TLG 5000 001 :: CONCILIA OECUMENICA (ACO) :: Concilium universale Ephesenum anno 431

CONCILIA OECUMENICA (ACO)
(Varia)

Concilium universale Ephesenum anno 431

Source: Schwartz, E. (ed.), Acta conciliorum oecumenicorum, vol. 1.1.1–1.1.7. Berlin: De Gruyter, 1.1.1–1.1.3:1927; 1.1.4:1928; 1.1.5:1927; 1.1.6:1928; 1.1.7:1929 (repr. 1.1.1:1965; 1.1.6:1960; 1.1.7:1962): 1.1.1:3–121; 1.1.2:3–104; 1.1.3:3–101; 1.1.4:3–67; 1.1.5:3–136; 1.1.6:3–162; 1.1.7:3–167, 171–174.

Citation: Tome+volume+part — page — (line)

1,1,1

3

Τάδε ἔνεστι τῆιδε τῆι βίβλωι Τὰ πρὸ τῆς τρίτης συνόδου κατὰ Νεστορίου παρακολουθήσαντα κεφάλαια α Τοῦ ἁγίου Κυρίλλου ἐπιστολὴ πρὸς τοὺς μονάζοντας: — β Τοῦ αὐτοῦ πρὸς Νεστόριον ἐπιστολή: —
5γ Νεστορίου ἐπιστολὴ πρὸς Κύριλλον: — δ Κυρίλλου πρὸς Νεστόριον ἐπιστολή: — ε Νεστορίου ἐπιστολὴ πρὸς Κύριλλον: — ϛ Κυρίλλου πρὸς Νεστόριον ἐπιστολή, ἐν ἧι καὶ οἱ ἀναθεματισμοὶ ἤτοι τὰ κεφάλαια: — ζ Τοῦ αὐτοῦ προσφωνητικὸς πρὸς τὸν εὐσεβέστατον βασιλέα Θεοδόσιον περὶ τῆς ὀρθῆς
10πίστεως: — η Θεοδόσιος ἔνδοξος θριαμβευτὴς ἀεὶ αὔγουστος Κυρίλλωι ἐπισκόπωι: — θ Ἐπιστολὴ Κελεστίνου ἐπισκόπου Ῥώμης πρὸς τὸν ἅγιον Κύριλλον: — ι Ἐπιστολὴ τοῦ αὐτοῦ πρὸς Νεστόριον: — ια Κελεστῖνος ἐπισκόποις πρεσβυτέροις διακόνοις κλήρωι θεοῦ δούλοις καὶ καθολικῶι
15λαῶι διάγουσιν ἐν Κωνσταντινουπόλει: — ιβ Ἐπιστολὴ τοῦ αὐτοῦ Κελεστίνου πρὸς Ἰωάννην ἐπίσκοπον Ἀντιοχείας: — ιγ Ἐπιστολὴ τοῦ ἁγίου Κυρίλλου πρὸς τὸν αὐτὸν Ἰωάννην ἐπίσκοπον Ἀντιοχείας: — ιδ Ἀντίγραφον ἐπιστολῆς γραφείσης παρὰ Ἰωάννου ἐπισκόπου Ἀντιοχείας πρὸς Νε‐ στόριον: —
20ιε Ἐπιστολὴ Κυρίλλου πρὸς Ἰουβενάλιον ἐπίσκοπον Ἱεροσολύμων: — ιϛ Ἐπιστολὴ Κυρίλλου πρὸς Ἀκάκιον: — ιζ Ἐπιστολὴ Ἀκακίου πρὸς Κύριλλον: — ιη Διαμαρτυρία προτεθεῖσα ἐν δημοσίοις κατὰ τῶν κληρικῶν Κωνσταντινουπόλεως καὶ κατὰ ἐκκλησίαν ἐμφανισθεῖσα ὡς ὅτι ὁμόφρων ἐστὶ Νεστόριος Παύλου τοῦ Σαμοσα‐
25τέως τοῦ ἀναθεματισθέντος πρὸ ἐτῶν ρξ ἀπὸ τῶν ὀρθοδόξων ἐπισκόπων: — ιθ Ὁμιλία Πρόκλου ἐπισκόπου Κυζίκου λεχθεῖσα καθεζομένου Νεστορίου ἐν τῆι μεγάληι ἐκκλησίαι Κωνσταντινουπόλεως: — κ Κυρίλλου πρός τινα ζηλωτὴν περὶ Νεστορίου: — κα Τοῦ αὐτοῦ πρὸς τοὺς ἐγγράφως αὐτὸν αἰτιασαμένους ὅτιπερ οὐ σεσιώπηκεν ἐξ ἀκοῆς
30μαθὼν ἕρπειν ἐπὶ τὸ χεῖρον τὴν δυσσεβῆ τοῦ Νεστορίου διδασκαλίαν: —

1,1,1

4

κβ Τοῦ αὐτοῦ: — κγ Ἴσον σάκρας γραφείσης πρὸς Ἀκάκιον τὸν τῆς Βεροιαίων καὶ Συμεῶνα τὸν ἐν Ἀντιοχείαι ἀναχωρητὴν καὶ ἄλλαις ἐπαρχίαις ἰδίαι ἑκάστωι: — κδ Τοῦ ἁγίου Κυρίλλου ἐπιστολὴ γραφεῖσα πρὸς τὸν κλῆρον καὶ τὸν λαὸν Κωνσταντινου‐
5πόλεως: — κε Θεῖον γράμμα ἀποσταλὲν ἐν Ἀλεξανδρείαι Κυρίλλωι ἐπισκόπωι καὶ τοῖς κατὰ χώραν τῶν μητροπόλεων ἐπισκόποις: — κϛ Πρὸ τῆς συνόδου ἐπιστολὴ Κυρίλλου πρὸς τοὺς ἐν Ἀλεξανδρείαι, ἀπὸ Ῥόδου: — κζ Τοῦ αὐτοῦ ἐπιστολὴ δευτέρα, ἀπὸ Ἐφέσου: —
10κη Τοῦ αὐτοῦ ἐπιστολὴ τρίτη, περὶ τῆς συνόδου: — κθ Τοῦ αὐτοῦ ἐπιστολὴ τετάρτη, περὶ τῆς καθαιρέσεως Νεστορίου: — λ Ἐπιστολὴ Ἰωάννου Ἀντιοχείας πρὸς Κύριλλον: — λα Πάντων συνεδρευσάντων ἐν Ἐφέσωι, ἀπεστάλη ἐν Ἐφέσωι τὸ ἑξῆς θεῖον γράμμα: — λβ Καὶ μετὰ τὸ ἀναγνωσθῆναι ἐν Ἐφέσωι τοῦτο αὐτὸ τὸ προγεγραμμένον θεῖον γράμμα
15πράττεται παρὰ τῶν ἁγίων πατέρων καὶ ἐπισκόπων τὰ τῆι ὑποθέσει ἡρμοσμένα: — λγ Αἱ ὀνομασίαι τῶν ἐν τῆι συνόδωι ἐπισκόπων καὶ τῶν πόλεων αὐτῶν: — λδ Διδασκαλία Πέτρου πρεσβυτέρου Ἀλεξανδρείας καὶ νοταρίου περὶ τῶν Νεστορίου ὁμιλιῶν: — λε Διαλαλιὰ Ἰουβεναλίου ἐπισκόπου Ἱεροσολύμων περὶ τῆς ἀναγνώσεως τοῦ θείου γράμ‐
20ματος τοῦ πρὸς ἕκαστον μητροπολίτην ἀποσταλέντος: — λϛ Αἴτησις Φίρμου ἐπισκόπου Καισαρείας Καππαδοκίας καὶ κατάθεσις Μέμνονος ἐπισκόπου Ἐφέσου περὶ τοῦ ποιῆσαι τοὺς ἐπισκόπους ἡμέρας δέκα καὶ ἓξ ἐν Ἐφέσωι μετὰ τὴν ὁρισθεῖσαν προθεσμίαν, καὶ τότε συνήδρευσαν: — λζ Διαλαλιὰ Θεοδότου ἐπισκόπου Ἀγκύρας περὶ τοῦ παραγενέσθαι Νεστόριον ἐν τῆι
25συνόδωι: — λη Καταθέσεις τῶν ἐπισκόπων τῶν ἀποσταλέντων πρὸς Νεστόριον: — λθ Διαλαλιὰ Φλαβιανοῦ ἐπισκόπου Φιλίππων περὶ τοῦ κληθῆναι Νεστόριον ἐκ δευτέρου: — μ Καταθέσεις τῶν ἀποσταλέντων ἐπισκόπων ἐν τῆι δευτέραι κλήσει Νεστορίου: — μα Διαλαλιὰ Φλαβιανοῦ περὶ τρίτης κλήσεως: —
30μβ Καταθέσεις τῶν ἐν τῆι τρίτηι κλήσει ἀποσταλέντων ἐπισκόπων: — μγ Διαλαλιὰ Ἰουβεναλίου ἐπισκόπου Ἱεροσολύμων περὶ τῶν τριῶν Νεστορίου κλήσεων καὶ περὶ τῆς ἀναγνώσεως τοῦ συμβόλου: — μδ Διδασκαλία Πέτρου πρεσβυτέρου καὶ νοταρίου καὶ διαλαλιὰ Ἀκακίου ἐπισκόπου Μελιτη‐ νῆς περὶ τῆς δευτέρας Κυρίλλου πρὸς Νεστόριον ἐπιστολῆς: —
35με Καταθέσεις πάντων τῶν ἐπισκόπων περὶ τῆς αὐτῆς ἐπιστολῆς: — μϛ Διαλαλιὰ Παλλαδίου ἐπισκόπου Ἀμασείας περὶ τῆς ἀναγνώσεως τῆς Νεστορίου πρὸς
Κύριλλον ἐπιστολῆς: —

1,1,1

5

μζ Καταθέσεις πάντων τῶν ἐπισκόπων περὶ τῆς αὐτῆς ἐπιστολῆς: — μη Αἱ τῶν ἐπισκόπων ἐκβοήσεις κατὰ Νεστορίου: — μθ Διαλαλιὰ Ἰουβεναλίου ἐπισκόπου Ἱεροσολύμων περὶ τῆς ἀναγνώσεως τῆς ἐπιστολῆς Κελεστίνου ἐπισκόπου Ῥώμης: —
5ν Καταθέσεις τῶν ἐπισκόπων ἀποδεδωκότων Νεστορίωι τὰς ἐπιστολάς: — να Διδασκαλία Φείδου ἐπισκόπου Ἰόππης περὶ ὧν καὶ ἐν Ἐφέσωι Νεστόριος ἐδυσφήμη‐ σεν: — νβ Διαλαλιὰ Κυρίλλου ἐπισκόπου Ἀλεξανδρείας περὶ τῶν αὐτῶν δυσφημιῶν: — νγ Καταθέσεις Θεοδότου ἐπισκόπου Ἀγκύρας καὶ Ἀκακίου ἐπισκόπου Μελιτηνῆς: —
10νδ Διδασκαλία Πέτρου πρεσβυτέρου καὶ νοταρίου περὶ τῶν χρήσεων τῶν ἁγίων πατέρων: — νε Ὅτε Χαρίσιος προσῆλθε τῆι συνόδωι κατὰ τῶν τεσσαρεσκαιδεκατιτῶν: — νϛ Οἱ ἐπιδοθέντες λίβελλοι παρὰ Χαρισίου πρεσβυτέρου: — νζ Ἴσον ἐκθέσεως τοῦ παραπλασθέντος συμβόλου: — νη Αἱ ὑπογραφαὶ τῶν μεταθεμένων ἀπὸ τῶν τεσσαρεσκαιδεκατιτῶν καὶ ὑπογραψάντων εἰς
15αὐτό: — νθ Ὅρος τῆς συνόδου περὶ τοῦ μηδενὶ ἐξεῖναι πίστιν ἑτέραν ἐκτίθεσθαι παρὰ τὸ ἅγιον σύμβολον: — ξ Διδασκαλία Πέτρου πρεσβυτέρου καὶ νοταρίου καὶ διαλαλιὰ Φλαβιανοῦ ἐπισκόπου Φιλίππων περὶ τῆς ἀναγνώσεως τῶν Νεστορίου λόγων: —
20ξα Διδασκαλία Πέτρου πρεσβυτέρου καὶ νοταρίου περὶ τῆς σταλείσης ἐπιστολῆς ἀπὸ Καρ‐ θαγένης παρὰ Καπραιόλου ἐπισκόπου: — ξβ Ἀπόφασις τῆς συνόδου κατὰ Νεστορίου καὶ ὑπογραφαὶ τῶν ἐπισκόπων: — ξγ Καθαίρεσις: — ξδ Τῆι ἑξῆς τοῦ καθαιρεθῆναι τὸν αὐτὸν Νεστόριον ἀπεστάλη αὐτῶι τοῦτο τὸ ἐπίσταλμα
25παρὰ τῆς ἁγίας συνόδου: — ξε Ἐπιστολὴ πεμφθεῖσα πρὸς τοὺς κληρικοὺς καὶ οἰκονόμους τῆς ἐκκλησίας Κωνσταντι‐ νουπόλεως ἐν αὐτῆι τῆι ἡμέραι ἐν ἧι αὐτῶι Νεστορίωι ἀπεστάλη: — ξϛ Τῶν εὑρεθέντων ἐν Κωνσταντινουπόλει ἐπισκόπων ὑπομνηστικόν: — ξζ Ἡ σταλεῖσα ἐπιστολὴ τοῦ ἁγίου Κυρίλλου Κομαρίωι καὶ Ποτάμωνι ἐπισκόποις καὶ τῶι
30ἀρχιμανδρίτηι Δαλματίωι καὶ Τιμοθέωι καὶ Εὐλογίωι: — ξη Κυρίλλου ἐπιστολὴ γραφεῖσα ἀπὸ Ἐφέσου πρὸς τοὺς πατέρας τῶν μοναζόντων: — ξθ Συνοδικὴ ἐπιστολὴ πρὸς τὸν κλῆρον καὶ τὸν λαόν: — ο Ὁμιλία Ῥηγίνου ἐπισκόπου Κύπρου λεχθεῖσα ἐν Ἐφέσωι μετὰ τὴν καθαίρεσιν Νεστορίου: — οα Ὁμιλία Θεοδότου ἐπισκόπου Ἀγκύρας λεχθεῖσα ἐν Ἐφέσωι: —
35οβ Τοῦ αὐτοῦ εἰς τὴν γένναν τοῦ σωτῆρος ἀναγνωσθεῖσα ἐν τῆι συνόδωι ἐπὶ τοῦ ἐπι‐ σκόπου Κυρίλλου: — ογ Τοῦ αὐτοῦ λεχθεῖσα ἐν τῆι ἡμέραι τῆς γεννήσεως τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ·
ὑπανεγνώσθη δὲ καὶ αὐτὴ ἐν τῆι αὐτῆι συνόδωι: —

1,1,1

6

οδ Ἀκακίου ἐπισκόπου Μελιτηνῆς ὁμιλία λεχθεῖσα ἐν Ἐφέσωι: — οε Ὁμιλία Κυρίλλου ἐπισκόπου Ἀλεξανδρείας λεχθεῖσα ἐν Ἐφέσωι συνάξεων ἐπιτελουμέ‐ νων καθαιρεθέντος Νεστορίου: — οϛ Τοῦ αὐτοῦ ὁμιλία λεχθεῖσα ἐν ἡμέραι τοῦ ἁγίου Ἰωάννου τοῦ εὐαγγελιστοῦ: —
5οζ Τοῦ αὐτοῦ ἐν Ἐφέσωι ὁμιλία ὡραία πάνυ: οη Τοῦ αὐτοῦ κατὰ Ἰωάννου τοῦ Ἀντιοχείας: — οθ Τοῦ αὐτοῦ πρὶν συσχεθῆναι παρὰ τοῦ κόμητος καὶ ὑπὸ στρατιωτῶν φυλαχθῆναι: — π Τοῦ αὐτοῦ πρὸς Νεστόριον, ἡνίκα κατῆλθον οἱ ἑπτὰ εἰς τὴν ἁγίαν Μαρίαν: — πα Ἀναφορὰ πρὸς τοὺς εὐσεβεστάτους βασιλεῖς περὶ τῆς καθαιρέσεως Νεστορίου: —
10πβ Ἀναφορὰ πρὸς Κελεστῖνον ἐπίσκοπον Ῥώμης: — πγ Ἴσον βασιλικοῦ γράμματος ἀποσταλέντος ἐν Ἐφέσωι πρὸς τὴν ἁγίαν σύνοδον διὰ Παλλαδίου μαγιστριανοῦ: — πδ Ἴσον ἀναφορᾶς τῆς ἁγίας συνόδου σταλείσης διὰ Παλλαδίου μαγιστριανοῦ Καλανδῶν Ἰουλίων Ἐπιφὶ ζ ἰνδ. ιε: —
15πε Ἴσον ἐπιστολῆς γραφείσης παρὰ τῆς ἁγίας συνόδου πρὸς τὸν κλῆρον καὶ τὸν λαὸν Κωνσταντινουπόλεως: — πϛ Ἴσον ἐπιστολῆς γραφείσης παρὰ τοῦ κλήρου Κωνσταντινουπόλεως πρὸς τὴν ἁγίαν σύνοδον: — πζ Λίβελλοι ἐπιδοθέντες παρὰ τῶν ἁγιωτάτων ἐπισκόπων Κυρίλλου καὶ Μέμνονος: —
20πη Διαλαλιὰ Ἰουβεναλίου ἐπισκόπου Ἱεροσολύμων περὶ τῆς ἀναγνώσεως τῶν αὐτῶν λιβέλλων: — πθ Καταθέσεις τῶν ἐπισκόπων τῶν ἀποσταλέντων παρὰ τῆς συνόδου πρὸς Ἰωάννην Ἀντιοχείας: — Ϟ Διαλαλιὰ τῆς συνόδου ἀνατρέπουσα τὰ πεπραγμένα παρὰ Ἰωάννου κατὰ Κυρίλλου καὶ
25Μέμνονος: — Ϟα Ἐπιστολὴ ἀποσταλεῖσα παρὰ τῆς συνόδου τοῖς καθ’ ἑκάστην ἐπαρχίαν τε καὶ πόλιν ἐπισκόποις πρεσβυτέροις διακόνοις καὶ παντὶ τῶι λαῶι: — Ϟβ Ἴσον ἀναφορᾶς τῆς συνόδου πρὸς τοὺς βασιλεῖς: — Ϟγ Ἴσον σάκρας ἀποσταλείσης διὰ Ἰωάννου τοῦ κόμητος τῶν σάκρων τῆι συνόδωι: —
30Ϟδ Ἴσον ἀναφορᾶς τῆς ἁγίας συνόδου πρὸς τὴν σάκραν τὴν ἀναγνωσθεῖσαν παρὰ Ἰω‐ άννου κόμητος τῶν σάκρων: — Ϟε Ἐντολιμαῖον γράμμα πρὸς τοὺς ζ ὥστε ἐν Κωνσταντινουπόλει δικάσασθαι πρὸς Ἰω‐ άννην ἐπίσκοπον Ἀντιοχείας: —
Ϟϛ Ἴσον ἐντολικοῦ: —

1,1,1

7

Ϟζ Ἐπιστολὴ γραφεῖσα παρὰ τοῦ αὐτοῦ Ἰωάννου καὶ τῶν σὺν αὐτῶι πρὸς Ῥοῦφον ἐπί‐ σκοπον Θεσσαλονίκης: — Ϟη Ἴσον ἐπιστολῆς γραφείσης τῆι ἐν Ἐφέσωι ἁγίαι συνόδωι παρὰ τῶν εὑρεθέντων ἐν Κων‐ σταντινουπόλει ἐπισκόπων: —
5Ϟθ Ἀντίγραμμα τῆς προτεταγμένης ἐπιστολῆς παρὰ τῆς συνόδου: — ρ Ἴσον ἐπιστολῆς Κυρίλλου ἐπισκόπου Ἀλεξανδρείας πρὸς τὸν κλῆρον Κωνσταντινου‐ πόλεως: — ρα Ἴσον ἐπιστολῆς Μέμνονος ἐπισκόπου Ἐφέσου πρὸς τὸν κλῆρον Κωνσταντινουπόλεως: — ρβ Ἀναφορὰ πρὸς τοὺς βασιλεῖς περὶ τῆς ὑπογραφῆς παρὰ τῆς συνόδου: —
10ργ Δέησις παρὰ τοῦ κλήρου Κωνσταντινουπόλεως πρὸς τὸν εὐσεβέστατον βασιλέα: — ρδ Ἐπιστολὴ Κυρίλλου πρὸς Θεόπεμπτον Ποτάμωνα καὶ Δανιὴλ ἐπισκόπους: — ρε Συνοδικὴ ἐπιστολὴ πρὸς τὸν κλῆρον Κωνσταντινουπόλεως: — ρϛ Ἴσον ὑπομνήματος πραχθέντος ἐπὶ τῆι παρουσίαι τῶν ἀπὸ Ῥώμης ἐλθόντων ἐπισκόπων καὶ πρεσβυτέρων: —
15ρζ Ἴσον ἀναφορᾶς πρὸς τοὺς εὐσεβεστάτους βασιλεῖς περὶ τῶν ἀπὸ Ῥώμης ἐπισκόπων τε καὶ πρεσβυτέρων διὰ τοῦ διακόνου Εὐτυχίου: — ρη Ἀντίγραφον ἀναφορᾶς παρὰ τῆς συνόδου διὰ Ἰουβεναλίου Φίρμου Φλαβιανοῦ Ἀρκα‐ δίου Ἀκακίου Θεοδότου Εὐοπτίου ἐπισκόπων καὶ Φιλίππου πρεσβυτέρου: — ρθ Βασιλικὸν θέσπισμα τὸ δημεῦον καὶ ἐξορίζον Νεστόριον: —
20ρι Ἀντίγραφον ἑρμηνείας βασιλικοῦ θεσπίσματος γραφέντος πρὸς Ἰσίδωρον ἔπαρχον πραι‐ τωρίων καὶ ὕπατον περὶ τῆς ἐξορίας Νεστορίου: — ρια Ἀντίγραφον θείου νόμου: — ριβ Διάταξις τῶν ἐπάρχων: — ριγ Ἐπιστολὴ συνοδικὴ γραφεῖσα ἀπὸ Κωνσταντινουπόλεως: —
25ριδ Ἐπιστολὴ γραφεῖσα παρὰ τοῦ γενομένου ἐπισκόπου Κωνσταντινουπόλεως Μαξιμιανοῦ πρὸς Κύριλλον ἀρχιεπίσκοπον Ἀλεξανδρείας: — ριε Ἐπιστολὴ Κυρίλλου πρὸς Μαξιμιανὸν ἐπίσκοπον Κωνσταντινουπόλεως: — ριϛ Ἐπιστολὴ Ἀλυπίου πρεσβυτέρου τῶν ἀποστόλων πρὸς Κύριλλον: — ριζ Κύριλλος Ἀλυπίωι πρεσβυτέρωι: —
30ριη Κυρίλλου ἀπολογητικὸς πρὸς τὸν βασιλέα Θεοδόσιον: — ριθ Τοῦ αὐτοῦ πρὸς Οὐαλεριανὸν ἐπίσκοπον κατὰ τῶν τὰ Νεστορίου φρονούντων: — ρκ Ἴσον θείου γράμματος ἀποσταλέντος δι’ Ἀριστολάου τριβούνου καὶ νοταρίου Ἰωάννηι ἐπισκόπωι Ἀντιοχείας περὶ τῆς εἰρήνης καὶ ἑνώσεως τῶν ἐκκλησιῶν: — ρκα Θεῖον γράμμα ἀποσταλὲν πρὸς Ἀκάκιον ἐπίσκοπον Βεροίας: —
35ρκβ Λίβελλος ἐπιδοθεὶς τῶι ἀρχιεπισκόπωι Κυρίλλωι παρὰ Παύλου ἐπισκόπου Ἐμέσης τοῦ ἀποσταλέντος παρὰ Ἰωάννου τοῦ Ἀντιοχείας ἐπισκόπου: —
ρκγ Ἐπιστολὴ Ἰωάννου ἐπισκόπου Ἀντιοχείας πρὸς Κύριλλον: —

1,1,1

8

ρκδ Ὁμιλία Παύλου ἐπισκόπου Ἐμέσης λεχθεῖσα Χοιὰκ εἰκοστῆι ἐνάτηι ἐν τῆι μεγάληι ἐκκλησίαι Ἀλεξανδρείας καθημένου τοῦ μακαρίου Κυρίλλου εἰς τὴν γένναν τοῦ Χριστοῦ καὶ ὅτι θεοτόκος ἡ ἁγία παρθένος Μαρία καὶ ὅτι οὐ δύο υἱοὺς λέγομεν, ἀλλ’ ἕνα υἱὸν καὶ κύριον τὸν Χριστόν, καὶ εἰς τὸν ἀρχιεπίσκοπον ἐγκώμια: —
5ρκε Τοῦ αὐτοῦ ὁμιλία λεχθεῖσα ἐν τῆι μεγάληι ἐκκλησίαι Ἀλεξανδρείας Τυβὶ ϛ εἰς τὴν ἐνανθρώπησιν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ εἰς τὸν ἀρχιεπίσκοπον Κύριλλον ἐγκώμια: — ρκϛ Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας εἰς τὸν προεξηγησάμενον καὶ εἰς τὴν ἐνανθρώ‐ πησιν τοῦ κυρίου: —
10ρκζ Ἐπιστολὴ Κυρίλλου ἐπισκόπου Ἀλεξανδρείας πρὸς Ἰωάννην Ἀντιοχείας: — ρκη Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Ἀκάκιον ἐπίσκοπον Μελιτηνῆς: — ρκθ Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Δυνατὸν ἐπίσκοπον Νικοπόλεως Παλαιᾶς Ἠπείρου: — ρλ Ἰωάννου ἐπισκόπου Ἀντιοχείας καὶ τῶν λοιπῶν τῶν σὺν αὐτῶι ἐπιστολὴ πρὸς Ξύστον ἐπίσκοπον Ῥώμης καὶ πρὸς Κύριλλον ἐπίσκοπον Ἀλεξανδρείας καὶ πρὸς Μαξιμιανὸν
15ἐπίσκοπον Κωνσταντινουπόλεως: — ρλα Κυρίλλου ἐπισκόπου Ἀλεξανδρείας ἐπιστολὴ πρὸς Μαξιμιανὸν ἐπίσκοπον Κωνσταντι‐ νουπόλεως: — ρλβ Τοῦ αὐτοῦ πρὸς Εὐλόγιον πρεσβύτερον Ἀλεξανδρείας στατίζοντα ἐν Κωνσταντινουπόλει: — ρλγ Τοῦ αὐτοῦ πρὸς Ἰωάννην ἐπίσκοπον Ἀντιοχείας καὶ τὴν συναχθεῖσαν ἐκεῖ σύνοδον: —
20ρλδ Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Ἀκάκιον ἐπίσκοπον [Μελιτηνῆς] περὶ τοῦ ἀποπομπαίου: — ρλε Τοῦ αὐτοῦ εἰς τὸ ἅγιον σύμβολον: — ρλϛ Τοῦ αὐτοῦ πρὸς Νεστόριον, ἡνίκα κατῆλθον οἱ ἑπτὰ εἰς τὴν ἁγίαν Μαρίαν: — ρλζ Βασιλικὸς νόμος περὶ τῶν προσφευγόντων ἐν ἐκκλησίαι: — ρλη Ἴσον θείου θεσπίσματος τοῦ εὐσεβεστάτου βασιλέως Θεοδοσίου κατά τε Πορφυρίου
25καὶ Νεστοριανῶν καὶ κατὰ Εἰρηναίου ἐπισκόπου Τυρίων: — ρλθ Διάταγμα προτεθὲν παρὰ τῶν ἐπάρχων μετὰ τοῦ θείου πραγματικοῦ κατὰ Πορφυρίου καὶ Νεστορίου καὶ Εἰρηναίου: — ρμ Κυρίλλου περὶ τῆς ἐνανθρωπήσεως τοῦ θεοῦ λόγου τοῦ υἱοῦ τοῦ πατρός: — ρμα Συζήτησις περὶ τοῦ αὐτοῦ: —
30ρμβ Ὅροι ἐπισκόπων τῶν ἐν Νικαίαι συναχθέντων ἐν τῆι συνόδωι καὶ ἔκθεσις τῆς αὐτῆς συνόδου κατὰ Παύλου Σαμοσατέως: — ρμγ Δέησις Βασιλείου διακόνου καὶ λοιπῶν μοναχῶν πρὸς τοὺς φιλοχρίστους βασιλεῖς: — ρμδ Κυρίλλου ἐπιστολὴ πρὸς Κελεστῖνον: — ρμε Τοῦ αὐτοῦ συνοδικὴ πρὸς τοὺς ἐν Κωνσταντινουπόλει μοναχούς: —
35ρμϛ Ἀναφορὰ Νεστορίου καὶ τῶν σὺν αὐτῶι ἐπισκόπων πρὸς τὸν βασιλέα περὶ τῶν πεπραγ‐ μένων παρὰ τῆι ἁγίαι συνόδωι, γραφεῖσα πρὸ τοῦ παραγενέσθαι ἐν Ἐφέσωι τὸν
Ἀντιοχείας ἐπίσκοπον: —

1,1,1

9

ρμζ Θεῖον γράμμα ἀποσταλὲν τῆι ἁγίαι συνόδωι διὰ Κανδιδιανοῦ τοῦ καὶ τὴν εὐταξίαν τῆς συνόδου ἐγχειρισθέντος: — ρμη Ἐπίλυσις τῶν δώδεκα κεφαλαίων ῥηθεῖσα ἐν Ἐφέσωι ὑπὸ Κυρίλλου, τῆς ἁγίας συνόδου ἀξιωσάσης αὐτὸν σαφέστερον αὐτοῖς ἐκτρανωθῆναι τὴν τούτων λύσιν: —
5ρμθ Κυρίλλου προσφωνητικὸς ταῖς εὐσεβεστάταις βασιλίσσαις περὶ τῆς ὀρθῆς πίστεως: — ρν Τοῦ αὐτοῦ ἕτερος προσφωνητικὸς ταῖς εὐσεβεστάταις δεσποίναις: — ρνα Ὑπομνήματα παρὰ τοῖς Ἀνατολικοῖς ἐπισκόποις πραχθέντα κατὰ Κυρίλλου καὶ Μέμ‐ νονος καὶ τῆς ἁγίας συνόδου: — ρνβ Γράμμα τῶν αὐτῶν περὶ τῆς ἀκοινωνησίας σταλὲν τῆι ἁγίαι συνόδωι: —
10ρνγ Ἀναφορὰ τῶν αὐτῶν πρὸς τὸν βασιλέα δι’ ἧς ἐμήνυσαν τὰ πραχθέντα καὶ τὴν αἰτίαν τῆς βραδυτῆτος τῆς ἀφίξεως τοῦ Ἀντιοχείας: — ρνδ Ἀναφορὰ πρὸς τὸν βασιλέα Ἰωάννου ἀρχιεπισκόπου Ἀντιοχείας καὶ τῶν σὺν αὐτῶι, ἣν ἀντέγραψαν διὰ Παλλαδίου: — ρνε Ἐπιστολὴ τῶν αὐτῶν πρὸς τὸν κλῆρον Κωνσταντινουπόλεως: —
15ρνϛ Ἑτέρα πρὸς τὴν ἐν Κωνσταντινουπόλει σύγκλητον: — ρνζ Ἑτέρα πρὸς τὸν ἐν Κωνσταντινουπόλει λαόν: — ρνη Ἀναφορὰ τῶν αὐτῶν πρὸς τὸν βασιλέα περὶ τῆς καθαιρέσεως Κυρίλλου καὶ Μέμνονος: — ρνθ Ἑτέρα ἀναφορά, ἣν δεδώκασι μετὰ τῆς προειρημένης Εἰρηναίωι τῶι κόμητι: — ρξ Ἑτέρα ἀναφορὰ τῶν αὐτῶν πρὸς τὰς βασιλίδας: —
20ρξα Ἐπιστολὴ τῶν αὐτῶν πρὸς τὸν ἔπαρχον: — ρξβ Ἐπιστολὴ τῶν αὐτῶν πρὸς τὸν πραιπόσιτον: — ρξγ Ἀναφορὰ τῶν αὐτῶν πρὸς τὸν βασιλέα, ἧς προέταξαν τὸ σύμβολον τῶν ἐν Νικαίαι, ἀναγαγόντες τὰ τυπωθέντα ὑπὸ τῆς ἁγίας συνόδου ἐπὶ τοῖς δοθεῖσιν αὐτῆι λιβέλλοις παρὰ Κυρίλλου καὶ Μέμνονος, ἥτις ἐστάλη Εἰρηναίωι κόμητι καὶ δι’ αὐτοῦ ἐπεδόθη: —
25ρξδ Ἐπιστολὴ κόμητος Εἰρηναίου πρὸς τοὺς Ἀνατολικοὺς περὶ τῶν πραχθέντων μετὰ τὴν ἐν Κωνσταντινουπόλει εἴσοδον αὐτοῦ καὶ τὴν τῶν ἀναφορῶν ἀπόδοσιν: —
29ρξε Τὰ ἀντιλεγόμενα ἐκ τῶν Νεστορίου δυσφημιῶν κεφάλαια ἐν τοῖς κατ’ αὐτοῦ γεγραμ‐
30μένοις πέντε βιβλίοις τῶι ἐν ἁγίοις Κυρίλλωι ἤγουν ἐν μὲν τῶι α κεφάλαια ια, ἐν τῶι δευτέρωι ιδ, ἐν τῶι τρίτωι ἕξ, ἐν τῶι δ ἑπτὰ καὶ ἐν τῶι πέμπτωι ἑπτά: — ρξϛ Ἡ κατὰ τῶν τοιούτων κεφαλαίων πεντάβιβλος ἀντίρρησις ἤγουν οἱ πέντε τόμοι τοῦ ἁγίου Κυρίλλου: — ρξζ Ἐπιστολὴ Θεοδωρήτου κατὰ τοῦ ἁγίου Κυρίλλου περὶ τῶν γραφέντων παρ’ αὐτοῦ
35δώδεκα κεφαλαίων ἀναθεματισμῶν διαλαμβάνουσα: — ρξη Ἐπιστολὴ τοῦ ἁγίου Κυρίλλου πρὸς Εὐόπτιον πρὸς τὴν παρὰ Θεοδωρήτου κατὰ τῶν δώδεκα κεφαλαίων ἀντίρρησιν: — ρξθ Αὐτὰ τὰ τοῦ ἁγίου Κυρίλλου κεφάλαια τῶν ἀναθεματισμῶν δώδεκα, ἔχοντα ἓν ἕκαστον ὑποτεταγμένην τὴν παρὰ Θεοδωρήτου μέμψιν καὶ τὴν παρὰ τοῦ ἁγίου Κυρίλλου πρὸς
40τὴν μέμψιν ἀντίρρησιν καὶ ἀπολογίαν: — ρο Τοῦ ἁγίου Γρηγορίου τοῦ θαυματουργοῦ ἐπισκόπου Νεοκαισαρείας κεφάλαια περὶ πίστεως δώδεκα, ἐν οἷς καὶ ἀναθεματισμὸς κεῖται καὶ ἑρμηνεία ἑκάστωι ὑποτέτακται: — ροα Ἐπιστολὴ τοῦ ἁγίου Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας πρὸς τὸν μακαριώτατον Σούκενσον ἐπίσκοπον τῆς Διοκαισαρέων: —
45ροβ Ἕτερον ὑπομνηστικὸν ἀντιγραφὲν πρὸς τὰς πεύσεις ἡμῶν παρ’ αὐτοῦ: —

1,1,1

10

(2)

Κύριλλος πρεσβυτέροις καὶ διακόνοις πατράσι μοναχῶν καὶ τοῖς σὺν ὑμῖν τὸν μονήρη βίον ἀσκοῦσιν καὶ ἐν πίστει θεοῦ ἱδρυμένοις ἀγαπητοῖς καὶ ποθεινοτάτοις ἐν κυρίωι χαί‐ ρειν. Ἀφίκοντο μὲν τινὲς κατὰ τὸ εἰωθὸς ἐν Ἀλεξανδρείαι τῶν σὺν ὑμῖν· ἐρομένωι δέ
5μοι καὶ φιλοπευστοῦντι λίαν εἰ τῆς τῶν πατέρων ἐπιεικείας ἰόντες κατ’ ἴχνος καὶ ὑμεῖς αὐτοὶ πίστει μὲν ὀρθῆι τε καὶ ἀμωμήτωι διαπρέπειν ἐπείγεσθε, πολιτείαι δὲ τῆι παγκάληι κατασεμνύνεσθε καὶ τοῖς τῆς ἀσκήσεως ἐναβρύνεσθε πόνοις, τρυφὴν ἀληθῶς ἡγούμενοι τὸ ὑπέρ γε τοῦ ἀγαθοῦ τληπαθεῖν ἑλέσθαι γεννικῶς, ἀπήγγελλον μὲν ἐκεῖνοι ταῦτά γε ὑμῖν οὕτως ἔχειν, προσέθεσαν δὲ ὅτι τοῖς τῶν προλαβόντων ἀνδραγαθήμασιν ἁμιλλᾶσθε φιλοτι‐
10μότερον. ἔχαιρον οὖν ἀναγκαίως ἐγὼ καί μοι διεχεῖτο πρὸς εὐθυμίαν ὁ νοῦς τὰς τῶν ἐμῶν τέκνων εὐδοκιμήσεις οἰκειουμένωι, καὶ σφόδρα εἰκότως. καὶ γάρ ἐστι τῶν ἀτόπων παιδοτρίβας μὲν ταῖς τῶν νέων ἐπιγάνυσθαι ῥώμαις κἂν εἴ τι γένοιτο παρ’ αὐτῶν τῶν εἰς ἐπαίνους τελούντων τῆι τέχνηι, τοῦτο ταῖς σφῶν αὐτῶν οἷά τινα στέφανον ἀνάπτειν κεφαλαῖς καὶ τῆς ἐκείνων ἀνδρείας μερίζεσθαι τὰ αὐχήματα, ἡμᾶς δὲ πατέρας ὄντας πνευ‐
15ματικοὺς καὶ λόγοις ὑμᾶς ἐπαλείφοντας τοῖς εἰς ἀγαθὴν εὐτολμίαν, ἵνα καταθλήσαντες μὲν τῶν τῆς σαρκὸς κινημάτων παραιτούμενοι δὲ τὸ πίπτειν εἰς ἁμαρτίαν καὶ μὴν καὶ ἡττᾶσθαι πειράζοντι τῶι σατανᾶι κομίσησθε τὸ βραβεῖον, μὴ οὐχὶ δὴ μᾶλλον ἢ ἐκεῖνοι θεοφιλοῦς ἀναπίμπλασθαι θυμηδίας. οὐκοῦν, καθά φησιν τοῦ σωτῆρος ὁ μαθητής, σπουδὴν πᾶσαν παρεισενεγκόντες ἐπιχορηγήσατε ἐν τῆι πίστει ὑμῶν τὴν ἀρετήν,
20ἐν δὲ τῆι ἀρετῆι τὴν γνῶσιν, ἐν δὲ τῆι γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῆι ἐγκρατείαι τὴν ὑπομονήν, ἐν δὲ τῆι ὑπομονῆι τὴν εὐσέβειαν, ἐν δὲ τῆι εὐσεβείαι τὴν φιλαδελφίαν, ἐν δὲ τῆι φιλαδελφίαι τὴν ἀγάπην. ταῦτα γὰρ ὑμῖν παρόντα καὶ πλεονάζοντα οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπίγνωσιν. χρῆναι γὰρ ἔγωγε φημὶ
25τοὺς οἵπερ ἂν ἕλοιντο τῆς ἐν Χριστῶι νοουμένης ζωῆς τὴν εὐκλεᾶ τε καὶ ἀξιέραστον διάιτ‐ τειν ὁδόν, πρῶτον μὲν ἁπλῆι τε καὶ ἀλωβήτωι κατασεμνύνεσθαι πίστει, προσεπάγειν δὲ
οὕτως αὐτῆι τὴν ἀρετήν, οὗ δὴ γεγονότος πειρᾶσθαι καταπλουτεῖν τοῦ κατὰ Χριστὸν μυ‐

1,1,1

11

στηρίου τὴν γνῶσιν καὶ ἀναφοιτᾶν εὖ μάλα πρὸς τελεωτάτην σύνεσιν. τοῦτο γάρ, οἶμαι, ἐστὶν τὸ εἰς ἄνδρα τέλειον καταντῆσαι καὶ εἰς μέτρον ἡλικίας ἐλθεῖν τοῦ πλη‐ ρώματος αὐτοῦ. νήψει δὴ οὖν τῆι πρεπούσηι μονασταῖς τὰς ἑαυτῶν ὀσφύας εὖ μάλα διεζωσμένοι κατανδρίζεσθε τῶν παθῶν ψυχικῶν τε ἅμα καὶ σωματικῶν· ἔσεσθε γὰρ οὕτω
5λαμπροὶ καὶ εὐδόκιμοι καὶ ἐν καλῶι τῆς ἐλπίδος τῆς τοῖς ἁγίοις ηὐτρεπισμένης. ἔστω δὲ ἐν ὑμῖν καὶ πρό γε τῶν ἄλλων ἡ πίστις ὀρθὴ καὶ τὸ ἀνεπίληπτον ἔχουσα παντελῶς. οὕτω γὰρ οὕτω καὶ ὑμεῖς αὐτοὶ τὴν τῶν ἁγίων πατέρων ἰχνηλατοῦντες εὐσέβειαν ἐναυλι‐ σθήσεσθε σὺν αὐτοῖς ταῖς ἄνω μοναῖς καὶ σκηνὰς οἰκήσετε τὰς ἐν οὐρανοῖς, ὧν καὶ ὁ θε‐ σπέσιος Ἡσαίας διαμέμνηται λέγων· οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλήμ, πόλις
10πλουσία, σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν. Λαμπρὸς μὲν οὖν ὅτι καὶ ἀξιάγαστος ὑμῖν ὁ βίος ὀρθή τε καὶ ἀκαπήλευτος ἐνίδρυται πίστις, οὐκ ἠγνόηκα, πόθεν; τετάραγμαι δὲ οὐ μετρίως ἀκηκοὼς ὅτι θρύλοι τινὲς εἰς ὑμᾶς ἀφίκοντο χαλεποὶ καὶ περινοστοῦσι τινὲς τὴν ἁπλῆν ὑμῶν παραλύοντες πίστιν καὶ ῥηματίων εἰκαίων ἀποπτύοντες ὄχλον ἀναπυνθανόμενοί τε καὶ λέγοντες τὴν ἁγίαν παρθένον πότερόν
15ποτε θεοτόκον ἢ μὴ κατονομάζεσθαι χρή. καὶ ἦν μὲν ἄμεινον τῶν τοιούτων ὑμᾶς ζητη‐ μάτων εἰς ἅπαν ἀποφοιτᾶν καὶ ἃ μόλις ἐστὶν ὡς ἐν ἐσόπτρωι καὶ αἰνίγματι θεωρούμενα τοῖς ἀρτίοις τὴν φρένα καὶ βεβηκόσι τὸν νοῦν, μηδὲ ἀνορύττειν ὅλως (τὰ γάρ τοι τῶν θεωρημάτων ἰσχνότερα τὸν τῶν ἀκεραιοτέρων ὑπερνήχεται νοῦν)· ἐπειδὴ δὲ ἅπαξ οὐκ ἀνήκοοι τῶν τοιούτων μεμενήκατε λόγων καὶ φιλονεικεῖν εἰκὸς ἑλέσθαι τινὰς καὶ τοῖς τὸν
20νοῦν οὐκ ἐρηρεισμένοις οἷά τινα σκόλοπα τὸ ἐπ’ αὐτοῖς δὴ τούτοις ἐμπερονῆσαι βλάβος, δεῖν ὠιήθην ἀναγκαίως ὀλίγ’ ἄττα πρὸς ὑμᾶς περὶ τούτων εἰπεῖν, οὐχ ἵνα λογομαχῆτε μᾶλλον, ἀλλ’ ἵν’ εἴ τινες ὑμῖν ἐπιφύοιντο, ταῖς ἐκείνων εἰκαιολογίαις τὸ ἀληθὲς ἀντε‐ ξάγοντες αὐτοί τε διαδιδράσκητε τὴν ἐκ τοῦ πλανᾶσθαι ζημίαν, προσωφελῆτε δὲ καὶ ἑτέ‐ ρους, τοῖς καθήκουσι λογισμοῖς ὡς ἀδελφοὺς ἀναπείθοντες τὴν ἄνωθεν ταῖς ἐκκλησίαις καὶ
25ἐκ τῶν ἁγίων ἀποστόλων παραδοθεῖσαν πίστιν καθάπερ τινὰ πολύτιμον μαργαρίτην ἐν ἰδίαις ἔχειν ψυχαῖς. Τεθαύμακα τοίνυν εἴπερ ὅλως ἐνδοιάζουσι τινὲς πότερόν ποτε θεοτόκος ἢ μὴ λέγοιτ’ ἂν ἡ ἁγία παρθένος. εἰ γάρ ἐστι θεὸς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, πῶς οὐ θεοτόκος ἡ τεκοῦσα παρθένος; ταύτην ἡμῖν παρέδοσαν τὴν πίστιν οἱ θεσπέσιοι μαθηταί, κἂν εἰ
30μὴ τῆς λέξεως πεποίηνται μνήμην· οὕτω φρονεῖν δεδιδάγμεθα παρὰ τῶν ἁγίων πατέρων. καὶ γοῦν ὁ τῆς ἀοιδίμου μνήμης πατὴρ ἡμῶν Ἀθανάσιος τῆς Ἀλεξανδρέων ἐκκλησίας κατα‐ κοσμήσας τὸν θρόνον ἐφ’ ὅλοις ἔτεσιν τεσσαράκοντα καὶ ἓξ τὸν ἀριθμὸν καὶ ταῖς τῶν ἀνοσίων αἱρετικῶν εὑρεσιλογίαις ἄμαχόν τινα καὶ ἀποστολικὴν ἀντιτάττων σύνεσιν καὶ οἷον
εὐοσμοτάτωι τινὶ μύρωι τοῖς ἰδίοις συγγράμμασι κατευφραίνων τὴν ὑπ’ οὐρανὸν καὶ ἐπ’

1,1,1

12

ὀρθότητι καὶ ἀκριβείαι δογμάτων παρὰ πάντων μαρτυρούμενος τὸ περὶ τῆς ἁγίας ἡμῖν καὶ ὁμοουσίου τριάδος συντιθεὶς βιβλίον, ἐν τῶι τρίτωι λόγωι ἄνω τε καὶ κάτω θεοτόκον ἀποκαλεῖ τὴν ἁγίαν παρθένον, καὶ χρήσομαι δὲ ἀναγκαίως ταῖς αὐτοῦ φωναῖς, αὐταῖς λέ‐ ξεσιν ἐχούσαις ὧδε
5 Σκοπὸς τοίνυν οὗτος καὶ χαρακτὴρ τῆς θείας γραφῆς, ὡς πολλάκις εἴπομεν, διπλῆν εἶναι τὴν περὶ τοῦ σωτῆρος ἐπαγγελίαν ἐν αὐτῆι, ὅτι τε ἀεὶ θεὸς ἦν καὶ ἐστὶν υἱός, λόγος ὢν καὶ ἀπαύγασμα καὶ σοφία τοῦ πατρός, καὶ ὅτι ὕστερον δι’ ἡμᾶς σάρκα λαβὼν ἐκ παρ‐ θένου τῆς θεοτόκου Μαρίας ἄνθρωπος γέγονεν. Καὶ μεθ’ ἕτερα πάλιν· Πολλοὶ γοῦν ἅγιοι γεγόνασι καὶ καθαροὶ πάσης ἁμαρτίας· Ἱε‐
10ρεμίας δὲ καὶ ἐκ κοιλίας ἡγιάσθη καὶ Ἰωάννης ἔτι κυοφορούμενος ἐσκίρτησεν ἐν ἀγαλ‐ λιάσει ἐπὶ τῆι φωνῆι τῆς θεοτόκου Μαρίας. Ἀξιόχρεως μὲν οὖν ὁ ἀνὴρ καὶ θαρσεῖσθαι πρέπων ὡς οὐκ ἂν ἔφη τι τῶν ὅσα ἐστὶν τοῖς ἱεροῖς οὐ συμβαίνοντα λόγοις. πῶς γὰρ ἂν ἁμάρτοι τἀληθοῦς ὁ λαμπρὸς οὕτω καὶ διαβόητος καὶ ἐν αὐτῆι τῆι ἁγίαι καὶ μεγάληι συνόδωι, τῆι ἐν Νικαίαι φημὶ κατὰ
15καιροὺς συναγηγερμένηι, πρὸς ἁπάντων τεθαυμασμένος; οὔπω μὲν γὰρ τὸν τῆς ἐπισκοπῆς διεῖπε θρόνον, ἐτέλει δὲ μᾶλλον ἐν κληρικοῖς· πλὴν ἀγχινοίας ἕνεκα καὶ τῆς ἄλλης ἐπιει‐ κείας καὶ ἰσχνῆς ἄγαν καὶ ἀσυγκρίτου φρενὸς παρελήφθη μὲν τὸ τηνικάδε παρὰ τοῦ τῆς μακαρίας μνήμης Ἀλεξάνδρου τοῦ ἐπισκόπου, συνῆν δὲ τῶι πρεσβύτηι οἷάπερ υἱὸς πατρί, ποδηγῶν εἰς ἕκαστα τῶν χρησίμων καὶ τὴν ἐφ’ ἑκάστωι τῶν πρακτέων ὁδὸν εὖ μάλα παρα‐
20δεικνύς. Ἐπειδὴ δὲ τινὰς εἰκὸς δεῖν μὲν οἴεσθαι τὸν ἐπὶ τούτοις ἡμῖν ἐμπεδοῦσθαι λόγον καὶ ἀπ’ αὐτῆς τῆς ἱερᾶς καὶ θεοπνεύστου γραφῆς φάναι τε πρὸς τούτωι τὴν ἁγίαν ἐκείνην καὶ μεγάλην σύνοδον μήτε θεοτόκον εἰπεῖν τὴν τοῦ κυρίου μητέρα μήτε μὴν ὅλως ὁρίσαι τι τοιοῦτον, φέρε δὴ φέρε καὶ νῦν, ὡς ἔνι, καταδεικνύωμεν τῆς ἐν Χριστῶι νοουμένης
25οἰκονομίας τὸ μυστήριον τίνα μὲν τρόπον παρὰ τῆς θείας ἡμῖν κεκήρυκται γραφῆς, τί δὲ καὶ αὐτοὶ λελαλήκασιν οἱ πατέρες τὸν τῆς ἀμωμήτου πίστεως ὅρον ἐκφέροντες, ἐνηχοῦντος αὐτοῖς τἀληθὲς τοῦ ἁγίου πνεύματος. οὐ γὰρ ἦσαν οἱ λαλοῦντες αὐτοὶ κατὰ τὴν τοῦ σωτῆρος φωνήν, ἀλλὰ τὸ πνεῦμα τοῦ θεοῦ καὶ πατρὸς τὸ λαλοῦν ἐν αὐτοῖς. ἀποδεδειγμένου γὰρ οὕτως ὅτι θεὸς κατὰ φύσιν ἐστὶν ὁ ἐκ τῆς ἁγίας παρθένου γεγεννημένος, κατοκνήσειν
30οἶμαι παντελῶς οὐδένα πρός γε τὸ χρῆναι νοεῖν καὶ μὴν καὶ φράσαι ὅτι θεοτόκος ἂν λέγοιτο, καὶ μάλα εἰκότως. ἔχει δὲ οὕτως ἡμῖν τὸ τῆς πίστεως σύμβολον Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ τοῦ πατρὸς
μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας αὐτοῦ, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν

1,1,1

13

ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῶι πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο τά τε ἐν τῶι οὐρανῶι καὶ τὰ ἐν τῆι γῆι, τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέ‐ ραν σωτηρίαν κατελθόντα σαρκωθέντα ἐνανθρωπήσαντα παθόντα καὶ ἀναστάντα τῆι τρί‐ τηι ἡμέραι, ἀνελθόντα εἰς τοὺς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ
5ἅγιον πνεῦμα. Οἱ μὲν γὰρ τῶν αἱρέσεων εὑρεταὶ τοὺς τῆς ἀπωλείας σφίσιν τε αὐτοῖς καὶ μὴν καὶ ἑτέροις ὀρύττοντες βόθρους ματαιότητος εἰς τοῦτο κατώλισθον ἐννοιῶν, ὡς οἴεσθαί τε καὶ λέγειν πρόσφατον εἶναι τὸν υἱὸν καὶ ἐν ἴσωι τοῖς κτίσμασιν παρῆχθαι πρὸς ὕπαρξιν παρὰ τοῦ θεοῦ καὶ πατρός. καὶ τὸν πρὸ παντὸς αἰῶνος καὶ χρόνου, μᾶλλον δὲ τῶν αἰώνων τὸν
10ποιητὴν τῆι κατὰ χρόνον ἀρχῆι περιγράφοντες οὐκ ἐρυθριῶσιν οἱ δείλαιοι, ὑποβιβάζοντες δέ, κατά γε τὸ αὐτοῖς δοκοῦν, τῆς πρὸς τὸν πατέρα καὶ θεὸν ἰσότητός τε καὶ δόξης, τὸ προὔχειν αὐτῶι τῶν ἄλλων παραχωροῦσι μόλις, μεσίτην δὲ εἶναί φασι θεοῦ καὶ ἀνθρώ‐ πων οὔτε τῆς εἰς λῆξιν ὑπεροχῆς λαχόντα τὴν δόξαν οὔτε μὴν τοῖς τῆς κτίσεως ἑνιζή‐ σαντα μέτροις. τίς οὖν ἄρα ἐστὶν ὁ καὶ τῆς θείας ὑπεροχῆς ἡττώμενος καὶ τῶν τῆς
15κτίσεως μέτρων ἀνωικισμένος; ἀδιανόητον παντελῶς τὸ χρῆμά ἐστιν, καὶ τόπος ἢ λόγος οὐδεὶς ὁρᾶται μεταξὺ ποιητοῦ καὶ κτίσματος. κατασύροντες τοίνυν αὐτόν, τό γε ἧκον ἐπ’ αὐτοῖς, τῶν τῆς θεότητος θώκων, υἱὸν καὶ θεὸν ὀνομάζουσιν καὶ προσκυνεῖσθαι δεῖν οἴον‐ ται, καίτοι τοῦ νόμου βοῶντος ἀναφανδὸν κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῶι μόνωι λατρεύσεις, καὶ μὴν καὶ διὰ φωνῆς τοῦ Δαυὶδ θεοῦ λέγοντος τοῖς ἐξ
20Ἰσραὴλ οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος οὐδὲ προσκυνήσεις θεῶι ἀλλοτρίωι. ἀλλ’ ἐκεῖνοι μὲν οἷάπερ ἁμαξιτὸν ἀφέντες εὐτριβῆ τὴν ἀλήθειαν, ἐπὶ βόθρους ἵενται καὶ πέτρας καὶ ἧι φησιν ὁ Σολομών, τοὺς ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηνται καὶ συνάγουσι χερσὶν ἀκαρπίαν· ἡμεῖς δέ, οἷς τὸ θεῖον εἰς νοῦν ἐνήστραψε φῶς, τῆς ἐκείνων ἀβελτηρίας τὰ ἀσυγκρίτως ἀμείνω φρονεῖν ἡιρημένοι καὶ τῆι τῶν ἁγίων πατέρων ἑπόμενοι
25πίστει γεγεννῆσθαι φαμὲν ἀληθῶς ἐκ τῆς τοῦ θεοῦ καὶ πατρὸς οὐσίας τὸν υἱὸν θεοπρεπῶς τε καὶ ἀπορρήτως καὶ ἐν ἰδίαι μὲν ὑποστάσει νοεῖσθαι, τῆι δὲ ταυτότητι τῆς οὐσίας ἑνοῦ‐ σθαι τῶι γεγεννηκότι καὶ εἶναι μὲν ἐν αὐτῶι, ἔχειν δὲ πάλιν ἐν ἑαυτῶι τὸν πατέρα. ὁμολογοῦμεν δὲ εἶναι φῶς ἐκ φωτός, θεὸν ἐκ θεοῦ κατὰ φύσιν ἰσοκλεᾶ τε καὶ ἰσουργὸν χαρακτῆρά τε καὶ ἀπαύγασμα καὶ κατὰ πᾶν ὁτιοῦν ἰσομέτρως ἔχοντα καὶ κατ’ οὐδένα
30τρόπον μειονεκτούμενον. ἐπαριθμουμένου γὰρ οὕτως τοῦ ἁγίου πνεύματος, ἡ ἁγία τε καὶ ὁμοούσιος τριὰς εἰς μίαν θεότητος ἑνοῦται φύσιν. Ἀλλ’ ἡ μὲν θεόπνευστος γραφὴ σάρκα φησὶν γεγενῆσθαι τὸν ἐκ θεοῦ λόγον, τουτέστιν ἑνωθῆναι σαρκὶ ψυχὴν ἐχούσηι τὴν λογικήν· ἑπομένη δὲ τοῖς εὐαγγελικοῖς κηρύγμασιν ἡ
ἁγία καὶ μεγάλη σύνοδος αὐτὸν ἔφη τὸν ἐκ τῆς οὐσίας τοῦ θεοῦ θεοῦ καὶ πατρὸς γεγεννημένον

1,1,1

14

μονογενῆ, τὸν δι’ οὗ τὰ πάντα καὶ ἐν ὧι τὰ πάντα, δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν καταφοιτῆσαι μὲν ἐξ οὐρανῶν, σαρκωθῆναι δὲ καὶ ἐνανθρωπῆσαι πα‐ θεῖν τε καὶ ἀναστῆναι καὶ ὅτι κατὰ καιροὺς ἀφίξεται κριτής· ὠνόμαζον δὲ τὸν ἐκ θεοῦ λόγον ἕνα κύριον Ἰησοῦν Χριστόν. ἄθρει δὴ οὖν ὅπως ἕνα λέγοντες υἱόν, κύριον δὲ αὐτὸν καὶ
5Χριστὸν Ἰησοῦν ὀνομάζοντες, ἐκ τοῦ θεοῦ καὶ πατρὸς γεγεννῆσθαί φασιν εἶναί τε μονογενῆ καὶ θεὸν ἐκ θεοῦ καὶ φῶς ἐκ φωτός, γεννηθέντα καὶ οὐ ποιηθέντα καὶ ὁμοούσιον τῶι πατρί. καίτοι τὸ Χριστός ὄνομα φαίη τις ἂν ὡς ἥρμοσε μὲν οὐ μόνωι τῶι Ἐμμανουήλ, ἀλλὰ γὰρ καὶ ἐφ’ ἑτέρων αὐτὸ τεθειμένον εὑρήσομεν. ἔφη γάρ που θεὸς περὶ τῶν ἐξειλεγμένων καὶ ἡγιασμένων ἐν πνεύματι· μὴ ἅπτεσθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονη‐
10ρεύεσθε. καὶ μὴν καὶ ὁ θεσπέσιος Δαυὶδ κεχρισμένον εἰς βασιλέα παρὰ τοῦ θεοῦ διὰ χειρὸς Σαμουὴλ χριστὸν κυρίου τὸν Σαοὺλ ἀποκαλεῖ. καὶ τί τοῦτο λέγω, καίτοι μετὸν εὐκόλως τοῖς ἐθέλουσιν ἰδεῖν τοὺς ἐν πίστει τῆι ἐν Χριστῶι δεδικαιωμένους καὶ ἡγιασμένους ἐν πνεύματι τῆι τοιᾶιδε κλήσει τετιμημένους; καὶ γοῦν ὁ προφήτης Ἀμβακοὺμ τὸ ἐπὶ Χριστῶι μυστήριον καὶ τὴν δι’ αὐτοῦ σωτηρίαν προανακέκραγε λέγων· ἐξῆλθες εἰς σωτηρίαν
15λαοῦ σου τοῦ σῶσαι τοὺς χριστούς σου. οὐκοῦν τὸ Χριστός ὄνομα πρέποι ἂν οὐχὶ μόνωι τε καὶ ἰδικῶς, ὡς ἔφην, τῶι Ἐμμανουήλ, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν οἵπερ ἂν εἶεν τῆι τοῦ ἁγίου πνεύματος χάριτι κατακεχρισμένοι. πεποίηται γὰρ ἀπὸ τοῦ πράγ‐ ματος ἡ φωνὴ καὶ ἀπὸ τοῦ κεχρίσθαι χριστοί. ὅτι δὲ καὶ ἡμεῖς αὐτοὶ τὴν οὕτως εὐκλεᾶ τε καὶ ἀξιόληπτον ἀληθῶς καταπλουτοῦμεν χάριν, ἐμπεδοῖ λέγων ὁ σοφὸς Ἰωάννης· καὶ
20ὑμεῖς χρίσμα ἔχετε ἀπὸ τοῦ ἁγίου. καὶ πάλιν· οὐ χρείαν ἔχετε ἵνα τις διδάσκηι ὑμᾶς, ἀλλ’ ὡς τὸ αὐτοῦ χρίσμα διδάσκει ὑμᾶς. γέγραπται δὲ καὶ περὶ τοῦ Ἐμμανουήλ· Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὡς ἔχρισεν αὐτὸν ὁ θεὸς πνεύματι ἁγίωι καὶ δυνάμει. καὶ μὴν καὶ ὁ θεσπέσιος Δαυὶδ πρὸς αὐτόν πού φησιν· ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ
25θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. τί οὖν ἄν τις ἴδοι τὸ περιττὸν ἐν τῆι ἁγίαι παρθένωι παρὰ τὰς ἄλλας, κἂν εἰ λέγοιτο τεκεῖν αὐτὴν τὸν Ἐμμανουήλ; ἄτοπον γὰρ οὐδέν, κἂν εἰ ἕλοιτό τις καὶ τὴν ἑκάστου τῶν κεχρισμένων μη‐ τέρα Χριστοτόκον ἀποκαλεῖν. ἀλλ’ ἔστι πολὺ τὸ μεσολαβοῦν καὶ ἀσυγκρίτοις διαφοραῖς τῆς τοῦ σωτῆρος ἡμῶν εὐκλείας καὶ ὑπεροχῆς ἀποτειχίζον τὰ καθ’ ἡμᾶς. οἰκέται μὲν
30γὰρ ἡμεῖς, ὃ δὲ κατὰ φύσιν κύριος καὶ θεός, κἂν εἰ γέγονε μεθ’ ἡμῶν καὶ ἐν τοῖς καθ’ ἡμᾶς οἰκονομικῶς. ταύτηι τοι καὶ ὁ μακάριος Παῦλος Χριστὸν αὐτὸν ὠνόμαζε καὶ θεόν, οὕτω λέγων· τοῦτο γὰρ ἴστε γινώσκοντες ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλε‐ ονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῆι βασιλείαι τοῦ Χριστοῦ καὶ θεο. οὐκοῦν οἱ μὲν ἄλλοι πάντες, ὡς ἔφην, εἶεν ἂν καὶ μάλα
35εἰκότως διὰ τὸ κεχρίσθαι χριστοί, μόνος δὲ Χριστὸς καὶ θεὸς ἀληθῶς ὁ Ἐμμανουήλ, καὶ οὐκ

1,1,1

15

ἂν ἁμάρτοι τἀληθοῦς, εἴ τις ἕλοιτο λέγειν ὡς αἱ μὲν τῶν ἄλλων μητέρες χριστοτόκοι μέν, οὐ μὴν ἔτι καὶ θεοτόκοι, μόνη δὲ παρ’ ἐκείνας ἡ ἁγία παρθένος χριστοτόκος τε ὁμοῦ καὶ θεοτόκος νοεῖταί τε καὶ λέγεται. γεγέννηκε γὰρ οὐ ψιλὸν ἄνθρωπον καθ’ ἡμᾶς, σαρκω‐ θέντα δὲ μᾶλλον καὶ ἐνανθρωπήσαντα τὸν ἐκ θεοῦ πατρὸς λόγον. ὠνομάσμεθα μὲν
5γὰρ καὶ ἡμεῖς αὐτοὶ κατὰ χάριν θεοί· πλὴν οὐχ οὕτω θεὸς ὁ υἱός, φύσει δὲ μᾶλλον καὶ ἀληθείαι, κἂν εἰ γέγονε σάρξ. Ἀλλ’ ἴσως ἐκεῖνο ἐρεῖς· ἆρ’ οὖν, εἰπέ μοι, θεότητος μήτηρ γέγονεν ἡ παρθένος; καὶ πρός γε τοῦτο φαμὲν ὅτι γεγέννηται μὲν ὁμολογουμένως ἐξ αὐτῆς τῆς οὐσίας τοῦ θεοῦ καὶ πατρὸς ὁ ζῶν τε καὶ ἐνυπόστατος αὐτοῦ λόγος καὶ ἄναρχον ἐν χρόνωι τὴν ὕπαρξιν
10ἔχει, ἀεὶ συνυφεστηκὼς τῶι γεγεννηκότι ἐν αὐτῶι τε καὶ σὺν αὐτῶι καὶ ὑπάρχων καὶ νοού‐ μενος· ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς, ἐπειδὴ γέγονε σάρξ, τουτέστιν ἡνώθη σαρκὶ ψυ‐ χὴν ἐχούσηι τὴν λογικήν, γεγεννῆσθαι λέγεται καὶ σαρκικῶς διὰ γυναικός. ἔοικε δέ πως τῶι καθ’ ἡμᾶς τόκωι τὸ ἐπ’ αὐτῶι μυστήριον. αἱ μὲν γὰρ τῶν ἐπὶ γῆς μητέρες, ὑπη‐ ρετοῦσαι τῆι φύσει πρὸς γένεσιν, ἔχουσι μὲν ἐν μήτραι πηγνυμένην κατὰ βραχὺ τὴν σάρκα
15καὶ ἀφράστοις τισὶν ἐνεργείαις θεοῦ προιοῦσάν τε καὶ τελειουμένην εἰς εἶδος τὸ ἀνθρώπινον· ἐνίησι δὲ τῶι ζώιωι τὸ πνεῦμα ὁ θεὸς καθ’ ὃν οἶδεν τρόπον. πλάττει γὰρ πνεῦμα ἀν‐ θρώπου ἐν αὐτῶι κατὰ τὴν τοῦ προφήτου φωνήν. ἕτερος δὲ σαρκὸς καὶ ὁμοίως ἕτερος ὁ ψυχῆς ἐστι λόγος. ἀλλ’ εἰ καὶ γεγόνασι μόνων αὗται τῶν ἀπὸ γῆς σωμάτων μητέρες, ἀλλ’ οὖν ὅλον ἀποτεκοῦσαι τὸ ζῶιον, τὸ ἐκ ψυχῆς δὴ λέγω καὶ σώματος, οὐχὶ
20μέρος λέγονται τεκεῖν, οὐδ’ ἂν εἴποι τις, φέρε εἰπεῖν, τὴν Ἐλισάβετ σαρκοτόκον μέν, οὐ μὴν ἔτι καὶ ψυχοτόκον· ἐκτέτοκε γὰρ ψυχωθέντα τὸν βαπτιστὴν καὶ ὡς ἓν ἐξ ἀμφοῖν τὸν ἄνθρωπον, ψυχῆς δὴ λέγω καὶ σώματος. τοιοῦτόν τι πεπρᾶχθαι παραδεξόμεθα καὶ ἐπὶ τῆι γεννήσει τοῦ Ἐμμανουήλ. γεγέννηται μὲν γάρ, ὡς ἔφην, ἐκ τῆς τοῦ θεοῦ καὶ πατρὸς οὐσίας ὁ μονογενὴς αὐτοῦ λόγος· ἐπειδὴ δὲ σάρκα λαβὼν καὶ ἰδίαν αὐτὴν ποιη‐
25σάμενος κεχρημάτικε καὶ υἱὸς ἀνθρώπου καὶ γέγονε καθ’ ἡμᾶς, οὐδέν, οἶμαι, τὸ ἄτοπον εἰπεῖν, μᾶλλον δὲ καὶ ἀναγκαῖον ὁμολογεῖν ὅτι γεγέννηται κατὰ σάρκα διὰ γυναικός, κα‐ θάπερ ἀμέλει καὶ ἡ τοῦ ἀνθρώπου ψυχὴ τῶι ἰδίωι συναπογεννᾶται σώματι καὶ ὡς ἓν λε‐ λόγισται πρὸς αὐτό, καίτοι τὴν φύσιν ἑτέρα παρ’ αὐτὸ νοουμένη τε καὶ ὑπάρχουσα κατὰ τὸν ἴδιον λόγον. κἂν εἰ βούλοιτό τις τὴν τοῦ δεῖνος μητέρα λέγειν ὡς ἔστι μὲν σαρκο‐
30τόκος, οὐ μὴν ἔτι καὶ ψυχοτόκος, περισσοεπήσει λίαν· τέτοκε γάρ, ὡς ἔφην, συντεθειμένον εὐτεχνῶς ἐξ ἀνομοίων τὸ ζῶιον καὶ ἐκ δυοῖν μέν, πλὴν ἄνθρωπον ἕνα, μένοντος μὲν ἑκατέρου τοῦθ’ ὅπερ ἐστίν, συνδεδραμηκότων δὲ ὥσπερ εἰς ἑνότητα φυσικὴν καὶ οἷον ἀνα‐
κιρνάντων ἀλλήλοιν ὅπερ ἂν ὡς ἴδιον ἑκατέρωι προσῆι.

1,1,1

16

Ὅτι δέ ἐστιν ἀναγκαιοτάτη λίαν ἡ ἕνωσις ἐπὶ Χριστοῦ, καταθρῆσαι ῥᾶιον καὶ ἀταλαί‐ πωρον παντελῶς καὶ διὰ πολλῶν ἑτέρων. φέρε γάρ, εἰ δοκεῖ, τὰς τοῦ μακαρίου Παύλου πολυπραγμονῶμεν φωνάς, ἀκριβῆ τὸν νοῦν καὶ ὡς ἔνι λεπτῶς ἐνερείδοντες. ἔφη τοίνυν περὶ τοῦ μονογενοῦς· ὃς ἐν μορφῆι θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο
5τὸ εἶναι ἴσα θεῶι, ἀλλ’ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, ἐν ὁμοιώ‐ ματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπεί‐ νωσεν ἑαυτόν. τίς οὖν ἄρα ἐστὶν ὁ ὑπάρχων ἐν μορφῆι τοῦ θεοῦ καὶ οὐχ ἁρπαγ‐ μὸν ἡγησάμενος τὸ εἶναι ἴσα θεῶι; ἢ τίνα κεκένωται τρόπον, καθῖκται δὲ ὅπως εἰς ταπεί‐ νωσιν καὶ ἐν τῆι τοῦ δούλου μορφῆι; εἰ μὲν οὖν εἰς δύο τέμνοντες τὸν ἕνα κύριον
10Ἰησοῦν Χριστόν, εἴς τε ἄνθρωπον φημὶ καὶ τὸν ἐκ θεοῦ πατρὸς λόγον, τὸν ἐκ τῆς ἁγίας παρθένου φασὶν ὑπομεῖναι τὴν κένωσιν, ἀποδιιστάντες αὐτοῦ τὸν ἐκ θεοῦ λόγον, προαπο‐ δεικνύντων ὅτι καὶ ἐν μορφῆι καὶ ἰσότητι νοεῖταί τε καὶ ἦν τοῦ πατρός, ἵνα καὶ τὸν τῆς κενώσεως ὑπομείνηι τρόπον, εἰς ὅπερ οὐκ ἦν, καθιγμένος. ἀλλ’ οὐδέν ἐστιν τῶν πε‐ ποιημένων, εἰ κατ’ ἰδίαν νοοῖτο φύσιν, τὸ ἐν ἰσότητι τοῦ πατρός· πῶς οὖν ἄρα κεκενῶσθαι
15λέγεται, εἰ τὴν φύσιν ἄνθρωπος ὢν γεγέννηται καθ’ ἡμᾶς ἐκ γυναικός; ἐκ ποίας, εἰπέ μοι, πρεσβυτέρας ὑπεροχῆς τῆς ἀνθρώπου μείζονος εἰς τὸ ἄνθρωπος εἶναι κατέβη; ἢ πῶς ἂν νοοῖτο λαβεῖν, ὡς οὐκ ἔχων ἐν ἀρχῆι, τὴν τοῦ δούλου μορφὴν ὁ φύσει τελῶν ἐν οἰκέταις καὶ ὑπὸ ζυγὰ δουλείας κείμενος; ἀλλὰ ναί, φησίν, ὁ φύσει τε καὶ ἀληθῶς καὶ ἐλεύθερος υἱός, ὁ ἐκ θεοῦ πατρὸς λόγος, ἐν μορφῆι τοῦ γεγεννηκότος ὑπάρχων καὶ ἴσος ὢν αὐτῶι,
20κατώικησεν ἐν ἀνθρώπωι γεννηθέντι διὰ γυναικός, καὶ τοῦτό ἐστιν ἡ κένωσις καὶ τὸ τῆς ταπεινώσεως χρῆμα καὶ τὸ ἐν τῆι τοῦ δούλου καθικέσθαι μορφῆι. εἶτα, ὦ βέλτιστοι, τὸ κατοικῆσαι μόνον ἐν ἀνθρώπωι τὸν ἐκ θεοῦ λόγον ἀρκέσειεν ἂν εἰς κένωσιν αὐτῶι, καὶ ἀσφαλὲς εἰπεῖν ὅτι τε οὕτως ὑπέδυ τὴν τοῦ δούλου μορφὴν καὶ οὗτος αὐτῶι γένοιτ’ ἂν ὁ τῆς ταπεινώσεως τρόπος; καίτοι λέγοντος ἀκούω τοῖς ἁγίοις ἀποστόλοις· ἐάν τις ἀγαπᾶι με,
25τὸν λόγον μου τηρήσει καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτὸν καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῶι ποιησόμεθα. ἀκούεις ὅπως ἐν τοῖς ἀγα‐ πῶσιν αὐτὸν συγκατοικήσειν αὐτῶι καὶ αὐτὸν ἔφη τὸν θεὸν καὶ πατέρα; ἆρ’ οὖν καὶ αὐτὸν κεκενῶσθαι δώσομεν καὶ τὴν ὁμοίαν ἀνατλῆναι ταπείνωσιν τῶι υἱῶι καὶ τὴν τοῦ δούλου μορφὴν ἀναλαβεῖν, ὅτι τὰς τῶν ἀγαπώντων αὐτὸν ψυχὰς ἁγίας ποιεῖται μονάς; τί δὲ
30τὸ πνεῦμα τὸ κατοικοῦν ἐν ἡμῖν; ἆρα καὶ αὐτὸ τῆς ἐνανθρωπήσεως ἀποπληροῖ τὴν οἰκονομίαν, ἣν διὰ μόνου τοῦ υἱοῦ πεπρᾶχθαι φαμὲν τῆς ἁπάντων σωτηρίας ἕνεκα καὶ ζωῆς; ἄπαγε τῆς οὕτω περιττῆς καὶ ἀνονήτου παντελῶς εἰκαιοβουλίας. τεταπείνωκε τοίνυν ἑαυτὸν ὁ ἐν μορφῆι καὶ ἰσότητι τοῦ θεοῦ καὶ πατρὸς ὑπάρχων λόγος, ὅτε γενόμενος
σάρξ, καθά φησιν Ἰωάννης, γεγέννηται διὰ γυναικὸς καὶ ὁ γέννησιν ἔχων τὴν ἐκ θεοῦ

1,1,1

17

πατρὸς καὶ τὴν καθ’ ἡμᾶς ὑπέμεινε παθεῖν δι’ ἡμᾶς. ἐπεὶ διδασκόντων αὐτοὶ κατὰ τίνα τρόπον ὁ ἐκ θεοῦ πατρὸς λόγος Χριστὸς ἂν νοοῖτο καὶ λέγοιτο πρὸς ἡμῶν. εἰ ἀπό γε τοῦ κεχρίσθαι Χριστὸς ὀνομάζεται, τίνα κέχρικεν ὁ πατὴρ τῶι ἐλαίωι τῆς ἀγαλλιάσεως ἤτοι τῶι ἁγίωι πνεύματι; εἰ μὲν οὖν ἰδικῶς τὸν ἐξ αὐτοῦ καὶ μόνον γεννηθέντα θεὸν λόγον
5καὶ τοῦτο εἶναί φασιν ἀληθές, ἀγνοοῦσιν ὅπως καὶ τὴν τοῦ μονογενοῦς ἀδικοῦσι φύσιν καὶ τῆς μετὰ σαρκὸς οἰκονομίας παρασημαίνουσι τὸ μυστήριον. εἰ γὰρ κέχρισται τῶι ἁγίωι πνεύματι θεὸς ὢν ὁ λόγος, ἐπιδεᾶ πάντως ἁγιασμοῦ καὶ οὐχ ἑκόντες ὁμολογήσουσιν κατὰ τοὺς ἄνωθεν ἔτι χρόνους ὑπάρχειν αὐτόν, καθ’ οὓς οὔπω κεχρισμένος ἀμέτοχος ἦν ἔτι τῆς ὕστερον αὐτῶι δοθείσης δωρεᾶς. τὸ δὲ ἁγιασμοῦ τητώμενον σεσάλευται κατὰ
10φύσιν καὶ οὐκ ἂν νοοῖτο παντελῶς ἠμοιρηκὸς ἁμαρτίας ἤτοι τοῦ δύνασθαι πλημμελεῖν· ὑπομεμένηκεν οὖν ἄρα καὶ τροπὴν τὴν εἰς τὰ ἀμείνω τυχὸν ὁ λόγος. πῶς οὖν ὁ αὐτός ἐστι καὶ οὐκ ἠλλοίωται; καὶ εἰ θεὸς ὢν ὁ λόγος καὶ ἐν μορφῆι καὶ ἰσότητι τοῦ πατρὸς ἐχρίετό τε καὶ ἡγιάζετο, φαίη τις ἂν ἴσως ὡς ἀπό γε τοῦ πράγματος εἰς ἐξιτήλους ἐννοίας ἀπενηνεγμένος ὅτι τάχα που καὶ αὐτὸς ὁ πατὴρ δέοιτ’ ἂν ἁγιασμοῦ, μᾶλλον δὲ ἤδη καὶ
15μείζων αὐτοῦ πέφηνεν ὁ υἱός, εἴπερ ἡγίασται μὲν αὐτός, ἴσος ὢν αὐτῶι καὶ ἐν μορφῆι πρὸ ἁγιασμοῦ, ὃ δὲ ἀπομεμένηκεν ἐν οἷς ἦν ἀεὶ καὶ ἔστιν καὶ ἔσται, οὔπω τὴν εἰς τὰ ἀμείνω λαβὼν ἐπίδοσιν διά γε τοῦ ἡγιάσθαι καθ’ ὁμοιότητα τοῦ υἱοῦ. μεῖζον δὲ ἤδη καὶ ἀμ‐ φοῖν ὁρᾶται τὸ πνεῦμα τὸ ἁγιάζον αὐτούς, εἴπερ ἐστὶν οὐκ ἐνδοιαστὸν ὡς ἁπάσης ἀν‐ τιλογίας δίχα τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. ἀλλ’ ἐστὶν ταῦτα λῆρος καὶ
20τερθρεία καὶ ἀποπληξίας ἐγκλήματα. ἁγία γὰρ κατὰ φύσιν ἡ ὁμοούσιος τριάς, ἅγιος ὁ πατήρ, ἅγιος δὲ καὶ ὁ υἱὸς οὐσιωδῶς κατὰ τὸν ἴσον τρόπον, ὁμοίως δὲ καὶ τὸ πνεῦμα. οὐκοῦν ὅσον εἰς ἰδίαν φύσιν, οὐχ ἡγίασται κατὰ μόνας ὁ ἐκ θεοῦ πατρὸς λόγος. εἰ δὲ δή τις οἴοιτο τὸν ἐκ τῆς ἁγίας παρθένου γεγεννημένον κεχρίσθαι τε καὶ ἡγιάσθαι μόνον ταύτηι τοι καὶ ὠνομάσθαι Χριστόν, λεγέτω παρελθὼν εἰ ἀπόχρη τὸ χρίσμα πρὸς τὸ ἀπο‐
25φῆναι τὸν χριόμενον ἰσοκλεᾶ καὶ ὁμόθρονον τῶι πάντων ἐπέκεινα θεῶι. καὶ εἰ μὲν ἀπόχρη, καὶ τοῦτο ἐροῦσιν ὡς ἐστὶν ἀληθές· κεχρίσμεθα καὶ ἡμεῖς, καὶ μαρτυρήσει λέ‐ γων ὁ θεσπέσιος Ἰωάννης καὶ ὑμεῖς χρίσμα ἔχετε ἀπὸ τοῦ ἁγίου. ἐσόμεθα δὴ οὖν ἐν ἴσωι τάχα που καὶ ἡμεῖς αὐτοὶ τῶι θεῶι, εἴργει δέ, οἶμαι, παντελῶς οὐδὲν καὶ συνεδρεύειν αὐτῶι, καθάπερ ἀμέλει καὶ αὐτὸς ὁ Ἐμμανουήλ· εἴρηται γὰρ πρὸς αὐτὸν κάθου
30ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. προσ‐ κυνείτω καὶ ἡμᾶς ἡ τῶν ἄνω πνευμάτων ἁγία πληθύς· ὅταν γάρ φησιν, εἰσαγάγηι τὸν
πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· καὶ προσκυνησάτωσαν αὐτῶι πάντες

1,1,1

18

ἄγγελοι θεο. ἀλλ’ ἡμεῖς μέν, εἰ καὶ τῶι ἁγίωι κεχρίσμεθα πνεύματι, τὴν μὲν τῆς υἱοθεσίας καταπλουτοῦμεν χάριν, κεκλήμεθα δὲ καὶ θεοί, τό γε μὴν τῆς ἑαυτῶν φύσεως μέτρον οὐκ ἀγνοή‐ σομεν. ἐσμὲν γὰρ ἐκ γῆς καὶ τελοῦμεν ἐν οἰκέταις, ὃ δέ ἐστιν οὐκ ἐν οἷς ἡμεῖς, ἀλλὰ φύσει τε καὶ ἀληθῶς υἱὸς καὶ τῶν ὅλων κύριος καὶ ἐξ οὐρανῶν. καὶ οὐ δήπου φαμὲν
5ὀρθὰ φρονεῖν ἡιρημένοι σαρκὸς γενέσθαι πατέρα τὸν θεὸν οὐδ’ αὖ τὴν τῆς θεότητος φύσιν γεγεννῆσθαι διὰ γυναικός, οὔπω προσλαβοῦσαν τὸ ἀνθρώπινον, συνενεγκόντες δὲ μᾶλλον εἰς ἕνωσιν τόν τε ἐκ θεοῦ φύντα λόγον καὶ τὸν ἐκ τῆς ἁγίας παρθένου τελείως ἄνθρωπον, ἕνα Χριστὸν Ἰησοῦν καὶ κύριον προσκυνήσομεν, οὔτε τῶν τῆς θεότητος ὅρων ἔξω τιθέντες διὰ τὴν σάρκα οὔτε μὴν εἰς ἀνθρωπότητα ψιλὴν καταβιβάζοντες διὰ τὴν πρὸς
10ἡμᾶς ὁμοίωσιν. οὕτω νοήσεις τὸν ἐκ θεοῦ φύντα λόγον τὴν ἑκούσιον ὑπομεῖναι κέ‐ νωσιν· οὕτω τεταπείνωκεν ἑαυτὸν μορφὴν δούλου λαβὼν ὁ κατὰ φύσιν ἰδίαν ἐλεύθερος· οὕτω σπέρματος Ἁβραὰμ ἐπελάβετο καὶ κεκοινώνηκεν αἵματος καὶ σαρκός. εἰ γὰρ ἄν‐ θρωπος νοεῖται ψιλὸς καθ’ ἡμᾶς, πῶς ἑτέρου παρ’ αὐτὸν φυσικῶς ἐπελάβετο σπέρματος Ἁβραάμ; πῶς δὲ τῆς ἰδίας σαρκὸς κεκοινωνηκέναι λέγεται, ἵνα κατὰ πάντα τοῖς ἀδελ‐
15φοῖς ὁμοιωθῆι; τὸ γάρ τισιν ὁμοιοῦσθαι λεγόμενον ἐξ ἀνομοίου τινὸς ἐπὶ τὸ δεῖν ὁμοιοῦ‐ σθαι τρέχει. ἐπελάβετο τοίνυν σπέρματος Ἁβραὰμ καὶ κεκοινώνηκεν αἵματος καὶ σαρκὸς ὁ τοῦ θεοῦ λόγος, ἴδιον ποιησάμενος σῶμα τὸ ἐκ γυναικός, ἵνα μὴ μόνον ὑπάρχων θεός, ἀλλ’ ἤδη καὶ ἄνθρωπος γεγονὼς καθ’ ἡμᾶς νοοῖτο διὰ τὴν ἕνωσιν. οὐκοῦν ἐκ δυοῖν μὲν πραγμάτων ὁμολογουμένως, θεότητός τε καὶ ἀνθρωπότητος ὁ Ἐμμανουήλ· πλὴν εἷς κύ‐
20ριος Ἰησοῦς Χριστὸς εἷς τε καὶ ἀληθῶς υἱὸς θεός τε ὁμοῦ καὶ ἄνθρωπος καὶ οὐκ ἄνθρωπος θεοποιηθεὶς ἐν ἴσωι τοῖς κατὰ χάριν, θεὸς δὲ μᾶλλον ἀληθινὸς ἐν ἀνθρωπείαι μορφῆι πεφηνὼς δι’ ἡμᾶς. πιστώσεται δὲ πρὸς τοῦτο ἡμᾶς καὶ ὁ θεσπέσιος Παῦλος λέγων· ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτο, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγο‐
25ράσηι, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν ἡμεῖς. εἶτα τίς ὁ ἀπεσταλμένος ὑπὸ νόμον τε καὶ ἐκ γυναικός, ὡς ἔφη, γεγεννημένος, πλὴν ὅτι πάλιν αὐτὸς ὁ πέρα μὲν νόμων ὡς θεός, ἐπειδὴ δὲ κεχρημάτικεν ἄνθρωπος, γεγονὼς καὶ ὑπὸ νόμον, ἵνα κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆι; καὶ γοῦν συνετέλει μὲν ὁμοῦ τῶι Πέτρωι τὸ δίδραγμον κατὰ τὸν Μωσέως νόμον· ὅτι δέ ἐστιν ἐλεύθερος ὡς υἱὸς καὶ νόμου κρείττων ὡς θεός, καὶ εἰ
30γέγονεν ὑπὸ νόμον ὡς ἄνθρωπος, ἐδίδασκε λέγων· οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσι κῆνσον ἢ τέλη; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων; Πέτρου δὲ φάσκοντος ἀπὸ τῶν ἀλλοτρίων, ἐπήνεγκεν αὐτός· ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱο. Ὄντος δὴ οὖν ἐναργοῦς ὡς οὐκ ἂν λέγοιτο Χριστὸς ἔξω τε σαρκὸς ὑπάρχων καὶ
35οἷον εἰ κατὰ μόνας ὁ ἐκ θεοῦ λόγος, πρεπούσης δὲ μᾶλλον αὐτῶι τῆς τοιᾶσδε κλήσεως, ὅτε
γέγονεν ἄνθρωπος, φέρε δὴ φέρε δεικνύωμεν ἐξ αὐτῶν ἑλόντες τὰς πίστεις τῶν ἱερῶν γραμμάτων

1,1,1

19

ὅτι θεὸς κατὰ φύσιν ἐστὶ καὶ εἰς ἑνότητα συνενηνεγμένος, τὴν πρός γε φημὶ τὴν ἰδίαν σάρκα· οὗ δὴ πεφηνότος ἀληθοῦς, θεοτόκος ἂν λέγοιτο πρὸς ἡμῶν καὶ σφόδρα εἰκότως ἡ ἁγία παρθένος. οὐκοῦν ὁ προφήτης Ἡσαίας μόνον οὐχὶ καὶ ἐνανθρωπήσαντα τὸν υἱὸν καὶ ὅσον οὐδέπω παρεσόμενον προκατεδείκνυε λέγων· ἰσχύσατε χεῖρες ἀνειμέναι καὶ γόνατα παρα‐
5λελυμένα· παρακαλέσατε οἱ ὀλιγόψυχοι τῆι διανοίαι· ἰσχύσατε, μὴ φο‐ βεῖσθε. ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει· αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς καὶ τρανὴ ἔσται γλῶσσα μο‐ γιλάλων. ἄθρει δὴ οὖν ὅπως καὶ κύριον ἀποκαλεῖ καὶ θεὸν ὀνομάζει καίτοι λαλῶν ἐν
10πνεύματι, ὅτι μὴ ἄνθρωπον ἁπλῶς θεοφόρον ἠπίστατο τὸν Ἐμμανουὴλ οὔτε μὴν ὡς ἐν ὀργάνου τάξει παρειλημμένον, ἀλλὰ θεὸν ἀληθῶς ἐνηνθρωπηκότα. τότε γὰρ τότε καὶ ἀνεώιχθησαν μὲν ὀφθαλμοὶ τυφλῶν, ἤκουσαν δὲ καὶ ὦτα κωφῶν, τότε καὶ ἐλάφου δίκην ὁ χωλὸς ἀνεπήδα, γέγονε δὲ καὶ τρανὴ γλῶσσα μογιλάλων. οὕτως αὐτὸν τοῖς ἁγίοις εὐαγγελισταῖς διακηρύττειν ἐκέλευεν τὸ πνεῦμα λέγον· π’ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ
15εὐαγγελιζόμενος Σιών, ὕψωσον τῆι ἰσχύι τὴν φωνήν σου, ὁ εὐαγγελιζό‐ μενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε. εἰπὸν ταῖς πόλεσιν Ἰούδα· ἰδοὺ ὁ θεὸς ἡμῶν, ἰδοὺ κύριος μετὰ ἰσχύος ἔρχεται καὶ ὁ βραχίων μετὰ κυρείας. ἰδοὺ ὁ μισθὸς μετ’ αὐτοῦ καὶ τὸ ἔργον ἐνώπιον αὐτο. ὡς ποι‐ μὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ καὶ τῶι βραχίονι αὐτοῦ συνάξει ἄρνας.
20ἐπέφανε γὰρ ἡμῖν ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἰσχὺν ἔχων τὴν θεοπρεπῆ καὶ βραχί‐ ονα μετὰ κυρείας, τουτέστιν ἐν ἐξουσίαι τε καὶ κυριότητι. τοιγάρτοι καὶ ἔφασκε τῶι μὲν λεπρῶι θέλω, καθαρίσθητι, ἥπτετο δὲ τῆς σοροῦ καὶ ἀνίστη τεθνεῶτα τὸν τῆς χήρας υἱόν. συνήγαγε δὲ καὶ ἄρνας· ποιμὴν γάρ ἐστιν ἀγαθός, τὴν ψυχὴν αὐτοῦ θεὶς ὑπὲρ τῶν προβάτων. τοιγάρτοι καὶ ἔφασκε· καθὼς γινώσκει με ὁ πατήρ, κἀγὼ γι‐
25νώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὔκ ἐστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν. ἀρχόμενος δὲ τῶν ἐπ’ αὐτῶι κηρυγμάτων καὶ ὁ θεσπέσιος βαπτιστὴς οὔτε θεότητος ὄρ‐ γανον οὔτε μὴν ἄνθρωπον ἁπλῶς θεοφοροῦντα κατά τινας, θεὸν δὲ μᾶλλον μετὰ σαρκὸς
30ἢ γοῦν ἐνηνθρωπηκότα τοῖς ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν εὐηγγελίζετο λέγων· ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ θεοῦ ἡμῶν. τίνος οὖν ἄρα προστέταχεν ἑτοιμάζεσθαι τὰς ὁδοὺς πλὴν ὅτι Χριστοῦ, τουτέστιν ἐν ἀνθρωπείαι μορ‐ φῆι πεφηνότος τοῦ λόγου; ἀπόχρη δέ, οἶμαι, πρὸς πίστιν καὶ ὁ θεσπέσιος Παῦλος, ἐπιμαρτυρῶν τε καὶ λέγων· τί οὖν ἐροῦμεν; εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ
35ἡμῶν; ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέ‐

1,1,1

20

δωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῶι τὰ πάντα ἡμῖν χαρίσεται; εἶτα, εἰπέ μοι, πῶς ἂν νοοῖτο θεοῦ καὶ ἴδιος υἱὸς ὁ ἐκ τῆς ἁγίας παρθένου; ὥσπερ γὰρ ἴδιον ἀνθρώπου καὶ μὴν καὶ ἑκάστου τῶν ἑτέρων ζώιων τὸ ἐξ αὐτοῦ κατὰ φύσιν γεγεν‐ νημένον, οὕτως ἴδιον θεοῦ τὸ ἐκ τῆς οὐσίας αὐτοῦ νοοῖτ’ ἂν εἶναι καὶ λέγοιτο. πῶς
5οὖν ἴδιος θεοῦ υἱὸς ὠνόμασται ὁ Χριστός, ὃς καὶ δέδοται παρὰ τοῦ θεοῦ καὶ πατρὸς τῆς ἁπάν‐ των ἕνεκα σωτηρίας καὶ ζωῆς, παρεδόθη γὰρ διὰ τὰ παραπτώματα ἡμῶν καὶ αὐτὸς ἀνομίας πολλῶν ἀνήνεγκεν ἐν τῶι σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον κατὰ τὴν τοῦ προφήτου φωνήν. πρόδηλον οὖν ὅτι τὸ τῆς ἑνώσεως χρῆμα παραληφθὲν ἀναγ‐ καίως ἴδιον υἱὸν ἀποφαίνει τοῦ θεοῦ τὸν ἐκ τῆς ἁγίας παρθένου. σῶμα γὰρ ἦν οὐχ
10ἑτέρου τινὸς τῶν καθ’ ἡμᾶς, ἴδιον δὲ μᾶλλον αὐτοῦ τοῦ ἐκ τοῦ πατρὸς ὄντος λόγου τὸ γεννηθὲν ἐξ αὐτῆς. Εἰ δὲ δὴ ψιλὴν καὶ μόνην ἀπονέμει τις αὐτῶι τὴν ὀργανικὴν ὑπουργίαν, ἀποπέμψει καὶ οὐχ ἑκὼν καὶ τοῦ εἶναι κατὰ ἀλήθειαν υἱόν. ὑποκείσθω γάρ τις τῶι λόγωι, φέρε εἰπεῖν, ἄνθρωπος, ἔστω δὲ αὐτῶι καὶ παῖς τὰ εἰς λύραν τεχνίτης ψάλλειν τε ἄριστα μεμελετηκώς·
15ἆρ’ οὖν ὁ τοιοῦτος καταλογιεῖται τὴν λύραν καὶ τὸ τῆς ὠιδῆς ὄργανον ἐν υἱοῦ τάξει σὺν τῶι υἱῶι; καίτοι πῶς οὐκ εὔηθες λίαν τὸ χρῆμά ἐστιν; ἣ μὲν γὰρ εἰς ἔνδειξιν παρελήφθη τῆς τέχνης, ὃ δέ ἐστι καὶ ὀργάνου δίχα τοῦ τεκόντος υἱός. εἰ δὲ δὴ φαῖεν ὅτι παρελήφθη πρὸς ὑπουργίαν ὁ ἐκ γυναικός, ἵνα δι’ αὐτοῦ τελῆται τὰ θαύματα καὶ τῶν εὐαγγελικῶν θεσπισμάτων ἀναλάμψηι τὸ κήρυγμα, λεγέσθω καὶ ἕκαστος τῶν ἁγίων προφητῶν θεότητος
20ὄργανον καὶ πρό γε τῶν ἄλλων ὁ ἱεροφάντης Μωυσῆς, ὃς ἀνασχὼν τὴν ῥάβδον μετετίθει μὲν εἰς αἷμα τοὺς ποταμούς, διιστὰς δὲ καὶ αὐτὴν τὴν θάλασσαν διὰ μέσων ἰέναι κυμάτων ἐκέλευε τοῖς ἐξ Ἰσραήλ, ἐπιφέρων δὲ αὐτὴν καὶ πέτραις ὑδάτων αὐτὰς ἐποίει μητέρας καὶ πηγὴν ἔδειξε τὴν ἀκρότομον καὶ μεσίτης γέγονε θεοῦ καὶ ἀνθρώπων καὶ νόμου διάκονος ἦν καὶ καθηγεῖτο λαῶν. οὐδὲν οὖν ἄρα τὸ περιττὸν ἐν Χριστῶι καὶ πεπλεονέκτηκε μὲν
25οὐδαμῶς τοὺς πρὸ αὐτοῦ γεγονότας ὡς ἐν ὀργάνων χρείαι τε καὶ τάξει κατὰ τὸν ἴσον τρόπον παρειλημμένος, πεφλυάρηκε δὲ κατὰ τὸ εἰκὸς ὁ θεσπέσιος Δαυὶδ ἐκεῖνο εἰπὼν ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῶι κυρίωι καὶ τίς ὁμοιωθήσεται τῶι κυρίωι ἐν υἱοῖς θεο; ἀλλ’ ὅ γε σοφώτατος Παῦλος τελοῦντα μὲν ἐν οἰκέταις ἀποφαίνει Μωσέα, θεὸν δὲ καὶ κύριον ἀποκαλεῖ τὸν ἐκ γυναικὸς οἰκονομικῶς γεγονότα, τουτέστι Χριστόν.
30γέγραφε γὰρ ὡδί· ὥστε, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατα‐ νοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν πιστὸν ὄντα τῶι ποιήσαντι αὐτόν, ὡς καὶ Μωυσῆς ἐν ὅλωι τῶι οἴκωι αὐτο. πλείο‐
νος γὰρ οὗτος δόξης παρὰ Μωυσῆν ἠξίωται, καθ’ ὅσον πλείονα τιμὴν ἔχει

1,1,1

21

τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν. πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ δὲ τὰ πάντα κατασκευάσας θεός. καὶ Μωυσῆς μὲν πιστὸς ἐν ὅλωι τῶι οἴκωι αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων· Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτο, οὗ οἶκος ἐσμὲν ἡμεῖς. ἄθρει δὴ οὖν ὅπως
5καὶ τὸ τῆς ἀνθρωπότητος αὐτῶι τετήρηκε μέτρον καὶ τῆς. ἀνωτάτω δόξης καὶ θεοπρεποῦς ἀξίας ἀπονέμει τὴν ὑπεροχήν. ἀρχιερέα γὰρ καὶ ἀπόστολον εἰπὼν καὶ μὴν καὶ γενέσθαι πιστὸν τῶι ποιήσαντι αὐτὸν εὖ μάλα διαβεβαιούμενος, τετιμῆσθαι μειζόνως ἢ κατὰ Μωσέα φησίν, καθ’ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν· εἶτα προσεπάγει πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ δὲ τὰ
10πάντα κατασκευάσας θεός. οὐκοῦν τέτακται μὲν ἐν ποιήμασιν καὶ ἐν τοῖς κα‐ τεσκευασμένοις ὁ θεσπέσιος Μωυσῆς, κατασκευαστὴς δὲ τῶν ὅλων δέδεικται Χριστός, καίτοι θεοῦ λεγομένου κατασκευάσαι τὰ πάντα. θεὸς οὖν ἄρα καὶ ἀληθινὸς ἀνενδοιάστως ἐστί. καὶ Μωυσῆς μὲν ὡς θεράπων ἐν ὅλωι τῶι οἴκωι πιστός, Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτο, οὗ οἶκος ἐσμὲν ἡμεῖς, καίτοι θεοῦ λέγοντος διὰ φωνῆς προφητῶν ὅτι
15ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν θεὸς καὶ αὐτοὶ ἔσονταί μοι λαός. ἀλλὰ τίς ἂν νοοῖτο, φαίη τις ἂν ἴσως, ἡ διαφορὰ Χριστοῦ καὶ Μωυσέως, εἴπερ ἄμφω γεγόνασι διὰ γυναικῶν; πῶς ὃ μὲν οἰκέτης καὶ ὡς ἐν οἴκωι πιστός, ὃ δὲ καὶ φύσει κύριος ὡς υἱὸς καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ, τουτέστιν ἡμᾶς; οἶμαι δὲ ἔγωγε παντί τωι τὸ χρῆμα ὑπάρχειν ἐναργές, εἴπερ ἐστὶν ἐν καλῶι φρενὸς καὶ νοῦν
20ἔχει Χριστοῦ κατὰ τὸν μακάριον Παῦλον. ὃ μὲν γὰρ ἦν ἄνθρωπος καὶ ὑπὸ ζυγὰ δουλείας, ὃ δὲ κατὰ φύσιν ἐλεύθερος ὡς θεὸς καὶ δημιουργὸς τῶν ὅλων καὶ κένωσιν ἀνατλὰς τὴν ἐθελούσιον δι’ ἡμᾶς, ἀλλ’ οὐχὶ τοῦτο αὐτὸν τῆς θεοπρεποῦς δόξης ἐξοικιεῖ οὔτε μὴν τῆς ὑπερτάτης καὶ κατὰ πάντων ὑπεροχῆς ἀποσοβήσει· πόθεν; ὥσπερ γὰρ ἡμεῖς τὸ αὐτοῦ πνεῦμα πλουτήσαντες (κατώικηκε γὰρ ἐν ταῖς καρδίαις ἡμῶν) τετάγμεθα μὲν ἐν τέκνοις
25θεοῦ, τό γε μὴν εἶναι τοῦθ’ ὅπερ ἐσμέν, οὐκ ἀποβεβλήκαμεν (ἐσμὲν γὰρ ἄνθρωποι κατὰ φύσιν, καίτοι θεῶι λέγοντες ἀββᾶ ὁ πατήρ), οὕτως καὶ αὐτὸς ὁ τῆς τοῦ θεοῦ καὶ πατρὸς οὐσίας ἀπορρήτως ἐκπεφηνὼς θεὸς λόγος προσλαβὼν τὸ ἀνθρώπινον τετίμηκε μὲν τὴν φύσιν, οὐ μὴν ἔξω γέγονε τῆς ἰδίας ὑπεροχῆς, μεμένηκε δὲ καὶ ἐν ἀνθρωπότητι θεός. οὐκοῦν οὐκ ἐν ὀργάνου τάξει παρειλῆφθαι φαμὲν τὸν ἐκ τῆς παρθένου ναόν, ἑπόμενοι
30δὲ μᾶλλον τῆι πίστει τῶν ἱερῶν γραμμάτων καὶ ταῖς τῶν ἁγίων φωναῖς σάρκα γεγενῆσθαι τὸν λόγον διακεισόμεθα κατά γε τοὺς ἤδη πλειστάκις ἡμῖν προαποδοθέντας τρόπους. οὕτως καὶ τέθεικεν ὑπὲρ ἡμῶν τὴν ἰδίαν ψυχήν. ἐπειδὴ γὰρ ἦν ὁ θάνατος αὐτοῦ τῶι κόσμωι σωτήριος, ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας, καίτοι ζωὴ κατὰ φύσιν ὑπάρχων
ὡς θεός. πῶς οὖν ἡ ζωὴ τεθνάναι λέγεται; τῆι ἰδίαι σαρκὶ παθοῦσα τὸν θάνατον, ἵνα

1,1,1

22

φαίνηται ζωή, ζωοποιοῦσα πάλιν αὐτήν. φέρε γάρ, εἰ καὶ ἐφ’ ἡμῶν αὐτῶν ὁ τοῦ θανάτου πολυπραγμονοῖτο τρόπος, οὐχ ἅπας τις οὖν τῶν εὖ φρονούντων ἐρεῖ τοῖς ἀπὸ γῆς σώμασιν οὐ συγκαταφθείρεσθαι τὰς ψυχάς; ἀλλ’ οἶμαι τοῦτό ἐστιν οὐδενὶ τῶν ὄντων ἐνδοιαστόν· πλὴν ἀνθρώπου θάνατος τὸ συμβεβηκὸς ὀνομάζεται. οὕτω νοήσεις καὶ ἐπ’
5αὐτοῦ τοῦ Ἐμμανουήλ. ἦν μὲν γὰρ ὁ λόγος ὡς ἐν ἰδίωι σώματι τῶι ἐκ γυναικός, ἐδίδου δὲ αὐτὸ τῶι θανάτωι κατὰ καιρόν, πάσχων μὲν οὐδὲν εἰς ἰδίαν φύσιν αὐτός (ζωὴ γάρ ἐστι καὶ ζωοποιός), οἰκειούμενος δὲ τὰ σαρκός, ἵνα καὶ αὐτοῦ λέγηται τὸ παθεῖν καὶ εἷς ὁ πάντων ἀντάξιος τεθνεὼς ὑπὲρ πάντων ἀγοράσηι τῶι ἰδίωι αἵματι τὴν ὑπ’ οὐρανὸν καὶ κατακτή‐ σηται τῶι θεῶι καὶ πατρὶ τοὺς ἀνὰ πᾶσαν τὴν γῆν. καὶ τοῦτο ὡς ἀληθὲς ὁ μακάριος
10προφήτης Ἡσαίας διακηρύττει λέγων ἐν πνεύματι· διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα, ἀνθ’ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκεν καὶ διὰ τὰς ἀνομίας αὐτῶν παρεδόθη. εἷς οὖν ὁ πάντων ἀξιώτερος τὴν ἰδίαν ὑπὲρ πάντων τέθεικε ψυχήν, καὶ συνεχώρει μὲν οἰκονομικῶς καταβιβάζεσθαι βραχὺ
15τῶι θανάτωι τὴν σάρκα, κατήργηκε δὲ πάλιν αὐτὸν ὡς ζωὴ παθεῖν οὐκ ἀνεχομένη τὸ παρὰ φύσιν ἰδίαν, ἵνα καὶ ἐν τοῖς ἁπάντων ἀτονήσηι σώμασιν ἡ φθορὰ καὶ τὸ τοῦ θανάτου παραλύοιτο κράτος. ὥσπερ γὰρ ἐν τῶι Ἀδὰμ πάντες ἀποθνήισκομεν, οὕτω καὶ ἐν τῶι Χριστῶι πάντες ζωοποιηθησόμεθα. εἰ γὰρ μὴ πέπονθεν ἀνθρωπίνως ὑπὲρ ἡμῶν, οὐδὲ ἐνήργηκε θεικῶς τὰ εἰς σωτηρίαν ἡμῶν. λέγεται γὰρ πρότερον μὲν ἀποθα‐
20νεῖν ὡς ἄνθρωπος, ἀναβιῶναι δὲ μετὰ τοῦτο διά τοι τὸ εἶναι κατὰ φύσιν θεός. εἰ τοίνυν οὐ πέπονθε τὸ τεθνάναι σαρκὶ κατὰ τὰς γραφάς, οὐδὲ ἐζωοποιήθη πνεύματι, τουτέστιν οὐκ ἀνεβίω. καὶ εἰ τοῦτό ἐστιν ἀληθές, ματαία ἡ πίστις ἡμῶν· ἔτι ἐσμὲν ἐν ταῖς ἁμαρτίαις ἡμῶν. βεβαπτίσμεθα γὰρ εἰς τὸν θάνατον αὐτοῦ κατὰ τὰς τοῦ μακαρίου Παύλου φωνὰς καὶ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν ἐσχήκαμεν διὰ τοῦ αἵματος αὐτοῦ.
25 Ἀλλ’ εἴπερ ἐστὶν ὁ Χριστὸς οὔτε υἱὸς ἀληθῶς οὔτε μὴν φύσει θεός, ἄνθρωπος δὲ ψιλὸς καθ’ ἡμᾶς καὶ θεότητος ὄργανον, σεσώσμεθα μὲν οὐκ ἐν θεῶι, πόθεν; ἑνὸς δὲ μᾶλλον τῶν καθ’ ἡμᾶς τεθνεῶτος ὑπὲρ ἡμῶν καὶ δυνάμεσιν ἀλλοτρίαις ἐγηγερμένου. πῶς οὖν ἔτι κατηργήθη θάνατος διὰ Χριστοῦ; καίτοι λέγοντος ἀκούω σαφῶς περὶ τῆς ἰδίας ψυχῆς· οὐδεὶς αἴρει αὐτὴν ἀπ’ ἐμο, ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυτο.
30ἐξουσίαν ἔχω θεῖναι αὐτὴν καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. κατέβη γὰρ μεθ’ ἡμῶν εἰς θάνατον διὰ τῆς ἰδίας σαρκὸς ὁ θάνατον οὐκ εἰδώς, ἵνα καὶ ἡμεῖς ἀνα‐
βαίνωμεν σὺν αὐτῶι πρὸς ζωήν. ἀνεβίω γὰρ σκυλεύσας τὸν ἅιδην οὐχ ὡς ἄνθρωπος

1,1,1

23

καθ’ ἡμᾶς, ἀλλ’ ὡς θεὸς ἐν σαρκὶ μεθ’ ἡμῶν καὶ ὑπὲρ ἡμᾶς. κατεπλούτει δὲ ἡ φύσις ὡς ἐν αὐτῶι δὴ καὶ πρώτωι τὴν ἀφθαρσίαν καὶ συνετρίβη θάνατος τῶι τῆς ζωῆς σώματι πολεμίου δίκην ἐμβαλών· ὥσπερ γὰρ νενίκηκεν ἐν Ἀδάμ, οὕτω πέπτωκεν ἐν Χριστῶι. καὶ γοῦν ἀναβαίνοντι δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν πρὸς τὸν ἐν οὐρανοῖς πατέρα καὶ θεόν, ἵνα
5τοῖς ἐπὶ τῆς γῆς βάσιμον ἀποφήνηι τὸν οὐρανόν, τὰς ἐπινικίους ὠιδὰς ἀνετίθει λέγων ὁ θε‐ σπέσιος μελωιδός· ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμῶι, κύριος ἐν φωνῆι σάλπιγγος. ψάλατε τῶι θεῶι ἡμῶν, ψάλατε· ψάλατε τῶι βασιλεῖ ἡμῶν, ψάλατε. ψάλατε συνετῶς· ἐβασίλευσεν ὁ θεὸς ἐπὶ πάντα τὰ ἔθνη. ἔφη δέ που καὶ ὁ μακάριος Παῦλος περὶ αὐτοῦ· ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν,
10ἵνα πληρώσηι τὰ πάντα. Ὅτε τοίνυν καὶ θεός ἐστιν ἀληθῶς καὶ βασιλεὺς κατὰ φύσιν, εἴρηται δὲ καὶ τῆς δόξης κύριος ὁ ἐσταυρωμένος, πῶς ἂν ἐνδοιάσειέ τις θεοτόκον εἰπεῖν τὴν ἁγίαν παρθένον; προσκύνησον ὡς ἕνα, μὴ διελὼν εἰς δύο μετὰ τὴν ἕνωσιν· τότε γελάσει μάτην ὁ παράφρων Ἰουδαῖος· τότε κυριοκτόνος ἔσται κατὰ ἀλήθειαν, ἁλώσεται δὲ πεπλημμεληκὼς οὐκ εἰς ἕνα
15τῶν καθ’ ἡμᾶς, ἀλλ’ εἰς αὐτὸν τὸν τῶν ὅλων σωτῆρα θεὸν καὶ δὴ καὶ ἀκούσεται· οὐαὶ ἔθνος ἁμαρτωλόν, λαὸς πλήρης ἁμαρτιῶν· σπέρμα πονηρόν, υἱοὶ ἄνομοι· ἐγκατελίπατε τὸν κύριον καὶ παρωργίσατε τὸν ἅγιον τοῦ Ἰσραήλ. Ἑλλήνων δὲ παῖδες κατ’ οὐδένα τρόπον τῆι Χριστιανῶν διαμωμήσονται πίστει· λελατρεύκαμεν γὰρ οὐκ ἀνθρώπωι ψιλῶι, μὴ γένοιτο, θεῶι δὲ μᾶλλον τῶι κατὰ φύσιν, οὐκ ἀγνοοῦντες αὐτοῦ
20τὴν δόξαν, κἂν εἰ γέγονε καθ’ ἡμᾶς μεμενηκὼς ὅπερ ἦν, τουτέστι θεός. δι’ αὐτοῦ τε καὶ σὺν αὐτῶι τῶι θεῶι καὶ πατρὶ ἡ δόξα σὺν ἁγίωι πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
25 Τῶι εὐλαβεστάτωι καὶ θεοσεβεστάτωι συλλειτουργῶι Νεστορίωι Κύριλλος ἐν κυρίωι χαίρειν. Ἄνδρες αἰδέσιμοι καὶ πίστεως ἄξιοι παραγεγόνασιν ἐν Ἀλεξανδρείαι, εἶτα μετέδο‐
σαν ὡσανεὶ τῆς σῆς θεοσεβείας ἀγανακτούσης σφόδρα καὶ πάντα κινούσης κάλων εἰς τὸ

