλαπτομένην τὴν ὀρθόδοξον πίστιν καὶ ἀνανεου‐ μένην τὴν Ἀπολιναρίου καὶ Οὐαλεντίνου αἵρεσιν παρὰ Εὐτυχοῦς τοῦ μοναχοῦ μὴ παρι‐ | |
20 | δεῖν, ἀλλ’ εἰς τὸ φανερὸν ταύτην ἐκκαλύψαι πρὸς ἀσφάλειαν τῶν λαῶν. οὗτος γὰρ οὗτος ὁ Εὐτυχὴς κεκρυμμένην ἐν ἑαυτῶι νόσον κακοδοξίας κατέχων τῆς ἡμετέρας ἐπιεικείας καταδραμὼν ἀπηρυθριασμένως καὶ ἀναισχύντως εἰς πολλοὺς ἐξενεγκεῖν τὴν οἰκείαν ἀσέβειαν κατετόλμησεν φάσκων πρὸ μὲν τῆς ἐνανθρωπήσεως τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δύο φύσεις εἶναι θεότητος καὶ ἀνθρωπότητος, μετὰ δὲ τὴν ἕνωσιν μίαν φύσιν | |
25 | γεγονέναι, οὐκ εἰδὼς ὃ λέγει οὐδὲ περὶ τίνων διαβεβαιοῦται. οὐδὲ γὰρ ἡ ἕνωσις τῶν συνελθουσῶν ἐπὶ Χριστοῦ δύο φύσεων, ὡς καὶ ἡ ὑμετέρα ἐπίσταται θεοσέβεια, τὰς ἰδιότητας αὐτῶν ἐν τῆι ἑνώσει συνέχεεν, ἀλλὰ μένουσι καὶ ἐν τῆι ἑνώσει ἀκέραιοι τῶν | |
φύσεων αἱ ἰδιότητες. προσετίθει δὲ καὶ ἑτέραν δυσσέβειαν φάσκων τὸ ἐκ Μαρίας σῶμα | 38 in vol. 2.1.1 | |
2,1,139 | γενόμενον τοῦ κυρίου μὴ εἶναι τῆς ἡμετέρας οὐσίας μηδὲ τοῦ ἀνθρωπείου φυράματος, ἀλλ’ ἀνθρώπινον μὲν αὐτὸ ἀπεκάλει, οὐ μὴν ἡμῖν ὁμοούσιον οὐδὲ τῆι τεκούσηι αὐτὸν κατὰ σάρκα, καὶ ταῦτα τῶν ἐν Ἐφέσωι πεπραγμένων παρὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου ἐπὶ τῆι γραφείσηι ἐπιστολῆι πρὸς τὸν δυσσεβῆ καὶ καθηιρημένον Νεστόριον | |
5 | ἐχόντων ῥητῶς οὕτως ὡς διάφοροι μὲν αἱ πρὸς ἑνότητα τὴν ἀληθινὴν συνενεχθεῖσαι φύσεις, εἷς δὲ ἐξ ἀμφοῖν Χριστὸς καὶ υἱός, οὐχ ὡς τῆς τῶν φύσεων διαφορᾶς ἀνηιρημένης διὰ τὴν ἕνωσιν, ἀποτελεσασῶν δὲ μᾶλλον ἡμῖν τὸν ἕνα κύριον Ἰησοῦν Χριστὸν θεό‐ τητός τε καὶ ἀνθρωπότητος διὰ τῆς ἀφράστου καὶ ἀπερινοήτου πρὸς ἑνότητα συνδρομῆς. καὶ τοῦτο οὐ λέληθε τὴν σὴν ὁσιότητα ἐντυχοῦσαν πάντως τοῖς ἐν Ἐφέσωι πεπραγμένοις | |
10 | ὑπομνήμασιν. ἅτινα παρ’ οὐδὲν θέμενος ὁ αὐτὸς Εὐτυχὴς οἴεται μὴ δώσειν δίκην τὴν ὁρισθεῖσαν παρὰ τῆς ἁγίας ἐκείνης καὶ οἰκουμενικῆς συνόδου. διά τοι ταῦτα πολλῶν τῶν ἀκεραιοτέρων ἐκ τῆς ὑπ’ αὐτοῦ γενομένης διαλέξεως παραβλαπτομένων εἰς τὸν τῆς πίστεως λόγον, κατηγορηθέντα αὐτὸν παρὰ τοῦ εὐλαβεστάτου ἐπισκόπου Εὐσεβίου καὶ ἀπαντήσαντα εἰς τὴν ἁγίαν σύνοδον καὶ οἰκείαι φωνῆι τὸ ἴδιον φρόνημα ἐκκαλύψαντα | |
15 | ἀλλότριον ὑπάρχον τῆς ὀρθῆς πίστεως καθείλομεν, ὡς διδάξει τὴν ὑμετέραν ὁσιότητα πάντα τὰ ἐπ’ αὐτῶι πεπραγμένα ὑπομνήματα, ἃ καὶ ἀπεστείλαμεν μετὰ τούτων ἡμῶν τῶν γραμμάτων. δίκαιον δὲ καὶ τοῦτο, ὡς ἡγοῦμαι, διδαχθῆναι ὑμᾶς ὡς ὅτιπερ ὁ αὐτὸς Εὐτυχὴς ὑποστὰς δικαίαν καὶ κανονικὴν καθαίρεσιν καὶ ὀφείλων κἂν τοῖς δευτέροις ἰάσασθαι τὰ πρότερα καὶ διὰ μετανοίας ἀκριβοῦς καὶ δακρύων πολλῶν τὸν θεὸν ἐξιλεώ‐ | |
20 | σασθαι καὶ τὴν ἡμετέραν καρδίαν σφοδρῶς λελυπημένην ἐπὶ τῆι αὐτοῦ πτώσει διὰ μεταμελείας ἀληθοῦς θεραπεῦσαι, οὐ μόνον τοῦτο οὐ πεποίηκεν, ἀλλὰ γὰρ καὶ διὰ πάντων διαταράξαι τὴν παρ’ ἡμῖν ἁγιωτάτην ἐκκλησίαν ἐσπούδασε, προθέματα προτιθεὶς δημο‐ σίαι ὕβρεων καὶ λοιδορίας ἀνάμεστα, πρὸς ἐπὶ τούτοις καὶ δεήσεις ἐπιδοὺς τῶι εὐσεβεστά‐ τωι καὶ φιλοχρίστωι ἡμῶν βασιλεῖ καὶ αὐτὰς πεπληρωμένας ἀλαζονείας καὶ προπη‐ | |
25 | λακισμῶν, διὰ πάντων τοὺς θείους καταπατῆσαι κανόνας πειρώμενος. ἀλλὰ τούτων οὕτω παρακολουθησάντων, γράμματα ἡμῖν ἀπεδόθη τῆς ὑμετέρας ὁσιότητος διὰ τοῦ θαυμασιωτάτου κόμητος Πανσοφίου, δι’ ὧν ἐδιδάχθημεν ὡς ὁ αὐτὸς Εὐτυχὴς λιβέλλους ἐξαπέστειλεν ὑμῖν πεπληρωμένους πάσης ἀπάτης καὶ πανουργίας φήσας ἐν τῶι καιρῶι τῆς κρίσεως λιβέλλους ἐπιδεδωκέναι ἐκκλήτου ἡμῖν τε καὶ τῆι ἐνδημούσηι ἁγίαι συνόδωι | |
30 | καὶ ἐπικαλέσασθαι τὴν ὑμετέραν ὁσιότητα, ὅπερ οὐδαμῶς παρ’ αὐτοῦ γέγονεν, ἀλλὰ καὶ κατὰ τοῦτο τὸ μέρος διεψεύσατο, οἷα πατὴρ ὢν τοῦ ψεύδους, συναρπάσαι τὰς | |
ὑμετέρας ἀκοὰς οἰόμενος. συγκινηθεὶς οὖν, ὁσιώτατε πάτερ, διὰ πάντα τὰ παρ’ | 39 in vol. 2.1.1 | |
2,1,140 | αὐτοῦ τολμηθέντα καὶ διὰ τὰ εἰς ἡμᾶς καὶ τὴν ἁγιωτάτην ἐκκλησίαν γενόμενά τε καὶ γινόμενα παρρησίασαι συνήθως κατὰ τὸ πρέπον τῆι ἱερωσύνηι καὶ οἰκειωσάμενος τὸ κοινὸν πρᾶγμα καὶ τὴν τῶν ἁγίων ἐκκλησιῶν κατάστασιν συμψηφίσασθαι μὲν τῆι γενομένηι κατ’ αὐτοῦ κανονικῶς καθαιρέσει δι’ οἰκείων γραμμάτων καταξίωσον, στηρίξαι | |
5 | δὲ καὶ τὴν τοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου ἡμῶν βασιλέως πίστιν. μόνης γὰρ τὸ πρᾶγμα δεῖται τῆς παρ’ ὑμῶν ῥοπῆς καὶ ἀντιλήψεως ὀφειλούσης διὰ τῆς οἰκείας συναινέσεως εἰς γαλήνην καὶ εἰρήνην πάντα μετασκευάσαι. οὕτως γὰρ καὶ ἡ ἐπανα‐ στᾶσα αἵρεσις καὶ ἡ δι’ αὐτὴν ταραχὴ εὐμαρῶς καταργηθήσεται τοῦ θεοῦ συνερ‐ γοῦντος διὰ τῶν ὑμετέρων ἱερῶν γραμμάτων, κωλυθήσεται δὲ καὶ ἡ θρυλουμένη γίνεσθαι | |
10 | σύνοδος, ὥστε μὴ τὰς ἁπανταχόσε ἁγιωτάτας ἐκκλησίας διαταραχθῆναι. Πᾶσαν τὴν σὺν σοὶ ἀδελφότητα ἐγώ τε καὶ οἱ σὺν ἐμοὶ προσαγορεύομεν. Ἐρρωμένος ἐν κυρίωι καὶ ὑπερευχόμενος ἡμῶν χαρισθείης ἡμῖν, θεοφιλέστατε καὶ ἁγιώτατε πάτερ. Ἐπιστολὴ Λέοντος ἀρχιεπισκόπου Ῥώμης πρὸς Ἰουλιανὸν ἐπίσκοπον τῆς Κῶ πόλεως | |
15 | Τῶι ἀγαπητῶι ἀδελφῶι Ἰουλιανῶι Λέων ἐπίσκοπος. Εἰ καὶ διὰ τῶν ἡμετέρων γε ὧν ἐκ τῆς πόλεως ἐπὶ τοῦ πράγματος τῆς πίστεως ἀπεστάλκαμεν, πληρέστατα πρὸς τὸν ἀδελφὸν ἡμῶν Φλαβιανὸν διεπεμψάμεθα γράμματα κατὰ τῆς πλάνης τῆς πολλῆς ἀσεβείας, ὅμως ἐπειδὴ διὰ τοῦ τέκνου ἡμῶν Βασιλείου τοῦ διακόνου τὰ γράμματα τῆς σῆς ἀγάπης ἐδεξάμεθα, ἅπερ ἡμῖν ἤρεσεν πάνυ τῶι ζήλωι τοῦ καθολικοῦ φρονήματος | |
20 | ζέοντα, καὶ τόδε τὸ γράμμα, ὅπερ οὐκ ἀπάιδει τῶν γραμμάτων ἐκείνων, καὶ νῦν προσ‐ εθήκαμεν, ὥστε ὑπὲρ τῆς ἀληθείας τῆς ἐνανθρωπήσεως τοῦ Χριστοῦ ὁμοψύχως καὶ σταθε‐ ρῶς τούτοις ὑμᾶς ἀντιβαίνειν, οἵτινες τὸ τοῦ δεσπότου εὐαγγέλιον διαφθείρειν ἐπιθυ‐ μοῦσιν, ἐπείπερ ἡ τοῦ ἁγίου πνεύματος ἐν πάσηι τῆι καθολικῆι ἐκκλησία μία ἐστὶ μάθησις καὶ ἡ αὐτὴ διδασκαλία, ἣν εἴ τις μὴ δέχεται, οὔκ ἐστι μέλος τοῦ σώματος τοῦ Χριστοῦ | |
25 | οὔτε δύναται ταύτηι δοξάζεσθαι τῆι κεφαλῆι ἐν ἧι τὴν οἰκείαν φύσιν διαβεβαιοῦται μὴ περιέχεσθαι. τί δὲ ὄφελος τῶι ἀμαθεῖ γέροντι ὀνόματι τῆς τῶν Νεστοριανῶν αἱρέ‐ σεως ἐκείνων διαβάλλειν τὴν δόξαν ὧν τὴν εὐσεβεστάτην πίστιν καταλῦσαι μὴ δύνα‐ ται; ὁπότε ὅσον Νεστόριος ἀπὸ τῆς ἀληθείας ἀπέστη τὴν θεότητα τοῦ λόγου χωρί‐ ζων ἀπὸ τῆς οὐσίας τοῦ προσληφθέντος ἀνθρώπου καὶ ἀπ’ αὐτῆς τῆς συλλήψεως τῆς | |
30 | παρθένου, τοσοῦτον ἀπὸ τῆς ὀρθῆς ὁδοῦ οὗτος ἀφηνιᾶι ὃς τὸν μονογενῆ τοῦ θεοῦ οὕτως ἀπὸ τῆς γαστρὸς τῆς μακαρίας παρθένου νομίζει τεχθέντα, ὥστε ἀνθρωπίνου μὲν σώμα‐ | |
τος εἰκόνα ἔχειν αὐτόν, ἀνθρωπίνης δὲ σαρκὸς μὴ ἀνειληφέναι ἀλήθειαν. περὶ οὗ | 40 in vol. 2.1.1 | |
2,1,141 | τερατώδους ψεύδους τίς οὐκ ἂν ἴδοι ποῖα βλασφημιῶν ἀτοπήματα τίκτεται; ὁ γὰρ ἀρνού‐ μενος τὸν ἀληθινὸν ἄνθρωπον τοῦ κυρίου Ἰησοῦ Χριστοῦ ἀναγκαίως πλείστων ὅσων ἐμπαιγμάτων πληροῦται τοῦ διαβόλου καὶ τοῦτον ὡς οἰκεῖον Ἀπολινάριος ἔχει ἢ Βα‐ λεντῖνος ἑαυτῶι προσκυροῖ ἢ Μανιχαῖος κρατεῖ, ὧν οὐδὲ εἷς ἐν τῶι σωτῆρι ἡμῶν τῆς | |
5 | ἀνθρωπίνης σαρκὸς ἐπίστευσε τὴν ἀλήθειαν. ἧστινος δηλαδὴ μὴ ἀληθῶς ἀναληφθείσης οὐ μόνον εἰς ἄρνησιν πίπτει τὸ ὅτι κατὰ σάρκα καὶ ψυχὴν λογικὴν ὃς ἦν ἐν μορφῆι θεοῦ ὁ αὐτὸς μένων ἐν μορφῆι δούλου, ἄνθρωπος ἐγεννήθη, ἀλλὰ γὰρ καὶ ὅτι σταυρωθεὶς καὶ ἀποθανὼν καὶ ταφεὶς τῆι τρίτηι ἡμέραι ἀνέστη καὶ ὅτι ἐκ δεξιῶν τοῦ πατρὸς ἐπὶ τῶι κρίνειν ζῶντας καὶ νεκροὺς ἐν τούτωι τῶι σώματί ἐστιν ἐλευσόμενος, ἐν ὧιπερ ἦν | |
10 | καταδικασθείς, οὐδαμῶς ὁμολογεῖται. ταῦτα γὰρ ἅπαντα τὰ τῆς ἡμετέρας λυτρώσεως μυστήρια ματαιοῦται, εἴ γε ὁ τοῦ θεοῦ υἱὸς τὴν ἀληθῆ τοῦ ἀληθοῦς ἀνθρώπου καὶ τὴν ὅλην φύσιν ἀνειληφὼς οὐ πιστεύεται καὶ ἐπειδήπερ ἀληθῆ τὰ θεῖα σημεῖα γεγένηται, ψευ‐ δῆ τὰ διὰ τοῦ σώματος ἀποδεικνύμενα λέγεται, ὥστε τὰς μαρτυρίας ἑκατέρας τῆς φύσεως ἔχειν μὲν ὅπως ὁ πατὴρ νοεῖσθαι δυνηθῆι, μὴ ἔχειν δὲ ἀφ’ ὧν μέλλει καὶ ἡ μήτηρ γενησο‐ | |
15 | μένη σωθῆναι. ὃ τοίνυν ἐστὶ θεότητος, ἡ σὰρξ οὐκ ἐμείωσεν· ὃ δέ ἐστι σαρκός, ἡ θεότης οὐκ ἔφθειρεν. ὁ γὰρ αὐτός ἐστι καὶ προαιώνιος ἐκ πατρὸς καὶ κατὰ χρόνους ἀπὸ μητρός, καὶ ἐπὶ μὲν τῆς οἰκείας δυνάμεως ἄφθαρτος, ἐπὶ δὲ τῆς ἀσθενείας τῆς ἡμῶν παθητός, καὶ ἐν μὲν τῆι τριάδι τῆς θεότητος μετὰ τοῦ πατρὸς καὶ τοῦ ἁγίου πνεύματος μιᾶς καὶ τῆς αὐτῆς φύσεως, ἐν δὲ τῶι μυστηρίωι τοῦ ἀναληφθέντος ἀνθρώπου ἑνὸς προ‐ | |
20 | σώπου καὶ τοῦ αὐτοῦ. οὔτε γὰρ ὁ λόγος ἢ εἰς σῶμα ἢ εἰς ψυχὴν κατά τι μέρος οἰκεῖον ἐτράπη, ὁπότε ἁπλῆ καὶ ἀναλλοίωτος ἡ τῆς θεότητος φύσις ὅλη ἐν τῆι οἰκείαι ἀεὶ ὑπάρχει οὐσίαι, οὐδεμίαν ἑαυτῆς μείωσιν δεχομένη οὔτε προσθήκην καὶ πάλιν οὕτως τὴν προσληφθεῖσαν μακαρίαν ἀποτελέσασα φύσιν, ἵνα ἡ δοξασθεῖσα ἐν τῆι δοξασάσηι μεμενηκυῖα τυγχάνηι. οὔτε οὖν ὁ λόγος εἰς σῶμα, ὡς εἴπομεν, οὔτε εἰς λόγον τὸ | |
25 | σῶμα ἠλλοίωται, ἀλλὰ τὸ ἑκάτερον ἐν ἑνὶ καὶ ἐν ἀμφοτέρωι ὁ εἷς, οὐ διαφορᾶι διηιρημένος, οὐ τῶι μεμῖχθαι συγκεχυμένος οὔτε ἕτερος μὲν ἐκ πατρός, ἕτερος δὲ ἐκ μητρός, ἀλλ’ ὁ αὐτὸς ἄλλο μὲν ἐκ πατρὸς πρὸ πάσης ἀρχῆς, ἄλλο δὲ ἐκ μητρὸς ἐπ’ ἐσχάτου τῶν ἡμερῶν, ἵνα γένηται μεσίτης θεοῦ καὶ ἀνθρώπων ἄνθρωπος Ἰησοῦς Χριστός, ἐν ὧι πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς κατοικεῖ, ἐπειδήπερ τοῦ προσληφθέντος, | |
30 | οὐ τοῦ προσλαβόντος ἐστὶν ἡ προκοπὴ ὅτι, καθάπερ ὁ ἀπόστολος λέγει, ὁ θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῶι ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῶι ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψηι ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός. τοιγαροῦν ἡ τοῦ δεσπότου κατὰ σάρκα | |
35 | γέννησις, εἰ καὶ τὰ μάλιστα ἔχοι τινὰς ἰδιότητας, δι’ ὧν τὰ τῆς ἀνθρωπίνης παρόδου | 41 in vol. 2.1.1 |
2,1,142 | τῆς εἰς τὸν βίον ὑπερβαίνει προοίμια, εἴτε καθ’ ὃ μόνος ἐξ ἁγίου πνεύματος ἀπὸ ἀφθάρτου παρθένου χωρὶς ἐπιθυμίας συλληφθείς ἐστι καὶ τεχθείς, εἴτε καθ’ ὃ οὕτως ἐκ τῆς γαστρὸς τῆς μητρὸς ἀπεκυήθη, ὥστε καὶ τὴν εὐγονίαν τεκεῖν καὶ μεῖναι τὴν παρθενίαν, ὅμως οὐχ ἑτέρας ἦν φύσεως ἡ τούτου σὰρξ ἤπερ ἐστὶν ἡ τῆς ἡμῶν, οὐδὲ καθ’ ἑτέραν ἀρχὴν ἐνε‐ | |
5 | πνεύσθη τούτωι ἡ ψυχὴ παρὰ τοὺς ἄλλους ἀνθρώπους, ἥτις ὑπερεῖχεν οὐ κατὰ τὸ τοῦ γένους διάφορον, ἀλλὰ κατὰ τὸ τῶν δυνάμεων ὑπερβάλλον. καὶ γὰρ οὐδὲν εἶχεν ἐναντιούμενον ἐξ ἐπιθυμίας σαρκός, ἐπείπερ ἤκμαζον ἀεὶ αἱ αἰσθήσεις τοῦ σώματος δίχα νόμου τινὸς ἁμαρτήματος, καὶ ἡ ἀλήθεια τῶν κινήσεων ὑπὸ τῶι τῆς θεότητος καὶ τῶι τῆς διανοίας οἴακι οὔτε ἐπηρεάζετο διὰ τῶν δελεασμάτων οὔτε παρεχώρει τοῖς πάθεσιν. | |
10 | ὥστε ὁ ἀληθὴς θεὸς ἀληθὴς ἄνθρωπος ἐγεννήθη καὶ οὔτε κατὰ προυπάρχουσαν ψυχὴν ἐξ οὐρανοῦ καταχθεὶς οὔτε κατὰ σάρκα ἐκ στοιχείου τινὸς προσληφθεὶς ἢ τεχθεὶς ἐκ τοῦ μηδενός, ἀλλὰ τὸ αὐτὸ ἡμῖν ἔχων ἐν θεότητι καὶ ἀνθρωπότητι πρόσωπον καὶ τὴν κοινὴν ἡμῖν κρατῶν φύσιν ἐν σώματι καὶ ψυχῆι. οὐ γὰρ ἂν ἦν θεοῦ καὶ ἀνθρώπων μεσίτης, εἰ μὴ ὁ αὐτὸς θεὸς καὶ ὁ αὐτὸς ἄνθρωπος ἐν τῶι αὐτῶι καὶ εἷς ὑπῆρχεν καὶ ἀληθής. καὶ | |
15 | κινεῖ μὲν ἡμᾶς, ἀδελφὲ τιμιώτατε, πρὸς διαλέξεως πλάτος τὸ τῆς ὑποθέσεως μέγεθος, ἀλλὰ πρὸς τὴν ἀγάπην τὴν σὴν οὐ διὰ πλειόνων ἔστι καμεῖν, ὁπότε μάλιστα καίπερ ἤδη διὰ τῶν ἡμετέρων, ὡς προείρηται, πρὸς τὸν ἀδελφὸν ἡμῶν Φλαβιανὸν τὰ ἀρκοῦντα ἀπεστάλκαμεν γράμματα πρὸς τὸ μὴ μόνον τοὺς τῶν ἱερέων βεβαιοτέρους ἐργάσασθαι λογισμούς, ἀλλὰ γὰρ καὶ τοὺς τῶν λαικῶν. παράσχοι δέ, ὥσπερ πιστεύομεν, ὁ | |
20 | ἔλεος τοῦ θεοῦ ὥστε δίχα τοῦ γενέσθαι ζημίαν ψυχῆς τινος δυνηθῆναι κατὰ τῶν τοῦ διαβόλου βελῶν καὶ τὰ ὑγιῆ φυλαχθῆναι καὶ τὰ τραυματισθέντα θεραπευθῆναι. Ὁ θεὸς ὑγιαίνοντά σε φυλάξοι, ἀδελφὲ τιμώτατε. Ἐπιστολὴ Λέοντος ἀρχιεπισκόπου Ῥώμης πρὸς τοὺς ἀρχιμανδρίτας Κωνσταντινουπόλεως | |
25 | Ἀγαπητοῖς τέκνοις Φαύστωι καὶ Μαρτίνωι καὶ λοιποῖς ἀρχιμανδρίταις Λέων ἐπί‐ σκοπος. Ἐπειδὴ διὰ τὴν αἰτίαν τῆς πίστεως, ἣν Εὐτυχὴς διαθορυβῆσαι ἐπεχείρησεν, ἐντεῦθεν ἐπέμπομεν τοὺς συστησομένους τῆι ἀληθείαι, ἀκόλουθον ἐνόμισα καὶ πρὸς τὴν ὑμε‐ τέραν ἀγάπην γράμματα διαπέμψασθαι, οὓς οἶδα σαφῶς οὕτως σπουδάζειν τῆι εὐσεβείαι, ὥστε τὰς βλασφήμους καὶ ἀσεβεῖς φωνὰς μηδ’ ὅσον ταῖς ἀκοαῖς προσδέχεσθαι δύνασθαι, | |
30 | μενούσης ἐν ταῖς καρδίαις ὑμῶν τῆς ἀποστολικῆς παραδόσεως, ἐν ἧι λέγεται εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω. τὴν δὲ γνώμην τοῦ προ‐ λεχθέντος, ὅστις, ὡς ἐκ τῆς ἀναγνώσεως τῶν ὑπομνημάτων ἔγνωμεν, ἀξίως ἀπεχειρο‐ | |
τονήθη, καὶ ἡμεῖς ἐκβλητέαν ἐκρίναμεν καὶ ἐὰν μὲν ὁ ἄφρων συνήγορος τῆι ἰδίαι σκαιότητι | 42 in vol. 2.1.1 | |
2,1,143 | ἐπιμεῖναι βουληθείη, ἐχέτω μετὰ τούτων μοῖραν ὧν ἠκολούθησε τῆι πλάνηι. δικαιό‐ τατα γὰρ γένοιτο ἂν ἔξω τῆς τοῦ θεοῦ ἐκκλησίας ὅστις ἐν τῶι Χριστῶι τὴν ἀνθρωπίνην, τουτέστι τὴν ἡμετέραν ἀρνεῖται εἶναι φύσιν. ἐὰν δὲ ὁ αὐτὸς ἐλέει τοῦ πνεύματος τοῦ θεοῦ διορθωθεὶς τὴν ἀσέβειαν τῆς ἑαυτοῦ πλάνης ἐπιγνοίη καὶ ἅπερ οἱ [ὅροι] τῆς καθολικῆς | |
5 | ἐκκλησίας ἀναθεματίζουσιν, ἐξ ὅλης ψυχῆς ἀναθεματίσαι βουληθείη, τοῦτον ἐλέου τυχεῖν βουλόμεθα, ὥστε τὴν ἐκκλησίαν τοῦ δεσπότου μηδεμίαν αἰσθάνεσθαι ζημίαν, ἐπειδὴ καὶ μετανοῶν δύναται δέχεσθαι καὶ μόνη ἡ πλάνη ὀφείλει συγχωρεῖσθαι. περὶ δὲ τῆς ἁγιότητος τῆς μεγάλης πίστεως ἐν ἧι ἡμῶν διὰ τῆς ἐνσωματώσεως τοῦ λόγου τοῦ θεοῦ ἡ δικαίωσις καὶ ἡ ἐξαγορασία ἐστίν, τί φρονοῦμεν ἐκ τῆς τῶν πατέρων παραδόσεως, | |
10 | ἐν τοῖς γράμμασιν ἃ πρὸς τὸν ἀδελφὸν τὸν ἐμὸν Φλαβιανὸν τὸν ἐπίσκοπον νῦν ἔπεμψα, ἱκανῶς, καθ’ ὅσον οἶμαι, εἴρηται, ὥστε ὑμᾶς ἐμφανίζοντος τοῦ ἰδίου προέδρου μαθεῖν τί κατὰ τὸ εὐαγγέλιον τοῦ ἡμετέρου δεσπότου λεχθὲν ταῖς πάντων τῶν πιστῶν ψυχαῖς βέβαιον μένειν ἐπιθυμοῦμεν. Ὁ θεὸς ὑμᾶς φυλάττοι, τέκνα ἀγαπητά. | |
15 | Ἴσον ἐπιστολῆς γραφείσης παρὰ Λέοντος ἀρχιεπισκόπου Ῥώμης κατὰ Εὐτυχοῦς πρὸς τὴν ἐν Ἐφέσωι δευτέραν σύνοδον, ἥτις ὑπεβλήθη μέν, ἀπεκρύβη δὲ διὰ τὸ μὴ συγχω‐ ρῆσαι δημοσιευθῆναι ταύτην τοῖς ἐπισκόποις Διόσκορον Λέων ἐπίσκοπος τῆι ἁγίαι συνόδωι τῆι ἐν Ἐφέσωι συνελθούσηι ἀγαπητοῖς ἀδελ‐ φοῖς ἐν κυρίωι χαίρειν. Ἡ τοῦ ἡμερωτάτου βασιλέως εὐαγεστάτη πίστις εἰδυῖα | |
20 | μάλιστα τοῦτο τῆι δόξηι τῆι αὐτῶν διαφέρειν, εἴ γε κατὰ τὴν καθολικὴν ἐκκλησίαν μη‐ δεμιᾶς πλάνης βλαστὸς ἀναφύοιτο, τοῦτο τοῖς θείοις διδάγμασι τὸ σέβας ἀπένειμεν, ὥστε πρὸς ἀποτέλεσμα τῆς θείας διατυπώσεως τῆς ἀποστολικῆς καθέδρας ἐπιθεῖναι τὸ κῦρος, ὡς ἂν ἀπ’ αὐτοῦ τοῦ μακαρίου Πέτρου βουλομένη γενέσθαι κατάδηλον τὸ ἐν τῆι τούτου ὁμολογίαι ὑμνούμενον, ὅτε λέγοντι τῶι κυρίωι τίνα με λέγουσιν οἱ ἄνθρωποι | |
25 | εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; διαφόρους μέν τινων ἔφασαν οἱ μαθηταὶ εἶναι τὰς δόξας, ὁπηνίκα δὲ ἐπύθετο παρ’ αὐτῶν αὐτοὶ τί πιστεύοιεν, ὁ τῶν ἀποστόλων ἀρχηγὸς τὸ πλῆρες τῆς πίστεως βραχεῖ λόγωι περιλαβὼν σὺ εἶ, φησίν, ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, τουτέστι σύ, ὅστις εἶ ἀληθῶς υἱὸς τοῦ ἀνθρώπου, ὁ αὐτὸς ἀληθῶς εἶ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος· σὺ ἀληθὴς ἐν θεότητι καὶ ἀληθὴς ἐν σαρκὶ καὶ σωιζομένης | |
30 | τῆς ἐν τῆι διττῆι φύσει τυγχανούσης ἰδιότητος εἷς ὑπάρχων ἑκάτερον, ὡς εἴ γε Εὐτυχὴς | |
νοητῶς καὶ ἐκτενῶς πεπιστεύκει, οὐδαμῶς ἂν ἀπὸ τῆς εὐθείας τῆς πίστεως τοιαύτης | 43 in vol. 2.1.1 | |
2,1,144 | ἀπέκλινεν, δι’ ἣν ἀπόκρισις αὐτῶι τῶι ἀποστόλωι παρ’ αὐτοῦ γίνεται τοῦ δεσπότου· μακάριος εἶ, Σίμων βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι, ἀλλ’ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος καὶ ἐπὶ ταύτηι τῆι πέτραι οἰκοδομήσω μου τὴν ἐκκλησίαν καὶ πύλαι | |
5 | ἅιδου οὐ κατισχύσουσιν αὐτῆς. σφόδρα οὖν τῆς ἁρμονίας τῆς τοιαύτης οἰκοδομῆς ἐστιν ἀλλότριος ὅστις καὶ τὴν τοῦ μακαρίου Πέτρου ὁμολογίαν οὐ δέχεται καὶ τῶι εὐαγγελίωι τοῦ Χριστοῦ ἀντιλέγει, δεικνὺς ἑαυτὸν μηδεμίαν πώποτε σπουδὴν ἐσχη‐ κέναι πρὸς τὸ γνῶναι τὸ ἀληθὲς μάτην τε τιμῆς ἄξιον ὦφθαι ὅστις οὐδενὶ τῆς καρδίας ἀκμαίωι τὴν τοῦ γήρως ἐκόσμησεν πολιάν. ἀλλ’ ἐπειδήπερ, ἀδελφοὶ τιμιώτατοι, | |
10 | καὶ τῆς τῶν τοιούτων θεραπείας οὐκ ἔστι παραμελεῖν, καὶ ὁ εὐσεβὴς δὲ καὶ φιλόχριστος βασιλεὺς εὐσεβῶς ἅμα καὶ εὐλαβῶς ἔχων τὴν τῶν ἐπισκόπων ἀθροισθῆναι σύνοδον ἠβουλήθη, ὥστε κρίσει τελειοτέραι δυνηθῆναι πᾶσαν ἀπαλείφεσθαι πλάνην, τοὺς ἀδελ‐ φοὺς ἡμῶν Ἰούλιον τὸν ἐπίσκοπον καὶ Ῥενάτον τὸν πρεσβύτερον καὶ τὸ τέκνον μου Ἵλαρον τὸν διάκονον καὶ μετὰ τούτων Δουλκίτιον τὸν ἐμὸν νοτάριον δοκιμασθείσης | |
15 | ἡμῖν τῆς αὐτοῦ πίστεως ἀπεστείλαμεν, οἵτινες εἰς τάξιν ἐμὴν τῆι ἁγίαι τῆς ὑμῶν ἀδελ‐ φότητος συνόδωι παρέσονται καὶ τὰ τῆι κοινῆι μεθ’ ὑμῶν γνώμηι κατὰ θεὸν ἀρέσκοντα ψηφιοῦνται, τουτέστιν ὥστε ἐν πρώτοις τῆς φθοροποιοῦ πλάνης αὐτοῦ καταδικασθείσης εἶθ’ οὕτως περὶ τῆς αὐτοῦ τοῦ ἀμαθῶς πλανηθέντος ἀποκαταστάσεως σκοπηθῆναι, εἴ γε ὅμως τὴν τῆς ἀληθείας διδασκαλίαν δεχόμενος τὸ αἱρετικὸν φρόνημα ὧιπερ ἡ κακοδοξία | |
20 | αὐτοῦ πέφηνεν ἐμπλακεῖσα, εἰς πλήρης καὶ σαφῶς οἰκείαι φωνῆι καὶ ὑπογραφῆι κατα‐ δικάζειν ἀνέχοιτο, ὅπερ καὶ ἐν τῶι λιβέλλωι ὧι πρὸς ἡμᾶς ἀπέστειλε, ποιεῖν ἦν ὑποσχό‐ μενος, διὰ πάντων ἐπαγγελλόμενος ταῖς ἡμετέραις ἀκολουθεῖν ἀποφάσεσιν. δεξάμενος δὲ τὰ γράμματα τοῦ συνεπισκόπου καὶ ἀδελφοῦ ἡμῶν Φλαβιανοῦ τελεώτερον πρὸς αὐτὸν περὶ τούτων ἅπερ ἔδοξεν ἐφ’ ἡμᾶς ἀναφέρειν, ἀντεγράψαμεν, ἵνα τῆς πλάνης | |
25 | ἀπαλειφομένης τῆς νῦν ἀναφυείσης εἰς ὕμνον καὶ δόξαν τοῦ θεοῦ μία πίστις εἴη κατὰ τὸν πάντα κόσμον καὶ μία καὶ ἡ αὐτὴ ὁμολογία καὶ ἵνα ἐν τῶι ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψηι ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πα‐ τρός. ἀμήν. | |
30 | Ἐπιστολὴ Λέοντος ἀρχιεπισκόπου Ῥώμης πρὸς Θεοδόσιον τὸν βασιλέα μεμ‐ φομένη τὴν ἐν Ἐφέσωι γενομένην σύνοδον κατὰ Φλαβιανοῦ καὶ ἑτέραν ἐξαιτοῦντος | |
γενέσθαι = Epist. coll. M 12 [p. 25—27] | 44 in vol. 2.1.1 | |
2,1,145 | Ἐπιστολὴ Λέοντος ἀρχιεπισκόπου Ῥώμης πρὸς Θεοδόσιον τὸν βασιλέα Τῶι ἐνδοξοτάτωι καὶ φιλανθρωποτάτωι Θεοδοσίωι αὐγούστωι Λέων ἐπίσκοπος. Ὅσωι τῶν ἀνθρωπίνων πραγμάτων κατὰ δύναμιν προνοεῖν καταξιοῖ τῆς ὑμετέρας φιλανθρωπίας ἡ φροντὶς πνεύματι θεοῦ κινηθεῖσα, εὖ ἂν ἔχοι μὴ βουλομένη περὶ τὴν | |
5 | καθολικὴν ἐκκλησίαν διαφορὰν ἀλλ’ εἰρήνην τυγχάνειν, καίπερ ἡ πίστις μία οὖσα ἑαυτῆς οὐκ ὀφείλει ὑπάρχειν ἀνομοία. ὅθεν εἰ καὶ Εὐτυχής, ὡς αἱ τῶν ἐπισκοπικῶν ὑπο‐ μνημάτων τάξεις ἐφανέρωσαν, ἀπείρως καὶ ἀσυνέτως πλανᾶσθαι ἀποδέδεικται καὶ ὤφειλεν ἀπὸ τῆς ἰδίας συνειδήσεως τῆς ἀξίως ἀποδοκιμαζομένης ἀναλαβεῖν, ὅμως ἐπείπερ ἡ ὑμε‐ τέρα εὐσέβεια, ἣ εἰς τιμὴν τοῦ θεοῦ τὴν εὐλαβεστάτην καθολικὴν ἀλήθειαν ἀγαπᾶι, | |
10 | τετύπωκεν συνοδικὸν κριτήριον, ὥστε τῶι ἀπείρωι γέροντι τὴν ἀλήθειαν, περὶ ἣν μάλιστα διασφάλλεται, φανεροποιηθῆναι, τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους Ἰούλιον τὸν ἐπίσκοπον καὶ Ῥενάτον τὸν πρεσβύτερον καὶ τὸν ἐμὸν υἱὸν τὸν διάκονον Ἵλαρον πέπομφα τοὺς εἰς τόπον ἐμὸν κατὰ τὴν τοῦ πράγματος ποιότητα δυναμένους ἀρκεῖν καὶ ἰσχύοντας αὐτὸν εἰς τὴν τοῦ δικαίου καὶ ἀγαθοῦ μεταγαγεῖν διάθεσιν, ἵν’ ὅτιπερ ἀμφιβάλλεσθαι οὐ δύναται | |
15 | ποῖόν τι τυγχάνει τῆς τῶν Χριστιανῶν ὁμολογίας τὸ ἀκέραιον, καὶ πάσης τῆς πλάνης τὸ φαῦλον καταδικασθείη καί, εἰ ἀνανήψειεν ὃς πεπλάνηται, ὑπὲρ συγγνώμης παρα‐ καλέσων, τὴν τῶν ἐπισκόπων αὐτῶι βοήθειαν ἐπικουρῆσαι, ἐπείπερ ἐν τῶι ἑαυτοῦ λιβέλλωι τῶι πρὸς ἡμᾶς ἀποσταλέντι καὶ τοῦτο ἑαυτῶι πρὸς τὸ ἀξιωθῆναι συγγνώ‐ μης ἐφύλαξεν, ἐπαγγελλόμενος ἑαυτὸν διορθοῦν, εἴ τι δἂν ἡ ἡμετέρα γνώμη περὶ τούτων | |
20 | περὶ ὧν κακῶς ἤισθετο, ἀποδοκιμάσειεν. τί δὲ ἡ καθολικὴ ἐκκλησία καθόλου περὶ τοῦ θείου μυστηρίου τῆς δεσποτικῆς σαρκώσεως πιστεύει καὶ διδάσκει, τῶι ἀδελφῶι ἡμῶν καὶ συνεπισκόπωι Φλαβιανῶι σαφέστερον τὰ ἀπεσταλμένα γράμματα περιέχει. Τῆι ἐνδοξοτάτηι καὶ φιλανθρωποτάτηι θυγατρὶ Πουλχερίαι αὐγούσται Λέων ἐπίσκοπος. Ὅσην πεποίθησιν περὶ τῆς πίστεως τῆς ὑμετέρας φιλανθρωπίας ἡ τοῦ | |
25 | θεοῦ ἐκκλησία ὀφείλει ἐπαγγέλλεσθαι, πολλαῖς πολλάκις διδασκαλίαις ἐπεδείξαμεν. τοῦτο τοῦ ἁγίου πνεύματος διδάσκοντος μεμαθήκατε, τούτωι τὴν ὑμετέραν ἐξουσίαν ὑπε‐ τάξατε, διὰ ταύτης τῆς δωρεᾶς καὶ τῆς ἐκδικίας βασιλεύοντες. ὅθεν ἐπείπερ κατὰ τῆς | |
ἀκεραίου πίστεως τῶν Χριστιανῶν διχόνοιάν τινα ἐν τῆι ἐκκλησίαι τῆι κατὰ Κωνσταντι‐ | 45 in vol. 2.1.1 | |
2,1,146 | νούπολιν Εὐτυχοῦς αὐθεντοῦντος γεγενῆσθαι τοῦ ἀδελφοῦ μου καὶ συνεπισκόπου Φλα‐ βιανοῦ διὰ τῆς ἀναφορᾶς ἔγνων, καθὼς καὶ πάσης τῆς ὑποθέσεως τὸ εἶδος τῶν πεπραγμέ‐ νων ἐν τῆι συνόδωι δείκνυσιν, ἄξιόν ἐστι τῆς ὑμετέρας δόξης τὴν πλάνην τὴν διὰ ἀπειρίαν μᾶλλον ἢ διὰ κακοθέλειαν εἰσδυομένην ἀφελέσθαι πρίν τινα δύναμιν ἐκ τῆς συνέσεως τῶν | |
5 | ἀπείρων τὸ ἐπίμονον τῆς φαυλότητος προσπορίσοιτο. καὶ ὅσωι Νεστόριος ἀπὸ τῆς ἀληθοῦς ἐξέπεσε πίστεως τὸν δεσπότην Ἰησοῦν Χριστὸν ἐκ παρθένου μητρὸς ἄν‐ θρωπον μόνον φάσκων γεγεννῆσθαι, τοσούτωι καὶ οὗτος ἀπὸ τῆς καθολικῆς ὁδοῦ ἀπε‐ πλανήθη, ὃς τὸν ἀπὸ τῆς αὐτῆς παρθένου γεννηθέντα οὐ τῆς ἡμετέρας εἶναι πεπίστευκε φύσεως, ὥστε τὸν τὴν μορφὴν τοῦ δούλου φορέσαντα καὶ ἡμῖν ὅμοιον γενόμενον καὶ τῆς | |
10 | αὐτῆς ὄντα μορφῆς τινὰ τυγχάνειν τοῦ ἡμετέρου σώματος εἰκόνα καὶ μὴ ἀλήθειαν. οὐδὲν δὲ ὠφελεῖ τὸν ἡμέτερον δεσπότην τὸν τῆς μακαρίας παρθένου υἱὸν ἄνθρωπον λέγειν, εἰ μὴ τοῦ γένους αὐτῆς καὶ τῆς ῥίζης ἄνθρωπος εἶναι πιστεύεται, περὶ οὗ ἐν αὐτῶι τῶι προοιμίωι τοῦ εὐαγγελίου προλέγεται. ὅθεν πάνυ πονῶ καὶ στυγνάζω ὅτιπερ οὗτος ὃς πρὸ τούτου περὶ τῆς προθέσεως τῆς ταπεινότητος ἐπηινεῖτο, κατὰ τῆς ἐλπίδος τοῦ | |
15 | μονογενοῦς ἡμῶν καὶ τῶν ἡμετέρων πατέρων μάταια καὶ πάνυ διεστραμμένα τολμᾶι λέγειν. ὁρῶν γὰρ ἑαυτοῦ τῆς ἀφροσύνης τὴν αἴσθησιν ταῖς καθολικαῖς ἀκοαῖς ἀπαρέ‐ σκουσαν, ὤφειλεν ἑαυτὸν ἀπὸ τῆς οἰκείας ὑπονοίας ἀνακαλέσασθαι καὶ μήτε τοὺς ταῖς ἐκκλησίαις παραμένοντας κινῆσαι, τῆς καταδίκης τὴν ἀπόφασιν ἀναμένοντα. δῆλον γὰρ ὡς εἰ ἐν τῆι αὐτῆι αἰσθήσει παραμένειν θελήσοι, οὐδεὶς αὐτὸν ἀπολῦσαι δυνήσεται. | |
20 | καὶ γὰρ τοῦ θρόνου τοῦ ἀποστολικοῦ τὸ σύμμετρον ταύτην φυλάττει τὴν ἐγκράτειαν ὥστε καὶ σκληρότερον πράττειν κατὰ τῶν ἐπιμενόντων καὶ συγγνώμης ἀξιοῦν τοὺς τὴν διόρθωσιν ἐπιγινώσκοντας. ἐπειδὴ τοίνυν πολλή μοι πεποίθησίς ἐστιν περὶ τῆς εὐσεβείας τῆς καθαρωτάτης πίστεως, παρακαλῶ τὴν ὑμετέραν φιλανθρωπίαν, ἐπιφανεστάτη καὶ εὐσεβεστάτη θύγατερ, ἵν’ ὥσπερ ἐκ σπουδῆς θείας σῆς τὸ καθολικὸν | |
25 | τῆς ἐκκλησίας ἀξίωμα διὰ παντὸς βεβοήθηται, καὶ νῦν ὁμοίως αὐτῶι τῶι ἀξιώματι τῆς ἐλευθερίας συνδράμοις. οὐδὲ γὰρ μέρος τι τῆς πίστεως τῆς ἡμετέρας μὴ ὂν σαφὲς με‐ θοδεύεται, ἀλλ’ ὅπερ ἡ ἄπειρος ἀντίστασις τολμᾶι διαθορυβεῖν, τοῦτο πειράζεται ὅπερ ὁ ἡμέτερος δεσπότης ἐν τῆι ἰδίαι ἐκκλησίαι οὐδαμῶς ἀγνοεῖσθαι ἠθέλησεν. καὶ διὰ τοῦτο κατὰ τὴν συνήθειαν τῆς ὑμετέρας εὐσεβείας καμεῖν καταξιώσατε τοῦτο ὅπερ κατὰ | |
30 | τῆς μονογενοῦς θρηισκείας τῆς ἀνθρωπίνης σωτηρίας βλασφήμωι τινὶ ἀφροσύνηι προ‐ ήνεγκεν, ἀπὸ τῆς διανοίας πάντων ἀποκινηθείη καὶ ἵνα αὐτὸς ὁ εἰς τοῦτον τὸν πειρασμὸν ἐμπεσὼν ἀνανήψειεν, οὕτω μέντοι ὥστε τοῦτο ὅπερ κακῶς ἐνόησε, τῆι ἰδίαι φωνῆι καὶ | |
ὑπογραφῆι καταδικάσει καὶ τὸ κοινὸν καὶ τῆι οἰκείαι τάξει αὐτὸν ἀποκαταστήσει. ὅπερ | 46 in vol. 2.1.1 | |
2,1,147 | καὶ τῶι ἐμῶι ἀδελφῶι καὶ συνεπισκόπωι Φλαβιανῶι γεγραφηκέναι με γινωσκέτω καὶ τούτοις οἷς ἐπέμψαμεν ἐντετάλθαι πρὸς τὸ συγγνώμης ἀξιωθῆναι, εἰ τὰ τῆς πλάνης διορθωθείη. ἵνα δὲ μὴ τοῦ εὐσεβεστάτου βασιλέως τῆι διατυπώσει τῆι τὴν σύνοδον τῶν ἐπισκόπων συνελθεῖν θελησάσηι δόξειεν τὸ τῆς ἡμετέρας παρουσίας ἀπολιμπάνεσθαι, | |
5 | τοὺς ἀδελφοὺς τοὺς ἐμοὺς Ἰούλιον τὸν ἐπίσκοπον καὶ Ῥενάτον τὸν πρεσβύτερον καὶ τὸν ἐμὸν υἱὸν Ἵλαρον τὸν διάκονον πέπομφα τοὺς εἰς τάξιν τῆς ἐμῆς παρουσίας ἀρκοῦντας. ἀλλὰ τούτωι μᾶλλον τῶι πλανηθέντι κρεῖττόν ἐστιν συνελθεῖν, εἰ περὶ ἐκεῖνο περὶ ὃ παρ‐ εφρόνησεν, ἀνανήψειεν καὶ ἔνθα τὴν καταδίκην ὑπέμεινεν, αὐτόθι καὶ συγγνώμης φιλοτιμίας ἀξιωθήσεται. | |
10 | Τῆι ἐνδοξοτάτηι καὶ φιλανθρωποτάτηι θυγατρὶ Πουλχερίαι ἀεὶ αὐγούσται Λέων ἐπίσκοπος καὶ ἡ ἁγία σύνοδος ἡ ἐν Ῥώμηι συναχθεῖσα. Εἰ αἱ ἐπιστολαὶ αἱ περὶ τῆς πίστεως πρὸς τὴν ὑμετέραν εὐσέβειαν διὰ τῶν κληρικῶν ἀποσταλεῖσαι ἦσαν ἀποδοθεῖσαι, δῆλον ἦν βοήθειαν καὶ θεραπείαν ὑμᾶς τούτοις τοῖς πράγμασι τοῖς κατὰ τῆς πίστεως γενομένοις συμπνέοντος ὑμῖν τοῦ θεοῦ δύνασθαι παρασχεῖν. πότε γὰρ | |
15 | τοῖς ἱερεῦσιν ἢ πότε τῆς τῶν Χριστιανῶν θρηισκείας ἢ τῆς πίστεως κατόπιν ἐγένεσθε; ἀλλ’ ἐπείπερ πρὸς τὴν ὑμετέραν φιλανθρωπίαν οὐκ ἠδυνήθησαν παραγενέσθαι οἱ ἀποστα‐ λέντες, ὡς μόλις πρὸς ἡμᾶς ἕνα τούτων διάκονον ὀνόματι Ἵλαρον φεύγοντα ὑποστρέψαι, ἐπαναλαμβάνειν ἐπιστεύσαμεν τὰ γράμματα καὶ ὥστε τὰς ἡμετέρας δεήσεις τυγχάνειν ἰσχυράς, αὐτῶν τῶν γεγραμμένων πρὸς τὴν ὑμετέραν φιλανθρωπίαν ὑπετάξαμεν τὰ | |
20 | ἀντίγραφα, μείζοσιν ὑμᾶς διαμαρτυρίαις παρακαλοῦντες ἵν’ ὅσωι χαλεπώτερα γέγονεν οἷς ὑπὲρ τῆς Ῥωμαικῆς πίστεως προσῆκόν ἐστιν ἀντιμαχήσασθαι, τοσούτωι μείζονι δόξηι καθυπερέχητε φροντίσαντες τῆς θρηισκείας πρὸς τὸ τῆς καθολικῆς πίστεως τὸ ἀκέραιον μὴ ἀπό τινος ἀφορμῆς καὶ φιλονεικίας ἀνθρωπίνης παρατιτρώσκεσθαι. ἡ γὰρ ἐν Ἐφέσωι συνελθοῦσα σύνοδος πιστευομένη τῆι τῆς εἰρήνης θεραπείαι καταπραύ‐ | |
25 | νεσθαι, οὐ μόνον αὕτη εἰς μείζονα τῆς εἰρήνης ζημίαν, ἀλλ’, ὅπερ ἐστὶ λύπης καὶ ἀγα‐ νακτήσεως ἄξιον, καὶ αὐτῆς τῆς πίστεως πρὸς ὄλεθρον καὶ ἀνατροπὴν τοῖς Χριστιανοῖς προεχώρησε. καὶ οὗτοι μὲν οἱ ἀποσταλέντες, ὧν εἷς τὴν βίαν τοῦ ἐπισκόπου τῆς Ἀλεξανδρέων ἑαυτῶι πάντα ἐκδικοῦντος ἐκφυγὼν τῶν πεπραγμένων πραγμάτων ἡμῖν τὴν τάξιν μετὰ πίστεως ἀπήγγειλεν, ἀντέστησαν ἐν τῆι συνόδωι, καθὼς ἐχρῆν, | |
30 | ἑνὸς ἀνθρώπου οὐ τῆι κρίσει μᾶλλον, ἀλλὰ τῆι μανίαι, διαμαρτυράμενοι ἅπερ κατὰ βίαν καὶ φόβον ἐπράττετο, τοῖς τῆς ἐκκλησίας δικαίοις καὶ αὐτῶι τῶι συμβόλωι τῶι 〈παρὰ〉 | |
τῶν ἀποστόλων εἰσηγηθέντι πρόκριμα φέρειν οὐ μὴ δύνασθαι καὶ οὔτε ἑαυτοὺς ἀπὸ | 47 in vol. 2.1.1 | |
2,1,148 | ταύτης τῆς πίστεως ἣν πλήρης ἐκτεθεῖσαν καὶ διατυπωθεῖσαν ἐκ τοῦ θρόνου τοῦ μακα‐ ριωτάτου ἀποστόλου Πέτρου εἰς τὴν ἁγίαν σύνοδον εἰρηκότας, ἀφίστασθαι κατὰ ἀδικίαν τινά, ἧς πίστεως ἡ ἀνάγνωσις παρακαλούντων τῶν ἐπισκόπων οὐ προσεδέχθη, ὥστε τῆς αὐτῆς ἀποκινηθείσης πίστεως ἥτις τοὺς πατριάρχας καὶ ἀποστόλους καὶ μάρτυρας | |
5 | ἐστεφάνωσε, τὴν γέννησιν τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ σάρκα καὶ τὸν ἀληθῆ θάνατον καὶ τῆς ἀναγεννήσεως αὐτοῦ τὴν ὁμολογίαν, ὅπερ φρικτόν ἐστι καὶ λέγειν, διαλυθῆναι, ἐπιφανεστάτη καὶ φιλανθρωποτάτη δέσποινα θυγάτηρ αὐγούστα. ἐγράψαμεν περὶ τούτου τοῦ πράγματος ὡσεὶ δυνηθείημεν, πρὸς τὸν ἐνδοξότατον βασιλέα καὶ ὅπερ ἐστὶ 〈μέγιστον〉, Χριστιανόν, ἧς ἐπιστολῆς τὸ ἀντίτυπον ὑπετάξαμεν, | |
10 | ὥστε τὴν πίστιν, δι’ ἧς ἀναγεννηθεὶς διὰ τῆς τοῦ θεοῦ χάριτος βασιλεύει, μηδαμῶς συγχω‐ ρῆσαι καινισμῶι τινι διαφθείρεσθαι, ἐπείπερ Φλαβιανὸς ὁ ἐπίσκοπος ἐν τῆι ἡμετέραι πάντων κοινωνίαι μεμένηκεν, καὶ τοῦτο ὅπερ γέγονεν ἄνευ δικαίου καὶ παρὰ τὴν ἐπιστή‐ μην πάντων τῶν κανόνων, μηδενὶ λόγωι βέβαιον εἶναι ἐπιτραπῆι καὶ ἐπειδὴ τῆς διχο‐ νοίας τὸ σκάνδαλον οὐκ ἀφείλατο ἡ τῆς Ἐφέσου σύνοδος, ἀλλὰ μᾶλλον ηὔξησεν, συνόδου | |
15 | γινομένης ἐν Ἰταλίαι καὶ ὁ τόπος καὶ ὁ χρόνος ὁρισθήσεται, πασῶν τῶν μέμψεων καὶ τῶν προκριμάτων ἑκατέρου μέρους ἀναρτηθέντων, ἵνα ἐπιμελέστερον πάντα 〈τὰ〉 ποιήσαντα τὴν πρόσκρουσιν ἀναψηλαφηθείη καὶ χωρὶς τοῦ τραύματος καὶ ὕβρεως τῆς θρηισκείας εἰς εἰρήνην τοῦ θεοῦ ἐπανέλθοιεν οἱ διὰ τὴν δυναστείαν ὑπογράψαι καταναγκα‐ σθέντες ἱερεῖς καὶ ἡ πλάνη μόνον ἀφαιρεθείη. ὅπερ ἵνα κρατήσειεν, τῆς δεδοκιμασμένης | |
20 | ἡμῖν πίστεως ἡ 〈σὴ〉 εὐσέβεια ἡ τοῖς καμάτοις ἀεὶ τῆς ἐκκλησίας συνελθοῦσα τὴν ἡμετέραν ἱκετείαν τῶι φιλανθρωποτάτωι βασιλεῖ, ἰδικῶς [ὡς] ἀπὸ τοῦ μακαριωτάτου Πέτρου τοῦ ἀποστόλου τῆς πρεσβείας ἐπιτραπείσης, καταξιωσάτω διασαφῆσαι, ὥστε πρὶν τὸν πολιτικὸν τοῦτον καὶ ὀλέθριον πόλεμον εἰς τὴν ἐκκλησίαν κρατῆσαι, τοῦ ἀνανεῶσαι τὴν ἀφθονίαν τῆς ἑνότητος, τοῦ θεοῦ βοηθοῦντος, συγχωρήσηι, γινώσκων δυνάμεσιν τῆς | |
25 | αὐτοῦ βασιλείας συνοίσειν τὸ τῆι καθολικῆι ἐλευθερίαι διὰ τῆς αὐτοῦ φιλαγάθου δια‐ τυπώσεως συνεισφερόμενον. Τῆι φιλανθρωποτάτηι καὶ εὐσεβεστάτηι Πουλχερίαι αὐγούσται Ἵλαρος διάκονος. Σπουδήν μοι γεγενῆσθαι μετὰ τὴν σύνοδον παραγενέσθαι κατὰ τὴν Κωνσταντινούπολιν λέγειν οὐκ ὀφείλω, ἐπειδήπερ φανερὰ ἦν ἀνάγκη ἥτις τὰ γράμματα τοῦ μακαριωτάτου | |
30 | πάπα πρὸς τὴν ὑμετέραν φιλανθρωπίαν ἀποσταλέντα δοῦναί με τὸν διακομίζοντα ἠνάγκαζεν, ἵν’ ἅμα καὶ τῆς ὑμετέρας εὐσεβείας καὶ τοῦ ἀηττήτου Χριστιανικωτάτου βασιλέως τὸ καθῆκον, ὅπερ ὤφειλον, τὸ κατὰ τὴν θρηισκείαν ἐναργῶς ἀποτίσω. ἀλλὰ τῆι προθέσει τῆι ἐμῆι τῆι οὕτως ἱερᾶι προσέμποδον ἐγένετο ἐκεῖνο τὸ πάντων τῶν ἀγαθῶν ἐχθρὸν καὶ ὃ τῶν Χριστιανῶν ἡ διάθεσις ἀποδύρεται, ὁ Ἀλεξανδρείας ἐπίσκοπος ὁ ἐπὶ | |
35 | τῆι καταδίκηι τῶν ἀνευθύνων δυνατός. μετὰ γὰρ τὸ ἐμὲ τῆι ἀδίκωι αὐτοῦ γνώμηι | 48 in vol. 2.1.1 |
2,1,149 | καὶ ἀποφάσει κοινωνεῖν μὴ δύνασθαι συνήλασεν εἰς ἄλλην σύνοδον ἀπειλαῖς καὶ ἐπιβουλαῖς προσκαλούμενος πρὸς τό με, ὅπερ ἀπέστω, ἢ ἐξ ἀπάτης συναινέσαι εἰς τὸ καταδικάσαι τὸν ἁγιώτατον Φλαβιανὸν τὸν ἐπίσκοπον ἢ ἀνθιστάμενον κατέχειν, ἵνα μοι μὴ γένοιτο 〈ἐξου‐ σία〉 μήτε τοῦ ἐκδραμεῖν πρὸς τὴν εὐσέβειαν τὴν ὑμετέραν κατὰ τὴν Κωνσταντινούπολιν | |
5 | ἢ ἀναδραμεῖν εἰς τὴν Ῥώμης ἐκκλησίαν παρασχεθείη ἄδεια. ὅμως τεθάρρηκα βοηθοῦντος τοῦ Χριστοῦ τοῦ ἡμετέρου θεοῦ ἀπὸ τῆς καταδίκης τοῦ εὐλαβεστάτου καὶ ὁσίου ἀνδρὸς ἀθῶον καὶ ἀκέραιον 〈ἑαυτὸν〉 φυλάξαι, εἰ καὶ ὅτι οὐδεμία μάστιξ οὐδὲ βάσανος ἠδύνατό με τῆι ἀδίκωι αὐτῶν ἀποφάσει ποιεῖν συναινέσαι, ἀλλὰ πάντων καταλειφθέντων ἐκεῖθεν ἀνεχώρουν διὰ ἀγνώστων καὶ ἀνοδεύτων τόπων εἰς τὴν Ῥώμην ἀπελθὼν τῶι εὐλαβεστά‐ | |
10 | τωι πάπαι πάντων τῶν ἐν Ἐφέσωι πεπραγμένων ἱκανὸς μηνυτής. ὃν ἡ ὑμετέρα προσ‐ κυνητὴ φιλανθρωπία μανθανέτω μετὰ πάσης τῆς Δυτικῆς συνόδου ἀποδοκιμάσαι πάντα τὰ ἐν Ἐφέσωι κατὰ τῶν κανόνων διὰ θορύβου καὶ μίσους βιωτικοῦ ἀπὸ Διοσκόρου τοῦ ἐπισκόπου γενόμενα καὶ μηδενὶ λόγωι ταῦτα ὑποδεχθῆναι δύνασθαι ἐπὶ τῶν μερῶν τούτων, ἅπερ κατὰ δυναστείαν τοῦ προειρημένου οὐκ ἄνευ βλάβης τῆς πίστεως εἰς πρό‐ | |
15 | κριμα τοῦ ἁγίου ἀνδρὸς καὶ ἀθώου ἐπλημμέλησε. καὶ ἅπερ [ἡ] σταθηρᾶι καὶ ἰσχυρᾶι αὐθεντίαι ὑπὲρ τῆς πίστεως σχεδὸν ἀπ’ ἐμοῦ μεμήνυται, περιττὸν ἡγοῦμαι λέγειν· καὶ γὰρ ἀπὸ τῶν γραμμάτων τοῦ εὐλαβεστάτου πάπα μαθήσεσθε. ὅθεν, δέσποινα ἐπι‐ φανεστάτη καὶ φιλανθρωποτάτη αὐγούστα, ἡ προσκυνητή σου εὐσέβεια, ἥτις καὶ 〈τὰ〉 τὴν ἀρχὴν λαβόντα καταλιμπάνειν οὐκ ὀφείλει, τοῦ εὐλαβοῦς τῆς ἀκεραίου πίστεως | |
20 | ζήλωι μονίμωι διανοίαι συνταξάτω. Γάλλα Πλακιδία ἡ εὐσεβεστάτη καὶ ἐπιφανεστάτη ἀεὶ αὐγούστα Αἰλίαι Πουλχερίαι τῆι εὐσεβεστάτηι ἀεὶ αὐγούσται θυγατρί. Ὅτι τὴν Ῥώμην συνεχέσιν ἐκδρομαῖς ὁμοίως ἐπιποθοῦμεν ὁρᾶν, τῆς θρηισκείας ἐστὶν ἐξαίρετον ἡ ὑπόθεσις, ὥστε τοῖς ὅροις τῶν ἁγίων τὴν ἡμετέραν ἀποδίδοσθαι παρουσίαν, οὓς ἀληθές ἐστιν ἐν τοῖς οὐρανίοις | |
25 | κατὰ τὴν αὐτῶν ἀρετὴν κατασταθέντας οὐδὲ τῶν κατωτέρω καταφρονεῖν. ἡμεῖς τοίνυν ἱεροσυλίας γένος εἶναι νομίζομεν, εἰ ἀρνησόμεθα τῶν εἰωθότων τὴν τάξιν. ἐπεὶ οὖν τῶι μακαριωτάτωι ἀποστόλωι Πέτρωι τὴν ἡμετέραν παρουσίαν ἀποδεδώκαμεν, κἀκεῖσε τῶι πλήθει τῶν ἱερέων ὁ εὐλαβέστατος περιλαμβανόμενος πάπας Λέων κατὰ τὴν ἀξίαν τοῦ ἰδίου τόπου πρῶτος 〈ἡμῖν〉 ἐπέβαλεν καὶ διὰ τὴν παρεντιθεμένην τοῦ στεναγμοῦ | |
30 | λύπην τὴν ἑαυτοῦ ἐπιθυμίαν σχεδὸν διὰ ῥημάτων δηλοῦν οὐκ ἠδύνατο, νενίκηκεν ὅμως τὸ σταθηρὸν τοῦ φρονήματος τοῦ ἱερέως 〈ὡσ〉 ἐπισχεῖν ὀλίγον τὰ δάκρυα καὶ τὴν ὑπό‐ θεσιν τῆς παρατρωθείσης πίστεως ὡς ταύτης ἔκδικος σαφεῖ τῶι λόγωι προήνεγκεν. ἐν ὧι λόγωι διέγνωμεν ἐν τοῖς ἡμετέροις καιροῖς τὴν καθολικὴν πίστιν τεταράχθαι, ἣν ἐκ τοῦ θείου πατρὸς ἡμῶν Κωνσταντίνου μέχρι τῆς σήμερον οἱ τοῦ ἡμετέρου γένους ἐφύλαξαν | |
35 | πρόγονοι. κατὰ γνώμην τινὸς ὁτιοῦν φαῦλον κατὰ τοῦ ἱερέως Κωνσταντινουπόλεως | 49 in vol. 2.1.1 |
2,1,150 | ἐκγεγυμνάσθαι λέγεται. ἡμεῖς οὖν ἐν τῆι κατὰ τὴν Ἔφεσον συνόδωι τῆι μηδεμίαν τάξιν ἱερωσύνης φυλαξάσηι μηδὲ συμμετρίαν ἄνευ τῆς προσοχῆς τῆς θειότητος πάντα πεπρᾶχθαι μεμαθήκαμεν, ὥστε τὴν πρόληψιν καὶ τὴν ἀδικίαν καὶ εἰς τινῶν καταδίκην λέγεσθαι κρατεῖν, ἃ τοῖς ἡμετέροις καιροῖς φρικτὰ εἶναι δοκεῖ. ὀφείλει τοίνυν ἡ πίστις | |
5 | ἰδικῶς κρατεῖν, δέσποινα ἁγιωτάτη καὶ προσκυνητὴ θύγατερ αὐγούστα. τοιγαροῦν ἡ σὴ φιλανθρωπία κατὰ τὴν καθολικὴν πίστιν, ὅπερ ἀεὶ μεθ’ ἡμῶν πεποίηκεν, καὶ νῦν ὁμοίως συμπνεῦσαι καταξιωσάτω, ὥστε πᾶν ὃ ἐν ἐκείνηι τῆι τεταραγμένηι καὶ ἀθλίαι συνόδωι τετύπωται, πάσης ἀποκινηθείη δυνάμεως καὶ πάντων ἀκεραίων μενόντων εἰς τὸν ἀποστολικὸν θρόνον, ἐν ὧι πρῶτος ὁ μακαριώτατος τῶν ἀποστόλων Πέτρος τὰ | |
10 | κλεῖθρα τῶν οὐρανῶν ὑποδεξάμενος τὴν ἀρχιερωσύνην ἐκόσμησεν, τοῦ ἐπισκόπου ἡ ὑπόθεσις παραπεμφθείη. ὀφείλομεν γὰρ τῆι ἀθανάτωι πολιτείαι ἀπονεῖμαι ἐν πᾶσιν τὰ πρωτεῖα τῆι διὰ τῆς ἰδίας ἀρετῆς τοῦ κόσμου πληρωσαμένηι τὴν δεσποτείαν καὶ τῆι ἡμετέραι βασιλείαι τὸν κύκλον καὶ διοικητέον καὶ φυλακτέον ἐπιτρεψάσηι. Λέων ἐπίσκοπος καὶ ἡ ἁγία σύνοδος ἡ ἐν τῆι πόλει Ῥωμαίων συναχθεῖσα κλήρωι | |
15 | ἀξιωματικοῖς καὶ παντὶ τῶι λαῶι τοῖς οἰκοῦσιν ἐν Κωνσταντινουπόλει ἀγαπητοῖς υἱοῖς ἐν κυρίωι χαίρειν. Εἰς γνῶσιν ἡμῖν ἐλθόντων ἅπερ ἐν τῆι Ἐφέσωι παρὰ τὴν προσ‐ δοκίαν πάντων πέπρακται, μεγάληι λύπηι τὴν ψυχὴν ἡμῶν ὁμολογοῦμεν συγχυθῆναι οὐδὲ τοσοῦτον ἐξεῖναι τῆι ἀνομίαι εὐχερῶς ἠδυνήθημεν πιστεῦσαι, εἰ μὴ ὁ υἱὸς ἡμῶν Ἵλαρος ὁ διάκονος, ὅστις εἰς τόπον τὸν ἡμέτερον μετὰ ἄλλων, ἵνα παραγένηται | |
20 | ἐν τῆι συνόδωι, 〈ἦν〉 ἀποσταλείς, φεύγων ὑπέστρεψεν ἐκκλίνων τῆς ἀδικίας κοινωνὸς γενέσθαι, εἰ καὶ τὰ μάλιστα φωνὴ ἀντιλογίας ἐκεῖσε ἀπὸ τῶν ἡμετέρων προβέβληται, ἥντινα ὁ τῆς Ἀλεξανδρείας ἐπίσκοπος, ὅστις ἑαυτῶι διὰ τῆς ἀμέτρου δυναστείας τὸ πᾶν ἐξεδίκει, ἀκοῦσαι κατέπτυσεν, εἰς κοινωνίαν τῆς αὐτοῦ προαιρέσεως ἄκοντας ἕλκων τοὺς ἐπισκόπους, ἵνα διὰ τῆς βίας ἀναγκασθῶσιν ὑπογράψαι, οἵτινες οὐδεμίαν καθαιρέσεως | |
25 | ἀφορμὴν ἱκανὴν εὑρεῖν ἠδυνήθησαν. ἀλλὰ ταύτην τὴν τόλμην τῶι εὐσεβεῖ καὶ Χριστια‐ νῶι βασιλεῖ πιστεύομεν οὐδαμῶς ἀρέσαι δύνασθαι· νῦν μέντοι ἐπειδὴ τὴν ἐκκλησίαν ὑμῶν ταύτηι τῆι πράξει ἔγνωμεν διασκορπισθεῖσαν, παραμυθητέους καὶ προτρεπτέους ὑμᾶς εἶναι πιστεύομεν διὰ τῶν ἡμετέρων ἐπιστολῶν, ἵνα ὑπὲρ τῆς καθολικῆς πίστεως τῆς ἐκδικίας τῆι τῶν ἀπίστων ἀνομίαι ἐναντιώσησθε. οὐ γὰρ βουλόμεθα τὴν ἀγάπην | |
30 | ὑμῶν ταύτηι τῆι λύπηι καταφορτίζεσθαι, ὅταν μείζων δόξα τῆι ὑμετέραι παραμονῆι ἐπακολουθῆι, ἐὰν ἀπὸ τοῦ δεδοκιμασμένου ἐπισκόπου ὑμῶν οὐδεμία ὑμᾶς ἀπειλὴ οὐδὲ εἷς φόβος ἀποσπάσαι δυνήσηται. εἴ τις γὰρ ὑγιαίνοντος καὶ ζῶντος Φλαβιανοῦ τοῦ ἐπισκόπου 〈τοῦ ὑμετέρου〉 τὴν ἀρχιερωσύνην αὐτοῦ τολμήσει ὑπεισελθεῖν, οὐδέποτε εἰς κοινωνίαν ἡμετέραν γενήσεται οὐδὲ μεταξὺ τῶν ἐπισκόπων δυνήσεται ἀριθμηθῆναι. | |
35 | ἡμεῖς γὰρ καθάπερ Νεστόριον ἐν τῆι αὐτοῦ διαστροφῆι ἀνεθεματίσαμεν, οὕτως καὶ ἐκείνους οἵτινες τὴν ἀλήθειαν τῆς σαρκὸς ἡμῶν ἐν τῶι κυρίωι Ἰησοῦ Χριστῶι ἀρνοῦνται, | |
ὁμοίαι ἀφοσιώσει καταδικάζομεν. στήκετε τοίνυν ἐν τῶι πνεύματι τῆς ἀληθείας καὶ | 50 in vol. 2.1.1 | |
2,1,151 | τὴν ἀποστολικὴν προτροπὴν τῆι διακονίαι τοῦ ἡμετέρου στόματος δέξασθε, ἐπειδὴ ὑμῖν κεχάρισται ὑπὲρ τοῦ Χριστοῦ οὐ μόνον ἵνα εἰς αὐτὸν πιστεύητε, ἀλλὰ καὶ ὑπὲρ αὐτοῦ πάσχειν. μὴ θέλητε ὑπολαμβάνειν, ἀγαπητοί, ὅτι τῆς ἁγίας αὐτοῦ ἐκκλησίας ἀπολειφθήσεται ἢ ὑστερήσει ποτὲ ἡ θεία ἐκδικία· ἐκλάμπει γὰρ τῆς πίστεως τὸ καθαρόν, | |
5 | ὅταν ἀπ’ αὐτῆς ὁ ῥύπος τῆς πλάνης χωρισθῆι. ὅθεν πάλιν καὶ πάλιν ὑμᾶς ἐνώπιον τοῦ κυρίου διαμαρτυρόμεθα ὁμοῦ καὶ ὑπομιμνήσκομεν ἵνα ἀπὸ τῆς πίστεως ἐν ἧι τεθεμελιω‐ μένοι ἐστὲ καὶ ἐν ἧι τὸν Χριστιανικώτατον βασιλέα οἴδαμεν παραμένειν, μήτε ἐνέδραις μήτε τισὶν ἀπάταις μετακινηθείητε, ἀλλ’ εἰς τὸ πρόσωπον τοῦ ἐπισκόπου ὑμῶν ἐκεῖνον τοῖς ὀφθαλμοῖς κατέχετε, ὑπὲρ οὗ αὐτὸς πάντα παθεῖν ἅπερ ἐπηνέχθη, οὐκ ἐφοβήθη. | |
10 | οὗτινος ἐν πᾶσιν μιμητὰς ὑμᾶς γενέσθαι ἐπιθυμοῦμεν, ἵνα κοινὸν μετ’ αὐτοῦ τὸν στέφανον τῆς πίστεως λαμβάνειν δυνηθείητε. Ἐπιστολὴ Λέοντος ἀρχιεπισκόπου Ῥώμης πρὸς τοὺς ἀρχιμανδρίτας Κωνσταντινου‐ πόλεως Λέων ἐπίσκοπος καὶ ἡ ἁγία σύνοδος ἡ ἐν τῆι πόλει Ῥωμαίων συναχθεῖσα Φαύστωι | |
15 | Μαρτίνωι Πέτρωι Μανουηλίωι πρεσβυτέροις καὶ ἀρχιμανδρίταις μοναστηρίων Κων‐ σταντινουπόλεως. Εἰ καὶ τὰ μάλιστα ἐκεῖνα ἃ τῆι τῶν Κωνσταντινουπολιτῶν ἐκκλησίαι γεγραφήκαμεν, τὴν φροντίδα τῆς ὑμετέρας ἀγάπης λαθεῖν οὐκ ἠδυνήθη, ὅμως καὶ ἰδικοῖς γράμμασιν τὴν ἀγάπην ὑμῶν προτρέψασθαι ἀκόλουθα εἶναι ἡγησάμεθα, ἵνα μεμνημένοι τῆς ἁγίας 〈ὑμῶν ἐπαγγελίας,〉 ἥτις ἰδικῶς ἐν πίστει καὶ ἀγάπηι συνίσταται, πάντα τὰ | |
20 | σκάνδαλα τὰ κατέναντι τῆς ἐκκλησίας διεγερθέντα ἀπὸ τῆς ὑμετέρας καρδίας ἀποβάλησθε, τοῦ μακαρίου ἀποστόλου τὰς ἀποφάσεις εὐσεβεῖ γνώμηι διακατέχοντες· εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω, καὶ φυλάττοντες ὁμοψυχίαν μετὰ τοῦ ἀδελφοῦ ἡμῶν Φλαβιανοῦ τοῦ ἐπισκόπου, ὅντινα πρὸς καιρὸν ὁ κύριος συν‐ εχώρησεν τῶν ἀσεβῶν ταῖς ἐπισκευαῖς πειραθῆναι, ἵνα δόκιμον ἑαυτῶι τὸν ἴδιον ἀρ‐ | |
25 | χιερέα διὰ τῆς ὑπομονῆς ποιήσηι λαμπρότερον. αὗται γὰρ αἱ ταραχαὶ ἀναγκαίως βοηθούσης τῆς τοῦ θεοῦ χάριτος τάχιον διαλυθήσονται καὶ πᾶν τὸ ἀποδοκιμασθὲν ἀπὸ τῆς καθαρότητος τῆς ἐκκλησίας, ἥτις οὔτε σπίλον οὔτε ῥυτίδα ἐπιδέχεται, ἀπορριφήσεται, μάλιστα ὅτι ἀπὸ τῆς μανιώδους ἀπειρίας εἰς τοσοῦτον ἔφθασαν, ἵνα κατέναντι τοῦ μυ‐ στηρίου τῆς σωτηρίας τῶν ἀνθρώπων ἡ τῆς ἐνσαρκώσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ | |
30 | Χριστοῦ ἀλήθεια ἀρνηθήσηται καὶ ὁ τῆς ἀρχαίας πίστεως κῆρυξ καὶ ἔκδικος, ἐπειδὴ οὐ συνέθετο ταῖς βλασφημίαις ἅστινας πρὸ πολλοῦ οἱ ἅγιοι πατέρες ἡμῶν εἰς πολλοὺς αἱρετικοὺς καθεῖλαν, ὑποβληθείη ὕβρεσιν, ἐν ὧι δηλαδὴ πάντων τῶν τοῦ κυρίου ἱερέων ἡ αἰδὼς τύπτεται καὶ ὅλα τὰ μέλη τοῦ σώματος τοῦ Χριστοῦ *. ἀλλ’ ἐπειδὴ ἔνδοξον ἡμῖν ἐστιν, εἴ τι ἂν ἡμᾶς παθεῖν ὁ θεὸς βουληθείη, ὑπὲρ τῆς ἀληθείας ὑπενέγκαι, εἰς κοινω‐ | |
35 | νίαν ὑμᾶς τῆς ὑπομονῆς πατρικαῖς προτροπαῖς παρακαλούμεθα, ἵνα διὰ τῆς ἀγάπης ὑμῶν πᾶσιν τοῖς τῶι θεῶι δουλεύουσιν ἅπερ ἐγράψαμεν, φανερωθείη, ἵνα τοῖς ἐχθροῖς | |
τοῦ εὐαγγελίου ἀνθεστηκότες μήτε τοῦ ποιμένος τὴν ἀγάπην μήτε τὴν μονάδα τῆς κα‐ | 51 in vol. 2.1.1 | |
2,1,152 | θολικῆς πίστεως καταλείψητε, ἐπειδὴ ἐκεῖνα τὰ ἐν Ἐφέσωι ἐπὶ τοῦ παρόντος κατέναντι τῆς ἀληθείας καὶ τῶν κανόνων τῆς ἐπιστήμης δι’ ἑνὸς ἀνθρώπου ἄμετρον δυναστείαν πεπραγμένα οὐδεμία τῆς καθολικῆς πίστεως ἀκολουθία δεκτέα εἶναι συγχωρεῖ. Ἀρχὴ συνόδου τῆς ἐν Χαλκηδόνι | |
5 | Ἴσον σάκρας ἀποσταλείσης παρὰ τοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου βασιλέως Μαρκιανοῦ πρὸς τοὺς ἁπανταχοῦ θεοφιλεστάτους ἐπισκόπους περὶ τοῦ συνελθεῖν πάντας εἰς τὴν Νικαέων = Epist. coll. M 13 Ἴσον βασιλικοῦ γράμματος ἀποσταλέντος παρὰ τῆς εὐσεβεστάτης καὶ φιλοχρίστου βασιλίδος καὶ αὐγούστης Πουλχερίας πρὸς τὸν κονσουλάριον Βιθυνίας Στρατήγιον περὶ | |
10 | τοῦ φροντίσαι τῆς κατὰ τὴν σύνοδον εὐταξίας πρὸ τοῦ δόξαι ἀπὸ τῆς Νικαέων εἰς τὴν Χαλκηδονέων μεταστῆναι τὴν σύνοδον = Epist. coll. M 15 Ὁμοίως ἴσον βασιλικοῦ γράμματος δευτέρου πεμφθέντος τῆι ἁγίαι συνόδωι τῆι ἐν Νικαίαι συνδραμούσηι περὶ τοῦ δεῖν μετελθεῖν εἰς τὴν Χαλκηδονέων = Epist. coll. M 14 Ὁμοίως ἴσον βασιλικοῦ γράμματος τρίτου καταπεμφθέντος ἐν Νικαίαι τῆι ἁγίαι | |
15 | συνόδωι, ἔτι τοῦ εὐσεβεστάτου βασιλέως κατὰ τὴν Θράικην ἐπεχομένου, περὶ τοῦ δεῖν ἀνυπερθέτως μετελθεῖν ἐν τῆι Χαλκηδονέων = Epist. coll. M 16 Ἴσον ἐπιστολῆς τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου ἀρχιεπισκόπου τῆς Ῥωμαίων Λέοντος γραφείσης πρὸς τὴν ἁγίαν καὶ οἰκουμενικὴν σύνοδον, ἥτις κομισθεῖσα διὰ τῶν θεοφιλεστάτων ἐπισκόπων Πασκασίνου καὶ Λουκηνσίου καὶ Βονιφατίου πρεσβυτέρου | |
20 | Ῥώμης ἀνεγνώσθη ἐπὶ τῆς ἁγίας συνόδου = Epist. coll. M 17 | 52 in vol. 2.1.1 |
2,1,155 | Ἀρχὴ τῆς συνόδου Χαλκηδόνος Ὑπατείαι τοῦ δεσπότου ἡμῶν Μαρκιανοῦ τοῦ αἰωνίου αὐγούστου καὶ τοῦ δηλω‐ θησομένου τῆι πρὸ ὀκτὼ Εἰδῶν Ὀκτωβρίων ἐν Χαλκηδόνι κατὰ κέλευσιν τοῦ θειοτάτου καὶ εὐσεβεστάτου δεσπότου ἡμῶν Μαρκιανοῦ τοῦ | |
5 | αἰωνίου αὐγούστου συνελθόντων ἐν τῆι ἁγιωτάτηι ἐκκλησίαι τῆς ἁγίας μάρτυρος Εὐφη‐ μίας τῶν ἐνδοξοτάτων ἀρχόντων, τουτέστιν τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου στρατηλάτου καὶ ἀπὸ ὑπάτων καὶ πατρι‐ κίου Ἀνατολίου καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἐπάρχου τῶν ἱερῶν πραιτωρίων | |
10 | Παλλαδίου καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἐπάρχου πόλεως Τατιανοῦ καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου μαγίστρου τῶν θείων ὀφφικίων Βινκο‐ μάλου καὶ τοῦ μεγαλοπρεπεστάτου μαγίστρου Μαρτιαλίου | |
15 | καὶ τοῦ μεγαλοπρεπεστάτου κόμητος τῶν καθωσιωμένων δομεστίκων Σπορακίου καὶ τοῦ μεγαλοπρεπεστάτου κόμητος τῶν θείων πριουάτων Γενεθλίου προσέτι δὲ καὶ τῆς ἐνδόξου συγκλήτου, τουτέστιν τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ ἐπάρχων καὶ ὑπάτων καὶ πατρικίου Φλωρεντίου | |
20 | καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ ὑπάτων καὶ πατρικίου Σενάτορος καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ μαγίστρων καὶ ὑπάτων καὶ πατρικίου Νόμου καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ ἐπάρχων καὶ ὑπάτων καὶ πατρι‐ κίου Πρωτογένους | |
25 | καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ ἐπάρχων Ζωίλου καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ ἐπάρχων πόλεως Θεοδώρου καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ ἐπάρχων Ἀπολλωνίου καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ πραιποσίτων Ῥωμανοῦ καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ ἐπάρχων Ἰλλυρικοῦ Θεοδώρου | |
30 | καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ ἐπάρχων πραιτωρίων Κωνσταν‐ τίνου | |
καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ πραιποσίτων Ἀρτάξου | 55 in vol. 2.1.1 | |
2,1,156 | καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ ἐπάρχων Ἰλλυρικοῦ Εὐλογίου, συνελθούσης δὲ καὶ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς κατὰ θεῖον θέσπισμα ἐν τῆι Χαλκηδονέων πόλει συναθροισθείσης, τουτέστιν Πασκασίνου καὶ Λουκινσίου τῶν εὐλαβεστάτων ἐπισκόπων καὶ Βονιφατίου τοῦ | |
5 | εὐλαβεστάτου πρεσβυτέρου ἐπεχόντων τὸν τόπον τοῦ ὁσιωτάτου καὶ θεοφιλεστά‐ του ἀρχιεπισκόπου τῆς πρεσβυτέρας Ῥώμης Λέοντος καὶ Ἀνατολίου τοῦ ὁσιω‐ τάτου ἀρχιεπισκόπου τῆς μεγαλωνύμου πόλεως Κωνσταντινουπόλεως νέας Ῥώμης καὶ Διοσκόρου τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου τῆς μεγαλοπόλεως Ἀλεξανδρείας καὶ τῶν λοιπῶν ὁσιωτάτων καὶ εὐλαβεστάτων ἐπισκόπων, τουτέστιν | |
10 | Μαξίμου Ἀντιοχείας Συρίας Ἰουβεναλίου Ἱεροσολύμων Κυντίλλου Ἡρακλείας Μακεδονίας ἐπέχοντος τὸν τόπον Ἀναστασίου ἐπισκόπου Θεσσαλονίκης Θαλασσίου Καισαρείας Καππαδοκίας | |
15 | Στεφάνου Ἐφέσου Λουκιανοῦ Βύζης ἐπέχοντος τὸν τόπον Κυριακοῦ ἐπισκόπου Ἡρακλείας Θράικης Εὐσεβίου Ἀγκύρας Γαλατίας Διογένους Κυζίκου Πέτρου Κορίνθου | |
20 | Φλωρεντίου Σάρδεων Εὐνομίου Νικομηδείας Εὐσεβίου καὶ Κωνσταντίνου πρεσβυτέρων ἐπεχόντων τὸν τόπον Ἀναστασίου ἐπι‐ σκόπου Νικαίας Ἐλευθερίου Χαλκηδόνος | |
25 | Ἰουλιανοῦ τῆς Κώιων πόλεως ἐπέχοντος καὶ αὐτοῦ τὸν τόπον τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης Λέοντος Βασιλείου Σελευκείας Ἰσαυρίας Μελετίου Λαρίσσης ἐπέχοντος τὸν τόπον Δόμνου ἐπισκόπου Ἀπαμείας Συρίας Ἀμφιλοχίου Σίδης | |
30 | Θεοδώρου Ταρσοῦ Κύρου Ἀναζάρβου Κωνσταντίνου Βόστρων Φωτίου Τύρου Θεοδώρου Δαμασκοῦ | |
35 | Στεφάνου Ἱερᾶς πόλεως Νόννου Ἐδέσσης Συμεώνου Ἀμίδης Ἐπιφανίου ἐπισκόπου ἐπέχοντος τὸν τόπου Ὀλυμπίου ἐπισκόπου Κωνσταντίας Ἰωάννου Σεβαστείας | |
40 | Σελεύκου Ἀμασείας Κωνσταντίνου Μελιτηνῆς | |
Πατρικίου Τυάνων | 56 in vol. 2.1.1 | |
2,1,157 | Πέτρου Γαγγρῶν Ἀπραγμονίου ἐπέχοντος τὸν τόπον Καλογήρου ἐπισκόπου Κλαυδιουπόλεως Ἀταρβίου Τραπεζοῦντος ἐπέχοντος τὸν τόπον Δωροθέου ἐπισκόπου Νεοκαισα‐ ρείας | |
5 | Φωτεινοῦ ἀρχιδιακόνου ἐπέχοντος τὸν τόπον Θεοκτίστου ἐπισκόπου Πεσσινοῦντος Ῥωμανοῦ Μύρων Κριτωνιανοῦ Ἀφροδισιάδος Καρίας Νουνεχίου Λαοδικείας Φρυγίας Μαρινιανοῦ Συννάδων | |
10 | Ὀνησιφόρου Ἰκονίου Περγαμίου Ἀντιοχείας Πισιδίας Ἐπιφανίου Πέργης Ἀττικοῦ Νικοπόλεως Ἠπείρου Μαρτυρίου Γορτύνης | |
15 | Λουκᾶ Δυρραχίου Κωνσταντίνου Δημητριάδος ἐπέχοντος τὸν τόπον Βιγιλαντίου ἐπισκόπου Λαρίσσης Θεσσαλίας Φραγκίωνος Φιλιππουπόλεως Σεβαστιανοῦ Βεροίας | |
20 | Βασιλείου Τραιανουπόλεως Τρύφωνος Χίου ἐπέχοντος τὸν τόπον Ἰωάννου ἐπισκόπου Ῥόδου Θεοκτίστου Βεροίας Συρίας Γεροντίου Σελευκείας Συρίας Εὐσεβίου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Μακαρίου ἐπισκόπου Λαοδικείας | |
25 | Συρίας Εὐσεβίου Δορυλαίου Σάβα Πάλτου Πέτρου Γαβούλα Σωφρονίου Κωνσταντίνης | |
30 | Πατρικίου Νεοκαισαρείας Μάρα Ἀνασάρθας Ῥωμύλου Χαλκίδος Εὐσταθίου Βηρυτοῦ Λεοντίου Ἀσκάλωνος | |
35 | Ἀννιανοῦ Καπετωλιάδος Ζεβέννου Πέλλης Ἰωάννου Τιβεριάδος Ἀντιόχου Ἄρκης Βηρύλλου Ἀιλᾶ | |
40 | Ἀρέτα Ἐλούσης | |
Μουσωνίου Σηγώρ | 57 in vol. 2.1.1 | |
2,1,158 | Ῥουφίνου Βίβλου Παγκρατίου Λιβιάδος Ζωσίμου Μινωίδος Πολυχρονίου Ἀντιπατρίδος | |
5 | Ἰωάννου Γαδάρων Παύλου Ἀνθηδόνος Φωτεινοῦ Λύδδης Ἡρακλείου Ἀζώτου Μαρκιανοῦ Γεράρων | |
10 | Στεφάνου Ἰαμνίας Ἐπικτήτου Διοκλητιανουπόλεως Ῥωμανοῦ Εὐδοξιουπόλεως Θεοδώρου Κλαυδιουπόλεως Ἰσαυρίας Ἰουλίου Κελενδέρεως | |
15 | Τυράννου Γερμανικουπόλεως Ἰωάννου Διοκαισαρείας Ἀκακίου Ἀντιοχείας, Ἐπιφανίου Κέστρων Αἰλιανοῦ Σελινοῦντος | |
20 | Γαίου Συέδρων Ἀμμωνίου Ἰωτάπης Ματάλου Φιλαδελφείας Μάρκου Ἀρεθούσης Τιμοθέου Βαλανέων | |
25 | Εὐσεβίου Σελευκοβήλου Εὐτυχιανοῦ Ἐπιφανείας Παύλου Μαριάμμης Λαμπαδίου Ῥαφανέων Ἀλεξάνδρου Σεβαστῆς | |
30 | Φιλίππου Ἀδάνης Ὑπατίου Ζεφυρίου Θεοδώρου Αὐγούστης Χρυσίππου Μαλλοῦ Ἰουλιανοῦ Ῥωσοῦ | |
35 | Πολυχρονίου Ἐπιφανείας Ἰωάννου Φλαβιάδος Ἰνδάμου Εἰρηνουπόλεως Σωφρονίου χωρεπισκόπου ἐπέχοντος τὸν τόπον Βασσιανοῦ ἐπισκόπου Μοψουεστίας Πρόκλου Ἀδράων | |
40 | Εὐλογίου Φιλαδελφείας Θεοδοσίου Κανώθας Ὁρμίσδου Φιλιππουπόλεως | |
Δαμιανοῦ Σιδῶνος | 58 in vol. 2.1.1 | |
2,1,159 | Θεοδώρου Τριπόλεως Ὀλυμπίου Πανεάδος Παύλου Πτολεμαίδος Παύλου Ἀράδου | |
5 | Θωμᾶ Πορφυρεῶνος Πορφυρίου Βοτρύων Φωσφόρου Ὀρθωσιάδος Πορφυρίου ἀρχιδιακόνου ἐπέχοντος τὸν τόπον Οὐρανίου ἐπισκόπου Ἐμίσης Ἰωσὴφ Ἡλιουπόλεως | |
10 | Ἰορδάνου Ἀβίλης Βαλερίου Λαοδικείας Θωμᾶ Εὐαρίας Ῥουφίνου Σαμοσάτων Ἰωάννου Γερμανικείας | |
15 | Τιμοθέου Δολίχης Εὐολκίου Ζεύγματος Ἀθανασίου Πέρρης Ζεβέννου Μαρτυροπόλεως Καιουμᾶ Μαρκουπόλεως | |
20 | Ἰωάννου Καρρῶν Ἁβραμίου Κιρκησίου Ἰωάννου Σαρακηνῶν Νώου Χηφᾶ Ἱέρακος Ἀφναίου | |
25 | Σαβίνου δούλου Ἀπολλωνίου Τάνεως Ἥρωνος Θεννήσου Ἀθανασίου Βουσίρεως Πασμηίου Παράλου | |
30 | Ἰσιδώρου Σεθροίτου Θεοφίλου Κλεοπατρίδος Θεοδούλου * Πενταπόλεως Ἰανουαρίου Λεόντων Ἰωάννου Ψινχάου | |
35 | Αὐσονίου Σεβεννύτου Ἰσαὰκ Ταύα Εὐλογίου Ἀθρίβεως Ἡσαίου Ἑρμουπόλεως Στεφάνου Γέρως | |
40 | Νεστορίου Φραγόνεως | 59 in vol. 2.1.1 |
2,1,160 | Θεοφίλου Ἐρυθροῦ Μακαρίου Καβάσων Καλλινίκου Ἀπαμείας Βιθυνίας Λευκαδίου Μνίζου | |
5 | Ἰωάννου Πολεμωνίου Γρατιδιανοῦ Κερασοῦντος Ἰουλιανοῦ Ταβίας Μελιφθόγγου Ἰουλιουπόλεως Ὑπερεχίου Ἀσπώνων | |
10 | Ἀκακίου Κίννης Εὐφρασίου Λαγανίας Κεκροπίου Σεβαστοπόλεως Ἰωάννου Νικοπόλεως Δωροθέου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Ἀνατολίου ἐπισκόπου Σατάλων | |
15 | Ἀττικοῦ Ζήλων Ἀντιόχου Σινώπης Εὐχαρίου διακόνου ἐπέχοντος τὸν τόπον Παραλίου ἐπισκόπου Ἀνδράπων Παύλου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Οὐρανίου ἐπισκόπου Ἰβώρων Ἀκακίου Ἀριαραθείας | |
20 | Ἡρακλείου Κομάνων Ἀδελφίου χωρεπισκόπου ἐπέχοντος τὸν τόπον Ἀδολίου ἐπισκόπου Ἀραβισσοῦ Εὐφρονίου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Δόμνου ἐπισκόπου Κουκουσοῦ Ὀτρίου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Ἰωάννου ἐπισκόπου Ἄρκης Θεοδοσίου Ναζιανζοῦ | |
25 | Ἀριστομάχου Κολωνείας Ῥήνου Ἰουνοπόλεως Ἐπιφανίου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Αἰθερίου ἐπισκόπου Πομπηιουπόλεως Φιλοτίμου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Θεμιστίου ἐπισκόπου Ἀμάστριδος Θεοδώρου Ἡρακλείας | |
30 | Εὐλογίου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Γενεθλίου ἐπισκόπου Κρατείας Πελαγίου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Θεοφίλου ἐπισκόπου Ἀδριανουπόλεως Ἐλπιδίου τῶν Θέρμων Ἀκύλου Εὐδοξιάδος Μυστηρίου Ἀμορίου | |
35 | Χρυσίππου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Κυριακοῦ ἐπισκόπου Τροκνάδων Λογγίνου Ὁρκιστοῦ Δοκιμασίου Μαρωνείας Σερήνου Μαξιμιανουπόλεως Ῥοδόπης Αἰθερίχου Σμύρνης | |
40 | Εὐσεβίου Κλαζομενῶν | 60 in vol. 2.1.1 |
2,1,161 | Κυριακοῦ Αἰγάης Μάμα Ἀνινήτου Λεοντίου Μαγνησίας Μαιάνδρου Κοίντου Φωκαίας | |
5 | Πρόκλου Ἀργίζων Θωμᾶ Αὐλίου κώμης Ὀλυμπίου Θεοδοσιουπόλεως Φιλίππου Νέας αὐλῆς Ῥουφίνου Βριούλων | |
10 | Μαρκελλίνου Μητροπόλεως Ἡσαίου Ἐλαιτῶν Παυλίνου Θεοδοσιουπόλεως Ἰουλιανοῦ Ὑπαίπων Ἑσπέρου Πιτάνης | |
15 | Προτερίου Μυρίνης Βασιλικοῦ Παλαιᾶς πόλεως Μαιονίου Νύσης Πέτρου Δαρδάνου Θαλασσίου Παρίου | |
20 | Δαυὶδ Ἀδριανῶν Εὐλαλίου Πιονίων Πιονίου Τρωιάδος Στεφάνου Ποιμανηνοῦ Θεοσεβίου Ἰλίου | |
25 | Ἑρμείου Ἀβύδου Δανιήλου Λαμψάκου Πατρικίου Ἀδριανοῦ θηρῶν Μενεκράτους Κιράσσων Κοσσινίου Ἱεροκαισαρείας ἐπέχοντος καὶ τὸν τόπον Ἀνδρέου Σατάλων | |
30 | Ἠλία Βλανδοῦ Πολυκάρπου Ταβάλων Πατρικίου Ἀκρασσοῦ Παύλου Τριπόλεως Ἀμαχίου Σεττῶν | |
35 | Λευκίου Ἀπόλλωνος ἱεροῦ Γεμέλλου Στρατονικείας Ἀλκιμήδους Σιλάνδου | |
Διονυσίου Ἀτταλείας | 61 in vol. 2.1.1 | |
2,1,162 | Νικολάου Ἀκαρασσέων ἐπέχοντος καὶ τὸν τόπον Στεφάνου Λιμύρων Ζηνοδότου Τελμισσοῦ Φρόντωνος Φασηλιτῶν Φιλίππου Βαλβουρέων | |
5 | Θεοδώρου Ἀντιφέλλου Λεοντίου Ἀράξων Ἀντιπάτρου Καύνου Ἀνδρέου Τλωέων Ῥωμανοῦ Βουβονέων | |
10 | Νικίου Μεγάρων Ἀθανασίου Ὀποῦντος Δομνίνου Πλαταιῶν Ὀνησίμου Ἄργους Μάρκου Εὐροίας | |
15 | Περεγρίνου Φοινίκης Εὐτυχίου Ἀδριανουπόλεως Κλαυδίου Ἀνχιάσμου Σωτηρίχου Κερκύρας Διονυσίου Ἀντιοχείας | |
20 | Ἰωάννου Ἀλίνδων Φλακίλλου Ἰασσοῦ Παπίου Ἐρίζων Διονυσίου Ἡρακλείας Λάτμου Μενάνδρου Ἡρακλείας Σαλβάκης | |
25 | Εὐπειθίου Στρατονικείας Ἰωάννου Ἀμαζόνος Τυγχανίου Ἀπολλωνιάδος Θεοδωρήτου Ἀλαβάνδων Ἰωάννου Κνίδου | |
30 | Ἰουλιανοῦ πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Καλανδίωνος Ἁλικαρνασοῦ Δανιήλου Κάδων Μοδέστου Σεβαστῆς Παύλου Ἀριστίου Εὐλαλίου Σιβλίας | |
35 | Χάρητος Διονυσιουπόλεως Ἰωάννου Τραπεζουπόλεως Γενναδίου Ἀκμονέων Θωμᾶ Θεοδοσιουπόλεως | |
Γενναδίου Μοσσύνων | 62 in vol. 2.1.1 | |
2,1,163 | Εὐάνδρου Διοκλείας Γεροντίου Βασιλινουπόλεως Ἀλφειοῦ Μύνδου Θεοκτίστου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Διογένους Ὀρθωσιαίων | |
5 | Φιλοθέου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Ζωτικοῦ Ἀριασσοῦ Μείρου Εὐλάνδρων Λουκιανοῦ Ἰψοῦ Φιλίππου Λυσιάδος Ἐπιφανίου Μιδαείου | |
10 | Ἀβερκίου Ἱεραπόλεως Κυριακοῦ Εὐκαρπίας Εὐστοχίου Δοκιμίου Ἀκύλου Αὐρόκρων Βασιλείου Νακωλείας | |
15 | Στρατηγίου Πολυβώτου Νεοπτολέμου Κόρνων Παύλου Δέρβης Πλουτάρχου Λύστρων Εὐγενίου Κάνων | |
20 | Ῥούφου Ὕδης Τυράννου Οὐμανάδων Ἀχολίου Λαράνδων Εὐτροπίου Ἀδάδων Παύλου Φιλομηλίου | |
25 | Παυλίνου Ἀπαμείας Θεοτέκνου Τυραείου Ἑορτικίου Μητροπόλεως Κύρου Σινιάνδου Λιβανίου Παρλάου | |
30 | Ἀλεξάνδρου Σελευκείας Ὀλυμπίου Σωζοπόλεως Φοντηιανοῦ Σαγαλασσοῦ Ἀδήλου χωρεπισκόπου ἐπέχοντος τὸν τόπον Μεσσαλίνου ἐπισκόπου Λαοδικείας Βασσωνᾶ Νέας πόλεως | |
35 | Φλωρεντίου Ἀδριανουπόλεως Μωιανοῦ Λιμένου | |
Εὐελπίστου χωρεπισκόπου ἐπέχοντος τὸν τόπον Φλωρεντίου ἐπισκόπου Τενέδου | 63 in vol. 2.1.1 | |
2,1,164 | Σωτηρᾶ Θεοδοσιανῆς ἐπέχοντος τὸν τόπον καὶ Ἡλίου ἐπισκόπου Ἀμαθοῦντος καὶ Προεχίου ἐπισκόπου Ἀρσινόης Ἐπαφροδίτου Ταμάσσου ἐπέχοντος τὸν τόπον καὶ Διδύμου ἐπισκόπου Λαπύθου Διονυσίου διακόνου ἐπέχοντος τὸν τόπον Φωτεινοῦ ἐπισκόπου Κύθρων | |
5 | Ἰωάννου Μεσσήνης Ὠφελίμου Τεγέας Εἰρηναίου Ναυπάκτου Κυρίλλου Σούβριτος Γενναδίου Κνωσσοῦ | |
10 | Εὐσεβίου Ἀπολλωνίας Δημητρίου Λάππης Εὐφράτου Ἐλευθέρνης ἐπέχοντος τὸν τόπον καὶ Παύλου ἐπισκόπου Καντάνου Σώιζοντος Φιλίππων Εὐσεβίου Δουβήρων | |
15 | Μαξιμίνου Σερρῶν Νικολάου Στοβῶν Δαρδανίου Βαργάλων Ἰωάννου Παρθικουπόλεως Ὁνωράτου Θάσου | |
20 | Θεοφίλου Ἀριεσσοῦ Νέωνος Σιλλύου Διοδότου Λυσινέων Μάρα Κοδραύλων Παύλου Πούγλων | |
25 | Μαρκελλίνου Ἰσίνδων Μακεδόνος Μαγύδου Εὐδοξίου Ἐτέννων Εὐγενίου Κοτέννων Μαρκελλίνου Κοραλλίας | |
30 | Ὀβρίμου Κορακησίου Πέτρου Ἐχιναίου Αὐρηλίου Ἄφρου Εὐσταθίου ἔθνους Σαρακηνῶν Ῥεστιτιανοῦ Ἄφρου | |
35 | Πάντες οἱ συναχθέντες ἐπίσκοποι ἐν Χαλκηδόνι * καὶ καθεσθέντων τῶν μεγαλοπρεπεστάτων καὶ ἐνδοξοτάτων ἀρχόντων καὶ | |
τῆς ὑπερφυοῦς συγκλήτου ἐν τῶι μέσωι πρὸ τῶν καγκέλλων τοῦ ἁγιωτάτου | 64 in vol. 2.1.1 | |
2,1,165 | θυσιαστηρίου, καὶ ἐκ μὲν τοῦ εὐωνύμου αὐτῶν μέρους καθεσθέντων τῶν ὁσιω‐ τάτων τοποτηρητῶν τοῦ θεοφιλεστάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς πρεσ‐ βυτέρας Ῥώμης Λέοντος καὶ Ἀνατολίου τοῦ θεοσεβεστάτου ἀρχιεπισκόπου τῆς βασιλευούσης Κωνσταντινουπόλεως καὶ Μαξίμου τοῦ εὐλαβεστάτου ἐπισκόπου | |
5 | Ἀντιοχείας καὶ Θαλασσίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Καισαρείας καὶ Στεφάνου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἐφέσου καὶ τῶν λοιπῶν εὐλαβεστάτων ἐπισκόπων τῆς τε Ἀνατολικῆς καὶ Ποντικῆς καὶ Ἀσιανῆς καὶ Θραικικῆς τῶν διοικήσεων ἄνευ τῶν Παλαιστηνῶν, ἐκ δὲ τοῦ δεξιοῦ αὐτῶν μέρους ὁμοίως καθεσθέντων Διοσκόρου τοῦ εὐλαβεστάτου ἀρχιεπισκόπου Ἀλεξανδρείας καὶ Ἰουβεναλίου τοῦ εὐλαβεστάτου | |
10 | ἐπισκόπου Ἱεροσολύμων καὶ Κυντίλλου τοῦ εὐλαβεστάτου ἐπισκόπου τοποτηροῦντος Ἀναστασίωι τῶι εὐλαβεστάτωι ἐπισκόπωι Θεσσαλονίκης καὶ Πέτρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Κορίνθου καὶ τῶν λοιπῶν τῶν τε τῆς Αἰγυπτιακῆς διοικήσεως καὶ τοῦ Ἰλλυ‐ ρικοῦ, ἔτι μὴν καὶ τῶν Παλαιστηνῶν εὐλαβεστάτων ἐπισκόπων, προκειμένου ἐν τῶι μέσωι τοῦ ἁγιωτάτου καὶ ἀχράντου εὐαγγελίου, | |
15 | *** τούτων τοίνυν Ἑλληνιστὶ ἑρμηνευθέντων διὰ Βερονικιανοῦ τοῦ καθωσιω‐ μένου σηκρηταρίου τοῦ θείου κονσιστωρίου Πασκασῖνος ὁ εὐλαβέστατος ἐπίσκοπος καὶ φύλαξ τοῦ ἀποστολικοῦ θρόνου, ὡς ἔστη ἐν μέσωι μετὰ καὶ τῶν συνελθόντων αὐτῶι, ἔφη· Τοῦ μακαριωτάτου καὶ ἀποστολικοῦ ἐπισκόπου τῆς Ῥωμαίων πόλεως κεφαλῆς ὑπάρχοντος πασῶν τῶν ἐκκλησιῶν προστάξεις | |
20 | ἔχομεν ἐν αἷς κατηξίωσεν διαλαλῆσαι ὅπως Διόσκορος μὴ συγκαθεσθῆι τῶι συνεδρίωι, εἰ δὲ ἐπιχειρήσοι τοῦτο τολμῆσαι, ἐκβληθείη. τοῦτο ἀναγκαῖον ἡμᾶς παραφυλάξαι. εἰ παρίσταται τοίνυν τῆι ὑμετέραι μεγαλειότητι, ἢ ἐκεῖνος ἐξέλθηι ἢ ἡμεῖς ἔξιμεν. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ περιφανέστατοι συγκλητικοὶ εἶπον· Ποία γὰρ ἰδικὴ μέμψις ἐπάγεται Διοσκόρωι τῶι εὐλαβεστάτωι ἐπισκόπωι; | |
25 | Πασκασῖνος ὁ εὐλαβέστατος ἐπίσκοπος καὶ φύλαξ τοῦ ἀποστολικοῦ θρόνου εἶπεν· Αὐτοῦ εἰσελθόντος ἀναγκαῖόν ἐστιν ἐκείνωι ἀντιτεθῆναι. Οἱ λαμπρότατοι ἄρχοντες καὶ περιφανέστατοι συγκλητικοὶ εἶπον· Κατὰ τὰ ἤδη διαλαληθέντα ἰδικῶς ἡ αἰτία φανερούσθω ἐν ἧι ὑπόκειται. Λουκίνσιος ὁ εὐλαβέστατος ἐπίσκοπος ἐπέχων τὸν τόπον τῆς ἀποστολικῆς καθέ‐ | |
30 | δρας εἶπεν· Τῆς ἰδίας κρίσεως λόγον ἀποδότω. πρόσωπον γὰρ ἥρπασεν τοῦ κρίνειν, ὅπερ οὐκ ἐκέκτητο· σύνοδον ἐτόλμησεν ποιῆσαι ἐπιτροπῆς δίχα τοῦ ἀποστολικοῦ θρόνου, ὅπερ οὐδέποτε γέγονεν οὐδὲ ἐξὸν γενέσθαι. Πασκασῖνος ὁ εὐλαβέστατος ἐπίσκοπος ἐπέχων τὸν ἀποστολικὸν θρόνον εἶπεν· | |
Ἡμεῖς ὑπεναντίον τῶν προσταγμάτων τοῦ μακαριωτάτου καὶ ἀποστολικοῦ ἐπισκόπου | 65 in vol. 2.1.1 | |
2,1,166 | καὶ χειρίζοντος τὸν ἀποστολικὸν θρόνον ἐλθεῖν οὐ δυνάμεθα οὔτε μὴν ὑπεναντίον τῶν ἐκκλησιαστικῶν κανόνων ἢ πατρικῶν παραδόσεων. Οἱ λαμπρότατοι ἄρχοντες καὶ περιφανέστατοι συγκλητικοὶ εἶπον· Ἁρμόζει ὑμᾶς ἰδικῶς τί ἔπταισεν, σαφηνίσαι. | |
5 | Λουκίνσιος ὁ εὐλαβέστατος ἐπίσκοπος καὶ τὸν ἀποστολικὸν θρόνον ἐπέχων ἔφη· Οὐχ ὑπομένομεν τοσαύτην ὕβριν γενέσθαι ὑμῖν τε καὶ ἡμῖν, ὥστε καθεσθῆναι τοῦτον τὸν ἐπὶ κρίσει παραγενόμενον. Οἱ λαμπρότατοι ἄρχοντες καὶ περιφανέστατοι συγκλητικοὶ εἶπον· Εἰ δικαστοῦ ἐπέχεις πρόσωπον, ὡς δικαζόμενος οὐκ ὀφείλεις δικαιολογεῖσθαι. | |
10 | Καὶ Διοσκόρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀλεξανδρείας κατὰ κέλευσιν τῶν ἐνδοξοτάτων ἀρχόντων καὶ τῆς ἱερᾶς συγκλήτου καθεσθέντος ἐν τῶι μέσωι καὶ καθεσθέν‐ των τῶν Ῥωμαίων εὐλαβεστάτων ἐπισκόπων ἐν τοῖς ἰδίοις τόποις καὶ ἡσυχασάντων, Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος τῆς Δορυλαέων πόλεως παρελθὼν ἐν τῶι μέσωι εἶπεν· Τὴν σωτηρίαν ὑμῖν τῶν δεσποτῶν τῆς οἰκουμένης, κελεύσατε τὰς δεήσεις τὰς | |
15 | ἐμὰς ἀναγνωσθῆναι, καθὼς παρέστη τῶι εὐσεβεστάτωι βασιλεῖ. ἠδίκημαι παρὰ Διοσκόρου· ἠδίκηται ἡ πίστις· ἐφονεύθη Φλαβιανὸς ὁ ἐπίσκοπος· ἅμα ἐμοὶ καθηιρέθη ἀδίκως παρ’ αὐτοῦ. κελεύσατε τὰς δεήσεις μου ἀναγνωσθῆναι. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Ἀναγινωσκέσθωσαν αἱ δεήσεις. | |
20 | Καὶ καθεσθέντος ἐν τῶι μέσωι Εὐσεβίου τοῦ εὐλαβεστάτου ἐπισκόπου κατὰ κέλευσιν πάντων Βερονικιανὸς ὁ καθωσιωμένος σηκρητάριος τοῦ θείου κονσιστωρίου λαβὼν παρ’ αὐτοῦ τὰς δεήσεις ἀνέγνω Τοῖς φιλοχρίστοις καὶ εὐσεβεστάτοις βασιλεῦσιν ἡμῶν Φλαβίοις Βαλεντινιανῶι καὶ Μαρκιανῶι τοῖς αἰωνίοις αὐγούστοις παρὰ Εὐσεβίου τοῦ ἐλαχίστου ἐπισκόπου | |
25 | Δορυλαίου ποιουμένου τὸν λόγον ὑπέρ τε ἑαυτοῦ καὶ τῆς ὀρθοδόξου πίστεως καὶ ὑπὲρ τοῦ ἐν ὁσίοις Φλαβιανοῦ τοῦ γενομένου ἐπισκόπου Κωνσταντινουπόλεως. Σκοπὸς τῶι ὑμετέρωι κράτει ἁπάντων μὲν τῶν ὑπηκόων προνοεῖν καὶ χεῖρα ὀρέγειν ἅπασιν τοῖς ἀδικουμένοις, μάλιστα δὲ τῶν εἰς ἱερωσύνην τελούντων, καὶ ἐν τούτωι τὸ θεῖον θεραπεύ‐ οντες, παρ’ οὗ τὸ βασιλεύειν ὑμῖν καὶ κρατεῖν τῶν ὑφ’ ἡλίωι δεδώρηται. ἐπεὶ οὖν πολλὰ | |
30 | καὶ δεινὰ καὶ παρὰ πᾶσαν ἀκολουθίαν ἡ εἰς Χριστὸν πίστις καὶ ἡμεῖς πεπόνθαμεν παρὰ Διοσκόρου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Ἀλεξανδρέων μεγαλοπόλεως, πρόσιμεν τῆι ὑμετέραι εὐσεβείαι τῶν δικαίων ἀξιοῦντες τυχεῖν. τὰ δὲ τοῦ πράγματος ἐν τούτοις. ἐπὶ τῆς ἔναγχος γενομένης συνόδου ἐν τῆι Ἐφεσίων μητροπόλει, ἣν ὄφελόν γε ἦν μὴ γενέ‐ σθαι, ἵνα μὴ κακῶν καὶ ταραχῆς τὴν οἰκουμένην ἐμπλήσηι, ὁ χρηστὸς Διόσκορος | |
35 | παρ’ οὐδὲν θέμενος τὸν τοῦ δικαίου λόγον καὶ τὸν τοῦ θεοῦ φόβον, ὁμόδοξος ὢν καὶ | |
ὁμόφρων Εὐτυχοῦς τοῦ ματαιόφρονος καὶ αἱρετικοῦ, λανθάνων δὲ τοὺς πολλούς, ὡς | 66 in vol. 2.1.1 | |
2,1,167 | ὕστερον ἑαυτὸν ἐφανέρωσεν, εὑρὼν καιρὸν τὴν γεγενημένην παρ’ ἐμοῦ κατὰ Εὐτυχοῦς τοῦ ὁμοδόξου αὐτοῦ κατηγορίαν καὶ τὴν ἐπ’ αὐτῶι ἐξενεχθεῖσαν ψῆφον παρὰ τοῦ τῆς ὁσίας μνήμης Φλαβιανοῦ τοῦ ἐπισκόπου, πλῆθος ἀτάκτων ὄχλων συναγαγὼν καὶ δυνα‐ στείαν ἑαυτῶι διὰ χρημάτων πορισάμενος, τήν τε εὐσεβῆ θρηισκείαν τῶν ὀρθοδόξων | |
5 | τό γε ἧκον εἰς αὐτὸν ἐλυμήνατο καὶ τὴν κακοδοξίαν Εὐτυχοῦς τοῦ μονάζοντος, ἥτις ἄνωθεν καὶ ἐξ ἀρχῆς παρὰ τῶν ἁγίων πατέρων ἀπεκηρύχθη, ἐβεβαίωσεν. ἐπεὶ οὖν οὐ μικρὰ τὰ τετολμημένα αὐτῶι κατά τε τῆς εἰς Χριστὸν πίστεως καὶ καθ’ ἡμῶν, δεόμεθα καὶ προσ‐ πίπτομεν τῶι ὑμετέρωι κράτει θεσπίσαι τὸν εὐλαβέστατον ἐπίσκοπον Διόσκορον ἀπο‐ λογήσασθαι τοῖς παρ’ ἡμῶν αὐτῶι ἐπαγομένοις, δηλαδὴ τῶν παρ’ αὐτοῦ καθ’ ἡμῶν | |
10 | πεπραγμένων ὑπομνημάτων ἀναγινωσκομένων ἐπὶ τῆς ἁγίας συνόδου, δι’ ὧν δυνάμεθα ἀποδεῖξαι αὐτὸν καὶ ἀλλότριον ὄντα τῆς ὀρθοδόξου πίστεως καὶ αἵρεσιν ἀσεβείας πεπληρωμένην κρατύναντα καὶ ἀδίκως ἡμᾶς καθελόντα καὶ τὰ δεινὰ ἡμᾶς κατεργασά‐ μενον, θείων καὶ προσκυνουμένων ὑμῶν μανδάτων καταπεμπομένων τῆι ἁγίαι καὶ οἰκουμενικῆι συνόδωι τῶν θεοφιλεστάτων ἐπισκόπων, ἐφ’ ὧι τε ἡμῶν καὶ τοῦ προειρη‐ | |
15 | μένου Διοσκόρου διακοῦσαι καὶ ἀνενεγκεῖν εἰς γνῶσιν τῆς ὑμετέρας εὐσεβείας πάντα τὰ πραττόμενα πρὸς τὸ παριστάμενον τῆι ἀθανάτωι ὑμῶν κορυφῆι. καὶ τούτου τυχόντες ἀδιαλείπτους εὐχὰς ἀναπέμψομεν ὑπὲρ τοῦ αἰωνίου ὑμῶν κράτους, θειότατοι βασιλεῖς. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Διαλυέσθω τὰ ἐπα‐ γόμενα. | |
20 | Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ἐκέλευσεν ὁ εὐσε‐ βέστατος βασιλεὺς σύνοδον συγκροτηθῆναι, καὶ δὴ συγκεκρότηται κατὰ θεῖον νεῦμα τοῦ εὐσεβεστάτου βασιλέως ἡμῶν. περὶ δὲ τῶν πεπραγμένων διὰ τὸν γενόμενον ἐπίσκοπον τῆς Κωνσταντινουπόλεως ἁγίας ἐκκλησίας Φλαβιανὸν ὑπομνήματά εἰσι πεπραγμένα ἐν τῆι ἁγίαι συνόδωι καὶ παρακαλῶ ταῦτα ἀναγνωσθῆναι. | |
25 | Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος Δορυλαίου εἶπεν· Τὰ αὐτὰ καὶ ἡμεῖς ἐξαι‐ τοῦμεν. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Πάντα τὰ ἐν τῆι ὑπο‐ θέσει ταύτηι παρακολουθήσαντα κατὰ τάξιν ἀναγινωσκέσθω. Καὶ πρὸ τῆς ἀναγνώσεως Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀλεξανδρείας | |
30 | εἶπεν· Παρακαλῶ τὴν ὑμετέραν μεγαλοπρέπειαν ἐν πρώτοις τὰ τῆς πίστεως γυμνασθῆναι. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Τέως πρὸς τὴν κατηγο‐ ρίαν ἀποκρίνασθαί σε προσήκει· ὅθεν περίμεινον τὴν τῶν πεπραγμένων γενέσθαι ἀνά‐ γνωσιν, ὅπερ καὶ αὐτὸς γενέσθαι ἐξήιτησας. Κωνσταντῖνος ὁ καθωσιωμένος σηκρητάριος τοῦ θείου κονσιστωρίου εἶπεν· Ἔστι | |
35 | τὰ θεῖα γράμματα τὰ διαφόρως ἀποσταλέντα περὶ τῆς συνόδου τῆς πρώην γενομένης μετὰ χεῖρας καὶ ἀναγνώσομαι. | |
Καὶ ἀπὸ κώδικος ἀνέγνω | 67 in vol. 2.1.1 | |
2,1,168 | Ὁ τῆς θείας λήξεως Θεοδόσιος Διοσκόρωι τῶι εὐλαβεστάτωι ἐπισκόπωι Ἀλεξανδρείας Αὐτοκράτορες Καίσαρες Θεοδόσιος καὶ Οὐαλεντινιανὸς νικηταὶ τροπαιοῦχοι μέ‐ γιστοι ἀεισέβαστοι αὔγουστοι Διοσκόρωι. Ἅπασι δῆλον καθέστηκεν ὅτιπερ ἡ τῆς ἡμετέρας πολιτείας κατάστασις καὶ πάντα τὰ ἀνθρώπινα τῆι περὶ τὸ θεῖον εὐσεβείαι | |
5 | συνέχεταί τε καὶ κρατύνεται καὶ τοῦ κρείττονος εὐμενοῦς τυγχάνοντος δεξιῶς καὶ κατὰ γνώμην προβαίνειν πέφυκεν καὶ διοικεῖσθαι τὰ πράγματα. βασιλεύειν τοίνυν παρὰ τῆς θείας λαχόντες προνοίας, τῆς τῶν ὑπηκόων εὐσεβείας τε καὶ εὐπραγίας ἀναγκαίως πλείστην ὅσην φροντίδα ποιούμεθα, ὥστε καὶ τὴν ἀληθῆ θρηισκείαν καὶ τὴν καθ’ ἡμᾶς πολιτείαν τῆι περὶ τὸ κρεῖττον εἰλικρινεῖ θεραπείαι τε καὶ εὐσεβείαι συγκροτουμένας | |
10 | ἐκλάμπειν. ἐπὶ τοῦ παρόντος τοίνυν ἀνακυψάσης ἐξαίφνης ἀμφιβολίας τινὸς εἰς τὴν τοῦ καθολικοῦ καὶ ἀποστολικοῦ δόγματος τῆς ἡμετέρας ὀρθοδόξου πίστεως παραφυλακήν, ἥτις, ὡς εἰκός, διαφόροις ἐννοίαις ἀνθέλκουσα διαταράττει καὶ συγχεῖ τὰς τῶν ἀνθρώπων αἰσθήσεις τε καὶ ψυχάς, οὐκ ἀνεκτὸν νομίσαντες τὸ τοιοῦτον ἀτόπημα παριδεῖν, ὡς ἂν μὴ τοῦτο παροφθὲν εἰς ὕβριν αὐτοῦ τοῦ κρείττονος ἀνατρέχειν δόξειεν, ἐθεσπίσαμεν κατὰ | |
15 | ταυτὸν συνελθόντων ὁσιωτάτων καὶ θεοφιλεστάτων ἀνδρῶν, οἷς πλεῖστος εὐσεβείας τε καὶ τῆς ὀρθοδόξου καὶ ἀληθινῆς πίστεως λόγος καθέστηκεν, πᾶσαν μὲν τοιαύτην ἀκριβοῦς ζητήσεως προτεθείσης διαλυθῆναι ματαίαν ἀμφισβήτησιν, τὴν δὲ ἀληθινὴν καὶ τῶι θεῶι φίλην, τουτέστι τὴν ὀρθόδοξον κρατυνθῆναι πίστιν. καὶ ἡ σὴ τοιγαροῦν ὁσιότης προσλαβοῦσα σὺν ἑαυτῆι δέκα μὲν εὐλαβεστάτους ἐπισκόπους τῶν ὑπὸ τὴν αὐτὴν διοί‐ | |
20 | κησιν μητροπολίτας, ἑτέρους δὲ δέκα ὁσιωτάτους ἐπισκόπους λόγωι τε καὶ βίωι κεκοσμη‐ μένους, ὀρθότητι καὶ τῆς ἀπλανοῦς καὶ ἀληθινῆς πίστεως εἰδήσει τε καὶ διδασκαλίαι παρὰ πᾶσιν ἐκλάμποντας, ταῖς πλησίον Καλάνδαις Αὐγούσταις τὴν Ἐφεσίων μητρόπολιν τῆς Ἀσίας καταλαβεῖν ἀνυπερθέτως σπουδάσει, μηδενὸς ἑτέρου δηλαδὴ παρὰ τοὺς προειρη‐ μένους τῆι ἁγιωτάτηι συνόδωι παρενοχλήσοντος, ὡς ἂν πάντων ὁμοῦ τῶν ὁσιωτάτων | |
25 | καὶ θεοφιλεστάτων ἐπισκόπων, οὓς συνελθεῖν διὰ θείων ἡμῶν συλλαβῶν ἐθεσπίσαμεν, κατὰ τὴν προγεγραμμένην συνδραμόντων πόλιν καὶ ἀκριβεστάτην προθέντων ἔρευνάν τε καὶ ζήτησιν πᾶσα μὲν ἐκποδὼν σκαιὰ γένηται πλάνη, κρατυνθείη δὲ καὶ συνήθως ἐκλάμψοι τὸ τῆς ὀρθοδόξου καὶ ἀληθινῆς καὶ προσφιλεστάτης τῶι σωτῆρι ἡμῶν Χριστῶι πίστεως δόγμα, ὅπερ ἅπαντες εἰς τὸν ἔπειτα χρόνον ἀρραγὲς καὶ ἀσάλευτον παρα‐ | |
30 | φυλάξουσιν εὐμενοῦς ὄντος τοῦ κρείττονος. εἰ δέ τις τὴν οὕτως ἀναγκαίαν καὶ τῶι θεῶι φίλην παριδεῖν ἕλοιτο σύνοδον καὶ μὴ πάσηι δυνάμει κατὰ τὸν προειρημένον καιρὸν τὸν ἀφορισθέντα καταλάβοι τόπον, οὐδεμίαν μὲν ἕξει πρὸς τὸ κρεῖττον ἢ πρὸς τὴν ἡμε‐ | |
τέραν εὐσέβειαν ἀπολογίαν, ἱερατικὴν δὲ παραιτούμενος συλλογὴν οὐκ ἀγαθῶι συνειδότι | 68 in vol. 2.1.1 | |
2,1,169 | τὴν ψυχὴν ἀναγκαίως πληγήσεται. Θεοδώρητον μέντοι τὸν ἐπίσκοπον Κύρου τῆς πόλεως, ὃν ἤδη ἐκελεύσαμεν τῆι ἰδίαι αὐτοῦ μόνηι ἐκκλησίαι σχολάζειν, θεσπίζομεν μὴ πρότερον ἐλθεῖν εἰς τὴν ἁγίαν συνόδον, ἐὰν μὴ πάσηι τῆι ἁγίαι συνόδωι συνελθούσηι δόξηι καὶ αὐτὸν παραγενέσθαι καὶ κοινωνὸν γενέσθαι τῆς αὐτῆς ἁγίας συνόδου· εἰ δὲ | |
5 | περὶ αὐτοῦ διχόνοιά τις ἀνακύψοι, χωρὶς αὐτοῦ τὴν ἁγίαν σύνοδον συνελθεῖν καὶ τυπῶ‐ σαι τὰ κελευσθέντα προστάττομεν. Ἐδόθη τῆι πρὸ τριῶν Καλανδῶν Ἀπριλίων ἐν Κωνσταντινουπόλει μετὰ τὴν ὑπατείαν Ζήνωνος καὶ Ποστουμιανοῦ τῶν λαμπροτάτων Κωνσταντῖνος ὁ καθωσιωμένος σηκρητάριος τοῦ θείου κονσιστωρίου εἶπεν· Τῶι | |
10 | αὐτῶι τύπωι ἐγράφη καὶ τοῖς ἄλλοις εὐλαβεστάτοις ἐπισκόποις ὥστε παραγενέσθαι εἰς τὴν σύνοδον. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Εἰσίτω καὶ ὁ εὐλα‐ βέστατος Θεοδώρητος κοινωνήσων τῆι συνόδωι, ἐπειδὴ καὶ ἀποκατέστησεν αὐτῶι τὴν ἐπισκοπὴν ὁ ἁγιώτατος ἀρχιεπίσκοπος Λέων, καὶ ὁ θειότατος δὲ καὶ εὐσεβέστατος | |
15 | βασιλεὺς παρεῖναι αὐτὸν τῆι ἁγίαι συνόδωι ἐθέσπισεν. Καὶ εἰσελθόντος Θεοδωρήτου τοῦ εὐλαβεστάτου ἐπισκόπου οἱ Αἰγύπτιοι καὶ οἱ Ἰλλυρικιανοὶ καὶ Παλαιστηνοὶ εὐλαβέστατοι ἐπίσκοποι ἐξεβόησαν· Ἐλεήσατε, ἡ πίστις ἀπόλλυται. οἱ κανόνες τοῦτον ἐκβάλλουσιν. τοῦτον ἔξω βάλε. τὸν δι‐ δάσκαλον Νεστορίου ἔξω βάλε. | |
20 | Οἱ Ἀνατολικοὶ καὶ Ποντικοὶ καὶ Ἀσιανοὶ καὶ Θρᾶικες εὐλαβέστατοι ἐπίσκοποι ἐξεβόησαν· Εἰς ἄγραφα ὑπεγράψαμεν. ἐτυπτήθημεν καὶ ὑπεγράψαμεν. τοὺς Μανιχαίους ἔξω βάλε. τοὺς ἐχθροὺς Φλαβιανοῦ ἔξω βάλε. τοὺς ἐχθροὺς τῆς πίστεως ἔξω βάλε. Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Κύριλλος διὰ τί ἐκ‐ | |
25 | βάλλεται ὁ παρὰ τούτου ἀναθεματισθείς; Οἱ Ἀνατολικοὶ καὶ Ποντικοὶ καὶ Ἀσιανοὶ καὶ Θρᾶικες εὐλαβέστατοι ἐπίσκοποι ἐξεβόησαν· Διόσκορον τὸν φονέα ἔξω βάλε. Διοσκόρου τὰς πράξεις τίς οὐκ οἶδεν; Οἱ Αἰγύπτιοι καὶ οἱ Ἰλλυρικιανοὶ καὶ Παλαιστηνοὶ εὐλαβέστατοι ἐπίσκοποι ἐξεβόησαν· Πολλὰ τὰ ἔτη τῆς αὐγούστας. | |
30 | Οἱ Ἀνατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐξεβόησαν· Τοὺς φονέας ἔξω βάλε. Οἱ Αἰγύπτιοι καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐξεβόησαν· Ἡ αὐγούστα Νεστόριον ἐξέβαλεν, πολλὰ τὰ ἔτη τῆς ὀρθοδόξου. ἡ σύνοδος Θεοδώρητον οὐ δέχεται. Θεοδώρητος ὁ εὐλαβέστατος ἐπίσκοπος παρελθὼν ἐν τῶι μέσωι εἶπεν· Δεήσεις | |
35 | ἐπιδέδωκα τοῖς θειοτάτοις καὶ εὐσεβεστάτοις καὶ φιλοχρίστοις δεσπόταις τῆς οἰκου‐ | |
μένης καὶ ἠιτιασάμην τὰς εἰς ἐμὲ γενομένας σφαγὰς καὶ ἀξιῶ ταύτας ἐξετασθῆναι. | 69 in vol. 2.1.1 | |
2,1,170 | Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Θεοδώρητος ὁ εὐλα‐ βέστατος ἐπίσκοπος τὸν οἰκεῖον ἀπολαβὼν τόπον παρὰ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς μεγαλωνύμου πόλεως Ῥώμης εἰσῆλθεν νῦν κατηγόρου τάξιν ἐπέχων, ὅθεν ἀνάσχεσθε ὑπὲρ τοῦ μὴ σύγχυσιν γενέσθαι τῆι ἀκροάσει τὰ ἀρχὴν λαβόντα περαιωθῆναι. πρό‐ | |
5 | κριμα γὰρ ἀπὸ τοῦ παρεῖναι τὸν εὐλαβέστατον Θεοδώρητον οὐδενὶ γενήσεται, φυλατ‐ τομένου δηλονότι μετὰ ταῦτα παντὸς λόγου καὶ ὑμῖν καὶ ἐκείνωι, εἴ τινα ἀμοιβαίως ἐγγυμνάζειν βουληθείητε, εἰ καὶ τὰ μάλιστα ἐν τοῖς ἀγράφοις φαίνεται ὀρθοδοξίαν αὐτῶι μαρτυρῶν ὁ εὐλαβέστατος ἐπίσκοπος τῆς Ἀντιοχέων μεγαλοπόλεως. Καὶ μετὰ τὸ καθεσθῆναι ἐν τῶι μέσωι Θεοδώρητον τὸν εὐλαβέστατον ἐπίσκοπον οἱ | |
10 | Ἀνατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐξεβόησαν· Ἄξιος ἄξιος. Οἱ Αἰγύπτιοι καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐξεβόησαν· Μὴ λέγετε αὐτὸν ἐπίσκοπον, οὔκ ἐστιν ἐπίσκοπος. οὔκ ἐστιν ἐπίσκοπος. τὸν θεομάχον ἔξω βάλε. τὸν Ἰουδαῖον ἔξω βάλε. Οἱ Ἀνατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐξεβόησαν· Τὸν ὀρθό‐ | |
15 | δοξον τῆι συνόδωι. τοὺς ἀνασειστὰς ἔξω βάλε. τοὺς φονέας ἔξω βάλε. Οἱ Αἰγύπτιοι καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐξεβόησαν· Τὸν θεο‐ μάχον ἔξω βάλε. τὸν ὑβρίσαντα τὸν Χριστὸν ἔξω βάλε. πολλὰ τὰ ἔτη τῆς αὐγού‐ στας. πολλὰ τὰ ἔτη τοῦ βασιλέως. τοῦ ὀρθοδόξου βασιλέως πολλὰ τὰ ἔτη. Κύριλλον οὗτος ἀνεθεμάτισεν. | |
20 | Οἱ Ἀνατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐξεβόησαν· Τὸν φονέα Διόσκορον ἔξω βάλε. Οἱ Αἰγύπτιοι καὶ οἱ σὺν αὐτοῖς ἐπίσκοποι ἐξεβόησαν· Πολλὰ τὰ ἔτη τῆς συγ‐ κλήτου. φωνὴν οὐκ ἔχει. ἐπὶ πάσης τῆς συνόδου καθήιρηται. Βασίλειος ὁ εὐλαβέστατος ἐπίσκοπος Τραιανουπόλεως Ῥοδόπης ἀναστὰς εἶπεν· | |
25 | Καὶ παρ’ ἡμῶν Θεοδώρητος καθήιρηται. Οἱ Αἰγύπτιοι καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐξεβόησαν· Καὶ Κυρίλλου Θεοδώρητος κατηγόρησεν. Κύριλλον ἐκβάλλομεν, ἐὰν Θεοδώρητον λάβωμεν. οἱ κανόνες τοῦτον ἐξέβαλον. τοῦτον ὁ θεὸς ἀπεστράφη. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Αἱ ἐκβοήσεις αἱ δημο‐ | |
30 | τικαὶ οὔτε ἐπισκόποις πρέπουσιν οὔτε τὰ μέρη ὠφελήσουσιν. ἀνάσχεσθε τοίνυν πάντων τὴν ἀνάγνωσιν γενέσθαι. Οἱ Αἰγύπτιοι καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐξεβόησαν· Τὸν ἕνα ἐκβάλετε, καὶ πάντες ἀκούομεν. δι’ εὐσέβειαν κράζομεν. διὰ τὴν ὀρθόδοξον πίστιν ταῦτα λέγομεν. | |
35 | Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Μᾶλλον ἀνάσχεσθε κατὰ θεὸν τὴν ἀκρόασιν γενέσθαι καὶ συγχωρήσατε πάντα κατὰ τάξιν ἀναγνωσθῆναι. Καὶ ἡσυχασάντων πάντων Κωνσταντῖνος ὁ καθωσιωμένος μαγιστριανὸς καὶ | |
σηκρητάριος τοῦ θείου κονσιστωρίου ἀνέγνω ἀπὸ τοῦ αὐτοῦ κώδικος | 70 in vol. 2.1.1 | |
2,1,171 | Θεῖον γράμμα γραφὲν Διοσκόρωι τῶι εὐλαβεστάτωι ἐπισκόπωι Ἀλεξανδρείας Ἦλθεν εἰς ἀκοὰς τῆς ἡμετέρας γαληνότητος ὅτι πολλοὶ τῶν εὐλαβεστάτων κατὰ τὴν Ἑώιαν ἀρχιμανδριτῶν ἅμα τοῖς ὀρθοδόξοις λαοῖς πρὸς τινὰς λεγομένους νοσεῖν τὴν Νεστορίου δυσσέβειαν ἐπισκόπους ἐν τισὶν τῶν Ἀνατολικῶν πόλεων δυσχεραίνουσί τε | |
5 | καὶ ἀγωνίζονται ὑπὲρ τῆς ὀρθοδόξου πίστεως. τούτου τοίνυν ἕνεκα ἔδοξεν τῆι ἡμε‐ τέραι θειότητι τὸν θεοσεβέστατον πρεσβύτερον καὶ ἀρχιμανδρίτην Βαρσουμᾶν ἐπὶ καθα‐ ρότητι βίου καὶ ὀρθοδόξωι πίστει εὐδοκιμοῦντα παραγενέσθαι εἰς τὴν Ἐφεσίων πόλιν καὶ τὸν τόπον ἐπέχοντα πάντων τῶν ἐν τῆι Ἀνατολῆι θεοσεβεστάτων ἀρχιμανδριτῶν συνεδρεῦσαι τῆι τε σῆι ὁσιότητι καὶ πᾶσι τοῖς ἐκεῖσε συνερχομένοις ἁγιωτάτοις πατράσιν | |
10 | οὕτω τε τὰ τῶι θεῶι ἀρέσκοντα περὶ πάντων τυπωθῆναι. καταξιωσάτω τοίνυν ἡ σὴ θεοσέβεια συνορῶσα ὡς πᾶσα ἡμῖν φροντὶς περὶ τῆς ὀρθοδόξου πίστεως καθέστηκεν, εὐμενῶς τε τὸν προειρημένον εὐλαβέστατον ἀρχιμανδρίτην ὑποδέξασθαι καὶ παρασκευ‐ άσαι αὐτὸν τῆς ὑμετέρας ἁγίας συνόδου κοινωνῆσαι. Ἐδόθη Εἰδοῖς Μαίαις ἐν Θηράλλωι ὑπατείας Πρωτογένους τοῦ λαμπροτάτου | |
15 | καὶ τοῦ δηλωθησομένου Τῶι αὐτῶι τύπωι Ἰουβεναλίωι τῶι εὐλαβεστάτωι ἐπισκόπωι ἐκκλησίας Ἱεροσο‐ λύμων Ὁ αὐτὸς ἀπὸ τοῦ αὐτοῦ κώδικος ἀνέγνω Θεῖον γράμμα καταπεμφθὲν Βαρσουμᾶι τῶι εὐλαβεστάτωι ἀρχιμανδρίτηι | |
20 | Οὐκ ἔλαθεν τὴν ἡμετέραν εὐσέβειαν ἐν οἵωι καθεστήκασιν ἀγῶνι οἱ ἐν τοῖς μέρεσιν τῆς Ἑώιας θεοσεβέστατοι καὶ ἁγιώτατοι ἀρχιμανδρῖται τῆς ὀρθοδόξου πίστεως ὑπερ‐ μαχοῦντες καὶ τινὰς τῶν ἐν ταῖς Ἀνατολικαῖς πόλεσιν ἐπισκόπους τὴν Νεστορίου δυσσέ‐ βειαν νοσοῦντας ἀποστρεφόμενοι, τῶν ὀρθοδόξων λαῶν συναγωνιζομένων τοῖς αὐτοῖς θεοσεβεστάτοις ἀρχιμανδρίταις. ἐπειδὴ τοίνυν καὶ ἡ σὴ ἁγιωσύνη διὰ τὴν ὀρθόδοξον | |
25 | πίστιν τοσοῦτον ὑπομεμένηκεν κάματον καὶ πρὸς τὴν ἡμετέραν εὐσέβειαν παρεγένετο, δίκαιον εἶναι νομίζομεν τὴν σὴν ὁσιότητα ἐπὶ καθαρότητι βίου καὶ ὀρθοδόξωι πίστει εὐδο‐ κιμοῦσαν τὴν Ἐφεσίων καταλαβεῖν πόλιν καὶ τὸν τόπον ἐπέχουσαν πάντων τῶν ἐν τῆι Ἑώιαι θεοσεβεστάτων ἀρχιμανδριτῶν συνεδρεῦσαι τῆι ἐκεῖσε τυπωθείσηι συνελθεῖν ἁγίαι συνόδωι καὶ μετὰ τῶν ἄλλων ἁγίων πατέρων καὶ ἐπισκόπων τὰ τῶι θεῶι ἀρέσκοντα | |
30 | τυπῶσαι. | |
Ἐδόθη τῆι πρὸ μιᾶς Εἰδῶν Μαίων ἐν Ἀλεξανδριαναῖς | 71 in vol. 2.1.1 | |
2,1,172 | Βερονικιανὸς ὁ καθωσιωμένος σηκρητάριος τοῦ θείου κονσιστωρίου ἀπὸ τοῦ αὐτοῦ κώδικος ἀνέγνω Θεῖον ὑπομνηστικὸν δοθὲν Ἐλπιδίωι τῶι περιβλέπτωι κόμητι τοῦ θείου συν‐ εδρίου | |
5 | Τῆς μὲν ἤδη γενομένης πρότερον ἐν Ἐφέσωι ἁγίας συνόδου ἡ Νεστορίου τοῦ δυσσε‐ βοῦς πρὸς τὸν θεὸν βλασφημία γέγονεν αἰτία καὶ διὰ τοῦτο τὴν ἀξίαν παρὰ τῶν συνελ‐ θόντων ἐκεῖσε ἁγίων πατέρων ἐδέξατο ψῆφον· ἐπειδὴ δὲ καὶ νῦν ἑτέρα πάλιν ἀμφι‐ σβήτησις κατὰ τῆς θείας ἐγήγερται πίστεως, τὴν δευτέραν ταύτην ἐν Ἐφέσωι γενέσθαι σύνοδον ἐθεσπίσαμεν, πάντηι τοῦ κακοῦ τὴν ῥίζαν ἀποτμηθῆναι σπουδάζοντες, ἵνα | |
10 | πανταχόθεν τὴν ταραχὴν ἐκβαλόντες τοῦ δόγματος καθαρὸν τῆς εὐχῆς φυλάττωμεν ἐπὶ τῶν λογισμῶν τὸ δίκαιον καὶ γένηται τοῦτο τῆς πολιτείας ἀσφάλεια καὶ τῶν ἀνθρω‐ πίνων καλῶν. διὰ τοῦτο τοίνυν τήν τε σὴν θαυμασιότητα καὶ Εὐλόγιον τὸν περί‐ βλεπτον τριβοῦνον καὶ νοτάριον πραιτωριανὸν πρὸς τὴν τῆς πίστεως διακονίαν ἐπε‐ λεξάμεθα ὡς ὑπειλημμένους τά τε ἄλλα ὀρθῶς καὶ καθαρῶς τὰ κατὰ τὸ κρεῖττον θρηι‐ | |
15 | σκεύοντας καὶ δυναμένους αὐτούς τε τοῖς ἡμετέροις κελεύσμασιν γνησίως διακονήσασθαι περὶ τῶν ἐν Ἐφέσωι παρὰ τῆς ἁγίας συνόδου πραττομένων καὶ μηδένα θόρυβον μηδα‐ μόθεν συγχωρῆσαι γενέσθαι, ἀλλὰ καὶ εἴ τινα συνίδοιτε ταραχαῖς καὶ θορύβοις χρώμενον ἐπὶ βλάβηι τῆς ἁγιωτάτης πίστεως, τοῦτον ἐν ἀσφαλεῖ ποιήσασθαι καὶ γνωρίσαι ἡμῖν, καὶ ἐν τάξει μὲν προβῆναι τὰ τῆς ὑποθέσεως, παρεῖναι δὲ τῆι κρίσει καὶ παρασκευάσαι | |
20 | ταχεῖαν καὶ ἐπεσκεμμένην τὴν παρὰ τῆς ἁγίας συνόδου δοκιμασίαν γενέσθαι τε καὶ γνω‐ ρισθῆναι ἡμῖν, τῶν πρὶν δικασάντων Εὐτυχεῖ τῶι εὐλαβεστάτωι ἀρχιμανδρίτηι παρόντων μὲν καὶ ἡσυχαζόντων, τάξιν δὲ δικαστῶν μὴ ἐπεχόντων, ἀλλὰ τὴν κοινὴν πάντων τῶν ἄλλων ἁγίων πατέρων περιμενόντων ψῆφον, ἐπειδὴ τὰ παρ’ αὐτῶν κεκριμένα νῦν δοκιμάζεται, μὴ ἐξεῖναι δὲ μηδὲν ἕτερον κινεῖν χρηματικὸν κεφάλαιον, πρὶν ἂν περαιω‐ | |
25 | θῆναι τὰ τῆς ὀρθοδόξου πίστεως. διὰ τοῦτο γὰρ καὶ τὴν πολιτικὴν διὰ τῶν πρὸς τὸν περίβλεπτον ἀνθύπατον γραφέντων καὶ τὴν ἐν τοῖς τόποις ὑμῖν στρατιωτικὴν ἀπενεί‐ μαμεν βοήθειαν, ὥστε ὑμᾶς πρὸς ταῖς οἰκείαις σπουδαῖς καὶ ταύταις ὀχυρωθέντας ταῖς ἐπικουρίαις ἀρκέσαι δυνηθῆναι πρὸς τὴν τῶν προσταχθέντων πλήρωσιν τῶν ἄλλων ἁπάντων καλῶν ἀμείνω τυγχάνουσαν, ὅσωι τὰ θεῖα τῶν ἀνθρωπίνων, καὶ γνώριμα | |
30 | ἡμῖν καταστῆσαι τὰ ἐπὶ ταύτηι τῆι αἰτίαι πραττόμενα. | |
Τῶι αὐτῶι τύπωι Εὐλογίωι τῶι περιβλέπτωι τριβούνωι καὶ νοταρίωι | 72 in vol. 2.1.1 | |
2,1,173 | Βερονικιανὸς ὁ καθωσιωμένος σηκρητάριος τοῦ θείου κονσιστωρίου ἀπὸ τοῦ αὐτοῦ κώδικος ἀνέγνω Θεῖα γράμματα Πρόκλωι τῶι περιβλέπτωι ἀνθυπάτωι Ἀσίας Τῆς μὲν ἤδη γενομένης πρότερον ἐν Ἐφέσωι ἁγίας συνόδου ἡ Νεστορίου τοῦ | |
5 | δυσσεβοῦς πρὸς τὸν θεὸν βλασφημία γέγονεν αἰτία καὶ διὰ τοῦτο τὴν ἀξίαν παρὰ τῶν συνελθόντων ἐκεῖσε ἁγίων πατέρων ἐδέξατο ψῆφον· ἐπειδὴ δὲ καὶ νῦν ἑτέρα πάλιν ἀμ‐ φισβήτησις κατὰ τῆς θείας ἐγήγερται πίστεως, τὴν δευτέραν ταύτην ἐν Ἐφέσωι γενέσθαι σύνοδον ἐθεσπίσαμεν, πάντηι τοῦ κακοῦ τὴν ῥίζαν ἀποτμηθῆναι σπουδάζοντες, ἵνα πανταχόθεν τὴν ταραχὴν ἐκβαλόντες τοῦ δόγματος καθαρὸν τῆς εὐχῆς φυλάττωμεν | |
10 | ἐπὶ τῶν λογισμῶν τὸ δίκαιον καὶ γένηται τοῦτο τῆς πολιτείας ἀσφάλεια καὶ τῶν ἀν‐ θρωπίνων καλῶν. διὰ τοῦτο καὶ Ἐλπίδιον τὸν περίβλεπτον κόμητα τοῦ θείου ἡμῶν συνεδρίου καὶ Εὐλόγιον τὸν περίβλεπτον τριβοῦνον καὶ νοτάριον πρὸς τὴν ὑπόθεσιν ἐπελεξάμεθα ὡς πρέποντας τῆι εὐσεβείαι διακονήσασθαι, ἱκανῶς ἐπὶ ταύτηι μαρτυρη‐ θέντας. οἷς βουλόμεθα πρὸς τὴν χρείαν παρὰ σοῦ συνεισενεχθῆναι βοήθειαν, ταραχὴν | |
15 | μὲν ἐξελάσαι τῶν πραττομένων ἐπιτραπεῖσιν, μηδένα δὲ μηδαμόθεν συγχωρῆσαι γενέσθαι θόρυβον κελευσθεῖσιν παρὰ τῆς ἡμετέρας γαληνότητος, παρ’ ὧν εἰ καταμάθοιμεν ἠμελη‐ κέναι σε τῶν θεσπισθέντων καὶ μὴ πρὸς ἃ βούλονται, διακονήσασθαι, σὴν βλάβην τὴν σὴν ῥαθυμίαν γενέσθαι προστάξομεν. Ὁ αὐτὸς καθωσιωμένος Βερονικιανὸς σηκρητάριος τοῦ θείου κονσιστωρίου ἀπὸ | |
20 | τοῦ αὐτοῦ κώδικος ἀνέγνω Τῆι ἁγιωτάτηι συνόδωι τῆι ἐν Ἐφέσωι. Ἐβουλόμεθα μὲν ἔξω πάσης ταραχῆς τὰς ἁγίας τοῦ θεοῦ ἐκκλησίας καθεστάναι καὶ ὑμᾶς ταῖς ὑμετέραις ἁγιωτάταις ἐκκλησίαις προσκαρτεροῦντας συνήθως τὰ πρὸς τὴν τοῦ κρείττονος θεραπείαν ἱερουργεῖν καὶ μὴ τοσοῦτον ὑμῖν προσγενέσθαι πόνον τε καὶ συντριβήν· ἐπειδὴ δὲ ὁ θεοφιλέστατος ἐπίσκοπος | |
25 | Φλαβιανὸς τινὰ περὶ τῆς ἁγίας πίστεως ἀνακινεῖν ἐβούλετο πρὸς τὸν εὐλαβέστατον ἀρχιμανδρίτην Εὐτυχῆ καὶ κριτήριον συναγαγὼν τινὰ πράττειν ἤρξατο, ἡμεῖς μὲν πολ‐ λάκις ἀποστείλαντες πρὸς τὸν αὐτὸν θεοφιλέστατον ἐπίσκοπον ἠβουλήθημεν ἀναστεῖλαι τὴν κινουμένην ταραχήν, πεπεισμένοι ἀρκεῖν ἡμῖν τὴν παραδοθεῖσαν παρὰ τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι ὀρθόδοξον πίστιν, ἣν καὶ ἡ ἁγία σύνοδος ἡ ἐν Ἐφέσωι ἐβεβαίωσεν· | |
30 | ἐπειδὴ δὲ πολλάκις ἡμῶν δυσωπούντων τὸν αὐτὸν θεοσεβέστατον ἐπίσκοπον ἀποστῆναι τῆς τοιαύτης ζητήσεως, ὥστε μὴ τοῦτο αἴτιον γενέσθαι θορύβου πάσηι τῆι οἰκουμένηι, οὐκ ἠνέσχετο, ἐννοήσαντες ὅτι περ οὔκ ἐστιν ἀσφαλὲς παρεκτὸς τῆς ἁγίας ὑμῶν συνόδου | |
καὶ τῶν πανταχοῦ πρωτευόντων τῶν ἁγίων ἐκκλησιῶν τοιαύτην ζήτησιν περὶ πίστεως | 73 in vol. 2.1.1 | |
2,1,174 | ἀνακινεῖσθαι, ἀναγκαῖον ἐνομίσαμεν συνελθεῖν τὴν ὑμετέραν ἁγιωσύνην, ὥστε ὑμᾶς τὰ πεπραγμένα ἐνταῦθα καταμαθόντας καὶ τὴν κινηθεῖσαν ζήτησιν, πᾶσαν μὲν διαβολικὴν ἐκκόψαι ῥίζαν καὶ τοὺς τὴν τοῦ ἀσεβοῦς Νεστορίου βλασφημίαν ζηλοῦντας ἢ συγκροτοῦν‐ τας ἐκ τῶν ἁγίων ἐκκλησιῶν ἐκβαλεῖν, τὴν δὲ ὀρθόδοξον πίστιν βεβαίαν καὶ ἀσάλευτον | |
5 | τυπῶσαι παραφυλαχθῆναι, ἐπειδήπερ πᾶσα ἡ ἡμετέρα ἐλπὶς καὶ ἡ τῆς ἡμετέρας βασιλείας ἰσχὺς τῆς εἰς τὸν θεὸν ὀρθοδόξου πίστεως ἤρτηται καὶ τῶν ὑμετέρων ἁγίων προσευχῶν. Ὁ αὐτὸς καθωσιωμένος Βερονικιανὸς σηκρητάριος τοῦ θείου κονσιστωρίου ἀπὸ τοῦ αὐτοῦ κώδικος ἀνέγνω Διοσκόρωι τῶι εὐλαβεστάτωι ἐπισκόπωι Ἀλεξανδρείας. Πρώην μὲν Θεοδώρητον | |
10 | τὸν ἐπίσκοπον Κύρου τῆς πόλεως ἐθεσπίσαμεν εἰς τὴν ἁγιωτάτην μὴ ἀπαντῆσαι σύνοδον, μέχρις ἂν τὰ δοκοῦντα ἐπ’ αὐτῶι ἡ ἁγία τυπώσηι σύνοδος, ἀποστραφέντες αὐτὸν ὡς ἐπιχειρήσαντα ἐναντία ἐκθέσθαι οἷς συνέγραψεν περὶ τῆς πίστεως ὁ τῆς ἁγίας μνήμης Κύριλλος ὁ τῆς μεγαλοπόλεως Ἀλεξανδρέων γενόμενος ἐπίσκοπος· ἐπειδὴ δὲ ἐνδέχεται τινὰς τῶν τὰ Νεστορίου φρονούντων ἐπιχειρῆσαι σπουδὴν αὐτῶι συνεισενεγκεῖν εἰς τὸ | |
15 | ἐκ παντὸς τρόπου εἰς τὴν ἁγίαν παραγενέσθαι συνόδον, τούτου ἕνεκα ἀναγκαῖον ἡγησά‐ μεθα τοῖσδε τοῖς θείοις γράμμασιν χρήσασθαι πρὸς τὴν σὴν θεοσέβειαν, δι’ ὧν δῆλον ποιοῦμεν τῆι τε σῆι θεοσεβείαι καὶ πάσηι τῆι ἁγίαι συνόδωι ὅτιπερ ἡμεῖς ἑπόμενοι τοῖς κανόσι τῶν ἁγίων πατέρων οὐ μόνον ἕνεκα Θεοδωρήτου, ἀλλὰ καὶ τῶν ἄλλων πάντων τῶν ἀνηκόντων τῆι νῦν συναθροιζομένηι ἁγίαι συνόδωι τὴν αὐθεντίαν καὶ τὰ πρωτεῖα | |
20 | τῆι σῆι θεοσεβείαι παρέχομεν, ἐπιστάμενοι ἀκριβῶς ὡς καὶ ὁ θεοσεβέστατος ἀρχιεπίσκοπος Ἱεροσολύμων Ἰουβενάλιος καὶ ὁ θεοσεβέστατος ἀρχιεπίσκοπος Θαλάσσιος καὶ πᾶς τοιοῦτος θερμὸς τῆς ὀρθοδοξίας ἐραστὴς καὶ ζηλωτὴς ὁμογνώμονες ἔσονται τῆι σῆι ἁγιωσύνηι ἐκλαμπούσηι διὰ τὴν τοῦ θεοῦ χάριν ἐπί τε τῆι τοῦ βίου σεμνότητι καὶ τῆι ὀρθοτάτηι πίστει. τοὺς γὰρ κατά τι προσθήκην τινὰ ἢ μείωσιν τῶν ἐκτεθέντων περὶ | |
25 | τῆς πίστεως παρὰ τῶν ἁγίων ἐν Νικαίαι πατέρων καὶ μετὰ ταῦτα ἐν Ἐφέσωι ἐπιχειρή‐ σαντας εἰπεῖν οὐδεμίαν παντελῶς παρρησίαν ἐν τῆι ἁγίαι συνόδωι ἔχειν ἀνεχόμεθα, ἀλλὰ καὶ ὑπὸ τὴν ὑμετέραν εἶναι κρίσιν βουλόμεθα, ἐπειδὴ καὶ τούτου ἕνεκα καὶ νῦν τὴν ἁγίαν σύνοδον συγκροτηθῆναι διετυπώσαμεν. Τῶι αὐτῶι τύπωι [ἐγράφη] καὶ Ἰουβεναλίωι τῶι εὐλαβεστάτωι ἐπισκόπωι Ἱερο‐ | |
30 | σολύμων | 74 in vol. 2.1.1 |
2,1,175 | Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος τῆς Ἀλεξανδρέων εἶπεν· Ἐπήκουσεν ἡ ὑμετέρα φιλανθρωπία ὡς οὐκ ἐμοὶ μόνωι ὁ θειότατος ἡμῶν βασιλεὺς ἐπέτρεψεν τὴν κρίσιν, ἀλλὰ καὶ τῶι θεοσεβεστάτωι ἐπισκόπωι Ἰουβεναλίωι καὶ τῶι ὁσιωτάτωι ἐπισκόπωι Θαλασσίωι τὴν αὐθεντίαν τῆς συνόδου δέδωκεν. ἡμεῖς τοίνυν ἐκρίναμεν τὰ κεκριμένα, | |
5 | συνήινεσεν ἡμῖν πᾶσα ἡ σύνοδος· διὰ τί εἰς ἐμὲ μόνον ἀποτείνονται οὗτοι; ὅτι ἡ αὐθεντία ἐπίσης ἐδόθη τοῖς τρισὶν καὶ τοῖς κεκριμένοις παρ’ ἡμῶν συνήινεσεν, ὡς εἶπον, πᾶσα ἡ σύνοδος καὶ κατέθετο οἰκείαις φωναῖς καὶ ὑπέγραψεν καὶ ἀνηνέχθη τῶι εὐσεβεστάτωι βασιλεῖ τῶι τῆς θείας λήξεως Θεοδοσίωι καὶ ἐβεβαίωσεν πάντα τὰ κεκριμένα παρὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου νόμωι γενικῶι. | |
10 | Οἱ Ἀνατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐξεβόησαν· Οὐδεὶς συνήι‐ νεσεν, βία ἐγένετο, βία μετὰ πληγῶν. εἰς ἄγραφον χάρτην ὑπεγράψαμεν. καθαί‐ ρεσις ἡμῖν ἠπειλήθη. ἐξορία ἡμῖν ἠπειλήθη. στρατιῶται μετὰ βάκλων καὶ ξιφῶν ἐπέστησαν καὶ τὰ βάκλα καὶ τὰ ξίφη ἐφοβήθημεν. φοβούμενοι ὑπεγράψαμεν. ὅπου ξίφη καὶ βάκλα, ποία σύνοδος; στρατιώτας διὰ τοῦτο ἔλαβεν. τὸν φονέα ἔξω βάλε. | |
15 | Φλαβιανὸν στρατιῶται καθεῖλον. Οἱ Αἰγύπτιοι καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐξεβόησαν· Αὐτοὶ πρῶτοι ὑπέγραψαν, κληρικοὶ νῦν διὰ τί κράζουσιν; ἡ σύνοδος ἐπισκόπων ἐστίν, οὐχὶ κληρικῶν. τοὺς περισσοὺς ἔξω βάλε. οἱ ὑπογράψαντες εἰς μέσον ἔλθωσιν· μεθ’ ὑμᾶς ἡμεῖς ὑπεγράψαμεν. | |
20 | Στέφανος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἐφέσου εἶπεν· Ὅτι βίαι καὶ ἀνάγκηι γέγονεν τὰ γεγονότα, θεὸς μαρτυρεῖ καὶ ὅτι μὴ θέλοντες εἰς τὴν καθαίρεσιν τοῦ μακαρίου Φλα‐ βιανοῦ ὑπεγράψαμεν, θεὸς μαρτυρεῖ. καὶ γὰρ πάντας τοὺς κληρικοὺς αὐτοῦ ἐν τῆι Ἐφεσίων μητροπόλει παραγενομένους ἐπίσκοπος ὢν ἐδεξάμην καὶ ἐκοινώνησα αὐτοῖς καὶ πᾶσαν εὔνοιαν εἰς αὐτοὺς ἐπεδειξάμην. | |
25 | Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Τίς ὑμᾶς ἐβιάσατο; Στέφανος ὁ εὐλαβέστατος ἐπίσκοπος τῆς Ἐφεσίων εἶπεν· Ὡς ἔτι ἐδεξάμην εἰς κοινωνίαν Ἐλπίδιον τὸν πρεσβύτερον καὶ τοὺς ἄλλους διακόνους καὶ τὸν ἐπίσκοπον Εὐσέβιον (οἶδεν δὲ καὶ αὐτὸς ὁ ἐπίσκοπος Εὐσέβιος ὅτι ἐδεξάμην αὐτούς), ἐπῆλθόν μοι εἰς τὸ ἐπισκοπεῖον Ἐλπίδιος καὶ Εὐλόγιος καὶ στρατιῶται καὶ οἱ μονάζοντες Εὐτυχέος, | |
30 | ὀνόματα ὡς τριακόσια, καὶ ἔμελλόν με φονεύειν λέγοντες ὅτι τοὺς ἐχθροὺς τοῦ βασιλέως ἐδέξω, ἐχθρὸς εἶ τοῦ βασιλέως. λέγω· ἐγὼ ξενοδόχος εἰμί, οὐδὲν ἐπικοινωνῶ τῶι πράγ‐ ματι· ἐγὼ οὐκ ἠδυνάμην ἀκοινωνήτους ποιῆσαι τοὺς κοινωνικοὺς ἐλθόντας. καὶ οὕτω βίαι καὶ ἀνάγκηι γέγονεν πάντα. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Διόσκορος ὁ εὐλαβέστα‐ | |
35 | τος βίαν σοι ἐποίησεν; Στέφανος ὁ εὐλαβέστατος ἐπίσκοπος τῆς Ἐφεσίων πόλεως εἶπεν· Πάντες οἱ αὐτοῦ | |
καὶ οἱ κόμητες· οὐ συνεχωρήθην ἐξελθεῖν ἀπὸ τῆς ἐκκλησίας τοῦ σηκρήτου, ἕως ὅτου | 75 in vol. 2.1.1 | |
2,1,176 | ὑπέγραψα γνώμηι Διοσκόρου καὶ Ἰουβεναλίου καὶ τοῦ κύρου Θαλασσίου καὶ τῶν ἄλλων ἐπισκόπων οἷς ἐγράφη. Θαλάσσιος ὁ εὐλαβέστατος ἐπίσκοπος τῆς Καισαρέων πόλεως εἶπεν· Εἰς τὴν σάκραν ἐτέθην μὲν ἐγώ, οὐκ ἤιδειν δὲ πῶς ἐτέθην. ὅμως ἐν τῶι γίνεσθαι τινὰ ἐγὼ [καὶ] ἐκώ‐ | |
5 | λυσα καὶ ἠθέλησα ὑπερθέσθαι καὶ ἐσπούδασα, καὶ εἰσὶν μάρτυρες. Θεόδωρος ὁ εὐλαβέστατος ἐπίσκοπος Κλαυδιουπόλεως Ἰσαυρίας εἶπεν· Διόσκορος καὶ Ἰουβενάλιος καὶ ὅσοι πρῶτοι ὑπέγραψαν, οἷς ἐπέτρεψεν ὁ δεσπότης τῆς οἰκουμένης ὡς ὀρθοδόξοις διακρίνειν τὰ τῆς πίστεως, διασκευασάμενοι πονηροὺς παρ’ ἑαυτοῖς λογισ‐ μοὺς ἡμᾶς τοὺς ἐπ’ ἀκεραίωι καθημένους εἰσήγαγον ὥσπερ κριτάς, ἀνθρώπους ἠγνοηκότας | |
10 | τὸ πρᾶγμα. καὶ ἀνεγινώσκετο μὲν τὰ ὑπομνήματα καὶ εὐφημεῖτο ὁ τῆς μακαρίας μνήμης Φλαβιανός, μεταξὺ δὲ τῶν εὐφημιῶν ἡμεῖς ἐσιωπῶμεν ὡς καλῶς πεπραγμένων τῶν πραχθέντων. μετὰ δὲ ταῦτα, ἵνα ἡμᾶς πτοήσωσιν, ἀνεβόησαν τὴν παραπλησίαν Νεστορίου αἵρεσιν ἐπιφημίσαντες ἡμῖν· εἰς δύο ποιήσατε τοὺς λέγοντας δύο φύσεις· τοὺς τὰς δύο λέγοντας διχάσατε ἀνέλετε ἐκβάλετε, ἵνα τῶι φόβωι τῆς Νεστοριανῆς κακο‐ | |
15 | δοξίας μὲ ὡς ὀρθόδοξοι κριθῶμεν, ἀλλ’ ὡς αἱρετικοὶ κατακριθῶμεν. καὶ ἕκαστος ἐδε‐ δοίκει μὴ ἐκβληθεὶς ὡς αἱρετικὸς ἀπολέσοι οὓς ἐβάπτισεν, καὶ οὐκ ἦν αὐτῶι ὁ κίνδυνος, ἀλλ’ ἢ τῶν βαπτισθέντων ἦν τῶν πιστευσάντων τῶι Χριστῶι. καὶ οὐκ ἔδει μὲν ἡμᾶς σιωπῆσαι τότε, ἔπειτα καὶ ἄλλο ἐποίησαν. ἐκελεύσθη παρὰ τοῦ δεσπότου τῆς οἰκου‐ μένης ἡ σύνοδος πρῶτον τὰ περὶ Φλαβιανοῦ κρῖναι. οὗτοι πολλὰς ἐν ταὐτῶι συνόδους | |
20 | ποιήσαντες καὶ οὐχ ὑπογράψαντες οὐδὲ προγράψαντες τὰ δεδογμένα οὐδὲ ἀναγνόντες τινὶ οὐδὲ εἰδότων τινῶν προσήνεγκαν ἡμῖν ἀγράφους χάρτας Διόσκορος καὶ Ἰουβενάλιος, πλῆθος ἔχοντες ἀτάκτων ἀνθρώπων, βοώντων πολλῶν καὶ θορυβούντων καὶ κατα‐ σειόντων τὴν σύνοδον. ἑκατὸν τριάκοντα πέντε ἦμεν οἱ πάντες, τεσσαρακονταδύο ἐκελεύσθησαν σιωπῆσαι, οἱ λοιποὶ ἦσαν Διόσκορος καὶ Ἰουβενάλιος καὶ πλῆθος ἀτάκτων, | |
25 | ἦμεν λοιπὸν δεκαπέντε ἄνθρωποι. τί εἴχομεν ποιῆσαι; εἰς τὸ αἷμα ἡμῶν ἔπαιξαν οὗτοι· αἱρετικοὶ ὄντες μίαν φωνὴν ἔλεγον πάντες· κατεπτόησαν ἡμᾶς· αἱρετικοὺς ἡμᾶς εἶπον καὶ ἐξεβλήθημεν ὡς αἱρετικοί. Οἱ Ἀνατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐξεβόησαν· Ταῦτα πάντες λέγομεν, ταῦτα οὕτως ἔχει. | |
30 | Οἱ Αἰγύπτιοι καὶ οἱ μετ’ αὐτῶν εὐλαβέστατοι ἐπίσκοποι ἐξεβόησαν· Χριστιανὸς οὐδένα φοβεῖται. ὀρθόδοξος οὐδένα φοβεῖται. πῦρ τεθῆι, καὶ μανθάνομεν. εἰ ἀνθρώπους ἐφοβοῦντο, μάρτυρες οὐκ ἦσαν. Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ἐπειδὴ λέγουσιν μὴ ἀκηκόεναι τῶν κεκριμένων καὶ τετυπωμένων, ἀλλ’ ἁπλῶς εἰς χάρτην ὑπογράψαι καθα‐ | |
35 | ρὸν ἐπιδεδομένον αὐτοῖς, μάλιστα μὲν οὐκ ἐχρῆν αὐτοὺς ὑπογράψαι μὴ πεπληροφορη‐ | |
μένους ἐφ’ οἷς εἴρηκεν ἡ σύνοδος, ἐπειδὴ περὶ πίστεως ἦν ὁ λόγος· ἐπειδὴ δὲ αἰτιῶνται | 76 in vol. 2.1.1 | |
2,1,177 | ὡς χάρτου καθαροῦ δεδομένου αὐτοῖς εἰς ὑπογραφήν, τίς καὶ τὰς διαλαλιὰς αὐτῶν ἐτύπωσεν, αὐτοὺς εἰπεῖν ἀξιῶ προστάξαι τὴν ὑμετέραν μεγαλοπρέπειαν. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Τὰ πεπραγμένα ἀνα‐ γινωσκέσθω. | |
5 | Κωνσταντῖνος ὁ καθωσιωμένος μαγιστριανὸς καὶ βοηθὸς τῶν θείων σηκρήτων ἀπὸ σχεδαρίου ἐπιδοθέντος παρὰ Ἀετίου ἀρχιδιακόνου τῆς κατὰ τὴν βασιλεύουσαν Κωνσταντινούπολιν ἁγιωτάτης ἐκκλησίας ἀνέγνω Θεῖον γράμμα καταπεμφθὲν πρὸς Διόσκορον τὸν εὐλαβέστατον ἐπίσκοπον περὶ τοῦ παραγενέσθαι ἐν τῆι κατ’ Ἔφεσον συνόδωι, ὅπερ ἀνωτέρω ἐντέτακται ‘ἀπὸ | |
10 | κώδικος ἀνέγνω‘ Ὁ αὐτὸς ἀπὸ τοῦ αὐτοῦ σχεδαρίου ἀνέγνω Τοῖς μετὰ τὴν ὑπατείαν Ζήνωνος καὶ Ποστουμιανοῦ τῶν λαμπροτάτων τῆι πρὸ ἓξ Εἰδῶν Αὐγούστων, ἥτις ἐστὶν κατ’ Αἰγυπτίους Μεσορὶ ιε, ἰνδικτιῶνι τρίτηι συνόδου συγκροτηθείσης ἐν τῆι Ἐφεσίων μητροπόλει ἐκ θεσπίσματος τῶν | |
15 | θεοφιλεστάτων καὶ φιλοχρίστων βασιλέων καὶ καθεσθέντων ἐν τῆι ἁγιωτάτηι ἐκκλησίαι τῆι καλουμένηι Μαρίαι τῶν θεοφιλεστάτων καὶ ὁσιωτάτων ἐπισκόπων Διοσκόρου Ἀλεξανδρείας καὶ Ἰουλίου ἐπισκόπου ἐπέχοντος τὸν τόπον τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἐπισκόπου τῆς Ῥωμαίων ἐκκλησίας Λέοντος | |
20 | Καὶ ἐν τῶι ἀναγινώσκεσθαι οἱ Ἀνατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐξεβόησαν· Ἐξεβλήθη, οὐδεὶς κατεδέξατο τὸ ὄνομα Λέοντος. Κωνσταντῖνος ὁ καθωσιωμένος σηκρητάριος ἐκ τοῦ αὐτοῦ σχεδαρίου ἀνέγνω τὰ ἑξῆς καὶ Ἰουβεναλίου Ἱεροσολύμων | |
25 | καὶ Δόμνου Ἀντιοχείας καὶ Φλαβιανοῦ Κωνσταντινουπόλεως Καὶ ἐν τῶι ἀναγινώσκεσθαι οἱ Ἀνατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπί‐ σκοποι ἐξεβόησαν· Φλαβιανὸς ὡς κατάκριτος εἰσῆλθεν. αὕτη ὁμολογουμένη συκο‐ | |
30 | φαντία. Φλαβιανὸς ἐν τῶι ἰδίωι τόπωι διὰ τί οὐκ ἐκαθέσθη; τὸν Κωνσταντινου‐ | |
πόλεως ἐπίσκοπον διὰ τί πέμπτον ἔταξαν; | 77 in vol. 2.1.1 | |
2,1,178 | Πασκασῖνος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Ἴδε ἡμεῖς θεοῦ θέλοντος τὸν κύριν Ἀνατόλιον πρῶτον ἔχομεν· οὗτοι πέμπτον ἔταξαν τὸν μακάριον Φλαβιανόν. Διογένης ὁ εὐλαβέστατος ἐπίσκοπος ἐκκλησίας Κυζίκου εἶπεν· Ἐπειδὴ ὑμεῖς τοὺς κανόνας οἴδατε. | |
5 | Οἱ Αἰγύπτιοι καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐξεβόησαν· Δεόμεθα, τοὺς περισσοὺς ἔξω βάλε. ὁ βασιλεὺς ἐπισκόπους ἐκάλεσεν. ἡ σύνοδος ἐπισκόπων ἐστίν. περισσοὶ διὰ τί κράζουσιν; Θεόδωρος ἐπίσκοπος Κλαυδιουπόλεως Ἰσαυρίας εἶπεν· Οἱ νοτάριοι Διοσκόρου κράζουσιν. | |
10 | Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Δύο νοταρίους ἔχω μόνον· οἱ δύο θόρυβον πῶς ποιοῦσιν; Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Τὰ ἑξῆς ἀναγινωσκέσθω. Κωνσταντῖνος ὁ καθωσιωμένος σηκρητάριος τοῦ θείου κονσιστωρίου ἀπὸ τοῦ αὐτοῦ σχεδαρίου ἀνέγνω τὰ ἑξῆς | |
15 | καὶ Στεφάνου τῆς Ἐφεσίων καὶ Θαλασσίου Καισαρείας Καππαδοκίας πρώτης καὶ Εὐσεβίου Ἀγκύρας Γαλατίας πρώτης καὶ Ἰωάννου Σεβαστείας Ἀρμενίας πρώτης καὶ Κύρου Ἀφροδισιάδος τῆς Καρίας | |
20 | καὶ Ἐρασιστράτου Κορίνθου τῆς Ἑλλάδος καὶ Κυντίλλου Ἡρακλείας ἐπέχοντος καὶ τὸν τόπον Ἀναστασίου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Θεσσαλονικέων καὶ Μελιτίου Λαρίσσης ἐπέχοντος καὶ τὸν τόπον Δόμνου τοῦ εὐλαβεστάτου ἐπι‐ σκόπου τῆς Ἀπαμέων | |
25 | καὶ Κυριακοῦ ἐπισκόπου Τροκνάδων ἐπέχοντος τὸν τόπον Θεοκτίστου τοῦ εὐλα‐ βεστάτου ἐπισκόπου Πισινοῦντος Γαλατίας δευτέρας καὶ Διογένους Κυζίκου καὶ Βασιλείου Σελευκείας τῆς Ἰσαυρίας καὶ Ἰωάννου Ῥόδου | |
30 | καὶ Θεοδώρου Ταρσοῦ καὶ Ῥωμανοῦ Μύρων τῆς Λυκίας καὶ Φωτίου Τύρου καὶ Θεοδώρου Δαμασκοῦ καὶ Ἰουλιανοῦ Ταβίας | |
35 | καὶ Φλωρεντίου Λυδῶν | 78 in vol. 2.1.1 |
2,1,179 | καὶ Μαρινιανοῦ Συννάδων καὶ Μουσωνίου Νύσης καὶ Κωνσταντίου Βόστρας καὶ Ἰωάννου Νικοπόλεως Ἀρμενίας πρώτης | |
5 | καὶ Ἀκακίου Ἀριαραθείας δευτέρας Ἀρμενίας ἐπέχοντος τὸν τόπον Κωνσταντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Μελιτηνῆς καὶ Στεφάνου Ἱερᾶς πόλεως καὶ Ἀττικοῦ Νικοπόλεως Ἠπείρου παλαιᾶς καὶ Εὐσταθίου Βηρυτοῦ | |
10 | καὶ Νουνεχίου Λαοδικείας Τριμιταρίας καὶ Ὀλυμπίου Κωνσταντίας τῆς Κύπρου καὶ Κανδιδιανοῦ Ἀντιοχείας τῆς Πισιδίας καὶ Στεφάνου Ἀναζάρβων καὶ Γεροντίου Σελευκείας Συρίας | |
15 | καὶ Ῥουφίνου Σαμοσάτων καὶ Ἰνδίμου Εἰρηνουπόλεως καὶ Τιμοθέου Βαλανέων καὶ Θεοδοσίου Κανώθας καὶ Εὐτυχίου Ἀδριανουπόλεως Ἠπείρου παλαιᾶς | |
20 | καὶ Κλαυδίου Ἀγχιεσμοῦ Ἠπείρου παλαιᾶς καὶ Συμεῶνος Ἀμίδης Μεσοποταμίας καὶ Ἡλία Ἀδριανουπόλεως καὶ Σελεύκου Ἀμασείας καὶ Πέτρου Γαγγρῶν | |
25 | καὶ Λουκᾶ Δυρραχίου καὶ Ἀντωνίου Λυχνίδου καὶ Μάρκου Εὐροίας καὶ Βιγιλαντίου Λαρίσσης καὶ Βασιλείου Τραιανουπόλεως ἐπαρχίας Ῥοδόπης | |
30 | καὶ Δοκιμασίου Μαρωνείας ἐπαρχίας Ῥοδόπης καὶ Κωνσταντίνου Δημητριάδος καὶ Ἀλεξάνδρου Σεβαστῆς τῆς Ταρσοῦ καὶ Σώιζοντος Φιλίππων καὶ Εὐσεβίου Δοβήρου Μακεδονίας πρώτης | |
35 | καὶ Μαξιμιανοῦ Σερρέων Μακεδονίας πρώτης | |
καὶ Ἑρμογένους Κασανδρείας Μακεδονίας πρώτης | 79 in vol. 2.1.1 | |
2,1,180 | καὶ Λουκᾶ Βεροίας Μακεδονίας πρώτης καὶ Διογενιανοῦ Ῥεμεσιανῆς τῆς Δακίας καὶ Ἰωάννου τῆς Μεσσήνης τῆς Ἀχαίας καὶ Οὐρανίου Ἱμερίας ἐπαρχίας Ὀσδροηνῆς | |
5 | καὶ Ἀθανασίου Ὀποῦντος τῆς Ἀχαίας καὶ Θεοδώρου Κλαυδιουπόλεως τῆς Ἰσαυρίας καὶ Λεοντίου Ἀσκάλωνος καὶ Φωτεινοῦ Λύδδης καὶ Ἀναστασίου Ἀρεοπόλεως | |
10 | καὶ Θεοδοσίου Ἀμαθοῦντος καὶ Παύλου Μαιουμᾶ καὶ Ζωσίμου Μινωίδος καὶ Ἐπιφανίου Πέργης καὶ Βαρουχίου Σωιζούσης Παλαιστίνης | |
15 | καὶ Ἡρακλείου Ἀζώτου καὶ Ἰωάννου Τιβεριάδος καὶ Μουσωνίου Ζοόρων καὶ Διονυσίου Συκαμαζόνος καὶ Καιούμου Φαεινοῦς | |
20 | καὶ Αἰθερίχου Σμύρνης καὶ Κωνσταντίου Σεβαστῆς καὶ Ζεβένου Πέλλης καὶ Ἀλυπίου Βακάθων καὶ Πολυχρονίου Ἀντιπατρίδος | |
25 | καὶ Παγκρατίου Λιβιάδος καὶ Αὐξιλάου Σαρακηνῶν τῶν ὑποσπόνδων καὶ Δομνίνου Πλαταιῶν τῆς Ἑλλάδος καὶ Θεοδοσίου Μασταύρων καὶ Κυριακοῦ Αἰγάης | |
30 | καὶ Φλαβιανοῦ Ἀτραμυττίου καὶ Κυριακοῦ Λεβέδου καὶ Λεοντίου Μαγνησίας Μαιάνδρου καὶ Εὐτροπίου Περγάμου τῆς Ἀσίας καὶ Γενναδίου Τηίων | |
35 | καὶ Ὀλυμπίου Εὐάζων καὶ Μαξίμου Τράλλεων | |
καὶ Ἰουλιανοῦ Ὑπαίπων | 80 in vol. 2.1.1 | |
2,1,181 | καὶ Χρυσανθίου δαγη καὶ Πολυκάρπου Γαβάλων καὶ Παύλου Τριπόλεως Λυδίας καὶ Μελιφθόγγου Ἰουλιουπόλεως | |
5 | καὶ Ὀνησιφόρου Ἰκονίου καὶ Δοκιμασίου Μαρωνείας καὶ Λογγίνου Χερσονήσου καὶ Εὐδοξίου Βοσπόρων καὶ Τιμοθέου Πριμουπόλεως τῆς Παμφυλίας | |
10 | καὶ Θεοπέμπτου Καβάσων καὶ Καλοσιρίου Ἀρσινοίτου καὶ Ἰωάννου Ἡφαίστου καὶ Ἡρακλείδου Ἡρακλέως καὶ Ἰσαὰκ Ἑλεαρχίας | |
15 | καὶ Γεμελλίνου Ἐρυθροῦ καὶ Ἀπολλωνίου Τάνεως καὶ Γενναδίου Ἑρμουπόλεως μεγάλης καὶ Κύρου Βαβυλῶνος καὶ Ἀθανασίου Βουσίριδος | |
20 | καὶ Θεοφίλου Κλεοπατρίδος καὶ Πασμηίου Παράλου καὶ Φωτεινοῦ Τευχείρων καὶ Σωσίου Σωιζούσης καὶ Θεοδούλου Τησιλα | |
25 | καὶ Θεοδώρου Βάρκης καὶ Ῥούφου Κυρήνης καὶ Ζήνωνος Ῥινοκορούρων καὶ Λουκίου Ζύγρων καὶ Αὐσονίου Σεβεννύτου | |
30 | καὶ Ἰσαὰκ Ταύα καὶ Φιλοκάλου Ζαγυλέων καὶ Ἡσαίου Ἑρμουπόλεως μικρᾶς καὶ Βαρσουμᾶ πρεσβυτέρου καὶ ἀρχιμανδρίτου καὶ Λογγίνου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Δωροθέου ἐπισκόπου Νεοκαι‐ | |
35 | σαρείας καὶ Ἀνθίμου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Πατρικίου ἐπισκόπου Τυάνων | |
Καππαδοκίας δευτέρας | 81 in vol. 2.1.1 | |
2,1,182 | καὶ Ἀρίστωνος πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Εὐνομίου ἐπισκόπου Νικο‐ μηδείας καὶ Ὀλυμπίου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Καλογήρου ἐπισκόπου Κλαυ‐ διουπόλεως τῆς Ποντικῆς | |
5 | καὶ Ἱλάρου διακόνου Ῥώμης καὶ Δουλκιτίου νοταρίου Ῥώμης Ἰωάννης πρεσβύτερος Ἀλεξανδρείας καὶ πρῶτος νοταρίων εἶπεν· Ἔδοξεν καὶ νῦν τοῖς εὐσεβέσιν καὶ φιλοχρίστοις ἡμῶν βασιλεῦσιν θεσπίσαι τὴν ἁγίαν ὑμῶν καὶ μεγάλην σύνοδον ἐνταῦθα συνδραμεῖν ἐφ’ ὧι τε τὰ ἀναφυέντα ἀρτίως περὶ τῆς ὀρθῆς ἡμῶν καὶ | |
10 | ἀμωμήτου πίστεως ζητῆσαι καὶ ταῦτα ῥιζόθεν ἀνασπάσαι, ὡς ἂν μὴ ἕλκοντα καὶ ἀνθέλ‐ κοντα τῶν ἀκεραιοτάτων ἔσθ’ ὅτε τινὰς τοῖς τῆς κακοπιστίας καὶ πλάνης ἐμβάληι βό‐ θροις. τοσοῦτον αὐτοῖς εὐσεβείας μέλει καὶ τοῦ χρῆναι τηρεῖσθαι διηνεκῶς ἀρραγῆ καὶ ἀσάλευτα τὰ ἐκτεθέντα περὶ τῆς ὀρθοδόξου θρηισκείας ἡμῶν πρώην μὲν παρὰ τῶν ἐν Νικαίαι συνελθόντων μακαριωτάτων πατέρων, βεβαιωθέντα δὲ ἔναγχος παρὰ τῶν | |
15 | ἐν ταύτηι τῆι πόλει συναγηγερμένων, οἳ τοσοῦτον ἑαυτοῖς ὡμολόγησάν τε καὶ συν‐ ηνέχθησαν, ὡς μηδὲν παντελῶς φρονῆσαι ἢ ὁρίσαι τὸ διάφορον. μετὰ χεῖρας ἡμῖν αἱ εὐαγεῖς συλλαβαὶ καὶ αὐτὸ τοῦτο ὑποβάλλομεν πρὸς τὸ παριστάμενον τῆι ὑμετέραι ἁγιότητι. Διόσκορος [ὁ εὐλαβέστατος] ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ἀναγινωσκέσθω τὸ | |
20 | εὐσεβὲς καὶ θεοφιλὲς τῶν φιλοχρίστων βασιλέων γράμμα τὸ ἀποδοθὲν πρὸς ἕκαστον τῶν μητροπολιτῶν καὶ προλαμπέτω τῶν πραχθησομένων ὑπομνημάτων. Ἰωάννης πρεσβύτερος καὶ πρῶτος νοταρίων ἀνέγνω Αὐτοκράτορες Καίσαρες Θεοδόσιος καὶ Οὐαλεντινιανὸς νικηταὶ τροπαιοῦχοι μέ‐ γιστοι ἀεισέβαστοι αὔγουστοι Διοσκόρωι. Ἅπασι δῆλον καθέστηκεν ὅτιπερ ἡ | |
25 | τῆς ἡμετέρας πολιτείας κατάστασις καὶ πάντα τὰ ἀνθρώπινα τῆι περὶ τὸ θεῖον εὐσεβείαι συνέχεται καὶ κρατύνεται καὶ τὰ λοιπὰ ἃ προτέτακται Ἰούλιος ἐπίσκοπος ἐπέχων τὸν τόπον τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς Ῥω‐ μαίων ἐκκλησίας Λέοντος ἑρμηνεύοντος αὐτὸν Φλωρεντίου ἐπισκόπου Λυδῶν εἶπεν· Τῶι ὁμοίωι τύπωι παρὰ τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων βασιλέων ὁ ἁγιώτατος | |
30 | ἡμῶν πάπας ὁ τῆς Ῥωμαίων ἐκκλησίας Λέων ἡγούμενος ἐκλήθη. | 82 in vol. 2.1.1 |
2,1,183 | Ἵλαρος διάκονος Ῥώμης ἑρμηνεύοντος αὐτὸν Φλωρεντίου ἐπισκόπου Λυδῶν εἶπεν· Ὁ ἐνδοξότατος καὶ Χριστιανικώτατος [ἡμῶν] βασιλεὺς σχέσει τῆι περὶ τὴν ὀρθοδοξίαν καὶ διαθέσει τὸν μακαριώτατον ἐπίσκοπον ἡμῶν Λέοντα τὸν τῆς ἀποστολικῆς καθέδρας, ἵνα τούτωι τῶι προσκυνητῶι καὶ ἁγίωι συλλόγωι παρῆι, πέμψας προσκυνητὰ γράμματα | |
5 | παρακέκληκεν. οὗτινος τῆι εὐσεβείαι ἀρέσαι ἠδύνατο, εἰ τούτου τοῦ πράγματος ἡγεῖτό τι ὑπόδειγμα. εἰ γὰρ καὶ κρεῖσσον τοῦτο, ἀλλὰ κατανοεῖ ἡ ὑμετέρα ἁγιωσύνη ὡς οὔτε ἐν τῆι Νικαέων οὔτε ἐν τῆι Ἐφεσίων ἁγίαι συνόδωι οὔτε ἐν ἄλλωι τοιούτωι ἁγίωι συλλόγωι ὁ πάπας τοῦ ἁγιωτάτου θρόνου ἐπέστη, ὅθεν οὗτινος τύπου τῆι συν‐ ηθείαι ἐξακολουθήσας ἡμᾶς ἐξαπέστειλεν, ὅστις ἁγιώτατος ἑαυτὸν οὐκ ἀμφέβαλεν ἐν | |
10 | ἡμῖν διατρίβειν ἐνταῦθα, οὓς μάλιστα ἐπίσταται πάντα ὅσα πρὸς τὴν τῆς πίστεως τῆς καθολικῆς ἀκεραιότητα καὶ ὅσα ἀνήκει πρὸς τὴν εἰς τὸν ἁγιώτατον ἀπόστολον Πέτρον εὐλάβειαν, πάντα πράττειν. οὗτος τοίνυν δι’ ἡμῶν πρὸς τὴν ὑμετέραν μακαριότητα ἁρμόζοντα τῆι συνόδωι τῶν ἁγίων πατέρων ἀπέστειλε γράμματα, ἅπερ ὑποδεχθέντα ἀναγνωσθῆναι προστάξατε. | |
15 | Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ὑποδεχθήτω τὰ γραφέντα πρὸς τὴν ἁγίαν ταύτην καὶ οἰκουμενικὴν σύνοδον παρὰ τοῦ ὁσιωτάτου ἀδελφοῦ ἡμῶν καὶ συνεπισκόπου Λέοντος. Καὶ ὑποδεχθέντων αὐτῶν Ἰωάννης πρεσβύτερος καὶ πρῶτος νοταρίων εἶπεν· Ἕτερον εὐσεβὲς θέσπισμα ἀπεδόθη τῶι ἁγιωτάτωι καὶ θεοφιλεστάτωι ἀρχιεπισκόπωι | |
20 | ἡμῶν Διοσκόρωι, ὃ καὶ αὐτὸ μετὰ χεῖρας ἡμῖν ἐστι πρὸς τὸ παριστάμενον τῆι ὑμετέραι ἁγιότητι. Ἰουβενάλιος ἐπίσκοπος Ἱεροσολύμων εἶπεν· Ἀναγινωσκέσθω καὶ ἐμφερέσθω τῆι πίστει τῶν ὑπομνημάτων. Καὶ ἐν τῶι ἀναγινώσκεσθαι Ἀέτιος ἀρχιδιάκονος Κωνσταντινουπόλεως εἶπεν· | |
25 | Οὔτε ὑπεδέχθη ἡ ἐπιστολὴ τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου Λέοντος οὔτε ἀνεγνώσθη. Οἱ Ἀνατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐξεβόησαν· Οὐκ ἀνε‐ γνώσθη ἡμῖν ἡ ἐπιστολή. εἰ ἀνεγνώσθη, πάντως καὶ ἐμφέρεται. Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος Δορυλαίου εἶπεν· Οὐκ ἀνεγνώσθη, ἀλλὰ παρακατέσχεν τὴν ἐπιστολὴν τὴν συνοδικήν. | |
30 | Ἀέτιος ἀρχιδιάκονος Κωνσταντινουπόλεως εἶπεν· Οὔτε ὑπεδέχθη ἡ ἐπιστολὴ οὔτε ἀνεγνώσθη. καὶ ἑπτάκις ὤμοσεν ἐπὶ πάντων ποιεῖν ταύτην ἀναγνωσθῆναι | |
καὶ οὐκ ἀνεγνώσθη καὶ ἐπιώρκησεν ὅ τι ὤμοσεν. | 83 in vol. 2.1.1 | |
2,1,184 | Θεόδωρος ὁ εὐλαβέστατος ἐπίσκοπος Κλαυδιουπόλεως Ἰσαυρίας εἶπεν· Ὅτι ὤμοσεν, πάντες οἴδαμεν· ὅτι δὲ οὐκ ἀνεγνώσθη, ὁμολογοῦμεν. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Οἱ εὐλαβέστατοι ἐπίσκοποι οἷς ἡ αὐθεντία τότε τῶν πραττομένων παρὰ τῆς βασιλικῆς ἐδέδοτο κορυφῆς, | |
5 | λεγέτωσαν διὰ τί ἡ ἐπιστολὴ τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου Λέοντος οὐκ ἀνεγνώσθη, μάλιστα καὶ διαλαλιᾶς προχωρησάσης τῆς παρακελευομένης αὐτὴν ἀναγνωσθῆναι. Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Τὰ πεπραγμένα δηλοῖ ὅτι δεύτερον προσεφώνησα ἀναγνωσθῆναι τὸ γράμμα τοῦ εὐλαβεστάτου ἐπισκόπου Ῥώμης. | |
10 | Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Τίνος οὖν αἰτίαι μετὰ τὴν διαλαλιὰν τὴν σὴν ἡ ἀνάγνωσις τῆς ἐπιστολῆς οὐκ ἐγένετο; Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ἐρωτηθῶσιν καὶ οἱ ἄλλοι ἐπίσκοποι οἷς ἐπετέτραπτο τὸ πρᾶγμα, τίνος χάριν οὐκ ἀνεγνώσθη. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Τίνας μάλιστα βούληι | |
15 | ἐρωτηθῆναι; σαφῶς εἰπέ. Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Τὸν θεοσεβέστατον ἐπίσκοπον Ἰουβενάλιον καὶ τὸν θεοσεβέστατον ἐπίσκοπον Θαλάσσιον. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Ἐν πρώτηι τάξει ἀπόκριναι αὐτὸς δι’ ἣν αἰτίαν ἡ ἀνάγνωσις οὐκ ἐγένετο· ἀκολούθως γὰρ καὶ αὐτοὶ ἐρω‐ | |
20 | τηθήσονται. Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ἅπαξ εἶπον ὅτι δεύ‐ τερον διελάλησα ἀναγνωσθῆναι αὐτήν. Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος Δορυλαίου εἶπεν· Ψεύδεται. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Λεγέτω ὁ θεοφιλέστατος | |
25 | ἐπίσκοπος Ἰουβενάλιος πῶς διαλαλήσαντος τοῦ θεοφιλεστάτου ἐπισκόπου Διοσκόρου ἀναγνωσθῆναι τὴν ἐπιστολὴν τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Ῥώμης ἡ ἀνάγνωσις αὐτῆς οὐκ ἐγένετο. Ἰουβενάλιος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἱεροσολύμων εἶπεν· Εὐθέως ἀπεκρίνατο ὁ πρεσβύτερος καὶ πριμικήριος τῶν νοταρίων Ἰωάννης ἔχειν μετὰ χεῖρας εὐσεβῆ γράμ‐ | |
30 | ματα τῶν θεοφιλεστάτων καὶ εὐσεβεστάτων βασιλέων καὶ ἀπεκρινάμην ἀναγνωσθῆναι τὰ βασιλικὰ γράμματα. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Μετὰ οὖν τὴν ἀνάγνωσιν τοῦ θείου γράμματος καὶ ἡ τοῦ εὐλαβεστάτου ἀρχιεπισκόπου Λέοντος ἐπιστολὴ ἀνε‐ γνώσθη; | |
35 | Ἰουβενάλιος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἱεροσολύμων εἶπεν· Οὐκέτι οὔτε ὁ πρι‐ μικήριος τῶν νοταρίων οὔτε ἄλλος τις εἶπεν ἔχειν μετὰ χεῖρας τοῦ εὐλαβεστάτου ἐπι‐ σκόπου Ῥώμης τὰ γράμματα. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Νῦν καὶ ὁ εὐλαβέστατος ἐπίσκοπος Θαλάσσιος λεγέτω τὴν αἰτίαν δι’ ἣν μὴ ἀνεγνώσθη ἡ ἐπιστολὴ τοῦ ἁγιωτάτου | |
40 | ἀρχιεπισκόπου Λέοντος. | 84 in vol. 2.1.1 |
2,1,185 | Θαλάσσιος ὁ εὐλαβέστατος ἐπίσκοπος Καισαρείας Καππαδοκίας εἶπεν· Ἓν οἶδα ἐγὼ ὅτι οὔτε ἐκώλυσα οὔτε δὲ τοσαύτην αὐθεντίαν εἶχον, ὥστε ἐμὲ μόνον τυπῶσαι γενέσθαι τὴν ἀνάγνωσιν. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Τὰ ἑξῆς τῶν πεπραγ‐ | |
5 | μένων ἀναγινωσκέσθω. Κωνσταντῖνος ὁ καθωσιωμένος σηκρητάριος ἀπὸ τοῦ αὐτοῦ σχεδαρίου ἀνέγνω Ἰωάννης πρεσβύτερος καὶ πρῶτος νοταρίων ἀνέγνω Θεῖον γράμμα γραφὲν τῶι εὐλαβεστάτωι Διοσκόρωι περὶ τοῦ παραγενέσθαι Βαρσουμᾶν, ὅπερ ἀνωτέρω ἐντέτακται ἀπὸ κώδικος ἀναγνωσθέν. | |
10 | Ἰουβενάλιος ἐπίσκοπος Ἱεροσολύμων εἶπεν· Ταὐτὰ καὶ ἐμοὶ ἐγράφη περὶ τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ ἀρχιμανδρίτου Βαρσουμᾶ παρὰ τῶν εὐσεβεστάτων βασιλέων, ὅθεν εὐλόγως παρέστω τῆι ἁγίαι συνόδωι. Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Εἴ τι διδάσκειν ἔχουσιν περὶ τῆς ἐν χερσὶν ὑποθέσεως οἱ περίβλεπτοι Ἐλπίδιος ὁ κόμης καὶ Εὐλόγιος ὁ τριβοῦνος καὶ νοτάριος, | |
15 | λεγέτωσαν. Ἐλπίδιος ὁ περίβλεπτος κόμης εἶπεν· Οὔτε τῶι ἀρχεκάκωι δαίμονι ῥαθυμητέον ποτὲ τοῦ πρὸς τὰς ἁγίας ἐκκλησίας πολέμου καὶ ὁ εὐσεβέστατος ἀεὶ βασιλεὺς ἀντιπαρα‐ τάττεται τῶι μὴ δικαίως μαχομένωι, ὀρθῶς ἄρα διανοηθεὶς ὡς ἕξει τὸν ὑπερμαχοῦντα τῆς αὐτοῦ βασιλείας, εἰ πρὸς τοὺς ἀγῶνας τοὺς ὑπὲρ τῆς εὐσεβείας αὐτὸς ἐξοπλίζοιτο. | |
20 | καὶ οὐκ ἐμέμψατο τὴν γνώμην οὕτω φρονῶν· ἄνωθεν γὰρ αὐτῶι τὰ πολλὰ μᾶλλον ἢ τοῖς ὅπλοις κατώρθωται. διὰ τοῦτο καὶ Νεστορίου τῆς ἀπονοίας μεθ’ ὑμῶν κατε‐ ψήφισται, ὅτι πρὸς τὴν θεραπείαν τοῦ κρείττονος τεταγμένος ἀσεβῶν διδαγμάτων πατὴρ ἐγένετο καὶ διδάσκαλος, καθάπερ ὑπὲρ τῶν δαιμόνων, ἀλλ’ οὐχὶ τῆς εὐσεβείας τὴν ἱερωσύνην λαβών. ἀλλ’ ἐκεῖνος μὲν τῶι πρέποντι χώρωι τέως καταδεδίκασται | |
25 | πρὸς τὴν ἀπαραίτητον ἐν τῶι μέλλοντι βίωι τηρούμενος κόλασιν, ὅτι πρὸς τοσαύτην ἀσέβειαν αὐτός τε ἐξεχύθη καὶ πολλοὺς μεταπείσας παρέσυρεν· τὴν δὲ γενομένην νῦν ἀμφισβήτησιν ὁ θειότατος βασιλεὺς ἐφ’ ὑμᾶς ὡς πατέρας καὶ κριτὰς ἄγει καὶ παρ’ ὑμῶν εὕρασθαι βούλεται τοῦ κινουμένου τὴν λύσιν, κοινὴν αὐτῶι τε καὶ τοῖς ὑπηκόοις ἐσομένην ἀσφάλειαν. τίνα δέ ἐστιν ἅπερ ὁ θειότατος βασιλεὺς ἡμῖν τε ἐντέταλται καὶ πρὸς | |
30 | ὑμᾶς ἔγραψεν, νῦν αὐτίκα ὑμῖν φανερὰ ποιήσω, τοσοῦτον ὑπειπὼν οἷα δὴ εἷς ὢν τῶν ὑφ’ ὑμῖν τὴν εὐσέβειαν ὀρθῶς τελουμένων. σήμερον ὑμῖν ὁ τῶν ὅλων δεσπότης καὶ θεὸς λόγος σωτὴρ εἰς κρίσιν ἑαυτὸν παραδίδωσιν καὶ δικαζόντων ἀνέχεται καὶ τιμᾶι ταῖς | |
ἐξουσίαις τῶν ψήφων ὑμᾶς, ἵνα εὑρὼν ὑμᾶς ἐπ’ αὐτῶι τὰ δίκαια κρίναντας καὶ ἐνταῦθα | 85 in vol. 2.1.1 | |
2,1,186 | τιμήσηι καὶ ἐπὶ τοῦ πατρὸς πάλιν ὁμολογήσηι, ὡς εἴ γέ τινας εὕροι τὸ γνήσιον τῆς εὐσε‐ βείας ἐκβάλλοντας τῆς διανοίας καὶ τὰ πιστευόμενα τέχνηι ῥημάτων εἰς ἀμφισβήτησιν ἄγοντας παρὰ τὴν ἔκθεσιν τῶν ἁγίων πατέρων, φεῦ τῆς ἐπ’ αὐτοῖς ἑκατέρας ψήφου θεοῦ τε καὶ βασιλέως. καλὸν ἦν αὐτοῖς, εἰ μὴ ἐγεννήθησαν, ὅτι μετὰ ληιστὴν καὶ | |
5 | τελώνην καὶ πόρνην καὶ Χαναναίαν οὐχ ὁμολογοῦσιν καθαρῶς ἐπὶ τῆς δόξης τὸν ἐπὶ τῆς δι’ ἡμᾶς αὐτοῦ ταπεινώσεως πιστευθέντα. ἀναγνώσομαι δὲ τὰ πρὸς ἡμᾶς ἐνταλ‐ θέντα παρὰ τοῦ θειοτάτου αὐτοκράτορος ἡμῶν βασιλέως. Ἐλπίδιος ὁ περίβλεπτος κόμης ἀνέγνω θεῖον ὑπομνηστικὸν τὸ δοθὲν αὐτῶι καὶ Εὐλογίωι περιβλέπτωι τριβούνωι καὶ νοταρίωι, ὅπερ ἀνωτέρω ἐντέτακται ἀπὸ κώδικος | |
10 | ἀναγνωσθέν. Ἐλπίδιος ὁ περίβλεπτος κόμης εἶπεν· Νῦν κελεύσατε δεχθῆναι καὶ ἀναγνωσθῆναι καὶ τὰ πρὸς ὑμᾶς γραφέντα παρὰ τῆς θείας κορυφῆς. Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ὑποδεχθὲν τὸ εὐαγὲς γράμμα τῶν φιλοχρίστων βασιλέων τὸ γραφὲν πρὸς τὴν ἁγίαν σύνοδον ἀναγινωσκέσθω. | |
15 | Ἰωάννης πρεσβύτερος καὶ πρῶτος νοταρίων ἀνέγνω Θεῖον γράμμα γραφὲν πρὸς τὴν ἐν Ἐφέσωι σύνοδον περὶ τοῦ ἐπισκόπου Φλαβιανοῦ ὡς ἀνακινοῦντός τινα περὶ τῆς πίστεως πρὸς Εὐτυχῆ, ὅπερ ἀνωτέρω ἐντέτακται ἀπὸ κώδικος ἀναγνωσθέν. Θαλάσσιος ἐπίσκοπος Καισαρείας Καππαδοκίας εἶπεν· Ὁ εὐσεβέστατος καὶ φιλό‐ | |
20 | χριστος βασιλεὺς βουλόμενος τὴν πίστιν τὴν οὖσαν ἄχρι τοῦ παρόντος ἀσάλευτον μεῖναι, ἐκέλευσεν μηδὲν ἕτερον μήτε λεχθῆναι μήτε πραχθῆναι ἐν τῆι ἁγίαι συνόδωι, εἰ μὴ πρότερον τὰ τῆς πίστεως στῆι. ὅθεν πάντα ἀργείτω, τὰ μέντοι τῆς πίστεως προ‐ βαινέτω. Ἰούλιος ἐπίσκοπος ἐπέχων τὸν τόπον τοῦ ἁγιωτάτου ἐπισκόπου τῆς Ῥωμαίων | |
25 | ἐκκλησίας Λέοντος ἑρμηνεύοντος αὐτὸν Φλωρεντίου ἐπισκόπου Λυδῶν εἶπεν· Οὔτε γὰρ ἄλλο προστέτακται. Ἐλπίδιος ὁ περίβλεπτος κόμης εἶπεν· Ἐπειδὴ τοίνυν θεμέλιος τῆς πίστεως ἡ πίστις αὕτη, ἧς ἕνεκα καὶ συνεληλύθατε, καταξιώσατε συμψηφιζομένου ὑμῖν τοῦ θεοῦ τὰ περὶ τῆς πίστεως ἀποφήνασθαι, ὥστε δεύτερον κατὰ τὴν τάξιν καιρὸν γενέσθαι τὴν ἀνάγνωσιν | |
30 | τῶν πεπραγμένων κατὰ τὴν βασιλεύουσαν ἐπὶ Εὐτυχεῖ τῶι εὐλαβεστάτωι ἀρχιμανδρίτηι. Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Δῆλα γέγονεν ἡμῖν τὰ εὐσεβῆ γράμματα τῶν θεοφιλεστάτων βασιλέων καὶ ὅτι κεκινημένων τινῶν ἐν τῆι Κωνσταντινουπόλει τὴν σύνοδον προσέταξαν γενέσθαι. εἴ τι τοίνυν κεκίνηται, πρῶτον δηλούσθω, εἶθ’ οὕτως ἐπιφερέσθω τὰ τῶν ἄνωθεν γενομένων ἁγίων συνόδων δίκαια. φανερὰ ὥρισαν οἱ κανόνες· | |
35 | φανερὰ ἐτύπωσαν αἱ σύνοδοι· ἐκβῆναι τούτων οὐκ ὀφείλομεν. ὁ εὐσεβέστατος καὶ | |
φιλόχριστος ἡμῶν βασιλεὺς ἀναφυέντων τινῶν ἐκέλευσεν ταύτην τὴν ἁγίαν συγκροτηθῆναι | 86 in vol. 2.1.1 | |
2,1,187 | σύνοδον, οὐχ ἵνα τὴν πίστιν ἑαυτῶν ἐκθώμεθα, ἣν ἐξέθεντο οἱ πατέρες ἡμῶν ἤδη, ἀλλ’ ἵνα ζητήσωμεν τὰ ἀναφυέντα, εἰ συμβαίνουσιν τοῖς ὁρισθεῖσιν παρὰ τῶν ἁγίων ἡμῶν πατέρων. χρὴ τοίνυν ἐκεῖνα τὰ ἀναφυέντα πρότερον ζητηθῆναι καὶ ἡμᾶς δοκιμάσαι εἰ συνωιδὰ τυγχάνουσιν τοῖς ὁρισθεῖσιν παρὰ τῶν ἁγίων πατέρων. ἢ βούλεσθε τὴν | |
5 | πίστιν τῶν ἁγίων πατέρων ἀνασκευάσαι; Ἡ ἁγία σύνοδος εἶπεν· Εἴ τις ἀνασκευάζει, ἀνάθεμα ἔστω. εἴ τις ἐπεξεργάζεται, ἀνάθεμα ἔστω. τὴν πίστιν τῶν πατέρων φυλάξωμεν. Καὶ ἐν τῶι ἀναγινώσκεσθαι οἱ Ἀνατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐξεβόησαν· Ταῦτα οὐκ εἴπομεν. ταῦτα τίς εἶπεν; | |
10 | Θεόδωρος ὁ εὐλαβέστατος ἐπίσκοπος Κλαυδιουπόλεως εἶπεν· Ἀγάγηι τοὺς νοτα‐ ρίους αὐτοῦ. ἐκβαλὼν γὰρ τοὺς πάντων νοταρίους τοὺς ἑαυτοῦ ἐποίησεν γράφειν. ἔλθωσιν οἱ νοτάριοι καὶ εἴπωσιν εἰ ἐγράφη ταῦτα ἢ εἰ παρόντων ἡμῶν ἀνεγνώσθη ἤ τις ἐπέγνω καὶ ὑπέγραψεν. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Τὰ ὑπομνήματα τίνος | |
15 | χειρὶ γέγραπται; Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος τῆς Ἀλεξανδρέων εἶπεν· Ἕκαστος διὰ τῶν ἑαυτοῦ νοταρίων ἔγραψεν, οἱ ἐμοὶ τὰ ἐμά, οἱ τοῦ θεοσεβεστάτου ἐπισκόπου Ἰουβεναλίου τὰ αὐτοῦ, οἱ τοῦ θεοσεβεστάτου ἐπισκόπου Θαλασσίου τὰ αὐτοῦ· ἦσαν δὲ καὶ ἄλλων εὐλαβεστάτων ἐπισκόπων πολλοὶ νοτάριοι ἐκλαμβανόντες. οὕτως οὐκ ἔστιν τῶν | |
20 | ἐμῶν νοταρίων τὸ γράμμα· ἕκαστος ἔχει τὸ ἴδιον. Ἰουβενάλιος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἱεροσολύμων εἶπεν· Ἦν νοτάριός μου εἷς ἐκλαμβάνων μετὰ τῶν ἄλλων νοταρίων. Θαλάσσιος ὁ εὐλαβέστατος ἐπίσκοπος Καισαρείας Καππαδοκίας εἶπεν· Καὶ ἐμὸς εἷς ἦν ἐκλαμβάνων. | |
25 | Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ἰδοὺ καὶ ὁ νοτάριος τοῦ ἐπισκόπου Ἰουβεναλίου ἐξέλαβεν καὶ ὁ νοτάριος τοῦ ἐπισκόπου Θαλασσίου καὶ ὁ τῆς Κορίνθου ἐξέλαβεν· μὴ οἱ ἐμοὶ μόνοι; Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος Δορυλαίου εἶπεν· Ἀξιῶ τὸν θεοφιλέστατον ἐπίσκοπον Στέφανον τῆς Ἐφεσίων ἐρωτηθῆναι εἰ μὴ ἐξειλήφασιν τὰ ὑπομνήματα τῆς | |
30 | ἁγίας συνόδου οἱ νοτάριοι αὐτοῦ καὶ τίνα πεπόνθασιν παρὰ τῶν νοταρίων τοῦ θεοφι‐ λεστάτου ἐπισκόπου τῆς Ἀλεξανδρέων Διοσκόρου. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Τί λέγει πρὸς ταῦτα ὁ εὐλαβέστατος ἐπίσκοπος Στέφανος; Στέφανος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἐφέσου εἶπεν· Ἐξελάμβανον οἱ νοτάριοί | |
35 | μου, Ἰουλιανὸς ὁ νῦν εὐλαβέστατος ἐπίσκοπος Λεβέδου καὶ Κρισπῖνος διάκονος καὶ | |
ἦλθον οἱ νοτάριοι τοῦ εὐλαβεστάτου ἐπισκόπου Διοσκόρου καὶ ἀπήλειψαν αὐτῶν τὰς | 87 in vol. 2.1.1 | |
2,1,188 | δέλτους καὶ τοὺς δακτύλους αὐτῶν παρά τι ἔκλασαν θέλοντες λαβεῖν καὶ τὰ καλαμάρια αὐτῶν. καὶ οὔτε ἀντίγραφα ἔλαβον τῶν ὑπομνημάτων οὔτε οἶδα ἐκ τότε τί ἐγένετο, ἀλλὰ καὶ ἐν αὐτῆι τῆι ἡμέραι ἐν ἧι ἡ ἐξέτασις ἐγένετο, ὑπεγράψαμεν εἰς χάρτην καὶ οἱ ἐπίσκοποι οἱ μὴ ὑπογράψαντες ἐμοῦ ἐγγυησαμένου τῆι ἑξῆς ὑπέγραψαν. | |
5 | Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος Δορυλαίου εἶπεν· Ἀξιῶ τὸν θεοφιλέστατον ἐπίσκοπον Ἐφέσου Στέφανον εἰπεῖν εἰς ποῖον χάρτην ὑπέγραψαν. Στέφανος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἐφέσου εἶπεν· Εἰς ἄγραφον χάρτην. ἐν αὐτῆι γὰρ τῆι ὥραι ἐν ἧι ἡ καθαίρεσις γέγονεν, εὐθὺς καὶ ἡ ὑπογραφὴ ἐγένετο. Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ἀναγνωσθῆι ἡ κατά‐ | |
10 | θεσις τοῦ εὐλαβεστάτου ἐπισκόπου Στεφάνου· ἆρα ἐγὼ αὐτὸν ἠνάγκασα καταθέσθαι; Ἀκάκιος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀριαραθείας εἶπεν· Ἀγράφωι χάρτηι ὑπεγρά‐ ψαμεν ἀναγκασθέντες καὶ βιασθέντες καὶ μυρία κακὰ παθόντες. μὴ βουλόμενοι, ἀλλὰ τυραννούμενοι ὑπεσημηνάμεθα· ἕως γὰρ ἑσπέρας κατέσχον ἡμᾶς ἀποκλείσαντες εἰς τὴν ἐκκλησίαν καὶ ἀνωμαλοῦντας ἡμᾶς οὐ συνεχώρησαν οὔτε ἀναπνεῦσαι οὔτε ἀναχω‐ | |
15 | ρῆσαι καὶ ἑαυτῶν γενέσθαι, ἀλλὰ στρατιώτας ἡμῖν ἐπήγαγον μετὰ βάκλων καὶ ξιφῶν καὶ μονάζοντας καὶ οὕτως ἐποίησαν ἡμᾶς ὑποσημήνασθαι. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Ἀναγινωσκέσθω τὰ λοιπά. Κωνσταντῖνος ὁ καθωσιωμένος σηκρητάριος τοῦ θείου κονσιστωρίου ἐκ τοῦ αὐτοῦ | |
20 | σχεδαρίου ἀνέγνω Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ἐγὼ πρὸς πληροφορίαν ἁπάντων καὶ βεβαίωσιν τῆς πίστεως καὶ πρὸς ἀνατροπὴν τῶν ἀναφυέντων τὰ τῶν πατέρων ἐρευνῶ, καὶ τῶν ἐν Νικαίαι καὶ τῶν ἐν Ἐφέσωι. Ἡ ἁγία σύνοδος εἶπεν· Τοῦτο τὴν οἰκουμένην σώιζει. τοῦτο τὴν πίστιν στηρίζει. | |
25 | Καὶ ἐν τῶν ἀναγινώσκεσθαι Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος Δορυλαίου εἶπεν· Ἰδοὺ ἐρευνῶ εἶπεν· κἀγὼ τοῦτο πεποίηκα. Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ἐρευνῶ εἶπον, οὐ καινοτομῶ· καὶ γὰρ ὁ σωτὴρ προσέταξεν ἡμῖν λέγων· ἐρευνᾶτε τὰς γραφάς. ὁ δὲ ἐρευνῶν τὴν γραφὴν οὐ καινοτομεῖ. | |
30 | Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος Δορυλαίου εἶπεν· Ὁ σωτὴρ εἶπεν· Ζητεῖτε, καὶ εὑρήσετε. Κωνσταντῖνος ὁ καθωσιωμένος σηκρητάριος τοῦ θείου κονσιστωρίου ἀπὸ τοῦ | |
αὐτοῦ σχεδαρίου ἀνέγνω | 88 in vol. 2.1.1 | |
2,1,189 | Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Εἰ καὶ δύο λέγονται σύνοδοι, ἀλλ’ εἰς μίαν συντείνουσιν πίστιν. Ἡ ἁγία σύνοδος εἶπεν· Ἀπαραλείπτως πάντα ὥρισαν οἱ πατέρες· ὁ παραβαίνων ταῦτα ἀνάθεμα. οὐδεὶς προστίθησιν, οὐδεὶς ἀφαιρεῖ. | |
5 | Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ἐπειδὴ τὰς φωνὰς ὑμῶν καὶ θεὸς ἀποδέχεται καὶ αὐτοὶ τὰς ἑαυτῶν καταδέχεσθε βεβαίας εἶναι καὶ ἀρεσκούσας θεῶι, εἴ τις παρὰ τὰ πεπραγμένα ἢ παρὰ τὰ δεδογμένα τοῖς πατράσιν τοῖς τε ἐν Νικαίαι συνελθοῦσιν καὶ τοῖς ἐνταῦθα συνειλεγμένοις ἢ ζητεῖ ἢ πολυπραγμονεῖ ἢ ἀνασκευάζει, ἀνάθεμα ἔστω. Ἡ ἁγία σύνοδος εἶπεν· Τῶι μεγάλωι φύλακι τῆς πίστεως Διοσκόρωι τῶι ἀρχιεπι‐ | |
10 | σκόπωι. Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Καὶ τὸ ἕτερον λέγω, ὅπερ ἐστὶν φοβερὸν καὶ φρικτόν· ἐάν, φησίν, ἁμαρτάνων ἁμάρτηι ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύ‐ ξονται ὑπὲρ αὐτοῦ πρὸς κύριον· ἐὰν δὲ εἰς κύριον ἁμάρτηι, τίς προσεύ‐ ξεται περὶ αὐτοῦ; εἰ τοίνυν τὸ πνεῦμα τὸ ἅγιον συνήδρευσεν μετὰ τῶν πατέρων, | |
15 | ὥσπερ οὖν καὶ συνήδρευσεν, καὶ ἐτύπωσεν τὰ τετυπωμένα, ὁ ἀνασκευάζων αὐτὰ τὴν τοῦ πνεύματος ἀθετεῖ χάριν. Ἡ ἁγία σύνοδος εἶπεν· Πάντες τὰ αὐτὰ λέγομεν· ἀνάθεμα ἔστω ὁ ἀνασκευάζων. ἐκβαλλέσθω ὁ ἀνασκευάζων. Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Οὐδεὶς τυποῖ τὰ τετυπωμένα. | |
20 | Ἡ ἁγία σύνοδος εἶπεν· Αὗται αἱ φωναὶ πνεύματος ἁγίου. τῶι φύλακι τῶν κανόνων. διὰ σοῦ ζῶσιν οἱ πατέρες. τῶι φύλακι τῆς πίστεως. Καὶ ἐν τῶι ἀναγινώσκεσθαι Θεόδωρος ὁ εὐλαβέστατος ἐπίσκοπος Κλαυδιου‐ πόλεως εἶπεν· Οὐδεὶς εἶπεν ταῦτα. Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ἐκ τῶν ὁμολογουμέ‐ | |
25 | νων πάντα ἀρνεῖσθαι θέλουσιν· εἴπωσιν καὶ τοῦτο ὅτι οὐδὲ παρῆμεν. Κωνσταντῖνος ὁ καθωσιωμένος σηκρητάριος τοῦ θείου κονσιστωρίου ἐκ τοῦ αὐτοῦ σχεδαρίου ἀνέγνω Ἐλπίδιος ὁ περίβλεπτος κόμης εἶπεν· Φανερῶν ὄντων τῶν δεδογμένων ὑμῖν ἐπὶ τῆι ἁγίαι πίστει καὶ τῆς κοινῆς ἁπάντων φωνῆς συνθεμένης τε καὶ εὐφημησάσης τὴν | |
30 | ὑμῶν τῶν προεδρευόντων ψῆφον, κελεύσατε τὸν εὐλαβέστατον ἀρχιμανδρίτην Εὐτυχῆ [εἰσελθεῖν], ἐφ’ ὧι κέκριται τὰ κεκριμένα καὶ ὅς ἐστιν ὑπόθεσις πάσης τῆς πράξεως καὶ οὗ ἕνεκα γέγραπται ὑμῖν τὸ πολὺ μέρος τοῦ θείου γράμματος, παρεῖναι καὶ τὰ δοκοῦντα | |
αὐτῶι διδάξαι τὴν ὑμετέραν θεοσέβειαν. | 89 in vol. 2.1.1 | |
2,1,190 | Ἡ ἁγία σύνοδος εἶπεν· Ἀκολούθως. Ἰουβενάλιος ἐπίσκοπος Ἱεροσολύμων εἶπεν· Εὔλογον παρεῖναι τὸν θεοσεβέστατον ἀρχιμανδρίτην Εὐτυχῆ καὶ τοῖς αὐτοῦ δικαιώμασιν χρήσασθαι. Καὶ εἰσελθόντος αὐτοῦ Θαλάσσιος ἐπίσκοπος Καισαρείας Καππαδοκίας εἶπεν· | |
5 | Τὰς προσούσας αὐτῶι δικαιολογίας ὁ εὐλαβέστατος ἀρχιμανδρίτης Εὐτυχὴς σαφηνιζέτω τῆι ἁγίαι ταύτηι καὶ μεγάληι συνόδωι. Εὐτυχὴς ἀρχιμανδρίτης εἶπεν· Ἐγὼ παρεθέμην ἐμαυτὸν τῶι πατρὶ καὶ τῶι υἱῶι καὶ τῶι ἁγίωι πνεύματι καὶ τῶι λόγωι τῆς ἀληθείας τῆς ὑμῶν δικαιοσύνης καὶ μάρτυ‐ ρας ὑμᾶς ἔχω τῆς ἐμαυτοῦ πίστεως, περὶ ἧς καὶ ἠγωνισάμην μεθ’ ὑμῶν μετὰ τῆς ἁγίας συν‐ | |
10 | όδου τῆς πρὸ ὑμῶν ἐνταῦθα συναχθείσης, ὡς καὶ ἡ ὑμετέρα ὁσιότης μαρτυρεῖ. ἔχω δὲ μετὰ χεῖρας καὶ τὸν λίβελλον τὸν περὶ τῆς πίστεώς μου· κελεύσατε αὐτὸν ἀναγνω‐ σθῆναι, καὶ τὴν ὁμολογίαν δὲ τῆς πίστεως τὴν ἐγκειμένην ἐν αὐτῶι. Στέφανος ἐπίσκοπος Ἐφέσου εἶπεν· Δίκαιόν ἐστιν τὴν ὁμολογίαν καὶ τοὺς λιβέλλους τοῦ εὐλαβεστάτου ἀρχιμανδρίτου Εὐτυχοῦς ὑποδεχθέντας ἐνταγῆναι τῆι πράξει τῶν | |
15 | ὑπομνημάτων. Καὶ ἐπιδοθέντων αὐτῶν Ἰωάννης πρεσβύτερος καὶ πρῶτος νοταρίων ἀνέγνω Τῆι ἁγιωτάτηι καὶ θεοφιλεστάτηι συνόδωι οἰκουμενικῆι συνελθούσηι ἐν τῆι Ἐφεσίων μητροπόλει παρὰ Εὐτυχοῦς ἀρχιμανδρίτου. Εὐχαριστῶν τῶι παναγίωι θεῶι τῆς παρούσης ἡμέρας καθ’ ἣν ἡ εὐσέβεια δι’ ὑμᾶς τὴν παρρησίαν ἀπείληφεν, ἀναδιδάσκω | |
20 | τὴν ὑμετέραν ἁγίαν σύνοδον τὰ ἐπ’ ἐμοί, μᾶλλον δὲ κατὰ τῆς ὀρθῆς πίστεως παρα‐ κολουθήσαντα, προθυμηθεὶς μὲν ἐκ νέας κομιδῆι ἡλικίας ἐν ἡσυχίαι ἀπραγμόνως μέχρι γήρως διατελεῖν καὶ πάσης ἔξω ταραχῆς καθεστάναι, οὐ συγχωρηθεὶς δὲ τῆς τοιαύτης ἐν ἀπολαύσει γενέσθαι προθέσεως, ἀλλὰ καὶ τοῖς ἐσχάτοις ἐξ ἐπιβουλῆς περιβληθεὶς κινδύνοις διὰ τὸ κατὰ τὸν ὅρον τῆς ἐνταῦθα προτέρας ὑμῶν ἁγίας συνόδου μὴ προσ‐ | |
25 | δέξασθαι παρὰ τὴν ἐν Νικαίαι ὑπὸ τῶν ἁγίων πατέρων ἐκτεθεῖσαν πίστιν φρονεῖν. ἀναγ‐ καῖον δὲ πρὸ τῆς διδασκαλίας τῶν γενομένων εἰς πληροφορίαν τῆς ὑμετέρας ὁσιότητος, ἣν ἔχω περὶ τοῦ ἁγίου δόγματος ὁμολογίαν, φανερὰν αὖθις ποιῆσαι, μαρτυροῦντος μέν μοι τοῦ θεοῦ, μαρτυρούσης δὲ καὶ τῆς ὑμετέρας ἁγιωσύνης, μεθ’ ἧς καὶ αὐτὸς ἀεὶ κατὰ δύναμιν ὑπὲρ τῆς ὀρθοδόξου πίστεως κατὰ τῶν αἱρετικῶν ἐσπούδασα. | |
30 | Πιστεύω εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῶι πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο τά τε ἐν τῶι οὐρανῶι καὶ τὰ ἐν τῆι γῆι, τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ | |
35 | διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα σαρκωθέντα ἐνανθρωπήσαντα παθόντα καὶ | |
ἀναστάντα τῆι τρίτηι ἡμέραι, ἀνελθόντα εἰς τοὺς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ | 90 in vol. 2.1.1 | |
2,1,191 | νεκρούς· καὶ εἰς τὸ ἅγιον πνεῦμα. τοὺς δὲ λέγοντας ἦν ποτε ὅτε οὐκ ἦν καὶ πρὶν γεννηθῆναι οὐκ ἦν καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φά‐ σκοντας εἶναι ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. | |
5 | Οὕτως ἄνωθεν ἐκ προγόνων παραλαβὼν ἐπίστευσα καὶ πιστεύω. ἐν αὐτῆι γὰρ καὶ ἐτέχθην καὶ εὐθὺς ἀφιερώθην θεῶι καὶ προσεδέξατό με ἡ αὐτοῦ φιλανθρωπία καὶ ἐν τῆι πίστει ταύτηι βαπτισθεὶς ἐσφράγισμαι καὶ μέχρι τῆς σήμερον ἔζησα εὐχόμενος ἐν αὐτῆι καὶ τελειωθῆναι. ταύτην τὴν πίστιν καὶ ἡ μνημονευθεῖσα ἐνταῦθα προτέρα ἁγία καὶ οἰκουμενικὴ σύνοδος ἐβεβαίωσεν, ἧς καθηγήσατο ὁ τῆς μακαρίας καὶ ὁσίας | |
10 | μνήμης πατὴρ ἡμῶν καὶ ἐπίσκοπος Κύριλλος καὶ ὅρον ἐξήνεγκεν τὸν παρὰ ταύτην προστι‐ θέντα τι ἢ ἐπινοοῦντα ἢ διδάσκοντα ἐπιτιμίοις τοῖς τότε ἐγγραφεῖσιν ὑποκεῖσθαι, ὧν τὰ ἴσα ἐν βίβλωι ἀπέστειλέν μοι ὁ μνημονευθεὶς ἐν ἁγίοις πατὴρ ἡμῶν καὶ ἐπίσκοπος Κύριλλος, ἣν καὶ μετὰ χεῖρας ἔχω. ὑποτάξας τοίνυν ἐμαυτὸν τῆι ἁγίαι συνόδωι καὶ τὸν ὅρον ταύτης ἄχρι τοῦ παρόντος ἐφύλαξα | |
15 | Καὶ ἐν τῶι ἀναγινώσκεσθαι Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος Δορυλαίου εἶπεν· Ἐψεύσατο· οὐκ ἔστιν ὅρος τοιοῦτος, οὐκ ἔστιν κανὼν τοῦτο διαγορεύων. Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Τέσσαρά ἐστιν βιβλία περιέχοντα τοῦτον τὸν ὅρον. ὃν ὥρισαν οἱ ἐπίσκοποι, οὔκ ἐστιν ὅρος; μὴ γὰρ ἔχει ὅτι κανών ἐστιν; οὔκ ἐστιν κανών· ἄλλο ἐστὶν κανών, ἄλλο ὅρος. κατηγόρησον πέντε | |
20 | συνοδικῶν βιβλίων· κἀγὼ ἔχω καὶ ὁ δεῖνα καὶ ὁ δεῖνα ἔχει, ἐνέγκωσιν πάντες τὰ βιβλία. Διογένης ὁ εὐλαβέστατος ἐπίσκοπος Κυζίκου εἶπεν· Δολερῶς προέταξεν τὴν ἐν Νικαίαι τῶν ἁγίων πατέρων σύνοδον, ἐδέξατο δὲ προσθήκας παρὰ τῶν ἁγίων πατέρων διὰ τὴν ἔννοιαν τὴν κακὴν Ἀπολιναρίου καὶ Οὐαλεντίνου καὶ Μακεδονίου καὶ τῶν ὁμοίων ἐκείνοις καὶ προστέθειται τῶι συμβόλωι τῶν ἁγίων πατέρων τὸ κατελθόντα καὶ σαρ‐ | |
25 | κωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου. τοῦτο γὰρ παρέλιπεν Εὐτυχὴς ὡς Ἀπολιναριστής· καὶ Ἀπολινάριος γὰρ δέχεται τὴν ἐν Νικαίαι ἁγίαν σύνοδον, κατὰ τὴν οἰκείαν παρανομίαν ἐκλαμβάνων τὸ ῥητόν, καὶ φεύγει τὸ ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου, ἵνα πανταχοῦ μὴ τὴν ἕνωσιν τῆς σαρκὸς ὁμολογήσηι. οἱ γὰρ ἅγιοι πατέρες οἱ μετὰ ταῦτα τὸ ἐσαρκώθη, ὃ εἶπον οἱ ἅγιοι ἐν Νικαίαι πατέρες, | |
30 | ἐσαφήνισαν εἰπόντες ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου. Οἱ Αἰγύπτιοι καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐξεβόησαν· Οὐδεὶς δέχεται προσθήκην, οὐδεὶς μείωσιν. τὰ τῶν ἐν Νικαίαι κρατείτω· ὁ ὀρθόδοξος βασιλεὺς τοῦτο ἐκέλευσεν. Οἱ Ἀνατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐξεβόησαν· Ταῦτα | |
35 | Εὐτυχὴς εἶπεν. | |
Οἱ Αἰγύπτιοι καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι εἶπον· Προσθήκην οὐδεὶς | 91 in vol. 2.1.1 | |
2,1,192 | δέχεται. κρατείτω τὰ τῶν πατέρων. τὰ τῶν ἐν Νικαίαι κρατείτω. τὰ ἐκ πνεύματος ἁγίου κρατείτω. ὁ ὀρθόδοξος βασιλεὺς τοῦτο ἐκέλευσεν. Κωνσταντῖνος ὁ καθωσιωμένος μαγιστριανὸς καὶ σηκρητάριος τοῦ θείου κονσι‐ στωρίου ἐκ τοῦ αὐτοῦ σχεδαρίου ἀνέγνω | |
5 | καὶ πάντας δὲ τοὺς ἁγίους πατέρας, ὡς καὶ ἡ ὑμετέρα θεοσέβεια, ὀρθοδόξους ἔσχον καὶ πιστοὺς καὶ διδασκάλους ἐμαυτῶι ἐθέμην, ἀναθεματίζων Μάνην Βαλεντῖνον Ἀπολι‐ νάριον καὶ Νεστόριον καὶ πάντας τοὺς αἱρετικοὺς ἕως Σίμωνος τοῦ μάγου καὶ τοὺς λέγοντας τὴν σάρκα τοῦ κυρίου καὶ θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ ἐξ οὐρανοῦ κατεληλυθέναι Καὶ ἐν τῶι ἀναγινώσκεσθαι Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος Δορυλαίου εἶπεν· | |
10 | Ἔφυγεν μὲν τὸ ἐξ οὐρανοῦ, οὐ προσέθηκεν δὲ πόθεν. Διογένης ὁ εὐλαβέστατος ἐπίσκοπος Κυζίκου εἶπεν· Πόθεν οὖν εἶπεν; μὰ τὴν ἐξουσίαν ὑμῶν, παρεκαλέσαμεν αὐτὸν λέγοντες· κύρι Εὐτυχῆ, πόθεν οὖν; εἰπέ· καὶ οὐ συνεχώρησεν. Βασίλειος ὁ εὐλαβέστατος ἐπίσκοπος Σελευκείας εἶπεν· Παρεκαλέσαμεν τότε, ὡς μέμνηται καὶ ὁ κύριος Εὐσέβιος καὶ Σώιζων ὁ Φιλίππων, ὥστε εἰπεῖν αὐτὸν τὸν τρόπον | |
15 | τῆς σαρκώσεως καὶ τῆς ἐνανθρωπήσεως, εἰ κατὰ πρόσληψιν σαρκὸς οἶδεν τὸν θεὸν λόγον γενόμενον ἄνθρωπον. καὶ ἐκέλευσαν ἀπερίεργον ἐᾶσαι τοῦτο καὶ οὐ προσεδέξαντο τὴν δικαιολογίαν ἡμῶν. Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ὁ θεοσεβέστατος ἐπίσκοπος Βασίλειος ἐπελάβετο ἐν ὑπομνήμασιν τῆς ἑαυτοῦ φωνῆς λέγων ὅτι οὕτως | |
20 | οὐκ εἶπον, ἀλλὰ ἐπλαστογραφήθη. εἰ δὲ Εὐτυχὴς παρὰ τὰ δόγματα τῆς ἐκκλησίας φρονεῖ, οὐ μόνον τιμωρίας ἄξιός ἐστιν, ἀλλὰ καὶ πυρός· ἐγὼ γὰρ τῆς πίστεως τῆς καθολικῆς καὶ ἀποστολικῆς φροντίδα τίθεμαι, οὐκ ἀνθρώπου τινός. περὶ γὰρ αὐτὸ τὸ θεῖον τὸν νοῦν τεταμένον ἔχω καὶ εἰς πρόσωπον οὐκ ἀφορῶ οὔτε μὴν φροντίζω τινὸς ἢ τῆς ἐμαυτοῦ ψυχῆς καὶ τῆς ὀρθῆς καὶ εἰλικρινοῦς πίστεως. | |
25 | Βασίλειος ὁ εὐλαβέστατος ἐπίσκοπος Σελευκείας Ἰσαυρίας εἶπεν· Ἀναγινωσκο‐ μένων τῶν ὑπομνημάτων τῶν ἐπὶ Εὐτυχεῖ πραχθέντων, ἡ διαλαλιὰ ἡ ἐμὴ ἀνεγνώσθη καὶ εἰς μέσον ἤχθη, ἣν ἐποιησάμην ἀκολουθῶν τοῖς ἐν Ἐφέσωι πατράσιν τὸ πρότερον συν‐ εδρεύσασιν, ἀποδεξάμενος τὴν ἐπιστολὴν τοῦ μακαριωτάτου Κυρίλλου τῆς συνόδου τῆς μακαρίας ἐκείνης ἡγησαμένου, δι’ ἧς τὸν φρενοβλαβῆ Νεστόριον ἤλεγχεν παρερμηνεύοντα | |
30 | τὴν τῶν τριακοσίων δέκα καὶ ὀκτὼ πατέρων πίστιν. εἶχεν δὲ ἡ διαλαλιά μου, ὡς καὶ | |
μέχρι νῦν ἔχει, ὅτι προσκυνῶ τὸν ἕνα κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ | 92 in vol. 2.1.1 | |
2,1,193 | τὸν μονογενῆ, τὸν θεὸν λόγον μετὰ τὴν σάρκωσιν καὶ τὴν ἐνανθρώπησιν ἐν δύο φύσεσιν γνωριζόμενον. Οἱ Αἰγύπτιοι καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐξεβόησαν· Τὸν ἀμέριστον μηδεὶς χωριζέτω. τὸν ἕνα υἱὸν οὐδεὶς λέγει δύο. | |
5 | Οἱ Ἀνατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐξεβόησαν· Ἀνάθεμα τῶι μερίζοντι. ἀνάθεμα τῶι διαιροῦντι. Βασίλειος ὁ εὐλαβέστατος ἐπίσκοπος Σελευκείας Ἰσαυρίας εἶπεν· Ἀνάθεμα τῶι μερίζοντι, ἀνάθεμα τῶι διαιροῦντι τὰς δύο φύσεις μετὰ τὴν ἕνωσιν· ἀνάθεμα δὲ καὶ τῶι μὴ γνωρίζοντι τὸ ἰδιάζον τῶν φύσεων. | |
10 | Οἱ Αἰγύπτιοι καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐξεβόησαν· Ὡς ἐγεννήθη, οὕτως ἔπαθεν. τὰς φωνὰς τῶι βασιλεῖ. εἷς κύριος, μία πίστις. τὸν ἕνα κύριον δύο οὐδεὶς λέγει. ταῦτα Νεστόριος ἐφρόνει. ταῦτα Νεστόριος ἐβόα. Οἱ Ἀνατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐξεβόησαν· Ἀνάθεμα Νεστορίωι καὶ Εὐτυχεῖ. | |
15 | Οἱ Αἰγύπτιοι καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐξεβόησαν· Τὸν κύριον τῆς δόξης μὴ μερίζετε. τὸν ἀμέριστον μὴ μερίζετε. Βασίλειος ὁ εὐλαβέστατος ἐπίσκοπος Σελευκείας Ἰσαυρίας εἶπεν· Ὃ ἔλεγον· ἐν δύο φύσεσιν γνωριζόμενον μετὰ τὴν ἕνωσιν, θεότητι τελείαι καὶ ἀνθρωπότητι τελείαι. τὴν μὲν γὰρ εἶχεν ἐκ πατρὸς προαιώνιον, τὴν δ’ ἐκ τῆς κατὰ σάρκα μητρὸς λαβὼν ὁ αὐτὸς | |
20 | ἥνωσεν ἑαυτῶι καθ’ ὑπόστασιν καὶ κεχρημάτικεν ὁ υἱὸς τοῦ θεοῦ υἱὸς ἀνθρώπου. ταύτης ἀναγνωσθείσης τῆς διαλαλιᾶς εἷς μέν τις, οὐκ οἶδα δὲ ὅστις (ἡ γὰρ ἀχλὺς τῶν πραγμάτων καὶ τὸ τῆς ψυχῆς ὄμμα συνέχεεν καὶ τὸ τοῦ σώματος), ἔρριψεν ἑαυτὸν εἰς τὸ μέσον καὶ ἤρξατο λέγειν ὅτι αὕτη ἡ φωνὴ τὴν ἐκκλησίαν ἐτάραξεν. ἐπανέστησαν λοιπὸν πάντες οἱ Αἰγύπτιοι καὶ οἱ μονάζοντες οἱ ἀκολουθοῦντες Βαρσουμᾶι καὶ πᾶς ὁ | |
25 | ὄχλος καὶ ἤρξαντο λέγειν· τὸν λέγοντα δύο φύσεις εἰς δύο τέμε. ὁ λέγων δύο φύσεις Νεστοριανός ἐστιν. μετὰ ταῦτα ἀνεγνώσθη πάλιν ἡ ἐμὴ φωνὴ μετὰ τὴν ἀσεβῆ καὶ ἀλλόκοτον Εὐτυχοῦς φωνήν. ἐρωτώμενος γὰρ παρὰ τοῦ θεοφιλεστάτου ἐπισκόπου Εὐσεβίου εἰ λέγει δύο φύσεις ἐν τῶι Χριστῶι, εἶπεν ἐκ δύο μὲν φύσεων εἰδέναι τὸν Χριστὸν πρὸ τῆς ἑνώσεως, μετὰ δὲ τὴν ἕνωσιν μίαν· ἐγὼ δὲ τότε, ὡς νῦν ἐντυχὼν τοῖς ὑπομνή‐ | |
30 | μασιν ἀνεμνήσθην, εἶπον· ἐὰν μὴ μετὰ τὴν ἕνωσιν ἀχωρίστους καὶ ἀσυγχύτους εἴπηις δύο φύσεις, σύγχυσιν λέγεις καὶ σύγκρασιν. ἀναγνωσθείσης τῆς φωνῆς τοσοῦτος ἐγένετο κρότος παρ’ αὐτῶν, ὥστε πάντων ἡμῶν τιναχθῆναι τὴν ψυχὴν καὶ μάλιστα ἡμῶν τῶν κρινομένων καὶ κελευσθέντων ἀναμένειν τὴν ψῆφον τῆς συνόδου. ἀχλύος πληρωθεὶς εἶπον ὅτι ἐγὼ οὐ μέμνημαι αὐταῖς λέξεσιν ταῦτα εἰρηκώς, οἶδα μέντοι εἰρηκὼς ὅτι ἐὰν μίαν | |
35 | φύσιν εἴπηις ἀπολελυμένως μετὰ τὴν ἕνωσιν, σύγχυσιν λέγεις καὶ σύγκρασιν· ἐὰν μέντοιγε προσθῆις σεσαρκωμένην καὶ ἐνανθρωπήσασαν καὶ νοήσηις παραπλησίως τῶι μακαριωτά‐ τωι Κυρίλλωι τὴν σάρκωσιν καὶ τὴν ἐνανθρώπησιν, τὰ αὐτὰ λέγεις ἡμῖν. δῆλον γὰρ ὅτι ἄλλο μέν τί ἐστιν ἡ θεότης αὐτοῦ ἡ ἐκ τοῦ πατρός, ἄλλο δὲ ἡ ἀνθρωπότης ἡ ἐκ τῆς | |
μητρός. καὶ οἱ κατεγνωκότες πρότερον ὕστερον ἀπεδέξαντό με ταῦτα εἰρηκότα. | 93 in vol. 2.1.1 | |
2,1,194 | Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Καὶ οὕτως ὀρθοδόξως διδάξας διὰ τί τῆι καθαιρέσει Φλαβιανοῦ τοῦ τῆς ὁσίας μνήμης ὑπέγραψας; Βασίλειος ὁ εὐλαβέστατος ἐπίσκοπος Σελευκείας Ἰσαυρίας εἶπεν· Ἐπειδὴ εἰς κρίσιν ἑκατὸν εἴκοσι ἢ τριάκοντα παραδοθεὶς ἐπισκόπων ἀνάγκην εἶχον πείθεσθαι τοῖς ὑπ’ | |
5 | ἐκείνων τυπουμένοις. Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Νῦν πεπλήρωται τὸ γεγραμμένον ἐκ τοῦ στόματός σου δικαιωθήσηι καὶ ἐκ τοῦ στόματός σου κατακριθήσηι. αἰδούμενος ἀνθρώπους παρέβης τὸ εὔλογον καὶ τὴν πίστιν ἠθέτησας; οὐκ ἤκουσας καὶ μὴ ἐντραπῆις εἰς πτῶσίν σου; | |
10 | Βασίλειος ὁ εὐλαβέστατος ἐπίσκοπος Σελευκείας Ἰσαυρίας εἶπεν· Εἰ πρὸς ἄρχοντας εἶχον, ἐμαρτύρουν· καὶ γὰρ ἐν Κωνσταντινουπόλει ἐπεδειξάμην παρρησίαν· παρὰ πατρὸς δὲ ὁ κρινόμενος δικαίοις οὐ κέχρηται. παῖς γὰρ πατρὶ δίκαια λέγων τεθνάτω. Οἱ Ἀνατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐξεβόησαν· Πάντες ἡμάρτομεν, πάντες συγγνώμην αἰτοῦμεν. | |
15 | Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Καὶ μὴν ὑμεῖς πρότερον ἐδιδάξατε ὡς κατὰ βίαν καὶ ἀνάγκην ἀγράφωι χάρτηι ὑπογράψαι κατηναγκάσθητε εἰς τὴν καθαίρεσιν τοῦ τῆς ὁσίας μνήμης Φλαβιανοῦ. Οἱ Ἀνατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐξεβόησαν· Πάντες ἡμάρτομεν, πάντες συγγνώμην αἰτοῦμεν. | |
20 | Θαλάσσιος καὶ Εὐστάθιος καὶ Εὐσέβιος οἱ εὐλαβέστατοι ἐπίσκοποι εἶπον· Πάντες ἡμάρτομεν, πάντες συγγνώμην αἰτοῦμεν. Βερονικιανὸς ὁ καθωσιωμένος μαγιστριανὸς καὶ σηκρητάριος τοῦ θείου κονσιστω‐ ρίου ἀνέγνω ἀπὸ τοῦ αὐτοῦ σχεδαρίου ἀλλὰ κατὰ ταύτην τὴν πίστιν καὶ ζῶν καὶ προσκαρτερῶν ταῖς εὐχαῖς κατηγορίαν | |
25 | ἐξ ἐπιβουλῆς ὑπομεμένηκα παρὰ Εὐσεβίου τοῦ ἐπισκόπου Δορυλαίου λιβέλλους ἐπιδόντος κατ’ ἐμοῦ τῶι εὐλαβεστάτωι ἐπισκόπωι Φλαβιανῶι καὶ τοῖς ἐκ διαφόρων ἰδίων ἕνεκα αἰτιῶν ἐνδημοῦσιν τότε τῆι βασιλευούσηι, αἱρετικὸν μὲν ἐμὲ ὑβριστικῶς ἐν αὐτοῖς ἀποκα‐ λοῦντος, οὐδὲν δὲ εἶδος αἱρέσεως τοῖς λιβέλλοις ἐνθέντος, ὅπως ἀθρόον ἐν τοῖς ἀγῶσιν τῆς ἐξετάσεως τοῖς τῆς γλώττης, οἷα εἰκός, ἐκ τῶν θορύβων ὀλίσθοις εἰς ἁμάρτημα περιπέ‐ | |
30 | σοιμι καινοφωνούμενος. ἐμὲ μὲν οὖν ἐκ τῶν τῆς κατηγορίας λιβέλλων ὁ μνημονευθεὶς εὐλαβέστατος ἐπίσκοπος ἀπαντῆσαι πρὸς τὴν ἀπολογίαν τοῦ κατηγορηκότος παρ‐ εκελεύετο, τὰ μὲν πολλὰ τῶι κατηγόρωι συνὼν καὶ σχεδὸν ἀχώριστος ὑπάρχων αὐτῶι, οἰόμενος δὲ ὡς εἰθισμένον ἀεὶ τῶι μοναστηρίωι προσκαρτερεῖν μὴ παραγενήσεσθαι καὶ διὰ τοῦτο καθαιρήσειν ὡς οὐκ ἀπαντήσαντα. ἀφ’ ὧν μετὰ τὸ παραγενέσθαι με | |
35 | κατὰ τὴν βασιλεύουσαν ἐκ τῆς μονῆς μεμαθηκὼς παρὰ τοῦ θαυμασιωτάτου σιλεντιαρίου | 94 in vol. 2.1.1 |
2,1,195 | Μάγνου, ὃν ὁ εὐσεβέστατος καὶ πιστότατος ἡμῶν βασιλεὺς ἀπένειμεν πρὸς τὸ μὴ συγ‐ χωρῆσαί μοι τὸν ἀπειλούμενον ἐπὶ τῆι σωτηρίαι κίνδυνον, περιττὴν εἶναι λοιπὸν τὴν παρουσίαν μου ἀπεκρίνατο ὡς καὶ ἤδη πρὸ τῆς ἐξετάσεως καθηιρημένου, ὡς καὶ ἡ γενομένη παρὰ τοῦ αὐτοῦ θαυμασιωτάτου σιλεντιαρίου μετὰ ταῦτα κατάθεσις δηλοῖ. ἀλλ’ | |
5 | ἐπειδὴ καὶ οὕτως τὸ κριτήριον ἐπὶ ταῖς ἀπολογίαις κατέλαβον, τὴν μὲν ὑπὲρ τῆς θείας ὁμολογίας παρ’ ἐμοῦ γενομένην τε καὶ ὑπογραφεῖσαν διδασκαλίαν κατὰ τὴν ἐκτεθεῖσαν παρὰ τῶν ἁγίων πατέρων ἐν Νικαίαι πίστιν καὶ κατὰ τήνδε τὴν Ἐφεσίων βεβαιωθεῖσαν παρὰ τῆς προτέρας ἁγίας συνόδου οὔτε δέχεσθαι ἠξίου οὔτε ἐπέτρεπεν ἀναγινώσκεσθαι, θορύβου δὲ τὸ κριτήριον καὶ ταραχῆς ἐπληροῦτο, πλείστων ἐπιχυθέντων ἀτάκτως καὶ | |
10 | πανταχόθεν με σὺν κραυγῆι διαθορυβούντων, ὡς αἱ ἐγγράφως μετὰ ταῦτα ἐξενεχθεῖσαι παρὰ τῶν κρινάντων διαλαλιαὶ περὶ τῆς ταραχῆς δηλοῦσιν. κελευσθέντος δέ μου δι’ ἑαυτοῦ λέγειν τὰ ἐπὶ τῆι ὁμολογίαι τῆς πίστεως καὶ εἰπόντος φρονεῖν ὡς οἱ τριακόσιοι δέκα καὶ ὀκτὼ ἅγιοι πατέρες οἱ ἐν Νικαίαι ἐθέσπισαν καὶ ἡ ἐν Ἐφέσωι ἁγία σύνοδος ἐβεβαίωσεν, ἀπήιτει με ἕτερά τινα παρὰ τὰ ἐκτεθέντα ἔν τε τῆι Νικαέων καὶ ἐν Ἐφέσωι | |
15 | πρότερον εἰπεῖν. ἐγὼ δὲ φοβηθεὶς παραβῆναι τόν τε ἐξενεχθέντα ὅρον ὑπὸ τῆς ἁγίας συνόδου τῆς ἐνταῦθα συνειλεγμένης πρώην κατὰ βούλησιν θεοῦ τά τε ὁρισθέντα ἐπὶ τῆι πίστει παρὰ τῶν ἐν τῆι Νικαέων συναχθέντων ἁγίων πατέρων παρεκάλουν γνωρισθῆναι τῆι ὑμετέραι ἁγίαι συνόδωι ὡς τοῖς παρ’ ὑμῶν δοκιμαζομένοις ἕτοιμος ὑπάρχων ἐμμένειν. καὶ ταῦτα λέγοντος ἀθρόον ἡ κατ’ ἐμοῦ πρὸ πολλοῦ συγγραφεῖσα, ὡς ἐδόκει αὐτῶι, | |
20 | καθαίρεσις ἀνεγινώσκετο καὶ κατ’ ἰδίαν λοιπὸν μετὰ ταῦτα τινὲς αὐτῶν τε φωναὶ καὶ ἐμοῦ καὶ ἄλλαι καταθέσεις καὶ μάλιστα ἔνθα ἐγὼ κατὰ τοὺς ἐν Νικαίαι ἁγίους πατέρας καὶ τοὺς μετὰ ταῦτα ἐν Ἐφέσωι συνελθόντας ὡμολόγουν φρονεῖν, ἐπὶ τῶν πεπραγμένων ὑπομνημάτων μετεπλάττοντο, ὡς τὰ ἐγγράφως μετὰ ταῦτα πραχθέντα κατὰ παρά‐ κλησιν ἐμὴν καὶ κέλευσιν τοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου ἡμῶν βασιλέως ἔδειξεν, | |
25 | οὐδένα λόγον τοῦ εὐλαβεστάτου ἐπισκόπου Φλαβιανοῦ ποιησαμένου τῆς ἐμῆς εἰς τὴν ὑμετέραν ὁσιότητα ἐπικλήσεως οὔτε τὰς ἐμὰς πολιὰς αἰδεσθέντος ἐν τοῖς κατὰ τῶν αἱρετικῶν πολέμοις καὶ τῆι τῆς εὐσεβείας ὁμολογίαι καταγηράσαντος, ἀλλ’ ὡς ἐξουσίαν ἔχων πάντα κατὰ μόνας περὶ τῆς πίστεως πράττειν καὶ μηδὲν τῆι ὑμετέραι ἁγιότητι τῶν τῆς τοσαύτης κρίσεως ἐπιτρέπειν δικαίων, καταπεφήνατό μου καὶ τῆς ἐκκλησίας | |
30 | ἀπέτεμεν, ὡς ἐνόμιζεν, καὶ τῆς ἱερωσύνης ἀφεῖλεν, ὡς ὤιετο, καὶ τῆς τῶν θείων μυ‐ στηρίων κοινωνίας ἀπεῖρξεν καὶ τοῦ προίστασθαι μοναστηρίου παρὰ τὴν ἀκολουθίαν ἀπεκώλυσεν καὶ παρέδωκεν τῶι εἰς τοῦτο συντεταγμένωι πλήθει κατὰ τὸ ἐπισκοπεῖον καὶ ἐπὶ τῆς ἀγορᾶς ὡς αἱρετικὸν καὶ βλάσφημον καὶ Μανιχαῖον διαχειρίσασθαι, εἰ μὴ ἡ τοῦ θεοῦ πρόνοια διασώσασά με κατὰ τὴν παροῦσαν ἡμέραν τῆι ὑμετέραι ἐτήρησεν | |
35 | ἁγιότητι. ἀλλὰ καὶ ἐν διαφόροις εὐκτηρίοις οἴκοις ἔν 〈τε〉 ταῖς τῶν ἁγίων μνήμαις μετὰ τὴν ἔκκλητον τήν τε ἐπ’ ἐμοὶ ψῆφον ἀναγινώσκεσθαι παρεσκεύαζεν καὶ ἀνεθεμάτιζέν με, καὶ τοὺς ἐντυγχάνοντάς μοι καὶ προσδιαλεγομένους ἀλλοτρίους τῆς θείας κοινωνίας ποιῶν, μὴ περιμείνας τῆς ὑμετέρας ἁγιωσύνης τὴν κρίσιν, καὶ καθυπογράφειν τῆι γενο‐ | |
μένηι κατ’ ἐμοῦ ψήφωι κατηνάγκασεν μοναστήρια, οὐδέποτε, ὡς καὶ ἡ ὑμετέρα οἶδεν θεο‐ | 95 in vol. 2.1.1 | |
2,1,196 | φίλεια, τοιαύτης συνηθείας οὐδὲ κατὰ αἱρετικῶν κρατησάσης. καὶ εἰς τὴν Ἀνατολὴν δὲ ἐξέπεμψεν τοὺς χάρτας καὶ πολλαχοῦ ἐπὶ τῶι καὶ παρὰ ἄλλων θεοσεβεστάτων ἐπισκό‐ πων τε καὶ μοναζόντων καὶ ταῦτα μὴ κρινάντων καθυπογράφεσθαι, καίτοι μᾶλλον ὀφείλων πρὸ πάντων τοῖς ἀρχιερεῦσιν ἐπιστεῖλαι, οὓς καὶ ἐπεκαλεσάμην. τότε μὲν | |
5 | οὖν μόλις σωθεὶς διὰ λιβέλλων δῆλα πεποίηκα τὰ παρακολουθήσαντα πρὸς τὴν ὑμετέραν θεοσέβειαν καὶ τοῦ εὐσεβεστάτου καὶ πιστοτάτου βασιλέως ἐδεήθην ὑμᾶς τοὺς ὁσίους καὶ θεοφιλεῖς καὶ πᾶσαν ἀδικίαν καὶ συσκευὴν βδελυττομένους γενέσθαι δικαστὰς τῶν κεκριμένων· δέομαι δὲ νῦν τῆς ὑμετέρας ἁγιωσύνης λογίσασθαι τὴν κατασκευασθεῖσάν μοι συκοφαντίαν καὶ ἐπιβουλὴν καὶ τὴν ἐκ ταύτης τῆς αἰτίας γενομένην ταῖς ἁπανταχοῦ | |
10 | ἁγιωτάταις ἐκκλησίαις ταραχὴν καὶ τὸ ἐκ τούτου πολλοῖς ἀναφυὲν σκάνδαλον καὶ διὰ τῆς προσούσης ὑμῖν φιλοχρίστου σοφίας τοὺς μὲν τούτων αἰτίους τοῖς ἐκκλησιαστικοῖς ὑποβαλεῖν θεσμοῖς, πᾶσαν δὲ βλασφημίας καὶ ἀσεβείας ῥίζαν ἐκκόψαι. ἐγὼ γὰρ τὴν τῆς ὑμετέρας μακαριότητος κρίσιν ἐξ ἀρχῆς ἐπεβοησάμην, καὶ πάλιν δὲ διαμαρτύρομαι ἐνώπιον Ἰησοῦ Χριστοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν | |
15 | ὅτι οὕτως φρονῶ καὶ ἐνθυμοῦμαι καὶ ἐννοῶ καθὼς παρέδοσαν ἡμῖν πίστιν οἱ ἅγιοι πατέρες οἱ ἐπὶ τῆς Νικαέων συνελθόντες, ἣν καὶ οἱ ἐν Ἐφέσωι ἐν τῆι δευτέραι συνόδωι ἅγιοι πατέρες ἐβεβαίωσαν, καὶ εἴ τις παρὰ ταύτην τὴν πίστιν δοξάζει, τοῦτον ἀναθεματίζω κατὰ τὸν ὅρον αὐτῶν. Εὐτυχὴς ἀρχιμανδρίτης οὕτω πιστεύω ὡς προγέγραπται, καὶ ὑπέγραψα χειρὶ | |
20 | ἐμῆι καὶ ἐπέδωκα τοὺς λιβέλλους. Φλαβιανὸς ἐπίσκοπος Κωνσταντινουπόλεως εἶπεν· Οὗτος κατήγορον ἔσχεν Εὐσέβιον· κελεύσατε αὐτὸν παρεῖναι. Καὶ ἐν τῶι ἀναγινώσκεσθαι Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος Δορυλαίου εἶπεν· Ὁ κατηγορηθεὶς παρ’ ἐμοῦ Εὐτυχὴς δοὺς λιβέλλους ἐν τῆι ἁγίαι συνόδωι ἐμνημόνευσεν | |
25 | ὅτι κατήγορος αὐτοῦ εἰμί. ποίωι δὲ τρόπωι τοῦ δικάσαντος Φλαβιανοῦ τοῦ τῆς ὁσίας μνήμης ἀξιώσαντος τὸν κατήγορον ἐμὲ εἰσελθεῖν καὶ τῆς ἀκολουθίας καὶ τῶν κανόνων τοῦτο βουλομένων, ἐκωλύθην εἰσελθεῖν, ἀξιῶ [τοῦτο] ζητηθῆναι. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Αἰτήσαντος Φλαβιανοῦ τοῦ τῆς ὁσίας μνήμης ὥστε Εὐσέβιον τὸν κατήγορον Εὐτυχοῦς εἰσελθεῖν, διὰ τί κατὰ | |
30 | τοὺς κανόνας ὑμεῖς, οἷς ἡ ἐξουσία τοῦ δικάζειν ἐδέδοτο, τοῦτο γενέσθαι οὐ προσετάξατε; Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ἀξιῶ ἀναγνωσθῆ‐ ναι τὴν κατάθεσιν Ἐλπιδίου. οὐκ εἶχον γὰρ κωλῦσαι, εἰ μὴ κομμονιτώριον ἤνεγκεν Ἐλπίδιος διαβεβαιούμενος ὅτι ὁ βασιλεὺς ἐκέλευσεν αὐτὸν μὴ εἰσελθεῖν. Ἰουβενάλιος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἱεροσολύμων εἶπεν· Ὁ περίβλεπτος | |
35 | κόμης Ἐλπίδιος οὐκ ἐπέτρεψεν εἰσελθεῖν αὐτόν. | 96 in vol. 2.1.1 |
2,1,197 | Θαλάσσιος ὁ εὐλαβέστατος ἐπίσκοπος Καισαρείας Καππαδοκίας εἶπεν· Ἐγὼ οὐκ ἤμην αὐθέντης. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Πίστεως κρινομένης αὕτη οὐκ ἔστιν ἀπολογία. | |
5 | Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ἐπειδὴ νῦν αἰτιᾶσθέ με ὡς παραβεβηκότα τοὺς κανόνας καὶ ἀκούσαντα Ἐλπιδίου, νῦν ποῖοι σώιζονται κανόνες, ὅτι εἰσῆλθεν Θεοδώρητος; Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Θεοδώρητος ὁ ἐπίσκο‐ πος κατηγορήσων εἰσελήλυθεν, ὡς τῆς αὐτοῦ φωνῆς ἀκηκόατε. | |
10 | Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Καὶ τί ἐν τάξει ἐπισκόπου καθέζεται; Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Καὶ ὁ ἐπίσκοπος Εὐσέβιος καὶ ὁ ἐπίσκοπος Θεοδώρητος ἐν τάξει κατηγόρων καθέζονται, ὡς καὶ ὑμεῖς ἐν τάξει κατηγορουμένων καθέζεσθε. ὅθεν τὰ λοιπὰ ἀναγινωσκέσθω. | |
15 | Κωνσταντῖνος ὁ καθωσιωμένος σηκρητάριος τοῦ θείου κονσιστωρίου ἀπὸ τοῦ αὐτοῦ σχεδαρίου ἀνέγνω Ἐλπίδιος ὁ περίβλεπτος κόμης εἶπεν· Ὁ θειότατος βασιλεὺς πληρῶν πρῶτον αὐτὸς τὴν τάξιν τῶν νόμων, ἧς ἐστιν καὶ εὑρετὴς καὶ φύλαξ, παρεκελεύσατο τοὺς κρίναντας ἤδη ἐν τάξει κρινομένων ὑπάρχειν καὶ διδασκαλίας μήπω καιρὸν ἔχειν, μη〈δὲ〉 ταύτης | |
20 | τὴν παρρησίαν δόντων ὑμῶν. πρὸς δὲ τὰ νῦν εἰρημένα παρὰ τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου Φλαβιανοῦ ἐκεῖνο διδάσκω· ὁ μὲν κατήγορος τὴν ἑαυτοῦ κατηγορίαν ἐπλήρωσεν καὶ νενίκηκεν, ὡς οἴεται, καὶ μετήνεγκεν λοιπὸν τοῦ κατηγορήσαντος τὴν κρίσιν εἰς ἑαυτὸν ὁ δικαστής, ὡς καὶ παρὰ τοῖς ἔξω θεσμοῖς φυλάττεται. νῦν τοίνυν ὑμεῖς συνεληλύθατε, ὥστε τοῖς κρίνασιν κρῖναι, οὐ μὴν ἄνωθεν κατηγόρου δέξασθαι | |
25 | πρόσωπον καὶ θορύβου πάλιν ἀρχὴν ἑτέραν γενέσθαι. κελεύσατε τοίνυν, εἰ δοκεῖ, κατὰ τάξιν πάντα τὰ λοιπὰ τὰ ἐπὶ τῆι ὑποθέσει πεπραγμένα ἀναγνωσθῆναι κατὰ τὸ ὑμῖν δοκοῦν. Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ἀκολούθως ἐδίδαξεν ὁ περίβλεπτος κόμης Ἐλπίδιος. ὅθεν ἐπιδοθέντος τοῦ λιβέλλου καὶ ἀναγνωσθέντος ἀναγινωσκέσθω | |
30 | καὶ τὰ ἐν τῆι βασιλευούσηι πόλει περὶ ταύτης τῆς κινουμένης ὑποθέσεως πεπραγμένα. λεγέτωσαν δὲ καὶ οἱ παρόντες θεοσεβέστατοι ἐπίσκοποι εἰ τοῦτο αὐτοῖς δοκεῖ. Ἰουβενάλιος ἐπίσκοπος Ἱεροσολύμων εἶπεν· Ἀκόλουθός ἐστιν ἡ ἀπόφασις τῆς σῆς ἁγιωσύνης, ὅθεν εὔλογον ἀναγινώσκεσθαι τὰ πεπραγμένα. Στέφανος ἐπίσκοπος Ἐφέσου εἶπεν· Δικαίας οὔσης τῆς διαλαλιᾶς τοῦ ἁγιωτάτου | |
35 | καὶ θεοφιλεστάτου πατρὸς ἡμῶν καὶ ἀρχιεπισκόπου Διοσκόρου τοῦτο γινέσθω. | |
Κῦρος ἐπίσκοπος Ἀφροδισιάδος εἶπεν· Δικαία καὶ ἀκόλουθος ἡ διαλαλιὰ τοῦ | 97 in vol. 2.1.1 | |
2,1,198 | θεοφιλεστάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου Διοσκόρου πρὸς τὸ ἀναγνωσθῆναι τὰ ἐπὶ τῆι ὑποθέσει πεπραγμένα ἐν τῆι βασιλευούσηι πόλει. Θαλάσσιος ἐπίσκοπος Καισαρείας Καππαδοκίας εἶπεν· Ἀκόλουθον τοῖς διαλα‐ ληθεῖσιν παρὰ τῆς ὑμετέρας θεοφιλείας τὸ ἱκανὸν γενέσθαι. ὅθεν προκομιζέσθωσαν | |
5 | οἱ χάρται οἱ ὀφείλοντες ἀναγνωσθῆναι ἐπὶ τῆς ἁγίας ταύτης συνόδου. Εὐσέβιος ἐπίσκοπος Ἀγκύρας εἶπεν· Καὶ ἐμοὶ δοκεῖ τὰ παραπλήσια ὥστε κατὰ τὴν ἀπόφασιν τῶν ὁσίων πατέρων γενέσθαι τὴν τῶν πεπραγμένων ἀνάγνωσιν. Διογένης ἐπίσκοπος Κυζίκου εἶπεν· Κἀγὼ τὰ αὐτὰ συντίθεμαι ὥστε κατὰ τὴν ἀπόφασιν τῆς ἁγίας καὶ μεγάλης συνόδου ἀναγνωσθῆναι τὰ πεπραγμένα ἐν τῆι βασι‐ | |
10 | λευούσηι. Φλωρέντιος ἐπίσκοπος Λυδῶν εἶπεν· Σύμψηφός εἰμι τῆς γνώμης τῶν καλῶς ἐπι‐ ζητηθέντων ὑπομνημάτων. Θεόδωρος ἐπίσκοπος Ταρσοῦ εἶπεν· Κατὰ τὸ παραστὰν τοῖς ἁγιωτάτοις ἀρχι‐ επισκόποις δίκαιόν ἐστιν ἀναγνωσθῆναι τὰ πεπραγμένα ἐν τῆι βασιλευούσηι. | |
15 | Ἰωάννης ἐπίσκοπος Σεβαστείας εἶπεν· Κατὰ τὴν ψῆφον τῶν ἁγιωτάτων καὶ θεοφιλεστάτων ἐπισκόπων ἀναγκαία ἐστὶν ἡ τῶν πραχθέντων ἐν τῆι βασιλευούσηι πόλει ὑπομνημάτων ἀνάγνωσις. Ῥωμανὸς ἐπίσκοπος Μύρων εἶπεν· Δίκαιον οἶμαι ἀναγνωσθῆναι τὰ ὑπομνήματα τὰ ἐν τῆι βασιλευούσηι πεπραγμένα, καθάπερ διελάλησαν καὶ οἱ ἁγιώτατοι πατέρες. | |
20 | Νουνέχιος ἐπίσκοπος Λαοδικείας Τριμιταρίας εἶπεν· Κατὰ τὴν διαλαλιὰν τῶν θεοφιλεστάτων πατέρων ἀκόλουθον δοκεῖ καὶ ἐμοὶ τὸ γενέσθαι τὴν τῶν πεπραγμένων ἀνάγνωσιν. Μαριανὸς ἐπίσκοπος Συνάδων εἶπεν· Καθὰ διελάλησαν οἱ ὁσιώτατοι πατέρες, ἀναγινωσκέσθω ἡ πρᾶξις τῶν ὑπομνημάτων ἡ γενομένη ἕνεκα Εὐτυχοῦς ἐν τῆι παν‐ | |
25 | ευδαίμονι πόλει. Εὐστάθιος ἐπίσκοπος Βηρυτοῦ εἶπεν· Ἀναγκαία ἐστὶν ἡ ἀνάγνωσις τῶν ὑπο‐ μνημάτων πρὸς εἴδησιν τῶν μὴ παρόντων τῆι ὑποθέσει. Κύντιλλος ἐπίσκοπος Ἡρακλείας ἐπέχων καὶ τὸν τόπον τοῦ θεοσεβεστάτου ἐπι‐ σκόπου τῆς Θεσσαλονικέων πόλεως Ἀναστασίου εἶπεν· Ἀκόλουθόν ἐστιν ἀναγνωσθῆναι | |
30 | τὰ πεπραγμένα ἐν τῆι μεγαλωνύμωι Κωνσταντινουπόλει τῆι ἁγίαι συνόδωι πρὸς ἐντελεστέραν εἴδησιν τῆς ὑποθέσεως. Ἀττικὸς ἐπίσκοπος Νικοπόλεως Παλαιᾶς Ἠπείρου εἶπεν· Ἀκολούθου οὔσης τῆς διαλαλιᾶς τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου ἡμῶν Διοσκόρου τὸ ἱκανὸν γινέσθω καὶ τὰ ὑπομνήματα ὑπαναγινωσκέσθω πάσηι τῆι ἁγιωτάτηι συνόδωι πρὸς ἀκριβεστέραν | |
35 | εἴδησιν τῶν ζητουμένων. Σώιζων ἐπίσκοπος Φιλίππων Μακεδονίας εἶπεν· Ἀναγκαία ἡ τῶν πεπραγμένων ἐν Κωνσταντινουπόλει περὶ τῆς ὑποθέσεως ταύτης ἀνάγνωσις· οὕτω γὰρ ἔσται μαθεῖν ἀκριβῶς τὰ ἐκεῖ κεκινημένα. | |
Οὐράνιος ἐπίσκοπος Ἱμερίας ἐπαρχίας Ὀσροηνῆς ἑρμηνεύοντος αὐτὸν Εὐλογίου | 98 in vol. 2.1.1 | |
2,1,199 | πρεσβυτέρου Ἐδεσσηνοῦ εἶπεν· Ἀκολούθως ἀπεφήνατο ὁ ἁγιώτατος καὶ θεοσεβέστατος ἀρχιεπίσκοπος Διόσκορος ὥστε ἀναγνωσθῆναι πρότερον τὰ πεπραγμένα ἐν τῆι παν‐ ευδαίμονι Κωνσταντινουπόλει περὶ τῆς προκειμένης ὑποθέσεως. Ἡ ἁγία σύνοδος εἶπεν· Πάντες θέλομεν ἀναγνωσθῆναι τὰ πεπραγμένα. ἀνα‐ | |
5 | γινωσκέσθω τὰ πεπραγμένα. Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Λεγέτω καὶ ὁ θεοσεβέστατος ἐπίσκοπος Ἰούλιος ὁ ἐπέχων τὸν τόπον τοῦ ἁγιωτάτου ἐπισκόπου τῆς Ῥωμαίων ἐκκλησίας Λέοντος εἰ σύμψηφος γίνεται τῆι ἁγίαι ταύτηι συνόδωι καὶ βούλεται καὶ αὐτὸς ἀναγνωσθῆναι τὰ πεπραγμένα ἐν Κωνσταντινουπόλει ἐπὶ τῆι ὑποθέσει ταύτηι. | |
10 | Ἰούλιος ἐπίσκοπος ἐπέχων τὸν τόπον τοῦ ἁγιωτάτου ἐπισκόπου τῆς Ῥωμαίων ἐκκλησίας Λέοντος ἑρμηνεύοντος αὐτὸν Φλωρεντίου ἐπισκόπου Λυδῶν εἶπεν· Τούτωι τῶι λόγωι βουλόμεθα τὴν πρᾶξιν ἀναγνωσθῆναι, εἰ πρῶτον ἀναγνωσθῆι τὰ παρὰ τοῦ πάπα ἐπισταλέντα. Ἵλαρος διάκονος τῆς Ῥωμαίων ἐκκλησίας ἑρμηνεύοντος αὐτὸν Φλωρεντίου ἐπι‐ | |
15 | σκόπου Λυδῶν εἶπεν· Ἐπειδὴ καὶ ὁ ἁγιώτατος ἐπίσκοπος Ῥώμης ἀναγνωσθέντων αὐτῶι τούτων τῶν ὑπομνημάτων ὧν νῦν ζητεῖτε τὴν ἀνάγνωσιν, ἐπέστειλεν [ἃ ἐπέστειλεν] Εὐτυχὴς ἀρχιμανδρίτης εἶπεν· Οἱ ἀποσταλέντες θεοσεβέστατοι ἄνδρες ὑπὸ τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου ἀρχιεπισκόπου Λέοντος τῆς Ῥωμαίων εἰς τὴν ἁγίαν ὑμῶν σύνοδον ὕποπτοί μοι γεγόνασιν. κατήχθησαν γὰρ πρὸς Φλαβιανὸν τὸν θεοφιλέσ‐ | |
20 | τατον ἐπίσκοπον καὶ ἠρίστησαν παρ’ αὐτῶι καὶ συνεκροτήθησαν καὶ πάσης θεραπείας παρ’ αὐτοῦ ἠξιώθησαν. ἀξιῶ οὖν τὴν ὑμετέραν ἁγιότητα, εἴ τι παρὰ τὸ δίκαιον γίνοιτο παρ’ αὐτῶν κατ’ ἐμοῦ, τοῦτο πρόκριμά μοι μὴ φέρειν. Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ἀκόλουθόν ἐστιν καὶ εὔλογον πρῶτον ἀναγνωσθῆναι τὰ ἐπὶ τῆι ὑποθέσει πεπραγμένα, εἶθ’ οὕτως τὰ γράμματα τοῦ θεοφιλε‐ | |
25 | στάτου ἐπισκόπου Ῥώμης. ὅθεν κατὰ τὰ δόξαντα τῆι ἁγίαι ταύτηι συνόδωι ἀνα‐ γινωσκέσθω τὰ πεπραγμένα. Ἰωάννης πρεσβύτερος καὶ πρῶτος νοταρίων εἶπεν· Προσέταξεν ἡ ἁγία ὑμῶν καὶ μεγάλη σύνοδος ἀναγνωσθῆναι τὰ πεπραγμένα ἐν τῆι βασιλευούσηι Κωνσταντινου‐ πόλει ἐπὶ τῆι ἐν χερσὶν ὑποθέσει. ἐπειδὴ τοίνυν προσήνεγκεν ταῦτα ὁ θεοσεβέστατος | |
30 | ἐπίσκοπος τῆς Κωνσταντινουπόλεως ἐκκλησίας Φλαβιανός, ἐπιδέδωκεν δὲ τὰ ἴσα καὶ | |
ὁ θεοσεβέστατος ἀρχιμανδρίτης Εὐτυχής, ἀναγνώσομαι, ὡς προσετάξατε. | 99 in vol. 2.1.1 | |
2,1,1100 | Τὰ πραχθέντα ἐκ Κωνσταντινουπόλει ἐπὶ Φλαβιανοῦ, ἀναγνωσθέντα δὲ ἐν Ἐφέσωι ἐπὶ Διοσκόρου ἀναγινώσκεται ἐν Χαλκηδόνι Ὑπατείας Φλαυίων Ζήνωνος καὶ Ποστουμιανοῦ τῶν λαμπροτάτων τῆι πρὸ ἓξ Εἰδῶν Νοεμβρίων, ἐν τῆι φιλοχρίστωι καὶ βασιλευούσηι Κωνσταντινουπόλει Ῥώμηι, συν‐ | |
5 | αχθείσης τῆς ἁγίας καὶ μεγάλης συνόδου τῆς ἐνδημούσης ἐν τῆι προειρημένηι μεγαλοπόλει ἐν τῶι σηκρήτωι τοῦ ἐπισκοπείου, προκαθεζομένου τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἀρχιεπισκόπου Φλαβιανοῦ, καὶ ἀναγινωσκομένης ἀναφορᾶς σταλείσης παρὰ Φλωρεντίου τοῦ θεοσεβεστάτου ἐπισκόπου τῆς Σάρδεων μητροπόλεως τῆς ἐπαρχίας Λυ‐ δῶν καὶ τῶν ὑπ’ αὐτὸν τελούντων θεοσεβεστάτων ἐπισκόπων Ἰωάννου καὶ Κοσσινίου, | |
10 | παρόντων καὶ τῶν τὰς ἀναφορὰς κομισάντων κληρικῶν, τύπου τε δοθέντος φανεροῦ ἐπὶ τοῖς ἀναγνωσθεῖσιν, ἀναστὰς Εὐσέβιος ὁ θεοφιλέστατος ἐπίσκοπος Δορυλαίου, εἷς ὢν τῶν συνεδρευόντων, λιβέλλους ἐπιδέδωκεν τῆι ἁγίαι συνόδωι ἐνορκῶν ἀναγνωσθῆναι αὐτοὺς καὶ ἐμφέρεσθαι τῆι πράξει τῶν ὑπομνημάτων. Ἐνισταμένου δὲ αὐτοῦ ὁ ἁγιώτατος ἀρχιεπίσκοπος Φλαβιανὸς εἶπεν· Ὑποδε‐ | |
15 | χθεὶς ὁ λίβελλος ἀναγινωσκέσθω πρὸς τὸ γνῶναι ἡμᾶς τὴν ἐγκειμένην αἰτίαν. Καὶ ὑποδεξάμενος Ἀστέριος πρεσβύτερος καὶ νοτάριος ἀνέγνω Ἀντίγραφον λιβέλλου Εὐσεβίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Δορυλαίου Τῶι ἁγιωτάτωι καὶ θεοφιλεστάτωι ἀρχιεπισκόπωι Φλαβιανῶι καὶ τῆι ἐνδημούσηι ἁγίαι καὶ μεγάληι συνόδωι τῶν θεοφιλεστάτων ἐπισκόπων παρὰ Εὐσεβίου ἐπισκόπου | |
20 | Δορυλαίου. Ηὐχόμην μὲν μὴ οὕτω παραπληξίαι ἁλῶναι καὶ μέθηι λογισμοῦ καὶ ἐκστάσει φρενῶν Εὐτυχῆ τὸν πρεσβύτερον καὶ ἀρχιμανδρίτην, ὥστε ἐπιλαθέσθαι μὲν τοῦ φόβου τοῦ θεοῦ, καταφρονῆσαι δὲ τοῦ φοβεροῦ βήματος τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ καὶ τῆς δικαίας αὐτοῦ κρίσεως καὶ ἀνταποδόσεως, ὃς ἥξει κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνηι καὶ ἀποδοῦναι ἑκάστωι κατὰ τὰ ἔργα αὐτοῦ, ὥστε τολμῆσαι κατ’ αὐτοῦ | |
25 | τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ βλάσφημον κινῆσαι γλῶτταν καὶ τοὺς πατέρας τοὺς ἐν ἁγίοις ἀριθμουμένους αἱρετικοὺς ἀποκαλεῖν καὶ ἡμᾶς τοὺς τὴν ἐκείνων ἐζηλωκότας πίστιν. ἐπειδὴ δὲ οὐ παύεται, ἀπύλωτον ἔχων στόμα καὶ ἀχαλίνωτον γλῶτταν, ἀρνούμενος [τε] τὰ εὐσεβῆ τῆς ὀρθοδοξίας δόγματα, διασύρων δὲ καὶ τοὺς ἁγίους πατέρας κἀμὲ τὸν | |
μηδέποτε αἱρετικὸν ὑπονοηθέντα, αἱρετικοὺς δὲ πάντοτε πολεμήσαντα καὶ τὴν ὀρθόδοξον | 100 in vol. 2.1.1 | |
2,1,1101 | πίστιν κατὰ δύναμιν ἐκδικήσαντα ἐμμένοντά τε τῆι πίστει τῶν ἁγίων πατέρων τῶν τριακοσίων δέκα καὶ ὀκτὼ τῶν ἐν Νικαίαι συναγηγερμένων καὶ πᾶσι τοῖς πραχθεῖσιν ἐν τῆι Ἐφεσίων μητροπόλει παρὰ τῆς ἁγίας καὶ μεγάλης συνόδου καὶ τοῖς φρονηθεῖσιν καὶ ἐκτεθεῖσιν παρὰ τοῦ μακαρίου Κυρίλλου τοῦ τῆς Ἀλεξανδρέων μεγαλοπόλεως γεγονότος | |
5 | ἐπισκόπου Καὶ ἐπιφωνήσασα ἡ ἁγία σύνοδος εἶπεν· Ἀεὶ μνεία Κυρίλλου. Διόσκορος καὶ Κύριλλος μίαν πίστιν ἔχουσιν. οὕτω φρονεῖ πᾶσα ἡ σύνοδος. Κυρίλλου αἰωνία ἡ μνήμη. εἴ τις ἀνασκευάζει, ἀνάθεμα. εἴ τις ἐπεξεργάζεται, ἀνάθεμα. ἐπικατά‐ ρατος ὁ προστιθείς· ἐπικατάρατος ὁ ἀφαιρῶν· ἐπικατάρατος ὁ καινίζων. τὰς φωνὰς | |
10 | τῶι βασιλεῖ. Ἰούλιος ἐπίσκοπος ἐπέχων τὸν τόπον τοῦ ἁγιωτάτου ἐπισκόπου τῆς Ῥωμαίων ἐκκλησίας Λέοντος ἑρμηνεύοντος αὐτὸν Φλωρεντίου ἐπισκόπου Λυδῶν εἶπεν· Ἡ ἀποστο‐ λικὴ καθέδρα οὕτω φρονεῖ. Ἡ ἁγία σύνοδος εἶπεν· Καὶ ἡ τῆς οἰκουμένης σύνοδος οὕτως φρονεῖ. | |
15 | Καὶ μετὰ τὰς φωνὰς τὰ λοιπὰ τῆς πράξεως ἀνεγνώσθη οὕτως ἐφεξῆς καὶ Ἀθανασίου καὶ τοῦ μεγάλου Γρηγορίου καὶ Γρηγορίου καὶ Γρηγορίου καὶ Ἀττικοῦ καὶ Πρόκλου τῶν ἁγίων ἐπισκόπων, δέομαι καὶ παρακαλῶ τὴν ὑμετέραν ὁσιό‐ τητα μὴ παριδεῖν τήνδε μου τὴν ἱκετηρίαν, ἀλλὰ κελεῦσαι Εὐτυχῆ τὸν πρεσβύτερον καὶ ἀρχιμανδρίτην ἀπαντῆσαι εἰς τὸ ἅγιον ὑμῶν συνέδριον καὶ ἀπολογήσασθαι τοῖς παρ’ | |
20 | ἐμοῦ αὐτῶι ἐπαγομένοις. ἕτοιμος γάρ εἰμι διελέγχειν αὐτὸν ἐπίπλαστον ἔχοντα τῆς ὀρθοδοξίας τὸ ὄνομα, ἀλλότριον δὲ πάντηι τῆς ὀρθοδόξου πίστεως. καὶ ἐνεύχομαι ὑμῖν τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα τὴν σώιζουσαν τοὺς φιλοχρίστους ἡμῶν βασιλέας καὶ τὴν σωτηρίαν καὶ διαμονὴν τῶν εὐσεβεστάτων ἡμῶν βασιλέων Θεοδοσίου καὶ Οὐαλεν‐ τινιανοῦ τῶν αἰωνίων αὐγούστων τὸν προειρημένον Εὐτυχῆ κελεῦσαι ἀπαντῆσαι εἰς | |
25 | τὴν ἁγίαν ὑμῶν σύνοδον καὶ ἀπολογήσασθαι τοῖς ἐπαγομένοις αὐτῶι παρ’ ἐμοῦ, ὅπως τούτου διελεγχθέντος παρ’ ἐμοῦ οἵ τε βλαβέντες παρ’ αὐτοῦ διορθωθεῖεν καὶ ἡ ὀρθόδοξος πίστις νικῶσα καὶ νῦν ὀφθείη ἡ πάντα διαλαβοῦσα τῆς οἰκουμένης τὰ πέρατα. καὶ τούτου τυχὼν χάριτας ὁμολογήσω τῆι ὑμετέραι ἁγίαι συνόδωι διὰ παντός. Εὐσέβιος ἐπίσκοπος τῆς κατὰ Δορύλαιον ἁγίας τοῦ θεοῦ ἐκκλησίας ἐπιδοὺς | |
30 | τούσδε μου τοὺς λιβέλλους ὑπέγραψα χειρὶ ἐμῆι. | 101 in vol. 2.1.1 |
2,1,1102 | Καὶ μετὰ τὸ ἀναγνωσθῆναι ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Ἐκπλήττει μὲν ἡμᾶς τὰ ἀναγνωσθέντα τοιαύτην ἐπάγοντα μέμψιν τῶι εὐλαβεστάτωι πρεσβυτέρωι καὶ ἀρχιμανδρίτηι Εὐτυχεῖ, ὅμως καταξιώσηι ἡ εὐλάβειά σου συντυχίαν ποιήσασθαι πρὸς αὐτὸν καὶ διαλεχθῆναι αὐτῶι περὶ τῆς ὀρθῆς πίστεως, καὶ εἰ εὑρεθείη κατὰ ἀλήθειαν οὐκ | |
5 | ὀρθὰ φρονῶν, τὸ τηνικαῦτα κληθήσεται παρὰ τῆς ἁγίας συνόδου καὶ συστήσεται ἑαυτῶι. Εὐσέβιος ἐπίσκοπος εἶπεν· Ἐγὼ φίλος μὲν αὐτοῦ ἤμην τὸ πρότερον, οὐχ ἅπαξ δὲ οὐδὲ δεύτερον, ἀλλὰ καὶ πλειστάκις συνέτυχον αὐτῶι διὰ τὴν αἰτίαν ταύτην, ἀφ’ οὗ ἐβλάβη, καὶ διελέχθην αὐτῶι καὶ εὑρὼν αὐτὸν οὐκ ὀρθὰ φρονοῦντα παρήινεσα καὶ ἐδίδαξα, καὶ ἐνίστατο λέγων ἐκεῖνα ἅπερ ἀλλότρια ἦν τῆς ὀρθῆς ἡμῶν πίστεως. καὶ τοῦτο | |
10 | δύναμαι δεῖξαι διὰ πολλῶν μαρτύρων παρόντων καὶ ἀκηκοότων. ἐνορκίζω οὖν ὑμᾶς καὶ πάλιν τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ὥστε μεταστείλασθαι αὐτὸν ἐπὶ τῶι ἀπολογήσασθαι καὶ μετὰ τὸ ἐλεγχθῆναι αὐτὸν παρ’ ἐμοῦ παύσασθαι τῆς διεστραμμένης αὐτοῦ διδασκαλίας, ἐπειδὴ πολλοί εἰσιν οἱ παρ’ αὐτοῦ βλαβέντες. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Ἀνάσχηται ἡμῶν ἡ σὴ εὐλάβεια καὶ αὖθις | |
15 | σκυλῆι ἕως τοῦ μοναστηρίου καὶ ὁμιλήσηι αὐτῶι τὰ πρέποντα καὶ πρὸς εἰρήνην βλέ‐ ποντα, ὥστε μή τινα πάλιν ταραχὴν καὶ θόρυβον ἐγγενέσθαι ταῖς ἁγίαις τοῦ θεοῦ ἐκ‐ κλησίαις. Εὐσέβιος ἐπίσκοπος εἶπεν· Ἀδύνατόν ἐστιν ἐμὲ λοιπὸν ἀπελθόντα πολλάκις καὶ μὴ πείσαντα πάλιν πρὸς αὐτὸν ἀπελθεῖν καὶ βλασφήμων ἀκούειν ῥημάτων, ἀλλὰ κατα‐ | |
20 | ξιώσηι ἡ ὑμῶν ἁγιωσύνη μεταστείλασθαι αὐτὸν ἐπὶ τῶι ἀπαντῆσαι. οὐδὲ γὰρ συγ‐ χωρῶ ἀνεξέταστον τὴν τοιαύτην ὑπόθεσιν καταλιπεῖν. Ἡ ἁγία σύνοδος εἶπεν· Ἔδει μέν σου τὴν εὐλάβειαν πεισθῆναι ταῖς παραινέσεσιν τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἀρχιεπισκόπου ἡμῶν, ἐπειδὴ δὲ ἐπιμένοντά σε ὁρῶμεν, γενήσεται ὅπερ ἐζήτησας. τοιγαροῦν οἱ μὲν παρὰ σοῦ ἐπιδοθέντες λίβελλοι ἐνταττέσθω‐ | |
25 | σαν τοῖς ὑπομνήμασιν πρὸς ἀκριβῆ τῶν πραττομένων ἐξέτασιν, Ἰωάννης δὲ ὁ εὐλαβέστατος πρεσβύτερος καὶ ἔκδικος ἅμα τῶι εὐλαβεστάτωι διακόνωι Ἀνδρέαι παραγενόμενοι πρὸς τὸν εὐλαβέστατον πρεσβύτερον καὶ ἀρχιμανδρίτην Εὐτυχῆ τόν τε λίβελλον τὸν ἐπι‐ δοθέντα κατ’ αὐτοῦ ἀναγνώσονται αὐτῶι καὶ ὑπομνήσουσιν ἀπαντῆσαι πρὸς τὴν ἁγίαν ταύτην σύνοδον καὶ ἑαυτῶι συναγωνίσασθαι οὐκ ἐπὶ τῶι τυχόντι ἐγκαλουμένωι. | |
30 | Καὶ ἐν τῶι ἀναγινώσκεσθαι οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Ἡνίκα Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος ἐν Κωνσταντινουπόλει Εὐτυχοῦς κατη‐ γόρει, ὁρᾶτε ὅτιπερ αὐτὸς ἠξίωσεν παρόντα Εὐτυχῆ εὐθυνθῆναι. πῶς τοίνυν τὸ αὐτὸ ὑπόδειγμα καὶ ἐν Ἐφέσωι οὐκ ἐφυλάχθη οὔτε εἰσεδέχθη Εὐσέβιος ὁ εὐλαβέστατος ἐπί‐ | |
σκοπος; | 102 in vol. 2.1.1 | |
2,1,1103 | Καὶ σιωπώντων ἁπάντων οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Διέξιθι τὰ λοιπά. Βερονικιανὸς ὁ καθωσιωμένος σηκρητάριος τοῦ θείου κονσιστωρίου ἀπὸ τοῦ αὐτοῦ σχεδαρίου ἀνέγνω | |
