TLG 5000 002 :: CONCILIA OECUMENICA (ACO) :: Concilium universale Ephesenum anno 431

CONCILIA OECUMENICA (ACO)
(Varia)

Concilium universale Ephesenum anno 431

Source: Schwartz, E. (ed.), Acta conciliorum oecumenicorum, vol. 1.5.1. Berlin: De Gruyter, 1924–1925 (repr. 1963): 219–231.

Citation: Tome+volume+part — page — (line)

1,5,1

219

Phot. bibl. 169 p. 116b 30 ... συμπεριείχετο .. καὶ ἔτι ἕτερος λόγος ἐπιγραφόμενος Σχόλια περὶ τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς, ἐν ὧι διασαφοῦνται ταῦτα· τί ἐστι Χριστός, τίνα τε τρόπον προσήκει νοεῖσθαι τὸ Ἐμμανουήλ, καὶ τί ἐστιν Ἰησοῦς ὁ Χριστός, καὶ κατὰ τί εἴρηται ἄνθρωπος ὁ τοῦ θεοῦ λόγος, εἶτα κατὰ τί κεκενῶσθαι λέγεται ὁ τοῦ θεοῦ λόγος,
5καὶ πῶς εἷς ὁ Χριστός, καὶ πῶς εἷς ὁ Ἐμμανουήλ, καὶ τίνα λέγομεν εἶναι τὴν ἕνωσιν, καὶ περὶ τοῦ ἄνθρακος ὃν εἶδεν Ἡσαίας, καὶ ἕτερα παραπλήσια τούτοις ι κεφάλαια. πολὺ δὲ τὸ χρήσιμον οὗτος ὁ λόγος ἔχει. Τοῦ ἁγίου Κυρίλλου περὶ τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς α. Τὸ Χριστός ὄνομα οὔτε ὅρου δύναμιν ἔχει οὔτε μὴν τήν τινος οὐσίαν, ὅτι ποτέ
10ἐστι, σημαίνει, καθάπερ ἀμέλει καὶ τὸ ἄνθρωπος ἢ ἵππος ἢ βοῦς, πράγματος δὲ μᾶλλον ἐνεργουμένου περί τινα ποιεῖται δήλωσιν. ἐλαίωι μὲν 〈γὰρ〉 ἐχρίοντο τῶν ἀρχαιοτέρων τινὲς κατά γε τὸ θεῶι τὸ τηνικάδε δοκοῦν καὶ σύνθημα βασιλείας ἦν ἡ χρίσις αὐτοῖς, ἐχρίοντο δὲ καὶ προφῆται νοητῶς τῶι ἁγίωι πνεύματι, ὥστε καὶ ἐντεῦθεν ὀνομάζεσθαι χριστούς· ψάλλει γοῦν ὁ μακάριος Δαυὶδ ἐκ προσώπου τοῦ θεοῦ καί φησι· μὴ ἅπτεσθε τῶν
15χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε. φησὶ δὲ καὶ ὁ προφήτης Ἀμβακούμ· ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου τοῦ σῶσαι τοὺς χριστούς σου. ἐπὶ δέ γε τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ χρίσιν μὲν γενέσθαι φαμέν, πλὴν οὔτε συμβολικὴν ὡς ἐλαίωι δρωμένην οὔτε μὴν τὴν ὡς ἐν χάριτι τῆι προφητικῆι, ἀλλ’ οὐδὲ ἐκείνην τὴν ὡς ἔν γε τῶι προχειρίζεσθαι νοουμένην πρὸς κατόρθωσιν τοῦ τοιούτου [διά] τινὸς
20πράγματος, ὁποῖόν τι γενέσθαι φαμὲν καὶ ἐπὶ Κύρου τοῦ Περσῶν τε καὶ Μήδων βεβασιλευκότος (ὃς κατεστράτευσε τῆς Βαβυλωνίων, παραθήγοντος εἰς τοῦτο αὐτὸν τοῦ πάντα ἰσχύοντος θεοῦ· εἴρηται γὰρ οὕτω λέγει κύριος τῶι χριστῶι μου Κύρωι, οὗ ἐκράτησα τῆς δεξιᾶς· καίτοι γε εἰδωλολάτρης ὑπάρχων ἀνὴρ ὠνόμασται χριστὸς διὰ τὸ οἱονεὶ κεχρίσθαι πρὸς βασιλέα τῆι ἄνωθεν ψήφωι προκεχειρίσθαι τε παρὰ θεοῦ κατὰ κράτος αἱρῆσαι τὴν
25Βαβυλωνίων), ἐκεῖνο δὲ μᾶλλον. ἐπειδὴ γὰρ διὰ τὴν ἐν Ἀδὰμ παράβασιν βεβασίλευκε κατὰ πάντων ἡ ἁμαρτία, εἶτα τῆς ἀνθρωπότητος ἀπέπτη τὸ πνεῦμα τὸ ἅγιον καὶ γέγονε ταύτης ἕνεκα τῆς αἰτίας ἐν παντὶ κακῶι, ἔδει δὲ πάλιν ἐλέωι θεοῦ πρὸς τὸ ἐν ἀρχαῖς ἀναβαίνουσαν ἀξιωθῆναι τοῦ πνεύματος, ἐνηνθρώπησεν ὁ μονογενὴς τοῦ θεοῦ λόγος ὤφθη τε τοῖς ἐπὶ γῆς μετὰ γηίνου σώματος, εἶτα γέγονεν ἁμαρτίας ἐλεύθερος, ἵνα ἐν αὐτῶι τε καὶ μόνωι
30τοῖς τῆς ἀναμαρτησίας αὐχήμασιν ἡ ἀνθρώπου φύσις στεφανουμένη καταπλουτήσηι τὸ219

1,5,1

220

πνεῦμα τὸ ἅγιον ἀναμορφωθείη τε οὕτω πρὸς θεὸν δι’ ἁγιασμοῦ. διαβαίνει γὰρ οὕτω καὶ εἰς ἡμᾶς ἡ χάρις ἀρχὴν λαβοῦσα Χριστὸν τὸν ἐν ἡμῖν πρωτότοκον καὶ [διὰ] τοῦτο δι‐ δάσκων ἡμᾶς ὁ μακάριος ψάλλει Δαυὶδ πρὸς τὸν υἱόν· ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέ σε, ὁ θεός, ὁ θεός σου ἔλαιον
5ἀγαλλιάσεως. κέχρισται τοίνυν ἀνθρωπίνως καθ’ ἡμᾶς ὁ υἱὸς τοῖς τῆς ἀναμαρτησίας ἐπαίνοις, ὡς ἔφην, ἐκλελαμπρυσμένης ἐν αὐτῶι τῆς τοῦ ἀνθρώπου φύσεως ἀξίας τε ἤδη γεγενημένης τοῦ χρῆναι μεταλαχεῖν τοῦ ἁγίου πνεύματος οὐκ ἀποφοιτῶντος ἔτι καθὰ καὶ ἐν ἀρχαῖς, ἐμφιλοχωροῦντος δὲ μᾶλλον αὐτῆι. ταύτηι τοι καὶ γέγραπται ὅτι κατέπτη μὲν ἐπὶ Χριστῶι τὸ πνεῦμα, μεμένηκε δὲ ἐπ’ αὐτόν· λέγεται τοίνυν Χριστὸς ὁ τοῦ θεοῦ λόγος
10ὁ δι’ ἡμᾶς καθ’ ἡμᾶς ἄνθρωπος καὶ ἐν τῆι τοῦ δούλου μορφῆι καὶ χριόμενος μὲν ἀνθρω‐ πίνως κατὰ τὴν σάρκα, χρίων δὲ θεικῶς τῶι ἰδίωι πνεύματι τοὺς εἰς αὐτὸν πιστεύοντας. Τίνα λέγομεν εἶναι τὴν ἕνωσιν β. Τὸ τῆς ἑνώσεως χρῆμα κατὰ πολλοὺς ἀποτελεῖται τρόπους· διηιρημένοι γάρ τινες κατὰ διάθεσίν τε καὶ γνώμην καὶ διχονοοῦντες πρὸς ἀλλήλους ἑνοῦσθαι λέγονται κατὰ
15σύμβασιν φιλικὴν ἐκ μέσου τιθέντες τὰς διαφοράς· ἑνοῦσθαι δέ φαμεν καὶ τὰ ἀλλήλοις κολλώμενα ἢ γοῦν συνενηνεγμένα καθ’ ἑτέρους τρόπους ἢ κατὰ παράθεσιν ἢ μῖξιν ἢ κρᾶσιν. ὅταν οὖν ἑνοῦσθαι λέγωμεν τῆι καθ’ ἡμᾶς φύσει τὸν τοῦ θεοῦ λόγον, κρείττων ὁρᾶται τῆς ἀνθρώπου διανοίας ὁ τῆς ἑνώσεως τρόπος. οὐ γάρ τοι καθ’ ἕνα τῶν εἰρημένων ἐστίν, ἀπόρρητος δὲ παντελῶς καὶ οὐδενί που τάχα τῶν ὄντων διεγνωσμένος πλὴν ὅτι δὴ μόνωι
20τῶι πάντα εἰδότι. καὶ θαυμαστὸν οὐδὲν εἰ τῶν τοιούτων ἐννοιῶν ἡττώμεθα, ὅτε τὰ καθ’ ἡμᾶς αὐτοὺς ὅπως ἂν ἔχοι, διερευνώμενοι τῆς ἐνούσης ἡμῖν διανοίας ἐπέκεινα τὴν κατάληψιν ὁμολογοῦμεν ὑπάρχειν. τίνα γὰρ τρόπον ἡνῶσθαι νομιοῦμεν τὴν τοῦ ἀνθρώπου ψυχὴν τῶι ἰδίωι σώματι; τίς ὁ φράσαι δυνάμενος; εἰ δὲ χρὴ μικρὰ καὶ μόλις ἐννοεῖν εἰωθότας καὶ μὴν καὶ λαλεῖν ἰσχύοντας τῶν οὕτως ἰσχνῶν καὶ ὑπὲρ νοῦν καὶ λόγον πραγ‐
25μάτων κατατεκμήρασθαι, φαμὲν ὅτι πρέποι ἂν ἐννοεῖν (μείων δέ που πάντως τῆς ἀληθείας ὁ λόγος) τοιαύτην εἶναι τὴν ἕνωσιν τοῦ Ἐμμανουὴλ ὁποίανπερ ἂν λογίσαιτό τις καὶ τὴν τοῦ ἀνθρώπου ψυχὴν πρὸς τὸ ἴδιον ἔχειν σῶμα. οἰκειοῦται γὰρ ἡ ψυχὴ πάντα τὰ τοῦ σώματος, καίτοι κατὰ φύσιν ἰδίαν ἀμέτοχος οὖσα τῶν αὐτοῦ παθῶν φυσικῶν τε ἅμα καὶ τῶν ἔξωθεν ἐπαγομένων. κινεῖται μὲν γὰρ εἰς ὀρέξεις τὸ σῶμα φυσικὰς καὶ συ‐
30ναισθάνεται διὰ τὴν ἕνωσιν ἡ ἐνοῦσα ψυχή, συμμετέχει δὲ κατ’ οὐδένα τρόπον, οἴεταί γε μὴν ἰδίαν ἀπόλαυσιν εἶναι τὸ τῆς ὀρέξεως ἀποτέλεσμα. κἂν εἰ καταπαίοιτο τυχὸν ὑπό του τὸ σῶμα ἢ σιδήρωι καταξαίνοιτο, συναλγεῖ μὲν ὡς ἰδίου πάσχοντος σώματος, αὐτή γε μὴν εἰς ἰδίαν φύσιν οὐκ ἄν τι πάθοι τῶν ἐπενηνεγμένων. πλὴν καὶ ὑπὲρ τοῦτο φαμὲν ἐπὶ
τοῦ Ἐμμανουὴλ τὴν ἕνωσιν. ἦν μὲν γὰρ ἀναγκαῖον τῶι ἰδίωι σώματι συναλγεῖν τὴν220