1,1,1

24

λυπεῖν ἐμέ. βουλομένωι δέ μοι τῆς σῆς θεοσεβείας τὴν λύπην ἀναμαθεῖν ἔφασαν ὅτι τὴν πρὸς μοναστὰς ἁγίους γενομένην ἐπιστολὴν περιφέρουσι τινὲς τῶν ἀπὸ τῆς Ἀλεξαν‐ δρείας καὶ ἡ τοῦ μίσους ἀφορμὴ καὶ τῆς ἀηδίας αὕτη γέγονεν. τεθαύμακα τοίνυν εἰ μὴ ἐκεῖνο μᾶλλον ἡ σὴ θεοσέβεια καθ’ ἑαυτὴν ἐλογίσατο· οὐ γὰρ πρότερον ἐμῆς γραφείσης
5ἐπιστολῆς ὁ ἐπὶ τῆι πίστει γέγονε θόρυβος, ἀλλ’ ἢ εἰρημένων τινῶν παρὰ τῆς σῆς θεοσε‐ βείας ἢ καὶ μή. πλὴν χαρτίων ἢ γοῦν ἐξηγήσεων περιφερομένων, κάμνομεν ἡμεῖς ἐπα‐ νορθοῦν ἐθέλοντες τοὺς διεστραμμένους. ἐγγὺς γὰρ γεγόνασι τινὲς τοῦ μὴ ἀνέχεσθαι λοιπὸν ὁμολογεῖν ὅτι θεός ἐστιν ὁ Χριστός, ὄργανον δὲ μᾶλλον καὶ ἐργαλεῖον θεότητος καὶ ἄνθρωπος θεοφόρος καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων ἐπέκεινα; ἦν οὖν ἄρα τὸ χαλεπαί‐
10νειν ἡμῶν ἐφ’ οἷς εἴρηκεν ἢ οὐκ εἴρηκεν ἡ σὴ θεοσέβεια· τοῖς γὰρ περιφερομένοις χαρ‐ τίοις οὐ σφόδρα πιστεύω. πῶς οὖν ἔνι σιωπῆσαι πίστεως ἀδικουμένης καὶ τοσούτων διεστραμμένων; ἢ οὐ παραστησόμεθα τῶι βήματι τοῦ Χριστοῦ, οὐκ ἀπολογησόμεθα δὲ τῆς ἀκαίρου σιωπῆς ἕνεκα, καίτοι τεταγμένοι παρ’ αὐτοῦ πρὸς τὸ λέγειν ἃ δεῖ; τί δὲ ποιήσω νῦν (δεῖ με γὰρ βουλεύσασθαι μετὰ τῆς σῆς θεοσεβείας), μηνύοντος τοῦ εὐλαβε‐
15στάτου καὶ θεοσεβεστάτου τῆς Ῥωμαίων ἐπισκόπου Κελεστίνου καὶ τῶν σὺν αὐτῶι θεο‐ σεβεστάτων ἐπισκόπων περὶ τῶν ἀπενεχθέντων οὐκ οἶδ’ ὅπως ἐκεῖ χαρτίων, πότερόν ποτε τῆς σῆς θεοσεβείας ἢ μή; γράφουσι γὰρ ὡς πάνυ σκανδαλισθέντες. πῶς δὲ τοὺς ἀπὸ τῆς Ἀνατολῆς ἐκ πασῶν τῶν ἐκκλησιῶν ἐρχομένους θεραπεύσομεν καὶ τῶν χαρτίων καταγογγύ‐ ζοντας; ἢ τάχα που νομίζει ἡ σὴ θεοσέβεια ὅτι μικρὸς ταῖς ἐκκλησίαις ἀνεφύη θόρυβος
20ἐκ τῶν τοιούτων ὁμιλιῶν; πάντες ἐσμὲν ἐν ἀγῶσι καὶ πόνοις τοὺς ἕτερα φρονεῖν οὐκ οἶδ’ ὅπως ἀναπεπεισμένους μεθιστάντες εἰς τὸ ἀληθές. ὅτε τοίνυν ἡ τὴν ἀνάγκην ἅπασιν τοῦ γογγύζειν ἐπενεγκοῦσα ἡ σὴ θεοσέβειά ἐστιν, πῶς αἰτιᾶται δικαίως; τί δέ μου καὶ μάτην καταβοᾶι καὶ οὐχὶ μᾶλλον ἐπανορθοῖ τὸν ἑαυτῆς λόγον, ἵνα παύσηι σκάνδαλον οἰκουμε‐ νικόν; εἰ γὰρ καὶ παρερρύη λόγος ὡς ἐπὶ λαοῦ τρέχων, ἀλλ’ ἐπανορθούσθω ταῖς ἐπι‐
25σκέψεσιν, καὶ λέξιν χαρίσασθαι τοῖς σκανδαλιζομένοις καταξίωσον, θεοτόκον ὀνομάζων τὴν ἁγίαν παρθένον, ἵνα θεραπεύσαντες τοὺς λελυπημένους καὶ ὀρθὴν παρὰ πᾶσιν δόξαν ἔχοντες ἐν εἰρήνηι καὶ ὁμοψυχίαι τῶν λαῶν τὰς συνάξεις ἐπιτελῶμεν. ὅτι δὲ ὑπὲρ τῆς εἰς Χριστὸν πίστεως πάντα ἕτοιμοι παθεῖν ἐσμὲν καὶ δεσμωτηρίων εἰς πεῖραν ἐλθεῖν καὶ αὐτοῦ τοῦ θανάτου, μὴ ἀμφιβαλλέτω ἡ σὴ θεοσέβεια. ἐπ’ ἀληθείας δὲ λέγω ὅτι καὶ πε‐
30ριόντος ἔτι τοῦ τῆς μακαρίας μνήμης Ἀττικοῦ συντέθειταί μοι βιβλίον περὶ τῆς ἁγίας καὶ ὁμοουσίου

1,1,1

25

τριάδος, ἐν ὧι καὶ λόγος περὶ τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς, οἷς νῦν γέγραφα, συν‐ ωιδός, καὶ ὑπανέγνωμεν αὐτὰ καὶ ἐπισκόποις καὶ κλήρωι καὶ τοῖς φιλακροάμοσι τῶν λαῶν, ἐκδέδωκα δὲ τέως οὐδενί. εἰκὸς οὖν ἐκδοθέντος τοῦ λόγου πάλιν ἐγκαλεῖσθαί με ὅτι καὶ πρὸ τῆς χειροτονίας τῆς σῆς θεοσεβείας συντέθεικα τὸ λογίδιον.
6 Τῶι δεσπότηι μου θεοφιλεστάτωι καὶ ἁγιωτάτωι συλλειτουργῶι Κυρίλλωι Νεστόριος ἐν κυρίωι χαίρειν. Οὐδὲν ἐπιεικείας Χριστιανικῆς βιαιότερον. ὑπὸ ταύτης γοῦν νῦν διὰ τοῦ εὐλαβεστάτου πρεσβυτέρου Λάμπωνος πρὸς τὸ παρὸν βεβιάσμεθα γράμμα, πολλὰ μὲν εἰπόντος ἡμῖν περὶ τῆς σῆς εὐλαβείας, πολλὰ δὲ ἀκούσαντος, τὸ δὲ τελευταῖον οὐκ
10ἐνδόντος ἡμῖν, ἕως τὸ παρ’ ἡμῶν εἰσεπράξατο γράμμα. καὶ τῆι τοῦ ἀνδρὸς νενικήμεθα βίαι· φόβον γὰρ ὁμολογῶ κεκτῆσθαι πολὺν περὶ πᾶσαν παντὸς ἀνδρὸς Χριστιανικὴν ἐπιείκειαν, ὡς ἐγκαθήμενον αὐτῆι τὸν θεὸν κεκτημένην. τὰ μὲν οὖν παρ’ ἡμῶν, καίτοι πολλῶν παρὰ τῆς σῆς θεοσεβείας οὐ κατὰ ἀδελφικὴν ἀγάπην (δεῖ γὰρ εἰπεῖν εὐφημότερον) γεγο‐ νότων, ἐν μακροθυμίαι τε καὶ γραμμάτων ἀγάπηι προσρητικῆι· δείξει δὲ ἡ πεῖρα ποταπὸς
15ἡμῖν ὁ τῆς παρὰ τοῦ εὐλαβεστάτου πρεσβυτέρου Λάμπωνος βίας καρπός. Πᾶσαν τὴν σὺν σοὶ ἀδελφότητα ἐγώ τε καὶ οἱ σὺν ἐμοὶ προσαγορεύομεν.
23Τῶι εὐλαβεστάτωι καὶ θεοφιλεστάτωι συλλειτουργῶι Νεστορίωι Κύριλλος ἐν κυρίωι
χαίρειν. Καταφλυαροῦσι μέν, ὡς μανθάνω, τινὲς τῆς ἐμῆς ὑπολήψεως ἐπὶ τῆς σῆς

1,1,1

26

θεοσεβείας, καὶ τοῦτο συχνῶς, τὰς τῶν ἐν τέλει συνόδους καιροφυλακοῦντες μάλιστα, καὶ τάχα που καὶ τέρπειν οἰόμενοι τὴν σὴν ἀκοὴν καὶ ἀβουλήτους πέμπουσι φωνάς, ἠδικημένοι μὲν οὐδέν, ἐλεγχθέντες δέ, καὶ τοῦτο χρηστῶς, ὃ μὲν ὅτι τυφλοὺς ἠδίκει καὶ πένητας, ὃ δὲ ὡς μητρὶ ξίφος ἐπανατείνας, ὃ δὲ θεραπαίνηι συγκεκλοφὼς χρυσίον ἀλλότριον καὶ τοι‐
5αύτην ἐσχηκὼς ἀεὶ τὴν ὑπόληψιν, ἣν οὐκ ἂν εὔξαιτό τις συμβῆναι τισὶν καὶ τῶν λίαν ἐχθρῶν. πλὴν οὐ πολὺς τῶν τοιούτων ὁ λόγος ἐμοί, ἵνα μήτε ὑπὲρ τὸν δεσπότην καὶ διδάσκαλον μήτε μὴν ὑπὲρ τοὺς πατέρας τὸ τῆς ἐνούσης ἐμοὶ βραχύτητος ἐκτείνοιμι μέτρον. οὐ γὰρ ἐνδέχεται τὰς τῶν φαύλων διαδρᾶναι σκαιότητας, ὡς ἂν ἕλοιτό τις διαβιοῦν. ἀλλ’ ἐκεῖνοι μὲν ἀρᾶς καὶ πικρίας μεστὸν ἔχοντες τὸ στόμα τῶι πάντων ἀπολογήσονται
10κριτῆι· τετράψομαι δὲ πάλιν ἐγὼ πρὸς τὸ ὅτι μάλιστα πρέπον ἐμαυτῶι καὶ ὑπομνήσω καὶ νῦν ὡς ἀδελφὸν ἐν Χριστῶι τῆς διδασκαλίας τὸν λόγον καὶ τὸ ἐπὶ τῆι πίστει φρόνημα μετὰ πάσης ἀσφαλείας ποιεῖσθαι πρὸς τοὺς λαοὺς ἐννοεῖν τε ὅτι τὸ σκανδαλίσαι καὶ μόνον ἕνα τῶν μικρῶν τῶν πιστευόντων εἰς Χριστὸν ἀφόρητον ἔχει τὴν ἀγανάκτησιν. εἰ δὲ δὴ πληθὺς εἴη τοσαύτη τῶν λελυπημένων, πῶς οὐχ ἁπάσης εὐτεχνίας ἐν χρείαι καθεστήκαμεν πρός
15γε τὸ δεῖν ἐμφρόνως περιελεῖν τὰ σκάνδαλα καὶ τὸν ὑγιᾶ τῆς πίστεως κατευρῦναι λόγον τοῖς ζητοῦσι τὸ ἀληθές; ἔσται δὲ τοῦτο καὶ μάλα ὀρθῶς, εἰ τοῖς τῶν ἁγίων πατέρων περιτυγχάνον‐ τες λόγοις περὶ πολλοῦ τε αὐτοὺς ποιεῖσθαι σπουδάζοιμεν καὶ δοκιμάζοντες ἑαυτοὺς εἰ ἐσμὲν ἐν τῆι πίστει κατὰ τὸ γεγραμμένον, ταῖς ἐκείνων ὀρθαῖς καὶ ἀνεπιλήπτοις δόξαις τὰς ἐν ἡμῖν ἐννοίας εὖ μάλα συμπλάττοιμεν.
20 Ἔφη τοίνυν ἡ ἁγία καὶ μεγάλη σύνοδος αὐτὸν τὸν ἐκ θεοῦ πατρὸς κατὰ φύσιν γεννηθέντα υἱὸν μονογενῆ, τὸν ἐκ θεοῦ ἀληθινοῦ θεὸν ἀληθινόν, τὸ φῶς τὸ ἐκ τοῦ φωτός, τὸν δι’ οὗ τὰ πάντα πεποίηκεν ὁ πατήρ, κατελθεῖν σαρκωθῆναι ἐνανθρωπῆσαι παθεῖν ἀνα‐ στῆναι τῆι τρίτηι ἡμέραι καὶ ἀνελθεῖν εἰς οὐρανούς. τούτοις καὶ ἡμᾶς ἕπεσθαι δεῖ καὶ τοῖς λόγοις καὶ τοῖς δόγμασιν, ἐννοοῦντας τί τὸ σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι δηλοῖ τὸν ἐκ
25θεοῦ λόγον. οὐ γὰρ φαμὲν ὅτι ἡ τοῦ λόγου φύσις μεταποιηθεῖσα γέγονε σάρξ, ἀλλ’ οὐδὲ ὅτι εἰς ὅλον ἄνθρωπον μετεβλήθη τὸν ἐκ ψυχῆς καὶ σώματος, ἐκεῖνο δὲ μᾶλλον ὅτι σάρκα ἐψυχωμένην ψυχῆι λογικῆι ἑνώσας ὁ λόγος ἑαυτῶι καθ’ ὑπόστασιν ἀφράστως τε
καὶ ἀπερινοήτως γέγονεν ἄνθρωπος καὶ κεχρημάτικεν υἱὸς ἀνθρώπου, οὐ κατὰ θέλησιν μόνην

1,1,1

27

ἢ εὐδοκίαν, ἀλλ’ οὐδὲ ὡς ἐν προσλήψει προσώπου μόνου, καὶ ὅτι διάφοροι μὲν αἱ πρὸς ἑνότητα τὴν ἀληθινὴν συνενεχθεῖσαι φύσεις, εἷς δὲ ἐξ ἀμφοῖν Χριστὸς καὶ υἱός, οὐχ ὡς τῆς τῶν φύσεων διαφορᾶς ἀνηιρημένης διὰ τὴν ἕνωσιν, ἀποτελεσασῶν δὲ μᾶλλον ἡμῖν τὸν ἕνα κύριον καὶ Χριστὸν καὶ υἱὸν θεότητός τε καὶ ἀνθρωπότητος διὰ τῆς ἀφράστου καὶ ἀπορ‐
5ρήτου πρὸς ἑνότητα συνδρομῆς. οὕτω τε λέγεται, καίτοι πρὸ αἰώνων ἔχων τὴν ὕπαρ‐ ξιν καὶ γεννηθεὶς ἐκ πατρός, γεννηθῆναι καὶ κατὰ σάρκα ἐκ γυναικός, οὐχ ὡς τῆς θείας αὐτοῦ φύσεως ἀρχὴν τοῦ εἶναι λαβούσης ἐν τῆι ἁγίαι παρθένωι οὔτε μὴν δεηθείσης ἀναγ‐ καίως δι’ ἑαυτὴν δευτέρας γεννήσεως μετὰ τὴν ἐκ πατρός (ἔστιν γὰρ εἰκαῖόν τε ὁμοῦ καὶ ἀμα‐ θὲς τὸν ὑπάρχοντα πρὸ παντὸς αἰῶνος καὶ συναίδιον τῶι πατρὶ δεῖσθαι λέγειν ἀρχῆς
10τῆς εἰς τὸ εἶναι δευτέρας), ἐπειδὴ δὲ δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἑνώσας ἑαυτῶι καθ’ ὑπόστασιν τὸ ἀνθρώπινον προῆλθεν ἐκ γυναικός, ταύτηι τοι λέγεται γεννη‐ θῆναι σαρκικῶς. οὐ γὰρ πρῶτον ἄνθρωπος ἐγεννήθη κοινὸς ἐκ τῆς ἁγίας παρθένου, εἶθ’ οὕτως καταπεφοίτηκεν ἐπ’ αὐτὸν ὁ λόγος, ἀλλ’ ἐξ αὐτῆς μήτρας ἑνωθεὶς ὑπομεῖναι λέ‐ γεται γέννησιν σαρκικήν, ὡς τῆς ἰδίας σαρκὸς τὴν γέννησιν οἰκειούμενος. οὕτω φαμὲν αὐτὸν
15καὶ παθεῖν καὶ ἀναστῆναι, οὐχ ὡς τοῦ θεοῦ λόγου παθόντος εἰς ἰδίαν φύσιν ἢ πληγὰς ἢ δια‐ τρήσεις ἥλων ἢ γοῦν τὰ ἕτερα τῶν τραυμάτων (ἀπαθὲς γὰρ τὸ θεῖον, ὅτι καὶ ἀσώματον), ἐπειδὴ δὲ τὸ γεγονὸς αὐτοῦ ἴδιον σῶμα πέπονθεν ταῦτα, πάλιν αὐτὸς λέγεται παθεῖν ὑπὲρ ἡμῶν· ἦν γὰρ ὁ ἀπαθὴς ἐν τῶι πάσχοντι σώματι. κατὰ τὸν ἴσον δὲ τρόπον καὶ ἐπὶ τοῦ τε‐ θνάναι νοοῦμεν. ἀθάνατος μὲν γὰρ κατὰ φύσιν καὶ ἄφθαρτος καὶ ζωὴ καὶ ζωοποιός
20ἐστιν ὁ τοῦ θεοῦ λόγος· ἐπειδὴ δὲ πάλιν τὸ ἴδιον αὐτοῦ σῶμα χάριτι θεοῦ, καθά φησιν ὁ Παῦλος, ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, λέγεται παθεῖν αὐτὸς τὸν ὑπὲρ ἡμῶν θάνατον, οὐχ ὡς εἰς πεῖραν ἐλθὼν τοῦ θανάτου τό γε ἧκον εἰς τὴν αὐτοῦ φύσιν (ἀποπληξία γὰρ
τοῦτο λέγειν ἢ φρονεῖν), ἀλλ’ ὅτι, καθάπερ ἔφην ἀρτίως, ἡ σὰρξ αὐτοῦ ἐγεύσατο θανάτου.

1,1,1

28

οὕτω καὶ ἐγηγερμένης αὐτοῦ τῆς σαρκός, πάλιν ἡ ἀνάστασις αὐτοῦ λέγεται, οὐχ ὡς πε‐ σόντος εἰς φθοράν, μὴ γένοιτο, ἀλλ’ ὅτι τὸ αὐτοῦ πάλιν ἐγήγερται σῶμα. Οὕτω Χριστὸν ἕνα καὶ κύριον ὁμολογήσομεν, οὐχ ὡς ἄνθρωπον συμπροσκυνοῦντες τῶι λόγωι, ἵνα μὴ τομῆς φαντασία παρεισκρίνηται διὰ τοῦ λέγειν τὸ συν, ἀλλ’ ὡς ἕνα καὶ
5τὸν αὐτὸν προσκυνοῦντες, ὅτι μὴ ἀλλότριον τοῦ λόγου τὸ σῶμα αὐτοῦ, μεθ’ οὗ καὶ αὐτῶι συνεδρεύει τῶι πατρί, οὐχ ὡς δύο πάλιν συνεδρευόντων υἱῶν, ἀλλ’ ὡς ἑνὸς καθ’ ἕνωσιν μετὰ τῆς ἰδίας σαρκός. ἐὰν δὲ τὴν καθ’ ὑπόστασιν ἕνωσιν ἢ ὡς ἀνέφικτον ἢ ὡς ἀκαλ‐ λῆ παραιτώμεθα, ἐμπίπτομεν εἰς τὸ δύο λέγειν υἱούς· ἀνάγκη γὰρ πᾶσα διορίσαι καὶ εἰπεῖν τὸν μὲν ἄνθρωπον ἰδικῶς τῆι τοῦ υἱοῦ κλήσει τετιμημένον, ἰδικῶς δὲ πάλιν τὸν ἐκ θεοῦ
10λόγον υἱότητος ὄνομά τε καὶ χρῆμα ἔχοντα φυσικῶς. οὐ διαιρετέον τοιγαροῦν εἰς υἱοὺς δύο τὸν ἕνα κύριον Ἰησοῦν Χριστόν. ὀνήσει δὲ κατ’ οὐδένα τρόπον τὸν ὀρθὸν τῆς πίστεως λόγον εἰς τὸ οὕτως ἔχειν, κἂν εἰ προσώπων ἕνωσιν ἐπιφημίζωσι τινές. οὐ γὰρ εἴρηκεν ἡ γραφὴ ὅτι ὁ λόγος ἀνθρώπου πρόσωπον ἥνωσεν ἑαυτῶι, ἀλλ’ ὅτι γέγονε σάρξ. τὸ δὲ σάρκα γενέσθαι τὸν λόγον οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ ὅτι παραπλησίως ἡμῖν
15μετέσχεν αἵματος καὶ σαρκὸς ἴδιόν τε σῶμα τὸ ἡμῶν ἐποιήσατο καὶ προῆλθεν ἄνθρωπος ἐκ γυναικός, οὐκ ἀποβεβληκὼς τὸ εἶναι θεὸς καὶ τὸ ἐκ θεοῦ γεννηθῆναι πατρός, ἀλλὰ καὶ ἐν προσλήψει σαρκὸς μεμενηκὼς ὅπερ ἦν. τοῦτο πρεσβεύει πανταχοῦ τῆς ἀκριβοῦς πίστεως ὁ λόγος· οὕτως εὑρήσομεν τοὺς ἁγίους πεφρονηκότας πατέρας· οὕτως τεθαρσήκασι θεοτό‐ κον εἰπεῖν τὴν ἁγίαν παρθένον, οὐχ ὡς τῆς τοῦ λόγου φύσεως ἤτοι τῆς θεότητος αὐτοῦ τὴν
20ἀρχὴν τοῦ εἶναι λαβούσης ἐκ τῆς ἁγίας παρθένου, ἀλλ’ ὡς γεννηθέντος ἐξ αὐτῆς τοῦ ἁγίου σώματος ψυχωθέντος λογικῶς, ὧι καὶ καθ’ ὑπόστασιν ἑνωθεὶς ὁ λόγος γεγεννῆσθαι λέγεται κατὰ σάρκα. ταῦτα καὶ νῦν ἐξ ἀγάπης τῆς ἐν Χριστῶι γράφω, παρακαλῶν ὡς ἀδελφὸν καὶ διαμαρτυρόμενος ἐνώπιον τοῦ Χριστοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων ταῦτα μεθ’ ἡμῶν καὶ φρονεῖν καὶ διδάσκειν, ἵνα σώιζηται τῶν ἐκκλησιῶν ἡ εἰρήνη καὶ τῆς ὁμονοίας καὶ
25ἀγάπης ὁ σύνδεσμος ἀρραγὴς διαμένοι τοῖς ἱερεῦσι τοῦ θεοῦ.
Πρόσειπε τὴν παρὰ σοὶ ἀδελφότητα. σὲ ἡ σὺν ἡμῖν ἐν Χριστῶι προσαγορεύει.

1,1,1

29

(4)

Τῶι εὐλαβεστάτωι καὶ θεοσεβεστάτωι συλλειτουργῶι Κυρίλλωι Νεστόριος ἐν κυρίωι
5χαίρειν. Τὰς μὲν καθ’ ἡμῶν ὕβρεις τῶν θαυμαστῶν σου γραμμάτων ἀφίημι ὡς μακρο‐ θυμίας ἀξίας ἰατρικῆς καὶ τῆς διὰ τῶν πραγμάτων αὐτῶν κατὰ καιρὸν πρὸς αὐτὰς ἀπο‐ κρίσεως· ὃ δέ γε σιωπῆς οὐκ ἀνέχεται, ὡς μέγαν φέρον, εἰ σιγηθείη, τὸν κίνδυνον, τούτου, καθὼς ἂν οἷός τε ὦ, οὐ πρὸς μακρολογίαν ἀποτεινόμενος, ποιήσασθαι πειράσομαι τὴν διήγησιν σύντομον, τὸν τῆς σκοτεινῆς καὶ δυσπέπτου μακρηγορίας ναυτιασμὸν φυλατ‐
10τόμενος. ἄρξομαι δὲ ἀπὸ τῶν πανσόφων τῆς σῆς ἀγάπης φωνῶν, αὐτὰς αὐτολεξεὶ παραθείς. τίνες τοίνυν αἱ τῆς θαυμαστῆς τῶν σῶν γραμμάτων διδασκαλίας φωναί; Ἡ ἁγία φησὶν καὶ μεγάλη σύνοδος αὐτὸν τὸν ἐκ θεοῦ πατρὸς κατὰ φύσιν γεννηθέντα υἱὸν μονογενῆ, τὸν ἐκ θεοῦ ἀληθινοῦ θεὸν ἀληθινόν, τὸ φῶς τὸ ἐκ φωτός, τὸν δι’ οὗ τὰ πάντα πεποίηκεν ὁ πατήρ, κατελθεῖν σαρκωθῆναι ἐνανθρωπῆσαι παθεῖν ἀναστῆναι.
15 Ταῦτα τῆς σῆς θεοσεβείας τὰ ῥήματα καὶ γνωρίζεις ἴσως τὰ σά· ἄκουε δὲ καὶ τὰ παρ’ ἡμῶν, ἀδελφικὴν ὑπὲρ εὐσεβείας παραίνεσιν καὶ ἣν ὁ μέγας ἐκεῖνος Παῦλος τῶι φιλουμένωι παρ’ αὐτοῦ Τιμοθέωι διεμαρτύρατο· πρόσεχε τῆι ἀναγνώσει, τῆι παρακλήσει, τῆι διδαχῆι. τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου. τί δέ μοι τὸ πρόσεχε βούλεται; ὅτι τὴν τῶν ἁγίων ἐκείνων ἐξ ἐπιπολῆς ἀναγινώσκων παρά‐
20δοσιν συγγνώμης ἀξίαν ἠγνόησας ἄγνοιαν, παθητὸν αὐτοὺς εἰρηκέναι νομίσας τὸν τῶι πατρὶ συναίδιον λόγον· ἔγκυψον δέ, εἰ δοκεῖ, τοῖς ῥητοῖς ἀκριβέστερον καὶ τὸν θεῖον ἐκεῖνον τῶν πατέρων εὑρήσεις χορὸν οὐ τὴν ὁμοούσιον θεότητα παθητὴν εἰρηκότα οὐδὲ πρόσ‐ φατον γεννητὴν τὴν τῶι πατρὶ συναίδιον οὐδὲ ἀναστᾶσαν τὴν τὸν λελυμένον ναὸν ἀνα‐ στήσασαν. κἄν μοι τὰς ἀκοὰς εἰς ἀδελφικὴν ἰατρείαν παράσχηις, αὐτάς σοι τὰς τῶν ἁγί‐
25ων πατέρων φωνὰς παραθέμενος τῆς κατ’ ἐκείνων ἀπαλλάξω συκοφαντίας καὶ τῆς κατὰ τῶν θείων γραφῶν δι’ ἐκείνων. Πιστεύω τοίνυν φασί, καὶ εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ. σκόπησον ὅπως τὸ κύριος καὶ Ἰησοῦς καὶ Χριστός καὶ μονογενής καὶ
υἱός πρότερον θέντες τὰ κοινὰ τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος ὡς θεμελίους ὀνόματα

1,1,1

30

τότε τὴν τῆς ἐνανθρωπήσεως καὶ τῆς ἀναστάσεως καὶ τοῦ πάθους ἐποικοδομοῦσι παρά‐ δοσιν, ἵνα τῶν ὀνομάτων τῆς φύσεως ἑκατέρας κοινῶν τινων σημαντικῶν προκειμένων μήτε τὰ τῆς υἱότητος καὶ κυριότητος τέμνηται μήτε τὰ τῶν φύσεων ἐν τῶι τῆς υἱότητος μοναδικῶι συγχύσεως ἀφανισμῶι κινδυνεύηι. τούτου γὰρ αὐτοῖς παιδευτὴς ὁ Παῦλος
5γεγένηται, ὃς τῆς ἐνανθρωπήσεως τῆς θείας τὴν μνήμην ποιούμενος καὶ μέλλων τὰ τοῦ πάθους ἐπάγειν, πρότερον θεὶς τὸ Χριστός, τὸ κοινόν, ὡς μικρῶι πρότερον ἔφην, τῶν φύ‐ σεων ὄνομα, προσάγει τὸν λόγον ἀμφοτέραις πρεπώδη ταῖς φύσεσιν. τί γάρ φησιν; τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῶι Ἰησο, ὃς ἐν μορφῆι θεοῦ ὑ‐ πάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῶι. ἀλλ’, ἵνα μὴ τὰ καθ’ ἕκα‐
10στον λέγω, ὑπήκοος ἐγένετο μέχρι θανάτου, θανάτου δὲ σταυρο. ἐπειδὴ γὰρ ἔμελλεν τοῦ θανάτου μεμνῆσθαι, ἵνα μὴ τὸν θεὸν λόγον ἐντεῦθέν τις παθητὸν ὑπολάβηι, τίθησιν τὸ Χριστός, ὡς τῆς ἀπαθοῦς καὶ παθητῆς οὐσίας ἐν μοναδικῶι προσώπωι προση‐ γορίαν σημαντικήν, ὅπως καὶ ἀπαθὴς ὁ Χριστὸς καὶ παθητὸς ἀκινδύνως καλοῖτο, ἀπαθὴς μὲν θεότητι, παθητὸς δὲ τῆι τοῦ σώματος φύσει.
15 Πολλὰ λέγειν περὶ τούτου δυνάμενος καὶ πρῶτόν γε τὸ μηδὲ γεννήσεως ἐπὶ τῆς οἰκονομίας, ἀλλ’ ἐνανθρωπήσεως τοὺς ἁγίους ἐκείνους μνημονεῦσαι πατέρας, τὴν τῆς βρα‐ χυλογίας ἐν προοιμίοις ὑπόσχεσιν χαλινοῦσαν τὸν λόγον αἰσθάνομαι καὶ πρὸς τὸ δεύτερον τῆς σῆς ἀγάπης κινοῦσαν κεφάλαιον, ἐν ὧι τὴν μὲν τῶν φύσεων ἐπήινουν διαίρεσιν κατὰ τὸν τῆς ἀνθρωπότητος καὶ θεότητος λόγον καὶ τὴν τούτων εἰς ἑνὸς προσώπου συνά‐
20φειαν καὶ τὸ τὸν θεὸν λόγον δευτέρας ἐκ γυναικὸς μὴ φάσκειν δεδεῆσθαι γεννήσεως καὶ τὸ πάθους ἄδεκτον ὁμολογεῖν τὴν θεότητα. ὀρθόδοξα γὰρ ὡς ἀληθῶς τὰ τοιαῦτα καὶ ταῖς τῶν αἱρέσεων πασῶν περὶ τὰς δεσποτικὰς φύσεις ἐναντία κακοδοξίαις. τὰ λοιπὰ δὲ εἰ μέν τινα σοφίαν κεκρυμμένην ἐπήγετο ταῖς τῶν ἀναγινωσκόντων ἀκοαῖς ἀκατάληπτον, τῆς σῆς ἐστιν ἀκριβείας εἰδέναι· ἐμοὶ γοῦν τὰ πρῶτα καταστρέφειν ἐδόκει. τὸν γὰρ ἐν τοῖς πρώ‐
25τοις ἀπαθῆ κηρυχθέντα καὶ δευτέρας γεννήσεως ἄδεκτον πάλιν παθητὸν καὶ νεόκτιστον οὐκ οἶδ’ ὅπως εἰσῆγεν, ὡς τῶν κατὰ φύσιν τῶι θεῶι λόγωι προσόντων τῆι τοῦ ναοῦ συναφείαι διεφθαρμένων ἢ μικροῦ τινος τοῖς ἀνθρώποις νομιζομένου τοῦ τὸν ἀναμάρτητον ναὸν καὶ τῆς θείας ἀχώριστον φύσεως τὴν ὑπὲρ ἁμαρτωλῶν γέννησίν τε καὶ τελευτὴν ὑπομεῖναι ἢ πιστεύεσθαι τῆς δεσποτικῆς οὐκ ὀφειλούσης φωνῆς πρὸς Ἰουδαίους βοώσης· λύσατε τὸν
30ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν, οὐ· λύσατέ μου τὴν θεότητα καὶ ἐν τρισὶν ἡμέραις ἐγερθήσεται. Πάλιν πλατῦναι κἀνταῦθα βουλόμενος, τῆι τῆς ἐπαγγελίας ἀναστέλλομαι μνήμηι·
ῥητέον δ’ οὖν ὅμως βραχυλογίαι χρησάμενον. πανταχοῦ τῆς θείας γραφῆς, ἡνίκα ἂν

1,1,1

31

μνήμην τῆς δεσποτικῆς οἰκονομίας ποιῆται, γέννησις ἡμῖν καὶ πάθος οὐ τῆς θεότητος, ἀλλὰ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ παραδίδοται, ὡς καλεῖσθαι κατὰ ἀκριβεστέραν προση‐ γορίαν τὴν ἁγίαν παρθένον Χριστοτόκον, οὐ θεοτόκον. καὶ ἄκουε ταῦτα τῶν εὐαγγελίων βοώντων· Βίβλος, φησίν, γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυὶδ υἱοῦ Ἁβραάμ. δῆ‐
5λον δὲ ὅτι τοῦ Δαυὶδ υἱὸς ὁ θεὸς λόγος οὐκ ἦν. δέχου καὶ ἄλλην, εἰ δοκεῖ, μαρτυρίαν· Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγό‐ μενος Χριστός. σκόπει πάλιν ἑτέραν ἡμᾶς διαμαρτυρομένην φωνήν· τοῦ δὲ Ἰη‐ σοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῶι Ἰωσήφ, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου. κτί‐
10σμα δὲ πνεύματος τίς ἂν τὴν τοῦ μονογενοῦς ὑπολάβοι θεότητα; τί δεῖ λέγειν καὶ τὸ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκε; καὶ πάλιν τὸ σὺν Μαρίαι τῆι μητρὶ τοῦ Ἰησοῦ καὶ τὸ τὸ ἐν αὐτῆι γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου καὶ τὸ λάβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον καὶ τὸ περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα καὶ περὶ τοῦ πάθους αὖθις ὅτι
15θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῆι σαρκί καὶ πάλιν Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν καὶ Χριστοῦ παθόντος σαρκί καὶ τοῦτό ἐστιν, οὐχ ἡ θεότης μου, ἀλλὰ τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον. καὶ ἄλλων μυρίων φωνῶν διαμαρτυρομένων τῶν ἀνθρώπων τὸ γένος μὴ τὴν τοῦ υἱοῦ νομίζειν θεότητα πρόσφατον ἢ
20πάθους σωματικοῦ δεκτικήν, ἀλλὰ τὴν συνημμένην τῆι φύσει τῆς θεότητος σάρκα (ὅθεν καὶ κύριον τοῦ Δαυὶδ ἑαυτὸν ὁ Χριστὸς καὶ υἱὸν ὀνομάζει· τί γάρ φησιν, ὑμῖν δοκεῖ περὶ τοῦ Χριστο; τίνος υἱός ἐστι; λέγουσιν αὐτῶι· τοῦ Δαυίδ. ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· πῶς οὖν Δαυὶδ ἐν πνεύματι κύριον αὐτὸν καλε, λέγων· εἶπεν ὁ κύριος τῶι κυρίωι μου· κάθου ἐκ δεξιῶν μου; ὡς υἱὸς ὢν πάντως τοῦ
25Δαυὶδ κατὰ σάρκα, κατὰ δὲ τὴν θεότητα κύριος), εἶναι μὲν οὖν τῆς τοῦ υἱοῦ θεότητος τὸ σῶμα ναὸν καὶ ναὸν κατ’ ἄκραν τινὰ καὶ θείαν ἡνωμένον συνάφειαν, ὡς οἰκειοῦσθαι τὰ τούτου τὴν τῆς θεότητος φύσιν, ὁμολογεῖσθαι καλὸν καὶ τῶν εὐαγγελικῶν παραδόσεων ἄξιον· τὸ δὲ δὴ τῶι τῆς οἰκειότητος προστρίβειν ὀνόματι καὶ τὰς τῆς συνημμένης σαρκὸς ἰδιότητας, γέννησιν λέγω καὶ πάθος καὶ νέκρωσιν, ἢ πλανωμένης ἐστίν, ἀδελφέ, καθ’
30Ἕλληνας διανοίας ἢ τὰ τοῦ φρενοβλαβοῦς Ἀπολιναρίου καὶ Ἀρείου καὶ τῶν ἄλλων νοσούσης αἱρέσεων, μᾶλλον δέ τι κἀκείνων βαρύτερον. ἀνάγκη γὰρ τῶι τῆς οἰκειότητος τοὺς τοιού‐ τους παρασυρομένους ὀνόματι καὶ γαλακτοτροφίας κοινωνὸν διὰ τὴν οἰκειότητα τὸν θεὸν
λόγον ποιεῖν καὶ τῆς κατὰ μικρὸν αὐξήσεως μέτοχον καὶ τῆς ἐν τῶι τοῦ πάθους καιρῶι

1,1,1

32

δειλίας καὶ βοηθείας ἀγγελικῆς ἐνδεᾶ. καὶ σιωπῶ περιτομὴν καὶ θυσίαν καὶ ἱδρῶτας καὶ πεῖναν, ἃ τῆι σαρκὶ μὲν ὡς δι’ ἡμᾶς συμβάντα προσκυνητὰ προσαπτόμενα, ἐπὶ δὲ τῆς θεότητος ταῦτα καὶ ψευδῆ λαμβανόμενα καὶ ἡμῖν ὡς συκοφάνταις δικαίας κατα‐ κρίσεως αἴτια.
5 Αὗται τῶν ἁγίων πατέρων αἱ παραδόσεις· ταῦτα τῶν θείων γραφῶν τὰ παραγγέλματα· οὕτω τις καὶ τὰ τῆς φιλανθρωπίας τῆς θείας καὶ τὰ τῆς αὐθεντίας θεολογεῖ· ταῦτα μελέτα· ἐν τούτοις ἴσθι, ἵνα σοῦ ἡ προκοπὴ φανερὰ ἦι πᾶσιν, ὁ Παῦλος πρὸς πάντας φησίν. τῆς δέ γε τῶν σκανδαλιζομένων φροντίδος καλῶς μὲν ποιεῖς ἀντεχόμενος καὶ χάρις τῆι τῶν θείων μεριμνητικῆι σου ψυχῆι καὶ τῶν παρ’ ἡμῖν φροντιζούσηι· γίνωσκε
10δὲ πεπλανημένον σαυτὸν ὑπὸ τῶν ἐνταῦθα παρὰ τῆς ἁγίας συνόδου καθηιρημένων, ὡς τὰ Μανιχαίων φρονούντων, ἢ τῶν τῆς σῆς ἴσως διαθέσεως κληρικῶν. τὰ γὰρ τῆς ἐκκλησίας καθ’ ἑκάστην προκόπτει καὶ τὰ τῶν λαῶν ἐν ἐπιδόσει διὰ τὴν τοῦ Χριστοῦ χάριν τοσαύτηι, ὡς τὰ τοῦ προφήτου τοὺς βλέποντας τὰ πλήθη βοᾶν· πλησθήσεται ἡ γῆ τοῦ γνῶναι τὸν κύριον ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας. τά τε τῶν
15βασιλέων ἐν ὑπερβαλλούσηι χαρᾶι πεφωτισμένου τοῦ δόγματος, καὶ ἵνα συνελὼν ἐπι‐ στείλω, ἐκείνην ἐπὶ ταῖς θεομάχοις ἁπάσαις αἱρέσεσιν καὶ τῆι τῆς ἐκκλησίας ὀρθοδοξίαι καθ’ ἑκάστην εὕροι τις ἂν παρ’ ἡμῖν τὴν φωνὴν πληρουμένην· ὁ οἶκος Σαοὺλ ἐπορεύετο καὶ ἠσθένει καὶ ὁ οἶκος Δαυὶδ ἐπορεύετο καὶ ἐκραταιοῦτο. Ταῦτα τὰ παρ’ ἡμῶν ὡς ἀδελφῶν πρὸς ἀδελφὸν συμβουλεύματα· εἰ δέ τις
20φιλονεικε, κεκράξεται καὶ δι’ ἡμῶν πρὸς τὸν τοιοῦτον ὁ Παῦλος ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν οὐδὲ αἱ ἐκκλησίαι τοῦ θεο. πᾶσαν τὴν σὺν σοὶ ἐν Χριστῶι ἀδελφότητα ἐγώ τε καὶ οἱ σὺν ἐμοὶ πλεῖστα προσαγορεύομεν. ἐρρωμένος
ὑπερευχόμενος ἡμῶν διατελοίης, δέσποτα τιμιώτατε καὶ θεοσεβέστατε.

1,1,1

33

(4)

Τῶι εὐλαβεστάτωι καὶ θεοφιλεστάτωι συλλειτουργῶι Νεστορίωι Κύριλλος καὶ ἡ συν‐
5ελθοῦσα σύνοδος ἐν Ἀλεξανδρείαι ἐκ τῆς Αἰγυπτιακῆς διοικήσεως ἐν κυρίωι χαίρειν. Τοῦ σωτῆρος ἡμῶν λέγοντος ἐναργῶς ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὔκ ἐστίν μου ἄξιος καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὔκ ἐστίν μου ἄξιος, τί πάθωμεν ἡμεῖς οἱ παρὰ τῆς σῆς εὐλαβείας ἀπαιτούμενοι τὸ ὑπεραγαπᾶν σε τοῦ πάν‐ των ἡμῶν σωτῆρος Χριστοῦ; τίς ἡμᾶς ἐν ἡμέραι κρίσεως ὀνῆσαι δυνήσεται ἢ ποίαν
10εὑρήσομεν τὴν ἀπολογίαν, σιωπὴν οὕτω τιμήσαντες τὴν μακρὰν ἐπὶ ταῖς παρὰ σοῦ γενο‐ μέναις κατ’ αὐτοῦ δυσφημίαις; καὶ εἰ μὲν σαυτὸν ἠδίκεις μόνον τὰ τοιαῦτα φρονῶν καὶ διδάσκων, ἥττων ἂν ἦν ἡ φροντίς· ἐπειδὴ δὲ πᾶσαν ἐσκανδάλισας ἐκκλησίαν καὶ ζύμην αἱρέσεως ἀήθους καὶ ξένης ἐμβέβληκας τοῖς λαοῖς καὶ οὐχὶ τοῖς ἐκεῖσε μόνοις, ἀλλὰ γὰρ καὶ τοῖς ἁπανταχοῦ (περιηνέχθη γὰρ τῶν σῶν ἐξηγήσεων τὰ βιβλία), ποῖος ἔτι ταῖς παρ’
15ἡμῶν σιωπαῖς ἀρκέσει λόγος ἢ πῶς οὐκ ἀνάγκη μνησθῆναι λέγοντος τοῦ Χριστοῦ μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν. ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς; πίστεως γὰρ ἀδικουμένης, ἐρρέτω μὲν ὡς ἕωλος καὶ ἐπισφαλὴς ἡ πρὸς γονέας αἰδώς, ἠρεμείτω δὲ καὶ ὁ τῆς εἰς τέκνα καὶ ἀδελφοὺς φιλοστοργίας νόμος
20καὶ τοῦ ζῆν ἀμείνων ἔστω λοιπὸν τοῖς εὐσεβέσιν ὁ θάνατος, ἵνα κρείττονος ἀναστά‐ σεως τύχωσιν κατὰ τὸ γεγραμμένον. Ἰδοὺ τοίνυν ὁμοῦ τῆι ἁγίαι συνόδωι τῆι κατὰ τὴν μεγάλην Ῥώμην συνειλεγμένηι προεδρεύοντος τοῦ ὁσιωτάτου καὶ θεοσεβεστάτου ἀδελφοῦ καὶ συλλειτουργοῦ ἡμῶν Κε‐ λεστίνου τοῦ ἐπισκόπου καὶ τρίτωι σε τούτωι διαμαρτυρόμεθα γράμματι, συμβουλεύοντες
25ἀποσχέσθαι τῶν οὕτω σκαιῶν καὶ ἐξεστραμμένων δογμάτων ἃ καὶ φρονεῖς καὶ διδάσκεις,

1,1,1

34

ἀνθελέσθαι δὲ τὴν ὀρθὴν πίστιν τὴν ταῖς ἐκκλησίαις παραδοθεῖσαν ἐξ ἀρχῆς διὰ τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν, οἳ καὶ αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου γεγόνασιν. καὶ εἰ μὴ τοῦτο δράσειεν ἡ σὴ εὐλάβεια κατὰ τὴν ὁρισθεῖσαν προθεσμίαν ἐν τοῖς γράμμασι τοῦ μνημονευθέντος ὁσιωτάτου καὶ θεοσεβεστάτου ἐπισκόπου καὶ συλλειτουργοῦ ἡμῶν τῆς
5Ῥωμαίων Κελεστίνου, γίνωσκε σαυτὸν οὐδένα κλῆρον ἔχοντα μεθ’ ἡμῶν οὐδὲ τόπον ἢ λόγον ἐν τοῖς ἱερεῦσιν τοῦ θεοῦ καὶ ἐπισκόποις. οὐ γὰρ ἐνδέχεται περιιδεῖν ἡμᾶς ἐκκλη‐ σίας οὕτω τεθορυβημένας καὶ σκανδαλισθέντας λαοὺς καὶ πίστιν ὀρθὴν ἀθετουμένην καὶ διασπώμενα παρὰ σοῦ τὰ ποίμνια τοῦ σώιζειν ὀφείλοντος, εἴπερ ἦσθα καθ’ ἡμᾶς ὀρθῆς δόξης ἐραστὴς τὴν τῶν ἁγίων πατέρων ἰχνηλατῶν εὐσέβειαν. ἅπασι δὲ τοῖς παρὰ τῆς
10σῆς εὐλαβείας κεχωρισμένοις διὰ τὴν πίστιν ἢ καθαιρεθεῖσι λαικοῖς τε καὶ κληρικοῖς κοι‐ νωνικοὶ πάντες ἐσμέν. οὐ γάρ ἐστι δίκαιον τοὺς ὀρθὰ φρονεῖν ἐγνωκότας σαῖς ἀδικεῖ‐ σθαι ψήφοις, ὅτι σοὶ καλῶς ποιοῦντες ἀντειρήκασιν. τοῦτο γὰρ αὐτὸ καταμεμήνυκας ἐν τῆι ἐπιστολῆι τῆι γραφείσηι παρὰ σοῦ πρὸς τὸν τῆς μεγάλης Ῥώμης ἁγιώτατον καὶ συνεπίσκοπον ἡμῶν Κελεστῖνον. οὐκ ἀρκέσει δὲ τῆι σῆι εὐλαβείαι τὸ συνομολογῆσαι
15μόνον τὸ τῆς πίστεως σύμβολον τὸ ἐκτεθὲν κατὰ καιροὺς ἐν ἁγίωι πνεύματι παρὰ τῆς ἁγίας καὶ μεγάλης συνόδου τῆς κατὰ καιροὺς συναχθείσης ἐν τῆι Νικαέων (νενόηκας γὰρ καὶ ἡρμήνευσας οὐκ ὀρθῶς αὐτό, διεστραμμένως δὲ μᾶλλον, κἂν ὁμολογῆις τῆι φωνῆι τὴν λέξιν), ἀλλὰ γὰρ ἀκόλουθον ἐγγράφως καὶ ἐνωμότως ὁμολογῆσαι ὅτι καὶ ἀναθεματίζεις μὲν τὰ σαυτοῦ μιαρὰ καὶ βέβηλα δόγματα, φρονήσεις δὲ καὶ διδάξεις ἃ καὶ ἡμεῖς ἅπαντες οἵ τε
20κατὰ τὴν Ἑσπέραν καὶ τὴν Ἑώιαν ἐπίσκοποι καὶ διδάσκαλοι καὶ λαῶν ἡγούμενοι. συνέθετο δὲ καὶ ἡ κατὰ τὴν Ῥώμην ἁγία σύνοδος καὶ ἡμεῖς ἅπαντες ὡς ὀρθῶς ἐχούσαις καὶ ἀνεπιλήπ‐ τως ταῖς γραφείσαις ἐπιστολαῖς πρὸς τὴν σὴν εὐλάβειαν παρὰ τῆς Ἀλεξανδρέων ἐκκλη‐ σίας. ὑπετάξαμεν δὲ τούτοις ἡμῶν τοῖς γράμμασιν ἅ σε δεῖ φρονεῖν καὶ διδάσκειν καὶ ὧν ἀπέχεσθαι προσήκει. αὕτη γὰρ τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας ἡ
25πίστις, ἧι συναινοῦσιν ἅπαντες οἵ τε κατὰ τὴν Ἑσπέραν καὶ τὴν Ἑώιαν ὀρθοδόξοι ἐπίσκοποι.

1,1,1

35

Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῶι πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο
5τά τε ἐν τῶι οὐρανῶι καὶ τὰ ἐν τῆι γῆι, τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμε‐ τέραν σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα καὶ ἐνανθρωπήσαντα, παθόντα καὶ ἀναστάντα τῆι τρίτηι ἡμέραι, ἀνελθόντα εἰς τοὺς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ ἅγιον πνεῦμα. Τοὺς δὲ λέγοντας ‘ἦν ποτε ὅτε οὐκ ἦν‘ καὶ ‘πρὶν γεννηθῆναι οὐκ ἦν‘ καὶ ὅτι ἐξ οὐκ
10ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. Ἑπόμενοι δὲ πανταχῆι ταῖς τῶν ἁγίων πατέρων ὁμολογίαις αἷς πεποίηνται λαλοῦντος ἐν αὐτοῖς τοῦ ἁγίου πνεύματος καὶ τῶν ἐν αὐτοῖς ἐννοιῶν ἰχνηλατοῦντες τὸν σκοπὸν καὶ βασιλικὴν ὥσπερ ἐρχόμενοι τρίβον φαμὲν ὅτι αὐτὸς ὁ μονογενὴς τοῦ θεοῦ λόγος ὁ ἐξ αὐτῆς γεννηθεὶς
15τῆς οὐσίας τοῦ πατρός, ὁ ἐκ θεοῦ ἀληθινοῦ θεὸς ἀληθινός, τὸ φῶς τὸ ἐκ τοῦ φωτός, ὁ δι’ οὗ τὰ πάντα ἐγένετο τά τε ἐν τῶι οὐρανῶι καὶ τὰ ἐν τῆι γῆι, τῆς ἡμετέρας ἕνεκα σωτηρίας κατελ‐ θὼν καὶ καθεὶς ἑαυτὸν εἰς κένωσιν ἐσαρκώθη τε καὶ ἐνηνθρώπησε, τουτέστι σάρκα λαβὼν ἐκ τῆς ἁγίας παρθένου καὶ ἰδίαν αὐτὴν ποιησάμενος ἐκ μήτρας τὴν καθ’ ἡμᾶς ὑπέμεινε γέννησιν καὶ προῆλθεν ἄνθρωπος ἐκ γυναικός, οὐχ ὅπερ ἦν, ἀποβεβληκώς, ἀλλ’ εἰ καὶ γέ‐
20γονεν ἐν προσλήψει σαρκὸς καὶ αἵματος, καὶ οὕτω μεμενηκὼς ὅπερ ἦν, θεὸς δηλονότι φύσει τε καὶ ἀληθείαι. οὔτε δὲ τὴν σάρκα φαμὲν εἰς θεότητος τραπῆναι φύσιν οὔτε μὴν εἰς φύσιν σαρκὸς τὴν ἀπόρρητον τοῦ θεοῦ λόγου παρενεχθῆναι φύσιν. ἄτρεπτος γάρ ἐστιν καὶ ἀναλλοίωτος παντελῶς ὁ αὐτὸς ἀεὶ μένων κατὰ τὰς γραφάς, ὁρώμενος δὲ καὶ βρέφος καὶ ἐν σπαργάνοις ὢν ἔτι καὶ ἐν κόλπωι τῆς τεκούσης παρθένου πᾶσαν ἐπλήρου τὴν κτίσιν
25ὡς θεὸς καὶ σύνεδρος ἦν τῶι γεγεννηκότι· τὸ γὰρ θεῖον ἄποσόν τέ ἐστιν καὶ ἀμέγεθες καὶ περιορισμῶν οὐκ ἀνέχεται. ἡνῶσθαί γε μὴν σαρκὶ καθ’ ὑπόστασιν ὁμολογοῦντες τὸν λόγον,
ἕνα προσκυνοῦμεν υἱὸν καὶ κύριον Ἰησοῦν Χριστόν, οὔτε ἀνὰ μέρος τιθέντες καὶ διορίζοντες

1,1,1

36

ἄνθρωπον καὶ θεὸν ὡς συνημμένους ἀλλήλοις τῆι τῆς ἀξίας καὶ αὐθεντίας ἑνότητι (κενοφω‐ νία γὰρ τοῦτο καὶ ἕτερον οὐδέν) οὔτε μὴν Χριστὸν ἰδικῶς ὀνομάζοντες τὸν ἐκ θεοῦ λόγον καὶ ὁμοίως ἰδικῶς Χριστὸν ἕτερον τὸν ἐκ γυναικός, ἀλλ’ ἕνα μόνον εἰδότες Χριστὸν τὸν ἐκ θεοῦ πατρὸς λόγον μετὰ τῆς ἰδίας σαρκός. τότε γὰρ ἀνθρωπίνως κέχρισται μεθ’ ἡμῶν,
5καίτοι τοῖς ἀξίοις τοῦ λαβεῖν τὸ πνεῦμα διδοὺς αὐτὸς καὶ οὐκ ἐκ μέτρου, καθά φησιν ὁ μακάριος εὐαγγελιστὴς Ἰωάννης. ἀλλ’ οὐδὲ ἐκεῖνο φαμὲν ὅτι κατώικηκεν ὁ ἐκ θεοῦ λόγος ὡς ἐν ἀνθρώπωι κοινῶι τῶι ἐκ τῆς ἁγίας παρθένου γεγεννημένωι, ἵνα μὴ θεοφόρος ἄνθρωπος νοοῖτο Χριστός. εἰ γὰρ καὶ ἐσκήνωσεν ἐν ἡμῖν ὁ λόγος, εἴρηται δὲ καὶ ἐν Χριστῶι κατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, ἀλλ’ οὖν ἐννο‐
10οῦμεν ὅτι γενόμενος σάρξ, οὐχ ὥσπερ ἐν τοῖς ἁγίοις κατοικῆσαι λέγεται, κατὰ τὸν ἴσον καὶ ἐν αὐτῶι τρόπον γενέσθαι διοριζόμεθα τὴν κατοίκησιν· ἀλλ’ ἑνωθεὶς κατὰ φύσιν καὶ οὐκ εἰς σάρκα τραπείς, τοιαύτην ἐποιήσατο τὴν κατοίκησιν, ἣν ἂν ἔχειν λέγοιτο καὶ ἡ τοῦ ἀνθρώπου ψυχὴ πρὸς τὸ ἴδιον ἑαυτῆς σῶμα. εἷς οὖν ἄρα Χριστὸς καὶ υἱὸς καὶ κύριος, οὐχ ὡς συνάφειαν ἁπλῶς τὴν ὡς ἐν ἑνότητι τῆς ἀξίας ἢ γοῦν αὐθεντίας ἔχοντος ἀνθρώπου
15πρὸς θεόν· οὐ γὰρ ἑνοῖ τὰς φύσεις [ἡ] ἰσοτιμία. καὶ γοῦν Πέτρος τε καὶ Ἰωάννης ἰσό‐ τιμοι μὲν ἀλλήλοις καθὸ καὶ ἀπόστολοι καὶ ἅγιοι μαθηταί, πλὴν οὐχ εἷς οἱ δύο. οὔτε μὴν κατὰ παράθεσιν τὸν τῆς συναφείας νοοῦμεν τρόπον (οὐκ ἀπόχρη γὰρ τοῦτο πρὸς ἕνωσιν φυσικήν) οὔτε μὴν ὡς κατὰ μέθεξιν σχετικήν, ὡς καὶ ἡμεῖς κολλώμενοι τῶι κυρίωι κατὰ τὸ γεγραμμένον ἓν πνεῦμα ἐσμὲν πρὸς αὐτόν, μᾶλλον δὲ τὸ τῆς συναφείας ὄνομα παραι‐
20τούμεθα ὡς οὐκ ἔχον ἱκανῶς σημῆναι τὴν ἕνωσιν. ἀλλ’ οὐδὲ θεὸν ἢ δεσπότην τοῦ Χριστοῦ τὸν ἐκ θεοῦ πατρὸς λόγον ὀνομάζομεν, ἵνα μὴ πάλιν ἀναφανδὸν τέμνωμεν εἰς δύο τὸν ἕνα Χριστὸν καὶ υἱὸν καὶ κύριον καὶ δυσφημίας ἐγκλήματι περιπέσωμεν, θεὸν ἑαυτοῦ καὶ δεσπότην ποιοῦντες αὐτόν. ἑνωθεὶς γάρ, ὡς ἤδη προείπομεν, ὁ τοῦ θεοῦ λόγος σαρκὶ καθ’ ὑπόστασιν θεὸς μέν ἐστι τῶν ὅλων, δεσπόζει δὲ τοῦ παντός, οὔτε
25δὲ αὐτὸς ἑαυτοῦ δοῦλός ἐστιν οὔτε δεσπότης. εὔηθες γάρ, μᾶλλον δὲ ἤδη καὶ δυσ‐ σεβὲς τὸ οὕτω φρονεῖν ἢ λέγειν. ἔφη μὲν γὰρ θεὸν ἑαυτοῦ τὸν πατέρα, καίτοι θεὸς ὢν φύσει καὶ ἐκ τῆς οὐσίας αὐτοῦ· ἀλλ’ οὐκ ἠγνοήκαμεν ὅτι μετὰ τοῦ εἶναι θεὸς καὶ ἄνθρωπος γέγονεν ὑπὸ θεῶι κατά γε τὸν πρέποντα νόμον τῆι τῆς ἀνθρωπότητος φύσει.
αὐτὸς δὲ ἑαυτοῦ πῶς ἂν γένοιτο θεὸς ἢ δεσπότης; οὐκοῦν ὡς ἄνθρωπος καὶ ὅσον

1,1,1

37

ἧκεν εἴς γε τὸ πρέπον τοῖς τῆς κενώσεως μέτροις, ὑπὸ θεῶι μεθ’ ἡμῶν ἑαυτὸν εἶναί φησιν. οὕτω γέγονε καὶ ὑπὸ νόμον, καίτοι λαλήσας αὐτὸς τὸν νόμον καὶ νομοθέτης ὑπάρχων ὡς θεός. παραιτούμεθα δὲ λέγειν ἐπὶ Χριστοῦ ‘διὰ τὸν φοροῦντα τὸν φορούμενον σέβω· διὰ τὸν ἀόρατον προσκυνῶ τὸν ὁρώμενον‘. φρικτὸν δὲ πρὸς τούτωι κἀκεῖνο εἰπεῖν ‘ὁ
5ληφθεὶς τῶι λαβόντι συγχρηματίζει θεόσ‘. ὁ γὰρ ταῦτα λέγων διατέμνει πάλιν εἰς δύο Χριστοὺς καὶ ἄνθρωπον ἵστησιν ἀνὰ μέρος ἰδικῶς καὶ θεὸν ὁμοίως. ἀρνεῖται γὰρ ὁμολο‐ γουμένως τὴν ἕνωσιν, καθ’ ἣν οὐχ ὡς ἕτερος ἑτέρωι συμπροσκυνεῖταί τις οὔτε μὴν συγ‐ χρηματίζει θεός, ἀλλ’ εἷς νοεῖται Χριστὸς Ἰησοῦς υἱὸς μονογενής, μιᾶι προσκυνήσει τιμώμε‐ νος μετὰ τῆς ἰδίας σαρκός. ὁμολογοῦμεν δὲ ὅτι αὐτὸς ὁ ἐκ θεοῦ πατρὸς γεννηθεὶς υἱὸς
10καὶ θεὸς μονογενής, καίτοι κατὰ φύσιν ἰδίαν ὑπάρχων ἀπαθής, σαρκὶ πέπονθεν ὑπὲρ ἡμῶν κατὰ τὰς γραφὰς καὶ ἦν ἐν τῶι σταυρωθέντι σώματι, τὰ τῆς ἰδίας σαρκὸς ἀπαθῶς οἰκει‐ ούμενος πάθη. χάριτι δὲ θεοῦ καὶ ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, διδοὺς αὐτῶι τὸ ἴδιον σῶμα, καίτοι κατὰ φύσιν ὑπάρχων ζωὴ καὶ αὐτὸς ὢν ἡ ἀνάστασις. ἵνα γὰρ ἀρρήτωι δυνάμει πατήσας τὸν θάνατον ὡς ἔν γε δὴ πρώτηι τῆι ἰδίαι σαρκὶ γένηται πρω‐
15τότοκος ἐκ νεκρῶν καὶ ἀπαρχὴ τῶν κεκοιμημένων ὁδοποιήσηι τε τῆι ἀνθρώπου φύσει τὴν εἰς ἀφθαρσίαν ἀναδρομήν, χάριτι θεο, καθάπερ ἔφημεν ἀρτίως, ὑπὲρ παντὸς ἐγεύσατο θανάτου τριήμερός τε ἀνεβίω σκυλεύσας τὸν ἅιδην. ὥστε κἂν λέγηται δι’ ἀνθρώπου γενέσθαι ἡ ἀνάστασις τῶν νεκρῶν, ἀλλὰ νοοῦμεν ἄνθρωπον τὸν ἐκ θεοῦ γεγονότα λόγον καὶ λελύσθαι δι’ αὐτοῦ τοῦ θανάτου τὸ κράτος. ἥξει δὲ κατὰ καιροὺς
20ὡς εἷς υἱὸς καὶ κύριος ἐν τῆι δόξηι τοῦ πατρός, ἵνα κρίνηι τὴν οἰκουμένην ἐν δικαιοσύ‐ νηι, καθὰ γέγραπται. Ἀναγκαίως δὲ κἀκεῖνο προσθήσομεν. καταγγέλλοντες γὰρ τὸν κατὰ σάρκα θάνα‐ τον τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, τουτέστιν Ἰησοῦ Χριστοῦ τήν τε ἐκ νεκρῶν ἀναβίωσιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν ὁμολογοῦντες, τὴν ἀναίμακτον ἐν ταῖς ἐκκλησίαις τελοῦμεν
25λατρείαν πρόσιμέν τε οὕτω ταῖς μυστικαῖς εὐλογίαις καὶ ἁγιαζόμεθα μέτοχοι γινόμενοι τῆς τε ἁγίας σαρκὸς καὶ τοῦ τιμίου αἵματος τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ καὶ οὐχ ὡς σάρκα κοινὴν δεχόμενοι, μὴ γένοιτο, οὔτε μὴν ὡς ἀνδρὸς ἡγιασμένου καὶ συναφθέντος τῶι λόγωι κατὰ τὴν ἑνότητα τῆς ἀξίας ἢ γοῦν ὡς θείαν ἐνοίκησιν ἐσχηκότος, ἀλλ’ ὡς ζωο‐ ποιὸν ἀληθῶς καὶ ἰδίαν αὐτοῦ τοῦ λόγου. ζωὴ γὰρ ὢν κατὰ φύσιν ὡς θεός, ἐπειδὴ
30γέγονεν ἓν πρὸς τὴν ἑαυτοῦ σάρκα, ζωοποιὸν ἀπέφηνεν αὐτήν, ὥστε κἂν λέγηι πρὸς ἡμᾶς
ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ

1,1,1

38

πίητε αὐτοῦ τὸ αἷμα, οὐχ ὡς ἀνθρώπου τῶν καθ’ ἡμᾶς ἑνὸς καὶ αὐτὴν εἶναι λογιού‐ μεθα (πῶς γὰρ ἡ ἀνθρώπου σὰρξ ζωοποιὸς ἔσται κατὰ φύσιν τὴν ἑαυτῆς;), ἀλλ’ ὡς ἰδίαν ἀληθῶς γενομένην τοῦ δι’ ἡμᾶς καὶ υἱοῦ ἀνθρώπου γεγονότος τε καὶ χρηματίσαντος. Τὰς δέ γε ἐν τοῖς εὐαγγελίοις τοῦ σωτῆρος ἡμῶν φωνὰς οὔτε ὑποστάσεσι δυσὶν
5οὔτε μὴν προσώποις καταμερίζομεν. οὐ γάρ ἐστι διπλοῦς ὁ εἷς καὶ μόνος Χριστός, κἂν ἐκ δύο νοῆται καὶ διαφόρων πραγμάτων εἰς ἑνότητα τὴν ἀμέριστον συνενηνεγμένος, κα‐ θάπερ ἀμέλει καὶ ἄνθρωπος ἐκ ψυχῆς νοεῖται καὶ σώματος καὶ οὐ διπλοῦς μᾶλλον, ἀλλ’ εἷς ἐξ ἀμφοῖν. ἀλλὰ τάς τε ἀνθρωπίνας καὶ πρός γε τούτωι τὰς θεικὰς παρ’ ἑνὸς εἰρῆσθαι διακεισόμεθα, φρονοῦντες ὀρθῶς. ὅταν μὲν γὰρ θεοπρεπῶς λέγηι περὶ ἑαυτοῦ
10ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα καὶ ἐγὼ καὶ ὁ πατὴρ ἓν ἐσμέν, τὴν θείαν αὐτοῦ καὶ ἀπόρρητον ἐννοοῦμεν φύσιν, καθ’ ἣν καὶ ἕν ἐστιν πρὸς τὸν ἑαυτοῦ πατέρα διὰ τὴν ταυτότητα τῆς οὐσίας εἰκών τε καὶ χαρακτὴρ καὶ ἀπαύγασμα τῆς δόξης αὐτοῦ· ὅταν δὲ τὸ τῆς ἀνθρωπότητος μέτρον οὐκ ἀτιμάζων τοῖς Ἰουδαίοις προσλαλῆι νῦν δέ με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, πάλιν οὐδὲν
15ἧττον αὐτὸν τὸν ἐν ἰσότητί τε καὶ ὁμοιότητι τοῦ πατρὸς θεὸν λόγον καὶ ἐκ τῶν τῆς ἀνθρωπότητος αὐτοῦ μέτρων ἐπιγινώσκομεν. εἰ γάρ ἐστιν ἀναγκαῖον τὸ πιστεύειν ὅτι θεὸς ὢν φύσει γέγονε σὰρξ ἢ γοῦν ἄνθρωπος ἐψυχωμένος ψυχῆι λογικῆι, ποῖον ἂν ἔχοι λόγον τὸ ἐπαισχύνεσθαί τινα ταῖς παρ’ αὐτοῦ φωναῖς, εἰ γεγόνασιν ἀνθρωποπρεπῶς; εἰ γὰρ παραιτοῖτο τοὺς ἀνθρώπωι πρέποντας λόγους, τίς ὁ ἀναγκάσας γενέσθαι καθ’ ἡμᾶς
20ἄνθρωπον; ὁ δὲ καθεὶς ἑαυτὸν δι’ ἡμᾶς εἰς ἑκούσιον κένωσιν διὰ ποίαν αἰτίαν παραι‐ τοῖτο ἂν τοὺς τῆι κενώσει πρέποντας λόγους; ἑνὶ τοιγαροῦν προσώπωι τὰς ἐν τοῖς εὐαγ‐ γελίοις πάσας ἀναθετέον φωνάς, ὑποστάσει μιᾶι τῆι τοῦ λόγου σεσαρκωμένηι. κύριος γὰρ εἷς Ἰησοῦς Χριστὸς κατὰ τὰς γραφάς. εἰ δὲ δὴ καλοῖτο καὶ ἀπόστολος καὶ ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν, ὡς ἱερουργῶν τῶι θεῶι καὶ πατρὶ τὴν πρὸς ἡμῶν αὐτῶι τε καὶ δι’ αὐτοῦ
25τῶι θεῶι καὶ πατρὶ προσκομιζομένην τῆς πίστεως ὁμολογίαν καὶ μὴν καὶ εἰς τὸ ἅγιον πνεῦμα, πάλιν αὐτὸν εἶναι φαμὲν τὸν ἐκ θεοῦ κατὰ φύσιν υἱὸν μονογενῆ καὶ οὐκ ἀνθρώ‐
πωι προσνεμοῦμεν παρ’ αὐτὸν ἑτέρωι τό τε τῆς ἱερωσύνης ὄνομα καὶ αὐτὸ δὲ τὸ χρῆμα.

1,1,1

39

γέγονε γὰρ μεσίτης θεοῦ καὶ ἀνθρώπων καὶ διαλλακτὴς εἰς εἰρήνην, ἑαυτὸν ἀναθεὶς εἰς ὀσμὴν εὐωδίας τῶι θεῶι καὶ πατρί. τοιγάρτοι καὶ ἔφασκεν θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλη‐ σας, σῶμα δὲ κατηρτίσω μοι. [ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας.] τότε εἶπον· ἰδοὺ ἥκω· ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ τοῦ ποιῆσαι,
5ὁ θεός, τὸ θέλημά σου. προσκεκόμικε γὰρ ὑπὲρ ἡμῶν εἰς ὀσμὴν εὐωδίας τὸ ἴδιον σῶμα καὶ οὐχ ὑπέρ γε μᾶλλον ἑαυτοῦ. ποίας γὰρ ἂν ἐδεήθη προσφορᾶς ἢ θυσίας ὑπὲρ ἑαυτοῦ, κρείττων ἁπάσης ὑπάρχων ἁμαρτίας ὡς θεός; εἰ γὰρ πάντες ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεο, καθὸ γεγόναμεν ἡμεῖς ἕτοιμοι πρὸς παρα‐ φορὰν καὶ κατηρρώστησεν ἡ ἀνθρώπου φύσις τὴν ἁμαρτίαν, αὐτὸς δὲ οὐχ οὕτως καὶ
10ἡττώμεθα διὰ τοῦτο τῆς δόξης αὐτοῦ, πῶς ἂν εἴη λοιπὸν ἀμφίβολον ὅτι τέθυται δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ὁ ἀμνὸς ὁ ἀληθινός; καὶ τὸ λέγειν ὅτι προσκεκόμικεν ἑαυτὸν ὑπέρ τε ἑαυτοῦ καὶ ἡμῶν, ἀμοιρήσειεν ἂν οὐδαμῶς τῶν εἰς δυσσέβειαν ἐγκλημάτων. πεπλημμέληκε γὰρ κατ’ οὐδένα τρόπον οὔτε μὴν ἐποίησεν ἁμαρτίαν· ποίας οὖν ἐδεήθη προσφορᾶς, ἁμαρτίας οὐκ οὔσης ἐφ’ ἧιπερ ἂν γένοιτο καὶ μάλα εἰκότως; ὅταν δὲ λέγηι περὶ τοῦ πνεύματος
15ἐκεῖνος ἐμὲ δοξάσει, νοοῦντες ὀρθῶς οὐχ ὡς δόξης ἐπιδεᾶ τῆς παρ’ ἑτέρου φαμὲν τὸν ἕνα Χριστὸν καὶ υἱὸν τὴν παρὰ τοῦ ἁγίου πνεύματος δόξαν ἑλεῖν, ὅτι μηδὲ κρεῖττον αὐτοῦ καὶ ὑπὲρ αὐτὸν τὸ πνεῦμα αὐτοῦ. ἐπειδὴ δὲ εἰς ἔνδειξιν τῆς ἑαυτοῦ θεότητος ἐχρῆτο τῶι ἰδίωι πνεύματι πρὸς μεγαλουργίας, δεδοξάσθαι παρ’ αὐτοῦ φησιν, ὥσπερ ἂν εἰ καί τις λέγοι τῶν καθ’ ἡμᾶς περὶ τῆς ἐνούσης ἰσχύος αὐτῶι τυχὸν ἢ γοῦν ἐπιστήμης
20τῆς ἐφ’ ὁτωιοῦν ὅτι δοξάσουσί με. εἰ γὰρ καὶ ἔστιν ἐν ὑποστάσει τὸ πνεῦμα ἰδικῆι καὶ δὴ καὶ νοεῖται καθ’ ἑαυτό, καθὸ πνεῦμά ἐστιν καὶ οὐχ υἱός, ἀλλ’ οὖν ἐστιν οὐκ ἀλλότριον αὐτοῦ. πνεῦμα γὰρ ἀληθείας ὠνόμασται καὶ ἔστιν Χριστὸς ἡ ἀλήθεια καὶ προχεῖται παρ’ αὐτοῦ καθάπερ ἀμέλει καὶ ἐκ τοῦ θεοῦ καὶ πατρός. ἐνεργῆσαν τοιγαροῦν τὸ πνεῦμα καὶ διὰ χειρὸς τῶν ἁγίων ἀποστόλων τὰ παράδοξα μετὰ τὸ ἀνελθεῖν τὸν κύριον ἡμῶν
25Ἰησοῦν Χριστὸν εἰς τὸν οὐρανὸν ἐδόξασεν αὐτόν. ἐπιστεύθη γὰρ ὅτι θεὸς κατὰ φύσιν ἐστίν, πάλιν αὐτὸς ἐνεργῶν διὰ τοῦ ἰδίου πνεύματος. διὰ τοῦτο καὶ ἔφασκεν ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀπαγγελεῖ ὑμῖν. καὶ οὔτι που φαμὲν ὡς ἐκ μετοχῆς τὸ
πνεῦμά ἐστιν σοφόν τε καὶ δυνατόν. παντέλειον γὰρ καὶ ἀπροσδεές ἐστιν παντὸς ἀγαθοῦ.

1,1,1

40

ἐπειδὴ δὲ τῆς τοῦ πατρὸς δυνάμεως καὶ σοφίας, τουτέστιν τοῦ υἱοῦ, πνεῦμά ἐστιν, αὐτό‐ χρημα σοφία ἐστὶ καὶ δύναμις. Ἐπειδὴ δὲ θεὸν ἑνωθέντα σαρκὶ καθ’ ὑπόστασιν ἡ ἁγία παρθένος ἐκτέτοκε σαρκι‐ κῶς, ταύτηι τοι καὶ θεοτόκον εἶναι φαμὲν αὐτήν, οὐχ ὡς τῆς τοῦ λόγου φύσεως τῆς
5ὑπάρξεως τὴν ἀρχὴν ἐχούσης ἀπὸ σαρκός (ἦν γὰρ ἐν ἀρχῆι καὶ θεὸς ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ αὐτός ἐστι τῶν αἰώνων ὁ ποιητής, συναίδιος τῶι πατρὶ καὶ τῶν ὅλων δημιουργός), ἀλλ’ ὡς ἤδη προείπομεν, ἐπειδὴ καθ’ ὑπόστασιν ἑνώσας ἑαυ‐ τῶι τὸ ἀνθρώπινον καὶ ἐκ μήτρας αὐτῆς γέννησιν ὑπέμεινε σαρκικήν, οὐχ ὡς δεηθεὶς ἀναγ‐ καίως ἤτοι διὰ τὴν ἰδίαν φύσιν καὶ τῆς ἐν χρόνωι καὶ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς
10γεννήσεως, ἀλλ’ ἵνα καὶ αὐτὴν τῆς ὑπάρξεως ἡμῶν εὐλογήσηι τὴν ἀρχὴν καὶ τεκούσης γυναικὸς αὐτὸν ἑνωθέντα σαρκὶ παύσηται λοιπὸν ἡ κατὰ παντὸς τοῦ γένους ἀρὰ πέμπουσα πρὸς θάνατον τὰ ἐκ γῆς ἡμῶν σώματα καὶ τὸ ἐν λύπαις τέξηι τέκνα δι’ αὐτοῦ κα‐ ταργούμενον ἀληθὲς ἀποφήνηι τὸ διὰ τῆς τοῦ προφήτου φωνῆς κατέπιεν ὁ θάνατος ἰσχύσας καὶ πάλιν ἀφεῖλεν ὁ θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου.
15ταύτης γὰρ ἕνεκα τῆς αἰτίας φαμὲν αὐτὸν οἰκονομικῶς καὶ αὐτὸν εὐλογῆσαι τὸν γάμον καὶ ἀπελθεῖν κεκλημένον ἐν Κανᾶ τῆς Γαλιλαίας ὁμοῦ τοῖς ἁγίοις ἀποστόλοις. Ταῦτα φρονεῖν δεδιδάγμεθα παρά τε τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν, καὶ πάσης δὲ τῆς θεοπνεύστου γραφῆς καὶ ἐκ τῆς τῶν μακαρίων πατέρων ἀληθοῦς ὁμολογίας· τούτοις ἅπασιν καὶ τὴν σὴν εὐλάβειαν συναινέσαι χρὴ καὶ συνθέσθαι δίχα δόλου παντός.
20ἃ δέ ἐστιν ἀναγκαῖον ἀναθεματίσαι τὴν σὴν εὐλάβειαν, ὑποτέτακται τῆιδε ἡμῶν τῆι ἐπι‐ στολῆι. α Εἴ τις οὐχ ὁμολογεῖ θεὸν εἶναι κατὰ ἀλήθειαν τὸν Ἐμμανουὴλ καὶ διὰ τοῦτο θεοτόκον τὴν ἁγίαν παρθένον (γεγέννηκε γὰρ σαρκικῶς σάρκα γεγονότα τὸν ἐκ θεοῦ λόγον), ἀνάθεμα ἔστω.
25 β Εἴ τις οὐχ ὁμολογεῖ σαρκὶ καθ’ ὑπόστασιν ἡνῶσθαι τὸν ἐκ θεοῦ πατρὸς λόγον ἕνα τε εἶναι Χριστὸν μετὰ τῆς ἰδίας σαρκός, τὸν αὐτὸν δηλονότι θεόν τε ὁμοῦ καὶ ἄνθρω‐ πον, ἀνάθεμα ἔστω. γ Εἴ τις ἐπὶ τοῦ ἑνὸς Χριστοῦ διαιρεῖ τὰς ὑποστάσεις μετὰ τὴν ἕνωσιν, μόνηι συ‐ νάπτων αὐτὰς συναφείαι τῆι κατὰ τὴν ἀξίαν ἢ γοῦν αὐθεντίαν ἢ δυναστείαν καὶ οὐχὶ δὴ
30μᾶλλον συνόδωι τῆι καθ’ ἕνωσιν φυσικήν, ἀνάθεμα ἔστω.

1,1,1

41

δ Εἴ τις προσώποις δυσὶν ἢ γοῦν ὑποστάσεσιν τάς τε ἐν τοῖς εὐαγγελικοῖς καὶ ἀπο‐ στολικοῖς συγγράμμασι διανέμει φωνὰς ἢ ἐπὶ Χριστῶι παρὰ τῶν ἁγίων λεγομένας ἢ παρ’ αὐτοῦ περὶ ἑαυτοῦ καὶ τὰς μὲν ὡς ἀνθρώπωι παρὰ τὸν ἐκ θεοῦ λόγον ἰδικῶς νοουμένωι προσάπτει, τὰς δὲ ὡς θεοπρεπεῖς μόνωι τῶι ἐκ θεοῦ πατρὸς λόγωι, ἀνάθεμα ἔστω.
5 ε Εἴ τις τολμᾶι λέγειν θεοφόρον ἄνθρωπον τὸν Χριστὸν καὶ οὐχὶ δὴ μᾶλλον θεὸν εἶναι κατὰ ἀλήθειαν ὡς υἱὸν ἕνα καὶ φύσει, καθὸ γέγονε σὰρξ ὁ λόγος καὶ κεκοινώνηκε παραπλησίως ἡμῖν αἵματος καὶ σαρκός, ἀνάθεμα ἔστω. ϛ Εἴ τις λέγει θεὸν ἢ δεσπότην εἶναι τοῦ Χριστοῦ τὸν ἐκ θεοῦ πατρὸς λόγον καὶ οὐχὶ δὴ μᾶλλον τὸν αὐτὸν ὁμολογεῖ θεόν τε ὁμοῦ καὶ ἄνθρωπον, ὡς γεγονότος σαρκὸς
10τοῦ λόγου κατὰ τὰς γραφάς, ἀνάθεμα ἔστω. ζ Εἴ τίς φησιν ὡς ἄνθρωπον ἐνηργῆσθαι παρὰ τοῦ θεοῦ λόγου τὸν Ἰησοῦν καὶ τὴν τοῦ μονογενοῦς εὐδοξίαν περιῆφθαι ὡς ἑτέρωι παρ’ αὐτὸν ὑπάρχοντι, ἀνάθεμα ἔστω. η Εἴ τις τολμᾶι λέγειν τὸν ἀναληφθέντα ἄνθρωπον συμπροσκυνεῖσθαι δεῖν τῶι θεῶι λόγωι καὶ συνδοξάζεσθαι καὶ συγχρηματίζειν θεὸν ὡς ἕτερον ἑτέρωι (τὸ γὰρ συν ἀεὶ προσ‐
15τιθέμενον τοῦτο νοεῖν ἀναγκάσει) καὶ οὐχὶ δὴ μᾶλλον μιᾶι προσκυνήσει τιμᾶι τὸν Ἐμμα‐ νουὴλ καὶ μίαν αὐτῶι τὴν δοξολογίαν ἀνάπτει, καθὸ γέγονε σὰρξ ὁ λόγος, ἀνάθεμα ἔστω. θ Εἴ τίς φησιν τὸν ἕνα κύριον Ἰησοῦν Χριστὸν δεδοξάσθαι παρὰ τοῦ πνεύματος, ὡς ἀλλοτρίαι δυνάμει τῆι δι’ αὐτοῦ χρώμενον καὶ παρ’ αὐτοῦ λαβόντα τὸ ἐνεργεῖν δύνασθαι κατὰ πνευμάτων ἀκαθάρτων καὶ τὸ πληροῦν εἰς ἀνθρώπους τὰς θεοσημείας, καὶ οὐχὶ δὴ
20μᾶλλον ἴδιον αὐτοῦ τὸ πνεῦμά φησιν, δι’ οὗ καὶ ἐνήργηκε τὰς θεοσημείας, ἀνάθεμα ἔστω. ι Ἀρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν γεγενῆσθαι Χριστὸν ἡ θεία λέγει γραφή, προσκεκόμικε δὲ ὑπὲρ ἡμῶν ἑαυτὸν εἰς ὀσμὴν εὐωδίας τῶι θεῶι καὶ πατρί. εἴ τις τοίνυν ἀρχιερέα καὶ ἀπόστολον ἡμῶν γεγενῆσθαί φησιν οὐκ αὐτὸν τὸν ἐκ θεοῦ λόγον, ὅτε γέγονε σὰρξ καὶ καθ’ ἡμᾶς ἄνθρωπος, ἀλλ’ ὡς ἕτερον παρ’ αὐτὸν ἰδικῶς ἄνθρωπον ἐκ
25γυναικός, ἢ εἴ τις λέγει καὶ ὑπὲρ ἑαυτοῦ προσενεγκεῖν αὐτὸν τὴν προσφορὰν καὶ οὐχὶ δὴ μᾶλλον ὑπὲρ μόνων ἡμῶν (οὐ γὰρ ἂν ἐδεήθη προσφορᾶς ὁ μὴ εἰδὼς ἁμαρτίαν), ἀνά‐ θεμα ἔστω. ια Εἴ τις οὐχ ὁμολογεῖ τὴν τοῦ κυρίου σάρκα ζωοποιὸν εἶναι καὶ ἰδίαν αὐτοῦ τοῦ
ἐκ θεοῦ πατρὸς λόγου, ἀλλ’ ὡς ἑτέρου τινὸς παρ’ αὐτὸν συνημμένου μὲν αὐτῶι κατὰ τὴν

1,1,1

42

ἀξίαν ἢ γοῦν ὡς μόνην θείαν ἐνοίκησιν ἐσχηκότος, καὶ οὐχὶ δὴ μᾶλλον ζωοποιόν, ὡς ἔφημεν, ὅτι γέγονεν ἰδία τοῦ λόγου τοῦ τὰ πάντα ζωογονεῖν ἰσχύοντος, ἀνάθεμα ἔστω. ιβ Εἴ τις οὐχ ὁμολογεῖ τὸν τοῦ θεοῦ λόγον παθόντα σαρκὶ καὶ ἐσταυρωμένον σαρκὶ καὶ θανάτου γευσάμενον σαρκὶ γεγονότα τε πρωτότοκον ἐκ τῶν νεκρῶν, καθὸ ζωή τέ
5ἐστι καὶ ζωοποιὸς ὡς θεός, ἀνάθεμα ἔστω.
10 Λόγος προσφωνητικὸς πρὸς τὸν εὐσεβέστατον βασιλέα Θεοδόσιον περὶ τῆς ὀρθῆς πίστεως τῆς εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν παρὰ Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξαν‐ δρείας Τῆς μὲν ἐν ἀνθρώποις εὐκλείας τὸ ἀνωτάτω καὶ ἀσυγκρίτοις διαφοραῖς τῶν ἄλλων ἁπάντων ἀνεστηκός τε καὶ ὑπερκείμενον ὑμεῖς, ὦ φιλόχριστοι βασιλεῖς, καὶ κλῆρος ὑμῖν
15ἐξαίρετός τε καὶ πρέπων παρὰ θεοῦ τῆς ἐνούσης αὐτῶι κατὰ πάντων ὑπεροχῆς ἐοικὸς ἐπὶ γῆς τὸ γέρας. κάμπτει μὲν γὰρ αὐτῶι πᾶν γόνυ θρόνοι τε καὶ ἀρχαὶ κυριότητές τε καὶ ἐξουσίαι δοῦλον ὑπέχουσαι τὸν αὐχένα καὶ ταῖς καθηκούσαις ἀεὶ δοξολογίαις κατα‐ γεραίρουσαι πλήρη τε εἶναί φασι τὸν οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ. ἴδοι δ’ ἄν τις καὶ ἐπὶ τῆς ὑμετέρας γαληνότητος τῆς οὕτω περιφανοῦς καὶ ἀνωτάτω πασῶν εὐ‐
20κλείας διαπρέποντά τε καὶ ἐναργῆ τὸν τύπον. ὑμεῖς γὰρ ἐστὲ καὶ τῶν εἰς λῆξιν ἀξιω‐ μάτων πηγαὶ καὶ ἁπάσης ὑπεροχῆς ἐπέκεινα καὶ τῆς ἐν ἀνθρώποις εὐημερίας ἀρχὴ καὶ γένεσις, καὶ νεύμασι μὲν τοῖς ἡμερωτάτοις τοῦ ὑμετέρου κράτους πρὸς ἔννομόν τε καὶ ἀξιάγαστον καὶ ἀοίδιμον πηδαλιουχεῖται ζωὴν πᾶν ὅσον ἐστὶ τοῖς τῆς βασιλείας θώκοις ὑπεστρωμένον, οἱ δὲ τῆς ζεύγλης οὐκ ἀνεχόμενοι πίπτουσι ῥαιδίως, τῆς ἐνούσης
25ὑμῖν εὐσθενείας ἡττώμενοι, κἂν ἀστράψηι μόνον ἡ βασιλέως ἀσπίς, φροῦδα τὰ ἐκείνων, οἴχονται, διολώλασι καὶ τῆς ἐνούσης αὐτοῖς ἀπονοίας τὸν οἰκεῖον εὐθὺς ἀποστήσαντες νοῦν πεσόντες εἰς γόνυ ζητοῦσι τὸν ἔλεον. τοιγάρτοι κεκράτηκε τῆς ὑπ’ οὐρανὸν τῶν ὑμετέρων ὑπασπιστῶν ἡ μαχιμωτάτη καὶ ἐμπειροπόλεμος καὶ ἀεὶ νικῶσα πληθύς· ὑμεῖς ἐστὲ τῶν πρὸς ἕω καὶ ἑσπέραν καὶ ὠιδὴ καὶ λύρα καὶ ἁπάσης εὐφημίας
30ὑπόθεσις· ὑμᾶς οἱ πρὸς νότον καὶ μὴν καὶ ὅσοι βορειοτέραν οἰκοῦσι χώραν, φωναῖς
ταῖς χαριστηρίοις στεφανοῦντες οὐ καταλήγουσιν. ἔρεισμα δὲ τὸ ἀκράδαντον τῆς

1,1,1

43

οὕτω θεοφιλοῦς καὶ εὐαγεστάτης ὑμῶν βασιλείας αὐτὸς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός. δι’ αὐτοῦ γὰρ βασιλεῖς βασιλεύουσι καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην κατὰ τὸ γεγραμμένον. ἔστι γὰρ αὐτῶι παναλκὲς τὸ θέλημα καὶ ἐν τῶι κατανεῦσαι μόνον ἡ παντὸς πλήρωσις ἀγαθοῦ, διανέμει δὲ καὶ λίαν ἑτοίμως τοῖς ἀγαπῶσιν αὐτὸν τὰ πάντων
5ἐξαίρετα τῶν ὅσα ἐστὶν ἀξιόληπτα καὶ τεθαυμασμένα. καὶ ἀπόχρη μὲν εἰς ἀπόδειξιν ὧν ἔφην, τὰ τῶι ὑμετέρωι κράτει δεδωρημένα, δοθησόμενα δὲ ἔτι καθὰ πεπιστεύκαμεν· ὅτι δέ ἐστι κρηπὶς ἀκατάσειστος ταῖς βασιλέων τιμαῖς τῆς εἰς θεὸν εὐσεβείας τὰ αὐχήματα, καὶ ἐξ αὐτῆς πειράσομαι τῆς ἁγίας καὶ θεοπνεύστου πληροφορῆσαι γραφῆς, βραχυλογήσας ὡς ἔνι.
10 Πλεῖστοι μὲν γὰρ ὅσοι γεγόνασι κατὰ καιροὺς οἱ τῆς Ἰουδαίων ἄρξαντες χώρας καὶ τοὺς τῆς παρ’ αὐτοῖς βασιλείας διέποντες θρόνους· ἀλλ’ οἳ μὲν τῆς εἰς θεὸν αἰδοῦς ἀνοσίως ὀλιγωρήσαντες καὶ τὸν τῆς δικαιοσύνης πρύτανιν παρ’ οὐδὲν ποιούμενοι νόμον καὶ τοῖς τῆς φαυλότητος βόθροις ἑαυτοὺς ἐνιέντες οἱ τάλανες κακοὶ κακῶς ἀπολώλασι (παγχάλεπον γὰρ τὸ προσκρούειν θεῶι καὶ κατά τι γοῦν ὅλως ἔξω φέρεσθαι τοῦ εἰκότος λυποῦντας
15αὐτόν)· ὅσοι γε μὴν τῆς εἰς αὐτὸν εὐσεβείας γεγόνασιν ἐπιμεληταὶ καὶ τῶν ἀρεσκόντων αὐτῶι γνήσιοι φύλακες, νενικήκασιν ἐχθροὺς ἀμογητὶ καὶ κεκρατήκασι τῶν δι’ ἐναντίας. τοιοῦτός τις ἦν Ἰωσίας ἐκεῖνος, ὃς αὐτοῖς τεμένεσι καὶ βωμοῖς τοὺς τῶν εἰδώλων κατεμ‐ πρήσας θεραπευτὰς γοητείας τε πάσης καὶ ψευδομαντείας τρόπους περιελὼν καὶ τὰ τῆς δαιμονιώδους ἀπάτης καταλύσας παίγνια τοῦ παντὸς ἀξίαν ἀπέφηνε λόγου τὴν ἑαυτοῦ
20βασιλείαν καὶ ἀξιάγαστον μὲν τοῖς πάλαι, τεθαυμασμένην δὲ καὶ εἰς δεῦρο παρά γε τοῖς εἰδόσι τιμᾶν τὰ οἷς ἂν ὁ θεῖος ἐφήδοιτο νοῦς. ἀλλὰ ταυτὶ μὲν ἅπαντα τοῖς τε ὑμετέ‐ ροις προγόνοις καὶ ὑμῖν αὐτοῖς εὖ μάλα κατώρθωται, διαμεμνήσομαι δὲ χρησίμως καὶ τῶν Ἐζεκίαι τῶι σοφωτάτωι κατὰ καιροὺς πεπραγμένων· ὀνήσει γὰρ οὐ μετρίως τὴν εὐσεβε‐ στάτην ὑμῶν κορυφὴν τῶν διηγημάτων ἡ δύναμις.
25 Ἀνήρ τις τῶν ἐκ Βαβυλῶνος τῆς Περσικῆς (Ῥαψάκης οὗτος ἦν) εἷλε μὲν ἅπασαν ὡς ἔπος εἰπεῖν τὴν τῶν Ἰουδαίων χώραν, καταδηιώσας δὲ σὺν αὐτῆι τὴν Σαμάρειαν ἐπ’ αὐτὴν ἤιει τὴν Ἱερουσαλὴμ μυριάνδρωι πληθύι τῶν ὑπὸ χεῖρα δορυφορούμενος καὶ φάλαγγα μὲν ἱππικὴν οὐκ εὐχείρωτον ἔχων, μᾶλλον δὲ καὶ δυσάντητον, ὁπλίτην δὲ πεζομάχον ταῖς ψάμμοις ἰσάριθμον. εἶτα τῶι τείχει περιστήσας τὰς ἑλεπόλεις καὶ τὴν τοῦ πολέμου
30παρασκευὴν ἀπονοίαις τε βαρβαρικαῖς οὐ μετρίως ὠφρυωμένος, αἱρήσειν μὲν κατὰ κράτος ταῖς ἄλλαις ὁμοῦ καὶ αὐτὴν ἔφασκε τὴν ἁγίαν πόλιν καὶ τῆς ἀρρήτου δόξης κατεθρασύ‐ νετο καὶ παλιμφήμους ἠφίει φωνάς, ἀκρατῆ καὶ ἀχάλινον ἐπὶ θεῶι τὴν γλῶσσαν ἀνείς. ἔφη γὰρ ὅτι κἂν εἰ βούλοιτο σώιζειν αὐτούς, ἀνόνητον ἔσεσθαι τοῖς ἐπ’ αὐτῶι πεποιθόσι τῆς ἐπικουρίας τὴν χάριν. ἐπειδὴ δὲ ἧκον τινὲς ἀπαγγέλλοντες τῶι βασιλεῖ τῆς ἐκείνου
35σκαιότητος τὰ τολμήματα καὶ τοὺς Περσικοῦ φρονήματος γέμοντας λόγους, τότε δὴ τότε

1,1,1

44

μόναις ὥσπερ ἐπαλγήσας ταῖς κατὰ θεοῦ δυσφημίαις καὶ τοῦ τὴν πόλιν ἁλῶναι ταύτην ἔσεσθαι πρόφασιν ἐμφρόνως ὑπειληφώς, περιερρήγνυτο τὴν ἐσθῆτα καὶ εἰς τὸν οἶκον ἀνέβη τοῦ θεοῦ, λιταῖς δηλονότι τὴν θείαν ὀργὴν ὑποτρέχων καὶ τῶν ἐπὶ ταῖς δυσφημίαις αἰ‐ τιαμάτων ἑαυτὸν ἀπαλλάττων. καὶ τί τὸ ἐντεῦθεν; εὐμενῆ καὶ ἵλεων κατεστήσατο τὸν
5τῶν δυνάμεων κύριον· νενίκηκε τὸν Ἀσσύριον, οὐχ ἵππον εἰς μάχην ὁπλίσας εὐχάλινον, οὐ τοξοτῶν εὐστοχίαις, οὐ δοράτων βολαῖς οὐδὲ ταῖς τῶν τακτικῶν ἐμπειρίαις τῶν ὑπὸ χεῖρα χρώμενος, ψήφωι δὲ μᾶλλον τῆι παρὰ θεοῦ τῆς τῶν Ἀσσυρίων στρατιᾶς τὸν ἐν μιᾶι νυκτὶ καθορίσαντος θάνατον. ἐξῆλθε γάρ φησιν, ἄγγελος κυρίου καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας. καὶ
10ἀναστάντες τὸ πρωὶ εὗρον πάντα τὰ σώματα νεκρ. οὗτοι τῆς εἰς θεὸν εὐσεβείας καρποὶ καὶ τοῦ μὴ ἀνασχέσθαι φωνῆς, εἰ κατ’ αὐτῆς τῆς θείας γένοιτο δόξης. Δεῖν δὲ οἶμαι μάλιστα ταῖς βασιλέων εὐσεβέσιν ἀκοαῖς παλίμφημον μὲν οὐδὲν λα‐ λεῖσθαι κατὰ θεοῦ, ἐκεῖνα δὲ μᾶλλον ὅσα καὶ μώμου παντὸς καὶ διαβολῆς ἐπέκεινα τρέχει καὶ τῆς πρεπούσης δοξολογίας αὐτῶι ποιεῖται τὴν ἔκτισιν. ἄριστα δὲ κἀγὼ τοῦτο εἰδὼς
15ἔχειν, παρωρμήθην ἀναγκαίως τῆς ὀρθῆς τε καὶ ἀποστολικῆς πίστεως τὴν παράδοσιν ἐγ‐ γράψαι μὲν τῶιδε τῶι βιβλίωι, ξένιον δὲ ὥσπερ τι πνευματικὸν προσκομίσαι τῶι ὑμετέρωι κράτει, καὶ αὐταῖς δὲ ταῖς θεοφιλεστάταις ἀληθῶς βασιλίσιν, αἳ τῆι ὑμετέραι γαλη‐ νότητι συναστράπτουσιν, ἣ μὲν ταῖς εὐκταιοτάταις ὑμῖν ἐπαυχοῦσα γοναῖς καὶ τῆς εἰς ἀεὶ διαμονῆς τὰς ἐλπίδας τοῖς σκήπτροις εἰσφέρουσα, ἣ δὲ τοῖς παρθενικοῖς
20βλαστήμασι συνακμάζουσα καὶ τὰς τῆς εὐκλεεστάτης ὑμῶν βασιλείας οἰκειουμένη φρον‐ τίδας. λίθοι μὲν οὖν Ἰνδικαὶ τὰς ἀοιδίμους ὑμῶν καταφαιδρύνουσι κεφαλάς, ψυχῆς δὲ καὶ νοῦ νοητὸς ἂν γένοιτο κόσμος πίστις ὀρθή τε καὶ ἀκιβδήλευτος, ἣν ὅτι τηρή‐ σετε, τεθαρσηκὼς προσάγω τὸν λόγον ὡς ἔρεισμα νοῦ καὶ ψυχῆς ἀγλάισμα καὶ καρδίας στέφανον. γέγραπται γὰρ ὅτι κρείσσων σοφία λίθων πολυτελῶν,
25πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. οὐκοῦν διὰ βραχέων εἰπεῖν πειράσομαι τὰ περὶ τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς, καὶ ὅ τί ποτέ ἐστι τὸ ἐπ’ αὐτῶι μυστήριον, διαρθροῦν ὅτι μάλιστα σαφῶς κατά γε τὸ ἐγχωροῦν τοῖς ἐν ἐσόπτρωι καὶ αἰνίγματι βλέ‐ πουσι καὶ ἐκ μέρους γινώσκουσι κατὰ τὸ μέτρον τῆς δωρεᾶς τῆς ἐπιχορηγίας τοῦ πνεύ‐ ματος, καθὰ καὶ ὁ θεσπέσιος γράφει Παῦλος. οὐδεὶς γὰρ λέγει κύριος Ἰησοῦς εἰ
30μὴ ἐν πνεύματι ἁγίωι, καὶ οὐδεὶς λέγει ἀνάθεμα Ἰησοῦς εἰ μὴ ἐν Βεελζεβούλ. φαίη δ’ ἂν οἶμαί τις· οὐκοῦν ἐπειδή σοι καὶ τῆς ἐπὶ τούτωι κόνεως ἅψασθαι δοκεῖ καὶ τὸν οὕτω διαβριθῆ καὶ δύσοιστον ἀνατλῆναι πόνον, ἀοκνότατα διασάφει τὸν ἀκριβῆ τε καὶ ἀκιβδήλευ‐ τον καὶ ἁπάσης αἰτίας ἀπηλλαγμένον ἐπὶ Χριστῶι λόγον. διαφόροις γὰρ δόξαις κατα‐ μεθύουσι τινές, παραπλάττοντες εἰς τὸ ἀκαλλὲς τὰ ἐπ’ αὐτῶι κεχρησμωιδημένα παρά τε
35τῆς νέας καὶ ἀρχαιοτέρας γραφῆς. οὐκ ἠγνοήκαμεν οὖν ὡς ἀνεπιτήδευτόν ἐστι τῶν

1,1,1

45

ἀτόπων τοῖς ἀσυνέτοις οὐδέν, πίπτουσι δὲ καὶ λίαν ἑτοίμως εἰς πέταυρον ἅιδου κατὰ τὸ γεγραμμένον καὶ εἰς παγίδα θανάτου, μὴ νοοῦντες μήτε ἃ λέγουσι μήτε περὶ τίνων διαβεβαιοῦνται. τίνες δ’ ἂν εἶεν οἱ παρ’ ἑκάστωι θρύλοι καὶ τὰ σεμνὰ μυθάρια, διειπεῖν ἀναγκαῖον.
5 Οἳ μὲν γὰρ ὅτι πέφηνε μὲν ἄνθρωπος ὁ ἐκ θεοῦ πατρὸς λόγος, οὐ μὴν ὅτι καὶ πεφόρηκε τὴν ἐκ τῆς ἁγίας [καὶ θεοτόκου] παρθένου σάρκα, φρονεῖν τε καὶ λέγειν τετολμήκασι, κατα‐ ψεύδονται δὲ μόνην τοῦ μυστηρίου τὴν δόκησιν. ἕτεροι δὲ αὖ κατερυθριᾶν σκηπτόμενοι τὸ δοκεῖν ἀνθρώπωι προσκυνεῖν καὶ τὴν ἀπὸ γῆς σάρκα ταῖς ἀνωτάτω δόξαις στεφανοῦν παραιτούμενοι καὶ ἐκ τῆς ἄγαν ἀμαθίας νόθην τινὰ καὶ παρεφθαρμένην νοσοῦντες εὐλά‐
10βειαν παρατετράφθαι φασὶ τὸν ἐκ θεοῦ πατρὸς φύντα λόγον εἰς ὀστέων τε καὶ νεύρων καὶ σαρκὸς φύσιν, τὴν ἐκ παρθένου γέννησιν τοῦ Ἐμμανουὴλ πλατὺ γελῶντες οἱ τάλανες καὶ τὸ ἀπρεπὲς καταγράφοντες τῆς οὕτως ἀρίστης καὶ θεοπρεποῦς οἰκονομίας. οἳ δὲ καὶ ὀψιγενῆ τὸν συναίδιον τῶι πατρὶ θεὸν λόγον εἶναι πεπιστεύκασι καὶ εἰς τὸ μόλις ὑπάρξαι δια‐ κεκλῆσθαι τότε ὅτε καὶ τῆς κατὰ σάρκα γεννήσεως ἔλαχε τὴν ἀρχήν. εἰσὶ δὲ οἱ καὶ πρὸς
15τοῦτο μανίας δυσσεβῶς ἠγμένοι, ὥστε καὶ ἀνυπόστατον τὸν ἐκ θεοῦ φασιν εἶναι λόγον, ῥῆμα δὲ ἁπλῶς τὸ κατὰ μόνην νοούμενον προφορὰν ἐν ἀνθρώπωι γενέσθαι· Μάρκελλος δὲ οὗτοι καὶ Φωτεινός. δοκεῖ γε μὴν καὶ ἑτέροις ἐνανθρωπῆσαι μὲν ἀληθῶς τὸν μονογενῆ καὶ ἐν σαρκὶ γενέσθαι πιστεύειν, μὴ μὴν ἔτι καὶ ἐψυχῶσθαι τελείως τὴν ἀναλη‐ φθεῖσαν σάρκα ψυχῆι λογικῆι καὶ νοῦν ἐχούσηι τὸν καθ’ ἡμᾶς, εἰς ἑνότητα δὲ τὴν εἰς ἅπαν,
20ὥσπερ οὖν οἴονται, κατασφίγγοντες τόν τε ἐκ θεοῦ λόγον καὶ τὸν ἐκ τῆς ἁγίας παρθένου ναόν, κατοικῆσαί φασιν ἐν αὐτῶι τὸν λόγον καὶ ἴδιον μὲν ποιήσασθαι σῶμα τὸ ἀναληφθέν, ψυχῆς δὲ αὐτὸν τῆς λογικῆς τε καὶ νοερᾶς ἀναπληροῦν τὸν τόπον. ἕτεροι δὲ αὖ πρεσ‐ βεύουσι μὲν ταῖς τούτων δόξαις τὰ ἐναντία καὶ ἀντιφέρονται τοῖς φρονήμασιν, ἔκ τε θεοῦ λόγου καὶ ψυχῆς τῆς λογικῆς καὶ σώματος ἤτοι τελείας ἁπλῶς ἀνθρωπότητος συνεστάναι
25τε καὶ ἀναπεπλέχθαι διαβεβαιούμενοι τὸν Ἐμμανουήλ, οὐ μὴν ἔτι καὶ ὑγιᾶ καὶ ἀμώμητον παντελῶς τὴν ἐπ’ αὐτῶι τετηρήκασι δόξαν. καταδιιστᾶσι γὰρ εἰς δύο τὸν ἕνα Χριστὸν καὶ παχεῖαν ὥσπερ αὐτοῖς ἐνιέντες τὴν διατομήν, ἀνὰ μέρος ἑκάτερον μόνον οὐχὶ καὶ ἑστῶτα παραδεικνύουσιν, ἕτερον μὲν εἶναι διατεινόμενοι τὸν ἐκ παρθένου τεχθέντα τελείως ἄνθρωπον, ἕτερον δὲ αὖ τὸν ἐκ θεοῦ πατρὸς λόγον, οὐχ ὅ τί ποτέ ἐστιν ἥ τε τοῦ λόγου φύσις
30καὶ τῆς σαρκός, διακρίνοντες οὐδὲ μόναις ταῖς εἰς τοῦτο διαφοραῖς ἐμφιλοχωρεῖν ἐθέλοντες (οὐ γὰρ ἂν ἐννοίας τῆς ἀληθοῦς εἰς τοῦτο διήμαρτον, ἐπεὶ μὴ φύσις ἡ αὐτὴ σαρκός τε καὶ θεότητος), ἀλλὰ τὸν μὲν ὡς ἄνθρωπον ἰδίαι τιθέντες καὶ ἀνὰ μέρος, τὸν δὲ ὡς θεὸν φύσει τε καὶ ἀληθῶς υἱὸν ὀνομάζουσι, καίτοι θέλοντες εἶναι Χριστιανοί. καὶ δὴ καὶ
λογίδι’ ἄττα περὶ τούτου συγγράφοντες εἰπεῖν τετολμήκασιν αὐταῖς λέξεσιν ὧδε

1,1,1

46

Ὁ μὲν γὰρ φύσει καὶ ἀληθῶς υἱὸς ὁ ἐκ θεοῦ πατρὸς λόγος ἐστίν, ὁ δὲ ὁμωνύμως τῶι υἱῶι υἱός. Καὶ μεθ’ ἕτερα πάλιν· Οὐ σὰρξ ὁ τοῦ θεοῦ λόγος, ἀλλὰ ἄνθρωπον ἀνειληφώς. ὁ μὲν γὰρ μονογενὴς προηγουμένως καὶ καθ’ ἑαυτὸν υἱὸς τοῦ θεοῦ ἐστιν τοῦ πάντων δημι‐
5ουργοῦ· ὃν δὲ ἀνέλαβεν ἄνθρωπον, οὐ φύσει θεὸς ὤν, διὰ τὸν ἀναλαβόντα αὐτὸν ἀλη‐ θῶς θεοῦ υἱὸν ὁμωνύμως αὐτῶι χρηματίζει. τὸ μὲν γὰρ οὐδεὶς ἔγνω τὸν υἱὸν εἰ μὴ ὁ πατὴρ τὸν φύσει τε καὶ ἀληθείαι δηλοῖ ἐκ τοῦ πατρὸς υἱόν, τὸ δὲ λεγόμενον ὑπὸ τοῦ Γαβριὴλ μὴ φοβο, Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῶι θεῶι, καὶ ἰδοὺ συλλήψηι ἐν γαστρὶ καὶ τέξηι υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν
10τῶι ἀνθρώπωι ἐφαρμόζει. Ἀλλὰ ταυτὶ μὲν ἐκεῖνοι· φρονήσομεν δὲ ἡμεῖς οὐχ ὧδε, πόθεν; ἀναπείσει γὰρ οὐδα‐ μῶς τῶν ἑτεροδόξων ὁ λόγος τροχιὰν ἀφέντας τὴν ἐπ’ εὐθὺ διαστείχειν ἑτέραν τὴν ἔξω σκοποῦ καὶ διεστραμμένην. καὶ εἰ μέν τις ἕλοιτο μακρὸν ἐφ’ ἑκάστωι ποιεῖσθαι λόγον καὶ διαρκῆ τὴν βάσανον, οὐκ εὐαρίθμητον μὲν δαπανήσει χρόνον, δυσαχθῆ δὲ ἱδρῶτα καὶ
15δυσδιάφυκτον ἀνατλὰς κατορθώσει μόλις· παρέντες δὴ οὖν τὸ δεῖν οἴεσθαι μακρὰ καὶ σφό‐ δρα στενολεσχεῖν καὶ ὀλίγην κομιδῆι τὴν βάσανον ἐπιρριπτοῦντες ἑκάστωι, φέρε λέγωμεν καὶ πρό γε τῶν ἄλλων τοῖς δοκήταις· πλανᾶσθε, μὴ εἰδότες τὰς γραφὰς μήτε μὴν τὸ μέγα τῆς εὐσεβείας μυστήριον, τουτέστι Χριστόν, ὃς ἐφανερώθη ἐν σαρκ, ἐδικαι‐ ώθη ἐν πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν
20κόσμωι, ἀνελήφθη ἐν δόξηι. δεῖν δὲ οἶμαι τοὺς δι’ ἐναντίας ἢ ψῆφον ἐπάγειν τὴν αἰσχίω τοῖς πάλαι καὶ ψευδηγόρους ἀποκαλεῖν τοὺς τῆς οἰκουμένης μυσταγωγούς, οἷς αὐτὸς ἔφη Χριστὸς πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, ἢ εἴπερ τοῦτο κα‐ ταπεφρίκασι δρᾶν, ὀρθὰ μὲν ἑλέσθαι φρονεῖν τὰ ἐπὶ Χριστῶι, φράσαντας δὲ τὸ ἐρρῶσθαι δεῖν ταῖς σφῶν αὐτῶν ἀμαθίαις ἀπρὶξ μὲν ἔχεσθαι τῶν ἱερῶν γραμμάτων, τὴν δὲ ἀπλανῆ τῶν
25ἁγίων διάιττοντας τρίβον ἐπ’ αὐτὴν ἰέναι τὴν ἀλήθειαν. εἴη γὰρ ἂν οὐχ ἕτερον οἶμαί τι τὸ τῆς εὐσεβείας μυστήριον ἢ αὐτὸς ἡμῖν ὁ ἐκ θεοῦ πατρὸς λόγος, ὃς ἐφανερώθη ἐν σαρκ· γεγέννηται γὰρ διὰ τῆς ἁγίας [καὶ θεοτόκου] παρθένου, μορφὴν δούλου λαβών· ὤφθη δὲ καὶ ἀγγέλοις, οἳ γεννηθέντα καταγεραίρουσι δόξα τε, φασίν, ἐν ὑψίστοις θεῶι καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία, καὶ μὴν καὶ τοῖς ποιμέσι
30κατασημαίνοντες τὸν δι’ ἡμᾶς ἐν σαρκὶ θεὸν λόγον, ἰδοὺ δή, φασίν, ἐγεννήθη ὑμῖν σήμερον σωτήρ, ὅς ἐστι Χριστὸς κύριος, ἐν πόλει Δαυίδ. καὶ τοῦτο ὑμῖν τὸ σημεῖον· εὑρήσετε βρέφος ἐσπαργανωμένον καὶ κείμενον ἐν φάτνηι. οὗ δὲ τόκος ὁ διὰ παρθένου καὶ φανέρωσις ἐν σαρκί, πῶς οὐκ ἀδρανὴς εἰκαιομυθία, πῶς δὲ οὐχὶ μανία καὶ λῆρος τὸ τῆς δοκήσεως ὄνομα τῆς οὕτω σαφοῦς τε καὶ ἐναργοῦς καταγράφειν οἰκονομίας;
35εἰ γὰρ σκιὰ καὶ δόκησις ἦν καὶ οὔτε σάρκωσις ἀληθῶς οὔτε μὴν τέτοκεν ἡ παρθένος,