5 | Ὑπατείας Φλαυίων Ζήνωνος καὶ Ποστουμιανοῦ τῶν λαμπροτάτων τῆι πρὸ μιᾶς Εἰδῶν Νοεμβρίων, ἐν τῆι φιλοχρίστωι καὶ βασιλευούσηι Κωνσταντινουπόλει Ῥώμηι, συναχθείσης τῆς ἁγίας καὶ μεγάλης συνόδου τῆς ἐνδημούσης τῆι προειρημένηι μεγαλοπόλει, προκαθεζομένου τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἀρχιεπισκόπου Φλαβιανοῦ, ἐν τῶι σηκρήτωι τοῦ ἐπισκοπείου, Εὐσέβιος ἐπίσκοπος Δορυλαίου εἶπεν· Προσελθὼν τῆι ὑμετέραι | |
10 | ἁγιωσύνηι λιβέλλους ἐπιδέδωκα πρώην αἰτιώμενος Εὐτυχῆ τὸν πρεσβύτερον καὶ ἀρχι‐ μανδρίτην ταυτησὶ τῆς πόλεως ὡς τὰ ὀρθόδοξα δόγματα τῆς ἐκκλησίας διαφθείροντα, τοῦτο μὲν ἐν διαλέξεσιν, τοῦτο δὲ καὶ ἐν κατηχήσεσιν τῶν ἐκεῖ παρατυγχανόντων, δι’ ὧν δυνατόν ἐστιν, ἐπὰν ἐκεῖνος παραγένηται, τὰς ἀποδείξεις με ἐπὶ τῶν ἀγώνων παρα‐ σχεῖν, ἐκ πολλῶν ἐλέγχων φανερουμένων τῶν κατ’ αὐτόν. ἐπεὶ οὖν ἑτοίμως ἔχω | |
15 | τοῦτον ἐλέγχειν ὄντα τοιοῦτον, ἠξίωσα δὲ τὴν ὑμετέραν ὁσιότητα ὥστε αὐτὸν κανονικῶς ὑπομνησθέντα καταλαβεῖν τὴν ἁγίαν ὑμῶν σύνοδον, καὶ τοῦτο ἐπετρέψατε γενέσθαι διά τινων εὐλαβεστάτων κληρικῶν, ἀναδιδάσκω πρὸς ἐντελῆ διδασκαλίαν τῆς ὑμετέρας ἁγιωσύνης ὅτιπερ ὁ τῆς ὁσίας καὶ μακαρίας μνήμης γενόμενος ἐπίσκοπος Κύριλλος τῆς κατὰ τὴν μεγαλόπολιν Ἀλεξάνδρειαν ἁγιωτάτης ἐκκλησίας Νεστορίου τὰ διεστραμμένα | |
20 | δόγματα εἰσάγοντος καὶ κηρύττοντος ἐπ’ ἐκκλησίας, θεοφιλὴς ὢν καὶ ζηλωτὴς ὑπάρχων τῆς πίστεως, γνοὺς τὰ περὶ αὐτοῦ, γράμμα παραινετικὸν ἀπέστειλεν πρὸς αὐτὸν ἔχον τὴν ἔκθεσιν τῶν ἁγίων πατέρων τῶν ἐν τῆι Νικαέων συναχθέντων καὶ ὅπως δεῖ ἐκείνην τὴν πνευματικὴν ἔκθεσιν καὶ νοεῖν καὶ φρονεῖν. ταύτην δεξάμενος Νεστόριος τὴν ἐπιστολὴν ἀντέγραψεν πρὸς αὐτὴν τῶι τῆς μακαρίας μνήμης Κυρίλλωι τὰ διεστραμ‐ | |
25 | μένα αὐτοῦ καὶ βέβηλα δόγματα δῆλα ποιῶν. ἐπὶ τούτοις κατὰ θέσπισμα τῶν φιλο‐ χρίστων ἡμῶν βασιλέων σύνοδος συνεκροτήθη εἰς τὴν Ἐφεσίων μητρόπολιν καὶ ἐν πρώτηι τάξει ἠξίωσεν ὁ τῆς μακαρίας μνήμης Κύριλλος ἀναγινώσκεσθαι τὸ ἐπιστολιμαῖον γράμμα τὸ ἐπισταλὲν Νεστορίωι τῆι ἁγίαι καὶ μεγάληι συνόδωι, δοκιμάζεσθαι δὲ αὐτὸ παρ’ αὐτῆς πότερον συμβαῖνόν ἐστιν τῆι ἐκθέσει τῶν ἁγίων πατέρων ἢ ἑτέρως ἔχει. | |
30 | διαλαλησάσης οὖν τῆς ἁγίας ἐκείνης καὶ μεγάλης καὶ οἰκουμενικῆς συνόδου ἀνεγνώσθη ἡ ἐπιστολὴ καὶ πάντες οἱ συνεδρεύοντες ἐν τῆι μεγάληι ἐκείνηι καὶ οἰκουμενικῆι συνόδωι ἀπεφήναντο αὐτὴν σύμφωνον εἶναι τῆι ἐκθέσει τῶν ἁγίων πατέρων καὶ ταῖς θείαις γραφαῖς καὶ οὐδὲν ἀπάιδειν αὐτῶν, συνθέσθαι δὲ αὐτοὺς τοῖς ἐκτεθεῖσιν ἐν τῆι αὐτῆι ἐπιστολῆι. | |
ταύτην καὶ νῦν παρακαλῶ τὴν ὁσιότητα ὑμῶν κελεῦσαι ἀναγνωσθῆναι ἐπὶ τῶι γενέσθαι | 103 in vol. 2.1.1 | |
2,1,1104 | κατάδηλον πᾶσιν ὅτιπερ κατὰ τὴν ἐν αὐτῆι τῆι ἐπιστολῆι ἐγκειμένην ἔκθεσιν οὕτω φρο‐ νοῦμεν καὶ οὕτω πεπιστεύκαμεν. ἔστι δὲ καὶ δευτέρα ἐπιστολὴ τοῦ τῆς ὁσίας μνήμης Κυρίλλου γραφεῖσα πρὸς τὴν ἁγίαν τὴν ἐν τῆι Ἀνατολῆι σύνοδον, ἡνίκα καὶ σύμβασις ἐγένετο μεταξὺ αὐτῶν, ὅπως ἔχουσιν περὶ τῆς ἐνανθρωπήσεως τοῦ σωτῆρος ἡμῶν Χριστοῦ | |
5 | καὶ ὅπως δεῖ τὰς πανταχοῦ ἁγίας τοῦ θεοῦ ἐκκλησίας καὶ φρονεῖν καὶ κηρύττειν. καὶ ταύτας ἀξιῶ ἐπὶ τῆς πίστεως τῶν ὑπομνημάτων ἀναγνωσθείσας ἐντάττεσθαι, ὥστε εὔδηλα εἶναι πᾶσιν τὰ τῆς ἐκκλησίας δόγματα. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος Φλαβιανὸς εἶπεν· Εἰ καὶ γνώριμα ταῦτα πᾶσι κα‐ θέστηκεν τοῖς πιστοῖς καὶ τοῖς ἐντρεφομένοις καὶ ἐμμελετῶσι ταῖς βίβλοις τῶν ἁγίων πατέρων | |
10 | διὰ τὴν ἐξ αὐτῶν καθ’ ἑκάστην ἀνάγνωσιν τικτομένην ὠφέλειαν καὶ βεβαίωσιν τῆς ἐνι‐ δρυμένης ἡμῖν πίστεως, οὐδὲν κωλύει καὶ νῦν ἀναγινώσκεσθαι κατὰ τὰς παρὰ σοῦ γενο‐ μένας ἐξαιτήσεις, ἐνταττομένων ἁπάντων τῶν πραττομένων τῆι πίστει τῶν ὑπομνημάτων. Ἀντίγραφον ἐπιστολῆς γραφείσης παρὰ τοῦ θεοφιλεστάτου ἐπισκόπου Ἀλεξαν‐ δρείας Κυρίλλου πρὸς Νεστόριον, μηνὶ Μεχὶρ ἰνδικτιῶνος ιγ | |
15 | Καταφλυαροῦσι μέν, ὡς μανθάνω, τινὲς τῆς ἐμῆς ὑπολήψεως ἐπὶ τῆς σῆς θεοσεβείας, καὶ τοῦτο συχνῶς, τὰς τῶν ἐν τέλει συνόδους καιροφυλακοῦντες μάλιστα καὶ τάχα που καὶ τέρπειν οἰόμενοι τὴν σὴν ἀκοὴν καὶ ἀβουλήτους πέμπουσιν φωνάς, ἠδικημένοι μὲν οὐδέν, ἐλεγχθέντες δέ, καὶ τοῦτο χρηστῶς, ὃ μὲν ὅτι τυφλοὺς ἠδίκει καὶ πένητας, ὃ δὲ ὡς μητρὶ ξίφος ἐπανατείνας, ὃ δὲ θεραπαίνηι συγκεκλοφὼς χρυσίον ἀλλότριον καὶ τοιαύτην | |
20 | ἐσχηκὼς ἀεὶ τὴν ὑπόληψιν ἣν οὐκ ἂν εὔξαιτό τις συμβῆναί τισιν καὶ τῶν λίαν ἐχθρῶν. πλὴν οὐ πολὺς τῶν τοιούτων ὁ λόγος ἐμοί, ἵνα μήτε ὑπὲρ τὸν δεσπότην καὶ διδάσκαλον μήτε μὴν ὑπὲρ τοὺς πατέρας τὸ τῆς ἐνούσης ἐμοὶ βραχύτητος ἐκτείνοιμι μέτρον. οὐ γὰρ ἐνδέχεται τὰς τῶν φαύλων διαδρᾶναι σκαιότητας, ὡς ἂν ἕλοιτό τις διαβιοῦν. ἀλλ’ ἐκεῖνοι μὲν ἀρᾶς καὶ πικρίας μεστὸν ἔχοντες τὸ στόμα τῶι πάντων ἀπολογήσονται κρι‐ | |
25 | τῆι, τετράψομαι δὲ πάλιν ἐγὼ πρὸς τὸ ὅτι μάλιστα πρέπον ἐμαυτῶι καὶ ὑπομνήσω καὶ νῦν ὡς ἀδελφὸν ἐν Χριστῶι τῆς διδασκαλίας τὸν λόγον καὶ τὸ ἐπὶ τῆι πίστει φρόνημα μετὰ πάσης ἀσφαλείας ποιεῖσθαι πρὸς τοὺς λαοὺς ἐννοεῖν τε ὅτι τὸ σκανδαλίσαι καὶ μόνον | |
ἕνα τῶν μικρῶν τῶν πιστευόντων εἰς Χριστὸν ἀφόρητον ἔχει τὴν ἀγανάκτησιν· εἰ δὲ | 104 in vol. 2.1.1 | |
2,1,1105 | δὴ πληθὺς εἴη τοσαύτη τῶν λελυπημένων, πῶς οὐχ ἁπάσης εὐτεχνίας ἐν χρείαι καθεστή‐ καμεν πρός γε τὸ δεῖν ἐμφρόνως περιελεῖν τὰ σκάνδαλα καὶ τὸν ὑγιῆ τῆς πίστεως κατευρῦ‐ ναι λόγον τοῖς ζητοῦσιν τὸ ἀληθές; ἔσται δὲ τοῦτο, καὶ μάλα ὀρθῶς, εἰ τοῖς τῶν ἁγίων πατέρων περιτυγχάνοντες λόγοις περὶ πολλοῦ τε αὐτοὺς ποιεῖσθαι σπουδάζοιμεν καὶ | |
5 | δοκιμάζοντες ἑαυτοὺς εἰ ἐσμὲν ἐν τῆι πίστει, κατὰ τὸ γεγραμμένον, ταῖς ἐκείνων ὀρθαῖς καὶ ἀνεπιλήπτοις δόξαις τὰς ἐν ἡμῖν ἐννοίας εὖ μάλα συμπλάττοιμεν. Ἔφη τοίνυν ἡ ἁγία καὶ μεγάλη σύνοδος αὐτὸν τὸν ἐκ θεοῦ πατρὸς κατὰ φύσιν γεννηθέντα υἱὸν μονογενῆ, τὸν ἐκ θεοῦ ἀληθινοῦ θεὸν ἀληθινόν, τὸ φῶς τὸ ἐκ τοῦ φωτός, τὸν δι’ οὗ τὰ πάντα πεποίηκεν ὁ πατήρ, κατελθεῖν σαρκωθῆναι ἐνανθρωπῆσαι παθεῖν | |
10 | ἀναστῆναι τῆι τρίτηι ἡμέραι καὶ ἀνελθεῖν εἰς τοὺς οὐρανούς. τούτοις καὶ ἡμᾶς ἕπεσθαι δεῖ καὶ τοῖς λόγοις καὶ τοῖς δόγμασιν, ἐννοοῦντας τί τὸ σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι δηλοῖ τὸν ἐκ θεοῦ λόγον. οὐ γὰρ φαμὲν ὅτι ἡ τοῦ λόγου φύσις μεταποιηθεῖσα γέγονεν σάρξ, ἀλλ’ οὐδὲ ὅτι εἰς ὅλον ἄνθρωπον μετεβλήθη τὸν ἐκ ψυχῆς καὶ σώματος, ἐκεῖνο δὲ μᾶλλον ὅτι σάρκα ἐψυχωμένην ψυχῆι λογικῆι ἑνώσας ὁ λόγος ἑαυτῶι καθ’ ὑπόστασιν | |
15 | ἀφράστως τε καὶ ἀπερινοήτως γέγονεν ἄνθρωπος καὶ κεχρημάτικεν υἱὸς ἀνθρώπου, οὐ κατὰ θέλησιν μόνην ἢ εὐδοκίαν, ἀλλ’ οὐδὲ ὡς ἐν προσλήψει προσώπου μόνου, καὶ ὅτι διάφοροι μὲν αἱ πρὸς ἑνότητα τὴν ἀληθινὴν συνενεχθεῖσαι φύσεις, εἷς δὲ ἐξ ἀμφοῖν Χριστὸς καὶ υἱός, οὐχ ὡς τῆς τῶν φύσεων διαφορᾶς ἀνηιρημένης διὰ τὴν ἕνωσιν, ἀποτελεσασῶν δὲ μᾶλλον ἡμῖν τὸν ἕνα κύριον καὶ Χριστὸν καὶ υἱὸν θεότητός τε καὶ ἀνθρωπότητος διὰ | |
20 | τῆς ἀφράστου καὶ ἀπορρήτου πρὸς ἑνότητα συνδρομῆς οὕτω τε λέγεται, καίτοι πρὸ αἰώνων ἔχων τὴν ὕπαρξιν καὶ γεννηθεὶς ἐκ πατρός, γεννηθῆναι καὶ κατὰ σάρκα ἐκ γυναι‐ κός, οὐχ ὡς τῆς θείας αὐτοῦ φύσεως ἀρχὴν τοῦ εἶναι λαβούσης ἐν τῆι ἁγίαι παρθένωι οὔτε μὴν δεηθείσης ἀναγκαίως δι’ ἑαυτὴν δευτέρας γεννήσεως μετὰ τὴν ἐκ πατρός (ἐστὶν γὰρ τοῦτο εἰκαῖόν τε ὁμοῦ καὶ ἀμαθὲς τὸν ὑπάρχοντα πρὸ παντὸς αἰῶνος καὶ συναίδιον | |
25 | τῶι πατρὶ δεῖσθαι λέγειν ἀρχῆς τῆς εἰς τὸ εἶναι δευτέρας), ἐπειδὴ δὲ δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἑνώσας ἑαυτῶι καθ’ ὑπόστασιν τὸ ἀνθρώπινον προῆλθεν ἐκ γυναικός, ταύτηι τοι λέγεται γεννηθῆναι σαρκικῶς. οὐ γὰρ πρῶτον ἄνθρωπος ἐγεννήθη κοινὸς ἐκ τῆς ἁγίας παρθένου, εἶθ’ οὕτως καταπεφοίτηκεν ἐπ’ αὐτὸν ὁ λόγος, ἀλλ’ ἐξ αὐτῆς τῆς μήτρας ἑνωθεὶς ὑπομεῖναι λέγεται γέννησιν σαρκικήν, ὡς τῆς ἰδίας σαρκὸς τὴν γέννησιν | |
30 | οἰκειούμενος. οὕτω φαμὲν αὐτὸν καὶ παθεῖν καὶ ἀναστῆναι, οὐχ ὡς τοῦ θεοῦ λόγου παθόντος εἰς ἰδίαν φύσιν ἢ πληγὰς ἢ διατρήσεις ἥλων ἢ γοῦν τὰ ἕτερα τῶν τραυμάτων (ἀπαθὲς γὰρ τὸ θεῖον, ὅτι καὶ ἀσώματον), ἐπειδὴ δὲ τὸ γεγονὸς αὐτοῦ ἴδιον σῶμα πέπον‐ θεν ταῦτα, πάλιν αὐτὸς λέγεται παθεῖν ὑπὲρ ἡμῶν. ἦν γὰρ ὁ ἀπαθὴς ἐν τῶι πάσχοντι σώματι. κατὰ τὸν ἴσον δὲ τρόπον καὶ ἐπὶ τοῦ τεθνάναι νοοῦμεν. ἀθάνατος μὲν γὰρ | |
35 | κατὰ φύσιν καὶ ἄφθαρτος καὶ ζωὴ καὶ ζωοποιός ἐστιν ὁ τοῦ θεοῦ λόγος· ἐπειδὴ δὲ πάλιν τὸ | 105 in vol. 2.1.1 |
2,1,1106 | ἴδιον αὐτοῦ σῶμα χάριτι θεοῦ, καθά φησιν ὁ Παῦλος, ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, λέγεται παθεῖν αὐτὸς τὸν ὑπὲρ ἡμῶν θάνατον, οὐχ ὡς εἰς πεῖραν ἐλθὼν τοῦ θανάτου τό γε ἧκον εἰς τὴν αὐτοῦ φύσιν (ἀποπληξία γὰρ τοῦτο λέγειν ἢ φρονεῖν), ἀλλ’ ὅτι, καθάπερ ἔφην ἀρτίως, ἡ σὰρξ αὐτοῦ ἐγεύσατο θανάτου. οὕτω καὶ ἐγηγερμένης αὐτοῦ | |
5 | τῆς σαρκὸς πάλιν ἡ ἀνάστασις αὐτοῦ λέγεται, οὐχ ὡς πεσόντος εἰς φθοράν, μὴ γένοιτο, ἀλλ’ ὅτι τὸ αὐτοῦ πάλιν ἐγήγερται σῶμα. οὕτω Χριστὸν ἕνα καὶ κύριον ὁμολογή‐ σομεν, οὐχ ὡς ἄνθρωπον συμπροσκυνοῦντες τῶι λόγωι, ἵνα μὴ τομῆς φαντασία παρεισ‐ κρίνηται διὰ τοῦ λέγειν τὸ σύν, ἀλλ’ ὡς ἕνα καὶ τὸν αὐτὸν προσκυνοῦντες, ὅτι μὴ ἀλλό‐ τριον τοῦ λόγου τὸ σῶμα αὐτοῦ, μεθ’ οὗ καὶ αὐτὸς συνεδρεύει τῶι πατρί, οὐχ ὡς δύο | |
10 | πάλιν συνεδρευόντων υἱῶν, ἀλλ’ ὡς ἑνὸς καθ’ ἕνωσιν μετὰ τῆς σαρκός. ἐὰν δὲ τὴν καθ’ ὑπόστασιν ἕνωσιν ἢ ὡς ἀνέφικτον ἢ ὡς ἀκαλλῆ παραιτώμεθα, ἐμπίπτομεν εἰς τὸ λέ‐ γειν δύο υἱούς· ἀνάγκη γὰρ πᾶσα διορίσαι καὶ εἰπεῖν τὸν μὲν ἄνθρωπον ἰδικῶς τῆι τοῦ υἱοῦ κλήσει τετιμημένον, ἰδικῶς δὲ πάλιν τὸν ἐκ θεοῦ λόγον υἱότητος ὄνομά τε καὶ χρῆμα ἔχοντα φυσικῶς. οὐ διαιρετέον τοιγαροῦν εἰς υἱοὺς δύο τὸν ἕνα κύριον Ἰησοῦν Χριστόν. | |
15 | ὀνήσει δὲ κατ’ οὐδένα τρόπον τὸν ὀρθὸν τῆς πίστεως λόγον εἰς τὸ οὕτως ἔχειν, κἂν εἰ προσώπων ἕνωσιν ἐπιφημίζωσί τινες. οὐ γὰρ εἴρηκεν ἡ γραφὴ ὅτι ὁ λόγος ἀνθρώπου πρόσωπον ἥνωσεν ἑαυτῶι, ἀλλ’ ὅτι γέγονεν σάρξ. τὸ δὲ σάρκα γενέσθαι τὸν λόγον οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ ὅτι παραπλησίως ἡμῖν μετέσχεν αἵματος καὶ σαρκὸς ἴδιόν τε σῶμα τὸ ἡμῶν ἐποιήσατο καὶ προῆλθεν ἄνθρωπος ἐκ γυναικός, οὐκ ἀποβεβληκὼς τὸ εἶναι | |
20 | θεὸς καὶ τὸ ἐκ θεοῦ γεννηθῆναι πατρός, ἀλλὰ καὶ ἐν προσλήψει σαρκὸς μεμενηκὼς ὅπερ ἦν. τοῦτο πρεσβεύει πανταχοῦ τῆς ἀκριβοῦς πίστεως ὁ λόγος· οὕτως εὑρήσομεν τοὺς ἁγίους πεφρονηκότας πατέρας· οὕτω τεθαρρήκασιν θεοτόκον εἰπεῖν τὴν ἁγίαν παρθένον, οὐχ ὡς τῆς τοῦ λόγου φύσεως ἤτοι τῆς θεότητος αὐτοῦ ἀρχὴν τοῦ εἶναι λαβούσης ἐκ τῆς ἁγίας παρθένου, ἀλλ’ ὡς γεννηθέντος ἐξ αὐτῆς τοῦ ἁγίου σώματος ψυχωθέντος λογικῶς, | |
25 | ὧι καὶ καθ’ ὑπόστασιν ἑνωθεὶς ὁ λόγος γεννηθῆναι λέγεται κατὰ σάρκα. ταῦτα καὶ νῦν ἐξ ἀγάπης τῆς ἐν Χριστῶι γράφω, παρακαλῶν ὡς ἀδελφὸν καὶ διαμαρτυρόμενος ἐνώπιον τοῦ Χριστοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων ταῦτα μεθ’ ἡμῶν καὶ φρονεῖν καὶ διδά‐ σκειν, ἵνα σώιζηται τῶν ἐκκλησιῶν ἡ εἰρήνη καὶ τῆς ὁμονοίας καὶ ἀγάπης ὁ σύνδεσμος ἀρραγὴς διαμένηι τοῖς ἱερεῦσιν τοῦ θεοῦ. | |
30 | Κύριλλος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ἤκουσεν ἡ ἁγία καὶ μεγάλη σύνοδος αὕτη ὧν ἐπέστειλα τῶι εὐλαβεστάτωι Νεστορίωι συναγορεύων τῆι ὀρθῆι πίστει. διάκειμαι δὲ ὅτι κατ’ οὐδένα τρόπον ἐκβεβηκὼς ἁλίσκομαι τὸν ὀρθὸν τῆς πίστεως λόγον ἢ γοῦν παραβεβηκὼς τὸ ἐκτεθὲν παρὰ τῆς ἁγίας καὶ μεγάλης συνόδου τῆς κατὰ καιροὺς | |
ἐν τῆι Νικάεων συνειλεγμένης σύμβολον, καὶ παρακαλῶ τὴν ὑμετέραν ὁσιότητα εἰπεῖν πό‐ | 106 in vol. 2.1.1 | |
2,1,1107 | τερον ὀρθῶς καὶ ἀνεπιλήπτως καὶ συμφώνως τῆι ἁγίαι ἐκείνηι συνόδωι τὰ τοιαῦτα γε‐ γράφηκα ἢ μή. Ἰουβενάλιος ἐπίσκοπος Ἱεροσολύμων εἶπεν· Ἀναγνωσθείσης τῆς ἐκτεθείσης ἁγίας πίστεως τῆς ἐν Νικαίαι καὶ τῆς ἐπιστολῆς τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἐπισκόπου | |
5 | Κυρίλλου, καὶ τὰ παρὰ τῆς ἁγίας συνόδου ἐκτεθέντα σύμφωνα εὕρηνται καὶ τούτοις τοῖς εὐσεβέσιν δόγμασιν συντίθεμαι καὶ συναινῶ. Φίρμος ἐπίσκοπος Καισαρείας Καππαδοκίας εἶπεν· Τὰ συντόμως καὶ ἐν κεφαλαίωι εἰρημένα παρὰ τῆς ἁγιωτάτης συνόδου τῆς ἐν Νικαίαι ἐξηγησαμένη ἡ σὴ θεοσέβεια λεπτῶς καὶ περὶ πόδα σαφεστέραν ἡμῖν καὶ ἐναργεστέραν τὴν ἀποκάλυψιν τῆς ἐκτεθείσης | |
10 | πίστεως ἐποιήσατο, ὥστε μηδὲν εἶναι ἐν τοῖς λεγομένοις ἀμφίβολον πάντων ἀλλήλοις συμ‐ φωνούντων καὶ τῆς πίστεως βεβαιουμένης. τούτων οὖν ἀκριβῶς ἐχόντων καὶ ἀπαρα‐ τρέπτως καὶ οὐδένα νεωτερισμὸν ἐπιφερομένων κἀγὼ συντίθεμαι, τὴν αὐτὴν δόξαν παρὰ τῶν ἁγίων ἐπισκόπων τῶν ἐμῶν πατέρων δεξάμενος. Μέμνων ἐπίσκοπος Ἐφεσίων μητροπόλεως εἶπεν· Τῆι πίστει τῆι ἐκτεθείσηι παρὰ | |
15 | τῶν ἁγίων πατέρων τῶν τριακοσίων δεκαοκτὼ τῶν ἐν Νικαίαι συνελθόντων σύμφωνα καὶ ἡ ἐπιστολὴ ἡ ἀναγνωσθεῖσα τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου πατρὸς καὶ ἐπισκόπου Κυρίλλου περιέχει· οἷς καὶ συντιθέμεθα καὶ συναινοῦμεν μηδὲν ἐλλιπὲς εὑρίσκοντες μηδὲ διαφωνοῦν. Διελάλησεν δὲ τὰ αὐτὰ καὶ πᾶσα ἡ ἁγία καὶ μεγάλη σύνοδος. | |
20 | Ἐπιστολὴ γραφεῖσα τῶι θεοφιλεστάτωι ἐπισκόπωι Ἀντιοχείας Ἰωάννηι παρὰ τοῦ ὁσιωτάτου ἐπισκόπου Ἀλεξανδρείας Κυρίλλου περὶ τῆς εἰρήνης Εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ· λέλυται γὰρ τὸ μεσότοιχον τοῦ φραγμοῦ καὶ πέπαυται τὸ λυποῦν καὶ διχονοίας ἁπάσης ἀνήιρηται τρόπος, τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ ταῖς ἑαυτοῦ ἐκκλησίαις τὴν εἰρήνην βρα‐ | |
25 | βεύοντος, κεκληκότων δὲ πρὸς τοῦτο ἡμᾶς καὶ τῶν εὐσεβεστάτων καὶ θεοφιλεστάτων βασιλέων, οἳ προγονικῆς εὐσεβείας ἄριστοι ζηλωταὶ γεγονότες ἀσφαλῆ μὲν καὶ ἀκατά‐ σειστον ἐν ἰδίαις ψυχαῖς τὴν ὀρθὴν φυλάττουσιν πίστιν, ἐξαίρετον δὲ ποιοῦνται φρον‐ τίδα τὴν ὑπὲρ τῶν ἁγίων ἐκκλησιῶν, ἵνα διαβόητον ἔχωσιν εἰς αἰῶνα τὴν δόξαν καὶ εὐκλεεστάτην ἀποφήνωσιν τὴν ἑαυτῶν βασιλείαν, οἷς καὶ αὐτὸς ὁ τῶν δυνάμεων κύριος | |
30 | πλουσίαι χειρὶ διανέμει τὰ ἀγαθὰ καὶ δίδωσιν μὲν κατακρατεῖν τῶν ἀνθεστηκότων, | 107 in vol. 2.1.1 |
2,1,1108 | χαρίζεται δὲ τὸ νικᾶν. οὐ γὰρ ἂν διαψεύσαιτο λέγων ζῶ ἐγώ, λέγει κύριος, ὅτι τοὺς δοξάζοντάς με δοξάσω. ἀφικομένου τοίνυν εἰς τὴν Ἀλεξάνδρειαν τοῦ κυρίου μου τοῦ θεοφιλεστάτου 〈καὶ〉 συλλειτουργοῦ ἀδελφοῦ Παύλου, θυμηδίας ἐμπεπλήσμεθα, καὶ σφόδρα εἰκότως ὡς ἀνδρὸς τοιούτου μεσιτεύοντος καὶ τοῖς ὑπὲρ δύναμιν πόνοις ἑλομένου | |
5 | προσομιλεῖν, ἵνα τὸν τοῦ διαβόλου νικήσηι φθόνον καὶ συνάψηι τὰ διηιρημένα καὶ τὰ μεταξὺ διερριμμένα σκάνδαλα περιελὼν ὁμονοίαι καὶ εἰρήνηι στεφανώσηι τάς τε παρ’ ἡμῖν καὶ παρ’ ὑμῖν ἐκκλησίας. τίνα μὲν γὰρ διήιρηνται τρόπον, περιττὸν εἰπεῖν· χρῆναι δὲ μᾶλλον ὑπολαμβάνω τὰ τῶι τῆς εἰρήνης πρέποντα καιρῶι καὶ φρονεῖν καὶ λαλεῖν. ἥσθημεν τοίνυν ἐπὶ τῆι συντυχίαι τοῦ μνημονευθέντος θεοσεβεστάτου ἀνδρός, | |
10 | ὃς τάχα που καὶ ἀγῶνας ἕξειν οὐ μικροὺς ὑπενόησεν ἀναπείθων ἡμᾶς ὅτι χρὴ συνάψαι πρὸς εἰρήνην τὰς ἐκκλησίας καὶ τὸν τῶν ἑτεροδόξων ἀφανίσαι γέλωτα ἀπαμβλῦναί τε πρὸς τούτωι τῆς τοῦ διαβόλου δυστροπίας τὸ κέντρον, ἑτοίμως δὲ οὕτως ἔχοντας εἰς τοῦτο κατέλαβεν, ὡς μηδένα πόνον ὑποστῆναι παντελῶς. μεμνήμεθα γὰρ τοῦ σωτῆρος λέγοντος εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν, | |
15 | δεδιδάγμεθα δὲ καὶ λέγειν ἐν προσευχαῖς κύριε ὁ θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν, πάντα γὰρ ἀπέδωκας ἡμῖν, ὥστε εἴ τις ἐν μεθέξει γένοιτο τῆς παρὰ θεοῦ χορηγου‐ μένης εἰρήνης, ἀνενδεὴς ἔσται παντὸς ἀγαθοῦ. ὅτι δὲ περιττὴ παντελῶς καὶ οὐκ εὐάφορμος τῶν ἐκκλησιῶν ἡ διχοστασία γέγονεν, νυνὶ μάλιστα πεπληροφορήμεθα, τοῦ κυρίου μου τοῦ θεοφιλεστάτου Παύλου τοῦ ἐπισκόπου χάρτην προκομίσαντος ἀδιά‐ | |
20 | βλητον ἔχοντα τῆς πίστεως τὴν ὁμολογίαν καὶ ταύτην συντετάχθαι διαβεβαιουμένου παρά τε τῆς σῆς ὁσιότητος καὶ τῶν αὐτόθι θεοφιλεστάτων ἐπισκόπων. ἔχει δὲ οὕτως ἡ συγγραφὴ καὶ αὐταῖς λέξεσιν ἐντέθειται τῆιδε ἡμῶν τῆι ἐπιστολῆι Περὶ δὲ τῆς θεοτόκου παρθένου ὅπως καὶ φρονοῦμεν καὶ λέγομεν, τοῦ τε τρόπου τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, ἀναγκαίως οὐκ ἐν προσθήκης μέρει, | |
25 | ἀλλ’ ἐν πληροφορίας εἴδει, ὡς ἄνωθεν ἔκ τε τῶν θείων γραφῶν ἔκ τε τῆς παραδόσεως τῶν ἁγίων πατέρων παρειληφότες ἐσχήκαμεν, διὰ βραχέων ἐροῦμεν, οὐδὲν τὸ σύνολον προστι‐ θέντες τῆι τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι ἐκτεθείσηι πίστει. ὡς γὰρ ἔφθημεν εἰρηκότες, πρὸς πᾶσαν ἐξαρκεῖ καὶ εὐσεβείας γνῶσιν καὶ πάσης αἱρετικῆς κακοδοξίας ἀποκήρυξιν. ἐροῦμεν δὲ οὐ κατατολμῶντες τῶν ἀνεφίκτων, ἀλλὰ τῆι ὁμολογίαι τῆς | |
30 | οἰκείας ἀσθενείας ἀποκλείοντες τοῖς ἐπιφύεσθαι βουλομένοις ἐν οἷς τὰ ὑπὲρ ἄνθρωπον διασκεπτόμεθα. ὁμολογοῦμεν τοιγαροῦν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον ἐκ ψυχῆς λογικῆς καὶ σώματος, πρὸ αἰώνων μὲν ἐκ τοῦ πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ’ ἐσχάτου δὲ | |
τῶν ἡμερῶν τὸν αὐτὸν δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς παρθένου | 108 in vol. 2.1.1 | |
2,1,1109 | κατὰ τὴν ἀνθρωπότητα, ὁμοούσιον τῶι πατρὶ τὸν αὐτὸν κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρωπότητα. δύο γὰρ φύσεων ἕνωσις γέγονεν· δι’ ὃ ἕνα Χριστόν, ἕνα υἱόν, ἕνα κύριον ὁμολογοῦμεν. κατὰ ταύτην τὴν τῆς ἀσυγχύτου ἑνώσεως ἔννοιαν ὁμολογοῦμεν τὴν ἁγίαν παρθένον θεοτόκον διὰ τὸ τὸν θεὸν λόγον σαρκωθῆναι καὶ ἐναν‐ | |
5 | θρωπῆσαι καὶ ἐξ αὐτῆς τῆς συλλήψεως ἑνῶσαι ἑαυτῶι τὸν ἐξ αὐτῆς ληφθέντα ναόν. τὰς δὲ εὐαγγελικὰς καὶ ἀποστολικὰς περὶ τοῦ κυρίου φωνὰς ἴσμεν τοὺς θεολόγους ἄνδρας τὰς μὲν κοινοποιοῦντας ὡς ἐφ’ ἑνὸς προσώπου, τὰς δὲ διαιροῦντας ὡς ἐπὶ δύο φύσεων καὶ τὰς μὲν θεοπρεπεῖς κατὰ τὴν θεότητα τοῦ Χριστοῦ, τὰς δὲ ταπεινὰς κατὰ τὴν ἀνθρωπότητα αὐτοῦ παραδιδόντας. | |
10 | Ταύταις ὑμῶν ἐντυχόντες ταῖς ἱεραῖς φωναῖς οὕτω τε καὶ ἑαυτοὺς φρονοῦντας εὑρί‐ σκοντες (εἷς γὰρ κύριος, μία πίστις, ἓν βάπτισμα) ἐδοξάσαμεν τὸν τῶν ὅλων σωτῆρα θεόν, ἀλλήλοις συγχαίροντες ὅτι ταῖς θεοπνεύστοις γραφαῖς καὶ τῆι παραδόσει τῶν ἁγίων ἡμῶν πατέρων συμβαίνουσαν ἔχουσιν πίστιν αἵ τε παρ’ ἡμῖν καὶ παρ’ ὑμῖν ἐκκλησίαι. ἐπειδὴ δὲ ἐπυθόμην τῶν φιλοψογεῖν εἰωθότων τινὰς σφηκῶν ἀγρίων | |
15 | δίκην περιβομβεῖν καὶ μοχθηροὺς ἐρεύγεσθαι κατ’ ἐμοῦ λόγους ὡς ἐξ οὐρανοῦ κατακο‐ μισθὲν καὶ οὐκ ἐκ τῆς ἁγίας παρθένου λέγοντος τὸ ἅγιον σῶμα Χριστοῦ, δεῖν ὠιήθην ὀλίγα περὶ τούτου πρὸς αὐτοὺς εἰπεῖν. ὦ ἀνόητοι καὶ μόνον εἰδότες τὸ συκοφαντεῖν, πῶς εἰς τοῦτο παρηνέχθητε γνώμης καὶ τοσαύτην νενοσήκατε τὴν μωρίαν; ἔδει γὰρ ἔδει σαφῶς ἐννοεῖν ὅτι σχεδὸν ἅπας ἡμῖν ὁ ὑπὲρ τῆς πίστεως ἀγὼν συγκεκρότηται δια‐ | |
20 | βεβαιουμένοις ὅτι θεοτόκος ἐστὶν ἡ ἁγία παρθένος. ἀλλ’ εἴπερ ἐξ οὐρανοῦ καὶ οὐκ ἐξ αὐτῆς τὸ ἅγιον σῶμα γεγεννῆσθαι φαμὲν τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ, πῶς ἂν ἔτι νοοῖτο θεοτόκος; τίνα γὰρ ὅλως τέτοκεν, εἰ μή ἐστιν ἀληθὲς ὅτι γεγέννηκεν κατὰ σάρκα τὸν Ἐμμανουήλ; γελάσθωσαν τοίνυν οἱ ταῦτα περὶ ἐμοῦ πεφλυαρηκότες. οὐ γὰρ ψεύδεται λέγων ὁ μακάριος προφήτης Ἡσαίας ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ | |
25 | ἕξει καὶ τέξεται υἱὸν καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστιν μεθερμηνευόμενον μεθ’ ἡμῶν ὁ θεός. ἀληθεύει δὲ πάντως καὶ ὁ ἅγιος Γαβριὴλ πρὸς τὴν μακαρίαν παρθένον εἰπών· μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῶι θεῶι, καὶ ἰδοὺ συλλήψηι ἐν γαστρὶ καὶ τέξηι υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρ‐ | |
30 | τιῶν αὐτῶν. ὅταν δὲ λέγωμεν ἐξ οὐρανοῦ καὶ ἄνωθεν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, οὐχ ὡς ἄνωθεν καὶ ἐξ οὐρανοῦ κατενεχθείσης τῆς ἁγίας αὐτοῦ σαρκὸς τὰ τοιαῦτα φαμέν, ἑπόμενοι δὲ μᾶλλον τῶι θεσπεσίωι Παύλωι διακεκραγότι σαφῶς ὁ πρῶτος ἄν‐ θρωπος ἐκ γῆς χοικός, ὁ δεύτερος ἄνθρωπος ὁ κύριος ἐξ οὐρανοῦ. με‐ μνήμεθα δὲ καὶ αὐτοῦ τοῦ σωτῆρος λέγοντος οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν | |
35 | εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου, καίτοι γεγέννηται | |
κατὰ σάρκα, καθάπερ ἔφην ἀρτίως, ἐκ τῆς ἁγίας παρθένου. ἐπειδὴ δὲ ὁ ἄνωθεν καὶ | 109 in vol. 2.1.1 | |
2,1,1110 | ἐξ οὐρανοῦ καταφοιτήσας θεὸς λόγος κεκένωκεν ἑαυτὸν μορφὴν δούλου λαβὼν καὶ κε‐ χρημάτικεν υἱὸς ἀνθρώπου μετὰ τοῦ μεῖναι ὃ ἦν, τουτέστιν θεός (ἄτρεπτος γὰρ καὶ ἀναλ‐ λοίωτος κατὰ φύσιν ἐστίν), ὡς εἷς ἤδη νοούμενος μετὰ τῆς ἰδίας σαρκὸς ἐξ οὐρανοῦ λέγεται κατελθεῖν, ὠνόμασται δὲ καὶ ἄνθρωπος ἐξ οὐρανοῦ, τέλειος ὢν ἐν θεότητι καὶ τέλειος | |
5 | ὁ αὐτὸς ἐν ἀνθρωπότητι καὶ ὡς ἐν ἑνὶ προσώπωι νοούμενος. εἷς γὰρ κύριος Ἰησοῦς Χριστός, κἂν ἡ τῶν φύσεων μὴ ἀγνοῆται διαφορά, ἐξ ὧν τὴν ἀπόρρητον ἕνωσιν πεπρᾶχ‐ θαι φαμέν. τοὺς δὲ λέγοντας ὅτι κρᾶσις ἢ σύγχυσις ἢ φυρμὸς ἐγένετο τοῦ θεοῦ λόγου πρὸς τὴν σάρκα, καταξιωσάτω ἡ σὴ ὁσιότης ἐπιστομίζειν. εἰκὸς γὰρ τινὰς καὶ ταῦτα περὶ ἐμοῦ θρυλεῖν ὡς ἢ πεφρονηκότος ἢ εἰρηκότος, ἐγὼ δὲ τοσοῦτον ἀφέστηκα τοῦ φρο‐ | |
10 | νῆσαί τι τοιοῦτον, ὥστε καὶ μαίνεσθαι νομίζω τοὺς οἰηθέντας ὅλως ὅτι τροπῆς ἀποσκίασμα περὶ τὴν τοῦ θεοῦ λόγου φύσιν συμβῆναι δύναται. μένει γὰρ ὅ ἐστιν, ἀεὶ καὶ οὐκ ἠλλοίωται, ἀλλ’ οὐδ’ ἂν ἀλλοιωθείη πώποτε καὶ μεταβολῆς ἔσται δεκτική. ἀπαθῆ δὲ πρὸς τούτωι τὸν τοῦ θεοῦ λόγον ὑπάρχειν ὁμολογοῦμεν ἅπαντες, κἂν εἰ πανσόφως αὐτὸς οἰκονομῶν τὸ μυστήριον ἑαυτῶι προσνέμων ὁρῶιτο τὰ τῆι ἰδίαι σαρκὶ συμβεβηκότα | |
15 | πάθη. ταύτηι τοι καὶ ὁ πάνσοφος Πέτρος Χριστοῦ φησιν παθόντος ὑπὲρ ἡμῶν σαρκί, καὶ οὐχὶ τῆι φύσει τῆς ἀρρήτου θεότητος. ἵνα γὰρ αὐτὸς τῶν ὅλων σωτὴρ εἶναι πιστεύηται, κατ’ οἰκείωσιν οἰκονομικὴν εἰς ἑαυτόν, ὡς ἔφην, τὰ τῆς ἰδίας σαρκὸς ἀναφέρει πάθη ὁποῖόν ἐστιν τὸ διὰ τῆς τοῦ προφήτου φωνῆς προαναφωνούμενον ὡς ἐξ αὐτοῦ τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς | |
20 | ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσ‐ μάτων. ὅτι δὲ ταῖς τῶν ἁγίων πατέρων δόξαις ἑπόμεθα πανταχοῦ, μάλιστα δὲ ταῖς τοῦ μακαρίου καὶ πανευφήμου πατρὸς ἡμῶν Ἀθανασίου, τὸ κατά τι γοῦν ὅλως ἔξω φέρεσθαι παραιτούμενοι, πεπείσθω μὲν ἡ σὴ ὁσιότης, ἐνδοιαζέτω δὲ τῶν ἄλλων μηδείς. παρέθηκα δ’ ἂν καὶ χρήσεις αὐτῶν πολλάς, τοὺς ἐμαυτοῦ λόγους ἐξ αὐτῶν πιστούμενος, | |
25 | εἰ μὴ τὸ μῆκος ἐδεδίειν τοῦ γράμματος, μὴ ἄρα πως γένηται διὰ τοῦτο προσκορές. κατ’ οὐδένα δὲ τρόπον σαλεύεσθαι παρά τινων ἀνεχόμεθα τὴν ὁρισθεῖσαν πίστιν ἤτοι τὸ τῆς πίστεως σύμβολον παρὰ τῶν ἁγίων ἡμῶν πατέρων τῶν ἐν Νικαίαι συνελθόντων κατὰ καιροὺς οὔτε μὴν ἐπιτρέπομεν ἑαυτοῖς ἢ ἑτέροις ἢ λέξιν ἀμεῖψαι τῶν ἐγκειμένων ἐκεῖσε ἢ μίαν γοῦν παραβῆναι συλλαβήν, μεμνημένοι τοῦ λέγοντος μὴ μέταιρε ὅρια αἰώνια, | |
30 | ἃ ἔθεντο οἱ πατέρες σου. οὐ γὰρ ἦσαν αὐτοὶ οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ θεοῦ καὶ πατρός, ὃ ἐκπορεύεται μὲν ἐξ αὐτοῦ, ἔστιν δὲ οὐκ ἀλλότριον τοῦ υἱοῦ κατὰ τὸν τῆς οὐσίας λόγον. καὶ πρός γε τοῦτο ἡμᾶς οἱ τῶν ἁγίων μυσταγωγῶν πιστοῦν‐ ται λόγοι. ἐν μὲν γὰρ ταῖς Πράξεσιν τῶν ἀποστόλων γέγραπται ἐλθόντες δὲ κατὰ τὴν Μυσίαν ἐπείραζον εἰς τὴν Βιθυνίαν πορευθῆναι, καὶ οὐκ εἴασεν | |
35 | αὐτοὺς τὸ πνεῦμα Ἰησοῦ. ἐπιστέλλει δὲ καὶ ὁ θεσπέσιος Παῦλος οἱ δὲ ἐν σαρ‐ κὶ ὄντες θεῶι ἀρέσαι οὐ δύνανται· ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ’ ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν. εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. ὅταν δὲ τινὲς τῶν τὰ ὀρθὰ διαστρέφειν εἰωθότων | |
τὰς ἐμὰς παρατρέπωσιν φωνὰς εἰς τὸ αὐτοῖς δοκοῦν, μὴ θαυμαζέτω τοῦτο ἡ σὴ ὁσιότης, | 110 in vol. 2.1.1 | |
2,1,1111 | εἰδυῖα ὅτι καὶ οἱ ἀπὸ πάσης αἱρέσεως ἐκ τῆς θεοπνεύστου γραφῆς τὰς τῆς ἑαυτῶν πλάνης συλλέγουσιν ἀφορμάς, τὰ διὰ τοῦ ἁγίου πνεύματος ὀρθῶς εἰρημένα ταῖς ἑαυτῶν κακο‐ νοίαις παραφθείροντες καὶ ταῖς ἰδίαις ἑαυτῶν κεφαλαῖς τὴν ἄσβεστον ἐπαντλοῦντες φλόγα. ἐπειδὴ δὲ μεμαθήκαμεν ὅτι καὶ τὴν πρὸς τὸν μακάριον Ἐπίκτητον ἐπιστολὴν τοῦ πανευ‐ | |
5 | φήμου πατρὸς ἡμῶν Ἀθανασίου ὀρθοδόξως ἔχουσαν παραφθείραντές τινες ἐκδεδώκασιν, ὡς ἐντεῦθεν ἀδικεῖσθαι πολλούς, διὰ τοῦτο χρήσιμόν τι καὶ ἀναγκαῖον ἐπινοοῦντες τοῖς ἀδελφοῖς ἐξ ἀντιγράφων ἀρχαίων τῶν παρ’ ἡμῖν καὶ ἀπλανῶς ἐχόντων ἀπεστείλαμεν τὰ ἴσα τῆι σῆι ὁσιότητι. Καὶ ἐν τῶι ἀναγινώσκεσθαι οἱ εὐλαβέστατοι ἐπίσκοποι οἱ Ἰλλυρικιανοὶ ἐβόησαν· | |
10 | Οὕτως πιστεύομεν ὡς Κύριλλος. Κυρίλλου αἰωνία ἡ μνήμη. Θεοδώρητος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Ἀνάθεμα τῶι λέγοντι δύο υἱούς· ἕνα γὰρ υἱὸν προσκυνοῦμεν, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν μονογενῆ. Πάντες οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Ἡμεῖς ὡς Κύριλλος πιστεύομεν. οὕτως ἐπιστεύσαμεν, οὕτως πιστεύομεν. ἀνάθεμα τῶι μὴ οὕτως πιστεύοντι. | |
15 | Οἱ Ἀνατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Φλαβιανὸς οὕτως ἐπίστευεν· Φλαβιανὸς ταῦτα ἐξεδίκει· διὰ ταῦτα Φλαβιανὸς καθηιρέθη. Εὐ‐ σέβιος Νεστόριον καθεῖλεν. τὴν πίστιν Διόσκορος παρέτρωσεν. Οἱ Αἰγύπτιοι καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐξεβόησαν· Ὁ θεὸς Νεστό‐ ριον καθεῖλεν. | |
20 | Οἱ Ἀνατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Λέων οὕτως φρονεῖ. Λέων οὕτως πιστεύει. Ἀνατόλιος οὕτως φρονεῖ. Οἱ Αἰγύπτιοι καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Πάντες οὕτως 〈πιστεύομεν. πάντες οὕτωσ〉 φρονοῦμεν. ὁ σατανᾶς τόπον μὴ σχῆι. ὁ σα‐ τανᾶς χώραν μὴ σχῆι. | |
25 | Οἱ Ἀνατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐξεβόησαν· Καὶ ὁ βασι‐ λεὺς καὶ ἡ σύγκλητος καὶ πάντες οὕτως φρονοῦσιν. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος καὶ πᾶσα ἡ ἁγία σύνοδος τῶν εὐλαβεστάτων ἐπισκόπων ἐβόησαν· Ὁ βασιλεὺς οὕτως φρονεῖ· ἡ αὐγούστα οὕτως φρονεῖ· πάντες οὕτως φρονοῦμεν. | |
30 | Οἱ Αἰγύπτιοι καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Οὕτω φρονεῖ ὅλος ὁ κόσμος. τὰ τῶν πατέρων καλῶς ἔχει. Οἱ Ἀνατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Τὸν φονέα Φλαβιανοῦ ἔξω βάλε. τὸν πατραλοίαν ἔξω βάλε. Οἱ Αἰγύπτιοι καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐξεβόησαν· Πάντες οὕτω | |
35 | πιστεύομεν. πολλὰ τὰ ἔτη τῆς συγκλήτου· πολλὰ τὰ ἔτη τῶν βασιλέων· πολλὰ τὰ ἔτη | 111 in vol. 2.1.1 |
2,1,1112 | τῶν ὀρθοδόξων. πάντες οὕτως πιστεύομεν. δι’ ὑμῶν εἰρήνη γένηται. πάντες ὀρθῶς δοξάζομεν. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Καὶ ποίωι λόγωι Εὐτυχῆ μὲν τὸν ἐναντία τούτοις λέγοντα ἐδέξασθε εἰς κοινωνίαν, Φλαβιανὸν δὲ τὸν τῆς | |
5 | ἁγίας μνήμης καὶ Εὐσέβιον τὸν εὐλαβέστατον ἐπίσκοπον τούτοις κεχρημένους καθείλετε; Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Τὰ ὑπομνήματα αὐτὰ διδάξει τὴν ἀλήθειαν. Βερονικιανὸς ὁ καθωσιωμένος σηκρητάριος τοῦ θείου κονσιστωρίου ἀπὸ τοῦ αὐτοῦ σχεδαρίου ἀνέγνω | |
10 | Εὐστάθιος ἐπίσκοπος Βηρυτοῦ εἶπεν· Μετὰ τὸ ἀναγνωσθῆναι τὰς [προγεγραμ‐ μένας] ἐπιστολὰς ἀναγκαῖόν ἐστιν δῆλον ποιῆσαι τῆι ὑμετέραι ἁγιότητι ὅτι δὴ παρέσχεν ὁ θεὸς τῶι μακαριωτάτωι καὶ ὁσιωτάτωι τὴν μνήμην πατρὶ ἡμῶν καὶ ἀρχιεπισκόπωι τῆς Ἀλεξανδρέων Κυρίλλωι τὸ ἀμφιβληθῆναι τινὰ τῶν παρ’ αὐτοῦ συγγραφέντων ἐν τῆι αὐτοῦ ζωῆι παρὰ τῶν οὐκ ὀρθῶς τὰ καλῶς εἰρημένα νενοηκότων, ὥστε αὐτὸν διὰ | |
15 | τῆς πανσόφου καὶ διδασκαλικῆς αὐτοῦ γλώττης σαφῆ ποιῆσαι [τὰ] τοῖς βουλομένοις διαστρέφειν τὰ καλῶς συνταγέντα συγγράμματα καὶ ἀκολουθεῖν αὐτοῦ τῶι εὐσεβεῖ ἅπαντας ἔπεισεν φρονήματι. ἀλλ’ ἑτέρων τινῶν ἀπὸ τούτων τῶν ἐπὶ τοῦ παρόντος ἀναγνωσθεισῶν ἐπιστολῶν ἀμφιβάλλεσθαι παρασκευαζόντων τοῦ μακαριωτάτου καὶ ὁσιωτάτου ἀνδρὸς τὸ φρόνημα, αὖθις ἀνάγκην ἔσχεν, μᾶλλον δὲ προθυμίαν (ἅπαντα | |
20 | γὰρ αὐτοῦ τὸν χρόνον εἰς τοῦτον κατανάλωσεν τῆς εὐσεβείας τὸν πόνον) ἑαυτὸν ἑρμη‐ νεῦσαι καὶ τὸν ἴδιον σκοπὸν δεῖξαι καὶ σαφῶς ἅπασιν παραστῆσαι δι’ ὧν ἐπέστειλεν πρὸς τοὺς τῆς μακαρίας καὶ ὁσίας μνήμης ἐπισκόπους γεγονότας, Ἀκάκιον τὸν Μελιτηνῆς καὶ Οὐαλεριανὸν τὸν τοῦ Ἰκονίου καὶ Σούκεσσον τὸν Διοκαισαρείας τῆς Ἰσαύρων ἐπαρχίας, ὅπως προσήκει νοεῖν καὶ τὰς ἀρτίως ἀναγνωσθείσας ἐπιστολὰς καὶ τῆς τοῦ σωτῆρος | |
25 | ἡμῶν ἐπιδημίας τὸ σέβας. πρόσκειται γὰρ καὶ τοῦτο τοῖς ἄλλοις ἐν ταῖς πρὸς τοὺς μακαρίους ἐκείνους ἐπιστολαῖς· οὐ δεῖ τοιγαροῦν νοεῖν δύο φύσεις, ἀλλὰ μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην, καὶ ταύτην αὐτοῦ τὴν φωνὴν τῆι τοῦ μακαριωτάτου Ἀθανασίου ἐβεβαίωσεν μαρτυρίαι. Οἱ Ἀνατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Ταῦτα | |
30 | Εὐτυχὴς λέγει. ταῦτα Διόσκορος λέγει. Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Οὔτε σύγχυσιν λέγομεν | |
οὔτε τομὴν οὔτε τροπήν. ἀνάθεμα τῶι λέγοντι ἢ σύγχυσιν ἢ τροπὴν ἢ ἀνάκρασιν. | 112 in vol. 2.1.1 | |
2,1,1113 | Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Λεγέτω ἡ ἁγία σύ‐ νοδος εἰ ταῖς κανονικαῖς ἐπιστολαῖς τοῦ τῆς ὁσίας μνήμης Κυρίλλου ταῖς καὶ ἐν τῆι συνόδωι δημοσιευθείσαις καὶ νῦν ἀναγνωσθείσαις συμφωνεῖ ἡ διαλαλιὰ Εὐσταθίου τοῦ εὐλαβεστάτου ἐπισκόπου. | |
5 | Καὶ πρὶν ἀποκριθῆναι τὴν ἁγίαν σύνοδον Εὐστάθιος ὁ εὐλαβέστατος ἐπίσκοπος Βηρυτοῦ παρελθὼν εἰς τὸ μέσον καὶ ῥίψας βιβλίον εἶπεν· Εἰ κακῶς εἶπον, ἴδε τὸ βιβλίον Κυρίλλου· ἀναθεματισθῆι καὶ ἀναθεματισθῶ. Οἱ Αἰγύπτιοι καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Εὐστάθιος ὁ ἐπίσκοπος καλῶς εἶπεν. ὁ ὀρθόδοξος καλῶς εἶπεν. τῶι εὐδοκίμωι τῶι εὐλαβεῖ. | |
10 | Κυρίλλου αἰωνία μνήμη. Εὐστάθιος ὁ εὐλαβέστατος ἐπίσκοπος Βηρυτοῦ εἶπεν· Ἡ ἐπιστολὴ τοῦ τῆς ὁσίας μνήμης Κυρίλλου οὕτως ἔχει. καὶ ἀπεστήθισε τὴν ἐπιστολὴν τὴν μεταξὺ τῶν λοιπῶν ἔχουσαν οὕτως· οὐ δεῖ τοιγαροῦν νοεῖν δύο φύσεις, ἀλλὰ μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην. καὶ μετὰ τὸ ἀπαγγεῖλαι τὴν προλεχθεῖσαν ἐπιστολὴν ὁ αὐτὸς Εὐστάθιος | |
15 | ὁ εὐλαβέστατος ἐπίσκοπος Βηρυτοῦ εἶπεν· Καὶ ὁ λέγων μίαν φύσιν ἐπὶ ἀναιρέσει τῆς σαρκὸς τοῦ Χριστοῦ τῆς ὁμοουσίας ἡμῖν ἀνάθεμα ἔστω καὶ ὁ λέγων δύο φύσεις ἐπὶ διαιρέσει τοῦ υἱοῦ τοῦ θεοῦ ἀνάθεμα ἔστω. καὶ ὑπὲρ τοῦ μακαρίου δὲ Φλαβιανοῦ εἰπεῖν θέλω. αὐτὰ ξηρὰ ἔλαβεν ὁ μακάριος Φλαβιανὸς καὶ ἐπέδωκεν τῶι εὐσεβεστάτωι βασιλεῖ. καὶ κελεύσατε ἀναγνωσθῆναι τὸ ἰδιόχειρον αὐτοῦ, ἵνα πᾶσα ἡ σύνοδος εἴπηι ὅτι δικαίως | |
20 | ἐδέχθη. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Διὰ τί τοίνυν Φλαβι‐ ανὸν τὸν τῆς εὐλαβοῦς μνήμης καθεῖλες; Εὐστάθιος ὁ εὐλαβέστατος ἐπίσκοπος Βηρυτοῦ εἶπεν· Ἐσφάλην. Βερονικιανὸς ὁ καθωσιωμένος σηκρητάριος τοῦ θείου κονσιστωρίου ἀπὸ τοῦ | |
25 | αὐτοῦ σχεδαρίου ἀνέγνω Καὶ μετὰ τὸ ἀναγνωσθῆναι Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος Δορυλαίου εἶπεν· Ταῦτα ἐμαυτὸν φρονοῦντα πεπεισμένως ἔχων καὶ ἀπὸ τούτων τοῖς παραχαράττειν βου‐ λομένοις τὸ τῆς ὀρθοδοξίας δόγμα εἰς ἀντιπάλου τάξιν ἀντικαθεστὼς κατέλαβον ὑμῶν τὴν ἁγίαν σύνοδον καὶ ἀξιῶ καὶ τὴν ὑμετέραν ἁγιωσύνην σύμψηφον γενέσθαι τοῖς ἀνα‐ | |
30 | γνωσθεῖσιν, ὥστε πάντας εἰδέναι ὡς ὁ ταύτας τὰς ἐκθέσεις παραλύων ἐχθρός ἐστιν τῆς ὀρθοδόξου ἐκκλησίας καὶ τοῦ ἱερατικοῦ συλλόγου ἀλλότριος. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος Φλαβιανὸς εἶπεν· Ἀναγκαῖον καὶ εὐσεβὲς συνθέσθαι ἡμᾶς τοῖς ὀρθῶς δεδογμένοις. τίς γὰρ ἁγίου πνεύματος λόγοις ἀντιτεῖναι δυνήσεται; | |
αἱ γὰρ ἀναγνωσθεῖσαι ἐπιστολαὶ τοῦ τῆς μακαρίας μνήμης καὶ ἐν ἁγίοις πατρὸς ἡμῶν | 113 in vol. 2.1.1 | |
2,1,1114 | Κυρίλλου τοῦ γενομένου ἐπισκόπου τῆς κατὰ Ἀλεξάνδρειαν ἁγιωτάτης ἐκκλησίας ἀκριβῆ τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι κατὰ καιροὺς συνελθόντων τὴν διάνοιαν ἡρμήνευσαν διδάξασαι ἡμᾶς, ἅπερ καὶ ἡμεῖς ἐφρονήσαμεν ἀεὶ καὶ φρονοῦμεν, ὡς ὅτιπερ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ μονογενής, θεὸς τέλειος καὶ ἄνθρωπος | |
5 | τέλειος ἐκ ψυχῆς λογικῆς καὶ σώματος, πρὸ αἰώνων μὲν ἐκ τοῦ πατρὸς ἀνάρχως γεννη‐ θεὶς κατὰ τὴν θεότητα, ἐπὶ τέλει δὲ καὶ ἐν ὑστέροις καιροῖς ὁ αὐτὸς δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς παρθένου γεννηθεὶς κατὰ τὴν ἀνθρωπότητα, ὁμοούσιος τῶι πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιος τῆι μητρὶ κατὰ τὴν ἀνθρωπότητα. καὶ γὰρ ἐκ δύο φύσεων ὁμολογοῦμεν τὸν Χριστὸν εἶναι μετὰ τὴν ἐνανθρώπησιν, ἐν μιᾶι ὑπο‐ | |
10 | στάσει καὶ ἑνὶ προσώπωι ἕνα Χριστόν, ἕνα υἱόν, ἕνα κύριον ὁμολογοῦντες. τοὺς δὲ παρὰ ταῦτα φρονεῖν αἱρουμένους ἀποκηρύττομεν τῆς ἁγίας συνόδου τῶν ἱερέων καὶ τοῦ πληρώματος τῆς ἐκκλησίας. καὶ ἕκαστος δὲ τῶν παρόντων θεοφιλεστάτων ἐπισκόπων τὴν ἑαυτοῦ γνώμην καὶ τὴν πίστιν αὐτοῦ κατατιθέσθω ἐπὶ τῆς πράξεως τῶν ὑπομνημάτων. | |
15 | Καὶ ἐν τῶι ἀναγινώσκεσθαι οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Τί λέγουσιν οἱ εὐλαβέστατοι ἐπίσκοποι τῆς παρούσης ἁγίας συνόδου; οὕτως ἐκ‐ θέμενος τὴν πίστιν ὁ τῆς ὁσίας μνήμης Φλαβιανὸς ἔσωσεν τὴν ὀρθόδοξον καὶ καθολι‐ κὴν θρηισκείαν ἤ τι περὶ αὐτὴν ἐσφάλη; Ἧστινος φωνῆς Ἑλληνιστὶ ἑρμηνευθείσης διὰ Κωνσταντίνου τοῦ καθωσιωμένου | |
20 | σηκρηταρίου τοῦ θείου κονσιστωρίου Πασκασῖνος ὁ εὐλαβέστατος ἐπίσκοπος ἐπέχων τὸν ἀποστολικὸν θρόνον ἔφη· Ἁγνῶς καὶ ὁλοκλήρως τὴν πίστιν ἐξέθετο ὁ τῆς μακαρίας μνήμης Φλαβιανός, ἥτις πίστις καὶ ἔκθεσις συμφωνεῖ τῆι ἐπιστολῆι τοῦ μακαριωτάτου καὶ ἀποστολικοῦ ἀνδρὸς ἐπισκόπου Ῥώμης. | |
25 | Ἀνατόλιος ὁ εὐλαβέστατος ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως εἶπεν· Ὁ μακάριος Φλαβιανὸς καλῶς καὶ ὀρθοδόξως τὴν τῶν ἁγίων πατέρων ἡμῶν πίστιν ἐξ‐ έθετο. Ἧστινος φωνῆς Ἑλληνιστὶ ἑρμηνευθείσης διὰ Κωνσταντίνου τοῦ καθωσιωμένου σηκρηταρίου τοῦ θείου κονσιστωρίου | |
30 | Λουκίνσιος ὁ εὐλαβέστατος ἐπίσκοπος ἐπέχων τὸν τόπον τῆς ἀποστολικῆς καθέ‐ | |
δρας ἔφη· Ἐπειδὴ τοῦ τῆς μακαρίας μνήμης Φλαβιανοῦ ἡ πίστις συμφωνεῖ μετὰ τοῦ ἀπο‐ | 114 in vol. 2.1.1 | |
2,1,1115 | στολικοῦ θρόνου καὶ τῶν πατρικῶν παραδόσεων, δίκαιον τὴν ἁγιωτάτην συνόδον τὴν καταδίκην τὴν εἰς αὐτὸν ἀπὸ τῶν αἱρετικῶν ἐπενεχθεῖσαν εἰς αὐτοὺς ἀντιστρέψαι. Μάξιμος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀντιοχείας Συρίας εἶπεν· Ὀρθοδόξως ὁ τῆς ὁσίας μνήμης ἀρχιεπίσκοπος Φλαβιανὸς καὶ συμφώνως τῶι θεοφιλεστάτωι καὶ ὁσιωτάτωι | |
5 | ἀρχιεπισκόπωι Λέοντι τὴν πίστιν ἐξέθετο καὶ πάντες αὐτὴν προθύμως δεχόμεθα. Θαλάσσιος ὁ εὐλαβέστατος ἐπίσκοπος Καισαρείας Καππαδοκίας εἶπεν· Ὁ τῆς μα‐ καρίας μνήμης Φλαβιανὸς συνωιδὰ διελάλησεν τῶι τῆς μακαρίας μνήμης Κυρίλλωι. Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀγκύρας Γαλατίας εἶπεν· Συντιθέμεθα καὶ ἀποδεχόμεθα τὴν τοῦ ὁσιωτάτου Φλαβιανοῦ ἐπὶ τῆι θρηισκείαι διαλαλιάν. | |
10 | Εὐστάθιος ὁ εὐλαβέστατος ἐπίσκοπος Βηρυτοῦ εἶπεν· Ἠκολούθησεν ὁ θεοφιλέστατος τὴν μνήμην ἀρχιεπίσκοπος τῆς βασιλευούσης γεγονὼς Φλαβιανὸς τοῖς διδάγμασι τοῦ μακαριωτάτου καὶ ἁγιωτάτου πατρὸς ἡμῶν καὶ ἐπισκόπου τῆς Ἀλεξανδρέων γενομένου Κυρίλλου. Οἱ Ἀνατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Ὁ μάρτυς | |
15 | Φλαβιανὸς τὴν πίστιν καλῶς ἐξέθετο. ὁ ἀρχιεπίσκοπος Φλαβιανὸς τὴν πίστιν καλῶς ἐξέθετο. Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ἀναγνωσθήτω τὰ λοιπὰ αὐτοῦ ῥήματα, καὶ οὕτως ἀποκρίνομαι· ἐν γὰρ τοῖς ἑξῆς εὑρίσκεται διαμαχόμενος ἑαυτῶι καὶ λέγων μετὰ τὴν ἕνωσιν δύο φύσεις. | |
20 | Ἰουβενάλιος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἱεροσολύμων εἶπεν· Σύμφωνα τοῖς εἰρη‐ μένοις τῶι μακαρίωι τὴν μνήμην Κυρίλλωι καὶ ὁ ἁγιώτατος ἐπίσκοπος Φλαβιανὸς εἶπεν, παρακαλοῦμεν δὲ ἀναγνωσθῆναι τὰ ἑξῆς, ἵνα σαφεστέρα ἡ διάνοια γένηται. Οἱ ἀπὸ Παλαιστίνης εὐλαβέστατοι ἐπίσκοποι εἶπον· Τὰ αὐτὰ λέγομεν τῶι ὁσιω‐ τάτωι ἀρχιεπισκόπωι Ἰουβεναλίωι. | |
25 | Καὶ ἀναστὰς ὁ εὐλαβέστατος ἐπίσκοπος Ἰουβενάλιος ἅμα αὐτοῖς μετῆλθεν εἰς τὸ ἄλλο μέρος. Καὶ ἀνεβόησαν οἱ Ἀνατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι· Ὁ θεὸς καλῶς ἤνεγκέν σε, ὀρθόδοξε· καλῶς ἦλθες. Πέτρος ὁ εὐλαβέστατος ἐπίσκοπος Κορίνθου εἶπεν· Ἐγὼ μὲν τὸ τηνικαῦτα οὐ παρή‐ | |
30 | μην τῆι συνόδωι τῆι κατὰ Ἔφεσον (οὐδέπω γὰρ ἤμην [χάριτι Χριστοῦ] χειροτονηθεὶς ἐπίσκοπος), ἐκ δὲ τῶν ἀναγινωσκομένων εὑρὼν τὰ εἰρημένα παρὰ τοῦ τῆς μακαρίας μνήμης Φλαβιανοῦ ζῆλον ἔχοντα πρὸς τὰ ἐκτεθέντα παρὰ τοῦ τῆς ἁγίας μνήμης Κυρίλλου ὀκνῶ ἐπιλαβέσθαι, τὰ δὲ ὑπόλοιπα ἀναγινωσκόμενα τελεώτερόν με διδάξει. Καὶ ἀναστὰς καὶ αὐτὸς μετῆλθεν εἰς τὸ ἄλλο μέρος. | |
35 | Καὶ ἀνεβόησαν οἱ Ἀνατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι· Ὁ Πέτρος τὰ Πέτρου φρονεῖ. ὀρθόδοξε, καλῶς ἦλθες. | |
Εἰρηναῖος ὁ εὐλαβέστατος ἐπίσκοπος Ναυπάκτου Ἑλλάδος εἶπεν· Κἀγὼ οὐ παρήμην | 115 in vol. 2.1.1 | |
2,1,1116 | μὲν ἐν τῆι ἁγίαι συνόδωι τῆι κατὰ Ἔφεσον ὑπόγυον γενομένηι, ἀπὸ δὲ τῶν ἀρτίως ὑ‐ παναγνωσθέντων ἡμῖν τοῦ τῆς ὁσίας μνήμης Φλαβιανοῦ διηγημάτων ὀκνῶ ἐπιλαβέσθαι αὐτοῦ, τὰ δὲ ὑπόλοιπα ἀξιοῦμεν ἀναγνωσθῆναι. Οἱ ὑπόλοιποι εὐλαβέστατοι ἐπίσκοποι Ἑλλάδος εἶπον· Τὰ αὐτὰ περὶ τῶν ἀνα‐ | |
5 | γνωσθέντων καὶ ἡμεῖς διδάσκομεν. καὶ πάντες εἰς τὸ ἄλλο μετῆλθον μέρος. Κύντιλλος καὶ Σώιζων καὶ οἱ λοιποὶ εὐλαβέστατοι ἐπίσκοποι Μακεδονίας καὶ Κρήτης εἶπον· Ἐν τῆι ἀναγνωσθείσηι διαλαλιᾶι τοῦ τῆς ὁσίας μνήμης Φλαβιανοῦ οὐδὲν ἀνακόλουθον εὑρίσκομεν, ἀξιοῦμεν δὲ τὰ ὑπόλοιπα ἀναγνωσθῆναι. Νικόλαος ὁ εὐλαβέστατος ἐπίσκοπος Στοβῶν Μακεδονίας εἶπεν· Ἐπὶ μὲν τῆς | |
10 | προγεγραμμένης συνόδου οὐ παρήμην, ἀπὸ δὲ τῶν ἀναγνωσθέντων εὑρίσκω οὐδὲν ἐναντίον τῶν τυπωθέντων παρὰ τῶν μακαριωτάτων πατέρων καὶ τοῦ μακαριωτάτου Κυρίλλου εἰρηκότα τὸν τῆς μακαρίας μνήμης Φλαβιανόν. Ἀθανάσιος ὁ εὐλαβέστατος ἐπίσκοπος Βουσίρεως Τριπόλεως τῆς κατὰ Αἴγυπτον εἶπεν· Ἠκολούθησεν ταῖς ἐπιστολαῖς Κυρίλλου τοῦ ὁσιωτάτου καὶ ὁ ἁγιώτατος ἐπίσκο‐ | |
15 | πος Φλαβιανός· καὶ γὰρ καλῶς ἐξέθετο τὴν πίστιν. Αὐσόνιος ὁ εὐλαβέστατος ἐπίσκοπος Σεβεννύτου εἶπεν· Σύμφωνα τοῖς ἐκτεθεῖσιν παρὰ τοῦ τῆς ὁσίας μνήμης Κυρίλλου διελάλησεν καὶ ἐφρόνησεν ὁ ἁγιώτατος καὶ εὐλα‐ βέστατος ἐπίσκοπος Φλαβιανός, καθὼς καὶ αἱ ἀναγνωσθεῖσαι ἐπιστολαὶ τοῦ ὁσιωτάτου Κυρίλλου περιέχουσιν. | |
20 | Νεστόριος ὁ εὐλαβέστατος ἐπίσκοπος Φλαγωνέως εἶπεν· Ἀκολούθως τοῖς ἀνα‐ γνωσθεῖσιν τῆι πίστει τῶν ὑπομνημάτων καὶ τῆι ἐκθέσει ἧι ἐξέθετο ὁ τῆς μακαρίας μνήμης Κύριλλος, καὶ ὁ τῆς μακαρίας μνήμης Φλαβιανὸς ἐξέθετο. Μακάριος ὁ εὐλαβέστατος ἐπίσκοπος Καβάσων εἶπεν· Κἀγὼ τὰ αὐτὰ λέγω· καλῶς γὰρ ἐξέθετο ὁ ὁσιώτατος ἐπίσκοπος Φλαβιανὸς τῆι πίστει τοῦ ἁγίου Κυρίλλου | |
25 | ἐξακολουθήσας. Κωνσταντῖνος ὁ εὐλαβέστατος ἐπίσκοπος Δημητριάδος Θεσσαλίας εἶπεν· Ὁ μὲν μητροπολίτης μου νόσωι κατεχόμενος ἔτι ἐστὶν κατὰ τὴν Ἑλενούπολιν, ἐγὼ δὲ κατὰ τὸ φρόνημα τῶν τριακοσίων δέκα καὶ ὀκτὼ φρονῶ καὶ συναινῶ τοῖς ἀναγνωσθεῖσιν ἀρτίως τοῦ μακαρίου Κυρίλλου καὶ εἰ φρονῶ ἑτέρως ἤ ποτε ἑτέρως ἐφρόνησα, ἀνάθεμά | |
30 | μοι. καὶ συναινῶ αὐτοῖς, ὡς συνήινεσεν τοῖς τοῦ μακαρίου Κυρίλλου καὶ Φλαβιανὸς ὁ τῆς μακαρίας μνήμης. Εὐτύχιος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀδριανουπόλεως παλαιᾶς Ἠπείρου, [καὶ] Κλάδεος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀγχιασμοῦ, Μάρκος ὁ εὐλαβέστατος ἐπίσκοπος Εὐροίας, Πελεγρῖνος ὁ εὐλαβέστατος ἐπίσκοπος Φοινίκης καὶ Σωτήριχος ὁ εὐλαβέστατος | |
35 | ἐπίσκοπος Κερκύρας εἶπον· Ὁ μὲν ἁγιώτατος πατὴρ ἡμῶν Ἀττικὸς ὁ τῆς μητροπόλεως | 116 in vol. 2.1.1 |
2,1,1117 | ἐπίσκοπος Νικοπόλεως πρὸ ὀλίγου ἀνεχώρησεν ἀρρωστήσας ἰσχυρῶς· ἡμεῖς δὲ τοσοῦτον κατατιθέμεθα ὅτι ταῖς ἀναγνωσθείσαις ἐπιστολαῖς ταῖς τοῦ μακαριωτάτου καὶ ἐν ἁγίοις πατρὸς ἡμῶν Κυρίλλου σύμφωνα καὶ ὁ μακάριος Φλαβιανὸς διελάλησεν, καὶ ἀξιοῦμεν τὰ ἑξῆς πάντων τῶν πεπραγμένων ἀναγνωσθῆναι. καὶ πάντες εἰς τὸ ἄλλο μέρος μετῆλθον. | |
5 | Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Φανερῶς διὰ τοῦτο καθήιρηται Φλαβιανός, ὅτι μετὰ τὴν ἕνωσιν δύο φύσεις εἶπεν. ἐγὼ δὲ χρήσεις ἔχω τῶν ἁγίων πατέρων Ἀθανασίου Γρηγορίου Κυρίλλου ἐν πολλοῖς τόποις ὅτι οὐ δεῖ λέγειν μετὰ τὴν ἕνωσιν δύο φύσεις, ἀλλὰ μίαν σεσαρκωμένην τοῦ λόγου φύσιν. ἐγὼ μετὰ τῶν πατέρων ἐκβάλλομαι· ἐγὼ συνίσταμαι τοῖς τῶν πατέρων δόγμασιν. οὐ | |
10 | παραβαίνω ἔν τινι. καὶ τούτων τὰς χρήσεις οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν, ἀλλ’ ἐν βι‐ βλίοις ἔχω. καθὼς δὲ πάντες ἤιτησαν, κἀγὼ ἠξίωσα τὰ ὑπόλοιπα ἀναγνωσθῆναι. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Τὰ ἑξῆς ἀναγινωσκέσθω. Βερονικιανὸς ὁ καθωσιωμένος σηκρητάριος τοῦ θείου κονσιστωρίου ἀπὸ τοῦ αὐτοῦ σχεδαρίου ἀνέγνω | |
15 | Ὁ θεοφιλέστατος ἐπίσκοπος Βασίλειος τῆς μητροπόλεως Σελευκείας εἶπεν· Τίς δύναται ταῖς τοῦ μακαρίου πατρὸς ἡμῶν Κυρίλλου μέμψασθαι φωναῖς; ὃς τὴν ἀσέβειαν Νεστορίου μέλλουσαν ἐπικλύζειν τὴν οἰκουμένην ἐπέσχεν διὰ οἰκείας συνέσεως κἀκείνου διαιροῦντος εἰς δύο πρόσωπα καὶ δύο υἱοὺς τὸν ἕνα κύριον ἡμῶν καὶ θεὸν καὶ σωτῆρα Χριστὸν αὐτὸς ἔδειξεν ἐπὶ ἑνὸς προσώπου καὶ υἱοῦ καὶ κυρίου καὶ δεσπότου τῆς κτίσεως | |
20 | θεότητά τε γνωριζομένην τελείαν καὶ ἀνθρωπότητα τελείαν. ἀποδεχόμεθα τοίνυν πάντα τὰ παρ’ αὐτοῦ γεγραμμένα καὶ ἐπεσταλμένα ὡς ἀληθῆ καὶ τῆς εὐσεβείας ἐχόμενα καὶ προσκυνοῦμεν τὸν ἕνα κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν δύο φύσεσι γνωριζόμενον. τὴν μὲν γὰρ εἶχεν ἐν ἑαυτῶι προαιώνιον ὡς ὢν ἀπαύγασμα τῆς τοῦ πατρὸς δόξης, τὴν δὲ ὡς ἐκ μητρὸς δι’ ἡμᾶς γεννηθεὶς λαβὼν ἐξ αὐτῆς ἥνωσεν ἑαυτῶι καθ’ ὑπόστασιν | |
25 | καὶ κεχρημάτικεν ὁ τέλειος θεὸς καὶ υἱὸς τοῦ θεοῦ καὶ τέλειος ἄνθρωπος καὶ υἱὸς ἀνθρώπου, πάντας ἡμᾶς σῶσαι βουληθεὶς ἐν τῶι γενέσθαι κατὰ πάντα ἡμῖν παραπλήσιος πλὴν ἁμαρτίας. τοὺς δὲ ἐναντιουμένους τοῖς τοιούτοις δόγμασιν ἐχθροὺς τῆς ἐκκλησίας εἶναι φαμέν. Ὁ θεοφιλέστατος ἐπίσκοπος Σέλευκος τῆς μητροπόλεως Ἀμασείας εἶπεν· Ἐπλή‐ | |
30 | ρωσεν τὰς καρδίας ἡμῶν εὐφροσύνης τὰ ἀρτίως ἀναγνωσθέντα δόγματα τοῦ ἁγίου πατρὸς καὶ ἐπισκόπου γεγονότος Κυρίλλου καὶ ἡ σύνεσις τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου [ἡμῶν] Φλαβιανοῦ καὶ ἡ νῦν συγκατάθεσις τοῦ ἁγιωτάτου ἐπισκόπου Βασιλείου. ὅθεν ἀποστολικῶν καὶ ὀρθῶν καὶ εὐσεβῶν ὄντων τῶν τοιούτων δογμάτων, καὶ αὐτὸς συν‐ τίθεμαι καὶ συναινῶ καὶ τὸν μὴ φρονοῦντα οὕτως ἀναθεματίζω καὶ ἀλλότριον ἐγκρίνω | |
35 | τῆς ἐκκλησιαστικῆς καὶ ὀρθοδόξου συναφείας. πιστεύομεν γὰρ καὶ ἡμεῖς εἰς τὸν ἕνα | 117 in vol. 2.1.1 |
2,1,1118 | κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν ἐκ θεοῦ λόγον, τὸν ἐκ τοῦ φωτὸς φῶς, τὸν ἐκ τῆς ζωῆς ζωήν, ἐν δύο φύσεσιν μετὰ τὴν ἐνανθρώπησιν καὶ τὴν τῆς σαρκὸς τῆς ἐκ τῆς ἁγίας Μαρίας πρόσληψιν δογματίζεσθαι καὶ τὸν παρὰ ταῦτα φρονοῦντα ὡς ἀλλότριον τῆς ἐκκλησίας ἀποκηρύττομεν. | |
5 | Ἡ ἁγία σύνοδος εἶπεν· Οὐδεὶς δύο λέγει τὸν κύριον μετὰ τὴν ἕνωσιν. οὐκ ἦν Ἀμασείας ἐπίσκοπος. τὸν ἀμέριστον μὴ μέριζε. ταῦτα Νεστόριος ἐφρόνησεν. οὕτω Νεστόριος ἐφρόνησεν. οὐκ ἦν Ἀμασείας ἐπίσκοπος. οὐκ ἦν Ἀμασείας, Σινώπης ἐστίν. Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Σιωπήσατε ὀλίγον· ἀκούσωμεν ἄλλων | |
10 | δυσφημιῶν. τί μεμφόμεθα Νεστορίωι μόνωι; πολλοὶ Νεστόριοί εἰσιν. Ἰωάννης πρεσβύτερος καὶ πρῶτος νοταρίων εἶπεν· Ἐκ τῶν ἀναγινωσκομένων ἐκεῖνο ἐπισημαινώμεθα ὅτι πίστιν ἑτέραν παρὰ τὴν ἐκτεθεῖσαν ἐν τῆι Νικαέων καὶ βεβαιωθεῖσαν ἐνταῦθα τὸ πρότερον ἐξέθεντο οἱ ταῦτα εἰπόντες. Ὀλύμπιος ἐπίσκοπος Εὐάζων εἶπεν· Εἰ ἀρχὴν ἡ πίστις ἔχει ἐκ τῶν ὑπομνημάτων, | |
15 | οἱ δεδωκότες τὴν ἀρχὴν ἔστωσαν ἀνάθεμα. Ὁ θεοφιλέστατος ἐπίσκοπος Σατορνῖνος τῆς Μαρκιανουπολιτῶν μητροπόλεως εἶπεν· Εἴ τις ἑτέρως φρονεῖ παρὰ τὰ ἀρτίως ἀναγνωσθέντα ἐπὶ τῆς ἁγίας ταύτης συνόδου, οὗτος κατὰ τοὺς τύπους τῶν αὐτῶν ἁγίων πατέρων ἀλλότριος ἤτω καὶ ἀκοινώνητος ἡμῖν ὡς μὴ ἐμμένων τοῖς καλῶς θεσπισθεῖσιν παρὰ τῶν ἁγίων πατέρων. | |
20 | Ὁ θεοφιλέστατος ἐπίσκοπος Αἰθέριχος τῆς Σμυρναίων πόλεως εἶπεν· Καθὼς οἱ πατέρες οἱ παρόντες συνέθεντο, κἀγὼ συναινῶ καὶ συντίθεμαι καὶ πρὸ τούτου καὶ νῦν καὶ μετὰ ταῦτα καὶ εἰς τὸν μέλλοντα αἰῶνα. Αἰθέριχος ἐπίσκοπος Σμύρνης εἶπεν· Ἐγὼ ταῦτα οὐκ εἶπον. Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Τί λέγει; | |
25 | Ἰωάννης πρεσβύτερος καὶ πρῶτος νοταρίων εἶπεν· Πλαστοῦ ἐπιλαμβάνεται. Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Διδασκέτω ὁ εὐλαβέστατος ἐπίσκοπος Αἰθέριχος ἃ βούλεται. Αἰθέριχος ἐπίσκοπος Σμύρνης εἶπεν· Αἰφνιδίως ἐπεισῆλθον ἐν Κωνσταντινουπόλει, προσέσχον δὲ τοῖς ἀκροαταῖς, εἶτα τοῦτον αὐτὸν τὸν μονάζοντα μετ’ αὐτῶν, λέγει· | |
30 | κύρι, ὑπόγραψον. λέγω κἀγώ· τέως κἂν ἄφες ἴδωμεν· ἐπηκούσαμεν αὐτοῦ φανερά | |
τινα. μετὰ ταῦτα λέγει· ἔκθου. ἐγὼ λέγω· ἐκθέσθαι οὐ δύναμαι. ἀληθῶς | 118 in vol. 2.1.1 | |
2,1,1119 | μὲν οἶδα, ἀλλ’ οὐ δύναμαι εἰπεῖν, πλὴν λέγω· εἴ τις οὐ πιστεύει καθὼς οἱ τριακόσιοι δέκα καὶ ὀκτὼ καὶ οἱ ἐν Ἐφέσωι, ἀνάθεμα ἔστω καὶ ὧδε καὶ εἰς [ἐκεῖνον] τὸν μέλλοντα αἰῶνα. Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ταῦτα οὖν τὰ ἀναγνωσθέντα πλαστά εἰσιν; | |
5 | Αἰθέριχος ἐπίσκοπος Σμύρνης εἶπεν· Οὐκ οἶδα ἐγώ. Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Περαιτέρω τούτων οὐκ εἴρηκας; Αἰθέριχος ἐπίσκοπος Σμύρνης εἶπεν· Οὔ. Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ἐπήκουσας δὲ τῶν δῆθεν παρὰ σοῦ εἰρημένων; | |
10 | Αἰθέριχος ἐπίσκοπος Σμύρνης εἶπεν· Ἐπήκουσα. Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Καὶ οὐκ εἴρηκας αὐτά; Αἰθέριχος ἐπίσκοπος Σμύρνης εἶπεν· Οὔ. Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Δῆλα τὰ κατατεθέντα παρὰ τοῦ παρόντος· ὅθεν ἀναγινωσκέσθω τὰ ἑξῆς. | |
15 | Καὶ ἐν τῶι ἀναγινώσκεσθαι Αἰθέριχος ὁ εὐλαβέστατος ἐπίσκοπος Σμύρνης ἀναστὰς εἶπεν· Τὰ πρῶτα συνεθέμην καὶ ὑπέγραψα μόνον. ἀπῆλθον· εὐθέως ἐκολλήθη μοι Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος καὶ λέγει· διὰ τί ὑπέγραψας κατὰ Εὐτυχοῦς; λέγω· ἐγὼ ὑπέγραψα ὡς πάντες οἱ πατέρες ἡμῶν· εἰ δέ ἐστίν τί ποτε ἄλλο, εἴπατέ μοι. λέγει· τί ὑπέγραψας; λέγω· ὡς προσήνεγκάν μοι, ὑπέγραψα. ἀνάθεμα, εἴ τις οὐ | |
20 | πιστεύει τοῖς τριακοσίοις δεκαοκτὼ καὶ ὡς 〈οἱ〉 ἐν Ἐφέσωι· οὗτος ἀνάθεμα ἔστω. ὕστερον τί ἔγραψαν, οὐκ οἶδα· ἐπὶ πάντων εἶπα. Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ἐνέγκηι δύο μάρτυρας. Αἰθέριχος ὁ εὐλαβέστατος ἐπίσκοπος Σμύρνης εἶπεν· Ὡς Κύριλλος φρονῶ. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Τίνος παρόντος ταῦτά | |
25 | σοι εἶπεν Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος; Αἰθέριχος ὁ εὐλαβέστατος ἐπίσκοπος Σμύρνης εἶπεν· Ἐπὶ πάντων. Θαλάσσιος ὁ εὐλαβέστατος ἐπίσκοπος Καισαρείας Καππαδοκίας εἶπεν· Ταῦτα ἃ γέγραπται, εἶπες ἐκτὸς ἀνάγκης· τί θέλεις ἄρτι καταστρέφειν; Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Συκοφαντήσας οὐδὲν | |
30 | πάσχει; εἰ ἤμην καταγνωσθείς, οὐκ ἔπασχον; Βερονικιανὸς ὁ καθωσιωμένος σηκρητάριος τοῦ θείου κονσιστωρίου ἀπὸ τοῦ αὐτοῦ σχεδαρίου ἀνέγνω Τῶν Ῥωμαικῶν τούτων ἡ ἑρμηνεία Ἑλληνιστί ἐστι τὰ ἐπαγόμενα Ὁ εὐλαβέστατος ἐπίσκοπος Οὐαλεριανὸς εἶπεν· Ἐγὼ ὁμολογῶ δύο γεννήσεις, | |
35 | ἐκ θείας καὶ ἐκ σαρκός, θείας μὲν ἐκ πατρός, σαρκὸς δὲ ἐκ μητρός· ἕνα καὶ τὸν αὐτὸν υἱὸν | 119 in vol. 2.1.1 |
2,1,1120 | θεοῦ, καθὼς πάντες ὥρισαν οἱ πατέρες· δύο γεννήσεις ἐν ἑνὶ προσώπωι. οὕτως ὁμο‐ λογῶ καθὼς οἱ πατέρες οἱ τριακόσιοι δεκαοκτὼ οἱ συναχθέντες ἐν τῆι Νικαέων καὶ ὡς ἡ ἁγία σύνοδος ἡ ἐν Ἐφέσωι ἐψηφίσατο καὶ ὁ τῆς μακαρίας μνήμης Κύριλλος ὁ τῆς Ἀλεξ‐ ανδρέων μεγαλοπόλεως ἐπίσκοπος ὥρισεν, οὕτως πιστεύω καὶ ὁμολογῶ. | |
5 | Ὁ θεοφιλέστατος ἐπίσκοπος Λογγῖνος τῆς Χερσονησιτῶν πόλεως εἶπεν· Τῆι ἁγίαι καὶ μεγάληι συνόδωι τῆι τῶν τριακοσίων δεκαοκτὼ τῆι συναχθείσηι ἐν τῆι Νικαέων ἐπακολουθῶν καὶ ὁ ἐν ἁγίοις πατὴρ ἡμῶν Κύριλλος ὁ ἐπίσκοπος τὸ δόγμα ἐν τῆι ἐπι‐ στολῆι ἐξέθετο μετὰ πάσης ἀκριβείας. ὅθεν κἀγὼ τῆι τοῦ θεοφιλεστάτου ἀρχιεπι‐ σκόπου Φλαβιανοῦ συναινέσει καὶ τῶν θεοφιλεστάτων ἐπισκόπων συντίθεμαι, εἰδὼς | |
10 | μετὰ τὴν ἐνανθρώπησιν τὴν ἐκ δύο φύσεων προσκυνεῖσθαι θεότητα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. τοὺς δὲ ἐναντιουμένους τῆι τοιαύτηι πίστει ἀλλοτρίους ἡγούμεθα τῆς εὐσεβοῦς πίστεως τῆς ἁγιωτάτης ἐκκλησίας. Καὶ ἐν τῶι ἀναγινώσκεσθαι Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Τὸ ἐκ δύο δέχομαι· τὸ δύο οὐ δέχομαι. ἀναγκάζομαι καὶ ἀναισχυντεῖν· περὶ | |
15 | ψυχῆς μοί ἐστιν ὁ λόγος. Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος Δορυλαίου εἶπεν· Αὐτός με ἤδη ἐφόνευσας. Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ἀπολογοῦμαι τῶι θεῶι καὶ ὧδε καὶ ἐκεῖ. Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος Δορυλαίου εἶπεν· Καὶ τοῖς νόμοις, ὡς λέγεις | |
20 | οὖν; διὰ τί προσῆλθον; πάντως ἵνα δίκας σε ἀπαιτήσω· μὴ γὰρ προσαγορεύσων εἰσῆλθες ὧδε; Τῶν Ῥωμαικῶν ἡ ἑρμηνεία Ἑλληνιστί ἐστι τὰ ἐπαγόμενα Πασκασῖνος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Ἐπετρέπετο Φλαβιανῶι τῶι ἐπι‐ σκόπωι τούτου ἀκούοντος τοιαῦτα λαλεῖν οἷα καὶ οὗτος φθέγγεται; | |
25 | Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Ἀλλὰ ἐπὶ τοῦ παρόν‐ τος ἡ σύνοδος μετὰ δικαιοσύνης ἐπιτελεῖται. Λουκίνσιος ὁ εὐλαβέστατος ἐπίσκοπος ἐπέχων τὸν ἀποστολικὸν θρόνον εἶπεν· Δικαία ἐστὶν ἡ σύνοδος· δοθήτω τούτωι κἀκείνωι δικαία ἀπόφασις. Βερονικιανὸς ὁ καθωσιωμένος σηκρητάριος τοῦ θείου κονσιστωρίου ἀπὸ τοῦ αὐτοῦ | |
30 | σχεδαρίου ἀνέγνω Ὁ θεοφιλέστατος ἐπίσκοπος Μελίφθογγος τῆς Ἰουλιοπολιτῶν εἶπεν· Κατὰ τὸν θεῖον ἀπόστολον κἂν ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ἡμῖν ἕτερόν τι παρὰ τὰ ἀρτίως | |
ἀνεγνωσμένα τῶν τε ἁγίων τῆς κατὰ Νίκαιαν συνόδου καὶ Ἔφεσον πατέρων, ἀνάθεμα | 120 in vol. 2.1.1 | |
2,1,1121 | ἔστω. καὶ οἱ μὴ ὁμολογοῦντες τὰς πρὸς ἑνότητα τὴν ἀληθινὴν συνενεχθείσας δύο φύσεις εἰς ἕνα καὶ τὸν αὐτὸν υἱὸν τοῦ θεοῦ, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, Χριστὸν Ἰησοῦν ἀνάθεμα ἔστωσαν· οἱ δὲ καινουργοῦντές τι παρὰ τὰς τῶν ἁγίων ἀποστόλων καὶ πα‐ τέρων ἐκθέσεις καὶ ταράσσοντες τὴν τοῦ θεοῦ ἐκκλησίαν βαστάσουσι τὸ κρίμα, οἵτινες ἂν | |
5 | ὦσιν. Ὁ θεοφιλέστατος ἐπίσκοπος Ἰουλιανὸς τῆς Κῶ εἶπεν· Οὐδεὶς τῶν εὖ φρονούντων ἐναντιωθῆναι δύναται τῆι ἐκτεθείσηι πίστει παρὰ τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι καὶ πάλιν παρὰ τῆς ἁγίας καὶ μεγάλης συνόδου τῆς συγκροτηθείσης ἐν τῆι Ἐφεσίων μητροπόλει. ὁμολογοῦμεν τοίνυν τὰς δύο φύσεις ἐν ἑνὶ προσώπωι, δι’ ὃ ἕνα υἱόν, | |
10 | ἕνα κύριον Ἰησοῦν Χριστόν. καὶ εἴ τις σατανικῆι μανίαι φερόμενος καὶ τῶι ἰδίωι λογισ‐ μῶι, ὥς γε νομίζει, ἐξακολουθῶν ἄλλο τι φρονεῖ παρ’ ὃ παρὰ τῶν προηγησαμένων ἁγίων πατέρων παρειλήφαμεν, ἔστω τῆς ἐκκλησίας ἀλλότριος. Καὶ ἐν τῶι ἀναγινώσκεσθαι Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ἰδοὺ τούτου ἐπιλαμβάνομαι· μετὰ γὰρ τὴν ἕνωσιν δύο φύσεις οὐκ εἰσίν. | |
15 | Βερονικιανὸς ὁ καθωσιωμένος σηκρητάριος 〈τοῦ θείου κονσιστωρίου〉 ἀπὸ τοῦ αὐτοῦ σχεδαρίου ἀνέγνω Ὁ θεοφιλέστατος ἐπίσκοπος Σάβας πόλεως Παλτοῦ εἶπεν· Ἐμάθομεν ἀκολουθεῖν τοῖς πατράσιν. καὶ γὰρ οἱ πατέρες ἡμῶν οἱ κατὰ Νίκαιαν οὐκ ἀφ’ ἑαυτῶν ἐλάλησαν 〈ἃ ἐλάλησαν〉, ἀλλ’ ὃ τὸ πνεῦμα τὸ ἅγιον ὑπηγόρευσεν. ὁμοίως καὶ ὁ θεοφιλέστατος | |
20 | καὶ ὁσιώτατος μακάριος Κύριλλος ἐκ πνεύματος ἁγίου ἐλάλησεν τὰ τῶν πατέρων καὶ ἐφθέγξατο. ἠκολούθησεν δὲ αὐτῶι καὶ ὁ ἀρχηγὸς τῆς Ἀνατολῆς ὁ θεοφιλέστατος Ἰωάννης ὁ ἐπίσκοπος τῆς Ἀντιοχείας· τούτωι δὲ ἠκολούθησεν καὶ 〈ὁ〉 πρῶτος δια‐ λαλήσας, ὁ θεοφιλέστατος ἐπίσκοπος Βασίλειος. τοῦτο κἀγὼ φρονῶ καὶ ὁμολογῶ καὶ εἴ τις ἐν πάσηι τῆι οἰκουμένηι ταύτην τὴν πίστιν μὴ φρονεῖ, οὐ μόνον ἐμοὶ ἀλλότριος, | |
25 | ἀλλὰ καὶ πᾶσιν τοῖς ὀρθῶς πιστεύουσιν. παρακαλῶ δὲ τὴν ὑμετέραν ὁσιότητα τοῦτον τὸν τόμον καὶ εἰς τὴν Ἀνατολὴν πέμψαι καὶ ἀπαλλάξαι ἡμᾶς βλασφημίας, καὶ εἴ τις οὐχ ὑπογράφει εἰς τὸν τόμον, γένηται ἀλλότριος ἡμῶν. Ὁ θεοφιλέστατος ἐπίσκοπος Θωμᾶς Οὐαλεντινιανουπόλεως εἶπεν· Ψυχωφελῶν ὄντων τῶν τῆς εὐσεβείας δογμάτων τῶν ἐκτεθέντων παρὰ τῆς ἁγίας συνόδου τῆς κατὰ | |
30 | τὴν Νικαέων συναθροισθείσης καὶ κατὰ τὴν Ἐφεσίων μητρόπολιν, οὕτως καὶ πεπιστεύ‐ καμεν καὶ τοὺς ὑφ’ ἡμᾶς διδάσκομεν λαοὺς καὶ τὸν μὴ οὕτως φρονοῦντα ἀλλότριον εἶναι συμψηφιζόμεθα τῆς ὀρθοδόξου ἐκκλησίας. Ὁ θεοφιλέστατος ἐπίσκοπος Τρύφων πόλεως Χίου τῶν Νήσων εἶπεν· Κατὰ τὴν ἔκθεσιν τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι καὶ τοῦ μακαρίου καὶ ἐν ἁγίοις ἀρχιεπισκόπου | |
35 | Κυρίλλου οὕτως καὶ ἐπιστεύσαμεν καὶ πιστεύομεν καὶ τοὺς μὴ πιστεύοντας τοῖς δόγμασιν | 121 in vol. 2.1.1 |
2,1,1122 | τῶν πατέρων ἀναθεματίζομεν καὶ ἀλλοτρίους τῆς ἁγιωτάτης ἐκκλησίας αὐτοὺς κρί‐ νομεν. Ὁ θεοφιλέστατος ἐπίσκοπος Τιμόθεος πόλεως Πριμοπόλεως εἶπεν· Τοῖς εὐσεβῶς καὶ ὀρθοδόξως θεσπισθεῖσιν παρὰ τῶν ἁγίων πατέρων τῶν ἐν τῆι Νικαέων [τούτοις] | |
5 | καὶ ὁ τῆς μακαρίας μνήμης πατὴρ ἡμῶν Κύριλλος γενόμενος ἐπίσκοπος τῆς Ἀλεξ‐ ανδρέων ἐξακολουθήσας δόγματα θεοφιλῆ παρέδωκεν ἡμῖν. τούτοις καὶ συντιθέμεθα καὶ συναινοῦμεν. ὅθεν ὁ τούτοις μὴ ἐξακολουθῶν ἔστω ἀλλότριος τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας. Ὁ θεοφιλέστατος ἐπίσκοπος Εὐδόξιος Βοσπόρου εἶπεν· Ὁ τρισμακάριος πατὴρ | |
10 | ἡμῶν Κύριλλος ἐξακολουθῶν τῆι ἐν Νικαίαι ἁγίαι καὶ μεγάληι συνόδωι εὔδηλον ἡμῖν ἐποίησεν περὶ τῆς τοῦ Χριστοῦ καὶ σωτῆρος ἡμῶν παρουσίας ὅτιπερ ὁ πρὸ τῶν αἰώνων θεὸς ὁ υἱὸς τοῦ πατρὸς ἐνηνθρώπησεν ἐπ’ ἐσχάτων, ἵνα σχίσηι τὸ καθ’ ἡμῶν χειρόγραφον, καὶ ἄνθρωπον τέλειον ἀνέλαβεν διὰ τὴν ἡμετέραν σωτηρίαν. πᾶς οὖν ὁ μὴ συναινῶν τοῖς ἐκτεθεῖσιν παρὰ τῶν ἁγίων πατέρων ἑαυτὸν ἀλλοτριοῖ πάσης ἱερατικῆς | |
15 | κοινωνίας καὶ τῆς τοῦ Χριστοῦ παρουσίας. Καὶ ἐν τῶι ἀναγινώσκεσθαι Εὐστάθιος ὁ εὐλαβέστατος ἐπίσκοπος Βηρυτοῦ εἶπεν· Ἄνθρωπον οὐκ ἀνέλαβεν, ἀλλ’ ἄνθρωπος ἐγένετο· σάρκα δὲ ἀνέλαβεν. Βερονικιανὸς ὁ καθωσιωμένος σηκρητάριος τοῦ θείου κονσιστωρίου ἀπὸ τοῦ αὐτοῦ σχεδαρίου ἀνέγνω | |
20 | Ὁ θεοφιλέστατος ἐπίσκοπος Εὐστόχιος πόλεως Δοκιμίου εἶπεν· Τὴν γενομένην παρὰ τῆς ἁγίας συνόδου τῆς ἐν Νικαίαι τῶν ἁγίων πατέρων ἔκθεσιν καὶ τὰς ὑπαναγνω‐ σθείσας ἡμῖν ἐπιστολὰς τοῦ ὁσιωτάτου καὶ θεοφιλεστάτου ἐπισκόπου Κυρίλλου καὶ τοὺς ἐκτεθέντας κανόνας καὶ πίστιν παρὰ τῆς ἁγίας καὶ μεγάλης συνόδου τῆς ἐν Ἐφέσωι συμφωνοῦντα πάντα ἀλλήλοις εὕρομεν. τοιγαροῦν οὕτως καὶ πιστεύω καὶ ὁμολογῶ | |
25 | καὶ τὸν παρὰ ταῦτα φρονοῦντα ἀλλότριον κρίνω τῆς ἁγίας καθολικῆς ἐκκλησίας καὶ τῆς τῶν ὀρθοδόξων πίστεως. Ὁ θεοφιλέστατος ἐπίσκοπος Ἰουλιανὸς πόλεως Μωστήνης εἶπεν· Δήλων ὄντων καὶ ψυχωφελῶν τῶν ἀναγνωσθέντων ἡμῖν κανονικῶν γραμμάτων τῶν ἐκτεθέντων παρὰ τοῦ μακαριωτάτου καὶ ἐν ἁγίοις Κυρίλλου καὶ τῶν ἐν Νικαίαι καὶ ἐν Ἐφέσωι ἁγιωτάτων | |
30 | συνόδων, οὕτω κἀγὼ φρονῶ καὶ πιστεύω καὶ εἴ τις παρὰ ταῦτα φρονεῖ, ἀλλότριος ἔστω τῆς ἁγιωτάτης ἐκκλησίας καὶ τῆς ὀρθῆς πίστεως. Ὁ θεοφιλέστατος ἐπίσκοπος Κοσσίνιος πόλεως Ἱεροκαισαρείας εἶπεν· Ἐπα‐ | |
κούσας τῶν ἀναγνωσθεισῶν ἐπιστολῶν τῶν ὁσίων πατέρων ἡμῶν καὶ τῶν πραχθέντων | 122 in vol. 2.1.1 | |
2,1,1123 | ἐν τῆι Ἐφεσίων μητροπόλει κατὰ τοὺς ἁγίους κανόνας τοὺς ἐκτεθέντας ἐν τῆι Νικαέων πόλει, οὕτως φρονοῦμεν καὶ πιστεύομεν καὶ διδάσκομεν τὸν ὑφ’ ἡμᾶς λαὸν καὶ εἴ τις ἕτερον φρονεῖ, ἀλλότριος ἔστω τῆς ἁγίας καθολικῆς ἐκκλησίας [τοῦ θεοῦ]. Ὁ θεοφιλέστατος ἐπίσκοπος Ἰωάννης πόλεως Οὐρκανῶν εἶπεν· Τοῖς ἀρτίως ἀναγνω‐ | |
5 | σθεῖσιν καὶ πάλαι παρὰ τῶν ἐν Νικαίαι ἁγίων πατέρων ἐκτεθεῖσιν καὶ ὑπὸ τῶν ὁσίων ἐπισκόπων κηρυχθεῖσιν ὀρθοδόξως συντίθεμαι καὶ στοιχῶ, τὸν δὲ ἑτέρως φρονοῦντα ὡς παραφρονοῦντα καὶ ἀποστρέφομαι καὶ ἀλλότριον κρίνω τῆς ὀρθοδόξου πίστεως, χάριτι Χριστοῦ μετὰ πάντων τῶν ἁγίων πατέρων ἐρηρεισμένος. Ὁ θεοφιλέστατος ἐπίσκοπος Εὐσέβιος εἶπεν· Ἐπειδὴ τινὲς τῶν θεοφιλεστάτων | |
10 | ἐπισκόπων τῶν ἐνδημούντων ταύτηι τῆι βασιλευούσηι πόλει ἢ δι’ ἀσθένειαν ἢ ἀγνο‐ ήσαντες τὴν κλῆσιν τῆς ἁγίας συνόδου οὐ συνῆλθον, ἀξιῶ τοὺς ἀπολειφθέντας διὰ τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ νοταρίου Ἀστερίου καὶ διὰ τῶν εὐλαβεστάτων διακόνων καὶ νοταρίων ὑπομνησθῆναι ὥστε καὶ αὐτοὺς γνόντας τὰ πραχθέντα τὴν ἑαυτῶν γνώμην φανερὰν ποιῆσαι. | |
15 | Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Οἱ εὐλαβέστατοι νοτάριοι τοὺς ἀπολειφθέντας τῶν θεοφιλεστάτων ἐπισκόπων ὑπομνήσουσιν ὑπαναγινώσκοντες αὐτοῖς τὰ πραχθέντα ἐφ’ ὧι τε ἕκαστον καταθέσθαι τὴν οἰκείαν γνώμην. ΤΡΙΤΗ ΠΡΑΞΙΣ. Προκαθεζομένου τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἀρχιεπισκόπου ἡμῶν Φλαβιανοῦ καὶ συνεδρευούσης αὐτῶι τῆς ἁγίας συνόδου αὖθις ἐν τῶι σηκρήτωι | |
20 | τοῦ ἐπισκοπείου, ἡμέραι δευτέραι, μηνὸς Νοεμβρίου πεντεκαιδεκάτηι ἐν ὑπατείαι τῆι προγεγραμμένηι ὁ θεοφιλέστατος ἐπίσκοπος Εὐσέβιος εἶπεν· Τετάρτη σήμερον παρελήλυθεν ἡμέρα ἀφ’ οὗ προσῆλθον τῆι ὑμετέραι ἁγιωσύνηι ἐξαιτῶν Εὐτυχῆ τὸν πρεσβύτερον καὶ ἀρχιμανδρίτην ἀπαντῆσαι εἰς τὴν ἁγίαν ὑμῶν σύνοδον ὀφείλοντα διελεγχθῆναι | |
25 | παρ’ ἐμοῦ ὅτιπερ τὰ τῆς ὀρθοδοξίας δόγματα διέφθειρεν καὶ ἑτέρως φρονεῖ ἢ καθὼς πιστεύει ἡ καθολικὴ ἐκκλησία, καὶ ἀξιῶ τοὺς ἀποσταλέντας ἐξ ἐκείνου παρὰ τῆς ὑμετέρας ἁγιωσύνης ἐρωτηθέντας εἰπεῖν ποίας τετυχήκασιν παρ’ αὐτοῦ ἀποκρίσεως. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Λεγέτωσαν οἱ νοτάριοι τίνες εἰσὶν οἱ ἤδη ἀποσταλέντες. | |
30 | Οἱ νοτάριοι εἶπον· Πρώην ἐκέλευσεν ἡ ὑμετέρα ἁγιωσύνη τὸν θεοσεβέστατον πρεσβύτερον καὶ ἔκδικον Ἰωάννην καὶ τὸν εὐλαβέστατον διάκονον Ἀνδρέαν παρα‐ γενέσθαι πρὸς τὸν εὐλαβέστατον πρεσβύτερον καὶ ἀρχιμανδρίτην Εὐτυχῆ, καὶ πάρεισιν ἀμφότεροι. | |
Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Στήτωσαν ἐπὶ τῆς ἁγίας συνόδου καὶ λεγέτω | 123 in vol. 2.1.1 | |
2,1,1124 | πρότερον ὁ εὐλαβέστατος πρεσβύτερος καὶ ἔκδικος Ἰωάννης εἰ ἀπῆλθεν ἐπὶ τῆι κλήσει τοῦ πρεσβυτέρου καὶ ἀρχιμανδρίτου Εὐτυχοῦς καὶ εἰ συντετύχηκεν αὐτῶι καὶ τί ἤκουσεν παρ’ αὐτοῦ. Ὁ εὐλαβέστατος πρεσβύτερος καὶ ἔκδικος Ἰωάννης εἶπεν· Πρώην τοῦ θεοφιλεστάτου | |
5 | ἐπισκόπου Εὐσεβίου προσελθόντος ἐν συνεδρίωι τῆι ὑμετέραι ἁγιωσύνηι καὶ αἰτιασαμένου τὸν εὐλαβέστατον πρεσβύτερον καὶ ἀρχιμανδρίτην Εὐτυχῆ καὶ βιβλίον ἔγγραφον ἐπι‐ δεδωκότος τὸ καταδηλοῦν νοσεῖν αὐτὸν τὰ τῶν αἱρετικῶν πάθη καὶ ἐξαιτήσαντος προσ‐ κληθέντα αὐτὸν ἐπὶ τῆς ὑμετέρας ἁγιωσύνης ἀπολογήσασθαι ἐπὶ τοῖς ἐπαγομένοις αὐτῶι παρ’ αὐτοῦ, πρόνοιαν ποιουμένη ἡ ὑμετέρα ἀπαραλόγιστος σοφία προσέταξεν | |
10 | διαβῆναι ἐμέ τε καὶ τὸν εὐλαβέστατον διάκονον Ἀνδρέαν πρὸς αὐτὸν ἐν τῆι μονῆι αὐτοῦ καὶ καλέσαι αὐτὸν ἀπολογησόμενον. τούτου δὲ γενομένου καὶ παραγενομένων ἡμῶν πρὸς αὐτὸν ἐν τῆι μονῆι αὐτοῦ τούς τε λιβέλλους αὐτῶι ὑπανέγνωμεν καὶ τὰ ἴσα αὐτῶι δεδώκαμεν καὶ τὸν αἰτιασάμενον κατεδηλώσαμεν καὶ κατεμηνύσαμεν αὐτῶι τὴν κλῆσιν καὶ τὴν ἀπολογίαν τὴν ἐπὶ τῆς ὑμετέρας ἁγιωσύνης. ὃ δὲ τὸ μὲν ἀπαντῆσαι καὶ | |
15 | ἀπολογήσασθαι παντελῶς ἀπηρνήσατο, εἰρηκὼς τοῦτο προωρίσθαι αὐτῶι καὶ ὅρωι τινὶ κεκρατηκέναι ἀπ’ ἀρχῆς τὸ μηδαμῶς ἀλλαχόσε ἀποβαίνειν αὐτὸν τῆς ἑαυτοῦ συνοδίας, τρόπωι δέ τινι ὡς ἐν τάφωι διατρίβειν ἐν τῆι μονῆι· γνωσθῆναι δὲ τῆι ὑμετέραι ἁγιωσύνηι δι’ ἡμῶν ἐξήιτησεν ὅτιπερ ὁ θεοφιλέστατος ἐπίσκοπος Εὐσέβιος ἐχθρὸς αὐτῶι πάλαι τυγχάνων λοιδορίας καὶ ὕβρεως χάριν ταύτην τὴν κατηγορίαν κατ’ αὐτοῦ ἐποιή‐ | |
20 | σατο. ἕτοιμον γὰρ ἑαυτὸν εἶναι ἔφασκεν ταῖς ἐκθέσεσιν τῶν ἁγίων πατέρων τῶν τε ἐν Νικαίαι καὶ ἐν Ἐφέσωι τὴν σύνοδον ποιησαμένων συντίθεσθαι καὶ ὑπογράφειν ταῖς ἑρμηνείαις αὐτῶν ὡμολόγει, εἰ δέ που τύχοι τι παρ’ αὐτῶν ἔν τισιν λέξεσιν ἢ δια‐ σφαλθὲν ἢ διαπλανηθέν, τοῦτο μήτε διαβάλλειν μήτε καταδέχεσθαι, μόνας δὲ τὰς γραφὰς ἐρευνᾶν ὡς βεβαιοτέρας οὔσας τῆς τῶν πατέρων ἐκθέσεως. μετὰ δὲ τὴν ἐνανθρώπησιν | |
25 | τοῦ θεοῦ λόγου, τουτέστιν μετὰ τὴν γέννησιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μίαν φύσιν προσκυνεῖν καὶ ταύτην θεοῦ σαρκωθέντος καὶ ἐνανθρωπήσαντος. καὶ βιβλίον τι τοιοῦτον προκομίσας ὑπανεγίνωσκεν, προσετίθει δὲ ὅτι λοιδορίας τινός, ὡς ἔφη, λεχ‐ θείσης κατ’ αὐτοῦ ὡς αὐτοῦ εἰρηκότος ὅτι γε δὴ ἐξ οὐρανοῦ τὴν σάρκα ὁ θεὸς λόγος κατενήνοχεν, αὐτὸς ἀνεύθυνος τυγχάνει τῆς τοιαύτης λοιδορίας. τὸ δὲ ἐκ δύο φύσεων | |
30 | ἑνωθεισῶν καθ’ ὑπόστασιν γεγενῆσθαι τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μήτε μεμαθη‐ κέναι ἐν ταῖς ἐκθέσεσιν τῶν ἁγίων πατέρων μήτε καταδέχεσθαι, εἰ τύχοι τι αὐτῶι τοιοῦτο παρά τινος ὑπαναγινώσκεσθαι, διὰ τὸ τὰς θείας γραφάς, ὡς ἔλεγεν, ἀμείνονας εἶναι τῆς τῶν πατέρων διδασκαλίας. καὶ ταῦτα λέγων ὡμολόγει τέλειον θεὸν εἶναι καὶ τέλειον ἄνθρωπον τὸν γεννηθέντα ἐκ τῆς παρθένου Μαρίας μὴ ἔχοντα σάρκα ὁμοούσιον ἡμῖν. | |
35 | τοῦτο δὲ ἐμοὶ διαλεγόμενος εἶπεν. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Ταῦτα αὐτὸς μόνος ἐπήκουσας ἢ καὶ ὁ ἅμα σοι ἀποσταλεὶς διάκονος Ἀνδρέας; | |
Ὁ εὐλαβέστατος πρεσβύτερος καὶ ἔκδικος Ἰωάννης εἶπεν· Ἐν ὧι ταῦτά μοι ἐνε‐ | 124 in vol. 2.1.1 | |
2,1,1125 | τέλλετο εἰς τὸ ἀναγαγεῖν τῆι ὑμετέραι ὁσιότητι, παρῆν καὶ ὁ εὐλαβέστατος διάκονος Ἀνδρέας. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Λεγέτω καὶ ὁ εὐλαβέστατος διάκονος Ἀν‐ δρέας εἰ ταῦτα ἐπήκουσεν παρὰ τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ ἀρχιμανδρίτου | |
5 | Εὐτυχοῦς λεγόμενα. Ὁ εὐλαβέστατος διάκονος Ἀνδρέας εἶπεν· Κατὰ τὴν κέλευσιν τῆς ὑμετέρας ἁ‐ γιωσύνης ἀπήλθομεν πρὸς τὸν εὐλαβέστατον πρεσβύτερον καὶ ἀρχιμανδρίτην Εὐτυχῆ καὶ διαλεχθέντες αὐτῶι ταῦτα παρ’ αὐτοῦ ἠκούσαμεν ἃ καὶ ὁ εὐλαβέστατος πρεσβύτερος καὶ ἔκδικος Ἰωάννης ἤδη κατέθετο. | |
10 | Ὁ εὐλαβέστατος πρεσβύτερος καὶ ἔκδικος Ἰωάννης εἶπεν· Ἐν αὐτῶι τῶι καιρῶι τῆς διαλέξεως τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ ἀρχιμανδρίτου Εὐτυχοῦς, ὅτε ταῦτα ἡμῖν ἐνετέλλετο ἀναγαγεῖν τῆι ὑμετέραι ἁγιωσύνηι, καὶ ὁ εὐλαβέστατος διάκονος τοῦ θεοφιλεστάτου ἐπισκόπου Βασιλείου ἐκεῖσε παρὼν ἐτύγχανεν καὶ ἐπήκουσεν τῶν λε‐ γομένων, δι’ ὃ ἀξιῶ κληθέντα αὐτὸν ἐρωτᾶσθαι ὅ τι γε δὴ τούτων ἐπήκουσεν. | |
15 | Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Λεγέτωσαν οἱ εὐλαβέστατοι νοτάριοι εἰ ὁ διάκονος ὁ συνὼν τῶι θεοφιλεστάτωι ἐπισκόπωι Βασιλείωι ὁ καὶ μνημονευθεὶς παρὰ τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ ἐκδίκου Ἰωάννου πάρεστιν ἐνταῦθα. Οἱ νοτάριοι εἶπον· Πάρεστιν ἐνταῦθα ὁ συνὼν τῶι θεοφιλεστάτωι ἐπισκόπωι Βασιλείωι τῶι καὶ συνεδρεύοντι τῆι ὑμετέραι ὁσιότητι. | |
20 | Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Στήτω ἐν μέσωι. Καὶ μετὰ τὸ στῆναι ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Τίς λέγηι; Καὶ εἶπεν· Ἀθανάσιος. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Ποίου βαθμοῦ τυγχάνεις ἐκκλησιαστικοῦ; Ἀθανάσιος εἶπεν· Διάκονός εἰμι. | |
25 | Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Ποίας πόλεως; Ἀθανάσιος διάκονος εἶπεν· Σελευκείας τῆς ὑπὸ τὸν ἁγιώτατον ἐπίσκοπον Βασίλειον. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Λέγε τί ἀκήκοας παρόντων τῶν εὐλαβεστάτων Ἰωάννου τοῦ πρεσβυτέρου καὶ ἐκδίκου καὶ Ἀνδρέου τοῦ διακόνου παρὰ τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ ἀρχιμανδρίτου Εὐτυχοῦς περὶ τῆς πίστεως. | |
30 | Ἀθανάσιος διάκονος εἶπεν· Ταῦτα ἤκουσα ἅπερ καὶ ὁ θεοφιλέστατος πρεσβύτερος καὶ ἔκδικος Ἰωάννης κατέθετο καὶ ὁ εὐλαβέστατος διάκονος Ἀνδρέας. Ὁ θεοφιλέστατος ἐπίσκοπος Εὐσέβιος εἶπεν· Ἐξαρκεῖ μὲν τὰ διηγορευμένα παρὰ τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ ἐκδίκου Ἰωάννου καὶ τοῦ εὐλαβεστάτου διακόνου Ἀνδρέου καὶ ἡ γεγενημένη κατάθεσις παρὰ Ἀθανασίου τοῦ εὐλαβεστάτου διακόνου | |
35 | τῆς κατὰ Σελεύκειαν ἁγίας ἐκκλησίας δηλῶσαι ὅπερ ἔχει ἀσεβὲς φρόνημα καὶ ὑπεναντίον ταῖς ἐκθέσεσιν τῶν ἁγίων πατέρων, πλὴν δέομαι τῆς ὑμετέρας ἁγιωσύνης καὶ πάλιν δεύτερον αὐτὸν κληθῆναι· ἑτοίμως γὰρ ἔχω διελέγχειν αὐτὸν διὰ πολλῶν μαρτύρων κακῶς φρονήσαντα καὶ φρονοῦντα καὶ διδάσκοντα. | |
Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Γένοιτο αὐτὸν παραγενόμενον καὶ ἐπιγνόντα | 125 in vol. 2.1.1 | |
2,1,1126 | τὸ ἑαυτοῦ πταῖσμα εἰς μετάνοιαν ἐλθεῖν, ἐπείπερ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς χαίρει ἐπὶ τῆι σωτηρίαι τῶν ἀπολλυμένων καὶ περινοστῶν αὐτὸς πρῶτος ἐπιζητεῖ τὸ πλανώ‐ μενον πρόβατον. δι’ ὃ καὶ αὖθις ἀποσταλέντες Μάμας καὶ Θεόφιλος οἱ εὐλαβέστατοι πρεσβύτεροι ὑπομνήσουσιν αὐτὸν ἀποδιδόντες αὐτῶι τὸ παρ’ ἡμῶν ἀποσταλὲν αὐτῶι | |
5 | τῆς κλήσεως γράμμα ἐφ’ ὧι τε καταλαβεῖν τὴν ἁγίαν σύνοδον σκανδαλισθεῖσαν οὐ μόνον ἐκ τῶν ἐπιδοθέντων κατ’ αὐτοῦ κατηγορικῶν λιβέλλων παρὰ Εὐσεβίου τοῦ θεοφιλεστάτου ἐπισκόπου, ἀλλὰ γὰρ καὶ ἐκ τῆς γενομένης καταθέσεως ὡς κακῶς φρονοῦντος αὐτοῦ καὶ ἐμμένοντος παρὰ Ἰωάννου τοῦ θεοσεβεστάτου πρεσβυτέρου καὶ ἐκδίκου καὶ Ἀνδρέου καὶ Ἀθανασίου τῶν εὐλαβεστάτων διακόνων, εἴ πως ἐλθὼν καὶ ἐξεμέσας τὴν προτέραν | |
10 | αὐτοῦ δυσσέβειαν καὶ ἐπιγνοὺς τὴν ὀρθὴν πίστιν καὶ τὴν ἔκθεσιν τῶν ἁγίων πατέρων ἡμῶν συγγνώμης ἀξιωθείη τῆς πρεπούσης παρ’ ἡμῶν δίδοσθαι τοῖς εἰς μετάνοιαν ὁρῶσιν. Ὁ θεοφιλέστατος ἐπίσκοπος Εὐσέβιος εἶπεν· Καταξιώσηι ἡ ὑμετέρα ἁγιωσύνη κελεῦσαι ἀναγνωσθῆναι πρότερον καὶ τὸ ὑπαγορευθὲν παρὰ τῆς ἁγίας συνόδου τῆς κλήσεως γράμμα, ὥστε καὶ αὐτὸ ἐμφέρεσθαι τοῖς ὑπομνήμασιν. | |
15 | Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Ἀναγινωσκέσθω καὶ ἐνταττέσθω τῆι πίστει τῶν ὑπομνημάτων. Ἡ ἁγία καὶ μεγάλη σύνοδος ἡ κατὰ θεοῦ χάριν ἐνδημοῦσα ἐν τῆι φιλοχρίστωι καὶ βασιλευούσηι Κωνσταντινουπόλει Ῥώμηι τῶι εὐλαβεστάτωι πρεσβυτέρωι καὶ ἀρχιμαν‐ δρίτηι Εὐτυχεῖ. Καὶ νῦν δευτέραι σε κλήσει ταύτηι καλοῦμεν διὰ Μάμα καὶ Θεοφίλου | |
20 | τῶν εὐλαβεστάτων πρεσβυτέρων ἐπὶ τῶι ἀπαντῆσαι ἀνυπερθέτως ἀπολογησόμενον τῆι ἁγίαι συνόδωι ἐγκαλούμενον παρὰ τοῦ θεοφιλεστάτου ἐπισκόπου Εὐσεβίου ὡς ἀλλότρια τῆς πίστεως φρονήσαντα καὶ φρονοῦντα καὶ προσδιαλεγόμενον πρός τινας. ἧκε τοίνυν εἰς τὸ συνέδριον μηδὲν ἀναβαλλόμενος, ἵνα μὴ ὡς ἀποφεύγων τὸν κατὰ πρό‐ σωπον ἔλεγχον ὑποπέσηις τοῖς ἐκ τῶν θείων κανόνων ἐπιτιμίοις. οὐ γὰρ εὐπρόσωπός | |
25 | ἐστιν ἀπολογία λέγειν σε κεκρικέναι μὴ προιέναι τοῦ μοναστηρίου τὸν περὶ τηλικούτων κατηγορούμενον. Ἔτι καθεζομένης τῆς ἁγίας συνόδου καὶ ἐκδεχομένης Μάμαν καὶ Θεόφιλον τοὺς εὐλαβεστάτους πρεσβυτέρους τοὺς ἀποσταλέντας καλέσαι Εὐτυχῆ τὸν εὐλαβέστατον πρεσβύτερον καὶ ἀρχιμανδρίτην ἀναγινωσκομένων τε αὐτοῖς τῶν ἐκθέσεων περὶ τῆς | |
30 | πίστεως τῶν ἁγίων πατέρων, ἐξαναστὰς ἐν μέσωι ὁ θεοφιλέστατος ἐπίσκοπος Εὐσέβιος εἶπεν· Οὐδὲν ἀτόλμητον τῶι εἰς θεὸν δυσσεβήσαντι καὶ ἀλλότρια τῆς ὀρθῆς πίστεως φρονήσαντι προπετῶς πάντα ποιεῖν. ἔγνων γὰρ ὡς ὅτι Εὐτυχὴς ὁ πρεσβύτερος καὶ ἀρχιμανδρίτης τόμον ἀπέστειλεν εἰς τὰ μοναστήρια καὶ εἰς στάσιν διεγείρει μοναχούς. καὶ ἐπειδὴ τοῦτο αὐτὸ πρὸς ἀσφάλειαν τῆς ἐκκλησίας καὶ τῆς ἁγίας συνόδου συμβάλλεται | |
35 | τὸ περιεργασθῆναι τὸ τοιοῦτο καὶ γνωσθῆναι ὁποῖα ἤδη τυρεύει καὶ κατασκευάζει ἐπισύστασιν ποιούμενος, ἀξιῶ ἐνταῦθα ὄντα τὸν πρεσβύτερον τὸν ἐν τῶι μαρτυρίωι τοῦ | |
Ἑβδόμου εἰπεῖν εἴ γε ἀπέστειλε τόμον καὶ ἐποίησεν ὑπογραφὰς γενέσθαι. | 126 in vol. 2.1.1 | |
2,1,1127 | Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Ἐνταῦθα πάρεστι περὶ οὗ ταῦτα κατέθου; Οἱ νοτάριοι εἶπον· Πάρεστιν. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Στήτω ἐν μέσωι. Καὶ στάντος αὐτοῦ ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Τίς λέγηι; | |
5 | ὃ δὲ εἶπεν· Ἁβράμιος. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Ποίωι βαθμῶι τετίμησαι; Ἁβράμιος εἶπεν· Πρεσβύτερός εἰμι ἐν τῶι Ἑβδόμωι ὑπὸ τὴν σὴν ὁσιότητα. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Ἐπήκουσας ὧν κατέθετο ὁ θεοσεβέστατος ἐπίσκοπος Εὐσέβιος; | |
10 | Ἁβράμιος εἶπεν· Ναί, τῶν ποδῶν σου. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Εἰπὲ ποῖα ταῦτα; Ἁβράμιος πρεσβύτερος εἶπεν· Μανουήλιος ὁ πρεσβύτερος καὶ ἀρχιμανδρίτης ἀπέστειλέν με πρὸς τὸν πρεσβύτερον Ἀστέριον ἀναγγεῖλαι αὐτῶι ταῦτα ὅτι Εὐτυχὴς ὁ πρεσβύτερος καὶ ἀρχιμανδρίτης ἔπεμψεν αὐτῶι τόμον περὶ τῆς πίστεως καὶ ἔπειθεν | |
15 | αὐτὸν ὑπογράψαι εἰς αὐτόν. καὶ ταῦτα ἐδήλωσεν, ἵνα τῆι ὑμετέραι ὁσιότητι ἀπαγ‐ γείληι ὁ πρεσβύτερος Ἀστέριος. Ὁ θεοφιλέστατος ἐπίσκοπος Εὐσέβιος εἶπεν· Ἐπειδὴ οὐκ ἄχρι τοῦ μοναστηρίου Μανουηλίου τοῦ πρεσβυτέρου τοῦτο ἂν ἐτόλμησεν ποιῆσαι, ἀξιῶ πεμφθῆναι εἰς τὰ ἄλλα μοναστήρια καὶ μαθεῖν πότερον κἀκεῖ ἀπέστειλεν τόμον εἰς τὸ ὑπογράψαι ὡς ἀθετου‐ | |
20 | μένης τῆς πίστεως ἢ οὔ. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Κατὰ τὰς αἰτήσεις τοῦ θεοφιλεστάτου ἐπι‐ σκόπου Εὐσεβίου διαβήσονται εἰς τὰ μοναστήρια, εἰς μὲν τὰ ἐν τῆι πόλει Πέτρος ὁ εὐλα‐ βέστατος πρεσβύτερος καὶ Πατρίκιος ὁ εὐλαβέστατος διάκονος, εἰς δὲ τὰ πέραν ἐν Συκαῖς Ῥητόριος πρεσβύτερος καὶ Εὐτρόπιος διάκονος, εἰς δὲ τὰ ἐν Χαλκηδόνι Παῦλος καὶ Ἰωάν‐ | |
25 | νης οἱ πρεσβύτεροι ἐπὶ τῶι γνῶναι παρ’ αὐτῶν εἰ ἀπεστάλη αὐτοῖς τόμος παρὰ τοῦ πρεσβυτέρου καὶ ἀρχιμανδρίτου Εὐτυχοῦς πείθοντος αὐτοὺς ἢ ὑποτιθεμένου καθυπο‐ γράψαι. Καὶ τούτων λεγομένων παρὰ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου, Ἀέτιος διάκονος καὶ νοτάριος εἶπεν· Οἱ ἀπεσταλμένοι τήμερον παρὰ τῆς ὑμετέρας ἁγιωσύνης εὐλαβέστατοι | |
30 | πρεσβύτεροι Μάμας καὶ Θεόφιλος πρὸς τὸν εὐλαβέστατον πρεσβύτερον καὶ ἀρχιμαν‐ δρίτην Εὐτυχῆ παραγεγόνασιν. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Λεγέτωσαν οἱ εὐλαβέστατοι πρεσβύτεροι οἱ διακονησάμενοι τοῖς δόξασιν τῆι ἁγίαι συνόδωι τί ἀκηκόασιν παρὰ τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ ἀρχιμανδρίτου Εὐτυχοῦς καὶ εἴπερ ἑτοίμως ἔχει παραγενέσθαι εἰς τὸ | |
35 | συνέδριον τῆς ἁγίας ταύτης συνόδου. Ὁ εὐλαβέστατος πρεσβύτερος Μάμας εἶπεν· Καταλαβόντες τὸ μοναστήριον τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ ἀρχιμανδρίτου Εὐτυχοῦς εὕρομεν μονάζοντας ἑστῶτας πρὸ τοῦ πυλῶνος καὶ εἰσήλθομεν μετ’ αὐτῶν ἔσω ἐν τῶι μοναστηρίωι. λέγομεν αὐτοῖς ὅτι μηνύσατε· συντυχεῖν γὰρ ἔχομεν τῶι ἀρχιμανδρίτηι, ἀποσταλέντες παρὰ | |
40 | τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου καὶ τῆς παρούσης ἁγίας συνόδου. καὶ ἔλεγον ἡμῖν ὅτι | 127 in vol. 2.1.1 |
2,1,1128 | ὁ κύρις ὁ ἀρχιμανδρίτης ἀρρωστεῖ καὶ θεάσασθαι ὑμᾶς οὐ δύναται. τί οὖν δοκεῖ ὑμῖν ἢ τί ἀπεστάλητε, εἴπατε ἡμῖν. ἡμεῖς δὲ οὐκ ἠνεσχόμεθα, εἰπόντες αὐτοῖς ὅτι ἡμεῖς πρὸς ἐκεῖνον αὐτὸν ἀπεστάλημεν καὶ ἔγγραφον ἀποστολὴν πληροῦμεν καὶ ἔχομεν μετὰ χεῖρας τὸ γραφὲν παρὰ τῆς ἁγίας συνόδου πρὸς αὐτόν. οἳ δὲ εἰσελθόντες πάλιν ἐξῆλθον | |
5 | καὶ ἤγαγον μεθ’ ἑαυτῶν Ἐλευσίνιόν τινα μονάζοντα, λέγοντες ὅτι ἐπειδὴ ὁ ἀρχιμαν‐ δρίτης ἡμῶν ἀρρωστεῖ, αὐτὸν ἀπέστειλεν εἰς τὸν τόπον αὐτοῦ, ἵνα αὐτῶι τὰ δηλωθέντα εἴπητε. ἡμεῖς δὲ οὐδ’ οὕτως εἱλόμεθα εἰπεῖν αὐτῶι, ἀλλ’ ἔφημεν ὅτι εἰ δέχεται ἡμᾶς ἀποσταλέντας παρὰ τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἀρχιεπισκόπου καὶ τῆς ἁγίας καὶ μεγάλης συνόδου, εἴπατε ἡμῖν. εἶτα θεασάμενοι αὐτοὺς θορυβουμένους καὶ πρὸς | |
10 | ἀλλήλους ψιθυρίζοντας καὶ λέγοντάς τινα, [καὶ] ὡς οὐκ ἐλαμβάνομεν ἀπόκρισιν θορυ‐ βουμένων αὐτῶν διὰ τὸ ἔγγραφον εἶναι τὴν ἀποστολήν, εἴπομεν αὐτοῖς ὅτι τί θορυβεῖσθε; οὐδέν ἐστιν ἐπαχθές. τὰ γεγραμμένα οὔκ ἐστιν κρυπτά, ἀλλὰ λέγομεν καὶ ἡμεῖς τὴν δύναμιν τῶν γραφέντων· ὑπέμνησεν αὐτὸν ἡ ἁγία σύνοδος δεύτερον ἤδη τοῦτο ὥστε ἀπαντῆσαι αὐτὸν καὶ ἐφ’ οἷς κατηιτιάθη παρὰ τοῦ θεοφιλεστάτου Εὐσεβίου τοῦ ἐπι‐ | |
15 | σκόπου, συστῆναι καὶ ἀπολογήσασθαι ἐγκαλούμενον. τότε εἰσελθόντες ἐμήνυσαν καὶ ἐδέξατο ἡμᾶς ὁ προειρημένος εὐλαβέστατος πρεσβύτερος καὶ ἀρχιμανδρίτης Εὐτυχής. εἰσελθόντες ἐπεδώκαμεν τὸν ἀποσταλέντα χάρτην. ἐποίησεν ἀναγνωσθῆναι ἐφ’ ἡμῶν. μετὰ [δὲ] τὴν ἀνάγνωσιν λέγει ὅτι ἐγὼ ὅρον ἐθέμην ὥστε τοῦ μοναστηρίου μὴ ἐξελθεῖν ἄνευ θανατικῆς ἀνάγκης. συνορᾶι δὲ καὶ ἡ ἁγία σύνοδος καὶ ὁ θεοφιλέστατος | |
20 | ἀρχιεπίσκοπος ὅτι καὶ γέρων εἰμὶ καὶ σαθρός. εἴπομεν ἡμεῖς ὅτι καταξίωσον ἐλθεῖν καὶ ἐφ’ οἷς ἠιτιάθης, ἀπολογήσασθαι ἐπὶ τῆς ἁγίας συνόδου. καὶ εἶπεν ὅτι ἐγὼ οὐκ ἐξέρχομαι τοῦ μοναστηρίου μου τῶι κρίσιν ταύτην ἐσχηκέναι με. εἰ δὲ βούλεται ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος καὶ ἡ ἁγία σύνοδος πρᾶξαί τι, ὃ δοκεῖ αὐτοῖς, πράξουσιν. ἓν δὲ παρακαλῶ, μὴ σκυλῆναί τινα εἰς ἄλλην ἀγωγήν· κέκριται γάρ μοι μὴ ἐξελθεῖν. | |
25 | ἵνα οὖν μὴ μέλλωσιν καὶ πάλιν πέμπειν, ὃ θέλουσιν, καὶ πρὸ τοῦ καλέσαι με τὸ τρίτον πράξουσιν· ἐμοὶ γὰρ ὡς κεκληκότες εἰσίν. παρεκάλεσεν δὲ ἡμᾶς εἰπεῖν τῆι ἁγιωσύνηι τοῦ κύρου ταῦτα. ἠνάγκαζεν δὲ ἡμᾶς καὶ χάρτην τινὰ γεγραμμένον ἐπικομίσασθαι, καὶ οὐχ εἱλόμεθα καταδέξασθαι, εἰπόντες ὅτι εἴ τι βούλει, παραγενόμενος δίδαξον. εἶτα ἡμῶν ταῦτα πρὸς αὐτὸν λεγόντων ἠνέχθη ὁ χάρτης καὶ ἠθέλησεν ποιῆσαι ἡμῖν ὑπανα‐ | |
30 | γνωσθῆναι. καὶ οὐδὲ οὕτως κατεδεξάμεθα ἀκοῦσαι, ἀλλὰ λαβὼν ὑπέγραφεν αὐτῶι καὶ ἡμεῖς συνταξάμενοι ἐξήλθομεν, εἰπόντος αὐτοῦ ὅτι ἀποστελῶ τῆι ἁγίαι συνόδωι τὸν χάρτην τοῦτον μετὰ καὶ τῆς ἐμῆς ὑπογραφῆς. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Λεγέτω καὶ ὁ εὐλαβέστατος πρεσβύτερος Θεόφιλος τίνα ἐπήκουσεν παραγενόμενος πρὸς τὸν εὐλαβέστατον πρεσβύτερον καὶ ἀρ‐ | |
35 | χιμανδρίτην Εὐτυχῆ ἅμα τῶι εὐλαβεστάτωι πρεσβυτέρωι Μάμαι. | |
Ὁ εὐλαβέστατος πρεσβύτερος Θεόφιλος εἶπεν· Παραγενόμενος ἅμα τῶι εὐλαβεστά‐ | 128 in vol. 2.1.1 | |
2,1,1129 | τωι πρεσβυτέρωι Μάμαι ἔνθα ἐστὶν τὸ μοναστήριον Εὐτυχοῦς τοῦ πρεσβυτέρου καὶ ἀρχιμανδρίτου, ταῦτα ἐπήκουσα λέγοντος αὐτοῦ ὅτι εἰ μήτι γε θάνατος, οὐδέν με ἐκβάληι ἐκ τοῦ μοναστηρίου, ἐπεὶ κέκριταί μοι καὶ ἀδύνατόν με ἐξελθεῖν. καὶ τὰ ἄλλα δὲ πάντα ὅσα ἐλέχθη παρὰ τοῦ εὐλαβεστάτου πρεσβυτέρου Εὐτυχοῦς, κατέθετο ὁ εὐλαβέστατος | |
5 | πρεσβύτερος Μάμας, ἅπερ κἀγὼ ἐπήκουσα. Ὁ θεοφιλέστατος ἐπίσκοπος Εὐσέβιος εἶπεν· Σκῆψίς ἐστιν ἀεὶ καὶ πρόφασις τῶν ὑπευθύνων ὥστε τὰς ὑπερθέσεις ἐμποιεῖν. οὐδὲ γὰρ ἐν τοῖς ἐναγομένοις ἐστὶν τὸ παραιτεῖσθαι ἢ τόπωι ἑαυτοὺς περιγράφειν. ἀλλὰ παρακαλῶ, ἡ δυναστεία τῶν ἁγίων κανόνων καὶ νῦν ἐπαγρυπνήσηι ἐπὶ τῶι καταιτιαθέντι καὶ κελεύσατε αὐτὸν καὶ | |
10 | ἄκοντα ἐνταῦθα ἐλθεῖν. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Ἐπακούσασα ἡ ἁγία σύνοδος τῶν δηλω‐ θέντων παρὰ τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ ἀρχιμανδρίτου Εὐτυχοῦς διὰ τῶν ἀπεσταλμένων εὐλαβεστάτων πρεσβυτέρων τὸ παριστάμενον ἀποφηνάσθω. Ἡ ἁγία σύνοδος εἶπεν· Εὔλογόν ἐστιν καὶ τρίτον ὑπομνησθῆναι παρὰ τῆς ἁγίας | |
15 | ταύτης καὶ μεγάλης συνόδου τὸν εὐλαβέστατον πρεσβύτερον καὶ μονάζοντα Εὐτυχῆ ὥστε ἀπαντῆσαι ἐν τῆι ἁγίαι ταύτηι συνόδωι, ὡς εἴ γε τοῦτο μὴ ποιήσει, μέμψεται ἑαυτῶι. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Οἱ εὐλαβέστατοι πρεσβύτεροι Μέμνων ὁ σκευοφύλαξ καὶ Ἐπιφάνιος καὶ Γερμανὸς ὁ διάκονος παραγενόμενοι πρὸς τὸν εὐλαβέ‐ | |
20 | στατον πρεσβύτερον καὶ ἀρχιμανδρίτην Εὐτυχῆ τὸ τρίτον τῆς κλήσεως γράμμα τὸ διαπεμφθὲν παρὰ τῆς ἁγίας συνόδου διακομίσωσιν πρὸς αὐτὸν ὥστε αὐτὸν παρα‐ γενέσθαι καὶ ἀπολογήσασθαι τοῖς ἐπαγομένοις. Καὶ εἶχεν τὸ παραναγνωστικὸν τὸ ἀποσταλὲν δι’ αὐτῶν οὕτως Ἡ ἁγία καὶ μεγάλη σύνοδος ἡ κατὰ θεοῦ χάριν ἐνδημοῦσα ἐν τῆι φιλοχρίστωι | |
25 | καὶ βασιλευούσηι Κωνσταντινουπόλει Ῥώμηι τῶι εὐλαβεστάτωι πρεσβυτέρωι καὶ ἀρχι‐ μανδρίτηι Εὐτυχεῖ. Οὐκ ἀγνοεῖς ἴσως τὰ τοῖς θείοις κανόσιν διηγορευμένα κατὰ τῶν ἀπειθούντων καὶ μὴ ἀνεχομένων ἀπαντῆσαι εἰς ἀπολογίαν, ὅταν καὶ τρίτη κλῆσις πρὸς αὐτοὺς γένηται. ἵνα τοίνυν μὴ σαυτὸν περιπείρηις τοῖς ὑπ’ αὐτῶν εὐσεβῶς διηγορευμένοις, νῦν γοῦν τὸ τρίτον παρ’ ἡμῶν καλούμενος διὰ τῶν εὐλαβεστάτων πρεσβυ‐ | |
30 | τέρων Μέμνονος τοῦ σκευοφύλακος καὶ Ἐπιφανίου καὶ τοῦ εὐλαβεστάτου διακόνου Γερμανοῦ θέλησον παραγενέσθαι εἰς τὴν ἐπιοῦσαν ἕωθεν, τουτέστιν τῆι τετάρτηι ἡμέραι, τῆι ἑπτακαιδεκάτηι τοῦ Νοεμβρίου μηνός. Καὶ τῆι ἑξῆς ἡμέραι, ἥτις ἐστὶν ἑξκαιδεκάτη τοῦ Νοεμβρίου μηνός, ἡμέραι τρίτηι, | |
προκαθεζομένου τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου καὶ τῆς ἁγίας συνόδου καὶ διαλεγο‐ | 129 in vol. 2.1.1 | |
2,1,1130 | μένου περὶ θείων δογμάτων τοῦ αὐτοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Ἀσκληπιάδης διά‐ κονος καὶ νοτάριος ἐμήνυσεν λέγων· Μονάζοντές τινες ἀπὸ τῶν τοῦ πρεσβυτέρου καὶ ἀρχιμανδρίτου Εὐτυχοῦς καὶ Ἁβράμιος ὁ εὐλαβέστατος πρεσβύτερος καὶ ἀρχιμανδρίτης ἔξω εἰσὶν καὶ παρακαλοῦσιν εἰσελθεῖν. | |
5 | Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Εἰσίτωσαν. Καὶ εἰσελθόντος Ἁβραμίου τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ ἀρχιμανδρίτου καὶ Ἐλευσινίου καὶ Κωνσταντίνου καὶ Κωνσταντίου τῶν διακόνων τῆς μονῆς τοῦ εὐλα‐ βεστάτου πρεσβυτέρου καὶ ἀρχιμανδρίτου Εὐτυχοῦς, ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Τί ἐσκύλη πρὸς ἡμᾶς ἡ εὐλάβεια ὑμῶν; | |
10 | Ἁβράμιος ὁ εὐλαβέστατος πρεσβύτερος καὶ ἀρχιμανδρίτης εἶπεν· Ἀπεστάλημεν. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Τίς ὑμᾶς ἀπέστειλεν; Ὁ εὐλαβέστατος πρεσβύτερος καὶ ἀρχιμανδρίτης Ἁβράμιος εἶπεν· Ὁ ἀρχιμαν‐ δρίτης. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Ποῖος ἀρχιμανδρίτης; | |
15 | Ἁβράμιος ὁ εὐλαβέστατος πρεσβύτερος καὶ ἀρχιμανδρίτης εἶπεν· Εὐτυχής. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Τί μάλιστα; Ἁβράμιος ὁ εὐλαβέστατος πρεσβύτερος καὶ ἀρχιμανδρίτης εἶπεν· Ἀπέστειλέ με ἀρρωστῶν. μὰ τὰς εὐχάς σου, ὅλην τὴν νύκτα οὐκ ἐκοιμήθη μύζων, οὔτε δὲ ἐγὼ ἐκοιμήθην μύζοντος αὐτοῦ. μετεστείλατο γάρ με ἀφ’ ἑσπέρας διὰ τοῦτο, εἶπεν δέ | |
20 | μοι καὶ τινὰ εἰπεῖν τῶι κύρωι. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Καὶ ἐνδιδόαμεν, οὐκ ἐπιτιθέμεθα. θεοῦ γάρ ἐστιν τὸ δοῦναι ὑγείαν, ἡμῶν δὲ τὸ περιμεῖναι τὴν ῥῶσιν αὐτοῦ. οὐ γὰρ εἰς τομὴν ὁρῶμεν, ἀλλ’ εἰς αὔξησιν. οὔτε γὰρ τέρπεται ὁ θεὸς ἐπ’ ἀπωλείαι ζώντων οὔτε ἐσμὲν ἀπανθρωπίας τέκνα, ἀλλὰ φιλανθρωπίας θεοῦ. εἰ γὰρ δι’ ἡμᾶς ὁ πλού‐ | |
25 | σιος ἐπτώχευσεν, καὶ ἡμεῖς ἕπεσθαι τῆι ὑψηλῆι αὐτοῦ πτωχείαι ὀφείλομεν· εἰς γὰρ φιλανθρωπίας ἔργα ὑπὸ θεοῦ κατεσκευάσθημεν. Ὁ εὐλαβέστατος πρεσβύτερος καὶ ἀρχιμανδρίτης Ἁβράμιος εἶπεν· Ἐμοί, τῶν ποδῶν σου, καὶ ἐνετείλατο ἄλλα τινά, ἃ ἐὰν ἐρωτηθῶ, λέγω. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Πῶς δυνατόν, παρακαλῶ σε, ἄλλου κατη‐ | |
30 | γορουμένου ἄλλον εἰπεῖν ὑπὲρ αὐτοῦ; ἀλλὰ μᾶλλον ἐνδιδόαμεν, οὐκ ἐπιτιθέμεθα. καὶ ἔλθηι ἐνταῦθα· πρὸς πατέρας ἔρχεται καὶ πρὸς ἀδελφούς, πρὸς οὐκ ἀγνοοῦντας αὐτόν, πρὸς ἔτι καὶ νῦν ἐπιμένοντας τῆι φιλίαι. πολλοὶ ἤκουσαν καὶ ἐσκανδαλίσθησαν· ὁ γὰρ κατήγορος αὐτοῦ ἐνίσταται, καὶ ὀφείλει ἀπολογήσασθαι. εἰ γὰρ τότε Νεστορίου ἐναντιουμένου τῆι ἀληθείαι ὑπὲρ ἀληθείας εἰσῆλθεν, πόσωι μᾶλλον ὀφείλει νῦν ὑπὲρ | |
35 | τῆς ἀληθείας καὶ ὑπὲρ ἑαυτοῦ εἰσελθεῖν; ἄνθρωποι ἐσμὲν καὶ πολλοὶ τῶν μεγάλων ἐσκαν‐ δαλίσθησαν καὶ ἐσφάλησαν ὑπὸ ἀνοίας καὶ ὑπὸ ἀπειρίας νομίζοντες ὀρθῶς φρονεῖν. αἰσχύνην οὐ φέρει μεταμέλεια, ἀλλὰ τὸ ἐπιμένειν τῆι ἁμαρτίαι ὄνειδος. ὥσπερ γὰρ | |
σκώληξ ἀναλίσκει τὸ ξύλον ἐξ οὗπέρ ἐστιν, οὕτως καὶ ἡ ἁμαρτία μένουσα ἐν τῶι ποιοῦντι | 130 in vol. 2.1.1 | |
2,1,1131 | αὐτήν. ἀλλὰ ἔλθηι ἐνταῦθα καὶ ὁμολογοῦντος αὐτοῦ τὸ πταῖσμα καὶ ἀναθεματί‐ ζοντος διδόαμεν ὑπὲρ τῶν προλαβόντων συγγνώμην. καὶ ὑπὲρ τῶν μελλόντων ἡμᾶς ἀσφαλίζηται καὶ τὴν ἁγίαν σύνοδον ὅτιπερ ὁμοίως φρονεῖ ταῖς ἐκθέσεσιν τῶν ἁγίων πατέρων ἡμῶν καὶ παρὰ ταύτας τοῦ λοιποῦ οὔτε διδάσκει τινὰς οὔτε ἐπί τινων δια‐ | |
5 | λέγεται. οὕτω χρή, παρακαλῶ σε. καὶ γὰρ πρὸ τοῦ εἰδέναι σε αὐτὸν οἶδα αὐτὸν καὶ πρὸ τοῦ σε γνῶναι ἐκεῖνος οἶδεν ἐμέ. Ἁβράμιος ὁ πρεσβύτερος καὶ ἀρχιμανδρίτης εἶπεν· Οὕτως ἔχει, τῶν ποδῶν σου. Καὶ μετὰ τὸ ἀναστῆναι ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Οἴδατε τὸν ζῆλον τοῦ κατηγοροῦντος ὅτι καὶ αὐτὸ τὸ πῦρ ψυχρὸν αὐτῶι φαίνεται διὰ τὸν ζῆλον τὸν | |
10 | ὑπὲρ τῆς εὐσεβείας. καὶ θεὸς οἶδεν, καὶ παρήινεσα καὶ παρεκάλεσα ὅτι μή· παρα‐ καλῶ σε, ἔνδος. ὡς δὲ ἐπετίθει, τί εἶχον ποιῆσαι; ἄρτι ἐγὼ βούλομαι τὸν σκορπισμὸν ὑμῶν; μὴ γένοιτο· οὐχὶ μᾶλλον καὶ συναγαγεῖν ὑμᾶς; ἐχθρῶν ἐστιν τὸ σκορπίζειν, πατέρων δὲ τὸ συγκροτεῖν. Τῆι ἑξῆς ἡμέραι, ἥτις ἐστὶν ἑπτακαιδεκάτη τοῦ Νοεμβρίου μηνός, αὖθις συνεδρευ‐ | |
15 | ούσης τῆς ἁγίας συνόδου ἐν τῶι σηκρήτωι τοῦ ἐπισκοπείου, Ἀέτιος διάκονος καὶ νοτάριος εἶπεν· Οἱ ἀποσταλέντες τῆι χθὲς ἡμέραι, ἥτις ἦν ἑξκαιδεκάτη τοῦ Νοεμβρίου μηνός, οἱ εὐλαβέστατοι πρεσβύτεροι Μέμνων σκευοφύλαξ καὶ Ἐπιφάνιος καὶ Γερμανὸς διά‐ κονος ἐπὶ τῆι τρίτηι κλήσει πρὸς τὸν εὐλαβέστατον πρεσβύτερον καὶ ἀρχιμανδρίτην Εὐτυχῆ πάρεισιν ἀπαγγεῖλαι βουλόμενοι ἅπερ παρὰ τοῦ μνημονευθέντος ἀκηκόασιν δια‐ | |
20 | κονησάμενοι τοῖς ὑμετέροις γράμμασιν. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Λεγέτω ἐν πρώτηι τάξει Μέμνων ὁ εὐλα‐ βέστατος πρεσβύτερος ποίας τετύχηκεν ἀποκρίσεως παρὰ τοῦ πρεσβυτέρου καὶ ἀρχιμαν‐ δρίτου Εὐτυχοῦς ἐφ’ οἷς ἀπέσταλται παρὰ τῆς ἁγίας συνόδου. Ὁ εὐλαβέστατος πρεσβύτερος καὶ σκευοφύλαξ Μέμνων εἶπεν· Κατὰ τὴν κέλευσιν | |
25 | τῆς ὑμετέρας ἁγιωσύνης καὶ τῆς ἁγίας ὑμῶν συνόδου διαβάντες πρὸς τὸν εὐλαβέστατον πρεσβύτερον καὶ ἀρχιμανδρίτην Εὐτυχῆ ἐπιδεδώκαμεν αὐτῶι τὸ παρὰ τῆς ἁγίας ὑμῶν συνόδου γράμμα ἀπεσταλμένον αὐτῶι, λαβὼν δὲ καὶ ἀναγνοὺς εἶπεν ἡμῖν ὅτι ἀπέστειλα τὸν εὐλαβέστατον πρεσβύτερον καὶ ἀρχιμανδρίτην Ἁβράμιον πρὸς τὸν ἁγιώτατον καὶ ὁσιώτατον ἀρχιεπίσκοπον ἡμῶν καὶ τὴν ἁγίαν σύνοδον, ὥστε συνθέσθαι αὐτὸν εἰς | |
30 | πρόσωπον ἐμὸν πᾶσιν τοῖς ἐκφωνηθεῖσιν παρὰ τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι καὶ τῶν ἐν Ἐφέσωι καὶ τοῖς κατὰ τὸν μακάριον Κύριλλον πᾶσιν Καὶ ἔτι τούτου λέγοντος ὁ θεοφιλέστατος ἐπίσκοπος Εὐσέβιος εἶπεν· Νῦν ἦλθεν | |
συνθέσθαι; ἐγὼ οὐ περὶ [τῶν] μελλόντων κατηγόρησα, ἀλλὰ περὶ τῶν φθασάντων. | 131 in vol. 2.1.1 | |
2,1,1132 | μὴ γὰρ ἄρτι, ἐὰν ἐκδεδώκασιν αὐτῶι τινὲς ἔκθεσιν καὶ εἶπον ὅτι διὰ τὴν ἀνάγκην σύνθου ἢ ὑπόγραψον, ἤδη ἡττήθην ἐγώ; Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Οὐδεὶς οὔτε σοὶ συγχωρεῖ ἐκστῆναι τῆς κατηγορίας οὔτε ἐκείνωι τὸ μὴ ἀπολογήσασθαι ὑπὲρ τῶν παρωιχηκότων. | |
5 | Ὁ θεοφιλέστατος ἐπίσκοπος Εὐσέβιος εἶπεν· Ἀξιῶ ταύτην τὴν φωνὴν ἐμοὶ μὴ προκρῖναι. ἐγὼ γὰρ ἀξιοπίστους μάρτυρας ἔχω ἐφ’ ὧν τὰ διεστραμμένα ἐδίδασκεν καὶ κατήχει καὶ ἀντιλογίας ἐπειράθη, οὐχ ἅπαξ, οὐ δίς, ἀλλὰ καὶ πολλάκις ὑπομνησθεὶς παρ’ ἐμοῦ ὥστε τὰ ὀρθὰ φρονεῖν οὐδὲ οὕτως ἠνέσχετο. ἐπεὶ εἰπὲ καὶ τοῖς ἐν φυλακῆι ἀπὸ τῆς σήμερον μὴ ληιστεύετε, καὶ πάντες ἐπαγγέλλονται. | |
10 | Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Οὐδὲν πρόκριμα οἴσει τῆι σῆι θεοσεβείαι εἰς τὴν παρὰ σοῦ τεθεῖσαν κατηγορίαν, κἂν μυριάκις ὑπόσχηται καθυπογράφειν τοῖς ἐκτεθεῖσι παρὰ τῶν ἁγίων πατέρων. καθὼς γὰρ καὶ ἤδη εἴρηται πολλάκις ἡμῖν, δεῖ αὐτὸν πρότερον ἐλεγχθῆναι ἐφ’ οἷς κατηγορήθη, καὶ ἀπολογήσασθαι. Καὶ ἔτι τούτων λεγομένων προσέθηκεν ὁ εὐλαβέστατος πρεσβύτερος καὶ σκευοφύ‐ | |
15 | λαξ Μέμνων· Ἔλεγεν δὲ ὅτι διὰ τὸ ἐν ἀρρωστίαι με ἐξετάζεσθαι, τούτου ἕνεκεν ἀπέστειλα τὸν εὐλαβέστατον πρεσβύτερον Ἁβράμιον. ὡς δὲ πολὺς ἐγινόμην ὅτι ὀφείλεις παραγενέ‐ σθαι καὶ ἀπαντῆσαι πρὸς τὴν ἁγίαν σύνοδον καὶ ἀπολογήσασθαι τοῖς ἐπαγομένοις σοι, ἔφη τοῦτο ὅτι περιμένω τὸν πάπαν Ἁβράμιον· ἴσως δυσωπήσει τὸν κύριν καὶ τὴν ἁγίαν σύνοδον. λέγω αὐτῶι· τί οὖν; ἡμεῖς μέλλομεν μένειν ἐνταῦθα ἕως οὗ ἔρχεται; | |
20 | λέγει· παρακαλῶ δυσωπηθῆναι τὸν κύριον τὸν ἀρχιεπίσκοπον καὶ τὴν ἁγίαν σύνοδον ὥστε ἐντὸς τῆς ἑβδομάδος ταύτης διορίαν μοι δοθῆναι, καὶ τῆι δευτέραι, ἐὰν ἦι θέλημα θεοῦ, εἰσέρχομαι καὶ ἀπολογοῦμαι τῶι τε κύρωι καὶ τῆι ἁγίαι συνόδωι. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Λεγέτω καὶ ὁ εὐλαβέστατος πρεσβύτερος Ἐπιφάνιος τί ἀκήκοεν παρὰ τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ ἀρχιμανδρίτου Εὐτυχοῦς. | |
25 | Ὁ εὐλαβέστατος πρεσβύτερος Ἐπιφάνιος εἶπεν· Κατὰ τὴν κέλευσιν τῆς ὑμετέ‐ ρας ἁγιωσύνης παραγενόμενος ἐγώ τε καὶ ὁ θεοσεβέστατος πρεσβύτερος καὶ σκευοφύλαξ Μέμνων ἅμα τῶι εὐλαβεστάτωι διακόνωι Γερμανῶι ἀποδεδώκαμεν τῶι εὐλαβεστάτωι πρεσβυτέρωι καὶ ἀρχιμανδρίτηι Εὐτυχεῖ τὸ γραφὲν αὐτῶι ὑπομνηστικὸν παρὰ τῆς ἁγίας [ὑμῶν] συνόδου. καὶ ἀναγνοὺς τοῦτο ἐκεῖνα εἶπεν ἅπερ κατέθετο ὁ θεοσεβέστατος | |
30 | πρεσβύτερος Μέμνων. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Λεγέτω καὶ ὁ εὐλαβέστατος Γερμανὸς ὁ διά‐ κονος ἅπερ ἀκήκοεν. Ὁ εὐλαβέστατος διάκονος Γερμανὸς εἶπεν· Κατὰ τὴν κέλευσιν τῆς ὑμετέρας ἁγιω‐ σύνης καὶ τῆς ἁγίας συνόδου παρεγενόμεθα πρὸς τὸν εὐλαβέστατον πρεσβύτερον καὶ | |
35 | ἀρχιμανδρίτην Εὐτυχῆ καὶ ταῦτα αὐτὸς εἶπεν ἡμῖν ἅπερ οἱ εὐλαβέστατοι πρεσβύτεροι κατέθεντο. Ὁ θεοφιλέστατος ἐπίσκοπος Εὐσέβιος εἶπεν· Ἠξίωσα καὶ πρώην τὴν ὑμετέραν | |
ἁγιωσύνην διὰ τὴν ἐπισύστασιν τὴν παρ’ αὐτοῦ μελετωμένην, ὅτιπερ ταραχὴν ἐμβάλλει | 132 in vol. 2.1.1 | |
2,1,1133 | καὶ τοῖς μοναστηρίοις, ὥστε ἀποσταλῆναι εἰς τὰ ἀσκητήρια ἐπὶ τῶι γνωσθῆναι ὅτι πάντας ἀνεσόβησεν ὡς ὀφείλοντας τόμωι τινὶ παρ’ αὐτοῦ ἢ συνταγέντι ἢ οὐκ οἶδ’ ὅπως εἰς αὐτὸν ἐλθόντι ὑπογράψαι. περὶ τούτου ἡ ὑμετέρα ἁγιωσύνη ἐκέλευσεν φανεροὺς τῶν εὐλαβεστάτων κληρικῶν διαβῆναι εἰς τὰ ἀσκητήρια. κελεύσατε καὶ τούτους | |
5 | παρεῖναι καὶ καταθέσθαι ἐπὶ τῆς πίστεως τῶν ὑπομνημάτων ἅπερ παρὰ τῶν μοναχῶν ἀκηκόασιν. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Λεγέτωσαν οἱ νοτάριοι τίνες εἰσὶν οἱ ἀπεσταλ‐ μένοι εἰς τὰ ἐν τῆι πόλει μοναστήρια. Οἱ νοτάριοι εἶπον· Οἱ εὐλαβέστατοι Πέτρος ὁ πρεσβύτερος καὶ Πατρίκιος ὁ διά‐ | |
10 | κονος, καὶ πάρεισιν ἐνταῦθα. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Λεγέτωσαν τί ἀκηκόασιν παρ’ ἑκάστου τῶν εὐλαβεστάτων ἀρχιμανδριτῶν. Ὁ εὐλαβέστατος πρεσβύτερος Πέτρος εἶπεν· Κατὰ τὴν κέλευσιν τῆς ὑμετέρας ἁγιω‐ σύνης καὶ τῆς ἁγίας συνόδου φθάσαντες ἕως τοῦ μοναστηρίου τοῦ εὐλαβεστάτου πρεσβυ‐ | |
15 | τέρου καὶ ἀρχιμανδρίτου Μαρτίνου ἐπηρωτήσαμεν εἰ τόμον τινὰ πεμφθέντα παρὰ τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ ἀρχιμανδρίτου Εὐτυχοῦς ἐδέξατο. καὶ ἀπεκρίνατο ἀπεστάλθαι μὲν πρὸς αὐτὸν τῆι παρασκευῆι τῆι παρελθούσηι, ἥτις ἐστὶ δωδεκάτη τοῦ Νοεμβρίου μηνός, διὰ Κωνσταντίνου διακόνου τινὸς ἀξιῶν ὑπογράψαι, καὶ οὐκ ἠνεσχόμην, εἰπὼν μὴ εἶναι ἐμὸν τὸ ὑπογράφειν, ἐπισκόπων δὲ μόνων. καὶ ἐξιὼν ἔλεγεν ὅτι εἰ μὴ | |
20 | νῦν συμπνεύσετέ μοι καὶ ταπεινώσει με ὁ ἐπίσκοπος, τελευταῖον καὶ ὑμῖν ἐπιθήσεται. ἐκεῖθεν ἐξελθόντες ἤλθομεν πρὸς τὸν εὐλαβέστατον πρεσβύτερον καὶ ἀρχιμανδρίτην Φαῦστον. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Τί δὲ περιέχειν ὁ εὐλαβέστατος πρεσβύτερος καὶ ἀρχιμανδρίτης Μαρτῖνος τὸν τόμον ἔλεγεν, ὧι καθυπογράψαι οὐχ εἵλετο; | |
25 | Ὁ εὐλαβέστατος πρεσβύτερος Πέτρος εἶπεν· Ὡς ἔλεγεν, τὰ ἐν Ἐφέσωι γενόμενα. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Ἀναγνοὺς καὶ καταμαθὼν ἢ ἀκηκοὼς μόνον τοῦτο πρὸς ἐκεῖνον ἀπεκρίνατο; Ὁ εὐλαβέστατος πρεσβύτερος Πέτρος εἶπεν· Οὐκ ἀνέγνω μέν, ἔλεγεν δὲ ὅτι ταῦτά ἐστι τὰ τοῦ μακαρίου Κυρίλλου καὶ τῶν ἐν Ἐφέσωι ἐπισκόπων. ὑπεγέγραπτο δὲ | |
30 | καὶ ὁ τόμος καὶ τὴν ὑπογραφὴν ὑπέκρυπτεν. ὁμοίως [δὲ] καὶ ὁ εὐλαβέστατος πρεσ‐ βύτερος καὶ ἀρχιμανδρίτης Φαῦστος ἔλεγεν ἀπεστάλθαι πρὸς αὐτὸν τόμον διὰ Κωνσταν‐ τίνου καὶ Ἐλευσινίου, ὡς ὀφείλειν αὐτὸν ὑπογράψαι, καὶ ἀπήιτει τὴν δύναμιν τοῦ τόμου καὶ ἔλεγεν ἐκεῖνος ὅτι τῶν τριακοσίων δέκα καὶ ὀκτώ ἐστιν ἡ ἔκθεσις καὶ τῶν ἐν Ἐφέσωι συλλεγέντων ἐπισκόπων. καὶ εἶπον αὐτοῖς, λέγει, ὅτι τὰ ἴσα ἐκείνων σώιζεται παρ’ | |
35 | ἡμῖν καὶ δὸς ἡμῖν πρὸς ἐπίσκεψιν, μήποτε τινὰ προσθήκην ἔχει. καὶ οὐ κατεδέξαντο, | |
ἀλλ’ ἀνεχώρησαν. ἡμεῖς δὲ καὶ τέκνα τῆς ἐκκλησίας ἐσμὲν καὶ ἕνα πατέρα μετὰ τὸν | 133 in vol. 2.1.1 | |
2,1,1134 | θεὸν τὸν ἀρχιεπίσκοπον ἔχομεν. καὶ ὁ κύρις Ἰὼβ λέγει· τόμον μὲν οὐκ ἀπέστειλεν πρὸς ἡμᾶς, φάσιν δὲ ὅτι ἐν ταῖς ἡμέραις ταύταις τόμον ἔχει σοι ἀποστεῖλαι ὁ ἀρχιεπί‐ σκοπος ὥστε ὑπογράψαι, καὶ μὴ πεισθῆι αὐτῶι. ἀπήλθομεν δὲ καὶ πρὸς Μανουήλιον καὶ ἔφησεν μὴ ἀπεστάλθαι πρὸς αὐτόν. ὁμοίως δὲ καὶ πρὸς Ἁβράμιον, κἀκεῖνος | |
5 | ἔλεγεν μὴ πεπέμφθαι πρὸς αὐτὸν μήτε φάσιν μήτε τόμον. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Λεγέτω καὶ Πατρίκιος ὁ διάκονος τί ἀκήκοεν παρὰ τῶν εὐλαβεστάτων πρεσβυτέρων καὶ ἀρχιμανδριτῶν. Ὁ εὐλαβέστατος διάκονος Πατρίκιος εἶπεν· Ἀπεστάλην παρὰ τῆς ὑμετέρας ἁγιωσύνης καὶ τῆς ἁγίας ὑμῶν συνόδου μετὰ τοῦ εὐλαβεστάτου πρεσβυτέρου Πέτρου | |
10 | κἀκεῖνα ἤκουσα ἅπερ κατέθετο ὁ μνημονευθεὶς εὐλαβέστατος πρεσβύτερος. Ὁ θεοφιλέστατος ἐπίσκοπος Εὐσέβιος εἶπεν· Ὁρᾶι ἡ ὑμετέρα ἁγιωσύνη τὰ πεπλημ‐ μελημένα Εὐτυχεῖ τῶι ἀρχιμανδρίτηι καὶ ὅτιπερ ἀλλότρια τῆς πίστεως ἐφρόνησεν. ταῦτα γὰρ καὶ ὁ εὐλαβέστατος πρεσβύτερος καὶ ἔκδικος Ἰωάννης κατέθετο καὶ ὁ σὺν αὐτῶι ἀπεσταλμένος εὐλαβέστατος διάκονος Ἀνδρέας καὶ ὁ εὐλαβέστατος διάκονος Ἀθανάσιος | |
15 | ὁ τοῦ θεοφιλεστάτου ἐπισκόπου Βασιλείου, οἷα δὲ καὶ νῦν οἱ εὐλαβέστατοι ἀρχιμανδρῖται διὰ τῶν ἀποσταλέντων πρὸς αὐτοὺς εὐλαβεστάτων κληρικῶν ἐγνώρισαν τῆι ὑμετέραι ἁγιωσύνηι. τίς οὖν ἔτι λείπεται ἐκείνωι τόπος ἀπολογίας; δι’ ὃ ἀξιῶ τὰ δοκοῦντα τοῖς ἁγίοις κανόσιν ἐντεῦθεν ἤδη καὶ ἐπ’ αὐτῶι γενέσθαι. ὁ γὰρ ταραχὰς ἐμβάλλων καὶ ἀλλότρια φρονῶν τῆς πίστεως πῶς οὗτος ἐν ἱερεῦσιν θεοῦ ἢ ἐν ἀρχιμανδρίταις δίκαιός | |
20 | ἐστιν ἀριθμεῖσθαι; συνορᾶτε δὲ ὅτι καὶ ἐπιορκῶν ἐλήλεγκται. ὁ γὰρ εἰπὼν ὅτι κέ‐ κριταί μοι μὴ ἐξελθεῖν καὶ τάφος μοί ἐστιν τὸ μοναστήριον, οὗτος ἐπαγγέλλεται ἐλθεῖν πρὸς ὑπέρθεσιν ὁρῶν καὶ ἕτερά τινα τυρεύων ὥστε φυγεῖν τοὺς ἐλέγχους καὶ μὴ ὑπο‐ μεῖναι τιμωρίαν. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Ἐξαρκεῖ μὲν πάντα τὰ κατατεθέντα κατὰ | |
25 | Εὐτυχοῦς τοῦ πρεσβυτέρου καὶ ἀρχιμανδρίτου δεῖξαι ἡμῖν ὅτι ἕτερα παρὰ τὴν ὀρθὴν πίστιν φρονεῖ καὶ τὴν ἐκκλησίαν διαταράξαι ἐσπούδασεν, ὥστε αὐτὸν ἐντεῦθεν ἤδη ὑποπεσεῖν τοῖς τῶν κανόνων ἐπιτιμίοις καὶ ἀλλοτριωθῆναι καὶ τῆς περικειμένης αὐτῶι ἀξίας ἱερατικῆς καὶ τοῦ προίστασθαι μοναστηρίου· ὑπὲρ δὲ πλείονος ἀκριβείας καὶ τὴν ἐξαιτηθεῖσαν παρ’ αὐτοῦ διορίαν παρέχομεν αὐτῶι. οὕτως γὰρ ἀπαντήσας καὶ | |
30 | κατὰ πρόσωπον ἐλεγχθήσεται. εἰ δέ γε κατὰ τὴν ἰδίαν ἐπαγγελίαν μὴ ἀπαντήσει ὁ πρεσβύτερος καὶ ἀρχιμανδρίτης Εὐτυχὴς τῆι προσιούσηι δευτέραι, τουτέστιν τῆι εἰκάδι δευτέραι τοῦ ἐνεστῶτος μηνὸς Νοεμβρίου, ἀπαλλοτριωθήσεται εἰς τὸ παντελὲς καὶ τῆς | |
ἀξίας τοῦ πρεσβυτέρου καὶ ξένος γενήσεται τοῦ προίστασθαι μοναστηρίου. | 134 in vol. 2.1.1 | |
2,1,1135 | Ἑτέρα πρᾶξις Ἡμέραι σαββάτωι, ἥτις ἐστὶν εἰκὰς τοῦ Νοεμβρίου μηνός, συνεδρευούσης τῆς ἁγίας καὶ μεγάλης συνόδου ἐν τῶι σηκρήτωι τοῦ ἐπισκοπείου, ὁ θεοφιλέστατος ἐπίσκοπος Εὐσέβιος εἶπεν· Ἐφ’ οἷς ἐγγράφως ἠιτιασάμην Εὐτυχῆ | |
5 | τὸν πρεσβύτερον καὶ ἀρχιμανδρίτην, παρακαλῶ τὴν ὑμετέραν ἁγιωσύνην ἀναγκαίους μοι ὄντας εἰς τὴν κινουμένην παρ’ ἐμοῦ κατ’ αὐτοῦ ὑπόθεσιν κελεῦσαι εἰς τὴν ἁγίαν ὑμῶν σύνοδον παραγενέσθαι τῆι προσιούσηι δευτέραι, εἰς ἣν κἀκεῖνος ἐπηγγείλατο παρα‐ γενέσθαι (εἰσὶν δὲ οἱ ἐπιζητούμενοι παρ’ ἐμοῦ Ναρσῆς ὁ πρεσβύτερος καὶ σύγκελλος αὐτοῦ, Μάξιμος ἀρχιμανδρίτης ὁ φίλος αὐτοῦ, [καὶ] Κωνσταντῖνος διάκονος καὶ ἀποκρισιάριος | |
10 | τοῦ αὐτοῦ Εὐτυχοῦς, Ἐλευσίνιος διάκονος τῆς αὐτῆς μονῆς), ἐφ’ ὧι τε παρόντων αὐτῶν γινομένης τῆς διαγνώσεως τὸ ἀληθὲς κατάδηλον γενέσθαι. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Οἱ ἐπιζητηθέντες παρὰ τοῦ εὐλαβεστάτου ἐπισκόπου Εὐσεβίου κληθήτωσαν εἰς τὸ ἀπαντῆσαι τῆι ὡρισμένηι ἡμέραι. Ὁ θεοφιλέστατος ἐπίσκοπος Εὐσέβιος εἶπεν· Περιηχήθην παρὰ τινῶν ὡς τῆς | |
15 | δευτέρας κλήσεως γενομένης παρὰ τῆς ἁγίας ὑμῶν συνόδου οἱ ἀποσταλέντες παρ’ ὑμῶν εὐλαβέστατοι πρεσβύτεροι Μάμας καὶ Θεόφιλος ἐπήκουσαν τινὰ παρὰ Εὐτυχοῦς τοῦ πρεσβυτέρου καὶ ἀρχιμανδρίτου, ἅπερ ἐπὶ τῆς πράξεως τῶν ὑπομνημάτων οὐ κατέθεντο. καὶ ταῦτα δὲ εἰ φανείη, ἀπόδειξίς ἐστιν ἐναργὴς τοῦ φρονήματος αὐτοῦ. ἀξιῶ τοίνυν κληθέντας Μάμαν καὶ Θεόφιλον τοὺς πρεσβυτέρους προκειμένων τῶν ἁγίων εὐαγγελίων | |
20 | εἰπεῖν ἅπερ ἀκηκόασιν παρὰ Εὐτυχοῦς τοῦ πρεσβυτέρου καὶ ἀρχιμανδρίτου. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Λεγέτωσαν οἱ νοτάριοι εἰ οἱ προρρηθέντες εὐλαβέστατοι πρεσβύτεροι ἐνταῦθά εἰσιν. Οἱ νοτάριοι εἶπον· Ὁ μὲν εὐλαβέστατος Θεόφιλος ὁ πρεσβύτερος πάρεστιν, ὁ δὲ εὐλαβέστατος πρεσβύτερος Μάμας οὔκ ἐστιν ἐνταῦθα. | |
25 | Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Ἐπήκουσας τῶν λεχθέντων παρὰ τοῦ θεο‐ φιλεστάτου ἐπισκόπου Εὐσεβίου· δι’ ὃ πρὸ ὀφθαλμῶν ἔχων τὸν φόβον τοῦ θεοῦ κατάθου σύμπαντα μετὰ ἀληθείας ἅπερ ἀκήκοας λέγοντος τοῦ πρεσβυτέρου Εὐτυχοῦς, ἡνίκα ἀπεστάλης πρὸς τὸ καλέσαι αὐτὸν παρά τε ἡμῶν καὶ τῆς ἁγίας συνόδου. Ὁ εὐλαβέστατος πρεσβύτερος Θεόφιλος εἶπεν· Κατὰ κέλευσιν τῆς ὑμετέρας ἁγιω‐ | |
30 | σύνης ἐγώ τε καὶ ὁ θεοσεβέστατος πρεσβύτερος Μάμας κατελάβομεν τὸ μοναστήριον τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ ἀρχιμανδρίτου Εὐτυχοῦς καὶ ἐπιδεδώκαμεν αὐτῶι τὸ ὑπομνηστικὸν τῆς κλήσεως αὐτοῦ τὸ παρὰ τῆς ἁγίας συνόδου ἀποσταλὲν αὐτῶι. καὶ ἤρξατο θέλειν συζητεῖν ἡμῖν, τοῦ δὲ εὐλαβεστάτου πρεσβυτέρου Μάμα λέγοντος αὐτῶι ὅτιπερ οὐ διὰ τοῦτο ἤλθομεν τοῦ συζητῆσαι τῆι σῆι εὐλαβείαι, ἀλλὰ καλέσαι σε ἀπαντῆσαι εἰς | |
35 | τὴν ἁγίαν σύνοδον, ἤρξατο λέγειν ὁ αὐτὸς εὐλαβέστατος πρεσβύτερος καὶ ἀρχιμανδρίτης | 135 in vol. 2.1.1 |
2,1,1136 | παρόντος τοῦ πρεσβυτέρου Ναρσοῦ καὶ τοῦ ἀρχιμανδρίτου Μαξίμου καὶ ἑτέρων τινῶν μοναχῶν ὅτι ἐν ποίαι γραφῆι κεῖται δύο φύσεις; ἔπειτα δὲ τίς τῶν ἁγίων πατέρων ἐξέθετο δύο φύσεις τὸν θεὸν λόγον ἔχειν; ἡμῶν δὲ πρὸς ταῦτα ἀποκριναμένων αὐτῶι· καὶ αὐτὸς δεῖξον ἡμῖν ποῦ κεῖται τὸ ὁμοούσιον ἢ ποία γραφὴ λέγει τοῦτο, ἀπεκρίθη ὁ αὐτὸς | |
5 | εὐλαβέστατος Εὐτυχής· οὐ κεῖται παρὰ τῆι γραφῆι, εἰς τὴν ἔκθεσιν δὲ τῶν πατέρων κεῖται. πρὸς τοῦτο ὁ εὐλαβέστατος πρεσβύτερος Μάμας ἀποκρινάμενος εἶπεν· ὃν τρόπον τὸ ὁμοούσιον οὐ κεῖται παρὰ τῆι γραφῆι, ἀλλὰ παρὰ τῶν πατέρων ἐξετέθη, οὕτω καὶ περὶ δύο φύσεων οἱ αὐτοὶ ἅγιοι πατέρες ἐξέθεντο. εἶπον κἀγὼ πρὸς ταῦτα· τέλειός ἐστιν ὁ θεὸς λόγος ἢ οὔ; λέγει ὁ αὐτὸς πρεσβύτερος· τέλειος. λέγω· | |
10 | τέλειος ἄνθρωπος ὁ σαρκωθεὶς ἢ οὔ; λέγει ὁ αὐτὸς πρεσβύτερος· τέλειος. λέγω· εἰ τοίνυν θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος, τί κωλύει λέγειν ἡμᾶς ἐκ δύο φύσεων ἕνα υἱόν; δύο τέλεια ἕνα ἀποτελοῦσιν υἱόν. πρὸς ταῦτα ἀπεκρίνατο ὁ εὐλαβέστατος πρεσβύτερος καὶ ἀρχιμανδρίτης Εὐτυχής· μὴ γένοιτο ἐμὲ εἰπεῖν ἐκ δύο φύσεων τὸν Χριστὸν ἢ φυσιολογεῖν τὸν θεόν μου. εἴτε οὖν βούλονται καθελεῖν με εἴτε θέλουσι ποιεῖν | |
15 | τι κατ’ ἐμοῦ, κατὰ συγχώρησιν θεοῦ ποιείτωσαν· ἐγὼ γὰρ ἐν τῆι πίστει ἧι παρέλαβον, ἐν αὐτῆι ἕστηκα καὶ τελειωθῆναι βούλομαι. ἅπερ ἀκήκοα παρ’ αὐτοῦ, ταῦτά ἐστιν. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Εἰπὲ ἡμῖν τίνος ἕνεκεν τοιαῦτα περὶ τῆς πίστεως ἀκηκοὼς παρὰ τοῦ εὐλαβεστάτου Εὐτυχοῦς παραγενόμενος τῆι προτεραίαι ταῦτα παρεσιώπησας; | |
20 | Ὁ εὐλαβέστατος Θεόφιλος πρεσβύτερος εἶπεν· Οἶδεν καὶ ἡ ὑμετέρα θεοφίλεια ὡς οὐ διὰ ταύτην ἀπεστάλημεν τὴν αἰτίαν, ἀλλὰ μόνον τοῦ καλέσαι τὸν πρεσβύτερον Εὐ‐ τυχῆ. δι’ ὃ μὴ ἐρωτηθέντες περιττὸν ἡγησάμεθα ταῦτα εἰπεῖν περὶ ὧν οὐκ ἐνετάλ‐ θημεν. Οἱ νοτάριοι εἶπον· Παρεγένετο καὶ Μάμας ὁ πρεσβύτερος, οὗ ἐμνημόνευσεν ὁ θεο‐ | |
25 | φιλέστατος ἐπίσκοπος Εὐσέβιος. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Ἀναγινωσκέσθω τῶι εὐλαβεστάτωι πρεσ‐ βυτέρωι Μάμαι τὰ κατατεθέντα παρὰ Θεοφίλου τοῦ εὐλαβεστάτου πρεσβυτέρου. Καὶ μετὰ τὸ ἀναγνωσθῆναι ὁ θεοφιλέστατος πρεσβύτερος Μάμας εἶπεν· Εἰ περὶ ἀνθρώπου ἦν τὸ ζητούμενον, ὄνομα κληρικοῦ ἔχων οὐκ ἂν ἐψευσάμην· περὶ δὲ πίστεως | |
30 | λεγομένων, οὐκ ἂν ἀρνήσομαι οὐδὲ ψεύσομαι· μὴ γένοιτο. ἐπειδὴ ἀποστελλόμενοι οὐδὲν ἕτερον ἐνετάλθημεν παρὰ τῆς ἁγίας συνόδου ἢ μόνον τὸ ὑπομνηστικὸν δοῦναι καὶ ἀπόκρισιν λαβεῖν εἴτε ἔρχεται εἴτε μή, διὰ τοῦτο ἐν τῆι πρώτηι καταθέσει ἅπερ ἠθέλησεν ἐκεῖνος λαλῆσαι, περιττὰ ἐνόμισα εἶναι καταθέσθαι. ἀλλ’ ἐπειδήπερ ἠρώτησεν ὁ θεοσεβέστατος ἐπίσκοπος Εὐσέβιος καὶ τὰ λαληθέντα καταθέσθαι, τὰ αὐτὰ κἀγὼ κατατί‐ | |
35 | θεμαι ἅπερ καὶ ὁ εὐλαβέστατος πρεσβύτερος Θεόφιλος κατέθετο. καὶ γὰρ ἡμῶν ἡσυχα‐ ζόντων καὶ μὴ βουλομένων αὐτῶι περὶ μηδενὸς λαλῆσαι αὐτὸς ἐφιλονείκει λέγων περὶ | |
τοῦ δόγματος ὡς ἐφρόνει. καὶ ἠρέμα κατέγνωμεν αὐτοῦ· ἔλεγεν γὰρ ὅτι ὁ θεὸς λόγος | 136 in vol. 2.1.1 | |
2,1,1137 | σαρκωθεὶς τὴν ἀνθρωπείαν φύσιν τὴν πεσοῦσαν ἦλθεν ἐγεῖραι. εὐθέως ἐπιλαβόμενος εἶπον· ποίαν; πάλιν λέγει αὐτὸς ὅτι τὴν ἀνθρωπείαν φύσιν. ἔλεγον ἐγώ· ση‐ μείωσαί μοι τὴν ἀνθρωπείαν φύσιν, καὶ παρὰ ποίας φύσεως αὕτη ἀνηγέρθη. ἔλεγεν ὅτι ἐγὼ παρὰ τῆς γραφῆς οὐκ ἐδιδάχθην περὶ δύο φύσεων. εἶπον ἐγὼ ὅτι οὔτε περὶ | |
5 | τοῦ ὁμοουσίου παρὰ τῆς γραφῆς ἐδιδάχθημεν, ἀλλὰ παρὰ τῶν ἁγίων πατέρων τῶν τὰς γραφὰς καὶ νοησάντων εὐσεβῶς καὶ ἐκθεμένων πιστῶς. οὕτως οὖν παρελάβομεν καὶ περὶ τοῦ ὁμοουσίου καὶ περὶ τοῦ ἐκ δύο φύσεων εἶναι τὸν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ. ἔφησεν πρὸς ταῦτα ὅτι ἐγὼ θεότητα οὐ φυσιολογῶ οὔτε λέγω δύο φύσεις, μὴ γένοιτο. καὶ εἰμὶ ἐνταῦθα, κἂν καθαιρεθῶ, τάφος μοι ἔστω τὸ μοναστήριον, καὶ ἐὰν συγχωρῆι θεὸς | |
10 | παθεῖν μέ τι, ἥδιστα πάσχω· ἐγὼ γὰρ δύο φύσεις οὐχ ὁμολογῶ. διὰ δὲ τὴν αἰτίαν ἣν προεῖπον, ἐπειδὴ οὔτε συζητῆσαι ἀπήλθομεν, ἀλλὰ μόνον ἀπόκρισιν δοῦναι καὶ λαβεῖν, διὰ τοῦτο ταῦτα ἐν τῆι προτεραίαι οὐ κατεθέμεθα. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Δῆλά ἐστιν τὰ παρὰ ἀμφοτέρων τῶν εὐλα‐ βεστάτων πρεσβυτέρων κατατεθέντα· ὅθεν καὶ αὐτὰ ἀναλαμβανέσθω τῆι πίστει τῶν | |
15 | ὑπομνημάτων. Συναχθείσης αὖθις τῆς ἁγίας καὶ μεγάλης συνόδου, προκειμένων τῶν ἁγίων καὶ φρικτῶν εὐαγγελίων καὶ προεδρεύοντος τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου ἡμῶν Φλαβιανοῦ ἐν τῶι σηκρήτωι τοῦ ἐπισκοπείου, τῆι ὁρισθείσηι προθεσμίαι, ἡμέραι δευτέραι, ἥτις ἐστὶν δευτέρα καὶ εἰκὰς τοῦ Νοεμβρίου μηνός, | |
20 | Ἀστέριος πρεσβύτερος καὶ νοτάριος εἶπεν· Ἀπήντησεν ἡ κυρία ἡμέρα καὶ ὁ θεο‐ φιλέστατος ἐπίσκοπος Εὐσέβιος πρὸ τῶν θυρῶν ἕστηκεν ζητῶν εἰσελθεῖν. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Εἰσίτω. Καὶ μετὰ τὸ εἰσελθεῖν ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Ἀπελθόντες Φιλάδελ‐ φος καὶ Βήρυλλος οἱ διάκονοι ἐπιζητήσουσι τὸν εὐλαβέστατον πρεσβύτερον καὶ ἀρχι‐ | |
25 | μανδρίτην Εὐτυχῆ περὶ τὸ ἐπισκοπεῖον, εἴ γε κατὰ τὰς ἰδίας ὑποσχέσεις ἀπήντησεν, καὶ καλέσουσιν αὐτὸν εἰς τὸ συνέδριον. Καὶ ἐν τῶι μεταξὺ ἐπανελθόντες οἱ προειρημένοι ἔφησαν ἐζητηκέναι μὲν αὐτὸν ἀνὰ πᾶσαν τὴν ἐκκλησίαν, μὴ εὑρηκέναι δὲ μήτε αὐτὸν μήτε τινὰ τῶν αὐτοῦ. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Καὶ αὖθις Κρισπῖνος καὶ Ἰοβιανὸς οἱ διάκονοι | |
30 | ἀπελθόντες ζητήσουσιν αὐτὸν περὶ τὴν ἐκκλησίαν καὶ ὅπουπερ ἂν μάθωσιν εἶναι, καλέ‐ σουσιν αὐτόν. | |
Οἳ δὲ ἀπελθόντες μετὰ τὸ ὑποστρέψαι εἶπον αὐτὸν μὲν μὴ εὑρηκέναι, μεμαθηκέναι | 137 in vol. 2.1.1 | |
2,1,1138 | δὲ μετὰ πολλῆς βοηθείας στρατιωτῶν καὶ μοναχῶν καὶ ἐπαρχικῶν μέλλειν αὐτὸν παρα‐ γενέσθαι. Καὶ τούτων λεγομένων καὶ ἐκδεχομένης τῆς ἁγίας συνόδου ὁ εὐλαβέστατος πρεσ‐ βύτερος καὶ ἔκδικος Ἰωάννης εἶπεν· Ἀπήντησεν ὁ εὐλαβέστατος πρεσβύτερος καὶ ἀρχι‐ | |
5 | μανδρίτης Εὐτυχὴς μετὰ πολλοῦ πλήθους στρατιωτῶν καὶ μοναχῶν καὶ ταξεωτῶν τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἐπάρχου τῶν πραιτωρίων καὶ οὐχ ἑτέρως αὐτὸν βούλονται ἀπολῦσαι ἵνα εἰσέλθηι εἰς τὴν ἁγίαν ὑμῶν συνόδον, εἰ μὴ ἀντιφωνήσομεν ἀπο‐ καθιστᾶν αὐτοῦ τὸ πρόσωπον· ἔστι δὲ καὶ Μάγνος ὁ θαυμασιώτατος σιλεντιάριος καὶ αὐτὸς ἅμα αὐτῶι πρὸ τῶν θυρῶν βουλόμενος εἰσελθεῖν ὡς ἀποσταλεὶς παρὰ τοῦ | |
10 | εὐσεβεστάτου καὶ φιλοχρίστου ἡμῶν βασιλέως. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Εἰσίτωσαν. Καὶ μετὰ τὸ εἰσελθεῖν ὁ θαυμασιώτατος σιλεντιάριος Μάγνος εἶπεν· Τῶν ποδῶν τῆς ἁγιωσύνης ὑμῶν, εἰ κελεύετε, δέξασθε τὴν ἀπόκρισιν τοῦ δεσπότου. φανερὰ γὰρ ὑμῖν ἐγγράφως ἐδήλωσεν, καὶ εἰ παρίσταται, ἀναγινωσκέσθω. | |
15 | Ἡ ἁγία συνόδος εἶπεν· Ἀνάγνωθι τὰ παρὰ τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως προσταχθέντα, τέκνον. Καὶ ἀνέγνω ὁ θαυμασιώτατος σιλεντιάριος Μάγνος οὕτως Ἡμεῖς τῆς εἰρήνης φροντίζομεν καὶ τῶν ἁγίων ἐκκλησιῶν καὶ τῆς ὀρθοδόξου πίστεως καὶ φυλάττεσθαι θέλομεν τὴν ὀρθῶς καὶ θεοπνεύστως ἐκφωνηθεῖσαν πίστιν παρὰ τῶν | |
20 | πατέρων ἡμῶν τῶν ἐν Νικαίαι συναχθέντων τῶν τριακοσίων δέκα καὶ ὀκτὼ καὶ τῶν ἐν Ἐφέσωι τῶν ἐπὶ τῆι καθαιρέσει Νεστορίου. τοῦτο οὖν θέλομεν μὴ σκάνδαλον εἰς τὴν προειρημένην ὀρθοδοξίαν βληθῆναι· ἐπειδὴ δὲ οἴδαμεν τὸν μεγαλοπρεπέστατον πατρίκιον Φλωρέντιον ὄντα πιστὸν καὶ μεμαρτυρημένον ἐπὶ τῆι ὀρθότητι, θέλομεν συνεῖναι αὐτὸν τῆι ἀκροάσει τῆς συνόδου, ἐπειδὴ λόγος περὶ πίστεώς ἐστιν. | |
25 | Ἔτι τούτων ἀναγινωσκομένων ἡ ἁγία σύνοδος εἶπεν· Πολλὰ τὰ ἔτη τοῦ βασι‐ λέως. μεγάλη ἡ πίστις τῶν βασιλέων. τῶν φυλάκων τῆς πίστεως πολλὰ τὰ ἔτη. τῶν ὀρθοδόξων βασιλέων πολλὰ τὰ ἔτη. τῶν εὐσεβεῖ τῶι ὀρθοδόξωι. τῶι εὐσεβεῖ βασιλεῖ. τῶι ἀρχιερεῖ βασιλεῖ. ἀκούετε ἅγιοι πατέρες. εὐχαριστοῦμεν τοῖς ὀρθοδόξοις βασιλεῦσιν. | |
30 | Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Τὸν κύριν Φλωρέντιον πιστὸν πάντες ἴσμεν καὶ μεμαρτυρημένον ἐπὶ ὀρθοδοξίαι καὶ βουλόμεθα αὐτὸν παρεῖναι· μάθωμεν δὲ καὶ παρὰ Εὐτυχοῦς τοῦ πρεσβυτέρου εἰ βούλεται αὐτὸν παρεῖναι. Εὐτυχὴς πρεσβύτερος καὶ ἀρχιμανδρίτης εἶπεν· Ὃ δ’ ἂν βούληται ὁ θεὸς καὶ ἡ ἁγιωσύνη ὑμῶν, ποιήσατε· ἐγὼ ἐμαυτὸν ὑμῖν παρατίθεμαι. | |
35 | Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Ἔλθηι καὶ ὁ μεγαλοπρεπέστατος πατρίκιος | |
Φλωρέντιος. καταξίωσον οὖν, τέκνον ὁ σιλεντιάριος, σκῦλαι αὐτόν. | 138 in vol. 2.1.1 | |
2,1,1139 | Ὁ θαυμασιώτατος σιλεντιάριος Μάγνος εἶπεν· Καὶ κελεύσατέ τινα μετ’ ἐμοῦ πεμφθῆναι κληρικόν, μή πως ἀμφιβάληι περὶ τούτου ὅτι ἡ ἁγιωσύνη ὑμῶν [οὐκ] ἀπέστειλεν. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Εἰ ἐκέλευσεν ὁ εὐσεβέστατος ἡμῶν βασι‐ | |
5 | λεὺς ἡμᾶς πέμψαι, ἐπέμψαμεν ἄν· ἐπειδὴ δὲ οὐκ ἐκέλευσεν, αὐτὸς μόνος διάβηθι πρὸς τὴν αὐτοῦ μεγαλοπρέπειαν. Καὶ μετὰ τὸ ἐλθεῖν τὸν μεγαλοπρεπέστατον καὶ ἐνδοξότατον ἀπὸ ἐπάρχων καὶ ὑπάτων καὶ πατρίκιον Φλωρέντιον ἡ ἁγία σύνοδος εἶπεν· Στήτωσαν εἰς μέσον ὅ τε κατη‐ γορῶν καὶ ὁ κατηγορούμενος καὶ ἀναγινωσκέσθω ἄνωθεν ἡ γενομένη πρᾶξις ἐπὶ τῆι κατὰ | |
10 | τὸν θεοφιλέστατον ἐπίσκοπον Εὐσέβιον καὶ τὸν εὐλαβέστατον πρεσβύτερον καὶ ἀρχι‐ μανδρίτην Εὐτυχῆ ὑποθέσει, ἐφ’ ὧι τε ὁδηγηθέντας ἡμᾶς ἐκ τῶν προτέρων πέρας δοῦναι τοῖς ἤδη κινηθεῖσιν τῶι τε δικαίωι καὶ τοῖς ἁγίοις κανόσιν συμβαῖνον. Καὶ παρελθὼν εἰς μέσον Ἀέτιος διάκονος καὶ νοτάριος ἀνεγίνωσκεν τὴν γεγενη‐ μένην πρᾶξιν τῶν ὑπομνημάτων. καὶ ἐν τῶι ἀναγινώσκειν φθάσαντος αὐτοῦ εἰς τὸ | |
15 | μέρος τῆς δευτέρας ἐπιστολῆς τοῦ τῆς θείας μνήμης Κυρίλλου τῆς γραφείσης πρὸς τοὺς θεοφιλεστάτους τῆς Ἀνατολῆς ἐπισκόπους, ἐν ἧι περιείχετο τὰ ῥήματα ταῦτα· ὁμολογοῦμεν τοιγαροῦν τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον ἐκ ψυχῆς λογικῆς καὶ σώματος, πρὸ αἰώνων μὲν ἐκ τοῦ πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ’ ἐσχάτου δὲ τῶν ἡμερῶν τὸν αὐτὸν | |
20 | δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς παρθένου κατὰ τὴν ἀνθρωπό‐ τητα, ὁμοούσιον τῶι πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρωπό‐ τητα. δύο γὰρ φύσεων ἕνωσις γέγονεν, δι’ ὃ ἕνα Χριστόν, ἕνα κύριον ὁμολογοῦμεν. κατὰ ταύτην τὴν τῆς ἀσυγχύτου ἑνώσεως ἔννοιαν ὁμολογοῦμεν τὴν ἁγίαν παρθένον θεοτόκον διὰ τὸ τὸν θεὸν λόγον σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι καὶ ἐξ αὐτῆς τῆς συλλή‐ | |
25 | ψεως ἑνῶσαι ἑαυτῶι τὸν ἐξ αὐτῆς ληφθέντα ναόν. Ὁ θεοφιλέστατος ἐπίσκοπος Εὐσέβιος εἶπεν· Οὗτος, τῶν ποδῶν ὑμῶν, τοῦτο οὐχ ὁμολογεῖ οὐδὲ συνέθετό ποτε τούτοις, ἀλλ’ ἐναντία τούτων ἐφρόνησεν καὶ ἐλάλησεν πρὸς ἕκαστον τῶν συντυγχανόντων αὐτῶι καὶ κατήχει. Ὁ μεγαλοπρεπέστατος καὶ ἐνδοξότατος ἀπὸ ἐπάρχων καὶ ὑπάτων καὶ πατρίκιος | |
30 | Φλωρέντιος εἶπεν· Εἰ παρίσταται τῆι ὑμετέραι ὁσιότητι, ἐρωτάσθω ὁ πάπας Εὐτυχὴς εἴ γε συντίθεται τούτοις. Ὁ θεοφιλέστατος ἐπίσκοπος Εὐσέβιος εἶπεν· Ἔνδοτε, ἀναγνωσθῆι πᾶσα ἡ πρᾶξις τῶν ὑπομνημάτων. ἀρκεῖ γάρ μοι ἡ πρᾶξις εἰς ἔλεγχον· καὶ γὰρ ἐμοὶ ἐληλεγμένος ἐστίν. οὐδὲ γὰρ ἄρτι ἐὰν σύνθηται λαβών ποθεν ἔκθεσιν, ἐγὼ πρόκριμα ὀφείλω ὑπο‐ | |
35 | μεῖναι. ἐγὼ ἀπέδειξα αὐτὸν καὶ διὰ τῶν καταθέσεων τῶν πρὸς αὐτὸν ἀποσταλέντων παρὰ τῆς ἁγίας συνόδου καὶ διὰ μαρτύρων ὁσιωτάτων ἐπισκόπων δύναμαι πάλιν τὰ αὐτὰ ἀποδεῖξαι, εἴ γε ἀρνήσοιτο. ἔστιν γὰρ ὁ κύρις Μελίφθογγος καὶ ὁ κύρις Ἰοβιανὸς καὶ ὁ κύρις Ἰουλιανός, εἰδότες ἀκριβῶς. | |
Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Οὐδεὶς οὔτε σοὶ συγχωρεῖ, ἐπίσκοπε Εὐσέβιε, | 139 in vol. 2.1.1 | |
2,1,1140 | μὴ ἐλέγξαι αὐτὸν οὔτε τὸν πρεσβύτερον Εὐτυχῆ ἐκ τοῦ παραχρῆμα δέχεταί τις συντι‐ θέμενον, ἐὰν μὴ ἐλεγχθῆι τί πρότερον ἐφρόνει. Ὁ θεοφιλέστατος ἐπίσκοπος Εὐσέβιος εἶπεν· Δέδοικα αὐτοῦ τὴν περιδρομήν. ἐγὼ πένης εἰμί, ἀκτήμων· ἐξορίαν μοι ἀπειλεῖ, χρήματα ἔχει· ἀναζωγραφεῖ μοι ἤδη | |
5 | τὴν Ὄασιν. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Κἂν μυριάκις ταῦτα λέγηις ἐπιμένων, ἡμεῖς τῆς ἀληθείας οὐδὲν προτιμῶμεν. Εὐσέβιος ἐπίσκοπος εἶπεν· Ἐὰν ἁλῶ ἐγὼ συκοφάντης, ἀφαιρεθῶ τῆς ἀξίας. Ὁ μεγαλοπρεπέστατος καὶ ἐνδοξότατος ἀπὸ ἐπάρχων καὶ ὑπάτων καὶ πατρίκιος | |
10 | Φλωρέντιος εἶπεν· Πεῦσις προσενεχθῆι τῶι πρεσβυτέρωι Εὐτυχεῖ πῶς πιστεύει καὶ τί λέγει, καὶ τότε πάλιν ἐρωτάσθω διὰ τί νῦν ταῦτα λέγων πρότερον ἄλλως ἐφρόνει. Εὐσέβιος ἐπίσκοπος εἶπεν· Καθὼς προεῖπον, προκρίματός μοι μὴ γινομένου ἀπὸ τῆς νῦν αὐτοῦ καταθέσεως ἐρωτάσθω. ἐγὼ γὰρ ἀπὸ τῶν ἤδη πραχθέντων ὑπομνη‐ μάτων ἤλεγξα αὐτὸν οὐκ ὀρθῶς φρονοῦντα. | |
15 | Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Οὐκ ἔσται σοι πρόκριμα ἀπὸ τοῦ νῦν αὐτὸν κατατίθεσθαι· ἡ γὰρ ἤδη γεγενημένη πρᾶξις τὴν ἰδίαν ἰσχὺν ἔχει. Εὐσέβιος ἐπίσκοπος εἶπεν· Συντίθεται τούτοις τοῖς ἀναγνωσθεῖσιν ἄρτι τοῖς τοῦ μακαρίου Κυρίλλου καὶ ὁμολογεῖ δύο φύσεων ἕνωσιν γεγενῆσθαι ἐν ἑνὶ προσώπωι καὶ μιᾶι ὑποστάσει ἢ οὔ; | |
20 | Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Ἤκουσας, πρεσβύτερε Εὐτυχῆ, τί ὁ κατή‐ γορός σου λέγει· λέγε τοίνυν εἰ ἐκ δύο φύσεων ἕνωσιν ὁμολογεῖς. Εὐτυχὴς πρεσβύτερος εἶπεν· Ναὶ ἐκ δύο φύσεων. Εὐσέβιος ἐπίσκοπος εἶπεν· Ὁμολογεῖς δύο φύσεις, κύρι ὁ ἀρχιμανδρίτης, μετὰ τὴν ἐνανθρώπησιν καὶ ὁμοούσιον ἡμῖν εἶναι τὸν Χριστὸν λέγεις κατὰ σάρκα ἢ οὔ; | |
25 | Ἡ ἁγία σύνοδος εἶπεν· Ἆρον καῦσον Εὐσέβιον. οὗτος ζῶν καῆι. οὗτος εἰς δύο γένηται. ὡς ἐμέρισεν, μερισθῆι. Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ἀνεκτὸς ὑμῖν ἐστιν οὗτος ὁ λόγος μετὰ τὴν ἐνανθρώπησιν δύο φύσεις εἰπεῖν; Ἡ ἁγία σύνοδος εἶπεν· Ἀνάθεμα τῶι λέγοντι. | |
30 | Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ἐπειδὴ καὶ τῶν φωνῶν ὑμῶν χρείαν ἔχω καὶ τῶν χειρῶν, εἴ τις οὐ δύναται βοῆσαι, τὴν χεῖρα ἐκτεινάτω. Ἡ ἁγία σύνοδος εἶπεν· Εἴ τις λέγει δύο, ἀνάθεμα. Καὶ ἐν τῶι ἀναγινώσκεσθαι οἱ Ἀνατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι | |
ἐβόησαν· Ταῦτα οὐδεὶς εἶπεν. ταῦτα Διόσκορος εἶπεν. ταῦτα οἱ Αἰγύπτιοι εἶπον. | 140 in vol. 2.1.1 | |
2,1,1141 | Οἱ εὐλαβέστατοι ἐπίσκοποι Αἰγύπτιοι εἶπον· Ταῦτα καὶ τότε εἴπομεν καὶ νῦν λέγομεν. Κωνσταντῖνος ὁ καθωσιωμένος σηκρητάριος τοῦ θείου κονσιστωρίου ἀπὸ τοῦ αὐτοῦ σχεδαρίου ἀνέγνω | |
5 | Εὐτυχὴς πρεσβύτερος εἶπεν· Ἐγὼ οὐκ ἦλθον διαλεχθῆναι, ἀλλὰ ἦλθον πεῖσαι τὴν ὁσιότητα ὑμῶν ὅπως φρονῶ. γέγραπται γὰρ ἐν τῶι χάρτηι τούτωι τὸ ὅπως φρονῶ, καὶ κελεύσατε αὐτὸν ἀναγνωσθῆναι. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Αὐτὸς ἀνάγνωθι. Εὐτυχὴς πρεσβύτερος εἶπεν· Οὐ δύναμαι. | |
10 | Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Διὰ τί; σὺ οὐκ ἐξέθου ἢ ἄλλου ἐστὶν ἡ ἔκ‐ θεσις; εἰ σή ἐστιν, ἀνάγνωθι αὐτός. Εὐτυχὴς πρεσβύτερος εἶπεν· Ἐμὴ μέν ἐστιν ἡ ὑπαγορία, ἡ δὲ ὑπαγορία ἴση ἐστὶν τῶν ἁγίων πατέρων. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Ποίων πατέρων; εἶπε δι’ ἑαυτοῦ· τί χρείαν | |
15 | ἔχεις χάρτου; Καὶ ἐν τῶι ἀναγινώσκεσθαι Ἰωάννης ἐπίσκοπος Ἡφαίστου εἶπεν· Ὅτε μὲν ἀπῆν καὶ οὐκ ἠλπίζετο εἰς τὸ συνέδριον παραγενέσθαι, πᾶσα αὐτῶι φιλανθρωπία κατ‐ επηγγέλλετο τῶι δοκεῖν· ἐπειδὴ δὲ παραγέγονεν, τότε πάσης ἀπανθρωπίας εἰς πεῖραν ἄγεται. | |
20 | Εὐτυχὴς πρεσβύτερος εἶπεν· Οὕτω πιστεύω· προσκυνῶ τὸν πατέρα μετὰ τοῦ υἱοῦ καὶ τὸν υἱὸν μετὰ τοῦ πατρὸς καὶ τὸ ἅγιον πνεῦμα μετὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ. ὁμολογῶ δὲ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν γεγενῆσθαι ἐκ τῆς σαρκὸς τῆς ἁγίας παρθέ‐ νου καὶ ἐνανθρωπῆσαι αὐτὸν τελείως διὰ τὴν σωτηρίαν ἡμῶν. οὕτως ὁμολογῶ ἐπὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος καὶ τῆς ὑμετέρας ἁγιωσύνης. | |
25 | Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Καταδεχόμεθα ταύτην τὴν φωνήν. Ἡ ἁγία σύνοδος εἶπεν· Αὕτη ἡ πίστις τῶν πατέρων. Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ἐπειδὴ λέγει ἡ θεοσέβεια ὑμῶν αὕτη ἡ πίστις τῶν πατέρων, ποία πίστις; ἣν ἐξέθετο τίς; Ἡ ἁγία σύνοδος εἶπεν· Εὐτυχής· ὁ γὰρ Εὐσέβιος ἀσεβής ἐστιν. | |
30 | Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ἠκούσατε τῆς πίστεως Εὐτυχοῦς τοῦ | |
ἀρχιμανδρίτου, ἰδοὺ πᾶσιν ὑμῖν ὁ σκοπὸς αὐτοῦ εὐσύνοπτος ἐγένετο. | 141 in vol. 2.1.1 | |
2,1,1142 | Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Ὁμολογεῖς ὁμοούσιον τῶι πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον τῆι μητρὶ κατὰ τὴν ἀνθρωπότητα τὸν αὐτὸν ἕνα υἱὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν; Εὐτυχὴς πρεσβύτερος εἶπεν· Ἐγὼ ἐπειδὴ παρεθέμην ἐμαυτὸν τῆι ἁγιωσύνηι | |
5 | ὑμῶν, εἶπον ὅπως φρονῶ περὶ αὐτοῦ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· τί ποτε ἄλλο, μηκέτι με ἐξετάζετε. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Νῦν ὁμολογεῖς ἐκ δύο φύσεων; Εὐτυχὴς πρεσβύτερος εἶπεν· Ἐπειδὴ ὁμολογῶ θεόν μου καὶ κύριόν μου κύριον οὐρανοῦ καὶ γῆς, ἕως σήμερον φυσιολογεῖν ἐμαυτῶι οὐκ ἐπέτρεπον, ὁμοούσιον δὲ ἡμῖν | |
10 | ἕως νῦν οὐκ εἶπον πρὸ τούτου, ὁμολογῶ. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Οὐ λέγεις ὁμοούσιον τῶι πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα; Εὐτυχὴς πρεσβύτερος εἶπεν· Ἕως σήμερον οὐκ εἶπον τὸ σῶμα τοῦ κυρίου καὶ θεοῦ ἡμῶν ὁμοούσιον ἡμῖν, τὴν δὲ ἁγίαν παρθένον ὁμολογῶ εἶναι ἡμῖν ὁμοούσιον καὶ | |
15 | ὅτι ἐξ αὐτῆς ἐσαρκώθη ὁ θεὸς ἡμῶν. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Ὁμοούσιος οὖν ἡμῖν ἐστιν ἡ παρθένος, ἐξ ἧς ἐσαρκώθη ὁ δεσπότης Χριστός; Εὐτυχὴς πρεσβύτερος εἶπεν· Εἶπον ὅτι ἡ παρθένος ὁμοούσιος ἡμῖν ἐστιν. Ὁ θεοφιλέστατος ἐπίσκοπος Βασίλειος εἶπεν· Εἰ ἡ μήτηρ ἐστὶν ἡμῖν ὁμοούσιος, | |
20 | καὶ αὐτός· υἱὸς γὰρ ἀνθρώπου ἐκλήθη. εἰ οὖν ἡ μήτηρ αὐτοῦ ὁμοούσιος ἡμῖν ἐστιν, καὶ αὐτὸς κατὰ σάρκα ὁμοούσιος ἡμῖν ἐστιν. Εὐτυχὴς πρεσβύτερος εἶπεν· Ἐπειδὴ νῦν λέγετε, πᾶσιν στοιχῶ. Ὁ μεγαλοπρεπέστατος καὶ ἐνδοξότατος ἀπὸ ἐπάρχων καὶ ὑπάτων καὶ πατρίκιος Φλωρέντιος εἶπεν· Τῆς μητρὸς ὁμοουσίου ἡμῖν οὔσης πάντως καὶ ὁ υἱὸς ὁμοούσιος ἡμῖν | |
25 | ἐστιν. Εὐτυχὴς πρεσβύτερος εἶπεν· Ἕως σήμερον οὐκ εἶπον· ἐπειδὴ γὰρ σῶμα θεοῦ αὐτὸ ὁμολογῶ (προσέσχες;), οὐκ εἶπον σῶμα ἀνθρώπου τὸ τοῦ θεοῦ σῶμα, ἀνθρώπινον δὲ τὸ σῶμα καὶ ὅτι ἐκ τῆς παρθένου ἐσαρκώθη ὁ κύριος. εἰ δὲ δεῖ εἰπεῖν ἐκ τῆς παρθένου καὶ ὁμοούσιον ἡμῖν, καὶ τοῦτο λέγω, κύρι, πλὴν τὸν υἱὸν τοῦ θεοῦ μονογενῆ, κύριον | |
30 | οὐρανοῦ καὶ γῆς, συνδεσπόζοντα καὶ συμβασιλεύοντα τῶι πατρί, μεθ’ οὗ καὶ συγκαθέ‐ ζεται καὶ συνυμνεῖται. οὔτε γὰρ λέγω τὸ ὁμοούσιον ἀρνούμενος τοῦ εἶναι αὐτὸν υἱὸν τοῦ θεοῦ. πρότερον μὲν οὐκ ἔλεγον, λέγω δέ σοι ὅ τι, νομίζω, ἐν ταῖς ἀρχαῖς οὐκ ἔλεγον, νῦν δὲ ἐπειδὴ ἡ ὁσιότης ὑμῶν εἶπεν τοῦτο, λέγω. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Οὐκοῦν κατὰ ἀνάγκην, οὐ κατὰ γνώμην | |
35 | τὴν ἀληθῆ πίστιν ὁμολογεῖς; | 142 in vol. 2.1.1 |
2,1,1143 | Εὐτυχὴς πρεσβύτερος εἶπεν· Ἄρτι, κύρι, οὕτως ἔχε· ἕως τῆς ὥρας ταύτης ἐφο‐ βούμην εἰπεῖν, ἐπειδὴ οἶδα τὸν κύριον θεὸν ἡμῶν, καὶ φυσιολογεῖν ἐμαυτῶι οὐκ ἐπέτρεπον· ἐπειδὴ δὲ ἡ ὁσιότης ὑμῶν ἐπιτρέπει καὶ διδάσκει, λέγω. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Οὐχ ἡμεῖς καινοτομοῦμεν, ἀλλ’ οἱ πατέρες | |
5 | ἐξέθεντο καὶ καθὼς ἡ ἐκτεθεῖσα πίστις παρ’ αὐτῶν ἔχει, οὕτως πιστεύοντες τούτοις ἐμ‐ μεῖναι ἅπαντας βουλόμεθα καὶ μηδένα καινοτομεῖν. Ὁ μεγαλοπρεπέστατος καὶ ἐνδοξότατος πατρίκιος Φλωρέντιος εἶπεν· Ὁμοούσιον καὶ ἐκ δύο φύσεων μετὰ τὴν ἐνανθρώπησιν τὸν κύριον ἡμῶν τὸν ἐκ τῆς παρθένου λέγεις ἢ οὔ; | |
10 | Εὐτυχὴς πρεσβύτερος εἶπεν· Ὁμολογῶ ἐκ δύο φύσεων γεγενῆσθαι τὸν κύριον ἡμῶν πρὸ τῆς ἑνώσεως, μετὰ δὲ τὴν ἕνωσιν μίαν φύσιν ὁμολογῶ. Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Συντιθέμεθα τούτοις καὶ ἡμεῖς πάντες. Ἡ ἁγία σύνοδος εἶπεν· Συντιθέμεθα. Καὶ ἐν τῶι ἀναγινώσκεσθαι οἱ Ἀνατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπί‐ | |
15 | σκοποι ἐβόησαν· Ταῦτα οὐδεὶς εἶπεν. ἀνάθεμα τῶι εἰπόντι. ὁ φονεὺς ταῦτα εἶπεν. ταῦτα οἱ Αἰγύπτιοι εἶπον. ταῦτα τοῦ Φαραώ εἰσιν. ἀνάθεμα τοῖς εἰποῦσιν. ταῦτα Διοσκόρου εἰσίν. ταῦτα τοῦ φονέως εἰσίν. μετὰ ταῦτα τί ζητοῦμεν; τὰς φωνὰς τῶι βασιλεῖ. πολλὰ τὰ ἔτη τοῦ βασιλέως. πολλὰ τὰ ἔτη τῆς αὐγούστας. πολλὰ τὰ ἔτη τῆς συγκλήτου. | |
20 | Εὐστάθιος ὁ εὐλαβέστατος ἐπίσκοπος Βηρυτοῦ εἶπεν· Καὶ ὁ σκοπὸς τοῦ εὐσε‐ βεστάτου βασιλέως καὶ ὁ σκοπὸς τῆς εὐσεβεστάτης αὐγούστης καὶ ὁ σκοπὸς ὁ ὑμέτερος ἑνῶσαι βούλεται τὰς ἐκκλησίας. ἵνα τοίνυν μὴ μετὰ τὸ ἐξελθεῖν ἐντεῦθεν ἡμᾶς ἄρ‐ ξωνται τινὲς λέγειν ὅτι ἐδογματίσθη δύο φύσεις λέγειν μετὰ τὴν ἕνωσιν μεμερισμένας Καὶ ὡς ἔλεγεν, Βασίλειος ὁ εὐλαβέστατος ἐπίσκοπος Σελευκείας Ἰσαυρίας εἶπεν· | |
25 | Γνωρίζομεν τὰς δύο φύσεις, οὐ διαιροῦμεν. οὔτε διηιρημένας οὔτε συγκεχυμένας λέγομεν. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Διέξιθι τὰ λοιπά. Κωνσταντῖνος ὁ καθωσιωμένος σηκρητάριος τοῦ θείου κονσιστωρίου ἀπὸ τοῦ αὐτοῦ σχεδαρίου ἀνέγνω | |
30 | Ἡ ἁγία σύνοδος εἶπεν· Δεῖ σε σαφῶς ὁμολογῆσαι καὶ ἀναθεματίσαι πᾶν τὸ ὑπε‐ ναντίον τῶν νῦν ἀναγνωσθέντων δογμάτων. Εὐτυχὴς πρεσβύτερος εἶπεν· Εἶπον τῆι ὁσιότητι ὑμῶν ὅτι πρὸ τούτου οὐκ ἔλεγον, | |
νῦν δὲ ἐπειδὴ τοῦτο διδάσκει ἡ ὁσιότης ὑμῶν, λέγω καὶ ἀκολουθῶ τοῖς πατράσιν. οὔτε | 143 in vol. 2.1.1 | |
2,1,1144 | δὲ ἐν ταῖς γραφαῖς εὗρον σαφῶς τοῦτο οὔτε οἱ πατέρες εἶπον πάντες. ἐὰν δὲ ἀνα‐ θεματίσω, οὐαί μοί ἐστιν, ὅτι τοὺς πατέρας μου ἀναθεματίζω. Καὶ ἀναστᾶσα ἡ ἁγία σύνοδος ἐπεβόα λέγουσα· Ἀνάθεμα αὐτῶι. Καὶ μετὰ ταῦτα ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Λεγέτω ἡ ἁγία σύνοδος τίνος | |
5 | ἐστὶν ἄξιος ὁ παρὼν μήτε ὁμολογῶν σαφῶς τὴν ὀρθὴν πίστιν μήτε συνθέσθαι τῶι φρονή‐ ματι τῆς παρούσης ἁγίας συνόδου βουλόμενος, ἀλλ’ ἐπιμένων τῆι διεστραμμένηι καὶ πονηρᾶι αὐτοῦ κακονοίαι. Ὁ θεοφιλέστατος ἐπίσκοπος Ἀμασείας Σέλευκος εἶπεν· Ἄξιος μέν ἐστιν οὗτος καθαιρέσεως, ἐν δὲ τῆι φιλανθρωπίαι μόνον τῆς ὑμετέρας κεῖται ἁγιωσύνης. | |
10 | Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Εἰ μὲν ὁμολογήσας τὸ οἰκεῖον πταῖσμα ἐπείσθη ἀναθεματίσαι τὸ ἴδιον δόγμα καὶ συνθέσθαι ἡμῖν ἑπομένοις ταῖς ἐκθέσεσιν τῶν ἁγίων πατέ‐ ρων, εἰκότως ἠξιοῦτο συγγνώμης· ἐπειδὴ δὲ ἐπιμένει τῆι ἑαυτοῦ παρανομίαι, ὑποπεσεῖται τοῖς τῶν κανόνων ἐπιτιμίοις. Εὐτυχὴς πρεσβύτερος εἶπεν· Λέγω μὲν ταῦτα, ἐπειδὴ καὶ ὑμεῖς νῦν ἐκελεύσατε, | |
15 | οὐκ ἀναθεματίζω δέ. ὃ γὰρ λέγω, μετὰ ἀληθείας λέγω. Ὁ μεγαλοπρεπέστατος καὶ ἐνδοξότατος ἀπὸ ἐπάρχων καὶ ὑπάτων καὶ πατρίκιος Φλωρέντιος εἶπεν· Δύο φύσεις λέγεις καὶ ὁμοούσιον ἡμῖν; εἰπέ. Εὐτυχὴς πρεσβύτερος εἶπεν· Ἐγὼ ἀνέγνων τοῦ μακαρίου Κυρίλλου καὶ τῶν ἁγίων πατέρων καὶ τοῦ ἁγίου Ἀθανασίου ὅτι ἐκ δύο μὲν φύσεων εἶπον πρὸ τῆς ἑνώσεως, μετὰ | |
20 | δὲ τὴν ἕνωσιν καὶ τὴν σάρκωσιν οὐκέτι δύο φύσεις εἶπον, ἀλλὰ μίαν. Ὁ μεγαλοπρεπέστατος καὶ ἐνδοξότατος ἀπὸ ἐπάρχων καὶ ὑπάτων καὶ πατρίκιος Φλωρέντιος εἶπεν· Ὁμολογεῖς δύο φύσεις μετὰ τὴν ἕνωσιν; εἰπέ. ἐὰν μὴ εἴπηις, καθαιρῆι. Εὐτυχὴς πρεσβύτερος εἶπεν· Ἀναγνωσθῆναι κελεύσατε τὰ τοῦ ἁγίου Ἀθανασίου, | |
25 | ἵνα γνῶτε ὅτι οὐδὲν τοιοῦτον λέγει. Ὁ θεοφιλέστατος ἐπίσκοπος Βασίλειος εἶπεν· Ἐὰν μὴ δύο φύσεις μετὰ τὴν ἕνωσιν εἴπηις, σύγκρασιν λέγεις καὶ σύγχυσιν. Καὶ ἀναστὰς ὁ αὐτὸς Βασίλειος ἐπίσκοπος Σελευκείας Ἰσαυρίας εἶπεν· Ταύτην ἣν λέγουσίν με εἰρηκέναι φωνὴν ἐγὼ οὐκ εἶπον αὐταῖς λέξεσιν. οὐκ οἶδα ταῦτα εἰρη‐ | |
30 | κώς, εἰρηκότος δὲ τοῦ μονάζοντος ἐκ δύο φύσεων λέγω τὸν κύριον Ἰησοῦν Χριστόν, μετὰ δὲ τὴν ἕνωσιν μίαν φύσιν καὶ μὴ προσθέντος σεσαρκωμένην καὶ ἐνανθρωπήσασαν [ταῦτα] οἶδα εἰρηκὼς ὅτι ἐὰν εἴπηις ἐκ δύο φύσεων, μετὰ δὲ τὴν ἕνωσιν εἴπηις μίαν καὶ ἐὰν μὴ προσθῆις σεσαρκωμένην καὶ ἐνανθρωπήσασαν, ὑπονοῆι σύγχυσιν λέγειν καὶ σύγκρασιν· | |
ἐὰν δὲ προσθῆις σεσαρκωμένην καὶ ἐνανθρωπήσασαν, τὰ αὐτὰ τοῖς πατράσιν ἡμῶν | 144 in vol. 2.1.1 | |
2,1,1145 | λέγεις, δῆλον γὰρ ὅτι κατὰ τὴν ἔκθεσιν τῶν πατέρων [ὅτι] ἄλλο μέν τί ἐστιν ἡ θεότης αὐτοῦ, τουτέστιν τοῦ ἑνὸς κυρίου Ἰησοῦ Χριστοῦ, καὶ ἄλλο τι ἡ σὰρξ αὐτοῦ ἡ ἐκ μητρός. Ἰουβενάλιος ἐπίσκοπος Ἱεροσολύμων εἶπεν· Αὕτη οὖν ἡ φωνὴ παραπεποίηται; Βασίλειος ἐπίσκοπος Ἰσαυρίας εἶπεν· Οὐ μέμνημαι οὐδὲ οἶδα εἰρηκώς. | |
5 | Ὁ μεγαλοπρεπέστατος καὶ ἐνδοξότατος Φλωρέντιος εἶπεν· Ὁ μὴ λέγων ἐκ δύο φύ‐ σεων καὶ δύο φύσεις οὐ πιστεύει ὀρθῶς. Καὶ ἀναστᾶσα ἡ ἁγία σύνοδος [ἅπασα] ἐπεβόα· Μετὰ ἀνάγκης οὐκ ἔστιν πίστις. πολλὰ τὰ ἔτη τῶν βασιλέων. τῶν ὀρθοδόξων βασιλέων πολλὰ τὰ ἔτη. ἡ πίστις ὑμῶν ἀεὶ νικᾶι. οὐ συντίθεται, τί αὐτὸν πείθεις; | |
10 | Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Διὰ πάντων πεφώραται Εὐτυχὴς ὁ πάλαι πρεσ‐ βύτερος καὶ ἀρχιμανδρίτης ἔκ τε τῶν ἤδη πεπραγμένων καὶ τῶν οἰκείων αὐτοῦ νῦν κατα‐ θέσεων τὴν Οὐαλεντίνου καὶ Ἀπολιναρίου κακοδοξίαν νοσῶν καὶ ταῖς ἐκείνων δυσφη‐ μίαις ἀμεταθέτως ἀκολουθῶν, ὅς γε οὐδὲ τὴν ἡμετέραν αἰδεσθεὶς παραίνεσίν τε καὶ δι‐ δασκαλίαν συνθέσθαι τοῖς ὀρθοῖς δόγμασιν κατεδέξατο· ὅθεν ἐπιδακρύσαντες καὶ στε‐ | |
15 | νάξαντες ἐπὶ τῆι παντελεῖ ἀπωλείαι αὐτοῦ ὡρίσαμεν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ὑπ’ αὐτοῦ βλασφημηθέντος ἀλλότριον αὐτὸν εἶναι παντὸς ἱερατικοῦ τάγματος καὶ τῆς πρὸς ἡμᾶς κοινωνίας καὶ τοῦ προεστάναι μοναστηρίου, εἰδότων ἐκείνων πάν‐ των τῶν μετὰ ταῦτα διαλεγομένων αὐτῶι ἢ συντυγχανόντων ὡς ὑπεύθυνοι ἔσονται καὶ αὐτοὶ τῶι τῆς ἀκοινωνησίας ἐπιτιμίωι ὡς μὴ ἀποστάντες τῆς πρὸς αὐτὸν ὁμιλίας. | |
20 | Φλαβιανὸς ἐπίσκοπος Κωνσταντινουπόλεως [νέας] Ῥώμης ὁρίσας ὑπέγραψα Σατορνῖνος ἐπίσκοπος Μαρκιανουπόλεως ὁρίσας ὑπέγραψα Βασίλειος ἐπίσκοπος Σελευκείας Ἰσαυρίας ὁρίσας ὑπέγραψα Σέλευκος χάριτι Χριστοῦ ἐπίσκοπος Ἀμασείας τοῦ Ἑλενοπόντου ὁρίσας ὑπέγραψα Εὐλάλιος ἐπίσκοπος Χαλκηδόνος ὁρίσας ὑπέγραψα | |
25 | Τιμόθεος ἐπίσκοπος ὁρίσας ὑπέγραψα Δωρόθεος ἐπίσκοπος ἐλέει θεοῦ Νεοκαισαρείας ἀναγνοὺς καὶ συναινέσας ὑπέγραψα Αἰθέριχος ἐπίσκοπος Σμύρνης ὥρισα· εἴ τις ἄλλο φρονεῖ ἕνεκεν τῆς πίστεως ἔξωθεν τῶν ὁρισθέντων παρὰ πάσης τῆς ἁγίας συνόδου τῆς κατὰ Νίκαιαν, ἀνάθεμα ἔστω Καλλίνικος ἐπίσκοπος Ἀπαμείας τῆς Βιθυνίας ὁρίσας ὑπέγραψα | |
30 | Κεκρόπιος ἐλέει θεοῦ ἐπίσκοπος Σεβαστοπόλεως ὁρίσας ὑπέγραψα Μελίφθογγος ἐλέει θεοῦ ἐπίσκοπος τῆς κατὰ ἡλιούπολιν ἁγίας τοῦ θεοῦ ἐκκλησίας | |
ὁρίσας ὑπέγραψα | 145 in vol. 2.1.1 | |
2,1,1146 | Λογγῖνος ἐλέει θεοῦ ἐπίσκοπος Χερσονήσου ὁρίσας ὑπέγραψα Τρύφων ἐπίσκοπος τῆς Χίου πόλεως τῶν Νήσων τοῦ θεοῦ ἐκκλησίας ὁρίσας ὑπέγραψα χειρὶ ἐμῆι Παῦλος ἐπίσκοπος τῆς Ἀπολλωνιατῶν πόλεως ἁγίας ἐκκλησίας ὁρίσας ὑπέγραψα. | |
5 | ὁ ἑαυτὸν δείρας, οὐδεὶς αὐτοῦ φείδεται Σάβας ἐπίσκοπος Πάλτου ὁρίσας ὑπέγραψα χειρὶ ἐμῆι Ἰοβιανὸς ἐπίσκοπος Διβέλτου ὁρίσας ὑπέγραψα Ἰουλιανὸς ἐλάχιστος ἐπίσκοπος τῆς Κῶ ὁρίσας ὑπέγραψα Σαβινιανὸς ἐπίσκοπος τῆς κατὰ Τερμισσὸν καὶ Εὐδοκιάδα καὶ Ἰοβίαν ἁγίας τοῦ | |
10 | θεοῦ ἐκκλησίας ὁρίσας ὑπέγραψα Εὐστόχιος ἐλέει θεοῦ ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Δοκιμίου ὁρίσας ὑπέγραψα Πιόνιος ἐλάχιστος ἐπίσκοπος τῆς κατὰ Τρωάδα ἁγίας τοῦ θεοῦ ἐκκλησίας ὁρίσας ὑπέγραψα Κοσσίνιος ὁ ἐλάχιστος ἐπίσκοπος πόλεως Ἱεροκαισαρείας ὁρίσας ὑπέγραψα | |
15 | Ἰωάννης ὁ ἐλάχιστος ἐπίσκοπος πόλεως Ὑρκανῶν ὁρίσας ὑπέγραψα Διαφερόντιος ἐπίσκοπος πόλεως Ὄλβης ὁρίσας ὑπέγραψα Ἰουλιανὸς ἐπίσκοπος πόλεως Μουστίνης ὁρίσας ὑπέγραψα Ῥωμανὸς ἐπίσκοπος Εὐδοξιουπόλεως ὁρίσας ὑπέγραψα Εὐδόξιος 〈ἐπίσκοπος πόλεωσ〉 Βοσπόρου 〈ὑπέγραψα〉 ὁρίσας διὰ τοῦ πρεσβυ‐ | |
20 | τέρου Βασιλίσκου Θωμᾶς ὁ ἐλάχιστος ἐπίσκοπος Βαλεντινιανουπόλεως ὁρίσας ὑπέγραψα Αὐρήλιος ἐπίσκοπος τῆς Ποπιτανῶν ὑπέγραψα Τιμόθεος ἐπίσκοπος ἀριμουπόλεως ὁρίσας ὑπέγραψα Γενέθλιος ἐπίσκοπος Ἀργείων ὑπέγραψα | |
25 | Ἀνδρέας πρεσβύτερος καὶ ἀρχιμανδρίτης ὑπέγραψα τῆι καθαιρέσει Εὐτυχοῦς διὰ τοῦ πρεσβυτέρου Τιμοθέου Φαῦστος πρεσβύτερος καὶ ἀρχιμανδρίτης ὑπέγραψα τῆι καθαιρέσει Εὐτυχοῦς τοῦ πάλαι πρεσβυτέρου καὶ ἀρχιμανδρίτου Μαρτῖνος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ μακαρίου Δίου ὑπέγραψα τῆι | |
30 | καθαιρέσει Εὐτυχοῦς τοῦ πάλαι πρεσβυτέρου καὶ ἀρχιμανδρίτου διὰ τοῦ ἀδελφοῦ Φιλίππου Μανουήλιος πρεσβύτερος καὶ ἀρχιμανδρίτης ὑπέγραψα τῆι καθαιρέσει Εὐτυχοῦς Πέτρος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ μακαρίου Θαλασσίου ὑπέγραψα τῆι καθαιρέσει Εὐτυχοῦς τοῦ πάλαι πρεσβυτέρου καὶ ἀρχιμανδρίτου διὰ Θεοδώρου | |
35 | μοναχοῦ | 146 in vol. 2.1.1 |
2,1,1147 | Ἰὼβ πρεσβύτερος καὶ ἀρχιμανδρίτης ὑπέγραψα τῆι καθαιρέσει Εὐτυχοῦς διὰ τοῦ διακόνου μου Ἀνδρέου Ἀντίοχος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ μακαρίου Θεοτέκνου ὑπέγραψα τῆι καθαιρέσει Εὐτυχοῦς | |
5 | Ἁβράμιος πρεσβύτερος καὶ ἀρχιμανδρίτης ὑπέγραψα τῆι καθαιρέσει Εὐτυχοῦς Θεόδωρος μονάζων καὶ ἀρχιμανδρίτης ὑπέγραψα τῆι καθαιρέσει Εὐτυχοῦς Θεόδωρος πρεσβύτερος καὶ ἀρχιμανδρίτης τῶν Αἰγυπτίων ὑπέγραψα τῆι καθαι‐ ρέσει Εὐτυχοῦς Πιέντιος πρεσβύτερος καὶ ἀρχιμανδρίτης τοῦ μαρτυρίου τῶν νηπίων ὑπέγραψα | |
10 | τῆι καθαιρέσει Εὐτυχοῦς Φλαβιανὸς ἀρχιμανδρίτης μονῆς τοῦ ἁγίου Ἑρμάου ὑπέγραψα τῆι καθαιρέσει Εὐτυχοῦς Εὐσέβιος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς Ἡλία ὑπέγραψα τῆι καθαιρέσει Εὐτυχοῦς Εὐσέβιος πρεσβύτερος καὶ ἀρχιμανδρίτης μονῆς τοῦ ἁγίου Εὐλογίου ὑπέγραψα διὰ | |
15 | Θεοδούλου διακόνου μου τῆι καθαιρέσει Εὐτυχοῦς Τρύφων ἀρχιμανδρίτης ὑπέγραψα τῆι καθαιρέσει Εὐτυχοῦς Ἰάκωβος διάκονος καὶ ἀρχιμανδρίτης τῶν Σύρων ὑπέγραψα διὰ Ζωτικοῦ μονά‐ ζοντός μου τῆι καθαιρέσει Εὐτυχοῦς Ἐλπίδιος πρεσβύτερος καὶ ἀρχιμανδρίτης ὑπέγραψα τῆι καθαιρέσει Εὐτυχοῦς | |
20 | Παῦλος πρεσβύτερος καὶ ἀρχιμανδρίτης τοῦ αἰθρίου ὑπέγραψα τῆι καθαιρέσει Εὐτυχοῦς Κάρωσος πρεσβύτερος καὶ ἀρχιμανδρίτης ὑπέγραψα τῆι καθαιρέσει Εὐτυχοῦς Ἀστέριος πρεσβύτερος καὶ ἀρχιμανδρίτης τῆς μονῆς τοῦ μακαρίου Λαυρεντίου ὑπέγραψα τῆι καθαιρέσει Εὐτυχοῦς | |
25 | Καλλίνικος μονάζων καὶ ἀρχιμανδρίτης μονῆς τῶν Θεοδότου ὑπέγραψα τῆι καθαι‐ ρέσει Εὐτυχοῦς Γερμανὸς πρεσβύτερος καὶ ἀρχιμανδρίτης ὑπέγραψα τῆι καθαιρέσει Εὐτυχοῦς διὰ Γλυκερίου διακόνου Μάρκελλος ὁ ἐλάχιστος πρεσβύτερος καὶ ἀρχιμανδρίτης ὑπέγραψα τῆι καθαιρέσει | |
30 | Εὐτυχοῦς χειρὶ ἐμῆι Ὅλοι νγ ὑπέγραψαν Εὐτυχὴς ἀρχιμανδρίτης εἶπεν· Τινὰ τῶν ὑπομνημάτων τῶν ἀναγνωσθέντων παρε‐ ποιήθη καὶ ἔστιν τὰ ἐπὶ τούτοις πεπραγμένα καὶ ἀξιῶ ταῦτα ἀναγνωσθῆναι. Ἰουβενάλιος ἐπίσκοπος Ἱεροσολύμων εἶπεν· Ὑποδεχθέντα ἀναγινωσκέσθω καὶ | |
35 | ἐμφερέσθω τοῖς πραττομένοις ὑπομνήμασιν. | |
Ἰωάννης πρεσβύτερος καὶ πρῶτος νοταρίων ἀνέγνω | 147 in vol. 2.1.1 | |
2,1,1148 | Ἀντίγραφον ὑπομνημάτων γενομένων Εἰδοῖς Ἀπριλλίαις ἐν Κωνσταντινουπόλει Φλαυίου Πρωτογένους καὶ τοῦ δηλωθησομένου ὑπάτου, θείαι κελεύσει, καθεζομένων ἐν τῆι μειζοτέραι στοᾶι τῆς ἁγιωτάτης ἐκκλησίας Φλαβιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου ταύτης τῆς ἐνδόξου πόλεως | |
5 | Φλωρεντίου τοῦ μεγαλοπρεπεστάτου ἀπὸ ἐπάρχων πόλεως καὶ ἀπὸ ἐπάρχων πραι‐ τωρίων τὸ ἕκτον καὶ ἀπὸ ὑπάτων καὶ πατρικίου Θαλασσίου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Καισαρέων πόλεως ἐπαρχίας Καππα‐ δοκίας Εὐσεβίου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Ἀγκυρανῶν πόλεως | |
10 | Σελεύκου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Ἀμασέων πόλεως Βασιλείου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Σελευκέων πόλεως ἐπαρχίας Ἰσαυρίας Ἀλεξάνδρου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Τομέων πόλεως ἐπαρχίας Σκυθίας Μαρινιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Συναδέων πόλεως Μελιφθόγγου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Ἰουλιουπολιτῶν πόλεως | |
15 | Ἀκακίου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Ἀριαραθηνῶν πόλεως Πρόκλου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Ἀδραηνῶν πόλεως Δανιηλίου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Καδοηνῶν πόλεως Σάβα τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Παλτηνῶν πόλεως Λογγίνου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Χερσονησιτῶν πόλεως | |
20 | Ἰωάννου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Βυρκαληνῶν πόλεως ἐπαρχίας Καρίας Παυλίνου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Θεοδοσιουπολιτῶν πόλεως ἐπαρχίας Ἀσίας Θωμᾶ τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Θεοδοσιουπολιτῶν πόλεως ἐπαρχίας Φρυ‐ γίας Πακατιανῆς | |
25 | Τιμοθέου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Ἀρκηνῶν πόλεως ἐπαρχίας Παλαι‐ στίνης Εὐσεβίου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Δορυλαέων πόλεως ἐπαρχίας Φρυγίας Σαλουταρίας Παύλου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Ἀπολλωνιατῶν πόλεως ἐπαρχίας Βι‐ | |
30 | θυνίας Εὐδοξίου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Βοσπορηνῶν πόλεως | |
Εὐστοχίου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Δοκιμηνῶν πόλεως | 148 in vol. 2.1.1 | |
2,1,1149 | Τιμοθέου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Πριμουπολιτῶν πόλεως Πέτρου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Θεοδοσιουπολιτῶν πόλεως ἐπαρχίας Ἀρμενίας Σεκουνδίνου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Νοβηνσίων πόλεως | |
5 | Κανδιδιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Ἀντιοχέων πόλεως ἐπαρχίας Πισιδίας Ἰουλιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Κῶ Λογγίνου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Τυμανδηνῶν πόλεως ἐπαρχίας Πισι‐ δίας | |
10 | Γεροντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Βασιλινουπολιτῶν πόλεως Περγαμίου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Ἀντιοχέων πόλεως ἐπαρχίας Πι‐ σιδίας Παύλου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Ἀνθηδονιτῶν πόλεως Νατίρα τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Γαζαίων πόλεως | |
15 | Εὐφρατᾶ τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Ἐλευθεροπολιτῶν πόλεως ἐπαρχίας Κρήτης Τρύφωνος τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Χίου πόλεως Αὐρηλίου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Ἀδραμυτηνῶν πόλεως παρόντος Μάμα τοῦ περιβλέπτου κόμητος καὶ προξίμου τοῦ θείου σκρινίου τῶν | |
20 | λιβέλλων καὶ τῶν θείων κογνιτιόνων Μακεδόνιος ὁ περίβλεπτος τριβοῦνος καὶ ῥεφερενδάριος εἶπεν· Τῆι πρὸ ἓξ Εἰδῶν Ἀπριλλίων ἀπὸ θείων μανδάτων ἐκελεύσθην τοὺς εὐλαβεστάτους ἐπισκόπους τὴν πίστιν τῶν πρώην γενομένων ὑπομνημάτων περὶ τῆς αἰτίας ἥτις μεταξὺ Φλαβιανοῦ τοῦ εὐλα‐ βεστάτου ἐπισκόπου καὶ Εὐτυχοῦς τοῦ ἀρχιμανδρίτου κινεῖται, ἐκζητηθῆναι· ὅπερ ἐν | |
25 | τῶι παρόντι ὡσαύτως γενέσθαι ἡ βασιλικὴ ἐκέλευσεν αὐθεντία. Φλαύιος Φλωρέντιος ὁ μεγαλοπρεπέστατος ἀπὸ ἐπάρχων πόλεως καὶ ἀπὸ ἐπάρχων πραιτωρίων τὸ ἕκτον καὶ ἀπὸ ὑπάτων καὶ πατρίκιος εἶπεν· Τὰ πραχθέντα ἐπὶ τῆι κατα‐ θέσει τοῦ περιβλέπτου ῥεφερενδαρίου παρούσης τῆς ἁγίας συνόδου ἀναγινωσκέσθω. Καὶ ὁπότε προηνέχθη τὸ σχεδάριον ἀπὸ τοῦ θείου σκρινίου τῶν λιβέλλων καὶ | |
30 | τῶν θείων κογνιτιόνων, παρὰ Ἰωάννου τοῦ καθωσιωμένου ἐκσκέπτορος τοῦ αὐτοῦ | |
θείου σκρινίου ἀνεγνώσθη | 149 in vol. 2.1.1 | |
2,1,1150 | Φλαυίου Πρωτογένους τοῦ λαμπροτάτου καὶ τοῦ δηλωθησομένου ὑπάτου πρὸ ἓξ εἰδῶν Ἀπριλλίων, ἐν Κωνσταντινουπόλει, θείαι κελεύσει, καθεζομένων ἐν τῶι ἁγίωι τῆς καθολικῆς ἐκκλησίας βαπτιστηρίωι Θαλασσίου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Καισαρέων πόλεως Καππαδοκίας | |
5 | καὶ Εὐσεβίου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Ἀγκυρανῶν πόλεως Κωνσταντίνου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Μελιτηνῶν πόλεως Βασιλείου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Σελευκέων πόλεως ἐπαρχίας Ἰσαυρίας Σατορνίνου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Μαρκιανουπόλεως Μαρινιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Συναδηνῶν πόλεως | |
10 | Πατρικίου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Τυανέων πόλεως Τρύφωνος τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Χίου πόλεως Σελεύκου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Ἀμασέων πόλεως Κανδιδιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Ἀντιοχέων πόλεως ἐπαρχίας Πισι‐ δίας | |
15 | Τιμοθέου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Ἀρκηνῶν πόλεως Νατίρα τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Γαζαίων πόλεως Εὐσταθίου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Παρνασηνῶν πόλεως Παύλου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Ἀνθηδονέων πόλεως Θωμᾶ τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Θεοδοσιουπολιτῶν πόλεως | |
20 | Εὐστοχίου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Δοκιμηνῶν πόλεως Γεροντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Βασιλινουπολιτῶν πόλεως Ἀκύλα τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Αὐροκλέων πόλεως Σεκουνδίνου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Νοβησίων πόλεως Ἀκακίου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Ἀριαραθηνῶν πόλεως | |
25 | Ἰουλιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Κῶ Πρόκλου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Ἀδραηνῶν πόλεως Εὐδοξίου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Βοσπορηνῶν πόλεως Σάβα τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Παλτηνῶν πόλεως Τιμοθέου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Πριμοπολιτῶν πόλεως | |
30 | Παυλίνου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Θεοδοσιουπολιτῶν πόλεως ἐπαρχίας | |
Ἀσίας | 150 in vol. 2.1.1 | |
2,1,1151 | Παύλου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Ἀπολλωνιέων πόλεως Λογγίνου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Τυμανδηνῶν πόλεως Μακεδόνιος ὁ περίβλεπτος τριβοῦνος καὶ ῥεφερενδάριος εἶπεν· Εὐτυχὴς ὁ εὐλα‐ βέστατος ἀρχιμανδρίτης προσενεχθείσης δεήσεως τῆι βασιλικῆι θειότητι ἐδίδαξεν πρώην | |
5 | ἑαυτὸν εὑρηκέναι, καὶ τὰ λοιπά, ἅτινα ἐν τῶι θείωι σκρινίωι ἐμφέρονται. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Ἡ δέησις τοῦ εὐλαβεστάτου μοναχοῦ Εὐτυχοῦς προενεχθεῖσα ἀναγινωσκέσθω καὶ ὁ λαμπρότατος τριβοῦνος νοτάριος καὶ ῥεφερενδάριος διδάξει εἴ τινες προσεδρεύουσιν ὑπὲρ τοῦ προσώπου πράττοντες τοῦ αὐτοῦ εὐλαβεστάτου μοναχοῦ. | |
10 | Καὶ πρὶν ἢ ἀναγνωσθῆναι, Μακεδόνιος ὁ λαμπρότατος νοτάριος καὶ ῥεφερενδάριος εἶπεν· Προσεδρεύουσιν οἵτινες ὑπὲρ τοῦ προσώπου τοῦ μοναχοῦ δύνανται λέγειν. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Τί ἀρέσκει περὶ τούτου τοῖς εὐλαβεστάτοις ἐπισκόποις; Εὐσέβιος ἐπίσκοπος τῆς Δορυλαέων εἶπεν· Εἰ δι’ ἐντολέως λέγει, κελεύσατέ με ἀνα‐ | |
15 | χωρῆσαι. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Ὅπερ ἐκέλευσεν ἡ βασιλικὴ αὐθεντία, παντὶ τρόπωι παραφυλακτέον ἐστίν· δι’ ὃ εἰ συγκατατίθενται οἱ εὐλαβέστατοι ἐπίσκοποι ἵνα εἰσδεχθῶσιν οὗτοι οἵτινες ὑπὲρ τοῦ προσώπου τοῦ εὐλαβεστάτου μοναχοῦ πράττειν ἕτοιμοί εἰσιν, εἴπωσιν. | |
20 | Μελίφθογγος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Τοιαύτης κατηγορίας γινομένης ἀκόλουθόν ἐστιν παρεῖναι τὸν κατηγορούμενον, εἰ καὶ τὰ μάλιστα οὐκ ἀκινδύνως γίνονται αἱ τοιαῦται κατηγορίαι. οὐδὲ γὰρ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν, περὶ τῶν τυχόντων ἐστὶν τὸ δοκιμαζόμενον. ἐπεὶ οὖν ὁ εὐσεβέστατος βασιλεὺς ἐκ παππώιας παραδόσεως συγκροτεῖν εἴωθεν τὴν ὀρθόδοξον πίστιν καὶ τοὺς κανόνας μηδ’ ὅλως παρατιτρώσκεσθαι, | |
25 | ἀξιοῦμεν ἀνενεχθῆναι αὐτῶι, καὶ εἰ κελεύει ἐγκληματικὴν δίκην ἀγωνίσασθαι ἄλλον ὑπὲρ ἄλλου, καὶ τοῦτο προσδεχόμεθα, εἰ καὶ τὰ μάλιστα οἰκουμενικὴ ἐκελεύσθη γενέσθαι σύνοδος καὶ πεφύλακται τὰ καιριώτερα τῶν πραγμάτων ἐν ἐκείνηι τῆι συνόδωι καὶ μετε‐ στάλησαν πολλοὶ καὶ δίκαιόν ἐστιν τὰ θεσπισθέντα παρὰ τοῦ εὐσεβεστάτου βασιλέως εἰς πέρας ἀχθῆναι. | |
30 | Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Τί ἑαυτῶι περὶ τούτου ὁ λαμπρότατος τριβοῦνος νοτάριος καὶ ῥεφερενδάριος ἐνταλθὲν εἶναι γινώσκει, κατάθηται. Μακεδόνιος ὁ λαμπρότατος τριβοῦνος νοτάριος καὶ ῥεφερενδάριος εἶπεν· Ὁ εὐσε‐ βέστατος δεσπότης ἡμῶν γνοὺς ὡς καθήιρηται ὁ προλεχθεὶς ἀνήρ, ἐκέλευσεν ὑπὲρ αὐτοῦ ἐκ παντὸς τρόπου τοὺς ἀποσταλέντας εἰσελθόντας ἐπιγνῶναι ἀναγινωσκομένων τῶν | |
35 | χαρτῶν τὰ παρ’ αὐτοῦ εἰρημένα πρὸς αὐτὸν καὶ τὰ παρ’ αὐτοῦ πρὸς τὸν ἁγιώτατον | |
ἀρχιεπίσκοπον. | 151 in vol. 2.1.1 | |
2,1,1152 | Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Ἁπλοῦν ἐστιν ὅπερ αἰτεῖται, καὶ διὰ τοῦτο ἐκεῖνοι εἰσέλθωσιν καὶ ἐπὶ τῆι αὐτῶν παρουσίαι ἡ δέησις ἀναγινωσκέσθω. Καὶ ὁπότε εἰσῆλθον καὶ εἰς τὸ μέσον ἔστησαν Κωνσταντῖνος Ἐλευσίνιος καὶ Κων‐ στάντιος οἱ εὐλαβέστατοι μοναχοί, Μακεδόνιος ὁ λαμπρότατος τριβοῦνος νοτάριος τὸ | |
5 | ἅγιον εὐαγγέλιον προσφέρων εἶπεν· Χρὴ πάντα τὰ κελευσθέντα παρὰ τῆς αὐτῶν εὐσε‐ βείας εἰπεῖν με. ἐκέλευσεν τοίνυν τοὺς τὸ τηνικαῦτα παρόντας ἁγιωτάτους ἐπισκόπους μεθ’ ὅρκου εἰπεῖν εἰ ἀληθεῖς εἰσιν τῶν ὑπομνημάτων ἀναγινωσκομένων αἱ καταθέσεις αἱ παρὰ ἑκατέρου τοῦ μέρους προενεχθεῖσαι. Βασίλειος ὁ εὐλαβέστατος ἐπίσκοπος τῆς Σελευκέων ἐκκλησίας εἶπεν· Μέχρι | |
10 | νῦν ὅρκον οὐκ ἴσμεν προσενεχθέντα ἐπισκόποις, ἀλλὰ καὶ ἐντέταλται ἡμῖν παρὰ τοῦ σωτῆρος Χριστοῦ μὴ ὀμόσαι μήτε ἐν τῶι οὐρανῶι, ὅτι θρόνος ἐστὶν τοῦ θεοῦ, μήτε ἐν τῆι γῆι, ὅτι ὑποπόδιόν ἐστιν τῶν ποδῶν αὐτοῦ, μήτε εἰς τὴν κεφαλὴν τὴν ἑαυτοῦ τινὰ ὀμόσαι, ὅτι οὐδεὶς δύναται τρίχα τῶν ὑπὸ τοῦ θεοῦ δημιουργη‐ θεισῶν αὐτὸς ποιῆσαι. ἕκαστος δὲ ὡς θυσιαστηρίωι παρεστὼς τὸν τοῦ θεοῦ φόβον | |
15 | ἔχων πρὸ ὀφθαλμῶν καὶ τὸ ἑαυτοῦ συνειδὸς φυλάττων καθαρὸν τῶι θεῶι τῶν ὄντων αὐτῶι ἐν μνήμηι οὐδὲν ἔχει παραλεῖψαι. Ὁ μεγαλοπρεπέστατος πατρίκιος Φλωρέντιος εἶπεν· Ὡς ἅπαξ εἴρηται, τῶν δεήσεων ἡ ἀνάγνωσις παρακολουθήσει. Καὶ διὰ τοῦ αὐτοῦ καθωσιωμένου ἐκσκέπτορος ἀνεγνώσθη | |
20 | Τοῖς εὐσεβεστάτοις καὶ πιστοτάτοις φιλοχρίστοις βασιλεῦσιν ἡμῶν Θεοδοσίωι καὶ Οὐαλεντινιανῶι τοῖς αἰωνίοις αὐγούστοις παρὰ Εὐτυχοῦς ἀρχιμανδρίτου. Πάντων μοι μετὰ τὸν θεὸν καὶ σωτηρίας καὶ τῆς ἀληθείας φανέρωσις γέγονεν ἡ εὐσέβεια ὑμῶν ἐν οὐδενὶ πράγματι παραλείψασα τῶν τε περὶ τῆς πίστεως ἕνεκα καὶ τῶν κατ’ ἐμοῦ συκο‐ φαντιῶν τὴν ἔρευναν ποιουμένη. τὸ γὰρ ὑπόμνημα τὸ σκαιωρηθὲν παρὰ τοῦ εὐλα‐ | |
25 | βεστάτου ἐπισκόπου Φλαβιανοῦ κατ’ ἐμοῦ ἀνέγνων τῆι χθὲς ἡμέραι καὶ εὗρον ἐναντία τῶν πεπραγμένων κείμενα ἐν τῶι χάρτηι. οὔτε γὰρ ἃ πρὸς ἐμὲ εἴρηκεν, ἔκειτο ἐν αὐτῶι οὔτε ἃ ἐγὼ ἐλάλησα, ἔταξαν ἐν τῶι αὐτῶι ὑπομνήματι. δέομαι τοίνυν τῆς ὑμετέρας γαληνότητος συνήθως τῆς ὀρθοδόξου πίστεως ἀντεχομένης καὶ τῆς ὑπολήψεως τῆς ἐμῆς βραχύτητος καταξιῶσαι θεσπίσαι τοὺς θεοφιλεστάτους ἐπισκόπους τοὺς τὸ τηνικαῦτα | |
30 | συνεδρεύσαντας καὶ τοὺς νοταρίους τοῦ αὐτοῦ εὐλαβεστάτου ἐπισκόπου Φλαβιανοῦ καὶ τοὺς ἀποσταλέντας πρός με παρ’ αὐτοῦ τοὺς εὐλαβεστάτους κληρικοὺς καὶ καλοῦντας ἀπαντῆσαι εἰς τὸ συνέδριον καὶ τὸν εὐλαβέστατον διάκονον Ἀθανάσιον τοῦ εὐλαβεστάτου | |
ἐπισκόπου Βασιλείου συνελθεῖν παρόντος τοῦ ἁγιωτάτου ἐπισκόπου Θαλασσίου, | 152 in vol. 2.1.1 | |
2,1,1153 | ὥστε αὐτοὺς ἐρωτηθέντας εἰπεῖν μετὰ ἀληθείας ἐγγράφως ἅπερ ἴσασιν. καὶ τούτου τυχὼν συνήθως ὑμνῶν εὐχαριστήσω τῶι δεσπότηι καὶ θεῶι τῶν ὅλων Χριστῶι καὶ τῆι ὑμετέραι εὐσεβείαι διὰ παντός. Ὁ αὐτὸς καθωσιωμένος ἐκσκέπτωρ εἶπεν· Ἔστιν καὶ θεία ὑποσημείωσις ἐν τῆι | |
5 | ἀναγνωσθείσηι δεήσει τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν βασιλέως. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Μετὰ προσκυνήσεως ἀναγινωσκέσθω. Καὶ διὰ τοῦ αὐτοῦ καθωσιωμένου ἐκσκέπτορος ἀνεγνώσθη Κατατιθέσθω παρὰ τοῖς εὐλαβεστάτοις ἐπισκόποις οἵτινες πρώην συνῆλθον, οὐ μὴν ἀλλὰ καὶ παρὰ τῶι εὐλαβεστάτωι ἐπισκόπωι Θαλασσίωι, ἵνα παρὰ τούτοις παρόντων | |
10 | πάντων περὶ ὧν ἡ δέησις λαλεῖ, τοῦ πράγματος ἡ ἀλήθεια ἐκζητηθείη. Ὁ εὐλαβέστατος ἐπίσκοπος Φλαβιανὸς εἶπεν· Οἱ εὐλαβέστατοι διάκονοι καὶ νοτάριοι Ἀστέριος καὶ Ἀέτιος, Νόννος, Ἀσκληπιάδης καὶ Προκόπιος παρέστωσαν. Καὶ ὁπότε εἰς [τὸ] μέσον ἔστησαν Ἀστέριος Ἀέτιος Νόννος Ἀσκληπιάδης Προκόπιος οἱ νοτάριοι τοῦ εὐλαβεστάτου ἐπισκόπου Φλαβιανοῦ, ὁ μεγαλοπρεπέστατος πατρίκιος | |
15 | εἶπεν· Παρόντων πάντων τὰ ὑπομνήματα κατὰ τάξιν ἀναγινωσκέσθω. Καὶ πρὶν ἢ προενεχθῶσιν, Ἀέτιος ὁ εὐλαβέστατος διάκονος καὶ νοτάριος εἶπεν· Οὐκ ἴσμεν, τῶν ποδῶν ὑμῶν, διὰ τί ἐκλήθημεν. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Οἱ εὐλαβέστατοι διάκονοι καὶ νοτάριοι τοῦ εὐλαβεστάτου ἐπισκόπου Φλαβιανοῦ τὰ ὑπομνήματα τὰ ἐν τούτωι τῶι πράγματι | |
20 | τελεσθέντα προενέγκωσιν ἀναγνωσθησόμενα. Ἀέτιος διάκονος καὶ νοτάριος εἶπεν· Οὔτε τὴν αἰτίαν ἴσμεν ἐφ’ ἧι πάρεσμεν, οὔτε δι’ ὃ ἀπαιτούμεθα ὑπομνημάτων πρᾶξιν· τούτου ἕνεκεν ἀναβαλλόμεθα καὶ ἀξιοῦμεν γνῶναι ἐφ’ ὧι τε καὶ ἱστάμεθα καὶ ἀποκρίνεσθαι ὀφείλομεν. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Ἅτινα ἐν τῆι δίκηι Εὐτυχοῦς τοῦ μονά‐ | |
25 | ζοντος πραχθέντα παρηκολούθησεν, ἐπιζητοῦμεν δημοσιευθῆναι. Ἀέτιος διάκονος καὶ νοτάριος εἶπεν· Αἰτίασις γὰρ τίς ποτε καθ’ ἡμῶν τοιαύτη ἀνέκυψεν; Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Τὸ πρᾶγμα ἀναζητηθῆναι ἐκελεύσθη καὶ διὰ τοῦτο τῶν ὑπομνημάτων ἡ προκομιδὴ ἀναγκαία ἐστίν. διὰ τί τοίνυν ὑπερ‐ | |
30 | θέσει καὶ πανουργίαι κέχρησαι; Ἀέτιος διάκονος καὶ νοτάριος εἶπεν· Ὁ τὴν ἀρχὴν τῆς ἐξετάσεως τῶι πράγματι παρέχων καὶ τὴν αἰτίαν δότω ἡμῖν καιρὸν τοῦ ἀπολογεῖσθαι ἢ προενέγκαι ἢ μὴ προενέγκαι. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Ὑμεῖς τὰ ὑπομνήματα ἐξελάβετε· παρ’ | |
35 | ὑμῶν τοίνυν ταῦτα προενεκτέα εἰσίν. | 153 in vol. 2.1.1 |
2,1,1154 | Ἀέτιος διάκονος καὶ νοτάριος εἶπεν· Τίς ἐστιν ὁ αἰτιώμενος; Σέλευκος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Δεήσεις τοῦ ἀρχιμανδρίτου Εὐτυχοῦς ἀνεγνώσθησαν ἡμῖν περιέχουσαι ὡς ἐντυχόντος τοῖς ὑπομνήμασι καὶ ἐπισημηναμένου μὴ κεῖσθαι ἐν αὐτοῖς τὰ πεπραγμένα ἐν τῆι ἁγίαι συνόδωι. δίκαιον οὖν ἡμῖν τοῦτο | |
5 | καταφαίνεται προκομισθῆναι ἐκεῖνα τὰ ὑπομνήματα οἷσπερ ἔφησεν ἐντετυχηκέναι, καὶ ἐξ αὐτῶν τὴν ἐξέτασιν τοῦ πράγματος γενέσθαι. Ὁ μεγαλοπρεπέστατος πατρίκιος πρὸς Ἀέτιον εἶπεν· Τῶν ὑπομνημάτων τῶν αὐθεντικῶν χρεία ἐστίν, ἐν οἷς αἱ ὑπογραφαὶ τῶν ἐπισκόπων περιέχονται· δι’ ὅπερ ὡς πλειστάκις διελάλησα, ταῦτα παρὰ τῶν νοταρίων προκομισθῶσιν. | |
10 | Ἀέτιος διάκονος καὶ νοτάριος εἶπεν· Καταξιώσει ἡ ἁγία καὶ μεγάλη σύνοδος καὶ ἡ ὑμετέρα μεγαλοπρέπεια καιρὸν ἡμῖν δοῦναι περὶ ὧν βουλόμεθα, λέγειν· οὐ γάρ ἐστιν ἡμῖν ἀκίνδυνον. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Τὰ ὑπομνήματα πρῶτον ἁρμόζει δη‐ μοσιευθῆναι· μετὰ ταῦτα γὰρ εἴ τι διδάξαι ἐπιζητεῖς, ἄδειά σοι παρασχεθήσεται. | |
15 | Ἀέτιος διάκονος καὶ νοτάριος εἶπεν· Οὐδὲν ἄτοπον οὐδὲ παρὰ τὸ δίκαιον ἐπι‐ ζητοῦμεν καὶ πρὸ πάντων ἐπίσταται ἡ ὑμετέρα μεγαλοπρέπεια καί, καθὼς εἶπον, ἐπειδὴ οὐ περὶ μικρῶν ἡμῖν ἐστιν ὁ κίνδυνος, περιηχήθημεν δὲ ὡς αἰτίασις γέγονεν καθ’ ἡμῶν παρά τινος πρὸς τὸν εὐσεβέστατον καὶ φιλόχριστον καὶ παρὰ τοῦ δεσπότου θεοῦ ἡμῶν φρουρούμενον βασιλέα, ἀξιοῦμεν ταύτας καὶ ἐμφανεῖς ἡμῖν γενέσθαι καὶ τὰς αἰτίας μαθεῖν | |
20 | καὶ τὸ πρόσωπον στῆναι καὶ φανερὰν τὴν κατηγορίαν κατὰ φανερῶν προσώπων ποιή‐ σασθαι, καὶ οὕτως ἀπολογησόμεθα καὶ ἑαυτοῖς συστησόμεθα θαρροῦντες τῆι δικαιοσύνηι τῆι ὑμετέραι. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Καθ’ ὑμῶν τέως οὐδὲν κατετέθη, ἀλλὰ τὰ ὑπομνήματα ζητοῦνται, ἅτινα, καθὼς πλειστάκις ἐρρέθη, παρ’ ὑμῶν προκομιστέα | |
25 | ἐστίν. Ἀέτιος διάκονος καὶ νοτάριος εἶπεν· Ἡ τῶν ὑπομνημάτων πρᾶξις ἄγει ἡμᾶς εἰς μέσον· οὔτε γὰρ παρὰ ἄλλων γεγένηται. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Μή τινι ὑπονοίαι πληγεὶς ταῦτα προ‐ ενέγκαι εὐλαβῆι; | |
30 | Ἀέτιος διάκονος καὶ νοτάριος εἶπεν· Οὐδὲν τοιοῦτο παρ’ ἐμοῦ εἴρηται οὔτε γέγονεν. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Τὰ ὑπομνήματα προενεχθῶσι. Καὶ πρὶν ἢ προενεχθῶσιν, ὁ εὐλαβέστατος ἐπίσκοπος ταύτης τῆς ἐνδόξου πόλεως εἶπεν· Οἴδατε ὅτι τότε συνηγμένης τῆς ἁγίας συνόδου καὶ τὰς παρ’ ἑκατέρων φωνὰς ἐξειλήφατε ὑμεῖς καὶ ἴστε ἀκριβῶς τὰ γεγραμμένα παρ’ ὑμῶν. καὶ εἰ ἀληθῆ ταῦτα, | |
35 | εἴπατε μετὰ ἀκριβείας καὶ φόβου θεοῦ· εἰ δὲ παραπεποίηνταί τινα, ὡς ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ μὴ ψεύσησθε καὶ τὸν παραποιήσαντα μὴ παρασιωπήσητε. Τούτων οὕτως μεταξὺ λαληθέντων παρὰ τοῦ εὐλαβεστάτου ἐπισκόπου ὁ μεγαλο‐ | |
πρεπέστατος πατρίκιος εἶπεν· Τὴν πρόθεσιν τοῦ εὐλαβεστάτου ἐπισκόπου ἐπαινοῦμεν | 154 in vol. 2.1.1 | |
2,1,1155 | ὅτι τῆι ἰδίαι συνειδήσει θαρρῶν ἀπεφήνατο τοὺς εὐλαβεστάτους νοταρίους τὰ ὑπομνήματα προενεγκεῖν καὶ τὴν ἀλήθειαν περὶ πάντων διδάξαι. δι’ ὃ τὰ ὑπομνήματα, ὡς πλειστάκις εἴρηται, προενεχθῶσιν. Ἀέτιος διάκονος καὶ νοτάριος εἶπεν· Ἡ παραίνεσις τοῦ ὁσιωτάτου καὶ ἁγιωτάτου | |
5 | ἡμῶν ἀρχιεπισκόπου τῆι γνώμηι ἀποδέδωκεν τῆι ἡμετέραι ὥστε τὸ ἀληθὲς ἐπὶ τῆι πράξει τῶν ὑπομνημάτων εἰπεῖν. εἰ τοίνυν λεγόντων ἡμῶν πίστεως ἐσόμεθα ἄξιοι, καὶ κατατι‐ θέμεθα καὶ προκομίσομεν καὶ λέξομεν τὴν ἀλήθειαν. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Τῶν ὑπομνημάτων ἡ ἀνάγνωσις γινέσθω. Ἀέτιος διάκονος καὶ νοτάριος εἶπεν· Ἀξιῶ καὶ τὴν ἁγίαν σύνοδον τὴν τότε παροῦ‐ | |
10 | σαν ἐπιτρέψαι ἡμῖν προκομίσαι τὴν τῶν ὑπομνημάτων πρᾶξιν. Ὁ εὐλαβέστατος ἐπίσκοπος Σέλευκος εἶπεν· Ἅπαξ τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου ἡμῶν κελεύσαντος προκομισθῆναι τὴν πρᾶξιν τῶν ὑπομνημάτων, οὐδεμίαν δεῖ ἀνα‐ βολὴν περὶ τὴν προκομιδὴν γενέσθαι. Καὶ ὁπότε παρὰ πάντων τῶν εὐλαβεστάτων ἐπισκόπων ἐρρέθη· Πάντες ταὐτὰ | |
15 | λέγομεν, ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Ἐν ὅσωι ἕκαστα κεφάλαια ἀναγινώ‐ σκεται, τί ἐν τούτοις καταψεκτέον τὸ μέρος τοῦ εὐλαβεστάτου μοναχοῦ δοκιμάζει, κατά‐ θηται καὶ τὰ ἀντίγραφα ἅτινα παρ’ ἑαυτοῖς ἔχει τὸ μέρος τοῦ αὐτοῦ εὐλαβεστάτου μο‐ ναχοῦ, προενεχθέντα τῆι ἀναγνώσει τῶν αὐθεντικῶν ὑπομνημάτων συγκριθήτωσαν. Καὶ ὁπότε τὸ ἑκάτερον μέρος τὰ ὑπομνήματα προήνεγκεν, Ἀέτιος διάκονος καὶ | |
20 | νοτάριος εἶπεν· Εἰ κελεύει ἡ μεγαλοπρέπεια ὑμῶν, ἔχομέν τι εἰπεῖν. ἐμάθομεν ὡς διὰ τῶν δεήσεων ἀνεδίδαξεν ὁ εὐλαβέστατος Εὐτυχὴς πράξει ὑπομνημάτων ἐντετυχη‐ κέναι κἀκεῖθεν τὰς αἰτίας τῶν αὐτῶι προσουσῶν δικαιολογιῶν εὑρηκέναι· ταύτην τὴν πρᾶξιν ἀξιοῦμεν Οὗ λέγοντος ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Διὰ τοῦτο συγκρίνεσθαι | |
25 | τοῖς αὐθεντικοῖς ὑπομνήμασιν τὰ ἀντίγραφα εἴπομεν. Ἀέτιος διάκονος καὶ νοτάριος εἶπεν· Ἀξιοῦμεν γνῶναι πότερον αὐθεντικά ἐστιν ἢ ἀντίγραφα ἢ τί τοιοῦτο παρὰ τινὸς αὐτῶι παρεσχέθη. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Ὁ εὐλαβέστατος Κωνσταντῖνος εἰ ἃ προφέρει ἀντίγραφα, ἴσα εἰσὶν ἢ αὐθεντικά, διδάξει. | |
30 | Κωνσταντῖνος διάκονος καὶ μονάζων εἶπεν· Ἴσα ἐστίν. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Νῦν ἡ ἀνάγνωσις παρακολουθήσει. Καὶ πρὶν ἢ ἀναγνωσθῆναι Ἀέτιος διάκονος καὶ νοτάριος εἶπεν· Ἀξιοῦμεν ἐντυχεῖν τῆι πράξει τῶν ὑπομνημάτων τῆι παρ’ αὐτῶν προκομισθείσηι, ἵνα γνωρίσωμεν τίνος χείρ ἐστιν καὶ παρὰ τίνος δέδοται, εἰ ἐκδέδοται παρὰ νοταρίου. δέξασθε τὰς ἡμετέρας | |
35 | αἰτήσεις οὐκ ἀτόπους οὔσας. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Εἰ τοῖς αὐθεντικοῖς ὑπομνήμασιν τὰ | |
ἀντίγραφα οὐ συμφωνοῦσιν, τοῦτο τότε ἀξίως ἐπιζητηθείη. | 155 in vol. 2.1.1 | |
2,1,1156 | Ἀέτιος διάκονος καὶ νοτάριος εἶπεν· Οὐδὲν κωλύει· ἀεὶ ἐδικάσατε καὶ δικάζοντες διελάμψατε. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Τῶν περιττῶν ἐαθέντων ἡ ἀνάγνωσις γινέσθω. | |
5 | Καὶ διὰ Ἀστερίου τοῦ καθωσιωμένου ἐκσκέπτορος τὸ αὐθεντικὸν σχεδάριον τὸ ἀπὸ τῶν νοταρίων προενεχθὲν ἄλλου τὰ ἀντίγραφα ἅτινα ἐκ τοῦ μέρους Εὐτυχοῦς τοῦ εὐλαβεστάτου ἀρχιμανδρίτου, προενεχθέντα συγκρίνοντος ἀνεγνώσθησαν. καὶ ἀνεγνώσθη ἐξ ἀρχῆς ἡ πρώτη καὶ ἡ δευτέρα πρᾶξις, ἥτις καὶ ἐν τοῖς ὑπομνήμασιν ἐμφέ‐ ρεται, οὕτως | |
10 | Ὑπατείας Φλαυίου Ζήνωνος καὶ Ποστουμιανοῦ τῶν λαμπροτάτων τῆι πρὸ ἓξ Εἰδῶν Νοεμβρίων, ἐν τῆι φιλοχρίστωι καὶ βασιλευούσηι Κωνσταντινουπόλει Ῥώμηι καὶ τὰ λοιπά Καὶ μετὰ τὸ ἀναγνωσθῆναι τὴν πρώτην καὶ τὴν δευτέραν πρᾶξιν καὶ πληρω‐ θῆναι τὰς καταθέσεις τῶν εὐλαβεστάτων ἐπισκόπων Ἀέτιος διάκονος καὶ νοτάριος | |
15 | εἶπεν· Ἀξιοῦμεν τὴν ἁγίαν καὶ μεγάλην σύνοδον ἐρωτηθῆναι ἐπακούσασαν τῶν ἰδίων φωνῶν καὶ τῆς πράξεως τῶν ὑπομνημάτων μή τι παραπεποίηται ἢ παρεφθάρη. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Ἐν ὅσωι σιωπῶσιν, συγκατατίθεσθαι φαίνονται· ὅθεν καὶ δὴ τὰ λοιπὰ ἀναγινωσκέσθω. Καὶ διὰ τοῦ αὐτοῦ καθωσιωμένου ἐκσκέπτορος ἀνεγνώσθη ἡ τρίτη πρᾶξις, ἣ καὶ | |
20 | ἐμφέρεται ἐν τοῖς ὑπομνήμασιν. Καὶ ἀναγινωσκομένης τῆς καταθέσεως τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ ἐκ‐ δίκου Ἰωάννου Κωνσταντῖνος διάκονος καὶ μοναχὸς εἶπεν· Οὕτως οὐκ ἐλέχθη, τῶν ποδῶν ὑμῶν, ὡς ἔχει. Ὁ αὐτὸς καθωσιωμένος ἐκσκέπτωρ ἐπαναληφθείσης τῆς ἀναγνώσεως ἀνέγνω | |
25 | Εἰ δέ που τύχοι τι παρ’ αὐτῶν ἔν τισιν λέξεσιν ἢ διασφαλθὲν ἢ διαπλανηθέν, τοῦτο μήτε διαβάλλειν μήτε καταδέχεσθαι, μόνας δὲ τὰς γραφὰς ἐρευνᾶν ὡς βεβαιοτέρας οὔσας τῆς τῶν πατέρων ἐκθέσεως Καὶ ὁπότε ἀνεγνώσθη, Κωνσταντῖνος ὁ εὐλαβέστατος διάκονος καὶ μοναχὸς εἶπεν ὅτι διαφόρως μὲν ἐλάλησαν οἱ ἅγιοι πατέρες καὶ πάντα δέχομαι, εἰς κανόνα δὲ πίστεως | |
30 | οὐ δέχομαι. Καὶ ὁπότε γογγυσμὸς καὶ θόρυβος ἀνεφύη, Κωνσταντῖνος ὁ εὐλαβέστατος διά‐ κονος καὶ μονάζων εἶπεν· Τοῦτο παρακαλῶ ὥστε τοὺς ἐξελθόντας καὶ ἀκούσαντας παρὰ | |
τοῦ ἀρχιμανδρίτου μετὰ τοῦ συνειδότος ὡς ἐπὶ τοῦ κυρίου ἃ ἤκουσαν, μετὰ ἀληθείας | 156 in vol. 2.1.1 | |
2,1,1157 | εἴπωσιν προκρίματος μὴ γινομένου τῶι ἀρχιμανδρίτηι ἐκ τῆς ἐμῆς καταθέσεως. ἀξιῶ τοὺς παραγενομένους εὐλαβεστάτους κληρικοὺς καταθέσθαι ἅπερ ἤκουσαν παρ’ αὐτοῦ, καὶ τὸν εὐλαβέστατον διάκονον Ἀθανάσιον. Σέλευκος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Πρὸ τῆς καταθέσεως τοῦ ἀδελφοῦ | |
5 | Κωνσταντίνου οἱ εἰς πρόσωπον ἀποσταλέντες τοῦ τὰς δεήσεις προσανατείναντος ὑπ‐ έσχοντο πάντα ἃ ἂν αὐτοὶ εἴπωσιν, στοιχεῖν τὸν ἀρχιμανδρίτην αὐτῶν, καὶ ἀξιοῦμεν τὴν ἐπὶ τῶι προκρίματι φωνὴν πρόκριμα τῆι πράξει τῶν ὑπομνημάτων μὴ ποιεῖν. Κωνσταντῖνος διάκονος καὶ μονάζων εἶπεν· Ἀξιῶ ἐκεῖνο περιαιρεθῆναι τὸ εἰς τὸν κανόνα τῆς πίστεως, ὅτι ἐν θορύβωι μὴ εἰδὼς ἐλάλησα. | |
10 | Σέλευκος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Ὅτι ἡσυχίας οὔσης πρὸ τοῦ θορύβου ταύτην τὴν φωνὴν ὁ ἀδελφὸς Κωνσταντῖνος κατέθετο, μαρτυροῦσιν καὶ οἱ ἁγιώτατοι ἐπίσκοποι καὶ ἡ αὐτῶν ἐξουσία. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Περὶ τῆς αἰτιάσεως ἑκατέρου μέρους τί σκεπτέον δοκιμάζουσιν, οἱ εὐλαβέστατοι ἐπίσκοποι Θαλάσσιος καὶ Εὐσέβιος καταξιώσου‐ | |
15 | σιν εἰπεῖν. Ὁ εὐλαβέστατος ἐπίσκοπος Θαλάσσιος εἶπεν· Οὐ δύναται ὁ ἀποσταλεὶς παρὰ τοῦ εὐλαβεστάτου μοναχοῦ τινὰ μὲν ὧν κατατίθεται αὐτὸς τῆι ἰδίαι φωνῆι, κατα‐ δέχεσθαι, τινὰ δὲ μὴ καταδέχεσθαι. Ὁ εὐλαβέστατος ἐπίσκοπος Εὐσέβιος τῆς Ἀγκυρανῶν πόλεως εἶπεν· Καὶ ἐμοὶ | |
20 | τὰ σύμφωνα δοκεῖ ὥστε τὸν τὸ πρόσωπον ἀναδεξάμενον τοῦ εὐλαβεστάτου ἀρχιμαν‐ δρίτου Εὐτυχοῦς πάντα κύρια ἡγεῖσθαι τὰ παρὰ τῆς ἑαυτοῦ φωνῆς εἰρημένα καὶ μὴ μέρος μὲν βούλεσθαι κρατεῖν, μέρος δὲ τῶν εἰρημένων ἀνατρέπεσθαι. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Οἱ εὐλαβέστατοι Ἰωάννης ὁ πρεσβύ‐ τερος καὶ Ἀνδρέας ἅτινα γινώσκουσιν ἑαυτοὺς παρὰ Εὐτυχοῦς τοῦ εὐλαβεστάτου | |
25 | μοναχοῦ ἀκηκοέναι, μεμνημένοι τῆς ἰδίας ὑπολήψεως κατάθωνται. Καὶ ὁπότε εἰς μέσον ἔστησαν Ἰωάννης ὁ εὐλαβέστατος πρεσβύτερος καὶ ἔκδικος τῆς ἁγίας ἐκκλησίας ταύτης τῆς ἐνδόξου πόλεως καὶ Ἀνδρέας ὁ εὐλαβέστατος διάκονος, Κωνσταντῖνος διάκονος εἶπεν· Οὐκ εἴπομεν ὅτι στοιχεῖ πάντα τῶι ἀρχιμανδρίτηι ὅσα λέγω. | |
30 | Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Αἱ φωναί σου ἐν τοῖς ὑπομνήμασιν περι‐ έχονται. Σέλευκος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Φθάσας ὁ μεγαλοπρεπέστατος ῥεφε‐ ρενδάριος ὡς ἀπὸ τοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου βασιλέως ἡμῶν κατέθετο εἰς πρό‐ σωπον τοῦ ἀρχιμανδρίτου Εὐτυχοῦς ἀπεστάλθαι Κωνσταντῖνον καὶ τοὺς σὺν αὐτῶι | |
35 | ὀφείλοντας ἀναδέξασθαι τὰ εἰς αὐτὸν ἀναφερόμενα. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Τὰ ῥήματα ὡσαύτως τὰ σὰ τοῖς ὑπομνή‐ μασιν περιέχονται. καὶ προσέθηκεν· Ὁ εὐλαβέστατος πρεσβύτερος Ἰωάννης τίνα παρὰ Εὐτυχοῦς τοῦ μοναχοῦ ἤκουσεν, ἔκθηται. | |