1,5,1

221

ἑνωθεῖσαν αὐτῶι ψυχήν, ἵνα φεύγουσα τὰς αἰκίας εὐήνιον ὑποφέροι τῶι θεῶι τὸν αὐχένα· ἐπὶ δέ γε τοῦ θεοῦ λόγου τὸ συναισθάνεσθαι τῶν αἰκιῶν ἄτοπον εἰπεῖν· ἀπαθὲς γὰρ τὸ θεῖον καὶ οὐκ ἔν γε τοῖς καθ’ ἡμᾶς. ἀλλ’ ἥνωτο μὲν τῆι σαρκὶ ψυχὴν ἐχούσηι τὴν λογικήν, πασχούσης δὲ αὐτῆς ἀπαθῶς ἦν ἐν εἰδήσει τῶν εἰς αὐτὴν γινομένων καὶ ἠφάνιζε
5μὲν ὡς θεὸς τὰς τῆς σαρκὸς ἀσθενείας, ὠικειοῦτό γε μὴν αὐτὰς ὡς ἰδίου σώματος. οὕτω καὶ πεινῆσαι λέγεται καὶ καμεῖν καὶ παθεῖν ὑπὲρ ἡμῶν. οὐκοῦν παρεικάζοιτο ἂν ἡ ἕνωσις τοῦ λόγου πρὸς τὸ ἀνθρώπινον οὐκ ἀπὸ σκοποῦ τοῖς καθ’ ἡμᾶς. ὥσπερ γὰρ ἑτερο‐ φυὲς μὲν τὸ σῶμα πρὸς τὴν ψυχήν, εἷς γε μὴν ὁ ἐξ ἀμφοῖν ἄνθρωπος ἀποτελεῖται καὶ λέγεται, οὕτω καὶ ἐκ τελείας ὑποστάσεως τοῦ θεοῦ λόγου καὶ μὴν καὶ ἐξ ἀνθρωπότητος
10τελείως ἐχούσης κατὰ τὸν ἴδιον λόγον εἷς ὁ Χριστός, ὁ αὐτὸς ὑπάρχων ἐν ταυτῶι θεός τε ὁμοῦ καὶ ἄνθρωπος. καὶ οἰκειοῦται μέν, ὡς ἔφην, ὁ λόγος τὰ τῆς ἰδίας σαρκός, ὅτι καὶ αὐτοῦ τὸ σῶμα καὶ οὐχ ἑτέρου, κοινοποιεῖται δὲ ὥσπερ τῆι ἰδίαι σαρκὶ τῆς ἐνούσης αὐτῶι θεοπρεποῦς δυνάμεως τὴν ἐνέργειαν, ὥστε δύνασθαι καὶ ζωοποιεῖν τοὺς νεκροὺς καὶ ἰᾶσθαι τοὺς ἐν ἀρρωστίαις. εἰ δὲ χρὴ καὶ τοῖς ἐκ τῆς θεοπνεύστου γραφῆς παρα‐
15δείγμασι κεχρημένους καθάπερ ἐν τύποις τὸν τῆς ἑνώσεως καταδεῖξαι τρόπον, φέρε λέγωμεν, ὡς ἔνι, περὶ τοῦ ἄνθρακος. γ. Ὁ μακάριος Ἡσαίας ἀπεστάλη, φησ, πρός με ἓν τῶν σεραφὶμ καὶ ἐν τῆι χειρὶ εἶχεν ἄνθρακα, ὃν τῆι λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου, καὶ εἶπε πρός με· ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου, καὶ ἀφελεῖ τὰς ἀνο‐
20μίας σου καὶ τὰς ἁμαρτίας σου περικαθαριε. φαμὲν δὲ τὸν ἄνθρακα τύπον ἡμῖν καὶ εἰκόνα πληροῦν τοῦ ἐνανθρωπήσαντος λόγου, ὃς εἴπερ ἅψαιτο τῶν χειλέων ἡμῶν, τουτέστιν ὅταν τὴν εἰς αὐτὸν ὁμολογήσωμεν πίστιν, τότε καὶ ἁπάσης ἡμᾶς ἁμαρτίας ἀπο‐ φαίνει καθαροὺς καὶ τῶν ἀρχαίων αἰτιαμάτων ἐλευθεροῖ. πλὴν ἔστιν ἰδεῖν ὡς ἐν εἰκόνι τῶι ἄνθρακι ἑνωθέντα μὲν ἀνθρωπότητι τὸν τοῦ θεοῦ λόγον, οὐ μὴν ἀποβεβληκότα τὸ εἶναι
25ὅ ἐστι, μεταστοιχειώσαντα δὲ μᾶλλον τὸ προσληφθὲν ἢ γοῦν ἑνωθὲν εἰς τὴν ἑαυτοῦ δόξαν τε καὶ ἐνέργειαν. ὅνπερ γὰρ τρόπον τὸ πῦρ ὁμιλῆσαν τῶι ξύλωι καὶ εἰσδεδυκὸς αὐτὸ καταδράττεται μὲν αὐτοῦ καὶ οὐκ ἐξίστησι τοῦ εἶναι ξύλον, μεθίστησι δὲ μᾶλλον αὐτὸ εἰς τὴν τοῦ πυρὸς ὄψιν τε καὶ δύναμιν καὶ ἅπαν αὐτὸ ἴδιον ἐργάζεται καὶ ὡς ἓν ἤδη λελόγισται μετ’ αὐτοῦ, οὕτω νοήσεις καὶ ἐπὶ Χριστοῦ. ἑνωθεὶς γὰρ ἀπορρήτως ἀνθρωπότητι θεὸς
30τετήρηκε μὲν αὐτὴν τοῦθ’ ὅπερ εἶναι φαμέν, μεμένηκέ τε καὶ αὐτὸς ὅπερ ἦν, ἑνωθεὶς δὲ ἅπαξ ὡς εἷς λελόγισται μετ’ αὐτῆς, οἰκειούμενος μὲν τὰ αὐτῆς, ἐμποιήσας δὲ καὶ αὐτὸς αὐτῆι τῆς ἰδίας φύσεως τὴν ἐνέργειαν. Ὅτι τῆς ἀσωμάτου θεότητος σῶμα γέγονεν ἡ σὰρξ ψυχὴν ἔχουσα λογικὴν καὶ ὅτι διιστάντες ἀπ’ ἀλλήλων αὐτὰ πάντηι τε καὶ πάντως παραλύσομεν τῆς ἐν
35Χριστῶι νοουμένης οἰκονομίας τὸν λόγον221