1,1,1

47

οὐκ ἐπελάβετο σπέρματος Ἁβραὰμ ὁ ἐκ θεοῦ πατρὸς λόγος, οὐχ ὡμοιώθη τοῖς ἀδελφοῖς. σκιὰ γὰρ οὔτι που τὰ καθ’ ἡμᾶς ἢ δόκησις, ἀλλ’ ἐσμὲν ἐν σώμασιν ἁπτοῖς τε καὶ ὁρατοῖς καὶ τὴν γηγενῆ δὴ ταύτην σάρκα κατημφιεσμένοι καὶ φθορᾶς καὶ παθῶν ἡττήμεθα. οὐ‐ κοῦν εἰ μὴ γέγονε σὰρξ ὁ λόγος, οὐδὲ ἐν ὧι πέπονθεν, αὐτὸς πειρασθεὶς δύνα‐
5ται τοῖς πειραζομένοις βοηθῆσαι· οὐδὲ γὰρ ἄν τι πάθοι σκιά. οἴχεται δὴ οὖν τὸ σύμπαν ἡμῖν εἰς τὸ μηδὲν ἀληθῶς. ποῖον γὰρ ἔτι νῶτον δέδωκεν ὑπὲρ ἡμῶν ἢ ποίαν τοῖς παίουσι παρειὰν ὑποστρώσας πρὸς τὰς ἐκ τῶν Ἰουδαίων διεκαρτέρει πληγάς; ἥλοις δὲ διαπεπάρθαι χεῖράς τε καὶ πόδας τὸν οὐκ ἐν σαρκὶ πεφηνότα τίνα δὴ τρόπον οἰηθείη τις ἄν; ἢ ποίαν, εἰπέ μοι, πλευρὰν διανύττοντες οἱ Πιλάτου δορυφόροι τὸ τίμιον αἷμα συ‐
10ναναβλύζον ὕδατι τοῖς θεωμένοις παρέδειξαν; καὶ εἰ χρὴ τούτων τὸ ἐπέκεινα λέγειν, οὔτε ἀπέθανεν ὑπὲρ ἡμῶν οὔτε μὴν ἐγήγερται Χριστός, οὗ παραδεχθέντος εἰς ἀλήθειαν κεκένωται μὲν ἡ πίστις, οἴχεται δὲ ὁ σταυρός, ἡ τοῦ κόσμου σωτηρία καὶ ζωή, καὶ διόλωλε παντελῶς ἡ τῶν ἐν πίστει κεκοιμημένων ἐλπίς. εὖ γὰρ ὧδε ἔχειν ἐδόκει καὶ τῶι μακαρίωι Παύλωι. παρέδωκα γὰρ ὑμῖν, φησίν, ἐν πρώτοις ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν
15ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφὰς καὶ ὅτι ἐτάφη καὶ ὅτι ἐγήγερται τῆι ἡμέραι τῆι τρίτηι κατὰ τὰς γραφὰς καὶ ὅτι ὤφθη Κηφᾶι, εἶτα τοῖς δώ‐ δεκα, ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφ’ ἅπαξ, ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι, τινὲς δὲ καὶ ἐκοιμήθησαν· ἔπειτα ὤφθη Ἰακώβωι, ἔπειτα τοῖς ἀποστόλοις πᾶσιν, ἔσχατον δὲ πάντων, ὥσπερ εἰ τῶι ἐκτρώματι,
20ὤφθη κἀμο. καὶ μεθ’ ἕτερα πάλιν· εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινὲς ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται· εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ [δ] καὶ ἡ πίστις ἡμῶν. εὑρι‐ σκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεο, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ
25ὅτι ἤγειρε τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν, εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται. τεθναίη γὰρ ἄν, εἰπέ μοι, τίνα δὴ τρόπον ἡ σκιά; πῶς οὖν ἀνέστησε τὸν Χριστὸν ὁ πατὴρ σκιὰν ὄντα καὶ δόκησιν καὶ τοῖς τοῦ θανάτου δεσμοῖς οὐχ ἁλώσιμον; οἰχέσθω δὴ οὖν ὁ ἐκείνων ἔμετος, μῦθον δὲ ἄλλως καὶ ἀνοσίου βουλῆς ἀποβράσματα τὰ παρ’ αὐτοῖς ἡγώ‐ μεθα. τοὺς γὰρ τοιούτους ἡμῖν προκαταμηνύει γράφων τοῦ σωτῆρος ὁ μαθητής· ὅτι
30πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον, ἐν τούτωι γινώσκετε τὸ πνεῦμα τοῦ θεο· πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ θεοῦ ἐστι, καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν, ἐκ τοῦ θεοῦ οὔκ ἐστι. καὶ τοῦτό ἐστι τὸ τοῦ ἀντιχρίστου ὃ ἀκηκόατε ὅτι
ἔρχεται, καὶ νῦν ἐν τῶι κόσμωι ἐστὶν ἤδη. εἰ γὰρ μὴ γέγονεν ἄνθρωπος μήτε

1,1,1

48

μὴν ἀναβέβηκεν ἐν σαρκὶ πρὸς τὸν ἐν οὐρανοῖς πατέρα καὶ θεόν, οὐδ’ ἂν ὑποστρέψειεν ἐξ οὐρανοῦ καθ’ ἡμᾶς, ἄνθρωπος δηλονότι καὶ ἐν σαρκί. Τὸ δὲ δὴ καὶ ἑτέρους οἴεσθαί τε καὶ φρονεῖν ἐξ ἀμετρήτου νωθείας γέννησιν μὲν ἀνήνασθαι τὴν διὰ τῆς ἁγίας παρθένου τὸν ἐκ θεοῦ φύντα λόγον καὶ φύσιν μὲν ἀτιμάσαι
5τὴν καθ’ ἡμᾶς, παρατετράφθαι δὲ μᾶλλον αὐτὸν εἰς τὴν ἀπὸ γῆς σάρκα, δυσφημούντων ἐστὶ τὴν οἰκονομίαν καὶ τοῖς θείοις σκέμμασιν ἐπιτιμᾶν ἡιρημένων. ὁ μὲν γὰρ τῶν ὅλων δημιουργὸς καὶ πολὺς εἰς ἔλεον τοῦ θεοῦ λόγος κεκένωκεν ἑαυτὸν δι’ ἡμᾶς γενόμε‐ νος ἄνθρωπος, γενόμενος ἐκ γυναικός, ἵν’ ἐπείπερ αἵματος καὶ σαρκὸς κεκοινώνηκε τὰ παι‐ δία, τουτέστιν ἡμεῖς, καὶ αὐτὸς παραπλησίως μετάσχηι τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου
10καταργήσηι τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξηι τούτους ὅσοι φόβωι θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. ὧδε γὰρ ἔφη τὸ γράμμα τὸ ἱερόν· οἳ δὲ τῆς οὕτω παγκάλης καὶ ἀρίστης βουλῆς τὸ ἀπρεπὲς καθορίζουσι καὶ ὥσπερ ἐνὸν αὐτοῖς τὰ ἀμείνω φρονεῖν, καὶ τοῖς τῆς σοφίας ἐπιτιμῶσι σκέμμασι. μὴ γὰρ δὴ χρῆναι λέγουσιν ὠδῖνα καὶ τόκον τὸν ἐκ γυναι‐
15κὸς καταγράφειν ἡμᾶς τοῦ μονογενοῦς, οἴεσθαι δὲ μᾶλλον τὴν τοῦ λόγου φύσιν εἰς τὸ σαθρὸν δὴ τοῦτο καὶ γηγενὲς μετεστοιχειῶσθαι σῶμα καὶ τροπὴν φαντάζονται τοῦ τροπὴν οὐκ εἰδότος. ἐρήρεισται γὰρ ἡ τοῦ θεοῦ φύσις ἐν ἰδίοις ἀγαθοῖς καὶ ἀκατάσειστον ἔχει τὴν ἐφ’ οἷς ἐστι διαμονήν. φύσις μὲν γὰρ ἡ γενητὴ καὶ χρόνωι παρενεχθεῖσα πρὸς ὕπαρξιν πάθοι ἂν τὴν ἀλλοίωσιν καὶ οὐκ ἔξω λόγου τοῦ καθήκοντός τε καὶ ἀληθοῦς τὸ
20χρῆμα κείσεται· τὸ γὰρ ἀρχὴν ὅλως τοῦ εἶναι λαχὸν οἱονεί πως ἤδη καὶ συνεσπαρμένον ἔχει τὸ ἀλλοιοῦσθαι δεῖν. θεὸς δὲ ὁ παντὸς ἐπέκεινα νοῦ γενέσεως καὶ φθορᾶς τὴν ὕπαρξιν ἔχων ἐξηιρημένην τε καὶ ὑπερίσχουσαν ἀμείνων ἔσται καὶ τροπῆς, καὶ ὥσπερ τῶι τῆς ἰδίας φύσεως λόγωι παντὸς τοῦ κεκλημένου πρὸς γένεσιν ὑπερανέστηκέ τε καὶ ὑπερφέρεται, καὶ τοῦτο ἀσυγκρίτοις διαφοραῖς, οὕτω καὶ ἐν τοῖς εἰωθόσι συμβαίνειν τοῖς δι’ αὐτοῦ γεγονόσιν
25ὑπερανεστήξει πάλιν, παθεῖν οὐκ εἰδὼς τὸ πεφυκὸς ἀδικεῖν. οὐκοῦν ἐν ἀγαθοῖς μὲν τὸ θεῖον ἀμεταπτώτοις ἐστί, τὰ δέ γε τῆς κτίσεως ἐν ἀλλοιώσει καὶ τροπαῖς καὶ ἀγχίθυρον ἔχοντα τὴν παραφθοράν. καὶ τοῦτο γινώσκων εὖ μάλα καὶ ὡς ἄριστα φιλοσοφῶν ὁ προφήτης Ἱερεμίας ἀνεφώνει πρὸς θεὸν ὅτι σὺ καθήμενος τὸν αἰῶνα καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα. καθεδεῖται γὰρ ὥσπερ ἐν ἰδίοις θώκοις τὸ θεῖον ἀεὶ βασιλεῦον καὶ κατακρα‐
30τοῦν τῶν ὅλων καὶ ὑπὸ μηδενὸς τῶν παθῶν τυραννούμενον, ἡμεῖς δὲ τὴν φύσιν εὐτροχω‐ τάτην τε καὶ εὐπαράφορον κομιδῆι πρὸς ἀλλοίωσιν ἔχοντες καὶ τροπὴν ἀπολλύμεθα τὸν αἰῶνα, τουτέστιν ἐν παντὶ καιρῶι καὶ χρόνωι φθαρτοί τε ἐσμὲν καὶ τρεπτοί. οὔτ’ οὖν
τὸ θεῖον ἐν παρατροπαῖς γένοιτ’ ἄν ποτε, τῆς ἰδίας ἑδραιότητος ἐξωσθὲν ὑπό του τῶν

1,1,1

49

παθῶν, οὔτ’ ἂν ἡ φθαρτή τε καὶ ἀλλοιουμένη φύσις, τουτέστιν ἡ γενητὴ καταπλουτήσειεν ἂν οὐσιώδη τὴν ἀτρεψίαν οὐδ’ ἂν ἐπαυχήσειε τοῖς τῆς θείας φύσεως ἀγαθοῖς ὡς ἰδίοις ἡ κτίσις. ἀκούσεται γὰρ εὐλόγως τί γὰρ ἔχεις, ὃ οὐκ ἔλαβες; ὅτι δέ ἐστιν ἄτρεπ‐ τος μὲν καὶ ἀναλλοίωτος παντελῶς ἡ τοῦ λόγου φύσις, ἀλλοιωτὴ δὲ πάντως ἡ γενητή,
5καταθρήσαι τις ἂν καὶ λίαν εὐκόλως ἀναμελωιδοῦντος ἐν πνεύματι τοῦ μακαρίου Δαυίδ· οἱ οὐρανοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθή‐ σονται καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. ποῦ τοιγαροῦν μεμένηκεν ὁ αὐτὸς ὁ ἐκ θεοῦ λόγος, εἴπερ ἐστὶν ἀληθὲς εἰπεῖν ὅτι μεθεὶς τὸ ἐρηρεισμένως τε καὶ ἀκλονήτως
10ἔχειν καταπεφοίτηκε μὲν εἰς ὅπερ οὐκ ἦν, μεταπεποίηται δὲ καὶ εἰς σαρκὸς φύσιν καὶ εἰς τὸ φθείρεσθαι πεφυκός; ἆρ’ οὖν οὐχὶ λῆρός τε ἤδη καὶ μανία ταυτί; καίτοι πῶς ἂν ἐνδοιάσειέ τις (ὥρα γὰρ εἰπεῖν ταῖς ἐκείνων ἀμαθίαις ἀντιτείνοντας ἀμαθέστερον) ὥς ἐστιν οὐκ ἀπεικὸς καὶ τὴν ἀπὸ γῆς σάρκα πρὸς τὴν τῆς θεότητος φύσιν ἀναφοιτᾶν δύ‐ νασθαί ποτε καὶ τῆς ἀνωτάτω πασῶν οὐσίας γενέσθαι σύστασιν; εἰ γὰρ αὐτὴ τῆς θεό‐
15τητος ἡ φύσις κατά γε τὴν ἐκείνων ἐμβροντησίαν εἰς τὴν τῆς σαρκὸς μετακεχώρηκε φύσιν, οὐδὲν ὡς ἔοικε τὸ ἀπεῖργον ἔτι τὴν μὲν κάτω τε καὶ ἰδίαν φύσιν ὑπερπέτασθαι τὴν σάρκα, μεταπλάττεσθαι δὲ πρὸς θεότητα καὶ εἰς οὐσίαν τὴν ἀνωτάτω. ἀλλ’ οὐ ταῖς ἐκείνων ἀσυνεσίαις τὸ εὐπειθὲς χαριούμεθα, προσκεισόμεθα δὲ μᾶλλον ταῖς θείαις γραφαῖς, καὶ προφήτου μὲν λέγοντος ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν καὶ καλέσουσι
20τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, κατασφραγίζοντος δὲ τὴν προαναφώνησιν τοῦ μακαρίου Γαβριὴλ καὶ τὴν ἄνωθεν ψῆφον τῆι παρθένωι διερμηνεύοντος (μὴ φοβοῦ γὰρ ἔφη, Μαριάμ, ὅτι ἰδοὺ συλλήψηι ἐν γαστρὶ καὶ τέξηι υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν), ἐκ γυναικὸς ἀληθῶς γεγεννῆσθαι πιστεύομεν τὸν Ἐμμανουὴλ καὶ τὸ λαμπρόν τε καὶ ἀξιάγαστον τῆς ἑαυτῶν φύσεως οὐ διωσόμεθα καύχημα, φρονοῦντες ὀρθῶς.
25ἐπεδράξατο γὰρ ὁ μονογενὴς οὐχὶ τῆς ἰδίας φύσεως (ἦν γὰρ ἂν οὐδέν τι μᾶλλον τὰ καθ’ ἡμᾶς ἐν ἀμείνοσιν), ἀλλ’ οὐδὲ τῆς ἀγγέλων, ἀλλὰ σπέρματος Ἁβραάμ, καθὰ γέγρα‐ πται. ἦν γὰρ οὕτω καὶ οὐχ ἑτέρως τὸ διολισθῆσαν εἰς φθορὰν ἀνασώσασθαι γένος. Τί δέ; οὐχὶ κἀκεῖνο πρὸς τοῖσδε καταθαυμάζειν ἄξιον; μόνον γὰρ οὐχὶ καὶ τὸ ἐρρῶ‐ σθαι φράσαντες τῆι θεοπνεύστωι γραφῆι καὶ πνεύμασι πλάνης τὸν οἰκεῖον τινὲς ἀπονέ‐
30μοντες νοῦν εἰς τοῦτο καθίκοντο δυσβουλίας καὶ μειρακιώδους ἀβελτηρίας, ὡς οἴεσθαι δεῖν τὸν τῶν αἰώνων δημιουργόν, τὸν συναίδιον τῶι θεῶι καὶ πατρὶ θεὸν λόγον, τῆι τῆς σαρ‐ κὸς γενέσει συμπαρομαρτοῦσαν ἔχειν τῆς ὑπάρξεως τὴν ἀρχὴν καὶ ὀψιγενῆ φαντάζεσθαι
τὸν ἐπέκεινα παντὸς αἰῶνος καὶ χρόνου, ὡς ἐν ἐσχάτοις καὶ μόλις τοῖς τῆς ἐνανθρωπήσεως

1,1,1

50

καιροῖς πατέρα μὲν γενέσθαι τὸν θεόν, συνεισβαλεῖν δὲ ὥσπερ εἰς τὸ εἶναί τε καὶ ὑφε‐ στάναι τῶι ἐκ τῆς παρθένου ναῶι τὸν δι’ οὗ τὰ πάντα καὶ ἐν ὧι τὰ πάντα. ἆρ’ οὖν οὐχὶ πρὸς λῆξιν ἤδη τὴν ἀνωτάτω διεληλάκασι τῶν κακῶν οἱ μῦθον οὕτω τὸν γραώδη καὶ βδελυρὸν προχειρότατα προσηκάμενοι καὶ τῆς ἀκράτου νωθείας τὸν οἰκεῖον ἀναπλή‐
5σαντες νοῦν; τάφος ἀληθῶς ἀνεωιγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν· ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν, ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει. τὸν γάρτοι δι’ οὗ τὰ πάντα, καὶ προυφεστάναι τῶν πάντων ἀνάγκη νοεῖν. τί δὲ δὴ καὶ δρῶιεν ἄν; Ἰωάννου μὲν γράφοντος ἐν ἀρχῆι ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ
10ἐγένετο οὐδέν καὶ πάλιν ὃ ἦν ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν, ἑωράκαμεν τοῖς ὀφθαλ‐ μοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς, καὶ ἡ ζωὴ ἐφανερώθη καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλο‐ μεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν πατέρα καὶ ἐφανερώθη ἡμῖν, αὐτοῦ δὲ Χριστοῦ τῆς ἰδίας ὑπάρξεως τὴν ἄποπτον ἀρχαιότητα τοῖς Ἰουδαίοις κατα‐
15σημαίνοντος· ἐπειδὴ γὰρ ἔφασκον πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἁβραὰμ ἑώρα‐ κας; ἀντήκουον ἐναργῶς ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἁβραὰμ γενέσθαι, ἐγώ εἰμι. οὗ δὲ τὸ ἦν ἔστιν ἐπενηνεγμένου μηδενὸς καὶ μὴν καὶ τὸ εἰμί τέτακται σαφῶς, τίνα τῆς γενέσεως κατίδοι τις ἂν τὴν ἀρχήν; ἢ τίνα δὴ τρόπον ὁ ὢν ἐν ἀρχῆι τῆι παντὸς ἐπέκεινα νοῦ παραδέξαιτο ἂν τὸ ἐν καιρῶι κεκλῆσθαι πρὸς ὕπαρξιν; εἰ μὲν οὖν τις ἕλοιτο τούτοις
20σχολαιότερον ἀντιφέρεσθαι, χαλεπὸν οὐδὲν τοὺς τῆς θεοπνεύστου γραφῆς παρακομίζοντας λόγους τὰ ἐκ τῆς ἐκείνων ἐμβροντησίας ἀποκρούεσθαι βλάβη, τά γε μὴν οὕτως ἐναργῆ νο‐ σοῦντα τὸν ἔλεγχον καὶ πολὺ λίαν ἔχοντα τὸ ἀκαλλὲς περιττὸν οἶμαί που καὶ φροντίδος ἀξιοῦν. οὐκοῦν ἐπ’ ἐκεῖνο ἴωμεν, ὅπερ ἐστὶ τῶν κατεγνωσμένων συγγενές. Παρασημαίνουσι γὰρ τινὲς τῆς ἀληθείας τὸ κάλλος, καθάπερ τι νόμισμα κιβδηλεύοντες
25ἐπαίροντές τε εἰς ὕψος τὸ κέρας καὶ ἀδικίαν λαλοῦντες κατὰ τοῦ θεοῦ κατὰ τὸ γεγραμ‐ μένον ἀνύπαρκτόν τε καὶ ἰδικῶς οὐχ ὑφεστηκότα φαντάζονται τὸν μονογενῆ, καὶ οὐκ εἶναι μὲν ἐν ὑποστάσει τῆι καθ’ ἑαυτόν, ῥῆμα δὲ ἁπλῶς καὶ λόγον τὸν κατὰ μόνην τὴν προ‐ φορὰν γενέσθαι παρὰ θεοῦ καὶ ἐν ἀνθρώπωι κατοικῆσαί φασιν οἱ τάλανες. συνθέντες δὲ οὕτως τὸν Ἰησοῦν, ἁγίων μὲν εἶναί φασιν ἁγιώτερον, οὐ μὴν ἔτι καὶ θεόν. οὐκοῦν,
30καθὰ καὶ ὁ τοῦ σωτῆρος ἐπιστέλλει μαθητής, τίς ἐστιν ὁ ψεύστης εἰ μὴ ὁ ἀρνού‐ μενος ὅτι Ἰησοῦς οὔκ ἐστιν ὁ Χριστός; οὗτός ἐστιν ὁ ἀντίχριστος ὁ ἀρνού‐ μενος τὸν πατέρα καὶ τὸν υἱόν. πᾶς ὁ ἀρνούμενος τὸν υἱὸν οὐδὲ τὸν πα‐ τέρα ἔχει· ὁ ὁμολογῶν τὸν υἱὸν καὶ τὸν πατέρα ἔχει. ἄμφω γὰρ δι’ ἀμφοῖν καὶ ἑκάτερος ἐν ἑκατέρωι πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων ἐπιγινώσκονται.
35οὐ γὰρ ἄν τις ἀναμάθοι τί ἐστι πατήρ, εἰ μὴ υἱὸν ὑφεστῶτά τε καὶ γεγεννημένον εἰσδέ‐
ξαιτο κατὰ νοῦν· ἀλλ’ οὐδ’ ἂν ὅ τί ποτέ ἐστιν υἱός, ἀναμάθοι πάλιν, εἰ μὴ ὅτι τέτοκεν

1,1,1

51

ὁ πατήρ, διενθυμοῖτο σαφῶς οὐκοῦν ἀναγκαῖον οἶμαί που καὶ ἀσφαλὲς εἰπεῖν ὡς εἴπερ ἐστὶν ἀνύπαρκτος ὁ υἱός, οὐδ’ ἂν τὸν πατέρα πατέρα κατὰ τὸ ἀληθὲς νοήσαιμεν ἄν. ποῦ γάρ ἐστι πατήρ, εἰ μὴ τέτοκεν ἀληθῶς; ἢ εἴπερ γεγέννηκε τὸ μὴ ὑφεστὼς μηδὲ ὑπάρ‐ χον ὅλως, τὸ γεννηθὲν ἔσται τὸ μηδέν. τὸ γάρτοι μὴ ὑφεστὼς ἐν ἴσωι τῶι μηδενί,
5μᾶλλον δὲ παντελῶς οὐδέν. εἶτα τοῦ μηδενὸς ἔσται πατὴρ ὁ θεός; ἀλλ’ ὦ βέλτιστοι, φαίην ἂν ἔγωγε πρός γε τοὺς τῶν τοιούτων ἐξηγητάς, ὕθλος εἰκαῖος τὰ παρ’ ὑμῶν. ἢ γοῦν ἐρομένωι φράζετε· πῶς ἐξαίρετος ἡ εἰς ἡμᾶς ἀγάπησις τοῦ θεοῦ καὶ πατρός; καὶ εἰ δέδωκεν ὑπὲρ ἡμῶν τὸν υἱὸν τὸν καθ’ ὑμᾶς οὐχ ὑφεστηκότα, τὸ μηδὲν ἄρα δέδωκεν ὑπὲρ ἡμῶν, καὶ οὔτε γέγονε σὰρξ ὁ λόγος οὔτε τὸν τίμιον ὑπέστη σταυρὸν οὔτε κατήργηκε τοῦ θανάτου τὸ
10κράτος οὔτε μὴν ἀνεβίω πάλιν. εἰ γάρ ἐστι τὸ μηδὲν καὶ ἀνύπαρκτος καθ’ ὑμᾶς, πῶς ἔν γε τούτοις γένοιτ’ ἄν; πεφενάκικεν οὖν ἄρα τῆς ἁγίας γραφῆς ὁ λόγος τοὺς πεπιστευ‐ κότας καὶ ἡ τῆς πίστεως ἑδραιότης οἴχεται πρὸς τὸ μηδέν. τί δέ; οὐκ ἐν μορφῆι θεοῦ ὑπάρχειν τὸν υἱὸν τὸ ἱερὸν ἡμῖν κατεσήμηνε γράμμα εἰκόνα τε αὐτὸν καὶ χαρακτῆρά φησι τοῦ γεγεννηκότος; καίτοι πῶς τοῦτό ἐστιν οὐχ ἅπασιν ἐναργές· αἱ δὲ εἰκόνες ὡς τὰ ἀρ‐
15χέτυπα· δεῖ γὰρ οὕτως αὐτὰς καὶ οὐχ ἑτεροίως ἔχειν. οὐκοῦν εἰ μὴ ἐνυπόστατος ἡ εἰκὼν μήτε μὴν ἐν ὑπάρξει νοοῖτο τῆι καθ’ ἑαυτὸν ὁ χαρακτήρ, ἀνυπόστατον εἶναι δώσου‐ σιν ὡς ἐξ ἀναγκαίου λόγου καὶ τὸν οὗπέρ ἐστι χαρακτήρ, καὶ τὸ τῆς εἰκόνος ἀκαλλὲς ἀνα‐ δραμεῖταί που πάντως ἐπὶ τὸ ἀρχέτυπον. εἶτα εἰπέ μοι, Φίλιππος, χριστομαθὴς ὢν ἄγαν, τὸν ὄντα τε καὶ ὑφεστηκότα πατέρα κατιδεῖν ἠξίου λέγων κύριε, δεῖξον ἡμῖν τὸν
20πατέρα, καὶ ἀρκεῖ ἡμῖν ἢ γοῦν τὸν οὐκ ὄντα καὶ ἀνυπόστατον; ἀλλ’ οἶμαι φαίη τις ἂν μελλήσας οὐδὲν ὅτι τὸν ὄντα τε καὶ ὑφεστηκότα. εἴπερ οὖν ἐστι τὸ μηδὲν ὁ υἱός, ἅτε δὴ μὴ ὑφεστηκὼς κατά γε τὸ ἐκείνων ἀχάλινον θράσος, εἰς εἰκόνα καὶ γνῶσιν ἀκριβῆ τοῦ πατρὸς ἑαυτὸν ἡμῖν ἀνθ’ ὅτου παρεκόμιζε λέγων· τοσοῦτον χρόνον μεθ’ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα.
25οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῶι πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν; ἐγὼ καὶ ὁ πατὴρ ἓν ἐσμέν. ἀλλ’ οὐκ ἂν οἶμαί που τὸν ὑφεστηκότα καταθρήσειέ τις ἔν γε τῶι μὴ ὑφεστηκότι, οὐδ’ ἂν ἐννοοῖτό ποτε καὶ ταυτὸν εἰς ἅπαν τῶι μὴ ὑπάρχοντι τὸ ὑπάρχον. ἔσται δὲ ὅπως ἐν υἱῶι μὲν ὁ πατήρ, ὁ υἱὸς δὲ αὖ ἐν τῶι πατρί; ἢ οὐχ ἕτοιμον εἰπεῖν ὡς εἰ μή ἐστιν ὁ λόγος ἐν ὑπάρξει τῆι καθ’ ἑαυτόν, κινδυνεύσειεν ἂν καὶ
30αὐτὸς ὁ πατήρ, ἔχων μὲν ἐν ἑαυτῶι τὸ μηδέν, νοούμενος δὲ ὑπάρχειν ἐν τῶι μηδενί; τὸ γὰρ οὐκ ὂν ὅλως οὐδὲν ἂν νοοῖτο λοιπόν. καὶ οὐκ ἄτραχυς μὲν ὁ λόγος (πλείστην γὰρ ὅσην ἐν ἑαυτῶι τὴν ἀτοπίαν νοσεῖ), περιίστησιν δ’ οὖν ὅμως εἰς τὸ ἀπηχὲς τῶν δι’ ἐναντίας τὸ δόγμα. κατατεθήποι δ’ ἄν τις εἰκότως τίνα δὴ τρόπον ἐν τῶι υἱῶι τῶι μὴ λαχόντι τὸ εἶναι τὰ ὄντα πεποίηκεν ὁ πατήρ. εἰ δὲ δή τις ἔροιτο πότερα τοῖς οὖσι
35τὸ εἶναι καλὸν ἢ γοῦν τὸ μὴ εἶναι τυχόν, φαίη τις ἂν εὐθὺς ὅτι τὸ εἶναι. τοῖς γὰρ

1,1,1

52

οὐκ οὖσί ποτε τὸ εἶναι διδοὺς ἀγαθὸς ὅτι μάλιστα κεχρημάτικέ τε καὶ ἔστιν ὁ δημιουργός· ἔχοι γὰρ ἂν ὧδε τὸ χρῆμα τῆι φύσει. οὐκοῦν ἐν ἀμείνοσιν ἡ κτίσις ἤπερ ὁ δι’ οὗ τὰ πάντα παρήχθη πρὸς γένεσιν· ὃ μὲν γὰρ οὐχ ὑφεστηκέναι λέγεται, τὰ δὲ ὑφέστηκέ τε καὶ ἐν τῶι εἶναι νοεῖται. ὢ τῆς τῶν ἐννοιῶν ἀτοπίας· ἄπαγε τῆς δυσφημίας. ζῶν γὰρ
5ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καθὰ γέγραπται. τοιγάρτοι καὶ ἔφασκεν ἐγώ εἰμι ἡ ζω, ἀλλ’ οὐκ ἂν νοοῖτο ζωή, μὴ ὑφεστηκώς· ζωὴ δέ ἐστι κατὰ φύσιν, διαψεύσεται γὰρ οὐδαμῶς. τὸ ἄρα μὴ ὑφεστάναι λέγειν τὸν ἐκ θεοῦ πεφηνότα λόγον ψευδηγόρημα σαθρὸν καὶ φρενὸς ἀπόβρασμα τῆς ἠλιθιωτάτης. Μωσεῖ γὰρ ἔφασκεν αὐτὸς ἐγώ εἰμι ὁ ὤν. τὸ δὲ ὂν ἀληθῶς οὐκ ἐν ὑποστάσει τῆι καθ’ ἑαυτὸ σωιζόμενον πῶς ἂν νοοῖτό
10ποτε; οὐκοῦν τῶν τῆιδε διειληφότων καθοριοῦμεν εἰκότως τὸ εἰς ἄκρον ἀμαθές. Οὐ μὴν οὐδὲ ἐκείνους ἐπαινέσομεν, φιλοθηρεῖν εὖ μάλα δεδιδαγμένοι τὸ ἀληθές, οἳ τητᾶσθαι λέγουσι ψυχῆς λογικῆς τὴν ἑνωθεῖσαν τῶι λόγωι σάρκα. σαρκὶ γάρ που μόνηι καὶ τὴν ζωτικήν τε καὶ αἰσθητικὴν λαχούσηι κίνησιν ἀμφιεννύντες τὸν λόγον παραφέρουσιν εἰς κόσμον, τὴν νοῦ καὶ ψυχῆς ἐνέργειαν ἀπονέμοντες τῶι μονογενεῖ. καταπεφρίκασι
15γὰρ οὐκ οἶδ’ ὅπως ψυχωθείσηι ψυχῆι λογικῆι τῆι ἀνθρωπίνηι σαρκὶ κατὰ φύσιν ἡνῶσθαι τὸν λόγον ὁμολογεῖν, τῆς μὲν ἄνωθέν τε καὶ ἀρχαιοτάτης πίστεως τὴν παράδοσιν ὀλίγου παντελῶς ἀξιοῦντες λόγου, θελήσει δὲ μόνηι τῆι κατὰ σφᾶς αὐτοὺς καὶ τοῖς ἀνθρωπίνοις δεῖν ἕπεσθαι λογισμοῖς ἀμαθῶς ἡιρημένοι καὶ φρονοῦντες ἀληθῶς παρ’ ὃ δεῖ φρονεῖν. καὶ τίς ὁ λόγος αὐτοῖς τοῦ τοιοῦδε δόγματος; ἐγὼ φράσω. τὸν θεοῦ μεσίτην καὶ
20ἀνθρώπων κατὰ τὰς γραφὰς συγκεῖσθαι φαμὲν ἔκ τε τῆς καθ’ ἡμᾶς ἀνθρωπότητος τελείως ἐχούσης κατὰ τὸν ἴδιον λόγον καὶ ἐκ τοῦ πεφηνότος ἐκ θεοῦ κατὰ φύσιν υἱοῦ, τουτέστι τοῦ μονογενοῦς, διαβεβαιούμεθα δὲ σύνοδον μέν τινα καὶ τὴν ὑπὲρ λόγον συνδρομὴν εἰς ἕνωσιν ἀνίσων τε καὶ ἀνομοίων πεπρᾶχθαι φύσεων· ἕνα δ’ οὖν ὅμως Χριστὸν καὶ κύριον καὶ υἱὸν ἐπιγινώσκομεν, ἐν ταυτῶι καὶ ὑπάρχοντα καὶ νοούμενον θεόν τε ὁμοῦ καὶ ἄνθρω‐
25πον. ἀδιάσπαστον δὲ παντελῶς τὴν ἕνωσιν διατηρεῖν εἰθίσμεθα, τὸν αὐτὸν εἶναι πι‐ στεύοντες καὶ μονογενῆ καὶ πρωτότοκον, μονογενῆ μὲν ὡς ἐκ θεοῦ πατρὸς λόγον καὶ ἐκ τῆς οὐσίας αὐτοῦ πεφηνότα, πρωτότοκον δὲ αὖ καθὸ γέγονεν ἄνθρωπος καὶ ἐν πολλοῖς ἀδελφοῖς. ὥσπερ γὰρ εἷς ἐστι θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, οὕτως καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα. θεὸν γὰρ ὄντα κατὰ φύσιν ἐπιγινώ‐
30σκομεν τὸν δι’ οὗ τὰ πάντα λόγον, καὶ εἰ γέγονε σάρξ, τουτέστιν ἄνθρωπος. Ἀλλ’ οὔτι που σφόδρα ταῖς ἐν ἡμῖν περὶ τούτου δόξαις τὰ ἐκείνων συμφέρεται. ἕνα μὲν γὰρ ὁμολογουμένως παραδέχονται καὶ αὐτοὶ Χριστὸν Ἰησοῦν, παρωθοῦνται δὲ λίαν, ὡς δυσσεβὲς ὅτι μάλιστα, καταδιιστᾶν εἰς δύο τὸν Ἐμμανουήλ· ψυχῆς δ’ οὖν ὅμως τῆς
ἀνθρωπίνης καὶ λογικῆς τὴν σάρκα γυμνώσαντες, ἡνῶσθαί φασιν αὐτῆι τὸν ἐκ θεοῦ λόγον.

1,1,1

53

ἐξεύρηται δέ τις αὐτοῖς πιθανός, ὡς οἴονται, πρὸς τοῦτο λόγος. τὰ γάρτοι, φασί, κατὰ σύν‐ θεσιν πρὸς ἑνὸς τελείου σύστασιν συνδεδραμηκότα μέρη τε καὶ ἐξ ἀτελῶν ὁρᾶσθαι φιλεῖ, τοῦ τελείως ἔχοντος καθ’ ἑαυτὸ καὶ ὡς ἐν ἰδίαι φύσει τῆς ἐκ μερῶν συνθέσεως οὐ δε‐ δεημένου. τοιγάρτοι, φασί, παραιτητέον εἰκότως ἄνθρωπον δοῦναι τέλειον τὸν συνενω‐
5θέντα τῶι λόγωι ναόν, ἵνα καὶ ἡ σύνθεσις, ἥπερ ἂν ἐπὶ Χριστῶι νοοῖτο τυχόν, ἀκριβῆ τε καὶ ἀδιάβλητον τὸν ἐπ’ αὐτῆς ἀποσώιζοι λόγον. καὶ μὴν κἀκεῖνο προσθεῖεν ἄν, ὥσπερ οὖν ἐγὦιμαι πάλιν. εἰ γὰρ ἐξ ἀνθρώπου τελείου, φασί, καὶ τοῦ ἐκ πατρὸς ὄντος λόγου συντίθεμεν τὸν Ἐμμανουήλ, οὐ βραχὺ τὸ δεῖμα, μᾶλλον δὲ ἀδιάφυκτον ἤδη πως ἀνα‐ φανεῖται λοιπὸν τὸ καὶ ἀβουλήτως δεῖν δύο μὲν υἱούς, Χριστοὺς δὲ αὖ δύο φρονεῖν τε καὶ
10λέγειν. εἶτα τί τούτοις ἀντεροῦμεν ἡμεῖς; πρῶτον μὲν ὅτι τῆς πίστεως τὴν οὕτως ἀρχαιοτάτην καὶ ἐξ αὐτῶν τῶν ἁγίων ἀποστόλων διήκουσαν εἰς ἡμᾶς παράδοσιν οὐ ταῖς ὑπερμέτροις ἀκριβείαις καταλύειν ἄξιον οὔτε μὴν ταῖς εἰς ἄκρον ἐρεύναις ὑποφέρειν τὰ ὑπὲρ νοῦν, ἀλλ’ οὐδὲ ἥκειν εἰς μέσον οἷά περ τινὰς ὁριστὰς ῥιψοκινδύνως λέγοντας ὡς τὸ δεῖνα μὲν ὀρθῶς, τὸ δεῖνα δὲ αὖ ἑτεροίως ἔχειν. ἐχρῆν δήπου καὶ ἦν ἄμεινον
15ἀληθῶς ἀπονέμειν μᾶλλον τῶι πανσόφωι θεῶι τῶν ἰδίων διασκέψεων τὴν ὁδὸν καὶ μὴ τοῖς εὖ ἔχειν παρ’ αὐτῶι δεδοκιμασμένοις ἀνοσίως ἐπιτιμᾶν. ἀκουσόμεθα γὰρ λέγοντος ἐναργῶς· οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμῶν οὐδὲ ὥσπερ αἱ ὁδοὶ ὑμῶν, αἱ ὁδοί μου· ἀλλ’ ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας
20μου. υἱοὺς δὲ οὔ τι που δύο προσκυνήσομεν, ἀλλ’ οὐδὲ Χριστοὺς ἐροῦμεν δύο, κἂν ἐψυχῶσθαι πιστεύωμεν ψυχῆι λογικῆι τὸν ἑνωθέντα τῶι λόγωι ναόν. ὥσπερ γὰρ κατά γε τὸ ἐκείνοις εὖ ἔχειν δοκοῦν κἂν εἰ ἐκ μόνης λέγοιτο τῆς σαρκὸς καὶ τοῦ ἐκ θεοῦ πατρὸς πεφηνότος λόγου, οὐδεὶς αὐτοὺς ἀναπείσει τρόπος ἀνὰ μέρος τὴν σάρκα τιθέντας καὶ ἀνὰ μέρος αὖ τὸν μονογενῆ δυάδα Χριστῶν ὁμολογεῖν, οὕτω κἂν τῆι καθ’ ἡμᾶς
25ἀνθρωπότητι τελείως ἐχούσηι κατά γε τὸν τῆς ἰδίας φύσεως λόγον οἱονεὶ συνενηνέχθαι τε καὶ ἡνῶσθαι λέγωμεν ἀπορρήτως τε καὶ ὑπὲρ νοῦν τὸν ἐκ θεοῦ λόγον, οὐχ υἱῶν δυάδα νοήσομεν, ἀλλ’ ἕνα καὶ τὸν αὐτόν, φύσει μὲν ὄντα θεὸν καὶ ἐξ αὐτῆς πεφηνότα τῆς οὐσίας τοῦ θεοῦ καὶ πατρός, ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς γενόμενον ἄνθρωπον καὶ διὰ τῆς ἁγίας [καὶ θεοτόκου] παρθένου γεγεννημένον καὶ πρός τε ἡμῶν αὐτῶν καὶ τῶν
30ἁγίων ἀγγέλων προσκυνούμενον κατὰ τὰς γραφάς.
Εἰ δὲ δὴ φαῖεν ὅτι μόνης μὲν ἐδεῖτο τὰ καθ’ ἡμᾶς τῆς τοῦ μονογενοῦς ἐπιδημίας, ἐθελή‐

1,1,1

54

σας δὲ ὀφθῆναι τοῖς ἐπὶ γῆς καὶ ἀνθρώποις συναναστραφῆναι παραδεῖξαί τε ἡμῖν τῆς εὐαγγελι‐ κῆς πολιτείας τὴν ὁδὸν οἰκονομικῶς ἠμπέσχετο τὴν ὁμοίαν ἡμῖν σάρκα (τὸ γάρτοι θεῖον κατὰ φύσιν ἰδίαν οὐχ ὁρατόν), ἠγνοηκότες ἁλώσονται τῆς ἐνανθρωπήσεως τὸν σκοπὸν καὶ συνέντες οὐδαμῶς τὸ μέγα τῆς εὐσεβείας μυστήριον. εἰ γὰρ δὴ μόνην ἔχει τὴν
5ἀφορμὴν τὸ ὀφθῆναι τοῖς ἐπὶ γῆς τοῦ μονογενοῦς ἡ σάρκωσις ἢ γοῦν ἐνανθρώπησις, προσετίθει γε μὴν ἕτερον οὐδὲν τῆι ἀνθρώπου φύσει, πῶς οὐκ ἄμεινον ἤδη πως καὶ σοφὸν τῆι τῶν δοκητῶν συμφέρεσθαι δόξηι καὶ ἡμᾶς αὐτούς; οἳ σαρκός τε ὁμοῦ καὶ γηίνου σώματος ἀπαμφιεννύντες τὸν λόγον ὦφθαι μὲν ἐπὶ γῆς ὡς ἄνθρωπον μυθοπλαστοῦσιν οἱ δείλαιοι, ἡμαρτηκότες δὲ τἀληθοῦς ἁλοῖεν ἂν καὶ οὐ σὺν ἱδρῶτι μακρῶι. ἢ οὐκ ἄμει‐
10νον ἐροῦσιν, εἰ μηδὲν ὀνίνησι τὴν ἀνθρώπου φύσιν ὁ ἐκ θεοῦ λόγος, καὶ εἰ γέγονε σάρξ, ἀπαλλάττεσθαι μὲν ἀκαθαρσίας σαρκικῆς, δόξαι δ’ οὖν ἅπαξ τῶι γηίνωι προσκεχρῆσθαι σώματι διαπερᾶναί τε οὕτως τὸν προτεθέντα σκοπόν; τίς οὖν ἂν γένοιτο λοιπὸν τῆς ἐπιδημίας ὁ λόγος ἢ τίς ὁ τρόπος τῆς ἐνανθρωπήσεως, πέπρακται δὲ ὅτου χάριν, εἴ τις ἔροιτο τυχόν, ἀντακούσεται παρ’ ἡμῶν· ἡ θεία διδάξει γραφή. ἴθι δὴ οὖν ὦ γενναῖε,
15πυθοῦ τῶν ἱερῶν γραμμάτων καὶ ταῖς τῶν ἁγίων ἀποστόλων φωναῖς ἐνερείσας εὖ μάλα τῆς διανοίας τὸν ὀφθαλμὸν ἄθρει καλῶς τὸ ζητούμενον. ἔφη τοίνυν ὁ σοφὸς ἡμῖν Παῦλος, αὐτὸν ἔχων ἐν ἑαυτῶι λαλοῦντα Χριστόν· ἐπειδὴ γὰρ τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσηι τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν
20διάβολον καὶ ἀπαλλάξηι τούτους ὅσοι φόβωι θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. καὶ μὴν καὶ ἑτέρωθι τρόπον ἡμῖν 〈ἕτερον〉 ἀφηγούμενος τὸ γὰρ ἀδύνατον τοῦ νόμου, φησίν, ἐν ὧι ἠσθένει διὰ τῆς σαρκός, ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῆι σαρκ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῆι
25ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. ἆρ’ οὖν οὐχὶ προδηλότατον καὶ οὐδενὶ τῶν ὄντων ἀσυμφανὲς ὅτι καθ’ ἡμᾶς γέγονεν ὁ μονογενής, του‐ τέστι τέλειος ἄνθρωπος, ἵνα τῆς μὲν ἐπεισάκτου φθορᾶς τὸ γηίνον ἡμῶν ἀπαλλάξηι σῶμα, τῆι καθ’ ἕνωσιν οἰκονομίαι τὴν ἰδίαν αὐτῶι ζωὴν ἐνιείς, ψυχὴν δὲ ἰδίαν τὴν ἀνθρωπίνην ποιούμενος ἁμαρτίας αὐτὴν ἀποφήνηι κρείττονα, τῆς ἰδίας φύσεως τὸ πεπηγός τε καὶ
30ἄτρεπτον, οἷά περ ἐρίωι βαφήν, ἐγκαταχρώσας αὐτῆι; δεῖν γὰρ οἶμαι τοῖς περὶ τούτων λό‐ γοις παραδειγμάτων πολὺ λίαν ἔχουσι τὸ ἀσυμφανές· ὁρῶμεν γὰρ μόλις ἐν ἐσόπτρωι καὶ αἰνίγματι τὰ θεῖά τε καὶ ὑπὲρ νοῦν μυστήρια. εἴη δ’ ἂν οὐκ ἄτοπον οἶμαί που τὸ χρῆ‐ μα· φέρει γὰρ ἐν ἑαυτῶι τὸν εἰκότα, μᾶλλον δὲ τὸν ἀληθῆ λογισμόν. ὥσπερ οὖν ἐπειδὴ
γέγονε σὰρξ τοῦ ζωοποιοῦντος τὰ πάντα λόγου, τὸ θανάτου καὶ φθορᾶς ὑπερφέρεται κρά‐

1,1,1

55

τος, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον, ἐπεί τοι γέγονε ψυχὴ τοῦ πλημμελεῖν οὐκ εἰδότος, ἐρηρει‐ σμένην ἔχει λοιπὸν τὴν ἐφ’ ἅπασι τοῖς ἀγαθοῖς ἀμεταποίητον στάσιν καὶ τῆς πάλαι καθ’ ἡμῶν τυραννούσης ἁμαρτίας ἀσυγκρίτως εὐσθενεστέραν. πρῶτός τε γὰρ καὶ μόνος ἄνθρωπος ἐπὶ γῆς ὁ Χριστός, 〈ὃσ〉 οὐκ ἐποίησεν ἁμαρτίαν οὐδὲ εὑρέθη δόλος
5ἐν τῶι στόματι αὐτο, ῥίζα δὲ ὥσπερ καὶ ἀπαρχὴ τεθειμένος τῶν εἰς καινότητα ζωῆς ἀναμορφουμένων ἐν πνεύματι καὶ τὴν τοῦ σώματος ἀφθαρσίαν καὶ τὸ [ἐκ] τῆς θεότητος ἀσφαλὲς καὶ ἐρηρεισμένον, ὡς ἐν μεθέξει καὶ κατὰ χάριν, καὶ εἰς ἅπαν ἤδη τὸ ἀνθρώπινον παραπέμψει γένος. καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος γράφει Παῦλος· ὥσπερ γὰρ ἐφορέ‐ σαμεν τὴν εἰκόνα τοῦ χοικο, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.
10εἰκόνα μὲν γὰρ τοῦ χοικοῦ τὸ εὐόλισθον ἔφη πρὸς ἁμαρτίαν καὶ τὸν ἐντεῦθεν ἡμῖν ἐπιρ‐ ριφέντα θάνατον, εἰκόνα δὲ αὖ τοῦ ἐπουρανίου, τουτέστι Χριστοῦ τὸ ἑδραῖον εἰς ἁγιασμὸν καὶ τὴν ἐκ θανάτου καὶ φθορᾶς ἀνακομιδήν τε καὶ ἀνακαίνισιν εἰς ἀφθαρσίαν καὶ ζωήν. Ὅλον οὖν ὅληι συνηνῶσθαι φαμὲν τῆι καθ’ ἡμᾶς ἀνθρωπότητι τὸν ἐκ θεοῦ λόγον.
15οὐ γάρ που τὸ ἄμεινον ἐν ἡμῖν, τουτέστι ψυχὴν οὐδενὸς ἂν ἠξίωσε λόγου, μόνηι δωρού‐ μενος τῆι σαρκὶ τῆς ἐπιδημίας τοὺς πόνους. ἐπράττετο δὲ δι’ ἄμφω καλῶς τῆς οἰκονο‐ μίας τὸ μυστήριον· προσεχρήσατο δὲ καθάπερ ὀργάνωι τῆι μὲν ἰδίαι σαρκὶ πρὸς τὰ σαρκὸς ἔργα τε καὶ ἀρρωστήματα φυσικὰ καὶ ὅσα μώμου μακράν, ψυχῆι δὲ αὖ τῆι ἰδίαι πρὸς τὰ ἀνθρώπινά τε καὶ ἀνυπαίτια πάθη. πεινῆσαι γὰρ λέγεται κόπους τε ὑπενεγκεῖν τοὺς ἐκ
20μακρῶν ὁδοιποριῶν πτοίας τε καὶ φόβους καὶ λύπην καὶ ἀγωνίαν καὶ τὸν ἐπὶ τῶι σταυ‐ ρῶι θάνατον. ἐπαναγκάζοντος γὰρ οὐδενὸς τέθεικεν ἀφ’ ἑαυτοῦ τὴν ἰδίαν ψυχὴν ὑπὲρ ἡμῶν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσηι, σάρκα μὲν τὴν ἰδίαν τῆς ἁπάντων σαρκὸς ἀνταποτιννὺς δῶρον ἀληθῶς ἀντάξιον, ψυχὴν δὲ ψυχῆς ἀντίλυτρον τῆς ἁπάντων ποιούμενος, εἰ καὶ ἀνεβίω πάλιν, ζωὴ κατὰ φύσιν ὑπάρχων ὡς θεός. καὶ γοῦν ὁ θε‐
25σπέσιος Πέτρος ἄνδρες ἀδελφο, φησίν, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυὶδ ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη καὶ τὸ μνῆμα αὐτοῦ ἐστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης. προφήτης οὖν ὑπάρ‐ χων καὶ εἰδὼς ὅτι ὅρκωι ὤμοσεν αὐτῶι ὁ θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι ἐπὶ τὸν θρόνον αὐτο, προειδὼς ἐλάλησε περὶ τῆς ἀναστά‐
30σεως τοῦ Χριστοῦ ὅτι οὔτε ἐγκατελείφθη εἰς ἅιδην ἡ ψυχὴ αὐτοῦ οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. οὐ γάρτοι θέμις εἰπεῖν φθορᾶι μὲν δύνασθαι κρατεῖ‐ σθαί ποτε τὴν ἑνωθεῖσαν τῶι λόγωι σάρκα, κάτοχον δὲ αὖ ταῖς ἅιδου πύλαις τὴν θείαν γε‐ νέσθαι ψυχήν. οὐκ ἐγκατελείφθη γὰρ εἰς ἅιδου, καθὰ καὶ ὁ θεσπέσιος ἔφη Πέτρος.
οὐ γάρ που τήν γε ἄληπτον παντελῶς καὶ ἀνάλωτον τῶι θανάτωι φύσιν, τουτέστι τὴν

1,1,1

56

θεότητα τοῦ μονογενοῦς τῶν ὑπὸ χθόνα μυχῶν ἀνακεκομίσθαι φήσομεν. οὐ γὰρ ἂν ἠξιώθη τὸ χρῆμα θαύματος, εἰ μὴ μεμένηκεν εἰς τὸν ἅιδην ὁ ἐκ θεοῦ λόγος, τῆι τῆς θεό‐ τητος ἐνεργείαι τε καὶ φύσει παραδόξως καὶ ὑπὲρ λόγον πληρῶν μὲν τὰ πάντα καὶ τοῖς πᾶσιν ἐπιδημῶν. ἀνωτέρω γὰρ τόπου καὶ περιορισμοῦ καὶ μεγέθους μετρητοῦ τὸ θεῖον,
5αὐτὸ δὲ ὑπὸ μηδενὸς χωρούμενον. παράδοξον δὲ καὶ οὐδενὶ τῶν ὄντων ἀθαύμαστον ὅτι σῶμα μὲν ἀνεβίω τὸ τῆι φύσει φθαρτόν (ἦν γὰρ ἴδιον τοῦ ἀφθάρτου λόγου), ψυχὴ δὲ δὴ πάλιν τὴν πρὸς αὐτὸν λαχοῦσα συνδρομήν τε καὶ ἕνωσιν καταπεφοίτηκε μὲν εἰς ἅιδου, θεοπρεπεῖ δὲ δυνάμει καὶ ἐξουσίαι χρωμένη καὶ τοῖς ἐκεῖσε πνεύμασι κατεφαίνετο. τοι‐ γάρτοι καὶ ἔφασκε τοῖς ἐν δεσμοῖς ἐξέλθετε, καὶ τοῖς ἐν τῶι σκότει ἀνακα‐
10λύφθητε. καί μοι δοκεῖ φάναι τι τοιοῦτον καὶ ὁ θεσπέσιος Πέτρος περί τε τοῦ θεοῦ λόγου καὶ τῆς καθ’ ἕνωσιν οἰκονομικὴν γεγενημένης αὐτοῦ ψυχῆς· κρεῖττον γὰρ ἀγα‐ θοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ θεο, πάσχειν ἢ κακοποιοῦντας, ὅτι καὶ Χριστὸς ἅπαξ ὑπὲρ ἁμαρτιῶν ἀπέθανε, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ἡμᾶς προσαγάγηι τῶι θεῶι, θανατωθεὶς μὲν σαρκ, ζωοποιηθεὶς δὲ πνεύ‐
15ματι, ἐν ὧι, φησ, καὶ τοῖς ἐν φυλακῆι πνεύμασι πορευθεὶς ἐκήρυξεν ἀπει‐ θήσασι ποτ. οὐδὲ γάρ, οἶμαι, φαῖεν ἂν ὡς γυμνὴ καὶ καθ’ ἑαυτὴν ἡ θεότης τοῦ μονογενοῦς καταπεφοίτηκε μὲν εἰς ἅιδου, διεκήρυξε δὲ τοῖς ἐκεῖσε πνεύμασιν, ἄποπτος οὖσα παντελῶς (κρεῖττον γὰρ ἀεὶ τοῦ ὁρᾶσθαι τὸ θεῖον), ἀλλ’ οὐδὲ δοκήσει καὶ ἐσχηματι‐ σμένως εἰς τὸ ψυχῆς εἶδος αὐτὴν μεμορφῶσθαι δώσομεν (παραιτητέον γὰρ πανταχῆι
20τὴν δόκησιν), ἀλλ’ ὥσπερ τοῖς ἔτι μετὰ σαρκὸς συνανεστράφη μετὰ σαρκός, οὕτω καὶ ταῖς εἰς ἅιδου ψυχαῖς διεκήρυξεν, ἴδιον ἔχων φόρημα τὴν ἑνωθεῖσαν αὐτῶι ψυχήν. Καὶ βαθὺς μὲν ἴσως καὶ ἀπόρρητος ἀληθῶς καὶ ταῖς ἡμετέραις διανοίαις οὐχ ἁλώ‐ σιμος ὁ τῆς ἐνανθρωπήσεως τρόπος, ἐκεῖνο δ’ οὖν ὅμως ἀναλογίζεσθαι πρέπει. τὰ γάρτοι μὴ καθ’ ἡμᾶς πολυπραγμονεῖν οὐκ ἀζήμιον, ἀνούστατον δὲ παντελῶς τὸ βασάνοις
25ὑποφέρειν τὰ ὑπὲρ νοῦν καὶ πειρᾶσθαι νοεῖν ἃ νοεῖν οὐχ οἷόν τε. ἢ οὐκ οἶσθα ὅτι τὸ βαθὺ δὴ τοῦτο μυστήριον καὶ νοῦν ὑπερέχον τὸν ἐν ἡμῖν ἀπεριεργάστωι πίστει τετίμηται; τὸ δὲ ἀσυνέτως λέγειν πῶς δύναται ταῦτα γενέσθαι Νικοδήμωι τε ἐκείνωι καὶ τοῖς κατ’ αὐτὸν ἀπονέμοντες, ἀνενδοιάστως παραδεξώμεθα τὰ διὰ τοῦ θείου πνεύματος χρη‐ σμωιδούμενα, καὶ αὐτῶι δὲ πιστεύσωμεν λέγοντι τῶι Χριστῶι· ἀμὴν ἀμὴν λέγω ὑμῖν,
30ἃ οἴδαμεν, λαλοῦμεν, καὶ ἃ ἑωράκαμεν, μαρτυροῦμεν. οἰχέσθω δὴ οὖν
λῆρος μὲν ἅπας μῦθός τε ἀδρανὴς καὶ ψευδοδοξία καὶ κεκομψευμένων ῥημάτων φενακισμός.

1,1,1

57

προσιέμεθα γὰρ οὔτι που τὸ κατασίνεσθαι πεφυκός, κἂν εἰ τοῖς ἄγαν ἐξησκημένοις καὶ μὴν καὶ πικροῖς ἡμᾶς κατακροτοῖεν λόγοις οἱ δι’ ἐναντίας. ἔστι γὰρ τὸ θεῖον ἡμῶν μυστήριον οὐκ ἐν πειθοῖ σοφίας ἀνθρωπίνης λόγοις, ἀλλ’ ἐν ἀποδείξει πνεύ‐ ματος.
5 Θεὸς οὖν ὑπάρχων καὶ τῶν ὅλων κύριος κατὰ τὰς γραφὰς ὁ μονογενὴς ἐπέφανεν ἡμῖν. ὤφθη γὰρ ἐπὶ γῆς καὶ ἐπέλαμψε τοῖς ἐν σκότει, γενόμενος ἄνθρωπος, οὐ δοκήσει (μὴ γένοιτο· μανία γὰρ τοῦτό γε φρονεῖν ἢ λέγειν), οὔτε μὴν εἰς σάρκα παρενεχθεὶς κατὰ μετάστασιν καὶ τροπήν (ἀναλλοίωτος γὰρ καὶ ἀεὶ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως ἔχων ὁ ἐκ θεοῦ λόγος), ἀλλ’ οὐδὲ ὁμόχρονον τῆι σαρκὶ τὴν ὕπαρξιν ἔχων (αὐτὸς γάρ ἐστι τῶν αἰ‐
10ώνων ὁ ποιητής), οὔτε μὴν ὡς λόγος ἀνυπόστατος οὐδὲ ὡς ῥῆμα ψιλὸν ἐν ἀνθρώπωι γεγονώς· ὁ γάρτοι καλῶν τὰ οὐκ ὄντα ποτὲ πρὸς ὕπαρξίν τε καὶ γένεσιν προυφέστηκεν ἀναγκαίως· αὐτὸς γάρ ἐστιν ἡ ζωή, πεφηνὼς ἐκ ζωῆς, τοῦ θεοῦ καὶ πατρὸς ὄντος τε καὶ νοουμένου κατ’ ἰδίαν ὑπόστασιν. ἀλλ’ οὐδὲ μόνην ἠμπέσχετο σάρκα ψυχῆς ἐρήμην τῆς λογικῆς, γεγέννηται δὲ κατὰ ἀλήθειαν ἐκ γυναικὸς καὶ πέφηνεν ἄνθρωπος ὁ
15ζῶν καὶ ὑπάρχων καὶ συναίδιος τῶι θεῶι καὶ πατρὶ θεὸς λόγος, μορφὴν δούλου λαβών, καί ἐστιν ὥσπερ ἐν θεότητι τέλειος, οὕτω καὶ ἐν ἀνθρωπότητι τέλειος, οὐκ ἐκ μόνης θεό‐ τητος καὶ σαρκὸς εἰς ἕνα Χριστὸν καὶ κύριον καὶ υἱὸν συγκείμενος, ἀλλ’ ἐκ δυοῖν τελείοιν, ἀνθρωπότητος δὴ λέγω καὶ θεότητος, εἰς ἕνα καὶ τὸν αὐτὸν παραδόξως συνδούμενος. Ἐρεῖ δέ τις κατὰ τὸ εἰκός· τίνα δὴ οὖν τέτοκεν ἡ ἁγία παρθένος; τὸν ἄνθρωπον
20ἢ γοῦν τὸν ἐκ θεοῦ λόγον; φαμὲν δὲ ἡμεῖς· καὶ μὴν τοῦτό γέ ἐστιν ἡ πλάνησις καὶ τὸ ἁμαρτεῖν τοῦ πρέποντός τε καὶ ἀληθοῦς. μὴ γάρ μοι διέληις μετὰ τὴν ἕνωσιν μηδὲ διιστὰς εἰς ἄνθρωπον ἰδικῶς καὶ εἰς θεὸν λόγον διπρόσωπον ἡμῖν ἀνατύπου τὸν Ἐμμανουήλ, μὴ ἄρα τις ἡμῖν εἰκότως διαμωμήσαιτο φρονεῖν ἑλομένοις ὀρθὸν μὲν οὐδέν, ἐκεῖνο δὲ μᾶλλον ὃ καὶ διὰ τῆς ἁγίας κατεδικάσθη γραφῆς. ὧδε γάρ τις ἔφη τῶν Χριστοῦ
25μαθητῶν· ὑμεῖς δὲ ἀγαπητο, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστο, ὅτι ἔλεγον ὑμῖν ὅτι ἐπ’ ἐσχάτου τῶν χρόνων ἐλεύσονται ἐν παιγμονῆι ἐμπαῖκται, κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν. οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικο, πνεῦμα μὴ ἔχοντες. οὐ διοριστέον οὖν ἄρα κατ’ οὐδένα τρόπον εἴς γε δὴ
30μάλιστα τὸ δύο φάναι μετὰ τὴν ἕνωσιν καὶ ἀνὰ μέρος ἑκάτερον ἐννοεῖν. ἰστέον δ’ οὖν

1,1,1

58

ὅτι θεωρεῖ μέν τινα φύσεων διαφορὰν ὁ νοῦς (ταυτὸν γὰρ οὔτι που θεότης τε καὶ ἀνθρωπότης), εἰσδέξεται δὲ ὁμοῦ ταῖς περὶ τούτων ἐννοίαις καὶ τὴν ἀμφοῖν εἰς ἑνότητα συνδρομήν. οὐκοῦν θεοῦ μὲν ἐξέφυ τοῦ πατρὸς ὡς θεός, ἐκ παρθένου δὲ ἄνθρωπος. ὁ γὰρ ἐκ θεοῦ πατρὸς ἀπορρήτως τε καὶ ὑπὲρ νοῦν ἀναλάμψας λόγος γεγεννῆσθαι λέγεται
5καὶ ἐκ γυναικός, καταφοιτήσας εἰς ἀνθρωπότητα καὶ καθεὶς ἑαυτὸν εἰς ὅπερ οὐκ ἦν, οὐχ ἵνα μείνηι κεκενωμένος, ἀλλ’ ἵνα θεὸς εἶναι πιστεύηται καὶ ἐν εἴδει τῶι καθ’ ἡμᾶς πεφηνὼς ἐπὶ γῆς, οὐχ ὡς ἐν ἀνθρώπωι κατοικήσας, ἀλλ’ ὡς αὐτὸς κατὰ φύσιν ἄνθρωπος γεγονὼς μετὰ τοῦ τὴν ἰδίαν ἀνασώσασθαι δόξαν. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τὰ πολὺ τῆς ἀλλήλων ὁμοουσιότη‐ τος διεστηκότα τε καὶ ἀμετρήτωι διαφορᾶι διεσχοινισμένα, θεότητά τε καὶ ἀνθρωπότητα, συλλέ‐
10γων εἰς ἓν οἰκονομικῶς καὶ ἐξ ἀμφοῖν τὸν ἕνα κατασημαίνων Χριστὸν καὶ υἱὸν καὶ θεόν Παῦλος δοῦλος, φησίν, Ἰησοῦ Χριστο, κλητὸς ἀπόστολος ἀφωρισμένος εἰς εὐαγγέλιον θεο, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γρα‐ φαῖς ἁγίαις περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα, τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης.
15ἰδοὺ δὴ σαφῶς ἀφωρίσθαι φησὶν ἑαυτὸν εἰς εὐαγγέλιον θεοῦ, καίτοι γράφων ἀναφανδόν· οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν κύριον, καὶ πάλιν· οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον. υἱὸν δὲ αὐτὸν ὀνομάσας θεοῦ, καὶ ἐκ σπέρματος τοῦ Δαυὶδ γεγεννῆσθαί φησιν ὡρίσθαι τε διισχυρίζεται καὶ εἰς υἱὸν θεοῦ. πῶς οὖν, εἰπέ μοι, θεὸς ὁ ἐκ σπέρματος ἀναφὺς τοῦ
20Δαυίδ; ὁ δὲ δὴ καὶ πρὸ αἰώνων καὶ ἀιδίως υἱὸς καθὸ πέφηνεν ἐκ θεοῦ, τίνα δὴ τρόπον εἰς υἱὸν ὡρίσθη θεοῦ, καθάπερ εἰς ἀρχὰς τοῦ ὑφεστάναι παρενεχθείς; ἔφη γὰρ αὐτὸς πε‐ ρὶ ἑαυτοῦ· κύριος εἶπε πρός με· υἱός μου εἶ σ, ἐγὼ σήμερον γεγέννηκά σε, καίτοι τοῦ σήμερον ἀεί πως ἡμῖν οὐχ ὅτι τὸν παρωιχηκότα, τὸν ἐνεστῶτα δὲ μᾶλλον κατα‐ δηλοῦντος καιρόν. βαθὺ τὸ μυστήριον, ἀλλὰ τοῖς μὲν ἀνὰ μέρος τιθεῖσι καὶ διορίζουσι
25δυσέφικτόν τε καὶ ἄπορον ἀληθῶς, τοῖς γε μὴν εἰς ἑνότητα κατασφίγγουσι τὸν Ἐμμα‐ νουὴλ ἐγγύς τε ἑλεῖν καὶ ἑτοιμοτάτη λίαν ἡ τῶν ἱερῶν δογμάτων ἀκιβδήλευτος γνῶσις. ὁ γὰρ τῶι φύσαντι συναίδιος καὶ πρὸ παντὸς αἰῶνος υἱὸς ἐπειδὴ καταβέβηκεν εἰς τὴν ἀνθρώπου φύσιν, οὐκ ἀπολισθήσας τοῦ εἶναι θεός, προσλαβὼν δὲ τὸ ἀνθρώπινον, νοοῖτ’ ἂν εἰκότως καὶ ἐκ σπέρματος γεγεννῆσθαι Δαυὶδ καὶ νεωτάτην ἔχειν τὴν ἐν ἀνθρωπότητι
30γέννησιν· ἔστι δὲ οὐκ ἀλλότριον αὐτοῦ τὸ προσληφθέν, ἀλλ’ ἴδιον ἀληθῶς. λελόγισται τοιγαροῦν ὡς ἓν πρὸς αὐτόν, καθάπερ ἀμέλει καὶ τὴν ἀνθρώπου σύνθεσιν καταθρήσαι τις
ἄν. πέπλεκται μὲν γὰρ ἐξ ἀνομοίων τὴν φύσιν, ψυχῆς δὴ λέγω καὶ σώματος, ἀλλ’ οὖν

1,1,1

59

εἷς νοεῖται τὸ συναμφότερον ἄνθρωπος, ὡς ἀπὸ μόνης μὲν τῆς σαρκὸς ὅλον ἔσθ’ ὅτε κατωνομάσθαι τὸ ζῶιον, ψυχῆς δὲ ὠνομασμένης νοεῖσθαι τὸ συναμφότερον. κατὰ τὸν ἴσον οὖν ἄρα τρόπον καὶ ἐπ’ αὐτοῦ παραδεξόμεθα τοῦ Χριστοῦ· εἷς γὰρ υἱὸς καὶ εἷς κύ‐ ριος Ἰησοῦς ὁ Χριστὸς καὶ πρὸ σαρκὸς καὶ ὅτε πέφηνεν ἄνθρωπος.
5 Καὶ τὸν ἀγοράσαντα ἡμᾶς δεσπότην οὐκ ἀρνησόμεθα, κἂν εἰ διὰ τῶν ἀνθρωπίνων ἡμῖν καὶ ἐκ τῶν τῆς κενώσεως ἔσθ’ ὅτε μέτρων κατασημαίνοιτο. Ἰουδαίοις μὲν γὰρ ἔφη προσλαλῶν ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός· εἰ τέκνα τοῦ Ἁβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἁβραὰμ ἐποιεῖτε ἄν· νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα. τοῦτο Ἁβραὰμ οὐκ ἐποίησε. γράφει δὲ καὶ Παῦ‐
10λος περὶ αὐτοῦ· ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετη‐ ρίας πρὸς τὸν δυνάμενον σώιζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυ‐ ρᾶς καὶ δακρύων προσενέγκας καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὢν υἱός, ἔμαθεν ἀφ’ ὧν ἔπαθε, τὴν ὑπακοήν. ἆρ’ οὖν ἄνθρωπον αὐτὸ δὴ τοῦτο ψιλὸν καὶ κατ’ οὐδένα τρόπον ἀνεστηκότα τῶν καθ’ ἡμᾶς λογιούμεθα τὸν Χριστόν;
15μὴ γένοιτο. τὴν δὲ τοῦ θεοῦ σοφίαν καὶ δύναμιν ἀσθενείας εἰς τοῦτο καθικέσθαι δώσο‐ μεν, ὡς δεδιέναι μὲν θάνατον, ἐξαιτεῖν δὲ τὸ σώιζεσθαι παρὰ τοῦ πατρός, καὶ τοῦ κατὰ φύσιν εἶναι ζωὴν ἐκπέμψομεν τὸν Ἐμμανουήλ; ἢ περιτρέποντες εἰς τὴν ἀνθρωπότητα καὶ εἰς μέτρον φύσεως τῆς καθ’ ἡμᾶς τὸ ὡς ἐν λόγοις σμικροπρεπές, δράσομέν τι τῶν ἐπαι‐ νουμένων καὶ ἐξ ὧν ἐστι θεός, τὴν ὑπερκόσμιον αὐτοῦ κατοψόμεθα δόξαν, τὸν αὐτὸν εἶναι συ‐
20νέντες θεόν τε ὁμοίως καὶ ἄνθρωπον ἤτοι θεὸν ἐνηνθρωπηκότα; ἡκέτω δὴ οὖν εἰς μέσον ἡμῖν ὁ δοκιμώτατος Παῦλος, ταυτὶ βοῶν τε καὶ λέγων· σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων, ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίωι τὴν ἀποκε‐ κρυμμένην, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν. εἰ γὰρ
25ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. καὶ μὴν ἐπὶ τούτοις· ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ φέρων τε τὰ πάντα τῶι ῥήματι τῆς δυνάμεως αὐτο, καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾶι τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτωι κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσωι διαφορώτερον παρ’ αὐτοὺς κεκλη‐
30ρονόμηκεν ὄνομα. καίτοι τό γε εἶναί τε καὶ ὀνομάζεσθαι τῆς δόξης κύριον πῶς οὐ λίαν ὑπερτενὲς καὶ παντὸς ἐπέκεινα γενητοῦ καὶ παρηγμένου πρὸς γένεσιν; καὶ παρίημι μὲν τὰ ἀνθρώπινα (σμικρὰ γὰρ δὴ λίαν), ἐρῶ δ’ οὖν ὅτι κἂν ἀγγέλους ὀνομάσαι καὶ ἀρχὰς καὶ θρόνους καὶ κυριότητας ἀπαριθμήσαιτό τις καὶ μὴν καὶ εἰ τῶν ἀνωτάτω διαμεμνήσεται σερα‐
φίμ, κατόπιν ἰόντα τῆς οὕτως ὑπερτενοῦς ὁμολογήσειεν ἂν εὐκλείας, εἴ γε νοῦν ἔχοι τὸν εὖ βεβη‐

1,1,1

60

κότα καὶ σοφόν. ἔκκριτον γὰρ εἶναι φημὶ τὸ γέρας καὶ δεῖν ἀνακεῖσθαι μόνηι τῆι τῶν ὅλων βασιλίδι φύσει. πῶς οὖν ἂν γένοιτο τῆς δόξης κύριος ὁ ἐσταυρωμένος, τὸ δὲ ἀπαύγασμα τοῦ πατρὸς καὶ τῆς οὐσίας ὁ χαρακτήρ, ὁ φέρων τὰ πάντα τῶι ῥήματι τῆς δυ‐ νάμεως αὐτοῦ, κρείττων ἀγγέλων γεγενῆσθαι λέγεται; τάχα που τὸ ἔλαττον, ὡς ἐγὦιμαι,
5λαβών, ὅτε πέφηνεν ἄνθρωπος. γέγραπται γὰρ ὅτι τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξηι καὶ τιμῆι ἐστεφανωμένον. ἆρ’ οὖν ἐξώσομεν τὸν ἐκ θεοῦ πατρὸς πεφηνότα λόγον τῆς αὐτῶι πρεπούσης οὐσιώδους ὑπεροχῆς καὶ τῆς πρὸς αὐτὸν ἀκριβοῦς ἐμφερείας, τῆς ἀγγέλων εὐ‐ κλείας ἡττώμενον βλέποντες διὰ τὸ ἐκ τῆς οἰκονομίας σμικροπρεπές; οὐ μὲν οὖν. οἶμαι
10γὰρ δεῖν οὔτε τῶν ἀνθρωπίνων ἀπαλλάττειν παντελῶς τὸν ἐκ θεοῦ λόγον μετὰ τὴν πρὸς σάρκα σύνοδον οὔτε μὴν δόξης τῆς θεοπρεποῦς ἀποστερεῖν τὸ ἀνθρώπινον, εἰ ἐν Χριστῶι νοοῖτο καὶ λέγοιτο. Πλὴν ἐρησομένους οὐκ ἠγνόησά τινας· τίς δὴ ἄρα ἐστὶν ἀληθῶς Ἰησοῦς ὁ Χριστός; ὁ ἐκ γυναικὸς ἄνθρωπος ἢ γοῦν ὁ ἐκ θεοῦ λόγος; καὶ ἠλίθιον μὲν κομιδῆι τὸ διατείνεσθαι
15περιττὰ καὶ φληνάφοις εἰκαιομυθίαις ἀνταναφωνεῖν, ἐρῶ δ’ οὖν ὅτι σφαλερόν τε καὶ οὐκ ἀζήμιον τὸ διατέμνειν εἰς δύο καὶ ἀνὰ μέρος ἱστᾶν ἄνθρωπόν τε καὶ λόγον οὐκ ἀνεχομένης τῆς οἰκονομίας καὶ Χριστὸν ἕνα βοώσης τῆς θεοπνεύστου γραφῆς. χρῆναι γὰρ ἔγωγε φημὶ μήτε τὸν ἐκ θεοῦ λόγον ἀνθρωπότητος δίχα μήτε μὴν τὸν ἐκ γυναικὸς ἀποτεχθέντα ναὸν οὐχ ἑνωθέντα τῶι λόγωι Χριστὸν Ἰησοῦν ὀνομάζεσθαι. ἀνθρωπότητι γὰρ καθ’ ἕνω‐
20σιν οἰκονομικὴν ἀπορρήτως συνενηνεγμένος ὁ ἐκ θεοῦ λόγος νοεῖται Χριστός, ἀνωτέρω μὲν ἀνθρωπότητος, ὡς φύσει θεὸς καὶ υἱός, οὐκ ἀτιμάζων δὲ καὶ τὸ ἐν ὑφέσει γενέσθαι δοκεῖν διὰ τὸ ἀνθρώπινον. τοιγάρτοι ποτὲ μὲν ἔφασκεν ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πα‐ τέρα· ἐγὼ καὶ ὁ πατὴρ ἓν ἐσμέν, ὁτὲ δὲ αὖ πάλιν ὁ πατήρ μου μείζων μού ἐστιν. οὐ μείων γὰρ ὢν τοῦ πατρὸς κατά γε τὸ ἐν οὐσίαι ταὐτὸν καὶ κατὰ πᾶν
25ὁτιοῦν τὸ ἰσοστατοῦν, ἐν ἐλάττοσιν εἶναί φησι διὰ τὸ ἀνθρώπινον. κηρύττεται δὲ καὶ διὰ τῶν ἱερῶν γραμμάτων ποτὲ μὲν ὡς ὅλος ὢν ἄνθρωπος σεσιωπημένης αὐτοῦ τῆς θεότητος οἰκονομικῶς, ποτὲ δὲ αὖ πάλιν ὡς θεὸς σεσιγημένης αὐτοῦ τῆς ἀνθρωπότητος· ἀδικεῖται δὲ κατ’ οὐδένα τρόπον διὰ τὴν ἀμφοῖν εἰς ἑνότητα σύμβασιν. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος ὁ Ἑβραῖος ἐξ Ἑβραίων καὶ φυλῆς Βενιαμίν, ὁ κλητὸς ἀπόστολος, ἐπι‐
30στέλλει τοῖς διὰ πίστεως δεδικαιωμένοις καὶ κατανεκρώσασι τὰ μέλη τῆς σαρκός, πορνείαν δὴ λέγω καὶ πάθος, ἐπιθυμίαν κακὴν καὶ τὴν πλεονεξίαν· ἀπεθάνετε γὰρ καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῶι Χριστῶι ἐν τῶι θεῶι. αὐτός γε μὴν ἔφη περὶ τῶν ἑαυτοῦ μαθητῶν· πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῶι ὀνόματί σου ὧι
δέδωκάς μοι, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς. ὅτε ἤμην μετ’ αὐτῶν, ἐγὼ ἐτήρουν

1,1,1

61

αὐτοὺς ἐν τῶι ὀνόματί σου ὧι δέδωκάς μοι, καὶ ἐφύλαξα αὐτοὺς καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῆι. νῦν δὲ πρὸς σὲ ἔρχομαι καὶ ταῦτα λαλῶ ἐν τῶι κόσμωι, ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν αὐτοῖς. συνίης οὖν ὅπως ἀπὸ μόνης ὥσπερ
5ἡμῖν τῆς ἀνθρωπότητος ἔν γε τουτοισὶ κατασημαίνεσθαι δοκεῖ; οἰησόμεθα γὰρ οὐδαμῶς κεκρύφθαι τε καὶ ἀποδημεῖν τοῦ κόσμου, καίτοι λέγοντα σαφῶς ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὅπου ἐὰν συναχθῶσι δύο ἢ τρεῖς εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμὶ ἐν μέσωι αὐτῶν καὶ πάλιν ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμὶ πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. ἴδοις δ’ ἂν καὶ αὐτὸν τὸν ἱερώτατον Παῦλον καταρραθυ‐
10μοῦντα πολλάκις τοῦ καὶ ἄνθρωπον δεῖν ἀνακηρύττειν αὐτόν· Παῦλος γάρ φησιν, ἀπό‐ στολος, οὐκ ἀπ’ ἀνθρώπων οὐδὲ δι’ ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ αὖ ἐπὶ τούτοις γνωρίζω δὲ ὑμῖν τὸ εὐαγγέλιον, φησί, τὸ εὐαγγελισθὲν ὑπ’ ἐμοῦ ὅτι οὔκ ἐστι κατὰ ἄνθρωπον· οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ οὐδὲ ἐδιδάχθην, ἀλλὰ δι’ ἀποκαλύψεως Ἰησοῦ Χριστο. καὶ μὴν καὶ
15ἑτέρωθί φησιν εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. τίς οὖν ἐστιν Ἰησοῦς ὁ Χριστὸς ὁ τὴν οὕτως ἀπόρρητον ἀπλανῆ τε καὶ θείαν ἀποκάλυψιν τῶν ἑαυτοῦ μυστηρίων ἐναστράπτων αὐτῶι; ἆρ’ οὐχὶ γενόμενος σὰρξ ὁ λόγος καὶ τὴν ἐκ γυναικὸς δι’ ἡμᾶς οὐκ ἀτιμάσας γέννησιν; καίτοι πῶς οὐκ ἀληθὲς ὅπερ ἔφην; μεμνήμεθα γὰρ τοῦ μακαρίου λέγοντος Γαβριὴλ πρὸς τὴν ἁγίαν παρ‐
20θένον μὴ φοβο, Μαριάμ· ἰδοὺ γὰρ συλλήψηι ἐν γαστρὶ καὶ τέξηι υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. καινὸν δὲ οἶμαι τουτὶ παρὰ τοῦ πατρὸς ὄνομα δεδόσθαι τῶι λόγωι διὰ τῆς ἀγγέλου φωνῆς· προανακεκράγει γὰρ οὕτω καὶ χρη‐ σμώιδημα προφητικὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ τὸ καινὸν ὃ ὁ κύριος ὀνομάσει αὐτ. ὅτε τοίνυν ὁ συναίδιος τῶι πατρὶ καὶ πρὸ παντὸς αἰῶνος υἱὸς καὶ
25μονογενὴς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς γέγονεν ἄνθρωπος, γεγέννηται δὲ καὶ ἐκ γυναι‐ κὸς καὶ ὡρίσθη μὲν υἱός, κεχρημάτικε δὲ καὶ πρωτότοκος καὶ γέγονεν ἐν πολλοῖς ἀδελ‐ φοῖς, τότε καὶ ὁ φύσει πατὴρ ὁρίζει τοὔνομα, τοῖς τῆς πατρότητος, ἵν’ οὕτως εἴπωμεν, ἑπόμενος νόμοις. Ὁ αὐτὸς οὖν ἄρα καὶ μονογενής ἐστι καὶ πρωτότοκος. ὁ γάρτοι μονογενὴς ὡς
30θεός, πρωτότοκος ἐν ἡμῖν καθ’ ἕνωσιν οἰκονομικὴν καὶ ἐν πολλοῖς ἀδελφοῖς ὡς ἄνθρωπος, ἵνα καὶ ἡμεῖς ὡς ἐν αὐτῶι τε καὶ δι’ αὐτοῦ υἱοὶ θεοῦ φυσικῶς τε καὶ κατὰ χάριν, φυσικῶς μὲν ὡς ἐν αὐτῶι τε καὶ μόνωι, μεθεκτῶς δὲ καὶ κατὰ χάριν ἡμεῖς δι’ αὐτοῦ ἐν πνεύματι.
ὥσπερ οὖν γέγονεν ἴδιον τῆς ἀνθρωπότητος ἐν Χριστῶι τὸ μονογενὲς διὰ τὸ ἡνῶσθαι τῶι

1,1,1

62

λόγωι κατὰ σύμβασιν οἰκονομικήν, οὕτως ἴδιον τοῦ λόγου τὸ ἐν πολλοῖς ἀδελφοῖς καὶ τὸ πρωτότοκος διὰ τὸ ἡνῶσθαι σαρκί. ἐρηρεισμένον δ’ οὖν ἔχων τὸ εἶναι θεὸς καὶ τροπῆς ἀμεί‐ νων ὑπάρχων ἀεί, μεμένηκεν ὅπερ ἦν, καὶ ὅτε γέγονεν ἄνθρωπος, τῆι κατὰ πάντων ὑπεροχῆι δόξηι τε τῆι ἀνωτάτω κατεστεμμένος. τοιγάρτοι κεκέλευσται μεθ’ ἡμῶν καὶ αὐτὴ τῶν
5ἄνω πνευμάτων ἡ ἁγία τε καὶ παμμακαρία πληθὺς προσκυνεῖν αὐτῶι. ἦν γὰρ δή που καὶ μάλα εἰκὸς ἀνήνασθαι τὴν προσκύνησιν καὶ κατοκνῆσαι τιμᾶν, τὸ τῆς ἀνθρωπότητος ὁρῶντας σμικροπρεπές, καὶ τὸν δι’ ἡμᾶς γενόμενον καθ’ ἡμᾶς οὐκ ἀξιῶσαι δοξολογεῖν, ἀπο‐ φοιτῶντας ὡς ἀπωτάτω τοῦ πεπλανῆσθαι δοκεῖν. ἄποπτον γὰρ καὶ αὐτοῖς ἦν ἔτι τὸ ἐπὶ Χριστῶι μυστήριον, ἐξεκάλυπτε δὲ τὸ πνεῦμα αὐτοῖς καὶ δυσσεβεῖν οὐκ ἠφίει τοὺς
10ἡγιασμένους. τοιγάρτοι φησὶν ὁ θεσπέσιος Παῦλος· ὅταν δὲ εἰσαγάγηι τὸν πρω‐ τότοκον εἰς τὴν οἰκουμένην, λέγει· καὶ προσκυνησάτωσαν αὐτῶι πάντες ἄγγελοι θεο. ὁ γὰρ ἰδιότητι φυσικῆι τῆς οἰκουμένης ἁπάσης διενεγκὼν ἔξω τε αὐ‐ τῆς ὑπάρχων καθὸ νοεῖται θεός, εἰσβέβηκεν εἰς αὐτήν, μέρος κόσμου πεφηνὼς ὡς ἄνθρω‐ πος, πλὴν οὐ διὰ τοῦτο τῆς θείας ἀπώλισθε δόξης. προσκυνεῖται γὰρ ὡς μονογενὴς
15κἂν εἰ καλοῖτο πρωτότοκος, ὅπερ ἐστὶν ἐναργῶς τοῖς τῆς ἀνθρωπότητος μέτροις ὅτι μά‐ λιστα πρέπον. Ἀρ’ οὖν ὡς ἄνθρωπον προσκυνήσομεν τὸν Ἐμμανουήλ; μὴ γένοιτο. λῆρος γὰρ ἤδη τουτὶ καὶ ἀπάτη καὶ πλάνησις, διοίσομεν δὲ κατ’ οὐδὲν τῶν τῆι κτίσει λελατρευκότων παρὰ τὸν κτίστην καὶ ποιητήν, οἵ τινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν
20τῶι ψεύδει κατὰ τὸ γεγραμμένον, οἷς εἰ φρονήσαιμεν ἀδελφά, καὶ συνακουσόμεθα πάντως· φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. ἢ γὰρ οὐχὶ καὶ ἡμεῖς αὐτοὶ καὶ ἰσουργοὶ καὶ σύμφρονες τοῖς μνημονευ‐ θεῖσιν ἐσόμεθα τὴν τοῦ θεοῦ δόξαν ἐν τῶι ψεύδει μεταλλάττοντες ἐν ὁμοιώματι εἰκόνος
25φθαρτοῦ ἀνθρώπου, εἰ ὡς ἀνθρώπωι ψιλῶι καὶ ἑνὶ τῶν καθ’ ἡμᾶς προσοίσομεν τὴν προσ‐ κύνησιν τῶι Ἐμμανουήλ; τί δέ; οὐχὶ καὶ αὐτὴ τῶν ἀγγέλων ἡ ἄνω πληθὺς τοῖς εἰς τοῦτο μανίας ἥκουσι συντετάξεται; ἀνεξίτητον δὲ οἶμαί που τὴν ἐπὶ τῶι πεπλανῆσθαι γραφὴν καὶ τῆι τῶν ἐθνῶν ἀγέληι περιθήσομεν καὶ δυσαπόνιπτον ἕξει τῶν ἀρχαίων αἰτια‐ μάτων τὸ βλάβος. πλανᾶται γὰρ οἶμαι καὶ νῦν καὶ οὐδὲν ἧττον ἢ πάλαι, καὶ τὴν εἰς
30εὐθὺ διαστείχουσαν ἠγνόηκε τρίβον, καὶ περιττός, ὡς ἔοικεν, ὁ μακάριος Παῦλος προ‐ σφωνῶν τε αὐτοῖς καὶ λέγων· ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεὸν ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς, νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεο, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε; ποῖον γὰρ ἔτι θεὸν ἐγνώκασιν, εἰ μὴ φύσει θεὸς ὁ
35Χριστὸς εἰς ὃν πεπιστεύκασιν; καὶ εἰ λελατρεύκασιν ἀνθρώπωι, τοῖς τῆς ἀρχαίας πλάνης

1,1,1

63

ἐνέχονται βρόχοις. ἢ οὐκ ἀληθὲς ὃ φημί; ἀληθὲς μὲν οὖν. ἄθρει δὴ οὖν, ὦ φιλό‐ χριστε βασιλεῦ, ὅπως ἐξ ἀναγκαίων ἤδη συλλογισμῶν μόνον οὐχὶ συνωθούμεθα πρός γε τὸ δεῖν ἐμφρόνως ὡς θεῶι τῶι κατὰ φύσιν προσκυνεῖν τῶι ἐκ θεοῦ πατρὸς φύντι λόγωι καὶ ἐν τῶι καθ’ ἡμᾶς πεφηνότι σχήματι, τῆς ἀμφοῖν εἰς ἑνότητα συνδρομῆς οὐκ ἀνικάνως
5ἐχούσης πρὸς τὸ ἀφανίσαι τυχὸν τὸ καὶ ἔσθ’ ὅτε λυποῦν εἰς μόνης ἡμᾶς ἀνθρωπότητος ὑποψίαν. προσλαβοῦσα γὰρ ἡ τοῦ λόγου φύσις τὸ ἀνθρώπινον οὐκ ἀνθρωπότης ἔσται ψιλή, νικῶσα δὲ μᾶλλον ἰδίαι δόξηι τὸ προσληφθὲν ἐν ἀκλονήτωι σώιζεται διαμονῆι τῆς θεοπρεποῦς ὑπεροχῆς. ταυτὶ φρονοῦντες οἱ μαθηταὶ προσεκύνουν, λέγοντες ἀληθῶς θεοῦ υἱὸς ε, καίτοι βάδην ἰόντα βλέποντες καὶ ἐν σαρκὶ καθ’ ἡμᾶς· ἐπ’ ἄκρου γὰρ δὴ
10διέθει κύματος παραδόξως ὡς θεός. Ἐρεῖ δὲ ἴσως ὁ τῆι τοιᾶιδε δόξηι μαχόμενος· καὶ τίς ἦν ὁ λέγων πρὸς τὴν ἐν τῆι Σαμαρείαι γυναῖκα· ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδα‐ μεν; εἶτα πῶς ἔσται προσκυνητὸς ὁ τοῖς προσκυνοῦσι συντεταγμένος; ἐγὼ δὲ φαίην ἂν ὅτι τὸ τίς ἦν ὅλως ἐπὶ Χριστοῦ λεγόμενον ἀσύφηλόν τε καὶ ἀμαθές· μεμέρισται γὰρ οὐδαμῶς.
15ὁ δὲ τῶι γυναίωι προσλαλῶν ὁ εἷς τε καὶ μόνος κύριος ἦν Ἰησοῦς Χριστός, ἐκ τῆς προσ‐ κυνούσης ἀνθρωπότητος καὶ ἐκ τῆς προσκυνουμένης θεότητος τὸ εἶναί τε καὶ ὀνομάζεσθαι θεός τε ὁμοῦ καὶ ἄνθρωπος ἀληθὲς ἔχων ἐφ’ ἑαυτῶι, καθάπερ ἀμέλει φαίη τις ἂν καὶ ἑτέρως περὶ αὐτοῦ. ἧι μὲν γάρ ἐστι θεός, νοοῖτ’ ἂν ὑπάρχων αὐτὸς ὁ τῆς δόξης κύ‐ ριος· ἧι δὲ γέγονεν ὁ κατὰ μέθεξιν τὴν παρὰ θεοῦ δοξαζόμενος ἄνθρωπος, ἐδεῖτο καὶ δόξης,
20λέγων πάτερ, δοξασόν σου τὸν υἱόν. ἀλλ’ εἷς κύριος, μία πίστις, ἓν βάπ‐ τισμα κατὰ τὸ γεγραμμένον. ὥσπερ οὖν ἐστι μία πίστις ἡ εἰς Χριστὸν καὶ ἓν ἀληθῶς τὸ βάπτισμα, καίτοι βαπτιζομένων καὶ πεπιστευκότων ἡμῶν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον τε καὶ λόγον μία προσκύνησις ἡ πατρὸς καὶ ἐναν‐ θρωπήσαντος υἱοῦ καὶ ἁγίου πνεύματος. ἐξωσθήσεται γὰρ οὐδαμῶς τοῦ προσκυνεῖσθαι
25δεῖν πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων ὁ μονογενής, καὶ εἰ γέγονε σὰρξ καὶ ἐσκήνωσεν ἐν ἡμῖν κεχρημάτικέ τε πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς. ἐπεὶ τίς ἂν εἴη πάλιν ὁ τῆς ἐπ’ αὐτῶι πίστεως λόγος; πῶς οὐκ ἄξιον ἰδεῖν; οὐδὲ γὰρ οἶμαι φαῖεν ἂν οἵπερ ἂν ἕλοιντο φρονεῖν ὀρθῶς, ὡς εἰς μόνον πεπιστεύκαμεν τὸν ἐκ θεοῦ πατρὸς φύντα λόγον, ἀπογυμνοῦντες αὐτὸν τῆς σαρκός. οὐδ’ αὖ ἐκεῖνο παρήσομεν εἰπεῖν (λελέξεται
30γάρ)· οὐ γὰρ ὡς εἰς ἕνα τῶν καθ’ ἡμᾶς οὔτε μὴν ὡς εἰς ἄνθρωπον ἡ πίστις, ἀλλ’ ὡς εἰς θεὸν πράττεται τὸν φύσει καὶ ἀληθῶς ἐν προσώπωι Χριστοῦ. συλλήψεται δὲ τῶι λόγωι καὶ ὁ σοφὸς γράφων Παῦλος· οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν
Ἰησοῦν κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦ Χριστο, ὅτι ὁ θεὸς ὁ

1,1,1

64

εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φω‐ τισμὸν τῆς γνώσεως τῆς δόξης αὐτοῦ ἐν προσώπωι Ἰησοῦ Χριστο. ἰδοὺ δὴ σαφῶς τε καὶ ἐναργῶς ὁ φωτισμὸς τῆς γνώσεως τοῦ θεοῦ καὶ πατρὸς ἐν προσώπωι διέλαμψε τοῦ Χριστοῦ. τοιγάρτοι καὶ ἔφασκεν ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πα‐
5τέρα· ἐγὼ καὶ ὁ πατὴρ ἓν ἐσμέν. χαρακτὴρ δὲ ὁ θεῖος οὐ σωματικός, ἀλλ’ ἐν δυνάμει καὶ δόξηι τῆι θεοπρεπεστάτηι, τοῦτο δὲ ἦν ἀκραιφνὲς ἐν Χριστῶι. γνωρίζεσθαι δὲ καὶ διὰ τούτων ἠξίου καὶ διὰ τῆς τῶν δρωμένων ὑπεροχῆς εἰς ἐννοίας ἀναφοιτᾶν τὰς ἐπ’ αὐτῶι τοὺς ἀκροωμένους ἤθελε, κατασμικρυνούσης αὐτὸν ἠρέμα παρά γε τοῖς ἀσυνέτοις τῆς ὁρωμένης σαρκός. εἰ γὰρ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, φησί, μὴ
10πιστεύετέ μοι· εἰ δὲ ποι, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύ‐ ετε. φάναι δὲ οἶμαι ταυτὶ τὸ τηνικάδε Χριστὸν οὐκ ἀσυντελὲς εἰς ὄνησιν εἰδότα τὸ χρῆμα. ἐπειδὴ γὰρ ὤιοντο θεὸν μὲν οὐκ εἶναι κατὰ φύσιν τὸν δι’ ἡμᾶς ἐνηνθρωπη‐ κότα, ψιλὸν δὲ ἁπλῶς ἄνθρωπον καθ’ ἡμᾶς ἀπαράδεκτόν τε διὰ τοῦτο τὴν ἐπ’ αὐτῶι πίστιν ἐποιοῦντο τινές, ἀναγκαίως τὸ δεῖμα καὶ τὸν ἐπὶ τούτοις ὄκνον ὑποτεμνόμενος τῆι
15τῆς θεότητος φύσει τὴν πίστιν ἀνατιθεὶς ὡς ἐν προσώπωι πατρὸς καὶ οὐχὶ τῆι καθ’ ἡμᾶς σμικροπρεπείαι προσνέμων ἔφασκεν· ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμ, ἀλλ’ εἰς τὸν πέμψαντά με, καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με. ἆρ’ οὖν οὐκ ἴσον εἰπεῖν· ὦ τῶν ἐμῶν κατήκοοι λόγων, μὴ μικρὰ καὶ χαμαιριφῆ τὰ εἰς ἐμὲ δοξάζετε, ἴστε δὲ ὅτι τὴν εἰς αὐτὸν ἐμὲ τὸν ὁρώμενον ἐν σαρκὶ προσιέμενοι πίστιν οὐκ
20εἰς ἄνθρωπον ἁπλῶς ἔσεσθε πεπιστευκότες, ἀλλ’ εἰς αὐτὸν τὸν πατέρα δι’ ἐμοῦ τοῦ κατὰ πᾶν ὁτιοῦν ἴσως τε καὶ ἀπαραλλάκτως ἔχοντος υἱοῦ, σαρκωθέντος μὲν δι’ ὑμᾶς καὶ περί‐ βλημα σμικροπρεπὲς οἰκειουμένου τὴν ἀνθρωπότητα, τό γε μὴν ἰσοφυές τε καὶ ἰσουργὸν καὶ ἐν ταυτότητι δόξης ἀδιαλώβητον παντελῶς ἔχοντος πρὸς αὐτόν; Μάθοι δ’ ἄν τις καὶ ἑτέρως αὐτὸν τὴν πίστιν οὐ διωθούμενον, ἀλλὰ τομῆς τινος
25δίχα καὶ διαφορᾶς εἰσδεδεγμένον αὐτὴν ὡς ἐν ἰδίωι προσώπωι, καὶ εἰ γέγονεν ἄνθρωπος. ἐπειδὴ γὰρ τὸν ἐκ γενετῆς ἰᾶτο τυφλὸν καὶ τὸ γλυκὺ μέν, ἄηθες δ’ οὖν ἐνεφύτευσε φῶς αὐτῶι, παρὰ πάντων εἰκότως ἐθαυμάζετο. ἀλλ’ ὁ μὲν τοῦ πάθους ἀπηλλαγμένος παρὰ τοῖς Ἰουδαίοις ἐκρίνετο καὶ ὡμολόγει τὸν ἰατρόν, Χριστὸς δὲ αὐτῶι περιτυχὼν σὺ πιστεύεις, ἔφασκεν, εἰς τὸν υἱὸν τοῦ θεο; τοῦ δὲ τίς ἐστι, κύριε διακεκραγότος, ἵνα πιστεύσω
30εἰς αὐτόν; ἀντεφώνει λέγων· καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. ὃ δὲ ἔφη· πιστεύω κύριε, καὶ προσεκύνησεν αὐτῶι. καίτοι πῶς οὐχ ἅπασι συμφανὲς ὡς ἄποπτος παντελῶς ἡ θεία τε καὶ ἀνωτάτω φύσις; θεὸν γὰρ οὐδεὶς ἑώ‐ ρακε πώποτε κατὰ τὸ γεγραμμένον. εἴπερ οὖν διιστὰς ἑαυτοῦ τὸ ἀνθρώπινον ὡς αὐτὸ δὴ τοῦτο πεφηνὼς ὁ ἐκ θεοῦ πατρὸς λόγος γυμνὸς καὶ μόνος ἠξίου πιστεύεσθαι, τί
35μὴ μᾶλλον τὴν τοῦ θεοῦ φύσιν ἀναλογίζεσθαι δεῖν, ἥτις ποτέ ἐστι, τὸν εὖ παθόντα διεκε‐
λεύετο, παρέδειξε δὲ σωματικῶς, ὡς καὶ αὐτοῖς ὄμμασι καταθεᾶσθαι παρόν; ἔφη γὰρ

1,1,1

65

ὅτι καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. ἢ οὐχὶ τὴν σάρκα παραδεῖξαι φήσομεν; εἶτα πῶς αὐτὸς ἂν εἴη λοιπὸν ἡ σάρξ, εἰ μὴ νοοῖτο καθ’ ἕνωσιν, ὡς αὐτὸς ὑπάρχων τὸ ἴδιον αὐτοῦ; καθάπερ ἀμέλει καὶ ἐφ’ ἡμῶν γένοιτ’ ἄν· κατα‐ δείξειε γὰρ ἄν τις οὐ μεμερισμένως οὐδὲ ἀτελῶς τὸν καθ’ ἡμᾶς ἄνθρωπον, τὸν ἐκ ψυχῆς
5δὴ λέγω καὶ σώματος, καὶ ἀπὸ μόνης αὐτοῦ τῆς σαρκός. Γέγραφε δέ που καὶ ὁ σοφὸς ἡμῖν Ἰωάννης ὅτι πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτο, ἃ οὔκ ἐστι γεγραμμένα ἐν τῶι βιβλίωι τούτωι· ταῦτα δὲ γέγραπται, ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῶι ὀνόματι
10αὐτο. κατατεθήποι δ’ ἄν τις οὐ μεῖον καὶ τὸν θεσπέσιον Πέτρον Ἰουδαίοις προσπε‐ φωνηκότα σαφῶς καὶ ἀναφανδόν· ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι, εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίαι ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται, γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῶι λαῶι Ἰσραὴλ ὅτι ἐν τῶι ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ
15θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτωι οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής. καὶ μεθ’ ἕτερα πάλιν· καὶ οὐκ ἔστιν ἐν ἄλλωι οὐδενὶ ἡ σωτηρία. οὐδὲ γὰρ ὄνομα ἕτερόν ἐστιν ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ὧι δεῖ σωθῆναι ἡμᾶς. τίς οὖν ἄρα ἐστὶν ὁ καὶ θάνατον ὑποδὺς καὶ ἐγηγερμένος ἐν δόξηι καὶ ἐκ Ναζαρέτ, εἰ μὴ Χριστὸς Ἰησοῦς, τουτέστιν ὁ πρὸ παντὸς μὲν αἰῶνος ἐκ
20πατρὸς ἀπορρήτως γεγεννημένος, ἐν δέ γε τῶι λοίσθωι καὶ εἰς πέρας ἥκοντι τοῦ αἰῶνος καιρῶι καὶ σωματικῶς ἐκ γυναικός; ὁ πίστιν οὖν ἄρα τὴν εἰς αὐτὸν προσιέμενος γέρας ἀποίσεται τὸ ἐξαίρετον· διακεκλήσεται γὰρ υἱὸς θεοῦ. ὅσοι γὰρ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν, φησί, τέκνα θεοῦ γενέσθαι τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτο, οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελή‐
25ματος ἀνδρός, ἀλλ’ ἐκ θεοῦ ἐγεννήθησαν. ἵνα γὰρ γένηται πρωτεύων ἐν πᾶσιν αὐτός, καθὰ γέγραπται, γεγέννηται μὲν ἐκ γυναικός, ἐπειδὴ δέ ἐστιν ἀπαρχὴ τῆς ἀναμορ‐ φουμένης κτίσεως δι’ ἁγιασμοῦ πρὸς θεόν, καὶ πρό γε τῶν ἄλλων αὐτὸς γεννητὸς ἐδείχθη πνεύματος, τὴν ἀνδρός τε καὶ γυναικὸς οὐ περιμένων σύνοδον καὶ οὐκ ἀτιμίαι καὶ μώμωι καταδικάζων τὴν φύσιν (τίμιος γὰρ ὁ γάμος καὶ ὁ πλάσας π’ ἀρχῆς ἄρσεν καὶ
30θῆλυ ἐποίησεν αὐτούς), ἀλλὰ τῶι μείζονι καὶ ἀσυγκρίτως ὑπερκειμένωι προσνέμων ἤδη πως τὰ ἀνθρώπινα. γεννητοὺς γὰρ πνεύματος, οὐκ ἀνδρῶν ἡμᾶς ἔτι χρηματίζειν ἤθελε. καὶ γοῦν πατέρα, φησί, μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος, πάντες δὲ ὑμεῖς ἀδελφοὶ ἐστ. οὐκοῦν ἀμώμητον παντελῶς τὸ πιστεύειν εἰς αὐτόν, μᾶλλον δὲ καὶ τῆι τῶν πλημμελημάτων ἀμνηστίαι τετίμη‐
35ται. γράφει γὰρ ὧδε πάλιν ὁ ἔκκριτος Παῦλος· εἰδότες δὲ ὅτι οὐ δικαιοῦται

1,1,1

66

ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστο, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐν αὐτῶι. κατοκνήσω δὲ οὐδαμῶς, ὅπερ ἤδη φθάσας ἔφην, ἀνακυκλήσας εἰπεῖν ὅτι Χριστὸς Ἰησοῦς οὐ γυμνὸς καὶ καθ’ ἑαυτὸν ὁ ἐκ θεοῦ νοεῖται λόγος, ἀλλ’ ὅτε προσέλαβε τὸ ἀνθρώπινον καὶ ἀσυγχύτως ἐνεπλάκη
5σαρκί, οὕτως ἔχοντα καὶ ὁρώμενον καὶ ἐν εἴδει τῶι καθ’ ἡμᾶς τυγχάνοντα τοῖς ἁγίοις ἀπο‐ στόλοις παρέδειξεν ὁ πατήρ, φωνῆς ἄνωθεν ἐκπεποιημένης τοιᾶσδε· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ὧι εὐδόκησα· αὐτοῦ ἀκούετε. σύνες οὖν ὅπως οὐκ ἐν τούτωι, φησίν, ἐστὶν ὁ υἱός μου, ἵνα μὴ ἀνὰ μέρος ὡς ἕτερος ἐν ἑτέρωι τυχόν, ἀλλ’ εἷς νοοῖτο καὶ ὁ αὐτὸς καθ’ ἕνωσιν οἰκονομικήν. πλημμελὲς δὲ ὅτι τὸ ἀντιτείνειν ἐστὶ
10καὶ τῶν ὅτι μάλιστα σφαλερωτάτων, ἀναπείθει γράφων Ἰωάννης ὡδί· ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ θεοῦ ὅτι μεμαρτύρηκε περὶ τοῦ υἱοῦ αὐτο. ὁ πιστεύων εἰς τὸν υἱὸν τοῦ θεοῦ ἔχει τὴν μαρτυρίαν τοῦ θεοῦ ἐν ἑαυτῶι· ὁ μὴ πιστεύων τῶι θεῶι ψεύστην πεποίηκεν αὐτόν, ὅτι οὐκ ἐπίστευσεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν ὁ θεὸς περὶ τοῦ υἱοῦ αὐτο. μεμαρτύρηκε δὲ ὅτι οὗτος ὁ
15μετὰ σαρκὸς καὶ ἐν τῆι τοῦ δούλου μορφῆι μοναδικῶς τε καὶ ἰδικῶς ἐμὸς ἀληθῶς υἱός. καὶ αὐτὴν δὲ τὴν διὰ τοῦ ἁγίου βαπτίσματος εὐκλεᾶ χάριν καὶ τὴν ἐν αὐτῶι ζωοποίησιν καὶ τὴν θεοῦ μέθεξιν δι’ ἁγιασμοῦ ἐν πνεύματι διὰ Ἰησοῦ Χριστοῦ πεπρᾶχθαι δώσομεν ἀναγκαίως. μεμνήμεθα γὰρ Ἰωάννου λέγοντος· ὁ ὀπίσω μου ἐρχόμενος ἰσχυρότε‐ ρός μού ἐστιν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· ἐκεῖνος ὑμᾶς
20βαπτίσει ἐν πνεύματι ἁγίωι καὶ πυρ. ἆρ’ οὖν, εἰπέ μοι, τῆς καθ’ ἡμᾶς ἀνθρω‐ πότητος ἔργον εἶναι φαμὲν τὸ ἐν πνεύματι ἁγίωι βαπτίζειν δύνασθαι καὶ πυρί; καὶ πῶς ἂν εἴη τοῦτό γε; καὶ μὴν ἄνδρα λέγων τὸν ὅσον οὐδέπω παρεσόμενόν τε καὶ ὀφθησόμενον αὐτὸν ἔφη βαπτίζειν ἐν πυρὶ καὶ ἁγίωι πνεύματι, οὐ τὸ ἀλλότριον τοῖς βαπτιζομένοις ἐνιέντα πνεῦμα δουλοπρεπῶς καὶ ὑπουργικῶς, ἀλλ’ ὡς θεὸν κατὰ φύσιν μετ’ ἐξουσίας τῆς ἀνωτάτω τὸ ἐξ αὐτοῦ
25τε καὶ ἴδιον αὐτοῦ, δι’ οὗ καὶ ὁ θεῖος ἡμῖν ἐνσημαίνεται χαρακτήρ. ἀναμορφούμεθα γὰρ ὡς εἰς εἰκόνα τὴν θείαν, εἰς Χριστὸν Ἰησοῦν, οὐ σωματικὸν ὑπομένοντες τὸν ἀναπλασμόν (κομιδῆι γὰρ εὔηθες οἴεσθαι τουτί), διὰ δὲ τοῦ μεταλαχεῖν ἁγίου πνεύματος αὐτὸν ἐν ἑαυ‐ τοῖς πλουτοῦντες Χριστόν, ὡς ἤδη χαίροντας ἐκεῖνο φωνεῖν ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῶι κυρίωι· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης.
30ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, φησίν. Εἰ δὲ δή τις ἔροιτο προσιών· ἆρ’ οὖν εἰς ἄνθρωπον βεβαπτίσμεθα καὶ τοῦτο εἶναι φήσομεν ἀληθές; καὶ πρός γε ἡμῶν ἀντακούσεται· εὐφήμει, ἄνθρωπε· τί δρᾶις, ὦ οὗτος; κατακομίζεις ἡμῶν εἰς γῆν τὴν ἐλπίδα; βεβαπτίσμεθα γὰρ οὐκ εἰς ἄνθρωπον ἁπλῶς,
ἀλλ’ εἰς θεὸν ἐνηνθρωπηκότα καὶ ἀνιέντα ποινῆς καὶ τῶν ἀρχαίων αἰτιαμάτων τοὺς τὴν