Καὶ πρὶν ἢ καταθέσθαι, Μελίφθογγος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Ἐκ προ‐ | 157 in vol. 2.1.1 | |
2,1,1158 | μηθείας τινὸς παρὰ τὰς ἀρχὰς εὐθὺς τῆς κατηγορίας ἐνισταμένης ἐμνημόνευσα καὶ εἶπον ὅτι οὐ περὶ τῶν τυχόντων ἡ κατηγορία γίνεται οὔτε δι’ ἐντολέως τὸ τοιοῦτον ἐπι‐ κίνδυνον πρᾶγμα δοκιμάζεται ἢ ὀφείλει γενέσθαι, ἀλλὰ χρήιζομεν τῆς παρουσίας τοῦ κατηγορουμένου, τοῦτο καὶ τῶν νόμων βουλομένων. εἰ δὲ ἄρα παρίσταται τῶι | |
5 | εὐσεβεστάτωι βασιλεῖ δι’ ἐντολέως ἐγκληματικὴν γυμνάζεσθαι δίκην καὶ κατηγορεῖν ἀκινδύνως καὶ παρασταίη, τοῦτο γνωρισθῆι αὐτῶι καὶ ἀνάγκη ἡμᾶς εἶξαι φιλοχρίστωι βασιλεῖ πάντα κελεύοντι. Ὁ εὐλαβέστατος ἐπίσκοπος Σέλευκος εἶπεν· Βεβαίων ὄντων τῶν πραχθέντων καὶ τήμερον ἐκ τῆς καταθέσεως τοῦ μεγαλοπρεπεστάτου ῥεφερενδαρίου καὶ τῆς συναινέσεως | |
10 | τῶν ἁγιωτάτων ἐπισκόπων καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐκδοξοτάτου ἀπὸ ὑπάτων καὶ πατρικίου Φλωρεντίου, κατατιθέσθωσαν καὶ οἱ εὐλαβέστατοι ὁ πρεσβύτερος Ἰω‐ άννης καὶ ὁ διάκονος Ἀνδρέας ἅπερ ἴσασιν. Ἰωάννης ὁ εὐλαβέστατος πρεσβύτερος καὶ ἔκδικος εἶπεν· Τὰ μὲν κατατεθέντα παρ’ ἐμοῦ καὶ ὑπαναγνωσθέντα τῆι ἁγίαι ταύτηι καὶ θεοφιλεστάτηι συνόδωι παρόντος καὶ | |
15 | τοῦ μεγαλοπρεπεστάτου καὶ τὰ πάντα ἐνδοξοτάτου ἀπὸ ὑπάτων καὶ πατρικίου Φλωρεντίου ὅτι γε δὴ ἀληθείας ὑπῆρχεν ἐντός, τοῦτο καὶ ὁ εὐλαβέστατος διάκονος Οὗ λέγοντος Κωνσταντῖνος διάκονος εἶπεν· Ὅλα οὐκ ἀνεγνώσθη. Ὁ αὐτὸς Ἰωάννης ὁ εὐλαβέστατος πρεσβύτερος καὶ ἔκδικος εἶπεν· Ναὶ ἴδε, αὐτὸ λέγω. | |
20 | Κωνσταντῖνος ὁ εὐλαβέστατος διάκονος καὶ μοναχὸς εἶπεν· Ἐγὼ εἶπον ἕνα λόγον ἐν θορύβωι καὶ ἐγράφη Οὗ λέγοντος ὁ εὐλαβέστατος ἐπίσκοπος Θαλάσσιος εἶπεν· Ἤρκει μὲν καὶ ἡ ὑπό‐ ληψις Ἰωάννου τοῦ πρεσβυτέρου, ἐπειδὴ δὲ τὸ εὐαγγέλιον πᾶσιν προετέθη ἡμῖν, εὔλο‐ γόν ἐστιν καὶ αὐτὸν ἐφ’ οἷς λέγει, ἐπὶ τοῦ εὐαγγελίου πιστώσασθαι. | |
25 | Ὁ αὐτὸς Ἰωάννης ὁ εὐλαβέστατος πρεσβύτερος καὶ ἔκδικος ὑποζεύξας εἶπεν· Ὅτι γε δὴ ἀληθείας ἐντὸς ὑπάρχει, πρὸς οἷς ἔδοξεν ἐπαμφιβάλλειν, πλείονι δεσμῶι ἀλη‐ θείας κατέδησεν. καὶ τοῦτο ἡ θεοφιλὴς καὶ ἁγία σύνοδος ἔγνω ἀφ’ ὧν τελευταῖον πρὸς ἀνατροπὴν εἶδεν τῶν οἰκείων λόγων· ἐπειδὴ δὲ δεῖ τελείαν ὑπανάγνωσιν γενέσθαι καὶ πεισθῆναί με ἀπὸ τῶν ἑπομένων ὥστε γνωρίσαι με τὰ κατατεθέντα παρὰ τοῦ εὐλαβεστά‐ | |
30 | του ἀρχιμανδρίτου Εὐτυχοῦς καὶ εἰ συμβαίνοντα εἶπεν τοῖς κατατεθεῖσιν τὸ τηνικαῦτα παρ’ ἐμοῦ, ἢ ἀπαρνήσασθαι, εἴ γε ἄρα τύχοι μὴ ἐπιγνωσθὲν παρ’ ἐμοῦ, ἀξιῶ τὴν ὑμετέραν θεοφίλειαν ὑπαναγνωσθῆναι καὶ πληρεστάτην γενέσθαι τὴν ἀνάγνωσιν, ὥστε σκοπῆσαί με διὰ πάντων διὰ τὸ σέβας τῶν ἁγίων εὐαγγελίων τὸ προτεθὲν παρὰ τῆς ὑμετέρας θεοφιλείας καὶ ἀκολουθῆσαι τῶι λόγωι τῆς ἀληθείας. | |
35 | Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Αὖθις Ἰωάννου τοῦ πρεσβυτέρου αἱ | 158 in vol. 2.1.1 |
2,1,1159 | φωναὶ ἐκ τῶν ὑπομνημάτων ἐπαναληφθῶσιν ὅπου ἑαυτὸν τινὰ παρὰ Εὐτυχοῦς ἀκηκοέναι κατέθετο. Καὶ διὰ τοῦ αὐτοῦ καθωσιωμένου ἐκσκέπτορος πάλιν αἱ φωναὶ τοῦ αὐτοῦ εὐλα‐ βεστάτου πρεσβυτέρου Ἰωάννου ἀνεγνώσθησαν | |
5 | Ὁ εὐλαβέστατος πρεσβύτερος καὶ ἔκδικος Ἰωάννης εἶπεν· Πρώην τοῦ θεοφιλεστά‐ του ἐπισκόπου Εὐσεβίου προσελθόντος ἐν συνεδρίωι τῆι ὑμετέραι ἁγιωσύνηι καὶ αἰ‐ τιασαμένου τὸν εὐλαβέστατον πρεσβύτερον καὶ ἀρχιμανδρίτην Εὐτυχῆ καὶ βιβλίον ἔγγραφον ἐπιδεδωκότος τὸ καταδηλοῦν νοσεῖν αὐτὸν τὰ τῶν αἱρετικῶν πάθη καὶ ἐξαιτή‐ σαντος προσκληθέντα αὐτὸν ἐπὶ τῆς ὑμετέρας ἁγιωσύνης ἀπολογήσασθαι ἐπὶ τοῖς ἐπαγο‐ | |
10 | μένοις αὐτῶι παρ’ αὐτοῦ, πρόνοιαν ποιουμένη ἡ ὑμετέρα ἀπαραλόγιστος σοφία προσ‐ έταξεν διαβῆναι ἐμέ τε καὶ τὸν εὐλαβέστατον διάκονον Ἀνδρέαν πρὸς αὐτὸν ἐν τῆι μονῆι αὐτοῦ καὶ καλέσαι αὐτὸν ἀπολογησόμενον. τούτου δὲ γενομένου καὶ παραγενομένων ἡμῶν πρὸς αὐτὸν ἐν τῆι αὐτοῦ μονῆι τούς τε λιβέλλους αὐτῶι ὑπανέγνωμεν καὶ τὰ ἴσα τούτων δεδώκαμεν καὶ τὸν αἰτιασάμενον κατεδηλώσαμεν καὶ κατεμηνύσαμεν αὐτῶι τὴν | |
15 | κλῆσιν καὶ τὴν ἀπολογίαν τὴν ἐπὶ τῆς ὑμετέρας ἁγιωσύνης. ὃ δὲ τὸ μὲν ὑπαντῆσαι καὶ ἀπολογήσασθαι παντελῶς ἀπηρνήσατο, εἰρηκὼς τοῦτο προωρίσθαι αὐτῶι καὶ ὅρωι τινὶ κεκρατηκέναι ἀπ’ ἀρχῆς τὸ μηδαμῶς ἀλλαχόσε ἀποβαίνειν αὐτὸν τῆς ἑαυτοῦ συνοδίας, τρόπωι δέ τινι ὡς ἐν τάφωι διατρίβειν ἐν τῆι μονῆι. γνωσθῆναι δὲ τῆι ὑμετέραι ἁγιω‐ σύνηι δι’ ἡμῶν ἐξήιτησεν ὅτιπερ ὁ θεοφιλέστατος ἐπίσκοπος Εὐσέβιος ἐχθρὸς αὐτῶι πάλαι | |
20 | τυγχάνων λοιδορίας καὶ ὕβρεως χάριν ταύτην τὴν κατηγορίαν κατ’ αὐτοῦ ἐποιήσατο. ἕτοιμον γὰρ αὐτὸν εἶναι ἔφασκεν ταῖς ἐκθέσεσιν τῶν ἁγίων πατέρων τῶν τε ἐν Νικαίαι καὶ ἐν Ἐφέσωι τὴν σύνοδον ποιησαμένων συντίθεσθαι καὶ ὑπογράφειν ταῖς ἑρμηνείαις αὐτῶν ὡμολόγει· εἰ δέ που τύχοι τι παρ’ αὐτῶν ἔν τισιν λέξεσιν ἢ διασφαλθὲν ἢ δια‐ πλανηθέν, τοῦτο μήτε διαβάλλειν μήτε καταδέχεσθαι, μόνας δὲ τὰς γραφὰς ἐρευνᾶν ὡς | |
25 | βεβαιοτέρας οὔσας τῆς τῶν πατέρων ἐκθέσεως. μετὰ δὲ τὴν ἐνανθρώπησιν τοῦ θεοῦ λόγου, τουτέστιν μετὰ τὴν γέννησιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μίαν φύσιν προσκυνεῖν καὶ ταύτην θεοῦ σαρκωθέντος καὶ ἐνανθρωπήσαντος. καὶ βιβλίον τι τοιοῦτον προ‐ κομίσας ὑπανεγίνωσκεν, προσετίθει δὲ ὅτι λοιδορίας τινός, ὡς ἔφη, λεχθείσης κατ’ αὐτοῦ ὡς αὐτοῦ εἰρηκότος ὅτι γε δὴ ἐξ οὐρανοῦ τὴν σάρκα ὁ θεὸς λόγος κατενήνοχεν, αὐτὸς | |
30 | ἀνεύθυνος τυγχάνει τῆς τοιαύτης λοιδορίας. τὸ δὲ ἐκ δύο φύσεων ἑνωθεισῶν καθ’ ὑπόστασιν γεγενῆσθαι τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μήτε μεμαθηκέναι ἐν ταῖς ἐκ‐ θέσεσιν τῶν ἁγίων πατέρων μήτε καταδέχεσθαι, εἰ τύχοι τι αὐτῶι τοιοῦτο παρά τινος ὑπαναγινώσκεσθαι, διὰ τὸ τὰς θείας γραφάς, ὡς ἔλεγεν, ἀμείνονας εἶναι τῆς τῶν πατέρων διδασκαλίας. καὶ ταῦτα λέγων ὡμολόγει τέλειον θεὸν εἶναι καὶ τέλειον ἄνθρωπον | |
35 | τὸν γεννηθέντα ἐκ τῆς παρθένου Μαρίας μὴ ἔχοντα σάρκα ὁμοούσιον ἡμῖν· τοῦτο δὲ ἐμοὶ διαλεγόμενος εἶπεν. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Ταῦτα αὐτὸς μόνος ἐπήκουσας ἢ καὶ ὁ ἅμα | |
σοι ἀποσταλεὶς διάκονος Ἀνδρέας; | 159 in vol. 2.1.1 | |
2,1,1160 | Ὁ εὐλαβέστατος πρεσβύτερος καὶ ἔκδικος Ἰωάννης εἶπεν· Ἐν ὧι ταῦτά μοι ἐνε‐ τέλλετο εἰς τὸ ἀναγαγεῖν τῆι ὑμετέραι ὁσιότητι, παρῆν καὶ ὁ εὐλαβέστατος Ἀνδρέας ὁ διάκονος. Καὶ μετὰ τὸ ἀναγνωσθῆναι Ἰωάννης ὁ εὐλαβέστατος πρεσβύτερος καὶ ἔκδικος | |
5 | εἶπεν· Οἶδε καὶ ἡ ὑμετέρα μεγαλοπρέπεια καὶ ἡ θεοφιλεστάτη καὶ ἁγία σύνοδος ὅτι ἐπ’ αὐτῶν τῶν λέξεών τινα ἔρχεσθαι ἀποστελλόμενον μήνυσιν κομίσαι πρός τινας οὐχ οἷόν τέ ἐστιν. οὔτε γὰρ τῶν πάνυ εὐδοκιμωτάτων ῥητόρων ἄν τις ποιήσειε τοῦτο τὸ τὰς ἀλλοτρίας λέξεις ποτὲ διαπορθμεύειν καὶ διακομίζειν τισί. τότε δὲ ἡνίκα ταῦτα ἐπυν‐ θανόμην παρὰ τοῦ εὐλαβεστάτου ἀρχιμανδρίτου Εὐτυχοῦς, παρῆν καὶ ὁ εὐλαβέστατος | |
10 | διάκονος Ἀνδρέας, ἔτι γε μὴν καὶ ὁ εὐλαβέστατος διάκονος Ἀθανάσιος, κἀγὼ δὲ κατ’ ἐκεῖνο καιροῦ ὑπομνηστικὸν ποιήσας παρ’ ἐμαυτῶι, ὡς ὠιόμην, τῶν παρ’ ἐκείνου ῥη‐ θέντων φυλάττω καὶ ἔχω παρ’ ἐμαυτῶι. ἔδει δὲ καὶ αὐτὸν τὸν εὐλαβέστατον ἀρχιμαν‐ δρίτην Εὐτυχῆ παρεῖναι τοῖς πραττομένοις τήμερον τῆς καταθέσεως ἕνεκεν τῆς ἐμῆς. τοῦτο γὰρ δὴ καὶ παρὰ τῆι ὑμετέραι ἀπαραλογίστωι σοφίαι δοκιμάζεσθαι νενόμικα ὥστε | |
15 | αὐτὸν τὸν εἰρηκότα μοι παρόντα ἐνταῦθα πυνθάνεσθαι τῶν λεγομένων παρ’ ἐμοῦ καὶ ἀντει‐ πεῖν πρὸς τὰ παρ’ ἐμοῦ λεγόμενα ἢ συντίθεσθαι αὐτοῖς. οὔτε γὰρ οἶμαι εὐλαβείας αὐτὸν ἐντὸς ὄντα τῶν εὐαγγελίων προκειμένων ἀναιρεῖν μου τοὺς λόγους τοὺς παρ’ αὐτοῦ τηνι‐ καῦτα ῥηθέντας, μάλιστα ἐπειδήπερ καὶ ὁ παρὼν εὐλαβέστατος διάκονος Κωνσταντῖνος πῆι μὲν συντίθεται τοῖς λεγομένοις παρ’ ἐμοῦ, πῆι δέ, ὡς ὑπονοεῖ, ἄντικρυς βαίνει τῶν | |
20 | ῥηθέντων παρ’ ἐμοῦ. καὶ ἀξιῶ μὴ πάνυ τῶν λέξεων αὐτῶν σαφῶς ἀπαιτουμένων παρ’ ἐμοῦ τῶν ῥηθεισῶν παρ’ ἐκείνου· οὐδὲ γὰρ ἂν ποιήσαιτό τις τοῦτο τὸ αὐτολεξεὶ διαπορθμεῦσαι ῥήματά τινος, τὰ δὲ γραφέντα τότε ἐν τῶι ὑπομνηστικῶι κελεύσατε ἀνα‐ γνωσθῆναι. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Τὸ ὑπομνηστικόν, ὅπερ ἐξαιτεῖς, ἀνα‐ | |
25 | γινωσκέσθω καὶ συγκριθῆι τῆι καταθέσει ἥτις ἐν τοῖς ὑπομνήμασι περιέχεται, ἵν’ εἴ τι περὶ τὸν νοῦν ἢ περὶ τὰ ῥήματα διαφωνηθῆι, γνωσθῆι. Καὶ πρὶν ἢ ἀναγνωσθῆναι Ἰωάννης ὁ εὐλαβέστατος πρεσβύτερος καὶ ἔκδικος εἶπεν· Ἀξιῶ πρότερον τὸν εὐλαβέστατον Ἀνδρέαν καὶ τὸν εὐλαβέστατον διάκονον Ἀθανάσιον παρόντας λέγειν εἴ γε συνάιδουσι τοῖς ὑπαναγνωσθεῖσιν ἤδη καὶ τηνικαῦτα παρ’ ἐμοῦ | |
30 | κατατεθεῖσιν. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Τέως ἡ ἀνάγνωσις παρακολουθήσει. Καὶ ὁπότε προήνεγκε τὸ ὑπομνηστικὸν Ἰωάννης πρεσβύτερος καὶ ἔκδικος, διὰ τοῦ αὐτοῦ καθωσιωμένου ἐκσκέπτορος ἀνεγνώσθη Πρώην τοῦ θεοφιλεστάτου Εὐσεβίου ἐν συνεδρίωι προσελθόντος τῆι ὑμετέραι ἁγιω‐ | |
35 | σύνηι καὶ κατηγορήσαντος Εὐτυχοῦς τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ ἀρχιμαν‐ δρίτου καὶ βιβλίον ἐπιδόντος κατ’ αὐτοῦ τὸ καταδηλοῦν νοσεῖν αὐτὸν τὰ τῶν αἱρετικῶν πάθη καὶ ἐξαιτήσαντος τὸν μνημονευθέντα εὐλαβέστατον ἀρχιμανδρίτην μετακληθέντα ἀπολογήσασθαι τοῖς ἐπαγομένοις αὐτῶι παρ’ αὐτοῦ, πρόνοιαν ποιουμένη τῆς ὀρθοδόξου πίστεως ἡ ἀπαραλόγιστος ὑμῶν σοφία διαβῆναι προσέταξεν ἐμέ τε καὶ τὸν εὐλαβέστατον | |
40 | διάκονον Ἀνδρέαν πρὸς αὐτὸν καὶ καλέσαι αὐτὸν ἀπολογησόμενον. τούτου δὲ γενομέ‐ νου καὶ παραγενομένων ἡμῶν πρὸς αὐτὸν ἐν τῆι αὐτοῦ μονῆι καὶ ὑπαναγνόντων αὐτῶι τὴν ἔγγραφον κατηγορίαν καὶ τὰ ἴσα δεδωκότων καὶ κατασημανάντων αὐτῶι τὸν αἰτιασά‐ | |
μενον, τὴν κλῆσιν καὶ τὴν ἀπολογίαν τὴν ἐπὶ τῆς θεοφιλοῦς ὑμῶν καὶ ἁγίας συνόδου, ὁ | 160 in vol. 2.1.1 | |
2,1,1161 | μνημονευθεὶς Εὐτυχὴς τὸ μὲν ἐνταῦθα ἀπαντῆσαι καὶ ἀπολογήσασθαι τοῖς ἐπαγομένοις αὐτῶι παντελῶς ὑπερέθετο, εἰρηκὼς προωρίσθαι αὐτῶι τοῦτο καὶ ὅρωι τινὶ κεκρατη‐ κέναι ἀπ’ ἀρχῆς τὸ μηδαμῶς ἀλλαχόσε ἀποβαίνειν τῆς ἑαυτοῦ συνοδίας διὰ τὸ ὥσπερ ἐν τάφωι τινὶ διατρίβειν ἐν τῆι μονῆι, γνωρισθῆναι δὲ τῆι ὑμετέραι ὁσιότητι δι’ ἡμῶν | |
5 | ἐξήιτει ὡς ἐχθρὸς ὢν αὐτῶι πάλαι ὁ θεοσεβέστατος ἐπίσκοπος Εὐσέβιος ὕβρεως χάριν καὶ λοιδορίας ταύτην κατ’ αὐτοῦ τὴν κατηγορίαν ἐνεστήσατο. αὐτὸς γὰρ ἕπεσθαι ταῖς ἐκθέσεσι τῶν ἁγίων καὶ μακαρίων πατέρων τῶν ἐν Νικαίαι καὶ ἐν Ἐφέσωι σύνοδον ποιησαμένων καὶ καθυπογράφειν αὐτοῖς ἑτοίμως ἔχειν ἐπηγγείλατο. εἰ δέ που τύχοι, ὡς ἔφησε, περί τινας λέξεις ἢ διεσφάλησαν οἱ πατέρες ἡμῶν ἢ διεπλανήθησαν, ταῦτα | |
10 | τό γε ἐπ’ αὐτῶι μήτε διαβάλλειν μήτε προσδέχεσθαι, ἐρευνᾶν δὲ μόνον τὰς θείας γρα‐ φὰς περὶ τῶν τοιούτων ὡς βεβαιοτέρας. ἔφη δὲ ὁ αὐτὸς λοιδορίας παρά τινων λεχ‐ θείσας, ὡς ὁ θεὸς λόγος ἐξ οὐρανῶν τὴν σάρκα κατενήνοχεν· ἀλλότριος ὑπάρχοι τῆς τοιαύτης λοιδορίας. μετὰ τὴν ἐνανθρώπησιν δὲ τοῦ θεοῦ λόγου, τουτέστι μετὰ τὴν γέννησιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μίαν φύσιν προσκυνεῖν καὶ ταύτην θεοῦ | |
15 | σαρκωθέντος καὶ ἐνανθρωπήσαντος. καὶ περὶ τούτου βιβλίον προκομίσας ὑπανε‐ γίνωσκεν. τὸ γὰρ ἐκ δύο φύσεων μετὰ τὴν ἕνωσιν φυσιολογεῖν χρῆναι τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν οὔτε μεμαθηκέναι τοῖς ἐκθέσεσι τῶν ἁγίων πατέρων ἔφησεν οὔτε μὴν δέχεσθαι, εἴπερ καὶ τύχοι τοιοῦτον αὐτῶι τι παραναγινωσκόμενον, διὰ τὸ τὰς θείας γραφάς, καθὼς ἔφη, μηδεμίαν μνήμην πεποιῆσθαι περὶ φύσεων καὶ κρείττονας εἶναι | |
20 | τῶν διδασκαλικῶν ἐκθέσεων. καὶ ταῦτα λέγων προσετίθει θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον ἐκ τῆς παρθένου γεγεννῆσθαι. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν πρὸς Κωνσταντῖνον μοναχόν· Κατὰ τὴν ὑφὴν τοῦ ὑπομνηστικοῦ ἢ κατὰ τὴν ὑφὴν τῶν ὑπομνημάτων εἰρηκέναι τὸν εὐλαβέστατον μοναχὸν Εὐτυχῆ τοῖς κληρικοῖς φάσκεις; | |
25 | Κωνσταντῖνος ὁ εὐλαβέστατος διάκονος καὶ μονάζων εἶπεν· Ὃ δ’ ἂν κατάθωνται οἱ ἀκούσαντες, τοῦτο καταδέχεται ὁ ἀρχιμανδρίτης μετὰ τῆς ἀληθείας. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Ἀνδρέας τίνα παρὰ τοῦ μοναχοῦ ἤκουσεν, εἴπηι, πρῶτον τῶν φωνῶν αὐτοῦ ἐκ τῶν ὑπομνημάτων ἀναγινωσκομένων. Καὶ πρὶν ἢ ἀναγνωσθῆναι Ἐλευσίνιος ὁ εὐλαβέστατος διάκονος καὶ μονάζων εἶπεν· | |
30 | Τὸ ‘μὴ ἔχοντα σάρκα ὁμοούσιον ἡμῖν· τοῦτο δὲ ἐμοὶ διαλεγόμενος εἶπεν‘ ἐν τῶι προκο‐ μισθέντι παρ’ αὐτοῦ ὑπομνηστικῶι οὐ κεῖται. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Τί πρὸς ταῦτα λέγει ὁ εὐλαβέστατος Ἰωάννης; Ἰωάννης ὁ εὐλαβέστατος πρεσβύτερος καὶ ἔκδικος εἶπεν· Τὰς ἁγίας γραφὰς προ‐ | |
35 | έθηκεν ἡμῖν τοῖς ταπεινοῖς καὶ ἡ ὑμετέρα θεοφίλεια καὶ ἡ ὑμετέρα μεγαλοπρέπεια. καὶ ἃ ἔχει τὸ ὑπόμνημα, καὶ ἡ κατάθεσις αὕτη ἡ ἐν τῶι ὑπομνηστικῶι· εἰ καὶ συνέβη διαφωνεῖν εἰς τὰς λέξεις αὐτάς, οὐκ εἰμί Οὗ λέγοντος ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Ἀλλ’ οὔκ ἐστιν ὀλίγον ὅπερ ἐνηλλάχθαι λέγεται. | |
40 | Ἰωάννης πρεσβύτερος καὶ ἔκδικος εἶπεν· Καὶ τίς δύναται τὰς ἀλλοτρίας λέξεις αὐτὰς διακονεῖν τινι; τὴν δὲ διάνοιαν αὐτὴν ἣν εἶπεν Οὗ λέγοντος ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Τί τοίνυν τοῦτον ἐν τούτωι | |
τῶι μέρει εἰρηκέναι διαβεβαιοῦσαι; | 161 in vol. 2.1.1 | |
2,1,1162 | Ἰωάννης ὁ εὐλαβέστατος πρεσβύτερος καὶ ἔκδικος εἶπεν· Τί γάρ ἐστι τὸ ἀμφιβαλ‐ λόμενον; περὶ τοῦ ὁμοουσίου εἶπεν ὅτι τῆι μητρί ἐστιν ὁμοούσιος, οὐκ εἶπεν ἡμῖν τοῖς ἀνθρώποις. καὶ ὅπου θέλετε, ὀμνύω ὅτι εἶπεν· ὁμοούσιος τῆι μητρί ἐστιν καὶ οὐκ ἔχει ἡμῖν ὁμοούσιον τὴν σάρκα. | |
5 | Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Αὖθις τὸ μέρος τοῦτο πῆι μὲν ἐκ τοῦ ὑπο‐ μνηστικοῦ, πῆι δὲ ἐκ τῶν ὑπομνημάτων ἀναγινωσκέσθω, ἵνα ὁ εὐλαβέστατος Ἰωάννης ἰδικῶς κατάθηται τί ἐν τούτωι παρ’ αὐτοῦ ἤκουσεν. Οὗ γενομένου Ἰωάννης ὁ εὐλαβέστατος πρεσβύτερος καὶ ἔκδικος εἶπεν· Τοῦτο μόνωι μοι διαλεγόμενος εἶπεν ὅτι ἡμῖν ὁμοούσιον οὐκ ἔχει τὴν σάρκα, ἀλλὰ τῆι μητρί. | |
10 | Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Ἐπελάθου ὅπερ ἤκουσας, καὶ διὰ τοῦτο οὐκ ἔχει τοῦτο ἐν τῶι ὑπομνηστικῶι οὗ ἐνέταξας; Ἰωάννης ὁ εὐλαβέστατος πρεσβύτερος καὶ ἔκδικος εἶπεν· Ἐπειδὴ οἱ παρόντες μετ’ ἐμοῦ εὐλαβέστατοι διάκονοι οὐκ ἤκουσαν τὰ ἐμοὶ ἰδίαι ῥηθέντα, διὰ τοῦτο οὐκ ἐνέθηκα ταῦτα τῶι ὑπομνηστικῶι. | |
15 | Κωνσταντῖνος διάκονος καὶ μοναχὸς εἶπεν· Καὶ τοῦτο παρακαλοῦμεν ὥστε τοὺς εὐλαβεστάτους διακόνους ἐλθεῖν καὶ καταθέσθαι μετὰ ἀληθείας ἃ ἤκουσαν παρὰ τοῦ ἀρχι‐ μανδρίτου καὶ εἰ ἰδίαι αὐτῶι ἐλάλησεν. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Καθάπερ ἀνωτέρω διελάλησα, παρόντος Ἀνδρέου αἱ φωναὶ αὐτοῦ δημοσιευθῶσι. | |
20 | Καὶ διὰ τοῦ αὐτοῦ καθωσιωμένου ἐκσκέπτορος ἐξ αὐτῶν τῶν ὑπομνημάτων ἀνεγνώσθησαν Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Λεγέτω καὶ ὁ εὐλαβέστατος διάκονος Ἀν‐ δρέας εἰ ταῦτα ἤκουσε παρὰ τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ ἀρχιμανδρίτου Εὐτυχοῦς λεγόμενα. | |
25 | Ὁ εὐλαβέστατος διάκονος Ἀνδρέας εἶπεν· Κατὰ τὴν κέλευσιν τῆς ὑμετέρας ἁγιω‐ σύνης ἀπήλθομεν πρὸς τὸν εὐλαβέστατον πρεσβύτερον καὶ ἀρχιμανδρίτην Εὐτυχῆ καὶ διαλεχθέντες αὐτῶι ταῦτα παρ’ αὐτοῦ ἠκούσαμεν ἃ καὶ ὁ εὐλαβέστατος πρεσβύτερος καὶ ἔκδικος Ἰωάννης ἤδη κατέθετο. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Ἀνδρέας ὁ εὐλαβέστατος διάκονος τί | |
30 | παρὰ Εὐτυχοῦς ἤκουσε, κατάθηται. Ἀνδρέας ὁ εὐλαβέστατος διάκονος εἶπεν· Ἐπειδὴ ὁ θεὸς συγκαθέζεται ὑμῖν καὶ φόβος καὶ τρόμος ἔχει μου τὴν ψυχήν, τῆς ἀληθείας ἐκστῆναι οὐ δύναμαι. πρώην γὰρ ἀποσταλεὶς παρὰ τοῦ δεσπότου μου τοῦ τὰ πάντα ἁγιωτάτου ἀρχιεπισκόπου Φλα‐ βιανοῦ καὶ τῆς σὺν αὐτῶι ἁγίας συνόδου πρὸς τὸν εὐλαβέστατον ἀρχιμανδρίτην Εὐτυχῆ | |
35 | περὶ μὲν τῆς κλήσεως ὅσα κατέθετο ὁ εὐλαβέστατος πρεσβύτερος καὶ ἔκδικος Ἰωάννης, ταῦτα καὶ συγκατεθέμην καὶ σύνοιδα, περὶ δὲ τοῦ ὁμοουσίου πεῦσιν προσαγαγόντος τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ ἐκδίκου Ἰωάννου τῶι εὐλαβεστάτωι πρεσβυτέρωι καὶ ἀρχιμανδρίτηι Εὐτυχεῖ πότερον λέγει ὁμοούσιον τῶι πατρὶ τὸν θεὸν λόγον κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρωπότητα, ἔφη ὁ ἀρχιμανδρίτης Εὐτυχὴς | |
40 | λέγων· τὸ μάθημα πῶς ἔχει; ἔφη ὁ κύρις Ἰωάννης ὅτιπερ τὸ μάθημα ἔχει ὁμοούσιον τῶι πατρὶ μόνον. ἀντιτίθησιν ὁ ἀρχιμανδρίτης Εὐτυχὴς λέγων· οὕτως οὖν ἔχε καὶ | |
αὐτός, ἐπειδὴ κἀγὼ οὕτως ἔχω. ἕτερόν τι οὐκ ἐπίσταμαι ἐν τῆι ὑποθέσει. | 162 in vol. 2.1.1 | |
2,1,1163 | Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Ἰδιαζόντως ὅμως Ἰωάννης μετὰ Εὐτυχοῦς τοῦ μοναχοῦ τί ποτε σοῦ ἀπόντος ἐλάλησεν; Ἀνδρέας ὁ εὐλαβέστατος διάκονος εἶπεν· Τινὰ ἐλάλησε, τῶν ποδῶν ὑμῶν, ἃ ἐγὼ οὐκ ἤκουσα. | |
5 | Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Νῦν Ἀθανάσιος ὁ εὐλαβέστατος ἔλθηι. Καὶ ὁπότε εἰς μέσον ἔστη Ἀθανάσιος ὁ διάκονος, ὁ μεγαλοπρεπέστατος πατρίκιος πρὸς αὐτὸν εἶπε· Τὸ σὸν ἐπιτήδευμα σκοπῶν μετὰ ἀληθείας λέγε τί τὸν μοναχὸν Εὐτυχῆ Ἰωάννηι τῶι εὐλαβεστάτωι ἢ Ἀνδρέαι εἰρηκέναι γινώσκεις. Ἀθανάσιος ὁ εὐλαβέστατος διάκονος εἶπεν· Ἐπειδὴ περὶ ψυχῆς ἐστιν ὁ λόγος | |
10 | καὶ οὐκ ἀκίνδυνόν ἐστι τῶι μὴ λέγοντι τὴν ἀλήθειαν, ἅπερ ἤκουσα, ταῦτα καὶ λέγω. ἐγὼ οὐκ ἀπεστάλην διὰ ταύτην τὴν αἰτίαν μετὰ τοῦ θεοφιλεστάτου Ἰωάννου ἢ τοῦ εὐλα‐ βεστάτου διακόνου Ἀνδρέου, προσκληθεὶς δὲ παρὰ τοῦ θεοφιλεστάτου πρεσβυτέρου καὶ ἐκδίκου Ἰωάννου ὡς ἐκεῖ μου παρόντος καὶ ἀκούσαντος τὰ παρ’ ἐκείνου εἰρημένα καὶ ἐρωτηθεὶς παρὰ τῶν ὁσιωτάτων ἐπισκόπων κατεθέμην ὅτι ταῦτα κἀγὼ παρὼν ἐκεῖ ἤκου‐ | |
15 | σα ὅσαπερ καὶ αὐτὸς κατέθετο. καὶ νῦν δὲ τοῦ ὑπομνηστικοῦ τούτου ἀναγνωσθέντος, ὅπερ κατεῖχεν ὁ προειρημένος θεοφιλέστατος ἀνήρ, ἐπέγνων τὰς ἄλλας λέξεις, τὸ μέντοι περὶ τοῦ ὁμοουσίου οὐκ ἐπέγνων. ἀλλὰ τότε αὐτοῦ τοῦ πρεσβυτέρου ἐρωτήσαντος τὸν ἀρχιμανδρίτην Εὐτυχῆ καὶ εἰρηκότος· ὁμολογεῖς τὸν κύριον ὁμοούσιον τῶι πατρὶ κατὰ τὴν θεότητα, ὁμοούσιον δὲ τὸν αὐτὸν ἡμῖν κατὰ τὴν ἀνθρωπότητα; ἔφησεν ὁ αὐτὸς | |
20 | ἀρχιμανδρίτης λέγων· τὸ μάθημα πῶς ἔχει; εἶτα ἀποκριθεὶς ὁ πρεσβύτερος λέγει· ὁμοού‐ σιον τῶι πατρί. λέγει ὁ αὐτός· οὕτως ἔχε, ὅτι κἀγὼ οὕτως ἔχω. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Ὁμιλίας ὅμως μεταξὺ αὐτῶν ἰδιαζόντως ὁ εὐλαβέστατος Εὐτυχὴς ὁ μονάζων ἢ Ἰωάννης ὁ εὐλαβέστατος πρεσβύτερος ἔσχον; Ἀθανάσιος ὁ εὐλαβέστατος διάκονος εἶπεν· Οὐ προσέσχον, τῶν ποδῶν ὑμῶν. | |
25 | Ἐλευσίνιος ὁ εὐλαβέστατος μονάζων εἶπεν· Ἀξιοῦμεν τὸν εὐλαβέστατον διά‐ κονον Ἀθανάσιον ἐρωτηθέντα καταθέσθαι περὶ ὧν ἐν τῆι δευτέραι ἐξετάσει ἐπελάβετο τοῦ εὐλαβεστάτου πρεσβυτέρου Ἰωάννου. ἔδειξε γὰρ ὅτι μετὰ τὴν προτέραν κατά‐ θεσιν ἑτέρα πάλιν ἀνεγινώσκετο καὶ ἐπελάβετο οὕτως οὐκ ἐγράφη ταῦτα ἃ κατέθετο πρότερον ὅτε ἦλθεν ἀπὸ τοῦ μοναστηρίου, εἴτε ταῦτα εἴτε ἄλλα. μετὰ ταῦτα συν‐ | |
30 | εδρίου γενομένου καὶ κελεύσαντος τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου τὴν πρᾶξιν τῶν ὑπο‐ μνημάτων φέρεσθαι ἔνθα κατέθετο ὁ θεοφιλέστατος πρεσβύτερος Ἰωάννης, ἀναγινωσκο‐ μένων ἐκείνων ἐπελάβετο ὁ διάκονος Ἀθανάσιος ὅτι ταῦτα οὐκ ἤκουσα. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Ἰωάννου αἱ φωναὶ ἐκ τῶν ὑπομνημάτων ἀναγνωσθῶσιν καὶ τί πλέον περὶ τούτων ἕτοιμός ἐστιν Ἀθανάσιος διδάξαι, κατάθηται. | |
35 | Καὶ ὁπότε πάλιν ἀνεγνώσθησαν, ὁ αὐτὸς Ἰωάννης ὁ εὐλαβέστατος πρεσβύτερος εἶπεν· Προλαβὼν ὁ εὐλαβέστατος διάκονος Ἀνδρέας, ἔτι γε μὴν καὶ ὁ εὐλαβέστατος διάκονος Ἀθανάσιος πᾶσι τοῖς παρ’ ἐμοῦ ῥηθεῖσιν ἐν τῶι ὑπομνηστικῶι συνέθεντο δίχα τοῦ ὁμοουσίου, ὡς ἔφησαν, καὶ αὐτὸ καταθέμενοι πῶς ἐλαλήθη παρὰ τοῦ εὐλαβεστάτου ἀρχιμανδρίτου. καὶ δύναται συνιέναι καὶ ἡ εὐλαβεστάτη καὶ ἁγία σύνοδος καὶ ἡ | |
40 | ὑμετέρα μεγαλοπρέπεια ὅτι αὐτὸ τοῦτο τὸ εἰπεῖν ἐμὲ ὅτι οἶδας ὁμοούσιον τῶι πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρωπότητα, ὅτι τὸ ἀντεπερωτῆσαι | |
αὐτὸν ἀμφιβολίας ἦν τεκμήριον. καὶ ἀξιῶ τὴν φωνὴν τῶν εὐλαβεστάτων διακόνων | 163 in vol. 2.1.1 | |
2,1,1164 | τὴν βεβαιώσασάν μου ταύτην τὴν κατάθεσιν 〈τὴν〉 ἐν τῶι ὑπομνήματι μηκέτι χρῆναι ἀνατρέπεσθαι. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Ἀθανάσιος ὅπερ ἐζητήθη, εἴπηι. Ἀθανάσιος ὁ εὐλαβέστατος διάκονος εἶπεν· Ἐν τῆι τρίτηι ἐξετάσει αὕτη ἡ κατά‐ | |
5 | θεσις ἡ κατατεθεῖσα παρὰ τοῦ πρεσβυτέρου ἀνεγινώσκετο εἰς τὸ σέκρετον καὶ ἐξενο‐ φωνήθην περὶ τὴν λέξιν τὴν ἐπὶ τέλει κειμένην ταύτην ὅπου λέγει ‘μὴ ἔχοντα σάρκα ὁμο‐ ούσιον ἡμῖν‘ καὶ ὑπέκρουσα. εἶπε γὰρ καὶ αὐτὸς ὁ πρεσβύτερος ὅτι τοῦτο ἐμοὶ μόνωι διελέχθη. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Ἀπόντος σου ὅμως ἰδιαζόντως τί ποτε | |
10 | μετ’ αὐτοῦ [οὐκ] ἐλαλήθη; Ἀθανάσιος ὁ εὐλαβέστατος διάκονος εἶπεν· Οὐκ εἶδον. Ἰωάννης ὁ εὐλαβέστατος πρεσβύτερος καὶ ἔκδικος εἶπεν· Ὅτι μὲν πάντα τὰ παρ’ ἐμοῦ ῥηθέντα καὶ δεύτερον καὶ τρίτον ἐρωτηθέντες οἱ εὐλαβέστατοι διάκονοι ἐβεβαίωσαν ταῖς οἰκείαις φωναῖς, τοῦτο καὶ ἡ ὑμετέρα θεοφίλεια καὶ ἡ ἁγία σύνοδος καὶ ἡ ὑμετέρα | |
15 | μεγαλοπρέπεια καὶ ἀκήκοεν καὶ ἐπίσταται· περὶ δὲ τοῦ ὁμοουσίου, ἐπειδὴ ὁ εὐλαβέστατος διάκονος Ἀθανάσιος ἔφησε ξενοφωνηθεὶς τότε θόρυβόν τινα ἐμπεποιηκέναι, κἀγὼ συν‐ ομολογῶ. ἰδίαι γάρ μοι τοῦτο ἔφην εἰρηκέναι αὐτόν, ὅπερ οὖν καὶ εἴρηκεν. ὅτι δὲ καὶ αὐτοὶ μερικῶς ἤκουσαν ἐμοῦ λέγοντος αὐτῶι ὅτι οἶδας αὐτὸν τῶι πατρὶ ὁμοούσιον κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρωπότητα, καὶ αὐτοὶ ταῖς | |
20 | οἰκείαις φωναῖς κατέθεντο καὶ πληρωθέντος τοῦ πρώτου ὑπομνήματος Μαρῖνος ἀνα‐ γνώστης καὶ νοτάριος τῆς Καισαρέων ἐκκλησίας Καππαδοκίας πρώτης ἀνέγνω. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Τὸ μέρος τῶν ὑπομνημάτων λοιπὸν ἀναγνωσθήτω. Καὶ διὰ τοῦ αὐτοῦ καθωσιωμένου ἐκσκέπτορος ἀνεγνώσθη | |
25 | Ὁ εὐλαβέστατος πρεσβύτερος καὶ ἔκδικος Ἰωάννης εἶπεν· Ἐν αὐτῶι τῶι καιρῶι τῆς διαλέξεως καὶ τὰ λοιπὰ τῆς τρίτης πράξεως Καὶ ὁπότε ἀνεγνώσθη, Κωνσταντῖνος διάκονος καὶ μονάζων εἶπεν· Τοῦτο οὐκ εἶπον ὅτι εἰ μὴ συμπνεύσετέ μοι καὶ ταπεινώσει με ὁ ἐπίσκοπος, τελευταῖον καὶ ὑμῖν ἐπι‐ θήσεται· τοῦτο οὐκ εἶπον, τῶν ποδῶν ὑμῶν. | |
30 | Κωνσταντῖνος ὁ εὐλαβέστατος διάκονος εἶπεν· Ἐπειδὴ οὔτε οἱ ἀποσταλέντες ἐν‐ ταῦθά εἰσιν οὔτε ὁ πρεσβύτερος καὶ ἀρχιμανδρίτης Μαρτῖνος ἐνταῦθά ἐστιν, εἰ κελεύετε, παρέλθηι τοῦτο. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Πατρίκιος, ὅστις ἅμα Πέτρωι πρὸς τὸν μονάζοντα ἀπῆλθεν, ἐνταῦθα εἶναι λέγεται. τί τοίνυν βούλεσθε; τοῦτον ἐρωτηθῆναι | |
35 | ἢ τὸν εὐλαβέστατον Μαρτῖνον; Ἐλευσίνιος ὁ εὐλαβέστατος μονάζων καὶ διάκονος εἶπεν· Τοῦ ἀναγκαίου γένεσθε, | |
τῶν ποδῶν ὑμῶν. | 164 in vol. 2.1.1 | |
2,1,1165 | Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Μὴ ἄλλως τὰ ὑπομνήματα περιέχει ἤπερ ἡ ἀλήθεια ἔχει περὶ τούτου τοῦ μέρους; οὐ λέγετε; Κωνσταντῖνος διάκονος καὶ μονάζων εἶπεν· Οὐχί, τῶν ποδῶν ὑμῶν, εἰς τὸ μέρος τοῦτο. | |
5 | Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Τὰ ἀκόλουθα ἀναγινωσκέσθω. Καὶ διὰ τοῦ αὐτοῦ καθωσιωμένου ἐκσκέπτορος ἐκ τοῦ αὐτοῦ σχεδαρίου ἀνεγνώσθη Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Τί δὲ περιέχειν ὁ εὐλαβέστατος πρεσβύτερος καὶ ἀρχιμανδρίτης Μαρτῖνος τὸν τόμον ἔλεγεν; καὶ τὰ λοιπά Καὶ μετὰ τὸ ἀναγνωσθῆναι Ἀέτιος διάκονος καὶ νοτάριος εἶπεν· Δεόμεθα τῆς | |
10 | παρούσης ἁγίας συνόδου καὶ τῆς ὑμετέρας μεγαλοπρεπείας καταξιῶσαι κελεῦσαι πεῦσιν προσενεχθῆναι τοῖς εὐλαβεστάτοις κληρικοῖς ὧν μνήμην πεποίηται ἡ παροῦσα τῶν ὑπο‐ μνημάτων ἀνάγνωσις, καὶ καταθέσθαι μή τι ἀμφιβάλλουσιν ἐπὶ τοῖς ἀνεγνωσμένοις καὶ τηνικαῦτα παρ’ αὐτῶν κατατεθεῖσιν, τουτέστι Μάμαν τὸν εὐλαβέστατον πρεσβύτερον, Θεόφιλον Μέμνονα Ἰωάννην, Ἀνδρέαν καὶ Ἀθανάσιον τοὺς διακόνους. | |
15 | Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Μὴ ἀμφιβαλλόντων ἐκείνων ἡ παροῦσα ζήτησις πρόκειται; ἀλλὰ τῶι εὐλαβεστάτωι ἀνδρὶ μοναχῶι, οὗ καὶ οἱ ἄνθρωποι ἐν τῶι παρόντι ἵστανται. καὶ προσέθηκεν· Τὰ λοιπὰ ἀναγινωσκέσθω. Καὶ διὰ τοῦ αὐτοῦ καθωσιωμένου ἐκσκέπτορος ἀνεγνώσθησαν Ἡμέραι σαββάτου, ἥτις ἐστὶν εἰκὰς τοῦ Νοεμβρίου μηνός, καὶ τὰ λοιπά | |
20 | Καὶ ὅτε ἀνεγνώσθησαν, Κωνσταντῖνος ὁ διάκονος εἶπεν· Παρακαλοῦμεν ὥστε ἐρωτηθῆναι αὐτοὺς εἰ ταῦτα ἤκουσαν. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Καὶ Θεόφιλος τῶν καταθέσεων αὐτοῦ δημοσιευθεισῶν εἰ ταύτας αὐτὸν ἀκηκοέναι ἢ εἰρηκέναι ἔγνω, εἴπηι. Καὶ ὁπότε εἰς μέσον ἔστη Θεόφιλος ὁ εὐλαβέστατος πρεσβύτερος, εἶπεν· Ἀποσταλεὶς | |
25 | ἐγὼ καὶ ὁ πρεσβύτερος Μάμας παρὰ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου καὶ τῆς ἁγίας συνόδου κατελάβομεν τὸ μοναστήριον τοῦ ἀρχιμανδρίτου Εὐτυχοῦς. καὶ πρῶτον μὲν τὰ ἀναγνωσθέντα ἀρτίως ἤρξατο λέγειν, ἔπειτα δὲ οὐκ ἐβουλόμεθα αὐτῶι συζητῆσαι, ὡς ἐπὶ τοῦ Χριστοῦ, ἠνάγκασεν ἡμᾶς καὶ οἰκείαι φωνῆι εἶπεν ὅτι ἀμήχανον τὸν Χριστὸν ἐμὲ εἰπεῖν ἐκ δύο φύσεων· οὔτε γὰρ φυσιολογῶ τὸν κύριόν μου. ταῦτα οὖν αὐτὰ τὰ | |
30 | ἀναγνωσθέντα ἐκ τοῦ στόματος τοῦ εὐλαβεστάτου ἀνδρὸς ἀκούσαντες κατεθέμεθα καὶ οὔτε προσθήκην τινὰ ἐποιησάμεθα οὔτε ὑφαίρεσιν. Κωνσταντῖνος μοναχὸς εἶπεν· Ἄλλο οὐδὲν ἤκουσεν; Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Ἐκτὸς τούτων ὧν κατέθου, οὐδὲν ἄλλο ἤκουσας; | |
35 | Θεόφιλος ὁ εὐλαβέστατος πρεσβύτερος εἶπεν· Ἔλεγεν ὅτι καὶ τῆι ἐκθέσει τῶν πατέρων ἀκολουθῶ. ταῦτα ἔλεγεν. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν πρὸς τοὺς μοναχούς· Τὶ πλέον ἐπιζητεῖτε; | |
Κωνσταντῖνος διάκονος καὶ μοναχὸς εἶπεν· Ἀξιοῦμεν καὶ τὸν κύριν Μάμαν εἰπεῖν. | 165 in vol. 2.1.1 | |
2,1,1166 | Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Ὁ εὐλαβέστατος ὡσαύτως Μάμας ἅτινα ἔγνω, κατάθηται. Καὶ πρὶν ἢ κατάθηται, Ἐλευσίνιος διάκονος καὶ μονάζων εἶπεν· Αὐτὸς καθωμολό‐ γησεν ὅτι ἔλεγε καὶ ταῖς ἐκθέσεσι τῶν πατέρων ἀκολουθεῖν, καὶ οὐκ ἔγκειται ἐν τοῖς ὑπο‐ | |
5 | μνήμασιν. Ὁ μεγαλοπρεπέστατος πατρίκιος πρὸς Θεόφιλον εἶπεν· Διὰ τί ἐν τοῖς ὑπομνή‐ μασιν οὐδαμῶς περιέχεται ὅπερ ὡς ἐρρέθη παρὰ Εὐτυχοῦς, ἐν τῆι σῆι καταθέσει μετὰ ταῦτα προσέθηκας; Θεόφιλος ὁ εὐλαβέστατος πρεσβύτερος εἶπεν· Καὶ ἄλλα εἶπε, τῶν ποδῶν ὑμῶν, | |
10 | ἃ ἐπὶ μνήμης οὐ φέρω· ἃ δὲ φέρω ἐπὶ μνήμης, κατεθέμην. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Διὰ τί τοῦτο τοῖς ὑπομνήμασιν τῶι τότε καιρῶι οὐδαμῶς ἐνέταξας; Ἐλευσίνιος μονάζων εἶπεν· Καὶ μὴν ἐν τοῖς ἀνωτέρω εἶπεν ὅτι οὔτε προσθήκην ὧν εἶπεν, οὔτε ὑφαίρεσιν ἐποιήσαμεν. | |
15 | Θεόφιλος πρεσβύτερος εἶπεν· Ἃ ἤκουσα ἐκ τοῦ στόματος αὐτοῦ τοῦ ἀρχιμαν‐ δρίτου, ταῦτα εἶπον· εἰ δὲ θέλουσιν ἵνα πλείονα εἴπω 〈ἃ〉 οὐκ ἤκουσα Οὗ λέγοντος ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Μάμας ὁ πρεσβύτερος, καθὰ εἴρηται, κατάθηται. Μάμας ὁ εὐλαβέστατος πρεσβύτερος εἶπεν· Ἀναγνωσθῆι, τῶν ποδῶν ὑμῶν, | |
20 | ἡ κατάθεσις ἡ τότε γενομένη, ἐπειδὴ ἐπελαθόμην. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Αἱ φωναὶ αὐτοῦ ἐκ τῶν ὑπομνημάτων ἀναγνωσθῶσιν, ἵνα τούτων ἐπιγνωσθεισῶν ἅτινα αὐτὸν ἀκηκοέναι ἔγνω, εἴπηι. Καὶ διὰ τοῦ αὐτοῦ καθωσιωμένου ἐκσκέπτορος ἀνεγνώσθησαν ἐκ τῶν ὑπομνημάτων αἱ φωναὶ αὐτοῦ | |
25 | Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Εἰπὲ ἡμῖν τίνος ἕνεκεν, καὶ τὰ λοιπά Καὶ μετὰ τὸ ἀναγνωσθῆναι Μάμας ὁ εὐλαβέστατος πρεσβύτερος εἶπεν· Οὕτως ἐστί, τῶν ποδῶν ὑμῶν· ταῦτα κατεθέμην ἃ ἀνέγνω, καὶ οὐδὲν πλέον κατεθέμην. Κωνσταντῖνος διάκονος καὶ μονάζων εἶπεν· Λογίζομαι ὅτι ἐναντία ἐστὶν ἀλλήλων ἃ εἶπεν ὁ κύριος ὁ πρεσβύτερος ὡς ἀπὸ τῶν ἀναγνωσθέντων τῆς καταθέσεως Θεοφίλου | |
30 | καὶ Μάμα. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Μὴ τὰ ὑπομνήματα ἄλλως περιέχουσιν; Ἐλευσίνιος μονάζων εἶπεν· Οὐχί, τῶν ποδῶν ὑμῶν. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Εἴ τι ἄλλο ἐστίν, ἀναγνωσθήτω. Καὶ διὰ τοῦ αὐτοῦ καθωσιωμένου ἐκσκέπτορος ἀνεγνώσθη | |
35 | Τετάρτη πρᾶξις Συναχθείσης αὖθις τῆς ἁγίας καὶ μεγάλης συνόδου, προκειμένων τῶν ἁγίων καὶ φρικτῶν εὐαγγελίων καὶ προεδρεύοντος τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου ἡμῶν Φλα‐ βιανοῦ ἐν τῶι σεκρέτωι τοῦ ἐπισκοπείου, τῆι ὁρισθείσηι προθεσμίαι, ἡμέραι δευτέραι, | |
ἥτις ἐστὶν δευτέρα καὶ εἰκὰς τοῦ Νοεμβρίου μηνός, καὶ τὰ λοιπά | 166 in vol. 2.1.1 | |
2,1,1167 | Καὶ μετὰ τὸ ἀναγνωσθῆναι ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Διαλαλιὰ τέτακταί μου περιέχουσα πεῦσιν προσενεχθῆναι τῶι πρεσβυτέρωι Εὐτυχεῖ πῶς πιστεύει καὶ τί λέγει. ἕως τούτου εἶπον, προσέθηκαν δὲ ὃ μὴ εἴρηται, ὅ ἐστι καὶ ἀδιανόητον Καὶ τότε πάλιν ἐρωτάσθω διὰ τί νῦν ταῦτα λέγων πρότερον ἄλλως ἐφρόνει | |
5 | Καὶ προσέθηκεν· Πῶς τοῦτο ἐδυνάμην εἰπεῖν μηδὲν εἰρηκότος μηδέπω τοῦ εὐλα‐ βεστάτου ἀρχιμανδρίτου Εὐτυχοῦς; Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος ταύτης τῆς ἐνδόξου πόλεως πρὸς τοὺς νοταρίους εἶπεν· Πῶς ἃ μὴ διελαλήθη παρὰ τοῦ μεγαλοπρεπεστάτου ἀνδρός, ἔγκειται τοῖς ὑπο‐ μνήμασιν; | |
10 | Ἀέτιος ὁ εὐλαβέστατος διάκονος καὶ νοτάριος εἶπεν· Ἔχομέν τι περὶ τούτων εἰπεῖν. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Τίς ὑμῖν ταῦτα ὑπηγόρευσεν; ἐγὼ εἶπον ὑμῖν προσθεῖναι ἢ ἀφ’ ἑαυτῶν ἢ παρ’ ἑτέρων ἀκούσαντες ταῦτα ἐποιήσατε; Ἀέτιος διάκονος εἶπεν· Ἤδη γὰρ ὡς πεπεισμένη ἡ ἁγιωσύνη ὑμῶν ὅτι προσθήκη γέγονε, ταῦτα ἐρωτᾶι; | |
15 | Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Ἀναγνωσθήτω τὰ ἑξῆς. Ὡσαύτως διὰ τοῦ αὐτοῦ καθωσιωμένου ἐκσκέπτορος ἀνεγνώσθη Εὐσέβιος ἐπίσκοπος εἶπεν· Καθὼς προεῖπον, προκρίματός μοι μὴ γινομένου ἀπὸ τῆς νῦν αὐτοῦ καταθέσεως, καὶ τὰ λοιπά Καὶ μετὰ τὸ ἀναγνωσθῆναι Ἐλευσίνιος διάκονος εἶπεν· Κατὰ τάξιν οὐ κεῖται. | |
20 | πρότερον ἐπεδίδου τὸν λίβελλον ἔνθα ἡ πίστις τῶν τιη περιείχετο, καθὼς καὶ ἐν Ἐφέσωι ἡ ἁγία σύνοδος ἐβεβαίωσεν, καὶ τοῦτον προκομίζων τὸν λίβελλον, οὐκ ἐδέξατο ὁ θεοφι‐ λέστατος ἐπίσκοπος, καὶ τῆς μεγαλοπρεπείας ὑμῶν λεγούσης ὅτι ὀφείλει δεχθῆναι, οὐδὲ οὕτως ἐδέχθη. Ὁ εὐλαβέστατος ἐπίσκοπος ταύτης τῆς ἐνδόξου πόλεως εἶπεν· Καὶ πόθεν τοῦτο | |
25 | δῆλον ὅτι τῶν τιη τὴν ἔκθεσιν ἐκεῖνος εἶχεν ὁ χάρτης; Ἐλευσίνιος ὁ εὐλαβέστατος διάκονος εἶπεν· Ἔδει οὖν δεχθῆναι αὐτόν. Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος τῆς Δορυλαίων πόλεως εἶπεν· Ἐνεύχομαι τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα τῆι μελλούσηι ἔσεσθαι οἰκουμενικῆι συνόδωι κατὰ θέσπισμα τῶν φιλοχρίστων ἡμῶν βασιλέων φυλαχθῆναι τὴν ὑπόθεσιν ταύτην, ὥστε | |
30 | ἐκεῖ μετὰ πάσης ἀκριβείας δειχθῆναι Εὐτυχῆ τὸν ἤδη καθηιρημένον ὡς αἱρετικόν, ὅτι καὶ τὰ αἱρετικῶν ἐφρόνει καὶ φρονῶν οὐ παύεται. Ἀέτιος ὁ εὐλαβέστατος διάκονος καὶ νοτάριος εἶπεν· Δεόμεθα τῆς ὑμετέρας μεγαλο‐ πρεπείας καὶ τῆς παρούσης ἁγίας συνόδου Οὗ λέγοντος ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Οὐδὲ ὁ θεοφιλέστατος καὶ | |
35 | ἁγιώτατος ἀρχιεπίσκοπος Φλαβιανὸς τοῦτο ἀμφιβάλλει ὅτι προκομίζοντος λίβελλον τοῦ ἀρχιμανδρίτου Εὐτυχοῦς δέξασθαι οὐκ ἐβουλήθη, ἀλλὰ δι’ ἑαυτοῦ ἀποκρίνασθαι αὐτὸν διελάλησεν. | |
Ὁ εὐλαβέστατος ἐπίσκοπος Σέλευκος εἶπεν· Προλαβὼν ὁ εὐλαβέστατος διάκονος | 167 in vol. 2.1.1 | |
2,1,1168 | Ἐλευσίνιος εἶπεν λίβελλον προσενηνοχέναι τῆι ἁγίαι συνόδωι τὸν εὐλαβέστατον ἀρχιμανδρίτην Εὐτυχῆ, ἐν ὧι ἔφασκε τὸ δόγμα τῆς πίστεως περιέχειν. ἐπειδὴ δὲ πρὸ ὀλί‐ γων ἡμερῶν γράμματα τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἀρχιεπισκόπου τῆς Ῥωμαίων Λέοντος ἐνεφανίσθη ἡμῖν περιέχοντα ὡς ἠιτιάσατο ὁ εὐλαβέστατος ἀρχιμανδρίτης Εὐτυχὴς | |
5 | καὶ ἐπεκαλέσατο ἐν τῶι καιρῶι τῆς ζητήσεως τὴν ἡμετέραν ἀκρόασιν διὰ τῆς τοῦ λιβέλλου δόσεως, πῶς νῦν ἐνιστάμενος καὶ λέγων περὶ τὴν πίστιν εἶναι τὸν λίβελλον ἐπὶ τοῦ Ῥώ‐ μης ἁγιωτάτου ἐπισκόπου ἔκκλητον αὐτὸν ἀπεκάλεσεν; καὶ ἐντεῦθεν διδάχθητε ὅτι οὐ τοῖς αὐτοῖς ἐπιμένει ὁ εὐλαβέστατος ἀρχιμανδρίτης. καὶ ἀξιῶ τὴν ἐπιστολὴν προ‐ κομισθεῖσαν ἀναγινώσκεσθαι. | |
10 | Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Μετὰ τὸ τὴν σύνοδον παύσασθαι τῶν εὐλαβεστάτων ἐπισκόπων ἐπιδέδωκέ μοι ὁ εὐλαβέστατος Εὐτυχὴς ἴσον λιβέλλου ὃ ἔλεγε προσκεκομικέναι τῆι ἁγίαι συνόδωι. Καὶ ἐν τῶι ἀναγινώσκειν ὁ καθωσιωμένος ἐκσκέπτωρ ὑπέζευξεν Εὐτυχὴς πρεσβύτερος εἶπεν· Ἐγὼ οὐκ ἦλθον διαλεχθῆναι, ἀλλ’ ἦλθον πεῖσαι | |
15 | τὴν ὁσιότητα ὑμῶν ὅπως φρονῶ. γέγραπται γὰρ ἐν τῶι χάρτηι τούτωι ὅπως φρονῶ, καὶ κελεύσατε αὐτὸν ἀναγνωσθῆναι. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Αὐτὸς ἀνάγνωθι. Εὐτυχὴς πρεσβύτερος εἶπεν· Οὐ δύναμαι. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Διὰ τί; σὺ οὐκ ἐξέθου ἢ ἄλλου ἐστὶν ἡ ἔκθεσις; | |
20 | εἰ σή ἐστιν, ἀνάγνωθι αὐτός. Εὐτυχὴς πρεσβύτερος εἶπεν· Ἐμὴ μέν ἐστιν ἡ ὑπαγορία, ἡ δὲ ὑπαγορία αὕτη ἐστὶ τῶν ἁγίων πατέρων. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Ποίων πατέρων; εἰπὲ διὰ σεαυτοῦ· τί χρείαν ἔχεις χάρτου; | |
25 | Εὐτυχὴς πρεσβύτερος εἶπεν· Οὕτως πιστεύω· προσκυνῶ τὸν πατέρα μετὰ τοῦ υἱοῦ καὶ τὸν υἱὸν μετὰ τοῦ πατρὸς καὶ τὸ ἅγιον πνεῦμα μετὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ. ὁμολογῶ δὲ καὶ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν γεγενῆσθαι ἐκ τῆς 〈σαρκὸς τῆσ〉 ἁγίας παρθένου καὶ ἐνανθρωπῆσαι αὐτὸν τελείως διὰ τὴν σωτηρίαν ἡμῶν. οὕτως ὁμολο‐ γῶ ἐπὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος καὶ τῆς ὑμετέρας ἁγιωσύνης. | |
30 | Καὶ μετὰ τὸ ἀναγνωσθῆναι Ἐλευσίνιος διάκονος εἶπεν· Ὡς ἀπηιτήθη δι’ ἑαυτοῦ τὴν πίστιν ὁμολογῆσαι, λέγει ὅτι ἑστὼς ἐνώπιον τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, ὃν προσεκύνησα καὶ προσκυνῶ 〈καὶ προσκυνήσω〉, ὅτι οὕτω φρονῶ ὡς οἱ πατέρες οἱ τιη οἱ ἐν Νικαίαι ἐθέσπισαν καὶ ἡ ἐν Ἐφέσωι ἐβεβαίωσεν ἁγία σύνοδος· καὶ ταῦτα ἐν τοῖς ὑπομνήμασιν οὐ κεῖται. | |
35 | Ἀέτιος διάκονος καὶ νοτάριος εἶπεν· Ἀξιῶ τὴν ὑμετέραν ἁγιωσύνην καὶ τὴν ὑμετέραν μεγαλοπρέπειαν πεῦσιν προσενεχθῆναι τοῖς τότε παροῦσιν ἁγιωτάτοις ἐπισκό‐ | |
ποις τοῖς καὶ διαλαλήσασιν ἅπερ προήγαγεν αὐτῶν ἡ γλῶσσα, καὶ ταῦτα τῆι οἰκείαι | 168 in vol. 2.1.1 | |
2,1,1169 | χειρὶ βεβαιώσασιν, εἴ γε ταῦτα νῦν παρ’ αὐτῶν εἰρημένα τότε παρὰ τοῦ εὐλαβεστάτου Εὐτυχοῦς εἴρηνται καὶ εἴ γέ τι παρακεχάρακται τῶν ἐν τοῖς ὑπομνήμασιν ἐγκειμένων. Βασίλειος ἐπίσκοπος εἶπεν· Ὡς ἐπ’ ἀληθείας, ἐγὼ μνήμην τούτων ἀκριβῶς οὐ φέρω. | |
5 | Σέλευκος ἐπίσκοπος εἶπεν· Ἀναγνωσθήτωσάν μοι αἱ φωναὶ αἷς διηκονήσατο ὁ εὐλαβέστατος διάκονος Ἐλευσίνιος. Καὶ ὁπότε ἀπὸ δέλτων αἱ φωναὶ Ἐλευσινίου τούτωι ἀνεγνώσθησαν, Σέλευκος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Οὔτε ἐγὼ ἐπιμέμνημαι τῶν τοιούτων ῥηθέντων παρὰ τοῦ εὐλαβεστάτου ἀρχιμανδρίτου Εὐτυχοῦς. | |
10 | Τρυφωνιανὸς ἐπίσκοπος εἶπεν· Ὡς ἐπ’ ἀληθείας τοῦ θεοῦ, ὡς κεῖται εἰς τὰ ὑπο‐ μνήματα, οὕτως ἐλάλησεν ἐκεῖνος ὧδε. Λογγῖνος ἐπίσκοπος εἶπεν· Ὡς τὰ ὑπομνήματα ἀνεγνώσθη καὶ περιέχει, οὕτω μέμνημαι κἀγὼ ὅτι ἐρρέθη παρὰ Εὐτυχοῦς τοῦ ἀρχιμανδρίτου. τὸ δὲ λέγειν ἄρτι τὸν εὐλα‐ βέστατον Ἐλευσίνιον ὅτι εἶπεν ‘ὡς οἱ τιη ἅγιοι πατέρες οἱ ἐν Νικαίαι καὶ οἱ ἐν Ἐφέσωι | |
15 | ἐβεβαίωσαν, οὕτως ἔχω‘, δείκνυται καὶ ἐκ τῶν τελευταίων ὅπου οὐκ ἠθέλησεν ὁμολογῆσαι τὸν κύριον ἡμῶν τὸν Χριστὸν ὁμοούσιον ἡμῖν κατὰ τὴν σάρκα γεγενῆσθαι. καὶ ὡς ἐπὶ τοῦ θεοῦ ταῦτα λέγω. Μελίφθογγος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Ὡς ἐπὶ θεοῦ λέγω ὅτι οὐδὲν ἑτέ‐ ρως εὗρον τῶν τότε πραχθέντων καὶ νῦν ἀναγνωσθέντων· περὶ δὲ τοῦ λέγειν τὸν διάκονον | |
20 | Ἐλευσίνιον ὅτι τοιάσδε ἔρρηξε φωνὰς ἐκεῖνος, οἶδεν ὁ τὰς καρδίας ἐμβατεύων, οὐκ ἤκουσα οὐδὲ μέμνημαι. Ἰουλιανὸς ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Καὶ πρὸ τῶν ἐμῶν λόγων ἐλέγχει τὴν ἀπιστίαν Εὐτυχοῦς τῶν ὑπομνημάτων ἡ πρᾶξις. ἡμεῖς γὰρ ταῦτα τὰ νῦν κατα‐ τεθέντα παρὰ Ἐλευσινίου τοῦ διακόνου ἀγνοοῦμεν· οὐδὲ γὰρ εἴρηταί τι τοιοῦτον | |
25 | παρὰ Εὐτυχοῦς. Παῦλος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Ἐπ’ ἀληθείας λέγω ὅτι ξενοφωνοῦμαι νῦν παρὰ Ἐλευσινίου ταῦτα ἀκούων. οἶδα δὲ τὰ ἐμφερόμενα ἐν τοῖς ὑπομνήμασιν ἀληθῆ εἶναι πάντα, καὶ οὔτε προσθήκη συλλαβῆς οὔτε ὑφαίρεσίς ἐστιν. Εὐδόξιος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Ὡς ἐπὶ θεοῦ λέγω, ξενοφωνεῖ με τὰ | |
30 | παρὰ τοῦ εὐλαβεστάτου Ἐλευσινίου τοῦ διακόνου ἀρτίως ῥηθέντα. τότε γὰρ οὐκ ἐλαλήθη παρὰ τοῦ εὐλαβεστάτου ἀρχιμανδρίτου Εὐτυχοῦς, ἀλλὰ τὰ ἐγκείμενα ἐν τοῖς ὑπομνήμασιν. Εὐστόχιος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Ὡς ἐπὶ θεοῦ, ἃ εἶπον οἱ πρὸ ἐμοῦ, ταῦτα κἀγὼ λέγω ** τὰ ἐν τοῖς ὑπομνήμασιν ἐγκείμενα. | |
35 | Τιμόθεος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Ὅτι ἤκουσα λέγοντος αὐτοῦ ὅτι οὕτως φρονῶ ὡς οἱ πατέρες ἡμῶν, οἶδεν δὲ καὶ ἡ μεγαλοπρέπεια αὐτῶν, εἴτε ἄνω εἴτε κάτω, ὅτι ἤκουσα αὐτοῦ λέγοντος ὅτι οὕτω φρονῶ ὡς οἱ πατέρες ἡμῶν. Οὐαλεριανὸς ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Οὐδὲν ὧν εἶπεν ὁ διάκονος Ἐλευ‐ σίνιος, ἀκήκοα παρὰ Εὐτυχοῦς· ὁ θεὸς μάρτυς. | |
40 | Σάβας ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Μάρτυς ἐστὶν ὁ θεός, ὧι διδοῦμεν αὐτῶι ἐν ἡμέραι τῆς κρίσεως ἀπολογίαν, ὅτι τὰ κείμενα ἐν τοῖς ὑπομνήμασιν, ταῦτα ἐλάλησεν ὁ ἀρχιμανδρίτης. ἔκαμον δὲ ἐγὼ παρακαλῶν αὐτὸν καταθέσθαι ὁμοούσιον ἡμῖν καὶ | |
οὐκ ἐδυνήθην πεῖσαι αὐτόν. | 169 in vol. 2.1.1 | |
2,1,1170 | Σεκουνδῖνος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Ἐκτὸς ἐκείνων τῶν ἐν τοῖς ὑπο‐ μνήμασι γεγραμμένων οὐδὲν ἤκουσα οὐδὲ ἐρρέθη. Αὐρήλιος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Κατὰ ταῦτα τὰ ἀναγνωσθέντα ἡμῖν πρώην ταῦτα ἐν τῶι καιρῶι παρὰ τοῦ ἀρχιμανδρίτου μεμνήμεθα εἰρῆσθαι. | |
5 | Κωνσταντῖνος διάκονος εἶπεν· Παρακαλῶ τὴν ἁγίαν ὑμῶν σύνοδον τὸν κύριον τὸν ἐπίσκοπον [Βασίλειον] ἐρωτηθῆναι τί ἐστιν ὃ εἶπεν, ὅτε ὁ κύριος Εὐσέβιος ὁ ἐπίσκο‐ πος κατεστασίασεν αὐτοῦ, καὶ ἐπετίμησεν. ὡς ἐπὶ κυρίου, τί ἐστιν ὃ εἶπεν; ἀνέστη λέγων ὅτι λιβέλλους κατ’ αὐτοῦ ἔχω δοῦναι, καὶ ἐπετίμησεν αὐτῶι. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Τέως ἀνέχου γενέσθαι τὴν ἀνάγνωσιν | |
10 | καὶ εἰ κατωτέρω ταῦτα 〈μὴ〉 περιέχονται, τότε ταῖς δικαιολογίαις χρῆσαι. Καὶ διὰ τοῦ αὐτοῦ καθωσιωμένου ἐκσκέπτορος ἀνεγνώσθη Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Ὁμολογεῖς ὁμοούσιον τῶι πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον τῆι μητρὶ κατὰ τὴν ἀνθρωπότητα τὸν αὐτὸν ἕνα υἱόν; καὶ τὰ λοιπά | |
15 | Καὶ μετὰ τὸ ἀναγνωσθῆναι Κωνσταντῖνος διάκονος εἶπεν· Ὅτε εἶπεν ὁ ἀρχιμαν‐ δρίτης ὅτι μίαν φύσιν, ὁ κύριος ὁ ἐπίσκοπος οὕτως εἶπεν Οὗ λέγοντος Ἐλευσίνιος διάκονος εἶπεν· Ὡς ἐπὶ τοῦ θεοῦ, ἀνεθεματίσθη τότε παρὰ τῆς θεοσεβείας ὑμῶν, ὅτι λέγει· ἀναστᾶσα ἡ ἁγία σύνοδος ἀνεθεμάτισεν αὐτόν; Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Τοιοῦτον τότε οὐδὲν ἐρρέθη. | |
20 | Σέλευκος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Ἐγὼ οὐκ ἤκουσα. Τιμόθεος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Οὐκ ἤκουσα. Ἰουλιανὸς ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Ἀληθῶς τοῦτο οὐδὲ ἐγὼ ἤκουσα. Βασίλειος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Ὄντως, ἑταῖρε, τῆς γλώττης μου τοιοῦτόν τι οὐκ ἐξῆλθεν. | |
25 | Μελίφθογγος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Ἐγὼ ὑβρίσθην κατὰ τὴν ὥραν παρά τινων ὡς ἀνάξιος ὢν τῆς συνόδου, ἐπειδὴ ἐπεβόησα ὑπέρθεσιν, καὶ οὐκ οἶδα. Σάβας ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Ἐπὶ ἀρχόντων ὅταν εἰσέλθηι μάρτυς εἰς μαρτυρίαν καὶ μὴ δυνηθῆι λαλῆσαι, νεύει εἰς τὴν κεφαλὴν αὐτοῦ καὶ ἔχει στέφανον τῶν μαρτύρων. πάντες οὖν ἡμεῖς ὑπεγράψαμεν διὰ χειρὸς καὶ ὡμολογήσαμεν ἐγγράφως· | |
30 | πῶς δυνάμεθα ἀρνήσασθαι; Τρύφων ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Ὡς ἅπαξ αὐτοῦ ἀσεβῆ λαλήσαντος ῥήματα καὶ παρὰ τὴν ἔκθεσιν τῶν ἁγίων πατέρων τῶν τιη καὶ τῆς ἐν Ἐφέσωι ἁγίας συνόδου πάντες ἀνεθεμάτισαν αὐτὸν οἱ παρόντες κληρικοί. Ἀέτιος διάκονος καὶ νοτάριος εἶπεν· Ἐν τοῖς τοιούτοις ἁγιωτάτοις συνεδρίοις | |
35 | συμβαίνει πολλάκις ἕνα τῶν παρόντων θεοφιλεστάτων ἐπισκόπων εἰπεῖν τι καὶ τὸ παρὰ τοῦ ἑνὸς λεγόμενον ὡς παρὰ πάντων ὁμοῦ ἐκφωνούμενον καὶ γράφεται καὶ νοεῖται. τοῦτο ἐξ ἀρχῆς παρηκολούθησεν· ἀμέλει ἑνὸς λέγοντος γράφομεν ἡ ἁγία σύνοδος εἶπεν. εἰ τοίνυν εὑρεθείη νῦν εἷς ἢ δεύτερος εἰπών, ὡς καὶ κατέθεντο οἱ θεοφιλέστατοι καὶ συν‐ | |
εφώνησαν καὶ ἐπεβόησεν τότε ὁ ἁγιώτατος κλῆρος, ἀξιοῦμεν μηδ’ ὅλως τὴν φωνὴν ταύτην | 170 in vol. 2.1.1 | |
2,1,1171 | ἐκβληθῆναι ἢ παρατρωθῆναι τῶν ὑπομνημάτων, ἐπειδήπερ φαίνονται πάντες οἱ ἁγιώ‐ τατοι ἐπίσκοποι ὑπογράψαντες καί Οὗ λέγοντος ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Ἅτινα ἕκαστοι κατέθεντο, βέβαιά ἐστιν· ἃ ἡ ἀλήθεια περιέχει, οὐδαμῶς ἀμφιβάλλονται. | |
5 | Ἀέτιος διάκονος καὶ νοτάριος εἶπεν· Ἀξιοῦμεν τὴν περὶ τούτου κατάθεσιν νῦν τοῦ θεοφιλεστάτου ἐπισκόπου Σάβα καὶ τοῦ θεοφιλεστάτου ἐπισκόπου Τρύφωνος φα‐ νερὰς γενέσθαι ἐπὶ τῆς ὑμετέρας ἁγιωσύνης καὶ Παύλου τοῦ θεοφιλεστάτου. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Ἐγνωσμέναι εἰσὶν καὶ τοῖς ὑπομνήμασι περιέχονται, δι’ ὅπερ τὰ λοιπὰ ἀναγινωσκέσθω. | |
10 | Ὡσαύτως τὰ λοιπὰ διὰ τοῦ αὐτοῦ καθωσιωμένου ἐκσκέπτορος ἀνεγνώσθη Καὶ μετὰ ταῦτα ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Λεγέτω ἡ ἁγία σύνοδος τίνος ἐστὶν ἄξιος ὁ παρὼν μήτε ὁμολογῶν σαφῶς τὴν ὀρθὴν πίστιν μήτε συνθέσθαι τῶι φρονή‐ ματι τῆς παρούσης ἁγίας συνόδου βουλόμενος, ἀλλ’ ἐπιμένων τῆι διεστραμμένηι καὶ πονηρᾶι αὐτοῦ κακονοίαι. | |
15 | Ὁ θεοφιλέστατος ἐπίσκοπος Σέλευκος εἶπεν· Ἄξιος μέν ἐστιν οὗτος καθαιρέσεως, ἐν δὲ τῆι φιλανθρωπίαι μόνον κεῖται τῆς ὑμετέρας ἁγιωσύνης. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Εἰ μὲν ὁμολογήσας τὸ οἰκεῖον πταῖσμα ἐπείσθη ἀναθεματίσαι τὸ ἴδιον δόγμα καὶ συνθέσθαι ἡμῖν ἑπομένοις ταῖς ἐκθέσεσι τῶν ἁγίων πατέρων, εἰκότως ἠξιοῦτο συγγνώμης· ἐπειδὴ δὲ ἐπιμένει τῆι ἑαυτοῦ παρανομίαι, ὑπο‐ | |
20 | πεσεῖται τοῖς τῶν κανόνων ἐπιτιμίοις. Εὐτυχὴς πρεσβύτερος εἶπεν· Λέγω μὲν ταῦτα, ἐπειδὴ καὶ ὑμεῖς νῦν ἐκελεύσατε, οὐκ ἀναθεματίζω δέ. ὃ γὰρ λέγω, μετὰ ἀληθείας λέγω. Ὁ μεγαλοπρεπέστατος ἀπὸ ἐπάρχων καὶ ὑπάτων καὶ πατρίκιος Φλωρέντιος εἶπεν· Δύο φύσεις λέγεις καὶ ὁμοούσιον ἡμῖν; εἰπέ | |
25 | Καὶ μετὰ τὸ ἀναγνωσθῆναι ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Τὸ εἰπέ οὐχ ὡς διαλαλῶν εἶπον, ἀλλὰ προτρέπων αὐτὸν τοῖς λεγομένοις παρὰ τῆς συνόδου συνθέ‐ σθαι. Κωνσταντῖνος διάκονος εἶπεν· Ἐπὶ τίσι καθηιρέθη ὁ ἀρχιμανδρίτης; οὐχὶ ἐπειδὴ ὁ θεοφιλέστατος καὶ ἁγιώτατος ἡμῶν ἀρχιεπίσκοπος ἠρώτα αὐτόν· λέγεις δύο φύσεις | |
30 | μετὰ τὴν ἕνωσιν καὶ ἀναθεματίζεις τοὺς μὴ λέγοντας, καὶ ἐπειδὴ οὐ κατεδέξατο ἀναθεματί‐ σαι, ἐπὶ τούτωι καθηιρέθη; καὶ αἱ φωναὶ αὗται οὐ κεῖνται ἐν τοῖς ὑπομνήμασιν. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Τὰ ὑπόλοιπα ἀναγινωσκέσθω, ἵνα εἰ μηδαμῶς ἐν τοῖς ὑπομνήμασι περιέχονται ἅτινα Κωνσταντῖνος διεβεβαιώσατο, γνῶμεν. Ὡσαύτως διὰ τοῦ αὐτοῦ καθωσιωμένου ἐκσκέπτορος ἀνεγνώσθη | |
35 | Εὐτυχὴς πρεσβύτερος εἶπεν· Ἐγὼ ἀνέγνων τοῦ μακαρίου Κυρίλλου καὶ τῶν ἁγίων πατέρων καὶ τοῦ ἁγίου Ἀθανασίου ὅτι ἐκ δύο μὲν φύσεων εἶπον πρὸ τῆς ἑνώσεως, μετὰ δὲ τὴν ἕνωσιν καὶ τὴν σάρκωσιν οὐκέτι δύο φύσεις εἶπον, ἀλλὰ μίαν. Ὁ μεγαλοπρεπέστατος ἀπὸ ἐπάρχων καὶ ὑπάτων καὶ πατρίκιος Φλωρέντιος | |
εἶπεν· Ὁμολογεῖς δύο φύσεις μετὰ τὴν ἕνωσιν; εἰπέ. ἐὰν μὴ εἴπηις, καθαιρῆι | 171 in vol. 2.1.1 | |
2,1,1172 | Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Τὸ εἰπέ, ἐὰν μὴ εἴπηις, καθαιρῆι οὐχ ὡς διαλαλῶν εἶπον, ἀλλ’ ἐπειδὴ ἑώρων ἐπικειμένους αὐτῶι πάντας, προέτρεπον αὐτὸν συνθέσθαι. Ὡσαύτως διὰ τοῦ αὐτοῦ καθωσιωμένου ἐκσκέπτορος ἀνεγνώσθη | |
5 | Εὐτυχὴς πρεσβύτερος εἶπεν· Ἀναγνωσθῆναι κελεύσατε τὰ τοῦ ἁγίου Ἀθανασίου, ἵνα γνῶτε ὅτι οὐδὲν τοιοῦτον λέγει. Ὁ θεοφιλέστατος ἐπίσκοπος Βασίλειος εἶπεν· Ἐὰν μὴ δύο φύσεις καὶ μετὰ τὴν ἕνωσιν εἴπηις, σύγκρασιν λέγεις καὶ σύγχυσιν. Ὁ μεγαλοπρεπέστατος καὶ ἐνδοξότατος πατρίκιος Φλωρέντιος εἶπεν· Ὁ μὴ | |
10 | λέγων ἐκ δύο φύσεων καὶ δύο φύσεις οὐ πιστεύει ὀρθῶς Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Ταύτην τὴν διαλαλιὰν οὐκ εἶπον· οὐδὲ γὰρ ἐγὼ οἷός τε ἤμην δογματίζειν. Ὁ θεοσεβέστατος ἐπίσκοπος ταύτης τῆς ἐνδόξου πόλεως εἶπεν· Ἃ λέγεται μὴ λελέχθαι, ἔγκειται δὲ τοῖς ὑπομνήμασι, σημειώσασθε ὑμεῖς οἱ νοτάριοι· πρὸς γὰρ ὑμᾶς | |
15 | ἐστιν ὁ ἀγὼν περὶ τούτου καὶ εὐκαίρως ζητηθήσεται μετὰ ἀκριβείας ταῦτα. Ἀέτιος διάκονος καὶ νοτάριος εἶπεν· Νῦν ἐστι καιρὸς καὶ τοῦ ἐλεγχθῆναι καὶ τοῦ μὴ ἐλεγχθῆναι· ἐνταῦθα γάρ εἰσιν οἱ παρόντες ἁγιώτατοι ἐπίσκοποι οἱ καὶ ἀκηκόοτες καὶ τὸ αὐτῶν μέγεθος πολλάκις ἐπήκουσε τῶν ὑπομνημάτων καὶ τῶν ἐν ἀξιώμασι κορυ‐ φαίων, παρόντων πολλῶν καὶ ἁγιωτάτων ἐπισκόπων, καὶ οὐδέποτε ἡ αὐτῶν μεγαλο‐ | |
20 | πρέπεια οὔτε ἐμέμψατο 〈οὔτε〉 Οὗ λέγοντος ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Πότε γὰρ ἀνεγνώσθη μοι τὰ ὑπομνήματα, ἵνα καὶ μέμψωμαι; ἀμέλει ζητήσαντί μοι αὐτὰ ἀναγνωσθῆναι οὐκ ἔδοσαν. Ἀέτιος διάκονος καὶ νοτάριος εἶπεν· Οὐδεὶς ἡμῖν εἶπεν. Ὡσαύτως διὰ τοῦ αὐτοῦ καθωσιωμένου ἐκσκέπτορος ἀνεγνώσθη | |
25 | Καὶ ἀναστᾶσα ἡ σύνοδος πᾶσα ἐπεβόα· Μετὰ ἀνάγκης οὐκ ἔνι πίστις. πολλὰ τὰ ἔτη τῶν βασιλέων. τῶν ὀρθοδόξων βασιλέων πολλὰ τὰ ἔτη. ἡ πίστις ὑμῶν ἀεὶ νικᾶι. οὐ συντίθεται· τί αὐτὸν πείθεις; Καὶ μετὰ τὸ ἀναγνωσθῆναι Κωνσταντῖνος ὁ εὐλαβέστατος διάκονος εἶπεν· Ταῦτα ἡ σύνοδος εἶπεν; | |
30 | Ἀέτιος ὁ εὐλαβέστατος διάκονος εἶπεν· Ἐρωτηθῆι ἡ ἁγία σύνοδος. Σάβας ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Ἐπὶ ὅλων τῶν ἐκκλησιαστικῶν ἀνεθε‐ ματίσθη, καὶ εἰς μίαν γωνίαν οὐκ ἔσχεν ἀνάθεμα; Τρύφων ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Κἀγὼ ταῦτα λέγω. Κωνσταντῖνος ὁ εὐλαβέστατος διάκονος εἶπεν· Δι’ ὃ καθηιρέθη ὁ ἀρχιμανδρίτης, | |
35 | οὐ κεῖται ἡ φωνή. ὁ γὰρ κύριος ὁ ἀρχιεπίσκοπος ἡμῶν ἀπήιτησεν αὐτὸν λέγων | |
ὅτι εἰπὲ δύο φύσεις μετὰ τὴν ἕνωσιν καὶ ἀναθεμάτισον τοὺς μὴ λέγοντας. καὶ ἐπειδὴ | 172 in vol. 2.1.1 | |
2,1,1173 | οὐκ ἠθέλησεν ἀναθεματίσαι λέγων ὅτι οὐαί μοί ἐστιν, ἐὰν ἀναθεματίσω τοὺς ἁγίους πα‐ τέρας, καὶ τότε ἐποίησεν τὴν καθαίρεσιν αὐτοῦ. καὶ αὕτη ἡ φωνὴ οὐ κεῖται, καὶ τότε ἀνε‐ γνώσθη. καὶ ὁ κύριος Βασίλειος ὁ ἐπίσκοπος, ὅτε ἠρωτήθη ὁ ἀρχιμανδρίτης ὅτι λέγεις δύο φύσεις; καὶ εἶπεν ὅτι ὁμολογῶ μίαν φύσιν, ἐπήγαγεν εὐθὺς ὁ κύρις Βασίλειος ὁ | |
5 | ἐπίσκοπος λέγων ὅτι καὶ τοῦ ἁγίου Ἀθανασίου φέρεται μίαν φύσιν τοῦ λόγου σεσαρ‐ κωμένου· καὶ οὔτε τοῦτο κεῖται. καὶ ἄλλο· ὁ κύριος ὁ ἐπίσκοπος Σέλευκος διελά‐ λησεν ὅτι ἀναγνωσθῆι ἡμῶν ἡ κατάθεσις καὶ εἰ συντίθεται ταύταις ὁ ἀρχιμανδρίτης [ταῖς καταθέσεσιν ἡμῶν], καὶ κελεύσαντος τοῦ κυρίου τοῦ ἀρχιεπισκόπου ἡμῶν ἀναγνω‐ σθῆναι ἀνέστη ἀμέσως ὁ θεοσεβέστατος πρεσβύτερος Ἀστέριος καὶ τὴν καθαίρεσιν ἀνέγνω· | |
10 | καὶ τοῦτο οὐ κεῖται. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Πλησίον μου καθεζόμενος ὁ θεοφιλέστατος Σέλευκος εἶπεν· κελεύσηι ἡ ἁγιότης ὑμῶν τὰς καταθέσεις πάντων ἡμῶν τὰς γενομένας περὶ τῆς πίστεως ἀναγνωσθῆναι καὶ εἰπεῖν τὸν εὐλαβέστατον Εὐτυχῆ εἰ συντίθεται ταύταις. τούτων ῥηθέντων εἶπον τῶι ἁγιωτάτωι ἀρχιεπισκόπωι Φλαβιανῶι κελεῦσαι γενέσθαι | |
15 | τὴν ἀνάγνωσιν, καὶ διελάλησεν ἀναγνωσθῆναι τὰς καταθέσεις. καὶ τούτων οὐδὲν γέγονεν, ἀλλὰ ἀμέσως ἡ καθαίρεσις ἀνεγνώσθη. ἴσασι δὲ τοῦτο καὶ οἱ θεοφιλέστατοι ἐπίσκοποι Σέλευκος καὶ Βασίλειος. Σέλευκος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Μέμνημαι διαλαλήσας. Βασίλειος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Ὡς ἐπ’ ἀληθείας λέγω ὡς ἐπὶ λέξεως | |
20 | μὲν τῶν ὑπ’ ἐμοῦ διαλαληθέντων μεμνῆσθαι οὐ δύναμαι, καὶ γὰρ καὶ πολὺς χρόνος παρῆλθε· τοῦ δὲ κυρίου καὶ τῆς συνόδου λεγούσης· λέγεις γνωρίζεσθαι δύο φύσεις ἐν τῶι κυρίωι, θεότητα καὶ ἀνθρωπότητα; τοῦ δὲ ἀρχιμανδρίτου λέγοντος· ἐκ δύο μὲν φύσεων λέγω τὸν κύριον Ἰησοῦν Χριστὸν πρὸ τῆς ἑνώσεως, μετὰ δὲ τὴν ἕνωσιν μίαν λέγω φύσιν, οἶδα ἐγὼ τοιαύτην τινὰ διάνοιαν ἐπαγαγών· ἐὰν ἐκ δύο φύσεων εἴπηις πρὸ τῆς | |
25 | ἑνώσεως, μετὰ δὲ τὴν ἕνωσιν μίαν εἴπηις ἀπολελυμένως, σύγχυσιν ὑποπτεύηι λέγων καὶ σύγκρασιν. μετὰ δὲ ταῦτα οἶδα ἀποστραφεὶς καὶ εἰπὼν καὶ τὴν διάνοιάν μου οἵαν οἶδεν ὁ Χριστός. καὶ γὰρ καὶ τὸν κύριον τὸν ἀρχιεπίσκοπον ἐκμειλισσόμενος καὶ αὐτὸν τὸν ἀρχιμανδρίτην ἕλκων ἠρέμα εἰς τὸ συνθέσθαι ἡμῖν λέγω· ἐὰν δὲ εἴπηις τοῦ θεοῦ λόγου μίαν φύσιν σεσαρκωμένην καὶ ἐνανθρωπήσασαν, τὰ αὐτὰ λέγεις καὶ ἡμῖν καὶ | |
30 | τοῖς πατράσι. δῆλον γὰρ ὅτι ἄλλο μέν τί ἐστιν ἡ θεότης ἡ ἐκ τοῦ πατρός, ἄλλο δέ τι ἡ σὰρξ ἡ ἐκ τῆς μητρός, ἧι ἐσάρκωσεν ἑαυτόν. Ἀέτιος διάκονος καὶ νοτάριος εἶπεν· Πολλὰ πολλάκις ὡς ἐν διαλέξει κοινῆι καὶ ἐν συμβουλῆς μέρει ἐν συνόδωι παρὰ τῶν παρόντων ἁγιωτάτων ἐπισκόπων λέγεται, ἃ οὐκ ἐπιτρέπουσι γράφεσθαι. | |
35 | Λογγῖνος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Καὶ ἐρρέθη καὶ κεῖται καὶ ἀνεγνώσθη καὶ πάλιν ἀναγνωσθῆι. Κωνσταντῖνος ὁ εὐλαβέστατος διάκονος εἶπεν· Ὅτι ἡ καθαίρεσις ἡ ἀναγνωσθεῖσα οὐκ αὐτῆι τῆι ὥραι ὑπηγορεύθη, ἀλλὰ πρὸ τοῦ ἐλθεῖν τὸν ἀρχιμανδρίτην εἰς τὸ ἐπισκο‐ | |
πεῖον ὑπηγορεύθη, | 173 in vol. 2.1.1 | |
2,1,1174 | Ἀέτιος διάκονος εἶπεν· Ἀξιοῦμεν καταθέσθαι αὐτὸν πόθεν ταῦτα μεμάθηκεν, καὶ δεῖξαι εἰ ἀληθῆ ταῦτα τυγχάνει. Σέλευκος ἐπίσκοπος εἶπεν· Εἰ μὲν ἔμελλε κανονικῶν νῦν ἐξέτασις γίνεσθαι, ἥρμοζε τῶι εὐλαβεστάτωι διακόνωι Κωνσταντίνωι αἰτιᾶσθαι τὴν ἀπόφασιν καὶ ἡμᾶς καὶ τοὺς | |
5 | νοταρίους καὶ περὶ ταύτης ἡμᾶς συνίστασθαι· ἐπειδὴ δὲ νῦν περὶ τοῦ παραπεποιῆσθαι τὰ ὑπομνήματα ἐκέλευσεν ὁ εὐσεβέστατος ἡμῶν βασιλεὺς τὴν ἐξέτασιν γενέσθαι, νομίζω νῦν μὴ ἁρμόζειν τὸν περὶ τούτου λόγον. Κωνσταντῖνος διάκονος εἶπεν· Ταῦτα ἐν τοῖς ὑπομνήμασιν οὐκ ἔγκειται. Βασίλειος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Ἐπειδὴ ἀνέμνησέ με ὁ εὐλαβέστατος | |
10 | Κωνσταντῖνος τῆς φωνῆς, ἵνα μὴ ἀρνούμενος βλάψω τὴν ἐμὴν ψυχήν, διὰ τοῦτο εἶπον ταῦτα, εἶπον δὲ ταῦτα διαλεγόμενος τότε, οὐκ ἀποφαινόμενος. ἀμέλει ὁ εὐλαβέστατος ἐπίσκοπος Εὐσέβιος ὑπονοήσας ὅτι τῶι ἀρχιμανδρίτηι ὑποβάλλω, ἔδοξε τραχύνεσθαι εἰς ἐμέ. Ἀέτιος ὁ εὐλαβέστατος διάκονος καὶ νοτάριος εἶπεν· Ἀξιοῦμεν καὶ τὸν ἁγιώτατον | |
15 | ἐπίσκοπον Σέλευκον εἰπεῖν εἴ γε ἅ γέ φησι τότε διαλελαληκέναι τοῦ ὅτι δεῖν ἀναγνωσθῆναι ἐκθέσεις, ταῦτα ἐπὶ τῶι ἐγκεῖσθαι τοῖς ὑπομνήμασιν ἐρρέθη. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Ἔλεγε γὰρ ὁ θεοφιλέστατος ἐπίσκοπος Σέλευκος ἢ ἄλλος τις ποῖα μὲν ἔδει γράφεσθαι, ποῖα δὲ μή; Ἀέτιος ὁ εὐλαβέστατος διάκονος καὶ νοτάριος εἶπεν· Ἐπειδὴ ἀκηκόαμεν παρ’ | |
20 | αὐτοῦ εἰρῆσθαι, καταξιώσατε Οὗ λέγοντος Κωνσταντῖνος ὁ εὐλαβέστατος διάκονος εἶπεν· Ὁ ἀρχιμανδρίτης ἤκουσεν καὶ ὑμεῖς οὐκ ἠκούσατε; Σέλευκος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Μέμνημαι εἰρηκὼς τοιαύτας φωνάς, συνέβη δὲ τοῦ ταράχου μεγαλυνθέντος μὴ γραφῆναί μου πάντως τὴν φωνήν. | |
25 | Κωνσταντῖνος ὁ εὐλαβέστατος διάκονος εἶπεν· Καὶ ἤδη εἶπον ὅτι ὁ κύριος ὁ ἀρ‐ χιεπίσκοπος ἡμῶν ἠρώτησε τὸν ἀρχιμανδρίτην· λέγεις δύο φύσεις μετὰ τὴν ἕνωσιν καὶ ἀναθεματίζεις τοὺς μὴ λέγοντας δύο φύσεις; καὶ αὕτη ἡ λέξις οὐ κεῖται ἐν τοῖς ὑπομνή‐ μασιν. ἐπὶ τούτοις γὰρ καθηιρέθη διὰ τὸ μὴ ἀναθεματίσαι αὐτόν. Ὁ εὐλαβέστατος ἐπίσκοπος Θαλάσσιος εἶπεν· Ἐπήκουσεν ἡ ἁγία συνόδος τῶν | |
30 | εἰρημένων παρὰ Κωνσταντίνου τοῦ εὐλαβεστάτου διακόνου· καταξιώσει οὖν ἡ ἁγία συνόδος, εἴπερ ἐπίσταται ταῦτα εἰρηκέναι τὸν θεοφιλέστατον καὶ ἁγιώτατον Φλαβιανόν, φανερὰ ποιῆσαι τῆι ἁγίαι συνόδωι. Βασίλειος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Ὅτι Εὐσέβιος ὁ εὐλαβέστατος ἐπί‐ σκοπος καὶ ἅπαξ καὶ δεύτερον ἠιτιάσατο αὐτὸν μὴ λέγειν δύο φύσεις μετὰ τὴν ἕνωσιν, | |
35 | μεμνήμεθα. καὶ ὅτι αὐτὸς εἶπεν· ἀκούεις τί σοι λέγει καὶ τί σοι προτείνει; τί λέγεις πρὸς ταῦτα; μεμνήμεθα. Κωνσταντῖνος διάκονος εἶπεν· Αὐτὰς οὖν τὰς λέξεις παρὰ τοῦ δεσπότου ἡμῶν τοῦ ἀρχιεπισκόπου οὐκ ἤκουσας; Βασίλειος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Ἐν τοῖς προοιμίοις τῆς τετάρτης | |
40 | ἐξετάσεως καὶ ὁ εὐλαβέστατος ἐπίσκοπος Εὐσέβιος εἶπε πρὸς τὸν μονάζοντα· λέγεις δύο φύσεις 〈μετὰ τὴν ἕνωσιν〉 καὶ ὁμοούσιον ἡμῖν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν | |
τὸ κατὰ σάρκα; καὶ 〈εἶπεν·〉 ἀναθεματίζεις τοὺς μὴ οὕτω φρονοῦντας; καὶ ὁ κύριος ὁ | 174 in vol. 2.1.1 | |
2,1,1175 | ἀρχιεπίσκοπος προσήγαγεν αὐτῶι πεῦσιν εἰ λέγει ταῦτα ἅπερ προτείνει αὐτῶι ὁ κατή‐ γορος. πρὸς δὲ τοῖς τελευταίοις θορύβου πολλοῦ γενομένου ὄντως οὐ διαμέμνημαι εἰ τοιαύτην ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος ἐποιήσατο πρότασιν. Κωνσταντῖνος ὁ εὐλαβέστατος διάκονος εἶπεν· Τοῦτο, παρακαλῶ τὴν ἁγίαν σύνοδον | |
5 | ὑμῶν, ἠκούσατε παρὰ τοῦ δεσπότου μου τοῦ ἀρχιεπισκόπου λέγοντος ὅτι λέγεις δύο φύσεις Οὗ λέγοντος Σέλευκος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Ὅτι μὲν ἐρρέθη ἐν τῆι ἐξετάσει, εἴτε παρὰ τοῦ θεοφιλεστάτου Εὐσεβίου εἴτε παρὰ τοῦ ἁγιωτάτου καὶ θεο‐ φιλεστάτου ἀρχιεπισκόπου ἡμῶν Φλαβιανοῦ ἐρρέθη, κατὰ ποῖον δὲ καιρὸν ἐρρέθη τὸ | |
10 | τῶν φύσεων, οὐκ ἐπιμέμνημαι. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Μέμνημαι κἀγὼ τότε ῥηθέντος τούτου παρὰ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου ὅτι ὁμολογεῖς δύο φύσεις καὶ μετὰ τὴν ἕνωσιν; καὶ ἀπεκρίνατο ἐκεῖνος λέγων· ἐπειδὴ βιβλίον ἐστὶ τοῦ ἁγίου Ἀθανασίου καὶ ἄλλων ἐπισκόπων μὴ ἔχον οὕτως, ὀκνῶ εἰπεῖν. | |
15 | Ἀέτιος ὁ εὐλαβέστατος διάκονος καὶ νοτάριος εἶπεν· Ἡ τοιαύτη πεῦσις παρὰ τοῦ θεοφιλεστάτου Εὐσεβίου τῆς πράξεως γενομένης κατατέθειται. Τιμόθεος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Οὕτως ἤκουσα, ὡς καὶ ὁ θεοφιλέστατος ἐπίσκοπος Βασίλειος εἶπεν. Ἰουλιανὸς ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Θορύβου ὄντος οὐ μέμνημαι παρὰ | |
20 | τίνος ἐλέχθη. Εὐδόξιος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Μέμνημαι τὸν μὲν εὐλαβέστατον ἐπί‐ σκοπον Εὐσέβιον εἰρηκότα, τὸν δὲ ἁγιώτατον ἀρχιεπίσκοπον συναινοῦντα καὶ ἀναγ‐ κάζοντα τὸν ἀρχιμανδρίτην συνθέσθαι τοῖς λεγομένοις παρὰ Εὐσεβίου. Λογγῖνος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Ὡς ἐπὶ θεοῦ λέγω ὅτι τούτων οὐ | |
25 | δύναμαι μνημονεύειν, ἐπειδὴ σύγχυσις λοιπὸν ἐγένετο καὶ τὰ πραττόμενα ἔμπροσθεν ἡμεῖς οἱ ὀπίσω ὄντες οὐκ ἐγινώσκομεν. Σάβας ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Μέμνημαι ἐγὼ ὅτι εἶπον πρὸς αὐτὸν τὸν ἀρχιμανδρίτην· εἰ μὴ ὁμολογήσεις ἐκ δύο φύσεων ἕνα μονογενῆ, ἢ τὴν οἰκονομίαν ἀρνῆι ἢ τὴν θεότητα. | |
30 | Κωνσταντῖνος ὁ εὐλαβέστατος διάκονος εἶπεν· Ἀναγινωσκομένης τῆς καθαιρέσεως ἐπεκαλέσατο τὴν ἁγίαν σύνοδον τοῦ ἁγιωτάτου ἐπισκόπου Ῥώμης καὶ Ἀλεξανδρείας καὶ Ἱεροσολύμων καὶ Θεσσαλονίκης· καὶ ταῦτα οὐ κεῖται ἐν τοῖς ὑπομνήμασιν. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Θορύβου γενομένου καὶ διαλυθείσης τῆς συνόδου εἶπεν πράως ἐμοὶ ἐπικαλούμενος τὴν Ῥώμης καὶ τὴν Αἰγύπτου καὶ τὴν | |
35 | Ἱεροσολύμων σύνοδον. κἀγὼ νομίσας ἄτοπον εἶναι διαλαθεῖν τοῦτο τὸν ἁγιώτατον καὶ θεοφιλέστατον Φλαβιανόν, ἀπελθὼν εἶπον αὐτῶι. Βασίλειος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Ὡς ἐπ’ ἀληθείας λέγω ὅτι τοῦ συνεδρίου συγκροτουμένου καὶ προτεινομένου τούτου παρὰ τῆς συνόδου τοῦ εἰπεῖν αὐτὸν ἀχωρί‐ στους καὶ ἀσυγχύτους τὰς δύο φύσεις ἐπὶ τοῦ ἑνὸς κυρίου καὶ μετὰ τὴν ἕνωσιν οἶδα ὅτι | |
40 | εἶπεν ὁ εὐλαβέστατος ἀρχιμανδρίτης Εὐτυχὴς ὅτι ἐὰν κελεύσωσί μοι οἱ πατέρες ὅ τε Ῥώμης καὶ ὁ Ἀλεξανδρείας, λέγω τοῦτο αὐτό. τοῦτο δὲ οὐκ ἐκκαλούμενος εἶπεν, ἀλλὰ λέγων· | |
οὐ τολμῶ εἰπεῖν διὰ τοὺς πατέρας. | 175 in vol. 2.1.1 | |
2,1,1176 | Ὁ ἁγιώτατος ἐπίσκοπος ταύτης τῆς ἐνδόξου πόλεως εἶπεν· Ἐγὼ οὐκ ἤκουσα παρ’ ἐκείνου, ἀλλὰ παρὰ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ ὑπάτων καὶ πατρικίου, ἀπελθόντος μου εἰς τὸ ἀνώγεων ὀσπίτιν μετὰ τὸ λυθῆναι τὴν σύνοδον. Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Εἰ ἔγνωσαν ἐκκαλούμενον τὸν εὐλα‐ | |
5 | βέστατον ἄνδρα τὸν μοναχὸν οἱ λοιποὶ ἁγιώτατοι ἐπίσκοποι, εἴπωσιν. Ἰουλιανὸς ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Ὡς ἐπὶ θεοῦ, τοιοῦτόν τι παρὰ Εὐτυχοῦς τοῦ μοναχοῦ οὐκ ἤκουσα ἐν τῶι συνεδρίωι. Σέλευκος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Τοῦ συνεδρίου ὄντος καὶ τῆς ἐξετάσεως γινομένης οὐδὲν τοιοῦτον ἔγνωμεν λελέχθαι παρὰ τοῦ ἀρχιμανδρίτου Εὐτυχοῦς περὶ | |
10 | ἐκκλήτου· παρὰ τῶν εὐλαβεστάτων ἐπισκόπων ἐρρέθη καὶ ἡμεῖς τὰ αὐτὰ κατατιθέμεθα. Ὡσαύτως διὰ τοῦ αὐτοῦ καθωσιωμένου ἐκσκέπτορος ἀνεγνώσθη Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος εἶπεν· Διὰ πάντων πεφώραται Εὐτυχὴς ὁ πάλαι πρεσβύτερος καὶ ἀρχιμανδρίτης ἔκ τε τῶν ἤδη πεπραγμένων καὶ τῶν οἰκείων αὐτοῦ νῦν καταθέσεων τὴν Βαλεντίνου καὶ Ἀπολιναρίου κακοδοξίαν νοσῶν καὶ ταῖς ἐκείνων δυσφη‐ | |
15 | μίαις ἀμεταθέτως ἀκολουθῶν, ὅς γε οὐδὲ τὴν ἡμετέραν αἰδεσθεὶς παραίνεσίν τε καὶ διδασκα‐ λίαν συνθέσθαι τοῖς ὀρθοῖς δόγμασιν κατεδέξατο· ὅθεν ἐπιδακρύσαντες καὶ στενάξαντες ἐπὶ τῆι παντελεῖ ἀπωλείαι αὐτοῦ ὡρίσαμεν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ὑπ’ αὐτοῦ βλασφημηθέντος ἀλλότριον αὐτὸν εἶναι παντὸς ἱερατικοῦ τάγματος καὶ τῆς πρὸς ἡμᾶς κοινωνίας καὶ τοῦ προίστασθαι μοναστηρίου, εἰδότων ἐκείνων τῶν μετὰ | |
20 | ταῦτα διαλεγομένων ἢ συντυγχανόντων αὐτῶι ὡς ὑπεύθυνοι ἔσονται καὶ αὐτοὶ τῶι τῆς ἀκοινωνησίας ἐπιτιμίωι ὡς μὴ ἀποστάντες τῆς πρὸς αὐτὸν ὁμιλίας. ὑπογραφαί Φλαβιανὸς ἐπίσκοπος Κωνσταντινουπόλεως Ῥώμης ὁρίσας ὑπέγραψα καὶ οἱ λοιποὶ ἐπίσκοποι ὑπέγραψαν καὶ ἀρχιμανδρῖται | |
25 | Ὁ μεγαλοπρεπέστατος πατρίκιος εἶπεν· Σύμπαντα ἀνενεχθῶσιν εἰς γνῶσιν τῆς βασιλικῆς φιλανθρωπίας. Ἀέτιος ὁ εὐλαβέστατος διάκονος καὶ νοτάριος εἶπεν· Μέχρι τοῦ παρόντος συν‐ έστημεν ἑαυτοῖς ἐφ’ οἷς ἐδυνάμεθα, καὶ ὅτι ἀναγνώσεως πολλάκις γινομένης οὐδεὶς ἡμῖν ἐμέμψατο· ἐπεὶ δὴ δὲ πρὸ πολλοῦ χρόνου τῶν χαρτῶν πρότερον παρ’ ἡμῖν ὄντων Ἀστέ‐ | |
30 | ριος ὁ σὺν ἡμῖν πρεσβύτερος καὶ νοτάριος συνὼν ἡμῖν καὶ συμπράττων κατελθὼν τοὺς χάρτας ἡμῶν ἅπαντας ἀφείλετο τά τε σχεδάρια τά τε αὐθεντικὰ καί ἐστι διμηνιαῖος ἢ καὶ τριμηνιαῖος χρόνος καὶ οὐδὲν τούτων ἔχομεν, τοῦ λοιποῦ εἰ κινεῖταί τι ἢ πράττεται ἢ λέγεται περὶ τῆς παρούσης ὑποθέσεως, ἡμᾶς ἐλευθερωθῆναι Φλαύιος Φλωρέντιος ὁ μεγαλοπρεπέστατος καὶ ἐνδοξότατος ἀπὸ ἐπάρχων πόλεως | |
35 | καὶ ἀπὸ ἐπάρχων πραιτωρίων τὸ ἕκτον καὶ ἀπὸ ὑπάτων καὶ πατρίκιος εἶπεν· Καὶ τοῦτο τοῖς ὑπομνήμασιν τοῖς παροῦσιν ἐγκείσθω, ἵνα εἰς γνῶσιν τῆς βασιλικῆς αὐθεντίας | |
ἔλθηι. | 176 in vol. 2.1.1 | |
2,1,1177 | Ὑπατείας Φλαυίου Πρωτογένους τοῦ λαμπροτάτου καὶ τοῦ δηλωθησομένου [ὑπά‐ του] πρὸ πέντε Καλανδῶν Μαίων, ἐν Κωνσταντινουπόλει, θείαι κελεύσει διαγινώσκοντος Μαρτιαλίου τοῦ μεγαλοπρεπεστάτου κόμητος καὶ μαγίστρου τῶν θείων ὀφφικίων, παρ‐ όντος Καρτερίου τοῦ περιβλέπτου κόμητος καὶ προξίμου τοῦ θείου σκρινίου τῶν λι‐ | |
5 | βέλλων καὶ τῶν θείων κογνιτιόνων, εἰσελθόντων Μακεδονίου τοῦ περιβλέπτου τρι‐ βούνου νοταρίου καὶ ῥεφερενδαρίου καὶ Μάγνου τοῦ καθωσιωμένου σιλεντιαρίου μετὰ Κωνσταντίνου τοῦ εὐλαβεστάτου μοναχοῦ καὶ διακόνου, Κωνσταντῖνος ὁ εὐλαβέστατος εἶπεν· Δεήσεις ἐπιδέδωκεν Εὐτυχὴς ὁ εὐλαβέστατος ἀρχιμανδρίτης τῶι εὐσεβεστάτωι ἡμῶν δεσπότηι φανερὰ περιεχούσας καὶ ταύταις ἡ | |
10 | εὐσέβεια αὐτῶν ὑπεσημήνατο, ὑπεδέξατο δὲ αὐτὰς ὁ περίβλεπτος τριβοῦνος καὶ ῥεφερεν‐ δάριος. ἀξιῶ ὥστε ταῦτα αὐτὰ καταθέσθαι αὐτὸν καὶ τὰς δεήσεις ἀναγνῶναι καὶ τὰ δόξαντα τῆι εὐσεβείαι αὐτῶν δῆλα γενέσθαι. Φλαύιος Ἀρεοβίνδας Μαρτιάλιος ὁ μεγαλοπρεπέστατος κόμες καὶ μάγιστρος τῶν θείων ὀφφικίων εἶπεν· Ἅτινα ὥρισεν ἡ φιλανθρωπία ἡ βασιλική, διὰ τοῦ περιβλέπτου | |
15 | τριβούνου καὶ νοταρίου ταῖς ἡμετέραις διανοίαις γνωρισθῶσιν. Μακεδόνιος τριβοῦνος νοτάριος καὶ ῥεφερενδάριος εἶπεν· Εὐτυχὴς ὁ εὐλαβέστατος ἀρχιμανδρίτης προσενεχθεισῶν δεήσεων τῆι βασιλικῆι θειότητι φανερά τινα ἐδίδαξε καὶ κελεῦσαι κατηξίωσεν ἡ γαληνότης αὐτῶν ἐν τῶι δικαστηρίωι τῆς ὑμετέρας μεγαλο‐ πρεπείας τῶν δεήσεων ἀναγνωσθεισῶν Μάγνον τὸν καθωσιωμένον σιλεντιάριον κατα‐ | |
20 | θέσθαι τὰ ἃ ἐν τῆι αὐτῆι δίκηι παρακολουθήσαντα γινώσκει. Ὁ μεγαλοπρεπέστατος κόμης καὶ μάγιστρος τῶν θείων ὀφφικίων εἶπεν· Αἱ δεήσεις καὶ δὴ αἱ προσενεχθεῖσαι τοῖς ἀηττήτοις βασιλεῦσι παρὰ Εὐτυχοῦς τοῦ εὐλαβεστάτου πρεσβυτέρου ὑποδεχθεῖσαι ἀναγινωσκέσθωσαν. Καὶ διὰ Εὐηθίου τοῦ καθωσιωμένου ἐκσκέπτορος τοῦ θείου σκρινίου τῶν λιβέλλων | |
25 | καὶ τῶν θείων κογνιτιόνων ἀνεγνώσθησαν Τοῖς εὐσεβέσι καὶ πιστοτάτοις καὶ φιλοχρίστοις βασιλεῦσιν ἡμῶν Φλαυίωι Θεο‐ δοσίωι καὶ Οὐαλεντινιανῶι τοῖς αἰωνίοις αὐγούστοις παρὰ Εὐτυχοῦς ἀρχιμανδρίτου. Ἡ ὑμετέρα εὐσέβεια ἄνωθεν καὶ ἐξ ἀρχῆς οὐκ ἀγνοήσασα τὴν περὶ τὴν ὀρθοδοξίαν καθαράν μου καὶ ἀνεπίληπτον πίστιν, συκοφαντίας μοι πλακείσης παρὰ Εὐσεβίου ἐπισκόπου | |
30 | Δορυλαίων ὡς μὴ φρονοῦντι ὀρθὰ καὶ ἐπιβουλῆς μελετωμένης, κατηξίωσε θεσπίσαι εἰσιόντος μου εἰς τὸ συνέδριον τὸν θαυμασιώτατον ὑμῶν σιλεντιάριον Μάγνον συνεῖναί μοι ἀσφαλείας ἕνεκα, ὃς ἀπελθὼν εἰς τὸ ἐπισκοπεῖον καὶ μηνύσας τὴν παρουσίαν μου φανερὰ ἀκήκοε παρὰ τοῦ θεοσεβεστάτου ἐπισκόπου Φλαβιανοῦ περὶ τῆς καθαιρέσεώς μου καὶ εἶδεν. δέομαι τοίνυν τῆς ὑμετέρας γαληνότητος καταξιῶσαι θεσπίσαι ἐφ’ οὗ ἂν παρα‐ | |
35 | σταίη τῆι ὑμετέραι εὐσεβείαι, τὸν αὐτὸν θαυμασιώτατον σιλεντιάριον Μάγνον κατα‐ | |
θέσθαι ἐγγράφως μετὰ τῆς ἀληθείας ἅπερ ἀκήκοεν, ὡς προέφην, καὶ εἶδεν. καὶ τούτου | 177 in vol. 2.1.1 | |
2,1,1178 | τυχὼν τὰς συνήθεις εὐχὰς ἀναπέμψω τῶι θεῶι ὑπὲρ τῆς ὑμετέρας σωτηρίας διὰ παντός, εὐσεβέστατοι καὶ φιλόχριστοι βασιλεῖς. Ὁ μεγαλοπρεπέστατος κόμης καὶ μάγιστρος τῶν θείων ὀφφικίων εἶπεν· Ἡ θεία καὶ δὴ ὑποσημείωσις ἀναγινωσκέσθω. | |
5 | Καὶ διὰ τοῦ αὐτοῦ καθωσιωμένου ἐκσκέπτορος ἀνεγνώσθη Κατάθηται ὁ καθωσιωμένος Μάγνος σιλεντιάριος παρὰ τῶι μεγαλοπρεπεστάτωι μαγίστρωι τῶν [θείων] ὀφφικίων πάντα ἃ ἐν τούτωι τῶι πράγματι παρακολουθήσαντα ἔγνω. Ὁ μεγαλοπρεπέστατος κόμες καὶ μάγιστρος τῶν θείων ὀφφικίων εἶπεν· Ἐπάναγκές | |
10 | ἐστιν ἅτινα προσέταξεν ἡ φιλανθρωπία ἡ βασιλική, πέρατι [νῦν] παραδοθῆναι· ὅθεν ὁ καθωσιωμένος σιλεντιάριος Μάγνος ἅτινα ἔγνω, κατὰ τὴν θείαν κέλευσιν κατάθηται. Μάγνος ὁ καθωσιωμένος σιλεντιάριος εἶπεν· Πολλάκις ἐπέμφθην παρὰ τοῦ θειο‐ τάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου πρὸς τὸν ἀρχιεπίσκοπον Φλαβιανὸν περὶ τοῦ παραγενέσθαι τὸν μεγαλοπρεπέστατον καὶ ἐνδοξότατον ἀπὸ ἐπάρχων καὶ ὑπάτων καὶ | |
15 | πατρίκιον Φλωρέντιον ἐν τῆι μελλούσηι γενέσθαι συνόδωι ἐν τῶι ἐπισκοπείωι τῆσδε τῆς βασιλευούσης πόλεως καὶ ἀνεβάλετο ὁ ἀρχιεπίσκοπος λέγων· οὐ χρεία σκυλῆναι ἐνταῦθα τὸν αὐτὸν μεγαλοπρεπέστατον ἀπὸ ἐπάρχων καὶ ὑπάτων καὶ πατρίκιον Φλω‐ ρέντιον· καὶ γὰρ ἤδη τύπος ἐδόθη περὶ τούτου καὶ καθηιρέθη Εὐτυχὴς ὁ μονάζων, ἐπειδὴ δεύτερον ἐκλήθη καὶ οὐχ ὑπήκουσεν. τέλος οὖν προσήνεγκάν μοι χάρτην τινὰ περι‐ | |
20 | έχοντα τὴν καθαίρεσιν αὐτοῦ. Ὁ μεγαλοπρεπέστατος κόμης καὶ μάγιστρος τῶν θείων ὀφφικίων εἶπεν· Μάγνου τοῦ καθωσιωμένου σιλεντιαρίου ἡ κατάθεσις ἐγκείσθω τοῖς δημοσίοις ὑπομνήμασιν. Κωνσταντῖνος μονάζων καὶ διάκονος εἶπεν· Ἀξιῶ καὶ τοῦτο ὥστε καταθέσθαι τὸν κύριν τὸν σιλεντιάριον Μάγνον ὅτι πρὸ τῆς συνόδου ἡ καθαίρεσις γεγένηται. | |
25 | Ὁ μεγαλοπρεπέστατος κόμης καὶ μάγιστρος τῶν θείων ὀφφικίων εἶπεν· Ἅτινα ἐπίσταται, κατάθηται. Μάγνος ὁ καθωσιωμένος σιλεντιάριος εἶπεν· Καὶ ἤδη εἶπον ὅτι πρὸ τῆς συνόδου ὑπέδειξέ μοι τὴν καθαίρεσιν Εὐτυχοῦς. Ὁ μεγαλοπρεπέστατος κόμες καὶ μάγιστρος τῶν θείων ὀφφικίων εἶπεν· Καὶ αὕτη | |
30 | ἡ κατάθεσις τοῖς ὑπομνήμασιν ἐμφερέσθω. Κωνσταντῖνος μονάζων καὶ διάκονος εἶπεν· Ἀξιῶ καὶ τοῦτο ὥστε τὸν περίβλεπτον τριβοῦνον καὶ ῥεφερενδάριον καταθέσθαι ἅπερ ἤκουσεν παρὰ τοῦ εὐλαβεστάτου πρεσβυ‐ τέρου καὶ νοταρίου Ἀστερίου. Ὁ μεγαλοπρεπέστατος κόμης καὶ μάγιστρος τῶν θείων ὀφφικίων εἶπεν· Εἰ καὶ | |
35 | τὰ μάλιστα οὐ περιέχεται ταῖς δεήσεσι τοῦτο τὸ μέρος τῆς αἰτήσεως, ὅμως ἰδίαι προαιρέσει, εἰ βουληθείη, ὁ περίβλεπτος τριβοῦνος καὶ ῥεφερενδάριος κατάθηται ὅπερ ἔγνω. Μακεδόνιος ὁ περίβλεπτος τριβοῦνος νοτάριος καὶ ῥεφερενδάριος εἶπεν· Πρώην ὁ θειότατος καὶ εὐσεβέστατος ἡμῶν βασιλεὺς ἐκέλευσε συναχθῆναι τούς τε ἐπισκόπους καὶ | |
40 | τὸν τὰ πάντα μεγαλοπρεπέστατον καὶ ἐνδοξότατον ἀπὸ ἐπάρχων καὶ ὑπάτων καὶ πατρίκιον Φλωρέντιον, δεήσεις ἐπιδεδωκότος τοῦ εὐλαβεστάτου ἀρχιμανδρίτου Εὐτυχοῦς | |
καὶ αἰτιωμένου τὴν γεγενημένην πρᾶξιν ἅτε δὴ ἐναλλαγεῖσαν παρὰ τῶν νοταρίων κατὰ | 178 in vol. 2.1.1 | |
2,1,1179 | κακουργίαν καὶ φανερὰ παρηκολούθησεν ἐν τῆι γενομένηι συνόδωι. ἀναχωροῦντι δέ μοι ἀπηντᾶτο Ἀστέριος ὁ πρεσβύτερος καὶ νοτάριος ἐνορκῶν με ἀκοῦσαι παρ’ αὐτοῦ ἅπερ ἤθελε λέγειν. ἠιτιάσατο δὲ τὸν εὐλαβέστατον Ἁβράμιον καὶ τοὺς νοταρίους ὡς ἐναλλάξαντας ἐν τοῖς ὑπομνήμασι κεφάλαια φανερὰ καὶ ὅτι αὐτὸς ἀνάγκην ἔχει ὑφο‐ | |
5 | ρώμενος τὴν τοιαύτην κακουργίαν ἐκείνους μὲν διδάξαι τὰ τοιαῦτα τετολμηκότας, παρὰ γνώμην δὲ αὐτοῦ. Φλαύιος Ἀρεοβίνδας Μαρτιάλιος ὁ μεγαλοπρεπέστατος κόμης καὶ μάγιστρος τῶν θείων ὀφφικίων εἶπεν· Αὕτη ὁμοίως ἡ κατάθεσις τοῖς ὑπομνήμασιν ἐμφερέσθω. ἐκδοθήτω. | |
10 | Φλαύιος Καρτέριος ὁ λαμπρὸς κόμης καὶ πρόξιμος τοῦ θείου σκρινίου τῶν λιβέλλων καὶ τῶν θείων κογνιτιόνων τὰ ὑπομνήματα ἐκδοθῆναι ἐκέλευσα. Φλαύιος Εὐήθιος ὁ καθωσιωμένος ἐκσκέπτωρ τοῦ θείου σκρινίου τῶν λιβέλλων καὶ τῶν θείων κογνιτιόνων τὰ ὑπομνήματα ἐξέδωκα. [Καὶ ἀναγνωσθέντων τῶν ὑπομνημάτων] Βασίλειος ἐπίσκοπος Σελευκείας Ἰσαυρίας | |
15 | εἶπεν· Συμφέρομαι τῆι πίστει τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι καὶ τῶν ἐν Ἐφέσωι ἐκείνην πάλιν βεβαιωσάντων καὶ τοὺς τἀναντία φρονοῦντας κατά τι ἢ τοῖς ἐν Νικαίαι ἢ ἐν Ἐφέσωι τετυπωμένοις ἀποστρέφομαι, ἀναθεματίζων τοὺς διαιροῦντας μετὰ τὴν ἕνωσιν εἰς δύο φύσεις ἢ ὑποστάσεις ἢ πρόσωπα τὸν ἕνα κύριον ἡμῶν Ἰησοῦν Χριστόν, μεμφόμενος καὶ ἐπιλαμβανόμενος τῆς φωνῆς τῆς ἐμαυτοῦ, ἣν περὶ τῶν δύο φύσεων | |
20 | κατεθέμην ἐν τοῖς πραχθεῖσιν ὑπομνήμασιν ἐν τῆι βασιλευούσηι πόλει, καὶ προσκυνῶ τὴν μίαν φύσιν τῆς θεότητος τοῦ μονογενοῦς ἐνανθρωπήσαντος καὶ σεσαρκωμένου. Καὶ ἐν τῶι ἀναγινώσκεσθαι ταῦτα Βασίλειος ὁ εὐλαβέστατος ἐπίσκοπος Σελευ‐ κείας Ἰσαυρίας εἶπεν· Οὐ κέχρημαι ἄλλοις μάρτυσι, διὰ τοῦ μακαρίου Ἰωάννου τοῦ ἐπισκόπου παρεκάλεσα διορθώσασθαι τὴν διαλαλιάν μου, δεδοικὼς σὲ τὸν εὐλαβέστατον | |
25 | Διόσκορον καὶ φοβούμενος. πολλὴν γὰρ ἐπέστησας ἡμῖν τότε ἀνάγκην, τὴν μὲν ἔξωθεν[, τὴν δὲ ἔνδοθεν], τὴν δὲ ἀπὸ τῆς γλώσσης σου. εἰσέτρεχον γὰρ εἰς τὴν ἐκκλησίαν στρατιῶται μετὰ ὅπλων καὶ εἱστήκεισαν οἱ μονάζοντες οἱ μετὰ Βαρσουμᾶ καὶ οἱ παραβαλανεῖς καὶ πλῆθος ἄλλο πολύ. ὁρκωθῶσι πάντες, ὁρκωθῆι Αὐξόνιος ὁ ἐπίσκοπος ὁ Αἰγύπτιος, ὁρκωθῆι Ἀθανάσιος, εἰ μὴ ἔλεγον ‘μή, κύρι, μὴ καθέληις τὴν | |
30 | ὑπόληψιν πάσης τῆς οἰκουμένησ‘. Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ἐγώ σε ἠνάγκασα; Βασίλειος ὁ εὐλαβέστατος ἐπίσκοπος Σελευκείας Ἰσαυρίας εἶπεν· Εἰς τοιαύτην μιαιφονίαν σὺ ἡμᾶς ἠνάγκασας ταῖς ἀπειλαῖς τοῦ πολλοῦ πλήθους μετὰ τὴν καθαίρεσιν τοῦ μακαρίου Φλαβιανοῦ. στοχάσασθε ποίαν ἐπήγαγε βίαν τότε τὴν ἐξουσίαν πάν‐ | |
35 | των εἰληφὼς τῶν πραγμάτων καὶ τῆς κρίσεως, ὁπότε νῦν πᾶσαν τὴν σύνοδον θορυβεῖ. ἓξ αὐτῶν εἰσι περιλελειμμένοι, καὶ θορυβεῖ πάντας ἡμᾶς. | |
Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Καὶ ὁ ἐμὸς νοτάριος | 179 in vol. 2.1.1 | |
2,1,1180 | Δημητριανὸς ἕτοιμός ἐστιν ἀποδεῖξαι ὅτι παρεκλήθη παρὰ σοῦ λάθρα ὥστε μεταποιή‐ σασθαι τὴν φωνήν. Βασίλειος ὁ εὐλαβέστατος ἐπίσκοπος Σελευκείας Ἰσαυρίας εἶπεν· Ἀξιῶ τὴν μεγαλο‐ πρέπειαν ὑμῶν, ἕκαστον τῶν μητροπολιτῶν ἐπισκόπων, καὶ τὸν Λυκαονίας καὶ Φρυγίας | |
5 | καὶ Πέργης καὶ τοὺς ἄλλους, ἐλθεῖν ὧδε καὶ ἐπὶ τῶν εὐαγγελίων εἰπεῖν εἰ μὲ μετὰ τὴν καθαίρεσιν τοῦ μακαρίου Φλαβιανοῦ πάντων ἡμῶν κατηφῶν γενομένων καὶ τῶν μὲν ὀκνούντων ῥῆξαι φωνήν, τῶν δὲ φευγόντων ἀναστὰς αὐτὸς καὶ στὰς ἐφ’ ὑψηλοῦ ἐπεσημήνατο καὶ ἔλεγε· βλέπετε εἴ τις οὐ θέλει ὑπογράψαι, πρὸς ἐμὲ ἔχει. ὁρκωθῆι ὁ κύρις Εὐσέβιος, εἰ μὴ ἐκινδύνευε καθαιρεθῆναι πρὸς ὀλίγον ἀναβαλλόμενος τὴν φωνήν. | |
10 | Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Οὔπω τῶν κατὰ Φλαβιανὸν ἐξεταζομένων ἐπελάβετο τῆς φωνῆς αὐτοῦ καὶ ἠξίωσε περιαιρεθῆναι ταύτην. Βασίλειος ὁ εὐλαβέστατος ἐπίσκοπος Σελευκείας Ἰσαυρίας εἶπεν· Εἴ τι κατέθετο κατ’ ἐμοῦ, κελεύσατε γενέσθαι μοι φανερόν, ὥστε με πρὸς αὐτὸν τὰς ἀποκρίσεις ποιήσασθαι. Ὀνησιφόρος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἰκονίου εἶπεν· Μετὰ τὸ ἀναγνω‐ | |
15 | σθῆναι ταῦτα πάντα τὰ νῦν ἀναγνωσθέντα κανὼν ἀνεγινώσκετο, ἐν ὧι περιείχετο μη‐ κέτι περὶ πίστεώς τινα μηδένα ζητεῖν μήτε ἐπίσκοπον μήτε κληρικόν, ἐπεὶ εἶναι αὐτὸν καθηιρημένον, ἐὰν δὲ λαικός ἐστιν, ἀκοινώνητον αὐτὸν τυγχάνειν. λέγω τοῖς πλησίον μου καθεζομένοις ἐπισκόποις· οὗτος ὁ κανὼν δι’ οὐδὲν ἕτερον ἀναγινώσκεται ἢ ἵνα ὁ ἐπίσκοπος Φλαβιανὸς καθαιρεθῆι. ἦν δὲ μετ’ ἐμοῦ ὁ ἐπίσκοπος Συνάδων Μαρινιανὸς | |
20 | ὁ εὐλαβέστατος καὶ ὁ Πέργης ὁ κύρις Ἐπιφάνιος. λέγει μοι ὁ Πέργης· μὴ γένοιτο, ἀλλ’ εἰ ἄρα ἀγανάκτησις ἔχει γενέσθαι, γίνεται κατὰ Εὐσεβίου. κατὰ γὰρ Φλαβιανοῦ οὐδεὶς ἔχει μανῆναι καὶ τοιοῦτό τι ποιῆσαι ἀμέσως. μετὰ τὸ ἀναγνωσθῆναι τὸν κανόνα τοῦτον εὐθέως λέγει· δὸς ὧδε τοὺς νοταρίους, καὶ ἠνέχθη καὶ ἀνεγινώσκετο τὸ καθαιρε‐ τικὸν τοῦ μακαρίου Φλαβιανοῦ. λαβὼν ἐγὼ ἄλλους ἐπισκόπους ἀνέστην καὶ κατέσχον | |
25 | τὰ γόνατα αὐτοῦ λέγων· μή, τῶν ποδῶν τῆς θεοσεβείας σου· οὐδὲν ἄξιον καθαιρέσεως ἔπραξεν. εἰ δὲ καταγνώσεώς ἐστιν ἄξιος, καταγνωσθῆι. καὶ ἀναστὰς ἀπὸ τοῦ θρόνου καὶ στὰς εἰς τὸ ὑποπόδιον αὐτοῦ λέγει· στάσιν μοι κινεῖτε; δὸς τοὺς κόμητας. καὶ οὕτω φοβηθέντες ὑπεγράψαμεν. Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ψεύδεται, εὐθύνας | |
30 | ὑπόσχηι· δὸς τοὺς λέγοντας. Καὶ ἀναστάντος Μαρινιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Συνάδων Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν πρὸς αὐτόν· Εἶπον ἀπειλήσας ‘φέρε τοὺς κόμητας ὧδε‘; Μαρινιανὸς ὁ εὐλαβέστατος ἐπίσκοπος Συνάδων εἶπεν· Ὡς ἔμελλεν ἀποφαίνεσθαι, ἀνέστην ἐγὼ καὶ ὁ κύρις Ὀνησιφόρος καὶ ὁ κύρις Νουνέχιος ὁ Λαοδικείας καὶ ἄλλοι καὶ | |
35 | κατέσχομεν αὐτοῦ τοὺς πόδας λέγοντες ὅτι καὶ σὺ πρεσβυτέρους ἔχεις, καὶ οὐκ ὀφείλει διὰ πρεσβύτερον καθαιρεθῆναι ὁ κύριος ὁ ἐπίσκοπος. εἶτα αὐτὸς λέγει· ἐὰν γλωσσοτο‐ μῶμαι, ἄλλην φωνὴν οὐκ ἀφίημι. οὕτως συνέρρευσεν πλῆθος καὶ ἐπεμένομεν κρα‐ τοῦντες αὐτοῦ τὰ γόνατα καὶ παρακαλοῦντες αὐτόν. καὶ ἀφῆκε τὴν φωνὴν ταύτην· ‘ποῦ εἰσιν οἱ κόμητεσ‘; φίλη ἡ ἀλήθεια. εἰσῆλθον οἱ κόμητες καὶ εἰσήγαγον τὸν ἀνθύ‐ | |
40 | πατον μετὰ κλοιῶν καὶ μετὰ πλήθους πολλοῦ καὶ λοιπὸν ἕκαστος ἡμῶν ὑπέγραψεν. Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Οὐκ ἦσαν δέκα ἢ εἴκοσι ἢ τριάκοντα | |
ἢ ἑκατὸν μόνοι· ἐξ αὐτῶν ἐγὼ φέρω μάρτυρας ὅτι οὐδὲν ὧν εἴρηκεν, ἀληθές ἐστιν. ἐπει‐ | 180 in vol. 2.1.1 | |
2,1,1181 | δὴ δὲ ἔκαμεν ἡ μεγαλοπρέπεια ὑμῶν, εἰ δοκεῖ ὑπερτεθῆναι, καὶ πάλιν ὃ δ’ ἂν σκοπηθείη, ποιοῦμεν. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Ἀναγινωσκέσθω τὰ λοιπά. | |
5 | Βερονικιανὸς ὁ καθωσιωμένος σηκρητάριος τοῦ θείου κονσιστωρίου ἀπὸ τοῦ αὐτοῦ σχεδαρίου ἀνέγνω Σέλευκος ἐπίσκοπος εἶπεν· Συμφέρομαι καὶ συντίθεμαι τοῖς ἐν Νικαίαι ἐκτεθεῖσι παρὰ τῶν ἁγίων πατέρων, καὶ τοῖς ἐν Ἐφέσωι δὲ βεβαιωθεῖσι, καὶ μέμφομαι τῆι φωνῆι μου ἣν εἶπον ἐν τῆι λαμπρᾶι Κωνσταντινουπόλει, ἐχούσηι δεῖν ἐν δύο φύσεσι τὸν κύριον | |
10 | ἡμῶν δογματίζεσθαι μετὰ τὴν ἕνωσιν, ἀναθεματίζων τοὺς εἰς δύο φύσεις ἢ δύο ὑποστάσεις ἢ δύο πρόσωπα μετὰ τὴν ἕνωσιν διαιροῦντας τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν καὶ ἀλλότριον ἡγοῦμαι τῆς ἐκκλησιαστικῆς συναφείας. Εὐτυχὴς ἀρχιμανδρίτης εἶπεν· Συνεῖδεν ἡ ὑμετέρα θεοσέβεια ὅτι τῶν ἀναγνωσθέν‐ των ἡ πρᾶξις ἔδειξε παραπεποιημένα τὰ πρώην ὑπομνήματα, ἔχομεν δὲ καὶ νῦν τὴν κατά‐ | |
15 | θεσιν τοῦ θαυμασιωτάτου σιλεντιαρίου Μάγνου τὴν γενομένην ἐπὶ τοῦ μεγαλοπρε‐ πεστάτου μαγίστρου καὶ ἀξιοῦμεν ταύτην ἀναγνωσθῆναι. Φλαβιανὸς ἐπίσκοπος Κωνσταντινουπόλεως εἶπεν· Ψευδής ἐστιν. Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Εἴ τι ἔγνωκεν ὁ θεοφιλέστατος ἐπί‐ σκοπος Φλαβιανὸς συμβαλλόμενον αὐτοῦ τῆι ὑπολήψει, λεγέτω ἐγγράφως. | |
20 | Φλαβιανὸς ἐπίσκοπος Κωνσταντινουπόλεως εἶπεν· Ἀπέκλεισάς μου πᾶσαν δικαιο‐ λογίαν. Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Οἶδεν ἡ παροῦσα ἁγία σύνοδος εἰ ἀπέκλεισά σού τι· εἴ τι οὖν οἶδας συμβαλλόμενόν σοι, εἰπέ. Φλαβιανὸς ἐπίσκοπος Κωνσταντινουπόλεως εἶπεν· Οὐ συνεχωρήθη μοι λαλῆσαι. | |
25 | Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Οὐδείς σε ἐκώλυσεν, οἶδεν ἡ ἁγία σύνοδος. Φλαβιανὸς ἐπίσκοπος Κωνσταντινουπόλεως εἶπεν· Ἡ δευτέρα πρᾶξις οὐδὲν ἔχει πλαστόν, οἶδεν καὶ ὁ κύρις Θαλάσσιος, οἶδε καὶ ὁ κύρις Εὐσέβιος. Θαλάσσιος ἐπίσκοπος Καισαρείας Καππαδοκίας εἶπεν· Οὐδεὶς ἐκώλυσε τοῦ λαλῆσαι | |
30 | τὴν ὁσιότητά σου· εἴ τι τοίνυν ἔχεις συμβαλλόμενον, εἰπέ. Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Κύρι Εὐσέβιε, εἰπέ· ἐκώλυσα αὐτὸν λαλῆσαι; Εὐσέβιος ἐπίσκοπος Ἀγκύρας Γαλατίας εἶπεν· Ὡς οἶδεν ὁ θεός, εὐχόμεθά σε λαλῆσαι. | |
35 | Ἰουβενάλιος ἐπίσκοπος Ἱεροσολύμων εἶπεν· Ἔτι καὶ νῦν, εἴ τι θέλεις, εἰπέ. Φλαβιανὸς ἐπίσκοπος Κωνσταντινουπόλεως εἶπεν· Ἐπὶ τοῦ κύρου Θαλασσίου καὶ τοῦ κύρου Εὐσεβίου, παρόντος καὶ τοῦ σιλεντιαρίου Μάγνου, ἐγένετο ἡ πρᾶξις καὶ ἐξητάσθη καὶ οὐδὲν τοιοῦτον ἀπεδείχθη· ἕκαστος τῶν τότε παρόντων ἐπισκόπων ὡς | |
ἐπὶ θεοῦ ἃ ἤκουσεν, εἶπεν καὶ ἀψευδῶς ἐρρέθη. | 181 in vol. 2.1.1 | |
2,1,1182 | Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Κύρι Στέφανε ἐπίσκοπε, εἰπὲ εἰ ἐκώλυσα αὐτόν. Στέφανος ἐπίσκοπος Ἐφέσου εἶπεν· Ἰδοὺ ποῦ ἐστιν; ἐὰν ἐκώλυσας αὐτόν, εἴπηι. Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Εἴπατε πάντες εἰ ἐκώλυσα αὐτόν. | |
5 | Ἡ ἁγία σύνοδος εἶπεν· Οὐκ ἐκωλύσαμεν αὐτόν. Φλαβιανὸς ἐπίσκοπος Κωνσταντινουπόλεως εἶπεν· Ἐμοῦ τῶν πεπραγμένων οὐδὲν ἅπτεται διὰ τὸν θεόν· οὐδὲ γὰρ ἑτέρως ἐδόξασα ἢ ἐφρόνησά ποτε ἢ φρονήσω. Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Δήλων ὄντων τῶν πραχθέντων λεγέτω ἕκαστος τῶν παρόντων ἁγίων ἐπισκόπων οἵως οἶδε πιστεύοντα τὸν ἀρχιμανδρίτην | |
10 | Εὐτυχῆ καὶ τί περὶ αὐτοῦ τυποῖ. Ἰουβενάλιος ἐπίσκοπος Ἱεροσολύμων εἶπεν· Ἐν τῶι αὐτὸν συνεχῶς κατατίθεσθαι ὡς ἀκολουθεῖ τῆι ἐκθέσει τῆς πίστεως τῆς ἐν Νικαίαι συνόδου καὶ τοῖς ἐν Ἐφέσωι πραχθεῖσι τῆι προτέραι μεγάληι καὶ ἁγίαι συνόδωι ὀρθοδοξότατον ἐν οἷς ἀπεφθέγ‐ ξατο, κατείληφα. κἀγὼ δὲ ψηφίζομαι καὶ βούλομαι τελεῖν αὐτὸν καὶ ἐν τῶι | |
15 | μοναστηρίωι καὶ ἐν τῶι οἰκείωι βαθμῶι. Ἡ ἁγία σύνοδος εἶπεν· Αὕτη δικαία κρίσις. Δόμνος ἐπίσκοπος Ἀντιοχείας εἶπεν· Ἐπειδὴ πρώην ἐκ τῶν ἐπισταλέντων παρὰ τῆς ἐν τῆι βασιλευούσηι πόλει συγκροτηθείσης ἁγίας συνόδου περὶ τοῦ εὐλαβεστάτου ἀρχιμανδρίτου Εὐτυχοῦς ὑπέγραψα τῆι καθαιρέσει αὐτοῦ, ἐκ δὲ τῶν ἀρτίως ἐπιδοθέν‐ | |
20 | των λιβέλλων παρ’ αὐτοῦ τῆι ἁγίαι συνόδωι ἐπὶ τῆσδε τῆς Ἐφεσίων μητροπόλεως συγκροτηθείσηι ὡμολόγησε στοιχεῖν τῆι πίστει τῶν ἁγίων πατέρων τῶν τιη τῶν ἐν Νικαίαι συνελθόντων καὶ τῆι πρότερον ἐν τῆιδε τῆι Ἐφεσίων μητροπόλει συγ‐ κροτηθείσηι ὁμοίως συνόδωι, συνεδοκίμασα καὶ αὐτὸς μετὰ τῆς ὑμετέρας ὁσιότητος ἀπολαβεῖν αὐτὸν καὶ τὴν τοῦ πρεσβυτερίου ἀξίαν καὶ τὴν ἡγεμονίαν τῶν ὑπ’ αὐτὸν | |
25 | τεταγμένων εὐλαβεστάτων ἀδελφῶν. Στέφανος ἐπίσκοπος τῆς Ἐφεσίων εἶπεν· Ἀπὸ τῶν ἀναγνωσθέντων καὶ ἐπιδοθέντων λιβέλλων παρὰ τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ ἀρχιμανδρίτου Εὐτυχοῦς δέ‐ δεικται ὅτι καὶ ὀρθῶς δοξάζει καὶ τὴν ὀρθόδοξον ἔχει πίστιν· ὅθεν καὶ ἐγὼ ἐξακολου‐ θῶν τοῖς ἀποφανθεῖσι παρὰ τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου ἀρχιεπισκόπου | |
30 | Ἰουβεναλίου συντίθεμαι καὶ συναινῶ εἶναι αὐτὸν πρεσβύτερον καὶ ἀρχιμανδρίτην. Θαλάσσιος ἐπίσκοπος Καισαρείας Καππαδοκίας πρώτης εἶπεν· Ἐπαινῶ καὶ ἀπο‐ δέχομαι τὸν εὐλαβέστατον πρεσβύτερον καὶ ἀρχιμανδρίτην Εὐτυχῆ μηδὲν ἔξω τῆς ἐν Νικαίαι συνόδου φρονήσαντα, μήτε δὲ τῆς ἐκτεθείσης παρὰ τῆς ἁγίας συνόδου παρατρώσαντά τι, ἀλλὰ γὰρ ἀποδεξάμενος βούλομαι ἔχεσθαι αὐτὸν τοῦ βαθμοῦ | |
35 | τοῦ πρεσβυτερίου. Εὐσέβιος ἐπίσκοπος Ἀγκύρας Γαλατίας εἶπεν· Καὶ τὸν εὐλαβέστατον πρεσβύτερον καὶ ἀρχιμανδρίτην Εὐτυχῆ καὶ πάντα ἄνθρωπον σύμφωνα φρονοῦντα τῆι ἁγιωτά‐ τηι συνόδωι τῆι ἐν Ἐφέσωι, ἥτις καὶ ἐβεβαίωσε τὰ ἐν Νικαίαι θεσπίσματα, ὀρθόδοξον ἡγοῦμαι καὶ τῆς καθολικῆς ἐκκλησίας οὐκ ἀλλότριον· εὔλογον δὲ ὑπολαμβάνω τὸν | |
40 | ἀκατάγνωστον τῶι φρονήματι, τουτέστι τὸν προειρημένον εὐλαβέστατον πρε‐ | 182 in vol. 2.1.1 |
2,1,1183 | σβύτερον καὶ ἀρχιμανδρίτην Εὐτυχῆ μὴ ἀποστερεῖσθαι τοῦ ἱερατικοῦ ἀξιώματος καὶ τῆς ἡγεμονίας τῶν μοναζόντων. Κῦρος ἐπίσκοπος Ἀφροδισιάδος τῆς Καρίας εἶπεν· Ἀπὸ τῶν ἐπιδοθέντων λιβέλλων παρὰ τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ ἀρχιμανδρίτου Εὐτυχοῦς καὶ ἀναγνωσθέν‐ | |
5 | των δέδεικται τὴν πίστιν τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι καὶ ἐνταῦθα συναχθέν‐ των συνηινεκέναι· ὅθεν κἀγὼ σύμψηφος τῆι τῶν ἁγίων πατέρων ψήφωι γίνομαι, ὥστε καὶ τῆς τοῦ πρεσβυτερίου ἔχεσθαι αὐτὸν ἀξίας καὶ τοῦ ἡγεῖσθαι τοῦ μοναστη‐ ρίου. Ἐρασίστρατος ἐπίσκοπος Κορίνθου τῆς Ἑλλάδος | |
10 | Κυίντιλλος ἐπίσκοπος Ἡρακλείας, ἐπέχων καὶ τὸν τόπον Ἀναστασίου τοῦ εὐλα‐ βεστάτου ἐπισκόπου τῆς Θεσσαλονίκης Μελίτιος ἐπίσκοπος Λαρίσσης, ἐπέχων τὸν τόπον Δόμνου τοῦ εὐλαβεστάτου ἐπισκό‐ που τῆς Ἀπαμέων Κυριακὸς ἐπίσκοπος Τροκνάδων, ἐπέχων τὸν τόπον Θεοκτίστου τοῦ εὐλαβεστάτου | |
15 | ἐπισκόπου Πισινοῦντος τῆς δευτέρας Γαλατίας τὰ ὅμοια εἶπεν. Διογένης ὁ εὐλαβέστατος ἐπίσκοπος Κυζίκου εἶπεν· Ἀπὸ τῶν νῦν κατατεθέντων ἀπὸ τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ ἀρχιμανδρίτου Εὐτυχοῦς ἔγνωμεν ὡς καὶ αὐτὸς συντίθεται τῆι ἐκτεθείσηι πίστει τῶν πατέρων τῶν ἐν Νικαίαι καὶ τῆι παρὰ τῶν ἁγίων πατέρων συνειλεγμένων ἐν ταύτηι τῆι μεγαλωνύμωι Ἐφέσωι, καὶ ἐγκρίνω | |
20 | αὐτὸν οὕτω φρονοῦντα καὶ τοῦ ἱερατικοῦ ἀπολαύειν ἀξιώματος καὶ τοῦ μοναστηρίου φροντίζειν κατὰ τὴν προλαβοῦσαν συνήθειαν. Ἰωάννης ἐπίσκοπος Σεβαστείας Ἀρμενίας πρώτης εἶπεν παραπλήσια τοῖς ἀνωτέρω. Βασίλειος ἐπίσκοπος Σελευκείας Ἰσαυρίας Θεόδωρος ἐπίσκοπος Ταρσοῦ | |
25 | Ῥωμανὸς ἐπίσκοπος Μύρων τῆς Λυκίας Φώτιος ἐπίσκοπος Τύρου Θεόδωρος ἐπίσκοπος Δαμασκοῦ Ἰουλιανὸς ἐπίσκοπος Ταβίας Φλωρέντιος ἐπίσκοπος Λυδῶν | |
30 | Μαρινιανὸς ἐπίσκοπος Συνάδων Μουσώνιος ἐπίσκοπος Νύσης Κωνσταντῖνος ἐπίσκοπος Βόστρων Ἰωάννης ἐπίσκοπος Νικοπόλεως Ἀρμενίας πρώτης Ἀκάκιος ἐπίσκοπος Ἀριαραθείας Ἀρμενίας δευτέρας, ἐπέχων καὶ τὸν τόπον Κων‐ | |
35 | σταντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Μελιτηνῆς Στέφανος ἐπίσκοπος Ἱερᾶς πόλεως Ἀττικὸς ἐπίσκοπος Νικοπόλεως Ἠπείρου παλαιᾶς Εὐστάθιος ἐπίσκοπος Βηρυτοῦ Νουνέχιος ἐπίσκοπος Λαοδικείας Τριμιταρίας | |
40 | Ὀλύμπιος ἐπίσκοπος Κωνσταντίας τῆς Κύπρου | |
Κανδιδιανὸς ἐπίσκοπος Ἀντιοχείας τῆς Πισιδίας | 183 in vol. 2.1.1 | |
2,1,1184 | Στέφανος ἐπίσκοπος Ἀναζάρβου Γερόντιος ἐπίσκοπος Σελευκείας Συρίας Ῥουφῖνος ἐπίσκοπος Σαμοσάτων Ἴνδιμος ἐπίσκοπος Εἰρηνουπόλεως | |
5 | Τιμόθεος ἐπίσκοπος Βαλανέων Θεοδόσιος ἐπίσκοπος Κανώθα Εὐτύχιος ἐπίσκοπος Ἀδριανουπόλεως Ἠπείρου παλαιᾶς Συμεὼν ἐπίσκοπος Ἀμίδης Μεσοποταμίας Σέλευκος ἐπίσκοπος Ἀμασείας | |
10 | Πέτρος ἐπίσκοπος Γαγγρῶν Λουκᾶς ἐπίσκοπος Δυρραχίου Ἀντώνιος ἐπίσκοπος Λυχνιδίου Μάρκος ἐπίσκοπος Εὐροίας Βιγιλάντιος ἐπίσκοπος Λαρίσσης | |
15 | Βασίλειος ἐπίσκοπος Τραιανουπόλεως ἐπαρχίας Ῥοδόπης Κωνσταντῖνος ἐπίσκοπος Δημητριάδος Ἀλέξανδρος ἐπίσκοπος Σεβαστῆς τῆς Ταρσοῦ Σώιζων ἐπίσκοπος Φιλίππων Εὐσέβιος ἐπίσκοπος 〈Δο〉βήρου Μακεδονίας πρώτης | |
20 | Μαξιμῖνος ἐπίσκοπος Σερρέων Μακεδονίας πρώτης Ἑρμογένης ἐπίσκοπος Κασανδρείας Μακεδονίας πρώτης Λουκᾶς ἐπίσκοπος Βεροίας Μακεδονίας πρώτης Ἰωάννης ἐπίσκοπος Μεσσήνης τῆς Ἀχαίας Οὐράνιος ἐπίσκοπος Ἱμερίας ἐπαρχίας Ὀσροηνῶν, ἑρμηνεύοντος αὐτὸν Εὐλογίου | |
25 | πρεσβυτέρου Ἐδέσσης Ἀθανάσιος ἐπίσκοπος Ὀποῦντος τῆς Ἀχαίας Θεόδωρος ἐπίσκοπος Κλαυδιουπόλεως τῆς Ἰσαυρίας Λεόντιος ἐπίσκοπος Ἀσκάλωνος Φωτεινὸς ἐπίσκοπος Λύδδης | |
30 | Παῦλος ἐπίσκοπος Μαιουμᾶ Ζώσιμος ἐπίσκοπος Μινωίδος Ἐπιφάνιος ἐπίσκοπος Πέργης Βαρούχιος ἐπίσκοπος Σωιζούσης Παλαιστίνης Ἡρακλείδης ἐπίσκοπος Ἀζώτου | |
35 | Ἰωάννης ἐπίσκοπος Τιβεριάδος Μουσωνιανὸς ἐπίσκοπος Ζοόρων Διονύσιος ἐπίσκοπος Συκαμαζόνος Καίουμος ἐπίσκοπος Φαινοῦς Αἰθέριχος ἐπίσκοπος Σμύρνης | |
40 | Ζεῦνος ἐπίσκοπος Πέλλης | 184 in vol. 2.1.1 |
2,1,1185 | Παγκράτιος ἐπίσκοπος Λιβιάδος Αὐξίλαος ἐπίσκοπος Σαρακηνῶν ὑποσπόνδων Ἀλύπιος ἐπίσκοπος Βακάθων Πολυχρόνιος ἐπίσκοπος Ἀντιπατρίδος | |
5 | Δομνῖνος ἐπίσκοπος Πλαταιέων τῆς Ἑλλάδος Θεοδόσιος ἐπίσκοπος Μασταύρων Κυριακὸς ἐπίσκοπος Αἰγέας Φλάβιος ἐπίσκοπος Ἀδραμύτου Λεόντιος ἐπίσκοπος Μαγνησίας Μαιάνδρου | |
10 | Εὐτρόπιος ἐπίσκοπος Περγάμου τῆς Ἀσίας Μάξιμος ἐπίσκοπος Τράλλεων Ὀνησιφόρος ἐπίσκοπος Ἰκονίου Ἰωάννης ἐπίσκοπος Ῥόδου Διογενιανὸς ἐπίσκοπος [Ἄφρων] πόλεως Ῥεμεσιάνων | |
15 | Θεοδόσιος ἐπίσκοπος Ἀμαθούντων Κυριακὸς ἐπίσκοπος Λεβέδου Γεννάδιος ἐπίσκοπος Τηίων Ὀλύμπιος ἐπίσκοπος Εὐάζων Ἰουλιανὸς ἐπίσκοπος Ὑπαίπων | |
20 | Θεόπεμπτος ἐπίσκοπος Καβάσων Καλοσίριος ἐπίσκοπος Ἀρσινοίτου ἑρμηνεύοντος αὐτὸν Ἰουλίου διακόνου αὐτοῦ Ἰωάννης ἐπίσκοπος Ἡφαίστου Ἡρακλείδης ἐπίσκοπος Ἡρακλεοῦς Ἰσαὰκ ἐπίσκοπος Ἑλεαρχίας | |
25 | Γεμελλῖνος ἐπίσκοπος Ἐρυθροῦ Ἀπολλώνιος ἐπίσκοπος Τάνεως Γεννάδιος ἐπίσκοπος Ἑρμουπόλεως μεγάλης Κῦρος ἐπίσκοπος Βαβυλῶνος Ἀθανάσιος ἐπίσκοπος Βουσίρεως | |
30 | Φωτεινὸς ἐπίσκοπος Τευχείρων Θεόφιλος ἐπίσκοπος Κλεοπατρίδος Πασμήιος ἐπίσκοπος Παράλου Σωσίας ἐπίσκοπος Σωιζούσης Θεόδουλος ἐπίσκοπος Τισιλα | |
35 | Θεόδωρος ἐπίσκοπος Βάρκης Ῥοῦφος ἐπίσκοπος Κυρήνης Ζήνων ἐπίσκοπος Ῥινοκορούρων Λούκιος ἐπίσκοπος Ζύγρων Αὐξόνιος ἐπίσκοπος Σεβεννύτου | |
40 | Ἰσαὰκ ἐπίσκοπος Ταύα | 185 in vol. 2.1.1 |
2,1,1186 | Φιλόκαλος ἐπίσκοπος Ζαγύλων Ἡσαίας ἐπίσκοπος Ἑρμουπόλεως μικρᾶς οἱ πάντες ὅμοια καὶ παραπλήσια διελάλησαν καὶ κατέθεντο. Βαρσουμᾶς πρεσβύτερος καὶ ἀρχιμανδρίτης δι’ ἑρμηνέως Εὐσεβίου μοναχοῦ εἶπεν· | |
5 | Κἀγὼ ὡς τέκνον ἐξακολουθῶν τοῖς ἰδίοις πατράσιν καὶ μαρτυρῶν τῆι ὀρθοδόξωι πίστει τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου ἀρχιμανδρίτου Εὐτυχοῦς συντίθεμαι καὶ συναινῶ καὶ χαίρω ὅτιπερ ἀποδεδώκατε αὐτῶι τὸν τῆς ἱερωσύνης βαθμὸν καὶ τὸ ἄρχειν τοῦ ἁγιωτάτου αὐτοῦ μοναστηρίου. Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Τὰς πάσας τῆς ἁγίας ταύτης καὶ οἰκου‐ | |
10 | μενικῆς συνόδου ψήφους ἐπὶ τῶι εὐλαβεστάτωι ἀρχιμανδρίτηι Εὐτυχεῖ βεβαιῶν καὶ τὴν ἐμαυτοῦ συνεισάγω γνώμην ὥστε τοῦτον τελεῖν ἐν τῆι τοῦ πρεσβυτερίου τάξει, ἡγεῖσθαι δὲ καὶ τοῦ οἰκείου μοναστηρίου καθὰ καὶ πάλαι. Ἰωάννης πρεσβύτερος καὶ πρῶτος νοταρίων εἶπεν· Οἱ κληρικοὶ καὶ μονάζοντες τοῦ μοναστηρίου τοῦ ὑπὸ τὸν εὐλαβέστατον πρεσβύτερον καὶ ἀρχιμανδρίτην Εὐτυχῆ λί‐ | |
15 | βελλον προσεκόμισαν τῆι ἁγίαι ταύτηι συνόδωι, ὅντινα ἀναγνωσόμεθα, εἰ προστάξει ἡ ὑμῶν ὁσιότης. Εὐσέβιος ἐπίσκοπος Ἀγκύρας Γαλατίας εἶπεν· Ὑποδεχθεὶς ὁ λίβελλος ἀναγνω‐ σθήτω. Ἰωάννης πρεσβύτερος καὶ πρῶτος νοταρίων ἀνέγνω | |
20 | Τῆι ἁγίαι καὶ θεοφιλεῖ συνόδωι οἰκουμενικῆι συνελθούσηι ἐν τῆι Ἐφεσίων μητρο‐ πόλει παρὰ Ναρσοῦ πρεσβυτέρου καὶ Τιμοθέου καὶ Εὐσεβίου καὶ Κωνσταντίνου καὶ λοιπῶν διακόνων καὶ ὑποδιακόνων καὶ πάντων τῶν μοναζόντων τῶν τελούντων ὑπὸ τὸν θεοσεβέστατον πρεσβύτερον καὶ ἀρχιμανδρίτην Εὐτυχῆ. Τὰς ἐπηγγελμένας παρὰ τοῦ φιλανθρώπου θεοῦ τοῖς εἰς αὐτὸν πεπιστευκόσι δωρεὰς ἐκ τῶν θείων λογίων κατα‐ | |
25 | μαθόντες καὶ συγγενείας τε καὶ χρημάτων καὶ οἷς ἕκαστος ἐκοσμεῖτο ἀξιώμασί τε καὶ διαφόροις στρατείαις, καὶ πάντων ἅπαξ τῶν δοκούντων ἀνθρωπίνων εἶναι καλῶν ὑπερ‐ ιδόντες, ὧν τε ἦμεν ἐν ἀπολαύσει καὶ ὧν ἔτι προσεδοκῶμεν, ἐπὶ μίαν ἅπαντες τὴν τῶν μοναχῶν πολιτείαν τε καὶ καρτερίαν ἀπηντήσαμεν, τὸν τῶν τριακοσίων ἀριθμὸν ἤδη πληροῦντες χάριτι τοῦ δεσπότου Χριστοῦ καὶ ὑφ’ ἡγεμόνι τῶι εὐλαβεστάτωι ἀρχι‐ | |
30 | μανδρίτηι Εὐτυχεῖ τοῖς τῆς εὐσεβείας καὶ δικαιοσύνης διδάγμασι πειθαρχοῦντες καὶ τριακοστὸν ἐνιαυτὸν μικρῶι πρὸς οἱ πολλοὶ κατὰ ταύτην τὴν καρτερίαν διατελέσαντες. ἀλλ’ ὁ εὐλαβέστατος ἐπίσκοπος τῆς βασιλίδος Κωνσταντινουπόλεως Φλαβιανός, δέον τὰ μὲν παρόντα ἐπαινεῖν, ἐπὶ δὲ τὰ βελτίω προτρέπειν καὶ πάσαις προνοίαις τοὺς ἀπὸ τῶν ἀνθρωπίνων τῶι θεῶι προσδραμόντας συνέχειν, τοὐναντίον ἤπερ ἔπρεπεν, εἴργα‐ | |
35 | σται, τὸν μὲν ἡμέτερον ποιμένα συκοφαντίαις τε καὶ βλασφημίαις περιβαλὼν καὶ πρό‐ φασιν οὐκ ἀληθῆ τῆς αὐτοῦ καθαιρέσεως τὴν εὐσέβειαν ὑποκρινάμενος, ὅτι μὴ βλασφη‐ μεῖ μετ’ αὐτοῦ παρὰ τὸν ὅρον τῆς πίστεως ὃν ἐξέθετο μὲν ἡ ἐν Νικαίαι ἁγία σύνοδος, ἐβεβαίωσε δὲ ἡ πάλαι κατὰ τήνδε τὴν Ἐφεσίων, ἡμῖν δὲ παρεκελεύετο διὰ τοῦ ἀπο‐ σταλέντος παρ’ αὐτοῦ Θεοδοσίου τοῦ πρεσβυτέρου, συμπαρόντων αὐτῶι καὶ ἑτέρων | |
40 | κληρικῶν, ἀφίστασθαι τοῦ ποιμένος καὶ μηδὲ προσφθέγγεσθαι αὐτῶι ἔτι καὶ τὰ τοῦ | 186 in vol. 2.1.1 |
2,1,1187 | μοναστηρίου φυλάττειν αὐτῶι τῶι τῶν πτωχῶν ὀνόματι (τοῦτο γὰρ ἐπραγματεύετο) ἢ τοῦτο μὴ ποιοῦντας εἴργεσθαι καὶ αὐτοὺς μετὰ τοῦ διδασκάλου τῆς κοινωνίας τῶν θείων μυστηρίων. καὶ τὸ μὲν ἅγιον θυσιαστήριον, ὅπερ αὐτὸς πρὸ ἓξ μηνῶν τῆς μελε‐ τηθείσης ἐπιβουλῆς κατεπήξατο, κενὸν τῆς θείας ἱερουργίας ἐστίν, μεμενήκαμεν δὲ ἡμεῖς | |
5 | ἄχρι τῆς ἁγίας ὑμῶν συνόδου ταῖς ἀδίκοις ταύταις ἀποφάσεσιν αὐτοῦ δεδεμένοι, τινὲς δὲ καὶ τῶν ἀδελφῶν ἡμῶν τετελευτήκασιν ἐν τῶι τῆς ἀδίκου τιμωρίας σχήματι. καὶ τὰ μὲν ἄλλα τῆς ἀσκήσεως συνήθως πράττομεν κατὰ τὸν θεσμὸν τῶν μοναχῶν, ἀλλότριοι δὲ καθεστήκαμεν ὧν οἱ ἀσεβεῖν κατακριθέντες. ἐν ταύτηι δακρύοντας ἡμᾶς τεθέαται τῆι συμφορᾶι ἡ σωτήριος ἡμέρα τῶν γενεθλίων τοῦ δεσπότου καὶ σωτῆρος | |
10 | ἡμῶν θεοῦ καὶ κυρίου Ἰησοῦ Χριστοῦ καὶ τὴν πᾶσι Χριστιανοῖς εὐφροσύνην ὑπάρξασαν ἡμεῖς πενθοῦντες διετελοῦμεν, ἀντὶ τῶν προσευχῶν τῆς μυσταγωγίας θρήνους ἐκ τῆς γλώττης προχέοντες· ἐν τούτοις ἡμᾶς καὶ ἡ τῶν ἐπιφανίων ἡμέρα διεδέξατο καὶ ὥσπερ οἱ θανάτωι προσομιλοῦντες φιλοψύχως ἔχοντες τὴν τελευτὴν κατοδύρονται, οὕτως ἡμεῖς ἐπὶ τῆι τῶν ἀχράντων μυστηρίων ἀφαιρέσει πενθοῦντες διετελοῦμεν. ἐπέστη | |
15 | καὶ ἡ τοῦ σωτηρίου πάθους ἡμέρα καὶ νὺξ ἱερὰ καὶ ἡ τῆς ἀναστάσεως ἑορτή, καθ’ ἣν λύεται μὲν τοῖς πλείστοις τῶν ἡμαρτηκότων τὰ ἀπὸ τῶν ἁγίων ἡμῶν πατέρων ἐπιτίμια, λύεται δὲ παρὰ τῶν βασιλευόντων ἐπὶ τῶν ἐγκλημάτων τὰ δεσμὰ τοῖς ὑπευθύνοις, ἡδονῆς δὲ δικαίας πᾶς οἶκος καὶ ἀγορὰ πᾶσα πεπλήρωται· ἡμεῖς δὲ τοῖς τῶν ἀδίκων ἀπο‐ φάσεων δεσμοῖς κατεχόμενοι οὐδὲν φιλάνθρωπον τοῦ κατακρίναντος εἴδομεν, ἀλλὰ μεμένη‐ | |
20 | κεν ἀκλινὴς ἄχρι τοῦ παρόντος, ἐννέα μηνῶν περί που ἤδη παραδραμόντων, τοιαύτην πάντως ἐφ’ ἑαυτῶι τὴν παρ’ ὑμῶν ψῆφον τυπῶν, ἵνα τῆς οἰκείας ἐφ’ ἡμῖν ἀδίκου κρίσεως ἄξιον εὕροι καρπὸν τὴν ἐπ’ αὐτῶι παρ’ ὑμῶν δικαίαν ψῆφον καὶ οὕτως κατὰ τὴν θείαν γραφὴν κριθῆι μὲν ὡς ἔκρινεν, ἀπολαύσηι δὲ ὡς ἐπεβούλευσεν. δι’ ὅπερ καθικετεύομεν τὴν ὑμετέραν ἁγίαν σύνοδον συναλγῆσαι μὲν ἡμῖν τῆς τοσαύτης ἀδίκου κολάσεως ὑπὲρ | |
25 | εὐσεβείας παρὰ ἱερέως ὑπομεμενηκόσιν αὐτήν, ἀποδοῦναι δὲ ἡμῖν μὲν ὧν οὐ δικαίως ἀφαι‐ ρούμεθα μυστηρίων, τῶι δὲ ταῦτα δεδρακότι τὴν ἀμοιβὴν ὧν οὐ δικαίως ἔκρινε. Ναρσῆς πρεσβύτερος ὑπέγραψα χειρὶ ἐμῆι Τῆι αὐτῆι ὑπογραφῆι πάντες Τιμόθεος | |
30 | Εὐσέβιος Κωνσταντῖνος Εὐστάθιος Ζηνόβιος Αὐξέντιος | |
35 | Ζηνόβιος Σμάραγδος Ἐλευσίνιος Κωνσταντῖνος διάκονοι Θεόδουλος | |
40 | Γερόντιος Πορφύριος ὑποδιάκονοι | |
Μαρτύριος | 187 in vol. 2.1.1 | |
2,1,1188 | Παγχάριος Παυλονᾶς Φιλούμενος Ἁβράμιος | |
5 | Ἰουλιανός Ἀντώνιος Μακεδόνιος Τιμόθεος Ἰωάννης | |
10 | Εὐπρέπιος Δωρόθεος Ἑορτάσιος Τιμόθεος Ἰουλιανός | |
15 | Εὐγένιος Θεότιμος Μάλχος Εὔβουλος Γυμνάσιος | |
20 | Ὑπάτιος μονάζοντες Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ἐπειδὴ ἀκοινωνήτους ἑαυτοὺς εἴπατε γεγενῆσθαι, ἀγνοεῖτε δὲ τὴν αἰτίαν καὶ τεκμαιρόμεθα καὶ ἡμεῖς διὰ τί, εἴπατε φανερῶς τὴν ἑαυτῶν πίστιν ὅπως ἔχετε. αὕτη γάρ ἐστιν ὑμῶν ἡ ἀπόλυσις, ἡ ὁμολογία τῆς πίστεως. | |
25 | Ἐλευσίνιος διάκονος καὶ μονάζων εἶπεν· Καθὼς διὰ τοῦ λιβέλλου ὁ θεοσεβὴς ἀρχι‐ μανδρίτης ἡμῶν ἀνεδίδαξεν τὴν ὑμετέραν ἁγιότητα [ὅτι], οὕτω φρονοῦμεν ὡς οἱ τιη ἅγιοι πατέρες οἱ ἐν Νικαίαι ἐθέσπισαν, ἣν καὶ ἐβεβαίωσεν ἡ ἐνταῦθα ἁγία σύνοδος, καὶ παρὰ ταύτην τὴν πίστιν οὐδέποτε οὐδὲ ἐνενοήσαμέν τι οὔτε ἐφρονήσαμεν. Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Περὶ τῆς ἐνσάρκου τοῦ σωτῆρος παρου‐ | |
30 | σίας οὕτω φρονεῖτε ὡς ὁ μακάριος Ἀθανάσιος καὶ ὁ μακάριος Κύριλλος καὶ ὁ μακάριος Γρηγόριος καὶ πάντες οἱ ὀρθόδοξοι ἐπίσκοποι; Ἐλευσίνιος διάκονος καὶ μονάζων εἶπεν· Πάντες οὕτω φρονοῦμεν καὶ ὡς οἱ ἐν Νικαίαι συνελθόντες καὶ οἱ ἐνταῦθα συνειλεγμένοι ἅγιοι πατέρες. Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ἐπιδέδωκε λίβελλον ὁ εὐλαβέστατος | |
35 | πρεσβύτερος καὶ ἀρχιμανδρίτης Εὐτυχής· πείθεσθε οἷς ἔγραψεν ἐκεῖνος; [καὶ] ἀκολου‐ θεῖτε τῆι πίστει αὐτοῦ; Ἐλευσίνιος διάκονος καὶ μονάζων εἶπεν· Ναί. Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Μὴ παραβαίνετε; Ἐλευσίνιος διάκονος καὶ μονάζων εἶπεν· Οὔ. | |
40 | Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Τὰ αὐτὰ φρονεῖτε; τοῖς αὐτοῖς στοιχεῖτε; ἀναθεματίζετε τοὺς μὴ οὕτω φρονοῦντας; Ἐλευσίνιος διάκονος καὶ μονάζων εἶπεν· Ναί, τῶν ποδῶν ὑμῶν. | |
Ἰουβενάλιος ἐπίσκοπος Ἱεροσολύμων εἶπεν· Ἀκόλουθόν ἐστιν οὕτως αὐτοὺς τὴν | 188 in vol. 2.1.1 | |
2,1,1189 | ὀρθόδοξον ὁμολογοῦντας πίστιν τήν τε ἐν Νικαίαι ἐκτεθεῖσαν καὶ ἐν Ἐφέσωι βεβαιωθεῖσαν μετέχειν καὶ τῆς ἁγίας κοινωνίας καὶ τῶν οἰκείων βαθμῶν. Ἡ ἁγία σύνοδος εἶπεν· Πάντες συναινοῦμεν τούτοις τοῖς λόγοις. πάντες τὰ αὐτὰ λέγομεν. | |
5 | Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Δοκεῖ οὖν τῆι θεοσεβείαι ὑμῶν ἐν τῆι διαλαλιᾶι καὶ τοῦτο ἐνθεῖναι ὅτι μετὰ τοῦ ἀρχιμανδρίτου Εὐτυχοῦς ἀπελύσαμεν καὶ τοὺς σὺν αὐτῶι κληρικοὺς ἤτοι μονάζοντας; Ἡ ἁγία σύνοδος εἶπεν· Ἀπελύσαμεν αὐτούς. Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Κοινωνοῦμεν αὐτοῖς καὶ τῆι ἀξίαι καὶ | |
10 | τοῖς μυστηρίοις; Ἡ ἁγία σύνοδος εἶπεν· Ναί, αὕτη δικαία κρίσις. Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Δήλων ὄντων τῶν πεπραγμένων καὶ πάσης τῆς ἁγίας ταύτης συνόδου συναινεσάσης καὶ ἀποδούσης τὴν κοινωνίαν τῶι εὐλα‐ βεστάτωι ἀρχιμανδρίτηι Εὐτυχεῖ ἔτι τε καὶ τὴν τοῦ πρεσβυτερίου ἀξίαν, πρὸς δὲ τούτοις | |
15 | ἀπολυσάσης καὶ πάντας τοὺς συνόντας αὐτῶι κληρικοὺς ἤτοι μονάζοντας, δίκαιόν ἐστι λοιπὸν καὶ ἀκόλουθον τὰ περὶ τῆς ὀρθῆς ἡμῶν πίστεως πεπραγμένα ἐν τῆι συναχθείσηι πρώην ἐν ταύτηι τῆι πόλει μακαριωτάτηι συνόδωι ἀναγνωσθῆναι, ἅτινα προκομίσας ὁ εὐλαβέστατος πρεσβύτερος καὶ πρῶτος νοταρίων Ἰωάννης ἀναγινωσκέτω, ἐὰν τοῦτο καὶ πάσηι τῆι ἁγίαι συνόδωι δόξηι. | |
20 | Δόμνος ἐπίσκοπος Ἀντιοχείας εἶπεν· Εἰ ἔδοξεν ἀναγνωσθῆναι, ἀναγινωσκέσθω. Θαλάσσιος ἐπίσκοπος Καισαρείας Καππαδοκίας εἶπεν· Ἀναγκαῖον ἡμῖν ἐστι τοῦ ἀναγνωσθῆναι τὴν πίστιν τῶν ἁγίων πατέρων τῶν τιη καὶ τῶν ἐν Ἐφέσωι, ὥστε ἡμᾶς πλεῖον τι ἀκροασαμένους ἐπιστοιχειωθῆναι. Εὐσέβιος ἐπίσκοπος Ἀγκύρας Γαλατίας εἶπεν· Λυσιτελὴς ἡ τῶν ἁγίων συνόδων | |
25 | ἀνάγνωσις καὶ βεβαίωσις· ἐκεῖθεν γὰρ ἔχομεν τῆς ὀρθοδοξίας ἡμῶν τὴν ἀσφάλειαν. Στέφανος ἐπίσκοπος Ἐφέσου εἶπεν· Ἀναγνωσθήτω ἡ ἔκθεσις ἡ γενομένη παρὰ τῶν ἐν Νικαίαι τιη ἁγίων πατέρων καὶ ἡ βεβαιώσασα ἐν Ἐφέσωι πρὸς ἀσφάλειαν τῆς ὀρθοδόξου πίστεως. Ἡ ἁγία σύνοδος εἶπεν· Πάντες τοῦτο βουλόμεθα. | |
30 | Ἰωάννης πρεσβύτερος καὶ πρῶτος νοταρίων ἀνέγνω Τοῖς μετὰ τὴν ὑπατείαν τῶν δεσποτῶν ἡμῶν Φλαυίων Θεοδοσίου τὸ τρισκαιδέκατον καὶ Οὐαλεντινιανοῦ τὸ τρίτον τῶν αἰωνίων αὐγούστων τῆι πρὸ ἕνδεκα Καλανδῶν Αὐγούστων, ἥτις ἐστὶ κατ’ Αἰγυπτίους Ἐπιφὶ κη, ἡνίκα Νεστόριος καθήιρηται, ἅτινα ἐμφέρεται τῆι ὀπίσω πράξει. | |
35 | Ὧν ἀναγινωσκομένων κηρίων ἁφθέντων Κωνσταντῖνος ὁ καθωσιωμένος σηκρη‐ τάριος ἀνέγνω τὰ ἑξῆς οὕτως Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Οἶμαι πᾶσιν ἀρέσκειν τὰ ἐκτεθέντα | |
παρὰ τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι συνελθόντων πάλαι, ἃ καὶ ἐβεβαίωσε καὶ | 189 in vol. 2.1.1 | |
2,1,1190 | μόνα κρατεῖν ὥρισεν ἡ ἐνταῦθα συνειλεγμένη πρώην ἁγία σύνοδος 〈θεοφιλῆ〉 καὶ ἀρ‐ κούντως ἔχοντα. ἠκούσαμεν δὲ ὁρισάντων αὐτῶν οὕτως· εἴ τις παρὰ ταῦτα λέγει ἢ φρονεῖ ἢ ἀνασκευάζει ἢ ζητεῖ, ὑποκείσθω τῆι ἀποφάσει. τί ὑμῖν δοκεῖ; ἕκαστος ποίαν ἔχει γνώμην, ἐγγράφως λεγέτω· δυνάμεθα παρὰ ταῦτα ἢ ζητεῖν ἢ ἀνασκευάζειν; | |
5 | εἰ δέ τις ἐζήτησε περαιτέρω τῶν εἰρημένων, οὐ δικαίως ὑποκείσεται τῆι ἀποφάσει τῶν πατέρων; λεγέτω τοίνυν ἕκαστος ὑμῶν εἰ ταύτης ἐστὶ τῆς γνώμης. Θαλάσσιος ἐπίσκοπος Καισαρείας Καππαδοκίας εἶπεν· Τὸ τῶν τιη ἁγίων πατέρων ἐπὶ τῆι ἐκθέσει τῆς πίστεως εὐδόκιμον ἔδειξε μὲν καὶ κατ’ ἐκεῖνο καιροῦ ἡ θεία χάρις, ἧιπερ ἐκεῖνοι τὰς γλώσσας χρήσαντες ἐδογμάτισαν, ἐβεβαίωσε δὲ μάλιστα καὶ ἡ ἐν ταύτηι τῆι | |
10 | λαμπρᾶι μητροπόλει συνελθοῦσα τῶν ἁγίων ὁμόνοια, ἣν κρατεῖν ἐκ παντὸς ἀναγκαῖόν ἐστιν τοῦ τρόπου, προσθήκης ὁμοῦ ἢ ὑφαιρέσεως ὁμοίως λυμαινομένης τῶι κανόνι τῆς εὐσεβείας τῆς θεσπισθείσης ὑπὸ τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι καὶ βεβαιωθείσης ὑπὸ τῶν ἐνταῦθα συνεληλυθότων τὸ πρότερον· τοὺς δὲ ἐναντία τούτων φρονοῦντας βδελύσσομαι ὡς παραλύοντας τὴν ὀρθὴν πίστιν. | |
15 | Σώιζων ἐπίσκοπος Φιλίππων Ἰωάννης ἐπίσκοπος Σεβαστῆς Ἀρμενίας Θεόδωρος ἐπίσκοπος Ταρσοῦ τῆς Κιλικίας Βασίλειος ἐπίσκοπος Σελευκείας Ἰσαυρίας Στέφανος ἐπίσκοπος Ἐφέσου | |
20 | Οὐράνιος ἐπίσκοπος πόλεως Ἱμερίας ἐπαρχίας Ὀσροηνῆς δι’ ἑρμηνέως Εὐλο‐ γίου πρεσβυτέρου Ἐδεσσηνοῦ Θεόδωρος ἐπίσκοπος Δαμασκοῦ εἶπον ταὐτὰ καὶ ὅμοια. Ἰούλιος ἐπίσκοπος ἐπέχων τὸν τόπον τοῦ ἁγιωτάτου ἐπισκόπου τῆς Ῥωμαίων ἐκκλησίας Λέοντος, ἑρμηνεύοντος αὐτὸν Φλωρεντίου ἐπισκόπου Λυδῶν, εἶπεν· Ταῦτα | |
25 | κατέχει ἡ ἀποστολικὴ καθέδρα. Στέφανος ἐπίσκοπος Ἱερᾶς πόλεως εἶπεν· Τούτοις καὶ ἡμεῖς συντιθέμεθα καὶ παρὰ ταῦτα οὔτε ἐφρονήσαμεν οὔτε φρονήσομεν, ἀλλὰ μέχρι τελείας ἡμῶν ἀναπνοῆς αὐτοῖς ἀκολουθήσομεν καὶ οὐδενὸς τῶν παρὰ ταῦτα διδάσκειν ἐπιχειρούντων πώποτε ἀνεξόμεθα. Μελίτιος ἐπίσκοπος Λαρίσσης ποιούμενος τὸν λόγον καὶ ὑπὲρ τοῦ ὁσιωτάτου | |
30 | ἐπισκόπου Ἀπαμείας δευτέρας Συρίας Δόμνου Κῦρος ἐπίσκοπος Ἀφροδισιάδος τῆς Καρίας Φλωρέντιος ἐπίσκοπος Λυδῶν Κανδιδιανὸς ἐπίσκοπος Ἀντιοχείας τῆς Πισιδίας εἶπον τὰ ὅμοια. Ἵλαρος διάκονος τῆς Ῥωμαίων ἐκκλησίας, ἑρμηνεύοντος αὐτὸν Φλωρεντίου ἐπι‐ | |
35 | σκόπου Λυδῶν, εἶπεν· Τὰ πρόσφατον ἀναγνωσθέντα τοῦτο μὲν ἐκ τῆς τῶν ἐν τῆι Νικαέων συνηγμένων πίστεως, τοῦτο δὲ καὶ βεβαιωθέντα ἐν τῆι κατὰ τὴν Ἔφεσον ἁγίαι συνόδωι πάλαι συνειλεγμένηι ὁ ἀποστολικὸς θρόνος καὶ διδάσκει καὶ πρεσβεύει. ταῦτα τοίνυν | |
οἶδα συνάιδοντα τοῖς δόγμασι τῶν ἁγίων πατέρων, καὶ τοῖς ἰδίοις δὲ πρὸς ὑμᾶς, ἁγιώτα‐ | 190 in vol. 2.1.1 | |
2,1,1191 | τοι, ἐνέθηκεν ὁ ἀποστολικὸς θρόνος γράμμασιν, ἅπερ, εἰ κελεύσοιτε ἀναγνωσθῆναι, γνώσεσθε συνάιδοντα τῆι ἀληθείαι. Βασίλειος ἐπίσκοπος Τραιανουπόλεως εἶπεν· Καὶ ἡ ἐμὴ βραχύτης ἐν ταύτηι ἀνατέ‐ θραπται τῆι ἁγίαι πίστει καὶ ἐν αὐτῆι πληρῶσαι τὸν βίον εὔχομαι. | |
5 | Πολυχρόνιος ἐπίσκοπος Ἀντιπατρίδος εἶπεν· Τὰς θείας καὶ ἀληθεῖς διατυπώσεις τῶν ἁγίων πατέρων κατέχομεν χάριτι θεοῦ παρ’ ἑαυτοῖς καὶ ἐν τῆι πίστει ταύτηι φυλαχ‐ θῆναι εὐχόμεθα. Ἡ ἁγία σύνοδος εἶπεν· Οἱ πάντες τῆς αὐτῆς ἐσμὲν γνώμης καὶ πίστεως. Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ἐπειδήπερ ἡ ἁγία καὶ μεγάλη σύνοδος | |
10 | ἡ ἐν Νικαίαι πάλαι συναγηγερμένη κατὰ βούλησιν θεοῦ τὴν ὀρθὴν ἡμῶν καὶ ἀμώμητον ἐξέθετο πίστιν, ἥντινα καὶ ἡ 〈ἁγία σύνοδος ἡ〉 πρὸ βραχέος ἐνταῦθα συνειλεγμένη ἐβεβαίωσεν καὶ ταύτην μόνην κρατεῖν καὶ ἐκκλησιάζεσθαι ὥρισεν, τυπώσασα καὶ τοῦτο ὥστε μηδενὶ ἐξεῖναι ἑτέραν πίστιν παρὰ ταύτην ἐκτίθεσθαι ἢ ζητεῖν ἢ καινουργεῖν τι ἢ ὅλως ἀνακινεῖν τι περὶ τῆς εὐαγοῦς ἡμῶν θρηισκείας, τοὺς δέ γε παρὰ ταῦτα ἢ φρονεῖν ἢ ζητεῖν ἢ συντι‐ | |
15 | θέναι τι πειρωμένους ἢ ὅλως ἀνασκευάζειν ἐπιχειροῦντας τὰ τετυπωμένα ἐπιτιμίοις φανεροῖς ὑποβέβληκεν, ἵν’ εἰ μὲν εἶεν ἐπίσκοποι, ἀλλότριοι τῆς ἐπισκοπῆς γίνωνται, εἰ δὲ κληρικοί, τοῦ κλήρου, εἰ δὲ λαικοί, ξένοι τῆς κοινωνίας (ταῦτα γὰρ ἐκ τῶν ἀναγνωσθέντων ἀρτίως ὑπομνημάτων ἐδιδάχθημεν), φαίνονται δέ, ὡς συνορᾶι ἡ ἁγία αὕτη καὶ οἰκουμενικὴ σύνοδος, πάντα σχεδὸν ἀνακινήσαντες καὶ μετασκευάσαντες Φλαβιανὸς ὁ γεγονὼς τῆς | |
20 | Κωνσταντινουπολιτῶν ἐκκλησίας ἐπίσκοπος καὶ Εὐσέβιος ὁ τοῦ Δορυλαίου καὶ σκανδάλου καὶ ταραχῆς γεγονότες πρόφασις ταῖς τε ἁγίαις ἐκκλησίαις καὶ τοῖς ἁπανταχοῦ ὀρθοδόξοις λαοῖς, εὔδηλον ὡς ἑαυτοὺς ὑπέθηκαν τοῖς ὡρισμένοις τὸ τηνικαῦτα συνοδικῶς παρὰ τῶν ἁγίων ἡμῶν πατέρων ἐπιτιμίοις. ὅθεν δὴ καὶ ἡμεῖς τὰ ἐκείνων βεβαιοῦντες ἀλλοτρίους αὐτοὺς τοὺς μνημονευθέντας Φλαβιανὸν καὶ Εὐσέβιον παντὸς ἱερατικοῦ καὶ ἐπισκοπικοῦ | |
25 | ἀξιώματος κεκρίκαμεν εἶναι. κατατιθέσθω δὲ ἕκαστος τῶν παρόντων θεοσεβεστάτων ἐπισκόπων τὴν ἑαυτοῦ γνώμην καὶ φανερὰν ταύτην ποιείτω ἐπὶ τῶν ὑπομνημάτων. σύμπαντα μέντοι τὰ πραττόμενα τήμερον γνωρισθήσονται τοῖς εὐσεβεστάτοις καὶ φιλο‐ χρίστοις ἡμῶν βασιλεῦσιν. Φλαβιανὸς ἐπίσκοπος εἶπεν· Παραιτοῦμαί σε. | |
30 | Ἵλαρος διάκονος τῆς Ῥωμαίων ἐκκλησίας εἶπεν· Κοντραδικιτουρ, ὅ ἐστιν ἀντι‐ λέγεται. Καὶ ἐν τῶι ἀναγινώσκεσθαι οἱ Ἀνατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπί‐ σκοποι ἐπεβόησαν· Ἀνάθεμα Διοσκόρωι. ταύτηι τῆι ὥραι καθεῖλεν, ταύτηι τῆι ὥραι καθαιρεθῆι. ἅγιε κύριε, σὺ αὐτὸν ἐκδίκησον. 〈κύριε κύριε, σὺ αὐτὸν ἐκδίκησον.〉 | |
35 | ὀρθόδοξε βασιλεῦ, σὺ αὐτὸν ἐκδίκησον. Λέοντος πολλὰ τὰ ἔτη. τοῦ πατριάρχου | |
πολλὰ τὰ ἔτη. | 191 in vol. 2.1.1 | |
2,1,1192 | Κωνσταντῖνος ὁ καθωσιωμένος σηκρητάριος ἀπὸ τοῦ αὐτοῦ σχεδαρίου ἀνέγνω τὰ ὑπόλοιπα οὕτως Ἰουβενάλιος ἐπίσκοπος Ἱεροσολύμων εἶπεν· Ἑαυτοὺς ἀλλοτρίους ἱερωσύνης καὶ βαθμοῦ ἐπισκοπικοῦ ἀπέδειξαν Φλαβιανὸς καὶ Εὐσέβιος ἐπιχειρήσαντες προσθεῖναί τι | |
5 | ἢ ἀφελεῖν ἐκ τῆς πίστεως τῆς ἐκτεθείσης ἐν τῆι ἁγίαι συνόδωι τῆι ἐν Νικαίαι, ἣν ἐβεβαίωσεν ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος ἡ ἐν ταύτηι τῆι Ἐφέσωι πάλαι συνελθοῦσα, ὥστε τοὺς τολμῶντάς τι προσθεῖναι ἢ ἀφελεῖν τῆς πίστεως ἀλλοτρίους εἶναι τῆς ἱερωσύνης καὶ μάλιστα τοσαύτην σύγχυσιν ποιήσαντας. ὅθεν κἀγὼ τὰ αὐτὰ ψηφίζομαι τῆι τε ἁγίαι καὶ οἰκουμενικῆι συνόδωι καὶ τῶι ἁγίωι καὶ θεοφιλεστάτωι ἀρχιεπισκόπωι Διο‐ | |
10 | σκόρωι ἀλλοτριῶν αὐτοὺς τοῦ ἐπισκοπικοῦ ἀξιώματος. Δόμνος ἐπίσκοπος Ἀντιοχείας εἶπεν· Σύμψηφος εἰμὶ καὶ αὐτὸς τῆι ἁγίαι ὑμῶν συνόδωι καθελούσηι Φλαβιανὸν καὶ Εὐσέβιον ὡς μὴ ἐμμένοντας τῆι ἁγίαι συνόδωι τῆι ἐν Νικαίαι καὶ τῆι πρώην ἐνταῦθα συναθροισθείσηι καὶ συναινῶ τῆι ἐπ’ αὐτοῖς παρ’ ὑμῶν ἐξενεχθείσηι δικαίαι ψήφωι. | |
15 | Θαλάσσιος ἐπίσκοπος Καισαρείας εἶπεν· Ὅσοι παρὰ τοὺς ἐπὶ τῆι πίστει τῶν πατέρων τύπους διαπράττονται, ἑαυτοῖς ἐπάγουσι τὰ ἐκ τῶν κανόνων ἐπιτίμια· ὅθεν Φλαβιανὸς καὶ Εὐσέβιος ὑπερβάντες τοὺς ἐν Νικαίαι καὶ ἐν Ἐφέσωι ἐκτεθέντας τύπους παρὰ τῶν ἁγίων πατέρων κατὰ τὴν ψῆφον τῆς ὑμετέρας θεοφιλείας καὶ ἡμῶν τοῦ τῆς ἐπισκοπῆς βαθμοῦ ἠλλοτρίωνται. | |
20 | Εὐσέβιος ἐπίσκοπος Ἀγκύρας Γαλατίας εἶπεν· Ἐμοὶ μὲν προσφιλὲς ἀεὶ τὸ φιλάν‐ θρωπον· ἐπειδὴ δὲ θρηισκείας λόγος ἐκίνησε τοὺς ὁσίους πατέρας πρὸς τὴν ἀπόφασιν τὴν ἐξενηνεγμένην δικαίαι ψήφωι κατὰ Φλαβιανοῦ καὶ Εὐσεβίου, συντίθεμαι. Στέφανος ἐπίσκοπος Ἐφέσου εἶπεν· Δικαία ἡ ἐξενεχθεῖσα ἀπόφασις κατὰ Φλα‐ βιανοῦ τοῦ πάλαι ἐπισκόπου καὶ Εὐσεβίου· ὅθεν συναινῶ καὶ συνυπογράφω ἐπὶ τῆι | |
25 | καθαιρέσει ἀμφοτέρων. Κῦρος ἐπίσκοπος Ἀφροδισιάδος Ἐρασίστρατος ἐπίσκοπος Κορίνθου τῆς Ἑλλάδος Κυίντιλλος ἐπίσκοπος Ἡρακλείας, ἐπέχων καὶ τὸν τόπον Ἀναστασίου τοῦ εὐλα‐ βεστάτου ἐπισκόπου τῆς Θεσσαλονικέων | |
30 | Μελίτιος ἐπίσκοπος Λαρίσσης, ἐπέχων καὶ τὸν τόπον τοῦ εὐλαβεστάτου ἐπισκόπου Δόμνου τῆς Ἀπαμέων ἐκκλησίας Διογένης ἐπίσκοπος Κυζίκου Ἰωάννης ἐπίσκοπος Σεβαστείας Ἀρμενίας πρώτης Βασίλειος ἐπίσκοπος Σελευκείας Ἰσαυρίας | |
35 | Θεόδωρος ἐπίσκοπος Ταρσοῦ Ῥωμανὸς ἐπίσκοπος Μύρων τῆς Λυκίας Φώτιος ἐπίσκοπος Τύρου Ἰουλιανὸς ἐπίσκοπος Ταβίας Φλωρέντιος ἐπίσκοπος Λυδῶν | |
40 | Μαρινιανὸς ἐπίσκοπος Συνάδων | 192 in vol. 2.1.1 |
2,1,1193 | Μουσωνιανὸς ἐπίσκοπος Νύσης Κωνστάντιος ἐπίσκοπος Βόστρων Στέφανος ἐπίσκοπος Ἱερᾶς πόλεως Ἀττικὸς ἐπίσκοπος Νικοπόλεως Ἠπείρου παλαιᾶς | |
5 | Εὐστάθιος ἐπίσκοπος Βηρυτοῦ Νουνέχιος ἐπίσκοπος Λαοδικείας Τριμιταρίας Ὀλύμπιος ἐπίσκοπος Κωνσταντίας τῆς Κύπρου Ἰωάννης ἐπίσκοπος Ῥόδου Κανδιδιανὸς ἐπίσκοπος Ἀντιοχείας τῆς Πισιδίας | |
10 | Στέφανος ἐπίσκοπος Ἀναζάρβου Γερόντιος ἐπίσκοπος Σελευκείας Συρίας Ῥουφῖνος ἐπίσκοπος Σαμοσάτων Ἴνδιμος ἐπίσκοπος Εἰρηνουπόλεως Τιμόθεος ἐπίσκοπος Βαλανέων | |
15 | Θεοδόσιος ἐπίσκοπος Κανώθα Σέλευκος ἐπίσκοπος Ἀμασείας Πέτρος ἐπίσκοπος Γαγγρῶν Βασίλειος ἐπίσκοπος Τραιανουπόλεως Δοκιμάσιος ἐπίσκοπος Μαρωνείας | |
20 | Ἀλέξανδρος ἐπίσκοπος Σεβαστῆς Οὐράνιος ἐπίσκοπος Ἱμερίας ἐπαρχίας Ὀσροηνῆς ἑρμηνεύοντος αὐτὸν Εὐλογίου πρεσβυτέρου Ἐδεσσηνοῦ Ἀθανάσιος ἐπίσκοπος Ὀποῦντος Θεόδωρος ἐπίσκοπος Κλαυδιουπόλεως | |
25 | Λεόντιος ἐπίσκοπος Ἀσκάλωνος Φωτεινὸς ἐπίσκοπος Λύδδης Ἀναστάσιος ἐπίσκοπος Ἀριουπόλεως Θεοδόσιος ἐπίσκοπος Ἀμαθούντων Παῦλος ἐπίσκοπος Μαιουμᾶ | |
30 | Ζώσιμος ἐπίσκοπος Μινωίδος Ἐπιφάνιος ἐπίσκοπος Πέργης Βαροὺχ ἐπίσκοπος Σωιζούσης Ἡράκλειος ἐπίσκοπος Ἀζώτου Ἰωάννης ἐπίσκοπος Τιβεριάδος | |
35 | Μουσώνιος ἐπίσκοπος Ζωόρων Διονύσιος ἐπίσκοπος Συκαμαζόνος Καίουμος ἐπίσκοπος Φαινοῦς Αἰθέριχος ἐπίσκοπος Σμύρνης Κωνστάντιος ἐπίσκοπος Σεβαστείας | |
40 | Ζάεννος ἐπίσκοπος Πέλλης | |
Ἀλύπιος ἐπίσκοπος Βακάθων | 193 in vol. 2.1.1 | |
2,1,1194 | Πολυχρόνιος ἐπίσκοπος Ἀντιπατρίδος Παγκράτιος ἐπίσκοπος Λιβιάδος Αὐξόλαος ἐπίσκοπος Σαρακηνῶν τῶν ὑποσπόνδων Δομνῖνος ἐπίσκοπος Πλαταιέων | |
5 | Θεοδόσιος ἐπίσκοπος Μασταύρων Κυριακὸς ἐπίσκοπος Αἰγέης Φλαυιανὸς ἐπίσκοπος ** Λεβέδου Λεόντιος ἐπίσκοπος Μαγνησίας Εὐτρόπιος ἐπίσκοπος Περγάμου | |
10 | Γεννάδιος ἐπίσκοπος Τηίων Ὀλύμπιος ἐπίσκοπος Εὐάζων Μάξιμος ἐπίσκοπος Τράλλεων Ἰουλιανὸς ἐπίσκοπος Ὑπαίπων Θεόπεμπτος ἐπίσκοπος Καβάσων | |
15 | Καλοσίριος ἐπίσκοπος Ἀρσινοίτου ἑρμηνεύοντος αὐτὸν Ἰουλίου διακόνου αὐτοῦ Ἰωάννης ἐπίσκοπος Ἡφαίστου Ἡρακλείδης ἐπίσκοπος Ἡρακλεοῦς Ἰσαὰκ ἐπίσκοπος Ἑλεαρχίας Γεμελλῖνος ἐπίσκοπος Ἐρυθροῦ | |
20 | Ἀπολλώνιος ἐπίσκοπος Τάνεως Γεννάδιος ἐπίσκοπος Ἑρμουπόλεως μεγάλης Κῦρος ἐπίσκοπος Βαβυλῶνος Ἀθανάσιος ἐπίσκοπος Βουσίριδος Φωτεινὸς ἐπίσκοπος Τευχείρων | |
25 | Θεόφιλος ἐπίσκοπος Κλεοπατρίδος Πασμήιος ἐπίσκοπος Παράλου Σωσίας ἐπίσκοπος Σωιζούσης Θεόδουλος ἐπίσκοπος Τισιλα Θεόδωρος ἐπίσκοπος Βάρκης | |
30 | Ῥοῦφος ἐπίσκοπος Κυρήνης Ζήνων ἐπίσκοπος Ῥινοκορούρων Λούκιος ἐπίσκοπος Ζύγρων Αὐξόνιος ἐπίσκοπος Σεβεννύτου Ἰσαὰκ ἐπίσκοπος Ταύα | |
35 | Φιλόκαλος ἐπίσκοπος Ζαγυλέων Ἡσαίας ἐπίσκοπος Ἑρμουπόλεως μικρᾶς Βαρσουμᾶς πρεσβύτερος καὶ ἀρχιμανδρίτης ἑρμηνεύοντος αὐτὸν Εὐσεβίου μοναχοῦ εἶπον οἱ πάντες ὅμοια καὶ παραπλήσια. Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας ὁρίσας ὑπέγραψα | |
40 | Ἰουβενάλιος Ἱεροσολύμων | |
Δόμνος Ἀντιοχείας | 194 in vol. 2.1.1 | |
2,1,1195 | Στέφανος Ἐφέσου Θαλάσσιος Καισαρείας Καππαδοκίας Εὐσέβιος Ἀγκύρας Γαλατίας Κῦρος Ἀφροδισιάδος | |
5 | Ἐρασίστρατος Κορίνθου Διογένης Κυζίκου Ἰωάννης Σεβαστείας Βασίλειος Σελευκείας Ἰσαυρίας καὶ οἱ λοιποὶ πάντες οὕτως ὑπέγραψαν. | |
10 | Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Περὶ μὲν τῆς ὀρθοδόξου πίστεως καὶ καθολικῆς τελεώτερον συνόδου γινομένης τῆι ὑστεραίαι ἀκριβεστέραν ἐξέτασιν δεῖν γενέσθαι συνορῶμεν· ἐπειδὴ δὲ Φλαβιανὸς ὁ τῆς εὐλαβοῦς μνήμης καὶ Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος ἐκ τῆς τῶν πεπραγμένων καὶ διαγνωσθέντων ἐρεύνης καὶ αὐτῆς τῆς φωνῆς τινῶν τῶν ἐξάρχων γενομένων τῆς τότε συνόδου ὁμολογησάντων ἐσφάλθαι | |
15 | καὶ μάτην αὐτοὺς καθηιρηκέναι οὐδὲν περὶ τὴν πίστιν σφαλέντας δείκνυνται ἀδίκως καθηι‐ ρημένοι, καταφαίνεται ἡμῖν κατὰ τὸ τῶι θεῶι ἀρέσκον δίκαιον εἶναι, εἰ παρασταίη τῶι θειοτάτωι καὶ εὐσεβεστάτωι ἡμῶν δεσπότηι, τῶι αὐτῶι ἐπιτιμίωι Διόσκορον τὸν εὐλα‐ βέστατον ἐπίσκοπον Ἀλεξανδρείας καὶ Ἰουβενάλιον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἱερο‐ σολύμων καὶ Θαλάσσιον τὸν εὐλαβέστατον ἐπίσκοπον Καισαρείας Καππαδοκίας καὶ | |
20 | Εὐσέβιον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἀγκύρας καὶ Εὐστάθιον τὸν εὐλαβέστατον ἐπίσκοπον Βηρυτοῦ καὶ Βασίλειον τὸν εὐλαβέστατον ἐπίσκοπον Σελευκείας Ἰσαυρίας τοὺς ἐξουσίαν εἰληφότας καὶ ἐξάρχοντας τῆς τότε συνόδου ὑποπεσεῖν παρὰ τῆς ἱερᾶς συνόδου κατὰ τοὺς κανόνας τοῦ ἐπισκοπικοῦ ἀξιώματος ἀλλοτρίους γενησομένους, πάντων τῶν παρακολουθησάντων τῆι θείαι κορυφῆι γνωριζομένων. | |
25 | Οἱ Ἀνατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Αὕτη δι‐ καία κρίσις. Οἱ Ἰλλυρικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι εἶπον· Πάντες ἐσφάλημεν, πάντες συγγνώμης ἀξιωθῶμεν. Οἱ Ἀνατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι εἶπον· Πολλὰ τὰ ἔτη | |
30 | τῆς συγκλήτου. ἅγιος ὁ θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. πολλὰ τὰ ἔτη τῶν βασιλέων. ὁ ἀσεβὴς ἀεὶ φεύγει· Διόσκορον ὁ Χριστὸς καθεῖλεν. τὸν φονέα ὁ Χριστὸς καθεῖλεν. αὕτη δικαία ψῆφος. αὕτη δικαία σύνοδος ** δικαία σύγκλητος ** τοὺς μάρτυρας ὁ θεὸς ἐξεδίκησεν. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Ἕκαστος τῶν εὐλα‐ | |
35 | βεστάτων ἐπισκόπων τῆς παρούσης ἁγίας συνόδου ὅπως πιστεύει, ἐγγράφως ἄνευ τινὸς δέους, τὸν τοῦ θεοῦ πρὸ ὀφθαλμῶν τιθέμενος φόβον, ἐκθέσθαι σπουδασάτω, γινώσκων ὡς ὁ θειότατος καὶ εὐσεβέστατος ἡμῶν δεσπότης κατὰ τὴν ἔκθεσιν τῶν ἐν Νικαίαι ἁγίων | |
πατέρων τιη καὶ κατὰ τὴν ἔκθεσιν τῶν ρν τῶν μετὰ ταῦτα καὶ τὰς κανονικὰς ἐπιστολὰς | 195 in vol. 2.1.1 | |
2,1,1196 | καὶ ἐκθέσεις τῶν ἁγίων πατέρων Γρηγορίου Βασιλείου Ἱλαρίου Ἀθανασίου Ἀμβροσίου καὶ τὰς Κυρίλλου δύο κανονικὰς ἐπιστολὰς τὰς ἐν τῆι κατ’ Ἔφεσον πρώτηι συνόδωι βεβαιωθείσας καὶ δημοσιευθείσας πιστεύει, κατ’ οὐδένα τρόπον τῆς αὐτῶν πίστεως ἀνα‐ χωρῶν. καὶ γὰρ ὁ εὐλαβέστατος ἀρχιεπίσκοπος τῆς πρεσβυτέρας Ῥώμης Λέων πρὸς | |
5 | τὴν παρὰ Εὐτυχοῦς ἀπίστως καὶ ὑπεναντίον τῆς καθολικῆς ἐκκλησίας ἀνακύψασαν ἀμφι‐ | |
βολίαν φαίνεται πρὸς τὸν τῆς εὐλαβοῦς μνήμης Φλαβιανὸν τὴν ἐπιστολὴν ἐκπέμψας. | 196 in vol. 2.1.1 | |
2,1,23 | Δευτέρα πρᾶξις τῆς ἐν Χαλκηδόνι ἁγίας συνόδου Ὑπατείαι τοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου ἡμῶν βασιλέως Μαρκιανοῦ τὸ πρῶτον καὶ τοῦ δηλωθησομένου τῆι πρὸ τριῶν Εἰδῶν Ὀκτωβρίων ἐν Χαλκηδόνι τῆι πόλει τῆς Βιθυνῶν ἐπαρχίας | |
5 | κατὰ χάριν θεοῦ καὶ ἐκ θεσπίσματος τῶν εὐσεβεστάτων βασιλέων συνόδου οἰκου‐ μενικῆς συγκροτηθείσης καὶ συνεδρευσάντων ἐν τῶι μαρτυρίωι τῆς ἁγίας καὶ καλλινίκου μάρτυρος Εὐφημίας πάντων τῶν ὁσιωτάτων καὶ θεοφιλεστάτων ἐπισκόπων μετὰ Πασκα‐ σίνου καὶ Λουκινσίου ἐπισκόπων καὶ Βονιφατίου πρεσβυτέρου τῶν ἐπεχόντων τὸν τόπον τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἀρχιεπισκόπου τοῦ ἀποστολικοῦ θρόνου Λέοντος | |
10 | καὶ Ἀνατολίου Κωνσταντινουπόλεως καὶ Μαξίμου Ἀντιοχείας Στεφάνου Ἐφέσου Κυριακοῦ Ἡρακλείας Λουκιανοῦ Βύζης Διογένους Κυζίκου | |
15 | Ἰουλιανοῦ Κῶ Οὐαλεριανοῦ Βασσιανῆς Εὐνομίου Νικομηδείας Πέτρου Κορίνθου Ἐλευθερίου Χαλκηδόνος | |
20 | Θεοδώρου Ταρσοῦ Ῥωμανοῦ Μύρων Κύρου Ἀναζάρβου Κωνσταντίου Βόστρων Σελεύκου Ἀμασείας | |
25 | Ἰωάννου Σεβαστείας Κωνσταντίου Μελιτηνῆς Καλογήρου Κλαυδιουπόλεως Πατρικίου Τυάνων Ἀμφιλοχίου Σίδης | |
30 | Ἐπιφανίου Πέργης | |
Θεοδώρου Δαμασκοῦ | 3 in vol. 2.1.2 | |
2,1,24 | Ἀττικοῦ Νικοπόλεως Παλαιᾶς Βασιλείου Τραιανουπόλεως Φλωρεντίου Σάρδεων Φραγκίωνος Φιλιππουπόλεως | |
5 | Ἰωάννου Ῥόδου Πέτρου Γαγγρῶν Φωτίου Τύρου Νουνεχίου Λαοδικείας Ὀνησιφόρου Ἰκονίου | |
10 | Στεφάνου Ἱερᾶς πόλεως Μαρινιανοῦ Συνάδων Περγαμίου Ἀντιοχείας Πισιδίας Νόννου Ἐδέσσης Ὀλυμπίου μητροπολίτου Κωνσταντίας Κύπρου | |
15 | Θεοκτίστου Πισινοῦντος Δόμνου Ἀπαμείας Συρίας Κριτωνιανοῦ Ἀφροδισιάδος Συμεῶνος Ἀμίδης Σεβαστιανοῦ Βερόης | |
20 | Κεκροπίου Σεβαστοπόλεως Ἰωάννου Γερμανικείας Ἀταρβίου Τραπεζοῦντος Ἰωσὴφ Ἡλιουπόλεως Ἀντιόχου Σινώπης | |
25 | Ἀκακίου Ἀριαραθείας Ἀττικοῦ Ζήλων Εὐσταθίου Ἁλικαρνασοῦ Ἀπραγμονίου Τίου Ἰωάννου Νικοπόλεως | |
30 | Γρατιανοῦ Κερασοῦντος Θαλασσίου Παρίου Φιλίππου Ἀδάνων Ἐπικτήτου Διοκλητιανουπόλεως Δανιήλου Κάδων | |
35 | Θεοδοσίου Ναζιανζοῦ Θεοδώρου Κλαυδιουπόλεως Ἰσαυρίας Θεοδώρου Τριπόλεως Θωμᾶ Θεοδοσιουπόλεως Θεοδώρου Νεοκαισαρείας | |
40 | Ἰωάννου Πολεμωνίου Ἀθανασίου μεσήνης Πατρικίου Νεοκαισαρείας Αὐγούστου | |
Ἀλεξάνδρου Σελευκείας [Ἰσαυρίας] | 4 in vol. 2.1.2 | |
2,1,25 | Οὐαλερίου Λαοδικείας Φοινίκης Κυρίνου Πατάρων Θεοφίλου Ὀριεσσοῦ Αἰθερίχου Σμύρνης | |
5 | Τρύφωνος Χίου Μελιτίου Λαρίσσης Νέωνος Σιλλύου Εὐδοξίου Ἐτένων Μαρκιανοῦ Κοτένων | |
10 | Διοδότου Λυσανίας Ἰωάννου Φλαβιάδος Κιλικίας Παύλου Πτολεμαίδος Διονυσίου Ἡρακλείας Ἰωάννου Ἀλίνδης | |
15 | Εὐπειθίου Στρατονικείας Ἰωάννου Ἀμαζόνος Παπία Ἐρίζων Διονυσίου Ἀντιοχείας Τυγχανίου Ἀπολλωνιάδος | |
20 | Θεοδωρήτου Ἀλαβάνδων Μενάνδρου Ἡρακλείας Φλακίλλου Ἰασσοῦ Ἰωάννου Κνίδου Καλανδίωνος Ἁλικαρνασοῦ | |
25 | Καλλινίκου Ἀπαμείας Ἑξαπόλεως Θεοτέκνου Τυραείου Ἑορτικίου Νικοπόλεως Κύρου Σινιάνδου Φλωρεντίου Τενέδου | |
30 | Ζηνοδότου Τερμισσοῦ Σάβα Πάλτου Θεοκτίστου Βεροίας Θωμᾶ Πορφυρεῶνος Μακαρίου Αἴνου | |
35 | Κυριακοῦ Αἰγέης Γενεθλίου Κρατείας Φιλίππου Θεοδοσιουπόλεως Βασιλικοῦ [Θεοδοσιουπολιτῶν] Παυλίνου Ἀπαμείας Πισιδίας | |
40 | Βασιλείου Νακωλείας Ἡρακλείου Κομάνων Ῥουφίνου Σαμοσάτων | |
Μενεκράτους Κιρασσέων | 5 in vol. 2.1.2 | |
2,1,26 | Κοσσινίου Ἱεροκαισαρείας Πατρικίου Ἀκμάσου Διονυσίου Ἀτταλείας Λυδίας Παύλου Τριπόλεως | |
5 | Γεμέλλου Στρατονικείας Μαιονίου Νύσης Ἡσαίου Ἐλαιτῶν Ἑσπέρου Πιτάνης Κοίντου Φωκαίας | |
10 | Εὐστοχίου Δοκιμίου Μουσωνίου Νύσης Ἀριστομάχου Κολωνείας Ῥήνου Ἰουνοπόλεως Παύλου Μαριάμμης | |
15 | Εὐσταθίου Σαρακηνῶν Ἀθανασίου Πέρρης Οὐρανίου Ἐμίσης Δαμιανοῦ Σιδῶνος Νῶε Κηφᾶ καστέλλου | |
20 | Οὐρανίου Ἰβώρων Πολυχρονίου Ἐπιφανείας Θεοδώρου Ἀντιφέλλου Λουκιανοῦ Ἰψοῦ Νεοπτολέμου Κόρνων | |
25 | Ἀχολίου Λαράνδων Ἰουλιανοῦ Ὑπαίπων Λεοντίου Μαγνησίας Εὐδοξίου Χώματος Φρόντωνος Φασήλιδος | |
30 | Στεφάνου Λιμυρέων Λεοντίου Ἀράξων Ἀντιπάτρου κάμων Φιλίππου λιβουρέων Κρατιανοῦ Πανόρμου | |
35 | Ἀνδρέου Τλωέων Νικολάου Ἀκρασσοῦ Ῥωμανοῦ Βουβονέων Παύλου Φιλομηλίου Φλωρεντίου Ἀδριανουπόλεως | |
40 | Μεσσαλίου Λαοδικείας Πισιδίας | |
Ἐλπιδίου μονῆς Θέρμων | 6 in vol. 2.1.2 | |
2,1,27 | Ῥωμανοῦ Εὐδοξιουπόλεως Λογγίνου Ὁρκιστοῦ Μυστηρίου Ἀμορίου Πέτρου Δαρδάνου | |
5 | Ἰοβιανοῦ Διβέλτου Φοντηιανοῦ Σαγαλασσοῦ Ἰνδίμου Εἰρηνουπόλεως Ἀκύλα Εὐδοξιάδος Εὐτροπίου αραδου | |
10 | Μάρκου Ἀρεθούσης Προτερίου Μυρίνης Μαρκελλίνου Μητροπολίτου Εὐσεβίου Κλαζομενῶν Ὀλυμπίου Θεοδοσιουπόλεως | |
15 | Μάμα Ἀνινήτου Ἀντωνιανοῦ Ἀμισοῦ Παραλίου Ἀνδράπων Δόμνου Κουκουσσοῦ Γεροντίου Σελευκείας Συρίας | |
20 | Ἰουλιανοῦ Ῥωσοῦ Ὑπατίου Ζεφυρίου Πέτρου Γαβούλα Ῥουφίνου Βριούλων Ὀλυμπίου Σωζοπόλεως | |
25 | Εὐφρατᾶ Ἐλευθέρνης Καιουμᾶ Μαρκουπόλεως Ἰωάννου Καρρῶν Ἁβραμίου Κάστρων Δημητρίου λαπετων | |
30 | Βεθεσλασις Νέας πόλεως Μουσωνιανοῦ βριμήνων Γενναδίου Ἀκμονέων Εὐλαλίου Πιονίων Ἀμαχίου Σεττῶν | |
35 | Θεοδοσίου Κανώθας Εὐσεβίου Σελευκοβήλου Ἑρμείου Ἀβύδου Πατρικίου Ἀδριανοῦ θηρῶν Ἐλευθερίου Ἀπόλλωνος | |
40 | Ἡλία Βλανδοῦ | |
Ἀλκιμίδου Σιλάνδου | 7 in vol. 2.1.2 | |
2,1,28 | Πρόκλου Ἀδραέων Θεοδοσίου Ἰλιέων Πιονίου Τρωάδος Στεφάνου Ποιμανηνοῦ | |
5 | Μάρκου Εὐροίας Κλαδέου Ἀγχιασμοῦ Περεγρίνου Φοινίκης Κύρου Κυβίστρων Θεοδώρου Ἡρακλείας | |
10 | Τιμοθέου Δολίχης Ἀέτιος ἀρχιδιάκονος τῆς βασιλευούσης Κωνσταντινουπόλεως νέας Ῥώμης καὶ πριμικήριος νοταρίων εἶπεν· Μέμνηται ἡ ἁγιότης ὑμῶν ὅτιπερ πρώην ἀναγνωσθεισῶν τῶν ἐπιδοθεισῶν δεήσεων τοῖς εὐσεβεστάτοις καὶ φιλοχρίστοις βασιλεῦσιν ἡμῶν παρὰ τοῦ θεοφιλεστάτου Εὐσεβίου ἐπισκόπου τῆς Δορυλαιτῶν κατὰ τοῦ θεοφιλεστάτου ἐπι‐ | |
15 | σκόπου τῆς Ἀλεξανδρέων Διοσκόρου φανερὰ παρηκολούθησε πρᾶξις ὑπομνημάτων παρόντων τῶι ἁγιωτάτωι τούτωι συνεδρίωι τῶν τε ἐνδοξοτάτων καὶ μεγαλοπρεπεστάτων ἀρχόντων καὶ τῆς ἱερᾶς καὶ ἐνδόξου συγκλήτου, ἐξεταζομένου τοῦ μεταξὺ αὐτῶν πράγ‐ ματος μέχρι βαθυτάτης ἑσπέρας. ἐπεὶ τοίνυν ὁ αὐτὸς θεοφιλέστατος Εὐσέβιος ἐπί‐ σκοπος ἑτέρους λιβέλλους καὶ νῦν ἐπιδέδωκε τῆι ὑμετέραι ὁσιότητι κατὰ τοῦ μνημονευ‐ | |
20 | θέντος ὁσιωτάτου ἐπισκόπου Διοσκόρου, μετὰ χεῖρας ἔχοντες τούτους ὑποβάλλομεν πρὸς τὸ παριστάμενον. Πασκασῖνος ἐπίσκοπος Λιλυβαίου ἐπαρχίας Σικελίας ἐπέχων τὸν τόπον τοῦ ἁγιω‐ τάτου ἀρχιεπισκόπου τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης Λέοντος εἶπεν Ῥωμαιστί | |
25 | Καὶ ἡρμηνεύθησαν εἰς Ἑλληνικὸν οὕτως· Ἔγνωσται πάντως τῆι θεοφιλεῖ ταύτηι συνόδωι καὶ πρὸς τὸν μακάριον καὶ ἀποστολικὸν πάπαν Λέοντα θεῖα γράμματα ἀπεστάλ‐ θαι ὥστε αὐτὸν τῆι ἁγίαι συνόδωι παρεῖναι καταξιῶσαι, ἀλλ’ ἐπειδήπερ οὔτε τὸ τῆς ἀρχαιότητος ἔθος ἔσχηκεν τοῦτο οὔτε τοῦ γενικοῦ καιροῦ ἡ ἀνάγκη ἐπιτρέπειν ἐδόκει, τὴν ἡμετέραν βραχύτητα ἀνθ’ ἑαυτοῦ ταύτης τῆς ἁγίας συνόδου 〈προεδρεύειν〉 ἐπέτρεψεν | |
30 | καὶ διὰ τοῦτο ἀναγκαῖόν ἐστι ταῦτα ἅπερ ἂν εἰς μέσον ἀχθῆι, δι’ ἡμετέρας διαλαλιᾶς σκοπηθῆναι. διά τοι τοῦτο ὁ λίβελλος ὁ νῦν προκομισθεὶς παρὰ τοῦ θεοφιλεστάτου ἀδελφοῦ ἡμῶν καὶ συνεπισκόπου Εὐσεβίου ὑποδεχθεὶς παρὰ τοῦ θεοφιλεστάτου ἀρχι‐ διακόνου καὶ πριμικηρίου [Ἀετίου] ἀναγινωσκέσθω. Καὶ λαβὼν Ἀέτιος ἀρχιδιάκονος καὶ πριμικήριος νοταρίων ἀνέγνω | |
35 | Τῆι ἁγίαι καὶ οἰκουμενικῆι συνόδωι τῆι ἐκ θεσπίσματος τῶν εὐσεβεστάτων ἡμῶν βασιλέων συνελθούσηι ἐν τῆι Χαλκηδονέων πόλει τῆς Βιθυνίας παρὰ Εὐσεβίου ἐπισκόπου τῆς Δορυλαιτῶν ποιουμένου τὸν λόγον ὑπέρ τε ἑαυτοῦ καὶ ὑπὲρ τοῦ ἐν ἁγίοις Φλαβιανοῦ τοῦ γενομένου ἐπισκόπου Κωνσταντινουπόλεως καὶ τῆς ὀρθοδόξου πίστεως. Τὸ φιλόθεον καὶ μισοπόνηρον ἦθος καὶ τὸ περὶ τοὺς ἠδικημένους συμπαθὲς τῆς ὑμετέρας | |
40 | ἁγιωσύνης ἐπιστάμενοι, πολλὰ καὶ δεινὰ καὶ παρὰ πᾶσαν ἀκολουθίαν ὑπομείναντες | 8 in vol. 2.1.2 |
2,1,29 | παρὰ τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Ἀλεξανδρέων Διοσκόρου πρόσιμεν τῆι ὑμετέραι θεοφιλείαι τῶν δικαίων τυχεῖν ἀξιοῦντες· τὰ δὲ τοῦ πράγματος ἐν τούτοις. πρώην συνελθοῦσα ὑμῶν ἡ ἁγία σύνοδος ἅμα τοῖς ὑπερλάμπροις καὶ ἐξοχωτάτοις ἄρχουσι καὶ τῆι ὑπερφυεῖ συγκλήτωι ἐν ταύτηι τῆι ἁγίαι καὶ μεγάληι ἐκκλησίαι ἐπήκουσε τῶν | |
5 | δεήσεων ἡμῶν τῶν ἐπιδοθεισῶν τοῖς εὐσεβεστάτοις ἡμῶν βασιλεῦσι κατὰ Διοσκόρου τοῦ εὐλαβεστάτου ἐπισκόπου καὶ προθεῖσα ὑμῖν τὸν ἀγῶνα διέγνω τὰ μεταξὺ ἡμῶν καὶ ἐπέστη τοῖς τετολμημένοις Διοσκόρωι κατ’ ἐμοῦ καὶ τοῦ ἐν ἁγίοις Φλαβιανοῦ καὶ τῆς ὀρθοδόξου πίστεως. ἠιτιασάμεθα γὰρ τὸν προειρημένον Διόσκορον ὡς ὁμόδοξον ὄντα Εὐτυχεῖ τῶι αἱρετικῶι καὶ καθηιρημένωι καὶ ἀνατεθεματισμένωι καὶ ὅτι βουλόμενος | |
10 | τὴν ἐκείνου κακοδοξίαν βεβαιῶσαι ἐν τῆι ἔναγχος γενομένηι συνόδωι ἐν τῆι Ἐφεσίων μητροπόλει πλῆθος ἀτάκτων ὄχλων συναγαγὼν καὶ δυναστείαν αὐτῶι πορισάμενος διὰ τῆς προσούσης αὐτῶι εὐπορίας τήν τε ὀρθὴν πίστιν, τό γε ἧκον εἰς αὐτόν, ἐλυμήνατο καὶ ζύμην αἱρέσεως ἀήθους εἰσήνεγκεν εἰς τὴν καθολικὴν ἐκκλησίαν καὶ ἡμᾶς τῆς ἀξίας τῆς ἱερωσύνης ἀφείλετο. ἐπεὶ οὖν τῆς διαγνώσεως γενομένης, ὡς ἐπίσταται ὑμῶν ἡ | |
15 | θεοφίλεια, ἀπεδείχθη παρ’ ἡμῶν ὁ προειρημένος Διόσκορος ἀλλότρια φρονῶν τῆς ὀρ‐ θῆς πίστεως καὶ ἐμὲ μὴ συγχωρήσας συνελθεῖν ἐν τῶι συνεδρίωι τῶι γενομένωι ἐν τῆι Ἐφεσίων μητροπόλει καὶ συστῆναι ταῖς ἰδίαις δικαιολογίαις, ἔτι δὲ καὶ τὸν ἐν ἁγίοις Φλαβιανὸν τὸν γενόμενον ἐπίσκοπον Κωνσταντινουπόλεως, ὑπὲρ οὗ καὶ τὸν λόγον ἐποιησάμην, κατὰ καιρὸν ταῖς οἰκείαις δικαιολογίαις χρήσασθαι, πρὸς τούτοις δὲ καὶ | |
20 | φωνὰς τὰς μὴ ῥηθείσας παρὰ τῆς τότε συνόδου ἐνθεὶς τοῖς ὑπομνήμασιν καὶ εἰς ἀγράφους χάρτας παρασκευάσας αὐτοὺς ὑπογράψαι καὶ πᾶσαν ἀδικίαν κατεργασάμενος εἴς τε τὴν εὐσέβειαν καὶ εἰς τοὺς θείους κανόνας καὶ εἰς τὴν τῶν νόμων ἀκολουθίαν, δέομαι καὶ προσπί‐ πτω τῆι ὑμετέραι ἁγιωσύνηι, οἰκτειρήσατε ἡμᾶς, ἁγιώτατοι πατέρες, καὶ ὡς ἔτι ἔχετε ἐν μνήμηι τὰ πρώην πεπραγμένα μεταξὺ ἡμῶν καὶ τοῦ προειρημένου Διοσκόρου, ψηφί‐ | |
25 | σασθε πάντα τὰ πραχθέντα καθ’ ἡμῶν σχολάζειν καὶ μηδὲν ἡμᾶς ἀπὸ τῶν γεγενημένων καθ’ ἡμῶν ἀδίκως ὑπομνημάτων παραβλάπτεσθαι, ἔχειν δὲ ἡμᾶς τὴν ἀξίαν τῆς ἱερωσύνης, ἀναθεματίσαι δὲ τὸ μιαρὸν αὐτοῦ δόγμα, κρατῦναι δὲ τὸν εὐσεβείας λόγον, κἀκεῖνον δὲ δίκας ἀποτεῖσαι τῶν τετολμημένων, ὥστε ὑπόδειγμα αὐτὸν γενόμενον τῶι λοιπῶι βίωι πάντας σωφρονίσαι τοὺς τὰ ὅμοια αὐτῶι πράττειν ἐπιχειροῦντας. τούτου γὰρ τυχόν‐ | |
30 | τες ἀδιαλείπτως εὐχαριστήσομεν τῆι ὑμετέραι ὁσιότητι. Εὐσέβιος ἐπίσκοπος Δορυλαίου ἐπαρχίας Φρυγίας Σαλουταρίας ἐπέδωκα τούσδε τοὺς λιβέλλους ὑπογράψας χειρὶ ἐμῆι. Καὶ μετὰ τὸ ἀναγνωσθῆναι Εὐσέβιος ἐπίσκοπος εἶπεν· Ἀξιῶ τὸν ἀντίδικόν μου κατὰ πρόσωπόν μου κληθῆναι. | |
35 | Ἀέτιος ἀρχιδιάκονος καὶ πρῶτος νοταρίων εἶπεν· Ἤδη, καθὰ ἐκελεύσατε, ὡς πρὸς τοὺς ἄλλους ὁσιωτάτους ἐπισκόπους διαβάντων Δομνίνου καὶ Κυριακοῦ τῶν δια‐ κόνων πρὸς Διόσκορον τὸν εὐλαβέστατον ἐπίσκοπον ἔνθεν πρὸ τοῦ συνεδριάσαι καὶ προτρεπομένων αὐτὸν ἐπὶ τὸ συνελθεῖν καὶ αὐτὸν ἐνταῦθα, ἐδήλωσεν ἐθέλειν μὲν παρα‐ γενέσθαι, μὴ συγχωρεῖσθαι δὲ ὑπὸ τῶν φυλαττόντων αὐτόν, ὡς ἔφασκεν. | |
40 | Πασκασῖνος ὁ ἐπίσκοπος εἶπεν· Ἐπειδήπερ οὐχ ὁρῶμεν παρόντα Διόσκορον τὸν Ἀλεξανδρείας ἁγιώτατον ἐπίσκοπον, ἐξελθόντες εὐλαβέστατοι κληρικοὶ ἐπιζητησάτωσαν | |
αὐτὸν εἰ πρὸ τοῦ συνεδρίου τυγχάνει. | 9 in vol. 2.1.2 | |
2,1,210 | Ἀέτιος ἀρχιδιάκονος καὶ πριμικήριος νοταρίων εἶπεν· Καθάπερ ἐκελεύσατε, Ἐπι‐ φάνιος καὶ Ἐλπίδιος οἱ πρεσβύτεροι περιελθόντες τὸ ἅγιον τοῦτο μαρτύριον ἐζήτησαν τὸν θεοφιλέστατον ἐπίσκοπον τῆς Ἀλεξανδρέων Διόσκορον καὶ εἰ παρίσταται, παρα‐ γενόμενοι ἐρωτάσθωσαν. | |
5 | Ἀνατόλιος ἐπίσκοπος Κωνσταντινουπόλεως νέας Ῥώμης εἶπεν· Λεγέτωσαν οἱ εὐλαβέστατοι Ἐπιφάνιος καὶ Ἐλπίδιος οἱ πρεσβύτεροι εἴ γε ἐπεζήτησαν τὸν θεοφιλέστατον ἐπίσκοπον Διόσκορον. Ἐπιφάνιος καὶ Ἐλπίδιος πρεσβύτεροι εἶπον· Περιελθόντες τοὺς περιβόλους τοῦ ἁγίου τόπου τούτου ἐζητήσαμεν καὶ οὐχ εὕρομεν αὐτόν. | |
10 | Ἀνατόλιος ἐπίσκοπος Κωνσταντινουπόλεως νέας Ῥώμης εἶπεν· Εἰ παρίσταται τῆι ὑμετέραι ἁγιωσύνηι ἀποσταλῆναι πρὸς αὐτὸν τινὰς τῶν θεοφιλεστάτων ἀδελφῶν ἡμῶν καὶ συνεπισκόπων εἰς τὸ καταγώγιον ἔνθα μένει, καὶ ὑπομνησθῆναι αὐτὸν ἐπὶ τῶι παραγενέσθαι ἐν τῆι ἁγίαι ταύτηι συνόδωι. Μάξιμος ἐπίσκοπος τῆς μεγαλοπόλεως Ἀντιοχείας εἶπεν· Καλῶς ἔδοξεν τῶι ἁγιωτά‐ | |
15 | τωι ἀρχιεπισκόπωι Ἀνατολίωι ὥστε πεμφθῆναι θεοφιλεστάτους ἐπισκόπους ἐπὶ τῶι μετακαλέσασθαι τὸν θεοφιλέστατον ἐπίσκοπον τῆς μεγαλοπόλεως Ἀλεξανδρείας καὶ δήλην αὐτῶι ποιῆσαι τὴν κατ’ αὐτοῦ γεγενημένην αἰτίαν. Ἡ ἁγία σύνοδος εἶπεν· Ἀκόλουθόν ἐστι δηλωθῆναι τῶι θεοφιλεστάτωι ἐπισκόπωι τῆς μεγαλοπόλεως Ἀλεξανδρείας Διοσκόρωι· ὅθεν ὁ θεοφιλέστατος ἐπίσκοπος Κων‐ | |
20 | σταντῖνος ὁ μητροπολίτης Βόστρων καὶ Ἀκάκιος Ἀριαραθείας καὶ Ἀττικὸς Ζήλων διαβάντες ὑπομνησάτωσαν τὸν θεοφιλέστατον ἐπίσκοπον Διόσκορον παραγενέσθαι εἰς τὸ ἅγιον τοῦτο συνέδριον. Καὶ ἀπελθόντων τῶν εὐλαβεστάτων ἐπισκόπων Κωνσταντίνου Ἀκακίου καὶ Ἀττικοῦ μετὰ Ἱμερίου ἀναγνώστου καὶ νοταρίου, εἶτα ἐπανελθόντων Ἀέτιος ἀρχι‐ | |
25 | διάκονος καὶ πριμικήριος νοταρίων εἶπεν· Οἱ πρὸ βραχέος ἀποσταλέντες ὁσιώτατοι ἐπίσκοποι Κωνσταντῖνος ὁ τῆς μητροπόλεως Βόστρων καὶ Ἀκάκιος Ἀριαραθείας καὶ Ἀττικὸς Ζήλων πρὸς τὸν θεοφιλέστατον ἐπίσκοπον τῆς Ἀλεξανδρέων Διόσκορον παρὰ τῆς ὑμετέρας ἁγιωσύνης παραγεγόνασιν καὶ τοῦτο αὐτὸ ὑποβάλλομεν πρὸς γνῶσιν τῆς ὑμετέρας ἁγιωσύνης. | |
30 | Ἀνατόλιος ἐπίσκοπος Κωνσταντινουπόλεως νέας Ῥώμης εἶπεν· Καταξιώσουσιν οἱ θεοφιλέστατοι ἐπίσκοποι διδάξαι τὴν ἁγίαν ταύτην σύνοδον οἵαν ἀπόκρισιν ἐδέξαντο παρὰ τοῦ θεοφιλεστάτου ἐπισκόπου Διοσκόρου. Κωνσταντῖνος ἐπίσκοπος Βόστρων εἶπεν· Κατὰ τὸ προσταχθὲν παρὰ τῆς ὑμετέ‐ ρας ἁγιωσύνης ἀπελθόντες πρὸς τὸν θεοφιλέστατον ἐπίσκοπον Διόσκορον τῆς Ἀλεξαν‐ | |
35 | δρέων ἐγγράφως τὰ ἐνταλθέντα ἡμῖν εἴπομεν αὐτῶι καὶ ἀξιοῦμεν τὸν συνόντα ἡμῖν Ἱμέριον τὸν ἀναγνώστην καὶ νοτάριον ἐξειληφότα εἰπεῖν τίνα ἐστὶν καὶ τὰ παρ’ ἡμῶν λεχθέντα καὶ ποίαν ἀπόκρισιν ἡμῖν δέδωκεν. Πασκασῖνος ἐπίσκοπος δι’ ἑρμηνέως εἶπεν· Ὁ παρὼν νοτάριος Ἱμέριος κατὰ τὴν κατάθεσιν τοῦ θεοφιλεστάτου ἀδελφοῦ ἡμῶν καὶ συνεπισκόπου ταῦτα ἅπερ ἀπεκρίνατο | |
40 | Διόσκορος ὁ ἐπίσκοπος, ἀναγινωσκέτω, ἵνα δυνηθῆι ἡ μακαρία αὕτη σύνοδος κοινοποιη‐ σαμένη τὴν συμβουλὴν ἐμμελῶς διαγνῶναι τί ὀφείλει πραχθῆναι. | |
Ἱμέριος ἀναγνώστης καὶ νοτάριος ἀνέγνω οὕτως | 10 in vol. 2.1.2 | |
2,1,211 | Κωνσταντῖνος ἐπίσκοπος τῆς μητροπόλεως Βόστρων πρὸς τὸν ἐπίσκοπον Διό‐ σκορον εἶπεν· ἡ ἁγία σύνοδος παρακαλεῖ σου τὴν ἁγιότητα ἀπαντῆσαι ἕως αὐτῆς συνη‐ θροισμένη ἐν τῶι μαρτυρίωι τῆς ἁγίας καὶ καλλινίκου μάρτυρος Εὐφημίας. Διόσκο‐ ρος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· φυλάττομαι ἐγώ· εἰ δὲ συγχωροῦμαι κατελθεῖν, | |
5 | εἰπάτωσαν. Ἀκάκιος ἐπίσκοπος Ἀριαραθείας εἶπεν· ἡμεῖς πρὸς τοὺς καθωσιω‐ μένους μαγιστριανοὺς οὐκ ἀπεστάλημεν, ἀλλὰ πρὸς τὴν σὴν ὁσιότητα ὥστε σε κατα‐ ξιῶσαι σκυλῆναι καὶ καταλαβεῖν τὴν ἁγίαν σύνοδον συνηθροισμένην ἐν τῶι μαρτυρίωι τῆς ἁγίας μάρτυρος Εὐφημίας. Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· ἕτοιμός εἰμι παραγενέσθαι εἰς τὴν ἁγίαν καὶ οἰκουμενικὴν σύνοδον, ἀλλὰ κωλύομαι. Ἀττικὸς | |
10 | ἐπίσκοπος Ζήλων εἶπεν· λίβελλοι ἐπεδόθησαν καὶ νῦν παρὰ Εὐσεβίου τοῦ θεοφιλεστάτου ἐπισκόπου τῆι ἁγίαι καὶ οἰκουμενικῆι συνόδωι κατὰ τῆς σῆς ὁσιότητος καὶ δι’ ἡμῶν ἡ ἁγία καὶ μεγάλη σύνοδος ἐδήλωσεν τῆι σῆι ἁγιωσύνηι ὥστε σε παραγενέσθαι καὶ ἀπολο‐ γήσασθαι ἐφ’ οἷς ἐγκαλῆι. Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· ἅπαξ εἶπον ὅτι προθέσεως κἀγὼ εἰμὶ τοῦ ἐλθεῖν εἰς τὴν ἁγίαν καὶ οἰκουμενικὴν σύνοδον, ἀλλ’, ὡς ὁρᾶι | |
15 | ἡ ὑμετέρα θεοφίλεια, κωλύομαι ὑπὸ τῶν καθωσιωμένων μαγιστριανῶν καὶ σχολαρίων. Καὶ μετὰ τὸ ἀναγνωσθῆναι ταῦτα Ἱμέριος ἀναγνώστης εἶπεν· Ἐπειδὴ μετὰ τὸ κατελθεῖν με ἅμα τοῖς θεοφιλεστάτοις ἐπισκόποις ἀπήντησεν Ἐλευσίνιος ὁ θαυμασιώτατος βοηθὸς τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου μαγίστρου τῶν θείων ὀφφικίων καὶ ὑπέστρεψαν οἱ θεοφιλέστατοι ἐπίσκοποι πάλιν πρὸς τὸν αὐτὸν θεοφιλέστατον ἐπίσκο‐ | |
20 | πον Διόσκορον καὶ ἀνελθόντες πάλιν ὑπέμνησαν αὐτὸν καὶ φανερὰ διειλέχθησαν, ἅτινα ἐν ἐκλήψει ἔχω, [καὶ] εἰ παρίσταται τῆι ὑμετέραι ἁγιωσύνηι, ταῦτα ἀναγνώσομαι. Ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος εἶπεν· Ἀναγίνωσκε. Ἱμέριος ἀναγνώστης ἀνέγνω οὕτως Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· συναγαγὼν ἐμαυτὸν καὶ γνοὺς τὸ | |
25 | συμφέρον τάδε ἀποκρίνομαι· ἐπειδὴ ἐν τῆι πρὸ ταύτης συνόδωι καθεζόμενοι οἱ μεγαλο‐ πρεπέστατοι ἄρχοντες ὥρισαν φανερὰ μετὰ πολλὴν ἑκάστου διαλαλιάν, νῦν δὲ δευτέρα με καλεῖ σύνοδος εἰς τὴν τῶν προειρημένων ἀνασκευήν, παρακαλῶ τοὺς καὶ πρώην ἐν τῆι συνόδωι παραγενομένους μεγάλους ἄρχοντας καὶ τὴν ἱερὰν σύγκλητον καὶ νῦν παρεῖναι, ἵνα πάλιν ἐπ’ αὐτῶν τὰ αὐτὰ γυμνασθῆι. Ἀκάκιος ἐπίσκοπος Ἀριαραθείας εἶπεν· | |
30 | οὐχ οὕτως ἐκάλεσεν ἡ ἁγία καὶ μεγάλη σύνοδος τὴν σὴν ἁγιωσύνην, ὥστε ἀνασκευ‐ άσασθαι τὰ ἐπὶ τῶν μεγάλων καὶ ἐνδόξων ἀρχόντων καὶ ἐπὶ τῆς ἱερᾶς συγκλήτου πραχ‐ θέντα, ἀλλὰ δηλώσασα ἀπέστειλεν ὥστε καταλαβεῖν τὸ συνέδριον καὶ μὴ ἀπολειφθῆναι αὐτοῦ τὴν σὴν ὁσιότητα. Διόσκορος ἐπίσκοπος εἶπεν· εἰρήκατέ μοι νῦν ὅτι λιβέλλους ἐπιδέδωκεν Εὐσέβιος κατὰ τῆς σῆς θεοσεβείας· παρακαλῶ πάλιν παρόντων τῶν ἀρχόντων | |
35 | καὶ τῆς ἱερᾶς συγκλήτου δοκιμασθῆναι τὰ κατ’ αὐτόν. Ἀττικὸς ἐπίσκοπος Ζήλων εἶπεν· ἡμεῖς ἀπεστάλημεν πρὸς τὴν σὴν ὁσιότητα ἐπὶ τῶι προτρέψασθαι, καὶ ἐνέκοψεν αὐτὸν Διόσκορος ὁ ἐπίσκοπος εἰπών· ἀπεκρινάμην ἤδη ὅτι ἐπὶ παρουσίαι τῶν μεγάλων ἀρχόντων καὶ τῆς ὑπερφυοῦς συγκλήτου πάλιν τὰ κατ’ ἐμὲ ἐξετασθῆναι βούλομαι. Κων‐ σταντῖνος ἐπίσκοπος μητροπόλεως Βόστρων εἶπεν· εὐθὺς ἐλθοῦσιν ἡμῖν ἀπεκρίνατο ἡ σὴ | |
40 | ὁσιότης ὅτι ἐὰν συγχωρηθῶ ὑπὸ τῶν φυλαττόντων με, καταλαμβάνω τὴν ἁγίαν σύνοδον· | |
ἐπεὶ τοίνυν παραγενομένου τοῦ μεγαλοπρεπεστάτου βοηθοῦ τοῦ ἐνδοξοτάτου μαγίστρου | 11 in vol. 2.1.2 | |
2,1,212 | ἐπετράπης, εἰ βούλει, ἐλθεῖν εἰς τὴν ἁγίαν σύνοδον, περὶ τούτου, εἰ δοκεῖ, ἀπόκρισιν ἡμῖν δός. Διόσκορος ἐπίσκοπος εἶπεν· νῦν μεμάθηκα ὅτι οὐ πάρεισιν οἱ μεγαλοπρεπέστατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος, καὶ διὰ τοῦτο νῦν οὕτως ἀπεκρινάμην. Καὶ μετὰ τὸ ἀναγνωσθῆναι Εὐσέβιος ἐπίσκοπος Δορυλαίου εἶπεν· Δέομαι τῆς ὑμε‐ | |
5 | τέρας ἁγιωσύνης, τὰ ἀναγνωσθέντα ἄρτι παρὰ τοῦ νοταρίου τοῦ ἀποσταλέντος μετὰ τῶν εὐλαβεστάτων ἐπισκόπων πρὸς τὸν εὐλαβέστατον ἐπίσκοπον Διόσκορον κελεύσατε ἐμφέρεσθαι τῆι πράξει τῶν ὑπομνημάτων. Μάξιμος ἐπίσκοπος Ἀντιοχείας εἶπεν· Τὰ μὲν νῦν ἀναγνωσθέντα παρὰ Ἱμερίου τοῦ ἀναγνώστου ἐμφερέσθω τῆι πράξει τῶν ὑπομνημάτων· ἀκόλουθον δὲ κατὰ τοὺς κανό‐ | |
10 | νας τῶν ἁγίων πατέρων καὶ αὖθις ἀποσταλῆναι πρὸς τὸν θεοφιλέστατον ἐπίσκοπον Διόσκορον τοὺς καλοῦντας αὐτὸν ἐκ δευτέρου ἐπὶ τῶι παραγενέσθαι ἐν τῆι ἁγίαι καὶ οἰκουμενικῆι συνόδωι. Εὐσέβιος ἐπίσκοπος Δορυλαίου εἶπεν· Ὁ θεοφιλέστατος ἐπίσκοπος Διόσκορος σκήψεις καὶ προφάσεις προβάλλεται τοῦ μὴ καταλαβεῖν τὴν ἁγίαν ταύτην σύνοδον. | |
15 | φανερὰ γὰρ κεφάλαια ἤδη διηλέγχθη καὶ ἐπὶ τῆς ὑμετέρας ἁγιωσύνης καὶ ἐπὶ τῆς λαμ‐ πρᾶς καὶ ἐνδόξου συγκλήτου καὶ ἔστιν ἕτερα κεφάλαια τὰ ὀφείλοντα ἐπὶ τῆς ὑμετέρας ἁγιωσύνης γυμνασθῆναι καὶ ἀποδειχθῆναι. καὶ κελεύσατε αὐτὸν παρεῖναι· οὐδὲ γὰρ ἀνασκευάζομέν τι τῶν ἤδη πεπραγμένων. Ἀέτιος ἀρχιδιάκονος καὶ πριμικήριος νοταρίων εἶπεν· Τί δοκεῖ τῆι ὑμετέραι ἁγιω‐ | |
20 | σύνηι περὶ τῆς διαλαληθείσης δευτέρας κλήσεως; Ἡ ἁγία σύνοδος εἶπεν· Ἀκόλουθόν ἐστι καὶ κανονικὸν καὶ δεύτερον αὐτὸν κλη‐ θῆναι. ἀπίτωσαν τοίνυν πρὸς Διόσκορον τὸν θεοφιλέστατον ἐπίσκοπον οἱ θεοφιλέστατοι ἐπίσκοποι Περγάμιος Κεκρόπιος καὶ Ῥουφῖνος προτρεπόμενοι αὐτὸν ὥστε παραγενέσθαι πρὸς ἡμᾶς. | |
25 | Ἀέτιος ἀρχιδιάκονος καὶ πριμικήριος νοταρίων εἶπεν· Παρίσταται οὖν τῆι ἁγιω‐ σύνηι ὑμῶν ἐπισταλῆναι πρὸς αὐτὸν ἐκ προσώπου τῆς ἁγίας συνόδου; Ἀμφιλόχιος ἐπίσκοπος Σίδης εἶπεν· Ὑπερτεθῆι μίαν ἢ δύο ἡμέρας τὸ πρᾶγμα. Μενεκράτης ἐπίσκοπος Κεράσσων ἐπαρχίας Λυδίας εἶπεν· Εἷς ἄνθρωπος τὴν οἰκουμένην ἠρήμωσεν, καὶ παρακαθήμεθα αὐτῶι τρεῖς μῆνας; | |
30 | Καὶ ἀπεστάλη τὸ δεύτερον οὕτως Ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος τῶι θεοφιλεστάτωι ἐπισκόπωι τῆς Ἀλεξαν‐ δρέων Διοσκόρωι. Πρώην ἔδοξε τοῖς κρατοῦσι τῶν ὅλων ἐπί τε τῶν μεγαλοπρε‐ πεστάτων καὶ ἐνδοξοτάτων ἀρχόντων καὶ τῆς ἱερᾶς καὶ ἐνδόξου συγκλήτου τὰ μεταξὺ τῆς σῆς θεοσεβείας καὶ τοῦ εὐλαβεστάτου ἐπισκόπου Εὐσεβίου καὶ ἐφ’ ἡμῶν | |
35 | γυμνάζεσθαι καὶ νῦν ἔδοξεν ὥστε τὴν ἁγίαν ταύτην συνεδρεύσασαν μεγάλην σύνοδον ἔχουσαν τὴν ἀποστολικὴν αὐθεντίαν μὴ ἀνασκευαζομένων τῶν πρότερον ἐπὶ σοὶ πεπραγ‐ μένων ἐν ἐκείνωι τῶι θείωι συνεδρίωι, περὶ ἑτέρων τινῶν ὧν ἐπάγει τὰ νῦν ὁ αὐτὸς θεο‐ φιλέστατος ἐπίσκοπος Εὐσέβιος διὰ λιβέλλων αἰτιασάμενος, τὴν ἐξέτασιν ποιήσασθαι. ἀπροφασίστως τοίνυν ἡ σὴ θεοσέβεια παραγενέσθω πρὸς ἡμᾶς ἀπολογησομένη, καθὰ | |
40 | ἡ τῶν κανόνων ἀπαιτεῖ τάξις. ἰδοὺ γὰρ καὶ δευτέραν κανονικὴν κλῆσιν πρὸς τὴν | 12 in vol. 2.1.2 |
2,1,213 | σὴν θεοσέβειαν πεποιήμεθα ἀποστείλαντες Περγάμιον Κεκρόπιον καὶ Ῥουφῖνον τοὺς θεο‐ φιλεστάτους ἀδελφοὺς καὶ συνεπισκόπους ἡμῶν ὀφείλοντας ὑπομνῆσαι τὴν σὴν θεοσέ‐ βειαν ὥστε ἀνενδοιάστως πρὸς ἡμᾶς παραγενέσθαι καὶ ἀπολογήσασθαι τοῖς ἐπαγο‐ μένοις. | |
5 | Καὶ ἐπανελθόντων αὐτῶν Ἀέτιος ἀρχιδιάκονος καὶ πριμικήριος νοταρίων εἶπεν· Οἱ τῆι δευτέραι κλήσει διακονησάμενοι ἐπίσκοποι Περγάμιος Κεκρόπιος καὶ Ῥουφῖνος παραγεγόνασιν καὶ τοῦτο αὐτὸ ἀναφέρομεν. Στέφανος ἐπίσκοπος Ἐφέσου εἶπεν· Λεγέτωσαν οἱ θεοφιλέστατοι ἐπίσκοποι εἴ τι δ’ ἂν ἐπήκουσαν παρὰ Διοσκόρου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Ἀλεξανδρέων, | |
10 | καὶ ἀναγγειλάτωσαν τῆι ἁγίαι συνόδωι ἅπερ ἤκουσαν, μετὰ ἀληθείας. Περγάμιος ἐπίσκοπος Ἀντιοχείας Πισιδίας εἶπεν· Ἀκολούθως τοῖς προσταχθεῖσι παρὰ τῆς ὑμετέρας ἁγιωσύνης τὴν ἐπὶ τῆι δευτέραι κανονικῆι κλήσει ὑπόμνησιν πεποιή‐ μεθα πρὸς τὸν θεοφιλέστατον ἐπίσκοπον τῆς Ἀλεξανδρέων Διόσκορον καὶ ἐπὶ τοῖς δηλω‐ θεῖσιν αὐτῶι ἐγγράφως ἀπόκρισιν φανερὰν πεποίηται, ἥτις εἰ παρίσταται τῆι ὑμετέραι | |
15 | ὁσιότητι, ὑπαναγνωσθήσεται παρὰ τοῦ ἐξειληφότος καὶ σὺν ἡμῖν παραγενομένου ἀναγνώστου καὶ νοταρίου Ὑπατίου. Διογένης ἐπίσκοπος Κυζίκου εἶπεν· Ὁ ἀναγνώστης Ὑπάτιος ἀναγινωσκέτω ἅπερ ἐξείληφεν παρὰ τοῦ θεοφιλεστάτου ἐπισκόπου Διοσκόρου, ταύτηι τῆι μεγάληι καὶ ἁγίαι καὶ οἰκουμενικῆι συνόδωι. | |
20 | Ὑπάτιος ἀναγνώστης καὶ νοτάριος ἀνέγνω οὕτως Περγάμιος ἐπίσκοπος Ἀντιοχείας Πισιδίας εἶπεν· ἡ συνειλεγμένη ἐν τῶι μαρτυρίωι τῆς ἁγίας μάρτυρος Εὐφημίας οἰκουμενικὴ ἁγία καὶ καθολικὴ σύνοδος δευτέραν κλῆσιν ποιουμένη πρὸς τὴν σὴν ὁσιότητα ἐξαπέστειλε τὴν ἡμετέραν βραχύτητα τὴν ὑπόμνησιν ποιουμένη ἐγγράφως μηνύσασα ἅπερ νῦν τῆι σῆι ὁσιότητι ὑπαναγνωσόμεθα. καὶ | |
25 | μετὰ τὸ ἀναγνωσθῆναι τῶι ἐπισκόπωι Διοσκόρωι τὰ παρὰ τῆς ἁγίας ὑμῶν καὶ οἰκου‐ μενικῆς συνόδου δηλωθέντα αὐτῶι διὰ τῶν θεοφιλεστάτων ἐπισκόπων Διόσκορος ἐπίσκο‐ πος Ἀλεξανδρείας εἶπεν· ἤδη φθάσας δεδήλωκα τῆι ὑμετέραι θεοφιλείαι ὡς ὅτι καὶ ἀρρω‐ στίαι συνέχομαι καὶ ἐξαιτῶ ὥστε τοὺς μεγαλοπρεπεστάτους ἄρχοντας καὶ τὴν ἱερὰν σύγκλητον καὶ νῦν παρεῖναι τῆι τῶν ἐξεταζομένων ἀκροάσει. ἐπειδὴ δέ μοι τὰ τῆς | |
30 | ἀρρωστίας ἐπετάθη, τούτου χάριν τὴν ὑπέρθεσιν πεποίημαι. Κεκρόπιος ἐπίσκοπος Σεβαστοπόλεως εἶπεν· πρὸ βραχέος ἡ σὴ ὁσιότης οὐκ ἐνέφηνεν ἀρρωστίαν, ἀλλ’ ἐπεζή‐ τησε παρεῖναι τὴν ἱερὰν σύγκλητον καὶ τοὺς μεγαλοπρεπεστάτους ἄρχοντας, νῦν δὲ τοῦτο προσέθηκε. καταξίωσον οὖν πρέπον σεαυτῶι πρᾶγμα ποιῶν καὶ τοῖς κανόσι τὸ εἰκὸς πληρῶν ὑπακοῦσαι τῆι ἁγίαι καὶ καθολικῆι συνόδωι, ὥστε τὰ τοῦ πράγματος | |
35 | ἀκολούθως καὶ κατὰ κανόνας προβῆναι. Διόσκορος ἐπίσκοπος εἶπεν· ἅπαξ εἶπον ὅτι ἐξήιτησα τοὺς μεγαλοπρεπεστάτους καὶ ἐνδοξοτάτους ἄρχοντας καὶ τὴν ἱερὰν σύγκλητον παρεῖναι τοῖς ὀφείλουσι καὶ νῦν ἐξετάζεσθαι. Ῥουφῖνος ἐπίσκοπος Σαμοσάτων εἶπεν· κανονικά ἐστι τὰ νῦν κινούμενα· [καὶ] δύναται καὶ νῦν ἡ σὴ ὁσιότης παραγενομένη ἃ βούλεται, ἐξαιτῆσαι παρὰ τῆς ἁγίας συνόδου. Διόσκορος ἐπίσκοπος εἶπεν· παρε‐ | |
40 | γένοντο οἱ θεοφιλέστατοι ἐπίσκοποι ἐν τῆι συνόδωι Ἰουβενάλιος Θαλάσσιος Εὐσέβιος | 13 in vol. 2.1.2 |
2,1,214 | Βασίλειος καὶ Εὐστάθιος; Περγάμιος ἐπίσκοπος εἶπεν· περὶ τῆς ἐρωτήσεως τῆς γενομένης παρὰ τῆς σῆς ἁγιωσύνης ἀποκρίνασθαι ἡμᾶς τὰ νῦν οὐ προσέταξεν ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος, ὥστε δὲ τὸ ἱκανὸν τῆι κανονικῆι δευτέραι κλήσει γενέσθαι, αὐτάρκως τὴν ὑπόμνησιν πεποιήμεθα. τῆς σῆς τοίνυν ἐστὶν ὁσιότητος καὶ τὴν ἁγιω‐ | |
5 | τάτην καὶ καθολικὴν σύνοδον προσηκόντως τιμῆσαι τῆι εὐπειθείαι καὶ τοὺς ἐγνωσμένους τύπους κανονικοὺς τῆι σῆι θεοσεβείαι ὡσαύτως ἐν τιμῆι ποιήσασθαι τῶι ἀκολούθως αὐτοῖς εἶξαι. Διόσκορος ἐπίσκοπος εἶπεν· καὶ νῦν τὰ αὐτὰ λέγω· παρεκάλεσα τὸν εὐσε‐ βέστατον καὶ φιλόχριστον ἡμῶν βασιλέα ὥστε καὶ νῦν τοὺς πρώην ὄντας ἐν τῆι ἁγίαι συνόδωι μεγαλοπρεπεστάτους ἄρχοντας καὶ τὴν ἱερὰν σύγκλητον παρεῖναι τοῖς ἐξεταζο‐ | |
10 | μένοις συμπαρόντων καὶ τῶν θεοσεβεστάτων ἐπισκόπων τῶν μετ’ ἐμοῦ ἅμα ἐμοὶ ἐμφε‐ ρομένων εἰς τὴν ἐναγωγὴν ἣν ἐπιφέρει ἡμῖν Εὐσέβιος. Κεκρόπιος ἐπίσκοπος εἶπεν· τῆς σῆς μόνης θεοσεβείας ὁ ἐπίσκοπος Εὐσέβιος κατηγορεῖ καὶ τῆς κοινωνίας ταύτης χρεία οὐκ ἔστιν, ἀλλὰ ἀκολούθως καὶ κανονικῶς τὴν ὑπακοὴν πληρωθῆναι καὶ τὰ κανονι‐ κὰ ἐξετασθῆναι. κανονικῶν γὰρ ἐξεταζομένων οὔτε ἄρχοντας οὔτε ἑτέρους τινὰς λαικοὺς | |
15 | παρεῖναι χρὴ εἰ μὴ μόνον τὴν σὴν ὁσιότητα τὴν εἰς πρόσωπον κατηγορουμένην οἰκεῖον. οὔτε οὖν χρεία τῆς μελλήσεως ἢ τῆς ὑπερθέσεως ταύτης, εἴπερ βούλει καὶ τῶι θεῶι καὶ τοῖς κανόσι γενέσθαι εὐπειθὴς καὶ μὴ βεβαιῶσαι τὰ παρὰ τοῦ κατηγόρου λεγόμενα διὰ τῆς ὑπερθέσεως. Διόσκορος ἐπίσκοπος εἶπεν· ἅπαξ ἐδεήθην τοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου βασιλέως ὥστε καὶ τοὺς ἄλλους ἐπισκόπους ἅμα ἐμοὶ παρεῖναι· οὐδὲ | |
20 | γὰρ ἰδικῶς ἴδιον πρᾶγμα πρὸς ἐμὲ ἔχει Εὐσέβιος, ἀλλ’ ἢ ἄρα κοινῆι περὶ ὧν πάντες ἐπρά‐ ξαμεν. Περγάμιος ἐπίσκοπος εἶπεν· καθὰ ὁ θεοφιλέστατος συνεπίσκοπος Κεκρόπιος ὑπόμνησιν προσήγαγεν τῆι σῆι θεοφιλείαι, ἡ κατηγορία ἡ παρὰ τοῦ θεοφιλεστάτου ἐπισκόπου Εὐσεβίου οἷα κατὰ τῆς σῆς γενομένη θεοσεβείας τὸ σὸν ἐπιζητεῖ πρόσωπον, δι’ ὃ καὶ τὴν σὴν θεοσέβειαν ἀκολούθως καὶ κανονικῶς ἐκάλεσε τότε καὶ καλεῖ ἡ ἁγία καὶ | |
25 | καθολικὴ σύνοδος. Διόσκορος ἐπίσκοπος εἶπεν· ἅπαξ εἶπον ἃ εἶπον, καὶ περαιτέρω τούτων εἰπεῖν οὐκ ἔχω συντόμως. Καὶ μετὰ τὸ ἀναγνωσθῆναι τὰ εἰρημένα Εὐσέβιος ἐπίσκοπος Δορυλαίου εἶπεν· 〈Καὶ〉 διὰ τῶν δεήσεων τῶν ἐπιδοθεισῶν τοῖς καλλινίκοις καὶ τροπαιούχοις ἡμῶν δε‐ σπόταις τὴν κατηγορίαν κατὰ μόνου τοῦ θεοφιλεστάτου Διοσκόρου συνεστησάμην ὡς | |
30 | παρ’ αὐτοῦ ἀδικηθεὶς ἅμα τῶι ἐν ἁγίοις πατρὶ ἡμῶν Φλαβιανῶι καὶ νῦν κατατίθημι ἐπὶ τῆς πίστεως τῶν ὑπομνημάτων ὅτι κατ’ οὐδενὸς ἑτέρου ποιοῦμαι τὸν λόγον τῆς ἐναγωγῆς εἰ μὴ κατὰ μόνου Διοσκόρου τοῦ τῆς Ἀλεξανδρέων μεγαλοπόλεως. μὴ προφασιζέσθω τοίνυν Διόσκορος μηδὲ ἀνάγκην μοι ἐπαγέτω ἄλλων κατηγορεῖν ὧν οὐ βούλομαι. εἰ γὰρ καὶ ἤμην ἠδικημένος παρὰ ἄλλων, ἐξῆν μοι καθ’ ἑνὸς οὗπερ | |
35 | βούλομαι, τὴν ἐναγωγὴν ποιήσασθαι· ὁπότε δὲ οὐχ ὁμολογῶ οὐδὲ ἠδίκημαί τι παρὰ ἄλλου, ἀξιῶ τὴν ὑμετέραν ἁγιωσύνην καὶ τρίτηι κλήσει αὐτὸν καλέσαι εἰς τὸ ἅγιον ὑμῶν συνέδριον ἐπὶ τῶι παραγενέσθαι καὶ δέξασθαι τὰς παρ’ ἐμοῦ εἰς αὐτὸν γενομένας ἐναγωγάς. Καὶ ὡς ἔλεγεν, Ἀέτιος ἀρχιδιάκονος καὶ πριμικήριος νοταρίων εἶπεν· Πρώην τινὲς λέγοντες ἑαυτοὺς κληρικοὺς μετὰ καὶ ἑτέρων λαικῶν ἀπὸ τῆς Ἀλεξανδρέων ὁρμώμενοι | |
40 | λιβέλλους ἐπιδεδώκασι κατὰ τοῦ ὁσιωτάτου Διοσκόρου· οὗτοι πρὸ τοῦ ἁγίου τούτου συνεδρίου τυγχάνουσι καὶ ἐκβοήσει κέχρηνται καὶ ἀξιοῦσιν ἐνορκίζοντες ὑμᾶς εἰς τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα καὶ σωτηρίαν καὶ νίκην τῶν φιλοχρίστων ἡμῶν βασιλέων | |
εἰσόδου τυχεῖν, καὶ τοῦτο αὐτὸ ὑποβάλλομεν πρὸς τὸ παριστάμενον. | 14 in vol. 2.1.2 | |
2,1,215 | Ἡ ἁγία σύνοδος εἶπεν· Εἰσίτωσαν οἱ τοὺς λιβέλλους ἐπιδεδωκότες. Καὶ μετὰ τὸ εἰσελθεῖν Ἀθανάσιος λέγων ἑαυτὸν εἶναι πρεσβύτερον τῆς Ἀλεξαν‐ δρέων μεγαλοπόλεως εἶπεν· Πολλὰ καὶ δεινὰ καὶ παγχάλεπα καὶ πάσης ἀσεβείας ἀνάμεστα καὶ πλεονεξίας ὑπομεμενηκὼς παρὰ τοῦ εὐλαβεστάτου καὶ θεοσεβεστάτου ἐπισκόπου | |
5 | Διοσκόρου δεήσεις ἐπιδέδωκα τοῖς εὐσεβεστάτοις καὶ φιλοχρίστοις ἡμῶν δεσπόταις διδάσκων τὰ κατ’ ἐμαυτὸν καὶ ἃς ὑπομεμένηκα συσκευὰς καὶ ἐπιβουλὰς παρ’ αὐτοῦ ἐπί τε τῆι ἁγίαι ταύτηι καὶ οἰκουμενικῆι συνόδωι τὰς αὐτὰς δεήσεις ἐπιδέδωκα καὶ δέομαι τῶν ἁγίων καὶ θεοφιλεστάτων ἐπισκόπων καὶ πατέρων ἡμῶν ὥστε κἀμὲ κατελεῆσαι καὶ δέξασθαι μετ’ εὐμενείας διδάσκοντα τὰ κατ’ ἐμαυτόν. | |
10 | Καὶ μετ’ αὐτὸν Ἰσχυρίων λέγων ἑαυτὸν εἶναι διάκονον τῆς Ἀλεξανδρέων μεγαλο‐ πόλεως εἶπεν· Ὥστε μὴ νομίζειν τὸν εὐλαβέστατον ἐπίσκοπον Διόσκορον μόνον τὸν θεοσεβέστατον ἐπίσκοπον Εὐσέβιον κατηγορίαν ἐνστήσασθαι κατ’ αὐτοῦ, ἀλλὰ γνῶναι καὶ τοὺς ἄλλους καὶ τίνες εἰσὶν οἱ κατηγοροῦντες αὐτοῦ καὶ τίνα τὰ ἐπαγόμενα αὐτῶι, παρακαλοῦμεν ἀναγνωσθῆναι τοὺς λιβέλλους. | |
15 | Λουκίνσιος ἐπίσκοπος εἶπεν· Οἱ λίβελλοι οἱ κατὰ τοῦ ὁσιωτάτου ἐπισκόπου Διο‐ σκόρου παρὰ διαφόρων ἡμῖν προκομισθέντες 〈ὑποδεχθέντεσ〉 παρὰ τοῦ ἀρχιδιακόνου καὶ πριμικηρίου Ἀετίου ἀναγινωσκέσθωσαν, ὥστε πᾶσαν ταύτην τὴν ἁγίαν σύνοδον γνῶναι τί περιέχουσιν. Καὶ λαβὼν Ἀέτιος ἀρχιδιάκονος καὶ πριμικήριος νοταρίων ἀνέγνω λίβελλον Θεο‐ | |
20 | δώρου. Καὶ μετὰ τὸ ἀναγνωσθῆναι Πασκασῖνος ἐπίσκοπος εἶπεν· Τί πρὸς ταῦτα λέγει ὁ παρὼν κατήγορος Θεόδωρος; εἰ θαρρεῖ ἀποδεικνύναι τὰ ἐπαγόμενα παρ’ αὐτοῦ τῶι εὐλαβεστάτωι ἐπισκόπωι Διοσκόρωι, διὰ τοῦ οἰκείου στόματος ὁμολογείτω, εἴ γε μὴ βούλεται καθ’ ἑαυτοῦ στρέφεσθαι τὴν τῶν κανόνων ἀπόφασιν. | |
25 | Θεόδωρος εἶπεν· Ἀξιῶ τὸν ἐπιδοθέντα λίβελλον ἐμφέρεσθαι τοῖς ὑπομνήμασιν· ἕτοιμος γάρ εἰμι συστῆναι ἐμαυτῶι. Πασκασῖνος ἐπίσκοπος εἶπεν· Ὁ ἀναγνωσθεὶς λίβελλος τοῖς ἐκκλησιαστικοῖς ὑπομνήμασιν ἐνταττέσθω· τὰ δὲ λοιπὰ λεγέτω Θεόδωρος παραγενομένου τοῦ ἀντιδίκου αὐτοῦ τὰ αὐτῶι προσαρμόζοντα. | |
30 | Λίβελλος Θεοδώρου διακόνου Ἀλεξανδρείας ἐπιδοθεὶς κατὰ Διοσκόρου Τῶι ἁγιωτάτωι καὶ θεοφιλεστάτωι οἰκουμενικῶι ἀρχιεπισκόπωι καὶ πατριάρχηι τῆς μεγάλης Ῥώμης Λέοντι καὶ τῆι ἁγίαι καὶ οἰκουμενικῆι συνόδωι τῆι ἐν Χαλκηδόνι κατὰ βούλησιν θεοῦ καὶ θέσπισμα θεῖον συναθροισθείσηι παρὰ Θεοδώρου διακόνου Ἀλεξανδρείας. Τὰ παρὰ τοῦ εὐλαβεστάτου Διοσκόρου τοῦ γενομένου ἐπισκόπου | |
35 | τῆς Ἀλεξανδρέων μεγαλοπόλεως τολμηθέντα γλώττης μὲν δέονται ἀρχαίας τῆς δυνα‐ μένης διδάξαι ἕκαστον τῶν παρ’ αὐτοῦ τολμηθέντων εἴς τε τὸ θεῖον καὶ τοὺς ἁγίους τῶν πατέρων κανόνας, οὐ μὴν ἀλλὰ καὶ εἰς διαφόρους καὶ πλείστους ἐκείνης τῆς χώρας. τὰ γὰρ εἰς αὐτὴν τὴν καθοσίωσιν παρ’ αὐτοῦ κατασκευασθέντα τὰ πεπραγμένα ἐπὶ διαφόρων ἀρχόντων διδάξει τὴν ὑμετέραν ὁσιότητα· ὅμως ἵνα πάντα συνελὼν εἴπω τὰ παρ’ αὐτοῦ | |
40 | εἰς τὴν ἡμετέραν μικρότητα γεγενημένα, πρόσειμι δεόμενος τῆς ὑμετέρας ἁγιωσύνης. ἐπὶ δύο καὶ εἴκοσι ἔτη πλέον ἢ ἔλαττον ἐστρατευσάμην ἐν τῆι τῶν καθωσιωμένων μα‐ γιστριανῶν σχολῆι οὐδεμίαν κατ’ ἐμαυτοῦ βλάβην ἢ μέμψιν δεδωκώς, προσδοκήσας τῶν | |
πριμιγιλίων τῆς μεγάλης ἐκείνης σχολῆς ἀξιοῦσθαι. ἀλλ’ ὁ τῆς ὁσίας καὶ ἁγίας μνήμης | 15 in vol. 2.1.2 | |
2,1,216 | Κύριλλος ὁ τῆς περιωνύμου Ἀλεξανδρείας γεγονὼς ἀρχιεπίσκοπος ὁ τῆς ὀρθῆς καὶ ἀμωμήτου πίστεως συνήγορος δηπουτάτον με ἔσχεν, καὶ μάλιστα ἐν τῶι καιρῶι τῆς κατὰ τὴν Ἔφεσον γενομένης ἐπ’ αὐτοῦ συνόδου. καὶ δὴ καὶ ἀμέμπτως ἐξυπηρετησά‐ μην τῆι ὁσίαι ἐκείνηι καὶ παρὰ θεοῦ γεγενημένηι συνόδωι οὕτως ὡς διὰ τὸ γνήσιον καὶ | |
5 | σπουδαῖον ἠξίωσέ με τοῦ κλήρου τῆς μεγαλοπόλεως Ἀλεξανδρείας. ὡς δὲ ἐδόκουν τῶν κατὰ τῆς πολυχρονίου στρατείας ἀποστερεῖσθαι, μείζονα ἡγησάμενος [τὴν] τιμὴν τὴν τῶν θείων καὶ σεπτῶν μυστηρίων ὑπηρεσίαν παρέμεινα τῶι αὐτῶι κλήρωι ἐπὶ δέκα καὶ πέντε ἔτη, ἐλπίσας καὶ μείζονος ἀξιοῦσθαι τιμῆς. ἀλλ’ ἐν τοσούτωι τοῦ τῆς ὁσίας καὶ ἁγίας μνήμης Κυρίλλου τὸν ἀνθρώπινον ὑπεξελθόντος βίον διαδεξαμένου τε αὐτόν, | |
10 | ὡς εἴθε μήποτε, τοῦ εὐλαβεστάτου ἐπισκόπου Διοσκόρου, οὐδεμιᾶς κατ’ ἐμοῦ αἰτιάσεως ἐγγράφου ἢ ἀγράφου γεγενημένης, ἀλλ’ οὐδὲ ψιλῆς μέμψεως, ἐκτός με τοῦ κλήρου πε‐ ποίηκεν ἐν προοιμίοις τῆς οὐκ οἶδ’ ὅπως ἔλαχεν ἐπισκοπῆς, ἀπειλήσας καὶ τῆς μεγάλης ἐκείνης διώκειν πόλεως δι’ οὐδὲν ἕτερον εἰ μὴ διὰ τὸ τῆς οἰκειότητος καὶ εὐμενείας τοῦ τῆς ὁσίας μνήμης Κυρίλλου ἠξιῶσθαί με. σκοπὸς γὰρ αὐτῶι οὐ μόνον τοὺς ἀπὸ γένους | |
15 | αὐτοῦ ἐλάσαι ἐκείνης τῆς πόλεως ἢ γοῦν περιελεῖν τοῦ ζῆν, ἀλλὰ γὰρ καὶ τοὺς προσοικειω‐ θέντας αὐτῶι, ἀπεχθανομένωι πρὸς τὴν ὀρθὴν ἐκείνου πίστιν. αἱρετικὸς γὰρ ὑπάρχει καὶ ἀεὶ τὰ Ὠριγένους φρονῶν, καὶ ταῦτα ἄνθρωπος οὐ δυσφημιῶν τῶν περὶ τὴν ἁγίαν τριάδα φεισάμενος, οὐ φόνων ἀμοιρήσας, οὐ δενδροκοπιῶν, οὐ πυρκαιῶν, οὐ καθαιρέσεως οἰκιῶν, ἀλλὰ γὰρ καὶ αἰσχρῶς ἀεὶ ζήσας, ὅπερ ἑτοίμως ἔχω δεῖξαι. ἐπεὶ τοίνυν συν‐ | |
20 | ορᾶι ἡ ὑμετέρα θεοφίλεια ὡς οὐ τὴν τυχοῦσαν ἀδικίαν ὑπομεμένηκα, στρατείας τοσούτου χρόνου καταφρονήσας μείζονα τὴν τῆς ἱερωσύνης τάξιν ἡγησάμενος, παρακαλῶ ἐπιτρα‐ πῆναί με ἐν τῆι ἁγίαι ὑμῶν συνόδωι γενέσθαι καὶ τοῖς προσοῦσί μοι χρήσασθαι δικαίοις, ὥστε με μὴ κατὰ δύο τρόπους ἐκπεσεῖν τὸν ἐν τῆι στρατείαι, ὡς ἔφην, ἀμέμπτως διά‐ ξαντα καὶ ἐν τῶι εὐαγεστάτωι κλήρωι τὸ ὅσον ἐπ’ ἐμοὶ μετ’ ἐπιεικείας ἐν τῶι μνημονευ‐ | |
25 | θέντι χρόνωι ἐξυπηρετησάμενον. δείξω γὰρ αὐτὸν πάντα τὰ εἰρημένα πλημμελή‐ σαντα, οὐ μὴν ἀλλὰ καὶ τὸ κατὰ τὴν μητρόπολιν Νίκαιαν παρ’ αὐτοῦ τολμηθέν. οὗτος γὰρ ὁ ἁγιώτατος, μᾶλλον δὲ ἀγριώτατος περὶ πάντα, ἐν ἕξει γενόμενος τοῦ παρανο‐ μεῖν, οὐδὲν ἡγησάμενος τὸ παρ’ αὐτοῦ κατὰ τοῦ τῆς ὁσίας καὶ ἁγίας μνήμης Φλαβιανοῦ τολμηθὲν ἐπὶ μεῖζον κακὸν τρέπεται, ἀκοινωνησίαν ** κατὰ τοῦ ἁγιωτάτου καὶ | |
30 | ὁσιωτάτου 〈ἐπισκόπου τοῦ〉 ἀποστολικοῦ θρόνου τῆς μεγάλης Ῥώμης παρασκευάζει τοὺς ἅμα αὐτῶι ἐξελθόντας ἐξ Αἰγύπτου ἁγιωτάτους ἐπισκόπους τὸν ἀριθμὸν πλέον ἢ ἔλαττον δέκα (οὐδὲ γὰρ πλείους τετολμήκασιν ἐξελθεῖν ἅμα αὐτῶι διὰ τὰ παρ’ αὐτοῦ κατὰ τὴν Ἐφεσίων παρανομηθέντα) καθυπογράψαι ταύτηι, πῆι μὲν ἀπειλῶν, πῆι δὲ ἀπατῶν οὐ βουλομένους. ἀμέλει δακρύοντες καὶ στένοντες ὑπέγραψαν τῶι ἀθεμίτωι | |
35 | ἐκείνωι χάρτηι. συνορᾶτε τοιγαροῦν, θεοσεβέστατοι πατέρες, ὡς οὔτε θεῶι θεμιτὰ τὰ παρ’ αὐτοῦ τολμηθέντα οὔτε ἀνθρώποις φορητά. καὶ παρακαλῶ τὴν ὑμετέραν ὁσιότητα κελεῦσαι, εἴ γε παρίσταται, τοὺς ὑποτεταγμένους ἐν ἀσφαλεῖ γενέσθαι, ὥστε δειχθῆναι τὰ τῆς ἀληθείας· εἰσὶ δὲ Ἀγόραστος Δωρόθεος Εὐσέβιος Ἰωάννης νοτάριος. καιροῦ γὰρ καλοῦντος ἐκδώσω τῶι ὑμῶν ἀγγελικῶι χορῶι ἁγίους ἄνδρας ἐπὶ ὀρθότητι | |
40 | καὶ εὐσεβείαι κεκοσμημένους τοὺς ἐφ’ ἑκάστωι κεφαλαίωι μαρτυρεῖν δυναμένους. Θεόδωρος διάκονος τῆς ἁγίας καθολικῆς ἐκκλησίας τῆς μεγαλοπόλεως Ἀλεξαν‐ | |
δρείας ὁ προκείμενος ἐπιδέδωκα τοὺς λιβέλλους τῆι ἁγίαι καὶ οἰκουμενικῆι συνόδωι. | 16 in vol. 2.1.2 | |
2,1,217 | Καὶ μετὰ τὸ ἀναγνωσθῆναι τὸν λίβελλον ὁ αὐτὸς Θεόδωρος εἶπεν· Ἕτοιμός εἰμι παραστάντος τοῦ εὐλαβεστάτου ἐπισκόπου Διοσκόρου εἰς τὴν ἁγίαν ὑμῶν σύνοδον συστῆναι τοῖς παρ’ ἐμοῦ κατηγορηθεῖσιν. Βονιφάτιος πρεσβύτερος τῆς ἐκκλησίας Ῥώμης εἶπεν· Καὶ τοῦ καταβοῶντος Ἰσχυ‐ | |
5 | ρίωνος τοῦ παρόντος τοὺς λιβέλλους ὑπαναγνωσθῆναι δίκαιον. Ῥωμανὸς ἐπίσκοπος Μύρων εἶπεν· Κατὰ τὰ διαλαληθέντα παρὰ τοῦ θεοφιλεστάτου πρεσβυτέρου Βονιφατίου οἱ προδοθέντες παρὰ Ἰσχυρίωνος λίβελλοι ἀναγινωσκέσθωσαν. Καὶ λαβὼν Ἀσκληπιάδης διάκονος καὶ νοτάριος ἀνέγνω Λίβελλος Ἰσχυρίωνος διακόνου Ἀλεξανδρείας ἐπιδοθεὶς κατὰ Διοσκόρου τῆι ἁγίαι | |
10 | καὶ οἰκουμενικῆι συνόδωι Τῶι ἁγιωτάτωι καὶ μακαριωτάτωι οἰκουμενικῶι ἀρχιεπισκόπωι καὶ πατριάρχηι τῆς μεγάλης Ῥώμης Λέοντι καὶ τῆι ἁγίαι καὶ οἰκουμενικῆι συνόδωι τῆι ἐν Χαλκηδόνι βουλήσει θεοῦ καὶ θείωι θεσπίσματι συναθροισθείσηι παρὰ Ἰσχυρίωνος διακόνου τῆς μεγαλοπόλεως Ἀλεξανδρείας. Νῦν ὅτε φωνῆς ἐλευθέρας τετύχηκεν ἕκαστος τῶν | |
15 | πεπονθόντων κακῶς καὶ προστάται δίκαιοι τοῦ ἀνθρωπείου γένους ἐπιστατοῦσι καὶ οἴχεται λοιπὸν πᾶσα συσκευὴ καὶ πλεονεξία καὶ τὰ ὡς ἐν τυραννίδι δεινά, τότε κἀγὼ τεθάρρηκα τόδε τὸ βιβλίον προσάξαι τῆι ὑμετέραι ὁσιότητι καὶ διδάξαι οἷα κατ’ ἐμοῦ καὶ καθ’ ἑτέρων τινῶν τετόλμηται, εἴ γέ μοι γλῶττα ἦν δυναμένη καὶ ὑπὲρ ἐκείνων λέγειν, παρὰ τοῦ εὐλαβεστάτου τῆς μεγαλοπόλεως Ἀλεξανδρείας ἐπισκόπου Διοσκόρου. οὐδὲ | |
20 | γὰρ ἠμοίρησεν τῆς ἐκείνου τις ὠμότητος καὶ ἀπανθρωπίας. τινῶν μὲν γὰρ ἐξεκό‐ πησαν χωρία δενδροκοπίας κατ’ αὐτῶν τολμηθείσης, ἑτέρων δὲ καὶ οἰκήματα κατηνέχθη‐ σαν, ἄλλοι καὶ περιωρίσθησαν, ἕτεροι δὲ καὶ προστίμοις ὑπεβλήθησαν, τινὲς δὲ καὶ τῆς μεγαλοπόλεως Ἀλεξανδρείας ὡσανεὶ ἰδίου κτήματος αὐτοῦ οὔσης ἀπηλάθησαν. ὅτι γὰρ καὶ εἰς αὐτὴν τὴν καθοσίωσιν ἁμαρτῆσαι τὰ μέγιστα οὐ παρηιτήσατο, τοῦτο με‐ | |
25 | γάλοι τε καὶ περιφανεῖς ἄνδρες ἴσασιν, οὐ μὴν δὲ ἀλλὰ καὶ πᾶσα ἐκείνη ἡ μεγάλη πόλις Ἀλεξάνδρεια, ὡς καὶ τὰ πεπραγμένα ἐπὶ διαφόρων ἀρχόντων δείκνυσιν. τὰ γὰρ εἰς τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα παρ’ αὐτοῦ πολλάκις ἐνπαροινηθέντα ἅπας μὲν ὁ τῆς περιωνύμου πόλεως ἐκείνης λαός, οὐ μὴν δὲ ἀλλὰ καὶ ὁ εὐλαβὴς κλῆρος καὶ οἱ εὐλα‐ βέστατοι μονάζοντες ἐπίστανται· τοσοῦτον δὲ πρὸς πάντας, ὡς οὐκ ἔπρεπεν ἐπισκόπωι | |
30 | καὶ μάλιστα τηλικαύτης πόλεως καὶ τοῦ εὐαγγελικοῦ ἐκείνου θρόνου τυγχάνοντι, τετόλ‐ μηκεν, ὥστε καὶ τὸν παρεχόμενον παρὰ τῶν εὐσεβεστάτων ἡμῶν βασιλέων σῖτον ταῖς ἐκκλησίαις τῆς Λιβύης διὰ τὸ τὴν χώραν ξηροτάτην εἶναι καὶ μηδὲ ὅλως σῖτον ἐν αὐτῆι γεωργεῖσθαι πρὸς τὸ ἐν πρώτοις μὲν τὴν ἀναίμακτον θυσίαν ἐπιτελεῖσθαι, οὐ μὴν δὲ ἀλλὰ καὶ τοὺς παρεπιδημοῦντας, ἔτι δὲ καὶ ἐντοπίους πένητας παραμυθεῖσθαι, μὴ συγχωρεῖν | |
35 | δέχεσθαι τοὺς ἁγίους ἐπισκόπους ἐκείνης τῆς χώρας, ἀλλ’ ἐξαργυρίζειν τὸν μνημονευ‐ θέντα σῖτον δαψιλέσι χρήμασιν, αὐτὸν δὲ τοῦτον ἐν καιρῶι σιτοδείας διαπιπράσκειν βαρυτάτοις τιμήμασιν, ὡς ἀπὸ τούτου μήτε τὴν φρικτὴν καὶ ἀναίμακτον θυσίαν ἐπι‐ τελεῖσθαι μήτε μήν, ὡς ἔφην, τοὺς ξένους ἢ καὶ τοὺς ἐντοπίους ταύτης ἀπολαύειν τῆς παρα‐ μυθίας. τὸ γὰρ κατὰ τὴν τῆς λαμπρᾶς μνήμης Περιστερίαν πρᾶγμα οὐδεὶς ἠγνόησε | |
40 | καὶ μάλιστα τῶν ἐνοικούντων ταύτην τὴν βασιλίδα νέαν Ῥώμην. ἐκείνης γὰρ ὑπὲρ | 17 in vol. 2.1.2 |
2,1,218 | τῆς ἑαυτῆς ψυχῆς ἐν τῶι διατίθεσθαι παρακελευσαμένης πλείστην ποσότητα χρυσίου παρασχεθῆναι τοῖς μοναστηρίοις, οὐ μὴν ἀλλὰ καὶ τοῖς ξενεῶσι καὶ πτωχείοις καὶ ἑτέροις πένησι τῆς Αἰγυπτιακῆς χώρας ἀχθεσθεὶς ὁ εὐλαβέστατος ἀνὴρ ἐφ’ οἷς οὐκ εἰς πρόσωπον αὐτῶι κατέλειψεν, παρασκευάζει ἐκεῖνα τὰ χρήματα παρασχεθῆναι ἀντὶ | |
5 | ἐλεημοσύνης θυμελικαῖς καὶ θεατρικοῖς ἑτέροις προσώποις, ὥστε μηδὲ τὴν εὐωδίαν τὴν ἀπὸ τῆς θυσίας τῆς λαμπρᾶς τὴν μνήμην Περιστερίας ἀνενεχθῆναι πρὸς τὸν θεὸν τὸ ὅσον ἐπ’ αὐτῶι. ἀλλὰ φανερὰ ἡ πρόθεσις ἐκείνης ἀπεδείχθη, ὁ δὲ κύβος τοῦ προ‐ λεχθέντος εὐλαβοῦς ἀνδρὸς καὶ ἡ ἀκολασία πάσηι ἐκείνηι τῆι χώραι οὐκ ἠγνόηται ἀπὸ τοῦ φανερῶς ἀσέμνους γυναῖκας συνεχῶς ἐντρυφᾶν τῶι ἐπισκοπείωι καὶ τῶι λουτρῶι | |
10 | τούτου καὶ μάλιστα ἡ περιβόητος Πανσοφία ἡ καλουμένη Ὀρεινή, περὶ ἧς καὶ ὁ πολυ‐ άνθρωπος τῆς Ἀλεξανδρέων δῆμος ἀφῆκε φωνὴν αὐτῆς τε καὶ τοῦ ἐραστοῦ μεμνημένος, φανερωθήσεται δὲ τῶι ὑμετέρωι ἀγγελικῶι χορῶι. οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ φόνοι παρὰ τὴν αἰτίαν τοῦ θαυμαστοῦ ὑποφήτου γεγένηνται. ἐπειδὴ δὲ καὶ τὰ εἰς ἐμὲ τὸν ἐλεεινὸν παρ’ αὐτοῦ τολμηθέντα ἀφόρητα τυγχάνει, πρόσειμι καὶ δέομαι τῆς | |
15 | ὑμετέρας ὁσιότητος κατελεῆσαί με ἄνθρωπον ἐν πολλοῖς χρόνοις κεκμηκότα τῆι ἁγίαι ἐκκλησίαι ἐκείνης τῆς μεγίστης πόλεως καὶ διὰ ταύτην τὴν αἰτίαν τοῦ κλήρου αὐτῆς ἀξιωθέντα, [καὶ] πολλάκις στειλάμενον ἀποδημίας [καὶ] ἐπὶ τοῦ τῆς ὁσίας μνήμης [καὶ ἁγιωτάτης] Κυρίλλου τοῦ τὸν εὐαγγελικὸν θρόνον διακοσμήσαντος καὶ μάλιστα ἐπὶ τῆς βασιλευούσης νέας Ῥώμης, ποτὲ μὲν ἐν ὥραι χειμῶνος διὰ ζώιων ἅπασαν τὴν ὁδὸν | |
20 | διανύσαντα, ποτὲ δὲ καὶ διὰ τὰς ἐγχειρισθείσας μοι παρὰ τοῦ τῆς ὁσίας μνήμης Κυρίλλου ἀναγκαίας χρείας διὰ θαλάσσης τὸν πάντα πλοῦν διαπορθμεύσαντα, ἄλλοτε διὰ Λυκίας, ἑτέρωθι διὰ Παμφυλίας, ὥστε ἐπισινῆ με τὸ σῶμα ἀπὸ τῶν ὑπερβαλλόντων καμάτων γενέσθαι, ὡς καὶ αὐταῖς ὄψεσιν ὁρᾶι ἡ ὑμετέρα μακαριότης. ἐτύγχανον γὰρ ἀξιωθεὶς καὶ τῆς οἰκειότητος καὶ εὐμενείας τοῦ ἐν ἁγίοις τῆι μνήμηι ἀρχιεπισκόπου Κυρίλλου, ὅπερ | |
25 | τὸν εὐλαβέστατον Διόσκορον ἐλύπει. ἀμέλει γοῦν παραυτὰ τοῦ μεταφοιτῆσαι ἐν οὐρανοῖς τὸν τῆς ἁγίας καὶ ὁσίας μνήμης Κύριλλον αὐτόν τε κατασταθῆναι, ὡς εἴθε μή‐ ποτε, κωλύει με τὴν τῶν εὐαγεστάτων καὶ σεπτῶν μυστηρίων ὑπηρεσίαν ποιήσασθαι, οὐδὲν δὲ ἧττον ἐκπέμπει κατὰ τῶν ἡμετέρων εὐτελῶν κτημάτων μονάζοντάς τε καὶ ἑτέρους τινὰς καὶ ἐμπρησμῶι ταῦτα καθυποβάλλει, ὡς τὰ ἐν αὐτοῖς τοῖς κτηματίοις οἰκοδομήματα | |
30 | ἀφ’ ὧν τὰς διατροφὰς εἶχον πένης τυγχάνων καὶ συμπεπαρμένος τὸ σῶμα, ἄρδην πυρὶ καταναλωθῆναι, ἐκκοπῆναι δὲ καὶ πάντα τὰ ἐν αὐτοῖς διάφορα καρποφόρα δένδρα, δια‐ κοπῆναι δὲ καὶ αὐτὴν τὴν γῆν καὶ ἀνόνητά μοι ταῦτα γενέσθαι, ὡς λοιπὸν ἐρανίζεσθαι καὶ μηδὲ τὰς ἀναγκαίας ἔχειν τροφάς. ἀλλὰ μηδὲ τούτοις ἀρκεσθεὶς ἐπιπέμπει κατ’ ἐμοῦ τοῦ ἐλεεινοῦ φάλαγγα ἐκκλησιαστικήν, ἀληθὲς δὲ εἰπεῖν ληιστρικὴν ἅμα Πέτρωι διακόνωι | |
35 | καὶ Ἀρποκρατίωνι καὶ Μηνᾶι πρεσβυτέρωι, ὥστε με τῶν ἀνθρωπίνων 〈πραγμάτων〉 ἐκτὸς ποιήσασθαι, ἐντειλάμενος τὸ σῶμά μου νεκρὸν αὐτῶι ἀπενεχθῆναι, ὅπερ εἰ μὴ ἐκ φιλανθρωπίας τοῦ θεοῦ πρὸ βραχείας ὥρας μοι ἐγνώσθη καὶ ἔφυγον, πάλαι ἄν, ὡς ἔφην, καὶ τῶν ἀνθρωπίνων πραγμάτων ἐκτὸς γενόμενος ἐτύγχανον. ὡς δὲ διασωθῆναι τῆι φιλανθρωπίαι τοῦ θεοῦ δεδύνημαι, ἐξ ἀναισθησίας δὲ οὐ πέφευγα τὴν μεγίστην | |
40 | Ἀλεξάνδρειαν διά τε τὴν ἀσθένειαν τοῦ ἡμετέρου σώματος καὶ διὰ τὸ πλείστης θεραπείας παρὰ τῶν ἰδίων δέεσθαι ἄλλως τε τὸ ἐξ αὐτῆς εἶναι ἐμέ τε καὶ τοὺς ἡμετέρους προγόνους | |
καὶ τὸ ἐφέστιον ἐν αὐτῆι ἔχειν, ὀργισθεὶς ἐπὶ τούτοις, ὡς οὐδενὸς γεγονότος, ἐν αὐταῖς ταῖς | 18 in vol. 2.1.2 | |
2,1,219 | πασχαλίαις ἡμέραις πάλιν με κελεύει ἐξανάρπαστον γενέσθαι δι’ Ἀρποκρατίωνος· ἀεὶ γὰρ αὐτοῦ τῆι μανίαι ὑπηρέτησεν ἅμα Πέτρωι τῶι προλεχθέντι διακόνωι, ὡς καὶ τὰ ἐν Ἐφέσωι κατὰ τοῦ τῆς ὁσίας μνήμης Φλαβιανοῦ τοῦ γενομένου ἐπισκόπου Κωνσταν‐ τινουπόλεως ἀπέδειξαν καὶ ἑτέρων πολλῶν ἔτι τε καὶ τοῦ εὐλαβεστάτου νῦν μὲν ἐπισκόπου, | |
5 | τὸ τηνικαῦτα δὲ πρεσβυτέρου καὶ οἰκονόμου τυγχάνοντος τῆς ἐκκλησίας τῆς μεγαλοπόλεως Ἀλεξανδρείας Νεστορίου. καὶ ἐγκλείομαι ἐν ἑνὶ ξενεῶνι τῶν λελωβημένων κατ’ οὐδένα τρόπον ὑπεύθυνός τινι τυγχάνων, ἀλλ’ οὐδέ, ὡς ἐδίδαξα, αἰτιάσεώς ποτε κατ’ ἐμοῦ γεγενημένης. ἐπιπέμπει δὲ καὶ ἐν αὐτῶι τῶι ξενεῶνι τινὰς πάλιν ὥστε με ἀποκτεῖναι, ὡς καὶ τοῖς ἐν αὐτῶι τῶι ξενεῶνι πᾶσι πεφανέρωται· ἀμέλει γοῦν ἐκ μισοπονηρίας βοη‐ | |