1,5,1

222

δ. Ἐν τῶι ἄισματι τῶν ἀισμάτων αὐτὸς ἡμῖν εἰσκεκόμισται λέγων ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός· ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων. ὥσπερ οὖν ἡ ὀσμὴ ἀσώματον μέν τι χρῆμά ἐστι, κέχρηται δὲ ὥσπερ ἰδίωι σώματι τῶι ἐν ὧι ἐστι, πλὴν ἐξ ἀμφοῖν ἓν νοεῖται τὸ κρίνον, καταφθείρει δὲ πάντως τὸν ἐπ’ αὐτῶι λόγον ἡ τοῦ
5ἑνὸς ἀπόστασις (ἐν ὑποκειμένωι γὰρ ἡ ὀσμὴ καί ἐστι σῶμα τὸ ὑποκείμενον), οὕτω νοήσο‐ μεν καὶ ἐπὶ Χριστοῦ, θεότητος φύσιν τὴν ἰδίαν τε καὶ ὑπερκόσμιον ὑπεροχὴν εὐωδιάζειν τῶι κόσμωι καθάπερ ἐν ὑποκειμένωι τῆι ἀνθρωπότητι καὶ τὸ ἀσώματον κατὰ φύσιν καθ’ ἕνωσιν οἰκονομικὴν μόνον οὐχὶ γενέσθαι καὶ ἐνσώματον διά τοι τὸ θέλειν ἐπιγινώσκεσθαι διὰ σώματος· ἐνήργηκε γὰρ ἐν αὐτῶι τὰ θεοπρεπῆ. οὐκοῦν νοοῖτ’ ἂν εἰκότως ὡς ἐν
10ἰδίωι σώματι τὸ ἀσώματον, καθάπερ ἀμέλει καὶ ἐν ὑποκειμένωι τῶι ἄνθει τῆς εὐοσμίας τὸ χρῆμα, λέγεται δὲ κρίνον ἤδη τὸ συναμφότερον. Τοῦ αὐτοῦ ὅτι Χριστὸς Ἰησοῦς καλεῖται γεγονὼς ἄνθρωπος ὁ τοῦ θεοῦ λόγος ε. Τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ μονογενοῦς πολυπραγμονεῖν ἐθέλοντες τὸ μυ‐ στήριον, ἐκεῖνο φαμὲν δόξαν ἔχοντες ἀληθῆ καὶ πίστιν ὀρθήν, ὅτιπερ αὐτὸς ὁ ἐκ θεοῦ
15πατρὸς λόγος ὁ ἀληθινὸς θεὸς ὁ ἐκ θεοῦ ἀληθινοῦ τὸ φῶς τὸ ἐκ τοῦ φωτὸς ἐσαρκώθη τε καὶ ἐνηνθρώπησε, κατῆλθεν, ἔπαθεν, ἐγήγερται δὲ ἐκ νεκρῶν· ὡρίσατο γὰρ οὕτω τὸ τῆς πίστεως σύμβολον ἡ ἁγία τε καὶ μεγάλη σύνοδος. διερευνώμενοι δὲ καὶ μαθεῖν ἐθέλοντες ὅτι ποτέ ἐστι κατὰ ἀλήθειαν τὸ σαρκωθῆναί τε καὶ ἐνανθρωπῆσαι τὸν λόγον, καταθρήσομεν ὅτι οὐκ ἄνθρωπόν ἐστι προσλαβεῖν ὡς ἐν συναφείαι τῆι κατά γε τὴν ἰσότητα τῆς ἀξίας
20ἢ γοῦν αὐθεντίας ἢ καὶ κατὰ μόνην τῆς υἱότητος ὁμωνυμίαν, μᾶλλον δὲ τὸ γενέσθαι καθ’ ἡμᾶς ἄνθρωπον μετὰ τοῦ 〈τὸ〉 ἀτρέπτως καὶ ἀναλλοιώτως ἔχειν ἀνασώσασθαι τῆι ἰδίαι φύσει τὸν ἐν προσλήψει σαρκὸς καὶ αἵματος οἰκονομικῶς γεγονότα. εἷς μὲν οὖν ἐστιν ἄρα, πρὸ μὲν τῆς ἐνανθρωπήσεως ὀνομαζόμενος διὰ τῆς θεοπνεύστου γραφῆς μονογενὴς καὶ λόγος καὶ θεὸς καὶ εἰκὼν καὶ ἀπαύγασμα καὶ χαρακτὴρ τῆς ὑποστάσεως τοῦ πατρός, ζωὴ
25δόξα φῶς σοφία δύναμις βραχίων δεξιὰ ὕψιστος μεγαλοπρέπεια κύριος σαβαὼθ καὶ ἑτέροις τισὶ τοιούτοις ὀνόμασι τοῖς ἀληθῶς θεοπρεπεστάτοις, μετὰ δέ γε τὴν ἐνανθρώπησιν ἄν‐ θρωπος Χριστὸς Ἰησοῦς ἱλαστήριον μεσίτης, ἀπαρχὴ τῶν κεκοιμημένων, πρωτότοκος ἐκ νεκρῶν, δεύτερος Ἀδάμ, κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας, ἑπομένων αὐτῶι καὶ τῶν ἐν ἀρχαῖς ὀνομάτων. πάντα γὰρ αὐτοῦ τά τε πρῶτα καὶ τὰ ἐν ἐσχάτοις τοῦ αἰῶνος και‐
30ροῖς. εἷς οὖν ἄρα ἐστὶν ὁ καὶ πρὸ τῆς ἐνανθρωπήσεως θεὸς ἀληθινὸς καὶ ἐν ἀνθρω‐ πότητι μεμενηκὼς ὅπερ ἦν καὶ ἔστι καὶ ἔσται. οὐ διοριστέον οὖν ἄρα τὸν ἕνα κύριον Ἰησοῦν Χριστὸν εἰς ἄνθρωπον ἰδικῶς καὶ εἰς θεὸν ἰδικῶς, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν Ἰησοῦν Χριστὸν εἶναι φαμέν, τὴν τῶν φύσεων εἰδότες διαφορὰν καὶ ἀσυγχύτους ἀλλήλαις τηροῦντες αὐτάς. ὅταν οὖν λέγηι τὸ γράμμα τὸ ἱερὸν ὅτι ἐν Χριστῶι κατώικηκε πᾶν τὸ πλήρωμα τῆς
35θεότητος σωματικῶς, οὐ διὰ τοῦτο φαμὲν ὡς ἐν ἑτέρωι Χριστῶι τῶι ἀνθρώπωι κατὰ μόνας κατοικῆσαι τὸν λόγον οὔτε μὴν διασπῶντες ἀλλήλων τὰ ἡνωμένα δύο νοοῦμεν υἱούς, ἐκεῖνο δὲ μᾶλλον ὅτι Χριστὸν ὀνομάζει τὸ γράμμα τὸ ἱερὸν καὶ ὡς ἐκ μέρους ἔσθ’ ὅτε
τὴν ἀνθρωπότητα τοῦ θεοῦ λόγου, 〈ἣν〉 ἰδίαν ἔχων ἐν τάξει πεποίηται ναοῦ. γέγραπται222

1,5,1

223

δέ που καὶ περὶ τῶν ἀνθρωπίνων ψυχῶν· τοὺς δὲ κατοικοῦντας οἰκίας πηλίνας ἐξ ὧν καὶ αὐτοὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμεν. ἆρ’ οὖν ἐπειδήπερ οἰκίας πηλίνας τὰ τῶν ἀνθρώπων ὀνομάζει σώματα, διαβεβαιοῦται δὲ κατοικεῖν ἐν αὐταῖς τὰς ψυχάς, εἰς δύο κατατεμοῦμεν ἀνθρώπους τὸν ἕνα; καίτοι πῶς οὐκ ἀμώμητον παντελῶς τὸ καὶ ἐν
5ἀνθρώπωι λέγεσθαι κατοικεῖν τὸ πνεῦμα αὐτοῦ; ὥστε κἂν εἰ τὸ τοῦ λόγου σχῆμα διὰ τοιούτων ἔρχηται τρόπων, οὐχ ἑτέρως ἔχειν δυνάμενον, οὐ τὰς τῶν πραγμάτων ἀδικεῖσθαι φύσεις διὰ τοῦτο πρέπει, ἐννοεῖν δὲ μᾶλλον αὐτὰς καὶ κατ’ εὐθὺ τῆς ἀληθείας διασπεύδειν ἐπείγεσθαι. ὅταν τοίνυν τινὰ τῶν ἀλλήλοις οὐχ ὁμοίαν λαχόντων τὴν φύσιν ὁρῶιτο συνειλεγμένα πρὸς ἑνότητα κατὰ σύνθεσιν, εἶτα τόδε τι τυχὸν ἐν ἐκείνωι λέγοιτο κατοικεῖν,
10οὐ διοριστέον εἰς δύο, τῆς εἰς ἑνότητα συνδρομῆς κατ’ οὐδένα τρόπον ἀδικουμένης κἂν εἰ τῶν ἡνωμένων ἑκάτερον ἰδικῶς ὀνομάζοιτο πρὸς ἡμῶν τοῦθ’ ὅπερ ἂν εἶεν ἀμφότερα. λέγεται γάρ, ὡς ἔφην, καὶ ἐν ἀνθρώπωι κατοικεῖν τὸ πνεῦμα αὐτοῦ, πλὴν ἄνθρωπος λέγεται καὶ ἰδικῶς τὸ πνεῦμα καὶ μὴν καὶ τὸ σῶμα. καί τι τοιοῦτον ἡμῖν ὑπαινίττεται ὁ σο‐ φώτατος Παῦλος λέγων· εἰ γὰρ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ’ ὁ
15ἔσω ἀνακαινοῦται ἡμέραι καὶ ἡμέραι. ὅταν οὖν τις λέγηι τὸν ἔσω ἡμῶν ἄνθρωπον ἐν τῶι ἔξω ἀνθρώπωι κατοικεῖν, ἀληθεύει μέν, εἰς δύο γε μὴν τὸν ἕνα τεμὼν οὐχ ὁρᾶται. φησὶ δέ που καὶ ὁ προφήτης Ἡσαίας· ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρός σε, ὁ θεός. ἆρ’ οὖν ὡς ἕτερον παρ’ αὐτὸν τὸ πνεῦμα αὐτοῦ πρὸς θεὸν ὀρθρίζειν λέγεται; καίτοι πῶς οὐκ ἄτοπον τὸ φάναι τοιοῦτόν τι; οὐκοῦν εἰδέναι μὲν ἀναγ‐
20καῖον τὰ τῶν λόγων σχήματα, οὐ μὴν καὶ ἐξίστασθαι τοῦ εἰκότος, περιάγειν δὲ μᾶλλον τῶν σημαινομένων τὴν δύναμιν ἐπὶ τὸν ἑκάστωι πράγματι πρέποντα σκοπόν. εἰ δὲ δὴ καὶ λέγοιτο προκόπτειν ὁ Ἰησοῦς ἡλικίαι καὶ σοφίαι καὶ χάριτι, τῆς οἰκονομίας ἔσται τὸ χρῆμα. συνεχώρει γὰρ ὁ τοῦ θεοῦ λόγος διὰ τῶν τῆς ἰδίας φύσεως ἐθῶν ἰέναι τὸ ἀνθρώπινον καὶ οἷον κατὰ βραχὺ τῆς ἑαυτοῦ θεότητος ἤθελε κατευρύνειν τὸ περιφανὲς καὶ τῆι τοῦ
25σώματος ἡλικίαι συμπαρεκτείνειν τὰ ἑαυτοῦ, ὡς ἂν μήτι τὸ ξένον ὁρῶιτο καὶ τῶι λίαν ἀσυνήθει ταράττοι τινάς, ὅτε καὶ οὕτως ἔφασκον· πῶς οὗτος γράμματα οἶδε μὴ μεμαθηκώς; οὐκοῦν σωματικὴ μὲν ἡ αὔξη καὶ τὸ προκόπτειν ἐν χάριτι καὶ σοφίαι πρέποι ἂν τοῖς τῆς ἀνθρωπότητος μέτροις, αὐτόν γε μὴν κατ’ ἰδίαν φύσιν παντέλειον εἶναι φαμὲν τὸν ἐκ θεοῦ λόγον, οὐ προκοπῆς δεδεημένον, οὐ σοφίας, οὐ χάριτος, διανέμειν δὲ μᾶλλον τῆι κτίσει καὶ
30σοφίαν καὶ χάριν καὶ τὰ δι’ ὧν ἂν ἔχοι καλῶς. εἰ δὲ δὴ λέγοιτο παθεῖν ὁ Ἰησοῦς, τὸ μὲν πάθος ἔσται τῆς οἰκονομίας, αὐτοῦ δὲ λέγεται καὶ σφόδρα εἰκότως, ὅτι καὶ ἴδιον αὐτοῦ τὸ πεπονθὸς καὶ ἦν ἐν τῶι πάσχοντι σώματι πάσχειν μὲν οὐκ εἰδώς (ἀπαθὴς γάρ ἐστιν ὡς θεός), ὅσον δὲ ἧκεν εἴς γε τὸ τῶν ἐμπαροινησάντων θράσος, παθὼν ἄν, εἰ παθεῖν ἐδύνατο. οὐκοῦν, ἐπειδήπερ καθ’ ἡμᾶς γέγονεν ὁ μονογενής, ὁσάκις ἂν ἄνθρωπος ὀνομάζηται παρὰ
35τῆς θεοπνεύστου γραφῆς, ἐννοοῦντες τὴν οἰκονομίαν, θεὸν ὄντα κατὰ φύσιν αὐτὸν καὶ οὕτως ὁμολογήσομεν. Πῶς ἂν νοοῖτο θεοτόκος ἡ ἁγία παρθένος ϛ. Γεγέννηται μὲν ἀπορρήτως ὁ ἐκ θεοῦ πατρὸς λόγος (νοῦ γὰρ ἐπέκεινα παντὸς ἡ ἀπότεξις καὶ τῆι ἀσωμάτωι πρέπουσα φύσει), πλὴν ἴδιον γέννημα τοῦ γεννήσαντος νοεῖται
40τὸ τεχθὲν καὶ ὁμοούσιον αὐτῶι. κατωνόμασται γὰρ διὰ τοῦτο καὶ υἱός, καταδηλοῦντος223