1,1,1

67

εἰς αὐτὸν πίστιν εἰσδεδεγμένους. καὶ γοῦν ὁ θεσπέσιος Πέτρος Ἰουδαίοις ἔφη προσλαλῶν· μετανοήσατε οὖν καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῶι ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος. ἀπολύων γὰρ ἁμαρτίας τὸν αὐτῶι προσκείμενον τῶι ἰδίωι λοιπὸν καταχρίει πνεύματι, ὅπερ
5ἐνίησι μὲν αὐτὸς ὡς ἐκ θεοῦ πατρὸς λόγος καὶ ἐξ ἰδίας ἡμῖν ἀναπηγάζει φύσεως, κοινὸν δὲ ὥσπερ τὸ χρῆμα τιθεὶς τῆι μετὰ σαρκὸς οἰκονομίαι διὰ τὴν ἕνωσιν καὶ ὡς ἄνθρωπος ἐνέπνει σωματικῶς. ἐνεφύσησε γὰρ τοῖς ἁγίοις ἀποστόλοις εἰπὼν λάβετε πνεῦμα ἅγιον, καὶ οὐκ ἐκ μέτρου δίδωσι τὸ πνεῦμα κατὰ τὴν Ἰωάννου φωνήν, ἀλλ’ αὐτὸς ἐνίησιν ἐξ ἑαυτοῦ, καθάπερ ἀμέλει καὶ ὁ πατήρ. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος, ὅλην
10ἀποστήσας τὴν ἔν γε τούτωι διαφοράν, ποτὲ μὲν αὐτὸ τῶι θεῶι καὶ πατρὶ προσνέμων ὁρᾶται, ποτὲ δὲ αὖ τῶι υἱῶι. γράφει γὰρ ὧδε· ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκ, ἀλλ’ ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν. εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὔκ ἐστιν αὐτο. εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζῶν διὰ δικαιοσύνην. ἄραρεν οὖν ὅτι καὶ ἴδιόν
15ἐστι τὸ πνεῦμα τοῦ υἱοῦ καὶ οὔτι που μόνον ἧι λόγος ἐστὶ πεφηνὼς ἐκ πατρός, ἀλλ’ εἰ καὶ νοοῖτο καθ’ ἡμᾶς ἄνθρωπος γεγονὼς ὁ τῶν τῆς θεότητος ἰδιωμάτων ὡς ἐν ἰδίαι φύσει λειπόμενος. καὶ γοῦν αὐτὸς ὑπάρχων ἡ πάντων ζωὴ διὰ τὴν ἐκ ζῶντος πατρὸς ἄρρητον γέννησιν, ζωοποιεῖσθαι λέγεται μεθ’ ἡμῶν. πάρα δ’ οὖν ὅμως ἰδεῖν χαριζόμενον μὲν τῆι ἰδίαι σαρκὶ τῆς θεοπρεποῦς ἐνεργείας τὴν δόξαν, οἰκειούμενον δὲ αὖ τὰ σαρκὸς καὶ
20οἱονεί πως καθ’ ἕνωσιν οἰκονομικὴν καὶ τῆι ἰδίαι περιτιθέντα φύσει. Ἢ οὐχὶ δὴ μάλιστα πρέπειν ἐρεῖ τις τῶι γε ὄντι κατὰ φύσιν ἐκ θεοῦ πατρὸς λόγωι τὸ ἄνωθεν ἥκειν καὶ ἐξ οὐρανοῦ τὸ ζωογονεῖν δύνασθαι τὰ οἷς ἂν ἐνιέναι βούλοιτο τὴν ζωήν; τί δέ; τὸ δημιουργεῖν, εἰπέ μοι, θεικῶς δοίη τις ἂν εἶναι τῶν ἀνθρωπίνων; οὐδα‐ μῶς. πῶς τοίνυν; ἡμᾶς ζωοποιεῖ μὲν ὡς θεός, πλὴν οὐ μόνωι τῶι μεταλαχεῖν ἁγίου
25πνεύματος, ἀλλ’ ἐδεστὴν παραθεὶς καὶ τὴν ἀναληφθεῖσαν σάρκα. ἔφη γὰρ ὅτι ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. κατακερτομούντων δὲ αὐτὸν τῶν Ἰουδαίων ποτὲ καὶ τὴν ἐπὶ τοῖς ἀμείνοσι ψῆφον ἀνάπτειν οὐκ οἶδ’ ὅπως ἐπικεχειρη‐ κότων τῶι μακαρίωι Μωσεῖ εἰρηκότων τε ἀναφανδὸν οἱ πατέρες ἡμῶν ἔφαγον τὸ
30μάννα ἐν τῆι ἐρήμωι, καθώς ἐστι γεγραμμένον· ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν. τί ποιεῖς σὺ σημεῖον, ἵνα πιστεύσωμέν σοι; τί ἐργάζηι, ὡς ἄνωθεν ἡμῖν καὶ ἐξ οὐρανοῦ κατακομίσας τὸ σῶμα; φησίν· ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωυσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν. ὁ γὰρ ἄρτος τοῦ θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῶι
35κόσμωι. καὶ πρός γε τούτοις πάλιν μόνον οὐχὶ καὶ δακτύλωι καταδεικνὺς ἑαυτὸν ἐν‐

1,1,1

68

σώματον ἐγώ εἰμι, φησίν, ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. ἐάν τις φάγηι ἐκ τούτου τοῦ ἄρτου, ζήσει εἰς τὸν αἰῶνα. καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῶι. καθὼς ἀπέστειλέ
5με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι’ ἐμ. καίτοι πῶς οὐκ ἀληθὲς εἰπεῖν ὡς οὐ καταπεφοίτηκε μὲν ἐξ οὐρανῶν ἡ σάρξ, ἀλλ’ ἦν ἐκ παρθένου κατὰ τὰς γραφάς; ἔστι δὲ οὐκ ἐδεστὸς ὁ λόγος, ἀλλ’ εἰς ἓν ἄμφω συλλέγων κατὰ σύμβασιν οἰκονομικὴν τὰ τῶν φύσεων ἰδιώματα διὰ μυρίων ὅσων ἡμῖν ὁρᾶται λόγων. Νικοδήμωι μὲν γὰρ οὐ συνιέντι τὸ μυστήριον, ἀνακεκραγότι δὲ ἀμαθῶς
10πῶς δύναται ταῦτα γενέσθαι; εἰ τὰ ἐπίγεια, φησίν, εἶπον ὑμῖν καὶ οὐ πιστεύ‐ ετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύσετε; καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου. Ἰουδαίοις δὲ πάλιν τὴν ἴσην ἐκείνωι νοσοῦσιν ἀπαιδευσίαν καὶ διαγελᾶν οὐκ οἶδ’ ὅπως ἑλομένοις αὐτόν, ἐπείπερ ἔφη ζωοποιὸν καὶ ἐξ οὐρανοῦ τὸ ἴδιον σῶμα, τοῦτο ὑμᾶς σκαν‐
15δαλίζει; φησίν· ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; ἢ οὐχὶ τετέχθαι φαμὲν ἐκ γυναικὸς τὸν Ἐμμανούηλ; ποῦ τοιγαροῦν τὸ πρότερον ἦν ἢ πῶς ἀναβέβηκεν ἔνθαπερ εἶναί φησιν αὐτός, καίτοι τεχθέντος διὰ τῆς ἁγίας παρθένου τοῦ ἑνωθέντος αὐτῶι σώματος; οὐχὶ δὲ καὶ ἀπρακτεῖν ὁμολογήσαιμεν ἂν τὴν ἀπὸ γῆς σάρκα πρὸς τὸ δύνασθαι ζωοποιεῖν ὅσον ἧκεν εἰς ἰδίαν φύσιν; πῶς οὖν,
20εἰπέ μοι, ζωοποιὸς ἡ σάρξ; ἢ πῶς ἂν νοοῖτο καὶ ἐξ οὐρανοῦ τὸ ἀπὸ γῆς; καθ’ ἕνωσιν δηλονότι τὴν πρός γε φημὶ τὸν ζῶντά τε καὶ οὐρανόθεν λόγον. φρονήσομεν γὰρ ὡδὶ τὰ λίαν ὀρθὰ καὶ τοῖς ἱεροῖς συμβαίνοντα λόγοις· εἴη γὰρ ἂν οὐχ ἑτέρως καὶ δημιουργὸς θεικῶς καὶ ὅτε μὴ δίχα νοοῖτο σαρκός. συλλήπτορα δὲ τοῦ λόγου ποιήσομαι πάλιν ὡδὶ γεγραφότα τὸν θεσπέσιον Παῦλον· εὐχαριστοῦντες τῶι θεῶι καὶ πατρὶ τῶι ἱκα‐
25νώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῶι φωτ, ὃς ἐρρύ‐ σατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτο, ἐν ὧι ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῶι ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ
30ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι, τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῶι συνέστηκε, καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλη‐ σίας, ὅς ἐστιν ἀρχ, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐ‐
τὸς πρωτεύων, ὅτι ἐν αὐτῶι εὐδόκησεν πᾶν τὸ πλήρωμα κατοικῆσαι καὶ δι

1,1,1

69

αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ [δι’ αὐτο] εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς. ἰδοὺ δὴ πάλιν ἀναφανδὸν δι’ αὐτοῦ, φησί, καὶ εἰς αὐτὸν ἔκτισται τὰ πάντα, καὶ μὴν ὅτι πρὸ πάντων ἐστὶ καὶ ὅτι τὰ πάντα συνέστηκεν ἐν αὐτῶι, καὶ αὐτὸν εἶναί φησι πρωτότοκον
5ἐκ νεκρῶν, εἰρηνοποιήσαντα διὰ τοῦ αἵματος αὐτοῦ τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς. εἶτα τίς ὁ ἐκ νεκρῶν πρωτότοκος, εἰ μὴ Χριστὸς Ἰησοῦς, τουτέστιν ἐν σαρκὶ καὶ μετὰ σαρκὸς ὁ λόγος; τεθναίη γὰρ ἂν οὐδαμῶς τό γε ἧκον εἰς ἰδίαν φύσιν θεὸς ὢν ὁ λόγος οὐδ’ ἂν νοοῖτο τῶν ὅλων δημιουργὸς καθ’ ἡμᾶς ὢν ἄνθρωπος, εἰ μὴ δεδημιούρ‐ γηκε μὲν ὡς θεός, καὶ εἰ μὴ δίχα σαρκὸς νοοῖτο μετὰ τὴν ἕνωσιν, πρωτότοκος δὲ καὶ
10ἐκ νεκρῶν καθὸ πέφηνεν ἄνθρωπος, οὐκ ἀποβαλὼν τὸ εἶναι θεὸς διὰ τὴν ἐνανθρώπησιν. Ἴδοις δ’ ἂν καὶ ἑτέρωθι διὰ τῶν αὐτῶν ἰόντας λόγων τοὺς πνευματοφόρους. Ἰωάν‐ νης μὲν γὰρ ἐν ἀρχῆι φησὶν ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος. οὗτος ἦν ἐν ἀρχῆι πρὸς τὸν θεόν. πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν. Παῦλος δὲ αὖ· εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ
15τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα. ἀλλ’ εἴπερ ἦν τι μεσολαβοῦν μετὰ τὸ ἡνῶσθαι σαρκὶ τὸν λόγον καὶ εἰς ἑτερότητα καταδιαιροῦν, τὴν ὡς ἐν υἱῶν δυάδι φημὶ κατὰ τὸ τισὶ δοκοῦν, πῶς ἐκτίσθη τὰ πάντα διὰ Ἰησοῦ Χριστοῦ; ἀλλὰ μὴν ἐκτίσθη δι’ αὐτοῦ τὰ πάντα. πρόδηλον οὖν ὅτι τὰ φύσει τε καὶ ἰδικῶς ἐνυ‐ πάρχοντα τῶι ἐκ πατρὸς ὄντι λόγωι τετήρηται πάλιν αὐτῶι καὶ ὅτε πέφηνεν ἄνθρωπος.
20ἐπισφαλὲς οὖν ἄρα τὸ διατέμνειν ἀποτολμᾶν. εἷς γὰρ κύριος Ἰησοῦς Χριστὸς καὶ δι’ αὐτοῦ τὰ πάντα δεδημιούργηκεν ὁ πατήρ. ἔστι τοιγαροῦν καὶ δημιουργὸς θεϊκῶς καὶ ζωοποιὸς ὡς ζωὴ ἀνθρωπίνοις τε αὖ καὶ τοῖς ὑπὲρ ἄνθρωπον ἰδιώμασιν εἰς ἕν τι τὸ μεταξὺ συγκείμενος. μεσίτης γάρ ἐστι θεοῦ καὶ ἀνθρώπων κατὰ τὰς γραφάς, φύσει μὲν ὑπάρχων θεὸς καὶ οὐ δίχα σαρκός, ἄνθρωπος δὲ ἀληθῶς καὶ οὐ ψιλὸς καθ’ ἡμᾶς, ἀλλ’ ὢν
25ὅπερ ἦν, καὶ εἰ γέγονε σάρξ. γεγράπται γὰρ ὅτι Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμε‐ ρον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. ἦ γὰρ οὐχὶ διὰ τῆς ἁγίας [καὶ θεοτόκου] παρ‐ θένου τετέχθαι πιστεύομεν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς τὸν Ἐμμανουήλ; εἶτα πῶς τοῦ‐ το οὐκ ἀληθές; τὸ δὲ δὴ χθὲς καὶ σήμερον, ὦ φιλόχριστε βασιλεῦ, καιρὸν ἡμῖν τὸν ἐνε‐ στηκότα καὶ τὸν ἤδη παρωιχηκότα κατασημήνειεν ἄν. πῶς οὖν ὁ αὐτὸς εἴη ἂν εἴς γε
30τὸν παρωιχηκότα, καίτοι γένεσιν οὔπω τὴν κατὰ σάρκα λαχών; οὐκοῦν ἦν ὁ λόγος ἐν ἀρχῆι καὶ ὡς ἐξ ἀιδίου καὶ ἀτρέπτου πεφηνὼς τοῦ θεοῦ καὶ πατρὸς ἔχει καὶ αὐτὸς ἐν
ἰδίαι φύσει τὸ ἀίδιόν τε καὶ ἄτρεπτον. ἢ οὐχὶ νεώτατον κομιδῆι καὶ τοῖς τῆς ἐνανθρω‐

1,1,1

70

πήσεως χρόνοις συνδεδραμηκὸς ὄνομα τῶι λόγωι τὸ Ἰησοῦς Χριστός; καὶ μὴν τοῦτο ἡμῖν διὰ πλείστων ὅσων ἐδείχθη λόγων. σύνες οὖν ὅτι Χριστὸν Ἰησοῦν καὶ οὐ μονοειδῶς τὸν λόγον χθές τε καὶ σήμερον τὸν αὐτὸν εἶναί φησι καὶ εἰς τοὺς αἰῶνας. πῶς δ’ ἂν ἔχοι τὸ ἄτρεπτόν τε καὶ τὴν ἐν ταυτότητι διαμονὴν ἡ ἀνθρώπου φύσις, καίτοι κίνησιν
5ὑπομένουσα καὶ πρό γε τῶν ἄλλων τὴν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι καὶ ζῆν; διημάρτηκεν οὖν ἄρα τἀληθοῦς ἡμῖν τὸ γράμμα τὸ ἱερὸν καὶ τὸν χθὲς οὐκ ὄντα προεῖναί φησι; φαίην ἂν οὐχὶ τοῦτο ἐγώ, πολλοῦ γε καὶ δεῖ (χθὲς γὰρ καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας Χριστὸς Ἰησοῦς)· τὸ δὲ τοῦ λόγου πρεσβύτατόν τε καὶ ἀκλινὲς ἥκιστα μὲν ἀρνήσομαι, καὶ εἰ γέγονε σάρξ, οἰήσομαι δὲ καθ’ ἕνωσιν μετὰ τῆς ἰδίας σαρκὸς ὡς χθὲς ὄντα
10καὶ προυπάρχοντα καταδηλοῦσθαι πάλιν αὐτόν. καὶ γοῦν κατεμυσάττετο μὲν ὁ παράφρων Ἰουδαῖος καὶ καταλιθοῦν αὐτὸν ἐπεχείρει, τὴν πίστιν οὐ προσιέμενος. κατατεθήπει γὰρ ὅτι καίτοι καθ’ ἡμᾶς ὁρώμενος ἄνθρωπος τῆς ὑπὲρ ἄνθρωπον ἀρχαιότητος ἑαυτῶι τὸ πρεσβύτερον ἐπεμαρτύρει, λέγων ὡς θεὸς ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἁβραὰμ γενέσθαι, ἐγὼ εἰμ, ὅτε καὶ πρὸς τοῦτο ἔφασκον ἐκεῖνοι πεντήκοντα ἔτη οὔπω
15ἔχεις, καὶ Ἁβραὰμ ἑώρακας; ἔφη δὲ καὶ Ἰωάννης· οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον· ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. καίτοι πῶς ἄνδρα τε εἰδὼς καὶ ὀνομάζων τὸν Ἐμμανουὴλ ἔμπροσθέν τε αὐτοῦ καὶ πρῶτον γενέσθαι φησὶ τὸν ὀψιγενῆ τε καὶ μετ’ αὐτόν; ἀλλ’ ἐρεῖ τις ἴσως· ἔμπροσθεν αὐτὸν καὶ πρῶτον γενέσθαι φησὶ κατά γε τὴν δόξαν, ὥσπερ οὖν ἔπεισί μοι
20νοεῖν. καὶ μὴν ὅτι κίβδηλόν τε καὶ ἀμαθὲς τὸ τῆιδε νοεῖν, οὐ μακρὸς ἡμῖν διαδείξει λόγος. παραδεξάμενοι γὰρ τὸ ἔμπροσθεν εἰς τὸ ἄμεινον ἐν δόξηι, κατὰ τὸν ἴσον που λόγον καὶ τὸ ὀπίσω φήσομεν τὸ ὡς ἐν εὐκλείαι δεύτερον εὖ μάλα καταδηλοῦν. συμβή‐ σεται τοίνυν ὡς ἐξ ἀνάγκης ἡμῖν τῆς Ἰωάννου δόξης ἡττᾶσθαι Χριστὸν καὶ ὀπίσω δραμεῖν ἀσυνέτως ὑπονοεῖν. ἔφη γὰρ ὅτι ὀπίσω μου ἔρχεται ἀνήρ. ὢ τῆς ἀτοπίας·
25οἰησόμεθα γὰρ οὐχ ὧδε ἔχειν, ἐννενοηκότες ὀρθῶς τὸ ἐν ψαλμοῖς γεγραμμένον ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῶι κυρίωι; ὁμοιωθήσεται τῶι κυρίωι ἐν υἱοῖς θεο; ἀναθετέον οὖν ἄρα καὶ μετὰ σαρκὸς αὐτῶι τὸ πρεσβύτατον ὡς θεῶι κατὰ φύσιν ἑνωθέντι σαρκὶ καὶ τὰ τῆς ἰδίας φύσεως ἀγαθὰ κοινοποιεῖν εἰωθότι τῶι ἰδίωι σώματι. Τοῦτο δ’ ἂν μάθοις ὧδέ τε ἔχον καὶ εἰρημένον ὀρθῶς καὶ ἐξ ἑτέρων εὐθύς, εἴπερ
30ἕλοιο, μαρτυριῶν. ἔφη μὲν γάρ που θεὸς περὶ τοῦ ἐκ σπέρματος Δαυὶδ τὸ κατὰ σάρκα Χριστοῦ δι’ ἑνὸς τῶν ἁγίων προφητῶν καὶ σ, Βηθλεὲμ οἶκος τοῦ Ἐφραθ, μὴ ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα; ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῶι Ἰσραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος· περὶ δέ γε τῶν υἱῶν Ἰσραὴλ ὁ ἱερώτατος Παῦλος ὅτι πάντες εἰς τὸν Μωυ‐
35σῆν ἐβαπτίσθησαν ἐν τῆι νεφέληι καὶ ἐν τῆι θαλάσσηι καὶ πάντες βρῶμα

1,1,1

71

τὸ πνευματικὸν ἔφαγον καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔπιον πόμα. ἔπι‐ νον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός. ἄθρει δὴ οὖν ἐν Χριστῶι Ἰησοῦ δεικνύμενον καθ’ ἕνωσιν οἰκονομικὴν τὸ ἰδικῶς τοῦ λόγου πρεσβύτατον. ἢ οὐκ ἐναργὴς ὁ λόγος; τὸν γάρτοι Βηθλεεμίτην ὡς ἄνθρωπον καὶ ἐκ
5γυναικὸς ἀπ’ ἀρχῆς αἰῶνος τὰς ἐξόδους ἔχειν εὖ μάλα φησίν. ἐν ἀρχῆι γὰρ ἦν καὶ πρὸ παντὸς αἰῶνος ὁ ἐνανθρωπήσας λόγος καὶ αὐτὸς ἦν ἡ πέτρα, δεδιψηκότα τὸν Ἰσραὴλ τοῖς παρ’ ἐλπίδα καὶ ἀδοκήτοις ἐκμεθύσκων νάμασι, καίτοι γεννηθεὶς κατά γε τὴν σάρκα καὶ τὸ ἀνθρώπινον ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς καὶ κεχρισμένος εἰς τὴν εἰς τόνδε τὸν κόσμον ἀποστολὴν παρὰ τοῦ θεοῦ καὶ πατρός· κατωνόμασται γὰρ οὐχ ἑτέρου του χάριν
10ἀλλ’ ἢ διὰ τοῦτο Χριστός, Χριστὸς δὲ ἦν ἡ πέτρα κατὰ τὸν Παῦλον. ἐπαγωνιεῖται δὲ αὖ καὶ συναθλήσει τῶι λόγωι καὶ ὁ σοφὸς Ἰωάννης, μόνον οὐχὶ καὶ συναγείρων τὰς φύσεις καὶ συνδέων εἰς ἕνωσιν τῶν ἑκατέραι προσόντων ἰδιωμάτων τὴν δύναμιν. θέα γὰρ ὅ φησιν· ὃ ἦν ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς
15ζωῆς, καὶ ἡ ζωὴ ἐφανερώθη καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγ‐ γέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν πατέρα καὶ ἐφα‐ νερώθη ἡμῖν. ἰδοὺ τὸν ὄντα ἀπ’ ἀρχῆς ὦφθαί τέ φησιν ἐναργῶς, ὑπομεῖναι δὲ καὶ ἁφήν. ἀνακεκράγει γὰρ ὁ Θωμᾶς· ὁ κύριός μου καὶ ὁ θεός μου, ἀναμετρήσας δακτύλωι πλευράν τε τὴν σώματος καὶ τὰς διατρήσεις τῶν ἥλων. γεγενῆσθαι δέ φησι
20τοὺς ἁγίους ἀποστόλους καὶ ὁ θεῖος ἡμῖν Λουκᾶς αὐτόπτας τε καὶ ὑπηρέτας τοῦ λόγου. γέγονε γὰρ ἐμφανὴς ὁ ἀσώματος καὶ ἁπτὸς ὁ ἀναφής, οὐκ ὀθνεῖον ἔχων περίβλημα τὴν ἀπὸ γῆς σάρκα, ἀλλ’ ἴδιον αὐτὴν ποιησάμενος ναὸν καὶ ἐν αὐτῆι τε καὶ σὺν αὐτῆι γνω‐ ριζόμενος ὡς θεὸς καὶ κύριος. γεγραφότα δὲ οἶσθά που τὸν ἱερώτατον Παῦλον· οὐδεὶς γὰρ ἡμῶν ἑαυτῶι ζῆι καὶ οὐδεὶς ἑαυτῶι ἀποθνήισκει. ἐάν τε γὰρ ζῶμεν,
25τῶι κυρίωι ζῶμεν, ἐάν τε ἀποθνήισκωμεν, τῶι κυρίωι ἀποθνήισκομεν. ἐάν τε οὖν ζῶμεν ἐάν τε ἀποθνήισκωμεν, τοῦ κυρίου ἐσμέν. εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσηι. Ἄραρεν οὖν ὅτι κεκυρίευκεν ἀληθῶς νεκρῶν τε καὶ ζώντων ὁ μὴ ἑτέρου του χάριν πλὴν ὅτι τοῦδέ γε καὶ μόνου τεθνεὼς καὶ ἐγηγερμένος. τίνα δὴ οὖν ἄρα φαμὲν ὡς
30ὑπέδυ μὲν θάνατον, ἀνεβίω δὲ αὖ, ἢ τὸν υἱὸν δηλονότι; ἀλλ’ ὅτι μὲν τὸν υἱόν, ἅπας τις οὖν, οἶμαι, συννεύσειεν ἄν. τί οὖν ἐροῦμεν; πότερα δὴ οὖν θνητός τέ ἐστι καὶ φθορᾶι κάτοχος ὁ ἐκ θεοῦ πατρὸς λόγος ἢ πέρα θανάτου καὶ φθορᾶς ἀμείνων ὡς ζωή; καίτοι πῶς οὐχ ἅπασιν ἐναργὲς ὅτι θανάτου κρείττων ὡς ζωή; εἶτα πῶς γέγονεν
ἐν νεκροῖς καὶ ἐλεύθερος κατὰ τὰς γραφάς; τεθναίη γὰρ ἂν οὔτι που καθ’ ἑαυτὸν ὁ λόγος.

1,1,1

72

φαμὲν οὖν ὅτι τεθνεώσης αὐτοῦ τῆς σαρκὸς αὐτὸς τοῦτο λέγεται παθεῖν. οὐκοῦν οὐ δίχα σαρκός, ἐν αὐτῆι δὲ μᾶλλον καὶ μετ’ αὐτῆς τὴν τῆς κυριότητος ἀνεδήσατο δόξαν ὁ νόμωι σαρκὸς καὶ φύσει τῆι καθ’ ἡμᾶς τεθνεὼς καὶ ἐγηγερμένος, ἀνθρώπινον μὲν τὸ τε‐ θνάναι πάθος, ἐνέργημα δὲ θεικὸν τὸ ἀναβιῶναι δεικνύς, ἵνα δι’ ἀμφοῖν γνωρίζηται καθ’
5ἡμᾶς τε ἅμα καὶ ὑπὲρ ἡμᾶς ὡς θεὸς καὶ τῶν ὅλων γεγονὼς ὁρῶιτο κύριος ὁ καὶ πρὸ σαρκὸς βασιλεύων μετὰ τοῦ ἰδίου πατρός. οὕτως αὐτὸν ὁ Ναθαναὴλ ἐπιγινώσκων ἔφασκε· ῥαββ, σὺ εἶ ὁ υἱὸς τοῦ θεο, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ, αὐτὸς δὲ τοῖς ἑαυτοῦ μαθηταῖς ὑμεῖς καλεῖτέ με φησὶν ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ. ἔργωι δὲ αὐτὸ πιστούμενος ἀνίησι μὲν ἁμαρτίας, ἐξουσίαν
10δὲ δέδωκε κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῶι λαῶι. ἐν ὀνόματι γὰρ Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου τεθεράπευται μὲν ὁ τὼ πόδε λελωβημένος καὶ τῆι ὡραίαι προσιζάνων πύληι, ἀρρωστίαν δὲ τὴν οὕτω μακρὰν ἀπεσείσατο καὶ κομιδῆι δυσδιάφυκτον δίεδρα νόσον Αἰνέας, πρὸς ὃν ὁ θεσπέσιος ἔφη Πέτρος· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός.
15 Πανταχόθεν οὖν ἄρα συνωθούμενοι πρὸς ἀλήθειαν καὶ τὸ τοῖς ἱεροῖς γράμμασι δο‐ κοῦν ἰχνηλατεῖν εὖ μάλα σπουδάζοντες καὶ ταῖς τῶν πατέρων ἑπόμενοι δόξαις, τὸν ἐκ ῥίζης Ἰεσσαί, τὸν ἐκ σπέρματος Δαυίδ, τὸν ἐκ γυναικὸς κατὰ σάρκα, τὸν μεθ’ ἡμῶν ὑπὸ νόμον ὡς ἄνθρωπον καὶ ὑπὲρ ἡμᾶς ὑπὲρ νόμον ὡς θεόν, τὸν δι’ ἡμᾶς τε καὶ μεθ’ ἡμῶν ἐν νεκροῖς, τὸν ὑπὲρ ἡμᾶς δι’ ἑαυτὸν ζωοποιὸν καὶ ζωὴν υἱὸν εἶναι τοῦ θεοῦ κατὰ ἀλή‐
20θειαν πιστεύομεν, οὔτε ψιλοῦντες θεότητος τὸ ἀνθρώπινον οὔτε μὴν ἀνθρωπότητος ἀπαμ‐ φιεννύντες τὸν λόγον μετὰ τὴν ἄφραστόν τε καὶ ἀπερινόητον ἕνωσιν, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν ὁμολογοῦντες υἱὸν ἐκ δυοῖν πραγμάτοιν εἰς ἕν τι τὸ ἐξ ἀμφοῖν ἀπορρήτως ἐκπε‐ φηνότα, καθ’ ἕνωσιν δηλονότι τὴν ἀνωτάτω καὶ οὐ φύσεως παρατροπήν. ὅσον γὰρ οὕτω δοξάζουσι περιέσται τὸ κέρδος, σαφηνιεῖ λέγων ὁ Χριστοῦ μαθητής· ὃς ἂν ὁμολο‐
25γήσηι ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεο, ὁ θεὸς ἐν αὐτῶι μένει καὶ αὐτὸς ἐν τῶι θεῶι. ὅτι δὲ Ἰησοῦς Χριστὸς ὁ ἐκ Δαυὶδ κατὰ σάρκα κατὰ φύσιν καὶ ἀληθῶς υἱός ἐστι τοῦ θεοῦ καθὸ γέγονε σὰρξ ὁ λόγος καὶ ἐσκήνωσεν ἐν ἡμῖν, κατασφραγιεῖ λέγων ὁ σοφὸς Ἰωάννης· καὶ οἴδαμεν ὅτι ὁ υἱὸς τοῦ θεοῦ ἥκει καὶ ἔδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀληθινὸν θεόν, καὶ ἐσμὲν ἐν τῶι ἀληθινῶι,
30ἐν τῶι υἱῶι αὐτοῦ Ἰησοῦ Χριστῶι. οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ ζωὴ αἰώνιος, καὶ δι’ αὐτοῦ τε καὶ σὺν αὐτῶι τῶι θεῶι καὶ πατρὶ ἡ δόξα σὺν ἁγίωι πνεύματι
εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν.

1,1,1

73

(2)

Αὐτοκράτορες Καίσαρες Θεοδόσιος καὶ Οὐαλεντινιανὸς νικηταὶ τροπαιοῦχοι μέγιστοι ἀεισέβαστοι αὔγουστοι Κυρίλλωι ἐπισκόπωι. Μέλει πλεῖστον θεοσεβείας ἡμῖν, δι’ ἣν οἱ πλημμελοῦντες ἀξιοῦνται συγγνώμης, οὐ μὴν εὐδόκιμον [τὸ δεῖσθαι συγγνώμης] τοῖς ἐπαι‐
5νεῖσθαι παρ’ ἡμῶν ὀφείλουσι καὶ διὰ τὴν σεπτὴν μάλιστα τιμᾶσθαι θρηισκείαν. τοὺς δὲ ἱερέας χρὴ καὶ ἀπὸ τῆς τῶν ἠθῶν χρηστότητος καὶ ἀπὸ τῆς περὶ τὴν πίστιν ἀκριβείας θαυμάζεσθαι καὶ τὴν ἁπλότητα τοῦ βίου διὰ παντὸς ἐπιδεικνύναι γινώσκειν τε ὡς τὴν ἑκάστου πράγματος φύσιν καὶ τοὺς περὶ τὴν εὐσέβειαν μάλιστα λόγους μᾶλλον ἂν εὕροι ζήτησις ἤπερ αὐθάδεια. καὶ γὰρ ἐξ ἀρχῆς ἡμῖν αὐτοὺς οὐκ ἀπειλή τινος δυναστεύοντος
10ἢ δυναστεύειν νομίζοντος, ἀλλ’ ἡ τῶν ἁγίων πατέρων καὶ τῆς ἱερᾶς συνόδου βουλὴ κατε‐ στήσατο, καὶ παντὶ δῆλον ὡς ἡ θρηισκεία τὸ βέβαιον οὐκ ἂν ἐκ κελεύσεως σχοίη μᾶλλον ἢ συναινέσεως. νῦν οὖν ἡμᾶς ἡ σὴ θεοσέβεια διδαξάτω τί δήποτε ἡμῶν, οἷς τοσοῦτον οἶσθα μέλειν ἀεὶ εὐσεβείας, ὑπεριδών, ὑπεριδὼν δὲ καὶ τῶν ἁπανταχοῦ ἱερέων, οὓς συλλεχθέντας ἦν ἄμεινον λῦσαι τὴν ἀμφισβήτησιν, ταραχὴν τό γε ἐπὶ σαυτῶι καὶ χωρι‐
15σμὸν ταῖς ἐκκλησίαις ἐμβέβληκας, ὡς δὴ τοῖς ὑπὲρ εὐσεβείας λόγοις θρασυτέρας ὁρμῆς πρεπούσης μᾶλλον ἢ ἀκριβείας καὶ παρ’ ἡμῖν αὐτοῖς οὐκ ἐμμελείας πλέον ἰσχυούσης ἢ θράσους καὶ ποικιλίας μᾶλλον ἡμῖν ἤπερ ἁπλότητος ἀρεσκούσης. καὶ μὴν οὐχ οὕτως ἡμῶν τὴν πολλὴν ὠιόμεθα τιμὴν παρὰ τῆς σῆς θεοσεβείας δεχθήσεσθαι οὐδὲ ὥσπερ οὐχὶ καὶ ἀγανακτεῖν εἰδότων ἡμῶν πάντα συνταραχθήσεσθαι· νῦν δὲ μελήσει ἡμῖν τῆς ἱερᾶς
20γαλήνης. πάντα δὲ ἴσθι συγκινήσας οὐχ ὡς ἐχρῆν, καὶ θαυμαστὸν οὐδὲν τὸ μέτρον ἐκβεβηκότα μὴ μέχρι τῶν ἐκκλησιῶν καὶ τῶν συνιερέων στῆσαι τὴν ἐπιχείρησιν, ἀλλὰ καὶ περὶ ἡμῶν αὐτῶν πιστεῦσαι τῆς ἡμετέρας τι εὐσεβείας ἀνάξιον. ἢ τίνα εἶχε λόγον ἕτερα μὲν πρὸς ἡμᾶς καὶ τὴν εὐσεβεστάτην αὐγούσταν Εὐδοκίαν τὴν ἐμὴν σύμβιον ἐπιστέλλειν, ἕτερα δὲ πρὸς τὴν ἐμὴν ἀδελφὴν τὴν εὐσεβεστάτην αὐγούσταν Πουλχερίαν;
25ἢ διχονοεῖν ἡμᾶς ὠιήθης ἢ διχονοήσειν ἤλπισας ἐκ τῶν τῆς σῆς θεοσεβείας γραμμάτων.
τοῦτο δὲ καὶ γεγονός, εἴπερ οὕτως εἶχεν, ἐκ περιεργίας εἰδέναι τὸν οὕτω πόρρωθεν ὄντα παντε‐

1,1,1

74

λῶς ἐστιν ἐπίψογον, καὶ μὴ γεγονὸς ποιῆσαι βούλεσθαι παντὸς μᾶλλον ἢ ἱερέως. ὁρμῆς μέντοι μιᾶς καὶ τῆς αὐτῆς προθέσεως τά τε τῶν ἐκκλησιῶν τά τε τῶν βασιλέων μέλη χωρίζειν βούλεσθαι ὡς οὐκ οὔσης ἀφορμῆς ἑτέρας εὐδοκιμήσεως. ὡς ἂν οὖν εἰδείης ὁποῖον τὸ ἡμέτερον, καὶ τὰς ἐκκλησίας ἴσθι καὶ τὴν βασιλείαν ἡνῶσθαι καὶ ἔτι μᾶλλον κελευόντων
5ἡμῶν ἑνωθήσεσθαι σὺν τῆι τοῦ σωτῆρος προνοίαι θεοῦ καὶ δεδόσθαι τῆι σῆι θεοσεβείαι συγγνώμην, ὡς ἂν μὴ πρόφασις εἴη μηδὲ λέγειν δύναιο διὰ τοὺς ὑπὲρ τῆς εὐσεβείας ἐγ‐ κεκλῆσθαι λόγους. γυμνασθῆναι γὰρ τούτους ἐπὶ τῆς ἱερᾶς συνόδου βουλόμεθα καὶ κρατεῖν ὡς ἂν καλῶς ἔχειν δόξειεν, εἴτε μεταλαμβάνοιεν συγγνώμης εἴτε μὴ παρὰ τῶν πατέρων οἱ νικηθέντες. ἡμεῖς μέντοι γε συνταράσσεσθαι τὰς πόλεις καὶ τὰς ἐκκλησίας
10οὐκ ἀνεξόμεθα οὔτε μὴν ἀνεξετάστους ἡμῖν τοὺς λόγους, ὧν κριτὰς προκαθίσαι δεῖ τοὺς τῆς ἁπανταχοῦ προεστῶτας ἱερωσύνης καὶ δι’ ὧν ἡμεῖς ἐγκρατέστεροι τῆς ἀληθινῆς δόξης ἐσμέν τε καὶ ἐσόμεθα. πάντως δὲ οὐδεὶς ὅτωι κἂν μικρὸν μέτεστι πολιτείας ἀξίας παρρησιάζεσθαι ἢ τῆς κατὰ τὴν εὐσέβειαν πεποιθήσεως, τὴν τοιαύτην ἀποφυγεῖν αἱρήσεται κρίσιν, ἐπεὶ μηδὲ βουληθέντι τοῦτο ἐξέσται, τῆς ἡμετέρας θειότητος ἐπαινούσης μὲν
15ἀναγκαίως τοὺς ἐπὶ προθυμίαι θαρροῦντας ἐλθεῖν ἐπὶ τὴν τοιαύτην ἐξέτασιν, οὐκ ἀνεξο‐ μένης δὲ εἴ τις κελεύειν μᾶλλον ἢ συμβουλεύειν καὶ συμβουλεύεσθαι περὶ τῶν τοιούτων ἐθέλοι. ὥστε ἥκειν δεῖ σου τὴν εὐλάβειαν κατὰ τὸν χρόνον ὃν τὰ ἕτερα δηλοῖ γράμματα πρὸς ἅπαντας ἀπεσταλμένα τοὺς τῶν μητροπόλεων ἐπισκόπους, καὶ τὴν παρ’ ἡμῶν σχέσιν μὴ ἄλλως ἀνακτήσασθαι προσδοκᾶν, εἰ μὴ πᾶν μὲν λυπηρὸν καὶ ταραχῶδες παύσειας, ἐπὶ
20δὲ τὴν τῶν ζητουμένων ἔρευναν ἔλθοις ἐθελοντί. καὶ γὰρ ἂν οὕτως δόξειας οὔτε οἰκείαι πεπληγμένος λύπηι οὔτε τινὶ δυσμεναίνων παρὰ τὸ προσῆκον τά τε ἤδη γεγονότα σκληρῶς μὲν καὶ παραλόγως, ὅμως δὲ ὑπὲρ δόξης πεποιηκέναι καὶ τὰ ἑξῆς ἐνδίκως ἐθέλειν·
οὐ γὰρ ἑτέρως ἂν ἐθέλοντος ἀνεξόμεθα.

1,1,1

75

(3)

Τῶι ἀγαπητῶι ἀδελφῶι Κυρίλλωι Κελεστῖνος. Τῆι ἡμετέραι στυγνότητι τὰ διὰ τοῦ υἱοῦ ἡμῶν Ποσειδωνίου τοῦ διακόνου ἀποσταλέντα παρὰ τῆς σῆς ἁγιότητος γράμματα
5ἀπέδωκεν εὐθυμίαν καὶ ἀντικατηλλαξάμεθα τὸ ἧδον πρὸς τὸ λυποῦν. ἀποβλέποντες γὰρ καὶ ἐννοοῦντες ἅπερ εἶπεν ὁ τὴν ἐν Κωνσταντινουπόλει ἐκκλησίαν διεστραμμέναις προσομιλίαις ταράττειν ἐπιχειρῶν, οὐ σμικρῶι κατ’ αὐτὴν τὴν ψυχὴν πεπληγμένοι πόνωι διαφόροις σκέ‐ ψεων κέντροις βασανιζόμεθα ἐννοοῦντες ὅπως βοηθηθεῖεν εἰς τὸ ἐμμένειν τῆι πίστει· ὡς δὲ τὴν ἡμετέραν διάνοιαν εἰς τὰ παρὰ τῆς σῆς ἀδελφότητος γραφέντα μετεστήσαμεν,
10ὤφθη ἡμῖν εὐθὺς ἑτοιμοτάτη θεραπεία, δι’ ἧς ἡ λοιμώδης νόσος ὑγιεινῶι φαρμάκωι ἀπελα‐ θείη, φημὶ δὴ τὴν τῆς καθαρᾶς πηγῆς ἔκροιαν τὴν ἀπὸ τοῦ λόγου τῆς σῆς ἀγάπης ἐκρέ‐ ουσαν, δι’ οὗ πᾶσα καθαριεῖται ἡ ἰλὺς τοῦ κακῶς διαχεομένου ῥείθρου καὶ πᾶσιν ἀνοίγεται ὁ τρόπος τῆς δεούσης περὶ τὴν ἡμετέραν πίστιν ἐννοίας. ὥσπερ οὖν ἐκεῖνον καὶ στίζο‐ μεν καὶ μεμφόμεθα, οὕτως τὴν σὴν ἁγιότητα ὥσπερ παροῦσαν ἐν τοῖς ἰδίοις γράμμασιν
15τῆι τοῦ κυρίου ἀγάπηι περιπλεκόμεθα, ὁρῶντες ὅτι ἓν καὶ τὸ αὐτὸ περὶ τοῦ δεσπότου φρο‐ νοῦμεν. καὶ θαυμαστὸν οὐδὲν τὸν προνοητικώτατον τοῦ κυρίου ἱερέα ὑπὲρ τοῦ τῆς πίστεως ἔρωτος τοιαύτηι διαμάχεσθαι ἀρετῆι, ὥστε τῆι ἀτόπωι τῶν ἐναντίων τόλμηι ἀν‐ θίστασθαι καὶ τοὺς ἑαυτῶι ἐμπεπιστευμένους τοιαύταις ὑπομνήσεσι βεβαιοῦν. ὥσπερ τοί‐ νυν ἐκεῖνα ἡμῖν πικρά, οὕτω ταῦτά ἐστιν ἡδέα· ὥσπερ ἐκεῖνα ἰλυώδη, οὕτω ταῦτα
20καθαρά. καὶ χαίρομεν τοσαύτην ἐνεῖναι τῆι σῆι εὐλαβείαι γρηγόρησιν, ὡς ἤδη σε νενικη‐ κέναι τὰ ὑποδείγματα τῶν σου προηγησαμένων, γενομένων ἀεὶ καὶ αὐτῶν ἐκδίκων τοῦ ὀρθοδόξου δόγματος. ἀληθῶς ἐπὶ σοῦ ἁρμόσει ἡ εὐαγγελικὴ μαρτυρία ἡ λέγουσα· ὁ ποιμὴν ὁ ἀγαθὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν ἰδίων προβάτων. ἀλλ’ ὥσπερ σὺ ποιμὴν ἀγαθός, οὕτως ἐκεῖνος οὐδὲ ὡς κακὸς μισθωτὸς κατηγορεῖσθαι ἄξιος,
25ὃς οὐ διὰ τοῦτο διαβάλλεται ὡς τὰ ἑαυτοῦ καταλιπὼν πρόβατα, ἀλλ’ ὅτι ηὑρέθη αὐτὸς διασπαράττων αὐτά. προσθεῖναι δὲ καὶ ἡμεῖς τινὰ ἐμέλλομεν, ἀγαπητὲ ἀδελφέ, εἰ μὴ ἑωρῶμέν σε τὰ αὐτὰ φρονοῦντα πάντα ἅπερ φρονοῦμεν ἡμεῖς, καὶ ἐν τῆι βεβαιώσει τῆς πίστεως ἐδοκιμάζομέν σε ἔκδικον ἰσχυρότατον. ἀπεδόθη γὰρ ἡμῖν πάντα κατὰ τάξιν
παρὰ τοῦ υἱοῦ ἡμῶν Ποσειδωνίου τοῦ διακόνου ὅσα περὶ τούτου τοῦ πράγματος ἡ σὴ

1,1,1

76

ἁγιότης γεγράφηκεν. πάντα τὰ δίκτυα τῆς δολερᾶς προσομιλίας ἐγύμνωσας καὶ οὕτως τὴν πίστιν ὠχύρωσας, ὡς μὴ δύνασθαι τὴν καρδίαν τῶν τῶι Χριστῶι καὶ θεῶι ἡμῶν πιστευ‐ όντων εἰς ἕτερον ἑλκυσθῆναι μέρος. μέγας οὗτός ἐστι τῆς ἡμετέρας πίστεως θρίαμβος τὸ καὶ ἀποδεῖξαι τὰ ἡμέτερα οὕτως ἰσχυρῶς καὶ νενικηκέναι τὰ ἐναντία διὰ τῆς τῶν θείων
5γραφῶν μαρτυρίας. τί λοιπὸν διαπράξεται ἢ ποῦ ἑαυτὸν ἐκεῖνος περιστρέψει; ὃς γενόμε‐ νος ἐραστὴς ἀσεβοῦς νεωτερισμοῦ, ὡς ἐβούλετο ταῖς ἑαυτοῦ μᾶλλον ἐννοίαις δουλεύειν ἢ τῶι Χριστῶι, τὸν ἐμπιστευθέντα ἑαυτῶι δῆμον βλάψαι ἠθέλησε τῶι τῆς ἰδίας προσομιλίας δηλητηρίωι, δέον καὶ ἀναγνῶναι τοῦτο καὶ κατέχειν ὅτι τὰ μάταια ζητήματα καὶ μὴ προκόπ‐ τοντα εἰς ὑγίειαν, ἀλλὰ χωροῦντα εἰς ψυχῶν ἀπώλειαν φεύγειν μᾶλλον ἢ ἐπιζητεῖν δεῖ.
10ἀλλ’ ὅμως εἰς κρημνοὺς αὐτὸν ἐπειγόμενον, μᾶλλον δὲ ἤδη ἐν αὐτῶι τῶι κρημνῶι ὅθεν πεσεῖται, διάγοντα, εἴ γε δυνάμεθα, ἀνακαλεῖσθαι ὀφείλομεν, μὴ τὴν πτῶσιν αὐτοῦ τῶι μὴ βοηθεῖν προσωθήσωμεν. ὁ Χριστὸς ὁ θεὸς ἡμῶν, ὧι ἐπάγεται ζήτησις περὶ τῆς ἰδίας γεννήσεως, ἐδίδαξεν ἡμᾶς κάμνειν ὑπὲρ προβάτου ἑνός, θέλων καὶ διὰ τῶν ἰδίων ὤμων ἀνακαλεῖσθαι, μὴ ἐκκέηται τῶι λύκωι εἰς ἁρπαγήν· εἶτα ὁ διδάξας ἡμᾶς οὕτως δραμεῖν ὑπὲρ
15σωτηρίας προβάτου ἑνός, πῶς ἄρα ἡμᾶς κάμνειν βούλεται ὑπὲρ αὐτοῦ τοῦ τῶν προβάτων ποιμένος; ὃς τῆς προσηγορίας ταύτης καὶ τοῦ ἐπαγγέλματος ἐπιλελησμένος αὐτὸς ἑαυτὸν εἰς ἁρπαγὴν λύκου μετήλλαξεν, ἐπιθυμῶν ἀπολέσαι τὴν ἀγέλην ἣν αὐτὸς ὤφειλε συντηρῆσαι. τοῦτον οὖν ἡμεῖς ἀπὸ τῆς περικλείσεως τῶν ἀμνῶν ἀποκινῆσαι ὀφείλομεν, ἐὰν μὴ αὐτόν, ὡς θέλομεν, διορθωσώμεθα. εἴη ἔτι συγγνώμης ἐλπὶς διορθουμένωι· θέλομεν γὰρ ἵνα
20ὑποστρέψηι καὶ ζήσηι, εἰ μὴ αὐτὸς τὴν ζωὴν τῶν ἐμπεπιστευμένων ἑαυτῶι ἀπολέσειεν· εἴη δέ τις φανερὰ ἀπόφασις κατ’ αὐτοῦ ἐμμένοντος. ἐκκοπτέον γὰρ τὸ τοιοῦτον τραῦμα, δι’ οὗ οὐχ ἓν μέλος βλάπτεται, ἀλλὰ πᾶν τὸ σῶμα τῆς ἐκκλησίας τιτρώσκεται. τί γὰρ ποιεῖ μετὰ τῶν ἀλλήλοις ὁμονοούντων, ὃς μόνος ἑαυτῶι φρονεῖν δοκῶν ἀπὸ τῆς ἡμετέρας διχονοεῖ πίστεως; ὅθεν μενέτωσαν ἐν τῆι κοινωνίαι οὓς αὐτὸς ἀντιλέγοντας αὐτῶι ἀπε‐
25κίνησε τῆς κοινωνίας, καὶ γινωσκέτω ὅτι αὐτὸς τὴν ἡμετέραν κοινωνίαν ἔχειν οὐ δύναται, ἐὰν ἐν ταύτηι τῆι τῆς διαστροφῆς ὁδῶι παραμείνηι ἐναντιούμενος τῆι ἀποστολικῆι διδαχῆι.
συναφθείσης σοι τοίνυν τῆς αὐθεντίας τοῦ ἡμετέρου θρόνου, τῆι ἡμετέραι διαδοχῆι χρη‐

1,1,1

77

σάμενος ταύτην ἐκβιβάσεις ἀκριβεῖ στερρότητι τὴν ἀπόφασιν ἵνα ἢ ἐντὸς δέκα ἡμερῶν ἀριθμουμένων ἀπὸ τῆς ἡμέρας τῆς ὑπομνήσεως ταύτης τὰ κακὰ κηρύγματα ἑαυτοῦ ἐγγρά‐ φωι ὁμολογίαι ἀθετήσηι καὶ ἑαυτὸν διαβεβαιώσηται ταύτην κατέχειν τὴν πίστιν περὶ τῆς γεννήσεως τοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἣν καὶ ἡ Ῥωμαίων καὶ ἡ τῆς σῆς ἁγιότητος ἐκ‐
5κλησία καὶ ἡ καθόλου καθοσίωσις κατέχει, ἢ ἐὰν μὴ τοῦτο ποιήσηι, εὐθὺς ἡ σὴ ἁγιότης ἐκείνης τῆς ἐκκλησίας προνοησομένη μάθηι αὐτὸν παντὶ τρόπωι ἀπὸ τοῦ ἡμετέρου σω‐ ματίου ἀποκινητέον, ὃς οὔτε τῶν θεραπευόντων ἴασιν ἠθέλησε καταδέξασθαι καὶ εἰς ἀπώ‐ λειαν αὐτοῦ τε καὶ πάντων τῶν αὐτῶι ἐμπεπιστευμένων καθὼς λοιμώδης ἠπείχθη. Τὰ δὲ αὐτὰ ἐγράψαμεν πρὸς τοὺς ἁγίους ἀδελφοὺς καὶ συνεπισκόπους ἡμῶν Ἰωάννην
10Ῥοῦφον Ἰουβενάλιον καὶ Φλαβιανόν, ἵνα φανερὰ ἦι ἡ περὶ αὐτοῦ ἡμῶν, μᾶλλον δὲ ἡ τοῦ Χριστοῦ ἡμῶν θεία ἀπόφασις.
14Τῶι ἀγαπητῶι ἀδελφῶι Νεστορίωι Κελεστῖνος. Ἐφ’ ἡμέρας τινὰς τῆς ζωῆς ἡμῶν
15μετὰ τὸ ἀνόσιον καὶ πολλάκις κατακριθὲν δόγμα Πελαγίου καὶ Κελεστίου ἡ καθολικὴ πίστις εἰρήνευσεν, ὁπότε ἐκείνους μετὰ τῶν ἑπομένων τῆι δόξηι αὐτῶν ἥ τε Ἀνατολὴ καὶ ἡ Δύσις ἀκοντίωι συμφωνούσης ἀποφάσεως ἔπληξεν. αὐτίκα ὁ τῆς ἁγίας μνήμης Ἀττικὸς ὁ δι‐ δάσκαλος τῆς καθολικῆς πίστεως καὶ ἀληθῶς τοῦ μακαρίου Ἰωάννου καὶ εἰς ταῦτα διάδοχος οὕτως ἐκείνους ἐδίωξεν ὑπὲρ τοῦ κοινοῦ βασιλέως, ὥστε αὐτοῖς μηδὲ τοῦ ἐκεῖ ἑστάναι ἄνε‐
20σιν συγχωρηθῆναι. ἔσχεν ἡμᾶς μετὰ τὴν ἐκείνου ἔξοδον οὐχ ἡ τυχοῦσα φροντὶς ἐκδεχομένους πότερον ὁ ἐκεῖνον διαδεξόμενος εἴη αὐτοῦ καὶ εἰς τὴν πίστιν διάδοχος, ἐπειδὴ δυσχερές ἐστιν ἐ‐ κτείνεσθαι τὰ καλά· πολλάκις γὰρ ἑαυτὰς ἀμοιβαδὸν αἱ ἐναντιότητες διαδέχονται. ἀλλ’ ἐσχήκαμεν μετ’ ἐκεῖνον· τὸν μέλλοντα ἡμᾶς ταχέως καταλιπεῖν τὸν ἅγιον Σισίνιον εὐδοκι‐ μήσαντα ἐπί τε ἁπλότητι καὶ ἁγιότητι κοινωνόν, αὐτὴν τὴν πίστιν ἣν εὗρε, κηρύττοντα.
25ἀνεγνώκει δηλαδὴ ἡ ἁπλῆ ἐκείνη εὐλάβεια καὶ εὐλαβὴς ἁπλότης δεῖν μᾶλλον φοβεῖσθαι ἢ

1,1,1

78

ἰδίας συνέσεως βάθος ζητεῖν, καὶ ἀλλαχοῦ· μὴ δεῖν ἀνερευνᾶν τὰ βαθύτερα, καὶ πάλιν· εἴ τις ἄλλο κηρύξειεν παρ’ ὃ ἐκηρύξαμεν, ἀνάθεμα εἴη. ἀλλὰ καὶ τούτου ἐκ τοῦ κόσμου μεθισταμένου, ὡς ἡ ἡμετέρα φροντὶς ἐπὶ τοσοῦτον ἑαυτὴν ἐξέτεινεν, ἐφ’ ὅσον ὁ κύριος ἐπέτρεψεν, ἐχαροποίησεν ἡμῶν τὴν ψυχὴν ἡ διήγησις τῶν ἐρχομένων ἀγγέλων, ἣν εὐθέως
5ἐβεβαίωσεν ἡ τῶν ἡμετέρων κοινωνῶν ἀναφορὰ τῶν παραγενομένων τῆι σῆι χειροτονίαι, οἵτινες τοσοῦτόν σοι ἐμαρτύρησαν ὅσον ἐχρῆν τῶι ἀλλαχόθεν ἐπιλεχθέντι. μετὰ τοσαύτης πρότερον ὑπολήψεως ἔζησας, ὥστε καὶ ἐφθόνησε τοῖς σοῖς ἀλλοτρία πόλις· μετὰ τοσαύτης δὲ νῦν ἀτοπίας φευκτέον σεαυτὸν παρεσκεύασας, ὡς τοὺς σοὺς ἐν ἀλλοτρίοις ὁρᾶν ὅπως ἀπηλλάγησαν. πρώην ἐδεξάμεθα τὰς σὰς ἐπιστολάς, αἷς ἐν στενῶι οὐκ ἠδυνήθημεν
10ἀποκρίνασθαι· ἔδει γὰρ τὸν λόγον εἰς Ῥωμαικὸν μεταβληθῆναι. ὅπερ ὡς βραδέως διὰ τὴν ἀνάγκην ποιοῦμεν, ἐδεξάμεθα τοιαῦτα περὶ σοῦ γράμματα τοῦ ἁγίου ἀδελφοῦ καὶ συνεπισκόπου μου Κυρίλλου τοῦ δοκιμωτάτου ἱερέως διὰ τοῦ υἱοῦ μου Ποσειδωνίου τοῦ διακόνου, ἀφ’ ὧν σφόδρα ἐλυπήθημεν ἀπολωλέναι τῶν περὶ σοῦ ἀνενεγκόντων τὴν μαρτυρίαν. καλὰς γάρ σου τὰς ἀρχὰς κακή, ὡς ὁρῶμεν, ἀπόβασις διεδέξατο, καλὰς φημὶ ἀρχὰς τὰς παρ’
15ἡμῖν οὕτω φημισθείσας, ὡς δεῖξαι ἡμᾶς ἐν τῆι ἀποκρίσει τῆι πρὸς τὴν ἀναφορὰν τῶν ἀδελφῶν ὅπως ἦμεν κοινωνοὶ τῆς χαρᾶς· ἀλλὰ νῦν ἐννοοῦντες καὶ τὴν περὶ σοῦ μέμψιν τοῦ προειρημένου ἀδελφοῦ καὶ τὰς σὰς ἐπιστολὰς ἑρμηνευθείσας, αἵτινες φανερὰς περιέχουσι βλασφημίας, ὁρῶμεν ὅτι λεκτέον παρ’ ἡμῶν τὸ ἀποστολικὸν ἐκεῖνο· ἤθελον ἀλλάξαι μου τὴν φωνήν, ὅτι καταισχύνομαι ἐν ὑμῖν. μᾶλλον δὲ ἤλλαξα, εἰ μὴ ἑαυτὸν ἀπὸ τοῦ
20κρημνοῦ ἀνακαλέσειεν ὁ ἀσεβὴς προσομιλητής· ἀνάγκη γάρ ἐστιν ἵνα ἀφ’ ἡμῶν αὐτῶν τὸ κακόν, ὥσπερ ἐκελεύσθη, ἀποστήσωμεν. Ἀνέγνωμεν τοίνυν τῶν ἐπιστολῶν τὸ ὕφος καὶ τὰς βίβλους τοῦ μεγαλοπρεπεστάτου ἀνδρὸς τοῦ υἱοῦ ἡμῶν Ἀντιόχου ἀποδιδόντος ὑπεδεξάμεθα. ἐπὶ ταύταις ἀνιχνευθεὶς μὲν ἡμῖν καὶ εὑρεθεὶς καὶ κατασχεθείς, πολυλαλίαι τινὶ ἐξωλίσθανες, τἀληθῆ τοῖς σκοτεινοῖς ἐγ‐
25καλύπτων καὶ πάλιν συγχέων ἑκάτερα τῶι ὁμολογεῖν μὲν τὰ ἀρνηθέντα, ἐπιχειρεῖν δὲ ἀρνεῖσθαι τὰ ὡμολογημένα· ἐν δὲ ταῖς σαῖς ἐπιστολαῖς φανερὰν ἀπόφασιν οὐχ οὕτως περὶ τῆς ἡμετέρας πίστεως ὡς περὶ σεαυτοῦ ἐξήνεγκας, θέλων περὶ τοῦ θεοῦ λόγου ἄλλως κηρῦξαι ἤπερ ἡ πάντων πίστις ἔχει. ἰδοὺ νῦν εἰς οἵαν καλούμεθα ἀπόφασιν περὶ σοῦ· ἰδοὺ οἷαί εἰσιν αἱ εὐεργεσίαι τῶν σῶν καινοτήτων. ἀφ’ οὗ ἀγνοούμενος μὲν ἐπελέχθης, γνωσθεὶς δὲ κατηγορήθης, λοιπὸν
30μετὰ τοῦ τῶν ἐθνῶν διδασκάλου λεκτέον· τί γὰρ εὐξόμεθα ὡς χρή, οὐκ ἴσμεν. ἆρα οὐ ταῦτα τὰ ῥήματα ἐκείνηι τῆι ἐκκλησίαι πρέπει, ἥτις δεδοκιμασμένων ἐν αὐτῆι ἀνθρώπων κατε‐
φρόνησεν, ἀκολουθήσασα τῆι σῆι φήμηι, οὐ τῆι γνώσει; ἠπατήθη ἡ ὑπόνοια τῶν καλῶς

1,1,1

79

περὶ σοῦ πιστευσάντων. τίς γὰρ ἐντὸς προβατείου μαλλοῦ ἅρπαγα κεκρύφθαι λύκον νομίσειε; φωνή ἐστιν αὐτοῦ τοῦ ἀποστόλου δεῖν καὶ αἱρέσεις εἶναι, ἵνα οἱ δεδοκιμασμένοι φανεροὶ ὦσιν. ἄνοιγέ σου τὰς ἀκοὰς καὶ τούτου τοὺς πρὸς Τιμόθεον καὶ Τίτον ἄκουε λόγους· τί ἄλλο κελεύει ἢ ἵνα τὰς βεβήλους καινότητας τῶν φωνῶν ἀποστρέφωνται; ταῦτα
5γὰρ εἰς ἀσέβειαν προχωρεῖ, ἅπερ ἀεὶ ἀκάνθας καὶ τριβόλους ποιεῖ. τὸν δὲ Τιμόθεον καὶ παρακεκληκέναι αὐτόν φησιν, ἵνα τῆι Ἐφέσωι παραμένων παραγγείληι τισὶ μή τις ἄλλο κηρύξηι. πρὸ ὀφθαλμῶν μοί ἐστι τὰ ῥήματα Ἱερεμίου τοῦ προφήτου· φοβερά, φησίν, ἐγένετο ἐπάνω τῆς γῆς· οἱ προφῆται ἀδικίαν προφητεύουσι. ταῦτα, εἰπέ μοι, ὡς ἄγνωστα σε παρέρχεται ἢ ὡς ἐγνωσμένων καταφρονεῖς; εἰ μὲν ὡς ἄγνωστά σε παρέρ‐
10χεται, μὴ αἰδεσθῆις μαθεῖν τὸ ὀρθόν, ὡς οὐκ ἐφοβήθης τὸ διεστραμμένον διδάξαι· εἰ δὲ ὡς ἐγνωσμένων καταφρονεῖς, νόει ὅτι ἀναπολόγητά σοι ἔσται, ὅταν ἀπὸ σοῦ τοῦ ἐπιτρα‐ πέντος σοι ταλάντου τὸν λόγον ἐκεῖνος ἐπιζητήσηι, ὃς δι’ ἡμῶν ἀπὸ τούτου τοῦ ἁγίου δανείσματος ἑαυτοῦ ἀεὶ κέρδος ἐκδέχεται. ὅρα οἵα τιμωρία ἐκεῖνον μένει τὸν κρύψαντα ὅπερ εἰλήφει, ἔτι γε μὴν τὸν ὁλόκληρον ἀποκαταστήσαντα ὅπερ εἰλήφει. ὅθεν φανερῶς
15πρόσεχε ὅσος καὶ οἷος ὁ κίνδυνος μηδὲ ὅπερ ἔλαβες, ἀποδιδόναι. ἆρα σὺ τῶι δεσπότηι ἡμῶν ἐρεῖς· οὓς δέδωκάς μοι, ἐφύλαξα, ὁπότε οὕτως ἀκούομεν σχίζεσθαι εἰς μέρη τὴν ἐκκλησίαν αὐτοῦ; μεθ’ οἵας συνειδήσεως ζῆις, σχεδὸν ὑπὸ πάντων τῶν ἐν ταύτηι τῆι πόλει καταλειφθείς; ηὐχόμην αὐτοὺς τότε μᾶλλον γεγενῆσθαι ἀσφαλεῖς ἢ νῦν εἰσιν, ὅτε ἑαυτοῖς ἐπιζητοῦσι βοήθειαν. πόθεν σοι εἰς τοιαῦτα ζητήματα ἰθύνειν λόγους, ἅπερ ἐν‐
20νοεῖν βλάσφημον; πόθεν ἐπισκόπωι ταῦτα εἰς δήμους κηρύττειν, δι’ ὧν τὸ σέβας τοῦ παρθενικοῦ τόκου τιτρώσκεται; οὐκ ὀφείλουσι τῆς ἀρχαίας πίστεως τὴν καθαρότητα βλάσφημοι εἰς τὸν θεὸν λόγοι διαταράξαι. τίς πώποτε οὐκ ἄξιος τοῦ ἀναθεματισθῆναι ἐκρίθη ἢ ἀφαιρῶν τι ἢ προστιθεὶς τῆι πίστει; τὰ γὰρ μεστῶς καὶ φανερῶς παραδοθέντα ἡμῖν παρὰ τῶν ἀποστόλων οὔτε προσθήκην οὔτε μείωσιν ἐπιδέχεται. ἀνέγνωμεν ἐν ταῖς
25βίβλοις ἡμῶν μήτε προστιθέναι δεῖν μήτε ἀφαιρεῖν· μεγίστη γὰρ καὶ τὸν προστιθέντα καὶ τὸν ἀφαιροῦντα τιμωρία δεσμεῖ. Ὅθεν καυτῆρα καὶ σίδηρον ἑτοιμάζομεν, ἐπειδήπερ ἑτέρως οὔκ ἐστι καταντλητέα τὰ τραύματα, ἅπερ ἐστὶ λοιπὸν ἀποκοπῆς ἄξια· ἴσμεν γὰρ τὰ μέγιστα ἐλαττώματα μετὰ μεί‐ ζονος ἀεὶ πόνου θεραπευόμενα. ἀλλὰ μεταξὺ πολλῶν ἅπερ παρὰ σοῦ ἀσεβῶς κηρυτ‐
30τόμενα ἡ καθόλου ἀπωθεῖται ἐκκλησία, κλαίομεν μάλιστα τὸ ταῦτα τὰ ῥήματα παρὰ σοῦ
ἐπῆρθαι ἀπὸ τοῦ συμβόλου, ἅπερ ἡμῖν πάσης ζωῆς καὶ σωτηρίας ἐπαγγέλλεται τὴν ἐλπίδα.

1,1,1

80

ὅπερ διὰ τί γίνεται, λαλοῦσιν αἱ ἐπιστολαί σου, περὶ ὧν οὐδεμία ἀμφιβολία ἐστίν, ἐπειδὴ ταύτας αὐτὸς ἀπέστειλας, ἃς οὐκ ἠβουλόμεθα ἐληλυθέναι εἰς ἡμετέρας χεῖρας, μὴ ἀναγ‐ κασθῶμεν δικάσαι περὶ τοῦ εἴδους τοῦ τηλικούτου μύσους. πασῶν τῶν διαλέξεών σου τὰς ὁδοὺς ὁ βραχὺς ἐκείνων περιέκλεισε λόγος· ἥπλωσας σεαυτὸν πλατύτερον καὶ πολλαῖς στροφαῖς
5περιῆλθες, ὀψὲ δὲ ὅμως διὰ διαφόρων ὁδῶν εἰς τὸν ἀσεβῆ ὅρον ἔφθασας. ἴσμεν τί ἐκεῖνος διέταξεν ὁ κελεύσας φεύγειν τὰς ἔριδας καὶ τὰς μάχας τὰς περὶ τοῦ νόμου· εἰσὶ γάρ, φησίν, ἄχρηστοι καὶ μάταιαι. ὅπερ τοίνυν ἄχρηστον καὶ μάταιον κρίνεται, οὐδεὶς ἀμφιβάλλει μακρὰν εἶναι ὠφελείας. τοιγαροῦν εἰ καὶ ὁ ἀδελφὸς Κύριλλος ἤδη σε διὰ δευτέρων ἐπιστολῶν μεθοδευθῆναί φησι, θέλω σε τοῦτο νοεῖν ὅτι μετὰ τὴν πρώτην καὶ
10δευτέραν ἐκείνου καὶ ταύτην τὴν ἡμετέραν ἐπιτίμησιν, ἣν δῆλόν ἐστιν εἶναι λοιπὸν τρίτην, παντελῶς ἀπὸ τοῦ συνεδρίου ἡμῶν καὶ τῆς τῶν Χριστιανῶν συνόδου ἀπεκλείσθης, ἐὰν μὴ εὐθέως τὰ κακῶς εἰρημένα διορθωθῆι, ἐὰν μὴ εἰς ταύτην τὴν ὁδὸν ἐπανέλθηις, ἣν ἑαυ‐ τὸν ὁ Χριστὸς εἶναι μαρτύρεται. κακῶς κατὰ τούτου ὅπλα κατ’ ἀνελπιστίαν ἐκίνησας, ὃς ἐπάνω σε τῶν οἰκετῶν ἑαυτοῦ ὡς πιστὸν καὶ συνετὸν δοῦλον ἐπέτρεψε πρότερον
15καταστῆναι. ἀπώλετό σοι ἡ ὑπὲρ τῆς τοιαύτης ὑπηρεσίας ἐπαγγελθεῖσα μακαριότης· οὐ γὰρ μόνον τροφὴν οὐ παρέχεις ἐν καιρῶι, ἀλλὰ καὶ δηλητηρίωι ἀναιρεῖς οὓς ἐκεῖνος τῶι ἰδίωι αἵματι καὶ τῶι ἰδίωι θανάτωι ἐκέρδανε. δηλητήριον γὰρ ὑπὸ τοῖς σοῖς χείλεσίν ἐστι ταῦτα ἅπερ κατάρας καὶ πικρότητος μεστὰ καθορῶμεν, ὁπότε κατὰ τοῦ ὄντος ἡδέος ἐπιχειρεῖς διαλέγεσθαι. ποῦ ἐστιν ἡ ποιμενικὴ ἐπιμέλεια; ποιμὴν ἀγαθὸς τὴν ψυχὴν
20αὐτοῦ τίθησιν ὑπὲρ τῶν ἰδίων προβάτων, μισθωτὸς δέ ἐστιν, ὃς ταῦτα τοῖς λύκοις καταλιμπάνει καὶ παραδίδωσι. τί δὲ σύ, ὦ ποιμήν, ἐνταῦθα πράξεις, ὅτε τὴν δεσπο‐ τικὴν ἀγέλην ἀντὶ λύκων αὐτὸς διασπαράττεις; εἰς ποίους λοιπὸν φραγμοὺς ἡ δεσπο‐ τικὴ ἀγέλη καταφυγεῖν δύναται, εἰ ἐντὸς τῶν ἐκκλησιαστικῶν περιβόλων τιτρώσκεται; ἢ ποίαι παραφυλακῆι ἀσφαλὴς ἔσται, ὁπότε σε φάσκει ἀντὶ φύλακος ἅρπαγα; καὶ ἄλλα,
25φησὶν ὁ κύριος, ἔχω ἅπερ οὔκ ἐστιν ἀπὸ τούτου τοῦ προβατεῶνος κἀκεῖνα δεῖ με ἀγαγεῖν. ἐκεῖνος ἄλλα ἐπαγγέλλεται ἀγαγεῖν, σοὶ δὲ ἅπερ εἶχες, ἀπόλλυται, εἰ καὶ τὰ μάλιστα φανε‐ ρόν ἐστιν, ὁσάκις ταῦτα συμβαίνει, οὐ τὰ πρόβατα τοῖς ποιμέσιν, ἀλλὰ μᾶλλον τοῖς προ‐ βάτοις τοὺς ποιμένας ἀπόλλυσθαι. καὶ τὴν φωνήν μου, φησίν, ἀκούσονται. διὰ τί; ἵνα γένηται μία ἀγέλη. πρὸς τὴν ἐκείνου φωνὴν μία ἀγέλη γίνεται, πρὸς δὲ τὴν σὴν
30ἢ βλάπτεται ἢ φυγαδεύεται. σκληρόν ἐστιν ἵνα ἐπὶ σοῦ ἁρμόσηι τὰ ῥήματα τοῦ μακαρίου Παύλου ἀπὸ τῶν Πράξεων τῶν ἀποστόλων· ἐγώ, φησίν, οἶδα ὅτι εἰσελεύσονται μετὰ τὴν ἐμὴν ἀναχώρησιν λύκοι βαρεῖς καθ’ ὑμῶν, μὴ φειδόμενοι τῆς ἀγέλης· ἀφ’ ὑμῶν ἀνα‐
στήσονται ἄνθρωποι λαλοῦντες διεστραμμένα, ἵνα ἀγάγωσι τοὺς μαθητὰς ὀπίσω αὐτῶν.

1,1,1

81

ταῦτα ἠβουλόμεθα παρὰ σοῦ ἄλλοις ἢ σοὶ εἰρῆσθαι· διδακτέα γὰρ ἦν παρὰ σοῦ, οὐ μαθη‐ τέα σοι ἅπερ λέγομεν. τίς γὰρ φέρει διδάσκεσθαι ἐπίσκοπον ὅπως ὀφείλει εἶναι Χρι‐ στιανός; ἐπιμελῶς πρόσεχε εἰς οἵαν αἵρεσιν κέκλησαι· προκαλῆι, διαβάλληι, κατηγορῆι. τί τούτων ἱερεῖ πρέπει; σκληροῖς σκληρὰ ἀπόκρισις, εἴ τις ἄρα ἐστὶν ἄμυνα λόγοις τιμωρεῖσθαι
5τὰ βλάσφημα. ἢ ὑπολαμβάνεις ὅτι ἡμεῖς σου φεισόμεθα, ὁπότε τῆς ἑαυτοῦ ψυχῆς αὐτὸς οὐ φείδηι; ὃς πάντας θέλεις τοὺς φθάσαντας καὶ τοὺς παρόντας καὶ τοὺς μέλλοντας ἀφαιρεῖσθαι τὴν εὐεργεσίαν τῆς σωτηρίας. διώκω δηλονότι τοὺς ἐχθροὺς τοῦ καλοῦ δεσπότου μου δοῦ‐ λος πιστός, ὁπότε φησὶν ὁ προφήτης τελείωι μίσει τούτους μισεῖν· ὑπομιμνήσκομαι πάλιν ἄλλου λαλοῦντος ἵνα μὴ φείσωμαι. τίνι ἐγὼ ἐνταῦθα προσχῶ; τίνι δὲ τιμήν τινα φυλά‐
10ξω, ὁπότε τοῦτο ὁρῶ πραττόμενον, ἵνα μοι ἀρθῆι ἡ ἁπάσης ἐλπίδος ὑπόθεσις; αὐτοῦ τοῦ κυρίου ἐν τῶι εὐαγγελίωι ῥήματά ἐστιν οἷς φησιν μὴ πατέρα μὴ μητέρα μὴ τέκνα μή τινα συγγένειαν ὀφείλειν αὐτοῦ προτιμᾶσθαι. ἔστι γὰρ πολλάκις τοιαύτη εὐσέβεια ἀφ’ ἧς ἀσέ‐ βεια τίκτεται, ὅτε, νικώσης τῆς κατὰ σάρκα διαθέσεως, ἐκείνης τῆς ἀγάπης, ἥτις ἐστὶν ὁ θεός, ἡ σωματικὴ ἀγάπη προκρίνεται. δι’ ἣν πολλάκις [μὲν] τιμῶμέν τινας· ἀλλ’ ὅτε κατ’
15ἐκείνου ἐστίν, ὅς ἐστιν αὐτὴ ἡ ἀγάπη, ἀνάγκη λοιπὸν κἀκείνας τὰς ἐννοίας ἐκβάλλεσθαι, ὧν ὁ ἀρχηγὸς εἰς δίκην καλεῖται. ἐξυπνίσθητι ὀψέ ποτε· οὐ γὰρ λεκτέον ταύτας ἐγρη‐ γόρσεις ἃς ἀπονέμεις οὐ τῆι φυλακῆι, ἀλλὰ τῆι ἁρπαγῆι. ἠβουλόμεθά σε ἐν τούτωι ὧι κηρύττεις, κοιμᾶσθαι καὶ ἐγρηγορέναι ἐν τούτωι καθ’ οὗ πολεμεῖς· τί δὲ λέγω; φορητό‐ τερον ἦν ἡμῖν, εἰ ἐκοιμῶ εἰς ἑκάτερον. οὐδένα ἀπώλλυες, οὐδένα ἐκέρδαινες· ἐν οὐδεμᾶι ζημίαι
20ψυχῶν ἡ ἐκκλησία ἐστύγναζεν, ἐν οὐδενὶ κέρδει ἔχαιρεν· ἤρκει αὐτῆι εἰ τῶι ἰδίωι νυμφίωι αὐτὴν ὥσπερ παρειλήφεις, καὶ παρεδίδους. ἀλλὰ τί πολλοῖς ἐμβραδύνω; λέγοντος τοῦ ἀρχιτέκτονος Παύλου, μάτην διὰ σοῦ ἐπικτισθέν τι ζητῶ, ἐν ὧι οὐχ ὁρῶ θεμέλιον. Ἀκούω βίαν ὑπομένειν τοὺς κληρικοὺς μεγίστην τοὺς καθολικῶς φρονοῦντας, οἷς ἡμεῖς κοινωνοῦμεν, ὡς λέγεσθαι αὐτοὺς καὶ τῆς πόλεως ἀποκεκλεῖσθαι. χαίρομεν ὅτι
25τὸ ἔπαθλον τῆς ὁμολογίας ἐκέρδαναν, ἀλλὰ λυπούμεθα ὅτι ἐπίσκοπος ὁ διώκων. ὁ μακάριος ἀπόστολος Παῦλος ἀπὸ διώκτου εἰς κήρυκα μετηλλάγη· νῦν δὲ μέγιστον ἀσέ‐ βημα εἰς διώκτην ἀπὸ κήρυκος μετηλλάχθαι. ἀρίθμει τοὺς πάλαι αἱρετικούς, οἵτινες τοιαύτας ζητήσεις ταῖς ἐκκλησίαις ἐπήνεγκαν. τίς πώποτε ἀπὸ τοιαύτης ἔριδος νικήσας ἀνεχώρησεν; ἔχεις τῆς πόλεως τῆς σῆς ὑπόδειγμα· Παῦλος ὁ Σαμοσατεὺς ἐπιβὰς τῆς
30Ἀντιοχέων ἐκκλησίας ὥς τινα ἐκήρυττε, συνῆξε τῶν ἰδίων σπερμάτων τὸ θέρος. τοὺς λοιποὺς τῶν κακῶν εὑρετὰς κατασχόντας τῶν ἐκκλησιῶν ἀεὶ ἡ αὐτὴ στερρότης τῆς ἀπο‐
φάσεως κατεβάλλετο· ἀλλὰ καὶ τούτους τοὺς αἱρετικούς, περὶ ὧν ἡμᾶς, ὡς τὰ κατ’ αὐτοὺς

1,1,1

82

ἀγνοῶν, ἐρωτῆσαι ἠθέλησας, ἐκ τῶν ἰδίων θρόνων ὡς ἄδικα λαλοῦντας καταδίκη δικαία ἐξέωσεν. οὓς ἐκεῖ εὑρηκέναι ἀνάπαυσιν οὐ θαυμάζομεν· εὑρήκασιν γὰρ ἀσεβὲς κήρυγμα, ὅτε ἐν συγκρίσει ἑαυτοὺς ἐνόμισαν ἀνευθύνους. ἐνταῦθα ἐπειδὴ ἡ εὐκαιρία τοῦ λόγου ἀπήιτησεν, οὐ δυνάμεθα σιωπᾶν ὅπερ θαυμάζομεν. ἀνέγνωμεν ὅπως καλῶς πιστεύεις
5περὶ τῆς κατὰ γένεσιν ἁμαρτίας καὶ ὅπως αὐτὴν τὴν φύσιν δεικνύεις εἶναι κατάχρεω καὶ τοῦτον δικαίως ἀποδιδόναι τὸ χρέος, ὃς ἀπὸ τοῦ γένους τοῦ χρεώστου κατάγεται. τί μετὰ σοῦ ποιοῦσιν οἱ κατακριθέντες, ὅτι ταῦτα ἠρνήσαντο; οὐδέποτε ἀνυπόπτως τὰ ἐναντία ἑαυτοῖς συμφωνεῖ· ἀλλὰ μὴν ἐξεβάλλοντο, εἰ καὶ σοὶ ὁμοίως ἀπήρεσκον. ὅμως διὰ τί νῦν τὰ κατ’ ἐκείνων πεπραγμένα ζητεῖται, ὁπότε δῆλόν ἐστιν ὅτι ἐκεῖθεν πρὸς ἡμᾶς
10παρὰ τοῦ τότε ἐπισκόπου τοῦ καθολικοῦ Ἀττικοῦ τὰ ὑπομνήματα ἀπεστάλη; διὰ τί μὴ ὁ τῆς ἁγίας μνήμης Σισίνιος ἐζήτησε; δηλαδή, ὅτι ἐδοκίμασεν αὐτοὺς παρὰ τοῦ προηγη‐ σαμένου δικαίως κατακεκρίσθαι. κλαιέτωσαν οἱ ἄθλιοι ἐκπεπτωκότες τῆς κατὰ ἀνθρώπους ἐλπίδος, οἵτινες εἰς μόνην τὴν κοινωνίαν διὰ μετανοίας βοηθεῖσθαι ἠδύναντο. ἰδοὺ ἤρξω μαθεῖν περὶ αὐτῶν, εἴ τι πρῶτον ἠγνόησας· ἀλλὰ τὸ σὸν πρᾶγμα μᾶλλον ἢ τὸ ἄλλων
15καθολικῆι καὶ ἐπιταχυνομένηι σκέψει θεράπευε, ὅτι ἡρμοσμένως λέγομεν· ἰατρέ, θεράπευσον σεαυτὸν ὁ βοηθεῖν ἄλλοις σκεπτόμενος. ἡ ποιότης τῆς νόσου τῆς σῆς οὔτε ἐπιδέχεται οὔτε ἐπιτρέπει δοθῆναι ἀνακωχήν. τοῦ ἱερέως τῆς Ἀλεξανδρέων ἐκκλησίας τὴν πίστιν καὶ ἐσχήκαμεν καὶ ἔχομεν δεδοκιμασμένην, καὶ σὺ δι’ αὐτοῦ ὑπομνησθεὶς τὰ αὐτὰ ἡμῖν πάλιν φρόνει, εἰ μεθ’ ἡμῶν εἶναι θέλεις. ὧι, ἀδελφέ, εἰ δίδοται παρὰ σοῦ συναίνεσις, πάντων καταγνούς,
20ὧν ἄχρι τοῦ παρόντος ἐφρόνησας, εὐθὺς ταῦτα, ὡς θέλομεν, κήρυττε, ἅπερ αὐτὸν κη‐ ρύττοντα καθορᾶις. ἡμεῖς γὰρ παρὰ τὸ πρέπον καὶ τοὺς ἱερεῖς ἀνεχόμεθα διορθωθῆναι· ἀλλ’ ὥσπερ φροντίζομεν αὐτῶν τῶι πρότερον μεθοδεύειν, οὕτως εἰ ἀποχρήσοιντο τῆι ὑγι‐ εινῆι ὑπομνήσει, ἀνάγκη ἡμᾶς βεβαιῶσαι κατ’ αὐτῶν τὴν τῆς καταδίκης ἀπόφασιν. τοῦτο δὲ ἔσται μετὰ τὸ καταγνῶναί σε τοῦ φαύλου δόγματος μεστὸν μαρτύριον τῆς διορθώσεως·
25ἀνακληθῶσι πάντες εἰς τὴν ἐκκλησίαν, οὓς δῆλόν ἐστιν ἀποκεκλεῖσθαι διὰ τὸν Χριστόν, ὅς ἐστι ταύτης κεφαλή. ἀνακληθῶσι πάντες, οὓς εἰ μὴ γίνεται ὃ λέγομεν, ὁ ἐκβλητέος ἐξέβαλεν, εἰ καὶ τὰ μάλιστα ἐν τῆι ἡμετέραι κοινωνίαι εἰσὶν εἰς οὓς ὤφθης τοιοῦτος. Καὶ πρὸς τὸν κλῆρον δὲ τῆς ἐκκλησίας τῆς κατὰ Κωνσταντινούπολιν καὶ πάντας τοὺς ἐπιγραφομένους τὸ τοῦ Χριστοῦ ὄνομα, οἷα ἀπήιτησεν ἡ ἀνάγκη, ἀπεστείλαμεν γράμματα,
30ἵνα ἐὰν ἐν τῆι τῆς διεστραμμένης διαλέξεως παραμονῆι διατελέσηις καὶ μὴ ταῦτα ἅπερ ὁ
ἀδελφὸς Κύριλλος μεθ’ ἡμῶν κηρύττει, κηρύξηις, μάθωσί σε ἀποκεχωρίσθαι τοῦ ἡμετέρου

1,1,1

83

συνεδρίου, μεθ’ ὧν σοι οὐ δύναται εἶναι κοινωνία, εἰσόμενοι καὶ τοῦτο καὶ λοιπὸν ὄντες τῶι ὑποδείγματι ἀσφαλεῖς, ὅπως τῆς ψυχῆς ἑαυτῶν προνοεῖσθαι ὀφείλουσι καθηψημένηι καὶ πεπεμμένηι κρίσει. φανερῶς τοίνυν ἴσθι ταύτην ἡμῶν εἶναι τὴν ἀπόφασιν ὡς ἐὰν μὴ περὶ τοῦ θεοῦ τοῦ Χριστοῦ ἡμῶν ταῦτα κηρύξηις ἅπερ καὶ ἡ Ῥωμαίων καὶ ἡ Ἀλεξαν‐
5δρέων καὶ πᾶσα ἡ καθολικὴ ἐκκλησία κατέχει, ὡς καὶ ἡ ἁγία ἡ κατὰ τὴν μεγάλην Κων‐ σταντινούπολιν ἐκκλησία ἕως σοῦ κάλλιστα κατέσχε, καὶ ταύτην τὴν ἄπιστον καινότητα, ἥτις ἐπιχειρεῖ χωρίζειν ἅπερ συνάπτει ἡ ἁγία γραφή, ἐντὸς δεκάτης ἡμέρας ἀριθμουμένης ἀπὸ τῆς ἡμέρας ταύτης τῆς ὑπομνήσεως φανεραῖ καὶ ἐγγράφωι ὁμολογίαι ἀθετήσηις, ἀπὸ πάσης κοινωνίας καθολικῆς ἐκκλησίας ἐκβέβλησαι. ὅνπερ τύπον πρὸς σὲ τῆς ἡμετέρας
10κρίσεως διὰ τοῦ μνημονευθέντος υἱοῦ ἡμῶν Ποσειδωνίου τοῦ διακόνου μετὰ πάντων τῶν χαρτίων πρὸς τὸν ἅγιον καὶ συνεπίσκοπόν μου τῆς μνημονευθείσης Ἀλεξανδρέων ἱερέα τὸν πρὸς ἡμᾶς περὶ τούτου αὐτοῦ ἐντελέστερον ἀνενεγκόντα ἀπεστείλαμεν, ἵνα τοποτηρῶν ἡμῖν τοῦτο πράξηι ὥστε τὸ παρ’ ἡμῶν ὡρισμένον σοί τε καὶ πᾶσι τοῖς ἀδελφοῖς φανερωθῆναι, ἐπειδὴ πάντες εἰδέναι ὀφείλουσι τὸ πραττόμενον, ὁσάκις ἦι περὶ κοινοῦ πράγματος
15ἡ σκέψις.
17 Κελεστῖνος ἐπίσκοπος πρεσβυτέροις διακόνοις κλήρωι θεοῦ δούλοις καὶ καθολικῶι λαῶι διάγουσιν ἐν Κωνσταντινουπόλει ἀγαπητοῖς ἀδελφοῖς ἐν κυρίωι χαίρειν. Πρὸς τούτους μοι διαλεχθησομένωι οἵτινες ἐκκλησίαν ποιοῦσι, παράσχοι ὁ ἀποστολικὸς λόγος
20προοίμιον, ἵνα οἱ εὐλαβεῖς μαθηταὶ πρῶτον ἀκούσωσιν ἐκείνου τοῦ διδασκάλου τὰ ῥήματα, ὃς τοῖς ἔθνεσιν ἐκήρυξεν. ἐκτὸς ἐκείνων, φησίν, ἅπερ ἐστὶν ἔξωθεν, ἡ ἐπιμονή μου ἡ καθημερινή, ἡ φροντὶς πασῶν τῶν ἐκκλησιῶν. καὶ πάλιν· τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ ἐγὼ οὐ καίομαι; οὕτω καὶ ἡμεῖς, εἰ καὶ πόρρω ὄντες, ὡς ἐγνώκαμεν ἐνταῦθα διαστροφῆι διδασκαλίας τὰ ἡμέτερα μέλη διασπαράττεσθαι, πατρικῆς φροντίδος
25ἡμᾶς ὑπὲρ ὑμῶν καιούσης, ἀλλοτρίωι πυρὶ ἐνεπρήσθημεν, εἰ καὶ τὰ μάλιστα παρὰ ταῖς

1,1,1

84

ἐκκλησίαις τοῦ θεοῦ, αἵτινες εἰς ἕνα θάλαμον Χριστοῦ πανταχοῦ ἀναφέρονται, τί ἂν εἴη πόρρω; τί δὲ νομισθείη ἀλλότριον; ὄντων οὖν ὑμῶν ἡμετέρων μελῶν, δικαίως ἠγωνιάσαμεν μὴ τὴν ὑμετέραν πίστιν τὴν πανταχοῦ κηρυττομένην ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας ἡ ἐνδελέ‐ χεια τοῦ κακῶς διδάσκοντος ἀποστρέψηι. Νεστόριος γὰρ ὁ ἐπίσκοπος περὶ τοῦ παρ‐
5θενικοῦ τόκου καὶ περὶ τῆς θεότητος τοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν, ὥσπερ τοῦ σεβάσματος αὐτοῦ καὶ τῆς κοινῆς πάντων σωτηρίας ἐπιλελησμένος, ἀθέμιτα κηρύττει, φευ‐ κτέα συμβουλεύει, ὡς καὶ τὰ γράμματα αὐτοῦ μετ’ ἰδίας ὑπογραφῆς ἀποσταλέντα ἡμῖν, ὡς καὶ ἡ ἀναφορὰ τοῦ ἁγίου ἀδελφοῦ καὶ συνεπισκόπου μου Κυρίλλου διὰ τοῦ υἱοῦ μου Ποσειδωνίου τοῦ διακόνου πρὸς ἐμὲ ἀποσταλεῖσα ἐδίδαξεν. ὧν πάντων ἀναγνωσθέντων,
10μεγίστην καὶ φευκτέαν διαστροφὴν ἀσεβοῦς κηρύγματος εὑρήκαμεν. τὴν γὰρ ἀνθρω‐ πίνην καὶ τὴν θείαν φύσιν ἐν τῶι Χριστῶι ἀνακρίνει, νῦν μόνον ἄνθρωπον, νῦν αὐτῶι κοινωνίαν θεοῦ, ὁσάκις καταξιοῖ, προσάπτων. ἀλλ’ ἡμεῖς, ὡς Ἱερεμίας φησί, τῶν τοι‐ ούτων προφητῶν τοὺς ματαίους ἀκοῦσαι οὐ δυνάμεθα λόγους. ἀκούσηι τοῦ Ἰεζεκιὴλ καὶ ἐπιγνῶι τί αὐτῶι ἀπειλεῖ. ἐκτενῶ, φησί, τὴν χεῖρα μου ἐπάνω τῶν προφητῶν τῶν
15ὁρώντων ψευδῆ καὶ λαλούντων κενά. ἐν τῆι ἐπιστήμηι τοῦ λαοῦ μου οὐκ ἔσονται οὐ‐ δὲ ἐν τῆι γραφῆι τοῦ οἴκου Ἰσραὴλ γραφήσονται καὶ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ οὐκ εἰσελεύ‐ σονται, ὅτι τὸν λαόν μου ἠπάτησαν. ποῦ ἐστιν ἡ χρεωστουμένη περὶ τὴν ἱερὰν ἀγέλην φροντὶς τοῦ ποιμένος; ποῦ ἡ πρόνοια τῶν δεσποτικῶν περιβόλων; ποίαν δὲ ἐλπί‐ δα ἕξει ἡ ἀγέλη, ὅτε λύκον ἑαυτὸν ὁ ποιμὴν δείκνυσιν καὶ οὕτως τοῖς προβάτοις ἐπέρ‐
20χεται, ὡς καθ’ ἑκάστου λυσσᾶν; ἐκείνωι γὰρ τῶι στόματι διασπαράττονται, ἀφ’ οὗ τὰ ἀσεβῆ προφέρεται. τροφαὶ παραβάλλονται οὐχ αἱ πιαίνουσαι, ἀλλ’ αἱ βλάπτουσαι· μα‐ καρία δὲ ὅμως ἡ ἀγέλη ἧι παρέσχεν ὁ κύριος κρίνειν περὶ τῆς ἰδίας νομῆς. ὅθεν, ὡς οὐκ ἀμφιβάλλομεν ὅτι ποιεῖτε, τὴν ἀσεβῆ διάλεξιν ἀπωθεῖσθαι ὀφείλει ἡ πίστις ὑμῶν, ἵνα παρ’ ὑμῖν ἐν Χριστῶι ἐγρηγορόσι φανερὰ ἦι διαφορὰ τροφῆς καὶ δηλητηρίου καὶ ἐπιμείνητε
25τούτοις ἅπερ τοῦ λόγου τῶν προτέρων ποιμένων διδάσκοντος μεμαθήκατε, εἰδότες ὅτι ἄχρι τοῦ παρόντος ἐσχήκατε ἱερέας ἔν τε διδασκαλίαι καὶ ἁγιότητι προύχοντας, οἵτινες οὐδέποτε χωριζόμενοι τῶν πατρικῶν παραδόσεων τὴν ἐκκλησίαν τοῦ κυρίου μετὰ μεγίστης ἐκυβέρνησαν ἡσυχίας. ἵνα γὰρ ἀπὸ τῶν νεαρῶν ἀρξώμεθα, τί οὐκ ἐνέβαλε ταῖς ψυχαῖς ὑμῶν ἡ παίδευσις τοῦ τῆς ἁγίας μνήμης ἐπισκόπου Ἰωάννου; οὗ ὁ λόγος εἰς πάντα τὸν
30κόσμον ἐξεχύθη οἰκοδομῶν τὴν καθολικὴν πίστιν, ὃς οὐδαμοῦ κατὰ διδασκαλίαν ἀπῆν· ὅπου γὰρ δήποτε ἀνεγνώσθη, ἐκήρυξεν. τὴν δὲ ἐκείνου ἐπιμελῆ σύνεσιν στερρότης δια‐ βεβοημένη διεδέξατο· ἐκυβέρνησε γὰρ ὁ τῆς ἁγίας μνήμης ἐπίσκοπος Ἀττικὸς τὸν Χριστια‐ νὸν λαὸν τῶι τοῦ προηγησαμένου ὑποδείγματι καὶ ἐδίωξε τὰς ἱεροσύλους τῶν αἱρετικῶν
μανίας. ἐσχήκαμεν δὲ τούτου ἀπογενομένου κοινωνὸν τὸν τῆς ἁγίας μνήμης Σισίνιον,

1,1,1

85

εἰδότα ὅση δόξα αὐτοῦ ἔμενεν, εἰ φυλάξειεν ὁλόκληρα καὶ ἀβλαβῆ τὰ ἄχρις αὐτοῦ διαμεί‐ ναντα τῆς καθολικῆς πίστεως κόσμια. ἐνοήσαμεν ὅπως ἐκείνωι οὐκ ἔλειψε καὶ ἁπλό‐ της περιστερᾶς καὶ σύνεσις ἑρπετοῦ. ἐκλαύσαμεν, ἀγαπητοὶ ἀδελφοί, ὥσπερ προορῶντες τὰ μέλλοντα, τὸ ταχέως ὑμᾶς τῆς ἐκείνου βοηθείας ἀπεστερῆσθαι. ἐν τούτωι γὰρ ἀγνοῶ
5ποίαν ἐλπίδα εὑρήσομεν, ὃς περὶ τοῦ θεοῦ ἡμῶν ἄλλως διαλαμβάνει ἢ αὐτὸς περὶ ἑαυτοῦ ἢ οἱ ἀπόστολοι περὶ αὐτοῦ παραδεδώκασιν· οὐ μόνον τοὺς συντετριμμένους οὐ συνδεσμεῖ, ἀλλὰ καὶ συντρίβει τοὺς συνδεδεμένους· οὐ μόνον τοὺς καταβεβλημένους οὐκ ἐγείρει, ἀλλὰ καὶ τοὺς ἱσταμένους καταβάλλειν ἐπιχειρεῖ· οὐ μόνον τὰ διεσπαρμένα οὐ συνάγει, ἀλλὰ καὶ τὰ συνηγμένα διαμερίζει, εἰ καὶ τὰ μάλιστα οὔτε συντριβῆναι δύναται διάνοια ἀφιερωμένη
10θεῶι οὔτε καταβληθῆναι ἱστάμενος οὐρανίαι δυνάμει οὔτε τὸ ἱερὸν πλῆθος διαμερίζεσθαι. φανερῶς οὖν τῆι ἀγάπηι ὑμῶν, ὅπερ χωρὶς δακρύων οὐ δυνάμεθα εἰπεῖν, ἀπαγγέλλομεν· ἐκίνησεν ὁ διαλεκτικὸς ὑμῶν μάχην πρὸς τὴν ἀλήθειαν, τῆι ἀρχαίαι πίστει χεῖρας ἐπήνεγκεν, πολεμεῖ πρὸς τοὺς ἀποστόλους, τοὺς προφήτας ἐκβάλλει, αὐτοῦ τοῦ κυρίου ἡμῶν περὶ ἑαυτοῦ λέγοντος τοῖς ῥήμασιν οὐκ ἀκολουθεῖ. ποίας θρηισκείας ἢ ποίοις νόμοις ἑαυτὸν
15ἐπίσκοπον λέγει, ἀποχρησάμενος τῆι καινῆι καὶ τῆι παλαιᾶι διαθήκηι; καὶ γὰρ καὶ τὸ νοητὸν τοῦ σχήματος ἐκβάλλει καὶ οὐ δέχεται τὴν μεταξὺ ἡμῶν ἀναστραφεῖσαν ἀλήθειαν καὶ ἁπλῶς ἄλλως περὶ τοῦ μυστηρίου τοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν διαλαμβάνει ἢ ἀνέχεται τὸ τῆς πίστεως τῆς ἡμετέρας ἁγίασμα, ὧι μετὰ σεβάσματος ἠκολούθησε πᾶς καθολικῶς δια‐ λεγόμενος. οὐδεὶς γὰρ καλῶς τῆι θρηισκείαι ἐκδεδομένος ἄλλως περὶ τοῦ Χριστοῦ
20ἐφρόνησεν ἢ αὐτὸς περὶ ἑαυτοῦ φρονεῖσθαι ἠθέλησεν. ἐκίνησέ ποτε ἱερόσυλον ζήτησιν ὁ Σαμοσατεὺς Παῦλος, ὅτε τῆς ἁγίας κατὰ τὴν Ἀντιόχειαν ἐκκλησίας προίστατο· ἀλλὰ τοῦτον ἀπὸ τοῦ θρόνου, ἐν ὧι μιαρῶς προυκαθέζετο, καθήιρηκεν ἑνωθεῖσα τῶν καθολικῶν ἱερέων ἀπόφασις. ἀεὶ γὰρ ἐκκόπτεσθαι ὀφείλουσιν οἱ τοιοῦτοι, οἵτινες τὴν ψυχὴν τοῦ Χριστιανοῦ λαοῦ διαταράττοντες καὶ πρὸς τὴν γνώμην τὴν ἰδίαν τὰ εὐαγγέλια διαστρέφοντες τῶι
25θεῶι καρποφορεῖν οὐ δύνανται, καὶ γεωργητέα ἐστὶν ἡ ἄμπελος ἡ τὸ δίκαιον τοῦ κτήτορος ἐπιγινώσκουσα. δῆλον δέ ἐστιν ὅτι αἱ τοιαῦται τῶν λόγων καινότητες ἀπὸ ματαίου ἔρωτος δόξης γεννῶνται· ὥς τινες ἐθέλουσι παρ’ ἑαυτοῖς δοκεῖν ὀξεῖς, ὀπτικοὶ καὶ φρόνι‐ μοι, ζητοῦσι τί προσενέγκωσι ξένον, ὅθεν παρὰ ταῖς ἀπαιδεύτοις ψυχαῖς πρόσκαιρον δόξαν ὀξύτητος ἀπενέγκωνται. ἀλλὰ τίς πώποτε ἀληθῆ δόξαν ἐκέρδανεν ἑαυτῶι δοκῶν φρό‐
30νιμος; ὁ γὰρ θεὸς ἡμῶν τὰ ἀσθενῆ τοῦ κόσμου ἐπιλέγεται καὶ ἐκ τῶν ἐναντίων συγχέει τὰ ἰσχυρὰ καὶ τοὺς φρονίμους διὰ τῶν τοῦ κόσμου μωρῶν. τίς ἐν τῆι τοῦ κόσμου
σοφίαι καυχᾶται, εἰ μὴ ὁ ὁμολογῶν ἑαυτὸν ἐκ τοῦ κόσμου εἶναι, εἰ μὴ ὁ ἀρνούμενος ἑαυ‐

1,1,1

86

τὸν ἐκείνου εἶναι μαθητὴν τοῦ εἰπόντος μὴ εἶναι ἑαυτὸν ἀπὸ τοῦ κόσμου; μία ἐστὶ δόξα ἵνα, ὥς φησιν ὁ ἀπόστολος, ὁ καυχώμενος ἐν κυρίωι καυχάσθω. ἆρα οὐ τούτωι τῶι ὑμετέρωι ἐπισκόπωι, ἀλλὰ ἄχρι νῦν ὑμετέρωι, ἐὰν μὴ πιστεύσηι ὅπερ πιστεύομεν, ὁρῶμεν ταύτην τὴν γνώμην πρέπουσαν; μωρὸς ἐγένετο, ὃς λέγει ἑαυτὸν σοφόν· ὡμολογημένη
5γάρ ἐστι μωρία τὸ ἐκεῖνον ἀγνοεῖν, ὃν ἴσμεν θεοῦ σοφίαν εἶναι καὶ δύναμιν. ὁμολογεῖ γὰρ ἑαυτὸν ταῦτα ἀγνοεῖν ἅπερ ἀνακρίνει. καὶ μὴ θαυμάσηι ἡ ἀγάπη ὑμῶν ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας ἀποπλανᾶσθαι τοῦτον, ὁρῶσα ὅτι τὸν Χριστόν, ὅστις ἡ ὁδὸς ἡμῶν τυγχάνει, ἀπώλεσε. κατειλήφαμεν αὐτὸν ἐνίοτε σκαιᾶι διαλέξει προδιδόμενον, ἐνίοτε κρυπτόμενόν τισι λανθανούσαις διόδοις καὶ σκέποντα τὰ ἴδια δηλητήρια. καὶ δέον ἡμᾶς
10ἀκολουθοῦντας τῆι γνώμηι τοῦ σοφωτάτου Σολομῶντος μηδεμίαν διδόναι ἀπόκρισιν πρὸς τὴν ἄνοιαν αὐτοῦ, μὴ ὅμοιοι αὐτῶι γενώμεθα, ὅμως συμβουλεύομεν ἵνα μεθ’ ἡμῶν τοῖς ἀπο‐ στόλοις καὶ τοῖς προφήταις ἀκολουθήσηι, μή, ὡς πᾶσι μόνος ἀνθίσταται, μόνος παρὰ πάν‐ των ἐκβληθῆι. ὑμεῖς δὲ ἐπιμελέστερον ἐγρηγορέναι ὀφείλετε, ἵνα ἀντιστῆτε τοῖς τοῦ ἐχθροῦ κηρύγμασι· μείζων γὰρ ὑμῖν ἐστι φροντίς, ὅταν ἐντὸς τῆς ἐκκλησίας λέγηται
15ὑμῖν τὰ τῆι ἐκκλησίαι ἐναντιούμενα. ἐχέτωσαν ἐκεῖνοι ἀνακωχὴν τῶν καμάτων, οὓς προκαλεῖται ὁ ἀντίδικος ἔξω διάγων, καὶ οἵτινες περὶ τοὺς προμαχῶνας διεσπαρμένοι ἀ‐ σφαλίζονται ἑαυτοὺς τῆι τῶν τειχῶν βοηθείαι· οἱ δὲ ἔχοντες ἔνδον τὸν πολέμιον ἀργίαν οὐκ ἴσασιν. ὅμως ἐν τούτωι τῶι ἐμφυλίωι πολέμωι, ἐν ταύτηι τῆι οἰκειακῆι μάχηι εἴη ὑμῖν τεῖχος ἡ πίστις καὶ κατὰ τῆς ἀπιστίας αὐτὴ ἑαυτὴν ἐκδικήσει πνευματικοῖς ἀκοντίοις.
20φυλάξωμεν ταύτην, ὅτι φυλαττομένη φυλάττει ἡμᾶς· διὰ ταύτης ἡ ἀσφάλεια ἡμῶν ἐστιν ὁ θεὸς καὶ ἡ καταφυγή. ἁρπάζει ἐκ χειρὸς ἁμαρτωλοῦ· τούτωι ὑμᾶς ἐν κλύδωνι κει‐ μένους πρέπει λέγειν· κύριε ἐλευθέρωσον ἡμᾶς, ἀπολλύμεθα. Πρὸς ὑμᾶς νῦν, ὦ κληρικοὶ καὶ πάντες οἳ καθιερωμένοι ἐστὲ τῶι κυρίωι, μεταστρε‐ πτέος ὁ παρ’ ἡμῶν λόγος. ἐρεῖ τις τυχὸν τὴν τάξιν μὴ πεφυλάχθαι. ἠθελήσαμεν καὶ
25ἡμεῖς πρότερον, ὅπερ ἀπήιτει ἡ ἀκολουθία, διαλεχθῆναι ὑμῖν· ἀλλ’ ἐκράτησεν ἡ περὶ ἐκεί‐ νους μείζων φροντίς, οὓς θέλομεν εἰς τὸ κοινὸν σῶσαι. οὔτε γὰρ περὶ ὑμῶν ἀμφιβάλ‐ λειν ὀφείλομεν, ὧν δηλαδὴ ἡγεμονευόντων ἐκείνους ἐν τῆι πίστει ἑστάναι πιστεύομεν. ἡ ἀναφορὰ τοῦ ἁγίου καὶ θεῶι ἐρασμίου τοῦ ἀδελφοῦ καὶ συνεπισκόπου μου Κυρίλλου, ἣν ἀπέστειλέ μοι διὰ τοῦ υἱοῦ μου Ποσειδωνίου τοῦ διακόνου ἑαυτοῦ, ταῦτα ἀνεδίδαξε
30πράττεσθαι καθ’ ὑμῶν ἅπερ δύναται κατὰ τῶν μελῶν τῆς ἐκκλησίας ποιεῖν ὁ τῆς κεφαλῆς αὐτῆς μὴ φεισάμενος. ἀλλὰ ταῦτα ὑμᾶς μὴ βασανιζέτω. μείζων γὰρ δόξα ἐστὶν ἐν μείζονι καμάτωι, ὅτι ἡ ποιότης τοῦ ἀγῶνος ποιεῖ τὴν τοῦ ἄθλου ποιότητα. ἀναγινώ‐
σκετε γὰρ μεθ’ ἡμῶν ὅτι ὁ νομίμως ἀγωνισάμενος στεφανοῦται. ὅθεν ἡ προτροπὴ

1,1,1

87

ἡμῶν χρεωστεῖται ὑμῖν, ἣ καὶ τοῖς μικροψύχοις καὶ τοῖς ἀνδρείως ἀνθισταμένοις ἀναγκαία ἐστίν, ἵνα τοὺς πειρασμοὺς δυνηθῶσι φέρειν οἱ μὴ δυνάμενοι καὶ ἰσχυρότερον στῶσιν οἱ ἀνθιστάμενοι. οὐδέποτε τοῦ βασιλέως ἡμῶν τὰ ὅπλα ἡττᾶται. ἔλεγχός ἐστι πᾶς πειρασμὸς τῶι Χριστιανῶι· τοῦτον γάρ, ὡς ἀνέγνωμεν, ὑπομονὴ ἐργάζεται, ἐκ ταύτης ἐλπὶς
5γεννᾶται, ἥτις οὐδένα, τῆς γραφῆς ἐπαγγελλομένης, ἠπάτησεν. ὅθεν, ἀγαπητοὶ ἀδελφοί, ἐπειδὴ ἡ παραμυθία ὑμῶν ἐκ θεοῦ ἐστιν, ὧι τὰ σώματα ὑμῶν, τουτέστιν ὑμᾶς αὐτοὺς ζώσας, ὥς φησιν ὁ ἀπόστολος, θυσίας προσφέρετε, μὴ ἀποκάμητε ἀνθιστάμενοι. παρέ‐ ξει ἐκεῖνος δύναμιν, ὃς διὰ τοῦ ἀποστόλου ἡμᾶς διδάσκων θέλει τὰ ἡμέτερα μέλη ὅπλα εἶναι τῆς ἑαυτοῦ δικαιοσύνης. ἔχετε ὑποδείγματα τῶν ἁγίων, οἵτινές ποτε ἔσπειραν ἐν
10δάκρυσιν, ὕστερον δὲ ἐν χαρᾶι θεριοῦσιν. οὐ φιλεῖ ὁ ἡμέτερος δεσπότης δοῦλον, εἰ μὴ τὸν ἐν πείραι δεδοκιμασμένον· τὰς Χριστιανὰς ψυχὰς ἀεὶ ἡ τῶν πραγμάτων παλαίστρα γυμνάζει. τρέχετε, ἵνα ἀλλήλους ἐν ταῖς ὁδοῖς τοῦ κυρίου παρέλθητε· οὐ θέλω ὑμᾶς ὑπὸ τῶν ἀντιδίκων καταλαμβάνεσθαι. φησὶν [δὲ καὶ] ὁ ἀπόστολος χρῆναι γενέσθαι ἅπερ ὁρῶ‐ μεν· ἰσχὺν καὶ πίστιν οὐ δοκιμάζει εἰ μὴ ὁ τόπος τῆς συμβολῆς. ἡσυχίαν στεφανοῦ‐
15σθαι δυσχερές· τὰ ἔπαθλα εἰ μὴ τοῖς καμάτοις οὐ δίδοται. τὴν περικεφαλαίαν τῆς ὑγιείας αἱ κεφαλαὶ ὑμῶν μὴ ἀπόθωνται· μὴ ἐκδύσηται τὸν θώρακα τῆς πίστεως ὁ ἐπαγ‐ γελλόμενος στρατιώτην τοῦ Χριστοῦ ἀξιόχρεων. οἱ ἡμέτεροι καθ’ ἡμῶν πόλεμον κεκινή‐ κασιν, εἰ ἄρα ἡμέτεροι λεκτέοι οὗτοι οὓς ἠισθόμεθα ῥαγέντος τοῦ τῆς φιλίας νόμου πρὸς τὸν ἐχθρὸν ηὐτομοληκέναι. ὑμέτερόν ἐστιν ἱσταμένους ἔχειν τοὺς πόδας ἐν τοῖς πυλῶ‐
20σιν Ἱερουσαλήμ. θέλομεν ὑμῶν τὰς βάσεις εἶναι τελείας, μή ποτε πρὸς ἴσον ὑπόδειγμα τὰ ἴχνη τινὸς παρασαλευθῆι· ἀκολουθήσωσι τῶι διαβόλωι μετὰ τοῦ κακοῦ οἱ ἐπιγινώσκοντες ἑαυτοὺς ἐξ ἐκείνου ὄντας. ὑμεῖς, οἵτινες υἱοὶ θεοῦ τοῖς ἔργοις φαίνεσθε, ἐπειδὴ ἐκ τῶν καρπῶν θέλει ἕκαστον διαγινώσκεσθαι, ἀμοιβαδὸν τὰς διανοίας τῶν μικροψύχων παραμυθή‐ σασθε καὶ ἕκαστον τῶν ἀσθενῶν ὑποδέξασθε βεβαιοῦντες αὐτούς. μὴ δὴ ἀπατήσηι
25ὑμᾶς ἡ ἀσέβεια, ἀλλὰ περὶ τοῦ καλοῦ καὶ τοῦ κακοῦ κατὰ τὴν ἑκάστου ποιότητα τὴν κρίσιν κατέχετε, φεύγοντες τὰ διεστραμμένα καὶ τὰ ὀρθὰ ἐπαινοῦντες. ἀποβλητέος γάρ ἐστι τῶι θεῶι, λέγοντος Σολομῶντος, ὅστις ἢ τὸν δίκαιον ἀντὶ ἀδίκου ἢ ἀντὶ δικαίου δέχεται ἄδικον. οὐδέν ἐστιν ἡ πρόσκαιρος θλῖψις, ἀλλὰ πρὸ ὀφθαλμῶν ἦι τὸ αἰώνιον ἔπαθλον, οὗ οὐδὲν προκριτέον. βοᾶι ὁ ἡμέτερος ὑμνωιδὸς ὅτι ἐὰν κατ’ αὐτοῦ συστῆι πόλεμος,
30ἐλπίδι ἐκείνου τοῦ φωτισμοῦ ὅλως οὐ φοβηθήσεται. εἰ ἀγῶνα πρὸς τὰ ἔθνη εἴχετε,