10 | θῆσαί μοι κατενύγησαν, δι’ ὃ καὶ ζῶ μέχρι νῦν. καὶ οὐ πρότερον ἀφῆκεν ἐκείνων τῶν παρανόμων δεσμῶν, εἰ μὴ καὶ τῆς μεγίστης Ἀλεξανδρείας συνεθέμην ἐν τοιαύτηι κατα‐ στάσει σώματος ἐκτὸς γενέσθαι καὶ ἕτερά τινα καταθύμια αὐτῶι πράττειν. ἐπεὶ οὖν συνορᾶτε, ἁγιώτατοι καὶ ὁσιώτατοι πατέρες, ὡς πάντα τὰ παρ’ αὐτοῦ γεγενημένα οὔτε θεῶι θεμιτὰ οὔτε νόμοις ἀνεκτά, ἀλλ’ οὐδὲ παντὶ ἀνθρώπωι, δέομαι τῆς ὑμετέρας ἀγγε‐ | |
15 | λικῆς στρατηγίας κατελεῆσαί με καὶ κελεῦσαι εἰσελθόντα ἐν τῆι ἁγιωτάτηι καὶ οἰκου‐ μενικῆι συνόδωι συστῆναι πᾶσι τούτοις, ὥστε μοι καὶ τὸ ἀβλαβὲς ἐφ’ οἷς ἠδίκημαι, γενέσθαι καὶ τὸν βαθμόν, εἴ γε ὑμῶν τῆι ὁσιότητι παρασταίη, ἀποκατασταθῆναι, ἀνθρώπωι ἐν πολλῶι χρόνωι γνησίως ἐξυπηρετησαμένωι τῶι τῆς ἁγίας μνήμης καὶ τῆς ὀρθοδόξου πίστεως συνηγόρωι Κυρίλλωι ἐπισινεῖ γενομένωι καὶ οὐκ ἔχοντι ἀλλαχόθεν τὰς ἀναγ‐ | |
20 | καίας τοῦ ζῆν τροφάς, ἐφ’ ὧι τέ με τούτων τῶν δικαίων τυχόντα τὰς συνήθεις εὐχὰς καὶ εὐχαριστίας ἀναπέμψαι τῶι πάντων ἡμῶν σωτῆρι Χριστῶι ὑπὲρ τοῦ ὑμετέρου ἀγγελικοῦ χοροῦ. καὶ παρακαλῶ πρὸς ἀπόδειξιν τῶν παρ’ ἐμοῦ εἰρημένων ἐν ἀσφαλεῖ γενέσθαι Ἀγόραστον Δωρόθεον Εὐσέβιον Διδίωνα Ἀρποκρατίωνα Πέτρον Γαιανὸν 〈καὶ τὸν〉 περιχύτην τοῦ ἐπισκοπικοῦ λουτροῦ, συνεκδημήσαντα αὐτῶι ἰδιώτην ὄντα καὶ δυνάμενον | |
25 | πάντα ἀκριβῶς εἰπεῖν. ἑτοίμως γὰρ ἔχω καιρῶι τῆς διακρίσεως καὶ ἁγιωτάτους ἄνδρας βίωι τε καὶ πίστει μαρτυρουμένους παραγαγεῖν ἐκ κελεύσεως τῆς ὑμετέρας ὁσιότητος τοὺς δυναμένους πᾶσι τούτοις ἐπιμαρτυρεῖν. Ἰσχυρίων διάκονος ἐπιδέδωκα τούσδε τοὺς λιβέλλους γενομένους κατὰ βούλησιν ἐμὴν καὶ ὑπαγορεύσας καὶ ὑπογράψας χειρὶ ἐμῆι. | |
30 | Καὶ μετὰ τὸ ἀναγνωσθῆναι αὐτὸν Πασκασῖνος ἐπίσκοπος εἶπεν· Καὶ ὁ λίβελλος τοῦ παρόντος Ἀθανασίου ὁ προκομισθεὶς ἡμῖν ἀναγινωσκέσθω. Καὶ λαβὼν Προκόπιος διάκονος καὶ νοτάριος ἀνέγνω. Καὶ μετὰ τὸ ἀναγνωσθῆναι αὐτὸν Λουκίνσιος ἐπίσκοπος εἶπεν· Ἅπερ ἐν τῶι λιβέλλωι διδάσκεις κατὰ τοῦ θεοφιλεστάτου ἐπισκόπου Διοσκόρου, ταῦτα σκόπει καὶ | |
35 | εἰ θαρρεῖς, γνώρισον αὐτῶι καὶ τῶι οἰκείωι δήλωσον στόματι. Ἀθανάσιος εἶπεν· Ἕτοιμός εἰμι καὶ θαρρῶ ἐμαυτῶι παραγενόμενον αὐτὸν ἐπὶ τῆς | |
ἁγιωτάτης ὑμῶν συνόδου διελέγξαι εἰς πάντα ἅπερ αὐτοῦ κατηγόρησα. | 19 in vol. 2.1.2 | |
2,1,220 | Καὶ μετ’ αὐτὸν Ἰσχυρίων εἶπεν· Εἰ παραχθῆι ἐν ταύτηι τῆι ἁγιωτάτηι καὶ οἰκου‐ μενικῆι συνόδωι Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀλεξανδρείας, ἑτοίμως ἔχω κἀγὼ δι’ ἐναργῶν ἀποδείξεων ** ταῦτα πάντα ἅπερ ἐδίδαξα τὸν ὑμέτερον ἄγγελον, οὐδὲν δὲ ἧττον καὶ τῶν ἐκδοθέντων παρ’ ἐμοῦ μαρτύρων συγκέλλων αὐτοῦ ὄντων καὶ μετ’ αὐτοῦ | |
5 | μέχρι καὶ νῦν ὄντων καὶ παραφερομένων, ὥστε καὶ ἐκ τῶν οἰκείων αὐτοῦ ταῦτα δεῖξαι ἀληθῆ, μὰ τὰς εὐχὰς ὑμῶν. τινὲς δὲ τιμῆς ἠξιώθησαν, ἐπειδὴ ὑπούργησαν τοῖς φόνοις ἐκείνοις τοῖς ἐν Ἐφέσωι γενομένοις, καὶ ἐνταῦθά εἰσιν. Καὶ μετὰ τὸ ἀναγνωσθῆναι Μαρινιανὸς ἐπίσκοπος Συνάδων εἶπεν· Ὁ ἐπιδοθεὶς λίβελλος κατὰ Διοσκόρου τοῦ θεοφιλεστάτου ἐπισκόπου παρὰ Ἀθανασίου τοῦ εὐλα‐ | |
10 | βεστάτου ἐμφερέσθω τῆι πίστει τῶν ὑπομνημάτων 〈μετὰ τῶν ἄλλων〉. Περγάμιος ἐπίσκοπος Ἀντιοχείας Πισιδίας εἶπεν· Τὸν ὑπανεγνωσμένον λίβελλον ὃν ἐπιδέδωκεν Ἀθανάσιος ὁ εὐλαβέστατος, ἐν ὧι κατηιτιάσατο Διόσκορον τὸν 〈Ἀλεξ‐ ανδρείασ〉 ἐπίσκοπον, ἁρμόδιον τοῖς νῦν πραττομένοις ἐντάττεσθαι ὑπομνήμασιν· λεγέτω δὲ ὁ αὐτὸς Ἀθανάσιος τῆι οἰκείαι αὐτοῦ φωνῆι εἴ γε ταῖς κατηγορίαις ἑαυτοῦ συνίσταται. | |
15 | Λίβελλος Ἀθανασίου πρεσβυτέρου Ἀλεξανδρείας προκομισθεὶς κατὰ Διοσκόρου τῆι ἁγίαι συνόδωι Τῶι ἁγιωτάτωι καὶ μακαριωτάτωι οἰκουμενικῶι πατριάρχηι τῆς μεγάλης Ῥώμης Λέοντι καὶ τῆι ἁγίαι καὶ οἰκουμενικῆι συνόδωι κατὰ βούλησιν θεοῦ καὶ θεῖον νεῦμα συν‐ αχθείσηι ἐν τῆι Χαλκηδονέων πόλει παρὰ τοῦ ἐλεεινοῦ Ἀθανασίου γενομένου πρεσβυτέρου | |
20 | τῆς μεγάλης Ἀλεξανδρείας υἱοῦ ἀδελφῆς τοῦ τῆς ὁσίας μνήμης ἀρχιεπισκόπου Κυρίλλου. Ὁ τῆς ἁγίας καὶ μακαρίας μνήμης Κύριλλος ὁ τῆς μεγάλης Ἀλεξανδρείας γεγονὼς ἀρχι‐ επίσκοπος ἐπὶ τριάκοντα δύο ἔτη ἀμέμπτως μετὰ τῆς ὀρθῆς πίστεως ζήσας ἐμοῦ μὲν τοῦ Ἀθανασίου γεγένηται θεῖος πρὸς μητρὸς καὶ τοῦ τῆς λαμπρᾶς μνήμης ἀδελφοῦ μου Παύλου, ἐμοῦ δὲ τῆς 〈μητρὸσ〉 Ἰσιδώρας ἀδελφός. οὗτος μέλλων τελευτᾶν διαθήκας | |
25 | θέμενος ἐτίμησε τὸν μετ’ αὐτὸν γενόμενον ἐπίσκοπον, ὅστις ἐὰν ἦι, πλείστοις καὶ μεγάλοις λεγάτοις ἐκ τῆς ἰδίας ἑαυτοῦ ὑποστάσεως, ὁρκώσας τοῦτον ἐγγράφως κατὰ τῶν σεπτῶν καὶ φρικτῶν μυστηρίων ὥστε θάλψαι τὸ αὐτοῦ γένος καὶ ἐν μηδενὶ κάματον αὐτῶι παρα‐ σχεῖν. ἀλλ’ ὁ εὐλαβέστατος ἐπίσκοπος Διόσκορος 〈ὁ〉 ἐπὶ κακῶι οὐ μόνον ἡμῶν, ἀλλὰ καὶ πάσης ἐκείνης τῆς διοικήσεως διαδεξάμενος τὸν θρόνον, ἀπεχθανόμενος πρὸς τὴν ὀρθὴν | |
30 | ἐκείνου πίστιν αἱρετικὸς τυγχάνων, οὐ μόνον οὐ θάλπει, ἀλλὰ καὶ παρ’ οὐδὲν θέμενος τοὺς φρικτοὺς ἐκείνους ὅρκους τὰ ἐναντία εἰς ἡμᾶς διεπράξατο, πᾶσαν ἐπινοῶν καθ’ ἡμῶν ἐπιβουλήν. καὶ διώκει μὲν ἐν προοιμίοις τῆς οὐκ οἶδ’ ὅπως ἔλαχεν ἐπισκοπῆς, ἀπειλῶν θάνατον, ἐμέ τε καὶ τὸν ἡμέτερον ἀδελφὸν ἔτι περιόντα τῆς περιωνύμου Ἀλεξανδρείας σκοπῶι τινι ὥστε ἡμᾶς διωκομένους καταλαβεῖν τὴν πανευδαίμονα Κωνσταντινούπολιν ἐλπί‐ | |
35 | σαντας βοηθείας ἀξιοῦσθαι. ὁ δὲ σκοπὸς τοῦ προλεχθέντος εὐλαβοῦς ἀνδρὸς οὗτος ἦν ὥστε ἡμᾶς ἀποληφθῆναι ἐνταῦθα καὶ προπεμφθῆναι τῶι τῆς ἀνοσίας μνήμης Χρυσαφίωι, οὐ μὴν ἀλλὰ καὶ τῶι μεγαλοπρεπεστάτωι καὶ ἐνδοξοτάτωι Νόμωι τότε τὰ τῆς οἰκουμένης ἐν χερσὶν ἔχοντι πράγματα· τοῦτο γὰρ ἦν διὰ γραμμάτων μηνύσας ὡς μέγα τι προξενῶν | |
τοῖς μνημονευθεῖσι τὸ ἡμᾶς μὲν παρ’ αὐτῶν ἀναλωθῆναι, αὐτῶι δὲ χάριν τῆς θήρας ὁμολο‐ | 20 in vol. 2.1.2 | |
2,1,221 | γῆσαι. ἀμέλει γοῦν παραυτὰ τοῦ γενέσθαι ἡμᾶς ἐπὶ τῆς βασιλευούσης πόλεως ἐλπίσαντες βοηθείας ἀξιοῦσθαι ἐν ἀσφαλεῖ γινόμεθα καὶ αἰκισμοῖς διαφόροις ὑποβαλλό‐ μεθα, ἄχρις ἂν πάντα ἃ εἴχομεν ἐν κινητοῖς, παράσχωμεν, ἔτι δὲ οὐκ ἀρκουμένους πρὸς τὴν μεθοδείαν τῶν βασάνων ἐκείνων ἀναγκασθῆναι ἡμᾶς καὶ δανεισταῖς πλείστοις ἐπὶ | |
5 | βαρυτάτοις τόκοις κοινωνῆσαι, ὡς τὸν μὲν ἡμέτερον ἀδελφὸν τὸν τῆς λαμπρᾶς μνήμης Παῦλον οὐκ ἐνεγκόντα τὰς αἰκίας καὶ τὰς ὕβρεις τὸν ἀνθρώπινον ὑπεξελθεῖν βίον, ἐμὲ δὲ τὸν Ἀθανάσιον καὶ τὰς ἡμετέρας θείας καὶ τὴν γαμετὴν καὶ τὰ παιδία τοῦ ἡμετέρου ἀδελ‐ φοῦ τῶι κακῶι ἡμῶν ἐν τοῖς ἀνθρωπίνοις εἶναι πράγμασιν, οὐδὲν ἕτερον ἔχοντας ἢ μόνον δανειστὰς ἐπὶ βαρυτάτοις ἡμῖν, ὡς ἔφημεν, τόκοις ἐκδανείσαντας καὶ λοιπὸν μηδὲ τοῦ | |
10 | προεληλυθέναι ἐξουσίαν ἔχειν, διαφόρων ἐντυχιῶν παρ’ αὐτῶν τῶν δανεισάντων καθ’ ἡμῶν γινομένων καὶ οὐκ ἐχόντων πόθεν τὸ εὔγνωμον αὐτοῖς ποιησόμεθα. ἄπειρα γὰρ καὶ ὑπερβαίνοντα οὐ μόνον τὴν ἡμετέραν δύναμιν, ἀλλὰ γὰρ καὶ τῶν ἐν εὐπορίαι ἐπισήμων ἀπηιτήμεθα. πρὸς δὲ τούτοις ὥστε ἡμᾶς μηδὲ τὴν οἴκησιν ἔχειν, παρα‐ σκευάζει [καὶ] τὰς ἡμῶν οἰκίας ἐκκλησίας γενέσθαι, τῆς ἐμῆς τοῦ Ἀθανασίου τετάρτηι | |
15 | στέγηι ἐπικειμένης καὶ τῆς θέσεως οὐκ ἐπιδεχομένης εἶναι ἐκκλησίας, καὶ συμπεριλαμβάνει ταῖς προλεχθείσαις οἰκίαις καὶ τὰ προσπαρακείμενα ἕτερα οἰκοδομήματα καὶ προσόδια. ἀλλ’ οὐδὲ τούτοις ἀρκεσθεὶς καθαιρεῖ με τοῦ πρεσβυτερίου καὶ ἐκτὸς τοῦ ἐκκλησιαστικοῦ καταλόγου ποιεῖται, μηδεμιᾶς κατ’ ἐμοῦ αἰτιάσεως γεγενημένης. καὶ λοιπὸν ἑπταετῆ χρόνον διατελοῦμεν περιαλώμενοι ἀπὸ τόπου εἰς τόπον, πῆι μὲν, ὡς ἔφημεν, παρὰ δανει‐ | |
20 | στῶν διωκόμενοι, πῆι δὲ καὶ παρ’ αὐτοῦ μηδὲ ἐν ἐκκλησίαις ἢ μοναστηρίοις οἰκεῖν συγ‐ χωρούμενοι. οὕτως οὖν καταλαβομένου ἐμοῦ τοῦ Ἀθανασίου τὴν Μετάνοιαν (προ‐ άστειον δὲ τοῦτο τῆς μεγίστης Ἀλεξανδρείας ὅ ποτε Κάνωπος καλούμενος, ὅπερ προ‐ άστειον ἄνωθεν καὶ ἐκ παλαιᾶς συνηθείας ἐτύγχανε πρὸς ἀνάπαυσιν τῶν καταφύγων· ὅλον γὰρ δοκεῖ ὑπὸ τὴν φυλακὴν τοῦ εὐαγοῦς μοναστηρίου τῶν Ταβεννησιωτῶν, οὐ μὴν | |
25 | δὲ ἀλλὰ καὶ ὑπὸ τοὺς περιβόλους τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας, ὃ καὶ δημόσιον ἔχει λουτρόν) πρὸς τὸ θεραπείας τυχεῖν τὸ ἡμέτερον ἄθλιον σῶμα καὶ τὸ ἀσφαλὲς ἔχειν ἀπὸ τῶν ἐπι‐ βουλευόντων, τοσοῦτον πρὸς ἀσέβειαν ὁ μνημονευθεὶς εὐλαβέστατος ἐπίσκοπος ὁρᾶι, ὡς ἐλεεινοτέρους πάσης ἐλεεινότητος ἡμᾶς γενομένους μὴ οἰκτειρῆσαι μηδὲ μήν τι συνιέναι τῶν ἐντολῶν τοῦ Χριστοῦ, ἀλλὰ γὰρ κελεῦσαι μήτε τὸ δημόσιον λουτρὸν | |
30 | λούειν μήτε ἄρτον πέμπεσθαι ἢ ἕτερόν τι ὄψον ἐκεῖσε διαπιπράσκεσθαι, πρὸς ἓν ὁρῶν ὥστε ἡμᾶς ἀπὸ τῆς στενοχωρίας καὶ τοῦ λιμοῦ ἀπολέσθαι. καὶ γοῦν ὑπὸ τῆς πολλῆς στενώσεως καὶ ἐνδείας μικροῦ καὶ τῶν ἀνθρωπίνων 〈πραγμάτων〉 ἐκτὸς γεγένημαι, ὅπερ μὲν εὐξάμην πρὸς ἀπαλλαγὴν τῶν κακῶν, οὐ συνέβη δέ μοι διὰ τὴν τοῦ θεοῦ φιλανθρω‐ πίαν. τὰ μὲν οὖν χρήματα ἅπερ ἀπηιτήθημεν, τὰ μὲν ἐξ ἰδίας ὑποστάσεως, τὰ δὲ | |
35 | δανεισάμενοι βαρυτάτοις, ὡς ἔφημεν, τόκοις συντείνουσιν εἰς χρυσίου λίτρας χιλίας τε‐ τρακοσίας πλέον ἔλαττον, ἅσπερ ἐκομίσατο παρ’ ἡμῶν ὁ μεγαλοπρεπέστατος καὶ ἐν‐ δοξότατος Νόμος διὰ τοῦ καθωσιωμένου μαγιστριανοῦ Σευήρου τοῦ γενομένου σουβα‐ διούβα τῆς σχολῆς καθωσιωμένων μαγιστριανῶν· οὐδὲ γὰρ τὸ πρόσωπον τοῦ βαρ‐ βάρου Χρυσαφίου ἐθεασάμεθα. τὰς δὲ τοιαύτας ἡμῶν καὶ τηλικαύτας συμφορὰς οὐδὲν | |
40 | ἡγησάμενος ἐν κατοχῆι καὶ τῶν ὑπολειφθέντων μοι τῶι Ἀθανασίωι πραγμάτων γίνεται, | |
ὥστε πανταχόθεν μοι τὰ τῆς ἀναγκαίας τροφῆς ἐπιλεῖψαι καὶ λοιπὸν ἐρανίζεσθαι παρὰ | 21 in vol. 2.1.2 | |
2,1,222 | τῶν εὐσεβεῖν εἰωθότων τὰ πρὸς διατροφὰς ἐμοῦ καὶ τῶν ὑπολιπέντων μοι δύο ἢ τριῶν ἀνδραπόδων. μεθοδεύει δὲ μετὰ ταῦτα πάντα τὰ χρήματα τὰς ἡμετέρας θείας, ἀδελφὰς δὲ τοῦ τῆς ὁσίας καὶ μακαρίας μνήμης Κυρίλλου, στενοχωρήσας εἰς αὐτὴν τὴν ψυχὴν καὶ πολιορκήσας, ἀπειλήσας καὶ τὸν κατ’ αὐτῶν θάνατον, χρυσίου λίτρας ὀγδοήκοντα | |
5 | πέντε, οὐδὲν ἧττον καὶ τὰ παιδία τοῦ τῆς λαμπρᾶς μνήμης μου ἀδελφοῦ καὶ τὴν τούτου γαμετήν, τὰ μὲν ὀρφανίαν δυστυχήσαντα, τὴν δὲ ἀπορίαν ἀνδρὸς ὀδυρομένην, χρυσοῦ λίτρας τεσσαράκοντα. συνορᾶτε τοίνυν, τὰ πάντα θεοφιλέστατοι, ὡς οὐδὲ βάρβαροί ποτε τοιαῦτα τετολμήκασι κατὰ τῶν ὑπηκόων οἷα ὁ θαυμάσιος ὑποφήτης ὁ τοῖς λαοῖς μὲν ὀφείλων κηρύττειν ἀμνησικακίαν, τοιαῦτα δὲ αὐτὸς οὐ μόνον καθ’ ἡμῶν, ἀλλὰ καὶ | |
10 | καθ’ ἑτέρων πολλῶν τολμῶν. καὶ δεόμεθα τῆς ὑμετέρας ὁσιότητος ὥστε ἡμᾶς νῦν γοῦν βοηθείας ἀξιωθῆναι καὶ διάκρισιν ἡμῖν προθεῖναι ἐφ’ ὧι τε ἡμᾶς καὶ ἅπερ κακῶς ἀπηιτήθημεν παρὰ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου Νόμου, ἀπολαβεῖν καὶ ἐπὶ τοὺς δανειστὰς καταβαλεῖν. ἑτοίμως γὰρ ἔχομεν δεῖξαι αὐτὸν τὸν μεγαλοπρε‐ πέστατον ἄνδρα ταύτην τὴν ποσότητα τοῦ χρυσοῦ ἀπαιτήσαντα ἡμᾶς καὶ τὸν εὐλα‐ | |
15 | βέστατον ἐπίσκοπον Διόσκορον τετολμηκότα καὶ εἰς αὐτὸν τὸν Χριστὸν ἐνπαροινῆσαι καὶ ἕτερα πολλὰ πλημμελήσαντα ἃ μὴ τοῖς νόμοις μόνοις ἀπηγόρευται, ἀλλὰ καὶ τοῖς ἀγριωτάτοις καὶ ὠμοτάτοις τῶν βαρβάρων. τὰ γὰρ τούτου πλημμελήματα ἐκείνων τὴν ὠμότητα καὶ τὴν εἰς θεὸν ἀσέβειαν ὑπερηκόντισαν. καὶ δεόμεθα τυχεῖν, ὡς καὶ προπαρακεκλήκαμεν, τῆς ὑμῶν βοηθείας, ὥστε ἡμᾶς εὐχαριστοῦντας τῶι θεῶι καὶ τῆι | |
20 | ὑμῶν θεοσεβείαι τὰς συνήθεις εὐχαριστίας ἀναπέμψομεν ὑπὲρ τῆς ὑμῶν ἁγιωσύνης τῶι πάντων ἡμῶν σωτῆρι Χριστῶι. παρακαλοῦμεν δὲ μηδὲ μάρτυρας ἀπολιμπάνεσθαι τοὺς δυναμένους καιρῶι διακρίσεως ἐπὶ πᾶσι τοῖς παρ’ ἡμῶν εἰρημένοις μαρτυρῆσαι. Ὁ ἐλεεινὸς Ἀθανάσιος πρεσβύτερος τῆς περιωνύμου πόλεως Ἀλεξανδρείας τούσδε τοὺς λιβέλλους ἐπιδέδωκα τῶι ἁγιωτάτωι καὶ οἰκουμενικῶι πατριάρχηι καὶ ἀρχιεπισκόπωι | |
25 | τῆς πρεσβυτέρας Ῥώμης Λέοντι καὶ τῆι ἁγιωτάτηι καὶ οἰκουμενικῆι συνόδωι τῶν ἁγίων ἐπισκόπων καὶ πατέρων. Καὶ μετὰ ταῦτα Ἀθανάσιος εἶπεν· Συνίσταμαι τῆι ἐμαυτοῦ ὑπολήψει καὶ δι’ ἐναρ‐ γῶν ἀποδείξεων ἀποδείκνυμι πάντα τὰ κατ’ ἐμοῦ δραματουργήσαντα Διόσκορον τὸν εὐλαβέστατον ἐπίσκοπον ἐν 〈ὅλοισ〉 ὀκτὼ ἔτεσι σήμερον συσκευαζόμενόν με καὶ ἐπι‐ | |
30 | βουλεύοντά μοι καὶ εἰς αὐτὴν τὴν σωτηρίαν καὶ παντὶ τῶι ἡμετέρωι γένει καὶ ταῖς ἐμαῖς θείαις καὶ τῶι τρισμακαριωτάτωι μου ἀδελφῶι καὶ τῆι γαμετῆι αὐτοῦ καὶ τοῖς ὀρφανοῖς παιδίοις. Ἰωάννης ἐπίσκοπος τῆς μητροπόλεως Σεβαστείας εἶπεν· Τί καὶ ὁ ἑστὼς βούλεται, σαφῶς διδασκέτω. | |
35 | Σωφρόνιος εἶπεν· Ἀδικηθεὶς πλεῖστα κἀγὼ παρὰ Διοσκόρου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Ἀλεξανδρέων κατέλαβον τὴν ἁγιωτάτην ταύτην σύνοδον καὶ προσελθὼν πρώην ἐπιδέδωκα λιβέλλους, καὶ κελεύσατε αὐτοὺς ἀναγνωσθῆναι. Ἰωάννης ἐπίσκοπος Σεβαστείας εἶπεν· Καὶ οἱ τοῦ ἑστῶτος Σωφρονίου λίβελλοι ἀναγινωσκέσθωσαν. | |
40 | Καὶ λαβὼν Ἀσκληπιάδης διάκονος καὶ νοτάριος ἀνέγνω. | 22 in vol. 2.1.2 |
2,1,223 | Καὶ μετὰ τὸ ἀναγνωσθῆναι Σωφρόνιος εἶπεν· Ἀξιῶ τοὺς ἐμοὺς λιβέλλους ἐνταγῆναι τοῖς ὑπομνήμασιν. Πατρίκιος ἐπίσκοπος Τυάνων εἶπεν· Ἐμφερέσθωσαν καὶ οἱ ἀναγνωσθέντες λίβελλοι τῆι πράξει τῶν ὑπομνημάτων κατὰ τὴν αἴτησιν Σωφρονίου. | |
5 | Λίβελλος Σωφρονίου δοθεὶς κατὰ Διοσκόρου τῆι ἁγίαι καὶ οἰκουμενικῆι συνόδωι τῆι ἐν Χαλκηδόνι Τῶι ἁγιωτάτωι καὶ μακαριωτάτωι οἰκουμενικῶι ἀρχιεπισκόπωι καὶ πατριάρχηι τῆς μεγάλης Ῥώμης Λέοντι καὶ τῆι ἁγίαι συνόδωι τῆι κατὰ βούλησιν θεοῦ καὶ θεῖα μαν‐ δάτα ἐπὶ τῆς Χαλκηδονέων πόλεως συναθροισθείσηι παρὰ Σωφρονίου Χριστιανοῦ. | |
10 | Εὐχῆς ἔργον μοι γεγένηται, οὐκ ἐμοὶ δὲ μόνωι τῶι ἐλαχίστωι, ἀλλὰ γὰρ καὶ πᾶσι τοῖς ἠδικημένοις παρὰ Διοσκόρου τοῦ ἐπισκόπου τῆς Ἀλεξανδρέων μεγαλοπόλεως τὸ κατὰ βούλησιν θεοῦ καὶ θέσπισμα τῶν δεσποτῶν τῆς οἰκουμένης τὴν ἁγιωτάτην ὑμῶν καὶ ἀγγελικὴν ἀθροισθῆναι σύνοδον, ἐφ’ ὧι τε προσελθόντα με διδάξαι ὅσην τυραννίδα καὶ βίαν ὑπέμεινα παρὰ τοῦ μνημονευθέντος εὐλαβεστάτου ἐπισκόπου. δέομαι τοίνυν | |
15 | τῆς ἁγιωτάτης ὑμῶν συνόδου παρασχεῖν μοι τὰς ἀκοάς, ὥστε διδάξαι, καθό μοι δύναμίς ἐστιν, εἰ καὶ μεγάλα καὶ λόγου πλείστου δεόμενα, τὰ κατ’ ἐμοῦ τολμηθέντα. ἀδικηθεὶς γὰρ τὰ μέγιστα κἀγὼ καὶ εἰς πενίαν ἐληλακὼς ἐκ διαφόρων κατασκευῶν τοῦ εὐλαβεστάτου ἐπισκόπου Διοσκόρου τῆς μεγάλης Ἀλεξανδρείας ἀφ’ ὧν διαφόρως κατ’ ἐμοῦ τοῦ πένητος κατεσκεύασεν, πρόσειμι διδάσκων διαφόρους ἐσχηκὼς ὑπευθύνους, οὐ μὴν ἀλλὰ γὰρ καὶ | |
20 | ἀδικηθεὶς παρὰ Μακαρίου τοῦ πολιτευομένου τῆς μεγάλης Ἀλεξανδρείας. οὗτος γὰρ τὴν ἡμετέραν γαμετὴν Θεοδότην, ἀφ’ ἧς καὶ παῖδας πεποίηκα, οὐ διαιρέσεως παρα‐ κολουθησάσης, οὐ λυπηροῦ τινος γενομένου, ἀλλὰ γὰρ τὸ συνοικέσιον ἅμα ἡμῶν ἐχόντων, ἐν ἐπιθυμίαι ἀδίκωι γενόμενος ἁρπάσας ἔσχεν. πρὸς τοῦτο ἀχθεσθεὶς [δι’] ὅπερ οὔτε βάρβαροι τετολμήκασι ῥαιδίως πώποτε, 〈μόλις ποτὲ〉 καταλαβὼν τοὺς δεσπότας τῆς | |
25 | οἰκουμένης καὶ τοὺς μεγάλους καὶ ἐξοχωτάτους ἐπάρχους ἠιτιασάμην τὸν μνημονευθέντα Μακάριον καὶ φανερὰ ἐπὶ τούτωι πέπρακται ἠξίωσά τε τὸν οὕτω παρανομῆσαι τολμή‐ σαντα μετὰ καὶ τῆς ἡμετέρας γαμετῆς Θεοδότης ἄγεσθαι πρὸς τὸ νομίμωι ἐξετάσει τὰ τῆς ὑποθέσεως προβῆναι, μνημονεύσας καὶ ἑτέρων μοι γενομένων ὑπευθύνων κατ’ ἐγ‐ γράφους καὶ ἀγράφους ἀποδείξεις. ἐσχηκὼς τοίνυν τοὺς θείους τύπους ἔτι τε καὶ τὰς | |
30 | μεγίστας ἀποφάσεις τῶν μεγάλων καὶ ἐξοχωτάτων ἐπάρχων, εἰκότως δὲ καὶ τὸν ταῦτα συνεκβιβάζοντα, φημὶ δὴ τὸν αἰδέσιμον Θεόδωρον τὸν ἐκ τῆς μεγίστης τάξεως, κατέλαβον τὴν μεγάλην Ἀλεξάνδρειαν, ὥστε ἐκβιβασμῶι ταῦτα παραδοθῆναι. ἀλλ’ ὁ εὐλαβέ‐ στατος ἐπίσκοπος Διόσκορος πάντα ἀκαθοσιώτως πράττων νομίζων τε ἀνωτέρω πάντων εἶναι οὔτε τοὺς θείους τύπους οὔτε τὰς μεγίστας ἀποφάσεις συνεχώρησεν ἐκβιβασθῆναι, | |
35 | ἑαυτοῦ τὴν χώραν μᾶλλον ἢ τῶν κρατούντων εἶναι λέγων. ἀμέλει γοῦν καταπέμπει κατ’ ἐμοῦ Ἰσίδωρον, ὄνομα μὲν ἔχοντα διακόνου, ὑπηρέτην δὲ τῆς αὐτοῦ μανίας ἀεὶ γενόμενον, μετὰ φάλαγγος ληιστρικῆς χωρικῶν τε καὶ ἑτέρων τινῶν, ὥστε με τῶν ἀνθρω‐ πίνων ἐκτὸς ποιῆσαι πραγμάτων, τὸν δὲ ἐκ τῆς μεγίστης τάξεως ἀπονεμηθέντα μοι ἐκβιβαστὴν ἄπρακτον ἐκδιῶξαι, ὃ δὴ καὶ γεγένηται. ὅστις διάκονος κατὰ πρόσταξιν | |
40 | τοῦ εὐλαβεστάτου ἐπισκόπου Διοσκόρου οὐκ ἀρκεσθεὶς τούτοις καὶ πάντα τὰ προσόντα | |
μοι ἀφείλετο ἔν τε βάρεσι καὶ ἑτέροις πράγμασιν, ἀφ’ ὧν τὰς διατροφὰς εἶχον μετὰ καὶ | 23 in vol. 2.1.2 | |
2,1,224 | τῶν ἡμετέρων παίδων. ἐκ γὰρ παραδόξου τοῦτο γνοὺς τινός μοι τὴν μανίαν τοῦ μνημονευθέντος μηνύσαντος ἐκφυγὼν διεσώθην. ἐπεὶ οὖν τὰ τολμηθέντα παρὰ τοῦ εὐλαβεστάτου Διοσκόρου οὐδὲ βάρβαροί ποτε τετολμήκασι, πρόσειμι καὶ δέομαι τῆς ὑμετέρας ἀγγελικῆς στρατιᾶς κατελεῆσαί με καὶ κελεῦσαι ἐνταῦθα ἐκ θείας προνοίας κατα‐ | |
5 | ληφθέντα τὸν τύραννον τὰς ἀποκρίσεις ποιήσασθαί μοι. ἑτοίμως γὰρ ἔχω δεῖξαι τὸν εὐλαβέστατον ἐπίσκοπον Διόσκορον καὶ κατὰ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος πολ‐ λάκις δυσφήμους ἀφέντα φωνάς, οὐ μὴν ἀλλὰ καὶ μοιχείας τολμήσαντα καὶ εἰς αὐτὴν τὴν καθοσίωσιν ἡμαρτηκότα. τῶν γὰρ θείων λαυράτων ἐπ’ εὐτυχίαι οἰκουμενικῆι εἰσερχομένων καὶ ἐν τῆι μεγαλοπόλει Ἀλεξανδρείαι οὐ παρηιτήσατο ἔρανα διανεῖμαι | |
10 | πλείστοις δι’ Ἀγοράστου καὶ Τιμοθέου καὶ ἑτέρων τινῶν καὶ ταῦτα παρασκευάσαι διωχθῆναι· ἐπαχθῶς γὰρ ἔφερεν ἐφ’ οἷς ὅλως τοιοῦτος δεσπότης τῆς οἰκουμένης διηγο‐ ρεύετο· ἑαυτὸν γὰρ μᾶλλον βασιλεύειν ἤθελεν τῆς Αἰγυπτιακῆς διοικήσεως, 〈ὡσ〉 καὶ τὰ πραχθέντα παρὰ διαφόροις ἄρχουσι δείκνυσιν, οὐ μὴν ἀλλὰ καὶ ὁ περίβλεπτος τρι‐ βοῦνος Ἰωάννης μαρτυρεῖ. καὶ εἰ μὴ ὅτι ἐκ θείας προνοίας ἔτυχεν ὁ μεγαλοπρεπέστατος | |
15 | καὶ ἐνδοξότατοις Θεόδωρος τὰ τῆς Αἰγυπτιακῆς διοικήσεως ἰθύνων πράγματα ὁ γενναῖος τῶν νόμων προστάτης, πάλαι ἂν ἀπολέληπτο ἡ μεγάλη Ἀλεξάνδρεια παρὰ τοῦ προ‐ λεχθέντος τυράννου. ὅτι γὰρ οὐκ ἐγὼ μόνος, ἀλλὰ καὶ πλεῖστοι ἕτεροί εἰσιν οἱ πεπειρα‐ μένοι τῆς μανίας τοῦ προλεχθέντος εὐλαβεστάτου Διοσκόρου, ὡμολόγηται〈, εἰ〉 καὶ οἱ πεπονθότες εἴτε διὰ πενίαν εἴτε [καὶ] διὰ τὸν φόβον τῆς ἐκείνου τυραννίδος οὐ τετολμή‐ | |
20 | κασι καταλαβεῖν τὴν ὑμετέραν ὁσιότητα καὶ τοῦτον αἰτιάσασθαι. καὶ παρακαλῶ καὶ δέομαι τοῦ ὑμετέρου ἀγγελικοῦ χοροῦ Ἀγόραστον ἐνταῦθα καταλαμβανόμενον ἕνα τῶν συνεργησάντων αὐτοῦ τῆι μανίαι, σύγκελλον αὐτοῦ ὄντα, παρενεχθῆναι καὶ κελεῦσαί με ἐπὶ τῆς ἁγιωτάτης ὑμῶν καὶ οἰκουμενικῆς συνόδου εἰσελθόντα συστῆναι πᾶσιν οἷς ἐδίδαξα· ἑτοίμως γὰρ ἔχω, εἰ ἀξιωθείην τῶν ὑμετέρων ὁσίων ἀκοῶν, δεῖξαι τὸν εὐλα‐ | |
25 | βέστατον ἐπίσκοπον Διόσκορον ταῦτα 〈πάντα〉 πεπλημμεληκότα. Σωφρόνιος Χριστιανὸς ὁ προκείμενος ἐπιδέδωκα τῆι ἁγιωτάτηι καὶ οἰκουμενικῆι συνόδωι τούσδε τοὺς λιβέλλους, ὡς πρόκειται. Καὶ μετὰ τὴν ἀνάγνωσιν ἡ ἁγία συνόδος εἶπεν· Οἱ μὲν λίβελλοι πάντες ἐμφερέσθωσαν τοῖς πραττομένοις, εὔδηλον δὲ ὡς αὖθις ἀναγνωσθῆναι δεῖ τούτους παραγινομένου τοῦ | |
30 | τὰς μέμψεις ὑπέχοντος ὁσιωτάτου ἐπισκόπου Διοσκόρου. Φλωρέντιος ἐπίσκοπος Σάρδεων εἶπεν· Δήλων ὄντων τῶν ἀνεγνωσμένων, καὶ τρίτον κληθῆι ὁ θεοσεβέστατος ἐπίσκοπος Διόσκορος, ἐπειδὴ τοῦτο βούλεται ἡ τῆς ἐκκλη‐ σιαστικῆς εὐταξίας ἀκολουθία, ὅπως εἰ καὶ μετὰ ταύτην παραιτήσοιτο, ὁ κανὼν τὴν ἑαυτοῦ βαδίσηι ὁδόν. | |
35 | Πασκασῖνος ὁ θεοσεβέστατος ἐπίσκοπος εἶπεν· Προσφόρως ὁ θεοσεβέστατος ἐπί‐ σκοπος Φλωρέντιος δι’ ὧν εἶπεν, κατέθετο ὥστε τρίτον ὑπομνησθέντα διὰ τῶν ἁγιω‐ τάτων ἀδελφῶν ἡμῶν ἐλθεῖν αὐτὸν καὶ μὴ ὑπερθέσθαι ἐπὶ τῶι ταῖς τῶν οἰκείων κατη‐ γοριῶν ἀγωγαῖς ἀποκρίνασθαι. καὶ διὰ τοῦτο, εἰ ἀρέσκει τῆι ἁγιωτάτηι καὶ οἰκου‐ μενικῆι συνόδωι, καὶ τρίτον κληθήτω ὁ θεοσεβέστατος ἐπίσκοπος Διόσκορος. | |
40 | Ἀέτιος διάκονος καὶ πριμικήριος νοταρίων εἶπεν· Ἐπειδὴ τρίτην κλῆσιν παρὰ | |
τῆς ἁγιωτάτης καὶ οἰκουμενικῆς συνόδου πρὸς τὸν θεοσεβέστατον ἐπίσκοπον Διόσκορον | 24 in vol. 2.1.2 | |
2,1,225 | γενέσθαι ἐδικαιώσατε, κελεύσατε τινὰς τῶν ἁγιωτάτων ἐπισκόπων ἀπελθόντας ὑπο‐ μνῆσαι αὐτὸν ἀπαντῆσαι νῦν γοῦν εἰς τὸ ἱερὸν τῆς ὑμετέρας ἁγιωσύνης συνέδριον. Ἡ ἁγία σύνοδος εἶπεν· Οἱ θεοσεβέστατοι ἐπίσκοποι Φραγκίων Λουκιανὸς καὶ Ἰωάννης διαβάντες πρὸς τὸν ἐπίσκοπον Διόσκορον ἐμφανῆ τὴν τρίτην ταύτην κλῆσιν | |
5 | καταστήσουσιν αὐτῶι ἀδελφικῶς παραινοῦντες. Τρίτη κλῆσις Ἡ ἁγιωτάτη καὶ οἰκουμενικὴ μεγάλη σύνοδος τῶι ὁσιωτάτωι ἐπισκόπωι Διο‐ σκόρωι. Τὰ παρὰ τῆς σῆς θεοσεβείας δηλούμενα πολλὴν καὶ διάφορον ἔχει τὴν ποι‐ κιλίαν, ποτὲ μὲν ἐπέχεσθαι παρὰ τῶν καθωσιωμένων μαγιστριανῶν καὶ σχολαρίων | |
10 | γνωρίζοντα, εἶτα μετὰ τὴν ἐκεῖθεν ἐπιτροπὴν δεῖν παρεῖναι τοὺς μεγαλοπρεπεστάτους καὶ ἐνδοξοτάτους ἄρχοντας τοῖς πραττομένοις, αὖθις ἀρρωστίαν προισχόμενα καὶ πάλιν ἀναμένειν τὴν τῶν μεγαλοπρεπεστάτων καὶ ἐνδοξοτάτων ἀρχόντων συνεδρείαν εἰρωνευό‐ μενα, προσέτι δὲ καὶ ἐξηιτηκέναι ἤδη παρὰ τοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου ἡμῶν βασιλέως τοὺς θεοφιλεστάτους ἐπισκόπους Ἰουβενάλιον Θαλάσσιον Εὐσέβιον Βασίλειον | |
15 | καὶ Εὐστάθιον συμπαρεῖναί σοι ἐπὶ τοῖς κατὰ σοῦ ῥηθεῖσι σημαίνοντα, ὧν ἕκαστον κατ’ οὐδένα τρόπον ἐπάγεται τὴν ἀλήθειαν ἑκάστου τῶν παρὰ σοῦ λεγομένων ἀπω‐ θουμένου τὸ ἀληθές. ἐπεὶ τοίνυν οὐδὲ ὁ εὐσεβέστατος βασιλεὺς οἷάπερ ἔφης, ἐθέσπισεν, ἀλλ’ ἐπέτρεψεν τῆι ἁγιωτάτηι καὶ οἰκουμενικῆι ταύτηι συνόδωι τὴν ἀκρόασιν οὔτε τι ἕτερον ἀπείργει ἡμᾶς τῆς παρούσης κανονικῆς ἐξετάσεως, πᾶσαν ἀποσεισάμενος πρό‐ | |
20 | φασιν καταξίωσον καταλαβεῖν τὸ ἱερὸν τοῦτο συνέδριον αὐτῶι τε τῶι θεοφιλεστάτωι Εὐσεβίωι τῶι ἐπισκόπωι καὶ τοῖς νῦν ἐπαγομένοις ἀποκρινόμενος καὶ τοῖς ἐπὶ τοῦ παρόντος ἀποδεδωκόσι κατὰ σοῦ τοὺς κατηγορικοὺς λιβέλλους οὐκ ὀλίγοις οὖσι καὶ ἐκ τῆς Ἀλεξαν‐ δρέων ὁρμωμένοις κληρικοῖς τε καὶ λαικοῖς, ὧν αἱ προσηγορίαι Ἀθανάσιος Ἰσχυρίων Θεόδωρος καὶ Σωφρόνιος, ἀπολογησόμενος, εἰδὼς ὡς εἰ μετὰ τὴν τρίτην ταύτην κανονι‐ | |
25 | κὴν κλῆσιν πανταχοῦ τὸ ἀνύποπτον ἔχουσαν ὑπέρθοιο πρὸς τὴν ἄφιξιν, ἡ παροῦσα ἁγία καὶ μεγάλη οἰκουμενικὴ σύνοδος ἐπ’ ἐκεῖνον ἐπελεύσεται τὸν τρόπον ὅστις κατὰ τῶν ἀπειθούντων καὶ καταφρονούντων τῆς συνοδικῆς κλήσεως οἶδε κινεῖν τὴν ἐκ τῶν κανόνων ἔνθεσμον ἐπιτίμησιν. ἀπεστείλαμεν δὲ καὶ νῦν τῆς τρίτης κλήσεως [πρὸς σὲ] χάριν τοὺς θεοφιλεστάτους συνεπισκόπους ἡμῶν Φραγκίωνα Φιλιππουπόλεως καὶ Λουκιανὸν | |
30 | Βύζης καὶ Ἰωάννην Γερμανικείας τῆς Ἀνατολῆς. Ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος Ἀνατόλιος εἶπεν· Καταξιωσάτωσαν Φραγκίων καὶ Λουκιανὸς καὶ Ἰωάννης οἱ θεοφιλέστατοι ἐπίσκοποι, ὡς συνέδοξεν, παραγενόμενοι πρὸς τὸν θεοσεβέστατον ἐπίσκοπον Διόσκορον παρακελεῦσαι αὐτὸν 〈νῦν〉 γοῦν παρα‐ γενέσθαι εἰς τὴν ἁγίαν σύνοδον. | |
35 | Φραγκίων ἐπίσκοπος Φιλιππουπόλεως εἶπεν· Ἕνα τῶν ἐξειληφότων νοταρίων κελεύσατε συνελθεῖν ἡμῖν ἐπὶ τῶι ἀναγνωσθῆναι τὰ παρὰ τῆς ἁγίας ὑμῶν συνόδου δηλω‐ θέντα τῶι θεοφιλεστάτωι ἐπισκόπωι Διοσκόρωι. Ἡ ἁγία σύνοδος εἶπεν· Ἀπελθέτω Παλλάδιος διάκονος καὶ νοτάριος τοῦ θεο‐ φιλεστάτου ἐπισκόπου Πατρικίου καὶ τὰ ὑπαγορευθέντα αὐτῶι παρ’ ἡμῶν ἀπὸ τῆς | |
40 | ἐκλήψεως ὑπαναγνώτω τῶι θεοφιλεστάτωι ἐπισκόπωι Διοσκόρωι παρόντων τῶν εὐλα‐ | |
βεστάτων ἐπισκόπων τῶν ἀπεσταλμένων. | 25 in vol. 2.1.2 | |
2,1,226 | Ἐπανελθόντων αὖθις αὐτῶν τῶν θεοφιλεστάτων ἐπισκόπων Ἀέτιος ἀρχιδιάκονος καὶ πριμικήριος νοταρίων εἶπεν· Οἱ ἁγιώτατοι ἐπίσκοποι οἱ ἀποσταλέντες πρὸς τὸν θεοφιλέστατον ἐπίσκοπον Διόσκορον ἐπὶ τῶι τρίτην κλῆσιν κατὰ τοὺς θείους κανόνας ποιήσασθαι πάρεισιν καὶ τοῦτο αὐτὸ γνωρίζομεν. | |
5 | Ἀνατόλιος ἐπίσκοπος Κωνσταντινουπόλεως νέας Ῥώμης εἶπεν· Καταξιώσατε ἀπαγγεῖλαι ἡμῖν ποίας καὶ αὐτοὶ νῦν ἐπὶ τῆι τρίτηι κλήσει ἀποκρίσεως τετυχήκατε παρὰ τοῦ θεοφιλεστάτου ἐπισκόπου Διοσκόρου. Φραγκίων ἐπίσκοπος Φιλιππουπόλεως εἶπεν· Καθὼς κατηξίωσεν ἡ ὑμετέρα ὁσιό‐ της προστάξαι ὥστε ἡμᾶς διαβῆναι πρὸς τὸν θεοφιλέστατον ἐπίσκοπον Διόσκορον, | |
10 | ἀπελθόντες [καὶ] τὰ ἐνταλθέντα διὰ ῥημάτων ἀπηγγείλαμεν καὶ τὴν τρίτην κλῆσιν ἐγγράφως ἀποσταλεῖσαν ἀναγνωσθῆναι πεποιήκαμεν. καὶ ἀξιοῦμεν τῆι ἁγίαι συνόδωι καὶ τὰ παρ’ ἡμῶν πρὸς αὐτὸν εἰρημένα καὶ τὰ παρ’ ἐκείνου πρὸς ἀπόκρισιν εἰρημένα παραναγνωσθῆναι. Μάξιμος ἐπίσκοπος Ἀντιοχείας εἶπεν· Ἀναγινωσκέσθω τὰ παρὰ τοῦ θεοφιλε‐ | |
15 | στάτου ἐπισκόπου Διοσκόρου ἐπὶ τῆι τρίτηι κλήσει δηλωθέντα. Παλλάδιος διάκονος καὶ νοτάριος τοῦ θεοφιλεστάτου ἐπισκόπου Πατρικίου ἀνέγνω οὕτως Φραγκίων ἐπίσκοπος Φιλιππουπόλεως πρὸς Διόσκορον ἐπίσκοπον Ἀλεξανδρείας εἶπεν· ἡ ἁγιωτάτη καὶ οἰκουμενικὴ σύνοδος ἡ συνεδρεύσασα ἐν τῶι ἁγίωι μαρτυρίωι | |
20 | τῆς ἁγίας Εὐφημίας ἀπέστειλεν πρὸς τὴν σὴν θεοσέβειαν τὴν ἡμετέραν εὐτέλειαν τρίτην ἤδη κλῆσιν ταύτην ποιουμένη κατὰ τὴν ἀκολουθίαν τῶν ἁγίων κανόνων. καὶ αὐτὴν τὴν ἔγγραφον κλῆσιν ἣν πεποίηται, κελεύσει ἡ σὴ θεοσέβεια ὑπαναγνωσθῆναι, ἵνα καταξιώσηις παραγενέσθαι εἰς τὸ θεοφιλὲς αὐτῶν συνέδριον καὶ ἀποκρίνασθαι πρὸς τὰ ἐπαγόμενα. Διόσκορος ἐπίσκοπος εἶπεν· αὐτάρκως ἀνεδίδαξα τὴν ὑμετέραν θεο‐ | |
25 | σέβειαν, οἷς προσθεῖναί τι οὐ δύναμαι· ἀρκοῦμαι γὰρ ἐκείνοις. Λουκιανὸς ἐπίσκοπος Βύζης εἶπεν· πρέπει τῆι σῆι ὁσιότητι ὑπακοῦσαι τῆι ἁγιωτάτηι καὶ μεγάληι συνόδωι καὶ θαρροῦσαν τῶι ἑαυτῆς συνειδότι παραγενέσθαι ἀπολογησομένην πρὸς τὰ ἐπαγόμενα, ἵνα μὴ ἐπὶ πλεῖον ἀντιλέγουσα ὑποβληθῆι τῶι κανονικῶι ἐπιτιμίωι τῶι μάλιστα τρίτην ἤδη ταύτην γεγονέναι πρὸς σὲ παρὰ τῆς ἁγιωτάτης καὶ μεγάλης συνόδου κλῆσιν. Διόσκορος | |
30 | ἐπίσκοπος εἶπεν· ἃ εἶπον, εἶπον, οἷς προσθεῖναι οὐ δύναμαι. Ἰωάννης ἐπίσκοπος Γερμανικείας εἶπεν· πρὸ τριῶν ἡμερῶν κατὰ θέσπισμα τοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου βασιλέως ἡμῶν οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ἱερὰ σύγκλητος μετὰ τῆς ἁγίας συνόδου τὴν ἐξέτασιν τῶν ἐπαγομένων τῆι θεοσεβείαι σου ἁμαρτημάτων παρὰ τοῦ θεοσεβεστάτου ἐπισκόπου Εὐσεβίου ἐποιήσαντο καὶ καταψηφισάμενοι τῆς | |
35 | θεοσεβείας σου ὑπὸ ἀπόφασίν σε πεποιήκασιν, εἰ τοῦτο παρασταίη τοῖς ταύτην ἐπάγειν παρὰ τοῦ δεσπότου θεοῦ πεπιστευμένοις ἁγιωτάτοις ἐπισκόποις. ἀλλὰ τὸ πρέπον ἑαυτῆι ἡ ἁγιωτάτη καὶ μεγάλη σύνοδος εἰς νοῦν λαβοῦσα ἄχρι τοῦ παρόντος τῆι θεοσεβείαι σου ἐνδέδωκεν. καταξίωσον τοίνυν, εἴπερ συνειδότι κέχρησαι καθαρῶι, παραγενέσθαι καὶ τῆι ἁγίαι καὶ μεγάληι ἀποκρίνασθαι συνόδωι. Διόσκορος ἐπί‐ | |
40 | σκοπος εἶπεν· καὶ τρίτον ἐγὼ ταῦτα λέγω ὅτι προσθεῖναι τοῖς ἤδη ῥηθεῖσιν οὐκ ἔχω. Φραγκίων ἐπίσκοπος εἶπεν· ἀλλ’ ἀναγκαῖον ἡγούμεθα παρεῖναι τῆι ἁγίαι | |
συνόδωι τὴν σὴν θεοσέβειαν καὶ ἀποκρίνασθαι, ὥστε τὰ τῶι θεῶι δοκοῦντα τυπωθῆναι. | 26 in vol. 2.1.2 | |
2,1,227 | Διόσκορος ἐπίσκοπος εἶπεν· πάλιν τὰ αὐτὰ ἐρῶ καὶ οὐδὲν πλέον προσθεῖναι τοῖς εἰρη‐ μένοις ἔχω. Λουκιανὸς ἐπίσκοπος εἶπεν· οὐ μικρὰ οὐδὲ τὰ τυχόντα ἐμφέρεται τοῖς λιβέλλοις τοῖς ἐπιδοθεῖσι κατὰ τῆς σῆς θεοσεβείας τῆι ἁγιωτάτηι καὶ οἰκουμενικῆι συνόδωι· εἰ τοίνυν σαυτῶι θαρρεῖς 〈ὡσ〉 δυνάμενος συστῆναι πρὸς τὰ ἐπαγόμενα, | |
5 | ἐξαιτοῦμεν παρεῖναί σε δεικνύντα πανταχοῦ ὅτιπερ ἀλλότριος καὶ ἀθῶος τῶν κατὰ σοῦ μέμψεων τυγχάνεις. Διόσκορος ἐπίσκοπος εἶπεν· τί με ἀναγκάζετε ἄλλα εἰπεῖν; τὰ αὐτὰ τοῖς προλαβοῦσιν ἐρῶ. Ἰωάννης ἐπίσκοπος εἶπεν· οὔκ ἐστιν ἀνάγκη τὸ πρᾶγ‐ μα; μεγάλη ἐστὶ καὶ οἰκουμενικὴ ἁγία σύνοδος καὶ πιστεύομεν ὅτι ὡς ὑπὸ μάρτυρι τῶι θεῶι οὕτω δικάζει. εἰ τοίνυν οἶδέν σου ἡ ὁσιότης δύνασθαι ἀποσκευάσασθαι τὰς ἐπαγομένας | |
10 | σοι μέμψεις παρά τε τοῦ θεοφιλεστάτου Εὐσεβίου καὶ τῶν σήμερον προσελθόντων καὶ λιβέλλους ἐπιδεδωκότων, παραγενοῦ καὶ ἀπάλλαξον σπίλου τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν. Διόσκορος ἐπίσκοπος εἶπεν· σπῖλον οὐκ ἔχει ἡ καθολικὴ ἐκκλησία, μὴ γένοιτο· ἐγὼ γὰρ οἶδα πῶς προσῆλθον ταῖς ἀποκρίσεσιν. Ἰωάννης ἐπίσκοπος εἶπεν· τὰ ἁμαρτήματα τῶν ἱερέων κοινὸν αἶσχός ἐστιν· εἰ τοίνυν οἶδέν σου ἡ ἁγιωσύνη συκοφαντίαν παρά | |
15 | τινων ὑπομένουσα, οὔκ ἐστι πόρρωθεν ἡ ἁγία σύνοδος. σκύλθητι καὶ διέλεγξον τὸ ψεῦδος. Διόσκορος ἐπίσκοπος εἶπεν· ἃ εἶπον, εἶπον καὶ ἀρκοῦμαι τούτοις. Καὶ μετὰ τὸ ἀναγνωσθῆναι Πασκασῖνος ἐπίσκοπος εἶπεν· Ἔγνω ἡ θεοφιλεστάτη καὶ μακαριωτάτη ἁγία σύνοδος ὅτι τρίτον κληθεὶς διὰ τῶν θεοφιλεστάτων ἐπισκόπων Φραγκίωνος καὶ Λουκιανοῦ καὶ Ἰωάννου Διόσκορος ὁ ἐπίσκοπος ἐπὶ τῶι τοῖς οἰκείοις | |
20 | κατηγόροις ἀποκρίνασθαι τῶι συνειδέναι ἔνοχον τυγχάνειν ἑαυτὸν ἐλθεῖν κατεφρόνησεν. τίνος τοίνυν ἄξιός ἐστιν ὁ οὕτω καταφρονήσας; ἡ ὑμετέρα ἁγιότης τῶι οἰκείωι στόματι δῆλον ποιησάτω. Ἡ ἁγία σύνοδος εἶπεν· Τῆς ἐκ τῶν κανόνων κατὰ τῶν ἀπειθούντων ἀγανακτήσεως. Στέφανος ἐπίσκοπος Ἐφέσου εἶπεν· Τοῦτό ἐστι τὸ ἀκόλουθον τὸν κληθέντα κατὰ | |
25 | τοὺς ἁγίους κανόνας καὶ καταφρονήσαντα τῶι τῶν κανόνων ἐπιτιμίωι ὑποβληθῆναι. Πασκασῖνος ἐπίσκοπος εἶπεν· Πάλιν ἀξιοῦμεν τὴν μακαριότητα ὑμῶν· ὁ ἤδη τρίτον παρὰ τῶν ἀδελφῶν ἡμῶν καὶ συνεπισκόπων κληθεὶς καὶ καταφρονήσας καὶ μὴ ἐλθὼν τίνος ἐστὶν ἄξιος; τί δοκεῖ τῆι ἁγιωσύνηι ὑμῶν, μαθεῖν θέλομεν. Ἡ ἁγία σύνοδος εἶπεν· Τὰ δοκοῦντα τοῖς κανόσιν. | |
30 | Λουκιανὸς ἐπίσκοπος εἶπεν· Παρὰ τοῦ μακαριωτάτου πατρὸς ἡμῶν καὶ ἀρχιεπισκό‐ που Κυρίλλου ἐπράχθη τινὰ κατὰ Νεστορίου ἐν τῆι ἁγίαι συνόδωι τῆι κατ’ Ἔφεσον· ἐκείνοις ἐγκύψαντες τύπον δότε τὸν παριστάμενον. Πασκασῖνος ἐπίσκοπος εἶπεν· Κελεύει ἡ θεοσέβεια ὑμῶν τοῖς ἐπιτιμίοις τοῖς ἐκκλη‐ σιαστικοῖς χρησόμεθα κατ’ αὐτοῦ; συναινεῖτε; | |
35 | Ἡ ἁγία σύνοδος εἶπεν· Πάντες συναινοῦμεν εἰς τὰ δοκοῦντα. Πασκασῖνος ἐπίσκοπος εἶπεν· Κελεύει ἡ θεοσέβεια ὑμῶν τοῖς ἐπιτιμίοις τοῖς ἐκκλη‐ σιαστικοῖς χρησόμεθα κατ’ αὐτοῦ, καθὰ διελάλησα; Ἡ ἁγία σύνοδος εἶπεν· Ναί, συναινοῦμεν. Κόιντος ἐπίσκοπος Φωκαίας εἶπεν· Ὅτε τὸν ἁγιώτατον ἄνδρα Φλαβιανὸν τὸν | |
40 | τῆς ὀρθοδοξίας φύλακα ἐφόνευσεν, οὔτε κανόνας προήγαγεν οὔτε ἀνεγνώσθησαν οὔτε ἐκκλησιαστικῆι τινι εὐταξίαι ἐχρήσατο, ἀλλὰ αὐθεντίαι ἰδίαι χρώμενος καθεῖλεν· νῦν δὲ | |
πάντα κανονικῶς ἔδοξεν καὶ οὐκ ὀφείλει πάλιν πρὸς ὑπερθέσεις χωρεῖν. | 27 in vol. 2.1.2 | |
2,1,228 | Προτέριος ἐπίσκοπος σμύρνης εἶπεν· Ὅτε ἐφονεύετο ὁ ἁγιώτατος Φλαβιανός, οὐδὲν ἀκόλουθον ἐπράχθη ἐπ’ αὐτῶι· νῦν δὲ τοσοῦτοι ἅγιοι πατέρες, καὶ νῦν πάλιν ὑπερθέσεις πειρᾶται ἐφευρίσκειν πάντων εὐσεβῶς τῶν ἐν τῆι ἁγίαι συνόδωι συνειλεγ‐ μένων; | |
5 | Ἰουλιανὸς ἐπίσκοπος Ὑπαίπων εἶπεν· Ἅγιοι πατέρες, ἀκούσατε· ὅτε τὸ κῦρος εἶχε Διόσκορος κατὰ τὴν Ἐφεσίων πόλιν τοῦ κρίνειν [καὶ] μεταξὺ [μὲν] ** τὸν ἁγιώτατον Φλαβιανὸν καὶ τὸν θεοσεβέστατον ἐπίσκοπον Εὐσέβιον καθεῖλεν ἄδικον ψῆφον ἐξαγαγὼν καὶ αὐτὸς πρῶτος κατέθετο τὴν ἄδικον κρίσιν καὶ πάντες ἐπηκολούθησαν μετὰ ἀνάγκης· νῦν ἡ ὑμετέρα ἁγιότης τὸ κῦρος ἔχει τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Λέοντος καὶ πᾶσα | |
10 | ἡ ἁγία σύνοδος ἡ συναχθεῖσα κατὰ θεοῦ χάριν καὶ θέσπισμα τῶν εὐσεβεστάτων ἡμῶν βασιλέων καὶ ἔγνω ἕκαστα ἅπερ γέγονεν ἐν Ἐφέσωι ἄδικα, καὶ ἅπαντα τὰ πραχθέντα ἐκεῖ ἐν γνώσει γέγονε τῆι ὑμετέραι ἁγιωσύνηι καὶ πρῶτον καὶ δεύτερον καὶ τρίτον ἐκάλεσε Διόσκορον καὶ οὐδαμῶς ἐβουλήθη ὑπακοῦσαι. παρακαλοῦμεν οὖν τὴν ὑμετέραν ἁγιωσύνην τὸν ἐπέχοντα, μᾶλλον δὲ τοὺς ἐπέχοντας τὸν τόπον τοῦ ἁγιωτάτου ἀρχι‐ | |
15 | επισκόπου Λέοντος ἀποφήνασθαι κατ’ αὐτοῦ καὶ τὰ ἐπιτίμια τὰ τοῖς κανόσιν ἐγκείμενα κατ’ αὐτοῦ ὁρίσαι. πάντες γὰρ καὶ πᾶσα ἡ οἰκουμενικὴ σύνοδος σύμψηφος γίνεται τῆι ὑμετέραι ἁγιωσύνηι. Πασκασῖνος ἐπίσκοπος εἶπεν· Πάλιν λέγω· τί ἀρέσκει τῆι μακαριότητι ὑμῶν; Μάξιμος ἐπίσκοπος τῆς μεγαλοπόλεως Ἀντιοχείας εἶπεν· Ὃ δοκεῖ τῆι ὁσιότητι | |
20 | ὑμῶν, καὶ ἡμεῖς σύμψηφοι γινόμεθα. Πασκασῖνος ἐπίσκοπος Λιλυβαίου τῆς Σικελίας καὶ μετ’ αὐτοῦ Λουκίνσιος ἐπίσκοπος ἑρκουλάνων καὶ Βονιφάτιος πρεσβύτερος ἐκκλησίας τῆς μεγάλης Ῥώμης ἐπέχοντες τὸν τόπον τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου πατριάρχου τῆς μεγάλης Ῥώμης καὶ ἀρχιε‐ πισκόπου Λέοντος ἀπεφήναντο· Δῆλα γεγένηται τὰ τετολμημένα Διοσκόρωι τῶι γενο‐ | |
25 | μένωι τῆς Ἀλεξανδρέων μεγάλης ἐκκλησίας ἐπισκόπωι κατὰ τῆς τῶν κανόνων τάξεως καὶ τῆς ἐκκλησιαστικῆς καταστάσεως ἔκ τε τῶν ἤδη ἐξετασθέντων ἐν τῶι πρώτωι συν‐ εδρίωι καὶ ἀπὸ τῶν σήμερον πεπραγμένων. οὗτος γάρ, ἵνα τὰ πολλὰ παραλείψωμεν, Εὐτυχῆ τὸν ὁμόδοξον αὐτῶι κανονικῶς καθαιρεθέντα παρὰ τοῦ ἰδίου ἐπισκόπου τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Φλαβιανοῦ αὐθεντήσας ἀκανονίστως εἰς κοινωνίαν ἐδέξατο πρὶν | |
30 | συνεδρεῦσαι ἐν τῆι Ἐφεσίων μετὰ τῶν θεοφιλεστάτων ἐπισκόπων. ἀλλ’ ἐκείνοις μὲν ὁ ἀποστολικὸς θρόνος συγγνώμην ἀπένειμεν ἐπὶ τοῖς ἐκεῖσε μὴ κατὰ γνώμην ὑπ’ αὐτῶν πεπραγμένοις, οἳ καὶ διετέλεσαν μέχρι τοῦ παρόντος ἑπόμενοι τῶι τε ἁγιωτάτωι ἀρχιεπισκόπωι Λέοντι καὶ πάσηι τῆι ἁγιωτάτηι καὶ οἰκουμενικῆι ἁγίαι συνόδωι, οὗ δὴ χάριν καὶ ἐν τῆι ἑαυτοῦ κοινωνίαι ὁμοπίστους ἐδέξατο· οὗτος δὲ μέχρι τοῦ παρόντος | |
35 | ἐνέμεινε σεμνυνόμενος ἐπ’ ἐκείνοις ἐφ’ οἷς ἔδει στένειν καὶ εἰς γῆν κεκυφέναι. πρὸς τούτοις | |
δὲ οὐδὲ τὴν ἐπιστολὴν ἀναγνωσθῆναι συνεχώρησε τοῦ μακαριωτάτου πάπα Λέοντος | 28 in vol. 2.1.2 | |
2,1,229 | τὴν γραφεῖσαν παρ’ αὐτοῦ πρὸς τὸν ἐν ἁγίοις τῆι μνήμηι Φλαβιανόν, καὶ ταῦτα πολλάκις παρακληθεὶς ἀναγνῶναι ταύτην ὑπὸ τῶν κεκομικότων καὶ μεθ’ ὅρκων ποιήσασθαι τὴν ἀνάγνωσιν ὑποσχόμενος, ἧς μὴ ἀναγνωσθείσης σκανδάλου καὶ βλάβης αἱ ἀνὰ τὴν οἰ‐ κουμένην ἐπειράθησαν ἁγιώταται ἐκκλησίαι. ἀλλ’ ὅμως τοιούτων παρ’ αὐτοῦ τολ‐ | |
5 | μηθέντων ἐσκοποῦμεν ἐκ τῆς προτέρας πράξεως φιλανθρωπίας αὐτὸν ἀξιῶσαι ὡς καὶ τοὺς λοιποὺς θεοφιλεστάτους ἐπισκόπους, καίτοι μηδὲ αὐθεντίαν παραπλησίως αὐτῶι τῆς κρίσεως ἐσχηκότας. ἐπειδὴ δὲ τοῖς δευτέροις τὴν προτέραν παρανομίαν ὑπερηκόντισεν, ἐτόλμησε δὲ καὶ ἀκοινωνησίαν ὑπαγορεῦσαι κατὰ τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἀρ‐ χιεπισκόπου τῆς μεγάλης Ῥώμης Λέοντος, πρὸς δὲ τούτοις καὶ λιβέλλων πολλῶν παρανο‐ | |
10 | μιῶν μεστῶν κατ’ αὐτοῦ προσενεχθέντων τῆι ἁγίαι καὶ μεγάληι συνόδωι καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς διὰ θεοφιλεστάτων ἐπισκόπων κανονικῶς κληθεὶς οὐχ ὑπήκουσεν, ὑπὸ τοῦ συνειδότος δηλονότι κεντούμενος, καὶ τοὺς παρὰ συνόδων διαφόρων ἐνθέσμως καθαιρε‐ θέντας παρανόμως ἐδέξατο, αὐτὸς καθ’ ἑαυτοῦ τὴν ψῆφον ἐξήνεγκεν διαφόρως τοὺς ἐκ‐ κλησιαστικοὺς πατήσας θεσμούς· ὅθεν ὁ ἁγιώτατος καὶ μακαριώτατος ἀρχιεπίσκοπος | |
15 | τῆς μεγάλης καὶ πρεσβυτέρας Ῥώμης Λέων δι’ ἡμῶν καὶ τῆς παρούσης ἁγιωτάτης συνόδου μετὰ τοῦ τρισμακαριωτάτου καὶ πανευφήμου Πέτρου τοῦ ἀποστόλου, ὅς ἐστι πέτρα καὶ κρηπὶς τῆς καθολικῆς ἐκκλησίας καὶ τῆς ὀρθοδόξου πίστεως ὁ θεμέλιος, ἐγύμνωσεν αὐτὸν τῆς τοῦ ἐπισκόπου καὶ πάσης ἱερατικῆς ἠλλοτρίωσεν ἀξίας. τοιγαροῦν ἡ ἁγιωτάτη αὕτη καὶ μεγάλη σύνοδος τὰ δόξαντα τοῖς κανόσιν ἐπὶ τῶι μνημονευθέντι Διοσκόρωι | |
20 | ψηφίσεται. Ἀνατόλιος ἐπίσκοπος τῆς βασιλευούσης Κωνσταντινουπόλεως νέας Ῥώμης εἶπεν· Τὰ αὐτὰ τῶι ἀποστολικῶι θρόνωι διὰ πάντων φρονῶν σύμψηφος κἀγὼ γίνομαι ἐπὶ τῆι καθαιρέσει Διοσκόρου τοῦ γενομένου ἐπισκόπου τῆς Ἀλεξανδρέων μεγαλοπόλεως ἑαυτὸν πάσης ἱερατικῆς λειτουργίας ἀλλότριον ἀποδείξαντος διὰ τὸ ἐν ἅπασιν ἀπειθῆσαι | |
25 | τοῖς τῶν ἁγίων πατέρων κανόσι καὶ τρίτον κανονικῶς κληθέντα καὶ μὴ ὑπακοῦσαι θελή‐ σαντα. Μάξιμος ἐπίσκοπος Ἀντιοχείας Στέφανος ἐπίσκοπος Ἐφέσου Λουκιανὸς ἐπίσκοπος Βύζης | |
30 | Διογένης ἐπίσκοπος Κυζίκου Ἰουλιανὸς ἐπίσκοπος τῆς Κῶ Εὐνόμιος ἐπίσκοπος Νικομηδείας Πέτρος Κορίνθου Ἐλευθέριος Χαλκηδόνος | |
35 | Θεόδωρος Ταρσοῦ Ῥωμανὸς Μύρων Κῦρος Ἀναζάρβου Κωνστάντιος Μελιτηνῆς Σέλευκος Ἀμασείας | |
40 | Ἰωάννης Σεβαστείας | |
Κωνστάντιος Βόστρων | 29 in vol. 2.1.2 | |
2,1,230 | Καλόγηρος Κλαυδιουπόλεως Πατρίκιος Τυάνων Ἀμφιλόχιος Σίδης Ἐπιφάνιος Πέργης | |
5 | Θεόδωρος Δαμασκοῦ Ἀττικὸς Νικοπόλεως Παλαιᾶς Ὀνησιφόρος Ἰκονίου Βασίλειος Τραιανουπόλεως Φλωρέντιος Σάρδεων | |
10 | Φραγκίων Φιλιππουπόλεως Ἰωάννης Ῥόδου Πέτρος Γαγγρῶν Φώτιος Τύρου Νουνέχιος Λαοδικείας | |
15 | Περγάμιος Ἀντιοχείας Πισιδίας Μελέτιος Λαρίσσης Κριτωνιανὸς Ἀφροδισιάδος Συμεώνιος Ἀμίδης Θεόκτιστος Πισινοῦντος | |
20 | Φοντηιανὸς Σαγαλασσοῦ Νεοπτόλεμος Κόρνων Ἀχόλιος Λαράνδων Ἰουλιανὸς Ὑπαίπων Λεόντιος Μαγνησίας | |
25 | Εὐδόξιος Χώματος Στέφανος Λιμυρέων Φρόντων Φασήλιδος Θεόδωρος Ἀντιφέλλου Λεόντιος Ἀράξου | |
30 | Ἀντίπατρος κάμου Φίλιππος λιβουρέων Κρατῖνος Πανόρμου Ἀνδρέας Τλωέων Νικόλαος Ἀκρασσοῦ | |
35 | Ῥωμανὸς Βουβονέων Ἀττικὸς Ζήλων Παῦλος Φιλομηλίου Φλωρέντιος Ἀδριανουπόλεως Μεσσαλῖνος Λαοδικείας | |
40 | Ἐλπίδιος μονῆς Θέρμων Λογγῖνος Ὀρχιστοῦ | |
Μυστήριος Ἀμορίου | 30 in vol. 2.1.2 | |
2,1,231 | Πέτρος Δαρδάνου Ἰοβῖνος Διβέλτου Ἴνδιμος Εἰρηνουπόλεως Ἀκύλας Εὐδοξιάδος | |
5 | Εὐτρόπιος αράδου Μάρκος Ἀρεθούσης Προτέριος Μυρίνης Μάρκελλος Μητροπόλεως Εὐσέβιος Κλαζομενῶν | |
10 | Ὀλύμπιος Θεοδοσιουπόλεως Μάμας Ἀνινήτου Γερόντιος Σελευκείας Ἰουλιανὸς Ῥωσοῦ Ὑπάτιος Ζεφυρίου | |
15 | Ἀλέξανδρος Σεβαστῆς Θεόδωρος Αὐγούστης Χρύσιππος Μαλλοῦ Κυριακὸς Τροκνάδων Δανιὴλ Κάδων | |
20 | Θωμᾶς Θεοδοσιουπόλεως Ἰωάννης Τραπεζοῦντος Ἀθανάσιος Μοσύνων Πατρίκιος Νεοκαισαρείας Ἐπίκτητος Διοκλητιανουπόλεως | |
25 | Ἀλέξανδρος Σελευκείας Πισιδίας Οὐαλεριανὸς Λαοδικείας Φοινίκης Κυρῖνος Πατάρων Θεόφιλος Ὀριοσσοῦ Νέων Σιλλύου | |
30 | Εὐδόξιος Ἐτένων Μαρκιανὸς Κοτένων Διόδοτος Λυσανίας Ἰωάννης Φλαβιάδος Τρύφων Χίου | |
35 | Παῦλος Πτολεμαίδος Διονύσιος Ἡρακλείας Ἰωάννης Ἀλίνδου Εὐτρόπιος Στρατονικείας Ἰωάννης Ἀμυζονέων | |
40 | Παπίας Ἐρίζων | 31 in vol. 2.1.2 |
2,1,232 | Διονύσιος Ἀντιοχείας Καρίας Τυγχάνιος Ἀπολλωνιάδος Θεοδώρητος Ἀλαβάνδων Μένανδρος Ἡρακλείας | |
5 | Φλάκιλλος Ἰασσοῦ Ἰωάννης Κνίδου Καλανδίων Ἁλικαρνασοῦ Θεότεκνος Τυραίου Ἑορτίκιος Νικοπόλεως | |
10 | Κῦρος Σινιάνδου Αἰθέριχος Σμύρνης Φλωρέντιος Τενέδου Ζηνόδοτος Τερμισσοῦ Σάβας Πάλτου | |
15 | Θεόκτιστος Βεροίας Μακάριος Αἴνου Κυριακὸς Αἰγέης Γενέθλιος Κρατείας Φίλιππος Θεοδοσιουπόλεως | |
20 | Βασίλειος Παλαιᾶς πόλεως Παυλῖνος Ἀπαμείας Πισιδίας Βασίλειος Νακωλείας Ἰωάννης Γερμανικείας Κεκρόπιος Σεβαστοπόλεως | |
25 | Ἀκάκιος Ἀριαραθείας Ἰωάννης Νικοπόλεως Ῥουφῖνος Σαμοσάτων Σεβαστιανὸς Βεροίας Μενεκράτης Κερασσέων | |
30 | Κοσσίνιος Ἱεροκαισαρείας Πατρίκιος Ἀκμασσοῦ Διονύσιος Ἀτταλείας Παῦλος Τριπόλεως Γέμελλος Στρατονικείας | |
35 | Μαιόνιος Νύσης Ἡσαίας Ἐλαιτῶν Ἕσπερος Πιτάνης Κόιντος Φωκέων Εὐστόχιος Δοκιμέων | |
40 | Μουσώνιος Νύσης | |
Ῥῆνος Ἰουνοπόλεως | 32 in vol. 2.1.2 | |
2,1,233 | Παῦλος Μαριάμμης Εὐστάθιος Σαρακηνῶν Θαλάσσιος Παρίου Ἀθανάσιος Πέρρης | |
5 | Οὐράνιος Ἐμίσης Δαμιανὸς Σιδῶνος Νῶε Κηφᾶς Οὐράνιος Ἰβώρων Πολυχρόνιος Ἐπιφανείας | |
10 | Θεόδωρος Τριπόλεως Φοινίκης Λουκιανὸς Ἰψοῦ Πρόκλος Ἀδράων Ἀμάχιος Σεττῶν ἀλκμαίδιος Σιλάνδων | |
15 | Πολύκαρπος [σιλάνδου πολύκαρπος] Γαβάλων Ἐλευσίνιος Ἀπόλλωνος Πατρίκιος Ἀδριανοῦ θηρῶν Ἡλίας Βλανδοῦ Εὐσέβιος Σελευκοβήλου | |
20 | Θεοδόσιος Κανωθᾶ Ἑρμείας Ἀβύδου Γεννάδιος Ἀκμονέων Εὐλάλιος Πιονίου Θεοσέβιος Ἰλιέων | |
25 | Πιόνιος Τρωάδος Στέφανος Ποιμανηνοῦ Καλλίνικος Ἀπαμείας Ῥωμανὸς Εὐδοξιουπόλεως Ἀνδρέας Σατάλων | |
30 | Σωφρόνιος Κωνσταντίνης Ὁρμίσδας Φιλιππουπόλεως Παῦλος Ἀράδου Τιμόθεος Βαλανέων Θεοδόσιος Ναζιανζοῦ | |
35 | Ἀριστόμαχος Κολωνείας Πέτρας Γαββούλα Ῥουφῖνος Βριούλου Ὀλύμπιος Σωζοπόλεως Εὐφράτης Ἐλευθέρνης | |
40 | Καίουμος Μαρκουπόλεως | |
Ἰωάννης Καρρῶν | 33 in vol. 2.1.2 | |
2,1,234 | Ἁβράμιος Κάστρου Δημήτριος λαπέτου Βεθεσλάσης Νέας πόλεως Μουσώνιος βριμήνου | |
5 | Ἀντίοχος Σινώπης Παράλιος Ἀνδράπων Δόμνος Κουκουσοῦ Ἀντωνιανὸς Ἀμίσης Θεόδωρος Κλαυδιουπόλεως | |
10 | οἱ πάντες εἱρμῶι τοῦ θεοφιλεστάτου ἐπισκόπου τῆς βασιλευούσης Κωνσταντινουπόλεως Ἀνατολίου διελάλησαν. Καὶ μετὰ τὸ διαλαλῆσαι πάντας τοὺς ὁσιωτάτους ἐπισκόπους καὶ ὑπέγραψαν οὕτως Ὑπογραφαί Πασκασῖνος ἐπίσκοπος Λιλυβαίων τῆς Σικελῶν ἐπαρχίας ἐπέχων τὸν τόπον | |
15 | τοῦ ἀρχιεπισκόπου τῆς μεγάλης Ῥώμης Λέοντος ὥρισα ἅμα τῆι ἁγιωτάτηι συνόδωι ἐπὶ τῆι καθαιρέσει Διοσκόρου ὁμοῦ καὶ ὑπέγραψα [Α] Λουκίνσιος ἐπίσκοπος ἑρκουλάνων καὶ αὐτὸς ἐπέχων τὸν τόπον τοῦ ἀποστολικοῦ θρόνου τῆς μεγάλης Ῥώμης Λέοντος ἅμα τῆι ἁγιωτάτηι συνόδωι ὁρίσας ἐπὶ τῆι καθαιρέσει Διοσκόρου ὑπέγραψα [Β] | |
20 | Βονιφάτιος πρεσβύτερος καὶ πρεσβευτὴς τῆς ἐκκλησίας τῆς πρεσβυτέρας καὶ μεγάλης Ῥώμης καὶ αὐτὸς ὁμοίως ἐπέχων τὸν τόπον τοῦ ἁγιωτάτου ἀρχιεπι‐ σκόπου Λέοντος τῆι τιμίαι καὶ μακαριωτάτηι ἅμα καὶ ἀποστολικῆι ἐκκλησίαι τοῦ πάπα Λέοντος ἐπὶ τῆι καθαιρέσει Διοσκόρου ὁρίσας ὑπέγραψα [Γ] Ἀνατόλιος ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως ὁρίσας ἅμα τῆι ἁγίαι συνόδωι | |
25 | ἐπὶ τῆι καθαιρέσει Διοσκόρου ὑπέγραψα [Δ] Μάξιμος ἐπίσκοπος τῆς μεγαλοπόλεως Ἀντιοχείας ὁρίσας ἅμα τῆι ἁγίαι συνόδωι ἐπὶ τῆι καθαιρέσει Διοσκόρου ὑπέγραψα [Ε] Κύντιλλος ἐπίσκοπος Ἡρακλείας ἐπέχων τὸν τόπον τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς Θεσσαλονικέων Ἀναστασίου ὁρίσας ἅμα τῆι ἁγίαι συνόδωι ἐπὶ τῆι καθαιρέσει | |
30 | Διοσκόρου ὑπέγραψα [Η] Καὶ οἱ λοιποὶ πάντες τῆι αὐτῆι τάξει καὶ εἱρμῶι ὁρίσαντες ὑπέγραψαν Στέφανος Ἐφέσου [Θ] Διογένης Κυζίκου [ΙΑ] Ἰουλιανὸς τῆς Κῶ ἐλάχιστος ἐπίσκοπος καὶ πρεσβευτὴς τοῦ ἀποστολικοῦ | |
35 | θρόνου καὶ τὰ ἑξῆς [ΙΓ] Πέτρος Κορίνθου [ΙΔ] Ἰωάννης Σεβαστείας [Ι] Σέλευκος Ἀμασείας [ΙΕ] | |
Κωνσταντῖνος Μελιτηνῆς [Ιϛ] | 34 in vol. 2.1.2 | |
2,1,235 | Πατρίκιος Τυάνων [ΙΖ] Θεόδωρος Ταρσοῦ [ΙΗ] Θεόδωρος Δαμασκοῦ [ΙΘ] Πέτρος Γαγγρῶν [ΚΑ] | |
5 | Βασίλειος Τραιανουπόλεως [ΚΒ] Ἐλευθέριος Χαλκηδόνος [ΚΘ] Βασίλειος Σελευκείας Ἰσαυρίας] Ἀμφιλόχιος Σίδης [ΚΗ] Κῦρος Ἀναζάρβου [Λ] | |
10 | Καλόγηρος Κλαυδιουπόλεως [ΛΑ] Εὐνόμιος Νικομηδείας [ΛΒ] Ῥωμανὸς Μύρων [ΙΓ] Κωνσταντῖνος Βόστρων [ΛΔ] Φραγκίων Φιλιππουπόλεως [ΛΕ] | |
15 | Μελέτιος Λαρίσσης [Λϛ] Δόμνος Ἀπαμείας [ΛΖ] Στέφανος Ἱερᾶς πόλεως [ΛΗ] Φλωρέντιος Σάρδεων [ΛΘ et ΟΗ] Περγάμιος Ἀντιοχείας Πισιδίας [Κϛ] | |
20 | Νουνέχιος Λαοδικείας [Μ] Ὀνησιφόρος Ἰκονίου [ΜΑ] Λουκᾶς Δυρραχίου [ΜΒ] Ἐπιφάνιος Πέργης [ΜΓ] Μαρινιανὸς Συνάδων [ΜΔ] | |
25 | Φώτιος Τύρου [ΜΖ] Νόννος Ἐδέσσης [ΝΕ] Σεβαστιανὸς Βερόης [Ν] Ἰωάννης πρώτης Ἀρμενίας [ΝΒ] Ἀριστόμαχος Κολωνείας [ΝΓ] | |
30 | Ἰωάννης Γερμανικείας [ΜΗ] Κεκρόπιος Σεβαστοπόλεως [Ζ] Ἀκάκιος Ἀριαραθείας [ΝΕ] Ἡρακλᾶς Κομάνων [Νϛ] Συμεώνης Ἀμίδης [ΟΓ] | |
35 | Γρατιανὸς Κερασοῦντος [ϞΓ] Ἀτάρβιος Τραπεζοῦντος [ΡΛΒ] Θαλάσσιος Παρίου [ΝΔ] Ἀττικὸς Νικοπόλεως Φίλιππος Ἀδάνης [ΞΒ] | |
40 | Θεόκτιστος Βεροίας [Ξϛ] | 35 in vol. 2.1.2 |
2,1,236 | Γερόντιος Σελευκείας [ΞΕ] Τιμόθεος Βαλανέων [ΟΒ] Σωφρόνιος Κωνσταντίνης [Ϟϛ] Ἀλέξανδρος Σεβαστῆς [ΡΜΕ] | |
5 | Μελίτιος Λαρίσσης [ΝΖ] Μάρκος Ἀρεθούσης [ΝΗ] Θεοδόσιος Ναζιανζοῦ [ΞΑ] Ὑπάτιος Ζεφυρίου [ΠΒ] Θεόδωρος Κλαυδιουπόλεως [ΞΘ] | |
10 | Οὐράνιος Ἐμίσης [Ο] Λουκιανὸς Ἰψοῦ [ΠΕ] Ἰουλιανὸς Ῥωσοῦ [ΡΚΑ] Εὐστόχιος Δοκιμίου [ΠΖ] Θεόδωρος Αὐγούστης [ϞΗ] | |
15 | Ἐπίκτητος Διοκλητιανουπόλεως [ΟΑ] Πολυχρόνιος Ἐπιφανείας [ΞΔ] Εὐόλκιος Ζεύγματος [ΞΓ] Παῦλος Πτολεμαίδος [ΝΑ] Τρύφων Χίου [Κ et ΜΕ] | |
20 | Ἰωάννης Ῥόδου Βασίλειος Νακωλείας [Πϛ] Παῦλος Μαριάμμης [ΡΒ] Ἀντίοχος Σινώπης [ΠΔ] Ἀπραγμόνιος Τίου [ΠΘ] | |
25 | Ζηνόδοτος Τελμισσέων [ΞΖ] Ῥῆνος Ἰουνοπόλεως [ϞΔ] Κριτωνιανὸς Ἀφροδισιάδος [ΚΖ] Χρύσιππος Μαλλοῦ Καλλίνικος Ἀπαμείας [ΝΘ] | |
30 | Ἴνδιμος καρινου [ΠΑ] ρινος Εὐλάνδρων [ΡΔ] Καίουμος Μαρκουπόλεως [ΡΙϛ] Ἰωάννης Καρρῶν [ΡΙΖ] Ἁβράμιος Κιρκηνσίου [ΡΙΔ] | |
35 | Εὐσέβιος Κλαζομενῶν [ΡΓ] Κυριακὸς Εὐκαρπέων [Ρ] Μάμας Ἀνινήτου [ΡΘ] Αἰθέριχος Σμύρνης [ΠΓ] Λεόντιος Μαγνησίας [ΡΗ] | |
40 | Δοκιμάσιος Μαρωνείας [ΡΝΔ] Προτέριος Μυρίνης [ΡΙ] | |
Μαιόνιος Νύσης [ΡΙΕ] | 36 in vol. 2.1.2 | |
2,1,237 | Μαρκελλῖνος Μητροπόλεως [ΡΙΑ] Ἡσαίας Ἐλαιτῶν [ΡΙΒ] Κόιντος Φωκαίας [ΡΙΘ] Ἕσπερος Πιτάνης [ΡΙΓ] | |
5 | Θεότεκνος Τυραείου [ΟΔ] Βασσονᾶς Νέας πόλεως [ΟΖ] Παῦλος Φιλομηλίου [ΟΕ] Παῦλος Τριπόλεως [ΡΕ] Κῦρος Σινιανδοῦ [ΟΘ] | |
10 | Ὀλύμπιος Θεοδοσιουπόλεως [ΡΝΑ] Φροντινιανὸς Σαγαλασσοῦ [ΠΗ] Κοσσίνιος Ἱεροκαισαρείας [ΡΜΗ] Παυλῖνος Ἀπαμείας [Οϛ] Σάβας Πάλτου [Ξ] | |
15 | Εὐδόξιος Χώματος [ΡΛϛ] Φίλιππος Βαλβουρέων [ΡΛΘ] Φρόντων Φασηλιτῶν [ΡΛΗ] Πατρίκιος Νεοκαισαρείας [ϞΕ] Τιμόθεος Δολίχης [ϞΒ] | |
20 | Κυριακὸς Πατάρων [ϞΘ] Στέφανος Λιβουρέων [ΡΛΖ] Θεόδωρος Ἀντιφέλλου [ΡΙΗ] Λογγῖνος Ἀράξων [ΡΜΒ] Ἀντίπατρος Καύνου [ΡΜ] | |
25 | Ἀνδρέας τρωγλέων [ΡΜΓ] Κρατιανὸς Πανόρμου [ΞΗ] Νικόλαος Ἀκρασσοῦ [ΡΜΑ] Ῥωμανὸς Βουβωνέων [ΡΜΔ] [Εὐσέβιος Κλαζομενῶν] | |
30 | Εὐλόγιος Φιλαδελφείας [ΚΓ et ϹΝΗ] Ὀλύμπιος Σωζοπόλεως [ΡΖ] Θεοσέβιος Ἰλίου [Ϲ] Ἀβέρκιος Ἱεραπόλεως [ΡΑ] Ἑορτίκιος Νικοπόλεως Πισιδίας [Ϟ] | |
35 | Δομνῖνος Πλαταιέων [ΡΛΕ] Εἰρηναῖος Ναυπάκτου [ΡΛΓ] Ἀθανάσιος Ὀποῦντος [ΡΛ] Ἑρμείας Ἀβύδου [ΡΜΖ] Εὐτρόπιος αραδου [Ρϛ] | |
40 | Φλωρέντιος Ἀδριανουπόλεως | |
Πρόκλος Ἀδράων [ΚΔ et ϹΝΘ] | 37 in vol. 2.1.2 | |
2,1,238 | Δαμιανὸς Σιδῶνος [ΡΝΒ] Θεοδόσιος Κανωθᾶ [ΡΝΓ] Ἀλέξανδρος Σελευκείας Πισιδίας [ϞΑ] [Ἕσπερος Πιτάνης] | |
5 | Ῥουφῖνος Σαμοσάτων [ϹΙϛ] Πατρίκιος Ἀκρασσοῦ [ΡΟ] Ὁρμίσδας Φιλιππουπόλεως [ϹΚ] Θεόδωρος Τριπόλεως [ϹΜΓ] Νεοπτόλεμος Κόρνων [ΡΠΖ] | |
10 | Εὐσέβιος Σελευκοβήλου Πέτρος Δαρδάνου [Θεοσέβιος Ἰλίου] Ἰωάννης Πολεμωνίου [ΡΞϛ] Μαρτύριος Γορτύνης [ΡΟΗ] | |
15 | Νικόλαος Στοβῶν [ΡΟΘ] Κῦρος Κυβίστρων Γεννάδιος Ἀκμονέων [ΡΠΕ et ϹΚϛ] Δημήτριος λαπετων [ΡΠϛ] Εὐφρατᾶς Ἐλευθέρνης [ΡΠΔ] | |
20 | Κωνσταντῖνος Δημητριάδος Παῦλος Δέρβης [ΡΠΗ] Πλούταρχος Λύστρων [ΡΠΘ] Εὐγένιος Κάνων [ΡϞ] Ῥοῦφος Ὕδης [ΡϞΑ] | |
25 | Τύραννος Οὐμανάσδων [ΡϞΒ] Ἀχόλιος Λαράνδων [ΡϞΓ] Διονύσιος Ἀτταλείας [ΡΚϛ] Φίλιππος Λυσιάδος [ΡΚΓ] Στρατήγιος Πολυβότων [ΡΝ] | |
30 | Κυριακὸς Τροκνάδων [ϹΜϛ] Διόδοτος Λυσινέων [ϹΜΖ] Διονύσιος Ἀντιόχου [ϹΓ] Ἰωάννης Ἀλίνδων [ϹΔ] Τυγχάνιος Ἀπολλωνιάδος [ϹΒ] | |
35 | Μένανδρος Ἡρακλείας [ϹΘ] Ἰωάννης Ἀμαζόνος [ϹΗ] Θεόδωρος Ἀλαβάνδων [ϹΖ] [Ἀντίπατρος κάμου] Εὐπείθιος Στρατονικείας [ϹΕ] | |
40 | Ῥωμανὸς Εὐδοξιουπόλεως [ϹΙΓ] Ἰωάννης Κνίδου | |
Καλανδίων Ἁλικαρνασσοῦ [ϹΝϛ 〈ϹΝ〉Ζ] | 38 in vol. 2.1.2 | |
2,1,239 | Θεόκτιστος Πισινοῦντος [ϹΝΓ] Μυστήριος Ἀμορίου [ϹΝ] Κυριακὸς Αἰγέης [ϹΝΔ] Ἰουλιανὸς Ὑπαίπων [ϹΙΔ] | |
5 | Λογγῖνος Ὁρκιστοῦ [ϹΝΑ] Δαυὶδ Ἀδριανουπόλεως [ϹΝΒ] Ἀλκιμίδης Σιλανδοῦ [ΡΚΔ] Πολύκαρπος Γαβάλων Ἀμάχιος Σεττῶν [ΡΚΕ] | |
10 | Ἡλίας Βλανδοῦ Μενεκράτης Κεράσσων Λεύκιος Ἀπόλλωνος ἱεροῦ [ΡΚΗ] Γέμελλος Στρατονικείας [ΡΚΖ] Στέφανος Ποιμανηνοῦ [ΡΜϛ] | |
15 | Θωμᾶς Θεοδοσιουπόλεως Ἀκύλας Αὐροκλῶν Ῥουφῖνος Βριούλων [ϹΙΗ] Θωμᾶς Πορφυρεῶνος [ΡΝΕ] Οὐαλεριανὸς Λαοδικείας Φοινίκης [ΡΚΒ] | |
20 | Πιόνιος Τρωάδος [ϹΙΘ] Παῦλος Πόγλων Θεόδωρος Ἡρακλείας Πόντου [ϹΙΕ] Ἰωάννης Φλαβιάδος [ϞΖ] Γεννάδιος Μοσσόνης [ϹΚΕ] | |
25 | Ἰωάννης Τραπεζοῦντος [ϹΚΗ] Εὐλάλιος Πιονίων Τρωάδος [ϹΛΕ] Νέων Σιλυάδων [ϹΜΘ] Θεόφιλος Ἀριασσοῦ [ΡΟΖ] Μακεδὼν Μαδύτου [ϹΜΗ] | |
30 | Παῦλος Ἀριστίου [ϹΜΔ] Σέρηνος Μαξιμιανουπόλεως [ΡΞΓ] Φίλιππος τῆς Νέας αὐλῆς [ΡΛΑ] Παυλῖνος Θεοδοσιουπόλεως [ϹΚΖ] Ἰουλιανὸς Κελενδέρεως [ϹΚΑ] | |
35 | Τύραννος Γερμανικουπόλεως [ϹΚΒ] Ἐπιφάνιος Κέστρων [ΡΝϛ] Ἀκάκιος Ἀντιοχείας τῆς Λαμωτίδος [ϹΚΓ] Ἀμμώνιος Ἰωτάπης [ϹΚΔ] Μάταλος Φιλαδελφείας [ΡΝΖ] | |
40 | Αἰλιανὸς Σελινοῦντος [ΡΝΗ] | |
Πέτρος Γαβουλᾶ [ΡϞΔ] | 39 in vol. 2.1.2 | |
2,1,240 | Νῶε Κηφᾶ [ΡϞΕ] Μάρας Ἀνασάρθα [ΡϞϛ] Ῥωμύλος Χαλκίδος Ὀλύμπιος Προυσιάδος | |
5 | Θεόφιλος Ἀδριανουπόλεως Γεννάδιος Κρατείας Οὗτοι πάντες παραπλησίως ὑπέγραψαν τῆι ὑπογραφῆι ταύτηι ἥ ἐστιν· ὁρίσας ἐπὶ τῆι καθαιρέσει Διοσκόρου ὑπέγραψα. Ἰουβενάλιος ἐπίσκοπος Ἱεροσολύμων πεισθεὶς τῆι ὑπολήψει τῶν καθελόντων | |
10 | ἁγιωτάτων καὶ ὁσιωτάτων ἐπισκόπων Διόσκορον συνθέμενος ὑπέγραψα κἀγὼ τῆι καθαιρέσει αὐτοῦ [ϹΞ] Θαλάσσιος ἐπίσκοπος Καισαρείας Καππαδοκίας ἀκολουθήσας τῶι τύπωι τῶν ἁγίων πατέρων ὑπέγραψα τῆι καθαιρέσει Διοσκόρου [ϹΞΑ] Φλωρέντιος ἐπίσκοπος Τενέδου Λέσβου Ποροσελήνης καὶ τῶν Αἰγιαλῶν ὁρίσας | |
15 | ἐπὶ τῆι καθαιρέσει Διοσκόρου ὑπέγραψα δι’ Εὐλογίου τοῦ χωρεπισκόπου διὰ τὸ ἐμὲ ὑπότρομον ἔχειν ὑπὸ ἀρρωστίας τὴν χεῖρα [ϹΚΘ] Σωτηρᾶς ἐπίσκοπος Θεοδοσιανῆς ὁρίσας ἐπὶ τῆι καθαιρέσει Διοσκόρου ὑπέ‐ γραψα [ΡΞΖ] Ἐπαφρόδιτος ἐπίσκοπος τῆς κατὰ Δάμασον ἁγίας τοῦ θεοῦ ἐκκλησίας ὁρίσας | |
20 | ἐπὶ τῆι καθαιρέσει Διοσκόρου ὑπέγραψα [ΡΞΗ] Δωρόθεος ἐπίσκοπος τῆς Νεοκαισαρέων μητροπόλεως ὁρίσας ἐπὶ τῆι καθαιρέσει Διοσκόρου ὑπέγραψα [ϹΛ] Ἐλπίδιος μονῆς Θέρμων ὁρίσας ὑπέγραψα τῆι καθαιρέσει Διοσκόρου [ϹΛΑ] Ἀκύλας ἐπίσκοπος τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας τῆς κατὰ Εὐδοξιάδα ὁρίσας | |
25 | ὑπέγραψα τῆι καθαιρέσει Διοσκόρου [ϹΙΒ] Ἀττικὸς ἐλέει θεοῦ ἐπίσκοπος Ζήλων πόλεως ὁρίσας ἐπὶ τῆι καθαιρέσει Διοσκόρου ὑπέγραψα [ϹΛΒ] Ἰωάννης ἐπίσκοπος Διοκαισαρείας τῆς Ἰσαυρίας ὁρίσας ἐπὶ τῆι καθαιρέσει Διο‐ σκόρου ὑπέγραψα διὰ τοῦ ἀναγνώστου μου Νείλου [ϹΛΔ] | |
30 | Εὐλάλιος ἐπίσκοπος τῆς ἐν Σιβλιανῶι ἁγίας τοῦ θεοῦ ἐκκλησίας ὁρίσας ἐπὶ τῆι καθαιρέσει Διοσκόρου ὑπέγραψα [ΡϞΗ] Εὐστάθιος ἐπίσκοπος τῆς Βηρυτῶν πόλεως πεισθεὶς τῆι ὑπολήψει τῶν θεοφιλε‐ στάτων καὶ ἁγιωτάτων ἐπισκόπων τῶν καθελόντων Διόσκορον συνεθέμην τῆι καθαιρέσει ὑπογράψας χειρὶ ἐμῆι [Μϛ] | |
35 | Εὐσέβιος ἐπίσκοπος Ἀγκύρας Γαλατίας πεισθεὶς τῆι ὑπολήψει τῶν καθελόντων ἁγιωτάτων καὶ ὁσιωτάτων ἐπισκόπων συνθέμενος ὑπέγραψα τῆι καθαιρέσει Διοσκόρου [ϹΞΔ] Ἰουλιανὸς ἐλέωι θεοῦ ἐπίσκοπος Ταβίας κατὰ τὸν αὐτὸν τρόπον τῶι ἁγιωτάτωι τῆς μητροπόλεως ἡμῶν ἐπισκόπωι συναινέσας ὑπέγραψα τῆι καθαιρέσει Διο‐ | |
40 | σκόρου [ϹΞΕ] Μελίφθογγος ἐλέωι θεοῦ ἐπίσκοπος τῆς κατὰ ἰλιούπολιν ἁγίας τοῦ θεοῦ ἐκκλη‐ | |
σίας, εἰ καὶ περὶ τὴν ἑνδεκάτην κατὰ τὸ γεγραμμένον συνέφθασα τὴν καθαίρεσιν | 40 in vol. 2.1.2 | |
2,1,241 | Διοσκόρου, σύμψηφος τοῖς πατράσι γινόμενος συναινῶ τῆι κατ’ αὐτοῦ ἐξενεχθείσηι ψήφωι παρὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου καὶ ὑπέγραψα [ϹΞϛ]. Ἀκάκιος ἐπίσκοπος πόλεως Κίννης συναινῶ τῆι μεγάληι καὶ οἰκουμενικῆι συνόδωι ἐπὶ τῆι καθαιρέσει Διοσκόρου καὶ ὑπέγραψα [ϹΞΖ]. | |
5 | Λευκάδιος ἐπίσκοπος Μνίζου συναινῶν τῆι μεγάληι καὶ οἰκουμενικῆι συνόδωι ἐπὶ τῆι καθαιρέσει Διοσκόρου ὑπέγραψα χειρὶ ἐμῆι [ϹΞΗ]. Εὐφράσιος ἐπίσκοπος Λαγανίας συναινῶ τῆι μεγάληι καὶ οἰκουμενικῆι συνόδωι καὶ ὑπέγραψα ἐπὶ τῆι καθαιρέσει Διοσκόρου [ϹΞΘ]. Δανιὴλ ἐπίσκοπος Λαμψάκου ὁρίσας ἐπὶ τῆι καθαιρέσει Διοσκόρου ὑπέγραψα [ϹΛϛ]. | |
10 | Ἀντίοχος Ἀλκηνῶν ὁρίσας ἐπὶ τῆι καθαιρέσει Διοσκόρου ὑπέγραψα [ϹΛΖ]. Ῥουφῖνος ἐπίσκοπος Βίβλου ὁρίσας ἐπὶ τῆι καθαιρέσει Διοσκόρου ὑπέγραψα [ϹΛΗ]. Ἀλέξανδρος ἐπίσκοπος Ἀνταράδου ὁρίσας ἐπὶ τῆι καθαιρέσει Διοσκόρου ὑπέ‐ γραψα [ϹΛΘ]. Λεόντιος ἐπίσκοπος Ἀσκάλωνος ὁρίσας ἐπὶ τῆι καθαιρέσει Διοσκόρου ὑπέγραψα | |
15 | [ΡΞΘ]. Φωτεινὸς ἐπίσκοπος Λύδδης ὁρίσας ἐπὶ τῆι καθαιρέσει Διοσκόρου ὑπέγραψα [ΡΟΕ]. Ἀνιανὸς ἐπίσκοπος Καπιτωλιάδος ὁρίσας ἐπὶ τῆι καθαιρέσει Διοσκόρου ὑπέ‐ γραψα [ΡΟϛ]. Ἰωάννης ἐπίσκοπος Κνίδου ὁρίσας ἐπὶ τῆι καθαιρέσει Διοσκόρου ὑπέγραψα | |
20 | [ϹΙΑ]. Δοκιμάσιος ἐπίσκοπος Μαρωνείας ὁρίσας ἐπὶ τῆι καθαιρέσει Διοσκόρου ὑπέ‐ γραψα [ΡΝΔ]. Σώιζων ἐπίσκοπος Φιλίππων γνοὺς τὴν ἐξέτασιν τῶν ἁγίων πατέρων καὶ τῆι τούτων κρίσει ἐξακολουθεῖν ὀφείλων ὑπέγραψα ἐπὶ τῆι καθαιρέσει Διοσκόρου | |
25 | [ϹΜΕ]. Εὐλόγιος πρεσβύτερος Κρατείας τόπον ἐπέχων Γενεθλίου ἐπισκόπου ὁρίσας ἐπὶ τῆι καθαιρέσει Διοσκόρου ὑπέγραψα [ΡΞ]. Μόδεστος πρεσβύτερος τόπον ἐπέχων Ὀλυμπίου ἐπισκόπου Προυσιάδος ὁρίσας ἐπὶ τῆι καθαιρέσει Διοσκόρου ὑπέγραψα [ΡΞΒ]. | |
30 | Πελάγιος πρεσβύτερος τόπον ἐπέχων Θεοφίλου ἐπισκόπου Ἀδριανουπόλεως ὁρίσας ἐπὶ τῆι καθαιρέσει Διοσκόρου ὑπέγραψα [ΡΞΑ]. Πέρσης ὑπέγραψα Περσιστί. Καθαίρεσις πεμφθεῖσα παρὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου Διοσκόρωι Ἡ ἁγία καὶ μεγάλη καὶ οἰκουμενικὴ σύνοδος ἡ χάριτι θεοῦ κατὰ θέσπισμα τῶν | |
35 | εὐσεβεστάτων καὶ θεοφιλεστάτων βασιλέων ἡμῶν συναχθεῖσα ἐν τῆι Χαλκηδονέων πό‐ λει τῆς Βιθυνίας ἐν τῶι μαρτυρίωι τῆς ἁγιωτάτης καὶ καλλινίκου μάρτυρος Εὐφημίας Διοσκόρωι. Γίνωσκε σαυτὸν διὰ τὴν κατὰ τῶν θείων κανόνων ὑπεροψίαν καὶ διὰ τὴν ἀπείθειάν σου τὴν περὶ τὴν ἁγίαν ταύτην καὶ οἰκουμενικὴν σύνοδον, ὑπὲρ ὧν πρὸς τοῖς ἄλλοις σου πλημμελήμασιν οἷς ἑάλως, καὶ τρίτον κληθεὶς παρὰ τῆς ἁγίας ταύτης καὶ | |
40 | μεγάλης συνόδου κατὰ τοὺς θείους κανόνας ἐπὶ τῶι ἀποκρίνασθαι τοῖς ἐπαγομένοις σοι | 41 in vol. 2.1.2 |
2,1,242 | οὐκ ἀπήντησας, Ὀκτωβρίου μηνὸς τοῦ ἐνεστῶτος τρισκαιδεκάτηι παρὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου καθαιρεῖσθαι τῆς ἐπισκοπῆς καὶ παντὸς ἐκκλησιαστικοῦ θεσμοῦ ὑπάρχειν ἀλλότριον. Τοῖς κληρικοῖς Ἀλεξανδρείας τοῖς τυχοῦσιν ἐν Χαλκηδόνι περὶ τῆς καθαιρέσεως Διοσκόρου | |
5 | Ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος ἡ χάριτι θεοῦ κατὰ θέσπισμα τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων συναχθεῖσα ἐν τῆι Χαλκηδονέων πόλει τῆς Βιθυνίας ἐν τῶι μαρτυρίωι τῆς ἁγίας καὶ καλλινίκου μάρτυρος Εὐφημίας Χαρμοσύνωι πρεσβυτέρωι καὶ οἰκονόμωι καὶ Εὐθαλίωι ἀρχιδιακόνωι τοῖς εὐλαβεστάτοις καὶ λοιποῖς κληρικοῖς τοῖς οὖσιν ἐνταῦθα. Γινωσκέτω ὑμῶν ἡ εὐλάβεια Διόσκορον τὸν γενόμενον ὑμῶν ἐπίσκο‐ | |
10 | πον πολλοῖς τρόποις ἁλόντα ἐπὶ βλάβηι τῶν θείων κανόνων καὶ τῆς ἐκκλησιαστικῆς τάξεως, προσέτι γε μὴν καὶ ἐνυβρίσαντα τὴν ἁγίαν ταύτην καὶ οἰκουμενικὴν σύνοδον ἀπὸ τοῦ κεκλῆσθαι τρίτον κατὰ τοὺς θείους κανόνας καὶ καταφρονήσαντα μὴ ἀπαντῆσαι κατὰ τὴν χθὲς ἡμέραν, ἥτις ἐστὶ τοῦ ἐνεστῶτος μηνὸς Ὀκτωβρίου τρισκαιδεκάτη ἡμέραι σαββάτου, παρὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου κατὰ τὸ δοκοῦν τῆι ἐκκλησιαστικῆι | |
15 | καταστάσει καθαιρεῖσθαι τῆς ἐπισκοπῆς καὶ παντὸς ἐκκλησιαστικοῦ βαθμοῦ γενέσθαι ἀλλότριον. φυλάξατε τοίνυν τὰ ἐκκλησιαστικὰ σύμπαντα ὡς μέλλοντες καὶ λόγον ἀποδοῦναι τῶι κατὰ βούλησιν θεοῦ καὶ νεύματι τῶν εὐσεβεστάτων καὶ θεοφιλεστάτων ἡμῶν βασιλέων χειροτονηθησομένωι τῆς Ἀλεξανδρέων μεγαλοπόλεως ἐκκλησίας ἐπι‐ σκόπωι. | |
20 | Πρόθεμα κατὰ Διοσκόρου Ἡ ἁγία καὶ μεγάλη καὶ οἰκουμενικὴ σύνοδος ἡ χάριτι θεοῦ κατὰ θέσπισμα τῶν εὐσεβεστάτων καὶ θεοφιλεστάτων βασιλέων ἡμῶν συναχθεῖσα ἐν τῆι Χαλκηδονέων πόλει τῆς Βιθυνῶν ἐπαρχίας ἐν τῶι μαρτυρίωι τῆς ἁγιωτάτης καὶ καλλινίκου μάρτυρος Εὐφη‐ μίας παντὶ τῶι φιλοχρίστωι λαῶι Κωνσταντινουπόλεως καὶ Χαλκηδόνος. Ἦλθεν | |
25 | εἰς τὴν ἁγίαν καὶ μεγάλην σύνοδον ὡς μετὰ τὴν ἐκ τῶν θείων κανόνων τῆς ἱερωσύνης ἀφαίρεσιν Διόσκορος ὁ γενόμενος τῆς Ἀλεξανδρέων μεγαλοπόλεως ἐπίσκοπος ἐπιχειρήσας διαθρυλεῖν αὖθις ἀπολαβεῖν τὴν ἱερωσύνην, ἣν πρότερον ἔχων οὐκ εἰς θεραπείαν τοῦ δεδωκότος Χριστοῦ, ἀλλ’ εἰς ἀδικίαν καὶ λύμην τῶν θείων κανόνων καὶ τῆς ἐκκλησιαστικῆς τάξεως ταύτηι ἀπεχρήσατο. ἵνα τοίνυν ἅπαντες οἱ τῆς εὐαγοῦς πίστεως τρόφιμοι | |
30 | ἀναμφίβολον ἔχητε τὴν ἔνδικον ἐπ’ αὐτῶι παρὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς καθαιρέσεως ψῆφον, τόδε τὸ γράμμα ἐδικαιώσαμεν προτεθῆναι διασημαίνοντες ὡς ὁ παρὰ τοῦ δεσπότου θεοῦ καὶ παρὰ τοσαύτης πληθύος ἐπισκόπων δι’ ὧν ἀσύγγνωστα δέ‐ δρακεν, τῆς κατὰ τὴν ἱερωσύνην χάριτος ἀφαιρεθεὶς οὐδεμίαν τὸ σύνολον ἔχει ἀποκαταστά‐ σεως ἐλπίδα ὡς μετὰ τῆς αὐτοῦ ἀποβολῆς παυσαμένων καὶ τῶν σκανδάλων. | |
35 | Πεπλήρωται ἡ β πρᾶξις τῶν ἐν Χαλκηδόνι συνελθόντων ἁγίων καὶ μακαρίων πατέρων | |
Τέλος τῶν πρακτικῶν τοῦ πρώτου βιβλίου | 42 in vol. 2.1.2 | |
2,1,245 | Ἀντίγραφον τῆς ἰδιοχείρου πίστεως Φλαβιανοῦ ἐπισκόπου Κωνσταντινουπόλεως ἐπιδοθείσης παρ’ αὐτοῦ αἰτήσαντι τῶι βασιλεῖ Φλαβιανὸς ἐπίσκοπος Κωνσταντινουπόλεως τῶι εὐσεβεστάτωι καὶ φιλοχρίστωι ἡμῶν βασιλεῖ Θεοδοσίωι χαίρειν. Οὐδὲν οὕτω κτλ. = Epist. Coll. H 1 | |
5 | Ἐπιστολὴ τοῦ ἀρχιεπισκόπου Ῥώμης Λέοντος ἀντιγραφεῖσα πρὸς Εὐτυχῆ Τῶι ποθεινοτάτωι υἱῶι Εὐτυχεῖ πρεσβυτέρωι Λέων ἐπίσκοπος. Εἰς γνῶσιν ἡμετέραν διὰ τῶν τῆς σῆς ἀγάπης ἐπιστολῶν ἀνήνεγκας ὅτι ἡ Νεστοριανὴ αἵρεσις τινῶν πάλιν ταῖς σπουδαῖς ἀνθεῖ. τὸν ζῆλον τὸν σὸν ἐκ τούτου τοῦ μέρους ἡμῖν ἀρέσαντα ἀντιγράφομεν, ἐπειδὴ μηνυτὴς τοῦ σοῦ λογισμοῦ ἐστιν ὁ λόγος ὃν ἐδεξάμεθα. δι’ | |
10 | ὃ μὴ ἀμφιβάληις τὸν ἀρχηγὸν τῆς καθολικῆς πίστεως τὸν δεσπότην ἐν πᾶσί σοι παρε‐ σόμενον· ἡμεῖς δὲ ὅτε πληρέστερον ὧν τῆι ἀναιδείαι τοῦτο γίνεται, δυνηθῶμεν γνῶναι, ἐπάναγκές ἐστι τοῦ δεσπότου βοηθοῦντος προνοῆσαι ἄχρις οὗ ὁ ἀθέμιτος ἰὸς ὁ πάλαι κατακριθεὶς ῥιζόθεν δυνηθῆι σβεσθῆναι. Ὁ θεὸς ὑγιῆ σε διαφυλάξει, υἱὲ ποθεινότατε. | |
15 | Ἐπιστολὴ Πέτρου ἐπισκόπου Ῥαβέννης ἀντιγραφεῖσα πρὸς Εὐτυχῆ τὸν ἀρχιμανδρίτην Τῶι ἀγαπητῶι καὶ ἀξιοτιμήτωι υἱῶι Εὐτυχεῖ Πέτρος ἐπίσκοπος Ῥαβέννης. Στυ‐ γνῶς ἀνέγνων τὰς στυγνάς σου ἐπιστολὰς καὶ τὰ γράμματά σου τὰ στυγνὰ τῆι προσ‐ ηκούσηι λύπηι διέδραμον, ἐπειδὴ ὥσπερ ἡμᾶς ἡ εἰρήνη τῶν ἐκκλησιῶν, ἡ ὁμόνοια τῶν ἱερέων, ἡ γαλήνη τοῦ δήμου χαίρειν ποιεῖ οὐρανίωι χαρᾶι, οὕτως ἡμᾶς καταπονεῖ καὶ | |
20 | καταβάλλει ἡ ἀδελφικὴ διχόνοια, καὶ μάλιστα ὅταν ἐκ τοιούτων ἀναφύηται αἰτιῶν. τριάκοντα ἔτεσιν οἱ ἀνθρώπινοι νόμοι τὰς ἀνθρωπίνας ἀνατρέπουσι ζητήσεις· ἡ τοῦ Χριστοῦ γέννησις, ἥτις τῶι θείωι νόμωι ἀνεκδιήγητος γέγραπται, μετὰ τοσούτους αἰῶνας διαλογισμῶι ἀπονενοημένωι ἐρευνᾶται. τί Ὠριγένης ὁ τῶν παλαιῶν ἐρευνητὴς ὑπέμεινεν, ποίωι τρόπωι Νεστόριος ὠλίσθησεν διαλογιζόμενος περὶ φύσεων, οὐ λανθάνει | |
25 | τὴν σὴν σύνεσιν. οἱ μάγοι τὸν Χριστὸν ἐν σπαργάνοις θεὸν μυστικοῖς δώροις ὡμολό‐ γουν, καὶ οἱ ἱερεῖς τίς ἐστιν ὁ τῶι παρθενικῶι τοκετῶι ἐκ πνεύματος ἁγίου τεχθείς, ἐπι‐ πόνωι ἐρευνήσει ἐκζητοῦσιν. ὅτε βοὴν ἐδίδου Χριστὸς ἐν τοῖς σπαργάνοις βρεφικήν, δόξα ἐν ὑψίστοις θεῶι οὐράνιος ἀνεβόα στρατός, καὶ νῦν ὅτε ἐν ὀνόματι Ἰησοῦ | |
Χριστοῦ πᾶν γόνυ κάμπτει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, | 45 in vol. 2.1.2 | |
2,1,246 | τῆς ἀρχαιογονίας αὐτοῦ ζήτησις κινεῖται. ἡμεῖς δέ, ἀδελφέ, μετὰ τοῦ ἀποστόλου λέγομεν καὶ εἰ ἐγνώκαμεν Χριστὸν κατὰ σάρκα, ἀλλὰ λοιπὸν νῦν οὐ γινώ‐ σκομεν οὔτε δυνάμεθα ἐφύβριστα ἐρευνᾶν, οἵτινες κελευόμεθα τιμὴν διδόναι, φόβον ἀποδιδόναι καὶ ἐκδέχεσθαι, οὐκ ἐρευνᾶν τὸν κριτὴν ὁμολογοῦμεν. | |
5 | Ταῦτα διὰ βραχέων ἀπεκρινάμην, ἀδελφέ, τοῖς σοῖς γράμμασιν, πλείονα μέλλων γράφειν, εἰ πρὸς ἐμὲ ὁ ἀδελφὸς καὶ συνεπίσκοπος ἡμέτερος Φλαβιανὸς τινὰ περὶ τούτου τοῦ πράγματος γράμματα ἔπεμψεν. εἰ γάρ σοι ἀπαρέσκει, ὅτιπερ γράφεις, αὐτῶι ἡιρῆσθαι τὴν ἀκρόασιν, ἡμεῖς ποίωι τρόπωι περὶ τούτων δικάσαι δυνάμεθα, οὓς μήτε ὁρῶμεν διὰ τὴν ἀπουσίαν καὶ τί ἐνόησαν, τῆι σιωπῆι αὐτῶν ἀγνοοῦμεν; δίκαιος | |
10 | μεσίτης οὔκ ἐστιν ὃς ἑνὸς μέρους οὕτως ἀκούει, ὡς ἑτέρωι μέρει μηδὲν φυλάξαι. ἐπὶ πᾶσιν δὲ προτρεπόμεθά σε, ἀδελφὲ τιμιώτατε, ὥστε τοῖς παρὰ τοῦ μακαριωτάτου πάπα τῆς πόλεως Ῥώμης γραφομένοις πειθαρχούντως προσέχειν, ἐπειδὴ ὁ μακάριος Πέτρος, ὃς ἐν τῆι ἰδίαι καθέδραι καὶ ζῆι καὶ προκάθηται, δίδωσι τοῖς ζητοῦσι τῆς πίστεως τὴν ἀλήθειαν. ἡμεῖς γὰρ σπουδῆι τῆς εἰρήνης καὶ τῆς πίστεως ἐκτὸς συναινέσεως τοῦ | |
15 | Ῥώμης ἐπισκόπου πίστεως αἰτίας διαγνῶναι οὐ δυνάμεθα. Ὑγιαίνουσαν τὴν ἀγάπην τὴν σὴν ὁ δεσπότης χρόνωι μακροτάτωι διαφυλάξαι καταξιώσει, ποθεινότατε καὶ ἀξιοτίμητε υἱέ. Ἐπιστολὴ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Ῥώμης Λέοντος πρὸς Φλαβιανὸν ἀρχιεπίσκοπον Κωνσταντινουπόλεως | |
20 | Ὁπότε ὁ Χριστιανικώτατος καὶ φιλανθρωπότατος βασιλεὺς ἁγίαι καὶ ἐπαινετῆι πίστει ὑπὲρ τῆς εἰρήνης τῆς καθολικῆς ἐκκλησίας μεριμνῶν πρὸς ἡμᾶς γράμματα διεπέμψατο περὶ τούτων ἅτινα παρ’ ὑμῖν ταραχῆς κτύπον ἐνεποίησαν, θαυμάζομεν τὴν σὴν ἀδελ‐ φότητα, τί αὐτόθι σκάνδαλον γεγένηται ὅπερ πρὸς ἡμᾶς ἡσυχάσαι δεδύνησαι καὶ μὴ μᾶλλον φροντίσαι ὥστε πρὸ πάντων διδασκαλίαι σῆς ἀναφορᾶς ἡμᾶς διδάξαι, ἐφ’ ὧι τε | |
25 | ἡμᾶς περὶ τῆς πίστεως τῶν πραχθέντων μὴ δύνασθαι ἀμφιβάλλειν. ἐδεξάμεθα γὰρ λίβελλον Εὐτυχοῦς τοῦ πρεσβυτέρου, ὅστις μέμφεται κατηγοροῦντος Εὐσεβίου ἐπισκόπου ἀναξίως ἑαυτὸν τῆς κοινωνίας ἐστερῆσθαι, καὶ μάλιστα, ὡς ἐμαρτύρατο, ὅτι κληθεὶς παρ‐ εγένετο καὶ τὴν ἰδίαν παρουσίαν οὐκ ἠρνήσατο, ἐπὶ τοσοῦτον ὥστε ἐν αὐτῶι τῶι δι‐ καστηρίωι λίβελλον ἐκκλήτου ἐπιδεδωκέναι αὐτόν· ὅθεν ἠναγκάσθη διαμαρτυρίας λι‐ | |
30 | βέλλους ἐν τῆι Κωνσταντινουπόλει προθεῖναι. ὧν πραγμάτων γεγενημένων οὔπω ἐπιγινώσκομεν ποίαι δικαιοσύνηι ἀπὸ τῆς κοινωνίας τῆς ἐκκλησίας ἐγένετο κεχωρισμένος. ἀλλὰ προσέχοντες τῆι αἰτίαι θέλομεν τοῦ σοῦ φάκτου τὸν λογισμὸν μαθεῖν καὶ πάντα ὑπερτεθῆναι ἄχρι τῆς ἡμετέρας γνώσεως, ἐπειδὴ ἡμεῖς οἱ βουλόμενοι τῶν ἱερέων τοῦ δεσπότου δικαίας εἶναι τὰς κρίσεις οὐδὲν δυνάμεθα μὴ διαγνωσθέντων τῶν πραγμάτων | |
35 | εἴς τινος μέρους πρόκριμα ἀποφήνασθαι πρὶν ἢ τὰ πραχθέντα μετὰ ἀληθείας ἀκούσωμεν. καὶ διὰ τοῦτο ἡ σὴ ἀδελφότης δι’ ἐπιτηδείου μάλιστα καὶ ἁρμοδίου πληρεστάτηι ἀνα‐ φορᾶι γνωρίσει ἡμῖν τίς κατὰ τῆς ἀρχαίας πίστεως καινότης ἀνέκυψεν, ὅπερ αὐστηρᾶι ἀποφάσει ἄξιον ἐγένετο τοῦ ἐκδικηθῆναι. καὶ γὰρ ἡ ἐκκλησιαστικὴ διοίκησις καὶ τοῦ θεοφιλεστάτου βασιλέως ἡ πίστις πολλὴν ἡμῖν φροντίδα περὶ τῆς τῶν Χριστιανῶν | |
40 | εἰρήνης ἐνέβαλεν, ἵνα περιαιρεθεισῶν τῶν διχονοιῶν ἡ καθολικὴ πίστις ἀμόλυντος δια‐ | 46 in vol. 2.1.2 |
2,1,247 | φυλαχθείη καὶ τούτων οἵτινες τὰ φαῦλα ἐκδικοῦσιν, ἀπὸ τῆς πλάνης ἀνακληθέντες τῆι ἡμετέραι αὐθεντίαι ὧν ἂν δοκιμασθῆι ἡ πίστις, ὀχυρωθῶσι. καὶ μηδεμία δυσχέρεια ἐκ τούτου τοῦ μέρους προσαχθῆι, ὁπότε ὁ μνημονευθεὶς πρεσβύτερος ἐν τῶι ἰδίωι λιβέλλωι ὡμολόγησεν ἕτοιμον ἑαυτὸν εἶναι πρὸς διόρθωσιν, εἴ τι εἰς αὐτὸν εὑρεθείη ὅπερ ἐστὶν | |
5 | ἄξιον ἐπιλήψεως. πρέπει γὰρ ἐπὶ τῶν τοιούτων αἰτιῶν τούτου μάλιστα φροντίζειν ὥστε ἐκτὸς θορύβου καὶ φιλονεικίας καὶ τὴν ἀγάπην φυλάττεσθαι καὶ τὴν ἀλήθειαν ἐκδικεῖ‐ σθαι, ἀδελφὲ τιμιώτατε. καὶ διὰ τοῦτο, ἐπειδὴ ἡ σὴ ἀγάπη περὶ τῆς τοσαύτης αἰτίας συνορᾶι ἡμᾶς ἀναγκαίως εἶναι ἐμφρόντιδας, πληρέστατα καὶ τηλαυγέστατα σύμπαντα ἡμῖν, ὅπερ ἤδη ποιῆσαι ὤφειλε, δηλῶσαι σπουδάσει, ἵνα μὴ μεταξὺ τῆς διδασκαλίας τῶν | |
10 | μερῶν ἀμφιβολίαι τινὶ ἀπατηθῶμεν καὶ διχόνοια τραφῆι, ἥτις ἐν ταῖς ἰδίαις ἀρχαῖς ἐξαπτέα ἐστίν. ἔστι γὰρ ἡμῖν καταθύμιον καὶ παραφυλακτέον τοῦ θεοῦ ἐμπνέοντος, ἵνα μὴ αἱ διατυπώσεις τῶν προσκυνητῶν πατέρων αἱ θεόθεν τὴν ἰσχὺν ἔχουσαι καὶ εἰς τὴν τελειότητα τῆς πίστεως ἀνήκουσαι φαύληι τινὸς ἑρμηνείαι μολυνθῶσιν. Ὁ θεὸς ὑγιῆ σε διαφυλάξει, ἀδελφὲ τιμιώτατε. | |
15 | Ἐπιστολὴ Φλαβιανοῦ ἀρχιεπισκόπου Κωνσταντινουπόλεως πρὸς Λέοντα ἀρχι‐ επίσκοπον τῆς Ῥωμαίων ἁγίας ἐκκλησίας Τῶι ὁσιωτάτωι καὶ θεοφιλεστάτωι πατρὶ καὶ συλλειτουργῶι Λέοντι Φλαβιανὸς ἐν κυρίωι χαίρειν. Οὐδὲν ἵστησιν κτλ. = Epist. Coll. H 3 Ἐπιστολὴ τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἀρχιεπισκόπου Ῥώμης Λέοντος πρὸς | |
20 | Φαῦστον πρεσβύτερον καὶ ἀρχιμανδρίτην Τῶι ἀγαπητῶι υἱῶι Φαύστωι πρεσβυτέρωι Λέων ἐπίσκοπος. Κεχαρισμένον ἐστίν κτλ. = Epist. Coll. H 4 Ἐπιστολὴ τοῦ αὐτοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἀρχιεπισκόπου Ῥώμης Λέοντος πρὸς Ἰουλιανὸν ἐπίσκοπον τῆς Κῶ πόλεως | |
25 | Τῶι ἀγαπητῶι ἀδελφῶι Ἰουλιανῶι Λέων ἐπίσκοπος. Εἰ καὶ κτλ. = Epist. Coll. H 6 Τοῦ αὐτοῦ Λέοντος ἀρχιεπισκόπου τῆς πρεσβυτέρας Ῥώμης πρὸς Φαῦστον καὶ Μαρκελλῖνον καὶ τοὺς λοιποὺς ἀρχιμανδρίτας Κωνσταντινουπόλεως Ἀγαπητοῖς τέκνοις Φαύστωι καὶ Μαρκελλίνωι καὶ λοιποῖς ἀρχιμανδρίταις Λέων | |
30 | ἐπίσκοπος. Ἐπειδὴ διὰ τὴν αἰτίαν κτλ. = Epist. Coll. H 7 Ἐπιστολὴ τοῦ αὐτοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Ῥώμης Λέοντος πρὸς τὸν εὐσε‐ βέστατον βασιλέα Θεοδόσιον Τῶι ἐνδοξοτάτωι καὶ φιλανθρωποτάτωι Θεοδοσίωι αὐγούστωι Λέων ἐπίσκοπος. Ὅσωι τῶν ἀνθρωπίνων κτλ. = Epist. Coll. H 10 | |
35 | Ἐπιστολὴ τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἀρχιεπισκόπου Ῥώμης Λέοντος πρὸς τὴν εὐσεβεστάτην Πουλχερίαν Τῆι ἐνδοξοτάτηι καὶ φιλανθρωποτάτηι θυγατρὶ Πουλχερίαι Λέων ἐπίσκοπος. | |
Ὅσην πεποίθησιν κτλ. = Epist. Coll. H 11 | 47 in vol. 2.1.2 | |
2,1,248 | Ἐπιστολὴ τοῦ αὐτοῦ πρὸς τὴν ἐν Ἐφέσωι δευτέραν σύνοδον, ἥτις ὑπεβλήθη μέν, ἀπεκρύβη δὲ διὰ τὸ μὴ συγχωρηθῆναι δημοσιευθῆναι τοῖς ἐπισκόποις ὑπὸ τοῦ δυσσεβοῦς Διοσκόρου τοῦ Ἀλεξανδρείας ἐπισκόπου Λέων ἐπίσκοπος τῆι ἁγίαι συνόδωι τῆι ἐν Ἐφέσωι συνελθούσηι ἀγαπητοῖς ἀδελφοῖς | |
5 | ἐν κυρίωι χαίρειν. Ἡ τοῦ ἡμερωτάτου κτλ. = Epist. Coll. H 8 Ἐπιστολὴ τοῦ αὐτοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Ῥώμης Λέοντος πρὸς Θεοδόσιον τὸν βασιλέα, δι’ ἧς ἤιτησεν ἰδικὴν σύνοδον ἐν τοῖς τῆς Ἰταλίας μέρεσι γενέσθαι καὶ ἐν μηδενὶ ἑτέρωι τόπωι διὰ τὸ ὑπεναντίαν εἶναι τῶν κανόνων τὴν ἐν Ἐφέσωι δευτέραν σύνοδον | |
10 | Τῶι γαληνοτάτωι καὶ ἐνδοξοτάτωι Θεοδοσίωι βασιλεῖ Λέων ἐπίσκοπος. Ἄνω‐ θεν καὶ ἐξ ἀρχῆς κτλ. = Epist. Coll. M 1 Τοῦ αὐτοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Ῥώμης Λέοντος ἐπιστολὴ πρὸς τὸν αὐτὸν βασιλέα Θεοδόσιον τὴν σύνοδον ἐξαιτοῦντος εἰς τὰ μέρη τῆς Ἰταλίας γενέσθαι ὡς μεμφο‐ μένου τὴν ἐν Ἐφέσωι γενομένην δευτέραν σύνοδον | |
15 | Τῶι φιλανθρωποτάτωι καὶ γαληνοτάτωι Θεοδοσίωι αὐγούστωι Λέων ἐπίσκοπος καὶ ἡ ἁγία σύνοδος ἡ ἐν τῆι Ῥωμαίων πόλει συναχθεῖσα. Τοῖς γράμμασι κτλ. = Epist. Coll. M 12 Θεοδωρήτου ἐπισκόπου πόλεως Κύρου πρὸς Διόσκορον ἀρχιεπίσκοπον Ἀλεξ‐ ανδρείας | |
20 | Τῶι εὐλαβεστάτωι καὶ θεοφιλεστάτωι Διοσκόρωι Θεοδώρητος χαίρειν. Μεγίστην φέρει τοῖς συκοφαντουμένοις παραψυχὴν τὰ τῆς θείας γραφῆς διηγήματα. ὅταν γάρ τις ὑπὸ γλώττης ἀχαλινώτου ψευδηγορίαις βληθεὶς τὰς ὀξείας δέξηται τῆς ἀθυμίας ἀκίδας, ἀναμιμνήσκεται τῆς κατὰ τὸν ἀξιάγαστον Ἰωσὴφ ἱστορίας καὶ ὁρῶν τῆς σωφροσύνης τὸ ἄγαλμα καὶ τῆς παντοδαπῆς ἀρετῆς τὸν διδάσκαλον συκοφαντίας γραφὴν | |
25 | ὑπομείναντα καὶ ὡς γάμον ἀλλότριον διορύξαντα καθειρχθέντα καὶ πεδηθέντα καὶ πλεῖστον ὅσον ἐν εἱρκτῆι διατρίψαντα χρόνον τῶι τοῦ διηγήματος φαρμάκωι θεραπεύει τὴν ἀλγη‐ δόνα. οὕτω πάλιν εὑρίσκων τὸν πραότατον Δαυὶδ ὡς τύραννον ὑπὸ τοῦ Σαοὺλ ἐλαυνόμενον δὶς τὸν πολέμιον καὶ θηρεύσαντα καὶ ἀλώβητον ἀπολύσαντα ἀλεξιφάρμακον πάλιν ἐντεῦθεν τῆς ἀθυμίας λαμβάνει. ὅταν δὲ καὶ αὐτὸν ἴδηι τὸν δεσπότην Χριστόν, | |
30 | τῶν αἰώνων τὸν ποιητήν, τὸν τῶν ἁπάντων δημιουργόν, τὸν ἀληθινὸν θεὸν καὶ τοῦ ἀληθινοῦ θεοῦ υἱὸν πλάνον ὑπὸ τῶν ἀλιτηρίων Ἰουδαίων ὠνομασμένον, οὐκέτι μόνον ψυχαγωγίαν, ἀλλὰ καὶ εὐθυμίαν καρποῦται μεγίστην ἅτε δὴ τῆς δεσποτικῆς ἀξιούμενος | |
κοινωνίας. | 48 in vol. 2.1.2 | |
2,1,249 | Ταῦτα δὲ γράψαι νῦν ἠναγκάσθην ἐντυχὼν τοῖς παρὰ τῆς σῆς ὁσιότητος γραφεῖσι τῶι δεσπότηι μου τῶι θεοφιλεστάτωι καὶ ἁγιωτάτωι ἀρχιεπισκόπωι Δόμνωι. προ‐ σέκειτο γὰρ αὐτοῖς καὶ τόδε ὡς τινὲς τὴν μεγίστην πόλιν τὴν ὑπὸ τῆς σῆς ἁγιότητος ἰθυνομένην κατειληφότες ἐγράψαντο ἡμᾶς ὡς εἰς δύο υἱοὺς μερίζοντας τὸν ἕνα κύριον | |
5 | ἡμῶν Ἰησοῦν Χριστὸν καὶ ταῦτα ἐν Ἀντιοχείαι διαλεγομένους, ἔνθα πολλαὶ μυριάδες τῶν ἀκροατῶν πληροῦσι τὸν σύλλογον. καὶ ἐκείνους μὲν ἐθρήνησα ὡς προφανῆ συκοφαντίαν ὑφᾶναι τετολμηκότας, ἤλγησα δέ (καί μοι σύγγνωθι, δέσποτα, ὑπ’ ὀδύνης λέγειν βιαζομένωι) ὅτι μοι θατέραν τῶν ἀκοῶν ἡ κατὰ θεόν σου τελειότης οὐκ ἐφύλαξεν ἀκεραίαν, ἀλλὰ τοῖς ψευδῶς παρ’ ἐκείνων εἰρημένοις ἐπίστευσεν. καίτοι ἐκεῖνοι μὲν | |
10 | τρεῖς εἰσιν ἢ τέσσαρες ἢ πέντε καὶ δέκα, ἐγὼ δὲ πολλὰς ἔχω μυριάδας ἀνθρώπων τῆι τῆς διδασκαλίας ὀρθότητι μαρτυρούσας. ἓξ μὲν γὰρ ἔτη διετέλεσα διδάσκων ἐπὶ τοῦ τῆς μακαρίας καὶ ὁσίας μνήμης Θεοδότου τοῦ τῆς Ἀντιοχέων ἐπισκόπου, ὃς καὶ βίωι λαμπρῶι καὶ τῆι τῶν θείων δογμάτων ἐκεκόσμητο γνώσει, τρία καὶ δέκα δὲ πάλιν ἕτερα ἐπὶ τοῦ μακαρίου Ἰωάννου, ὃς τοσοῦτον ἐγάννυτο διαλεγομένων ἡμῶν, ὡς ἄμφω τὼ χεῖρε κινεῖν | |
15 | καὶ διανίστασθαι πολλάκις. ὅτι δὲ παιδόθεν τοῖς λογίοις τοῖς θείοις ἐντεθραμμένος ἀκριβῆ λίαν εἶχεν τῶν θείων δογμάτων τὴν εἴδησιν, ἐμαρτύρησεν ἐν τοῖς γράμμασιν ἡ ἁγιότης ἡ σή. πρὸς δὲ τούτοις ἕβδομόν ἐστιν ἔτος τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου [τοῦ κυρίου] Δόμνου καὶ μέχρι τῆς σήμερον ἡμέρας τοσούτου διεληλυθότος χρόνου οὐδεὶς οὔτε τῶν θεοφιλεστάτων ἐπισκόπων οὔτε τῶν εὐλαβεστάτων κληρικῶν τοῖς παρ’ ἡμῶν | |
20 | εἰρημένοις ἐμέμψατο πώποτε. μεθ’ ὅσης δὲ θυμηδίας καὶ οἱ φιλόχριστοι λαοὶ τῶν ἡμετέρων ἐπακούουσι λόγων, ῥάιδιόν σου τῆι κατὰ θεὸν τελειότητι παρὰ τῶν ἐκεῖθεν αὐτόσε παραγινομένων καὶ μέντοι καὶ παρὰ τῶν ἐντεῦθεν ἐκεῖσε ἀφικνουμένων μαθεῖν. καὶ ταῦτα λέγω οὐ σεμνυνόμενος, ἀλλ’ ἀπολογεῖσθαι βιαζόμενος οὔτε μὴν λαμπρότητα, ἀλλὰ ὀρθότητα μόνον τοῖς ἐμαυτοῦ λόγοις προσμαρτυρῶν. καὶ ὁ μέγας δὲ τῆς οἰκου‐ | |
25 | μένης διδάσκαλος ὁ θεσπέσιος Παῦλος ἔσχατον ἑαυτὸν τῶν ἁγίων καὶ πρῶτον τῶν ἁ‐ μαρτωλῶν ὀνομάζων ἀεὶ ἠναγκάσθη τῶν ψευδηγόρων ἐμφράττων τὰ στόματα τὸν τῶν οἰκείων πόνων ἐνθεῖναι κατάλογον καὶ δεικνὺς ὡς τῆς ἀνάγκης ἦν, ἀλλ’ οὐ τῆς γνώμης ἡ τῶν παθημάτων διήγησις, ἐπήγαγεν· ἄφρων ἐγενόμην καυχώμενος· ὑμεῖς με ἠναγκά‐ σατε. ἐγὼ δὲ ἄθλιον ἐμαυτὸν καὶ τρισάθλιον οἶδα (πολλοῖς γὰρ ὑπόκειμαι πλημμε‐ | |
30 | λήμασι), διὰ μόνην δὲ πίστιν ἐν τῆι τῆς θείας ἐπιφανείας ἡμέραι φειδοῦς τινος ἀπολαύσεσθαι προσδοκῶ. τοῖς γὰρ τῶν ἁγίων πατέρων ἀκολουθεῖν ἴχνεσιν καὶ προθυμοῦμαι καὶ προσεύχομαι καὶ τὴν εὐαγγελικὴν διδασκαλίαν ἣν ἐν κεφαλαίωι παρέδοσαν ἡμῖν οἱ | |
ἐν Νικαίαι τῆς Βιθυνίας συνεληλυθότες ἁγιώτατοι πατέρες, ἣν καὶ ἡ ἐν Ἐφέσωι ἁγία | 49 in vol. 2.1.2 | |
2,1,250 | σύνοδος κρατεῖν διηγόρευσεν, σπουδάζω φυλάττειν ἀκήρατον. καὶ ὥσπερ ἕνα πιστεύω εἶναι θεὸν πατέρα καὶ ἓν πνεῦμα ἅγιον ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, οὕτως ἕνα κύριον Ἰησοῦν Χριστὸν, υἱὸν τοῦ θεοῦ μονογενῆ πρὸ τῶν αἰώνων ἐκ τοῦ πατρὸς γεγεννημένον, ἀπαύγασμα τῆς δόξης καὶ χαρακτῆρα τῆς τοῦ πατρὸς ὑποστάσεως, διὰ τὴν τῶν ἀνθρώ‐ | |
5 | πων σωτηρίαν σαρκωθέντα καὶ ἐνανθρωπήσαντα καὶ κατὰ σάρκα ἐκ Μαρίας τῆς παρ‐ θένου τεχθέντα. οὕτω γὰρ ἡμᾶς καὶ ὁ πάνσοφος ἐδίδαξε Παῦλος· ὧν οἱ πατέρες, φησί, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας ἀμήν, καὶ πάλιν περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ | |
10 | πνεῦμα ἁγιωσύνης. διὰ γάρ τοι τοῦτο καὶ θεοτόκον ἀποκαλοῦμεν τὴν ἁγίαν παρθένον καὶ τοὺς τὴν προσηγορίαν ταύτην παραιτουμένους ἀλλοτρίους τῆς εὐσεβείας ἡγούμεθα, ὡσαύτως δὲ καὶ τοὺς εἰς δύο πρόσωπα ἢ εἰς δύο υἱοὺς ἢ δύο κυρίους μερί‐ ζοντας τὸν ἕνα κύριον ἡμῶν Ἰησοῦν Χριστὸν κιβδήλους ὀνομάζομεν καὶ τῆς τῶν φιλο‐ χρίστων ἀποκρίνομεν μοίρας. ἠκούσαμεν γὰρ τοῦ θειοτάτου Παύλου λέγοντος εἷς | |
15 | κύριος, μία πίστις, ἓν βάπτισμα καὶ πάλιν εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα καὶ αὖθις Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας καὶ ἑτέρωθι ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν. καὶ μυρίας δὲ τοιαύτας ἑτέρας ἔστιν εὑρεῖν παρ’ αὐτῶι φωνὰς τὸν ἕνα κύριον κηρυττούσας. οὕτω καὶ ὁ θεῖος εὐαγγελιστὴς βοᾶι καὶ ὁ λόγος | |
20 | σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. καὶ ὁ τούτου δὲ ὁμώνυμος, ὁ βαπτιστὴς φημί, βοᾶι λέγων· ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. καὶ τὸ ἓν πρόσωπον δείξας ἀμφότερα τέθεικεν καὶ τὰ θεῖα καὶ τὰ ἀνθρώπεια. ἀνθρώπειον μὲν γὰρ καὶ τὸ ἀνήρ | |
25 | καὶ τὸ ἔρχεται, θεῖον δὲ τὸ ὅτι πρῶτός μου ἦν· ἀλλ’ ὅμως οὐκ ἄλλον οἶδεν τὸν ὀπίσω ἐρχόμενον καὶ ἄλλον τὸν πρὸ αὐτοῦ ὄντα, ἀλλὰ τὸν αὐτὸν οἶδεν προαιώνιον μὲν ὡς θεόν, ἄνθρωπον δὲ μετ’ αὐτὸν ἐκ τῆς παρθένου τεχθέντα. οὕτω καὶ ὁ τρισμα‐ κάριος Θωμᾶς τῆι τοῦ κυρίου σαρκὶ τὴν χεῖρα προσενεγκὼν κύριον ὠνόμασεν καὶ θεόν, διὰ τῆς ὁρωμένης φύσεως καταμαθὼν τὴν ἀόρατον. οὕτω καὶ ἡμεῖς τῆς μὲν αὐτοῦ | |
30 | σαρκὸς καὶ τῆς θεότητος τὴν διαφορὰν ἐπιστάμεθα, ἕνα δὲ ἴσμεν υἱὸν τὸν ἐνανθρωπή‐ σαντα θεὸν λόγον. Ταῦτα γὰρ καὶ παρὰ τῆς θείας γραφῆς ἐδιδάχθημεν καὶ παρὰ τῶν ταύτην ἡρμηνευ‐ κότων πατέρων Ἀλεξάνδρου καὶ Ἀθανασίου τῶν μεγαλοφώνων κηρύκων τῆς ἀληθείας, οἳ τὸν ἀποστολικὸν ὑμῶν διεκόσμησαν θρόνον, καὶ Βασιλείου καὶ Γρηγορίου καὶ τῶν | |
35 | ἄλλων τῆς οἰκουμένης φωστήρων· ὅτι δὲ καὶ τοῖς τῶν μακαριωτάτων Θεοφίλου καὶ | 50 in vol. 2.1.2 |
2,1,251 | Κυρίλλου συγγράμμασιν κεχρημένοι τοὺς ἀντιλέγειν τολμῶντας καὶ διὰ τούτων ἐπιστο‐ μίζομεν, αὐτὰ μαρτυρεῖ τὰ πράγματα. τοὺς γὰρ τῆς δεσποτικῆς σαρκὸς καὶ τῆς θεότητος τὴν διαφορὰν ἀρνουμένους καὶ ποτὲ μὲν τὴν θείαν φύσιν εἰς σάρκα τετράφθαι λέγοντας, ποτὲ δὲ τὴν σάρκα εἰς θεότητος μεταβεβλῆσθαι φύσιν τοῖς τῶν θαυμασίων | |
5 | τούτων ἀνδρῶν φαρμάκοις θεραπεύειν σπουδάζομεν. σαφῶς γὰρ καὶ τῶν δύο φύσεων ἡμᾶς τὴν διαφορὰν ἐκπαιδεύουσι καὶ τὸ ἄτρεπτον τῆς θείας κηρύττουσι φύσεως καὶ τὴν δεσποτικὴν σάρκα θείαν μὲν ἀποκαλοῦσιν ὡς τοῦ θεοῦ λόγου σάρκα γεγενημένην, τὸ δὲ εἰς θεότητος αὐτὴν μεταβεβλῆσθαι φύσιν ὡς ἀσεβὲς ἀποκηρύττουσιν. Ὅτι δὲ καὶ ὁ τῆς μακαρίας καὶ ὁσίας μνήμης Κύριλλος πολλάκις ἡμῖν ἐπέστειλεν, | |
10 | οἶμαι καὶ τὴν σὴν εἰδέναι σαφῶς ἁγιότητα. καὶ ἡνίκα δὲ τὰ κατὰ Ἰουλιανοῦ συγ‐ γράμματα εἰς τὴν Ἀντιόχειαν πέπομφεν, ὡσαύτως δὲ καὶ τὰ εἰς τὸν ἀποπομπαῖον γρα‐ φέντα, τὸν μακάριον ἤιτησεν Ἰωάννην τὸν τῆς Ἀντιοχέων ἐπίσκοπον ἐπιδεῖξαι αὐτὰ τοῖς κατὰ τὴν Ἑώιαν διαπρέπουσι διδασκάλοις καὶ δὴ τοῖς γράμμασιν εἴξας ὁ μακάριος Ἰωάννης πέπομφεν ἡμῖν τὰς βίβλους καὶ ἀναγνόντες ἐθαυμάσαμεν καὶ ἐπεστείλαμεν τῶι | |
15 | τῆς μακαρίας μνήμης Κυρίλλωι. καὶ ἀντέγραψεν πάλιν ἡμῖν καὶ ἀκρίβειαν ἡμῖν καὶ διάθεσιν μαρτυρῶν καὶ σώιζεται παρ’ ἡμῖν ταῦτα τὰ γράμματα. Ὅτι δὲ καὶ τοῖς περὶ Νεστορίου ὑπαγορευθεῖσι τόμοις ὑπὸ τοῦ τῆς μακαρίας μνήμης Ἰωάννου δὶς ὑπεγράψαμεν, μαρτυροῦσιν ἡμῶν αἱ χεῖρες. ἀλλ’ οὗτοι ταῦτα περὶ ἡμῶν θρυλοῦσι τὴν οἰκείαν νόσον τῆι καθ’ ἡμῶν συκοφαντίαι συσκιάζειν πειρώμενοι. | |
20 | ἀποστραφήτω τοίνυν ἡ ὁσιότης σου τοὺς λαλοῦντας τὸ ψεῦδος καὶ τῆς ἐκκλησιαστικῆς φροντισάτω γαλήνης καὶ τοὺς διαφθείρειν τολμῶντας τῆς ἀληθείας τὰ δόγματα ἢ τοῖς ἀλεξικάκοις θεραπευέτω φαρμάκοις ἢ τὴν θεραπείαν μὴ δεχομένους ὡς ἀνηκέστως διακει‐ μένους τῶν ποιμνίων ἐξελασάτω, ἵνα μὴ τῆς ἐκείνων λώβης μεταλάχηι τὰ πρόβατα· ἡμᾶς δὲ τῆς συνήθους ἀξιούτω προσρήσεως. ὅτι γὰρ ἃ φρονοῦμεν, γεγράφαμεν, | |
25 | μαρτυρεῖ καὶ τὰ παρ’ ἡμῶν συγγραφέντα εἴς τε τὰς θείας γραφὰς καὶ κατὰ τῶν τὰ Ἀρείου καὶ Εὐνομίου φρονούντων. πρὸς δὲ τούτοις καὶ σύντομον ἀκροτελεύτιον τίθημι εἴ τις οὐ λέγει τὴν ἁγίαν παρθένον θεοτόκον ἢ ψιλὸν ἄνθρωπον ἀποκαλεῖ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἢ εἰς δύο υἱοὺς μερίζει τὸν ἕνα μονογενῆ καὶ πρωτότοκον πάσης κτίσεως, ἐκπέσοι τῆς εἰς Χριστὸν ἐλπίδος καὶ ἐρεῖ πᾶς ὁ λαός· γένοιτο γένοιτο. | |
30 | Τούτων δὲ παρ’ ἡμῶν οὕτως εἰρημένων τὰς ἱεράς σου εὐχὰς παρασχεῖν μοι, δέσποτα, καταξίωσον καὶ ἀντιγράφοις εὐφρᾶναι δηλοῦσιν ὡς ἀπεστράφη σου ἡ ἁγιωσύνη τοὺς | |
συκοφάντας. | 51 in vol. 2.1.2 | |
2,1,252 | Πᾶσαν τὴν σὺν τῆι σῆι θεοσεβείαι ἐν Χριστῶι ἀδελφότητα ἐγώ τε καὶ οἱ σὺν ἐμοὶ προσαγορεύομεν. Ἐπιστολὴ Ἀνατολίου ἐπισκόπου Κωνσταντινουπόλεως πρὸς Λέοντα ἀρχιεπίσκοπον Ῥώμης | |
5 | Τῶι ἁγιωτάτωι καὶ μακαριωτάτωι πατρὶ καὶ συλλειτουργῶι ἀρχιεπισκόπωι τῆς πρεσβυτέρας Ῥώμης Λέοντι Ἀνατόλιος ἐν κυρίωι χαίρειν. Τῆς μὲν ὑμετέρας ἁγιω‐ σύνης ὁ περὶ τὴν εὐσέβειαν ζῆλος καὶ ἡ περὶ τῆς ὀρθῆς πίστεως τῶι πάντων σωτῆρι θεῶι φίλη τε καὶ ἀρέσκουσα φροντὶς ἀξία παντὸς γέγονε θαύματος. ἔθος γὰρ ὑμῖν τοῖς οὕτω μεγάλοις εὐδοκιμεῖν καὶ θεμέλιον τῶν Χριστοῦ ἐκκλησιῶν τὰς ἑαυτῶν ποιεῖσθαι | |
10 | σπουδάς· ὅθεν οὐ περιεῖδεν ἡ ὑμῶν ὁσιότης τὴν ἀληθῆ πίστιν βεβήλοις ὑπορυττομένην ὁρμαῖς, ἀλλὰ βδελυξαμένη τοὺς κακοὺς ἐργάτας τῶι ὅπλωι τῆς μισοπονηρίας ἐντόνως τούτους κατέτρωσεν. ἐπεὶ τοίνυν καὶ οἱ εὐσεβέστατοι καὶ φιλόχριστοι ἡμῶν βασιλεῖς, ἄριστοι τῆς εὐσεβείας ὑπάρχοντες ζηλωταί, πᾶσαν ῥίζαν πικρίας ἀναφύουσαν φροντί‐ σαντες ἐκτεμεῖν, ἵνα μὴ δι’ αὐτῆς μιανθῶσι, διὰ τοῦτο πλέον εἰς βασιλείαν προαχθέντες | |
15 | ὅπως τυραννουμένηι τῆι πίστει τῶν πατέρων ἀμύνωσιν, ἐκ πάσης σχεδὸν τῆς ὑφ’ ἡλίωι τοὺς θεοῦ ἱερουργοὺς ἐθέσπισαν συναχθῆναι, ἵνα οὗτοι κοινῆι κρίσει βεβαιώσαντες τὴν τῶν μακαρίων καὶ ἀοιδίμων πατέρων πίστιν καὶ τὴν σύμφωνον ταύτηι τῆς σῆς ἁγιότητος ἐπιστολὴν πᾶσαν καινοτομίαν τῶν ἐπεισάκτων σοφισμάτων τῆς εὐσεβείας τὸ φρόνημα παραβλάπτουσαν ἀποσκεδάσωσι, καὶ ἔδει ἅπαντα εἰς γνῶσιν τῆς σῆς ἁγιότητος ἀνενεχ‐ | |
20 | θῆναι τὰ παρακολουθήσαντα, ἀναγκαίως ἀποστέλλοντες αὐτόθι κατ’ ἐπιλογὴν τὸν θεοφιλέστατον ἀδελφὸν καὶ συνεπίσκοπον ἡμῶν Λουκιανὸν τόν τε εὐλαβέστατον διάκονον Βασίλειον, γράφομεν καὶ αὖθις ταῦτα δηλοῦντες ὡς ἤδη μὲν ὁ θεοφιλέστατος ἀδελφὸς καὶ συνεπίσκοπος ἡμῶν Λουκίνσιος ἅμα τῶι θεοσεβεστάτωι συμπρεσβυτέρωι ἡμῶν Βονιφατίωι σὺν Μαρκιανῶι τῶι εὐλαβεστάτωι διακόνωι φανεροὺς χάρτας περιέχοντας | |
25 | τὰ ἐν τῆι ἁγίαι καὶ οἰκουμενικῆι συνόδωι πεπραγμένα λαβὼν ταύτης τῆς βασιλευούσης ἐξεδήμησε πόλεως, ἐπειδὴ δὲ μετ’ ἐκείνους πρέπον ἦν τοὺς ὑπολελειμμένους καὶ εἰς γνῶσιν ὑμῶν ἀναγκαίως ἐλθεῖν ὀφείλοντας χάρτας καὶ δι’ ἡμετέρων ἀνδρῶν ἀποσταλῆναι διὰ τὸ ἰδικῶς ἡμῖν πεπρᾶχθαι τινά, τούτου χάριν ἐπιλεξάμενοι ἄνδρα εὐλαβείαι τε καὶ συνέσει καὶ τῆι περὶ τὴν πίστιν ἀκεραιότητι πλουτοῦντα, τὸν μνημονευθέντα θεοσεβέστατον | |
30 | ἐπίσκοπον ἅμα τῶι προειρημένωι διακόνωι εἰς τὴν ὑμετέραν μεγίστην Ῥώμην ἐξαπεστεί‐ λαμεν, ἵνα τὰ μὲν διὰ τῶν χαρτῶν, τὰ δὲ δι’ ἑαυτῶν σαφῆ ποιήσαντες 〈τυχόντεσ〉 ἀπο‐ κρίσεως προσφόρου τε καὶ ὑμῖν πρεπούσης χαίροντες πρὸς ἡμᾶς ἐπανέλθωσιν, ἀνυμνοῦντες μετὰ πάντων τὴν ἀγάπην καὶ τὴν φιλοφροσύνην τὴν συνήθη περὶ τὸν τῆς βασιλευούσης ταύτης πόλεως θρόνον τῆι πατρικῆι κηδεμονίαι τῆς ὑμετέρας μακαριότητος. ὅπως | |
35 | μὲν γὰρ ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος ἐρευνήσασα τὴν γεγενημένην ζάλην κατὰ τῆς κοινῆς εἰρήνης εὗρέ τε τὸν αἴτιον, Διόσκορον φημὶ τὸν τῆς Ἀλεξανδρέων γεγονότα πρώην ἐπίσκοπον, καὶ ἀπέτεμε τῆς ἱερωσύνης, τὰ παρὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου λεπτομερέστερον γραφέντα δηλοῖ (ἔδει γὰρ ἔδει ἐξαρθῆναι τὸν πονηρὸν ἐκ μέσου τὸν καὶ πᾶσαν τὴν οἰκουμένην χειμῶνος καὶ ζάλης ἐμπλήσαντα), ἀλλ’ ἐπὶ μὲν τούτοις τοῖς | |
40 | καλῶς δόξασι καὶ τὴν ὑμετέραν ἁγιότητα πεπείσμεθα τίθεσθαι διὰ τὴν ἔμφυτον μισο‐ | 52 in vol. 2.1.2 |
2,1,253 | πονηρίαν ὑμῶν, ἐπειδὴ δὲ μετὰ τὸν ἐπ’ ἐκείνωι τύπον ἐχρῆν, δι’ ὃ μάλιστα σπουδαίως ὁ εὐσεβὴς βασιλεὺς τὴν ἁγίαν σύνοδον ἤθροισεν, ἐπὶ τὸν τῆς ὀρθῆς ἡμῶν πίστεως λόγον πάντων συνελθεῖν τὴν διάνοιαν, μετὰ προσευχῆς καὶ δακρύων, συμπαρούσης ἡμῖν τῶι πνεύματι καὶ συμπραττούσης καὶ διὰ τῶν αὐτόθεν ἀποσταλέντων θεοφιλεστάτων ἀνδρῶν | |
5 | τῆς σῆς ὁσιότητος, ἔχοντες ὑπερασπίζουσαν τὴν ἁγιωτάτην καὶ καλλίνικον Εὐφημίαν τὴν μάρτυρα, τῶι σωτηρίωι τούτωι ἑαυτοὺς ἅπαντες μετὰ πάσης σχολῆς δεδώκαμεν πράγματι καὶ ἀπαιτοῦντος τοῦ καιροῦ πάντας τοὺς συνειλεγμένους ἁγιωτάτους ἐπισκό‐ πους σύμφωνον ὅρον ἐξενεγκεῖν πρὸς σαφήνειαν καὶ τρανοτάτην κατάληψιν τῆς εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὁμολογίας, ὁ δεσπότης θεὸς εὑρισκόμενος καὶ τοῖς μὴ | |
10 | ζητοῦσιν, ἐμφανιζόμενος δὲ καὶ τοῖς μὴ ἐπερωτῶσιν αὐτόν, εἰ καὶ τινὲς τὴν ἀρχὴν δια‐ φιλονεικεῖν ἐπεχείρησαν, ἀνέδειξεν ὅμως τὴν ἑαυτοῦ ἀλήθειαν καὶ ὠικονόμησε σύμφωνον καὶ ἀναντίλεκτον ἐκφωνηθῆναι παρὰ πάντων ἔγγραφον 〈ὅρον〉, στηρίζοντα μὲν τῶν βεβαίων τὰς ψυχάς, προσκαλούμενον δὲ πάντας εἰς τὴν ὁδὸν τῆς ἀληθείας τοὺς ἀπὸ τῆς ἀληθείας ἐκκλίνοντας. καὶ δὴ ὑποσημηνάμενοι συμφώνως τῶι τοιούτωι χάρτηι, | |
15 | παραγενομένων εἰς τὸ συνέδριον τῆς οἰκουμενικῆς ἡμῶν συνόδου ἐν τῶι μαρτυρίωι τῆς αὐτῆς ἁγιωτάτης καὶ καλλινίκου μάρτυρος Εὐφημίας τοῦ τε εὐσεβεστάτου καὶ φιλο‐ χρίστου βασιλέως ἡμῶν Μαρκιανοῦ καὶ τῆς εὐσεβεστάτης καὶ τὰ πάντα πιστοτάτης βασιλίδος καὶ αὐγούστης τῆς θυγατρὸς ἡμῶν Πουλχερίας, μετὰ προσευχῆς χαρᾶς τε καὶ εὐφροσύνης τὸν ἐπὶ τῆι βεβαιώσει τῆς τῶν πατέρων ἡμῶν πίστεως ἔγγραφον ὅρον κατὰ | |
20 | τὴν ὑμετέραν ἐκείνην ἱερὰν ἐπιστολὴν ἐπιτεθεικότες τῶι ἁγίωι θυσιαστηρίωι προσ‐ δεδώκαμεν τῆι αὐτῶν εὐσεβείαι, οὕτως αὐτὸν δέξασθαι τούτων ἀπαιτησάντων. οἵπερ δεξάμενοι ἐδόξασαν σὺν ἡμῖν τὸν δεσπότην Χριστὸν τὸν ἀπελάσαντα μὲν πάντα ζόφον κακοδοξίας, τρανώσαντα δὲ ὁμογνωμόνως τὸν λόγον τῆς ἀληθείας. Καὶ τὸ μὲν περὶ τῆς ἐκκλησιαστικῆς εἰρήνης καὶ τῆς περὶ τὴν εὐαγῆ πίστιν ὁμονοίας | |
25 | τῶν ἱερέων τῆι χάριτι τοῦ σωτῆρος οὕτω συνέδραμεν· ἐπειδὴ δὲ καὶ περὶ ἑτέρων ὑπο‐ θέσεων ἐχρῆν ἡμᾶς διασκοπῆσαι, ἵνα ἡ τοσαύτη σύνοδος πάντα δόξηι πράττειν ἀπαρα‐ λείπτως τὰ δεόμενα διορθώσεώς τε καὶ βεβαιώσεως ἔν τε κανονικοῖς καὶ ἐν ἑτέροις ἐκκλη‐ σιαστικοῖς κεφαλαίοις, ἐγένετο φροντὶς τοῖς τε κρατοῦσι τῶν ὅλων καὶ τοῖς μεγαλοπρε‐ πεστάτοις καὶ ἐνδοξοτάτοις ἄρχουσι τῆι τε λαμπρᾶι καὶ ἐνδόξωι συγκλήτωι τῶι τε κλήρωι | |
30 | παντὶ καὶ τῶι λαῶι αἴσθησιν λαβεῖν προσθήκης τινὸς εἰς τιμὴν τὸν κατὰ τὴν βασιλεύουσαν ταύτην Κωνσταντινούπολιν ἁγιώτατον θρόνον διὰ τῆς συναινέσεως τῆς ἁγίας ταύτης συνόδου τῆς περὶ τὸν κανόνα τῶν ἑκατὸν πεντήκοντα ἁγίων πατέρων, οἵπερ ἐτύγχανον συνειλεγμένοι ἐπὶ τοῦ τῆς εὐσεβοῦς μνήμης μεγάλου Θεοδοσίου τοῦ γενομένου βασιλέως ἐν Κωνσταντινουπόλει, ἡγουμένων τότε Νεκταρίου μὲν Κωνσταντινουπόλεως ἐπισκόπου, | |
35 | Τιμοθέου δὲ Ἀλεξανδρείας καὶ Μελετίου Ἀντιοχείας, Ἑλλαδίου Καισαρείας Καππαδο‐ κίας, Κυρίλλου Ἱεροσολύμων καὶ τῶν λοιπῶν. καὶ πρὸς τὴν τοιαύτην πρᾶξιν ὡρ‐ μήσαμεν θαρροῦντες εἰκότως τῆι ὑμετέραι μακαριότητι ὡς οἰκειώσεται τὴν τιμὴν τοῦ Κωνσταντινουπόλεως θρόνου οἷα δὴ ἄνωθεν τοῦ ἀποστολικοῦ ὑμῶν θρόνου ἔχοντος τὴν περὶ αὐτὸν κηδεμονίαν καὶ ὁμόνοιαν κατὰ πάντα τε τῆς οἰκείας ἐφ’ οἷς ἐδεῖτο ῥοπῆς | |
40 | αὐτῶι μεταδεδωκότος ἀφθόνως. καὶ γὰρ ἀμφιβολίας οὐκ οὔσης ὡς ἥδεται πάντως ἡ ὑμετέρα μακαριότης ἐφ’ οἷς ἡ συγκροτουμένη παρ’ αὐτῶν ἐκκλησία ἐπιδοξοτέραν ἔσχηκε τὴν τιμήν, προθύμωι γνώμηι ἦλθεν εἰς τὸ βεβαιῶσαι μὲν τὸν αὐτὸν κανόνα τῶν | |
ἑκατὸν πεντήκοντα ἁγίων πατέρων τὸν διατυποῦντα τὸν Κωνσταντινουπόλεως ἐπί‐ | 53 in vol. 2.1.2 | |
2,1,254 | σκοπον ἔχειν τὴν τιμὴν καὶ τὰ πρεσβεῖα μετὰ τὸν Ῥώμης ἁγιώτατον θρόνον διὰ τὸ καὶ Κωνσταντινούπολιν νέαν εἶναι Ῥώμην ὥρισέ τε καὶ τὰς χειροτονίας τῶν μητροπολιτῶν ποιεῖσθαι τῆς Ποντικῆς καὶ τῆς Ἀσιανῆς καὶ τῆς Θραικικῆς διοικήσεως, τῶν ὑπ’ αὐτοὺς τελούντων ὑπὸ τῶν ἰδίων μητροπολιτῶν χειροτονουμένων, ὡς ἐν τούτωι ἀφαιρεῖσθαι | |
5 | μᾶλλον τοῦ θρόνου Κωνσταντινουπόλεως χειροτονίας πλείστων ἐπισκόπων, ἅσπερ ἀπὸ ἑξήκοντα καὶ ἑβδομήκοντα ἐνιαυτῶν ἐτύγχανεν ἐπιτελῶν. οὕτω τε πάντων καλῶς προβάντων καὶ εἰς εὐφροσύνην ληξάντων, οἱ θεοφιλέστατοι αὐτόθεν ἐπίσκοποι Πασκασῖνος καὶ Λουκίνσιος καὶ ὁ εὐλαβέστατος πρεσβύτερος Βονιφάτιος πολλάκις μὲν περὶ τούτου αὐτοῦ παρ’ ἡμῶν διδαχθέντες, ἀγνοοῦντες δὲ τὸν σκοπὸν τῆς ὑμετέρας | |
10 | ἁγιωσύνης ὃν ἔχετε περὶ τὴν Κωνσταντινουπόλεως ἁγιωτάτην ἐκκλησίαν, μετὰ τὸ τυπῶσαι τὴν ἁγίαν σύνοδον καὶ δι’ ὑπογραφῆς βεβαιῶσαι τὸν τοιοῦτον ὅρον ἀνασο‐ βοῦσι μὲν τὴν σύνοδον, ταράττουσι δὲ καὶ συγχύσεως πληροῦσι τὸ συνέδριον, τὸν θρόνον τοῦτον ἐξουθενοῦντες καὶ πάντα ποιοῦντες ὅσα ὕβρεως αἴτια ἐμοί τε καὶ τῆι Κωνσταντινου‐ πόλεως ἁγιωτάτηι ἐκκλησίαι καθίστατο, καὶ ταῦτα νεύματι τῶν εὐσεβεστάτων ἡμῶν | |
15 | βασιλέων παραγενομένων καὶ τῶν μεγαλοπρεπεστάτων καὶ ἐνδοξοτάτων ἀρχόντων τῶι συνεδρίωι καὶ ἀποφηναμένων τὸν παρὰ τῆς ἁγίας συνόδου ὅρον βέβαιον εἶναι καὶ προσφιλοτιμησαμένων καὶ αὐτῶν τὰ εἰς τιμήν, καθάπερ εἰρήκαμεν, τοῦ θρόνου συντεί‐ νοντα. ἅπερ ἐκ πολλῶν ὀλίγα ὑμῖν ἐγνωρίσαμεν, ἵνα μὴ δόξωμεν αὐτοὺς μὲν βαρεῖν, ταῖς δὲ ἀκοαῖς ταῖς ὑμετέραις παρενοχλεῖν· ἡμεῖς γὰρ ὅτι καὶ πρὸ τῆς αὐτῶν παρουσίας | |
20 | τὰ εἰς δόξαν ὑμετέραν καὶ τιμὴν τὴν ὀφειλομένην ἐν πᾶσι διεπραξάμεθα καὶ μετὰ τὴν αὐτῶν παρουσίαν, θεός τε μάρτυς καὶ αὐτὰ τὰ πεπραγμένα δηλοῖ ὅπως τε καὶ αὐτοὺς τιμῆς τε καὶ δορυφορίας ἠξιώσαμεν αἰδοῖ καὶ τιμῆι τῆι περὶ ὑμᾶς. καὶ τὸν τοιοῦτον τύπον ἐπὶ τὴν ὑμετέραν ὁσιότητα ἡ ἁγία σύνοδος ἀνήνεγκε καὶ ἡμεῖς ἐφ’ ὧι τε τῆς παρ’ ὑμῶν τυχεῖν συναινέσεως καὶ βεβαιότητος παρακαλοῦμέν τε τοῦτο παρ’ ὑμῶν | |
25 | γενέσθαι, ἁγιώτατοι (ὁ γὰρ θρόνος Κωνσταντινουπόλεως ἔχει πατέρα τὸν ἀποστολικὸν θρόνον ὑμῶν κατ’ ἐξαίρετον ἑαυτὸν συνάψας ὑμῖν), ἵνα καὶ διὰ τῆς ὑμῶν περὶ αὐτὸν φρον‐ τίδος ἅπαντες μὲν πεισθεῖεν ὅτι γνησίως ἄνωθεν προνοησάμενοι καὶ νῦν τὴν αὐτὴν ἔχοντες διαμένετε περὶ αὐτὸν φροντίδα, καὶ ὡς λυσιτελοῦντα δὲ τῆι ἐκκλησιαστικῆι καταστάσει καταξιώσατε ἅπαντα κυρῶσαι τὰ παρακολουθήσαντα ἐγγράφως ἐν τῆι ἁγίαι ταύτηι | |
30 | καὶ οἰκουμενικῆι συνόδωι. καὶ αὐτὸν δὲ τὸν προειρημένον περὶ τοῦ θρόνου τῆς Κων‐ σταντινουπόλεως ὅρον ἐσπουδάσαμεν ἀποστεῖλαι πρὸς τὴν ὑμετέραν ἁγιωσύνην, ἵν’ ἔχητε εἰδέναι ὡς εὐχαῖς ταῖς ὑμετέραις θεοσόφως ἅπαντα ὠικονόμηται, καὶ παρακαλοῦμεν πρόσφορον ἀπόκρισιν δέξασθαι ἑκάστην ὑπόθεσιν, διδάσκοντος ὑμᾶς ἅπαντα τοῦ θεο‐ φιλεστάτου ἐπισκόπου Λουκιανοῦ, ὃς καὶ αὐτὸς παρὼν τῆι ἁγίαι συνόδωι καὶ ἐμφρόνως | |
35 | τὰ δυνατὰ εἰσενεγκὼν τῶι περὶ τῆς πίστεως ἡμῶν ἀγῶνι ἐπελέγη παρ’ ἡμῶν ὑπηρετή‐ σασθαι τῆι πρὸς ὑμᾶς ἐπ’ ἀγαθοῖς διακονίαι, ἀνὴρ τέλειος ὑπάρχων τοῖς τε εὐσεβεστάτοις καὶ φιλοχρίστοις ἡμῶν βασιλεῦσιν ἄνωθεν φίλος. ὅνπερ ἀπολαύσαντα τῆς ὑμετέρας ἀγαθότητος χαίροντα πρὸς ἡμᾶς ἐκπέμψαι καταξιώσατε. Πᾶσαν τὴν σὺν τῆι ὑμετέραι μακαριότητι ἐν Χριστῶι ἀδελφότητα ἐγώ τε καὶ | |
40 | οἱ σὺν ἐμοὶ πλεῖστα προσαγορεύομεν. ἐρρωμένος ἐν κυρίωι καὶ ὑπερευχόμενος ἡμῶν | |
χαρισθείης ἡμῖν, θεοφιλέστατε καὶ μακαριώτατε πάτερ. | 54 in vol. 2.1.2 | |
2,1,255 | Ἐπιστολὴ τοῦ εὐσεβεστάτου βασιλέως Μαρκιανοῦ πρὸς τὸν μακαριώτατον ἀρχιεπίσκοπον Ῥώμης Λέοντα Νικηταὶ Οὐαλεντινιανὸς καὶ Μαρκιανὸς ἔνδοξοι τροπαιοῦχοι αὔγουστοι τῶι ἁγιωτάτωι καὶ ἀληθῶς σεπτῶι πατριάρχηι ἐπισκόπωι Λέοντι. Αἱ θεῖαι καὶ ἀνθρώ‐ | |
5 | πινοι γραφαὶ συμφωνοῦσι τὸ θεῖον ἐν πρώτοις εἶναι προσκυνητὸν κἀκεῖ τὸν παντοκράτορα θεὸν εἶναι ἵλεω, ὅπου θρηισκεύεται ὀρθῶς ἡ πίστις. τοῦτο τοίνυν ὅπερ ἐζητοῦμεν, εὕρομεν καὶ ἐπετύχομεν ὑμετέραις εὐχαῖς· εὗρε γὰρ τῆς θρηισκείας τὴν πίστιν ἡ πιστὴ διάθεσις καὶ οὐδὲν ἀμφίβολόν ἐστι συνεργίαι τοῦ θεοῦ τετυπῶσθαι ὅπερ περὶ τῆς αὐτοῦ δυνάμεως ἐζητεῖτο. ἐκβεβλημένης τοίνυν πάσης φιλονεικίας καὶ διχονοίας ἥντινα ὁ | |
10 | βάσκανος δαίμων τῆι πίστει ἐμβεβλήκει, τὸν θεὸν πάντες διανοίαι 〈μιᾶι〉 γινώσκουσι. λοιπὸν οὐ κατηγοροῦμεν τῶν ἀπίστων, ἀλλὰ καὶ χάριν ὁμολογοῦμεν τοῖς τῆς θρηισκείας ἐχθροῖς· παρέσχον γὰρ ἡμῖν ὅπως τὸν θεὸν σπουδαιότατα ζητήσωμεν φανερῶς τε γνῶμεν. μεῖζον γὰρ φῶς εἶναι δοκεῖ τὸ μετὰ τὴν σκοτίαν φαῖνον· γλυκύς ἐστι τοῖς διψῶσιν ὁ πότος, τοῖς κεκμηκόσιν ἡ ἀργία. χαιρέτω τοίνυν ἡ σὴ ἁγιωσύνη ἐπὶ τῆι νίκηι τῆς | |
15 | πίστεως, οὗτινος ὁ στέφανος τῶι παντοκράτορι Χριστῶι ἀναθετέος· οὗτος γὰρ δέδωκε κατὰ τῶν ἀπίστων νίκην καὶ διὰ τοῦτο ἡμεῖς αὐτοὶ παραγενέσθαι τῆι ἁγίαι συνόδωι ἠπείχθημεν, εἰ καὶ ὅτι ἡμᾶς ἐν ἄλλοις τόποις ἐκστρατεῖαί τε καὶ δημόσιαι χρεῖαι κατεῖχον. τοιγαροῦν ἅπαντα κατ’ εὐχὰς τῆς σῆς ἁγιωσύνης, αἵτινες τῆι πίστει συμφωνοῦσι, τε‐ τύπωται· παντὸς τοῦ κόσμου τοῦ ὄντος ὑπὸ τὴν ἡμετέραν βασιλείαν τῶν εὐλαβεστάτων | |
20 | ἐπισκόπων ἐν τῆι Χαλκηδονέων συγκληθέντων καὶ σκέμματος γενομένου, μετὰ πολλὰς φιλονεικίας ἡ ἀληθὴς πίστις κατέσχε καὶ κατὰ τὰ γράμματα τῆς σῆς ἁγιωσύνης πάντες συνήινεσαν τῆι ἐκθέσει καθὼς ἡ ἀλήθεια ἀπήιτησε. καὶ οὐδὲ ἀμφιβάλλομεν τούτου τοῦ πράγματος τὴν χάριν ἡμῖν καὶ τῆι σῆι ἁγιωσύνηι κοινὴν εἶναι καὶ ἐπίσης χαίρειν οὕστινας φανερόν ἐστιν ὁμοίως ἡιρῆσθαι τὴν ἀλήθειαν. λείπει ὅπως πάντων | |
25 | κατὰ τὴν καθολικὴν πίστιν καὶ τὴν ἀλήθειαν συντεθέντων καὶ εἰρήνης ταῖς ἐκκλησίαις ἀποδοθείσης συμπάσαις εὐχαῖς εἰς ἀπώλειαν τῶν πολεμίων ἡ σὴ ἁγιωσύνη τὴν θείαν προκαλέσηται δύναμιν, ὅπερ σε καὶ πρὸ τῶν ἡμετέρων 〈γραμμάτων〉 ποιεῖν ὡμολόγηται. Ἐπειδὴ δὲ καὶ τοῦτο τετύπωται ὥστε τὰ παρὰ τῶν ἑκατὸν πεντήκοντα ἐπισκόπων ἐπὶ τοῦ τῆς θείας λήξεως τοῦ ἀνωτέρω Θεοδοσίου τῆς τιμῆς ἕνεκα τῆς σεπτῆς ἐκκλησίας τῆς | |
30 | Κωνσταντινουπολιτῶν τυπωθέντα καὶ ἅτινα νῦν ὑπὸ τῆς ἁγίας συνόδου περὶ τοῦ αὐτοῦ πράγματος τετύπωται, βέβαια φυλαχθῆναι, δηλαδὴ ἵνα μετὰ τὸν ἀποστολικὸν θρόνον ὁ τῆς Κωνσταντινουπολιτῶν εὐθέως ἐπίσκοπος δεύτερον ἔχοι τόπον, ἐπειδήπερ καὶ ἡ αὐτὴ περιφανεστάτη πόλις νεωτέρα Ῥώμη προσαγορεύεται, καταξιώσει ἡ σὴ ἁγιω‐ σύνη καὶ τούτωι τῶι μέρει συναινέσαι, εἰ καὶ οἱ εὐλαβέστατοι ἐπίσκοποι 〈οἱ〉 εἰς τόπον | |
35 | τῆς σῆς θεοφιλείας ἐν τῆι ἁγίαι συνόδωι συνελθόντες ἀντεῖπον. σφοδρότατα γὰρ ἐκώλυον περὶ τῆς αὐτῆς σεπτῆς ἐκκλησίας τυπωθῆναί τι ἐν τῆι συνόδωι, ἐλπίζομεν δὲ ὡς συμφωνούντων τῶν τοῦ παντὸς κόσμου ἱερέων τὰ τοῖς Ῥωμαικοῖς πράγμασι λυσι‐ τελοῦντα ἡ θεία πρόνοια παρασχεῖν καταξιώσει. διὸ δὴ διὰ Λουκιανοῦ τοῦ θεοφιλεστά‐ | |
του ἐπισκόπου καὶ Βασιλείου τοῦ διακόνου πάντα ὑμῖν γνωρισθῆναι ἐθεσπίσαμεν καὶ | 55 in vol. 2.1.2 | |
2,1,256 | αἰτοῦμεν τὰ παρὰ τῆς ἁγίας συνόδου τυπωθέντα ἵνα καὶ ἡ σὴ θεοσέβεια εἰς τὸ διηνεκὲς παραφυλαχθῆναι προστάξηι. Ἡ θεία πρόνοιά σε φυλάττοι πολλοῖς χρόνοις, ἁγιώτατε καὶ θεοφιλέστατε πάτερ. Ἐδόθη πρὸ δεκαπέντε Καλανδῶν Ἰανουαρίων ἐν Κωνσταντινουπόλει ὑπατείας | |
5 | τοῦ δεσπότου ἡμῶν Μαρκιανοῦ τοῦ αἰωνίου αὐγούστου καὶ τοῦ δηλωθησομένου. Ἐπιστολὴ Λέοντος ἀρχιεπισκόπου Ῥώμης πρὸς Ἀνατόλιον ἀρχιεπίσκοπον Κων‐ σταντινουπόλεως νέας Ῥώμης Τῶι ἀγαπητῶι ἀδελφῶι Ἀνατολίωι ἀρχιεπισκόπωι Κωνσταντινουπόλεως Λέων ἀρ‐ χιεπίσκοπος Ῥώμης. Φανερωθέντος, ὡς ηὐχόμεθα, διὰ τῆς χάριτος τοῦ θεοῦ τοῦ φωτὸς | |
10 | [καὶ] τῆς εὐαγγελικῆς ἀληθείας καὶ ἀπὸ τῆς καθολικῆς ἐκκλησίας τοῦ σκότους τῆς ὀλεθριω‐ τάτης πλάνης ἐκδιωχθέντος ἀφράστως χαίρομεν ἐν τῶι δεσπότηι ὅτι τῆς πιστευθείσης ἡμῖν διοικήσεως ὁ κάματος εἰς τὸ πεποθημένον ἔργον ἐξέβη, καθὼς καὶ τῆς σῆς ἐπιστολῆς ὁ τύπος σημαίνει, ὥστε κατὰ τὴν ἀποστολικὴν διδασκαλίαν τὸ αὐτὸ λεχθῆναι παρὰ πάντων καὶ μὴ εἴη ἐν ὑμῖν σχίσματα, εἴημεν δὲ τέλειοι ἐν τῶι αὐτῶι νῶι καὶ ἐν τῆι αὐτῆι | |
15 | εἰδήσει. οὗτινος κατορθώματος χαίρομεν τὴν σὴν ἀγάπην εἶναι συνεργόν, ὥστε καὶ τοῖς ὀφείλουσι διορθωθῆναι τὴν σὴν λυσιτελῆσαι σπουδὴν καὶ ἀπὸ πάσης τῶν πλανω‐ μένων κοινωνίας καθαρισθῆναί σε. τοῦ γὰρ προηγησαμένου σε τοῦ τῆς μακαρίας μνήμης Φλαβιανοῦ διὰ τὴν ἐκδίκησιν τῆς καθολικῆς πίστεως ἐκβληθέντος οὐκ ἀδίκως ἐπιστεύετο ὅτιπερ οἱ χειροτονήσαντές σε παρὰ τοὺς κανόνας τοὺς ἁγίους ὡς ἑαυτῶν | |
20 | ὅμοιον ἐφαίνοντό σε χειροτονήσαντες, ἀλλ’ ἔφθασεν ἡ τοῦ θεοῦ ἐλεημοσύνη εἰς τοῦτό σε φέρουσα καὶ βεβαιοῦσα ὡς ἂν ταῖς μὲν κακαῖς ἀρχαῖς καλῶς σε χρήσασθαι καὶ μὴ ἀνθρώ‐ πων κρίσει, ἀλλὰ θεοῦ ἀγαθότητι χειροτονηθῆναι ὀφθείης. ὅπερ ἀληθῶς οὕτως ἐστὶ δεκτέον, εἰ ταύτην τῆς θείας δωρεᾶς τὴν χάριν ἑτέραι μὴ ἀπολέσειας προσκρούσει. τὸν γὰρ καθολικὸν ἄνδρα καὶ μάλιστα τὸν τοῦ δεσπότου ἱερέα ὥσπερ οὐδεμιᾶι πλάνηι προσ‐ | |
25 | πλέκεσθαι, οὕτως οὔτε τινὶ ἐπιθυμίαι διαφθείρεσθαι χρή. βοώσης τῆς θείας γραφῆς· τὰς ἐπιθυμίας τὰς σὰς ἀπὸ τῆς σῆς προαιρέσεως κώλυε, τοῖς πολλοῖς τούτου τοῦ κόσμου δελεάσμασι καὶ τῆι πολλῆι ματαιότητι ἀντιβῆναι χρή, ὥστε τῆς ἀληθοῦς ἐγκρατείας τὴν καθαρότητα κατασχεθῆναι. ἧστινος πρῶτός ἐστιν ὄλεθρος ἡ ὑπεροψία, ἀρχὴ τῆς μεταβάσεως καὶ ἀρχαιογονία τῶν ἁμαρτημάτων· ἐπειδὴ δὲ 〈διάνοια〉 ἐπιθυμητικὴ τῆς | |
30 | δυναστείας τυγχάνουσα οὔτε ἀποσχέσθαι ἔγνω τῶν κεκωλυμένων οὔτε χαίρει τοῖς συγκε‐ χωρημένοις, τῆι ἀνακολούθωι καὶ φαύληι προκοπῆι τῶν ἀτιμωρήτων παραβάσεων αὔξον‐ ται αἱ ὁδοὶ καὶ συχνάζουσιν αἱ ἁμαρτίαι, αἵτινες ἐβαστάχθησαν ἔρωτι τοῦ ἀνανεωθῆναι τὴν πίστιν καὶ τὴν ὁμόνοιαν. μετ’ ἐκεῖνα τοίνυν τὰ ἐπὶ τῆι σῆι χειροτονίαι ἡμαρτημένα προοίμια, μετὰ τὴν χειροτονίαν τοῦ Ἀντιοχείας ἐπισκόπου, ἥντινα ἑαυτῶι παρὰ τοὺς | |
35 | κανονικοὺς θεσμοὺς ἐξεδίκησας, πάσχω καὶ εἰς τοῦτο τὴν σὴν ἀγάπην ἐξολισθῆσαι ὥστε τὰς θείας διατυπώσεις τῶν ἐν Νικαίαι κανόνων ἐπιχειρεῖν σε παραλύειν, καθάπερ ἐπι‐ τηδείου σοι προσενεχθέντος καιροῦ ὅπως τῆς δευτέρας τιμῆς τὸ προνόμιον ὁ Ἀλεξανδρέων θρόνος καὶ ἡ Ἀντιοχέων ἐκκλησία τὴν κυριότητα τῆς τρίτης ἀπολέσοι ἀξίας, ὥστε τούτων τῶν τόπων τῶι σῶι δικαίωι ὑπαχθέντων πάντας τοὺς μητροπολίτας ἐπισκόπους τῆς | |
40 | ἰδίας τιμῆς στερηθῆναι. ἅτινα μήτε ἀκουσθέντα μήτε ἐπιχειρηθέντα ποτὲ οὕτω προ‐ | 56 in vol. 2.1.2 |
2,1,257 | έλαβες τῆι παραβάσει, ὥστε τὴν ἁγίαν σύνοδον τὴν εἰς τὸ ἀποσβέσαι μόνον τὴν αἵρεσιν καὶ βεβαιῶσαι τὴν καθολικὴν πίστιν σπουδῆι τοῦ Χριστιανικωτάτου βασιλέως συναθροι‐ σθεῖσαν εἰς ἀφορμὴν ἀμβιτίονος ἑλκυσθῆναι παρὰ σοῦ καὶ εἰς τὸ συνδυάσαι σοι ἀναγκα‐ σθῆναι, καθάπερ οὐ δυναμένου ἀνατραπῆναι τοῦ παρανόμως δόξαντος πολλοῖς, ἀλλὰ | |
5 | κἀκείνη ἡ τῶν ἐν Νικαίαι κανονισθέντων κανόνων διὰ τοῦ ἁγίου ἀληθῶς πνεύματος δια‐ τύπωσις ἔν τινι μέρει τισὶν εἴη ἀναλυτέα. μηδαμῶς ἑαυτὸ ἐκ τοῦ συνηγμένου πλήθους τὸ συνοδικὸν συνέδριον ἀπατήσηι μήτε 〈τῶι〉 τῶν τριακοσίων δέκα καὶ ὀκτὼ ἐπισκόπων ὁσοσδήποτε ἀριθμὸς ἱερέων ἢ συγκρῖναι ἑαυτὸν τολμήσοι ἢ προκρῖναι, ὁπότε τοσαύτηι τοῦ θεοῦ χάριτι ἡ ἐν Νικαίαι σύνοδος συνηθροίσθη, ὥστε εἴτε δι’ ἐλασσόνων εἴτε διὰ | |
10 | πλειόνων ἐκκλησιαστικὰ συγκροτηθείη δικαστήρια, πάσης στερεῖσθαι αὐθεντίας πᾶν ὅ τι ἂν τυπωθείη τῆι ἐκείνων διατυπώσει ἐναντιούμενον. ἄγαν τοίνυν ἀναιδῆ, ἄγαν φαῦλα τυγχάνει τὰ τοῖς θείοις κανόσιν ἐναντιούμενα· εἰς τάραχον πάσης ἐκκλησίας ἡ παροῦσα τείνει ὑπεροψία, ἥτις οὕτως ἀποχρήσασθαι ἠθέλησε τῆι συνόδωι, ὥστε τοὺς ἀδελφοὺς τοὺς τῆς πίστεως ἕνεκα μόνης συγκληθέντας πληρώσαντάς τε ἅπερ τούτου | |
15 | ἕνεκα τοῦ μέρους φροντισθῆναι ὤφειλεν, εἰς τὸ συναινέσαι ἑαυτῆι ἢ ἀπάτηι ὑπάγειν ἢ φόβωι συνελάσαι. ἐντεῦθεν γὰρ οἱ ἀδελφοὶ οἱ ἡμέτεροι παρὰ τοῦ ἀποστολικοῦ θρόνου ἀποσταλέντες, οἵτινες ἐν τῆι συνόδωι ἐτοποτήρουν ἐμοί, εὐδοκίμως καὶ γενναίως τοῖς παρανόμοις τολμήμασιν ἀντέστησαν φανερῶς βοῶντες μή τις κατὰ τῶν ἐν Νικαίαι κανόνων ἐπιχείρησις ἀναιδὴς ἐξανασταίη. ἀλλ’ οὐδὲ ἀμφιβάλλεται ἀντιβῆναι αὐτούς, | |
20 | οἷστισι καὶ αὐτὸς ἐν τοῖς ἑαυτοῦ γράμμασι μέμφηι ὅτι δὴ ταῖς σαῖς ἐπιχειρήσεσιν ἠθέλησαν ἀντιβῆναι. καὶ ἐμοὶ μὲν οὖν πάνυ αὐτοὺς ταῦτα γράφων παρατίθηι, σαυτοῦ δὲ ὅτιπερ αὐτοῖς πειθαρχῆσαι οὐκ ἠνέσχου παράνομα ἐπιχειρῶν, κατηγορεῖς, περιττῶς τὰ ἀσυγχώρητα ἁρπάζων ἀθέσμως 〈τε〉 ἐπιθυμῶν ἐκείνων ἅτινα οὐδεμίαν ποτὲ δυνή‐ σονται ἡμετέραν ἔχειν συναίνεσιν. ἀπέστω γὰρ τῆς ἡμετέρας συνειδήσεως ὥστε τὴν | |
25 | οὕτως φαύλην ἐπιθυμίαν ἐμαῖς σπουδαῖς βοηθηθῆναι καὶ οὐχὶ μᾶλλον καὶ ἐμῆι καὶ πάντων τῶν μὴ μεγάλα φρονούντων ἀλλὰ ταπεινὰ σπουδῆι καταχωσθῆναι. οἱ ἅγιοι ἐκεῖνοι καὶ σεπτοὶ πατέρες οἵτινες ἐν τῆι Νικαέων πόλει τοῦ ἱεροσύλου Ἀρείου μετὰ τῆς ἰδίας δυσσεβείας κατακριθέντος νόμους διαιωνίζοντας τῶν ἐκκλησιαστικῶν ἔθεντο κανόνων, καὶ παρ’ ἡμῖν καὶ ἐν παντὶ τῶι κόσμωι ταῖς ἰδίαις διατάξεσι ζῶσι καὶ εἴ τί ποτε ἄλλως | |
30 | ἤπερ αὐτοὶ ἐτύπωσαν, ἐπιχειρηθείη, ἄνευ ἀμφιβολίας καταργεῖται καὶ ὅπως μηδεμιᾶι ἐναλλαγῆι παραβαθείη τὰ εἰς διηνεκῆ χρησιμότητα γενικῶς τυπωθέντα μήτε εἰς ἰδικὸν ἑλκυσθείη δίκαιον ἅτινα εἰς κοινὴν λυσιτέλειαν τετύπωται, μενόντων τε τῶν ὅρων οὓς ἐπήξαντο οἱ πατέρες, μηδεὶς κατὰ δικαίου ἀλλοτρίου ἔλθοι, ἀλλ’ ἐντὸς τῶν οἰκείων καὶ νομίμων ὅρων, καθὼς ἂν ἕκαστος ἰσχύσηι, εἰς πλάτος ἀγάπης ἑαυτὸν ἐκγυμνάσοι. ἧστι‐ | |
35 | νος εὐθαλεῖς καρποὺς ὁ Κωνσταντινουπόλεως ἐπίσκοπος δύναται πορίσασθαι, εἰ μᾶλλον τῆι τῆς ταπεινοφροσύνης ἀρετῆι σπουδάσει ἤπερ τῶι τῆς ἀμβιτίονος πνεύματι φυση‐ θείη. μὴ βούλου, ἀδελφέ, ὑπέρογκα φρονεῖν, ἀλλ’ εὐλαβοῦ καὶ τὰς τῶν Χριστιανῶν βασιλέων εὐσεβεῖς ἀκοὰς ἀναιδέσιν αἰτήσεσιν παρενοχλεῖν ἀπόσχου, οἷστισιν ὡμολο‐ γημένως ἐπίσταμαι ἐπιεικείαι σε μᾶλλον ἢ ὑπεροψίαι ἀρέσοντα. τῆι γὰρ γνώμηι | |
40 | τῆι σῆι κατ’ οὐδὲν συμβάλλεται ἡ παρά τινων ἐπισκόπων πρὸ ἑξήκοντα, ὡς φής, ἐνιαυτῶν γενομένη συγγραφὴ καὶ οὐδέποτε παρὰ τῶν προηγησαμένων σε εἰς γνῶσιν τοῦ ἀποστο‐ | |
λικοῦ θρόνου πεμφθεῖσα, ἧιτινι τὴν ἀρχὴν ἀνυποστάτωι καὶ ὀλισθηρᾶι τυγχανούσηι | 57 in vol. 2.1.2 | |
2,1,258 | βραδέως νῦν καὶ ἀχρήστως ὑποβαλεῖν ἠβουλήθης στηρίγματα * παρὰ τῶν ἐμῶν ἀδελφῶν σχῆμα συναινέσεως, ἥντινά σοι εἰς σὴν ὕβριν τὴν σκυλεῖσαν αἰδῶ παρεσχηκέναι γινώσκει. μνήσθητι τί ὁ δεσπότης τῶι ἕνα τῶν μικρῶν τούτων σκανδαλίζοντι ἀπειλεῖ, καὶ συνετῶς νόησον ὁποῖον εἴη τοῦ θεοῦ δικαστήριον ὑπεισελευσόμενος ὁ τοσαύταις ἐκκλησίαις, | |
5 | τοσούτοις ἱερεῦσι σκάνδαλον ἐμβαλεῖν μὴ φοβηθείς. ὁμολογῶ γὰρ ἐμαυτὸν οὕτως τῆι ἀγάπηι πάσης τῆς ἀδελφότητος συνέχεσθαι, ὥστε μηδενὶ πάντηι αὐτῶν ἐν τούτοις ἅπερ καθ’ ἑαυτῶν αἰτοῦσι, συντίθεσθαι, δυνήσηι δὲ σαφέστατα γνῶναι ἐμὲ τῆι σῆι ἀγάπηι καλοθελεῖ ψυχῆι ἀντιβαίνειν, ὅπως ἂν ὑγιεῖ λογισμῶι ἀπὸ πάσης τῆς ἐκκλησιαστικῆς ταραχῆς σαυτὸν ἐπίσχηις. μὴ παρασπασθείη τῶν ἐπαρχεωτῶν τὰ δίκαια μήτε τῶν | |
10 | ἀρχῆθεν τετυπωμένων προνομίων οἱ μητροπολῖται ἀποστερηθεῖεν ἐπίσκοποι. μηδὲν τοῦ Ἀλεξανδρέων θρόνου τῆς τιμῆς ἧστινος διὰ τοῦ ἁγίου Μάρκου τοῦ εὐαγγελιστοῦ τοῦ μαθητοῦ τοῦ ἁγίου Πέτρου ἠξιώθη, παραπόληται μήτε διὰ Διόσκορον διὰ τὴν ἰταμότητα τῆς ἰδίας δυσσεβείας πεσόντα τὸ φῶς τῆς τοσαύτης ἐκκλησίας σκότωι ἀλλο‐ τρίωι ἀμαυρωθείη. καὶ ἡ Ἀντιοχέων ὁμοίως ἐκκλησία, ἐν ἧι τὸ πρῶτον διδάσκοντος | |
15 | τοῦ μακαριωτάτου ἀποστόλου Πέτρου τὸ τοῦ Χριστοῦ ὄνομα ἤρξατο, ἐν τῆι τῶν πατέρων διατυπώσει παραμενέτω καὶ ἐν τῶι τρίτωι βαθμῶι ἱδρυνθεῖσα μήποτε ἑαυτῆς γένηται ἐλάσσων. ἄλλο γάρ ἐστι θρόνος καὶ ἄλλο προκαθεδρία, καὶ μεγάλη ἑκάστου τιμή ἐστιν ἡ ἰδία καθαρότης. ἥτις ὁπότε ἐν οἱοισδήποτε τόποις τὸν ἴδιον τόπον οὐκ ἀπόλ‐ λυσι, πόσωι μᾶλλον ἐν τῆι Κωνσταντινουπολιτῶν πόλει ἐπίδοξος δύναται εἶναι ἡ με‐ | |
20 | γαλειότης, εἰ διὰ τῆς σῆς παραφυλακῆς καὶ ἐκδικήσεως οἵ τε πατρικοὶ κανόνες καὶ πολλοὶ ἱερεῖς ὑπόδειγμα ἔχοιεν ἀγαθότητος; Ταῦτά σοι γράφων, ἀδελφέ, ἐν τῶι δεσπότηι ἡμῶν προτρέπομαι καὶ ὑπομιμνήσκω ὅπως ἀφέμενος τῆς ἐπιθυμίας τῆς ἀμβιτίονος πνεύματι μᾶλλον ζέοις διαθέσεως καὶ ταῖς ἀρεταῖς ταύτης κατὰ τὴν διδασκαλίαν τὴν ἀποστολικὴν λυσιτελῶς κοσμηθείης. ἔστιν | |
25 | ἀνεξίκακος καὶ καλοθελὴς καὶ οὐκ ἐριστική, οὐδὲν πράττει μάτην οὐδὲ ὀγκοῦται οὐδὲ ἀμβιτιονεύει οὐδὲ ζητεῖ ἅπερ ἑαυτῆς ἴδιά ἐστιν. ὅθεν εἰ ἡ ἀγάπη οὐ ζητεῖ τὰ ἴδια, πόσον ἁμαρτάνει ὁ ἐπιθυμῶν τῶν ἀλλοτρίων; ὧν θέλω πάντηι ἵνα ἀπόσχηι καὶ ἔχοις κατὰ νοῦν ταύτην τὴν γνώμην ἥτις προαγορεύει· κάτεχε ὅπερ ἔχεις, μὴ ἄλλος δέξηται τὸν σὸν στέφανον. καὶ γὰρ εἰ τὰ μὴ συγκεχωρημένα ζητήσειας, αὐτὸς σαυτὸν τῶι | |
30 | σῶι ἔργωι καὶ τῆι σῆι κρίσει τῆς εἰρήνης πάσης τῆς ἐκκλησίας ἀποστερήσειας. Ὁ ἀδελφὸς καὶ συνεπίσκοπος ἡμῶν Λουκιανὸς καὶ ὁ ἐμὸς υἱὸς ὁ διάκονος Βασίλειος ὅσον τὸ κατ’ αὐτούς, σπουδαιότατα τὰ ἐγχειρισθέντα διήνυσαν, ἀλλὰ τῆι πράξει αὐτῶν τὸ ἔργον τὸ δίκαιον ἠρνήσατο. Ἐδόθη πρὸ ἕνδεκα Καλανδῶν Ἰουνίων ὑπατείας Ἑρκουλάνου τοῦ λαμπροτάτου | |
35 | Ἐπιστολὴ Λέοντος ἀρχιεπισκόπου Ῥώμης πρὸς τὸν εὐσεβέστατον βασιλέα Μαρκιανόν Τῶι πανενδόξωι καὶ φιλανθρωποτάτωι υἱῶι Μαρκιανῶι Λέων ἀρχιεπίσκοπος Ῥώμης. Μεγάληι χάριτι ἐλεημοσύνης θεοῦ πάσης τῆς καθολικῆς ἐκκλησίας ἐπολυ‐ πλασιάσθη χαρά, ὁπότε ἁγίαι καὶ ἐνδόξωι τῆς σῆς φιλανθρωπίας σπουδῆι ὀλεθριωτάτη | |
πλάνη ἀπεσβέσθη, ὥστε τὸν ἡμέτερον κάματον τάχιστα εἰς ἔργον ἐκβῆναι, ὧιτινι τῶι | 58 in vol. 2.1.2 | |
2,1,259 | θεῶι δουλεύων τῆι βασιλικῆι καὶ πίστει καὶ ἐξουσίαι ἐβοήθησας. εἰ γὰρ καὶ ἐν τῆι ἀρετῆι τοῦ ἁγίου πνεύματος μεταξὺ τῶν διχονοιῶν διὰ τοῦ ἀποστολικοῦ θρόνου ἡ τοῦ εὐαγγελίου ἐκδικητέα ἦν ἐλευθερία, τηλαυγεστέρα ὅμως ὤφθη ἡ χάρις τοῦ θεοῦ ** καὶ τῆι ἐκκλησίαι ἡ ἰδία ἀποκατέστη καθαρότης. ὁ πόλεμος τοίνυν ὅνπερ ὁ τῆς ἡμετέρας | |
5 | εἰρήνης ἐχθρὸς διήγειρεν, ἐπὶ τοσοῦτον εὐτυχῶς τῆς δεσποτικῆς δεξιᾶς μαχομένης κατώρ‐ θωται, ὥστε θριαμβεύοντος τοῦ Χριστοῦ μίαν πάντων τῶν ἱερέων εἶναι τὴν νίκην καὶ τοῦ φωτὸς ἐκλάμποντος τῆς ἀληθείας μόνας τὰς τῆς σκοτίας πλάνας μετὰ τῶν ἰδίων διδασκάλων ἐκβληθῆναι. 〈ὡς γὰρ ἐν〉 τῆι ἀναστάσει εἰς βεβαίωσιν τῶν ἀρχῶν τῆς πίστεως πολλὴ ἀμεριμνία ἐπῆλθε (καὶ γὰρ τινῶν ἀποστόλων περὶ τῆς σωματικῆς τοῦ | |
10 | δεσπότου Χριστοῦ ἀληθείας ἀμφιβαλλόντων καὶ ὄψει καὶ τῆι ἁφῆι τοὺς τύπους τῶν ἥλων καὶ τῆς λόγχης τὸ τραῦμα διερευνησαμένων ἡ ἀμφιβολία ἅπασιν, ἐν ὧι ἀμφέβαλλον, ἀφηιρέθη), οὕτως καὶ νῦν ὁμοίως ἐν τῶι τὴν ἀπιστίαν τινῶν ἐλέγχεσθαι πάντων τῶν ἀμφιβαλλόντων αἱ καρδίαι ἐθεμελιώθησαν καὶ ἐχρησιμεύθη ἅπασιν εἰς φωτισμὸν ὅπερ τισὶν ἐπήνεγκε τύφλωσιν. ἐν ὧι ἔργωι ἀξίως καὶ δικαίως μεγαλαυχεῖ ἡ ὑμετέρα με‐ | |
15 | γαλειότης, ἥτις πιστῶς καὶ κυρίως προενόησεν ὅπως τὰς Ἀνατολικὰς ἐκκλησίας ἡ τοῦ διαβόλου ἐπιβουλὴ μὴ βλάψηι, ἀλλ’ εἰς τὸ ἐξιλεώσασθαι τὸν θεὸν δεκτὰ πανταχοῦ προσ‐ ενεχθεῖεν ὁλοκαυτώματα, ὁπότε διὰ τοῦ μεσίτου θεοῦ καὶ ἀνθρώπων Ἰησοῦ Χριστοῦ ἡ αὐτὴ ἐξομολόγησις τῶν δήμων, ἡ αὐτὴ τῶν ἱερέων, ἡ αὐτὴ τῶν βασιλέων, γαληνότατε υἱὲ καὶ αὐτοκράτορ αὔγουστε. τούτων δὲ δι’ ἃ ἡ τοσαύτη γεγένηται τῶν ἱερέων | |
20 | σύνοδος, καλῶς καὶ εὐκταίωι τέλει συντεθέντων, θαυμάζω καὶ πάσχω ὅτιπερ τὴν εἰρήνην τῆς καθολικῆς ἐκκλησίας τὴν θεόθεν τεθεμελιωμένην ἀμβιτίονος πάλιν ἐπιχείρησις ταράττει. εἰ καὶ τὰ μάλιστα γὰρ χρησίμως ἑαυτοῦ ὁ ἀδελφὸς ὁ ἐμὸς Ἀνατόλιος προνενοηκέναι φαίνεται, ὥστε τῶν αὐτὸν χειροτονησάντων τὴν πλάνην παραλιμπάνων εἰς τὴν συναί‐ νεσιν τῆς καθολικῆς ἐκκλησίας σωτηριώδει διορθώσει παρῆλθεν, φυλάξαι ὅμως ὤφειλεν | |
25 | ἵνα ἐκεῖνο οὗπερ ἡμετέραι χάριτι φαίνεται ἐπιτυχών, μηδεμιᾶς ἐπιθυμίας φαυλότητι ταράξοι. ἡμεῖς γὰρ τῆς ὑμετέρας πίστεως καὶ τῆς μεσιτείας ἔχοντες τὴν προσοχήν, ὁπότε κατὰ τοὺς αὐθέντας τῆς ἰδίας χειροτονίας αἱ ἀρχαὶ αὐτοῦ ἔσκαζον, ἀγαθοὶ [τε] περὶ αὐτὸν ἤπερ δίκαιοι εἶναι ἠβουλήθημεν, ὅπως τὰς ταραχὰς ἁπάσας αἵτινες ἐργα‐ ζομένου τοῦ διαβόλου ἐξηγέρθησαν, προσληφθεισῶν θεραπειῶν καταπραύνωμεν, ἅτινα | |
30 | αὐτὸν ἐπιεικῆ μᾶλλον ἤπερ ἄμετρον ποιῆσαι ὤφειλεν, ὅστις εἰ καὶ ἐξαιρέτοις τισὶ πράξεσι καὶ καλλίστηι κρίσει νομίμως ἦν καὶ εἰωθότως χειροτονηθείς, κατὰ τῶν κανόνων ὅμως τῶν πατρικῶν, κατὰ τῶν τύπων τοῦ ἁγίου πνεύματος, κατὰ τῶν τῆς ἀρχαιότητος ὑποδειγμάτων οὐδαμῶς ὤφειλε βοηθεῖσθαι. παρὰ Χριστιανῶι καὶ ἀληθῶς εὐλαβεῖ καὶ ὀρθοδόξωι βασιλεῖ φθέγγομαι· πολὺ Ἀνατόλιος ὁ ἀρχιεπίσκοπος τῆς ἰδίας ἀφαιρεῖται | |
35 | ἀξίας, εἰ παρανόμωι αὔξεσθαι προκοπῆι εὔχεται. ἐχέτω, καθὼς εὐχόμεθα, Κωνσταν‐ τινούπολις τὴν ἰδίαν δόξαν καὶ σκεπούσης τῆς τοῦ θεοῦ δεξιᾶς πολυχρονίου τῆς ὑμετέρας ἀπολαύσει βασιλείας· ἄλλος γὰρ λόγος τῶν κοσμικῶν ἐστι πραγμάτων καὶ ἄλλος τῶν θείων, καὶ μὴ παρ’ ἐκείνην τὴν πέτραν ἥντινα ὁ δεσπότης ἐν τῶι θεμελίωι τέθεικεν, ἔστω ἰσχυρὸν οἱονδήποτε κατασκεύασμα. τὰ ἴδια ἀπόλλυσιν ὁ τῶν μὴ κεχρεωστημένων | |
40 | ἐπιθυμῶν. ἀρκέσει τῶι προλεχθέντι ὅτι βοηθείαι τῆς σῆς εὐσεβείας καὶ σπουδῆι τῆς | |
ἐμῆς συναινέσεως τῆς τοσαύτης πόλεως τὴν ἐπισκοπὴν κατέσχε· μὴ ἀπαξιώσηι ἔχειν | 59 in vol. 2.1.2 | |
2,1,260 | βασιλίδα πόλιν, ἥντινα ἀποστολικὸν θρόνον ποιῆσαι οὐ δύναται, ἀλλ’ οὐδέ τινι τρόπωι ἐλπίσει ὅτιπερ διὰ τοῦ προσκροῦσαι ἑτέροις δύναται αὐξηθῆναι. τὰ γὰρ προνόμια τῶν ἁγίων ἐκκλησιῶν τοῖς τῶν πατέρων κανόσι καὶ τῆς σεπτῆς συνόδου τῆς ἐν Νικαίαι τοῖς δόγμασι τετυπωμένα ἐξ οὐδεμιᾶς δύναται ἀναιδείας παρασπασθῆναι οὔτε μὴν | |
5 | οὐδεμιᾶι καινότητι ἐναλλάττεσθαι. ἐν ὧιπερ ἔργωι ἐπαμύνοντος τοῦ Χριστοῦ πιστῶς ἐκβιβασθησομένωι ἀναγκαῖόν ἐστιν ἐπίμονον παρασχεῖν με σπουδήν, ἐπειδήπερ διοίκησίς μοι ἐγκεχείρισται καὶ εἰς ἐμὴν τείνει κατηγορίαν, εἰ τῶν πατρικῶν δογμάτων οἱ κανόνες οἵτινες ἐν τῆι συνόδωι τῆι ἐν Νικαίαι εἰς διοίκησιν πάσης τῆς ἐκκλησίας πνεύματος θεοῦ διδάσκοντος τετύπωνται, ἐμοῦ, ὅπερ ἀπείη, συνδυάζοντος παρασαλευθεῖεν καὶ μείζων | |
10 | εἴη παρ’ ἐμοὶ ἑνὸς ἀδελφοῦ γνώμη ἤπερ ἁπάσης τῆς οἰκίας τοῦ δεσπότου ἡ κοινὴ λυσιτέ‐ λεια. καὶ διὰ τοῦτο γινώσκων τὴν ἔνδοξόν σου γαληνότητα τῆι ἐκκλησιαστικῆι σπουδάζειν ὁμονοίαι καὶ τοῖς τῆι εἰρηνοποιῶι ἑνώσει ἁρμόζουσιν εὐσεβῆ παρασχεῖν συναίνεσιν, δέομαι καὶ σπουδαιοτάτηι αἰτήσει ὑμᾶς παρακαλῶ ὅπως τὰς ἐπιχειρήσεις τὰς ἀναιδεῖς τὰς ἐναντίας τῆι ἑνώσει καὶ τῆι εἰρήνηι τῶν Χριστιανῶν ἀπὸ πάσης συναι‐ | |
15 | νέσεως τῆς ὑμετέρας εὐσεβείας ἀποκηρύξητε καὶ τοῦ ἐμοῦ ἀδελφοῦ Ἀνατολίου τὴν ἐπι‐ βλαβῆ ἑαυτῶι, εἰ ἐπιμένοι, ἐπιθυμίαν σωτηριωδῶς ἐπίσχητε, ἵνα μὴ τούτων ἅπερ τῆι ὑμετέραι δόξηι καὶ τοῖς χρόνοις ἐχθρὰ τυγχάνει, ἐπιθυμῶν μείζων θελήσοι εἶναι τῶν ἤδη ὄντων πρώτων καὶ ἐπ’ ἀδείας ἐκείνωι εἴη ὅσαις ἂν ἐθέλοι ἐκλάμπειν ἀρεταῖς, ὧν οὐχ ἑτέρως κοινωνός ἐστιν εἰ μὴ διαθέσει μᾶλλον ἐθέλοι κοσμεῖσθαι ἤπερ ἀμβιτίονι ἐκτείνεσθαι. | |
20 | ταύτην δὲ τὴν ἀναιδῆ ἐπιθυμίαν οὐδέποτε μὲν ὤφειλεν ἐν τῆι αὐτοῦ ἔχειν ψυχῆι, ἀλλ’ ὁπηνίκα αὐτῶι οἱ ἀδελφοὶ καὶ συνεπίσκοποι ἐμοὶ οἱ ὑπὲρ ἐμοῦ πράττοντες ἀντέβησαν, ἀπὸ τῆς παρανόμου τόλμης κἂν ἐκ τῆς αὐτῶν ὤφειλεν ἀργῆσαι ἀντιλογίας. καὶ γὰρ καὶ τῆς ὑμετέρας εὐσεβείας αἱ συλλαβαὶ καὶ τὰ αὐτοῦ γράμματα σημαίνει τοὺς πρεσ‐ βευτὰς τῆς ἀποστολικῆς καθέδρας, καθὼς ἐχρῆν, δικαιοτάτηι ἀντιρρήσει ἀντιβεβηκέναι, | |
25 | ὥστε μὴ παραίτησιν ἔχειν τὴν ἐπιχείρησιν, ἥτις ἑαυτὴν οὐδὲ ἐκτυπωθεῖσα ἐπέσχεν. ὅθεν ἐπειδὴ ἁρμόζει τῆι ὑμετέραι πίστει καὶ δόξηι ἵνα καθ’ ὃν τρόπον αἱ αἱρέσεις τοῦ θεοῦ δι’ ὑμῶν πράττοντος, οὕτω καὶ πᾶσα ἀμβιτίων ἐκκοπείη, 〈πράττετε〉 ὅπερ καὶ τῆς Χριστιανῶν ἐστιν εὐδοκιμήσεως καὶ τῆς βασιλικῆς, καὶ ὁ προλεχθεὶς ἐπίσκοπος φειδέσθω τῶν πατέρων, προνοήσει τῆς εἰρήνης καὶ μὴ ἐξεῖναι ἑαυτῶι πάντα ὑπολαμβανέτω, ἐπείπερ | |
30 | τῆι Ἀντιοχέων ἐκκλησίαι ἄνευ τινὸς ὑποδείγματος παρὰ τοὺς κανόνας ἐπίσκοπον χει‐ ροτονῆσαι ἐτόλμησεν, ὅπερ ἡμεῖς ἔρωτι τοῦ ἀνανεωθῆναι τὴν πίστιν καὶ σπουδῆι τῆς εἰρήνης ἀναψηλαφῆσαι ἠργήσαμεν. ἀποσχέσθω τοίνυν ἀπὸ τῆς τῶν ἐκκλησιαστικῶν κανόνων ὕβρεως καὶ τὰς παρανόμους ἐκκλινάτω παρεκβάσεις, ἵνα μὴ ἑαυτὸν ἀπὸ τῆς καθολικῆς ἐκκλησίας, ἕως οὗ ἐχθρὰ τῆι εἰρήνηι ἐπιχειρεῖ, ἀποσχίσηι. ὅντινα εὔχομαι | |
35 | μᾶλλον ἀδιαβλήτως πράττοντα φιλεῖν ἤπερ ταύτηι προσκαρτερεῖν τῆι τόλμηι, ἥτις αὐτὸν δύναται ἀπὸ πάντων χωρίσαι. Ὁ ἀδελφὸς δὲ ὁ ἐμὸς καὶ συνεπίσκοπος Λουκιανός, ὃς μετὰ τοῦ ἐμοῦ τέκνου Βασι‐ λείου τοῦ διακόνου τῆς ὑμετέρας γαληνότητος γράμματα πρὸς ἐμὲ ἐβάστασε, πάσηι καθοσιώσει τὴν ἐνταλθεῖσαν αὐτοῖς πρεσβείαν ἐπλήρωσεν, ὃς οὐκ ἂν λογισθείη ἀπο‐ | |
40 | λελεῖφθαι τοῦ πράγματος, ὅντινα μᾶλλον ἡ ὑπόθεσις ἀπολέλοιπεν. | |
Ἐδόθη πρὸ ἕνδεκα Καλανδῶν Ἰουνίων ὑπατείας Ἑρκουλάνου τοῦ λαμπροτάτου | 60 in vol. 2.1.2 | |
2,1,261 | Ἐπιστολὴ τοῦ εὐσεβεστάτου βασιλέως Μαρκιανοῦ πρὸς Λέοντα ἀρχιεπίσκοπον Ῥώμης Νικηταὶ Οὐαλεντινιανὸς καὶ Μαρκιανὸς ἔνδοξοι τροπαιοῦχοι ἀεὶ αὔγουστοι τῶι ἁγιωτάτωι πατρὶ καὶ ἀληθινῶς σεπτῶι Λέοντι ἀρχιεπισκόπωι. Τὴν μακαριότητα τὴν σὴν ταῖς συλλαβαῖς τῆς ἡμετέρας γαληνότητος σπουδαιότατα ὑγιαίνειν εὐχόμεθα ἐξαιτοῦντες | |
5 | ὅπως ἂν τὴν σπουδὴν τοῦ παντοκράτορος θεοῦ τῆι τῶν σῶν εὐχῶν ἡμῖν παράσχοις μεσιτείαι, ὥστε τὴν ἵλεω καὶ εἰρηνοποιὸν αὐτοῦ μεγαλειότητα πάντα τὰ αἴσια καὶ εὐκτὰ τῆι ἡμετέραι βασιλείαι παρασχεῖν καταξιώσει. θαυμάζομεν τὰ μάλιστα ὅτιπερ μετὰ τὴν ἐν Χαλκηδόνι σύνοδον καὶ τὰ γράμματα τῶν σεβασμίων ἐπισκόπων τὰ πρὸς τὴν σὴν θεοφίλειαν σταλέντα, δι’ ὧν ἅπαντα τὰ ἐν τῆι αὐτῆι συνόδωι γενόμενα ἐμήνυσαν, | |
10 | οὐδαμῶς πάντηι παρὰ τῆς σῆς ἁγιωσύνης τὰ τοιαῦτα γράμματα ἐξαπέσταλται, ἅτινα δηλονότι ἐν ταῖς ἁγιωτάταις ἐκκλησίαις ἀναγνωσθέντα εἰς τὴν τῶν πάντων ὤφειλε γνῶ‐ σιν ἐλθεῖν. ὅπερ τινῶν ταῖς ψυχαῖς, οἵτινες Εὐτυχοῦς ἔτι καὶ νῦν τὴν κακοδοξίαν καὶ τὴν διαστροφὴν μεταδιώκουσιν, ἀμφιβολίαν πολλὴν ἐνέβαλε πότερον ἡ σὴ μακαριότης τὰ ἐν τῆι ἁγίαι συνόδωι τυπωθέντα ἐβεβαίωσε, καὶ διὰ τοῦτο ἡ σὴ εὐλάβεια γράμματα | |
15 | ἐκπέμψαι καταξιώσει δι’ ὧν πάσαις ταῖς ἐκκλησίαις καὶ τοῖς δήμοις φανερὰ γενήσεται τὰ ἐν τῆι ἁγίαι συνόδωι πεπραγμένα παρὰ τῆς σῆς μακαριότητος βεβεβαιῶσθαι. ἐκεῖνο δηλαδὴ ὡς ἔπρεπεν ἐπίσκοπον ἀποστολικοῦ θρόνου, ἐξόχως ἡ σὴ ἁγιωσύνη ἐποίησεν ὅτι τοὺς ἐκκλησιαστικοὺς κανόνας φυλάττουσα οὐδὲν ἀπὸ τοῦ παλαιοῦ ἔθους καὶ τῆς τάξεως τῆς ποτε διατετυπωμένης καὶ ἀσαλεύτου μέχρι καὶ σήμερον διαμεινάσης ἠνέσχετο | |
20 | καινοτομηθῆναι· διὰ τὰ γράμματα δὲ τῆς σῆς ὁσιότητος οἷα καὶ ὁπόσα παρά τινων πέπρακται, δυνήσεται ἐξ ἑτέρων ἡ σὴ ἁγιωσύνη σαφέστατα καταμαθεῖν, οἷς ἀντιβῆναι οὐκ ἂν ἐβουλόμεθα 〈μὴ〉 διαβεβαιουμένης τῆς σῆς θεοφιλείας τῆι καθολικῆι πίστει καὶ ἀληθῶς ὀρθοδόξωι τὴν ἐν Χαλκηδόνι σύνοδον πάντων συναινούντων τῶν ἐπισκόπων ἠκολουθηκέναι. διά τοι τοῦτο ἡ σεβασμιότης ἡ σὴ ἴδια γράμματα τάχιστα ἐκπέμψει | |
25 | δι’ ὧν βεβαιοῦν αὐτὴν τὴν ἐν Χαλκηδόνι σύνοδον φανερώτατα ἐπιδείκνυσιν, ἵνα μὴ οἱ ἐπιθυμοῦντες ἀνοδιῶν δυνηθεῖεν τινὰ ἔχειν ὑπόνοιαν περὶ τῆς κρίσεως τῆς σῆς ἁγιω‐ σύνης. Ἐδόθη πρὸ δεκαπέντε Καλανδῶν Μαρτίων ἐν Κωνσταντινουπόλει Ἐπιστολὴ Λέοντος ἀρχιεπισκόπου Ῥώμης πρὸς τὴν ἐν Χαλκηδόνι ἁγίαν σύνοδον | |
30 | Λέων ἀρχιεπίσκοπος Ῥώμης τῆι ἐν Χαλκηδόνι ἁγίαι συνόδωι. Πᾶσαν μὲν τὴν ἀδελφότητα ὑμῶν εἰδέναι οὐκ ἀμφιβάλλω τοὺς ὅρους τῆς ἁγίας συνόδου ἥτις διὰ τὸ βεβαιωθῆναι τὴν πίστιν ἐν τῆι Χαλκηδονέων πόλει γεγένηται, ὅληι ψυχῆι με περιπλέκεσθαι, ἐπειδὴ οὐδὲ εἷς λόγος συνεχώρει ἵν’ ἐγώ, ὅστις τὴν ἕνωσιν τῆς καθολικῆς πίστεως παρὰ τῶν αἱρετικῶν τεταραγμένην ἔπασχον, μὴ εἰς τὸ ὑγιὲς ἀποκαταστῆναι χαρείην· τοῦτο | |
35 | δὲ οὐ μόνον ἐξ αὐτοῦ τοῦ ἔργου τῆς μακαρίας συναινέσεως, ἀλλὰ γὰρ καὶ ἐκ τῶν ἐπιστο‐ λῶν τῶν ἐμῶν ἃς μετὰ τὴν ἐπάνοδον τῶν διαφερόντων μοι πρὸς τὸν τῆς Κωνσταντινου‐ πολιτῶν ἐπίσκοπον διεπεμψάμην, ἐδύνασθε καταμαθεῖν, εἴπερ τοῦ ἀποστολικοῦ θρόνου τὴν ἀπόκρισιν φανερῶσαι ἠβουλήθη. ἵνα τοίνυν μὴ διὰ τῶν κακοθελῶν ἑρμηνευτῶν | |
ἀμφίβολον δόξηι πότερον συνόδωι τῆι ἐν Χαλκηδόνι διὰ τῆς ὁμοφωνίας ὑμῶν περὶ τῆς | 61 in vol. 2.1.2 | |
2,1,262 | πίστεως τετύπωται *, ταῦτα πρὸς πάντας τοὺς ἀδελφοὺς ἡμῶν καὶ συνεπισκόπους οἵτινες ἐν τῆι προλεχθείσηι συνόδωι γεγόνασι, γράμματα ἐξαπέσταλκα, ἅτινα ὁ ἐπίδοξος καὶ φιλανθρωπότατος βασιλεύς, καθὼς ἤιτησα, εἰς γνῶσιν ὑμετέραν πέμψαι κατὰ τὸν ἔρωτα τῆς καθολικῆς πίστεως καταξιώσει, ὡς ἂν καὶ πάντες οἱ ἀδελφοὶ καὶ πάντων τῶν | |
5 | ἀπίστων αἱ ψυχαὶ μάθοιεν ἐμὲ μὴ μόνον διὰ τῶν διακόνων μου οἵτινες ἐτοποτήρησαν, ἀλλὰ γὰρ καὶ διὰ τῆς συναινέσεως τῶν συνοδικῶν ὑπομνημάτων τὴν ἰδίαν μου ὑμῖν ἑνῶσαι γνώμην, ἐν μόνηι δηλαδὴ τῆι τῆς πίστεως αἰτίαι, ὅπερ πολλάκις λεκτέον ἐστί, δι’ ἣν τὸ γενικὸν συνέδριον καὶ ἀπὸ προστάγματος Χριστιανῶν βασιλέων καὶ ἀπὸ συναινέσεως τοῦ ἀποστολικοῦ θρόνου ἤρεσε συναθροισθῆναι, ὡς ἂν κατακριθέντων | |
10 | τῶν αἱρετικῶν οἵτινες διορθωθῆναι οὐκ ἠνέσχοντο, μηδεμία περιλιμπάνηται ἀμφιβολία περὶ τῆς ἀληθοῦς τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ σαρκώσεως. ὅθεν εἴ τίς ποτε τολμήσοι τὴν Νεστορίου ἀπιστίαν ἀσφαλίζεσθαι ἢ Εὐτυχοῦς ἢ Διοσκόρου τὸ ἀσεβὲς δόγμα ἐκδικεῖν, ἀπὸ τῆς τῶν καθολικῶν κοινωνίας ἀποκοπείη μήτε ἐχέτω τούτου τοῦ σώματος κοινωνίαν, οὗτινος ἤρνηται τὴν ἀλήθειαν, ἀδελφοὶ τιμιώτατοι. περὶ τοῦ | |
15 | φυλαχθῆναι ὁμοίως τῶν ἁγίων πατέρων τοὺς κανόνας οἵτινες ἐν τῆι τῆς Νικαέων συνόδωι ἀτρέπτοις δόγμασι συντέθεινται, τὴν παρατήρησιν τῆς ὑμετέρας ἁγιωσύνης ὑπομιμνήσκω ὅπως τὰ δίκαια τῶν ἐκκλησιῶν, καθὼς παρ’ ἐκείνων τῶν τριακοσίων δέκα καὶ ὀκτὼ πατέρων θεόθεν ἐμπνευσθέντων τετύπωται, διαμένοιεν. μηδὲν δὲ ἡ ἀναιδὴς ἀμβιτίων ἐπιθυμήσοι μήτε δι’ ἐλαττώσεως ἑτέρου αὔξησίν τις ἑαυτῶι περιποιῆσαι ἐθελήσοι. ἐφ’ | |
20 | ὅσον γὰρ δήποτε ἀποσπασθεισῶν συναινέσεων ἑαυτὴν τῆς ματαιότητος ὑπεροψία ὠχύρωσε καὶ τὰς ἰδίας ἐγχειρήσεις τῶι τῶν συνεδρίων ὀνόματι οἴεται βεβαιωτέας, ἀνίσχυρον καὶ ἀβέβαιον ἔσται πᾶν ὁτιοῦν ἀπάιδει τῶν κανόνων τῶν προλεχθέντων ** ὁ ἀποστολικὸς θρόνος σεπτῶς κέχρηται, τῶν ἐμῶν γραμμάτων δι’ ὧν τῶι Κωνσταντι‐ νουπόλεως ἐπισκόπωι τὰς ἐπιχειρήσεις παρωσάμην, δυνήσεται ἡ ὑμετέρα ἁγιωσύνη | |
25 | διὰ τῆς ἀναγνώσεως μαθεῖν ἐμὲ βοηθείαι τοῦ θεοῦ ἡμῶν καὶ τῆς πατρικῆς πίστεως καὶ τῶν καθολικῶν κανόνων εἶναι φύλακα. Ἐπιστολὴ Λέοντος ἀρχιεπισκόπου Ῥώμης πρὸς τὸν εὐσεβέστατον βασιλέα Μαρκιανόν Τῶι ἐπιδόξωι καὶ φιλανθρωποτάτωι υἱῶι Μαρκιανῶι αὐγούστωι Λέων ἀρχιεπί‐ σκοπος Ῥώμης. Πολλή μοι αἰτία χαρᾶς γίνεται ἐν πᾶσι τοῖς γράμμασι τῆς σῆς ἡμε‐ | |
30 | ρότητος. καὶ γὰρ ἐκ μεγίστης φιλανθρωπίας τῆς θείας προνοίας τοῖς πραγμασί σε τοῖς ἀνθρωπίνοις παρεσχημένον εὑρίσκω, ὅτιπερ τῆι ἐκκλησιαστικῆι εἰρήνηι καὶ ἑνώσει κατὰ τὸ εὐαγγελικὸν κήρυγμα φυλάττεσθαι * εὐσεβεῖ σπουδῆι βοηθεῖν καταξιοῖς, ὡς ἂν τῆς ὑμετέρας πίστεως ἡ δόξα μὴ μόνον ἐπὶ τῆι τῶν δημοσίων διοικήσει, ἀλλὰ καὶ ἐπὶ ταῖς ἐκκλησιαστικαῖς πράξεσιν αὐξηθείη, ἐνδοξότατε καὶ φιλανθρωπότατε υἱὲ καὶ αὐτο‐ | |
35 | κράτορ αὔγουστε. ὅθεν ἀφράστους τῶι θεῶι χάριτας ὁμολογῶ, ὅστις ἐν τούτωι τῶι καιρῶι ἐν ὧι τῶν αἱρετικῶν τὰ σκάνδαλα ἐγείρεσθαι προεγίνωσκεν, ὑμᾶς ἐν τῆι βασιλείαι καθίδρυσεν, ἐν οἷς εἰς σωτηρίαν τοῦ παντὸς κόσμου καὶ ἡ βασιλικὴ δύναμις καὶ ἡ ἱερατικὴ ἀνθεῖ σπουδή. καὶ γὰρ ὁπότε ἐξαιρέτωι ὑμῶν ἔργωι γεγένηται ὥστε ἐκ συνόδου κατακεκριμένων τῶν ἐκδικούντων τὸ δυσσεβὲς δόγμα πάσας τὰς δυνάμεις ἡ ἱερόσυλος | |
40 | πλάνη ἀπολέσει, εἰς νίκην τῆς αὐτῆς ἀνῆκε προθέσεως, εἰ τὸ κακὸν ὅπερ ἐν τοῖς ἰδίοις | 62 in vol. 2.1.2 |
2,1,263 | ἡγεμόσιν εὑρίσκεται, καὶ παρ’ οἱοισδήποτε ἑτέροις ἐξαλειφθείη. ὅπερ εὐχερέστερον ἡ σὴ γαληνότης ὑπολαμβάνει πληροῦν, εἰ ἀνὰ πάσας τὰς ἐκκλησίας τοὺς τύπους τῆς ἁγίας συνόδου τῆς ἐν Χαλκηδόνι τῶι ἀποστολικῶι θρόνωι ἀρέσαι διδαχθείη. περὶ οὗ οὐδὲ ὑπόνοια ἐγένετο ἀμφιβολίας, ὁπότε τῆι πίστει ταύτηι πάντων ὑπογραψάντων | |
5 | ἡ συναίνεσις προστέθειται, ἥτις παρ’ ἐμοῦ κατὰ τὸν τύπον τῆς ἀποστολικῆς διδασκαλίας καὶ τῆς πατρικῆς παραδόσεως ἐξεπέμφθη, καὶ διὰ τοῦ ἐμοῦ ἀδελφοῦ Λουκιανοῦ τοῦ ἐπισκόπου τοιαῦτα καὶ πρὸς τὴν σὴν ἐνδοξότητα καὶ πρὸς τὸν Κωνσταντινουπόλεως ἐπίσκοπον ἐξαπέσταλται γράμματα δι’ ὧν ἐναργέστατα δείκνυται ἐμὲ τῶν περὶ τῆς καθολικῆς πίστεως ἐν τῆι προλεχθείσηι συνόδωι τυπωθέντων ἔχεσθαι. ἀλλ’ ἐπείπερ | |
10 | ἐν τοῖς αὐτοῖς γράμμασι τὰ διὰ τὴν τῆς συνόδου ἀφορμὴν κακῶς ἐπιχειρηθέντα δια‐ βεβλήκειν, μᾶλλον ἠθέλησεν ὁ προλεχθεὶς ἐπίσκοπος τὴν ἐμὴν εὐχαριστίαν σιωπῆσαι ἤπερ τὴν ἰδίαν ἀμβιτίονα δημοσιεῦσαι. ἐμοὶ δὲ πολλὴ παρρησία τοῦ θεοῦ δι’ ὑμῶν παρέχοντος συνεισηνέχθη, ὅτιπερ ἀποδέξασθαι ὑμᾶς τὴν ἐμὴν ἀσφάλειαν ἣν τοῖς πατρικοῖς κανόσι φυλάττω, τῆς ὑμετέρας εὐσεβείας τοῖς γράμμασιν ἐμηνύσατε, καὶ δι‐ | |
15 | καίως διπλασιάζεταί μοι ἡ χαρά, ὁπότε ὑμῖν, ὦ ἐνδοξότατε βασιλεῦ, ἀρέσκειν γινώσκω ὡς ἂν καὶ ἡ ἐν Νικαίαι πίστις τὴν ἰδίαν κατάσχοι πίστιν καὶ τὰ προνόμια τῶν ἐκκλησιῶν ἀσάλευτα διαμένοιεν. εἰ καὶ τὰ μάλιστα δὲ περὶ τοῦ λαμπροῦ ἔργου τῆς ὑμετέρας πίστεως οὐδέν μοι ἡ σὴ εὐσέβεια ἐμήνυσεν, ὅμως ἐμοὶ διὰ τοῦ σέβοντος ὑμᾶς ἰδικῶς μετ’ ἐμοῦ, τοῦ ἐμοῦ ἀδελφοῦ καὶ συνεπισκόπου Ἰουλιανοῦ δεδηλῶσθαι σημαίνω ὡς | |
20 | εὐσεβεῖ κατηξιώσατε ἀποκρίσει τῶν ἀπείρων μοναχῶν τὰς ψυχὰς καὶ ἐπισχεῖν ὁμοῦ καὶ διδάξαι, ὥστε εἰ μὴ πάντηι αὐτοὺς ἡ θεία φιλανθρωπία καταλέλοιπεν, αἰσθάνεσθαι καὶ δεδιδάχθαι αὐτοὺς ὅπερ πιστεύουσι, καὶ εἰδέναι ὅπερ εὐλαβεῖσθαι ὀφείλουσιν. ἐπειδὴ δὲ παντὶ σθένει πείθεσθαι δεῖ τῆι τῆς σῆς εὐσεβείας εὐλαβεστάτηι προαιρέσει, τοῖς τύποις τῆς συνόδου οἵτινές μοι περὶ τῆς βεβαιώσεως τῆς καθολικῆς πίστεως καὶ περὶ τῆς τῶν | |
25 | αἱρετικῶν κατακρίσεως ἤρεσαν, ἡδέως τὴν ἐμαυτοῦ προστέθεικα γνώμην, ἥτις ὡς ἂν εἰς γνῶσιν πάντων τῶν ἱερέων καὶ τῶν ἐκκλησιῶν ἔλθοι, τῆς σῆς ἡμερότητος προστάξει τυπῶσαι καταξιώσει. χάριν θεοῦ ἔσεσθαι ἐλπίζω καὶ πιστεύω, ἥτις τὴν οὕτως ὁσίαν τοῦ τοσούτου βασιλέως φροντίδα τῆς ἰδίας ἐπιθυμίας τοῦ καρποῦ παρασκευάσει ἐπιτυ‐ χεῖν πρὸς τὸ πάσης διχονοίας ἀποτμηθείσης τῆς ἀποστολικῆς πανταχοῦ διδασκαλίας | |
30 | εἰρήνη καὶ ἀλήθεια κρατήσοι. τῶι ἀδελφῶι τῶι ἐμῶι Ἰουλιανῶι τῶι ἐπισκόπωι γινω‐ σκέτω με ἡ σὴ γαληνότης τοῦτο ἰδικῶς προστεταχέναι ἵνα εἰτιδηποτοῦν αὐτόθι εἰς παραφυλακὴν τῆς πίστεως ἀνήκειν δοκιμάσοι, ἐμῶι ὀνόματι τῆι ὑμετέραι εὐσεβείαι θαρρῶν ὑποβάλληι, ἐπειδὴ ὁμολογουμένως ἐπίσταμαι εἰς πάντων τούτων διόρθωσιν καὶ ἐκδίκησιν τοῦ θεοῦ ἐπιτρέποντος ὑμᾶς ἐπαρκεῖν. | |
35 | Ἑρμηνεία ἐπιστολῆς γραφείσης πρὸς Ἰουβενάλιον ἀρχιεπίσκοπον Ἱεροσολύμων παρὰ τοῦ ἀρχιεπισκόπου Ῥώμης Λέοντος Τῶι ἀγαπητῶι ἀδελφῶι Ἰουβεναλίωι Λέων ἀρχιεπίσκοπος Ῥώμης. Δεξάμενος | |
τὰ τῆς σῆς διαθέσεως γράμματα, ἅπερ τὰ τέκνα ἡμῶν Ἀνδρέας ὁ πρεσβύτερος καὶ ὁ | 63 in vol. 2.1.2 | |
2,1,264 | διάκονος Πέτρος ἐκόμισαν, ἥσθην μὲν ὅτιπερ ἐπὶ τὸν θρόνον τῆς σῆς ἐπισκοπῆς ἐξόν σοι γέγονεν ὑποστρέψαι, τῶν δὲ περιστάσεων τῶν σῶν ἁπασῶν συρρεουσῶν εἰς τὴν ἀνά‐ μνησιν τὴν ἐμήν, αἵτινές σε κατά τινας παρεξόδους καμεῖν πεποιήκασιν, ἤλγουν ὡς ἂν σοῦ σαυτῶι γεγονότος τῶν τοσούτων ἀστοχημάτων αἰτίου καὶ τὴν ἔνστασιν τὴν περὶ τὸ | |
5 | ἀνθίστασθαι τοῖς αἱρετικοῖς ἀπολέσαντος τοῖς νομίζουσιν οὐκέτι σε μετὰ παρρησίας τολμᾶν ἐλέγχειν αὐτοὺς οὓς ὡμολόγησας ἐπὶ τῆς πλάνης αὐτῶν τῆς ἰδίας ἀρέσκειν σοι. τὸ κατακρῖναι γὰρ τὸν τῆς ὁσίας μνήμης Φλαβιανὸν καὶ τὸ δέξασθαι τὸν δυσσεβέστατον Εὐτυχῆ τί ἦν εἰ μὴ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἡ κατὰ σάρκα ἀπάρνησις; ἣν αὐτὸς διὰ τῶν μεγάλων αὐτοῦ οἰκτιρμῶν ἀναλυθῆναι πεποίηκεν, ὁπότε τὴν ἀπευκτέαν ἐκείνην | |
10 | κρίσιν τῆς ἐν Ἐφέσωι συνόδου οὕτως διὰ τῆς αὐθεντίας τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου κατέλυσεν, ὥστε μηδένα τῶν πρὸς τὸ φαυλότερον ἐκτραπέντων ἀπεῖρξαι τῆς κατὰ τὴν ἴασιν διορθώσεως. ὅθεν ἐπειδὴ κατὰ τὸν καιρὸν τῆς συγχωρήσεως τὸ ἀνανῆψαι μᾶλλον ὑπὲρ τὸ ἐμμένειν ἠγάπησας, ἥδομαι τὴν ἄνωθεν ἰατρείαν αἰτοῦντός σου, ἵνα τὴν πίστιν τὴν ὑπὸ τῶν αἱρετικῶν πολεμουμένην ὀψὲ γοῦν δυνηθῆις φανῆναι διεκδικῶν. | |
15 | εἰ καὶ τὰ μάλιστα γὰρ οὐδενὶ τῶν ἐπισκόπων ἐξόν ἐστιν ἀγνοεῖν ὃ κηρύσσει, πολλῶι μᾶλλον ἐκεῖνος οὐκ ἔχει παραίτησιν ὑπὲρ πάντας τοὺς ἀμαθεῖς ὁ οἱοσδήποτε τυγχάνων Χριστιανὸς καὶ Ἱεροσόλυμα κατοικῶν, ὅστις πρὸς τὸ γινώσκειν τὴν δύναμιν τὴν τῶν εὐαγγελίων οὐ μόνον ἐκ τῶν ἐγγεγραμμένων αὐτοῖς λογίων, ἀλλὰ καὶ διὰ τῆς τῶν τόπων ἐκπαιδεύεται μαρτυρίας. καὶ ὅπερ 〈οὐκ〉 ἔστιν ἀλλαχοῦ μὴ πιστεύειν, ἐκεῖ οὐ δύναται | |
20 | μὴ ὁρᾶσθαι. τί κάμνει γὰρ ἡ διάνοια, ὅπου πάρεστιν ἡ θέα διδάσκαλος; καὶ τί τὰ ἐκ τῆς ἀναγνώσεως ἢ τῆς ἀκοῆς ἀμφιβάλλεται, ὅπου καὶ ὄψει καὶ τῆι ἁφῆι ὅλα τὰ τῆς σωτηρίας τῆς τῶν ἀνθρώπων ἐναργῶς ἑαυτὰ παρίστησι τὰ μυστήρια; ὡσανεὶ πρὸς ἅπαντας τοὺς ἐνδοιάζοντας ἔτι τοῦ κυρίου τῆι κατὰ σάρκα κεχρημένου φωνῆι καὶ λέ‐ γοντος· τί τεταραγμένοι ἐστὲ καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν εἰς | |
25 | τὰς καρδίας ὑμῶν; θεωρήσατε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. τοῖς ἀηττήτοις τοίνυν, προσφιλέστατε, κέχρησο τῆς καθολικῆς ἐκκλησίας διδάγμασι καὶ τὸ κήρυγμα τὸ τῶν εὐαγγελιστῶν τῆι μαρτυρίαι τῶν τόπων ἐν οἷς διάγεις, ἐκδίκησον. παρὰ σοὶ ἔστιν ἡ Βηθλεέμ, ἐν ἧι τῆς | |
30 | παρθένου τῆς Δαυιτικῆς ὁ σωτήριος τόκος ἐπέφανεν, ὃν ἑλισσόμενον ἐν σπαργάνοις ἐπὶ τῆς τοῦ καταγωγίου στενότητος ὑπεδέξατο φάτνη· παρὰ σοὶ ἐσημάνθη μὲν ὑπὸ ἀγγέλου, προσεκυνήθη δὲ ὑπὸ μάγων καὶ διὰ τοῦ θανάτου τῶν πλείστων βρεφῶν παρ’ Ἡρώιδου ἡ τοῦ σωτῆρος ἡμῶν ἐπεζήτηται νηπιότης· παρὰ σοὶ καθέστηκεν ἔνθα τὰ παιδικὰ αὐτοῦ ηὔξηται, ἔνθα ἤκμασεν ἡ νεότης καὶ κατὰ πρόβασιν σώματος εἰς ἄνδρα τέλειον | |
35 | ἡ ἀληθῶς ἀνθρώπου φύσις προέκοψεν, οὐ δίχα τροφῆς τῆς ἐκ πείνης, οὐ δίχα ὕπνου τῆς ἀναπαύσεως, οὐ δίχα τοῦ κατὰ τὸν ἔλεον θρήνου, ἀλλ’ οὐδὲ δίχα δέους τοῦ κατὰ τὴν ἀγωνίαν. ὁ αὐτὸς γάρ ἐστι καὶ εἷς ὃς καὶ ἐν μορφῆι θεοῦ [ὑπάρχει καὶ] τὰ μεγάλα | |
θαύματα εἴργασται τῆς δυνάμεως καὶ ἐν τῆι μορφῆι τῆι τοῦ δούλου τὸ χαλεπὸν τῶν | 64 in vol. 2.1.2 | |
2,1,265 | παθημάτων ὑπέμενε. τοῦτο ἀπαύστως αὐτὸς ὁ σταυρός σοι λαλεῖ· τοῦτο ὁ λίθος ὁ τοῦ μνήματος κέκραγεν, ἐν ὧι ὁ κύριος τὸ κατὰ ἄνθρωπον ἔκειτο καὶ ὅθεν κατὰ τὴν θείαν δύναμιν ἐξανέστη. καὶ ὅτε εἰς τὸ ὄρος ἀνέρχηι τῶν ἐλαιῶν προσκυνεῖν μέλλων τὸν τόπον τῆς ἀναβάσεως, ἆρ’ οὐκ ἐκείνη σοι δοκεῖ τῶν ἀγγέλων ἐνηχεῖν ἡ φωνὴ ταῖς | |
5 | σαῖς ἀκοαῖς ἡ λέγουσα πρὸς τοὺς θαυμάζοντας τοῦ κυρίου τὴν ὕψωσιν· ἄνδρες Γαλι‐ λαῖοι, τί ἑστήκατε ὁρῶντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν οὕτως ἥξει καθάπερ αὐτὸν ἐθεωρήσατε ἀνιόντα εἰς τὸν οὐρανόν. τὴν γέννησιν τοιγαροῦν τὴν ἀληθῆ τοῦ Χριστοῦ ὁ ἀληθὴς σταυρὸς βεβαιοῖ, ἐπειδὴ ὁ αὐτὸς ἐν τῶι ἡμετέρωι τίκτεται σώματι ὁ ἐν τῆι σαρκὶ τῆι ἡμετέραι σταυρούμενος, ἥτις κατ’ οὐδένα τρόπον | |
10 | ἁμαρτήματος ὑπάρχοντος ἐν αὐτῆι, εἰ μὴ ὅτι ἐκ τοῦ γένους ἦν τοῦ ἡμῶν, οὐκ ἂν θνητὴ τυγχάνειν ἠδύνατο. ἵνα δὲ καὶ τὴν ἁπάντων καινίσηι ζωήν, τὸ κοινὸν ἁπάντων ἐδέξατο πρᾶγμα καὶ τὴν δύναμιν τοῦ παλαιοῦ χειρογράφου, ὅπερ μόνος ἐν ἅπασιν οὐκ ἐπώφλησεν, ὑπὲρ ἁπάντων ἐκτίσας ματαίαν ἀπειργάσατο, ἵνα καθάπερ δι’ ἑνὸς ὑπευ‐ θύνου γεγονότος ἁμαρτωλοὶ πάντες ἐγένοντο, οὕτω διὰ τοῦ ἑνὸς ἀνευθύνου τυγχάνοντος | |
15 | πάντες ἀνεύθυνοι γένωνται, ἐκεῖ φοιτησάσης τῆς περὶ τοὺς ἀνθρώπους δικαιοσύνης, ἔνθα τὰ τῆς ἀνθρωπίνης φύσεως ἀνεδέχθη. οὐδενὶ γὰρ λόγωι ἐκτός ἐστιν οὗτος τῆς τοῦ ἡμετέρου σώματος ἀληθείας, περὶ οὗ ὁ εὐαγγελιστὴς ἀρχόμενος τοῦ κηρύγματος εἶπε· Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυὶδ υἱοῦ Ἁβραάμ, συναι‐ δούσης τῆς τοῦ μακαρίου Παύλου τοῦ ἀποστόλου διδασκαλίας τοῦ λέγοντος· ὧν οἱ | |
20 | πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὅς ἐστιν ἐπὶ πάντων θεὸς εὐλογημένος εἰς αἰῶνας, ὡσαύτως δὲ καὶ πρὸς Τιμόθεον μέμνησο, φησίν, Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν ἐκ σπέρματος Δαυίδ. αὕτη δὲ ἡ ἀλήθεια πόσαις τῆς τε παλαιᾶς καὶ τῆς καινῆς διαθήκης αὐθεντίαις διασημαίνεται, κατὰ τὸ πρόσ‐ φορον τῆι τῆς σῆς ἐπισκοπῆς ἀρχαιότητι σαφῶς ἐπιγινώσκεις, ὁπότε ἡ πίστις ἡ τῶν | |
25 | πατέρων καὶ τὰ γράμματα τὰ ἐμὰ τὰ πρὸς τὸν τῆς ὁσίας μνήμης Φλαβιανόν, ὧν αὐτὸς ἐμνημόνευσας, εἰς τὴν τῆς οἰκουμενικῆς συνόδου προστεθέντα βεβαίωσιν ἐξαρκεῖ. ὅθεν προνοεῖσθαι τὴν σὴν διάθεσιν χρὴ ὥστε μηδένα κατὰ τοῦ ἀρρήτου μυστηρίου τῆς ἡμετέρας λυτρώσεως καὶ ἐλπίδος ὑπογογγύζειν, ἀλλ’ εἴ τινές εἰσιν οἱ ἔτι τὴν τῆς ἀγνοίας ἀχλὺν ὑφιστάμενοι ἢ διχονοοῦντες διὰ φαυλότητα, διδαχθῶσιν ἐκ τῆς εἰσηγήσεως τῶν | |
30 | ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ τὴν ἀποστολικὴν καὶ σαφῆ ποιουμένων διδασκαλίαν πρὸς τὸ γινώσκειν αὐτοὺς ὡς περὶ τῆς σαρκώσεως τοῦ θεοῦ λόγου τοῦτο πιστεύομεν ὃ ἐκεῖνοι ἐπίστευσαν, καὶ μὴ διὰ τὴν σκληρότητα τὴν οἰκείαν ἐκτὸς ἑαυτοὺς ποιήσωσι τοῦ σώματος τοῦ Χριστοῦ, ὧιτινι καὶ συναπεθάνομεν καὶ συνανέστημεν, ἐπειδὴ οὔτε ἡ εὐσέβεια ἡ τῆς πίστεως οὔτε ὁ τοῦ μυστηρίου λόγος ἀνέχεται ἢ ἐν τῆι ἰδίαι οὐσίαι | |
35 | εἶναι τὴν θεότητα παθητὴν ἢ διεψεῦσθαι ἐν τῆι ληφθείσηι φύσει τῆι ἡμῶν τὴν ἀλήθειαν. | 65 in vol. 2.1.2 |
2,1,269 | Τρίτη πρᾶξις τῶν ἐν Χαλκηδόνι Ὑπατείαι τοῦ δεσπότου ἡμῶν Μαρκιανοῦ τοῦ αἰωνίου αὐγούστου καὶ τοῦ δη‐ λωθησομένου τῆι πρὸ ἓξ Εἰδῶν Ὀκτωβρίων ἐν Χαλκηδόνι κατὰ κέλευσιν τοῦ θειοτάτου καὶ εὐσεβεστάτου δεσπότου ἡμῶν Μαρκιανοῦ τοῦ | |
5 | αἰωνίου αὐγούστου συνελθόντων ἐν τῆι ἁγίαι ἐκκλησίαι τῆς ἁγίας μάρτυρος Εὐφημίας τῶν ἐνδοξοτάτων ἀρχόντων, τουτέστι τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου στρατηλάτου ἀπὸ [ἐπάρχων καὶ] ὑπάτων καὶ πατρικίου Ἀνατολίου καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἐπάρχου τῶν ἱερῶν πραιτωρίων | |
10 | Παλλαδίου καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἐπάρχου πόλεως Τατιανοῦ καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου μαγίστρου τῶν θείων ὀφφικίων Βιγκομάλου καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου μαγίστρου Μαρτιαλίου | |
15 | καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου κόμητος τῶν καθωσιωμένων δομεστίκων Σπορακίου καὶ τοῦ μεγαλοπρεπεστάτου κόμητος τῶν θείων πριβάτων Γενεθλίου, προσέτι δὲ καὶ τῆς ἐνδόξου συγκλήτου, τουτέστι τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ ἐπάρχων καὶ ὑπάτων καὶ πατρι‐ | |
20 | κίου Φλωρεντίου καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ ὑπάτων καὶ πατρικίου Σενάτορος καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ μαγίστρων καὶ ὑπάτων καὶ πατρικίου Νόμου | |
25 | καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ ἐπάρχων καὶ ὑπάτων καὶ πατρικίου Πρωτογένους καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ ἐπάρχων Ζωίλου καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ ἐπάρχων πόλεως Θεοδώρου | |
καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ ἐπάρχων Ἀπολλωνίου | 69 in vol. 2.1.2 | |
2,1,270 | καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ πραιποσίτων Ῥωμανοῦ καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ ἐπάρχων Ἰλλυρικοῦ Θεο‐ δώρου καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ ἐπάρχων πραιτωρίων | |
5 | Κωνσταντίνου καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ πραιποσίτων Ἀρτάξου, συνελθούσης δὲ καὶ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς κατὰ θεῖον θέσπισμα ἐν τῆι Χαλκηδονέων πόλει συναθροισθείσης, τουτέστι Πασκασίνου καὶ Λουκινσίου τῶν εὐλαβεστάτων ἐπισκόπων καὶ Βονιφατίου | |
10 | τοῦ εὐλαβεστάτου πρεσβυτέρου ἐπεχόντων τὸν τόπον τοῦ ὁσιωτάτου καὶ θεο‐ φιλεστάτου ἀρχιεπισκόπου τῆς πρεσβυτέρας Ῥώμης Λέοντος καὶ Ἀνατολίου τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου τῆς μεγαλωνύμου Κωνσταντινουπόλεως νέας Ῥώμης καὶ τῶν λοιπῶν ὁσιωτάτων καὶ εὐλαβεστάτων ἐπισκόπων, τουτέστι | |
15 | Μαξίμου Ἀντιοχείας Κυιντίλλου Ἡρακλείας ἐπέχοντος τὸν τόπον Ἀναστασίου ἐπισκόπου Θεσσα‐ λονίκης Στεφάνου Ἐφέσου Λουκιανοῦ Βύζης ἐπέχοντος τὸν τόπον Κυριακοῦ ἐπισκόπου Ἡρακλείας Θράικης | |
20 | Διογένους Κυζίκου Πέτρου Κορίνθου Φλωρεντίου Σάρδεων Εὐνομίου Νικομηδείας Εὐσεβίου καὶ Κωνσταντίνου πρεσβυτέρων ἐπεχόντων τὸν τόπον Ἀναστασίου | |
25 | ἐπισκόπου Νικαίας Ἐλευθερίου Χαλκηδόνος Μελετίου Λαρίσσης ἐπέχοντος τὸν τόπον Δόμνου ἐπισκόπου Ἀπαμείας Συρίας δευτέρας Ἀμφιλοχίου Σίδης | |
30 | Ἰουλιανοῦ τῆς Κώιων πόλεως ἐπέχοντος καὶ αὐτοῦ τὸν τόπον τοῦ ἀποστολικοῦ θρόνου Ῥώμης Θεοδώρου Ταρσοῦ Κύρου Ἀναζάρβου Κωνσταντίνου Βόστρων | |
35 | Φωτίου Τύρου Θεοδώρου Δαμασκοῦ Νόννου Ἐδέσσης Συμεῶνος Ἀμίδης Ἰωάννου Σεβαστείας | |
40 | Σελεύκου Ἀμασείας | 70 in vol. 2.1.2 |
2,1,271 | Κωνσταντίνου Μελιτηνῆς Πατρικίου Τυάνων Πέτρου Γαγγρῶν Φωτεινοῦ ἀρχιδιακόνου ἐπέχοντος τὸν τόπον Δωροθέου Νεοκαισαρείας | |
5 | Ῥωμανοῦ Μύρων Κριτωνιανοῦ Ἀφροδισιάδος Καρίας Νουνεχίου Λαοδικείας Μαρινιανοῦ Συνάδων Ὀνησιφόρου Ἰκονίου | |
10 | Περγαμίου Ἀντιοχείας Πισιδίας Ἐπιφανίου Πέργης Ἀττικοῦ Νικοπόλεως Μαρτυρίου Γορτύνης Λουκᾶ Δυρραχίου | |
15 | Κωνσταντίνου Δημητριάδος ἐπέχοντος τὸν τόπον Βιγιλαντίου Λαρίσσης Θεσσα‐ λίας Φραγκίωνος Φιλιππουπόλεως Βασιλείου Τραιανουπόλεως Σεβαστιανοῦ Βεροίας Μακεδονίας | |
20 | Θεοκτίστου Βεροίας Συρίας Γεροντίου Σελευκείας Εὐσεβίου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Μακαρίου Λαοδικείας Συρίας Εὐσεβίου Δορυλαίου Σάβα Πάλτου | |
25 | Σωφρονίου Κωνσταντίνης Πατρικίου Νεοκαισαρείας Μάρα Ἀνασάρθας Ῥωμύλου Χαλκίδος Λεοντίου Ἀσκάλωνος | |
30 | Ἀνιανοῦ Καπετωλιάδος Ζεβέννου Πέλλης Ἰωάννου Τιβεριάδος Βηρύλλου Ἀιλᾶ Ἀρέτα Ἐλούσης | |
35 | Μουσωνίου Σηγώρ Παγκρατίου Λιβιάδος Ζωσίμου Μινωίδος Πολυχρονίου Ἀντιπατρίδος Ἰωάννου Γαδάρων | |
40 | Παύλου Ἀνθηδόνος Φωτεινοῦ Λύδδης Ἡρακλείου Ἀζώτου | |
Μαρκιανοῦ Γεράρων | 71 in vol. 2.1.2 | |
2,1,272 | Στεφάνου Ἰαμνίας Ἐπικτήτου Διοκλητιανουπόλεως Ῥωμανοῦ Εὐδοξιουπόλεως Θεοδώρου Κλαυδιουπόλεως Ἰσαυρίας | |
5 | Ἰουλίου Κελενδέρεως Ἐπιφανίου Κέστρων Αἰλιανοῦ Σελινοῦντος Γαίου Συέδρων Ἀμμωνίου Ἰωτάπης | |
10 | Ματάλου Φιλαδελφείας Μάρκου Ἀρεθούσης Τιμοθέου Βαλανέων Εὐσεβίου Σελευκοβήλου Εὐτυχιανοῦ Ἐπιφανείας | |
15 | Παύλου Μαριάμμης Λαμπαδίου Ῥαφανέων Ἀλεξάνδρου Σεβαστῆς Φιλίππου Ἀδάνης Ὑπατίου Ζεφυρίου | |
20 | Θεοδώρου Αὐγούστης Ἰουλιανοῦ Ῥωσοῦ Πολυχρονίου Ἐπιφανείας Ἰωάννου Φλαβιάδος Ἰνδίμου Εἰρηνουπόλεως | |
25 | Σωφρονίου χωρεπισκόπου ἐπέχοντος τὸν τόπον Βασσιανοῦ Μοψουεστίας Πρόκλου Ἀδράων Εὐλογίου Φιλαδελφείας Θεοδοσίου Κανώθας Ὁρμίσδου Φιλιππουπόλεως | |
30 | Δαμιανοῦ Σιδῶνος Θεοδώρου Τριπόλεως Ὀλυμπίου Πανεάδος Παύλου Πτολεμαίδος Παύλου Ἀράδου | |
35 | Θωμᾶ Πορφυρεῶνος Πορφυρίου Βοτρύων Φωσφόρου Ὀρθωσιάδος Πορφυρίου ἀρχιδιακόνου ἐπέχοντος τὸν τόπον Οὐρανίου ἐπισκόπου Ἐμίσης Ἰωσὴφ Ἡλιουπόλεως | |
40 | Ἰορδάνου Ἀβίλης Οὐαλερίου Λαοδικείας | |
Θωμᾶ Εὐαρίας | 72 in vol. 2.1.2 | |
2,1,273 | Θεοδωρήτου Κύρρου Ῥουφίνου Σαμοσάτων Ἰωάννου Γερμανικείας Τιμοθέου Δολίχης | |
5 | Εὐολκίου Ζεύγματος Ἀθανασίου Πέρρης Ζεβέννου Μαρτυροπόλεως Καλλινίκου Ἀπαμείας Καιουμᾶ Μαρκουπόλεως | |
10 | Ἰωάννου Καρρῶν Ἁβραμίου Κιρκηνσίου Λευκαδίου Μνίζου Ἰωάννου ἔθνους Σαρακηνῶν Νώου Χηφᾶ | |
15 | Ἰωάννου Πολεμωνίου Γρατιανοῦ Κερασοῦντος Ἰουλιανοῦ Ταβείας Μελιφθόγγου Ἰουλιουπόλεως Ὑπερεχίου Ἀσπώνων | |
20 | Ἀκακίου Κίννης Εὐφρασίου Λαγανίας Κεκροπίου Σεβαστοπόλεως Ἰωάννου Νικοπόλεως Ἀττικοῦ Ζήλων | |
25 | Ἀντιόχου Σινώπης Εὐχαρίου διακόνου ἐπέχοντος τὸν τόπον Παραλίου Ἀνδράπων Παύλου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Οὐρανίου Ἰβώρων Ἀκακίου Ἀριαραθείας Ἡρακλείου Κομάνων | |
30 | Ἀδελφίου χωρεπισκόπου ἐπέχοντος τὸν τόπον Ἀδολίου Ἀραβισσοῦ Εὐφρονίου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Δόμνου Κουκουσοῦ Ὀτρηίου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Ἰωάννου Ἄρκης Θεοδοσίου Ναζιανζοῦ Ἀριστομάχου Κολωνείας | |
35 | Ῥήνου Ἰουνοπόλεως Ἐπιφανίου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Αἰθερίου Πομπηιουπόλεως | |
Φιλοτίμου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Θεμιστίου Ἀμάστριδος | 73 in vol. 2.1.2 | |
2,1,274 | Θεοδώρου Ἡρακλείας Εὐλογίου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Γενεθλίου Κρατείας Θεοφίλου Ἀδριανουπόλεως Ἐλπιδίου τῶν Θέρμων | |
5 | Ἀκύλα Εὐδοξιάδος Μυστηρίου Ἀμορίου Λογγίνου Ὁρκιστοῦ Δοκιμασίου Μαρωνείας Σερήνου Μαξιμιανουπόλεως Ῥοδόπης | |
10 | Αἰθερίχου Σμύρνης Εὐσεβίου Κλαζομενῶν Κυριακοῦ Αἰγέης Μάμα Ἀνινήτου Λεοντίου Μαγνησίας Μαιάνδρου | |
15 | Κοίντου Φωκαίας Πρόκλου Ἀργίζων Θωμᾶ Αὐλίου κώμης Ὀλυμπίου Θεοδοσιουπόλεως Φιλίππου Νέας αὐλῆς | |
20 | Ῥουφίνου Βριούλων Μαρκελλίνου Μητροπόλεως Ἡσαίου Ἐλαιτῶν Παυλίνου Θεοδοσιουπόλεως Ἰουλιανοῦ Ὑπαίπων | |
25 | Ἑσπέρου Πιτάνης Προτερίου Μυρίνης Βασιλικοῦ Παλαιᾶς πόλεως Μαιονίου Νύσης Πέτρου Δαρδάνου | |
30 | Θαλασσίου Παρίου Δαυὶδ Ἀδριανῶν Εὐλαλίου Πιονίων Πιονίου Τρωιάδος Στεφάνου Ποιμανηνοῦ | |
35 | Θεοσεβίου Ἰλίου Ἑρμείου Ἀβύδου Δανιήλου Λαμψάκου Πατρικίου Ἀδριανοῦ θηρῶν Μενεκράτους Κηράσσων | |
40 | Κοσσινίου Ἱεροκαισαρείας ἐπέχοντος τὸν τόπον καὶ Ἀνδρέου Σατάλων Ἡλία Βλανδοῦ | |
Πολυκάρπου Ταβάλων | 74 in vol. 2.1.2 | |
2,1,275 | Πατρικίου Ἀκρασσοῦ Παύλου Τριπόλεως Ἀμαχίου Σεττῶν Λευκίου Ἀπόλλωνος ἱεροῦ | |
5 | Γεμέλλου Στρατονικείας Ἀλκιμήδους Σιλάνδου Διονυσίου Ἀτταλείας Νικολάου Ἀκαρασσέων ἐπέχοντος καὶ αὐτοῦ τὸν τόπον Στεφάνου Λιμύρων Ζηνοδότου Τερμισσοῦ | |
10 | Φρόντωνος Φασηλιτῶν Φιλίππου Βαλβουρέων Θεοδώρου Ἀντιφέλλου Λεοντίου Ἀράξων Ἀντιπάτρου Καύνου | |
15 | Ἀνδρέου Τλωέων Ῥωμανοῦ Βουβονέων Νικίου Μεγάρων Ἀθανασίου Ὀποῦντος Δομνίνου Πλαταιῶν | |
20 | Ὀνησίμου Ἄργους Μάρκου Εὐροίας Περεγρίνου Φοινίκης Εὐτυχίου Ἀδριανουπόλεως Κλαδέου Ἀγχιασμοῦ | |
25 | Σωτηρίχου Κερκύρας Διονυσίου Ἀντιοχείας Ἰωάννου Ἀλίνδων Πλακίλλου Ἰασσοῦ Παπίου Ἐρίζων | |
30 | Διονυσίου Ἡρακλείας Λάτμου Μενάνδρου Ἡρακλείας Σαλβάκης Εὐπειθίου Στρατονικείας Ἰωάννου Ἀμαζόνος Τυγχανίου Ἀπολλωνιάδος | |
35 | Θεοδωρήτου Ἀλαβάνδων Ἰωάννου Κνίδου Ἰουλιανοῦ πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Καλανδίωνος Ἁλικαρνασοῦ Δανιήλου Κάδων Μοδέστου Σεβαστῆς | |
40 | Παύλου Ἀριστίου | |
Εὐλαλίου Σιβλίας | 75 in vol. 2.1.2 | |
2,1,276 | Χάρητος Διονυσιουπόλεως Ἰωάννου Τραπεζουπόλεως Γενναδίου Ἀκμονέων Θωμᾶ Θεοδοσιουπόλεως | |
5 | Γενναδίου Μοσσύνων Εὐάνδρου Διοκλείας Γεροντίου Βασιλινουπόλεως Ἀλφίου Μύνδου Θεοκτίστου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Διογένους Ὀρθωσιαίων | |
10 | Φιλοθέου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Ζωτικοῦ Ἀριασσοῦ Μείρου Εὐλάνδρων Λουκιανοῦ Ἰψοῦ Φιλίππου Λυσιάδος Ἐπιφανίου Μιδαείου | |
15 | Ἀβερκίου Ἱεραπόλεως Κυριακοῦ Εὐκαρπίας Εὐστοχίου Δοκιμίου Ἀκύλου Αὐρόκρων Βασιλείου Νακωλείας | |
20 | Στρατηγίου Πολυβώτου Νεοπτολέμου Κόρνων Παύλου Δέρβης Πλουτάρχου Λύστρων Εὐγενίου Κάνων | |
25 | Ῥούφου Ὕδης Τυράννου Οὐμανάδων Ἀχολίου Λαράνδων Εὐτροπίου Ἀδάδων Παύλου Φιλομηλίου | |
30 | Παυλίνου Ἀπαμείας Θεοτέκνου Τυραείου Ἑορτικίου Μητροπόλεως Κύρου Σινιάνδου Λιβανίου Παρλάου | |
35 | Ἀλεξάνδρου Σελευκείας Ὀλυμπίου Σωζοπόλεως Φοντηιανοῦ Σαγαλασσοῦ Ἀδήλου χωρεπισκόπου ἐπέχοντος τὸν τόπον Μεσσαλίνου Λαοδικείας Βασσωνᾶ Νέας πόλεως | |
40 | Φλωρεντίου Ἀδριανουπόλεως | |
Μουιανοῦ Λιμένου | 76 in vol. 2.1.2 | |
2,1,277 | Εὐελπίστου χωρεπισκόπου ἐπέχοντος τὸν τόπον Φλωρεντίου Τενέδου Σωτηρᾶ Θεοδοσιανῆς ἐπέχοντος τὸν τόπον καὶ Ἡλιοδώρου Ἀμαθοῦντος καὶ Προεχίου Ἀρσινόης Ἐπαφροδίτου Ταμάσου, ἐπέχοντος τὸν τόπον καὶ Διδύμου Λαπίθου | |
5 | Διονυσίου διακόνου ἐπέχοντος τὸν τόπον Φωτεινοῦ Κύθρων Ἰωάννου Μεσσήνης Ὠφελίμου Τεγέας Εἰρηναίου Ναυπάκτου Κυρίλλου Σούβριτος | |
10 | Γενναδίου Κνωσσοῦ Εὐσεβίου Ἀπολλωνίας Δημητρίου Λάππης Εὐφράτου Ἐλευθέρνης Χρυσογόνου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Παύλου Καντάνων | |
15 | Σώιζοντος Φιλίππων Εὐσεβίου Δοβήρων Μαξιμίνου Σερρῶν Νικολάου Στοβῶν Δαρδανίου Βαργάλων | |
20 | Ὁνωράτου Θάσου Θεοφίλου Ἀριεσσοῦ Νέωνος Σιλλύου Διοδότου Λυσινέων Μάρα Κοδρούλων | |
25 | Παύλου Πόγλων Μαρκελλίνου Ἰσίνδων Μακεδόνος Μαγύδου Εὐδοξίου Ἐτέννων Εὐγενίου Κοτέννων | |
30 | Μαρκελλίνου Κοραλλίας Ὀβρίμου Κορακησίου Πέτρου Ἐχινέων Αὐρηλίου Ἄφρου Εὐσταθίου ἔθνους Σαρακηνῶν | |
35 | Ῥεστιτιανοῦ Ἄφρου καὶ καθεσθέντων πάντων πρὸ τῶν καγκέλλων τοῦ ἁγίου θυσιαστηρίου οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· | |
Τῆι προτεραίαι συνόδωι περὶ τῆς κατὰ Φλαβιανὸν τὸν τῆς εὐλαβοῦς μνήμης καὶ Εὐσέ‐ | 77 in vol. 2.1.2 | |
2,1,278 | βιον τὸν εὐλαβέστατον ἐπίσκοπον καθαιρέσεως ἡ ζήτησις ἐγένετο καὶ πᾶσιν ὑμῖν φανερὸν κατέστη ὅπως [καὶ] δικαίως καὶ κατὰ τὴν ἀκολουθίαν τὰ τῆς ἐξετάσεως προέβη καὶ ἀπεδείχθησαν τότε ὠμῶς καὶ μὴ προσηκόντως καθαιρεθέντες. ἅπερ τοίνυν ἡμῖν ἐφάνη ἐπὶ τούτωι τῶι κεφαλαίωι δεῖν γενέσθαι, τὸ τηνικαῦτα ὑμῖν δῆλα ἐκ τῆς διαλαλιᾶς ἐγένετο· | |
5 | νῦν δὲ τὸ ζητούμενον καὶ κρινόμενον καὶ σπουδαζόμενόν ἐστιν ὥστε τὴν ἀληθῆ πίστιν συγκροτηθῆναι, δι’ ἣν μάλιστα καὶ ἡ σύνοδος γέγονεν. εἰδότες οὖν ὡς καὶ τῶι θεῶι λόγον δώσετε ὑπέρ τε τῆς οἰκείας ἕκαστος ὑμῶν ψυχῆς καὶ ὑπὲρ ἡμῶν ἁπάντων, οἵτινες καὶ διδαχθῆναι τὰ τῆς θρηισκείας ἐπιθυμοῦμεν ὀρθῶς καὶ πᾶσαν ἀμφισβήτησιν ἀναιρε‐ θῆναι ἐκ τῆς πάντων τῶν ὁσίων πατέρων ὁμονοίας καὶ συναινέσεως καὶ συμφώνου ἐκ‐ | |
10 | θέσεως καὶ διδασκαλίας, σπουδάσατε ἄνευ φόβου ἢ χάριτος ἢ ἀπεχθείας τὴν πίστιν καθαρῶς ἐκθέσθαι, ὥστε καὶ τοὺς δοκοῦντας μὴ ταὐτὰ πᾶσιν πεφρονηκέναι τῆι τῆς ἀλη‐ θείας ἐπιγνώσει ἐπαναχθῆναι εἰς τὴν ὁμόνοιαν. εἰδέναι γὰρ ὑμᾶς βουλόμεθα ὡς ὁ θειότατος καὶ εὐσεβέστατος δεσπότης τῆς οἰκουμένης καὶ ἡμεῖς τὴν ὀρθόδοξον πίστιν τὴν παρὰ τῶν τιη καὶ παρὰ τῶν ρν, ἔτι μὴν καὶ παρὰ τῶν λοιπῶν ἁγίων καὶ ἐπιδόξων | |
15 | πατέρων παραδοθεῖσαν φυλάττομεν καὶ κατὰ ταύτην πιστεύομεν. ἀνέγνων ἀνέγνωμεν ἀνέγνω. Οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐπεβόησαν· Ἔκθεσιν ἄλλην οὐδεὶς ποιεῖ οὐδὲ ἐγχειροῦ‐ μεν οὐδὲ τολμῶμεν ἐκθέσθαι· ἐδίδαξαν γὰρ οἱ πατέρες καὶ ἐγγράφως σώιζεται τὰ παρ’ ἐκεί‐ νων ἐκτεθέντα καὶ παρ’ ἐκεῖνα λέγειν οὐ δυνάμεθα. | |
20 | Κεκρόπιος ὁ εὐλαβέστατος ἐπίσκοπος Σεβαστουπόλεως εἶπεν· Ἀνεφύη τὰ κατὰ Εὐτυχῆ· ἐπὶ τούτοις τύπος ἐδόθη παρὰ τοῦ ἐν Ῥώμηι ἁγιωτάτου ἀρχιεπισκόπου καὶ στοιχοῦμεν αὐτῶι καὶ ὑπεγράψαμεν πάντες τῆι ἐπιστολῆι. Οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐπεβόησαν· Ταῦτα πάντες λέγομεν· ἀρκεῖ τὰ ἐκ‐ τεθέντα· ἄλλην ἔκθεσιν οὐκ ἐξὸν γενέσθαι. | |
25 | Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Εἰ δοκεῖ τῆι ὑμετέραι εὐλαβείαι, οἱ ὁσιώτατοι πατριάρχαι διοικήσεως ἑκάστης ἐπιλεξάμενοι ἕνα ἢ δεύτερον τῆς οἰκείας ἕκαστος διοικήσεως εἰς τὸ μέσον παρελθόντες καὶ κοινῆι περὶ τῆς πίστεως βου‐ λευσάμενοι τὰ συνδοκοῦντα φανερὰ πᾶσι καταστήσωσιν, ὥστε εἰ μὲν σύνθοιντο πάντες, λυθῆναι πᾶσαν ἀμφισβήτησιν, ὅπερ εὐχόμεθα· εἰ δέ τινες, ὅπερ οὐχ ἡγούμεθα, ἐναντία | |
30 | φρονήσαιεν, ὥστε καὶ τὰς ἐκείνων φανερὰς καταστῆναι γνώμας. Ῥω ἀνέγνων ἀν‐ έγνωμεν ἀνέγνω. Οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Ἔγγραφον ἔκθεσιν οὐ ποιούμεθα· κανὼν ἔστιν ὁ διαγορεύων ἀρκεῖν τὰ ἐκτεθέντα· ὁ κανὼν βούλεται ἄλλην ἔκθεσιν μὴ γενέσθαι. τὰ τῶν πατέρων κρατείτω. | |
35 | Φλωρέντιος ὁ εὐλαβέστατος ἐπίσκοπος Σάρδεων εἶπεν· Ἐπειδὴ οὔκ ἐστι δυνα‐ τὸν σχεδιάσαι περὶ πίστεως τοὺς δεδιδαγμένους ἕπεσθαι τῆι Νικαέων ἁγίαι συνόδωι καὶ τῆι ἐν Ἐφέσωι ὀρθῶς συγκροτηθείσηι καὶ εὐσεβῶς κατὰ τὴν πίστιν τῶν ἁγίων πατέ‐ ρων Κυρίλλου καὶ Κελεστίνου καὶ τὴν ἐπιστολὴν τοῦ ἁγιωτάτου Λέοντος, ἱκετεύομεν τὸ | |
ὑμέτερον μέγεθος δοθῆναι ἡμῖν προσθεσμίαν ὥστε μετὰ σκέμματος πρέποντος προσ‐ | 78 in vol. 2.1.2 | |
2,1,279 | ελθεῖν τῆι ἀληθείαι τοῦ πράγματος, εἰ καὶ τὰ μάλιστα εἰς ἡμέτερον πρόσωπον τῶν ὑπογραψάντων τῆι ἐπιστολῆι τοῦ ὁσιωτάτου Λέοντος οὐ δεόμεθα διορθώσεως. Κεκρόπιος ὁ εὐλαβέστατος ἐπίσκοπος Σεβαστοπόλεως εἶπεν· Ἡ πίστις καλῶς διήιρηται παρὰ τῶν τιη ἁγίων πατέρων καὶ ἐβεβαιώθη παρὰ τῶν ἁγίων πατέρων Ἀθα‐ | |
5 | νασίου Κυρίλλου Κελεστίνου Ἱλαρίου Βασιλείου Γρηγορίου καὶ νῦν πάλιν διὰ τοῦ ἁγιω‐ τάτου Λέοντος, καὶ ἀξιοῦμεν καὶ τὰ τῶν ἁγίων πατέρων τῶν τιη καὶ τὰ τοῦ ὁσιωτάτου Λέοντος ἀναγνωσθῆναι. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Ἀναγινωσκέσθωσαν τὰ ἐκτεθέντα παρὰ τῶν ἁγίων τιη πατέρων τῶν ἐν Νικαίαι συνελθόντων. ἀνέγνων | |
10 | ἀνέγνωμεν ἀνέγνω. Εὐνόμιος ὁ εὐλαβέστατος ἐπίσκοπος Νικομηδείας ἀπὸ βιβλίου ἀνέγνω Ἔκθεσις συνόδου γενομένης ἐν Νικαίαι Ἐν ὑπατείαι Παυλίνου καὶ Ἰουλιανοῦ τῶν λαμπροτάτων ἔτους ἀπὸ Ἀλεξάνδρου χλϛ ἐν μηνὶ Δαισίωι ιθ τῆι πρὸ ιγ Καλανδῶν Ἰουλίων ἐν Νικαίαι τῆι μητροπόλει Βιθυ‐ | |
15 | νίας Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῶι πατρί, δι’ οὗ τὰ πάντα | |
20 | ἐγένετο τά τε ἐν τῶι οὐρανῶι καὶ τὰ ἐν τῆι γῆι, τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα καὶ ἐνανθρωπήσαντα, παθόντα καὶ ἀναστάντα τῆι τρίτηι ἡμέραι, ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ ἅγιον πνεῦμα. Τοὺς δὲ λέγοντας ‘ἦν ποτε ὅτε οὐκ ἦν‘, καὶ ‘πρὶν γεννηθῆναι, οὐκ ἦν‘ καὶ ὅτι ἐξ οὐκ | |
25 | ὄντων ἐγένετο ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, [τούτους] ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. Οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Αὕτη ἡ πίστις τῶν ὀρθοδόξων. ταύτηι πάντες πιστεύομεν. ἐν ταύτηι ἐβαπτίσθημεν, ἐν ταύτηι βαπτίζομεν. ὁ μακάριος Κύριλλος οὕτως ἐδίδαξεν. αὕτη ἀληθινὴ πίστις. αὕτη ἁγία πίστις. αὕτη | |
30 | αἰωνία πίστις. εἰς ταύτην ἐβαπτίσθημεν. εἰς ταύτην βαπτίζομεν. πάντες οὕτως πιστεύομεν. ὁ πάπας Λέων οὕτως πιστεύει. Κύριλλος οὕτως ἐπίστευσεν. ὁ πάπας Λέων οὕτως ἡρμήνευσεν. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Ἀναγινωσκέσθωσαν καὶ τὰ ἐκτεθέντα παρὰ τῶν ρν ἁγίων πατέρων. Ῥω ἀνέγνων ἀνέγνωμεν ἀν‐ | |
35 | έγνω. | |
Ἀέτιος ὁ εὐλαβέστατος ἀρχιδιάκονος Κωνσταντινουπόλεως ἀπὸ βιβλίου ἀνέγνω | 79 in vol. 2.1.2 | |
2,1,280 | Ἡ ἁγία πίστις ἣν ἐξέθεντο οἱ ἅγιοι ρν πατέρες, συμφωνοῦσα τῆι ἁγίαι καὶ μεγάληι συνόδωι τῆι ἐν Νικαίαι Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς ὁρατῶν τε πάντων καὶ ἀοράτων· καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν μο‐ | |
5 | νογενῆ, τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῶι πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο, τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου καὶ ἐναν‐ θρωπήσαντα σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα | |
10 | καὶ ἀναστάντα τῆι τρίτηι ἡμέραι κατὰ τὰς γραφὰς καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐν δεξιᾶι τοῦ πατρὸς καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος· καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, τὸ κύριον καὶ ζωο‐ ποιόν, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, τὸ σὺν πατρὶ καὶ υἱῶι συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν· εἰς μίαν ἁγίαν καθολικὴν καὶ ἀποστο‐ | |
15 | λικὴν ἐκκλησίαν· ὁμολογοῦμεν ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν· προσδοκῶμεν ἀνά‐ στασιν νεκρῶν καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. ἀμήν. Πάντες οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐπεβόησαν· Αὕτη πάντων πίστις. αὕτη πίστις τῶν ὀρθοδόξων. οὕτω πάντες πιστεύομεν. Ἀέτιος ὁ εὐλαβέστατος ἀρχιδιάκονος εἶπεν· Ἔστι καὶ ἡ ἐπιστολὴ ἡ γραφεῖσα παρὰ | |
20 | τοῦ ἁγιωτάτου καὶ ἐν ὁσίοις Κυρίλλου τοῦ γενομένου ἐπισκόπου τῆς μεγαλοπόλεως Ἀλεξανδρείας πρὸς Νεστόριον, ἥτις παρὰ πάντων τῶν ἁγίων ἐπισκόπων τῶν ἐν Ἐφέσωι τὸ πρότερον συνελθόντων ἐπὶ καθαιρέσει τοῦ αὐτοῦ Νεστορίου καὶ ἐνεκρίθη καὶ δι’ ὑπο‐ γραφῆς πάντων ἐβεβαιώθη· ἔστι δὲ καὶ ἡ ἐπιστολὴ τοῦ αὐτοῦ ἐν ἁγίοις Κυρίλλου ἡ γρα‐ φεῖσα πρὸς τὸν τῆς ὁσίας μνήμης Ἰωάννην τὸν γενόμενον τῆς Ἀντιοχέων μεγαλοπόλεως | |
25 | ἐπίσκοπον, ἥτις ὁμοίως ἐβεβαιώθη, καὶ εἰ παρίσταται, ἀναγνώσομαι αὐτάς. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Ἀναγινωσκέσθωσαν αἱ ἐπιστολαὶ τοῦ τῆς ὁσίας μνήμης Κυρίλλου. ἀνέγνων ἀνέγνωμεν ἀνέγνω. Ἀέτιος ἀρχιδιάκονος τῆς βασιλίδος Κωνσταντινουπόλεως ἀνέγνω Τῶι εὐλαβεστάτωι καὶ θεοσεβεστάτωι συλλειτουργῶι Νεστορίωι Κύριλλος. | |
30 | Καταφλυαροῦσι μέν, ὡς μανθάνω, τινὲς τῆς ἐμῆς ὑπολήψεως ἐπὶ τῆς σῆς θεοσεβείας καὶ τοῦτο συχνῶς, τὰς τῶν ἐν τέλει συνόδους καιροφυλακοῦντες μάλιστα καὶ τάχα που καὶ τέρπειν οἰόμενοι τὴν σὴν ἀκοὴν καὶ ἀβουλήτους πέμπουσι φωνάς, ἠδικημένοι μὲν οὐδέν, ἐλεγχθέντες δὲ καὶ τοῦτο χρηστῶς, ὃ μὲν ὅτι τυφλοὺς ἠδίκει καὶ πένητας, καὶ τὰ λοιπὰ τῆς ἐπιστολῆς, ἥτις προγέγραπται ἐν τῆι γενομένηι ἐν Κωνσταντινουπόλει κατὰ Εὐ‐ | |
35 | τυχοῦς συνόδωι ἀναγνωσθεῖσα | |
Ὁμοίως ὁ αὐτὸς ἀρχιδιάκονος Ἀέτιος ἀνέγνω | 80 in vol. 2.1.2 | |
2,1,281 | Κυρίωι μου ἀγαπητῶι ἀδελφῶι καὶ συλλειτουργῶι Ἰωάννηι Κύριλλος ἐν κυρίωι χαίρειν. Εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ· λέλυται γὰρ τὸ μεσότοιχον τοῦ φραγμοῦ καὶ πέπαυται τὸ λυποῦν καὶ διχονοίας ἁπάσης ἀνήι‐ ρηται τρόπος τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ ταῖς ἑαυτοῦ ἐκκλησίαις τὴν εἰρήνην | |
5 | βραβεύοντος καὶ τὰ λοιπὰ καθὼς προγέγραπται πᾶσα ἐν τῆι αὐτῆι συνόδωι τῆι κατὰ Εὐτυχοῦς Καὶ μετὰ τὴν ἀνάγνωσιν οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Πάντες οὕτω πιστεύομεν. ὁ πάπας Λέων οὕτω πιστεύει. ἀνάθεμα τῶι μερίζοντι καὶ τῶι συγ‐ χέοντι. αὕτη ἡ πίστις Λέοντος τοῦ ἀρχιεπισκόπου. Λέων οὕτω πιστεύει. Λέων | |
10 | καὶ Ἀνατόλιος οὕτω πιστεύουσιν. πάντες οὕτω πιστεύομεν. ὡς Κύριλλος, οὕτω πιστεύομεν. αἰωνία μνήμη Κυρίλλου. ὡς αἱ ἐπιστολαὶ Κυρίλλου ἔχουσιν, οὕτω φρονοῦμεν. οὕτως ἐπιστεύσαμεν, οὕτω πιστεύομεν. Λέων ὁ ἀρχιεπίσκοπος οὕτω φρονεῖ, οὕτω πιστεύει, οὕτως ἔγραψεν. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Ἀναγινωσκέσθω καὶ | |
15 | ἡ ἐπιστολὴ τοῦ θεοσεβεστάτου ἀρχιεπισκόπου τῆς βασιλίδος καὶ πρεσβυτέρας Ῥώμης Λέοντος. ἑρμηνεία τοῦ Ῥωμαικοῦ τὸ ἀκόλουθον· ἀνέγνων ἀνέγνωμεν ἀνέγνω. Βερονικιανὸς ὁ καθωσιωμένος σηκρητάριος τοῦ θείου κονσιστωρίου ἀνέγνω ἀπὸ βιβλίου ἐπιδοθέντος αὐτῶι παρὰ Ἀετίου ἀρχιδιακόνου τῆς ἁγίας ἐκκλησίας Κωνσταν‐ τινουπόλεως | |
20 | Τῶι ἀγαπητῶι ἀδελφῶι Φλαβιανῶι Λέων. Ἀναγνόντες κτλ. edita est epistula supra p. 10—20, 5. quod uero illic sequitur florilegium, in Gestis huius actionis non extat neque extitit umquam. Μετὰ δὲ τὴν ἀνάγνωσιν τῆς προγεγραμμένης ἐπιστολῆς οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Αὕτη ἡ πίστις τῶν πατέρων. αὕτη ἡ πίστις τῶν ἀποστόλων. πάντες | |
25 | οὕτω πιστεύομεν. οἱ ὀρθόδοξοι οὕτω πιστεύομεν. ἀνάθεμα τῶι μὴ οὕτω πιστεύ‐ οντι. Πέτρος διὰ Λέοντος ταῦτα ἐξεφώνησεν. οἱ ἀπόστολοι οὕτως ἐδίδαξαν. εὐσεβῶς καὶ ἀληθινῶς Λέων ἐδίδαξεν. Κύριλλος οὕτως ἐδίδαξεν. Κυρίλλου αἰωνία μνήμη. Λέων καὶ Κύριλλος ὁμοίως ἐδίδαξαν [Λέων καὶ Κύριλλος οὕτως ἐδίδαξαν]. ἀνάθεμα τῶι μὴ οὕτω πιστεύοντι. αὕτη ἡ ἀληθὴς πίστις. οἱ ὀρθόδοξοι οὕτω | |
30 | φρονοῦμεν. αὕτη ἡ πίστις τῶν πατέρων. ταῦτα ἐν Ἐφέσωι διὰ τί οὐκ ἀνεγνώσθη; ταῦτα Διόσκορος ἔκρυψεν. Ἡνίκα δὲ ἀνεγινώσκετο τὸ μέρος τῆς προγεγραμμένης ἐπιστολῆς τὸ περιέχον | |
καὶ πρὸς τὸ τὸ χρεωστούμενον ὄφλημα τῆς ἡμετέρας φύσεως ἐκτιθῆναι ἡ θεία | 81 in vol. 2.1.2 | |
2,1,282 | φύσις ἡνώθη τῆι φύσει τῆι παθητῆι, ἵνα τοῦτο δὴ τὸ ταῖς ἡμετέραις ἰάσεσιν ὑπάρχον ἁρμόδιον, ὁ εἷς καὶ ὁ αὐτὸς ὢν μεσίτης θεοῦ καὶ ἀνθρώπων ἄνθρωπος Ἰησοῦς Χριστὸς καὶ ἀποθνήισκειν ἐκ τοῦ ἑνὸς δυνηθῆι καὶ τελευτᾶν ἐκ τοῦ ἑτέρου μὴ δυνηθῆι ἀμφιβαλλόντων τῶν Ἰλλυρίων καὶ Παλαιστινῶν εὐλαβεστάτων ἐπισκόπων Ἀέτιος | |
5 | ὁ εὐλαβέστατος ἀρχιδιάκονος τῆς βασιλευούσης Κωνσταντινουπόλεως ἀνέγνω Κυρίλλου τοῦ τῆς ὁσίας μνήμης γενομένου ἐπισκόπου τῆς Ἀλεξανδρέων πόλεως κεφάλαιον περιέχον οὕτως ἐπειδὴ δὲ πάλιν τὸ ἴδιον αὐτοῦ σῶμα χάριτι θεοῦ, καθά φησιν ὁ ἀπόστολος, ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, λέγεται παθεῖν αὐτὸς τὸν ὑπὲρ ἡμῶν θάνατον, οὐχ ὡς εἰς | |
10 | πεῖραν ἐλθὼν τοῦ θανάτου τό γε ἧκον εἰς τὴν αὐτοῦ φύσιν (ἀποπληξία γὰρ τὸ λέγειν τοῦτο ἢ φρονεῖν), ἀλλ’ ὅτι, καθάπερ ἔφην ἀρτίως, ἡ σὰρξ αὐτοῦ ἐγεύσατο θανάτου. Ὁμοίως ἡνίκα ἀνεγινώσκετο τὸ μέρος τὸ περιέχον ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας ὅπερ ἴδιον ἔσχηκεν, τοῦ μὲν λόγου κατεργαζομένου τοῦθ’ ὅπερ ἐστὶ τοῦ λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος | |
15 | ἅπερ ἐστὶ τοῦ σώματος· καὶ τὸ μὲν αὐτῶν διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκεν ἀμφιβαλλόντων τῶν Ἰλλυρίων καὶ Παλαιστινῶν εὐλαβεστάτων ἐπισκόπων Ἀέτιος ἀρχιδιάκονος τῆς ἁγίας ἐκκλησίας Κωνσταντινουπόλεως ἀνέγνω τοῦ τῆς ὁσίας μνήμης Κυρίλλου κεφάλαιον περίεχον οὕτως | |
20 | αἳ μέν εἰσι τῶν φωνῶν ὅτι μάλιστα θεοπρεπεῖς, αἳ δὲ οὕτω πάλιν ἀνθρωποπρεπεῖς, αἳ δὲ μέσην τινὰ τάξιν ἔχουσιν ἐμφανίζουσαι τὸν υἱὸν τοῦ θεοῦ θεὸν ὄντα καὶ ἄνθρωπον ὁμοῦ τε καὶ ἐν ταὐτῶι. Ὁμοίως ἡνίκα ἀνεγινώσκετο ἐκ τῆς αὐτῆς ἐπιστολῆς τὸ μέρος τὸ περιέχον οὕτως εἰ καὶ τὰ μάλιστα ἐν τῶι δεσπότηι Ἰησοῦ Χριστῶι τοῦ θεοῦ καὶ ἀνθρώπου ἓν | |
25 | ὑπάρχει τὸ πρόσωπον, ὅμως ἕτερόν ἐστιν ἐκεῖνο ἐξ οὗ ἐν ἑκατέρωι κοινόν ἐστι τὸ τῆς ὕβρεως, καὶ ἕτερον ἐξ οὗ κοινὸν τὸ τῆς δόξης καθέστηκεν. ἐξ ἡμῶν μὲν γάρ ἐστιν αὐτῶι ἡ ἐλάσσων τοῦ πατρὸς ἀνθρωπότης, ἀπὸ δὲ τοῦ πατρός ἐστιν αὐτῶι ἡ μετὰ τοῦ πατρὸς ἴση θεότης ἀμφιβαλλόντων τῶν Ἰλλυρίων καὶ Παλαιστινῶν εὐλαβεστάτων ἐπισκόπων Θεο‐ | |
30 | δώρητος ὁ εὐλαβέστατος ἐπίσκοπος Κύρου εἶπεν· Ἔστιν ὅμοιον ὑπόδειγμα τοῦ μακαρίου Κυρίλλου περιέχον οὕτως καὶ γενόμενον ἄνθρωπον καὶ οὐ μεθέντα τὸ ἴδιον (μεμένηκε γὰρ ὅπερ ἦν)· νοεῖται δὲ πάντως καὶ ἕτερον ἐν ἑτέρωι τὸ κατοικοῦν, τουτέστιν ἡ θεία φύσις ἐν τοῖς ἀνθρωπίνοις. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· | |
35 | Μετὰ ταῦτα πάντα ἔτι τις ἀμφιβάλλει; Οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Οὐδεὶς ἀμφιβάλλει. Ἀττικὸς ὁ εὐλαβέστατος ἐπίσκοπος Νικοπόλεως εἶπεν· Ἐπειδὴ παρέσχε τὸ εὔεικτον τῆς ἀκοῆς ἡ μεγαλοπρέπεια ὑμῶν μετὰ τῆς ἀνεξικακίας, κελεύσατε ἐνδοθῆναι | |
ἡμῖν ὥστε ἐντὸς ὀλίγων ἡμερῶν ἀκυμάντωι διανοίαι καὶ ἀταράχωι λογισμῶι τὰ τῶι | 82 in vol. 2.1.2 | |
2,1,283 | θεῶι δοκοῦντα καὶ τοῖς ἁγίοις πατράσιν τυπωθῆναι, ἐπειδὴ νῦν ἀνεγνώσθη ἡ τοῦ δεσπό‐ του ἡμῶν καὶ ἁγίου πατρὸς καὶ ἀρχιεπισκόπου Λέοντος τοῦ τὴν ἀποστολικὴν καθέδραν διακοσμοῦντος ἐπιστολή, χρὴ δὲ καὶ τὴν τοῦ μακαρίου Κυρίλλου ἐπιστολὴν τὴν πρὸς Νεστόριον γραφεῖσαν ἐν ἧι παρακελεύεται αὐτὸν συνθέσθαι τοῖς κεφαλαίοις τοῖς δώδεκα, | |
5 | καὶ ταύτην δοθῆναι ἡμῖν, ἵνα ἐν τῶι καιρῶι τῆς διασκέψεως εὐτρεπεῖς εὑρεθῶμεν. Οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Εἰ κελεύετε ἐνδοθῆναι ἡμῖν, παρακαλοῦμεν τοὺς πατέρας συσκέψασθαι. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Ὑπερτεθήσεται ἡ ἀκρόασις ἕως ἡμερῶν πέντε ὥστε ἐν τῶι μεταξὺ συνελθεῖν τὴν | |
10 | ὑμετέραν ἁγιωσύνην εἰς τὰ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Ἀνατολίου καὶ κοινῆι περὶ τῆς πίστεως βουλεύσασθαι, ἵνα οἱ ἀμφιβάλλοντες διδαχθῶσιν. Πάντες οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Ἡμεῖς οὕτω πιστεύομεν. πάντες οὕτω πιστεύομεν. ** ἡμῶν οὐδεὶς ἀμφιβάλλει. ἡμεῖς ἤδη ὑπεγράψαμεν. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· | |
15 | Οὐκ ἀναγκαῖον πάντας ὑμᾶς συνελθεῖν, ἀλλ’ ἐπειδὴ ἀκόλουθόν ἐστι πεισθῆναι πάντας τοὺς ἀμφιβάλλοντας, ὁ εὐλαβέστατος ἀρχιεπίσκοπος Ἀνατόλιος ἀπὸ τῶν ὑπογραψάν‐ των ἐπισκόπων ἐπιλέξεται οὓς ἂν νομίσηι ἱκανοὺς εἶναι πρὸς διδασκαλίαν τῶν ἀμφι‐ βαλλόντων. Οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Δεόμεθα περὶ τῶν πατέρων. τοὺς | |
20 | πατέρας τῆι συνόδωι ** τὰς φωνὰς τῶι βασιλεῖ. τὰς ἱκεσίας τῶι ὀρθοδόξωι. τὰς ἱκεσίας τῆι αὐγούστηι. πάντες ἡμάρτομεν, πᾶσι συγχώρησον. Οἱ κληρικοὶ Κωνσταντινουπόλεως ἐβόησαν· Ὀλίγοι κράζουσιν, οὐ λέγει ἡ σύνοδος. Οἱ Ἀνατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Τὸν Αἰγύπτιον τῆι ἐξορίαι. | |
25 | Οἱ Ἰλλυρικιανοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Δεόμεθα, πάντας ἐλέησον. Οἱ Ἀνατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν. Τὸν Αἰγύπτιον τῆι ἐξορίαι. Οἱ Ἰλλυρικιανοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Πάντες | |