1,5,1

224

ἡμῖν τοῦ ὀνόματος τὸ οἱονεὶ τῆς ὠδῖνος καὶ τοῦ τόκου τὸ γνήσιον, ζῶντος δὲ ἀεὶ καὶ ὑπάρχοντος τοῦ πατρός, πᾶσά πως ἀνάγκη συνυφεστάναι τε καὶ συνυπάρχειν ἀιδίως αὐτῶι τὸν δι’ ὅν ἐστι πατήρ. ἦν οὖν ὁ λόγος ἐν ἀρχῆι καὶ θεὸς ἦν καὶ πρὸς τὸν θεόν, καθά φησιν ὁ σοφώτατος εὐαγγελιστής· ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς δι’ ἡμᾶς τοὺς ἀν‐
5θρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐσαρκώθη τε καὶ ἐνηνθρώπησε καὶ οὔτι που μεθεὶς ὅπερ ἦν, ἀλλ’ ἔχων μὲν ἄτρεπτον τὴν ἰδίαν φύσιν καὶ ἐν ταῖς τῆς θεότητος ὑπεροχαῖς ὑπάρχων ἀεί, ὑπελθὼν δὲ δι’ ἡμᾶς οἰκονομικῶς τὴν κένωσιν καὶ πτωχείαν οὐκ ἀτι‐ μάσας τὴν τοῖς ἀνθρωπίνοις πρέπουσαν μέτροις· πλούσιος γὰρ ὢν ἐπτώχευσε κατὰ τὸ γεγραμμένον, ἵνα ἡμεῖς τῆι αὐτοῦ πτωχείαι πλουτήσωμεν. γέγονε
10τοίνυν ἄνθρωπος καὶ γέννησιν σαρκικὴν τὴν ἐκ γυναικὸς ὑπομεῖναι λέγεται διά τοι τὸ ἐκ τῆς ἁγίας παρθένου λαβεῖν τὸ ἑνωθὲν αὐτῶι σῶμα κατὰ ἀλήθειαν, ὅθεν καὶ θεοτόκον εἶναι φαμὲν τὴν ἁγίαν παρθένον ὡς ἀνθρωπίνως ἢ γοῦν σαρκικῶς τεκοῦσαν αὐτόν, καίτοι γέννησιν ἔχοντα τὴν προαιώνιον ἐκ πατρός. καὶ τὸ μὲν οἴεσθαί τινας εἰς ἀρχὰς δὴ τότε τοῦ εἶναι κεκλῆσθαι τὸν λόγον, ὅτε γέγονεν ἄνθρωπος, ἀνόσιον
15παντελῶς καὶ τῶν ἄγαν ἀπηχεστάτων· ἀποφαίνει γὰρ αὐτοὺς ἀσυνετωτάτους αὐτὸς ὁ σωτὴρ περὶ ἑαυτοῦ λέγων ἀμὴν λέγω ὑμῖν· πρὶν Ἁβραὰμ γενέσθαι, ἐγώ εἰμι. πῶς γὰρ ἦν πρὸ Ἁβραὰμ ὁ πολλοῖς χρόνοις ὕστερον ἀποτεχθεὶς κατὰ σάρκα; ἀρκέσει δὲ οἶμαι πρὸς ἔλεγχον αὐτοῖς καὶ ὁ θεσπέσιος Ἰωάννης λέγων· οὗτος ἦν περὶ οὗ ἐγὼ εἶπον· ὀπίσω μοῦ ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.
20παρέντες οὖν 〈ὡσ〉 εὔηθες λίαν τὸ ἔν γε τούτωι διατείνεσθαι περιττά, φέρε μᾶλλον ἐπ’ ἐκεῖνο ἴωμεν, ὅπερ εἶναί φημι καὶ ὀνησιφόρον. μὴ δυσχεραινέτωσάν τινες θεοτόκον ἀκούοντες τὴν ἁγίαν παρθένον μήτε μὴν ἀπιστίας Ἰουδαικῆς τὰς ἑαυτῶν ἀναπιμπλάντων ψυχάς, μᾶλλον δὲ καὶ Ἑλληνικῆς δυσσεβείας. Ἰουδαῖοι μὲν γὰρ ἐπεφύοντο τῶι Χριστῶι λέγοντες· περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος
25ὢν ποιεῖς ἑαυτὸν θεόν, Ἑλλήνων δὲ παῖδες ἐκκλησίας δογμάτων 〈καταγελῶσιν〉 ἀκούοντες ὅτι γεγέννηται θεὸς ἐκ γυναικός. ἀλλ’ ἐκεῖνοι μὲν τῆς ἑαυτῶν δυσβουλίας ἔδονται τοὺς καρπούς, ἀκούσονται δὲ πρὸς ἡμῶν· ὁ μωρὸς μωρὰ λαλήσει καὶ ἡ καρ‐ δία αὐτοῦ μάταια νοήσει. ὁ δέ γε τοῦ καθ’ ἡμᾶς μυστηρίου λόγος κἂν Ἰουδαίοις μὲν ἦι σκάνδαλον, ἔθνεσι δὲ μωρία, ἀλλ’ ἡμῖν τοῖς εἰδόσιν αὐτὸν ἀξιάγαστος ἀληθῶς καὶ
30σωτήριος καὶ τοῦ χρῆναι πρός τινος ἀπιστεῖσθαι μακράν. εἰ μὲν γὰρ ἦν ὅλως ὁ φάναι τολμῶν ταυτηνὶ τὴν σάρκα τὴν ἀπὸ τῆς γῆς γυμνῆς θεότητος γενέσθαι μητέρα καὶ ἀπο‐ τεκεῖν ἐξ ἑαυτῆς τὴν ἁπάσης τῆς κτίσεως ἐπέκεινα φύσιν, ἀποπληξία τὸ χρῆμα καὶ ἕτερον ἦν οὐδέν· οὐ γὰρ ἀπό γε τῆς γῆς ἡ θεία γέγονε φύσις οὐδ’ ἂν γένοιτο ῥίζα τῆς ἀφθαρσίας τὸ ὑπὸ φθορὰν οὐδ’ ἂν ἀποτέκοι τὸ ὑπὸ θάνατον τὴν τῶν ὅλων ζωὴν οὐδ’ ἂν
35εἴη καρπὸς τοῦ αἰσθητοῦ σώματος τὸ ἀσώματον, τοῦ γενέσεως ἀνωτέρου τὸ ὑπὸ γένεσιν, τοῦ ἀνάρχου κατὰ χρόνον τὸ ἔχον ἀρχήν· ἐπειδὴ δὲ τὸν 〈τοῦ θεοῦ〉 λόγον διαβε‐ βαιούμεθα γενέσθαι καθ’ ἡμᾶς καὶ τὸ τοῖς ἡμετέροις σώμασιν ἐοικὸς σῶμα λαβεῖν ἑνῶσαί τε τοῦτο κατὰ ἀλήθειαν ἑαυτῶι κατὰ τρόπον [δὲ] δηλονότι τὸν ὑπὲρ νοῦν τε καὶ λόγον ἀποτεχθῆναί τε [καὶ] οὕτω κατὰ τὴν σάρκα γενόμενον ἄνθρωπον, τί τὸ ἄτοπον καὶ ἀπι‐
40στεῖσθαι πρέπον; καίτοι τῆς ἀνθρώπου ψυχῆς, ὡς ἤδη πλειστάκις εἴπομεν, ὑπαρχούσης224