1,1,1

88

δηλαδὴ μεγίστης ἂν ἦν νίκης νικᾶν τοὺς ἀεὶ ὑμῖν γενομένους ἐχθρούς· πηλίκη δὲ ἐκείνη ἡ νίκη λεκτέα ὅπου ὁ ἱερεὺς ἀλλαγέντος τοῦ κηρύγματος διώκτης τῶν καθολικῶν ἐγένετο; ἰδικῶς ἐν ἅπασι κατὰ Παύλου φρονῶν, ὃς τοῦ εὐαγγελίου τοῦ κυρίου, οὗ διώκτης ἦν πρότερον, ὕστερον ἐγένετο κῆρυξ. κατελείφθη ὁ ἀσεβὴς διαλεκτικὸς παρὰ τοῦ θείου
5πνεύματος, ὁπότε κατ’ αὐτοῦ τοῦ θείου πνεύματος ἐφρόνησεν ἐναντία. δικαίως, ἐὰν ἐπιμείνηι, ἀκούσεται παρ’ ἡμῶν τὰ ῥήματα τοῦ Σαμουὴλ ἅπερ τότε τῶι Σαοὺλ παρ’ αὐτοῦ τοῦ ἱερέως εἴρηται· ἐξουθενήσει σε κύριος, ἵνα μὴ βασιλεύσηις ἐπὶ Ἰσραήλ. ἐκεῖνος ἄξιος γέγονεν, ὅτι μόνον ἐν πράγμασιν ἅπερ ἔπραττε, κατεφρόνησε τῶν ἐντολῶν τοῦ θεοῦ· ποία τούτωι χρεωστηθήσεται τιμωρία, ὃς ἑαυτὸν κατὰ τοῦ κυρίου τῆς θειότητος ὕψωσε;
10νῦν ὑμέτερόν ἐστι θεραπεῦσαι τὸ παρ’ ἐκείνου τραῦμα καὶ ἰάσασθαι τοὺς τοῖς παρ’ αὐτοῦ ῥήμασι τετρωμένους. ἀσφαλέσιν ἴχνεσιν ἵστασθε κατὰ τοῦ ἤδη πεσόντος, ὡς ὁ παρ’ αὐτοῦ λόγος δείκνυσι, καὶ εἴ τι ὑμῖν ἐπήνεγκεν, ἀνεξικάκως φέρετε. ἐμηχανήσατο ὕβρεις, ἐμηχανήσατο ἀφορισμούς· ἐκεῖνος αὐτὸν ἐν τοῖς ἰδίοις πέπονθεν, ὃν ὑποδεδέχθαι ὑπὲρ ἡμῶν ἄνθρωπον ἀρνεῖ‐ ται. ὅθεν μηδεὶς κλαύσηι τὰ κατά τινος ὑμῶν ἐπινοηθέντα. τῆς ἀνεξικακίας καὶ τῆς ὑπο‐
15μονῆς τύπος εἴη Στέφανος ὁ πρῶτος τοῦ Χριστοῦ μάρτυς. ὁ ὄχλος τῶν ἀπίστων κατ’ αὐτοῦ ἔβρυχε, καὶ ὅμως ὁ συνοδοιπόρος τοῦ Χριστοῦ οὐκ ἐσιώπησεν ὅπερ ἑώρα. ἐβόα μεταξὺ μαινομένων, μεταξὺ τῶν τῆς θρηισκείας ἐχθρῶν, λέγων ἑαυτὸν ὁρᾶν ἀνεωιγμένους τοὺς οὐρανοὺς καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου, δι’ ὃν ταῦτα ἔπασχεν, ἱστάμενον πρὸς τῆι δεξιᾶι τοῦ θεοῦ. μακρόν ἐστι χωρεῖν δι’ ἑκάστου τῶν πριαμένων ἑαυτοῖς ζωὴν ἢ θανά‐
20τωι ἢ ὁμολογίαι· ἔχετε ὑμεῖς, ὅσοι τῆς ἐκκλησίας ἐκβέβλησθε, σχεδὸν τῶν ἡμετέρων καιρῶν ὑπόδειγμα τὸ τοῦ τῆς μακαρίας μνήμης Ἀθανασίου τοῦ σοφωτάτου ἱερέως τῆς Ἀλεξαν‐ δρέων ἐκκλησίας. τίνι οὐκ ἂν εἴη παραμυθία ἡ ἐκείνου ὑπομονή; τίνι οὐκ ἂν εἴη ὑπό‐ δειγμα ἡ ἐκείνου στερρότης; τίνι οὐκ ἂν ποιήσειεν ἐλπίδα ἡ ἐκείνου πολυπόθητος ἐπάνοδος; ἐκβάλλεται Ἀρείου διώκοντος, ἀλλὰ ἀνακλητέος τοῦ κυρίου προπέμποντος.
25ἔπαθε φυλακήν, ἔπαθε θλίψεις, καὶ οὐ θαυμαστὸν εἰ ὁ ἀποστολικὸς ἀνὴρ ταῦτα πέπον‐ θε δι’ ὧν ἑαυτὸν γεγυμνάσθαι καυχᾶται ὁ ἀπόστολος, καὶ ἐν τούτους πᾶσιν ἐκείνωι ἠ‐ κολούθησε τῶι μαρτυρομένωι ὅτι ἑαυτῶι ἐν ταῖς θλίψεσιν ἀρέσκει. ἐδιώχθη ἐκεῖθεν καὶ ἐν τοῖς ἡμετέροις μέρεσιν ἀνεκτήσατο· ἀμέλει ἐνταῦθα αὐτοῦ ἡ κατάστασις ἀνεκαινίσθη καὶ ἐν τούτωι τῶι θρόνωι εὗρε κοινωνίας ἀνάπαυσιν, ἀφ’ οὗ ἀεὶ τοῖς καθολικοῖς γεννᾶται
30βοήθεια. καὶ ὅμως ἐν ταῖς θλίψεσιν οὐκ ἠισθήθη πόνου ὁ γενόμενος ἐν τῶι διωγμῶι ὁμολογητής. ὅθεν οὐδεὶς τῶν Χριστιανῶν κλαῦσαι ὀφείλει τὴν ἐπενεχθεῖσαν αὐτῶι
πρόσκαιρον ἐξορίαν, ὅτι ἐκείνων οὐδεὶς ἐξωρισμένος ἐστὶ θεῶι. μᾶλλον φοβηθῶμεν μὴ

1,1,1

89

ἀπὸ τῆς χώρας τῶν ζώντων, τουτέστιν ἀπ’ ἐκείνης ἣν ἡμετέραν θέλομεν εἶναι πατρίδα, ἐξορισθῶμεν. ἐκεῖνό ἐστιν ἡμέτερον, ἐκεῖνο διηνεκές, ἐκεῖνο αἰώνιον. οὔκ ἐστι γὰρ ἐκεῖνο ἡμέτερον, δι’ οὗ μόνη πάροδος· ἀλλὰ ταῦτα ἀληθῶς ἡμέτερα, ἅπερ ἀσφαλεστάτη ἐλπὶς ἐπαγγέλλεται. ἔστι δὲ λέγοντος ἀκοῦσαι τοῦ ἀποστόλου· ἃ ὀφθαλμὸς οὐκ
5εἶδεν οὐδὲ ἀκοὴ ἤκουσεν οὐδὲ εἰς καρδίαν ἀνθρώπου ἀνῆλθεν, ταῦτα ἡ‐ τοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. ἵνα δὲ μηδὲ πρὸς καιρὸν δοκῆι τούτου ἰσχύειν ἡ ἀπόφασις τοῦ ἤδη καθ’ ἑαυτοῦ τὴν θείαν ἀπόφασιν προσκαλεσαμένου, φανερῶς ἡ αὐθεντία τοῦ ἡμετέρου θρόνου ὡρίσατο μηδένα ἢ ἐπίσκοπον ἢ κληρικὸν ἢ κατά τι ἐπάγ‐ γελμα Χριστιανὸν τῶν παρὰ Νεστορίου ἢ τῶν τούτου ὁμοίων, ἀφ’ οὗ τοιαῦτα κηρύττειν
10ἤρξαντο, ἢ τοῦ ἰδίου τόπου ἢ τῆς κοινωνίας ἀποκινηθέντων δοκεῖν ἢ ἀποκεκινῆσθαι ἢ ἀποκοινώνητον γεγενῆσθαι· ἀλλ’ οὗτοι πάντες ἐν τῆι ἡμετέραι κοινωνίαι καὶ ἐγένοντο καὶ ἄχρι τοῦ παρόντος εἰσίν, ὅτι οὐδένα ἢ καθελεῖν ἢ ἀποκινῆσαι ἠδύνατο ὃς ἐν τῶι κηρύττειν τοιαῦτα ἀσφαλῶς οὐχ εἱστήκει. πάντας τοίνυν ὁ παρὼν λόγος εἰς τὸ κοινὸν περιπλέ‐ κεται, ἵνα μᾶλλον καὶ μᾶλλον ἰσχυροποιηθέντες καὶ θαρσαλέοι γενόμενοι ἐν κυρίωι μὴ
15μετακινηθῆτε, ἀλλὰ μᾶλλον θεραπεύσητε τὰς ἀλλήλων ἀσθενείας. ἤδη γὰρ ὑμῖν ἐκεῖ τοὺς ἀσθενεῖς παρατιθέμεθα, ὅπου ὁρῶμεν αὐτὸν νοσοῦντα τὸν ἰατρόν. ὧι θέλομεν ὅμως, εἰ ἔτι δυνάμεθα, βοηθεῖν. ὡς γὰρ πρὸς τὸν ἅγιον ἀδελφὸν καὶ συνεπίσκοπον ἡμῶν Κύριλλον ἁρμοδίους ἀποκρίσεις ἐπέμπομεν, καὶ ὑμῖν ἐπεστείλαμεν διὰ τοῦ ποθεινοτάτου Ποσειδωνίου τοῦ διακόνου αὐτοῦ τὰ πεμπτέα παρὰ τοῦ αὐτοῦ ἀδελφοῦ μου καὶ πρὸς
20ἐκεῖνον περὶ οὗ ὁ λόγος. καὶ ἐπειδὴ ἐν τηλικούτωι πράγματι ἡ ἡμετέρα σχεδὸν παρουσία ἀναγκαία ἐφαίνετο, τὴν ἡμετέραν διαδοχὴν διὰ τὰ κατὰ θάλατταν καὶ γῆν διαστήματα αὐτῶι τῶι ἁγίωι ἀδελφῶι μου Κυρίλλωι ἀπενείμαμεν, μὴ αὕτη ἡ νόσος ἀφορμῆι τῆς μακρότητος ἐπιτριβῆι. μόνον ὑμεῖς τοὺς ἀποστολικοὺς πρὸ ὀφθαλμῶν ἔχετε λόγους· ἐν τῆι αὐτῆι διανοίαι καὶ ἐν τῆι αὐτῆι γνώμηι γίνεσθε τέλειοι, ἵνα, ὡς ἀνέγνωμεν, παρα‐
25μένοντες ἄχρι τέλους δυνηθῆτε σωθῆναι. ἵνα δὲ γνῶτε ἐφ’ οἵωι ὅρωι τὰ γεγραμμένα ἀπεστείλαμεν, αὐτὴν τὴν ἀπόφασιν ἐποιήσαμεν ταύτηι τῆι ἐπιστολῆι ὑποταγῆναι. Ὁ θεὸς ὑμᾶς ὑγιεῖς φυλάξαι, ἀδελφοὶ ποθεινότατοι. Σαφῶς τοιγαροῦν μαθήσηι ταύτην ἡμετέραν εἶναι τὴν ἀπόφασιν, ὡς εἰ μὴ περὶ τοῦ θεοῦ τοῦ Χριστοῦ ἡμῶν ταῦτα ἐξηγήσηι ἃ καὶ ἡ Ῥωμαικὴ καὶ ἡ Ἀλεξανδρέων καὶ ἅπασα
30καθολικὴ ἐκκλησία νοεῖ, καθὼς καὶ ἡ εὐαγεστάτη Κωνσταντινουπολιτῶν ἐκκλησία μέχρι σοῦ,

1,1,1

90

ὦ βέλτιστε, ἐνόησε [κατὰ τὴν ἐκτεθεῖσαν πίστιν ἐν τῆι Νικαέων συνόδωι], καὶ εἰ μὴ ταύτην τὴν δύσπιστον καινότητα τῆι σεβαστῆι καὶ σεβασμίαι γραφῆι διαστήσεις ἐντὸς δέκα ἡμερῶν, ἀφ’ ἧς γνωρίζονταί σοι, ταύτης τῆς μεθοδείας τὴν ἡμέραν ἐναρίθμιον, τὰ φανερὰ καὶ γε‐ γραμμένα τῆς καταδικασίμου αἱρέσεως, ἀπὸ πάσης καθολικῆς ἐκκλησίας ἀκοινώνητον.
7 Τῶι ἀγαπητῶι ἀδελφῶι Ἰωάννηι Κελεστῖνος. Εὐχόμεθα μέν, ὥσπερ μία ἐστὶ τῆς θεότητος ἡ οὐσία, οὕτω καὶ παρὰ πᾶσι τοῖς ὁπουδήποτε οὖσιν ἀνθρώποις μίαν τῆς ὀρθῆς πίστεως ἀλήθειαν ἔχειν· ἐλάττων δὲ ὅμως ὁ στεναγμός ἐστιν, ἐὰν τινὲς ἑαυτοὺς ἐκτὸς
10τῆς ἀγέλης τῆς δεσποτικῆς ἀποχωρίζοντες καὶ διὰ γωνιῶν καὶ συσκίων τόπων λανθάνοντες ἑαυτοῖς ἢ καὶ ὀλίγοις τισὶ συμβουλεύωσιν ὁμονοοῦσιν ἑαυτοῖς ἐν τῆι λανθανούσηι πλάνηι. ὅτε δὲ ἐν τῆι τοῦ θεοῦ ἱερᾶι ἐκκλησίαι ὁ προβεβλημένος ὑπὸ τῶι ὀνόματι τοῦ ἱερέως αὐτὸν τὸν τοῦ Χριστοῦ δῆμον ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας κατὰ κρημνῶν ἀποστρέφει τῆι οὐκ ὀρθῆι συμβουλῆι καὶ τοῦτο ἐν τῆι μεγίστηι πόλει, εἰς ἣν διὰ τὴν τιμὴν τοῦ ἐνοικοῦντος
15βασιλείου ἀπὸ παντὸς τοῦ κόσμου συντρέχει τὸ πλῆθος, τότε δηλαδὴ διπλασιαστέος ἐστὶν ὁ θρῆνος καὶ μείζων ἡ φροντίς, ἵνα μήτι ἡ ἁρπαγὴ τοῦ λύκου περιγενομένου κατισχύσηι. ἐλάττων γάρ ἐστιν ἡ φροντὶς πολιορκοῦντος τοῦ ἐχθροῦ ἢ ἐντὸς τειχῶν ἐκβακχεύοντος, καὶ κουφότερον παρενοχλεῖ ὁ λύκος ἐκτὸς τῶν ποιμνίων ἀποπλανώμενος ἤπερ ἐν αὐτῆι τῆι ἀγέ‐ ληι τόπον ποιμένος ἐπιλαβόμενος, ἐπειδήπερ πλέον τοῦ ἐμφυλίου πολέμου ἐστίν, ὅταν
20ἐντὸς τῆς ἐκκλησίας, τουτέστιν ἐντὸς αὐτοῦ τοῦ οἴκου τοῦ θεοῦ δόρατα ἀκοντίζηται τῆς ἀσεβοῦς θρηισκείας. ὅθεν πάνυ συντετάρακται ἡμῶν τὰ σπλάγχνα, ὅτι οὗτος ὅστις δοκεῖ κατέχειν τὴν ἐκκλησίαν Κωνσταντινουπόλεως, τοῖς καθωσιωμένοις τοῦ Χριστοῦ δήμοις διεστραμμένα τινὰ ἐγχέει, ὑπεναντία τῆς τιμῆς καὶ αἰδοῦς τοῦ τοκετοῦ τῆς ἁγίας παρθένου καὶ ὑπεναντία τῆς ἐλπίδος τῆς ἡμετέρας σωτηρίας. ταῦτα εἰς ἡμᾶς ἦλθεν ὑποβαλλούσης
25τῆς ἀλγηδόνος τῶν πιστῶν, ἃ ἐγνωρίσθη διὰ τῶν βιβλίων ἅπερ αὐτὸς ἔπεμψε, καί, ὅπερ

1,1,1

91

μείζονος ἀποδείξεως ἦν, πεμφθεισῶν ἐπιστολῶν πρὸς ἡμᾶς ὑπογραφῆι αὐτοῦ τοῦ αὐθέν‐ του ὠχυρωμένων, ὡς ἀμφιβληθῆναι παρ’ ἑτέρων μὴ ἐξὸν εἶναι. ὅθεν ἐπειδὴ ὑπὲρ τοι‐ ούτων αἰτιῶν οὔκ ἐστιν ἀσφαλὴς ἡ μακροτέρα παρενθύμησις (τοιοῦτον γάρ ἐστι σχεδὸν ἔγκλημα παρενθυμεῖσθαι τὰ τοιαῦτα ὁποῖόν ἐστι μύσος τοιαῦτα ἱερόσυλα λέγειν), καὶ τὸν
5ἐπίσκοπον Νεστόριον καὶ εἴ τις ἄλλος αὐτῶι ἀκολουθήσας τοιαῦτα λέγει, ἀπὸ τῆς ἡμετέρας κοινωνίας ἀποχωρίζομεν, ἕως οὗ δι’ ἐγγράφου ὁμολογίας πεμφθείσης τὴν διαστροφὴν ἣν ἤρξατο διδάσκειν, κατακρίνηι καὶ ταύτην ἑαυτὸν περὶ τοῦ παρθενικοῦ τόκου, τουτέστι περὶ τῆς σωτηρίας τοῦ τῶν ἀνθρώπων γένους τὴν πίστιν ὁμολογήσηι κατέχειν, ἥντινα κατὰ τὴν ἀποστολικὴν διδασκαλίαν ἡ Ῥωμαίων καὶ ἡ Ἀλεξανδρέων καὶ ἡ καθολικὴ παν‐
10ταχοῦ ἐκκλησία κατέχει, προσκυνήσηι τε καὶ ὁμολογήσηι. εἴ τις δὲ ἢ ἀπὸ Νεστορίου ἢ ἀπὸ τῶν ἄλλων τῶν αὐτῶι ἐξακολουθησάντων, ἀφ’ οὗ τὰ τοιαῦτα ἤρξατο λαλεῖν, ἢ ἀκοινώνη‐ τος ἐγένετο ἢ ἐγυμνώθη τῆς τοῦ ἱερέως ἀξίας ἢ τῆς τοῦ κληρικοῦ, τοῦτον ἐν τῆι ἡμετέραι κοινωνίαι καὶ μεμενηκέναι καὶ μένειν εἰς τὸ ἑξῆς ὡμολόγηται καὶ οὐδὲ λέγομεν αὐτὸν ἀποκεκινῆσθαι, ἐπειδήπερ οὐδὲ ἠδύνατό τινα ἡ τούτου ἀπόφασις ἀποκινεῖν, ὅστις ἑαυτὸν
15παρέσχεν ἤδη ἀποκινητέον. Ταῦτα, ἀδελφὲ τιμιώτατε, πρὸς τὴν σὴν ἁγιωσύνην ἐγράψαμεν, ἵνα ἐνδυναμωθεὶς ἐν τῶι δεσπότηι καὶ τὸν οἰκεῖον τῶι σῶι στήθει τοῦ Χριστοῦ θώρακα καὶ τὴν ἀσπίδα τῆς καθολικῆς ὁμολογίας ἐνδυσάμενος τὴν ἀγέλην τοῦ ἡμετέρου δεσπότου Ἰησοῦ Χριστοῦ, ὅστις ὑπὲρ ἡμῶν καὶ ἐγεννήθη καὶ ἔπαθεν, ὅστις καὶ ἀνοιγέντων τῶν καταχθονίων καὶ
20τοῦ θανάτου ἡττηθέντος ὑπὲρ ἡμῶν τῆι τρίτηι ἡμέραι ἀνέστη, ἀπὸ τῆς πονηρᾶς καὶ αἰσχίστης διδασκαλίας ἑλκύσηις. ὥσπερ δὲ καὶ πρὸς τὸν ἁγιώτατον ἀδελφὸν καὶ συνεπίσκοπον ἡμῶν Κύριλλον τὸν ἀκριβῆ τῆς καθολικῆς πίστεως ἔκδικον ἐγράψαμεν, ταύ‐ την περὶ τοῦ αὐτοῦ Νεστορίου γινωσκέτω ἡ σὴ ἁγιωσύνη παρ’ ἡμῶν, μᾶλλον δὲ ὑπ’ αὐ‐ τοῦ τοῦ δεσπότου θεοῦ Χριστοῦ ἐξενηνεγμένην εἶναι τὴν ἀπόφασιν ἵνα ἢ ἐντὸς δέκα
25ἡμερῶν ἀριθμουμένων ἀφ’ ἧς ἂν ἡμέρας ὑπομνησθῆι, τὰς ἱεροσύλους αὐτοῦ διδασκαλίας περὶ τῆς τοῦ Χριστοῦ γεννήσεως ἐγγράφωι ὁμολογίαι καταδικάσηι καὶ ταύτηι ἑαυτὸν ὁμολογήσηι τῆι πίστει ἀκολουθεῖν ἥντινα καὶ ἡ Ῥωμαίων καὶ ἡ Ἀλεξανδρέων καὶ ἡ καθολικὴ φυλάττει ἐκκλησία, ἢ ἀπὸ τῆς συνόδου τῶν ἐπισκόπων ἀποκινηθεὶς γινωσκέτω ἑαυτὸν οἰκείωι βεβλάφθαι ὀλέθρωι. ἵνα δὲ ταῦτα τὰ παρ’ ἡμῶν ἀποφανθέντα σπου‐
30δαιότερον ἐξανυσθείη, διὰ τοῦ ἡμετέρου υἱοῦ Ποσειδωνίου τοῦ διακόνου τῆς Ἀλεξανδρέων ἐκκλησίας τὰς ἡμετέρας ἐπιστολὰς πρὸς τὴν σὴν διάθεσιν ἠβουλήθημεν πιστότερον διακομι‐ σθῆναι.
Ὁ θεὸς ὑγιαίνοντά σε διαφυλάξαι, ἀδελφὲ τιμιώτατε.

1,1,1

92

(2)

Κυρίωι μου ἀγαπητῶι ἀδελφῶι καὶ συλλειτουργῶι Ἰωάννηι Κύριλλος ἐν κυρίωι χαίρειν. Ἔγνω που πάντως καὶ διὰ πολλῶν ἡ σὴ θεοσέβεια τῆς ἁγίας Κωνσταντινουπολιτῶν ἐκκλησίας τὴν νῦν οὖσαν κατάστασιν ὅτι τεθορύβηται λίαν καὶ ἀποσύνακτοι μεμενήκασι πολλοὶ καὶ
5τῶν ἄγαν σπουδαίων καὶ ἐπιεικῶν, οὐ τὸν τυχόντα θόρυβον εἰς αὐτὴν ὑπομένοντες τὴν πί‐ στιν ἐκ τῶν λεγομένων ἐπ’ ἐκκλησίας αὐτῆς παρὰ τοῦ εὐλαβεστάτου ἐπισκόπου Νεστορίου, ὧι καὶ συνεβούλευσα διὰ γραμμάτων ἀποσχέσθαι τῶν τοιούτων σκαιῶν καὶ ἐξεστραμμένων ζητημάτων καὶ τῆι τῶν πατέρων ἀκολουθῆσαι πίστει. ἀλλ’ ἐμὲ μὲν ὠιήθη ταῦτα γρά‐ φοντα δυσμενῆ καὶ τοσοῦτον ἀπέσχε τοῦ προσέχειν ὡς ἐξ ἀγάπης ἐκεῖνα γεγραφότι πρὸς
10τὴν αὐτοῦ εὐλάβειαν, ὥστε καὶ ὠιήθη τὰ τοιαῦτα φρονῶν καὶ λέγων καὶ τὰς Ῥωμαίων ἀκοὰς συναρπάσαι δύνασθαι· γέγραφε γὰρ ἔκτοπά τινα συνθεὶς ἐν ἐπιστολῆι μακρᾶι τῶι κυρίωι μου τῶι θεοσεβεστάτωι ἐπισκόπωι τῆς Ῥωμαίων ἐκκλησίας Κελεστίνωι καὶ δὴ καὶ τοῖς ἰδίοις ἐνέθηκε γράμμασι κατὰ τῶν ἐναντία δοξαζόντων αὐτῶι ὅτι τὴν ἁγίαν παρθένον θεοτόκον λέγοντες οὐ φρίττουσιν, εἶτα καὶ τετράδας ἰδίων ἐξηγήσεων ἀπέστειλεν, ἃς καὶ ἀνα‐
15γνόντες οἱ κατὰ τὴν μεγάλην Ῥώμην εὑρεθέντες θεοσεβέστατοι ἐπίσκοποι καὶ συνεδρίων πολλῶν γενομένων κατεβόησαν αὐτοῦ φάσκοντες ἐναργῶς αἵρεσιν αὐτὸν καινοτομῆσαι παγχάλεπον τὴν οὐδενὶ τῶν πάλαι γεγονότων ἐξευρημένην. ἐπειδὴ δὲ ἀνάγκη με γραψάσης αὐτοῦ τῆς εὐλαβείας ἐκεῖσε ταῦτα τὰ γεγονότα εἰπεῖν ἅπαντα, πέμψαι δὲ καὶ τὰ ἴσα τῶν παρ’ ἐμοῦ γραφέντων πρὸς αὐτὸν γραμμάτων, ἐκδεδήμηκεν ἀναγκαίως κληρικὸς τῆς Ἀλεξανδρέ‐
20ων, ὁ ἀγαπητὸς διάκονος Ποσειδώνιος. ἀναγνωσθέντων τοίνυν ἐν συνεδρίωι τῶν τε ἐξηγή‐ σεων αὐτοῦ καὶ τῶν ἐπιστολῶν, μάλιστα ἐν οἷς οὐκ ἔστι συκοφαντίας τόπος (ἔχουσι γὰρ αὐτοῦ τὴν ὑπογραφήν), φανερὰ τετύπωκεν ἡ ἁγία Ῥωμαίων σύνοδος καὶ δὴ καὶ γεγράφηκε πρὸς τὴν σὴν θεοσέβειαν, οἷς καὶ ἀνάγκη πείθεσθαι τοὺς ἀντεχομένους τῆς πρὸς ἅπασαν τὴν Δύσιν κοινω‐ νίας· γεγράφασι γὰρ τὰ ἴσα καὶ πρὸς τὸν θεοσεβέστατον ἐπίσκοπον τῆς Θεσσαλονίκης
25Ῥοῦφον καὶ πρὸς ἑτέρους τινὰς τῶν κατὰ τὴν Μακεδονίαν θεοσεβεστάτους ἐπισκόπους, οἳ καὶ ἀεὶ συντρέχουσι ταῖς παρ’ αὐτοῦ ψήφοις. γεγράφασι δὲ οὐδὲν ἧττον καὶ πρὸς τὸν τῆς Αἰλιέων θεοσεβέστατον ἐπίσκοπον Ἰουβενάλιον. τῆς σῆς τοίνυν θεοσεβείας ἐστὶ σκοπῆσαι τὸ συμφέρον· ἡμεῖς γὰρ τοῖς παρ’ αὐτοῦ ἀκολουθήσομεν κρίμασι δεδιότες τὸ ἀπο‐
λισθεῖν τῆς τοσούτων κοινωνίας οὐκ ἐφ’ ἑτέροις τισὶν ἠγανακτηκότων πράγμασιν οὐδὲ ἐπὶ

1,1,1

93

σμικροῖς πεποιημένων τὴν κίνησιν, ἀλλ’ ὑπὲρ αὐτῆς τῆς πίστεως καὶ τῶν ἁπανταχοῦ κειμέ‐ νων ἐκκλησιῶν καὶ τῆς οἰκοδομῆς τῶν λαῶν. Πρόσειπε τὴν παρὰ σοὶ ἀδελφότητα· σὲ ἡ σὺν ἡμῖν ἐν κυρίωι προσαγορεύει.
5Ἀντίγραφον ἐπιστολῆς γραφείσης παρὰ Ἰωάννου ἐπισκόπου Ἀντιοχείας πρὸς Νεστόριον Τῶι δεσπότηι τῶι θεοφιλεστάτωι καὶ ὁσιωτάτωι ἐπισκόπωι Νεστορίωι Ἰωάννης ἐν κυρί‐ ωι χαίρειν. Τὸν ἐμαυτοῦ σκοπὸν περὶ τὴν σὴν θεοσέβειαν μετὰ πάσης ἀληθείας διὰ τοῦ κυρίου μου τοῦ τὰ πάντα μεγαλοπρεπεστάτου κόμητος Εἰρηναίου ἐδήλωσα τῆι σῆι διαθέσει καὶ
10ἐπειδή, ὡς νομίζω, πάσης εἰμὶ λοιπὸν ὑποψίας ἐκτὸς ἀληθέσιν ἀπολογίαις χρησάμενος, πεπαρρη‐ σιασμένηι λοιπὸν χρῶμαι πρὸς τὴν σὴν γνησιότητα συμβουλίαι. ἔξεστιν δέ σοι ἐξ αὐτῶν ὧν συμβουλεύω, ἐνέχυρα ἡμῶν λαβεῖν τῆς περὶ σὲ γνησιότητος καὶ ὡς φροντὶς ἡμῖν ἐστιν οὐ μικρὰ τῆς κατὰ θεὸν ἀγάπης, ἣν οἱ μετιόντες τοὺς θείους ἐκπληροῦσι νόμους, οἱ δὲ ἀμελοῦντες καὶ πανούργως προσφερόμενοι τοῖς οἰκείοις μέλεσιν ἑαυτοὺς πρότερον βλάπτου‐
15σιν ἢ καθ’ ὧν ἐγχειροῦσιν. Ἐπεὶ οὖν ταῦτά μοι καλῶς πεπροοιμίασται, ὡς ἔγωγε οἶμαι, δέξαι με, παρακαλῶ, ἀγαθόν σοι ἐσόμενον σύμβουλον, μὴ παρωθούμενος τὸ ἐν τοῖς παρ’ ἐμοῦ λεγομένοις χρήσιμον καὶ μετὰ πάσης τῆς κατὰ θεὸν διαθέσεως λεγόμενον. ἔδει μὲν οὖν ἡμᾶς περὶ χρηστῶν πραγμάτων τὰ σκέμματα πρὸς ἀλλήλους ποιεῖσθαι· ἐπειδὴ δὲ αἱ ἁμαρτίαι ἡμῶν πολλὴν ἐξου‐
20σίαν ταῖς ἐκκλησιαστικαῖς ταραχαῖς ἐνεποίησαν, τούτου ἕνεκα ἠπείχθην τὰ πρόσφατον ἡμῖν γρα‐ φέντα ἀπό τε Ῥώμης καὶ Ἀλεξανδρείας τῆι σῆι γνωρίσαι ὁσιότητι. ἀθρόον γὰρ Ἀλεξανδρέων κληρικοὶ ἐπιστάντες ἐπιστολὰς ἡμῖν δεδώκασι διαφόρους περὶ τῆς σῆς φιλοθείας ἐκπεμ‐ φθείσας, τὴν μὲν τοῦ ἁγιωτάτου ἐπισκόπου Κελεστίνου, τὰς δὲ τοῦ θεοφιλεστάτου ἐπισκόπου Κυρίλλου, ὧν τὰ ἀντίγραφα ἀποστείλας παρακαλῶ σου τὴν διάθεσιν οὕτως αὐτοῖς ἐντυχεῖν, ὥστε
25μήτε τάραχόν τινα κατὰ διάνοιαν ὑποστῆναι, ἀφ’ ἧς πολλάκις φιλονεικίαι καὶ ἐνστάσεις ἐπιβλα‐ βεῖς συμβαίνουσι, μήτε μὴν καταφρονῆσαι τοῦ πράγματος, εἰδότος τοῦ διαβόλου δι’ ὑπερ‐ οψίας πολλὰ τῶν οὐ χρηστῶν πραγμάτων κορυφοῦν καὶ εἰς ὕψος αἴρειν, ὥστε ἀδιόρθωτα
αὐτὰ ποιῆσαι γενέσθαι, ἀλλ’ ἐμμελῶς αὐτοῖς ἐντυχεῖν, παραλαβεῖν δὲ τινὰς τῶν ὁμοψύχων

1,1,1

94

σοι πρὸς τὴν τῶν προκειμένων διάσκεψιν, δοῦναι δὲ αὐτοῖς καὶ ἐξουσίαν τὸ συμφέρον, ἀλλὰ μὴ τερπνὸν εἰσηγήσασθαι. πάντως γὰρ εἰ σχοῖεν ἄδειαν πολλοί τε ὄντες καὶ γνή‐ σιοι οἱ τοῦ σκέμματος κοινωνοῦντες, ῥαιδίως ἐπὶ τὴν συμβουλίαν ἥξομεν καὶ τὸ νομιζό‐ μενον ὑπάρχειν σκυθρωπὸν παραχρῆμα 〈ἂν〉 εἴη φαιδρόν. καὶ γὰρ εἰ καὶ προθεσμίαν στενο‐
5τάτην τοῖς γράμμασιν ἐνέθηκεν ὁ κύριός μου ὁ θεοφιλέστατος ἐπίσκοπος Κελεστῖνος, δέκα μόναις ἡμέραις, ὡς τὰ γράμματα αὐτοῦ περιέχει, περιορίσας τὴν ἀπόκρισιν, ἀλλ’ ἔξεστιν ἔργον αὐτὸ ποιῆσαι καὶ ἡμέρας μόνης μιᾶς, τάχα δὲ καὶ ὡρῶν ὀλίγων. τὸ γὰρ χρή‐ σασθαι προσφόρωι ὀνόματι ἐν τῆι κατὰ τὸν παμβασιλέα Χριστὸν ὑπὲρ ἡμῶν οἰκονομίαι, τετριμμένωι μὲν πολλοῖς τῶν πατέρων, ἐπαληθεύοντι δὲ καὶ τῆι σωτηρίωι ἐκ παρθένου
10γεννήσει, τοῦτο ῥάιδιον ὡς οὔτε ἐπικίνδυνον χρὴ παραιτήσασθαι τὴν σὴν ὁσιότητα οὔτε ἐκεῖνο ὑπολογίσασθαι ὡς οὐ χρή σε ἑαυτῶι ἐναντία ἐκθέσθαι. εἰ γὰρ ἡ διάνοιά σου τοῦ αὐτοῦ τοῖς πατράσιν καὶ τῆς ἐκκλησίας διδασκάλοις φρονήματος ἔχεται (τοῦτο γὰρ διὰ πολλῶν καὶ κοινῶν φίλων περὶ σοῦ, δέσποτα, μεμαθήκαμεν), τί λυπεῖ τὸ εὐσεβὲς φρό‐ νημα καταλλήλωι ὀνόματι δημοσιεῦσαι, καὶ τοῦτο τοσαύτης προκειμένης ταραχῆς καὶ
15[τοσαύτης] ζητήσεως ἐκ σοῦ; τοῦτο γὰρ εὖ ἴσθι, θεοφιλέστατε· κεκίνηται τὸ κεφάλαιον καὶ τοῖς τε μακρὰν καὶ τοῖς ἐγγὺς σφόδρα αὐτὸ περιτεθρύληται καὶ πλείστη ὅση περὶ τού‐ του ζάλη ἀδοκήτως τὰς ἐκκλησίας διέλαβεν, τῶν πανταχοῦ πιστῶν ταύτης ἕνεκα τῆς αἰτίας ἀλλήλοις καθ’ ἑκάστην συρρηγνυμένων τὴν ἡμέραν. καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, ἀπ’ αὐτῶν τῶν πραγμάτων εἴσηι σαφῶς. ἡ γὰρ Δύσις καὶ Αἴγυπτος, τάχα δὲ καὶ Μακε‐
20δονία ἔκρινεν ἀπορραγῆναι τῆς ἑνώσεως, ἣν ἱδρῶσι πολλοῖς καὶ πόνοις ἁγίων καὶ ἐπισή‐ μων ἐπισκόπων καὶ μάλιστα τοῦ τὰ πάντα ἁγίου καὶ κοινοῦ ἡμῶν πατρὸς τοῦ μεγάλου Ἀκακίου ἡ τοῦ θεοῦ χάρις τῶι κοινῶι τῶν ἐκκλησιῶν κεχάρισται. τίς γὰρ ἂν μέμψαι‐ το, εἰ δόξεις λέγειν ἃ φρονεῖς; μᾶλλον δὲ τίς οὐκ ἂν ἀποδέξαιτο, εἰ δέξαιο προσηγορίαν, ἧς τὴν διάνοιαν, ὡς ἔγνωμεν, ἡ σὴ εὐλάβεια κέκτηται, καὶ τοῦτο ὑπὲρ εὐσταθείας καὶ
25εἰρήνης οἰκουμενικῆς; Εἰ δοκεῖ δέ, καλοῦ παραδείγματος εἰς καιρὸν ὑπομνήσω σε, οὗ βούλομαί σε καὶ μεμνῆσθαι· οὐδὲ γὰρ χρόνος πολύς ἐστιν ἐξ οὗ παρ’ ἡμῖν συμβέβηκεν, ὥστε αὐτὸ καὶ λή‐ θηι παραδοθῆναι. μέμνησαί που πάντως τοῦ μακαρίου Θεοδώρου τοῦ ἐπισκόπου ἐν ἐξη‐
γήσει εἰπόντος τι τῶν οὐ δοξάντων καλῶς εἰρῆσθαι πρώτωι τε σοὶ τῶι καὶ παρρησιασα‐

1,1,1

95

μένωι κατ’ ἐκεῖνον τὸν καιρόν, ἔπειτα καὶ πᾶσιν τοῖς ἀκούσασιν, καὶ ὅπως ἐκεῖνος αἰσθό‐ μενος τῆς βλάβης καὶ τῆς ταραχῆς, ἣν ὁ μικρὸς ἐνεποίησε τονθορυσμός, ἐννοήσας ὡς ἡ ταραχὴ ποιήσει διάστασιν, μᾶλλον δὲ καὶ ἀντίστασιν, φιλούντων τῶν ἀνθρώπων, εἰ τοιαύ‐ της δράξοιντο ἀφορμῆς, τῆιδε κἀκεῖσε διαιρεῖσθαι, καὶ τὴν ἀντίστασιν αὔξειν τὸν δοκοῦντα
5βραχὺν εἶναι τοῦ σκανδάλου σπινθῆρα (ὃ δὴ καὶ νῦν παρ’ ἡμῖν γεγένηται), ὅπως ὁ γεν‐ ναῖος ἐκεῖνος ἀναστὰς οὐ μετὰ πολλὰς ἡμέρας τὸ παρ’ αὐτοῦ λεχθὲν ἀνερυθριάστως ἐπὶ χρησίμωι τῆς ἐκκλησίας διωρθώσατο, καὶ διορθωσάμενος, παραχρῆμα ἀπετρίψατο τὴν κατ’ αὐτοῦ γεγονυῖαν διαβολήν, οὐ λογισάμενος εἶναί τι σαθρὸν τὴν διόρθωσιν, καὶ τοῦτο πάν‐ των εἰδότων μὲν ὡς σαθρῶς παρ’ αὐτοῦ ἐλέχθη τὸ λεχθέν, ἀποδεξαμένων δὲ αὐτὸν τῆς
10παραυτίκα μεταστάσεως. Ἐγὼ δέ σου τὴν θεοσέβειαν οὐκ ἐπὶ διαβεβλημένηι μεταστάσει τοῦ λόγου προτρέπω οὔτε μὴν ἐναντιότητι μειρακιώδει, ὡς ἄν τις εἴποι, ἀλλ’ ἐπειδή σοι πολλάκις πρὸς πολλοὺς εἴρηται, ὡς μεμαθήκαμεν, ὡς οὐκ ἐκτρεπόμενος τὴν εὐσεβῆ ταύτην διάνοιαν μόνον τὸ ὄνομα παραιτῆι, εἰ δὲ σοὶ τινὲς τῶν ἐν τῆι ἐκκλησίαι ἐπισήμων καὶ τοῦτο ὑπόθοιντο, οὐκ ἂν
15παραιτήσαιο ἀνενδοιάστως καὶ θεοτόκον εἰπεῖν τὴν ἁγίαν παρθένον, τούτου ἕνεκα ἐπὶ τὸ σόν σε προτρέπω, προενεγκεῖν ἐκκαλούμενος ὅπερ μεμαθήκαμεν, μὴ διασφάλλεσθαί σε φρο‐ νοῦντα, προστιθέντα δὲ ῥῆμα πράγματι καὶ ὄνομα πολλοῖς τῶν πατέρων καὶ συντεθὲν καὶ ῥηθὲν καὶ συγγραφὲν καὶ μὴ παραιτήσασθαι ὅλως ῥῆμα τὴν κατὰ ψυχὴν ἐλέγχον εὐσεβῆ διάνοιαν. τοῦτο γὰρ τὸ ὄνομα οὐδεὶς τῶν ἐκκλησιαστικῶν διδασκάλων παρήιτηται.
20οἵ τε γὰρ χρησάμενοι αὐτῶι πολλοὶ καὶ ἐπίσημοι οἵ τε μὴ χρησάμενοι οὐκ ἐπελάβοντο τῶν χρησαμένων, καὶ μάτην ἡμεῖς, ὡς ἔοικεν, δῆθεν ἀκριβείας περιττῆς ἕνεκα πρὸς αἱρετικὴν κακο‐ δοξίαν μόνον βλεπούσης τὰς συνειδήσεις τῶν ἀδελφῶν εἰς οὐδὲν δέον πληττομένας περιορῶ‐ μεν, ὄνομα παραιτούμενοι οὗ τὴν διάνοιαν εὖ καὶ καλῶς παραδεχόμεθα. εἰ γὰρ τὸ ἐξ αὐτοῦ σημαινόμενον μὴ παραδεχοίμεθα, λείπεται περὶ πολλὰ ἡμᾶς διασφάλλεσθαι, μᾶλλον δὲ κιν‐
25δυνεύειν περὶ τὴν ἄρρητον οἰκονομίαν τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ. ἀκολουθήσει γὰρ εὐθὺς τῆι τοῦ ὀνόματος τούτου ἀναιρέσει εἴτ’ οὖν τῶι ἐξ αὐτοῦ σημαινομένωι τὸ μήτε θεὸν εἶναι τὸν τὴν ἄρρητον οἰκονομίαν ὑπὲρ ἡμῶν ἀναδεξάμενον μήτε μὴν τὸν θεὸν λόγον κενώσαντα ἑαυτὸν εἰς τὴν τοῦ δούλου μορφὴν ἄφατόν τι περὶ ἡμᾶς ἐπιδεδεῖχθαι φιλαν‐ θρωπίας μέγεθος, ἅπερ αἱ θεῖαι γραφαὶ μάλιστα κυροῦσιν τὴν εἰς ἡμᾶς φιλανθρωπίαν, ὅταν
30τὸν προαιώνιον καὶ συναίδιον καὶ μονογενῆ τοῦ θεοῦ υἱὸν ἐπὶ τὴν ἐκ παρθένου γέννησιν ἀπαθῶς τῶι λόγωι καταγάγωσι κατὰ τὸ εἰρημένον τῶι θείωι ἀποστόλωι ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικός, ἀποδεικνύντι σαφῶς τὴν τοῦ μονο‐
γενοῦς ἐκ παρθένου, ὡς φθάσας ἔφην, ἄρρητον γέννησιν, ἀφ’ ἧς γεννήσεως εἰ προσαγο‐

1,1,1

96

ρεύοιτο ἡ παρθένος παρὰ τῶν πατέρων, ὥσπερ οὖν καὶ προσαγορεύεται, τούτωι τῶι ὀνόματι, οὐκ οἶδ’ ὅτου χάριν τὴν οὐκ ἀναγκαίαν ταύτην ζήτησιν (καί μοι σύγγνωθι) καθ’ ἑαυτῶν καὶ τῆς ἐκκλησιαστικῆς εἰρήνης, ὡς ὁρᾶις, ἀναδεδέγμεθα. κίνδυνος γὰρ οὐδεὶς τὰ αὐτὰ λέγειν τε καὶ φρονεῖν τοῖς ἐν τῆι ἐκκλησίαι τοῦ θεοῦ εὐδοκιμήσασι διδασκάλοις, ὧν περιττὸν μὲν τὰ ὀνόματα
5ἀπαριθμεῖσθαι· ἐπίστασαι γὰρ αὐτοὺς οὐδενὸς ἧττον, ἐπειδὴ τῶι εἶναι αὐτῶν μαθητὴς αὐτός τε καὶ πάντες ἡμεῖς σεμνυνόμεθα. Ταῦτα παρ’ ἡμῶν συμβουλεύθητι, παρακαλῶ· ταῦτα πρᾶξαι παρακλήθητι· μὴ δῶις χώραν καὶ νομὴν ἑρπούσηι διαστάσει. ἐννόησον γὰρ ὡς εἰ πρὸ τῶν νῦν ἀποσταλέντων γραμμάτων οἱ πολλοὶ ἄσχετοι ἦσαν καθ’ ἡμῶν, νῦν δραξάμενοι τῆς ἀπὸ τῶν γραμμάτων
10τούτων παρρησίας τίνες οὐκ ἔσονται καὶ ποίαι οὐ χρήσονται καθ’ ἡμῶν τῆι παρρησίαι ταῦτα ἐγὼ πολλοὺς τῶν θεοφιλεστάτων ἐπισκόπων καὶ τῶν τῆς σῆς φιλοθείας ἐραστῶν παρ’ ἐμαυτὸν ἔχων, οἳ ἔτυχον παρεῖναι ἡμῖν τῶν γραμμάτων τούτων τῶν ἀπευκτῶν ἀποδο‐ θέντων, νομίσας καὶ γνησίου ἔργον ποιεῖν κατὰ τὰς ἐμαυτοῦ ὑποσχέσεις καὶ ἀδελφικῆι συμβουλίαι ἀνορθοῦν κάμνουσάν σοι ἐπὶ τοῦ παρόντος τὴν ὑπόληψιν, ἐπέστειλα, εὐχόμενός
15σου τὴν φιλοθείαν ἀφιλονείκωι τῆι γνώμηι δέξασθαι, ἣν μετὰ φόβου θεοῦ καὶ φίλτρου τοῦ περὶ σὲ καὶ τοῦ ἀσφαλοῦς ἕνεκα τῆς ἐκκλησίας εἰσηγησάμην, οὐ μόνος ὤν, ὡς ἔφην, ἀλλὰ γὰρ παρόντων μοι τῶν περὶ τὸν κύριόν μου τὸν θεοφιλέστατον ἐπίσκοπον Ἀρχέλαον Ἀπρίγγιον Θεοδώρητον Ἡλιάδην Μελέτιον καὶ τὸν πρόσφατον τῆι τοῦ θεοῦ χάριτι προβλη‐ θέντα τῆι Λαοδικέων τοῦ θεοῦ ἐκκλησίαι ἐπίσκοπον Μακάριον, οἳ καὶ δογμάτων ἐντὸς
20ὑπάρχουσιν καὶ περὶ σὲ διαπύρως διάκεινται, μεθ’ ἡμῶν σε εὐχόμενοι, δέσποτα, φρονήματι εὐπειθεῖ χρησάμενον στῆσαι τῶν γραμμάτων τούτων καθάπερ λαίλαπος σφοδροτέραν φοράν, ἱκανήν, εἰ μὲν εἴξαιμεν, μὴ θολῶσαι μηδὲ ταράξαι, εἰ δὲ ἐνσταίημεν, λυπῆσαι. ταῦτα οἰκειού‐ μενοι τὰ σὰ ἡμεῖς μὲν ἐδηλώσαμεν, αὐτὸς δὲ καταδέξασθαι καὶ ἀσμενίσαι καταξίωσον, εἰ μὴ ἄρα τις οὐκ ἀγαπῶν ἡμᾶς παρασκευάσειεν ἐπὶ βλάβηι ἑαυτοῦ τε καὶ τοῦ κοινοῦ καταφρονῆ‐
25σαι τούτου τοῦ πράγματος. τὸ δοκοῦν, παρακαλῶ, παραχρῆμα ἀντιγράψαι καταξίωσον, μᾶλλον δὲ μὴ τὸ δοκοῦν, ἀλλὰ τὸ συμφέρον.
28Κυρίωι μου ποθεινοτάτωι ἀδελφῶι καὶ συλλειτουργῶι Ἰουβεναλίωι Κύριλλος ἐν κυρίωι
χαίρειν. Ηὐχόμην μὲν τοῖς τῶν εὐδοκιμησάντων ἴχνεσι καὶ τῆι ὀρθῆι πίστει κατακολου‐

1,1,1

97

θεῖν τὸν εὐλαβέστατον ἐπίσκοπον Νεστόριον (τίς γὰρ τῶν εὖ φρονούντων οὐκ ἂν εὔξαιτο δοκιμωτάτους εἶναι τοὺς καθηγεῖσθαι λαχόντας τῶν τοῦ σωτῆρος ποιμνίων;)· ἐπειδὴ δὲ παρ’ ἐλπίδας ἡ τῶν πραγμάτων ἡμῖν ἐκβέβηκε φύσις (ὃν γὰρ ἔσεσθαι προσεδοκῶμεν ποιμένα γνήσιον, τοῦτον τῆς ὀρθῆς πίστεως διώκτην εὑρήκαμεν), δεῖ λοιπὸν μνημονεῦσαι τοῦ πάν‐
5των ἡμῶν σωτῆρος Χριστοῦ λέγοντος οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν. ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτο, εἰ δὲ δὴ καὶ πρὸς γονέας ἡμῖν ὁ πόλεμος ἀνέγκλητός τε καὶ ἀνεπίληπτος, μᾶλλον δὲ καὶ παντὸς ἐπαίνου μεστός, ὅτε τῆι τοῦ Χριστοῦ δόξηι συναθλεῖν ἐγνώκαμεν, πῶς οὐκ ἀνάγκη πᾶσα, καίτοι δακρύοντας ὡς ἀδελφὸν ἀπολέσαντας, τὸν θεοφιλῆ περιζώσασθαι ζῆλον καὶ
10μόνον οὐχὶ τοῖς ἀνὰ πᾶσαν τὴν γῆν ἐκεῖνο εἰπεῖν εἴ τις πρὸς κύριον, ἴτω πρός με. ἐγὼ μὲν γὰρ καὶ δι’ ἑνὸς καὶ δευτέρου γράμματος ὡς ἀδελφὸν παρεκάλεσα μὴ ταῖς ἰδίαις ἀκολουθεῖν ἐννοίαις, ἀλλὰ τῆι ὀρθῆι καὶ ἀποστολικῆι πίστει τῆι παραδοθείσηι ταῖς ἐκκλησί‐ αις, οἰηθεὶς ἀπαλλάξαι αὐτὸν τῆς τῶν αὐτοῦ γραμμάτων σκαιότητος· ἀλλ’ οὐδὲν ὤνησε τὸ τῆς διαθέσεως φάρμακον, ἄπρακτος γέγονεν ἡ συμβουλὴ καὶ τοσοῦτον ἀπέσχε τοῦ
15θέλειν τοῖς τῆς ἀληθείας ἕπεσθαι δόγμασιν, ὥστε καὶ ἐπιστολὴν ἀπέστειλε πρός με μεθ’ ὑπογραφῆς ἰδίας, ἐν ἧι καὶ ἐπιπλήττει μὲν ὡς λυπούμενος, διωμολόγηκε δὲ σαφῶς θεοτό‐ κον οὐκ εἶναι τὴν ἁγίαν παρθένον, ὅπερ ἐστὶν ἐναργῶς εἰπεῖν μὴ εἶναι θεὸν ἀληθῶς τὸν Ἐμμανουήλ, ἐφ’ ὧι τὰς τῆς σωτηρίας ἔχομεν ἐλπίδας. οἰηθεὶς δὲ ὅτι καὶ τὴν Ῥωμαίων ἐκκλησίαν συναρπάσαι δυνήσεται, ἔγραψε πρὸς τὸν κύριόν μου τὸν εὐλαβέστατον καὶ θεοσε‐
20βέστατον ἀδελφὸν καὶ συλλειτουργὸν Κελεστῖνον τῆς Ῥωμαίων ἐκκλησίας ἐπίσκοπον, ἐνθεὶς ταῖς ἐπιστολαῖς τῶν αὐτοῦ δογμάτων τὴν διαστροφήν. πέπομφε δὲ καὶ ἐξηγήσεις πολλάς, ἐξ ὧν ἐλήλεγκται φρονῶν τὰ διεστραμμένα, καὶ κατεγνώσθη λοιπὸν ἀραρότως ὡς αἱρετικός. ἐπειδὴ τοίνυν ὁ μνημονευθεὶς εὐλαβέστατος καὶ θεοσεβέστατος τῆς Ῥωμαίων ἐκκλησίας ἐπίσκοπος Κελεστῖνος φανερὰ γέγραφε περὶ αὐτοῦ καὶ πέπομφε πρός με τὰς ἐπιστολάς,
25δεῖν ὠιήθην ἀποστεῖλαι ταύτας καὶ ἀκονηθεῖσαν οἴκοθεν εἰς εὐσεβῆ ζῆλον τὴν σὴν θεοσέ‐ βειαν διαναστῆσαι διὰ τοῦ γράμματος, ὅπως ἂν ἐκ μιᾶς ψυχῆς καὶ συντόνου προθυμίας τὴν εἰς Χριστὸν ἀγάπην ζωσώμεθα καὶ σώσωμεν λαοὺς κινδυνεύοντας καὶ στήσωμεν ἐκ‐ κλησίαν τὴν οὕτω διαφανῆ, σύμφρονες δηλονότι γεγονότες ἑκάστοις ἅπαντες καὶ κατὰ τὸν ὁρισθέντα τύπον ἐπιστέλλοντες αὐτῶι καὶ τοῖς λαοῖς. ἂν μὲν ὠφελήσωμεν καὶ μεταστή‐
30σωμεν κατὰ τὸ ἀληθὲς αὐτὸν ὧν πεφρόνηκεν, κεκερδάκαμεν ἀδελφὸν καὶ σεσώκαμεν ποι‐ μένα· ἐὰν δὲ ἄπρακτος ἡμῶν ἡ συμβουλὴ γένηται, αὐτὸς ἑαυτῶι ἐπιγράψας τὸ συμβὰν αὐτῶι τῶν ἰδίων πόνων ἔδεται τοὺς καρπούς. δεῖ δὲ ἡμᾶς ἀναγκαίως καὶ τῶι φιλοχρίστωι καὶ εὐσεβεστάτωι βασιλεῖ, καὶ ἅπασι δὲ τοῖς ἐν τέλει γράψαι καὶ συμβουλεῦσαι μὴ προτιμῆσαι
τῆς εἰς Χριστὸν εὐσεβείας ἄνθρωπον, ἀλλὰ χαρίσασθαι τῆι οἰκουμένηι τὸ βέβαιον εἰς

1,1,1

98

πίστιν ὀρθὴν καὶ ποιμένος ἀπαλλάξαι πονηροῦ τὰ θρέμματα, εἰ μὴ ταῖς ἁπάντων εἴκει συμβουλαῖς. Πρόσειπε τὴν παρὰ σοὶ ἀδελφότητα· σὲ ἡ σὺν ἡμῖν ἐν κυρίωι προσαγορεύει.
5 Κυρίωι μου ἀγαπητῶι ἀδελφῶι καὶ συλλειτουργῶι Ἀκακίωι Κύριλλος ἐν κυρίωι χαίρειν. Οἱ σφόδρα λυπούμενοι καὶ φροντίδι τετρωμένην ἔχοντες τὴν καρδίαν οὐ μικρῶς ἔχουσι παραψυχήν, ὅταν τισὶ τῶν ὁμογνωμόνων τὰ ἐφ’ οἷς λελύπηνται, λέγωσι. τοιοῦτός τις γέγονα κἀγώ· διά τοι τοῦτο τῆι σῆι τελειότητι γράψαι δεῖν ὠιήθην τὰς αἰτίας ἐφ’ αἷς εἰκότως, ὥς γε οἶμαι, λελύπημαι, μᾶλλον δὲ καὶ ἔτι λυποῦμαι. οὐ γὰρ ἤρκεσε τῶι εὐλα‐
10βεστάτωι ἐπισκόπωι Νεστορίωι τὸ ἐπ’ ἐκκλησίας εἰπεῖν ἃ ἐπ’ ἐκκλησίας ἐσκανδάλισε καὶ παρέλυσε πίστιν τὴν ἐπὶ τῶι πάντων ἡμῶν σωτῆρι Χριστῶι, ἀλλὰ γὰρ καὶ ἠνέσχετο Δωρο‐ θέου τινὸς ἐπισκόπου τολμήσαντος ἐπ’ ἐκκλησίας καὶ συνάξεως εἰπεῖν ἀναφανδόν· εἴ τις λέγει θεοτόκον τὴν Μαρίαν, ἀνάθεμα ἔστω. τί τοίνυν δράσομεν ἐν ἐκκλησίαι ὀρθοδόξων ἀναθεματισθέντες μετὰ τῶν ἁγίων πατέρων; εὑρίσκω γὰρ ἐν συγγραφαῖς καὶ τὸν τῆς ἀοιδί‐
15μου μνήμης ἐπίσκοπον Ἀθανάσιον πλειστάκις αὐτὴν ὀνομάσαντα θεοτόκον, καὶ τὸν μακά‐ ριον δὲ πατέρα ἡμῶν Θεόφιλον καὶ ἑτέρους πολλοὺς τῶν ἁγίων καὶ κατὰ καιροὺς ἐπισκό‐ πων, τοῦτο μὲν Βασίλειον, τοῦτο δὲ Γρηγόριον, καὶ αὐτὸν δὲ τὸν μακάριον Ἀττικόν. οὐ‐ δεὶς δὲ οἶμαι τῶν ὀρθοδόξων θεοτόκον αὐτὴν δέδιεν εἰπεῖν, εἴπερ ἐστὶν ἀληθὲς ὅτι θεός ἐστιν ὁ Ἐμμανουήλ. γεγόνασι τοίνυν ἀνάθεμα πρὸς θεὸν ὄντες ἅγιοι πατέρες, καὶ
20πάντες δὲ ὅσοι τοῖς ὀρθοῖς τῆς ἀληθείας ἑπόμενοι δόγμασι θεὸν ὁμολογοῦσι Χριστόν, καὶ οὐ μέχρι τούτων ἡ ἐκ τοῦ πράγματος ζημία, ἀλλὰ γὰρ καὶ διεστράφησαν αἱ τῶν λαῶν γνῶμαι. τεθρήνηκα γὰρ ἀκούων τοὺς μὲν εἰς τοῦτο πεσόντας ἀπιστίας ἤδη καὶ ἀμαθίας, ὡς μηδὲ θεὸν ὁμολογεῖν τὸν Χριστόν, τοὺς δὲ κἂν εἰ ἕλοιντο ὁμολογεῖν ὅλως αὐτὸν θεόν, μηδὲν ὑγιὲς ἐπ’ αὐτῶι δοξάζειν, ἀλλ’ εὐδοκίαι καὶ χάριτι μεθ’ ἡμῶν κεκλῆσθαι πρὸς τοῦτο
25λέγοντας. ταῦτα θρήνου καὶ οἰμωγῆς ἄξια. ποία γὰρ ὅλως ἡ χρεία καὶ εἰς μέσον ἄγεσθαι τὰ οὕτως λεπτὰ καὶ κεκρυμμένα; διὰ τί δὲ μὴ μᾶλλον ἠθικαῖς ἐξηγήσεσιν ὠφε‐ λοῦμεν τοὺς λαούς, εἰ μὴ σφόδρα ἔχομεν ἱκανῶς εἰς ἀκρίβειαν τὴν δογματικήν; ἐπειδὴ δὲ μονάζουσι τοῖς κατὰ τὴν Αἴγυπτον καὶ τὴν Ἀλεξάνδρειαν τεθορυβημένοις ἐκ τῶν τοιού‐ των ἀναγνωσμάτων ἢ γοῦν ἐξηγήσεων τὸν ὀρθὸν τῆς πίστεως ἐξηγησάμεθα λόγον, ἐκπε‐
30πολέμωται καὶ γέγονεν ἐχθρὸς καὶ συλλέγει τινὰς ἀγύρτας καὶ ἀπεγνωσμένους καὶ παρα‐
σκευάζει ψεύδεσθαι κατ’ ἐμοῦ τινὰ ἐπὶ πολλῶν, καὶ τάχα δικαίως. εἰ γὰρ εἴχομεν ζῆλον

1,1,1

99

θεοῦ καὶ τῆς τῶν πατέρων φιλοθείας ἐγινόμεθα μιμηταί, πάλαι ἂν ἦμεν κατὰ τῶν τετολ‐ μηκότων φλυαρῆσαι κατὰ τοῦ Χριστοῦ καὶ ἀναθεματισάντων ἡμᾶς τε τοὺς ζῶντας καὶ τοὺς πρὸς θεὸν ὄντας ἤδη πατέρας ἁγίους ψῆφον ὁσίαν ἐξενέγκαντες, δι’ ἧς ἦν εἰκὸς θεραπεύε‐ σθαι καὶ τοὺς εἰς πίστιν ἠδικημένους τῶν λαῶν.
5Πρόσειπε τὴν παρὰ σοὶ ἀδελφότητα· σὲ ἡ σὺν ἡμῖν ἐν κυρίωι προσαγορεύει.
7 Τῶι δεσπότηι μου τῶι τὰ πάντα ἁγιωτάτωι καὶ θεοφιλεστάτωι ἐπισκόπωι Κυρίλλωι Ἀκάκιος ἐν κυρίωι χαίρειν. Ἐνέτυχον γράμμασι τῆς σῆς θεοσεβείας ἐκ τοῦ σύνεγγυς ἡμῖν ἀποδοθεῖσιν ἀπευκτοῖς, δακρύων καὶ θρήνου μεστοῖς, τῶν κατὰ Κωνσταντινούπολιν θρυλου‐
10μένων ἕνεκεν, καὶ κρατεῖ τὸ βάθος τῆς κατὰ Χριστὸν πίστεως, καθὸ δεῖ, μετέχουσιν, ὡς περιττὸν ἦν τοῦτο καὶ τὴν ἀρχὴν εἰς μέσον ἀχθῆναι. τί γὰρ ὤνησεν Ἀπολινάριος ὁ Λαοδικεύς, εἷς ὢν ἐν τοῖς ἔμπροσθεν ὁ μέγας ἀγωνιστὴς ὁ ὑπὲρ τῆς ὀρθῆς πίστεως κρα‐ ταιῶς πρὸς τοὺς ἐχθροὺς μαχεσάμενος θαρσήσας ἑαυτοῦ τῆι σοφίαι καὶ ἐθελήσας παρεισα‐ γαγεῖν ἐξ ἀπόρων πόρους τινὰς τῆι καθαρᾶι καὶ ἀδόλωι τοῦ Χριστοῦ πίστει; οὐ πα‐
15ρεσκεύασεν ἐν τοῖς σχισματικοῖς ἑαυτὸν παρὰ τῆι καθόλου ἐκκλησίαι λογισθῆναι; οὐκ εἴρηται τινὶ τῶν πρὸ ἡμῶν ἐπισκόπων ἀναστεῖλαι βουλομένωι τὰ ὑπὲρ ἄνθρωπον μὴ περιεργάζεσθαι τοὺς εὖ διακειμένους, ἐρρωμένηι τῆι διανοίαι καὶ ἐντελεῖ συνέσει ταύτην ῥήξαντι τὴν φω‐ νήν· «πῶς ὁ πατὴρ τὸν μονογενῆ ἐγέννησε, σιωπῆι τιμάσθω»; καὶ προιόντος τοῦ λόγου ἀπηριθμήσατο ὡς διαλανθάνει ἥδε ἡ ἔρευνα κατὰ μικρὸν πάσας ὁμοῦ τὰς κατ’ οὐρανὸν
20δυνάμεις, μήτι γε ἀνθρώπους καὶ ἔννοιαν ἀνθρώπων. πῶς δὲ οὐκ ἀναγκαία καὶ πρέπουσα ἡ παραίνεσις τῶν θείων γραφῶν ἐκδιδάσκουσα· βαθύτερά σου μὴ ζήτει καὶ ἰσχυρό‐ τερά σου μὴ περιεργάζου· ἃ προσετάγη σοι, ταῦτα διανοο, οὐ γὰρ ἔστι σοι χρεία τῶν κρυπτῶν; οἱ δὲ ὑπεραπολογεῖσθαι ζητοῦντες τῶν ταῦτα ἐννοῆσαι καὶ φράσαι ἐπιχειρησάντων παρόμοιόν τι λέγουσι πεπονθέναι ὧν ὑπέμεινεν ὁ μακάριος Παυ‐
25λῖνος ὁ ἐπίσκοπος, ὃς παρηιτεῖτο τρεῖς ὑποστάσεις λέγειν ῥητῶς, δυνάμει καὶ ἀληθῶς ταῦ‐ τα φρονῶν, ταῦτα μετιών, ἠκολούθησε δὲ τοῖς Δυτικοῖς θεοφιλέσιν ἐπισκόποις τῶι ἐστενῶ‐ σθαι τὴν Ῥωμαικὴν φωνὴν καὶ μὴ δύνασθαι πρὸς τὴν ἡμετέραν τῶν Γραικῶν φράσιν
τρεῖς ὑποστάσεις λέγειν. πλὴν ὅτι χρὴ πάντας ἡμᾶς τοὺς δυναμένους συναλγεῖν καὶ

1,1,1

100

συμπάσχειν τῆι ἐκκλησίαι τοῦ θεοῦ περὶ πολλοῦ ποιεῖσθαι καταστεῖλαι τὴν ἐξαγγελθεῖσαν φωνήν, ὅπως μὴ πρόφασις δοθῆι τοῖς διασχίζειν καὶ διατέμνειν τὴν ἐκκλησίαν τοῦ θεοῦ ἑτοίμως ἔχουσι. διὸ χρὴ τὴν σὴν ἐντελῆ καὶ ἀπηρτισμένην σύνεσιν, εἰ καί τι τοιοῦτον τὴν ἀρχὴν ἐλέχθη τὸ λυπεῖν καὶ διαταράττειν πολλοὺς τῶν εὐλαβῶν καὶ φιλοχρίστων δυνάμενον, καταστεῖλαι
5τὸ κινηθέν, εἰ καὶ τὰ μάλιστα, ὡς φθάσας ἔφην, πολλοὶ τῶν ἀπὸ Κωνσταντινουπόλεως εἰς τὴν Ἀντιόχειαν ἀφικνουμένων, ἔτι μὴν καὶ πρὸς ἡμᾶς, τοῦτο μὲν κληρικῶν, τοῦτο δὲ λαικῶν, συνηγορεῖν δοκοῦσι τῶι ῥηθέντι ῥητῶι οὐκ ἐναντίως ἔχοντι κατὰ διάνοιαν τῆι ἀποστολικῆι πίστει, προσέτι δὲ καὶ τῆι τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι συνελθόντων περὶ τοῦ ὁμοουσίου θεσπι‐ σθείσηι καὶ διαδοθείσηι εἰς πᾶσαν τὴν καθόλου ἐκκλησίαν. τὸ τοίνυν συνετὸν καὶ συμπαθητικὸν
10καὶ ἐντελὲς τῆς σῆς ἱερωσύνης καιροῦ καλοῦντος ἐπιδείξασθαι καταξίωσον, μεσιτευούσης σου τῆς ἁγιωσύνης τῶι ῥηθέντι ῥητῶι πρὸς τοὺς ἀκούσαντας καὶ διαρραγέντας, ὥστε σου τὴν ἁγιωσύνην ἐκεῖνα φρονῆσαί τε καὶ ἐπιτελέσαι, ἃ δυνήσεται, χειμαζομένης ἐπὶ τοῦ παρόντος τῆς καθόλου ἐκκλησίας, ἔτι μᾶλλον καὶ μᾶλλον εἰς ὕψος ἀναπεμφθῆναι, δεσποτι‐ κῆι τινι φωνῆι χρώμενον καὶ ἐπινοοῦντα τῆι νοητῆι θαλάττηι ἐπὶ τοῦ παρόντος δοκούσηι
15διαταράττεσθαι καὶ ἐπάγοντα τὸ σιώπα, πεφίμωσο. Ἐποίησα δὲ ἀναγνωσθῆναι τὴν ἐπιστολὴν τῆς σῆς θεοσεβείας τῶι τὰ πάντα ἁγιωτά‐ τωι καὶ θεοφιλεστάτωι Ἰωάννηι τῶι τῆς Ἀντιοχέων ἐπισκόπωι, καὶ κατακούσας μετὰ πολλῆς τῆς συναισθήσεως καὶ συμπαθείας, τὰ αὐτὰ ἡμῖν πρεσβυτικὴν ἄγουσιν ἡλικίαν νεωστὶ εἰς ἐπισκοπὴν ἐληλυθώς (ὃς τῆι τοῦ θεοῦ χάριτι ἀκμάζει ἐν τοῖς τῆι ἐπισκοπῆι προσεῖναι
20ὀφείλουσιν ἐπάθλοις, ὡς μέγα ἐπ’ αὐτῶι φρονεῖν καὶ σεμνύνεσθαι πάντας τοὺς τῆς Ἀνατο‐ λικῆς διοικήσεως θεοφιλεστάτους ἐπισκόπους) παρακαλῶν σου τὴν θεοσέβειαν καταλαμβά‐ νεται ὥστε σου τὴν ἁγιωσύνην τῆι προσούσηι αὐτῆι συνέσει χρησαμένην μεταχειρίσασθαι τὸ ἐπισυμβὰν οὐκ ἀνεκτὸν ῥῆμα, ὡς δι’ ὧν λαλεῖς, δι’ ὧν πράττεις, τὸ ἀποστολικὸν καιροῦ καλοῦντος ἐπιδείξηι τὸ φάσκον· ἐὰν γὰρ θέλω χρήσασθαι τῆι ἐξουσίαι, ἧι ἔδωκεν ἡμῖν ὁ
25θεὸς εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν, οὐκ αἰσχυνθήσομαι. τὸν δὲ πο‐ θεινότατον τὸν τὰ γράμματα ἡμῶν ἐπαγόμενον πιστὸν ὄντα καὶ Χριστιανὸν ἐκ προγόνων καταξίωσον τῆι ἐνούσηι καὶ ἐνυπαρχούσηι σοι φιλαγαθίαι προσέσθαι καὶ ἐν οἷς ἂν δεηθείη, προνοίας αὐτὸν ἀξιῶσαι τῆς σοι πρεπούσης.
Πᾶσαν τὴν σὺν σοὶ ἀδελφότητα ἐγώ τε καὶ οἱ σὺν ἐμοὶ πλεῖστα προσαγορεύομεν.

1,1,1

101

(2)

Διαμαρτυρία προτεθεῖσα ἐν δημοσίωι κατὰ τῶν κληρικῶν Κωνσταντινουπόλεως καὶ κατὰ ἐκκλησίαν ἐμφανισθεῖσα ὡς ὅτι ὁμόφρων ἐστὶ Νεστόριος Παύλου τοῦ Σαμοσατέως τοῦ ἀναθεματισθέντος πρὸ ἐτῶν ρξ ὑπὸ τῶν ὀρθοδόξων ἐπισκόπων
5 Ὁρκίζω τὸν λαμβάνοντα τόδε τὸ χαρτίον κατὰ τῆς ἁγίας τριάδος ὥστε φανερὸν αὐτὸ ποιῆσαι ἐπισκόποις πρεσβυτέροις διακόνοις ἀναγνώσταις λαικοῖς οἰκοῦσι Κωνσταν‐ τινούπολιν ἔτι τε καὶ τὸ ἴσον αὐτοῖς ἐκδοῦναι πρὸς ἔλεγχον τοῦ αἱρετικοῦ Νεστορίου ὅτι ὁμόφρων ἐστὶ τοῦ ἀναθεματισθέντος Παύλου τοῦ Σαμοσατέως πρὸ ἐτῶν ἑκατὸν ἑξήκοντα ὑπὸ τῶν ὀρθοδόξων πατέρων ἐπισκόπων. ἔστι δὲ τὰ παρ’ ὁποτέρων εἰρημένα οὕτως
10 Παῦλος εἶπε· Μαρία τὸν λόγον οὐκ ἔτεκε. Νεστόριος συμφώνως εἶπεν· οὐκ ἔτε‐ κεν, ὦ βέλτιστε, Μαρία τὴν θεότητα. Παῦλος· οὐδὲ γὰρ ἦν πρὸ αἰώνων. Νεστόριος· καὶ μητέρα χρονικὴν τῆι δημιουρ‐ γῶι τῶν χρόνων ἐφιστῶσι θεότητι. Παῦλος· Μαρία τὸν λόγον ὑπεδέξατο καὶ οὔκ ἐστι πρεσβυτέρα τοῦ λόγου. Νε‐
15στόριος· πῶς οὖν Μαρία τὸν ἑαυτῆς ἀρχαιότερον ἔτεκεν; Παῦλος· Μαρία ἔτεκεν ἄνθρωπον ἡμῖν ἴσον. Νεστόριος· ἄνθρωπος ὁ τεχθεὶς ἐκ παρθένου. Παῦλος· κρείττονα δὲ κατὰ πάντα, ἐπειδὴ ἐκ πνεύματος ἁγίου καὶ ἐξ ἐπαγγελιῶν καὶ ἐκ τῶν γεγραμμένων ἡ ἐπ’ αὐτῶι χάρις. Νεστόριος· τεθέαμαι γάρ φησι, τὸ πνεῦμα
20καταβαῖνον ὡσεὶ περιστερὰν καὶ μένον ἐπ’ αὐτόν, τὸ τὴν ἀνάληψιν αὐτῶι χα‐ ρισάμενον (ἐντειλάμενος, φησί, τοῖς ἀποστόλοις οὓς ἐξελέξατο, διὰ πνεύματος ἁγίου ἀνελήφθη), τοῦτο δὴ τὸ τηλικαύτην Χριστῶι χαρισάμενον δόξαν. Παῦλος· ἵνα μήτε ὁ ἐκ Δαυὶδ χρισθεὶς ἀλλότριος ἦι τῆς σοφίας μήτε ἡ σοφία ἐν ἄλλωι οὕτως οἰκῆι. καὶ γὰρ ἐν τοῖς προφήταις ἦν, μᾶλλον δὲ ἐν Μωσεῖ, καὶ ἐν πολλοῖς
25κυρίοις, μᾶλλον δὲ ἐν Χριστῶι ὡς ἐν ναῶι. καὶ ἀλλαχοῦ λέγει ἄλλον εἶναι τὸν Ἰησοῦν Χριστὸν καὶ ἄλλον τὸν λόγον. Νεστόριος· μὴ ἐγχωρεῖ τὸν πρὸ πάντων τῶν αἰώνων
γεννηθέντα ἄλλο ἅπαξ γεννηθῆναι, καὶ ταῦτα θεότητι;

1,1,1

102

Ἰδοὺ δέδεικται σαφῶς λέγων ὁ παραβάτης· οὐκ ἐτέχθη ἀπὸ Μαρίας ὁ γεννηθεὶς ἐκ τοῦ πατρός· ἰδοὺ συναινεῖ τῶι αἱρετικῶι Παύλωι τῶι λέγοντι ἄλλον εἶναι τὸν λόγον καὶ ἄλλον τὸν Ἰησοῦν Χριστόν, καὶ οὔκ ἐστιν εἷς ὡς ἡ ὀρθοδοξία κηρύττει. διὰ τοῦτο ἐσημειωσάμην σοι, ὦ ζηλωτὰ τῆς ἁγίας πίστεως, καὶ μέρος τοῦ μαθήματος τῆς ἐκκλησίας
5Ἀντιοχέων, ἐξ ἧς καὶ τὴν τῶν Χριστιανῶν ἐπίκλησιν ἐν πρώτοις ἔσχομεν, ὅτι οὐκ οἶδεν ἄλλον καὶ ἄλλον υἱὸν τοῦ θεοῦ, ἀλλ’ ἕνα τὸν πρὸ πάντων αἰώνων γεννηθέντα θεὸν ἐκ θεοῦ ἀπὸ τοῦ πατρός, ὁμοούσιον τῶι πατρὶ καὶ τὸν αὐτὸν ἐπὶ Αὐγούστου Καίσαρος ἐκ Μαρίας τῆς παρθένου γεννηθέντα. ἔχει γὰρ ῥητῶς θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, ὁμοούσιον τῶι πατρί, δι’ οὗ καὶ οἱ αἰῶνες κατηρ‐
10τίσθησαν καὶ τὰ πάντα ἐγένετο, τὸν δι’ ἡμᾶς ἐλθόντα καὶ γεννηθέντα ἐκ Μαρίας τῆς ἁγίας παρθένου καὶ σταυρωθέντα ἐπὶ Ποντίου Πιλάτου καὶ τὰ ἑξῆς τοῦ συμβόλου Συνάιδει δὲ τούτοις καὶ ὁ μακάριος ἐπίσκοπος Εὐστάθιος ὁ τῆς αὐτῆς Ἀντιοχείας, εἷς ὢν ἐκ τῶν τριακοσίων δεκαοκτὼ ἐπισκόπων ἐπὶ τῆς ἁγίας καὶ μεγάλης συνόδου, λέγων οὕτως
15 τὸ μὴ μόνον ἄνθρωπον, ἀλλὰ καὶ θεόν, καθὼς καὶ Ἱερεμίας ὁ προφήτης λέγει· οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῶι παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῶι ἠγαπημένωι ὑπ’ αὐτο. μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. πότε δὲ συνανεστράφη ἀνθρώποις, εἰ μὴ ὅτε συνεγεννήθη μετ’ αὐ‐
20τῶν ἐκ παρθένου καὶ συνενηπίασε καὶ συνηυξήθη καὶ συνέφαγε καὶ συνέπιε καὶ τὰ ἄλλα; Εἴ τις οὖν τολμήσειε λέγειν ἄλλον εἶναι υἱὸν τὸν πρὸ τῶν αἰώνων μονογενῆ τὸν ἀπὸ τοῦ πατρὸς γεννηθέντα καὶ ἄλλον τὸν ἐκ Μαρίας τῆς παρθένου τεχθέντα καὶ οὐ τὸν
αὐτὸν ἕνα κύριον Ἰησοῦν Χριστόν, ἔστω ἀνάθεμα.

1,1,1

103

(2)

Ὁμιλία Πρόκλου ἐπισκόπου Κυζίκου λεχθεῖσα καθεζομένου Νεστορίου ἐν τῆι μεγάληι ἐκκλησίαι Κωνσταντινουπόλεως Παρθενικὴ πανήγυρις σήμερον τὴν γλῶτταν, ἀδελφοί, πρὸς εὐφημίαν καλεῖ καὶ ἡ
5παροῦσα ἑορτὴ τοῖς συνελθοῦσιν ὠφελείας γίνεται πρόξενος. καὶ μάλα εἰκότως· ἁγνείας γὰρ ἔχει ὑπόθεσιν, καὶ τοῦ γένους τῶν γυναικῶν καύχημα τὸ τελούμενον καὶ δόξα τοῦ θήλεος διὰ τὴν ἐν καιρῶι μητέρα καὶ παρθένον. ἐπέραστος ἡ σύνοδος· ἰδοὺ γὰρ γῆ καὶ θάλαττα δορυφορεῖ τῆι παρθένωι, ἣ μὲν τὰ νῶτα ταῖς ὁλκάσιν γαληνῶς ὑφαπλώσασα, ἣ δὲ τὰ ἴχνη τῶν βαδιζόντων ἀκωλύτως παραπέμπουσα. σκιρτάτω ἡ φύσις, καὶ γυναῖ‐
10κες τιμῶνται· χορευέτω ἡ ἀνθρωπότης, καὶ παρθένοι δοξάζονται. ὅπου γὰρ ἐπλεόνα‐ σεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. συνεκάλεσεν ἡμᾶς ἡ ἁγία Μαρία, τὸ ἀμόλυντον τῆς παρθενίας κειμήλιον, ὁ λογικὸς τοῦ δευτέρου Ἀδὰμ παράδεισος, τὸ ἐργαστήριον τῆς ἑνότητος τῶν φύσεων, ἡ πανήγυρις τοῦ σωτηρίου συναλλάγματος, ἡ παστὰς ἐν ἧι ὁ λόγος ἐνυμφεύσατο τὴν σάρκα, ἡ ἔμψυχος τῆς φύσεως βάτος, ἣν τὸ τῆς
15θείας ὠδῖνος πῦρ οὐ κατέκαυσεν, ἡ ὄντως κούφη νεφέλη ἡ τὸν ἐπὶ τῶν χερουβὶμ μετὰ σώ‐ ματος βαστάσασα, ὁ τοῦ ἐξ οὐρανῶν ὑετοῦ καθαρώτατος πόκος ἐξ οὗ ὁ ποιμὴν τὸ πρόβα‐ τον ἐνεδύσατο, ἡ δούλη καὶ μήτηρ, ἡ παρθένος καὶ οὐρανός, ἡ μόνη θεῶι πρὸς ἀνθρώπους γέφυρα, ὁ φρικτὸς τῆς οἰκονομίας ἱστὸς ἐν ὧι ἀρρήτως ὑφάνθη ὁ τῆς ἑνώσεως χιτών, οὗπερ ἱστουργὸς μὲν τὸ πνεῦμα τὸ ἅγιον, ἔριθος δὲ ἡ ἐξ ὕψους ἐπισκιάσασα δύναμις,
20ἔριον δὲ τὸ ἀρχαῖον τοῦ Ἀδὰμ κώιδιον, κρόκη δὲ ἡ ἐκ παρθένου ἀμόλυντος σάρξ, κερκὶς δὲ ἡ ἀμέτρητος τοῦ φορέσαντος χάρις, τεχνίτης δὲ ὁ δι’ ἀκοῆς εἰσπηδήσας λόγος. Τίς εἶδεν, τίς ἤκουσεν ὅτι μήτραν ὁ θεὸς ἀπεριγράπτως ὤικησεν; ὃν οὐρανὸς οὐκ ἐχώρησεν, γαστὴρ οὐκ ἐστενοχώρησεν, ἀλλ’ ἐγεννήθη ἐκ γυναικὸς θεὸς οὐ γυμνὸς καὶ ἄνθρωπος οὐ ψιλός, καὶ πύλην σωτηρίας ὁ τεχθεὶς τὴν πάλαι τῆς ἁμαρτίας ἔδειξεν θύραν.
25ὅπου γὰρ ὁ ὄφις διὰ τῆς παρακοῆς τὸν ἰὸν ἐνέχεεν, ἐκεῖ ὁ λόγος διὰ τῆς ἀκοῆς εἰσελθὼν
τὸν ναὸν ἐζωοπλάστησεν· ὅθεν ὁ πρῶτος μαθητὴς τῆς ἁμαρτίας Κάιν προέκυψεν, ἐκεῖθεν

1,1,1

104

ὁ τοῦ γένους λυτρωτὴς Χριστὸς ἀσπόρως ἐβλάστησεν. οὐκ ἠισχύνθη ὁ φιλάνθρωπος τὴν ἐκ γυναικὸς ὠδῖνα· ζωὴ γὰρ ἦν τὸ πραγματευόμενον. οὐκ ἐμιάνθη οἰκήσας μόρια, ἅπερ αὐτὸς ἀνυβρίστως ἐδημιούργησεν. εἰ μὴ παρθένος ἔμεινεν ἡ μήτηρ, ψιλὸς ἄνθρω‐ πος ὁ τεχθεὶς καὶ οὐ παράδοξος ὁ τόκος· εἰ δὲ καὶ μετὰ τόκον ἔμεινεν παρθένος, ἐκεῖνος
5ἀφράστως ἐγεννήθη ὁ καὶ τῶν θυρῶν κεκλεισμένων ἀκωλύτως εἰσελθών, οὗ τὴν συζυγίαν τῶν φύσεων ὁ Θωμᾶς ἀνακεκράγει λέγων ὁ κύριός μου καὶ ὁ θεός μου. μὴ ἐπαισχυνθῆις τὴν ὠδῖνα, ὦ ἄνθρωπε· αὕτη γὰρ ἡμῖν γέγονε σωτηρίας ἀφορμή. εἰ μὴ ἐκ γυναικὸς ἐγεννήθη, οὐκ ἂν ἀπέθανεν· εἰ μὴ ἀπέθανεν, οὐκ ἂν διὰ τοῦ θανάτου κατήργησεν τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον.
10οὐχ ὕβρις ἀρχιτέκτονι μεῖναι ἐν οἷς ὠικοδόμησεν, οὐ μιαίνει πηλὸς τὸν κεραμέα ἀνακαινίζοντα ὅπερ ἔπλασεν· οὕτως οὐδὲ μιαίνει τὸν ἄχραντον τὸ ἐκ παρθενικῆς γαστρὸς προελθεῖν. ἣν γὰρ πλάσσων οὐκ ἐμολύνθη, διὰ ταύτης προελθὼν οὐκ ἐμιάνθη. ὦ γαστὴρ ἐν ἧι τὸ τῆς κοινῆς ἐλευθερίας γραμματεῖον συνετάγη· ὦ κοιλία ἐν ἧι τὸ κατὰ τοῦ θανάτου ὅπλον ἐχαλκεύθη· ὦ ἄρουρα ἐν ἧι ὁ τῆς φύσεως γεωργὸς Χριστὸς ὡς στάχυς ἀσπόρως
15ἐβλάστησεν· ὦ ναὸς ἐν ὧι ὁ θεὸς γέγονεν ἱερεύς, οὐ τὴν φύσιν μεταβαλών, ἀλλὰ τὸν κατὰ τὴν τάξιν Μελχισεδὲκ δι’ οἶκτον ἐνδυσάμενος. ὁ λόγος σὰρξ ἐγένετο, κἂν Ἰουδαῖοι ἀπιστῶσιν εἰπόντι τῶι κυρίωι· ὁ θεὸς μορφὴν ἀνθρώπου ἐφόρεσεν, κἂν Ἕλληνες κωμωιδῶσι τὸ θαῦμα. διὰ γὰρ τοῦτο Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσιν δὲ μωρία τὸ μυστήριον, ἐπειδὴ ὑπὲρ λόγον τὸ θαῦμα. εἰ μὴ ὁ λόγος ὤικησεν γαστέρα, οὐκ ἂν ἐκαθέ‐
20σθη ἡ σὰρξ ἐπὶ τοῦ θρόνου· εἰ τῶι θεῶι ὕβρις εἰς μήτραν εἰσελθεῖν, [ἄρα] καὶ τοῖς ἀγγέλοις ὕβρις ἀνθρώπωι διακονεῖν. ὁ οὖν κατὰ φύσιν ἀπαθὴς γέγονε δι’ οἶκτον πολυπαθής. οὐκ ἐκ προκοπῆς γέγονε θεὸς ὁ Χριστός, μὴ γένοιτο, ἀλλὰ δι’ οἶκτον γέγονεν ἄνθρωπος, ὡς πιστεύομεν. οὐκ ἄνθρωπον ἀποθεωθέντα κηρύττομεν, ἀλλὰ θεὸν σαρκωθέντα ὁμολογοῦ‐ μεν. τὴν οἰκείαν δούλην ἐπεγράψατο μητέρα ὁ κατ’ οὐσίαν ἀμήτωρ καὶ κατ’ οἰκονο‐
25μίαν ἀπάτωρ. ἐπεὶ πῶς ὁ αὐτὸς κατὰ Παῦλον ἀμήτωρ καὶ ἀπάτωρ; εἰ ψιλὸς ἄνθρω‐ πος, οὐκ ἀμήτωρ· ἔχει γὰρ μητέρα. εἰ γυμνὸς θεός, οὐκ ἀπάτωρ· ἔχει γὰρ πατέρα. νῦν δὲ ὁ αὐτὸς ἀμήτωρ μὲν ὡς πλάστης, ἀπάτωρ δὲ ὡς πλάσμα. αἰδέσθητι κἂν τὴν προσηγορίαν τοῦ ἀρχαγγέλου. ὁ τὴν Μαριὰμ εὐαγγελισάμενος Γαβριὴλ ἐλέγετο. τί δὲ ἑρμηνεύεται Γαβριήλ; θεὸς καὶ ἄνθρωπος. ἐπεὶ οὖν ὁ παρ’ αὐτοῦ εὐαγγελιζόμενος
30θεὸς καὶ ἄνθρωπος, προέλαβεν ἡ προσηγορία τὸ θαῦμα, ἵνα πιστώσηται τὴν οἰκονομίαν.

1,1,1

105

Μάθε τὴν αἰτίαν τῆς παρουσίας καὶ δόξασον τὴν δύναμιν τοῦ σαρκωθέντος. πολλὰ ὤφειλεν τῶν ἀνθρώπων τὸ γένος καὶ πρὸς τὸ χρέος ἠπόρει. διὰ τοῦ Ἀδὰμ πάντες τὴν ἁμαρτίαν ἐχειρογραφήσαμεν· δούλους ἡμᾶς κατεῖχεν ὁ διάβολος· τὰς ὠνὰς ἡμῶν προέφε‐ ρεν, χάρτηι κεχρημένος τῶι πολυπαθεῖ σώματι. εἱστήκει ὁ κακὸς πλαστογράφος, ἐπι‐
5σείων ἡμῖν τὸ χρέος καὶ ἀπαιτῶν ἡμᾶς τὴν δίκην. ἔδει τοίνυν δυοῖν θάτερον, ἢ πᾶσιν ἐπαχθῆναι τὸν ἐκ τῆς δίκης θάνατον, ἐπειδὴ καὶ πάντες ἥμαρτον, ἢ τοιοῦτον δοθῆναι πρὸς ἀντίδοσιν ὧι πᾶν ὑπῆρχεν δικαίωμα πρὸς παραίτησιν. ἄνθρωπος μὲν οὖν σῶσαι οὐκ ἠδύνατο· ὑπέκειτο γὰρ τῶι χρέει. ἄγγελος ἐξαγοράσαι οὐκ ἴσχυεν· ἠπόρει γὰρ τοι‐ ούτου λύτρου. ἀναμάρτητος ὑπὲρ τῶν ἡμαρτηκότων ἀποθανεῖν ὤφειλεν· αὕτη γὰρ ἐλεί‐
10πετο μόνη τοῦ κακοῦ ἡ λύσις. τί οὖν; αὐτὸς ὁ πᾶσαν φύσιν εἰς τὸ εἶναι παραγαγών, ὧι μηδὲν πρὸς παροχὴν ἄπορον, ἐξεῦρε τοῖς κατακρίτοις ζωὴν ἀσφαλεστάτην καὶ τῶι θανάτωι λύσιν εὐπρεπεστάτην, καὶ γίνεται ἄνθρωπος ὡς οἶδεν αὐτός (λόγος γὰρ ἑρμηνεῦσαι τὸ θαῦμα οὐ δύναται), καὶ ἀποθνήισκει ὧι ἐγένετο, καὶ λυτροῦται ὧι ὑπῆρχεν κατὰ Παῦλον τὸν λέγοντα ἐν ὧι ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτο, τὴν ἄφεσιν
15τῶν παραπτωμάτων. ὢ τῶν πραγμάτων· ἄλλοις ἐπραγματεύσατο τὸ ἀθάνατον, αὐτὸς γὰρ ὑπῆρχεν ἀθάνατος. τοιοῦτος γὰρ ἄλλος κατ’ οἰκονομίαν οὔτε ἦν οὔτε γέγο‐ νεν οὔτε ἔστιν οὔτε ἔσται ἢ μόνος ὁ ἐκ παρθένου τεχθεὶς θεὸς καὶ ἄνθρωπος, οὐκ ἀντιτα‐ λαντεύουσαν μόνον ἔχων τὴν ἀξίαν τῶι πλήθει τῶν ὑποδίκων, ἀλλὰ καὶ πάσαις ψήφοις ὑπερέχουσαν, ἐν μὲν τῶι υἱὸς εἶναι τὸ ἀπαράλλακτον σώιζων πρὸς τὸν πατέρα, ἐν δὲ τῶι
20δημιουργὸς τὸ τῆς δυνάμεως ἀπροσδεὲς ἔχων, ἐν δὲ τῶι φιλοικτίρμων τὸ εἰς συμπάθειαν ἀνυπέρβλητον δημοσιεύων, ἐν δὲ τῶι ἀρχιερεὺς τὸ πρὸς παραίτησιν ἀξιόπιστον φέρων, ὧν οὐδὲν εὕροι τις ἂν ἐπ’ οὐδενὶ ἴσον ἢ παραπλήσιον πώποτε. ὅρα γὰρ αὐτοῦ τὴν φιλανθρωπίαν· ἑκὼν κατακριθεὶς τὸν κατὰ τῶν σταυρωσάντων ἔλυσεν θάνατον καὶ ἀπέστρε‐ ψεν τὴν τῶν ἀποκτεινάντων ἀνομίαν εἰς τὴν τῶν ἀνομησάντων σωτηρίαν.
25 Ἀνθρώπου τοίνυν ψιλοῦ τὸ σῶσαι οὐκ ἦν· καὶ γὰρ αὐτὸς ἐδεῖτο τοῦ σώιζοντος κατὰ Παῦλον τὸν λέγοντα πάντες γὰρ ἥμαρτον. ἡ ἁμαρτία τῶι διαβόλωι προσῆγεν, ὁ διάβο‐
λος τῶι θανάτωι παρέπεμπεν, ἐν μεγίστωι κινδύνωι τὰ καθ’ ἡμᾶς προῆγεν, ὑπῆρχεν ἐν ἀπόροις

1,1,1

106

ἡ λύσις, οἱ πεμφθέντες ἰατροὶ κατηγόρουν. τί οὖν; ὡς εἶδον οἱ προφῆται κρεῖττον τέχνης ἀνθρωπείας τὸ τραῦμα, τὸν ἐξ οὐρανῶν ἐπεβόων ἰατρόν. καὶ ὃ μὲν ἔλεγεν κλῖνον οὐρανούς σου καὶ κατάβηθι· ἄλλος ἴασαι με, κύριε, καὶ ἰαθήσομαι· ἕτερος ἐξέγειρον τὴν δυναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς· ἄλλος εἰ ὄντως
5κατοικήσει θεὸς μετὰ ἀνθρώπων; ἄλλος ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, κύριε, ὅτι ἐπτωχεύσαμεν σφόδρα· ἕτερος οἴμοι ψυχ, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει· ἄλλος ὁ θεὸς εἰς τὴν βοήθειάν μου πρόσχες, κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον· ἄλλος ὅσον ὅσον ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιε· ἄλλος ἐπλανή‐
10θην ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου τὸν ἐλπίζοντα ἐπὶ σ· ἄλλος· ὁ θεὸς ἐμφανῶς ἥξει, ὁ θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται. οὐ περιεῖδεν τοίνυν ἐπὶ πολὺ τὴν φύσιν τυραννουμένην ὁ φύσει βασιλεύς, οὐκ ἀφῆκεν εἰς τέλος εἶναι τῶι διαβόλωι ὑπεύθυνον ὁ φιλοικτίρμων θεός, ἀλλ’ ἦλθεν ὁ ἀεὶ παρὼν καὶ κατέβαλεν λύτρον τὸ οἰκεῖον αἷμα καὶ ἔδωκεν ὑπὲρ τοῦ γένους ἀντάλλαγμα τῶι θανάτωι ὃ ἐκ παρθέ‐
15νου ἐφόρεσεν σῶμα, καὶ ἐξηγοράσατο τὸν κόσμον ἐκ τῆς τοῦ νόμου κατάρας θανάτωι τὸν θάνατον καταργήσας καὶ βοᾶι Παῦλος Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατά‐ ρας τοῦ νόμου. ὁ τοίνυν ἀγοράσας οὐ ψιλὸς ἄνθρωπος, ὦ Ἰουδαῖε· ἡ γὰρ τῶν ἀνθρώ‐ πων φύσις τῆι ἁμαρτίαι δεδούλωτο. ἀλλ’ οὐδὲ θεὸς γυμνὸς ἀνθρωπότητος· σῶμα γὰρ εἶχεν, ὦ Μανιχαῖε· εἰ μὴ γὰρ ἐνεδύσατο ἐμέ, οὐκ ἂν ἔσωσεν ἐμέ. ἀλλ’ ἐν τῆι γαστρὶ
20τῆς παρθένου ὁ ἀποφηνάμενος τὸν κατάδικον ἐνεδύσατο καὶ ἐκεῖ τὸ φρικτὸν γέγονεν συν‐ άλλαγμα. δοὺς γὰρ πνεῦμα ἔλαβεν σάρκα· ὁ αὐτὸς μετὰ τῆς παρθένου καὶ ἐκ τῆς παρθένου· ὧι μὲν ἐπεσκίασεν, μετ’ αὐτῆς· ὧι δὲ ἐσαρκώθη, ἐξ αὐτῆς. εἰ ἄλλος ὁ Χριστὸς καὶ ἄλλος ὁ θεὸς λόγος, οὐκέτι τριάς, ἀλλὰ τετράς. μὴ σχίσηις τὸν τῆς οἰκονομίας χιτῶνα τὸν ἄνωθεν ὑφαντόν· μὴ μαθητεύσηις Ἀρείωι. ἀσεβῶς ἐκεῖνος τὴν οὐσίαν τέ‐
25μνει· σὺ τὴν ἕνωσιν μὴ μέριζε, ἵνα μὴ μερισθῆις ἀπὸ τοῦ θεοῦ. τίς ἐπέφανεν τοῖς ἐν σκότει καὶ σκιᾶι θανάτου καθημένοις; ἄνθρωπος; καὶ πῶς; ὅς γε ἐν σκότει διῆγεν κατὰ Παῦλον τὸν λέγοντα ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους
καὶ πάλιν ἦτε γάρ ποτε σκότος. τίς οὖν ἐπέφανεν; Δαυίδ σε διδάσκει λέγων

1,1,1

107

εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. εἰπὲ φανερῶς, ὦ Δαυίδ, ἀναβόησον τῆι ἰσχύι καὶ μὴ φείσηι· ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου, εἰπὲ τίς οὗτος; κύριος ὁ θεὸς τῶν δυνάμεων· θεὸς κύριος, καὶ ἐπέφανεν ἡμῖν. συνῆλθον αἱ φύσεις καὶ ἀσύγχυτος ἔμεινεν ἡ ἕνωσις. ἦλθεν σῶσαι, ἀλλ’ ἐχρῆν καὶ παθεῖν. πῶς ἦν δυνατὸν ἑκάτερα;
5ἄνθρωπος ψιλὸς σῶσαι οὐκ ἴσχυεν· θεὸς γυμνὸς παθεῖν οὐκ ἠδύνατο. τί οὖν; αὐτὸς ὢν θεὸς [ὁ Ἐμμανουὴλ] γέγονεν ἄνθρωπος, καὶ ὧι μὲν ἦν, ἔσωσεν, ὧι δὲ γέγονεν, ἔπαθεν. διὰ τοῦτο ὡς εἶδεν ἡ ἐκκλησία στεφανώσασαν αὐτὸν ταῖς ἀκάνθαις τὴν συναγωγήν, θρηνοῦσα τὴν τόλμαν ἔλεγεν· θυγατέρες Ἱερουσαλήμ, ἐξέλθατε καὶ ἴδετε τὸν στέφανον, ὧι ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτο. αὐτὸς γὰρ καὶ
10τὸν ἐξ ἀκανθῶν ἐφόρεσεν στέφανον καὶ τὴν τῶν ἀκανθῶν ἔλυσεν ἀπόφασιν. ὁ αὐτὸς ἐν κόλποις πατρὸς καὶ ἐν γαστρὶ παρθένου, ἐν ἀγκάλαις μητρὸς καὶ ἐπὶ πτερύγων ἀνέμων, ὑπ’ ἀγγέλων προσεκυνεῖτο καὶ τελώναις συνανέκειτο· τὰ σεραφὶμ οὐ προσέβλεπεν καὶ Πιλάτος ἠρώτα· ὁ δοῦλος ἐράπιζεν καὶ ἡ κτίσις ἔφριττεν. ἐπὶ σταυροῦ ἐπήγνυτο καὶ ὁ θρόνος οὐκ ἐγυμνοῦτο· ἐν τάφωι κατεκλείετο καὶ τὸν οὐρανὸν ἐξέτεινεν ὡσεὶ δέρριν·
15ἐν νεκροῖς ἐλογίζετο καὶ τὸν ἅιδην ἐσκύλευεν. κάτω πλάνος ἐσυκοφαντεῖτο καὶ ἄνω ἅγιος ἐδοξολογεῖτο. ὢ τοῦ μυστηρίου· βλέπω τὰ θαύματα καὶ ἀνακηρύττω τὴν θεότητα· ὁρῶ τὰ πάθη καὶ οὐκ ἀρνοῦμαι τὴν ἀνθρωπότητα, ἀλλ’ ὁ Ἐμμανουὴλ φύσεως μὲν πύλας ἀνέωι‐ ξεν ὡς ἄνθρωπος, παρθενίας δὲ κλεῖθρα οὐ διέρρηξεν ὡς θεός, ἀλλ’ οὕτως ἐκ μήτρας ἐξῆλ‐ θεν, ὡς δι’ ἀκοῆς εἰσῆλθεν· οὕτως ἐτέχθη, ὡς συνελήφθη. ἀπαθῶς εἰσῆλθεν, ἀφρά‐
20στως ἐξῆλθεν κατὰ τὸν προφήτην Ἰεζεκιὴλ τὸν λέγοντα· ἐπέστρεψέν με, φησί, κύριος κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνα‐ τολάς, καὶ αὕτη ἦν κεκλεισμένη. καὶ εἶπεν κύριος πρός με· υἱὲ ἀνθρώπου, ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται. οὐδεὶς οὐ μὴ διέλθηι δι’ αὐτῆς, ἀλλ’ ἢ κύριος ὁ θεὸς Ἰσραήλ, μόνος αὐτὸς εἰσελεύσεται καὶ
25ἐξελεύσεται, καὶ ἔσται ἡ πύλη κεκλεισμένη. ἰδοὺ ἀπόδειξις ἐναργὴς τῆς ἁγίας καὶ θεοτόκου Μαρίας· λελύσθω λοιπὸν ἀντιλογία πᾶσα, καὶ τῆι τῶν γραφῶν φωτιζώμεθα διδασκαλίαι, ἵνα καὶ βασιλείας οὐρανῶν τύχωμεν ἐν Χριστῶι Ἰησοῦ τῶι κυρίωι ἡμῶν, αὐ‐
τῶι ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

1,1,1

108

(2)

Κυρίλλου πρός τινα ζηλωτὴν περὶ Νεστορίου Οἶδα μὲν τῆς σῆς ἀγάπης τὸ εἰλικρινὲς καὶ οὐκ ἠγνόηκα τὴν σπουδήν. καὶ εἰ μὲν ἔγραφον πρός τινας τὸν ἐμὸν οὐκ εἰδότας τρόπον, πολλοῖς ἂν ἐχρησάμην λόγοις
5ἀναπείθων ὅτι σφόδρα εἰμί τις εἰρηνικὸς καὶ οὔτε δύσερις οὔτε φιλόμαχος, ἀλλ’ εὐχόμενος καὶ φιλεῖν ἅπαντας καὶ φιλεῖσθαι παρ’ ἁπάντων· ἐπειδὴ δὲ πρὸς εἰδότα γράφω, βραχυλογή‐ σας ἐκεῖνο διδάσκω ὅτι εἰ πραγμάτων ἦν ἢ χρημάτων ἀφαίρεσιν ὑπομεῖναι καὶ παῦσαι λύπην ἀδελφοῦ, ἐποίησα ἂν ἡδέως ὑπὲρ τοῦ μὴ δοκεῖν τι τῆς ἀγάπης ἡγεῖσθαι προτιμότερον· ἐπειδὴ δὲ ὁ τῆς πίστεώς ἐστι λόγος καὶ ἐσκανδαλίσθησαν καὶ αἱ κατὰ πᾶσαν ὡς ἔπος
10εἰπεῖν τὴν Ῥωμαίων ἀρχὴν ἐκκλησίαι (οὐ γὰρ ἔστι τις τῶν ἐξ οἱασδηποτοῦν πόλεως ἢ χώρας ἐρχόμενος καὶ μὴ λέγων ὅτι τί ταῦτ’ ἐστὶ τὰ θρυλούμενα καὶ ποία καινὴ μάθησις ταῖς ἐκκλησίαις ἐπιφέρεται), πρὸς ταῦτα τί δράσομεν οἱ πεπιστευμένοι παρὰ θεοῦ τὸν τοῦ μυστηρίου λόγον; πρὸς οὓς ἐν ἡμέραι κρίσεως δικάσονται οἱ μυσταγωγούμενοι πάντως. ἐροῦσι γὰρ οὕτως τηρῆσαι τὴν πίστιν, ὡς μεμυσταγώγηνται παρ’ ἡμῶν. καὶ εἰ μὲν ὀρθῶς
15τοῦτο πεπράχαμεν, ἀποληψόμεθα καὶ μισθόν, τευξόμεθα δὲ καὶ ἐπαίνων· εἰ δὲ ἑτέρως καὶ διεστραμμένως, ποῖαι φλόγες ἡμῖν ἀρκέσουσιν; ἀκουσόμεθα γὰρ ὅτι τὴν γῆν μου ἀπώλεσας καὶ τὸν λαόν μου ἀπέκτεινας κατὰ τὸ γεγραμμένον. καὶ ἕκαστος μὲν τῶν ἐν τάξει λαικῶν τῆς ἑαυτοῦ ζωῆς ὑπεραπολογήσεται, ἡμεῖς δὲ οἱ ταῖς τῆς ἱερωσύ‐ νης λειτουργίαις πεφορτισμένοι οὐχ ὑπὲρ μόνων ἑαυτῶν, ἀλλ’ ὑπὲρ πάντων τῶν πιστευόν‐
20των εἰς Χριστὸν ἀπολογησόμεθα. ἐμοὶ τοίνυν οὐδείς ἐστι λόγος οὐ λύπης, οὐχ ὕβρεως, οὐ λοιδορίας τῆς οὕτω πολλῆς ἧς πεποίηνται κατ’ ἐμοῦ τῶν ἀνυπολήπτων τινές, ἀλλ’ οἰχέσθω ταῦτα πάντα πρὸς λήθην, δικάσει δὲ καὶ τοῖς πεφλυαρηκόσι θεός. μόνον σωιζέσθω τὰ τῆς πίστεως, καὶ φίλος εἰμὶ καὶ ἀγαπητὸς καὶ οὐδενὶ παραχωρῶν πρὸς τὸ χρῆναι μειζόνως φιλεῖν τὸν θεοφιλέστατον ἐπίσκοπον Νεστόριον, ὅν, ὡς ἐπὶ τοῦ θεοῦ
25φημί, καὶ εὐδοκιμεῖν ἐν Χριστῶι βούλομαι καὶ τὸν ἐπὶ τοῖς παρελθοῦσιν ἀφανίσαι μῶμον καὶ δεῖξαι συκοφαντίαν καὶ οὐ πάντως ἀλήθειαν τὰ παρά τινων ἐπὶ τῆι πίστει θρυλούμενα. εἰ δὲ προστετάγμεθα παρὰ Χριστοῦ καὶ τοὺς μισοῦντας ἀγαπᾶν, πῶς οὐ μᾶλλον ἀκόλουθον ἀδελφοῖς τε καὶ συνιερεῦσι τοῦτο ποιεῖν; ὅτι γὰρ εἰ παραλύοιτο παρά τινων ἡ πίστις, τὰς ἑαυτῶν ψυχὰς οὐ προδώσομεν, κἂν εἰ προκέοιτο παθεῖν καὶ αὐτὸν τὸν θάνατον, οὔκ
30ἐστιν ἀμφίβολον. εἰ γὰρ δεδίαμεν ὑπὲρ τῆς δόξης τοῦ θεοῦ τὴν ἀλήθειαν εἰπεῖν, ἵνα

1,1,1

109

μὴ περιπέσωμεν ἀηδίαις, ποίωι λοιπὸν προσώπωι τὰ τῶν ἁγίων μαρτύρων ἐγκώμια ποιη‐ σόμεθα πρὸς τοὺς λαούς; οὓς ἐπαινοῦμεν ὅτιπερ τετηρήκασι τὸ εἰρημένον ἕως θανάτου ἀγώνισαι ὑπὲρ τῆς ἀληθείας.
5 Τοῦ αὐτοῦ πρὸς τοὺς ἐγγράφως αὐτὸν αἰτιασαμένους ὅτιπερ οὐ σεσιώπηκεν ἐξ ἀκοῆς μαθὼν ἕρπειν ἐπὶ τὸ χεῖρον τὴν δυσσεβῆ τοῦ Νεστορίου διδασκαλίαν Ἐπειδή μοι γέγραφεν ἡ εὐλάβεια ὑμῶν ὡς λυπουμένου τοῦ θεοσεβεστάτου Νεστο‐ ρίου ὅτι τὴν πρὸς μονάζοντας ἐποίησα ἐπιστολὴν ἀνασειράζειν βουλόμενος τοὺς ἐπὶ τῶι θρύλωι σκανδαλισθέντας, ἀναγκαίως τοῦτο φημὶ ὅτιπερ οὐ τοσοῦτον γέγονε παρ’ ἡμῶν,
10ὅσον παρὰ τῆς αὐτοῦ θεοσεβείας. ἐγὼ μὲν γὰρ σκανδαλισθεῖσιν ἀνθρώποις ἀπὸ τῶν ἐξηγήσεων αὐτοῦ τὸν τῆς ὀρθῆς πίστεως ἐξεθέμην λόγον, αὐτὸς δὲ ἠνέσχετο ἐν ἐκκλησίαι τῆι καθολικῆι καὶ τῆι τῶν ὀρθοδόξων τοῦ καλοῦ Δωροθέου τοῦ ἐπισκόπου φανερῶς λέγον‐ τος· ἀνάθεμα εἴ τις εἶναι λέγει θεοτόκον τὴν Μαρίαν. καὶ οὐ μόνον τοῦτ’ ἀκούσας σεσίγηκεν ἐκείνου λέγοντος, ἀλλὰ γὰρ καὶ εἰς κοινωνίαν αὐτὸν εὐθὺς τὴν μυστικὴν ἐδέξατο
15καὶ κοινωνὸν ἐποίησεν. ἰδοὺ τοίνυν ἀνεθεματίσθημεν ἐπ’ αὐτοῦ, ἵνα τέως μὴ λέγοιμι παρ’ αὐτοῦ· οὐ γὰρ ἂν ἐκεῖνος ἐπ’ ἐκκλησίας ἐφθέγξατο τοιαῦτα παρὰ γνώμην αὐτοῦ. τοιγαροῦν καὶ ἡμεῖς οἱ ζῶντες καὶ κατὰ πᾶσαν τὴν οἰκουμένην ἐπίσκοποι καὶ οἱ πρὸς θεὸν ἀποδημήσαντες πατέρες ἡμῶν ἀνεθεματίσθημεν. τί οὖν ἐκώλυε καὶ ἡμᾶς ταῖς ἐκείνου φωναῖς γράψαι τὰ ἐναντία καὶ εἰπεῖν· ἀνάθεμα εἴ τις οὐ λέγει θεοτόκον εἶναι τὴν
20Μαρίαν; ἀλλ’ οὐ πεποίηκα τοῦτο δι’ αὐτὸν τέως, ἵνα μὴ λέγωσί τινες ὅτι ἀνεθεμάτισεν αὐτὸν ὁ Ἀλεξανδρείας ἐπίσκοπος ἤτοι σύνοδος ἡ Αἰγυπτιακή. ἐὰν δὲ μάθωσιν οἵ τε κατὰ τὴν Ἀνατολὴν καὶ Δύσιν θεοσεβέστατοι ἐπίσκοποι ὅτι ἀνεθεματίσθησαν πάντες (πάν‐ τες γὰρ λέγουσι καὶ ὁμολογοῦσιν ὅτι θεοτόκος ἐστὶν ἡ ἁγία Μαρία), πῶς ἄρα διατεθήσον‐ ται; ἢ πῶς οὐχ ἅπαντες λυπηθήσονται, κἂν εἰ μὴ δι’ ἑαυτούς, ἀλλ’ οὖν διὰ τοὺς ἁγίους πατέ‐
25ρας, ὧν ἐν τοῖς συγγράμμασιν εὑρίσκομεν ἀεὶ θεοτόκον ὀνομαζομένην τὴν ἁγίαν παρθένον Μαρίαν; εἰ δὲ μὴ ἐδόκει φορτικὸν εἶναι τὸ ἐσόμενον, πολλὰς ἂν ἔπεμψα βίβλους πολλῶν ἁγίων πατέρων, ἐν αἷς ἔστιν εὑρεῖν οὐχ ἅπαξ, ἀλλὰ πλειστάκις κειμένην τὴν φωνήν, ἐν
ἧι ὁμολογοῦσιν εἶναι θεοτόκον τὴν ἁγίαν παρθένον Μαρίαν.