30 | ἡμάρτομεν, πάντας ἐλέησον. τὰς φωνὰς τῶι ὀρθοδόξωι βασιλεῖ. αἱ ἐκκλησίαι σχίζονται. Οἱ κληρικοὶ Κωνσταντινουπόλεως ἐβόησαν· Διόσκορον τῆι ἐξορίαι ** Διόσκορον ὁ θεὸς καθεῖλεν. Οἱ Ἰλλυρικιανοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Πάντες | |
35 | ἡμάρτομεν, πᾶσι συγχωρηθῆι. Διόσκορον τῆι συνόδωι. Διόσκορον ταῖς ἐκκλη‐ σίαις. ἐφ’ ὑμῶν κακὸν μὴ γένηται ** Οἱ κληρικοὶ Κωνσταντινουπόλεως ἐβόησαν· Ὁ κοινωνῶν Διοσκόρωι Ἰουδαῖός | |
ἐστιν. | 83 in vol. 2.1.2 | |
2,1,284 | Οἱ Ἀνατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Τὸν Αἰγύπ‐ τιον τῆι ἐξορίαι. τὸν αἱρετικὸν τῆι ἐξορίαι. Οἱ Ἰλλυρικιανοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Τοὺς πατέρας τῆι συνόδωι. | |
5 | Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Τὰ διαλαληθέντα ἔργωι παραδοθήσεται. Βίβλος β τῆς ἐν Χαλκηδόνι συνόδου Ὑπατείας τοῦ δεσπότου ἡμῶν Φλαυίου Μαρκιανοῦ τοῦ αἰωνίου αὐγούστου καὶ τοῦ δηλωθησομένου πρὸ δεκαὲξ Καλανδῶν Νοεμβρίων ἐν Χαλκηδόνι | |
10 | κατὰ κέλευσιν τοῦ θειοτάτου καὶ εὐσεβεστάτου δεσπότου ἡμῶν Μαρκιανοῦ τοῦ αἰωνίου αὐγούστου συνελθόντων ἐν τῆι ἁγιωτάτηι ἐκκλησίαι τῆς ἁγίας μάρτυρος Εὐφημίας τῶν ἐνδοξοτάτων ἀρχόντων, τουτέστι τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου στρατηλάτου καὶ ἀπὸ ὑπάτων καὶ πατρικίου Ἀνατολίου | |
15 | καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἐπάρχου τῶν ἱερῶν πραιτωρίων Παλλαδίου καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἐπάρχου πόλεως Τατιανοῦ καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου μαγίστρου τῶν θείων ὀφφικίων Βιγκομάλου | |
20 | καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου μαγίστρου Μαρτιαλίου καὶ τοῦ μεγαλοπρεπεστάτου κόμητος τῶν καθωσιωμένων δομεστίκων Σπορακίου καὶ τοῦ μεγαλοπρεπεστάτου κόμητος τῶν θείων πριουάτων Γενεθλίου, προσέτι δὲ καὶ τῆς ἐνδόξου συγκλήτου, τουτέστιν τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ ἐπάρχων καὶ ὑπάτων καὶ πατρι‐ | |
25 | κίου Φλωρεντίου καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ ἐπάρχων καὶ πατρικίου Σενά‐ τορος καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ μαγίστρων καὶ ὑπάτων καὶ πατρικίου Νόμου | |
30 | καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ ἐπάρχων καὶ ὑπάτων καὶ πατρικίου Πρωτογένους καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ ἐπάρχων Ζωίλου καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ ἐπάρχων πόλεως Θεοδώρου καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ ἐπάρχων Ἀπολλωνίου | |
35 | καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ πραιποσίτων Ῥωμανοῦ καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ ἐπάρχων Ἰλλυρικοῦ Θεοδώρου καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ ἐπάρχων πραιτωρίων Κων‐ σταντίνου καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ πραιποσίτων Ἀρτάξου, | |
40 | συνελθούσης δὲ καὶ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς κατὰ θεῖον θέσπισμα ἐν τῆι | |
Χαλκηδονέων πόλει συναθροισθείσης, τουτέστι | 84 in vol. 2.1.2 | |
2,1,285 | Πασκασίνου καὶ Λουκινσίου τῶν εὐλαβεστάτων ἐπισκόπων καὶ Βονιφατίου τοῦ εὐλαβεστάτου πρεσβυτέρου ἐπεχόντων τὸν τόπον τοῦ ὁσιωτάτου καὶ θεοφιλεστάτου ἀρχιεπισκόπου τῆς πρεσβυτέρας Ῥώμης Λέοντος καὶ Ἀνατολίου τοῦ ὁσιωτάτου ἀρ‐ χιεπισκόπου τῆς μεγαλωνύμου Κωνσταντινουπόλεως νέας Ῥώμης | |
5 | καὶ τῶν λοιπῶν ὁσιωτάτων καὶ εὐλαβεστάτων ἐπισκόπων, τουτέστιν Μαξίμου Ἀντιοχείας Συρίας Κυντίλλου Ἡρακλείας Μακεδονίας ἐπέχοντος τὸν τόπον Ἀναστασίου ἐπισκόπου Θεσσαλονίκης Στεφάνου Ἐφέσου | |
10 | Λουκιανοῦ Βύζης ἐπέχοντος τὸν τόπον Κυριακοῦ ἐπισκόπου Ἡρακλείας Θράικης Διογένους Κυζίκου Πέτρου Κορίνθου Φλωρεντίου Σάρδεων Εὐνομίου Νικομηδείας | |
15 | Εὐσεβίου καὶ Κωνσταντίνου πρεσβυτέρων ἐπεχόντων τὸν τόπον Ἀναστασίου ἐπισκόπου Νικαίας Ἐλευθερίου Χαλκηδόνος Μελετίου Λαρίσσης ἐπέχοντος τὸν τόπον Δόμνου ἐπισκόπου Ἀπαμείας Συρίας δευτέρας | |
20 | Ἀμφιλοχίου Σίδης Ἰουλιανοῦ τῆς Κώων πόλεως ἐπέχοντος καὶ αὐτοῦ τὸν τόπον τοῦ ἀποστολικοῦ θρόνου Ῥώμης Θεοδώρου Ταρσοῦ Κύρου Ἀναζάρβου | |
25 | Κωνσταντίνου Βόστρων Φωτίου Τύρου Θεοδώρου Δαμασκοῦ Νόννου Ἐδέσσης Συμεώνου Ἀμίδης | |
30 | Ἰωάννου Σεβαστείας Σελεύκου Ἀμασείας Κωνσταντίνου Μελιτηνῆς Πατρικίου Τυάνων Πέτρου Γαγγρῶν | |
35 | Ἀταρβίου Τραπεζοῦντος ἐπέχοντος τὸν τόπον Δωροθέου ἐπισκόπου Νεο‐ καισαρείας Φωτεινοῦ ἀρχιδιακόνου ἐπέχοντος τὸν τόπον Θεοκτίστου ἐπισκόπου Πισινοῦντος Ῥωμανοῦ Μύρων Κριτωνιανοῦ Ἀφροδισιάδος | |
40 | Νουνεχίου Λαοδικείας Φρυγίας Μαρινιανοῦ Συνάδων Ὀνησιφόρου Ἰκονίου Περγαμίου Ἀντιοχείας Πισιδίας | |
Ἐπιφανίου Πέργης | 85 in vol. 2.1.2 | |
2,1,286 | Ἀττικοῦ Νικοπόλεως Ἠπείρου Μαρτυρίου Γορτύνης Λουκᾶ Δυρραχίου Κωνσταντίνου Δημητριάδος ἐπέχοντος τὸν τόπον Βιγιλαντίου Λαρίσσης Θεσσαλίας | |
5 | Φραγκίωνος Φιλιππουπόλεως Βασιλείου Τραιανουπόλεως Σεβαστιανοῦ Βερόης Θεοκτίστου Βεροίας Συρίας Γεροντίου Σελευκείας Συρίας | |
10 | Εὐσεβίου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Μακαρίου Λαοδικείας Συρίας Εὐσεβίου Δορυλαίου Σάβα Πάλτου Σωφρονίου Κωνσταντίνης Πατρικίου Νεοκαισαρείας | |
15 | Μάρα Ἀνασάρθας Ῥωμύλου Χαλκίδος Λεοντίου Ἀσκάλωνος Ἀννιανοῦ Καπετωλιάδος Ζεβέννου Πέλλης | |
20 | Ἰωάννου Τιβεριάδος Βηρύλλου Ἀιλᾶ Ἀρέτα Ἐλούσης Μουσωνίου Σηγώρ Παγκρατίου Λιβιάδος | |
25 | Ζωσίμου Μινωίδος Πολυχρονίου Ἀντιπατρίδος Ἰωάννου Γαδάρων Παύλου Ἀνθηδόνος Φωτεινοῦ Λύδδης | |
30 | Ἡρακλείου Ἀζώτου Μαρκιανοῦ Γεράρων Στεφάνου Ἰαμνείας Ἐπικτήτου Διοκλητιανουπόλεως Ῥωμανοῦ Εὐδοξιουπόλεως | |
35 | Θεοδώρου Κλαυδιουπόλεως Ἰσαυρίας Ἰουλίου Κελενδέρεως Ἐπιφανίου Κέστρων Αἰλιανοῦ Σελινοῦντος Γαίου Συέδρων | |
40 | Ἀμμωνίου Ἰωτάπης Ματάλου Φιλαδελφείας Μάρκου Ἀρεθούσης Τιμοθέου Βαλανέων Εὐσεβίου Σελευκοβήλου | |
45 | Εὐτυχιανοῦ Ἐπιφανείας | 86 in vol. 2.1.2 |
2,1,287 | Παύλου Μαριάμμης Λαμπαδίου Ῥαφανέων Ἀλεξάνδρου Σεβαστῆς Φιλίππου Ἀδάνων | |
5 | Ὑπατίου Ζεφυρίου Θεοδώρου Αὐγούστης Ἰουλιανοῦ Ῥωσοῦ Πολυχρονίου Ἐπιφανείας Ἰωάννου Φλαβιάδος | |
10 | Ἰνδίμου Εἰρηνουπόλεως Σωφρονίου χωρεπισκόπου ἐπέχοντος τὸν τόπον Βασσιανοῦ Μοψουεστίας Πρόκλου Ἀδράων Εὐλογίου Φιλαδελφείας Θεοδοσίου Κανώθας | |
15 | Ὁρμίσδου Φιλιππουπόλεως Δαμιανοῦ Σιδῶνος Θεοδώρου Τριπόλεως Ὀλυμπίου Πανεάδος Παύλου Πτολεμαίδος | |
20 | Παύλου Ἀράδου Θωμᾶ Πορφυρεῶνος Πορφυρίου Βοτρύων Φωσφόρου Ὀρθωσιάδος Πορφυρίου ἀρχιδιακόνου ἐπέχοντος τὸν τόπον Οὐρανίου Ἐμίσης | |
25 | Ἰωσὴφ Ἡλιουπόλεως Ἰορδάνου Ἀβίλης Οὐαλερίου Λαοδικείας Θωμᾶ Εὐαρίας Θεοδωρήτου Κύρρου | |
30 | Ῥουφίνου Σαμοσάτων Ἰωάννου Γερμανικείας Τιμοθέου Δολίχης Εὐολκίου Ζεύγματος Ἀθανασίου Πέρρης | |
35 | Ζεβέννου Μαρτυροπόλεως Καλλινίκου Ἀπαμείας Καιουμᾶ Μαρκουπόλεως Ἰωάννου Καρρῶν Ἁβρααμίου Κιρκηνσίου | |
40 | Λευκαδίον Μνίζου Ἰωάννου ἔθνους Σαρακηνῶν | |
Νώου Χηφᾶς [Ἱεράκους] | 87 in vol. 2.1.2 | |
2,1,288 | Ἰωάννου Πολεμωνίου Γρατιανοῦ Κερασοῦντος Ἰουλιανοῦ Ταβείας Μελιφθόγγου Ἰουλιουπόλεως | |
5 | Ὑπερεχίου Ἀσπώνων Ἀκακίου Κίννης Εὐφρασίου Λαγανίας Κεκροπίου Σεβαστουπόλεως Ἰωάννου Νικοπόλεως | |
10 | Δωροθέου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Ἀνατολίου Σατάλων Ἀττικοῦ Ζήλων Ἀντιόχου Σινώπης Εὐχαρίου διακόνου ἐπέχοντος τὸν τόπον Παραλίου Ἀνδράπων Παύλου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Οὐρανίου Ἰβώρων | |
15 | Ἀκακίου Ἀριαραθείας Ἡρακλείου Κομάνων Ἀδελφίου χωρεπισκόπου ἐπέχοντος τὸν τόπον ** ** Δόμνου Κουκουσοῦ Ὀτρηίου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Ἰωάννου Ἄρκης | |
20 | Θεοδοσίου Ναζιανζοῦ Ἀριστομάχου Κολωνείας Ῥήνου Ἰουνοπόλεως Ἐπιφανίου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Αἰθερίου Πομπηιουπόλεως Φιλοτίμου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Θεμιστίου Ἀμάστριδος | |
25 | Θεοδώρου Ἡρακλείας Εὐλογίου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Γενεθλίου Κρατείας Πελαγίου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Θεοφίλου Ἀδριανουπόλεως Ἐλπιδίου τῶν Θέρμων Ἀκύλου Εὐδοξιάδος | |
30 | Μυστηρίου Ἀμορίου Λογγίνου Ὁρκιστοῦ Δοκιμασίου Μαρωνείας Σερήνου Μαξιμιανουπόλεως Ῥοδόπης Αἰθερίχου Σμύρνης | |
35 | Εὐσεβίου Κλαζομενῶν Κυριακοῦ Αἰγέης Μάμα Ἀνινήτου Λεοντίου Μαγνησίας Μαιάνδρου Κοίντου Φωκαίας | |
40 | Πρόκλου Ἀργίζων Θωμᾶ Αὐλίου κώμης Ὀλυμπίου Θεοδοσιουπόλεως Φιλίππου Νέας αὐλῆς | |
Ῥουφίνου Βριούλων | 88 in vol. 2.1.2 | |
2,1,289 | Μαρκελλίνου Μητροπόλεως Ἡσαίου Ἐλαιτῶν Παυλίνου Θεοδοσιουπόλεως Ἰουλιανοῦ Ὑπαίπων | |
5 | Ἑσπέρου Πιτάνης Προτερίου Μυρίνης Βασιλικοῦ Παλαιᾶς πόλεως Μαιονίου Νύσης Πέτρου Δαρδάνου | |
10 | Θαλασσίου Παρίου Δαυὶδ Ἀδριανῶν Εὐλαλίου Πιονίων Πιονίου Τρωιάδος Στεφάνου Ποιμανηνοῦ | |
15 | Θεοσεβίου Ἰλίου Ἑρμείου Ἀβύδου Δανιήλου Λαμψάκου Πατρικίου Ἀδριανοῦ θηρῶν Μενεκράτους Κηράσσων | |
20 | Κοσσινίου Ἱεροκαισαρείας ἐπέχοντος καὶ τὸν τόπον Ἀνδρέου Σατάλων Ἡλία Βλανδοῦ Πολυκάρπου Ταβάλων Πατρικίου Ἀκρασσοῦ Παύλου Τριπόλεως | |
25 | Ἀμαχίου Σεττῶν Λευκίου Ἀπόλλωνος ἱεροῦ Γεμέλλου Στρατονικείας Ἀλκιμήδους Σιλάνδου Διονυσίου Ἀτταλείας | |
30 | Νικολάου Ἀκαρασσέων ἐπέχοντος τὸν τόπον καὶ Στεφάνου Λιμύρων Ζηνοδότου Τελμισσοῦ Φρόντωνος Φασηλιτῶν Φιλίππου Βαλβουρέων Θεοδώρου Ἀντιφέλλου | |
35 | Λεοντίου Ἀράξων Ἀντιπάτρου Καύνου Ἀνδρέου Τλωέων Ῥωμανοῦ Βουβωνέων Νικίου Μεγάρων | |
40 | Ἀθανασίου Ὀποῦντος Δομνίνου Πλαταιῶν Ὀνησίμου Ἄργους Μάρκου Εὐροίας | |
Περεγρίνου Φοινίκης | 89 in vol. 2.1.2 | |
2,1,290 | Εὐτυχίου Ἀδριανουπόλεως Κλαδέου Ἀνχιασμοῦ Σωτηρίχου Κερκύρας Διονυσίου Ἀντιοχείας | |
5 | Ἰωάννου Ἀλίνδων Φλακίλλου Ἰασσοῦ Παπίου Ἐρίζων Διονυσίου Ἡρακλείας Λάτμου Μενάνδρου Ἡρακλείας Σαλβάκης | |
10 | Εὐπειθίου Στρατονικείας Ἰωάννου Ἀμαζόνος Τυγχανίου Ἀπολλωνιάδος Θεοδωρήτου Ἀλαβάνδων Ἰωάννου Κνίδου | |
15 | Ἰουλιανοῦ πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Καλανδίωνος Ἁλικαρνασσοῦ Δανιήλου Κάδων Μοδέστου Σεβαστῆς Παύλου Ἀριστίου Εὐλαλίου Σιβλίας | |
20 | Χάρητος Διονυσιουπόλεως Ἰωάννου Τραπεζουπόλεως Γενναδίου Μοσσύνων Εὐάνδρου Διοκλείας Γεροντίου Βασιλινουπόλεως | |
25 | Ἀλφίου Μύνδου Θεοκτίστου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Διογένους Ὀρθωσιαίων Φιλοθέου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Ζωτικοῦ Ἀριασσοῦ Μίρου Εὐλάδρων Λουκιανοῦ Ἰψοῦ | |
30 | Φιλίππου Λυσιάδος Ἐπιφανίου Μιδαείου Ἀβερκίου Ἱεραπόλεως Κυριακοῦ Εὐκαρπίας Εὐστοχίου Δοκιμίου | |
35 | Ἀκύλου Αὐρόκρων Βασιλείου Νακωλείας Στρατηγίου Πολυβώτου Νεοπτολέμου Κόρνων Παύλου Δέρβης | |
40 | Πλουτάρχου Λύστρων Εὐγενίου Κάνων Ῥούφου Ὕδης Τυράννου Οὐμανάδων | |
Ἀχολίου Λαράνδων | 90 in vol. 2.1.2 | |
2,1,291 | Εὐτροπίου Ἀδάδων Παύλου Φιλομηλίου Παυλίνου Ἀπαμείας Θεοτέκνου Τυραείου | |
5 | Ἑορτικίου Μητροπόλεως Κύρου Σινιάνδου Λιβανίου Παρλαέων Ἀλεξάνδρου Σελευκείας Ὀλυμπίου Σωιζοπόλεως | |
10 | Φοντηιανοῦ 〈Σαγαλασσοῦ〉 Ἀδήλου χωρεπισκόπου ἐπέχοντος τὸν τόπον Μεσσαλίνου Λαοδικείας Βασσωνᾶ Νέας πόλεως Φλωρεντίου Ἀδριανουπόλεως Μουιανοῦ Λιμένων | |
15 | Εὐελπίστου χωρεπισκόπου ἐπέχοντος τὸν τόπον Φλωρεντίου Τενέδου Σωτηρᾶ Θεοδοσιανῆς ἐπέχοντος τὸν τόπον καὶ Ἡλιοδώρου Ἀμαθοῦντος καὶ Προεχίου Ἀρσινόης Ἐπαφροδίτου Ταμάσου ἐπέχοντος τὸν τόπον καὶ Διδύμου Λαπίθου Διονυσίου διακόνου ἐπέχοντος τὸν τόπον Φωτεινοῦ Κύθρων | |
20 | Ἰωάννου Μεσσήνης Ὠφελίμου Τεγέας Εἰρηναίου Ναυπάκτου Κυρίλλου Σούβριτος Γενναδίου Κνωσοῦ | |
25 | Εὐσεβίου Ἀπολλωνίας Δημητρίου Λάμπης Εὐφράτου Ἐλευθέρνης ἐπέχοντος τὸν τόπον καὶ Παύλου Καντάνων Σώιζοντος Φιλίππων Εὐσεβίου Δοβήρων | |
30 | Μαξιμίνου Σερρῶν Νικολάου Στοβῶν Δαρδανίου Βαργάλων Ἰωάννου Παρθικοπόλεως Ὁνωράτου Θάσου | |
35 | Θεοφίλου Ἀριασσοῦ Νέωνος Σιλλύου Διοδότου Λυσινέων Μάρα Κοδρούλων Παύλου Πόγλων | |
40 | Μαρκελλίνου Ἰσίνδων Μακεδόνος Μαγύδου Εὐδοξίου Ἐτέννων | |
Εὐγενίου Κοτέννων | 91 in vol. 2.1.2 | |
2,1,292 | Μαρκελλίνου Καραλλίας Ὀβρίμου Κορακησίου Πέτρου Ἐχινέου Αὐρηλίου Ἄφρου | |
5 | Εὐσταθίου ἔθνους Σαρακηνῶν Ῥεστιτιανοῦ Ἄφρου καὶ καθεσθέντων πάντων πρὸ τῶν καγκέλλων τοῦ ἁγιωτάτου θυσιαστηρίου, προκειμένου ἐν τῶι μέσωι τοῦ ἁγίου καὶ ἀχράντου εὐαγγελίου, οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Ὥστε ἡμᾶς συνιδεῖν | |
10 | τὸ πρακτέον, ἀναγινωσκέσθωσαν οἱ δεδομένοι τύποι ἐν ταῖς προλαβούσαις ἀκροάσεσιν. Ῥω ἀνέγνων ἀνέγνωμεν ἀνέγνω. Κωνσταντῖνος ὁ καθωσιωμένος μαγιστριανὸς καὶ σηκρητάριος ἀπὸ σχεδαρίου πραχθέντος ἐν ὑπατείαι τοῦ δεσπότου ἡμῶν Μαρκιανοῦ τοῦ αἰωνίου αὐγούστου καὶ τοῦ δηλωθησομένου τῆι πρὸ ὀκτὼ Εἰδῶν Ὀκτωβρίων ἐν Χαλκηδόνι μεταξὺ τῶν λοιπῶν | |
15 | ἀνέγνω Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Περὶ μὲν τῆς ὀρθοδόξου καὶ καθολικῆς πίστεως τὸ τελεώτερον συνόδου γινομένης μετὰ μίαν ἀκριβεστέραν ἐξέτασιν δεῖν γενέσθαι συνορῶμεν· ἐπειδὴ δὲ Φλαβιανὸς ὁ τῆς εὐλαβοῦς μνήμης καὶ Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος ἐκ τῆς τῶν πεπραγμένων καὶ | |
20 | διαγνωσθέντων ἐρεύνης καὶ αὐτῆς τῆς φωνῆς τινῶν τῶν ἐξάρχων γενομένων τῆς τότε συνόδου ὁμολογησάντων ἐσφάλθαι καὶ μάτην αὐτοὺς καθηιρηκέναι οὐδὲν περὶ τὴν πίστιν σφαλέντας δείκνυνται ἀδίκως καθαιρεθέντες, φαίνεται ἡμῖν κατὰ τὸ τῶι θεῶι ἀρέσκον δίκαιον εἶναι, εἰ παρασταίη τῶι θειοτάτωι καὶ εὐσεβεστάτωι ἡμῶν δεσπότηι, τῶι αὐτῶι ὑπαχθῆναι ἐπιτιμίωι Διόσκορον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἀλεξανδρείας | |
25 | καὶ Ἰουβενάλιον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἱεροσολύμων καὶ Θαλάσσιον τὸν εὐλα‐ βέστατον ἐπίσκοπον Καισαρείας Καππαδοκίας καὶ Εὐσέβιον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἀγκύρας καὶ Εὐστάθιον τὸν εὐλαβέστατον ἐπίσκοπον Βηρυτοῦ καὶ Βασίλειον τὸν εὐλαβέστατον ἐπίσκοπον Σελευκείας Ἰσαυρίας τοὺς ἐξουσίαν ἐσχηκότας καὶ ἐξάρχοντας τῆς τότε συνόδου κατὰ τοὺς κανόνας τοῦ ἐπισκοπικοῦ ἀξιώματος ἀλλοτρίους γενησο‐ | |
30 | μένους, πάντων τῶν παρακολουθησάντων τῆι θείαι κορυφῆι γνωριζομένων. Μετὰ τὰ λοιπά· Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Ἕκαστος τῶν εὐλαβεστάτων ἐπισκόπων τῆς παρούσης ἁγίας συνόδου ὅπως πιστεύει, ἐγγράφως ἄνευ τινὸς δέους, τὸν τοῦ θεοῦ πρὸ ὀφθαλμῶν τιθέμενος φόβον, ἐκθέσθαι σπουδασάτω, γινώσκων ὡς ὁ θειότατος καὶ εὐσεβέστατος ἡμῶν δεσπότης κατὰ | |
35 | τὴν ἔκθεσιν τῶν ἐν Νικαίαι ἁγίων πατέρων τιη καὶ κατὰ τὴν ἔκθεσιν τῶν ρν τῶν μετὰ ταῦτα καὶ τὰς κανονικὰς ἐπιστολὰς καὶ ἐκθέσεις τῶν ἁγιωτάτων πατέρων Γρηγορίου Βασιλείου Ἱλαρίου Ἀθανασίου Ἀμβροσίου καὶ τὰς Κυρίλλου δύο κανονικὰς ἐπιστολὰς τὰς ἐν τῆι κατ’ Ἔφεσον πρώτηι συνόδωι δημοσιευθείσας καὶ βεβαιωθείσας πιστεύει, κατ’ οὐδένα τρόπον τῆς αὐτῶν πίστεως ἀναχωρῶν. καὶ γὰρ ὁ εὐλαβέστατος | |
40 | ἀρχιεπίσκοπος τῆς πρεσβυτέρας Ῥώμης Λέων πρὸς τὴν παρὰ Εὐτυχοῦς ἀπίστως καὶ | 92 in vol. 2.1.2 |
2,1,293 | ὑπεναντίον τῆς καθολικῆς θρηισκείας ἀνακύψασαν ἀμφιβολίαν φαίνεται πρὸς τὸν τῆς εὐλαβοῦς μνήμης Φλαβιανὸν τὴν ἐπιστολὴν ἐκπέμψας. Βερονικιανὸς ὁ καθωσιωμένος σηκρητάριος ἀπὸ ἑτέρου σχεδαρίου πραχθέντος ἐν ὑπατείαι τοῦ δεσπότου ἡμῶν Μαρκιανοῦ τοῦ αἰωνίου αὐγούστου καὶ τοῦ δηλωθησο‐ | |
5 | μένου τῆι πρὸ μιᾶς Εἰδῶν Ὀκτωβρίων ἐν Χαλκηδόνι μετὰ τὰ λοιπὰ ἀνέγνω Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Ὑπερτεθήσεται ἡ ἀκρόασις ἕως ἡμερῶν πέντε, ὥστε ἐν τῶι μεταξὺ συνελθεῖν τὴν ὑμετέραν ἁγιωσύνην εἰς τὰ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Ἀνατολίου καὶ κοινῶς περὶ τῆς πίστεως βουλεύσασθαι, ἵνα οἱ ἀμφιβάλλοντες διδαχθῶσι. | |
10 | Μετὰ τὰ λοιπά· Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερ‐ φυὴς σύγκλητος εἶπον· Οὐκ ἀναγκαῖον πάντας ὑμᾶς συνελθεῖν, ἀλλ’ ἐπειδὴ ἀκόλουθόν ἐστι πεισθῆναι τοὺς ἀμφιβάλλοντας, ὁ εὐλαβέστατος ἀρχιεπίσκοπος Ἀνατόλιος ἀπὸ τῶν ὑπογραψάντων ἐπισκόπων ἐπιλέξεται οὓς ἂν νομίσηι ἱκανοὺς εἶναι πρὸς διδασκαλίαν τῶν ἀμφιβαλλόντων. | |
15 | Μετὰ τὰ λοιπά· Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερ‐ φυὴς σύγκλητος εἶπον· Τὰ διαλαληθέντα ἔργωι παραδοθήσεται. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Δήλων γενομένων τῶν ἤδη πρότερον τυπωθέντων τί ἔδοξε περὶ τῆς ἁγίας πίστεως τῆι εὐλαβεστάτηι συνόδωι, αὐτὴ διδασκέτω. Ῥω ἀνέγνων ἀνέγνωμεν ἀνέγνω. | |
20 | Πασκασῖνος καὶ Λουκίνσιος οἱ εὐλαβέστατοι ἐπίσκοποι καὶ Βονιφάτιος ὁ εὐλα‐ βέστατος πρεσβύτερος τοποτηρηταὶ τοῦ ἀποστολικοῦ θρόνου διὰ Πασκασίνου τοῦ εὐλαβεστάτου εἶπον· Ἡ ἁγία καὶ μακαρία σύνοδος τῶν τιη τῆς πίστεως τὸν κανόνα τὸν ἐν τῆι Νικαίαι παρ’ αὐτῶν ἐκτεθέντα καὶ τοὺς ὅρους κρατεῖ καὶ μεταδιώκει, οὐ μὴν ἀλλὰ καὶ ἡ τῶν ρν συναχθεῖσα σύνοδος ἐν τῆι Κωνσταντινουπόλει ἐπὶ τοῦ τῆς μακαρίας | |
25 | μνήμης Θεοδοσίου τοῦ μεγάλου τὴν αὐτὴν πίστιν ἐβεβαίωσεν, οὗτινος συμβόλου τὴν ἔκθεσιν ἡ ἐπὶ τοῦ ἐν μακαρίαι τῆι μνήμηι Κυρίλλου σύνοδος ἐν τῆι Ἐφέσωι ἐξενεχθεῖσαν, ἐν ἧι Νεστόριος κατεδικάσθη, ὁμοίως ἀσπάζεται. τρίτον δὲ τοῦ μακαριωτάτου ἀνδρὸς πασῶν τῶν ἐκκλησιῶν ἀρχιεπισκόπου Λέοντος τοῦ τὴν Νεστορίου καὶ Εὐτυχοῦς αἵρεσιν καταδικάσαντος τὰ ἀποσταλέντα γράμματα φανεροῦσιν ποία τῆς ἀληθείας ἡ | |
30 | πίστις. ὁμοίως δὲ καὶ ἡ ἁγία συνόδος ταύτην τὴν πίστιν κατέχει, ταύτην μετα‐ διώκει καὶ οὐδὲν περαιτέρω οὔτε προσθεῖναι οὔτε μειῶσαι ἀνέχεται. Ἧστινος καταθέσεως ἑρμηνευθείσης Ἑλληνιστὶ διὰ Βερονικιανοῦ τοῦ καθωσιω‐ μένου σηκρηταρίου τοῦ θείου κονσιστωρίου οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Οὕτως πάντες πιστεύομεν. οὕτως ἐβαπτίσθημεν, οὕτως βαπτίζομεν. οὕτως ἐπιστεύ‐ | |
35 | σαμεν, οὕτως πιστεύομεν. Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Ἐπειδὴ τὰ θεῖα εὐαγγέλια παρὰ τῆς ὑμετέρας εὐλαβείας προτεθέντα ὁρῶμεν, ἕκαστος τῶν συνελθόντων | |
εὐλαβεστάτων ἐπισκόπων διδαξάτω εἴ γε ἡ ἔκθεσις τῶν τιη πατέρων τῶν ἐν Νικαίαι | 93 in vol. 2.1.2 | |
2,1,294 | πάλαι συνελθόντων καὶ τῶν μετὰ ταῦτα ρν ἐν τῆι βασιλευούσηι πόλει συναθροισθέντων συμφωνεῖ τῆι ἐπιστολῆι τοῦ εὐλαβεστάτου ἀρχιεπισκόπου Λέοντος. Ῥω ἀνέγνων ἀνέγνωμεν ἀνέγνω. Ἀνατόλιος ὁ εὐλαβέστατος ἀρχιεπίσκοπος τῆς βασιλευούσης Κωνσταντινου‐ | |
5 | πόλεως εἶπεν· Συνάιδει ἡ ἐπιστολὴ τοῦ ὁσιωτάτου καὶ θεοφιλεστάτου ἀρχιεπισκόπου Λέοντος τῶι συμβόλωι τῶν ἐν Νικαίαι τιη ἁγίων πατέρων ἡμῶν καὶ τῶν ρν τῶν ἐν Κωνσταντινουπόλει μετὰ ταῦτα συναχθέντων τῶν τὴν αὐτὴν πίστιν βεβαιωσάντων καὶ τοῖς ἐν Ἐφέσωι πραχθεῖσιν ἐπὶ τοῦ μακαριωτάτου καὶ ἐν ἁγίοις Κυρίλλου παρὰ τῆς οἰκουμενικῆς καὶ ἁγίας συνόδου, ὅτε τὸν δύσφημον Νεστόριον καθεῖλε. δι’ ὃ καὶ συνήινεσα | |
10 | καὶ ἀσμένως ὑπέγραψα. Πασκασῖνος καὶ Λουκίνσιος οἱ εὐλαβέστατοι ἐπίσκοποι καὶ Βονιφάτιος ὁ εὐλαβέστατος πρεσβύτερος τοποτηρηταὶ τοῦ ἀποστολικοῦ θρόνου διὰ Πασκασίνου τοῦ εὐλαβεστάτου εἶπον· Σαφές ἐστι καὶ οὐ δύναται ἀμφισβητηθῆναι μίαν εἶναι πίστιν τοῦ μακαριωτάτου πάπα τῆς ἀποστολικῆς καθέδρας ἀρχιεπισκόπου Λέοντος συνάιδουσαν τῆι | |
15 | τῶν τιη ἁγίων πατέρων πίστει τῶν συνελθόντων κατὰ Νίκαιαν καὶ κρατεῖν καὶ τὴν τῶν ρν τῶν ἐν Κωνσταντινουπόλει συναθροισθέντων, οὐ μὴν ἀλλὰ καὶ τὰ ἐπὶ τοῦ τῆς ἁγίας μνήμης Κυρίλλου κατὰ τὴν Ἔφεσον ὁρισθέντα, ἡνίκα Νεστόριος διὰ τὴν ἰδίαν πλάνην κα‐ θηιρέθη, καὶ οὐδαμῶς τὸ σύνολον διήιρηται. καὶ τούτου χάριν καὶ ἡ ἐπιστολὴ τοῦ μα‐ καριωτάτου πάπα, ἥτις ἐκείνην τὴν πίστιν ἀνενέωσεν αἰτίαι τῆς πλάνης Εὐτυχοῦς, ἀπο‐ | |
20 | δέδεικται ὡς τῶι ἑνὶ καὶ τῶι αὐτῶι πνεύματι συνάιδει τῆι αὐτῆι [ἐπιστολῆι]. Μάξιμος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀντιοχείας Συρίας εἶπεν· Συνάιδει ἡ ἐπιστολὴ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς βασιλευούσης Ῥώμης Λέοντος τοῖς ἐκτεθεῖσι παρὰ τῶν τιη τῶν ἐν Νικαίαι ἁγίων πατέρων καὶ τῶν ρν τῶν ἐν Κωνσταντινουπόλει τῆι νέαι Ῥώμηι καὶ τῆι ἐν Ἐφέσωι παρὰ τοῦ ἁγιωτάτου ἐπισκόπου Κυρίλλου ἐκτεθείσηι πίστει, | |
25 | καὶ ὑπεσημηνάμην. Στέφανος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἐφέσου εἶπεν· Συνάιδει ἡ ἐπιστολὴ καὶ ὑπε‐ σημειωσάμην αὐτῆι ὀρθῶς ἐχούσηι. Διογένης ὁ εὐλαβέστατος ἐπίσκοπος Κυζίκου εἶπεν· Συνάιδει καὶ ὑπέγραψα αὐτῆι. | |
30 | Κῦρος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀναζάρβου εἶπεν [ὁμοίως]· Συνάιδει καὶ ὑπέγραψα αὐτῆι. Κωνσταντῖνος ὁ εὐλαβέστατος ἐπίσκοπος Βόστρων Ἀραβίας εἶπεν· Συνάιδει καὶ ὑπέγραψα αὐτῆι. Ἰωάννης ὁ εὐλαβέστατος ἐπίσκοπος Σεβαστείας πρώτης Ἀρμενίας εἶπεν· Κατὰ | |
35 | τὴν ἐμὴν κατάληψιν ὁ σκοπὸς τῆς ἐπιστολῆς τοῦ ἁγιωτάτου ἐπισκόπου τῆς Ῥωμαίων Λέοντος συνάιδει τῆι πίστει τῶν τιη καὶ τῶν μετὰ ταῦτα ρν τῶν ἐν Κωνσταντινουπόλει συναχθέντων καὶ τῆι ἐκθέσει τῆι γενομένηι ἐν Ἐφέσωι ἐπὶ τῆι καθαιρέσει τοῦ δυσσεβοῦς Νεστορίου, ἧς ἡγεῖτο ὁ μακαριώτατος Κύριλλος, καὶ ὑπεσημηνάμην τῆι αὐτῆι ἐπιστολῆι. Κωνσταντῖνος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀρμενίας δευτέρας Μελιτηνῆς εἶπεν· | |
40 | Πεπληροφόρημαι ὡς ἡ ἐπιστολὴ τοῦ μακαριωτάτου καὶ ὁσιωτάτου πάπα Λέοντος τοῦ | 94 in vol. 2.1.2 |
2,1,295 | τῆς Ῥωμαίων, ἐν ἧι καὶ ὑπέγραψα, σύμφωνός ἐστι τῆι ἐκθέσει τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι συνειλεγμένων τιη καὶ τῶν ἐν Κωνσταντινουπόλει ρν ἐπὶ τοῦ τῆς θείας λήξεως Θεοδοσίου καὶ τῶν ἐν Ἐφέσωι ἐπὶ τοῦ μακαριωτάτου τῆς Ἀλεξανδρέων ἐπισκόπου Κυρίλλου. | |
5 | Σέλευκος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀμασείας εἶπεν· Συμφώνους τῆι ἐκτε‐ θείσηι πίστει τῶν τιη ἁγίων πατέρων τὰς συνοδικὰς ἐπιστολὰς τοῦ ὁσιωτάτου πατρὸς ἡμῶν Κυρίλλου εὑρήκαμεν, ὁμοίως δὲ συνάιδουσαν τοῖς τε τιη καὶ τοῖς παρὰ τοῦ ἁγιω‐ τάτου Κυρίλλου τὴν ἐπιστολὴν τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Λέοντος εὑρήκαμεν. Πατρίκιος ὁ εὐλαβέστατος ἐπίσκοπος Τυάνων εἶπεν· Τὴν ἐπιστολὴν τοῦ ἁγιω‐ | |
10 | τάτου Λέοντος τοῦ ἀρχιεπισκόπου Ῥώμης σύμφωνον εὑρήκαμεν τῶν τιη τῶν ἐν Νικαίαι καὶ τῶν ρν τῶν μετὰ ταῦτα ἐν τῆι βασιλευούσηι συνελθόντων ἁγίων πατέρων καὶ ὑπέγραψα. Θεόδωρος ὁ εὐλαβέστατος ἐπίσκοπος Δαμασκοῦ εἶπεν· Οὐδὲ ἀμφιβάλλειν ἔστιν ὅτι γε συνάιδει τῆι ἐκθέσει τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι ἡ ἐπιστολὴ τοῦ μακα‐ ριωτάτου καὶ ἁγιωτάτου πατρὸς ἡμῶν ἀρχιεπισκόπου Λέοντος, ὁμοίως δὲ καὶ αἱ ἐπι‐ | |
15 | στολαὶ τοῦ μακαριωτάτου Κυρίλλου τῆι αὐτῆι ἐκθέσει συνάιδουσι καὶ ὑπέγραψα ἐν αὐτῆι. Φώτιος ὁ εὐλαβέστατος ἐπίσκοπος Τύρου εἶπεν· Τῆς ἐκτεθείσης πίστεως παρὰ τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι τιη τὴν συμφωνίαν εὑρίσκομεν παρά τε τοῖς ρν ἁγίοις πατράσι τοῖς συνελθοῦσιν ἐν τῆι Κωνσταντινουπόλει καὶ τοῖς μετὰ ταῦτα συν‐ | |
20 | αχθεῖσιν ἐν τῆι Ἐφεσίων ἐπὶ τοῦ μακαριωτάτου Κυρίλλου καὶ τῆι ἐπιστολῆι τοῦ ἁγιω‐ τάτου καὶ μακαριωτάτου πατρὸς ἡμῶν ἀρχιεπισκόπου τῆς Ῥωμαίων Λέοντος, καὶ ὑπέ‐ γραψα χειρὶ ἐμῆι. Συμεώνης ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀμίδης Μεσοποταμίας εἶπεν· Συμφωνεῖ ἡ ἐπιστολὴ τοῦ ἀρχιεπισκόπου Λέοντος τῆς Ῥωμαίων τῆι τε ἐν Νικαίαι ἐκτεθείσηι | |
25 | πίστει καὶ τῆι τῶν ρν καὶ τῆι ἐν Ἐφέσωι ἐπὶ τοῦ τῆς μακαρίας μνήμης Κυρίλλου, καὶ ὑπεσημηνάμην αὐτῆι. Περγάμιος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀντιοχείας Πισιδίας εἶπεν· Συνάιδουσαν καὶ συμφωνοῦσαν τὴν ἐπιστολὴν γνωρίζω τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου Λέοντος τῆς Ῥωμαίων τῆι καθολικῆι πίστει τῶν τιη καὶ τῶν ρν ἁγίων πατέρων, ἔτι μὴν καὶ τῶν | |
30 | μετὰ ταῦτα συνελθόντων ἐπὶ τοῦ μακαριωτάτου Κυρίλλου ἐν τῆι Ἐφεσίων πόλει, καὶ ὑπεσημηνάμην αὐτῆι. Θεόδωρος ὁ εὐλαβέστατος ἐπίσκοπος Ταρσοῦ εἶπεν· Συμβαίνουσαν γνωρίζομεν τῆι ἐκθέσει τῆς πίστεως τῶν ἐν Νικαίαι τιη ἁγιωτάτων ἐπισκόπων καὶ τῆι τῶν ρν ὁμοίως ἁγίων πατέρων τῶν συνελθόντων ἐν Κωνσταντινουπόλει καὶ τῆι τῶν ἐν Ἐφέσωι | |
35 | μετὰ ταῦτα ἐπὶ τοῦ μακαριωτάτου Κυρίλλου τὴν ἐπιστολὴν τοῦ ὁσιωτάτου ἀρχι‐ επισκόπου τῆς Ῥωμαίων Λέοντος, καὶ ὑπέγραψα ἐν αὐτῆι. Φραγκίων ὁ εὐλαβέστατος ἐπίσκοπος Φιλιππουπόλεως τῆς Θράικης εἶπεν· Συνάιδει ἡ ἐπιστολὴ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Λέοντος τῆι ἐν Νικαίαι ἐκτεθείσηι πίστει ὑπὸ τῶν τιη ἁγίων πατέρων καὶ τῆι ἐν τῆι βασιλευούσηι Κωνσταντινουπόλει | |
40 | γενομένηι συνόδωι τῶν ρν καὶ τῆι ἐν Ἐφέσωι συνόδωι, ἧς ἡγεῖτο ὁ μακάριος Κύριλλος, καὶ ὑπέγραψα ἐν αὐτῆι. Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος Δορυλαίου εἶπεν· Σύμφωνον ἔκρινα εἶναι | |
τὴν ἐπιστολὴν τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Λέοντος τῆς πρεσβυτέρας Ῥώμης τῆι ἐκ‐ | 95 in vol. 2.1.2 | |
2,1,296 | θέσει τῶν ἐν Νικαίαι συναχθέντων πατέρων τῶν τιη καὶ τῆι συνόδωι τῶν ρν τῶν συν‐ αχθέντων ἐν τῆι μεγαλοπόλει Κωνσταντινουπόλει καὶ τῆι συνόδωι τῆι γενομένηι ἐν Ἐφέσωι ἐπὶ τοῦ μακαρίου Κυρίλλου, καὶ ὑπέγραψα ἐν αὐτῆι. Φλωρέντιος ὁ εὐλαβέστατος ἐπίσκοπος Σάρδεων Λυδίας εἶπεν· Ἡ ἐπιστολὴ | |
5 | τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου πάπα Λέοντος συνάιδει τῆι πίστει τῆς τε ἐν Νικαίαι ἁγίας συνόδου συναχθείσης καὶ τῆς ἐν Κωνσταντινουπόλει τῶν ρν συναγηγερμένης καὶ τῆς ἐν Ἐφέσωι κατὰ Νεστορίου βουλήσει θεοῦ συνελθούσης, ἧς ἡγεῖτο ὁ μακάριος Κύ‐ ριλλος, καὶ ὑπέγραψα ἐν αὐτῆι. Ἀμφιλόχιος ὁ εὐλαβέστατος ἐπίσκοπος Σίδης Παμφυλίας εἶπεν· Τῆς εἰλικρινοῦς | |
10 | καὶ ἀληθοῦς πίστεως ἐκτεθείσης παρὰ τῶν ἐν Νικαίαι συλλεγέντων ἁγίων πατέρων συμβαίνοντα καὶ οἱ κατὰ τὴν μεγάλην Κωνσταντινούπολιν νέαν Ῥώμην ρν ἅγιοι πατέρες συνέγραψαν καὶ οἱ τῆς κατὰ Ἔφεσον ἐπὶ τοῦ τῆς μακαρίας μνήμης Κυρίλλου ἁγίας συνόδου, ἧς ἐστι καὶ ὁ νοῦς ὁ κατ’ εὐσέβειαν ὑπαγορευθεὶς τῆς ἐπιστολῆς τοῦ πάντα εὐκλεεστάτου τῆς Ῥωμαίων ἀρχιεπισκόπου Λέοντος, καὶ ὑπεσημηνάμην. | |
15 | Μαριανὸς ὁ εὐλαβέστατος ἐπίσκοπος Συνάδων εἶπεν· Συνάιδειν ἔγνων τὴν ἐπιστολὴν τοῦ πάντα ὁσιωτάτου ἀρχιεπισκόπου τῆς Ῥωμαίων Λέοντος τῆι μόνηι καὶ μακαρίαι καὶ θεοφιλεῖ ἐκθέσει τῶν τιη καὶ τῶν ρν τῶν ἐν τῆι βασιλίδι Κωνσταντινουπόλει συναχθέντων, οὐ μόνον δὲ τούτων, ἀλλὰ καὶ τῆι συνόδωι τῆι γενομένηι κατὰ Νεστο‐ ρίου ἐν Ἐφέσωι ἐπὶ τοῦ τῆς μακαρίας μνήμης Κυρίλλου, δι’ ὃ καὶ ὑπέγραψα ἐν αὐτῆι. | |
20 | Ἐπιφάνιος ὁ εὐλαβέστατος ἐπίσκοπος Πέργης εἶπεν· Ὡς συνιδεῖν ἠδυνήθην ἐκ τῆς ἀναγνώσεως τῆς ἐπιστολῆς τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου τῆς Ῥωμαίων Λέοντος, συμφωνεῖ κατὰ διάνοιαν τῆι ἐκθέσει τῶν ἁγίων πατέρων τῶν τιη τῶν ἐν Νι‐ καίαι καὶ τῶν μετ’ αὐτὴν κατὰ τὴν βασιλεύουσαν πόλιν συναθροισθέντων ρν, καὶ τῆι ἐν Ἐφέσωι δὲ κατὰ Νεστορίου τοῦ ἀσεβοῦς γενομένηι, ἧς ἡγεῖτο ὁ μακαριώτατος Κύριλλος, | |
25 | καὶ ταύτην ἔχων τὴν γνώμην ὑπέγραψα τῆι αὐτῆι ἐπιστολῆι. Ὀνησιφόρος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἰκονίου εἶπεν· Κατ’ οὐδὲν ἀπάιδουσαν συνιδὼν τὴν ἐπιστολὴν τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου τῆς Ῥωμαίων Λέοντος τῆς ἐκ‐ τεθείσης πίστεως παρὰ τῶν τιη ἁγίων πατέρων τῶν ἐν Νικαίαι συναχθέντων καὶ τῶν ρν τῶν ἐν τῆι μεγαλωνύμωι Κωνσταντινουπόλει συνελθόντων καὶ τῶν ἐν Ἐφέσωι πραχθέν‐ | |
30 | των ἐπὶ τῆι καθαιρέσει τοῦ δυσσεβοῦς Νεστορίου παρὰ τοῦ τῆς μακαρίας καὶ ὁσίας μνήμης πατρὸς ἡμῶν Κυρίλλου, ὑπέγραψα τῆι αὐτῆι ἐπιστολῆι τοῦ πάπα Λέοντος. Πέτρος ὁ εὐλαβέστατος ἐπίσκοπος Γαγγρῶν εἶπεν· Ἣν ἐκράτυναν ἐφ’ ἡμῖν πίστιν οἱ ἅγιοι πατέρες οἱ τιη οἱ ἐν Νικαίαι καὶ οἱ ρν οἱ ἐν τῆι βασιλευούσηι Κωνσταν‐ τινουπόλει συναχθέντες, μετὰ δὲ ταῦτα καὶ οἱ ἐν Ἐφέσωι προηγουμένου τοῦ μακαρίου | |
35 | Κυρίλλου τῆς ἁγίας ἐκείνης συνόδου, σύμφωνον οὖσαν καὶ τὴν ἐπιστολὴν τοῦ ἁγιωτά‐ του ἀρχιεπισκόπου Λέοντος καὶ τὸν αὐτὸν ἔχουσαν σκοπὸν κατεδεξάμεθα καὶ ὑπέγραψα ἐν αὐτῆι. Θεοδόσιος ὁ εὐλαβέστατος ἐπίσκοπος Κανώθας εἶπεν· Ἀσάλευτος ἡ πίστις τῶν τιη· ἐάν τις ἐπιχειρήσηι σαλεῦσαι τὰ ἀσάλευτα, σαλεύεται καὶ μὴ σαλεύων τὰ ἀσάλευτα. | |
40 | ταύτηι γοῦν ἀκολουθοῦμεν καὶ πιστεύομεν καὶ τῆι ἐκθέσει τῆι ἐκτεθείσηι παρὰ τῶν ρν ἁγίων πατέρων τῶν συνελθόντων ἐν Κωνσταντινουπόλει καὶ τῆι ἐν Ἐφέσωι κατὰ τοῦ | |
δυσσεβοῦς Νεστορίου γενομένηι ἐπὶ τοῦ τῆς μακαρίας μνήμης Κυρίλλου, καὶ συνάιδει | 96 in vol. 2.1.2 | |
2,1,297 | ἡ ἐπιστολὴ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου καὶ πατρὸς ἡμῶν Λέοντος, καὶ ὑπέγραψα ἐν αὐτῆι. Σάβας ὁ εὐλαβέστατος ἐπίσκοπος Πάλτου Συρίας εἶπεν· Οἱ τιη ἅγιοι πατέρες συναχθέντες κατὰ γνώμην θεοῦ εἰς Νίκαιαν καὶ διδαχθέντες ἀπὸ πνεύματος ἁγίου τὴν | |
5 | ὀρθὴν πίστιν ἡμῶν ἐξέθεντο. ταύτηι ἠκολούθησαν οἱ ὀρθόδοξοι ἅγιοι πατέρες καὶ οἱ ρν συναχθέντες ἐν Κωνσταντινουπόλει ταύτηι ἠκολούθησαν, ὁμοίως δὲ σύμφωνα ταύτηι καὶ ὁ μακάριος Κύριλλος ἐν Ἐφέσωι ἐδίδασκεν. σύμφωνα δὲ καὶ ὁ ὁσιώτατος ἀρχι‐ επίσκοπος τῆς Ῥωμαίων Λέων διὰ τῆς ἰδίας ἐπιστολῆς ἐδίδαξεν καὶ πᾶσα ἡ οἰκουμένη οὕτω κατηχήθη καὶ ἐδιδάχθη καὶ ἡμεῖς ταύτην κατέχομεν καὶ διδάσκομεν, καὶ ὑπέγραψα | |
10 | ἐν αὐτῆι καὶ ἀναθεματίζω τοὺς ἢ προστιθέντας τι ἢ ὑφαιροῦντας. Ἐπιφάνιος ὁ εὐλαβέστατος πρεσβύτερος ἐπέχων τὸν τόπον τοῦ θεοφιλεστάτου ἐπισκόπου Αἰθερίου Πομπηιουπόλεως ἐπαρχίας Παφλαγονίας εἶπεν· Ἐλέει τοῦ δεσπότου Χριστοῦ ἐβεβαιώθην εἰς τὴν πίστιν τῶν τιη ἁγίων πατέρων τῶν ἐν Νικαίαι, ἣν μετὰ ταῦτα ἐβεβαίωσαν οἱ ρν οἱ συναχθέντες ἐν τῆι κατὰ Κωνσταντινούπολιν ἁγίαι συνόδωι καὶ | |
15 | μετὰ ταύτην οἱ ἐν Ἐφέσωι ὁμοίως συναχθέντες ἡγουμένου τοῦ τῆς ὁσίας μνήμης Κυρίλλου. πληροφορηθεὶς δὲ καὶ ἐπὶ τῆι ἐπιστολῆι τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου τῆς Ῥωμαίων Λέοντος ὡς συμφωνούσηι ταῖς προειρημέναις ἐκθέσεσιν, ὑπογράψαντος καὶ τοῦ αὐτοῦ εὐλαβεστάτου Αἰθερίου τοῦ ἐπισκόπου τῆι αὐτῆι ἐπιστολῆι, ἀκολουθῶ τῆι προλεχθείσηι ἁγίαι πίστει. | |
20 | Φιλότιμος ὁ εὐλαβέστατος πρεσβύτερος ἐπέχων τὸν τόπον τοῦ θεοφιλεστάτου ἐπισκόπου Θεμιστίου Ἀμάστριδος ἐπαρχίας Παφλαγονίας εἶπεν· Συνάιδω τοῖς αὐτοῖς. Ἁβράμιος ὁ εὐλαβέστατος ἐπίσκοπος Κάστρου Κιρκησίου Ὀσροηνῆς εἶπεν· Ἐπακούσας τῆς καταθέσεως τῶν προδηλουμένων εὐλαβεστάτων ἐπισκόπων κατὰ τὰ αὐτὰ κατατίθημι καὶ ὑπέγραψα τῆι ἐπιστολῆι τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς | |
25 | Ῥωμαίων πόλεως Λέοντος. Εὐδόξιος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἐτέννων Παμφυλίας εἶπεν· Ἡ πίστις τεθεμελίωται ἥνπερ οἱ τιη ἐν τῆι Νικαίαι ἐστήριξαν ἅγιοι πατέρες καὶ οἱ ρν συναχθέντες ἐν Κωνσταντινουπόλει καὶ ἡ ἐν Ἐφέσωι γενομένη ἁγία σύνοδος ἡγουμένου τοῦ ὁσιωτά‐ του ἐπισκόπου Κυρίλλου, ἧιπερ συνάιδει καὶ ἡ ἐπιστολὴ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου | |
30 | τῆς Ῥωμαίων Λέοντος, ἐν ἧι καὶ ὑπέγραψα. Εὐγένιος ὁ εὐλαβέστατος ἐπίσκοπος Κοτέννων Παμφυλίας εἶπεν· Κἀγὼ τοῖς αὐτοῖς συντίθημι καὶ ὑπέγραψα τῆι ἐπιστολῆι τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς Ῥωμαίων Λέοντος. Ὄβριμος ὁ εὐλαβέστατος ἐπίσκοπος Κορακησίου εἶπεν· Κἀγὼ τοῖς αὐτοῖς | |
35 | συντίθημι καὶ ὑπέγραψα τῆι ἐπιστολῆι τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς Ῥωμαίων Λέοντος. Νέων ὁ εὐλαβέστατος ἐπίσκοπος πόλεως Σιλλύου Παμφυλίας εἶπεν· Ἡ γρα‐ φεῖσα ἐπιστολὴ παρὰ τοῦ θεοφιλεστάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς Ῥωμαίων Λέοντος συνάιδει ὅσον κατὰ διάνοιαν τῆι ἐκτεθείσηι πίστει παρὰ τῶν ἁγίων πατέρων | |
40 | τῶν τιη τῶν ἐν Νικαίαι καὶ τῶν ρν τῶν ἐν τῆι βασιλευούσηι Κωνσταντινουπόλει καὶ τῶν ἐν Ἐφέσωι συνδραμόντων Νεστορίου τοῦ ἀσεβοῦς ἕνεκεν, ἧς ἡγεῖτο ὁ τῆς μακαρίας μνήμης Κύριλλος, καὶ ταύτην ἔχων τὴν γνώμην ἤδη πάλαι ὑπέγραψα τῆι αὐτῆι ἐπιστολῆι. Θεόφιλος ὁ εὐλαβέστατος ἐπίσκοπος πόλεως Ἀριασσοῦ Παμφυλίας εἶπεν· | |
Ὡς καταλαβεῖν ἠδυνήθην, συμφωνεῖ ὅσον κατὰ ἔννοιαν ἡ ἐπιστολὴ ἡ γραφεῖσα παρὰ | 97 in vol. 2.1.2 | |
2,1,298 | τοῦ θεοφιλεστάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς πρεσβυτέρας Ῥώμης Λέοντος τῆι ἐκτεθείσηι πίστει παρά τε τῶν τιη ἁγίων πατέρων τῶν ἐν Νικαίαι συναχθέντων καὶ τῶν μετὰ ταῦτα ἐν Κωνσταντινουπόλει ρν καὶ τῶν Νεστορίου τοῦ ἀσεβοῦς χάριν συνελθόντων ἐν τῆι Ἐφεσίων, ἧς τὸ κεφάλαιον ὑπῆρχεν ὁ μακάριος Κύριλλος. καὶ | |
5 | ταύτην ἔχων τὴν γνώμην φαίνομαι τῆι ἐπιστολῆι τοῦ αὐτοῦ πάπα καθυπογράψας. Βῆρος ὁ εὐλαβέστατος πρεσβύτερος ἐπέχων τὸν τόπον Μάρα τοῦ θεοφιλεστάτου ἐπισκόπου τῆς Κοδραλέων Παμφυλίας εἶπεν· Κατατίθημι ὑπὲρ τοῦ μνημονευθέντος εὐλαβεστάτου ἀνδρός, ἐπείπερ δι’ ἀρρωστίαν ἀπὸ τῆς Νικαέων πόλεως οὐ παραγέγονεν, ὡς ἡ ἐπιστολὴ ἡ γραφεῖσα παρὰ τοῦ θεοφιλεστάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου | |
10 | ἡμῶν τῆς Ῥωμαίων Λέοντος οὐκ ἀπάιδει ὅσον πρὸς ἔννοιαν, τῆι ἐκτεθείσηι πίστει παρά τε τῶν τιη ἁγίων πατέρων τῶν ἐν Νικαίαι συνελθόντων καὶ παρὰ τῶν ρν τῶν ἐν Κων‐ σταντινουπόλει συνδραμόντων, ἔτι μὴν καὶ τῶν ἐν Ἐφέσωι. Σεβαστιανὸς ὁ εὐλαβέστατος ἐπίσκοπος Βεροίας εἶπεν· Κατὰ πάντα συνάιδει ἡ ἐπιστολὴ τοῦ κυρίου Λέοντος τοῦ ἀρχιεπισκόπου τῆι ἐκθέσει τῶν τιη καὶ τῶν ρν ἁγίων | |
15 | πατέρων καὶ τοῖς πραχθεῖσιν ἐν Ἐφέσωι τὸ πρότερον παρὰ τοῦ τῆς ὁσίας μνήμης Κυρίλλου, καὶ ἀρεσθεὶς ταύτηι ὑπέγραψα. Ἀριστόμαχος ὁ εὐλαβέστατος ἐπίσκοπος Κολωνείας δευτέρας Καππαδοκίας εἶπεν· Συνάιδει ἡ ἐπιστολὴ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Λέοντος κατὰ πάντα τῆι ἐκθέσει τῶν τιη τῶν ἐν Νικαίαι καὶ τῶν ρν τῶν ἐν Κωνσταντινουπόλει ἁγίων πατέρων | |
20 | καὶ τοῖς παρὰ τοῦ ἁγιωτάτου Κυρίλλου ἐν Ἐφέσωι ἐν τῆι προτέραι συνόδωι πραχθεῖσιν, καὶ ἤδη ὑπέγραψα. Ἰουλιανὸς ὁ εὐλαβέστατος ἐπίσκοπος τῆς Κῶ εἶπεν· Ἀστράπτει τῆι συμ‐ φωνίαι τῶν τιη ἁγίων πατέρων καὶ τῶν ρν τῶν ἐν Κωνσταντινουπόλει ἐπὶ τοῦ τῆς θείας λήξεως Θεοδοσίου συναχθέντων καὶ τοῖς πραχθεῖσιν ἐν Ἐφέσωι παρὰ τοῦ μακαριωτάτου | |
25 | Κυρίλλου τοῦ ἐπισκόπου τῆς Ἀλεξανδρέων ἡ ἐπιστολὴ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου ἡμῶν Λέοντος, καὶ τούτοις ἐμμένων ὑπέγραψα. Θεοδώρητος ὁ εὐλαβέστατος ἐπίσκοπος Κύρρου εἶπεν· Συνάιδει ἡ ἐπιστολὴ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου τοῦ κυρίου Λέοντος τῆι ἐν Νικαίαι ἐκτεθείσηι πίστει παρὰ τῶν ἁγίων καὶ μακαρίων πατέρων καὶ τῶι ἐν Κωνσταντινουπόλει ὑπαγορευθέντι παρὰ | |
30 | τῶν ρν συμβόλωι τῆς πίστεως καὶ ταῖς ἐπιστολαῖς τοῦ μακαρίου Κυρίλλου, καὶ ἀπο‐ δεξάμενος τὴν προρρηθεῖσαν ἐπιστολὴν ὑπέγραψα. Κεκρόπιος ὁ εὐλαβέστατος ἐπίσκοπος Σεβαστοπόλεως Ἀρμενίας εἶπεν· Συνάι‐ δει ἡ ἐπιστολὴ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς Ῥωμαίων Λέοντος τῆι ἐκθέσει τῶν τιη καὶ τῆι ἐκθέσει τῶν ρν ἁγίων πατέρων καὶ τῆι συναινέσει τοῦ ἁγίου καὶ τρισμακαρίου | |
35 | Κυρίλλου τῆι ἐκτεθείσηι ἐν Ἐφέσωι τὸ πρότερον καὶ βεβαιωθείσηι παρὰ τῆς ἁγίας συνόδου καὶ τούτοις συνηινέσαμεν καὶ ὑπεγράψαμεν. Ἀκάκιος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀριαραθείας εἶπεν· Σύμφωνός ἐστιν ἡ ἐπιστολὴ τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου Λέοντος τῆς Ῥωμαίων τῆι ἐκθέσει τῶν τιη | |
τῶν ἐν Νικαίαι καὶ τῶν ρν τῶν ἐν Κωνσταντινουπόλει συναχθέντων καὶ τοῖς ἐπὶ τοῦ | 98 in vol. 2.1.2 | |
2,1,299 | ἁγιωτάτου Κυρίλλου πραχθεῖσιν ἐν Ἐφέσωι τὸ πρότερον καὶ βεβαιωθεῖσι, καὶ συνεθέμην καὶ ὑπέγραψα. Ἀττικὸς ὁ εὐλαβέστατος ἐπίσκοπος Ζήλων ἐπαρχίας Ἑλενοπόντου εἶπεν· Συνάιδει ἡ ἐπιστολὴ τοῦ ἁγιωτάτου πάπα Λέοντος τῆι ἐκθέσει τῶν τιη ἁγίων πατέρων | |
5 | τῶν ἐν Νικαίαι καὶ τῶν ρν τῶν ἐν Κωνσταντινουπόλει συναχθέντων καὶ τῆι ἐπιστολῆι τοῦ ἁγιωτάτου πάπα Κυρίλλου τῆι ἐν Ἐφέσωι πάλαι πραχθείσηι καὶ βεβαιωθείσηι, καὶ τούτοις συνηινέσαμεν καὶ ὑπεγράψαμεν. Ἡράκλειος ὁ εὐλαβέστατος ἐπίσκοπος Κομάνων ἐπαρχίας δευτέρας Ἀρμενίας εἶπεν· Τοῦτο φαμὲν ὅτιπερ συνάιδει ἐν ἅπασι τοῖς ἁγίοις πατράσιν ἡμῶν, λέγω δὴ τοῖς | |
10 | τιη καὶ τοῖς ρν καὶ τοῖς τοῦ μακαριωτάτου Κυρίλλου τοῖς ἐν Ἐφέσωι τὸ πρότερον πραχ‐ θεῖσι καὶ βεβαιωθεῖσιν ἡ τοῦ ἁγιωτάτου πάπα Λέοντος ἐπιστολή, καὶ συνεθέμην τῶι τόμωι καὶ ὑπέγραψα. Μελέτιος ὁ εὐλαβέστατος ἐπίσκοπος Λαρίσσης ἐπαρχίας Συρίας δευτέρας τοποτηρῶν τῶι ὁσιωτάτωι ἐπισκόπωι Ἀπαμείας Δόμνωι εἶπεν· Συνάιδει ἡ ἐπιστολὴ | |
15 | τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Λέοντος τοῦ τῆς Ῥωμαίων ἐκκλησίας τοῖς τε τιη καὶ τοῖς ρν ἁγίοις πατράσιν, ἔτι μὴν καὶ τοῖς τοῦ μακαριωτάτου Κυρίλλου τοῖς ἐν Ἐφέσωι ἐν τῆι προτέραι συνόδωι πραχθεῖσι καὶ βεβαιωθεῖσι, καὶ συνθέμενος ὑπέγραψα τῆι αὐτῆι ἐπι‐ στολῆι. Ὀλύμπιος ὁ εὐλαβέστατος ἐπίσκοπος Πανεάδος ἐπαρχίας πρώτης Φοινίκης | |
20 | εἶπεν· Συνωιδὰ ἡ ἐπιστολὴ τοῦ ἁγιωτάτου καὶ θεοσεβεστάτου ἀρχιεπισκόπου Λέοντος περιέχει τῆι ἐκθέσει τῶν τιη καὶ τῶν ρν ἁγίων πατέρων, ἔτι δὲ καὶ τοῖς ἐπὶ τοῦ τῆς μακα‐ ρίας μνήμης Κυρίλλου ἐν Ἐφέσωι τὸ πρότερον πραχθεῖσιν, καὶ συνθέμενος ὑπέγραψα τῆι αὐτῆι ἐπιστολῆι. Τιμόθεος ὁ εὐλαβέστατος ἐπίσκοπος Βαλανέων Συρίας δευτέρας εἶπεν· Τῆι | |
25 | ἐννοίαι τῆς πίστεως τῆι ἐκτεθείσηι ὑπὸ τῶν τιη ἁγίων πατέρων τῶν ἐν Νικαία συνελθόν‐ των καὶ τῆι τῶν ρν ἐκτεθείσηι ὑπὸ τῶν ἐν Κωνσταντινουπόλει τὸ τηνικαῦτα συνελθόντων ὁμόλογός ἐστιν ἡ ἐπιστολὴ ἡ γραφεῖσα πρὸς τὸν τῆς μακαρίας μνήμης Φλαβιανὸν παρὰ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου καὶ πατρὸς ἡμῶν Λέοντος, συμφωνοῦσα καὶ τοῖς παρὰ τοῦ μακαρίου Κυρίλλου ἐν Ἐφέσωι τὸ πρότερον πραχθεῖσι καὶ βεβαιωθεῖσι, καὶ συνθέ‐ | |
30 | μενος ὑπέγραψα τῶι τόμωι. Ἰουλιανὸς ὁ εὐλαβέστατος ἐπίσκοπος Ῥωσοῦ Κιλικίας δευτέρας εἶπεν· Συνάιδει ἡ ἐπιστολὴ τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου Λέοντος τῆι ἐκθέσει τῆς πίστεως τῶν ἁγίων πατέρων τῶν τε τιη καὶ τῶν ρν καὶ τοῖς ἐπὶ τοῦ μακαριωτάτου Κυρίλλου ἐν Ἐφέσωι πραχθεῖσι καὶ βεβαιωθεῖσιν ἐν τῆι προτέραι συνόδωι, καὶ συνθέμενος ὑπέγραψα τῶι | |
35 | τόμωι. Παῦλος ὁ εὐλαβέστατος ἐπίσκοπος Μαριάμμης Συρίας δευτέρας εἶπεν· Τῆι ἐκτεθείσηι παρὰ τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι πίστει καὶ τῶν μετὰ ταῦτα ἐν Κων‐ σταντινουπόλει ρν καὶ τοῖς ὑπὸ τοῦ μακαρίου Κυρίλλου γραφεῖσιν ἐν Ἐφέσωι τὸ πρό‐ τερον σύμφωνός ἐστιν ἡ ἐπιστολὴ τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου ἀρχιεπισκόπου | |
40 | τῆς Ῥωμαίων Λέοντος, καὶ ταύτηι συνεθέμην καὶ ὑπέγραψα. Ἀτάρβιος ὁ εὐλαβέστατος ἐπίσκοπος πόλεως Τραπεζοῦντος Πόντου Πολε‐ μωνιακοῦ εἶπεν· Τῆι πίστει τῆι περὶ τὴν ὁμοούσιον τριάδα καὶ τῆι θεόθεν ὑμῖν ἐπιχορη‐ γηθείσηι σοφίαι συνορᾶι καὶ ἡ ὑμετέρα ἐνδοξότης σύμφωνον εἶναι τῆι ἐκθέσει τῆς πίστεως | |
τῶν ἐν Νικαίαι ἁγιωτάτων πατέρων τιη καὶ τῶν ρν τῶν ἐν τῆι βασιλευούσηι συναχθέντων | 99 in vol. 2.1.2 | |
2,1,2100 | μετὰ τὴν προρρηθεῖσαν καὶ τοῖς ἐν Ἐφέσωι ἐπὶ τοῦ τῆς ὁσίας μνήμης Κυρίλλου τὸ πρό‐ τερον πραχθεῖσιν καὶ βεβαιωθεῖσιν τὴν ἐπιστολὴν τοῦ ὁσιωτάτου Λέοντος. καὶ διὰ τοῦτο ἡμεῖς τε καὶ ὁ θεοφιλέστατος Δωρόθεος ὁ τῆς μητροπόλεως ἡμῶν Νεοκαισαρείας ἐπίσκοπος καθυπεσημηνάμεθα οὕτως φρονοῦντες. | |
5 | Φωτεινὸς διάκονος τοποτηρῶν τῶι εὐλαβεστάτωι ἐπισκόπωι Δωροθέωι Νεο‐ καισαρείας Πόντου Πολεμωνιακοῦ εἶπεν· Κἀγὼ ταῦτα κατατίθημι. Ἰωάννης ὁ εὐλαβέστατος ἐπίσκοπος πόλεως Πολεμωνίου Πόντου Πολεμωνιακοῦ εἶπεν· Ἡ ἐπιστολὴ τοῦ ἁγιωτάτου πάπα Λέοντος σύμφωνός ἐστι τῆι ἐκθέσει τῶν τιη ἁγίων πατέρων τῶν ἐν Νικαίαι καὶ τῶν ρν τῶν ἐν Κωνσταντινουπόλει συνελθόντων | |
10 | καὶ τῆι συνόδωι τῆι ἐν Ἐφέσωι τὸ πρότερον τῆι ἐπὶ τοῦ μακαριωτάτου Κυρίλλου, καὶ ὑπεσημηνάμην αὐτῆι. Γρατιδιανὸς ὁ εὐλαβέστατος ἐπίσκοπος Κερασοῦντος Πόντου Πολεμωνιακοῦ εἶπεν· Τῆι ἐπιστολῆι τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου πάπα Λέοντος συμφωνούσηι τῆι ἐκθέσει τῶν ἁγίων πατέρων τῶν τιη τῶν ἐν Νικαίαι καὶ τῶν ρν τῶν ἐν Κωνσταντινου‐ | |
15 | πόλει καὶ τοῖς ἐν Ἐφέσωι ἐπὶ τοῦ τῆς ὁσίας μνήμης Κυρίλλου πραχθεῖσι καὶ βεβαιωθεῖσιν ὑπεσημηνάμην. Ἰωάννης ὁ εὐλαβέστατος ἐπίσκοπος πόλεως Καρρῶν Ὀσροηνῆς εἶπεν· Σύμ‐ φωνός ἐστιν ἡ ἐπιστολὴ τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου Λέοντος τῆι ἐκθέσει τῶν τιη τῶν ἐν Νικαίαι καὶ τῶν ρν τῶν ἐν Κωνσταντινουπόλει καὶ τοῖς ἐν Ἐφέσωι ἐπὶ τοῦ τῆς ὁσίας | |
20 | μνήμης Κυρίλλου πραχθεῖσι καὶ βεβαιωθεῖσι, καὶ ὑπεσημηνάμην. Ῥῆνος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἰουνοπόλεως Παφλαγονίας εἶπεν· Τῆι ἐπι‐ στολῆι τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Λέοντος συναιδούσηι τῆι ἐκτεθείσηι πίστει παρὰ τῶν τιη καὶ τῶν ρν ἁγίων πατέρων καὶ τοῖς τοῦ ὁσιωτάτου Κυρίλλου ἐν Ἐφέσωι τὸ πρότερον βεβαιωθεῖσιν ὑπεσημηνάμην. | |
25 | Καίουμος ὁ εὐλαβέστατος ἐπίσκοπος Μαρκουπόλεως ἐπαρχίας Ὀσροηνῆς εἶπεν· Συνάιδει ἡ ἐπιστολὴ τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου Λέοντος τοῖς ἐκτεθεῖσι παρὰ τῶν ἁγίων πατέρων τῶν τιη καὶ τῶν ρν καὶ τοῖς τοῦ μακαρίου Κυρίλλου ἐν Ἐφέσωι τὸ πρότερον βεβαιωθεῖσι, καὶ ὑπέγραψα αὐτῆι. Ἀθανάσιος ὁ εὐλαβέστατος ἐπίσκοπος Πέρρης Εὐφρατησίας εἶπεν· Συμφωνεῖ ἡ | |
30 | ἐπιστολὴ τοῦ μακαριωτάτου ἀρχιεπισκόπου Λέοντος τῆς Ῥωμαίων τῆι ἐκτεθείσηι πίστει παρὰ τῶν τιη καὶ τῶν ρν τῶν ἐν Κωνσταντινουπόλει καὶ τοῖς τυπωθεῖσιν ἐν τῆι Ἐφεσίων πρώτηι συνόδωι ἐπὶ τοῦ μακαριωτάτου Κυρίλλου, καὶ ὑπέγραψα τῆι αὐτῆι ἐπιστολῆι. Βασίλειος ὁ εὐλαβέστατος ἐπίσκοπος Τραιανουπόλεως ἐπαρχίας Ῥοδόπης εἶπεν· Τοῖς πάλαι παρὰ τῶν ἁγίων πατέρων τῶν τιη ἐν τῆι Νικαέων τυπωθεῖσι καὶ | |
35 | μετὰ ταῦτα παρὰ τῶν ρν ἁγίων πατέρων τῶν ἐν Κωνσταντινουπόλει συνελθόντων βεβαιωθεῖσιν, ἔτι γε μὴν καὶ τοῖς ἐν Ἐφέσωι κατὰ τὴν προτέραν σύνοδον συμφώνως ἐκείνοις πεπραγμένοις ἐπὶ τοῦ τῆς ὁσίας μνήμης Κυρίλλου στοιχῶν καὶ τὴν τοῦ τὰ πάντα ὁσιωτάτου τῆς Ῥωμαίων ἀρχιεπισκόπου Λέοντος ἐπιστολὴν τὴν γραφεῖσαν πρὸς τὸν τῆς ὁσίας μνήμης Φλαβιανὸν προσίεμαι πρὸς τὸν αὐτὸν βλέπουσαν σκοπόν, καὶ αὐτὸς | |
40 | ὑπεσημηνάμην. Δοκιμάσιος ὁ εὐλαβέστατος ἐπίσκοπος Μαρωνείας Ῥοδόπης εἶπεν· Τῆι ἐκ‐ θέσει τῶν τιη ἁγίων πατέρων τῶν ἐν Νικαίαι καὶ τῶν ρν τῶν ἐν Κωνσταντινουπόλει, ἔτι | |
μὴν καὶ τοῖς ἐπὶ τοῦ μακαρίου Κυρίλλου ἐν Ἐφέσωι τὸ πρότερον πραχθεῖσι καὶ βεβαιωθεῖσιν | 100 in vol. 2.1.2 | |
2,1,2101 | συμβαίνουσαν ὁρῶν καὶ τὴν ἐπιστολὴν τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Λέοντος μετὰ πάντων καὶ αὐτὸς ὑπεσημηνάμην αὐτῆι. Σερῆνος ὁ εὐλαβέστατος ἐπίσκοπος Μαξιμιανουπόλεως Ῥοδόπης εἶπεν· Τῆι ἐκτεθείσηι παρὰ τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι πάλαι συνελθόντων τιη καὶ τῶν | |
5 | μετὰ ταῦτα ἐν Κωνσταντινουπόλει ρν καὶ τοῖς ἐπὶ τοῦ ἁγιωτάτου Κυρίλλου ἐν τῆι Ἐφεσίων πρώτηι συνόδωι πραχθεῖσιν συνάιδουσαν εὑρὼν τὴν ἐπιστολὴν τοῦ θειοτάτου ἀρχιεπισκόπου Λέοντος μετὰ πάντων καὶ αὐτὸς ὑπέγραψα αὐτῆι. Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος Σελευκοβήλου Συρίας δευτέρας εἶπεν· Τοῖς ἐκτεθεῖσι παρὰ τῶν ἁγίων πατέρων τῶν τιη καὶ τῶν ρν, ἔτι μὴν καὶ τοῖς τοῦ μακαρίου | |
10 | Κυρίλλου τοῖς ἐν Ἐφέσωι κατὰ τὴν προτέραν σύνοδον πραχθεῖσι καὶ βεβαιωθεῖσι σύμ‐ φωνον εὑρὼν τὴν ἐπιστολὴν τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου Λέοντος ὑπέγραψα αὐτῆι. Εὐσέβιος καὶ Κωνστάντιος οἱ εὐλαβέστατοι πρεσβύτεροι τῆς Νικαέων πόλεως τοποτηροῦντες τῶι ὁσιωτάτωι ἐπισκόπωι τῆς αὐτῆς πόλεως Ἀναστασίωι εἶπον· Κατα‐ τιθέμεθα ὅτι ἤδη καὶ ἀναγνοὺς τὸν τόμον τοῦ ἁγιωτάτου Λέοντος ὁ ὁσιώτατος ἡμῶν | |
15 | ἐπίσκοπος Ἀναστάσιος καὶ εὑρὼν αὐτὸν σύμφωνον τοῖς ἐκτεθεῖσι παρὰ τῶν ἁγίων πα‐ τέρων τῶν τιη τῶν ἐν τῆι ἡμετέραι πόλει συναχθέντων καὶ τῶν ρν τῶν ἐν τῆι βασιλευού‐ σηι πόλει συνελθόντων καὶ τοῖς ἐπὶ τοῦ μακαρίου Κυρίλλου ἐν τῆι προτέραι συνόδωι τῆι κατ’ Ἔφεσον πραχθεῖσι καὶ βεβαιωθεῖσι καθυπέγραψεν αὐτῆι. Πορφύριος ἀρχιδιάκονος τοποτηρῶν Οὐρανίωι τῶι εὐλαβεστάτωι ἐπισκόπωι | |
20 | Ἐμίσης ἐπαρχίας Φοινίκης εἶπεν· Ὁ εὐλαβέστατος ἐπίσκοπος ἡμῶν Οὐράνιος ὁ εἰς τόπον αὐτοῦ ἀποστείλας με εὑρὼν τὴν ἐπιστολὴν τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου Λέον‐ τος τῆς πρεσβυτέρας Ῥώμης συμφωνοῦσαν τῆι ἐκθέσει τῶν τιη ἁγίων πατέρων τῶν ἐν Νικαίαι καὶ τῶν ρν τῶν ἐν Κωνσταντινουπόλει καὶ τοῖς τοῦ μακαριωτάτου Κυρίλλου ἐν Ἐφέσωι τὸ πρότερον πραχθεῖσι πᾶσι καὶ βεβαιωθεῖσιν ὑπέγραψεν αὐτῆι. | |
25 | Θεόδωρος ὁ εὐλαβέστατος ἐπίσκοπος Κλαυδιουπόλεως ἐπαρχίας Ἰσαυρίας εἶπεν· Τῆι πίστει τῶν τιη καὶ τῶν ρν σύμφωνός ἐστιν ἡ ἑρμηνεία ἡ ἐκτεθεῖσα παρὰ τοῦ μακαριωτάτου Κυρίλλου καὶ βεβαιωθεῖσα ἐν τῆι κατ’ Ἔφεσον προτέραι ἁγίαι συνόδωι, σύμφωνος δέ ἐστιν καὶ ἡ ἑρμηνεία τῆς ἐπιστολῆς τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου Λέοντος καὶ ὑπέγραψα αὐτῆι. | |
30 | Ἰωάννης ὁ εὐλαβέστατος ἐπίσκοπος Γερμανικείας Αὐγουστοευφρατησίας εἶπεν· Ἐπὶ τῆι πίστει τῶν τιη τῶν ἐν Νικαίαι καὶ τῶν ρν τῶν ἐν Κωνσταντινουπόλει ἐν τοῖς ἔμπροσθεν χρόνοις ἀθροισθέντων καὶ ἐβαπτίσθημεν καὶ βαπτίζομεν καὶ ταύτηι σύμ‐ φωνα εὑρόντες τὰ ἐκτεθέντα παρὰ τοῦ μακαριωτάτου Κυρίλλου ἐν τῆι προτέραι κατ’ Ἔφεσον συνόδωι καὶ βεβαιωθέντα, ἔτι μὴν καὶ τὴν ἐπιστολὴν τοῦ ὁσιωτάτου ἀρχι‐ | |
35 | επισκόπου Λέοντος ὑπεγράψαμεν αὐτῆι. Εὐόλκιος ὁ εὐλαβέστατος ἐπίσκοπος τοῦ Ζεύγματος Αὐγουστοευφρατησίας εἶπεν· Συνάιδει ἡ ἐπιστολὴ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Λέοντος τῆι ἐκθέσει τῶν τιη καὶ τῶν ρν ἁγίων πατέρων καὶ τοῖς τοῦ ἁγιωτάτου Κυρίλλου ἐν Ἐφέσωι τὸ πρότερον πραχθεῖσιν καὶ βεβαιωθεῖσι, καὶ ὑπέγραψα αὐτῆι. | |
40 | Ὁμοίως Κύντιλλος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἡρακλείας ἐπέχων τὸν τόπον τοῦ ἁγιωτάτου ἐπισκόπου τῆς Θεσσαλονικέων Ἀναστασίου καὶ Πέτρος ὁ εὐλα‐ βέστατος ἐπίσκοπος Κορίνθου μητροπόλεως Ἑλλάδος καὶ Ἀττικὸς ὁ εὐλαβέστατος ἐπίσκοπος Νικοπόλεως μητροπόλεως παλαιᾶς Ἠπείρου καὶ Λουκᾶς ὁ εὐλαβέστατος | |
ἐπίσκοπος Δυρραχίου μητροπόλεως νέας Ἠπείρου καὶ Μαρτύριος ὁ εὐλαβέστατος | 101 in vol. 2.1.2 | |
2,1,2102 | ἐπίσκοπος Γορτύνης μητροπόλεως Κρήτης καὶ Κωνσταντῖνος ὁ εὐλαβέστατος ἐπί‐ σκοπος Δημητριάδος Θεσσαλίας ἐπέχων τὸν τόπον Βιγιλαντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Λαρίσσης μητροπόλεως ἐπαρχίας τῆς αὐτῆς καὶ οἱ Μακεδονίας πρώτης εὐλα‐ βέστατοι ἐπίσκοποι, τουτέστιν Σώιζων ὁ εὐλαβέστατος ἐπίσκοπος Φιλίππων καὶ | |
5 | Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος Δοβήρου καὶ Μάξιμος ὁ εὐλαβέστατος ἐπίσκο‐ πος Σερρῶν καὶ Νικόλαος ὁ εὐλαβέστατος ἐπίσκοπος Στοβῶν καὶ Ἰωάννης ὁ εὐλα‐ βέστατος ἐπίσκοπος Παρθικουπόλεως καὶ Δαρδάνιος ὁ εὐλαβέστατος ἐπίσκοπος Βαρ‐ γάλων καὶ Ὁνωράτος ὁ εὐλαβέστατος ἐπίσκοπος Θάσου, καὶ οἱ τῆς Ἑλλάδος, τουτέστιν Νικέας ὁ εὐλαβέστατος ἐπίσκοπος Μεγάρων καὶ Ἰωάννης ὁ εὐλαβέστατος | |
10 | ἐπίσκοπος Μεσσήνης καὶ Ὠφέλιμος ὁ εὐλαβέστατος ἐπίσκοπος Τεγέας καὶ Ἀθα‐ νάσιος ὁ εὐλαβέστατος ἐπίσκοπος Ὀποῦντος καὶ Εἰρηναῖος ὁ εὐλαβέστατος ἐπίσκοπος Ναυπάκτου καὶ Δομνῖνος ὁ εὐλαβέστατος ἐπίσκοπος Πλαταιῶν καὶ Ὀνήσιμος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἄργους, καὶ οἱ παλαιᾶς Ἠπείρου, τουτέστι Μάρκος ὁ εὐλαβέστατος ἐπίσκοπος Εὐροίας καὶ Περεγρῖνος ὁ εὐλαβέστατος ἐπίσκοπος Φοινί‐ | |
15 | κης καὶ Εὐτύχιος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀδριανουπόλεως καὶ Κλάδεος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀνχιεσμοῦ καὶ Σωτήριχος ὁ εὐλαβέστατος ἐπίσκοπος Κερ‐ κύρας, καὶ οἱ νέας Ἠπείρου, τουτέστιν Πέτρος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἐχινέου καὶ Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀπολλωνίας, καὶ οἱ τῆς Κρήτης, τουτέστιν Κύριλλος ὁ εὐλαβέστατος ἐπίσκοπος Σούβριτος καὶ Γεννάδιος ὁ εὐλαβέστατος ἐπί‐ | |
20 | σκοπος Κνωσσοῦ καὶ Δημήτριος ὁ εὐλαβέστατος ἐπίσκοπος Λάμπης καὶ Εὐφράτας ὁ εὐλαβέστατος ἐπίσκοπος Ἐλευθέρνης ἐπέχων τὸν τόπον καὶ Παύλου τοῦ εὐλαβεστά‐ του ἐπισκόπου Καντάνων ἀπὸ χάρτου διὰ σημείων ὑπηγόρευσαν διὰ Σώιζοντος ἐπι‐ σκόπου Φιλίππων· Τὴν τῶν ἁγίων πατέρων τῶν τιη πίστιν σωτηρίαν ἡμετέραν οὖσαν καὶ φυλάττομεν καὶ μετὰ ταύτης ἐξελθεῖν τὸν βίον εὐχόμεθα, ἀλλὰ καὶ ἡ τῶν ρν κατ’ οὐδένα | |
25 | τρόπον τῆς προειρημένης πίστεως ἀσύμφωνός ἐστι. φυλάττοντες δὲ διατελοῦμεν καὶ πάντα τὰ πεπραγμένα καὶ ὡρισμένα ἐπὶ τῆς πρώτης Ἐφεσιακῆς συνόδου, ἧς καθηγηταὶ γεγό‐ νασιν ὁ μακαριώτατος Κελεστῖνος ὁ τῆς ἀποστολικῆς καθέδρας πρόεδρος καὶ ὁ μακαριώ‐ τατος Κύριλλος ὁ τῆς μεγαλοπόλεως Ἀλεξανδρείας, καὶ ὀρθοδοξότατον εἶναι τὸν ἁγιώτα‐ τον πατέρα καὶ ἀρχιεπίσκοπον Λέοντα πεπληροφορήμεθα. γεγένηται δὲ ἡμῖν περὶ | |
30 | τῆς ἐπεσταλμένης παρὰ τῆς αὐτοῦ μακαριότητος ἐπιστολῆς τὸ ἀναμφίβολον τῶν ἁγιω‐ τάτων ἐπισκόπων Πασκασίνου καὶ Λουκινσίου τῶν τὸν τόπον ἐπεχόντων τῆς ἀποστολικῆς καθέδρας σαφηνισάντων ἡμῖν ἃ ἡ φράσις διιστᾶν ἠινίττετο. ὅτε γὰρ κατὰ τὸν τύπον τῆς ὑμετέρας ἐξουσίας παρὰ τῶι ἁγιωτάτωι ἀρχιεπισκόπωι τῆς μεγάλης Κωνσταντινου‐ πόλεως Ἀνατολίωι καὶ τῆι συνεδρευούσηι αὐτῶι ἁγιωτάτηι συνόδωι παρεγενόμεθα | |
35 | ὀφείλοντες περὶ ὧν ἀμφεβάλλομεν ὀλίγων πληροφορηθῆναι, ηὕρομεν αὐτῶν τὴν ἁγιότητα ἑτοιμότατα τὴν ἀμφιβολίαν ἐκβάλλουσαν. πάντα γὰρ ἄνθρωπον ἀνεθεμάτισαν διιστῶντα τῆς θεότητος τὴν σάρκα τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἣν ἥνωσεν ἑαυτῶι ἀπὸ τῆς ἁγίας παρθένου Μαρίας τῆς θεοτόκου, καὶ μὴ τὰ θεοπρεπῆ καὶ τὰ ἀνθρωποπρεπῆ αὐτοῦ εἶναι λέγοντα ἀσυγχύτως καὶ ἀτρέπτως καὶ ἀδιαιρέτως. | |
40 | διά τοι τοῦτο πληροφορηθέντες καὶ συμφωνεῖν ἡγούμενοι κατὰ πάντα τοῖς προγεγραμ‐ | |
μένοις ἁγίοις πατράσι τὴν ἐπιστολὴν συνηινέσαμεν ταύτηι καὶ ὑπεγράψαμεν. | 102 in vol. 2.1.2 | |
2,1,2103 | Πάντες οἱ προλεχθέντες εὐλαβέστατοι ἐπίσκοποι εἶπον· Πάντες οἱ τοῦ Ἰλλυρικοῦ τὴν αὐτὴν φωνὴν ἐδώκαμεν, ἧιτινι πάντες συντιθέμεθα. Λεόντιος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀσκάλωνος Παλαιστίνης πρώτης καὶ Φωτεινὸς ὁ εὐλαβέστατος ἐπίσκοπος Λύδδης καὶ Παῦλος ὁ εὐλαβέστατος ἐπίσκο‐ | |
5 | πος Ἀνθηδόνος καὶ Ἡράκλειος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀζώτου καὶ Στέφανος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἰαμνείας καὶ Πολυχρόνιος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀντιπατρίδος καὶ Παγκράτιος ὁ εὐλαβέστατος ἐπίσκοπος Λιβιάδος καὶ Ζώσιμος ὁ εὐλαβέστατος ἐπίσκοπος Μινωίδος καὶ Ἀνανίας ὁ εὐλαβέστατος ἐπίσκοπος Καπε‐ τωλιάδος Παλαιστίνης β καὶ Ζέβεννος ὁ εὐλαβέστατος ἐπίσκοπος Πέλλης καὶ Ἰωάν‐ | |
10 | νης ὁ εὐλαβέστατος ἐπίσκοπος Τιβεριάδος καὶ Ἰωάννης ὁ εὐλαβέστατος ἐπίσκοπος Γαδάρων καὶ Βήρυλλος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀιλᾶ Παλαιστίνης τρίτης καὶ Ἀρέτας ὁ εὐλαβέστατος ἐπίσκοπος Ἐλούσης καὶ Μουσώνιος ὁ εὐλαβέστατος ἐπί‐ σκοπος Ζωόρων καὶ Μαρκιανὸς ὁ εὐλαβέστατος ἐπίσκοπος Ἰωτάνης ἀπὸ χάρτου ὑπαγορεύσαντες διὰ Ἀνανίου ἐπισκόπου εἶπον· Ἡμεῖς πάντες τῶν ἁγίων πατέρων | |
15 | τῶν τιη τῶν ἐν Νικαίαι συναχθέντων τὴν πίστιν ἐφυλάξαμεν ἀεὶ καὶ φυλάττομεν καὶ μετὰ ταύτης τὸν βίον ἐξελθεῖν εὐχόμεθα, ἀκολουθοῦμεν δὲ καὶ τῆι τῶν ρν πατέρων κατ’ οὐ‐ δὲν διαφωνούσηι. συντιθέμεθα δὲ καὶ τοῖς παρὰ τοῦ μακαριωτάτου καὶ ὁσιωτάτου τὴν μνήμην γενομένου τῆς Ἀλεξανδρέων ἐπισκόπου Κυρίλλου πεπραγμένοις καὶ ὡρισ‐ μένοις κατὰ τὴν Ἐφεσίων ἐν τῆι πρώτηι συνόδωι, ἀλλὰ καὶ ἀναγνωσθείσης ἡμῖν τῆς | |
20 | ἐπιστολῆς τοῦ μακαριωτάτου καὶ θεοφιλεστάτου ἀρχιεπισκόπου τῆς Ῥωμαίων Λέοντος τοῖς πλείοσιν ὀρθῶς ἔχουσι προσετέθημεν καὶ τοῖς εἰρημένοις συνάιδουσι. τινὲς δὲ ἡμῖν ἐξ αὐτῆς προσέστησαν λέξεις ὡς μερισμόν τινα καὶ χωρισμὸν τοῖς οὕτω φρονεῖν ἐθέλουσιν ἐμφαίνουσαι, περὶ ὧν καὶ ἐπὶ τῆς ὑμετέρας ἐξ ἀρχῆς ἀμφεβάλλομεν φιλανθρω‐ πίας καὶ ἐξελθεῖν ἀπὸ τῆς ὑμετέρας κελευσθέντες μεγαλοπρεπείας ἠκούσαμεν παρὰ τῶν | |
25 | ἁγιωτάτων πατέρων ἐπισκόπων τε καὶ πρεσβυτέρων τῶν ἐπεχόντων τὸν τόπον τοῦ θεοφιλεστάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου Λέοντος ὡς οὐδένα λέγουσι μερισμὸν ἐπὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν κύριον τὸν υἱὸν τοῦ θεοῦ. δι’ ὃ συνεθέμεθα καὶ τῶι τόμωι καθυπεγράψαμεν, οἰόμεθα δὲ αὐτοὺς καὶ νῦν, εἰ ἐπιτραπεῖεν παρὰ τοῦ ὑμετέρου μεγέθους, τὰ αὐτὰ κατατίθεσθαι ὑπὲρ ὠφελείας τοῦ | |
30 | κόσμου παντός. Πάντες οἱ προλεχθέντες εὐλαβέστατοι ἐπίσκοποι εἶπον· Τὰ αὐτὰ πάντες εἴπομεν καὶ τούτοις συντιθέμεθα. Νουνέχιος ὁ εὐλαβέστατος ἐπίσκοπος Λαοδικείας Φρυγίας Πακατιανῆς εἶπεν· Ἡ ἐπιστολὴ τοῦ μακαριωτάτου Λέοντος ἐν ἧι καὶ ὑπέγραψα, σύμφωνός ἐστι τῆι ἐκθέσει | |
35 | τῆς πίστεως τῶν ἐν Νικαίαι ἁγίων πατέρων καὶ τῶν ρν τῶν συνελθόντων ἐν Κωνσταντι‐ νουπόλει καὶ τῆι συνόδωι τῆι κατ’ Ἔφεσον, ἧς ἡγεῖτο ὁ μακάριος πατὴρ ἡμῶν Κύριλλος. Νόννος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἐδέσσης Ὀσροηνῆς εἶπεν· Ἡ ἐπιστολὴ τοῦ μακαριωτάτου Λέοντος σύμφωνός ἐστι τῆι συνόδωι τῆι κατὰ Νίκαιαν γενομένηι τῶν τιη καὶ τῶν ἐν Κωνσταντινουπόλει ρν ἐπὶ τοῦ τῆς θείας λήξεως Θεοδοσίου καὶ | |
40 | τῆι ἐπιστολῆι τοῦ τῆς μακαρίας μνήμης Κυρίλλου ἐν τῆι Ἐφεσίων μητροπόλει βεβαιω‐ | |
θείσηι· ἧι καὶ ὑπεσημηνάμην. | 103 in vol. 2.1.2 | |
2,1,2104 | Πολυχρόνιος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἐπιφανείας Κιλικίας εἶπεν· Ὁ κοινὸς τῶν πιστῶν πατὴρ ὁ μακάριος Παῦλος ὁ ἀπόστολος ὁ διὰ τοῦ εὐαγγελίου πάντας ἡμᾶς γεννήσας μαρτυρεῖ τῆι πίστει Ῥωμαίων ὡς ἐν ὅλωι τῶι κόσμωι καταγγελλομένηι, ἣν πίστιν ἄνωθεν ἐφύλαξεν ἡ ἁγία ἐκκλησία ἐκείνη, ἣν ἐξεφώνησε νῦν καὶ ἀεὶ ὁ ἁγιώ‐ | |
5 | τατος ἀρχιεπίσκοπος Λέων συμφωνοῦσαν τῆι τῶν ἐν Νικαίαι ἁγίων πατέρων καὶ πάντων τῶν ὀρθοδόξων. ταύτην ἄνωθεν ἐκρατήσαμεν τὴν πίστιν καὶ κρατοῦμεν, ἐν ἧι καὶ ἐβαπτίσθημεν καὶ βαπτίζομεν. Εὐνόμιος ὁ εὐλαβέστατος ἐπίσκοπος Νικομηδείας εἶπεν· Τῆι ἐκθέσει τῆς πίστεως τῶν ἁγίων πατέρων τῶν τιη τῶν ἐν Νικαίαι ὀρθῶς καὶ εὐσεβῶς ἐχούσηι ἠκολούθησεν | |
10 | ὁ θεοσεβέστατος ἐπίσκοπος τῆς Ἀλεξανδρέων Κύριλλος, ἔτι μὴν καὶ ἡ ἐν τῆι μεγαλωνύμωι Κωνσταντινουπόλει τῶν ρν ἐπισκόπων ἐπὶ τοῦ τῆς θείας λήξεως Θεοδοσίου ἀθροισθεῖσα σύνοδος τὴν αὐτὴν γνώμην ἐκύρωσεν, καὶ ὁ θεοφιλέστατος δὲ τῆς Ῥωμαίων ἀρχιεπίσκοπος Λέων σαφῶς ἐξακολουθήσας δείκνυται ταύτηι. μηδὲν οὖν καινισθέντες ἐφ’ ἧι ἔχομεν ἐκ πατέρων πίστει, ταύτην ἐφυλάξαμεν τῆι τοῦ θεοῦ χάριτι καὶ φυλάττομεν καὶ φυλά‐ | |
15 | ξομεν. Ἀλέξανδρος ὁ εὐσεβέστατος ἐπίσκοπος Σεβαστῆς πρώτης Κιλικίας εἶπεν· Ἡ ἐπιστολὴ τοῦ μακαριωτάτου καὶ ὁσιωτάτου Λέοντος τοῦ ἀρχιεπισκόπου Ῥώμης σύμ‐ φωνός ἐστι τῆι ἐκθέσει τῶν τιη τῆι γενομένηι ἐν Νικαίαι καὶ τῆι τῶν ρν τῶν συν‐ αχθέντων ἐν τῆι πανευδαίμονι Κωνσταντινουπόλει ἐπὶ τοῦ τῆς θείας λήξεως Θεοδοσίου | |
20 | καὶ τῆι ἐπιστολῆι τοῦ μακαριωτάτου καὶ ἁγιωτάτου Κυρίλλου τῆι ἐν Ἐφέσωι βε‐ βαιωθείσηι. Καλλίνικος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀπαμείας Βιθυνίας εἶπεν· Ἡ σύνοδος ἡ ἐν τῆι Νικαέων συγκροτηθεῖσα παρὰ τῶν τιη ἁγίων πατέρων καὶ τῶν ρν τῶν ἐν τῆι μεγαλωνύμωι Κωνσταντινουπόλει ἐπὶ τῆι χειροτονίαι τοῦ μακαριωτάτου Νεκταρίου τοῦ | |
25 | ἐπισκόπου καὶ ἡ ἐν Ἐφέσωι κατὰ Νεστορίου συγκροτηθεῖσα ἓν ἔχει τὸ φρόνημα, τριάδα προσκυνοῦσα καὶ τριάδα κηρύττουσα καὶ τριάδα τῶι κόσμωι παραδιδοῦσα. καὶ αὐτὸς οὖν ταύταις ταῖς ἁγίαις συνόδοις στοιχῶ, εἰς ἃς καὶ ἐπίστευσα καὶ ὑπέγραψα. εἰς ταύτας καὶ ὁμολογῶ καὶ συντίθεμαι καὶ τὰ ἴσα τούτοις γέγραφεν ὁ ὁσιώτατος τῆς Ῥώμης πατὴρ ἡμῶν Λέων. | |
30 | Θεόδωρος ὁ εὐλαβέστατος ἐπίσκοπος Τριπόλεως Φοινίκης παραλίας πρώτης εἶπεν· Τῆι ὀρθῆι καὶ ἀποστολικῆι πίστει τῆι ἐκτεθείσηι ὑπὸ τῶν μακαριωτάτων καὶ ἁγιωτάτων πατέρων τῶν ἐν Νικαίαι συνελθόντων, ἔτι μὴν καὶ τῶν ρν τῶν ἐπὶ τῆς βασι‐ λευούσης νέας Ῥώμης Κωνσταντινουπόλεως συνδραμόντων καὶ τῆι ἐπιστολῆι τοῦ μακαριωτάτου Κυρίλλου τοῦ τῆς Ἀλεξανδρέων γενομένου ἐπισκόπου ἐν Ἐφέσωι ἐμφανι‐ | |
35 | σθείσηι συνάιδει ἡ τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἐπισκόπου Λέοντος ἐπιστολή. Ἀπραγμόνιος ὁ εὐλαβέστατος ἐπίσκοπος Τίου εἶπεν· Οὐδεμίαν διαφορὰν ἐν τοῖς ἐκτεθεῖσι παρά τε τῶν ἁγιωτάτων πατέρων τῶν τιη τῶν ἐν Νικαίαι συνελθόντων οὔτε μὴν παρὰ τῶν ρν συνορῶ, ἀλλὰ γὰρ καὶ ταύταις συνάιδειν τὰς ἐπιστολὰς τοῦ μακαριωτάτου Κυρίλλου καὶ τοῦ ὁσιωτάτου καὶ θεοφιλεστάτου πάπα Ῥώμης Λέοντος | |
40 | ἐπίσταμαι. Κοσσίνιος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἱεροκαισαρείας Λυδίας εἶπεν· Σύμ‐ φωνός ἐστιν ἡ ἐπιστολὴ τοῦ πατρὸς ἡμῶν καὶ πάπα Λέοντος τοῖς τιη πατράσιν ἡμῶν | |
τοῖς ἐν Νικαίαι καὶ ἡ πρᾶξις ἡ πρώην τοῦ μακαρίου πατρὸς ἡμῶν Κυρίλλου ἐν Ἐφέσωι | 104 in vol. 2.1.2 | |
2,1,2105 | γενομένη κατὰ Νεστορίου καὶ ἡ τῶν ρν τῶν συναχθέντων ἐν τῆι πανευδαίμονι Κωνσταν‐ τινουπόλει νέαι Ῥώμηι, καὶ ταύταις πιστεύομεν καὶ διδάσκομεν. Εὐλόγιος ὁ εὐλαβέστατος ἐπίσκοπος Φιλαδελφείας Ἀραβίας εἶπεν· Ἐγὼ οὕτως πιστεύω καθὼς ἐξέθεντο οἱ τιη ἅγιοι πατέρες συνελθόντες ἐν τῆι Νικαέων πόλει καὶ κα‐ | |
5 | θὼς οἱ ρν συνελθόντες ἐν τῆι βασιλευούσηι πόλει καὶ καθὼς περιέχει ἡ ἐπιστολὴ τοῦ ἁγίου πατρὸς ἡμῶν Κυρίλλου καὶ ἡ ἐπιστολὴ περιέχει τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου Λέοντος· συνάιδουσι γὰρ τοῖς τιη. καὶ ὑπέγραψα ἐν αὐτῆι. Ἐπιφάνιος ὁ εὐλαβέστατος ἐπίσκοπος Κέστρων Ἰσαυρίας εἶπεν· Οὐδὲν ἧττον περιέχει ἡ ἐπιστολὴ τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου καὶ πατρὸς ἡμῶν Λέοντος τῆς | |
10 | ἐκθέσεως τῆς γενομένης παρὰ τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι τιη καὶ τῆς ἐπιστολῆς τῆς γραφείσης παρὰ τοῦ τῆς μακαρίας μνήμης Κυρίλλου τῆς ἐν Ἐφέσωι καὶ τῶν ρν πατέ‐ ρων τῶν συναχθέντων ἐν τῆι πανευδαίμονι Κωνσταντινουπόλει νέαι Ῥώμηι, καὶ ὑπέ‐ γραψα ἐν αὐτῆι. Ἀνδρέας ὁ εὐλαβέστατος ἐπίσκοπος Σατάλων Λυδίας εἶπεν· Οὐδεμίαν ἐναλλα‐ | |
15 | γὴν εὑρίσκω τῆι ἐκτεθείσηι πίστει τῶν τιη πατέρων περιέχουσαν τὴν ἐπιστολὴν τοῦ πατρὸς ἡμῶν πάπα Λέοντος καὶ τῆι ἐπιστολῆι τοῦ μακαρίου πατρὸς ἡμῶν Κυρίλλου καὶ τῆι πράξει τῆι γενομένηι ἐν τῆι πανευφήμωι νέαι Ῥώμηι Κωνσταντινουπόλει παρὰ τῶν ρν πατέρων, καὶ ταύτηι πιστεύομεν καὶ διδάσκομεν. καὶ ὑπέγραψα ἐν αὐτῆι. Ἰούλιος ὁ εὐλαβέστατος ἐπίσκοπος Κελενδέρεως ἐπαρχίας Ἰσαυρίας εἶπεν· | |
20 | Πιστεύομεν κατὰ τὴν πίστιν τὴν δοθεῖσαν ἡμῖν παρὰ τῶν τιη πατέρων ἡμῶν τῶν ἐν Νικαίαι καὶ τῶν ρν καὶ ταῖς ἐπιστολαῖς τοῦ ἁγιωτάτου τῆς Ἀλεξανδρέων πόλεως Κυρίλλου καὶ τοῦ ὁσιωτάτου καὶ θεοφιλεστάτου πάπα Λέοντος Ῥώμης. καὶ ὑπέγραψα ἐν αὐτῆι. Πατρίκιος ὁ εὐλαβέστατος ἐπίσκοπος πόλεως Ἀκρασσοῦ ἐπαρχίας Λυδίας εἶπεν· Καθὼς ἐδιδάχθημεν τῆι ἐκθέσει τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι συναχθέντων | |
25 | τιη καὶ τῶν ρν συναχθέντων ἐν τῆι βασιλευούσηι Κωνσταντινουπόλει καὶ τῆι ἐπιστολῆι τοῦ ὁσιωτάτου καὶ θεοφιλεστάτου ἀρχιεπισκόπου Λέοντος, ἐν ἧι καὶ ὑπέγραψα, ἐχούσαις συνωιδὰ πιστεύω. Διονύσιος ὁ εὐλαβέστατος ἐπίσκοπος πόλεως Ἀτταλείας ἐπαρχίας Λυδίας εἶπεν· Κατὰ τὴν εὐαγγελικὴν φωνὴν ἐξέθεντο τὴν πίστιν βεβαίαν καὶ ἀσάλευτον οἱ | |
30 | τιη οἱ ἐν Νικαίαι συναχθέντες καὶ οἱ ρν οἱ ἐν τῆι βασιλευούσηι Κωνσταντινουπόλει, καὶ ἡ ἐπιστολὴ δὲ τοῦ μακαριωτάτου Κυρίλλου καὶ ἡ ἐπιστολὴ τοῦ ὁσιωτάτου καὶ ἁγιω‐ τάτου ἀρχιεπισκόπου τῆς μεγάλης Ῥώμης Λέοντος, ἐν ἧι καὶ ὑπέγραψα, συνάιδουσι πᾶσιν. Ἡλίας ὁ εὐλαβέστατος ἐπίσκοπος πόλεως Βλανδοῦ Λυδίας εἶπεν· Τῆι ἐκθέσει | |
35 | τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι τιη καὶ τῆι παρὰ τῶν ρν καὶ τῆι ἐπιστολῆι τοῦ μακα‐ ριωτάτου Κυρίλλου συνάιδει ἡ ἐπιστολὴ τοῦ ὁσιωτάτου καὶ θεοφιλεστάτου πάπα Λέοντος Ῥώμης, ἐν ἧι καὶ ὑπέγραψα διὰ τοῦ κυρίου Κωνσταντίνου. Ῥωμανὸς ὁ εὐλαβέστατος ἐπίσκοπος Μύρων Λυκίας εἶπεν· Ὅτι αἱ δύο ἐπιστολαί, τουτέστι τοῦ τῆς ὁσίας μνήμης Κυρίλλου καὶ τοῦ εὐλαβεστάτου ἀρχιεπι‐ | |
40 | σκόπου Λέοντος συνωιδὰ λέγουσι, συντίθημι, ἡ δὲ ἐν Νικαίαι ἁγία καὶ οἰκουμενικὴ σύνοδος περὶ τοιούτων οὐκ ἔσχεν διάλεξιν. πᾶσι δὲ τοῖς παρ’ αὐτῆς ἐκτεθεῖσι καὶ ἐμμένομεν | |
καὶ στοιχοῦμεν καὶ οὔτε ὑφελεῖν οὔτε προσθεῖναι δυνάμεθα. | 105 in vol. 2.1.2 | |
2,1,2106 | Νεοπτόλεμος ὁ εὐλαβέστατος ἐπίσκοπος Κόρνων ἐπαρχίας Λυκαονίας εἶπεν· Ἄνωθεν καὶ ἐξ ἀρχῆς ἡ ἡμετέρα πατρὶς πάσης αἱρετικῆς καθαρεύουσα νόσου περὶ τὰς τοιαύτας συζητήσεις καὶ φιλονεικίας ἀγυμνάστως ἔσχεν καὶ ἡμεῖς ἁπλούστερον ἐπιστεύ‐ σαμεν ἀκολουθοῦντες τῆι πίστει τῶν πατέρων τῆι ἐκτεθείσηι ἐν τῆι Νικαέων πόλει, ἣν ὕστε‐ | |
5 | ρον ἡρμήνευσεν ὁ τῆς μακαρίας μνήμης Κύριλλος καὶ πάλιν ἐσαφήνισεν ὁ ἁγιώτατος καὶ θεοφιλέστατος ἀρχιεπίσκοπος Λέων τῆς Ῥωμαίων πόλεως, καὶ πάλιν ἡμεῖς ταῖς ἐκθέσεσι ταύταις οὐκ ἐναντιούμεθα. εἰ δέ τις οἴεται ἔχειν τινὰ ἀφορμὴν ἀντιλογίας κατὰ τῆς ἐκθέσεως τοῦ μακαριωτάτου Λέοντος ἐπισκόπου, αὐτὸς συζητείτω καὶ φιλονεικείτω, ἡμῶν ἐν μηδενὶ ἀντιλεγόντων ἢ ἀπομαχομένων τῆι ἐκθέσει τῶν τιη καὶ τῶν μετὰ ταῦτα | |
10 | ρν ἁγίων πατέρων πίστει. Φλωρέντιος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀδριανουπόλεως Πισιδίας εἶπεν· Πρὸ τῶν ἑρμηνειῶν τοῦ θεοφιλεστάτου καὶ μακαριωτάτου πατρὸς ἡμῶν Κυρίλλου καὶ τοῦ μακαριωτάτου ἀρχιεπισκόπου Λέοντος τῆι ἐκθέσει τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι πειθόμενοι οὕτως ἐπιστεύσαμεν καὶ πιστεύομεν, οὐ μὴν ἀλλὰ καὶ τῶν ρν συναι‐ | |
15 | νοῦμεν τῆι πίστει τῆι σαφῶς διαγορευούσηι ὡς ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρ‐ θένου ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐσαρκώθη. ταύτηι τῆι πίστει τῆι τῶν ἁγίων πατέρων οὕτως πιστεύομεν ὥσπερ ἡρμήνευσαν, καὶ οὐδὲν διαμφιβάλλομεν. Εὐτρόπιος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀδάδων Πισιδίας εἶπεν· Ἐν οὐδενὶ ἀπάιδει τῆς ἐκτεθείσης πίστεως παρὰ τῶν ἁγίων τῶν ἐν Νικαίαι πατέρων καὶ τῶν ρν | |
20 | τῶν ἐν Κωνσταντινουπόλει μετὰ ταῦτα συνελθόντων καὶ τῆς ἐπιστολῆς Κυρίλλου τοῦ τῆς ὁσίας μνήμης ἡ ἐπιστολὴ τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου Λέοντος, ἀλλ’ ἐν πᾶσι συμφωνεῖ, καὶ ἀναγκαίως κἀγὼ συναινῶ καὶ ταύτηι ὑπέγραψα. Φοντηιανὸς ὁ εὐλαβέστατος ἐπίσκοπος Σαγαλασσοῦ εἶπεν· Ἐκ πολλῶν ὅσων ἐμαυτὸν πληροφορήσας συνάιδειν τὰ ἐπισταλέντα παρὰ τοῦ μακαριωτάτου ἡμῶν | |
25 | πατρὸς Λέοντος τῶι συμβόλωι τῶι ἐκτεθέντι παρὰ τῶν ἁγιωτάτων πατέρων τῶν ἐν Νικαίαι καὶ τῶν ρν τῶν ἐν τῆι πανευδαίμονι πόλει τὴν αὐτὴν ἐκθεμένων πίστιν καὶ τῆι ἐπιστολῆι τῆι παρὰ τοῦ τῆς ὁσίας μνήμης ἁγιωτάτου ἐπισκόπου Κυρίλλου γενομένου τῆς Ἀλεξανδρέων μεγαλοπόλεως καὶ συναινέσας ὑπέγραψα. Παῦλος ὁ εὐλαβέστατος ἐπίσκοπος Δέρβης Λυκαονίας εἶπεν· Ἡμεῖς ἐξ ἀρχῆς | |
30 | καὶ ἡ ἡμετέρα πόλις τὴν ζήτησιν ταύτην ἠγνόησεν, πιστεύομεν δὲ τῶι φιλανθρώπωι θεῶι ὅτι οὔτε τοῦ λοιποῦ ζήτησις γενήσεται· διὰ γὰρ τὴν ἀγαθότητα αὐτοῦ πάσης καθαρεύομεν νόσου αἱρετικῆς. ἐδιδάχθημεν γὰρ καὶ παρελάβομεν πιστεύειν τῆι ἐκ‐ θέσει τῶν τιη τῶν ἐν Νικαίαι ἁγίων πατέρων καὶ τῶν μετὰ ταῦτα ἐν Κωνσταντινουπόλει ρν καὶ τῆι ἐπιστολῆι τοῦ μακαριωτάτου ἀρχιεπισκόπου Λέοντος συναιδούσηι τῆι πίστει | |
35 | τῶν πατέρων καὶ τῆι ἑρμηνείαι τοῦ τῆς ὁσίας μνήμης Κυρίλλου καὶ οὕτως πιστεύομεν. Ἀχόλιος ὁ εὐλαβέστατος ἐπίσκοπος Λαράνδων Λυκαονίας εἶπεν· Εἰς οὐδὲν ἐδοκιμάσαμεν διαφέρειν τὴν ἐπιστολὴν τοῦ ἁγιωτάτου πάπα Λέοντος πρὸς τὴν ἔκθεσιν τῶν τιη καὶ τῶν ρν καὶ τὴν ἔκθεσιν τοῦ μακαριωτάτου Κυρίλλου· ἧιτινι καὶ ὑπέγραψα. Μεῖρος ὁ εὐλαβέστατος ἐπίσκοπος Εὐλάνδρων Φρυγίας εἶπεν· Κατὰ τοὺς | |
40 | κανόνας τῶν ὁσίων πατέρων τῶν ἐν Νικαίαι καὶ τῶν ἐν τῆι βασιλευούσηι ρν καὶ τὴν ἔκθεσιν τοῦ μακαριωτάτου Κυρίλλου τῆι νῦν γραφείσηι ἐπιστολῆι παρὰ τοῦ ἀρχιεπι‐ σκόπου Λέοντος συναινῶ εἰς πάντα συμφωνούσηι καὶ ὑπέγραψα. | |
Λουκιανὸς ὁ εὐλαβέστατος ἐπίσκοπος Ἰψοῦ Φρυγίας εἶπεν· Τῆι ἐπιστολῆι | 106 in vol. 2.1.2 | |
2,1,2107 | τοῦ μακαριωτάτου καὶ ὁσιωτάτου Λέοντος συμβαινούσηι τῆι ἐπιστολῆι τοῦ ἁγιωτάτου Κυρίλλου καὶ τῆι ἐκθέσει τῶν ρν τῶν ἐν τῆι βασιλευούσηι πόλει ἁγίων πατέρων συναινῶ καὶ ὑπέγραψα. Φίλιππος ὁ εὐλαβέστατος ἐπίσκοπος Λυσιάδος Φρυγίας εἶπεν· Ἐγὼ ἐπα‐ | |
5 | κούσας τῆς ἐπιστολῆς τοῦ ἀρχιεπισκόπου Λέοντος ὅτι σύμφωνα καὶ τῆι ἐπιστολῆι τοῦ μακαριωτάτου Κυρίλλου καὶ τῶν ρν τῶν συναχθέντων ἐν τῆι βασιλευούσηι πόλει καὶ τῶν τιη ἁγίων πατέρων ἡρμήνευσε, πληροφορηθεὶς καὶ συναινέσας ὑπέγραψα. Εὐστόχιος ὁ εὐλαβέστατος ἐπίσκοπος Δοκιμίου Φρυγίας εἶπεν· Ἡ ὑπαναγνω‐ σθεῖσα ἡμῖν ἐπιστολὴ πρώην τοῦ μακαριωτάτου ἀρχιεπισκόπου Λέοντος συνωιδὰ ἔχει | |
10 | τῆς ἁγίας συνόδου τῆς ἐν Νικαίαι τῶν τιη καὶ τῶν ρν τῶν ἐν τῆι βασιλευούσηι Κων‐ σταντινουπόλει καὶ τῆι ἐπιστολῆι τοῦ μακαριωτάτου Κυρίλλου, ὅθεν κἀγὼ συναινῶ καὶ ὑπέγραψα αὐτῆι. Βασίλειος ὁ εὐλαβέστατος ἐπίσκοπος Νακωλείας Φρυγίας εἶπεν· Τῆς ἐπιστολῆς τῆς γραφείσης παρὰ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Λέοντος ἀναγνωσθείσης ἡμῖν καὶ | |
15 | τῆς τοῦ μακαριωτάτου Κυρίλλου καὶ τῆς τῶν τιη ἁγίων πατέρων ἐκθέσεως καὶ τῆς τῶν ρν τὴν πίστιν εὗρον συνάιδουσαν καὶ πληροφορηθεὶς συνήινεσα εἰς πάντα καὶ ὑπέγραψα. Κυριακὸς ὁ εὐλαβέστατος ἐπίσκοπος Εὐκαρπίας εἶπεν· Κατὰ τὴν πίστιν τῶν ἁγίων πατέρων τῶν τιη τῶν ἐν Νικαίαι συναχθέντων καὶ τῶν μετὰ ταῦτα ἐν τῆι βασι‐ λευούσηι πόλει συναθροισθέντων καὶ τὴν ἐπιστολὴν τοῦ μακαριωτάτου ἀρχιεπισκόπου | |
20 | Κυρίλλου εὗρον συνάιδουσαν καὶ τὴν ἐπιστολὴν τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Λέοντος καὶ συναινῶν εἰς πάντα ὑπέγραψα. Ἀβέρκιος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἱεραπόλεως Φρυγίας εἶπεν· Τῆι ἐκθέσει τῶν τιη ἁγίων πατέρων τῶν ἐν Νικαίαι συναχθέντων καὶ τῶν ρν τῶν ἐν τῆι βασιλευούσηι πόλει συναθροισθέντων καὶ τῆι ἐπιστολῆι τῆι γραφείσηι παρὰ τοῦ τῆς ὁσίας μνήμης Κυ‐ | |
25 | ρίλλου εὗρον συνάιδουσαν τὴν ἐπιστολὴν τὴν γραφεῖσαν παρὰ τοῦ ἀρχιεπισκόπου Λέοντος καὶ οὕτως πιστεύω καὶ πρὸς πάντα πληροφορηθεὶς συνήινεσα καὶ ὑπέγραψα. Στρατήγιος ὁ εὐλαβέστατος ἐπίσκοπος τῆς Πολυβοτέων πόλεως εἶπεν· Τὴν ἐπιστολὴν τοῦ μακαριωτάτου ἀρχιεπισκόπου Λέοντος εὑρὼν οὐκ ἀπάιδουσαν τῆι ἐκ‐ θέσει τῶν τιη ἁγίων πατέρων τῶν ἐν Νικαίαι συναχθέντων καὶ τῶν ρ πεντήκοντα τῶν | |
30 | ἐν τῆι βασιλευούσηι πόλει συνελθόντων καὶ τῆι ἐπιστολῆι τοῦ τῆς ὁσίας μνήμης Κυρίλλου καὶ τῆι ἐκθέσει τῶν τιη καὶ τῶν μετὰ ταῦτα ἑκατὸν ρν ἁγίων πατέρων κἀγὼ συναινῶ καὶ οὕτω πιστεύων ὑπέγραψα. Κριτωνιανὸς ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀφροδισιάδος Καρίας εἶπεν· Κατὰ τὴν ἔκθεσιν τῶν τιη ἁγίων πατέρων τῶν ἐν Νικαίαι, ἥντινα καὶ ἐβεβαίωσαν οἱ ρν οἱ ἐν | |
35 | τῆι βασιλευούσηι πόλει μετὰ ταῦτα συναθροισθέντες, ἣν καὶ Κύριλλος ὁ τῆς ὁσίας μνήμης ἐν Ἐφέσωι συμφώνως ἡρμήνευσεν, κατὰ ταύτην εὑρὼν καὶ τὴν ἐπιστολὴν τοῦ πάπα Λέοντος συνάιδειν συναινῶν εἰς πάντα ὑπεσημηνάμην. Παπίας ὁ εὐλαβέστατος ἐπίσκοπος Ἐρίζης εἶπεν· Κατὰ τὴν ἔκθεσιν τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι συναχθέντων τιη καὶ τῶν μετὰ ταῦτα ρν ἐν τῆι βασι‐ | |
40 | λευούσηι πόλει καὶ τὴν ἐπιστολὴν τοῦ τῆς ὁσίας μνήμης Κυρίλλου εὗρον καὶ τὴν ἐπιστο‐ | 107 in vol. 2.1.2 |
2,1,2108 | λὴν τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Λέοντος συνάιδουσαν καὶ ταύτηι ἀκολουθῶν συναινῶ. Εὐπείθιος ὁ εὐλαβέστατος ἐπίσκοπος Στρατονικείας εἶπεν· Κἀγὼ κατὰ τὴν ἔκθεσιν τῶν τιη πατέρων τῶν συνελθόντων ἐν τῆι Νικαέων πόλει καὶ τῶν μετὰ ταῦτα | |
5 | ρν τῶν ἐν τῆι βασιλευούσηι πόλει συναθροισθέντων καὶ τὴν ἐπιστολὴν τοῦ τῆς ὁσίας μνήμης Κυρίλλου εὗρον συνωιδὰ λέγουσαν καὶ τὴν ἐπιστολὴν τοῦ μακαριωτάτου ἀρχι‐ επισκόπου Λέοντος καὶ συναινῶ εἰς πάντα καὶ ὑπέγραψα. Θεοδώρητος ὁ εὐσεβέστατος ἐπίσκοπος Ἀλαβάνδων Καρίας εἶπεν· Κἀγὼ συναινῶ τῆι ἐπιστολῆι τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Λέοντος συναιδούσηι τῆι ἐκθέσει | |
10 | τῶν τιη πατέρων καὶ τῶν μετὰ ταῦτα ἐν Κωνσταντινουπόλει ρν καὶ τῆι ἐπιστολῆι τοῦ τῆς ὁσίας μνήμης Κυρίλλου καὶ ὑπέγραψα. Μένανδρος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἡρακλείας Σαλβάκης Καρίας εἶπεν· Κατὰ τὴν ἔκθεσιν τῶν τιη τῶν ἐν Νικαίαι καὶ τῶν ρν τῶν ἐν Κωνσταντινουπόλει καὶ κατὰ τὴν ἐπιστολὴν τοῦ ὁσίου τὴν μνήμην Κυρίλλου εὗρον καὶ τὴν ἐπιστολὴν τοῦ ὁσιωτάτου | |
15 | ἀρχιεπισκόπου Λέοντος συνάιδουσαν καὶ ταύτηι συναινῶν ὑπέγραψα. Ἰωάννης ὁ εὐλαβέστατος ἐπίσκοπος Κνίδου εἶπεν· Πιστεύω καθὼς ἐξέθεντο οἱ ἅγιοι πατέρες οἱ τιη καὶ οἱ ρν οἱ ἐν Κωνσταντινουπόλει καὶ καθὼς ὁ μακάριος Κύριλλος ἐπίστευσεν, καὶ καταδέχομαι τὴν ἐπιστολὴν τοῦ μακαριωτάτου πάπα Λέοντος συνάι‐ δουσαν τούτοις, καὶ ταύτηι συναινῶν ὑπέγραψα. | |
20 | Τυγχάνιος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀπολλωνιάδος εἶπεν· Κατὰ τὴν ἔκθεσιν τῶν τιη καὶ τῶν ρν τῶν ἐν τῆι βασιλευούσηι νέαι Ῥώμηι συναχθέντων ἁγίων πα‐ τέρων καὶ κατὰ τὴν ἐπιστολὴν τοῦ μακαρίου Κυρίλλου εὗρον καὶ τὴν ἐπιστολὴν τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου Λέοντος συνάιδουσαν καὶ οὕτως φρονῶν ὑπέγραψα. Διονύσιος ὁ εὐλαβέστατος ἐπίσκοπος 〈Ἡρακλείασ〉 Λάτμου Καρίας εἶπεν· Κατὰ | |
25 | τὴν ἔκθεσιν τῶν τιη ἁγίων πατέρων τῶν ἐν τῆι Νικαέων συναχθέντων καὶ κατὰ τὴν βεβαίωσιν τῶν ρν τῶν ἐν τῆι μεγαλωνύμωι Κωνσταντινουπόλει συναχθέντων ἁγίων πατέρων καὶ κατὰ τὴν διδαχὴν τοῦ μακαριωτάτου Κυρίλλου καὶ κατὰ τὴν ἐπιστολὴν τὴν ὑπαναγνωσθεῖσαν τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Λέοντος οὐκ ἀπάιδουσαν τῆς αὐτῶν πίστεως κἀγὼ πιστεύω καὶ ὑπέγραψα. | |
30 | Γέμελλος ὁ εὐλαβέστατος ἐπίσκοπος Στρατονικείας εἶπεν· Κατὰ τὴν ἔκθεσιν τῶν τιη ἁγίων πατέρων καὶ τῶν ρν τῶν ἐν τῆι βασιλευούσηι πόλει συναθροισθέντων καὶ τὴν ἐπιστολὴν τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου Λέοντος συνάιδουσαν εὗρον καὶ οὕτως πιστεύων ὑπέγραψα. Λεύκιος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀπόλλωνος ἱεροῦ ἐπαρχίας Λυδίας εἶπεν· | |
35 | Τὴν ἔκθεσιν τῶν τιη ἁγίων πατέρων καὶ τῶν ρν καὶ τὴν ἐπιστολὴν τοῦ τῆς ὁσίας μνήμης Κυρίλλου καὶ τὴν νῦν ὑπαναγνωσθεῖσαν τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου Λέοντος εὗρον συνάιδουσαν καὶ οὕτως πιστεύων ὑπέγραψα τῆι ἐπιστολῆι. Πολύκαρπος ὁ εὐλαβέστατος ἐπίσκοπος Γαβάλων ἐπαρχίας Λυδίας εἶπεν· Κατὰ τὴν ἔκθεσιν τῶν ἁγίων πατέρων τῶν συναχθέντων ἐν τῆι Νικαέων τιη καὶ τῶν | |
40 | ρν τῶν ἐν τῆι μεγαλωνύμωι Κωνσταντινουπόλει καὶ κατὰ τὴν ἐπιστολὴν τοῦ ἁγιω‐ τάτου ἀρχιεπισκόπου Λέοντος ἑρμηνευθεῖσαν οὕτως πιστεύων καὶ συναινῶν ὑπέγραψα. Ἰωάννης ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀλίνδων ἐπαρχίας Καρίας εἶπεν· Ἡ | |
ἐπιστολὴ τοῦ ἁγιωτάτου πάπα Λέοντος συνάιδει τῆι πίστει τῶν τιη ἁγίων πατέρων | 108 in vol. 2.1.2 | |
2,1,2109 | καὶ τῶν ρν τῶν ἐν τῆι μεγαλωνύμωι Κωνσταντινουπόλει συναχθέντων καὶ τῆι ἐπιστολῆι τοῦ τῆς μακαρίας μνήμης Κυρίλλου καὶ οὕτως πιστεύων ὑπέγραψα. Ἰουλιανὸς ὁ εὐλαβέστατος πρεσβύτερος Ἁλικαρνασοῦ ἐπέχων τὸν τόπον Κα‐ λανδίωνος τοῦ ἐπισκόπου τῆς αὐτῆς πόλεως εἶπεν· Κατὰ τὴν ἔκθεσιν τῶν τιη καὶ τῶν | |
5 | ρν καὶ κατὰ τὴν ἐπιστολὴν τοῦ τῆς ὁσίας μνήμης Κυρίλλου εὗρον καὶ τὴν ἐπιστολὴν τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Λέοντος γραφεῖσαν καὶ ταύτηι συναινῶν ὑπέγραψα. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Εἰ καὶ οἱ λοιποὶ πάντες οἱ μὴ ἰδικῶς καταθέμενοι εὐλαβέστατοι ἐπίσκοποι συντί‐ θενται τοῖς εἰρημένοις παρὰ τῶν καταθεμένων ὁσιωτάτων πατέρων, οἰκείαι φωνῆι δι‐ | |
10 | δασκέτωσαν. Πάντες οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Πάντες συντιθέμεθα. πάντες συναινοῦμεν. πάντες ὁμοίως πιστεύομεν. πάντες τὰ αὐτὰ φρονοῦμεν. οὕτως φρονοῦμεν. οὕτως πιστεύομεν. τοὺς πατέρας τῆι συνόδωι. τοὺς ὁμοδόξους τῆι συνόδωι. τοὺς ὑπογράψαντας τῆι συνόδωι. πολλὰ τὰ ἔτη τῶν βασιλέων. | |
15 | πολλὰ τὰ ἔτη τῆς αὐγούστης. τοὺς πατέρας τῆι συνόδωι. τοὺς ὁμοπίστους τῆι συνόδωι. πολλὰ τὰ ἔτη τοῦ βασιλέως. τοὺς ὁμόφρονας τῆι συνόδωι. πολλὰ τὰ ἔτη τοῦ βασιλέως. καὶ οἱ πέντε τῆι πίστει ὑπέγραψαν. ὡς Λέων, οὕτω φρονοῦσιν. πολλὰ τὰ ἔτη τοῦ βασιλέως. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες εἶπον· Ἀνηνέγκαμεν τῶι θειοτά‐ | |
20 | τωι καὶ εὐσεβεστάτωι ἡμῶν δεσπότηι περὶ αὐτῶν καὶ ἀναμένομεν τὴν ἀπόκρισιν τῆς αὐτοῦ εὐσεβείας. ἡ δὲ εὐλάβεια ἡ ὑμετέρα καὶ περὶ Διοσκόρου τοῦ παρ’ ὑμῶν καθαιρε‐ θέντος ἀγνοούσης καὶ τῆς θειοτάτης κορυφῆς καὶ ἡμῶν καὶ περὶ αὐτῶν τῶν πέντε, ὑπὲρ ὧν τὴν παράκλησιν ποιεῖσθε, καὶ πάντων τῶν πεπραγμένων ἐν τῆι ἁγίαι συνόδωι δώσει λόγον τῶι θεῶι. Ῥω ἀνέγνων ἀνέγνωμεν ἀνέγνω. | |
25 | Πάντες οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Διόσκορον ὁ θεὸς καθεῖλεν. Διόσκο‐ ρος δικαίως καθηιρέθη. Διόσκορον ὁ Χριστὸς καθεῖλεν. Καὶ ὀλίγων ὡρῶν διαγενομένων ἐν τῶι περιμένειν τὴν παρὰ τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου ἀπόκρισιν οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες εἶπον· Ὁ εὐσεβέστατος ἡμῶν βασιλεὺς μαθὼν τὰς ὑμῶν αἰτήσεις τῆι ὑμετέραι γνώμηι | |
30 | δέδωκε βουλεύσασθαι περὶ Ἰουβεναλίου καὶ Θαλασσίου καὶ Εὐσεβίου καὶ Βασιλείου καὶ Εὐσταθίου τῶν εὐλαβεστάτων ἐπισκόπων τὰ ὑμῖν παριστάμενα. τῆς θεοσεβείας ἐστὶ τοίνυν τῆς ὑμετέρας γινωσκούσης ὅτι τῶι θεῶι τῶν γινομένων δώσει λόγον, τὸ πρακτέον περὶ αὐτῶν διαλογίσασθαι. Ἀνατόλιος ὁ εὐλαβέστατος ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως εἶπεν· Δεόμεθα | |
35 | αὐτοὺς εἰσελθεῖν. Πάντες οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐξεβόησαν· Παρακαλοῦμεν αὐτοὺς εἰσελθεῖν. τοὺς ὁμοδόξους τῆι συνόδωι. τοὺς ὁμόφρονας τῆι συνόδωι. τοὺς ὑπογράψαντας τῆι ἐπιστολῆι Λέοντος τῆι συνόδωι. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· | |
40 | Εἰσίτωσαν. Ῥω ἀνέγνων ἀνέγνωμεν ἀνέγνω. | 109 in vol. 2.1.2 |
2,1,2110 | Καὶ εἰσελθόντων τῶν προγεγραμμένων εὐλαβεστάτων ἐπισκόπων καὶ καθεσθέντων πάντες οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Εἷς ὁ θεὸς ὁ τοῦτο ποιήσας. πολλὰ τὰ ἔτη τῶν βασιλέων. τῶν μεγάλων βασιλέων πολλὰ τὰ ἔτη. πολλὰ τὰ ἔτη τῆς συγκλήτου, πολλὰ τὰ ἔτη τῶν ἀρχόντων. τῶν ὀρθοδόξων πολλὰ τὰ ἔτη. αὕτη | |
5 | τελεία ἕνωσις, αὕτη ἡ εἰρήνη τῶν ἐκκλησιῶν. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες εἶπον· Τῆι προτεραίαι φανεροὶ ἐπίσκοποι τῆς Αἰγυπτιακῆς διοικήσεως δεήσεις ἐπιδεδωκότες τῶι θειοτάτωι καὶ εὐσε‐ βεστάτωι ἡμῶν δεσπότηι τὴν οἰκείαν πίστιν ἐξέθεντο καὶ παρέστη τῆι αὐτῶν εὐσε‐ βείαι ταύτας ἐπὶ τῆς ἁγίας ὑμῶν ἀναγνωσθῆναι συνόδου. εἴκοντες τοίνυν τοῖς προσ‐ | |
10 | ταχθεῖσι παρὰ τῆς θείας καὶ καλλινίκου κορυφῆς εἰσελθεῖν τε αὐτοὺς ἐπιτρέπομεν καὶ τὰς δεήσεις παρόντων αὐτῶν ἀναγνωσθῆναι καὶ τὸ παριστάμενον περὶ αὐτῶν τὴν ὑμετέραν εὐλάβειαν διδάξαι. Ῥω Καὶ εἰσελθόντων Ἱερακίου Σαβίνου Ἀπολλωνίου Πασμηία Ἰανουαρίου Εὐλογίου Ἰωάννου Ἰσαὰκ Ἥρωνος Στεφάνου Θεοφίλου ἑτέρου Θεοφίλου Ἰσιδώρου τῶν εὐλα‐ | |
15 | βεστάτων Αἰγυπτίων ἐπισκόπων καὶ κατὰ κέλευσιν πάντων καθεσθέντων οἱ μεγαλο‐ πρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Ὑμεῖς δεήσεις ἐπιδεδώκατε; Ῥω Οἱ εὐλαβέστατοι ἐπίσκοποι τῆς Αἰγυπτίων εἶπον· Ναὶ τῶν ποδῶν ὑμῶν. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· | |
20 | Καὶ ταύταις καθυπεγράψατε; Ῥω Καὶ ἐπιδόντες οἱ εὐλαβέστατοι ἐπίσκοποι τὰς ἐπιγραφὰς τῆς δεήσεως εἶπον· Ναὶ τῶν ποδῶν ὑμῶν, γνωρίζομεν τὰς ὑπογραφάς· ἡμεῖς ὑπεγράψαμεν· ἡμέτερά ἐστι τὰ γράμματα. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος | |
25 | εἶπον· Ἀναγινωσκέσθωσαν αἱ δεήσεις. Ῥω ἀνέγνων ἀνέγνωμεν ἀνέγνω. Κωνσταντῖνος ὁ καθωσιωμένος σηκρητάριος τοῦ θείου κονσιστωρίου ἀνέγνω Τοῖς εὐσεβεστάτοις καὶ φιλοχρίστοις ἡμῶν βασιλεῦσιν Φλαυουίωι Οὐαλεντινιανῶι καὶ Φλαυουίωι Μαρκιανῶι νικηταῖς τροπαιούχοις ἀεὶ αὐγούστοις παρὰ πάντων τῶν τῆς ὑμετέρας Αἰγυπτιακῆς διοικήσεως ἐπισκόπων. Τὴν ἐξ ἀρχῆς παραδοθεῖσαν ἡμῖν | |
30 | ἐκ τῶν ἁγίων καὶ πνευματοφόρων ἡμῶν πατέρων ὀρθόδοξον πίστιν ἀπό τε τοῦ εὐαγ‐ γελιστοῦ τοῦ ἁγίου Μάρκου καὶ τοῦ ἀοιδίμου ἐπισκόπου καὶ μάρτυρος Πέτρου καὶ τῶν ἁγίων ἡμῶν πατέρων Ἀθανασίου Θεοφίλου καὶ τοῦ ἐν ἁγίοις Κυρίλλου καὶ ἡμεῖς φυλάτ‐ τοντες καὶ τῆς ἐκείνων ὁμολογίας ὑπάρχοντες μαθηταὶ ταύτην πρεσβεύομεν καὶ κατὰ ταύτην φρονοῦμεν, καθὼς καὶ οἱ ἐν Νικαίαι τιη ἐξέθεντο καὶ ὁ μακαριώτατος Ἀθανάσιος | |
35 | καὶ ὁ ἐν ἁγίοις Κύριλλος, ἀναθεματίζοντες πᾶσαν αἵρεσιν τήν τε Ἀρείου καὶ Εὐνομίου καὶ Μανιχαίου καὶ Νεστορίου καὶ τῶν λεγόντων ἐξ οὐρανοῦ τὴν σάρκα τοῦ κυρίου ἡμῶν ὑπάρχειν καὶ μὴ ἐκ τῆς ἁγίας καὶ θεοτόκου Μαρίας τῆς παρθένου καθ’ ὁμοιότητα πάντων ἡμῶν χωρὶς ἁμαρτίας, πρὸς δὲ τούτοις καὶ πᾶσαν αἵρεσιν ἐκτὸς τῆς καθολικῆς ἐκκλησίας φρονοῦσάν τε ἢ διδάσκουσαν. | |
40 | καὶ αἱ ὑπογραφαί | |
Ἱέρακις ἐπίσκοπος Ἀφναιτῶν ἐπιδέδωκα | 110 in vol. 2.1.2 | |
2,1,2111 | Σαβῖνος ἐπίσκοπος Κοπτιτῶν ἐπιδέδωκα Ἀπολλώνιος ἐπίσκοπος Τάνεως ἐπιδέδωκα Πασμήιος ἐπίσκοπος Παραλεωτῶν ἐπιδέδωκα Ἰανουάριος ἐπίσκοπος Λεόντων ἐπιδέδωκα | |
5 | Εὐλόγιος ἐπίσκοπος Ἀθλιβιτῶν ἐπιδέδωκα Ἰωάννης ἐπίσκοπος Ψιγχάους ἐπιδέδωκα Ἰσαὰκ ἐπίσκοπος Ταυεωτῶν ἐπιδέδωκα Ἥρων ἐπίσκοπος Θεννήσου ἐπιδέδωκα Στέφανος ἐπίσκοπος Γεριτῶν ἐπιδέδωκα | |
10 | Θεόφιλος ἐπίσκοπος Ἐρυθροῦ ἐπιδέδωκα Θεόφιλος ἐπίσκοπος Κλεοπατρίδος ἐπιδέδωκα Ἰσίδωρος ἐπίσκοπος Σηθροιτῶν ἐπιδέδωκα Πάντες οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Τὸ δόγμα Εὐτυχέος διὰ τί οὐκ ἀνεθε‐ μάτισαν; μετὰ ἐπιθέσεως τὰς δεήσεις ἐπιδεδώκασι. τῆι ἐπιστολῆι Λέοντος ὑπο‐ | |
15 | γράφωσιν ἀναθεματίζοντες Εὐτυχέα καὶ τὸ δόγμα αὐτοῦ. σύνθωνται τῆι ἐπιστολῆι Λέοντος. χλευάσαι ἡμᾶς θέλουσι καὶ ἀπελθεῖν. Διογένης ὁ εὐλαβέστατος ἐπίσκοπος Κυζίκου εἶπεν· Ἡ σύνοδος διὰ Εὐτυχέα ἐγένετο, μὴ γὰρ δι’ ἄλλο τί ποτε; ὁ Ῥώμης ἀρχιεπίσκοπος δι’ αὐτὸν ἔγραψεν. συνηι‐ νέσαμεν πάντες τῆι ἐπιστολῆι ἀκολουθούσηι τῆι ἐκθέσει τῶν ἁγίων πατέρων· σύνθωνται | |
20 | καὶ αὐτοὶ τῆι ἐπιστολῆι τοῦ ὁσιωτάτου Λέοντος. Πασκασῖνος καὶ Λουκίνσιος οἱ εὐλαβέστατοι ἐπίσκοποι καὶ Βονιφάτιος ὁ εὐλαβέστα‐ τος πρεσβύτερος τοποτηρηταὶ τοῦ ἀποστολικοῦ θρόνου διὰ Πασκασίνου τοῦ ἐπισκόπου εἶπον· Εἰπάτωσαν εἰ συντίθενται τῆι ἐπιστολῆι τοῦ ἀποστολικοῦ θρόνου καὶ εἰ ἀνα‐ θεματίζουσιν Εὐτυχέα. | |
25 | Ἀκάκιος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀριαραθείας εἶπεν· Ἀξιοῦμεν αὐτοὺς ἀναθε‐ ματίσαι φανερῶς Εὐτυχέα τὸν εἰπόντα πρὸ τῆς ἐνανθρωπήσεως δύο φύσεις τοῦ σωτῆρος ἡμῶν καὶ μετὰ τὴν ἐνανθρώπησιν μίαν. Κεκρόπιος ὁ εὐλαβέστατος ἐπίσκοπος Σεβαστοπόλεως εἶπεν· Ὑπογράψωσι τῆι ἐπιστολῆι τοῦ ὁσιωτάτου πάπα Λέοντος καὶ Εὐτυχέα ἀναθεματίσωσιν καὶ τὸ δόγμα αὐτοῦ. | |
30 | Ἱέρακις ὁ εὐλαβέστατος ἐπίσκοπος Αἰγύπτου εἶπεν καὶ οἱ λοιποὶ ἐπίσκοποι οἱ Αἰγύπ‐ τιοι διὰ τοῦ αὐτοῦ Ἱέρακι· Εἴ τις παρὰ ταῦτα τὰ παρ’ ἡμῶν ἐν ταῖς δεήσεσιν ἐπιδο‐ θέντα φρονεῖ εἴτε Εὐτυχὴς εἴτε ἕτερός τις, ἀνάθεμα ἔστω· περὶ δὲ τῆς ἐπιστολῆς τοῦ ἁγιω‐ τάτου καὶ θεοφιλεστάτου ἀρχιεπισκόπου Λέοντος, ἴσασι πάντες οἱ ἁγιώτατοι ἡμῶν πατέρες ὅτι ἐν ἅπασιν ἀναμένομεν τὴν γνώμην τοῦ παρ’ ἡμῖν ὁσιωτάτου ἀρχιεπισκόπου, | |
35 | καὶ παρακαλοῦμεν τὴν ὑμετέραν φιλανθρωπίαν ἀναμεῖναι τὴν τοῦ ἡμετέρου προέδρου γνώμην· αὐτῶι γὰρ ἐν ἅπασιν ἀκολουθήσομεν. τοῦτο γὰρ καὶ οἱ ἐπὶ τῆς Νικαέων ἅγιοι πατέρες συναγηγερμένοι ἐκανόνισαν τιη ὥστε ἀκολουθεῖν πᾶσαν τὴν Αἰγυπτια‐ κὴν διοίκησιν τῶι ἀρχιεπισκόπωι τῆς μεγαλοπόλεως Ἀλεξανδρείας καὶ μηδὲν δίχα αὐτοῦ πράττεσθαι παρά τινος τῶν ὑπ’ αὐτὸν ἐπισκόπων. | |
40 | Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος Δορυλαίου εἶπεν· Ψεύδονται. | 111 in vol. 2.1.2 |
2,1,2112 | Φλωρέντιος ὁ εὐλαβέστατος ἐπίσκοπος Σάρδεων εἶπεν· Δείξωσιν ὃ λέγουσιν. Πάντες ἐβόησαν· Φανερῶς ἀναθεματίσατε τὸ δόγμα Εὐτυχέος. ὁ μὴ ὑπογράφων τῆι ἐπιστολῆι ἧι συνήινεσεν ἡ ἁγία σύνοδος, αἱρετικός ἐστιν. ἀνάθεμα Διοσκόρωι καὶ τοῖς φιλοῦσιν αὐτόν. ἐὰν μὴ ὀρθοδόξως φρονῶσι, πῶς ἔχουσι ψηφίσασθαι ἐπίσκοπον; | |
5 | Οἱ Αἰγύπτιοι ἐπίσκοποι ἐβόησαν· Περὶ πίστεώς ἐστιν ὁ ἀγών. Κεκρόπιος ὁ εὐλαβέστατος ἐπίσκοπος Σεβαστοπόλεως εἶπεν· Οὐκ ἴσασιν οὗτοι πῶς πιστεύουσι, καὶ νῦν μαθεῖν βούλονται; Φώτιος ὁ εὐλαβέστατος ἐπίσκοπος Τύρου εἶπεν· Συντίθεσθε τῆι ἐπιστολῆι τοῦ μακαριωτάτου ἀρχιεπισκόπου Ῥώμης Λέοντος, καθὼς καὶ ἡ οἰκουμενικὴ σύνοδος συνέθετο | |
10 | καὶ ὑπέγραψεν, ἢ οὔ; Πασκασῖνος καὶ Λουκίνσιος καὶ Βονιφάτιος οἱ εὐλαβέστατοι τοποτηρηταὶ τοῦ ἀποστολικοῦ θρόνου διὰ Πασκασίνου εἶπον· Τοσούτων ἐτῶν ἐπίσκοποι ἐν ταῖς ἐκκλη‐ σίαις γηράσαντες ἕως τοῦ καιροῦ τούτου τὴν πίστιν τὴν ὀρθόδοξον καὶ καθολικὴν ἀγνο‐ οῦντες ἔτι ἐκδέχονται ἀλλοτρίας γνώμης ἠρτῆσθαι; | |
15 | Καὶ ἑρμηνευθείσης Ἑλληνιστὶ τῆς προγεγραμμένης καταθέσεως πάντες οἱ ἐπίσκοποι ἐβόησαν· Ὁ μὴ συντιθέμενος τῆι ἐπιστολῆι τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Λέοντος αἱρετικός ἐστιν. Διογένης ὁ εὐλαβέστατος ἐπίσκοπος Κυζίκου εἶπεν· Ὁ ἀκμὴν μὴ εἰδὼς τί πιστεύει, οὗτος ἔχει χειροτονῆσαι ἐπίσκοπον; | |
20 | Οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Ὁ μὴ ἀναθεματίζων Εὐτυχέα αἱρετικός ἐστιν. Οἱ εὐλαβέστατοι ἐπίσκοποι Αἰγύπτου ἐβόησαν· Ἀνάθεμα Εὐτυχεῖ καὶ τοῖς πιστεύ‐ ουσιν αὐτῶι. Οἱ εὐλαβέστατοι ἐπίσκοποι εἶπον· Ὑπογράψωσι τῆι ἐπιστολῆι Λέοντος· ὁ μὴ ὑπογράφων αὐτῆι αἱρετικός ἐστιν. | |
25 | Οἱ τῆς Αἰγυπτίων εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Παρὰ γνώμην ἀρχιεπισκόπου οὐ δυνάμεθα ὑπογράψαι. Ἀκάκιος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀριαραθείας εἶπεν· Ἄτοπόν ἐστι τὴν οἰκου‐ μενικὴν ὑπεριδεῖν σύνοδον καὶ εἰς ἓν πρόσωπον βλέπειν τὸ μέλλον τὴν ἐπισκοπὴν διανύειν τῆς Ἀλεξανδρέων πόλεως. ὁ σκοπὸς γὰρ αὐτοῖς ἐστιν, ὥσπερ ἐν Ἐφέσωι συνέχεαν | |
30 | τὰ πάντα καὶ σκανδάλων ἐπλήρωσαν τὴν οἰκουμένην, καὶ νῦν ταράξαι τὴν ἁγίαν ταύτην καὶ μεγάλην σύνοδον. δεόμεθα οὖν μὴ προχωρῆσαι αὐτοῖς, ἀλλ’ ἢ συνθέσθαι αὐτοὺς τῆι ἐπιστολῆι ἢ δέξασθαι τὰ ἐκ τῶν κανόνων ἐπιτίμια καὶ εἰδέναι ὅτι ἀκοινώνητοί εἰσιν. Φώτιος ὁ εὐλαβέστατος ἐπίσκοπος Τύρου εἶπεν· Πῶς τὴν χειροτονίαν ἐπιχειροῦσι ποιῆσαι ἕτερα φρονοῦντες τῆι οἰκουμενικῆι ταύτηι συνόδωι; εἰ τοίνυν φρονοῦσιν ὀρθῶς, | |
35 | δειξάτωσαν τὸν ἑαυτῶν σκοπὸν τὸν περὶ τὴν πίστιν καὶ δεξάσθωσαν τὴν ἐπιστολὴν τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Λέοντος· εἰ δὲ μὴ βούλονται, ἀκοινώνητοί εἰσιν. Οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν; Τοῦτο πάντες λέγομεν. πάντες οὕτως φρονοῦμεν. Οἱ εὐλαβέστατοι ἐπίσκοποι τῆς Αἰγύπτου εἶπον· Ἤδη διὰ δεήσεων τὴν ἑαυτῶν | |
40 | πίστιν φανερὰν ἐπεδείξαμεν καὶ οὐκ ἔξω τῆς καθολικῆς πίστεως ὤφθημεν πιστεύοντες· ἐπειδὴ δὲ οἱ τῆς διοικήσεως ἡμῶν θεοσεβέστατοι ἐπίσκοποι πάμπολλοι τυγχάνουσιν, οὐχ οἷοί τε δὲ ἡμεῖς ἐσμὲν εὐαρίθμητοι ὄντες τὸ ἐκείνων ἀναδέχεσθαι πρόσωπον, ἀξιοῦμεν | |
τὴν ὑμετέραν ὑπεροχὴν καὶ τὴν ἁγίαν καὶ μεγάλην ταύτην σύνοδον ὥστε κατελεῆσαι | 112 in vol. 2.1.2 | |
2,1,2113 | ἡμᾶς καὶ ἀναμεῖναι τὸν ἡμέτερον ἀρχιεπίσκοπον, ἵνα κατὰ τὰ ἀρχαῖα ἔθη τῆι γνώμηι ἐκείνου ἐξακολουθήσωμεν. ἐὰν γὰρ παρὰ τὴν τοῦ ἡγεμονεύοντος γνώμην ποιήσω‐ μέν τι, ὡς ἀκανονίστοις ἐπέρχονται ἡμῖν οἱ ἀπὸ πάσης τῆς Αἰγυπτιακῆς διοικήσεως καὶ ὡς ἀθετήσασι καὶ μὴ φυλάξασι τὰ ἀρχαῖα ἔθη κατὰ τοὺς κανόνας. ἐλεήσατε τὸ γῆρας | |
5 | ἡμῶν, ἐλεήσατε καὶ μὴ παρασκευάσητε ἡμᾶς ἐν ἀλλοδαπῆι τὸν βίον ἡμῶν καταλῦσαι. Καὶ ἔρριψαν ἑαυτοὺς εἰς τὸ ἔδαφος οἱ αὐτοὶ εὐλαβέστατοι ἐπίσκοποι καὶ εἶπον· Ἐλεήσατε ἡμᾶς, φιλάνθρωποι ἐστέ. Κεκρόπιος ὁ εὐλαβέστατος ἐπίσκοπος Σεβαστοπόλεως εἶπεν· Ἡ οἰκουμενικὴ σύνοδος τῆς Αἰγυπτιακῆς μείζων ἐστὶ καὶ ἀξιοπιστοτέρα, καὶ οὔκ ἐστι δίκαιον δέκα αἱρετικοὺς | |
10 | ἀκουσθῆναι καὶ παροφθῆναι χιλίους διακοσίους ἐπισκόπους. οὔτε γὰρ νῦν ἀπαιτοῦμεν αὐτοὺς ὑπὲρ ἑτέρων τὴν ἑαυτῶν πίστιν φανερῶσαι, ἀλλ’ εἰς οἰκεῖον πρόσωπον λέγομεν αὐτοὺς συνθέσθαι τῆι ὀρθοδοξίαι. Οἱ εὐλαβέστατοι ἐπίσκοποι τῶν Αἰγυπτίων ἐβόησαν· Οὐκέτι δυνάμεθα οἰκῆσαι τὴν ἐπαρχίαν· ἐλεήσατε ἡμᾶς. | |
15 | Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος Δορυλαίου εἶπεν· Ἐντολεῖς εἰσιν οὗτοι πάν‐ των τῶν Αἰγυπτίων καὶ ὀφείλουσι τῆι οἰκουμενικῆι συνόδωι συνθέσθαι. Λουκίνσιος ὁ εὐλαβέστατος ἐπίσκοπος ἐπέχων τὸν τόπον τοῦ ἀποστολικοῦ θρόνου εἶπεν· Εἰ πλανῶνται, παρὰ τῆς ὑμετέρας μεγαλοπρεπείας μανθανέτωσαν ὅτι οὐ δύνανται δέκα ἄνθρωποι πρόκριμα ποιεῖν τῆι συνόδωι τῶν χ ἐπισκόπων καὶ τῆι καθολικῆι πίστει. | |
20 | Οἱ εὐλαβέστατοι τῶν Αἰγυπτίων ἐπίσκοποι ἐβόησαν· Φονευόμεθα· ἐλεήσατε ἡμᾶς. Πάντες οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Ὁρᾶτε πῶς μαρτυροῦσι τοῖς ἑαυτῶν ἐπισκόποις; λέγουσιν ὅτι φονευόμεθα. Οἱ Αἰγύπιοι εὐλαβέστατοι ἐπίσκοποι εἶπον· Ἀποθνήισκομεν, τῶν ποδῶν ὑμῶν· | |
25 | ἐλεήσατε ἡμᾶς. ἀποθάνωμεν ἀφ’ ὑμῶν καὶ μὴ ἐκεῖ· γένηται ὧδε ἀρχιεπίσκοπος, καὶ ὑπογράφομεν καὶ συντιθέμεθα. τὰς πολιὰς ταύτας ἐλεήσατε· δοθήτω ὧδε ἀρχι‐ επίσκοπος. οἶδεν ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος Ἀνατόλιος ὅτιπερ τοιοῦτον ἔθος κεκράτηκεν ἐν τῆι Αἰγυπτιακῆι διοικήσει ὥστε πάντας τοὺς ἐπισκόπους ὑπακούειν τῶι Ἀλεξανδρείας ἀρχιεπισκόπωι. οὐκ ἀπειθοῦμεν τῆι συνόδωι, ἀλλὰ φονευόμεθα ἐν τῆι | |
30 | πατρίδι· ἐλεήσατε ἡμᾶς. ἐξουσίαν ἔχετε· ὑποκείμεθα, οὐκ ἀπειθοῦμεν. αἱρετώ‐ τερον ἡμᾶς παρὰ τοῦ δεσπότου τῆς οἰκουμένης καὶ παρὰ τῆς ὑμῶν ὑπεροχῆς καὶ παρὰ τῆς ἁγίας συνόδου ἀποθανεῖν ἢ ἐκεῖ. διὰ τὸν θεὸν ταύτας τὰς πολιὰς ἐλεήσατε· δέκα ἀνθρώπων φείσασθε. Πάντες οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Οὗτοι αἱρετικοί εἰσιν. | |
35 | Οἱ εὐλαβέστατοι ἐπίσκοποι Αἰγύπτιοι εἶπον· Τῶν ψυχῶν ἡμῶν ἐξουσίαν ἔχετε· δέκα ἀνθρώπων φείσασθε. ἀποθνήισκομεν ἐκεῖ· βέλτιον ἐνταῦθα ἀποθανεῖν. ἐλε‐ ήμονές εἰσιν οἱ δεσπόται. οἶδεν τὰ ἔθη ὁ ἀρχιεπίσκοπος Ἀνατόλιος. ὧδε ἐσμὲν ἕως οὗ γένηται ἀρχιεπίσκοπος. τοὺς θρόνους θέλουσιν· λάβωσιν, οὐ θέλομεν εἶναι ἐπίσκοποι· μὴ ἀποθάνωμεν μόνον. φέρετε ἀρχιεπίσκοπον, καὶ ἐὰν ἀντείπωμεν, τιμω‐ | |
40 | ρήσασθε ἡμᾶς. πειθόμεθα οἷς ὁρίζει ἡ ἐξουσία ὑμῶν, οὐκ ἀπειθοῦμεν· ἀλλ’ ἐκλέξασθε ἀρχιεπίσκοπον. ὧδε ἐκδεχόμεθα ἕως οὗ χειροτονεῖται. Πάντες οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Ὑπογράψωσι τῆι καθαιρέσει Διο‐ | |
σκόρου. | 113 in vol. 2.1.2 | |
2,1,2114 | Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Ἐπειδὴ οἱ εὐλαβέστατοι ἐπίσκοποι τῆς Αἰγυπτίων οὐχ ὡς μαχόμενοι τῆι καθολικῆι πίστει ὑπογράψαι τῆι ἐπιστολῆι τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου Λέοντος ἐπὶ τοῦ πα‐ ρόντος ἀνεβάλοντο, ἀλλὰ φάσκοντες ἔθος εἶναι ἐν τῆι Αἰγυπτιακῆι διοικήσει παρὰ γνώ‐ | |
5 | μην καὶ διατύπωσιν τοῦ ἀρχιεπισκόπου μηδὲν τοιοῦτον ποιεῖν καὶ ἀξιοῦσιν ἐνδοθῆναι αὐτοῖς ἄχρι τῆς χειροτονίας τοῦ ἐσομένου τῆς Ἀλεξανδρέων μεγαλοπόλεως ἐπισκόπου, εὔλογον ἡμῖν ἐφάνη καὶ φιλάνθρωπον ὥστε αὐτοῖς μένουσιν ἐπὶ τοῦ ὁμοίου σχήματος ἐν τῆι βασιλευούσηι πόλει ἔνδοσιν παρασχεθῆναι ἄχρις ἂν χειροτονηθῆι ἀρχιεπίσκοπος τῆς Ἀλεξανδρέων μεγαλοπόλεως. Ῥω | |
10 | Πασκασῖνος ὁ εὐλαβέστατος ἐπίσκοπος τοποτηρητὴς τοῦ ἀποστολικοῦ θρόνου εἶπεν· Εἰ προστάττει ἡ ὑμετέρα ἐξουσία καὶ κελεύετέ τί ποτε αὐτοῖς παρασχεθῆναι φιλαν‐ θρωπίας ἐχόμενον, ἐγγύας δότωσαν ὅτι οὐκ ἐξέρχονται ταύτης τῆς πόλεως ἕως οὗ ἡ Ἀλεξανδρέων ἐπίσκοπον δέξηται. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· | |
15 | Ἡ τοῦ ὁσιωτάτου ἐπισκόπου Πασκασίνου ψῆφος βεβαία ἔστω. ὅθεν μένοντες ἐπὶ τοῦ οἰκείου σχήματος οἱ εὐλαβέστατοι ἐπίσκοποι τῶν Αἰγυπτίων ἢ ἐγγύας παρέξουσιν, εἰ τοῦτο αὐτοῖς δυνατόν, ἢ ἐξωμοσίαι καταπιστευθήσονται ἀναμένοντες τὴν χειροτονίαν τοῦ ἐσομένου ἐπισκόπου τῆς Ἀλεξανδρέων μεγαλοπόλεως. Ῥω ἀνέγνων ἀνέγνωμεν ἀνέγνω. | |
20 | Καὶ κατὰ κέλευσιν τῶν ἐνδοξοτάτων ἀρχόντων καὶ τῆς μεγαλοφυοῦς συγκλήτου καὶ τῆς ἁγίας συνόδου εἰσελθόντων Φαύστου Μαρτίνου Πέτρου Μανουηλίου Ἁβραμίου Ἰὼβ Ἀντιόχου Θεοδώρου Παύλου Ἰακώβου Εὐσεβίου Τρύφωνος Μαρκέλλου Τιμοθέου Περγαμίου Πέτρου Ἀστερίου Ἰωάννου τῶν εὐλαβεστάτων πρεσβυτέρων καὶ ἀρχιμαν‐ δριτῶν καὶ καθεσθέντων οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερ‐ | |
25 | φυὴς σύγκλητος εἶπον· Δεήσεις ἐπεδόθησαν τῶι θειοτάτωι καὶ εὐσεβεστάτωι ἡμῶν δεσπότηι ἐξ ὀνόματος Καρώσου καὶ Δωροθέου τῶν εὐλαβεστάτων ἀρχιμανδριτῶν καὶ ἑτέρων τινῶν. τὰ ὀνόματα τοίνυν τῶν ἐπιδεδωκότων αὐτὰς δῆλα γενέσθω τοῖς εἰσελθοῦσιν εὐλαβεστάτοις ἀνδράσιν, ὥστε αὐτοὺς εἰπεῖν εἰ πάντας ἴσασιν εἶναι ἀρχιμαν‐ δρίτας. Ῥω ἀνέγνων ἀνέγνωμεν ἀνέγνω. | |
30 | Καὶ ἀκούσαντες οἱ εὐλαβέστατοι ἀρχιμανδρῖται τὰ ὀνόματα τῶν ἐπιδεδωκότων τὰς δεήσεις διὰ Φαύστου τοῦ εὐλαβεστάτου εἶπον· Κάρωσος καὶ Δωρόθεος ἀρχιμαν‐ δρῖταί εἰσιν. Ἐλπίδιος μεμοροφύλαξ τῶν Προκοπίου ἐστί. Φωτεινὸν οὔτε οἴδαμεν τίς ἐστιν. Εὐτύχιος ἐν μαρτυρίωι Κελερίνης ἐστίν· μοναστήριον γὰρ οὐκ ἔχει. Θεόδωρος μεμορίτης ἐστί. Μωσῆν οὐκ οἴδαμεν. Μάξιμος ἀρχιμανδρίτης ἐστί, | |
35 | διδάσκαλος Εὐτυχοῦς. Γερόντιον οὐκ οἴδαμεν. Νεμεσῖνον οὐκ οἴδαμεν καὶ τὸ | 114 in vol. 2.1.2 |
2,1,2115 | ὄνομα αὐτοῦ ξενίζει ἡμᾶς. Θεοφίλου τὸ ὄνομα ξενιζόμεθα. Θωμᾶν ὁμοίως οὐκ οἴδαμεν. Λεόντιος ἀπὸ ἀρκοτρόφων ἐστίν. Ὕψης μεμορίτης ἐστὶν ἔχων δύο ἢ τρία ὀνόματα εἰς τὸ ξυλόκιρκον. Καλλίνικος ἔχει δέκα ὀνόματα εἰς μεμόριν εἰς τὸ ξυλόκιρκον. Παῦλος ὁ Βιθυνὸς κατὰ μόνας ἐστὶν εἰς μεμόριν. Γαυδέντιος 〈μεμο‐ | |
5 | ρίτησ〉 ἐστίν, ἔχει πέντε ὀνόματα εἰς τὰ Φιλίππου. Εὐγνωμόνιον οὐκ οἴδαμεν. πα‐ ρακαλοῦμεν πεμφθῆναι ὑπὸ τῆς μεγαλοπρεπείας ὑμῶν καὶ τῆς ἁγίας συνόδου τινὰς καὶ ἀπελθεῖν καὶ ἰδεῖν τὰ μοναστήρια αὐτῶν καὶ πεισθῆναι εἰ ἔχουσιν μοναστήρια ἢ χλευά‐ ζουσι καὶ βλάπτουσι τὰς ὑπολήψεις τῶν ἀρχιμανδριτῶν καὶ ἀπὸ τούτων ὀφείλουσιν ἐπιτιμιασθῆναι, ὥστε μὴ ἑαυτοὺς ἀρχιμανδρίτας λέγειν τοὺς ἐν μεμορίοις οἰκοῦντας. | |
10 | παρακαλοῦμεν δὲ τοὺς λέγοντας ἑαυτοὺς μονάζοντας καὶ μὴ γνωριζομένους μήτε παρὰ τῆς ὑμετέρας μεγαλοπρεπείας μήτε παρὰ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου μήτε παρ’ ἡμῶν ἐξελθεῖν ἀπὸ τῆς πόλεως ὡς ἐπιθέτας διὰ τὸ σκάνδαλον ὃ ἐπεχείρησαν ποιῆσαι. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες εἶπον· Εἰσίτωσαν οἱ εὐλα‐ βέστατοι μονάζοντες οἱ τὰς δεήσεις ἐπιδεδωκότες. | |
15 | Καὶ εἰσῆλθον Κάρωσος καὶ Δωρόθεος καὶ Ἐλπίδιος καὶ Φωτεινὸς καὶ Εὐτύχιος καὶ οἱ λοιποὶ οἱ προειρημένοι μοναχοὶ εὐλαβέστατοι καὶ Βαρσουμᾶς μοναχός, ἔτι μὴν καὶ Καλοπόδιος ὁ εὐνοῦχος. οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Δεήσεις πάλαι ἡ ὑμετέρα εὐλάβεια δέδωκεν τῆι καλλινίκωι κορυφῆι. ἐπιδόντες τοίνυν τὰς προφερομένας ὑμῖν εἴπατε εἰ ἐπιγινώσκετε αὐτὰς | |
20 | εἶναι τὰς παρ’ ὑμῶν ἐπιδοθείσας. Κάρωσος καὶ Δωρόθεος οἱ εὐλαβέστατοι ἀρχιμανδρῖται καὶ οἱ λοιποὶ ἐπιδόντες τὰς δεήσεις εἶπον· Αὗταί εἰσιν αἱ δεήσεις αἱ παρ’ ἡμῶν ἐπιδοθεῖσαι. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Ἀναγινωσκέσθωσαν αἱ δεήσεις. | |
25 | Καὶ πρὸ τῆς ἀναγνώσεως Ἀνατόλιος ὁ εὐλαβέστατος ἀρχιεπίσκοπος Κωνσταν‐ τινουπόλεως εἶπεν· Καλοπόδιος καὶ Γερόντιος οἱ μεταξὺ αὐτῶν πρεσβύτεροι ὄντες καθήιρηνται πάλαι καὶ οὐκ ἔξεστιν αὐτοῖς εἰσελθεῖν. Γερόντιος καὶ Καλοπόδιος εἶπον· Ἡμῖν οὐδεὶς εἶπεν ὅτι καθηιρέθημεν· ἄρτι ἡμῖν εἶπον. | |
30 | Ἀέτιος ἀρχιδιάκονος τῆς ἐν Κωνσταντινουπόλει ἁγίας ἐκκλησίας ἀπελθὼν πρὸς Καλοπόδιον τὸν εὐνοῦχον εἶπεν αὐτῶι· Ὁ ἀρχιεπίσκοπος λέγει σοι δι’ ἐμοῦ τοῦ ἀρχι‐ διακόνου ὅτι καθηιρημένος εἶ, καὶ ἔξελθε. Καλοπόδιος εἶπεν· Διὰ ποῖον πρᾶγμα; Ἀέτιος ἀρχιδιάκονος εἶπεν· Ὡς αἱρετικός. | |
35 | Καλοπόδιος εἶπεν· Ἀξιῶ ἀναγνωσθῆναι τὰς δεήσεις ἡμῶν. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες εἶπον· Ἀναγινωσκέσθωσαν. Ῥω ἀνέγνων ἀνέγνωμεν ἀνέγνω. Βερονικιανὸς ὁ καθωσιωμένος μαγιστριανὸς καὶ σηκρητάριος τοῦ θείου κονσιστω‐ ρίου ἀνέγνω | |
40 | Τῶι εὐσεβεστάτωι καὶ φιλοχρίστωι βασιλεῖ νέωι Κωνσταντίνωι Μαρκιανῶι παρὰ | |
Καρώσου Δωροθέου Ἐλπιδίου Φωτεινοῦ Εὐτυχίου Θεοδώρου Μωσῆ Μαξίμου Γερον‐ | 115 in vol. 2.1.2 | |
2,1,2116 | τίου Νεμεσίνου Θεοφίλου Θωμᾶ Λεοντίου Ὕψη Καλλινίκου Παύλου Γαυδεντίου Εὐγνω‐ μονίου τῶν ἐλαχίστων ἀρχιμανδριτῶν καὶ πάσης αὐτῶν τῆς συνοδίας τῆς ἐν Χριστῶι καὶ λοιπῶν κληρικῶν καὶ μοναζόντων καὶ λαικῶν. Ἀεὶ τὸ Ῥωμαίων βασίλειον καὶ μάλιστα ἀπὸ Θεοδοσίου τοῦ μεγάλου καὶ μάκαρος τὴν οἰκουμένην γαλήνης πεπλήρωκεν | |
5 | ἀγωνισάμενον ὑπὲρ τῆς ὀρθοδόξου πίστεως, ἀλλὰ διὰ τὸ ἕκαστον τὸ ἑαυτοῦ ζητεῖν καὶ μηκέτι τὸ τοῦ ἑτέρου, καθὼς νομοθετεῖ ἡ θεία γραφή, ἅπαντα λέλυται, τῶν ἀποστόλων ἡ πίστις τετάρακται καὶ τὰ μὲν τῶν ἐχθρῶν, Ἰουδαίων φαμὲν καὶ Ἑλλήνων, ἐν εἰρήνηι εἰ καὶ καθέστηκεν κακίστηι, τὰ δὲ ἡμέτερα ἐν πολέμωι ἀσπόνδωι τυγχάνει. αὕτη δὲ ἡ διόρθωσις ἐτηρεῖτο τῆι φιλοχρίστωι ὑμῶν βασιλείαι πρὸς τὸ μὴ σχίσμα γενέσθαι ἐν | |
10 | τῆι ὀρθοδοξίαι, ἀλλὰ τὴν πίστιν στηριχθῆναι ὑπὸ τῆς θειότητος ὑμῶν. πᾶν γὰρ δίκαιον παντὶ μὲν ἄρχοντι πρέπει, βασιλεῖ δὲ καὶ μάλιστα εὐσεβεῖ κατ’ ἐξαίρετον, ὅθεν αὐτὸ πέφυκε νομοθετεῖσθαι τὸ δίκαιον. δεόμεθα οὖν τῆς ὑμετέρας εὐσεβείας πρὸς τῶι κελεῦσαι οἰκουμενικὴν γενέσθαι σύνοδον, ἣν ἤδη καὶ ἡ ὑμετέρα εὐσέβεια προνοουμένη τῆς πάντων σωτηρίας θεσπίσαι κατηξίωσεν, ἀργῆσαι [δὲ] τὰς στάσεις καὶ τὰς κατὰ | |
15 | βίαν ὑπογραφὰς γινομένας καὶ τοὺς διωγμοὺς τοὺς καθ’ ἑκάστην παρὰ τῶν κληρικῶν καθ’ ἡμῶν μελετωμένους, οὓς ἐπιχειροῦσι λανθάνοντες τὴν ὑμετέραν εὐσέβειαν. καὶ παρακαλοῦμεν τὴν ὑμετέραν θειότητα μηδένα βάλλεσθαι μήτε ἀπὸ μοναστηρίου μήτε ἀπὸ ἐκκλησίας μήτε ἀπὸ μαρτυρίου ἕως τῆς δικαιοκρισίας τῆς ἁγίας συνόδου πρὸς τὸ μὴ καὶ νομίσαι τινὰς ἄλλων ἀτακτούντων ἐπιγράφειν ταῦτα τῆι ὑμετέραι εὐσεβείαι (καὶ | |
20 | γὰρ φιλεῖν ὑμᾶς τὴν εἰρήνην καὶ ταύτης φροντίζειν πρὸ πάντων πεπείσμεθα), ἵνα τῆς ἁγίας πίστεως στηριχθείσης καὶ πάλιν διὰ τῶν ἁγίων πατέρων δυνηθῶμεν τὸν ἐπίλοιπον χρόνον τῆς ζωῆς ἡμῶν σωφρόνως καὶ δικαίως ἐν εἰρήνηι * τὰς συνήθεις καὶ ἀδιαλείπτους εὐχὰς ἀναπέμψαι τῶι δεσπότηι Χριστῶι ὑπὲρ τῆς διαμονῆς τοῦ αἰωνίου ὑμῶν κράτους τῶι καὶ ἀοράτως τῆι ἰδίαι εὐδοκίαι δωρησαμένωι ὑμῖν τὸ βασίλειον, θειότατοι αὔγουστοι. | |
25 | Διογένης ὁ εὐλαβέστατος ἐπίσκοπος Κυζίκου εἶπεν· Βαρσουμᾶς ὁ μεταξὺ αὐτῶν εἰσελθὼν ἔσφαξεν τὸν μακάριον Φλαβιανόν. αὐτὸς ἕστηκε καὶ ἔλεγεν· σφάξον. καὶ μὴ ἐγκείμενος ταῖς δεήσεσι διὰ τί εἰσῆλθεν; Πάντες οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Πᾶσαν Συρίαν Βαρσουμᾶς ἠφάνισεν· ἐπήγαγεν ἡμῖν χιλίους μονάζοντας. | |
30 | Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες πρὸς τοὺς μονάζοντας εἶπον· Κατὰ τὴν ὑμετέραν διὰ τῶν δεήσεων παράκλησιν ὁ θειότατος καὶ εὐσεβέστατος ἡμῶν δεσπότης καὶ τὴν ἁγίαν σύνοδον συγκροτηθῆναι καὶ νῦν ὑμᾶς εἰσόδου τυχεῖν παρ‐ εκελεύσατο. εἰσελθόντες τοίνυν ἀνάσχεσθε μαθεῖν τὰ παρὰ τῆς αὐτῆς ἁγιωτάτης συνόδου περὶ τῆς πίστεως τυπούμενα. Ῥω ἀνέγνων ἀνέγνωμεν ἀνέγνω. | |
35 | Κάρωσος καὶ Δωρόθεος οἱ εὐλαβέστατοι ἀρχιμανδρῖται καὶ οἱ λοιποὶ μονάζοντες εἶπον· Ἀξιοῦμεν ἀναγνωσθῆναι τὸν παρ’ ἡμῶν προσφερόμενον λίβελλον. Οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Τὸν φονέα Βαρσουμᾶν ἔξω βάλε. τὸν φονέα τῶι σταδίωι. ἀνάθεμα τῶι Βαρσουμᾶι. Βαρσουμᾶν τῆι ἐξορίαι. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος | |
40 | εἶπον· Ὁ παρὰ τῶν εὐλαβεστάτων μοναχῶν ἐπιδεδομένος λίβελλος ἀναγινωσκέσθω. | 116 in vol. 2.1.2 |
2,1,2117 | Κωνσταντῖνος ὁ καθωσιωμένος σηκρητάριος τοῦ θείου κωνσιστωρίου ὑποδεξά‐ μενος ἀνέγνω Τῆι ἁγίαι συνόδωι τῆι ἐνταῦθα ἐνδημούσηι νῦν παρὰ τῶν ἀρχιμανδριτῶν καὶ ἁπάσης τῆς ἐν Χριστῶι ἀδελφότητος. Κατὰ τὴν πρώτην κλῆσιν εὐθὺς ἐλθεῖν εἴχομεν | |
5 | πρὸς τὴν ὑμετέραν ἁγιωσύνην, ἀλλ’ ἐπειδὴ ὁ εὐσεβὴς ἡμῶν δεσπότης ἐδήλωσεν τῶι ὁσιωτάτωι ἀρχιμανδρίτηι καὶ πρεσβυτέρωι Καρώσωι μὴ παραγενέσθαι αὐτόν, εἰ μὴ καὶ ἡ αὐτοῦ εὐσέβεια παρῆι, ἡμεῖς δὲ ἐκτὸς αὐτοῦ εἰσελθεῖν περιττὸν ἡγησάμεθα, ἐπειδή ἐστιν ἡμῶν πατήρ, ὡς καὶ τῆι ὑμετέραι ἁγιωσύνηι διὰ τῶν πεμφθέντων παρ’ ὑμῶν πρὸς ἡμᾶς ἀντεδηλώθη αὕτη ἡ αἰτία, τούτου ἕνεκεν οὐ παρεγενόμεθα. νῦν δὲ παραγενό‐ | |
10 | μενοι δεόμεθα τῆς ἁγιωσύνης ὑμῶν πάντα ἀκολούθως προβῆναι καὶ παρεῖναι κατὰ τὸ συνέδριον τοῦτο τὸν ἁγιώτατον ἀρχιεπίσκοπον Διόσκορον καὶ τοὺς σὺν αὐτῶι ἁγιω‐ τάτους ἐπισκόπους. Καὶ ἐν τῶι ἀναγινώσκεσθαι πάντες οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Ἀνάθεμα Διοσκόρωι. Διόσκορον ὁ Χριστὸς καθεῖλεν. τούτους ἔξω βάλε. ἆρον ὕβριν τῆς | |
15 | συνόδου. ** ἆρον βίαν τῆς συνόδου. ἆρον αἶσχος τῆς συνόδου. Φαῦστος ὁ εὐλαβέστατος καὶ οἱ ἅμα αὐτῶι εὐλαβέστατοι ἀρχιμανδρῖται εἶπον· Ἆρον ὕβριν τῶν μοναστηρίων. Οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Τῶν δεήσεων τούτων οὐκ ἔστι τῆς συνόδου ἀκοῦσαι. τὸν καθαιρεθέντα παρὰ πάσης ὁμοῦ τῆς συνόδου ἐπίσκοπον ἐτόλμησαν | |
20 | ὀνομάσαι. οἱ κανόνες διὰ τί πατοῦνται; Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες εἶπον· Ἄνευ προκρίματος ἀνα‐ γινωσκέσθω ὁ λίβελλος. Ῥω. Κωνσταντῖνος ὁ καθωσιωμένος σηκρητάριος τοῦ θείου κονσιστωρίου ἀνέγνω τὰ ἑξῆς τοῦ λιβέλλου | |
25 | καὶ γὰρ ὁ εὐσεβέστατος ἡμῶν βασιλεύς, ἀφ’ οὗ προέθετο τὴν σύνοδον ταύτην γενέσθαι, ἐπηγγείλατο ἡμῖν τὰ τῆς πίστεως τῆς ἐκτεθείσης παρὰ τῶν τιη ἁγίων πατέρων ἐπισφραγίζεσθαι μόνον καὶ μηδὲν ἕτερον πρὸ τούτου κινεῖσθαι ἢ γίγνεσθαι. τούτου δὲ δόξαντος πάντως οὐκ εὔλογος ἡ καθαίρεσις ἡ γενομένη κατὰ Διοσκόρου τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου, ἐπειδὴ οὔτε ἐκτὸς αὐτοῦ ἢ τῶν σὺν αὐτῶι ὄντων ἁγιωτάτων ἐπισκόπων | |
30 | δυνάμεθά τι λέγειν ἢ ποιεῖν περὶ πίστεως. κελεύσατε τοίνυν παραγενέσθαι τὸν αὐτὸν ἀρχιεπίσκοπον Διόσκορον καὶ πάντας τοὺς σὺν αὐτῶι ἐπισκόπους, ὥστε τὰ σκάνδαλα τὰ γενόμενα περὶ τὴν πίστιν ἐκκοπῆναι καὶ τοὺς ὀρθοδόξους λαοὺς μὴ ἔχειν σχίσματα ἐν ἑαυτοῖς, ἐπειδὴ ἡ περὶ τοῦτο τὸ μέρος σπουδὴ πάντων ὑμῖν τῶν ἐν τῶι βίωι τούτωι προτιμοτέρα ὀφείλει εἶναι. εἰ δὲ εἰς τὰ οὕτως ἀκολούθως παρ’ ἡμῶν ζητούμενα ἡ | |
35 | ὁσιότης ὑμῶν ἀντιτείνει καὶ θέλει αὐθεντίαι χρήσασθαι ἐναντίαι οὔσηι τοῖς συμφέρουσι, μαρτυράμενοι τὸν δεσπότην Χριστὸν καὶ τὸν εὐσεβέστατον βασιλέα καὶ τοὺς μεγαλοπρε‐ πεστάτους ἄρχοντας καὶ τὴν ἱερὰν σύγκλητον, καὶ τὸ ὑμέτερον δὲ συνειδὸς καὶ ἀποτινα‐ ξάμενοι τὰ ἱμάτια τῆς κοινωνίας τῆς πρὸς ὑμᾶς ἐκτὸς ποιήσομεν ἑαυτούς. οὐ γὰρ ἀνεχόμεθα τοῦ συμβόλου τῆς πίστεως τῶν τιη ἀθετουμένου κοινωνοὶ γενέσθαι τοῖς | |
40 | τοῦτο ἀθετοῦσιν. εἰς δὲ τελειοτέραν ἀπόδειξιν τοῦ μηδὲν ἡμᾶς ὑπεναντίον τοῦ συμ‐ | |
βόλου τῆς πίστεως φρονεῖν μήτε χώραν ἔχειν τινὰ συκοφαντίαν καθ’ ἡμῶν γινομένην | 117 in vol. 2.1.2 | |
2,1,2118 | ὑπετάξαμεν καὶ αὐτὸ τὸ σύμβολον καὶ τὸν ὅρον τὸν ἐπισφραγίζοντα τοῦτο καὶ ἐξενεχ‐ θέντα παρὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς καθελούσης Νεστόριον. Ἀέτιος ἀρχιδιάκονος τῆς κατὰ Κωνσταντινούπολιν ἁγίας καὶ καθολικῆς ἐκκλησίας εἶπεν· Κανών ἐστιν οὗτος ὃς μετὰ τῶν ἄλλων τέθειται παρὰ τῶν ἁγίων πατέρων, οὓς φυ‐ | |
5 | λάττοντες οἱ ἅγιοι πατέρες οἱ ἐπίσκοποι ἐκδιδάσκουσι κληρικοὺς καὶ μοναχοὺς καὶ πάντας τοὺς Χριστιανίζοντας, εἰ εὕροιεν ἢ ἀφηνιῶντας ἢ μὴ βουλομένους πείθεσθαι, κεχρῆσθαι τῶι κανόνι τούτωι. Καὶ ἀπὸ βιβλίου ἀνέγνω ταῦτα Περὶ τῶν ἑαυτοὺς ἀφοριζόντων κληρικῶν ἢ μοναζόντων | |
10 | Εἴ τις πρεσβύτερος ἢ διάκονος καταφρονήσας τοῦ ἰδίου ἐπισκόπου ἀφώρισεν ἑαυτὸν τῆς ἐκκλησίας καὶ ἰδίαι συνήγαγεν καὶ θυσιαστήριον ἔστησεν καὶ τοῦ ἐπισκόπου προσκα‐ λουμένου ἀπειθοίη καὶ μὴ βούλοιτο αὐτῶι πείθεσθαι μηδὲ ὑπακούειν καὶ πρῶτον καὶ δεύ‐ τερον καλοῦντι, τοῦτον καθαιρεῖσθαι παντελῶς καὶ μηκέτι θεραπείας τυγχάνειν μηδὲ ἀπολαμβάνειν αὐτὸν δύνασθαι τὴν τιμήν· εἰ δὲ ἐπιμένει θορυβῶν καὶ ἀναστατῶν τὴν | |
15 | ἐκκλησίαν, διὰ τῆς ἔξωθεν ἐξουσίας ὡς στασιώδη αὐτὸν ἐπιστρέφεσθαι. Πάντες οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Οὗτος δίκαιος κανών· οὗτος ὁ κανὼν τῶν ἁγίων πατέρων. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Κατὰ τὴν ὑμετέραν αἴτησιν καὶ ἀντιλεγόντων τῶν εὐλαβεστάτων ἐπισκόπων οἱ ἐπιδο‐ | |
20 | θέντες παρ’ ὑμῶν λίβελλοι ἀνεγνώσθησαν. εἴπατε τοίνυν εἰ βούλεσθε τοῖς δόγμασι πάσης τῆς ἁγιωτάτης συνόδου συναινέσαι. Ῥω. Κάρωσος ὁ εὐλαβέστατος ἀρχιμανδρίτης εἶπεν· Τὴν τῶν τιη τῶν ἐν Νικαίαι γενο‐ μένων πατέρων πίστιν, ἐν ἧι καὶ ἐβαπτίσθην, οἶδα, ἐπεὶ ἐγὼ ἄλλην πίστιν οὐκ οἶδα. ἐπίσκοποί εἰσιν· ἐξουσίαν ἔχουσι καὶ ἀφορίσαι καὶ καθαιρῆσαι καὶ εἴ τι θέλουσιν, ἐξουσίαν | |
25 | ἔχουσιν. πλείω ταύτης ἐγὼ ἄλλην οὐκ οἶδα. ἐμὲ ὁ ἅγιος Θεότιμος ἐν Τόμοις ὅτε ἐβάπτισεν, ἐκέλευσέ μοι ἄλλο τί ποτε μὴ φρονῆσαι. Δωρόθεος ὁ εὐλαβέστατος ἀρχιμανδρίτης εἶπεν· Τῆι πίστει τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι τιη, ἐν ἧι καὶ ἐβαπτίσθην, καὶ τῶι ὅρωι τῶν ἐν Ἐφέσωι καθελόντων Νεστό‐ ριον ἐμμένω καὶ οὕτως πιστεύω καὶ παρὰ ταύτην ἄλλην πίστιν οὐκ οἶδα. | |
30 | Βαρσουμᾶς ὁ εὐλαβέστατος μοναχὸς διὰ ἰδίου ἀνθρώπου ἑρμηνεύοντος αὐτὸν Συριστὶ λαλοῦντα εἶπεν· Οὕτως πιστεύω ὡς οἱ τιη καὶ οὕτως ἐβαπτίσθην εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ὡς αὐτοὺς ἐδίδαξεν ὁ κύριος τοὺς ἀποστόλους. Ἐλπίδιος μοναχὸς εἶπεν· Ἐγὼ πιστεύω ὡς οἱ τιη πατέρες οἱ ἐν Νικαίαι καὶ οἱ ἐν | |
35 | Ἐφέσωι οἱ Νεστόριον καθελόντες καὶ ἐμμένω τῶι ὅρωι ὧι ἐξέθεντο οἱ ἅγιοι πατέρες. Οἱ [λοιποὶ] ἄλλοι μονάζοντες εἶπον· Καὶ ἡμεῖς τὰ αὐτὰ λέγομεν. Ἀέτιος ἀρχιδιάκονος τῆς κατὰ Κωνσταντινούπολιν ἁγιωτάτης ἐκκλησίας ἀπελ‐ θὼν πρὸς αὐτὸν εἶπεν· Ἡ ἁγία αὕτη καὶ μεγάλη σύνοδος οὕτως πιστεύει ὡς οἱ τιη | |
ἅγιοι πατέρες οἱ ἐν Νικαίαι τὸ τηνικαῦτα συνειλεγμένοι ἐξέθεντο καὶ τοῦτο τὸ σύμβολον | 118 in vol. 2.1.2 | |
2,1,2119 | αὐτοί τε φυλάττουσι καὶ πάντας τοὺς προσιόντας ἐκδιδάσκουσιν· ἐπειδὴ δὲ ἐν τῶι μεταξὺ διχόνοιαι παρὰ τινῶν ἀνεφύησαν καὶ πρὸς ταύτας ἀντιπαραταττόμενοι οἱ ἅγιοι πατέρες Κύριλλος καὶ Κελεστῖνος καὶ νῦν ὁ ἁγιώτατος καὶ μακαριώτατος πάπας Λέων ἐπιστολὰς ἑρμηνευούσας τὸ σύμβολον, οὐ πίστιν ἢ δόγμα ἐκτιθέμενοι, ἐκδεδώκασιν, ἃς ἀσμε‐ | |
5 | νίζει πᾶσα ἡ οἰκουμενικὴ σύνοδος καὶ συναινεῖ καὶ τὴν ἐκ τούτων ἑρμηνείαν παραδίδωσι τοῖς ἐπιθυμοῦσι μανθάνειν, καὶ ἡ ὑμετέρα ἀγάπη ταύτηι τῆι γνώμηι πάσης τῆς ἁγίας συνόδου πείθεται καὶ ἀναθεματίζει Νεστόριον καὶ Εὐτυχέα ὡς καινοφωνήσαντας ἢ οὔ· Κάρωσος ὁ εὐλαβέστατος μοναχὸς εἶπεν· Ἐγὼ τί ἔχω ἀναθεματίσαι Νεστόριον, ὅστις καὶ ἅπαξ καὶ δεύτερον καὶ τρίτον καὶ πολλάκις ἀνεθεμάτισα αὐτὸν καὶ καθήιρησα; | |
10 | Ἀέτιος ὁ εὐλαβέστατος ἀρχιδιάκονος τῆς κατὰ Κωνσταντινούπολιν ἐκκλησίας εἶπεν· Καὶ Εὐτυχέα τοίνυν ἀναθεματίζεις ὡς ἡ ἁγία σύνοδος ἢ οὔ; Κάρωσος ὁ εὐλαβέστατος μοναχὸς εἶπεν· Οὐ γέγραπταί σοι μὴ κρίνηις, ἵνα μὴ κριθῆις· ἐπίσκοποι καθέζονται, καὶ σὺ διὰ τί λαλεῖς; Ἀέτιος ὁ εὐλαβέστατος ἀρχιδιάκονος εἶπεν· Πρὸς ἃ ἠρωτήθης δι’ ἐμοῦ παρὰ | |
15 | τῆς ἁγίας συνόδου, εἰπέ· πείθηι τῆι ἁγίαι συνόδωι τῆι οἰκουμενικῆι ἢ οὔ; Κάρωσος ὁ εὐλαβέστατος μοναχὸς εἶπεν· Ἐγὼ κατὰ τὴν ἔκθεσιν τῶν τιη, ὡς εἶπα, οὕτως πιστεύω, ὡς καὶ ἐβαπτίσθην. ἄλλο τί μοι λέγετε, οὐκ οἶδα. ἐξουσίαν ἔχετε, ἐπίσκοποι ἐστέ· θέλετε ἐξορίσαι; θέλετε καθαιρῆσαι; εἴ τι θέλετε, δέχομαι παρ’ ὑμῶν. ὁ ἅγιος ἀπόστολος λέγει· ἐὰν ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται | |
20 | ὑμῖν παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω. τί ἔχω ποιῆσαι; ἐὰν μὴ πιστεύηι Εὐτυχὴς ὡς πιστεύει ἡ ἐκκλησία ἡ καθολική, ἀνάθεμα ἔστω. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Ἀναγινωσκέσθωσαν αἱ δεήσεις αἱ παρὰ Φαύστου τοῦ εὐλαβεστάτου καὶ τῶν ἄλλων εὐλαβεστάτων ἀρχιμανδριτῶν ἐπιδοθεῖσαι. Ῥω. | |
25 | Βερονικιανὸς ὁ καθωσιωμένος σηκρητάριος τοῦ θείου κονσιστωρίου ἀνέγνω Τῶι ὑπὸ τῆς ἀχράντου τριάδος σκεπομένωι εὐσεβεστάτωι καὶ φιλοχρίστωι δεσπό‐ τηι καὶ βασιλεῖ Μαρκιανῶι αἰωνίωι αὐγούστωι δέησις καὶ ἱκεσία παρὰ Φαύστου Μαρτίνου Πέτρου Μανουήλου Ἁβραμίου Ἰὼβ Ἀντιόχου Δωροθέου Παύλου Ἰακώβου Εὐσεβίου Τρύφωνος Μαρκέλλου Τιμοθέου Γερμανοῦ Πέτρου Ἀστερίου Ἰωάννου πρεσβυτέρων καὶ | |
30 | ἀρχιμανδριτῶν. Ἡ φιλόχριστος ὑμῶν καὶ εὐσεβὴς βασιλεία τὴν εὐαγῆ τῶν ὀρθο‐ δόξων θρηισκείαν αὔξειν τε καὶ συγκροτεῖν μεμελετηκυῖα τὸν τῶν ἁγιωτάτων ἐκκλησιῶν ἐξήλασε θόρυβον. Εὐτυχέα γὰρ τὸν τὰς μιαρὰς καὶ βεβήλους κατὰ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ ἐρευξάμενον φωνὰς καὶ ἐπισπεῖραι πολλὰ τῆι τοῦ θεοῦ ἐκκλησίαι ζιζάνια μηχανησάμενον ἐξέωσε τὸ φιλόχριστον ὑμῶν κράτος. οἱ δὲ ἐκείνωι μαθητευ‐ | |
35 | θέντες οὐ βούλονται τῆι ὀρθοδόξωι καὶ εὐσεβεῖ πίστει καθυποσημήνασθαι καὶ ἐξακολου‐ θῆσαι τοῖς τῶν ἁγίων πατέρων εὐσεβέσι δόγμασιν, ἀλλὰ σκληροτράχηλοι μεμενήκασιν ἀνανεύοντες καὶ ἐναντιούμενοι τῆι ὀρθῆι τῶν πατέρων ὁμολογίαι, καίτοι πολλῆς αὐτοῖς παραινέσεως προσαχθείσης παρὰ τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου Ἀνατολίου καὶ τῶν ἅμα αὐτῶι θεοφιλεστάτων ἐπισκόπων καὶ πρεσβυτέρων καὶ τῶν ἱερῶν αὐτοῖς δογ‐ | |
40 | μάτων παραναγνωσθέντων, καθὼς οἱ παρ’ ἡμῶν ἀποσταλέντες τοῦτο δῆλον ὑμῖν | |
κατέστησαν. τούτου ἕνεκεν ἀξιοῦμεν τὸ ὑμέτερον κράτος ὥστε θεσπίσαι μὴ ἐπὶ πλεῖον | 119 in vol. 2.1.2 | |
2,1,2120 | προκόψαι αὐτοῖς τὰ τῆς ἀσεβείας, ἐπιτραπῆναι δὲ ἡμῖν τοῖς πνευματικοῖς τῶν μοναχῶν ὅροις ὑποβαλεῖν τοὺς οὕτως ἀναισχύντως τῆς ὀρθῆς ἡμῶν ἀποστατήσαντας πίστεως, ἵν’ εἴπερ διορθωθεῖεν, ὅπερ εὐχόμεθα, μετὰ τῶν σωιζομένων κἀκείνους τὴν μερίδα σχεῖν· εἰ δὲ ἐπὶ πλεῖον ἐπιμένουσι τῆι ἑαυτῶν κακοπιστίαι, πρέπουσαν δέξασθαι τὴν ἐπιτίμησιν | |
5 | αὐτούς. καὶ περὶ τοῦ σπηλαίου δὲ ἔνθα οἱ θηριώδεις κατοικοῦσι καὶ καθ’ ἑκάστην τὸν τῶν ὅλων βλασφημοῦσι σωτῆρα Χριστόν, τύπον δοθῆναι παρ’ ἡμῶν ἐπιτρέψηι ἡ φιλόχριστος ὑμῶν βασιλεία θείας ὑμῶν ἐπισημειώσεως καταπεμπομένης εἰς πρόσωπον ἡμέτερον. Δωρόθεος ὁ εὐλαβέστατος μοναχὸς εἶπεν· Ἐπειδὴ Εὐτυχῆ λέγουσιν ὅτι πρὸ τῆς | |
10 | ἑνώσεως δύο φύσεις εἶπεν καὶ μετὰ τὴν ἕνωσιν μίαν φύσιν, καὶ ἀναθεματίζουσιν αὐτὸν ὡς αἱρετικόν, πάντηι πανταχοῦ προθέματα ἔθηκεν Εὐτυχὴς καὶ ἡ ὑμετέρα μεγαλοπρέπεια ἤκουσε τὰ προθέματα αὐτοῦ ὅτι ὀρθόδοξος ἐστιν ὁ ἄνθρωπος καὶ συκοφαντοῦσιν αὐτόν. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Εὐτυχὴς εἶπεν ὅτι τὸ σῶμα τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ οὐκ ἦν τῆς ἡμῶν οὐσίας· | |
15 | σὺ περὶ τούτου πῶς δοξάζεις; Ῥω. Δωρόθεος ὁ εὐλαβέστατος μοναχὸς εἶπεν· Εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἐβαπτίσθημεν ὁμολογοῦντες τὸν σωτῆρα ἡμῶν Χριστὸν τὸν κατελθόντα καὶ σαρκωθέντα ἐκ τῆς ἁγίας παρθένου καὶ ἐνανθρωπήσαντα σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου (μακροθυμήσατε δὲ καὶ ἐὰν παρέρχηταί με, διορθώσασθε)· | |
20 | τοῦτον ἐκ τῆς τριάδος εἶναι ὁμολογοῦμεν. καὶ γὰρ αὐτὸς ὁ δεσπότης ἡμῶν ὁ ἐμπτυ‐ σθεὶς καὶ λογχευθεὶς καὶ ῥαπισθεὶς ἡνίκα ἀνέστη ἐκ νεκρῶν, λέγει τοῖς ἁγίοις μαθηταῖς αὐτοῦ· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. ὁμολο‐ γοῦμεν οὖν τὸν παθόντα ἐκ τῆς τριάδος εἶναι καὶ ἄλλην πίστιν οὐκ οἶδα. | |
25 | Πάντες οἱ εὐλαβέστατοι ἐπίσκοποι εἶπον· Ὑπογράφεις τῆι ἐπιστολῆι ἢ οὔ; Δωρόθεος ὁ εὐλαβέστατος μοναχὸς εἶπεν· Ἐγὼ εἰς τὸ βάπτισμα πιστεύω, ἐπιστολῆι δὲ οὐχ ὑπογράφω. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Ἡνίκα ὁ θειότατος ἡμῶν βασιλεὺς τοὺς μεγαλοπρεπεστάτους ἄρχοντας καὶ τοὺς συγ‐ | |
30 | κλητικοὺς ἔπεμψεν τοὺς ἐνδοξοτάτους πρὸς ὑμᾶς, ὑπέσχεσθε πείθεσθαι τοῖς τυπουμένοις παρὰ τῆς ἁγίας συνόδου· ἀνθ’ ὅτου τοίνυν ἐπὶ τοῦ παρόντος οὐ συντίθεσθε τοῖς ὅροις τῆς ἁγίας συνόδου; Ῥω ἀνέγνων ἀνέγνωμεν ἀνέγνω. Δωρόθεος ὁ εὐλαβέστατος μοναχὸς εἶπεν· Ἡμεῖς τότε ἐλαλήσαμεν τοῖς ἄρχουσι καὶ τῆι συγκλήτωι καὶ παρεκαλέσαμεν τὸν βασιλέα εἰσελθόντες ἔσω ἵνα ἡ σύνοδος ἡ | |
35 | παροῦσα βεβαιώσηι τὴν πίστιν τῶν τιη ἁγίων πατέρων, ἐν ἧι καὶ ἐβαπτίσθημεν, μετὰ τοῦ ὅρου τοῦ ὁρισθέντος παρὰ τῶν αὐτῶν πατέρων. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Ἐπειδὴ ὁ θειότατος ἡμῶν δεσπότης εὐσεβής ἐστι καὶ ἡμεῖς τῶι αὐτοῦ σκοπῶι ἀκολου‐ θοῦμεν, εἰ βούλεσθε ὑμῖν ἐνδοθῆναι δύο ἢ τρεῖς ἡμέρας πρὸς ἐπίσκεψιν, ἐξαιτοῦμεν τοῦτο | |
40 | παρὰ τῆς ἁγίας συνόδου ὑμῖν ὑπάρξαι, ἵνα ἐπισκεψάμενοι ἀκολουθήσητε τῆι παρὰ τῶν ἁγίων πατέρων δοξαζομένηι πίστει. Κάρωσος ὁ εὐλαβέστατος ἀρχιμανδρίτης εἶπεν· Ὧδε εἰμί· τί χρείαν ἔχετε δύο | |
ἢ τρεῖς ἡμέρας ἐκδέξασθαι; ἰδὲ ἄρτι ἐξουσίαν ἔχετε ὅτι θέλετε, ποιῆσαι. | 120 in vol. 2.1.2 | |
2,1,2121 | Δωρόθεος ὁ εὐλαβέστατος μοναχὸς εἶπεν· Τῆι πίστει τῶν ἁγίων πατέρων τῶν τιη ἐμμένω, ἐν ἧι καὶ ἐβαπτίσθην, καὶ τῶι ὅρωι τῶν ἐν Ἐφέσωι καὶ ἄλλο τί ποτε οὐ λέγω. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· | |
5 | Παρὰ τῆς ἁγίας συνόδου τύπος δοθήσεται. Ῥω ἀνέγνων ἀνέγνωμεν ἀνέγνω. Πρᾶξις ε Ὑπατείας τοῦ δεσπότου ἡμῶν Μαρκιανοῦ τοῦ αἰωνίου αὐγούστου καὶ τοῦ δηλωθησομένου τῆι πρὸ δεκαμιᾶς Καλανδῶν Νοεμβρίων ἐν Χαλκηδόνι κατὰ κέλευσιν τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Μαρκιανοῦ τοῦ | |
10 | αἰωνίου αὐγούστου συνελθόντων ἐν τῆι ἁγιωτάτηι ἐκκλησίαι τῆς ἁγίας μάρτυρος Εὐφημίας τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου στρατηλάτου ἀπὸ ὑπάτων καὶ πατρικίου Ἀνατολίου καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἐπάρχου τῶν πραιτωρίων Παλλαδίου καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου μαγίστρου τῶν θείων ὀφφικίων Βιγκομάλου, | |
15 | συνελθόντων δὲ καὶ Πασκασίνου καὶ Λουκινσίου τῶν εὐλαβεστάτων ἐπισκόπων καὶ Βονιφατίου τοῦ εὐλαβεστάτου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον τοῦ ἁγιω‐ τάτου ἀρχιεπισκόπου τῆς πρεσβυτέρας Ῥώμης Λέοντος καὶ Ἀνατολίου τοῦ εὐλαβεστάτου ἀρχιεπισκόπου τῆς μεγαλωνύμου Κων‐ σταντινουπόλεως | |
20 | καὶ Μαξίμου τοῦ εὐλαβεστάτου ἀρχιεπισκόπου Ἀντιοχείας Συρίας καὶ Ἰουβεναλίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἱεροσολύμων καὶ Κυντίλλου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἡρακλείας Μακεδονίας ἐπέχοντος τὸν τόπον τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Θεσσαλονικέων Ἀναστασίου καὶ Θαλασσίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Καισαρείας Καππαδοκίας | |
25 | καὶ Στεφάνου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἐφέσου καὶ Λουκιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Βύζης ἐπέχοντος τὸν τόπον τοῦ θεο‐ φιλεστάτου ἐπισκόπου Ἡρακλείας Θράικης Κυριακοῦ καὶ Εὐσεβίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀγκύρας Γαλατίας καὶ Διογένους τοῦ εὐλαβεστάτου ἐπισκόπου Κυζίκου | |
30 | καὶ Πέτρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Κορίνθου καὶ Φλωρεντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σάρδεων καὶ Εὐνομίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Νικομηδείας καὶ Ἀναστασίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Νικαίας καὶ Ἰουλιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Κώων πόλεως ἐπέχοντος καὶ | |
35 | αὐτοῦ τὸν τόπον τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης καὶ Ἐλευθερίου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Χαλκηδονέων καὶ Βασιλείου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σελευκείας Ἰσαυρίας καὶ Μελετίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Λαρίσσης ἐπέχοντος τὸν τόπον τοῦ | |
εὐλαβεστάτου ἐπισκόπου Ἀπαμείας Συρίας Δόμνου | 121 in vol. 2.1.2 | |
2,1,2122 | καὶ Ἀμφιλοχίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σίδης καὶ Θεοδώρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ταρσοῦ καὶ Κύρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀναζάρβου καὶ Κωνσταντίνου τοῦ εὐλαβεστάτου ἐπισκόπου Βόστρων | |
5 | καὶ Φωτίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τύρου καὶ Θεοδώρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Δαμασκοῦ καὶ Στεφάνου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἱερᾶς πόλεως καὶ Νόννου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἐδέσσης καὶ Συμεῶνος τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀμίδης | |
10 | καὶ Ἐπιφανίου τοῦ εὐλαβεστάτου ἐπισκόπου [Πέργης] ἐπέχοντος τὸν τόπον τοῦ εὐλαβεστάτου ἐπισκόπου Κωνσταντίας Ὀλυμπίου καὶ Ἰωάννου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σεβαστείας καὶ Σελεύκου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀμασείας καὶ Κωνσταντίνου τοῦ εὐλαβεστάτου ἐπισκόπου Μελιτηνῆς | |
15 | καὶ Πατρικίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τυάνων καὶ Πέτρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Γαγγρῶν καὶ Εὐσταθίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Βηρυτοῦ καὶ Ἀπραγμονίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τίου ἐπέχοντος τὸν τόπον τοῦ εὐλαβεστάτου ἐπισκόπου ** | |
20 | ** Νεοκαισαρείας Δωροθέου καὶ Φωτεινοῦ ἀρχιδιακόνου ἐπέχοντος τὸν τόπον Θεοκτίστου τοῦ εὐλαβεστάτου ἐπισκόπου Πισινοῦντος καὶ Ῥωμανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Μύρων καὶ Κριτωνιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀφροδισιάδος Καρίας | |
25 | καὶ Νουνεχίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Λαοδικείας Φρυγίας καὶ Μαρινιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Συννάδων καὶ Ὀνησιφόρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἰκονίου καὶ Περγαμίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀντιοχείας Πισιδίας καὶ Ἐπιφανίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Πέργης | |
30 | καὶ Ἀττικοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Νικοπόλεως Ἠπείρου καὶ Μαρτυρίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Γορτύνης καὶ Λουκᾶ τοῦ εὐλαβεστάτου ἐπισκόπου Δυρραχίου καὶ Βιγιλαντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Λαρίσσης Θεσσαλίας καὶ Φραγκίωνος τοῦ εὐλαβεστάτου ἐπισκόπου Φιλιππουπόλεως | |
35 | καὶ Σεβαστιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Βεροίας καὶ Βασιλείου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τραιανουπόλεως καὶ Τρύφωνος τοῦ εὐλαβεστάτου ἐπισκόπου Χίου ἐπέχοντος τὸν τόπον Ἰωάννου ἐπισκόπου Ῥόδου καὶ Θεοκτίστου τοῦ εὐλαβεστάτου ἐπισκόπου Βεροίας | |
40 | καὶ Γεροντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σελευκείας Συρίας καὶ Εὐσεβίου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Μακαρίου τοῦ εὐλαβεστάτου | |
ἐπισκόπου Λαοδικείας Συρίας | 122 in vol. 2.1.2 | |
2,1,2123 | καὶ Εὐσεβίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Δορυλαίου καὶ τῆς λοιπῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς κατὰ θέσπισμα τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Μαρκιανοῦ ἐν τῆι Χαλκηδονέων πόλει συναθροισθείσης καὶ καθεσθέντων πάντων πρὸ τῶν καγκέλλων τοῦ ἁγίου θυσιαστηρίου οἱ μεγα‐ | |
5 | λοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες εἶπον· Τὰ τυπωθέντα περὶ τῆς πίστεως δῆλα ἡμῖν καταστῆσαι καταξιώσατε. Ῥω ἀνέγνων ἀνέγνωμεν ἀνέγνω. Ἀσκληπιάδης διάκονος τῆς μεγάλης ἐκκλησίας Κωνσταντινουπόλεως ἀνέγνω ὅρον, ὃν ἔδοξε μὴ ἐνταγῆναι τοῖσδε τοῖς ὑπομνήμασι. Μετὰ δὲ τὴν ἀνάγνωσιν ἀμφιβαλλόντων τινῶν Ἰωάννης ὁ εὐλαβέστατος ἐπίσκοπος | |
10 | Γερμανικείας εἶπεν· Οὐκ ἔχει καλῶς ὁ ὅρος καὶ ὀφείλει ἀκριβῶς γενέσθαι. Ἀνατόλιος ὁ εὐλαβέστατος ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως πρὸς τὴν ἁγίαν σύνοδον εἶπεν· Ἀρέσκει ὑμῖν ὁ ὅρος; Πάντες οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐκτὸς τῶν Ῥωμαίων καὶ τινῶν Ἀνατολικῶν ἐβόησαν· Ὁ ὅρος πᾶσιν ἀρέσκει. αὕτη ἡ πίστις τῶν πατέρων. ὁ παρὰ ταῦτα | |
15 | φρονῶν αἱρετικός ἐστιν. εἴ τις ἄλλως φρονεῖ, ἀνάθεμα ἔστω. τοὺς Νεστοριανοὺς ἔξω βάλε. οὗτος ὁ ὅρος πᾶσιν ἀρέσκει. ὁ μὴ ἀναθεματίζων Νεστόριον ἐξέλθηι τῆς συνόδου. Ἀνατόλιος ὁ θεοφιλέστατος ἐπίσκοπος Κωνσταντινουπόλεως εἶπεν· Ἤρεσε χθὲς πᾶσιν ὁ ὅρος τῆς πίστεως; | |
20 | Οἱ εὐλαβέστατοι ἐπίσκοποι εἶπον· Ὁ ὅρος πᾶσιν ἤρεσεν. ἄλλως οὐ πιστεύομεν. ἀνάθεμα τῶι ἄλλως πιστεύοντι. αὕτη ἡ πίστις τῶν πατέρων. ὁ ὅρος τῶι θεῶι ἤρεσεν. αὕτη ἡ πίστις τῶν ὀρθοδόξων. ἡ πίστις δόλον μὴ πάθηι. ἡ ἁγία Μαρία θεοτόκος γραφῆι, ἐν τῶι συμβόλωι οὕτως προστεθῆι. Τῶν Ῥωμαικῶν τούτων ἡ ἑρμηνεία Ἑλληνιστί ἐστι τὰ ἐπαγόμενα. Πασκασῖνος | |
25 | καὶ Λουκίνσιος οἱ εὐλαβέστατοι ἐπίσκοποι καὶ Βονιφάτιος ὁ εὐλαβέστατος πρεσβύτερος τοποτηρηταὶ τοῦ ἀποστολικοῦ θρόνου Ῥώμης εἶπον· Εἰ μὴ συναινοῦσι τῆι ἐπιστολῆι τοῦ ἀποστολικοῦ καὶ μακαριωτάτου ἀνδρὸς ἀρχιεπισκόπου Λέοντος, κελεύσατε ἡμῖν ἀντίγραφα δοθῆναι, ἵνα ὑποστρέψωμεν, κἀκεῖ ἡ σύνοδος ἐπιτελεῖται. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Εἰ δοκεῖ, ἀπὸ τῶν Ἀνατολικῶν εὐλαβεστάτων | |
30 | ἐπισκόπων ἓξ καὶ ἀπὸ τῶν τῆς Ἀσιανῆς διοικήσεως τρεῖς καὶ ἀπὸ τῆς Ποντικῆς τρεῖς καὶ ἀπὸ τοῦ Ἰλλυρικοῦ τρεῖς καὶ ἀπὸ τῆς Θράικης τρεῖς συμπαρόντων τοῦ τε ἁγιωτάτου ἀρχιεπισκόπου Ἀνατολίου καὶ τῶν εὐλαβεστάτων τῶν ἀπὸ Ῥώμης συνέλθωμεν ἔνδον ἐν τῶι εὐκτηρίωι τοῦ ἁγίου μαρτυρίου καὶ πάντων ἀκολούθως παρ’ αὐτῶν ἐξετασθέντων τὰ ἀρέσκοντα περὶ τῆς ἁγίας πίστεως φανερὰ ὑμῖν γενήσεται. | |
35 | Οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Ὁ ὅρος πᾶσιν ἤρεσεν. τὰς φωνὰς τῶι βασιλεῖ. οὗτος ὁ ὅρος τῶν ὀρθοδόξων. Καὶ πάλιν Ἰωάννου τοῦ εὐλαβεστάτου ἐπισκόπου Γερμανικείας ἐλθόντος πρὸς τοὺς ἐνδοξοτάτους ἄρχοντας οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Τοὺς Νεστοριανοὺς | |
ἔξω βάλε. τοὺς θεομάχους ἔξω βάλε. τίνες εἰσίν, μόλις ἐδείχθησαν. ἡ οἰκουμένη | 123 in vol. 2.1.2 | |
2,1,2124 | ὀρθόδοξός ἐστι. χθὲς ὁ ὅρος πᾶσιν ἤρεσεν. ὁ βασιλεὺς ὀρθόδοξός ἐστιν. ἡ αὐγούστα ὀρθόδοξός ἐστιν. ἡ αὐγούστα Νεστόριον ἐδίωξεν. οἱ ἄρχοντες ὀρ‐ θόδοξοί εἰσιν. πολλὰ τὰ ἔτη τῆς αὐγούστης. πολλὰ τὰ ἔτη τοῦ βασιλέως. χθὲς ὁ ὅρος πᾶσιν ἤρεσεν. πολλὰ τὰ ἔτη τῶν ἀρχόντων. ὁ ὅρος δεόμεθα ὑπογραφῆι | |
5 | ἐπὶ τῶν εὐαγγελίων. πᾶσιν ἤρεσεν. κελεύσατε ὑπογραφῆναι τὸν ὅρον. κατὰ τῆς πίστεως δόλος μὴ γένηται. ὁ μὴ ὑπογράφων τῶι ὅρωι αἱρετικός ἐστιν. ἡ ἁγία Μαρία θεοτόκος ἐστίν. ὁ μὴ φρονῶν οὕτως αἱρετικός ἐστιν. ὀρθόδοξοι ἄρ‐ χοντες, τὴν πίστιν φυλάξατε. ὀρθοδόξων βασιλέων ὀρθόδοξοι ἄρχοντες. τοῦ ὅρου οὐδεὶς ἐξίσταται. τὸ ἅγιον πνεῦμα τὸν ὅρον ὑπηγόρευσεν. ὁ ὅρος ὀρ‐ | |
10 | θόδοξός ἐστιν. ὁ ὅρος ἄρτι ὑπογραφῆι. ὁ μὴ ὑπογράφων αἱρετικός ἐστι. τοὺς αἱρετικοὺς ἔξω βάλε. θεοτόκος ἡ παρθένος Μαρία. τὸν αἱρετικὸν ἔξω βάλε. ἡ θεοτόκος Μαρία τῶι ὅρωι προστεθῆι. τοὺς Νεστοριανοὺς ἔξω βάλε. ὁ Χριστὸς θεός ἐστιν. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες εἶπον· Διόσκορος ἔλεγεν ὅτι | |
15 | διὰ τοῦτο καθεῖλον Φλαβιανόν, ἐπειδὴ δύο φύσεις εἶπεν εἶναι· ὁ δὲ ὅρος ἐκ δύο φύσεων ἔχει. Ἀνατόλιος ὁ εὐλαβέστατος ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως εἶπεν· Διὰ πίστιν οὐ καθηιρέθη Διόσκορος, ἀλλ’ ἐπειδὴ ἀκοινωνησίαν ἐποίησεν τῶι κυρίωι Λέοντι τῶι ἀρχιεπισκόπωι καὶ τρίτον ἐκλήθη καὶ οὐκ ἦλθεν, διὰ τοῦτο καθηιρέθη. | |
20 | Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Τὴν ἐπιστολὴν τοῦ ἀρχιεπισκόπου Λέοντος κα‐ ταδέχεσθε; Ῥω ἀνέγνων ἀνέγνωμεν ἀνέγνω. Οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Ναὶ ἐδεξάμεθα καὶ ὑπεγράψαμεν. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Οὐκοῦν τὰ ἐν αὐτῆι ἐμφερόμενα ἐντεθῆι τῶι ὅρωι. Οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Ἄλλος ὅρος οὐ γίνεται. οὐδὲν λείπει | |
25 | τῶι ὅρωι. Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος Δορυλαίου εἶπεν· Ἄλλος ὅρος οὐ γίνεται. Οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Τὴν ἐπιστολὴν ὁ ὅρος ἐβεβαίωσεν. ὁ ἀρχιεπίσκοπος Λέων ὡς πιστεύομεν, οὕτως πιστεύει. ὁ ὅρος ὑπογραφέσθω. ὁ ὅρος πάντα ἔχει. ὁ ὅρος τὴν πίστιν ἔχει. Λέων εἶπεν τὰ Κυρίλλου, Κελεστῖνος | |
30 | τὰ Κυρίλλου ἐβεβαίωσεν, Ξύστος τὰ Κυρίλλου ἐβεβαίωσεν. ἓν βάπτισμα, εἷς κύριος, μία πίστις. ἆρον δόλον τοῦ ὅρου. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Ἀνενεχθήσεται τῶι θειοτάτωι καὶ εὐσεβεστάτωι ἡμῶν δεσπότηι τὰ ἐκβοώμενα. Καὶ ἀπελθὼν κατὰ κέλευσιν τῶν ἐνδοξοτάτων ἀρχόντων εἰς τὸ θεῖον παλάτιον | |
35 | Βερονικιανὸς ὁ καθωσιωμένος σηκρητάριος τοῦ θείου κωνσιστωρίου καὶ μετὰ μικρὸν ἐπανελθὼν προσεφώνησε τῆι ἁγίαι συνόδωι ταῦτα Προσφώνησις Ἐκέλευσεν ὁ θειότατος καὶ εὐσεβέστατος ἡμῶν δεσπότης ἢ κατὰ τὰ δόξαντα τοῖς μεγαλοπρεπεστάτοις καὶ ἐνδοξοτάτοις ἄρχουσιν ἓξ ἀπὸ τῶν τῆς Ἀνατολικῆς διοικήσεως | |
40 | εὐλαβεστάτων ἐπισκόπων καὶ τρεῖς ἀπὸ τῶν τῆς Ποντικῆς καὶ τρεῖς ἀπὸ τῶν τῆς Ἀσιανῆς | |
καὶ τρεῖς ἀπὸ τῶν τῆς Θράικης καὶ τρεῖς ἀπὸ τῶν τοῦ Ἰλλυρικοῦ συμπαρόντων τοῦ | 124 in vol. 2.1.2 | |
2,1,2125 | ἁγιωτάτου ἀρχιεπισκόπου Ἀνατολίου καὶ τῶν εὐλαβεστάτων τῶν ἀπὸ Ῥώμης συνελ‐ θεῖν ἐν τῶι εὐκτηρίωι τοῦ ἁγιωτάτου μαρτυρίου καὶ τὰ περὶ τῆς πίστεως ὀρθῶς καὶ ἀνεπιλήπτως τυπῶσαι ἐπὶ τῶι πάντας συναινέσαι καὶ μηδὲ ἓν ἀμφίβολον καταλειφθῆναι ἤ, εἰ μὴ τοῦτο δοκεῖ, ἕκαστον τὴν πίστιν διὰ τοῦ μητροπολίτου δήλην καταστῆσαι, | |
5 | ὥστε μηδεμίαν ἀμφιβολίαν ἢ διχόνοιαν ὁμοίως καταλειφθῆναι· εἰ δὲ μὴ τοῦτο βουληθείη ἡ ὑμετέρα ἁγιότης, εἰδέναι ὑμᾶς ὅτιπερ ἐν τοῖς Δυτικοῖς μέρεσιν ἔχει γενέσθαι ἡ σύνοδος ὡς τῆς ὑμετέρας θεοσεβείας ἐνταῦθα τὰ περὶ τῆς ἀληθοῦς καὶ ὀρθοδόξου πίστεως ἀναμφι‐ βόλως τυπῶσαι μὴ βουλομένης. Οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Πολλὰ τὰ ἔτη τοῦ βασιλέως. ἢ ὁ ὅρος | |
10 | κρατείτω ἢ ἀπερχόμεθα. πολλὰ τὰ ἔτη τῶν βασιλέων. Κεκρόπιος ὁ εὐλαβέστατος ἐπίσκοπος Σεβαστοπόλεως εἶπεν· Ἀξιοῦμεν ἀναγνω‐ σθῆναι τὸν ὅρον καὶ τοὺς ἀντιλέγοντας καὶ μὴ ὑπογράφοντας ἐκείνους ἀπελθεῖν· ἡμεῖς γὰρ συναινοῦμεν ἐπὶ τοῖς καλῶς τυπωθεῖσι καὶ οὐδὲν ἀντιλέγομεν. Οἱ εὐλαβέστατοι ἐπίσκοποι τοῦ Ἰλλυρικοῦ εἶπον· Οἱ ἀντιλέγοντες φανεροὶ γένων‐ | |
15 | ται. οἱ ἀντιλέγοντες Νεστοριανοί εἰσιν. οἱ ἀντιλέγοντες εἰς Ῥώμην ἀπέλθωσιν. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες εἶπον· Διόσκορος ἔλεγεν· τὸ ἐκ δύο φύσεων δέχομαι, τὸ δὲ δύο οὐ δέχομαι· ὁ δὲ ἁγιώτατος ἀρχιεπίσκοπος Λέων δύο φύσεις λέγει εἶναι ἐν τῶι Χριστῶι ἡνωμένας ἀσυγχύτως καὶ ἀτρέπτως καὶ ἀδιαιρέτως ἐν τῶι ἑνὶ μονογενεῖ υἱῶι τῶι σωτῆρι ἡμῶν. τίνι τοίνυν ἀκολουθεῖτε; τῶι ἁγιωτάτωι | |
20 | Λέοντι ἢ Διοσκόρωι; Ῥω Οἱ εὐλαβέστατος ἐπίσκοποι ἐβόησαν· Ὡς Λέων, οὕτως πιστεύομεν. οἱ ἀντι‐ λέγοντες Εὐτυχιανισταί εἰσιν. Λέων ὀρθοδόξως ἐξέθετο. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες εἶπον· Πρόσθετε οὖν τῶι ὅρωι κατὰ τὴν ψῆφον τοῦ ἁγιωτάτου πατρὸς ἡμῶν Λέοντος δύο φύσεις εἶναι ἡνωμένας ἀτρέπ‐ | |
25 | τως καὶ ἀμερίστως καὶ ἀσυγχύτως ἐν τῶι Χριστῶι. Ῥω Καὶ κατὰ παράκλησιν πάντων οἱ ἐνδοξότατοι ἄρχοντες εἰσῆλθον ἐν τῶι εὐκτηρίωι τῆς ἁγιωτάτης μάρτυρος Εὐφημίας ἅμα Ἀνατολίωι τῶι εὐλαβεστάτωι ἀρχιεπισκόπωι Κωνσταντινουπόλεως καὶ Πασκασίνωι καὶ Λουκινσίωι τοῖς εὐλαβεστάτοις ἐπισκόποις καὶ Βονιφατίωι πρεσβυτέρωι καὶ Ἰουλιανῶι τῶι εὐλαβεστάτωι ἐπισκόπωι τῆς Κώων | |
30 | πόλεως τοῖς τοποτηρηταῖς τοῦ ἀποστολικοῦ θρόνου τῆς Ῥωμαίων μεγαλοπόλεως, ἔτι μὴν καὶ Μαξίμωι τῶι εὐλαβεστάτωι ἐπισκόπωι Ἀντιοχείας Συρίας καὶ Ἰουβεναλίωι τῶι εὐλαβεστάτωι ἐπισκόπωι Ἱεροσολύμων καὶ Θαλασσίωι τῶι εὐλαβεστάτωι ἐπι‐ σκόπωι Καισαρείας Καππαδοκίας καὶ Εὐσεβίωι τῶι εὐλαβεστάτωι ἐπισκόπωι Ἀγκύρας Γαλατίας καὶ Κυντίλλωι καὶ Ἀττικῶι καὶ Σώιζοντι τοῖς εὐλαβεστάτοις ἐπισκόποις τοῖς | |
35 | ἀπὸ τοῦ Ἰλλυρικοῦ καὶ Διογένει τῶι εὐλαβεστάτωι ἐπισκόπωι Κυζίκου καὶ Λεοντίωι τῶι εὐλαβεστάτωι ἐπισκόπωι Μαγνησίας καὶ Φλωρεντίωι τῶι εὐλαβεστάτωι ἐπισκόπωι Σάρδεων καὶ Εὐσεβίωι τῶι εὐλαβεστάτωι ἐπισκόπωι Δορυλαίου καὶ Θεοδώρωι τῶι εὐλαβεστάτωι ἐπισκόπωι Ταρσοῦ καὶ Κύρωι τῶι εὐλαβεστάτωι ἐπισκόπωι Ἀναζάρβου καὶ Κωνσταντίωι τῶι εὐλαβεστάτωι ἐπισκόπωι Βόστρων καὶ Θεοδώρωι τῶι εὐλαβεστά‐ | |
40 | τωι ἐπισκόπωι Κλαυδιουπόλεως Ἰσαυρίας καὶ Φραγκίωνι καὶ Σεβαστιανῶι καὶ Βασι‐ | 125 in vol. 2.1.2 |
2,1,2126 | λείωι τοῖς εὐλαβεστάτοις ἐπισκόποις τοῖς ἀπὸ τῆς Θράικης. καὶ τρακταισάντων περὶ τῆς ἁγίας πίστεως καὶ ἐξελθόντων καὶ καθεσθέντων πάντων οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες εἶπον· Καταξιωσάτω ἡ ἁγία σύνοδος τὴν πίστιν συγκροτοῦσα μετὰ ἡσυχίας ἀκοῦσαι τῶν ὁρισθέντων ἐπὶ παρουσίαι ἡμετέραι παρὰ τῶν συνελθόντων | |
5 | ἁγίων πατέρων καὶ τὸν ὅρον τῆς πίστεως ἑρμηνευσάντων. Ῥω ἀνέγνων ἀνέγνωμεν ἀνέγνω. Ἀέτιος ἀρχιδιάκονος τῆς ἁγιωτάτης ἐκκλησίας Κωνσταντινουπόλεως ἀνέγνω Ἡ ἁγία καὶ μεγάλη καὶ οἰκουμενικὴ σύνοδος ἡ κατὰ θεοῦ χάριν καὶ θέσπισμα τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων Οὐαλεντινιανοῦ καὶ Μαρκιανοῦ αὐγούστων | |
10 | συναχθεῖσα ἐν τῆι Χαλκηδονέων μητροπόλει τῆς Βιθυνῶν ἐπαρχίας ἐν τῶι μαρτυρίωι τῆς ἁγίας καὶ καλλινίκου μάρτυρος Εὐφημίας ὥρισεν τὰ ὑποτεταγμένα Ὁ κύριος ἡμῶν καὶ σωτὴρ ὁ Χριστὸς τῆς πίστεως τὴν γνῶσιν τοῖς μαθηταῖς βε‐ βαιῶν ἔφη· εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν, ὥστε μηδένα πρὸς τὸν πλησίον διαφωνεῖν ἐν τοῖς δόγμασι τῆς εὐσεβείας, ἀλλ’ ἐπίσης | |
15 | τὸ τῆς ἀληθείας ἐπιδείκνυσθαι κήρυγμα. ἐπειδὴ δὲ οὐ παύεται διὰ τῶν ἑαυτοῦ ζι‐ ζανίων ὁ πονηρὸς τοῖς τῆς εὐσεβείας ἐπιφυόμενος σπέρμασι καί τι καινὸν κατὰ τῆς ἀλη‐ θείας ἐφευρίσκων ἀεί, διὰ τοῦτο συνήθως ὁ δεσπότης προνοούμενος τοῦ ἀνθρωπίνου γένους τὸν εὐσεβῆ τοῦτον καὶ πιστότατον πρὸς ζῆλον ἀνέστησε βασιλέα καὶ τοὺς ἁπαν‐ ταχῆι τῆς ἱερωσύνης πρὸς ἑαυτὸν ἀρχηγοὺς συνεκάλεσεν, ὥστε τῆς χάριτος τοῦ πάντων | |
20 | ἡμῶν δεσπότου Χριστοῦ ἐνεργούσης πᾶσαν μὲν τοῦ ψεύδους τῶν τοῦ Χριστοῦ προβάτων ἀποσείσασθαι λύμην, τοῖς δὲ τῆς ἀληθείας αὐτὴν καταπιαίνειν βλαστήμασιν. ὃ δὴ καὶ πεποιήκαμεν κοινῆι ψήφωι τὰ τῆς πλάνης ἀπελάσαντες δόγματα, τὴν δὲ ἀπλανῆ τῶν πατέρων ἀνανεωσάμενοι πίστιν, τὸ τῶν τιη σύμβολον τοῖς πᾶσι κηρύξαντες καὶ ὡς οἰκείους τοὺς τοῦτο τῆς εὐσεβείας τὸ σύνθεμα δεξαμένους πατέρας ἐπιγραψάμενοι, οἵπερ εἰσὶν οἱ | |
25 | μετὰ ταῦτα ἐν τῆι μεγάληι Κωνσταντινουπόλει συνελθόντες ρν καὶ αὐτοὶ τὴν αὐτὴν | 126 in vol. 2.1.2 |
2,1,2127 | ἐπισφραγισάμενοι πίστιν. ὁρίζομεν τοίνυν τὴν τάξιν καὶ τοὺς περὶ τῆς πίστεως ἅπαντας τύπους φυλάττοντες καὶ ἡμεῖς τῆς κατ’ Ἔφεσον πάλαι γεγενημένης ἁγίας συνόδου, ἧς ἡγεμόνες οἱ ἁγιώτατοι τὴν μνήμην Κελεστῖνος ὁ τῆς Ῥωμαίων καὶ Κύριλλος ὁ τῆς Ἀλεξαν‐ δρέων ἐτύγχανον, προλάμπειν μὲν τῆς ὀρθῆς καὶ ἀμωμήτου πίστεως τὴν ἔκθεσιν τῶν τιη | |
5 | ἁγίων καὶ μακαρίων πατέρων τῶν ἐν Νικαίαι ἐπὶ τοῦ τῆς εὐσεβοῦς μνήμης Κωνσταντίνου τοῦ γενομένου βασιλέως συναχθέντων, κρατεῖν δὲ καὶ τὰ παρὰ τῶν ρν ἁγίων πατέρων ἐν Κωνσταντινουπόλει ὁρισθέντα πρὸς ἀναίρεσιν μὲν τῶν τότε φυεισῶν αἱρέσεων, βεβαίω‐ σιν δὲ τῆς αὐτῆς καθολικῆς καὶ ἀποστολικῆς ἡμῶν πίστεως. Τὸ σύμβολον τῶν ἐν Νικαίαι τιη πατέρων | |
10 | Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς ὁρατῶν τε πάντων καὶ ἀοράτων· καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῶι πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο, τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα καὶ σαρκω‐ | |
15 | θέντα καὶ ἐνανθρωπήσαντα καὶ παθόντα καὶ ἀναστάντα τῆι τρίτηι ἡμέραι καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ ἅγιον πνεῦμα. Τοὺς δὲ λέγοντας ‘ἦν ποτε ὅτε οὐκ ἦν‘ καὶ ‘πρὶν γεννηθῆναι οὐκ ἦν‘ καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι ἢ τρεπτὸν ἢ | |
ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. | 127 in vol. 2.1.2 | |
2,1,2128 | Καὶ τὸ αὐτὸ τῶν ρν ἁγίων πατέρων τῶν ἐν Κωνσταντινουπόλει συναχθέντων Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς ὁρατῶν τε πάντων καὶ ἀοράτων· καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν μονο‐ γενῆ, τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, θεὸν ἀληθινὸν ἐκ θεοῦ | |
5 | ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῶι πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο, τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου καὶ ἐνανθρωπήσαντα σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ ταφέντα καὶ ἀναστάντα τῆι τρίτηι ἡμέραι καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐν δεξιᾶι τοῦ πατρὸς καὶ πάλιν ἐρχόμενον μετὰ δόξης | |
10 | κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος· καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, τὸ κύριον καὶ ζωοποιόν, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, τὸ σὺν πατρὶ καὶ υἱῶι προσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν, εἰς μίαν καθο‐ λικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν. ὁμολογοῦμεν ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. προσδοκῶμεν ἀνάστασιν νεκρῶν καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. ἀμήν | |
15 | Ἤρκει μὲν οὖν εἰς ἐντελῆ τῆς εὐσεβείας ἐπίγνωσίν τε καὶ βεβαίωσιν τὸ σοφὸν καὶ σωτήριον τοῦτο τῆς θείας χάριτος σύμβολον· περί τε γὰρ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἐκδιδάσκει τὸ τέλειον καὶ τοῦ κυρίου τὴν ἐνανθρώπησιν τοῖς πιστῶς δεχομένοις παρίστησιν. ἀλλ’ ἐπειδήπερ οἱ τῆς ἀληθείας ἀθετεῖν ἐπιχειροῦντες τὸ κή‐ ρυγμα διὰ τῶν οἰκείων αἱρέσεων τὰς κενοφωνίας ἀπέτεκον, οἳ μὲν τὸ τῆς δι’ ἡμᾶς τοῦ | |
20 | κυρίου οἰκονομίας μυστήριον παραφθείρειν τολμήσαντες καὶ τὴν θεοτόκος ἐπὶ τῆς παρ‐ θένου φωνὴν ἀπαρνούμενοι, οἳ δὲ σύγχυσιν καὶ κρᾶσιν εἰσάγοντες καὶ μίαν εἶναι φύσιν τῆς σαρκὸς καὶ τῆς θεότητος ἀνοήτως ἀναπλάττοντες καὶ παθητὴν τοῦ μονογενοῦς τὴν θείαν φύσιν τῆι συγχύσει τερατευόμενοι, διὰ τοῦτο πᾶσαν αὐτοῖς ἀποκλεῖσαι κατὰ τῆς ἀληθείας μηχανὴν βουλομένη ἡ παροῦσα νῦν αὕτη ἁγία καὶ μεγάλη καὶ οἰκουμενικὴ | |
25 | σύνοδος τὸ τοῦ κηρύγματος ἄνωθεν ἀσάλευτον ἐκδιδάσκουσα ὥρισεν προηγουμένως | 128 in vol. 2.1.2 |
2,1,2129 | τῶν τιη ἁγίων πατέρων τὴν πίστιν μένειν ἀπαρεγχείρητον. καὶ διὰ μὲν τοὺς τῶι πνεύματι τῶι ἁγίωι μαχομένους τὴν χρόνοις ὕστερον παρὰ τῶν ἐπὶ τῆς βασιλευούσης πόλεως ρν συνελθόντων πατέρων περὶ τῆς τοῦ πνεύματος οὐσίας παραδοθεῖσαν διδασκα‐ λίαν κυροῖ, ἣν ἐκεῖνοι πᾶσιν ἐγνώρισαν οὐχ ὥς τι λεῖπον τοῖς προλαβοῦσιν ἐπεισάγοντες, | |
5 | ἀλλὰ τὴν περὶ τοῦ ἁγίου πνεύματος αὐτῶν ἔννοιαν κατὰ τῶν τὴν αὐτοῦ δεσποτείαν ἀθετεῖν πειρωμένων γραφικαῖς μαρτυρίαις τρανώσαντες· διὰ δὲ τοὺς τὸ τῆς οἰκονομίας παρα‐ φθείρειν ἐπιχειροῦντας μυστήριον καὶ ψιλὸν ἄνθρωπον εἶναι τὸν ἐκ τῆς ἁγίας παρθένου τεχθέντα Μαρίας ἀναιδῶς ληρωιδοῦντας τὰς τοῦ μακαρίου Κυρίλλου τοῦ τῆς Ἀλεξαν‐ δρέων ἐκκλησίας γενομένου ποιμένος συνοδικὰς ἐπιστολὰς πρός τε Νεστόριον καὶ πρὸς τοὺς | |
10 | τῆς Ἀνατολῆς ἁρμοδίας οὔσας ἐδέξατο εἰς ἔλεγχον μὲν τῆς Νεστορίου φρενοβλαβείας, ἑρμηνείαν δὲ τῶν εὐσεβεῖ ζήλωι τοῦ σωτηρίου συμβόλου ποθούντων τὴν ἔννοιαν, αἷς καὶ τὴν ἐπιστολὴν τοῦ τῆς μεγίστης καὶ πρεσβυτέρας Ῥώμης προέδρου τοῦ μακαριωτάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου Λέοντος τὴν γραφεῖσαν πρὸς τὸν ἐν ἁγίοις ἀρχιεπίσκοπον Φλαβιανὸν ἐπ’ ἀναιρέσει τῆς Εὐτυχοῦς κακονοίας ἅτε δὴ τῆι τοῦ μεγάλου Πέτρου ὁμο‐ | |
15 | λογίαι συμβαίνουσαν καὶ κοινήν τινα στήλην ὑπάρχουσαν κατὰ τῶν κακοδοξούντων εἰκότως συνήρμοσεν πρὸς τὴν τῶν ὀρθῶν δογμάτων βεβαίωσιν. τοῖς τε γὰρ εἰς υἱῶν δυάδα τὸ τῆς οἰκονομίας διασπᾶν ἐπιχειροῦσι μυστήριον παρατάττεται καὶ τοὺς παθητὴν τοῦ μονογενοῦς λέγειν τολμῶντας τὴν θεότητα τοῦ τῶν ἱερέων ἀπωθεῖται συλλόγου καὶ τοῖς ἐπὶ τῶν δύο φύσεων τοῦ Χριστοῦ κρᾶσιν ἢ σύγχυσιν ἐπινοοῦσιν ἀνθίσταται | |
20 | καὶ τοὺς οὐράνιον ἢ ἑτέρας τινὸς ὑπάρχειν οὐσίας τὴν ἐξ ἡμῶν ληφθεῖσαν αὐτῶι τοῦ δούλου μορφὴν παραπαίοντας ἐξελαύνει καὶ τοὺς δύο μὲν πρὸ τῆς ἑνώσεως φύσεις τοῦ κυρίου μυθεύοντας, μίαν δὲ μετὰ τὴν ἕνωσιν ἀναπλάττοντας ἀναθεματίζει. Ἑπόμενοι τοίνυν τοῖς ἁγίοις πατράσιν ἕνα καὶ τὸν αὐτὸν ὁμολογεῖν υἱὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν συμφώνως ἅπαντες ἐκδιδάσκομεν, τέλειον τὸν αὐτὸν ἐν θεότητι | |
25 | καὶ τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπότητι, θεὸν ἀληθῶς καὶ ἄνθρωπον ἀληθῶς τὸν αὐτὸν ἐκ ψυχῆς λογικῆς καὶ σώματος, ὁμοούσιον τῶι πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, κατὰ πάντα ὅμοιον ἡμῖν χωρὶς ἁμαρτίας, πρὸ αἰώνων μὲν ἐκ τοῦ πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ’ ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς παρθένου τῆς θεοτόκου | |
30 | κατὰ τὴν ἀνθρωπότητα, ἕνα καὶ τὸν αὐτὸν Χριστὸν υἱὸν κύριον μονογενῆ, ἐν δύο φύσεσιν ἀσυγχύτως ἀτρέπτως ἀδιαιρέτως ἀχωρίστως γνωριζόμενον, οὐδαμοῦ τῆς τῶν φύσεων διαφορᾶς ἀνηιρημένης διὰ τὴν ἕνωσιν, σωιζομένης δὲ μᾶλλον τῆς ἰδιότητος ἑκατέρας φύ‐ | |
σεως καὶ εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν συντρεχούσης, οὐκ εἰς δύο πρόσωπα μερι‐ | 129 in vol. 2.1.2 | |
2,1,2130 | ζόμενον ἢ διαιρούμενον, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν υἱὸν μονογενῆ θεὸν λόγον κύριον Ἰησοῦν Χριστόν, καθάπερ ἄνωθεν οἱ προφῆται περὶ αὐτοῦ καὶ αὐτὸς ἡμᾶς Ἰησοῦς Χριστὸς ἐξεπαί‐ δευσεν καὶ τὸ τῶν πατέρων ἡμῖν παραδέδωκε σύμβολον. Τούτων τοίνυν μετὰ πάσης πανταχόθεν ἀκριβείας τε καὶ ἐμμελείας παρ’ ἡμῶν δια‐ | |
5 | τυπωθέντων ὥρισεν ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος ἑτέραν πίστιν μηδενὶ ἐξεῖναι προ‐ φέρειν ἢ γοῦν συγγράφειν ἢ συντιθέναι ἢ φρονεῖν ἢ διδάσκειν ἑτέρως, τοὺς δὲ τολμῶντας ἢ συντιθέναι πίστιν ἑτέραν ἢ γοῦν προκομίζειν ἢ διδάσκειν ἢ παραδιδόναι ἕτερον σύμ‐ βολον τοῖς ἐθέλουσιν ἐπιστρέφειν εἰς ἐπίγνωσιν τῆς ἀληθείας ἐξ Ἑλληνισμοῦ ἢ ἐξ Ἰου‐ δαισμοῦ ἢ γοῦν ἐξ αἱρέσεως οἵας δήποτε οὖν, τούτους, εἰ μὲν εἶεν ἐπίσκοποι ἢ κληρικοί, | |
10 | ἀλλοτρίους εἶναι τοὺς ἐπισκόπους τῆς ἐπισκοπῆς καὶ τοὺς κληρικοὺς τοῦ κλήρου· εἰ δὲ μονάζοντες ἢ λαικοὶ εἶεν, ἀναθεματίζεσθαι. Μετὰ τὴν ἀνάγνωσιν τοῦ ὅρου πάντες οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Αὕτη ἡ πίστις τῶν πατέρων. οἱ μητροπολῖται ἄρτι ὑπογράψωσιν. παρόντων τῶν ἀρχόν‐ των ἄρτι ὑπογράψωσιν. τὰ καλῶς ὁρισθέντα ὑπέρθεσιν μὴ δέξηται. αὕτη ἡ | |
15 | πίστις τῶν ἀποστόλων. ταύτηι πάντες στοιχοῦμεν. πάντες οὕτως φρονοῦμεν. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες εἶπον· Τὰ παρὰ τῶν ἁγίων πατέρων τυπωθέντα καὶ πᾶσιν ἀρέσαντα δῆλα τῆι θείαι γενήσεται κορυφῆι. Ῥω ἀνέγνων ἀνέγνωμεν ἀνέγνω. Πρᾶξις ϛ | |
20 | Ὑπατείας τοῦ δεσπότου ἡμῶν Μαρκιανοῦ τοῦ αἰωνίου αὐγούστου καὶ τοῦ δηλω‐ θησομένου τῆι πρὸ ὀκτὼ Καλανδῶν Νοεμβρίων ἐν Χαλκηδόνι κατὰ κέλευσιν τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Μαρκιανοῦ τοῦ αἰωνίου αὐγούστου συνελθούσης ἐν τῆι ἁγιωτάτηι ἐκκλησίαι τῆς ὁσίας καὶ καλλινίκου μάρτυρος Εὐφημίας τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς κατὰ θεῖον θέσπισμα ἐν τῆι | |
25 | Χαλκηδονέων πόλει συναθροισθείσης, τουτέστι Πασκασίνου καὶ Λουκινσίου τῶν εὐλαβεστάτων ἐπισκόπων καὶ Βονιφατίου τοῦ εὐλαβεστάτου πρεσβυτέρου ἐπεχόντων τὸν τόπον τοῦ ὁσιωτάτου καὶ θεοφιλεστάτου ἀρχιεπισκόπου τῆς πρεσβυτέρας Ῥώμης Λέοντος καὶ Ἀνατολίου τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου τῆς μεγαλωνύμου Κωνσταντινουπόλεως καὶ τῶν λοιπῶν ὁσιω‐ | |
30 | τάτων καὶ εὐλαβεστάτων ἐπισκόπων, τουτέστι Μαξίμου Ἀντιοχείας Συρίας Ἰουβεναλίου Ἱεροσολύμων Κυντίλλου Ἡρακλείας Μακεδονίας ἐπέχοντος τὸν τόπον Ἀναστασίου ἐπισκόπου | |
Θεσσαλονίκης | 130 in vol. 2.1.2 | |
2,1,2131 | Θαλασσίου Καισαρείας Καππαδοκίας Στεφάνου Ἐφέσου Λουκιανοῦ Βύζης ἐπέχοντος τὸν τόπον Κυριακοῦ Ἡρακλείας Θράικης Εὐσεβίου Ἀγκύρας Γαλατίας | |
5 | Διογένους Κυζίκου Πέτρου Κορίνθου Φλωρεντίου Σάρδεων Εὐνομίου Νικομηδείας Ἀναστασίου Νικαίας | |
10 | Ἐλευθερίου Χαλκηδόνος Ἰουλιανοῦ τῆς Κώων πόλεως ἐπέχοντος καὶ αὐτοῦ τὸν τόπον τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης Λέοντος Βασιλείου Σελευκείας Ἰσαυρίας Μελετίου Λαρίσσης ἐπέχοντος τὸν τόπον Δόμνου ἐπισκόπου Ἀπαμείας Συρίας | |
15 | Ἀμφιλοχίου Σίδης Θεοδώρου Ταρσοῦ Κύρου Ἀναζάρβου Κωνσταντίνου Βόστρων Φωτίου Τύρου | |
20 | Θεοδώρου Δαμασκοῦ Στεφάνου Ἱερᾶς πόλεως Νόννου Ἐδέσσης Συμεώνου Ἀμίδης Ἐπιφανίου [Πέργης] ἐπέχοντος τὸν τόπον Ὀλυμπίου Κωνσταντίας | |
25 | Ἰωάννου Σεβαστείας Σελεύκου Ἀμασείας Κωνσταντίνου Μελιτηνῆς Πατρικίου Τυάνων Πέτρου Γαγγρῶν | |
30 | Ἀπραγμονίου Τίου ἐπέχοντος τὸν τόπον Καλογήρου Κλαυδιουπόλεως Ἀταρβίου Τραπεζοῦντος ἐπέχοντος τὸν τόπον Δωροθέου Νεοκαισαρείας Φωτεινοῦ ἀρχιδιακόνου ἐπέχοντος τὸν τόπον Θεοκτίστου Πισινοῦντος Ῥωμανοῦ Μύρων Κριτωνιανοῦ Ἀφροδισιάδος Καρίας | |
35 | Νουνεχίου Λαοδικείας Φρυγίας Μαριανοῦ Συνάδων Ὀνησιφόρου Ἰκονίου Περγαμίου Ἀντιοχείας Πισιδίας Ἐπιφανίου Πέργης | |
40 | Ἀττικοῦ Νικοπόλεως παλαιᾶς Ἠπείρου Μαρτυρίου Γορτύνης | |
Λουκᾶ Δυρραχίου | 131 in vol. 2.1.2 | |
2,1,2132 | Βιγιλαντίου Λαρίσσης τῆς Θεσσαλίας Φραγκίωνος Φιλιππουπόλεως Σεβαστιανοῦ Βερόης Βασιλείου Τραιανουπόλεως | |
5 | Τρύφωνος Χίου ἐπέχοντος τὸν τόπον Ἰωάννου ἐπισκόπου Ῥόδου Θεοκτίστου Βεροίας Συρίας Γεροντίου Σελευκείας Συρίας Εὐσεβίου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Μακαρίου Λαοδικείας Συρίας Εὐσεβίου Δορυλαίου | |
10 | Σάβα Πάλτου Πέτρου Γαβούλα Σωφρονίου Κωνσταντίνης Πατρικίου Νεοκαισαρείας Μάρα Ἀνασάρθας | |
15 | Ῥωμύλου Χαλκίδος Εὐσταθίου Βηρυτοῦ Λεοντίου Ἀσκάλωνος Ἀννιανοῦ Καπετωλιάδος Ζεβέννου Πέλλης | |
20 | Ἰωάννου Τιβεριάδος Ἀντιόχου Ἄρκης Βηρύλλου Ἀιλᾶ Ἀρέτα Ἐλούσης Μουσωνίου Σηγώρ | |
25 | Ῥουφίνου Βίβλου Παγκρατίου Λιβιάδος Ζωσίμου Μινωίδος Νατίρα Γάζης Πολυχρονίου Ἀντιπατρίδος | |
30 | Ἰωάννου Γαδάρων Παύλου Ἀνθηδόνος Φωτεινοῦ Λύδδης Ἡρακλείου Ἀζώτου Μαρκιανοῦ Γεράρων | |
35 | Στεφάνου Ἰαμνείας Ἐπικτήτου Διοκλητιανουπόλεως Ῥωμανοῦ Εὐδοξιουπόλεως Θεοδώρου Κλαυδιουπόλεως Ἰσαυρίας Ἰουλιανοῦ Κελενδέρεως | |
40 | Τυράννου Γερμανικοπόλεως Ἰωάννου Διοκαισαρείας Ἀκακίου Ἀντιοχείας Ἐπιφανίου Κέστρων Αἰλιανοῦ Σελινοῦντος | |
45 | Ἀμμωνίου Ἰωτάπης | 132 in vol. 2.1.2 |
2,1,2133 | Ματάλου Φιλαδελφείας Μάρκου Ἀρεθούσης Τιμοθέου Βαλανέων Εὐσεβίου Σελευκοβήλου | |
5 | Εὐτυχιανοῦ Ἐπιφανείας Παύλου Μαριάμμης Λαμπαδίου Ῥαφανέων Ἀλεξάνδρου Σεβαστῆς Φιλίππου Ἀδάνης | |
10 | Ὑπατίου Ζεφυρίου Θεοδώρου Αὐγούστης Χρυσίππου Μαλλοῦ Ἰουλιανοῦ Ῥωσοῦ Πολυχρονίου Ἐπιφανείας | |
15 | Ἰωάννου Φλαβιάδος Ἰνδίμου Εἰρηνουπόλεως Σωφρονίου χωρεπισκόπου ἐπέχοντος τὸν τόπον Βασσιανοῦ Μοψουεστίας Πρόκλου Ἀδράων Εὐλογίου Φιλαδελφείας Ἀραβίας | |
20 | Θεοδοσίου Κανώθας Ὁρμίσδου Φιλιππουπόλεως Δαμιανοῦ Σιδῶνος Θεοδώρου Τριπόλεως Ὀλυμπίου Πανεάδος | |
25 | Παύλου Πτολεμαίδος Παύλου Ἀράδου Θωμᾶ Πορφυρεῶνος Πορφυρίου Βοτρύων Φωσφόρου Ὀρθωσιάδος | |
30 | Πορφυρίου ἀρχιδιακόνου ἐπέχοντος τὸν τόπον Οὐρανίου Ἐμέσης Ἰωσὴφ Ἡλιουπόλεως Φοινίκης Ἰορδάνου Ἀβίλης Βαλερίου Λαοδικείας Φοινίκης Θωμᾶ Εὐαρίας Φοινίκης | |
35 | Θεοδωρήτου Κύρου Ῥουφίνου Σαμοσάτων Ἰωάννου Γερμανικείας Τιμοθέου Δολίχης Εὐολκίου Ζεύγματος | |
40 | Ἀθανασίου Πέρρης Ζεβέννου Μαρτυροπόλεως | |
Καιουμᾶ Μαρκουπόλεως | 133 in vol. 2.1.2 | |
2,1,2134 | Ἰωάννου Καρρῶν Ἀβρααμίου Κιρκηνσίου Ἰωάννου Σαρακηνῶν Νώου Κηφᾶ [Ἱεράκυος] | |
5 | Καλλινίκου Ἀπαμείας Βιθυνίας Λευκαδίου Μνίζου Ἰωάννου Πολεμωνίου Γρατιδιανοῦ Κερασοῦντος Ἰουλιανοῦ Ταβείας | |
10 | Μελιφθόγγου Ἰουλιουπόλεως Ὑπερεχίου Ἀσπώνων Ἀκακίου Κίννης Εὐφρασίου Λαγανίας Κεκροπίου Σεβαστοπόλεως | |
15 | Ἰωάννου Νικοπόλεως Ἀρμενίας Δωροθέου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Ἀνατολίου Σατάλων Ἀττικοῦ Ζήλων Ἀντιόχου Σινώπης Εὐχαρίου διακόνου ἐπέχοντος τὸν τόπον Παραλίου Ἀνδράπων | |
20 | Παύλου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Οὐρανίου Ἰβώρων Ἀκακίου Ἀριαραθείας Ἡρακλείου Κομάνων Ἀδελφίου χωρεπισκόπου ἐπέχοντος τὸν τόπον Ἀδολίου Ἀραβισσοῦ Εὐφρονίου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Δόμνου Κουκουσοῦ | |
25 | Ὀτρείου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Ἰωάννου Ἄρκης Θεοδοσίου Ναζιανζοῦ Ἀριστομάχου Κολωνείας Ῥήνου Ἰουνοπόλεως Ἐπιφανίου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Αἰθερίου Πομπηιουπόλεως | |
30 | Φιλοτίμου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Θεμιστίου Ἀμάστριδος Θεοδώρου Ἡρακλείας Εὐλογίου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Γενεθλίου Κρατείας Πελαγίου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Θεοφίλου Ἀδριανουπόλεως Ἐλπιδίου τῶν Θέρμων | |
35 | Ἀκύλα Εὐδοξιάδος Μυστηρίου Ἀμορίου Λογγίνου Ὁρκιστοῦ Δοκιμασίου Μαρωνείας Σερήνου Μαξιμιανουπόλεως Ῥοδόπης | |
40 | Αἰθερίχου Σμύρνης Εὐσεβίου Κλαζομενῶν Κυριακοῦ Αἰγάης Μάμα Ἀνινήτου | |
Λεοντίου Μαγνησίας Μαιάνδρου | 134 in vol. 2.1.2 | |
2,1,2135 | Κοίντου Φωκαίας Πρόκλου Ἀργίζων Θωμᾶ Αὐλίου κώμης Ὀλυμπίου Θεοδοσιουπόλεως | |
5 | Φιλίππου Νέας αὐλῆς Ῥουφίνου Βριούλων Μαρκελλίνου Μητροπόλεως Ἡσαίου Ἐλαιτῶν Παυλίνου Θεοδοσιουπόλεως | |
10 | Ἰουλιανοῦ Ὑπαίπων Ἑσπέρου Πιτάνης Προτερίου Μυρίνης Βασιλίσκου Παλαιᾶς πόλεως Μαιονίου Νύσης | |
15 | Πέτρου Δαρδάνου Θαλασσίου Παρίου Δαυὶδ Ἀδριανῶν Εὐλογίου Πιονίων Πιονίου Τρωιάδος | |
20 | Στεφάνου Ποιμανηνοῦ Θεοσεβίου Ἰλίου Ἑρμείου Ἀβύδου Δανιήλου Λαμψάκου Πατρικίου Ἀδριανοῦ θηρῶν | |
25 | Μενεκράτους Κιράσσων Κοσσινίου Ἱεροκαισαρείας ἐπέχοντος τὸν τόπον Ἀνδρέου Σατάλων Ἡλία Βλάνδου Πολυκάρπου Ταβάλων Πατρικίου Ἀκρασσοῦ | |
30 | Παύλου Τριπόλεως Ἀμαχίου Σεττῶν Λευκίου Ἀπόλλωνος ἱεροῦ Γεμέλλου Στρατονικείας Ἀλκιμήδους Σιλάνδου | |
35 | Διονυσίου Ἀτταλείας Νικολάου Ἀκρασέων ἐπέχοντος τὸν τόπον καὶ Στεφάνου Λιμύρων Ζηνοδότου Τελμησσοῦ Φρόντωνος Φασηλιτῶν Φιλίππου Βαλβουρέων | |
40 | Θεοδώρου Ἀντιφέλλου Λεοντίου Ἀράξων Ἀντιπάτρου Καύνου | |
Ἀνδρέου Τλωέων | 135 in vol. 2.1.2 | |
2,1,2136 | Ῥωμανοῦ Βουβωνέων Νικίου Μεγάρων Ἀθανασίου Ὀποῦντος Δομνίνου Πλαταιῶν | |
5 | Ὀνησίμου Ἄργους Μάρκου Εὐροίας Περεγρίνου Φοινίκης Εὐτυχίου Ἀδριανουπόλεως Κλαδέου Ἀγχιεσμοῦ | |
10 | Σωτηρίχου Κερκύρας Διονυσίου Ἀντιοχείας Ἰωάννου Ἀλίνδων Φλακίλλου Ἰασσοῦ Παπίου Ἐρίζων | |
15 | Διονυσίου Ἡρακλείας Λάτμου Μενάνδρου Ἡρακλείας Σαλβάκης Εὐπειθίου Στρατονικείας Ἰωάννου Ἀμαζόνος Τυγχανίου Ἀπολλωνιάδος | |
20 | Θεοδωρήτου Ἀλαβάνδων Ἰωάννου Κνίδου Ἰουλιανοῦ πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Καλανδίωνος Ἁλικαρνασσοῦ Δανιήλου Κάδων Μοδέστου Σεβαστῆς | |
25 | Παύλου Ἀριστίου Εὐλαλίου Σιβλίας Χάρητος Διονυσιουπόλεως Ἰωάννου Τραπεζοπόλεως Γενναδίου Ἀκμονέων | |
30 | Θωμᾶ Θεοδοσιουπόλεως Γενναδίου Μοσύνων Εὐάνδρου Διοκλείας Γεροντίου Βασιλινουπόλεως Ἀλφίου Μύνδου | |
35 | Θεοκτίστου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Διογένους Ὀρθωσιαίων Φιλοθέου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Ζωτικοῦ Ἀριασσοῦ Μείρου Εὐλάδρων Λουκιανοῦ Ἰψοῦ Φιλίππου Λυσιάδος | |
40 | Ἐπιφανίου Μιδαείου Ἀβερκίου Ἱεραπόλεως Κυριακοῦ Εὐκαρπίας Εὐστοχίου Δοκιμίου Ἀκύλου Αὐρόκρων | |
45 | Βασιλείου Νακωλείας | |
Στρατηγίου Πολυβώτου | 136 in vol. 2.1.2 | |
2,1,2137 | Νεοπτολέμου Κόρνων Παύλου Δέρβης Πλουτάρχου Λύστρων Εὐγενίου Κάνων | |
5 | Ῥούφου Ὕδης Τυράννου Οὐμανάδων Ἀχολίου Λαράνδων Εὐτροπίου Ἀδάδων Παύλου Φιλομηλίου | |
10 | Παυλίνου Ἀπαμείας Θεοτέκνου Τυραείου Ἑορτικίου Μητροπόλεως Κύρου Σινιάνδου Λιβανίου Παρλάου | |
15 | Ἀλεξάνδρου Σελευκείας Ὀλυμπίου Σωιζοπόλεως Φοντηιανοῦ Σαγαλασσοῦ Ἀδήλου χωρεπισκόπου ἐπέχοντος τὸν τόπον Μεσσαλίνου Λαοδικείας Βασσωνᾶ Νέας πόλεως | |
20 | Φλωρεντίου Ἀδριανουπόλεως Μουιανοῦ Λιμένου Εὐελπίστου χωρεπισκόπου ἐπέχοντος τὸν τόπον Φλωρεντίου Τενέδου Σωτηρᾶ Θεοδοσιανῆς ἐπέχοντος τὸν τόπον καὶ Ἡλιοδώρου Ἀμαθοῦντος καὶ Προεχίου Ἀρσινόης | |
25 | Ἐπαφροδίτου Ταμάσου ἐπέχοντος τὸν τόπον ** ** Φωτεινοῦ Κύθρων Ἰωάννου Μεσσήνης Ὠφελίμου Τεγέας Εἰρηναίου Ναυπάκτου | |
30 | Κυρίλλου Σούβριτος Γενναδίου Κνωσσοῦ Εὐσεβίου Ἀπολλωνίας Δημητρίου Λάμπης Εὐφράτου Ἐλευθέρνης ἐπέχοντος τὸν τόπον καὶ Παύλου Καντάνων | |
35 | Σώιζοντος Φιλίππων Κωνσταντίνου Δημητριάδος Εὐσεβίου Δοβήρου Μαξιμίνου Σερρῶν Νικολάου Στόβων | |
40 | Δαρδανίου Βαργάλων Ἰωάννου Παρθικοπόλεως | |
Ὁνωράτου Θάσου | 137 in vol. 2.1.2 | |
2,1,2138 | Θεοφίλου Ἀριασσοῦ Νέωνος Σιλλύου Διοδότου Λυσινέων Μάρα Κοδρούλων | |
5 | Παύλου Πώγλων Μαρκελλίνου Ἰσίνδων Μακεδόνος Μαγύδου Εὐδοξίου Ἐτέννων Εὐγενίου Κοτέννων | |
10 | Μαρκελλίνου Κοραλλίας Ὀβρίμου Κορακησίου Πέτρου Ἐχινέου Ἀβρηλίου Ἄφρου Εὐσταθίου ἔθνους Σαρακηνῶν | |
15 | Ῥεστιτιανοῦ Ἄφρου παραγενόμενος ἐν τῆι αὐτῆι ἁγιωτάτηι ἐκκλησίαι ὁ θειότατος καὶ εὐσεβέστατος ἡμῶν δεσπότης Μαρκιανὸς ὁ αἰώνιος αὔγουστος ἅμα τοῖς μεγαλοπρεπεστάτοις καὶ ἐν‐ δοξοτάτοις ἄρχουσι, τουτέστι τῶι ἐνδοξοτάτωι στρατηλάτηι ἀπὸ ὑπάτων καὶ πατρικίωι Ἀνατολίωι | |
20 | καὶ τῶι ἐνδοξοτάτωι ἐπάρχωι τῶν ἱερῶν πραιτωρίων Παλλαδίωι καὶ τῶι μεγαλοπρεπεστάτωι ἐπάρχωι τῆς βασιλίδος Κωνσταντινουπόλεως νέας Ῥώμης Τατιανῶι καὶ τῶι ἐνδοξοτάτωι μαγίστρωι τῶν θείων ὀφφικίων Βιγκομάλωι καὶ τοῖς μεγαλοπρεπεστάτοις ἀπὸ μαγίστρων Μαρτιαλίωι καὶ Πλακίτωι | |
25 | καὶ τῶι μεγαλοπρεπεστάτωι κόμητι δομεστίκων Σφωρακίωι καὶ τῶι μεγαλοπρεπεστάτωι κόμητι τῶν θείων πριουάτων Γενεθλίωι καὶ τῶι μεγαλοπρεπεστάτωι κόμητι δομεστίκων καὶ τῶν θείων στάβλων Ἀετίωι καὶ τῶι περιβλέπτωι πριμικηρίωι τῶν λαμπροτάτων τριβούνων καὶ νοταρίων Λεοντίωι, | |
30 | πρὸς ἔτι δὲ καὶ τῆι ὑπερφυεστάτηι συγκλήτωι, τουτέστι τῶι ἐνδοξοτάτωι ἀπὸ ἐπάρχων καὶ ὑπάτων καὶ πατρικίωι Φλωρεντίωι καὶ τῶι ἐνδοξοτάτωι ἀπὸ ὑπάτων καὶ πατρικίωι Σενάτορι καὶ τῶι ἐνδοξοτάτωι ἀπὸ μαγίστρων καὶ ὑπάτων καὶ πατρικίωι Νόμωι καὶ τῶι ἐνδοξοτάτωι ἀπὸ ἐπάρχων καὶ ὑπάτων καὶ πατρικίωι Πρωτογένει | |
35 | καὶ τῶι μεγαλοπρεπεστάτωι ἀπὸ ἐπάρχων καὶ πατρικίωι Ἀντιόχωι καὶ τῶι μεγαλοπρεπεστάτωι ἀπὸ ἐπάρχων Αὐγάρωι καὶ τῶι μεγαλοπρεπεστάτωι ἀπὸ πραιποσίτων Ῥωμανῶι καὶ τῶι μεγαλοπρεπεστάτωι ἀπὸ ἐπάρχων Ζωίλωι | |
καὶ τῶι μεγαλοπρεπεστάτωι ἀπὸ ἐπάρχων πόλεως Θεοδώρωι | 138 in vol. 2.1.2 | |
2,1,2139 | καὶ τῶι μεγαλοπρεπεστάτωι ἀπὸ ἐπάρχων Ἀπολλωνίωι καὶ τῶι μεγαλοπρεπεστάτωι ἀπὸ ἐπάρχων 〈πόλεωσ〉 Ἀντιόχωι καὶ τῶι μεγαλοπρεπεστάτωι ἀπὸ ἐπάρχων πόλεως Ἀνυσίωι καὶ τῶι μεγαλοπρεπεστάτωι ἀπὸ ἐπάρχων Ἰλλυρικοῦ Θεοδώρωι | |
5 | καὶ τῶι μεγαλοπρεπεστάτωι ἀπὸ πραιποσίτων Ἀρτάξηι καὶ τῶι μεγαλοπρεπεστάτωι ἀπὸ ἐπάρχων Κωνσταντίνωι καὶ τῶι μεγαλοπρεπεστάτωι ἀπὸ ἐπάρχων Παρνασίωι καὶ τῶι μεγαλοπρεπεστάτωι ἀπὸ ἐπάρχων Ἰλλυρικοῦ Εὐλογίωι καὶ τοῖς μεγαλοπρεπεστάτοις ἀπὸ κυεστόρων Ἀπολλοδώρωι Θεοδώρωι καὶ | |
10 | Μηνᾶι *** καὶ τῶι μεγαλοπρεπεστάτωι ἀπὸ κομήτων λαργιτιόνων Βασιλείωι καὶ τῶι μεγαλοπρεπεστάτωι ἀπὸ κομήτων πριουάτων Ἰουλιανῶι καὶ τῶι μεγαλοπρεπεστάτωι ἀπὸ ἐπάρχων Τρύφωνι | |
15 | καὶ τῶι μεγαλοπρεπεστάτωι ἀπὸ κυεστόρων Πολυχρονίωι καὶ τῶι μεγαλοπρεπεστάτωι ἀπὸ κομήτων Κωνσταντίνωι *** καὶ τῶι μεγαλοπρεπεστάτωι ἀπὸ κομήτων Ἡρακλειανῶι, προσέτι δὲ καὶ τοῖς περιβλέπτοις κόμησιν καὶ τριβούνοις νοταρίοις προσ‐ | |
20 | εφώνησεν τὰ ὑποτεταγμένα πρότερον Ῥωμαιστὶ καὶ μετὰ τὴν Ῥωμαικὴν προσφώνησιν Ἑλληνιστί. Πάντες ἐβόησαν· Πολλὰ τὰ ἔτη τοῦ βασιλέως. πολλὰ τὰ ἔτη τῆς αὐγούστης. τῶν ὀρθοδόξων πολλὰ τὰ ἔτη. εἷς υἱὸς Κωνσταντῖνος. Μαρκιανῶι νέωι Κων‐ σταντίνωι. | |
25 | Ἑρμηνεία τῆς Ῥωμαικῆς προσφωνήσεως Ὁ θειότατος καὶ εὐσεβέστατος ἡμῶν δεσπότης Μαρκιανὸς ὁ αἰώνιος αὔγουστος τὴν δυνάμιν τῆς προτεταγμένης προσφωνήσεως καὶ Ἑλληνιστὶ προσεφώνησεν οὕτως· Ἐν προοιμίοις τῆς ἡμετέρας βασιλείας, θείαι ψήφωι ἐπ’ αὐτὴν αἱρεθέντες, πρὸ τῶν ἄλλων ἁπασῶν καὶ ἀναγκαιοτάτων φροντίδων οὐδὲν οὕτω καὶ βουλῆς καὶ σπουδῆς ἄξιον | |
30 | ἐνομίσαμεν ὡς τὸ περὶ τὴν ὀρθόδοξον πίστιν ἁγίαν καὶ ἀληθῆ τυγχάνουσαν ὁμογνώμονας ἅπαντας εἶναι καὶ μηδὲν περὶ αὐτὴν ἀμφίβολον ταῖς τῶν ἀνθρώπων ἐγκαθεσθῆναι ψυχαῖς. εὕρηται γὰρ ὁ μέσος χρόνος τινῶν τοῦτο μὲν χρημάτων ἐπιθυμίαις, τοῦτο δὲ φαύλαις σπουδαῖς φρονούντων διάφορα καὶ παρὰ τὴν τῶν ἁγίων πατέρων πίστιν τὰς διδασκα‐ λίας τοῖς πλήθεσιν ἐκτιθεμένων πλάνης γέμων ἐπιβλαβοῦς. ταύτην ἰάσασθαι βουλό‐ | |
35 | μενοι τὴν ἁγίαν ὑμῶν ἠθροίσαμεν σύνοδον, τῶν τῆς ὁδοιπορίας μόχθων ἀποτέλεσμα μέγιστον ἔσεσθαι πιστεύσαντες τὴν τῆς ἀληθοῦς θρηισκείας βεβαίωσιν, ὥστε τὴν ἐπικει‐ μένην ἀχλὺν ταῖς τῶν [ἀνθρώπων τῶν] πεπλανημένων ἐννοίαις ἀναιρεθῆναι καὶ καθὼς αὐτὸ τὸ θεῖον τοῖς ἀνθρώποις οἰκείαι βουλήσει ἑαυτὸ κατέστησε φανερὸν καὶ ὡς ἡ τῶν | |
ἁγίων πατέρων διδασκαλία τὴν καθαρωτάτην καὶ ἀληθινὴν ταῖς ἁπάντων ψυχαῖς | 139 in vol. 2.1.2 | |
2,1,2140 | ἐκλάμπουσαν πίστιν ἐξέθετο, οὕτως τὸ ἀνθρώπινον θρηισκεύειν γένος καὶ τοῦ λοιποῦ πᾶσαν περιαιρεθῆναι τοῖς τολμῶσιν αὐθάδειαν περὶ τῆς γεννήσεως τοῦ δεσπότου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἕτερόν τι φρονεῖν ἢ διαλογίζεσθαι παρὰ τὰ κηρυχθέντα μὲν παρὰ τῶν ἁγίων ἀποστόλων, παραδοθέντα δὲ νῦν συμφώνως παρὰ τῶν τιη ἁγίων | |
5 | πατέρων ἡμῶν τῶν ἐν Νικαίαι, ὃν τρόπον καὶ ἡ τοῦ θεοφιλεστάτου Λέοντος τοῦ τῆς βασιλίδος Ῥώμης ἀρχιεπισκόπου τοῦ τὸν ἀποστολικὸν θρόνον κυβερνῶντος ἐπιστολὴ διαπεμφθεῖσα πρὸς τὸν τῆς εὐλαβοῦς μνήμης Φλαβιανὸν ἐπίσκοπον τῆς νέας βασιλίδος Ῥώμης γεγονότα σημαίνει. ἀναιρουμένης τοίνυν πάσης ἀτόπου σπουδῆς ἐκβαλ‐ λομένης τε ἁπάσης προστασίας καὶ τῆς ἀπληστίας χώραν ἐχούσης οὐδεμίαν, ἡ ἀλήθεια | |
10 | ταῖς ὑμῶν ἐκθέσεσι φανερούσθω. ἡμεῖς γὰρ βεβαιότητα τοῖς πραττομένοις προσ‐ θήσοντες, οὐ δυνάμεως ἐπίδειξιν ποιησόμενοι παρεῖναι τῆι συνόδωι ἐδοκιμάσαμεν ὑπό‐ δειγμα ποιησάμενοι τὸν τῆς θείας λήξεως Κωνσταντῖνον ὥστε τῆς ἀληθείας εὑρεθείσης μὴ περαιτέρω τὰ πλήθη ὑποσυρόμενα φαύλαις τινῶν διδασκαλίαις διχονοεῖν. πολλοὶ γὰρ ἁπλότητι διανοίας πτοηθέντες ὑπὸ τινῶν περιττὰ καὶ σεσοφισμένα εἰσάγειν ἐπιχει‐ | |
15 | ρούντων εἰκότως ἠπάτηνται. οὔκ ἐστι μὲν γὰρ ἀμφίβολον ὡς ἀτελέσι καὶ μοχθηρ〈αῖς διαφόρ〉ων ἐξηγήσεσιν αἵ τε διχόνοιαι καὶ πολλαὶ ἀνεφύησαν αἱρέσεις· τῆι δὲ ἡμετέραι γαληνότητι σπουδαῖόν ἐστι τοὺς δήμους ἅπαντας μίαν καὶ τὴν αὐτὴν περὶ τὸ θεῖον ἔχοντας γνώμην τὴν ἀληθῆ καὶ καθολικὴν θρηισκείαν τε καὶ πίστιν σέβειν, ἣν αὐτοῖς κατὰ τὰ παραδοθέντα παρὰ τῶν ἁγίων πατέρων δόγματα ἐξηγήσεσθε. ἔργον τοίνυν γενέσθω | |
20 | τῆς ὑμετέρας εὐλαβείας ἵνα ὁμογνώμονι ψυχῆι καθάπερ ἐν τῆι Νικαέων ὁσιωτάτηι τῶν πατέρων συνόδωι φανερωθεῖσα ἡ πίστις πλάνης μὲν ἠλευθέρωσεν τοὺς ἀνθρώπους, εἰς φῶς δὲ προαχθεῖσα πᾶσιν ἐγνώσθη, παραπλησίως καὶ νῦν διὰ τῆς ὑμετέρας συνόδου πᾶν μὲν ἀμφίβολον ἐν τῶι ὀλίγωι τούτωι χρόνωι τεχθέν, καθὼς ἔφημεν, φαυλότητι τινῶν καὶ ἀπληστίαι περικοπῆι, εἰς ἀεὶ δὲ τὰ παρ’ ὑμῶν δικαιούμενα φυλαχθείη. ἔσται δὲ | |