1,5,1

225

μὲν ἑτεροφυοῦς τῶι σώματι, γεννωμένης δὲ σὺν αὐτῶι καθὸ καὶ αὐτὴν ἡνῶσθαι φαμέν. καὶ οὐκ ἂν ὑποτοπήσειέ τις, οἶμαι, ὅτι τὴν τοῦ σώματος φύσιν ἀρχὴν ἔχει τῆς ἰδίας ὑπάρξεως ἡ ψυχή, ἀλλ’ ἐνίησι μὲν αὐτὴν ἀπορρήτως τῶι σώματι θεὸς καὶ τίκτεται σὺν αὐτῶι, ἓν δὲ τὸ ἐξ ἀμφοῖν ὁριζόμεθα ζῶιον, τὸν ἄνθρωπον δηλονότι. οὐκοῦν θεὸς μὲν
5ὁ λόγος ἦν, γέγονε δὲ καὶ ἄνθρωπος καὶ ἐπειδὴ γεγέννηται κατὰ σάρκα διὰ τὸ ἀνθρώπινον, θεοτόκος ἐστὶν ἀναγκαίως ἡ τεκοῦσα αὐτόν. εἰ γὰρ μὴ γεγέννηκε θεόν, μηδὲ λεγέσθω θεὸς ὁ ἐξ αὐτῆς γεννηθείς· εἰ 〈δὲ〉 θεὸν αὐτὸν ὀνομάζουσιν αἱ θεόπνευστοι γραφαὶ ὡς θεὸν ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον, ἐνανθρωπῆσαι δὲ ἦν οὐχ ἑτέρως πλὴν ὅτι διὰ γεννή‐ σεως τῆς ἐκ γυναικός, πῶς οὐ θεοτόκος ἡ τεκοῦσα αὐτόν; ὅτι δὲ θεὸς ἀληθῶς ὁ
10τεχθείς, καὶ ἐκ τῆς θεοπνεύστου γραφῆς εἰσόμεθα. 7. Ἕνα προσεκύνησεν 〈υἱὸν〉 ὁ ἐκ γενετῆς τυφλὸς παραδόξως τεθεραπευμένος. εὑρὼν γάρ φησιν, αὐτὸν ὁ Ἰησοῦς ἐν τῶι εἶπεν· Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ θεο; ὃ δὲ ἔφη· Τίς ἐστι, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; [Χριστὸς] ἑαυτὸν αὐτῶι καταδεικνὺς ἐνσώματον, καὶ ἑώρακας αὐτόν, φησί, καὶ ὁ λαλῶν μετὰ
15σοῦ ἐκεῖνός ἐστιν. ὁρᾶις ὅτι μοναδικῶς κέχρηται τῶι ἀριθμῶι, οὐκ ἐφιεὶς ἀνὰ μέρος νοεῖσθαι θεὸν καὶ ἄνθρωπον; μᾶλλον δὲ εἴ τις ὅλως ὀνομάσειε τὸν Ἐμμανουήλ, οὐ ψιλὸν ἄνθρωπον κατασημαίνει, πολλοῦ γε καὶ δεῖ, ἑνωθέντα γε 〈μὴν〉 τῆι καθ’ ἡμᾶς φύσει τὸν τοῦ θεοῦ λόγον ὡς ἕνα προσκεκυνήκασιν οἱ θεσπέσιοι μαθηταί, ὅτε τοῖς ὕδασιν ἐπο‐ χούμενον παραδόξως βλέποντες προσεκύνουν λέγοντες· ἀληθῶς θεοῦ υἱὸς ε. ὅταν
20οὖν ἄνθρωπον θεῶι συμπροσκυνεῖσθαι λέγωμεν, παχεῖαν ἐπηγάγομεν τὴν τομήν. τὸ γὰρ συν ἀεί πως, εἰ μὴ ἐφ’ ἑνὸς τάττοιτο τοῦ κατὰ σύνθεσιν, δύο που πάντως ἀναγκάσει νοεῖν. ὥσπερ γὰρ οὐδεὶς ἑαυτῶι συνδιαιτᾶσθαι λέγοιτ’ ἂν οὔτε μὴν συνεσθίειν ἢ συμπροσεύχεσθαι καὶ συμβαδίζειν (δύο γὰρ προσώπων δήλωσιν εἰσφέρει τὸ συν λέξεως προταττόμενον), οὕτως εἴ τις λέγοι συμπροσκυνεῖσθαι θεῶι τὸν ἄνθρωπον, δύο φήσει ἀναμφιλόγως υἱοὺς καὶ
25διηιρημένους ἀλλήλων. ὁ γάρ τοι τῆς ἑνώσεως λόγος εἰ κατὰ μόνην νοοῖτο τὴν ἰσότητα τῆς ἀξίας ἢ γοῦν αὐθεντίας, οὐκ ἀληθὴς ὢν ἐλέγχεται, καὶ τοῦτο διὰ μακρῶν ἡμῖν ἀπε‐ δείχθη λόγων. Ἄλλο 8. Ἀλλ’ ἡμεῖς, ὦ βέλτιστε, φαίην ἄν, πρότερον ἑνώσαντες τῶι λόγωι τὰ ἀνθρώπινα,
30τῆι μὲν σαρκὶ τὰ πάθη προσνενεμήκαμεν, ἀπαθῆ δὲ αὐτὸν τετηρήκαμεν ὡς θεόν. εἰ γὰρ καὶ γέγονε καθ’ ἡμᾶς, ἀλλ’ ἐσμὲν πάλιν ἐν εἰδήσει τῆς θεοπρεποῦς ὑπεροχῆς αὐτοῦ καὶ τῶν ὑπερτάτων ἀξιωμάτων. οὐκοῦν προκαταθέντες τῆι πίστει τὴν ἕνωσιν οἷά τινα κρηπῖδα καὶ θεμέλιον, σαρκὶ μὲν παθεῖν ὁμολογοῦμεν αὐτόν, ἐπέκεινα δὲ τοῦ παθεῖν ἀπομεῖναι πάλιν, ἅτε δὴ καὶ ἔχοντα τὸ ἀπαθὲς ἐν ἰδίαι φύσει. εἰ δὲ ἀνὰ μέρος τιθέναι σπουδάζομεν θεὸν
35καὶ ἄνθρωπον διαιροῦντες τὰς φύσεις ἀπ’ ἀλλήλων, εἶτα κατὰ μόνην τὴν ἀναφορὰν τὸν τοῦ θεοῦ λόγον οἰκειοῦσθαι φαμὲν τὰ συμβεβηκότα τῶι σώματι, τὸ Μωσέως τάχα που καὶ Ἀαρὼν φορέσει μέτρον ὁ ἐκ τῆς ἁγίας παρθένου γεγεννημένος Ἐμμανουήλ, ὅ ἐστι μεθερ‐ μηνευόμενον μεθ’ ἡμῶν ὁ θεός. ὥστε κἂν εἰ λέγοι διὰ προφητῶν ἁγίων τὸν
νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ225

1,5,1

226

δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων καὶ πάλιν ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου καὶ πάλιν ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος, αὐτῶι δὴ ταυτὶ προσνεμοῦμεν ἅπαντα τῶι μονογενεῖ, παθόντι μὲν 〈ὑπὲρ ἡμῶν〉 οἰκονομικῶς
5σαρκὶ κατὰ τὰς γραφάς (τῶι γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν αὐτός), ἀπαθῆ δὲ αὐτὸν ἴσμεν ὑπάρχοντα κατὰ φύσιν. εἰ γὰρ καθάπερ ἔφην ἀρτίως, αὐτός· τέ ἐστιν ἄνθρωπος ὁμοῦ καὶ θεός, ἔστι μὲν εἰκότως τῆς ἀνθρωπότητος αὐτοῦ τὰ πάθη, ἴδιον δὲ πάλιν ὡς θεοῦ τὸ ἐπέκεινα νοεῖσθαι πάθους. ταῦτα φρονοῦντες εὐσεβήσομεν καὶ διὰ τῶν οὕτως ὀρθῶν ἰόντες ἐννοιῶν εἰς τὸ βρα‐
10βεῖον τῆς ἄνω κλήσεως καταντήσομεν ἐν Χριστῶι Ἰησο, δι’ οὗ καὶ μεθ’ οὗ τῶι θεῶι καὶ πατρὶ δόξα σὺν ἁγίωι πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. EX IOHANNE CAESARIENSI
Ϟβ Τοῦ αὐτοῦ ἐκ τῶν Σχολίων, ὧν ἐστι τὸ προοίμιον τόδε· Τὸ Χριστός ὄνομα—ποι‐ εῖται δήλωσιν p. 219, 9—11.
15Ϟγ Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν Σχολίων· Ἐπειδὴ γάρ—τὸν ἐν ἡμῖν πρωτότοκον p. 219, 25—220, 2.
Ϟδ Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν Σχολίων· Κέχρισται τοίνυν—εἰς αὐτὸν πιστεύοντας p. 220, 5—11.
Ϟε Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν Σχολίων [p. 185, 13. 14]· Ὅσον μὲν γὰρ ἧκεν εἰς τὸ
20εἶναι θεὸς κατὰ φύσιν, οὐκ ἦν μεθ’ ἡμῶν· ἀσύγκριτον γὰρ τὸ μεταξὺ θεότητός τε καὶ ἀνθρωπότητος καὶ πολλή τις ἄγαν τῶν φύσεων ἡ διαφορά.
Ϟϛ Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν Σχολίων [p. 185, 19—22]· Χριστός γε μὴν καὶ Ἐμμανουὴλ τὸν αὐτὸν ἡμῖν κατασημαίνουσιν υἱόν, τοῦτο μὲν ὅτι κέχρισται καθ’ ἡμᾶς ἀνθρωπίνως, τῆι ἀνθρώπου φύσει τὸ πνεῦμα λαβὼν ὡς ἐν ἑαυτῶι καὶ πρώτωι· τέθειται γὰρ ἀρχὴ τοῦ γένους
25δευτέρα.
Ϟζ Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν Σχολίων [p. 186, 16—18]· Ἄνθρωπος ὠνόμασται καίτοι κατὰ φύσιν ὑπάρχων θεὸς ὁ ἐκ θεοῦ πατρὸς λόγος, ὡς μετεσχηκὼς αἵματος καὶ σαρκὸς παραπλησίως ἡμῖν. ὤφθη γὰρ οὕτως τοῖς ἐπὶ γῆς καὶ οὐ μεθεὶς ὅπερ ἦν, ἀλλ’ ἐν προσλήψει γεγονὼς τῆς καθ’ ἡμᾶς ἀνθρωπότητος τελείως ἐχούσης κατὰ τὸν ἴδιον λόγον.
30Ϟη Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν Σχολίων [p. 186, 21—23]· Ὁ πρῶτος ἄνθρωπος, φησίν, ἐκ γῆς χοικός, ὁ δεύτερος [ἄνθρωπος, ὁ κύριος,] ἐξ οὐρανο. καίτοι γεγέν‐ νηκεν ἡ ἁγία παρθένος τὸν ἑνωθέντα τῶι λόγωι ναόν, ἀλλ’ ἐξ οὐρανοῦ λέγεται καὶ μάλα εἰκότως ὁ Ἐμμανουήλ. ἄνωθεν γὰρ καὶ ἐκ τῆς οὐσίας τοῦ θεοῦ καὶ πατρὸς ὁ ἐξ αὐτοῦ γεγέννηται λόγος.
35Ϟθ Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν Σχολίων· Τὸ τῆς ἑνώσεως—ὑπὲρ ἡμῶν p. 220, 13—221, 6.
ρ Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν Σχολίων· Οὐκοῦν παρεικάζοιτο ἄν—τοὺς ἐν ἀρρωστίαις p. 221, 6—14.
ρα Τοῦ αὐτοῦ ἒκ τῶν αὐτῶν Σχολίων· Ὁ μακάριος Ἡσαίας—φύσεως τὴν ἐνέργειαν p. 221, 17—32.
40ρβ Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν Σχολίων [p. 190, 17—30]· Ἐγήγερται κατὰ βούλησιν θεοῦ226