1,1,1

110

(3)

Τοῦ αὐτοῦ Ἀνέγνων τὸ ὑπομνηστικὸν τὸ ἀποσταλὲν παρ’ ὑμῶν, δι’ οὗ ἐμάνθανον ὅτι Ἀναστά‐
5σιος ὁ πρεσβύτερος συντυχὼν ὑμῖν προσεποιεῖτο ζητεῖν καὶ φιλίαν καὶ εἰρήνην καὶ ἔλεγεν ὅτι ὡς ἔγραψεν τοῖς μονάζουσιν, οὕτως φρονοῦμεν· εἶτα πρὸς ἴδιον σκοπὸν βλέπων ἔλεγε περὶ ἐμοῦ ὅτι καὶ αὐτὸς εἴρηκε τὴν ἁγίαν σύνοδον μὴ μεμνῆσθαι τῆς λέξεως, τῆς θεοτό‐ κου φημί. ἐγὼ δὲ γέγραφα ὅτι εἰ καὶ μὴ ἐμνήσθη ἡ σύνοδος τῆς λέξεως, καλῶς ἐποίησεν· οὔτε γὰρ ἐκινήθη τοιοῦτόν τι κατ’ ἐκεῖνο καιροῦ, δι’ ὃ οὔτε ἦν ἀνάγκη τὰ μὴ
10ζητούμενα φέρειν εἰς μέσον, εἰ καὶ τὰ μάλιστα τῆι δυνάμει τῶν ἐννοιῶν οἶδε θεοτόκον τὴν ἁγίαν παρθένον. αὐτὸν γὰρ λέγει τὸν γεννηθέντα ἐκ τοῦ πατρός, τὸν δι’ οὗ τὰ πάντα ἐγένετο, σαρκωθῆναι ἐνανθρωπῆσαι παθεῖν ἀναστῆναι ἐκ νεκρῶν, ἀνελθεῖν εἰς οὐρανούς, ἥξειν δὲ καὶ κριτὴν ζώντων καὶ νεκρῶν καὶ οὐχ ὅτι πάντως αὐτὸς ὁ ἐκ θεοῦ κατὰ φύσιν γεννηθεὶς λόγος ἀπέθανεν ἢ ἐνύχθη τῆι λόγχηι εἰς τὴν πλευράν (ποίαν γὰρ
15ἔχει πλευρὰν τὸ ἀσώματον ἢ πῶς ἂν ἀπέθανεν ἡ ζωή;), ἀλλ’ ὅτι ἑνωθεὶς τῆι σαρκί, εἶτα πασχούσης αὐτῆς, ὡς τοῦ ἰδίου πάσχοντος σώματος, αὐτὸς πρὸς ἑαυτὸν οἰκειοῦται τὸ πάθος. σοφιζόμενοι τοίνυν καὶ ἀπατῶντες ἑαυτοὺς ταῦτα λέγουσιν· ὅτι γὰρ ψεύδονται καὶ τὸν ἴδιον ἰὸν ἔχουσιν εἰς τὴν καρδίαν, ἔστιν καὶ διὰ τούτου ἰδεῖν. ἀπεστάλησαν γὰρ τῶι Βουφᾶ Μαρτυρίωι τῶι διακόνωι τῶι φροντίζοντι τῶν ἐκκλησιαστικῶν πραγμάτων δύο χαρτία, ἓν
20μὲν συνταχθὲν παρὰ Φωτίου ἢ παρ’ ἑτέρου τινὸς κατὰ τοῦ τόμου τοῦ πρὸς τοὺς μονάζοντας, ἓν δὲ ὡς ἐν σχήματι τετράδος, ἀλλόκοτον ἔχον τὴν ἐπιγραφήν, ἔχει δὲ οὕτως· Πρὸς τοὺς διὰ τὴν συνάφειαν ἢ τὴν θεότητα τοῦ μονογενοῦς νεκροῦντας ἢ ἀποθεοῦντας τὴν ἀνθρω‐ πότητα. τὸ δὲ προοίμιον εἰς τὰς παρὰ τῶν αἱρετικῶν λοιδορίας ὡς ἐπὶ σκληρῶν γενομένας· εἶτ’ ἀποτείνεται καὶ δῆθεν πειρᾶται δεικνύειν ὅτι τὸ σῶμά ἐστι τὸ πεπονθὸς
25καὶ οὐχ ὁ θεὸς λόγος, ὡς τινῶν λεγόντων ὅτι ὁ ἀπαθὴς τοῦ θεοῦ λόγος παθητός ἐστιν. ἀλλ’ οὐδεὶς οὕτω μαίνεται· ὡς δὲ πολλάκις εἴπομεν, ἡ ἁγία σύνοδος αὐτὸν ἔφη παθεῖν τὸν λόγον τὸν δι’ οὗ τὰ πάντα ἐγένετο, παθεῖν δὲ σαρκὶ κατὰ τὰς γραφάς. παθόντος γὰρ τοῦ σώματος αὐτοῦ αὐτὸς λέγεται παθεῖν, ὅτι καὶ ἡ τοῦ ἀνθρώπου ψυχή, καίτοι πά‐ σχουσα μηδὲν εἰς ἰδίαν φύσιν, πάσχειν λέγεται τοῦ αὐτῆς παθόντος σώματος. ἀλλ’
30ἐπειδὴ σκοπὸς ἐκείνοις δύο λέγειν Χριστοὺς καὶ δύο υἱοὺς καὶ τὸν μὲν ἄνθρωπον ἰδικῶς, τὸν δὲ θεὸν ἰδικῶς, εἶτα μόνων τῶν προσώπων ποιοῦσιν τὴν ἕνωσιν, διὰ τοῦτο ποικίλλον‐
ται καὶ προφάσεις πλάττονται ἐν ἁμαρτίαις, καθὰ γέγραπται. συντυχόντες τοίνυν αὐτοῖς

1,1,1

111

ἐκεῖνα λέγετε ὅτι ποιεῖτε μὲν κακῶς εἰσβάλλοντες τινὰς καταφλυαρεῖν τοῦ ἐπισκόπου ἡμῶν καὶ τούτους θάλποντες καὶ συγκροτοῦντες καὶ ὄργανα τῆς ἑαυτῶν μοχθηρίας ποιούμενοι. πλὴν οὐχ αὕτη τῆς λύπης ἐστὶν ἡ πρόφασις, ἀλλ’ οὐδὲ ὅλως ἐχθρός ἐστιν ὁ ἐπίσκοπος ἡμῶν τοῦ ἐνταῦθα· λυπεῖ δὲ πάντας τοὺς κατὰ τὴν Ἀνατολὴν καὶ Δύσιν ἐπισκόπους τὸ
5μὴ γίνεσθαι ὀρθῶς τὸν περὶ Χριστοῦ λόγον, ἀλλὰ διεστραμμένως. ἀρκεῖ δὲ πρὸς ἀπό‐ δειξιν καὶ ἔλεγχον αὐτῶν τὸ μηδὲ πώποτε ἐν ταῖς ἐκκλησίαις ταῦτα παρά τινος εἰρῆσθαι οἷον δὴ τὸ κείμενον ἐν ταῖς αὐτοῦ ἐξηγήσεσιν, ἔχει δὲ οὕτως· Οὐ ταῖς κραυγαῖς κρίνω τὴν περὶ ἐμὲ φιλοστοργίαν, ἀλλὰ τῶι περὶ τὰ δόγματα πό‐ θωι καὶ τῶι μεμνῆσθαι τῆς τοῦ δεσπότου καὶ θεότητος ἅμα καὶ ἀνθρωπότητος
10 καὶ μετ’ ὀλίγα Καὶ προσέχω τοῖς ἡμετέροις δήμοις εὐλάβειαν μὲν πολλὴν κεκτημένοις καὶ θερμοτάτην εὐσέβειαν, ὑπὸ δὲ τῆς περὶ τὸ δόγμα θεογνωσίας ἀγνοίας πεπηρωμένοις. τοῦτο δὲ οὐκ ἔγκλημα τῶν λαῶν, ἀλλὰ (πῶς ἂν εὐπρεπῶς εἴποιμι;) τῶι μὴ ἔχειν τοὺς διδασκάλους και‐ ρὸν καί τι τῶν ἀκριβεστέρων ὑμῖν παραθέσθαι δογμάτων.
15 Πῶς γὰρ οὐκ ἐσχόλασαν οἱ πρὸ αὐτοῦ; ἆρά γε εὐστομώτερός ἐστιν Ἰωάννου, ἴσος δὲ τοῦ μακαρίου Ἀττικοῦ ἢ συνετώτερος; τίς ἡ ὀφρὺς αὕτη; μᾶλλον δὲ πῶς οὐχ ὡμολόγησεν ἐναργῶς ὅτι ξένην καὶ ἀσυνήθη διδασκαλίαν εἰσήγαγεν καὶ τοῖς πρὸ αὐτοῦ μὴ ἐγνωσμένην διὰ τὴν ἀτοπίαν μήτε ἐν συλλόγωι πιστῶν μήτε ἐν ἁγίαις ἐκκλησίαις; ἐμοὶ τοίνυν πρὸς αὐτὸν περὶ πραγμάτων τέως λόγος οὐδὲ εἷς, γένοιτο δὲ μᾶλλον μετανοῆ‐
20σαι αὐτὸν καὶ τὴν ὀρθὴν ὁμολογῆσαι πίστιν, καὶ ὑπὲρ ὧν εἰς ἐμὲ πεποίηκεν ἐρεθίζων καὶ ἐπαλείφων κατ’ ἐμοῦ τοὺς ἐχθρούς, ἀπολογήσεται τῶι θεῶι. οὐδὲν δὲ θαυμαστὸν εἰ κακῶς ἡμᾶς λέγουσιν αἱ κοπρίαι τῆς πόλεως, Χαιρήμων Οὐίκτωρ Σωφρονᾶς καὶ τὸ τοῦ φυ‐ ρατοῦ Φλαυιανοῦ παιδαρύλλιον· ἀεὶ γὰρ γεγόνασιν καὶ περὶ ἑαυτοὺς καὶ περὶ πάντας κακοί. ἴστω δὲ ὁ εἰσβαλὼν αὐτοὺς ὅτι οὔτε ἀποδημίαν φοβούμεθα οὔτε ἀπολογίαν τὴν πρὸς ἐκεί‐
25νους, καὶ εἰ γένοιτο τούτου καιρός (συμβαίνει γὰρ ὅτι ἡ τοῦ σωτῆρος οἰκονομία διὰ μικρῶν καὶ εὐτελεστάτων πραγμάτων συνάγει σύνοδον, ἵνα καθαρίσηι τὴν ἑαυτοῦ ἐκκλησίαν ἄσπι‐ λον καὶ ἀσύγχυτον ἔχουσαν τὴν εὐγενῆ πίστιν), μὴ προσδοκάτω [δὲ] ὁ δείλαιος [ὅτι] εἰ καὶ πλείους καὶ ἀξιόλογοι εἶεν οἱ διὰ τῆς αὐτοῦ σπουδῆς κατηγορεῖν ἡμῶν μέλλοντες, δικαστὴς ἔσεσθαι τῶν καθ’ ἡμᾶς, κἂν τοῦτο προσταχθῆι ἐξ ἀμβιτίωνος, παραιτησόμεθα
30ἐκεῖσε ἐλθόντες καί, σὺν θεῶι φάναι, ταῖς ἑαυτοῦ δυσφημίαις ἀπολογήσεται. ὅθεν φεύγο‐ μεν τὴν εἰρήνην οὐδαμῶς, ἀλλὰ μᾶλλον ἁρπάζομεν, ἐὰν ὁμολογηθῆι ἡ πίστις ὀρθὴ καὶ παύσωνται τοῦ λέγειν τοιαῦτα ἅπερ ξενοεποῦντες ἐπικαλοῦνται θάνατον· τοσαύτην γὰρ διαστρο‐ φὴν ἔχει τὸ ἀποσταλὲν τετράδιον τῶν αὐτοῦ δυσφημιῶν, ὡς μολύνεσθαι τὸν ἀναγινώσκοντα. ἐπειδὴ δὲ αἰτιᾶται ὡς λέξιν ἀσυνήθη εἴρηκεν ἡ γραφὴ ἢ γοῦν ἡ ἁγία σύνοδος θεοτόκον
35ὀνομάσασα τὴν ἁγίαν παρθένον, ἐρωτάσθωσαν αὐτοὶ ποῦ Χριστοτόκον ἢ θεοδόχον εὗρον

1,1,1

112

γεγραμμένον. πρὸς τούτωι κἀκεῖνο ἐνέθηκεν αὐταῖς λέξεσιν οὕτως· τὴν θεοδόχον τῶι θεῶι μὴ συνθεολογῶμεν παρθένον, οὐκ εἰδὼς ὃ λέγει. εἰ γὰρ μὴ τέτοκε θεὸν μηδὲ ἔσχεν ἐν τῆι κοιλίαι θεὸν ὄντα Χριστόν, πῶς ἔτι θεοδόχος ἐστίν; καὶ αὐτὸς δὲ τὸν πατέρα εἶπεν θεοτόκον. ποῦ τοίνυν ἀνέγνω τὰς λέξεις ταύτας, ἀγνοῶ· πλὴν ἐπειδὴ καὶ
5ἄλλα πολλὰ ἐπισύρονται ἐγκλήματα ἐκ τῶν ἐξηγήσεων αὐτοῦ, φυλαχθήσονται ἕως καιροῦ, εἰ μή τις γένηται μετάγνωσις. τὸ δέ γε σχεδάριον τῆς δεήσεως τὸ παρ’ ὑμῶν ἀποσταλὲν ὡς ὀφεῖλον ἐπιδοθῆναι μὲν βασιλεῖ, οὐκ ἄνευ δὲ γνώμης ἡμῶν, λαβὼν ἀνέγνων· ἐπειδὴ δὲ πολλὴν εἶχεν καταδρομὴν κατὰ τοῦ ἐκεῖσε ἢ ἀδελφοῦ ἢ πῶς ἂν εἴποιμι; τέως ἐπέσχον, ἵνα μὴ ἐπέρχοιτο ἡμῖν λέγων· κατηγορήσατέ μου ἐπὶ τοῦ βασιλέως ὡς αἱρετικοῦ. ὑπηγορεύ‐
10σαμεν δὲ ἑτέρως μετὰ τοῦ καὶ παραιτεῖσθαι τὴν αὐτοῦ κρίσιν, εἰπόντες καὶ τῆς ἔχθρας τὸν τρόπον, καὶ τὴν δίκην μετασπάσαι, εἰ ἐνίστανται ὅλως ἐκεῖνοι, εἰς ἑτέρους ἄρχοντας. ἀναγνόντες τοίνυν τὸ σχεδάριον ἐπίδοτε, εἰ καλέσειεν χρεία, κἂν ἴδητε ὅτι ἐπιβουλεύων ἐμμένει καὶ ἀληθῶς πάντα κινεῖ τρόπον τὸν καθ’ ἡμῶν ὁρῶντα, σπουδαίως γράψατε καὶ ἐπιλεξάμενος ἄνδρας εὐλαβεῖς καὶ φρονίμους ἐπισκόπους τε καὶ μονάζοντας ἐξαποστελῶ
15πρώτωι καιρῶι. οὐ γὰρ μὴ δώσω ὕπνον κατὰ τὸ γεγραμμένον τοῖς ὀφθαλμοῖς καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ ἀγωνίσωμαι τὸν ὑπὲρ τῆς ἁπάντων σωτηρίας ἀγῶνα. τοιγάρτοι μεμαθηκότες τὴν ἡμῶν γνώμην, ἀνδρίσασθε· ἤδη γὰρ καὶ γενήσονται παρ’ ἡμῶν γράμματα ἃ δεῖ καὶ πρὸς οὓς δεῖ. σκοπὸς γάρ μοι διὰ τὴν εἰς Χριστὸν πίστιν καὶ καμεῖν καὶ ὑποστῆναι πᾶν ὁτιοῦν τῶν
20νομιζομένων εἶναι δεινῶν ἐν βασάνοις, ἕως οὗ καὶ τὸν ἡδύν μοι διὰ τοῦτο ὑπομείνω θάνατον.
22 Ἴσον σάκρας γραφείσης πρὸς Ἀκάκιον τὸν τῆς Βεροιαίων καὶ Συμεῶνα τὸν Ἀντιο‐ χείας ἀναχωρητὴν καὶ ἄλλας ἐπαρχίας ἰδίαι ἑκάστωι Οὐδὲν παντελῶς ἡμῖν παραλέλειπται τῶν ὑπὲρ τῆς ἑαυτῶν ὀφειλόντων σπουδασθῆναι
25θρηισκείας καὶ τοῦτο ἀκριβῶς εἴσεταί σου ἡ ὁσιότης παρὰ τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἀντιοχέων καὶ τῶν λοιπῶν μαθοῦσα τῶν σὺν αὐτῶι ἁγίων ἐπισκόπων. γεγένηνται δέ τινες περὶ τὸ πρᾶγμα φιλονεικίαι καὶ δυσκολίαι, ἃς ἐξαλεῖψαι πειραθέντες ὑπὸ τῶν πολλῶν τέως πραγμάτων διεκωλύθημεν· οὐ μὴν ἀποστῆναι ταύτης τῆς σπουδῆς αἱρησόμεθα, πρὶν ἂν ἡμῖν ὁ ἀγαθὸς θεὸς τὴν τῶν ἁγίων ἐκκλησιῶν ἕνωσιν χαρίσοιτο δι’ ὑμετέρων εὐχῶν,
30ὥστε προσήκει μετὰ πάσης σπουδῆς ταῦτα παρὰ τοῦ θεοῦ τὴν σὴν αἰτεῖν ἁγιότητα, τῆς
Ῥωμαικῆς θρηισκείας ἱερέας ἐπιδείξαντα εὐδοκίμους.

1,1,1

113

(2)

Τοῦ ἁγίου Κυρίλλου ἐπιστολὴ γραφεῖσα πρὸς τὸν κλῆρον καὶ τὸν λαὸν Κωνσταντι‐ νουπόλεως ἐν ἧι γράφει ὥστε μὴ προσέχειν αὐτοὺς τῆι δυσσεβεῖ διδασκαλίαι τοῦ αἱρετικοῦ Νεστορίου μήτε μὴν κοινωνεῖν αὐτῶι, εἰ μένει λύκος ἀντὶ ποιμένος, ἀλλὰ μᾶλλον ἀνδρί‐
5ζεσθαι ἐν κυρίωι καὶ τὴν ἑαυτῶν πίστιν τηρεῖν ἀπαρακόμιστον, ἔτι τε γράφει κοινωνικοὺς εἶναι τοὺς ἐκβληθέντας παρὰ Νεστορίου ἀντειπόντας αὐτοῦ τῆι διδαχῆι Τοῖς ἀγαπητοῖς καὶ ποθεινοτάτοις πρεσβυτέροις καὶ διακόνοις καὶ λαῶι Κωνσταντινου‐ πόλεως Κύριλλος ἐπίσκοπος καὶ ἡ συνελθοῦσα σύνοδος ἐν Ἀλεξανδρείαι ἐκ τῆς Αἰγυπτιακῆς διοικήσεως ἐν κυρίωι χαίρειν. Ὀψὲ μὲν καὶ μόλις ἤλθομεν ἐφ’ ὅπερ ἦν ἄμεινον ἐν
10ἀρχαῖς ἐλθεῖν, τὸ φροντίδα θέσθαι φαμὲν τῆς ἁπάντων ὑμῶν σωτηρίας καὶ τοῦ μὴ χρῆναι παθεῖν τὸν ἐπὶ τῆι πίστει θόρυβον· ἀπολογούμεθα δὲ ταῖς ἁπάντων ὑμῶν διὰ τοῦτο λύ‐ παις. διετελέσαμεν γὰρ οὐκ ἀδακρυτὶ τὸν παρωιχηκότα καιρόν, προσεδοκῶμεν δὲ ὅτι συμβουλαῖς καὶ παραινέσεσιν ἐκκλησιαστικαῖς καὶ τοῖς παρὰ πάντων ὑμῶν ἐλέγχοις μετα‐ στήσεται μὲν τῶν ἀπηχεστάτων ἑαυτοῦ δογμάτων ὁ εὐλαβέστατος ἐπίσκοπος Νεστόριος,
15τιμήσει δὲ μεθ’ ἡμῶν τὴν πίστιν τὴν παραδοθεῖσαν ταῖς ἐκκλησίαις παρά τε τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν καὶ παρὰ παντὸς ἱεροῦ γράμματος καὶ ταῖς διὰ τῶν ἁγίων προφητῶν φωναῖς εἰς τὸ ἔχειν ὀρθῶς κατεσφραγισμένην. ἐπεὶ δὲ καὶ ἐξ ὧν παρ’ ὑμῖν ἐπ’ ἐκκλησίας λαλῶν οὐ παύεται καὶ ἐκ τῶν ἐγγράφων ἐξηγήσεων αὐτοῦ πεπλανημένον εὑρί‐ σκομεν καὶ οὐ μετρίως δυσσεβοῦντα περὶ τὴν πίστιν, λοιπὸν ἀναγκαίως ἤλθομεν ἐπὶ τὸ
20χρῆναι διὰ συνοδικοῦ γράμματος αὐτῶι διαμαρτύρασθαι ὡς εἰ μὴ ἀπόσχοιτο τὴν ταχίστην τῶν ἑαυτοῦ καινοτομιῶν καὶ κατὰ τὴν ὁρισθεῖσαν προθεσμίαν παρὰ τοῦ ὁσιωτάτου καὶ θεοσεβεστάτου τῆς Ῥωμαίων ἐκκλησίας ἐπισκόπου Κελεστίνου ἀναθεματίσειε μὲν ἐκεῖνα ἐγγράφως ἅπερ εἴρηκέ τε παρ’ ὑμῖν καὶ βίβλοις ἐνέθηκεν ἢ γοῦν ἐντεθῆναι παρεσκεύασεν, αἳ καὶ παρ’ ἡμῖν εἰσιν, οὐδένα κοινωνίας ἔχει τόπον πρὸς τοὺς ἱερέας τοῦ θεοῦ, ἀλλ’ ἔσται
25πάντων ἀλλότριος. αἰτιάσθω δὲ μηδεὶς τὴν μέλλησιν· οὐ γὰρ ἐνυστάξαμεν θορυβουμένης οὕτω μεγάλης ἀγέλης, μᾶλλον δὲ καὶ τῶν ἁπανταχόθεν λαῶν καὶ ἐκκλησιῶν, ἐμιμησάμεθα δὲ τοὺς ἰατρικὴν ἔχοντας ἐμπειρίαν, οἳ τὰ ἐν τοῖς σώμασι γινόμενα τῶν παθῶν οὐκ εὐθὺς ταῖς διὰ σιδήρου καὶ πυρὸς ὑποφέρουσιν ἀνάγκαις, ἀλλ’ ἠπίοις ἐν ἀρχαῖς φαρμάκοις κατα‐ μαλάσσουσι περιμένοντες τὸν ταῖς τομαῖς πρέποντα καιρόν.
30Ἀνδρίζεσθε τοίνυν ἐν κυρίωι καὶ τὴν ἑαυτῶν πίστιν τηροῦντες ἀπαρακόμιστον εὐαρε‐
στεῖν σπουδάζετε τῶι Χριστῶι τῶι ἑνὶ καὶ μόνωι καὶ ἀληθῶς υἱῶι τοῦ θεοῦ, μεμνημένοι καὶ τῶν

1,1,1

114

ἁγίων ἡμῶν πατέρων τῶν ἱερατευσάντων ὀρθῶς καὶ ἁγίως παρ’ ὑμῖν, οἳ καὶ ἔτι περιόντες [καὶ] θεοτόκον ὠνόμαζον τὴν ἁγίαν παρθένον (τέτοκε γὰρ τὸν Ἐμμανουήλ, ὅς ἐστι θεὸς ἀληθῶς· γέγονε γὰρ σὰρξ ὁ λόγος καὶ γεγέννηται σαρκικῶς ἐκ γυναικός, ἵνα ἡμεῖς εὑρε‐ θῶμεν ἀδελφοὶ τοῦ ὑπὲρ πᾶσαν τὴν κτίσιν), ἐκήρυσσον δὲ οὐ δύο παρ’ ὑμῖν Χριστούς,
5ἀλλ’ ἕνα τὸν αὐτὸν θεὸν λόγον καὶ ἄνθρωπον κατὰ σάρκα ἐκ γυναικὸς οὐ συναφείαι ψιλῆι καὶ ὡς ἐν ἰσότητι μόνηι τῶν ἀξιωμάτων συνημμένον ἄνθρωπον θεῶι (ταῦτα γὰρ ἐκείνου τὰ ψυχρὰ καὶ ἀνωφελῆ καὶ γραώδη δόγματα), τὸν αὐτὸν δὲ καὶ παθεῖν ἔφασκον σαρκικῶς ὑπὲρ ἡμῶν τὸν θάνατον καὶ ἀναστῆναι θεικῶς πατήσαντα τοῦ θανάτου τὸ κράτος ἥξειν τε ἔφασκον τῶν ὅλων κριτήν. ταύτην ἑαυτοῖς ἀναζωπυροῦντες ἀεὶ τὴν πίστιν, ἀσπίλους
10καὶ ἀμώμους ἑαυτοὺς τηρήσατε, μήτε κοινωνοῦντες τῶι μνημονευθέντι μήτε μὴν ὡς δι‐ δασκάλωι προσέχοντες, εἰ μένοι λύκος ἀντὶ ποιμένος καὶ μετὰ ταύτην ἡμῶν τὴν ὑπόμνη‐ σιν τὴν πρὸς αὐτὸν γενομένην φρονεῖν ἕλοιτο τὰ διεστραμμένα. τοῖς δέ γε τῶν κληρι‐ κῶν ἤτοι λαικῶν διὰ τὴν ὀρθὴν πίστιν κεχωρισμένοις ἢ καθαιρεθεῖσι παρ’ αὐτοῦ κοινωνοῦ‐ μεν ἡμεῖς, οὐ τὴν ἐκείνου κυροῦντες ἄδικον ψῆφον, ἐπαινοῦντες δὲ μᾶλλον τοὺς πεπονθότας
15κἀκεῖνο λέγοντες αὐτοῖς· εἰ ὀνειδίζεσθε ἐν κυρίωι, μακάριοι, ὅτι τὸ τῆς δυνάμεως καὶ τὸ τοῦ θεοῦ πνεῦμα ἐφ’ ὑμᾶς ἀναπέπαυται.
18 Δεξάμενος δὲ ὁ ἀρχιεπίσκοπος τῆς Ῥώμης Κελεστῖνος τετράδας ἐξηγήσεων παρ’ αὐτοῦ Νεστορίου διὰ Ἀντιόχου καὶ εὑρὼν αὐτὰς πεπληρωμένας δυσφημιῶν ἔτι τε ὑπομνη‐
20σθεὶς καὶ παρὰ τοῦ ἀρχιεπισκόπου Κυρίλλου ὡς μὴ καταδεχομένου τοῦ αὐτοῦ Νεστορίου τὰ τῆς συμβουλῆς ἢ παραινέσεως εἰς τὸ τὰ ὀρθὰ φρονεῖν καὶ μὴ τὰ ἐναντία, ἔγραψεν αὐτῶι καὶ αὐτὸς Κελεστῖνος ἀκοινώνητον ἐπιστολήν, ὁρίσας καὶ δέκα ἡμερῶν προθεσμίαν, ἥτις ἐστὶν αὕτη ἡ ἐπιστολή· Ἐφ’ ἡμέρας τινὰς τῆς ζωῆς ἡμῶν καὶ τὰ λοιπά.
26 Θεῖον γράμμα ἀποσταλὲν ἐν Ἀλεξανδρείαι Κυρίλλωι ἀρχιεπισκόπωι καὶ τοῖς κατὰ χώ‐ ραν τῶν μητροπόλεων ἐπισκόποις Αὐτοκράτορες Καίσαρες Θεοδόσιος καὶ Οὐαλεντινιανὸς νικηταὶ τροπαιοῦχοι μέγιστοι
ἀεισέβαστοι αὔγουστοι Κυρίλλωι ἐπισκόπωι. Ἤρτηται τῆς εἰς θεὸν εὐσεβείας ἡ τῆς

1,1,1

115

ἡμετέρας πολιτείας κατάστασις καὶ πολὺ ταύταις ἔνεστι τὸ συγγενές τε καὶ προσφυές. ἔχονται γὰρ ἀλλήλων καὶ ἑκατέρα τῆι τῆς ἑτέρας συναύξεται προκοπῆι, ὥστε τὴν μὲν ἀληθῆ θρηισκείαν τῆι δικαιοπραγίαι, τὴν δὲ πολιτείαν ὑπ’ ἀμφοτέρων συγκροτουμένην ἐκλάμπειν. βασιλεύειν οὖν τεταγμένοι παρὰ θεοῦ σύνδεσμοί τε τῆς τῶν ὑπηκόων εὐσεβείας τε καὶ
5εὐπραγίας τυγχάνοντες, ἀρραγὲς ἀεὶ τὸ προσφυὲς τούτων φυλάττομεν, τῆι τε προνοίαι καὶ ἀνθρώποις μεσιτεύοντες ἐκείνηι μὲν ὑπουργοῦμεν εἰς τὴν τῆς πολιτείας αὔξησιν, διὰ πάν‐ των δὲ ὡς εἰπεῖν τῶν ὑπηκόων γινόμενοι τούτους εὐσεβεῖν τε καὶ πολιτεύεσθαι κατὰ τὸ εὐσεβέσι πρέπον παρασκευάζομεν. ἑκατέρου δεόντως ἐπιμελούμενοι (οὐδὲ γὰρ ἔνεστι τὸν θατέρου μεταποιούμενον μὴ ὁμοίως καὶ τοῦ ἑτέρου φροντίσαι) σπουδὴν τιθέμεθα πρὸ
10τῶν ἄλλων τὴν ἐκκλησιαστικὴν κατάστασιν θεῶι πρέπουσαν καὶ τοῖς ἡμετέροις καιροῖς πρόσφορον διαμένειν ἔχειν τε ἐκ τῆς τῶν πάντων ὁμονοίας τὸ ἀτάραχον καὶ διὰ τῆς ἐν τοῖς ἐκκλησιαστικοῖς πράγμασιν εἰρήνης τὸ ἀστασίαστον προσεῖναί τε τῆι εὐσεβεῖ θρηι‐ σκείαι τὸ ἀνεπίληπτον καὶ τοὺς εἰς τὸν κλῆρον τήν τε μεγάλην ἱερωσύνην τελοῦντας πάσης τῆς κατὰ τὸν βίον μέμψεως ἀπηλλάχθαι. ταῦτά τε συνορῶντες διὰ τῆς εἰς θεὸν ἀγάπης
15καὶ τῆς φιλαλλήλου γνώμης τῶν εὐσεβούντων κρατύνεσθαι, πολλάκις μὲν ἤδη διὰ τὰ κατὰ καιρὸν συμπεσόντα ἀναγκαίαν τὴν τῶν ἁπανταχόθεν ἁγιωτάτων ἐπισκόπων θεοφιλῆ σύ‐ νοδον ἡγησάμεθα, ὀκνηρότεροι δὲ ὅμως περὶ τὸν σκυλμὸν τῆς αὐτῶν θεοσεβείας γεγόναμεν. ἀλλ’ ἡ τῶν νῦν ἀναγκαίων ἐκκλησιαστικῶν τε καὶ τῶν ταύταις συνημμένων δημοσίων χρειῶν ζήτησις χρειωδεστάτην τε καὶ ἀπαραίτητον ταύτην ἀπέδειξεν· ὅθεν ὡς ἂν μὴ τὰ τῆς προ‐
20κειμένης τῶν οὕτω χρησίμων ἐξετάσεως ἀμελούμενα τὴν ἐπὶ τὸ χεῖρον λάβοι ῥοπήν, ὅπερ ἐστὶ τῆς τῶν ἡμετέρων καιρῶν εὐσεβείας ἀλλότριον, φροντίσει ἡ σὴ θεοσέβεια μετὰ τὸ ἐπιόν, σὺν θεῶι δὲ εἰρήσθω, ἅγιον πάσχα εἰς τὴν Ἐφεσίων τῆς Ἀσίας παραγενέσθαι κατ’ αὐτὴν τῆς ἁγίας πεντηκοστῆς τὴν ἡμέραν, ὀλίγους οὓς ἂν δοκιμάσειεν, ἐκ τῆς ὑπ’ αὐτὴν τεταγμένης ἐπαρχίας ἁγιωτάτους ἐπισκόπους εἰς τὴν αὐτὴν συνδραμεῖν παρασκευάσασα,
25ὥστε καὶ τοὺς ἀρκοῦντας ταῖς κατὰ τὴν αὐτὴν ἐπαρχίαν ἁγιωτάταις ἐκκλησίαις καὶ τοὺς τῆι συνόδωι ἐπιτηδείους μηδαμῶς ἐλλεῖψαι. γέγραπται γὰρ τὰ ἴσα παρὰ τῆς ἡμετέρας θειότητος περὶ τῆς προλεχθείσης ἁγιωτάτης συνόδου τοῖς θεοφιλέσιν ἐπισκόποις τῶν ἁπανταχοῦ μητρο‐ πόλεων, ὥστε τούτου γενομένου τήν τε ἐκ τῶν ἀμφισβητουμένων συμβαίνουσαν ταραχὴν κατὰ τοὺς ἐκκλησιαστικοὺς κανόνας διαλυθῆναι καὶ τὴν ἐπὶ τοῖς οὐ δεόντως γενομένοις δοθῆναι
30διόρθωσιν τῆι τε περὶ θεὸν εὐλαβείαι καὶ τῆι τῶν δημοσίων λυσιτελείαι ὑπάρξαι τὸ βέβαιον, δηλαδὴ μηδεμιᾶς πρὸ τῆς ἁγιωτάτης συνόδου καὶ τοῦ μέλλοντος παρ’ αὐτῆς κοινῆι ψήφωι ἐφ’ ἅπασι δίδοσθαι τύπου καινοτομίας ἰδίαι παρά τινων γινομένης. καὶ πεπείσμεθα μὲν ἕκαστον τῶν θεοφιλεστάτων ἱερέων γνόντας ἐκκλησιαστικῶν τε καὶ οἰκουμενικῶν πραγ‐ μάτων χάριν τὴν ἁγιωτάτην σύνοδον τούτωι ἡμῶν τῶι θεσπίσματι κατεπείγεσθαι συν‐
35δραμεῖν σπουδαίως τοῖς οὕτως ἀναγκαίοις καὶ εἰς θεοῦ ἀρέσκειαν φθάνουσι τὰ δυνατὰ

1,1,1

116

συμβαλούμενον· καὶ ἡμεῖς δὲ τούτων πολλὴν ποιούμενοι φροντίδα ἀπολιμπάνεσθαι οὐδένα φορητῶς ἀνεξόμεθα οὐδεμίαν τε ἕξει πρὸς θεὸν οὐδὲ πρὸς ἡμᾶς ἀπολογίαν ὁ μὴ παρα‐ χρῆμα κατὰ τὸν προειρημένον καιρὸν εἰς τὸν ἀφορισθέντα τόπον σπουδαίως παραγενόμενος. καὶ γὰρ ὁ καλούμενος εἰς ἱερατικὴν σύνοδον καὶ μὴ προθύμως συντρέχων οὐκ ἀγαθῆς
5εἶναι δείκνυται συνειδήσεως. Ὁ θεός σε διαφυλάξαι πολλοῖς χρόνοις, πάτερ ὁσιώτατε καὶ εὐλαβέστατε. Ἐδόθη τῆι πρὸ δεκατριῶν Καλανδῶν Δεκεμβρίων ἐν Κωνσταντινουπόλει ὑπατείαι τῶν δεσποτῶν ἡμῶν Θεοδοσίου τὸ τρισκαιδέκατον καὶ Οὐαλεντινιανοῦ τὸ τρίτον τῶν αἰωνίων αὐγούστων.
11Πρὸ τῆς συνόδου ἐπιστολὴ πρώτη ἀπὸ Ῥόδου Κύριλλος πρεσβυτέροις καὶ διακόνοις καὶ λαῶι Ἀλεξανδρείας ἀγαπητοῖς καὶ ποθεινοτά‐ τοις ἐν κυρίωι χαίρειν. Χάριτι καὶ φιλανθρωπίαι τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ τὸ πλατὺ καὶ μέγα διενηξάμεθα πέλαγος ἁπαλοῖς τε καὶ ἡμερωτάτοις πνεύμασιν, ὥστε
15δίχα φόβου καὶ κινδύνου παντὸς τὸν πλοῦν ἐξανύσαντας ἀφικέσθαι εἰς τὴν Ῥοδίων δοξολογοῦντας θεὸν καὶ λέγοντας μετὰ τῆς τοῦ ψάλλοντος φωνῆς σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης καὶ τὸν σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραύνεις. ἐπειδὴ δὲ ἦν ἀναγκαῖον ἀπόντας τῶι σώματι, παρόντας δὲ τῶι πνεύματι περιπτύξασθαι διὰ τοῦ γράμματος ὡς τέκνα, δεῖν ὠιήθην ἐπιστεῖλαι τέως ταῦτα ὑμῖν καὶ ἐναργῆ κατα‐
20στῆσαι. πιστεύω γὰρ ὅτι προσθήσει θεὸς τὰ λοιπὰ καὶ διὰ τῆς ἁπάντων ὑμῶν προ‐ σευχῆς παρακεκλημένος. δείξατε τοίνυν εἰς τὸν παρόντα μάλιστα καιρὸν ὡς καρπὸν ἀγάπης τὰς ὑπὲρ ἡμῶν προσευχάς· κἀγὼ γὰρ τοῦτο ποιῶν οὐ διαλιμπάνω, ἵνα πάλιν ὁ πάντας συντρίβων πολέμους ὁ τῶν δυνάμεων κύριος καταστήσας τὰ μεταξὺ καὶ πάντα ῥαίσας θόρυβον χαίροντας ἡμᾶς χαίρουσιν ὡς τέκνοις ἀποδῶι. πάντα γὰρ δύναται κατὰ
25τὸ γεγραμμένον, ἀδυνατεῖ δὲ αὐτῶι παντελῶς οὐδέν. τῆς δὲ ὑμῖν συντρόφου καὶ πρε‐ πούσης ἐπιεικείας ἀντέχεσθε· τοῦτο γὰρ ὑμᾶς ἀποφανεῖ μάλιστα δοκιμωτάτους, οἳ καὶ ἀπόν‐ τος καὶ παρόντος τοῦ κατὰ πνεῦμα πατρὸς τὸν εὐγενῆ καὶ ἀξιόληπτον τιμᾶτε βίον. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίωι. ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ
ἀδελφοί. ἐρρῶσθαι ὑμᾶς ἐν κυρίωι εὔχομαι, ἀγαπητοὶ καὶ ποθεινότατοι.

1,1,1

117

(2)

Τοῦ αὐτοῦ ἐπιστολὴ δευτέρα Κύριλλος πρεσβυτέροις καὶ διακόνοις καὶ λαῶι Ἀλεξανδρείας ἀγαπητοῖς καὶ ποθεινο‐ τάτοις ἐν κυρίωι χαίρειν. Διψῶντί μοι πάλιν τῆς ὑμῶν ἐπιεικείας τὴν πρόσρησιν δέδο‐
5ται τοῦ γράφειν καιρὸς καὶ τόπος. ἐσμὲν τοιγαροῦν ἐν τῆι Ἐφεσίων, διὰ τὰς πάντων ὑμῶν εὐχὰς ἐν εὐρωστίαι διατελοῦντες καὶ λοιπὸν ἐγγὺς ἔχοντες τὸν τῆς συνόδου καιρόν. πιστεύομεν δὲ ὅτι Χριστὸς ὁ πάντων σωτὴρ καθαρὰς ἀποφανεῖ διεστραμμένων ἐννοιῶν τὰς ἑαυτοῦ ἐκκλησίας καὶ τὴν ὀρθὴν πίστιν φανοτάτην ἅπασι καταστήσει, ὥστε πάντας πανταχῆι καθαροὺς καὶ ἀμώμους, ἀκαπήλευτον ἔχοντας αὐτήν, ὁσίας αἴρειν χεῖρας εἰς προσ‐
10ευχάς, ἐκεῖνο λέγοντας τὸ διὰ φωνῆς τοῦ μακαρίου Δαυὶδ κατευθυνθήτω ἡ προσευ‐ χή μου ὡς θυμίαμα ἐνώπιόν σου· ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπεριν. περιέρχεται γὰρ ὁ πονηρός, τὸ ἀκοίμητον θηρίον, ἐπιβουλεύων τῆι δόξηι Χριστοῦ, ἰσχύει δὲ ὅλως οὐδέν, ἀργούσης αὐτοῦ τῆς σκαιότητος καὶ ἀπρακτούσης τῆς πονηρίας. ἐπιβου‐ λεύει γὰρ οὐκ ἀνθρώπωι κοινῶι οὐδὲ ἑνὶ τῶν καθ’ ἡμᾶς ἁπλῶς κατὰ τὸ δοκοῦν τοῖς νέοις
15δογματισταῖς, ἀλλὰ θεῶι τῶι πάντα ἰσχύοντι. οὐκοῦν ἀκουέτω παρὰ παντὸς ἀγαπῶντος Χριστὸν σκληρόν σοι πρὸς κέντρα λακτίζειν. πλήττει γὰρ ἑαυτὸν ὁ δείλαιος καὶ ὁμοῦ τοῖς ἰδίοις τέκνοις πεσεῖται πρὸς ὄλεθρον. οἱ γὰρ τὰ ὀρθὰ τῶν ἁγίων ἐκκλη‐ σιῶν διαστρέφοντες δόγματα τῆς ἐκείνου μερίδος εἰσίν, οὐ φεύξονται δὲ τὸ κρίμα τοῦ θεοῦ. προσεύχεσθε τοίνυν ὑπὲρ ἡμῶν ἵνα ὁ θεὸς ὁ πάντων σωτὴρ δοίη πάλιν χαίρουσι
20χαίροντας ἀποδοθῆναι· πάντα γὰρ δύναται καὶ ἀδυνατεῖ παντελῶς οὐδὲν αὐτῶι. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίωι. ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί. ἐρρῶσθαι ὑμᾶς ἐν κυρίωι εὔχομαι, ἀγαπητοὶ καὶ ποθεινότατοι.
24Τοῦ αὐτοῦ ἐπιστολὴ τρίτη
25 Κύριλλος πρεσβυτέροις καὶ διακόνοις καὶ λαῶι Ἀλεξανδρείας ἀγαπητοῖς καὶ ποθεινοτά‐ τοις ἐν κυρίωι χαίρειν. Εἰ καὶ πλατύτερον ἔδει τὰ γεγενημένα τῆι ὑμετέραι θεοσεβείαι γνωρίσαι, ἀλλὰ διὰ τὸ κατεπείγεσθαι τοὺς τοῦ γράμματος διακομιστὰς συντόμως ἐπέστειλα. ἴστε τοίνυν ὅτι κατὰ τὴν ὀγδόην καὶ εἰκάδα τοῦ Παυνὶ μηνὸς ἡ ἁγία σύνοδος γέγονεν ἐν
τῆι Ἐφεσίων ἐν τῆι μεγάληι ἐκκλησίαι τῆς πόλεως, ἥτις καλεῖται Μαρία θεοτόκος, δια‐

1,1,1

118

τελέσαντες δὲ πᾶσαν τὴν ἡμέραν τελευταῖον καταγνωσθέντα καὶ οὐδὲ τολμήσαντα παρα‐ βαλεῖν ἐν τῆι ἁγίαι συνόδωι τὸν δύσφημον Νεστόριον καθαιρέσει ὑποβεβλήκαμεν καὶ ἐξεβάλομεν τῆς ἐπισκοπῆς. ἦμεν δὲ οἱ συνελθόντες ἐπίσκοποι ὑπὲρ τοὺς διακοσίους. ἐπέμεινε δὲ πᾶς ὁ λαὸς τῆς πόλεως ἀπὸ πρωὶ ἕως ἑσπέρας περιμένων τὸ κρίμα τῆς ἁγίας
5συνόδου· ὡς δὲ ἤκουσαν ὅτι καθηιρέθη ὁ δύσφημος, πάντες μιᾶι φωνῆι ἤρξαντο εὐφημεῖν τὴν ἁγίαν σύνοδον καὶ δοξολογεῖν τὸν θεὸν ὅτι πέπτωκεν ὁ τῆς πίστεως ἐχθρός. ἐξελθόν‐ τας δὲ ἡμᾶς ἐκ τῆς ἐκκλησίας προέπεμψαν μετὰ λαμπάδων ἕως τοῦ καταγωγίου (λοιπὸν γὰρ ἦν ἑσπέρα) καὶ γέγονε πολλὴ θυμηδία καὶ λυχναψία ἐν τῆι πόλει, ὥστε καὶ τὰς γυναῖ‐ κας θυμιατήρια κατεχούσας προηγεῖσθαι ἡμῶν. καὶ ἔδειξεν ὁ σωτὴρ τοῖς δυσφημοῦσι
10τὴν δόξαν αὐτοῦ ὅτι πάντα δύναται. μέλλομεν οὖν τοὺς χάρτας τελειώσαντες τοὺς γενομένους ἐπὶ τῆι καθαιρέσει αὐτοῦ, λοιπὸν ἐπιταχύνειν πρὸς ὑμᾶς σὺν θεῶι. Πάντες ἐσμὲν ἐν εὐθυμίαι καὶ ὑγείαι διὰ τὴν τοῦ σωτῆρος χάριν. ἐρρῶσθαι ὑμᾶς ἐν κυρίωι εὔχομαι, ἀγαπητοὶ καὶ ποθεινότατοι.
15Τοῦ αὐτοῦ ἐπιστολὴ τετάρτη Κύριλλος πρεσβυτέροις καὶ διακόνοις καὶ λαῶι Ἀλεξανδρείας ἀγαπητοῖς καὶ ποθεινοτά‐ τοις ἐν κυρίωι χαίρειν. Τὰ λαμπρὰ καὶ μεγάλα τῶν κατορθωμάτων οὐ δίχα πόνων εἰς πέρας ἄγεται, δεῖ δὲ δὴ πάντως ἀγαθοῦ παντὸς ἱδρῶτα προανατεῖλαι καὶ οὐ θαυμαστὸν εἰ ἐν τοῖς μεγάλοις ἀκολουθοῦν ὁρῶμεν τὸ τοιοῦτον, ὅτε καὶ τὰ κοινὰ καὶ τὰ κάτωθεν καὶ
20μερίμνης γέμει καὶ διὰ πόνων ἔρχεται. ἀλλὰ καὶ ἐν τῶι πονεῖν δεδιδάγμεθα λέγειν ἀνδρίζου καὶ κραταιούσθω ἡ καρδία σου καὶ ὑπόμεινον τὸν κύριον. τε‐ θαρσήκαμεν γὰρ ὅτι καρπὸς εὐκλεὴς τοῖς εἰς ἀρετὴν σπουδάσμασιν ἕπεται καὶ πνευματικῆς ἀνδρείας ξένιον εὑρίσκομεν τὸν παρὰ θεοῦ μισθόν. αἵρεσιν τοίνυν μιαρωτάτην ἐπιχειρή‐ σασαν ἤδη κατὰ πάσης αἴρεσθαι τῆς ὑπ’ οὐρανὸν καὶ ἀνιστῶσαν εἰς ὕψος τὸ κέρας καὶ
25λαλοῦσαν ἀδικίαν κατὰ τοῦ θεοῦ καθεῖλεν αὐτὸς καὶ οἷάπερ φλόγα κατεμπρῆσαι θέλουσαν τὰ ὀρθὰ τῆς ἐκκλησίας δόγματα κατέσβεσεν ὁ μονογενὴς τοῦ θεοῦ λόγος, τὸν ταύτης εὑρετὴν καὶ πατέρα καταργήσας τε ὁμοῦ καὶ παύσας τῆς ἱερωσύνης ψήφωι τῆς ἁγίας συνόδου, ὥστε καὶ χαίροντας ἡμᾶς λέγειν ἐμεγάλυνε κύριος τοῦ ποιῆσαι μεθ’ ἡμῶν· ἐγενήθημεν εὐφραινόμενοι. εὐθυμία γὰρ διδασκάλοις καὶ τοῖς λαῶν ἡγουμένοις τὸ
30τὴν ὀρθὴν κρατύνεσθαι πίστιν καὶ δοξάζεσθαι πανταχοῦ τὸν τῶν ὅλων σωτῆρα θεόν, καταργουμένου τοῦ σατανᾶ καὶ ἀνηιρημένων τῶν παρ’ αὐτοῦ σκανδάλων καὶ τῶν τῆς ἀληθείας δογμάτων κατισχυόντων τοῦ ψεύδους, ἵνα πάντες ἐξ ἑνὸς στόματος ὁμοφώνως
λέγωμεν εἷς κύριος, μία πίστις, ἓν βάπτισμα. ταῦτα καὶ νῦν ὡς τέκνοις γράφω,

1,1,1

119

τὰ παράδοξα τοῦ σωτῆρος διηγούμενος, ἵνα ἐκτενεστέρας ποιῆσθε τὰς προσευχάς, ὥστε ἰσχῦσαι μετὰ τῆς τοῦ θεοῦ βουλῆς χαίροντας χαίρουσιν ἀποδοθῆναι μετ’ εὐρωστίας. Ἐρρῶσθαι ὑμᾶς ἐν κυρίωι εὔχομαι.
5Ἐπιστολὴ Ἰωάννου Ἀντιοχείας πρὸς Κύριλλον Τῶι δεσπότηι μου τῶι θεοφιλεστάτωι καὶ ἁγιωτάτωι συλλειτουργῶι Κυρίλλωι Ἰωάννης ἐν κυρίωι χαίρειν. Οὐδὲ ἐμὲ μετρίως δάκνει τὸ ὅλως τῆς ὑμετέρας ὁσιότητος εἰς τὴν Ἔφεσον παραγενομένης τὰς μικρὰς ταύτας ὑστερῆσαι ἡμέρας. τῆς γὰρ χρείας ὁ περὶ τὴν σὴν ἁγιωσύνην πόθος πλέον μοι ἔγκειται συντόνως τὴν ὁδὸν ἐξανύσαι. εἰμὶ γοῦν
10εὐχαῖς τῆς σῆς ὁσιότητος ἐπὶ θύραις λοιπόν, πολὺν ὑποστὰς τὸν τῆς ὁδοιπορίας πόνον. ἡμέρας γὰρ ἔχω τριάκοντα (τοσοῦτον γὰρ ὁ κύκλος τῆς ὁδοῦ ἔχει) ὁδεύων, οὐδαμοῦ οὐδ’ ὅλως ἐνδιδοὺς ἐμαυτῶι, ἐνίων τῶν κυρίων τῶν θεοφιλεστάτων ἐπισκόπων ἀνωμαλίαι κατὰ τὴν ὁδὸν χρησαμένων, ζώιων δὲ πολλῶν πεπτωκότων ἀπὸ τῆς συντόνου ὁδοιπορίας. εὔχου οὖν, δέσποτα, καὶ ταύτας τὰς πέντε ἢ ἓξ μονὰς καὶ ἀλύπως ἡμᾶς ὁδεῦσαι καὶ δρα‐
15μεῖν καὶ περιπτύξασθαι τὴν ἱερὰν ἡμῖν καὶ ὁσίαν κεφαλήν. Οἱ περὶ τὸν κύριόν μου τὸν θεοφιλέστατον ἐπίσκοπον Ἰωάννην Παῦλον Μακάριον προσφθέγγονταί σου τὴν ὁσιότητα. πᾶσαν τὴν σὺν σοὶ ἀδελφότητα ἐγώ τε καὶ οἱ σὺν ἐμοὶ πλεῖστα προσαγορεύομεν. ἐρρωμένος ὑπερευχόμενος ἡμῶν διατελοίης, δέσποτα θεοφιλέστατε καὶ ὁσιώτατε.
20 Πρὸ τῆς ἐπιστολῆς Ἰωάννου ἡ σάκρα προαπεστάλη 〈ἡ〉 ἑξῆς· ἀλλ’ ἐπειδὴ συνεδρευ‐ σάντων τῶν εὐλαβεστάτων ἐπισκόπων αὕτη ἡ σάκρα προλάμπει τῶν ὑπομνημάτων, προ‐ ετάξαμεν τὴν ἐπιστολήν, ἵνα μὴ ἐκ δευτέρου γραφῆι ἡ αὐτὴ σάκρα ἡ καλοῦσα πάντας εἰς τὸ συνέδριον. Πάντων συνεδρευσάντων ἐν Ἐφέσωι ἀπεστάλη ἐν Ἐφέσωι τὸ ἑξῆς θεῖον γράμμα
25περιέχον οὕτως

1,1,1

120

(2)

Αὐτοκράτορες Καίσαρες Θεοδόσιος καὶ Οὐαλεντινιανὸς νικηταὶ τροπαιοῦχοι μέγιστοι ἀεισέβαστοι αὔγουστοι τῆι ἁγίαι συνόδωι. Πάντων μὲν τῶν κοινῆι λυσιτελούντων πολ‐ λὴν φροντίδα ποιούμεθα, διαφερόντως δὲ τῶν εἰς εὐσέβειαν ἡκόντων, δι’ ὧν καὶ τῶν λοιπῶν
5ἀγαθῶν ἡ χορηγία τοῖς ἀνθρώποις προσγίνεται. διά τοι τοῦτο πρώην μὲν περὶ τοῦ συ‐ νελθεῖν τὴν ὑμετέραν θεοσέβειαν εἰς τὴν Ἐφεσίων μητρόπολιν τὰ εἰκότα γεγραφήκαμεν· ἐπει‐ δὴ δὲ ἐχρῆν καὶ τῆς πρεπούσης εὐταξίας τε καὶ ἡσυχίας τῆι διασκέψει τῆς ἁγιωτάτης ὑμῶν συνόδου δεόντως φροντίσαι, οὐδὲ τοῦτο παρήκαμεν ὥστε αὐτῆι πανταχόθεν ὑπάρξαι τὸ ἀτάραχον. καὶ πεπείσμεθα μὲν ὡς οὐδεμιᾶς τῆς ἔξωθεν βοηθείας εἰς τὸ καὶ ἑτέροις
10εἰρήνην παρασχεῖν δεῖται ὑμῶν ἡ θεοσέβεια, ἦν δὲ καὶ τοῦτο τῆς ἐμμελοῦς ἡμῶν περὶ τὴν εὐσέβειαν προνοίας μὴ παριδεῖν. ἐντέταλται τοίνυν Κανδιδιανὸς ὁ μεγαλοπρεπέστατος κόμης τῶν καθωσιωμένων δομεστίκων ἄχρι τῆς ἁγιωτάτης ὑμῶν διαβῆναι συνόδου καὶ μη‐ δὲν μὲν ταῖς περὶ τῶν εὐσεβεστάτων δογμάτων γινομέναις ζητήσεσιν ἢ γοῦν εἰσηγήσεσι κοινωνῆσαι (ἀθέμιτον γὰρ τὸν μὴ τοῦ καταλόγου τῶν ὁσιωτάτων ἐπισκόπων τυγχάνοντα
15τοῖς ἐκκλησιαστικοῖς σκέμμασιν ἐπιμίγνυσθαι), τοὺς κοσμικοὺς δὲ καὶ μονάζοντας τούς τε ἤδη διὰ τοῦτο συνηγμένους καὶ τοὺς συνάγεσθαι μέλλοντας τῆς αὐτῆς παντὶ τρόπωι χωρί‐ σαι πόλεως, ἐπειδήπερ οὐ χρὴ τοὺς κατ’ οὐδὲν ἀναγκαίους ὄντας τῆι μελλούσηι τοῦ δόγ‐ ματος διασκέψει κινεῖν θορύβους καὶ διὰ τοῦτο ἐμποδίζειν τοῖς εἰρηνικῶς τυπωθῆναι παρὰ τῆς ὑμετέρας ἁγιωσύνης ὀφείλουσι, καὶ φροντίσαι τοῦ μή τινα διχόνοιαν ἐξ ἀντιπαθείας
20ἐπὶ πλέον παραταθῆναι, ὡς ἂν μὴ ἐκ τούτου ἡ τῆς ἁγιωτάτης ὑμῶν συνόδου παρεμπο‐ δίζοιτο διάσκεψις καὶ ἡ ἀκριβὴς τῆς ἀληθείας ζήτησις ἐκ τῆς ἐγγινομένης τυχὸν ἀτάκτου περιηχήσεως διακρούηται, ἀνεξικάκως δὲ τῶν λεγομένων ἕκαστον ἀκροώμενον προστιθέναι τὸ δοκοῦν ἢ ἀντιτιθέναι καὶ οὕτως πᾶσαν κατὰ πρότασίν τε καὶ λύσιν τὴν περὶ τοῦ ἀληθοῦς δόγματος ἔρευναν δίχα τινὸς ταραχῆς διακριθῆναι καὶ κοινῆι τῆς ὑμετέρας ἁγιότητος ψήφωι
25ἀστασίαστόν τε καὶ τὸν πᾶσιν ἀρέσκοντα τύπον λαβεῖν. πρωτοτύπως δὲ παρὰ τῆς ἡμε‐
τέρας θειότητος ὁ αὐτὸς μεγαλοπρεπέστατος ἀνὴρ Κανδιδιανὸς ἐντέταλται παντὶ τρόπωι

1,1,1

121

παραφυλάττειν μηδένα τῶν τῆς ἁγιωτάτης ὑμῶν συνόδου, ὡς οἴκαδε ἐπανιόντα ἢ καὶ τὸ θεῖον ἡμῶν στρατόπεδον καταλαβεῖν βουλόμενον ἢ καὶ ἀλλαχοῦ που ἀφικνεῖσθαι προηιρη‐ μένον, ἀπολιπεῖν τὸν ἀφορισθέντα τῆι διασκέψει τόπον μήτε μὴν ἑτέραν τὸ παράπαν προτε‐ θῆναι ἐκκλησιαστικὴν ζήτησιν ἢ τινῶν ἐξαιτούντων ἢ ὁπωσοῦν ἔκ τινος ἀνακύπτουσαν
5ὑποθέσεως μὴ συντείνουσαν εἰς τὴν προκειμένην τοῦ ἁγίου δόγματος διάσκεψιν, πρὶν ἂν πᾶσα ἡ περὶ τούτου κινουμένη λυθῆι ἀμφισβήτησις καὶ τὰ εἰς τὴν ἀληθῆ αὐτοῦ ἔρευναν συντελοῦντα πρὸς ἀκρίβειαν ζητηθέντα τέλους τύχηι τοῦ τῆι ὀρθοδόξωι θρηισκείαι συμ‐ βαίνοντος. Γινωσκέτω δὲ ὑμῶν ἡ θεοσέβεια δεδόχθαι τῆι ἡμετέραι γαληνότητι μηδεμίαν ἢ ἐπὶ
10τῆς ἁγιωτάτης ὑμῶν συνόδου ἢ καὶ ἐν δημοσίωι αὐτόθι δικαστηρίωι χρηματικὴν ἢ ἐγκλη‐ ματικὴν κατά τινος κινηθῆναι αἰτίασιν, εἴ τινι τυχὸν ταύτην εἶναι συμβαίνοι, πᾶσαν δὲ τὴν περὶ τούτων διάγνωσιν συγκροτηθῆναι κατὰ ταύτην τὴν μεγαλώνυμον πόλιν· Εἰρηναῖον δὲ τὸν μεγαλοπρεπέστατον ἄνδρα φιλίας μόνης χάριν συνεκδεδημηκέναι τῶι ἁγιωτάτωι καὶ θεοφιλεστάτωι ἐπισκόπωι τῆσδε τῆς μεγαλωνύμου πόλεως Νεστορίωι μήτε τοῖς σκέμμασι
15τῆς ἁγιωτάτης ὑμῶν συνόδου μήτε μὴν τοῖς ἐγχειρισθεῖσι τῶι παρ’ ἡμῶν ἀποσταλέντι ἐν‐ δοξοτάτωι ἀνδρὶ Κανδιδιανῶι κατά τινα λόγον κοινωνήσοντα. Καὶ μετὰ τὸ ἀναγνωσθῆναι ἐν Ἐφέσωι τοῦτο αὐτὸ τὸ προγεγραμμένον θεῖον γράμμα πράττεται παρὰ τῶν ἁγίων πατέρων καὶ ἐπισκόπων τὰ τῆι ὑποθέσει ἡρμοσμένα, ἅτινα καὶ
ὑποτέτακται.

1,1,2

3

(3)

Τοῖς μετὰ τὴν ὑπατείαν τῶν δεσποτῶν ἡμῶν Φλαυίου Θεοδοσίου τὸ τρισκαιδέκατον καὶ 〈Φλαυίου〉 Οὐαλεντινιανοῦ τὸ τρίτον τῶν αἰωνίων αὐγούστων πρὸ δέκα Καλανδῶν Ἰουλίων
5 συνόδου συγκροτηθείσης ἐν τῆι Ἐφεσίων μητροπόλει ἐκ θεσπίσματος τῶν θεοφιλεστά‐ των καὶ φιλοχρίστων βασιλέων καὶ καθεσθέντων ἐν τῆι ἁγίαι ἐκκλησίαι τῆι καλουμένηι Μαρίαι τῶν θεοφιλεστάτων καὶ θεοσεβεστάτων ἐπισκόπων Κυρίλλου Ἀλεξανδρείας, διέποντος καὶ τὸν τόπον τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἀρχιεπισκόπου τῆς Ῥωμαίων ἐκκλησίας Κελεστίνου
10καὶ Ἰουβεναλίου Ἱεροσολύμων καὶ Μέμνονος τῆς Ἐφεσίων καὶ Φλαυιανοῦ Φιλίππων, ἐπέχοντος καὶ τὸν τόπον Ῥούφου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Θεσσαλονικέων καὶ Θεοδότου Ἀγκύρας Γαλατίας πρώτης
15καὶ Φίρμου Καισαρείας Καππαδοκίας πρώτης καὶ Ἀκακίου Μελιτηνῆς Ἀρμενίας καὶ Ἰκονίου Γορτύνης τῆς Κρήτης καὶ Περιγένους Κορίνθου τῆς Ἑλλάδος καὶ Κύρου Ἀφροδισιάδος τῆς Καρίας
20καὶ Οὐαλεριανοῦ Ἰκονίου καὶ Ἡσυχίου Παρίου καὶ Ἑλλανίκου Ῥόδου καὶ Δυνατοῦ Νικοπόλεως Ἠπείρου παλαιᾶς καὶ Εὐχαρίου Δυρραχίου Ἠπείρου νέας
25καὶ Περρεβίου Φαρμάλου
καὶ Εὐδοξίου Χώματος τῆς Λυκίας

1,1,2

4

καὶ Σιλουανοῦ Χαιρετάπων Φρυγίας καὶ Ἀμφιλοχίου Σίδης τῆς Παμφυλίας καὶ Ἐπιφανίου Κρατίας τῆς Ὁνωριάδος καὶ Γρηγορίου Κερασοῦντος Πόντου Πολεμωνιακοῦ
5καὶ Προθυμίου Κομάνης καὶ Παλλαδίου Ἀμασείας ἑλλησπόντου καὶ Σενεκίωνος Σκόδρων καὶ Ἀκακίου Ἄρκης καὶ Δοκιμασίου Μαρωνείας τῆς Θράικης
10καὶ Ἰωάννου Προικοννήσου καὶ Δανιήλου Κολωνείας δευτέρας Καππαδοκίας καὶ Ῥωμανοῦ Ῥαφίας καὶ Παυλινιανοῦ Μαιουμᾶ καὶ Παύλου Ἀνθηδόνος
15καὶ Φίδου Ἰόππης καὶ Αἰανοῦ Συκαμαζόνος καὶ Θεοδώρου Γαδάρων καὶ Λητοίου Λιβιάδος καὶ Ἀβδελᾶ Ἐλούσης
20καὶ Θεοδώρου Ἀρινδήλων καὶ Πέτρου Παρεμβολῆς καὶ Ἰωάννου Αὐγουστοπόλεως καὶ Σαιδᾶ Φαινοῦς καὶ Ῥουφίνου ταβῶν
25καὶ Ἀνυσίου Θηβῶν καὶ Καλλικράτους Ναυπάκτου καὶ Δομνίνου Ὀποῦντος καὶ Νικίου Μεγάρων καὶ Ἀγαθοκλέους κολωνείας
30καὶ Φίληκος Ἀπολλωνίας καὶ Βελλίδος καὶ Θεοδώρου Δωδώνης καὶ Ἀνδηρίου Χερσονήσου Κρήτης καὶ Κυρίλλου Κοίλων τῆς Χερσονήσου
καὶ Παύλου Λάμπης

1,1,2

5

καὶ Ζηνοβίου Κνωσοῦ καὶ Λουκιανοῦ Τοπηρίου Θράικης καὶ Ἐννεπίου Μαξιμιανουπόλεως καὶ Σεκουνδιανοῦ Λαμίας
5καὶ Δίωνος Θηβῶν Θεσσαλίας καὶ Θεοδώρου Ἐχιναίου καὶ Μαρτυρίου Ἰλίστρων καὶ Θωμᾶ Δέρβης καὶ Ἀθανασίου παρωσίθου
10καὶ Θεμιστίου Ἰασοῦ καὶ Ἀφθονήτου Ἡρακλείας καὶ Φιλητοῦ Ἀμυζόνος καὶ Ἀπελλᾶ Κιβύρας καὶ Σπουδασίου Κεράμων
15καὶ Ἀρχελάου Μύνδου καὶ Φανία Ἁρπάσων καὶ Προμαχίου Ἀλινδῶν καὶ Φιλίππου Περγάμων τῆς Ἀσίας καὶ Μαξίμου Κύμης
20καὶ Δωροθέου Μυρίνης καὶ Μαξίμου Ἀσσοῦ καὶ Εὐπόρου Ὑπαίπων καὶ Ἀλεξάνδρου Ἀρκαδιουπόλεως καὶ Εὐτυχοῦς Θεοδοσιουπόλεως
25καὶ Ῥόδωνος Παλαιᾶς πόλεως καὶ Εὐτροπίου Εὐάζων καὶ Ἀφοβίου Κολόης καὶ Νεστορίου Σιών καὶ Ἡρακλέωνος Τράλλεων
30καὶ Θεοδότου Νύσης καὶ Θεοδώρου Ἀνινήτου καὶ Τιμοθέου Βριούλων καὶ Θεοδοσίου Μασταύρων καὶ Τυχικοῦ Χύτρων
35καὶ Εὐσεβίου Κλαζομενῶν καὶ Εὐθαλίου Κολοφῶνος
καὶ Μοδέστου Ἀναίων

1,1,2

6

καὶ Θεοδοσίου Πριήνης καὶ Εὐσεβίου Μαγνησίας Σιπύλου καὶ Σαπρικίου Πάφου τῆς Κύπρου καὶ Ζήνωνος Κουρίου τῆς Κύπρου
5καὶ Ῥηγίνου Κωνσταντίας καὶ Εὐαγρίου Σόλων καὶ Καισαρίου χωρεπισκόπου καὶ Τριβωνιανοῦ Ἀσπένδου τῆς Παμφυλίας καὶ Νουνεχίου Σέλγης
10καὶ Σόλωνος Καραλίας καὶ Ἀκακίου Κοτέννων καὶ Νησίου Κορυβρασσοῦ καὶ Ματιδιανοῦ Κορακησίων καὶ Νεκταρίου Σεννέων
15καὶ Εὐτροπίου Ἐτεννῶν καὶ Ταριανοῦ Λύρβης καὶ Εὐσεβίου Ἀσπώνων τῆς Γαλατίας καὶ Φιλουμένου Κίννης [καὶ Στρατηγίου]
20καὶ Εὐσεβίου Ἡρακλείας τῆς Ὁνωριάδος καὶ Παραλίου Ἀνδράπων τῆς Ἑλενοπόντου [καὶ Σιλουανοῦ Κερατάπων] καὶ Ἑρμογένους Ῥινοκουρούρων καὶ Εὐοπτίου Πτολεμαίδος τῆς Πενταπόλεως
25καὶ Εὐσεβίου Πηλουσίου καὶ Εὐλογίου Τερενουθίδος καὶ Ἀδελφίου Ὀνούφεως καὶ Παύλου Φραγώνεως καὶ Φοιβάμμωνος Κοπτοῦ
30καὶ Θεοπέμπτου Καβάσου καὶ Μακαρίου Μετήλεως καὶ Ἀδελφίου Σάεως καὶ Μακεδονίου Ξόεως καὶ Μαρίνου Ἡλιουπολιτῶν
35καὶ Μητροδώρου Λεόντων
καὶ Μακαρίου Ἀνταίου

1,1,2

7

καὶ Παβίσκου Ἀπόλλωνος καὶ Πέτρου Ὀξυρύγχου καὶ Στρατηγίου Ἀθριβίδος καὶ Ἀθανασίου Παράλου
5καὶ Σιλουανοῦ Κοπριθίδος καὶ Ἰωάννου Ἡφαίστου καὶ Ἀριστοβούλου Θμούεως καὶ Θέωνος Σεθροίτου καὶ Λαμπετίου Κασίου
10καὶ Κύρου Ἀχαιῶν καὶ Πουπλίου Ὀλβίας καὶ Σαμουήλου Δύσθεως καὶ Ζηνοβίου Βάρκης καὶ Ζήνωνος Τευχείρων
15καὶ Δανιήλου Δάρνεως καὶ Σωπάτρου Σεπτιμιακῆς καὶ Εὐσεβίου Νειλουπόλεως καὶ Ἡρακλείδου Ἡρακλεοῦς καὶ Χρυσαορίου Ἀφροδιτοῦς
20καὶ Ἀνδρέου Ἑρμουπόλεως μεγάλης καὶ Σαβίνου Πανός καὶ Ἁβραὰμ Ὀστρακίνης καὶ Ἱέρακος Ἀφναίου καὶ Ἀλυπίου Σελή
25καὶ Ἀλεξάνδρου Κλεοπατρίδος καὶ Ἰσαὰκ Ταβᾶ καὶ Ἄμμωνος Βουτοῦ καὶ Ἡρακλείου Θύνεως καὶ Ἰσαὰκ Ἑλεαρχίας
30καὶ Ἡρακλείου Ταμιαθίδος καὶ Θεωνᾶ Ψίγχους καὶ Ἀμμωνίου Πανεφύσου καὶ Βεσσούλα διακόνου Καρθαγένης Πέτρος πρεσβύτερος Ἀλεξανδρείας καὶ πριμικήριος νοταρίων εἶπεν· Ἔτι πρότερον,
35τοῦ εὐλαβεστάτου Νεστορίου χειροτονηθέντος ἐπισκόπου τῆι ἁγίαι Κωνσταντινουπολιτῶν
ἐκκλησίαι καὶ τινῶν οὐ πολλῶν διαδραμουσῶν ἡμερῶν, παρηνέχθησαν ἀπὸ τῆς Κωνσταν‐

1,1,2

8

τινουπόλεως παρὰ τινῶν ἐξηγήσεις αὐτοῦ ἐκταράττουσαι τοὺς ἀναγινώσκοντας, ὡς πολὺν ἐκ τούτου ταῖς ἁγίαις ἐκκλησίαις γενέσθαι τὸν θόρυβον. τοῦτο μαθὼν ὁ εὐλαβέστατος τῆς Ἀλεξανδρείας ἐπίσκοπος Κύριλλος ἔγραψε πρώτην καὶ δευτέραν ἐπιστολὴν πρὸς τὴν εὐλάβειαν αὐτοῦ, συμβουλῆς καὶ παραινέσεως γεμούσας. πρὸς ταύτας ἀντέγραψεν ἀνα‐
5νεύων καὶ ἐναντιούμενος τοῖς ἐπεσταλμένοις. καὶ πρὸς τούτοις ἔτι μαθὼν ὁ αὐτὸς εὐλα‐ βέστατος ἐπίσκοπος Κύριλλος ὅτι καὶ εἰς τὴν Ῥώμην ἀπεστάλησαν παρ’ αὐτοῦ ἐπιστολαὶ καὶ βιβλία τῶν ἐξηγήσεων αὐτοῦ, ἔγραψε καὶ αὐτὸς πρὸς τὸν θεοσεβέστατον ἐπίσκοπον τῆς Ῥώμης Κελεστῖνον διὰ Ποσειδωνίου τοῦ διακόνου, ἐντειλάμενος αὐτῶι ὅτιπερ εἰ εὑρεθείη ἀποδοθέντα αὐτῶι τὰ βιβλία τῶν ἐξηγήσεων αὐτοῦ καὶ αἱ ἐπιστολαί, ἀπόδος καὶ
10τὰ παρ’ ἐμοῦ γράμματα· εἰ δὲ μή, ἄγαγε αὐτὰ ἐνταῦθα μὴ ἀποδοθέντα. οὗτος εὑρὼν τὰς ἐξηγήσεις καὶ τὰς ἐπιστολὰς αὐτοῦ ἀποδοθείσας, ἀναγκαίως καὶ αὐτὸς ἀποδέδωκε, καὶ γέγραπται τὰ εἰκότα παρὰ τοῦ ὁσιωτάτου καὶ θεοσεβεστάτου ἐπισκόπου τῆς Ῥωμαίων ἐκκλησίας Κελεστίνου τύπον φανερὸν περιέχοντα. ἐπεὶ οὖν ἐκ βασιλικοῦ καὶ θεοφιλοῦς νεύματος ἡ ἁγία ὑμῶν συγκεκρότηται σύνοδος ἐνταῦθα, ἀναδιδάσκομεν ἀναγκαίως ὅτι δὴ
15τοὺς ἐπὶ τούτοις χάρτας μετὰ χεῖρας ἔχομεν πρὸς τὸ παριστάμενον τῆι ὑμῶν θεοσεβείαι. Ἰουβενάλιος ἐπίσκοπος Ἱεροσολύμων εἶπεν· Ἀναγινωσκέσθω τὸ θεοφιλὲς τῶν εὐσε‐ βεστάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων γράμμα τὸ πρὸς ἕκαστον τῶν μητροπολιτῶν γραφὲν καὶ προλαμπέτω τῶν πραττομένων νυνὶ ὑπομνημάτων. Ὅπερ προκομισθὲν διὰ τοῦ εὐλαβεστάτου Πέτρου πρεσβυτέρου Ἀλεξανδρείας ἀνεγνώ‐
20σθη οὕτως Αὐτοκράτορες Καίσαρες Θεοδόσιος καὶ Οὐαλεντινιανὸς νικηταὶ τροπαιοῦχοι μέγιστοι ἀεισέβαστοι αὔγουστοι Κυρίλλωι ἐπισκόπωι. Ἤρτηται τῆς εἰς θεὸν εὐσεβείας ἡ τῆς ἡμετέρας πολιτείας κατάστασις καὶ τὰ λοιπὰ ὥσπερ προλάμπει. Φίρμος ἐπίσκοπος Καισαρείας Καππαδοκίας εἶπεν· Τοῦτο ἡμῖν μαρτυρηθῆι παρὰ τοῦ
25θεοφιλεστάτου καὶ ἁγιωτάτου ἐπισκόπου τῆς πόλεως Ἐφέσου Μέμνονος, πόσος ἀριθμὸς ἡμερῶν ἐξῆκε μετὰ τὴν ἄφιξιν ἡμῶν. Μέμνων ἐπίσκοπος πόλεως Ἐφέσου εἶπεν· Ἀπὸ τῆς ὡρισμένης προθεσμίας ἐν τῶι εὐσεβεῖ καὶ θεοφιλεῖ γράμματι παρῆλθον ἡμέραι δεκαέξ. Κύριλλος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ἀρκούντως ἡ ἁγία καὶ μεγάλη αὕτη σύνοδος
30διεκαρτέρησεν ἐκδεχομένη τὴν ἄφιξιν τῶν ἥξειν προσδοκηθέντων θεοφιλεστάτων ἐπισκόπων. ἐπειδὴ δὲ πολλοὶ τῶν ἐπισκόπων οἳ μὲν ἀρρωστίαι περιέπεσον, ἀπογεγόνασι δὲ καὶ τινὲς
καί ἐστιν ἀκόλουθον τὸ ἱκανὸν ἤδη τοῖς τεθεσπισμένοις πράττεσθαι καὶ τὰ περὶ τῆς πίστεως

1,1,2

9

διαλαβεῖν εἰς ὠφέλειαν πάσης τῆς ὑπ’ οὐρανόν, ἀναγινωσκέσθω καθεξῆς τὰ εἰς τὴν ὑπό‐ θεσιν συντελοῦντα χαρτία, μάλισθ’ ὅτι καὶ δεύτερον θέσπισμα τῶν θεοφιλεστάτων καὶ φιλο‐ χρίστων βασιλέων ὑπανεγνώσθη τῆι συνόδωι διὰ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου κόμητος τῶν καθωσιωμένων δομεστίκων Κανδιδιανοῦ τὸ προστάττον τὰ τῆς πίστεως ἐρευ‐
5νᾶσθαι καὶ τυποῦσθαι δίχα πάσης ἀναβολῆς. Θεόδοτος ἐπίσκοπος Ἀγκύρας εἶπεν· Ἡ μὲν τῶν χαρτίων ἀνάγνωσις ἔσται κατὰ τὸν δέοντα καιρόν, νῦν μέντοι ἀκόλουθόν ἐστι τοῖς πραττομένοις συνεῖναι καὶ τὸν θεοφιλέστατον ἐπίσκοπον Νεστόριον, ὥστε τὰ τῆς εὐσεβείας στῆναι ἐκ κοινῆς γνώμης καὶ συναινέσεως. Ἑρμογένης ἐπίσκοπος Ῥινοκουρούρων εἶπεν· Ἀπεστάλημεν κατὰ τὴν χθὲς ἡμέραν
10παρὰ τῆς ὑμετέρας θεοσεβείας ὑπομνῆσαι τὸν εὐλαβέστατον Νεστόριον ὅτι ὀφείλει συν‐ εδρεῦσαι ἐν τῆι συνόδωι, καὶ οὐκ ἠγνόησε τὴν ἡμέραν τῆς ἁγίας ταύτης συνόδου καὶ εἶπε· τέως σκοπῶ, καὶ ἐὰν δεήσηι με ἐλθεῖν, ἔρχομαι. Ἀθανάσιος ἐπίσκοπος Παράλου εἶπεν· Ἀπεστάλημεν παρὰ τῆς ὑμετέρας θεοσεβείας κατὰ τὴν χθὲς ἡμέραν ὥστε ὑπομνῆσαι τὸν εὐλαβέστατον Νεστόριον συνεδρεῦσαι εἰς τὴν ἁγίαν
15ταύτην σύνοδον, παρεγενόμεθα δὲ πρὸς αὐτὸν ὑπομιμνήσκοντες αὐτὸν περὶ τούτου. ὃς δὲ διεβεβαιοῦτο λέγων ὅτι σκοπῶ, καὶ ἐὰν δεήσηι με ἐλθεῖν, ἔρχομαι. Πέτρος ἐπίσκοπος Παρεμβολῶν εἶπεν· Κατὰ τὴν χθὲς ἡμέραν ἀπεστάλημεν παρὰ τῆς ὑμετέρας θεοσεβείας πρὸς τὸν εὐλαβέστατον ἐπίσκοπον Νεστόριον ὑπομνῆσαι αὐτὸν ὅτι κατὰ τήνδε τὴν ἡμέραν συνεδρεύσει ἡ ἁγία σύνοδος, καὶ ἀπεκρίνατο λέγων ὅτι σκοπῶ,
20καὶ ἐὰν δεήσηι με ἐλθεῖν, ἔρχομαι. ὑπεμνήσθησαν δὲ καὶ οἱ ὄντες ἐκεῖ εὐλαβέστατοι καὶ θεοσεβέστατοι ἐπίσκοποι, ὄντες μικρῶι πρὸς ἓξ ἢ ἑπτά, καὶ εἶπον καὶ αὐτοί· σκοποῦ‐ μεν, καὶ ἐὰν δοκιμάσωμεν, αὔριον ἐρχόμεθα. Παῦλος ἐπίσκοπος Λάμπης εἶπε· Τῆς ἁγίας ὑμῶν καὶ μακαρίας συνόδου ἐπιτρεψάσης παραγενέσθαι ἡμᾶς πρὸς τὸν εὐλαβέστατον Νεστόριον καὶ ὑπομνῆσαι τοῦτον ὥστε κατὰ
25τὴν σήμερον ἡμέραν παραγενέσθαι ἐπὶ τῆς ἁγίας ὑμῶν καὶ μακαρίας συνόδου, παραγενόμενος κἀγὼ μετὰ τῶν ἁγίων ἀδελφῶν τῶν ἤδη καταθεμένων ὑπέμνησα αὐτὸν ὥστε κατὰ τὴν σήμερον ἡμέραν παραγενέσθαι ἐπὶ τῆς ἁγίας ὑμῶν συνόδου καὶ συνεδρεῦσαι. ὃς δὲ ἔφη· εἰ δοκιμάσω, φησί, τὸ τηνικαῦτα παραγίνομαι. οὐ μόνον δὲ αὐτὸν ὑπεμνήσαμεν, ἀλλὰ καὶ τινὰς οὓς εὕρομεν μετ’ αὐτοῦ εὐλαβεστάτους ἐπισκόπους τυγχάνοντας, ἦσαν δὲ μετ’ αὐτοῦ
30μικρῶι πρὸς ἓξ ἢ ἑπτὰ ἐπίσκοποι. Φλαυιανὸς ἐπίσκοπος Φιλίππων εἶπεν· Διαβάντες τινὲς τῶν εὐλαβεστάτων ἐπισκόπων
ὑπομνήσωσι καὶ αὖθις ὥστε παραγένεσθαι αὐτὸν καὶ συνεδρεῦσαι τῆι ἁγίαι συνόδωι.

1,1,2

10

Καὶ ἀπεστάλησαν παρὰ τῆς ἁγίας συνόδου Θεόδουλος ἐπίσκοπος Ἐλούσης Παλαι‐ στίνης, Ἀνδήριος ἐπίσκοπος Χερρονήσου Κρήτης, Θεόπεμπτος ἐπίσκοπος Καβάσων Αἰγύπτου καὶ Ἐπαφρόδιτος ἀναγνώστης καὶ νοτάριος τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἑλλανίκου τῆς Ῥοδίων πόλεως, ἐπιφερόμενοι παραναγνωστικὸν τῆς ἁγίας συνόδου πρὸς αὐτὸν τὸν εὐλα‐
5βέστατον ἐπίσκοπον Νεστόριον, περιέχον οὕτως Ἔδει μὲν ὑπομνησθεῖσαν τὴν σὴν θεοσέβειαν τῆι χθὲς ἡμέραι διὰ τῶν εὐλαβεστάτων καὶ θεοσεβεστάτων ἐπισκόπων ἐφ’ ὧι τε συνδραμεῖν εἰς τὴν ἁγίαν σύνοδον τὴν σήμερον συγκροτουμένην ἐν τῆι ἁγίαι καὶ καθολικῆι ἐκκλησίαι, μὴ ἀπολειφθῆναι ταύτης. ἐπειδὴ δὲ συναχθείσης τῆς ἁγίας συνόδου ἀπελείφθη ἡ σὴ ὁσιότης, ἀναγκαίως πάλιν διὰ Θεοπέμπτου
10καὶ Θεοδούλου καὶ Ἀνδηρίου τῶν εὐλαβεστάτων καὶ θεοσεβεστάτων ἐπισκόπων καὶ Ἐπα‐ φροδίτου ἀναγνώστου καὶ νοταρίου τῆς Ῥοδίων πόλεως παρακαλοῦμέν σε παραγενέσθαι καὶ μὴ ἀπολειφθῆναι τῶν πραττομένων τῶι μάλιστα τοὺς εὐσεβεστάτους καὶ θεοφιλεστάτους βασιλέας προστάξαι πάντα παραλιπόντας ἡμᾶς τὴν περὶ τῆς πίστεως βεβαίωσιν ποιήσασθαι. Καὶ ἐπανελθόντων αὐτῶν Πέτρος πρεσβύτερος Ἀλεξανδρείας καὶ πριμικήριος νοταρίων
15εἶπεν· Ἐπειδὴ παραγεγόνασιν οἱ ἀποσταλέντες παρὰ τῆς ἁγίας συνόδου εὐλαβέστατοι καὶ θεοφιλέστατοι ἐπίσκοποι, ἀξιοῦμεν αὐτοὺς καταθέσθαι ποίαν ἀπόκρισιν εἰλήφασιν. Θεόπεμπτος ἐπίσκοπος Καβάσων εἶπεν· Ἀποσταλέντες παρὰ τῆς ἁγίας ταύτης καὶ μεγάλης συνόδου πρὸς τὸν εὐλαβέστατον Νεστόριον, ἐγενόμεθα ἐν τῆι τούτου οἰκίαι καὶ θεωρήσαντες πλῆθος στρατιωτῶν μετὰ ῥοπάλων παρακεκλήκαμεν μηνυθῆναι. οὗτοι δὲ
20κεκωλύκασιν ἡμᾶς λέγοντες· ἰδιάζει καὶ ἀναπατεῖ, καὶ ἐκελεύσθημεν μηδένα συγχωρῆσαι εἰσελθεῖν καὶ συντυχεῖν αὐτῶι. ἡμῶν δὲ λεγόντων ὅτι ἀδύνατόν ἐστιν ἡμᾶς ἀποστῆναι, εἰ μὴ ἀπόκρισιν δεξόμεθα· ἀπέστειλε γὰρ πρὸς αὐτὸν παραναγνωστικὸν ἡ ἁγία σύνοδος πα‐ ρακαλοῦσα ὥστε ἅμα αὐτοῖς συνεδρεῦσαι, ἐξελθόντες οἱ κληρικοὶ αὐτοῦ τὰ αὐτὰ τοῖς στρα‐ τιώταις ἡμῖν ἀπεκρίναντο. ὡς δὲ ἐπεμένομεν ζητοῦντες ἀπόκρισιν δέξασθαι, ἐξελθὼν ὁ
25καθωσιωμένος τριβοῦνος Φλωρέντιος ὁ συνὼν Κανδιδιανῶι τῶι μεγαλοπρεπεστάτωι καὶ ἐνδοξοτάτωι κόμητι τῶν καθωσιωμένων δομεστίκων παρεσκεύασεν ἡμᾶς μεῖναι, ὡς μέλλων ἡμῖν ἀπόκρισιν φέρειν, καὶ δὴ ἐξεδεξάμεθα. ὕστερον ἐξελθὼν μετὰ κληρικῶν αὐτοῦ ἔφησε πρὸς ἡμᾶς· ἐγὼ μὲν ἰδεῖν αὐτὸν οὐ δεδύνημαι, ἐδήλωσε δὲ ὥστε εἰπεῖν τῆι θεοσεβείαι ὑμῶν ὅτι μετὰ τὸ συνελθεῖν πάντας τοὺς ἐπισκόπους συντυγχάνομεν ἑαυτοῖς. ἡμεῖς δὲ
30διαμαρτυράμενοι καὶ αὐτὸν καὶ πάντας τοὺς παρόντας στρατιώτας καὶ τοὺς κληρικοὺς αὐτοῦ,
ἀνεχωρήσαμεν.

1,1,2

11

Θεόδουλος ἐπίσκοπος Ἐλούσης εἶπεν· Κἀγὼ τὰ αὐτὰ ἤκουσα καὶ τὰ αὐτὰ κατατίθεμαι. Ἀνδήριος ἐπίσκοπος Χερρονήσου Κρήτης εἶπεν· Καὶ αὐτὸς κατὰ τὸν ὅρον τῆς ἁγίας καὶ μακαρίας ὑμῶν συνόδου παραγενόμενος ἐκεῖ τὰ αὐτὰ εἶπον καὶ ἤκουσα, ὥσπερ ἀπαραλείπτως κατέθεντο οἱ μετ’ ἐμοῦ θεοσεβέστατοι ἐπίσκοποι.
5 Φλαυιανὸς ἐπίσκοπος Φιλίππων εἶπεν· Ἐπειδὴ οὐδὲν προσήκει παραλιπεῖν τῶν ἡκόν‐ των εἰς ἀκολουθίαν ἐκκλησιαστικήν, φανεροῦ τυγχάνοντος ὅτι κατὰ τὴν χθές τε καὶ σήμε‐ ρον δεύτερον ὑπομνησθεὶς ὁ θεοφιλέστατος Νεστόριος οὐκ ἀπήντησε, καὶ τρίτωι πάλιν παραναγνωστικῶι ὑπομνησθήσεται, διαβαινόντων δηλαδὴ Ἀνυσίου ἐπισκόπου Θηβῶν τῆς Ἑλλάδος καὶ Δόμνου ἐπισκόπου τῆς αὐτῆς Ἑλλάδος καὶ Ἰωάννου ἐπισκόπου Ἡφαίστου
10τῆς Αὐγουσταμνικῆς καὶ Δανιήλου ἐπισκόπου Δάρνεως τῆς Λιβύης τῶν θεοφιλεστάτων συλλειτουργῶν καὶ ἐκ τρίτου ὑπομιμνησκόντων αὐτόν. Καὶ ἀπῆλθον μετὰ Ἀνυσίου τοῦ νοταρίου καὶ ἀναγνώστου Φίρμου τοῦ ἐπισκόπου Καππαδοκίας, ἐπιφερομένου [τὸ] παραναγνωστικόν, περιέχον οὕτως Τρίτηι ταύτηι κλήσει τὴν εὐλάβειάν σου συγκαλεῖ ἡ ἁγιωτάτη σύνοδος, τῶι τε κανόνι
15ὑποταττομένη καὶ νέμουσά σοι τὴν ἀνοχὴν καὶ μακροθυμίαν· καταξίωσον κἂν νῦν γοῦν ἀπαντήσας ἀπολογήσασθαι περὶ ὧν φασί σε εἰρηκέναι ἐπ’ ἐκκλησίας αἱρετικῶν δογμάτων ἐπὶ τοῦ κοινοῦ τῆς ἐκκλησίας, εἰδὼς ὅτι εἰ μὴ ἀπαντήσας συστῆις πρὸς τὰ ἀγράφως καὶ ἐγγράφως κατὰ σοῦ λεγόμενα, ἀνάγκην ἕξει ἡ ἁγιωτάτη σύνοδος τὰ δοκοῦντα τοῖς τῶν ἁγίων πατέρων κανόσιν ἐπὶ σοὶ ὁρίσαι.
20 Ὧν ἐπανελθόντων, Πέτρος πρεσβύτερος Ἀλεξανδρείας καὶ πριμικήριος νοταρίων εἶπεν· Ἐπειδὴ καὶ νῦν ἐπανῆλθον οἱ ἀποσταλέντες εὐλαβέστατοι ἐπίσκοποι, ἀξιοῦμεν αὐτοὺς κατα‐ θέσθαι ποίας ἀποκρίσεως ἔτυχον. Ἰωάννης ἐπίσκοπος Ἡφαίστου εἶπεν· Ἀποσταλέντες παρὰ τῆς ἁγίας ταύτης καὶ θεο‐ φιλοῦς συνόδου ὥστε διὰ τοῦ παραναγνωστικοῦ τοῦ τρίτου ὑπομνῆσαι τὸν θεοσεβέστατον
25Νεστόριον συνδραμεῖν κἂν νῦν γοῦν εἰς τὴν ἁγίαν σύνοδον πρὸς τὸ παρούσης αὐτοῦ τῆς θεοσεβείας τοὺς περὶ τῆς πίστεως κατεξετασθῆναι λόγους, ἀκολούθως τοῖς προστεταγμένοις ἡμῖν παρὰ τῆς ὑμετέρας θεοσεβείας ἀφικόμεθα εἰς τὸ τούτου καταγώγιον καὶ ἐν τοῖς προ‐ θύροις γενόμενοι εὕρομεν πλῆθος στρατιωτῶν μετὰ ῥοπάλων ἱστάμενον ἐν αὐτοῖς τοῖς προ‐ θύροις αὐτοῦ. παρεκαλέσαμεν ὥστε ἢ ἐπιτρέψαι ἡμῖν εἰς τὸν πυλῶνα γενέσθαι τῆς οἰ‐
30κίας ἔνθα διάγει ὁ αὐτὸς θεοσεβέστατος Νεστόριος, ἢ γοῦν αὐτοὺς ἡμᾶς καταμηνῦσαι ἀπεσταλμένους παρὰ τῆς ἁγίας συνόδου μετὰ παραναγνωστικοῦ τρίτου τοῦ πράως αὐτὸν καὶ μετὰ πάσης προσηνείας καλοῦντος εἰς τὴν ἁγίαν σύνοδον. καὶ πολὺ διετελέσαμεν,
οὐδὲ παρὰ τὴν σκιὰν ἑστάναι ἐπιτρεπόμενοι παρὰ τῶν στρατιωτῶν ὠθούντων θρασέως

1,1,2

12

καὶ ἀποπεμπόντων ἡμᾶς τῶν τόπων καὶ μηδεμίαν ἡμῖν φιλάνθρωπον ἀπόκρισιν παρεχόν‐ των. ὡς δὲ ἐπὶ πολὺ ἐπεμένομεν παρακαλοῦντες καὶ λέγοντες ὅτι τέσσαρες ἐσμὲν ἐπίσκοποι τὸν ἀριθμόν, οὐχ ὕβρεως ἕνεκα ἀπεσταλμένοι, οὐχ ὥστε ἐφύβριστόν τι πρᾶξαι τῶν μὴ προσηκόντων, ἀλλ’ ὥστε μετὰ πάσης ἀκολουθίας καὶ νῦν ὑπομνῆσαι εἰς τὴν
5εὐαγῆ ταύτην ἐκκλησίαν παραγενέσθαι καὶ συνεδρεῦσαι τῆι ἁγίαι ταύτηι συνόδωι, τελευ‐ ταῖον οἱ στρατιῶται ἀπέπεμψαν φάσκοντες μηδεμίαν ἄλλην ἀπόκρισιν ἡμᾶς λαμβάνειν, κἂν μέχρις ἑσπέρας ἐκδεξώμεθα ἐν τοῖς προθύροις τῆς οἰκίας. προσέθηκαν δὲ καὶ τοῦτο φάσκοντες διὰ τοῦτο ἵστασθαι ἐν τοῖς προθύροις ὥστε μὴ ἐπιτρέψαι τινὶ τῶν ἀπὸ τῆς συνόδου εἰσελθεῖν, ταύτας εἰληφότες παρ’ αὐτοῦ τὰς ἐντολάς.
10 Ἀνύσιος ἐπίσκοπος Θηβῶν εἶπεν· Ἅπερ κατέθετο ὁ ἁγιώτατος ἀδελφὸς καὶ συλλει‐ τουργὸς Ἰωάννης, ἀληθῆ. ἐπὶ πλεῖον γὰρ στάντων ἡμῶν ἐν τοῖς προθύροις τοῦ εὐλα‐ βεστάτου Νεστορίου, ταῦτα εἴδομεν καὶ ἠκούσαμεν. Δόμνος ἐπίσκοπος Ὀποῦντος τῆς Ἑλλάδος εἶπεν· Ἅπερ κατέθεντο οἱ ἁγιώτατοι καὶ θεοφιλέστατοι ἀδελφοὶ καὶ συλλειτουργοὶ Ἰωάννης καὶ Ἀνύσιος, ταῦτα κἀγὼ εἶδον καὶ ἤκουσα.
15 Δανιὴλ ἐπίσκοπος Δάρνεως εἶπεν· Ἅπερ κατέθεντο οἱ θεοσεβέστατοι ἐπίσκοποι, ταῦτα ἤκουσα καὶ ἀληθῆ εἰσιν. Ἰουβενάλιος ἐπίσκοπος Ἱεροσολύμων εἶπεν· Τῶν ἐκκλησιαστικῶν θεσμῶν ἀρκεῖσθαι κελευόντων τῆι τρίτηι κλήσει εἰς ἀπολογίαν τοὺς καλουμένους περὶ ὧν ἂν ἐνάγοιντο, ἕτοιμοι ἦμεν ἐκ περιττοῦ καὶ τετάρτωι παραναγνωστικῶι διὰ θεοσεβεστάτων ἐπισκόπων
20πάλιν καλέσαι τὸν εὐλαβέστατον Νεστόριον· ἐπειδὴ δὲ σύστημα στρατιωτῶν περιστήσας τῶι ἰδίωι οἰκήματι, ὡς οἱ παραγενόμενοι θεοσεβέστατοι ἐπίσκοποι κατέθεντο, οὐ συγχωρεῖ προσιέναι, δῆλός ἐστιν οὐκ ἀγαθῶι συνειδότι τὴν εἰς τὴν ἁγίαν σύνοδον ἄφιξιν παραιτού‐ μενος. ὅθεν πραττέσθω τὰ ἑξῆς κατὰ τὴν τῶν κανόνων τάξιν καὶ ὅσα συντελεῖ πρὸς τὴν σύστασιν τῆς ὀρθῆς ἡμῶν καὶ εὐσεβοῦς πίστεως, ἀναγινωσκέσθω δὲ ἐν πρώτοις ἡ
25ἐκτεθεῖσα πίστις παρὰ τῶν συνελθόντων ἐν τῆι Νικαέων ἁγιωτάτων πατέρων καὶ ἐπισκό‐ πων τῶν τριακοσίων δεκαοκτώ, ὥστε ταύτηι τῆι ἐκθέσει παραβαλλομένων τῶν περὶ τῆς πίστεως λόγων τοὺς μὲν συμφωνοῦντας βεβαιωθῆναι, τοὺς δὲ διαφωνοῦντας ἐκβληθῆναι. Καὶ ἀνεγνώσθη τὸ σύμβολον οὕτως Ἡ ἐν Νικαίαι σύνοδος πίστιν ἐξέθετο ταύτην· Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παν‐
30τοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ
πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ

1,1,2

13

ποιηθέντα, ὁμοούσιον τῶι πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο τά τε ἐν τῶι οὐρανῶι καὶ τὰ ἐν τῆι γῆι, τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα, ἐνανθρωπήσαντα παθόντα καὶ ἀναστάντα τῆι τρίτηι ἡμέραι, ἀνελθόντα εἰς τοὺς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ ἅγιον πνεῦμα. τοὺς
5δὲ λέγοντας ‘ἦν ποτε ὅτε οὐκ ἦν‘ καὶ ‘πρὶν γεννηθῆναι οὐκ ἦν‘ καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας, φάσκοντας εἶναι ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. Οὗ ἀναγνωσθέντος Πέτρος πρεσβύτερος Ἀλεξανδρείας καὶ πριμικήριος νοταρίων εἶπεν· Ἔχομεν μετὰ χεῖρας τοῦ ἁγιωτάτου καὶ θεοσεβεστάτου ἀρχιεπισκόπου Κυρίλλου ἐπιστολὴν
10γραφεῖσαν πρὸς τὸν εὐλαβέστατον Νεστόριον, συμβουλῆς καὶ παραινέσεως γέμουσαν ὡς οὐκ ὀρθὰ φρονοῦντος αὐτοῦ, ἥν, εἰ κελεύσειεν ὑμῶν ἡ ὁσιότης, ἀναγνώσομαι. Ἀκάκιος ἐπίσκοπος Μελιτηνῆς εἶπεν· Ἐπειδὴ ὁ εὐλαβέστατος καὶ θεοσεβέστατος πρεσβύτερος Πέτρος ὁ τὴν ἀρχὴν τῆς διηγήσεως ποιησάμενος ἔφησεν ἐπεστάλθαι τινὰ παρὰ τοῦ θεοφιλεστάτου καὶ ὁσιωτάτου ἐπισκόπου Κυρίλλου πρὸς τὸν εὐλαβέστατον Νεστό‐
15ριον ὡς οὐκ ὀρθῆι διδασκαλίαι χρώμενον, ἀκόλουθον καὶ ταῦτα ἀναγνωσθῆναι. Καὶ ἀνεγνώσθη καὶ κεῖται ἐν τοῖς προλαβοῦσιν, ἧς 〈οὕτως περιέχει〉 ἡ ἀρχή· Κατα‐ φλυαροῦσι μέν, ὡς μανθάνω, τινὲς τῆς ἐμῆς ὑπολήψεως ἐπὶ τῆς σῆς θεοσεβείας καὶ τὰ λοιπά. Καὶ μετὰ τὸ ἀναγνωσθῆναι τὴν ἐπιστολὴν Κύριλλος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν·
20Ἤκουσεν ἡ ἁγία καὶ μεγάλη σύνοδος ὧν ἐπέστειλα τῶι εὐλαβεστάτωι Νεστορίωι, συναγο‐ ρεύων τῆι ὀρθῆι πίστει. διάκειμαι δὲ ὅτι κατ’ οὐδένα τρόπον ἐκβεβηκὼς ἁλίσκομαι τὸν ὀρθὸν τῆς πίστεως λόγον ἢ γοῦν παραβεβηκὼς τὸ ἐκτεθὲν παρὰ τῆς ἁγίας καὶ μεγάλης συνόδου τῆς κατὰ καιροὺς ἐν τῆι Νικαέων συνειλεγμένης σύμβολον, καὶ παρακαλῶ τὴν ὑμετέραν ὁσιότητα εἰπεῖν πότερόν ποτε ὀρθῶς καὶ ἀνεπιλήπτως καὶ συμφώνως τῆι ἁγίαι
25ἐκείνηι συνόδωι τὰ τοιαῦτα γέγραφα ἢ μή. Ἰουβενάλιος ἐπίσκοπος Ἱεροσολύμων εἶπεν· Ἀναγνωσθείσης τῆς ἐκτεθείσης ἁγίας πίστεως τῆς ἐν Νικαίαι καὶ τῆς ἐπιστολῆς τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἀρχιεπισκόπου Κυρίλλου, καὶ τὰ παρὰ τῆς ἁγίας συνόδου ἐκτεθέντα σύμφωνα εὕρηνται καὶ τούτοις τοῖς
εὐσεβέσι δόγμασι συντίθεμαι καὶ συναινῶ.

1,1,2

14

Φίρμος ἐπίσκοπος Καισαρείας Καππαδοκίας εἶπεν· Τὰ συντόμως καὶ ἐν κεφαλαίωι εἰρημένα παρὰ τῆς ἁγίας συνόδου τῆς ἐν Νικαίαι ἐξηγησαμένη ἡ σὴ θεοσέβεια λεπτῶς καὶ περὶ πόδα σαφεστέραν ἡμῖν καὶ ἐναργεστέραν τὴν κατάληψιν τῆς ἐκτεθείσης πίστεως ἐποιήσατο, ὥστε μηδὲν εἶναι ἐν τοῖς λεγομένοις ἀμφίβολον, πάντων ἀλλήλοις συμφωνούντων
5καὶ τῆς πίστεως βεβαιουμένης. τούτων οὖν ἀκριβῶς ἐχόντων καὶ ἀπαρατρέπτως καὶ οὐδένα νεωτερισμὸν ἐπιφερομένων, κἀγὼ συντίθεμαι τὴν αὐτὴν δόξαν παρὰ τῶν ἁγίων ἐπισκόπων τῶν ἐμῶν πατέρων δεξάμενος. Μέμνων ἐπίσκοπος Ἐφεσίων μητροπόλεως εἶπεν· Τῆι πίστει τῆι ἐκτεθείσηι παρὰ τῶν ἁγίων πατέρων τῶν τριακοσίων δεκαοκτὼ τῶν ἐν Νικαίαι συνελθόντων σύμφωνα καὶ
10ἡ ἐπιστολὴ ἡ ἀναγνωσθεῖσα τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου πατρὸς Κυρίλλου τοῦ ἐπι‐ σκόπου περιέχει, οἷς καὶ συντιθέμεθα καὶ συναινοῦμεν, μηδὲν ἐλλιπὲς εὑρίσκοντες μηδὲ διαφωνοῦν. Θεόδοτος ἐπίσκοπος Ἀγκύρας εἶπεν· Θαυμαστὴν οὖσαν καὶ εὐσεβεστάτην καὶ ὀρθὴν τὴν ἔκθεσιν τῆς ἁγίας πίστεως γεγενημένην ὑπὸ τῶν ἁγίων πατέρων τῶν τιη ἐν Νικαίαι
15συνειλεγμένων ἔδειξε σαφέστερον καὶ φανερώτερον ἡ ἐπιστολὴ τοῦ θεοσεβεστάτου καὶ ἁγιωτάτου πατρὸς καὶ ἐπισκόπου Κυρίλλου, κατ’ οὐδὲν διαφωνοῦσα πρὸς τὴν ἔκθεσιν τῆς πίστεως ἐκείνης, τὰ δὲ συντομώτερον εἰρημένα πλατύτερον ἐκθεμένη. ὅθεν τὴν συμφωνίαν ἐπιγνόντες τῆς τε ἐπιστολῆς καὶ τῆς πίστεως τῶν τιη ἁγίων πατέρων, συντιθέμεθα καὶ συναινοῦμεν ὥσπερ ἐκείνοις, οὕτω καὶ τῶι πατρὶ ἡμῶν τῶι δι’ ἐπιστολῆς τὰ ἐκείνων
20γνωρίσαντι καὶ ταῦτα πιστεύομεν ἅπερ καὶ αὐτοὶ ἐξέθεντο καὶ ἡ ἐπιστολὴ τοῦ μνημο‐ νευθέντος ἁγιωτάτου ἐπισκόπου Κυρίλλου σαφῶς διηγήσατο. Φλαυιανὸς ἐπίσκοπος Φιλίππων εἶπεν· Ἀναγνωσθείσης ἡμῖν τῆς πίστεως τῆς ἐν Νικαίαι ἐκτεθείσης παρὰ τῶν ἀθροισθέντων ἐν ἐκείνηι τῆι πόλει ἁγίων πατέρων τῶν τιη ὑπαναγνωσθείσης τε καὶ τῆς ἐπιστολῆς τοῦ ἁγιωτάτου πατρὸς καὶ ἐπισκόπου Κυρίλλου τῆς
25γραφείσης πρὸς τὸν εὐλαβέστατον Νεστόριον περὶ τῆς πίστεως, εὕρομεν συνάιδουσαν αὐτὴν σαφῶς καὶ διαρρήδην τῆι ἐν Νικαίαι ἐκτεθείσηι πίστει καὶ πολὺ φῶς παρασχοῦσαν εἰς κατάληψιν τῆς ἐννοίας τῶν εἰρημένων. ὅθεν σύμφημι καὶ αὐτὸς τῆι ἐπιστολῆι τῆι γραφείσηι παρὰ τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου πατρὸς καὶ συλλειτουργοῦ Κυρίλλου, κατ’ οὐδένα τρόπον ἀπαιδούσηι τῆς ὀρθῆς πίστεως, ἀλλὰ συμφώνωι οὔσηι τῶι ἀποστολικῶι
30κηρύγματι καὶ τῆι ἐκτεθείσηι ἐν Νικαίαι παρὰ τῶν ἁγίων πατέρων ὀρθοδόξωι πίστει. συναινεῖν δὲ τούτοις διαβεβαιοῦμαι καὶ τὸν ἁγιώτατον ἡμῶν πατέρα Ῥοῦφον τῆς Θεσσα‐ λονικέων μητροπόλεως. ταύτας γάρ μοι παραγινομένωι εἰς ταύτην τὴν μεγάλην καὶ
ἁγίαν σύνοδον δέδωκε τὰς ἐντολάς, δι’ ἀρρωστίαν αὐτὸς παραιτησάμενος τὴν ἐνθάδε

1,1,2

15

ἄφιξιν. καὶ πάντας δὲ πείθομαι τοὺς τοῦ Ἰλλυρικοῦ τὰ αὐτά μοι φρονεῖν καὶ μηδὲν ἀμφιβάλλειν περὶ τῶν ἀναγνωσθέντων. Ἀκάκιος ἐπίσκοπος Μελιτηνῆς εἶπεν· Πάσης εὐσεβείας καὶ συμφωνίας τῆς πρὸς τοὺς πατέρας τοὺς τιη τοὺς ἐν Νικαίαι πεπληρωμένην τὴν ἐπιστολὴν τοῦ ἁγιωτάτου καὶ θεο‐
5φιλεστάτου ἐπισκόπου Κυρίλλου ὁρῶν, ἀποδέχομαι ταύτης τὴν ἔννοιαν καὶ τὰ αὐτὰ φρονεῖν ὁμολογῶ. ἄνωθεν καὶ ἐξ ἀρχῆς τὴν ἐκκλησίαν τὰ αὐτὰ ἔχειν φρονήματα καὶ ἀπὸ τῶν πονημάτων τῶν ὁσίων πατέρων καὶ ἀπὸ τῶν ἁγίων γραφῶν καὶ ἀπὸ τῶν παραδόσεων τῆς πίστεως ἐπίσταμαι. Ἰκόνιος ἐπίσκοπος πόλεως Γορτύνης μητροπόλεως εἶπε· Τῆς πίστεως καὶ τῆς ἐκθέ‐
10σεως τῶν ἁγιωτάτων πατέρων τῶν ἐν Νικαίαι συνελθόντων ἀναγνωσθείσης καὶ τῆς ἐπιστολῆς τοῦ ἁγιωτάτου πατρὸς καὶ ἐπισκόπου Κυρίλλου, ἐπιγνοὺς σύμφωνον οὖσαν ἐκείνοις ταύτην τὴν ἔκθεσιν, συντίθεμαι καὶ συναινῶ, ὡσαύτως ἐκείνοις δοξάζων εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, τοὺς δὲ μὴ οὕτω φρονοῦντας ἐκβάλλειν οἶδα τὴν ἁγίαν σύνοδον. Ἑλλάνικος ἐπίσκοπος μητροπόλεως Ῥόδου εἶπεν· Τῆι ἐκθέσει τῆς ὀρθοδόξου πίστεως
15τῆς ἐν Νικαίαι ἀκολουθῶ καὶ τῆι ἐπιστολῆι τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου ἐπισκόπου Κυρίλλου συμφώνωι οὔσηι καὶ ταύτην φυλάττω τὴν πίστιν τὴν ἀληθινὴν καὶ ὀρθόδοξον. καὶ τοῖς ἐναντία ταύτηι φρονοῦσι καὶ ὁ θεὸς αὐτὸς ἀντιτάσσεται, καὶ ἀνάθεμα ἔστω ὁ μὴ πιστεύων θεοτόκον εἶναι τὴν ἁγίαν παρθένον Μαρίαν. Παλλάδιος ἐπίσκοπος Ἀμασείας εἶπεν· Ἡ ἀναγνωσθεῖσα ἐπιστολὴ τοῦ θεοφιλεστάτου
20καὶ ἁγιωτάτου πατρὸς ἡμῶν καὶ ἐπισκόπου Κυρίλλου συμβαίνουσα διὰ πάντων τυγχάνει τῆι ἐκτεθείσηι πίστει παρὰ τῶν ἁγίων πατέρων τῶν συνειλεγμένων ἐν τῆι Νικαέων. ὀρθῶς τοίνυν αὐτὴν ἔχουσαν καὶ ὅπερ ἔφην, σύμφωνον τῆι ἐκθέσει τῶν ἁγίων πατέρων ἄγαμαί τε καὶ συντίθεμαι αὐτῆι καὶ ὁμοίως δοξάζω αὐτῶι τε καὶ τοῖς ἁγίοις πατράσι τοῖς ὅπερ ἔφην, ἐν τῆι Νικαέων πόλει συνειλεγμένοις.
25 Κῦρος ἐπίσκοπος πόλεως Ἀφροδισιάδος ἐπαρχίας Καρίας εἶπε· Σύμφωνον καὶ ὁμοδύναμον τῆι ἐκτεθείσηι πίστει παρὰ τῶν ἁγίων πατέρων τῶν συναχθέντων κατὰ τὴν Νικαέων πόλιν κἀγὼ τὴν ἐπιστολὴν θεασάμενος τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου ἐπισκόπου Κυρίλλου τὴν γραφεῖσαν τῶι εὐλαβεστάτωι Νεστορίωι, τὰ αὐτὰ τοῖς προλαβοῦσι πατράσι κατατίθεμαι. Περιγένης ἐπίσκοπος Κορίνθου εἶπε· Τὰ αὐτὰ φρονεῖν ἔχω καὶ ἐπὶ τῆς νῦν καλῶς
30ἐκτεθείσης πίστεως παρὰ τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἐπισκόπου ἡμῶν Κυρίλλου, καθάπερ καὶ ἡ παρὰ τῶν ἁγιωτάτων καὶ ὁσιωτάτων πατέρων ἐκτεθεῖσα εἰς τὴν ἁγίαν σύνοδον τὴν κατὰ Νίκαιαν. ἀναμφιβόλως οὖν φυλάττειν εὔχομαι τοὺς παραδοθέντας θεσμοὺς ἐξ ἀρχῆς
καὶ ἄχρι νῦν σωιζομένους παρ’ ἡμῶν.