25 | τῆς θείας προνοίας τοῦθ’ ὅπερ εὐσεβεῖ γενέσθαι προθέσει σπουδάζομεν, εἰς τὸ διηνεκὲς ἐπὶ τῆι παρ’ ὑμῶν ὠφελείαι φυλαχθῆναι βέβαιον. Ῥω Πάντες ἐβόησαν· Μαρκιανῶι νέωι Κωνσταντίνωι. πολλὰ τὰ ἔτη τοῦ βασιλέως. πολλὰ τὰ ἔτη τῆς αὐγούστης. τῶν ὀρθοδόξων πολλὰ τὰ ἔτη. Μαρκιανῶι τῶι φιλοχρίστωι. διὰ βίου ἡ ὑμῶν βασιλεία, ἄξιοι τῆς ὀρθοδοξίας. φιλόχριστοι, | |
30 | ἄφθονα ὑμῖν. Ἀέτιος ἀρχιδιάκονος Κωνσταντινουπόλεως εἶπεν· Ἐπειδὴ τῆι ῥοπῆι τῆς ἄνωθεν χάριτος καὶ τῶι φιλοχρίστωι ζήλωι τῆς γαληνότητος ὑμῶν τῶν εὐσεβεστάτων καὶ πιστο‐ τάτων τῶν ἐκ θεοῦ τὸ πάντων κρατεῖν εἰληχότων βασιλέων ἡ κατὰ θέσπισμα ὑμέτερον συνειλεγμένη ἁγία αὕτη καὶ μεγάλη καὶ οἰκουμενικὴ σύνοδος μετὰ πλείστης ὅσης ἐκ πολλῶν | |
35 | ἡμερῶν σχολῆς καὶ θείας ἐμμελείας πᾶσαν μὲν ἐν τῶι παρεληλυθότι ὅπως οὖν ἀναφυεῖσαν | |
κατὰ τῆς ὀρθῆς καὶ ἀμωμήτου καθολικῆς ἡμῶν πίστεως διχόνοιαν ἐκποδὼν πεποίηκεν | 140 in vol. 2.1.2 | |
2,1,2141 | τῶι τῆς ἀληθείας λόγωι πᾶσαν ἀπελάσασα κενοφωνίαν, καθὰ καὶ τὰ ἐγγράφως ἐφ’ ἑκάστωι τῶν παρακολουθησάντων πεπραγμένα δηλοῖ, ὅρον δὲ νῦν ἐξεφώνησεν ἀπλανῆ τῆι τῶν θείων γραφῶν ὀχυρωθεῖσα δυνάμει καὶ τῶν ἁγίων καὶ μακαριωτάτων πατέρων ἐν αὐτῶι διατηρήσασα τὴν διάνοιαν πρὸς γνῶσιν μὲν ἀκριβῆ τῶν εἰλικρινῶς ἐντυγχανόντων, | |
5 | ἀγήρω δὲ στέφανον τῆς ὑμετέρας εὐσεβοῦς βασιλείας, ἔχων τοῦτον μετὰ χεῖρας, εἰ παρί‐ σταται νεύματι τῆς ὑμετέρας ἡμερότητος, ἀναγνώσομαι. Ὁ θειότατος καὶ εὐσεβέστατος ἡμῶν βασιλεὺς εἶπεν· Ἀνάγνωθι. Ῥω Ἀέτιος ἀρχιδιάκονος Κωνσταντινουπόλεως νέας Ῥώμης ἀνέγνω Ἡ ἁγία καὶ μεγάλη καὶ οἰκουμενικὴ σύνοδος ἡ κατὰ θεοῦ χάριν καὶ θέσπισμα τῶν | |
10 | εὐσεβεστάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων Οὐαλεντινιανοῦ καὶ Μαρκιανοῦ αὐγούστων συναχθεῖσα ἐν τῆι Χαλκηδονέων μητροπόλει τῆς Βιθυνῶν ἐπαρχίας ἐν τῶι μαρτυρίωι τῆς ἁγίας καὶ καλλινίκου μάρτυρος Εὐφημίας ὥρισεν τὰ ὑποτεταγμένα Ὁ κύριος ἡμῶν καὶ σωτὴρ ὁ Χριστὸς τῆς πίστεως τὴν γνῶσιν τοῖς μαθηταῖς βε‐ βαιῶν ἔφη· εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν. | |
15 | τὰ ἑξῆς γέγραπται ἐν τῆι πρὸ τῆς πράξεως ταύτης πράξει ἤτοι τῆι ε. Ὑπογραφαὶ τῶν πατέρων Α Πασκασῖνος ἐπίσκοπος ἐπέχων τὸν τόπον τοῦ δεσπότου μου τοῦ μακαριωτάτου καὶ ἀποστολικοῦ τῆς οἰκουμενικῆς ἐκκλησίας ἐπισκόπου πόλεως Ῥώμης Λέοντος ἐν τῆι συνόδωι τοῖς Ἑλληνιστὶ ἀναγνωσθεῖσιν ὑπέγραψα: — | |
20 | Β Λουκίνσιος ἐπίσκοπος πόλεως ἐκκλησίας Ἀσκουλάνων ἐπέχων τὸν τόπον τοῦ δεσπότου μου τοῦ μακαριωτάτου καὶ ἀποστολικοῦ ἀνδρὸς πάσης ἐκκλησίας ἐπισκόπου πόλεως Ῥώμης Λέοντος ἐν τῆι συνόδωι τοῖς Ἑλληνιστὶ ἀναγνωσθεῖσιν ὑπέγραψα: — Γ Βονιφάτιος πρεσβύτερος πόλεως Ῥώμης ἐπέχων τὸν τόπον τοῦ δεσπότου μου | |
25 | τοῦ μακαριωτάτου καὶ ἀποστολικοῦ ἀνδρὸς τῆς οἰκουμενικῆς ἐκκλησίας ἐπισκόπου πόλεως Ῥώμης Λέοντος ἐν τῆι συνόδωι τοῖς Ἑλληνιστὶ ἀναγνωσθεῖσιν ὑπέγραψα: — Δ Ἀνατόλιος ἐπίσκοπος Κωνσταντινουπόλεως νέας Ῥώμης ὁρίσας ὑπέγραψα: — Ε Μάξιμος ἐπίσκοπος Ἀντιοχείας ὁρίσας ὑπέγραψα: — Ϟ Ἰουβενάλιος ἐπίσκοπος Ἱεροσολύμων ὁρίσας ὑπέγραψα: — | |
30 | Ζ Κύντιλλος ἐπίσκοπος Ἡρακλείας ἐπέχων τὸν τόπον τοῦ ἁγιωτάτου ἐπισκό‐ που τῆς Θεσσαλονικέων Ἀναστασίου ὁρίσας ὑπέγραψα: — Η Θαλάσσιος ἐπίσκοπος Καισαρείας Καππαδοκίας ὁρίσας ὑπέγραψα: — Θ Στέφανος ἐπίσκοπος Ἐφέσου ὁρίσας ὑπέγραψα: — Ι Λουκιανὸς ἐπίσκοπος Βύζης ἐπέχων τὸν τόπον Κυριακοῦ τοῦ θεοφιλεστάτου | |
35 | ἐπισκόπου Ἡρακλείας ὁρίσας ὑπέγραψα: — | 141 in vol. 2.1.2 |
2,1,2142 | ΙΑ Εὐσέβιος ἐπίσκοπος Ἀγκύρας ὁρίσας ὑπέγραψα: — ΙΒ Διογένης ἐπίσκοπος Κυζίκου ὁρίσας ὑπέγραψα: — ΙΓ Πέτρος ἐπίσκοπος Κορίνθου ὁρίσας ὑπέγραψα: — ΙΔ Φλωρέντιος ἐπίσκοπος Σάρδεων ὁρίσας ὑπέγραψα: — | |
5 | ΙΕ Εὐνόμιος ἐπίσκοπος Νικομηδείας ὁρίσας ὑπέγραψα: — Ιϛ Ἀναστάσιος ἐπίσκοπος Νικαίας ὁρίσας ὑπέγραψα: — ΙΖ Ἰουλιανὸς ὁ ἐλάχιστος ἐπίσκοπος καὶ πρεσβευτὴς τοῦ ἀποστολικοῦ θρόνου ὁρίσας ὑπέγραψα: — ΙΗ Ἐλευθέριος ἐπίσκοπος Χαλκηδόνος ὁρίσας ὑπέγραψα: — | |
10 | ΙΘ Βασίλειος ἐλέωι θεοῦ ἐπίσκοπος Σελευκείας τῆς μητροπόλεως Ἰσαυρίας ὁρίσας ὑπέγραψα: — Κ Μελέτιος ἐπίσκοπος Λαρίσσης ποιούμενος τὸν λόγον καὶ ὑπὲρ τοῦ ὁσιωτάτου Δόμνου ἐπισκόπου Ἀπαμείας Συρίας δευτέρας καὶ ὑπὲρ ἐμοῦ ὁρίσας ὑπέγραψα: — *** | |
15 | ΚΑ Θεόδωρος ἐπίσκοπος τῆς μητροπόλεως Ταρσοῦ ὁρίσας ὑπέγραψα: — ΚΒ Κῦρος ἐπίσκοπος τῆς ἐν Ἀναζάρβωι τῆι πόλει ἁγίας τοῦ θεοῦ ἐκκλησίας ὁρίσας ὑπέγραψα: — ΚΓ Κωνσταντῖνος Βόστρων μητροπόλεως ὁρίσας ὑπέγραψα: — ΚΔ Φώτιος ἐπίσκοπος τῆς Τυρίων μητροπόλεως ὁρίσας ὑπέγραψα: — | |
20 | ΚΕ Θεόδωρος ἐπίσκοπος Δαμασκοῦ ὁρίσας ὑπέγραψα: — Κϛ Στέφανος ἐπίσκοπος Ἱερᾶς πόλεως ὁρίσας ὑπέγραψα: — ΚΖ Νόννος ἐπίσκοπος τῆς Ἐδεσσηνῶν πόλεως ὁρίσας ὑπέγραψα: — ΚΗ Συμεώνης ἐπίσκοπος Ἀμίδης τῆς μητροπόλεως ὁρίσας ὑπέγραψα διὰ Πέτρου πρεσβυτέρου: — | |
25 | ΚΘ Ὀλύμπιος ἐπίσκοπος τῆς μητροπόλεως Κωνσταντίας ὁρίσας ὑπέγραψα διὰ Ἐπιφανίου ἐπισκόπου: — Λ Ἰωάννης ἐλέωι θεοῦ ἐπίσκοπος Σεβαστείας ὁρίσας ὑπέγραψα: — ΛΑ Σέλευκος χάριτι θεοῦ ἐπίσκοπος τῆς μητροπόλεως Ἀμασείας ὁρίσας ὑπέγραψα· ΛΒ Κωνσταντῖνος ἐλέωι θεοῦ ἐπίσκοπος Μελιτηνῆς ὁρίσας ὑπέγραψα: — | |
30 | ΛΓ Πατρίκιος ἐπίσκοπος τῆς Τυάνων μητροπόλεως ὁρίσας ὑπέγραψα: — ΛΔ Πέτρος ἐπίσκοπος τῆς μητροπόλεως Γαγγρῶν ὁρίσας ὑπέγραψα: — ΛΕ Καλόγηρος ἐπίσκοπος τῆς μητροπόλεως Κλαυδιουπόλεως ὁρίσας ὑπέγραψα διὰ Ἀπραγμονίου ἐπισκόπου: — Λϛ Δωρόθεος ἐπίσκοπος τῆς μητροπόλεως Νεοκαισαρείας ὁρίσας ὑπέγραψα διὰ | |
35 | Ἀταρβίου ἐπισκόπου Τραπεζοῦντος: — ΛΖ Θεόκτιστος ἐπίσκοπος τῆς Πισινουντίων μητροπόλεως ὁρίσας ὑπέγραψα διὰ Φωτεινοῦ ἀρχιδιακόνου: — | |
ΛΗ Ῥωμανὸς ἐπίσκοπος τῆς μητροπόλεως Μύρων ὁρίσας ὑπέγραψα: — | 142 in vol. 2.1.2 | |
2,1,2143 | ΛΘ Κριτωνιανὸς ἐπίσκοπος Ἀφροδισιάδος Καρίας ὁρίσας ὑπέγραψα: — Μ Νουνέχιος ἐπίσκοπος Λαοδικείας τῆς μητροπόλεως ὁρίσας ὑπέγραψα: ΜΑ Μαριανὸς ἐπίσκοπος Συνάδων τῆς μητροπόλεως ὁρίσας ὑπέγραψα: — ΜΒ Ὀνησιφόρος ἐπίσκοπος μητροπόλεως Ἰκονίου ὁρίσας ὑπέγραψα: — | |
5 | ΜΓ Περγάμιος ἐπίσκοπος Ἀντιοχείας τῆς Πισιδίας ὁρίσας ὑπέγραψα: — ΜΔ Ἐπιφάνιος ἐπίσκοπος Πέργης τῆς μητροπόλεως Παμφυλίας ὁρίσας ὑπέγραψα: ΜΕ Ἀττικὸς ἐπίσκοπος Νικοπόλεως τῆς κατὰ τὴν παλαιὰν Ἤπειρον ὁρίσας ὑπέγραψα: — Μϛ Μαρτύριος ἐπίσκοπος Γορτύνης τῆς Κρητῶν μητροπόλεως ὁρίσας ὑπέγραψα: — | |
10 | ΜΖ Λουκᾶς ἐπίσκοπος τῆς Δυρραχηνῶν μητροπόλεως ὁρίσας ὑπέγραψα: — ΜΘ Βιγιλάντιος ἐπίσκοπος μητροπόλεως Λαρίσσης Θεσσαλίας ὁρίσας ὑπέ‐ γραψα: — ΜΗ Φραγκίων ἐπίσκοπος τῆς μητροπόλεως Φιλιππουπόλεως ὁρίσας ὑπέγραψα: — Ν Σεβαστιανὸς ἐπίσκοπος Βερόης ὁρίσας ὑπέγραψα: — | |
15 | ΝΑ Βασίλειος ἐπίσκοπος τῆς Τραιανουπολιτῶν μητροπόλεως ὁρίσας ὑπέγραψα: — ΝΒ Τρύφων ἐπίσκοπος τῆς Χίου ὁρίσας ὑπέγραψα ὑπὲρ Ἰωάννου ἐπισκόπου Ῥόδου: — ΝΓ Θεόκτιστος ἐπίσκοπος Βεροίας ὁρίσας ὑπέγραψα: — ΝΔ Γερόντιος ἐπίσκοπος Σελευκείας ὁρίσας ὑπέγραψα: — | |
20 | ΝΕ Μακάριος ἐπίσκοπος Λαοδικείας ὁρίσας ὑπέγραψα διὰ Εὐσεβίου πρεσβυτέρου Ἀντιοχείας: — Νϛ Εὐσέβιος ἐπίσκοπος Δορυλαίου ὁρίσας ὑπέγραψα: — ΝΖ Σάβας ἐπίσκοπος Πάλτου ὁρίσας ὑπέγραψα διὰ Θαλασσίου διακόνου: — ΝΗ Λουκιανὸς ἐπίσκοπος Βύζης ἐπέχων τὸν τόπον Κυριακοῦ ἐπισκόπου Ἡρα‐ | |
25 | κλείας Θράικης ὁρίσας ὑπέγραψα: — ΝΘ Πέτρος ἐπίσκοπος Γαββούλα ὁρίσας ὑπέγραψα: — Ξ Σωφρόνιος ἐπίσκοπος Κωνσταντίνης ὁρίσας ὑπέγραψα: — ΞΑ Πατρίκιος ἐπίσκοπος Νεοκαισαρείας ὁρίσας ὑπέγραψα: — ΞΒ Μάρας ἐπίσκοπος Ἀνασάρθας ὁρίσας ὑπέγραψα: — | |
30 | ΞΓ Ῥωμύλος ἐπίσκοπος Χαλκίδος ὁρίσας ὑπέγραψα χειρὶ Μάρα τοῦ συνεπισκό‐ που μου: — ΞΔ Εὐστάθιος ἐπίσκοπος τῆς Βηρυτίων μητροπόλεως ὁρίσας ὑπέγραψα: — ΞΕ Λεόντιος ἐπίσκοπος Ἀσκάλωνος ὁρίσας ὑπέγραψα: — Ξϛ Ἀννιανὸς ἐπίσκοπος Καπετωλιάδος ὁρίσας ὑπέγραψα: — | |
35 | ΞΖ Ζέβεννος ἐπίσκοπος πόλεως Πέλλης ὁρίσας ὑπέγραψα: — ΞΗ Ἰωάννης ἐπίσκοπος πόλεως Τιβεριάδος ὁρίσας ὑπέγραψα: — ΞΘ Ἀντίοχος ἐπίσκοπος Ἄρκης ὁρίσας ὑπέγραψα: — Ο Βήρυλλος ἐπίσκοπος Ἀιλᾶ ὁρίσας ὑπέγραψα: — ΟΑ Ἀρέτας ἐπίσκοπος Ἐλούσης ὁρίσας ὑπέγραψα: — | |
40 | ΟΒ Μουσώνιος ἐπίσκοπος Σηγὼρ ὁρίσας ὑπέγραψα: — | |
ΟΓ Ῥουφῖνος ἐπίσκοπος Βίβλου ὁρίσας ὑπέγραψα: — | 143 in vol. 2.1.2 | |
2,1,2144 | ΟΔ Παγκράτιος ἐπίσκοπος Λιβιάδος ὁρίσας ὑπέγραψα: — ΟΕ Νατηρᾶς ἐπίσκοπος τῆς κατὰ Γάζαν ὁρίσας ὑπέγραψα: — Οϛ Πολυχρόνιος ἐπίσκοπος Ἀντιπατρίδος ὁρίσας ὑπέγραψα: — ΟΖ Ἰωάννης ἐπίσκοπος τῆς Γαδαρέων ὁρίσας ὑπέγραψα: — | |
5 | ΟΗ Παῦλος ἐπίσκοπος τῆς Ἀνθηδονέων ὁρίσας ὑπέγραψα: — ΟΘ Φωτεινὸς ἐπίσκοπος ἐλάχιστος Λύδδης 〈ὁρίσασ〉 ὑπέγραψα: — Π Ἡράκλειος ἐπίσκοπος Ἀζώτου ὁρίσας ὑπέγραψα: — ΠΑ Μαρκιανὸς ἐπίσκοπος Γεράρων ὁρίσας ὑπέγραψα: — ΠΒ Στέφανος ἐπίσκοπος Ἰαμνείας ὁρίσας ὑπέγραψα: — | |
10 | ΠΓ Ἐπίκτητος ἐπίσκοπος Διοκλητιανουπόλεως ὁρίσας ὑπέγραψα: — ΠΔ Ῥωμανὸς ἐπίσκοπος Εὐδοξιουπόλεως ὁρίσας ὑπέγραψα: — ΠΕ Ἴβας ἐπίσκοπος Ἐδέσσης ὁρίσας ὑπέγραψα: — Πϛ Θεόδωρος ἐπίσκοπος Κλαυδιουπόλεως Ἰσαυρίας ὁρίσας ὑπέγραψα: — ΠΖ Ἰούλιος Κελενδέρεως τῆς Ἰσαυρίας ὁρίσας ὑπέγραψα: — | |
15 | ΠΗ Τύραννος ἐπίσκοπος Γερμανικουπόλεως τῆς Ἰσαυρίας ὁρίσας ὑπέγραψα: — ΠΘ Ἰωάννης ἐπίσκοπος πόλεως Διοκαισαρείας ὁρίσας ὑπέγραψα διὰ τοῦ ἀναγνώ‐ στου μου Νείλου: — Ϟ Αἰλιανὸς ἐπίσκοπος πόλεως Σελινοῦντος ὁρίσας ὑπέγραψα διὰ τοῦ ὑποδιακόνου μου Παύλου: — | |
20 | ϞΑ Ἀκάκιος ἐπίσκοπος πόλεως Ἀντιοχείας ὁρίσας ὑπέγραψα: — ϞΒ Ἐπιφάνιος ἐπίσκοπος πόλεως Κέστρων ὁρίσας ὑπέγραψα: — ϞΓ Ἀμμώνιος ἐπίσκοπος Ἰωτάπης ὁρίσας ὑπέγραψα: — ϞΔ Μάταλος ἐπίσκοπος πόλεως Φιλαδελφείας ὁρίσας ὑπέγραψα: — ϞΕ Μάρκος ἐπίσκοπος Ἀρεθούσης ὁρίσας ὑπέγραψα διὰ Τιμοθέου ἐπισκόπου | |
25 | Βαλανέων: — Ϟϛ Τιμόθεος ἐπίσκοπος Βαλανέων ὁρίσας ὑπέγραψα: — ϞΖ Εὐσέβιος ἐπίσκοπος πόλεως Σελευκοβήλου ὁρίσας ὑπέγραψα διὰ Παύλου ἐπι‐ σκόπου Μαριάμμης: — ϞΗ Εὐτυχιανὸς ἐπίσκοπος Ἐπιφανείας ὁρίσας ὑπέγραψα διὰ Μελετίου ἐπισκόπου | |
30 | Λαρίσσης: — ϞΘ Παῦλος ἐπίσκοπος Μαριάμμης ὁρίσας ὑπέγραψα: — Ρ Λαμπάδιος ἐπίσκοπος πόλεως Ῥαφανέων ὁρίσας ὑπέγραψα διὰ Ἰανουαρίου διακόνου μου: — ΡΑ Ἀλέξανδρος ἐπίσκοπος πόλεως Σεβαστῆς ὁρίσας ὑπέγραψα: — | |
35 | ΡΒ Φίλιππος ἐπίσκοπος πόλεως Ἀδάνης ὁρίσας ὑπέγραψα: — ΡΓ Ὑπάτιος ἐπίσκοπος πόλεως Ζεφυρίου ὁρίσας ὑπέγραψα: — ΡΔ Θεόδωρος ἐπίσκοπος πόλεως Αὐγούστης ὁρίσας ὑπέγραψα: — ΡΕ Χρύσιππος ἐπίσκοπος πόλεως Μαλλοῦ ὁρίσας ὑπέγραψα: — | |
Ρϛ Πολυχρόνιος ἐπίσκοπος Ἐπιφανείας ὁρίσας ὑπέγραψα: — | 144 in vol. 2.1.2 | |
2,1,2145 | ΡΖ Ἰωάννης ἐπίσκοπος Φλαβιάδος ὁρίσας ὑπέγραψα: — ΡΗ Ἴνδιμος ἐπίσκοπος Εἰρηνουπόλεως ὁρίσας ὑπέγραψα: — ΡΘ Ἰουλιανὸς ἐπίσκοπος πόλεως Ῥωσοῦ ὁρίσας ὑπέγραψα: — ΡΙ Σωφρόνιος χωρεπίσκοπος ποιούμενος τὸν λόγον ὑπὲρ Βασσιανοῦ ἐπισκόπου | |
5 | ὁρίσας ὑπέγραψα: — ΡΙΑ Εὐλόγιος ἐπίσκοπος πόλεως Φιλαδελφείας ὁρίσας ὑπέγραψα: — ΡΙΒ Πρόκλος ἐπίσκοπος πόλεως Ἀδράων ὁρίσας ὑπέγραψα: — ΡΙΓ Θεοδόσιος ἐπίσκοπος πόλεως Κανώθας ὁρίσας ὑπέγραψα: — ΡΙΔ Ὁρμίσδας ἐπίσκοπος Φιλιππουπόλεως ὁρίσας ὑπέγραψα: — | |
10 | ΡΙΕ Δαμιανὸς ἐπίσκοπος πόλεως Σιδῶνος ὁρίσας ὑπέγραψα: — ΡΙϛ Θεόδωρος ἐπίσκοπος Τριπόλεως ὁρίσας ὑπέγραψα: — ΡΙΖ Ὀλύμπιος ἐπίσκοπος Πανεάδος ὁρίσας ὑπέγραψα: — ΡΙΗ Παῦλος ἐπίσκοπος Πτολεμαίδος ὁρίσας ὑπέγραψα: — ΡΙΘ Παῦλος ἐπίσκοπος πόλεως Ἀράδου ὁρίσας ὑπέγραψα: — | |
15 | ΡΚ Θωμᾶς ἐπίσκοπος Πορφυρεῶνος ὁρίσας ὑπέγραψα: — ΡΚΑ Πορφύριος ἐπίσκοπος Βοτρύων ὁρίσας ὑπέγραψα διὰ Τιμοθέου διακόνου: — ΡΚΒ Φωσφόρος ἐπίσκοπος Ὀρθωσιάδος ὁρίσας ὑπέγραψα διὰ Τιμοθέου δια‐ κόνου: — ΡΚΓ Οὐράνιος ἐπίσκοπος πόλεως Ἐμίσης ὁρίσας ὑπέγραψα: — | |
20 | ΡΚΔ Ἰωσὴφ ἐπίσκοπος Ἡλιουπόλεως Φοινίκης ὁρίσας ὑπέγραψα: — ΡΚΕ Ἰορδάνης ἐπίσκοπος Ἀβίλης ὁρίσας ὑπέγραψα: — ΡΚϛ Βαλέριος ἐπίσκοπος πόλεως Λαοδικείας τῆς Φοινίκης ὁρίσας ὑπέγραψα: — ΡΚΖ Θωμᾶς ἐπίσκοπος Εὐαρίας ὁρίσας ὑπέγραψα: — ΡΚΗ Θεοδώρητος ἐπίσκοπος Κύρου ὁρίσας ὑπέγραψα: — | |
25 | ΡΚΘ Ῥουφῖνος ἐπίσκοπος Σαμοσατέων ὁρίσας ὑπέγραψα: — ΡΛ Ἰωάννης ἐπίσκοπος Γερμανικείας ὁρίσας ὑπέγραψα: — ΡΛΑ Τιμόθεος ἐπίσκοπος Δολίχης ὁρίσας ὑπέγραψα: — ΡΛΒ Εὐόλκιος ἐπίσκοπος Ζεύγματος ὁρίσας ὑπέγραψα: — ΡΛΓ Ἀθανάσιος ἐπίσκοπος Πέρρης ὁρίσας ὑπέγραψα: — | |
30 | ΡΛΔ Ζέβεννος ἐπίσκοπος Μαρτυροπόλεως ὁρίσας ὑπέγραψα: — ΡΛΕ Καλλίνικος ἐπίσκοπος Ἀπαμείας ὁρίσας ὑπέγραψα: — ΡΛϛ Καιουμᾶς ἐπίσκοπος Μαρκουπόλεως ὁρίσας ὑπέγραψα: — ΡΛΖ Ἰωάννης ἐπίσκοπος πόλεως Καρρῶν ὁρίσας ὑπέγραψα: — ΡΛΗ Ἁβράμιος ἐπίσκοπος Κιρκηνσίου ὁρίσας ὑπέγραψα: — | |
35 | ΡΛΘ Λευκάδιος ἐπίσκοπος Μνίζου ὁρίσας ὑπέγραψα: — ΡΜ Νώης ἐπίσκοπος Κηφᾶς ὁρίσας ὑπέγραψα: — ΡΜΑ Ἀτάρβιος ἐπίσκοπος πόλεως Τραπεζοῦντος ὁρίσας ὑπέγραψα: — | |
ΡΜΒ Ἰωάννης ἐπίσκοπος Πολεμωνίου ὁρίσας ὑπέγραψα: — | 145 in vol. 2.1.2 | |
2,1,2146 | ΡΜΓ Γρατιδιανὸς ἐπίσκοπος πόλεως Κερασοῦντος ὁρίσας ὑπέγραψα: — ΡΜΔ Ἰουλιανὸς ἐπίσκοπος Ταβείας ὁρίσας ὑπέγραψα: — ΡΜΕ Μελίφθογγος ἐπίσκοπος Ἰουλιουπόλεως ὁρίσας ὑπέγραψα: — ΡΜϛ Ὑπερέχιος ἐπίσκοπος Ἀσπώνων ὁρίσας ὑπέγραψα: — | |
5 | ΡΜΖ Ἀκάκιος ἐπίσκοπος πόλεως Κίννης ὁρίσας ὑπέγραψα: — ΡΜΗ Εὐφράσιος ἐπίσκοπος Λαγανίας ὁρίσας ὑπέγραψα: — ΡΜΘ Κεκρόπιος ἐπίσκοπος Σεβαστουπόλεως ὁρίσας ὑπέγραψα: — ΡΝ Ἰωάννης ἐπίσκοπος Νικοπόλεως ὁρίσας ὑπέγραψα: — ΡΝΑ Ἀνατόλιος ἐπίσκοπος πόλεως Σατάλων ὁρίσας ὑπέγραψα διὰ Δωροθέου | |
10 | πρεσβυτέρου: — ΡΝΒ Ἀττικὸς ἐπίσκοπος πόλεως Ζήλων ὁρίσας ὑπέγραψα: — ΡΝΓ Ἀντίοχος ἐπίσκοπος Σινώπης ὁρίσας ὑπέγραψα: — ΡΝΔ Παράλιος ἐπίσκοπος πόλεως Ἀνδράπων ὁρίσας ὑπέγραψα διὰ Εὐχαρίου διακόνου: — | |
15 | ΡΝΕ Οὐράνιος ἐπίσκοπος Ἰβώρων ὁρίσας ὑπέγραψα διὰ Παύλου πρεσβυτέρου μου: — ΡΝϛ Ἀκάκιος ἐπίσκοπος πόλεως Ἀριαραθείας ὁρίσας ὑπέγραψα: — ΡΝΖ Ἡράκλειος ἐπίσκοπος πόλεως Κομάνων ὁρίσας ὑπέγραψα: — ΡΝΗ Ἀδόλιος ἐπίσκοπος πόλεως Ἀραβισσοῦ ὁρίσας ὑπέγραψα δι’ Ἀδελφίου | |
20 | χωρεπισκόπου: — ΡΝΘ Δόμνος ἐπίσκοπος Κουκουσοῦ ὁρίσας ὑπέγραψα διὰ Εὐφρονίου πρεσβυτέρου: — ΡΞ Ἰωάννης ἐπίσκοπος Ἄρκης ὁρίσας ὑπέγραψα χειρὶ πρεσβυτέρου Ὀτρηίου: — ΡΞΑ Θεοδόσιος ἐπίσκοπος πόλεως Νανζιαζοῦ ὁρίσας ὑπέγραψα: — ΡΞΒ Ἀριστόμαχος ἐπίσκοπος Κολωνείας ὁρίσας ὑπέγραψα: — | |
25 | ΡΞΓ Ἀπραγμόνιος ἐπίσκοπος πόλεως Τίου ὁρίσας ὑπέγραψα: — ΡΞΔ Ῥῆνος ἐπίσκοπος Ἰουνοπόλεως ὁρίσας ὑπέγραψα: — ΡΞΕ Αἰθέριος ἐπίσκοπος Πομπηιουπόλεως ὁρίσας ὑπέγραψα δι’ Ἐπιφανίου πρεσβυτέρου ΡΞϛ Θεμίστιος ἐπίσκοπος Ἀμάστριδος ὁρίσας ὑπέγραψα διὰ Φιλοτίμου πρεσβυ‐ | |
30 | τέρου: — ΡΞΖ Θεόδωρος ἐπίσκοπος Ἡρακλείας Πόντου ὁρίσας ὑπέγραψα: — ΡΞΗ Γενέθλιος ἐπίσκοπος Κρατείας ὁρίσας ὑπέγραψα διὰ Εὐλογίου πρεσβυτέρου: — ΡΞΘ Θεόφιλος ἐπίσκοπος Ἀδριανουπόλεως ὁρίσας ὑπέγραψα διὰ πρεσβυτέρου μου Πελαγίου: — | |
35 | ΡΟ Ἐλπίδιος ἐπίσκοπος πόλεως τῶν Θέρμων ὁρίσας ὑπέγραψα: — ΡΟΑ Ἀκύλας ἐπίσκοπος πόλεως Εὐδοξιάδος ὁρίσας ὑπέγραψα: — ΡΟΒ Μυστήριος ἐπίσκοπος πόλεως Ἀμορίου ὁρίσας ὑπέγραψα: — ΡΟΓ Κυριακὸς ἐπίσκοπος Τροκνάδων ὁρίσας ὑπέγραψα διὰ Χρυσίππου πρεσ‐ βυτέρου: — | |
40 | ΡΟΔ Λογγῖνος ἐπίσκοπος πόλεως Ὁρκιστοῦ ὁρίσας ὑπέγραψα: — | 146 in vol. 2.1.2 |
2,1,2147 | ΡΟΕ Σερῆνος ἐπίσκοπος Μαξιμιανουπόλεως ὁρίσας ὑπέγραψα: — ΡΟϛ Πέτρος ἐπίσκοπος τῆς μητροπόλεως Γαγγρῶν ὁρίσας ὑπέγραψα ὑπὲρ Πο‐ λυχρονίου ἐπισκόπου Δαδύβρων καὶ Θεοδώρου ἐπισκόπου Σούρων: — ΡΟΖ Αἰθέριχος ἐπίσκοπος Σμύρνης ὁρίσας ὑπέγραψα διὰ Παύλου διακόνου: — | |
5 | ΡΟΗ Εὐσέβιος ἐπίσκοπος πόλεως Κλαζομενῶν ὁρίσας ὑπέγραψα: — ΡΟΘ Κυριακὸς ἐπίσκοπος πόλεως Αἰγάης ὁρίσας ὑπέγραψα: — ΡΠ Μάμας ἐπίσκοπος πόλεως Ἀνινήτου ὁρίσας ὑπέγραψα: — ΡΠΑ Λεόντιος ἐπίσκοπος Μαγνησίας Μαιάνδρου ὁρίσας ὑπέγραψα: — ΡΠΒ Κόιντος ἐπίσκοπος πόλεως Φωκαίας ὁρίσας ὑπέγραψα: — | |
10 | ΡΠΓ Πρόκλος ἐπίσκοπος πόλεως Ἀργίζων ὁρίσας ὑπέγραψα: — ΡΠΔ Θωμᾶς ἐπίσκοπος Αὐλίου κώμης ὁρίσας ὑπέγραψα: — ΡΠΕ Ὀλύμπιος ἐπίσκοπος Θεοδοσιουπόλεως ὁρίσας ὑπέγραψα: — ΡΠϛ Φίλιππος ἐπίσκοπος Νέας αὐλῆς ὁρίσας ὑπέγραψα: — ΡΠΖ Ῥουφῖνος ἐπίσκοπος πόλεως Βριούλων ὁρίσας ὑπέγραψα: — | |
15 | ΡΠΗ Μαρκελλῖνος ἐπίσκοπος πόλεως Μητροπόλεως ὁρίσας ὑπέγραψα: — ΡΠΘ Ἡσαίας ἐπίσκοπος Ἐλαιτῶν ὁρίσας ὑπέγραψα: — ΡϞ Παυλῖνος ἐπίσκοπος Θεοδοσιουπόλεως ὁρίσας ὑπέγραψα: — ΡϞΑ Ἰουλιανὸς ἐπίσκοπος πόλεως Ὑπαίπων ὁρίσας ὑπέγραψα: — ΡϞΒ Ἑσπέριος ἐπίσκοπος πόλεως Πιτάνης ὁρίσας ὑπέγραψα: — | |
20 | ΡϞΓ Προτέριος ἐπίσκοπος Μυρίνης ὁρίσας ὑπέγραψα: — ΡϞΔ Βασιλικὸς ἐπίσκοπος Παλαιᾶς πόλεως ὁρίσας ὑπέγραψα: — ΡϞΕ Πέτρος ἐπίσκοπος πόλεως Δαρδάνου ὁρίσας ὑπέγραψα: — ΡϞϛ Θαλάσσιος ἐπίσκοπος πόλεως Παρίου ὁρίσας ὑπέγραψα: — ΡϞΖ Δαυὶδ ἐπίσκοπος Ἀδριανῶν ὁρίσας ὑπέγραψα: — | |
25 | ΡϞΗ Εὐλάλιος ἐπίσκοπος πόλεως Πιονίων ὁρίσας ὑπέγραψα: — ΡϞΘ Πιόνιος ἐπίσκοπος πόλεως Τρωάδος ὁρίσας ὑπέγραψα: — Ϲ Μαιόνιος ἐπίσκοπος πόλεως Νύσσης ὁρίσας ὑπέγραψα: — ϹΑ Στέφανος ἐπίσκοπος Ποιμανηνοῦ ὁρίσας ὑπέγραψα: — ϹΒ Θεοσέβιος ἐπίσκοπος Ἰλίου ὁρίσας ὑπέγραψα: — | |
30 | ϹΓ Ἑρμῆς ἐπίσκοπος πόλεως Ἀβύδου ὁρίσας ὑπέγραψα: — ϹΔ Δανιὴλ ἐπίσκοπος πόλεως Λαμψάκου ὁρίσας ὑπέγραψα: — ϹΕ Πατρίκιος ἐπίσκοπος Ἀδριανοῦ θηρῶν ὁρίσας ὑπέγραψα: — Ϲϛ Μενεκράτης ἐπίσκοπος πόλεως Κερασέων ὁρίσας ὑπέγραψα: — ϹΖ Κοσσίνιος ἐπίσκοπος πόλεως Ἱεροκαισαρείας ὁρίσας ὑπέγραψα: — | |
35 | ϹΗ Ἀνδρέας ἐπίσκοπος Σατάλων ὁρίσας ὑπέγραψα διὰ Κοσσινίου ἐπισκόπου: — ϹΘ Ἡλίας ἐπίσκοπος πόλεως Βλανδοῦ ὁρίσας ὑπέγραψα: — ϹΙ Πολύκαρπος ἐπίσκοπος πόλεως Ταβάλων ὁρίσας ὑπέγραψα: — ϹΙΑ Πατρίκιος ἐπίσκοπος πόλεως Ἀκρασσοῦ ὁρίσας ὑπέγραψα: — ϹΙΒ Παῦλος ἐπίσκοπος Τριπόλεως ὁρίσας ὑπέγραψα: — | |
40 | ϹΙΓ Ἀμάχιος ἐπίσκοπος Σεττῶν ὁρίσας ὑπέγραψα: — | 147 in vol. 2.1.2 |
2,1,2148 | ϹΙΔ Λεύκιος ἐπίσκοπος Ἀπόλλωνος ἱεροῦ ὁρίσας ὑπέγραψα: — ϹΙΕ Γέμελλος ἐπίσκοπος πόλεως Στρατονικείας ὁρίσας ὑπέγραψα: — ϹΙϛ Ἀλκιμήδης ἐπίσκοπος Σιλάνδου Λυδίας ὁρίσας ὑπέγραψα: — ϹΙΖ Διονύσιος ἐπίσκοπος Λυδὸς Ἀτταλεώτης ὁρίσας ὑπέγραψα: — | |
5 | ϹΙΗ Στέφανος ἐπίσκοπος Λιμύρων ὁρίσας ὑπέγραψα διὰ Νικολάου ἐπισκόπου τῆς Ἀκαρασσέων πόλεως διὰ τὸ ἀρρωστεῖν με: — ϹΙΘ Ζηνόδοτος ἐπίσκοπος τῆς Τελμισσέων μητροπόλεως καὶ Μακρᾶς τῆς νήσου ὁρίσας ὑπέγραψα: — ϹΚ Φρόντων ἐπίσκοπος τῆς Φασηλιτῶν πόλεως ὁρίσας ὑπέγραψα: — | |
10 | ϹΚΑ Φίλιππος ἐπίσκοπος πόλεως Βαλβουρέων ὁρίσας ὑπέγραψα: — ϹΚΒ Θεόδωρος ἐπίσκοπος πόλεως Ἀντιφέλλου ὁρίσας ὑπέγραψα: — ϹΚΓ Λεόντιος ἐπίσκοπος πόλεως Ἀράξων ὁρίσας ὑπέγραψα: — ϹΚΔ Ἀντίπατρος ἐπίσκοπος καρασσαιων ὁρίσας ὑπέγραψα: — ϹΚΕ Ἀνδρέας ἐπίσκοπος τῆς Τλωέων πόλεως ὁρίσας ὑπέγραψα: — | |
15 | ϹΚϛ Νικόλαος ἐπίσκοπος πόλεως Ἀκρασσοῦ ὁρίσας ὑπέγραψα: — ϹΚΖ Ῥωμανὸς ἐπίσκοπος τῆς Βουβωνέων πόλεως ὁρίσας ὑπέγραψα: — ϹΚΗ Δοκιμάσιος ἐπίσκοπος πόλεως Μαρωνείας ὁρίσας ὑπέγραψα: — ϹΚΘ Νικίας ἐπίσκοπος πόλεως Μεγάρων ὁρίσας ὑπέγραψα: — ϹΛ Ἀθανάσιος ἐπίσκοπος Ὀποῦντος ὁρίσας ὑπέγραψα: — | |
20 | ϹΛΑ Δομνῖνος ἐπίσκοπος Πλαταιέων ὁρίσας ὑπέγραψα: — ϹΛΒ Ὀνήσιμος ἐπίσκοπος Ἄργους ὁρίσας ὑπέγραψα: — ϹΛΓ Μαρκιανὸς ἐπίσκοπος πόλεως Εὐροίας ὁρίσας ὑπέγραψα: — ϹΛΔ Περεγρῖνος ἐπίσκοπος πόλεως Φοινίκης ὁρίσας ὑπέγραψα: — ϹΛΕ Εὐτύχιος ἐπίσκοπος Ἀδριανουπόλεως ὁρίσας ὑπέγραψα: — | |
25 | ϹΛϛ Κλάδεος ἐπίσκοπος Ἀγχιεσμοῦ ὁρίσας ὑπέγραψα: — ϹΛΖ Σωτήριχος ἐπίσκοπος πόλεως Κερκύρας ὁρίσας ὑπέγραψα: — ϹΛΗ Διονύσιος ἐπίσκοπος πόλεως Ἀντιοχείας ὁρίσας ὑπέγραψα: — ϹΛΘ Ἰωάννης ἐπίσκοπος Ἀλίνδων πόλεως ὁρίσας ὑπέγραψα: — ϹΜ Φλάγκιλλος ἐπίσκοπος Ἰασσοῦ ὁρίσας ὑπέγραψα: — | |
30 | ϹΜΑ Παπίας ἐπίσκοπος πόλεως Ἐρίζης ὁρίσας ὑπέγραψα: — ϹΜΒ Διονύσιος ἐπίσκοπος πόλεως Ἡρακλείας Λάτμου ὁρίσας ὑπέγραψα: — ϹΜΓ Μένανδρος ἐπίσκοπος πόλεως Ἡρακλείας Σαλβάκης ὁρίσας ὑπέγραψα: — ϹΜΔ Εὐπείθιος ἐπίσκοπος πόλεως Στρατονικείας ὁρίσας ὑπέγραψα: — ϹΜΕ Ἰωάννης ἐπίσκοπος πόλεως Ἀμαζόνος ὁρίσας ὑπέγραψα: — | |
35 | ϹΜϛ Τυγχάνιος ἐπίσκοπος πόλεως Ἀπολλωνιάδος ὁρίσας ὑπέγραψα: — ϹΜΖ Θεοδώρητος ἐπίσκοπος πόλεως Ἀλαβάνδων ὁρίσας ὑπέγραψα: — ϹΜΗ Ἰωάννης ἐπίσκοπος Κνίδου ὁρίσας ὑπέγραψα: — ϹΜΘ Καλανδίων ἐπίσκοπος πόλεως Ἁλικαρνασσοῦ ὁρίσας ὑπέγραψα διὰ Ἰουλια‐ νοῦ πρεσβυτέρου: — | |
40 | ϹΝ Δανιὴλ ἐπίσκοπος πόλεως Κάδων ὁρίσας ὑπέγραψα: — | 148 in vol. 2.1.2 |
2,1,2149 | ϹΝΑ Μόδεστος ἐπίσκοπος πόλεως Σεβαστῆς ὁρίσας ὑπέγραψα: — ** ϹΝΒ Εὐλάλιος ἐπίσκοπος πόλεως Σιβλίας ὁρίσας ὑπέγραψα: — ϹΝΓ Χάρης ἐπίσκοπος Διονυσιουπόλεως ὁρίσας ὑπέγραψα: — | |
5 | ϹΝΔ Ἰωάννης ἐπίσκοπος Τραπεζοπόλεως ὁρίσας ὑπέγραψα: — ϹΝΕ Γεννάδιος ἐπίσκοπος Ἀκμονέων ὁρίσας ὑπέγραψα: — ϹΝϛ Θωμᾶς ἐπίσκοπος Θεοδοσιουπόλεως ὁρίσας ὑπέγραψα: — ϹΝΖ Γεννάδιος ἐπίσκοπος πόλεως Μοσύνων ὁρίσας ὑπέγραψα: — ϹΝΗ Εὔανδρος ἐπίσκοπος πόλεως Διοκλείας ὁρίσας ὑπέγραψα: — | |
10 | ϹΝΘ Γερόντιος ἐπίσκοπος πόλεως Βασιλινουπόλεως ὁρίσας ὑπέγραψα: — ϹΞ Ἀλφειὸς ἐπίσκοπος πόλεως Μύνδου ὁρίσας ὑπέγραψα: — ϹΞΑ Διογένης ἐπίσκοπος πόλεως Ὀρθωσιαίων ὁρίσας ὑπέγραψα διὰ Θεοκτίστου πρεσβυτέρου: — ϹΞΒ Ζωτικὸς ἐπίσκοπος πόλεως Ἁρπάσων ὑπέγραψα διὰ Φιλοθέου πρεσβυτέ‐ | |
15 | ρου: — ϹΞΓ Μεῖρος ἐπίσκοπος Εὐλάδρων ὁρίσας ὑπέγραψα: — ϹΞΔ Λουκιανὸς ἐπίσκοπος πόλεως Ἰψοῦ ὁρίσας ὑπέγραψα: — ϹΞΕ Φίλιππος ἐπίσκοπος πόλεως Λυσιάδος ὁρίσας ὑπέγραψα: — ϹΞϛ Ἐπιφάνιος ἐπίσκοπος πόλεως Μιδαείου ὁρίσας ὑπέγραψα: — | |
20 | ϹΞΖ Ἀβέρκιος ἐπίσκοπος Ἱερᾶς πόλεως ὁρίσας ὑπέγραψα: — ϹΞΗ Κυριακὸς ἐπίσκοπος πόλεως Εὐκαρπίας ὁρίσας ὑπέγραψα: — ϹΞΘ Εὐστόχιος ἐπίσκοπος πόλεως Δοκιμίου ὁρίσας ὑπέγραψα: — ϹΟ Ἀκύλας ἐπίσκοπος Αὐρόκρων ὁρίσας ὑπέγραψα: — ϹΟΑ Βασίλειος ἐπίσκοπος Νακωλείας ὁρίσας ὑπέγραψα: — | |
25 | ϹΟΒ Στρατήγιος ἐπίσκοπος Πολυβότου ὁρίσας ὑπέγραψα: — ϹΟΓ Νεοπτόλεμος ἐπίσκοπος πόλεως Κόρνων ὁρίσας ὑπέγραψα: — ϹΟΔ Παῦλος ἐπίσκοπος πόλεως Δέρβης ὁρίσας ὑπέγραψα: — ϹΟΕ Πλούταρχος ἐπίσκοπος πόλεως Λύστρων ὁρίσας ὑπέγραψα: — ϹΟϛ Εὐγένιος ἐπίσκοπος πόλεως Κάνων ὁρίσας ὑπέγραψα: — | |
30 | ϹΟΖ Ῥουφῖνος ἐπίσκοπος πόλεως Ὕδης ὁρίσας ὑπέγραψα: — ϹΟΗ Τύραννος ἐπίσκοπος πόλεως Οὐμανάδων ὁρίσας ὑπέγραψα: — ϹΟΘ Ἀχόλιος ἐπίσκοπος πόλεως Λαράνδων ὁρίσας ὑπέγραψα: — ϹΠ Εὐτρόπιος ἐπίσκοπος Ἀδάδων ὁρίσας ὑπέγραψα: — ϹΠΑ Παῦλος ἐπίσκοπος Φιλομηλίου ὁρίσας ὑπέγραψα: — | |
35 | ϹΠΒ Παυλῖνος ἐπίσκοπος Ἀπαμείας ὁρίσας ὑπέγραψα: — ϹΠΓ Θεότεκνος ἐπίσκοπος Τυραείου ὁρίσας ὑπέγραψα: — ϹΠΔ Ἑορτίκιος ἐπίσκοπος Μητροπόλεως ὁρίσας ὑπέγραψα: — ϹΠΕ Κῦρος ἐπίσκοπος Σινιάνδου ὁρίσας ὑπέγραψα: — ϹΠϛ Λιβάνιος ἐπίσκοπος πόλεως Παρλαέων ὁρίσας ὑπέγραψα: — | |
40 | ϹΠΖ Ἀλέξανδρος ἐπίσκοπος Σελευκείας ὁρίσας ὑπέγραψα: — | 149 in vol. 2.1.2 |
2,1,2150 | ϹΠΗ Ὀλύμπιος ἐπίσκοπος Σωιζοπόλεως ὁρίσας ὑπέγραψα: — ϹΠΘ Φοντηιανὸς ἐπίσκοπος Σαγαλασσοῦ ὁρίσας ὑπέγραψα: — ϹϞ Μεσσαλῖνος ἐπίσκοπος Λαοδικείας ὁρίσας ὑπέγραψα διὰ Ἀδήλου χωρεπισκό‐ που: — | |
5 | ϹϞΑ Βασσωνᾶς ἐπίσκοπος Νέας πόλεως ὁρίσας ὑπέγραψα: — ϹϞΒ Φλωρέντιος ἐπίσκοπος Ἀδριανουπόλεως ὁρίσας ὑπέγραψα: — ϹϞΓ Μουιανὸς ἐπίσκοπος Λιμένων ὁρίσας ὑπέγραψα: — ϹϞΔ Μανασσῆς ἐπίσκοπος Θεοδοσιουπόλεως ὁρίσας ὑπέγραψα: — ϹϞΕ Ἰωάννης ἐπίσκοπος Βαργυλίου ὁρίσας ὑπέγραψα: — | |
10 | ϹϞϛ Φλωρέντιος ἐπίσκοπος Λέσβου Τενέδου ὁρίσας ὑπέγραψα διὰ Εὐελπίστου χωρεπισκόπου: — ϹϞΖ Τρύφων ἐπίσκοπος Χίου τῆς νήσου ὁρίσας ὑπέγραψα: — ϹϞΗ Ἐπαφρόδιτος ἐπίσκοπος πόλεως Ταμάσου ὁρίσας ὑπέγραψα: — ϹϞΘ Σωτηρᾶς ἐπίσκοπος πόλεως Θεοδοσιανῆς ὁρίσας ὑπέγραψα: — | |
15 | Τ Ἡλιόδωρος ἐπίσκοπος Ἀμαθοῦντος ὁρίσας ὑπέγραψα: — ΤΑ Δίδυμος ἐπίσκοπος Λαπίθου ὁρίσας ὑπέγραψα: — ΤΒ Προέχιος ἐπίσκοπος Ἀρσινόης ὁρίσας ὑπέγραψα διὰ Σωτηρᾶ ἐπισκόπου: — ΤΓ Ἐπιφάνιος ἐπίσκοπος Σόλων ὁρίσας ὑπέγραψα διὰ Σωτηρᾶ ἐπισκόπου: — ΤΔ Φωτεινὸς ἐπίσκοπος Κύθρων ὁρίσας ὑπέγραψα διὰ Διονυσίου διακόνου: — | |
20 | ΤΕ Ἰωάννης ἐπίσκοπος πόλεως Μεσσήνης ὁρίσας ὑπέγραψα: — Τϛ Ὠφέλιμος ἐπίσκοπος Τεγέας ὁρίσας ὑπέγραψα: — ΤΖ Εἰρηναῖος ἐπίσκοπος πόλεως Ναυπάκτου ὁρίσας ὑπέγραψα: — ΤΗ Κύριλλος ἐπίσκοπος πόλεως Σούβριτος ὁρίσας ὑπέγραψα: — ΤΘ Γεννάδιος ἐπίσκοπος πόλεως Κνωσσοῦ ὁρίσας ὑπέγραψα: — | |
25 | ΤΙ Εὐσέβιος ἐπίσκοπος πόλεως Ἀπολλωνιάδος συνήινεσα καὶ ὑπέγραψα: — ΤΙΑ Δημήτριος ἐπίσκοπος Λάμπης ὁρίσας ὑπέγραψα: — ΤΙΒ Εὔφρατος ἐπίσκοπος Ἐλευθέρνης ὁρίσας ὑπέγραψα: — ΤΙΓ Παῦλος ἐπίσκοπος Καντάνου ὁρίσας ὑπέγραψα διὰ Χρυσογόνου πρεσβυτέ‐ ρου: — | |
30 | ΤΙΔ Σώιζων ἐπίσκοπος πόλεως Φιλίππων ὁρίσας ὑπέγραψα: — ΤΙΕ Εὐσέβιος ἐπίσκοπος Δοβήρου ὁρίσας ὑπέγραψα: — ΤΙϛ Μαξιμῖνος ἐπίσκοπος Σερρῶν ὁρίσας ὑπέγραψα: — ΤΙΖ Νικόλαος ἐπίσκοπος Στοβῶν ὁρίσας ὑπέγραψα: — ΤΙΗ Δαρδάνιος ἐπίσκοπος παρλάων ὁρίσας ὑπέγραψα: — | |
35 | ΤΙΘ Ἰωάννης ἐπίσκοπος Παρθικοπόλεως ὑπέγραψα διὰ Κυρίλλου πρεσβυτέρου: — ΤΚ Ὁνωράτος ἐπίσκοπος πόλεως Θάσου ὁρίσας ὑπέγραψα: — ΤΚΑ Θεόφιλος ἐπίσκοπος Ἀριασσοῦ ὁρίσας ὑπέγραψα: — ΤΚΒ Νέων ἐπίσκοπος πόλεως Σιλλύου ὁρίσας ὑπέγραψα: — | |
ΤΚΓ Διόδοτος ἐπίσκοπος πόλεως Λυσινέων ὁρίσας ὑπέγραψα: — | 150 in vol. 2.1.2 | |
2,1,2151 | ΤΚΔ Μάρας ἐπίσκοπος πόλεως Κοδρούλων ὁρίσας ὑπέγραψα διὰ Μαρκελλίνου ἐπισκόπου: — ΤΚΕ Παῦλος ἐπίσκοπος πόλεως Πόγλων ὁρίσας ὑπέγραψα: — ΤΚϛ Μαρκελλῖνος ἐπίσκοπος πόλεως Ἰσίνδων συναινέσας ὑπέγραψα: — | |
5 | ΤΚΖ Μακεδὼν ἐπίσκοπος πόλεως Μαγύδου ὁρίσας ὑπέγραψα: — ΤΚΗ Εὐδόξιος ἐπίσκοπος πόλεως Ἐτέννων ὁρίσας ὑπέγραψα: — ΤΚΘ Αὐρήλιος ἐπίσκοπος Ἀδραμετηνὸς συνήινεσα καὶ ὑπέγραψα: — ΤΛ Μαρκιανὸς ἐπίσκοπος πόλεως Κοραλλίας ὁρίσας ὑπέγραψα: — ΤΛΑ Εὐγένιος ἐπίσκοπος πόλεως Κοτέννων ὁρίσας ὑπέγραψα: — | |
10 | ΤΛΒ Ὄβριμος ἐπίσκοπος πόλεως Κορακησίου ὁρίσας ὑπέγραψα: — ΤΛΓ Πέτρος ἐπίσκοπος πόλεως Ἐχινέων ὁρίσας ὑπέγραψα διὰ χειρὸς Σωφρονίου συνεπισκόπου μου: — ΤΛΔ Εὐστάθιος ἐπίσκοπος ἔθνους Σαρακηνῶν ὁρίσας ὑπέγραψα: — ΤΛΕ Κωνσταντῖνος ἐπίσκοπος πόλεως Δημητριάδος ὁρίσας ὑπέγραψα: — | |
15 | ΤΛϛ Ῥεστιτιανὸς ἐπίσκοπος Ἀφρικῆς συνήινεσα καὶ ὑπέγραψα: — ΤΛΖ Σαβινιανὸς ἐπίσκοπος Πέρρης ὁρίσας ὑπέγραψα: — ΤΛΗ Εὐδόξιος ἐπίσκοπος Χώματος ὁρίσας ὑπέγραψα: — ΤΛΘ Παλλάδιος ἐπίσκοπος Κορυδάλλων ὁρίσας ὑπέγραψα διὰ Εὐδοξίου ἐπισκόπου Χώματος: — | |
20 | ΤΜ Διογένης ἐπίσκοπος μητροπόλεως Κυζίκου καὶ ὑπὲρ τῶν ἀπόντων ἐπισκόπων τῶν ὑπ’ ἐμέ, τουτέστιν Ἀλεξάνδρου πόλεως Ὤκης Γεμέλλου Μελιτουπόλεως Εὐστοργίου Σκηψίου | |
25 | Εὐτυχιανοῦ Βάρης Ἀκακίου Προκοννήσου καὶ Τιμοθέου Γέρμης συναινῶν ὑπέγραψα: — ΤΜΑ Θεόδωρος ἐπίσκοπος Ταρσοῦ τῆς μητροπόλεως καὶ ὑπὲρ τῶν ἀπόντων ἐπι‐ | |
30 | σκόπων τῶν ὑπ’ ἐμὲ Σαλουστίου Κωρύκου καὶ Ματρωνιανοῦ Πομπηιουπόλεως συναινῶν ὑπέγραψα: — ΤΜΒ Μαριανὸς ἐπίσκοπος Συνάδων τῆς μητροπόλεως καὶ ὑπὲρ τῶν ἀπόντων | |
35 | εὐλαβεστάτων ἐπισκόπων τῶν ὑπ’ ἐμὲ Ἑλλαδίου πόλεως 〈Σ〉τεκτορίου Παύλου πόλεως Ἀμαδάσσης Αὐξάνοντος πόλεως Προμισσοῦ Ὀτρέως πόλεως Κινναβορίου | |
40 | Αὐξάνοντος πόλεως Βρύζου | |
Ἰακώβου πόλεως Πρυμνιάσσης | 151 in vol. 2.1.2 | |
2,1,2152 | καὶ Βασιλείου πόλεως Ὄτρου συναινῶν ὑπέγραψα: — ΤΜΓ Κῦρος ἐπίσκοπος Ἀναζάρβου τῆς μητροπόλεως καὶ ὑπὲρ τῶν ἀπόντων ἐπισκόπων τῶν ὑπ’ ἐμὲ | |
5 | Παρηγορίου Κασταβάλης Ἰουλιανοῦ Ἀλεξανδρείας Εὐσταθίου Αἰγῶν συναινῶν ὑπέγραψα: — ΤΜΔ Ὀνησιφόρος ἐπίσκοπος Ἰκονίου μητροπόλεως ὁρίσας ὑπέγραψα καὶ ὑπὲρ | |
10 | τῶν ἀπόντων ἐπισκόπων τῶν ὑπ’ ἐμὲ Εὐγενίου πόλεως Βαράτων Διομήδους πόλεως Ἀμβλάδων Ἀετίου Ἰσαυροπόλεως Εὐσταθίου πόλεως Σαυάτρων | |
15 | Ἡγεμονίου πόλεως Γδαμαύτου Κόνωνος πόλεως Πέρτων Ἁρματίου πόλεως Μισθίας Ὀνησίμου πόλεως Ἰλίστρων Ὀλυμπίου πόλεως Οὐσάδων | |
20 | συναινῶν ὑπέγραψα: — ΤΜΕ Βασίλειος ἐπίσκοπος Σελευκείας μητροπόλεως Ἰσαυρίας ὁρίσας ὑπέγραψα καὶ ὑπὲρ τῶν ἀπόντων ὑπ’ ἐμὲ ἐπισκόπων Ἀντωνίου Νεφελίδος Ἰακώβου Ἀνεμωρίου | |
25 | Νουνεχίου Χαράδρων Διαφεροντίου Ὄλβης Ἀντωνίου Δομετιουπόλεως Στεφάνου Δαλισάνδου Παύλου Ἱεραπόλεως | |
30 | Μηνοδώρου Εἰρηνουπόλεως Κόνωνος Σβίδης: — ΤΜϛ Νουνέχιος ἐπίσκοπος Λαοδικείας τῆς μητροπόλεως ὁρίσας ὑπέγραψα καὶ ὑπὲρ τῶν ἀπόντων ὑπ’ ἐμὲ ἐπισκόπων Συμμαχίου πόλεως Ἀττούδων | |
35 | Φιλητοῦ πόλεως Χαιρατάπων Ἐπιφανίου πόλεως Κολασσῶν Εὐαγόρα πόλεως Ἰλούζων Ζωσίμου πόλεως θεμισσοῦ Ἀντιόχου πόλεως Σανάων | |
40 | Φιλαδέλφου πόλεως Ἀτανασσοῦ | |
Ἀραβίου πόλεως Συννάου | 152 in vol. 2.1.2 | |
2,1,2153 | Ἡρακλείου πόλεως Κυδισσοῦ Γαίου πόλεως Ἀλίων Ματθία πόλεως Τεμενουθύρων Φιλίππου πόλεως Πελτῶν | |
5 | Τατιανοῦ πόλεως Φιλιππουπόλεως: — ΤΜΖ Ὀλύμπιος ἐπίσκοπος τῆς μητροπόλεως Κύπρου ὁρίσας ὑπέγραψα διὰ Ἐπαφροδίτου ἐπισκόπου πόλεως Ταμάσου καὶ ὑπὲρ τῶν ἀπόντων Ἑρμολάου πόλεως Καρτερίου πόλεως | |
10 | Ἀριστοκλέους Τιβεριανοῦ πόλεως Νικοπολίωνος πόλεως: — ΤΜΗ Συμεώνης ἐπίσκοπος Ἀμίδης τῆς μητροπόλεως ὑπέγραψα καὶ ὑπὲρ τῶν ὑπ’ ἐμὲ | |
15 | Εὐσεβίου Μαρωνουπόλεως Καιουμᾶ Οὐαλαρσεκουπόλεως Σηρικίου πόλεως διὰ Πέτρου πρεσβυτέρου: — ΤΜΘ Περγάμιος ἐπίσκοπος Ἀντιοχείας τῆς Πισιδῶν μητροπόλεως ὑπέγραψα | |
20 | καὶ ὑπὲρ τῶν ἀπόντων θεοφιλεστάτων ἐπισκόπων τῆς προειρημένης ἐπαρχίας Ἀπελλίου πόλεως Πρωτογένους πόλεως Μαρκελλίνου πόλεως Μαξιμίνου πόλεως | |
25 | Τιμοθέου πόλεως Εὐτροπίου πόλεως Ἀρμενίου πόλεως Μουσωνίου πόλεως ΤΝ Στέφανος ἐπίσκοπος Ἐφέσου τῆς μητροπόλεως καὶ ὑπὲρ τῶν ὑπ’ ἐμὲ ἀπόντων | |
30 | θεοσεβεστάτων ἐπισκόπων, τουτέστιν Εὐτροπίου πόλεως Περγάμου Φλαβιανοῦ πόλεως Ἀδραμυττίου Μαξίμου πόλεως Ἀσσοῦ Ἀρετιανοῦ πόλεως Ἀντάνδρων | |
35 | Χρυσογόνου πόλεως Μύκης Ἀλεξάνδρου πόλεως Μαγνησίας Εὐσταθίου πόλεως Τεμένου Δρακοντίου πόλεως Ἐρυθρῶν Γενναδίου πόλεως Τέων | |
40 | Ἰουλιανοῦ πόλεως Λεβέδου | |
Ἀλεξάνδρου πόλεως Κολοφῶνος | 153 in vol. 2.1.2 | |
2,1,2154 | Ζωτικοῦ πόλεως Ἀναίας Ἰσιδώρου πόλεως Πριήνης Μαξίμου πόλεως Τράλλεων Σαββατίου πόλεως Μασταύρων | |
5 | Εὐστοργίου πόλεως Διὸς ἱεροῦ Γεροντίου πόλεως Ἀρκαδιουπόλεως Θωμᾶ πόλεως Αὐλίου κώμης Ῥουφίνου πόλεως Ἰωάννου πόλεως Βαρέττων | |
10 | Βασιλείου πόλεως Σέων Ἀλεξάνδρου πόλεως Μοναύλης συναινέσας ὑπέγραψα διὰ Ἑσπερίου ἐπισκόπου Πιτάνης: — ΤΝΑ Κωνστάντιος ἐπίσκοπος τῆς μητροπόλεως Βόστρων καὶ ὑπὲρ τῶν ὑπ’ ἐμὲ θεοφιλεστάτων ἐπισκόπων | |
15 | Πλάκκου πόλεως Γεράσων Ζώσυος πόλεως Ἐσβούντων Μάλχου πόλεως Αἴνου Γαύτου πόλεως Νεέλων Νόννου πόλεως Ζεραμένης | |
20 | Χίλωνος πόλεως Νέας πόλεως Ἰωάννου πόλεως Ἔρρης Ἰοβίου πόλεως Νέβης Γαιανοῦ πόλεως Μηδάβων Σευήρου Μαξιμιανουπόλεως | |
25 | Ἀναστασίου πόλεως Εὐτιμίας Σολέμου πόλεως Κωνσταντιανῆς Μάρα πόλεως Διονυσιάδος συναινέσας ὑπέγραψα: — ΤΝΒ Θεόδωρος ἐπίσκοπος τῆς μητροπόλεως Δαμασκοῦ καὶ ὑπὲρ τῶν ὑπ’ ἐμὲ | |
30 | θεοφιλεστάτων ἐπισκόπων Ἰωάννου πόλεως Παλμύρας Δάδα πόλεως Χοναχάρων Εὐσεβίου πόλεως Ἰαβρούδων Θεοδώρου πόλεως Δανάβων | |
35 | Ἁβραμίου πόλεως Ἀρλάνων Πέτρου πόλεως Κοραδέων συναινέσας ὑπέγραψα ΤΝΓ Στέφανος ἐπίσκοπος τῆς μητροπόλεως Ἱεραπόλεως καὶ ὑπὲρ τῶν ὑπ’ ἐμὲ θεοφιλεστάτων ἐπισκόπων | |
40 | Οὐρανίου πόλεως Σούρων Μάρα πόλεως Ὠρίμων Δαυὶδ πόλεως Εὐρωποῦ | |
Κοσμᾶ πόλεως | 154 in vol. 2.1.2 | |
2,1,2155 | Μαριανοῦ πόλεως Ῥοσαφᾶ συναινέσας ὑπέγραψα: — ΤΝΔ Γρηγόριος ἐπίσκοπος Ἀδριανουπόλεως ὁρίσας ὑπέγραψα: — ΤΝΕ Ἰουβενάλιος ἐπίσκοπος Διβέλλου ὁρίσας ὑπέγραψα: — | |
5 | Ὁ θειότατος καὶ εὐσεβέστατος ἡμῶν δεσπότης πρὸς τὴν ἁγίαν σύνοδον εἶπεν· Λεγέτω ἡ ἁγία σύνοδος εἰ κατὰ συναίνεσιν πάντων τῶν ὁσιωτάτων ἐπισκόπων ὁ νῦν ἀναγνωσθεὶς ὅρος ἐξεφωνήθη. Ῥω ἀνέγνων ἀνέγνωμεν ἀνέγνω. Πάντες ἐβόησαν· Πάντες οὕτως πιστεύομεν. μία πίστις μία γνώμη. πάντες | |
10 | τὸ αὐτὸ φρονοῦμεν. πάντες συναινέσαντες ὑπεγράψαμεν. πάντες ὀρθόδοξοι ἐσμέν. αὕτη ἡ πίστις τῶν πατέρων. αὕτη ἡ πίστις τῶν ἀποστόλων. αὕτη ἡ πίστις τῶν ὀρθοδόξων. αὕτη ἡ πίστις τὴν οἰκουμένην ἔσωσεν. Μαρκιανῶι νέωι Κωνσταντίνωι νέωι Παύλωι νέωι Δαυίδ. τὰ ἔτη τοῦ Δαυὶδ τῶι βασιλεῖ. εὐ‐ σεβῆ, κύριε, ζωὴν αὐτῶι, νέωι Κωνσταντίνωι, νέωι Μαρκιανῶι. ὑμεῖς ἡ εἰρήνη τῆς | |
15 | οἰκουμένης. εὐσεβῆ, κύριε, ζωὴν αὐτῶι. φυλάξει ὑμᾶς ἡ πίστις ὑμῶν. τὸν Χριστὸν τιμᾶις, αὐτός σε φυλάξει. τὴν ὀρθοδοξίαν σὺ ἐβεβαίωσας. ὡς οἱ ἀπόστο‐ λοι, οὕτω πιστεύετε. τῆς αὐγούστης πολλὰ τὰ ἔτη. ὑμεῖς φωστῆρες τῆς ὀρ‐ θοδοξίας. διὰ ταῦτα πανταχοῦ εἰρήνη, τοὺς φωστῆρας τῆς εἰρήνης κύριε φύλαξον. τοὺς φωστῆρας τῆς οἰκουμένης κύριε φύλαξον. αἰωνία μνήμη νέωι Κωνσταντίνωι. | |
20 | τὴν ἀπὸ γένους ὀρθόδοξον ὁ θεὸς φυλάξει. τὴν φύλακα τῆς πίστεως ὁ θεὸς φυλάξει. τὴν ἀεὶ εὐσεβῆ ὁ θεὸς φυλάξει. τὴν εὐσεβῆ τὴν ὀρθόδοξον τὴν κατὰ τῶν αἱρετικῶν ὁ θεὸς φυλάξει. ὅλους τοὺς αἱρετικοὺς σὺ ἐδίωξας. Νεστόριον καὶ Εὐτυχέα σὺ ἐδίωξας. ἀπείη φθόνος τῆς ὑμῶν βασιλείας. ἄξιοι τῆς πίστεως, ἄξιοι τοῦ Χριστοῦ, ἀπείη φθόνος τῆς ὑμῶν βασιλείας. οἱ πιστοὶ βασιλεῖς οὕτω τιμῶνται. ὁ θεὸς φυλάξει | |
25 | τὸ κράτος ὑμῶν. ὁ θεὸς εἰρηνεύσει τὴν βασιλείαν ὑμῶν. Μαρκιανὸς νέος Κων‐ σταντῖνος. Πουλχερία νέα Ἑλένη. τῆς Ἑλένης τὴν πίστιν σὺ ἐπεδείξω. τῆς Ἑλένης τὸν ζῆλον σὺ ἐπεδείξω. ἡ ὑμετέρα ζωὴ πάντων ἀσφάλεια. ἡ ὑμετέρα πίστις δόξα τῶν ἐκκλησιῶν. Ὁ θειότατος καὶ εὐσεβέστατος ἡμῶν δεσπότης πρὸς τὴν ἁγίαν σύνοδον εἶπεν· | |
30 | Εἰ καὶ κάματον τῆι ὑμετέραι εὐλαβείαι καὶ σκυλμὸν ἐποιήσαμεν, χάριν μεγίστην ὁμολογοῦ‐ | 155 in vol. 2.1.2 |
2,1,2156 | μεν τῶι πάντων σωτῆρι θεῶι ὅτι πολλῶν πλανωμένων περὶ τὴν πίστιν ἀναιρεθείσης τῆς διχονοίας εἰς μίαν καὶ τὴν αὐτὴν ὁμογνωμόνως θρηισκείαν ἅπαντες συνήλθομεν, ἐλπίζοντες τὴν ταχίστην πρὸς τὸ κρεῖττον ταῖς ὑμετέραις πρεσβείαις καὶ τὴν ἐπὶ πᾶσιν εἰρήνην ἡμῖν παρὰ τοῦ θεοῦ δωρηθήσεσθαι. | |
5 | Πάντες ἐβόησαν· Ταῦτα ἄξια τῆς ὑμῶν βασιλείας. ταῦτα ἴδια τῆς ὑμῶν βασι‐ λείας. τοῦτο κατόρθωμα τῆς σῆς βασιλείας, ἄξιε τῆς πίστεως, ἄξιε τοῦ Χριστοῦ, ἄξιε καὶ τῆς βασιλείας καὶ τῆς θρηισκείας. διὰ ταῦτα εἰρηνεύει ἡ οἰκουμένη. ταῦτα ἄξια τῆς ὑμῶν βασιλείας. διὰ σοῦ ἡ ὀρθοδοξία ἐβεβαιώθη, διὰ σὲ οὐκ ἔνι αἵρεσις. οὐράνιε βασιλεῦ, τὸν ἐπίγειον φύλαξον· διὰ σοῦ βεβαία ἡ πίστις. οὐράνιε βασιλεῦ, | |
10 | τὴν αὐγούσταν φύλαξον· διὰ σοῦ βεβαία ἡ πίστις. εἷς θεὸς ὁ τοῦτο ποιήσας. οὐράνιε βασιλεῦ, τὴν αὐγούσταν φύλαξον. ἄξιοι τῆς εἰρήνης. τοὺς αἱρετικοὺς σὺ ἐδίωξας. Νεστορίωι καὶ Εὐτυχεῖ ἀνάθεμα, ἀνάθεμα καὶ Διοσκόρωι. δι’ ὑμᾶς ἡ πίστις, δι’ ὑμᾶς ἡ εἰρήνη. αὕτη εὐχὴ τῶν ἐκκλησιῶν, αὕτη εὐχὴ τῶν ποιμένων. Νεστορίωι καὶ Εὐτυχεῖ καὶ Διοσκόρωι ἀνάθεμα. | |
15 | Ὁ θειότατος καὶ εὐσεβέστατος ἡμῶν δεσπότης πρὸς τὴν ἁγίαν σύνοδον εἶπεν· Τῆς εὐσεβοῦς καὶ καθολικῆς πίστεως παρὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου κατὰ τὴν τῶν πατέρων ἔκθεσιν φανερωθείσης δίκαιον ὁμοῦ καὶ συμφέρον εἶναι ἡ ἡμετέρα γαληνότης ἐδο‐ κίμασεν πᾶσαν τοῦ λοιποῦ φιλονεικίας ἀφορμὴν περὶ τῆς εὐαγοῦς θρηισκείας ἀναιρεθῆναι. εἴ τις τοίνυν ἰδιώτης ἢ στρατείαι προσομιλήσας ἢ εἰς κλῆρον τελῶν δημοσίαι περὶ τῆς | |
20 | πίστεως ὀχλαγώγιον συναγαγὼν ἐν προσχήματι διαλέξεως θόρυβον ἐμποιεῖ, ἴστω ὡς ὁ μὲν ἰδιώτου τύχην ἐπιγραφόμενος τῆς βασιλίδος ἐξελαθήσεται πόλεως, ὁ δὲ στρατευ‐ όμενος περὶ τῆς ἑαυτοῦ στρατείας καὶ ὁ κληρικὸς περὶ τοῦ ἰδίου βαθμοῦ κινδυνεύσουσι καὶ ἑτέραις ὑποβληθήσονται τιμωρίαις. Πάντες ἐβόησαν· Πολλὰ τὰ ἔτη τοῦ βασιλέως. τοῦ φιλοχρίστου βασιλέως | |
25 | πολλὰ τὰ ἔτη. τῶι εὐσεβεῖ, τῶι Χριστιανῶι. τὰς ἐκκλησίας σὺ ὤρθωσας, τὴν ὀρθο‐ δοξίαν σὺ ἐστήριξας. τῆς αὐγούστης πολλὰ τὰ ἔτη τῆι εὐσεβεῖ καὶ φιλοχρίστωι. τὴν ὑμετέραν βασιλείαν ὁ θεὸς φυλάξει. τοὺς αἱρετικοὺς ὑμεῖς ἐξεβάλετε. Νεστορίωι καὶ Εὐτυχεῖ καὶ Διοσκόρωι ἀνάθεμα. ἡ τριὰς τοὺς τρεῖς καθεῖλεν. ἡ τριὰς τοὺς τρεῖς ἐξέβαλεν. δι’ αἰῶνος ἡ ὑμῶν βασιλεία. | |
30 | Ὁ θειότατος καὶ εὐσεβέστατος ἡμῶν δεσπότης πρὸς τὴν ἁγίαν σύνοδον εἶπεν· Τινά ἐστι κεφάλαια ἅτινα πρὸς τιμὴν τῆς ὑμετέρας εὐλαβείας ὑμῖν ἐφυλάξαμεν, πρέπον ἡγη‐ σάμενοι παρ’ ὑμῶν ταῦτα κανονικῶς κατὰ σύνοδον τυπωθῆναι ἢ νόμοις θεσπισθῆναι ἡμετέροις. Καὶ κατὰ κέλευσιν τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Βερονικιανὸς | |
35 | ὁ καθωσιωμένος σηκρητάριος τοῦ θείου κωνσιστωρίου τὰ κεφάλαια ἀνέγνω οὕτως | 156 in vol. 2.1.2 |
2,1,2157 | Τοὺς ἀληθῶς καὶ εἰλικρινῶς τὸν μονήρη μετιόντας βίον τῆς ὀφειλομένης αὐτοῖς ἀξιοῦμεν τιμῆς· ἐπειδὴ δὲ τινὲς τῶι μοναχικῶι κεχρημένοι προσχήματι καὶ τὰς ἐκκλησίας καὶ τὰ κοινὰ διαταράττουσι πράγματα, ἔδοξε μηδένα μὲν οἰκοδομεῖν μοναστήριον παρὰ γνώμην τοῦ τῆς πόλεως ἐπισκόπου, μήτε δὲ ἐν κτήματι παρὰ γνώμην τοῦ δεσπότου τοῦ | |
5 | κτήματος. τοὺς δὲ καθ’ ἑκάστην πόλιν καὶ χώραν μονάζοντας ὑποτετάχθαι τῶι ἐπι‐ σκόπωι καὶ τὴν ἡσυχίαν ἀσπάζεσθαι καὶ προσέχειν μόνηι τῆι νηστείαι καὶ τῆι προσευχῆι, μήτε δὲ ἐκκλησιαστικοῖς ἢ δημοσίοις παρενοχλεῖν πράγμασιν, εἰ μή ποτε ἄρα ἐπιτραπεῖεν διὰ χρείαν ἀναγκαίαν ὑπὸ τοῦ τῆς πόλεως ἐπισκόπου. μήτε μὴν ἐξουσίαν ἔχειν τοὺς μονάζοντας δέχεσθαι ἐν τοῖς ἑαυτῶν μοναστηρίοις δούλους ἢ ἐναπογράφους παρὰ γνώμην | |
10 | τῶν δεσποτῶν. Ἐπειδὴ δὲ τινὲς τῶν ἐν τῶι κλήρωι κατειλεγμένων καὶ τῶν μοναζόντων τὴν φιλο‐ χρηματίαν νοσοῦντες εἰς φροντίδας βιωτικῶν πραγμάτων ἑαυτοὺς ἐμβάλλουσι μισθωταὶ κτημάτων ἢ ἐπίτροποι καθιστάμενοι ἢ οἰκίαις προσεδρεύοντες ὡς διοικοῦντες, ἔδοξε τῆι ἁγίαι ταύτηι καὶ μεγάληι συνόδωι μηδένα κληρικὸν μισθοῦσθαι κτήματα ἢ ἐπιτροπὴν | |
15 | ἀναδέχεσθαι, εἰ μή ποτε ἄρα παρὰ τοῦ ἰδίου ἐπισκόπου ἐπιτραπεῖεν τῶν ἐκκλησιαστικῶν κτημάτων ποιεῖσθαι φροντίδα. εἰ δέ τις μετὰ τὸν ὅρον τοῦτον ἢ αὐτὸς τολμήσοι μισθώ‐ σασθαι ἢ δι’ ἄλλου τινὸς τοιαύτην ἀναδέξασθαι φροντίδα, τῶι ἐκκλησιαστικῶι τοῦτον ὑποβάλλεσθαι ἐπιτιμίωι· εἰ δὲ ἐπιμένει φιλονεικῶν, γυμνοῦσθαι αὐτὸν τοῦ ἀξιώματος. Κληρικοὺς εἰς ἐκκλησίαν τελοῦντας μὴ ἐξεῖναι εἰς ἄλλης πόλεως τάττεσθαι ἐκκλησίαν, | |
20 | ἀλλὰ στέργειν ἐκείνην ἐν ἧι λειτουργεῖν ἐξ ἀρχῆς ἠξιώθησαν, ἔξω ἐκείνων οἵτινες ἀπο‐ λέσαντες τὰς οἰκείας πατρίδας ἀπὸ ἀνάγκης εἰς ἄλλην ἐκκλησίαν μετῆλθον. εἰ δέ τις μετὰ τὸν ὅρον τοῦτον τὸν ἄλλωι ἐπισκόπωι προσήκοντα δέξαιτο κληρικόν, ἔδοξεν ἀκοι‐ νώνητον γενέσθαι καὶ τὸν δεχθέντα καὶ τὸν δεξάμενον, ἕως ἂν ὁ ἀποστὰς κληρικὸς εἰς τὴν ἰδίαν ἐπανέλθηι ἐκκλησίαν. | |
25 | Καὶ μετὰ τὴν ἀνάγνωσιν ἐπιδοθέντων τῶν κεφαλαίων παρὰ τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου τῶι θεοφιλεστάτωι ἀρχιεπισκόπωι τῆς βασιλίδος Κωνσταν‐ τινουπόλεως νέας Ῥώμης Ἀνατολίωι πάντες οἱ θεοφιλέστατοι ἐπίσκοποι ἐβόησαν· Πολλὰ τὰ ἔτη τῶν βασιλέων. τῶι εὐσεβεῖ, τῶι Χριστιανῶι. ὁ Χριστὸς ὃν σέβηι, αὐτός σε φυλάξει. ταῦτα τῆς πίστεως ἄξια. τῶι ἱερεῖ, τῶι βασιλεῖ. τὰς ἐκκλησίας | |
30 | σὺ ὤρθωσας, νικητὰ πολεμίων, διδάσκαλε πίστεως. πολλὰ τὰ ἔτη τῆς αὐγούστης. τῆι εὐσεβεῖ, τῆι φιλοχρίστωι. τῆς ὀρθοδόξου πολλὰ τὰ ἔτη. τὴν ὑμετέραν βασι‐ λείαν ὁ θεὸς φυλάξει. τοὺς αἱρετικοὺς ὑμεῖς καθείλετε. τὴν πίστιν ὑμεῖς ἐφυλάξατε. ἄφθονα τῆς ὑμῶν βασιλείας. δι’ αἰῶνος ἡ ὑμῶν βασιλεία. Ὁ θειότατος καὶ εὐσεβέστατος ἡμῶν δεσπότης πρὸς τὴν ἁγίαν σύνοδον εἶπεν· | |
35 | Εἰς τιμὴν τῆς τε ἁγίας μάρτυρος Εὐφημίας καὶ τῆς ὑμετέρας ὁσιότητος τὴν Χαλκηδονέων πόλιν, ἐν ἧι τὰ τῆς ἁγίας πίστεως κατὰ σύνοδον διεκροτήθη, μητροπόλεως ἔχειν πρεσβεῖα ἐθεσπίσαμεν, ὀνόματι μόνωι ταύτην τιμήσαντες, σωιζομένου δηλαδὴ τῆι Νικομηδέων μητροπόλει τοῦ οἰκείου ἀξιώματος. Ῥω Πάντες ἐβόησαν· Δικαία ἡ κρίσις τοῦ βασιλέως. ἄξιε τῆς ἁγίας [τριάδος]. ἓν | |
40 | πάσχα τῆι οἰκουμένηι. τὰς περιστάσεις τῶν ἐπισκόπων ὑμεῖς κωλύσατε. ἡ ἁγία | |
[τριὰς] φυλάξει σε. δεόμεθα, ἀπόλυσον ἡμᾶς. εὐσεβὴς εἶ, βασιλεῦ, ἀπόλυσον ἡμᾶς. | 157 in vol. 2.1.2 | |
2,1,2158 | Ὁ θειότατος καὶ εὐσεβέστατος ἡμῶν δεσπότης πρὸς τὴν ἁγίαν σύνοδον εἶπεν· Κεκμήκατε τῶι καλῶι διαστήματι σκυλμὸν ὑπομείναντες· ἀναμείνατε δὲ τρεῖς ἡμέρας ἢ τέσσαρας ἔτι καὶ παρόντων τῶν μεγαλοπρεπεστάτων ἡμῶν ἀρχόντων ἕκαστα ὧν βού‐ λεσθε, κινήσατε, τῆς προσηκούσης βοηθείας ἀξιωθησόμενοι. μηδεὶς δὲ ὑμῶν πρὸ | |
5 | τοῦ τελείους τύπους πάντων δοθῆναι τῆς ἁγίας ἀναχωρήσηι συνόδου. Ῥω Ὅροι ἐκκλησιαστικοὶ ἐκφωνηθέντες παρὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς ἐν Χαλκηδόνι συναχθείσης Πρᾶξις ζ Τοὺς παρὰ τῶν ἁγίων πατέρων καθ’ ἑκάστην σύνοδον ἄχρι τοῦ νῦν ἐκτεθέντας | |
10 | κανόνας κρατεῖν ἐδικαιώσαμεν. Εἴ τις ἐπίσκοπος ἐπὶ χρήμασι χειροτονίαν ποιήσαιτο καὶ εἰς πρᾶσιν καταγάγοι τὴν ἄπρατον χάριν καὶ χειροτονήσοι ἐπὶ χρήμασιν ἐπίσκοπον ἢ χωρεπίσκοπον ἢ πρεσβύ‐ τερον ἢ διάκονον ἢ ἕτερόν τινα τῶν ἐν τῶι κλήρωι καταριθμουμένων ἢ προβάλοιτο ἐπὶ χρήμασιν 〈ἢ〉 οἰκονόμον ἢ ἔκδικον ἢ παραμονάριον ἢ ὅλως τινὰ τοῦ κανόνος δι’ αἰσχρο‐ | |
15 | κέρδειαν οἰκείαν, ὁ τοῦτο ἐπιχειρήσας ἐλεγχθεὶς κινδυνευέτω περὶ τὸν οἰκεῖον βαθμὸν καὶ ὁ χειροτονούμενος μηδὲν ἐκ τῆς κατ’ ἐμπορίαν ὠφελείσθω χειροτονίας ἢ προβολῆς, ἀλλ’ ἔστω ἀλλότριος τῆς ἀξίας ἢ τοῦ φροντίσματος οὗπερ ἐπὶ χρήμασιν ἔτυχεν. εἰ δέ τις καὶ μεσιτεύων φανείη τοῖς οὕτως αἰσχροῖς καὶ ἀθεμίτοις λήμμασιν, καὶ οὗτος εἰ μὲν κληρι‐ κὸς εἴη, τοῦ οἰκείου ἐκπιπτέτω βαθμοῦ· εἰ δὲ λαικὸς ἢ μονάζων, ἀναθεματιζέσθω. | |
20 | Ἦλθεν εἰς τὴν ἁγίαν σύνοδον ὅτι τῶν ἐν τῶι κλήρωι κατειλεγμένων τινὲς δι’ αἰσχρο‐ | |
κέρδειαν οἰκείαν ἀλλοτρίων κτημάτων γίνονται μισθωταὶ καὶ πράγματα κοσμικὰ ἐργολα‐ | 158 in vol. 2.1.2 | |
2,1,2159 | βοῦσι, τῆς μὲν τοῦ θεοῦ λειτουργίας καταραθυμοῦντες, τοὺς δὲ τῶν κοσμικῶν ὑποτρέ‐ χοντες οἴκους καὶ οὐσιῶν χειρισμοὺς ἀναδεχόμενοι διὰ φιλαργυρίαν. ὥρισεν τοίνυν ἡ ἁγία καὶ μεγάλη σύνοδος μηδένα τοῦ λοιποῦ μὴ ἐπίσκοπον μὴ κληρικὸν μὴ μονάζοντα ἢ μισθοῦσθαι κτήματα ἢ πραγμάτων ἐπεισάγειν ἑαυτὸν κοσμικαῖς διοικήσεσι πλὴν εἰ | |
5 | μή που ἐκ νόμων καλοῖτο εἰς ἀφηλίκων ἀπαραίτητον ἐπιτροπὴν ἢ ὁ τῆς πόλεως ἐπίσκοπος ἐκκλησιαστικῶν ἐπιτρέψοι φροντίζειν πραγμάτων ἢ ὀρφανῶν καὶ χηρῶν ἀπρονοήτων καὶ τῶν προσώπων τῶν μάλιστα τῆς ἐκκλησιαστικῆς δεομένων βοηθείας διὰ τὸν φόβον τοῦ κυρίου. εἰ δέ τις παραβαίνειν τὰ ὡρισμένα τοῦ λοιποῦ ἐπιχειρήσοι, ὁ τοιοῦτος ἐκκλησιαστικοῖς ὑποκείσθω ἐπιτιμίοις. | |
10 | Οἱ ἀληθῶς καὶ εἰλικρινῶς τὸν μονήρη μετιόντες βίον τῆς προσηκούσης ἀξιούσθωσαν τιμῆς· ἐπειδὴ δὲ τινὲς τῶι μοναχικῶι κεχρημένοι προσχήματι τάς τε ἐκκλησίας καὶ τὰ πολιτικὰ διαταράττουσι πράγματα περιιόντες ἀδιαφόρως ἐν ταῖς πόλεσιν, οὐ μὴν ἀλλὰ καὶ μοναστήρια ἑαυτοῖς συνιστᾶν ἐπιτηδεύοντες, ἔδοξεν μηδένα μὲν μηδαμοῦ οἰκοδομεῖν μηδὲ συνιστᾶν μοναστήριον ἢ εὐκτήριον οἶκον παρὰ γνώμην τοῦ τῆς πόλεως ἐπισκόπου, | |
15 | τοὺς δὲ καθ’ ἑκάστην πόλιν καὶ χώραν μονάζοντας ὑποτετάχθαι τῶι ἐπισκόπωι καὶ τὴν ἡσυχίαν ἀσπάζεσθαι καὶ προσέχειν μόνηι τῆι νηστείαι καὶ τῆι προσευχῆι, ἐν οἷς τόποις ἀπετάξαντο, προσκαρτεροῦντας, μήτε δὲ ἐκκλησιαστικοῖς μήτε βιωτικοῖς παρενοχλεῖν πράγμασιν ἢ ἐπικοινωνεῖν καταλιμπάνοντας τὰ ἴδια μοναστήρια, εἰ μή ποτε ἄρα ἐπιτρα‐ πεῖεν διὰ χρείαν ἀναγκαίαν ὑπὸ τοῦ τῆς πόλεως ἐπισκόπου. μηδένα δὲ προσδέχεσθαι | |
20 | ἐν τοῖς μοναστηρίοις δοῦλον ἐπὶ τῶι μονάσαι παρὰ γνώμην τοῦ ἰδίου δεσπότου. τὸν δὲ παραβαίνοντα τοῦτον ἡμῶν τὸν ὅρον ὡρίσαμεν ἀκοινώνητον εἶναι, ἵνα μὴ τὸ ὄνομα τοῦ θεοῦ βλασφημῆται, τὸν μέντοι ἐπίσκοπον τῆς πόλεως χρὴ τὴν δέουσαν πρόνοιαν ποιεῖσθαι τῶν μοναστηρίων. Περὶ δὲ τῶν μεταβαινόντων ἀπὸ πόλεως εἰς πόλιν ἐπισκόπων ἢ κληρικῶν ἔδοξε | |
25 | τοὺς περὶ τούτων τεθέντας κανόνας παρὰ τῶν ἁγίων πατέρων ἔχειν τὴν ἰδίαν ἰσχύν. Μηδένα δὲ ἀπολελυμένως χειροτονεῖσθαι μήτε πρεσβύτερον μήτε διάκονον μήτε ὅλως τινὰ τῶν ἐν τῶι ἐκκλησιαστικῶι τάγματι, εἰ μὴ ἰδικῶς ἐν ἐκκλησίαι πόλεως ἢ κώμης ἢ μαρτυρίωι ἢ μοναστηρίωι ὁ χειροτονούμενος ἐπικηρύττοιτο. τοὺς δὲ ἀπολύτως χειροτονουμένους ὥρισεν ἡ ἁγία σύνοδος ἄκυρον ἔχειν τὴν τοιαύτην χειροθεσίαν καὶ | |
30 | μηδαμοῦ δύνασθαι ἐνεργεῖν ἐφ’ ὕβρει τοῦ χειροτονήσαντος. Τοὺς ἅπαξ ἐν κλήρωι τεταγμένους ἢ καὶ μονάσαντας ὡρίσαμεν μήτε ἐπὶ στρατείαν μήτε ἐπὶ ἀξίαν κοσμικὴν ἔρχεσθαι, ἢ τοῦτο τολμῶντας καὶ μὴ μεταμελομένους ὥστε ἐπιστρέψαι ἐπὶ τοῦτο ὃ διὰ θεὸν πρότερον εἵλοντο, ἀναθεματίζεσθαι. Οἱ κληρικοὶ τῶν πτωχείων καὶ μοναστηρίων καὶ μαρτυρίων ὑπὸ τῶν ἐν ἑκάστηι | |
35 | πόλει ἐπισκόπων τὴν ἐξουσίαν κατὰ τὴν τῶν ἁγίων πατέρων παράδοσιν διαμενέτωσαν | 159 in vol. 2.1.2 |
2,1,2160 | καὶ μὴ κατὰ αὐθάδειαν ἀφηνιάτωσαν τοῦ ἰδίου ἐπισκόπου. οἱ δὲ τολμῶντες ἀνατρέπειν τὴν τοιαύτην διατύπωσιν καθ’ οἷον δήποτε τρόπον καὶ μὴ ὑποταττόμενοι τῶι ἰδίωι ἐπι‐ σκόπωι εἰ μὲν εἶεν κληρικοί, τοῖς τῶν κανόνων ὑποκείσθωσαν ἐπιτιμίοις· εἰ δὲ μονάζοντες ἢ λαικοί, ἔστωσαν ἀκοινώνητοι. | |
5 | Εἴ τις κληρικὸς πρὸς κληρικὸν πρᾶγμα ἔχοι, μὴ καταλιμπανέτω τὸν οἰκεῖον ἐπί‐ σκοπον καὶ ἐπὶ κοσμικὰ δικαστήρια κατατρεχέτω, ἀλλὰ πρότερον τὴν ὑπόθεσιν γυμνα‐ ζέτω παρὰ τῶι ἰδίωι ἐπισκόπωι ἢ γοῦν γνώμηι αὐτοῦ τοῦ ἐπισκόπου παρ’ οἷς ἂν τὰ ἀμφότερα μέρη βούληται, τὰ τῆς δίκης συγκροτείσθω. εἰ δέ τις παρὰ ταῦτα ποιήσοι, κανονικοῖς ἐπιτιμίοις ὑποκείσθω. εἰ δὲ καὶ κληρικὸς ἔχοι πρᾶγμα πρὸς τὸν ἴδιον ἢ καὶ | |
10 | πρὸς ἕτερον ἐπίσκοπον, παρὰ τῆι συνόδωι τῆς ἐπαρχίας δικαζέσθω. εἰ δὲ πρὸς τὸν τῆς αὐτῆς ἐπαρχίας μητροπολίτην ἐπίσκοπος ἢ κληρικὸς ἀμφισβητοίη, καταλαμβανέτω ἢ τὸν ἔξαρχον τῆς διοικήσεως ἢ τὸν τῆς βασιλευούσης Κωνσταντινουπόλεως θρόνον καὶ ἐπ’ αὐτῶι δικαζέσθω. Μὴ ἐξεῖναι κληρικὸν ἐν δύο πόλεων κατὰ τὸ αὐτὸ καταλέγεσθαι ἐκκλησίαις, ἐν ἧι | |
15 | τε τὴν ἀρχὴν ἐχειροτονήθη καὶ ἐν ἧι προσέφυγεν ὡς μείζονι δῆθεν διὰ δόξης κενῆς ἐπι‐ θυμίαν· τοὺς δέ γε τοῦτο ποιοῦντας ἀποκαθίστασθαι τῆι ἰδίαι ἐκκλησίαι, ἐν ἧι ἐξ ἀρχῆς ἐχειροτονήθησαν, καὶ ἐκεῖ μόνον λειτουργεῖν. εἰ μέντοι ἤδη τις μετετέθη ἐξ ἄλλης εἰς ἄλλην ἐκκλησίαν, μηδὲν τοῖς τῆς προτέρας ἐκκλησίας ἤτοι τῶν ὑπ’ αὐτὴν μαρτυρίων ἢ πτωχείων ἢ ξενοδοχείων ἐπικοινωνεῖν πράγμασι. τοὺς δέ γε τολμῶντας μετὰ τὸν | |
20 | ὅρον τῆς μεγάλης καὶ οἰκουμενικῆς ταύτης συνόδου πράττειν τι τῶν νῦν ἀπηγορευμένων ὥρισεν ἡ ἁγία σύνοδος ἐκπίπτειν τοῦ οἰκείου βαθμοῦ. Πάντας τοὺς πένητας καὶ δεομένους ἐπικουρίας μετὰ δοκιμασίας ἐπιστολίοις εἴτ’ οὖν εἰρηνικοῖς ἐκκλησιαστικοῖς μόνοις ὁδεύειν ὡρίσαμεν καὶ μὴ συστατικοῖς διὰ τὸ τὰς συστατικὰς ἐπιστολὰς προσήκειν τοῖς οὖσιν ἐν ὑπολήψει μόνοις παρέχεσθαι προσώποις. | |
25 | Ἦλθεν εἰς ἡμᾶς ὡς τινὲς παρὰ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς προσδραμόντες δυνα‐ στείαις διὰ πραγματικῶν τὴν μίαν ἐπαρχίαν εἰς δύο κατέτεμον, ὡς ἐκ τούτου δύο μητρο‐ πολίτας εἶναι ἐν τῆι αὐτῆι ἐπαρχίαι. ὥρισε τοίνυν ἡ ἁγία σύνοδος τοῦ λοιποῦ μηδὲν τοιοῦτο τολμᾶσθαι παρὰ ἐπισκόπου, ἐπεὶ τὸν τοῦτο ἐπιχειροῦντα ἐκπίπτειν τοῦ οἰκείου βαθμοῦ. ὅσαι δὲ ἤδη πόλεις διὰ γραμμάτων βασιλικῶν τῶι τῆς μητροπόλεως ἐτι‐ | |
30 | μήθησαν ὀνόματι, μόνης ἀπολαυέτωσαν τῆς τιμῆς καὶ ὁ τὴν ἐκκλησίαν αὐτῆς διοικῶν ἐπίσκοπος, δηλονότι σωιζομένων τῆι κατὰ ἀλήθειαν μητροπόλει τῶν οἰκείων δικαίων. Ξένους κληρικοὺς καὶ ἀναγνώστας ἐν ἑτέραι πόλει δίχα συστατικῶν γραμμάτων | |
τοῦ ἰδίου ἐπισκόπου μηδ’ ὅλως μηδαμοῦ λειτουργεῖν. | 160 in vol. 2.1.2 | |
2,1,2161 | Ἐπειδὴ ἔν τισιν ἐπαρχίαις συγκεχώρηται τοῖς ἀναγνώσταις καὶ ψάλταις γαμεῖν, ὥρισεν ἡ ἁγία σύνοδος μὴ ἐξεῖναι τινὰ αὐτῶν ἑτερόδοξον γυναῖκα λαμβάνειν· τοὺς δὲ ἤδη ἐκ τοιούτων γάμων παιδοποιήσαντας, εἰ μὲν ἔφθασαν βαπτίσαι τὰ ἐξ αὐτῶν τε‐ χθέντα παρὰ τοῖς αἱρετικοῖς, προσάγειν αὐτὰ τῆι κοινωνίαι τῆς καθολικῆς ἐκκλησίας· | |
5 | μὴ βαπτισθέντα δὲ μὴ δύνασθαι ἔτι βαπτίζειν αὐτὰ παρὰ τοῖς αἱρετικοῖς μήτε μὴν συνά‐ πτειν πρὸς γάμον αἱρετικῶι ἢ Ἰουδαίωι ἢ Ἕλληνι, εἰ μὴ ἄρα ἐπαγγέλλοιτο μετατί‐ θεσθαι εἰς τὴν ὀρθόδοξον πίστιν τὸ συναπτόμενον πρόσωπον τῶι ὀρθοδόξωι. εἰ δέ τις τοῦτον τὸν ὅρον παραβαίη τῆς ἁγίας συνόδου, κανονικῶι ὑποκείσθω ἐπιτιμίωι. Διάκονον μὴ χειροτονεῖσθαι γυναῖκα πρὸ ἐτῶν τεσσαράκοντα καὶ ταύτην μετὰ | |
10 | ἀκριβοῦς δοκιμασίας. εἰ δέ γε δεξαμένη τὴν χειροθεσίαν καὶ χρόνον τινὰ παραμείνασα τῆι λειτουργίαι ἑαυτὴν ἐπιδῶι γάμωι ὑβρίσασα τὴν τοῦ θεοῦ χάριν, ἡ τοιαύτη ἀνα‐ θεματιζέσθω μετὰ τοῦ αὐτῆι συναφθέντος. Παρθένον ἑαυτὴν ἀναθεῖσαν τῶι δεσπότηι θεῶι, ὡσαύτως δὲ καὶ μονάζοντα μὴ ἐξεῖναι γάμωι προσομιλεῖν· εἰ δέ γε εὑρεθεῖεν τοῦτο ποιοῦντες, ἔστωσαν ἀκοινώνητοι. | |
15 | ὡρίσαμεν δὲ ἔχειν τὴν αὐθεντίαν τῆς ἐπ’ αὐτοῖς φιλανθρωπίας τὸν κατὰ τὸν τόπον ἐπί‐ σκοπον. Τὰς καθ’ ἑκάστην ἐκκλησίαν ἀγροικικὰς παροικίας ἢ ἐγχωρίους μένειν ἀπαρασαλεύ‐ τους παρὰ τοῖς κατέχουσιν αὐτὰς ἐπισκόποις καὶ μάλιστα εἰ τριακονταετῆ χρόνον ταύτας ἀβιάστως διακατέχοντες ὠικονόμησαν. εἰ δὲ ἐντὸς τῶν τριάκοντα ἐτῶν γεγένηταί | |
20 | τις ἢ γένοιτο περὶ αὐτῶν ἀμφισβήτησις, ἐξεῖναι τοῖς λέγουσιν ἠδικῆσθαι περὶ τούτων κινεῖν παρὰ τῆι συνόδωι τῆς ἐπαρχίας. εἰ δέ τις ἀδικοῖτο παρὰ τοῦ ἰδίου μητροπολίτου, παρὰ τῶι ἐξάρχωι τῆς διοικήσεως ἢ τῶι Κωνσταντινουπόλεως θρόνωι δικαζέσθω, καθὰ προείρηται. εἰ δέ τις ἐκ βασιλικῆς ἐξουσίας ἐκαινίσθη πόλις ἢ αὖθις καινισθείη, τοῖς πολιτικοῖς καὶ δημοσίοις τύποις καὶ τῶν ἐκκλησιαστικῶν παροικιῶν ἡ τάξις ἀκολουθείτω. | |
25 | Τὸ τῆς συνωμοσίας ἢ φρατρίας ἔγκλημα καὶ παρὰ τῶν ἔξω νόμων πάντηι κεκώλυ‐ ται· πολλῶι δὴ μᾶλλον ἐν τῆι τοῦ θεοῦ ἐκκλησίαι τοῦτο γίνεσθαι ἀπαγορεύειν προσήκει. εἴ τινες τοίνυν [ἢ] κληρικοὶ ἢ μονάζοντες εὑρεθεῖεν συνομνύμενοι ἢ φρατριάζοντες ἢ κατα‐ σκευὰς τυρεύοντες ἐπισκόποις ἢ συγκληρικοῖς, ἐκπιπτέτωσαν πάντηι τοῦ οἰκείου βαθμοῦ. Ἦλθεν εἰς ἡμετέρας ἀκοὰς ὡς ἐν ταῖς ἐπαρχίαις αἱ κεκανονισμέναι σύνοδοι τῶν | |
30 | ἐπισκόπων οὐ γίνονται καὶ ἐκ τούτου πολλὰ παραμελεῖται τῶν διορθώσεως δεομένων ἐκκλησιαστικῶν πραγμάτων. ὥρισεν τοίνυν ἡ ἁγία σύνοδος κατὰ τοὺς τῶν ἁγίων πατέρων κανόνας δὶς τοῦ ἐνιαυτοῦ ἐπὶ τὸ αὐτὸ συντρέχειν καθ’ ἑκάστην ἐπαρχίαν τοὺς | |
ἐπισκόπους ἔνθα ἂν ὁ τῆς μητροπόλεως ἐπίσκοπος δοκιμάσηι, καὶ διορθοῦν ἕκαστα τὰ | 161 in vol. 2.1.2 | |
2,1,2162 | ἀνακύπτοντα· τοὺς δὲ μὴ συνιόντας ἐπισκόπους ἐνδημοῦντας ταῖς ἑαυτῶν πόλεσιν καὶ ταῦτα ἐν ὑγείαι διάγοντας καὶ πάσης ἀπαραιτήτου καὶ ἀναγκαίας ἀσχολίας ὄντας ἐλευ‐ θέρους ἀδελφικῶς ἐπιπλήττεσθαι. Κληρικοὺς εἰς ἐκκλησίαν τελοῦντας, καθὼς ἤδη ὡρίσαμεν, μὴ ἐξεῖναι εἰς ἄλλης | |
5 | πόλεως τάττεσθαι ἐκκλησίαν, ἀλλὰ στέργειν ἐκείνην ἐν ἧι λειτουργεῖν ἐξ ἀρχῆς ἠξιώθησαν, ἐκτὸς ἐκείνων οἵτινες ἀπολέσαντες τὰς ἰδίας πατρίδας ἀπὸ ἀνάγκης εἰς ἄλλην ἐκκλησίαν μετῆλθον. εἰ δέ τις ἐπίσκοπος μετὰ τὸν ὅρον τοῦτον ἄλλωι ἐπισκόπωι προσήκοντα δέξηται κληρικόν, ἔδοξεν ἀκοινώνητον εἶναι καὶ τὸν δεχθέντα καὶ τὸν δεξάμενον, ἕως ἂν ὁ μεταστὰς κληρικὸς εἰς τὴν ἰδίαν ἐπανέλθηι ἐκκλησίαν. | |
10 | Κληρικοὺς ἢ λαικοὺς κατηγοροῦντας ἐπισκόπων ἢ κληρικῶν ἁπλῶς καὶ ἀδοκιμάστως μὴ προσδέχεσθαι εἰς κατηγορίαν, εἰ μὴ πρότερον ἐξετασθῆι αὐτῶν ἡ ὑπόληψις. Μὴ ἐξεῖναι κληρικοῖς μετὰ θάνατον τοῦ ἰδίου ἐπισκόπου διαρπάζειν τὰ διαφέροντα αὐτῶι πράγματα, καθὼς καὶ τοῖς πάλαι κανόσιν ἀπηγόρευται, ἢ τοὺς τοῦτο ποιοῦντας κινδυνεύειν εἰς τοὺς ἰδίους βαθμούς. | |
15 | Ἦλθεν εἰς ἀκοὰς τῆς ἁγίας συνόδου ὡς κληρικοί τινες καὶ μονάζοντες μηδὲν ἐγκε‐ χειρισμένοι ὑπὸ τοῦ ἰδίου ἐπισκόπου, ἔστι δὲ ὅτε καὶ ἀκοινώνητοι γενόμενοι παρ’ αὐτοῦ, καταλαμβάνοντες τὴν βασιλεύουσαν Κωνσταντινούπολιν ἐπὶ πολὺ ἐν αὐτῆι διατρίβουσιν ταραχὰς ἐμποιοῦντες καὶ θορυβοῦντες τὴν ἐκκλησιαστικὴν κατάστασιν ἀνατρέπουσί τε οἴκους τινῶν. ὥρισεν τοίνυν ἡ ἁγία σύνοδος τοὺς τοιούτους ὑπομιμνήσκεσθαι | |
20 | μὲν πρότερον διὰ τοῦ ἐκδίκου τῆς κατὰ Κωνσταντινούπολιν ἁγιωτάτης ἐκκλησίας ἐπὶ τῶι ἐξελθεῖν τῆς βασιλευούσης πόλεως, εἰ δὲ τοῖς αὐτοῖς πράγμασιν ἐπιμένοιεν ἀναισχυν‐ τοῦντες, καὶ ἄκοντας αὐτοὺς διὰ τοῦ αὐτοῦ ἐκδίκου ἐκβάλλεσθαι καὶ τοὺς ἰδίους κατα‐ λαμβάνειν τόπους. Τὰ ἅπαξ καθιερωθέντα μοναστήρια κατὰ γνώμην ἐπισκόπου μένειν εἰς τὸ διηνεκὲς | |
25 | μοναστήρια καὶ τὰ προσήκοντα αὐτοῖς πράγματα φυλάττεσθαι τῶι μοναστηρίωι καὶ μηκέτι δύνασθαι γίνεσθαι ταῦτα κοσμικὰ καταγώγια· τοὺς δὲ συγχωροῦντας τοῦτο γίνεσθαι ὑποκεῖσθαι τοῖς ἐκ τῶν κανόνων ἐπιτιμίοις. Ἐπειδὴ δὲ τινὲς τῶν μητροπολιτῶν, ὡς περιηχήθημεν, ἀμελοῦσι τῶν ἐγκεχειρισ‐ μένων αὐτοῖς ποιμνίων καὶ ἀναβάλλονται τὰς χειροτονίας τῶν ἐπισκόπων, ἔδοξε τῆι | |
30 | ἁγίαι συνόδωι ἐντὸς τριῶν μηνῶν γίνεσθαι τὰς χειροτονίας τῶν ἐπισκόπων, εἰ μή ποτε ἄρα ἀπαραίτητος ἀνάγκη παρασκευάσηι ἐπιταθῆναι τὸν τῆς ἀναβολῆς χρόνον. | |
εἰ δὲ μὴ τοῦτο ποιήσηι, ὑποκεῖσθαι αὐτὸν ἐκκλησιαστικῶι ἐπιτιμίωι· τὴν μέντοι | 162 in vol. 2.1.2 | |
2,1,2163 | πρόσοδον τῆς χηρευούσης ἐκκλησίας σώαν παρὰ τῶι οἰκονόμωι τῆς αὐτῆς ἐκκλησίας φυλάττεσθαι. Ἐπειδὴ ἐν τισὶν ἐκκλησίαις, ὡς περιηχήθημεν, δίχα οἰκονόμων οἱ ἐπίσκοποι τὰ ἐκκλησιαστικὰ χειρίζουσι πράγματα, ἔδοξε πᾶσαν ἐκκλησίαν ἐπίσκοπον ἔχουσαν καὶ | |
5 | οἰκονόμον ἔχειν ἐκ τοῦ ἰδίου κλήρου οἰκονομοῦντα τὰ ἐκκλησιαστικὰ κατὰ γνώμην τοῦ ἰδίου ἐπισκόπου, ὥστε μὴ ἀμάρτυρον εἶναι τὴν οἰκονομίαν τῆς ἐκκλησίας καὶ ἐκ τούτου σκορπίζεσθαι τὰ τῆς αὐτῆς ἐκκλησίας πράγματα καὶ λοιδορίαν τῆι ἱερωσύνηι προστρί‐ βεσθαι· εἰ δὲ μὴ τοῦτο ποιήσηι, ὑποκεῖσθαι αὐτὸν τοῖς θείοις κανόσιν. Τοὺς ἁρπάζοντας γυναῖκας ἐπ’ ὀνόματι συνοικεσίου ἢ συμπράττοντας ἢ συναι‐ | |
10 | νοῦντας τοῖς ἁρπάζουσιν ὥρισεν ἡ ἁγία σύνοδος, εἰ μὲν κληρικοὶ εἶεν, ἐκπίπτειν τοῦ | |
οἰκείου βαθμοῦ· εἰ δὲ λαικοί, ἀναθεματίζεσθαι [αὐτούς]. | 163 in vol. 2.1.2 | |
2,1,33 | Πρᾶξις η Ὑπατείας τοῦ δεσπότου ἡμῶν Μαρκιανοῦ τοῦ αἰωνίου αὐγούστου τῆι πρὸ ἑπτὰ Καλανδῶν Νοεμβρίων ἐν Χαλκηδόνι κατὰ κέλευσιν τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου συνελθόντων ἐν τῆι | |
5 | ἁγιωτάτηι ἐκκλησίαι τῆς ἁγίας μάρτυρος Εὐφημίας τῶν ἐνδοξοτάτων ἀρχόντων, τουτέστι τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου πατρικίου Ἀνατολίου καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἐπάρχου τῶν ἱερῶν πραιτωρίων Παλλαδίου καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου μαγίστρου τῶν θείων ὀφφικίων Βιγκο‐ μάλου, | |
10 | συνελθόντων δὲ καὶ Πασκασίνου καὶ Λουκινσίου τῶν εὐλαβεστάτων ἐπισκόπων καὶ Βονιφατίου τοῦ εὐλαβεστάτου πρεσβυτέρου ἐπεχόντων τὸν τόπον τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς πρεσβύτιδος Ῥώμης Λέοντος καὶ Ἀνατολίου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς μεγαλωνύμου Κωνσταντινουπό‐ | |
15 | λεως νέας Ῥώμης καὶ Μαξίμου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀντιοχείας Συρίας καὶ Ἰουβεναλίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἱεροσολύμων καὶ Κυντίλλου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἡρακλείας Μακεδονίας ἐπέχοντος τὸν τόπον τοῦ ἁγιωτάτου ἐπισκόπου τῆς Θεσσαλονικέων Ἀναστασίου | |
20 | καὶ Θαλασσίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Καισαρείας Καππαδοκίας καὶ Στεφάνου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἐφέσου καὶ Λουκιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Βύζης ἐπέχοντος τὸν τόπον τοῦ θεο‐ φιλεστάτου ἐπισκόπου Ἡρακλείας Θράικης Κυριακοῦ καὶ Εὐσεβίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀγκύρας Γαλατίας | |
25 | καὶ Διογένους τοῦ εὐλαβεστάτου ἐπισκόπου Κυζίκου καὶ Πέτρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Κορίνθου καὶ Φλωρεντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σάρδεων καὶ Εὐνομίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Νικομηδείας καὶ Ἀναστασίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Νικαίας | |
30 | καὶ Ἰουλιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Κῶ ἐπέχοντος καὶ αὐτοῦ τὸν τόπον | |
τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβύτιδος Ῥώμης | 3 in vol. 2.1.3 | |
2,1,34 | καὶ Ἐλευθερίου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Χαλκηδονέων καὶ Βασιλείου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σελευκείας Ἰσαυρίας καὶ Μελιτίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Λαρίσσης ἐπέχοντος τὸν τόπον τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀπαμείας Συρίας Δόμνου | |
5 | καὶ Ἀμφιλοχίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σίδης καὶ Θεοδώρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ταρσοῦ καὶ Κύρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀναζαρβοῦ καὶ Κωνσταντίνου τοῦ εὐλαβεστάτου ἐπισκόπου Βόστρων καὶ Φωτίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τύρου | |
10 | καὶ Θεοδώρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Δαμασκοῦ καὶ Στεφάνου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἱερᾶς πόλεως καὶ Νόννου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἐδέσσης καὶ Συμεώνου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀμίδης καὶ Ἐπιφανίου τοῦ εὐλαβεστάτου ἐπισκόπου 〈ἐπέχοντος τὸν τόπον τοῦ εὐλαβεστάτου | |
15 | ἐπισκόπου〉 Κωνσταντείας Ὀλυμπίου καὶ Ἰωάννου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σεβαστείας καὶ Σελεύκου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀμασείας καὶ Κωνσταντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Μελιτηνῆς καὶ Πατρικίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τυάνων | |
20 | καὶ Πέτρου τοῦ εὐλαβεστάτου ἐπισκόπου 〈Γαγγρῶν καὶ Ἀπραγμονίου τοῦ εὐλαβεστάτου ἐπισκόπου〉 ἐπέχοντος τὸν τόπον τοῦ εὐλα‐ βεστάτου ἐπισκόπου Κλαυδιουπόλεως Καλογήρου καὶ Ἀταρβίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τραπεζοῦντος ἐπέχοντος τὸν τόπον τοῦ εὐλαβεστάτου ἐπισκόπου Νεοκαισαρείας Δωροθέου | |
25 | καὶ Φωτεινοῦ ἀρχιδιακόνου ἐπέχοντος τὸν τόπον Θεοκτίστου τοῦ εὐλαβεστάτου ἐπισκόπου Πισινοῦντος καὶ Ῥωμανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Μύρων τῆς Λυκίας καὶ Κριτωνιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀφροδισιάδος Καρίας καὶ Νουνεχίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Λαοδικείας Φρυγίας | |
30 | καὶ Μαριανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Συνάδων καὶ Ὀνησιφόρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἰκονίου καὶ Περγαμίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀντιοχείας Πισιδίας καὶ Ἐπιφανίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Πέργης καὶ Ἀττικοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Νικοπόλεως Ἠπείρου | |
35 | καὶ Μαρτυρίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Γορτύνης καὶ Λουκᾶ τοῦ εὐλαβεστάτου ἐπισκόπου Δυρραχίου καὶ Βιγιλαντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Λαρίσσης Θεσσαλίας καὶ Φραγκίωνος τοῦ εὐλαβεστάτου ἐπισκόπου Φιλιππουπόλεως καὶ Σεβαστιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Βερόης | |
40 | καὶ Βασιλείου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τραιανουπόλεως καὶ Τρύφωνος τοῦ εὐλαβεστάτου ἐπισκόπου Χίου ἐπέχοντος τὸν τόπον Ἰωάννου ἐπισκόπου Ῥόδου | |
καὶ Θεοκτίστου τοῦ εὐλαβεστάτου ἐπισκόπου Βεροίας | 4 in vol. 2.1.3 | |
2,1,35 | καὶ Γεροντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σελευκείας Συρίας καὶ Εὐσεβίου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Μακαρίου τοῦ εὐλαβεστάτου ἐπι‐ σκόπου Λαοδικείας Συρίας καὶ Εὐσεβίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Δορυλαίου | |
5 | καὶ τῆς λοιπῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς κατὰ θέσπισμα τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου ἐν τῆι Χαλκηδονέων πόλει συναθροισθείσης καὶ καθεσθέντων πάντων πρὸ τῶν καγκέλλων τοῦ ἁγιωτάτου θυσιαστηρίου οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες εἶπον· Ὁ θειότατος καὶ εὐσεβέστατος ἡμῶν δεσπότης παρακληθεὶς παρὰ Μαξίμου καὶ Ἰουβεναλίου τῶν ὁσιωτά‐ | |
10 | των ἐπισκόπων παρεκελεύσατο ἡμᾶς διαλαβεῖν μεταξὺ αὐτῶν περὶ τῶν κινουμένων κεφα‐ λαίων. καὶ συνελθόντες οἱ μνημονευθέντες ὁσιώτατοι ἄνδρες φανερὰ πρὸς ἀλλήλους ἐν τοῖς ἀγράφοις ἐτύπωσαν, ἃ καὶ ἡμῖν δῆλα κατέστησαν δοκοῦντα κατὰ συναίνεσιν δι‐ καίως τετυπῶσθαι. ταῦτα τοίνυν ἀναγκαῖον ἡγησάμεθα καὶ ἐπὶ τῆς ἁγίας συνόδου ἑκάτερον αὐτῶν διδάξαι, ὥστε καὶ ἐξ ἡμετέρας ἀποφάσεως καὶ ἐξ ὑμετέρας ψήφου τὰ | |
15 | ἀρέσκοντα βεβαιωθῆναι. Ῥω Μάξιμος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀντιοχείας Συρίας εἶπεν· Ἤρεσέν μοι καὶ τῶι εὐλαβεστάτωι ἐπισκόπωι Ἰουβεναλίωι μετὰ πολλὴν φιλονεικίαν κατὰ σύμβασιν ὥστε τὸν μὲν θρόνον τῆς Ἀντιοχέων μεγαλοπόλεως τὸν τοῦ ἁγίου Πέτρου ἔχειν δύο Φοινίκας καὶ Ἀραβίαν, τὸν δὲ θρόνον τῆς Ἱεροσολυμιτῶν ἔχειν τὰς τρεῖς Παλαιστίνας. καὶ | |
20 | ἀξιοῦμεν ἐξ ἀποφάσεως τῆς ὑμετέρας μεγαλοπρεπείας καὶ τῆς ἁγίας συνόδου ἐγγράφως βεβαιωθῆναι ταῦτα. Ἰουβενάλιος ὁ ὁσιώτατος ἐπίσκοπος τῆς Ἱεροσολυμιτῶν πόλεως εἶπεν· Τὰ αὐτὰ κἀμοὶ συνήρεσεν, ὥστε τὴν μὲν ἁγίαν τοῦ Χριστοῦ Ἀνάστασιν τὰς τρεῖς Παλαιστίνας ἔχειν, τὸν δὲ θρόνον τῆς Ἀντιοχέων δύο Φοινίκας καὶ Ἀραβίαν. καὶ ἀξιῶ ὥστε ἐξ | |
25 | ἀποφάσεως τῆς ὑμετέρας μεγαλοπρεπείας καὶ τῆς ἁγίας συνόδου βεβαιωθῆναι ταῦτα. Ἧστινος διαλαλιᾶς Ἑλληνιστὶ ἑρμηνευθείσης διὰ Βερονικιανοῦ τοῦ καθωσιωμένου μαγιστριανοῦ καὶ σηκρηταρίου τοῦ θείου κονσιστορίου τὰ ἐπαγόμενα Πασκασῖνος καὶ Λουκίνσιος οἱ εὐλαβέστατοι ἐπίσκοποι καὶ Βονιφάτιος πρεσβύτερος ἐπέχοντες τὸν τόπον τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης εἶπον· Ταῦτα | |
30 | ἅτινα συμφωνούντων τῶν ἀδελφῶν ἡμῶν Μαξίμωι τῶι εὐλαβεστάτωι ἐπισκόπωι τῆς Ἀντιοχέων ἐκκλησίας καὶ τῶι εὐλαβεστάτωι καὶ ἁγιωτάτωι ἐπισκόπωι Ἰουβεναλίωι Ἱεροσολύμων ὑπὲρ ἀγαθῆς εἰρήνης εἰρῆσθαι γινώσκομεν, τουτέστιν ἵνα ὁ τῆς Ἀντιοχέων ἐκκλησίας τὰς δύο Φοινίκας καὶ τὴν Ἀραβίαν ἔχηι, ὁ δὲ Ἱεροσολύμων τὰς τρεῖς Παλαι‐ στίνας ἔχηι, ἔτι [τε] καὶ τῆς ἡμετέρας ταπεινώσεως τῆι διαλαλιᾶι βεβαιωθῶσιν, ἵνα | |
35 | μηδεμία μετέπειτα περὶ τούτου τοῦ πράγματος ταῖς προλεχθείσαις ἐκκλησίαις φιλονεικία καταλειφθείη. Ἀνατόλιος ἐπίσκοπος τῆς ἐνδόξου Κωνσταντινουπόλεως νέας Ῥώμης εἶπεν· Τὰ συναρέσαντα μεταξὺ τοῦ θεοφιλεστάτου ἐπισκόπου τῆς Ἀντιοχέων Μαξίμου καὶ τοῦ | |
θεοφιλεστάτου ἐπισκόπου τῆς Ἱεροσολυμιτῶν Ἰουβεναλίου καὶ ἐξ ἐμῆς διαλαλιᾶς βέβαια | 5 in vol. 2.1.3 | |
2,1,36 | μενέτω, ἵνα ἡ μὲν ἁγιωτάτη ἐκκλησία τῆς Ἀντιοχέων μεγαλοπόλεως Φοινίκας δύο καὶ Ἀραβίαν ἔχηι, ἡ δὲ ἁγιωτάτη ἐκκλησία τῆς Ἱεροσολυμιτῶν τὰς τρεῖς Παλαιστίνας ἔχηι, ὥστε τοῦ λοιποῦ ἑκατέραν ἐκκλησίαν πρὸς τὴν ἑτέραν ταύτης ἕνεκα τῆς ὑποθέσεως μηδε‐ μίαν ἀμφισβητήσεως ἔχειν ἀφορμήν. | |
5 | Θαλάσσιος ὁ εὐλαβέστατος ἐπίσκοπος Καισαρείας Καππαδοκίας εἶπεν· Τοῖς κατὰ συναίνεσιν τυπωθεῖσι μεταξὺ τῶν θεοφιλεστάτων καὶ ἁγιωτάτων ἐπισκόπων Μαξίμου καὶ Ἰουβεναλίου καὶ ἡμεῖς συναινοῦμεν. Στέφανος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἐφέσου εἶπεν· Καθὼς ἔδοξε τῶι θεοφιλεστά‐ τωι καὶ εὐλαβεστάτωι ἐπισκόπωι τῆς Ἀντιοχέων πόλεως Μαξίμωι καὶ τῶι θεοφιλεστάτωι | |
10 | ἐπισκόπωι τῆς Ἱεροσολυμιτῶν Ἰουβεναλίωι, ὥστε τὴν μὲν ἁγιωτάτην ἐκκλησίαν τῆς Ἀντιοχέων πόλεως ἔχειν τὰς δύο Φοινίκας καὶ τὴν Ἀραβίαν, τὴν δὲ ἁγιωτάτην ἐκκλη‐ σίαν Ἱεροσολύμων τὰς τρεῖς Παλαιστίνας ἔχειν, κἀγὼ βεβαιῶ τὰ μεταξὺ αὐτῶν δόξαντα, ὥστε ἑκατέραν ἐκκλησίαν τοῦ λοιποῦ μηδεμίαν ἀφορμὴν ἔχειν φιλονεικίας. Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀγκύρας Γαλατίας εἶπεν· Χάριν γινώσκομεν | |
15 | τῶι δεσπότηι θεῶι ἐφ’ οἷς δύο πατέρων ἀμφισβήτησις συμβάσει φιλικῆι πεπεράτωται. κρατεῖν τοίνυν τὰ ἑκατέροις τοῖς μέρεσι δεδογμένα βουλόμεθα. Πέτρος ὁ εὐλαβέστατος ἐπίσκοπος Κορίνθου εἶπεν· Ἐπὶ τῆι εἰρήνηι καὶ ὁμονοίαι τῶν ἀμφοτέρων πατέρων ἡσθέντες συναινοῦμεν τοῖς δόξασιν. Ἰουλιανὸς ὁ εὐλαβέστατος ἐπίσκοπος τῆς Κώιων εἶπεν· Καθὼς συνήρεσεν ἑκα‐ | |
20 | τέροις τοῖς μέρεσιν, τουτέστι τῶι εὐλαβεστάτωι Μαξίμωι ἐπισκόπωι τῆς Ἀντιοχέων καὶ Ἰουβεναλίωι τῶι εὐλαβεστάτωι ἐπισκόπωι τῆς Ἱεροσολυμιτῶν, ὥστε τὴν μὲν ἁγιωτάτην ἐκκλησίαν τῆς Ἀντιοχέων μεγαλοπόλεως ἔχειν τὰς δύο Φοινίκας καὶ τὴν Ἀραβίαν, τὴν δὲ ἁγιωτάτην ἐκκλησίαν τῆς Ἱεροσολυμιτῶν τὰς τρεῖς Παλαιστίνας ἔχειν, κἀγὼ ὁρίζω βέβαια εἶναι τὰ μεταξὺ αὐτῶν δόξαντα μεσιτευούσης τῆς τοῦ Χριστοῦ ἀγάπης ἑκατέροις | |
25 | εἰς ἕνωσιν. Διογένης ὁ εὐλαβέστατος ἐπίσκοπος Κυζίκου εἶπεν· Συναινῶ τοῖς παρὰ τῶν ἁγίων πατέρων γεγενημένοις. Ἀμφιλόχιος ὁ εὐλαβέστατος ἐπίσκοπος Σίδης εἶπεν· Τῆς θείας ἐναργῶς οἰκονομίας εἰς φιλικὴν σύμβασιν τὰ τῆς ἀμφισβητήσεως τῶν θεοφιλεστάτων ἐπισκόπων Μαξίμου καὶ | |
30 | Ἰουβεναλίου ἐλθεῖν κελευσάσης εὐχαριστῶν κἀγὼ τῶι σωτῆρι Χριστῶι περὶ τῆς αὐτῶν εἰρήνης συναινῶ τοῖς καλῶς τετυπωμένοις. Πάντες οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Καὶ ἡμεῖς τὰ αὐτὰ λέγομεν καὶ συναι‐ νοῦμεν τοῖς παρὰ τῶν πατέρων εἰρημένοις. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες εἶπον· Ἔργον καὶ τοῦτο γεγένη‐ | |
35 | ται τῆς ἁγίας τριάδος καὶ τῆς τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν βασιλέως προθέσεως, ὥστε τὰ ἀμφισβητούμενα παρ’ αὐτῶν τῶν φιλονεικεῖν δοκούντων ὁμογνώμονι τέμνεσθαι προθέσει. ἡ κατὰ σύμβασιν τοίνυν Μαξίμου τοῦ ἁγιωτάτου ἐπισκόπου τῆς Ἀντιοχέων καὶ Ἰουβεναλίου τοῦ ὁσιωτάτου ἐπισκόπου τῆς Ἱεροσολυμιτῶν γενομένη συναίνεσις, καθὼς ἡ ἑκατέρου κατάθεσις ἐδήλωσεν, βεβαία καὶ ἐξ ἡμετέρας ἀποφάσεως καὶ ἀπὸ τῆς | |
40 | ψήφου τῆς ἁγίας συνόδου εἰς τὸν ἅπαντα χρόνον διαμενεῖ, τουτέστιν ὥστε Μάξιμόν τε | |
τὸν ὁσιώτατον ἐπίσκοπον εἴτ’ οὖν τὴν ἁγιωτάτην Ἀντιοχέων ἐκκλησίαν τὰς δύο Φοινίκας | 6 in vol. 2.1.3 | |
2,1,37 | καὶ τὴν Ἀραβίαν ἔχειν ὑπὸ τὴν ἰδίαν ἐξουσίαν, Ἰουβενάλιον δὲ τὸν ὁσιώτατον ἐπίσκοπον τῆς Ἱεροσολυμιτῶν εἴτ’ οὖν τὴν ὑπ’ αὐτὸν ἁγιωτάτην ἐκκλησίαν τὰς τρεῖς Παλαιστίνας ὑπὸ τὴν ἰδίαν ἐξουσίαν ἔχειν, ἀργούντων κατὰ τὴν κέλευσιν τοῦ θειοτάτου καὶ εὐσεβεστά‐ του ἡμῶν δεσπότου πάντων τῶν πραγματικῶν καὶ τῶν ἄλλως πορισθέντων τοῖς μέρεσι | |
5 | θείων γραμμάτων καὶ τῶν περιεχομένων αὐτοῖς προστίμων ταύτης ἕνεκεν τῆς ὑποθέσεως. Ῥω Πρᾶξις θ Ὑπατείας τοῦ δεσπότου ἡμῶν Μαρκιανοῦ τοῦ αἰωνίου αὐγούστου καὶ τοῦ δηλω‐ θησομένου τῆι πρὸ ἑπτὰ Καλανδῶν Νοεμβρίων ἐν Χαλκηδόνι | |
10 | κατὰ κέλευσιν τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου συνελθόντων ἐν τῆι ἁγιωτάτηι ἐκκλησίαι τῆς ἁγίας μάρτυρος Εὐφημίας τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου στρατηλάτου ἀπὸ ὑπάτων καὶ πατρικίου Ἀνατολίου καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἐπάρχου τῶν ἱερῶν πραιτωρίων Παλ‐ | |
15 | λαδίου καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου μαγίστρου τῶν θείων ὀφφικίων Βιγκο‐ μάλου, συνελθόντων δὲ καὶ Πασκασίνου καὶ Λουκινσίου τῶν εὐλαβεστάτων ἐπισκόπων καὶ Βονιφατίου τοῦ | |
20 | εὐλαβεστάτου πρεσβυτέρου ἐπεχόντων τὸν τόπον τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς πρεσβύτιδος Ῥώμης Λέοντος καὶ Ἀνατολίου τοῦ εὐλαβεστάτου ἀρχιεπισκόπου τῆς μεγαλωνύμου Κωνσταντινου‐ πόλεως νέας Ῥώμης καὶ Μαξίμου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀντιοχείας Συρίας | |
25 | καὶ Ἰουβεναλίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἱεροσολύμων καὶ Κυντίλλου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἡρακλείας Μακεδονίας ἐπέχοντος τὸν τόπον τοῦ ἁγιωτάτου ἐπισκόπου τῆς Θεσσαλονικέων Ἀναστασίου καὶ Θαλασσίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Καισαρείας Καππαδοκίας καὶ Στεφάνου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἐφέσου | |
30 | καὶ Λουκιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Βύζης ἐπέχοντος τὸν τόπον τοῦ θεο‐ φιλεστάτου ἐπισκόπου Ἡρακλείας Θράικης Κυριακοῦ καὶ Εὐσεβίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀγκύρας Γαλατίας καὶ Διογένους τοῦ εὐλαβεστάτου ἐπισκόπου Κυζίκου καὶ Πέτρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Κορίνθου | |
35 | καὶ Φλωρεντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σάρδεων καὶ Εὐνομίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Νικομηδείας καὶ Ἀναστασίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Νικαίας καὶ Ἰουλιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Κῶ ἐπέχοντος καὶ αὐτοῦ τὸν τόπον τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης Λέοντος | |
40 | καὶ Ἐλευθερίου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Χαλκηδονέων | |
καὶ Βασιλείου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σελευκείας Ἰσαυρίας | 7 in vol. 2.1.3 | |
2,1,38 | καὶ Μελιτίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Λαρίσσης ἐπέχοντος τὸν τόπον τοῦ εὐλα‐ βεστάτου ἐπισκόπου Ἀπαμείας Συρίας Δόμνου καὶ Ἀμφιλοχίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σίδης καὶ Θεοδώρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ταρσοῦ | |
5 | καὶ Κύρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀναζαρβοῦ καὶ Κωνσταντίνου τοῦ εὐλαβεστάτου ἐπισκόπου Βόστρων καὶ Φωτίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τύρου καὶ Θεοδώρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Δαμασκοῦ καὶ Στεφάνου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἱερᾶς πόλεως | |
10 | καὶ Νουνεχίου τοῦ εὐλαβεστάτου ἐπισκόπου ἐπέχοντος τὸν τόπον τοῦ εὐλαβεστάτου ἐπισκόπου Κωνσταντείας Ὀλυμπίου καὶ Ἰωάννου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σεβαστείας καὶ Σελεύκου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀμασείας καὶ Κωνσταντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Μελιτηνῆς | |
15 | καὶ Πατρικίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τυάνων καὶ Πέτρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Γαγγρῶν καὶ Ἀπραγμονίου τοῦ εὐλαβεστάτου ἐπισκόπου ἐπέχοντος τὸν τόπον τοῦ εὐλαβεστά‐ του ἐπισκόπου Κλαυδιουπόλεως Καλογήρου καὶ Ἀταρβίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τραπεζοῦντος ἐπέχοντος τὸν τόπον τοῦ | |
20 | εὐλαβεστάτου ἐπισκόπου Νεοκαισαρείας Δωροθέου καὶ Φωτεινοῦ ἀρχιδιακόνου ἐπέχοντος τὸν τόπον Θεοκτίστου τοῦ εὐλαβεστάτου ἐπισκόπου Πισινοῦντος καὶ Ῥωμανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Μύρων καὶ Κριτωνιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀφροδισιάδος Καρίας | |
25 | καὶ Νουνεχίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Λαοδικείας Φρυγίας καὶ Μαριανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Συνάδων καὶ Ὀνησιφόρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἰκονίου καὶ Περγαμίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀντιοχείας Πισιδίας καὶ Ἐπιφανίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Πέργης | |
30 | καὶ Ἀττικοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Νικοπόλεως Ἠπείρου καὶ Μαρτυρίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Γορτύνης καὶ Λουκᾶ τοῦ εὐλαβεστάτου ἐπισκόπου Δυρραχίου καὶ Βιγιλαντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Λαρίσσης Θεσσαλίας καὶ Φραγκίωνος τοῦ εὐλαβεστάτου ἐπισκόπου Φιλιππουπόλεως | |
35 | καὶ Σεβαστιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Βερόης καὶ Βασιλείου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τραιανουπόλεως καὶ Τρύφωνος τοῦ εὐλαβεστάτου ἐπισκόπου Χίου ἐπέχοντος τὸν τόπον Ἰωάννου ἐπισκόπου Ῥόδου καὶ Θεοκτίστου τοῦ εὐλαβεστάτου ἐπισκόπου Βεροίας | |
40 | καὶ Γεροντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σελευκείας Συρίας καὶ Εὐσεβίου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Μακαρίου τοῦ εὐλαβεστάτου ἐπι‐ σκόπου Λαοδικείας Συρίας καὶ Εὐσεβίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Δορυλαίου | |
καὶ τῆς λοιπῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς κατὰ θέσπισμα τοῦ θειοτάτου | 8 in vol. 2.1.3 | |
2,1,39 | καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου ἐν τῆι Χαλκηδονέων πόλει συναθροισθείσης καὶ καθεσθέντων πάντων πρὸ τῶν καγκέλλων τοῦ ἁγιωτάτου θυσιαστηρίου οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Θεοδώρητος ἄρτι ἀναθεματίσηι. Θεοδώρητος ὁ εὐλαβέστατος ἐπίσκοπος παρελθὼν ἐν τῶι μέσωι εἶπεν· Καὶ δεήσεις | |
5 | ἐπιδέδωκα τῶι θειοτάτωι καὶ εὐσεβεστάτωι βασιλεῖ καὶ λιβέλλους ἐπιδέδωκα τοῖς εὐλα‐ βεστάτοις ἐπισκόποις τοῖς διέπουσι τὸν τόπον τοῦ εὐλαβεστάτου ἀρχιεπισκόπου Λέοντος, καὶ εἰ δοκεῖ ὑμῖν, ἀναγινώσκωνται ἐφ’ ὑμῶν, καὶ μανθάνετε ὅπως φρονῶ. Οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Ἀναγνωσθῆναι οὐδὲν θέλομεν· Νεστόριον ἄρτι ἀναθεμάτισον. | |
10 | Θεοδώρητος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Ἐγὼ διὰ τὴν τοῦ θεοῦ χάριν καὶ παρ’ ὀρθοδόξοις ἐτράφην καὶ ὀρθοδόξως ἐδιδάχθην καὶ ὀρθοδόξως ἐκήρυξα, καὶ οὐ μόνον Νεστόριον καὶ Εὐτυχῆ, ἀλλὰ καὶ πάντα ἄνθρωπον μὴ φρονοῦντα ὀρθῶς ἀποστρέφο‐ μαι καὶ ἀλλότριον ἡγοῦμαι Καὶ ἐν τῶι λέγειν αὐτὸν οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Φανερῶς εἰπὲ ἀνάθεμα | |
15 | Νεστορίωι καὶ τοῖς δόγμασιν αὐτοῦ· ἀνάθεμα Νεστορίωι καὶ τοῖς φιλοῦσιν αὐτόν. Θεοδώρητος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Ἐπ’ ἀληθείας οὐ λέγω εἰ μὴ ὡς οἶδα ἀρέσκειν τῶι θεῶι. πρῶτον πείσω ὑμᾶς ὅτι οὔτε πόλεως φροντίζω οὔτε τιμῆς χρήιζω οὔτε διὰ τοῦτο παρεγενόμην, ἀλλ’ ἐπειδὴ ἐσυκοφαντήθην, ἦλθον πληροφορῆ‐ σαι ὅτι ὀρθόδοξός εἰμι καὶ ὅτι Νεστόριον καὶ Εὐτυχῆ καὶ πάντα ἄνθρωπον δύο υἱοὺς | |
20 | λέγοντα ἀναθεματίζω Καὶ ἐν τῶι λέγειν αὐτὸν οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Εἰπὲ φανερῶς ἀνά‐ θεμα Νεστορίωι καὶ τοῖς φρονοῦσι τὰ αὐτοῦ. Θεοδώρητος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Ἐγὼ ἐὰν μὴ ἔκθωμαι ὅπως πιστεύω, οὐ λέγω, πιστεύω δέ | |
25 | Καὶ ἐν τῶι λέγειν αὐτὸν οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Οὗτος αἱρετικός ἐστιν. οὗτος Νεστοριανός ἐστι. τὸν αἱρετικὸν ἔξω βάλλε. Θεοδώρητος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Ἀνάθεμα Νεστορίωι καὶ τῶι μὴ λέγοντι θεοτόκον τὴν ἁγίαν παρθένον Μαρίαν καὶ τῶι εἰς δύο υἱοὺς μερίζοντι τὸν ἕνα υἱὸν τὸν μονογενῆ. ἐγὼ δὲ καὶ τῶι ὅρωι τῆς πίστεως ὑπέγραψα καὶ τῆι ἐπιστολῆι | |
30 | τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου Λέοντος καὶ οὕτω φρονῶ. καὶ μετὰ ταῦτα πάντα σώιζεσθε. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Ἡ πᾶσα λοιπὸν περὶ Θεοδωρήτου τοῦ θεοφι‐ λεστάτου ἀμφιβολία λέλυται. καὶ γὰρ Νεστόριον ἐπὶ ἡμῶν ἀνεθεμάτισεν καὶ παρὰ τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου ἀρχιεπισκόπου τῆς πρεσβύτιδος Ῥώμης Λέοντος | |
35 | προσεδέχθη καὶ τὸν ὅρον τῆς πίστεως τὸν παρὰ τῆς ὑμετέρας θεοσεβείας δοθέντα ἐδέξατο ἀσμένως, καὶ τούτωι, ἔτι μὴν καὶ τῆι ἐπιστολῆι τοῦ μνημονευθέντος ὁσιωτάτου ἀρχιεπι‐ σκόπου Λέοντος καθυπέγραψεν. λείπεται τοίνυν ψῆφον ἐξενεχθῆναι παρὰ τῆς θεο‐ φιλείας τῆς ὑμετέρας ὥστε καὶ τὴν ἐκκλησίαν αὐτὸν ἀπολαβεῖν, καθὼς καὶ ὁ ὁσιώτατος | |
ἀρχιεπίσκοπος Λέων ἐδικαίωσεν. | 9 in vol. 2.1.3 | |
2,1,310 | Πάντες οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Θεοδώρητος ἄξιος τοῦ θρόνου. τῆι ἐκκλησίαι τὸν ὀρθόδοξον. ἡ ἐκκλησία τὸν ποιμένα ἀπολάβηι. τὸν ὀρθόδοξον διδάσκαλον ἡ ἐκκλησία ἀπολάβηι. Θεοδώρητος ἄξιος τοῦ θρόνου. τοῦ ἀρχιεπι‐ σκόπου Λέοντος πολλὰ τὰ ἔτη. μετὰ τοῦ θεοῦ Λέων ἐδίκασεν. ὁ λαὸς τὸν ὀρθόδοξον | |
5 | ἀπολάβηι. ἄξιε τοῦ θρόνου. Θεοδωρήτωι τῶι ἐπισκόπωι ἡ ἐκκλησία ἀποδοθῆι. Πασκασῖνος καὶ Λουκίνσιος οἱ εὐλαβέστατοι ἐπίσκοποι καὶ Βονιφάτιος ὁ εὐλαβέστα‐ τος πρεσβύτερος, ἔτι δὲ καὶ Ἰουλιανὸς ὁ εὐλαβέστατος ἐπίσκοπος τῆς Κώιων πόλεως ἐπέχοντες τὸν τόπον τοῦ ἀποστολικοῦ θρόνου εἶπον· Τὸν ἁγιώτατον καὶ σεβάσμιον ἐπίσκοπον Θεοδώρητον καὶ ὁ ἁγιώτατος καὶ μακαριώτατος πάσης ἐκκλησίας ἐπίσκοπος | |
10 | πόλεως Ῥώμης Λέων πάλαι εἰς κοινωνίαν ἐδέξατο οὕτως καθὼς τὰ γράμματα τὰ παρ’ αὐτοῦ ἀποσταλέντα πρὸς τὴν ἡμετέραν ταπείνωσιν μαρτυροῦσιν. εἰ τοίνυν τὴν καθολικὴν πίστιν καθὼς ὑπισχνεῖται, καὶ κατὰ τὸν προλεχθέντα μακάριον ἐπίσκοπον τὴν ὑπογραφὴν ἐν τῶι ἰδίωι λιβέλλωι ἀπέστειλεν καὶ τῆι ἡμετέραι ἔτι ταπεινώσει ἑτέρου δοθέντος λιβέλλου ἔδειξεν, ἐπειδὴ καὶ Νεστόριον καὶ Εὐτυχῆ οὐ μόνον ἐγγράφως, ἀλλ’ | |
15 | ἔτι καὶ ἐπὶ παρουσίαι παντὸς τοῦ συνεδρίου οἰκείωι στόματι ἀνεθεμάτισεν, ταύτηι τῆι κρίσει ἡ ἁγιωτάτη καὶ σεβασμία σύνοδος ἔτι τε καὶ ἡ ἡμετέρα ταπεινότης ἀποδοθῆναι αὐτῶι τὴν ἰδίαν ἐκκλησίαν ὥρισεν. Ἀνατόλιος ὁ εὐλαβέστατος ἐπίσκοπος Κωνσταντινουπόλεως εἶπεν· Ὁ εὐλα‐ βέστατος ἐπίσκοπος Θεοδώρητος διὰ πάντων μὲν ὀρθόδοξος ἀπεδείχθη, καὶ δι’ αὐτοῦ | |
20 | δὲ τοῦ ἀναθεματίσαι Νεστόριον καὶ Εὐτυχῆ. δικαίως τοίνυν καὶ τὴν ἑαυτοῦ ἀπολή‐ ψεται ἐκκλησίαν. Μάξιμος ὁ εὐλαβέστατος Ἀντιοχείας εἶπεν· Πάλαι μὲν καὶ ἐξ ἀρχῆς τὸν θεοφι‐ λέστατον ἐπίσκοπον Θεοδώρητον ὀρθόδοξον ἤιδειν ἐπακούων αὐτοῦ ἐπὶ τῆς ἁγιωτάτης ἐκκλησίας τῶν διδασκαλιῶν, πολλῶι δὲ πλέον νῦν ἀπεδεξάμην τὴν αὐτοῦ ὁσιότητα | |
25 | ἀναθεματίσασαν νῦν Νεστόριον καὶ Εὐτυχέα καὶ φρονοῦσαν κατὰ τὸν ὅρον τὸν ἐκτεθέντα παρὰ τῆς ἁγίας ταύτης συνόδου. ὅθεν ψηφίζομαι καὶ ἐγὼ τῆς πόλεως Κύρου συνήθως αὐτὸν εἶναι ἐπίσκοπον. Ἰουβενάλιος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἱεροσολύμων εἶπεν· Κἀγὼ τοῖς αὐτοῖς συντίθεμαι οἷσπερ ἐψηφίσατο ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως | |
30 | Ἀνατόλιος. Θαλάσσιος ὁ εὐλαβέστατος ἐπίσκοπος Καισαρείας Καππαδοκίας εἶπεν· Κἀγὼ σύμψηφος γίνομαι τοῖς τύποις τῶν ἁγίων πατέρων ἐπὶ τῶι θεοφιλεστάτωι ἐπισκόπωι Θεοδωρήτωι. Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀγκύρας Γαλατίας εἶπεν· Κἀγὼ παρα‐ | |
35 | πλήσια τοῖς ἀποφηναμένοις ἁγίοις πατράσι ψηφίζομαι περὶ Θεοδωρήτου τοῦ εὐλαβεστά‐ του ἐπισκόπου. Φώτιος ὁ εὐλαβέστατος ἐπίσκοπος Τύρου εἶπεν· Τοῖς τυπωθεῖσι παρὰ τῶν ἁγίων πατέρων ἡμῶν καὶ ἀρχιεπισκόπων συνωιδὰ κατατίθεμαι περὶ τοῦ εὐλαβεστάτου ἐπισκό‐ | |
που Θεοδωρήτου. | 10 in vol. 2.1.3 | |
2,1,311 | Κωνσταντῖνος ὁ εὐλαβέστατος ἐπίσκοπος Βόστρων Ἀραβίας εἶπεν· Συναινῶ κἀγὼ τοῖς περὶ τοῦ ὁσιωτάτου ἐπισκόπου Θεοδωρήτου ὀρθῶς καὶ δικαίως ὁρισθεῖσιν. Πάντες οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Αὕτη δικαία κρίσις. αὕτη δικαία ψῆφος. αὕτη Χριστοῦ κρίσις. τούτοις καὶ ἡμεῖς συναινοῦμεν. ταῦτα πάντες | |
5 | λέγομεν. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Κατὰ τὴν κρίσιν τῆς ἁγίας συνόδου Θεοδώρητος ὁ ὁσιώτατος ἐπίσκοπος τὴν ἐκκλησίαν Κύρου τῆς πόλεως ἀπολήψεται. Ῥω Οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Ἀναθεματίσηι καὶ Σωφρόνιος. Σωφρόνιος ἐπίσκοπος Κωνσταντίνης εἶπεν· Ἀνάθεμα Νεστορίωι καὶ Εὐτυχεῖ καὶ | |
10 | πᾶσι τοῖς μὴ ὀρθῶς φρονοῦσιν. Οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Καὶ Ἰωάννης ἄρτι ἀναθεματίσηι. Ἰωάννης ὁ εὐλαβέστατος ἐπίσκοπος Γερμανικείας εἶπεν· Ἀνάθεμα Νεστορίωι καὶ Εὐτυχεῖ καὶ πᾶσι τοῖς φαῦλα φρονοῦσιν. Οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Ἀμφιλόχιος Εὐτυχέα ἄρτι ἀναθεματίσηι. | |
15 | Ἀμφιλόχιος ἐπίσκοπος Σίδης εἶπεν· Ἀνάθεμα τῶι ἐπαράτωι Εὐτυχεῖ καὶ τοῖς τὰ αὐτοῦ φρονοῦσιν. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Διὰ πάντων θεραπευθείσης τῆς ἁγίας συνόδου καιρὸς τὴν ὁμόνοιαν πάντας φυλάττειν. Πρᾶξις ι | |
20 | Ὑπατείας τοῦ δεσπότου ἡμῶν Μαρκιανοῦ τοῦ αἰωνίου αὐγούστου καὶ τοῦ δηλω‐ θησομένου τῆι πρὸ ἑπτὰ Καλανδῶν Νοεμβρίων ἐν Χαλκηδόνι κατὰ κέλευσιν τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Μαρκιανοῦ τοῦ αἰωνίου αὐγούστου συνελθόντων ἐν τῆι ἁγιωτάτηι ἐκκλησίαι τῆς ἁγίας μάρτυρος Εὐφημίας | |
25 | τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου στρατηλάτου ἀπὸ ὑπάτων καὶ πατρικίου Ἀνατολίου καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἐπάρχου τῶν ἱερῶν πραιτωρίων Παλ‐ λαδίου καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου μαγίστρου τῶν θείων ὀφφικίων Βιγ‐ | |
30 | κομάλου, συνελθόντων δὲ καὶ Πασκασίνου καὶ Λουκινσίου τῶν εὐλαβεστάτων ἐπισκόπων καὶ Βονιφατίου τοῦ εὐλαβεστάτου πρεσβυτέρου ἐπεχόντων τὸν τόπον τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς πρεσβύτιδος Ῥώμης Λέοντος | |
35 | καὶ Ἀνατολίου τοῦ εὐλαβεστάτου ἀρχιεπισκόπου τῆς μεγαλωνύμου Κωνσταντινου‐ πόλεως νέας Ῥώμης | |
καὶ Μαξίμου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀντιοχείας Συρίας | 11 in vol. 2.1.3 | |
2,1,312 | καὶ Κυντίλλου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἡρακλείας Μακεδονίας ἐπέχοντος τὸν τόπον τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Θεσσαλονικέων Ἀναστασίου καὶ Θαλασσίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Καισαρείας Καππαδοκίας καὶ Στεφάνου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἐφέσου | |
5 | καὶ Λουκιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Βύζης ἐπέχοντος τὸν τόπον τοῦ θεο‐ φιλεστάτου ἐπισκόπου Ἡρακλείας Θράικης Κυριακοῦ καὶ Εὐσεβίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀγκύρας Γαλατίας καὶ Διογένους τοῦ εὐλαβεστάτου ἐπισκόπου Κυζίκου καὶ Πέτρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Κορίνθου | |
10 | καὶ Φλωρεντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σάρδεων καὶ Εὐνομίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Νικομηδείας καὶ Ἀναστασίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Νικαίας καὶ Ἰουλιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Κῶ ἐπέχοντος καὶ αὐτοῦ τὸν τόπον τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβύτιδος Ῥώμης | |
15 | καὶ Ἐλευθερίου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Χαλκηδονέων καὶ Βασιλείου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σελευκείας Ἰσαυρίας καὶ Μελιτίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Λαρίσσης ἐπέχοντος τὸν τόπον τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀπαμείας Δόμνου καὶ Ἀμφιλοχίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σίδης | |
20 | καὶ Θεοδώρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ταρσοῦ καὶ Κύρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀναζαρβοῦ καὶ Κωνσταντίνου τοῦ εὐλαβεστάτου ἐπισκόπου Βόστρων καὶ Φωτίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τύρου καὶ Θεοδώρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Δαμασκοῦ | |
25 | καὶ Στεφάνου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἱερᾶς πόλεως καὶ Νόννου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἐδέσσης καὶ Συμεώνου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀμίδης καὶ Ἐπιφανίου τοῦ εὐλαβεστάτου ἐπισκόπου [Πέργης] ἐπέχοντος τὸν τόπον τοῦ εὐλαβεστάτου ἐπισκόπου Κωνσταντείας Ὀλυμπίου | |
30 | καὶ Ἰωάννου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σεβαστείας καὶ Σελεύκου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀμασείας καὶ Κωνσταντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Μελιτηνῆς καὶ Πατρικίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τυάνων καὶ Πέτρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Γαγγρῶν | |
35 | καὶ Εὐσταθίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Βηρυτοῦ καὶ Ἀπραγμονίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τίου ἐπέχοντος τὸν τόπον τοῦ εὐλαβεστάτου ἐπισκόπου Κλαυδιουπόλεως Καλογήρου καὶ Ἀταρβίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τραπεζοῦντος ἐπέχοντος τὸν τόπον τοῦ εὐλαβεστάτου ἐπισκόπου Νεοκαισαρείας Δωροθέου | |
40 | καὶ Φωτεινοῦ [τοῦ εὐλαβεστάτου ἐπισκόπου] ἐπέχοντος τὸν τόπον Θεοκτίστου τοῦ εὐλαβεστάτου ἐπισκόπου Πισινοῦντος καὶ Ῥωμανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Μύρων καὶ Κριτωνιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀφροδισιάδος Καρίας | |
καὶ Νουνεχίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Λαοδικείας Φρυγίας | 12 in vol. 2.1.3 | |
2,1,313 | καὶ Μαριανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Συννάδων καὶ Ὀνησιφόρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἰκονίου καὶ Περγαμίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀντιοχείας Πισιδίας καὶ Ἐπιφανίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Πέργης | |
5 | καὶ Ἀττικοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Νικοπόλεως Ἠπείρου καὶ Μαρτυρίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Γορτύνης καὶ Λουκᾶ τοῦ εὐλαβεστάτου ἐπισκόπου Δυρραχίου καὶ Βιγιλαντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Λαρίσσης Θεσσαλίας καὶ Φραγκίωνος τοῦ εὐλαβεστάτου ἐπισκόπου Φιλιππουπόλεως | |
10 | καὶ Σεβαστιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Βερόης καὶ Βασιλείου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τραιανουπόλεως καὶ Τρύφωνος τοῦ εὐλαβεστάτου ἐπισκόπου Χίου ἐπέχοντος τὸν τόπον Ἰωάννου ἐπισκόπου Ῥόδου καὶ Θεοκτίστου τοῦ εὐλαβεστάτου ἐπισκόπου Βεροίας | |
15 | καὶ Γεροντίου ἐπισκόπου Σελευκείας Συρίας καὶ Εὐσεβίου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Μακαρίου τοῦ εὐλαβεστάτου ἐπι‐ σκόπου Λαοδικείας Συρίας καὶ Εὐσεβίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Δορυλαίου καὶ Κεκροπίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σεβαστοπόλεως | |
20 | καὶ τῆς λοιπῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς κατὰ θέσπισμα τοῦ θειο‐ τάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Μαρκιανοῦ ἐν τῆι Χαλκηδονέων πόλει συν‐ αθροισθείσης καὶ καθεσθέντων πάντων πρὸ τῶν καγκέλλων τοῦ ἁγιωτάτου θυσια‐ στηρίου εἰσελθὼν Ἴβας ὁ εὐλαβέστατος ὁ γενόμενος ἐπίσκοπος τῆς Ἐδεσσηνῶν πόλεως | |
25 | εἶπεν· Ἀδικηθεὶς παρὰ Εὐτυχοῦς καὶ συσκευὴν ὑπομείνας ἀπὼν ἀπὸ τεσσαράκοντα μονῶν καὶ καθαιρεθεὶς ἦλθον ἐνταῦθα φιλανθρωπίας τυχεῖν καὶ προσῆλθον τῆι θείαι καὶ ἀθανάτωι κορυφῆι καὶ ἐκέλευσε τὴν ὑμετέραν μεγαλοπρέπειαν ἅμα τῆι ἁγίαι ταύτηι καὶ οἰκουμενικῆι συνόδωι ἐξετάσαι τὰ κατ’ ἐμέ. δέομαι τοίνυν ὑμῶν ἵνα μάθητε ὅτι συ‐ σκευὴν ὑπέμεινα συκοφαντηθεὶς παρά τινων κληρικῶν. κελεύσατε τὰ ἐπικριθέντα | |
30 | παρὰ Φωτίου καὶ Εὐσταθίου τῶν εὐλαβεστάτων ἐπισκόπων ἀναγνωσθῆναι. Οὐράνιος γὰρ ὁ ἐπίσκοπος τῆς Ἱμερίων εἰς χάριν Εὐτυχοῦς πάντα πράττων παρεσκεύασέν τινας κληρικοὺς αἰτιάσασθαί με καὶ τὴν δίκην ἑαυτῶι τε καὶ τοῖς προλεχθεῖσι παραπεμφθῆναι. καὶ ηὑρέθην ἀθῶιος ἀπὸ τῶν βλασφημιῶν τῶν ἐπενεχθεισῶν μοι καὶ ἐπίκρισις ἐξηνέχθη παρὰ τῶν προλεχθέντων εὐλαβεστάτων ἐπισκόπων, τὰς μὲν κατηγορίας τὰς κατὰ | |
35 | συκοφαντίαν κατ’ ἐμοῦ γενομένας ἐλέγχουσα, προσμαρτυροῦσα δὲ τῆι ἐμῆι ὀρθοδοξίαι. κελεύσατε οὖν πάντα τὰ κατὰ ἀπουσίαν ἐμὴν πεπραγμένα ἐν Ἐφέσωι ἀργεῖν καὶ τὰ δί‐ καιά μοι φυλαχθῆναι τῶι ἐν μηδενὶ καταγνωσθέντι καὶ ἀποδοθῆναί μοι τὴν ἐπισκοπὴν καὶ τὴν ἐκκλησίαν. καὶ γὰρ ἅπαντες οἱ κληρικοὶ Ἐδέσσης δι’ ὧν ἔγραψαν τοῖς προ‐ λεχθεῖσιν ἐπισκόποις, ἐμαρτύρησάν μοι ὅτιπερ ὀρθόδοξος τυγχάνω καὶ ἀλλότριός εἰμι | |
40 | τῆς ἐπενεχθείσης μοι ἀθεμίτου βλασφημίας. | 13 in vol. 2.1.3 |
2,1,314 | Οἱ μεγαλοπρεπέστατοι ἄρχοντες εἶπον· Τῆς διδασκαλίας Ἴβα τοῦ εὐλαβεστάτου δήλης γενομένης τί παρίσταται τῆι ἁγίαι συνόδωι; Ῥω Πασκασῖνος καὶ Λουκίνσιος καὶ Ἰουλιανὸς οἱ εὐλαβέστατοι ἐπίσκοποι καὶ Βονιφάτιος πρεσβύτερος εἶπον· Τὰ πεπραγμένα ὧν τὴν μνήμην ἐποιήσατο ὁ εὐλα‐ | |
5 | βέστατος Ἴβας καὶ ἑαυτὸν καθαρὸν ἀπὸ πάσης κατηγορίας ἐν τῶι τῶν ἐπισκόπων κριτηρίωι κατεσήμανεν, προκομισθῶσιν εἰς τὸ μέσον, ἵνα ἐκ τῆς τούτων ἀναγνώσεως ἢ 〈ἦι〉 δικάσιμον ἢ εἴ τι ὁρίσαι χρή, ἐπιγνῶμεν. Καὶ ἐπιδοθείσης τῆς ἐπικρίσεως παρὰ Ἴβα τοῦ εὐλαβεστάτου Βερονικιανὸς ὁ καθωσιωμένος σηκρητάριος τοῦ θείου κονσιστωρίου ἀνέγνω | |
10 | Μετὰ τὴν ὑπατείαν Φλαυίου Ζήνωνος καὶ Ποστουμιανοῦ τῶν λαμπροτάτων πρὸ πέντε Καλανδῶν Μαρτίων ἐν κολωνίαι Τύρωι λαμπροτάτηι μητροπόλει ὑπατικῆι ἔτους τετάρτου ἑβδομηκοστοῦ πεντακοσιοστοῦ μηνὸς Περιτίου δεκάτηι, κατὰ Ῥωμαίους Φεβρουαρίου πέμπτηι καὶ εἰκάδι ἰνδικτιῶνος α, Φώτιος ἐπίσκοπος τῆς Τυρίων μητροπόλεως καὶ Εὐστάθιος ἐπίσκοπος τῆς Βηρυτίων καλλιπόλεως διελαλήσαμεν τὰ ὑποτεταγμένα | |
15 | Ὁ μεγαλοπρεπέστατος καὶ εὐδοκιμώτατος τριβοῦνος καὶ νοτάριος Δαμάσκιος ἐπι‐ δημήσας τῆι Φοινίκων ἐπαρχίαι εὐσεβῆ γράμματα ἡμῖν ἐπιδέδωκεν τοῦ πάντα εὐσε‐ βεστάτου καὶ φιλοχρίστου βασιλέως ἡμῶν παρακελευόμενα ὥστε ἀκροατὰς ἡμᾶς γενέσθαι ἅμα τῶι θεοσεβεστάτωι ἐπισκόπωι τῆς Ἱμερίων πόλεως Οὐρανίωι τῶν κινουμένων κε‐ φαλαίων πρὸς τὸν θεοσεβέστατον ἐπίσκοπον τῆς Ἐδεσσηνῶν πόλεως Ἴβαν παρὰ Σαμου‐ | |
20 | ήλου καὶ Κύρου καὶ Μάρα καὶ Εὐλογίου τῶν εὐλαβεστάτων καὶ τύπον τὸν ἡμῖν φανησό‐ μενον δικαιότατον παρασχεῖν. τοῖς οὖν εὐσεβῶς θεσπισθεῖσιν τὸ ἱκανὸν ποιοῦντες προτεθείκαμεν τὴν ἀκρόασιν καὶ τῶν μερῶν προσαχθέντων ἡμῖν διὰ τοῦ προειρημένου εὐδοκιμωτάτου καὶ περιβλέπτου τριβούνου καὶ νοταρίου Δαμασκίου καὶ καταθέσεως γεγενημένης παρὰ τοῦ αὐτοῦ εὐδοκιμωτάτου ἀνδρὸς δῆλον ποιούσης τοῦ πανευσεβοῦς | |
25 | βασιλέως ἡμῶν τὸ θέσπισμα ἀναγκαίως ἐπετρέποντο οἱ τῶν κατηγόρων τὸ πρόσωπον ἔχοντες διδάσκειν ἅπερ ἔχουσιν. ἐπιδεδωκότων δὲ αὐτῶν κεφάλαιά τινα καὶ ἀξιωσάν‐ των τούτων ἀκριβῆ γενέσθαι τὴν ἐξέτασιν ἐντυχόντες ἡμεῖς τοῖς κεφαλαίοις καὶ ἐν τούτοις εὑρόντες διαβολήν τινα τοῦ θεοφιλεστάτου ἐπισκόπου Ἴβα ὡς οὐκ ὀρθῶς φρονοῦντος, ἀλλ’ ἕτερα παρὰ τὸν τῆς εὐσεβείας λόγον διδάσκοντος, ἀναγκαίως 〈ἐκ〉 τούτου πρῶτον | |
30 | τὴν ἐξέτασιν μετὰ πολλῆς τῆς ἐπιμελείας ποιήσασθαι κατηπείχθημεν. ἐπετρέψαμεν τοι‐ γαροῦν τοῖς κατηγόροις εἰπεῖν τίνα ἐστὶν ἃ τῶι θεοσεβεστάτωι ἐπισκόπωι Ἴβαι εἴρηται τῆς εὐσεβείας, ὡς ἔφασκον, ἀλλότρια δογμάτων. εἰπόντων δὲ αὐτῶν φανερά τινα | |
καὶ πολλῶν κινηθέντων, ἅπερ ἐμφέρεται τοῖς ὑπομνήμασιν, ἡμεῖς τὴν τῶν ἀκροατῶν τάξιν | 14 in vol. 2.1.3 | |
2,1,315 | πρὸς μικρὸν καταλιπόντες εἰς τὸ κοινωφελὲς τῶν ἁγίων ἐκκλησιῶν ἀπιδόντες ἀντὶ δικαστῶν εἰρήνης μεσίτας τοῖς μέρεσιν ἑαυτοὺς κατεστήσαμεν καὶ πολλαῖς χρησάμενοι ταῖς συμ‐ βουλαῖς τῆς εὐσεβείας πανταχοῦ προτιμωμένης καὶ ἐξεταζομένης παρεσκευάσαμεν τὸν θεοφιλέστατον ἐπίσκοπον Ἴβαν καὶ αὐτὸν τοῦτο ἁρπάσαντα εἰς πληροφορίαν τῶν λε‐ | |
5 | γόντων βεβλάφθαι ἐγγράφως ἐπιδοῦναι ὅπως ἔχει τε καὶ φρονεῖ περὶ τῆς εὐσεβοῦς ἡμῶν πίστεως, ὅπερ καὶ πεποίηκεν. ἐκ περιουσίας δὲ ὁ προειρημένος θεοφιλέστατος ἀνὴρ ὑπέσχετο καὶ ἐν τῆι ἑαυτοῦ πόλει διαλέγεσθαι πρὸς τὴν ἐκκλησίαν καὶ φανερῶς ἀναθε‐ ματίζειν τὸν τῆς πονηρᾶς δυσσεβείας ἔξαρχον Νεστόριον καὶ τοὺς τὰ αὐτὰ αὐτῶι φρο‐ νοῦντας καὶ τοὺς ἢ λόγοις ἢ βίβλοις αὐτοῦ κεχρημένους, ὁμολογεῖν δὲ οὕτως πιστεύειν ὡς | |
10 | τὰ γράμματα περιέχει τὰ τῆς συμβάσεως τῆς γεγενημένης μεταξὺ τῶν θεοφιλεστάτων καὶ ὁσιωτάτων τὴν μνήμην Ἰωάννου τοῦ τῆς μεγίστης Ἀντιοχέων πόλεως ἐπισκόπου καὶ Κυρίλλου τοῦ τῆς Ἀλεξανδρέων μεγίστης πόλεως ἐπισκόπου, οἷς διηκονήσατο ὁ τῆς μακαρίας μνήμης ἐπίσκοπος τῆς Ἐμεσηνῶν πόλεως Παῦλος, ἐξ ὧν ἡ οἰκουμενικὴ συν‐ εκροτήθη ὁμόνοια, στοιχεῖν δὲ καὶ πᾶσιν τοῖς πραχθεῖσιν ἔναγχος παρὰ τῆς συν‐ | |
15 | ελθούσης ἁγίας συνόδου ἐν τῆι βασιλευούσηι καὶ φιλοχρίστωι Κωνσταντινουπόλει, ἔχειν δὲ τὰ δεδογμένα ἐν τῆι Ἐφεσίων μητροπόλει ἅπαντα ὡς παρὰ συνόδου ὑπὸ ἁγίου πνεύματος κινηθείσης ἴσην τε αὐτὴν ἡγεῖσθαι τῆι ἐν Νικαίαι συγκροτηθείσηι καὶ μηδε‐ μίαν διαφορὰν νομίζειν αὐτῆς πρὸς ταύτην. καὶ σφόδρα αὐτοῦ τὴν θεοσέβειαν ἐπηινέ‐ σαμεν προθύμως ἁρπάσασαν τὸ θεραπεῦσαι τοὺς ἐξ ὑπονοίας ἢ ἄλλως πως βεβλαμμένους | |
20 | περὶ τὴν ὑπόληψιν τῆς αὐτοῦ διδασκαλίας. τούτων 〈οὖν〉 δοξάντων καὶ ἐπαγγελθέν‐ των καὶ τοῦ μεσοτοίχου τῆς ἔχθρας σὺν θεῶι καταλυθέντος ἐπάναγκες ἦν συναγαγεῖν ἡμᾶς καὶ συνάψαι πρὸς εἰρήνην καὶ ὁμόνοιαν καὶ ἀγάπην τῆι κεφαλῆι τὰ διεστῶτα μέλη. διαλεχθέντες τοιγαροῦν ὅσαπερ ἔδει, πεπείκαμεν τὸν θεοφιλέστατον ἐπίσκοπον Ἴβαν ἔχειν τοὺς προειρημένους ὡς ἴδια τέκνα καὶ θάλπειν καὶ συγκροτεῖν ἁπάσης ἀμνηστίας | |
25 | παρεχομένης τοῦ θεοῦ τὸ κριτήριον αὐτῶι προθέντες. πεπείκαμεν δὲ καὶ αὐτοὺς τοὺς προειρημένους συνελθεῖν ὡς πατρὶ τῶι αὐτῶι θεοφιλεστάτωι ἐπισκόπωι Ἴβαι καὶ πᾶσαν ἐπαγγείλασθαι εὔνοιαν καὶ διάθεσιν ὡς τῶν λυπηρῶν ἁπάντων σὺν θεῶι πεπαυμένων. πρὸς τούτωι ἀπηιτήσαμεν ἡμεῖς λόγον τὸν θεοσεβέστατον ἐπίσκοπον Ἴβαν ὡς πᾶσι τοῖς ἐν τῶι παρόντι πράγματι λυπήσασιν αὐτὸν ἢ δόξασιν ἀντιπράττειν ἀμνηστίαν δω‐ | |
30 | ρεῖσθαι, καὶ οὐδένα λυπήσει οὔτε μὴν ἀποστερήσει βαθμοῦ οὐδὲ τοὺς ἐλάττονας προτι‐ μήσει τῶν προβεβηκότων διὰ τὴν γεγενημένην λύπην, ἀλλὰ πάντας, εἴτε κληρικοὶ εἶεν εἴτε μονάζοντες ἢ λαικοί, ὡς ἴδια ἕξει τέκνα οὐδεμίαν διαφορὰν ἑκάστου πρὸς τὸν ἄλλον ποιούμενος, ἀλλὰ πᾶσι τὸ δίκαιον φυλάττων ἔν τε ταῖς τιμαῖς καὶ ταῖς θεραπείαις καὶ τοῖς βαθμοῖς. περὶ δὲ τῆς ἐκκλησιαστικῆς προσόδου καὶ τῶν ἐξ οἱασδήποτε αἰτίας προ‐ | |
35 | σποριζομένων τῆι ἁγιωτάτηι ἐκκλησίαι κινηθέντων τινῶν ἔδοξε τῶι αὐτῶι θεοφιλεστάτωι | |
ἐπισκόπωι Ἴβαι ἐξ οἰκείας γνώμης ἐπαγγείλασθαι ὅτι δὴ τοῦ λοιποῦ κατὰ τὸν τύπον | 15 in vol. 2.1.3 | |
2,1,316 | τὸν ἐν τῆι μεγίστηι Ἀντιοχέων ἐκκλησίαι διοικεῖται τὰ πράγματα διὰ οἰκονόμων ἐκ τοῦ κλήρου προβαλλομένων ὑπὸ τῆς αὐτοῦ θεοσεβείας. ἔδοξεν δὲ ὡς εἴ ποτε δόξας δικαίως λυπεῖσθαι ὁ θεοσεβέστατος ἐπίσκοπος Ἴβας βουληθείη ἐπιτιμῆσαι τινὶ τῶν προειρημένων εὐλαβεστάτων Σαμουήλωι Κύρωι Μάραι Εὐλογίωι, μὴ ἐξ αὐθεντίας ἰδίας ἐπιτιμᾶν αὐτοῖς, | |
5 | ἀλλὰ τοῦτο ποιεῖν γνώμηι τοῦ θεοφιλεστάτου καὶ ἁγιωτάτου πατρὸς καὶ ἀρχιεπισκόπου Δόμνου διὰ τὴν φθάσασαν εἰς αὐτοὺς γενέσθαι μικροψυχίαν. ἐγυμνάσθη δὲ καὶ ἕτερά τινα κεφάλαια ἀγράφως, ἅτινα καὶ ἐτυπώθη, καὶ ἔστερξεν ἀμφότερα τὰ μέρη τὰ παρ’ ἡμῶν δοκιμασθέντα. Καὶ αἱ ὑπογραφαί | |
10 | Φώτιος ἐπίσκοπος τῆς Τυρίων πόλεως ἐπέκρινα Εὐστάθιος ἐπίσκοπος τῆς Βηρυτίων καλλιπόλεως ἐπέκρινα Σαμουῆλος πρεσβύτερος στέργω τὰ ἐπικριθέντα Εὐλόγιος πρεσβύτερος στέργω τὰ ἐπικριθέντα Κῦρος πρεσβύτερος στέργω τὰ ἐπικριθέντα | |
15 | Μάρας πρεσβύτερος στέργω τὰ ἐπικριθέντα. Οἱ μεγαλοπρεπέστατοι ἄρχοντες εἶπον· Ἤκουσεν τῶν ἀναγνωσθέντων ἡ ἁγία σύνοδος· τὸ τοίνυν παριστάμενον αὐτῆι λεγέτω. Πασκασῖνος καὶ οἱ λοιποὶ εὐλαβέστατοι διὰ τοῦ πρεσβυτέρου τοῦ ἀποστολικοῦ θρόνου εἶπον· Οἱ ἁγιώτατοι ἐπίσκοποι οἵτινες ἰδίαι ψήφωι ἀναίτιον καὶ πάσης κατηγο‐ | |
20 | ρίας ἐλεύθερον Ἴβαν τὸν εὐλαβέστατον ἐδήλωσαν, τὴν ἰδίαν ἐπίκρισιν εἰ ἐπιγινώ‐ σκουσιν, εἰπάτωσαν. Φώτιος ὁ εὐλαβέστατος ἐπίσκοπος Τύρου εἶπεν· Ναὶ ἡμετέρα ἐστὶν ἡ ἐπίκρισις. Εὐστάθιος ὁ εὐλαβέστατος ἐπίσκοπος Βηρυτοῦ εἶπεν· Ἐμή ἐστιν ἡ ὑπαγορία. Πασκασῖνος καὶ οἱ λοιποὶ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Ἤκουσεν ἡ ὑμετέρα | |
25 | μακαριότης τί περιέχει καὶ ἡ τῶν ἁγιωτάτων ἐπισκόπων ἐπίκρισις· ὁμοίως καὶ τῆι ὑμετέραι ἁγιότητι περὶ τῆς στάσεως Ἴβα τί φαίνεται, ἀποφήνασθαι καταξιώσατε. Καὶ σιωπώντων πάντων τῶν εὐλαβεστάτων ἐπισκόπων οἱ μεγαλοπρεπέστατοι ἄρ‐ χοντες εἶπον· Τῆι ἑξῆς τὴν ἑαυτῆς γνώμην ἡ ἁγία σύνοδος φανερὰν καταστήσει. Ῥω ἀνέγνων ἀνέγνωμεν ἀνέγνω. | |
30 | Πρᾶξις ια Ὁμοίως τῆι πρὸ ἓξ Καλανδῶν Νοεμβρίων ὑπατείαι τῆι αὐτῆι ἐν τῆι αὐτῆι ἁγιω‐ τάτηι ἐκκλησίαι τῆς ἁγίας μάρτυρος Εὐφημίας προκαθεζομένων τῶν αὐτῶν μεγαλο‐ πρεπεστάτων καὶ ἐνδοξοτάτων ἀρχόντων καὶ τῆς αὐτῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου κατὰ κέλευσιν τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Μαρκιανοῦ τοῦ αἰωνίου | |
35 | αὐγούστου εἰσελθὼν ὁ προλεχθεὶς Ἴβας ὁ εὐλαβέστατος εἶπεν· Δέομαι τῆς μεγαλο‐ | 16 in vol. 2.1.3 |
2,1,317 | πρεπείας ὑμῶν καὶ τῆς ἁγίας ταύτης οἰκουμενικῆς συνόδου· Εὐτυχής με διὰ τὴν πίστιν συνεσκευάσατο. οὐ συνεχώρησέν μοι εἰσελθεῖν εἰς τὴν σύνοδον· ἀπὸ τεσσαράκοντα μονῶν δι’ ἀμοιβαίων τῶν τάξεων παρέπεμψέ με· εἴκοσι ἢ καὶ πλείους φυλακὰς ἤμειψα, ὡς εἰ μὴ ἦν φυλακὴ ἐν Ἀντιοχείαι ὑπὸ τὴν κομιτιανὴν τάξιν· λέγουσίν μοι ὅτι καθηι‐ | |
5 | ρέθης. εἰ παρίσταται τῆι μεγαλοπρεπείαι ὑμῶν καὶ τῆι ἁγίαι ὑμῶν συνόδωι τὰ ἀκρί‐ τως ἐπ’ ἐμοὶ ἀπόντι γενόμενα ἀνατραπῆναι, τῆς ὑμετέρας ἔστω ἐξουσίας. περὶ γὰρ τούτου, ὡς ἤδη ὑμᾶς ἐδίδαξα, προσῆλθα τῆι θείαι καὶ ἀθανάτωι κορυφῆι καὶ ἐκέλευσεν τὴν ὑμετέραν μεγαλοπρέπειαν καὶ τὴν ἁγίαν σύνοδον ἀκοῦσαι τῶν κατ’ ἐμέ, καὶ ἔγνωτε ἀπὸ τῆς ἐπικρίσεως ὅτι ἐν οὐδενὶ αἴτιος ηὑρέθην. | |
10 | Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες εἶπον· Τῆι προτεραίαι ὑπερθέ‐ σεως γενομένης εἰς τὸ τὴν ἁγιωτάτην σύνοδον τὰ δοκοῦντα αὐτῆι εἰπεῖν περὶ Ἴβα τοῦ εὐλαβεστάτου, τὰ δόξαντα αὐτῆι φανερὰ καθιστάτω. Οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Ἀπόντα οὐδεὶς κατακρίνει. Ἴβας ὁ εὐλαβέστατος εἶπεν· Δέομαι ὑμῶν· ἀπὼν κατεκρίθην, οὐ παρήμην, οὐκ | |
15 | ἔτυχον ἀπολογίας, οὐκ ἠξιώθην λόγου. Οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Κακῶς ἐποίησαν οἱ παρὰ τοὺς κανόνας κατα‐ κρίναντες αὐτόν. τὰ κατὰ ἀπόντος γενόμενα ἀργείτω. ταῦτα πάντες λέγομεν· οὐδεὶς ἀπόντα κατακρίνει. Πατρίκιος ὁ εὐλαβέστατος ἐπίσκοπος Τυάνων εἶπεν· Πρώην ἀνεγνώσθη ὅρος | |
20 | τῶν τότε διαιτητῶν τυπωθέντων, φημὶ δὴ Φωτίου καὶ Εὐσταθίου τῶν εὐλαβεστάτων ἐπισκόπων, καὶ ἔκριναν αὐτὸν ἱερέα εἶναι. πάντες οὖν συναινοῦμεν τῶι ὅρωι ἐκείνωι καὶ βουλόμεθα αὐτὸν εἶναι ἱερέα. Οἱ Ἀνατολικοὶ ἐπίσκοποι ἐβόησαν· Αὕτη δικαία κρίσις. Τινὲς τῶν ἐπισκόπων ἐβόησαν· Ἀντιλέγεται· εἰσὶν ** οἱ κατηγορεῖν θέλοντες | |
25 | Ἴβα τοῦ εὐλαβεστάτου ἐπισκόπου. Καὶ εἰσελθόντων Θεοφίλου διακόνου καὶ Εὐφρασίου καὶ Ἀντιόχου καὶ Ἁβραμίου Θεόφιλος διάκονος εἶπεν· Ἀξιοῦμεν τὰ ἐπὶ Ἴβαι πεπραγμένα ἐν Βηρυτῶι ἀναγνωσθῆναι, ἵνα μάθητε ὅτι δικαίως καθηιρέθη. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες εἶπον· Κατηγορήσων Ἴβα | |
30 | τοῦ εὐλαβεστάτου εἰσελήλυθας ἢ ὡς ὑπὲρ τῆς πίστεως ἀγωνιζόμενος τὰ πεπραγμένα ζητεῖς ἀναγνωσθῆναι; Θεόφιλος διάκονος εἶπεν· Οἱ κατήγοροι δῆλοί εἰσι καὶ οὔκ εἰσιν ἐνταῦθα. ἐγὼ διάκονος εἰμὶ καὶ οἶδα τὴν βίαν τῆς πόλεως· καὶ εἰ κατηγορῶ, οὐ πάρεισι μάρτυρες καὶ ἀρνεῖται. | |
35 | Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες εἶπον· Ἐγγράφους ἀποδείξεις περί τινος δύνασθε παρασχεῖν; Θεόφιλος διάκονος εἶπεν· Ἔχω τὰ ὑπομνήματα τὰ ἐπ’ αὐτῶι πεπραγμένα ἐν | |
Βηρυτῶι καὶ τὰ ἐν Ἐφέσωι. ἰδοὺ καὶ ὁ κύρις ὁ θεοσεβέστατος ἐπίσκοπος Θαλάσσιος | 17 in vol. 2.1.3 | |
2,1,318 | οἶδεν αὐτὸς δεξάμενος τὰς ἀναφοράς· πάρεστιν, [αὐτὸς] ἐρωτηθῆι αὐτὸς καὶ τὴν καθαί‐ ρεσιν αὐτοῦ ἐποίησεν διὰ ποῖον πρᾶγμα. καὶ ὁ κύρις Εὐσέβιος πάρεστι καὶ οἶδεν. Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀγκύρας Γαλατίας εἶπεν· Ἐγὼ ἀναφορὰν οὐκ ἐδεξάμην, ἤκουσα δὲ ἀναγινωσκομένης αὐτῆς ἐν Ἐφέσωι· καί ἐστι πολυεπὴς ὁ | |
5 | χάρτης καὶ πολλῶν ἀνθρώπων καταθέσεις ἔχων. εἰ δὲ ἔχει ὑπομνήματα ὡς ἐν δεήσει πεπραγμένα, αὐτοῦ ἐστι δεῖξαι· ἐγὼ γὰρ μετὰ τοῦ πλήθους ἀκροατὴς ἤμην. Θαλάσσιος ὁ εὐλαβέστατος ἐπίσκοπος Καισαρείας Καππαδοκίας εἶπεν· Μετὰ πάντων ἠκροασάμεθα. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες εἶπον· Παρῆν τὸ τηνικαῦτα | |
10 | Ἴβας ὁ εὐλαβέστατος τῆι ὑμετέραι ἀκροάσει; Θαλάσσιος καὶ Εὐσέβιος οἱ εὐλαβέστατοι ἐπίσκοποι εἶπον· Οὐ παρῆν. Οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Ἀπόντα οὐδεὶς κατακρίνει. Θεόφιλος διάκονος εἶπεν· Ἡ ἀλήθεια δειχθῆι ἐπὶ τῆς ἁγίας συνόδου. καὶ ὁ κύρις Εὐστάθιος λέγει ὅτι εἰσήνεγκαν τρεῖς καὶ ἓξ καὶ δώδεκα μάρτυρας διὰ τὴν λέξιν ἣν | |
15 | εἶπεν τὴν οὐ φθονῶ τῶι Χριστῶι γενομένωι θεῶι. ἐνταῦθά ἐστι Φώτιος ὁ ἐπίσκοπος· προτεθῆι αὐτῶι τὸ εὐαγγέλιον. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες εἶπον· Πεπειραμένος ὁ εὐλα‐ βέστατος ἐπίσκοπος Φώτιος τῆς κρίσεως τῆς συνόδου τὴν δικαιοσύνην ἣν ἐπὶ τοῦ ἰδίου πράγματος ηὗρεν, φυλάξαι καὶ νῦν σπουδασάτω διηγούμενος ἡμῖν ὡς ἔσχεν τὸ κατὰ | |
20 | Ἴβαν τὸν εὐλαβέστατον πρᾶγμα. Ῥω Φώτιος ὁ εὐλαβέστατος ἐπίσκοπος τῆς Τυρίων πόλεως εἶπεν· Τὸ ἀληθὲς λέγω· οὔτε γὰρ πρέπει ἐν οἱωιδήποτε πράγματι ψεύσασθαι, πολλῶι δὲ μᾶλλον ἐπὶ τοιούτωι καὶ τοσούτωι καὶ ζητουμένωι παρὰ τῆς ὑμετέρας ἐξουσίας καὶ παρὰ τῆς οἰκουμενικῆς συνόδου. φανερὰ ἐπὶ αὐτοῦ ἐλθόντες ἀπὸ Μεσοποταμίας πρεσβύτεροι καὶ μονάζοντες | |
25 | ἔλεγον πρὸς αὐτὸν περὶ αὐτοῦ, εἶτα οὗτος ἠρνεῖτο. ἡμεῖς ὡς ἐμεσαζόμεθα καὶ ἀπὸ τοῦ ὄγκου τῶν δυσφημιῶν καὶ ἀπὸ τῆς ὀχλήσεως τῶν μοναζόντων καὶ πρεσβυτέρων, προσέπεσα ἐξελθεῖν αὐτοὺς ἀπὸ Τύρου. ἐσκανδαλίζετο γὰρ ἡ πόλις, μηδέποτε τοιοῦτό τι μήτε νοσήσασα μήτε ἀκούσασα. μετὰ ταῦτα αὐτοῦ ὀμνύοντος μηδὲν εἰρῆσθαι παρ’ αὐτοῦ, ἐδεξάμεθα ἡμεῖς ἀφορμὰς ὥστε εἰρηνεῦσαι τοὺς ἀμφοτέρους καὶ | |
30 | κοινωνῆσαι αὐτοῖς· παρῆν δὲ, νομίζω, καὶ ὁ κύρις ὁ διάκονος Εὐλόγιος ἀπὸ Κωνσταν‐ τινουπόλεως. ἡμεῖς φίλους αὐτοὺς ἐποιήσαμεν. Οἱ μεγαλοπρεπέστατοι ἄρχοντες εἶπον· Ἠλέγχθη τοίνυν Ἴβας ὁ εὐλαβέστατος παρὰ τῶν κατηγορησάντων αὐτοῦ; Φώτιος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Οὔ, ἔλεγον δὲ ἐλθόντες τινὲς συνόντες | |
35 | αὐτοῖς τοῖς κληρικοῖς τρεῖς ὑβρίζουσι καὶ ἀτιμάζουσι καὶ μαχομένοις πρὸς αὐτὸν μαρ‐ τυρεῖν. ἡμεῖς εἴπαμεν ὅτι οὐκ ἔστι τοὺς συνόντας τοῖς ἐχθροῖς δεκτοὺς εἶναι εἰς μαρτυ‐ ρίαν. ἐποιήσαμεν οὖν αὐτοὺς φίλους· τὰ ἅγια δῶρα ἄνω ἐν τῶι ἐπισκοπείωι ἐκοι‐ | |
νώνησαν μετ’ ἀλλήλων αὐτὸς καὶ οἱ πρεσβύτεροι. | 18 in vol. 2.1.3 | |
2,1,319 | Θεόφιλος διάκονος εἶπεν· Τὴν σωτηρίαν τῶν βασιλέων καὶ τὴν νίκην αὐτῶν, ἀνα‐ γνωσθῆι τὰ ἐπ’ αὐτῶι πεπραγμένα. Οἱ μεγαλοπρεπέστατοι ἄρχοντες εἶπον· Ἀναγινωσκέσθω τὰ ἐπὶ Ἴβαι τῶι εὐλα‐ βεστάτωι ἐν τῆι Τυρίων λεγόμενα πεπρᾶχθαι. Ῥω ἀνέγνων ἀνέγνωμεν ἀνέγνω. | |
5 | Καὶ ἐπιδοθέντων αὐτῶν Κωνσταντῖνος ὁ καθωσιωμένος μαγιστριανὸς ἀνέγνω Ὑπομνηστικὸν Δαμασκίωι τῶι περιβλέπτωι τριβούνωι καὶ νοταρίωι πραιτω‐ ριανῶι Εἰδότες τὴν πρόθεσιν τῆς σῆς θαυμασιότητος καὶ ἐπιστάμενοι ὁπόσην ἔχεις σπου‐ δὴν εἰς τὸ παραθέσθαι ἑαυτὸν τῶι θεῶι καὶ τῆι ἡμετέραι εὐσεβείαι, ἐδοκιμάσαμεν ὥστε | |
10 | σε ἀπελθεῖν ἅμα Οὐρανίωι τῶι εὐλαβεστάτωι ἐπισκόπωι τῆς Ἱμερίων πόλεως εἰς τὰ μέρη τῆς Ἀνατολῆς καὶ συνεπισχυόντων τῶν κατὰ τόπον ἀρχόντων παρασκευάσαι Ἴβαν τὸν εὐλαβέστατον ἐπίσκοπον τῆς Ἐδεσσηνῶν πόλεως καὶ Δανιῆλον τὸν εὐλα‐ βέστατον ἐπίσκοπον 〈τῆς Καρρηνῶν πόλεως καὶ Ἰωάννην τὸν εὐλαβέστατον ἐπίσκοπον〉 Θεοδοσιουπόλεως εἰς τὴν Φοινίκων ἀπελθεῖν ἐπαρχίαν κἀκεῖσε ζητηθῆναι τὰ κινούμενα | |
15 | παρὰ τῶν εὐλαβεστάτων κληρικῶν τῶν προειρημένων πόλεων ἐπί τε τοῦ προειρημένου θεοσεβεστάτου Οὐρανίου καὶ Φωτίου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Τυρίων πόλεως καὶ Εὐσταθίου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Βηρυτίων πόλεως κατὰ τῶν μνημονευ‐ θέντων θεοσεβεστάτων ἐπισκόπων. σπούδασον τοίνυν κατὰ τὰ παραστάντα τῆι ἡμετέραι θειότητι ἀπελθεῖν εἰς τὰ μέρη τῆς Ἀνατολῆς καὶ παρασκευάσαι τοὺς προειρη‐ | |
20 | μένους εὐλαβεστάτους ἐπισκόπους εἰς τὴν Φοινίκων παραγενέσθαι κἀκεῖσε πάντα τὰ κινούμενα κεφάλαια παρὰ τῶν εὐλαβεστάτων κληρικῶν τῆς Ἐδεσσηνῶν πόλεως καὶ Καρρηνῶν καὶ Θεοδοσιουπόλεως ἀκριβῶς ζητηθῆναι ἐπὶ τῶν μνημονευθέντων θεοσεβε‐ στάτων ἐπισκόπων καὶ τὰ ὁριζόμενα παρ’ αὐτῶν πέρατι παραδοθῆναι. Ἐδόθη τῆι πρὸ ἑπτὰ Καλανδῶν Νοεμβρίων ἐν Κωνσταντινουπόλει | |
25 | Μετὰ τὴν ὑπατείαν Φλαυίου Ζήνωνος καὶ Ποστουμιανοῦ τῶν λαμπροτάτων Καλάνδαις Σεπτεμβρίαις ἰνδικτιῶνος δευτέρας ἐν κολωνίαι φιλοχρίστωι Βηρυτῶι συνε‐ δρευόντων Φωτίου Εὐσταθίου Οὐρανίου τῶν θεοσεβεστάτων ἐπισκόπων ἐν τῶι νέωι ἐπισκοπείωι τῆς ἐν Βηρυτῶι ἁγιωτάτης νέας ἐκκλησίας, παρόντος καὶ Δαμασκίου τοῦ περιβλέπτου τριβούνου καὶ νοταρίου τοῦ θείου παλατίου καὶ Εὐλογίου τοῦ θεοφιλεστάτου | |
30 | διακόνου τῆς κατὰ τὴν φιλόχριστον Κωνσταντινούπολιν ἁγιωτάτης ἐκκλησίας, πα‐ ρόντων τῶν θεοσεβεστάτων ἐπισκόπων Ἴβα Ἰωάννου Δανιήλου, ἑστώτων δὲ Σαμουήλου Κύρου Εὐλογίου Μάρα Ἀβλαβίου Ἰωάννου Ἀνατολίου Καιούμου καὶ Ἀμβίβου ὁ περί‐ | |
βλεπτος Δαμάσκιος εἶπεν· Τῶν παρόντων εὐλαβεστάτων κληρικῶν προσελθόντων τῶι | 19 in vol. 2.1.3 | |
2,1,320 | εὐσεβεστάτωι καὶ θειοτάτωι ἡμῶν δεσπότηι καὶ αἰτιασαμένων τὸν εὐλαβέστατον ἐπίσκο‐ πον Ἴβαν καὶ τὸν εὐλαβέστατον ἐπίσκοπον Ἰωάννην καὶ τὸν εὐλαβέστατον ἐπίσκοπον Δανιῆλον ἐθέσπισεν ἡ αὐτοῦ εὐσέβεια, ὡς περιέχουσι καὶ αἱ πρὸς τὴν ὑμετέραν θεοσέ‐ βειαν εὐσεβεῖς καὶ θεῖαι συλλαβαί, τοὺς αἰτιαθέντας ἀπὸ τῆς Ὀσροηνῶν τὴν Φοινίκων | |
5 | καταλαβεῖν καὶ πρὸς τὰ ἐπαγόμενα αὐτοῖς ἐπὶ τῆς ὑμετέρας θεοσεβείας ἀπολογήσασθαι. καὶ προσετάχθην αὐτοὺς προσαγαγεῖν καὶ τὰ ὁριζόμενα παρ’ ὑμῶν ἐκβιβασμῶι παρα‐ δοῦναι. πάρεστιν ἀμφότερα τὰ μέρη εἰς τὸ παριστάμενον. Οἱ θεοφιλέστατοι ἐπίσκοποι Φώτιος καὶ Εὐστάθιος καὶ Οὐράνιος εἶπον· Τὸ εὐσεβὲς κομμονιτώριον καταξιώσηι ἡ σὴ μεγαλοπρέπεια ἐπιδεῖξαι, ἵνα τῶι σκοπῶι τοῦ φιλο‐ | |
10 | χρίστου ἡμῶν βασιλέως διὰ πάντων ἀκολουθήσωμεν· προλάμπειν γὰρ ὀφείλει τῆσδε τῆς πράξεως. Τούτου γενομένου Εὐλόγιος διάκονος εἶπεν· Προσελθόντων τῶν εὐλαβεστάτων κληρικῶν Σαμουήλου Κύρου Εὐλογίου Μάρα Ἀβλαβίου Ἰωάννου Ἀνατολίου Καιούμου καὶ Ἀββίβου τῶι θεοφιλεστάτωι καὶ ὁσιωτάτωι ἀρχιεπισκόπωι ἡμῶν Φλαβιανῶι τῆς | |
15 | κατὰ τὴν βασιλεύουσαν Κωνσταντινούπολιν Ῥώμην ἁγιωτάτης ἐκκλησίας καὶ αἰτιασα‐ μένων Ἴβαν καὶ Ἰωάννην καὶ Δανιῆλον τοὺς θεοσεβεστάτους ἐπισκόπους, ἐδοκίμασεν ἡ αὐτοῦ ἁγιότης τὴν ὑμετέραν θεοσέβειαν ἀκοῦσαι τῆς ὑποθέσεως καὶ παρὰ τούτου γράμματα ἐκόμισα καὶ ἀποδέδωκα τῆι ὑμετέραι ἁγιωσύνηι. καὶ πάρεστι τὰ μέρη πρὸς τὸ παριστάμενον. | |
20 | Οἱ θεοφιλέστατοι ἐπίσκοποι εἶπον· Ἐπειδὴ ἀποροῦμεν ὅπως προσαγάγωμεν τὰς πεύσεις καὶ τὰς ἀποκρίσεις τοῖς τὸ πρόσωπον τῶν κατηγόρων ἐπέχουσι, διδασκέτω ἡμᾶς ὁ θεοφιλέστατος Ἴβας ἐπίσκοπος εἴ τι κατ’ αὐτῶν πέπρακται ἐπὶ τῆς ἁγίας καὶ μεγάλης συνόδου τῆς κατὰ τὴν μεγαλόπολιν Ἀντιόχειαν πρώην συγκροτηθείσης. Σαμουῆλος εἶπεν· Παρακαλοῦμεν τὰ λεγόμενα Συριστὶ λεχθῆναι διὰ τὸν ὁσιώ‐ | |
25 | τατον ἐπίσκοπον Οὐράνιον, ἐπειδὴ ἀκριβῶς οἶδε τίνα ἐστὶ τὰ γραφέντα τῶι θεοφιλεστάτωι καὶ ἁγιωτάτωι ἀρχιεπισκόπωι Φλαβιανῶι παρὰ τοῦ θεοφιλεστάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου Δόμνου περὶ ἡμῶν· παρῆν γὰρ ἐν Κωνσταντινουπόλει. Οἱ θεοφιλέστατοι ἐπίσκοποι εἶπον· Παρίτω τῶν δυναμένων ἑρμηνεύειν εἷς τῶι θεοφιλεστάτωι ἐπισκόπωι Οὐρανίωι ** | |
30 | Οἱ θεοφιλέστατοι ἐπίσκοποι εἶπον· Καὶ ἤδη πεῦσιν προσηγάγομέν σοι τῶι θεοφι‐ λεστάτωι ἐπισκόπωι Ἴβαι ὥστε διδάξαι ἡμᾶς εἴ τι περὶ τῶν ἑστώτων ἐπράχθη ἐν τῆι ἁγίαι καὶ μεγάληι συνόδωι τῆι πρώην συναχθείσηι κατὰ τὴν φιλόχριστον Ἀντιόχειαν, ὥστε ἁρμοδίως προσαγαγεῖν ἡμᾶς αὐτοῖς τὰς πεύσεις καὶ τὰς ἀποκρίσεις. Ὁ θεοσεβέστατος ἐπίσκοπος Ἴβας εἶπεν· Οὗτοι οἱ τέσσαρες οἱ ἑστῶτες λιβέλλους | |
35 | ἐπιδεδώκασι τῶι θεοσεβεστάτωι ἐπισκόπωι κυρίωι Δόμνωι καὶ κατηξίωσεν ἡ αὐτοῦ ἁγιωσύνη δηλῶσαι ἡμῖν ἀπαντῆσαι. καὶ ἐπειδὴ τεσσαρακοστὴ ἦν, ἐκέλευσεν μετὰ τὴν ἡμέραν ἀπαντῆσαι ἡμᾶς γράψας ἐμοὶ ὥστε ἀπολυθῆναι αὐτοὺς τῆς ἀκοινωνησίας· ἦσαν γάρ μοι ἀκοινώνητοι. ἐγὼ τὸ πᾶν ἐπέτρεψα τῆι γνώμηι τοῦ ἀρχιεπισκόπου. ὁ ἀρχιεπίσκοπος διὰ τὴν ἑορτὴν ἀπέλυσεν αὐτοὺς τῆς ἀκοινωνησίας ἐπὶ τῶι ὅρωι τούτωι | |
40 | ἐπὶ τῶι μὴ ἐξελθεῖν Ἀντιόχειαν, ἕως ἂν τύπον λάβηι τὰ κατὰ τὸ πρᾶγμα· ἐὰν δὲ ἐξέλ‐ | 20 in vol. 2.1.3 |
2,1,321 | θωσιν πρὶν τύπον δέξηται τὸ πρᾶγμα, ὑποκεῖσθαι αὐτοὺς μείζονι ἐπιτιμίωι τῆς καθαι‐ ρέσεως. Σαμουῆλος καὶ Κῦρος πρὸ τοῦ ἡμᾶς ἐπιστῆναι τῆι πόλει καταλιπόντες ἀνε‐ χώρησαν εἰς τὸ κομιτάτον, ἔμεινεν δὲ Μάρας καὶ Εὐλόγιος. εἶτα ὡς συνεκροτήθη ἡ ἁγία σύνοδος (ἦσαν γὰρ οὐκ ὀλίγοι ἐπίσκοποι ἐκεῖ), ἐκέλευσεν ἀναγνωσθῆναι τοὺς | |
5 | λιβέλλους. ἀνεγνώσθησαν οἱ λίβελλοι· ἐνεφέρετο ὀνόματα τεσσάρων κατηγόρων, ἑστήκεισαν δὲ οἱ δύο. ἤρετο αὐτούς· ποῦ εἰσιν οἱ ἑταῖροι ὑμῶν οἱ τοὺς λιβέλλους ἐπιδεδωκότες ἅμα ὑμῖν; οἳ δὲ εἶπον· οὐκ οἴδαμεν· ὡς δὲ ἠκούσαμεν, ἐν Κωνσταντινου‐ πόλει ἀπῆλθον. Οἱ θεοφιλέστατοι ἐπίσκοποι εἶπον· Ἡ σὴ θεοσέβεια παροῦσα τότε τὸν σκοπὸν | |
10 | ὀφείλει εἰδέναι τῆς ἁγίας ἐκείνης καὶ μεγάλης συνόδου, εἴτε τελείως καθεῖλεν εἴτε ἐπ’ ἀμφιβόλωι τοῦτον τὸν ὅρον ἐξεφώνησεν. δῆλον γάρ ἐστιν ὡς οὐκ ἂν ἕλοιτο ἡ σὴ ὁσιότης τὰ μὴ παρὰ τῆς ἁγίας ἐκείνης συνόδου πραχθέντα ὡς πεπραγμένα εἰπεῖν, ἐπεὶ καὶ ῥάιδιον καταλαβεῖν τὴν ἀλήθειαν. Ὁ θεοσεβέστατος ἐπίσκοπος Ἴβας εἶπεν· Τὰ κρυπτὰ εἰδέναι οὐ δύναμαι· ἐγὼ | |
15 | νομίζω ὅτι τελείαν καθαίρεσιν αὐτῶν ἐποιήσατο. εἰ δὲ φαίνεται ὑμῖν ἀπὸ τῆς ἀπο‐ φάσεως αὐτῶν τὴν καθαίρεσιν αὐτῶν μὴ πεποιηκέναι, ὕστερον ἔστι κρῖναι. Οἱ θεοφιλέστατοι ἐπίσκοποι εἶπον· ** Λαβόντες οἱ νοτάριοι ἐκεῖνο τὸ μέρος τὸ περὶ τῶν ἀπολειφθέντων διέλθωσιν, ἵνα γνῶμεν τὰ περὶ αὐτῶν πεπραγμένα. Σαμουῆλος εἶπεν· Πᾶσαν δικαιολογίαν ἡμῖν ἁρμόζουσαν κατὰ τῆς καταθέσεως | |
20 | τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἴβα καὶ κατὰ τῶν κελευσθέντων ἀναγνωσθῆναι φυλαχθῆναι τῶι ἡμετέρωι μέρει παρακαλοῦμεν δικαιῶσαι τὴν ὑμετέραν εὐλάβειαν. Οἱ θεοφιλέστατοι ἐπίσκοποι εἶπον· Εἰς πρόκριμα σὸν οὐ νῦν εἴπομεν τὴν ἀνά‐ γνωσιν γενέσθαι. Σαμουῆλος εἶπεν· Ἐπειδὴ τὰ πραττόμενα ἀκολούθως πράττεται καὶ πολλάκις | |
25 | ἐπείγει ὑμᾶς ἕτερα κινεῖν καὶ οὐ ταῦτα, ἠξιώσαμεν δὲ φυλαχθῆναι ἡμῖν δικαιολογίαν, καὶ περὶ τούτου ἀγωνιζόμεθα καὶ δεικνύομεν ὅτι οὐκ ἐσμὲν ὑπεύθυνοι τῆι καθαιρέσει οὐδὲ τῆι ἀκοινωνησίαι, ἀλλὰ τὸ γενόμενον μετὰ ἀταξίας γέγονεν καὶ παρὰ τοὺς κανόνας παρὰ τοῦ ἐπισκόπου ἡμῶν Ἴβα. Οἱ θεοφιλέστατοι ἐπίσκοποι εἶπον· Ἀναγινωσκέσθω τὸ μέρος τῶν ὑπομνημάτων | |
30 | τὸ περὶ τῶν ἀπολειφθέντων ἐν τῆι ἀκροάσει τῆι κατὰ τὴν μεγίστην Ἀντιόχειαν πρώην γεγενημένηι. Ἡ ἁγία σύνοδος εἶπεν· Ποῦ εἰσιν οἱ ἅμα ὑμῖν ἐπιδεδωκότες τοὺς λιβέλλους; Μάρας καὶ Εὐλόγιος πρεσβύτεροι εἶπον· Τὰς συσκευὰς αὐτοῦ μαθόντες, ὡς καὶ ἡμεῖς ἐμάθομεν, οὐκ οἴδαμεν πῶς ἐκεῖνοι ἀνεχώρησαν. | |
35 | Ἡ ἁγία σύνοδος εἶπεν· Ποῦ δέ εἰσι νῦν; | 21 in vol. 2.1.3 |
2,1,322 | Μάρας πρεσβύτερος εἶπεν· Οὐκ οἴδαμεν ἀκριβῶς· ὡς δὲ ἀκούομεν, εἰς Κωνσταν‐ τινούπολιν ὥδευσαν. οὔτε δὲ γράμματα αὐτῶν ἐδεξάμεθα οὔτε οἴδαμεν ἀκριβῶς. Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος Δόμνος εἶπεν· Ποίας ὑφωρῶντο συσκευάς; καὶ μὴν ἐμοῦ γράψαντος τῶι θεοφιλεστάτωι ἐπισκόπωι Ἴβαι περὶ τούτου ἀντέγραψεν ἡμῖν | |
5 | διδοὺς τὸ πᾶν καὶ ἐλύθησαν ἅμα ὑμῖν τοῦ ἐπιτιμίου τῆς ἀκοινωνησίας ἐπὶ ὅρωι τοιούτωι ἐπὶ τῶι ἔχειν μὲν ὑμᾶς τὴν κοινωνίαν, ἐὰν δέ τις ὑμῶν ἀπολειφθείη πρὸ πέρατος τῆς ὑποθέ‐ σεως, ἐκκλησιαστικῶι ὑποβληθήσεται ἐπιτιμίωι. δῆλοι τοίνυν εἰσὶν οἱ ἀπολειφθέντες καὶ τῆς ἀκοινωνησίας καὶ τοῦ ἀποστολικοῦ τούτου θρόνου καταφρονήσαντες καὶ ἑαυτοὺς ὑποβαλόντες καὶ τῶι μείζονι τῆς καθαιρέσεως ἐπιτιμίωι. | |
10 | Σαμουῆλος εἶπεν· Ἀξιῶ τὰς ὑπογραφὰς τῶν εὑρεθέντων ἐκεῖ ἐπισκόπων καὶ ὑπογραψάντων ἀναγνωσθῆναι καὶ ἐνταγῆναι τοῖς πραττομένοις. Οἱ θεοφιλέστατοι ἐπίσκοποι εἶπον· Ἀναγινωσκέσθωσαν αἱ ὑπογραφαὶ τῶν θεοφιλεστάτων καὶ ἁγιωτάτων ἐπισκόπων τῶν ἐγκειμένων τῶιδε τῶι ὑπομνήματι καὶ ἐνταττέσθωσαν. | |
15 | Ὑπογραφαί Δόμνος ἐπίσκοπος Ἀντιοχείας διελάλησα Συμεώνης ἐπίσκοπος Ἀμίδης τὰ αὐτὰ διελάλησα Στέφανος ἐπίσκοπος Ἱεραπόλεως τὰ αὐτὰ διελάλησα Κωνσταντῖνος ἐπίσκοπος Βόστρης τὰ αὐτὰ διελάλησα | |
20 | Θεόκτιστος ἐπίσκοπος Βεροίας τὰ αὐτὰ διελάλησα Θωμᾶς ἐπίσκοπος Μοψουεστίας τὰ αὐτὰ διελάλησα Πλάκκος ἐπίσκοπος τῆς κατὰ Γέρασσαν ἁγίας ἐκκλησίας τὰ αὐτὰ ἐψηφισάμην Εὐόρκιος ἐπίσκοπος τοῦ Ζεύγματος τὰ αὐτὰ διελάλησα Δανιῆλος ἐπίσκοπος πόλεως Βίρθων τὰ αὐτὰ διελάλησα | |
25 | Δάδας ἐπίσκοπος Βάτνων τὰ αὐτὰ διελάλησα Οἱ θεοφιλέστατοι ἐπίσκοποι εἶπον· Δήλη ἐστὶν ἡ διαλαλιὰ τοῦ θεοφιλεστάτου καὶ ἁγιωτάτου πατρὸς ἡμῶν καὶ ἀρχιεπισκόπου Δόμνου. τοιγαροῦν οἱ λίβελλοι ἐπιδοθέντες χθὲς ἀναγινωσκέσθωσαν καὶ ἐνταττέσθωσαν τοῖς πραττομένοις. Οἱ λίβελλοι | |
30 | Τοῖς ἁγιωτάτοις καὶ πάντα ὁσιωτάτοις καὶ θεοφιλεστάτοις ἐπισκόποις Φωτίωι Εὐστα‐ θίωι καὶ Οὐρανίωι ἱκεσία παρὰ Σαμουήλου Κύρου Εὐλογίου Μάρα πρεσβυτέρων τῆς κατὰ Ἔδεσσαν ἁγιωτάτης ἐκκλησίας. Ἡμεῖς μὲν ηὐξάμεθα τὸν ἀπράγμονα τῆς ζωῆς ἅπαντα βιῶναι χρόνον· ἐπειδὴ δὲ τὰ τολμηθέντα κατὰ τῆς ἡμετέρας ἐκκλησίας καὶ τῆς εὐαγοῦς τῶν πατέρων ἡμῶν πίστεως παρὰ τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἴβα ἐπέκεινα | |
35 | ὄντα τῆς ἀδικίας συνήλασεν ἡμᾶς ἐπὶ τήνδε τὴν κατηγορίαν ἐλθεῖν αὐτοῦ τε καὶ τοῦ | 22 in vol. 2.1.3 |
2,1,323 | ἀδελφιδοῦ αὐτοῦ Δανιήλου καὶ αὐτοῦ ἐπισκόπου τῆς Καρρηνῶν πόλεως ἀκολούθως καὶ κατὰ κανόνας ταῖς συνόδοις προσελθόντες τοῦτο μὲν τῆι Ἀνατολικῆι, τοῦτο δὲ τῆι Δυτικῆι, ἐδέησεν ἡμᾶς καὶ τῶι εὐσεβεῖ καὶ φιλοχρίστωι ἡμῶν βασιλεῖ περὶ τούτων προσελθεῖν. καὶ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου ἡμῶν Φλαβιανοῦ συμψηφισαμένου τῶι εὐσεβεστάτωι | |
5 | καὶ φιλοχρίστωι ἡμῶν βασιλεῖ καὶ τυπώσαντος ἐπὶ τῆς ὑμετέρας ἁγιότητος τὰ καθ’ ἡμᾶς γυμνασθῆναι παρεγενόμεθα ἑτοίμως ἔχοντες ἑαυτοῖς συστῆναι. πρόσιμεν τοίνυν διὰ τῶνδε ἡμῶν τῶν λιβέλλων δεόμενοι ἐπιτραπῆναι παρὰ τῆς ὑμετέρας ἁγιότητος ἄρξασθαι τῆς ὑποθέσεως. Σαμουῆλος πρεσβύτερος ἐπιδέδωκα τούσδε τοὺς λιβέλλους ἅμα ἑταίροις | |
10 | Κῦρος πρεσβύτερος ἐπιδέδωκα τούσδε τοὺς λιβέλλους ἅμα ἑταίροις Εὐλόγιος πρεσβύτερος ἐπιδέδωκα τούσδε τοὺς λιβέλλους ἅμα ἑταίροις Μάρας πρεσβύτερος ἐπιδέδωκα τούσδε τοὺς λιβέλλους ἅμα ἑταίροις. Σαμουῆλος πρεσβύτερος εἶπεν· Παρακαλοῦμεν καὶ τοῦτο ὑπάρξαι ἡμῖν παρὰ τῆς ὑμετέρας δικαιοσύνης ὥστε αὐτὰ ταῦτα Συριστὶ ῥηθῆναι τῶι θεοφιλεστάτωι καὶ | |
15 | ἁγιωτάτωι ἐπισκόπωι Οὐρανίωι, ἐπειδὴ παρῆν ἐν Κωνσταντινουπόλει, ἡνίκα τὰ γράμ‐ ματα περὶ τούτου γραφέντα παρὰ τοῦ ἀρχιεπισκόπου Δόμνου πρὸς τὸν ἀρχιεπίσκοπον Φλαβιανὸν ἀνεγνώσθη. καὶ πάλιν παρῆν ἐν Ἀντιοχείαι, ὅτε περὶ τούτου ἐμέλλομεν κινεῖν λόγον· καὶ περὶ τούτου οἷα αὐτῶι διελέχθη καὶ τί αὐτῶι εἶπεν, παρακαλοῦμεν αὐτὸν εἰπεῖν. | |
20 | Οἱ θεοφιλέστατοι ἐπίσκοποι Φώτιος καὶ Εὐστάθιος εἶπον· Ἅπαντα ἅπερ ἐζήτησας, ὁ παρεστὼς τῶι θεοσεβεστάτωι ἐπισκόπωι Οὐρανίωι διὰ τῆς οἰκείας ἑρμηνεύσει γλώττης Καὶ ἡρμηνεύθη. 〈Οἱ θεοφιλέστατοι ἐπίσκοποι Φώτιος καὶ Εὐστάθιος εἶπον〉· Διδάξηι λοιπὸν ἡμᾶς ὁ εὐλαβέστατος Μάρας ἅπερ ὁ θεοσεβέστατος ἐπίσκοπος Οὐράνιος τῆι οἰκείαι διελέχθη | |
25 | φωνῆι. Μάρας εἶπεν· Ταῦτα εἶπεν· ἀνεγνώσθη τὰ γράμματα ἐπὶ τῶν πατρικίων ὅτι ἐπειδὴ συνέχεον τὸ συνέδριον, ἐποιήσαμεν αὐτοὺς ἀκοινωνήτους. ὅμως δὲ ἐγὼ κριτὴς ἐδόθην καὶ οὐ δύναμαι μαρτυρεῖν. Ὁ θεοσεβέστατος ἐπίσκοπος Ἴβας εἶπεν· Ἐκείνων ὁ κύριος Δόμνος οὐκ ἐμνημό‐ | |
30 | νευσεν ἐν τῆι ἐπιστολῆι γράφων πρὸς τὸν ἁγιώτατον ἀρχιεπίσκοπον Φλαβιανὸν ἅπαξ καθηιρημένων. Οἱ θεοφιλέστατοι ἐπίσκοποι εἶπον· Εἰρήκαμεν· δήλη ἐστὶν ἡ διαλαλιὰ τοῦ θεο‐ φιλεστάτου καὶ ἁγιωτάτου πατρὸς ἡμῶν καὶ ἀρχιεπισκόπου Δόμνου. ἀναγινωσκέ‐ σθωσαν τοιγαροῦν αὖθις οἱ λίβελλοι. | |
35 | Καὶ ἀνεγνώσθησαν. Οἱ θεοφιλέστατοι ἐπίσκοποι εἶπον· Οἱ ἐπιδοθέντες παρ’ ὑμῶν λίβελλοι γενικήν τινα περιέχουσι κατηγορίαν· ἐγγράφως τοιγαροῦν ἕκαστος κατατιθέσθω τί τε κατη‐ | |
γορεῖν ἔχει καὶ οἵοις ἐνστῆναι κεφαλαίοις βεβούλευται. | 23 in vol. 2.1.3 | |
2,1,324 | Σαμουῆλος εἶπεν· Κατὰ τάξιν τὰ κεφάλαια διὰ στόματος προφέρομεν ἐπὶ τῆς ὑμε‐ τέρας ὁσιότητος, ἀρχόμεθα δὲ ἀπὸ τούτου τοῦ κεφαλαίου Οἱ θεοφιλέστατοι ἐπίσκοποι εἶπον· Ἕκαστος οἰκείαι φωνῆι κατατιθέσθω εἰ ἐνίστα‐ ται τὴν κατηγορίαν περὶ τῶν ἐπιδεδομένων κεφαλαίων. | |
5 | Σαμουῆλος εἶπεν· Ἐνίσταμαι. Μάρας εἶπεν· Ἐνίσταμαι. Εὐλόγιος εἶπεν· Ἐνίσταμαι. Κῦρος εἶπεν· Ἐνίσταμαι. Οἱ θεοφιλέστατοι ἐπίσκοποι εἶπον· Ἀναγινωσκέσθω πάντα τὰ κεφάλαια καὶ | |
10 | οὕτως ἑκάστου ποιούμεθα τὴν ἐξέτασιν. Σαμουῆλος εἶπεν· Καὶ αὐτὰ ἐνταγῆναι τοῖς πραττομένοις παρακαλοῦμεν. Οἱ θεοφιλέστατοι ἐπίσκοποι εἶπον· Ἐνταττέσθωσαν. Τὰ κεφάλαια α Τῆς πόλεως συνεισενεγκούσης εἰς λύτρωσιν αἰχμαλώτων ἕως νομισμάτων αφ | |
15 | καὶ ὄντων παρὰ τῶι κειμηλιοφύλακι ἕως νομισμάτων ἑξακισχιλίων μικρῶι πρός, ἐκτὸς προσόδων ὧν ὑποδέχεται ὁ αὐτοῦ ἀδελφὸς ἔχων σκεύη ἀργύρου ἡγιασμένου ἕως λιτρῶν ς, ταῦτα πέπρακεν καὶ εἰ μὴ χίλια νομίσματα μόνον, ὡς ἔγνωμεν, οὐκ ἔπεμψεν, τὰ ὑπόλοιπα εἰς ἑαυτὸν ἀπενεγκάμενος. β Ὅτι τὸ ποτήριον διάλιθον πολλοῦ ἄξιον προσενεχθὲν τῆι ἡμετέραι ἐκκλησίαι | |
20 | παρὰ ἁγίου ἀνδρὸς ἀπὸ ἐτῶν ἕνδεκα ἐν τοῖς κειμηλίοις τῆς ἐκκλησίας οὐκ ἀπέθετο καὶ οὐκ οἴδαμεν τί γέγονεν ἀπ’ αὐτοῦ. γ Ἔτι καὶ ἀπὸ χειροτονιῶν λαμβάνει. δ Ἁβράμιός τις ἦν διάκονος τοῦ ἡμετέρου κλήρου. οὗτος Ἰωάννου τινὸς γόητος φωραθέντος, οὗ ἦν φίλος καὶ συμμύστης, ἐπὶ τοῦ εὐλαβεστάτου ἡμῶν ἐπισκόπου | |
25 | καὶ παντὸς τοῦ κλήρου τοῦ συγκληθέντος ἐπὶ τῆι ἀκροάσει Ἁβραμίου τοῦ διακόνου ἀνεδείχθη αὐτοῦ ὁμολογήσαντος συνειδέναι, ὡς καὶ κόλασιν ὑπομεῖναι τῆς ἀκοινωνησίας καὶ παρὰ πάντων μισηθῆναι καὶ διωχθῆναι καὶ ἐπὶ πολλῶι τῶι χρόνωι. μετὰ ταῦτα οὐκ οἴδαμεν πῶς ὑποπεισθεὶς ἀπολογίας παρ’ αὐτοῦ οὐδαμοῦ προχωρησάσης ἐπεχεί‐ ρησεν αὐτὸν ἐπίσκοπον χειροτονῆσαι τῆς Βατνηνῶν πόλεως. καὶ κωλυθεὶς παρὰ τοῦ | |
30 | τὸ τηνικαῦτα ἀρχιδιακόνου αὐτοῦ ἠγανάκτησεν καὶ τὸν μὲν ὑπεύθυνον θανάτωι καθ’ ἑαυτὸν ἐψηφίσατο εἶναι ἐπίσκοπον, τὸν δὲ μηνύσαντα τὸν θρύλον τῆς πόλεως καὶ εἰπόντα ὡς οὐ δίκαιον τοῦτο γενέσθαι, ἀπεκίνησεν τοῦ τόπου ποιήσας ἀκοινώνητον, διώξας καὶ τῆς ἐκκλησίας. καὶ ἐπειδὴ οὐ προέβη αὐτῶι τὰ τοῦ σκοποῦ, ἠπείχθη αὐτὸν ποιῆσαι ξενοδόχον. καί ἐστι παρακατασχὼν τὸν χάρτην τῶν γοητευτικῶν | |
35 | ἐπικλήσεων ὁ εὐλαβέστατος ἡμῶν ἐπίσκοπος, ὀφείλων τῶι ἄρχοντι τῆς ἐπαρχίας τὸν ἀπηγορευμένον προσενεγκεῖν κατὰ τὴν ἀκολουθίαν τῶν νόμων. ε Βαλέντιόν τινα ἐπίρρητον ἄνδρα, οὗ πάντες οἱ συγκωμῆται κατεβόησαν | |
ἐγγράφως καὶ ἀγράφως μοιχείαν καὶ ἀρσενοκοιτίαν, ἐχειροτόνησεν πρεσβύτερον καὶ | 24 in vol. 2.1.3 | |
2,1,325 | περιοδευτήν, φυλακίσας καὶ τῶι ἄρχοντι παραδοὺς τοὺς καταβοήσαντας, καὶ ταῦτα ἐμφανισάντων αὐτῶι γράμματα τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου Δόμνου. ϛ Ὅτι ἐχειροτόνησεν Δανιῆλον τὸν αὐτοῦ ἀδελφιδοῦν ἐπίσκοπον τῆς Ἑλλήνων πόλεως, ὁπότε ἔδει πατέρα ἅγιον γενέσθαι, οὗ ἠδύνατο τὰ ἔργα καταιδέσαι καὶ ὑπο‐ | |
5 | πεῖσαι νῦν γοῦν εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν αὐτούς, ἄτακτον ὄντα καὶ ἀσελγέστατον καὶ νεώτερον. οὐδὲ γὰρ ἠξίωσεν οὐδὲ ἠνέσχετό ποτε λαθεῖν, ἀλλὰ δι’ ὅλου σχεδὸν τῆι ἡμετέραι πόλει παραβάλλων διὰ Χαλλώαν τινὰ ὕπανδρον, ἐκτοπίζων ταύτην καὶ περι‐ νοστῶν τόπον ἐκ τόπου καὶ εἰς τρυφὴν ἑαυτὸν μετὰ ταύτης ἐκδιδούς. ζ Ὅτι πάντα τὰ ἐκκλησιαστικὰ προσόδια πολλὰ ὄντα καὶ εἰς ἄπειρον ποσότητα | |
10 | συντείνοντα καταβάλλεται ἐπὶ τὸν ἑαυτοῦ ἀδελφὸν καὶ τοὺς αὐτοῦ ἀδελφιδοῦς, καὶ ἀξιοῦ‐ μεν λόγον αὐτὸν δοῦναι ἐπὶ τῆς ὑμετέρας ὁσιότητος. η Ὅτι τὰς κληρονομίας καὶ τὰς καρποφορίας καὶ τὰ ὅθεν δήποτε συνεισφερό‐ μενα καὶ ἀνατιθέμενα σταυρία χρυσᾶ καὶ ἀργυρᾶ συναγόμενα καταβάλλεται ἐπὶ τὸν αὐτοῦ ἀδελφὸν καὶ τοὺς αὐτοῦ ἀδελφιδοῦς. | |
15 | θ Ὅτι καὶ ἐκ τοῦ ἀφωρισμένου μέτρου εἰς ἀνάλωμα τῶν φυλακῶν εἰς τὰς οἰκίας τῶν αὐτοῦ συγγενῶν ἀναλίσκει. ι Ὅτι μνείας οὔσης τῶν ἁγίων μαρτύρων οὐκ ἐδόθη οἶνος προσενεχθῆναι τῶι ἁγίωι θυσιαστηρίωι καὶ ἁγιασθῆναι καὶ τῶι λαῶι διαδοθῆναι εἰ μὴ ὀλίγος πάνυ καὶ οὗτος φαῦλος καὶ πηλώδης καὶ ἐν αὐτῶι τῶι καιρῶι τρυγηθείς, ὡς ἀναγκασθῆναι τοὺς ἀφορι‐ | |
20 | σθέντας ὑπηρετῆσαι ἀπὸ καπηλείου φαῦλον πάνυ ἀγοράσαι ἓξ ξέστας τοὺς μηδὲ ἐπαρκέ‐ σαντας, [ια] ὥστε τοῖς τὸ ἅγιον σῶμα διανέμουσιν ἔνευσαν εἰσελθεῖν αὐτοὺς ὡς τοῦ αἵματος μὴ εὑρισκομένου, αὐτῶν πινόντων καὶ ἐσχηκότων καὶ ἀεὶ ἐχόντων διάφορον καὶ θαυμαστὸν οἶνον. καὶ ταῦτα ἐπράχθη τοῦ ἔχοντος τὴν ἐξουσίαν τῆς ὑπηρεσίας ἰδόντος καὶ διδαχθέν‐ τος ἐπὶ τῶι καὶ αὐτὸν διδάξαι τὸν ἐπίσκοπον μετὰ παρρησίας καὶ μηδὲν αὐτοῦ ποιήσαντος | |
25 | κατ’ ἐκεῖνο καιροῦ, ὡς ἀναγκασθῆναι ἡμᾶς καὶ αὐτὸν τὸν εὐλαβέστατον ἐπίσκοπον ἀνα‐ διδάξαι, μαθόντα δὲ μὴ κινηθῆναι, ἀλλὰ καταφρονῆσαι, ὡς σκανδαλισθῆναι ἐντεῦθεν πολ‐ λοὺς τῶν τῆς ἡμετέρας πόλεως. ιβ Ὅτι Νεστοριανός ἐστιν καὶ τὸν μακάριον Κύριλλον τὸν ἐπίσκοπον αἱρετικὸν ἀποκαλεῖ. | |
30 | ιγ Ὅτι ὁ ἐπίσκοπος Δανιῆλος τινὰς τῶν μάλιστα τῆς ἀσελγείας αὐτοῦ ἐχειροτόνησε κληρικούς. ιδ Πιρώζου τοῦ πρεσβυτέρου καλῶς διαθεμένου καὶ τὰ κατ’ αὐτὸν τυπώσαντος καὶ καταλείψαντος ἅπερ εἶχεν πράγματα ταῖς πρόσοδον μὴ ἐχούσαις ἐκκλησίαις ἀχθεσθεὶς ὁ ἡμέτερος ἐπίσκοπος Ἴβας εἶπεν γραμματεῖον αὐτοῦ ἔχειν νομισμάτων τρισχιλίων δια‐ | |
35 | κοσίων καὶ τοῦτο ἐδήλωσεν αὐτῶι θέλων ἀνατρέψαι αὐτοῦ τὴν βούλησιν καὶ αὐτὸν ἀπο‐ λέσθαι ἀπὸ λύπης. Δανιήλου δὲ τοῦ ἐπισκόπου διαθεμένου καὶ καταλείψαντος ἅπερ ἔσχεν πλούσια πράγματα καὶ κτήματα ἐκ τῶν ἐκκλησιαστικῶν τοῖς ἐγγόνοις τῆς αὐτοῦ | |
φίλης καὶ αὐτῆι Χαλλώαι οὔτε ἠγανάκτησεν οὔτε ἐνεκάλεσεν. | 25 in vol. 2.1.3 | |
2,1,326 | ιε Ὅτι Χαλλώα ἡ φίλη Δανιήλου τοῦ ἐπισκόπου τὸ πρότερον μηδὲν ἔχουσα ἀποκεχρημένη τοῖς ἐκκλησιαστικοῖς παρ’ αὐτῆι οὖσι πολλοῖς πράγμασι δανείζει ἀπὸ νομισμάτων τριακοσίων καὶ διακοσίων, ὡς δῆλον ἐντεῦθεν γενέσθαι πόθεν ἡ συναγωγὴ τῶν πραγμάτων. | |
5 | ιϛ Ἁβράμιός τις ἦν διάκονος· οὗτος ἀπαντητὴς ἐτύγχανεν τῆς ἡμετέρας ἐκκλη‐ σίας. διαφόρως πραγματευσάμενος ὢν πρότερον πένης καὶ μηδὲν σχεδὸν εἰπεῖν ἔχων 〈ἐκ〉 τῆς ἡμετέρας ἐκκλησίας πολλὰ καὶ ἀμύθητα πράγματα ἔσχεν, ἅτινα κατὰ ἀλήθειαν ἦν τῆς ἡμετέρας ἐκκλησίας. ὑποπείθει τοῦτον Δανιῆλος ὁ ἐπίσκοπος εἰς αὐτὸν παρα‐ πέμψαι τὸν κλῆρον κατ’ ἐγγράφους διαθήκας, ὀμόσας αὐτῶι τοῖς πτωχοῖς αὐτὰ διδόναι | |
10 | μετὰ τὴν ἐκείνου ἀποβίωσιν· τοῦτο γὰρ καὶ αἱ διαθῆκαι περιέχουσι. τούτων ἐν κα‐ θέξει γενόμενος ὁ Δανιῆλος οὐ μόνον, ὡς ἐχρῆν καὶ ὤμοσεν, οὐκ ἐδιοίκησεν, ἀλλὰ γὰρ τῆι τῆι ἀσελγείαι αὐτοῦ δουλευούσηι Χαλλώαι τῆι γυναικὶ δέδωκεν αὐτά. ιζ Ὅτι παρὰ τῶν ἐμπιπτόντων Ἑλλήνων ἁμαρτήματι θυσίας λαμβάνων Δα‐ νιῆλος ὁ ἐπίσκοπος σπόρτουλα ἀφίησι τοῦ ἐγκλήματος, πραγματευόμενος ἑαυτῶι κἀντεῦ‐ | |
15 | θεν κέρδος. ιη Ὅτι τῆς ἐκκλησίας Ἐδέσσης τοῦ κτήματος Λαφαργαρίθας ὕλας τεμόντες ἀ‐ πήνεγκαν εἰς τὰ κτήματα Χαλλώας τῆς φίλης Δανιήλου τοῦ ἐπισκόπου καὶ ἔκτισαν ἃ ἠβουλήθησαν. Οἱ θεοφιλέστατοι ἐπίσκοποι εἶπον· Ὅταν ἔλεγχος ἐπὶ κεφαλαίωι παρακολου‐ | |
20 | θήσηι ψυχῆι κίνδυνον φέρων, περιττὴν ἡγούμεθα τῶν λοιπῶν τὴν ἐξέτασιν. τὰ τοίνυν ὡμολογημένως ἀπηγορευμένα καὶ τοῖς κανόσι καὶ τοῖς νόμοις καὶ προδήλως μισητὰ τοῖς τὸν θεὸν φοβουμένοις ταῦτα ἐκλέξασθε πρότερον καὶ τούτοις ἔνστητε. δοκεῖ δὲ ἡμῖν ταῦτα εἶναι τὰ καίρια, πρῶτον μὲν τὸ ὀρθῆς εἶναι χρῆναι πίστεως τὸν ἱερατεύειν ταχθέντα, εἶτα τὸ καθεστάναι πάσης ἀσελγείας ἐλεύθερον, ἀλλὰ μὴν καὶ τὸ μὴ προ‐ | |
25 | διδόναι τὴν εὐσέβειαν μάλιστα χρημάτων ἕνεκεν. ὧν εἴ τινος ἀποδεῖξαι δύνασθε τὴν παράβασιν, οἰκείωι κατάθεσθε στόματι. Σαμουῆλος εἶπεν· Ὡς ἠξιώσαμεν ἤδη, παρακαλοῦμεν ἑκάστου κεφαλαίου κατὰ τάξιν τὴν ἐξέτασιν γενέσθαι, καὶ εἰ μὲν τὸ πρῶτον κεφάλαιον ἐπιτίμιον τοιοῦτον ἔχει, ὥστε αὐτῶι ἀρκεσθῆναι μόνωι καὶ μήτε ἕτερα κινηθῆναι, καλῶς καὶ ἐδικαίωσεν ἡ ὑμε‐ | |
30 | τέρα ὁσιότης καὶ ἡμεῖς τούτωι δουλεύσομεν. Οἱ θεοφιλέστατοι ἐπίσκοποι εἶπον· Ἐκ τῶν ἐπιδοθέντων παρ’ ὑμῶν κεφαλαίων τρία μάλιστά ἐστι τὰ πάνδεινα καὶ τῶν ἄλλων εὐκολώτερον ἐξελέγχεσθαι πεφυκότα. τού‐ τοις τοίνυν εἰ συστῆναι δύνασθε, καθάπερ εἰρήκαμεν, οἰκείαι γλώττηι κατάθεσθε. Μάρας εἶπεν· Τὰ περὶ τῆς πίστεως κινοῦμεν πρῶτον καὶ τὰ ἄλλα κεφάλαια * κι‐ | |
35 | νοῦμεν. Οἱ θεοσεβέστατοι ἐπίσκοποι εἶπον· Προθέντες ὑμῖν τὸ ποιήσασθαι τούτων τῶν | |
τριῶν κεφαλαίων τὴν ἔνστασιν οὐκ ἤδη ἠρνησάμεθα τῶν λοιπῶν τὴν ἐξέτασιν. | 26 in vol. 2.1.3 | |
2,1,327 | Μάρας εἶπεν· Τὸ περὶ τῆς πίστεως κινοῦμεν πρῶτον. Οἱ θεοφιλέστατοι ἐπίσκοποι εἶπον· Τί κινεῖν ἔχεις περὶ πίστεως; Μάρας εἶπεν· Προσομιλῶν εἶπεν· οὐ φθονῶ τῶι Χριστῶι γενομένωι θεῶι· ἐφ’ ὅσον γὰρ αὐτὸς ἐγένετο, κἀγὼ ἐγενόμην. | |
5 | Οἱ θεοφιλέστατοι ἐπίσκοποι εἶπον· Ὁμολογήσηι πρῶτον ὁ θεοσεβέστατος ἐπί‐ σκοπος Ἴβας εἰ αὐτῶι ταῦτα εἴρηται. Ὁ θεοσεβέστατος ἐπίσκοπος Ἴβας εἶπεν· Ἀνάθεμα τῶι εἰπόντι καὶ τῶι συκο‐ φαντήσαντι· ἐγὼ γὰρ οὐκ εἶπον, μὴ γένοιτο. Σαμουῆλος εἶπεν· Μάρτυρες ἡμῖν εἰσιν τούτων, ἐξ ὧν ἐνταῦθα πάρεισι· παρα‐ | |
10 | καλοῦμεν τούτους καλουμένους παρ’ ὑμῶν δεχθῆναι καὶ οἰκείαι φωνῆι καταθέσθαι εἰ μὴ ἤκουσαν αὐτοῦ εἰρηκότος τοῦτο. Ὁ θεοσεβέστατος ἐπίσκοπος Ἴβας εἶπεν· Μυριάκις ἐγὼ ἀποτμηθῆναι καταδέχο‐ μαι ἢ εἰπεῖν τὸ ῥῆμα τοῦτο καὶ μὴ γένοιτο μηδὲ ἐννοηθῆναί με τοῦτο. ἀλλ’ οἶδα ἐγὼ ὅτι ἕκαστος ἀπὸ τῆς ὁμολογίας σώιζεται. | |
15 | Οἱ θεοφιλέστατοι ἐπίσκοποι εἶπον· Ἐπ’ ἐκκλησίας φὴς ταῦτα εἰρῆσθαι τῶι θεο‐ φιλεστάτωι ἐπισκόπωι Ἴβαι; Σαμουῆλος εἶπεν· Ἔθος ἐστὶν ἐν τῆι ἁγίαι ἡμέραι τοῦ πάσχα ἢ πρὸ τῆς ἡμέρας διδόναι αὐτὸν ἐκ χειρὸς τοῖς κληρικοῖς φανερά τινα ἑορτικά. ταῦτα μέλλων διδόναι ὁμιλεῖ πρότερον καὶ οὕτως δίδωσιν. ὡμίλησεν δὲ τοῦτο καὶ εἶπεν ἐπὶ πάντων τῶν | |
20 | κληρικῶν παρόντων διὰ τὸ λαβεῖν τὰ ἑορτικὰ ταῦτα. καὶ ἐλέγχεται τινῶν ἐξ αὐτῶν ἐνταῦθα κληρικῶν παρόντων τῶν ἀκουσάντων τούτου εἰρημένου παρ’ αὐτοῦ. Οἱ θεοφιλέστατοι ἐπίσκοποι εἶπον· Πρὸ πόσου χρόνου ταῦτα εἰρῆσθαι λέγεις τῶι θεοσεβεστάτωι ἐπισκόπωι Ἴβαι; Σαμουῆλος εἶπεν· Ἔστι τρία ἔτη μικρῶι πρός. εἴρηται δὲ καὶ ἕτερα, τέως | |
25 | δὲ ταῦτα, εἰ παρίσταται, ἀποδεικνύομεν. εἰ δὲ καὶ τὰ ἄλλα συνάψαι ἡμᾶς κελεύετε, καὶ τὰ ἄλλα κατατιθέμεθα. Οἱ θεοφιλέστατοι ἐπίσκοποι εἶπον· Τίνες εἰσὶν τέως οἱ τοῦτο μαρτυρεῖν δυνάμενοι; Σαμουῆλος εἶπεν· Εἰσὶ μὲν πολλοί (ἐπὶ παντὸς γὰρ τοῦ κλήρου εἶπεν), ἐκ τούτων δέ εἰσιν ἐνταῦθα τρεῖς, καὶ οἱ τρεῖς δεκτοὶ καὶ τοῖς κανόσι καὶ τοῖς νόμοις. εἰ δὲ πλειόνων | |
30 | χρεία καὶ παρίσταται, καὶ ἄλλων ἐκδίδομεν ὀνόματα καὶ παραγίνονται κατὰ κέλευσιν ὑμετέραν. Ὁ θεοσεβέστατος ἐπίσκοπος Ἴβας εἶπεν· Ἔστιν ὁ κλῆρος ἡμῶν μικρῶι πρὸς διακοσίων ὀνομάτων ἢ καὶ πλειόνων· οὐδὲ γὰρ σώιζω τὸν ἀριθμόν. πάντες οἱ κληρι‐ κοὶ ἐμαρτύρησαν εἴτε αἱρετικός εἰμι εἴτε ὀρθόδοξός εἰμι, καὶ δι’ ἐγγράφων ὁμολογιῶν ἀπο‐ | |
35 | σταλεισῶν τῶι ἁγιωτάτωι ἀρχιεπισκόπωι Δόμνωι· ἔγραψαν δὲ καὶ πρὸς τὴν ὑμετέραν θεοσέβειαν. εἰ συνάιδει ἡ μαρτυρία τῶν τοσούτων κληρικῶν τῆι, ὡς λέγει, τριῶν μαρτύρων τῶν συνελθόντων αὐτοῖς εἰς κατηγορίαν ἐν Κωνσταντινουπόλει, καὶ νῦν δὲ αὐτοῖς ἅμα οὖσιν, ὑμέτερόν ἐστι δοκιμάσαι. Σαμουῆλος εἶπεν· Ἡμέτερόν ἐστι τῶν προτεινόντων τὸ κεφάλαιον ἢ κατηγο‐ | |
40 | ρούντων ἀποδείξεις δοῦναι ὧν εἴπομεν, οὐ τοῦ θεοσεβεστάτου ἐπισκόπου Ἴβα μαρτυ‐ | 27 in vol. 2.1.3 |
2,1,328 | ρῆσαι ἑαυτῶι ἢ δι’ ἄλλων· ἀρνήσεως γὰρ λόγον οὐδεὶς ἀπαιτεῖται. εἶπον ὅτι γέγονεν· ἐμόν ἐστιν ἀποδεῖξαι. Οἱ θεοφιλέστατοι ἐπίσκοποι εἶπον· Εἰπὲ τοὺς παραγομένους ὑπὸ σοῦ μάρτυρας ὀνομαστὶ ὡς ἀκηκοότας τοῦ θεοσεβεστάτου ἐπισκόπου Ἴβα ταῦτα εἰρηκότος. | |
5 | Σαμουῆλος εἶπεν· Ἔστιν Δαυὶδ διάκονος ἀπὸ κειμηλιοφυλάκων καὶ Μάρας διά‐ κονος καὶ Σάβας διάκονος ὁ τὰ συντάγματα κατὰ τόπον τοῦ μακαρίου Ἐφρὲμ λέγων, ἀνὴρ ἐν τοῖς Σύροις σοφώτατος. Ὁ θεοφιλέστατος ἐπίσκοπος Ἴβας εἶπεν· Καὶ Μάρας ἐνέτυχεν ἐν Ἀντιοχείαι μετ’ αὐτῶν καὶ λιβέλλους ἐπιδέδωκεν μετ’ αὐτῶν καὶ ἀνῆλθεν ἐν Κωνσταντινουπόλει | |
10 | ἅμα αὐτοῖς. Μάρας δὲ κατὰ τὸ ἀληθὲς ἀκοινώνητός ἐστι τῶι ἰδίωι ἀρχιδιακόνωι (οὐδὲ γὰρ ἐμοί ἐστιν ἀκοινώνητος), ἐπειδὴ ὕβρισεν πρεσβύτερον· διὰ τοῦτο ἀκοινώνητον αὐτὸν ἐποίησεν. εἶτα ηὗρον αὐτὸν λυπούμενον καὶ προσεδέξαντο αὐτὸν εἰς κατηγορίαν. ἐκείνους τοὺς ἀνελθόντας κατ’ ἐμοῦ καὶ προσελθόντας τῶι βασιλεῖ κατ’ ἐμοῦ πῶς δύναν‐ ται αὐτοὶ παράγειν εἰς μαρτυρίαν; σὺ ὅτε εἶπες ‘ἡ ζωὴ ἀπέθανεν‘, οὐκ εὐθὺς εἶπόν σοι, | |
15 | ‘ἑταῖρε, εἰ μὲν τοῦτο λέγεις ὅτι ἡ σὰρξ τοῦ κυρίου ζωοποιός ἐστι καὶ ὁ Χριστὸς ἡμῶν ζωή ἐστιν, κἀγὼ ὁμολογῶ· εἰ δὲ ἠινίξω τὴν θεότητα, οὐ δέχομαι‘ καὶ ἐξ ἐκείνου ἐκοι‐ νώνησάς μοι δέκα ἔτη; Σαμουῆλος εἶπεν· Εἰ ἐκάλεσέ με ἰδίαι ἢ ἐνεκάλεσεν ἢ περὶ τούτου μοι διελέχθη, ὑπεύθυνός εἰμι οἷς λέγει; εἰ μὴ ὅτι ἐξ ἐκείνου οὐκ ἐπέτρεψέν μοι ὁμιλῆσαι. | |
20 | Οἱ θεοφιλέστατοι ἐπίσκοποι εἶπον· Ὁ θεοσεβέστατος ἐπίσκοπος Ἴβας ἐδίδαξεν ὡς προσεκαλέσατό σε καὶ τινὰ παρήινεσεν· αὐτὸς ἀρνῆι. ἐπὶ μαρτύρων δὲ οὐδεὶς ἐκ παντὸς ἢ διδάσκει ἢ παραινεῖ. τοῦτο τοιγαροῦν ὡς περιττὸν καταλιπόντες ἐπὶ τὸ προκείμενον ἔλθατε. Σαμουῆλος εἶπεν· Ἀρκεῖ μοι ὅτι ὡμολόγησεν ἐπὶ τῆς ὑμετέρας ὁσιότητος ὅτι | |
25 | ἐνεκάλεσέν μοι περὶ τούτου, 〈ὁ θεοσεβέστατος ἐπίσκοπος Ἴβασ〉. Ὁ θεοσεβέστατος ἐπίσκοπος Ἴβας εἶπεν· Οὐδὲ ἐνεκάλεσα, ἀλλὰ ἐπυθόμην· ἑταῖρε, πῶς εἶπες τὴν ζωὴν τεθνάναι; τὴν θεότητα λέγεις ἢ τὴν σάρκα τοῦ θεοῦ ζωοποιὸν λέγεις; καὶ γὰρ καὶ ζωή ἐστι καὶ ζωοποιός. καὶ οὕτω καὶ πιστεύω καὶ ὁμολογῶ τῶι στό‐ ματί μου ὡς ἐκέλευσεν ὁ θεὸς αὐτὸς ὅτι τῶι στόματι ὁμολογεῖτε εἰς σωτηρίαν. | |
30 | Οἱ θεοφιλέστατοι ἐπίσκοποι εἶπον· Ἐπυνθανόμεθα ὑμῶν εἰ ἐπὶ ἐκκλησίας ὁ θεο‐ σεβέστατος ἐπίσκοπος Ἴβας τοῦτο τὸ παρ’ ὑμῶν εἰρημένον ἐδίδαξεν, καὶ εἴπατε ὅτι ἐν τῶι τρικλίνωι τοῦ ἐπισκοπείου παντὸς τοῦ κλήρου παρόντος τοῦτο ἐδογμάτισεν. ἐπεὶ τοίνυν 〈καὶ〉 οἱ κανόνες καὶ οἱ νόμοι διὰ τὸ ἄπορον προσέταξαν ῥητὸν ἀριθμὸν μαρτύρων ἐκ παντὸς παράγεσθαι, ἐν δὲ τῶι παρόντι πράγματι ἀπορία οὔκ ἐστιν, ἀλλ’ εὐπορία | |
35 | μαρτύρων, ὡς αὐτοὶ κατέθεσθε, ἐπάναγκές ἐστι μὴ μόνον τοὺς ὑφ’ ὑμῶν νῦν παραγο‐ | |
μένους, ἐπείπερ ὁ θεοσεβέστατος ἐπίσκοπος Ἴβας ὡς συγκατηγόρους ὑμῶν αὐτοὺς διέ‐ | 28 in vol. 2.1.3 | |
2,1,329 | βαλεν, πιστευθῆναι, ἀλλὰ γὰρ καὶ σχεδὸν πάντας ἐρωτηθῆναι τοὺς κατ’ ἐκεῖνον τὸν καιρὸν τὰς εὐλογίας παρ’ αὐτοῦ δεξαμένους, ὡς ἐδιδάξατε. Μάρας εἶπεν· Πολλάκις εἰσί τινες μηδὲ εἰδότες ἀκοῦσαι, 〈ἀλλ’ οἱ ἀκριβῶς εἰδότεσ〉 τὰ τοιαῦτα φανεροί εἰσιν, καὶ τούτους ἐκδιδόαμεν. | |
5 | Οἱ θεοφιλέστατοι ἐπίσκοποι εἶπον· Πόσοι παρῆσαν τὸ τηνικαῦτα ἐκεῖσε πρεσ‐ βύτεροι; Μάρας εἶπεν· Οὐκ οἴδαμεν. Οἱ θεοφιλέστατοι ἐπίσκοποι εἶπον· Εὐλογιῶν παρεχομένων εἰκὸς ἦν ἅπαν τὸ σύ‐ στημα τῶν εὐλαβεστάτων κληρικῶν παρεῖναι. | |
10 | Εὐλόγιος εἶπεν· Μάλιστα μέν, καὶ εἰ ἠβούλοντο τινὲς ἐλθεῖν καὶ εἰπεῖν, τὰς συ‐ σκευὰς αὐτοῦ φοβούμενοι οὐκ ἀνῆλθον. πολλοὶ γὰρ αἱροῦνται μὴ προσκροῦσαι αὐτῶι, ἵνα μὴ ἀποθάνωσιν. τινὰ γὰρ μὴ βουληθέντα τῶν πρεσβυτέρων καθυπο‐ γράψαι τοῖς αὐτοῦ ἐπαίνοις, ἡνίκα τὴν κατηγορίαν ἐν Ἀντιοχείαι κατ’ αὐτοῦ ἐνεστη‐ σάμεθα, μετὰ τὸ κατελθεῖν αὐτὸν ἐκεῖθεν συνεσκευάσατο, καὶ ἄνδρα ἀπὸ πεντήκοντα | |
15 | ἐτῶν ὀρθόδοξον ὄντα, μηδέποτε μηδὲ λουσάμενον ἐξ οὗ τῶι βίωι τούτωι ἀπετάξατο, ὧι πᾶσα ἡ πόλις μαρτυρεῖ, κατηγορίαν ἐνστησάμενος κατ’ αὐτοῦ διὰ τῶν ἰδίων οἰκονό‐ μων, ἣν οὐδὲ ἠδυνήθη ἐπεξελθεῖν, ὡς τὸν ἄρχοντα προσχαριζόμενον αὐτῶι [μὴ βου‐ ληθῆναι, ἔτι] ἐκείνου ἐνισταμένου καὶ λέγοντος· δειχθείη ἡ κατ’ ἐμοῦ συσκευή, ἀπολῦσαι αὐτόν, καὶ πᾶσαν τὴν πόλιν δέξασθαι αὐτὸν ἀπὸ φυλακῆς μετὰ κηρῶν καὶ λύχνων. | |
20 | καὶ διὰ τοῦτο πάντες οἱ κληρικοὶ εὐλαβούμενοι οὐχ αἱροῦνται καταμαρτυρῆσαι αὐτοῦ Οἱ θεοφιλέστατοι ἐπίσκοποι εἶπον· Οὐχ ἡγούμεθα τὸν φόβον [τοῦ] θεοῦ πρὸ ὀφ‐ θαλμῶν ἐχόντων καὶ τῆς πίστεως προκειμένης αἱρεῖσθαί 〈τινα〉 πρὸς χάριν ἀνθρώπων τῆς ἰδίας καταφρονεῖν σωτηρίας. ὅθεν ἐπειδήπερ αὐτὸς ἐδίδαξας ὡς τὸ πλῆθος συνή‐ θροιστο τῶν εὐλαβεστάτων κληρικῶν, ὅτε ταῦτα ὁ θεοσεβέστατος ἐπίσκοπος Ἴβας | |
25 | ἐδίδασκεν, οὐ δεχόμεθα τὴν τῶν παραγομένων παρ’ ὑμῶν τριῶν τούτων μαρτύρων φω‐ νὴν καὶ μάλιστα ὑπόπτων ὑπαρχόντων αὐτῶι τῶι θεοφιλεστάτωι ἐπισκόπωι [Ἴβαι,] καθάπερ κατέθετο. Σαμουῆλος εἶπεν· Πῶς οἷόν τέ ἐστιν ὅλον τὸν κλῆρον ἐνεχθῆναι εἰς μαρτυρίαν; Εὐλόγιος εἶπεν· Ὅτε ἦμεν ἐν Ἀντιοχείαι, ἐποίησαν ὑπηγορίαν ἐπαίνων· περι‐ | |
30 | έφερον αὐτὴν τοῖς κληρικοῖς, ἵνα ὑπογράψωσιν. τινὲς τῶν κληρικῶν ἢ δεκαπέντε ἢ δε‐ καοκτὼ οὐκ ἠβουλήθησαν ὑπογράψαι λέγοντες ὅτι πολλάκις ἐρωτώμεθα τί ποτε, καὶ οὐκ οἴδαμεν τί εἰπεῖν καὶ οὐ δυνάμεθα ψεύσασθαι. τούτους ἀγαγὼν βιαίως εἰς τὴν ἐκκλησίαν ἐποίησεν κατακραγῆναι ὡς ὀφείλοντας βληθῆναι ἔξω, ἐπειδὴ μὴ ὑπέγραψαν, καὶ ἐποίησεν αὐτοὺς ἀκοινωνήτους ἐπὶ ὅλης τῆς ἐκκλησίας καὶ ἔβαλεν αὐτοὺς ἔξω. καὶ | |
35 | διὰ τοῦτο ἦλθον ἐν Ἀντιοχείαι· ἐξ οὗ δὲ εἶδον ὅτι κατεπονήθημεν καὶ οὐκ ἐδέχθη ἡμῶν τὰ δίκαια καὶ ὅτι κατῆλθεν ὁ ἄνθρωπος ὡς περιγενόμενος ἡμῶν, ἐφοβήθησαν κατελθεῖν εἰς τὴν πόλιν, καὶ ἀνάγκην ἔσχομεν ἕως τῆς σήμερον τρέφειν αὐτοὺς διὰ τὴν μαρτυρίαν. | |
Ὁ θεοσεβέστατος ἐπίσκοπος Ἴβας εἶπεν· Ὁ ἁγιώτατος καὶ ὁσιώτατος ἡμῶν | 29 in vol. 2.1.3 | |
2,1,330 | ἀρχιεπίσκοπος παρεγένετο εἰς Ἱεράπολιν εἰς τὸν ἐνθρονισμὸν τοῦ κύρου Στεφάνου τοῦ θεοσεβεστάτου ἐπισκόπου. ἠβουλήθημεν πληρῶσαι τὰ νενομισμένα καὶ ἀπελθεῖν ἀσπάσασθαι αὐτοὺς εἰς τὴν Ἱεράπολιν. ὡς ἔτι ἐξερχόμεθα, ἀκούομεν ὅτι Σαμουῆλος καὶ Κῦρος [ὧδε νῦν] ἐπὶ τῶι κατηγορῆσαι ἡμῶν ἀπῆλθον ὑπογραφάς τινων κληρικῶν λα‐ | |
5 | βόντες. ὁμολογῶ τοῦτο· συνεκάλεσα τὸν κλῆρον καὶ εἶπον ὡς ἤκουσα ὅτι Σαμουῆλος καὶ Κῦρος ἀπῆλθον ἐπὶ τῶι κατηγορῆσαι ἡμῶν. ἀλλὰ καὶ ὑμῖν λέγω, εἴ τις ἐγγράφως αὐτοῖς ἐκοινώνησεν εἰς τοὺς λιβέλλους, ἕως ἂν εἰδῆι ποῖον πέρας λαμβάνει τὸ πρᾶγμα, μὴ κοινωνήσηι. ἀφώρισαν ἑαυτοὺς οἱ λοιποὶ τιτρωσκόμενοι ὑπὸ τοῦ συνειδότος Οἱ θεοφιλέστατοι ἐπίσκοποι εἶπον· Πόσοι ἦσαν οἱ ἀφορίσαντες ἑαυτούς; | |
10 | Ὁ θεοφιλέστατος ἐπίσκοπος Ἴβας εἶπεν· Εἰσὶν ὡς δεκαπέντε μικρῶι πρὸς οἱ ἀφο‐ ρίσαντες ἑαυτούς, καὶ ἐγὼ οὐκ ἀφώρισα αὐτούς. Μάρας εἶπεν· Εἰ ἀφώρισέν τις ἑαυτὸν εἰ μὴ ἐγὼ μόνος καὶ ὁ πρεσβύτερος Σαμουῆλος. ἐπειδὴ ἡμεῖς ἦμεν λιβέλλους ποιήσαντες κατ’ αὐτοῦ οἱ τέσσαρες, ἐγὼ καὶ Κῦρος καὶ Σα‐ μουῆλος καὶ Εὐλόγιος, ἔλαβον οἱ δύο τοὺς λιβέλλους καὶ ἀπῆλθον εἰς Ἱεράπολιν ἐπὶ τῶι | |
15 | μεῖναι τὸν ἀρχιεπίσκοπον, ὁ κύρις δὲ Σαμουῆλος ἐκακοῦτο. λοιπὸν συνεκάλεσεν πάντας ἐν τῶι σηκρήτωι καὶ εἶπεν ‘ἐπειδὴ ἤκουσα ὅτι Κῦρος καὶ Εὐλόγιος ἀπῆλθον κατ’ ἐμοῦ κατηγορῆσαι, τούτους ἀφώρισα, ἵνα γνῶτε ὅτι ἀκοινώνητοί εἰσιν. εἰ δέ τις συν‐ έπραξεν αὐτοῖς ἐν τοῖς λιβέλλοις ἢ σύνοιδεν, ἐπειδὴ ἀκούω ὅτι τριάκοντά εἰσιν οἱ κλη‐ ρικοὶ οἱ συνθέμενοι αὐτοῖς, δίδωμι τῆι γνώμηι αὐτῶν.‘ οὐδεὶς οὐκ ἐξέβη εἰ μὴ ἐγὼ μόνος | |
20 | καὶ αὐτός, ἐπειδὴ οὐκ ἦσαν συνθέμενοι ἡμῖν, ἀλλ’ ἔμειναν κοινωνοῦντες αὐτῶι. Οἱ θεοφιλέστατοι ἐπίσκοποι εἶπον· Λεγέτω ὁ θεοσεβέστατος ἐπίσκοπος Ἴβας εἰ ἀληθῶς λέλεκται αὐτῶι ἅπερ οὗτοι εἰρήκασιν. Ὁ θεοσεβέστατος ἐπίσκοπος Ἴβας εἶπεν· Ἐγὼ οὔτε εἶπον καὶ ἀναθεματίζω τὸν εἰπόντα. ἐγὼ γὰρ οὔτε παρὰ δαίμονος ἤκουσα τὸ ῥῆμα τοῦτο. | |
25 | Μάρας εἶπεν· Εἰσὶν μάρτυρες οἱ μαρτυροῦντες ἡμῖν ἐνταῦθα τρεῖς, ὧν τὰ ὀνόματα ἐκδίδομεν· εἰσὶ δὲ ἡμῖν καὶ ἕτεροι ἐν Ἐδέσσηι. Οἱ θεοφιλέστατοι ἐπίσκοποι εἶπον· Ἐπάναγκές ἐστιν καὶ τούτων προσθεῖναι τὰς προσηγορίας, ἐπειδὴ οὐ περὶ μικρῶν ἐστιν ἡ ζήτησις. Εὐλόγιος εἶπεν· Ἐκδίδομεν. | |
30 | Μάρας εἶπεν· Τὸν μακάριον Κύριλλον οὐκ ἐκάλεσας αἱρετικόν; Ὁ θεοσεβέστατος ἐπίσκοπος Ἴβας εἶπεν· Ἐπ’ ἀληθείας λέγω, οὐ μέμνημαι. εἰ δὲ καὶ ἐκάλεσα αὐτόν, ὅτε ἡ Ἀνατολικὴ σύνοδος ὡς αἱρετικὸν ἀνεθεμάτισεν, ἐξηκολούθησα τῶι ἐξάρχωι μου. Μάρας εἶπεν· Οὐκ εἶπες ὅτι εἰ μὴ ἀνεθεμάτισε τὰ κεφάλαια αὐτοῦ, οὐκ ἐδεξάμεθα | |
35 | αὐτόν; Ὁ θεοσεβέστατος ἐπίσκοπος Ἴβας εἶπεν· Εἶπον ὅτι εἰ μὴ αὐτὸς ἑαυτὸν ἡρμήνευσεν καὶ ἐδέξατο αὐτὸν ἡ Ἀνατολικὴ σύνοδος, κἀγὼ μετὰ τοῦ ἐξάρχου μου καὶ τῆς Ἀνατο‐ λικῆς συνόδου ἀπηρνούμην αὐτόν. | |
Μάρας εἶπεν· Πέρυσιν εἶπες, ὅτε ἡ κίνησις ἐγένετο ἐν τῶι σηκρήτωι, τὸν μακάριον | 30 in vol. 2.1.3 | |
2,1,331 | Κύριλλον ὡς αἱρετικὸν εἶχον καὶ ἕως οὗ ἀνεθεμάτισε τὰ κεφάλαια, οὐκ ἐδεξάμην αὐτόν. Ὁ θεοσεβέστατος ἐπίσκοπος Ἴβας εἶπεν· Ὄντως οὐ μέμνημαι· εἰ δὲ καὶ εἶπον, εἶπον ὅτι ἀληθῶς εἰ μὴ ἡ Ἀνατολικὴ σύνοδος ἐδέξατο αὐτὸν ἑρμηνεύσαντα τὰ ἐκεῖ κεφάλαια | |
5 | αὐτοῦ, αἱρετικὸν εἶχον αὐτόν. Οἱ θεοφιλέστατοι ἐπίσκοποι εἶπον· Εἰ δύνασθε ἀποδεῖξαι ὅτι μετὰ τὴν ἕνωσιν τῶν ἐκκλησιῶν τὴν γενομένην πρὸς τὸν μακαριώτατον καὶ ὁσιώτατον τὴν μνήμην πατέρα ἡμῶν καὶ ἐπίσκοπον Ἰωάννην καὶ τὸν θεοσεβέστατον καὶ ἁγιώτατον τὴν μνήμην ἐπί‐ σκοπον Κύριλλον αἱρετικὸν ὠνόμασεν αὐτὸν ὁ θεοσεβέστατος ἐπίσκοπος Ἴβας, ὁμολο‐ | |
10 | γήσατε. Μάρας εἶπεν· Τοῦτο εἶπεν ὅτι εἴχομεν αὐτὸν αἱρετικὸν ἕως οὗ ἀνεθεμάτισεν τὰ κεφάλαια. Ὁ θεοσεβέστατος ἐπίσκοπος Ἴβας εἶπεν· Ἐγὼ τοσοῦτον ἀπέχω τοῦ μετὰ τὸ ἑρμηνευθῆναι αὐτοῦ τὰ κεφάλαια ἀναθεματίσαι τὸν ἄνδρα, ὅτι καὶ γράμματα παρ’ αὐτοῦ | |
15 | ἐδεξάμην καὶ γράμματα αὐτῶι ἔπεμψα καὶ κοινωνικόν με ἔσχεν καὶ κοινωνικὸν αὐτὸν ἔσχον. Οἱ θεοφιλέστατοι ἐπίσκοποι εἶπον· Μετὰ τὸ γενέσθαι ὑμᾶς κοινωνικοὺς τί ποτε εἶπας; Μάρας εἶπεν· Πέρυσιν εἶπεν ὅτι αἱρετικὸς ἦν, ἕως ὅτε ἀνεθεμάτισεν. | |
20 | Ὁ θεοσεβέστατος ἐπίσκοπος Ἴβας εἶπεν· Ἕως ὅτε ἡρμήνευσεν ἑαυτόν, ἐπειδὴ ἡ Ἀνατολικὴ σύνοδος αἱρετικὸν αὐτὸν ἐκάλει καὶ ὡς αἱρετικὸν καθεῖλεν, αἱρετικὸν αὐτὸν κἀγὼ ἐνόμιζον· μετὰ δὲ τὸ ἑνωθῆναι τὰς ἐκκλησίας καὶ τὸν μακάριον Παῦλον ἀπελθεῖν εἰς Ἀλεξάνδρειαν καὶ ἀπενεγκεῖν τὴν πίστιν τῶν Ἀνατολικῶν καὶ δέξασθαι παρ’ αὐτοῦ τὴν ἑρμηνείαν τῶν κεφαλαίων, πάντες κοινωνικὸν αὐτὸν ἔσχομεν καὶ ὀρθόδοξον καὶ οὐ‐ | |
25 | δεὶς καλεῖ αὐτὸν αἱρετικόν. Οἱ θεοφιλέστατοι ἐπίσκοποι εἶπον· Μάλιστα μὲν ἀρκεῖ ἡ ἄρνησις τῆς αἱρέσεως πρὸς εὐσέβειαν· πλὴν ὁ θεοσεβέστατος ἐπίσκοπος Ἴβας ἐδίδαξεν τὴν αἰτίαν δι’ ἣν αἱρετι‐ κὸν ἐνόμισεν μετὰ πάσης τῆς κατὰ τὴν Ἀνατολὴν ἁγίας συνόδου τὸν ὁσιώτατον τὴν μνήμην Κύριλλον. ὑμεῖς δὲ φατὲ ὅτι πέρυσιν αἱρετικὸν αὐτὸν ὠνόμασεν· τοῦτο ἐπά‐ | |
30 | ναγκές ἐστιν ὑμᾶς δεῖξαι. Μάρας εἶπεν· Πέρυσιν εἶπεν ὅτι αἱρετικὸν αὐτὸν εἶχον ἕως οὗ ἀναθεμάτισε τὰ κεφάλαια. Ὁ θεοσεβέστατος ἐπίσκοπος Ἴβας εἶπεν· Ἕως οὗ ἐψιθύρισεν πρὸς τὸ οὖς τῶι μα‐ καριωτάτωι Ἰωάννηι καὶ ἐδέξατο παρ’ αὐτοῦ τὴν ἔγγραφον ὁμολογίαν περὶ πίστεως, | |
35 | ἣν ἔπεμψεν διὰ τοῦ μακαριωτάτου Παύλου, πάντες αἱρετικὸν αὐτὸν εἴχομεν, μετὰ δὲ τὸ δέξασθαι αὐτὸν κοινωνικοὶ ἦμεν καὶ ἐκοινώνει ἡμῖν καὶ ἡμεῖς αὐτῶι. Σαμουῆλος εἶπεν· Ταῦτα νῦν λέγει ὁ εὐλαβέστατος ἐπίσκοπος θέλων διορθώσασθαι αὐτοῦ τὸ σφάλμα, ἡμέτερον δέ ἐστιν ἀποδεῖξαι ὅτι Κύριλλον εἶπεν αἱρετικὸν καὶ διορ‐ θούμενος ἑαυτὸν μετὰ ταῦτα εἶπεν ὅτι ἕως οὗ ἀνεθεμάτισεν τὰ κεφάλαια αὐτοῦ, αἱρετικὸς | |
40 | ἦν. | |
Ὁ θεοσεβέστατος ἐπίσκοπος Ἴβας εἶπεν· Ἐγὼ ἀναθεματισμοῦ οὐκ ἐμνημόνευσα· | 31 in vol. 2.1.3 | |
2,1,332 | ἐγὼ ἐξηκολούθησα τῆι Ἀνατολικῆι συνόδωι. θέλετε τὰ ἔγγραφα; προσενέγκατε τὰ ἔγγραφα. θέλετε τὰ ἄγραφα; προσενέγκατε τὰ ἄγραφα. Οἱ θεοφιλέστατοι ἐπίσκοποι εἶπον· Εἰ φαίνεται μετὰ τὸν θάνατον τοῦ μακαριωτάτου καὶ ἁγιωτάτου Κυρίλλου ὁ θεοσεβέστατος ἐπίσκοπος Ἴβας αἱρετικὸν αὐτὸν ὀνομάζων | |
5 | καὶ αἱρετικὸν αὐτὸν ἔχων, ἀποδείξατε. Μάρας εἶπεν· Ἀποδεικνύομεν. Ὁ αὐτὸς καθωσιωμένος σηκρητάριος ὁμοίως ἀνέγνω. Ῥω ἀνέγνων ἀνέγνωμεν ἀνέγνω Ἑρμηνεία ἐπιστολῆς γραφείσης παρὰ τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἴβα τῆς Ἐδεσ‐ | |
10 | σηνῶν πόλεως Μάρηι Πέρσηι Μετὰ τὰ προοίμια· Ἐν συντόμωι δὲ τῆι συνέσει σου τῆι φωτεινῆι τῆι δι’ ὀλίγων τὰ πολλὰ ἐπιγινωσκούσηι, οἷα πρὸ τούτου καὶ νῦν ἐνταῦθα ἐγένετο, γνωρίσαι σοι ἐσπουδάσαμεν, εἰδότες ὡς ταῦτα τῆι σῆι θεοσεβείαι γράφοντες πᾶσιν διὰ τῆς σῆς σπου‐ δῆς τοῖς ἐκεῖσε γνώριμα γίνεται τὰ παρ’ ἡμῶν ὡς οὐδεμίαν ἐναλλαγὴν αἱ παρὰ τοῦ | |
15 | θεοῦ δοθεῖσαι γραφαὶ ἔλαβον. ποιοῦμαι δὲ τὴν ἀρχὴν τῆς ὑποθέσεως ἐκ τῶν λόγων ὧν καὶ αὐτὸς ἐπίστασαι. ἐγένετο φιλονεικία ἐξ οὗπερ ἡ σὴ θεοσέβεια ἐνταῦθα ἦν, τοῖς δύο ἀνθρώποις τούτοις, Νεστορίωι καὶ Κυρίλλωι, καὶ συνέγραψαν κατ’ ἀλλήλων λόγους βλαβερούς, οἵτινες σκάνδαλον ἦσαν τοῖς ἀκούουσι. Νεστόριος γὰρ εἴρηκεν ἐν τοῖς αὐτοῦ λόγοις, καθὼς καὶ ἡ σὴ θεοσέβεια ἐπίσταται, ὅτι ἡ μακαρία Μαρία θεοτόκος | |
20 | οὔκ ἐστιν, ὡς νομισθῆναι τοῖς πολλοῖς ἐκ τῆς αἱρέσεως Παύλου τοῦ Σαμοσατέως αὐτὸν εἶναι τοῦ φάσκοντος ἄνθρωπον ψιλὸν εἶναι τὸν Χριστόν. Κύριλλος δὲ θέλων τοὺς λόγους Νεστορίου ἀνατρέψαι ὤλισθεν καὶ εὑρέθη ἐμπίπτων εἰς τὸ δόγμα Ἀπολιναρίου· συνέγραψε γὰρ καὶ αὐτὸς ὁμοίως ἐκείνωι ὅτι αὐτὸς ὁ θεὸς ὁ λόγος γέγονεν ἄνθρωπος, ὡς μὴ εἶναι διαφορὰν μεταξὺ τοῦ ναοῦ καὶ τοῦ ἐνοικοῦντος ἐν αὐτῶι. συνέγραψε γὰρ | |
25 | τὰ δώδεκα κεφάλαια, ἅπερ νομίζω καὶ τὴν σὴν θεοσέβειαν ἐγνωκέναι, ὅτι μία φύσις ἐστὶ τῆς τε θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ὡς οὐ χρή, φησί, διαιρεῖν τὰς φωνὰς τὰς εἰρημένας, ἃς ἢ αὐτὸς ὁ κύριος περὶ ἑαυτοῦ εἴρηκεν ἢ οἱ εὐαγγελισταὶ περὶ αὐτοῦ. πόσης δὲ ἀσεβείας πεπλήρωται ταῦτα, καὶ πρὸ τοῦ ἡμᾶς εἰπεῖν [ὡς καὶ] ἡ σὴ ἁγιωσύνη ἐπίσταται. πῶς γὰρ δυνατὸν ληφθῆναι τὸν | |
30 | ἐν ἀρχῆι λόγον ἐπὶ τοῦ ναοῦ τοῦ γεννηθέντος ἐκ Μαρίας ἢ ἐκεῖνο τὸ ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους περὶ τῆς θεότητος τοῦ μονογενοῦς ῥηθῆναι; ἡ γὰρ ἐκκλη‐ | |
σία οὕτως λέγει, ὡς καὶ ἡ σὴ θεοσέβεια ἐπίσταται καὶ ἐξ ἀρχῆς ἐδιδάχθη καὶ ἐστηρίχθη | 32 in vol. 2.1.3 | |
2,1,333 | τῆι θείαι διδασκαλίαι ἐκ τῶν λόγων τῶν μακαρίων πατέρων, δύο φύσεις, μία δύναμις, ἓν πρόσωπον, ὅπερ ἐστὶν εἷς υἱὸς κύριος Ἰησοῦς Χριστός. διὰ ταύτην τὴν φιλονεικίαν οἱ νικηταὶ καὶ εὐσεβεῖς βασιλεῖς ἐκέλευσαν τοὺς ἐξάρχους τῶν ἐπισκόπων εἰς τὴν Ἐφεσίων πόλιν συναχθῆναι καὶ ἐπὶ πάντων τοὺς λόγους Νεστορίου καὶ Κυρίλλου κριθῆναι. πρὸ | |
5 | τοῦ δὲ πάντας τοὺς ἐπισκόπους τοὺς κελευσθέντας συναχθῆναι ἐλθεῖν εἰς τὴν Ἔφεσον προλα‐ βὼν ὁ αὐτὸς Κύριλλος τὰς 〈ἁπάντων〉 ἀκοὰς τῶι φαρμάκωι τῶι πηροῦντι τοὺς ὀφθαλ‐ μοὺς τῶν σοφῶν προκατέσχεν· εὗρεν δὲ αἰτίαν ἐκ τοῦ μίσους τοῦ πρὸς Νεστόριον. καὶ πρὸ τοῦ εἰς τὴν σύνοδον παραγενέσθαι τὸν ἁγιώτατον καὶ θεοφιλέστατον ἀρχιεπίσκοπον Ἰωάννην ἐκ τῆς ἐπισκοπῆς τὸν Νεστόριον καθεῖλον κρίσεως καὶ ζητήσεως μὴ γενομένης. | |
10 | μετὰ δὲ δύο ἡμέρας τῆς τούτου καθαιρέσεως ἤλθομεν εἰς Ἔφεσον καὶ μαθόντων ἡμῶν ὅτι ἐν τῆι καθαιρέσει Νεστορίου τῆι γενομένηι παρ’ αὐτῶν τὰ δώδεκα κεφάλαια τὰ συγ‐ γραφέντα παρὰ Κυρίλλου ἐναντία ὄντα τῆι πίστει τῆι ἀληθινῆι ἀνέθηκαν καὶ ἐβεβαίωσαν καὶ συνέθεντο αὐτοῖς ὡς τῆι ἀληθινῆι πίστει συμφωνοῦσι, πάντες οἱ τῆς Ἀνατολῆς ἐπίσκοποι αὐτὸν Κύριλλον καθεῖλον καὶ κατὰ τῶν ἄλλων ἐπισκόπων τῶν συνθεμένων | |
15 | τοῖς κεφαλαίοις ἀκοινωνησίαν ὥρισαν. καὶ μετὰ ταύτην τὴν ἀταξίαν ἕκαστος εἰς τὴν πόλιν τὴν ἑαυτοῦ ὑπέστρεψε· Νεστόριος δὲ ἐπειδὴ ἐμισεῖτο παρὰ τῆς πόλεως καὶ τῶν μεγάλων τῶν ὄντων ἐν αὐτῆι, ἐκεῖ ὑποστρέψαι οὐκ ἠδυνήθη. καὶ ἔμεινεν ἡ σύνοδος ἡ Ἀνατολικὴ μὴ κοινωνοῦσα τοῖς ἐπισκόποις τοῖς κοινωνήσασι Κυρίλλωι. καὶ διὰ ταῦτα λύπη πολλὴ μεταξὺ αὐτῶν ἐγένετο καὶ ἐν φιλονεικίαι ἐπίσκοποι πρὸς ἐπισκόπους | |
20 | ἐγένοντο καὶ λαοὶ πρὸς λαοὺς καὶ τὰ γεγραμμένα ἔργωι ἐπληρώθη ὅτι ἔστωσαν ἐχθροὶ 〈τοῦ ἀνθρώπου〉 οἱ οἰκειακοὶ αὐτοῦ. καὶ ἐκ τούτου λοιδορίαι πολλαὶ καθ’ ἡμῶν ἐγένοντο Ἑλλήνων τε καὶ αἱρετικῶν. οὐ γὰρ ἐτόλμα τις ἀπὸ πόλεως εἰς πόλιν ἢ ἀπὸ χώρας εἰς χώραν ἀπέρχεσθαι, ἀλλ’ ἕκαστος τὸν πλησίον ὡς ἐχθρὸν ἐδίωκεν. πολλοὶ δὲ μὴ ἔχοντες φόβον θεοῦ πρὸ ὀφθαλμῶν [ἢ] προφάσει ζήλου τοῦ ὑπὲρ τῶν ἐκκλησιῶν | |
25 | ἣν εἶχον ἔχθραν κεκρυμμένην ἐν τῆι καρδίαι αὐτῶν, εἰς ἔργον ἀγαγεῖν ἐσπούδασαν. ὧν εἷς ἐξ αὐτῶν τυγχάνει ὁ τῆς ἡμετέρας πόλεως τύραννος, ὃν καὶ αὐτὸς οὐκ ἀγνοεῖς, ὅστις προφάσει τῆς πίστεως οὐ μόνον τοὺς ζῶντας ἀμύνεται, ἀλλὰ καὶ τοὺς πάλαι πρὸς τὸν κύριον ἀπεληλυθότας. ὧν εἷς ἐξ αὐτῶν ἐστιν ὁ μακάριος Θεόδωρος ὁ κῆρυξ τῆς ἀλη‐ θείας καὶ διδάσκαλος τῆς ἐκκλησίας, ὃς οὐ μόνον ἐν τῆι ζωῆι αὐτοῦ τοὺς αἱρετικοὺς ἐκολάφι‐ | |
30 | σεν εἰς τὴν ἀληθινὴν αὐτοῦ πίστιν, ἀλλὰ καὶ μετὰ θάνατον ὅπλον πνευματικὸν ἐν τοῖς συντάγμασιν αὐτοῦ τοῖς τέκνοις τῆς ἐκκλησίας κατέλειψεν, ὡς καὶ ἡ σὴ θεοσέβεια αὐτῶι συντυχοῦσα ἔγνω καὶ ἀπὸ τῶν συγγραφέντων παρ’ αὐτοῦ ἐπείσθη. τοῦτον ἐτόλ‐ μησεν ὁ πάντα τολμῶν ἐπ’ ἐκκλησίας φανερῶς ἀναθεματίσαι τὸν διὰ ζῆλον θεοῦ οὐ μόνον τὴν ἰδίαν πόλιν ἐκ τῆς πλάνης εἰς τὴν ἀλήθειαν ἐπιστρέψαντα, ἀλλὰ καὶ τὰς μακρὰν οὔσας | |
35 | ἐκκλησίας παιδεύσαντα τῆι αὐτοῦ διδασκαλίαι. καὶ περὶ τῶν βίβλων αὐτοῦ πολλὴ ἔρευνα πανταχοῦ ἐγένετο οὐ διὰ τὸ τῆι πίστει τῆι ἀληθινῆι ἀλλοτρίας αὐτὰς εἶναι (ἰδοὺ | |
γὰρ ζῶντος αὐτοῦ συνεχῶς αὐτὸν ἐπήινει καὶ εἰς τὰ βιβλία αὐτοῦ ἀνεγίνωσκεν), ἀλλὰ | 33 in vol. 2.1.3 | |
2,1,334 | διὰ τὴν ἔχθραν τὴν κεκρυμμένην ἣν εἶχεν πρὸς αὐτόν, ἐπειδὴ ἤλεγξεν αὐτὸν φανερῶς ἐν τῆι συνόδωι. τούτων δὲ τῶν κακῶν μεταξὺ [αὐτῶν] γινομένων καὶ ἑκάστου ὡς ἐβούλετο κατὰ τὸ γεγραμμένον ἀπιόντος ὁ θεὸς ἡμῶν ὁ προσκυνητὸς ὁ πάντοτε τῆι φιλαν‐ θρωπίαι αὐτοῦ φροντίζων τῆς ἐκκλησίας διήγειρεν τοῦ πιστοτάτου καὶ νικητοῦ βασι‐ | |
5 | λέως τὴν καρδίαν πέμψαι ἄνδρα μέγαν καὶ γνώριμον ἀπὸ τοῦ ἰδίου παλατίου ἀναγκά‐ ζοντα τὸν ἁγιώτατον ἀρχιεπίσκοπον τῆς Ἀνατολῆς τὸν κύριν Ἰωάννην διαλλαγῆναι Κυρίλλωι· ὑπ’ αὐτοῦ γὰρ τῆς ἐπισκοπῆς καθήιρητο. καὶ μετὰ τὸ δέξασθαι τὰ γράμ‐ ματα τοῦ βασιλέως ἀπέστειλεν τὸν ἁγιώτατον καὶ θεοφιλέστατον Παῦλον τὸν ἐπίσκο‐ πον Ἐμίσης γράψας δι’ αὐτοῦ τὴν ἀληθινὴν πίστιν καὶ παραγγείλας αὐτῶι ὅτι εἰ ταύτηι | |
10 | τῆι πίστει σύνθηται Κύριλλος καὶ ἀναθεματίσει τοὺς λέγοντας ὅτι ἡ θεότης ἔπαθεν, καὶ τοὺς λέγοντας ὅτι μία φύσις ἐστὶ θεότητος καὶ ἀνθρωπότητος, ἵνα αὐτῶι κοινωνήσηι. ἐβουλήθη δὲ ὁ κύριος ὁ πάντοτε φροντίζων τῆς ἰδίας αὐτοῦ ἐκκλησίας τῆς τῶι ἰδίωι αὐτοῦ αἵματι λυτρωθείσης καὶ τὴν καρδίαν τοῦ Αἰγυπτίου μαλάξαι καὶ ἐκτὸς σκύλσεως τῆι πίστει συνθέσθαι καὶ ταύτην δέξασθαι καὶ πάντας τοὺς ἐκτὸς ταύτης πιστεύοντας ἀναθεματίσαι. | |
15 | καὶ κοινωνησάντων ἀλλήλοις ἡ φιλονεικία ἐκ μέσου ἤρθη καὶ εἰρήνη ἐν τῆι ἐκκλησίαι γέ‐ γονεν καὶ οὐκέτι λοιπὸν ἐν αὐτῆι σχίσμα, ἀλλὰ εἰρήνη ὡς τὸ πρότερον ἐστί. τίνα δέ ἐστι τὰ ῥήματα τὰ παρὰ τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου ἀρχιεπισκόπου Ἰωάννου γραφέντα καὶ ποῖα ἀντίγραφα ἐδέξατο παρὰ Κυρίλλου, αὐτὰς τὰς ἐπιστολὰς ταύτηι τῆι πρὸς τὴν σὴν θεοσέβειαν συζεύξας ἀπέστειλα τῆι σῆι ὁσιότητι, ἵνα ἀναγνοὺς γνῶις καὶ | |
20 | πάντας τοὺς ἀδελφοὺς ἡμῶν τοὺς τὴν εἰρήνην φιλοῦντας εὐαγγελίσηι ὅτι ἡ φιλονεικία λοιπὸν πέπαυται καὶ τὸ μεσότοιχον ἤρθη τῆς ἔχθρας καὶ οἱ ἀτάκτως κατὰ ζώντων καὶ νεκρῶν ἐπελθόντες ἐν αἰσχύνηι εἰσίν, ἀπολογούμενοι ὑπὲρ τῶν ἰδίων πταισμάτων καὶ ἐναντία τῆι πρώτηι αὐτῶν διδαχῆι διδάσκοντες. οὐ γὰρ τολμᾶι τις εἰπεῖν ὅτι μία ἐστὶ φύσις θεότητος καὶ ἀνθρωπότητος, ἀλλὰ ὁμολογοῦσιν εἰς τὸν ναὸν καὶ εἰς τὸν ἐν | |
25 | αὐτῶι ἐνοικοῦντα ὄντα ἕνα υἱὸν Ἰησοῦν Χριστόν. ταῦτα δὲ ἔγραψα τῆι σῆι θεοσε‐ βείαι ἐκ πολλῆς διαθέσεως ἧς ἔχω πρὸς σέ, πεπεισμένος ὡς ἡ σὴ ἁγιωσύνη νυκτὸς καὶ ἡμέρας ἐν τῆι διδασκαλίαι τοῦ θεοῦ σαυτὸν γυμνάζεις, ἵνα πολλοὺς ὠφελήσηις. Ἴβας ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Κελεύσηι ἡ ὑμετέρα φιλανθρωπία ἀνα‐ γνωσθῆναι τὰ γράμματα τῶν κληρικῶν Ἐδέσσης, ἵνα μάθητε ὅτι καὶ τῶν ἐπαχθέντων | |
30 | μοι ἀλλότριός εἰμι καὶ βίαν ἔπαθον. Οἱ μεγαλοπρεπέστατοι ἄρχοντες εἶπον· Ἀναγινωσκέσθω τὰ γραφέντα παρὰ τῶν εὐλαβεστάτων κληρικῶν Ἐδέσσης. Καὶ ἐπιδοθέντων Βερονικιανὸς ὁ καθωσιωμένος σηκρητάριος τοῦ θείου κονσιστο‐ | |
ρίου ἀνέγνω | 34 in vol. 2.1.3 | |
2,1,335 | Διδασκαλία καὶ παράκλησις τοῖς θεοφιλεστάτοις καὶ ὁσιωτάτοις ἐπισκόποις Φωτίωι καὶ Εὐσταθίωι παρὰ παντὸς τοῦ κλήρου τῆς Ἐδεσσηνῶν μητροπόλεως Παρὰ πολλῶν καὶ διαφόρων τῶν ἀπὸ τῆς Φοινίκης παραγενομένων πρὸς ἡμᾶς μα‐ θόντες ἦμεν τὰ παρὰ τῶν ἐπαναστάντων τῶι θεοφιλεστάτωι καὶ ὁσιωτάτωι ἐπισκόπωι | |
5 | Ἴβαι φρίξαντες ἐπὶ τῶι ῥηθέντι (ὑπερβαίνει γὰρ καὶ [τὴν] τῶν πάνυ ἀθέων καὶ ἀπίστων καὶ αἱρετικῶν καὶ Ἰουδαίων καὶ Ἑλλήνων [ἀκοὴν] τὰ ῥηθέντα ἡμῖν) ὅτιπερ ἐπὶ πάντων ἡμῶν εἶπεν ὁ αὐτὸς θεοφιλέστατος καὶ ὅσιος ἡμῶν ἐπίσκοπος ὅτι οὐ φθονῶ τῶι Χριστῶι γεγονότι θεῶι, ἐπειδὴ κἀγώ, εἰ βούλομαι, γίνομαι κατ’ αὐτόν, καὶ πάντες ἡμεῖς οὓς λέ‐ γουσιν ἀκηκοέναι τῶν ῥηθέντων, κατάδηλον ποιοῦμεν τῆι ὑμετέραι θεοφιλίαι ὅτι ὡς | |
10 | ἐπὶ θεοῦ τοῦ φιλανθρώπου οὔτε παρ’ αὐτοῦ οὔτε παρ’ ἄλλου οὐδενὸς ἀκηκόαμεν τοιοῦτόν ποτε εἰρῆσθαι οὐδὲ εἰσῆλθεν εἰς τὰ ὦτα τὰ ἡμέτερα οὐδὲν τοιοῦτον οὐδέποτε, ἀναθεματί‐ ζοντες ἑαυτοὺς καὶ τῆι φρικτῆι γεέννηι ἑαυτοὺς ὑπευθύνους ποιοῦντες, εἰ οἴδαμέν τι τοιοῦτον εἰρῆσθαι παρ’ αὐτοῦ ἢ ἕτερόν τι ἐναντιούμενον τῆι ὀρθοδόξωι πίστει. εἰ γὰρ τοιούτου τινὸς ῥηθέντος ἠνεσχόμεθα ἢ κοινωνῆσαι τῶι εἰπόντι ἢ συλλειτουργῆσαι | |
15 | αὐτῶι, τῆι ἐσχάτηι ὑπεύθυνοι ἦμεν τιμωρίαι ὡς κοινωνήσαντες τοιούτωι μύσει. παρα‐ καλοῦμεν δὲ καὶ δεόμεθα τῆς ὑμετέρας σοφίας ὥστε μετὰ τάχους συμπεῖσαι τὸν αὐτὸν θεο‐ φιλέστατον ἡμῶν ἐπίσκοπον καταλαβεῖν τὴν αὐτοῦ ποίμνην κινδυνεύουσαν διασπασθῆναι παρὰ πάντων, μηδενὸς ὄντος τοῦ ταύτης προστῆναι δυναμένου καὶ μάλιστα τῆς σωτηρίου ἑορτῆς τοῦ ἁγίου πάσχα προσελαυνούσης, ἐν ἧι καὶ διὰ τὰς κατηχήσεις καὶ διὰ τοὺς | |
20 | ἀξιουμένους τοῦ ἁγίου βαπτίσματος χρεία τῆς αὐτοῦ παρουσίας, καὶ ἀξιοῦμεν ταύτην ἡμῶν τὴν διδασκαλίαν ἐνταγῆναι τοῖς πραττομένοις ἐπὶ τῆς ὑμετέρας σοφίας, ὥστε μηδένα ταύτην διαλαθεῖν. Καὶ αἱ ὑπογραφαί Φεκίδας πρεσβύτερος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις | |
25 | Οὐρσικῖνος πρεσβύτερος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις Εὐλόγιος πρεσβύτερος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις. καὶ ὑπογραφὴ Συριακή Λιβάνιος πρεσβύτερος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις Ῥόδων πρεσβύτερος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις. καὶ ὑπο‐ | |
30 | γραφὴ Συριακή Λεόντιος πρεσβύτερος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις Μίκκαλος πρεσβύτερος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις Εὐσέβιος πρεσβύτερος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις Βασίλειος πρεσβύτερος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις. καὶ ὑπο‐ | |
35 | γραφὴ Συριακή | |
Ἁβράμιος πρεσβύτερος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις | 35 in vol. 2.1.3 | |
2,1,336 | Πατρωῖνος πρεσβύτερος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις Ἀρσένιος πρεσβύτερος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις Βάσσος πρεσβύτερος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις. καὶ ὑπο‐ γραφὴ Συριακή | |
5 | Στρατήγιος πρεσβύτερος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις. καὶ ὑπογραφὴ Συριακή Σαββάτιος διάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις Νικίας διάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις Μαρτύριος διάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις | |
10 | Εὐλόγιος διάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις Σάβας διάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις Ἰάκωβος διάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις Κῦρος Λεοντίου διάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις Ἀφρήμιος διάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις | |
15 | Πατρίκιος διάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις Ἀκάκιος διάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις Ἰσαάκιος διάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις Σάβας διάκονος λεγόμενος ἰατρὸς πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις. καὶ ὑπογραφὴ Συριακή | |
20 | Εὐσέβιος διάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις Κύριλλος διάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις Ἁβράμιος διάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις Λουκιανὸς διάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις Ἁβραάμιος διάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις | |
25 | Ἀνύσιος διάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις. καὶ ὑπο‐ γραφὴ Συριακή Ἄβιβος διάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις. καὶ ὑπογραφὴ Συριακή Ἀνδρέας διάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις | |
30 | Ἄρβιος διάκονος ἀξιωθεὶς ἔγραψα ὑπὲρ τοῦ εὐλαβεστάτου διακόνου Ὑπατίου ὁμο‐ λογοῦντος πεποιηκέναι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις Δαδόης διάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις Ἄβιβος διάκονος ἀξιωθεὶς ἔγραψα ὑπὲρ τοῦ εὐλαβεστάτου διακόνου Βαλεντίνου διὰ τὸ μὴ δύνασθαι αὐτόν. καὶ ὑπογραφὴ Συριακή | |
35 | Εὐσέβιος διάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις. καὶ ὑπο‐ γραφὴ Συριακή Εὐλόγιος διάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις, ἐνιστάμενος ὑπὲρ αὐτῆς ἄχρι θανάτου | |
Ἁβράμιος διάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις | 36 in vol. 2.1.3 | |
2,1,337 | Ῥωμανὸς διάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις Παῦλος διάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις Παῦλος διάκονος ἀξιωθεὶς ἔγραψα ὑπὲρ Μάρα διακόνου τήνδε πεποιηκότος τὴν διδασκαλίαν ἅμα ἑταίροις | |
5 | Κύριλλος διάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις Καισάριος διάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις Ἀπένεος διάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις Μαρώνης διάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις Φεκίδας διάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις. καὶ ὑπο‐ | |
10 | γραφὴ Συριακή Ἰωάννης διάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις Γερόντιος διάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις Ἀγάπιος διάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις Ἀδέλφιος ὑποδιάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις | |
15 | Σάβας ὑποδιάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις Βάσσος ὑποδιάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις. καὶ ὑπο‐ γραφὴ Συριακή Ῥεστιτοῦτος ὑποδιάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις ἐνιστά‐ μενος ὑπὲρ αὐτῆς ἕως θανάτου | |
20 | Κῦρος ὑποδιάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις Ῥεστιτοῦτος ὑποδιάκονος ἀξιωθεὶς ἔγραψα ὑπὲρ Ἀβίβου ὑποδιακόνου πεποιηκότος τήνδε τὴν διδασκαλίαν ἅμα ἑταίροις Θωμᾶς ὑποδιάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις. καὶ ὑπο‐ γραφὴ Συριακή | |
25 | Βάσσος ὑποδιάκονος ἀξιωθεὶς ἔγραψα ὑπὲρ Ἀβίβου ἀναγνώστου ὁμολογοῦντος πεποιηκέναι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις Ἀδέλφιος ὑποδιάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις Εὐφράσιος ὑποδιάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις. καὶ ὑπογραφὴ Συριακή | |
30 | Ῥωμύλος ὑποδιάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις. καὶ ὑπογραφὴ Συριακή Εὐσέβιος ὑποδιάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις. καὶ ὑπογραφὴ Συριακή Ποιμένιος ὑποδιάκονος πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις. καὶ ὑπο‐ | |
35 | γραφὴ Συριακή Θεόφιλος ἀναγνώστης πεποίημαι τὴν διδασκαλίαν ταύτην ἅμα ἑταίροις. καὶ ὑπογραφὴ Συριακή Θεόφιλος διάκονος εἶπεν· Δέομαι ὑμῶν, ὁ ἐνέγκας ταύτην αὐτήν (οὐκ οἶδα πῶς λέγεται ὁ διάκονος ὁ ἐνεγκὼν αὐτήν) μετὰ τὸ ἐκβληθῆναι αὐτὸν ἐκεῖθεν εἰ μὴ ὡμολόγησεν | |
40 | ἐπὶ ὅλων τῶν κληρικῶν ὅτι ἐγὼ ἤλλαξα τὴν λέξιν ἐκείνην, ἵνα ἀρέσω τῶι ἐπισκόπωι, καὶ | |
μετὰ ταῦτα ἐγένετο ἡ ἀναφορὰ ἀπὸ πάσης τῆς πόλεως καὶ κεῖται ἐκείνη ἡ λέξις εἰς τὴν | 37 in vol. 2.1.3 | |
2,1,338 | ἀναφοράν, κελεύσατε ζητηθῆναι εἰ μὴ ὡμολόγησεν ὁ διάκονος ὅτι ἐγὼ ἤλλαξα τὴν λέξιν· ἔπεμψεν αὐτὸν ἀπὸ Βηρυτοῦ. Οἱ μεγαλοπρεπέστατοι ἄρχοντες εἶπον· Τὰ μὲν ἀναγνωσθέντα φανερά· ἵνα δὲ μηδὲν ἐλλείψηι τοῖς δικαίως κριθῆναι ὀφείλουσιν, ἀναγινωσκέσθω τὰ ἐν Ἐφέσωι ἐν τελευ‐ | |
5 | ταίοις περὶ Ἴβα τοῦ εὐλαβεστάτου πραχθέντα. Ῥω ἀνέγνων ἀνέγνωμεν ἀνέγνω Πασκασῖνος καὶ Λουκίνσιος καὶ Ἰουλιανὸς οἱ εὐλαβέστατοι ἐπίσκοποι καὶ Βονι‐ φάτιος πρεσβύτερος τοῦ ἀποστολικοῦ θρόνου διὰ Πασκασίνου εἶπον· Σύνοδος οὐ δύνα‐ ται ἐμφέρεσθαι ἐν ἧι τὰ ἀθέμιτα πταίσματα ἐκεῖνα ἀνεγνώσθησαν, καὶ διὰ τοῦτο περιττὰ φαίνεται πρὸς ἀνάγνωσιν τὰ ἐκεῖ πεπραγμένα. εἰ μὲν οὖν καὶ ἀπὸ τοῦ μακαριωτάτου | |
10 | καὶ ἀποστολικοῦ ἐπισκόπου τῆς πόλεως Ῥώμης πάντα τὰ ἐκεῖ πεπραγμένα μάταιά ἐστιν, δῆλόν ἐστιν ὡς καὶ ὁ ἁγιώτατος ἐπίσκοπος τῆς Ἀντιοχέων ἐκκλησίας ἔξω τούτων ἐστίν, ὅντινα μετὰ ταῦτα ὁ μακαριώτατος ἐπίσκοπος ἐν τῆι ἰδίαι κοινωνίαι ὑπεδέξατο. καὶ γὰρ ἀναγκαῖόν ἐστιν ἵνα ἔτι αὐτοῦ τοῦ γαληνοτάτου καὶ Χριστιανικωτάτου βασιλέως ἐπιτύχωμεν, ὥστε ἐκείνην τὴν σύνοδον ἱερῶι ἰδίωι νόμωι μήτε ὀνομάζεσθαι προστάξαι. | |
15 | Ἀνατόλιος ὁ εὐλαβέστατος ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως [νέας] Ῥώμης εἶπεν· Αὐτόθεν τὴν ἀνατροπὴν ἔσχεν τὰ κατὰ Ἔφεσον πρώην πεπραγμένα, ἀφ’ οὗ μάλιστα μετὰ ταῦτα καλλίστην καὶ τῶι θεῶι φίλην ἔσχηκεν τὴν διόρθωσιν. τοιγαροῦν καταψηφίζομαι μηδὲν τῶν ἐν ἐκείνηι τῆι λεγομένηι συνόδωι πεπραγμένων κρατεῖν πλὴν τοῦ κατὰ τὴν μεγίστην Ἀντιόχειαν ὁσιωτάτου ἐπισκόπου Μαξίμου, ἐπειδήπερ καὶ ὁ ἁγιώτατος | |
20 | ἐπίσκοπος Ῥώμης Λέων εἰς κοινωνίαν αὐτὸν δεξάμενος ἄρχειν τῆς Ἀντιοχέων ἐκκλησίας ἐδικαίωσεν. ὧιτινι τύπωι ἀκολουθῶν αὐτός τε συνήινεσα καὶ πᾶσα ἡ παροῦσα ἁγία σύνοδος, δεόμεθα δὲ τοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου ἡμῶν βασιλέως ὥστε καὶ εὐσεβεῖ νόμωι θεσπίσαι μήτε σύνοδον ἐκείνην τὴν μετὰ τὴν πρώτην γενομένην ἐν Ἐφέσωι ὀνομά‐ ζεσθαι μήτε τι τῶν ἐν αὐτῆι πεπραγμένων κρατεῖν. | |
25 | Ἰουβενάλιος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἱεροσολύμων εἶπεν· Ὃ παρίσταται περὶ τούτου τῶι εὐσεβεστάτωι ἡμῶν βασιλεῖ, θεσπισάτω τὸ θεοφιλὲς αὐτοῦ κράτος. Θαλάσσιος ὁ εὐλαβέστατος ἐπίσκοπος Καισαρείας Καππαδοκίας εἶπεν· Τὰ αὐτὰ κἀγὼ φρονῶ τῶι θεοφιλεστάτωι καὶ ὁσιωτάτωι ἐπισκόπωι Ἰουβεναλίωι. Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀγκύρας Γαλατίας εἶπεν· Σύμφωνα κἀγὼ | |
30 | τῶι ὁσιωτάτωι ἐπισκόπωι Ἰουβεναλίωι περὶ ταύτης τῆς ὑποθέσεως καὶ φρονῶ καὶ λέγω. Στέφανος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἐφέσου εἶπεν· Κἀγὼ δοκιμάζω τὰ παρὰ κανόνας γενόμενα ἐν τῆι Ἐφεσίων μητροπόλει ἀνατραπῆναι ἐκτὸς τῶν πραχθέντων κατὰ Δόμνου τοῦ τῆς Ἀντιοχέων ἐπισκόπου διὰ τὸ δεχθῆναι τὴν χειροτονίαν τοῦ γενο‐ | |
35 | μένου κανονικῶς θεοφιλεστάτου ἐπισκόπου Μαξίμου ἀντ’ αὐτοῦ ἐν τῆι Ἀντιοχέων μητροπόλει παρά τε τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Λέοντος καὶ τῆς παρούσης ἁγίας καὶ οἰκουμενικῆς συνόδου. Πέτρος ὁ εὐλαβέστατος ἐπίσκοπος Κορίνθου εἶπεν· Οὔτε ἀφειλόμην αὐτὸν τῆς ἱερωσύνης, ἐπειδὴ μήτε ἐκοινώνησα τῆι συνόδωι τῆι κατ’ Ἔφεσον, καὶ ἕπομαι τῆι κατα‐ | |
40 | θέσει τῶν ἐπεχόντων τὸν τόπον τῆς ἀποστολικῆς καθέδρας καὶ τοῦ ἁγιωτάτου ἀρχι‐ | |
επισκόπου Ἀνατολίου. | 38 in vol. 2.1.3 | |
2,1,339 | Διογένης ὁ εὐλαβέστατος ἐπίσκοπος Κυζίκου εἶπεν· Συναινῶ κἀγὼ τοῖς ὁσιωτάτοις ἀρχιεπισκόποις. Ἰωάννης ὁ εὐλαβέστατος ἐπίσκοπος Σεβαστείας εἶπεν· Ὁμογνωμόνως τῶι θεο‐ φιλεστάτωι καὶ ἁγιωτάτωι ἐπισκόπωι Ἰουβεναλίωι ψηφίζομαι κἀγὼ τῆι αὐθεντίαι τὸ | |
5 | πᾶν ἀποδοὺς τοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου βασιλέως. Κωνσταντῖνος ὁ εὐλαβέστατος ἐπίσκοπος Βόστρων εἶπεν· Κἀγὼ συντίθεμαι τοῖς παρὰ τῶν πατέρων λαληθεῖσιν. Θεόδωρος ὁ εὐλαβέστατος ἐπίσκοπος Δαμασκοῦ εἶπεν· Κἀγὼ συναινῶ πᾶσι τοῖς παρὰ τῶν πατέρων δικαίως καὶ ὁσίως τυπωθεῖσιν. | |
10 | Κριτωνιανὸς ὁ εὐλαβέστατος ἐπίσκοπος 〈Ἀφροδισιάδος εἶπεν· Κἀγὼ συντίθεμαι τοῖς παρὰ τῶν ἁγίων πατέρων τυπωθεῖσι. Ῥωμανὸς ὁ εὐλαβέστατος ἐπίσκοποσ〉 Μύρων Λυκίας εἶπεν· Πάντα τὰ παρὰ τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων τυπούμενα περὶ τῆς λεγομένης συνόδου, οὐκ οὔσης δέ, καὶ ἡμεῖς προθύμως δεχόμεθα. | |
15 | Εὐνόμιος ὁ εὐλαβέστατος ἐπίσκοπος Νικομηδείας εἶπεν· Ὅπερ δόξει τῆι ἁγίαι συνόδωι περὶ τῶν πραχθέντων ἐν Ἐφέσωι, τοῦτο κἀμοὶ ἀρέσκει. Κεκρόπιος ὁ εὐλαβέστατος ἐπίσκοπος Σεβαστοπόλεως εἶπεν· Σύνοδον ἐκείνην οὐκ ὀφείλομεν λέγειν. Πάντες οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Πάντες τὰ αὐτὰ λέγομεν. | |
20 | Μηκέτι τοίνυν ἀναγνωσθέντων τῶν ἐν Ἐφέσωι πραχθέντων τὸ πρότερον οἱ μεγαλο‐ πρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες εἶπον· Τὸ παριστάμενον αὐτῆι περὶ Ἴβα τοῦ εὐλαβεστάτου ἡ ἁγία σύνοδος διδαξάτω. Ῥω ἀνέγνων ἀνέγνωμεν ἀνέγνω Πασκασῖνος καὶ Λουκίνσιος οἱ εὐλαβέστατοι ἐπίσκοποι καὶ Βονιφάτιος πρεσβύ‐ τερος ἐπέχοντες τὸν τόπον τοῦ ἀποστολικοῦ θρόνου διὰ Πασκασίνου εἶπον· Ἀνα‐ | |
25 | γνωσθέντων τῶν χαρτῶν ἔγνωμεν ἀπὸ μὲν ἀποφάσεως τῶν εὐλαβεστάτων ἐπισκόπων Ἴβαν τὸν εὐλαβέστατον ἀνεύθυνον ἀποδεδεῖχθαι· ἀναγνωσθείσης γὰρ τῆς ἐπιστολῆς αὐτοῦ ἐπέγνωμεν αὐτὸν ὑπάρχειν ὀρθόδοξον. καὶ διὰ τοῦτο δογματίζομεν καὶ τὴν τιμὴν τῆς ἐπισκοπῆς καὶ τὴν ἐκκλησίαν, ἀφ’ ἧς ἀδίκως καὶ ἀπὼν ἐξεβλήθη, ἀνανεωθῆναι. περὶ τοῦ ἁγιωτάτου τοίνυν ἐπισκόπου 〈Νόννου〉 τοῦ πρὸ βραχέος ἀντ’ αὐτοῦ γεγονότος | |
30 | τῆς δοκιμασίας ἐστὶ τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Ἀντιοχέων ἐκκλησίας τί περὶ τούτου χρὴ τυπῶσαι. Ἀνατόλιος ὁ εὐλαβέστατος ἐπίσκοπος Κωνσταντινουπόλεως [νέας] Ῥώμης εἶπεν· | |
Ἡ τῶν δικασάντων θεοφιλεστάτων ἐπισκόπων πίστις καὶ ἀνάγνωσις πάντων τῶν | 39 in vol. 2.1.3 | |
2,1,340 | παρακολουθησάντων ἀνεύθυνον δείκνυσιν Ἴβαν τὸν εὐλαβέστατον τῶν ἐπενεχθέντων αὐτῶι κατηγορημάτων. ὅθεν πᾶσαν ἐπὶ τοῦ παρόντος ἀποδύομαι περὶ αὐτοῦ ὑπόνοιαν, ἐπειδὴ συντίθεται καὶ ὑπογράφει τῶι τε νῦν δοθέντι περὶ τῆς πίστεως ὅρωι παρὰ τῆς ἁγίας συνόδου καὶ τῆι ἐπιστολῆι τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου τῆς Ῥωμαίων Λέοντος, καὶ | |
5 | ἄξιον αὐτὸν κρίνω τῆς ἐπισκοπῆς καὶ ἔχεσθαι τῆς φροντίδος τῆς ἐν ἧι πρότερον ἐτύγχα‐ νεν ἐκκλησίας. περὶ δὲ Νόννου τοῦ εὐλαβεστάτου ἐπισκόπου τύπον δώσει ὁ εὐλαβέστα‐ τος ἐπίσκοπος τῆς Ἀντιοχέων Μάξιμος. Μάξιμος ὁ εὐλαβέστατος ἐπίσκοπος τῆς Ἀντιοχέων πόλεως εἶπεν· Ἀπὸ τῶν ἀρτίως ἀναγνωσθέντων δῆλον κατέστη ὡς ὁ εὐλαβέστατος Ἴβας ἀθῶιός ἐστι πάντων | |
10 | τῶν ἐπενεχθέντων αὐτῶι, καὶ ἐκ τοῦ ἀναγνωσθέντος δὲ ἀντιγράφου τῆς ἐπιστολῆς τοῦ προκομισθέντος παρὰ τοῦ ἀντιδίκου αὐτοῦ ὀρθόδοξος ὤφθη αὐτοῦ ἡ ὑπαγορία. ὅθεν κἀγὼ ψηφίζομαι ἀπολαβεῖν αὐτὸν τήν τε ἀξίαν τῆς ἐπισκοπῆς καὶ τὴν οἰκείαν πόλιν, καθὼς καὶ τοῖς ἁγιωτάτοις ἀρχιεπισκόποις συνέδοξεν τοῖς τε ἐπέχουσι τὸν τόπον τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου Λέοντος καὶ τῶι τῆς βασιλευούσης ὁσιωτάτωι | |
15 | ἀρχιεπισκόπωι Ἀνατολίωι, δηλαδὴ τοῦ θεοφιλεστάτου ἐπισκόπου Νόννου τοῦ ἀντ’ αὐτοῦ γενομένου μένοντος ἐν τῆι αὐτῆι ἀξίαι τῆς ἐπισκοπῆς ἐπὶ τῶι περὶ αὐτοῦ δοκιμάσαι με μετὰ τῶν τῆς διοικήσεως θεοφιλεστάτων ἐπισκόπων. Ἰουβενάλιος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἱεροσολύμων εἶπεν· Τοὺς ἐπιστρέφοντας ἡ θεία γραφὴ κελεύει δεχθῆναι, δι’ ὃ καὶ τοὺς ἀπὸ αἱρετικῶν δεχόμεθα. ὅθεν συνορῶ | |
20 | τὸν εὐλαβέστατον Ἴβαν φιλανθρωπίας τυχεῖν τῶι καὶ γέροντα εἶναι ἐπὶ τῶι ἔχεσθαι αὐτὸν τοῦ ἐπισκοπικοῦ ἀξιώματος ὀρθόδοξον ὄντα. Θαλάσσιος ὁ εὐλαβέστατος ἐπίσκοπος Καισαρείας Καππαδοκίας εἶπεν· Τῶν θεο‐ φιλεστάτων ἐπισκόπων Φωτίου καὶ Εὐσταθίου δοκιμασάντων τὰ κατὰ τὸν εὐλαβέστατον Ἴβαν καὶ μὴ κατακρινάντων αὐτὸν τῆι αὐτῶν ὑπολήψει τιθέμενος κἀγὼ βούλομαι αὐτὸν | |
25 | ἔχεσθαι τῆς ἱερωσύνης κατὰ τὸ δόξαν τοῖς ἁγιωτάτοις προέδροις διὰ τὸ μάλιστα ἐν τοῖς ὑπομνήμασιν ὑποσχέσθαι αὐτὸν ἀναθεματίσαι ἐκεῖνα ἅπερ οἱ κατήγοροι κατ’ αὐτοῦ ἐγγράφως κατέθεντο. Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀγκύρας Γαλατίας εἶπεν· Ἡ ἀνάγνωσις τοῦ ὅρου τοῦ ἐκφωνηθέντος ἐν Τύρωι παρὰ τῶν ἁγιωτάτων ἐπισκόπων Φωτίου καὶ Εὐσταθίου | |
30 | ἐδίδαξεν ὡς ὁ εὐλαβέστατος Ἴβας ἐν ἐκείνωι τῶι κριτηρίωι ἀνεθεμάτισε Νεστόριον καὶ τὰ ἀσεβῆ αὐτοῦ δόγματα καὶ τοῖς ὀρθοῖς συνέθετο δόγμασι. δι’ ὃ καὶ οἱ προρρηθέντες εὐλαβέστατοι ἐπίσκοποι τὴν πληροφορίαν ταύτην δεξάμενοι τὸ δεῖν αὐτὸν ἔχειν τὴν ἐπισκοπὴν ἐδοκίμασαν. καὶ ἐπὶ τοῦ παρόντος τοίνυν τὸν αὐτὸν θεοσεβέστατον Ἴβαν ἀναθεματίζοντα Νεστόριον καὶ τὰ ἀσεβῆ αὐτοῦ δόγματα ἔχεσθαι βούλομαι τῆς ἀρχιερω‐ | |
35 | σύνης. Στέφανος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἐφέσου εἶπεν· Τὸν εὐλαβέστατον Ἴβαν ἀναθεματίζοντα Νεστόριον καὶ Εὐτυχέα καὶ τὰ ἀσεβῆ αὐτῶν δόγματα κἀγὼ ψηφίζο‐ | |
μαι καθὼς καὶ οἱ ἅγιοι πατέρες, εἶναι ἐν τῆι τάξει τῆς ἐπισκοπῆς. | 40 in vol. 2.1.3 | |
2,1,341 | Διογένης ὁ εὐλαβέστατος ἐπίσκοπος Κυζίκου εἶπεν· Τὸν ὅρον τὸν ἐκφωνηθέντα παρὰ τῶν θεοφιλεστάτων ἐπισκόπων Φωτίου καὶ Εὐσταθίου περὶ τοῦ θεοφιλεστάτου Ἴβα κρατεῖν ἐδικαίωσα τῶι μάλιστα καὶ τοὺς κατηγόρους τοὺς ἐγκειμένους συναινέσαι διὰ τῆς οἰκείας ὑπογραφῆς τῶι αὐτῶι ἐκτεθέντι ὅρωι καὶ νῦν ἀναγνωσθέντι ἐπὶ τῆς | |
5 | ἁγίας ταύτης καὶ οἰκουμενικῆς συνόδου. Κωνσταντῖνος ὁ εὐλαβέστατος ἐπίσκοπος Βόστρων εἶπεν· Συντίθεμαι κἀγὼ τοῖς καλῶς δόξασι τῆι ἁγίαι συνόδωι περὶ Ἴβα τοῦ θεοφιλεστάτου ἐπισκόπου. Θεόδωρος ὁ εὐλαβέστατος ἐπίσκοπος Δαμασκοῦ εἶπεν· Τοῖς ἀκολούθως καὶ κα‐ νονικῶς παρὰ τῶν ἁγίων πατέρων ὁρισθεῖσιν ἐπὶ τοῦ προσώπου τοῦ θεοφιλεστάτου | |
10 | Ἴβα κἀγὼ συντίθεμαι. Μελέτιος ὁ εὐλαβέστατος ἐπίσκοπος Λαρίσσης ἐπέχων τὸν τόπον Δόμνου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀπαμείας Συρίας εἶπεν· Συντίθεμαι κἀγὼ τοῖς ὁρισθεῖσι καλῶς παρὰ τῶν ἁγίων καὶ ὁσίων πατέρων περὶ τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἴβα. Ῥωμανὸς ὁ εὐλαβέστατος ἐπίσκοπος Μύρων τῆς Λυκίας εἶπεν· Ὡς ἡ τῶν ἀνα‐ | |
15 | γνωσθέντων ἔπεισεν ἡμᾶς πίστις, ἐγκρίνω κἀγὼ τὸν εὐλαβέστατον ἐπίσκοπον Ἴβαν ἔχεσθαι τῆς ἱερωσύνης, καθὼς καὶ οἱ ἁγιώτατοι ἀρχιεπίσκοποι ἐψηφίσαντο, δηλονότι ἀναθεματίζοντα Νεστόριον καὶ Εὐτυχέα καὶ τὰ ἀσεβῆ αὐτῶν φρονήματα. Εὐνόμιος ὁ εὐλαβέστατος ἐπίσκοπος Νικομηδείας καὶ Ἰωάννης ὁ εὐλαβέστατος ἐπίσκοπος Σεβαστείας καὶ Σέλευκος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀμασείας καὶ Κωνσταν‐ | |
20 | τῖνος ὁ εὐλαβέστατος ἐπίσκοπος Μελιτηνῆς καὶ Πατρίκιος ὁ εὐλαβέστατος ἐπίσκοπος Τυάνων καὶ Πέτρος ὁ εὐλαβέστατος ἐπίσκοπος Γαγγρῶν καὶ Ἀτάρβιος ὁ εὐλαβέστατος ἐπίσκοπος Τραπεζοῦντος ἐπέχων καὶ τὸν τόπον τοῦ εὐλαβεστάτου Δωροθέου ἐπισκόπου Νεοκαισαρείας εἶπον· Ὁ ὅρος τῶν εὐλαβεστάτων ἐπισκόπων Φωτίου καὶ Εὐσταθίου ἀνεύθυνον ἔδειξεν τὸν εὐλαβέστατον Ἴβαν, ὁμοίως δὲ καὶ ἡ αὐτοῦ ἄρνησις προθυμοτέρους | |
25 | ἡμᾶς περὶ τὸ δέξασθαι αὐτὸν κατέστησεν· φίλον γὰρ ἀεὶ τῶι δεσπότηι Χριστῶι τὸ φιλάνθρωπον. ὅθεν κατὰ τὴν κρίσιν τῶν ἁγιωτάτων προέδρων καὶ πάσης τῆς ἁγίας συνόδου δίκαιον κρίνομεν αὐτὸν καὶ ἡμεῖς ἀπολαβεῖν τὸν βαθμὸν τῆς ἐπισκοπῆς, ἀνα‐ θεματίζοντα αὐτὸν δηλονότι Νεστόριον καὶ Εὐτυχέα καὶ τὰ ἀσεβῆ αὐτῶν δόγματα καὶ συντιθέμενον κατὰ πάντα τῆι ἁγίαι ταύτηι συνόδωι. | |
30 | Φραγκίων ὁ εὐλαβέστατος ἐπίσκοπος Φιλιππουπόλεως καὶ Βασίλειος ὁ εὐλα‐ | |
βέστατος ἐπίσκοπος Τραιανουπόλεως εἶπον· Τὸν ἐν τῆι κρίσει μὴ παρόντα, ἀλλὰ μήτε | 41 in vol. 2.1.3 | |
2,1,342 | προσκληθέντα κατὰ μηδένα τρόπον βλάπτεσθαι ὑπὸ τῆς ἐξενεχθείσης κατ’ αὐτοῦ ψήφου δοκιμάζομεν. Νουνέχιος ὁ εὐλαβέστατος ἐπίσκοπος Λαοδικείας Φρυγίας εἶπεν· Συναινῶ τοῖς ὁρισθεῖσι παρὰ τῶν ἁγίων πατέρων ἐπὶ Ἴβαι τῶι εὐλαβεστάτωι ἐπισκόπωι. | |
5 | Φλωρέντιος ὁ εὐλαβέστατος ἐπίσκοπος Σάρδεων Λυδίας εἶπεν· Σύμφημι κἀγὼ τὰ ἴσα τοῖς προλεχθεῖσιν ἐπὶ Ἴβαι τῶι εὐλαβεστάτωι ἐπισκόπωι. Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος Δορυλαίου εἶπεν· Τοσούτων ὁσίων πατέρων ἀποδεδωκότων Ἴβαι τῶι εὐλαβεστάτωι τὴν ἐπισκοπὴν κἀγὼ συναινῶ. Πάντες οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Πάντες τὰ αὐτὰ λέγομεν· Νεστόριον | |
10 | καὶ Εὐτυχέα ἄρτι ἀναθεματίσηι. Ἴβας ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Καὶ ἤδη ἐγγράφως ἀνεθεμάτισα Νεστόριον καὶ τὸ δόγμα αὐτοῦ καὶ νῦν ἀναθεματίζω αὐτὸν μυριάκις. τὸ γὰρ ἅπαξ μετὰ πληρο‐ φορίας γενόμενον κἂν μυριάκις γένηται, οὐ λυπεῖ. καὶ ἀνάθεμα καὶ αὐτῶι [Νεστο‐ ρίωι] καὶ Εὐτυχεῖ καὶ τῶι λέγοντι μίαν φύσιν. καὶ πάντα δὲ τὸν μὴ φρονοῦντα ὡς | |
15 | φρονεῖ ἡ ἁγία σύνοδος αὕτη, ἀναθεματίζω. Οἱ μεγαλοπρεπέστατοι ἄρχοντες εἶπον· Τὰ δικαιώματα παρὰ τῆς ἁγίας συνόδου περὶ Ἴβα τοῦ εὐλαβεστάτου ἐπισκόπου τὴν ἰδίαν ἰσχὺν ἕξει. Ῥω ἀνέγνων ἀνέγνωμεν ἀνέγνω. Πρᾶξις ιβ | |
20 | Ὑπατείας τοῦ δεσπότου ἡμῶν Μαρκιανοῦ τοῦ αἰωνίου αὐγούστου καὶ τοῦ δη‐ λωθησομένου τῆι πρὸ τεσσάρων Καλανδῶν Νοεμβρίων ἐν Χαλκηδόνι κατὰ κέλευσιν τοῦ θειοτάτου ἡμῶν καὶ εὐσεβεστάτου δεσπότου συνελθόντων ἐν τῆι ἁγιωτάτηι ἐκκλησίαι τῆς ἁγίας μάρτυρος Εὐφημίας τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου στρατηλάτου ἀπὸ ὑπάτων καὶ πατρι‐ | |
25 | κίου Ἀνατολίου καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἐπάρχου τῶν ἱερῶν πραιτωρίων Παλλαδίου καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου μαγίστρου τῶν θείων ὀφφικίων Βιγκομάλου | |
30 | συνελθόντων δὲ καὶ Πασκασίνου καὶ Λουκινσίου τῶν εὐλαβεστάτων ἐπισκόπων καὶ Βονιφατίου τοῦ εὐλαβεστάτου πρεσβυτέρου ἐπεχόντων τὸν τόπον τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἐπισκόπου τῆς πρεσβύτιδος Ῥώμης Λέοντος καὶ Ἀνατολίου τοῦ εὐλαβεστάτου ἀρχιεπισκόπου τῆς μεγαλωνύμου Κωνσταντινου‐ | |
35 | πόλεως νέας Ῥώμης καὶ Μαξίμου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀντιοχείας Συρίας καὶ Κυντίλλου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἡρακλείας Μακεδονίας ἐπέχοντος τὸν | |
τόπον τοῦ ἁγιωτάτου ἐπισκόπου τῆς Θεσσαλονικέων Ἀναστασίου | 42 in vol. 2.1.3 | |
2,1,343 | καὶ Θαλασσίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Καισαρείας Καππαδοκίας καὶ Στεφάνου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἐφέσου καὶ Λουκιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Βύζης ἐπέχοντος τὸν τόπον τοῦ θεο‐ φιλεστάτου ἐπισκόπου Ἡρακλείας Θράικης Κυριακοῦ | |
5 | καὶ Εὐσεβίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀγκύρας Γαλατίας καὶ Διογένους τοῦ εὐλαβεστάτου ἐπισκόπου πόλεως Κυζίκου καὶ Πέτρου τοῦ εὐλαβεστάτου ἐπισκόπου πόλεως Κορίνθου καὶ Φλωρεντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σάρδεων καὶ Εὐνομίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Νικομηδείας | |
10 | καὶ Ἀναστασίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Νικαίας καὶ Ἰουλιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Κῶ ἐπέχοντος καὶ αὐτοῦ τὸν τόπον τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβύτιδος Ῥώμης Λέοντος καὶ Ἐλευθερίου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Χαλκηδονέων καὶ Βασιλείου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σελευκείας Ἰσαυρίας | |
15 | καὶ Μελιτίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Λαρίσσης ἐπέχοντος τὸν τόπον τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀπαμείας Συρίας Δόμνου καὶ Ἀμφιλοχίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σίδης καὶ Θεοδώρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ταρσοῦ καὶ Κύρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀναζαρβοῦ | |
20 | καὶ Κωνσταντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Βόστρων καὶ Φωτίου τοῦ εὐλαβεστάτου ἐπισκόπου πόλεως Τύρου καὶ Θεοδώρου τοῦ εὐλαβεστάτου ἐπισκόπου πόλεως Δαμασκοῦ καὶ Στεφάνου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἱερᾶς πόλεως καὶ Νόννου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἐδέσσης | |
25 | καὶ Συμεώνου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀμίδης καὶ Ἐπιφανίου τοῦ εὐλαβεστάτου ἐπισκόπου ἐπέχοντος τὸν τόπον τοῦ εὐλαβεστάτου ἐπισκόπου Κωνσταντίας Ὀλυμπίου καὶ Ἰωάννου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σεβαστείας καὶ Σελεύκου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀμασείας | |
30 | καὶ Κωνσταντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Μελιτηνῆς καὶ Πατρικίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τυάνων καὶ Πέτρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Γαγγρῶν καὶ Εὐσταθίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Βηρυτοῦ καὶ Ἀπραγμονίου τοῦ εὐλαβεστάτου ἐπισκόπου ἐπέχοντος τὸν τόπον τοῦ εὐλα‐ | |
35 | βεστάτου ἐπισκόπου Κλαυδιουπόλεως Καλογήρου καὶ Ἀταρβίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τραπεζοῦντος ἐπέχοντος τὸν τόπον τοῦ εὐλαβεστάτου ἐπισκόπου Νεοκαισαρείας Δωροθέου καὶ Φωτεινοῦ ἀρχιδιακόνου ἐπέχοντος τὸν τόπον Θεοκτίστου τοῦ εὐλαβεστάτου ἐπισκόπου Πισινοῦντος | |
40 | καὶ Ῥωμανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Μύρων τῆς Λυκίας καὶ Κριτωνιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀφροδισιάδος Καρίας καὶ Νουνεχίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Λαοδικείας Φρυγίας καὶ Μαριανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Συννάδων | |
καὶ Ὀνησιφόρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἰκονίου | 43 in vol. 2.1.3 | |
2,1,344 | καὶ Περγαμίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀντιοχείας Πισιδίας καὶ Ἐπιφανίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Πέργης καὶ Ἀττικοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Νικοπόλεως Ἠπείρου καὶ Μαρτυρίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Γορτύνης | |
5 | καὶ Λουκᾶ τοῦ εὐλαβεστάτου ἐπισκόπου Δυρραχίου καὶ Βιγιλαντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Λαρίσσης Θεσσαλίας καὶ Φραγκίωνος τοῦ εὐλαβεστάτου ἐπισκόπου Φιλιππουπόλεως καὶ Σεβαστιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Βερόης καὶ Βασιλείου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τραιανουπόλεως | |
10 | καὶ Τρύφωνος τοῦ εὐλαβεστάτου ἐπισκόπου Χίου ἐπέχοντος τὸν τόπον τοῦ εὐλα‐ βεστάτου ἐπισκόπου Ἰωάννου Ῥόδου καὶ Θεοκτίστου τοῦ εὐλαβεστάτου ἐπισκόπου Βεροίας καὶ Γεροντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σελευκείας Συρίας καὶ Εὐσεβίου τοῦ εὐλαβεστάτου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον [τοῦ] Μακαρίου | |
15 | τοῦ εὐλαβεστάτου ἐπισκόπου Λαοδικείας Συρίας καὶ Εὐσεβίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Δορυλαίου καὶ τῆς λοιπῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς κατὰ θέσπισμα τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου ἐν τῆι Χαλκηδονέων πόλει συναθροισθείσης καὶ καθεσθέντων πάντων πρὸ τῶν καγκέλλων τοῦ ἁγίου θυσιαστηρίου | |
20 | εἰσελθὼν Βασσιανὸς ὁ εὐλαβέστατος ὁ πρώην γενόμενος ἐπίσκοπος τῆς Ἐφεσίων μητροπόλεως συνόντος αὐτῶι καὶ Κασσιανοῦ τοῦ εὐλαβεστάτου πρεσβυτέρου εἶπεν· Βίαν παθὼν προσῆλθον τῶι εὐσεβεστάτωι ἡμῶν βασιλεῖ καὶ ἐδεήθην αὐτοῦ καὶ κατέ‐ πεμψεν θεῖον γράμμα πρὸς τὴν ἁγιωτάτην καὶ οἰκουμενικὴν μεγάλην σύνοδον ὥστε ἀκουσθῆναί με. καὶ ἐπειδὴ πάντα τὰ κινούμενα ἐν τῆι ἁγίαι συνόδωι ἐκέλευσεν ἡ | |
25 | θεία κορυφὴ παρούσης τῆς ὑμετέρας μεγαλοπρεπείας ἐξετασθῆναι, παρακαλῶ τὴν ὑμετέ‐ ραν ἐξουσίαν καὶ τὴν ἁγίαν σύνοδον ὥστε τὸ θεῖον γράμμα ἀναγνωσθῆναι καὶ ἀκουσθῆναί με καὶ τὰ δίκαιά μοι φυλαχθῆναι. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Ἀναγινωσκέσθω τὸ θεῖον γράμμα. Καὶ ἐπιδοθέντος αὐτοῦ Βερονικιανὸς ὁ καθωσιωμένος μαγιστριανὸς καὶ σηκρη‐ | |
30 | τάριος τοῦ θείου κονσιστορίου ἀνέγνω Αὐτοκράτορες Καίσαρες Οὐαλεντινιανὸς καὶ Μαρκιανὸς νικηταὶ τροπαιοῦχοι μέγιστοι ἀεὶ σεβαστοὶ τῆι ἁγίαι συνόδωι τῆι κατὰ θεῖον ἡμῶν θέσπισμα ἐν Χαλκηδόνι συναθροισθείσηι. Βασσιανὸς ὁ εὐλαβέστατος πολλὰ ἄτοπα ὑπομεμενηκὼς ἅτινα ταῖς αὐτοῦ δεήσεσι ταῖς τῶιδε τῶι θείωι ἡμῶν γράμματι ὑποτεταγμέναις περιέχεται, | |
35 | ἠξίωσεν παρὰ τῆι ὑμετέραι ἁγιωσύνηι ταῦτα γυμνασθῆναι. θελησάτω τοίνυν ἡ ὑμε‐ τέρα εὐλάβεια δεξαμένη ταῦτα ἡμῶν τὰ θεῖα γράμματα ζητῆσαι τὰ τοῦ πράγματος καὶ τύπον δοῦναι τὸν ὑμῖν παριστάμενον. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Καὶ αἱ ὑποτεταγμέναι δεήσεις ἀναγινωσκέσθωσαν. | |
Ὁ αὐτὸς ἀνέγνω | 44 in vol. 2.1.3 | |
2,1,345 | Τοῖς γῆς καὶ θαλάσσης καὶ παντὸς ἀνθρώπων ἔθνους καὶ γένους δεσπόταις Φλα‐ ουίοις Οὐαλεντινιανῶι καὶ Μαρκιανῶι τοῖς αἰωνίοις αὐγούστοις δέησις καὶ ἱκεσία παρὰ Βασσιανοῦ ταπεινοῦ καὶ ἐλαχίστου ἐπισκόπου. Πᾶσα ἡ σωτηρία τῶν βιαζομένων μετὰ τὸν θεὸν ἡ ὑμετέρα γαληνότης ὑπάρχει, ἐξαιρέτως δὲ τῶν ἱερέων τοῦ Χριστοῦ. | |
5 | δι’ ὃ κἀγὼ ἐπὶ τάσδε τὰς ἱκεσίας ἐλήλυθα προκυλινδούμενος τοῖς ὑμετέροις ἴχνεσιν ἐν τούτοις με κατελεηθῆναι. τὰ γὰρ εἰς ἐμὲ τολμηθέντα δακρύων καὶ στεναγμῶν ἀνά‐ μεστα ὑπάρχει καὶ ἀδιήγητα· ἀλλ’ ἵνα διὰ συντομίας ἀναδιδάξω τὴν ὑμετέραν εὐσέβειαν, τινὲς τῶν ἐν τῶι τάγματι τῆς ἱερατείας καὶ ἄλλων τινῶν τυγχανόντων δεινὰ καὶ ἀπηγο‐ ρευμένα τοῖς νόμοις εἰς ἐμέ, ὡς εἴρηται, τετολμήκασι 〈καὶ〉 τοιαῦτα οἷα οὔτε ὑπὸ βαρ‐ | |
10 | βάρων τετόλμηταί ποτε. περιφρονήσαντες γὰρ τὸν φόβον τοῦ θεοῦ καὶ τὴν τῶν ἀχράντων μυστηρίων δύναμιν, ἥντινα ἐκ τῶν ἐλέωι θεοῦ ταπεινῶν χειρῶν μου ἐδέξαντο, μετὰ τὸ τὴν τῶν ἀχράντων μυστηρίων τελέσαι ἡμᾶς λειτουργίαν παρ’ αὐτὰ χειρωσά‐ μενοί με ἁρπάσαντες ἀπὸ τῆς ἁγίας ἐκκλησίας πληγαῖς ἠικίζοντό με ἄγοντες καὶ φέροντες ἐν τῆι ἀγορᾶι· ποτὲ δὲ καὶ ἐγκατάκλειστον ποιοῦντες ξίφει με κατέβαλλον. ἐν τούτοις | |
15 | τοίνυν εἰς αὐτὸ τὸ ζῆν κινδυνεύοντός μου μανιῶντες ἐνθρονίζουσιν ἁρπάσαντες τὸ περι‐ βόλαιον τῆς ἐμῆς ἱερωσύνης ἕνα τινὰ καὶ αὐτὸν ἐξ αὐτῶν τῶν τολμησάντων τὰ εἰς ἐμὲ γεγενημένα ἀτοπήματα εἰς τὸν τόπον τὸν ἐμόν. καὶ λοιπὸν καὶ ὅσαπερ ὑπῆρχέν μοι πράγματα ἔν τε κινητοῖς καὶ ἀκινήτοις, ἀφείλοντο καὶ ὡς ἠβουλήθησαν, εἰς ἑαυτοὺς κατεμερίσαντο, πολλοὺς δὲ καὶ τῶν διαφερόντων μοι ἀνθρώπων θανάτωι [καὶ] πληγαῖς | |
20 | διαφόροις κατέβαλον, ὥστε καὶ τὰ λείψανα πρὸ τῶν θυρῶν τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας τινὲς ἀπέθεντο. ἐπεὶ οὖν ἐν οὐδενί, τοῦ θεοῦ μοι μαρτυροῦντος, καὶ ἀνθρώπων δὲ δυνατῶν καὶ εὐλαβῶν, παραίτιος ἐγενόμην ἐπὶ τούτοις τοῖς εἰρημένοις καὶ τολμηθεῖσι παρ’ αὐτῶν εἰς ἐμέ, δέομαι τῆς ὑμετέρας εὐσεβείας καὶ προκυλινδοῦμαι τῶν θείων ὑμῶν καὶ ἀχράντων ἰχνῶν ὅπως θεσπίσαι καταξιώσηι τὸ ὑμῶν οὐράνιον κράτος διὰ θείας | |
25 | ὑμῶν ὑποσημειώσεως καταπεμπομένης πρὸς τὴν ἁγίαν σύνοδον διάγνωσιν συγκροτη‐ θῆναι μεταξὺ ἐμοῦ τε τοῦ ἐλεεινοῦ καὶ αὐτῶν τῶν ταῦτα εἰς ἐμὲ διαπραξαμένων καὶ λεγόντων ἔχειν τι πρὸς ἐμέ. θεσπίσαι δὲ καὶ τοῦτο ἱκετεύω τὴν ὑμετέραν θειότητα ὥστε μὴ ἐξεῖναί τινι ἐπαγαγεῖν μοι μεθοδείαν, ἄχρις ἂν πέρατος ἀξιωθῆι τὰ μεταξὺ ἐμοῦ τε καὶ τῶν ἐμῶν διαδίκων πραττόμενα, ἐπειδὴ ἔθος αὐτοῖς ἐστι ποιεῖν τοῦτο πρὸς τὸ μὴ | |
30 | περιγενέσθαι με αὐτῶν, καὶ τὰ παρ’ αὐτῶν ἐπιφερόμενά μοι καὶ παρ’ ἐμοῦ λεγόμενα ἐπὶ τῶν ἀρχιερέων ἐν τῆι ἁγίαι συνόδωι ἐπὶ τὰς θείας ὑμῶν ἀκοὰς ἀναγαγεῖν, δοθῆναι δὲ ἡμῖν τὸν ὀφείλοντα τὰ παρ’ αὐτῶν ἐπικριθέντα εἰς πέρας ἀγαγεῖν. καὶ τούτου τυχὼν τὰς συνήθεις εὐχὰς τῶι θεῶι ἀναπέμψω ὑπὲρ τοῦ αἰωνίου ὑμῶν κράτους διὰ παντός. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Λεγέτω Βασσιανὸς ὁ εὐλαβέστατος τὰς προ‐ | |
35 | σηγορίας τῶν παρ’ αὐτοῦ αἰτιαθέντων. Βασσιανὸς ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Πολλοὶ μέν εἰσιν, ὁ δὲ ἀρχηγὸς τῶν | |
γεγενημένων αὐτός ἐστιν ὁ ἄρτι ἐπίσκοπος Στέφανος· οὗτος γὰρ καὶ τὸν θρόνον μου | 45 in vol. 2.1.3 | |
2,1,346 | κατέχει καὶ τὰ πράγματα. καὶ παρακαλῶ πάντα δοκιμασθῆναι. ἀναγκαιοτέρα ἐστὶν ἡ ἱερωσύνη τῶν κτημάτων. ζητηθῆι ἐάν τί ποτε ἡμάρτηκα· δοκιμάσουσιν οἱ πα‐ τέρες ἡμῶν καὶ ὡς θέλουσιν, ὁρίσουσιν. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Ἀποκρινάσθω πρὸς ταῦτα Στέφανος ὁ εὐλα‐ | |
5 | βέστατος ἐπίσκοπος. Στέφανος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Εἰσὶν ἐνταῦθα οἱ ἐπίσκοποι τῆς Ἀσιανῆς διοικήσεως, καὶ ἔλθωσιν καὶ συνιστάμεθα ἑαυτοῖς· ἔστιν ὁ ἐπίσκοπος Μαγνησίας Λεόντιος, Μαιόνιος ἐπίσκοπος Νύσσης, Προτέριος ἐπίσκοπος Μυρίνης καὶ λοιποὶ οἱ ὄν‐ τες ἐνταῦθα. | |
10 | Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Τέως ἀπόκριναι αὐτός. Στέφανος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἐφέσου εἶπεν· Οὗτος οὔτε ἐχειροτονήθη ἐν τῆι Ἐφέσωι, ἀλλὰ σχολαζούσης τῆς ἁγίας ἐκκλησίας συναγαγὼν ὄχλον ἄτακτον μετὰ ξιφῶν καὶ ἄλλων τινῶν ἐραναρίων ἐπεισῆλθεν καὶ ἐκαθέσθη ἑαυτῶι. εἰ τοῦτον ἐγκρίνει ἡ ὑμετέρα μεγαλοπρέπεια εἶναι ἐπίσκοπον, ἄλλος λόγος ἐστίν. τούτου ἐξεω‐ | |
15 | θέντος κατὰ κανόνας καὶ ῥιφέντος ἀξίως ἐμὲ τεσσαράκοντα ἐπισκόπων τῆς Ἀσίας ψήφωι καὶ τῶν λαμπροτάτων καὶ τῶν λογάδων καὶ τοῦ εὐλαβεστάτου παντὸς κλήρου καὶ τῆς πόλεως πάσης ἐχειροτόνησαν. σήμερον γὰρ πεντήκοντα ἔτη ἔχω ἐν τῶι κλήρωι Ἐφέσου. Βασσιανὸς ὁ εὐλαβέστατος εἶπεν· Μὴ περίτρεχέ με· ἐγὼ καὶ κανονικῶς ἐγενόμην | |
20 | καὶ δεικνύω τοῦτο. παρά τινος οὐ καθηιρέθην οὔτε κατηγορήθην παρά τινος οὔτε κατεγνώσθην παρά τινος, ἀλλ’ ἐγὼ ἐκ νέας ἡλικίας ἔζων τοῖς πτωχοῖς καὶ πτωχεῖον ἐποίησα καὶ ἔθηκα εἰς αὐτὸ ἑβδομήκοντα κραββάτια καὶ πάντας τοὺς νοσοῦντας καὶ τετραυματισμένους ἐξένιζον. Μέμνων δὲ ὁ γενόμενος ἐπίσκοπος Ἐφέσου φθονήσας τού‐ τοις, ἐπειδὴ ἠγαπώμην παρὰ πάντων, πάντα ἐποίησεν ἐπὶ τῶι ἐκβληθῆναί με τῆς πόλεως | |
25 | καὶ ἐπέβαλεν τὰς χεῖρας αὐτοῦ ἐπὶ τῶι χειροτονῆσαί με ἐπίσκοπον Εὐάζων καὶ τοῦτο ἐποίησεν, ἐγὼ δὲ οὐ κατεδεχόμην. ἀλλὰ ἀπὸ ὥρας τρίτης ἕως ἕκτης ἐπὶ τοῦ θυσιαστηρίου πληγαῖς με ἀνήλισκεν καὶ τὸ ἅγιον εὐαγγέλιον ἐγεμίσθη αἱμάτων καὶ τὸ θυσιαστήριον. τούτου δὲ οὕτως γεγονότος ἐγὼ ἔμεινα οὕτως, μήτε εἰς τὴν πόλιν ἀπελθὼν μήτε ὅλως ἐπικοινωνήσας τῆι ἐκκλησίαι ἐκείνηι εἰς ἣν ὠνομάσθην, μήτε ὅλως αὐτὴν τὴν πόλιν εἰδώς· | |
30 | ἔμεινα δὲ οὕτως. καὶ συνέβη τὸν αὐτὸν Μέμνονα τέλει τοῦ βίου χρήσασθαι. μετὰ ταῦτα ἐχειροτονήθη Βασίλειος· οὗτος δὲ μετακαλεσάμενος τὴν σύνοδον τῆς ἐπαρχίας καὶ μαθὼν παρ’ αὐτῶν τὴν βίαν ἣν ἔπαθον ὅτι σκευὴ ἦν, ἐχειροτόνησεν ἐν τῆι πόλει ἐκείνηι ἄλλον ἐπίσκοπον, ἐμοὶ δὲ ἀπέδωκεν τὴν κοινωνίαν καὶ τὸν τόπον τῆς ἐπισκοπῆς. συνέβη δὲ τοῦτον πάλιν τέλει τοῦ βίου χρήσασθαι, ἐμὲ δὲ μετὰ πολλῆς ἀνάγκης καὶ βίας | |
35 | ἐνθρονίζουσιν εἰς τὴν αὐτὴν πόλιν Ἔφεσον ὁ λαὸς καὶ ὁ κλῆρος καὶ οἱ ἐπίσκοποι, ὧν ὁ εἷς Ὀλύμπιος ὁ ἐπίσκοπος ἐνταῦθά ἐστιν. γνοὺς δὲ ταῦτα ὁ εὐσεβέστατος ἡμῶν βασιλεὺς εὐθὺς τοῦτο αὐτὸ ἐβεβαίωσεν καὶ εὐθέως διὰ ὑπομνηστικοῦ ἐδήλωσεν ἐν φανερῶι βεβαιῶν τὴν ἐπισκοπήν. μετὰ ταῦτα ἀπέστειλεν σάκραν πάλιν διὰ Εὐσταθίου τοῦ | |
σελεντιαρίου βεβαιοῦσαν τὴν ἐπισκοπήν. ἦλθα δὲ ἐν τῆι βασιλευούσηι Κωνσταν‐ | 46 in vol. 2.1.3 | |
2,1,347 | τινουπόλει καὶ λαβόμενος ἡμᾶς ὁ αὐτὸς δεσπότης ἐμέ τε καὶ τὸν γενόμενον τῆς αὐτῆς βασιλευούσης πόλεως ἐπίσκοπον Πρόκλον φίλους ἡμᾶς ἐποίησεν καὶ ἐκοινώνησα μετ’ αὐτοῦ καὶ μετὰ πάντων τῶν κατὰ καιρὸν εὑρεθέντων ἐπισκόπων. καὶ συνοδικὰ ποιήσας ὁ αὐτὸς ὁσιώτατος Πρόκλος ἀπέστειλεν καὶ τῆι πόλει καὶ τοῖς ἐπισκόποις καὶ | |
5 | τοῖς κληρικοῖς. ἔμεινα δὲ οὕτως ἐγὼ τετραετῆ χρόνον, ὡς καὶ δέκα ἐπισκόπους με χειροτονῆσαι καὶ πολλοὺς κληρικούς. καὶ ἐν εἰρήνηι ἡμῶν διαγόντων, ἅπερ καὶ δι’ ἀναφορῶν ἐγνώρισαν οἱ αὐτοὶ ὁσιώτατοι ἐπίσκοποι καὶ ὁ εὐλαβέστατος κλῆρος τῶι εὐσεβεστάτωι ἡμῶν βασιλεῖ καὶ τῆι αἰωνίαι αὐγούσται, εὐμενῶς δεξαμένη ἡ αὐτῶν εὐσέ‐ βεια εὐθὺς ἀντέγραψεν ἐμοί τε καὶ αὐτοῖς τοῖς ὁσιωτάτοις ἐπισκόποις καὶ τοῖς κληρικοῖς | |
10 | καὶ ἀπέστειλαν διὰ σελεντιαρίου. ἀναγνωσθεισῶν δὲ τῶν θείων συλλαβῶν πάντες ἐδοξάσαμεν τὸν θεὸν ὅτι οὕτως φροντίζει ἡ αὐτῶν εὐσέβεια περὶ τῆς εἰρήνης τῶν ἐκ‐ κλησιῶν. τῆι δὲ αὔριον ἡμέραι λειτουργήσαντες πάντες ὁμοῦ ἀπὸ τῆς λειτουργίας αὐτόχειρες γενόμενοι κατάκλειστόν με ἐποίησαν καὶ μετὰ βίας ἥρπασάν μου τὸ περι‐ βόλαιον τῆς ἱερωσύνης καὶ πάντα τὰ ὑπάρχοντά μου καὶ λαβόντες ἕνα ἐξ αὐτῶν τοῦτον | |
15 | τὸν Στέφανον ἐποίησαν αὐτὸν ἐπίσκοπον. Στέφανος ὁ εὐλαβέστατος εἶπεν· Κελεύσει ἡ ὑμετέρα ἐξουσία· ἐνταῦθά εἰσιν οἱ ἐπίσκοποι· ἔλθωσιν ἐπὶ τῶι φανῆναι τὴν ἀλήθειαν ἐπὶ τῆς μεγαλοπρεπείας τῆς ὑμετέρας. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Ἐπὶ τίνι καλεῖς τοὺς εὐλαβεστάτους ἐπισκόπους; Στέφανος ὁ εὐλαβέστατος εἶπεν· Ἐπὶ τῶι καταθέσθαι αὐτοὺς τὰ γεγονότα πάντα. | |
20 | ἐπειδὴ αὐτὸς ἐπεισῆλθεν τῆι ἁγιωτάτηι ἐκκλησίαι μετὰ ξιφῶν καὶ ἐραναρίων καὶ ἄλλων τινῶν καὶ ἐκαθέσθη εἰς τὸν θρόνον, ἐξεώθη παρὰ τοῦτο παρὰ τῶν ἁγίων πατέρων παρά τε τοῦ ὁσιωτάτου τῆς βασιλευούσης Ῥώμης Λέοντος καὶ τοῦ μακαριωτάτου Φλα‐ βιανοῦ τοῦ ἐν ὁσίοις τῆς βασιλευούσης Κωνσταντινουπόλεως καὶ παρὰ τοῦ ἐν Ἀλεξαν‐ δρείαι καὶ παρὰ τοῦ ἐν Ἀντιοχείαι. παρὰ τούτων ἐξεωθεὶς κρίσει ἐκκλησιαστικῆι, | |
25 | κατέστη ἡ ἐμὴ βραχύτης. ἔμαθον πάντες, συνήινεσαν καὶ ὁ ἐν ἁγίοις βασιλεὺς Θεο‐ δόσιος καὶ ἡ σύνοδος πᾶσα. ἐπὶ τούτοις ἔπεμψεν ὁ ἐν ἁγίοις βασιλεὺς Θεοδόσιος Εὐστάθιον τὸν πριμικήριον τῶν σιλεντιαρίων διαγνῶναι μεταξὺ αὐτοῦ καὶ τοῦ κλήρου καὶ τῶν πτωχῶν τῶν ἠδικημένων παρ’ αὐτοῦ. ἦλθεν ἐν τῆι Ἐφεσίων ὁ μακάριος Εὐστάθιος, τρεῖς μῆνας ἐποίησεν διαγινώσκων, διέγνω φανερὰ [ὥρισε φανερὰ κατέστησεν] | |
30 | καὶ τὸν ὅρον ὅνπερ ὥρισεν ὁ μακάριος Εὐστάθιος, κατεδέξατο καὶ ὁμολογίας ἐξέθετο καὶ τῶι κλήρωι καὶ τοῖς πτωχοῖς καὶ τῆι ἐκκλησίαι φανερὰ ταῦτά ἐστιν. εἰσὶν ἐνταῦθα οἱ ἐπίσκοποι· εἰσέλθωσιν 〈ἐνταῦθα καὶ ὁμολογήσωσιν〉 ἐὰν ἄλλως ἐρῶ. κελεύσει ἡ μεγαλοπρέπεια ὑμῶν ἐλθεῖν αὐτούς. μὴ σὺν αὐτοῖς ἐχειροτονήθη [ἐκεῖ]; ἐπεισῆλθεν ἐκεῖ ** σήμερον ** ἀπὸ τεσσάρων ἐτῶν καὶ ὁ Ῥώμης αὐτὸν καθεῖλεν καὶ ὁ Ἀλεξανδρείας | |
35 | αὐτὸν καθεῖλεν. ἴδηι τὴν ἐπιστολὴν τὴν γραφεῖσαν παρὰ τοῦ μακαριωτάτου πάπα | |
Λέοντος τὸ ὑμέτερον μέγεθος. | 47 in vol. 2.1.3 | |
2,1,348 | Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Ὁμολογεῖς Βασσιανὸν τὸν εὐλαβέστατον τέσ‐ σαρα ἔτη κατεσχηκέναι τὴν ἁγιωτάτην τῆς Ἐφεσίων πόλεως ἐκκλησίαν ὡς ἐπίσκοπον; Στέφανος ὁ εὐλαβέστατος εἶπεν· Τυραννήσας, οὐχ ὡς ἐπίσκοπος. πῶς γὰρ εἶχεν κρατῆσαι ὁ μὴ χειροτονηθείς, ἀλλὰ μετὰ ξιφῶν εἰσελθὼν καὶ καθεσθεὶς ἑαυτῶι; | |
5 | κελεύσει ἡ μεγαλοπρέπεια ὑμῶν ἐλθεῖν τοὺς ἐπισκόπους. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Δεικνύτω Βασσιανὸς ὁ εὐλαβέστατος εἴ γε ἀπὸ συνόδου εὐλαβεστάτων ἐπισκόπων καὶ κατὰ τὸν εἰωθότα θεσμὸν εἰς χειροτονίαν ἐπίσκο‐ πος κατέστη τῆς Ἐφεσίων μητροπόλεως. Ῥω ἀνέγνων ἀνέγνωμεν ἀνέγνω. Βασσιανὸς ὁ εὐλαβέστατος εἶπεν· Εὐάζων ποτὲ ἐγὼ οὔτε ἐγενόμην οὔτε ἀπῆλθον, | |
10 | ἀλλὰ βιασθεὶς ὠνομάσθην ἐπίσκοπος. οἱ κανόνες φανερὰ ἔχουσιν. εἴπωσιν οἱ πατέρες ἐὰν πρόκριμά ἐστι τὸ χειροτονηθῆναι καὶ μὴ ἀπελθεῖν. αὐτοὶ εἴπωσιν· οἶδαν τοὺς κανόνας. παρακαλῶ, ἀκούσατέ μου· τέως φανερωθῆι ἡ τόλμα ὅτι ηὐθέν‐ τησαν καὶ λαβόντες ἐνέκλεισάν με, καὶ τότε περὶ τῆς ἱερωσύνης ζητοῦμεν. ἡ βία ζητηθῆι. | |
15 | Στέφανος ὁ εὐλαβέστατος εἶπεν· Ἀξιῶ τοὺς κανόνας ἀναγνωσθῆναι τοὺς λέγοντας ὥστε ἐν ἑτέραι πόλει τὸν χειροτονηθέντα μὴ δύνασθαι ἐν ἑτέραι καθίστασθαι. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Ἀναγινωσκέσθωσαν οἱ κανόνες. Λεόντιος ὁ εὐλαβέστατος ἐπίσκοπος Μαγνησίας ἀνέγνω Κανὼν Ϟε. Εἴ τις ἐπίσκοπος σχολάζων ἐπὶ σχολάζουσαν ἐκκλησίαν ἑαυτὸν | |
20 | ἐπιρρίψας ὑφαρπάζοι τὸν θρόνον δίχα συνόδου τελείας, τοῦτον ἀπόβλητον εἶναι, κἂν εἰ πᾶς ὁ λαὸς ὃν ὑφήρπασεν, ἕλοιτο αὐτόν. τελείαν δὲ εἶναι σύνοδον ἐκείνην ἧι συμ‐ πάρεστι καὶ ὁ τῆς μητροπόλεως. Ὁ αὐτὸς εὐλαβέστατος Λεόντιος ἐπίσκοπος ἀπὸ τοῦ αὐτοῦ βιβλίου ἀνέγνω Κανὼν Ϟϛ. Εἴ τις ἐπίσκοπος χειροτονίαν λάβοι ἐπισκόπου καὶ ὁρισθεὶς | |
25 | προεστάναι λαοῦ μὴ καταδέξοιτο τὴν χειροτονίαν μηδὲ πείθοιτο ἀπιέναι εἰς τὴν ἐγχειρισθεῖσαν αὐτῶι ἐκκλησίαν, τοῦτον εἶναι ἀκοινώνητον, ἕως ἂν ἀναγκασθεὶς κατα‐ δέξηται ἢ ὁρίσηι τι περὶ αὐτοῦ ἡ τελεία σύνοδος τῶν κατὰ τὴν ἐπαρχίαν ἐπισκόπων. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Δειξάτω Βασσιανὸς ὁ εὐλαβέστατος τίς αὐτὸν κατέστησεν ἐπίσκοπον. | |
30 | Βασσιανὸς ὁ εὐλαβέστατος εἶπεν· Εἷς ἐκ τῶν ἐνθρονισάντων με οὗτός ἐστιν Ὀλύμ‐ πιος. οὐκ οἶδα ἄλλους· τοῦτον μνημονεύω. Λουκιανὸς ὁ εὐλαβέστατος ἐπίσκοπος Βύζης εἶπεν· Ὁ ἔχων τὸ κῦρος ἐδέξατο αὐτὸν ὁ μακαρίτης Πρόκλος καὶ ἐδέξατο αὐτὸν καὶ ὁ μακάριος Θεοδόσιος ὁ εὐσεβέ‐ στατος βασιλεὺς καὶ καλέσας αὐτοὺς φίλους αὐτοὺς ἐποίησεν. ἀλλ’ ὅμως διὰ τί ἐξε‐ | |
35 | βλήθη; Στέφανος ὁ εὐλαβέστατος εἶπεν· Ὁ μακάριος ἐν ἁγίοις Φλαβιανὸς ἐξεώσατο αὐτόν. | |
Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Ἐπειδὴ μνήμη γεγένηται Ὀλυμπίου τοῦ εὐλα‐ | 48 in vol. 2.1.3 | |
2,1,349 | βεστάτου ἐπισκόπου ὡς ἐνθρονίσαντος Βασσιανὸν τὸν εὐλαβέστατον, ὁ προλεχθεὶς εὐλαβέστατος Ὀλύμπιος εἰ ταῦτα οὕτως ἔχει, διδασκέτω. Ὀλύμπιος ὁ εὐλαβέστατος ἐπίσκοπος Θεοδοσιουπόλεως εἶπεν· Μετὰ τὸν θάνατον τοῦ κατὰ καιρὸν ἐπισκόπου γενομένου [Βασιλείου] ἐν τῆι πόλει ἐν ἧι κεχειροτόνημαι | |
5 | ἐπίσκοπος Θεοδοσιουπόλεως, ἐν αὐτῆι διῆγον· δηλοῦσί μοι οἱ κληρικοὶ αὐτῆς τῆς πό‐ λεως Ἐφέσου λέγοντες· παραγενοῦ ἐνταῦθα, ἵνα κανονικῶς χειροτονίαν δέξηται ἡ πόλις, ἐπειδὴ ἐκοιμήθη ὁ τῆς ὁσίας μνήμης Βασίλειος ὁ γενόμενος ἐπίσκοπος. ἐγὼ δεξάμενος τὰ τοιαῦτα γράμματα παρεγενόμην ὑπολαβὼν ὅτι καὶ ἄλλοι εὐλαβέστατοι ἐπίσκοποι ἐκλήθησαν. πρὸ τριῶν δὲ ἡμερῶν τοῦ μέλλειν εἰσιέναι εἰς τὴν ἐκκλησίαν καὶ τοῦτον | |
10 | ἐνθρονίζεσθαι καταχθεὶς ἔν τινι ὁσπιτίωι περιέμενον καὶ τοὺς ἑτέρους εὐλαβεστάτους ἐπισκόπους, ὥστε γενέσθαι κανονικὴν τὴν χειροτονίαν κατὰ τὸ ἔθος. ὡς δὲ καὶ μίαν καὶ δευτέραν καὶ τρίτην ἡμέραν ἔμεινα ἐν τῶι ὁσπιτίωι καὶ ἄλλος οὐχ ηὑρέθη θεοφιλέστατος ἐπίσκοπος, τελευταῖον ἐλθόντες τινὲς τῶν εὐλαβεστάτων κληρικῶν λέγουσί μοι· ἄλλοι ἐπίσκοποι οὔκ εἰσιν ἐνταῦθα, τί δέοι γενέσθαι; εἶπον ἐγώ· εἰ μὴ πάρεισιν καὶ ἕτεροι θεο‐ | |
15 | φιλέστατοι ἐπίσκοποι, μόνος ἐγὼ τί δύναμαι ποιῆσαι; ἐπειδὴ ἔξω τῆς ἀκριβείας τῶν κανόνων ἐστὶ μόνον ἐπίσκοπον διοικεῖν ἐκκλησίαν καὶ μάλιστα τοιαύτης περιφανοῦς μητροπόλεως. ὡς δὲ ταῦτα ἐλάλουν μετ’ ἐμοῦ, περιεκύκλωσαν τὸ οἴκημα ἔνθα ἤμην, πλῆθος ἄπειρον, καὶ (οἶδα ποῦ στήκω καὶ ἐπὶ τοσαύτης ἐξουσίας καὶ ἐπὶ τοῦ θυσιαστη‐ ρίου) τίς ποτε γυμνώσας παραμήριον Ὁλοσίρικος, τοῦτο ὄνομα αὐτῶι, κομιτιανὸς | |
20 | τάχα ὢν ἦλθεν καὶ αὐτὸς καὶ τὸ πλῆθος ἅπαν καὶ βαστάσαντές με ἀπήγαγον εἰς τὴν ἐκκλησίαν. καὶ οὕτως μετὰ διακοσίων ἢ τριακοσίων ἀνθρώπων καὶ ἐμὲ καὶ αὐτὸν ἀνήγαγον εἰς τὸν θρόνον καὶ ἐγένετο ὁ ἐνθρονισμός. μέχρι τούτου τὸ ὅπως γέγονεν, οἶδα. Βασσιανὸς ὁ εὐλαβέστατος εἶπεν· Ἐψεύσατο. | |
25 | Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Εἰ Πρόκλος ὁ τῆς ὁσίας μνήμης ὁ γεγονὼς ἀρ‐ χιεπίσκοπος τῆς βασιλίδος Κωνσταντινουπόλεως ἐδέξατο [αὐτὸν] Βασσιανὸν τὸν εὐλα‐ βέστατον ἐπίσκοπον καὶ ἐκοινώνησεν αὐτῶι ὡς ἐπισκόπωι τῆς Ἐφεσίων μητροπόλεως, ὁ εὐλαβέστατος κλῆρος τῆς ἁγίας κατὰ Κωνσταντινούπολιν ἐκκλησίας διδασκέτωσαν. Ῥω ἀνέγνων ἀνέγνωμεν ἀνέγνω. | |
30 | Θεόφιλος ὁ εὐλαβέστατος πρεσβύτερος τῆς κατὰ Κωνσταντινούπολιν ἁγιωτάτης ἐκκλησίας εἶπεν· Ὡς ἐπὶ θεοῦ, καὶ ἐδέξατο αὐτὸν ὁ ἐν ἁγίοις Πρόκλος κοινωνικὸν καὶ συνοδικοῖς γράμμασιν τιμήσας αὐτὸν ἀπέλυσεν ἐπὶ τὴν Ἔφεσον καὶ ἐν τοῖς διπτύχοις ἔταξεν αὐτοῦ τὸ ὄνομα καὶ ἐλέγετο ἕως πρὸ ὀλίγου καιροῦ. Πάντες οἱ εὐλαβέστατοι κληρικοὶ τῆς Κωνσταντινουπολιτῶν ἁγιωτάτης μεγάλης | |
35 | ἐκκλησίας εἶπον· Καὶ ἡμεῖς τὰ αὐτὰ λέγομεν· ἐδέξατο γὰρ αὐτὸν καὶ ἐκοινώνησεν αὐτῶι ὁ μακάριος Πρόκλος καὶ ἐποίησεν συνοδικὰ γράμματα καὶ εἰς τὰ δίπτυχα αὐτὸν ἔταξεν. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Νῦν Στέφανος ὁ εὐλαβέστατος ἐπίσκοπος λεγέτω ὅπως ἐπίσταται Βασσιανὸν τὸν εὐλαβέστατον ἀποκινηθέντα τῆς ἐπισκοπῆς καὶ εἰ αὐτὸς | |
παρὰ τῆς συνόδου ἐχειροτονήθη. | 49 in vol. 2.1.3 | |
2,1,350 | Στέφανος ὁ εὐλαβέστατος εἶπεν· Ἀνηνέχθη παρὰ τοῦ ἐπισκόπου τῆς Ἀλεξαν‐ δρέων πόλεως τοῦ ἐν ἁγίοις Θεοδοσίου τοῦ βασιλέως γράψαντος ἐκεῖ· ἠνέχθη δὲ γράμ‐ ματα καὶ παρὰ τοῦ μακαριωτάτου πάπα τοῦ ἐν Ῥώμηι ἁγιωτάτου ἐπισκόπου ὥστε τοῦτον μὴ δεῖν εἶναι ἐπίσκοπον, καὶ φανερά ἐστι τὰ γράμματα. κελεύσατε ἐλθεῖν | |
5 | τοὺς νοταρίους ἐπὶ τῶι φανερωθῆναι ποίωι τρόπωι ἀπεκινήθη καὶ ποίωι τρόπωι ἐξε‐ βλήθη καὶ ποίωι τρόπωι ἐγὼ κατέστην. ἡμεῖς διὰ τὴν πίστιν ἤλθομεν· μὴ οὖν ἤιδειν ὅτι τοῦτο εἶχεν ἀνακύψαι; ἅπαξ πέρας ἔλαβεν τὸ πρᾶγμα. ἦλθεν ὁ σιλεντιάριος ἐκεῖ, τρεῖς μῆνας ἐποίησεν διαγινώσκων μεταξὺ αὐτοῦ καὶ τῶν κληρικῶν· φανερά ἐστι τὰ ὁρισθέντα. | |
10 | Βασσιανὸς ὁ εὐλαβέστατος εἶπεν· Στέφανος πρεσβύτερός μου ἦν, δ ἔτη μετ’ ἐμοῦ ἐλειτούργει, μετ’ ἐμοῦ ἐκοινώνει καὶ ἐκοινώνει παρ’ ἐμοῦ ὡς παρὰ ἐπισκόπου καὶ αὐτῆι τῆι ἡμέραι ἧι ἐνέκλεισάν με ** καὶ ταῦτα ἔπαθα. μὰ τὰς δυνάμεις τοῦ θεοῦ, νηρὸν ἐζήτησα καὶ οὐκ ἔδωκάν μοι. ἐπὶ τρίμηνον εἶχόν με ἐγκατάκλειστον, οἱ δὲ παρ’ ἐμοῦ ἐπίσκοποι χειροτονηθέντες αὐτοὶ καὶ τοῦτον ἐχειροτόνησαν ἐπίσκοπον ὄντος μου | |
15 | ἐγκατακλείστου. ἐὰν μὴ εἰμὶ ἐγὼ ἐπίσκοπος, οὐδὲ οἱ παρ’ ἐμοῦ χειροτονηθέντες ὀφεί‐ λουσιν εἶναι ἐπίσκοποι οὐδὲ οἱ κληρικοί. Κασσιανὸς πρεσβύτερος συνὼν Βασσιανῶι τῶι εὐλαβεστάτωι εἶπεν· Τῆι μέσηι ἑβδομάδι κατηνάγκασεν ἡμᾶς καὶ εἰσήνεγκεν ἐν τῶι βαπτιστηρίωι Στέφανος ὁ εὐλαβέστα‐ τος ἐπίσκοπος καὶ Μαιόνιος καὶ ἐπιδέδωκάν μοι τὸ εὐαγγέλιον καὶ ὥρκωσάν με καὶ | |
20 | λέγουσί μοι· δεῦρο, ὄμοσον μὴ ἀναχωρῆσαι ἐξ αὐτοῦ, ἀλλὰ ζῆν μετ’ αὐτοῦ καὶ ἀπο‐ θανεῖν μετ’ αὐτοῦ καὶ μὴ προδοῦναι αὐτόν. λέγω· σήμερον κε ἔτη εἰμὶ κοινωνὸς εἰς Κωνσταντινούπολιν πραγματευόμενος καὶ, θεός ἐστιν ὁ εἰδώς, οὐδέποτε ὤμοσά τινι· καὶ νῦν πρεσβυτέρου μου ὄντος καταναγκάζετέ με ὀμόσαι; λαβόντες τὸ εὐαγγέλιον ἔδωκάν μοι καὶ ὤμοσα αὐτοῖς. καὶ τῆι πέμπτηι τοῦ ἁγίου πάσχα λαβόντες καὶ αὐτὸν | |
25 | ἐνέκλεισαν καὶ ἐμὲ ἐφόνευσαν καὶ ἐπισινῆ με ἐποίησαν διὰ λακτισμάτων καὶ ἤνεγκαν τρεῖς ὑποδιακόνους καὶ ὀψὲ ἦραν καὶ ἀπήνεγκάν με ἐν τῶι οἴκωι μου καὶ ἔθηκαν ἡμιθανῆ καὶ ἐφλεβοτόμησάν με. ἵνα οὖν μὴ ἐπιορκήσω, σήμερον τέσσαρα ἔτη πλαζόμενος ἐπαιτῶ ἐν Κωνσταντινουπόλει, ἵνα μὴ ἐπιορκήσω τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ. Λουκιανὸς ὁ εὐλαβέστατος ἐπίσκοπος Βύζης παρελθὼν ἐν τῶι μέσωι εἶπεν· Ἐκρι‐ | |
30 | μάτισαν ἡμᾶς οἱ λοιποὶ ἐπίσκοποι οἱ μεθ’ ἡμῶν καθεζόμενοι ὥστε ἕκαστον ὃ οἶδεν ἀληθὲς καὶ πρὸς εὐσέβειαν συντεῖνον, εἰπεῖν. καὶ εἰ καὶ ἐξ αὐτῶν καλὸν ἦν τοῦτο ἡμᾶς ποιῆσαι, πλὴν λέγομεν ὅτι τετραετίαν ἐνήργησεν ἐν τῶι θρόνωι ἀμάχως δίχα ἀντιρρήσεως καὶ ἐχειροτόνησεν ι ἐπισκόπους καὶ κληρικοὺς πολλοὺς καὶ ἐκοινώνει αὐτῶι αὐτὸς ὁ νῦν ἐπί‐ σκοπος Στέφανος πρεσβύτερος αὐτοῦ ὢν καὶ πάντες οἱ λοιποὶ κληρικοί. καὶ πῶς οἷόν | |
35 | τέ ἐστι νῦν Βασσιανὸν ἐξεοῦσθαι παρὰ τὴν τῶν κανόνων ἀκολουθίαν τῶι καὶ μάλιστα τὸν μακαριώτατον Πρόκλον τὸν τῆς βασιλευούσης ἀρχιεπίσκοπον Κωνσταντινουπόλεως κοινωνῆσαι αὐτῶι καὶ διὰ συνοδικῶν γραμμάτων βεβαιῶσαι τὴν τούτου ἐπισκοπήν; Μελίφθογγος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἰουλιουπόλεως παρελθὼν εἰς τὸ μέσον | |
εἶπεν· Ἐχρῆν τὸν τετραετῆ χρόνον κατεσχηκότα τὴν ἐπισκοπὴν ἀμάχως ἢ μεμφθῆναι | 50 in vol. 2.1.3 | |
2,1,351 | ἢ οὕτως ἀκρίτως μὴ ῥιφῆναι. καὶ ἐπειδὴ κατεκριματίσθην παρὰ τῶν ἐγγὺς καθε‐ ζομένων ἐπισκόπων κἀγὼ ὥστε με παρελθόντα εἰπεῖν τὰ κινοῦντα πρὸς πάντας, στόμα γενόμενος τῶν λοιπῶν ἐγγύς μου ἐπισκόπων ὄντων ἐκ προσώπου πάντων ταῦτα ἀνα‐ φέρω τῆι τε ἁγίαι συνόδωι καὶ τῆι ὑμετέραι ἐξουσίαι ἅπερ Λουκιανὸς ὁ εὐλαβέστατος | |
5 | ἐπίσκοπος εἶπεν. Στέφανος ὁ εὐλαβέστατος εἶπεν· Ὁ ἁγιώτατος ἀρχιεπίσκοπος Λέων ὁ Ῥώμης τοῦτον καθεῖλεν, ἐπειδὴ παρὰ κανόνας ἐγένετο. Κεκρόπιος ὁ εὐλαβέστατος ἐπίσκοπος Σεβαστοπόλεως εἶπεν· Κύρι Στέφανε, μάθε πόσα δύναται Φλαβιανὸς ὁ ἐπίσκοπος καὶ μετὰ θάνατον. | |
10 | Πάντες οἱ εὐλαβέστατοι ἐπίσκοποι καὶ οἱ [λοιποὶ] κληρικοὶ Κωνσταντινουπόλεως ἐβόησαν· Ἡ ἀλήθεια οὕτως ἔχει· πάντες τὰ αὐτὰ λέγομεν. Φλαβιανοῦ αἰωνία μνήμη. τοῦ ὀρθοδόξου αἰωνία μνήμη. ἴδε ἐκδίκησις, ἴδε ἀλήθεια. Φλαβιανὸς μετὰ θάνατον ζῆι. ὁ μάρτυς ὑπὲρ ἡμῶν εὔξεται. Φλαβιανὸς μετὰ θάνατον τὴν πίστιν ἐξέθετο. Φλαβιανὸς ὧδέ ἐστιν· ὁ ὀρθόδοξος ὧδέ ἐστιν. πολλὰ τὰ ἔτη | |
15 | τοῦ βασιλέως. Φλαβιανὸς ἡμῖν συνδικάζει. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Πάντων ἐξετασθέντων τῶν ἐπὶ Βασσιανῶι καὶ Στεφάνωι τοῖς εὐλαβεστάτοις πεπραγμένων, ἀναγνωσθέντων δὲ καὶ τῶν κανόνων, λε‐ γέτω ἡ ἁγία σύνοδος αὕτη περὶ τῆς κατ’ Ἔφεσον ἐπισκοπῆς, τί αὐτῆι παρίσταται. Ῥω ἀνέγνων ἀνέγνωμεν ἀνέγνω. | |
20 | Οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Τὸ δίκαιον Βασσιανὸν καλεῖ. οἱ κανόνες κρατείτωσαν. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Ἡμῖν μὲν φαίνεται οὔτε Βασσιανὸς ὁ εὐλαβέστατος ἄξιος ὢν ἐπίσκοπος εἶναι τῆς Ἐφεσίων πόλεως, ἐπειδήπερ ἐξ ἐφόδου βιαίας ἑαυτῶι ταύτην ἐξεδίκησεν, οὔτε Στέφανος ὁ εὐλαβέστατος ἐκ συνωμοσιῶν καὶ τοιαύτης περινοίας τὴν | |
25 | ἐπισκοπὴν ἑαυτῶι περιποιήσας· δίκαιον δὲ εἶναι ἐπιλεχθῆναι ἕτερον τήν τε πίστιν ἀκριβῶς ἐπιστάμενον καὶ βίωι κεκοσμημένον τὸν ἐπίσκοπον εἶναι ὀφείλοντα. τὸ πᾶν δὲ τῆι ἁγιωτάτηι συνόδωι καταλιμπάνομεν ὥστε δοῦναι τὸν παριστάμενον αὐτῆι τύπον ἐπὶ τῶι πράγματι. Ἡ ἁγία σύνοδος ἐβόησεν· Αὕτη δικαία κρίσις. αὕτη θεοῦ κρίσις. ὁ Χριστὸς | |
30 | ἐδίκασε τῆι ὑποθέσει. ὁ θεὸς δι’ ὑμῶν δικάζει. αὕτη ἡ ἀπόφασις τοῦ θεοῦ ἐστιν. τοὺς κανόνας καὶ τοὺς νόμους ὑμεῖς φυλάττετε. πολλὰ τὰ ἔτη τῶν βασιλέων. πολλὰ τὰ ἔτη τῶν ἀρχόντων. πολλὰ τὰ ἔτη τῆς συνόδου. Πασκασῖνος καὶ Λουκίνσιος οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐπέχοντες τὸν τόπον τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης εἶπον· Δῆλα τὰ παρὰ πάσης τῆς συνόδου | |
35 | λεχθέντα. τί περὶ τούτου τοῦ πράγματος ἢ τῶν προσώπων δοκεῖ, καὶ ἡμῶν καὶ τού‐ των ἔστιν τὴν ἀπόφασιν βεβαιῶσαι. | |
Ἀνατόλιος ὁ εὐλαβέστατος ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως νέας Ῥώμης | 51 in vol. 2.1.3 | |
2,1,352 | εἶπεν· Τοὺς ἀθέσμως ἑαυτοὺς ἁρμόσαντας τῆι τοῦ Χριστοῦ νύμφηι, τῆι κατὰ Ἔφεσον φημὶ ἁγιωτάτηι ἐκκλησίαι, τούτους εἰκότως ἐννόμως ἑαυτῆς ἀπέβαλεν. τοιγαροῦν ὅ τε ἐπιπηδήσας τῶι θρόνωι Βασσιανὸς ὁ εὐλαβέστατος ἐπίσκοπος καὶ ὁ μετ’ ἐκεῖνον ἑαυτὸν ἐπιβαλὼν ἀτάκτως Στέφανος ὁ εὐλαβέστατος ἐπίσκοπος τὴν ἡσυχίαν ἀγέτωσαν πεπαυ‐ | |
5 | μένοι τῆς κατ’ ἐκείνην τὴν ἐκκλησίαν ἐνεργείας, δοθήσεται δὲ τῆι Ἐφεσίων μητροπόλει ἐπίσκοπος ὁ παρὰ θεοῦ ἀναδεδειγμένος καὶ παρὰ πάντων τῶν μελλόντων ποιμαίνεσθαι ψηφιζόμενος εἰς τὴν τῆς ἐκκλησίας τῆς ἐκεῖ χειροτονίαν ὀρθοτομῶν τὸν λόγον τῆς ἀλη‐ θείας, τῶν μνημονευθέντων δηλονότι ἐχόντων μόνον τὴν ἀξίαν τῆς ἐπισκοπῆς καὶ τὴν κοινωνίαν καὶ παραμυθίας τῆς προσηκούσης ἀπὸ τῆς αὐτῆς ἁγιωτάτης ἐκκλησίας ἀξιου‐ | |
10 | μένων. Ἡ ἁγία σύνοδος εἶπεν· Αὕτη δικαία ψῆφος. αὕτη δικαία κρίσις. Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος Δορυλαίου εἶπεν· Ἡ ἔφοδος τοῦ εὐλαβεστάτου Βασσιανοῦ ἀνατροπὴν ἔχει τῶν κανόνων καὶ ἡ ἀτάκτως γενομένη ἐπὶ Στεφάνωι χειρο‐ τονία· ὅθεν, εἰ δοκεῖ, ἀμφοτέρους μὲν σχολάζειν τῆς ἐπισκοπῆς τῆς Ἐφεσίων μητροπό‐ | |
15 | λεως, χειροτονηθῆναι δὲ κανονικὸν ἐπίσκοπον τῆι προειρημένηι μητροπόλει βίωι καὶ πίστει κεκοσμημένον. Οἱ τῆς Ἀσίας εὐλαβέστατοι ἐπίσκοποι προσπεσόντες τῆι ἁγιωτάτηι συνόδωι τῶν πατέρων εἶπον· Ἐλεήσατε ἡμᾶς· ἡμεῖς παρακαλοῦμεν τὴν ἁγίαν σύνοδον ὥστε κατελεῆσαι τὰ παιδία ἡμῶν, μὴ δι’ ἡμᾶς καὶ τὰς ἁμαρτίας ἡμῶν ἀποθάνηι, ὥστε φιλανθρωπίαν | |
20 | δοθῆναι τούτοις καὶ δοθῆναι ἡμῖν κἂν Βασσιανὸν εἰς κακῶν αἵρεσιν, ἐπεὶ εἴ τις ὧδε χειροτονηθείη, καὶ τὰ παιδία ἡμῶν ἀποθνήισκει καὶ ἡ πόλις ἀπόλλυται. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Ἐπειδὴ κατὰ τὰς φωνὰς τῆς ἁγίας συνόδου οὔτε Βασσιανὸς οὔτε Στέφανος οἱ εὐλαβέστατοι ἄξιοί εἰσιν ἐπίσκοποι εἶναι τῆς Ἐφεσίων πόλεως, οἱ δὲ τῆς Ἀσιανῆς ἐπίσκοποι οἱ ἐνταῦθα εὑρεθέντες φασίν, εἰ ἐνταῦθα χειρο‐ | |
25 | τονηθείη ἕτερος ἐπίσκοπος, ἐν θορύβωι γίνεσθαι τὴν Ἐφεσίων πόλιν, λεγέτω ἡ ἁγία σύνοδος ποῦ βούλονται οἱ κανόνες τὸν τῆς κατ’ Ἔφεσον ἁγιωτάτης ἐκκλησίας χειρο‐ τονεῖσθαι ἐπίσκοπον. Οἱ εὐλαβέστατοι ἐπίσκοποι εἶπον· Ἐν τῆι ἐπαρχίαι. Διογένης ὁ εὐλαβέστατος ἐπίσκοπος Κυζίκου εἶπεν· Τὸ ἔθος ὧδε ἔχει. εἰ | |
30 | ἐγίνετο ἀπὸ Κωνσταντινουπόλεως ἐπίσκοπος, οὐκ εἶχεν ταῦτα γίνεσθαι. ἐκεῖ σαλ‐ γαμαρίους χειροτονοῦσι καὶ διὰ τοῦτο ἀνατροπὴ γίνεται. Λεόντιος ὁ εὐλαβέστατος ἐπίσκοπος Μαγνησίας εἶπεν· Ἀπὸ τοῦ ἁγίου Τιμοθέου μέχρι νῦν κζ ἐπίσκοποι ἐγένοντο. πάντες ἐν Ἐφέσωι ἐχειροτονήθησαν· μόνος Βασί‐ λειος κατὰ βίαν ὧδε ἐγένετο καὶ σφαγαὶ ἐγένοντο. | |
35 | Φίλιππος ὁ εὐλαβέστατος πρεσβύτερος τῆς κατὰ Κωνσταντινούπολιν ἁγίας μεγάλης ἐκκλησίας εἶπεν· Ὁ ἐν ἁγίοις Ἰωάννης ὁ ἐπίσκοπος Κωνσταντινουπόλεως δεκαπέντε ἐπισκόπους καθεῖλεν ἀπελθὼν ἐν Ἀσίαι καὶ ἐχειροτόνησεν ἄλλους ἀντ’ αὐτῶν. καὶ Μέμνων ὧδε ἐβεβαιώθη. Ἀέτιος ἀρχιδιάκονος Κωνσταντινουπόλεως εἶπεν· Καὶ Καστῖνος ὧδε ἐχειροτονήθη. | |
40 | Ἡρακλείδης καὶ ἄλλοι μετὰ γνώμης τοῦ ὧδε ἀρχιεπισκόπου ἐχειροτονήθησαν. καὶ | 52 in vol. 2.1.3 |
2,1,353 | Βασίλειον ὁμοίως ὁ μακάριος Πρόκλος ἐχειροτόνησεν καὶ ὁ μακάριος Θεοδόσιος ὁ βασιλεὺς συνήργησεν τῆι τοιαύτηι χειροτονίαι καὶ ὁ μακάριος Κύριλλος ὁ ἐπίσκοπος Ἀλεξανδρείας. Οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Οἱ κανόνες κρατείτωσαν. τὰς φωνὰς τῶι βασιλεῖ. | |
5 | Οἱ κληρικοὶ Κωνσταντινουπόλεως ἐβόησαν· Τὰ τῶν ἁγίων πατέρων τῶν ρν κρα‐ τείτω. τὰ προνόμια Κωνσταντινουπόλεως μὴ ἀπόληται. ἡ χειροτονία κατὰ τὸ ἔθος ὑπὸ τοῦ ὧδε ἀρχιεπισκόπου γένηται. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Συνορῶμεν ὅτι ἐπισκέψεως δεῖται ἡ ἁγία σύνοδος περὶ τῆς χειροτονίας τῆς κατ’ Ἔφεσον ἐπισκοπῆς· ὅθεν, εἰ δοκεῖ, τῆι ἑξῆς τοῦτο | |
10 | τελείως τυπωθήσεται. Ῥω ἀνέγνων ἀνέγνωμεν ἀνέγνω. Πρᾶξις ιγ Ὁμοίως τῆι πρὸ τριῶν Καλανδῶν Νοεμβρίων ὑπατείαι τῆι αὐτῆι ἐν τῆι αὐτῆι ἁγιωτάτηι ἐκκλησίαι προκαθεζομένων τῶν προγεγραμμένων μεγαλοπρεπεστάτων καὶ ἐνδοξοτάτων ἀρχόντων καὶ τῆς αὐτῆς ἁγιωτάτης καὶ οἰκουμενικῆς συνόδου | |
15 | οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Ἡ τῶν δημοσίων φροντὶς ἀναγκαία τυγχάνουσα τῆι πολιτείαι ῥαθυμεῖται ἡμῶν διὰ τὴν πίστιν τῆι ἁγίαι συνόδωι συνεχῶς οὕτω παρα‐ βάλλειν ὑπὸ τῆς θείας κορυφῆς προσταχθέντων· ἐπὶ πολὺ δὲ ἐπείπερ τῶν ἀναγκαίων τῆι πολιτείαι πραγμάτων ἀφέλκεσθαι ἡμᾶς οὐ δυνατόν, ταχεῖαν ταῖς ζητήσεσι λύσιν ἐπιτεθῆναι σπουδάζοντες ἐν πρώτηι τάξει λέγειν τὴν ἁγίαν σύνοδον ἐξαιτοῦμεν εἴ τι | |
20 | πλέον ἐβουλεύσατο περὶ τῆς κατὰ Ἔφεσον ἁγιωτάτης ἐκκλησίας πότερον χρὴ ἕτερον χειροτονηθῆναι αὐτῆι ἐπίσκοπον ἢ Βασσιανὸν τὸν εὐλαβέστατον ἀναλαβεῖν τὴν ἐπι‐ σκοπὴν ἢ Στέφανον τὸν εὐλαβέστατον ἐπίσκοπον εἶναι. πάντα γὰρ τὰ κατ’ αὐτούς, ὡς ἐπίσταται ἡ αὐτὴ ἁγία σύνοδος, τῆι χθὲς ἡμέραι ἱκανῶς ἐξητάσθη. Ἀνατόλιος ὁ εὐλαβέστατος ἐπίσκοπος Κωνσταντινουπόλεως εἶπεν· Ἐμοὶ ἀρέσκει, | |
25 | εἰ καὶ τῆι ἁγίαι συνόδωι παρίσταται, μηδέτερον αὐτῶν τῆς πόλεως ἐκείνης εἶναι ἐπί‐ σκοπον, ἀλλ’ ἕτερον χειροτονηθῆναι διὰ τὸ τούτους παρὰ κανόνας ἑαυτοῖς τὴν ἐπι‐ σκοπὴν ἁρπάσαι, ἐχόντων αὐτῶν δηλονότι τὴν τοῦ ἐπισκόπου ἀξίαν καὶ ἀπὸ τῆς ἐκκλησίας ἀποτρεφομένων. Πασκασῖνος ὁ εὐλαβέστατος ἐπίσκοπος ἐπέχων τὸν τόπον τῆς ἀποστολικῆς | |
30 | καθέδρας εἶπεν· Βασσιανὸς ἢ Στέφανος ἐπίσκοποι, καθὼς ἡ διάγνωσις ἐφανέρωσεν, οὐκ ἀγαθῆι τάξει ἀμφότεροι τὴν Ἐφεσίων κεκρατηκέναι γινώσκονται ἐκκλησίαν. τού‐ του οὖν χάριν, εἰ πᾶσα ἁγιωτάτη σύνοδος συναινεῖ, τούτων ἀποκινηθέντων ἄλλος κατὰ τοὺς κανόνας ψηφισθῆι. Λουκίνσιος ὁ εὐλαβέστατος ἐπίσκοπος ἐπέχων τὸν τόπον τοῦ ἀποστολικοῦ θρόνου | |
35 | εἶπεν· Κανονικόν ἐστιν ἀμφοτέρους κρατεῖν. Ἰουλιανὸς ὁ εὐλαβέστατος ἐπίσκοπος τῆς Κῶ τοποτηρῶν καὶ αὐτὸς ἅμα τοῖς Ῥωμαίοις τῶι ἀποστολικῶι θρόνωι εἶπεν· Οὐκ ὀφείλουσιν οἱ δύο ῥιφῆναι. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Ἐπειδὴ πολλάκις ἡμῶν διαλαλησάντων καὶ | |
ἐξαιτησάντων ψῆφον ἐξενεχθῆναι περὶ τῆς ἐπισκοπῆς τῆς κατ’ Ἔφεσον ἁγιωτάτης | 53 in vol. 2.1.3 | |
2,1,354 | ἐκκλησίας τελεία ἀπόκρισις παρὰ πάντων οὐκ ἐδόθη, τὸ σεπτὸν καὶ ἄχραντον εὐαγγέ‐ λιον μέσον κομιζέσθω. Καὶ ἐνεχθέντος τοῦ ἁγίου εὐαγγελίου οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Τὴν ὁμοίαν αἴτησιν προσάγομεν τῆι ἁγίαι συνόδωι προκειμένων τῶν σεβασμίων εὐαγγελίων προ‐ | |
5 | τρέποντες αὐτὴν μήτε τῶν δύο τινὰ βλάψαι, εἴ γε ἄξιός ἐστί τις αὐτῶν τῆς ἐπισκοπῆς ἀντέχεσθαι, μήτε τὴν μνημονευθεῖσαν ἐκκλησίαν, εἴ γε ἑκάτερος ἀνάξιός ἐστιν, ἀλλὰ κατὰ θεὸν καὶ κατὰ τὸ ἄξιον καὶ πρέπον καὶ συμφέρον τῆι ἁγιωτάτηι ἐκκλησίαι τὰ δοκοῦντα ψηφίσασθαι. Ῥω ἀνέγνων ἀνέγνωμεν ἀνέγνω. Ἀνατόλιος ὁ εὐλαβέστατος ἐπίσκοπος Κωνσταντινουπόλεως εἶπεν· Καὶ ἤδη | |
10 | εἶπον· ἐμοὶ παρίσταται, εἰ καὶ τῆι ἁγίαι συνόδωι δοκεῖ, ὥστε μηδένα αὐτῶν τῆς Ἐφε‐ σίων πόλεως εἶναι ἐπίσκοπον, ἀλλὰ ἕτερον ἐξ ἐπιλογῆς πάντων τῶν μελλόντων ποι‐ μαίνεσθαι ψηφιζόμενον διοικεῖν τὴν ἐπισκοπὴν διὰ τὸ τοὺς δύο παρὰ κανόνας ἑαυτοῖς τὴν ἐπισκοπὴν ἁρπάσαι· ἔχειν δὲ αὐτοὺς καὶ τὴν ἀξίαν τοῦ ἐπισκόπου καὶ τὴν κοινωνίαν καὶ ἀποτρέφεσθαι ἀπὸ τῆς αὐτῆς ἁγιωτάτης ἐκκλησίας. | |
15 | Πασκασῖνος ὁ εὐλαβέστατος ἐπίσκοπος ἐπέχων τὸν τόπον τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβυτέρας Ῥώμης εἶπεν· Τὰ αὐτὰ ἅπερ ἅπαξ κατεθέμην, καὶ ἐπὶ τοῦ παρόντος τυπῶ. τῶν μνημονευθέντων ἑκάτερος τὴν Ἐφεσίων ἀτάκτως ἐκκλησίαν κατείληφεν καὶ διὰ τοῦτο, εἰ πᾶσα σύνοδος συναινεῖ, ὀφείλει τούτων ἀποκινηθέντων ἄλλος κατὰ τοὺς κανόνας ψηφισθῆναι. | |
20 | Μάξιμος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀντιοχείας Συρίας εἶπεν· Παρὰ κανόνας ἀμφότεροι ἀπὸ τῶν χθὲς διαγνωσθέντων τὴν ἐπισκοπὴν κατέσχον· τίς δὲ αὐτῶν ἄξιός ἐστιν εἶναι ἐν τῆι πόλει κατὰ φιλανθρωπίαν, τῶν τῆς ἐπαρχίας ἐστὶ θεοφιλεστάτων ἐπι‐ σκόπων εἰπεῖν. Ἰουβενάλιος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἱεροσολύμων εἶπεν· Εἰ συνορᾶι ἡ ἁγία | |
25 | συνόδος, τρέφεσθαι αὐτοὺς ἀπὸ τῆς ἐκκλησίας τῆς Ἐφεσίων, ἕτερον δὲ χειροτονηθῆναι κανονικῶς. Θαλάσσιος ὁ εὐλαβέστατος ἐπίσκοπος Καισαρείας Καππαδοκίας εἶπεν· Συντίθημι τοῖς διαλαληθεῖσι παρὰ τῶν ἁγιωτάτων [θεοφιλεστάτων] πατέρων. Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀγκύρας Γαλατίας εἶπεν· Τοῖς ἀποφηναμένοις | |
30 | πατράσι συναινῶ. Ἰουλιανὸς ὁ εὐλαβέστατος ἐπίσκοπος τῆς Κῶ καὶ τοποτηρητὴς τοῦ ἀποστολικοῦ θρόνου εἶπεν· Κατὰ μὲν κανόνας οὐδὲ εἷς ὤφειλεν εἶναι, κατὰ δὲ φιλανθρωπίαν ἡ σύνοδος ἡ Ἀσιανὴ ἐπιλέξηται τίς ὀφείλει εἶναι. Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος Δορυλαίου εἶπεν· Πίστευσον, παρὰ κανόνας | |
35 | οἱ δύο ἐγένοντο. Διογένης ὁ εὐλαβέστατος ἐπίσκοπος Κυζίκου εἶπεν· Τὰ κατ’ αὐτοὺς πλέον ἴσασιν οἱ τῆς ἐπαρχίας θεοφιλέστατοι ἐπίσκοποι, ὥστε λεγέτωσαν ἐκεῖνοι κατὰ τὴν προσοῦσαν αὐτοῖς εὐλάβειαν εἰς τὸν φόβον τοῦ θεοῦ τίνα προσῆκε κρατεῖν τὴν Ἐφεσίων διὰ τὸ μὴ | |
στασιασθῆναι τὴν πόλιν. | 54 in vol. 2.1.3 | |
2,1,355 | Ῥωμανὸς ὁ εὐλαβέστατος ἐπίσκοπος Μύρων Λυκίας εἶπεν· Συντίθεμαι τοῖς παρὰ τῶν ἁγίων πατέρων τυπωθεῖσιν. Εὐνόμιος ὁ εὐλαβέστατος ἐπίσκοπος Νικομηδείας εἶπεν· Κἀγὼ συναινῶ τοῖς τυπωθεῖσι παρὰ τῶν πρὸ ἐμοῦ ἁγιωτάτων ἐπισκόπων. | |
5 | Μαριανὸς ὁ εὐλαβέστατος ἐπίσκοπος Συνάδων εἶπεν· Κανονικῶς οὐδὲ εἷς αὐτῶν ὀφείλει εἶναι. Ἐλευθέριος ὁ εὐλαβέστατος ἐπίσκοπος Χαλκηδόνος εἶπεν· Ἐδίδαξεν ἡμᾶς ἡ διά‐ γνωσις ἡ κατὰ τοὺς ἐπισκόπους ὅτιπερ οὐδὲ εἷς αὐτῶν κανονικῶς κατέσχεν τὴν ἐπισκοπὴν τῆς κατ’ Ἔφεσον ἁγιωτάτης ἐκκλησίας. | |
10 | Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Ἀρέσκει τῆι ἁγίαι συνόδωι ἡ διαλαλιὰ τοῦ θεο‐ φιλεστάτου ἀρχιεπισκόπου Ἀνατολίου καὶ τοῦ θεοφιλεστάτου ἐπισκόπου Πασκασίνου ἐπέχοντος τὸν τόπον τοῦ τῆς Ῥώμης ἀποστολικοῦ θρόνου ἡ λέγουσα τοὺς μὲν δύο ὀφείλειν ἀποκινηθῆναι ὡς παρὰ κανόνας γενομένους, ἕτερον δὲ χειροτονηθῆναι, τοὺς δὲ προειρημένους ἔχοντας τὴν τοῦ ἐπισκόπου ἀξίαν ἀπὸ τῆς κατ’ Ἔφεσον ἁγιωτάτης | |
15 | ἐκκλησίας ἀποτρέφεσθαι; Ἡ ἁγία σύνοδος ἐβόησεν· Αὕτη εὐσεβὴς διαλαλιά· αὕτη κατὰ κανόνας ἐστίν. Διογένης ὁ εὐλαβέστατος ἐπίσκοπος Κυζίκου εἶπεν· Τῶν ἄλλων αὕτη βελτίων ἐστίν. Πάντες ἐβόησαν· Αὕτη δικαία κρίσις· αὕτη πᾶσιν ἀρέσκει. οἱ δύο παρὰ | |
20 | κανόνας ἐγένοντο· τὰ τῶν κανόνων ἐπ’ αὐτοῖς κρατείτω. τὰ διαλαληθέντα παρὰ τῶν ἀρχιεπισκόπων κρατείτω. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Ἐπειδὴ πᾶσιν ἀρέσκει ἡ διαλαλιὰ τοῦ θεοφιλεστά‐ του ἀρχιεπισκόπου τῆς βασιλευούσης Κωνσταντινουπόλεως Ἀνατολίου καὶ τοῦ εὐλα‐ βεστάτου ἐπισκόπου Πασκασίνου ἐπέχοντος τὸν τόπον Λέοντος τοῦ θεοφιλεστάτου | |
25 | ἀρχιεπισκόπου τῆς πρεσβυτέρας Ῥώμης παρακελευομένη διὰ τὸ ἀμφοτέρους ἀκανονίστως γεγονέναι μηδέτερον αὐτῶν χρηματίσαι μήτε μὴν ἡγεῖσθαι τῆς κατ’ Ἔφεσον ἁγιωτάτης ἐκκλησίας, καὶ πᾶσα δὲ ἡ ἁγία σύνοδος ἀκανονίστως τούτους κεχειροτονῆσθαι ἐδίδαξεν καὶ ταῖς διαλαλιαῖς τῶν εὐλαβεστάτων ἐπισκόπων συνήινεσεν, ἀποκινηθήσονται μὲν τῆς ἁγίας κατ’ Ἔφεσον ἐκκλησίας Βασσιανὸς καὶ Στέφανος οἱ εὐλαβέστατοι, ἐχέτωσαν | |
30 | δὲ τὴν ἀξίαν τοῦ ἐπισκόπου καὶ ἀπὸ τῶν προσόδων τῆς μνημονευθείσης ἁγιωτάτης ἐκκλησίας τροφῆς ἕνεκα καὶ παραμυθίας καθ’ ἕκαστον ἐνιαυτὸν ἀνὰ ς χρυσίνους λαμ‐ βανέτωσαν· ἕτερος δὲ χειροτονηθήσεται κατὰ τοὺς κανόνας τῆι αὐτῆι ἁγιωτάτηι ἐκ‐ κλησίαι ἐπίσκοπος. Πᾶσα ἡ ἁγία σύνοδος ἐβόησεν· Αὕτη δικαία κρίσις. οὗτος εὐσεβὴς τύπος. | |
35 | ταῦτα καλῶς ἔχει. Βασσιανὸς ὁ εὐλαβέστατος εἶπεν· Τὰ ἀφαρπασθέντα μοι ἀποκατασταθῆναι κελεύσατε. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Εἴ τι Βασσιανὸς ὁ εὐλαβέστατος ἐπίσκοπος ἐκ τῶν αὐτῶι διαφερόντων ἀφηιρέθη εἴτε παρὰ Στεφάνου τοῦ εὐλαβεστάτου ἐπισκόπου | |
40 | εἴτε παρὰ ἑτέρων οἱωνδήποτε προσώπων, τοῦτο αὐτῶι μετὰ τοὺς ἐνδικαστηρίους | 55 in vol. 2.1.3 |
2,1,356 | ἐλέγχους παρὰ τῶν ἀφελομένων ἢ αἰτίων τῆς βλάβης γενομένων ἀποκατασταθήσεται. Ῥω ἀνέγνων ἀνέγνωμεν ἀνέγνω. Πρᾶξις ιδ Ὑπατείας τοῦ δεσπότου ἡμῶν Μαρκιανοῦ τοῦ αἰωνίου αὐγούστου καὶ τοῦ δηλω‐ | |
5 | θησομένου τῆι πρὸ τριῶν Καλανδῶν Νοεμβρίων ἐν Χαλκηδόνι κατὰ κέλευσιν τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου συνελθόντων ἐν τῆι ἁγιωτάτηι ἐκκλησίαι τῆς ἁγίας μάρτυρος Εὐφημίας τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου στρατηλάτου ἀπὸ ὑπάτων καὶ πατρι‐ κίου Ἀνατολίου | |
10 | καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἐπάρχου τῶν ἱερῶν πραιτωρίων Παλλαδίου καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου μαγίστρου τῶν θείων ὀφφικίων Βιγκομάλου συνελθόντων δὲ καὶ | |
15 | Πασκασίνου καὶ Λουκινσίου τῶν εὐλαβεστάτων ἐπισκόπων καὶ Βονιφατίου τοῦ εὐλαβεστάτου πρεσβυτέρου ἐπεχόντων τὸν τόπον τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς πρεσβύτιδος Ῥώμης Λέοντος καὶ Ἀνατολίου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς μεγαλωνύμου Κωνσταντινου‐ πόλεως | |
20 | καὶ Μαξίμου τοῦ εὐλαβεστάτου ἀρχιεπισκόπου Ἀντιοχείας Συρίας καὶ Ἰουβεναλίου τοῦ εὐλαβεστάτου ἀρχιεπισκόπου Ἱεροσολύμων καὶ Κυντίλλου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἡρακλείας Μακεδονίας ἐπέχοντος τὸν τόπον τοῦ ἁγιωτάτου ἐπισκόπου τῆς Θεσσαλονικέων Ἀναστασίου καὶ Θαλασσίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Καισαρείας Καππαδοκίας | |
25 | καὶ Στεφάνου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἐφέσου καὶ Λουκιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Βύζης ἐπέχοντος τὸν τόπον τοῦ θεο‐ φιλεστάτου ἐπισκόπου Ἡρακλείας Θράικης Κυριακοῦ καὶ Εὐσεβίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀγκύρας Γαλατίας καὶ Διογένους τοῦ εὐλαβεστάτου ἐπισκόπου Κυζίκου | |
30 | καὶ Πέτρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Κορίνθου καὶ Φλωρεντίου τοῦ εὐλαβεστάτου ἀρχιεπισκόπου Σάρδεων καὶ Εὐνομίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Νικομηδείας καὶ Ἀναστασίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Νικαίας καὶ Ἰουλιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Κῶ ἐπέχοντος καὶ αὐτοῦ τὸν τόπον | |
35 | τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβύτιδος Ῥώμης Λέοντος καὶ Ἐλευθερίου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Χαλκηδονέων καὶ Βασιλείου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σελευκείας Ἰσαυρίας καὶ Μελιτίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Λαρίσσης ἐπέχοντος τὸν τόπον τοῦ εὐλα‐ βεστάτου ἐπισκόπου Ἀπαμείας Συρίας Δόμνου | |
40 | καὶ Ἀμφιλοχίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σίδης καὶ Θεοδώρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ταρσοῦ καὶ Κύρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀναζαρβοῦ | |
καὶ Κωνσταντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Βόστρων | 56 in vol. 2.1.3 | |
2,1,357 | καὶ Φωτίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τύρου καὶ Θεοδώρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Δαμασκοῦ καὶ Στεφάνου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἱερᾶς πόλεως καὶ Νόννου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἐδέσσης | |
5 | καὶ Συμεῶνος τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀμίδης καὶ Ἐπιφανίου τοῦ εὐλαβεστάτου ἐπισκόπου ἐπέχοντος τὸν τόπον τοῦ εὐλα‐ βεστάτου ἐπισκόπου Κωνσταντίας Ὀλυμπίου καὶ Ἰωάννου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σεβαστείας καὶ Σελεύκου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀμασείας | |
10 | καὶ Κωνσταντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Μελιτηνῆς καὶ Πατρικίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τυάνων καὶ Πέτρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Γαγγρῶν καὶ Ἀπραγμονίου τοῦ εὐλαβεστάτου ἐπισκόπου ἐπέχοντος τὸν τόπον τοῦ εὐλα‐ βεστάτου ἐπισκόπου Κλαυδιουπόλεως Καλογήρου | |
15 | καὶ Ἀταρβίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τραπεζοῦντος ἐπέχοντος τὸν τόπον τοῦ εὐλαβεστάτου ἐπισκόπου Νεοκαισαρείας Δωροθέου καὶ Φωτεινοῦ του εὐλαβεστάτου ἀρχιδιακόνου ἐπέχοντος τὸν τόπον 〈Θεοκτίστου〉 τοῦ εὐλαβεστάτου ἐπισκόπου Πισινοῦντος καὶ Ῥωμανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Μύρων | |
20 | καὶ Κριτωνιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀφροδισιάδος καὶ Νουνεχίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Λαοδικείας Φρυγίας καὶ Μαρινιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Συννάδων καὶ Ὀνησιφόρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἰκονίου καὶ Περγαμίου τοῦ εὐλαβεστάτου Ἀντιοχείας Πισιδίας | |
25 | καὶ Ἐπιφανίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Πέργης καὶ Ἀττικοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Νικοπόλεως Ἠπείρου καὶ Μαρτυρίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Γορτύνης καὶ Λουκᾶ τοῦ εὐλαβεστάτου ἐπισκόπου Δυρραχίου καὶ Βιγιλαντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Λαρίσσης Θεσσαλίας | |
30 | καὶ Φραγκίωνος τοῦ εὐλαβεστάτου ἐπισκόπου Φιλιππουπόλεως καὶ Σεβαστιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Βερόης καὶ Βασιλείου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τραιανουπόλεως καὶ Τρύφωνος τοῦ εὐλαβεστάτου ἐπισκόπου Χίου ἐπέχοντος τὸν τόπον Ἰωάννου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ῥόδου | |
35 | καὶ Θεοκτίστου τοῦ εὐλαβεστάτου ἐπισκόπου Βεροίας καὶ Γεροντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σελευκείας Συρίας καὶ Εὐσεβίου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Μακαρίου τοῦ εὐλαβεστάτου ἐπι‐ σκόπου Λαοδικείας Συρίας καὶ Εὐσεβίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Δορυλαίου | |
40 | καὶ τῆς λοιπῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς κατὰ θέσπισμα τοῦ θει‐ οτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου ἐν τῆι Χαλκηδονέων πόλει συναθροισθείσης καὶ καθεσθέντων πάντων πρὸ τῶν καγκέλλων τοῦ ἁγίου θυσιαστηρίου Εὐνόμιος ὁ εὐλαβέστατος ἐπίσκοπος Νικομηδείας εἶπεν· Δεήσεις ἐπιδέδωκα τῶι | |
εὐσεβεστάτωι δεσπότηι τῆς οἰκουμένης παρακαλῶν τὰ κανονικὰ τῆς μητροπόλεως | 57 in vol. 2.1.3 | |
2,1,358 | Νικομηδείας κατὰ τοὺς κρατήσαντας ἀρχῆθεν κανόνας καὶ ἔθη φυλαχθῆναι καὶ ἐκέλευσεν τὴν ὑμετέραν μεγαλοπρέπειαν ἅμα τῆι ἁγίαι συνόδωι ἀκοῦσαι καὶ τύπον δοῦναι τῶι πράγματι. παρακαλῶ τοίνυν ἀναγνωσθῆναι τὰς δεήσεις μου καὶ τὸ πρᾶγμα ἀκουσθῆ‐ ναι καὶ τὰ δίκαιά μοι φυλαχθῆναι. | |
5 | Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Ἀναγινωσκέσθωσαν αἱ δεήσεις. Βερονικιανὸς ὁ καθωσιωμένος σηκρητάριος τοῦ θείου κονσιστορίου ἀνέγνω Τοῖς γῆς καὶ θαλάσσης καὶ παντὸς ἀνθρώπων ἔθνους καὶ γένους δεσπόταις Φλαουίοις Οὐαλεντινιανῶι καὶ Μαρκιανῶι τοῖς αἰωνίοις αὐγούστοις δέησις καὶ ἱκεσία παρὰ Εὐνομίου ἐπισκόπου καὶ παντὸς τοῦ κλήρου τῆς κατὰ Νικομήδειαν μητρόπολιν ἁγίας τοῦ θεοῦ | |
10 | καθολικῆς ἐκκλησίας. Θεὸς τὸ βασιλεύειν ὑμῖν καὶ κρατεῖν τῶν ὅλων ἐπὶ σωτηρίαι τῆς οἰκουμένης καὶ εἰρήνηι τῶν ἁγίων ἐκκλησιῶν δικαίως δεδώρηται· δι’ ὃ δὴ πρὸ πάντων τε καὶ μετὰ πάντων, εὐσεβέστατοι καὶ φιλόχριστοι βασιλεῖς, τῶν τῆς ὀρθοδόξου πίστεως καὶ ὑγιοῦς δογμάτων φροντίζετε, τὰ μὲν τῶν αἱρέσεων φρυάγματα σβέσαντες, τὰ δὲ τῶν εὐσεβῶν δογμάτων εἰς φῶς ἀγαγόντες δίκαια. προσπίπτομεν τοίνυν τοῖς | |
15 | ἴχνεσι τοῦ ὑμετέρου κράτους κελεῦσαι κωλυθῆναι τὴν καθ’ ἡμῶν παρὰ τοῦ εὐλαβεστάτου τῆς Νικαέων ἐπισκόπου Ἀναστασίου τολμηθεῖσαν ἀδικίαν, ὡς δυνηθῆναι ἡμᾶς τῆς πρεπούσης Χριστιανοῖς εἰρήνης ἀπολαύοντας ἀπερισπάστως τὰς τοῦ θεοῦ λειτουργίας ἐκτελεῖν. ὁ γὰρ μνημονευθεὶς εὐλαβέστατος Ἀναστάσιος μήτε τὸν τοῦ θεοῦ λαμβάνων πρὸ ὀφθαλμῶν φόβον μήτε τοὺς τῆς εὐσεβείας ὑμῶν ἐντρεπόμενος νόμους συγχέειν καὶ | |
20 | ταράσσειν ἐν τῆι Βιθυνῶν ἐπαρχίαι πειρᾶται τοὺς κρατήσαντας ἐν ταῖς ἐκκλησίαις βασιλι‐ κούς τε καὶ κανονικοὺς τύπους, ἁρπάζων τὰ ἡμῖν παρὰ τῶν νόμων τῆς εὐσεβείας ὑμῶν καὶ παρὰ τῶν ἐκκλησιαστικῶν θεσμῶν ὑπάρξαντα δίκαια, ἅπερ οὐδείς ποτε τῶν πρὸ αὐτοῦ ἐπισκόπων παρασαλεύειν ἢ κινεῖν ἐπεχείρησεν, μόνος δὲ οὗτος πλεονεκτεῖν ἡμᾶς καὶ ταράσσειν ἤρξατο τὸ ἐπὶ κακοῖς ἰσχύειν δόξαν λογιζόμενος, ὡς ταύτης ἕνεκα τῆς | |
25 | αἰτίας καὶ τῆι ἁγίαι καὶ οἰκουμενικῆι συνόδωι λιβέλλους ἐπιδοῦναι ἡμᾶς. ἀλλ’ ἐπειδὴ τὰ τῆς ἀκροάσεως εἰς ὑπέρθεσιν χωρεῖ καὶ δεδοίκαμεν μή πως λυθείσης τῆς συνόδου ἀργήσηι τὰ ἡμέτερα δίκαια, δεόμεθα νεύματι τοῦ ὑμετέρου κράτους ἀνυπερθέτως γενέσθαι τὴν ἀκρόασιν. τυχόντες γὰρ ὧν ἐδεήθημεν, τὰς συνήθεις εὐχὰς ὑπὲρ τοῦ αἰωνίου ὑμῶν κράτους τῶι δεσπότηι θεῶι ἀναπέμψομεν. | |
30 | Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Τί πρὸς ταῦτα ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀναστά‐ σιος δικαιολογεῖται; Ἀναστάσιος ἐπίσκοπος τῆς Νικαέων πόλεως εἶπεν· Ἠιτιασατό με ὅτι ἐγὼ ἐκαινο‐ τόμησα ἐν τῶι μεταξὺ ἢ ἐβιασάμην. ἓν δείξηι ὧν λέγει· ἐγὼ δὲ τὸ ἐναντίον ἔχω δεῖξαι ὅτι καὶ ἥρπασέν μου παροικίας καὶ πολλὰ ἃ οὔκ ἐστιν ἔθος ποιεῖν τὸν Νικομηδείας, | |
35 | ἐποίησεν ἐπὶ ἐμοῦ καὶ ἠνεσχόμην πανταχοῦ ἐντυγχάνων τῶι ἀρχιεπισκόπωι καὶ ἀξιῶν τὰ δίκαιά μου γυμνασθῆναι κατὰ τὴν ἀρχαιότητα καὶ τοὺς κανόνας· οὐδὲ γὰρ ἐγὼ | |
πλέον τι ζητῶ. | 58 in vol. 2.1.3 | |
2,1,359 | Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Ἰδικῶς λεγέτω ὁ θεοφιλέστατος ἐπίσκοπος Εὐνόμιος κατὰ τί ἠδίκηται παρὰ Ἀναστασίου τοῦ εὐλαβεστάτου ἐπισκόπου. Εὐνόμιος ὁ εὐλαβέστατος ἐπίσκοπος Νικομηδείας εἶπεν· Κατὰ τὸ κρατῆσαν ἔθος ἐπὶ τῶν πρὸ ἐμοῦ καὶ ἐπὶ τῶν πρὸ αὐτοῦ ὑποτεταγμένας ἔχω τὰς ἐν τῆι Βιθυνῶν ἐπαρ‐ | |
5 | χίαι ἐκκλησίας, ὁ δὲ εὐλαβέστατος ἐπίσκοπος Ἀναστάσιος κληρικοὺς ἐκκλησίας τῆς ἐν Βασιλινουπόλει τῆς ὑποτελοῦς ἐμοὶ ἀκοινωνήτους ἐποίησεν, ὅπερ τοῖς κανόσιν ἀπείρηται. Ἀναστάσιος ὁ εὐλαβέστατος ἐπίσκοπος Νικαίας εἶπεν· Πρῶτον δείξηι ὅτι καὶ Βασιλινούπολις ὑπ’ αὐτόν ἐστι καὶ ὅτι ἐγὼ κληρικοὺς τῆς ἐκκλησίας ἀκοινωνήτους | |
10 | ἐποίησα. τὰ δύο δείξηι· ἐγὼ δὲ δείκνυμι Βασιλινούπολιν ἀεὶ ὑπὸ Νίκαιαν γενομένην. καὶ γὰρ ῥεγεὼν ἦν αὐτῆς (ταῦτα τὰ βουλευτήρια οἶδεν), καὶ εἴποι ὑπὸ τίνα ἦν Βασιλι‐ νούπολις, εἰ μὴ ῥεγεὼν ἦν Νικαίας. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Κατὰ ποῖον τρόπον ἀποδεικνύναι ἐπαγγέλληι τὴν κατὰ Βασιλινούπολιν ἁγιωτάτην ἐκκλησίαν ὑπὸ Νίκαιαν εἶναι, πότερον κατὰ τοὺς | |
15 | κανόνας ἢ ἐκ συνηθείας τινός; Ἀναστάσιος ὁ εὐλαβέστατος ἐπίσκοπος Νικαίας εἶπεν· Ὥσπερ Ταττάιος καὶ Δωρὶς ῥεγεῶνές εἰσιν ὑπὸ Νίκαιαν, οὕτως ἦν πρὸ τούτου καὶ Βασιλινούπολις ὑπὸ τὴν Νίκαιαν. βασιλεύς τις Ἰουλιανὸς ἢ οὐκ οἶδα τίς πρὸ αὐτοῦ, ἐποίησεν αὐτὴν πόλιν καὶ λαβὼν ἀπὸ Νικαίας πολιτευομένους κατέστησεν ἐκεῖ καὶ τὸ ἔθος ἀπὸ τότε | |
20 | ἕως νῦν τοῦτο κρατεῖ· ἐὰν λείψηι ἐν Βασιλινουπόλει πολιτευόμενος, ἀπὸ Νικαίας πέμπεται ἐκεῖ καὶ πάλιν ἀπὸ Βασιλινουπόλεως μεθίσταται ἐν Νικαίαι καὶ ἡ πρότερον οὖσα ῥεγεὼν πάλιν μετὰ ταῦτα ἐγένετο πόλις. ἐξ ἐκείνου φαίνεται ὁ Νικαίας ἐπίσκοπον ἐκεῖ χειρο‐ τονήσας καὶ ἅπαξ καὶ δεύτερον· καί εἰσιν ἐπιστολαὶ τοῦ μακαρίου Ἰωάννου τοῦ ἐπισκόπου Κωνσταντινουπόλεως πρὸς τὸν Νικαίας ἐπίσκοπον ὥστε ἀπελθεῖν καὶ διορθώ‐ | |
25 | σασθαι τὴν ἐκκλησίαν ὡς αὐτῶι προσήκουσαν. ἔχω γράμματα πρὸς τὸν μακάριον Πρόκλον. δείκνυμι ἐγὼ πόσοι ἀπὸ Νικαίας ἐχειροτονήθησαν· καὶ δείξηι οὗτος πόσοι ἀπὸ Νικομηδείας ἐχειροτονήθησαν. Εὐνόμιος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Οὔτε μὲν δύναται δεῖξαι χειροτονίας πεποιηκώς· εἰ δὲ καὶ ἐποίησεν καθ’ ὑφαρπαγὴν ἅπαξ, ἐμοὶ οὐδὲν κατὰ τοὺς κανόνας | |
30 | προκρίνειν δύναται. Ἀναστάσιος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Οὐκ ἐγώ, ἀλλ’ ὁ πρὸ ἐμοῦ ἐποίησεν. Εὐνόμιος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Ἅπαξ ἐποίησεν, ὡς λέγεις, ἢ πολλάκις; εἰ ἅπαξ ἐποίησεν καθ’ ὑφαρπαγήν τινα ἢ συμβαίνει ὅτι οὐκ εἶχεν τὸ τηνικαῦτα ἐπίσκοπον | |
35 | ἡ μητρόπολις Νικομήδεια καὶ ἐδέησεν παρὰ τοῦ Νικαέως γενέσθαι, οὐδὲν πρόκριμα ἐμοὶ κατὰ τοὺς κανόνας. δύναμαι γὰρ ἐγὼ δεῖξαι πολλοὺς μὲν ἀπὸ Νικομηδείας χειροτονηθέντας, σὺ δὲ οὐκ οἶδα εἰ δυνήσηι κἂν ἕνα δεῖξαι. Ἀναστάσιος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Ὅτε πόλις ἐγένετο Βασιλινούπολις, | |
τίς πρῶτος ἐχειροτόνησεν; | 59 in vol. 2.1.3 | |
2,1,360 | Εὐνόμιος ὁ εὐλαβέστατος εἶπεν· Ὅτι ἀφώρισεν κληρικοὺς Βασιλινουπόλεως ἐμοὶ ὑποκειμένους, δύναμαι δεῖξαι. μάρτυρα καλῶ τὸν ἁγιώτατον ἀρχιεπίσκοπον τῆς μεγαλοπόλεως ὅστις ἐδέξατο αὐτοὺς καὶ ἀπέδωκεν αὐτοῖς τὴν κοινωνίαν. Ἀναστάσιος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Οὐ λέγεις ἀληθές. | |
5 | Εὐνόμιος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Δὸς τὴν ἐπιστολὴν τοῦ κύρου τοῦ ἀρχιεπισκόπου ὅπου ἀπέδωκεν αὐτοῖς τὴν κοινωνίαν καὶ ὅπου ἔγραψέν σοι ὡς παρὰ κανόνας πεποιηκότι. δεικνύω ψηφίσματα Βασιλινουπολιτῶν ὅπου παρεκάλεσαν περὶ ἐπισκόπου· σὺ δεῖξον ποῦ παρεκάλεσαν Νικαέα ὥστε δοῦναι αὐτοῖς ἐπίσκοπον. Ἀναστάσιος ὁ εὐλαβέστατος [ἐπίσκοπος] εἶπεν· Κελεύσατέ με διδάξαι μικρόν. ἐπέ‐ | |
10 | δωκα λιβέλλους τῶι ἀρχιεπισκόπωι γενομένωι ἀξιῶν αὐτὸν καλέσαι τὸν κύριν Εὐνόμιον τὸν ἐπίσκοπον καὶ διακοῦσαι μεταξὺ τῶν δικαίων ἡμῶν. δίδωσι γράμματα καὶ πρὸς ἐμὲ καὶ πρὸς αὐτὸν γράψας ἀμφοτέροις ὅτι μηδεὶς ὑμῶν μηδὲν καινοτομείτω, ἀλλὰ στοιχεῖτε τοῖς ἀρχαίοις· οἶδα γὰρ ἐγὼ πῶς ὀφείλω τὰς μητροπόλεις τιμᾶν. καὶ ἔχω τοιαῦτα γράμματα καὶ ἐγὼ καὶ αὐτός. λαμβάνω, ὡς εἶπον, τοιαῦτα γράμματα. | |
15 | ἴσασι καὶ οἱ νοτάριοι· εἴπωσιν καὶ ἄλλοι. ἔρχονται οἱ Βασιλινουπόλεως κληρικοὶ ἐντυχεῖν μοι κατὰ τοῦ ἐπισκόπου αὐτῶν. φυλάττων ἐγὼ τὰς παραγγελίας τοῦ ἀρχιεπισκόπου λέγω· οὐ δέχομαι ὑμᾶς, ἀλλὰ ἀπέλθατε πρὸς τὸν ἀρχιεπίσκοπον καὶ ἐὰν κελεύσηι μοι, ἀκούω. καὶ ἐάσαντες ἐκεῖνοι καὶ ἐμὲ καὶ αὐτὸν ἔρχονται πρὸς τὴν ἁγιωσύνην τοῦ κύρου Εὐνομίου· διδόασιν αὐτῶι λιβέλλους κατὰ τοῦ ἐπισκόπου τοῦ | |
20 | ἰδίου. πέμπει αὐτὸς εὐθὺς παριστῶν τὸν ἐπίσκοπον Βασιλινουπόλεως· προσφεύγει ὁ ἐπίσκοπος Βασιλινουπόλεως πρὸς ἐμέ. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Ἀναγιγνωκέσθωσαν οἱ κανόνες. Βερονικιανὸς σηκρητάριος ἀπὸ βιβλίου ἐπιδοθέντος παρὰ Εὐνομίου τοῦ εὐλαβεστά‐ του ἀνέγνω | |
25 | Κεφάλαιον ϛ. Ἐπίσκοπον προσήκει μάλιστα μὲν ὑπὸ πάντων τῶν ἐν τῆι ἐπαρχίαι ἐπισκόπων καθίστασθαι· εἰ δὲ δυσχερὲς εἴη τὸ τοιοῦτον ἢ διὰ κατεπείγουσαν ἀνάγκην ἢ διὰ μῆκος ὁδοῦ, ἐξ ἅπαντος τρεῖς ἐπὶ τὸ αὐτὸ συναγομένους συμψήφων γινο‐ μένων καὶ τῶν ἀπόντων [καὶ] συντιθεμένων διὰ γραμμάτων ποιεῖσθαι τὴν χειροτονίαν. τὸ δὲ κῦρος τῶν γινομένων διοίσει καθ’ ἑκάστην ἐπαρχίαν τῶι μητροπολίτηι ἐπισκόπωι. | |
30 | Ἀναστάσιος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Στοιχῶ τῶι κανόνι· εἰ μὴ εἰμὶ μητροπολίτης, οὐκ ἔχω μέρος οὐδὲ ἐγὼ ἐκεῖ. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Ἐπίδειξον κατὰ ποῖον τρόπον τὰ τοῦ μητρο‐ πολίτου δίκαια ἔχεις. Ἀναστάσιος ὁ εὐλαβέστατος εἶπεν· Ἀξιῶ ἀναγνωσθῆναι τὸν νόμον. | |
35 | Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Ἀναγινωσκέσθω. Καὶ ἐπιδοθέντος αὐτοῦ παρὰ Ἀναστασίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Κωνσταν‐ | |
τῖνος ὁ καθωσιωμένος σηκρητάριος τοῦ θείου κονσιστορίου καὶ μαγιστριανὸς ἀνέγνω | 60 in vol. 2.1.3 | |
2,1,361 | Ἑρμηνεία νόμου Αὐτοκράτορες Καίσαρες Φλαυούιοι Οὐαλεντινιανὸς καὶ Οὐάλης εὐτυχεῖς εὐσεβεῖς σεβαστοὶ αἰώνιοι νικηταὶ λέγουσι Νικαεῦσιν. Εἰ καὶ ἡ σπουδὴ ἡ ἡμετέρα δήλη πᾶσι καὶ περίβλεπτος γέγονεν ἐξ οὗ τῆς βασιλείας τὸ ὑπεραναβεβηκὸς καὶ τῶν δημοσίων | |
5 | τοὺς οἴακας βουλήσει τοῦ κρείττονος ὑπεδεξάμεθα, ὅμως πρὸς τούτοις ἀποσώσομεν καὶ εἰς τὴν ἀρχὴν αὐτῆς τῆς εὐτυχίας ὅτι γε ἡ ὑμετέρα πόλις προαναπλησθεῖσα καὶ γαυριωθεῖσα ἐπὶ τῆι ἡμετέραι εὐτυχίαι χαρᾶς καὶ εὐφροσύνης παντὶ δήμωι αἰτία γέγονεν. δι’ ὃ δὴ ἐπειδὴ μητρόπολις πάλαι ὠνομάσθη καὶ τοῦτο νόμοι παλαιοὶ περιέχουσι, [τὰ αὐτὰ ἅπερ Νικομηδεῦσι] νομοθετούντων ἡμῶν [ὑπῆρξεν] οὐδεμίαν ἀμφιβολίαν ἔχειν | |
10 | δύναται τῶι ἀσάλευτα καὶ ἰσχυρὰ μένειν καὶ εἰς τὰ ἔπειτα αὐξηθησόμενα. καὶ εἰς τὸ ἑξῆς αὐτὸν στέψαντες ἐν τῆι ὑμετέραι πόλει προιέναι ἐθεσπίσαμεν. διαμενέτω τοίνυν εἰς τὸ διηνεκὲς ἡ συνήθεια αὕτη καὶ ἡ πόλις ὑμῶν μητρόπολις ἔστω, τῆς συνηθείας τῆς ἐπὶ τῆι προόδωι τοῦ Βιθυνιάρχου διαμενούσης. οὐδεὶς γὰρ ἀφαιρεῖταί τι τῶν ἄλλων. βουλήσει τοῦ κρείττονος αὐξηθείη τῆς ὑμετέρας πόλεως τὸ ἀξίωμα. χαί‐ | |
15 | ροντες τοίνυν τὰς εὐχὰς διπλασιάζετε καὶ ἥδεσθε ἐφ’ οἷς αὕτη ἡ τιμὴ ὑμῖν παρέσχηται πάσης ἀμφιβολίας εἰς τὸ ἑξῆς σχολαζούσης, συνορῶντες ὅπως αἰωνίου πραότητος καὶ προνοίας ἐκ τῶν ἡμετέρων θεσπισμάτων τετυχήκατε. Εὐνόμιος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Ἀξιῶ τὴν ὑμετέραν μεγαλοπρέπειαν κελεῦσαι ἀναγνωσθῆναι τὸν νόμον τὸν παρασχεθέντα Νικομηδεῦσι μετὰ ταῦτα. | |
20 | Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Ἀναγινωσκέσθω. Καὶ ἐπιδοθέντος αὐτοῦ παρὰ Εὐνομίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Βερονικιανὸς ὁ καθωσιωμένος σηκρητάριος τοῦ θείου κονσιστορίου ἀνέγνω Οὐαλεντινιανὸς εὐσεβὴς εὐτυχὴς αὔγουστος Νικομηδεῦσι χαίρειν. Ἡ περὶ τὰ πριμιλίγια τῆς πόλεως τῆς ὑμετέρας πάλαι ὑπάρξασα ἀρχαία συνήθεια φυλαχθήσεται. | |
25 | οὔτε γὰρ ἡ προσθήκη τῆς τιμῆς τῆς Νικαέων πόλεως τὸ δίκαιον τὸ ὑμέτερον δύναται βλάψαι, ὁπότε ἐπαύξεται τὸ ἀξίωμα τῆς Νικομηδέων πόλεως, εἴπερ ἐκείνη ἡ ἐν δευτέρωι τόπωι οὖσα μητροπόλεως ὀνόματι καλεῖται. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Οὐδὲ ἓν μὲν θεῖον γράμμα περὶ ἐπισκοπῆς δια‐ λέγεται, ἑκάτερον δὲ τὴν τιμὴν ταῖς μητροπόλεσι παρέχει. τὸ δὲ θεῖον γράμμα τῶν | |
30 | θείας λήξεως Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος τηνικαῦτα τῆι Νικαέων παρασχὸν τὸ μη‐ τροπολιτικὸν δίκαιον ἰδικῶς παρακελεύεται τῶν ἄλλων μηδὲν ὑφαιρεῖσθαι πόλεων καὶ ὁ κανὼν τῶν ἁγίων πατέρων περὶ ἑνὸς μητροπολίτου καθ’ ἑκάστην τῶν ἐπαρχιῶν δια‐ γορεύει. τί τοίνυν τῆι ἁγίαι συνόδωι παρίσταται περὶ τούτου; Ἡ ἁγία συνόδος ἐβόησεν· Οἱ κανόνες κρατείτωσαν. τοῖς κανόσι τὸ ἱκανὸν | |
35 | γινέσθω. | 61 in vol. 2.1.3 |
2,1,362 | Ἀττικὸς ὁ εὐλαβέστατος ἐπίσκοπος Νικοπόλεως παλαιᾶς Ἠπείρου εἶπεν· Ὁ κανὼν οὕτως διαγορεύει ὥστε ἐν μιᾶι ἑκάστηι τῶν ἐπαρχιῶν τὸ κῦρος ἔχειν τὸν τῆς μη‐ τροπόλεως καὶ αὐτὸν καθιστᾶν πάντας τοὺς ὑπὸ τὴν αὐτὴν ἐπαρχίαν ὄντας ἐπισκόπους, καὶ αὕτη ἐστὶν ἡ διάνοια τοῦ κανόνος. τῶι δὲ τῆς Νικομηδείας, ἐπειδὴ ἐξ ἀρχαίου | |
5 | αὕτη μητρόπολίς ἐστι, κεχρεώστηται πάντας τοὺς ὑπὸ τὴν ἐπαρχίαν αὐτοῦ ὄντας ἐπι‐ σκόπους χειροτονεῖν. Ἡ ἁγία σύνοδος εἶπεν· Ταῦτα πάντες βουλόμεθα. ταῦτα πάντες δεόμεθα. ταῦτα πανταχοῦ κρατείτω. ταῦτα πᾶσιν ἀρέσκει. Ἰωάννης Κωνσταντῖνος Πατρίκιος 〈Πέτροσ〉 καὶ οἱ λοιποὶ εὐλαβέστατοι ἐπίσκοποι | |
10 | τῆς Ποντικῆς διοικήσεως ** εἶπον· Οἱ κανόνες ἕνα ἴσασι μητροπολίτην τὸν ἀρχαιότερον καὶ δῆλον ὡς τῶι θεοσεβεστάτωι ἐπισκόπωι Νικομηδείας διαφέρουσιν αἱ χειροτονίαι, ἐπειδὴ καὶ αἱ νομοθεσίαι, ὡς συνεῖδεν καὶ ἡ ὑμετέρα μεγαλοπρέπεια, ὀνόματι μητροπό‐ λεως μόνωι ἐτίμησαν τὴν Νικαέων, προτιμᾶται δὲ τῶν λοιπῶν ἐπισκοπῶν τῆς ἐπαρχίας τῆι τιμῆι μόνηι. | |
15 | Ἡ ἁγία σύνοδος εἶπεν· Κανονικῶς ἐδίδαξαν. καλῶς ἐδίδαξαν. πάντες τὰ αὐτὰ λέγομεν. Ἀέτιος ἀρχιδιάκονος τῆς μεγαλωνύμου Κωνσταντινουπόλεως εἶπεν· Ὑποβάλ‐ λομεν τῆι ὑμετέραι μεγαλοπρεπείαι παρακαλοῦντες ὥστε μηδὲν πρόκριμα τῶι Κωνσταν‐ τινουπόλεως ἁγιωτάτωι θρόνωι ἐνέγκαι τὰ νῦν διαλαλούμενα παρὰ τῶν ὁσιωτάτων | |
20 | ἐπισκόπων ἢ γοῦν τὰ κινούμενα μεταξὺ τοῦ θεοφιλεστάτου ἐπισκόπου τῆς Νικομηδέων Εὐνομίου καὶ τοῦ θεοφιλεστάτου ἐπισκόπου τῆς Νικαέων Ἀναστασίου ἢ τὰ ἐπ’ αὐτοῖς τυπούμενα. ὁ γὰρ ἁγιώτατος Κωνσταντινουπόλεως θρόνος ἢ τὴν χειροτονίαν αὐτὸς ἐνεργεῖ ἐν τῆι Βασιλινουπόλει μετὰ τῶν λοιπῶν ἢ ἐπιτρέπει γενέσθαι, καθὼς τὰ φοι‐ τῶντα γράμματα ἢ φοιτήσαντα πολλάκις δεῖξαι δυνήσεται. καὶ ἀξιοῦμεν τὰς ἐπι‐ | |
25 | στολὰς προβληθῆναι. Ἡ ἁγία σύνοδος εἶπεν· Οἱ κανόνες κρατείτωσαν. τοῖς κανόσι τὸ ἱκανὸν γινέσθω. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Τὴν μὲν αὐθεντίαν τοῦ μητροπολίτου ἐν ταῖς κατὰ Βιθυνίαν ἐκκλησίαις ὁ Νικομηδείας εὐλαβέστατος ἐπίσκοπος ἕξει, τοῦ Νικαίας τὴν τιμὴν μόνην τοῦ μητροπολίτου ἔχοντος, ὑποκειμένου δὲ κατὰ μίμησιν τῶν ἄλλων ἐπι‐ | |
30 | σκόπων τῆς ἐπαρχίας τῶι τῆς Νικομηδείας· τοῦτο γὰρ καὶ τῆι ἁγίαι παρέστη συνόδωι. ὅσα δὲ τῶι θρόνωι τῆς κατὰ τὴν μεγαλώνυμον Κωνσταντινούπολιν ἁγιωτάτης ἐκκλη‐ σίας περὶ τοῦ χειροτονεῖν ἐν ταῖς ἐπαρχίαις ἁρμόττει, ταῦτα κατὰ τάξιν οἰκείαν ἐπὶ τῆς ἁγίας γυμνασθήσεται συνόδου. Εὐνόμιος ὁ εὐλαβέστατος ἐπίσκοπος Νικομηδείας εἶπεν· Εὐχαριστῶ τῆι δικαιο‐ | |
35 | κρισίαι τῆς μεγαλοπρεπείας ὑμῶν καὶ ἀγαπῶ τὸν ἀρχιεπίσκοπον τῆς μεγαλωνύμου Κωνσταντινουπόλεως κρατούντων τῶν κανόνων. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Ἃ εἴρηκας, γέγραπται. Ῥω ἀνέγνων ἀνέ‐ | |
γνωμεν ἀνέγνω. | 62 in vol. 2.1.3 | |
2,1,363 | Πρᾶξις ιε Ὑπατείας τοῦ δεσπότου ἡμῶν Μαρκιανοῦ τοῦ αἰωνίου αὐγούστου καὶ τοῦ δηλω‐ θησομένου τῆι πρὸ μιᾶς Καλανδῶν Νοεμβρίων ἐν Χαλκηδόνι κατὰ κέλευσιν τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Μαρκιανοῦ τοῦ | |
5 | αἰωνίου αὐγούστου συνελθόντων ἐν τῆι ἁγιωτάτηι ἐκκλησίαι τῆς ἁγίας μάρτυρος Εὐφημίας τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου στρατηλάτου ἀπὸ ὑπάτων καὶ πατρικίου Ἀνατολίου καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἐπάρχου τῶν ἱερῶν πραιτωρίων Παλ‐ | |
10 | λαδίου καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου μαγίστρου τῶν θείων ὀφφικίων Βιγκο‐ μάλου, συνελθόντων δὲ καὶ Πασκασίνου καὶ Λουκινσίου τῶν εὐλαβεστάτων ἐπισκόπων καὶ Βονιφατίου τοῦ | |
15 | εὐλαβεστάτου πρεσβυτέρου ἐπεχόντων τὸν τόπον τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς πρεσβυτέρας Ῥώμης Λέοντος καὶ Ἀνατολίου τοῦ εὐλαβεστάτου ἀρχιεπισκόπου τῆς μεγαλωνύμου Κωνσταντινου‐ πόλεως καὶ Μαξίμου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀντιοχείας Συρίας | |
20 | καὶ Ἰουβεναλίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἱεροσολύμων καὶ Κυντίλλου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἡρακλείας Μακεδονίας ἐπέχοντος τὸν τόπον τοῦ ἁγιωτάτου ἐπισκόπου τῆς Θεσσαλονικέων Ἀναστασίου καὶ Θαλασσίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Καισαρείας Καππαδοκίας καὶ Στεφάνου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἐφέσου | |
25 | καὶ Λουκιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Βύζης ἐπέχοντος τὸν τόπον τοῦ θεοφι‐ λεστάτου 〈ἐπισκόπου〉 Ἡρακλείας Θράικης Κυριακοῦ καὶ Εὐσεβίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀγκύρας Γαλατίας καὶ Διογένους τοῦ εὐλαβεστάτου ἐπισκόπου Κυζίκου καὶ Πέτρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Κορίνθου | |
30 | καὶ Φλωρεντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σάρδεων καὶ Εὐνομίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Νικομηδείας καὶ Ἀναστασίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Νικαίας καὶ Ἰουλιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Κῶ ἐπέχοντος καὶ αὐτοῦ τὸν τόπον τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβύτιδος Ῥώμης Λέοντος | |
35 | καὶ Ἐλευθερίου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Χαλκηδονέων καὶ Βασιλείου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σελευκείας καὶ Μελιτίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Λαρίσσης ἐπέχοντος τὸν τόπον τοῦ εὐλα‐ βεστάτου ἐπισκόπου Ἀπαμείας Συρίας Δόμνου καὶ Ἀμφιλοχίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σίδης | |
40 | καὶ Θεοδώρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ταρσοῦ καὶ Κύρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀναζαρβοῦ καὶ Κωνσταντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Βόστρων | |
καὶ Φωτίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τύρου | 63 in vol. 2.1.3 | |
2,1,364 | καὶ Θεοδώρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Δαμασκοῦ καὶ Στεφάνου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἱερᾶς πόλεως καὶ Νόννου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἐδέσσης καὶ Συμεώνου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀμίδης | |
5 | καὶ Ἐπιφανίου τοῦ εὐλαβεστάτου 〈ἐπισκόπου〉 ἐπέχοντος τὸν τόπον τοῦ εὐλαβεστάτου ἐπισκόπου Κωνσταντίας Ὀλυμπίου καὶ Ἰωάννου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σεβαστείας καὶ Σελεύκου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀμασείας καὶ Κωνσταντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Μελιτηνῆς | |
10 | καὶ Πατρικίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τυάνων καὶ Πέτρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Γαγγρῶν καὶ Ἀπραγμονίου τοῦ εὐλαβεστάτου 〈ἐπισκόπου〉 ἐπέχοντος τὸν τόπον τοῦ εὐλα‐ βεστάτου ἐπισκόπου Κλαυδιουπόλεως Καλογήρου καὶ Ἀταρβίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τραπεζοῦντος ἐπέχοντος τὸν τόπον | |
15 | τοῦ εὐλαβεστάτου ἐπισκόπου Νεοκαισαρείας Δωροθέου καὶ Φωτεινοῦ ἀρχιδιακόνου ἐπέχοντος τὸν τόπον Θεοκτίστου τοῦ εὐλαβεστάτου ἐπισκόπου Πισινοῦντος καὶ Ῥωμανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Μύρων καὶ Κριτωνιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀφροδισιάδος Καρίας | |
20 | καὶ Νουνεχίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Λαοδικείας Φρυγίας καὶ Μαρινιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Συνάδων καὶ Ὀνησιφόρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἰκονίου καὶ Θεοκτίστου τοῦ εὐλαβεστάτου ἐπισκόπου Βεροίας καὶ Γεροντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σελευκείας Συρίας | |
25 | καὶ Εὐσεβίου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Μακαρίου τοῦ εὐλαβεστάτου ἐπι‐ σκόπου Λαοδικείας Συρίας καὶ Εὐσεβίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Δορυλαίου καὶ τῆς λοιπῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς κατὰ θέσπισμα τοῦ θειοτά‐ του καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου ἐν τῆι Χαλκηδονέων πόλει συναθροισθείσης | |
30 | καὶ καθεσθέντων πάντων πρὸ τῶν καγκέλλων τοῦ ἁγίου θυσιαστηρίου Σαβινιανὸς ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Ἀφαιρεθεὶς ἀδίκως τοῦ θρόνου τῆς ἐπισκοπῆς δεήσεις ἐπιδέδωκα τῆι θείαι καὶ ἀθανάτωι κορυφῆι καὶ ἐκέλευσε τὴν ὑμε‐ τέραν μεγαλοπρέπειαν ἅμα τῆι ἁγίαι ταύτηι καὶ οἰκουμενικῆι συνόδωι τὸ κατ’ ἐμὲ πρᾶγμα ζητῆσαι. ἔχω δὲ καὶ διδασκαλικὸν πρὸς τὴν ἁγίαν ταύτην σύνοδον καὶ παρακαλῶ | |
35 | τὴν ὑμετέραν μεγαλοπρέπειαν κελεῦσαι καὶ τὸ διδασκαλικὸν ἀναγνωσθῆναι καὶ τὰς δεήσεις καὶ τὰ δίκαιά μοι φυλαχθῆναι. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες εἶπον· Ἀναγινωσκέσθωσαν αἱ δεή‐ σεις καὶ τὸ προσκομιζόμενον διδασκαλικὸν παρὰ Σαβινιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου. Κωνσταντῖνος ὁ καθωσιωμένος βοηθὸς τοῦ θείου κονσιστορίου ἀνέγνω | |
40 | Τοῖς εὐσεβεστάτοις καὶ φιλοχρίστοις καὶ ἀξίως παρὰ τοῦ θεοῦ τῶν ὅλων τετι‐ | |
μημένοις αὐγούστοις Οὐαλεντινιανῶι καὶ Μαρκιανῶι δέησις καὶ ἱκεσία παρὰ Σαβινιανοῦ | 64 in vol. 2.1.3 | |
2,1,365 | ἐπισκόπου. Ὁ τῶν ὅλων κύριος ἰδὼν τὴν ἀποστολικὴν ὀρθόδοξον πίστιν ὑπὸ τῶν ῥαθύμων τέως χειμαζομένην καὶ πάντα τὸν κόσμον ἐν ἀταξίαι κλυδωνιζόμενον ἤγειρεν τὴν ὑμετέραν εὐσέβειαν ἰθῦναι καὶ κυβερνῆσαι τὴν οἰκουμένην καὶ τὰς ὑπὸ τῶν μοχθηρῶν ἐπιφυείσας τῆι διδασκαλίαι τῶν ἁγίων ταραχὰς καταστεῖλαι καὶ τὸ | |
5 | λαμπρὸν καὶ βέβαιον τῆς ὀρθοδοξίας κυρῶσαι. καὶ εἰκότως ἐπὶ τῆς ὑμετέρας γαλη‐ νότητος εἴποι καὶ ὑμῖν ὁ θεός· ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου· ηὗρον Δαυ‐ ὶδ τὸν δοῦλόν μου, ἐν ἐλαίωι ἁγίωι μου ἔχρισα αὐτόν· ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῶι καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν. πιστεύων οὖν νεύματι θείωι εἰς τὴν τῶν ὅλων ἀρχὴν καὶ δεσποτείαν ἐπιστῆναι ὑμῶν τὴν θειότητα, | |
10 | πρόσειμι λιπαρῶν καὶ καθικετεύων ὑμῶν τὴν εὐσέβειαν κελεῦσαι πρόνοιάν μου γενέσθαι καὶ ζητηθῆναι τὰ κατὰ τὴν ἐμὴν ὑπόθεσιν. ἐγὼ γὰρ ἤμην παιδόθεν ἀσκητήριον οἰκονομῶν, πολύανδρον μοναστήριον, οὐδὲν περὶ ἐπισκοπῆς ἐνθυμούμενος, μή τι γε προσελθών τινι τούτου τοῦ ἀξιώματος ἕνεκεν. ἐν τῆι οὖν ἐπιμελείαι τῶν μοναχῶν ὄντος μου ἐφίσταταί μοι αἰφνίδιον ὁ κατ’ ἐκεῖνο καιροῦ τῆς μητροπόλεως ἐπίσκοπος | |
15 | μετὰ τῶν τῆς ἐπαρχίας ἐπισκόπων καὶ χειροτονεῖ με ἐπίσκοπον Πέρρης, ἐξ ἧς καθηιρέθη Ἀθανάσιος ἐγγράφως ἐπὶ βαρυτάτοις κεφαλαίοις κατηγορηθεὶς καὶ μὴ δυνηθείς ποτε ἀπολογήσασθαι πρὸς τὰ ἐπαγόμενα αὐτῶι ἐγκλήματα, ἀλλὰ ποτὲ μὲν παραιτούμενος τὴν ἐπισκοπήν, ποτὲ δὲ διαφόρως περικόπτων τὰς κλήσεις τῶν καλουσῶν αὐτὸν εἰς κρίσιν συν‐ όδων διετέλει. οὗτος ἐν τῆι κατ’ Ἔφεσον συνόδωι ἐξ ἐπιτάγματος τοῦ τῆς Ἀλεξανδρέων | |
20 | προέδρου τῆι ἐμῆι ἐπεισῆλθεν ἐκκλησίαι, ἐγὼ δὲ παρὰ γνώμην χειροτονηθεὶς ἐκβέβλημαι, καὶ ταῦτα τῶν οἰκούντων ἐκείνην τὴν πόλιν ὀδυρμοῖς καὶ θρήνοις χρησαμένων ἐπὶ τῆι ἐμῆι ἐξόδωι. ἱκετεύω τοίνυν τὸ ὑμέτερον κράτος κελεῦσαι καὶ τὴν κατ’ ἐμὲ ὑπόθεσιν παρούσης ὑμῶν τῆς εὐσεβείας ἐξετασθῆναι καὶ τὸ παριστάμενον πέρας λαβεῖν, ἵνα κἀγὼ μετὰ τῶν ἄλλων ἁπάντων τὰς συνήθεις εὐχὰς ὑπὲρ τοῦ αἰωνίου ὑμῶν κράτους ποιῶμαι | |
25 | διὰ παντός, εὐσεβέστατοι καὶ καλλίνικοι βασιλεῖς. Σαβινιανὸς ἐπίσκοπος ὑπηγόρευσα καὶ ὑπογράψας ἐπιδίδωμι τῆι ὑμετέραι εὐσεβείαι. Βερονικιανὸς ὁ καθωσιωμένος σηκρητάριος τὴν διδασκαλίαν ἀνέγνω Τοῖς κατὰ πάντα θεοφιλεστάτοις καὶ ἁγιωτάτοις πατράσι [καὶ] ἀρχιεπισκόποις Λέοντι Ἀνατολίωι Μαξίμωι καὶ πάσηι τῆι λοιπῆι ἁγίαι συνόδωι δέησις καὶ ἱκεσία παρὰ | |
30 | Σαβινιανοῦ ἐπισκόπου. Πολλαὶ μὲν καὶ διάφοροι αἱ περὶ τὸ γένος τῶν ἀνθρώπων τοῦ δεσπότου Χριστοῦ εὐεργεσίαι, ἡ δὲ ἐν τῶι παρόντι καιρῶι περὶ τὰς αὐτοῦ ἁγίας ἐκκλησίας γενομένη κηδεμονία ἰδική τις τυγχάνει καὶ ἐξαίρετος, καθὼς τὰ πράγματα βοᾶι. συνήθροισε γὰρ τὴν ὑμετέραν ἀγγελικὴν σύνοδον διὰ τῶν ὡς ἀληθῶς εὐσε‐ βεστάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων ἐπὶ τῶι τὴν πλάνην ἰδεῖν καὶ τὴν μὲν πρὸ | |
35 | τούτων ἐνιαυτῶν δύο μικρῶι πρὸς ἐν Ἐφέσωι γενομένην σύγχυσίν τε καὶ ἀκαταστασίαν καταργῆσαι, τὴν δὲ ἀλήθειαν καὶ δικαιοσύνην φωτίσαι. ὅθεν κἀγὼ τῆς ζάλης ἐκείνης καὶ τῶν κλυδώνων πειραθεὶς ἐπὶ τὸν ὑμέτερον κατέφυγον εὔδιον λιμένα διδάσκων ὡς Διόσκορος ὁ τῆς Ἀλεξανδρέων αὐθεντίαι, ἔτι δὲ καὶ τυραννίδι ἐμὲ μὲν τῆς ἐγχειρισθείσης μοι κατὰ κανόνας τῶν Περρηνῶν ἐκκλησίας διὰ τοῦ ἁγιωτάτου ἐπισκόπου καὶ μητρο‐ | |
40 | πολίτου ἡμῶν Στεφάνου ἐξέωσεν, ἀντεισήγαγεν δὲ Ἀθανάσιον, ἄνδρα καθαιρεθέντα ἐν | |
τῆι Ἀντιοχέων μεγαλοπόλει ὑπὸ πλείστων θεοφιλεστάτων ἐπισκόπων. οἷα τοίνυν | 65 in vol. 2.1.3 | |
2,1,366 | καὶ τοῖς μετὰ τούτους γέγονεν καὶ ὅπως πᾶσα ἡ πόλις μετὰ πικρῶν δακρύων καὶ ὀδυρμῶν περιχεθεῖσα δυσαποσπάστως εἶχε περὶ ἐμὲ καὶ τὴν ἐμὴν ἐπένθει βιαίαν ἐκβολήν, τάχα περιττὸν ἐμὲ λέγειν. δι’ ὃ παρακαλῶ καὶ καθικετεύω τὴν ὑμετέραν φιλοθείαν μὴ περιιδεῖν τὴν κατ’ ἐμοῦ γενομένην ἀδικίαν, ἀλλὰ κελεῦσαι τῶν δικαίων με τυχεῖν, ὅπως | |
5 | καὶ ἐν τούτωι ἀνυμνῆται ὁ φιλάνθρωπος θεὸς διὰ τῆς ὑμετέρας ἀγγελικῆς καὶ θεοτιμήτου συνόδου καταργήσας μὲν τὴν πλάνην, φωτίσας δὲ τὴν ἀλήθειαν. Σαβινιανὸς ἐπίσκοπος ἐπιδέδωκα ὑπαγορεύσας καὶ ὑπογράψας τήνδε τὴν δέησιν. Οἱ μεγαλοπρεπέστατοι ἄρχοντες εἶπον· Ἀποκρινάσθω Ἀθανάσιος ὁ εὐλαβέστατος ἐπίσκοπος Πέρρης. | |
10 | Ἀθανάσιος ὁ εὐλαβέστατος εἶπεν· Τὸ ἐμὸν πρᾶγμα ἀπὸ μακροῦ χρόνου κατῆρ‐ κται καὶ τούτου ἤκουσαν οἱ τῆς μακαρίας μνήμης Κύριλλός τε καὶ Πρόκλος καὶ φανεροὺς τύπους ἔγραψαν τῶι Ἀντιοχείας γενομένωι ἐπισκόπωι Δόμνωι. συνέθετο ἐκεῖνος πληροῦν ταῦτα· αἰσθόμενος τοῦ θανάτου τοῦ μακαρίου Κυρίλλου ἀνεπήδησεν καὶ ἐκάλει με εἰς κρίσιν. ἐγὼ ἀντέγραψα ὡς εἰ μὲν βούλοιτο ἐμμεῖναι τοῖς τύποις τοῖς δοθεῖσι | |
15 | παρὰ τῶν ἀρχιεπισκόπων, ἕτοιμός εἰμι· εἰ δὲ ἕτερόν τι βούλεται, οὐκ ἐπακούω τῆι κλήσει. ἅπαξ γὰρ οἱ προλαβόντες ἅγιοι ἐπίσκοποι φανερὰ ἐτύπωσαν. ἠιτια‐ σάμην δὲ καὶ αὐτοὺς τοὺς συσκευασαμένους με καὶ ἐκέλευσαν μὴ παρεῖναι τῆι κρίσει αὐτοὺς τοὺς αἰτιαθέντας παρ’ ἐμοῦ. ἀξιῶ, εἰ παρίσταται τῆι ὑμετέραι ἐξουσίαι, τὰ γράμματα τῶν ἀρχιεπισκόπων ἀναγνωσθῆναι. | |
20 | Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Τὰ γράμματα Πρόκλου καὶ Κυρίλλου τῶν τῆς εὐλαβοῦς μνήμης ἀναγινωσκέσθωσαν. Καὶ ἐπιδοθέντος σχεδαρίου παρὰ Ἀθανασίου τοῦ ἐπισκόπου Βερονικιανὸς ὁ καθωσιωμένος σηκρητάριος ἀνέγνω Ἀντίγραφον συνοδικοῦ γράμματος | |
25 | Κυρίωι μου ἀγαπητῶι ἀδελφῶι καὶ συλλειτουργῶι Δόμνωι Κύριλλος ἐν κυρίωι χαίρειν. Συναλγεῖν ἡμᾶς ἀδελφοῖς ἀναγκαῖον [καὶ] εἴ τινες τῶν συλλειτουργῶν πε‐ πονθέναι τινὰ διισχυρίζονται, καὶ τοῦτο παρὰ κληρικῶν ἰδίων, οὓς ἦν ἀναγκαῖον ὑπέχειν ἅτε πατρὶ τὸν αὐχένα καὶ ὑποτάττεσθαι κατὰ τὸ δοκοῦν τῶι θεῶι καὶ τοῖς τῆς ἐκκλησίας κανόσι διηγορευμένον. τοῦτο πῶς οὐ τῶν αἰσχίστων ἐστὶ τολμώμενον; τοιαῦτα | |
30 | πεπονθέναι φησὶν ἑαυτὸν ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀθανάσιος 〈ὥστε〉 ἔδωκεν καὶ τὸ τῆς συναχθείσης κατὰ τὴν βασιλεύουσαν Κωνσταντινούπολιν συνόδου κατενεχθῆναι δάκρυον. φησὶ γὰρ τινὰς τῶν ὑπ’ αὐτὸν ὄντων κληρικῶν καταυθεντῆσαι τοσοῦτον ὡς τό γε ἧκον εἰς ἐγχειρημάτων δύναμιν καὶ ἐξεῶσαι τῆς ἱερωσύνης αὐτὸν καὶ καθαιρέ‐ | |
σεως ψῆφον ἐπ’ αὐτὸν ἐξενεγκεῖν. βούλονται γὰρ τοὺς μὲν οἰκονόμους τῆς ἐκκλησίας | 66 in vol. 2.1.3 | |
2,1,367 | ἤτοι τοὺς τῶν ἐκκλησιαστικῶν πραγμάτων χειριστὰς ἐκβαλεῖν, στῆσαι δὲ αὐτοὶ τοὺς κατὰ γνώμην ἰδίαν καὶ πρὸς τούτοις ἔτι καὶ ἐκ τῶν ἱερῶν διπτύχων περιελεῖν αὐτοῦ τὸ ὄνομα ἕτερά τέ τινα ἀπηχῆ καὶ ἀνοσιότητος γέμοντα δρᾶσαι, ἃ καὶ ἡ τῶν συνεζευγμένων λιβέλλων περιέχει δύναμις. ἐπειδὴ δέ ἐστι τῶν ἀτόπων τοιαῦτα τολμᾶσθαι παρὰ | |
5 | κληρικῶν κατὰ τῶν ἰδίων ἐπισκόπων καὶ περιιδεῖν ἀμήχανον αὐτά, καταξιωσάτω ἡ σὴ ὁσιότης, εἰ τῆς Ἀντιοχέων ἐστὶ μακρὰν ἡ πόλις ἣν διοικεῖν ἔλαχεν ὁ μνημονευθεὶς θεοσεβέστατος ἐπίσκοπος Ἀθανάσιος, τισὶ δι’ οἰκείων γραμμάτων ἐπιτρέψαι τὴν ἀκρόα‐ σιν, ὥστε κληθέντας τοὺς τὴν αἰτίασιν ὑπομένοντας ἀπολογήσασθαι καὶ εἰ εὑρεθεῖεν ἔνοχοι τοῖς αἰτιάμασιν, ἀπολισθῆσαι τῆς ἱερᾶς λειτουργίας. ὃ γὰρ αὐτοὶ τετολμήκασι | |
10 | κατὰ πατρὸς ἰδίου, τοῦτο πάθοιεν ἂν δικαίως πάσης ἀλογήσαντες ἀκολουθίας καὶ πάντα θεσμὸν ὑπερβάντες καὶ παρ’ οὐδὲν ποιησάμενοι τὸ ἀτιμάσαι γῆρας πατρός. λέγονται δὲ καὶ οὐ νῦν πρῶτον ἄρξασθαι τοῦ εἶναι τοιοῦτοι, ἀλλ’ ἤδη κατεγνῶσθαι καὶ ἐπὶ πολλοῖς ἔτι χείροσι καὶ θρασέσιν ἐγχειρήμασι. φάσκει δὲ ὕποπτον ἔχειν τὸν λαχόντα νῦν εἰς τὸ μητροπολιτικὸν δίκαιον τῆς ἐνορίας ἐξ ἧς ἐστιν, καὶ ὡς ἔφην ἤδη, | |
15 | τὸ λυποῦν οὐδὲν ἐξεῖναι τοὺς ἐν ὑποψίαι μὴ δικάζειν αὐτῶι. Πρόσειπε τὴν παρὰ σοὶ ἀδελφότητα· σὲ ἡ σὺν ἡμῖν ἐν κυρίωι προσαγορεύει. Ἀντίγραφον συνοδικοῦ γράμματος Τῶι ὁσιωτάτωι καὶ θεοφιλεστάτωι ἀδελφῶι καὶ συλλειτουργῶι Δόμνωι Πρόκλος ἐν κυρίωι χαίρειν. Τὸ φιλάλληλον, θεοφιλέστατε, μέγιστον ἐν τούτωι τυγχάνει δῶρον· | |
20 | συνδεσμῶν γὰρ εἰς ὁμογνωμοσύνην ὁ ἀριστοτέχνης θεὸς ἣν ἐδημιούργησε φύσιν, τῆι διαθέσει τοῦ λόγου διοικουμένου συνέσφιγξεν, ἵν’ οἰκειούμενοι τὰ ἀλλήλων πάθη τε καὶ ἤθη καὶ ἕκαστος ἐφ’ ἑαυτοῦ τὸ τοῦ ἑτέρου μετρῶν εἰς ἄλυτον συμπαθείας ὁμοφροσύνην συμπλέκοιτο τῶι ὁμοφυεῖ. τὰ μὲν γὰρ ἀφεστῶτα κατὰ σχέσιν πρὸς τὴν ἀλλήλων ἀναγ‐ καίως ἐπείγεται φθοράν, τὰ δὲ ἡνωμένα κατὰ γνώμην οὐ ῥαιδίως ἀπολισθαίνει τοῦ οἰκείου | |
25 | ἀσφαλοῦς. δι’ ὃ καὶ ὁ μακάριος Παῦλος τὸ πλῆθος τῶν πιστῶν καὶ τὸ συγκρότημα τῆς ἐκκλησίας σώματι ἀπείκασεν, λέγων ὑμεῖς ἐστὲ σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέλους, πάντως διαγορεύων τὴν τοῦ πλήθους σύμπνοιαν καὶ ἀπαγορεύων νοσεῖν τὴν φιλοπόλεμον ἀντίστασιν ἐκ τῆς τῶν μελῶν συμφωνίας. πρὸς τί δὲ ταῦτα γράφω, θεοφιλέστατε, μικρὸν ἀνάσχου μαθεῖν. ὁ θεοφιλέστατος τῆς Περρηνῶν ἐκκλησίας ἐπί‐ | |
30 | σκοπος Ἀθανάσιος ἄπιστόν 〈τε〉 ὁμοῦ καὶ πλήττουσαν οὐ μετρίως τοὺς ἀκούοντας ἀπε‐ θρήνησεν τραγωιδίαν φήσας τοὺς αὐτοῦ κληρικοὺς ὥσπερ ἀποδυσαμένους τὸν λογισμὸν τῆς ὑποχειριότητος καὶ νομίσαντας ἀρκεῖν αὐτοῖς ἐκ τοῦ βούλεσθαι καὶ εἶναι ἱεροτυράννοις ἀπώσασθαι μὲν αὐτὸν τῆς ἐκκλησίας σὺν οὐδενὶ δικαίωι λόγωι καὶ τό γε ἐπ’ αὐτοῖς καὶ ὅσον ἧκεν εἰς μανίας ὑπερβολήν, καθελεῖν καὶ τοῖς ἔργοις πεῖσαι ὅτι ἐν τῆι γνώμηι | |
35 | τῶν προπετευομένων, ἀλλὰ μὴ ἐν τῆι ψήφωι τῶν κανόνων ἡ τῶν ἱερῶν κρατύνεται τάξις, οἰκονόμους τε καὶ φροντιστὰς κατ’ οἰκείαν ἀρέσκειαν ἐπιστῆσαι τῆι ἐκκλησίαι καὶ | |
τῶν ἱερῶν δέλτων περιελεῖν τὸ ὄνομα τοῦ ἐπισκοπεύοντος καὶ συντόμως εἰπεῖν ἀναφανδὸν | 67 in vol. 2.1.3 | |
2,1,368 | ἐξορχήσασθαι τὴν ἐκκλησιαστικὴν εὐταξίαν, προσθεὶς ὡς ἔθρεψεν αὐτῶν τὴν περὶ τὰ τοιαῦτα τόλμαν ἡ τῶν πάλαι παρ’ αὐτῶν ἀνοσιουργηθέντων οὐκ εὔλογος συγγνώμη. τοῖς γὰρ πρὸ αὐτοῦ τὰ ὅμοια πεποιηκότες ὁδῶι τὴν ὁρμὴν ἐπὶ τὸ χεῖρον ἐκορύφωσαν ἐφ’ οἷς μὴ πάλαι ἀξίαν δεδώκασι δίκην, τοῦ μηδὲ αὖθις σωφρονῆσαι ἐσχηκότες ἐφόδιον. | |
5 | ἀλλ’ αὐτός, θεοφιλέστατε, καταξίωσον παρ’ ἡμῶν δυσωπούμενος (δύνασαι γάρ) οἰ‐ κειώσασθαι τοῦ συνιερέως τὰς ἀσθενείας μάλιστα πειθόμενος τῶι μακαρίωι Παύλωι βοῶντι εἰ πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη, ὡς εἰ μακρὰν τῆς Ἀντιοχέων μεγαλοπόλεως ἡ πόλις ἐν ἧι ταῦτα ἐδραματουργήθη, ἀπώικισται, τινὰς τῶν ἀστυγει‐ τόνων καὶ ἀπροσωπολήπτων θεοφιλεστάτων ἐπισκόπων ἀκοῦσαι τῆς ὑποθέσεως (ὑφο‐ | |
10 | ρᾶται γὰρ τὸν θεοφιλέστατον ἐπίσκοπον τῆς μητροπόλεως ὡς τῆι τῆς μανίας τῶν ἀντι‐ πάλων φλογὶ τὴν ἐκ δυσμενείας κατ’ αὐτοῦ παρασχόντα δύναμίν τε καὶ ὕλην) καὶ εἰ ἐλεγχθεῖεν ἐφ’ οἷς ἠιτιάθησαν οἱ παρ’ αὐτοῦ καταβοώμενοι ὡς εἰς ἀπόνοιαν τὸν Ἀβεσ‐ σαλὼμ ἐκεῖνον μιμησάμενοι, ἐπίσης ἐκείνωι δέξασθαι καὶ τὴν ἐκ τοῦ παραδείγματος τι‐ μωρίαν. οὕτω γὰρ μισεῖ ὁ θεὸς τοὺς κατὰ πατέρων ὁπλιζομένους, ὡς ἐν πάσηι τῆι | |
15 | κτίσει στηλιτεύειν τοὺς πατραλοίας. οἶδα δέ, θεοφιλέστατε, ὡς πάντας περιπτυσσό‐ μενος ἐν σπλάγχνοις Χριστοῦ καὶ γέμων συμπαθείας οἰκειώσηι τὸν πρεσβύτην καὶ ἀπο‐ μάξεις αὐτοῦ τὸ τῆς θλίψεως δάκρυον καὶ χαριῆι αὐτῶι τὸ μισοπόνηρον καὶ τοὺς τῆς ἱερωσύνης ἐπιβούλους μετὰ τοὺς ἐλέγχους ὀργῆι δικαίαι χρησάμενος καὶ ἀμύνηι τὸ πρέπον ἐχούσηι παρασκευάσεις ἐκποδὼν γενέσθαι, πονηρὰν νομὴν τὸ κοινὸν τῆς ἱερωσύνης | |
20 | καταβλάπτουσαν ἐπιστημόνως ἐκτέμνων. εἰ γὰρ δοίη τις τοὺς τολμῶντας ἃ μὴ δεῖ, καὶ εἰς τοσοῦτο φθάνοντας θράσους, ὡς καὶ τοιούτων κατατολμᾶν δι’ ὧν ἱερωσύνην καθυβρίζουσιν, οἰκτείρειν ἀκρίτως ἀφ’ ὧν τὸν ἔλεον περὶ ἀνομίας θηρῶνται [καὶ] παρα‐ κλήσεσι, λείπεται οὐδὲν ἢ πάντας τοὺς τῶν ἐκκλησιῶν προεστῶτας παίγνιον εἶναι καὶ τῶν διαβολικῶν ὀργάνων. ἀλλ’ ὁ θεὸς ἐπὶ τούτωι καὶ τὴν σὴν θεοσέβειαν προεχειρί‐ | |
25 | σατο ἐπὶ τῶι καὶ παύειν ἀδικίας καὶ τόλμας ἀναστέλλειν καὶ ἱερωσύνηι καμνούσηι βοηθεῖν καὶ ταῖς εἰκαίαις λοιδορίαις χώραν μὴ παρέχειν, ἀλλὰ μετὰ διάγνωσιν τῶι μὲν συκοφαντουμένωι, εἴ γε σεσυκοφάντηται, βοηθεῖν, τὸν δὲ συκοφαντοῦντα, εἴ γε ἀληθῶς συκοφαντεῖ, ἐκτέμνειν. μὴ τοίνυν νομίσηι σου ἡ θεοσέβεια ὡς ἐφ’ ὕβρει τοῦ θρόνου τῆς μεγίστης Ἀντιοχέων πόλεως κατέλαβε τὰ τῆιδε ὁ μνημονευθεὶς θεοφιλέστατος ἐπί‐ | |
30 | σκοπος, ἀλλ’ ὑφορώμενος τινάς, ὥς φησι, τοὺς ταραχαῖς χαίροντας καὶ οἰκείωι πάθει στρατευομένους δέδωκε πρὸς καιρὸν τόπον τῆι ὀργῆι, ἐπεὶ τό τε ἀνεξίκακον καὶ ἥμερον καὶ φιλοδίκαιον τῆς σῆς θεοσεβείας κηρύττων οὐ παύεται καὶ ἄλλως οὐκ αἰτιώμενος· μὴ γένοιτο· ἀλλὰ δυσωπῶν αἰδεσιμωτέραν γενέσθαι τὴν ἐπ’ αὐτῶι μεσιτείαν. δι’ ὃ καὶ τοῖς παροῦσιν αὐτὸν ἐφοδιάσαντες γράμμασι θαρρεῖν εἴπομεν ἐγώ τε καὶ ὁ ὁσιώτατος | |
35 | ἐπίσκοπος καὶ συλλειτουργὸς ἡμῶν Κύριλλος ὡς διὰ τὴν κρατοῦσαν ἐν ἡμῖν ἀγάπην αἰδεσθεὶς τοὺς ἐπιστείλαντας βοηθήσεις πάντως τῶι κομίσαντι. Πᾶσαν τὴν σὺν σοὶ ἀδελφότητα πλεῖστα προσαγορεύω. | |
Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Μετὰ τὰς ἐπιστολὰς τί ἐπράχθη; | 68 in vol. 2.1.3 | |
2,1,369 | Σαβινιανὸς ὁ εὐλαβέστατος εἶπεν· Ἀξιῶ τὰ ὑπομνήματα ἀναγνωσθῆναι καὶ ταῦτα διδάσκει ὑμᾶς. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Αἱ διαλαλιαὶ τῶν προκομιζομένων ὑπομνημάτων ἀναγινωσκέσθωσαν. | |
5 | Κωνσταντῖνος ὁ καθωσιωμένος σηκρητάριος τοῦ θείου κονσιστορίου ἀπὸ σχιδαρίου ἐπιδοθέντος αὐτῶι παρὰ Σαβινιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου, οὗ ἡ ἀρχὴ ἔφθαρται, τὰ ἑξῆς ἀνέγνω Ἐν τῆι Ἀντιοχέων ἁγιωτάτηι ἐκκλησίαι ἐν τῶι στοιδίωι τοῦ θερινοῦ σηκρήτου συνόδου γενομένης καὶ καθεσθέντων τῶν ἁγιωτάτων ἐπισκόπων | |
10 | Δόμνου τῆς αὐτῆς Ἀντιοχείας Θεοδώρου Δαμασκοῦ Βαλερίου Ἀναζαρβοῦ Πομπηιανοῦ Ἐμίσης Πολυχρονίου Ἐπιφανείας τῆς δευτέρας Κιλικίας | |
15 | Δαμιανοῦ Σιδῶνος Ἰαμβλίχου Χαλκίδος Θεοκτίστου Βεροίας Γεροντίου Σελευκείας Ἰωσὴφ Ἡλιουπόλεως | |
20 | Τιμοθέου Δολίχης Βενετίου Βίβλου Ἐπιφανίου Ἡρακλείας Παύλου Πτολεμαίδος Στεφάνου Ἐπιφανείας δευτέρας Συρίας | |
25 | Φωσφόρου Ὀρθωσιάδος Θωμᾶ Μοψουεστίας Ἰορδάνου Ἀβίλης Παύλου Ἀνταράδου Βαράνου Ἀλεξανδρείας | |
30 | Μάρα Οὐρίμων Σάβα Πάλτου Μάρα Ὀνοσάρθας Ἰωάννου Θεοδοσιουπόλεως Δανιήλου Καρρῶν | |
35 | Σωφρονίου Κωνσταντίνης Οὐρανίου Οὔρας Μαριανοῦ Ῥοσαφᾶς Τατιανὸς διάκονος καὶ νοτάριος εἶπεν· Οἱ ἀπὸ Πέρρης ὁρμώμενοι κληρικοὶ λιβέλλους | |
καὶ νῦν πάλιν ἐπιδεδώκασι τῆι ὑμετέραι ἁγιότητι κατὰ τοῦ εὐλαβεστάτου ἐπισκόπου | 69 in vol. 2.1.3 | |
2,1,370 | Ἀθανασίου. ἐπειδὴ τοίνυν πάρεστιν ἡ ἁγία σύνοδος, ἔχω μετὰ χεῖρας τοὺς λιβέλλους καὶ εἰ κελεύσειεν ἡ σὴ ὁσιότης, τούτους ἀναγνώσομαι. Δόμνος ἐπίσκοπος εἶπεν· Ποῦ εἰσιν οἱ τοὺς λιβέλλους ἐπιδεδωκότες; Τατιανὸς διάκονος εἶπεν· Ἔξω εἰσίν. | |
5 | Δόμνος ἐπίσκοπος εἶπεν· Εἰσίτωσαν. Τατιανὸς διάκονος εἶπεν· Ἕστηκεν Ἰσαάκιος ὁ τοὺς λιβέλλους ἐπιδεδωκώς. Δόμνος ἐπίσκοπος εἶπεν· Μόνος Ἰσαάκιος ἐπιδέδωκεν τοὺς λιβέλλους ἢ καὶ ἕτεροι σὺν αὐτῶι; Τατιανὸς διάκονος εἶπεν· Μόνος Ἰσαάκιος ἐπιδέδωκεν τοὺς λιβέλλους. | |
10 | Δόμνος ἐπίσκοπος εἶπεν· Λεγέτω Ἰσαάκιος εἰ αὐτὸς ἐπιδέδωκεν τοὺς λιβέλλους. Ἰσαάκιος ἀρχιαναγνώστης εἶπεν· Ναί, δέομαι τῆς ἁγιωσύνης σου. Δόμνος ἐπίσκοπος εἶπεν· Ἀνάγνωθι τούτους. Καὶ ἀνεγνώσθησαν. Δόμνος ἐπίσκοπος εἶπεν· Ἐπειδὴ ἐμνημόνευσε καὶ Ἰωάννου ὑποδιακόνου, εἰσίτω | |
15 | καὶ οὗτος. Τατιανὸς διάκονος εἶπεν· Πάρεστι καὶ Ἰωάννης ὁ ὑποδιάκονος. Δόμνος ἐπίσκοπος εἶπεν· Παρόντων αὐτῶν ἀνάγνωθι τοὺς συνεζευγμένους λι‐ βέλλους. Καὶ ἀνεγνώσθησαν. | |
20 | Δόμνος ἐπίσκοπος εἶπεν· Ποῦ εἰσιν οὗτοι οἱ λίβελλοι; Τατιανὸς διάκονος εἶπεν· Ἔχω τούτους μετὰ χεῖρας. Δόμνος ἐπίσκοπος εἶπεν· Ἀνάγνωθι καὶ τούτους. Καὶ ἀνεγνώσθησαν. Δόμνος ἐπίσκοπος εἶπεν· Ἡνίκα παρεπέμψαμεν τὴν δίκην τῶι μακαριωτάτωι | |
25 | Πανολβίωι τῶι τηνικαῦτα μητροπολίτηι τῆς ἐπαρχίας ὥστε διακοῦσαι τῆς ὑποθέσεως, τίνα παρηκολούθησεν; Τατιανὸς διάκονος εἶπεν· Ἔχω τοῦ αὐτοῦ μακαριωτάτου Πανολβίου ἐπιστολὴν δι’ ἧς ἐδίδαξεν τὰ παρακολουθήσαντα. Δόμνος ἐπίσκοπος εἶπεν· Ἀνάγνωθι καὶ ταύτην. | |
30 | Καὶ ἀνεγνώσθη. Δόμνος ἐπίσκοπος εἶπεν· Ἔχεις τὰ ἀντίγραφα τῶν παραιτήσεων τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀθανασίου; Τατιανὸς διάκονος εἶπεν· Ἔχω μετὰ χεῖρας καὶ τὰ ἀντίγραφα καὶ τὰ αὐθεντικὰ λαβὼν παρὰ τοῦ θεοφιλεστάτου ἐπισκόπου Ἰωάννου τοῦ τῆς Ἱεραπολιτῶν μητρο‐ | |
35 | πόλεως. Δόμνος ἐπίσκοπος εἶπεν· Ἀναγινωσκέσθω τὰ αὐθεντικὰ κατὰ τάξιν. Καὶ ἀνεγνώσθη. Θεόδωρος ἐπίσκοπος Δαμασκοῦ εἶπεν· Ὅτι εὐνοικῶς διέκειτο περὶ τὸν εὐλαβέστατον ἐπίσκοπον Ἀθανάσιον ὁ μακαρίτης Πανόλβιος ὁ τῆς Ἱεραπολιτῶν τὸ τηνικαῦτα ἐπί‐ | |
40 | σκοπος, διὰ τῶν οἰκείων παραιτήσεων ἐδίδαξεν ὁ αὐτὸς εὐλαβέστατος ἐπίσκοπος Ἀθανάσιος. δῆλος τοίνυν ἐστὶ φυγὼν τὴν δίκην καὶ μηδὲ τῶι φίλωι ἑαυτοῦ τὴν κατ’ αὐτὸν ἐμπι‐ | |
στεύσας ἀκρόασιν. | 70 in vol. 2.1.3 | |
2,1,371 | Βαλέριος ἐπίσκοπος Ἀναζαρβοῦ εἶπεν· Δῆλός ἐστιν ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀθανάσιος συνειδὼς ἑαυτῶι τινά, ἅπερ καὶ κατηγόρηται, τῶι μὴ βουληθῆναι παρὰ τῶι αὐτοῦ φίλωι τῶι μακαριωτάτωι Πανολβίωι δικάσασθαι κατὰ τὰς παρ’ αὐτοῦ γρα‐ φείσας παραιτητικὰς ἐπιστολάς. | |
5 | Πομπηιανὸς ἐπίσκοπος Ἐμίσης εἶπεν· Φίλου τυγχάνοντος αὐτῶι τοῦ μακαρίου Πανολβίου τοῦ ἐπισκόπου ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀθανάσιος δῆλός ἐστιν ὡς ὑπὸ κακοῦ συνειδότος τοῦτο πεποίηκεν. Πολυχρόνιος ἐπίσκοπος Ἐπιφανείας εἶπεν· Ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀθανάσιος οὐδὲ τῶι ἑαυτοῦ φίλωι θαρρήσας τὴν κατ’ αὐτὸν κατηγορίαν δῆλός ἐστι φαύλωι συνειδότι | |
10 | φυγὼν τὴν δίκην. Ἰάμβλιχος ἐπίσκοπος Χαλκίδος εἶπεν· Εἰ ἑαυτῶι ἐθάρρει ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀθανάσιος, οὐκ ἂν τὴν ἀκρόασιν Πανολβίου τοῦ φίλου αὐτοῦ παρηιτήσατο, ὡς αὐτὸς ἐν τοῖς παραιτητικοῖς γράμμασι τοῖς πρὸς αὐτὸν ὡμολόγησεν· ἀλλ’ ἴσως ὑπὸ τοῦ συνειδότος ἐλαυνόμενος ἔφυγεν τὴν κλῆσιν τὴν ἐπὶ τοῦ προειρημένου μακαρίου Πανολβίου. | |
15 | Δαμιανὸς ἐπίσκοπος Σιδῶνος εἶπεν· Μεγάλα ἑαυτὸν ἠδίκησεν καὶ ὑπεύθυνον κατέστησεν τοῖς ἁγίοις κανόσιν ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀθανάσιος τρίτον κληθεὶς παρὰ τοῦ τῆς εὐλαβοῦς μνήμης Πανολβίου τοῦ τὸ τηνικαῦτα τῆς Ἱεραπολιτῶν μητρο‐ πόλεως ἐπισκόπου τυγχάνοντος καὶ τρίτον παραιτησάμενος καὶ μὴ ἀπαντήσας. Γερόντιος ἐπίσκοπος Σελευκείας εἶπεν· Τὰ μέγιστα ἑαυτὸν ἠδίκησεν ὁ εὐλαβέστατος | |
20 | ἐπίσκοπος Ἀθανάσιος μήτε τοῦ φίλου αὐτοῦ τοῦ μακαρίου Πανολβίου ἀνασχόμενος, καὶ ταῦτα κληθεὶς δικάσασθαι φυγὼν τὴν ἀκρόασιν, ὡς καὶ αἱ παρ’ αὐτοῦ τρεῖς παραι‐ τητικαὶ ἐπιστολαὶ διεγνώρισαν. Βενέτιος ὁ εὐλαβέστατος ἐπίσκοπος Βύβλου εἶπεν· Ἡ τῶν παραιτητικῶν γραμ‐ μάτων τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀθανασίου ἀνάγνωσις ἐδίδαξεν ἡμᾶς ὡς γνήσιος | |
25 | ἐτύγχανεν ὁ τότε μητροπολίτης αὐτῶι ὁ μακάριος Πανόλβιος, παρ’ ὧι τὰς ἀποκρίσεις ἔδει ποιήσασθαι. ὅθεν οὐκ ἐχρῆν τὴν κλῆσιν φυγεῖν, εἰ μή πού γε τὸ συνειδὸς αὐτῶι ἐνεπόδιζεν. Θεόκτιστος ἐπίσκοπος Βεροίας εἶπεν· Εἰ εἶχεν καθαρὸν τὸ συνειδὸς ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀθανάσιος, οὐκ ἂν παρηιτήσατο τοῦ μακαρίου Πανολβίου τὴν κρίσιν | |
30 | φίλου αὐτοῦ τυγχάνοντος. Ἐπιφάνιος ἐπίσκοπος Ἄρκης εἶπεν· Ἔδειξεν ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀθανάσιος ὡς ἑαυτὸν τῆς Περρηνῶν ἐκκλησίας ἀπηλλοτρίωσεν τὴν ἐπισκοπὴν παραιτούμενος τρὶς ἐπέστειλεν, καὶ ταῦτα φίλον ἔχων τὸν μακάριον Πανόλβιον τὸν γενόμενον τῆς Ἱερα‐ πολιτῶν ἐπίσκοπον, δυνάμενον, εἰ μὴ ἑαυτῶι συνήιδει, τὰ κατ’ αὐτὸν δεόντως τυπῶσαι. | |
35 | Μάρας ἐπίσκοπος Οὐρίμων εἶπεν· Τῶι φεύγειν τὸν εὐλαβέστατον ἐπίσκοπον Ἀθανάσιον τὴν κρίσιν τοῦ μακαρίου Πανολβίου τοῦ τὸ τηνικαῦτα τῆς Ἱεραπολιτῶν | |
ἐπισκόπου δῆλός ἐστιν ἐλεγχόμενος ὑπὸ τοῦ συνειδότος. | 71 in vol. 2.1.3 | |
2,1,372 | Βαράνης ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Τὰ μέγιστα ἑαυτὸν ἠδίκησεν ὁ εὐλα‐ βέστατος ἐπίσκοπος Ἀθανάσιος μὴ ὑπακούσας τῶι τηνικαῦτα μητροπολίτηι τῶι μακαρίωι Πανολβίωι, καὶ ταῦτα φίλωι αὐτοῦ τυγχάνοντι. ὅθεν δῆλός ἐστιν ὡς οὐκ ὀρθῶι συνειδότι συζήσας ἀπέφυγε τὴν τοιαύτην κρίσιν καὶ ἐπὶ τὰς παραιτήσεις ἦλθεν. | |
5 | Στέφανος ἐπίσκοπος Ἐπιφανείας εἶπεν· Περιττὸν εἶναι νομίζω πρᾶγμα μετὰ τρεῖς παραιτήσεις καὶ ταύτας ὅρκον ἐχούσας ἐξετάσει παραδοθῆναι τὸ πρᾶγμα τὸ κατὰ τὸν εὐλαβέστατον ἐπίσκοπον Ἀθανάσιον. πῶς γὰρ ἂν ἕλοιτο παρὰ τῆι ἁγίαι ταύτηι συνόδωι δικάσασθαι, ὁπότε ἐπὶ τοῦ οἰκείου αὐτοῦ φίλου τοῦ μακαρίου Πανολβίου, ὡς αὐτὸς ἐν τοῖς παραιτητικοῖς ἐσήμανεν, τὴν κρίσιν φαίνεται ἀποφυγών; | |
10 | Φωσφόρος ἐπίσκοπος Ὀρθωσιάδος εἶπεν· Τὰ παρὰ τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀθανασίου γραφέντα πρὸς τὸν μακάριον Πανόλβιον τὸ τηνικαῦτα ἐπίσκοπον ὄντα τῆς Ἱεραπολιτῶν δηλοῖ ὡς τὴν κρίσιν φεύγων τῆς Περρηνῶν ἀνεχώρησεν ἐπισκοπῆς. Ἰωάννης ἐπίσκοπος Θεοδοσιουπόλεως εἶπεν· Τοῖς δόξασιν ὑμῶν τῆι ἁγίαι συνόδωι καὶ αὐτὸς συναινῶ. | |
15 | Δανιῆλος ἐπίσκοπος Καρρῶν εἶπεν· Ἐδήλωσε τὰ πεμφθέντα παραιτητικὰ γράμ‐ ματα παρὰ τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀθανασίου πρὸς τὸν μακάριον ἐπίσκοπον Πανόλβιον ὡς παραιτησάμενος τὴν κρίσιν ἀλλότριον ἑαυτὸν τῆς ἐπισκοπῆς κατέστησεν. Σωφρόνιος ἐπίσκοπος Κωνσταντίνης εἶπεν· Ἐκ τῶν ἀναγνωσθέντων παραιτητικῶν γραμμάτων δῆλός ἐστιν ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀθανάσιος εἰς κρίσιν ἐλθεῖν μὴ θέλων | |
20 | καὶ τὴν ἐπισκοπὴν παραιτησάμενος. Ἰωσὴφ ἐπίσκοπος Ἡλιουπόλεως εἶπεν· Τρίτον παραιτησάμενος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀθανάσιος καὶ μὴ βουληθεὶς ἐπὶ τοῦ φίλου αὐτοῦ τοῦ μακαρίου Πανολβίου τοῦ τὸ τηνικαῦτα τῆς μητροπόλεως ἐπισκόπου ἀπαντῆσαι καὶ δικάσασθαι καὶ ἑαυτὸν ἐλευθερῶσαι τῶν ἐπαγομένων αὐτῶι ἐγκλημάτων δῆλός ἐστιν κακῶι συνειδότι χρησάμενος. | |
25 | Τιμόθεος ἐπίσκοπος Δολίχης εἶπεν· Ἔδει μὲν τὸν εὐλαβέστατον ἐπίσκοπον Ἀθα‐ νάσιον παρὰ τὴν ἀρχὴν τρίτον κληθέντα παρὰ τοῦ τῆς μακαρίας μνήμης Πανολβίου τοῦ τὸ τηνικαῦτα τῆς μητροπόλεως ἐπισκόπου ἀπαντῆσαι καὶ ταῖς προσούσαις αὐτῶι χρήσασθαι δικαιολογίαις, ὁπότε ἀπὸ τῶν νυνὶ ἀνεγνωσμένων καὶ φίλον αὐτὸν ἑαυτοῦ ὡρίσατο. ἐπειδὴ τοίνυν πολλάκις κληθεὶς παρηιτήσατο, ὑπεύθυνον ἑαυτὸν κατέστησεν | |
30 | τοῖς ἐπαγομένοις αὐτῶι. Παῦλος ἐπίσκοπος Πτολεμαίδος εἶπεν· Τοῖς καλῶς καὶ ἐνθέσμως παρὰ τῶν προ‐ λαβόντων ἁγίων πατέρων ἀποφανθεῖσι κατ’ αὐτοῦ τὰ ὅμοια κατατίθεμαι. Παῦλος ἐπίσκοπος Ἀράδου εἶπεν· Τρίτον εἰς ἀκρόασιν κληθεὶς ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀθανάσιος ὑπὸ τοῦ μακαρίου Πανολβίου τοῦ τῆς μητροπόλεως ἐπισκόπου, | |
35 | καὶ ταῦτα φίλου αὐτοῦ τυγχάνοντος, ὡς ἀπὸ τῶν ἀνεγνωσμένων ἐμάθομεν, καὶ τρίτον παραιτησάμενος τὴν ἐπισκοπὴν τῆς Περρηνῶν ἐκκλησίας δῆλος ἐστιν ὡς οὐ καλῶι | |
συνειδότι πληττόμενος ἔφυγεν τὸ κριτήριον. | 72 in vol. 2.1.3 | |
2,1,373 | Σάβας ἐπίσκοπος Πάλτου εἶπεν· Τρίτον παραιτησάμενος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀθανάσιος καὶ ὁρκώσας ἕτερον ἀντ’ αὐτοῦ χειροτονηθῆναι, ποῖον λόγον ἔχει λοιπὸν περὶ ἐπισκοπῆς κινεῖν τῆς Περρηνῶν ἁγίας τοῦ θεοῦ ἐκκλησίας καὶ μάλιστα ἐπὶ τοῦ φίλου αὐτοῦ τοῦ μακαρίου Πανολβίου τοῦ τηνικαῦτα τῆς μητροπόλεως ἐπισκόπου μὴ δικα‐ | |
5 | σάμενος; Μάρας ἐπίσκοπος Ὀνοσάρθας εἶπεν· Γνησίως φιλούμενον ἑαυτὸν ἔδειξεν ὁ εὐ‐ λαβέστατος ἐπίσκοπος Ἀθανάσιος ὑπὸ τοῦ μακαριωτάτου Πανολβίου τοῦ τῆς μητρο‐ πόλεως ἐπισκόπου διὰ τῶν πρὸς αὐτὸν παραιτητικῶν ἐπιστολῶν. φυγὼν τοίνυν τὴν ἐπ’ αὐτῶι ἀκρόασιν δῆλός ἐστι πονηρᾶι συνειδήσει τοῦτο πεποιηκώς. | |
10 | Δόμνος ἐπίσκοπος εἶπεν· Μετὰ τὰς παραιτήσεις ταύτας ποῦ διῆγεν ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀθανάσιος; Ἰσαάκιος ἀρχιαναγνώστης εἶπεν· Ἐξῆλθεν τὴν πόλιν καὶ ἐπὶ τῆι χώραι Σαμο‐ σάτων διῆγεν καθ’ ἑαυτὸν ἐν ἰδίωι χωρίωι καὶ πάλιν κατῆλθεν ἐν Σαμοσάτοις τῆι πόλει. ἐπειδὴ δ’ ἐνταῦθά εἰσι κληρικοί, παρακαλῶ τὴν ἁγίαν ὑμῶν σύνοδον εἰσελθεῖν αὐτοὺς | |
15 | καὶ εἰπεῖν ἅπερ καὶ αὐτοὶ οἴδασιν. Δόμνος ἐπίσκοπος εἶπεν· Εἰσίτωσαν. Καὶ εἰσελθόντων αὐτῶν Τατιανὸς διάκονος εἶπεν· Ἑστήκασιν οἱ εὐλαβέστατοι κληρικοί. Δόμνος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Στήτωσαν κατὰ τάξιν οἱ εὐλαβέστατοι | |
20 | πρεσβύτεροι καὶ οἱ εὐλαβέστατοι διάκονοι. Θεόδωρος ἐπίσκοπος εἶπεν· Ποῦ διῆγεν μετὰ τὰς παραιτήσεις ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀθανάσιος; Δόμνος ἐπίσκοπος εἶπεν· Τί λέγουσι καὶ οἱ λοιποὶ κληρικοί; Θεόδωρος ἐπίσκοπος εἶπεν· Ἐξ ἐκείνου ἐπανῆλθεν εἰς τὴν Πέρρην; | |
25 | Δόμνος ἐπίσκοπος εἶπεν· Πόσους ἐχειροτόνησεν; Θεόδωρος ἐπίσκοπος εἶπεν· Ταύτας τὰς χειροτονίας μετὰ τὰς τρεῖς παραιτήσεις λέγεις γεγενῆσθαι παρ’ αὐτοῦ; Δόμνος ἐπίσκοπος εἶπεν· Εἰπάτωσαν καὶ οἱ λοιποὶ κληρικοὶ ἅπερ ἴσασι καὶ τί μετὰ ταῦτα παρηκολούθησεν. | |
30 | Δόμνος ἐπίσκοπος εἶπεν· Ὑμεῖς τίνος ἕνεκεν ἀπήλθατε ἐν Ἱεραπόλει; Δόμνος ἐπίσκοπος εἶπεν· Οἶδα κἀγὼ ἐκδεδημηκέναι τὸν ἐπίσκοπον Ἀθανάσιον· καὶ γὰρ ἐκόμισέ μοι γράμματα τῶν θεοφιλεστάτων καὶ ἁγιωτάτων ἐπισκόπων, τοῦ κυρίου Πρόκλου φημὶ καὶ τοῦ κυρίου Κυρίλλου. Θεόδωρος ἐπίσκοπος εἶπεν· Ὅσια γράμματα διὰ τοῦ θεοφιλεστάτου ἐπισκόπου | |
35 | Ἀθανασίου κεκόμισται τῶν ἁγιωτάτων καὶ θεοφιλεστάτων ἐπισκόπων· κελευσάτω σου ἡ ἁγιότης ταῦτα ἀναγνωσθῆναι ἐπὶ τῆς ἁγίας συνόδου. Δόμνος ἐπίσκοπος εἶπεν· Ἀναγινωσκέσθω. | |
Καὶ ἀνεγνώσθη. | 73 in vol. 2.1.3 | |
2,1,374 | Θεόδωρος ἐπίσκοπος εἶπεν· Φαίνεται ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀθανάσιος μηδὲν ἀληθὲς διδάξας τοὺς ἁγιωτάτους καὶ θεοφιλεστάτους ἀρχιεπισκόπους τὸν κύριον Πρόκλον καὶ τὸν κύριον Κύριλλον, ὁπότε καὶ ἐπὶ τοῦ μακαρίου Πανολβίου τοῦ γενομένου αὐτοῦ μητροπολίτου φίλου αὐτοῦ τυγχάνοντος, καθὼς αὐτὸς ἐν ταῖς ἐπιδοθείσαις παρ’ | |
5 | αὐτοῦ παραιτήσεσιν ἐγνώρισεν, παρήιτηται τὴν τῆς Πέρρης ἐπισκοπὴν καὶ οὐχ ὑπὸ τῶν κληρικῶν ἐξηλάθη, ὡς ἐδίδαξεν, ἀλλ’ αὐτὸς τρίτον παρ’ αὐτοῦ τοῦ μακαρίου Παν‐ ολβίου κληθεὶς παρηιτήσατο τὴν ἀκρόασιν τῶν ἐπαγομένων αὐτῶι ἐγκλημάτων καὶ τὴν πόλιν ἀπέλιπεν, προσθεὶς καὶ τοῦτο ἐν τοῖς παραιτητικοῖς αὐτοῦ συγγράμμασιν ὅτι δύο ἢ τριῶν ἐνιαυτῶν τοῦτο παρ’ αὐτῶι κέκριτο τοῦ ἀποστῆναι τῆς ἐπισκοπῆς. | |
10 | Βαλέριος ἐπίσκοπος εἶπεν· Συνεῖδον κἀγὼ ὅτι ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀθα‐ νάσιος ψευδῆ ἐδίδαξε τοὺς θεοφιλεστάτους καὶ ἁγιωτάτους ἀρχιεπισκόπους Πρόκλον καὶ Κύριλλον. καὶ γὰρ καὶ οἰκείαι γνώμηι τὴν ἐπισκοπὴν παρηιτήσατο ἐγγράφως καὶ τρίτον παρὰ τοῦ Πανολβίου τοῦ μακαρίου κληθεὶς ἔφυγεν τὴν κρίσιν τρισὶ χρησά‐ μενος παραιτήσεσιν καὶ οἰκείαι γνώμηι τὴν πόλιν ἀπολιπὼν καὶ οὐχ ὑπὸ τῶν ἰδίων | |
15 | κληρικῶν ἐξελαθείς. Πολυχρόνιος ἐπίσκοπος εἶπεν· Πρόδηλος τοῦ θεοφιλεστάτου ἐπισκόπου Ἀθα‐ νασίου ἡ περὶ τὸ πρᾶγμα αὐτοῦ ἀδολεσχία συκοφαντήσαντος τοὺς τῆς ἐκκλησίας αὐτοῦ εὐλαβεστάτους κληρικούς. ἑαυτῶι γὰρ ἀναχωρήσας τῆς ἐκκλησιαστικῆς λειτουργίας καὶ πρὸ πλείστων χρόνων εἰς ἀποδημίαν μακρὰν ἀπεληλυθὼς ἐκείνοις τὴν αἰτίαν ἐπέγραψε. | |
20 | Πομπηιανὸς ἐπίσκοπος εἶπεν· Τὰ αὐτὰ καὶ ἡμεῖς συνείδομεν ὡς ἐψεύσατο ὁ εὐλα‐ βέστατος ἐπίσκοπος Ἀθανάσιος καὶ ἕτερα ἀνθ’ ἑτέρων ἐδίδαξεν τοὺς θεοφιλεστάτους καὶ ἁγιωτάτους ἀρχιεπισκόπους Πρόκλον καὶ Κύριλλον. Ἰάμβλιχος ἐπίσκοπος εἶπεν· Οἱ ἐπιδοθέντες λίβελλοι τῶν παραιτήσεων παρὰ τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀθανασίου τῶι μακαρίωι Πανολβίωι τῶι τηνικαῦτα | |
25 | ἐπισκόπωι τῆς μητροπόλεως τυγχάνοντι καὶ φίλωι αὐτοῦ ὄντι, ὡς καὶ αὐτὸς ἐδίδαξεν, διδάσκουσιν ἡμᾶς ὡς μάτην ἐσυκοφάντησεν παρὰ τοῖς ἁγιωτάτοις ἀρχιεπισκόποις Πρόκλωι καὶ Κυρίλλωι τοὺς εὐλαβεστάτους κληρικοὺς αὐτοῦ, αὐτὸς ἀφ’ ἑαυτοῦ ἀπολιπὼν τὴν Περρηνῶν ἐπισκοπὴν καὶ ὁρκώσας ἕτερον ἀντ’ αὐτοῦ χειροτονηθῆναι ἐπίσκοπον. Τιμόθεος ἐπίσκοπος εἶπεν· Τὰ αὐτὰ συνεῖδον κἀγὼ τοῖς θεοφιλεστάτοις ἐπισκόποις. | |
30 | Δαμιανὸς ἐπίσκοπος εἶπεν· Ἐθαύμασα πῶς ἠνέσχετο ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀθανάσιος κληθεὶς παρὰ τοῦ τῆς μητροπόλεως ἐπισκόπου τοῦ μακαρίου Πανολβίου ἀπολογήσασθαι καὶ παραιτησάμενος τρὶς τὴν ἐπισκοπὴν ἠνώχλησεν τοῖς θεοφιλεστά‐ τοις ἀρχιεπισκόποις Πρόκλωι καὶ Κυρίλλωι μηδὲν ἀληθὲς διδάξας. Γερόντιος ἐπίσκοπος εἶπεν· Τὰ αὐτὰ συνεῖδον κἀγὼ ὡς οὐδὲν ἀληθὲς ἐδίδαξεν | |
35 | τοὺς ἁγιωτάτους καὶ θεοφιλεστάτους ἐπισκόπους, Πρόκλον φημὶ καὶ Κύριλλον ὁ εὐλα‐ | |
βέστατος ἐπίσκοπος Ἀθανάσιος. | 74 in vol. 2.1.3 | |
2,1,375 | Θεόκτιστος ἐπίσκοπος εἶπεν· Τὰ αὐτὰ συνεῖδον κἀγὼ ὡς ψευδῆ ἐδίδαξεν τοὺς ἁγιωτάτους καὶ ὁσιωτάτους ἀρχιεπισκόπους, Πρόκλον φημὶ καὶ Κύριλλον ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀθανάσιος. Στέφανος ἐπίσκοπος εἶπεν· Κἀγὼ οὕτως συνεῖδον μᾶλλον ἐψεῦσθαι ἐπὶ τῶν ἁγιω‐ | |
5 | τάτων καὶ θεοφιλεστάτων ἀρχιεπισκόπων Πρόκλου καὶ Κυρίλλου τὸν εὐλαβέστατον ἐπίσκοπον Ἀθανάσιον. οὔτε γὰρ παρὰ τῶν κληρικῶν φαίνεται ἀπελαθείς, ἀλλὰ μᾶλλον οἰκείαι γνώμηι τὰς παραιτήσεις ποιησάμενος. Βαλέριος ἐπίσκοπος Λαοδικείας εἶπεν· Τὰ αὐτὰ κἀγὼ συνεῖδον τῆι ἁγίαι συνόδωι. ********************** | |
10 | Βαράνης ἐπίσκοπος εἶπεν· Κἀγὼ συναινῶ τῆι ἁγίαι συνόδωι τῶν θεοφιλεστάτων | |
10 | ἐπισκόπων κἀκεῖνα σύμφημι εἶναι ἃ καὶ αὐτοὶ καλῶς ἔχειν ἐδοκίμασαν. Ἰωσὴφ ἐπίσκοπος εἶπεν· Τὰ αὐτὰ συνεῖδον κἀγὼ τοῖς θεοφιλεστάτοις καὶ ἁγιω‐ τάτοις ἐπισκόποις. Παῦλος ἐπίσκοπος εἶπεν· Τὰ αὐτὰ κἀγὼ συνεῖδον τοῖς προλαβοῦσιν ἁγίοις πα‐ τράσι σύμψηφος ὢν αὐτοῖς. | |
15 | Μάρας ἐπίσκοπος εἶπεν· Ἐλήλεγκται ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀθανάσιος ὡς ψευδῆ ἐδίδαξεν τοὺς θεοφιλεστάτους ἐπισκόπους. Σάβας ἐπίσκοπος εἶπεν· Εἰ τὴν ἡσυχίαν ἠγάπα ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀθα‐ νάσιος, οὐκ ἔδει αὐτὸν μετὰ παραίτησιν καὶ ὅρκους ἐνοχλῆσαι τοῖς ἁγιωτάτοις πατράσι καὶ ἀρχιεπισκόποις Πρόκλωι καὶ Κυρίλλωι. | |
20 | Ἰωάννης ἐπίσκοπος εἶπεν· Τὰ αὐτὰ κἀγὼ συνεῖδον. Δανιῆλος ἐπίσκοπος εἶπεν· Ὁμοίως κἀγὼ συνεῖδον. Σωφρόνιος ἐπίσκοπος εἶπεν· Κἀγὼ τοῖς πρὸ ἐμοῦ θεοφιλεστάτοις ἐπισκόποις συναινῶ. Δόμνος ἐπίσκοπος εἶπεν· Ἡνίκα ἐδεξάμην τὰ γράμματα τῶν θεοφιλεστάτων | |
25 | ἐπισκόπων Πρόκλου καὶ Κυρίλλου, μέμνημαι καὶ αὐτὸν ἐνταῦθα συγκαλέσας καὶ τοὺς θεοφιλεστάτους ἐπισκόπους τῆς ἐπαρχίας ὥστε ἐξετάσαι τὰ κατὰ τὴν ὑπόθεσιν ταύτην. ἀναγινώσκεσθε τοίνυν ἀμφοτέρας τὰς ἐπιστολάς. Δόμνος ἐπίσκοπος εἶπεν· Τί ἀντέγραψεν πρὸς ταῦτα ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀθανάσιος; | |
30 | Δόμνος ἐπίσκοπος εἶπεν· Ἀνάγνωθι καὶ ἣν ἔγραψεν ἐπιστολὴν ὁ θεοφιλέστατος ἐπίσκοπος Ἰωάννης ὁ τῆς Ἱεραπολιτῶν μητροπόλεως. Δόμνος ἐπίσκοπος εἶπεν· Οἶδα ἡνίκα ἐδεξάμην τὴν παρὰ τοῦ εὐλαβεστάτου ἐπι‐ σκόπου Ἀθανασίου ἐπιστολήν, εὐθὺς συγκαλέσαι με τὴν παροῦσαν ἁγίαν σύνοδον κατὰ τὰς αὐτοῦ παρακλήσεις ἐπιστείλας τε καὶ πρὸς αὐτὸν ὥστε παραγενέσθαι τῆς ἁγίας | |
35 | συνόδου συγκεκροτημένης. ἀνάγνωθι τοίνυν τὴν παρ’ ἐμοῦ πρὸς αὐτὸν γραφεῖσαν | |
ἐπιστολήν. | 75 in vol. 2.1.3 | |
2,1,376 | Δόμνος ἐπίσκοπος εἶπεν· Τί πρὸς ταῦτα ἀντέγραψεν ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀθανάσιος; Δόμνος ἐπίσκοπος εἶπεν· Ἀνάγνωθι καὶ τὸ συνοδικὸν γράμμα τὸ πρὸς αὐτὸν γενόμενον. | |
5 | Δόμνος ἐπίσκοπος εἶπεν· Τίς ταύτην αὐτῶι ἀπεκόμισε τὴν ἐπιστολήν; Δόμνος ἐπίσκοπος εἶπεν· Τίνα ἐστὶ τὰ ἀγράφως ῥηθέντα ἔτι παρὰ τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀθανασίου; Δόμνος ἐπίσκοπος εἶπεν· Ἀνάγνωθι καὶ τὴν παρ’ αὐτοῦ γραφεῖσαν ἐπιστολὴν πρὸς τὴν ἁγίαν σύνοδον. | |
10 | Τατιανὸς διάκονος εἶπεν· Ἔχω καὶ ἐπιστολὰς τῶν θεοσεβεστάτων ἐπισκόπων τοῦ κύρου Ἴβα καὶ τοῦ κύρου Ἀνδρέου, ἃς ἀπέστειλαν κληθέντες ὑπὸ τῆς σῆς ὁσιότητος καὶ μὴ δυνηθέντες ἀπαντῆσαι. Δόμνος ἐπίσκοπος εἶπεν· Ἀνάγνωθι καὶ ταύτας κατὰ τάξιν. Τατιανὸς διάκονος εἶπεν· Ἑτέρους λιβέλλους ἐπιδέδωκεν τῆι ἁγίαι συνόδωι ὁ | |
15 | εὐλαβέστατος ὑποδιάκονος Φίλιππος τῆς κατὰ Πέρρην ἁγίας τοῦ θεοῦ ἐκκλησίας καὶ εἰ κελεύσειεν ἡ ὑμετέρα ὁσιότης, τούτους ἀναγνώσομαι. Δόμνος ἐπίσκοπος εἶπεν· Ἀνάγνωθι. Θεόδωρος ἐπίσκοπος εἶπεν· Τὰ ἐγκείμενα τοῖς λιβέλλοις μόνος οἶδας ἢ καὶ ἄλλοι συνίσασι; | |
20 | Φίλιππος ὑποδιάκονος εἶπεν· Οἶδεν ταῦτα καὶ ὁ εὐλαβέστατος πρεσβύτερος ἀπὸ οἰκονόμων Φρόντων. Δόμνος ἐπίσκοπος εἶπεν· Λεγέτω ὁ εὐλαβέστατος πρεσβύτερος Φρόντων τί περὶ τῆς ὑποθέσεως οἶδεν ταύτης. Δόμνος ἐπίσκοπος εἶπεν· Αὕτη ἡ Δομνίκα τίς ἐστιν; | |
25 | Θεόδωρος ἐπίσκοπος εἶπεν· Τίς οἶδεν ταῦτα; Φρόντων πρεσβύτερος εἶπεν· Θεόφιλος διάκονος ὁ συμμείνας τῶι εὐλαβεστάτωι ἐπισκόπωι Ἀθανασίωι. Θεόδωρος ἐπίσκοπος εἶπεν· Τί οἶδας ἐν τῆι ὑποθέσει τῆι κατὰ τοὺς στύλους τοὺς ἀργυροῦς, εἴπερ ἀληθῶς συνῆσθα κατ’ ἐκεῖνον τὸν καιρὸν τῶι εὐλαβεστάτωι ἐπισκόπωι | |
30 | Ἀθανασίωι; Δόμνος ἐπίσκοπος εἶπεν· Εἰπάτωσαν καὶ οὗτοι ὧν μνήμην ἐποιήσατο Φρόντων ὁ πρεσβύτερος, ἅπερ ἐπίστανται. Θεόδωρος ἐπίσκοπος εἶπεν· Εἰ ἐνταῦθά εἰσιν ὧν μνήμην ἐποιήσατο ὁ εὐλαβέστατος Μάρις, καὶ αὐτοὶ οἰκείαι φωνῆι κατατιθέσθωσαν ἅπερ ἐπίστανται. | |
35 | Τατιανὸς διάκονος εἶπεν· Ἵστανται Μάρις καὶ Θεόφιλος οἱ διάκονοι. Θεόδωρος ἐπίσκοπος εἶπεν· Τί οἴδατε ἐν τῶι πράγματι; | |
Δόμνος ἐπίσκοπος εἶπεν· Ἀνάγνωθι τούτους. | 76 in vol. 2.1.3 | |
2,1,377 | Θεόδωρος ἐπίσκοπος εἶπεν· Ὡς οὐκ ἀρκούντων τῶν ἤδη ῥηθέντων καὶ κατατε‐ θέντων σκανδάλου πληρῶσαι τὰς ἁπάντων ἀκοάς. Δόμνος ἐπίσκοπος εἶπεν· Τί συνορᾶι ὑμῶν ἡ ἁγία σύνοδος δεῖν γενέσθαι; Θεόδωρος ἐπίσκοπος εἶπεν· Εἰ τῆς ὑπολήψεως τῆς ἑαυτοῦ ἐφρόντιζεν Ἀθανάσιος | |
5 | ὁ ἐπίσκοπος, οὐκ ἂν ἔφυγεν τὴν ἐξέτασιν τῶν ἐγκλημάτων τῶν ἐπαχθέντων αὐτῶι, καὶ τὸ δὴ μεῖζον τῆς ἀκροάσεως ἀφορισθείσης τῶι μακαρίωι Πανολβίωι τῶι γενομένωι τῆς Ἱεραπολιτῶν ἐπισκόπωι, ὃν καὶ φίλον αὐτῶι γεγενῆσθαι καὶ εὐνοικῶς περὶ αὐτὸν δια‐ κεῖσθαι ὁ αὐτὸς Ἀθανάσιος δι’ οἰκείων γραμμάτων πολλαχῶς ἐσήμανεν. ὑφ’ οὗ τρὶς κληθεὶς εἰς τὴν ἀκρόασιν οὐχ ὑπήκουσεν, ἀλλὰ καὶ τρίτον τὴν ἐπισκοπὴν τῆς Πέρρης | |
10 | παρηιτήσατο ἐγγράφως δι’ ὧν πρὸς τὸν αὐτὸν μακαρίτην Πανόλβιον ἐπέστειλεν, ἐν οἷς 〈καὶ〉 παρεκάλει, διὰ τὸ καὶ ἡσυχίαν ἀσπάζεσθαι φήσας. τοῦτο δὲ οὐκ ἐποίησεν, ἀλλὰ μακρὰς ὁδοὺς σταλεὶς ἠνώχλησεν τὰς ἀκοὰς τῶν ἁγιωτάτων καὶ θεοφιλεστάτων ἀρχιεπισκόπων, τοῦ κυρίου μου φημὶ Πρόκλου καὶ τοῦ κυρίου μου Κυρίλλου, μηδὲν ἀληθὲς τοὺς μνημονευθέντας ἄνδρας διδάξας. ἀλλὰ καὶ μετὰ ταῦτα πολλάκις κληθεὶς τοῦτο | |
15 | μὲν παρὰ τοῦ ἁγιωτάτου πατρὸς ἡμῶν καὶ ἀρχιεπισκόπου κυρίου μου Δόμνου, τοῦτο δὲ καὶ παρὰ τῆς ἁγίας συνόδου ἀποδύσασθαι τὰ ἐπαγόμενα αὐτῶι ἐγκλήματα, παρα‐ γενέσθαι οὐκ ἠβουλήθη. τί οὖν τοῖς ἐκκλησιαστικοῖς δοκεῖ θεσμοῖς; τὸν ἐπί τισιν ἀτοπίαις ἐγκαλούμενον καὶ τρίτον καλούμενον καὶ μὴ παραγενόμενον ἐκπίπτειν ἧς ἔχει τιμῆς. φαίνεται δὲ ὁ μνημονευθεὶς Ἀθανάσιος οὐ τρίτον μόνον, ἀλλὰ καὶ πολλάκις | |
20 | κληθεὶς καὶ μὴ ὑπακούσας μηδὲ τοῖς ἐπαγομένοις ἐγκλήμασι βουληθεὶς ἀποκρίνασθαι. τούτου ἕνεκεν ἀλλότριον αὐτὸν τῆς ἱερωσύνης κατὰ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς εἶναι κρίνω καὶ χρῆναι φημὶ τὸν θεοφιλέστατον ἐπίσκοπον τῆς Ἱεραπολιτῶν τὸν κύριν Ἰωάν‐ νην τὴν ταχίστην ἐπίσκοπον τῆς Περρηνῶν ἐνθέσμως χειροτονῆσαι, ὅπως κἂν ὀψέ ποτε ἐν εἰρηνικῆι καταστάσει ἡ αὐτὴ γένηται πόλις ἀπαλλαγεῖσα τοῦ σάλου καὶ τοῦ θορύ‐ | |
25 | βου τοῦ ἐν τῶι διετεῖ τούτωι χρόνωι ἐν αὐτῆι γενομένου. Βαλέριος ἐπίσκοπος εἶπεν· Ἐπειδὴ φαίνεται ἄνωθεν παραιτησάμενος τὴν ἐξέτασιν τῆς ὑποθέσεως ὁ προρρηθεὶς Ἀθανάσιος ἀποφυγὼν καὶ τὴν κρίσιν τοῦ μακαρίου Πανολ‐ βίου ἔτι τε καὶ τοῦ μετὰ ταῦτα γενομένου αὐτοῦ μητροπολίτου, καὶ νῦν δὲ ἐνθέσμως κληθεὶς παρά τε τοῦ κοινοῦ πατρὸς καὶ ἀρχιεπισκόπου Δόμνου καὶ τῆς συναθροισθείσης | |
30 | ἐνταῦθα ἁγίας συνόδου ὁμοίως τὴν ἐξέτασιν ἀπέφυγεν διαφόρως ὑπερτιθέμενος, δῆλός ἐστιν ὀφείλων καταψηφισθῆναι. τοιγαροῦν ἀλλότριον αὐτὸν κἀγὼ τῆς ἱερωσύνης ἐδοκίμασα καὶ τῆς τοῦ ἐπισκόπου ἀξίας καὶ ὀφείλει ἐκ παντὸς ἐκεῖ χειροτονηθῆναι ἕτερος ἐπίσκοπος ὡς τούτου ἅπαξ ἀλλοτριωθέντος, ὥστε παύσασθαι νῦν γοῦν τὴν ἐπιτεθεῖσαν ὀρφανίαν τῆς Περρηνῶν πόλεως. | |
35 | Τιμόθεος ἐπίσκοπος εἶπεν· Ὀρθὴ καὶ δικαία ἐξενήνεκται ψῆφος παρὰ τῆς ἐν‐ ταῦθα ἀθροισθείσης ἁγίας συνόδου κατὰ τοῦ προειρημένου Ἀθανασίου. καὶ γὰρ | |
κληθεὶς τοσαυτάκις ἐνθέσμως καὶ ἀκολούθως [καὶ παραιτησάμενος] ὑπό τε τοῦ μητρο‐ | 77 in vol. 2.1.3 | |
2,1,378 | πολίτου αὐτοῦ τοῦ μακαρίου Πανολβίου ὑπό τε τοῦ θεοφιλεστάτου καὶ ἁγιωτάτου ἐπισκόπου Ἰωάννου τοῦ μητροπολίτου ἡμῶν καὶ ὑπὸ τῆς παρούσης ἐνταῦθα ἁγίας συνόδου, οὐ μὴν ἀλλὰ καὶ ὑπὸ τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου ἐπισκόπου ἡμῶν Δόμνου καὶ μὴ ὑπακούσας, διαφόροις δὲ ἀναβολαῖς χρησάμενος ἑαυτῶι ἐπιγραφέτω | |
5 | τὴν παντελῆ ἀποβολὴν τῆς ἀρχιερωσύνης. τοιγαροῦν συντίθεμαι καὶ αὐτὸς τοῖς κανονικῶς καὶ ἐνθέσμως διαγορευθεῖσιν ὑπὸ τῆς ἁγίας ὑμῶν συνόδου καὶ παρακαλῶ ὥστε ἐπίσκοπον χειροτονηθῆναι τῆι Περρηνῶν ἁγίαι ἐκκλησίαι πρὸς τὸ καὶ ἡμᾶς καὶ τὴν αὐτὴν ἁγίαν ἐκκλησίαν συντριβῆς καὶ ταλαιπωρίας ἀπαλλαγῆναι. Μάρας ἐπίσκοπος εἶπεν· Τὰ αὐτὰ κἀγὼ συντίθεμαι καὶ ἀλλότριον κρίνω τῆς ἀρ‐ | |
10 | χιερατικῆς τιμῆς Ἀθανάσιον τὸν γενόμενον Πέρρης ἐπίσκοπον, ἐπειδὴ πολλάκις κληθεὶς οὐχ ὑπήκουσεν, καὶ παρακαλῶ ὥστε τὴν ταχίστην ἐπίσκοπον χειροτονηθῆναι ἀντ’ αὐτοῦ τῆι Περρηνῶν ἐκκλησίαι. Πομπηιανὸς ἐπίσκοπος εἶπεν· Τοῖς κανονικῶς καὶ ἐκκλησιαστικῶς διαγορευθεῖσιν ὑπὸ τῶν ἁγιωτάτων καὶ θεοφιλεστάτων μητροπολιτῶν Θεοδώρου καὶ Βαλερίου κἀγὼ | |
15 | συντίθεμαι δικαίως ὑπ’ αὐτῶν κριθεῖσιν, δοκιμάσας κἀγὼ Ἀθανάσιον τὸν γενόμενον Πέρρης ἐπίσκοπον ἀλλότριον εἶναι παντάπασιν καὶ τῆς ἐπισκοπῆς καὶ τῆς ἀρχιερα‐ τικῆς τιμῆς καὶ παρακαλῶ ἄλλον ἀντ’ αὐτοῦ καταστῆναι ἐπίσκοπον τῆς αὐτῆς πόλεως, ἵνα κἂν νῦν ἀπαλλαγῆι ταραχῶν καὶ θορύβων ἡ αὐτὴ κατὰ Πέρρην ἁγία τοῦ θεοῦ ἐκκλησία. | |
20 | Ἰάμβλιχος ἐπίσκοπος εἶπεν· Σύμψηφος γίνομαι κἀγὼ τοῖς ἐνθέσμως καὶ κανονικῶς τυπωθεῖσι παρὰ τῶν θεοφιλεστάτων ἐπισκόπων, φημὶ Θεοδώρου καὶ Βαλερίου τῶν μητροπολιτῶν περὶ Ἀθανασίου τοῦ ποτε ἐπισκόπου τῆς Περρηνῶν. ὅθεν κἀγὼ ἀξιῶ τὸν ἁγιώτατον ἐπίσκοπον Ἰωάννην τὸν μητροπολίτην τούτου ἀλλοτρίου γενομένου κατὰ τὴν ὑμετέραν δοκιμασίαν τῆς ἐπισκοπῆς ἄλλον πρόεδρον δοῦναι τῆι Περρηνῶν | |
25 | ἁγίαι ἐκκλησίαι. Οὐράνιος ἐπίσκοπος εἶπεν· Ἀθανάσιον τὸν ἐπίσκοπον κληθέντα εἰς τὸ ἀπο‐ λογήσασθαι περὶ τῶν ἐπενεχθέντων αὐτῶι μεγάλων καὶ ἀθεμίτων ἐγκλημάτων καὶ μὴ ὑπακούσαντα τῆι ἐνθέσμωι κλήσει τοῦ θεοφιλεστάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου ἡμῶν Δόμνου καὶ τῆς παρούσης ἁγίας καὶ μεγάλης συνόδου ἀπὸ συνειδότος κακοῦ | |
30 | ἀγχόμενον, τοῦτον κἀγὼ συμψηφίζομαι ἀνάξιον καὶ ἀλλότριον πάσης ἐκκλησιαστικῆς λειτουργίας καὶ τῆς τοῦ ἐπισκόπου προσηγορίας. Δαμιανὸς ἐπίσκοπος εἶπεν· Ἔδει Ἀθανάσιον τὸν γενόμενον τῆς Περρηνῶν ἐκ‐ κλησίας ἐπίσκοπον ἐπὶ φανεροῖς ἐγκλήμασιν αἰτιαθέντα καὶ κληθέντα ὑπὸ τοῦ μακαριω‐ τάτου Πανολβίου τοῦ γενομένου μητροπολίτου αὐτοῦ καὶ φροντίζοντος αὐτοῦ ὑπα‐ | |
35 | κοῦσαι καὶ χρήσασθαι τοῖς ἑαυτοῦ δικαίοις· ἀλλὰ τοῦτο μὲν οὐ πεποίηκεν, ἀλλὰ μακρὰν στειλάμενος ὁδὸν καὶ ἐνοχλήσας τὰς ἀκοὰς τῶν θεοφιλεστάτων ἐπισκόπων Πρόκλου καὶ Κυρίλλου καὶ κομίσας τὰ γράμματα, ὧν ἕνεκα καὶ αὖθις ἐκλήθη παρά τε τοῦ ὁσιω‐ τάτου ἀρχιεπισκόπου ἡμῶν Δόμνου παρά τε τῆς ἁγίας συνόδου ὑπακοῦσαι οὐκ ἠβουλήθη. | |
τοῦτο οὖν μὴ ποιήσαντα ἐδοκίμασα κἀγὼ ἀλλότριον αὐτὸν εἶναι τῆς ἀρχιερατικῆς | 78 in vol. 2.1.3 | |
2,1,379 | ἀξίας καὶ χρῆναι τὸν θεοφιλέστατον ἐπίσκοπον Ἰωάννην τὸν τῆς Ἱεραπολιτῶν μητρο‐ πόλεως ἐπίσκοπον ἀντ’ αὐτοῦ προχειρίσασθαι τῆι Περρηνῶν ἁγίαι ἐκκλησίαι πρόεδρον. Πολυχρόνιος ἐπίσκοπος εἶπεν· Θρήνων καὶ ὀδυρμῶν πρόξενος ἡμῖν ἐγένετο Ἀθα‐ νάσιος ὅ ποτε τῆς Περρηνῶν γεγονὼς ἐπίσκοπος. ἐπὶ ἐγκλήμασι γὰρ διαφόροις | |
5 | κατηγορηθεὶς τὴν κρίσιν ἀπέφυγεν τρίτον κληθεὶς ὑπὸ τοῦ μακαρίου Πανολβίου τοῦ τῆς Ἱεραπολιτῶν ἐπισκόπου, καὶ ταῦτα φίλου τυγχάνοντος αὐτοῦ, ὡς αὐτὸς ἐν τοῖς παραιτητικοῖς αὐτοῦ ἐδήλωσε γράμμασιν. καὶ νῦν δὲ πολλάκις κληθεὶς ὑπὸ τοῦ θεοφιλεστάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου τοῦ κύρου Δόμνου καὶ τῆς ἐνταῦθα συν‐ ελθούσης συνόδου ὑπακοῦσαι τῆι κλήσει οὐκ ἠθέλησεν, ἀλλ’ ἔμεινεν ἐπὶ πολὺν χρόνον | |
10 | παίζων καὶ πατῶν τοὺς ἐκκλησιαστικοὺς θεσμούς. τούτων οὖν ἕνεκεν πάντων ἑαυτὸν τῆς ἱερατικῆς ἀπέτεμε λειτουργίας καὶ τῆς τοῦ ἐπισκόπου προσηγορίας καὶ ἔστω καθηι‐ ρημένος καὶ τῆι ἐμῆι ψήφωι, χειροτονηθήσεται δὲ ἕτερος ἐπίσκοπος τῆι ἐν Πέρρηι ἁγίαι ἐκκλησίαι ὁ δυνάμενος αὐτῆς λῦσαι τὴν συμφορὰν τῶν κακῶν. Θεόκτιστος ἐπίσκοπος εἶπεν· Συντίθεμαι τοῖς καλῶς καὶ ἐνθέσμως ὁρισθεῖσι παρὰ | |
15 | τῆς ἁγίας συνόδου ὥστε ἀλλότριον εἶναι τῆς ἀρχιερατικῆς τιμῆς Ἀθανάσιον τὸν γενό‐ μενον τῆς Πέρρης ἐπίσκοπον, καὶ ψηφίζομαι ὥστε τὸν ἀντ’ αὐτοῦ χειροτονηθῆναι τῆι Περρηνῶν ἁγίαι ἐκκλησίαι ἐπίσκοπον. Βενέτιος ἐπίσκοπος εἶπεν· Τοῖς κανονικῶς παρὰ τῆς ἁγίας ἐξενεχθεῖσιν συνόδου συντίθεμαι καὶ αὐτὸς κρίνας Ἀθανάσιον τὸν Πέρρης γεγενημένον ἐπίσκοπον ἀλλότριον | |
20 | τοῦ λοιποῦ τῆς ἀρχιερωσύνης τυγχάνειν καὶ δεῖν τὸν ἀντ’ αὐτοῦ πρόεδρον προβληθῆναι τῆι τοῦ θεοῦ ἐκκλησίαι. Γερόντιος ἐπίσκοπος εἶπεν· Ἐπειδὴ πολλάκις κληθεὶς Ἀθανάσιος ὁ γενόμενος Πέρρης ἐπίσκοπος ὑπό τε τοῦ μητροπολίτου αὐτοῦ τοῦ μακαρίου Πανολβίου ὑπό τε τοῦ θεοφιλεστάτου Ἰωάννου τοῦ τῆς Ἱεραπολιτῶν μητροπόλεως ἐπισκόπου καὶ τοῦ | |
25 | παναγιωτάτου ἀρχιεπισκόπου ἡμῶν Δόμνου, οὐ μὴν ἀλλὰ καὶ τῆς παρούσης ἐνταῦθα ἁγίας συνόδου οὐ παρεγένετο, τοῦτον κἀγὼ ἀλλότριον κρίνω κατὰ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς τῆς ἐπισκοπῆς καὶ παρακαλῶ τὴν ταχίστην χειροτονηθῆναι ἐπίσκοπον ἀντ’ αὐτοῦ τῆι Περρηνῶν ἁγίαι τοῦ θεοῦ ἐκκλησίαι. Στέφανος ἐπίσκοπος εἶπεν· Ἐπὶ μεγίστοις ἐγκλήμασι κατηγορηθεὶς Ἀθανάσιος ὁ | |
30 | γενόμενος ἐπίσκοπος τῆς Περρηνῶν πόλεως καὶ πολλάκις κληθεὶς καὶ οὐδὲ ἅπαξ ὑπα‐ κούσας, ἀλλὰ μακρὰν ὁδὸν ἑλόμενος στείλασθαι καὶ ὀχλῆσαι τὰς ἀκοὰς τῶν θεοφιλεστάτων ἐπισκόπων Πρόκλου καὶ Κυρίλλου καὶ διὰ τοῦτο πάλιν ὑπό τε τοῦ ἐξάρχου τῆς Ἀνα‐ τολικῆς διοικήσεως κληθεὶς καὶ τῆς ἀθροισθείσης ἁγίας συνόδου καὶ οὐδὲ οὕτως ὑπα‐ κούσας δίκαιός ἐστιν ἐξεῶσθαι τῆς ἀρχιερωσύνης ἑτέρου ἀντ’ αὐτοῦ καθισταμένου | |
35 | προέδρου τῆι προειρημένηι ἁγίαι ἐκκλησίαι. Ἰωσὴφ ἐπίσκοπος εἶπεν· Ἔδει μὲν ἀπαντήσαντα Ἀθανάσιον τὸν γενόμενον τῆς Περρηνῶν ἐκκλησίας ἐπίσκοπον ἀποδύσασθαι τὰ ἐπιφερόμενα αὐτῶι ἐγκλήματα, ἀλλ’ | |
ἐπειδὴ τοῦτο πολλάκις κληθεὶς οὐ πεποίηκεν, ἡ παροῦσα ἁγία σύνοδος κατὰ τοὺς ἐκ‐ | 79 in vol. 2.1.3 | |
2,1,380 | κλησιαστικοὺς θεσμοὺς ψῆφον ἐξήνεγκε κατ’ αὐτοῦ κἀγὼ συντίθεμαι πᾶσι τοῖς ἐνθέσμως παρ’ αὐτῆς ὁρισθεῖσιν κρίνας ἀλλότριον αὐτὸν εἶναι τῆς ἀρχιερωσύνης, χρῆναι δὲ ἕτερον ἀντ’ αὐτοῦ τῆι Περρηνῶν ἁγίαι τοῦ θεοῦ ἐκκλησίαι πρόεδρον καταστῆναι. Φωσφόρος ἐπίσκοπος εἶπεν· Συναινῶ κἀγὼ τοῖς ἐνθέσμως ὁρισθεῖσι παρὰ τῆς | |
5 | ἁγίας συνόδου καὶ ἀλλότριον αὐτὸν εἶναι δοκιμάσας τῆς ἐπισκοπῆς τὸν προειρημένον Ἀθανάσιον παρακαλῶ καὶ συμψηφίζομαι ἕτερον ἀντ’ αὐτοῦ προχειρισθῆναι ἐπίσκοπον τῆι Περρηνῶν ἐκκλησίαι. Θωμαῖος ἐπίσκοπος εἶπεν· Τῶν κατηγόρων Ἀθανασίου πολλάκις πάλαι τε τῶι μακαρίωι Πανολβίωι τῶι τῆς μητροπόλεως ἐπισκόπωι γενομένωι καὶ τῶι ἁγιωτάτωι | |
10 | ἀρχιεπισκόπωι ἡμῶν κυρίωι Δόμνωι καὶ νῦν τῆι ἁγίαι συνόδωι παρενοχλησάντων κλήσεών τε πολλάκις γενομένων ὥστε τὴν τῶν κατηγοριῶν γενέσθαι ἐξέτασιν, μὴ ἀπαν‐ τήσας Ἀθανάσιος ἑαυτὸν ἔξω τῶν τῆς ἀρχιερωσύνης πεποίηκεν ἔργων καὶ μετὰ τὴν τῆς ἁγίας συνόδου ψῆφον ἀναγκαίως ἡ τῶν Περρηνῶν ἁγία τοῦ θεοῦ ἐκκλησία τοσοῦτον ἀπροστάτευτος μείνασα χρόνον λήψεται πρόεδρον χειροτονούμενον ἀκολούθως παρά | |
15 | τε τοῦ θεοφιλεστάτου μητροπολίτου καὶ τῶν τῆς ἐπαρχίας θεοφιλεστάτων ἐπισκόπων. Παῦλος ἐπίσκοπος εἶπεν· Συντίθεμαι τοῖς ἀποφανθεῖσι παρὰ τῆς ἁγίας ταύτης συνόδου καὶ ἀλλότριον τῆς ἐπισκοπῆς κρίνω τὸν προειρημένον Ἀθανάσιον καὶ ψηφίζομαι τὸν ἀντ’ αὐτοῦ συντόμως χειροτονηθῆναι τῆι Περρηνῶν ἁγίαι τοῦ θεοῦ ἐκκλησίαι. Παῦλος ἐπίσκοπος ἄλλος εἶπεν· Τοῖς ἐκκλησιαστικῶς καὶ κανονικῶς ὁρισθεῖσι | |
20 | παρὰ τῆς ἁγίας συνόδου σύμψηφός εἰμι ἀλλότριον κρίνων τῆς ἀρχιερατικῆς τιμῆς Ἀθα‐ νάσιον τὸν γενόμενον Πέρρης ἐπίσκοπον καὶ ψηφίζομαι ἕτερον ἀντ’ αὐτοῦ διὰ ταχέων προβληθῆναι τῆι αὐτῆι ἁγίαι τοῦ θεοῦ ἐκκλησίαι. Μάρας ἐπίσκοπος εἶπεν· Κἀγὼ τὰ αὐτὰ συντίθεμαι καὶ ἀλλότριον κρίνω τῆς ἀρ‐ χιερατικῆς τιμῆς Ἀθανάσιον τὸν γενόμενον Πέρρης ἐπίσκοπον, ἐπειδὴ πολλάκις κληθεὶς | |
25 | οὐχ ὑπήκουσεν, καὶ ψηφίζομαι ἕτερον ἀντ’ αὐτοῦ τῆι Περρηνῶν χειροτονηθῆναι ἁγίαι τοῦ θεοῦ ἐκκλησίαι. Βαράνης ἐπίσκοπος εἶπεν· Τοῖς ἐνθέσμως ὁρισθεῖσιν ὑπὸ τῶν παρόντων θεοφι‐ λεστάτων ἐπισκόπων συνωιδὰ κἀγὼ φημὶ ἀλλότριον κρίνας παντελῶς τῆς ἀρχιερατικῆς τιμῆς καὶ τῆς ἀξίας τοῦ ἐπισκόπου τὸν αὐτὸν Ἀθανάσιον καὶ ψηφίζομαι ἕτερον ἀντ’ | |
30 | αὐτοῦ τῆι Περρηνῶν ἁγίαι τοῦ θεοῦ ἐκκλησίαι χειροτονηθῆναι. Ἐπιφάνιος ἐπίσκοπος εἶπεν· Τοῖς καλῶς καὶ ἐνθέσμως ἀποφανθεῖσιν ὑπὸ τῆς ἁγίας συνόδου συντίθεμαι καὶ αὐτὸς ἀλλότριον κρίνας τῆς ἀρχιερατικῆς τιμῆς Ἀθανάσιον τὸν γενόμενον Πέρρης ἐπίσκοπον, καὶ ψηφίζομαι διὰ τάχους ἕτερον προβληθῆναι τῆι αὐτῆι Περρηνῶν ἐκκλησίαι δυνάμενον διοικῆσαι αὐτὴν κατὰ τὸ τοῦ θεοῦ βούλημα. | |
35 | Ἰορδάνης ἐπίσκοπος εἶπεν· Τοῖς κατὰ τοὺς ἐκκλησιαστικοὺς κανόνας ὑπὸ τῆς ἁγίας συνόδου καλῶς ἀποφανθεῖσι συντίθεμαι ἀλλότριον κρίνας Ἀθανάσιον τῆς ἀρ‐ χιερατικῆς τιμῆς τὸν γενόμενον Πέρρης ἐπίσκοπον καὶ ψηφίζομαι ἕτερον ἀντ’ αὐτοῦ | |
χειροτονηθῆναι τῆι Περρηνῶν ἁγίαι τοῦ θεοῦ ἐκκλησίαι. | 80 in vol. 2.1.3 | |
2,1,381 | Ἰωάννης ἐπίσκοπος εἶπεν· Συντίθεμαι καὶ αὐτὸς ἐγὼ τοῖς κανονικῶς καὶ ἐνθέσμως ψηφισθεῖσι παρὰ τῆς θείας συνόδου καὶ ἀλλότριον κρίνας τῆς ἐπισκοπῆς Ἀθανάσιον δοκιμάζω ἕτερον πρόεδρον καταστῆναι τῆι Περρηνῶν ἐκκλησίαι. Δανιῆλος ἐπίσκοπος εἶπεν· Σύμφημι πᾶσι τοῖς κανονικῶς δόξασιν τῆι ἁγίαι συνόδωι | |
5 | καὶ ἀλλότριον κρίνας Ἀθανάσιον τῆς ἐπισκοπῆς δοκιμάζω ἕτερον ἀντ’ αὐτοῦ χειροτο‐ νηθῆναι τῆι Περρηνῶν πόλει. Σωφρόνιος ἐπίσκοπος εἶπεν· Τοῖς κανονικῶς καὶ ἐνθέσμως ὁρισθεῖσι παρὰ τῆς ἁγίας συνόδου καὶ αὐτὸς ἐξακολουθῶν ἀλλότριον κρίνω τῆς ἐπισκοπῆς Ἀθανάσιον καὶ δοκιμάζω ἕτερον ἀντ’ αὐτοῦ καταστῆναι τῆι Περρηνῶν ἁγίαι τοῦ θεοῦ ἐκκλησίαι. | |
10 | Σάβας ἐπίσκοπος εἶπεν· Συντίθεμαι κἀγὼ τοῖς διαλαληθεῖσι πᾶσι καὶ σύμψηφος εἰμὶ τῆι ἁγίαι συνόδωι ἀλλότριον δοκιμάσας εἶναι τῆς ἀρχιερατικῆς τιμῆς Ἀθανάσιον, ἐπειδὴ κληθεὶς παρὰ πάσης τῆς ἐπαρχίας καὶ τῶν μητροπολιτῶν αὐτοῦ καὶ τοῦ ἁγιω‐ τάτου πατρὸς ἡμῶν καὶ διδασκάλου καὶ πάσης τῆς παρούσης ἁγίας συνόδου οὐχ ὑπή‐ κουσεν, καὶ δοκιμάζω ὥστε ἕτερον ἐπίσκοπον ἀντ’ αὐτοῦ καταστῆναι τῆι Περρηνῶν | |
15 | ἁγίαι τοῦ θεοῦ ἐκκλησίαι τὸν δυνάμενον αὐτῆς λῦσαι τὴν συμφορὰν τῶν κακῶν. Δόμνος ἐπίσκοπος εἶπεν· Ἐμοὶ μὲν ἀπευκτὸν ἦν τοιαύτην ἐξενεχθῆναι κατὰ ἐπι‐ σκόπου ψῆφον· ἐπειδὴ δὲ τῆι ἁγίαι συνόδωι συνέδοξεν ἀλλότριον Ἀθανάσιον εἶναι κατὰ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς τῆς ἐπισκοπῆς ἀξίως ὡς αἰτιαθέντα μὲν ἐπὶ πολλοῖς καὶ μεγάλοις ἐγκλήμασι, φυγόντα δὲ ἀεὶ τὸ κριτήριον καὶ τὴν ἐξέτασιν τῆς ὑποθέσεως, βε‐ | |
20 | βαιῶ ταῦτα κἀγὼ καὶ τοῖς κοινῆι πᾶσι δόξασι συμψηφίζομαι κρίνας αὐτὸν ἀλλότριον εἶναι τῆς ἱερωσύνης καὶ ἐπιτρέπω τῶι θεοφιλεστάτωι ἐπισκόπωι Ἰωάννηι καὶ τοῖς τῆς ἐπαρχίας θεοσεβεστάτοις ἐπισκόποις ἕτερον ἀντ’ αὐτοῦ χειροτονῆσαι ἐπίσκοπον τῆι ἐν Πέρρηι ἁγίαι τοῦ θεοῦ ἐκκλησίαι. Καὶ αἱ ὑπογραφαὶ τῶν προτεταγμένων ἐπισκόπων. | |
25 | Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Εἴ τινες τῶν τηνικαῦτα ἅμα Δόμνωι καθελόντων τὸν εὐλαβέστατον ἐπίσκοπον Ἀθανάσιον προσεδρεύουσιν τῆι ἁγιωτάτηι συνόδωι, παρελθάτωσαν εἰς μέσον. Ῥω ἀνέγνων ἀνέγνωμεν ἀνέγνω Καὶ παρελθόντων εἰς μέσον Θεοδώρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Δαμασκοῦ, Θεοκτίστου τοῦ εὐλαβεστάτου ἐπισκόπου Βεροίας, Γεροντίου τοῦ εὐλαβεστάτου ἐπι‐ | |
30 | σκόπου Σελευκείας, Δαμιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Σιδῶνος, Ἰωσὴφ τοῦ εὐλα‐ βεστάτου ἐπισκόπου Ἡλιουπόλεως, Σάβα τοῦ εὐλαβεστάτου ἐπισκόπου Πάλτου καὶ Σωφρονίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Κωνσταντίνης οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Λεγέτωσαν οἱ εὐλαβέστατοι καὶ ἁγιώτατοι ἐπίσκοποι διὰ ποίαν αἰτίαν Ἀθανάσιον τὸν εὐλαβέστατον ἐπίσκοπον τὸ τηνικαῦτα καθεῖλον. | |
35 | Θεόδωρος ὁ εὐλαβέστατος ἐπίσκοπος Δαμασκοῦ εἶπεν· Κληρικοὶ τῆς Περρηνῶν | |
ἐκκλησίας αἰτιάσεις δεδώκασι κατ’ αὐτοῦ καὶ κληθεὶς οὐ παρεγένετο εἰπών τινας ἐχθροὺς | 81 in vol. 2.1.3 | |
2,1,382 | ἔχειν. καὶ δεύτερον κληθεὶς οὐ παρεγένετο· ὡς δὲ τρίτη κλῆσις ἐπ’ αὐτῶι γεγένηται καὶ παρηιτήσατο ἐλθεῖν, κατὰ τοὺς κανόνας ἐξηνέχθη ἀπόφασις κατ’ αὐτοῦ ἡ καθαιροῦσα αὐτόν. Θεόκτιστος ὁ εὐλαβέστατος ἐπίσκοπος Βεροίας εἶπεν· Κληθεὶς ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀθανάσιος ὑπὸ τῆς συνόδου τῆς συναχθείσης ἐν Ἀντιοχείαι τρίτον οὐ παρε‐ | |
5 | γένετο καὶ κατεκρίθη ἀπὸ τοῦ μὴ παραγενέσθαι. Γερόντιος ὁ εὐλαβέστατος ἐπίσκοπος Σελευκείας εἶπεν· Ἡμεῖς καθείλαμεν αὐτόν, ἐπειδὴ κανονικῶς ἐκλήθη τρίτον καὶ οὐκ ἀπήντησεν, καὶ κατὰ τοὺς κανόνας καθηιρέθη παρὰ πάντων τῶν τότε συνελθόντων. βαρέα γάρ τινα ἐνέκειντο τοῖς λιβέλλοις τοῖς κατ’ αὐτοῦ καὶ ἐκλήθη κανονικῶς καὶ οὐκ ἀπήντησεν. | |
10 | Δαμιανὸς ὁ εὐλαβέστατος ἐπίσκοπος Σιδῶνος εἶπεν· Κληθεὶς ὁ εὐλαβέστατος ἐπί‐ σκοπος Ἀθανάσιος παρὰ τῆς ἁγίας συνόδου τῆς συναθροισθείσης ἐν τῆι Ἀντιοχέων τρίτον οὐχ ὑπήκουσεν καὶ κατὰ τοὺς κανόνας καθηιρέθη παρὰ πάντων τῶν τότε συνελ‐ θόντων. Ἰωσὴφ ὁ εὐλαβέστατος ἐπίσκοπος Ἡλιουπόλεως εἶπεν· Κληθεὶς ἐν τῆι ἁγίαι | |
15 | συνόδωι τῆι κατὰ Ἀντιόχειαν συνελθούσηι ἐν τῶι ἀκροατηρίωι καὶ ἅπαξ καὶ δεύτερον καὶ τρίτον ὁ εὐλαβέστατος Ἀθανάσιος καὶ μὴ παραγενόμενος ὑπεβλήθη τῆι καθαιρέσει. Σάβας ὁ εὐλαβέστατος ἐπίσκοπος Πάλτου εἶπεν· Παρήμην εἰς τὸ δικαστήριον· ἦν δὲ Ἀθανάσιος ἐνεγκὼν σάκραν μὴ καθεσθῆναι μηδὲ τὸν κύριν Θεοδώρητον εἰς τὴν δίκην μηδὲ Ἰωάννην τὸν μητροπολίτην. ἐκάθηντο οἱ δύο εἰς τὴν δίκην· ἔλεγον πρὸς | |
20 | αὐτοὺς ὅτι εἰ δικασταὶ ἐστέ, ἀκούσατε τοῦ πράγματος· εἰ δὲ μὴ ὑπογράφετε, ἐξέλθατε ἁπλῶς. φιλονεικία ἐγένετο καὶ οὐκ ἤθελαν τοῦ γράψαι. τέλος ἐκλήθη τρίτον καὶ οὐκ ἦλθεν καὶ διὰ τοῦτο καθείλαμεν αὐτόν. Σωφρόνιος ὁ εὐλαβέστατος ἐπίσκοπος Κωνσταντίνης εἶπεν· Οὐδὲν ἐξητάσθη τῶν κατ’ αὐτὸν καὶ παρουσίαι αὐτοῦ κατασυστάδην οὐδὲν ἐξητάσθη, ἀλλὰ ἐκ | |
25 | μιᾶς μοίρας ἠιτιάσαντο ἐκεῖνοι. ἡμεῖς δὲ οὐκ ἐπιστεύσαμεν τῆι μιᾶι μοίραι, ἐπειδὴ οἱ κατήγοροι ὅσα θέλουσι λέγουσι καὶ οὐ πάντως δεῖ πείθεσθαι τοῖς κατηγοροῦσιν. ἐκλήθη δὲ διὰ ταῦτα ἅπαξ· εἶπεν τὴν αἰτίαν δι’ ἣν οὐ παρεγένετο, ἥτις ἔγκειται τοῖς ὑπομνήμασιν. πάλιν ἐκ δευτέρου ἐκλήθη· πάλιν ἐκλήθη ἐκ τρίτου. ὡς οὐχ ὑπή‐ κουσεν ἐκ τρίτου, ἐξηνέχθη ψῆφος ἡ καθελοῦσα αὐτόν. | |
30 | Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Λεγέτω Ἀθανάσιος ὁ εὐλαβέστατος ἐπίσκοπος τίνος ἕνεκα τρίτον κληθεὶς παρὰ τῆς κατὰ Ἀντιόχειαν ἁγίας συνόδου οὐκ ἀπήντησε ταῖς οἰκείαις δικαιολογίαις χρησόμενος. Ἀθανάσιος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Ἐπειδὴ ἐχθρός μου ἦν αὐτὸς ὁ κρίνων ὁ Ἀντιοχείας· καὶ ἀξιῶ ταῦτα ἀναγνωσθῆναι καὶ δειχθῆναι τὴν ἀλήθειαν. | |
35 | ἀπῆλθον οἱ 〈ιγ〉 κληρικοὶ καὶ αὐτοὶ ἐψηφίσαντο μὴ θελήσαντες. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες εἶπον· Σαβινιανὸς μὲν ὁ εὐλα‐ βέστατος ἐπίσκοπος ἐπειδὴ μετὰ τὴν καθαίρεσιν Ἀθανασίου τοῦ εὐλαβεστάτου ἐχειρο‐ | |
τονήθη ὑπὸ τῆς κατὰ τὴν ἐπαρχίαν συνόδου, ἐπὶ τῆς ἐπισκοπῆς τῆς Περρηνῶν πόλεως, | 82 in vol. 2.1.3 | |
2,1,383 | καθὼς ἡμεῖς συνορῶμεν, μένειν ὀφείλει· οὐδὲ γὰρ ἐκ μιᾶς μοίρας ἀποκινηθεὶς δίκαιός ἐστι πρόκριμα παθεῖν, ὁπότε οὐδὲ μετεκλήθη οὐδὲ ἀντιλογία αὐτῶι ἐφυλάχθη. Ἀθα‐ νάσιος δὲ καθαιρεθεὶς ὡς μὴ ὑπακούσας ταῖς κλήσεσι, μετὰ ταῦτα δὲ ἐκ μιᾶς μοίρας παρὰ Διοσκόρου τῆς ἐπισκοπῆς ἀντέχεσθαι κελευσθεὶς τέως, καθὼς συνορῶμεν, ἡσυχάζειν | |
5 | ὀφείλει· τὴν δὲ περὶ τῶν ἐπαχθέντων αὐτῶι δίκην σκοπηθῆναι δικαιοῦμεν ἐπὶ τοῦ ὁσιω‐ τάτου ἐπισκόπου τῆς Ἀντιοχέων Μαξίμου καὶ ἐπὶ τῆς μετ’ αὐτοῦ συνόδου, οὕτως μέντοι ὥστε ἐντὸς ὀκτὼ μηνῶν ἀπὸ τῆς σήμερον ἡμέρας ἀριθμουμένων τὴν ἐξέτασιν γενέσθαι τῶν ἤδη κατ’ αὐτοῦ τὴν κατηγορίαν ποιησαμένων ἢ καὶ ἑτέρου τινὸς τῶι πράγματι συνιστα‐ μένου. καὶ εἰ μὲν ἐλεγχθείη τετολμηκὼς πάντα τὰ ἐγκληματικῶς καὶ χρηματικῶς | |
10 | αὐτῶι ἐπενεχθέντα καὶ ἐμφερόμενα τοῖς ὑπομνήμασιν ἢ καὶ ἓν ἐξ αὐτῶν ἄξιον ὑπάρχον καθαιρέσεως, μὴ μόνον αὐτὸν ἀλλότριον εἶναι τῆς αὐτῆς ἐπισκοπῆς, ἀλλὰ καὶ τοῖς δημο‐ σίοις ὑποπίπτειν νόμοις· εἰ δὲ ἐντὸς ταύτης τῆς προθεσμίας μὴ ἐναχθείη ἢ ἐναγόμενος μὴ ἐλεγχθείη, ὡς προείρηται, Ἀθανάσιον μὲν τὴν ἐπισκοπὴν καὶ τὴν ἐκκλησίαν τῆς αὐτῆς πόλεως ἀναλαβεῖν διὰ τοῦ ὁσιωτάτου ἐπισκόπου Μαξίμου τοῦ τῆς Ἀντιοχέων | |
15 | μεγαλοπόλεως, Σαβινιανὸν δὲ τὸν εὐλαβέστατον καὶ τὸ ἀξίωμα τῆς ἐπισκοπῆς ἔχειν καὶ ὑποκατάστατον εἶναι τρεφόμενον, ὡς ἂν ὁ εὐλαβέστατος ἐπίσκοπος τῆς Ἀντιοχέων Μάξιμος πρὸς τὴν δύναμιν τῆς κατὰ Πέρρην ἁγιωτάτης ἐκκλησίας διατυπώσηι. τού‐ των ἀκούσασα ἡ ἁγιωτάτη σύνοδος λεγέτω εἰ τοῖς τυπωθεῖσιν ἐπιψηφίζεται ἤ τι ἕτερον τυποῖ. | |
20 | Μάξιμος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀντιοχείας εἶπεν· Τούτου οὐδὲν δικαιότερον. Κῦρος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀναζαρβοῦ εἶπεν· Ὁ θεὸς δι’ ὑμῶν ἐλάλησεν. Ἡ ἁγία σύνοδος εἶπεν· Οὐδὲν δικαιότερον, οὐδὲν ἀκριβέστερον. αὕτη δικαία κρίσις, αὕτη δικαία ψῆφος. τὰ τυπωθέντα πέρατι παραδοθῆι. μετὰ τοῦ θεοῦ ὑμεῖς δικάζετε. | |
25 | Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες εἶπον· Τὰ παρ’ ἡμῶν μὲν δο‐ κιμασθέντα, τυπωθέντα δὲ παρὰ τῆς ἁγίας συνόδου βέβαια μενέτω. Ῥω ἀνέγνων ἀνέγνωμεν ἀνέγνω Πρᾶξις ιϛ Ὑπατείας τοῦ δεσπότου ἡμῶν Μαρκιανοῦ τοῦ αἰωνίου αὐγούστου καὶ τοῦ δηλω‐ | |
30 | θησομένου τῆι πρὸ μιᾶς Καλανδῶν Νοεμβρίων ἐν Χαλκηδόνι κατὰ κέλευσιν τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Μαρκιανοῦ τοῦ αἰωνίου αὐγούστου συνελθόντων ἐν τῆι ἁγιωτάτηι ἐκκλησίαι τῆς ἁγίας μάρτυρος Εὐφη‐ μίας τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου στρατηλάτου ἀπὸ ὑπάτων καὶ πατρικίου | |
35 | Ἀνατολίου καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἐπάρχου τῶν ἱερῶν πραιτωρίων | |
Παλλαδίου | 83 in vol. 2.1.3 | |
2,1,384 | καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου μαγίστρου τῶν θείων ὀφφικίων Βιγκο‐ μάλου, συνελθόντων δὲ καὶ Πασκασίνου καὶ Λουκινσίου τῶν εὐλαβεστάτων ἐπισκόπων καὶ Βονιφατίου τοῦ | |
5 | εὐλαβεστάτου πρεσβυτέρου ἐπεχόντων τὸν τόπον τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς πρεσβύτιδος Ῥώμης Λέοντος καὶ Ἀνατολίου τοῦ εὐλαβεστάτου ἀρχιεπισκόπου τῆς μεγαλωνύμου Κωνσταντινου‐ πόλεως καὶ Μαξίμου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀντιοχείας Συρίας | |
10 | καὶ Ἰουβεναλίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἱεροσολύμων καὶ Κυντίλλου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἡρακλείας Μακεδονίας ἐπέχοντος τὸν τόπον τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς Θεσσαλονικέων Ἀναστασίου καὶ Θαλασσίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Καισαρείας Καππαδοκίας καὶ Στεφάνου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἐφέσου | |
15 | καὶ Λουκιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Βύζης ἐπέχοντος τὸν τόπον τοῦ θεο‐ φιλεστάτου ἐπισκόπου Ἡρακλείας Θράικης Κυριακοῦ καὶ Εὐσεβίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀγκύρας Γαλατίας καὶ Διογένους τοῦ εὐλαβεστάτου ἐπισκόπου Κυζίκου καὶ Πέτρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Κορίνθου | |
20 | καὶ Φλωρεντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σάρδεων καὶ Εὐνομίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Νικομηδείας καὶ Ἀναστασίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Νικαίας καὶ Ἰουλιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Κῶ ἐπέχοντος καὶ αὐτοῦ τὸν τόπον τοῦ ἀποστολικοῦ θρόνου Ῥώμης | |
25 | καὶ Ἐλευθερίου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Χαλκηδονέων καὶ Βασιλείου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σελευκείας Ἰσαυρίας καὶ Μελιτίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Λαρίσσης ἐπέχοντος τὸν τόπον τοῦ εὐλα‐ βεστάτου ἐπισκόπου Ἀπαμείας Συρίας Δόμνου καὶ Ἀμφιλοχίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σίδης | |
30 | καὶ Θεοδώρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ταρσοῦ καὶ Κύρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀναζαρβοῦ καὶ Κωνσταντίνου τοῦ εὐλαβεστάτου ἐπισκόπου Βόστρων καὶ Φωτίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τύρου καὶ Θεοδώρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Δαμασκοῦ | |
35 | καὶ Στεφάνου τοῦ εὐλαβεστάτου Ἱερᾶς πόλεως ἐπισκόπου καὶ Συμεώνου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀμίδης καὶ Ἐπιφανίου τοῦ εὐλαβεστάτου ἐπισκόπου ἐπέχοντος τὸν τόπον τοῦ εὐλαβεστάτου ἐπισκόπου Κωνσταντίας Ὀλυμπίου καὶ Ἰωάννου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σεβαστείας | |
40 | καὶ Σελεύκου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀμασείας καὶ Κωνσταντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Μελιτηνῆς καὶ Πατρικίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τυάνων καὶ Πέτρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Γαγγρῶν | |
καὶ Εὐσταθίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Βηρυτοῦ | 84 in vol. 2.1.3 | |
2,1,385 | καὶ Ἀπραγμονίου τοῦ εὐλαβεστάτου ἐπισκόπου ἐπέχοντος τὸν τόπον τοῦ εὐλα‐ βεστάτου ἐπισκόπου Κλαυδιουπόλεως Καλογήρου καὶ Ἀταρβίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τραπεζοῦντος ἐπέχοντος τὸν τόπον τοῦ εὐλαβεστάτου ἐπισκόπου Νεοκαισαρείας Δωροθέου | |
5 | καὶ Φωτεινοῦ ἀρχιδιακόνου ἐπέχοντος τὸν τόπον Θεοκτίστου τοῦ εὐλαβεστάτου ἐπισκόπου Πισινοῦντος καὶ Ῥωμανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Μύρων τῆς Λυκίας καὶ Νουνεχίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀφροδισιάδος Καρίας καὶ Κριτωνιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Λαοδικείας Φρυγίας | |
10 | καὶ Μαρινιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Συννάδων καὶ Ὀνησιφόρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἰκονίου καὶ Περγαμίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀντιοχείας Πισιδίας καὶ Ἐπιφανίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Πέργης καὶ Ἀττικοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Νικοπόλεως Ἠπείρου | |
15 | καὶ Μαρτυρίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Γορτύνης καὶ Λουκᾶ τοῦ εὐλαβεστάτου ἐπισκόπου Δυρραχίου καὶ Βιγιλαντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Λαρίσσης Θεσσαλίας καὶ Φραγκίωνος τοῦ εὐλαβεστάτου ἐπισκόπου Φιλιππουπόλεως καὶ Σεβαστιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Βερόης | |
20 | καὶ Βασιλείου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τραιανουπόλεως καὶ Τρύφωνος τοῦ εὐλαβεστάτου ἐπισκόπου Χίου ἐπέχοντος τὸν τόπον Ἰωάννου ἐπισκόπου Ῥόδου καὶ Θεοκτίστου 〈τοῦ εὐλαβεστάτου〉 ἐπισκόπου Βεροίας καὶ Γεροντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σελευκείας Συρίας | |
25 | καὶ Εὐσεβίου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Μακαρίου ἐπισκόπου Λαοδικείας Συρίας καὶ Εὐσεβίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Δορυλαίου καὶ τῆς λοιπῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς κατὰ θέσπισμα τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου ἐν τῆι Χαλκηδονέων πόλει συναθροισθείσης | |
30 | καὶ καθεσθέντων πάντων πρὸ τῶν καγκέλλων τοῦ ἁγίου θυσιαστηρίου Βονιφάτιος πρεσβύτερος ἐπέχων τὸν τόπον τῆς ἀποστολικῆς καθέδρας τῆς πρεσ‐ βυτέρας Ῥώμης εἶπεν· Ὁ ἀποστολικὸς ἐπίσκοπος καὶ τῆς ἀποστολικῆς πόλεως Ῥώμης Λέων ὁ ἐμὸς δεσπότης ἐπιστολὴν πρὸς τὴν ἁγιωτάτην σύνοδον ἀπέστειλε· κελεύσατε αὐτὴν ἀποδεχθῆναι καὶ ἀναγνωσθῆναι. | |
35 | Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Ἀναγινωσκέσθω ἡ ἐπιστολὴ Λέοντος τοῦ εὐλα‐ βεστάτου ἀρχιεπισκόπου Ῥώμης. Καὶ ἐπιδόντος Ἰουλιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Κώιων πόλεως τοπο‐ τηροῦντος καὶ αὐτοῦ τῶι ἀποστολικῶι θρόνωι τήν τε αὐθεντικὴν Ῥωμαικὴν ἐπιστολήν, ἔτι μὴν καὶ τὴν ταύτης ἑρμηνείαν, Κωνσταντῖνος ὁ καθωσιωμένος σηκρητάριος ἀνέγνω | |
40 | ἔχουσαν οὕτως Λέων ἐπίσκοπος τῆι ἁγίαι συνόδωι τῆι ἐν Χαλκηδόνι τοῖς ἀγαπητοῖς ἀδελφοῖς | |
ἐν κυρίωι χαίρειν. Ἐμοὶ μὲν ἦν κτλ. edita est epistula in Epist. coll. M 17. | 85 in vol. 2.1.3 | |
2,1,386 | Πρᾶξις ιζ Ὑπατείας τοῦ δεσπότου ἡμῶν Μαρκιανοῦ τοῦ αἰωνίου αὐγούστου καὶ τοῦ δηλω‐ θησομένου πρὸ πέντε Καλανδῶν Νοεμβρίων ἐν Χαλκηδόνι κατὰ κέλευσιν τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Μαρκιανοῦ τοῦ | |
5 | αἰωνίου αὐγούστου συνελθόντων ἐν τῆι ἁγιωτάτηι ἐκκλησίαι τῆς ἁγίας μάρτυρος Εὐφημίας τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου στρατηλάτου ἀπὸ ὑπάτων καὶ πα‐ τρικίου Ἀνατολίου καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἐπάρχου τῶν ἱερῶν πραιτωρίων Παλλαδίου | |
10 | καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου μαγίστρου τῶν θείων ὀφφικίων Βιγκομάλου, συνελθόντων δὲ καὶ Πασκασίνου καὶ Λουκινσίου τῶν εὐλαβεστάτων ἐπισκόπων καὶ Βονιφατίου τοῦ εὐλαβεστάτου πρεσβυτέρου ἐπεχόντων τὸν τόπον τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς πρεσβύτιδος Ῥώμης Λέοντος | |
15 | καὶ Ἀνατολίου τοῦ εὐλαβεστάτου ἀρχιεπισκόπου τῆς μεγαλωνύμου Κωνσταντινου‐ πόλεως καὶ Μαξίμου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀντιοχείας Συρίας καὶ Ἰουβεναλίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἱεροσολύμων καὶ Κυντίλλου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἡρακλείας Μακεδονίας ἐπέχοντος τὸν | |
20 | τόπον τοῦ ἁγιωτάτου ἐπισκόπου τῆς Θεσσαλονικέων Ἀναστασίου καὶ Θαλασσίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Καισαρείας Καππαδοκίας καὶ Στεφάνου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἐφέσου καὶ Λουκιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Βύζης ἐπέχοντος τὸν τόπον τοῦ θεο‐ φιλεστάτου ἐπισκόπου Ἡρακλείας Κυριακοῦ | |
25 | καὶ Εὐσεβίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀγκύρας Γαλατίας καὶ Διογένους τοῦ εὐλαβεστάτου ἐπισκόπου Κυζίκου καὶ Πέτρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Κορίνθου καὶ Φλωρεντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σάρδεων καὶ Εὐνομίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Νικομηδείας | |
30 | καὶ Ἀναστασίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Νικαίας καὶ Ἰουλιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Κῶ ἐπέχοντος καὶ αὐτοῦ τὸν τόπον τοῦ ἀποστολικοῦ θρόνου τῆς πρεσβύτιδος Ῥώμης Λέοντος καὶ Ἐλευθερίου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Χαλκηδονέων καὶ Βασιλείου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σελευκείας Ἰσαυρίας | |
35 | καὶ Μελετίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Λαρίσσης ἐπέχοντος τὸν τόπον τοῦ εὐλα‐ βεστάτου ἐπισκόπου Ἀπαμείας Συρίας Δόμνου καὶ Ἀμφιλοχίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σίδης καὶ Θεοδώρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ταρσοῦ καὶ Κύρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀναζαρβοῦ | |
40 | καὶ Κωνσταντίνου τοῦ εὐλαβεστάτου ἐπισκόπου Βόστρων καὶ Φωτίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τύρου | |
καὶ Θεοδώρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Δαμασκοῦ | 86 in vol. 2.1.3 | |
2,1,387 | καὶ Στεφάνου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἱερᾶς πόλεως καὶ Ἴβα τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἐδέσσης καὶ Συμεῶνος τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀμίδης καὶ Ἐπιφανίου τοῦ εὐλαβεστάτου ἐπισκόπου ἐπέχοντος τὸν τόπον τοῦ εὐλαβεστάτου | |
5 | ἐπισκόπου Κωνσταντίας Ὀλυμπίου καὶ Ἰωάννου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σεβαστείας καὶ Σελεύκου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀμασείας καὶ Κωνσταντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Μελιτηνῆς καὶ Πατρικίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τυάνων | |
10 | καὶ Πέτρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Γαγγρῶν καὶ Καλογήρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Κλαυδιουπόλεως καὶ Ἀπραγμονίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τίου καὶ Ἀταρβίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τραπεζοῦντος ἐπέχοντος τὸν τόπον τοῦ εὐλαβεστάτου ἐπισκόπου Νεοκαισαρείας Δωροθέου | |