1,5,1

227

κατὰ τὴν ἔρημον ἡ ἁγία σκηνὴ καὶ ἦν ἐν αὐτῆι πολυτρόπως μορφούμενος ὁ Ἐμμανουήλ. ἔφη τοίνυν ὁ τῶν ὅλων θεὸς τῶι θεσπεσίωι Μωυσῆ· καὶ ποιήσεις κιβωτὸν μαρ‐ τυρίου ἐκ ξύλων ἀσήπτων, δύο πήχεων καὶ ἡμίσους τὸ μῆκος καὶ πήχεως καὶ ἡμίσους τὸ πλάτος καὶ πήχεως καὶ ἡμίσους τὸ ὕψος καὶ καταχρυσώ‐
5σεις αὐτὴν χρυσίωι καθαρῶι· ἔξωθεν καὶ ἔσωθεν χρυσώσεις αὐτήν. ἀλλὰ τὸ μὲν ἄσηπτον ξύλον εἴη ἂν εἰς τύπον τοῦ ἀφθάρτου σώματος (ἄσηπτος γὰρ ἡ κέδρος), τὸ δέ γε χρυσίον ὡς ὕλη τῶν ἄλλων ὑπερηρμένη τῆς θείας ἡμῖν οὐσίας κατασημήνειεν ἂν τὴν ὑπεροχήν. ἄθρει δὲ ὅπως ἡ κιβωτὸς ὅλη κεχρύσωτο χρυσίωι καθαρῶι ἔξωθέν τε καὶ ἔσωθεν. ἥνωτο μὲν γὰρ τῆι ἁγίαι σαρκὶ θεὸς ὢν ὁ λόγος καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ
10ἔξωθεν κεχρυσῶσθαι τὴν κιβωτόν. ὅτι δὲ καὶ τὴν ἐνοῦσαν τῶι σώματι ψυχὴν λογικὴν ἰδίαν ἐποιήσατο, καταδείξειεν ἂν τὸ καὶ ἔσωθεν αὐτὴν καταχρυσοῦσθαι δεῖν ἐπιτάξαι. ὅτι δὲ ἀσύγχυτοι μεμενήκασιν αἱ φύσεις ἢ γοῦν ὑποστάσεις, ἐντεῦθεν εἰσόμεθα. τὸ γάρ τοι χρυσίον ἐπαληλιμμένον τῶι ξύλωι μεμένηκεν ὅπερ ἦν, καὶ κατεπλούτει μὲν τὸ ξύλον τοῦ χρυσίου τὴν δόξαν, πλὴν οὐκ ἀπέστη τοῦ εἶναι ξύλον.
15ργ Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν Σχολίων [p. 191, 26—192, 10]· Φέρε γὰρ καὶ πρό γε τῶν ἄλλων τῆς μετὰ σαρκὸς οἰκονομίας ἐννοῶμεν τὸν τρόπον καὶ τῶν καθ’ ἡμᾶς πραγμάτων τὴν φύσιν διερευνήσωμεν. κεκινδύνευκεν ἡ ἀνθρώπου φύσις καὶ ἐν τοῖς ἐσχάτοις κατε‐ κομίσθη κακοῖς, ἀρᾶι καὶ θανάτωι καταδεδικασμένη, καὶ τοῖς τῆς ἁμαρτίας βρόχοις ἐνειλημ‐ μένη, ἐπλανᾶτο καὶ ἦν ἐν σκότωι, θεὸν οὐκ ἤιδει τὸν φύσει καὶ ἀληθῶς, λελάτρευκε τῆι
20κτίσει παρὰ τὸν κτίσαντα. πῶς οὖν ἦν ἄρα τῶν τοιούτων αὐτὴν ἀπαλλάττεσθαι κακῶν; ἢ ἐκεῖνο φαμὲν ὡς ἦν δήπου θέμις θείας αὐτὴν ἐπιλαβέσθαι φύσεως, καίτοι μὴ εἰδυῖαν ὅλως ὅ τί ποτέ ἐστι τῆς ἀνωτάτω φύσεως τὸ ἀξίωμα; τὴν ἀμαθίαι καὶ σκότωι κεκρα‐ τημένην καὶ τῶι τῆς ἁμαρτίας βορβόρωι μεμολυσμένην πῶς ἦν εἰκὸς ἐπιπηδᾶν δύνασθαι τῆι πανάγνωι φύσει καὶ δόξαν ἑλεῖν, ἣν οὐκ ἄν τις ἕλοι μὴ λαβών; ὑποκείσθω γὰρ
25ὅτι κατ’ ἐπίγνωσιν τυχὸν καὶ τῶι εἰδέναι μόνον ἐπιλαβέσθαι φαμὲν αὐτήν· τίς ὁ διδάξας ὅλως; πῶς γὰρ πιστεύσουσιν, ἐὰν μὴ ἀκούσωσιν; πλὴν οὐ τοῦτό ἐστι τὸ ἐπιλαβέσθαι θεότητος καὶ τὴν αὐτῆι πρέπουσαν δόξαν ἑλεῖν. οὐκοῦν πρεπωδέστερον ἂν εἴη καὶ σφόδρα εἰκότως ἐννοεῖν ὅτι διασῶσαι θελήσας τὸ ἀπολωλὸς συγκαταβάσει τῆι πρὸς ἡμᾶς ὁ δι’ οὗ τὰ πάντα, θεὸς λόγος καθῆκεν ἑαυτὸν εἰς ὅπερ οὐκ ἦν, ἵνα καὶ ὅπερ οὐκ ἦν, ἡ
30τοῦ ἀνθρώπου γένηται φύσις, τοῖς τῆς θείας ὑπεροχῆς ἀξιώμασι τῆι πρὸς αὐτὸν ἑνότητι διαπρέπουσα. καὶ ἀνεκομίσθη μᾶλλον εἰς τὰ ὑπὲρ φύσιν ἢ γοῦν κατεκόμισεν εἰς τὰ παρὰ φύσιν τὸν ἄτρεπτον ὡς θεόν· ἔδει τὸν ἄφθαρτον ἐπιλαβέσθαι φύσεως τῆς ὑπὸ φθοράν, ἵνα ταύτην ἀπαλλάξηι φθορᾶς· ἔδει τὸν ἁμαρτεῖν οὐκ εἰδότα σύμμορφον γενέσθαι τοῖς ὑφ’ ἁμαρτίαν, ἵνα παύσηι τὴν ἁμαρτίαν. ὥσπερ γὰρ ἔνθα περ ἂν εἴη τὸ φῶς, ἀπρακτήσειεν
35ἂν ἐκεῖ που πάντως τὸ σκότος, οὕτω παρούσης ἀφθαρσίας πᾶσά πως ἀνάγκη δραπετεύειν τὴν φθορὰν καὶ τοῦ μὴ εἰδότος τὴν ἁμαρτίαν ἴδιον ἀποφήναντος τὸ ὑφ’ ἁμαρτίαν ἀργῆσαι τὴν ἁμαρτίαν.
ρδ Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν Σχολίων· Εἷς οὖν ἄρα—τηροῦντες αὐτάς p. 222, 30—33.227