1,1,2

16

Ἀμφιλόχιος ἐπίσκοπος Σίδης εἶπε· Τῆς ἐπιστολῆς τοῦ τὰ πάντα θεοφιλεστάτου καὶ ὁσιωτάτου ἀρχιεπισκόπου Κυρίλλου τὴν ἀποστολικὴν παράδοσιν ἀκριβῶς σωιζούσης καὶ τῆι ἐκθέσει τῆς πίστεως τῶν ἁγίων πατέρων τῶν ἐν τῆι Νικαέων συναχθέντων συμβαινούσης, ἄγαμαί τε τῆς ὀρθότητος καὶ σύμφημι καὶ συναινῶ τῶι εὐσεβεῖ τῶν δογμάτων.
5 Προθύμιος ἐπίσκοπος Κομάνης εἶπε· Κατ’ οὐδὲν λειπομένην ἢ πλεονάζουσαν τὴν ἔκθεσιν τῆς πίστεως τῆς ὑπανεγνωσμένης ἡμῖν διὰ τῆς ἐπιστολῆς τοῦ ἁγιωτάτου πατρὸς ἡμῶν καὶ ἐπισκόπου Κυρίλλου εὑρὼν τὴν πίστιν τὴν ἐκτεθεῖσαν παρὰ τῶν πατέρων τῶν τιη ἢ μόνον ἐν ψιλαῖς λέξεσιν, ὁμολογῶ ἐν αὐτῆι βεβαπτίσθαι καὶ τετέχθαι καὶ ηὐξῆσθαι καὶ ἱερωσύνης ἠξιῶσθαι. ἐν ταύτηι εὔχομαι καὶ τὸν βίον τοῦτον ὑπεξελθεῖν καὶ ταύτην
10φυλάξαι ἐν τῆι ἀναστάσει τῶι δεσπότηι Χριστῶι. Ἰωάννης ἐπίσκοπος Προικοννήσου εἶπεν· Τὰ αὐτὰ κἀγὼ κατατίθεμαι τῶι εὐλαβεστάτωι ἐπισκόπωι Προθυμίωι καὶ οὕτω πιστεύω. Κωνστάντιος ἐπίσκοπος Φρυγίας Πακατιανῆς εἶπε· Τὰ αὐτὰ κἀγὼ κατατίθεμαι καὶ οὕτως πιστεύω.
15 Οὐαλεριανὸς ἐπίσκοπος Ἰκονίου εἶπεν· Ἐν διαφόροις λέξεσιν ἕνα καὶ τὸν αὐτὸν κανόνα τῆς πίστεως εὑρίσκομεν, ἐπειδὴ καὶ τῶι αὐτῶι ἁγίωι πνεύματι ἑκάτερα ὑπηγόρευται. τοῖς οὖν ὀρθοδόξως καὶ ἀκριβῶς εἰρημένοις καὶ ἐκτεθειμένοις παρὰ τῆς ἁγίας συνόδου τῆς κατὰ Νίκαιαν σύμφωνα καὶ συνωιδὰ τὴν ἐπιστολὴν ἔχουσαν τοῦ ἁγιωτάτου καὶ θεοφιλεστά‐ του πατρὸς ἡμῶν καὶ ἐπισκόπου Κυρίλλου κατανοήσαντες, τούτοις καὶ ἡμεῖς συναινοῦμεν
20καὶ συντιθέμεθα, εὑρόντες τὴν ἐπιστολὴν ὥσπερ τι μύρον τὴν ἐκείνων πίστιν εἰς εὐωδίαν ἀνανεουμένην. Θεόδουλος ἐπίσκοπος Ἐλούσης εἶπεν· Συνήθως ἐπακολουθῶ τῆι ὀρθῆι πίστει ταύτης τῆς ἁγίας καὶ μεγάλης συνόδου καὶ τῆι ἐπιστολῆι τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου Κυρίλ‐ λου τοῦ ἀρχιεπισκόπου καὶ τῆι ἐν Νικαίαι ἐκτεθείσηι πίστει παρὰ τῶν ἁγιωτάτων καὶ
25ὁσιωτάτων ἡμῶν πατέρων τῶν τιη. Φίδος ἐπίσκοπος Ἰόππης εἶπεν· Θαυμάζω τὴν πίστιν τῶν ἁγίων πατέρων τῶν τιη τῶν ἐν Νικαίαι γενομένων, θαυμάζω δὲ οὐδὲν ἧττον καὶ τὴν νυνὶ ἀναγνωσθεῖσαν ἐπιστο‐ λὴν τοῦ κατὰ πίστιν ἁγιωτάτου καὶ θεοφιλεστάτου ἐπισκόπου Κυρίλλου, σύμφωνα τῆι ἐκείνων πίστει ὥσπερ ἐξ ἁγίου πνεύματος γεγραμμένην, καὶ πιστεύω τὸν μὴ ἐμμένοντα
30τῆι αὐτῆι πίστει τοῦ ἁγίου πνεύματος ἐκβεβλῆσθαι τῆς ἁγίας καὶ καθολικῆς ἐκκλησίας. Παυλιανὸς ἐπίσκοπος Μαιουμᾶ Παλαιστίνης πρώτης εἶπεν· Τὴν τῶν πατέρων πίστιν, ἣν μεμαθήκαμεν παρὰ τῶν τιη ἐν τῆι κατὰ Νίκαιαν, ταύτην παρὰ τοῦ θεοσεβεστάτου ἐπισκόπου Κυρίλλου γραφεῖσαν ἐπέγνων καὶ τοῦ ἁγίου πνεύματος σύμφωνα τὰ παρ’ αὐτοῦ
θεσπισθέντα ἐθαυμάσαμεν καὶ κατέχομεν καὶ ἀκολουθοῦμεν.

1,1,2

17

Δανιὴλ ἐπίσκοπος Κολωνείας. Καππαδοκίας εἶπεν· Αὐτὰ τὰ ῥήματα καὶ τὰς συλλαβὰς σχεδὸν εἰπεῖν τὰς ἐμπεριεχομένας τῆι ἐκθέσει τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι κατὰ καιρὸν τὴν σύνοδον ποιησαμένων καὶ τῶν ἐγγεγραμμένων δογμάτων τὰ νοήματα ἐν τῆι ἐπιστολῆι τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἐπισκόπου πατρὸς ἡμῶν Κυρίλλου νοήσας ὥσπερ
5τινὰς πατρώιους χαρακτῆρας διδάξας αὐτός τε παραλαβὼν τὴν διδασκαλίαν ταύτην καὶ ἐν τῆι ἁγίαι ἐκκλησίαι τῆι ἐγχειρισθείσηι μοι ταύτην ἐρριζωμένην καὶ ἐμπεπιστευμένην καὶ ἐνεσπαρμένην παρὰ τῶν ἁγίων πατέρων ἐγνωκώς, ὁμολογῶ σύμφωνον εἶναι τὴν ἐπιστολὴν τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου Κυρίλλου τῆι ἐκθέσει τῶν ἁγίων πατέρων, οὐ μὴν ἀλλὰ καὶ τὸ ἡμέτερον φρόνημα, ἐμοῦ τε καὶ τῆς ὑπ’ ἐμὲ ἁγίας ἐκκλησίας, τοῦτο τυγχάνει, ἐν ὀνό‐
10ματι τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. Ἀνύσιος ἐπίσκοπος Θηβῶν εἶπεν· Καθάπερ τῆι παρουσίαι κοινῆι πάντων τῶν ἁγιω‐ τάτων ἐπισκόπων καὶ τῆι διανοίαι συνημμένος, αἰσθανόμενος τῆς ὀρθῆς ὑπαγορείας τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἀρχιεπισκόπου Κυρίλλου, συντίθεμαι ταύτηι ὁμοιουμένηι καὶ συμ‐ φώνωι οὔσηι τῆι τῶν ἁγίων πατέρων τῶν κατὰ Νίκαιαν συνειλεγμένων ἐκθέσει.
15 Καλλικράτης ἐπίσκοπος Ναυπάκτου εἶπεν· Συντίθεμαι τῆι ἐπιστολῆι τῆι ἐκτεθείσηι παρὰ τοῦ ἁγιωτάτου πατρὸς ἡμῶν καὶ ἀρχιεπισκόπου Κυρίλλου, συμφώνωι οὔσηι τοῖς ἐκτεθεῖσι παρὰ τῶν ἁγίων καὶ μακαρίων πατέρων τῶν συναχθέντων ἐν τῆι κατὰ Νίκαιαν ἁγίαι συνόδωι. Δόμνος ἐπίσκοπος Ὀποῦντος εἶπεν· Εἴ τι καί ποτε ἔδοξε παρὰ τοῖς ἀγνοοῦσι τὴν
20ἀκριβῆ πίστιν, ἔδοξεν οὐ καλῶς· ἀλλ’ ἡμεῖς γνωρίζομεν τὰ τυπωθέντα καὶ νῦν δικαίως παρὰ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Κυρίλλου ἐξισωθέντα τῆι κατὰ Νίκαιαν ἁγίαι συνόδωι τῶν τριακοσίων δέκα καὶ ὀκτὼ πατέρων, ὧν πάντως μετὰ τούτων φυλάττειν δικαίως γνωρίζομεν. καὶ πιστεύω εἰς τὸν πατέρα καὶ υἱὸν καὶ τὸ ἅγιον πνεῦμα καὶ εὔχομαι μέχρι τοῦ τῆς ζωῆς μου χρόνου ἐν τούτωι εἶναι καὶ ἐν τούτωι ἀποθανεῖν.
25 Νικίας ἐπίσκοπος Μεγάρων εἶπεν· Ὥσπερ ἓν φρονοῦντες ἐληλύθαμεν, οὕτω καὶ ἓν λέγειν ἐδιδάχθημεν. συμφώνων τοίνυν ὄντων τῶν τε παρὰ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Κυρίλλου καὶ τῶν παρὰ τῶν ἁγίων πατέρων πάλαι ἐκτεθέντων κατὰ Νίκαιαν, σύμψηφοι ἐσ‐ μέν, μηδὲν ἀμφιβάλλοντες περὶ τῶν καλῶς ἤδη καὶ νῦν τετυπωμένων. Ῥωμανὸς ἐπίσκοπος Ῥαφίας εἶπεν· Σύμφωνα τοῖς ἐκτεθεῖσι παρὰ τῶν ἁγίων πατέ‐
30ρων τῶν τιη τῶν ἐν Νικαίαι συνελθόντων κἀγὼ φρονῶ, καὶ τῆι ἐπιστολῆι δὲ τοῦ ἁγιωτά‐ του καὶ ὁσιωτάτου ἐπισκόπου Κυρίλλου συντίθεμαι, συνωιδὰ περιεχούσηι τῆι πίστει τῶν ἁγίων πατέρων. Γρηγόριος ἐπίσκοπος Κερασοῦντος εἶπεν· Συνωιδὰ τῆς ἁγίας συνόδου τῆς κατὰ Νίκαιαν πίστεως καὶ ἡ ἐπιστολὴ τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου ἀρχιεπισκόπου Κυρίλλου
35περιέχει, καὶ ταύτηι ἀρεσθεὶς συμφώνωι οὔσηι τῆς ἐκκλησιαστικῆς πίστεως, συντίθεμαι ταύτηι

1,1,2

18

καὶ συναινῶ, παραγενόμενος οὐ μόνον ὑπὲρ ἐμαυτοῦ, ἀλλὰ καὶ ὑπὲρ τοῦ τῆς μητροπόλεως ἐπισκόπου Ἐλευσίου Νεοκαισαρείας τοῦ θεοσεβεστάτου, ταύτας τὰς ἐντολὰς παρ’ ἐκείνου δεξάμενος. Νουνέχιος ἐπίσκοπος Σέλγης τῆς Παμφυλίας εἶπεν· Ὑπαναγνωσθείσης ἡμῖν τῆς
5ἐπιστολῆς τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου πατρὸς ἡμῶν Κυρίλλου, συμφώνου οὔσης κατὰ πάντα τῆι πίστει τῆι κατὰ Νίκαιαν παρὰ τῶν ἁγίων πατέρων γεγενημένηι, σύμφημι κἀγὼ καὶ οὕτω πιστεύω καὶ ἐν ταύτηι τῆι πίστει εὔχομαι συζήσας παραστῆναι τῶι βήματι τοῦ Χριστοῦ μετὰ παρρησίας, ταύτην τὴν ὀρθόδοξον φυλάττων πίστιν. Σόλων ἐπίσκοπος Καραλίας τῆς Παμφυλίας εἶπεν· Καθὼς ὁ ἁγιώτατος καὶ θεοσεβέ‐
10στατος ἀρχιεπίσκοπος Κύριλλος τὴν κατὰ Χριστὸν πίστιν παραδέδωκε καὶ παραδίδωσι, σύμφωνον οὖσαν κατὰ πάντα τῆι ἐν Νικαίαι ἁγίαι καὶ μεγάληι συνόδωι, οὕτω καὶ ἐβαπτί‐ σθην καὶ οὕτως πιστεύω καὶ εὔχομαι φυλάξαι ἕως ἐσχάτης ἀναπνοῆς. Ἀκάκιος ἐπίσκοπος Κοτέννων τῆς Παμφυλίας εἶπεν· Ἐπακούσας τῆς ἐπιστολῆς τοῦ ἁγιωτάτου πατρὸς ἡμῶν καὶ ἀρχιεπισκόπου Κυρίλλου, συμφώνου οὔσης τῆι τῶν ἁγίων
15πατέρων τῶν ἐν Νικαίαι συνελθόντων κατὰ πάντα τῆς ὀρθοδόξου πίστεως, ὁμολογῶ κἀγὼ οὕτως ἔχειν καὶ πιστεύειν καὶ εὔχομαι φυλάξαι ἕως τέλους. Ταριανὸς ἐπίσκοπος Λύρβης τῆς Παμφυλίας εἶπεν· Κἀγὼ τὰ αὐτὰ κατατίθεμαι καὶ συναινῶ τοῖς δόγμασι τῶν ἁγίων πατέρων ἡμῶν καὶ ἐπισκόπων καὶ τῆι ἐπιστολῆι τοῦ εὐλαβεστάτου καὶ θεοφιλεστάτου Κυρίλλου.
20 Νεκτάριος ἐπίσκοπος Σεννέων τῆς Παμφυλίας εἶπεν· Κἀγὼ τὰ αὐτὰ πιστεύω καὶ συναινῶ τοῖς δόγμασι τῶν ἁγίων πατέρων ἡμῶν καὶ ἐπισκόπων καὶ τῆι ἐπιστολῆι τοῦ εὐλαβεστάτου καὶ θεοφιλεστάτου Κυρίλλου. Ματιδιανὸς ἐπίσκοπος Κορακησίων τῆς Παμφυλίας εἶπε· Συμφωνῶ τῆι ὁμολογίαι τῆι γεγενημένηι περὶ τῆς ὀρθῆς καὶ ὑγιοῦς πίστεως παρὰ τῶν νῦν τε παρόντων ἁγίων
25πατέρων καὶ τῶν τὸ τηνικαῦτα οὐκ ἀθεεὶ τὴν ἔκθεσιν τὴν περὶ τῆς πίστεως πεποιημένων ἐν τῆι Νικαέων πόλει, γνωρίσας ταύτην ἀποστολικὴν οὖσαν, ἐν ἧι καὶ εὔχομαι εἶναι καὶ ἀκέραιον ταύτην μέχρις ἐσχάτης ἀναπνοῆς μου φυλάξαι. Νήσιος ἐπίσκοπος Κορυβρασσοῦ τῆς Παμφυλίας εἶπε· Τῆι ἁγίαι πίστει τῆι ἐκτεθείσηι παρὰ τῶν ἁγίων καὶ μακαρίων πατέρων τῶν ἐν τῆι Νικαέων καὶ ἡ ὑπαναγνωσθεῖσα σήμερον
30ἐπιστολὴ τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου ἀρχιεπισκόπου Κυρίλλου συνεφώνησε, καὶ ταύ‐ την τὴν πίστιν εὔχομαι φυλάξαι μέχρις ἐσχάτης ἀναπνοῆς.
Ἐπιφάνιος ἐπίσκοπος Κρατίας εἶπεν· Κἀγὼ συναινῶ τοῖς τῶν ἁγίων πατέρων ἡμῶν

1,1,2

19

καὶ ἐπισκόπων δόγμασι καὶ τῆι ἐπιστολῆι τῆι γραφείσηι παρὰ τοῦ θεοφιλεστάτου ἀρχιε‐ πισκόπου Κυρίλλου καὶ εὔχομαι μέχρι τελευταίας ἀναπνοῆς ἐν τούτοις με διαμεῖναι. Εὐσέβιος ἐπίσκοπος Ἡρακλείας ἐπαρχίας Ὁνωριάδος εἶπε· Συντίθεμαι τῆι ἐπιστολῆι τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου πατρὸς ἡμῶν Κυρίλλου ὡς κατὰ πάντα τρόπον ἑπομένηι τῆι
5πίστει τῶν ἁγίων πατέρων τῶν τιη τῶν ἐν Νικαίαι συνελθόντων, καὶ οὕτως ἔχοντες εὐχό‐ μεθα διατελέσαι τὸν ὡρισμένον παρὰ τοῦ κρείττονος ἡμῖν χρόνον. Σιλουανὸς ἐπίσκοπος Κερατάπων Φρυγίας Πακατιανῆς εἶπεν· Εἰ καὶ βραδύτερον ἠξίωμαι τοῦ ἁγίου βαπτίσματος, πλὴν εἰς ταύτην τὴν πίστιν βεβάπτισμαι τήν τε ἐν Νικαίαι ἐκτεθεῖσαν παρὰ τῶν ἁγίων πατέρων τῶν τιη ἐπισκόπων καὶ εἰς τὴν σήμερον πλατύτερον
10ἡμῖν διὰ τῆς ἐπιστολῆς ἐξηγηθεῖσαν τοῦ ἀρχιεπισκόπου Κυρίλλου, συμφωνοῦσαν τῆι προλα‐ βούσηι. εἰς ταύτην καὶ πλείστους ἐβάπτισα, ταύτην καὶ φυλάξαι ἄσπιλον εὔχομαι ἕως ἡμέ‐ ρας τῆς ἀναστάσεως καὶ προσενέγκαι Χριστῶι. Εὐτρόπιος ἐπίσκοπος Ἐτένων τῆς Παμφυλίας εἶπεν· Ἀναγνωσθείσης τῆς ἐπιστολῆς τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου πατρὸς ἡμῶν καὶ ἐπισκόπου Κυρίλλου, συμφωνούσης κατὰ
15πάντα πᾶσι τοῖς ἐκτεθεῖσι παρὰ τῶν ἁγίων πατέρων τῶν τιη τῶν ἐν Νικαίαι συναχθέντων, σύμφημι καὶ συναινῶ, καὶ ἐν ταύτηι εὔχομαι τῆι ὁμολογίαι παραστῆναι τῶι δεσπότηι Χριστῶι. Σεκουνδιανὸς ἐπίσκοπος Θεσσαλίας ἐπαρχίας πόλεως Λαμίας εἶπεν· Καὶ πεπίστευκα καὶ πιστεύω καὶ οὕτως ἐδόξασα καὶ δοξάζω κατὰ τὴν ἐκτεθεῖσαν παρὰ τῶν ἁγίων καὶ μακαρίων πατέρων τῶν κατὰ Νίκαιαν τιη ἐπισκόπων, ἧιτινι ἀκόλουθος καὶ ἡ ἀναγνωσθεῖσα
20ἐπιστολὴ τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου πατρὸς ἡμῶν καὶ ἐπισκόπου Κυρίλλου. Θεόδωρος ἐπίσκοπος Θεσσαλίας ἐπαρχίας πόλεως Ἐχιναίου εἶπεν· Τὰ αὐτὰ κἀγὼ κατατίθεμαι καὶ τούτοις συναινῶ. Ῥουφῖνος ἐπίσκοπος Ταβῶν εἶπε· Κἀγὼ τὰ αὐτὰ φρονῶ τοῖς ἁγιωτάτοις πατράσι τοῖς ἐν Νικαίαι συνελθοῦσι καὶ συντίθεμαι τῆι ἐπιστολῆι τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου καὶ
25θεοφιλεστάτου πατρὸς ἡμῶν καὶ ἐπισκόπου Κυρίλλου, καλῶς καὶ ὀρθῶς περιεχούσηι καὶ συμφώνωι οὔσηι τῆι αὐτῆι ἐκτεθείσηι πίστει. Θεόδωρος ἐπίσκοπος Ἀρινδήλων εἶπε· Κἀγὼ τὰ αὐτὰ κατατίθεμαι καὶ συντίθεμαι τῆι ἐπιστολῆι τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἐπισκόπου Κυρίλλου καλῶς καὶ ὀρθοδόξως περιεχούσηι.
30 Παῦλος ἐπίσκοπος Ἀνθηδόνος εἶπεν· Συντίθεμαι κἀγὼ τῆι ἐπιστολῆι τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἐπισκόπου Κυρίλλου ὁμοίως ἐχούσηι τῆι πίστει τῶν ἁγίων ἡμῶν πατέρων τῶν ἐν Νικαίαι συνελθόντων. Λητόιος ἐπίσκοπος Λιβιάδος εἶπεν· Καθὼς συνέταξαν οἱ ἅγιοι ἡμῶν πατέρες οἱ ἐν Νικαίαι συνελθόντες (ἁρμοδίως γὰρ τῆι ὀρθοδόξωι πίστει τὴν πίστιν ἐξέθεντο), κἀγὼ
35πιστεύω καὶ συντίθεμαι τῆι ἐπιστολῆι τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἐπισκόπου Κυρίλλου.

1,1,2

20

Πέτρος ἐπίσκοπος Παρεμβολῶν εἶπεν· Κἀγὼ τὰ αὐτὰ φρονῶ καὶ συντίθεμαι τῆι ἐπιστολῆι τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἐπισκόπου Κυρίλλου καλῶς καὶ εὐσεβῶς περιεχούσηι. Ἰωάννης ἐπίσκοπος Αὐγουστοπόλεως εἶπεν· Κατὰ τὴν πίστιν τῶν ἁγίων πατέρων ἡμῶν οὕτω κἀγὼ πιστεύω καὶ συντίθεμαι τῆι ἐπιστολῆι τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου
5ἐπισκόπου Κυρίλλου συνωιδὰ περιεχούσηι ταύτηι τῆι πίστει. Σαίδας ἐπίσκοπος Φαινοῦς εἶπεν· Κατὰ τὴν ὀρθόδοξον πίστιν οὕτω περιέχει ἡ ἐπιστολὴ τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἐπισκόπου Κυρίλλου, ἧι καὶ συντίθεμαι. Θεόδωρος ἐπίσκοπος Γαδάρων εἶπεν· Ἐπειδὴ καλῶς καὶ εὐσεβῶς καὶ ἁρμοζόντως τῆι πίστει τῆι ἐκτεθείσηι παρὰ τῶν ἁγίων πατέρων τῶν συνελθόντων ἐν τῆι Νικαέων
10περιέχει ἡ ἐπιστολὴ ἡ ἀναγνωσθεῖσα τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἐπισκόπου Κυρίλλου, ταύτηι κἀγὼ συντίθεμαι. Αἰάνης ἐπίσκοπος Συκαμαζόνος εἶπεν· Ὡσαύτως κἀγὼ συντίθεμαι τῆι ἐπιστολῆι τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἐπισκόπου Κυρίλλου ἐξακολουθησάσηι τῆι ὀρθοδόξωι πίστει τῆι ἐκτεθείσηι παρὰ τῶν ἁγιωτάτων ἡμῶν πατέρων.
15 Θεοδόσιος ἐπίσκοπος Μασταύρων τῆς Ἀσίας εἶπεν· Τῆι ἐκθέσει τῆς πίστεως τῶν ἁγίων πατέρων τῶν συνελθόντων ἐν Νικαίαι, λέγω δὴ τῶν τιη, ἐξ ἀρχῆς μέχρι καὶ νῦν πεπιστευκώς, συνωιδὰ περιεχούσηι καὶ τῆι ἐπιστολῆι τῆι γραφείσηι παρὰ τοῦ ὁσιωτάτου καὶ θεοφιλεστάτου ἐπισκόπου Κυρίλλου πρὸς τὸν εὐλαβέστατον Νεστόριον τὸν ἐπίσκοπον ἐμμένω καὶ πείθομαι, συμφώνωι οὔσηι, ὡς ἔφην, τῆι τῶν πατέρων ψυχωφελεῖ διδασκαλίαι.
20 Ἀλέξανδρος ἐπίσκοπος Ἀρκαδιουπόλεως τῆς Ἀσίας εἶπε· Τῆι ἐπιστολῆι τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου ἐπισκόπου Κυρίλλου συνωιδὰ τῆι τῶν ἁγίων πατέρων ἐκτεθείσηι τῶν συναχθέντων ἐν τῆι Νικαέων πόλει, τουτέστι τῶν τιη, πίστει ὁμοφρόνωι οὔσηι καὶ πιστεύω καὶ ἐπίστευσα καὶ οὕτως εὔχομαι φρονεῖν. Μάξιμος ἐπίσκοπος Κύμης τῆς Ἀσίας εἶπεν· Τῆι ἐπιστολῆι τοῦ ἁγιωτάτου καὶ θεοφιλεστά‐
25του πατρὸς ἡμῶν ἀρχιεπισκόπου Κυρίλλου συμφώνωι οὔσηι τῆι ὀρθῆι πίστει τῆι ἐκτεθείσηι παρὰ τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι συνελθόντων τῶν τιη συναινῶ καὶ συντίθεμαι καὶ ὁμολογῶ ταύτην ὀρθόδοξον εἶναι τὴν πίστιν. Θεοσέβιος ἐπίσκοπος Πριήνης εἶπεν· Τῆι ἐκτεθείσηι τῶν ἁγίων πατέρων τῶν τιη πιστεύω πίστει, καὶ παραδέδωκα ταῖς ἁγίαις τοῦ θεοῦ ἐκκλησίαις, ἅμα καὶ τῆι ἐπιστολῆι
30τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου ἀρχιεπισκόπου Κυρίλλου τῆι γραφείσηι πρὸς τὸν εὐλαβέ‐
στατον Νεστόριον, συνωιδὰ ἐχούσηι τῆι πίστει τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι.

1,1,2

21

Εὐτρόπιος ἐπίσκοπος Εὐάζων εἶπεν· Κατὰ τὴν πίστιν τῶν τιη ἐπισκόπων τῶν ἐν Νικαίαι συνελθόντων καὶ τῆι ἐπιστολῆι τοῦ θεοφιλεστάτου ἐπισκόπου Κυρίλλου τῆι γραφεί‐ σηι πρὸς τὸν εὐλαβέστατον Νεστόριον, συμφώνωι οὔσηι τῆι τῶν ἁγίων πατέρων πίστει, ταύτηι πιστεύω καὶ συναινῶ καὶ πεπίστευκα.
5 Εὐθάλιος ἐπίσκοπος Κολοφῶνος τῆς Ἀσίας εἶπε· Τῆι ἁγίαι πίστει τῆι τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι συνελθόντων καὶ τῆι ἐπιστολῆι τοῦ θεοφιλεστάτου καὶ ὁσιωτάτου ἐπισκό‐ που Κυρίλλου τῆι γραφείσηι πρὸς τὸν εὐλαβέστατον Νεστόριον ὁμοφρόνωι οὔσηι συντίθε‐ μαι καὶ συναινῶ καὶ κατὰ ταύτην πιστεύω τὴν παράδοσιν. Δοκιμάσιος ἐπίσκοπος Μαρωνείας εἶπεν· Τῆι εὐσεβῶς καὶ φιλοχρίστως ἐκτεθείσηι
10πίστει παρὰ τῶν ἁγίων πατέρων ἐν τῆι Νικαέων πόλει σύμφωνα ὁρῶν τὰ γράμματα τοῦ θεο‐ φιλεστάτου καὶ ὁσιωτάτου πατρὸς ἡμῶν Κυρίλλου, συντίθεμαι καὶ συναρέσκομαι, οὕτω φρονήσας μέχρι τέλους ἄτρωτον διαφυλάξαι. Λουκιανὸς ἐπίσκοπος Τοπηρίου εἶπεν· Ἀναγνωσθείσης τῆς ἐπιστολῆς τοῦ θεοφιλεστά‐ του καὶ ὁσιωτάτου πατρὸς ἡμῶν Κυρίλλου, ἧς ἐπέστειλε τῶι εὐλαβεστάτωι Νεστορίωι,
15ἀρέσκομαι τῆι ὑπαγορείαι καὶ συνωιδὰ κατὰ πάντα εὑρίσκων τῆι ἁγίαι συνόδωι τῆι εἰς τὴν Νικαέων μητρόπολιν ἐκτεθείσηι συναρέσκομαι, ἄτρωτον αὐτὴν μέχρι τέλους διαφυλάττων. Ἐννέπιος ἐπίσκοπος Μαξιμιανουπόλεως εἶπεν· Τῆι παρὰ τῶν ὁσιωτάτων πατέρων ἐκτεθείσηι πίστει ἐν τῆι Νικαέων μητροπόλει ἀναγνοὺς σύμφωνον οὖσαν τὴν ἐπιστολὴν τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου πατρὸς ἡμῶν ἐπισκόπου Κυρίλλου γραφεῖσαν πρὸς τὸν
20εὐλαβέστατον Νεστόριον, συναρέσκομαι καὶ συντίθεμαι οὕτω φρονεῖν καὶ πιστεύω ταύτην ἀσάλευτον διαφυλάξαι. Στέφανος ἐπίσκοπος Δίου εἶπεν· Ἀνέγνωμεν σύμφωνον τυγχάνουσαν τὴν ἐπιστολὴν τοῦ τρισμακαρίου πατρὸς ἡμῶν ἐπισκόπου Κυρίλλου τῆι ἐκτεθείσηι ὑπὸ τῶν ἁγίων τιη πατέρων καὶ ἐπισκόπων τῶν ἐν Νικαία συνελθόντων· ὅθεν καὶ αὐτὸς συναινῶ ταύτηι καὶ εἰς ταύτην ἐπίστευσα.
25 Μόδεστος ἐπίσκοπος τῆς Ἀνεατῶν πόλεως τῆς Φρυγίας εἶπεν· Κἀγὼ ἐμμένω τῆι ἐκτεθείσηι πίστει ὑπὸ τῶν ἁγίων πατέρων τῶν τιη ἐπισκόπων τῶν ἐν Νικαίαι συνελ‐ θόντων, οὐ μὴν ἀλλὰ καὶ τῆι νυνὶ ἀναγνωσθείσηι ἐπιστολῆι ὑπὸ τοῦ ἁγιωτάτου πατρὸς ἡμῶν ἀρχιεπισκόπου Κυρίλλου, τῆι γραφείσηι πρὸς τὸν εὐλαβέστατον ἐπίσκοπον Νεστόριον
συμφώνως ἐκτεθείσηι τῆι πίστει τῶν προλεχθέντων ἁγίων πατέρων.

1,1,2

22

Ἀφόβιος ἐπίσκοπος Κολόης εἶπε· Παραναγνωσθείσης τῆι ἁγίαι συνόδωι τῆς ἐπιστολῆς τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου ἐπισκόπου Κυρίλλου, συνωιδὰ ἐχούσης τῆι ἐκτεθείσηι ὑπὸ τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι τιη, ταύτηι τῆι πίστει καὶ συντίθεμαι καὶ πιστεύω. Μάξιμος ἐπίσκοπος Ἀσσοῦ τῆς Ἀσίας εἶπεν· Καθὼς ὁ ἁγιώτατος καὶ θεοφιλέστατος
5ἐπίσκοπος ἡμῶν Μέμνων κατέθετο, ταύτηι τῆι πίστει κἀγὼ καὶ πιστεύω καὶ ἐμμένω. Δωρόθεος ἐπίσκοπος Μυρίνης τῆς Ἀσίας εἶπεν· Τῆι ἐκτεθείσηι πίστει ὑπὸ τῶν ἁγίων πατέρων τῶν τιη συνωιδὰ περιεχούσης τῆς ἐπιστολῆς τῆς ἀναγνωσθείσης παρὰ τοῦ τὰ πάντα ἁγιωτάτου καὶ θεοφιλεστάτου ἐπισκόπου καὶ πατρὸς ἡμῶν Κυρίλλου, καὶ πιστεύω καὶ οὕτως φρονῶ.
10 Εὐχάριος ἐπίσκοπος Δυρραχίου εἶπεν· Ὀρθῶς πάνυ καὶ δικαίως κατανοήσας τὴν ἐπιστολὴν ἔχειν τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου ἀρχιεπισκόπου καὶ πατρὸς ἡμῶν Κυρίλλου τὴν πρὸς τὸν εὐλαβέστατον Νεστόριον γραφεῖσαν, εὗρον σύμφωνον οὖσαν τῆι ἐκτεθείσηι πίστει παρὰ τῶν ἁγίων πατέρων ἡμῶν τῶν συνελθόντων ἐν τῆι Νικαέων κατὰ καιρούς, κἀγὼ οὕτως φρονῶ καὶ πιστεύω καὶ εὔχομαι καὶ αὐτὸς καὶ ζῆσαι καὶ τελέσαι ἐν κυρίωι.
15 Θεόδωρος ἐπίσκοπος Ἀνινησίας εἶπεν· Συναινῶ καὶ αὐτὸς τῆι καταθέσει τῶν ἁγίων πατέρων περὶ τῆς ἐκτεθείσης πίστεως ἐν Νικαίαι καὶ τῆι γραφείσηι παρὰ τοῦ ὁσιωτάτου καὶ θεοφιλεστάτου ἐπισκόπου Κυρίλλου ἐπιστολῆι πρὸς τὸν εὐλαβέστατον ἐπίσκοπον Νεστόριον. Εὐδόξιος ἐπίσκοπος Λυκίας πόλεως Χώματος εἶπεν· Ἐθαύμασα τὰ γραφέντα παρὰ τοῦ ὁσιωτάτου καὶ ἁγιωτάτου πατρὸς ἡμῶν καὶ ἐπισκόπου Κυρίλλου τῶι εὐλαβεστάτωι
20ἐπισκόπωι Νεστορίωι, σύμφωνα ὄντα τῆι ἐκτεθείσηι πίστει παρὰ τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι, καὶ συντίθεμαι καὶ ὁμολογῶ οὕτως φρονεῖν, καθὼς καὶ οἱ ἁγιώτατοι ἡμῶν ἐξέθεντο πατέρες. Φίλιππος ἐπίσκοπος Περγάμου εἶπεν· Συντίθεμαι τῆι ἐκτεθείσηι ὑπὸ τῶν ἁγίων πατέ‐ ρων πίστει τῶν τιη τῶν συναχθέντων κατὰ τὴν Νικαέων πόλιν κατὰ τοὺς κανόνας ἐκείνους
25οὕσπερ αὐτοὶ ἐξέθεντο, καὶ τῆι ἐπιστολῆι τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου Κυρίλλου, συμφώνωι οὔσηι τοῖς αὐτοῖς κανόσι, καὶ οὕτως φρονῶ καὶ πιστεύω. Εὐσέβιος ἐπίσκοπος Μαγνησίας τῆς Ἀσίας εἶπεν· Τῆι ἐκτεθείσηι πίστει παρὰ τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι συνελθόντων τιη συντίθεμαι καὶ τῆι ἐπιστολῆι τοῦ ἁγιωτά‐ του πατρὸς ἡμῶν ἀρχιεπισκόπου Κυρίλλου, περιεχούσηι συνωιδά, καὶ οὕτως φρονῶ καὶ
30πιστεύω.
Εὐτύχιος ἐπίσκοπος τῆς Ἐρυθρῶν πόλεως τῆς Ἀσίας εἶπε· Πεισθεὶς ὄψεσι καὶ

1,1,2

23

ἀποδείξεσι τῶν ἁγίων πατέρων τῶν τε μητροπολιτῶν καὶ ἀπὸ διαφόρων ἐπαρχιῶν κατα‐ τιθεμένων τῆι ἐκτεθείσηι πίστει παρὰ τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι συνελθόντων τιη καὶ τῆι γραφείσηι ἐπιστολῆι πρὸς τὸν εὐλαβέστατον Νεστόριον παρὰ τοῦ ἁγιωτάτου ἐπι‐ σκόπου Κυρίλλου ὁμολογῶ καὶ πιστεύω.
5 Δυνατὸς ἐπίσκοπος Νικοπόλεως Παλαιᾶς Ἠπείρου εἶπεν· Ἐπακούσας τῆς ἐπιστολῆς τῆς ἀναγνωσθείσης σήμερον ἐπὶ τῆς ἁγίας ταύτης καὶ μεγάλης συνόδου, ἧς ἔγραψεν ὁ ἁγιώτατος καὶ θεοφιλέστατος πατὴρ ἡμῶν καὶ συλλειτουργὸς Κύριλλος πρὸς τὸν εὐλαβέστα‐ τον Νεστόριον, εὑρών τε αὐτὴν σύμφωνον καὶ συνομόλογον τῆι τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι συνελθόντων καὶ ἐκθεμένων τὴν ὀρθόδοξον πίστιν τυγχάνουσαν καὶ πάσης
10ἀποδοχῆς ἀξιώσας τό τε ὕφος τῆς ἐπιστολῆς καὶ τὴν ὀρθόδοξον πίστιν τὴν ἐν αὐτῆι γραφεῖσαν, οὕτω κἀγὼ πιστεύω καὶ συγκατατίθεμαι. Θεόδωρος ἐπίσκοπος πόλεως Δωδώνης εἶπεν· Κἀγὼ συναινῶ καὶ συγκατατίθεμαι οἷς κατέθετο ὁ ἁγιώτατος ἐπίσκοπος τῆς μητροπόλεως τῆς ἐμῆς Δυνατός. Ἡρακλέων Τράλλεων ἐπίσκοπος εἶπεν· Κατ’ ἴχνος βαίνω τῶν ἁγίων πατέρων καὶ
15ἐπιμένω τῆι ἐκθέσει τῆς συνόδου τῆς γενομένης ἐν Νικαίαι τῶν τιη ἐπισκόπων τῶν τὴν ὀρθόδοξον κηρυξάντων πίστιν, πάλιν δὲ ἐν τῆι ἁγίαι ταύτηι συνόδωι τῆι κατὰ τὴν Ἐφεσίων μητρόπολιν γινομένηι τὰ αὐτὰ ἀκούσας τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου ἐπισκόπου τοῦ πατρὸς ἡμῶν Κυρίλλου ἐν τῆι ἐπιστολῆι κηρύξαντος καὶ μᾶλλον φωτίσαντος καὶ συνωιδὰ τοῖς τιη γνωρίσας ταῦτα, καὶ συναινῶ καὶ εὔχομαι ἐν ταύτηι τῆι πίστει διαμεῖναι καὶ ταῖς
20εὐχαῖς ὑμῶν οὕτως τελειωθῆναι. Παράλιος ἐπίσκοπος πόλεως Ἀνδράπων εἶπεν· Ἐντραφεὶς τῆι πίστει τῆι ἐκτεθείσηι παρὰ τῶν ἁγίων πατέρων τῶν τιη τῶν κατὰ Νίκαιαν, οὕτω καὶ πιστεύω καὶ συναινῶ, συνωιδὰ δὲ εὑρίσκω κατὰ πάντα ἐν πλατυτέραι τῆι ἐπεξηγήσει τῆι αὐτῆι ἐκθέσει καὶ τὰ ἀρτίως ἡμῖν ἀναγνωσθέντα παρὰ τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου πατρὸς Κυρίλλου γραφέντα καὶ
25συναινῶ καὶ εὔχομαι ἐν ταύτηι τελειωθῆναι τῆι πίστει. Ἀρχέλαος ἐπίσκοπος πόλεως Μύνδου τῆς Καρίας εἶπεν· Τῆς εὐσεβῶς ἡμῖν καὶ σωτηριω‐ δῶς παραδοθείσης πίστεως παρὰ τῶν ἁγίων καὶ θεοφιλεστάτων πατέρων καὶ ἐπισκόπων τῶν συλλεγέντων ἐν τῆι Νικαέων πόλει ἰσότυπός ἐστι καὶ σύμφωνος ἡ ἐπιστολὴ τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου πατρὸς ἡμῶν ἀρχιεπισκόπου Κυρίλλου, καὶ πιστεύειν οὕτως ὁμολογῶ καὶ
30εὔχομαι. Ἀπελλᾶς ἐπίσκοπος Κιβύρας τῆς Καρίας εἶπεν· Κἀγὼ τὰ αὐτὰ κατατίθεμαι καὶ τούτοις
συναινῶ.

1,1,2

24

Θωμᾶς ἐπίσκοπος Δέρβης τῆς Λυκαονίας εἶπεν· Συγκατατίθεμαι καὶ αὐτὸς συνωιδὰ τῆι τῶν πατέρων πίστει καὶ τῆι ἐπιστολῆι τῆι γραφείσηι παρὰ τοῦ ἁγιωτάτου καὶ θεοσεβε‐ στάτου ἀρχιεπισκόπου Κυρίλλου καὶ ὁμόφρων καὶ ὁμόπιστός εἰμι ταύτηι. Θεμίστιος ἐπίσκοπος Ἰασοῦ τῆς Καρίας εἶπεν· Κατὰ τὴν ὑγιᾶ πίστιν τῶν ἁγίων
5πατέρων τῶν ἐν Νικαίαι τιη καὶ τὴν ὁμόφωνον ἐπιστολὴν τὴν ἀναγνωσθεῖσαν τοῦ θεο‐ φιλεστάτου ἀρχιεπισκόπου πατρὸς ἡμῶν Κυρίλλου τὰ αὐτὰ πιστεύω καὶ κατατίθεμαι. Σπουδάσιος ἐπίσκοπος Κεράμων ἐπαρχίας Καρίας εἶπεν· Τῆι πίστει τῆι ἐκτεθείσηι παρὰ τῶν ἁγίων πατέρων τῶν συναχθέντων κατὰ τὴν Νικαέων καὶ συνέζησα καὶ συζῆν εὔχομαι, ὁμοίως δὲ καὶ τὴν ἐπιστολὴν τὴν γραφεῖσαν παρὰ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου
10καὶ πατρὸς ἡμῶν Κυρίλλου τῶι θεοσεβεστάτωι ἐπισκόπωι Νεστορίωι ὁμώνυμον θεασάμενος, καὶ ταύτην καταδέχομαι καὶ οὐδὲν διαφωνοῦσαν τῆς πίστεως εὑρίσκω. διὸ κἀγὼ εἰς ἑκάτερα τούτων καὶ πιστεύω καὶ συμψηφίζομαι. Ἀφθόνητος ἐπίσκοπος Ἡρακλείας τῆς Καρίας εἶπεν· Ἑρμηνεία καὶ θεμέλιός ἐστι τῆς παραδοθείσης ἡμῖν εὐσεβοῦς πίστεως παρὰ τῶν ἐν Νικαίαι ἁγιωτάτων πατέρων καὶ ἐπι‐
15σκόπων ἡ ἐπιστολὴ τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου πατρὸς ἡμῶν καὶ ἀρχιεπισκόπου Κυρίλλου, καὶ κατὰ ἀμφότερα πιστεύειν ὁμολογῶ καὶ εὔχομαι. Φιλητὸς ἐπίσκοπος Ἀμυζόνος τῆς Καρίας εἶπεν· Κατὰ τὴν οὐράνιον καὶ ἔνδοξον πίστιν τὴν ἐκτεθεῖσαν παρὰ τῶν ἐν Νικαίαι συνελθόντων εὐλαβεστάτων καὶ θεοφιλεστάτων ἐπισκόπων τῶν τιη καὶ κατὰ ταύτην τὴν ἐπιστολὴν τὴν γραφεῖσαν παρὰ τοῦ ἁγιωτάτου καὶ
20θεοφιλεστάτου πατρὸς τοῦ ἀρχιεπισκόπου Κυρίλλου σύμφωνον οὖσαν τῆι αὐτῆι ἁγίαι ἐκ‐ θέσει καὶ κατατίθεμαι καὶ πιστεύω καὶ σύμψηφός εἰμι τῆι αὐτοῦ θεοσεβείαι. Φανίας ἐπίσκοπος πόλεως Ἁρπάσων τῆς Καρίας εἶπεν· Κατὰ τὴν ἔκθεσιν τῆς ἐπου‐ ρανίου πίστεως τὴν ἐκτεθεῖσαν παρὰ τῶν ἁγίων πατέρων τῶν τιη τῶν συνελθόντων κατὰ τὴν Νικαέων καὶ κατὰ τὴν ὑπαναγνωσθεῖσαν ἡμῖν ἐπιστολὴν παρὰ τοῦ ἁγιωτάτου καὶ θεο‐
25φιλεστάτου ἐπισκόπου καὶ κοινοῦ πατρὸς Κυρίλλου τὴν γραφεῖσαν πρὸς τὸν εὐλαβέστατον ἐπίσκοπον Νεστόριον ὁμοδύναμον οὖσαν τῆι τῶν ἁγίων πατέρων πίστει τὰ αὐτὰ φρονεῖν ὁμολογῶ καὶ συγκατατίθεμαι. Προμάχιος ἐπίσκοπος Ἀλίνδων τῆς Καρίας εἶπεν· Γινώσκων καὶ αὐτὸς σύμφωνον εἶναι τὴν ἐπιστολὴν τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου πατρὸς ἡμῶν καὶ ἀρχιεπισκόπου
30Κυρίλλου τῆι ἐκθέσει τῆς πίστεως τῶν ἐν Νικαίαι συνελθόντων ἁγιωτάτων καὶ θεοφιλε‐ στάτων πατέρων ἡμῶν καὶ ἐπισκόπων κατὰ τὰ αὐτὰ πιστεύω τε καὶ φρονῶ καὶ συγκα‐ τατίθεμαι.
Σαίδας ἐπίσκοπος Φαινοῦς τῆς Σαλουταρίας Παλαιστίνης εἶπε· Συντίθεμαι τοῖς ἐκτε‐

1,1,2

25

θεῖσι παρὰ τῆς ἁγίας συνόδου τῆς ἐν Νικαίαι συνελθούσης τῶν τιη καὶ τοῖς γραφεῖσι παρὰ τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου Κυρίλλου καὶ τοῖς κατατεθεῖσι παρὰ τοῦ ὁσιωτάτου καὶ θεοσεβεστάτου ἐπισκόπου ἡμῶν Ἰουβεναλίου συνάιδουσι τῆι τῶν πατέρων ἐκθέσει συμψηφίζομαι καὶ συναινῶ.
5 Ἑρμηνεία τῆς καταθέσεως Σενεκίωνος ἐπισκόπου· Σενεκίων ἐπισκόπος 〈Σ〉κοδρίας εἶπεν· Κατὰ τὴν ὁρισθεῖσαν πίστιν παρὰ τῶν ἁγίων ἡμῶν πατέρων τῶν τιη τῶν κατὰ Νίκαιαν πνεύματι ἁγίωι πεπληρωμένων, οὐ μὴν δὲ καὶ κατὰ τὴν ἐπιστολὴν τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου πατρὸς ἡμῶν Κυρίλλου τὴν νυνὶ ἡμῖν ἀναγνωσθεῖσαν πιστεύω καὶ συναινῶ.
10 Ἰωάννης ἐπίσκοπος Ἡφαίστου Αὐγουσταμνικῆς εἶπεν· Τῆς πίστεως τῆς ἐκτεθείσης παρὰ τῆς ἁγίας συνόδου τῆς συγκροτηθείσης παρὰ τῶν ἁγίων πατέρων ἐν τῆι Νικαέων καὶ τῆς ἐπι‐ στολῆς τῆς πρὸς τὸν εὐλαβέστατον Νεστόριον γραφείσης παρὰ τοῦ ἁγιωτάτου καὶ θεοφιλεστά‐ του πατρὸς ἡμῶν καὶ ἐπισκόπου Κυρίλλου μίαν ἐχόντων τὴν διάνοιαν καὶ μίαν πίστιν ἐν διαφόροις συλλαβαῖς, ταύταις κἀγὼ συντίθεμαι καὶ συνδοξάζω καὶ συζῆν εὔχομαι χάριτι
15τῆς ἁγίας τριάδος. Ἀθανάσιος ἐπίσκοπος Παράλου εἶπεν· Κἀγὼ τὰ αὐτὰ κατατίθεμαι καὶ συναινῶ τῆι ὀρθῆι πίστει τοῦ πατρὸς ἡμῶν Κυρίλλου τοῦ ἀρχιεπισκόπου. Εὐσέβιος ἐπίσκοπος Ἀσπώνων πόλεως Γαλατίας εἶπεν· Πολλὴν ἐπιγνοὺς οὖσαν τὴν συμφωνίαν τῆς πίστεως τῆς τε διὰ τῆς ἐπιστολῆς ἐκτεθείσης τοῦ θεοφιλεστάτου καὶ θεοσε‐
20βεστάτου πατρὸς ἡμῶν καὶ ἐπισκόπου Κυρίλλου τῆς τε παρὰ τῶν ὁσιωτάτων πατέρων πάλαι ἐκτεθείσης, συναινῶ καὶ δέχομαι καὶ πιστεύω καὶ τὰ αὐτὰ δοξάζω καὶ διδάσκω. Θέων ἐπίσκοπος Σεθροίτου εἶπεν· Συναινῶ τῆι ἐπιστολῆι τοῦ ἁγιωτάτου ἀρχιεπι‐ σκόπου ἡμῶν Κυρίλλου συνωιδὰ ἐκθεμένηι τῆι ἐκτεθείσηι πίστει παρὰ τῶν κατὰ καιροὺς συνειλεγμένων ἁγιωτάτων πατέρων τῶν ἐν Νικαίαι.
25 Δανιὴλ ἐπίσκοπος Δάρνεως εἶπε· Συναινῶ τῆι ἀναγνωσθείσηι ἐπιστολῆι τοῦ ἁγιω‐ τάτου καὶ θεοφιλεστάτου πατρὸς ἡμῶν Κυρίλλου συνωιδὰ ἐκθεμένηι τῆι πίστει τῶν ἁγιω‐ τάτων ἡμῶν πατέρων τῶν ἐν Νικαίαι. Μακάριος ἐπίσκοπος Ἀντέου εἶπεν· Εὑρὼν τὴν αὐτὴν τοῦ ἁγίου πνεύματος χάριν ἔν τε τῆι ἐκτεθείσηι παρὰ τῶν ἁγιωτάτων πατέρων ἐν Νικαίαι πίστει ἔν τε τῆι ἐπιστολῆι τοῦ
30ἁγιωτάτου καὶ ὁσιωτάτου ἀρχιεπισκόπου Κυρίλλου, θαυμάζω καὶ ἐμμένω καὶ εὔχομαι ταύτην διατηρεῖν κυβερνῶσαν καὶ σώιζουσαν τὸ τῶν ἀνθρώπων γένος.
Σώπατρος ἐπίσκοπος Σεπτιμιακῆς εἶπεν· Τὸ μὲν πολὺν καταναλῶσαι λόγον καὶ ἐξει‐

1,1,2

26

πεῖν τὰ θαύματα τῶν ἁγίων πατέρων οὐκ ἐμὸν ἂν εἴη, ἀλλ’ ἑτέρου τινὸς αὐχοῦντος μεγί‐ στην παίδευσιν. ἀναγνωσθείσης τοίνυν τῆς ἐπιστολῆς τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου πατρὸς ἡμῶν καὶ ἀρχιεπισκόπου Κυρίλλου τῆς γραφείσης πρὸς Νεστόριον καὶ συνωιδὰ περιεχούσης τῆι συνόδωι τῆι γενομένηι κατὰ τὴν Νικαέων πόλιν τῶν τιη, οὕτως κἀγὼ
5δοξάζω καὶ συναινῶ, καθὼς καὶ οἱ πατέρες ἡμῶν οἱ ἅγιοι καὶ ἐδόξασαν καὶ ἐπίστευσαν. Σαμουὴλ ἐπίσκοπος Δύσθεως Πενταπόλεως εἶπεν· Σύμφωνα πιστεύω τοῖς ἁγίοις πατράσι τοῖς κατὰ τὴν Νικαέων συνειλεγμένοις καὶ οὕτω νοῶ καὶ πιστεύω, ἐπακούσας καὶ τῆς ἐπιστολῆς τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου πατρὸς ἡμῶν καὶ ἀρχιεπισκόπου Κυρίλλου. Στρατήγιος ἐπίσκοπος τῆς Ἀθριβιτῶν ἐπαρχίας Αὐγουσταμνικῆς εἶπε· Σύμφωνα καὶ
10ὁμόπιστα τῶν ἁγίων πατέρων ἡμῶν τῶν τιη ἐπισκόπων τῶν ἐν Νικαίαι συνεδρευσάντων περιεχούσης τῆς ἐπιστολῆς τῆς ὑπαναγνωσθείσης τοῦ ἁγιωτάτου καὶ θεοσεβεστάτου ἀρ‐ χιεπισκόπου Κυρίλλου τῆς γραφείσης πρὸς τὸν εὐλαβέστατον Νεστόριον, ἀναγκαίως καὶ ἐφρόνησα καὶ φρονῶ καὶ ἐπίστευσα καὶ πιστεύω καὶ ταύτηι τῆι πίστει παραμένω χάριτι τῆς ἁγίας τριάδος καὶ ταύτης τῆς ἁγίας συνόδου.
15 Εὐσέβιος ἐπίσκοπος Νειλουπόλεως ἐπαρχίας Ἀρκαδίας εἶπεν· Ἀπεδεξάμην τὴν ἐπιστο‐ λὴν συμφωνοῦσαν τῆι πίστει τῶν ἁγίων πατέρων καὶ κατὰ ταύτην πιστεύω τὴν ἔννοιαν. Μαρῖνος ἐπίσκοπος Ἡλιουπολιτῶν ἐπαρχίας Αὐγουσταμνικῆς εἶπεν· Ἀπεδεξάμην τὴν ἐπιστολὴν τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου ἡμῶν Κυρίλλου ὀρθὴν οὖσαν καὶ σύμφωνον τῆι τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι πίστει.
20 Παῦλος ἐπίσκοπος Φραγώνεως εἶπεν· Μίαν καὶ τὴν αὐτὴν διαλάμπουσαν πίστιν ἐκ‐ τεθεῖσαν μὲν πάλαι διὰ τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι, νῦν δὲ καὶ διὰ τῆς μεγάλης ταύτης συνόδου ἐκ συμφώνου φανεῖσαν καὶ ἐξ αὐτῆς τῆς ἐπιστολῆς τοῦ ἁγιωτάτου πατρὸς ἡμῶν Κυρίλλου λαμπρότερον κηρυχθεῖσαν ἔχω καὶ πιστεύω καὶ ταύτηι συντίθεμαι, δι’ ἧς καὶ σώι‐ ζεσθαι πιστεύω, ὁμολογῶν αὐτὴν ἐν Χριστῶι.
25 Μητρόδωρος ἐπίσκοπος Λεόντων εἶπεν· Τῆς ἁγίας πίστεως τῆς ἐκτεθείσης παρὰ τῶν ἁγίων πατέρων ἡμῶν ἐν τῆι Νικαέων καὶ τῆς νυνὶ ἀναγνωσθείσης ἐπιστολῆς τοῦ ἁγιωτά‐ του καὶ θεοφιλεστάτου πατρὸς καὶ ἀρχιεπισκόπου Κυρίλλου τῆς γραφείσης [πάλαι] πρὸς τὸν θεοσεβέστατον Νεστόριον μίαν ἐχουσῶν πίστιν καὶ διάνοιαν ἐν διαφόροις συλλαβαῖς, ἀναγ‐ καίως κἀγὼ ταύτηι συντίθεμαι, τὰ αὐτὰ πιστεύων καὶ δοξάζων καὶ συνομολογῶν χάριτι
30τῆς ἁγίας τριάδος. Θεόπεμπτος ἐπίσκοπος Καβάσων εἶπεν· Περιττόν ἐστι τοὺς ἀπὸ Αἰγύπτου ἐπισκόπους τὸν περὶ τῆς ὀρθῆς πίστεως ἀπαιτεῖσθαι λόγον. πᾶσι γὰρ εὐσύνοπτον ὅτι τῆι πίστει τῆι ἐκτεθείσηι παρὰ τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου πατρὸς ἡμῶν καὶ ἀρχιεπισκόπου Κυρίλ‐
λου ἐξακολουθοῦμεν καὶ συναινοῦμεν συμφώνωι οὔσηι τῆς τῶν ἁγίων πατέρων πίστεως.

1,1,2

27

Ἡρακλείδης ἐπίσκοπος τῆς Ἡρακλεουπολιτῶν Ἀρκαδίας εἶπεν· Τῆς πίστεως τῶν ἁγίων πατέρων ἡμῶν τῶν συναχθέντων πάλαι ἐν τῆι Νικαέων καὶ τῆς ἐπιστολῆς τοῦ ἁγιω‐ τάτου καὶ θεοφιλεστάτου πατρὸς ἡμῶν καὶ ἀρχιεπισκόπου Κυρίλλου μίαν καὶ σύμφωνον κηρυττόντων καὶ ὁμολογούντων πίστιν, ἀναγκαίως ἐγὼ τεχθεὶς καὶ τραφεὶς ἐν αὐτῆι μέχρι
5παντὸς τῆς αὐτῆς εὔχομαι γνώμης εἶναι χάριτι τῆς ἁγίας τριάδος. Σαβῖνος ἐπίσκοπος Πανὸς ἐπαρχίας Θηβαίδος εἶπεν· Τῆς πίστεως τῶν ἁγίων πατέ‐ ρων τῆς ἐκτεθείσης ἐν τῆι Νικαέων πάλαι καὶ τῆς ἐπιστολῆς τοῦ θεοσεβεστάτου καὶ εὐλα‐ βεστάτου πατρὸς ἡμῶν Κυρίλλου σύμφωνον ἐχούσης πίστιν, ταύτηι κἀγὼ ἀναγκαίως συντί‐ θεμαι χάριτι τῆς ἁγίας τριάδος.
10 Ἡράκλειος ἐπίσκοπος Ταμιάθεως εἶπεν· Οὐδεμίαν παραλλαγὴν ἐχούσης τῆς ἐπι‐ στολῆς τοῦ εὐλαβεστάτου καὶ θεοφιλεστάτου πατρὸς ἡμῶν καὶ ἀρχιεπισκόπου Κυρίλλου πρὸς τὴν ἐν τῆι Νικαέων πάλαι ἐκτεθεῖσαν πίστιν παρὰ τῶν ἁγίων πατέρων, ἀναγκαίως ταύτηι κἀγὼ συντίθεμαι χάριτι τοῦ Χριστοῦ. Ἰσαὰκ ἐπίσκοπος Ἑλεαρχίας εἶπεν· Ὁμολογῶ τὴν αὐτὴν εἶναι συμφωνίαν ἔν τε τῶι
15συμβόλωι τῶν ἁγίων πατέρων καὶ ἐν τῆι ἐπιστολῆι τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Κυρίλλου, ἧι κἀγὼ ἀναγκαίως συντίθεμαι χάριτι τοῦ Χριστοῦ. Εὐτύχιος ἐπίσκοπος Θεοδοσιουπόλεως τῆς Ἀσίας εἶπεν· Ἐκ νέας ἡλικίας καθὼς ἐπι‐ στεύσαμεν, οὐδὲν ἐξενίσθημεν ἐκ τῆς ἀναγνωσθείσης ἐπιστολῆς παρὰ τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου ἀρχιεπισκόπου Κυρίλλου τῆς ἐπισταλείσης τῶι εὐλαβεστάτωι Νεστορίωι.
20σύμφωνος γὰρ εὑρέθη τῆι ἐκτεθείσηι πίστει τῶν τιη πατέρων τῶν συνελθόντων ἐν τῆι Νικαέων, καὶ οὕτως πιστεύω, καθὼς καὶ οἱ ἅγιοι πατέρες ἐξέθεντο ἐν ταύτηι τῆι μεγάληι συνόδωι. Ἀδέλφιος ἐπίσκοπος Σάεως εἶπεν· Τῆς πίστεως τῶν ἁγίων πατέρων τῆς ἐκτεθείσης ἐν τῆι Νικαέων πάλαι καὶ τῆς ἐπιστολῆς τοῦ θεοφιλεστάτου ἐπισκόπου Κυρίλλου σύμφωνον
25ἐχούσης πίστιν, ταύτηι κἀγὼ ἀναγκαίως συντίθεμαι χάριτι τῆς ἁγίας τριάδος. Ῥοδίων ἐπίσκοπος Παλαιᾶς πόλεως τῆς Ἀσίας εἶπεν· Οὐδὲν ἀπαιδούσης τῆς ἐπι‐ στολῆς τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἐπισκόπου Κυρίλλου τῶν ἁγίων πατέρων τῶν συνελ‐ θόντων ἐν τῆι Νικαέων πόλει, καὶ αὐτὸς οὕτω πιστεύων κατατίθεμαι κατὰ τὴν ἐκτεθεῖ‐ σαν παρ’ αὐτῶν πίστιν.
30 Νεστόριος ἐπίσκοπος Σιὼν ἐπαρχίας Ἀσίας εἶπεν· Κατὰ τὴν ἔκθεσιν τὴν γενομένην παρὰ τῶν ἁγίων πατέρων ἐν Νικαίαι πιστεύσας καὶ αὐτὸς καὶ οὕτως ἔχων, εὗρον συνωιδὰ
καὶ τὴν ἐπιστολὴν περιέχουσαν τοῦ θεοφιλεστάτου ἐπισκόπου Κυρίλλου, καὶ ταύτηι τῆι

1,1,2

28

πίστει καὶ ἐκθέσει τῶν ἁγίων πατέρων καὶ αὐτὸς συντίθεμαι καὶ εὔχομαι ἐν ταύτηι τῆι πίστει τὸν λοιπὸν διαβιῶναι τῆς ζωῆς μου χρόνον χάριτι τοῦ Χριστοῦ. Ἀνδήριος ἐπίσκοπος πόλεως Χερσονήσου ἐπαρχίας Κρήτης εἶπεν· Ὥσπερ μύρου πο‐ λυτίμου τῆς πίστεως τῶν ἁγίων πατέρων τῶν συνελθόντων ἐν τῆι Νικαέων ἀνεωιχθείσης,
5ἐπὶ πλεῖον ἡμᾶς εὐωδίασε διὰ τῆς ἐπιστολῆς τοῦ ἁγιωτάτου ἐπισκόπου Κυρίλλου καὶ σύμ‐ φωνα καὶ ὁμοούσια ἐχούσης. καὶ αὐτὸς ταύτηι συντίθεμαι καὶ οὕτως πιστεύειν εὔ‐ χομαι πάντα τὸν τῆς ζωῆς μου χρόνον. Παῦλος ἐπίσκοπος πόλεως Λάμπης ἐπαρχίας Κρήτης εἶπεν· Τῆς τῶν ἁγίων πατέρων τῶν συνελθόντων ἐν τῆι Νικαέων ἐκτεθείσης πίστεως ὁμόφωνον καὶ ὁμόδοξον ἐπακούσας
10τε καὶ εὑρὼν τὴν ἐπιστολὴν τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου ἐπισκόπου Κυρίλλου, ταύτηι συντίθεμαι καὶ οὕτως πιστεύω καὶ εὔχομαι μέχρι παντὸς ἐν ταύτηι τῆι πίστει διαμεῖναι. Ζηνόβιος ἐπίσκοπος πόλεως Κνωσοῦ ἐπαρχίας Κρήτης εἶπεν· Φανερᾶς οὔσης τῆς ὀρθοδόξου πίστεως τῶν ἁγίων πατέρων τῶν συνελθόντων ἐν τῆι Νικαέων πόλει ὁμοδόξου τε καὶ ὁμοφώνου τῶν ὀρθῶς τότε τὴν πίστιν ἐκτεθειμένων φανερωθείσης ἡμῖν καὶ τῆς
15ἐπιστολῆς τοῦ ἁγιωτάτου ἐπισκόπου Κυρίλλου, ταύτηι συντίθεμαι καὶ συναινῶ καὶ ἐν ταύτηι τῆι πίστει εὔχομαι διαμεῖναι. Μακάριος ἐπίσκοπος Μετηλιτῶν τῆς Αἰγύπτου εἶπεν· Τῆς ἐπιστολῆς ἀναγνωσθείσης τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου ἡμῶν Κυρίλλου συμφώνως τε ἐχούσης τῆι ἐκτεθείσηι πίστει διὰ πνεύματος ἁγίου παρὰ τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι συνελθόντων, συντίθεμαι
20τῆι ὁμοπιστίαι, οὐκ ἄλλως ἔχοντος τοῦ δόγματος, ἀλλ’ ὡς προεῖπον, τῆς παραδοθείσης τῆι τοῦ θεοῦ ἁγιωτάτηι ἐκκλησίαι παρὰ τῶν ἁγιωτάτων πατέρων πίστεως συμφώνου οὔσης. Λαμπέτιος ἐπίσκοπος Κασίου ἐπαρχίας Αὐγουσταμνικῆς εἶπε· Συντίθεμαι τῆι ἐπιστολῆι τῆι ὑπαναγνωσθείσηι τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου ἀρχιεπισκόπου ἡμῶν Κυρίλλου συμ‐ φώνωι οὔσηι τῆι ἐν Νικαίαι συνόδωι καὶ τῆι ἐκτεθείσηι πίστει ὑπὸ τῶν ἁγίων πατέρων.
25 Μακεδόνιος ἐπίσκοπος Ξόεως εἶπεν· Κατὰ τὴν σήμερον ἀναγνωσθείσης ἡμῖν τῆς ἁγίας συνόδου τῆς ἐν Νικαίαι γεγενημένης παρὰ τῶν ὁσιωτάτων πατέρων ἡμῶν, ἔτι γε μὴν καὶ ταύτην πιστουμένου τοῦ ἁγιωτάτου ἡμῶν ἀρχιεπισκόπου Κυρίλλου ὡς ὁμόδοξος αὐτῆι τυγχάνει, ταύτηι κἀγὼ συναινῶ καὶ πιστεύω ἐν ὅσωι ζῶ, καὶ οὕτω διδάσκειν με καὶ
τετράφθαι.

1,1,2

29

Ἄμμων ἐπίσκοπος πόλεως Βουτοῦ εἶπεν· Συμφωνῶ τῆι ἁγίαι συνόδωι τῆι κατὰ Νί‐ καιαν γενομένηι παρὰ τῶν ἁγίων πατέρων καὶ τῆι ἐπιστολῆι τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου ἡμῶν Κυρίλλου καὶ αὐτὸς συνευδοκῶ ταύτην διαφυλάξαι μέχρις ἐσχάτης ἡμέρας τῆς ζωῆς μου. Ἀμμώνιος ἐπίσκοπος πόλεως Πανεφύσου ἐπαρχίας Αὐγουσταμνικῆς εἶπεν· Ταύτηι τῆι
5πίστει καὶ πιστεύω καὶ ἐμμένω τῶν τιη, ἐπισκόπων καὶ τῆι ἐπιστολῆι τῆι γραφείσηι παρὰ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Κυρίλλου συντίθεμαι, οὔσηι συμφώνωι τῶν ἁγίων πατέρων, καὶ οὕτως πιστεύω καὶ ἐν αὐτῆι ἀποθανεῖν εὔχομαι. Ἀλύπιος ἐπίσκοπος Σέλης ἐπαρχίας Αὐγουσταμνικῆς εἶπεν· Ἐπήκουσα τῆς ἐπιστολῆς τοῦ ἁγιωτάτου καὶ θεοσεβεστάτου πατρὸς ἡμῶν καὶ ἀρχιεπισκόπου Κυρίλλου τῆς γραφείσης
10πρὸς Νεστόριον τὸν εὐλαβέστατον, καὶ ταύτηι ἐστὶ σύμφωνος ἡ ἐκτεθεῖσα πίστις παρὰ τῶν ἁγίων πατέρων τῶν τιη τῶν συνελθόντων ἐν τῆι Νικαέων. οὕτως πιστεύω ἐν τῆι ὀρ‐ θοδόξωι ταύτηι πίστει καὶ οὕτως εὔχομαι τὸν ἐνθάδε βίον καταλῦσαι καὶ τῶι βήματι τοῦ Χριστοῦ παραστῆναι. Περρέβιος ἐπίσκοπος τῶν Θετταλικῶν σάλτων εἶπεν· Ἀρραγοῦς καὶ ἀκλινοῦς οὔσης
15τῆς ἐκτεθείσης ἐν Νικαίαι πίστεως παρὰ τῶν ἁγίων πατέρων, καὶ τὴν σύμφωνον ταύτηι δι’ ἐπιστολῆς ἐκτεθεῖσαν πίστιν παρὰ τοῦ ἁγιωτάτου ἐπισκόπου Κυρίλλου στέργω, καθὼς καὶ οἱ πρὸ ἡμῶν πάντες ἅγιοι πατέρες κατέθεντο. Φιλούμενος ἐπίσκοπος πόλεως Κίννης τῆς Γαλατίας εἶπεν· Σύμφωνον τὴν ἐπιστολὴν τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου ἐπισκόπου Κυρίλλου εὑρὼν τῆι ἐκθέσει τῆς πίστεως τῶν
20τιη ἁγίων ἐπισκόπων τῶν κατὰ Νίκαιαν, συντίθεμαι αὐτοῖς καὶ πιστεύω καθὼς αὐτοί τε ἐξέθεντο οἱ ἅγιοι πατέρες καὶ ἡ ἐπιστολὴ τοῦ ἁγιωτάτου ἐπισκόπου Κυρίλλου περιέχει. Ἑρμογένης ἐπίσκοπος Ῥινοκουρούρων εἶπεν· Ἓν καὶ τὸ αὐτὸ πνεῦμα ἅγιον τό τε ἐν τοῖς πατράσι τοῖς ἐν Νικαίαι ἐνηχῆσαν περὶ τῆς πίστεως καὶ τὸ ἐν τῆι ψυχῆι καὶ γλώττηι τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου πατρὸς καὶ ἀρχιεπισκόπου Κυρίλλου τοῦ τὴν ἐπι‐
25στολὴν ὑπαγορεύσαντος πρὸς διόρθωσιν τῶν παρὰ τοῦ θεοσεβεστάτου Νεστορίου μὴ καλῶς ἐπ’ ἐκκλησίας λεχθέντων. διὸ καὶ τὴν συμφωνίαν θαυμάσας, σύμψηφος καὶ αὐτὸς τῆι τῶν πατέρων δόξηι γενόμενος, τὰ αὐτὰ τῆι ἁγιωτάτηι συνόδωι κατατίθεμαι. Εὐόπτιος ἐπίσκοπος Πτολεμαίδος Πενταπόλεως εἶπεν· Τεθαύμακα τὴν συμφωνίαν
τῆς ἐπιστολῆς τοῦ ἁγιωτάτου καὶ θεοσεβεστάτου πατρὸς ἡμῶν καὶ ἀρχιεπισκόπου Κυρίλλου

1,1,2

30

τῆς πρὸς τὸν θεοσεβέστατον Νεστόριον πρὸς διόρθωσιν τῶν οὐκ ὀρθῶς εἰρημένων γρα‐ φείσης καὶ τοῦ συμβόλου τοῦ παρὰ τῶν ἁγιωτάτων καὶ θεοσεβεστάτων πατέρων ἡμῶν τῶν ἐν Νικαίαι συναχθέντων καὶ κατὰ μηδὲν ἐν αὐτῆι ἐνηλλαγμένον συνιδὼν συντίθεμαι μετὰ πάσης τῆς συνόδου τῶι συμφώνωι τῆς ὀρθῶς ἐχούσης πίστεως.
5 Φοιβάμμων ἐπίσκοπος Κοπτοῦ Θηβαίδος εἶπεν· Ὁμοδυναμεῖ ἡ ἀναγνωσθεῖσα ἐπι‐ στολὴ τοῦ ἁγιωτάτου πατρὸς ἡμῶν Κυρίλλου τοῖς ἐκτεθεῖσι δόγμασι παρὰ τῆς ἐν Νικαίαι συνόδου ἐν μηδενὶ ἀπάιδουσα πρὸς διόρθωσιν μὲν τῶν ὀρθοδόξων, καθαίρεσιν δὲ τῶν αἱρετικῶν δογμάτων, κἀγὼ πιστεύω καὶ συντίθεμαι. Ζήνων ἐπίσκοπος πόλεως Κουρίου τῆς Κύπρου εἶπεν· Τοῖς ὁρισθεῖσι παρὰ τῶν ἁγίων
10πατέρων τῶν κατὰ Νίκαιαν καὶ τοῖς γραφεῖσι παρὰ τοῦ ἁγιωτάτου πατρὸς ἡμῶν καὶ ἀρ‐ χιεπισκόπου Κυρίλλου συμφώνοις οὖσι καὶ ἡμεῖς συντιθέμεθα, τὴν αὐτὴν πίστιν ὁμολο‐ γοῦντες. Μαρτύριος ἐπίσκοπος Ἰλίστρων εἶπεν· Ἄνωθεν καὶ ἐκ προγόνων τοῖς κανόσι τῶν κατὰ Νίκαιαν ἐντραφέντες καὶ πιστεύοντες τούτους μέχρι τέλους διαφυλάξαι, εἶτα δὲ καὶ
15τῆς ἐπιστολῆς ἐπακούσαντες τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου Κυρίλλου καὶ σύμψηφον ταύτην εὑρόντες τῶν ἁγίων κανόνων, πιστεύομεν ἕως τέλους καὶ διαφυλάξαι καὶ τηρῆσαι τοὺς ἡμῖν ἐμπεπιστευμένους λαούς. Ἡσύχιος ἐπίσκοπος Παρίου εἶπεν· Εἰ καὶ μόνος δοκῶ τῆς ἐπαρχίας τῆς ἐμῆς καὶ ταῦτα δι’ εὐχὴν ἐλθών, ἀλλ’ οὖν γε καὶ αὐτὸς τῆς πίστεως εἶναι τῆς αὐτῆς κατατίθεμαι, ἧσπερ
20ἐξέθεντο οἱ ἁγιώτατοι καὶ θεοσεβέστατοι πατέρες οἱ ἐν Νικαίαι συνελθόντες. ταύτην καὶ ἐκύρωσεν ὁ ἁγιώτατος καὶ θεοφιλέστατος ἀρχιεπίσκοπος Κύριλλος διὰ τῆς ἐπιστολῆς τῆς γραφείσης πρὸς τὸν εὐλαβέστατον Νεστόριον. Ἑλλάδιος ἐπίσκοπος Ἀτραμυτίου εἶπεν· Κατὰ τὴν ἔκθεσιν τῶν τιη ἁγιωτάτων καὶ θεοφιλεστάτων πατέρων ἡμῶν καὶ τὴν ἐπιστολὴν τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου Κυρίλλου
25πιστεύω καὶ τὴν πίστιν ταύτην διαφυλάξω. Δίων ἐπίσκοπος πόλεως Θηβῶν εἶπεν· Πίστις μοί ἐστι τῶν ἁγίων πατέρων τῶν κατὰ Νίκαιαν καὶ ταύτην ὁμολογῶ, οἶδα δὲ τῶι αὐτῶι φρονήματι καὶ τὸν ἁγιώτατον πα‐ τέρα καὶ συλλειτουργὸν ἀρχιεπίσκοπον Κύριλλον διὰ τῆς ἁγίας ἐπιστολῆς ἐκτεθεῖσθαι καὶ εἰρηκέναι τῆς γραφείσης πρὸς Νεστόριον.
30 Ἀνδρέας ἐπίσκοπος Ἑρμουπόλεως τῆς Θηβαίδος εἶπεν· Κατὰ τὰ ἐψηφισμένα περὶ τῆς ὀρθῆς καὶ σωτηριώδους πίστεως παρὰ τῶν ἁγίων πατέρων τῶν ἐν τῆι Νικαέων πόλει συναχθέντων τιη ἐπισκόπων καὶ κατὰ τὴν τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου πατρὸς ἡμῶν καὶ
ἀρχιεπισκόπου Κυρίλλου ἀναγνωσθεῖσαν ἐπιστολὴν καὶ ἐπισταλεῖσαν τῶι εὐλαβεστάτωι

1,1,2

31

ἐπισκόπωι Νεστορίωι, συνωιδοῦσαν τοῖς πάλαι δεδογμένοις παρὰ τῶν αὐτῶν ἁγιωτάτων ἐπι‐ σκόπων τῶν ἐν τῆι Νικαέων συναχθέντων, πιστεύω καὶ δοξάζω τὴν τῶν ὀρθοδόξων πίστιν. Καὶ πάντες δὲ οἱ λοιποὶ οἱ προταγέντες ἐν τῆι στάσει ἐπίσκοποι τὰ αὐτὰ κατατίθενται καὶ οὕτως πιστεύουσι καθὼς καὶ οἱ πατέρες ἐξέθεντο καὶ ἡ ἐπιστολὴ τοῦ ἁγιωτάτου ἀρχιε‐
5πισκόπου Κυρίλλου ἡ γραφεῖσα πρὸς Νεστόριον τὸν ἐπίσκοπον ἐγνώρισεν. Παλλάδιος ἐπίσκοπος Ἀμασείας εἶπεν· Ἀκόλουθόν ἐστι καὶ τὴν ἐπιστολὴν τοῦ εὐλα‐ βεστάτου Νεστορίου ἀναγνωσθῆναι, ἧς ἐμνημόνευσε κατ’ ἀρχὰς ὁ εὐλαβέστατος πρεσβύ‐ τερος Πέτρος ὥστε γνῶναι ἡμᾶς εἰ κἀκείνη σύμφωνός ἐστι τοῖς παρὰ τῶν ἁγίων πα‐ τέρων τῶν ἐν Νικαίαι ἐκτεθεῖσιν.
10 Καὶ ἀναγνωσθεῖσα ὑποτέτακται καθὼς προεγράφη, ἧς ἡ ἀρχή· Τῶι εὐλαβεστάτωι καὶ θεοφιλεστάτωι συλλειτουργῶι Κυρίλλωι Νεστόριος ἐν κυρίωι χαίρειν. Τὰς μὲν καθ’ ἡμῶν ὕβρεις τῶν θαυμαστῶν σου γραμμάτων ἀφίημι ὡς μακροθυμίας ἀξίας ἰατρικῆς καὶ τὰ λοιπά. Καὶ μετὰ τὸ ἀναγνωσθῆναι τὴν ἐπιστολὴν Κύριλλος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν·
15Τί δοκεῖ τῆι ἁγίαι ταύτηι καὶ μεγάληι συνόδωι περὶ τῆς ἀρτίως ἀναγνωσθείσης ἐπιστολῆς; ἆρα φαίνεται καὶ αὐτὴ σύμφωνος εἶναι τῆι ὁρισθείσηι πίστει ἐν τῆι συνόδωι τῶν ἁγίων πατέρων τῶν κατὰ καιροὺς συνειλεγμένων ἐν τῆι Νικαέων πόλει ἢ οὔ; Ἰουβενάλιος ἐπίσκοπος Ἱεροσολύμων εἶπεν· Οὐδαμῶς σύμφωνος τυγχάνει τῆι εὐσεβεῖ πίστει τῆι ἐκτεθείσηι παρὰ τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι, καὶ ἀναθεματίζω τοὺς
20οὕτως πιστεύοντας. καὶ γὰρ ἀλλότρια ταῦτα πάντηι τυγχάνει τῆς ὀρθοδόξου πίστεως. Φλαυιανὸς ἐπίσκοπος Φιλίππων εἶπεν· Τὰ ἐγκείμενα τῆι ἀναγνωσθείσηι ἐπιστολῆι σύμπαντα μαχόμενα τυγχάνει πάντηι καὶ ἀλλότρια καθάπαξ τῆς πίστεως τῆς ἐκτεθείσης ἐν Νικαίαι παρὰ τῶν ἁγιωτάτων πατέρων, καὶ ἀλλοτρίους εἶναι τῆς ὀρθῆς πίστεως τοὺς οὕτω πιστεύοντας κρίνομεν.
25 Φίρμος ἐπίσκοπος Καισαρείας Καππαδοκίας εἶπεν· Μόρφωσιν εὐσεβείας περιθεὶς ἐν προοιμίοις τῆι ἐπιστολῆι, προιόντος τοῦ λόγου οὐδενὶ τρόπωι τὸ ἑαυτοῦ φρόνημα συσκιάσαι δυνηθεὶς γυμνὸν παρακαλύμματος τὸ ἑαυτοῦ παρέθετο φρόνημα, ἀπᾶιδον τῆς τῶν ἁγίων πατέρων τῶν τιη πίστεως καὶ τῆς ἐπιστολῆς τοῦ ὁσιωτάτου ἐπισκόπου Κυρίλλου ὑπεναν‐
τίως ἔχον.

1,1,2

32

Οὐαλεριανὸς ἐπίσκοπος Ἰκονίου εἶπεν· Πᾶσιν εὐσύνοπτος ἡ τῆς ἐπιστολῆς ἐναντιότης τοῦ εὐλαβεστάτου Νεστορίου οὐ μόνον τῆς πίστεως τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι καὶ τῆς ἐπιστολῆς τοῦ θεοφιλεστάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου Κυρίλλου ἀπάιδουσα, ἀλλ’ οὐδὲ ἑαυτῆι συμβαίνουσα.
5 Ἰκόνιος ἐπίσκοπος Γορτύνης εἶπεν· Ἡ ἐπιστολὴ τοῦ εὐλαβεστάτου Νεστορίου ἡ νῦν ἀναγνωσθεῖσα οὐδεμίαν ἔχει συμφωνίαν πρὸς τὴν ἔκθεσιν τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι συναχθέντων οὔτε μὴν πρὸς τὴν ἐπιστολὴν τοῦ ἁγιωτάτου πατρὸς ἡμῶν καὶ ἐπισκόπου Κυρίλλου. διὸ ταύτηι ἀποτασσόμενος καὶ ἀναθεματίζων τοὺς οὕτω πιστεύ‐ οντας, συντίθεμαι τῆι ἐκθέσει τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι καὶ τῆι ἐπιστολῆι τοῦ
10ἁγιωτάτου πατρὸς καὶ ἀρχιεπισκόπου Κυρίλλου. Ἑλλάνικος ἐπίσκοπος Ῥόδου εἶπεν· Καὶ ἤδη κατεθέμην ὅτι τῆι ἐκθέσει τῆς ὀρθοδόξου πίστεως τῶν τιη ἁγίων πατέρων τῶν συνελθόντων ἐν τῆι Νικαέων ἀκολουθῶ καὶ τὴν ἁγίαν παρθένον Μαρίαν θεοτόκον ὁμολογῶ, ἀνάθεμα δὲ ἔστω ὁ μὴ πιστεύων οὕτως. Ἀκάκιος ἐπίσκοπος Μελιτηνῆς εἶπεν· Ἔδειξεν ἡ ἀναγνωσθεῖσα ἐπιστολὴ τοῦ εὐλα‐
15βεστάτου ἐπισκόπου Νεστορίου ὅτιπερ οὐκ εἰκαῖον ἠγωνίασε φόβον εἰς τὴν ἁγίαν ταύτην καὶ μεγάλην συνελθεῖν σύνοδον. ἀκόλουθον γὰρ ἦν τὸν συνειδότα ἑαυτῶι καὶ τὰς θείας παραχαράξαντα γραφὰς καὶ τὰ τῶν ἁγίων πατέρων παρασαλεύσαντα δόγματα τοσούτωι κατασχεθῆναι φόβωι ὥστε στρατιωτῶν πλήθει τὴν ἑαυτοῦ περιτειχίσαι οἰκίαν. σαφέστατα γὰρ καὶ ἡ ἀναγνωσθεῖσα αὐτοῦ ἐδήλωσεν ἐπιστολὴ ὅτιπερ τὰς περὶ τοῦ μονογενοῦς υἱοῦ τοῦ
20θεοῦ ἐγκειμένας τῆι πίστει τῶν ἁγίων πατέρων τιη ἐπισκόπων φωνὰς ἀφελὼν μόνηι τῆι σαρκὶ τὰ τῆς σωτηριώδους περιῆψεν οἰκονομίας, ψιλὸν τὸν ναὸν τοῦ θεοῦ γέννησίν τε καὶ τελευτὴν ὑπομεῖναι εἰπών. καὶ κατεψεύσατο μὲν τῆς γραφῆς ὡς καὶ αὐτῆς τὴν γέννησιν καὶ τὸ πάθος οὐ τῆς θεότητος, ἀλλὰ τῆς ἀνθρωπότητος διδασκούσης, κατεσυκοφάντησε δὲ καὶ τῶν τοῦ ἁγιωτάτου καὶ θεοσεβεστάτου ἐπισκόπου Κυρίλλου γραμμάτων ὡς παθητὸν
25λεγόντων θεόν, ὅπερ οὔτε αὐτὸς οὔτε ἄλλος τις τῶν εὐσεβῶς φρονούντων ἢ ἐνενόησεν ἢ εἰπεῖν ἐτόλμησεν. διὰ πάντων δὲ ἔδειξεν ἑαυτὸν ὀνόματι μόνωι τὴν ἑνότητα τοῦ θεοῦ πρὸς τὴν σάρκα ὁμολογῶν, τῶι δὲ πράγματι ταύτην πάντηι ἀρνούμενος, ἤλεγξε δὲ ἑαυτὸν καὶ ξένηι διδαχῆι χρησάμενον ἐν τῶι νῦν πεφωτίσθαι τὰ δόγματα λέγειν δι’ αὐτοῦ. οἷς ἅπασιν ἀλλοτρίοις οὖσι τῆς ἀληθείας καὶ πολλὴν τὴν ἀσέβειαν ἔχουσιν ἀποτάσσομαι, ἀλλότριον
30ἐμαυτὸν τῆς τῶν τοιαῦτα φθεγγομένων κοινωνίας ποιῶν.
Μέμνων ἐπίσκοπος Ἐφέσου εἶπεν· Οὐ συκοφαντίας μόνον, ἀλλὰ καὶ βλασφημίας

1,1,2

33

ἡ ἀναγνωσθεῖσα πεπλήρωται ἐπιστολή· ὅθεν πᾶσα ἐναντία ἐστὶ τῆι πίστει τῆι ἐκτεθείσηι παρὰ τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι συνελθόντων τριακοσίων δέκα καὶ ὀκτώ. Θεόδοτος ἐπίσκοπος Ἀγκύρας εἶπεν· Κατ’ οὐδὲν συμφωνοῦσαν τὴν ἐπιστολὴν τοῦ εὐλαβεστάτου Νεστορίου ἔγνωμεν τῆι ἐκθέσει τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι συνει‐
5λεγμένων τιη· ὅθεν τῆι μὲν ἐκθέσει πειθόμεθα, τὴν δὲ ἐπιστολὴν τοῦ Νεστορίου ἀλλοτρίαν τῆς ὀρθῆς πίστεως τιθέμεθα καὶ τοὺς ταῦτα φρονοῦντας ἀλλοτρίους τῆς ὀρθῆς πίστεως [εἶναι] κρίνομεν. Παλλάδιος ἐπίσκοπος Ἀμασείας εἶπεν· Ἐγὼ μὲν διὰ τὴν ἐγγεγραμμένην τῆι ἐπιστολῆι βλασφημίαν καὶ τὰ ὦτα ἀποφράττειν οὐκ ὀκνῶ καὶ μικροῦ λίθινος ἐγενόμην ὑπὸ ἀθυμίας
10ὥστε μὴ δύνασθαι φωνὴν ῥῆξαι τοσαύτηι ἀθυμίαι κατειλημμένον· πιστεύω δὲ πᾶσαν τὴν θεοφιλῆ ἁγίαν σύνοδον τὴν αὐτὴν γνώμην ἔχειν ἐμοὶ ἐπὶ τῆι ἀρτίως ἀναγνωσθείσηι ἐπι‐ στολῆι, τοσοῦτον δὲ μόνον φημὶ ὅτιπερ σφόδρα ἀπάιδουσα ἡ ἀναγνωσθεῖσα ἐπιστολὴ τυγχάνει τῆς τῶν ἁγίων πατέρων ἐπὶ τῆι πίστει ἐκθέσεως τῶν συνειλεγμένων ἐν τῆι Νικα‐ έων καλλιπόλει.
15 Δυνατὸς ἐπίσκοπος Παλαιᾶς Ἠπείρου εἶπεν· Οὐδένα ἀληθείας λόγον ἀπαγγέλλει ἡ ἀνα‐ γνωσθεῖσα ἐπιστολὴ τοῦ εὐλαβεστάτου Νεστορίου· οὔτε τῆι ἐκθέσει τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι συνάιδειν αὐτὴν ἐπιγινώσκομεν οὔτε τῆι παραδόσει τῆς καθολικῆς ἐκκλησίας. διὸ δὴ κατ’ οὐδένα λόγον ἐπιγινώσκομεν αὐτὴν τῆς καθολικῆς εἶναι ἐκκλησίας, ἀλλὰ καὶ εἴ τις ἕτερος οὕτω φρονεῖ, οὐκ ἀκολουθεῖ τῆι τῆς καθολικῆς ἐκκλησίας πίστει.
20 Προθύμιος ἐπίσκοπος Κομάνης εἶπεν· Τοῖς γράμμασι τοῖς ἐκτεθεῖσι παρὰ τῆς σῆς ἁγιωσύνης πιστεύω καὶ ἀναθεματίζω τὸν μὴ λέγοντα θεοτόκον τὴν ἁγίαν παρθένον. Γρηγόριος ἐπίσκοπος Κερασοῦντος εἶπεν· Ἐναντία τῆς εὐσεβοῦς θρηισκείας τῶν τιη ἐπισκόπων τῶν ἐν Νικαίαι γέγραφεν ὁ εὐλαβέστατος ἐπίσκοπος Νεστόριος τῶι ἁγιωτάτωι καὶ θεοφιλεστάτωι ἀρχιεπισκόπωι Κυρίλλωι· ὅθεν ταῦτα αὐτοῦ φρονοῦντος οὐ συγκατατί‐
25θεμαι τῶι ἐκείνου δόγματι, ἀλλὰ συναινῶ τῶι τοῦ προλεχθέντος ἀρχιεπισκόπου Κυρίλλου καὶ τῶν προλεχθέντων ἁγίων πατέρων. Ῥωμανὸς ἐπίσκοπος Ῥαφίας εἶπεν· Κίβδηλον πίστιν ἐξέθετο ὁ εὐλαβέστατος Νεστό‐ ριος παρὰ τὴν τῶν ἁγίων πατέρων· ὅθεν ταύτην ἀναθεματίζομεν κατὰ τὴν τοῦ ἀποστόλου φωνὴν τὴν λέγουσαν εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, ἀνάθεμα
30ἔστω. Θεόδουλος ἐπίσκοπος Ἐλούσης εἶπεν· Παραγράφομαι τὴν ἐπιστολὴν τὴν γραφεῖσαν παρὰ τοῦ εὐλαβεστάτου Νεστορίου πρὸς τὸν ἁγιώτατον ἐπίσκοπον Κύριλλον τῶι παρανόμως καὶ παρὰ τοὺς θεσμοὺς τοὺς ἐκκλησιαστικοὺς γεγενῆσθαι αὐτήν, τὴν δὲ πίστιν τὴν ἐν Νικαίαι βεβαίαν ἡγοῦμαι.
35Ἑρμογένης ἐπίσκοπος Ῥινοκουρούρων εἶπεν· Παντάπασιν ἀλλότρια τὰ παρὰ τοῦ εὐλα‐

1,1,2

34

βεστάτου Νεστορίου ὑπηγορευμένα τῆι ὀρθοδόξωι τυγχάνει πίστει καὶ τῆι τῶν πατέρων ἐκ‐ θέσει, ἔτι γε μὴν καὶ τοῖς γεγραμμένοις παρὰ τοῦ ὁσιωτάτου καὶ θεοφιλεστάτου Κυρίλλου, συμφώνοις τυγχάνουσι τῶι τῶν πατέρων φρονήματι περὶ τῆς πίστεως. Εὐόπτιος ἐπίσκοπος Πτολεμαίδος εἶπεν· Ὥσπερ οἱ τὸ βασιλικὸν νόμισμα παραχαράτ‐
5τοντες τιμωρίας παρὰ τῶν νόμων εἰσὶ τῆς ἐσχάτης ὑπεύθυνοι, οὕτως καὶ ὁ εὐλαβέστατος Νεστόριος τὸ δόγμα τῆς ὀρθοδοξίας παραχαράξαι τολμήσας καὶ παρὰ θεῶι καὶ παρὰ ἀνθρώποις πάσης ἄξιός ἐστι τιμωρίας καὶ ἅπερ προήνεγκεν ἀπάιδοντα τῆι καθολικῆι ἐκκλησίαι δόγματα πρὸς λύμην καὶ ἀπώλειαν τῶν ἀκολουθησάντων ἀνθρώπων αὐτῶι. ὅθεν ἀλλότριον ἐμαυτὸν τῆς κοινωνίας αὐτοῦ καὶ πάντων τῶν τὰ αὐτὰ φρονούντων αὐτῶι καθιστῶ.
10 Φεῖδος ἐπίσκοπος Ἰόππης εἶπεν· Τίς κοινωνία φωτὶ πρὸς σκότος ἢ τίς συγκατά‐ θεσις Χριστῶι πρὸς Βελίαρ; πολὺ γὰρ ἀφέστηκε τῆς ἀληθείας ἡ νυνὶ ἀναγνωσθεῖσα ἐπι‐ στολὴ τοῦ εὐλαβεστάτου Νεστορίου, πολὺ δὲ συγκατατίθεται τῆι παρανόμωι γνώμηι Παύλου τοῦ Σαμοσατέως· ὅθεν ἀπαράδεκτος πᾶσι διὰ τὰς ἐγκειμένας ἐν αὐτῆι δυσφημίας ἔσται. Θεόδωρος ἐπίσκοπος Ἀραβδήλων εἶπεν· Οὐκ ὀρθῶς οὐδὲ σύμφωνα τῆι ὀρθοδόξωι
15πίστει οὐδὲ τῆι ἐκθέσει τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι συνελθόντων περιέχει ἡ ἐπιστολὴ τοῦ εὐ‐ λαβεστάτου Νεστορίου, ἀλλὰ πάντηι ἀπάιδοντα· ὅθεν κἀγὼ ἀναθεματίζω αὐτὸν τοιαῦτα φρονοῦντα. Θεόδωρος ἐπίσκοπος Γαδάρων εἶπεν· Ἀναθεματίζω κἀγὼ τὸν τιμιώτατον Νεστόριον μὴ φρονήσαντα τὰ τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι συνελθόντων, καθὼς καὶ ἡ ἀνα‐ γνωσθεῖσα αὐτοῦ ἐπιστολὴ ἔδειξεν.
20 Ῥουφῖνος ἐπίσκοπος Ταβῶν εἶπεν· Ἡ ἀναγνωσθεῖσα ἐπιστολὴ τοῦ εὐλαβεστάτου Νεστορίου ἔδειξεν αὐτὸν ὑπεναντία τῆς ἐκτεθείσης πίστεως παρὰ τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι συνελθόντων φρονοῦντα· ὅθεν ἀναθεματίζω αὐτὸν καὶ ταῖς ἐκτεθείσαις παρ’ αὐτοῦ βλασφημίαις ἀποτάσσομαι. Παυλιανὸς ἐπίσκοπος Μαιουμᾶ εἶπεν· Ὁμοίως κἀγὼ αὐτὸν ἀναθεματίζω, ἐπειδὴ κακῶς
25φρονεῖ. ἔδειξε γὰρ ἡ ἐπιστολὴ τοῦτο αὐτό. Ἀιάνης ἐπίσκοπος Συκαμαζόνος εἶπεν· Οὐχ ἁπλῶς οὐδ’ ὡς ἔτυχεν ἐδείχθη ἡ γνώμη τοῦ εὐλαβεστάτου Νεστορίου διὰ τῆς ἀναγνωσθείσης ἐπιστολῆς σαφῶς περιεχούσης, ὡς ὑπεναντία τῆς ὀρθοδόξου πίστεως φρονεῖ· ὅθεν κἀγὼ αὐτὸν ἀναθεματίζω. Πέτρος ἐπίσκοπος Παρεμβολῶν εἶπεν· Ἐπειδὴ χρὴ ἐξακολουθεῖν τῆι ὀρθοδόξωι πίστει
30τῆι ἐκτεθείσηι παρὰ τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι συνελθόντων τοὺς θεῶι ἀνακει‐ μένους, εὕρηται δὲ ὁ εὐλαβέστατος Νεστόριος οὐχ ὁμοίως φρονῶν, κατὰ τοῦτο κἀγὼ αὐτὸν ἀναθεματίζω ἀπὸ τῆς ἀναγνωσθείσης αὐτοῦ ἐπιστολῆς. Ἰωάννης ἐπίσκοπος Αὐγουστοπόλεως εἶπεν· Ὦπται ἀπὸ τῆς ἀναγνωσθείσης ἐπιστο‐ λῆς Νεστόριος ὁ εὐλαβέστατος ὑπεναντία τῆς ὀρθοδόξου πίστεως φρονῶν· ὅθεν κἀγὼ
35αὐτὸν ἀναθεματίζω.
Παῦλος ἐπίσκοπος Ἀνθηδόνος εἶπεν· Οὐ χρὴ τοὺς μάλιστα Χριστιανοὺς συνυπάγεσθαι

1,1,2

35

τοῖς οὐ καλῶς φρονοῦσιν, ἀλλὰ τἀναντία· ὅθεν ἀπὸ τῆς ἀναγνωσθείσης ἐπιστολῆς τοῦ εὐλαβεστάτου Νεστορίου ὑπεναντία τῆς ὀρθοδόξου πίστεως τῆς ἐκτεθείσης παρὰ τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι τὸ τηνικαῦτα συνελθόντων σαφῶς περιεχούσης ἀναθεματίζω αὐτόν. Λητόιος ἐπίσκοπος Λιβιάδος εἶπεν· Πολὺ τῆς ὀρθοδόξου πίστεως ἀπάιδει τὸ φρόνημα
5Νεστορίου τοῦ εὐλαβεστάτου ἀπὸ τῶν ἀναγνωσθέντων· διὸ κἀγὼ ἀναθεματίζω αὐτόν. Σαίδας ἐπίσκοπος Φαινοῦς εἶπεν· Κἀγὼ αὐτὸν ἀναθεματίζω κακῶς φρονοῦντα καὶ μὴ συμφωνοῦντα τῆι πίστει τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι συνελθόντων. ἔδειξε γὰρ αὐτοῦ τὴν γνώμην ἡ τῆς αὐτοῦ ἐπιστολῆς ἀνάγνωσις. Εὐσέβιος ἐπίσκοπος Πηλουσίου εἶπεν· Τὰ ἐγκείμενα πάντα τῆι ἐπιστολῆι τῆι ἀνα‐
10γνωσθείσηι τοῦ εὐλαβεστάτου Νεστορίου ἀλλότρια τυγχάνει τῆς πίστεως τῆς ἐκτεθείσης ἐν Νικαίαι παρὰ τῶν ἁγίων πατέρων, καὶ ταῦτα ἀναγκαίως ἀναθεματίζω καὶ τοὺς ταῦτα φρο‐ νοῦντας. Μακάριος ἐπίσκοπος Ἀνταίου εἶπεν· Σφόδρα ἀπάιδουσι τὰ ἐγκείμενα τῆι ἐπιστολῆι τοῦ εὐλαβεστάτου Νεστορίου τῆς ἐκτεθείσης πίστεως παρὰ τῶν ἁγίων πατέρων τῶν ἐν
15Νικαίαι συνελθόντων, καὶ ἀναθεματίζω τοὺς οὕτω φρονοῦντας ὡς ἔξω τυγχάνοντας τῆς ὀρθοδόξου πίστεως. Φοιβάμμων ἐπίσκοπος Κοπτοῦ εἶπεν· Οὐδαμῶς σύμφωνος τυγχάνει τῆι ἐκτεθείσηι πίστει παρὰ τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι συνελθόντων ἡ ἐπιστολὴ τοῦ εὐλαβε‐ στάτου Νεστορίου, ἀλλ’ οὐδὲ τῆι ἐπιστολῆι τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου Κυρίλλου·
20διὸ ἀνάθεμα τοῖς οὕτως πιστεύουσιν. Θεόπεμπτος ἐπίσκοπος Καβάσων εἶπεν· Δῆλός ἐστιν ἐκ τῆς νυνὶ ἀναγνωσθείσης ἐπιστολῆς ἀλλότρια φρονῶν τῆς πίστεως τῶν ἁγίων πατέρων ὁ εὐλαβέστατος Νεστόριος, καὶ ἀναθεματίζω αὐτὸν καὶ τοὺς τὰ αὐτὰ φρονοῦντας. Ἀριστόβουλος ἐπίσκοπος Θμούεως εἶπεν· Ἔγνωμεν ἐναντία φρονοῦντα τῆς ὀρθῆς
25πίστεως τὸν εὐλαβέστατον Νεστόριον ἐκ τῆς ἀναγνωσθείσης αὐτοῦ ἐπιστολῆς καὶ διὰ τοῦτο ἀναθεματίζω αὐτόν. Ἀμφιλόχιος ἐπίσκοπος Σίδης εἶπεν· Τὸ ἔκφυλον καὶ μυσαρὸν τῶν δογμάτων ἃ διὰ τῆς ἐπιστολῆς τοῦ εὐλαβεστάτου Νεστορίου ἔκδηλα γέγονεν, οὐ μόνον τὴν ἀκοὴν τῶν εὐ‐ σεβούντων ἀποκναίει, ἀλλὰ καὶ τὸ πολέμιον πρὸς τὴν ὀρθὴν δείκνυσι πίστιν.
30 Πάντες οἱ ἐπίσκοποι ἅμα ἐπεφώνησαν· Ὁ μὴ ἀναθεματίζων Νεστόριον ἀνάθεμα ἔστω. Τοῦτον ἡ ὀρθὴ πίστις ἀναθεματίζει, τοῦτον ἡ σύνοδος ἀναθεματίζει. Τοῦτον ἡ ἁγία σύνοδος ἀναθεματίζει. Ὁ κοινωνῶν Νεστορίωι ἀνάθεμα ἔστω. Πάντες
ἀναθεματίζομεν τὴν ἐπιστολὴν καὶ τὰ δόγματα Νεστορίου. Τὸν αἱρετικὸν Νεστόριον

1,1,2

36

πάντες ἀναθεματίζομεν. Τοὺς κοινωνοῦντας Νεστορίωι πάντες ἀναθεματίζομεν. Τὴν ἀσεβῆ πίστιν Νεστορίου πάντες ἀναθεματίζομεν. Τὸ ἀσεβὲς δόγμα Νεστορίου πάντες ἀναθεματίζομεν. Τὸν ἀσεβῆ Νεστόριον πάντες ἀναθεματίζομεν. Ὅλη ἡ οἰκουμένη ἀναθεματίζει τὴν ἀσεβῆ θρηισκείαν Νεστορίου. Ὁ τοῦτον μὴ ἀναθεματίζων ἀνάθεμα
5ἔστω. Τοῦτον ἡ ὀρθὴ πίστις ἀναθεματίζει. Τοῦτον ἡ ἁγία σύνοδος ἀναθεματίζει. Ὁ κοινωνῶν Νεστορίωι ἀνάθεμα ἔστω. Τοῦ Ῥωμαίων ἁγιωτάτου ἐπισκόπου τὸ γράμμα ἀναγνωσθῆι. Ἰουβενάλιος ἐπίσκοπος Ἱεροσολύμων εἶπεν· Ἀναγινωσκέσθω καὶ τὰ γράμματα τοῦ ἁγιωτάτου καὶ θεοσεβεστάτου ἀρχιεπισκόπου τῆς Ῥωμαίων Κελεστίνου, ἅπερ ἀπέστειλε
10περὶ τῆς πίστεως. Πέτρος πρεσβύτερος Ἀλεξανδρείας καὶ πριμικήριος νοταρίων ἀνέγνω Ἑρμηνεία ἐπιστολῆς Κελεστίνου ἐπισκόπου Ῥώμης πρὸς Νεστόριον· Τῶι ἀγαπητῶι ἀδελφῶι Νεστορίωι Κελεστῖνος. Ἐφ’ ἡμέρας τινὰς τῆς ζωῆς ἡμῶν μετὰ τὸ ἀνόσιον καὶ πολλάκις κατακριθὲν δόγμα Πελαγίου καὶ Κελεστίου ἡ καθολικὴ πίστις εἰρήνευσε καὶ
15τὰ λοιπά. Πέτρος πρεσβύτερος Ἀλεξανδρείας καὶ πριμικήριος νοταρίων εἶπεν· Τούτοις τοῖς ἀναγνωσθεῖσι σύμφωνα γέγραφεν ἡ ἁγιότης τοῦ θεοσεβεστάτου ἐπισκόπου ἡμῶν Κυρίλλου, ἃ καὶ μετὰ χεῖρας ἔχομεν, καὶ εἰ κελεύσειεν ὑμῶν ἡ θεοσέβεια, ἀναγνωσόμεθα. Φλαυιανὸς ἐπίσκοπος Φιλίππων εἶπεν· Ἀναγνωσθέντα καὶ ταῦτα ἐμφερέσθω τοῖς
20πραττομένοις. Πέτρος πρεσβύτερος Ἀλεξανδρείας καὶ πριμικήριος νοταρίων ἀνέγνω Τῶι εὐλαβεστάτωι καὶ θεοσεβεστάτωι συλλειτουργῶι Νεστορίωι Κύριλλος καὶ ἡ συνελ‐ θοῦσα σύνοδος ἐν Ἀλεξανδρείαι ἐκ τῆς Αἰγυπτιακῆς διοικήσεως ἐν κυρίωι χαίρειν. Τοῦ σωτῆρος ἡμῶν λέγοντος ἐναργῶς ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι
25μου ἄξιος καὶ τὰ λοιπά. Καὶ μετὰ τὸ ἀναγνωσθῆναι αὐτὴν καὶ ἐντεθῆναι τοῖς ὑπομνήμασι Πέτρος πρεσβύ‐ τερος Ἀλεξανδρείας καὶ πριμικήριος νοταρίων εἶπεν· Οὐ μόνον δὲ ταῦτα τὰ ἐπισταλέντα
παρὰ τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου τῆς Ῥωμαίων ἐκκλησίας ἐπισκόπου Κελεστίνου ἀπέ‐

1,1,2

37

σταλται καὶ ἀποδέδοται αὐτῶι τῶι εὐλαβεστάτωι Νεστορίωι, ἀλλὰ γὰρ καὶ τὰ ἐπισταλέντα παρὰ τοῦ ἁγιωτάτου καὶ θεοσεβεστάτου ἐπισκόπου τῆς Ἀλεξανδρέων ἐκκλησίας Κυρίλλου καὶ τῆς συνόδου πάσης τῆς Αἰγυπτιακῆς διὰ Θεοπέμπτου καὶ Δανιὴλ καὶ Ποτάμωνος καὶ Κομαρίου τῶν εὐλαβεστάτων ἐπισκόπων, καὶ παρακαλῶ ἐρωτᾶσθαι Θεόπεμπτον καὶ Δανιὴλ τοὺς
5εὐλαβεστάτους ἐπισκόπους ἐνταῦθα τυγχάνοντας περὶ τούτου. Φλαυιανὸς ἐπίσκοπος Φιλίππων εἶπεν· Κατατιθέσθωσαν οἱ εὐλαβέστατοι συλλειτουργοὶ ἡμῶν Θεόπεμπτος καὶ Δανιὴλ οἱ παρόντες εἴ γε ἀποδεδώκασι τὰς ἐπιστολάς. Θεόπεμπτος ἐπίσκοπος Καβάσων εἶπεν· Εἰς τὸ ἐπισκοπεῖον ἀνελθόντες ἐν ἡμέραι κυριακῆι, συνάξεως ἐπιτελουμένης, παρόντος παντὸς τοῦ κλήρου καὶ τῶν ἰλλουστρίων σχεδὸν
10πάντων, ταῦτα ἀποδεδώκαμεν Νεστορίωι τὰ γράμματα. Δανιὴλ ἐπίσκοπος Δάρνεως εἶπεν· Εἰς τὸ ἐπισκοπεῖον ἀνελθόντες ἐν ἡμέραι κυρια‐ κῆι παρόντος παντὸς τοῦ κλήρου καὶ τῶν ἰλλουστρίων σχεδὸν πάντων ταῦτα ἀποδεδώκαμεν Νεστορίωι τὰ γράμματα. Φλαυιανὸς ἐπίσκοπος Φιλίππων εἶπεν· Ἐποίησεν οὖν τὸ ἱκανὸν τοῖς γραφεῖσιν;
15 Δανιὴλ ἐπίσκοπος Δάρνεως εἶπεν· Εἶπεν ἡμῖν τότε ὥστε ἐλθεῖν τῆι ἑξῆς ἡμέραι καὶ ἰδιάσαι αὐτῶι. ἀλλ’ ἡμῶν ἀπελθόντων, ἀπέκλεισεν ἡμῖν τὰς θύρας καὶ οὐκ ἠξίωσεν ἡμᾶς ἀποκρίσεως. Θεόπεμπτος ἐπίσκοπος Καβάσων εἶπεν· Δεξάμενος τὰ προειρημένα χαρτία, συνετά‐ ξατο ἡμῖν τῆι ἑξῆς συντυχεῖν αὐτῶι. ἀπήλθομεν, εἶτα ἀπελθόντας οὐκ ἐδέξατο οὔτε
20μὴν τὸ ἱκανὸν τοῖς γράμμασι πεποίηκεν, ὥστε ἐπ’ ἐκκλησίας τὰ αὐτὰ καὶ χείρονα δογμα‐ τίζειν. οὐ μόνον δὲ πρὸ τοῦ λαβεῖν τοὺς χάρτας ταῦτα ἐδίδασκεν, ἀλλὰ καὶ πολλῶι χείρονα μετὰ τὸ λαβεῖν ἐδίδαξεν ἕως τῆς σήμερον ἡμέρας. Φεῖδος ἐπίσκοπος Ἰόππης εἶπεν· Ὅτι ἐπιμένει ἕως σήμερον τῆι αὐτῆι διδασκαλίαι, δύνανται λέγειν καὶ οἱ παρόντες θεοσεβέστατοι ἐπίσκοποι Ἀκάκιος καὶ ὁ κύρις Θεόδοτος,
25οἳ καὶ διαλέξεις πρὸς αὐτὸν ἐποιήσαντο, ὥστε καὶ κινδυνεῦσαί τινα ἀπ’ αὐτῶν. οὓς καὶ παρακαλοῦμεν καὶ ὁρκίζομεν κατὰ τῶν προκειμένων ἁγίων εὐαγγελίων ἐπὶ τῆς πίστεως τῶν ὑπομνημάτων εἰπεῖν τί ἤκουσαν πρὸ τριῶν τούτων ἡμερῶν παρ’ αὐτοῦ Νεστορίου. Κύριλλος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ἐπειδὴ οὐ περὶ τῶν τυχόντων ἡμῖν ὁ λόγος, ἀλλὰ περὶ τοῦ πάντων κεφαλαιωδεστέρου πράγματος, φημὶ δὴ τῆς εἰς Χριστὸν πίστεως,
30ἀκόλουθόν ἐστι τοὺς εὐλαβεστάτους καὶ τὰ πάντα θεοφιλεστάτους ἐπισκόπους Θεόδοτον

1,1,2

38

καὶ Ἀκάκιον κατὰ τὰς παρακλήσεις τοῦ εὐλαβεστάτου ἐπισκόπου Φείδου καὶ τοὺς ὁρκι‐ σμοὺς τοὺς ἐπενεχθέντας, φιλαλήθεις ὄντας καὶ ἁγίους, εἰπεῖν ἅπερ ἀκηκόασι λέγοντος αὐτοῦ ἐν τῆι Ἐφεσίων πόλει, διάλεξιν πρὸς αὐτὸν ὑπὲρ τῆς ὀρθῆς πίστεως κινήσαντες. Θεόδοτος ἐπίσκοπος Ἀγκύρων εἶπεν· Ὀδυνῶμαι μὲν ὑπὲρ φίλου, πλὴν πάσης φιλίας
5προτιμῶ τὴν εὐσέβειαν· δι’ ὃ ἀνάγκην ἔχω καὶ μετὰ πολλῆς ἀθυμίας περὶ ὧν ἐρωτῶμαι, τὴν ἀλήθειαν ἐκφράσαι. οὐκ οἶμαι χρείαν εἶναι τῆς ἡμῶν μαρτυρίας τοῦ φρονήματος αὐτοῦ δήλου γεγενημένου ἐκ τοῦ γράμματος τοῦ πρὸς τὴν σὴν θεοσέβειαν. ἃ γὰρ ἐκεῖ ἀπηγόρευσε περὶ τοῦ θεοῦ λέγεσθαι, τουτέστι τοῦ μονογενοῦς, ὀνειδίζων αὐτῶι τὰ ἀνθρώ‐ πινα, ταῦτα καὶ ἐνταῦθα διαλεγόμενος ἔφη μὴ δεῖν περὶ θεοῦ λέγειν γαλακτοτροφίαν μηδὲ
10γέννησιν τὴν ἐκ παρθένου. οὕτως καὶ ἐνταῦθα πολλάκις ἔφη διμηνιαῖον ἢ τριμηνιαῖον μὴ δεῖν λέγεσθαι θεόν, καὶ ταῦτα οὐχ ἡμεῖς μόνοι, ἀλλὰ καὶ ἕτεροι πλείονες ἀκηκόαμεν οὐ πρὸ πολλῶν ἡμερῶν πρὸς ἡμᾶς αὐτοῦ ἐν Ἐφέσωι διαλεγομένου. Ἀκάκιος ἐπίσκοπος Μελιτηνῆς εἶπεν· Πίστεως προκειμένης καὶ τῆς εἰς θεὸν εὐσε‐ βείας, ἀνάγκη πᾶσαν σχολάζειν διάθεσιν· ὅθεν εἰ καὶ σφόδρα ὑπὲρ τοὺς ἄλλους τὸν κύριν
15Νεστόριον ἠγάπησα καὶ παντοίως αὐτὸν περισῶσαι ἐσπούδασα, ἀνάγκη νῦν φιλαλήθως τὰ παρ’ αὐτοῦ εἰρημένα εἰπεῖν ὑπὲρ τοῦ μὴ κατακριθῆναί μου τὴν ψυχὴν ἀποκρύψαντος τἀληθῆ. παραχρῆμα ἐπιστὰς τῆι Ἐφεσίων πόλει ἐποιησάμην πρὸς τὸν προειρημένον ἄνδρα διάλεξιν καὶ γνοὺς αὐτὸν οὐκ ὀρθῶς φρονοῦντα παντοίως ἐσπούδασα αὐτὸν διορ‐ θώσασθαι καὶ ἀποστῆσαι τοῦ πονηροῦ φρονήματος αὐτόν τε ἐκεῖνον ἑώρων τοῖς χείλε‐
20σι συνομολογοῦντα ὅτι δὴ μετατίθεται τῆς τοιαύτης ἐννοίας, ἡμέρας δὲ δέκα ἢ δώδεκα δια‐ λιπών, πάλιν λόγου τινὸς κινηθέντος, ἀντελαβόμην τοῦ τῆς ἀληθείας λόγου καὶ ἀντιπί‐ πτοντα αὐτὸν τούτωι ἑώρων καὶ δύο ἀτόποις κατὰ τὸ αὐτὸ ἐγίνωσκον περιπίπτειν. πρό‐ τερον μὲν γὰρ ἐκ τῆς αὐτοῦ ἐπερωτήσεως ἀτόπου οὔσης ἀνάγκην ἐπετίθει τοῖς ἀποκρι‐ νομένοις ἢ πάντηι ἀρνήσασθαι τὴν τοῦ μονογενοῦς θεότητα ἐνηνθρωπηκέναι ἢ ὁμολογεῖν,
25ὅπερ ἦν ἀσεβές, ὅτιπερ καὶ ἡ τοῦ πατρὸς καὶ ἡ τοῦ ἁγίου πνεύματος θεότης συνεσαρκώθη τῶι λόγωι, ἅπερ ἦν παντὶ τρόπωι κακοτεχνοῦς διανοίας καὶ ἐκβαλλούσης τὴν εὐσεβῆ πίστιν. ἔπειτα δευτέρου κινηθέντος λόγου, ἀντελάβετό τις συνὼν αὐτῶι ἐπίσκοπος τοῦ λόγου καὶ ἄλλον μὲν ἔφησεν εἶναι τὸν υἱὸν τὸν τὸ πάθος ἀναδεξάμενον, ἄλλον δὲ τὸν θεὸν λόγον. πρὸς ἣν βλασφημίαν, οὐχ ὑπενεγκεῖν δυνηθείς, συνταξάμενος πᾶσιν ἐξῆλθον. καὶ ἕτερος
30δὲ τῶν σὺν αὐτῶι συνηγόρει τοῖς Ἰουδαίοις ὡς οὐκ εἰς θεόν, ἀλλ’ εἰς ἄνθρωπον ἠσεβηκόσιν. Φλαυιανὸς ἐπίσκοπος Φιλίππων εἶπεν· Φανερᾶς οὔσης τῆς καταθέσεως τῶν εὐλαβε‐ στάτων καὶ θεοσεβεστάτων συλλειτουργῶν ἡμῶν Θεοδότου καὶ Ἀκακίου, ἀκόλουθόν ἐστιν ἣν εἶχον περὶ τῶν προκειμένων δόξαν οἱ μακάριοι πατέρες ἡμῶν καὶ ἐπίσκοποι, ἀναγνω‐
σθῆναι καὶ ἐμφέρεσθαι τοῖς πραττομένοις.