15 | καὶ Φωτεινοῦ τοῦ ἀρχιδιακόνου ἐπέχοντος τὸν τόπον Θεοκτίστου τοῦ εὐλαβεστάτου ἐπισκόπου Πισινοῦντος καὶ Ῥωμανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Μύρων καὶ Κριτωνιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀφροδισιάδος Καρίας καὶ Νουνεχίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Λαοδικείας Φρυγίας | |
20 | καὶ Μαρινιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Συνάδων καὶ Ὀνησιφόρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἰκονίου καὶ Περγαμίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀντιοχείας Πισιδίας καὶ Ἐπιφανίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Πέργης καὶ Ἀττικοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Νικοπόλεως | |
25 | καὶ Μαρτυρίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Γορτύνης καὶ Λουκᾶ τοῦ εὐλαβεστάτου ἐπισκόπου Δυρραχίου καὶ Βιγιλαντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Λαρίσσης Θεσσαλίας καὶ Φραγκίωνος τοῦ εὐλαβεστάτου ἐπισκόπου Φιλιππουπόλεως καὶ Σεβαστιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Βερόης | |
30 | καὶ Βασιλείου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τραιανουπόλεως καὶ Τρύφωνος τοῦ εὐλαβεστάτου ἐπισκόπου Χίου ἐπέχοντος τὸν τόπον Ἰωάννου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ῥόδου καὶ Θεοκτίστου τοῦ εὐλαβεστάτου ἐπισκόπου Βεροίας καὶ Γεροντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σελευκείας Συρίας | |
35 | καὶ Εὐσεβίου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Μακαρίου τοῦ εὐλαβεστάτου ἐπι‐ σκόπου Λαοδικείας Συρίας καὶ Εὐσεβίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Δορυλαίου καὶ τῆς λοιπῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς κατὰ θέσπισμα τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου ἐν τῆι Χαλκηδονέων πόλει συναθροισθείσης | |
40 | καὶ καθεσθέντων πάντων πρὸ τῶν καγκέλλων τοῦ ἁγίου θυσιαστηρίου Πασκασῖνος καὶ Λουκίνσιος οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐπέχοντες τὸν τόπον τοῦ ἀποστολικοῦ θρόνου εἶπον· Εἰ προστάττει ἡ ὑμετέρα μεγαλειότης, ἔχομεν διδασκαλίαν ὑποβαλεῖν. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Λέγετε ὃ βούλεσθε. | |
45 | Πασκασῖνος ὁ εὐλαβέστατος ἐπίσκοπος ἐπέχων τὸν τόπον τοῦ Ῥώμης εἶπεν· | 87 in vol. 2.1.3 |
2,1,388 | Οἱ δεσπόται τῆς οἰκουμένης φροντίζοντες ὑπὲρ τῆς ἁγίας καθολικῆς πίστεως, δι’ ἧς τὸ βασίλειον αὐτῶν αὔξεται καὶ ἐπιδίδωσιν, ὁρίσαι τοῦτο κατηξίωσαν ἵνα μία πίστις διὰ τῆς ἀγαθῆς εἰρήνης ἐν πάσαις ταῖς ἐκκλησίαις φυλάττηται. μείζονι τοιγαροῦν φρον‐ τίδι ἔτι καὶ εἰς τὸ μετὰ ταῦτα ἡ τούτων φιλανθρωπία προνοῆσαι κατηξίωσεν, ἵνα μήτις | |
5 | αὖθις ἁψιμαχία μεταξὺ τῶν ἐπισκόπων τοῦ θεοῦ ἢ σχίσματα ἢ σκάνδαλα ἀναφυῆι. τῆι χθὲς [δὲ] ἡμέραι ἀναχωρησάσης τῆς ὑμετέρας ὑπεροχῆς καὶ τῆς ἡμετέρας ταπεινώσεως ὑπομνήματά τινα λέγεται πεπρᾶχθαι, ἅπερ ἡμεῖς ὑπεναντίον τῶν κανόνων καὶ τῆς ἐκ‐ κλησιαστικῆς ἐπιστήμης φάσκομεν γεγενῆσθαι. ταῦτα αἰτοῦμεν ἵνα ἡ ὑμετέρα ἐνδο‐ ξότης προστάξηι ἀναγνωσθῆναι, ἵνα πᾶσα γνῶι ἡ ἀδελφότης πότερον δίκαια ἢ ἄδικα | |
10 | τὰ πεπραγμένα. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Εἴ τινά ἐστιν ὑπομνήματα μετὰ τὴν ἡμετέραν ἀναχώρησιν πεπραγμένα, ἀναγινωσκέσθω. Καὶ πρὸ τῆς ἀναγνώσεως Ἀέτιος ἀρχιδιάκονος τῆς Κωνσταντινουπόλεως ἐκκλη‐ σίας εἶπεν· Ὡμολόγηται ὅτι τὰ περὶ τῆς πίστεως τύπον ἐδέξαντο προσήκοντα· ἔθος | |
15 | δὲ ἐν ταῖς συνόδοις μετὰ τὸ καιριώτατον πάντων τυπωθῆναι καὶ ἕτερά τινα ἀναγκαῖα γυμνάζεσθαι καὶ τυποῦσθαι. εἴχομεν, τουτέστιν ἡ Κωνσταντινουπολιτῶν ἁγιω‐ τάτη ἐκκλησία φανερά τινα διαπράξασθαι. παρεκαλέσαμεν τοὺς κυρίους τοὺς ἐπι‐ σκόπους τοὺς ἀπὸ Ῥώμης κοινωνοὺς γενέσθαι τῶν πραττομένων· παρηιτήσαντο λέ‐ γοντες ἐντολὰς μὴ εἰληφέναι τοιαύτας. ἀνηνέγκαμεν καὶ ἐπὶ τὴν ὑμετέραν μεγαλοπρέ‐ | |
20 | πειαν· ἐκελεύσατε τὴν παροῦσαν ἁγίαν σύνοδον τοῦτο αὐτὸ διασκοπῆσαι. προελ‐ θούσης τῆς ὑμετέρας μεγαλοπρεπείας οἱ ἁγιώτατοι ἐπίσκοποι ὡς κοινοῦ ὄντος ἐνταῦθα τοῦ πράγματος ἀναστάντες ἐζήτησαν τὴν πρᾶξιν ταύτην γενέσθαι. καὶ πάρεισιν ἐνταῦθα οὔτε ἐν παραβύστωι πέπρακται οὔτε κλοπῆς τρόπωι, καὶ ἔστιν ἡ πρᾶξις ἀκόλου‐ θος καὶ κανονική. | |
25 | Οἱ μεγαλοπρεπέστατοι ἄρχοντες εἶπον· Ἡ γενομένη πρᾶξις ἀναγινωσκέσθω. Καὶ ἐπιδοθέντος σχεδαρίου παρὰ Ἀετίου ἀρχιδιακόνου τῆς Κωνσταντινουπολιτῶν ἐκκλησίας Βερονικιανὸς ὁ καθωσιωμένος σηκρητάριος τοῦ θείου κονσιστωρίου ἀνέγνω Πανταχοῦ τοῖς τῶν ἁγίων πατέρων ὅροις ἑπόμενοι καὶ τὸν ἀρτίως ἀναγνωσθέντα | |
κανόνα τῶν ρν θεοφιλεστάτων ἐπισκόπων τῶν συναχθέντων ἐπὶ τοῦ εὐσεβοῦς τὴν μνήμην | 88 in vol. 2.1.3 | |
2,1,389 | μεγάλου Θεοδοσίου τοῦ γενομένου βασιλέως ἐν τῆι βασιλίδι Κωνσταντινουπόλει νέαι Ῥώμηι γνωρίζοντες, τὰ αὐτὰ καὶ ἡμεῖς ὁρίζομέν τε καὶ ψηφιζόμεθα περὶ τῶν πρεσβείων τῆς ἁγιωτάτης ἐκκλησίας τῆς αὐτῆς Κωνσταντινουπόλεως νέας Ῥώμης. καὶ γὰρ τῶι θρόνωι τῆς πρεσβυτέρας Ῥώμης διὰ τὸ βασιλεύειν τὴν πόλιν ἐκείνην οἱ πατέρες εἰκότως | |
5 | ἀποδεδώκασι τὰ πρεσβεῖα καὶ τῶι αὐτῶι σκοπῶι κινούμενοι οἱ ρν θεοφιλέστατοι ἐπί‐ σκοποι τὰ ἴσα πρεσβεῖα ἀπένειμαν τῶι τῆς νέας Ῥώμης ἁγιωτάτωι θρόνωι, εὐλόγως κρίναντες τὴν βασιλείαι καὶ συγκλήτωι τιμηθεῖσαν πόλιν καὶ τῶν ἴσων ἀπολαύουσαν πρεσβείων τῆι πρεσβυτέραι βασιλίδι Ῥώμηι καὶ ἐν τοῖς ἐκκλησιαστικοῖς ὡς ἐκείνην μεγαλύνεσθαι πράγμασιν δευτέραν μετ’ ἐκείνην ὑπάρχουσαν καὶ ὥστε τοὺς τῆς Ποντικῆς | |
10 | καὶ τῆς Ἀσιανῆς καὶ τῆς Θραικικῆς διοικήσεως μητροπολίτας μόνους, ἔτι δὲ καὶ τοὺς ἐν τοῖς βαρβαρικοῖς ἐπισκόπους τῶν προειρημένων διοικήσεων χειροτονεῖσθαι ὑπὸ τοῦ προειρημένου ἁγιωτάτου θρόνου τῆς κατὰ Κωνσταντινούπολιν ἁγιωτάτης ἐκκλησίας, δηλαδὴ ἑκάστου μητροπολίτου τῶν προειρημένων διοικήσεων μετὰ τῶν τῆς ἐπαρχίας ἐπισκόπων χειροτονοῦντος τοὺς τῆς ἐπαρχίας ἐπισκόπους, καθὼς τοῖς θείοις κανόσι | |
15 | διηγόρευται· χειροτονεῖσθαι δὲ καθὼς εἴρηται, τοὺς μητροπολίτας τῶν προειρημένων διοικήσεων παρὰ τοῦ Κωνσταντινουπόλεως ἀρχιεπισκόπου ψηφισμάτων συμφώνων κατὰ τὸ ἔθος γινομένων καὶ ἐπ’ αὐτὸν ἀναφερομένων. ὑπογραφαί Ἀνατόλιος ἐπίσκοπος Κωνσταντινουπόλεως νέας Ῥώμης ὁρίσας ὑπέγραψα | |
20 | Μάξιμος ἐπίσκοπος Ἀντιοχείας Συρίας ὁρίσας ὑπέγραψα Ἰουβενάλιος ἐπίσκοπος Ἱεροσολύμων ὁρίσας ὑπέγραψα Κυριακὸς ἐπίσκοπος Ἡρακλείας τῆς μητροπόλεως ὁρίσας ὑπέγραψα διὰ Λουκιανοῦ ἐπισκόπου Βύζης Διογένης ἐπίσκοπος τῆς μητροπόλεως Κυζίκου ὁρίσας ὑπέγραψα | |
25 | Φλωρέντιος ἐπίσκοπος Λυδῶν μητροπόλεως ὁρίσας ὑπέγραψα Ῥωμανὸς ἐπίσκοπος τῆς μητροπόλεως Μύρων ὁρίσας ὑπέγραψα Βασίλειος ἐλέει θεοῦ ἐπίσκοπος Σελευκείας τῆς μητροπόλεως ὁρίσας ὑπέγραψα Κῦρος ἐπίσκοπος τῆς μητροπόλεως Ἀναζαρβοῦ ὁρίσας ὑπέγραψα Ἐλευθέριος ἐπίσκοπος τῆς μητροπόλεως Χαλκηδόνος ὁρίσας ὑπέγραψα | |
30 | Θεόδωρος ἐπίσκοπος τῆς μητροπόλεως Ταρσοῦ ὁρίσας ὑπέγραψα Καλόγηρος ἐπίσκοπος τῆς Κλαυδιουπολιτῶν μητροπόλεως Ὁνωριάδος ὁρίσας ὑπέγραψα διὰ Στεφάνου πρεσβυτέρου Σέλευκος χάριτι θεοῦ ἐπίσκοπος τῆς μητροπόλεως Ἀμασείας ὁρίσας ὑπέγραψα Πέτρος ἐπίσκοπος τῆς μητροπόλεως Γαγγρῶν ὁρίσας ὑπέγραψα | |
35 | Φώτιος ἐπίσκοπος Τύρου τῆς μητροπόλεως ὁρίσας ὑπέγραψα Θεόδωρος ἐπίσκοπος Δαμασκοῦ τῆς μητροπόλεως ὁρίσας ὑπέγραψα Κωνσταντῖνος ἐπίσκοπος τῆς μητροπόλεως Βόστρων ὁρίσας ὑπέγραψα Μελέτιος ἐπίσκοπος Λαρίσσης τὸν λόγον ποιούμενος ὑπέρ τε τοῦ ὁσιωτάτου ἐπισκόπου | |
Δόμνου Ἀπαμείας Συρίας καὶ ὑπὲρ ἐμαυτοῦ ὁρίσας ὑπέγραψα | 89 in vol. 2.1.3 | |
2,1,390 | Στέφανος ἐπίσκοπος Ἱερᾶς πόλεως τῆς μητροπόλεως ὁρίσας ὑπέγραψα Βασίλειος ἐπίσκοπος Τραιανουπόλεως ὁρίσας ὑπέγραψα Φραγκίων ἐπίσκοπος τῆς μητροπόλεως Φιλίππου ὁρίσας ὑπέγραψα Νουνέχιος ἐπίσκοπος τῆς μητροπόλεως Λαοδικείας ὁρίσας ὑπέγραψα | |
5 | Μαρινιανὸς ἐπίσκοπος τῆς μητροπόλεως Συνάδων ὁρίσας ὑπέγραψα Ὀνησιφόρος ἐπίσκοπος τῆς μητροπόλεως Ἰκονίου ὁρίσας ὑπέγραψα Περγάμιος ἐπίσκοπος Ἀντιοχείας Πισιδίας ὁρίσας ὑπέγραψα Κριτωνιανὸς ἐπίσκοπος τῆς μητροπόλεως Ἀφροδισιάδος ὁρίσας ὑπέγραψα Εὐτύχιος ἐπίσκοπος Ἐπιφανείας Συρίας δευτέρας ὁρίσας ὑπέγραψα διὰ Μελετίου ἐπι‐ | |
10 | σκόπου Λαρίσσης Εὐσέβιος ἐπίσκοπος Δορυλαίου ὁρίσας ὑπέγραψα Λουκιανὸς ἐπίσκοπος Βύζης καὶ Ἀρκαδιουπόλεως ὁρίσας ὑπέγραψα Ἰωάννης ἐπίσκοπος Ῥόδου ὁρίσας ὑπέγραψα διὰ Τρύφωνος ἐπισκόπου Χίου Ἴβας ἐπίσκοπος Ἐδέσσης ὁρίσας ὑπέγραψα | |
15 | Ἁβράμιος ἐπίσκοπος Κιρκηνσίου ὁρίσας ὑπέγραψα Θεόδωρος ἐπίσκοπος Κλαυδιουπόλεως ὁρίσας ὑπέγραψα Ἀντίοχος ἐλέει θεοῦ ἐπίσκοπος Σινώπης ὁρίσας ὑπέγραψα Ῥουφῖνος ἐπίσκοπος Σαμοσάτων ὁρίσας ὑπέγραψα Οὐράνιος ἐπίσκοπος Ἰβώρων ὁρίσας ὑπέγραψα | |
20 | Καλλίνικος ἐπίσκοπος Ἀπαμείας ὁρίσας ὑπέγραψα [διὰ Παύλου πρεσβυτέρου] Τιμόθεος ἐπίσκοπος Βαλανέων ὁρίσας ὑπέγραψα Μάρκος ἐπίσκοπος Ἀρεθούσης ὁρίσας ὑπέγραψα διὰ Τιμοθέου ἐπισκόπου Βαλανέων Πρόκλος ἐπίσκοπος Ἀδράων πόλεως ὁρίσας ὑπέγραψα Θεοδόσιος ἐπίσκοπος πόλεως Κανώθας ὁρίσας ὑπέγραψα | |
25 | Ὁρμίσδας ἐπίσκοπος Φιλιππουπόλεως ὁρίσας ὑπέγραψα Πατέρνιος χωρεπίσκοπος ὑπὲρ Ἰορδάνου ἐπισκόπου Ἀβίλης ὁρίσας ὑπέγραψα Μελίφθογγος ἐλέει θεοῦ ἐπίσκοπος τῆς κατὰ Ἰουλιούπολιν ἁγίας τοῦ θεοῦ ἐκκλησίας ὁρίσας ὑπέγραψα Ἰωσὴφ ἐπίσκοπος Ἡλιουπόλεως ὁρίσας ὑπέγραψα | |
30 | Δαμιανὸς ἐπίσκοπος πόλεως Σιδῶνος ὁρίσας ὑπέγραψα Ἰωάννης ἐπίσκοπος πόλεως Φλαυιάδος ὁρίσας ὑπέγραψα Ἴνδιμος ἐπίσκοπος Εἰρηνουπόλεως ὁρίσας ὑπέγραψα Ἰουλιανὸς ἐπίσκοπος πόλεως Ῥωσοῦ ὁρίσας ὑπέγραψα Ἀρέτας ἐπίσκοπος Ἐλούσης ὁρίσας ὑπέγραψα | |
35 | Βήρυλλος ἐπίσκοπος Ἀειλᾶ ὁρίσας ὑπέγραψα Ὀλύμπιος ἐπίσκοπος πόλεως Πανεάδος ὁρίσας ὑπέγραψα Οὐράνιος ἐπίσκοπος Ἐμίσης ὁρίσας ὑπέγραψα | |
Θεόδωρος ἐπίσκοπος Τριπόλεως ὁμοίως | 90 in vol. 2.1.3 | |
2,1,391 | Παῦλος ἐπίσκοπος Ἀράδου ὁρίσας ὑπέγραψα Δανιὴλ ἐπίσκοπος Λαμψάκου ὁρίσας ὑπέγραψα Λεόντιος ἐπίσκοπος Ἀσκάλωνος ὁρίσας ὑπέγραψα Λουκιανὸς ἐπίσκοπος τῆς Ἰψηνῶν πόλεως ὁρίσας ὑπέγραψα | |
5 | Ἀλέξανδρος ἐπίσκοπος Σελευκείας Πισιδίας ὁρίσας ὑπέγραψα Στέφανος ἐπίσκοπος Ποιμανηνοῦ ὁρίσας ὑπέγραψα Πολύκαρπος ἐπίσκοπος πόλεως Γαβάλων ὁρίσας ὑπέγραψα Λεύκιος ἐπίσκοπος πόλεως Ἀπόλλωνος ἱεροῦ ὁρίσας ὑπέγραψα Νατίρας ἐπίσκοπος τῆς κατὰ Γάζαν ἐκκλησίας ὁρίσας ὑπέγραψα | |
10 | Γεννάδιος ἐπίσκοπος τῆς Μοσσυνέων πόλεως ὁρίσας ὑπέγραψα Ἀλφειὸς ἐπίσκοπος πόλεως Μύνδου ὁρίσας ὑπέγραψα Γεννάδιος ἐπίσκοπος τῆς Ἀκμονέων ὁρίσας ὑπέγραψα Διονύσιος ἐλάχιστος ἐπίσκοπος πόλεως Ἀντιοχείας ὁρίσας ὑπέγραψα Ἰωάννης ὁ ἐλάχιστος ἐπίσκοπος πόλεως Ἀλίνδων ὁρίσας ὑπέγραψα | |
15 | Διονύσιος ὁ ἐλάχιστος ἐπίσκοπος πόλεως Ἡρακλείας Λάτμου ὁρίσας ὑπέγραψα Ἰωάννης ὁ ἐλάχιστος ἐπίσκοπος πόλεως Κνίδου ὁρίσας ὑπέγραψα Εὐσέβιος ἐπίσκοπος Σελευκοβήλου ὁρίσας ὑπέγραψα διὰ Παύλου ἐπισκόπου Μα‐ ριάμμης Παῦλος ἐπίσκοπος πόλεως Μαριάμμης ὁρίσας ὑπέγραψα | |
20 | Πολυχρόνιος ἐπίσκοπος πόλεως Ἐπιφανείας ὁρίσας ὑπέγραψα Ῥωμανὸς ἐπίσκοπος Εὐδοξιουπόλεως ὁρίσας ὑπέγραψα Αὐρήλιος ἐπίσκοπος ἐκ τῶν μερῶν τῆς Ἀφρικῆς ἐπέγνων καὶ ὑπέγραψα Πατρίκιος ἐπίσκοπος Ἀκρασσοῦ ὁρίσας ὑπέγραψα Βασσιανὸς ἐπίσκοπος πόλεως Μοψουεστίας ὁρίσας ὑπέγραψα διὰ Σωφρονίου χω‐ | |
25 | ρεπισκόπου Ἀναζαρβοῦ Ῥῆνος ἐπίσκοπος Ἰωνοπόλεως ὁρίσας ὑπέγραψα Ζηνόδοτος ἐπίσκοπος τῆς Τελμησσῶν πόλεως καὶ Μακρᾶς τῆς νήσου ὁρίσας ὑπέγραψα Θεόδωρος ἐλέωι θεοῦ ἐπίσκοπος τῆς Ἀντιφελλῶν πόλεως ὁρίσας ὑπέγραψα Φίλιππος ἐλέωι θεοῦ ἐπίσκοπος πόλεως Βαλβουρέων ἐπαρχίας Λυκίας ὁρίσας ὑπέ‐ | |
30 | γραψα Ἀνδρέας ἐπίσκοπος Λυκίας πόλεως Τλωέων ὁρίσας ὑπέγραψα Ῥωμανὸς ἐλέωι θεοῦ ἐπίσκοπος τῆς Βουβωνέων πόλεως Λυκίας ἐπαρχίας ὁρίσας ὑπέγραψα Θωμᾶς ἐπίσκοπος πόλεως Εὐαρίας ὁρίσας ὑπέγραψα | |
35 | Θεόκτιστος ἐπίσκοπος τῆς Πισινουντίων πόλεως ὁρίσας ὑπέγραψα διὰ Φωτεινοῦ ἀρχιδιακόνου μου Φλωρέντιος ἐπίσκοπος Λέσβου Τενέδου Ποροσελήνης Αἰγιαλῶν ὁρίσας ὑπέγραψα | |
διὰ Εὐελπίστου χωρεπισκόπου μου | 91 in vol. 2.1.3 | |
2,1,392 | Τρύφων ἐπίσκοπος τῆς κατὰ Χῖον ἁγίας ἐκκλησίας ὁρίσας ὑπέγραψα Δοκιμάσιος ἐπίσκοπος Μαρωνείας ὁρίσας ὑπέγραψα Σέρηνος ἐλάχιστος ἐπίσκοπος Μαξιμιανουπόλεως ὁρίσας ὑπέγραψα Εὐφράσιος ἐπίσκοπος Λαγανίας ὁρίσας ὑπέγραψα | |
5 | Εὐστόχιος ἐπίσκοπος Δοκιμίου ὁρίσας ὑπέγραψα Βασίλειος ἐπίσκοπος πόλεως Νακωλείας ὁρίσας ὑπέγραψα Πιόνιος ἐπίσκοπος πόλεως Τρωάδος ὁρίσας ὑπέγραψα Πέτρος ἐλάχιστος ἐπίσκοπος πόλεως Δαρδάνου ὁρίσας ὑπέγραψα Θεοσέβιος ἐπίσκοπος πόλεως Ἰλίου ὁρίσας ὑπέγραψα | |
10 | Εὐλάλιος ἐπίσκοπος Πιονίων ὁρίσας ὑπέγραψα Εὐτρόπιος ἐλάχιστος ἐπίσκοπος Ἀδάδων Πισιδίας ὁρίσας ὑπέγραψα Ὀλύμπιος ἐπίσκοπος Σωζοπόλεως ὁρίσας ὑπέγραψα Μουσιανὸς ἐπίσκοπος Λιμένων ὁρίσας ὑπέγραψα Φίλιππος ἐπίσκοπος Λυσιάδος ὁρίσας ὑπέγραψα | |
15 | Γέμελλος ἐπίσκοπος πόλεως Στρατονικείας ὁρίσας ὑπέγραψα Κυρῖνος ἐπίσκοπος πόλεως Πατάρων ὁρίσας ὑπέγραψα Εὐλάλιος ἐπίσκοπος πόλεως Σιβλίας ὁρίσας ὑπέγραψα Μόδεστος ἐπίσκοπος πόλεως Σεβαστῆς ὁρίσας ὑπέγραψα Ἐπιφάνιος ἐπίσκοπος πόλεως Μιδαείου ὁρίσας ὑπέγραψα | |
20 | Θωμᾶς ἐπίσκοπος Θεοδοσιουπόλεως ὁρίσας ὑπέγραψα Παῦλος ἐπίσκοπος πόλεως Ἀρίστου ὁρίσας ὑπέγραψα Ἰωάννης ἐπίσκοπος Τραπεζοπόλεως ὁρίσας ὑπέγραψα Γεννάδιος ἐπίσκοπος τῆς μοσσυναίων πόλεως ὁρίσας ὑπέγραψα Τυγχάνιος ἐπίσκοπος πόλεως Ἀπολλωνιάδος ὁρίσας ὑπέγραψα | |
25 | Φώτιος ἐπίσκοπος Τύρου μητροπόλεως ὑπέγραψα καὶ ὑπὲρ Πέτρου ἐπισκόπου Βίβλου καὶ Ἡρακλείτου ἐπισκόπου Ἄρκης καὶ ὑπὲρ Φωσφόρου ἐπισκόπου Ὀρθω‐ σιάδος καὶ ὑπὲρ Πορφυρίου ἐπισκόπου Βοτρύων Παπίας ἐπίσκοπος πόλεως Ἐρίζων ὁρίσας ὑπέγραψα Ἰωάννης ἐλάχιστος ἐπίσκοπος Ἀμαζόνος ὁρίσας ὑπέγραψα | |
30 | Θεοδώρητος ὁ ἐλάχιστος ἐπίσκοπος Ἀλαβάνδων ὁρίσας ὑπέγραψα Καλανδίων ἐπίσκοπος πόλεως Καρίας Ἁλικαρνασσοῦ ὁρίσας ὑπέγραψα διὰ Ἰου‐ λιανοῦ πρεσβυτέρου μου Νεοπτόλεμος ἐπίσκοπος Κόρνων ἐπαρχίας Λυκαονίας ὁρίσας ὑπέγραψα Παῦλος ἐπίσκοπος πόλεως Δέρβης ὁρίσας ὑπέγραψα | |
35 | Πλούταρχος ἐπίσκοπος πόλεως Λύστρων ὁρίσας ὑπέγραψα Εὐγένιος ἐπίσκοπος πόλεως Κάνων ὁρίσας ὑπέγραψα Ῥοῦφος ἐπίσκοπος πόλεως Ὕδης ὁρίσας ὑπέγραψα Ἀχόλιος ἐπίσκοπος Λαράνδων ὁρίσας ὑπέγραψα Τύραννος ἐπίσκοπος Οὐμανάδων ὁρίσας ὑπέγραψα | |
40 | Θωμᾶς ἐπίσκοπος Πορφυρέων ὁρίσας ὑπέγραψα | 92 in vol. 2.1.3 |
2,1,393 | Εὔανδρος ἐπίσκοπος πόλεως Διοκλείας ὁρίσας ὑπέγραψα Ἰωάννης ἐπίσκοπος πόλεως Βαργυλίου ὁρίσας ὑπέγραψα Διονύσιος ἐπίσκοπος πόλεως Ἀτταλείας τῶν Λυδῶν ὁρίσας ὑπέγραψα Ἀνδρέας ἐπίσκοπος πόλεως σαγάλων ὁρίσας ὑπέγραψα διὰ Διονυσίου ἐπισκόπου | |
5 | Σάβας ἐπίσκοπος πόλεως Πάλτου ὁρίσας ὑπέγραψα διὰ Ἀχολίου ἐπισκόπου πόλεως Λαράνδων Μεῖρος ἐπίσκοπος τῆς κατὰ Εὔλανδρα ἁγίας τοῦ θεοῦ ἐκκλησίας ὑπέγραψα χειρὶ ἐμῆι Ἀβέρκιος ὁ ἐλάχιστος ἐπίσκοπος τῆς Ἱεραπολιτῶν πόλεως Φρυγίας Σαλουταρίας ὁρίσας ὑπέγραψα | |
10 | Κυριακὸς ἐπίσκοπος τῆς Εὐκαρπιέων ὁρίσας ὑπέγραψα Ἀκύλας ὁ ἐλάχιστος ἐπίσκοπος Αὐρόκρων ὁρίσας ὑπέγραψα Εὐλόγιος ἐπίσκοπος Φιλαδελφείας ὁρίσας ὑπέγραψα Ἀλέξανδρος ἐπίσκοπος πόλεως Σεβαστῆς ὁρίσας ὑπέγραψα Φίλιππος ἐπίσκοπος πόλεως Ἀδάνων ὁρίσας ὑπέγραψα | |
15 | Θεόδωρος ἐπίσκοπος Αὐγούστης ὁρίσας ὑπέγραψα Κυριακὸς ἐπίσκοπος πόλεως Τροκνάδων ὁρίσας ὑπέγραψα διὰ τοῦ πρεσβυτέρου μου Χρυσίππου Πολυχρόνιος ἐπίσκοπος Ἀντιπατρίδος ὁρίσας ὑπέγραψα Εὐδόξιος ἐπίσκοπος πόλεως Χώματος Λυκίας ὁρίσας ὑπέγραψα | |
20 | Στέφανος ἐπίσκοπος ἐλέωι θεοῦ Λιμύρων Λυκίας ὁρίσας ὑπέγραψα Πατρίκιος ἐπίσκοπος Ἀδριανοῦ θηρῶν ὁρίσας ὑπέγραψα Ἑρμείας ὁ ἐλάχιστος ἐπίσκοπος πόλεως Ἀβύδου ὁρίσας ὑπέγραψα Δαυὶδ ἐπίσκοπος Ἀδριανῶν ὁρίσας ὑπέγραψα Ἡράκλειος ἐπίσκοπος Ἀζώτου ὁρίσας ὑπέγραψα | |
25 | Λεόντιος ἐπίσκοπος Ἀράξων ὁρίσας ὑπέγραψα Σαβινιανὸς ἐπίσκοπος Πέρρης ὁρίσας ὑπέγραψα Παυλῖνος ἐπίσκοπος Ἀπαμείας ὁρίσας ὑπέγραψα Τύραννος ἐπίσκοπος Γερμανικουπόλεως ὁρίσας ὑπέγραψα Δανιὴλ ἐπίσκοπος Κάδων ὁρίσας ὑπέγραψα | |
30 | Ἀττικὸς ἐλέωι θεοῦ ἐπίσκοπος πόλεως Ζήλων ὁρίσας ὑπέγραψα Νωὴς ἐπίσκοπος Κηφᾶς ὁρίσας ὑπέγραψα χειρὶ ἐμῆι Βαλεριανὸς ἐπίσκοπος Λαοδικείας τῆς Φοινίκης ὁρίσας ὑπέγραψα Κῦρος ἐπίσκοπος πόλεως Σινιάνδου ὁρίσας ὑπέγραψα Βασσωνᾶς ἐπίσκοπος Νέας πόλεως ὁρίσας ὑπέγραψα | |
35 | Εὐπείθιος ὁ ἐλάχιστος ἐπίσκοπος Στρατονικέων Καρίας ὁρίσας ὑπέγραψα Ἑορτίκιος ἐπίσκοπος Μητροπόλεως Πισιδῶν ὁρίσας ὑπέγραψα Θεοδώρητος ἐπίσκοπος Κύρου ὁρίσας ὑπέγραψα Ἰωάννης ἐπίσκοπος Γερμανικείας ὁρίσας ὑπέγραψα Τιμόθεος ἐπίσκοπος πόλεως Δολίχης ὁρίσας ὑπέγραψα | |
40 | Θαλάσσιος ἐπίσκοπος Παρίου ὁρίσας ὑπέγραψα | 93 in vol. 2.1.3 |
2,1,394 | Γερόντιος ἐπίσκοπος Σελευκείας ὁρίσας ὑπέγραψα Θεόκτιστος ἐπίσκοπος Βεροίας ὑπέγραψα διὰ Γεροντίου ἐπισκόπου Σελευκείας Πέτρος ἐπίσκοπος Γαβουλᾶ ὁρίσας ὑπέγραψα Εὐόλκιος ἐπίσκοπος Ζεύγματος ὁρίσας ὑπέγραψα | |
5 | Λεόντιος ἐπίσκοπος πόλεως ἀραζῶν ὁρίσας ὑπέγραψα Φοντηιανὸς ἐπίσκοπος Σαγαλασσοῦ ὁρίσας ὑπέγραψα Ῥουστίκιος ἐπίσκοπος Ἄφρος ὁρίσας ὑπέγραψα Ἀνιανὸς ἐπίσκοπος Καπετωλιάδος ὁρίσας ὑπέγραψα Ζέβεννος ἐπίσκοπος πόλεως Πέλλης ὁρίσας ὑπέγραψα | |
10 | Ἰωάννης ἐπίσκοπος τῆς ἐν Τιβεριάδι ἁγίας ἐκκλησίας ὁρίσας ὑπέγραψα Μενεκράτης ἐπίσκοπος πόλεως Κιρασσῶν ὁρίσας ὑπέγραψα Παγκράτιος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Λιβιάδος ὁρίσας ὑπέγραψα Κοσσίνιος ἐπίσκοπος Ἱεροκαισαρείας ὁρίσας ὑπέγραψα Ἀλκιμίδης ἐλάχιστος ἐπίσκοπος Σιλάνδου ὁρίσας ὑπέγραψα | |
15 | Ἀμάχιος ἐπίσκοπος πόλεως Σεττῶν ὁρίσας ὑπέγραψα Αἰθέριος ἐπίσκοπος χάριτι θεοῦ Πομπηιουπόλεως ὁρίσας ὑπέγραψα διὰ Ἐπιφανίου ἐλέωι θεοῦ πρεσβυτέρου Θεμίστιος ἐπίσκοπος Ἀμάστριδος ὁρίσας ὑπέγραψα διὰ Φιλοτίμου πρεσβυτέρου Παῦλος ὁ ἐλάχιστος ἐπίσκοπος Τριπόλεως ὁρίσας ὑπέγραψα | |
20 | Μουσώνιος ἐπίσκοπος Ζωόρων ὁρίσας ὑπέγραψα Μανασσῆς ἐπίσκοπος Θεοδοσιουπόλεως τῆς μεγάλης Ἀρμενίας ὁρίσας ὑπέγραψα χειρὶ ἐμῆι Φρόντων ἐπίσκοπος τῆς Φασηλιτῶν ὁρίσας ὑπέγραψα Διογένης ἐπίσκοπος Κυζίκου τῆς μητροπόλεως ὁρίσας ὑπέγραψα καὶ ὑπὲρ τῶν | |
25 | ἀπόντων θεοφιλεστάτων ἐπισκόπων τῶν ὑπ’ ἐμὲ Τιμοθέου Γέρμης, Ἀλεξάνδρου Ὄκης, Φιλοστοργίου Σκεψίου, Γεμέλλου Μιλητουπόλεως, Εὐτυχιανοῦ Βάρεως, Ἀκακίου Προκοννήσου τῶι ὅρωι Στέφανος ἐπίσκοπος Ἱερᾶς πόλεως ὑπέγραψα καὶ ὑπὲρ τῶν ἀπόντων θεοφιλεστάτων ἐπισκόπων τῶν ὑπ’ ἐμὲ Οὐρανίου Μάρα Δαυὶδ Κοσμᾶ Μαριανοῦ τῶι ὅρωι | |
30 | Νουνέχιος ἐπίσκοπος τῆς μητροπόλεως Λαοδικείας ὑπέγραψα καὶ ὑπὲρ τῶν ὑπ’ ἐμὲ θεοφιλεστάτων ἐπισκόπων Συμμαχίου Ἡρακλείου Φιλίππου Φιλαδέλφου Φιλητοῦ Τατιανοῦ Ἀντιόχου Ζωσίμου Ἐπιφανίου Ἀραβίου Γαίου Εὐαγόρα τῶι ὅρωι Λουκίνσιος ὁ εὐλαβέστατος ἐπίσκοπος τοποτηρητὴς τοῦ ἀποστολικοῦ θρόνου εἶπεν· Πρώην ἡ ὑμετέρα ἐνδοξότης ἐδοκίμασεν ὅσα ἐπὶ παρουσίαι τῶν ἐπισκόπων ἐπράχθη, | |
35 | ἵνα μή τις κατὰ ἀνάγκην ὑπογράψαι τοῖς μνημονευθεῖσι κανόσι βιασθῆι; Οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Οὐδεὶς ἠναγκάσθη. | |
Λουκίνσιος ὁ εὐλαβέστατος ἐπίσκοπος καὶ τοποτηρητὴς τοῦ ἀποστολικοῦ θρόνου | 94 in vol. 2.1.3 | |
2,1,395 | εἶπεν· Φαίνεται προσσεσωρεῦσθαι τοῖς ὅροις τῶν τιη καὶ τοῖς μετὰ ταῦτα ρν τὰ νῦν μνημονευθέντα, μὴ ἐμφερόμενα δὲ ἐν τοῖς συνοδικοῖς κανόσιν ταῦτα φάσκουσιν ὡρίσθαι. εἰ τοίνυν τοῖς χρόνοις τούτοις τῶι βενιφικίωι ἐχρήσαντο, τί νῦν ζητοῦσιν ὧι μὴ [κανονικῶς] κατὰ κανόνας ἐχρήσαντο; | |
5 | Ἀέτιος ἀρχιδιάκονος τῆς Κωνσταντινουπολιτῶν ἐκκλησίας εἶπεν· Εἰ περὶ τούτου τοῦ κεφαλαίου ἐντολὰς εἰλήφασίν τινας, προενέγκωσιν. Βονιφάτιος ὁ εὐλαβέστατος πρεσβύτερος εἶπεν· Ὁ μακαριώτατος καὶ ἀποστολικὸς ἐπίσκοπος μετὰ πολλὰ καὶ τοῦτο ἡμῖν ἐνετείλατο καὶ ἀπὸ τοῦ χάρτου ἀνέγνω ἡμῖν τὸν ὅρον τῶν ἁγίων πατέρων μηδεμιᾶι προπετείαι ἐλαττοῦσθαι ἢ μειοῦσθαι· φυλαττέσθω | |
10 | τοιγαροῦν τοῦ ἡμετέρου προσώπου ἡ ἀξία πᾶσιν τρόποις ἐν ὑμῖν κἄν τινες τυχὸν πεποιθότες δυνάμει τῶν ἰδίων πόλεων παρασαλεῦσαι ἐπεχείρησαν, τούτους ἐκβάλλεσθαι κατὰ τὸ τῶι δικαίωι πρέπον. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Ἑκάτερον μέρος τοὺς κανόνας προβαλλέτω. Ῥω ἀνέγνων ἀνέγνωμεν ἀνέγνω | |
15 | Πασκασῖνος ὁ εὐλαβέστατος ἐπίσκοπος καὶ τοποτηρητὴς ἀνέγνω Τῶν τιη ἁγίων πατέρων κανὼν ϛ. Ἡ ἐκκλησία Ῥώμης πάντοτε ἔσχεν τὰ πρωτεῖα· ἔχει τοιγαροῦν καὶ ἡ Αἴγυπτος, ὥστε τὸν ἐπίσκοπον Ἀλεξανδρείας πάντων ἔχειν ἐξουσίαν, ἐπειδὴ καὶ τῶι Ῥώμης ἐπισκόπωι τοῦτο σύνηθές ἐστιν. ὁμοίως καὶ κατὰ τὴν Ἀντιό‐ χειαν [εἴ τις δὲ παρὰ ταύτην τῶν μητροπολιτῶν τὴν γνώμην ἐπισκοπῶν κατασταθῆι | |
20 | ἐπειδὴ τοῦτο ὥρισεν ἡ ἁγία σύνοδος], καὶ ἐν ταῖς ἄλλαις ἐπαρχίαις τὰ πρωτεῖα σωιζέσθω ταῖς ἐκκλησίαις. καὶ τοῦτο δὲ πρόδηλον ὡς εἴ τις χωρὶς γνώμης τοῦ μητροπολίτου γένοιτο ἐπίσκοπος, τὸν τοιοῦτον ἡ σύνοδος ἡ μεγάλη ὥρισεν μὴ δεῖν εἶναι ἐπίσκοπον. ἐὰν μέντοι ἡ ἐκείνων πάντων γνώμη εὔλογος εἴη καὶ κατὰ κανόνα ἐκκλησιαστικόν, δύο δὲ ἢ τρεῖς δι’ οἰκείαν φιλονεικίαν ἀντιλέγωσιν, κρατείτω ἡ τῶν πλειόνων ψῆφος. ἐπειδὴ | |
25 | δὲ ἡ συνήθεια κεκράτηκεν καὶ παράδοσις ἀρχαία ἐστὶν ὥστε καὶ τὸν ἐν Αἰλίαι ἐπίσκοπον τιμᾶσθαι, ἐχέτω τὴν ἀκολουθίαν τῆς τιμῆς τῆι μητροπόλει σωιζομένου τοῦ οἰκείου ἀξιώματος. Κωνσταντῖνος σηκρητάριος ἀπὸ βιβλίου ἐπιδοθέντος παρὰ Ἀετίου ἀρχιδιακόνου ἀνέγνω | |
30 | Τῶν τιη ἁγίων πατέρων κανὼν ϛ. Τὰ ἀρχαῖα ἔθη κρατείτω τὰ ἐν Αἰγύπτωι ὥστε τὸν Ἀλεξανδρείας ἐπίσκοπον πάντων ἔχειν ἐξουσίαν, ἐπειδὴ καὶ τῶι ἐν Ῥώμηι ἐπισκόπωι τοῦτο σύνηθές ἐστιν. ὁμοίως δὲ καὶ κατὰ τὴν Ἀντιόχειαν καὶ ἐν ταῖς ἄλλαις ἐπαρχίαις τὰ πρεσβεῖα σώιζεσθαι ταῖς ἐκκλησίαις. καθόλου δὲ πρόδηλον ἐκεῖνο ὅτι εἴ τις χωρὶς γνώμης τοῦ μητροπολίτου γένοιτο ἐπίσκοπος, τοῦτον ἡ σύνοδος ἡ μεγάλη ὥρισεν | |
35 | μὴ δεῖν εἶναι ἐπίσκοπον. ἐὰν μέντοι τῆι κοινῆι πάντων ψήφωι εὐλόγωι οὔσηι καὶ κατὰ κανόνα ἐκκλησιαστικὸν δύο ἢ τρεῖς δι’ οἰκείαν φιλονεικίαν ἀντιλέγωσιν, κρατείτω | |
ἡ τῶν πλειόνων ψῆφος. | 95 in vol. 2.1.3 | |
2,1,396 | Ὁ αὐτὸς σηκρητάριος ἀνέγνω ἀπὸ τοῦ αὐτοῦ βιβλίου Συνοδικὸν τῆς β συνόδου. Τάδε ὥρισαν οἱ ἐν Κωνσταντινουπόλει χάριτι θεοῦ συνελθόντες ρν ἐπίσκοποι ἐκ διαφόρων ἐπαρχιῶν κατὰ κλῆσιν τοῦ θεοφιλεστάτου βασιλέως Θεοδοσίου ἐπὶ Νεκταρίου ἐπισκόπου Κωνσταντινουπόλεως | |
5 | Μὴ ἀθετεῖσθαι τὴν πίστιν μηδὲ τοὺς κανόνας τῶν πατέρων τῶν τιη τῶν ἐν Νικαίαι τῆς Βιθυνίας συνελθόντων, ἀλλὰ μένειν ἐκείνην κυρίαν καὶ ἀναθεματισθῆναι πᾶσαν αἵρεσιν καὶ ἰδικῶς τὴν τῶν Εὐνομιανῶν εἴτ’ οὖν Ἀνομοίων καὶ τὴν τῶν Ἀρειανῶν εἴτ’ οὖν Εὐδοξιανῶν καὶ τὴν Ἡμιαρειανῶν ἢ γοῦν πνευματομάχων καὶ τὴν τῶν Σαβελλιανῶν καὶ τὴν τῶν Μαρκιανιστῶν καὶ τὴν τῶν Φωτεινιανῶν καὶ τὴν τῶν Ἀπολιναριαστῶν. | |
10 | τοὺς δὲ ὑπὲρ διοίκησιν ἐπισκόπους ταῖς ὑπερορίοις ἐκκλησίαις μὴ ἐπιβαίνειν μηδὲ συγχέειν τὰς ἐκκλησίας, ἀλλὰ κατὰ τοὺς κανόνας τὸν μὲν Ἀλεξανδρείας ἐπίσκοπον τὰ ἐν Αἰγύπτωι μόνον οἰκονομεῖν, τοὺς δὲ τῆς Ἀνατολῆς ἐπισκόπους τὴν Ἀνατολὴν μόνην διοικεῖν φυλαττομένων τῶν ἐν τοῖς κανόσι τοῖς κατὰ Νικαίαν πρεσβείων τῆι Ἀντιοχέων ἐκ‐ κλησίαι καὶ τοὺς τῆς Ἀσιανῆς διοικήσεως ἐπισκόπους τὰ κατὰ τὴν Ἀσιανὴν διοίκησιν | |
15 | μόνον οἰκονομεῖν καὶ τοὺς τῆς Ποντικῆς τὰ τῆς Ποντικῆς μόνον καὶ τοὺς τῆς Θράικης τὰ τῆς Θράικης μόνον. ἀκλήτους δὲ ἐπισκόπους ὑπὲρ διοίκησιν μὴ ἐπιβαίνειν ἐπὶ χειροτονίαι ἤ τισιν ἄλλαις οἰκονομίαις ἐκκλησιαστικαῖς. φυλαττομένου δὲ τοῦ προ‐ γεγραμμένου περὶ τῶν διοικήσεων κανόνος εὔδηλον ὡς τὰ καθ’ ἑκάστην ἐπαρχίαν ἡ τῆς ἐπαρχίας σύνοδος διοικήσει κατὰ τὰ ἐν Νικαίαι ὡρισμένα. τὰς δὲ ἐν τοῖς βαρβαρι‐ | |
20 | κοῖς ἔθνεσι τοῦ θεοῦ ἐκκλησίας οἰκονομεῖσθαι χρὴ κατὰ τὴν κρατήσασαν συνήθειαν ἐπὶ τῶν πατέρων. τὸν μέντοι Κωνσταντινουπόλεως ἐπίσκοπον ἔχειν τὰ πρεσβεῖα τῆς τιμῆς μετὰ τὸν Ῥώμης ἐπίσκοπον διὰ τὸ εἶναι αὐτὴν νέαν Ῥώμην. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Οἱ ὑπογράψαντες τῶι ἀναγνωσθέντι τόμωι ἐκ τῶν τῆς Ἀσιανῆς διοικήσεως καὶ Ποντικῆς ὁσιώτατοι ἐπίσκοποι λεγέτωσαν εἴ γε | |
25 | οἰκείαι γνώμηι ἢ ἀνάγκης τινὸς αὐτοῖς ἐπενεχθείσης ὑπέγραψαν. Καὶ παρελθόντων αὐτῶν ἐν τῶι μέσωι Διογένης ὁ εὐλαβέστατος ἐπίσκοπος Κυζίκου εἶπεν· Ἀπὸ γνώμης ὑπέγραψα ὡς ἐνώπιον τοῦ θεοῦ. Φλωρέντιος ἐπίσκοπος Σάρδεων εἶπεν· Οὐδεμία μοι ἀνάγκη ἐπήχθη, ἀλλ’ ἑκουσίως ὑπέγραψα. | |
30 | Ῥωμανὸς ἐπίσκοπος Μύρων εἶπεν· Οὐκ ἠναγκάσθην, ἐγὼ ἡδέως ἔχω ὑπὸ τὸν θρόνον Κωνσταντινουπόλεως εἶναι, ἐπειδὴ καὶ αὐτός με ἐτίμησεν καὶ αὐτός με ἐχειρο‐ τόνησεν. ἐμοὶ δίκαιον φαίνεται καὶ ἀπὸ γνώμης ὑπέγραψα. Καλόγηρος ἐπίσκοπος Κλαυδιουπόλεως εἶπεν· Κατὰ γνώμην τῶν ἁγιωτάτων πατέρων τῶν ρν ἰδίαι γνώμηι ὑπέγραψα μὴ ἀναγκασθείς. | |
35 | Σέλευκος ἐπίσκοπος Ἀμασείας εἶπεν· Πρὸ ἐμοῦ τρεῖς ἐπίσκοποι ἐχειροτονήθησαν | 96 in vol. 2.1.3 |
2,1,397 | ὑπὸ τοῦ θρόνου τούτου καὶ εὑρὼν ταύτην τὴν ἀκολουθίαν ἠκολούθησα αὐτῆι καὶ νῦν ἑκουσίως ἐποίησα βουλόμενος εἶναι ὑπὸ τὸν θρόνον τοῦτον. Ἐλευθέριος ἐπίσκοπος Χαλκηδόνος εἶπεν· Ἐπιστάμενος ὡς καὶ ἐκ τῶν κανόνων καὶ ἐκ τῆς προλαβούσης συνηθείας ἔχει τὰ δίκαια ταῦτα ὁ Κωνσταντινουπόλεως θρόνος, | |
5 | μεθ’ ἡδονῆς ὑπέγραψα. Πέτρος ἐπίσκοπος Γαγγρῶν εἶπεν· Πρὸ ἐμοῦ τρεῖς ἐχειροτονήθησαν ὑπὸ τοῦ τῆς βασιλευούσης πόλεως κἀγὼ μετ’ αὐτοὺς ὁμοίως, καὶ διὰ τοῦτο συνεθέμην ὡς συνήθειαν ἔχον καὶ ἑκουσίως ὑπέγραψα. Νουνέχιος ἐπίσκοπος Λαοδικείας εἶπεν· Ἡ δόξα τοῦ θρόνου Κωνσταντινου‐ | |
10 | πόλεως δόξα ἡμῶν ἐστιν· τῆς γὰρ ἐντεῦθεν τιμῆς καὶ ἡμεῖς μετέχομεν, ἐπειδὴ καὶ τὰς μερίμνας ἡμῶν ἀναδέχεται. καὶ ἀγαπῶμεν τὸν καθ’ ἑκάστην ἐπαρχίαν μητροπολίτην ὑπὸ τοῦ θρόνου τούτου χειροτονεῖσθαι, ὅθεν καὶ ἑκὼν ὑπέγραψα. Μαρινιανὸς ἐπίσκοπος Συνάδων εἶπεν· Ὡς καὶ τῶν πρὸ ἐμοῦ χειροτονηθέντων ὑπὸ τοῦ Κωνσταντινουπόλεως ἁγιωτάτου θρόνου καὶ ἐμοῦ δὲ αὐτοῦ, ἑκουσίως ὑπέγραψα, | |
15 | ἐπειδὴ καὶ οἱ κανόνες τὰ πρεσβεῖα παρέχουσι τῶι Κωνσταντινουπόλεως ἁγιωτάτωι θρόνωι. Περγάμιος ἐπίσκοπος Ἀντιοχείας εἶπεν· Καὶ οἰκείαι γνώμηι τὴν ὑπογραφὴν πεποίημαι καὶ ἐν πᾶσι τὸν ὁσιώτατον ἀρχιεπίσκοπον τῆς βασιλευούσης νέας Ῥώμης διὰ τιμῆς καὶ θεραπείας ἅτε πατέρα ἐξαίρετον ὄντα ἔχειν ἡμᾶς προσῆκόν ἐστιν. τοσοῦτον | |
20 | δὲ μόνον ἀξιῶ ὥστε εἴ τινα ἢ κατὰ ἄγνοιαν τῆς αὐτῶν ὁσιότητος ἢ κατὰ συναρπαγὴν εὑρίσκεται πραττόμενα, ὑπὲρ τῆς αὐτοῦ δόξης καὶ τῆς εἰρήνης τῶν ἁγιωτάτων ἐκκλη‐ σιῶν καὶ τῆς πρὸς τὸν θεὸν αὐτοῦ παρὰ πᾶσιν εὐδοκιμήσεως ταῦτα ὡς ἐπὶ πατρὸς ἐξετασθῆναί τε καὶ φυλαχθῆναι. Κριτωνιανὸς ἐπίσκοπος Ἀφροδισιάδος εἶπεν· Ἀπὸ οἰκείας γνώμης τὴν ὑπο‐ | |
25 | γραφὴν πεποίημαι ἀκολουθῶν τῶι σκοπῶι τῶν ἁγίων πατέρων καὶ χρεωστῶν τῶι θρόνωι τούτωι ἐφ’ οἷς κἀγὼ ἐχειροτονήθην καὶ οἱ πρὸ ἐμοῦ καὶ πάσης προστασίας ἡ ἐκκλησία ἡμῶν τετύχηκεν. Εὐσέβιος ἐπίσκοπος Δορυλαίου εἶπεν· Ἑκὼν ὑπέγραψα, ἐπειδὴ καὶ τὸν κανόνα τοῦτον τῶι ἁγιωτάτωι πάπαι ἐν Ῥώμηι ἐγὼ ἀνέγνων παρόντων τῶν κληρικῶν Κων‐ | |
30 | σταντινουπόλεως καὶ ἀπεδέξατο αὐτόν. Ἀντίοχος ἐπίσκοπος Σινώπης εἶπεν· Ἑκὼν ὑπέγραψα ἀκολουθήσας τῶι μητρο‐ πολίτηι μου καὶ τῶι κανόνι τῶν ρν. Οἱ λοιποὶ ἐπίσκοποι ἐβόησαν· Ἑκόντες ὑπεγράψαμεν. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Ἀναγνωσθεισῶν τῶν ὑπογραφῶν καὶ τῆς | |
35 | ἑκάστου τῶν ὑπογραψάντων καταθέσεως φανερᾶς γενομένης ὡς οὐδεμιᾶι ἀνάγκηι, ἀλλὰ γνώμηι οἰκείαι ὑπέγραψαν, οἱ μὴ ὑπογράψαντες ὁσιώτατοι ἐπίσκοποι τί διδάσ‐ κουσιν; Εὐσέβιος ἐπίσκοπος Ἀγκύρας εἶπεν· Ἐγὼ ἐμὸν λόγον ἔχω εἰπεῖν οὐδὲν πρό‐ κριμα φέροντα τῆι κοινότητι. ὅτι παντελῶς ἀπέχω τοῦ ἐπιθυμεῖν χειροτονεῖν, ἐκ | |
40 | πραγμάτων ἐδήλωσα. ὁ γὰρ ἀρτίως καταθέμενος ὁσιώτατος ἐπίσκοπος Πέτρος | |
Γαγγρῶν ἐστιν ἐπίσκοπος καὶ τὸν πρὸ τούτου ἐγὼ ἐχειροτόνησα. ἅπασα γὰρ ἡ | 97 in vol. 2.1.3 | |
2,1,398 | πόλις ἦλθεν πρὸς ἐμὲ εἰς τὴν Ἀγκύραν καὶ ἐκόμισαν τὰ ψηφίσματα. ἀπεκρινάμην αὐτοῖς λέγων· ἐγὼ οὐκ εἰμὶ τῶν ἐπιθυμούντων χειροτονεῖν. ἀνεμίμνησκόν με τῶν πρότερον χειροτονηθέντων παρὰ τοῦ Ἀγκυρανοῦ ἐπισκόπου, ἑνὸς δευτέρου τρίτου. ἐγὼ εἶπον· ὅσα μοι ἐὰν λέγητε, ἐγὼ ἐμαυτὸν δίκηι οὐκ ἐμβάλλω. μετὰ ταῦτα ἔρχονται, | |
5 | παρακαλοῦσι τὸν μακάριον Πρόκλον Καὶ ἐν τῶι λέγειν αὐτὸν Φίλιππος πρεσβύτερος τῆς κατὰ Κωνσταντινούπολιν ἐκκλησίας εἶπεν· Ἡ θεοσέβειά σου ἔγραψεν περὶ Καλλινίκου, μετὰ δὲ τὴν θεοσέβειάν σου Πέτρον ἐχειροτόνησεν ὁ μακάριος Πρόκλος. Εὐσέβιος ἐπίσκοπος Ἀγκύρας εἶπεν· Ἐπιστέλλει ὁ μακάριος Πρόκλος πρὸς ἐμέ· | |
10 | ἐχειροτόνησα αὐτόν. ταῦτα πάντα οὔκ ἐστι δικαιολογία, ἀλλὰ ἀπόδειξις τῆς ἐμῆς προαιρέσεως, ἵνα μετὰ ταῦτα ἐπαγάγω τί αἰτῶ ἢ πρὸς τί ἀντιλέγω. ἀπῆλθον εἰς τὴν Γάγγραν, ἐνεθρόνισα τὸν ἐπίσκοπον. οὕτω συνέβη· ἀπέθανεν ἐντὸς ὀλίγων ἡμερῶν. πάλιν πάντες οἱ τῆς πόλεως προσελθόντες μοι παρεκάλουν ὥστε ποιῆσαι ἄλλον ἐπίσκοπον. ἔλεγον· τὰ αὐτὰ ὑμῖν ἀποκρίνομαι καὶ νῦν· ἐγὼ οὐκ ἐπιθυμῶ | |
15 | χειροτονεῖν. θεασάμενοι τὴν ἐμὴν προαίρεσιν περὶ τοῦτο ἦλθον ἐπὶ Κωνσταντινού‐ πολιν καὶ ἤγαγον τὸν κύριν Πέτρον τὸν νῦν καταθέμενον. ταῦτα μὲν οὖν ἔστω μαρ‐ τυρία τῆς ἐμῆς προαιρέσεως καὶ ὅτι τοῦ χειροτονεῖν οὐκ ἐπιθυμῶ. παρακαλῶ δὲ τὰς πόλεις διὰ χειροτονίαν μὴ λύεσθαι. ἐὰν μὴ γὰρ ἐν ταῖς πόλεσιν αὐταῖς οἱ ψηφιζό‐ μενοι παρὰ τῆς πόλεως χειροτονῶνται παρὰ τῆς συνόδου τῆς κατὰ τὴν ἐπαρχίαν | |
20 | δοκιμαζόμενοι, λύονται αἱ οὐσίαι. καὶ ἀπὸ πείρας εἰμί, ἐπειδὴ τοῦ πρὸ ἐμοῦ πολλὴν ὁλκὴν ἀπέδωκα. Φίλιππος πρεσβύτερος εἶπεν· Ἀπὸ τοῦ κανόνος ταῦτα ἀνήιρηται. ταῦτα νόμοις καὶ κανόσιν ἀνήιρηται. καθαρεύει τὰ θυσιαστήρια. Εὐσέβιος ἐπίσκοπος Ἀγκύρας εἶπεν. Διὰ τὸν θεὸν λάμπει ἡ ὑπόληψις τοῦ ἁγιω‐ | |
25 | τάτου ἀρχιεπισκόπου Ἀνατολίου, ἀλλ’ οὐδείς ἐστιν ἀθάνατος. Ἀνατόλιος ἐπίσκοπος Κωνσταντινουπόλεως εἶπεν· Παρὰ τίνος ἐχειροτονήθης αὐτός; Εὐσέβιος ἐπίσκοπος Ἀγκύρας εἶπεν· Τῶι κακῶι μου εὑρέθην ἐνταῦθα καὶ ἐχει‐ ροτονήθην παρὰ τοῦ μακαρίου Πρόκλου. | |
30 | Θαλάσσιος ἐπίσκοπος Καισαρείας εἶπεν· Ἀπερχόμεθα πρὸς τὸν κύριν τὸν ἀρχι‐ επίσκοπον Ἀνατόλιον καὶ τυποῦμεν αὐτό. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Ἐκ τῶν πεπραγμένων καὶ ἐκ τῆς ἑκάστου κατα‐ θέσεως συνορῶμεν πρὸ πάντων μὲν τὰ πρωτεῖα καὶ τὴν ἐξαίρετον τιμὴν κατὰ τοὺς κανόνας τῶι τῆς πρεσβύτιδος Ῥώμης θεοφιλεστάτωι ἀρχιεπισκόπωι φυλάττεσθαι, χρῆναι | |
35 | δὲ τὸν ὁσιώτατον ἀρχιεπίσκοπον τῆς βασιλίδος Κωνσταντινουπόλεως νέας Ῥώμης τῶν αὐτῶν πρεσβείων τῆς τιμῆς ἀπολαύειν καὶ αὐτὸν ἐξ αὐθεντίας ἐξουσίαν ἔχειν τοῦ χειρο‐ τονεῖν τοὺς μητροπολίτας ἔν τε τῆι Ἀσιανῆι καὶ Ποντικῆι καὶ Θραικικῆι ταῖς διοικήσεσι κατὰ τοῦτον τὸν τρόπον ὥστε ψηφίζεσθαι μὲν παρὰ τῶν ἑκάστης μητροπόλεως κληρικῶν καὶ κτητόρων καὶ λαμπροτάτων ἀνδρῶν, ἔτι μὴν καὶ παρὰ τῶν κατὰ τὴν ἐπαρχίαν | |
40 | εὐλαβεστάτων ἐπισκόπων πάντων ἢ τῶν πλειόνων καὶ ἐπιλέγεσθαι ὅνπερ ἂν οἱ προ‐ | |
ειρημένοι ἄξιον εἶναι τῆς κατὰ τὴν μητρόπολιν ἐκκλησίας ἐπίσκοπον δοκιμάσοιεν, ἀνα‐ | 98 in vol. 2.1.3 | |
2,1,399 | φέρεσθαι δὲ παρὰ πάντων τῶν ἐπιλεξαμένων τῶι ὁσιωτάτωι ἀρχιεπισκόπωι τῆς βασι‐ λίδος Κωνσταντινουπόλεως ἐπὶ τῶι ἐν αὐτῶι εἶναι εἴτε βούλεται τὸν ἐπιλεχθέντα ἐνταῦθα παραγενόμενον χειροτονηθῆναι εἴτε κατ’ ἐπιτροπὴν αὐτοῦ ἐν τῆι ἐπαρχίαι τῆι ψήφωι τῆς ἐπισκοπῆς τυχεῖν. τοὺς μέντοι κατὰ πόλιν ὁσιωτάτους ἐπισκόπους | |
5 | χειροτονεῖσθαι παρὰ πάντων ἢ τῶν πλειόνων τῆς ἐπαρχίας εὐλαβεστάτων ἐπισκόπων, τὸ κῦρος ἔχοντος τοῦ μητροπολίτου κατὰ τὸν κείμενον τῶν πατέρων κανόνα καὶ μηδὲν ἐπικοινωνοῦντος ταῖς ἐκείνων χειροτονίαις τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου τῆς βασιλίδος Κωνσταντινουπόλεως. ταῦτα παρ’ ἡμῶν ἐσκοπήθη, τὰ δὲ παριστάμενα αὐτῆι ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος διδάξαι καταξιωσάτω. | |
10 | Οἱ εὐλαβέστατοι ἐπίσκοποι εἶπον· Αὕτη δικαία ψῆφος. ταῦτα πάντες λέγο‐ μεν. ταῦτα πᾶσιν ἀρέσκει. αὕτη δικαία κρίσις. τὰ τυπωθέντα κρατείτω. αὕτη δικαία ψῆφος. πάντα δεόντως ἐτυπώθη. δεόμεθα, ἀπολύσατε ἡμᾶς. τὴν σωτηρίαν τῶν βασιλέων, ἀπολύσατε ἡμᾶς. πάντες τῆι ἀποφάσει ἐμμένομεν. πάντες τὰ αὐτὰ λέγομεν. | |
15 | Λουκίνσιος ἐπίσκοπος εἶπεν· Ὁ ἀποστολικὸς θρόνος ἡμῶν παρόντων προσέταξε πάντα πράττεσθαι καὶ διὰ τοῦτο, εἴ τι δήποτε πρὸ τοῦ δικαστηρίου παρὰ κανόνας τῆι χθὲς ἡμέραι ἐπράχθη ἀπόντων ἡμῶν, τὴν ὑμετέραν ὑπεροχὴν αἰτοῦμεν ὥστε κελεῦσαι περιαιρεθῆναι, ἵνα μὴ φιλονεικία τις ἐξ ἡμῶν ἔγκειται τούτοις τοῖς ὑπομνήμασιν, ἀλλὰ γινώσκειν ἡμᾶς σαφῶς τί τῶι ἀποστολικῶι καὶ πάσης ἐκκλησίας προύχοντι ἐπισκόπωι | |
20 | ἀνενεγκεῖν, ἵνα αὐτὸς ἢ περὶ τῆς οἰκείας τοῦ θρόνου ὕβρεως ἢ περὶ τῆς ἀνατροπῆς τῶν κανόνων δυνηθῆι ἀποφήνασθαι. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Ὅσα διελαλήσαμεν, πάντα ἡ σύνοδος ἐκύρωσεν. Ῥω ἀνέγνων ἀνέγνωμεν ἀνέγνω. Πρᾶξις περὶ Καρώσου καὶ Δωροθέου καὶ τῶν σὺν αὐτοῖς | |
25 | Ὑπατείας τοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου βασιλέως ἡμῶν Μαρκιανοῦ αὐ‐ γούστου τὸ πρῶτον πρὸ δεκατριῶν Καλανδῶν Νοεμβρίων συνεδρευούσης τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς κατὰ θέσπισμα τῶν εὐσεβε‐ στάτων ἡμῶν βασιλέων συναθροισθείσης ἐπὶ τῆς Χαλκηδονέων μητροπόλεως ἐν τῶι μαρτυρίωι τῆς ἁγίας καὶ καλλινίκου μάρτυρος Εὐφημίας | |
30 | Ἀέτιος ἀρχιδιάκονος καὶ πριμικήριος εἶπεν· Ὁ εὐλαβέστατος πρεσβύτερος καὶ περιοδευτὴς Ἀλέξανδρος ἀποσταλεὶς παρὰ τῆς ὑμετέρας ἁγιωσύνης πρὸς τὸν εὐσε‐ βέστατον καὶ φιλόχριστον ἡμῶν βασιλέα τῶν μοναζόντων ἕνεκεν τῶν περὶ Κάρωσον καὶ Δωρόθεον καὶ τῶν κατὰ Εὐτυχῆ τὸν ποτὲ ἀρχιμανδρίτην μονάζοντα τῶν ἀπο‐ στατησάντων τῆς ὀρθοδόξου πίστεως φανερὰ παρὰ τῆς αὐτῶν εὐσεβείας κελευσθεὶς | |
35 | εἰπεῖν πρὸς τὴν ὑμετέραν ὁσιότητα παραγενόμενος νῦν βούλεται καταθέσθαι καὶ τοῦτο αὐτὸ ὑποβάλλομεν πρὸς τὸ παριστάμενον. | |
Ἡ ἁγία σύνοδος εἶπεν· Λεγέτω ὁ παρὼν εὐλαβέστατος πρεσβύτερος καὶ περι‐ | 99 in vol. 2.1.3 | |
2,1,3100 | οδευτὴς Ἀλέξανδρος τὰ παρὰ τοῦ εὐσεβεστάτου καὶ πιστοτάτου βασιλέως ἡμῶν δηλω‐ θέντα τῆι ἁγίαι συνόδωι. Ἀλέξανδρος πρεσβύτερος καὶ περιοδευτὴς εἶπεν· Ἀποσταλεὶς παρὰ τῆς ὑμε‐ τέρας ἁγιωσύνης καὶ παρὰ τῶν μεγαλοπρεπεστάτων ἀρχόντων καὶ τῆς ἱερᾶς συγκλήτου | |
5 | πρὸς τὸν εὐσεβέστατον καὶ φιλόχριστον βασιλέα εἰπόντος μου αὐτῶι ὅτι Δωρόθεος καὶ οἱ περὶ Κάρωσον οἱ δεδωκότες τὰς δεήσεις ἐδήλωσαν λέγοντες ὅτι ὑπέσχετο ἡ ὑμετέρα εὐσέβεια τὰ μοναστήρια συγκαλεῖσθαι καὶ ἡμᾶς μετ’ αὐτῶν καὶ κειμένου τοῦ ἁγίου εὐαγγελίου διακούειν μεταξὺ ἀμφοτέρων ἡμῶν, ἐὰν οὖν κελεύηι ἡ ὑμετέρα εὐσέβεια, τοῦτο γενέσθω, ἐπεὶ ἡμεῖς ἀπελθεῖν ἐκεῖ οὐ δυνάμεθα, ταῦτα ἀκούσας ὁ δεσπότης τῆς οἰκουμένης | |
10 | ἐδήλωσεν αὐτοῖς δι’ ἐμοῦ καὶ τοῦ κύρου Ἰωάννου τοῦ δεκουρίωνος ὅτι εἰ ἤθελον ἐγὼ καθεσθῆναι ἀνὰ μέσον ὑμῶν καὶ τῶν ἄλλων μοναστῶν καὶ διακοῦσαι μεταξὺ ἀμφοτέρων ὑμῶν, οὐκ ἂν τὴν ἁγίαν καὶ οἰκουμενικὴν σύνοδον ἔσκυλα ἐνταῦθα· ἀλλὰ διὰ τοῦτο παραγενομένων αὐτῶν καὶ δηλωσάντων ἡμῖν περὶ ὑμῶν εἶπον παραγενέσθαι ὑμᾶς καὶ ἅπερ μὴ οἴδατε, γνῶναι καὶ ἐρωτήσαντας ἃ οὐκ οἴδατε, μαθεῖν παρ’ αὐτῶν. δίκαιον | |
15 | οὖν ἐκρίναμεν ἀπελθεῖν ὑμᾶς εἰς τὴν σύνοδον. ἵνα γὰρ τοῦτο οἴδατε ὅτι εἴ τι δἂν τυπώσηι ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος καὶ ἐπιδῶι μοι ἐγγράφως, τούτοις στοιχῶ, τούτοις στέργω, τούτοις πιστεύω. πρὸς τοῦτο ἔχετε καὶ ἄλλην ἀπόκρισιν παρ’ ἐμοῦ οὐ λαμβάνετε. Ἡ ἁγία σύνοδος ἐπευφήμησεν· Πολλὰ τὰ ἔτη τοῦ βασιλέως. πολλὰ τὰ ἔτη | |
20 | τῆς αὐγούστας. πολλὰ τὰ ἔτη τῶν ὀρθοδόξων. Καὶ μετὰ ταῦτα ἀνεγνώσθη δέησις δοθεῖσα τῶι εὐσεβεστάτωι βασιλεῖ παρὰ Καρώσου καὶ τῶν σὺν αὐτῶι. Καὶ μετὰ τὸ ἀναγνωσθῆναι Ἀέτιος ἀρχιδιάκονος εἶπεν· Ἐπήκουσεν ἡ ἁγία ὑμῶν μεγάλη καὶ οἰκουμενικὴ σύνοδος τῶν ἐπιδοθεισῶν δεήσεων τῶι παρὰ τοῦ δεσπότου | |
25 | Χριστοῦ ἀναδειχθέντι εὐσεβεστάτωι καὶ φιλοχρίστωι ἡμῶν βασιλεῖ παρὰ τῶν εὐλα‐ βεστάτων μοναζόντων Καρώσου καὶ Δωροθέου καὶ τῶν σὺν αὐτοῖς περὶ τὴν πίστιν χωλευόντων, ὡς ῥιψοκινδύνως πράττοντες ἐτόλμησαν ἐπίσκοπον ὀνομάζειν τὸν παρὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου καθαιρεθέντα Διόσκορον καὶ παρακαλέσαι τοὺς εὐσεβεστάτους καὶ θεοφιλεστάτους βασιλέας παραγενέσθαι αὐτὸν εἰς τὴν ἁγίαν σύνοδον | |
30 | ταύτην καὶ ὡς ἀνεύθυνον μετὰ παρρησίας τῆι πίστει συνηγορεῖν. ἐπεὶ τοίνυν οὐ μόνον αὐτοὶ τοῦτο πεφώρανται κακοδοξοῦντες, ἀλλὰ γὰρ καὶ τῶν καθαιρεθέντων ὑπερασπί‐ ζοντες, φανερὰ δὲ διαγορεύουσιν οἱ θεῖοι κανόνες κατὰ τῶν τὰ τοιαῦτα σφαλλομένων κληρικῶν τε καὶ μοναχῶν, εἰ κελεύετε, τούτους ἀναγνωσόμεθα, ἐπειδήπερ μάλιστα καὶ φαίνονται ἐκ πολλοῦ χωρίσαντες ἑαυτοὺς τῆς τε ἁγιωτάτης καὶ καθολικῆς ἐκκλησίας | |
35 | καὶ τοῦ ἰδίου ἐπισκόπου, ὡς καὶ ἐκ τῶν παρ’ αὐτῶν ἐπιδοθέντων λιβέλλων φανερὰν τὴν ἑαυτῶν γνώμην κατέστησαν. Ἡ ἁγία σύνοδος εἶπεν· Οἱ θεῖοι τῶν πατέρων κανόνες ἀναγινωσκέσθωσαν καὶ ἐμφερέσθωσαν τοῖς ὑπομνήμασιν. Καὶ λαβὼν τὴν βίβλον Ἀέτιος ἀρχιδιάκονος καὶ πριμικήριος τῆς μεγάλης ἐκ‐ | |
40 | κλησίας ἀνέγνω Κανὼν πγ. Εἴ τις ἐπίσκοπος ὑπὸ συνόδου καθαιρεθεὶς ἢ πρεσβύτερος ἢ διά‐ | |
κονος ἢ ὅλως τοῦ κανόνος ὑπὸ τοῦ ἰδίου ἐπισκόπου τολμήσειέν τι πρᾶξαι τῆς λειτουργίας | 100 in vol. 2.1.3 | |
2,1,3101 | εἴτε ὁ ἐπίσκοπος κατὰ τὴν προάγουσαν συνήθειαν εἴτε ὁ πρεσβύτερος εἴτε ὁ διάκονος, μηκέτι ἐξὸν εἶναι αὐτῶι μηδὲ ἐν ἑτέραι συνόδωι ἐλπίδα ἀποκαταστάσεως μηδὲ ἀπο‐ λογίας χώραν ἔχειν, ἀλλὰ καὶ τοὺς κοινωνοῦντας αὐτῶι πάντας ἀποβάλλεσθαι τῆς ἐκκλησίας καὶ μάλιστα, εἰ μαθόντες τὴν ἀπόφασιν τὴν κατὰ τῶν προειρημένων ἐξενεχθεῖσαν | |
5 | τολμήσειαν αὐτοῖς κοινωνεῖν. Περὶ τῶν ἑαυτοὺς ἀφοριζόντων ἕτερος κανὼν πδ. Εἴ τις πρεσβύτερος ἢ διά‐ κονος καταφρονήσας τοῦ ἰδίου ἐπισκόπου ἀφώρισεν ἑαυτὸν τῆς ἐκκλησίας καὶ ἰδίαι συνήγαγεν καὶ θυσιαστήριον ἔστησεν καὶ τοῦ ἐπισκόπου προσκαλουμένου αὐτὸν ἀπειθοίη καὶ μὴ βούλοιτο αὐτῶι πείθεσθαι μηδὲ ὑπακούειν καὶ πρῶτον καὶ δεύτερον καὶ τρίτον | |
10 | καλοῦντι, τοῦτον παντελῶς καθαιρεῖσθαι καὶ μηκέτι θεραπείας τυγχάνειν μήτε ἀπο‐ λαμβάνειν αὐτὸν δύνασθαι τὴν τιμήν. εἰ δὲ παραμένει θορυβῶν καὶ ἀναστατῶν, διὰ τῆς ἔξωθεν ἐξουσίας ὡς στασιώδη αὐτὸν ἐπιστρέφεσθαι. Καὶ μετὰ τὴν ἀνάγνωσιν τῶν θείων καὶ ἱερῶν κανόνων ἡ ἁγία σύνοδος εἶπεν· Τὸν δεσπότην Χριστὸν εἰς φιλανθρωπίαν μιμουμένη ἡ ἁγία αὕτη καὶ οἰκουμενικὴ σύνοδος | |
15 | ἀπεδέξατο τοὺς μεγαλοπρεπεστάτους καὶ ἐνδοξοτάτους ἄρχοντας καὶ τὴν ἱερὰν καὶ φιλόχριστον σύγκλητον τῆς ἐπὶ τοῖς μονάζουσιν Καρώσωι Δωροθέωι καὶ Βαρσουμᾶι καὶ τοῖς σὺν αὐτοῖς συγκαταβάσεως, ὥστε παρασχεθῆναι τοῖς μνημονευθεῖσι πρὸς ἐπί‐ σκεψιν τοῦ πεισθῆναι τῆι ἁγίαι ταύτηι καὶ οἰκουμενικῆι συνόδωι καὶ τοῖς παρ’ αὐτῆς ἐπὶ τῆι ὀρθῆι πίστει τυπωθεῖσι διορίαν ἡμερῶν τριάκοντα, τουτέστιν ἀπὸ τοῦ ἐνεστῶ‐ | |
20 | τος μηνὸς Ὀκτωβρίου πεντεκαιδεκάτης μέχρι Νοεμβρίου πεντεκαιδεκάτης. ἀποστα‐ λήσονται τοίνυν πρὸς αὐτοὺς κληρικοὶ τῆι ὡρισμένηι ἡμέραι ὑπομιμνήσκοντες αὐτοὺς ἵνα ἢ ὀρθοποδήσωσιν πρὸς τὴν ἀλήθειαν καὶ εἴξωσι πᾶσι τοῖς δόξασι τῆι ἁγίαι ταύτηι συνόδωι πρὸς ἀναίρεσιν πάσης αἱρετικῆς κακοδοξίας ἢ ἴστωσαν ἑαυτοὺς μετὰ τῶν σὺν αὐτοῖς κληρικῶν ἢ γοῦν μοναχῶν γεγυμνῶσθαι τοῦ τε βαθμοῦ καὶ πασῆς ἱερατικῆς | |
25 | ἀξίας τε καὶ κοινωνίας μετὰ τοῦ καὶ ἀποστῆναι τοῦ ἡγουμενεύειν μοναστηρίων, ὡς εἴ γε διαφυγεῖν ἐπιχειρήσειαν, κρατεῖν ἐπ’ αὐτοῖς τὸ αὐτὸ ἐπιτίμιον ψηφίζεται ἡ ἁγία αὕτη καὶ οἰκουμενικὴ μεγάλη σύνοδος, δηλονότι καὶ τῆς ἔξωθεν αὐθεντίας κατὰ τοὺς θείους καὶ ἱεροὺς τῶν πατέρων κανόνας συνεπισχυούσης τῶι τύπωι κατὰ τῶν ἀπειθούντων. Πρᾶξις περὶ Φωτίου ἐπισκόπου Τύρου καὶ Εὐσταθίου ἐπισκόπου Βηρυτοῦ | |
30 | Ὑπατείας τοῦ δεσπότου ἡμῶν Μαρκιανοῦ τοῦ αἰωνίου αὐγούστου καὶ τοῦ δηλω‐ θησομένου τῆι πρὸ δεκατριῶν Καλανδῶν Νοεμβρίων ἐν Χαλκηδόνι κατὰ κέλευσιν τοῦ θειοτάτου καὶ εὐσεβεστάτου δεσπότου ἡμῶν συνελθόντων ἐν τῆι ἁγιωτάτηι ἐκκλησίας τῆς ἁγίας μάρτυρος Εὐφημίας τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου στρατηλάτου καὶ ἀπὸ ὑπάτων καὶ πατρικίου | |
35 | Ἀνατολίου καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἐπάρχου τῶν ἱερῶν πραιτωρίων | |
Παλλαδίου | 101 in vol. 2.1.3 | |
2,1,3102 | καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου μαγίστρου τῶν θείων ὀφφικίων Βιγκομάλου, συνελθόντων δὲ καὶ Πασκασίνου καὶ Λουκινσίου τῶν εὐλαβεστάτων ἐπισκόπων καὶ Βονιφατίου τοῦ | |
5 | εὐλαβεστάτου πρεσβυτέρου ἐπεχόντων τὸν τόπον τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς πρεσβυτέρας Ῥώμης Λέοντος καὶ Ἀνατολίου τοῦ εὐλαβεστάτου ἀρχιεπισκόπου τῆς μεγαλωνύμου Κωνσταντινου‐ πόλεως νέας Ῥώμης καὶ Μαξίμου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀντιοχείας Συρίας | |
10 | καὶ Ἰουβεναλίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἱεροσολύμων καὶ Κυντίλλου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἡρακλείας Μακεδονίας ἐπέχοντος τὸν τόπον τοῦ ἁγιωτάτου ἐπισκόπου τῆς Θεσσαλονικέων Ἀναστασίου καὶ Θαλασσίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Καισαρείας Καππαδοκίας καὶ Στεφάνου τοῦ εὐλαβεστάτου ἐπισκόπου πόλεως Ἐφέσου | |
15 | καὶ Λουκιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Βύζης ἐπέχοντος τὸν τόπον τοῦ θεο‐ φιλεστάτου ἐπισκόπου Ἡρακλείας Θράικης Κυριακοῦ καὶ Εὐσεβίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀγκύρας Γαλατίας καὶ Διογένους τοῦ εὐλαβεστάτου ἐπισκόπου Κυζίκου καὶ Πέτρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Κορίνθου | |
20 | καὶ Φλωρεντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σάρδεων καὶ Εὐνομίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Νικομηδείας καὶ Ἀναστασίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Νικαίας καὶ Ἐλευθερίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Χαλκηδονέων καὶ Ἰουλιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Κῶ ἐπέχοντος καὶ αὐτοῦ τὸν τό‐ | |
25 | πον τοῦ ἀποστολικοῦ θρόνου Λέοντος καὶ Βασιλείου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σελευκείας Ἰσαυρίας καὶ Μελιτίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Λαρίσσης ἐπέχοντος τὸν τόπον τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀπαμείας Συρίας Δόμνου καὶ Ἀμφιλοχίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σίδης | |
30 | καὶ Θεοδώρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ταρσοῦ καὶ Κύρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀναζαρβοῦ καὶ Κωνσταντίνου τοῦ εὐλαβεστάτου ἐπισκόπου Βόστρων καὶ Φωτίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τύρου καὶ Θεοδώρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Δαμασκοῦ | |
35 | καὶ Στεφάνου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἱερᾶς πόλεως καὶ Νόννου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἐδέσσης καὶ Συμεώνου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀμίδης καὶ Ἐπιφανίου τοῦ εὐλαβεστάτου ἐπισκόπου ἐπέχοντος τὸν τόπον τοῦ εὐλαβεστάτου ἐπισκόπου Κωνσταντίας Ὀλυμπίου | |
40 | καὶ Ἰωάννου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σεβαστείας καὶ Σελεύκου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀμασείας καὶ Κωνσταντίνου τοῦ εὐλαβεστάτου ἐπισκόπου Μελιτηνῆς καὶ Πατρικίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τυάνων | |
καὶ Πέτρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Γαγγρῶν | 102 in vol. 2.1.3 | |
2,1,3103 | καὶ Εὐσταθίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Βηρυτοῦ καὶ Ἀπραγμονίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τίου ἐπέχοντος τὸν τόπον τοῦ εὐλαβεστάτου ἐπισκόπου Κλαυδιουπόλεως Καλογήρου καὶ Ἀταρβίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τραπεζοῦντος ἐπέχοντος τὸν τόπον | |
5 | τοῦ εὐλαβεστάτου ἐπισκόπου Νεοκαισαρείας Δωροθέου καὶ Φωτεινοῦ ἀρχιδιακόνου ἐπέχοντος τὸν τόπον Θεοκτίστου τοῦ εὐλαβεστάτου ἐπισκόπου Πισινοῦντος καὶ Ῥωμανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Μύρων τῆς Λυκίας καὶ Κριτωνιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀφροδισιάδος Καρίας | |
10 | καὶ Νουνεχίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Λαοδικείας Φρυγίας καὶ Μαρινιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Συννάδων καὶ Ὀνησιφόρου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἰκονίου καὶ Περγαμίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀντιοχείας Πισιδίας καὶ Ἐπιφανίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Πέργης | |
15 | καὶ Ἀττικοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Νικοπόλεως Ἠπείρου καὶ Μαρτυρίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Γορτύνης καὶ Λουκᾶ τοῦ εὐλαβεστάτου ἐπισκόπου Δυρραχίου καὶ Βιγιλαντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Λαρίσσης Θεσσαλίας καὶ Φραγκίωνος τοῦ εὐλαβεστάτου ἐπισκόπου Φιλιππουπόλεως | |
20 | καὶ Σεβαστιανοῦ τοῦ εὐλαβεστάτου ἐπισκόπου Βεροίας καὶ Βασιλείου τοῦ εὐλαβεστάτου ἐπισκόπου Τραιανουπόλεως καὶ Τρύφωνος τοῦ εὐλαβεστάτου ἐπισκόπου Χίου ἐπέχοντος τὸν τόπον τοῦ εὐλα‐ βεστάτου ἐπισκόπου Ῥόδου Ἰωάννου καὶ Θεοκτίστου τοῦ εὐλαβεστάτου ἐπισκόπου Βεροίας Συρίας | |
25 | καὶ Γεροντίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Σελευκείας Συρίας καὶ Εὐσεβίου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον τοῦ εὐλαβεστάτου ἐπισκόπου Λαοδι‐ κείας Συρίας Μακαρίου καὶ Εὐσεβίου τοῦ εὐλαβεστάτου ἐπισκόπου Δορυλαίου καὶ τῆς λοιπῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς κατὰ θέσπισμα τοῦ θειοτάτου καὶ | |
30 | εὐσεβεστάτου ἡμῶν δεσπότου ἐν τῆι Χαλκηδονέων πόλει συναθροισθείσης καὶ καθεσθέντων πάντων πρὸ τῶν καγκέλλων τοῦ ἁγιωτάτου θυσιαστηρίου Φώτιος ὁ εὐλαβέστατος ἐπίσκοπος Τύρου εἶπεν· Δεήσεις ἐπιδέδωκα τῶι θειοτάτωι καὶ φιλοχρίστωι βασιλεῖ καὶ ἐκέλευσεν τὴν ὑμετέραν μεγαλοπρέπειαν ἅμα τῆι ἁγίαι ταύτηι καὶ οἰκουμενικῆι συνόδωι ἀκοῦσαι τοῦ πράγματος καὶ τύπον αὐτῶι ἐπιθεῖναι. | |
35 | παρακαλῶ τοίνυν ἀναγνωσθῆναί μου τὰς δεήσεις καὶ τὰ δίκαια ὑπαρχθῆναί μοι. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Ἀναγινωσκέσθωσαν αἱ δεήσεις Φωτίου τοῦ εὐλαβεστάτου ἐπισκόπου. Καὶ πρὸ τῆς ἀναγνώσεως Εὐστάθιος ὁ εὐλαβέστατος ἐπίσκοπος Βηρυτοῦ εἶπεν· Καὶ ὁ εὐσεβέστατος καὶ φιλόχριστος ἡμῶν δεσπότης καὶ ἡ εὐσεβεστάτη καὶ φιλό‐ | |
40 | χριστος ἡμῶν δέσποινα καὶ ὑμεῖς οἱ ἐνδοξότατοι καὶ φιλόχριστοι ἄρχοντες καὶ ἡ μεγίστη σύγκλητος καὶ ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος, ἧς ἐξάρχουσιν οἱ θεοφιλέστατοι καὶ ὁσιώτατοι πατέρες ἡμῶν Λέων καὶ Ἀνατόλιος, τῆς πίστεως ἕνεκεν ἡμᾶς ἐνταῦθα συνή‐ | |
γαγον, καὶ κελεύσατε πρὸ πάντων ὑπογραφῆναι τὸν ὅρον, ὥστε πρότερον πληρωθῆναι | 103 in vol. 2.1.3 | |
2,1,3104 | τὸ περὶ τῆς πίστεως. εἰ δὲ καὶ περὶ τοῦ ἐμοῦ πράγματος κελεύετε νῦν ζητηθῆναι, οὐχ ὑπερτίθεμαι, ἀλλ’ εὐθὺς τὰς ἀποκρίσεις ποιοῦμαι. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Ἐπειδὴ προσκελευσθεὶς ὁ θειότατος ἡμῶν βασι‐ λεὺς παρὰ Φωτίου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Τυρίων μητροπόλεως ἐκέλευσεν | |
5 | καὶ τὸ κατ’ αὐτὸν καὶ τοὺς ἄλλους ἐπισκόπους τοὺς λέγοντας βεβλάφθαι κεφάλαιον ἐν τῆι ἁγιωτάτηι συνόδωι παρόντων ἡμῶν ἐξετασθῆναι, ἀναγινωσκέσθωσαν αἱ δεήσεις Φωτίου τοῦ εὐλαβεστάτου ἐπισκόπου. Ῥω Καὶ ἐπιδοθέντων αὐτῶν Κωνσταντῖνος ὁ καθωσιωμένος σηκρητάριος τοῦ θείου κονσιστορίου ἀνέγνω | |
10 | Τοῖς γῆς καὶ θαλάσσης καὶ πάντων ἀνθρώπων ἔθνους καὶ γένους δεσπόταις Φλαβίοις Οὐαλεντινιανῶι καὶ Μαρκιανῶι τοῖς αἰωνίοις καὶ τροπαιούχοις αὐγούστοις δέησις καὶ ἱκεσία παρὰ Φωτίου ἐπισκόπου τῆς Τυρίων μητροπόλεως τῆς ὑμετέρας πρώτης Φοι‐ νίκης. Πάντες ὅσοι τῶν κατὰ γνώμην τυχεῖν ἐθέλουσιν, οὐκ ἄλλως δυνηθήσονται, εἰ μὴ τοῖς ὑμετέροις ἴχνεσι προσπεσόντες ἐκεῖθεν τῶν ἐλπιζομένων καρπόν τινα ἀπο‐ | |
15 | νάσθαι ἐξισχύσουσιν, ὅταν μάλιστα τὸ δίκαιον προσῆι ταῖς αὐτῶν ἱκετηρίαις. κἀγὼ τοίνυν ἐπὶ τάσδε τὰς λιτὰς ἐλήλυθα πείσας ἐμαυτὸν ὡς οὐ διαμάρτοιμι τῆς τῶν προσ‐ δοκωμένων ἐλπίδος, συναγωνιζομένου μοι τοῦ δικαίου. τίς τοίνυν ἡ αἰτία τῶν ἐμῶν δεήσεων, βραχὺς ἀναδιδάξει λόγος. τῆι Τυρίων ἁγιωτάτηι ἐκκλησίαι ἐξ ἀρχαίων καὶ ἀμνημονεύτων [τῶν] χρόνων ἀπὸ τῶν ἁγίων κανόνων φανερὰ ἀφώρισται δίκαια | |
20 | ἔν τε τῆι διοικήσει τῆι ἐκκλησιαστικῆι καὶ ἐν ταῖς χειροτονίαις. τὰ τοιαῦτα δίκαια Εὐστάθιος ὁ εὐλαβέστατος ἐπίσκοπος τῆς Βηρυτίων πόλεως σπουδὴν κατὰ καιρὸν τινῶν ἐσχηκὼς παραφθεῖραι ἐπεχείρησεν θείας πορισάμενος ἀντιγραφὰς ἐπὶ τοῦ τῆς θείας λήξεως Θεοδοσίου, δι’ ὧν ἐβουλήθη ἐκδικῶν ἑαυτῶι φανερῶν πόλεων χειροτονίας τινὰ τῶν δικαίων τῆς προειρημένης ἐκκλησίας εἰς ἑαυτὸν μεταθεῖναι. τοσαύτηι δὲ ὁ μνημο‐ | |
25 | νευθεὶς ὁσιώτατος ἐπίσκοπος εἰς τὸ περιγράψαι τὰ ἐν τῆι ἐκκλησίαι δίκαια ἐνστάσει ἐχρήσατο, ὡς καὶ συνοδικὸν πρός με παρασκευάσαι ἐκπεμφθῆναι καθαίρεσιν ἀπειλοῦν, εἰ μή γε τῶι τοιούτωι ὑποσημαίνομαι χάρτηι. ὧιτινι οὐκ ἐκ προθέσεως, δέει δὲ τῆς ἐν αὐτῶι ἐγκειμένης ἀπειλῆς ὑποσημηνάμενος τὴν ἐπενεχθεῖσάν μοι ἀνάγκην διὰ τῆς ὑπογραφῆς ἐσήμανα. ἔγραψα γὰρ ὡς κελευσθεὶς ὑπέγραψα εἰδὼς ὡς οὐδὲν τοῦτο | |
30 | προκρίνει μοι τῶν θεικῶν καὶ τῶν θείων νόμων τὰ μὴ ἐκ προθέσεως, ἐξ ἀνάγκης δὲ γινόμενα μηδεμίαν ἔχειν ἰσχὺν διοριζόντων. ἐπὶ δὲ τῆς ὑμετέρας εὐσεβείας εὖ ἴσασιν πείραι παρειληφότες πάντες ἄνθρωποι ὡς οὔτε ἄλογος προστασία κρατεῖ οὔτε τις μὴ ἀρχαιότητι ἐγνωσμένον ἐκδικεῖν ἑαυτῶι τι ἐθελήσας κατὰ καινοτομίαν δυνήσεται. δέομαι οὖν προκυλινδούμενος τῶν ὑμετέρων ἰχνῶν θεσπίσαι τὸ οὐράνιον ὑμῶν κράτος πάντα τὰ | |
35 | ἐξ ἀρχῆς ἐκ τῶν θείων κανόνων ἀφορισθέντα τῆι προειρημένηι ἁγιωτάτηι ἐκκλησίαι ἄπτωτα μένειν· εἴ τι δὲ ὑπεναντίον τῆς ἀρχαιότητος παρὰ τοῦ μνημονευθέντος ἢ παρ’ ἑτέρου τινὸς αὐτῶι πράττοντος ἐπικεχείρηται, τοῦτο ἕωλον τυγχάνειν καὶ μηδεμίαν ἔχειν ἰσχύν, ἀλλ’ ἀποδοθῆναι ἄτρωτα τὰ δίκαια τῆς ἐν Τύρωι ἁγιωτάτης ἐκκλησίας, ἀργεῖν δὲ πάντα τὰ ἐκ συναρπαγῆς τῶι μνημονευθέντι πορισθέντα τοῦτο μὲν θεῖα γράμ‐ | |
40 | ματα, τοῦτο δὲ καὶ ἀποφάσεις οἱωνδήποτε μεγίστων δικαστηρίων. καὶ εἴ τις δὲ | 104 in vol. 2.1.3 |
2,1,3105 | τούτων χάριν συναίνεσις παρά τινων ἁγιωτάτων ἐπισκόπων γεγένηται ἐπ’ ἀνατροπῆι τῆς ἀρχαιότητος καὶ τῶν θείων κανόνων, μηδεμίαν ἔχειν ἰσχύν, μηδενός μοι προκρίματος γινομένου ἐκ τῆς παρ’ ἐμοῦ γεγενημένης ἐν τῶι συνοδικῶι καθ’ ὃν εἴρηκα τρόπον ὑπο‐ σημειώσεως, θείου ὑμῶν καὶ προσκυνουμένου τύπου πραγματικοῦ περὶ τούτου κατα‐ | |
5 | πεμπομένου πρός τε τοὺς μεγαλοπρεπεστάτους καὶ ἐνδοξοτάτους ἐπάρχους τῶν ἱερῶν ὑμῶν πραιτωρίων καὶ πρὸς τὸν μεγαλοπρεπέστατον καὶ ἐνδοξότατον στρατοπεδάρχην τῆς Ἕω ἑκατέρων δυνάμεων ἀπὸ ὑπάτων καὶ πατρίκιον Ζήνωνα καὶ πρὸς τὸν μεγαλο‐ πρεπέστατον καὶ ἐνδοξότατον μάγιστρον τῶν θείων ὑμῶν ὀφφικίων, εἰδέναι δὲ ταῦτα καὶ τὴν ἁγίαν καὶ οἰκουμενικὴν σύνοδον τὴν ἐν τῆι Χαλκηδονέων χάριτι Χριστοῦ καὶ | |
10 | νεύματι ὑμετέρωι ἀθροισθεῖσαν, ὡς ἂν μηδὲν ὑπεναντίον τῶν παρὰ τῆς ὑμετέρας εὐσε‐ βείας θεσπιζομένων προβῆναι δυνηθείη. [πέφυκε γὰρ τὰ τῶν ἱερῶν δίκαια μηδέποτε ἐλαττοῦσθαι ἀπὸ τῆς τῶν προεστώτων χαυνότητος] καὶ τούτου τυχὼν τὰς συνήθεις εὐχὰς ὑπὲρ τοῦ αἰωνίου ὑμῶν κράτους ποιήσομαι διὰ παντός. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες εἶπον· Τί πρὸς ταῦτα δικαιο‐ | |
15 | λογεῖται ὁ εὐλαβέστατος ἐπίσκοπος τῆς Βηρυτίων Εὐστάθιος; Εὐστάθιος ἐπίσκοπος εἶπεν· Κελεύσατε αὐτὸν εἰπεῖν εἴτε κανονικῶς κινεῖ εἴτε κατὰ νόμους. Φώτιος ἐπίσκοπος εἶπεν· Προσελθὼν τῶι εὐσεβεστάτωι βασιλεῖ ὥστε τυχεῖν τῶν δικαίων τὸν θρόνον τῆς Τυρίων καὶ ὅτι παλαιὸν ἔθος ἐζήτησεν ἀνατρέψαι Εὐστάθιος | |
20 | ὁ εὐλαβέστατος ἐπίσκοπος, ἐρωτηθῶσιν οἱ κύριοι καὶ ἁγιώτατοι ἐπίσκοποι. ἐγὼ γὰρ τῶν κανόνων οὐκ ἐξίσταμαι οὔτε τύπους τῶν πατέρων ἀνατρέψαι βούλομαι, ἀλλ’ ἐκεῖνα τὰ δίκαια μὴ ἀνατραπῆναι αἰτῶ. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Τῶι θειοτάτωι δεσπότηι τῆς οἰκουμένης ἤρεσεν μὴ κατὰ θεῖα γράμματα ἢ πραγματικοὺς τύπους τὰ τῶν ὁσιωτάτων ἐπισκόπων προ‐ | |
25 | βαίνειν, ἀλλὰ κατὰ τοὺς κανόνας τοὺς παρὰ τῶν ἁγίων πατέρων νομοθετηθέντας. πά‐ σης τοίνυν ἀργούσης ἐκ θείων πραγματικῶν διατυπώσεως οἱ περὶ τούτου τοῦ κεφαλαίου κείμενοι κανόνες ἀναγινωσκέσθωσαν. Καὶ πρὸ τῆς ἀναγνώσεως τῶν κανόνων Εὐστάθιος ἐπίσκοπος εἶπεν· Τῶν ποδῶν ὑμῶν, ἐπειδὴ διέβαλέν με ὡς κατὰ σπουδὴν ἀνύσαντα, παρακαλῶ πληροφορηθῆναι τὴν | |
30 | ἁγίαν ταύτην καὶ οἰκουμενικὴν σύνοδον ὅτι οὐδὲν ἐξ ἐμοῦ πέπρακται. οὔτε γὰρ οὕτω τολμηρὸς ἤμην, ὥστε κατὰ τῶν κανόνων τῶν πατέρων ἐλθεῖν. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Λεγέτω ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος εἴ γε αὐτῆι ἀρέσκει κατὰ τοὺς κανόνας τῶν πατέρων ἐξετασθῆναι τὴν περὶ τούτου ζήτησιν ἢ κατὰ τὰ θεῖα πραγματικά, περὶ ὧν τὰ παραστάντα τῆι θείαι κορυφῆι ἤδη πᾶσι φανερὰ | |
35 | κατεστήσαμεν. Ἡ ἁγία σύνοδος εἶπεν· Κατὰ τῶν κανόνων πραγματικὸν μηδὲν ἰσχύσηι. οἱ κανόνες τῶν πατέρων κρατείτωσαν. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Νῦν καιρός ἐστι διδαχθῆναι ἡμᾶς παρὰ τῆς ἁγίας συνόδου εἰ ἔξεστι κατὰ θεῖον πραγματικὸν ἀλλοτρίας ἐκκλησίας δίκαια ἑτέρους | |
40 | ἐπισκόπους παραιρεῖσθαι. | |
Ἡ ἁγία σύνοδος ἐβόησεν· Οὐκ ἔξεστι τοῦτο· παρὰ τοὺς κανόνας ἐστί. | 105 in vol. 2.1.3 | |
2,1,3106 | Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Φανερᾶς γενομένης τῆς ἀποκρίσεως ἣν ἔδωκεν ἡ ἁγία σύνοδος, λεγέτω ὁ εὐλαβέστατος ἐπίσκοπος Φώτιος ποίας ἐκκλησίας ὑπ’ αὐτὸν μητροπολίτην τυγχάνοντα ἐπίσκοπον ἀφείλατο ὁ εὐλαβέστατος ἐπίσκοπος Εὐστάθιος ἢ τί περὶ τῶν χειροτονιῶν τῶν ὑπ’ αὐτοῦ γενομένων πέπρακται. | |
5 | Φώτιος ἐπίσκοπος Τύρου εἶπεν· Ἔλαβεν Βύβλον Βότρυν Τρίπολιν Ὀρθωσιάδα Ἄρκας Ἀντάραδον καὶ παρακαλῶ κελεῦσαι τὴν ὑμετέραν φιλανθρωπίαν ταύτας τῶι θρόνωι Τύρου ἀποκατασταθῆναι καὶ περὶ τῶν γενομένων ἑτέρων μανθάνειν τὸ ὑμέτερον μέγεθος. Εὐστάθιος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπεν· Σύνοδος εὐλαβεστάτων ἐπισκόπων | |
10 | γέγονεν ἐν Κωνσταντινουπόλει καὶ ὅρος ἐδόθη, ὧιτινι καὶ Μάξιμος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀντιοχείας ὑπέγραψε. Μάξιμος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀντιοχείας εἶπεν· Χάρτης μοι ἠνέχθη ἔχων ὑπογραφὴν τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου Ἀνατολίου καὶ τούτωι ἀκολουθήσας κἀγὼ ὑπέγραψα. | |
15 | Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Παρῆν οὖν ἡ σὴ εὐλάβεια τῆι συνόδωι τῆι ἐπὶ τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου Ἀνατολίου ταῦτα τυπούσηι καὶ τοῖς πραττομένοις συνήινει; Μάξιμος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀντιοχείας εἶπεν· Ἐν Κωνσταντινουπόλει ἤμην· συνόδου γινομένης περὶ τούτου οὐ παρήμην, ἀλλ’ ἠνέχθη μοι χάρτης καὶ ὑπέγραψα. | |
20 | Εὐστάθιος ἐπίσκοπος εἶπεν· Διδάσκω τὴν ὑμετέραν ἐξουσίαν καὶ τὴν ἁγίαν σύνοδον ὡς οὐ νῦν δικαιολογοῦμαι περὶ τοῦ πάντως λαβεῖν, ἀλλὰ περὶ τοῦ πεῖσαι ὅτι ἐσυκοφάν‐ τησέν με. ἐγὼ γὰρ οὔτε δεήσεις ἐπέδωκα τῶι εὐσεβεστάτωι βασιλεῖ ἵνα μητρό‐ πολιν Βηρυτὸν ποιήσηι (ἔθος δὲ τοῖς βασιλεῦσι ποιεῖν τὰς μητροπόλεις), καὶ τὰς πόλεις δὲ οὐκ ἐγὼ διεῖλον, ἀλλ’ ἁγία σύνοδος διεῖλεν. ὥσπερ καὶ νῦν ὀλίγων συνελθόντων | |
25 | ἐν Κωνσταντινουπόλει ἐπέμφθη ἡ ἐπιστολὴ τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου Λέοντος τοῖς ἁπανταχοῦ μητροπολίταις καὶ ὑπεγράφη, οὕτως καὶ τότε τὰ δόξαντα τοῖς παροῦσιν ὁσιωτάτοις ἐπισκόποις προσηνέχθη καὶ ὑπεγράφη. Φώτιος ὁ εὐλαβέστατος ἐπίσκοπος Τύρου εἶπεν· Χειροτονία ἐγένετο παρ’ ἐμοῦ τῶν τῆς ἐπαρχίας συνόντων μοι κατὰ τὴν ἀκολουθίαν τὴν παλαιάν, καὶ ἐπέμφθη μοι | |
30 | ἐντεῦθεν πρῶτον μὲν ἀκοινωνησία ἀπόντι καὶ ἐποίησα ἀκοινώνητος ρκβ ἡμέρας. καὶ δύο πάλιν ἐχειροτόνησα ἐπισκόπους, καὶ καθεῖλεν αὐτοὺς καὶ ἐποίησεν πρεσβυτέρους. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες εἶπον· Τίς ἐστιν ὁ πέμψας; Φώτιος ὁ εὐλαβέστατος ἐπίσκοπος Τύρου εἶπεν· Οὐκ οἶδα· ἐντεῦθεν ἐπέμφθη. Ἀνατόλιος ὁ εὐλαβέστατος ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως εἶπεν· Ἀνα‐ | |
35 | κόλουθά τινα ἔπραξεν, καὶ ἀγανακτήσασα ἡ σύνοδος ἡ ἐνταῦθα κατὰ κανόνας κινηθεῖσα ἀκοινωνησίαν αὐτῶι ἔπεμψεν. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες εἶπον· Λεγέτω ἡ ἁγία σύνοδος εἰ ἐξῆν τῶι ἁγιωτάτωι ἀρχιεπισκόπωι Ἀνατολίωι ἀπόντι Φωτίωι τῶι εὐλαβεστάτωι ἐπισκόπωι καὶ ἀκοινωνησίαν καταπέμψαι καὶ προστάττειν ἀφαιρεθῆναι αὐτοῦ φανερὰς | |
40 | κατὰ τὴν ἐπαρχίαν ἐκκλησίας καὶ εἰ σύνοδον χρὴ καλεῖν τῶν ἐπιδημούντων τῆι βασιλίδι | |
πόλει τὴν συνέλευσιν. | 106 in vol. 2.1.3 | |
2,1,3107 | Τρύφων ὁ εὐλαβέστατος ἐπίσκοπος Χίου εἶπεν· Σύνοδος καλεῖται καὶ συνάγονται καὶ οἱ καταπονούμενοι τῶν δικαίων ἀπολαύουσι. Ἀττικὸς ὁ εὐλαβέστατος ἐπίσκοπος Ζήλων εἶπεν· Ἀλλ’ ἀπόντα οὐδεὶς κατακρίνει. Πάντες οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Ἀπόντα οὐδεὶς κατακρίνει. | |
5 | Ἀνατόλιος ὁ εὐλαβέστατος ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως εἶπεν· Συνήθεια ἄνωθεν κεκράτηκεν τοὺς ἐνδημοῦντας τῆι μεγαλωνύμωι πόλει ἁγιωτάτους ἐπισκόπους ἡνίκα καιρὸς καλέσοι, περὶ ἀνακυπτόντων τινῶν ἐκκλησιαστικῶν πραγμάτων συνεῖναι καὶ διατυποῦν ἕκαστα καὶ ἀποκρίσεως ἀξιοῦν τοὺς δεομένους. οὐδὲν τοίνυν καινο‐ τομίας παρ’ ἐμοῦ ἐχόμενον γεγένηται οὐδὲ συνεδρεύσαντες κατὰ τὸ σύνηθες οἱ ἐνδημοῦντες | |
10 | ἁγιώτατοι ἐπίσκοποι καινὸν τύπον ἐξήνεγκαν. καὶ δείκνυσι τὴν παρουσίαν τῶν ἐπισκόπων ἡ γενομένη πρᾶξις. Εὐνόμιος ὁ εὐλαβέστατος ἐπίσκοπος Νικομηδείας εἶπεν· Ἡ μεγαλοπρέπεια ὑμῶν ἠρώτησεν ἡμᾶς εἰ ἔξεστι τὸν ἀπόντα καταδικάζεσθαι· πρὸς τοῦτο δίδωμι τὴν ἀπό‐ κρισιν. Ῥωμαικὴ φωνὴ ἐν ταῖς θείαις ἔγκειται γραφαῖς οὕτως περιέχουσα [τῆι βίβλωι | |
15 | τῶν Πράξεων]· οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα πρὶν ἂν ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους τύπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος. Φώτιος ὁ εὐλαβέστατος ἐπίσκοπος Τύρου εἶπεν· Οὐδὲν ἕτερον ἀξιῶ καὶ δέομαι τῆς ὑμετέρας δικαιοκρισίας ἢ τοὺς κανόνας στῆσαι καὶ τοὺς παρ’ ἐμοῦ μὲν χειροτονη‐ θέντας ἐνθέσμως, ἐκβληθέντας δὲ καὶ γενομένους πρεσβυτέρους ἀποκαταστῆναι καὶ λαβεῖν | |
20 | με τὰς ἐκκλησίας. Ἡ ἁγία σύνοδος ἐβόησεν· Αὕτη δικαία αἴτησις. οἱ κανόνες κρατείτωσαν. δικαία ἡ αἴτησις Φωτίου τοῦ εὐλαβεστάτου ἐπισκόπου. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες εἶπον· Ἀναγινωσκέσθωσαν οἱ κανόνες. Ἀττικὸς ὁ εὐλαβέστατος ἐπίσκοπος Νικοπόλεως Ἠπείρου ἀνέγνω | |
25 | Τῶν τιη ἁγίων πατέρων τῶν ἐν Νικαίαι συνελθόντων κανὼν δ. Ἐπίσκοπον προσήκει μάλιστα μὲν ὑπὸ πάντων τῶν ἐν τῆι ἐπαρχίαι καθίστασθαι· εἰ δὲ δυσχερὲς εἴη τὸ τοιοῦτο ἢ διὰ κατεπείγουσαν ἀνάγκην ἢ διὰ μῆκος ὁδοῦ, ἐκ παντὸς τρεῖς ἐπὶ τὸ αὐτὸ συναγομένους συμψήφων γινομένων καὶ τῶν ἀπόντων καὶ συντιθεμένων διὰ γραμμάτων τότε τὴν χειροτονίαν ποιεῖσθαι. τὸ δὲ κῦρος τῶν γινομένων δίδοσθαι καθ’ ἑκάστην | |
30 | ἐπαρχίαν τῶι μητροπολίτηι. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες εἶπον· Παρῆσαν τότε οἱ τῆς ἐπαρχίας ἐπίσκοποι, ὅτε ἐχειροτόνει ὁ εὐλαβέστατος ἐπίσκοπος Εὐστάθιος; Εὐστάθιος ὁ εὐλαβέστατος ἐπίσκοπος Βηρυτοῦ εἶπεν· Ἀφ’ οὗ μητροπολίτης ἐγενόμην, παρῆσαν σὺν ἐμοὶ οἱ δόξαντές μοι· νῦν δὲ ἔξεστι τῶι εὐσεβεστάτωι βασιλεῖ | |
35 | κελεῦσαι ὃ βούλεται. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες εἶπον· Ἡ ἁγία σύνοδος τὸ παριστάμενον αὐτῆι διδασκέτω πότερον ἀρέσκει κατὰ τὸν κανόνα τῶν τιη ἁγίων πατέρων ἕνα μητροπολίτην ἐπίσκοπον εἶναι τὸν ἐν ταῖς χειροτονίαις τῶν κατὰ πόλιν ἑκάστην τῆς ἐπαρχίας εὐλαβεστάτων ἐπισκόπων τὸ κῦρος ἔχοντα ἢ δύο, ὥστε καὶ ἐξεῖναι αὐτοῖς | |
40 | κεχωρισμένως ἐν ταῖς πόλεσι τὰς χειροτονίας ποιεῖσθαι. | 107 in vol. 2.1.3 |
2,1,3108 | Ἡ ἁγία σύνοδος εἶπεν· Ἕνα κατὰ τοὺς κανόνας τῶν ἁγίων πατέρων ἀξιοῦμεν εἶναι μητροπολίτην. δεόμεθα τοὺς κανόνας τῶν ἁγίων πατέρων κρατεῖν. Ἀττικὸς ὁ εὐλαβέστατος ἐπίσκοπος Νικοπόλεως Ἠπείρου εἶπεν· Ὁ τῶν τιη ἁγίων πατέρων κανὼν ἕνα βούλεται μητροπολίτην καθ’ ἑκάστην ἐπαρχίαν εἶναι ἐπί‐ | |
5 | σκοπον καὶ ἱκετεύομεν καὶ νῦν τὴν δύναμιν τῶν κανόνων εἰς πάντα καὶ πάσας τὰς ἐπαρχίας ἰσχύειν ἀργούντων πάντων τῶν ἐκ περιδρομῆς καὶ πραγματικῶν γινομένων καὶ ἀνα‐ τρεψάντων τὰ πνευματικῶς καὶ κατὰ θεὸν θεσπισθέντα παρὰ τῶν ἁγίων πατέρων. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες εἶπον· Καὶ κατὰ τοὺς κανόνας τῶν τιη ἁγίων πατέρων καὶ κατὰ τὴν ψῆφον καὶ δικαίωσιν πάσης τῆς ἁγίας συνόδου | |
10 | Φώτιος ὁ εὐλαβέστατος ἐπίσκοπος τῆς Τυρίων μητροπόλεως τὴν πᾶσαν ἐξουσίαν τοῦ χειροτονεῖν ἐν ὅλαις ταῖς πόλεσιν τῆς πρώτης Φοινίκης ἐπαρχίας ἕξει, Εὐστάθιος δὲ ὁ εὐλαβέστατος ἐπίσκοπος ἀπὸ τοῦ θείου πραγματικοῦ τύπου μηδὲν πλέον ἑαυτῶι ἐκ‐ δικείτω τῶν λοιπῶν ἐπισκόπων τῆς αὐτῆς ἐπαρχίας. καὶ εἰ συναινεῖ τούτοις ἡ ἁγία σύνοδος, διδασκέτω. | |
15 | Ἡ ἁγία σύνοδος ἐβόησεν· Αὕτη δικαία κρίσις. αὕτη θεοῦ κρίσις. αὕτη δικαία ψῆφος. πολλὰ τὰ ἔτη τῶν βασιλέων. πολλὰ τὰ ἔτη τῆς αὐγούστας. πολλὰ τὰ ἔτη τῶν ἀρχόντων. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες εἶπον· Περὶ τῶν ἐπισκόπων τῶν χειροτονηθέντων μὲν παρὰ Φωτίου τοῦ εὐλαβεστάτου ἐπισκόπου, ἀποκινηθέντων δὲ | |
20 | παρὰ Εὐσταθίου τοῦ εὐλαβεστάτου ἐπισκόπου καὶ μετὰ τὴν ἐπισκοπὴν πρεσβυτέρων εἶναι κελευσθέντων τί παρίσταται τῆι ἁγίαι συνόδωι; Ἡ ἁγία σύνοδος εἶπεν· Ἐπισκόπους αὐτοὺς εἶναι ἀξιοῦμεν. δίκαιον αὐτούς ἐστιν ἀπολαβεῖν τὴν ἐπισκοπὴν καὶ τὰς πόλεις ὡς χειροτονηθέντας παρὰ τοῦ μητρο‐ πολίτου. ἡ χειροτονία τοῦ πατρὸς Φωτίου κρατείτω. | |
25 | Σεβαστιανὸς ὁ εὐλαβέστατος ἐπίσκοπος Βεροίας Θράικης εἶπεν· Τοῦτο πάντες παρακαλοῦμεν ἀποδοθῆναι αὐτοῖς καὶ τὴν ἐπιτιμίαν καὶ τὴν ἐπισκοπὴν καὶ τὸν θρόνον αὐτῶν καὶ τὴν τιμὴν ὡς χειροτονηθεῖσι παρὰ τοῦ μητροπολίτου. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες εἶπον· Τὰ περὶ τούτων τελείως ψηφίζεσθαι καὶ τυποῦν τῆς ἁγίας ἐστὶ συνόδου. Ῥω | |
30 | Ἧστινος διαλαλιᾶς ἑρμηνευθείσης Ἑλληνιστὶ διὰ Βερονικιανοῦ τοῦ καθωσιωμένου σηκρηταρίου τοῦ θείου κωνσιστορίου Πασκασῖνος καὶ Λουκίνσιος οἱ εὐλαβέστατοι ἐπίσκοποι καὶ Βονιφάτιος πρεσβύτερος τοποτηρηταὶ τῆς ἀποστολικῆς καθέδρας Ῥώμης εἶπον· Ἐπίσκοπον εἰς πρεσβυτέρου βαθμὸν φέρειν ἱεροσυλία ἐστίν. εἰ δὲ αἰτία τις δικαία ἐκείνους ἀπὸ τῆς πράξεως τῆς | |
35 | ἐπισκοπῆς ἀποκινεῖ, οὐδὲ πρεσβυτέρου τόπον κατέχειν ὀφείλουσιν· εἰ δὲ ἐκτός τινος | |
ἐγκλήματος ἀπεκινήθησαν τοῦ ἀξιώματος, πρὸς τὴν ἐπισκοπικὴν ἀξίαν ἐπαναστρέψουσιν. | 108 in vol. 2.1.3 | |
2,1,3109 | Ἀνατόλιος ὁ εὐλαβέστατος ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως εἶπεν· Οὗτοι οἱ λεγόμενοι ἀπὸ τῆς ἐπισκοπικῆς ἀξίας εἰς τὴν τοῦ πρεσβυτέρου τάξιν κατεληλυθέναι εἰ μὲν ἀπὸ εὐλόγων τινῶν αἰτιῶν καταδικάζονται, εἰκότως οὐδὲ τῆς τοῦ πρεσβυτέρου ἐντὸς ἄξιοι τυγχάνουσιν εἶναι τιμῆς· εἰ δὲ δίχα τινὸς αἰτίας εὐλόγου εἰς τὸν ἥττονα | |
5 | κατεβιβάσθησαν βαθμόν, δίκαιοι τυγχάνουσιν, εἴ γε ἀνεύθυνοι φανεῖεν, τὴν τῆς ἐπι‐ σκοπῆς ἀναλαβεῖν ἀξίαν τε καὶ ἱερωσύνην. Μάξιμος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀντιοχείας εἶπεν· Κἀγὼ τὰ αὐτὰ τοῖς θεο‐ φιλεστάτοις καὶ ὁσιωτάτοις ἀρχιεπισκόποις συντίθεμαι περὶ τῶν ἀπὸ ἐπισκόπων εἰς πρεσβυτέρους μετατιθεμένων. | |
10 | Ἰουβενάλιος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἱεροσολύμων εἶπεν· Κἀγὼ τὰ αὐτὰ λέγω περὶ τῶν τοιούτων. Θαλάσσιος ὁ εὐλαβέστατος ἐπίσκοπος Καισαρείας Καππαδοκίας εἶπεν· Συν‐ τίθεμαι τοῖς ἐγγράφως τυπωθεῖσιν παρὰ τῶν ἁγίων πατέρων τῶν τε Ῥωμαίων καὶ τοῦ τῆς μεγαλωνύμου Κωνσταντινουπόλεως Ἀνατολίου. | |
15 | Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀγκύρας Γαλατίας εἶπεν· Ἀκολουθῶ τῆι ψήφωι τῶν ἁγίων πατέρων τῶν προδηλωθέντων τῆι τε τῆς δικαίας γνώμης αὐτῶν ἀποφάσει. Ἰουλιανὸς ὁ εὐλαβέστατος ἐπίσκοπος τῆς Κώων πόλεως τοποτηρῶν καὶ αὐτὸς τῶι ἀποστολικῶι θρόνωι τῆς Ῥωμαίων εἶπεν· Ἀνακόλουθόν ἐστι καὶ ἀσεβὲς χειρο‐ | |
20 | τονηθέντας κανονικῶς ἐπισκόπους καὶ προθύμως τὴν χειροτονίαν δεξαμένους πάλιν τῆς τοῦ πρεσβυτέρου παρὰ πᾶσαν τὴν τῶν κανόνων τάξιν ἀπολαύειν ἀξίας. εἰ δέ, οἷα εἰκός, κατηγοροῦνται ὡς ἁλόντες ἐπὶ τισὶν ἐγκλήμασιν, δοκιμάσει ἡ ἁγία σύνοδος τὴν ἀκρίβειαν τοῦ πράγματος καὶ τῆς ἀληθείας φωτισθείσης ἐντὸς γενήσονται τῆς ἐπισκοπικῆς τιμῆς. οὐ γὰρ οἷόν τε τὸν ἐλάττονα βαθμὸν μείζονος ἀξίας καθεστάναι διάδοχον. | |
25 | Εὐνόμιος ὁ εὐλαβέστατος ἐπίσκοπος Νικομηδείας εἶπεν· Ὁ μὴ ὢν ἄξιος ἐπίσκοπος εἶναι οὐδὲ πρεσβύτερος εἶναι δύναται ἄξιος. Πάντες οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Δικαία ἡ κρίσις τῶν πατέρων. Πάντες τὰ αὐτὰ λέγομεν. οἱ πατέρες δικαίως ἐψήφισαν. ἡ ψῆφος τῶν ἀρχι‐ επισκόπων κρατείτω. | |
30 | Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες εἶπον· Τὰ ἀρέσαντα τῆι ἁγίαι συνόδωι εἰς τὸν ἅπαντα χρόνον βέβαια φυλαττέσθω. Κεκρόπιος ὁ εὐλαβέστατος ἐπίσκοπος Σεβαστοπόλεως εἶπεν· Ὑπὲρ τοῦ μηδὲ τὴν ὑμετέραν ἐξουσίαν αἰτίασιν παρ’ ἑκάστου προσώπου δέχεσθαι καὶ κάμνειν μήτε ἡμᾶς συντρίβεσθαι δεόμεθα ὥστε ἀργῆσαι ἀναντιρρήτως τὰ ἐπὶ βλάβηι τῶν κανόνων | |
35 | πραγματικὰ πραχθέντα τισὶν ἐν πάσηι ἐπαρχίαι, κρατῆσαι δὲ τοὺς κανόνας διὰ πάντων (οὕτω γὰρ καὶ ἡ πίστις φυλάττεται καὶ ἑκάστη ἐκκλησία ἕξει τὸ ἀσφαλές) καὶ μὴ ἐξεῖναι παρὰ κανόνας χειροτονεῖν τινας. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες εἶπον· Εἰ πᾶσα ἡ ἁγιωτάτη | |
σύνοδος συναινεῖ τῆι αἰτήσει Κεκροπίου τοῦ εὐλαβεστάτου ἐπισκόπου, διδασκέτω. | 109 in vol. 2.1.3 | |
2,1,3110 | Ἡ ἁγία σύνοδος ἐβόησεν· Πάντες τὰ αὐτὰ λέγομεν. ὅλα τὰ πραγματικὰ ἀργήσει. οἱ κανόνες κρατείτωσαν καὶ τοῦτο παρ’ ὑμῶν γένηται. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες εἶπον· Κατὰ τὴν ψῆφον τῆς ἁγίας συνόδου καὶ ἐν ταῖς ἄλλαις πάσαις ἐπαρχίαις τὰ τῶν κανόνων κρατείτω. | |
5 | Ἡ ἁγία σύνοδος ἐβόησεν· Πολλὰ τὰ ἔτη τοῦ βασιλέως. πολλὰ τὰ ἔτη τῆς αὐγούστας. πολλὰ τὰ ἔτη τῶν ἀρχόντων. αὕτη δικαία κρίσις. οἱ δίκαιοι δικαίως ἔκριναν. Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες εἶπον· Τὰ διαλαληθέντα ἔργωι παραδοθήσεται. Ῥω ἀνέγνων ἀνέγνωμεν ἀνέγνω. | |
10 | Προσφωνητικὸς παρὰ τῆς ἁγίας συνόδου πρὸς τὸν εὐσεβέστατον καὶ φιλόχριστον βασιλέα Μαρκιανόν, ὅτι οὐ καινοτομῶν τι κατὰ τῆς ἐν Νικαίαι πίστεως νῦν ὁ ἁγιώτατος ἀρχιεπίσκοπος Λέων ἐποιήσατο τὴν ἐπιστολὴν τὴν πρὸς τὸν ἐν ἁγίοις ἐπίσκοπον τῆς βασιλίδος Κωνσταντινουπόλεως Φλαβιανόν, ἀλλὰ τοῖς ἁγίοις πατράσιν ἀκολουθῶν τοῖς καὶ μετὰ τὴν μεγάλην σύνοδον τὴν ἐν Νικαίαι τὰς κατὰ καιρὸν ἀναφυείσας αἱρέσεις | |
15 | ὁμοιοτρόπως ἐλέγξασιν Ἦν ἄρα καὶ τοῦτο τῆς ὑμετέρας βασιλείας ἐπάξιον τῆς τῶν ὑπηκόων ἐκ τῶν τῶι θεῶι προσηκόντων ἐπιμελείας κατάρχεσθαι καὶ πρῶτον ἐξ εὐσεβείας κατὰ τοῦ διαβόλου συγκροτῆσαι στρατόπεδον, ὅθεν ἄτρωτον ὑμῖν ἐκ πλάνης ὁ θεὸς ἐπενόησε πρόμαχον καὶ τὸν τῆς Ῥωμαίων πρὸς νίκην ηὐτρέπισε πρόεδρον, τοῖς τῆς ἀληθείας αὐτὸν παντα‐ | |
20 | χόθεν περισφίγξας διδάγμασιν, ἵνα ὡς ὁ θερμὸς τῶι πόθωι Πέτρος μαχόμενος ἅπαν πρὸς θεὸν ἐφελκύσηται νόημα. ἀλλὰ μή τις τῆς πίστεως αὐτοῦ τὴν ὁμόνοιαν παραιτού‐ μενος καὶ τῆς οἰκείας ἀπάτης τὸν ἔλεγχον ἐπικαλύπτειν πειρώμενος ὡς ξένην τινὰ καὶ τοῖς κανόσιν οὐ νενομισμένην τῆς ἐπιστολῆς διαβάληι τὴν σύνταξιν, ὡς οὐκ ἐξὸν εἶναι λέγων ἔκθεσίν τινα πίστεως παρὰ τὴν ἐν Νικαίαι τῶν πατέρων γενέσθαι. μίαν μὲν | |
25 | γὰρ ὡς ἐν κεφαλαίωι τὴν τῶν τιη διδασκαλίαν ὁ τῆς ἐκκλησίας εἶναι παρακελεύεται νόμος, ἣν ὡς κοινὸν ἐξ ἁγίων σύνθημα τοῖς μυουμένοις πρὸς τὴν τῆς υἱοθεσίας παρεγγυῶμεν ἀσφάλειαν· πρὸς δὲ τοὺς ἀντεροῦντας ποικίλαι τῶν ἀγώνων ἡμῖν ἀφορμαὶ παραδέδονται τοῖς ὑπ’ αὐτῶν ψευδῶς ἐπαγομένοις παρὰ τῶν εὐσεβούντων προσαρμοζόμεναι. τοῖς μὲν γὰρ οἰκείοις ἀρκεῖ πρὸς ὠφέλειαν ἡ τῆς πίστεως ἀπερίεργος κατανόησις εἰς συγκατά‐ | |
30 | θεσιν τῶν τῆς εὐσεβείας δογμάτων τοὺς εὐγνωμονοῦντας προσάγουσα, τοῖς δὲ τὴν ὀρθὴν διαστρέφειν πειρωμένοις διδασκαλίαν δεῖ πρὸς ἕκαστον ὧν αὐτοὶ κακῶς γεννῶσι, προσαπαντᾶν καὶ ταῖς αὐτῶν μηχαναῖς ἀντιτάττειν τὰ πρόσφορα. εἰ μὲν οὖν ἅπαντες τῶι τῆς πίστεως ἠρκοῦντο συνθήματι καὶ τῆς εὐσεβείας οὐκ ἐκαινοτόμουν τὴν τρίβον, ἔδει τοὺς τῆς ἐκκλησίας μηδὲν τῶι συμβόλωι προσεπινοεῖν εἰς ἀπόδειξιν· ἐπειδὴ δὲ πολλοὶ | |
35 | τῆς εὐθείας πρὸς τὰς τῆς πλάνης ἐξόδους ἐκτρέπονται καινήν τινα πορείαν ἑαυτοῖς ἐπι‐ νοοῦντες τῶι ψεύδει, ἀνάγκη καὶ ἡμᾶς τοῖς τῆς ἀληθείας αὐτοὺς ἐπιστρέφειν εὑρέμασιν καὶ ταῖς αὐτῶν ἐπινοίαις ἀντιτάττειν τὸν ἔλεγχον, οὐχ ὥς τι λεῖπον τῆι πίστει και‐ | |
νουργοῦντας ἀεὶ πρὸς εὐσέβειαν, ἀλλ’ ὡς τοῖς παρ’ ἐκείνων καινοτομουμένοις ἐπινοοῦντας | 110 in vol. 2.1.3 | |
2,1,3111 | τὰ πρόσφορα. καὶ ἵνα τῶι ὑμετέρωι κράτει γένηται κατάδηλον τὸ λεγόμενον, αὐτῶν τῶν τῆς πίστεως ῥημάτων ἀρξώμεθα, τὰς τῶν πατέρων, ὡς ἕκαστος ἔχει περὶ αὐτῶν, παρατιθέντες ἐννοίας. Εἶπεν ἡ πίστις· πιστεύω εἰς ἕνα κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ, | |
5 | ὁμοούσιον τῶι πατρί. τοῦτο τέλειον τοῖς εὐγνωμονεῖν πειρωμένοις πρὸς ὁμολογίαν τὸ ῥῆμα, μίαν τοῦ υἱοῦ πρὸς πατέρα τῆς θεότητος ὑποφαῖνον τὴν φύσιν, ὥστε μὴ ἄλλης μὲν οὐσίας τὸν υἱόν, ἑτέρας δὲ τὸν πατέρα προσεπινοεῖν τῶι φρονήματι καὶ ταῖς Ἀρείου κατὰ τῆς εὐσεβείας κακοτεχνίαις συμφέρεσθαι. ἀλλ’ ἐπειδὴ Φωτεινὸς καὶ Μάρκελλος ἑτέραν κατὰ τοῦ υἱοῦ βλασφημίαν ἐκαινοτόμησαν, οὐκ εἶναι τοῦτον παντελῶς ταῖς | |
10 | συκοφαντίαις ἀρνούμενοι, ἀλλὰ τὸν αὐτὸν πατέρα καὶ υἱὸν καὶ πνεῦμα καλεῖσθαι δια‐ βεβαιούμενοι καὶ μέχρι μόνον φωνῆς τῶν κλήσεων τὸ διάφορον ὁριζόμενοι, τὸ τῶν τριῶν ὑποστάσεων οἱ πατέρες ἀντεισήγαγον δίδαγμα, οὐκ ἔξωθεν τῆς γραφῆς αὐτοῖς ἀνα‐ πλάσσοντες τὸ ἐφεύρεμα οὐδὲ τῆς πίστεως ὡς ἀτελῆ παραδραμόντες τὴν ἔννοιαν, ἀλλ’ αὐτὴν ταῖς θεοπνεύστοις σαφηνίζοντες ῥήσεσι καὶ τῶι τοῦ ὁμοουσίου καλῶς ἐπαγωνι‐ | |
15 | ζόμενοι πράγματι καὶ δεικνύντες ὡς μίαν ἐπὶ δύο προσώπων ἡμῖν οὐσίαν ἡ πίστις ἐξέθετο, οὐκ αὐτὴν τοῦ υἱοῦ τὴν ὕπαρξιν παρεγράψατο. Πάλιν ἔφη καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, ἀρκοῦσαν τοῖς εὐσεβέσι τῆς τοῦ πνεύματος θεολογίας παραδοῦσα τὴν ἔννοιαν. ἡ γὰρ ὁμοίως τῶι πατρὶ καὶ υἱῶι τῶι πνεύματι τῶι ἁγίωι πιστεύειν διαγορεύσασα δῆλον ὅτι ὡς εἰς θεὸν ἔχειν τὰς ἐλπίδας ἐπέταξεν, | |
20 | μίαν ἐν τριάδι φύσιν τοῖς παραδεχομένοις γνωρίζουσα. ἀλλ’ ἐπειδήπερ ἁπλῆν ἡ πίστις τηνικαῦτα τοῦ πνεύματος τὴν διδασκαλίαν ἐξέθετο, οὐδενὸς οὔπω περὶ αὐτοῦ προσερίζοντος, οἱ τῆς Ἀρείου σπορᾶς, ἐν ἑαυτοῖς τὴν λύμην φυλάξαντες, τοῖς περὶ τοῦ υἱοῦ στενωθέντες ἐλέγχοις ἐπὶ τὸ πνεῦμα τὴν βλασφημίαν μετήνεγκαν ἀναπόδεικτον αὐτοῖς εἶναι τὴν συκοφαντίαν οἰόμενοι καὶ τὴν τοῦ κτίσματος εὐτέλειαν αὐτῶι τολμηρῶς | |
25 | ἐπεφήμισαν. ὅθεν οἱ μετὰ ταῦτα τῆς ἀληθείας ὑπερασπίζοντες τὴν αὐτῶν λύμην ταῖς ἀντιμηχαναῖς ἀπεσείσαντο, κύριον αὐτὸ καὶ θεὸν καὶ ἐκ πατρὸς ἔχον τὴν ἐκπόρευσιν κατὰ τὴν τῆς πίστεως διάνοιαν ἀποφαίνοντες. Οὕτω μὲν οὖν οἱ κατὰ τῆς θεότητος τολμηταὶ εὐσεβείας προσωπείωι κατὰ τῆς πίστεως τὴν πίστιν ὀρύττοντες τοῖς τῆς τριάδος συνηγόροις ἑάλωσαν· ἐπειδὴ δὲ καὶ | |
30 | τὰ καλῶς τῆι πίστει περὶ τῆς οἰκονομίας τεθέντα ταῖς αὐτῶν ἑτεροσκευωρίαις ἀνατρέπειν προέθεντο, πάλιν ἡ χάρις καὶ πρὸς τὴν τούτων ἔφοδον ἡμῖν ἀνέδειξε στρατηγοὺς δεικνύν‐ τας ὡς ἐντελῆ τε καὶ θεῖα καὶ τῆς τοῦ θεοῦ λόγου φιλανθρωπίας ἐπάξια τὰ περὶ τῆς ἐν‐ ανθρωπήσεως τοῦ συμβόλου τυγχάνει νοήματα. ἔφη γάρ· κατελθόντα καὶ σαρκω‐ θέντα καὶ ἐνανθρωπήσαντα, τῶι μὲν κατελθόντα τὴν ἑκούσιον τῆς ἐξουσίας ὑπογρά‐ | |
35 | φοντα συγκατάβασιν, τῶι δὲ σαρκωθέντα τὴν ἀληθῆ τῆς ἡμετέρας σαρκὸς ἀνάληψιν ὑποφαίνοντα καὶ τῆς ἐκ παρθένου καθ’ ἕνωσιν γεννήσεως τὴν ἀπόδειξιν ἐνδεικνύμενα, τῶι δὲ ἐνανθρωπήσαντα τὴν ἐκ ψυχῆς λογικῆς καὶ σώματος ἐν αὐτῶι τῆς ἡμετέρας φύσεως συμπλήρωσιν παρεχόμενα. ἀλλ’ οὐκ οἶδ’ ὅπως πολυσχιδῆ τοῖς ἀνθρώποις ἐντεῦθεν ὁ πονηρὸς τὴν ἀπώλειαν ἐπενόησεν, τῆς εἰς ἡμᾶς ὡς ἐχθρὸς τοῦ θεοῦ προνοίας τὸ κε‐ | |
40 | φάλαιον ἀφαρπάζειν βουλόμενος, καὶ τοὺς μὲν ἔπεισε τὴν ἐκ παρθένου κατὰ τὸ ληφθὲν | 111 in vol. 2.1.3 |
2,1,3112 | ἀπαρνεῖσθαι γέννησιν, ὡς ἐν τιμῆι δῆθεν καὶ φειδοῖ τῆς τοῦ σωτῆρος ἀξίας τὴν θεοτόκος τοῦ γένους ὑποκλέπτων φωνήν, τοὺς δὲ κατ’ αὐτῆς ἀνέδην τῆς τοῦ μονογενοῦς θεότητος ὥπλισε πρὸς ἀσέβειαν, τρεπτὴν καὶ παθητὴν αὐτὴν ὑποπείσας ἀνακηρῦξαι τοῖς ῥήμασι, μεριστὴς κακῶν ὑπηρέταις ἀξίοις διανέμων τὰ βλάσφημα, ὥστε τοὺς μὲν τῆς ληφθείσης | |
5 | μορφῆς ἀνελεῖν τὰ γνωρίσματα, τοὺς δὲ μέχρι σαρκὸς μόνης ὁμολογῆσαι τὴν ἕνωσιν καὶ τοὺς μὲν τῆς ψυχῆς τὴν ἰατρείαν ἀρνήσασθαι, τοὺς δὲ ταύτην δίχα νοῦ παρεῖναι λέγειν τῶι σώματι καὶ τοὺς μὲν τὸ τῆς ἑνώσεως διασπάσαι μυστήριον καὶ ψιλὸν ὡς ἐπὶ προ‐ φήτου τινὸς εἰπεῖν τὸ φαινόμενον, τοὺς δὲ τὸ τῶν φύσεων παραιτεῖσθαι διάφορον καὶ μηδὲν τῆς τοῦ σωτῆρος θεότητος καὶ ἀνθρωπότητος καταλιπεῖν ἰδίωμα, φύρειν δὲ ἅπαξ | |
10 | ἁπλῶς ἅπαντα τῆς οἰκονομίας τὰ πράγματα. ἀλλ’ οὐκ ἔλαθεν τὸν ἀκοίμητον ὁ τῆς φύσεως ἐχθρὸς ὀφθαλμόν, ἀλλ’ ὡς φωστῆρας εὐθὺς τοῖς ἐν πλάνηι τοὺς πατέρας ἀνέδειξεν τῆς πίστεως ἅπασιν ἀναπτύσσοντας τὴν διάνοιαν καὶ τῆς ἐνανθρωπήσεως ἀκριβῶς τὴν εὐεργεσίαν κηρύττοντας, πῶς ἄνωθεν ἐκ μήτρας τῆς οἰκονομίας κατήρτισται τὸ μυστή‐ ριον, πῶς καὶ θεοτόκος διὰ τὸν τὴν παρθενίαν αὐτῆι καὶ μετὰ τὴν κύησιν χαρισάμενον | |
15 | καὶ θεοπρεπῶς τὴν μήτραν σφραγίσαντα καὶ κατὰ ἀλήθειαν μήτηρ διὰ τὴν ἐξ αὐτῆς ἣν ἐδάνεισεν σάρκα τοῦ δεσπότου τῶν ὅλων ἡ παρθένος ὠνόμασται, πῶς ἀνέτειλεν ἐκ τῆς Ἰεσσαὶ ῥίζης ὁ κύριος, πῶς σπέρματος Ἁβραὰμ ὁ ποιητὴς ἐπελάβετο, πῶς τῆς ἡμετέρας ἐν αὐτῶι φύσεως τὴν ἀπαρχὴν ἐπεδείξατο, πῶς θεὸς τέλειος καὶ ἄνθρωπος 〈τέλειοσ〉 ὁ μονογενὴς ἀναπέφανται, πῶς ἐν αὐτῶι τῶν φύσεων μεμαρτύρηται τὸ διά‐ | |
20 | φορον, πῶς τοῦ προσώπου τὸ μοναδικὸν ἀποδέδεικται, πῶς Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας, πῶς πρόσφατος καὶ ἀίδιος, πῶς οὐρά‐ νιος καὶ ἐπίγειος, πῶς ὁρατὸς καὶ ἀόρατος, πῶς ὁμοούσιος τῶι πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιος ὁ αὐτὸς τῆι μητρὶ κατὰ τὴν ἀνθρωπότητα, πῶς ὁ αὐτὸς ἀπαθὴς ὡς θεὸς καὶ παθητὸς ὡς ἄνθρωπος ἀποδέδεικται. τούτοις οἱ πατέρες τὸν πονηρὸν κατη‐ | |
25 | γωνίσαντο τοῖς ῥήμασιν· ταύτην ἐπὶ τῶι συμβόλωι κατὰ τῶν συκοφαντεῖν ἐγχειρούντων τὴν συνηγορίαν πεποίηνται, οὐκ ἄλλο τῆς πίστεως ἡμῖν πρὸς ὁμολογίαν ἐπεισάγοντες σύνθημα, ἀλλὰ τὸ κακῶς παρ’ ἐχθρῶν παραποιούμενον διασώιζοντες καὶ τοῖς κατὰ καιρὸν ὑφαρπάζειν ἐπιχειροῦσι παραταττόμενοι καὶ τῶν οἰκείων ἕκαστοι φύλακες πρὸς σωτηρίαν γινόμενοι. οὕτως ὁ μέγας Βασίλειος ὁ τῆς χάριτος ὑπηρέτης τὴν τῶν | |
30 | ὑποστάσεων ὡς ἐν ἐπιστολῆι σαφήνειαν διηυκρίνησεν καὶ τὴν τοῦ ἁγίου πνεύματος ἀκριβῆ διδασκαλίαν παρέδωκεν, ταῖς ὑπογραφαῖς τῶν συνποιμένων ἀπαιτήσας τὴν συγκατάθεσιν· οὕτως Δάμασος τὸ τῆς Ῥώμης πρὸς δικαιοσύνην καλλώπισμα τοῖς πρὸς Παυλῖνον τὴν οἰκονομίαν διήρθρωσεν γράμμασι, πείσας τοῖς καλῶς κριθεῖσι τοὺς τῆς αὐτοῦ κοινωνίας μετέχειν βουλομένους ἐπιψηφίσασθαι· οὕτως οἱ μετὰ ταῦτα πανταχῆι | |
35 | ποικίλως ἐπὶ τοῖς τῶν αἱρετικῶν ἀθροισθέντες καινίσμασι κοινὴν ὡς σύμψυχοι τὴν ὑπὲρ τῆς πίστεως ψῆφον ἐξήνεγκαν, ἅπερ ἀδελφικῶς ἑαυτοῖς ἐδοκίμασαν, ταῦτα τρανῶς τοῖς ἀποῦσι διαπορθμεύσαντες. καὶ οἱ μὲν ἐκ Σαρδικῆς κατὰ τῶν Ἀρείου λειψάνων ἀγω‐ νισάμενοι τοῖς ἐν Ἀνατολῆι τὴν κρίσιν ἐξέπεμπον, οἱ δὲ ἐνταῦθα τὴν Ἀπολιναρίου λύμην φωράσαντες τοῖς ἐν Δύσει τὴν ψῆφον ἐγνώριζον, καὶ τῶν μὲν Ὅσιος ἐξῆρχε τῆς | |
40 | γνώμης, τῶν δὲ Νεκτάριος σὺν Γρηγορίωι τὴν ἡγεμονίαν ἤρατο. οὕτως ἐν Ἐφέσωι | 112 in vol. 2.1.3 |
2,1,3113 | τὸ περὶ τῆς θεοτόκου κριθὲν ἐκυροῦτο τοῖς γράμμασι καὶ ταῖς περὶ τῆς θεότητος καὶ ἀνθρωπότητος τοῦ κυρίου χρήσεσι μεθ’ ὑπογραφῆς ἐπεψηφίζοντο, χειρὶ καὶ γλώττηι τὴν τῶν φύσεων ἐν ἑνὶ προσώπωι παριστῶντες ὁμολογίαν. εἰ δέ τις μέχρι τούτου στῆναι τοῖς τῆι πίστει συνηγορεῖν βουλομένοις προστάττει τὴν ἄδειαν, μάλιστα μὲν τοῖς | |
5 | αἱρετικοῖς τοῦτο νομοθετείτω τὸ πρόσταγμα, 〈ὃ〉 ἐκείνους παύσει τῆς ἀδικίας, μὴ τοὺς ποι‐ μένας τῆς ἀντιλήψεως. πᾶς γὰρ νόμος τοῖς πονηροῖς ἀπαγορεύει τὴν ἁμαρτίαν, οὐ τοὺς κριτὰς ἀπείργει τῆς ἐξουσίας. ἄλλως τε μανθανέτωσαν ὡς καὶ νῦν ἔξεστιν ἀμφι‐ σβητήσεως φυείσης ταῖς τῶν πατέρων ἑρμηνείαις τὴν ἡμετέραν ἐπισυνάπτειν ὁμολογίαν καὶ πείθειν ὡς οὐκ ἀπᾶιδον τῆς ἐκείνων διανοίας ἐπιδεικνύμεθα φρόνημα, ἀλλὰ μάρτυσιν | |
10 | αὐτοῖς πρὸς τὴν τῆς ἡμετέρας πίστεως βεβαίωσιν χρώμεθα. οὕτως τοῖς Ἀθανασίου πρὸς Ἐπίκτητον φιλοτιμούμεθα γράμμασιν· οὕτως ὡς οἰκείαν Γρηγορίου τὴν πρὸς Κληδόνιον ἐπιστολὴν περιφέρομεν. καὶ τί δεῖ τὰ πολλὰ λέγειν; εἰ γὰρ τὸ δι’ ἐπιστολῶν τὸ τῆς ἐκκλησίας σαφηνίζεσθαι φρόνημα πρὸς ἑκάστην ζήτησιν μέμψεως ἄξιον, αὐτὸν ἄν τις πρῶτον τὸν μακάριον γράψαιτο Κύριλλον, ὃς τοῖς ἑαυτοῦ γράμμασι τοῖς τῆς | |
15 | Ἑώιας τὸ οἰκεῖον ἐτράνωσε φρόνημα. οὐ μὴν ἀλλὰ καὶ τὸν μέγαν τῆι αὐτῆι τις ἂν Πρόκλον περιβάλοι γραφῆι τὸν πρὸς Ἀρμενίους τόμον τοῖς τῆς αὐτῆς Ἀνατολῆς εἰς συμφωνίας ἀπόδειξιν διαπέμψαντα. κοινωνήσει δὲ τῆς αἰτίας καὶ ὁ σοφὸς τῆς Ἀν‐ τιοχέων Ἰωάννης, ὃς τῶν αἱρετικῶν τὰς λοιδορίας ἀποσειόμενος καὶ τῆς ἀποστολικῆς διδαχῆς τὸ εὐθὲς ἐνδεικνύμενος τῆς Ἑώιας ὡς ἐκ μιᾶς γλώττης τῶι ὁσίωι Πρόκλωι καὶ | |
20 | τῶι τῆς οἰκουμένης τὰ σκῆπτρα διέποντι τὴν ὁμολογίαν ἐξέπεμψεν. μὴ τοίνυν ἡμῖν τοῦ θαυμαστοῦ τῆς Ῥώμης προέδρου τὴν ἐπιστολὴν ὡς καινοτομίας ἔγκλημα προ‐ φερέτωσαν, ἀλλ’ εἰ μὴ σύμφωνος ταῖς γραφαῖς, ἐλεγχέτωσαν, εἰ μὴ τοῖς προλαβοῦσι πατράσιν ὁμόδοξος, εἰ μὴ πρὸς δυσσεβῶν κατηγορίαν γεγένηται, εἰ μὴ τῆς ἐν Νικαίαι πίστεως τὴν συνηγορίαν ἐνδείκνυται, εἰ μὴ τῶν καινοτομεῖν ἐπιχειρούντων ἀνατρέπει | |
25 | τὸ μύθευμα, εἰ μὴ τὴν τῶν ματαιοφρονούντων καταγωνίζεται τερατείαν. εἰ γάρ τις τῶν πατέρων παραχαράττει τὴν ἔννοιαν, οὗτος τῶν τῆς παραβάσεως εὐθυνῶν ὑπόχρεως, οὐχ ὁ τῆς παραβάσεως ἐπιφέρων τὸν ἔλεγχον. ὁ μὲν γὰρ ἐξ οἰκείας γνώμης οὐδενὸς μαχομένου τοῖς αὐτοῦ ῥήμασι φιλοτιμούμενος ἔκθεσιν, οὗτος ὡς ἀλαζὼν ἂν εἰκότως ἁλίσκοιτο, ὁ δὲ τοῖς κακῶς φρονεῖν ἐγνωκόσι μαχόμενος τῆι τῶν ἐχθρῶν ἐπινοίαι | |
30 | προσαρμόζει τὴν γλῶτταν, τὰ παρ’ ἐκείνων κακῶς ἐπαγόμενα τοῖς τῆς ἀληθείας δια‐ λύειν πειρώμενος. ἀλλ’, ὦ φιλόχριστοι καὶ τῆς ἄνωθεν ὑμῖν κληρωθείσης βασιλείας ἐπάξιοι, τῆι πίστει τὸν εὐεργέτην ἀμείψασθε καὶ τῆι περὶ τὴν ὁμολογίαν σπουδῆι τῆς τιμῆς τὴν εὐγνωμοσύνην ἐνδείξασθε, τῶν μὲν πονηρῶν τὰς ὁρμὰς ἀνακόπτοντες, πᾶσι δὲ τῆς εὐσεβοῦς ὁμολογίας τὴν συμφωνίαν βραβεύοντες καὶ καθάπερ σφραγῖδα τῶν | |
35 | εὐσεβῶν διδαγμάτων τῆι παρ’ ὑμῶν ἀθροισθείσηι συνόδωι τῆς Πέτρου καθέδρας βε‐ βαιοῦντες τὸ κήρυγμα. θαρρεῖν γὰρ χρὴ τὴν ὑμετέραν εὐσέβειαν ὡς οὐδὲν τῆς πάλαι παρὰ τῶν ἁγίων πατέρων καταγγελθείσης πίστεως ὁ θεοφιλὴς τῆς Ῥώμης παρα‐ | |
κεκίνηκε πρόεδρος. καὶ ἵνα μηδεμία τοῖς ἐκ φθόνου τὸν ἀποστολικὸν ἄνδρα δια‐ | 113 in vol. 2.1.3 | |
2,1,3114 | βαλεῖν πειρωμένοις καταλείπηται πρόφασις, τὰς συμφώνους τῆι ἐπιστολῆι τῶν ἁγίων πατέρων χρήσεις πρὸς ἀκριβῆ γνῶσιν τοῦ ὑμετέρου κράτους ἐκ πολλῶν ὀλίγας παρα‐ τεθείκαμεν. Ὅτι καὶ οἱ ἅγιοι πατέρες δύο φύσεις ἐν Χριστῶι εἰρήκασι καὶ τὸν ὁμοούσιον τῶι | |
5 | πατρὶ θεὸν λόγον ὁμοούσιον ἡμῖν ἐκ Μαρίας κατὰ σάρκα γενόμενον Τοῦ ἁγίου Βασιλείου ἐκ τῶν πρὸς Εὐνόμιον Ἐγὼ γὰρ καὶ τὸ ἐν μορφῆι θεοῦ ὑπάρχειν ἴσον δύνασθαι τῶι ἐν οὐσίαι θεοῦ ὑπάρχειν φημί. ὡς γὰρ τὸ μορφὴν ἀνειληφέναι δούλου ἐν τῆι οὐσίαι τῆς ἀνθρω‐ πότητος τὸν κύριον ἡμῶν γεγενῆσθαι σημαίνει, οὕτω λέγων ἐν μορφῆι θεοῦ ὑπάρχειν | |
10 | τῆς οὐσίας τῆς θεικῆς παρίστησι πάντως τὴν ἰδιότητα. Τοῦ μακαρίου Ἀμβροσίου ἐκ τῆς ἐπιστολῆς τῆς πρὸς τὸν βασιλέα Γρατιανόν Φυλάξωμεν διαφορὰν θεότητος καὶ σαρκός. εἷς ἐν ἑκατέραι φθέγγεται υἱὸς τοῦ θεοῦ, ἐπειδὴ ἐν αὐτῶι ἑκατέρα φύσις ἐστίν. Τοῦ μακαρίου Γρηγορίου τοῦ θεολόγου ἐκ τῆς πρὸς Κληδόνιον | |
15 | Φύσεις μὲν γὰρ δύο, θεὸς καὶ ἄνθρωπος, ἐπεὶ καὶ ψυχὴ καὶ σῶμα· υἱοὶ δὲ οὐ δύο οὐδὲ θεοί. Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ υἱοῦ δευτέρου λόγου Καὶ τοῦτό ἐστιν ὃ ποιεῖ τοῖς αἱρετικοῖς τὴν πλάνην, ἡ τῶν ὀνομάτων ἐπίζευξις. σημεῖον δὲ ὡς ἡνίκα αἱ φύσεις διίστανται ταῖς ἐπινοίαις, συνδιαιρεῖται καὶ τὰ ὀνόματα. | |
20 | Τοῦ μακαρίου Ἀθανασίου ἐκ τοῦ κατὰ αἱρέσεων λόγου Καὶ ὥσπερ οὐκ ἂν ἠλευθερώθημεν ἀπὸ τῆς ἁμαρτίας 〈καὶ τῆς κατάρασ〉, εἰ μὴ φύσει σὰρξ ἦν ἀνθρωπίνη, ἣν ἐνεδύσατο ὁ λόγος (οὐδὲν γὰρ κοινὸν ἦν ἡμῖν πρὸς τὸ ἀλλότριον), οὕτως οὐκ ἂν ἐθεοποιήθη ὁ ἄνθρωπος, εἰ μὴ φύσει ἐκ τοῦ πατρὸς καὶ ἀλη‐ θινὸς καὶ ἴδιος ἦν αὐτοῦ ὁ λόγος ὁ γενόμενος σάρξ. διὰ τοῦτο γὰρ τοιαύτη γέγονεν | |
25 | ἡ συνάφεια, ἵνα τῶι κατὰ φύσιν τῆς θεότητος συνάψηι τὸν φύσει ἄνθρωπον. Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου ἐκ τοῦ κατὰ Ἰωάννην Διάκρινον λοιπὸν τὰς φύσεις, τήν τε τοῦ θεοῦ τήν τε τοῦ ἀνθρώπου. οὔτε γὰρ κατ’ ἔκπτωσιν θεοῦ γέγονεν ἄνθρωπος οὔτε κατὰ προκοπὴν ἐξ ἀνθρώπου θεός. | |
θεὸν γὰρ λέγω καὶ ἄνθρωπον· δὸς τὰ παθήματα τῆι σαρκί, δὸς τὰ θαύματα τῶι θεῶι. | 114 in vol. 2.1.3 | |
2,1,3115 | Ἀντιόχου ἐπισκόπου Πτολεμαίδος Μὴ συγχέηις τὰς φύσεις, καὶ οὐ ναρκήσεις περὶ τὴν οἰκονομίαν. Τοῦ μακαρίου Φλαβιανοῦ ἐπισκόπου Ἀντιοχείας εἰς τὰ θεοφάνια Τίς ὡς ἀληθῶς λαλήσει τὰς δυναστείας τοῦ κυρίου, ἀκουστὰς ποιήσει | |
5 | πάσας τὰς αἰνέσεις αὐτοῦ; τίς ἂν λόγωι παραστήσειεν τῆς εἰς ἡμᾶς εὐεργεσίας τὸ μέγεθος; ἀνθρωπίνη φύσις θεότητι συνάπτεται μενούσης ἐφ’ ἑαυτῆς ἑκατέρας τῆς φύσεως. Τοῦ μακαρίου Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τοῦ κατὰ Ἰωάννην Τί γὰρ ἐπάγει; καὶ ἐσκήνωσεν ἐν ἡμῖν, μόνον οὐχὶ λέγων· μηδὲν ἄτοπον | |
10 | ὑποπτεύσηις ἀπὸ τοῦ ἐγένετο· οὐ γὰρ τροπὴν εἶπον τῆς ἀτρέπτου φύσεως ἐκείνης, ἀλλὰ σκήνωσιν καὶ κατοίκησιν. τὸ δὲ σκηνοῦν οὐ ταυτὸν ἂν εἴη τῆι σκηνῆι, ἀλλὰ ἕτερον ἐν ἑτέρωι σκηνοῖ, ἐπεὶ οὐδ’ ἂν εἴη σκήνωσις· οὐδὲν γὰρ ἐν ἑαυτῶι κατοικεῖ. ἕτερον δὲ εἶπον κατὰ τὴν οὐσίαν. τῆι γὰρ ἑνώσει καὶ τῆι συναφείαι ἕν ἐστιν ὁ θεὸς λόγος καὶ ἡ σάρξ, οὐ συγχύσεως γενομένης οὐδὲ ἀφανισμοῦ τῶν οὐσιῶν, ἀλλ’ ἑνώσεως ἀρρήτου | |
15 | τινὸς καὶ ἀφράστου. Τοῦ μακαρίου Ἀττικοῦ ἐκ τῆς πρὸς Εὐψύχιον ἐπιστολῆς Τί τοίνυν ἐχρῆν τὸν πάνσοφον πραγματεύσασθαι; μεσιτείαι τῆς προσληφθείσης σαρκὸς καὶ ἑνώσει τοῦ θεοῦ λόγου πρὸς τὸν ἐκ Μαρίας ἄνθρωπον ἑκάτερα γίνεται ὥστε τὸν ἐξ ἀμφοῖν ἡνωμένον Χριστὸν θεότητι μὲν διατιθέμενον ἐπὶ τοῦ οἰκείου μεῖναι τῆς | |
20 | ἀπαθοῦς φύσεως ἀξιώματος, σαρκὶ δὲ θανάτωι προσομιλήσαντα ὁμοῦ μὲν ἀποδεῖξαι τῆι ὁμοφύλωι τῆς σαρκὸς φύσει τὴν κατὰ τοῦ θανάτου ὑπεροψίαν, ὁμοῦ δὲ καὶ κρατύνεσθαι τῆι τελευτῆι τῆς καινῆς διαθήκης τὰ δίκαια. Τοῦ μακαρίου Πρόκλου ἐξ ὁμιλίας τῆς εἰς τὸ παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν. | |
25 | Καὶ τὰς φύσεις τῶι λόγωι δίελε καὶ τὴν ἕνωσιν τοῦ μυστηρίου θεολόγησον. Τοῦ μακαρίου Κυρίλλου ἐκ τῆς πρὸς Νεστόριον ἐπιστολῆς Καὶ ὅτι διάφοροι μὲν αἱ πρὸς ἑνότητα τὴν ἀληθινὴν συνενεχθεῖσαι φύσεις, εἷς δὲ ἐξ ἀμφοῖν Χριστὸς καὶ υἱός, οὐχ ὡς τῆς τῶν φύσεων διαφορᾶς ἀνηιρημένης διὰ τὴν ἕνωσιν. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ἰωάννην ἐπιστολῆς | |
30 | Εἷς γὰρ κύριος Ἰησοῦς Χριστός, κἂν ἡ τῶν φύσεων μὴ ἀγνοῆται διαφορά, ἐξ ὧν τὴν ἀπόρρητον ἕνωσιν πεπρᾶχθαι φαμέν. Τοῦ αὐτοῦ Ἐννοοῦντες τοίνυν τῆς ἐνανθρωπήσεως τὸν τρόπον, ὡς ἔφην, ὁρῶμεν ὅτι δύο | |
φύσεις συνῆλθον ἀλλήλαις καθ’ ἕνωσιν ἀδιάσπαστον ἀσυγχύτως καὶ ἀτρέπτως. ἡ | 115 in vol. 2.1.3 | |
2,1,3116 | γὰρ σὰρξ σάρξ ἐστι καὶ οὐ θεότης, εἰ καὶ γέγονε θεοῦ σάρξ, ὁμοίως δὲ καὶ ὁ λόγος θεός ἐστι καὶ οὐ σάρξ, εἰ καὶ ἰδίαν ἐποιήσατο τὴν σάρκα οἰκονομικῶς. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς τὸν μακάριον Ἰωάννην τὸν Ἀντιοχείας ἐπιστολῆς Δύο γὰρ φύσεων ἕνωσις γέγονεν, δι’ ὃ ἕνα Χριστόν, ἕνα υἱόν, ἕνα κύριον ὁμολο‐ | |
5 | γοῦμεν. κατὰ ταύτην τὴν τῆς ἀσυγχύτου ἑνώσεως ἔννοιαν ὁμολογοῦμεν τὴν ἁγίαν παρθένον θεοτόκον διὰ τὸ τὸν θεὸν λόγον σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι καὶ ἐξ αὐτῆς συλλήψεως ἑνῶσαι ἑαυτῶι τὸν ἐξ αὐτῆς ληφθέντα ναόν. Τοῦ ἁγίου Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως ἐκ τῆς ἑρμηνείας τοῦ κατὰ Ματθαῖον εὐαγγελίου | |
10 | Καὶ καθάπερ τις ἐν μεταιχμίωι στὰς δύο τινῶν ἀλλήλων διεστηκότων ἀμφοτέρας ἁπλώσας τὰς χεῖρας ἑκατέρωθεν λαβὼν συνάψειεν, οὕτω καὶ αὐτὸς ἐποίησεν, τὴν παλαιὰν τῆι καινῆι συνάπτων, τὴν θείαν φύσιν τῆι ἀνθρωπίνηι, τὰ αὐτοῦ τοῖς ἡμετέροις. Ἐπιστολὴ σταλεῖσα παρὰ τῆς ἁγίας συνόδου τῶι ἁγιωτάτωι πάπαι τῆς Ῥωμαίων ἐκκλησίας Λέοντι | |
15 | Ἡ ἁγία καὶ μεγάλη καὶ οἰκουμενικὴ σύνοδος ἡ κατὰ θεοῦ χάριν καὶ θέσπισμα τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων συναχθεῖσα ἐν τῆι Χαλκηδονέων μητρο‐ πόλει τῆς Βιθυνῶν ἐπαρχίας τῶι ἁγιωτάτωι καὶ μακαριωτάτωι τῆς Ῥωμαίων ἀρχιεπισκό‐ πωι Λέοντι. Ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλ‐ λιάσεως· ταύτην ὡς οἰκείαν ἡμῖν ἡ χάρις τὴν προφητείαν ἐφήρμοσεν, οἷς τὸ τῆς εὐσεβείας | |
20 | ἐβεβαιώθη κατόρθωμα. τί γὰρ πίστεως πρὸς εὐφροσύνην ἀνώτερον; τί τῆς δεσποτικῆς γνώσεως πρὸς χορείαν φαιδρότερον; ἣν αὐτὸς ἄνωθεν ἡμῖν ὁ σωτὴρ πρὸς σωτηρίαν παρ‐ έδωκε φήσας· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, διδάσ‐ κοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν, ἣν αὐτὸς ὥσπερ χρυσῆν | |
25 | σειρὰν τῶι προστάγματι τοῦ θεμένου καταγομένην εἰς ἡμᾶς διεφύλαξας πᾶσι τῆς τοῦ μακαρίου Πέτρου φωνῆς ἑρμηνεὺς καθιστάμενος καὶ τῆς ἐκείνου πίστεως τοῖς πᾶσι τὸν μακαρισμὸν ἐφελκόμενος. ὅθεν καὶ ἡμεῖς ὡς ἀρχηγῶι σοι τοῦ καλοῦ πρὸς ὠφέλειαν χρησάμενοι τῆς ἀληθείας τοῖς τῆς ἐκκλησίας τέκνοις τὸν κλῆρον ἐδείξαμεν, οὐ καθ’ ἕνα ἕκαστος ἐν παραβύστωι τὴν διδασκαλίαν ποιούμενοι, ἀλλὰ κοινῶι πνεύματι, μιᾶι συμπνοίαι | |
30 | καὶ ὁμονοίαι τῆς πίστεως τὴν ὁμολογίαν γνωρίσαντες. καὶ ἦμεν ἐν κοινῆι χορείαι, τοῖς πνευματικοῖς ὡς ἐν βασιλικοῖς δείπνοις ἐντρυφῶντες ἐδέσμασιν, ἅπερ διὰ τῶν σῶν γραμμάτων ὁ Χριστὸς τοῖς εὐωχουμένοις ηὐτρέπισε, καὶ τὸν ἐπουράνιον νυμφίον ἐν ἡμῖν ὁρᾶν ἐδοκοῦμεν ἐνδιαιτώμενον. εἰ γὰρ ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ αὐτοῦ ὄνομα, ἐκεῖ ἔφη εἶναι ἐν μέσωι αὐτῶν, πόσην περὶ φκ ἱερέας τὴν οἰκείωσιν ἐπε‐ | |
35 | δείκνυτο, οἳ καὶ πατρίδος καὶ πόνου τῆς εἰς αὐτὸν ὁμολογίας τὴν γνῶσιν προέθηκαν; | 116 in vol. 2.1.3 |
2,1,3117 | ὧν σὺ μὲν ὡς κεφαλὴ μελῶν ἡγεμόνευες ἐν τοῖς τὴν σὴν τάξιν ἐπέχουσι τὴν εὐβουλίαν ἐπιδεικνύμενος, βασιλεῖς δὲ πιστοὶ πρὸς εὐκοσμίαν ἐξῆρχον, ὡς Ζοροβάβελ τῶι Ἰησοῦ, τῆς ἐκκλησίας καθάπερ Ἱερουσαλὴμ τὴν ἐν τοῖς δόγμασιν οἰκοδομίαν ἀνανεοῦν προθυ‐ μούμενοι. καὶ ἦν ἂν ὁ ἀντικείμενος ὡς θὴρ ἔξω τῆς μάνδρας καθ’ ἑαυτὸν ὠρυόμενος, | |
5 | οὐδένα ἔχων λαβεῖν, εἰ μὴ ἑαυτὸν αὐτῶι πρὸς θήραν ὁ τῆς Ἀλεξανδρέων πάλαι γε‐ νόμενος ἐπέρριψε πρόεδρος. ὃς πολλὰ πρότερον εἰργασμένος δεινὰ ἀπέκρυψεν τοῖς δευτέροις τὰ πρότερα· τόν τε γὰρ μακάριον ἐκεῖνον καὶ ἐν ἁγίοις τῆς Κωνσταντινουπόλεως ποιμένα Φλαβιανὸν τὴν ἀποστολικὴν προισχόμενον πίστιν καὶ τὸν θεοφιλέστατον ἐπίσκοπον Εὐσέβιον παρὰ πᾶσαν τὴν τῶν κανόνων ἀκολουθίαν καθεῖλεν καὶ τὸν ἐπὶ | |
10 | δυσσεβείαι κατακεκριμένον Εὐτυχῆ ταῖς τῆς τυραννίδος αὐτοῦ ψήφοις ἠθώωσεν καὶ τὴν παρὰ τῆς ὑμῶν ὁσιότητος ὡς παρ’ ἀναξίου τῆς χάριτος ἀφαιρεθεῖσαν ἀξίαν ἀπέδωκεν καὶ ὡς μονιὸς ἅπαξ ἄγριος ἐπιπεσὼν τῆι ἀμπέλωι, ἣν μὲν ἀρίστην εὗρεν φυτείαν, ἀνέτρε‐ ψεν, ἣν δὲ ὡς ἄκαρπον ἐρριμμένην, εἰσήγαγεν, καὶ τοὺς μὲν τὰ ποιμένων φρονοῦντας ἀπέτεμε, τοὺς δὲ λύκους ἀποδεδειγμένους τοῖς προβάτοις ἐπέστησεν. καὶ πρὸς τού‐ | |
15 | τοις ἅπασιν ἔτι καὶ κατ’ αὐτοῦ τοῦ τῆς ἀμπέλου τὴν φυλακὴν παρὰ τοῦ σωτῆρος ἐπι‐ τετραμμένου τὴν μανίαν ἐξέτεινεν, λέγομεν δὴ τῆς σῆς ὁσιότητος, καὶ ἀκοινωνησίαν κατὰ τοῦ τὸ σῶμα τῆς ἐκκλησίας ἑνοῦν σπουδάσαντος ἐμελέτησεν. καὶ δέον ἐπὶ τούτοις μετανοῆσαι, δέον δάκρυσιν αἰτῆσαι τὸν ἔλεον, ὡς ἐπὶ σεμνοῖς ἐπηγάλλετο, τὴν μὲν ἐπιστολὴν τῆς σῆς ὁσιότητος διαπτύων, πᾶσι δὲ τοῖς τῆς ἀληθείας δόγμασιν | |
20 | ἀνθιστάμενος. καὶ ἔδει μὲν αὐτὸν εὐθὺς ἐφ’ ἧς ἑαυτὸν ἔταξε, καταλεῖψαι μερίδος· ἐπειδὴ δὲ τοῦ σωτῆρος τὴν μαθητείαν ἐπαγγελλόμεθα, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ἔργωι ταύτην ἐπ’ αὐτῶι κυρῶσαι τὴν φιλανθρω‐ πίαν ἐσπεύσαμεν καὶ πρὸς κρίσιν ἀδελφικῶς ἐκαλοῦμεν, οὐχ ὡς ἀποτέμνειν πειρώμενοι, ἀλλ’ ἀπολογίας αὐτῶι χώραν πρὸς ἰατρείαν παρέχοντες. καὶ ηὐχόμεθα κρείττονα | |
25 | φανῆναι τῶν ποικίλαις αὐτὸν γραψαμένων αἰτιάσεσιν, ἵνα φαιδροὶ φαιδρῶς τὸν σύλλογον διαλύσαντες ἐν μηδενὶ πλεονεκτηθῶμεν ὑπὸ τοῦ σατανᾶ· ἀλλ’ οὗτος ἔγγραφον ἐν ἑαυτῶι τοῦ συνειδότος ἔχων τὸν ἔλεγχον τῆι παραιτήσει τῆς κρίσεως ταῖς κατηγορίαις συνέθετο καὶ τὰς ἐνθέσμους τρεῖς ἐπ’ αὐτῶι γενομένας κλήσεις παρώσατο. διὰ ταῦτα τοιγαροῦν ἣν αὐτὸς καθ’ ἑαυτοῦ τοῖς πλημμελήμασιν ἐξήνεγκε ψῆφον, ταύτην ὡς ἐνῆν μετρίως | |
30 | ἐκυρώσαμεν, τῆς ποιμαντικῆς δορᾶς τὸν λύκον γυμνώσαντες, ἣν καὶ πάλαι σχήματι περικείμενος ἀπηλέγχετο. μέχρι τούτων ἡμῖν ἵστατο τὰ στυγνά, καὶ τῶν καλῶν εὐθὺς ἡ χάρις ἐπέλαμψε καὶ ἓν ζιζάνιον ἀνασπάσαντες πᾶσαν τοῦ καθαροῦ σίτου τὴν οἰκουμένην μεθ’ ἡδονῆς ἐπληρώσαμεν καὶ ὡς ἐκριζοῦν καὶ καταφυτεύειν τὴν ἐξουσίαν δεξάμενοι τὴν μὲν ἐκτομὴν μέχρις ἑνὸς ἐστενώσαμεν, τῶν δὲ καλῶν τὴν εὐκαρπίαν ἐπιμελῶς | |
35 | ἐρριζώσαμεν. θεὸς γὰρ ἦν ὁ ἐνεργῶν καὶ ἡ τὸν σύλλογον τῶι νυμφῶνι στεφανοῦσα καλλίνικος Εὐφημία, ἣ ὥσπερ οἰκείαν ὁμολογίαν τῆς πίστεως παρ’ ἡμῶν δεξαμένη τὸν ὅρον τῶι ἑαυτῆς νυμφίωι διὰ τοῦ εὐσεβεστάτου βασιλέως καὶ τῆς φιλοχρίστου βασιλίδος προσήγαγεν, πᾶσαν μὲν τῶν ἀντικειμένων ταραχὴν κατευνάσασα, τὴν δὲ τῆς ἀληθείας ὡς φίλην ὁμολογίαν κρατύνασα καὶ χειρὶ καὶ γλώττηι ταῖς πάντων ψήφοις ἐπισφραγίσασα | |
40 | πρὸς ἀπόδειξιν. | 117 in vol. 2.1.3 |
2,1,3118 | Ταῦτ’ ἐστὶν ἅπερ σὺν σοὶ τῶι πνεύματι παρόντι καὶ συνευδοκεῖν ὡς ἀδελφοῖς ἐγνω‐ κότι καὶ μόνον οὐχὶ διὰ τῆς τῶν σῶν τοποτηρητῶν ὁρωμένωι σοφίας εἰργάσμεθα· γνωρίζομεν δὲ ὡς καὶ ἕτερά τινα τῆς τῶν πραγμάτων εὐταξίας καὶ τῆς τῶν ἐκκλησια‐ στικῶν θεσμῶν εὐσταθείας ἕνεκα ὡρίσαμεν, πεπεισμένοι καὶ τὴν ὑμετέραν ἁγιωσύνην | |
5 | διδαχθεῖσαν ἀποδέχεσθαί τε ταῦτα καὶ βεβαιοῦν. τὸ γὰρ ἐκ πολλοῦ κρατῆσαν ἔθος ὅπερ ἔσχεν ἡ Κωνσταντινουπολιτῶν ἁγία τοῦ θεοῦ ἐκκλησία εἰς τὸ χειροτονεῖν μητρο‐ πολίτας τῶν διοικήσεων τῆς τε Ἀσιανῆς καὶ Ποντικῆς καὶ Θραικικῆς, καὶ νῦν κατὰ συνοδικὴν ἐκυρώσαμεν ψῆφον, οὐ τοσοῦτον τῶι θρόνωι Κωνσταντινουπόλεώς τι πα‐ ρέχοντες ὅσον ταῖς μητροπόλεσι τὴν εὐταξίαν πρυτανεύοντες διὰ τὸ πολλοὺς πολλάκις | |
10 | τελευτώντων τῶν ἐπισκόπων ἀνακύπτειν θορύβους ἀνηγεμονεύτων ὄντων τῶν ἐν αὐταῖς κληρικῶν τε καὶ λαῶν καὶ τὴν ἐκκλησιαστικὴν τάξιν συγχεόντων. ὅπερ οὐδὲ τὴν ὑμετέραν λέληθεν ἁγιότητα, μάλιστα τῶν Ἐφεσίων ἕνεκεν πλεονάκις ὑμῶν διενοχληθέντων. ἐβεβαιώσαμεν δὲ καὶ τὸν τῶν ρν ἁγίων πατέρων τῶν ἐν Κωνσταντινουπόλει συναθ‐ ροισθέντων ἐπὶ τοῦ τῆς εὐσεβοῦς μνήμης τοῦ μεγάλου Θεοδοσίου κανόνα τὸν διαγορεύοντα | |
15 | μετὰ τὸν ὑμέτερον ἁγιώτατον καὶ ἀποστολικὸν θρόνον τὰ πρεσβεῖα τὸν Κωνσταντι‐ νουπόλεως ἔχειν δεύτερον τεταγμένον, πεπεισμένοι ὡς τῆς ἀποστολικῆς παρ’ ὑμῖν κρατούσης ἀκτῖνος καὶ ἐπὶ τὴν Κωνσταντινουπόλεως ἐκκλησίαν συνήθως κηδόμενοι πολλάκις ταύτην ἡπλώσατε διὰ τὸ ἄφθονον ὑπάρχειν ὑμῖν τὴν τῶν οἰκείων ἀγαθῶν πρὸς τοὺς γνησίους μετάδοσιν. ἅπερ τοίνυν ὡρίσαμεν πρὸς ἀναίρεσιν μὲν πάσης | |
20 | συγχύσεως, βεβαίωσιν δὲ τῆς ἐκκλησιαστικῆς εὐταξίας, ταῦτα ὡς οἰκεῖά τε καὶ φίλα καὶ πρὸς εὐκοσμίαν ἁρμόδια περιπτύξασθαι καταξίωσον, ἁγιώτατε καὶ μακαριώτατε πάτερ. οἱ γὰρ τὸν τόπον τῆς ὑμετέρας ἁγιότητος ἐπέχοντες ὁσιώτατοι ἐπίσκοποι Πασκασῖνος καὶ Λουκίνσιος καὶ ὁ σὺν αὐτοῖς θεοφιλέστατος πρεσβύτερος Βονιφάτιος τοῖς οὕτω τυπωθεῖσιν σφοδρῶς ἀντειπεῖν ἐπειράθησαν, πάντως ἀπὸ τῆς ὑμετέρας ἄρξασθαι καὶ | |
25 | τοῦτο τὸ καλὸν προνοίας βουλόμενοι, ἵνα καθάπερ τῆς πίστεως, οὕτως καὶ τῆς εὐταξίας ὑμῖν λογισθῆι τὸ κατόρθωμα. ἡμεῖς γὰρ θεραπεύοντες τούς τε εὐσεβεστάτους καὶ φιλοχρίστους βασιλέας ἐπὶ τούτωι ἡδομένους τήν τε λαμπρὰν σύγκλητον καὶ πᾶσαν ὡς εἰπεῖν τὴν βασιλεύουσαν εὔκαιρον ἐνομίσαμεν εἶναι τὴν ἐπ’ αὐτῆι παρὰ τῆς οἰκουμενικῆς συνόδου βεβαίωσιν τῆς τιμῆς καὶ ὡς ἐκ τῆς σῆς ὁσιότητος ταύτην ἐναρχθεῖσαν δι’ ὧν | |
30 | ἀεὶ θάλπειν ἐσπούδακας, θαρρήσαντες ἐκυρώσαμεν, εἰδότες ὡς πᾶν τὸ παρὰ τῶν τέκνων γινόμενον εἰς τοὺς οἰκειουμένους πατέρας ἀνατρέχει κατόρθωμα. παρακαλοῦμεν τοίνυν, τίμησον καὶ ταῖς σαῖς ψήφοις τὴν κρίσιν· ὥσπερ ἡμεῖς τῆι κεφαλῆι τὴν ἐν τοῖς καλοῖς συμφωνίαν εἰσενηνόχαμεν, οὕτως καὶ ἡ κορυφὴ τοῖς παισὶν ἀναπληρώσηι τὸ πρέπον. οὕτως γὰρ καὶ βασιλεῖς εὐσεβεῖς θεραπευθήσονται οἱ τὴν τῆς σῆς ὁσιότητος | |
35 | ὡς νόμον βεβαιώσαντες κρίσιν καὶ ὁ Κωνσταντινουπόλεως θρόνος τὴν ἀμοιβὴν ἀποδέξεται πᾶσαν ἀεὶ σπουδὴν πρὸς τὴν τῆς εὐσεβείας ὑμῖν ἐκπληρώσας ὑπόθεσιν καὶ τῶι ζήλωι συνάψας ἑαυτὸν ὑμῖν πρὸς ὁμόνοιαν. ἵνα δὲ γνῶτε ὡς οὐδὲν πρὸς χάριν ἢ πρὸς ἀπέχθειαν πεποιήκαμεν, ἀλλ’ ὡς θείωι κυβερνώμενοι νεύματι, πᾶσαν ὑμῖν τῶν πεπραγ‐ μένων τὴν δύναμιν ἐγνωρίσαμεν εἰς σύστασιν ἡμετέραν καὶ τῶν παρ’ ἡμῶν πεπραγμένων | |
40 | βεβαίωσίν τε καὶ συγκατάθεσιν. | 118 in vol. 2.1.3 |
2,1,3119 | Διάταξις τοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου βασιλέως Μαρκιανοῦ προτεθεῖσα ἐν Κωνσταντινουπόλει μετὰ τὴν σύνοδον βεβαιοῦσα τὰ παρ’ αὐτῆς πεπραγμένα Τὴν εὐαγῆ τῆς καθολικῆς τῶν ὀρθοδόξων πίστεως ἁγιότητα φανερὰν καὶ ἀναμ‐ φίβολον καταστῆσαι πᾶσιν ἡ ἡμετέρα γαληνότης ἐθέλουσα, ὅπως ἂν ἡ περὶ τὸ θεῖον | |
5 | μείζων παραδοθῆι τοῖς ἀνθρώποις εὐσέβεια, τὴν τοσαύτην καὶ τοιαύτην ἐξ ἁπάσης σχεδὸν ἐπαρχίας συνειλεγμένων ἐπισκόπων σύνοδον κατὰ τὴν Χαλκηδονέων πόλιν ἀθροισθῆναι παρεκελεύσατο κἀκεῖ διασκέψεως ἐπὶ πλείστας ἡμέρας γεγενημένης τὸ τῆς πίστεως τῶν Χριστιανῶν εὗρεν ἀληθὲς καὶ ἀνόθευτον. εὐχαῖς γὰρ καὶ λιταῖς πλείσταις τὸ θεῖον παρακεκλήκασι μὴ λαθεῖν αὐτοὺς τὴν εὐαγῆ καὶ πληρεστάτην ἀλήθειαν ἠκο‐ | |
10 | λούθησάν τε τοῖς τύποις τῶν ἁγίων πατέρων, ἐκείνοις δηλαδὴ τοῖς ὑπὸ τῶν τιη ἁγιω‐ τάτων ἐπισκόπων κατὰ τὴν Νικαέων ἀποφανθεῖσιν, ὁμοίως δὲ κἀκείνοις ἅπερ οἱ ρν κατὰ τήνδε τὴν βασιλίδα πόλιν ὥρισαν συνελθόντες, καὶ ἐκείνοις δὲ τοῖς ἤδη πάλαι κατὰ τὴν Ἔφεσον ὁρισθεῖσιν ὅτε [τὰ] τῆς ἀληθείας οἱ τῆς μακαρίας μνήμης Κελεστῖνος ὁ τῆς Ῥωμαίων καὶ Κύριλλος ὁ τῆς Ἀλεξανδρέων ἐπίσκοπος ἐξῆρχον, καθ’ ὃν καιρὸν | |
15 | ἀπεκλείσθη καὶ Νεστορίου ἡ πλάνη αὐτοῦ καταδικασθέντος τοῦ ταύτης αὐθέντου γε‐ γονότος. ὧν ὀρθῶς καὶ προσκυνητῶς ἐν Χαλκηδόνι ζητηθέντων Εὐτυχὴς ὁ δια‐ βεβαιούμενος ἀθέμιτα πάμπολλα μετὰ τῆς συνηγορίας τῆς ἑαυτοῦ καταβέβληται, ὅπως ἂν αὐτῶι μὴ περαιτέρω παρασχεθῆι τοῦ ἀπατᾶν τοὺς ἀνθρώπους εὐχέρεια. τούτων τοίνυν θρηισκευτικῶς καὶ πιστῶς τυπωθέντων ἅπερ θεμελιοῦν τὴν τῶν ὀρθοδόξων | |
20 | προσκυνητὴν γινώσκεται πίστιν, οὕτως ὡς μηδεμίαν τοῦ λοιποῦ μηδὲ τοῖς συκοφαντεῖν εἰωθόσι τὸ θεῖον ἀμφιβολίαν ὑπολιμπάνεσθαι, ἱερῶι τῆς ἡμετέρας ἡμερότητος διατάγματι τὴν ἁγίαν βεβαιώσαντες σύνοδον ὑπεμνήσαμεν ἅπαντας ὥστε τῶν περὶ θρηισκείας παύσασθαι διαλέξεων, ἐπειδήπερ οὐχ εἷς καὶ δεύτερος εὑρεῖν οἷός τε ἦν τὸ τοσοῦτον μυστήριον, ὁπότε μάλιστα σὺν μεγάλωι καμάτωι καὶ μεγίσταις εὐχαῖς τοσοῦτοι ἅγιοι | |
25 | ἱερεῖς, εἰ μὴ θεοῦ, καθάπερ πιστευτέον ἐστίν, ἡγουμένου, φθάσαι πρὸς τὴν τῆς ἀληθείας ἀνίχνευσιν οὐκ ἂν ἠδυνήθησαν. πλήν, ὡς ἔγνωμεν ἐναργεῖ λογισμῶι, τινὲς ἐν τῆι μανίαι τῆς αὐτῆς διαστροφῆς διαμένειν οὐ παύονται καὶ περὶ θρηισκείας δημοσίαι φιλο‐ νεικεῖν συναγομένου τοῦ πλήθους, ὥστε τὰ θεῖα μυστήρια Ἰουδαίων τε καὶ Ἑλλήνων δημοσιεύειν ἐπ’ ὄψεσιν καὶ ἐκπομπεύειν ἅπερ σέβειν ἄμεινον ἢ ζητεῖν. ἐχρῆν τοι‐ | |
30 | γαροῦν τοὺς ἐν τῆι αὐτῆι τυγχάνοντας ἐπιμονῆι διὰ τῆς ὁρισθείσης ἤδη σωφρονισθῆναι κολάσεως, ὅπως ἂν ἡ τιμωρία διορθώσειεν οὓς τῶν προσταγμάτων τὸ σέβας ἐπανορθοῦν οὐ δεδύνηται. ἀλλὰ τῶι ἔθει τῶι ἡμῶν ἀκολουθοῦντες ἐν τούτωι καὶ πρὸ πάντων γινώσκοντες ὡς τὸ θεῖον χαίρει τῶι εὐσεβεῖ, τὴν τῶν ἐνόχων ὑπερθετέαν ἡγησάμεθα τιμωρίαν, διὰ τῆσδε τῆς ἐπαναληφθείσης κελεύσεως τῆς ἡμετέρας θεσπίζοντες ὥστε | |
35 | εἰς τὸ ἑξῆς τῶν κεκωλυμένων πάντας ἀπέχεσθαι καὶ μὴ συνάγειν ὀχλαγωγίαν τοὺς περὶ | 119 in vol. 2.1.3 |
2,1,3120 | θρηισκείας ἐρίζοντας, ἐπειδήπερ οἱ ἐν τῆι τοιαύτηι διαστροφῆι καὶ ματαιότητι φωρα‐ θέντες καὶ τὰς ὁρισθείσας ἤδη κολάσεις ἐκδέξονται καὶ τῆι τῶν δικαστηρίων κινήσει, καθάπερ τοῖς εὐσεβέσι καιροῖς ἁρμόζει, τιμωρηθήσονται. χρὴ γὰρ ἕπεσθαι τῆι ἐν Χαλκηδόνι συνόδωι, ἐν ἧι πάντων ἐπιμελῶς ζητηθέντων ταῦτα διώρισται ἃ πρότερον | |
5 | αἱ τρεῖς μνημονευθεῖσαι σύνοδοι αἱ τῆι τῶν ἀποστόλων ἀκολουθήσασαι πίστει τὰ πᾶσι φυλακτέα παραδεδώκασιν. Ἐδόθη πρὸ τριῶν Εἰδῶν Μαρτίων ἐν Κωνσταντινουπόλει ὑπατείαι Σφωρακίου καὶ τοῦ δηλωθησομένου Ἐγράφη Παλλαδίωι ἐπάρχωι τῶν κατὰ τὴν Ἀνατολὴν πραιτωρίων, Οὐαλεν‐ | |
10 | τινιανῶι ἐπάρχωι τῶν κατὰ τὸ Ἰλλυρικὸν πραιτωρίων, Τατιανῶι ἐπάρχωι πόλεως, Βιγκομάλωι μαγίστρωι τῶν θείων ὀφφικίων καὶ ὑπάτωι δεσιγνάτωι Περὶ τοῦ κεκωλύσθαι τὰς παρὰ τῶν Χριστιανῶν διαλέξεις πρόθεμα τοῖς πολίταις ἡμῶν τοῖς Κωνσταντινουπολίταις Οἱ βασιλεῖς Φλάβιος Οὐαλεντινιανὸς καὶ Φλάβιος Μαρκιανὸς αἰώνιοι αὔγουστοι. | |
15 | Μόλις ποτὲ τὸ διὰ μεγίστης εὐχῆς ὑπάρχον ἡμῖν καὶ σπουδῆς ἀποβέβηκεν καὶ ἡ περὶ τοῦ νόμου τῶν ὀρθοδόξων Χριστιανῶν ἐκποδὼν φιλονεικία γεγένηται· μόλις εὕρηται τὰ τῆς ἐπιψόγου πλάνης ἰάματα καὶ τῶν δήμων ἡ διαφωνοῦσα διάνοια πρὸς μίαν ἐλή‐ λυθεν σύννευσιν καὶ ὁμόνοιαν. ἐκ διαφόρων γὰρ ἐπαρχιῶν εὐλαβεῖς κατὰ τὴν Χαλκη‐ δονέων [πόλιν] ἐπίσκοποι συνηθροίσθησαν ἐξ ἡμετέρου προστάγματος καὶ δι’ ὅρου σαφῶς | |
20 | ἐπὶ τῆι θρηισκείαι τί δέοι παραφυλάττειν, ἐδίδαξαν. ἡ βέβηλος τοίνυν ἔρις τοῦ λοιποῦ σχολαζέτω. καὶ γὰρ ἀσεβὴς καὶ ἱερόσυλος ἀληθῶς ὃς μετὰ τοσούτων ἐπισκόπων ἀπόφασιν τῆι οἰκείαι τί ποτε γνώμηι καταλιμπάνει πρὸς ἔρευναν, ἐπείπερ ἐσχάτης δηλονότι παρανοίας ἐστὶ τὸ μεσούσης ἡμέρας φῶς σεσοφισμένον ζητεῖν. ὁ γάρ τι μετὰ τὴν εὕρεσιν τῆς ἀληθείας διερευνώμενος περαιτέρω ψεῦδος ζητεῖ. μηδεὶς οὖν | |
25 | κληρικὸς ἢ γοῦν στρατευόμενος ἢ γοῦν ἑτέρας αἱρέσεως οἱασδήποτε περὶ τῆς τῶν Χριστιανῶν πίστεως δημοσίαι συναγομένων ὄχλων καὶ ἀκροωμένων εἰς τὸ ἑξῆς δια‐ λέξεις ποιεῖσθαι τολμάτω, ταραχὰς ἐκ τούτου καὶ κακοδοξίας προφάσεις ἐπινοῶν. τῆι κρίσει γὰρ ὕβριν ποιεῖ τῆς ἁγίας συνόδου ὅστις ἂν τὰ ἅπαξ κριθέντα καὶ ὀρθῶς τυπω‐ θέντα πάλιν ἀνακυλίειν ἐκ διαλέξεως καὶ δημοσιεύειν φιλονεικοίη, ὁπότε τὰ νῦν περὶ | |
30 | τῆς τῶν Χριστιανῶν πίστεως ὁρισθέντα κατὰ τὰς τῶν ἀποστόλων ἐκθέσεις καὶ κατὰ τὰς τῶν ἁγίων πατέρων τῶν τι καὶ η διδασκαλίας καὶ τῶν ρν τυπωθέντα γινώσκεται. οὐδὲ γὰρ ἐλλείψει τιμωρία κατὰ τῶν τοῦδε καταφρονούντων τοῦ νόμου, ἐπειδήπερ οὐ μόνον κατὰ τῆς πίστεως τῆς εὖ διατεθείσης ἐναντίοι χωροῦσιν, ἀλλὰ γὰρ Ἰουδαίοις τε καὶ Ἕλλησιν ἔκπυστα διὰ τῆς τοιᾶσδε φιλονεικίας τὰ σεπτὰ ποιοῦσι μυστήρια. | |
35 | οὐκοῦν εἰ μὲν εἴη κληρικὸς ὁ περὶ θρηισκείας δημοσίαι φιλονεικεῖν τολμῶν, ἀποκινηθήσεται τοῦ καταλόγου τῶν κληρικῶν· εἰ δὲ στρατείαι κοσμούμενος, τὴν ζώνην ἀφαιρεθήσεται. | |
καὶ οἱ λοιποὶ δὲ οἱ ἔνοχοι τῶι ἐγκλήματι τούτωι τῆς βασιλίδος αὐτῆς ἐλαθήσονται πό‐ | 120 in vol. 2.1.3 | |
2,1,3121 | λεως κατὰ τὴν τῶν δικαστηρίων κίνησιν καὶ ταῖς ἁρμοζούσαις ὑποβληθησόμενοι τιμω‐ ρίαις. δῆλον γὰρ ἐντεῦθεν τῆι μανίαι τῆι τῶν αἱρετικῶν τὰς ἀρχὰς καὶ ἐκκαύσεις πα‐ ρέχεσθαι ἐν ὅσωι τινὲς δημοσίαι διαλέγονται καὶ ἐρίζουσιν. ἅπαντες τοίνυν τὰ παρὰ τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου ὁρισθέντα παραφυλάττειν ὀφείλουσι τοῦ λοιποῦ μηδὲν | |
5 | ἀμφιβάλλοντες. διὰ τούτου τοιγαροῦν ὑπομνησθέντες τοῦ τῆς γαληνότητος ἡμῶν διατάγματος τῶν δυσσεβῶν φωνῶν ἀπολήξατε καὶ τοῦ περὶ τῶν θείων περαιτέρω ζη‐ τεῖν, ὅπερ ἀθέμιτον, ἐπειδήπερ οὐ μόνον ἐκ θείας κρίσεως, καθάπερ πιστεύομεν, τὸ ἁμάρ‐ τημα τὸ τοιοῦτο τιμωρηθήσεται, ἀλλὰ γὰρ καὶ τῆι τῶν νόμων καὶ τῆι τῶν δικαζόντων αὐθεντίαι σωφρονισθήσεται. | |
10 | Ἐδόθη πρὸ ζ Εἰδῶν Φεβρουαρίων ἐν Κωνσταντινουπόλει Περὶ τοῦ ἀνατραπῆναι τὰ κατὰ τοῦ τῆς ἁγίας μνήμης Φλαβιανοῦ τοῦ ἐπισκόπου τῆς βασιλευούσης Κωνσταντινουπόλεως καὶ βεβαιωθῆναι τὰ μετὰ ταῦτα ὑπὲρ αὐτοῦ παρὰ τῆς ἁγίας συνόδου τυπωθέντα Οἱ αὐτοὶ βασιλεῖς Παλλαδίωι τῶι μεγαλοπρεπεστάτωι ἐπάρχωι τῶν πραιτωρίων, | |
15 | Οὐαλεντινιανῶι ἐπάρχωι τοῦ Ἰλλυρικοῦ, Τατιανῶι ἐπάρχωι πόλεως, Βιγκομάλωι μαγίστρωι τῶν θείων ὀφφικίων καὶ ὑπάτωι δεσιγνάτωι. Οὐδέποτε δόξα τῶι θανάτωι τῶν ἐνδόξων ἀπόλλυται οὐδὲ συναποθνήισκουσι τοῖς τελευτῶσιν αἱ ἀρεταί, μᾶλλον δὲ τῶν ἀγαθῶν ἡ ὑπόληψις αὔξεται τῆι τελευτῆι, ἐπειδήπερ ἅπας ὁ κατὰ τῶν τελευτώντων ἐκποδὼν γίνεται φθόνος. ἐντεῦθεν μετὰ τοσαύτης σπουδῆς καὶ ἐπαίνων τὰ τῶν | |
20 | προγόνων εὐφημεῖται κατορθώματα· ἐντεῦθεν τῶν ἀρίστων ἡ μνήμη μετὰ μεγίστης ἐπιτελεῖται τῆς προσκυνήσεως· ἐντεῦθεν τῶν μεγίστων ἀνδρῶν αἱ ψυχαὶ πολλάκις τὰς εὐκλεεῖς εἵλοντο τελευτάς. συνωμολόγηται γὰρ ἐκείνους μόνους εἰς τὸ διηνεκὲς ἀπο‐ θνήισκειν ὧν ἥ τε ζωὴ καὶ ὁ θάνατος σεσιώπηται. τοῦτο καὶ ἐπὶ τοῦ παρόντος οὕτως ἔχειν ἥ τε θεία καὶ ἡ τῶν ἀνθρώπων ἐπιδείκνυσι κρίσις. ὁπότε γὰρ φθόνωι ψευδεῖ | |
25 | ὑπὸ τῆς ἀνέδην συντεθείσης συκοφαντίας ὁ τῆς ἁγίας καὶ προσκυνητῆς μνήμης Φλαβιανὸς ὁ ταύτης τῆς ἐνδόξου πόλεως ἐπίσκοπος τῆς ἀρχιερωσύνης ἦν ἐκβληθεὶς καὶ ὁπότε κατὰ τὸ ἀληθὲς οὐκ ἦν ἑτέρως τῆς ἐπισκοπῆς τελειότερον ἔχεσθαι ἢ τῶι τὴν πίστιν ἣν παρει‐ λήφει, φυλάττειν (οὗτος γὰρ μόνος ἠξίωται τοῦ τυγχάνειν ἐπίσκοπος), ὅμως οὕτω τὸ τούτου λείψανον ἡ βασιλικωτάτη αὕτη πόλις ἐζήτησεν καὶ ἀπέλαβεν, ὡς μακαριώτερον | |
30 | αὐτὸν πάντων τῶν ζώντων ὀφθῆναι, ὥστε τὴν τελευτὴν ἐκείνην τὴν χαλεπὴν νομισθεῖσαν πιστεύεσθαι δι’ εὐχῆς γεγενῆσθαι, δι’ ἧς ἐκείνην τὴν ἀθάνατον εὐφημίαν ἐπραγματεύσατο. καὶ δὴ τούτοις ἐπηκολούθησεν ἐκεῖνο ὅπερ τοῖς αὐτοῦ γέρασιν ὁ θεὸς ἐδωρήσατο, ὥστε προσκυνητὴν σύνοδον ἀναριθμήτων σχεδὸν ἐπισκόπων συνελθεῖν εἰς τὴν Χαλκηδονέων ἥτις ἐν ὅσωι τὰ κατὰ τὴν πίστιν ἐπιμελῶς ἐκζητεῖ διὰ τῆς αὐθεντίας τοῦ μακαριωτάτου | |
35 | Λέοντος τοῦ τῆς αἰωνίας τὴν δόξαν Ῥώμης ἐπισκόπου καὶ τῆς θρηισκείας κυροῖ τὰ θεμέλια, Φλαβιανῶι τὸ βραβεῖον τοῦ τε παρωιχηκότος βίου καὶ τῆς ἐνδόξου παρέσχηκε τελευτῆς. ἐπειδὴ τοίνυν ὁ τῆς προσκυνητῆς μνήμης Φλαβιανὸς τῆι τοσαύτηι καὶ τοιαύτηι κεκόσ‐ | |
μηται μαρτυρίαι, ὥστε Εὐτυχῆ τὸν τἀναντία πεφρονηκότα μετὰ τῶν μυσαρῶν αὐτοῦ | 121 in vol. 2.1.3 | |
2,1,3122 | ῥημάτων καταδικασθῆναι παρὰ πάντων ἑνὶ στόματι, ἀπαλειφέσθω τὰ τῆς διατάξεως ἐκείνης ἥτις καθ’ ἁρπαγὴν τῶν μυσαρῶν μετὰ τὴν τελευτὴν τοῦ τῆς ὁσίας μνήμης Φλα‐ βιανοῦ κατ’ αὐτοῦ τεθεῖσα γινώσκεται, καὶ καθόλου σχολαζέτω τὰ ἐξ ἀδικίας τὴν ἀρχὴν ἐσχηκότα ἥ τε ἄδικος ἀπόφασις μηδὲν βλαπτέτω μηδὲ Εὐσέβιον μηδὲ Θεοδώρητον τοὺς | |
5 | θεοφιλεστάτους ἐπισκόπους, οὓς ὁ ὅρος ὁ αὐτὸς περιέχει, ἐπειδήπερ οὐ δύνανται ἐκ δια‐ τάξεως ἐπίσκοποι κατακρίνεσθαι οὓς ἐπὶ τῆι φυλακῆι τῆι τῆς πίστεως συνοδικὴ ψῆφος ἐκόσμησεν. ἐκβληθείσης τοιγαροῦν τῆς νομοθεσίας ἐκείνης κατεχέτω τοῦ βίου καὶ τῆς δόξης τῆς ἑαυτοῦ Φλαβιανός, ἧσπερ ἠξίωται, τὸν αἰώνιον ἔπαινον τῆς εὐσταθείας τῆς περὶ τὴν πίστιν αὐτοῦ τοῖς λοιποῖς ἐσομένης εἰς ὑπόδειγμα. | |
10 | Ἡ ὑπέρλαμπρος τοιγαροῦν καὶ μεγαλοφυὴς αὐθεντία σου τὸν σωτηριώδη του‐ τονὶ νόμον προτεθέντων ἰδίκτων εἰς τὴν ἁπάντων ποιήσει γνῶσιν ἐλθεῖν. Ἐδόθη πρὸ μιᾶς νονῶν Ἰουλίων ἐν Κωνσταντινουπόλει ὑπατείαι Σφωρακίου τοῦ λαμπροτάτου καὶ τοῦ δηλωθησομένου Περὶ τοῦ βέβαια εἶναι ταῦτα ἅπερ παρὰ τῆς ἁγίας συνόδου τῆς ἐν Χαλκηδόνι κατὰ | |
15 | Εὐτυχοῦς καὶ τῶν αὐτοῦ μοναχῶν ὡρίσθη Οἱ αὐτοὶ αὔγουστοι τοῖς αὐτοῖς ἄρχουσι. Μεγίστας τῶι παντοκράτορι θεῶι χρὴ ἔχειν καὶ ὁμολογεῖν τὰς χάριτας ὅτι τὰ μύση οὔτε λανθάνειν παντελῶς οὔτε δια‐ μένειν ἀτιμώρητα συγχωρεῖ, ὧν θάτερον μὲν τοῦ βλάπτειν πλείστην ἔχει τὴν ἄδειαν, θάτερον δὲ τοῦ ἁμαρτάνειν ὑπόδειγμα δίδωσι τοῖς λοιποῖς. τοιγαροῦν ἐν φροντίδι | |
20 | τὰς τῶν ἀνθρώπων πράξεις ὑπάρχειν τῶι θεῶι καὶ τὸ τῆς θρηισκείας μάλιστα σέβας πρώην ἐν τῶι κυροῦσθαι τὴν καθολικὴν πίστιν περιφανῶς ἀνεδείχθη, ἡνίκα τὸν τοῖς μυσαροῖς ἑπόμενον δόγμασιν Εὐτυχῆ καὶ λανθάνειν, ὡς ἐλάνθανεν, ἐπὶ πλέον οὐκ εἴασεν καὶ ἁλόντα τοῦ μύσους τὴν τιμωρίαν διαφυγεῖν οὐκ ἠνέσχετο. ὅθεν ταῖς ψήφοις οὗτος θεοῦ τε καταδικασθεὶς καὶ ἀνθρώπων ὅρον συνοδικόν, ὡς ἦν ἄξιος, ἀπηνέγκατο θεῶι τε | |
25 | ὑπεύθυνος ὤν, ὧι τὴν ὕβριν ἐποίει, καὶ ἀνθρώποις ἔνοχος, οὓς ἀπατᾶν ἐπεχείρει. πλεῖ‐ στοι γὰρ ἔναγχος ἐκ πάσης ὡς εἰπεῖν τῆς οἰκουμένης ὁσιώτατοι κατὰ τὴν Χαλκηδόνα ἀθροισθέντες ἐπίσκοποι τὰ τοῦ μνημονευθέντος Εὐτυχοῦς φαυλότατα πλάσματα μετὰ τῆς πλάνης τῆς ἐν Ἐφέσωι συνόδου τῆς αὐτοῦ χάριν γεγενημένης ἐξέβαλον τοῖς τῶν ἁγίων πατέρων ἀκολουθήσαντες δόγμασι τοῖς τε ἐν Νικαίαι παρὰ τῶν τιη ἐκτεθεῖσι ** | |
30 | καὶ τοῖς ἐν Ἐφέσωι, ἡνίκα τὴν Νεστορίου πλάνην ἐξέκλεισαν προεδρευόντων Κελεστίνου τε τοῦ τῆς Ῥωμαίων καὶ Κυρίλλου τοῦ τῆς Ἀλεξανδρέων πόλεως ἐπισκόπων. τὰ κατὰ τὴν ἀρχαιοτάτην τοίνυν διδασκαλίαν ὑπὸ τῆς προσκυνητῆς συνόδου τῆς ἐν τῆι Χαλκηδονέων ὁρισθέντα κατ’ ἐκείνην τὴν πίστιν δι’ ἧς τὸν θεὸν σέβομεν, φυλάττεσθαι διὰ παντὸς ἐθεσπίσαμεν καὶ θεσπίζομεν. ἀκόλουθον γὰρ σφόδρα καθέστηκε τῶν φκ ἐπι‐ | |
35 | σκόπων τῶν καθαρᾶι διανοίαι τὸν θεὸν θρηισκευόντων τοὺς τύπους τοὺς ὑπὲρ τῆς ἁγιω‐ | 122 in vol. 2.1.3 |
2,1,3123 | τάτης καὶ ὀρθοδόξου πίστεως πεφυκότας κατὰ τοὺς τῶν πατέρων κανόνας μετὰ μεγίστου φυλάττεσθαι τοῦ σεβάσματος. ἐπειδὴ δὲ τῆς βασιλικῆς προνοίας ἐστὶ πᾶν φαῦλον ἐν ἀρχῆι καταπαύειν καὶ τὴν ἕρπουσαν νόσον διὰ τῆς τῶν νόμων ἰατρείας ἐκτέμνειν, διὰ τοῦδε τοῦ νόμου θεσπίζομεν τοὺς ὑπὸ τῆς μανίας Εὐτυχοῦς ἀπατωμένους καθ’ ὑπό‐ | |
5 | δειγμα τῶν Ἀπολιναριστῶν, οἷς ἠκολούθησεν Εὐτυχὴς καὶ οὓς οἱ σεπτοὶ τῶν πατέρων τύποι, τουτέστιν οἱ τῆς ἐκκλησίας κανόνες καὶ αἱ θεῖαι διατάξεις τῶν πάλαι βασιλέων καταδικάζουσι, μηδένα 〈ἐπίσκοπον, μηδένα〉 ἔχειν πρεσβύτερον μηδέ τινας κληρικοὺς ἢ ἔχειν ἢ ὀνομάζειν καὶ αὐτὸν Εὐτυχῆ τῆς τοῦ πρεσβυτέρου προσηγορίας, ἧς ἀνάξιος ὢν ἐγυμνώθη, καθόλου στερίσκεσθαι. εἰ δέ τινες ἄντικρυς τῶν παρ’ ἡμῶν ὁρισθέντων | |
10 | ἐπισκόπους ἢ πρεσβυτέρους ἢ καὶ λοιποὺς κληρικοὺς χειροτονῆσαι τολμήσαιεν, αὐτούς τε τοὺς χειροτονουμένους καὶ τοὺς χειροτονοῦντας ἢ περιποιοῦντας ἑαυτοῖς κατὰ πρό‐ ληψιν τὸν βαθμὸν τὸν τῶν κληρικῶν μετὰ τὸ καταδικασθῆναι τῆι τῶν ὑπαρχόντων ἀποβολῆι καὶ ἐξορίαι διηνεκεῖ συσχεθῆναι προστάττομεν τοῦ συνιέναι τε ἤτοι συνά‐ γεσθαι ἢ μοναχοὺς συναθροίζειν ἢ οἰκοδομεῖν μοναστήριον οὐδεμίαν αὐτοὺς ἔχειν κε‐ | |
15 | λεύομεν ἄδειαν, καὶ αὐτοὺς δὲ τοὺς τόπους, εἰ πειραθεῖεν ἴσως ποτὲ συνιέναι, δημοσιεύ‐ εσθαι, ὅμως εἰ τοῦ δεσπότου τοῦ τόπου ἐγνωκότος συνέλθοιεν· ὡς εἴ γε ἀγνοοῦντος, τὸν διοικητὴν εἴτ’ οὖν μισθωτὴν τοῦ τόπου βασανισθέντα ῥάβδοις μετὰ δημεύσεως ἐξορίαν ὑπεισιέναι θεσπίζομεν. πρὸς τούτοις οὐδὲν αὐτοὺς ἐκ διαθήκης δέχεσθαι οὐδὲ τοῖς ἐκ τῆς αὐτῆς πλάνης ὑπάρχουσι καταλιμπάνειν, [ἀλλ’] οὐδεμίαν μετιέναι στρα‐ | |
20 | τείαν αὐτοὺς ἀνεχόμεθα, εἰ μή τι ἄρα τὴν τῶν κορταλίνων ἢ τῶν λιμιτανέων· εἰ δὲ καί τις ἐν ἑτέραι παρὰ τὴν προειρημένην εὑρεθείη στρατείαι ἢ διὰ τὸ ἠγνοῆσθαι αὐτοῦ τὴν ἐκ τῆι θρηισκείαι διαστροφὴν ἢ καὶ διὰ τὸ μετὰ τὴν ζώνην εἰς ταύτην αὐτὸν ἐληλυθέναι τὴν πλάνην, τῆς στρατείας ἀφαιρεθεὶς τοῦτον καρπὸν τῆς οἰκείας κακοδοξίας ἐχέτω τὸ καὶ τῆς τῶν ἀγαθῶν ἀνδρῶν καὶ τῆς τοῦ παλατίου στερίσκεσθαι μετουσίας καὶ | |
25 | μήτε ἑτέρωθι, εἰ μὴ ἐν ἧι ἐτέχθησαν κώμηι ἢ πόλει, αὐτοὺς ἀναστρέφεσθαι, ὡς εἴ γε τινὲς τούτων ἐκ ταύτης ὁρμῶνται τῆς πανευδαίμονος πόλεως, ὃ πιστεύειν ἀθέμιτον, ἀπὸ ταύτης τε τῆς βασιλίδος πόλεως καὶ τοῦ θείου κομιτάτου καὶ πάσης ἐλαυνέσθωσαν μητροπόλεως. καὶ ταῦτα μὲν γενικῶς περὶ πάντων ὁρίζομεν τῶν κρατουμένων τῶι μιάσματι τοῦδε τοῦ νοσήματος ἢ μελλόντων ἐνέχεσθαι· τοὺς μέντοιγε πρὸ τούτου κληρι‐ | |
30 | κοὺς ὄντας τῆς ὀρθοδόξου πίστεως καὶ μοναχοὺς τοὺς τὸ αὐτὸ οἰκήσαντας Εὐτυχεῖ κατα‐ γώγιον (οὐδὲ γὰρ λέγειν προσήκει μοναστήριον ὅπερ τοὺς τῆς εὐσεβείας ἔσχεν ἐχθρούς) τοὺς εἰς τοῦτο ἐλάσαντας μανίας, ὥστε καταλειφθείσης τῆς εὐσεβῶς προσκυνουμένης θρηισκείας καὶ τῆς συνοδικῆς κρίσεως ἣν οἱ σχεδὸν ἐκ πάσης τῆς οἰκουμένης ἐν Χαλκηδόνι συναχθέντες ὥρισαν ἱερεῖς, ἀκολουθῆσαι τοῖς φαύλοις διδάγμασιν Εὐτυχοῦς, ἐπειδήπερ | |
35 | τὸ ἀληθὲς φῶς καταλείψαντες τὸν σκότον ἐπιλέξασθαι δεῖν ὠιήθησαν, πάσαις ταῖς τιμω‐ ρίαις ταῖς καὶ τῶιδε τῶι νόμωι καὶ ταῖς προηγουμέναις κατὰ τῶν αἱρετικῶν ὡρισμέναις | |
κατασχεθῆναι κελεύομεν, μᾶλλον μὲν οὖν ἐξ αὐτοῦ τοῦ Ῥωμαίων ἐδάφους βάλλεσθαι, | 123 in vol. 2.1.3 | |
2,1,3124 | καθάπερ αἱ πρότερον εὐσεβεῖς διατάξεις περὶ Μανιχαίων ἐτύπωσαν, ὅπως ἂν μὴ ταῖς τούτων πεφαρμαγμέναις ἀπάταις καὶ τοῖς ἐναγεστάτοις σοφίσμασι τῶν ἀκάκων καὶ ἀσθενεστέρων οἱ λογισμοὶ δελεάζωνται. πρὸς τούτοις ἔγνωμέν τινα ψεύδεσθαι τούτους εἰς ὕβριν τῆς εὐσεβείας καὶ φθόνον τῶν ὡρισμένων παρὰ τῆς ἁγίας συνόδου καὶ συγγρα‐ | |
5 | φομένων βιβλίων τε καὶ τόμων ἐν χάρταις πάνυ πολλοῖς ταῦτα πλάττειν ἅπερ τὴν μα‐ νίαν αὐτῶν ὑπεναντίον τῆς ἀληθοῦς πίστεως σαφέστατα διελέγχει, καὶ διὰ τοῦτο προ‐ στάττομεν, ὅπου δ’ ἂν εὑρεθῆι τὰ τοιάδε συγγράμματα πυρὶ κατακαίεσθαι, τοὺς δὲ συγγραψαμένους ἢ πρὸς ἀνάγνωσιν δεδωκότας ἑτέροις σπουδῆι τοῦ μαθεῖν ἢ διδάξαι θεσπίζομεν τῆι μετὰ δημεύσεως ἐξορίαι κολάζεσθαι. τοῦ δὲ διδάσκειν τὴν ἀσεβῆ | |
10 | ταύτην αἵρεσιν, καθάπερ ἤδη τοῖς ἰδίκτοις τῆς ἡμετέρας θειότητος περιέχεται, πάντων τὴν ἄδειαν περιείλομεν, ὅτι γε δὴ διὰ τῆς ἐσχάτης κολασθήσεται τιμωρίας ὁ τὰ παρά‐ νομα διδάσκειν ἐπιχειρῶν, τοὺς δὲ σπουδάζοντας ἀκροᾶσθαι τῶν τῆι μυσαρᾶι διαλέξει χρωμένων δέκα λιτρῶν χρυσοῦ τιμωρίαι καταπαύομεν. οὕτω γὰρ ἡ πρόφασις ἡ τῆς πλάνης ὑφελκυσθήσεται, εἰ τῶν ἁμαρτημάτων ἐλλείψοι καὶ ἀκροατὴς καὶ διδάσκαλος. | |
15 | Ἡ ὑπέρλαμπρος τοιγαροῦν καὶ μεγαλοφυὴς αὐθεντία σου προτεθέντων ἰδίκτων πᾶσιν ἃ προσετάξαμεν, γνώριμα ποιησάτω, εἰδότων τῶν ἐν ταῖς ἐπαρχίαις ἀρχόντων καὶ τῶν τάξεων τούτων καὶ τῶν ἐκδίκων τῶν πόλεων ὡς εἴγε τὰ καθαρᾶι πίστει καὶ ἁγίαι προθέσει φυλαχθῆναι παρ’ ἡμῶν θεσπισθέντα ἢ ῥαθυμίας ἀξιώσουσιν ἢ συγχωρήσουσι παραβαίνεσθαι, ἕκαστος ἀνὰ ι λιτρῶν προστίμωι χρυσίου βαλλόμενος ὡσανεὶ προδόται | |
20 | τῆς εὐσεβείας καὶ τῶν νόμων καὶ περὶ αὐτὴν ἔσονται κάμνοντες τὴν ὑπόληψιν. Καὶ ὡσαύτως ἐγράφη Οὐαλεντινιανῶι ἐπάρχωι τοῦ Ἰλλυρικοῦ καὶ Τατιανῶι ἐπάρχωι πόλεως καὶ Βιγκομάλωι μαγίστρωι καὶ ὑπάτωι δεσιγνάτωι Ἐδόθη πρὸ ιε Καλανδῶν Αὐγούστων ἐν Κωνσταντινουπόλει ὑπατείαι Σφωρακίου τοῦ λαμπροτάτου καὶ τοῦ δηλωθησομένου | |
25 | Ἀντίτυπον θείων γραμμάτων πεμφθέντων ἀρχιμανδρίταις καὶ λοιποῖς ἐν Αἰλίαι καὶ τοῖς περὶ αὐτὴν οἰκοῦσι μοναχοῖς παρὰ τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπό‐ του Μαρκιανοῦ τοῦ αἰωνίου αὐγούστου Ἐντυχὸν τὸ ἡμέτερον κράτος ταῖς δεήσεσιν ἃς πρὸς τὴν εὐσεβεστάτην καὶ θειοτάτην δέσποιναν τὴν ὁμόζυγον τῆς ἐμῆς γαληνότητος ἐξεπέμψατε, τοῖς πράγμασιν ἐπείσθην | |
30 | ὡς οὐχ ἱκετηρίαν ἐπέμψατε, δεήσεων δὲ προσχήματι τὸν ἀσεβῆ καὶ τοῖς τοῦ θεοῦ νόμοις καὶ τῆι πολιτείαι τῶν Ῥωμαίων ἐναντίον καταστάντα σκοπὸν ὑμῶν ἀπεδείξατε. δέον γὰρ τὴν ἡσυχίαν ἄγειν καὶ τελεῖν ὑπὸ τοὺς ἱερέας καὶ τοῖς ἐξ αὐτῶν μαθήμασι προσομιλεῖν, διδασκάλων τάξιν ὑπὸ τῆς ἄγαν αὐθαδείας ἑαυτοῖς ἐπενοήσατε οἱ μηδὲ τὰ παρὰ τῶν διδασκόντων ὀρθῶς μαθεῖν ἀνασχόμενοι, πείσαντες δὲ ἑαυτοὺς ἀνοήτως ὅτι δεῖ μᾶλλον | |
35 | ὑμῖν πάντας ἀκολουθεῖν πρὸς τὴν τῆς πίστεως εἴδησιν ἢ ταῖς τῶν ἁγίων ἀποστόλων καὶ προφητῶν βίβλοις τοῖς τε παρὰ τῶν τῆς θείας μνήμης πατέρων παραδοθεῖσι παραγ‐ | |
γέλμασιν. ὥσπερ δὲ τῶν προλαβόντων ἐλάττονα πλημμελοῦντες, εἰ ψευδέσι διδα‐ | 124 in vol. 2.1.3 | |
2,1,3125 | σκαλίαις τὰ παρ’ ὑμῶν τετολμημένα ἐπισκιάζειν βουληθείητε, οὐδὲν τῆς ἀληθείας ἐχό‐ μενον ταῖς ἱκετηρίαις ἐδιδάξατε φάσκοντες μήτε τῶν ἐμπρησμῶν μήτε τῶν φόνων μήτε τῶν ἄλλων ἀτοπημάτων ὑμᾶς αἰτίους ἢ τὰ μοναστήρια καθεστάναι, τῶν δὲ τὴν πόλιν οἰκούν‐ των καί τινων ξένων ἔργον γεγενῆσθαι τὰ μνημονευθέντα δεινά. ἔλαθεν δὲ οὐδὲν | |
5 | τῶν τετολμημένων τὴν ἡμετέραν εὐσέβειαν καὶ πράξεσιν ὑπομνημάτων καὶ ἀναφοραῖς τῶν καθ’ ἕκαστον φανερωθέντων ὅπως τε ἡ τῶν Αἰλιέων παρ’ ὑμῶν ὡσανεὶ πολεμίων κατε‐ λήφθη πόλις τῶν οἰκεῖν τὰ μοναστήρια καὶ τοῖς τοιούτοις προσεδρεύειν μόνον τόποις ὀφειλόντων ἥ τε τοῦ τῆς εὐλαβοῦς μνήμης διακόνου δυσσεβῶς τολμηθεῖσα σφαγὴ καὶ ὡς τὸ ἐκείνου σῶμα μετὰ τὴν ἀναίρεσιν καὶ τῆς κοινῆς χραινομένης ὁσίας ἑλκόμενον ἀναισθή‐ | |
10 | τως ὑβρίζετο ὅπως τε ἐνεπρήσθησαν μὲν αἱ οἰκίαι, αἱ δὲ τῆς πόλεως ἀπεκλείσθησαν πύλαι ὡς ἐν αὐτονομίαι τά τε τείχη τῆς πόλεως ἐφυλάττετο καὶ τῆς εἱρκτῆς βιαίως ἀνοιχθείσης τοῖς τὰ δεινὰ τετολμηκόσιν ἄφεσις τῶν τιμωριῶν καὶ φυγῆς ἐπικινδύνου παρείχετο πρόφασις. προβαίνοντος δὲ ἐπὶ χείρω τοῦ κακοῦ τοῖς ὕστερον χαλεποῖς μικρὰ τὰ προλαβόντα δεικνύντες Ἰουβενάλιον τὸν ὁσιώτατον ἐπίσκοπον καὶ ἑτέρους | |
15 | εὐλαβεῖς ἱερέας διὰ τοῦ πεμφθέντος ἀνελεῖν ἠβουλήθητε· ὡς δὲ τῆς ἐλπίδος ὁ σταλεὶς ἐσφάλη, πάρεργον τῆς αὐτοῦ μανίας καὶ τῶν ἀποστειλάντων αὐτὸν ἐποιήσατο Σευη‐ ριανὸν τὸν τῆς ὁσίας μνήμης ἐπίσκοπον ξίφει διαχρησάμενος μηδὲ τῶν συνόντων αὐτῶι φεισάμενος. ταῦτα καὶ τούτων δεινότερα πλημμελήματα καὶ ὅπως τετόλμηται καὶ τίνων διαπραξαμένων ἢ καὶ προτρεψαμένων, γνωρίζει τὰ διαφόρως ἐν τοῖς δικαστηρίοις | |
20 | ἰδικῶς ἀποδειχθέντα καὶ ταῖς θείαις ἡμῶν ἀκοαῖς μηνυθέντα, ἔλεγχον ἀκριβῆ φέροντα τῆς ὑμετέρας γνώμης, ἀφ’ ἧς προχείρως ἐπὶ τὸ πλεῖστον πλημμελεῖν ἐτράπητε, οὐ τὴν τοῦ θεοῦ πίστιν ἐκδικεῖν ἢ γοῦν συγκροτεῖν βουλόμενοι, ἀλλ’ ἑαυτοῖς τὰς προεδρίας καὶ τὰς ἱερωσύνας, ὧν ἀλλότριοι παντάπασι πεφήνατε, περιποιεῖν ἐπὶ λύμηι τῶν πόλεων ἐσπουδακότες. θαυμάζειν δὲ τῆι εὐσεβείαι τῆι ἡμετέραι πάρεστι τίνος ἕνεκεν | |
25 | Εὐτυχῆ μὲν ἀναθεματίζετε καλῶς γε τοῦτο ποιοῦντες, Θεοδοσίωι δὲ τῶι πάντα τολμηρῶι ἑαυτοὺς ἐξεδώκατε τῶι φρονοῦντι τὰ Εὐτυχοῦς, ὃς τὴν Βαλεντίνου καὶ Ἀπολιναρίου κατὰ τῆς ὀρθοδόξου πίστεως ζηλώσας μανίαν ταῖς μὲν ἁγιωτάταις ἐκκλησίαις θορύβων, ταῖς δὲ πόλεσιν ἀνατροπῆς καὶ βλάβης ἀφορήτου γεγένηται πρόξενος, ὑμῖν δὲ κατέστη τῶν οὕτως ἀθεμίτων καὶ παρανόμων πράξεων ἀρχηγός. τῆς μὲν οὖν δυσσεβείας | |
30 | καὶ τῶν πλημμελημάτων πάντων ὑφέξετε δίκας ἀξίας τῶι τῶν ὅλων δεσπότηι καὶ σωτῆρι Χριστῶι, ὧν τὴν αἰτίαν δεδώκατε (οὐ γὰρ ἀνέξεται ἡ θεία δύναμις ἀτιμώρητα προ‐ βῆναι τὰ εἰς τὴν εὐαγῆ πίστιν δυσφήμως καὶ εἰς τὰς ἁγίας ἐκκλησίας καὶ εἰς τοὺς ὁσίους ἄνδρας ἐλεεινῶς ἀναιρεθέντας ἀθεμίτως τετολμημένα), ἡ δὲ ἡμετέρα γαληνότης οὐδὲν τοιοῦτο κατὰ τῶν μοναχῶν προσέταξε γενέσθαι, μόνην δὲ τὴν Αἰλιέων κατασχεθῆναι | |
35 | πόλιν, τοῦ λοιποῦ γοῦν ἐπὶ τῆι τῶν οἰκούντων ἡσυχίαι φυλαχθησομένην. τὸ δὲ ὑμέτερον θράσος ἐναντία τοῖς τῶν μοναχῶν παραγγέλμασι διαπραττόμενον πόλεμον ἤρατο κατὰ τῆς κοινῆς εὐταξίας καὶ πλῆθος ἀθροῖσαν τῶν τε ληιστευόντων καὶ ἄλλως παρανομεῖν εἰωθότων καὶ ὅπλα κατὰ τῶν εὐνομουμένων κινῆσαν σφαγῆς καὶ ἁλώσεως καὶ ἑτέρων χαλεπῶν τοῖς τὴν χώραν οἰκοῦσιν αἴτιον κατέστη, ὡς κινηθὲν τὸ ἡμέτερον | |
40 | κράτος ἐπαγανακτῆσαι μὲν τοῖς πεπλημμελημένοις, ἐμφύτωι δὲ φιλανθρωπίαι νικηθὲν | 125 in vol. 2.1.3 |
2,1,3126 | τοὺς τῶν φόνων καὶ τῶν ἐμπρησμῶν εὑρισκομένους αἰτίους 〈μόνουσ〉 δίκας ὑποσχεῖν παρακελεύσασθαι, εἰ καὶ ὅτι καὶ καθ’ ὑμῶν ἦν τὰ τῆς ἀγανακτήσεως προβῆναι κατα‐ λειψάντων μὲν τὰ μοναστήρια, οἷς ὑμᾶς διὰ παντὸς προσεδρεύειν τὸ ἐπάγγελμα παρα‐ κελεύεται, τολμησάντων δὲ τοιαῦτα ἃ τῶν ἐσχάτων τιμωριῶν ἄξια καθέστηκεν. ἐπειδὴ | |
5 | δὲ καὶ διδάσκειν ἀντὶ τοῦ μανθάνειν ἐπιχειρεῖτε οὐκ εἰδότες τὰ θεῖα λόγια φανερῶς δια‐ γορεύοντα ὡς οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον [οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον] αὐτοῦ, ποίαις διδασκαλίαις τοῦ σωτῆρος τῶν ἡμετέρων ψυχῶν ἢ τῶν ἁγιωτάτων ἀποστόλων καὶ πατέρων ἠκολουθήσατε; οὐ γὰρ ἂν ταῖς οἰκείαις ἑπόμενοι δυσσεβείαις λέγειν τολμήσοιτε ὡς ἐπὶ φόνοις ἢ πλημμελήμασιν ἑτέροις ἅπερ ὑμεῖς διεπρά‐ | |
10 | ξασθε, τὰ τῶν ἁγίων προεμβαίνει διδάγματα. ἐπειδὴ δὲ δύο φύσεις ἀκούοντες θαμ‐ βεῖσθαι τὰς ὑμετέρας ψυχὰς ἐδιδάξατε ὥς τινος καινοφωνίας ταῖς ὑμετέραις ἀκοαῖς προσα‐ γομένης, ἴστε ὡς ὑμῖν μὲν τὴν περὶ τούτων ἐξέτασιν πολυπραγμονεῖν οὐ προσήκει συνιέναι τὴν ἐπὶ τούτοις λεπτότητα μὴ δυναμένοις, ἡμεῖς δὲ τὰς τῶν πατέρων ἐκδεξάμενοι δι‐ δασκαλίας τὴν φύσιν νοοῦμεν ἀλήθειαν. τοῦτο γάρ ἐστιν ὃ φρονοῦμεν καὶ φαμὲν | |
15 | ὅτιπερ ὁ δεσπότης ἡμῶν καὶ σωτὴρ Ἰησοῦς Χριστὸς θεὸς ἀληθῶς καὶ ἄνθρωπος ἀληθῶς ἐστιν ὁ αὐτός, καθὼς καὶ ὁ ἁγιώτατος ἀπόστολος Παῦλος τὴν φύσιν ἀλήθειαν νοῶν ἐν τῆι πρὸς Γαλάτας ἐπιστολῆι διδάσκει σαφῶς λέγων ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεὸν ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς, τουτέστιν ἀγνοοῦντες τὸν ἀλη‐ θῶς θεὸν τοῖς μὴ κατὰ ἀλήθειαν οὖσι θεοῖς [ἐδούλευσαν]. ἐκ τούτων φανερῶς | |
20 | ὅτι φύσις ἐστὶν ἡ ἀλήθεια, σημαίνεται, εἰ καὶ ὅτι περὶ φύσεων ἐν τῶι τῆς πίστεως οὐ περιέχεται συμβόλωι τῶι ἐκτεθέντι παρὰ τῶν τιη ἁγίων πατέρων. οὔτε γάρ τις τότε περὶ τούτου ζήτησις ἐκινήθη, οὔτε δὲ νῦν καινοτομία τις κατὰ τῆς αὐτῆς ἐπενοήθη πίστεως, ἀλλὰ τὰ τῶν ἁγίων πατέρων τῶν ἐπὶ ὀρθοδοξίαι λαμψάντων ἐκυρώθη πα‐ ραγγέλματα. ὑμεῖς δὲ οἱ μὴ χρῆναι λέγοντες φυσιολογεῖν αὐτοὶ τοῦτο ποιοῦντες | |
25 | ἁλίσκεσθε, διαρρήδην ἐν ταῖς παρ’ ὑμῶν ἀποσταλείσαις δεήσεσι φύσεως μεμνημένοι καὶ λέγοντες· πῶς τίκτει παρθένος καὶ μένει παρθένος; καὶ πῶς γεννᾶι κατὰ φύσιν τὸν ὑπὲρ φύσιν; καὶ ἐν τοῖς ἑξῆς δέ· ὁ γὰρ λόγος σὰρξ ἐγένετο· ὃ δὲ γέγονεν, πῶς χωρισθῆναι δύναται; γέγονε δὲ οὐ τραπεὶς τὴν φύσιν οὐδὲ μεταβληθεὶς τὴν θεότητα. ὁρᾶτε οὖν πῶς φύσεως πανταχοῦ μέμνησθε οἱ πρὸς αὐτὸ τὸ τῆς φύσεως ὄνομα ταραττόμενοι | |
30 | καὶ πανταχόθεν ἑαυτοῖς τοῦ συκοφαντεῖν τὰ παρὰ τῆς ἁγίας συνόδου ἀληθῶς ἐπὶ τῆι πίστει κυρωθέντα ἀφορμὰς περιποιεῖτε; ἁμαρτάνοντες καὶ κατὰ τοῦτο ὅτι ψευδόμενοι φατὲ ὡς ἐδογματίσθη λέγειν δύο υἱοὺς καὶ δύο Χριστούς. ὅπερ οὐχ οὕτως ἔχει· ἀπαγορεύοντες γὰρ ἀναθεματίζομεν τοὺς τοῦτο γράψαντας ἢ εἰπόντας ἢ καὶ λέγειν τολμῶντας. τὸ γὰρ ἡμέτερον κράτος τῶι συμβόλωι τῶν τιη ἁγίων πατέρων τόν | |
35 | τε προλαβόντα χρόνον ἠκολούθησεν καὶ εἰς τὸ ἑξῆς πείθεται πιστεῦον τὸν δεσπότην ἡμῶν καὶ σωτῆρα Ἰησοῦν Χριστὸν ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου τῆς | |
θεοτόκου τετέχθαι. τὴν γὰρ ὀρθόδοξον πίστιν ὡς παρελάβομεν, διηνεκῶς φυλάττειν | 126 in vol. 2.1.3 | |
2,1,3127 | σπουδάζομεν ὃν τρόπον καὶ ἡ ἁγία σύνοδος ἥτις κατὰ τὴν Χαλκηδονέων ἔναγχος συνεκροτήθη, πιστεύουσα διδάσκει βεβαιοῦσα τὸ σύμβολον καὶ σύμφωνα νοοῦσα τοῖς τε αὐτοῖς ἁγίοις πατράσι καὶ τῆι συνόδωι τῆι κατὰ Ἔφεσον ἧς Κελεστῖνος καὶ Κύριλλος οἱ τῆς εὐλαβοῦς μνήμης προεβέβληντο τὴν Νεστορίου πλάνην ἐξωθούμενοι. καὶ ἡ | |
5 | μὲν ἡμετέρα γαληνότης οὐδενὶ τὸ σύνολον ἀνάγκην ἐπαχθῆναι προσέταξεν ὥστε ἢ ὑπογράφειν ἢ συναινεῖν, εἰ μὴ βούλοιτο. οὐδὲ γὰρ ἀπειλαῖς ἢ βίαι τινὰς πρὸς τὴν τῆς ἀληθείας ὁδὸν ἕλκειν βουλόμεθα, τὸ δὲ ἐναντίον ὑμεῖς πρὸς τοῖς ἤδη τετολμημένοις διὰ ξιφῶν καὶ ἑτέρων χαλεπῶν, ἔτι μὴν καὶ ὕβρεων καὶ αἰκισμῶν εἰς γυναῖκας λαμπρὰς καὶ σεμνὰς γινομένων ἀνάγκην ἐπαγαγεῖν οὐκ ὠκνήσατε πολλοῖς πείθεσθαι μὲν ταῖς διεστραμμέναις | |
10 | ὑμῶν διδασκαλίαις, ἐκβοήσεσι δὲ καὶ ὑπογραφαῖς ἀναθεματίζειν τὴν αὐτὴν ἁγιωτάτην σύνοδον καὶ τὸν ὁσιώτατον πατριάρχην τοῦ ἀποστολικοῦ θρόνου τῆς μεγάλης Ῥώμης Λέοντα καὶ τοὺς ἄλλους ὁσίους πατέρας, ὑπὲρ ἧς τόλμης ἀναγκαίως δώσετε λόγον τῶι τῶν ὅλων δεσπότηι θεῶι, οὗπερ, εἰ θέμις εἰπεῖν, ἐφ’ ὕβρει ταῦτα πράττειν ἐτολμήσατε, ἐπονείδιστοι καὶ καταγέλαστοι δικαίως τοῖς τε μυσαροῖς Ἕλλησι καὶ ταῖς αἱρέσεσι | |
15 | καταστάντες, οἷς ὑπόδειγμα αἰσχύνης γεγόνατε. ἐπειδὴ δὲ καὶ τοὺς Σαμαρείτας ἠιτιάσασθε ὡς κατὰ τῶν ἁγιωτάτων ἐκκλησιῶν δεινὰ καὶ ἀθέμιτα τολμήσαντας καὶ φόνους ἢ ἕτερά τινα ἄτοπα πλημμελήσαντας, γινώσκετε ὡς ἐθεσπίσαμεν ζητήσεως παρακολουθησάσης ἀκριβοῦς παρὰ τοῦ περιβλέπτου κόμητος Δωροθέου τὰ μὲν ἁρ‐ πασθέντα ταῖς ἁγιωτάταις ἐκκλησίαις καὶ τοῖς ἀπολέσασιν ἀποκαταστῆναι, τοὺς δὲ | |
20 | τούτων εὑρισκομένους αἰτίους τιμωρίαν τὴν ἐκ τῶν νόμων ὑποσχεῖν τῆς ἐπὶ τούτοις ἐκδικήσεως οὐδὲν ὑμῖν προσηκούσης, οὓς χρὴ διδαχθέντας ὅπως τὸ ἡμέτερον κράτος πιστεύει, καὶ παρὰ τῆς ἡμετέρας εὐσεβείας προτραπέντας μὴ χωρίζεσθαι τῆς ἁγίας καὶ ὀρθοδόξου πίστεως, προσεδρεύειν δὲ τοῖς μοναστηρίοις καὶ ταῖς πρὸς τὸ κρεῖττον σχο‐ λάζειν εὐχαῖς σύμφωνα τῶι ἐπαγγέλματι διαπραττομένους καὶ μηδένα θόρυβον παντά‐ | |
25 | πασιν ἐμποιοῦντας μήτε μὴν τοῖς ἐπὶ ἀπωλείαι τῶν ψυχῶν παρὰ τῶν φαῦλα διδασκόντων λεγομένοις ἁπλῶς πειθομένους μήτε διὰ τὰς ἐκείνων ἀσεβεῖς συμβουλὰς τῆς ὀρθοδόξου πίστεως καὶ τῶν τοῦ θεοῦ ἐκκλησιῶν χωριζομένους. παρασυνάξεις μηδὲ ὅλως ποιεῖν τολμήσητε εἰδότες τὰ πάλαι νομοθετηθέντα παρὰ τῶν τῆς θείας λήξεως ἐν τοῖς ἀνωτέρω χρόνοις γεγονότων βασιλέων, οἳ τὴν εὐαγῆ καὶ καθολικὴν συγκροτήσαντες θρηισκείαν | |
30 | μεγίστοις ἐπιτιμίοις τοὺς παρασυνάγειν τολμῶντας ὑποβάλλεσθαι θεσπίζουσιν. μετα‐ μελήσειν δὲ ὑμῖν τῶν προτέρων πιστεύοντες οὐδὲ τὰ τῆς φιλανθρωπίας ἠρνησάμεθα πολλαῖς παρακλήσεσι χρησαμένου τοῦ ὁσιωτάτου ἐπισκόπου Ἰουβεναλίου, δι’ ὧν ἡμᾶς ἐξεδυσώπησε ταῦτα πρὸς ὑμᾶς τὰ θεῖα χαράξαι γράμματα. διδαχθέντες δὲ ταῖς 〈διαφόρων〉 δεήσεσιν ὡς ὑπὸ τῶν φυλάττειν κελευσθέντων στρατιωτῶν τὴν Αἰλιέων | |
35 | πόλιν τῶι τε τῶν ἵππων καὶ ἀνδρῶν πλήθει θορυβεῖται τὰ ὑμῶν εὐκτήρια, καὶ ἀγανακ‐ τήσαντες πρὸς τοῦτο Δωρόθεον τὸν περίβλεπτον κόμητα ταύτης ὑμᾶς ἐλευθερῶσαι τῆς ὀχλήσεως ἐθεσπίσαμεν, εἰ καὶ ὅτι οὐδὲ πρὸ τούτου ἐνυβρισθῆναι τὰ μοναστήρια ἢ | |
τὰς ὑμῶν ξενίας στενοχωρηθῆναι προσετάξαμεν. | 127 in vol. 2.1.3 | |
2,1,3128 | Ἀντίτυπον θείων γραμμάτων γραφέντων ἀρχιμανδρίταις καὶ λοιποῖς ἐν Αἰλίαι καὶ τοῖς περὶ αὐτὴν οἰκοῦσι μοναχοῖς παρὰ τῆς θειοτάτης καὶ εὐσεβεστάτης δεσποίνης ἡμῶν Πουλχερίας τῆς αἰωνίας αὐγούστας Αἱ μὲν δεήσεις ἃς ἀπεστείλατε πρὸς τὴν ἡμετέραν εὐσέβειαν, ἔλεγχον τῆς ὑμετέρας | |
5 | φέρουσι πλάνης, ὁ δὲ θειότατος καὶ ἡμερώτατος βασιλεὺς ὁ ὁμόζυγος τῆς ἐμῆς γαληνό‐ τητος καὶ ἡ ἡμετέρα θειότης τὴν μὲν εὐσέβειαν προτιμᾶν ἐγνώκαμεν πάντων, τὴν δὲ φιλαν‐ θρωπίαν ἔμφυτον οὖσαν ἡμῖν ἀσπαζόμεθα. καὶ οἷα μὲν ἡ αὐτοῦ γαληνότης ἐντυχοῦσα ταῖς ἱκετηρίαις ἐπέστειλεν ὑμῖν, τὰ τῆς αὐτοῦ θειότητος σημαίνει γράμματα, ἃ ταῖς πολλαῖς ἱκεσίαις Ἰουβεναλίου τοῦ ὁσιωτάτου ἐπισκόπου δυσωπηθεῖσα ἡ αὐτοῦ γαλη‐ | |
10 | νότης πρὸς ὑμᾶς ἀντέγραψεν· τὸ δὲ ἡμέτερον κράτος μέμφεται μὲν τοῖς ἐν τῶι προλαβόντι χρόνωι κατὰ τῆς εὐαγοῦς θρηισκείας καὶ τῆς κοινῆς εὐταξίας τολμηθεῖσι παρ’ ὑμῶν ἐναντία διαπραττομένων τοῦ τῶν μοναχῶν ἐπαγγέλματος, παραινεῖ δὲ ταῖς θείαις συλλαβαῖς ὀψὲ γοῦν ποτε πρὸς μετάμελον ὑμᾶς τῶν γεγονότων ἀπιδόντας πᾶσαν μὲν τῶν ὑμετέρων ψυχῶν ἀπώσασθαι πλάνην, ἐπιγνῶναι δὲ τῆς πίστεως τὴν ἀλήθειαν, | |
15 | ἣν ἐκ προγόνων λαβοῦσα εἰς τὸν ἅπαντα χρόνον ἡ ἡμετέρα φυλάττει εὐσέβεια, ὡς μὲν ἐδίδαξαν οἱ τῆς ὁσίας μνήμης τιη ἅγιοι πατέρες, ἀναντιρρήτως πιστεύουσα, τὴν Νεστο‐ ρίου δὲ δυσσέβειαν ἀπελαθεῖσαν παρὰ τῆς κατ’ Ἔφεσον ἁγίας συνόδου, ἧς Κελεστῖνος καὶ Κύριλλος οἱ τῆς εὐλαβοῦς μνήμης προεβέβληντο, ὡς θεομάχον δικαίως ἀποστρε‐ φομένη, μισήσασα δὲ ἀναγκαίως καὶ τὴν Εὐτυχοῦς κατὰ τῆς ὀρθοδοξίας ἐπανάστασιν, | |
20 | ὃς ταῖς Βαλεντίνου καὶ Ἀπολιναρίου κατὰ τῆς ὀρθοδόξου πίστεως διδασκαλίαις ὁδηγη‐ θεὶς τὴν ἀληθῆ θρηισκείαν διαταράττειν ἐσπούδασεν, ἑπομένη δὲ τῆι ἁγίαι συνόδωι τῆι κατὰ τὴν Χαλκηδονέων ἔναγχος συγκροτηθείσηι ἐφ’ οἷς ἑρμηνείαι συμφώνωι τὸ σύμ‐ βολον τῶν τιη ἁγίων πατέρων ἐβεβαίωσεν, πιστεύει τὸν δεσπότην ἡμῶν καὶ σωτῆρα Χριστὸν ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου τῆς θεοτόκου τετέχθαι, διδαχ‐ | |
25 | θεῖσα νοεῖν τὴν φύσιν ἀλήθειαν εἶναι καὶ τὸν δεσπότην ἡμῶν κύριον Ἰησοῦν Χριστὸν θεὸν ἀληθῶς καὶ ἄνθρωπον ἀληθῶς τὸν αὐτόν. οὕτω γὰρ καὶ ὁ ἁγιώτατος Παῦλος ὁ ἀπόστολος διδάσκει ἐν τῆι πρὸς Γαλάτας ἐπιστολῆι ῥήμασι τούτοις· ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεὸν ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς. τουτέστιν ἀγνοοῦντες τὸν ἀληθῶς θεὸν τοῖς μὴ κατὰ ἀλήθειαν οὖσι θεοῖς [ἐδούλευσαν]. τούτοις | |
30 | γὰρ ἡμᾶς σαφῶς διδάσκει τοῖς ῥήμασι τὴν φύσιν ἀλήθειαν νοεῖν. μάτην δὲ τὰς ὑμετέρας ἔπληξε ψυχὰς ψευδὴς ὑπόνοια οἷα δὴ τῆς ἐν Χαλκηδόνι συγκροτηθείσης ἁγιωτάτης συνόδου διδαξάσης ἢ τῆς ἡμετέρας γαληνότητος πιστευσάσης δύο υἱοὺς ἢ δύο Χριστοὺς διὰ τῶν δύο φύσεων νοεῖσθαι. ἔχει δὲ οὐχ οὕτως ἡ ἀλήθεια. ἀπα‐ γορεύοντες γὰρ ἀναθεματίζομεν τοὺς τοῦτο γράψαντας ἢ εἰπόντας ἢ καὶ λέγειν τολ‐ | |
35 | μῶντας, τὸ δὲ ἡμέτερον κράτος ἕνα καὶ τὸν αὐτὸν υἱὸν Ἰησοῦν Χριστὸν θεὸν τέλειον καὶ | |
ἄνθρωπον τέλειον τὸν αὐτὸν θεὸν ἀληθῶς καὶ ἄνθρωπον ἀληθῶς τὸν αὐτὸν οὐδενὶ τρόπωι | 128 in vol. 2.1.3 | |
2,1,3129 | μεριζόμενον ἢ τρεπόμενον τὸν σωτῆρα Χριστὸν ὁμολογεῖ, διὰ παντὸς ἐν ταύτηι τῆι πίστει διαμένειν ἀσαλεύτως εὐχόμενον. διδαχθέντες τοίνυν τὸ ἁπλοῦν καὶ ἀληθὲς τῆς ἡμετέρας πίστεως, ὅπερ φυλάττειν σπουδάζομεν κατὰ τὴν τῶν ἁγίων πατέρων ἀληθεστάτην παράδοσιν, εἰδότες δὲ καὶ τὴν ὀρθόδοξον πίστιν καὶ τὸν φιλάνθρωπον | |
5 | σκοπὸν τοῦ γαληνοτάτου δεσπότου τῆς οἰκουμένης καὶ ὁμοζύγου τῆς ἐμῆς εὐσεβείας καὶ τοῖς πράγμασι πεισθέντες, δι’ ὧν μόνηι τῆι πρὸς τὸ κρεῖττον εὐσεβείαι τοὺς οὕτω δυσσεβῆ καὶ παράνομα τετολμηκότας δίκαις ὑποβαλεῖν ταῖς ἀξίαις ἀνεβάλετο, καὶ τῆς εἰς τὸν ἑξῆς δὲ χρόνον τιμῆς καὶ συγκροτήσεως παρ’ ἡμῶν πειραθήσεσθαι προσδοκῶντες τοῦ λοιποῦ γοῦν πᾶσαν ἀμφισβήτησιν τῶν ὑμετέρων ψυχῶν ἀνέλετε τοῖς τε μοναστη‐ | |
10 | ρίοις προσκαρτεροῦντες καὶ τὸν μονήρη βίον εὐλαβῶς μετιόντες, τῆς ὀρθῆς πίστεως καὶ τῆς ἑνώσεως τῶν ἐκκλησιῶν μηδ’ ὅλως χωριζόμενοι, ὡς ἂν μή τις ὑμῖν, ὅπερ οὐκ ἐλπίζει τὸ ἡμέτερον κράτος, αἱρέσεως ὄνομα τῆι ἀληθείαι πολεμούσης ἐπιγράψηι. γινώσκετε δὲ ὡς ἡ αὐτοῦ γαληνότης θείοις γράμμασι πρὸς Δωρόθεον τὸν περίβλεπτον κόμητα ἐκέλευσεν ἀκριβῆ ζήτησιν προτεθῆναι περὶ τῆς τῶν πραγμάτων ἁρπαγῆς τῆς λεγομένης | |
15 | παρὰ τῶν Σαμαρειτῶν τετολμῆσθαι. καὶ ὅσα μὲν ἂν ἐπιδειχθείη ληφθέντα, ταῦτα ταῖς τε ἁγιωτάταις ἐκκλησίαις καὶ τοῖς ἀπολέσασι παρ’ αὐτῶν ἀποδοθῆναι ἐθέσπισεν, ὑποσχεῖν δὲ τοὺς εὑρισκομένους αἰτίους τὰς ἐκ τῶν νόμων εὐθύνας, τὰ δὲ μοναστήρια καὶ τὰ οἰκήματα ὑμῶν τῆς παρὰ τῶν στρατιωτῶν ὀχλήσεως φροντίδι τοῦ αὐτοῦ ἀνδρὸς ἐλεύθερα φυλαχθῆναι προσέταξεν. πιστεύει γὰρ ἅμα ἡμῖν τὸ αὐτῶν κράτος ὡς διὰ | |
20 | τῆς τοιαύτης προνοίας καὶ προτροπῆς τῶν τε πρότερον ὑμῖν πεπραγμένων μεταμελήσει καὶ τὰ τῆς καθολικῆς ἐκκλησίας ἑνωθήσεται συμφώνωι πίστει ἐν εἰρήνηι καὶ ὁμονοίαι τῆς ὀρθοδόξου θρηισκείας φυλαττομένης. Ἀντίτυπον θείων γραμμάτων τοῦ εὐσεβεστάτου βασιλέως Μαρκιανοῦ πεμφθέντων τοῖς ἐν Ἀλεξανδρείαι μονάζουσι | |
25 | Τὸ μηδὲν μηδαμῶς ἁμαρτεῖν ἴδιον ὑπάρχει τοῦ τῶν ὅλων θεοῦ καὶ δεσπότου, τῶν δὲ συνετῶν ἐστιν ἀνδρῶν, ἐπείπερ ἀνθρώπους ὄντας οὐχ οἷόν τε μὴ πταίειν, τὸ ἁμαρ‐ τήσαντας αὐτίκα μεταμέλεσθαι καὶ διορθοῦσθαι τῆι μεταμελείαι τὰ σφάλματα. τὸ δὲ ἐπιμένειν τοῖς πταίσμασι καὶ τούτοις ἐπαγωνίζεσθαι καὶ σπουδάζειν κακῶι τὸ κακὸν ἐπισωρεύειν παμπονήρου τινὸς καὶ λίαν ἐξεστηκότος ἐστί. ὅπερ τινὰς τῶν τὴν Ἀλε‐ | |
30 | ξάνδρειαν καὶ περὶ αὐτὴν οἰκούντων εὐλαβεστάτων μοναχῶν πεπονθέναι μαθόντες καὶ νοήσαντες μὴ διὰ ἁπλότητα τρόπων τοῦτο αὐτοὺς ὑπομεμενηκέναι θείοις ἐχρησάμεθα γράμμασιν, ἃ δηλοῦσι τὴν ἡμετέραν ὀρθόδοξον πίστιν καὶ ὅτι τὸ παράπαν ἡ ἁγία καὶ καθολικὴ σύνοδος ἡ ἐν Χαλκηδόνι γενομένη περὶ τὴν ἀποστολικὴν πίστιν οὐδὲν ἐκαινο‐ τόμησεν, διὰ πάντων δὲ τῆι Ἀθανασίου καὶ Θεοφίλου καὶ Κυρίλλου τῶν τῆς εὐλαβοῦς | |
35 | μνήμης γενομένων ἐπισκόπων τῆς Ἀλεξανδρέων μεγαλοπόλεως ἀκολουθήσασα διδασκα‐ | |
λίαι καθεῖλε μὲν τὴν Εὐτυχοῦς βλασφημίαν οὐδὲν ἕτερον ἢ τὰ Ἀπολιναρίου φρονοῦσαν | 129 in vol. 2.1.3 | |
2,1,3130 | ἀσεβῆ διδάγματα, ἐξέκοψε δὲ καὶ τὴν Νεστορίου δυσσέβειαν, τὸ δὲ σεπτὸν σύμβολον τῶν τιη ἁγίων πατέρων 〈τῶν ἐν Νικαίαι συνελθόντων〉 σῶον διὰ πάντων ἐφύλαξε μήτε μειώσει μήτε προσθήκηι βλαβέν. καὶ οἴεται μὲν ἡ ἡμετέρα γαληνότης τὰ θεῖα ἡμῶν γράμματα, ἔτι γε μὴν καὶ τὰ διατάγματα τὰ ἐν τῆι Ἀλεξανδρέων ἤδη προτεθέντα με‐ | |
5 | γαλοπόλει ἀρκεῖν εἰς τὸ πεῖσαι τοὺς οὐκ οἶδ’ ὅπως ἔτι καὶ νῦν ἀμφιβάλλοντας ὅτιπερ οὐδὲν κεκαινοτόμηται τῆι ἁγιωτάτηι καὶ καθολικῆι συνόδωι, καὶ μηδένα λοιπὸν ὑπολε‐ λεῖφθαι τὸν ἀμφισβητοῦντα τούτου χάριν· οὐδὲ γὰρ εὐήθη τινὰ τοσοῦτον εἶναι νομί‐ ζομεν, ὡς ἐντυχόντα τοσούτοις διδάγμασι σαφῶς οὕτως ἀπαγγέλλουσι τὴν ὀρθόδοξον πίστιν ἔτι τῆι αὐτῆι καὶ νῦν ἐπιμένειν πλάνηι. εἰ δὲ ἄρα τινὲς εἶεν, ὅπερ οὐχ ἡγούμεθα, | |
10 | τῶι τῆς ἐμφύτου ἡμῖν φιλανθρωπίας μὴ ἀκολουθοῦντες σκοπῶι, βουλόμεθα πάλιν αὐτοὺς διὰ τῶν αὐτῶν θείων ἡμῶν γραμμάτων πεισθῆναι ἀκριβῶς ὡς ἅπαντα τοῖς τῶν ὁσίων πατέρων ἀκολουθήσασα διδάγμασιν ἡ ἁγιωτάτη καὶ καθολικὴ σύνοδος ἐτύπωσε καὶ τὴν μὲν Εὐτυχοῦς ἀνεῖλε δυσσέβειαν, ἧι ὁ Διόσκορος εἵπετο καὶ ἕτεροί τινες οἱ μηδὲ τὰ Ἀπολιναρίου βιβλία ἀποκνήσαντες ἐγκατασπεῖραι τῶι πλήθει προσηγορίας ἁγιωτάτων | |
15 | ὀρθοδόξων πατέρων αὐτοῖς ἐπιγράψαντες, ὥστε εἰς τέλειον τὴν τῶν ἁπλουστέρων ἐπὶ τὸ ψεῦδος ἐξανδραποδίσαι διάνοιαν, ἐβεβαίωσε δὲ τὸ τῶν τιη ἁγίων πατέρων τῶν ἐν Νικαίαι συνελθόντων σεπτὸν σύμβολον μηδὲν μήτε ὑφελοῦσα μήτε προσθεῖσα, καθ’ ὃ βαπτισθεῖσα καὶ πιστεύσασα ἡ ἡμετέρα γαληνότης ἐκ νέας ἡλικίας φρονεῖ καὶ ἐν αὐτῶι διαμένειν εὔχεται πιστεύουσα τὸν δεσπότην ἡμῶν καὶ σωτῆρα Χριστὸν τὸν υἱὸν τοῦ | |
20 | θεοῦ τὸν μονογενῆ τὸν συναίδιον καὶ ὁμοούσιον τῶι πατρὶ δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐνηνθρωπηκέναι γεννηθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς θεοτόκου παρθένου εἶναί τε θεὸν καὶ ἄνθρωπον ἀληθῶς τὸν αὐτόν, οὐκ ἄλλον καὶ ἄλλον, μὴ γένοιτο, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν οὐδενὶ τρόπωι μεριζόμενον ἢ χωριζόμενον ἢ τρεπόμενον, τοὺς δὲ λέγοντας ἢ εἰπόντας ποτὲ δύο υἱοὺς ἢ δύο πρόσωπα καὶ ἡμεῖς ὡς θεομάχους βδελυσ‐ | |
25 | σόμεθα καὶ ἀναθεματίζομεν. ταῦτα τοίνυν καὶ αὐτίκα μαθόντες εἴ τινες ἄρα εἶεν ἐν ὑμῖν ἔτι τῶι ψεύδει κατεπιμένοντες, πρὸς τὴν ἀλήθειαν ἐπαναδραμεῖν σπουδάσατε τῶν ἀθεμίτων ἑαυτοὺς ἀφιστῶντες παρασυνάξεων, ὥστε μὴ πρὸς τῶι τὰς ψυχὰς ὑμῶν ἀπολέσαι καὶ τοῖς ἀπὸ τῶν νόμων ἐπιτιμίοις ὑπαχθῆναι. ἑνώσατε δὲ ἅπαντες ἑαυτοὺς τοῖς τῆς ἁγιωτάτης καὶ καθολικῆς ἐκκλησίας τῶν ὀρθοδόξων, ἥτις μία ὑπάρχει, καθ’ ὃ καὶ οἱ | |
30 | εὐαγεῖς ὅροι τῶν ἁγίων πατέρων ἡμᾶς διδάσκουσι. τοῦτο γὰρ ποιοῦντες τῆι μὲν ἑαυτῶν ψυχῆι χαριεῖσθε σωτηρίαν, τῶι δὲ τῶν ὅλων δεσπότηι θεῶι τὰ ἀρέσκοντα πράξετε καὶ τῆι ἡμετέραι ἑαυτοὺς παρατιθέμενοι γαληνότητι τῆς παρ’ αὐτῆς ἀπολαύσετε κηδε‐ μονίας. διὰ τοῦτο καὶ Ἰωάννην τὸν λαμπρότατον δεκουρίωνα ἐκλεξάμενοι ἀπεστεί‐ λαμεν δυνάμενον ἀκριβῶς τὰ περὶ τῆς ἁγίας πίστεως παραστῆσαι. καὶ γὰρ τῆι τῶν | |
35 | ὁσίων ἐπισκόπων οἰκουμενικῆι καὶ καθολικῆι συνόδωι παρῆν καὶ πάντα τὰ παρακολουθή‐ σαντα σαφῶς ἐπίσταται, ὥστε διὰ πάντων πληροφορηθέντας τοὺς ἔτι, ὅπερ οὐχ ὑπελαμ‐ | |
βάνομεν, ἐνδοιάζοντας ὀψέ ποτε πρὸς τὴν ἀληθῆ καὶ ἀμώμητον πίστιν ἐπανελθεῖν. | 130 in vol. 2.1.3 | |
2,1,3131 | Ἀντίτυπον θείων γραμμάτων πεμφθέντων παρὰ τοῦ αὐτοῦ Μακαρίωι ἐπισκόπωι καὶ ἀρχιμανδρίτηι καὶ λοιποῖς τοῖς ἐν τῶι ἁγίωι ὄρει Σινᾶ εὐλαβέσι μοναχοῖς Οἷα κατὰ τῆς εὐαγοῦς θρηισκείας καὶ τῆς Ῥωμαικῆς πολιτείας ἐπικινδύνως νεωτερί‐ ζων Θεοδόσιος, οὗ ταῖς πράξεσιν ἀξίαν οὐκ ἂν εὕροι τις τιμωρίαν, ἑάλω, οὐδένα μὲν | |
5 | λέληθε, πάντως δὲ καὶ εἰς τὴν ὑμετέραν εὐλάβειαν τὸ μέγεθος τῶν παρ’ αὐτοῦ πεπλημ‐ μελημένων ἐλήλυθεν. οὗτος γὰρ προλαβών, καθὼς αἱ θεῖαι προαγορεύουσι γραφαί, τὴν τοῦ ἀντιχρίστου προσδοκωμένην παρουσίαν, τὸ δὲ ἀληθέστερον εἰπεῖν, παρ’ ἐκείνου πεμφθεὶς πολεμῆσαι τῆι ἁγίαι καὶ ὀρθοδόξωι πίστει οὐδὲν ὠιήθη διαπράττεσθαι φαῦλον, εἰ τὴν Εὐτυχοῦς δυσσέβειαν μιμήσοιτο, ὃς κατὰ τῆς εὐσεβοῦς τῶν ὀρθοδόξων θρηισκείας | |
10 | ἐπανέστη ζηλῶν μὲν Φωτεινὸν τὸν τῆς ἀληθείας ἀλλότριον, μιμητὴς δὲ εἶναι τῆς θεο‐ μάχου γνώμης Ἀπολιναρίου καὶ Βαλεντίνου καὶ Νεστορίου σπουδάζων, συκοφάντης ἄντικρυς ἀποδεικνύμενος τῆς πρώην κατὰ τὴν Χαλκηδονέων πόλιν συγκροτηθείσης διὰ τὸ περὶ τὴν πίστιν θερμὸν ἡμετέρωι νεύματι ἁγιωτάτης συνόδου, ἣ τῶν τιη ἁγίων πατέρων πρὸς συγκρότησιν τῆς πίστεως τὸ σύμβολον ἐβεβαίωσεν οὐδὲν κατὰ προσθήκην | |
15 | ἢ μείωσιν τῆς τῶν αὐτῶν ὁσίων πατέρων διδασκαλίας ἐναλλάξασα, Εὐτυχῆ δὲ ὡς τῆι ἀληθείαι μαχόμενον καὶ τὴν πίστιν παρασαλεῦσαι βουληθέντα ἀλλότριον εἶναι τοῦ τῶν ὀρθοδόξων ὀνόματος δικαιώσασα. οὗ τῆι μοχθηρᾶι καὶ ῥιψοκινδύνωι τόλμηι Θεο‐ δόσιος ἀκολουθῶν καταλαμβάνει μὲν τὴν Παλαιστίνων χώραν, ἀπατᾶι δὲ τοὺς οὐκ εἰδότας ἕτερα ἀνθ’ ἑτέρων δεδογματίσθαι παρὰ τῆς ἁγίας συνόδου πλαττόμενος. ἔφησε | |
20 | γὰρ ὡς ἡ αὐτὴ ἁγιωτάτη σύνοδος δύο υἱοὺς καὶ δύο Χριστοὺς καὶ δύο πρόσωπα 〈ὀφεί‐ λειν〉 προσκυνεῖσθαι ἐδογμάτισεν καὶ ὡς ὑπεναντίον τοῦ συμβόλου τῶν ἁγίων πατέρων τὴν πίστιν ἡρμήνευσεν. ἐντεῦθέν τε ἑαυτῶι πλῆθος τῶν ἀπατηθέντων ἀθροίσας καὶ τὴν τῶν ἀφελῶν ὡς εἰπεῖν ἄγνοιαν κτησάμενος σύμμαχον τὴν Αἰλιέων κατατρέχει πόλιν, ἐμπρησμοὺς οἰκιῶν, φόνους εὐλαβῶν ἀνδρῶν, ἀφέσεις τῶν ἐπὶ τοῖς ἐσχάτοις | |
25 | ἐγκλήμασιν ἑαλωκότων τολμῶν, δι’ ὧν εὐλαβοῦς τινος δόξαν θηρώμενος ἐπικινδύνως ηὐθέντησεν, καὶ τὰς εἱρκτὰς ἀναρρηγνύς, ἵνα τῶν ὑπευθύνων τό γε ἐπ’ αὐτῶι τῆς δίκης ἐλευθερωθέντων πᾶσιν ὡς εἰπεῖν τοῦ πλημμελεῖν ἀνεύθυνον παράσχηι τὴν εὐχέρειαν. καὶ εἰς αὐτὴν δὲ τὴν καθοσίωσιν καὶ τοὺς τῆς ἡμετέρας θειότητος νόμους ἐξαμαρτάνων ἀπέκλεισε μὲν τῆς πόλεως τὰς πύλας ἑαυτῶι τε τὸ τῆς ἐπισκοπῆς βεβαίως παρὰ πάντας | |
30 | τοὺς κανόνας ἐκδικῆσαι ἐπεχείρησεν ὄνομα Ἰουβεναλίου τοῦ ὁσιωτάτου καὶ περιόντος καὶ ἐπισκόπου τῆς πόλεως τυγχάνοντος, ὁμοῦ τὰ θεῖα καὶ τὰ ἀνθρώπινα χραίνων τε καὶ συγχέων δίκαια. ἐντεῦθέν τε ὁδῶι βαδίζων ἐπὶ τὰ χείρονα τὰς κατὰ τὴν Πα‐ λαιστίνην πᾶσαν ἁγιωτάτας ἐκκλησίας καὶ πόλεις τοῖς μείζοσι περιβάλλει κακοῖς, τοὺς μὲν εὐλαβεστάτους ἐπισκόπους ἀναιρεῖσθαι παρασκευάζων, ἐν δὲ ταῖς ἐπισκοπαῖς χειρο‐ | |
35 | τονῶν οὓς ἐβούλετο. προσέταττε γὰρ μανιώδει τῶι θράσει κεχρημένος τοὺς πάλαι ψήφωι δικαίαι κατὰ τοὺς θείους κανόνας τῶν πόλεων ἐπισκόπους, ὡς αὐτῶι παρέστη, ἀλλοτρίους τῆς ἱερωσύνης καθίστασθαι καὶ τῶν θρόνων οἷς ἐκληρώθησαν, ἀπελαύνεσθαι. ἐπιστρατεύει δὲ καὶ Ἰουβεναλίωι τῶι ὁσιωτάτωι ἐπισκόπωι πανταχόθεν διὰ τοῦ πεμφθέν‐ τος πλήθους τὴν ἀναίρεσιν αὐτοῦ πραγματευόμενος· οὕτω γὰρ ὤιετο βεβαίως μὲν καθέξειν | |
40 | τὴν οὐδὲν αὐτῶι προσήκουσαν ἐπισκοπήν, κατορθώσειν δὲ τελείως τὰ τῆς οἰκείας ἐπι‐ | 131 in vol. 2.1.3 |
2,1,3132 | χειρήσεως. Ἰουβενάλιον μὲν οὖν τὸν ὁσιώτατον ἐπίσκοπον ἥ τε ἁγία τριὰς καὶ ὡς τὸ πρᾶγμα ἔδειξεν, τὸ περὶ τὴν πίστιν θαρρεῖν διέσωσεν, Σευηριανὸς δὲ ὁ τῆς εὐλαβοῦς μνήμης ἐπίσκοπος τῆς Σκυθοπολιτῶν ἅμα ἑτέροις ἀντ’ ἐκείνου δυσσεβῶς ἀναιρεθεὶς πάρεργον τῆς Θεοδοσίου κατέστη μανίας. ταῦτα καὶ τὰ τούτων δεινότερα τολμήσας | |
5 | Θεοδόσιος, ἐπειδὴ τῶν κατ’ αὐτὸν ἁπάντων τῶι ἡμετέρωι κράτει γνωρισθέντων παντα‐ χόθεν ἀνιχνευθῆναι σὺν τοῖς αὐτοῦ δορυφόροις καὶ τῶν αὐτοῦ κακῶν κοινωνοῖς προσ‐ ετάχθη, δραπετεύει μὲν ἐκ τῆς Παλαιστίνων, ἣν οὕτω διέθηκεν αὐτοῖς ἐπιδεικνὺς τοῖς πράγ‐ μασιν ὡς ὑπηρέτης καὶ πρόδρομος τοῦ ἀντιχρίστου γέγονεν· τόπους δὲ ἐκ τόπων ἀμείβει, τὰς μὲν ἁγιωτάτας ἐκκλησίας διαταράττων, τοὺς δὲ περὶ τὴν πίστιν ἁπλουστέρους | |
10 | ἕτερα παρὰ τὴν ἀλήθειαν φρονεῖν καὶ δυσσεβῶς τὸ θεῖον θρηισκεύειν παρασκευάζων. οὗτος, ὡς ἐμάθομεν, τὸ τῆς εὐλαβείας οἰκητήριον καὶ τοῖς ἁγίοις ἀνδράσι βατὸν Σινᾶ κατείληφεν ὄρος, ἐν ὧι τὰ παρ’ ὑμῶν φίλα μὲν τῶι κρείττονι, παρὰ δὲ ἡμῖν πάσης ἄξια τιμῆς ἵδρυται μοναστήρια. καὶ δι’ ὧν ἐν αὐτῶι λανθάνων ἔτι μελετᾶι κατὰ τῆς ὀρθο‐ δοξίας, καιρὸν ἑαυτῶι γενήσεσθαι προσδοκᾶι. ἀλλ’ ἐκείνου μὲν οὐδὲ εἷς λόγος, | |
15 | ἐπείπερ οὐδὲ τῆς τιμωρίας τῶν πεπλημμελημένων αὐτῶι τε καὶ τοῖς αὐτοῦ δορυφόροις εὕροι τις ἂν μέτρον ἄξιον· τὸ δὲ ἡμέτερον κράτος εἰ καὶ λίαν τεθάρρηκεν ὡς οὐδενὶ τρόπωι τὸ πονηρὸν καὶ θεομάχον Θεοδοσίου φρόνημα τὴν ἀληθῶς καὶ βεβαίαν ἐν ὑμῖν στηριχθεῖσαν πίστιν παρασαλεῦσαι δυνήσεται, ὅμως ἵνα μή τι τοῦ δαίμονος ἔργον, ὧι διακονεῖται, παρὰ τὴν ὑμῶν τε καὶ τοῦ ἡμετέρου κράτους πρόθεσιν ἰσχύσαι δυνηθῆι, τοῖσδε τοῖς | |
20 | θείοις γράμμασιν τὴν ὑμετέραν προτρέπει εὐλάβειαν τὸν οὕτως ἀνόσιον καὶ τῆς ὀρθο‐ δόξου πίστεως ἀλλότριον τῶν τε ἁγιωτάτων ἐκκλησιῶν πολέμιον ἅμα τοῖς αὐτῶι συν‐ εργοῖς πανταχόθεν ἀνιχνευθέντα παραδοῦναι τῶι τὴν ἐπαρχίαν ἰθύνοντι εἰς τὸ μέγιστον τοῦ ἐνδοξοτάτου στρατηλάτου τῆς Ἕω ἀπὸ ὑπάτων καὶ πατρικίου δικαστήριον ἀχ‐ θησόμενον, οὐχ ἵνα δίκην ὑπόσχηι, τοσοῦτον, ἀλλ’ ἵνα τοῦ λοιποῦ γοῦν τὰς εὐλαβεῖς | |
25 | καὶ περὶ τὸ θεῖον ἀφελέστερον διακειμένας ἐκ τοῦ περινοστεῖν ἐπ’ ὀλέθρωι τῶν τόπων οὓς ἂν καταλάβοι, δελεάζειν παύσηται ψυχάς. ἴστω γὰρ ἡ ὑμετέρα εὐλάβεια ὡς ἡμεῖς ἐκ προγόνων τῆς ὀρθοδόξου πίστεως γεγονότες καὶ ταῖς θείαις γραφαῖς τὴν ἁγίαν τριάδα προσκυνεῖν διδαχθέντες τῶν τιη τῆς ὁσίας μνήμης πατέρων τὸ σύμβολον ἀσπα‐ ζόμεθα οὕτω βαδίζοντες καὶ κατ’ αὐτὸ πιστεύοντες τήν τε Φωτεινοῦ καὶ Ἀπολιναρίου | |
30 | καὶ Οὐαλεντίνου καὶ Νεστορίου καὶ Εὐτυχοῦς τῶν τε ἄλλων πάντων ὅσοι τῶι συμ‐ βόλωι ἐναντία φρονεῖν ἐγνώκασι, δυσσέβειαν ἀπωθούμενοι, πιστεύοντες δὲ τὸν δεσπότην ἡμῶν καὶ σωτῆρα Ἰησοῦν Χριστὸν ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου τῆς θεοτόκου τετέχθαι καὶ ὁμολογοῦντες ἕνα καὶ τὸν αὐτὸν υἱὸν Ἰησοῦν θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον τὸν αὐτὸν θεὸν ἀληθῶς καὶ ἄνθρωπον ἀληθῶς τὸν αὐτὸν οὐδενὶ | |
35 | τρόπωι μεριζόμενον ἢ χωριζόμενον ἢ τρεπόμενον τὸν σωτῆρα Χριστὸν προσκυνοῦμεν, διὰ παντὸς ἐν ταύτηι τῆι πίστει ἀσαλεύτως διαμένειν εὐχόμενοι, ἀναθεματίζοντες φανερῶς τοὺς λέγοντας δύο υἱοὺς ἢ δύο Χριστοὺς ἢ δύο πρόσωπα ἢ εἰπόντας ἢ γράψαντας ἢ καὶ λέγειν τολμῶντας, ἥντινα προειρημένην ἁγιωτάτην πίστιν ἀληθῆ καὶ ὀρθόδοξον οὖσαν καὶ ἡ κατὰ τὴν Χαλκηδονέων ἔναγχος συγκροτηθεῖσα ἁγιωτάτη σύνοδος ἐβεβαίωσεν | |
40 | συμφώνωι χρησαμένη περὶ τὴν εὐαγῆ καὶ ὀρθόδοξον θρηισκείαν φρονήματι καὶ τὴν | |
Εὐτυχοῦς μόνου κακοδοξίαν ὁμογνώμονι τοῖς ἁγίοις πατράσι ψήφωι καταδικάσασα. | 132 in vol. 2.1.3 | |
2,1,3133 | Ἀντίτυπον θείων γραμμάτων τοῦ αὐτοῦ εὐσεβεστάτου βασιλέως Μαρκιανοῦ πεμφ‐ θέντων τῆι ἐν Παλαιστίνηι ἁγίαι συνόδωι Τὸ περὶ τὴν πίστιν θερμὸν τῆς ἡμετέρας εὐσεβείας καὶ ὁπόσηι ὁσημέραι κεχρή‐ μεθα σπουδῆι περὶ τὴν ἁγιωτάτην καὶ ὀρθόδοξον πίστιν, ἡγούμεθα μηδένα μὲν λαν‐ | |
5 | θάνειν, πρὸ δὲ πάντων ἀκριβῶς εἰδέναι τήν τε ὑμετέραν εὐλάβειαν καὶ πάντας τοὺς τῶι θεοφιλεῖ καταλόγωι τῶν ὁσιωτάτων ἱερέων περιεχομένους. ὁ δὲ τῶι γένει τῶν Χριστιανῶν ἐξ ἔργου πολεμῶν βάσκανος διάβολος οὐ παύεται μηχανήματα ἐπινοῶν κατὰ τῆς ἁγίας καὶ ὀρθοδόξου πίστεως καὶ τῶν προλαβουσῶν αἱρέσεων ἀπογνοὺς ἑτέραν ἐφεῦρε νῦν διὰ τοῦ δυσσεβοῦς Εὐτυχοῦς κακοδοξίαν τοῦ τὴν Φωτεινοῦ καὶ Ἀπο‐ | |
10 | λιναρίου καὶ Βαλεντίνου καὶ Νεστορίου θεομάχον ζηλώσαντος γνώμην, ἥτις ἡμῖν ἀπέτεκεν τὸν δυσσεβῆ καὶ πρόδρομον τοῦ ἀντιχρίστου, μιμητὴν δὲ καὶ τῆς Σίμωνος πλάνης Θεοδόσιον. ὃς ἀπαρεσθεὶς τῆι ἀληθείαι (πῶς γὰρ ἔμελλε ταύτηι τίθεσθαι ὁ τῆς μερίδος τοῦ ἀντιχρίστου ὑπάρχων, μᾶλλον δὲ ὅλον αὐτὸν ἐνδεδυμένος;) καὶ συνιδὼν ὡς εἰ μὴ πλάττοιτο τινὰ τῆς αὐτοῦ πανουργίας καὶ δυσσεβείας ἄξια, οὐχ ἕξει τοὺς ὑπα‐ | |
15 | κούοντας, ἐπινοεῖ τινὰ καὶ συντάττει γράμματα, ἅπερ ἠδύνατο πλάσασθαι μόνος ὁ διά‐ βολος, καὶ δι’ αὐτῶν τὴν ἐν Χαλκηδόνι ἁγίαν συκοφαντεῖν οὐκ ἐπαύσατο σύνοδον ὡς δογματίσασαν δύο υἱοὺς καὶ δύο Χριστοὺς καὶ δύο πρόσωπα ὀφείλειν προσκυνεῖσθαι οὕτω τε τὰς τῶν ἁπλουστέρων ἀπατήσας ψυχὰς καί τινας ἄλλους τῶι διαβόλωι ἐκ‐ δεδομένους ἔσχεν αὐτῶι συντρέχοντας, οὐ μὴν ἀλλὰ καὶ μοναχοὺς καὶ ἐρημίτας καὶ | |
20 | πλῆθος ἐκ τούτων συναγαγὼν ἀνατρέπει μὲν πόλεις, ἐργάζεται δὲ φόνους ἐν μέσαις αὐταῖς καὶ οὐδὲ τῶν τυχόντων, ἀλλ’ ὁσίων καὶ εὐλαβῶν ἀνδρῶν, τολμᾶι δὲ ἐμπρησμοὺς καὶ στάσεις καὶ νεωτερισμοὺς κατὰ τῆς πολιτείας αὐτῆς, σύγχυσιν τῶν θείων ὁμοῦ καὶ ἀνθρωπίνων ἐργαζόμενος, ἀναρρηγνὺς εἰρκτὰς καὶ φονεῖς τοὺς τὰ παραπλήσια αὐτῶι τολμήσαντας καὶ ἑτέρους ἐπὶ ἀθεμίτοις ἐγκλήμασι φυλαττομένους πρὸς τιμωρίαν ἀφιείς, | |
25 | ὥσπερ ἄδειαν διδοὺς πᾶσι τοῦ πλημμελεῖν διὰ τούτων ἃ βούλοιντο. καὶ ὡς μικρῶν ὄντων τῶν προλαβόντων ἐπάγει καὶ ἕτερα τούτων βαρύτερα. τῆι γὰρ ἑαυτοῦ ἐπιτρέψας δυσσεβείαι ἐπεισπηδᾶι τῶι θρόνωι τοῦ τρισμακαρίστου ἀποστόλου Ἰα‐ κώβου ἡγησάμενος μὴ ἕξειν τοῦτον ἀσφαλῶς, εἰ μὴ τὸν κατὰ τοὺς εὐαγεῖς κανόνας ἐνι‐ δρυθέντα πάλαι αὐτῶι ὁσιώτατον ἐπίσκοπον Ἰουβενάλιον ἀνέλοι. ἐπιπέμπει τοίνυν | |
30 | αὐτῶι τοὺς ἀναιρήσοντας, ἀποτυχὼν δὲ τοῦ προλεχθέντος ἀνδρὸς διὰ τὸ τῆς πίστεως αὐτοῦ ἑδραῖον καὶ τὴν τῆς ἁγίας τριάδος περὶ αὐτὸν ῥοπὴν Σευηριανὸν τὸν ὁσιώτατον τῆς Σκυθοπολιτῶν ἐπίσκοπον ἅμα τοῖς σὺν αὐτῶι ἀναιρεῖ. γίνεται δέ, ὥς γε ἐνόμιζεν, ἐν καθέξει τοῦ θρόνου, οὐκ ἀρκεσθεὶς δὲ τούτωι καὶ τοὺς ἐν ἑτέραις πόλεσιν ὄντας εὐλαβεῖς ἐπισκόπους τῶν τε ἁγίων ἐκκλησιῶν καὶ τῆς ἱερωσύνης ἀπελαύνει, ἑτέρους δὲ τοὺς | |
35 | κοινωνοῦντας αὐτῶι τῆς ἀσεβείας καὶ τῶν ἀθεμίτων πράξεων ἀντ’ αὐτῶν καθιστᾶι. ταῦτα μὲν οὖν τὰ παρ’ αὐτοῦ τετολμημένα ἴστε πάντες ἀκριβῶς, ἐπείπερ τὸ πολὺ τῶν πεπραγμένων μέρος κατὰ τῆς ὑμῶν εὐλαβείας ἐγύμνασεν, ἅπερ ἐλθόντα εἰς ἀκοὰς τῆς ἡμετέρας γαληνότητος ἅμα τῶι ἀκουσθῆναι δικαίωι τύπωι καὶ οὐκ ἀξίαν μὲν τῶν αὐτοῦ ἀδικημάτων ἐπάγοντι τιμωρίαν, φιλανθρωπίαι δὲ σωφρονίζοντι τὰ ἀδικήματα διελύθη. | |
40 | οὗπερ αἰσθόμενος δραπετεύει μὲν ἀπὸ τῆς Ἱεροσολυμιτῶν καὶ φεύγει τὴν Παλαιστίνων | |
ἅπασαν, ἣν κακῶς διέθηκεν, ὡς αὐτοψεὶ παρείληφεν ἡ ὑμετέρα ἁγιωσύνη, ἐν δὲ τῶι | 133 in vol. 2.1.3 | |
2,1,3134 | Σινᾶι ὄρει ἅμα τισὶ κοινωνοῦσιν αὐτῶι τῶν ἀθεμίτων βουλευμάτων ἑαυτὸν ἐγκατα‐ κρύπτει, πάντως που ἐμφωλεύων αὐτόθι κατὰ τῆς ἀληθείας καὶ βουλόμενος τὰ πάλαι ἐγχειρηθέντα αὐτῶι εἰς πέρας ἀγαγεῖν καὶ τὰς τῶν ἐκεῖσε ἁπλουστέρων ψυχὰς ταῖς ἰδίαις ψευδολογίαις ἐξανδραποδίζειν, συκοφαντῶν τὴν ἁγίαν σύνοδον καὶ λέγων τινὰ | |
5 | κατ’ αὐτῆς, μᾶλλον δὲ τῆς ἑαυτοῦ σωτηρίας, ἃ τῆι δυσσεβεῖ ψυχῆι καὶ γλώσσηι ἐκείνου μόνου ἁρμόδια. δι’ ὃ ἐπαγρυπνοῦσα τῆι περὶ τὴν ἁγιωτάτην ὀρθόδοξον πίστιν σπουδῆι ἡ ἡμετέρα εὐσέβεια (ἐκ γὰρ αὐτῆς τὴν ἡμετέραν βασιλείαν ἠρτῆσθαι τε καὶ συγκροτεῖσθαι πιστεύομεν) πρὸς Μακάριον τὸν εὐλαβέστατον ἐπίσκοπον καὶ τοὺς ἐν τῶι προλεχθέντι ὄρει ἀρχιμανδρίτας τε καὶ μοναχοὺς πάντας θεῖα κατέπεμψε γράμ‐ | |
10 | ματα, ἐλέγχουσα μὲν τὴν μανίαν καὶ ἀσέβειαν Θεοδοσίου τοῦ μυσαροῦ, παραινοῦσα δὲ φεύγειν τὰς αὐτοῦ ψευδολογίας, τὴν δὲ ἁπλῆν καὶ ἀμώμητον πίστιν σέβειν, καθὼς παρὰ τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι τιη παρειλήφαμεν, τοῦτον τε ἐκδιῶξαι ἐκ τῶν προλεχθέντων σεβασμίων τόπων, ὡς ἂν μὴ καὶ οὗτοι χρανθεῖεν ἐκ τῆς Θεοδοσίου δυσσεβείας, ἢ καὶ παραδοῦναι αὐτὸν μετὰ τῶν αὐτοῦ δορυφόρων τῶι τῆς ἐπαρχίας | |
15 | ἡγουμένωι διαχθησόμενον εἰς τὸ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου στρατηγοῦ τῆς Ἕω ἀπὸ ὑπάτων καὶ πατρικίου δικαστήριον. ἐπειδὴ δὲ δέος ἐστί (πολύτροπον γὰρ κακὸν ὁ διάβολος, ὃν Θεοδόσιος ἐνδέδυται) μή πως τούτους ἀποφυγὼν τοὺς τόπους, πλησιάσας δὲ πάλιν τοῖς τῆς Παλαιστίνης τὰς αὐτὰς δυσσεβείας ἐνσπείρηι τοῖς μέρεσι καὶ τὰς τῶν ἀφελεστέρων πλανήσηι ψυχάς, τάδε τὰ θεῖα ἡμῶν γράμματα πρὸς τὴν | |
20 | ὑμετέραν καταπέμπομεν εὐλάβειαν παραινοῦντες τῆι ὑμετέραι ὁσιότητι παραφυλάτ‐ τεσθαι μὲν τὴν τοῦ μυσαροῦ παρουσίαν, προκαταλαμβάνειν δὲ τὰς τοῦ πλήθους ἀκοὰς καὶ διαθέσεις, κηρύττοντας μὲν τὴν ἀλήθειαν τῆς ὀρθοδόξου πίστεως, διδάσκοντας δὲ ὡς ἡμεῖς ἐκ πατέρων τῆς ἁγίας καὶ ὀρθοδόξου πίστεως ὑπάρχοντες κατὰ τὸ σύμβολον τῶν τιη ἁγίων πατέρων πιστεύομεν, μισοῦμεν δὲ καὶ βδελυσσόμεθα τὴν Φωτεινοῦ καὶ | |
25 | Ἀπολιναρίου καὶ Βαλεντίνου καὶ Νεστορίου δυσσέβειαν καὶ πρὸς τούτοις τὴν νεαρὰν Εὐτυχοῦς κακοδοξίαν. καὶ πιστεύομεν τὸν δεσπότην ἡμῶν καὶ σωτῆρα Ἰησοῦν Χριστὸν ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου τῆς θεοτόκου τετέχθαι 〈καὶ〉 ὁμολογοῦντες ἕνα καὶ τὸν αὐτὸν υἱὸν Ἰησοῦν, θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον τὸν αὐτόν, θεὸν ἀληθῶς καὶ ἄνθρωπον ἀληθῶς τὸν αὐτόν, οὐδενὶ τρόπωι μεριζόμενον ἢ χωρι‐ | |
30 | ζόμενον ἢ τρεπόμενον τὸν σωτῆρα Χριστὸν προσκυνοῦμεν ταύτηι τῆι πίστει ἀσαλεύτως διαμένειν εὐχόμενοι, ἀναθεματίζοντες τοὺς λέγοντας δύο υἱοὺς ἢ δύο Χριστοὺς ἢ εἰπόντας ἢ γράψαντας ἢ καὶ λέγειν τολμῶντας. ἥντινα ἁγίαν καὶ ὀρθόδοξον πίστιν καὶ ἡ ἐν Χαλκηδόνι ἔναγχος οἰκουμενικὴ συγκροτηθεῖσα σύνοδος ἐβεβαίωσεν μηδεμίαν προσθήκην ἢ μείωσιν ἐν τῶι ἐκτεθέντι ἁγίωι συμβόλωι παρὰ τῶν τιη ἁγίων πατέρων ποιήσασα, | |
35 | τὴν δὲ Εὐτυχοῦς μόνου κακοδοξίαν συμφώνωι τοῖς ἁγίοις πατράσι ψήφωι καταδικάσασα. ἐν ταύτηι γὰρ τῆι πίστει τὸ ἡμέτερον πέποιθεν κράτος καὶ ἐν ταύτηι διαμένειν σπεύδει τε καὶ εὔχεται καὶ τὴν ἡμετέραν δι’ αὐτῆς φυλάττεσθαι βασιλείαν. τὴν τοίνυν ἀληθῆ καὶ σεπτὴν καὶ ὀρθόδοξον πίστιν ἡμῶν, ἥνπερ καὶ ἡ ἐν Χαλκηδόνι ἁγία σύνοδος ἐβεβαίωσεν, τῶι πλήθει παντὶ κηρύττοντες καὶ μάλιστα τοῖς εὐλαβεστάτοις ἀρχιμανδρί‐ | |
40 | ταις τοῖς μὴ ἀκολουθοῦσι τῆι γνώμηι τοῦ μυσαροῦ Θεοδοσίου τοῦ τὰς πόλεις καὶ τὰς ἐκκλησίας τό γε ἐπ’ αὐτῶι ἀνατρέψαντος τὰς συνήθεις εὐχὰς ὑπέρ τε ἡμῶν καὶ τῆς | |
Ῥωμαικῆς καταστάσεως ἐκτενέστερον ποιεῖσθαι μὴ κατοκνήσητε. | 134 in vol. 2.1.3 | |
2,1,3135 | Ἀντίτυπον βασιλικοῦ γράμματος γραφέντος Βάσσηι ἡγουμένηι ἀσκητηρίου ἐν Αἰλίαι παρὰ τῆς εὐσεβεστάτης καὶ φιλοχρίστου αὐγούστης Πουλχερίας Τὴν τῆς ἡμετέρας γαληνότητος περὶ τὴν εὐαγῆ καὶ ὀρθόδοξον πίστιν σπουδήν τε καὶ προθυμίαν καὶ ὅπως αὐτὴν διὰ πάντων αὔξειν τε καὶ συγκροτεῖσθαι σπουδάζομεν, | |
5 | οὐδενὶ μὲν ἀμφίβολον εἶναι νομίζομεν, πλέον δὲ πάντων ἀκριβῶς ἐπίστασθαι τὴν σὴν εὐλάβειαν τεθαρρήκαμεν. ἐπειδὴ δὲ ἀνεφάνη ἐν τοῖς νῦν καιροῖς ὁ τῆς Σίμωνος πλάνης, μᾶλλον δὲ τοῦ ἀντιχρίστου πρόδρομος Θεοδόσιος, ὃς ὅπως μὲν διέθηκεν τὴν Αἰλιέων πόλιν καὶ τὰς ἐν τῆι Παλαιστίνηι ἁγιωτάτας ἐκκλησίας ἐτάραξεν μυρία δεινὰ κατά τε τῶν θείων καὶ τῶν ἀνθρωπίνων δικαίων διαπραξάμενος συκοφαντῶν τε τὴν ἁγίαν καὶ | |
10 | οἰκουμενικὴν ἐν Χαλκηδόνι συγκροτηθεῖσαν σύνοδον ὡς τὸ σύμβολον τῶν τιη ἁγίων πατέρων παρασαλεύσασαν καὶ δύο υἱοὺς καὶ δύο Χριστοὺς καὶ δύο πρόσωπα προσκυ‐ νεῖσθαι δογματίσασαν, οὐδὲ τὴν ὑμετέραν λέληθεν εὐλάβειαν, ἀναγκαῖον ἡγήσατο ἡ ἡμετέρα εὐσέβεια διὰ τῶν πρὸ τούτου καταπεμφθεισῶν θείων ἡμῶν συλλαβῶν ἐλέγξαι μὲν τὰς τοῦ μνημονευθέντος μυσαροῦ ἀνδρὸς ψευδολογίας, τὴν δὲ ἡμετέραν ἐκ προγόνων | |
15 | ἡμῖν παραδοθεῖσαν φανερῶσαι πίστιν καὶ ὅτι κατὰ τὸ σύμβολον τῶν τιη πιστεύομεν, ὅπερ καὶ ἡ ἐν Χαλκηδόνι ἁγία σύνοδος μηδὲν τούτωι προσθεῖσα μήτε μὴν αὐτοῦ μειώσασα ἐβεβαίωσεν. καὶ διὰ τὴν φιλανθρωπίαν τοῦ δεσπότου ἡμῶν καὶ σωτῆρος Χριστοῦ γνόντες οἱ τὴν Αἰλιέων πόλιν οἰκοῦντες τήν τε τῆς ἐμῆς γαληνότητος καὶ τοῦ εὐλαβοῦς δεσπότου τῆς οἰκουμένης καὶ ὁμοζύγου τῆς ἐμῆς θειότητος ἀληθῆ καὶ ὀρθόδοξον πίστιν | |
20 | ταύτηι τε προσέδραμον καὶ διαφόροις εὐφημίαις τὸν δεσπότην ἡμῶν καὶ σωτῆρα Ἰη‐ σοῦν τὸν Χριστὸν τήν τε ἡμετέραν ἀνύμνησαν βασιλείαν καὶ συγγνώμην ἐπὶ τοῖς προ‐ λαβοῦσιν αὐτῶν ἠιτήσαντο πταίσμασι. καὶ περὶ μὲν αὐτῶν ὁ θειότατος καὶ εὐσεβέ‐ στατος δεσπότης καὶ ὁμόζυγος τῆς ἐμῆς γαληνότητος τῆι συνήθει αὐτοῦ φιλανθρωπίαι κεχρημένος τύπον δέδωκεν τὸν τῆι αὐτοῦ πρέποντα εὐσεβείαι, ἡ δὲ ἡμετέρα γαληνότης | |
25 | λογιζομένη τὰς Θεοδοσίου τοῦ προλεχθέντος μυσαροῦ καὶ ἀνοσίου συκοφαντίας μὴ καί τινων εὐλαβεστάτων γυναικῶν τὰς ἁπλουστέρας ἠπάτησεν καὶ ταῖς αὐτοῦ μαγγανείαις τε καὶ ψευδολογίαις ἀπαγαγεῖν ταύτας τῆς ἀληθείας ἐξίσχυσεν, πανταχόθεν τε βουλομένη τὴν τοῦ μνημονευθέντος μυσαροῦ ἀπελεγχθεῖσαν ἐξαλεῖψαι δυσσέβειαν, τούτου ἕνεκα τάδε πρὸς ὑμᾶς τὰ θεῖα ἡμῶν καταπέμπομεν γράμματα, δι’ ὧν τήν τε ἐκ πατέρων ἡμῶν | |
30 | παραδοθεῖσαν ἡμῖν φανεροῦμεν πίστιν, πάσαις δὲ ταῖς τῶι θεῶι ἀνακειμέναις γυναιξὶ δήλην ταύτην δι’ ὑμῶν γενέσθαι βουλόμεθα, ὅτιπερ ἡμεῖς τὴν μὲν πίστιν κατὰ τὸ ἐκ‐ τεθὲν σύμβολον παρὰ τῶν τι καὶ η ἁγίων πατέρων φυλάττομεν, βδελυσσόμεθα δὲ τὴν Φωτεινοῦ καὶ Ἀπολιναρίου καὶ Βαλεντίνου καὶ Νεστορίου δυσσέβειαν καὶ πρὸς τούτοις τὴν νεαρὰν Εὐτυχοῦς κακοδοξίαν καὶ πιστεύομεν τὸν δεσπότην ἡμῶν καὶ σωτῆρα Ἰησοῦν | |
35 | Χριστὸν ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου τῆς θεοτόκου τετέχθαι 〈καὶ〉 ὁμολογοῦντες ἕνα καὶ τὸν αὐτὸν υἱὸν Ἰησοῦν θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον τὸν αὐτόν, θεὸν ἀληθῶς καὶ ἄνθρωπον ἀληθῶς τὸν αὐτόν, οὐδενὶ τρόπωι μεριζόμενον ἢ χωριζόμενον ἢ τρεπόμενον τὸν σωτῆρα Χριστὸν προσκυνοῦμεν, διὰ παντὸς ἐν ταύτηι τῆι πίστει ἀσαλεύτως διαμένειν εὐχόμενοι καὶ ἀναθεματίζοντες τοὺς λέγοντας δύο υἱοὺς | |
40 | ἢ δύο Χριστοὺς ἢ δύο πρόσωπα ἢ εἰπόντας ἢ γράψαντας ἢ καὶ λέγειν τολμῶντας, ἥντινα | 135 in vol. 2.1.3 |
2,1,3136 | ἁγίαν καὶ ὀρθόδοξον πίστιν καὶ ἡ ἐν Χαλκηδόνι ἔναγχος οἰκουμενικὴ συγκροτηθεῖσα σύνοδος ἐβεβαίωσεν μηδεμίαν προσθήκην ἢ μείωσιν ἐν τῶι ἐκτεθέντι ἁγίωι συμβόλωι παρὰ τῶν τριακοσίων δεκαοκτὼ ἁγίων πατέρων ποιήσασα, τὴν Εὐτυχοῦς μόνου κακο‐ δοξίαν συμφώνωι τοῖς ἁγίοις πατράσι ψήφωι καταδικάσασα. μαθοῦσα τοίνυν ἡ σὴ | |
5 | εὐλάβεια τὴν τῆς ἡμετέρας γαληνότητος ἀληθῆ καὶ ὀρθόδοξον πίστιν εὔχεσθαι ὑπὲρ | |
ἡμῶν καὶ τῆς ἡμετέρας βασιλείας ἐκτενέστερον σπουδαζέτω. | 136 in vol. 2.1.3 |