1,5,1

228

ρε Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν Σχολίων· Εἰ δὲ δὴ καὶ λέγοιτο—εἰ παθεῖν ἠδύνατο p. 223, 21—33.
ρϛ Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν Σχολίων [p. 202, 22—29]· Ὅταν τοίνυν ἀκούωμεν σάρκα γενέσθαι τὸν λόγον, ἄνθρωπον νοῶμεν τὸν ἐκ ψυχῆς καὶ σώματος. γέγονε δὲ θεὸς ὢν
5ὁ λόγος τέλειος ἄνθρωπος, σῶμα λαβὼν ἔμψυχόν τε καὶ ἔννουν ἑνώσας τε τοῦτο κατὰ ἀλήθειαν ἑαυτῶι καθ’ ὃν οἶδε τρόπον (νῶι γὰρ τῶι καθ’ ἡμᾶς ἀνέφικτα παντελῶς τὰ τοιάδε τῶν θεωρημάτων), κεχρημάτικεν υἱὸς ἀνθρώπου. εἰ δὲ χρή τι καὶ ὡς ἐν ἐσόπτρωι βλέ‐ ποντας εἰπεῖν, διατεκμαίρεταί πως ὁ ἀνθρώπινος νοῦς ἡνῶσθαι τὸν λόγον τῶι σώματι ψυχὴν ἔχοντι λογικὴν καθάπερ ἀμέλει καὶ τὴν ἀνθρώπου ψυχὴν τῶι ἰδίωι σώματι, ἑτεροφυᾶ
10μὲν ὑπάρχουσαν, λαχοῦσαν δὲ οὕτω τὴν πρὸς αὐτὸ κοινωνίαν τε καὶ ἕνωσιν.
ρζ Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν Σχολίων [p. 202, 32—203, 7]· οὐ κατὰ μετάστασιν ἢ τροπὴν ἄνθρωπον γενέσθαι φαμὲν τὸν τοῦ θεοῦ λόγον οὔτε μὴν ὡς τοῦ εἶναι θεὸν ὀλι‐ γωρήσαντα, πόθεν; ἀλλ’ ὅτι σάρκα λαβὼν ἐκ γυναικὸς καὶ ἑνωθεὶς ἐκ μήτρας αὐτῆι προ‐ ῆλθεν ἄνθρωπος ὁ αὐτὸς ὑπάρχων καὶ θεός. οὐ γάρ τοι τὴν ἐκ θεοῦ πατρὸς ἀπόρρητον
15γέννησιν ἀποβεβληκὼς ὡς εἰς ἀρχὴν τοῦ εἶναι καλοῦσαν ὑπομεμένηκε τὴν ἐκ γυναικός, συνεχώρει δὲ μᾶλλον τῆι ἑαυτοῦ σαρκὶ διὰ τῶν τῆς ἰδίας φύσεως νόμων καλεῖσθαι πρὸς ὕπαρξιν, κατά γε φημὶ τὸν τῆς γεννήσεως τρόπον. πλὴν ἔχει τι τὸ παρηλλαγμένον ἀν‐ θρώπου φύσεως ἐν αὐτῶι· γεγέννηται γὰρ ἐκ παρθένου καὶ μόνος ἔχει μητέρα τὴν ἀπει‐ ρόγαμον. γεγονότα δὲ σάρκα καὶ ἐν ἡμῖν σκηνῶσαί φησιν, ἵνα δι’ ἀμφοῖν ἀποδείξηι καὶ
20γενόμενον ἄνθρωπον καὶ οὐ μεθέντα τὸ ἴδιον (μεμένηκε γὰρ ὅπερ ἦν)· νοεῖται γὰρ πάντως ὡς ἕτερον ἐν ἑτέρωι τὸ κατοικοῦν, τουτέστιν ἡ θεία φύσις ἐν ἀνθρωπότητι καὶ οὐ παθοῦσα φυρμὸν ἢ ἀνάχυσίν τινα καὶ μετάστασιν τὴν εἰς ὅπερ οὐκ ἦν· τὸ γὰρ ἐνοικεῖν ἑτέρωι λεγόμενον οὐκ αὐτὸ γέγονε τοῦθ’ ὅπερ ἐστὶν τὸ ἐν ὧι κατοικεῖ, νοεῖται δὲ μᾶλλον ἕτερον ἐν ἑτέρωι. τῆς δὲ τοῦ λόγου φύσεως καὶ μέντοι τῆς ἀνθρωπότητος μόνην ἡμῖν σημαίνει
25τὴν διαφορὰν ἡ ἑτερότης ἐν τούτοις.
ρη Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν Σχολίων [p. 203, 29—32]· ἴδιον τοῦ λόγου τὸ σῶμα λέ‐ γεται πρὸς ἡμῶν οὐ καθάπερ ἴδιον ἀνθρώπου τὸ γελαστικὸν ἢ γοῦν ἵππου τὸ χρεμε‐ τιστικόν, ἀλλ’ ὅτι γέγονεν αὐτοῦ καθ’ ἕνωσιν ἀληθῆ, τὴν ὀργανικὴν αὐτῶι χρείαν ἀποπληροῦν πρὸς ἃ πέφυκεν ἐνεργεῖν, δίχα μόνων τῶν εἰς ἁμαρτίαν.
30ρθ Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν Σχολίων· Ὁ τοῦ καθ’ ἡμᾶς μυστηρίου—τὸ ἔχον ἀρχήν p. 224, 28—36.
ρι Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν Σχολίων [p. 205, 30—33]· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. πῶς οὖν, εἰπέ μοι, τὸ ἐκ τῆς ἁγίας παρθένου τεχθὲν Ἐμμανουὴλ ὀνομάζεται, τοῦ Ἐμμανουήλ,
35ὡς ἔφην ἤδη, σημαίνοντος τὸ ἐν τῆι καθ’ ἡμᾶς φύσει γενέσθαι διὰ τὴν σάρκα θεὸν ὄντα κατ’ ἀλήθειαν τὸν ἐκ θεοῦ λόγον;
ρια Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν Σχολίων [p. 210, 4—21]· Ὀρνιθίοις δυσὶ παρεικάζει228

1,5,1

229

Χριστόν, οὐχ ὡς δύο μᾶλλον ὄντων υἱῶν, ἀλλ’ ὡς ἑνὸς ἐκ δυοῖν, θεότητός τε καὶ ἀνθρω‐ πότητος, συνενηνεγμένων εἰς ἕνωσιν. καθαρὰ δὲ τὰ ὀρνίθια· οὐ γὰρ ἐποίησεν ἁμαρτίαν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἀλλ’ ἦν ὁ λόγος ἅγιος θεότητί τε καὶ ἀνθρωπότητι. πτηνοῖς γε μὴν παρεικάζεται διὰ τὸ οἷον ὑψοῦ τε εἶναι τῆς γῆς καὶ ἄνωθεν· ἐξ οὐρανοῦ
5γὰρ ἄνθρωπος ὁ Χριστός, καίτοι τεκούσης τὴν σάρκα τῆς ἁγίας παρθένου. πῶς οὖν ἄνωθεν καὶ ἐξ οὐρανοῦ; ὁ γὰρ ἄνωθεν καὶ ἐκ πατρὸς θεὸς λόγος τὴν ἀπὸ τῆς ἁγίας παρ‐ θένου σάρκα λαβὼν ἰδίαν τ’ αὐτὴν ἀποφήνας, ὡς ἄνωθεν αὐτὴν καὶ ἐξ οὐρανοῦ κατακομίσας ἔφασκεν· οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ κατα‐ βὰς ὁ υἱὸς τοῦ ἀνθρώπου. προσνέμει γὰρ ἀεί πως τὰ ἴδια τῆι ἑαυτοῦ σαρκί,
10ἑνωθεὶς δὲ ἅπαξ ὡς εἷς λελόγισται πρὸς αὐτήν. πλὴν ὅρα σφαζομένου τοῦ ἑνὸς ὀρνιθίου βαπτιζόμενον μὲν τὸ ἕτερον ἐν τῶι αἵματι αὐτοῦ, πλὴν οὐ τεθνηκός. καὶ τί δὴ τοῦτ’ ἐστίν; ἔζη γὰρ ὁ λόγος, καὶ ἀποθανούσης αὐτοῦ τῆς σαρκός, καὶ κοινωνὸς ἦν τοῦ πάθους δι’ οἰκειότητά τε καὶ ἕνωσιν τὴν πρὸς αὐτήν. οὐκοῦν ὁ αὐτὸς ζῆι μὲν ὡς θεός, ὥσπερ δὲ ἴδιον ἐποίει τὸ σῶμα, οὕτως εἰς ἑαυτὸν ἐδέχετο κατ’ οἰκείωσιν καὶ τὰ τοῦ σώματος
15πάθη, πάσχων αὐτὸς οὐδὲν εἰς ἰδίαν φύσιν. χρήσιμον οὖν ἄρα καὶ ἀναγκαῖον εἰς ὄνησιν, εἰ ἐπὶ Χριστῶι λαμβάνοιτο πρὸς ἡμῶν τὸ κατ’ ἄλλο καὶ ἄλλο ταττόμενον μὲν ἐφ’ ἑνὸς καὶ τοῦ αὐτοῦ, διατέμνεσθαί γε μὴν εἰς δύο μὴ συγχωροῦν [υἱούς].
ριβ Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν Σχολίων [p. 210, 24]· Πῶς οὖν ὁ αὐτὸς καὶ γέννησιν ὑπομένει καὶ καλεῖ πρὸς ὕπαρξιν; κατ’ ἄλλο καὶ ἄλλο.
20ριγ Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν Σχολίων [p. 210, 24—30]· Ἐγεννήθη μὲν γὰρ καθὸ νοεῖται καθ’ ἡμᾶς ἄνθρωπος, καλεῖ δὲ πρὸς ὕπαρξιν τὰ οὐκ ὄντα ποτὲ καθὸ φύσει θεός ἐστι. γέγραπται [γὰρ] περὶ αὐτοῦ· τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο [πνεύματι] πληρούμενον σοφίαι καὶ χάριτι. καίτοι κατὰ φύσιν παντέλειός ἐστιν ὡς θεὸς καὶ ἐξ ἰδίου πληρώματος διανέμει τοῖς ἁγίοις τὰ πνευματικὰ καὶ αὐτός ἐστιν ἡ σοφία καὶ τῆς
25χάριτος ὁ δοτήρ. πῶς οὖν αὔξει τὸ παιδίον καὶ πληροῦται σοφίας καὶ χάριτος; κατ’ ἄλλο καὶ ἄλλο.
ριδ Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν Σχολίων [p. 210, 30—36]· Ὁ αὐτὸς γὰρ ὡς ἄνθρωπος ὁμοῦ καὶ θεὸς οἰκειοῦται μὲν τὰ ἀνθρώπινα διὰ τὴν ἕνωσιν, ἔστι δὲ παντέλειος καὶ σοφίας καὶ χάριτος δοτὴρ ὡς θεός. κεχρημάτικε πρωτότοκος καὶ μονογενής. ἀλλ’ εἴπερ τις
30ἕλοιτο τὴν τῶν λέξεων περιεργάζεσθαι δύναμιν, ὁ πρωτότοκος εἴη ἂν ἐν πολλοῖς ἀδελφοῖς πρωτότοκος, ὁ δὲ μονογενὴς ὡς μόνος οὐκέτι πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς. ἀλλ’ ἔστιν ὁ αὐτὸς τοῦτό τε κἀκεῖνο. πῶς οὖν ἄρα; κατ’ ἄλλο καὶ ἄλλο.
ριε Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν Σχολίων [p. 210, 36—211, 4]· Πρωτότοκος μὲν ὡς ἐν πολλοῖς ἀδελφοῖς διὰ τὸ ἀνθρώπινον, μονογενὴς δὲ πάλιν ὁ αὐτὸς ὡς μόνος ἐκ μόνου
35γεγεννημένος τοῦ θεοῦ καὶ πατρός. ἡγιάσθαι λέγεται διὰ τοῦ πνεύματος καὶ μὴν καὶ ἁγιάζειν τοὺς προσιόντας αὐτῶι· ἐβαπτίσθη κατὰ τὴν σάρκα καὶ ἐβάπτιζεν ἐν ἁγίωι πνεύματι. πῶς οὖν ὁ αὐτὸς ἁγιάζει τε καὶ ἁγιάζεται, βαπτίζει καὶ βαπτίζεται; 〈πάλιν〉 κατ’ ἄλλο καὶ ἄλλο.
ριϛ Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν Σχολίων [p. 211, 4—7]· Ἁγιάζεται γὰρ ἀνθρωπίνως καὶ οὕτω βαπτίζεται, ἁγιάζει δὲ θεικῶς, βαπτίζει δὲ καὶ ἐν ἁγίωι πνεύματι. αὐτὸς ἐγείρων
40τοὺς νεκροὺς ἐκ νεκρῶν ἐγήγερται καὶ ζωὴ κατὰ φύσιν ὑπάρχων ζωοποιεῖσθαι λέγεται.
καὶ πῶς τοῦτο; πάλιν κατ’ ἄλλο καὶ ἄλλο.229

1,5,1

230

ριζ Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν Σχολίων [p. 211, 8—10]· Ὁ γὰρ αὐτὸς ἐγήγερται μὲν ἐκ νεκρῶν ζωοποιεῖσθαί τε λέγεται κατὰ σάρκα, ζωοποιεῖ δὲ καὶ ἀνίστησι τοὺς νεκροὺς ὡς θεός. πάσχει καὶ οὐ πάσχει κατ’ ἄλλο καὶ ἄλλο.
ριη Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν Σχολίων [p. 211, 10—14]· Πάσχει μὲν γὰρ ἀνθρωπίνως
5σαρκὶ καθὸ ἄνθρωπος, ἀπαθὴς δέ ἐστι θεικῶς ὡς θεός. προσκεκύνηκε μεθ’ ἡμῶν· ὑμεῖς γάρ φησι, προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν. ἀλλ’ ἐστὶ καὶ προσκυνητός· κάμπτει γὰρ αὐτῶι πᾶν γόνυ. καὶ τοῦτο δὴ πάλιν κατ’ ἄλλο καὶ ἄλλο.
ριθ Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν Σχολίων [p. 211, 14—20]· Προσκυνεῖ μὲν γὰρ ὡς τὴν
10προσκυνοῦσαν φύσιν λαβών, προσκυνεῖται δὲ πάλιν ὁ αὐτὸς ὡς τῆς προσκυνούσης φύσεως ὑπάρχων ἐπέκεινα καθὸ νοεῖται θεός. τὴν δέ γε προσκύνησιν οὐ διαιρετέον εἰς ἄνθρω‐ πον ἰδικῶς καὶ εἰς θεὸν ἰδικῶς οὔτε μὴν ὡς θεῶι συνημμένον ὡς ἐν ἰσότητι τῆς ἀξίας, διηιρημένων τῶν ὑποστάσεων, συμπροσκυνεῖσθαι φαμὲν ἄνθρωπον αὐτῶι· δυσσεβείας γὰρ τῆς ἀνωτάτω τὸ χρῆμα μεμέστωται. ἀλλ’ ἕνα προσκυνητέον ἐνανθρωπήσαντά τε καὶ
15σεσαρκωμένον τὸν τοῦ θεοῦ λόγον μετὰ τοῦ πιστεύειν ὅτι τὸ ἑνωθὲν αὐτῶι σῶμα ψυχῆι τῆι καθ’ ἡμᾶς ἐψύχωτο λογικῆι. Τοῦ μακαρίου Κυρίλλου ἐκ τῶν Σχολίων· Ὅτι καὶ πρὸς ἕνωσιν ἀληθινὴν συνενεχθέντος τοῦ λόγου πρὸς τὸ ἀνθρώπι‐ νον, ἀσύγχυτα μεμενήκασι τὰ ἡνωμένα [p. 190, 15. 16].
20 Ἐγήγερται—τοῦ εἶναι ξύλον [p. 226, 40—227, 14]. ὅτι δὲ ἡ κιβωτὸς εἰς τύπον παραλαμβάνεται τοῦ Χριστοῦ, διὰ πολλῶν ἄν τις πιστώσαιτο λόγων. προεβάδιζεν γὰρ τῶν ἐξ Ἰσραήλ, ζητοῦσα αὐτοῖς ἀνάπαυσιν. ἔφη δέ που καὶ ὁ Χριστός· πορεύσομαι καὶ ἑτοιμάσω τόπον ὑμῖν [p. 190, 30—32]. Ἐκ τῶν κατὰ κεφάλαιον Σχολίων [p. 208, 30—32]· Θεὸς γὰρ ὢν κατὰ φύσιν
25ὁ λόγος ἐν ὁμοιώματι ἀνθρώπων γέγονεν, εὑρέθη δὲ καὶ σχήματι ὡς ἄνθρωπος, ἵνα ὑπάρχων εἷς ἐν ταυτῶι νοῆται τὸ συναμφότερον, οὔτε ψιλὸς ἄνθρωπος οὔτε μὴν ἀνθρω‐ πότητος δίχα καὶ σαρκὸς λόγος. Ὁ μέντοι θειότατος Κύριλλος ἐν τῶι τετάρτωι τῶν ἑαυτοῦ Σχολίων [p. 186, 30. 31]
οὕτως ἐδίδαξεν· Καταβῆναι δέ φαμεν ἐξ οὐρανοῦ τὸν υἱὸν τοῦ ἀνθρώπου καθ’ ἕνωσιν230

1,5,1

231

οἰκονομικήν, τοῦ λόγου προσνέμοντος τῆι ἰδίαι σαρκὶ τῆς ἑαυτοῦ δόξης καὶ θεοπρεποῦς ὑπεροχῆς τὰ αὐχήματα. Pitra, Spicil. Solesm. I 364 Τοῦ αὐτοῦ· Κατὰ τί εἴρηται ἄνθρωπος ὁ τοῦ θεοῦ λόγος [p. 186, 15]
5 Ἄνθρωπος—λόγον [p. 226, 26—29]. πλὴν μεμένηκε καὶ ἐν ἀνθρωπότητι θεὸς καὶ τῶν ὅλων κύριος ὡς φύσει τε καὶ ἀληθῶς γεγεννημένος ἐκ τοῦ θεοῦ καὶ πατρός [p. 186, 18. 19]. ibid. Τοῦ αὐτοῦ· Πῶς δεῖ νοεῖν ὅτι ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν καὶ τίνα τρόπον ἀποστέλλεται θεὸς ὢν ὁ λόγος καὶ πῶς ἴδιον αὐτοῦ τὸ σῶμα λέγεται
10 Ὅταν—υἱὸς ἀνθρώπου [p. 202, 1—3. 228, 3—7]. Monac. 37 f. 90u ad Ioh. 3, 14. 15 [p. 196, 19—23] Ὅνπερ γὰρ τρόπον ὁ ἐκ χαλ‐ κοῦ γεγονὼς ὄφις σωτηρίας πρόφασις τοῖς κινδυνεύουσιν ἦν (ἐσώιζοντο γὰρ ἐνορῶντες αὐτῶι), οὕτω καὶ ὁ κύριος τοῖς ὁρῶσιν αὐτὸν ἐν ὁμοιώματι μὲν τῶν πονηρῶν καθὸ γέ‐ γονεν ἄνθρωπος, οὐκ ἠγνοηκόσι γε μὴν ὅτι θεός ἐστι ζωοποιός, πρόξενος ἔσται ζωῆς καὶ
15τοῦ διαφεύγειν δύνασθαι τὰ πικρά τε καὶ ἰοβόλα θηρία, φημὶ δὴ τὰς ἀντικειμένας δυνάμεις. ibid. f. 20u ad Ioh. 1, 14 [p. 202, 14—22] Πῶς οὖν γέγονε σὰρξ ὁ λόγος, ἰδεῖν ἀναγκαῖον. ἡ θεία γραφὴ πλειστάκις σάρκα τὸν ἄνθρωπον ὀνομάζει καὶ ὡς ἐκ μέρους λαβοῦσα τὴν τοῦ παντὸς ζώιου ποιεῖται δήλωσιν, οὐδὲν δὲ ἧττον καὶ ἀπὸ μόνης ψυχῆς ἔσθ’ ὅτε τοῦτο δρᾶι. γέγραπται γοῦν ὅτι καὶ ὄψεται πᾶσα σὰρξ τὸ σω‐
20τήριον τοῦ θεοῦ καὶ μὴν καὶ ὁ θεσπέσιος Παῦλος οὐ προσανεθέμην, φησί, σαρκὶ καὶ αἵματι. προσπεφωνήκει δὲ τοῖς ἐξ Ἰσραὴλ καὶ ὁ ἱεροφάντης Μωσῆς ἐν ἑβδο‐ μήκοντα καὶ πέντε ψυχαῖς κατέβησαν οἱ πατέρες σου εἰς Αἴγυπτον, καὶ οὐ δήπου φαίη τις ἂν ὅτι γυμναὶ καὶ ἄσαρκοι ψυχαὶ τὴν εἰς Αἴγυπτον ἐποιοῦντο κάθοδον· ἀλλ’ οὐδ’ ἂν ἀψύχοις σώμασι καὶ μόναις σαρξὶν ἐπεδαψιλεύσατο θεὸς τὸ ἑαυτοῦ σωτήριον.
25ὅταν τοίνυν—κοινωνίαν τε καὶ ἕνωσιν [p. 228, 3—10], ὡς ἤδη πως δοκεῖν οὐχ ἑτέραν εἶναι παρ’ αὐτὸ διά τοι τὸ κατὰ σύνθεσιν 〈ἓν〉 ἐξ ἀμφοῖν ἀποτελεῖσθαι ζῶιον, πλὴν μενούσης αὐτῆς ἐν ἰδίαι φύσει. οὐκοῦν οὐ κατὰ μετάστασιν—μᾶλλον ἕτερον ἐν ἑτέρωι p. 228,
11—24.231