1,1,2

39

Πέτρος πρεσβύτερος Ἀλεξανδρείας καὶ πριμικήριος νοταρίων εἶπεν· Ἐπειδὴ μετὰ χεῖρας ἔχομεν καὶ βιβλία τῶν ἁγιωτάτων καὶ ὁσιωτάτων πατέρων καὶ ἐπισκόπων καὶ δια‐ φόρων μαρτύρων, ἐπελεξάμεθα δὲ ἐκ τούτων ὀλίγα κεφάλαια, εἰ παρίσταται, ἀναγνωσόμεθα. Φλαυιανὸς ἐπίσκοπος Φιλίππων εἶπεν· Καὶ ταῦτα ἀναγνωσθέντα ἐμφερέσθω.
5 Καὶ ἀνεγνώσθη οὕτως Πέτρου τοῦ ἁγιωτάτου ἐπισκόπου καὶ μάρτυρος ἐκ τοῦ περὶ θεότητος βιβλίου Ἐπεὶ καὶ ἀληθῶς ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο (ὅθεν καὶ χάριτι ἐσμὲν σεσωσμένοι κατὰ τὸ ἀποστολικὸν ῥητὸν καὶ τοῦτο, φησίν, οὐκ ἐξ ἡμῶν· θεοῦ τὸ δῶρον, οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται), θελήματι θεοῦ
10ὁ λόγος σὰρξ γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος οὐκ ἀπελείφθη τῆς θεότητος. οὐδὲ γὰρ ἵνα τῆς δυνάμεως αὐτοῦ ἢ δόξης τέλεον ἀποστῆι, πτωχεύσας πλού‐ σιος ὤν, τοῦτο ἐγένετο, ἀλλ’ ἵνα καὶ τὸν θάνατον ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν ἀναδέξηται, δίκαιος ὑπὲρ ἀδίκων, ὅπως ἡμᾶς προσαγάγηι τῶι θεῶι, θανατωθεὶς μὲν σαρκ, ζωοποιηθεὶς δὲ πνεύματι.
15 Καὶ μεθ’ ἕτερα· Ὅθεν καὶ ὁ εὐαγγελιστὴς ἀληθεύει λέγων· ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, τότε δηλονότι ἀφ’ οὗ ὁ ἄγγελος ἠσπάσατο τὴν παρθένον εἰπών· χαῖρε κεχαριτωμένη, ὁ κύριος μετὰ σο. τὸ γὰρ ὁ κύριος μετὰ σοῦ νῦν ἔστιν ἀκοῦσαι τοῦ Γαβριὴλ ἀντὶ τοῦ ὁ θεὸς λόγος μετὰ σοῦ· σημαίνει γὰρ αὐτὸν γεννώμενον ἐν μήτραι καὶ σάρκα γενόμενον, καθὼς γέγραπται· πνεῦμα ἅγιον ἐπελεύσεται
20ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεο. Καὶ πάλιν μεθ’ ἕτερα· Ὁ δὲ θεὸς λόγος παρὰ τὴν ἀνδρὸς ἀπουσίαν κατὰ βούλησιν τοῦ τὰ πάντα δυναμένου κατεργάσασθαι θεοῦ γέγονεν ἐν μήτραι τῆς παρθένου σάρξ, μὴ ἐπιδεηθεὶς τῆς ἀνδρὸς ἐνεργείας ἢ παρουσίας. ἐνεργέστερον γὰρ τοῦ ἀνδρὸς ἐνεποίησεν
25ἡ τοῦ θεοῦ δύναμις ἐπισκιάσασα τῆι παρθένωι σὺν τῶι ἐπεληλυθότι ἁγίωι πνεύματι. Ἀθανασίου τοῦ ἁγιωτάτου γενομένου ἐπισκόπου Ἀλεξανδρείας ἐκ τοῦ Κατὰ Ἀρειανῶν βιβλίου Πολλοὶ γοῦν ἅγιοι γεγόνασι καὶ καθαροὶ πάσης ἁμαρτίας, Ἱερεμίας δὲ καὶ ἐκ κοιλίας ἡγιάσθη καὶ Ἰωάννης ἔτι κυοφορούμενος ἐσκίρτησεν ἐν ἀγαλλιάσει ἐπὶ τῆι φωνῆι τῆς θεο‐ τόκου Μαρίας· καὶ ὅμως ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωυσέως καὶ
30ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῶι ὁμοιώματι τῆς παραβάσεως Ἀδὰμ
καὶ οὕτως ἔμενον οὐδὲν ἧττον οἱ ἄνθρωποι θνητοὶ καὶ φθαρτοί, δεκτικοὶ τῶν ἰδίων τῆς

1,1,2

40

φύσεως παθῶν. νῦν δὲ τοῦ λόγου γενομένου ἀνθρώπου καὶ ἰδιοποιουμένου τὰ τῆς σαρκός, οὐκέτι ταῦτα τοῦ σώματος ἅπτεται διὰ τὸν ἐν αὐτῶι γενόμενον λόγον, ἀλλὰ ὑπ’ αὐτοῦ μὲν ἀνήλωται, λοιπὸν δὲ οἱ ἄνθρωποι οὐκέτι κατὰ τὰ ἴδια πάθη μένουσιν ἁμαρτωλοὶ καὶ νεκροί, ἀλλὰ κατὰ τὴν τοῦ λόγου δύναμιν ἀναστάντες ἀθάνατοι καὶ ἄφθαρτοι ἀεὶ δια‐
5μένουσιν. ὅθεν καὶ γεννωμένης τῆς σαρκὸς ἐκ τῆς θεοτόκου Μαρίας, αὐτὸς λέγεται γεγεννῆσθαι ὁ τοῖς ἄλλοις γέννησιν εἰς τὸ εἶναι παρασχών, ἵνα τὴν ἡμῶν εἰς ἑαυτὸν με‐ ταθῆι γέννησιν καὶ μηκέτι ὡς γῆ μόνη ὄντες εἰς γῆν ἀπέλθωμεν, ἀλλ’ ὡς τῶι ἐξ οὐρανοῦ λόγωι συναφθέντες εἰς οὐρανὸν ἀναχθῶμεν παρ’ αὐτοῦ. οὐκοῦν οὕτως καὶ τὰ ἄλλα πάθη τοῦ σώματος οὐκ ἀπεικότως εἰς ἑαυτὸν μετέθηκεν, ἵνα μηκέτι ὡς ἄνθρωποι, ἀλλ’ ὡς
10ἴδιοι τοῦ λόγου τῆς αἰωνίου ζωῆς μετασχῶμεν. οὐκέτι γὰρ κατὰ τὴν προτέραν γένεσιν ἐν τῶι Ἀδὰμ πάντες ἀποθνήισκομεν, ἀλλὰ λοιπὸν τῆς γενέσεως ἡμῶν καὶ πάσης τῆς σαρ‐ κικῆς ἀσθενείας μετατεθέντων εἰς τὸν λόγον ἐγειρόμεθα ἀπὸ γῆς, λυθείσης τῆς δι’ ἁμαρ‐ τίαν κατάρας διὰ τὸν ἐν ἡμῖν ὑπὲρ ἡμῶν γενόμενον κατάραν. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ἐπίκτητον ἐπιστολῆς
15 Πῶς δὲ καὶ ἀμφιβάλλειν ἐτόλμησαν οἱ λεγόμενοι Χριστιανοὶ εἰ ὁ ἐκ Μαρίας προ‐ ελθὼν κύριος υἱὸς μὲν τῆι οὐσίαι καὶ φύσει τοῦ θεοῦ ἐστιν, τὸ δὲ κατὰ σάρκα ἐκ σπέρ‐ ματός ἐστι Δαυίδ, σαρκὸς δὲ τῆς ἁγίας Μαρίας, τινὲς δὲ ἄρα οὕτω τολμηροὶ γεγόνασιν ὥστε εἰπεῖν τὸν Χριστὸν τὸν σαρκὶ παθόντα καὶ ἐσταυρωμένον μὴ εἶναι κύριον καὶ σωτῆ‐ ρα καὶ θεὸν καὶ υἱὸν τοῦ πατρός; ἢ πῶς Χριστιανοὶ θέλουσιν ὀνομάζεσθαι οἱ λέγοντες
20εἰς ἄνθρωπον ἅγιον ὡς ἐπὶ ἕνα τῶν προφητῶν ἐληλυθέναι τὸν λόγον καὶ μὴ αὐτὸν ἄν‐ θρωπον γεγονέναι λαβόντα ἐκ Μαρίας τὸ σῶμα, ἀλλ’ ἕτερον εἶναι τὸν Χριστὸν καὶ ἕτερον τὸν τοῦ θεοῦ λόγον τὸν πρὸ Μαρίας καὶ πρὸ αἰώνων υἱὸν ὄντα τοῦ πατρός; ἢ πῶς εἶναι Χριστιανοὶ δύνανται οἱ λέγοντες ἄλλον εἶναι τὸν υἱὸν καὶ ἄλλον τὸν τοῦ θεοῦ λόγον; Καὶ μεθ’ ἕτερα πάλιν· Οὐ θέσει δὲ ταῦτα ἐγίνετο, μὴ γένοιτο, ὥς τινες πάλιν ὑ‐
25πέλαβον, ἀλλ’ ὄντως ἀληθείαι ἀνθρώπου γενομένου τοῦ σωτῆρος ὅλου τοῦ ἀνθρώπου σωτη‐ ρία ἐγίνετο. εἰ γὰρ θέσει ἦν ἐν τῶι σώματι ὁ λόγος κατ’ ἐκείνους, τὸ δὲ θέσει λεγό‐ μενον φαντασία ἐστίν, εὑρίσκεται δοκήσει καὶ ἡ σωτηρία καὶ ἡ ἀνάστασις τῶν ἀνθρώπων λεγομένη κατὰ τὸν ἀσεβέστατον Μανιχαῖον. ἀλλὰ μὴν οὐ φαντασία ἡ σωτηρία ἡμῶν οὐδὲ σώματος μόνου, ἀλλὰ ὅλου ἀνθρώπου, ψυχῆς καὶ σώματος, ἀληθῶς ἡ σωτηρία γέ‐
30γονεν· ἀνθρώπινον φύσει τὸ ἐκ Μαρίας κατὰ τὰς θείας γραφὰς καὶ ἀληθινὸν ἦν τοῦ
σωτῆρος.

1,1,2

41

Ἰουλίου τοῦ ἁγιωτάτου γενομένου ἐπισκόπου Ῥώμης ἐκ τῆς πρὸς Προσδόκιον ἐπιστολῆς Κηρύσσεται δὲ εἰς συμπλήρωσιν τῆς πίστεως καὶ σαρκωθεὶς ἐκ παρθένου Μαρίας ὁ τοῦ θεοῦ υἱὸς καὶ σκηνώσας ἐν ἀνθρώποις, οὐκ ἐν ἀνθρώπωι ἐνεργήσας (τοῦτο γὰρ ἐπὶ προφητῶν ἐστι καὶ ἀποστόλων), τέλειος θεὸς ἐν σαρκὶ καὶ ἄνθρωπος τέλειος ἐν πνεύ‐
5ματι· οὐ δύο υἱοί, εἷς μὲν γνήσιος υἱὸς ἀναλαβὼν ἄνθρωπον, ἕτερος δὲ θνητὸς ἄνθρωπος ἀναληφθεὶς ὑπὸ θεοῦ, ἀλλ’ εἷς μονογενὴς ἐν οὐρανῶι, μονογενὴς ἐπὶ γῆς θεός. Φήλικος τοῦ ἁγιωτάτου ἐπισκόπου Ῥώμης καὶ μάρτυρος ἐκ τῆς πρὸς Μάξιμον τὸν ἐπίσκοπον καὶ τὸν κλῆρον τῆς Ἀλεξανδρείας ἐπιστολῆς Περὶ δὲ τῆς σαρκώσεως τοῦ λόγου καὶ πίστεως, πιστεύομεν εἰς τὸν κύριον ἡμῶν
10Ἰησοῦν τὸν Χριστὸν τὸν ἐκ τῆς παρθένου Μαρίας γεννηθέντα ὅτι αὐτός ἐστιν ὁ τοῦ θεοῦ ἀίδιος υἱὸς καὶ λόγος καὶ οὐκ ἄνθρωπος ὑπὸ θεοῦ ἀναληφθείς, ἵν’ ἕτερος ἦι παρ’ ἐκεῖνον. οὐδὲ γὰρ ἄνθρωπον ἀνέλαβεν ὁ τοῦ θεοῦ υἱός, ἵνα ἦι ἕτερος παρ’ αὐτόν, ἀλλὰ θεὸς ὢν τέλειος γέγονεν ἅμα καὶ ἄνθρωπος τέλειος, σαρκωθεὶς ἐκ παρθένου. Θεοφίλου τοῦ ἁγιωτάτου ἐπισκόπου τῆς Ἀλεξανδρείας ἐκ τῆς πέμπτης
15ἑορταστικῆς ἐπιστολῆς Ἔστιν γὰρ καὶ νῦν τῶν τότε θαυμάτων τὰ λείψανα. μὴ ἀπιστείτωσαν ὅτι δύ‐ ναμις θεοῦ ἰσχύει ποιεῖν παρθένον ἀποτίκτειν, ἐν ἧι γενόμενος ὁ ζῶν τοῦ θεοῦ λόγος διὰ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν (ἄλλως γὰρ ἡμῖν συνομιλεῖν αὐτὸν ἐγγύτερον οὐχ οἷόν τε ἦν), ἵνα μὴ ἐξ ἡδονῆς καὶ ὕπνου, καθάπερ ἐπὶ τῶν ἄλλων ἀνθρώπων ἔχει, δέξηται σῶμα, τὸ ἐν
20ὁμοιώματι τούτου λαμβάνει ἐκ παρθένου τικτόμενος ἄνθρωπος φαινόμενος μὲν ὡς ἡμεῖς κατὰ τὴν δουλείαν μορφήν, ἐκ δὲ τῶν ἔργων ἀποδεικνύμενος ὅτι τῶν ἁπάντων δημιουργὸς καὶ κύριός ἐστι, πράττων ἔργα θεοῦ. Τοῦ αὐτοῦ ἐκ τῆς ἕκτης ἑορταστικῆς ἐπιστολῆς Οἷα γὰρ τῶν τεχνιτῶν οἱ ἄριστοι οὐκ ἐν τιμίαις μόνον ὕλαις τὴν τέχνην ἐκφαίνουσι
25θαυμαζόμενοι, ἀλλ’ εὐτελοῦς πηλοῦ καὶ κηροῦ διαλυομένου πολλάκις ἐπειλημμένοι τῆς ἐπι‐ στήμης ἑαυτῶν ἐπιδεικνύουσι τὴν δύναμιν πολλῶι μᾶλλον ἐπαινούμενοι, οὕτως ὁ πάντων ἀριστοτέχνας, ὁ ζῶν καὶ ἐνεργὴς τοῦ θεοῦ λόγος, τάξεως ἁρμονίαι διακοσμήσας τὰ σύμ‐
παντα, οὐχ οἷά τινος τιμίας ὕλης, οὐρανίου λαβόμενος σώματος, πρὸς ἡμᾶς ἀφῖκται, ἀλλ’

1,1,2

42

ἐν πηλῶι τὸ μέγα τῆς ἑαυτοῦ δείκνυσι τέχνης, τὸν ἐκ πηλοῦ πλασθέντα διορθούμενος ἄν‐ θρωπον, αὐτὸς ἐκ παρθένου καινοπρεπῶς προιὼν ἄνθρωπος, τῶι μὲν τρόπωι τῆς γενέσεως διαλλάττων, τὴν δὲ κατὰ πάντα πρὸς ἡμᾶς χωρὶς ἁμαρτίας οὐκ ἐκφεύγειν κρίνας ὁμοίωσιν, τικτόμενος σπαργανούμενος τιθηνούμενος βρέφος ἐν φάτνηι κείμενος, τῆς φύσεως ἡμῶν
5τὴν ἀσθένειαν ἐκδεχόμενος διὰ τὰς προλαβούσας αἰτίας. ἀλλ’ ἔτι βρέφος ὤν, ὁμοῦ καὶ τὸν ἐχθρὸν καὶ τὴν τούτου θορυβεῖ φάλαγγα, μάγους ἕλκων ἐπὶ μετάνοιαν καὶ παρασκευά‐ ζων τοῦ ἀποστείλαντος αὐτοὺς περιφρονεῖν βασιλέως. Κυπριανοῦ τοῦ ἁγιωτάτου ἐπισκόπου καὶ μάρτυρος ἐκ τοῦ περὶ ἐλεημοσύνης, ἑρμηνεία Πολλαὶ καὶ μέγισται τυγχάνουσιν, ἀγαπητοὶ ἀδελφοί, αἱ θεῖαι εὐεργεσίαι ἀφ’ ὧν τὴν
10ἡμετέραν σωτηρίαν ἡ τοῦ θεοῦ πατρὸς καὶ 〈Χριστοῦ〉 δαψιλὴς καὶ πλουσία φιλανθρωπία εἰργάσατο καὶ ἀεὶ ἐργάζεται, διὸ φυλάξαι ἡμᾶς καὶ ζωοποιῆσαι ὁ πατὴρ τὸν υἱὸν ἔπεμψεν, ἵνα ἡμᾶς ἀνακαινίσηι, καὶ πεμφθεὶς ὁ υἱὸς ἠθέλησεν υἱὸς ἀνθρώπου γενέσθαι, ὅπως ἡμᾶς υἱοὺς θεοῦ καταστήσηι. ἐταπείνωσεν τοίνυν ἑαυτόν, ἵνα τὸν λαὸν τὸν ἀπερριμμένον ἀνακτήσηται· τετραυμάτισται, ἵνα τὰ ἡμέτερα τραύματα θεραπεύσηι· ἐδούλευσεν, ὅπως ἐκ
15δουλείας εἰς ἐλευθερίαν τοὺς δουλεύοντας ἀγάγηι· θάνατον ὑπέστη, ἵνα τοῖς θνητοῖς τὴν ἀθανασίαν ἀποδῶι. Ἀμβροσίου τοῦ ἁγιωτάτου γενομένου ἐπισκόπου Μεδιολάνων, ἑρμηνεία Εἰ ἐμοὶ οὐ πιστεύουσιν, πιστεύσωσιν τῶι ἀποστόλωι λέγοντι· ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτο, γενόμενον ἐκ
20γυναικός, γενόμενον ὑπὸ νόμον. τὸν υἱόν, φησίν, αὐτο, οὐχ ἕνα ἐκ πολλῶν· οὐ κοινόν, ἀλλ’ ἑαυτοῦ τῆς ἀιδίου γεννήσεως τὴν ἰδιότητα ἐσήμανεν. τοῦτον μετὰ ταῦτα γενόμενον ἐκ γυναικὸς κατασκευάζει, ὅπως τὸ γενέσθαι οὐ τῆι θεότητι, ἀλλὰ τῶι προσληφθέντι σώματι περιγράψηι, γενόμενον ἐκ γυναικὸς διὰ τῆς προσληφθείσης σαρκός, γενόμενον ὑπὸ νόμον διὰ τῆς τοῦ νόμου φυλακῆς. ἡ γὰρ θειοτάτη αὐτοῦ
25γέννησις πρὸ τοῦ νόμου, αὕτη μετὰ τὸν νόμον. Τοῦ αὐτοῦ Σιωπήσωσι τοίνυν αἱ ἀπὸ τῶν λόγων μάταιαι ζητήσεις, ὅτι ἡ τοῦ θεοῦ βασιλεία, καθὼς γέγραπται, οὐκ ἐν πειθοῖς λόγων ἀνθρωπίνων ἐστίν, ἀλλ’ ἐν ἀποδείξει δυνάμεως.
φυλάξωμεν τὴν ἀνάγνωσιν τῆς θεότητος καὶ τῆς σαρκός. εἷς ἐν ἑκατέραι λαλεῖ ὁ τοῦ

1,1,2

43

θεοῦ υἱός, ὅτι ἐν αὐτῶι ἡ ἑκατέρα φύσις ἐστίν. ὁ αὐτὸς λαλεῖ καὶ οὐκ ἐν ἑνὶ πάντοτε διαλέγεται τρόπωι. πρόσχες ἐν αὐτῶι νυνὶ μὲν δόξαν θεοῦ, νυνὶ δὲ ἀνθρώπου πάθη, ὅτι ὡς θεὸς διδάσκει τὰ θεῖα, ἐπεὶ λόγος ἐστίν, ὡς δὲ ἄνθρωπος λέγει τὰ ἀνθρώπινα, ἐπεὶ ἐν τῆι ἐμῆι οὐσίαι διελέγετο. οὗτός ἐστιν ὁ ἄρτος ὁ ζῶν, ὃς κατέβη ἐξ οὐρανοῦ· οὗτος
5ὁ ἄρτος ἡ σάρξ ἐστιν, καθὼς αὐτὸς ἔφη· οὗτος ὁ ἄρτος ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν. οὗτός ἐστιν ὁ καταβάς· οὗτός ἐστιν ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἔπεμψεν εἰς τὸν κόσμον. οὐδὲ αὐτὸ τὸ γράμμα ἡμᾶς διδάσκει τοῦ ἁγιασμοῦ μὴ τὴν θεότητα χρείαν ἐσχηκέναι, ἀλλὰ τὴν σάρκα. Γρηγορίου τοῦ μεγάλου ἁγιωτάτου ἐπισκόπου [γενομένου] Ναζιανζοῦ
10 Μὴ ἀπατάτωσαν οἱ ἄνθρωποι μηδὲ ἀπατάσθωσαν, ἄνθρωπον ἄνουν δεχόμενοι τὸν κυριακόν, ὡς αὐτοὶ λέγουσιν, μᾶλλον δὲ τὸν κύριον ἡμῶν καὶ θεόν. οὐδὲ γὰρ τὸν ἄν‐ θρωπον χωρίζομεν τῆς θεότητος, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν δογματίζομεν, πρότερον μὲν οὐκ ἄνθρωπον, ἀλλὰ θεὸν καὶ υἱὸν μόνον καὶ προαιώνιον, ἀμιγῆ σώματος καὶ τῶν ὅσα σώματος· ἐπὶ τέλει δὲ καὶ ἄνθρωπον, προσληφθέντα ὑπὲρ τῆς ἡμετέρας σωτηρίας,
15παθητὸν σαρκί, ἀπαθῆ θεότητι· περιγραπτὸν σώματι, ἀπερίγραπτον πνεύματι· τὸν αὐτὸν ἐπίγειον καὶ οὐράνιον, ὁρώμενον καὶ νοούμενον, χωρητὸν καὶ ἀχώρητον, ἵν’ ὅλωι ἀνθρώπωι τῶι αὐτῶι καὶ θεῶι ὅλος ἄνθρωπος ἀναπλασθῆι πεσὼν ὑπὸ τὴν ἁμαρτίαν. Εἴ τις οὐ θεοτόκον τὴν Μαρίαν ὑπολαμβάνει, χωρίς ἐστι τῆς θεότητος. Εἴ τις ὡς διὰ σωλῆνος τῆς παρθένου δραμεῖν, ἀλλὰ μὴ ἐν αὐτῆι διαπεπλάσθαι [λέγει]
20θεικῶς ἅμα καὶ ἀνθρωπικῶς, θεικῶς μὲν ὅτι χωρὶς ἀνδρός, ἀνθρωπικῶς δὲ ὅτι νόμωι κυή‐ σεως, ἀνάθεμα ἔστω. Εἴ τις διαπεπλάσθαι λέγει τὸν ἄνθρωπον, εἶθ’ ὑποδεδυκέναι θεόν, κατάκριτος· οὐ γὰρ γέννησις θεοῦ τοῦτό ἐστιν, ἀλλὰ φυγὴ γεννήσεως. Εἴ τις εἰσάγει δύο υἱούς, ἕνα μὲν τὸν ἐκ τοῦ θεοῦ καὶ πατρός, δεύτερον δὲ τὸν ἐκ
25τῆς μητρός, ἀλλ’ οὐχὶ ἕνα καὶ τὸν αὐτόν, καὶ τῆς υἱοθεσίας ἐκπέσοι τῆς ἐπηγγελμένης τοῖς ὀρθῶς πιστεύουσιν. φύσεις μὲν γὰρ δύο θεὸς καὶ ἄνθρωπος, ἐπεὶ καὶ ψυχὴ καὶ σῶμα· υἱοὶ δὲ οὐ δύο οὐδὲ θεοί. οὐδὲ γὰρ ἐνταῦθα δύο ἄνθρωποι, εἰ καὶ οὕτως ὁ Παῦλος τὸ ἐντὸς τοῦ ἀνθρώπου καὶ τὸ ἐκτὸς προσηγόρευσεν. καί, εἰ δεῖ συντόμως εἰπεῖν, ἄλλο μὲν καὶ ἄλλο τὰ ἐξ ὧν ὁ σωτήρ, εἴπερ μὴ ταυτὸν τὸ ἀόρατον τῶι ὁρατῶι καὶ τὸ ἄχρονον τῶι ὑπὸ
30χρόνον· οὐκ ἄλλος δὲ καὶ ἄλλος, μὴ γένοιτο. τὰ γὰρ ἀμφότερα ἓν τῆι συγκράσει, θεοῦ μὲν ἐνανθρωπήσαντος, ἀνθρώπου δὲ θεωθέντος ἢ ὅπως ἄν τις ὀνομάσειεν. λέγω δὲ ἄλλο καὶ ἄλλο ἔμπαλιν ἢ ἐπὶ τῆς τριάδος ἔχει. ἐκεῖ μὲν γὰρ ἄλλος καὶ ἄλλος, ἵνα μὴ
τὰς ὑποστάσεις συγχέωμεν, οὐκ ἄλλο δὲ καὶ ἄλλο· ἓν γὰρ τὰ τρία καὶ ταυτὸν τῆι θεότητι.

1,1,2

44

Εἴ τις ὡς ἐν προφήτηι λέγει κατὰ χάριν ἐνηργηκέναι, ἀλλὰ μὴ κατ’ οὐσίαν συνῆφθαι καὶ συναναπεπλάσθαι, εἴη κενὸς τῆς κρείττονος ἐνεργείας, μᾶλλον δὲ πλήρης τῆς ἐναντίας. Εἴ τις οὐ προσκυνεῖ τὸν ἐσταυρωμένον, ἀνάθεμα ἔστω καὶ τετάχθω μετὰ τῶν θε‐ οκτόνων.
5 Εἴ τις ἐξ ἔργων τετελειωμένον ἢ μετὰ τὸ βάπτισμα ἢ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν υἱοθεσίας ἠξιῶσθαι λέγει, καθάπερ Ἕλληνες παρεγγράπτους εἰσάγουσιν, ἀνάθεμα ἔστω. τὸ γὰρ ἠργμένον ἢ προκόπτον ἢ τελειούμενον οὐ θεός, κἂν διὰ τὴν κατὰ μικρὸν αὔξησιν οὕτω λέγηται. Βασιλείου τοῦ ἁγιωτάτου γενομένου ἐπισκόπου Καισαρείας τῆς πρώτης Καππαδοκίας
10 Οὐ γὰρ τοσοῦτον οὐρανὸς καὶ γῆ καὶ τὰ μεγέθη τῶν πελαγῶν καὶ τὰ ἐν ὕδασι διαι‐ τώμενα καὶ τὰ χερσαῖα τῶν ζώιων καὶ φυτὰ καὶ ἀστέρες καὶ ἀὴρ καὶ ὧραι καὶ ἡ ποικίλη τοῦ παντὸς διακόσμησις τὸ ὑπερέχον τῆς ἰσχύος συνίστησιν ὅσον τὸ δυνηθῆναι τὸν θεὸν τὸν ἀχώρητον ἀπαθῶς διὰ σαρκὸς συμπλακῆναι τῶι θανάτωι, ἵνα ἡμῖν τῶι ἰδίωι πάθει τὴν ἀπάθειαν χαρίσηται.
15Γρηγορίου τοῦ ἁγιωτάτου ἐπισκόπου Νύσης Τοῦτο γὰρ φρονείσθω, φησίν, ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῶι Ἰησο· ὃς ἐν μορφῆι θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῶι, ἀλλ’ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών. τί πτωχότερον ἐπὶ θεοῦ τῆς τοῦ δού‐ λου μορφῆς; τί ταπεινότερον ἐπὶ τοῦ βασιλέως τῶν ὅλων ἢ τὸ εἰς κοινωνίαν τῆς
20πτωχῆς ἡμῶν φύσεως ἑκουσίως ἐλθεῖν; ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων τὴν τῆς δουλείας μορφὴν ὑποδύεται· ὁ κριτὴς τοῦ παντὸς ὑπόφορος τοῖς δυναστεύουσιν γίνεται· ὁ τῆς κτίσεως κύριος ἐν σπηλαίωι κατάγεται· ὁ τοῦ παντὸς περι‐ δεδραγμένος οὐχ εὑρίσκει τόπον ἐν τῶι καταλύματι, ἀλλ’ ἐν φάτνηι τῶν ἀλόγων παραρρίπτε‐ ται· ὁ καθαρὸς καὶ ἀκήρατος τὸν τῆς ἀνθρωπίνης φύσεως καταδέχεται ῥύπον καὶ διὰ πάσης
25τῆς πτωχείας ἡμῶν διεξελθὼν μέχρι τῆς τοῦ θανάτου πρόεισι πείρας. ὁρᾶτε τῆς ἑκουσίου
πτωχείας τὸ μέτρον· ἡ ζωὴ θανάτου γεύεται· ὁ κριτὴς εἰς κριτήριον ἄγεται· ὁ τῆς ζωῆς

1,1,2

45

τῶν ὄντων κύριος ἐπὶ τῆι ψήφωι τοῦ δικάζοντος γίνεται· ὁ πάσης τῆς ὑπερκοσμίου δυνά‐ μεως βασιλεὺς τὰς τῶν δημίων οὐκ ἀπωθεῖται χεῖρας. πρὸς τοῦτό σοι, φησί, τὸ ὑπόδειγμα τῆς ταπεινοφροσύνης βλεπέτω τὸ μέτρον. Πέτρος πρεσβύτερος Ἀλεξανδρείας καὶ πριμικήριος νοταρίων εἶπεν· Ἔχομεν δὲ [μετὰ
5χεῖρας] καὶ βιβλία τῶν βλασφημιῶν τοῦ εὐλαβεστάτου Νεστορίου, ἀφ’ ὧν ἑνὸς ἐξελεξάμεθα κεφάλαια, ἅπερ, εἰ παρίσταται [τῆι ἁγίαι ταύτηι συνόδωι], ἀναγνωσόμεθα. Φλαυιανὸς ἐπίσκοπος Φιλίππων εἶπεν· Ἀναγινωσκέσθω καὶ ἐμφερέσθω τοῖς πρατ‐ τομένοις. Ἐκ τοῦ βιβλίου αὐτοῦ Νεστορίου τετράδος ιζ εἰς δόγμα
10 Ὅταν οὖν ἡ θεία γραφὴ μέλληι λέγειν ἢ γέννησιν τοῦ Χριστοῦ τὴν ἐκ τῆς μακαρίας παρθένου ἢ θάνατον, οὐδαμοῦ φαίνεται τιθεῖσα τὸ θεός, ἀλλ’ ἢ Χριστός ἢ υἱός ἢ κύριος, ἐπειδὴ ταῦτα τὰ τρία τῶν φύσεών ἐστι σημαντικὰ τῶν δύο, ποτὲ μὲν ταύτης, ποτὲ δὲ ἐκείνης, ποτὲ δὲ ταύτης κἀκείνης. οἷόν τι λέγω, ὅταν τὴν ἐκ παρθένου γέννησιν ἡμῖν ἡ γραφὴ διηγῆται, τί λέγει; ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτο. οὐκ εἶπεν· ἐξαπέστειλεν
15ὁ θεὸς τὸν θεὸν λόγον, ἀλλὰ λαμβάνει τὸ ὄνομα τὸ μηνῦον τὰς φύσεις τὰς δύο. ἐπειδὴ γὰρ ὁ υἱὸς ἄνθρωπός ἐστιν καὶ θεός, λέγει· ἐξαπέστειλεν τὸν υἱὸν αὐτο, γενόμενον ἐκ γυναικός, ἵνα ὅταν ἀκούσηις τὸ γενόμενον ἐκ γυναικός, εἶτα ἴδηις τὸ ὄνομα προκείμενον τὸ μηνῦον τὰς φύσεις τὰς δύο, τὴν γέννησιν τὴν ἐκ τῆς μακαρίας παρθένου υἱοῦ μὲν καλῆις· υἱὸν γὰρ ἐγέννησεν θεοῦ καὶ ἡ Χριστοτόκος παρθένος, ἀλλ’ ἐπειδήπερ ὁ
20υἱὸς τοῦ θεοῦ διπλοῦς ἐστι κατὰ τὰς φύσεις, οὐκ ἐγέννησεν μὲν τὸν υἱὸν τοῦ θεοῦ, ἀλλ’ ἐγέννησεν τὴν ἀνθρωπότητα, ἥτις ἐστὶν υἱὸς διὰ τὸν συνημμένον υἱόν. Ὁμοίως τοῦ αὐτοῦ τετράδος κα Βλέπε τὸ συμβαῖνον, αἱρετικέ. οὐ φθονῶ τῆς φωνῆς τῆι Χριστοτόκωι παρθένωι,
ἀλλ’ οἶδα σεβασμίαν τὴν δεξαμένην θεόν, δι’ ἧς προῆλθεν ὁ τῶν ὅλων δεσπότης, δι’ ἧς

1,1,2

46

ἀνέλαμψεν τῆς δικαιοσύνης ὁ ἥλιος. πάλιν ὑποπτεύω τὸν κρότον· πῶς τὸ προῆλθεν ἐνοήσατε; οὐκ εἴρηταί μοι τὸ προῆλθεν ἀντὶ τοῦ ἐγεννήθη· οὐ γὰρ οὕτω ταχέως ἐπι‐ λανθάνομαι τῶν ἰδίων. τὸ προελθεῖν τὸν θεὸν ἐκ τῆς Χριστοτόκου παρθένου παρὰ τῆς θείας ἐδιδάχθην γραφῆς, τὸ δὲ γεννηθῆναι θεὸν ἐξ αὐτῆς οὐδαμοῦ ἐδιδάχθην.
5 Καὶ μεθ’ ἕτερα· Οὐδαμοῦ τοίνυν ἡ θεία γραφὴ θεὸν ἐκ τῆς Χριστοτόκου παρθένου λέγει γεγεννῆσθαι, ἀλλὰ Ἰησοῦν Χριστὸν υἱὸν κύριον. ταῦτα πάντες ὁμολογῶμεν· ἃ γὰρ ἐδίδαξεν ἡ θεία γραφή, ἄθλιος ὁ μὴ εὐθὺς δεχόμενος. ἐγερθεὶς παράλαβε τὸ παι‐ δίον καὶ τὴν μητέρα αὐτο. αὕτη τῶν ἀγγέλων ἡ φωνή· τάχα δὲ μᾶλλον σοῦ τὰ κατὰ τὴν γέννησιν ἤιδεσαν οἱ ἀρχάγγελοι. ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ
10τὴν μητέρα αὐτο, οὐκ εἶπεν· ἐγερθεὶς παράλαβε τὸν θεὸν καὶ τὴν μητέρα αὐτοῦ. Ὁμοίως τοῦ αὐτοῦ τετράδος κδ Ὅπερ οὖν ἐλέγομεν μὴ φοβηθῆις παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῆι γεννηθέν, εἴτε διὰ τοῦ ἑνὸς ν εἴτε διὰ τῶν δύο, τῶι νοήματι οὐδὲν λυμαίνεται (τὸ γὰρ ἐν αὐτῆι τεχθὲν ἐκ πνεύματός ἐστιν ἁγίου), ἐὰν 〈δὲ〉 εἴπωμεν ὅτι ὁ θεὸς
15λόγος ἐγεννήθη ἐν τῆι γαστρί. ἄλλο γάρ ἐστι τὸ συνεῖναι τῶι γεννωμένωι καὶ ἄλλο τὸ γεννᾶσθαι. τὸ γὰρ ἐν αὐτῆι, φησί, γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου, τουτέστι τὸ πνεῦμα τὸ ἅγιον ἔκτισε τὸ ἐν αὐτῆι. εἶδον οὖν οἱ πατέρες, ὡς ἐπιστή‐ μονες τῶν θείων γραφῶν, ὅτι ἐὰν ἐπὶ τοῦ σαρκωθέντος θῶμεν τὸ γεννηθέντα, εὑρίσκεται ἢ υἱὸς τοῦ πνεύματος ὁ θεὸς λόγος ἢ δύο πατέρας ἔχων, ἢ διὰ τοῦ ἑνὸς ν εὑρεθήσεται
20ὁ θεὸς λόγος κτίσμα τοῦ πνεύματος ὤν. φεύγοντες οὖν τὴν τῆς γεννήσεως λέξιν, ἔθηκαν τὸν κατελθόντα δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν καὶ σαρκωθέντα. τί ἐστι σαρκωθέντα; οὐ τραπέντα ἀπὸ θεότητος εἰς σάρκα· τῶι σαρκω‐ θέντα ἐκ πνεύματος ἁγίου ἠκολούθησαν τῶι εὐαγγελιστῆι. καὶ γὰρ ὁ εὐαγγελιστὴς ἐλθὼν εἰς τὴν ἐνανθρώπησιν ἔφυγε γέννησιν εἰπεῖν ἐπὶ τοῦ λόγου καὶ τέθεικε σάρκωσιν. ποῦ;
25ἄκουσον· καὶ ὁ λόγος σὰρξ ἐγένετο. οὐκ εἶπεν· ὁ λόγος διὰ σαρκὸς ἐγεννήθη. ὅπου μὲν γὰρ μνημονεύουσιν ἢ οἱ ἀπόστολοι ἢ οἱ εὐαγγελισταὶ τοῦ υἱοῦ, τιθέασιν ὅτι ἐγεν‐ νήθη ἐκ γυναικός. πρόσεχε τῶι λεγομένωι, παρακαλῶ. ὅπου λέγουσι τὸ ὄνομα τοῦ υἱοῦ καὶ ὅτι ἐγεννήθη ἐκ γυναικός, τιθέασι τὸ ἐγεννήθη· ὅπου δὲ μνημονεύουσι τοῦ λόγου, οὐδεὶς αὐτῶν ἐτόλμησεν εἰπεῖν γέννησιν διὰ τῆς ἀνθρωπότητος. ἄκουε· ὁ μακάριος εὐ‐
30αγγελιστὴς Ἰωάννης ἐλθὼν εἰς τὸν λόγον καὶ τὴν ἐνανθρώπησιν τὴν αὐτοῦ, ἄκουσον οἷά φησιν· ὁ λόγος σὰρξ ἐγένετο, τουτέστιν ἀνέλαβε σάρκα, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, τουτέστιν τὴν ἡμετέραν ἐνεδύσατο φύσιν καὶ ἐνώικησεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα
τὴν δόξαν αὐτο, τοῦ υἱοῦ. οὐκ εἶπεν· ἐθεασάμεθα τὴν γέννησιν τοῦ λόγου.

1,1,2

47

Ὁμοίως τοῦ αὐτοῦ τετράδος ιε εἰς δόγμα Οὕτω καὶ τὸν κατὰ σάρκα Χριστὸν ἐκ τῆς πρὸς τὸν θεὸν λόγον συναφείας θεὸν ὀνομάζομεν, τὸ φαινόμενον εἰδότες ὡς ἄνθρωπον. ἄκουσον ἀμφότερα τοῦ Παύλου κη‐ ρύττοντος· ἐξ Ἰουδαίων, φησίν, ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεός.
5ὁμολογεῖ τὸν ἄνθρωπον πρότερον καὶ τότε τῆι τοῦ θεοῦ συναφείαι θεολογεῖ τὸ φαινόμενον, ἵνα μηδεὶς ἀνθρωπολάτρην τὸν Χριστιανισμὸν ὑποπτεύηι. Ὁμοίως τοῦ αὐτοῦ τετράδος κζ Ἀλλ’ ὥσπερ ἐλέγομεν θεὸν τὸν πάντων δημιουργὸν καὶ θεὸν τὸν Μωυσέα (θεὸν γάρ φησιν, τέθεικά σε τοῦ Φαραώ) καὶ υἱὸν τὸν Ἰσραὴλ τοῦ θεοῦ (υἱὸς γάρ φησι, πρω‐
10τότοκός μου Ἰσραήλ) καὶ ὥσπερ ἐλέγομεν Χριστὸν τὸν Σαούλ (οὐ μὴ γάρ φησιν, ἐπιβάλω τὴν χεῖρά μου ἐπ’ αὐτόν, ὅτι Χριστὸς κυρίου ἐστί) καὶ τὸν Κῦρον ὡσαύτως (τάδε λέγει, φησίν, κύριος τῶι Χριστῶι μου Κύρωι) καὶ τὸν Βαβυλώνιον ἅγιον (ἐγὼ γάρ φησιν, συντάξω αὐτοῖς· ἡγιασμένοι εἰσὶν καὶ ἐγὼ ἄγω αὐτούς), οὕτω λέγομεν καὶ τὸν δεσπότην Χριστὸν καὶ θεὸν καὶ υἱὸν καὶ ἅγιον καὶ Χριστόν· ἀλλ’ ἡ μὲν κοινωνία
15τῶν ὀνομάτων ὁμοία, οὐχ ἡ αὐτὴ δὲ ἀξία. Ὁμοίως τοῦ αὐτοῦ τετράδος ιε Τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῶι Ἰησο, ὃς ἐν μορφῆι θεοῦ ὑπάρχων ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών. οὐκ εἶπεν, τοῦτο φρονεί‐ σθω ἐν ὑμῖν ὃ καὶ ἐν τῶι θεῶι λόγωι, ὃς ἐν μορφῆι θεοῦ ὑπάρχων μορφὴν δούλου ἔλα‐
20βεν· ἀλλὰ λαβὼν τὸ Χριστός, ὡς τῶν δύο φύσεων προσηγορίαν σημαντικήν, ἀκινδύνως αὐτὸν καὶ δούλου μορφήν, ἣν ἔλαβεν, καὶ θεὸν ὀνομάζει, τῶν λεγομένων εἰς τὸ τῶν φύ‐ σεων ἀλήπτως μεριζομένων διπλοῦν. Ὁμοίως τοῦ αὐτοῦ τετράδος ιϛ Ἵνα ἐν τῶι ὀνόματι Ἰησο, φησί, πᾶν γόνυ κάμψηι ἐπουρανίων καὶ
25ἐπιγείων καὶ καταχθονίων καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος
Ἰησοῦς Χριστός. διὰ τὸν φοροῦντα τὸν φορούμενον σέβω· διὰ τὸν κεκρυμμένον

1,1,2

48

προσκυνῶ τὸν φαινόμενον. ἀχώριστος τοῦ φαινομένου θεός· διὰ τοῦτο τοῦ μὴ χωρι‐ ζομένου τὴν τιμὴν οὐ χωρίζω. χωρίζω τὰς φύσεις, ἀλλ’ ἑνῶ τὴν προσκύνησιν. Ὁμοίως τοῦ αὐτοῦ τετράδος ιζ εἰς δόγμα Ἦν μὲν γὰρ ὁ θεὸς λόγος καὶ πρὸ τῆς ἐνανθρωπήσεως καὶ υἱὸς καὶ θεὸς καὶ συ‐
5νὼν τῶι πατρί, ἀνέλαβεν δὲ ἐν ὑστέροις καιροῖς τὴν τοῦ δούλου μορφήν. ἀλλ’ ὢν πρὸ τούτου υἱὸς καὶ καλούμενος, μετὰ τὴν ἀνάληψιν οὐ δύναται καλεῖσθαι κεχωρισμένος υἱός, ἵνα μὴ δύο υἱοὺς δογματίσωμεν· ἀλλ’ ἐπειδήπερ ἐκείνωι συνῆπται τῶι ἐν ἀρχῆι ὄντι υἱῶι τῶι πρὸς αὐτὸν συναφθέντι, οὐ δύναται κατὰ τὸ ἀξίωμα τῆς υἱότητος διαίρεσιν δέ‐ ξασθαι, κατὰ τὸ ἀξίωμα φημὶ τῆς υἱότητος, οὐ κατὰ τὰς φύσεις. διὰ τοῦτο καὶ Χριστὸς
10ὁ θεὸς λόγος ὀνομάζεται, ἐπειδήπερ ἔχει τὴν συνάφειαν τὴν πρὸς τὸν Χριστὸν διηνεκῆ. Ὁμοίως τοῦ αὐτοῦ τετράδος ιε εἰς δόγμα Ἀσύγχυτον τοίνυν τὴν τῶν φύσεων τηρῶμεν συνάφειαν· ὁμολογῶμεν τὸν ἐν ἀν‐ θρώπωι θεόν· σέβωμεν τὸν τῆι θείαι συναφείαι τῶι παντοκράτορι θεῶι συμπροσκυνούμενον ἄνθρωπον.
15Ὁμοίως τοῦ αὐτοῦ τετράδος ϛ Σκόπει καὶ τὸ τούτοις εὐθὺς συναπτόμενον ἵνα ἐλεήμων, φησί, γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν θεόν. ἐν ὧι γὰρ πέπονθεν αὐτὸς πειρα‐ σθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι. οὐκοῦν ὁ παθὼν ἀρχιερεὺς ἐλεήμων· παθητὸς δὲ ὁ ναός, οὐχ ὁ ζωοποιὸς τοῦ πεπονθότος θεός.
20Ὁμοίως τοῦ αὐτοῦ τετράδος κζ Ἵνα μάθητε, φησίν, ὡς σφοδρά τις τῆς θεότητος ὑπῆρχεν συνάφεια, καὶ ἐν βρέφει τῆς δεσποτικῆς καθορωμένης σαρκός. ἦν γὰρ αὐτὸς καὶ βρέφος καὶ τοῦ βρέφους δεσπότης. ἐπηινέσατε τὴν φωνήν, ἀλλὰ μηδὲ αὐτὴν ἀβασανίστως κροτεῖτε· εἶπον γάρ· ὁ αὐτὸς ἦν
βρέφος καὶ τοῦ βρέφους οἰκήτωρ.

1,1,2

49

Ὁμοίως τοῦ αὐτοῦ τετράδος α Κοιναὶ γὰρ αἱ τῆς τριάδος ἐνέργειαι καὶ μόναις ὑποστάσεσιν τὴν διαίρεσιν ἔχουσαι. ἡ γοῦν τοῦ μονογενοῦς εὐδοξία ποτὲ μὲν τῶι πατρὶ περιῆπται (ἔστιν γάρ φησιν, ὁ πατήρ μου ὁ δοξάζων με), ποτὲ δὲ τῶι πνεύματι (τὸ πνεῦμα γάρ φησι, τῆς ἀληθείας
5ἐμὲ δοξάσει), ποτὲ δὲ τῆι τοῦ Χριστοῦ δυναστείαι. Ὁμοίως τοῦ αὐτοῦ τετράδος ιϛ Περὶ τοῦ υἱοῦ λέγων Οὗτος ὁ λέγων· θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπες; οὗτος ὁ τριήμερον τελευτὴν ὑπομείνας· προσκυνῶ δὲ σὺν τῆι θεότητι τοῦτον ὡς τῆς θείας συνεργὸν αὐθεντίας.
10 Καὶ μεθ’ ἕτερα· Διὰ τὸν φοροῦντα τὸν φορούμενον σέβω· διὰ τὸν κεκρυμμένον προσκυνῶ τὸν φαινόμενον. ἀχώριστος τοῦ φαινομένου θεός· διὰ τοῦτο τοῦ μὴ χωρι‐ ζομένου τὴν τιμὴν οὐ χωρίζω. χωρίζω τὰς φύσεις, ἀλλ’ ἑνῶ τὴν προσκύνησιν. οὐ καθ’ ἑαυτὸ θεὸς τὸ πλασθὲν ἐπὶ μήτρας· οὐ καθ’ ἑαυτὸ θεὸς τὸ κτισθὲν ἐκ τοῦ πνεύματος· οὐ καθ’ ἑαυτὸ θεὸς τὸ ταφὲν ἐπὶ μνήματος. οὕτω γὰρ ἂν ἦμεν ἀνθρωπολάτραι καὶ
15νεκρολάτραι σαφεῖς. ἀλλ’ ἐπειδήπερ ἐν τῶι ληφθέντι θεός, ἐκ τοῦ λαβόντος ὁ ληφθείς, ὡς τῶι λαβόντι συναφθείς, συγχρηματίζει θεός. Ὁμοίως τοῦ αὐτοῦ τετράδος γ κατὰ αἱρετικῶν Περὶ τοῦ πνεύματος λέγων· Πῶς γὰρ ἂν εἴη δοῦλον, φησί, τὸ μετὰ υἱοῦ καὶ πατρὸς ἐργαζόμενον; κἂν ζητῆι τις τὰς τοῦ πνεύματος πράξεις, εὑρήσει τῶν τοῦ υἱοῦ καὶ τοῦ
20πατρὸς κατ’ οὐδὲν λειπομένας, οὐχ ὡς τῆς μιᾶς μεριζομένης θεότητος, ἀλλὰ τῆς θείας γραφῆς τὰ τῆς μιᾶς ἰσχύος καὶ καθ’ ἑκάστην μεριζομένης ὑπόστασιν εἰς ἀπόδειξιν τοῦ τῆς τριάδος ὁμοίου. καί μοι σκόπει τὸ ὅμοιον ἐκ τῶν ἐν ἔργοις καιρίων ἀρξάμενον. ὁ θεὸς λόγος ἐγένετο σὰρξ καὶ ἐσκήνωσεν ἐν ἡμῖν. συνεκάθισεν ἑαυτῶι τὴν ἀναληφθεῖσαν ὁ πατὴρ ἀνθρωπότητα· εἶπε γάρ φησιν, ὁ κύριος τῶι κυρίωι μου· κάθου
25ἐκ δεξιῶν μου. τὴν τοῦ ἀναληφθέντος τὸ πνεῦμα κατελθὸν συνεκρότησε δόξαν· ὅταν
γάρ φησιν, ἔλθηι τὸ πνεῦμα τῆς ἀληθείας, ἐκεῖνος ἐμὲ δοξάσει.

1,1,2

50

Ὁμοίως τοῦ αὐτοῦ τετράδος ϛ Περὶ Χριστοῦ λέγων ὅτι ἀπεστάλη κηρῦξαι αἰχμαλώτοις ἄφεσιν ὡς [ὁ] ἀπόστολος, ἐπιφέρει καί φησιν· Οὗτος ὁ πιστὸς τῶι θεῶι πεποιημένος ἀρχιερεύς (ἐγένετο γὰρ οὗτος, οὐκ ἀιδίως προῆν)· οὗτος ὁ κατὰ μικρὸν εἰς ἀρχιερέως, αἱρετικέ, προκόψας ἀξίωμα. καὶ
5ἄκουε σαφεστέρας σοι τοῦτο διαβοώσης φωνῆς. ἐν ταῖς ἡμέραις, φησί, τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώιζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας καὶ εἰσακου‐ σθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὢν υἱός, ἔμαθεν ἀφ’ ὧν ἔπαθεν, τὴν ὑπα‐ κοὴν καὶ τελειωθεὶς ἐγένετο τοῖς ὑπακούουσιν αὐτῶι πᾶσιν αἴτιος σωτη‐
10ρίας αἰωνίου. τελειοῦται δὲ τὸ κατὰ μικρὸν προκόπτον, αἱρετικέ, περὶ οὗ καὶ Ἰωάννης ἐν τοῖς εὐαγγελίοις βοᾶι· Ἰησοῦς προέκοπτεν ἡλικίαι καὶ σοφίαι καὶ χάριτι· οἷς σύμφωνα καὶ Παῦλος φθεγγόμενος τελειωθείς, φησίν, ἐγένετο πᾶσιν τοῖς ὑπ‐ ακούουσιν αὐτῶι αἴτιος σωτηρίας αἰωνίου, προσαγορευθεὶς ὑπὸ τοῦ θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ.
15 Καὶ μεθ’ ἕτερα· ἀρχιερεὺς κεκλημένος. τί οὖν ἀνθερμηνεύεις τῶι Παύλωι τὸν ἀπαθῆ θεὸν λόγον ἐπιγείωι καταμιγνὺς ὁμοιώματι καὶ παθητὸν ἀρχιερέα ποιῶν; Ὁμοίως τοῦ αὐτοῦ τετράδος ζ Ὅθεν, ἀδελφοί [ἅγιοι], κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῶι
20ποιήσαντι αὐτόν. Καὶ μεθ’ ἕτερα· Ὄντος οὖν ἡμῖν τούτου μόνου ἀρχιερέως συμπαθοῦς καὶ συγγενοῦς καὶ βεβαίου, τῆς εἰς αὐτὸν μὴ παρατρέπεσθε πίστεως. αὐτὸς γὰρ ἡμῖν τῆς ἐπηγγελμένης εὐλογίας ἐκ σπέρματος Ἁβραὰμ ἀπεστάλη ὡς ὑπὲρ ἑαυτοῦ καὶ τοῦ γένους τὴν τοῦ σώ‐ ματος θυσίαν συνεπαγόμενος.
25Σημειωτέον ὅτι ὁμολογήσας πάντα ἀρχιερέα δεῖσθαι θυσίας καὶ ὑπεξελὼν τὸν Χριστὸν
ὡς μὴ δεόμενον, ἐν τούτοις φησὶν ὑπὲρ ἑαυτοῦ προσφέρειν καὶ τοῦ γένους τὴν θυσίαν.

1,1,2

51

Ὁμοίως τοῦ αὐτοῦ τετράδος δ Ἀκούσατε τοίνυν προσέχοντες τοῖς ῥητοῖς. ὁ τρώγων μου, φησί, τὴν σάρκα. μνημονεύετε ὅτι περὶ τῆς σαρκός ἐστι τὸ λεγόμενον καὶ ὅτι οὐ παρ’ ἐμοῦ προστέθειται τὸ τῆς σαρκὸς ὄνομα, ὥστε μὴ δοκεῖν ἐκείνοις παρερμηνεύειν. ὁ τρώγων μου τὴν
5σάρκα καὶ πίνων μου τὸ αἷμα. μὴ εἶπεν· ὁ τρώγων μου τὴν θεότητα καὶ πίνων μου τὴν θεότητα; ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῶι. Καὶ μεθ’ ἕτερα· Ἀλλ’ ἐπὶ τὸ προκείμενον. ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῶι. μνημονεύετε ὅτι περὶ τῆς
10σαρκὸς τὸ λεγόμενον. καθὼς ἀπέστειλέν με ὁ ζῶν πατήρ, ἐμὲ τὸν φαινόμενον. ἀλλ’ ἐνίοτε παρερμηνεύω· ἀκούσωμεν ἐκ τῶν ἑξῆς. καθὼς ἀπέστειλέν με ὁ ζῶν πατήρ. ἐκεῖνος λέγει τὴν θεότητα, ἐγὼ τὴν ἀνθρωπότητα· ἴδωμεν τίς ὁ παρερμηνεύων. καθὼς ἀπέστειλέν με ὁ ζῶν πατήρ. λέγει ὁ αἱρετικός· ἐνταῦθα τὴν θεότητα λέγει· ἀπέστειλέν με, φησί, τὸν θεὸν λόγον. καθὼς ἀπέστειλέν με ὁ ζῶν πατήρ,
15κατ’ ἐκείνους κἀγὼ ζ, ὁ θεὸς λόγος, διὰ τὸν πατέρα. εἶτα τὸ μετὰ τοῦτο· καὶ ὁ τρώγων με κἀκεῖνος ζήσεται. τίνα ἐσθίομεν, τὴν θεότητα ἢ τὴν σάρκα; Ὁμοίως τοῦ αὐτοῦ τετράδος ιϛ Καὶ ὅλως, φησίν, εἰ πᾶσαν ὁμοῦ τὴν καινὴν μεταλλεύοις, οὐκ ἂν εὕροις οὐδαμοῦ παρὰ ταύτηι τὸν θάνατον τῶι θεῶι προσαπτόμενον, ἀλλ’ ἢ Χριστῶι ἢ υἱῶι ἢ κυρίωι. τὸ
20γὰρ Χριστός καὶ τὸ υἱός καὶ τὸ κύριος, ἐπὶ τοῦ μονογενοῦς παρὰ τῆς γραφῆς λαμβανόμενον, τῶν φύσεων ἐστὶ τῶν δύο σημαντικὸν καὶ ποτὲ μὲν δηλοῦν τὴν θεότητα, ποτὲ δὲ τὴν ἀν‐ θρωπότητα, ποτὲ δὲ ἀμφότερα, οἷον ὅταν Παῦλος ἐπιστέλλων κηρύττηι ἐχθροὶ ὄντες κατηλλάγημεν τῶι θεῶι διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτο, τὴν ἀνθρωπότητα βοᾶι τοῦ υἱοῦ· ἂν λέγηι πάλιν ὁ αὐτὸς πρὸς Ἑβραίους ὁ θεὸς ἐλάλησεν ἡμῖν ἐν
25υἱῶι, δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν, τὴν θεότητα δηλοῖ τοῦ υἱοῦ. οὐδὲ γὰρ ἡ σὰρξ δημιουργὸς τῶν αἰώνων ἡ μετ’ αἰῶνας δημιουργηθεῖσα πολλούς. Καὶ μεθ’ ἕτερα· Οὐδὲ θεότης ἀδελφὸν τὸν Ἰάκωβον ἔσχεν οὐδὲ τὸν τοῦ θεοῦ λόγου
καταγγέλλομεν θάνατον, τὸ δεσποτικὸν αἷμά τε καὶ σῶμα σιτούμενοι.

1,1,2

52

Ὁμοίως τοῦ αὐτοῦ τετράδος κγ Προσέχω, φησί, τοῖς ἡμετέροις δήμοις εὐλάβειαν μὲν πολλὴν κεκτημένοις καὶ θερμο‐ τάτην εὐσέβειαν, ὑπὸ δὲ τῆς περὶ τὸ δόγμα θεογνωσίας ἀγνοίας ὀλισθαίνουσι. τοῦτο δὲ οὐκ ἔγκλημα τῶν λαῶν, ἀλλὰ (πῶς ἂν εὐπρεπῶς εἴποιμι;) τοῦ μὴ σχεῖν τοὺς διδασκά‐
5λους καιρὸν καί τι τῶν ἀκριβεστέρων ὑμῖν παραθέσθαι δογμάτων. Πέτρος πρεσβύτερος Ἀλεξανδρείας καὶ πριμικήριος νοταρίων εἶπεν· Ἰδοὺ φανερῶς ἐν τούτοις φησὶν ὅτι τῶν πρὸ αὐτοῦ διδασκάλων οὐδεὶς ταῦτα ἐλάλησε τοῖς λαοῖς ἃ αὐτὸς ἐλάλησεν. Φλαυιανὸς ἐπίσκοπος Φιλίππων εἶπεν· Ἐπειδὴ δεινὰ καὶ βλάσφημα τὰ παρὰ Νεστο‐
10ρίου εἰρημένα καὶ οὐ φέρουσιν αἱ ἀκοαὶ ἡμῶν ἐπὶ πλεῖον μολύνεσθαι, ἕκαστον μέρος τῆς βλασφημίας αὐτοῦ ἐμφερέσθω τοῖς πραττομένοις πρὸς κατηγορίαν τοῦ διδάξαντος ταῦτα. Πέτρος πρεσβύτερος Ἀλεξανδρείας καὶ πριμικήριος νοταρίων εἶπεν· Ὁ εὐλαβέστατος καὶ θεοσεβέστατος μητροπολίτης καὶ ἐπίσκοπος τῆς Καρθαγένης Καπρέολος διὰ Βεσσούλα τοῦ διακόνου γέγραφε πρὸς τὴν ἁγίαν ταύτην σύνοδον ἐπιστολήν, ἣν εἰ κελεύσειεν ὑμῶν
15ἡ θεοσέβεια, ἀναγνώσομαι, ἀναγνώσομαι δὲ καὶ τὴν ἑρμηνείαν αὐτῆς Τοῖς θεοσεβεστάτοις καὶ μακαριωτάτοις καὶ ἁγιωτάτοις συλλειτουργοῖς τοῖς ἁπανταχό‐ θεν εἰς τὴν σύνοδον συνελθοῦσι Καπρέολος. Ηὐχόμην, εὐλαβέστατοι ἀδελφοί, ἐν τοι‐ αύτηι καταστάσει τὴν προσκυνητὴν ὑμῶν σύνοδον συγκροτηθῆναι, ἵνα καὶ ἡμεῖς, ἐπιλεχθέν‐ των κοινῆι κρίσει ἀδελφῶν καὶ συνεπισκόπων ἡμετέρων, οὐ παραίτησιν θρήνου ἀξίαν,
20ἀλλὰ παρεσκευασμένην πρεσβείαν μᾶλλον πέμψωμεν, εἰ μὴ τὴν ἡμετέραν ἔνστασιν αἰτίαι διάφοροι ἐνεπόδιζον. καὶ γὰρ πρῶτον τοῦ δεσπότου καὶ υἱοῦ ἡμετέρου εὐσεβεστάτου βασιλέως Θεοδοσίου τοιαῦτα εἰς τὰς ἡμετέρας χεῖρας γράμματα ἐλήλυθεν, ἅτινα τοῦ τῆς μακαρίας μνήμης ἀδελφοῦ ἡμετέρου καὶ συνεπισκόπου Αὐγουστίνου τὴν παρουσίαν ἰδικῶς ἀπήιτει, ἅτινα προειρημένα γράμματα εἰς ταύτην τὴν ζωὴν εὑρεῖν αὐτὸν οὐδαμῶς δεδύνην‐
25ται. ὅθεν ἐγώ, ὅστις τὴν αὐτὴν βασιλικὴν σημείωσιν, εἰ καὶ τὰ μάλιστα τῶι προειρη‐ μένωι πεπέμφθαι ἐδόκει, ἐδεξάμην καταπεμφθεῖσαν, κατὰ πάσας τὰς ἐπαρχίας τῆς Ἀφρικῆς ἁρμοδίοις γράμμασι καὶ ταῖς ἐθίμοις διαλέξεσι σύνοδον ἠβουλήθην συναγαγεῖν, ἵνα ἐπιλεχ‐
θέντες ἀπὸ τοῦ ἀριθμοῦ τῶν ἀδελφῶν καὶ ἐπισκόπων τῶν ἡμετέρων εἰς τὴν προσκυνη‐

1,1,2

53

τὴν σύνοδον τῆς ὑμετέρας μακαριότητος καταπεμφθῶσιν. ἀλλ’ ἐπειδὴ οὐκ ἀνέωικται ἡ εἴσοδος τῆς παρόδου (καὶ γὰρ ἡ ἐπιχυθεῖσα τῶν πολεμίων πληθὺς καὶ ἡ πόρθησις ἡ πλατεῖα τῶν ἐπαρχιῶν ἥτις ἢ ἀποσβεσθέντων τῶν οἰκητόρων ἢ φυγόντων ἀθλίαν ἐρημώσεως ὄψιν εἰς μῆκος καὶ πλάτος ἐκτείνουσα τὴν εὐχέρειαν συστέλλει τοῦ ἐλθεῖν), τούτοις τοιγαροῦν
5τοῖς κωλύμασι συνελθεῖν εἰς ἓν τοῦ κύκλου τῆς Ἀφρικῆς οἱ ἐπίσκοποι οὐδαμῶς ἠδυνήθησαν. οἷς προσετέθη ἐπειδὴ τὰ βασιλικὰ γράμματα ἐν ἡμέραις τοῦ πάσχα εἰς ἡμᾶς ἦλθεν, ὅτε μόλις μέχρι τῆς προσκυνητῆς πάσης συνόδου δύο μηνῶν διάστημα περιελιμπάνετο, οἵτινες μόλις ἤρκουν κἂν αὐτῆι τῆι κατὰ Ἀφρικὴν συνόδωι εἰς τὸ συνελθεῖν, καὶ εἰ μηδεμία δυσχέ‐ ρεια ἀπὸ τῶν πολεμίων ἡ παροῦσα συμβεβήκει. ἐντεῦθεν γεγένηται ἵνα, εἰ καὶ τὰ
10μάλιστα πρέσβεις οὐδαμῶς ἐκπέμψαι δεδυνήμεθα, διὰ τὴν εὐλάβειαν ὅμως τὴν χρεωστου‐ μένην τῆι ἐκκλησιαστικῆι ἐπιστήμηι τὸν υἱὸν τὸν ἐμὸν Βεσσούλαν τὸν διάκονον μετὰ τού‐ των τῶν τῆς παραιτήσεως γραμμάτων ἐπέμψαμεν, προσκυνητοὶ ἀδελφοί. ὅθεν αἰτῶ τὴν ὑμετέραν ἁγιότητα, εἰ καὶ τὰ μάλιστα πιστεύω τῆι βοηθείαι τοῦ ἡμετέρου θεοῦ τοσαύ‐ την σύνοδον προσκυνητῶν ἱερέων βεβαίαν διὰ πάντων τὴν πίστιν τὴν καθολικὴν ἐσομέ‐
15νην, ἵνα ἐνεργοῦντος τοῦ ἁγίου πνεύματος, ὅπερ ταῖς ὑμετέραις καρδίαις ἐν πᾶσι τοῖς πρακτέοις πιστεύομεν παρεσόμενον, τὰς καινὰς διδασκαλίας καὶ πρὸ τούτου ταῖς ἐκκλησια‐ στικαῖς ἀκοαῖς ἀπείρους τῆς ἀρχαίας αὐθεντίας τῆι δυνάμει ἀπώσησθε καὶ οὕτως ταῖς και‐ ναῖς οἱαισδήποτε πλάναις ἀντιστῆτε, ἵνα μὴ τούτους οὓς πάλαι ἐπολέμησεν ἡ ἐκκλησία καὶ τούτοις τοῖς καιροῖς ἐν οἷς ἀνεφύησαν, καὶ τῆς ἀποστολικῆς καθέδρας ἡ αὐθεντία καὶ εἰς
20ἓν συμφωνοῦσα ἡ ψῆφος ἡ ἱερατικὴ συνέχωσεν, προσχήματι δευτέρας διαλέξεως ἡ φωνὴ δόξηι ἡ πάλαι ἀφαιρεθεῖσα ἀνανεοῦσθαι. ἔχει γάρ, εἴ τι τυχὸν νεωστὶ ἀναφυῆι, ζητή‐ σεως ἀνάγκην, ἵνα ἢ δεχθὲν δοκιμασθῆι ἢ καταδικασθὲν δυνηθῆι ἀποκρουσθῆναι· ταῦτα δὲ περὶ ὧν ἤδη πάλαι ἐκρίθη, ἐάν τις ἐπαφῆι εἰς δευτέραν διάλεξιν κληθῆναι, οὐδὲν ἕτερον δόξει ἢ περὶ τῆς πίστεως ἥτις μέχρι δεῦρο κατέσχεν, αὐτὸς ἀμφιβάλλειν. ἔπειτα διὰ τὸ
25τῶν μεταγενεστέρων ὑπόδειγμα, ἵνα ταῦτα ἅπερ νῦν ὑπὲρ τῆς καθολικῆς πίστεως ὥρισται, ἔχειν δυνηθῆι διηνεκῆ βεβαίωσιν, ταῦτα ἅπερ ἤδη ἐστὶ παρὰ τῶν πατέρων ὁρισθέντα, φυλακτέα ἐστίν, ἐπειδὴ ὅστις βούλεται ἅτινα ὑπὲρ τῆς καθολικῆς καταστάσεως ἐθέσπισεν,
εἰς τὸ διηνεκὲς μένειν, οὐ τῆι ἰδίαι αὐθεντίαι, ἀλλὰ καὶ τῆι τῶν ἀρχαιοτέρων ψήφωι ὀφείλει

1,1,2

54

βεβαιῶσαι ὅπερ ἐφρόνησεν, ὥστε οὕτως τοῦτο μὲν ἀπὸ τῶν ἀρχαιοτέρων, τοῦτο δὲ ἀπὸ τῶν νέων ὅρων τοῦτο ὅπερ διαβεβαιοῦται, δοκιμάζων, μονογενῆ τῆς ἐκκλησίας τῆς καθολι‐ κῆς τὴν ἀλήθειαν ἀπὸ τῶν παρωιχημένων καιρῶν μέχρι τῶν ἡμετέρων ἁπλῆι καθαρότητι καὶ ἀηττήτωι αὐθεντία τρέχουσαν ἑαυτὸν καὶ λέγειν διδάξει καὶ κατέχειν. ταῦτα τέως
5ὑπὲρ τῆς παρούσης πρεσβείας τῆς Ἀφρικῆς, ἥντινα καταπέμψαι ἡ ἀνάγκη ἡ προρρηθεῖσα οὐ συνεχώρησε, ταῖς προσκυνηταῖς ὑμῶν ἀκοαῖς ὑπέβαλον, πλεῖστα παρακαλῶν ἵνα θεωρη‐ θεισῶν τῶν ἐν τοῖς πράγμασι καὶ τοῖς καιροῖς συμφορῶν τὴν ἡμετέραν ἀπουσίαν μηδεμιαῖ ὑπερηφανίαι ἢ ἀμελείαι, ἀλλὰ ταύτηι τῆι προδήλωι ἀνάγκηι μᾶλλον λογίσασθαι καταξιώσητε. Κύριλλος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Καὶ ἡ ἀναγνωσθεῖσα ἐπιστολὴ τοῦ εὐλαβε‐
10στάτου καὶ θεοσεβεστάτου ἐπισκόπου τῆς Καρθαγένης Καπρεόλου ἐμφερέσθω τῆι πίστει τῶν ὑπομνημάτων, φανερὰν ἔχουσα διάνοιαν. βούλεται γὰρ τὰ μὲν ἀρχαῖα κρατύνεσθαι τῆς πίστεως δόγματα, τὰ δὲ νεαρὰ καὶ ἀτόπως ἐξηυρημένα καὶ ἀσεβῶς εἰρημένα ἀποδοκι‐ μάζεσθαι καὶ ἐκβάλλεσθαι. Πάντες οἱ ἐπίσκοποι ἀνεφώνησαν· Αὗται πάντων αἱ φωναί. Ταῦτα πάντες λέγο‐
15μεν. Αὕτη πάντων ἡ εὐχή. Ἀπόφασις ἐξενεχθεῖσα κατὰ Νεστορίου ἡ καθαιροῦσα αὐτόν Ἡ ἁγία σύνοδος εἶπε· Πρὸς τοῖς ἄλλοις μήτε ὑπακοῦσαι βουληθέντος τοῦ τιμιωτάτου Νεστορίου τῆι παρ’ ἡμῶν κλήσει μήτε μὴν τοὺς παρ’ ἡμῶν ἀποσταλέντας ἁγιωτάτους καὶ θεοσεβεστάτους ἐπισκόπους προσδεξαμένου, ἀναγκαίως ἐχωρήσαμεν ἐπὶ τὴν ἐξέτασιν τῶν
20δυσσεβηθέντων αὐτῶι καὶ φωράσαντες αὐτὸν ἔκ τε τῶν ἐπιστολῶν αὐτοῦ καὶ ἐκ τῶν συγγραμμάτων τῶν ἀναγνωσθέντων καὶ ἐκ τῶν ἀρτίως παρ’ αὐτοῦ ῥηθέντων κατὰ τήνδε τὴν μητρόπολιν καὶ προσμαρτυρηθέντων δυσσεβῶς φρονοῦντα καὶ κηρύττοντα, ἀναγκαίως κατεπειχθέντες ἀπό τε τῶν κανόνων καὶ ἐκ τῆς ἐπιστολῆς τοῦ ἁγιωτάτου πατρὸς ἡμῶν καὶ συλλειτουργοῦ Κελεστίνου [τοῦ] ἐπισκόπου τῆς Ῥωμαίων ἐκκλησίας δακρύσαντες πολλάκις
25ἐπὶ ταύτην τὴν σκυθρωπὴν κατ’ αὐτοῦ ἐχωρήσαμεν ἀπόφασιν Ὁ βλασφημηθεὶς τοίνυν παρ’ αὐτοῦ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὥρισε διὰ τῆς παρούσης ἁγιωτάτης συνόδου ἀλλότριον εἶναι τὸν αὐτὸν Νεστόριον τοῦ τε ἐπισκοπικοῦ
ἀξιώματος καὶ παντὸς συλλόγου ἱερατικοῦ.

1,1,2

55

Κύριλλος ἐπίσκοπος Ἀλεξανδρείας ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ἰουβενάλιος ἐπίσκοπος Ἱεροσολύμων ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Φλαυιανὸς ἐπίσκοπος Φιλίππων ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Φίρμος ἐπίσκοπος Καισαρείας Καππαδοκίας ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι
5συνόδωι. Μέμνων ἐπίσκοπος Ἐφέσου ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ἀκάκιος ἐλέει θεοῦ ἐπίσκοπος Μελιτηνῶν συναινῶν τῆι ἁγίαι συνόδωι ἐπὶ τῆι προγε‐ γραμμένηι ἀποφάσει ὑπέγραψα. Θεόδοτος ἐπίσκοπος Ἀγκύρας τῆς ἁγίας ἐκκλησίας συναινῶν τῆι ἁγίαι συνόδωι ὑπέγραψα.
10Παλλάδιος χάριτι Χριστοῦ ἐπίσκοπος τῆς Ἀμασέων συναινῶν τῆι ἁγίαι συνόδωι ἐπὶ τῆι προγεγραμμένηι ἀποφάσει ὑπέγραψα. Ἀμφιλόχιος ἐπίσκοπος Σίδης ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ἰκόνιος ἐπίσκοπος Γορτύνης τῆς Κρήτης ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Φῆλιξ ἐπίσκοπος πόλεων Ἀπολλωνίας καὶ Βελλίδος ὑπέγραψα ἀποφηνάμενος ἅμα
15τῆι ἁγίαι συνόδωι. Δανιὴλ ἐπίσκοπος Κολωνείας ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Περιγένης ἐπίσκοπος Κορίνθου ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ἑλλάνικος ἐπίσκοπος Ῥόδου ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Κῦρος ἐλάχιστος ἐπίσκοπος Ἀφροδισιάδος ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι
20συνόδωι. Δυνατὸς ἐπίσκοπος Νικοπόλεως Παλαιᾶς Ἠπείρου ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Εὐχάριος ἐπίσκοπος Δυρραχίου ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Σενεκίων ἐπίσκοπος πόλεως Σκοδρίνης ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.
25Ἐπιφάνιος ἐπίσκοπος Κρατίας ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Εὐσέβιος ἐπίσκοπος Ἡρακλείας ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ἀνύσιος ἐπίσκοπος τῆς κατὰ Θήβας ἁγίας τοῦ θεοῦ ἐκκλησίας τῆς κατὰ τὴν
Ἑλλάδα ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.

1,1,2

56

Δόμνος ἐπίσκοπος τῆς κατὰ Ὀποῦντα ἁγίας τοῦ θεοῦ ἐκκλησίας ὑπέγραψα ἀπο‐ φηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ἀγαθοκλῆς ἐπίσκοπος τῆς Κορωναίων πόλεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.
5Γρηγόριος κατὰ θεοῦ χάριν ἐπίσκοπος Κερασοῦντος ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Παράλιος ἐλέει Χριστοῦ ἐπίσκοπος Ἀνδραπηνῶν ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Καλλικράτης ἐπίσκοπος τῆς κατὰ Ναύπακτον ἁγίας τοῦ θεοῦ ἐκκλησίας ὑπέγραψα
10ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Νικίας ἐπίσκοπος Μεγάρων ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Δοκιμάσιος ἐπίσκοπος διοικήσεως Θράικης ἐπαρχίας Ῥοδόπης τῆς πόλεως Μαρω‐ νείας ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Λουκιανὸς ἐπίσκοπος τῆς αὐτῆς ἐπαρχίας πόλεως Τοπήρου ὑπέγραψα ἀποφηνάμενος
15ἅμα τῆι ἁγίαι συνόδωι. Ἐννέπιος ἐπίσκοπος τῆς αὐτῆς ἐπαρχίας πόλεως Μαξιμιανοῦ ὑπέγραψα ἀποφηνά‐ μενος ἅμα τῆι ἁγίαι συνόδωι. Ῥηγῖνος ἐπίσκοπος πόλεως Κωνσταντίας ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Σαπρίκιος ἐπίσκοπος Πάφου ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.
20Θεμίστιος ἐλάχιστος ἐπίσκοπος ταρσοῦ ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Περρέβιος ἐπίσκοπος τῶν Θεσσαλικῶν σάλτων ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ἀφθόνητος ἐλάχιστος ἐπίσκοπος Ἡρακλείας ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.
25Σπουδάσιος ἐπίσκοπος Κεράμων ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Φιλητὸς ἐλάχιστος ἐπίσκοπος Ἀμυζόνος ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ἀρχέλαος ἐλάχιστος ἐπίσκοπος Μύνδου ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ἀπελλᾶς ἐλάχιστος ἐπίσκοπος Κιβύρας ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Φανίας ἐλάχιστος ἐπίσκοπος πόλεως Ἁρπάσων ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι
30ἁγίαι συνόδωι. Προμάχιος ἐλάχιστος ἐπίσκοπος Ἀλίνδων ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ἀνδήριος ἐπίσκοπος ἐπαρχίας Κρήτης πόλεως Χερσονήσου ὑπέγραψα ἀποφηνάμενος
ἅμα τῆι ἁγίαι συνόδωι.

1,1,2

57

Παῦλος ἐλάχιστος ἐπίσκοπος ἐπαρχίας Κρήτης πόλεως Λάμπης ὑπέγραψα ἀποφηνά‐ μενος ἅμα τῆι ἁγίαι συνόδωι. Ζηνόβιος ἐπίσκοπος ἐπαρχίας Κρήτης πόλεως Κνωσσοῦ ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.
5Θεόδωρος ἐπίσκοπος Δωδώνης Ἠπείρου Παλαιᾶς ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Δίων ἐπίσκοπος 〈Θηβῶν〉 Θεσσαλίας συνευδοκῶν τοῖς πᾶσιν ὑπέγραψα. Σεκουνδιανὸς ἐπίσκοπος τῆς κατὰ Λαμίαν ἁγίας τοῦ θεοῦ ἐκκλησίας ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.
10Θεόδωρος ἐπίσκοπος Ἐχιναίου ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ἡρακλέων ὁ καὶ Θεόφιλος ἐπίσκοπος Τράλλεων ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Εὔπορος ἐπίσκοπος Ὑπαίπων ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ῥόδων ἐπίσκοπος Παλαιᾶς πόλεως τῆς Ἀσίας ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι
15ἁγίαι συνόδωι. Τυχικὸς ἐλάχιστος ἐπίσκοπος τῆς Ἐρυθραίων πόλεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Νεστόριος ἐπίσκοπος Σιὼν ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Εὐτύχιος ἐπίσκοπος τῆς ἐν Θεοδοσιουπόλει ἁγίας τοῦ θεοῦ καθολικῆς καὶ ἀποστο‐
20λικῆς ἐκκλησίας ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Μόδεστος ἐπίσκοπος τῆς Ἀνεατῶν πόλεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Θεοσέβιος ἐλάχιστος τῶν ἐπισκόπων Πριήνης πόλεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.
25Θεόδοτος ἐπίσκοπος Νύσης ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Μάξιμος ἐλάχιστος ἐπίσκοπος Ἀσσοῦ ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Μάξιμος ἐλάχιστος ἐπίσκοπος Κύμης ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ἀλέξανδρος ἐπίσκοπος Ἀρκαδιουπόλεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Θεόδωρος ἐπίσκοπος τῆς Ἀνινησίων πόλεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι
30ἁγίαι συνόδωι. Εὐσέβιος ἐλάχιστος ἐπίσκοπος Μαγνησίας Σιπύλου ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Εὐσέβιος ἐπίσκοπος Κλαζομενῶν ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.
Θεοδόσιος ἐπίσκοπος Μασταύρων ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.

1,1,2

58

Εὐτρόπιος ἐλάχιστος ἐπίσκοπος Εὐάζων ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Φίλιππος ἐπίσκοπος τῆς Περγάμων πόλεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.
5Ἀφόβιος ἐλάχιστος ἐπίσκοπος Κολόης ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Δωρόθεος ἐλάχιστος ἐπίσκοπος Μυρίνης ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Εὐθάλιος ἐλάχιστος ἐπίσκοπος τῆς Κολοφωνίων πόλεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.
10Τιμόθεος ἐλάχιστος τῶν ἐπισκόπων Βριουλιτῶν ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ἀθανάσιος ἐλάχιστος ἐπίσκοπος Πάρου τῆς νήσου ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ἡσύχιος ἐπίσκοπος πόλεως Παρίου ἐπαρχίας Ἑλλησπόντου ὑπέγραψα ἀποφηνάμενος
15ἅμα τῆι ἁγίαι συνόδωι. Εὐσέβιος ἐπίσκοπος Ἀσπώνων ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Φιλούμενος ἐπίσκοπος πόλεως Κίννης ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ζήνων ἐπίσκοπος πόλεως Κουρίου τῆς Κύπρου ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.
20Τριβωνιανὸς ἐπίσκοπος τῆς ἐν Πριμοπόλει ἁγίας ἐκκλησίας ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Νουνέχιος ἐπίσκοπος τῆς ἐν Σέλγηι ἁγίας ἐκκλησίας ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Εὐάγριος ἐπίσκοπος Σόλων ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.
25Καισάριος χωρεπίσκοπος πόλεως Ἄρκης ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ἰωάννης ἐπίσκοπος Προικοννήσου ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Στρατήγιος ἐπίσκοπος ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Νήσιος ἐπίσκοπος τῆς κατὰ Κορυβρασσὸν ἁγίας τοῦ θεοῦ ἐκκλησίας ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.
30Ἀκάκιος ἐπίσκοπος τῆς ἐν Κοτέννοις ἁγίας τοῦ θεοῦ ἐκκλησίας ὑπέγραψα ἀποφηνά‐
μενος ἅμα τῆι ἁγίαι συνόδωι.

1,1,2

59

Σόλων ἐπίσκοπος τῆς Καραλίας ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Νεκτάριος ἐπίσκοπος τῆς ἐν Σεννέαι καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ματιδιανὸς ἐπίσκοπος τῆς Κορακησιωτῶν πόλεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι
5ἁγίαι συνόδωι. Ταριανὸς ἐπίσκοπος τῆς κατὰ Λύρβην ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Θεόδουλος ἐπίσκοπος Ἐλούσης ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Φιλαδέλφιος ἐπίσκοπος τῆς Γρατιανουπολιτῶν πόλεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.
10Θεόκτιστος ἐπίσκοπος τῆς Φωκαέων πόλεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ῥουφῖνος ἐπίσκοπος τῆς Ταβηνῶν πόλεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ἰωάννης ἐπίσκοπος Αὐγουστοπόλεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.
15Ῥωμανὸς ἐπίσκοπος Ῥαφίας ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Φεῖδος ἐπίσκοπος Ἰόππης ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ἀιάνης ἐπίσκοπος τῆς Συκαμαζόνος πόλεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Παυλιανὸς ἐπίσκοπος Μαιουμᾶ ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.
20Θεόδωρος ἐπίσκοπος Ἀρινδήλων ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Πέτρος ἐπίσκοπος Παρεμβολῶν ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Παῦλος ἐπίσκοπος Ἀνθηδόνος ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Νετίρας ἐπίσκοπος 〈Γάζησ〉 ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Σαίδας ἐπίσκοπος Φαινοῦς ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.
25 Ἐρεννιανὸς ἐπίσκοπος τῆς Μυρέων πόλεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Κύριλλος ἐπίσκοπος πυλῶν ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ἑλλη‐ σπόντιος πρεσβύτερος περιοδευτὴς ὑπέγραψα ὑπὲρ αὐτοῦ, ἐπειδὴ τὴν χεῖρα πάσχει. Ἑρμογένης ἐπίσκοπος Ῥινοκουρούρων ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.
30Εὐσέβιος ἐπίσκοπος Πηλουσίου ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Εὐόπτιος ἐπίσκοπος Πτολεμαίδος ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Φοιβάμμων ἐπίσκοπος Κοπτοῦ ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Παῦλος ἐπίσκοπος Φραγώνεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.
Μακεδόνιος ἐπίσκοπος Ξόεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.

1,1,2

60

Πέτρος ἐπίσκοπος Ὀξυρύγχου ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ἀδέλφιος ἐπίσκοπος τῆς Ὀνουφιτῶν ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ἀθανάσιος ἐπίσκοπος τῆς Παράλου ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ἡράκλειος ἐπίσκοπος παροικίας Θύνεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι
5συνόδωι. Σιλουανὸς ἐπίσκοπος Κοπρίθεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Κῦρος ἐπίσκοπος Ἀχαιῶν ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Μαρῖνος ἐπίσκοπος Ἡλιουπόλεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Μακάριος ἐπίσκοπος Μετήλεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.
10Ἀδέλφιος ἐπίσκοπος Σάεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Μητρόδωρος ἐπίσκοπος Λεόντων ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ἰωάννης ἐπίσκοπος τῆς Ἡφαιστιωτῶν ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Στρατήγιος ἐπίσκοπος τῆς Ἀθριβιτῶν ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Λαμπέτιος ἐπίσκοπος τοῦ Κασίου ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.
15Θεόπεμπτος ἐπίσκοπος Καβάσων ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Εὐσέβιος ἐπίσκοπος Νειλουπόλεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Χρυσαόριος ἐπίσκοπος Ἀφροδιτοῦς ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ἀλέξανδρος ἐπίσκοπος Κλεοπατρίδος ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Θέων ἐπίσκοπος Ἡρακλεοῦς τοῦ Σεθροίτου ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι
20συνόδωι. Θεωνᾶς ἐπίσκοπος Ψίγχους ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ἡρακλείδης ἐπίσκοπος τῆς ἄνω Ἡρακλεοῦς ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ἀριστόβουλος ἐπίσκοπος Θμούεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.
25Ἄμμων ἐπίσκοπος τῆς Βουτιτῶν πόλεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ἀνδρέας ἐπίσκοπος Ἑρμουπόλεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Μακάριος ἐπίσκοπος Ἀνταίου ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Σαβῖνος ἐπίσκοπος Πανὸς ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ἡράκλειος ἐπίσκοπος Ταμιάθεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.
30Ἰσαὰκ ἐπίσκοπος Ἑλεαρχίας ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ζηνόβιος ἐπίσκοπος πόλεως Βάρκης τῆς κατὰ Πεντάπολιν ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ζήνων ἐπίσκοπος πόλεως Τευχείρων ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ἁβραὰμ ἐπίσκοπος πόλεως Ὀστρακίνης ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.
35Ἱέρακυς ἐπίσκοπος τῆς Ἀφναιτῶν ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.
Σαμουὴλ ἐπίσκοπος Δύσθεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.

1,1,2

61

Δανιὴλ ἐπίσκοπος Δάρνεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Σώπατρος ἐπίσκοπος Λιβύης Σεπτιμιακῆς ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ἀλύπιος ἐπίσκοπος πόλεως Σελῆ ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ἀμμώνιος ἐπίσκοπος Πανεφύσου ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.
5Βοσπόριος ἐπίσκοπος Γαγγρῶν τῆς μητροπόλεως ἐπαρχίας Παμφυλίας ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ὑπάτιος πρεσβύτερος ἐπιτραπεὶς παρ’ αὐτοῦ ὑπέγραψα διὰ τὸ ἀρρωστεῖν αὐτόν. Ἀργῖνος ἐπίσκοπος Πομπηιουπόλεως τῆς Παφλαγονίας ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Συνέσιος πρεσβύτερος ὑπέγραψεν ὑπὲρ αὐτοῦ διὰ τὸ ἀνωμα‐
10λεῖν αὐτόν. Ἑλλάδιος ἐπίσκοπος τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας τῆς κατὰ τὸ Ἀτραμύτιον ὑπ‐ έγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Στέφανος ἐπίσκοπος τῆς Τηιτῶν πόλεως Ἀσιανὸς ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.
15Ἰδδούας ἐπίσκοπος Σμύρνης ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ἀριστόνικος ἐλάχιστος ἐπίσκοπος τῆς Λαοδικέων μητροπόλεως ὑπέγραψα ἀποφηνά‐ μενος ἅμα τῆι ἁγίαι συνόδωι. Βενάντιος ἐπίσκοπος τῆς κατὰ Ἱεράπολιν ἁγίας τοῦ θεοῦ ἐκκλησίας ὑπέγραψα ἀπο‐ φηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Παῦλος πρεσβύτερος ὑπέγραψα ὑπὲρ αὐτοῦ
20παρόντος καὶ ἐντειλαμένου μοι. Σιλουανὸς ἐπίσκοπος τῆς κατὰ Κερατάπων ἁγίας τοῦ θεοῦ ὀρθοδόξου ἐκκλησίας ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Κωνστάντιος ἐπίσκοπος τῆς Διοκλητιανουπόλεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.
25Ἑρμόλαος ἐλάχιστος ἐπίσκοπος τῆς Ἀττουδέων πόλεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ἀσκληπιάδης ἐλάχιστος ἐπίσκοπος τῆς κατὰ Τραπεζόπολιν ἁγίας τοῦ θεοῦ ἐκκλησίας ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.
Ἰωάννης ἐπίσκοπος Λέσβου ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.

1,1,2

62

Πέτρος ἐλάχιστος ἐπίσκοπος πόλεως Προύσης ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Εὐγένιος ἐλάχιστος ἐπίσκοπος πόλεως Ἀπολλωνιάδος ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.
5Καλλίνικος ἐπίσκοπος Ἀπαμείας ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ἀθανάσιος ἐπίσκοπος τῆς κατὰ Δούελτον καὶ Σωζόπολιν ἁγίας τοῦ θεοῦ ἐκκλησίας ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Οὐαλεριανὸς ἐπίσκοπος Ἰκονίου ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Πίος ἐπίσκοπος τῆς Πισινουντίων πόλεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.
10Θωμᾶς ἐπίσκοπος τῆς Δερβιτῶν πόλεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Μαρτύριος ἐπίσκοπος πόλεως Ἰλίστρων ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ἀβλάβιος ἐπίσκοπος πόλεως Ἀμορίου ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Διογένης ἐπίσκοπος Ἰωνοπόλεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Λητόιος ἐπίσκοπος Λιβιάδος ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.
15Σευῆρος ἐπίσκοπος Συνάδων ἐπαρχίας Φρυγίας Σαλουταρίας ὑπέγραψα ἀποφηνά‐ μενος ἅμα τῆι ἁγίαι συνόδωι. Δομνῖνος ἐπίσκοπος Κοτυαείου ἐπαρχίας Φρυγίας Σαλουταρίας ὑπέγραψα ἀποφηνά‐ μενος ἅμα τῆι ἁγίαι συνόδωι. Εὐστάθιος ἐπίσκοπος Δοκιμίου ἐπαρχίας Φρυγίας Σαλουταρίας ὑπέγραψα ἀποφηνά‐
20μενος ἅμα τῆι ἁγίαι συνόδωι. Δαλμάτιος ἐπίσκοπος τῆς κατὰ Κύζικον ἁγίας τοῦ θεοῦ ἐκκλησίας ὑπέγραψα ἀπο‐ φηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Τιμόθεος ἐπίσκοπος ἐπαρχίας Σκυθίας ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ἀθανάσιος ἐπίσκοπος τῆς Σκηψίων πόλεως ἐπαρχίας Ἑλλησπόντου ὑπέγραψα ἀπο‐
25φηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Μαιόνιος ἐπίσκοπος τῆς Λυδίας πόλεως Σάρδεων ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Θεοφάνιος ἐπίσκοπος πόλεως Φιλαδελφείας ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.
30Φῶσκος ἐπίσκοπος πόλεως Θυατείρας ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Τιμόθεος ἐπίσκοπος τῆς Γερμηνῶν πόλεως ἐπαρχίας Ἑλλησπόντου ὑπέγραψα ἀπο‐
φηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.

1,1,2

63

Κόμοδος ἐπίσκοπος πόλεως Τριπόλεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Εὐθήριος ἐλάχιστος ἐπίσκοπος τῆς Στρατονικέων πόλεως Λυδίας ὑπέγραψα ἀποφη‐ νάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Παῦλος ἐλάχιστος ἐπίσκοπος τῆς Λυδίας πόλεως Δαλδιανῶν ὑπέγραψα ἀποφηνά‐
5 μενος ἅμα τῆι ἁγίαι συνόδωι, χρησάμενος χεῖρα κατ’ ἐντολὰς ἐγγράφους παρὰ τοῦ ἀδελφοῦ καὶ συλλειτουργοῦ Φώσκου διὰ τὸ ἐν ἀρρωστίαι με κατακεῖσθαι. Λιμένιος ἐλάχιστος ἐπίσκοπος τῆς κατὰ Σέττας ἁγίας τοῦ θεοῦ ἐκκλησίας ἐπαρχίας Λυδίας ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ἰωάννης ἐλάχιστος ἐπίσκοπος τῆς Αὐρηλιοπολιτῶν ἐπαρχίας Λυδίας ὑπέγραψα ἀπο‐
10φηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Θεόδωρος ἐλάχιστος ἐπίσκοπος τῆς Ἀτταλέων πόλεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Παῦλος ἐπίσκοπος τῆς ἐν Ὀρύμνοις πόλεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.
15Τιμόθεος ἐπίσκοπος πόλεως Τερμησοῦ καὶ Εὐδοκιάδος ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Αἰδέσιος ἐπίσκοπος πόλεως Ἰσίνδων ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Θωμᾶς ἐπίσκοπος Οὐαλεντινιανουπόλεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.
20Λιβάνιος ἐπίσκοπος πόλεως Παλαιᾶς πόλεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Εὐπρέπιος ἐπίσκοπος Βιζύης ὑπέγραψα καὶ ἀπεφηνάμην ἅμα τῆι ἁγίαι συνόδωι. Θεόδωρος ἐπίσκοπος Γαδάρων ὑπέγραψα καὶ συναπεφηνάμην τῆι ἁγίαι συνόδωι. Αἰθέριος ἀρχιδιάκονος ὑπέγραψα ἐπιτραπεὶς παρ’ αὐτοῦ ἀγραμμάτου ὄντος.
25Δάφνος ἐπίσκοπος Μαγνησίας Μαιάνδρου ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Βερηνιανὸς ἐπίσκοπος Πέργης ὑπέγραψα τῆι προκειμένηι ἀποφάσει τῆς ἁγίας συνόδου. Παύισκος ἐπίσκοπος τῆς Ἀπόλλωνος ὑπέγραψα καὶ ἀπεφηνάμην ἅμα τῆι ἁγίαι συνόδωι.
Εὐλόγιος ἐπίσκοπος Τερενούθεως ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι.

1,1,2

64

Ἰσαὰκ ἐπίσκοπος Ταυᾶ ὑπέγραψα ἀποφηνάμενος ἅμα τῆι ἁγίαι συνόδωι. Ἀδέλ‐ φιος ἐπίσκοπος Ὀνούφεως παρακληθεὶς παρ’ αὐτοῦ ὑπέγραψα ὑπὲρ αὐτοῦ κακου‐ μένου ὄντος αὐτοῦ. Εὐδόξιος ἐπίσκοπος πόλεως Χώματος ἐπαρχίας Λυκίας ὑπέγραψα ἀποφηνάμενος ἅμα
5 τῆι ἁγίαι συνόδωι. Ἀριστόκριτος ἐπίσκοπος Ὀλύμπου ὑπέγραψα τῆι προκειμένηι ἀποφάσει τῆς ἁγίας συνόδου καὶ συναινῶ. Καὶ ἕτεροι δὲ ἐπίσκοποι προσελθόντες τῆι ἁγίαι συνόδωι μετὰ τὸ ὑπογράψαι τούτους τῆι καθαιρέσει Νεστορίου ὑπέγραψαν τῆι προκειμένηι ἀποφάσει.
10 Εἰσὶν ἐπίσκοποι ὑπὲρ τοὺς διακοσίους· ἐτοποτήρησαν γὰρ τινὲς ἄλλοις ἐπισκόποις μὴ δυναμένοις παραγενέσθαι ἐν τῆι Ἐφεσίων μητροπόλει.
6Καθαίρεσις Ἡ ἁγία σύνοδος ἡ χάριτι θεοῦ κατὰ τὸ θέσπισμα τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων συναχθεῖσα ἐν τῆι Ἐφεσίων Νεστορίωι νέωι Ἰούδαι. Γίνωσκε σεαυτὸν διὰ τὰ δυσσεβῆ σου κηρύγματα καὶ τὴν πρὸς τοὺς κανόνας ἀπείθειαν κατὰ τὸ δοκοῦν τοῖς
10ἐκκλησιαστικοῖς θεσμοῖς Ἰουνίου μηνὸς τοῦ ἐνεστῶτος δευτέραι καὶ εἰκάδι παρὰ τῆς ἁγίας συνόδου καθηιρῆσθαι καὶ παντὸς ἐκκλησιαστικοῦ βαθμοῦ ὑπάρχειν ἀλλότριον.
13 Τῆι ἑξῆς τοῦ καθαιρεθῆναι τὸν αὐτὸν Νεστόριον ἀπεστάλη αὐτῶι τοῦτο τὸ ἐπίσταλμα παρὰ τῆς ἁγίας συνόδου.
16 Ἐπιστολὴ πεμφθεῖσα πρὸς τοὺς κληρικοὺς καὶ οἰκονόμους τῆς ἐκκλησίας Κωνσταν‐ τινουπόλεως ἐν αὐτῆι τῆι ἡμέραι ἐν ἧι καὶ αὐτῶι ἀπεστάλη
Ἡ ἁγία σύνοδος ἡ χάριτι θεοῦ ἐν Ἐφέσωι συναχθεῖσα κατὰ τὸ θέσπισμα τῶν εὐσε‐

1,1,2

65

βεστάτων καὶ θεοφιλεστάτων ἡμῶν βασιλέων Λαμπροτάτωι καὶ Εὐχαρίωι εὐλαβεστάτοις πρεσβυτέροις καὶ οἰκονόμοις καὶ λοιποῖς εὐλαβεστάτοις κληρικοῖς τῆς κατὰ τὴν φιλόχριστον Κωνσταντινούπολιν ἁγίας τοῦ θεοῦ ἐκκλησίας. Γινωσκέτω ἡ ὑμετέρα εὐλάβεια τὸν δύσ‐ φημον Νεστόριον διὰ τὰ δυσσεβῆ αὐτοῦ κηρύγματα κατὰ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς
5ἀπειθήσαντα κατὰ τὴν χθὲς ἡμέραν, ἥτις ἐστὶν τοῦ ἐνεστῶτος μηνὸς Ἰουνίου δευτέρα καὶ εἰκάς, παρὰ τῆς ἁγίας συνόδου κατὰ τὸ δοκοῦν τοῖς ἐκκλησιαστικοῖς κανόσι καθηιρῆσθαι καὶ παντὸς ἐκκλησιαστικοῦ βαθμοῦ ὑπάρχειν ἀλλότριον. φυλάξατε τοίνυν τὰ ἐκκλησια‐ στικὰ σύμπαντα ὡς μέλλοντες καὶ λόγον ἀποδοῦναι τῶι κατὰ βούλησιν θεοῦ καὶ νεύματι τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων χειροτονηθησομένωι τῆι Κωνσταντινου‐
10πολιτῶν ἁγίαι ἐκκλησίαι.
12Τῶν εὑρεθέντων ἐν Κωνσταντινουπόλει ἐπισκόπων ὑπομνηστικόν Συναχθεῖσα ἡ ἁγία σύνοδος ἐν Ἐφέσωι κατὰ τὸ θέσπισμα τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων καὶ εὑροῦσα τὸν ἐχθρὸν τοῦ Χριστοῦ τοῖς αὐτοῖς ἐπιμείναντα
15καὶ δυσσεβῆ κηρύσσοντα καθεῖλεν αὐτόν, ἵνα λοιπὸν τῆς οἰκουμένης ὅλης ἐκκοπῆι τὰ σκάνδαλα. καὶ ὡς ἐθρυλήθη τοῦτο ἐν Κωνσταντινουπόλει, πάντες οἱ τὰ ἐκείνου σπου‐ δάζοντες, πάντα τὰ ἐκκλησιαστικὰ λαβόντες παρ’ αὐτοῦ, συνεσκευάζοντο τὴν ἀλήθειαν, λέ‐ γομεν δὴ φρουροῦντες τὰ πλοῖα τὰς ὁδοὺς καὶ μὴ συγχωροῦντες μήτε ἐλθεῖν ἐν Κωνσταν‐ τινουπόλει τινὰ ἀπὸ τῆς ἁγίας συνόδου μήτε ἀπελθεῖν ἐκεῖ, ἀλλὰ μόνον τὰ τοῦ ἐχθροῦ
20τοῦ Χριστοῦ καὶ ἀπήγοντο καὶ ἀπεφέροντο. καὶ ἐπεὶ οὐδεὶς δύναται πρὸς τὸν θεόν (τί γάρ ἐστιν ἄνθρωπος;), ἐξ οἰκονομίας θεοῦ ἔρχεται ἐπιστολὴ ἀπὸ Ἐφέσου γραφεῖσα πρὸς τοὺς ἁγίους ἐπισκόπους καὶ μοναστάς, πεμφθεῖσα δι’ ἐπαίτου δήσαντος αὐτὴν εἰς κάλαμον ἔσω, καὶ οὕτως ἐπαιτῶν καὶ ἐπιφερόμενος τὸν κάλαμον ταύτην ἤνεγκε. καὶ ἀναστάντα πάντα τὰ μοναστήρια ἅμα τοῖς ἀρχιμανδρίταις αὐτῶν ἐξῆλθον ἐπὶ τὸ παλάτιον
25ψάλλοντες ἀντίφωνα. ἦν δὲ ὁ ἅγιος Δαλμάτιος εἷς τῶν ἀρχιμανδριτῶν, ἔτη τεσσα‐ ράκοντα καὶ ὀκτὼ ἔχων μὴ ἐξελθὼν τοῦ ἑαυτοῦ μοναστηρίου, ἀλλ’ ἔσω ὢν ἀποκεκλει‐ σμένος (ὁ δὲ εὐσεβέστατος ἡμῶν βασιλεὺς ἀπήρχετο πρὸς αὐτὸν καὶ ἔβλεπεν αὐτόν), ὡς καὶ σεισμῶν πολλάκις γενομένων ἐν Κωνσταντινουπόλει καὶ πολλάκις παρακαλέσαντος τοῦ βασιλέως ὥστε αὐτὸν ἐξελθεῖν καὶ λιτανεῦσαι, μηδέποτε πεισθῆναι ἐξελθεῖν. εὐξαμένου
30δὲ αὐτοῦ περὶ τούτου, φωνὴ ἐξ οὐρανοῦ αὐτῶι κατῆλθεν ὥστε ἐξελθεῖν· θεὸς γὰρ οὐκ
ἠθέλησεν ἀπολέσθαι αὐτοῦ τὴν ἀγέλην εἰς τέλος. ἦν δὲ σὺν αὐτοῖς καὶ λαὸς πολὺς

1,1,2

66

τῶν ὀρθοδόξων. ὡς οὖν ἦλθον εἰς τὸ παλάτιον, κληθέντες παρὰ τοῦ βασιλέως εἰσῆλθον οἱ ἀρχιμανδρῖται καὶ ἔμεινε τὸ πλῆθος τῶν μοναζόντων καὶ τῶν λαῶν, ψάλλοντες ἀντίφωνα. εἶτα ἐξῆλθον τυχόντες δικαίας ἀποκρίσεως· βοῶσι πάντες ‘τὰ μανδάτα τοῦ βασιλέωσ‘. εἶτα ἀπολογοῦνται ὅτι ‘ἀπέλθωμεν εἰς τὸ μαρτύριον τοῦ ἁγίου Μωκίου, καὶ ἀναγινώσκομεν
5καὶ τὴν ἐπιστολὴν καὶ μανθάνετε τὴν ἀπολογίαν τοῦ βασιλέωσ‘. λοιπὸν ἀπῆλθον πάντες καὶ οἱ μονάζοντες καὶ οἱ λαοί· ἦν γὰρ ἡ ὁδὸς κεφαλὴ μία. ψάλλοντες αὐτὸν τὸν τελευ‐ ταῖον ψαλμόν, κατὰ τοῦ τελευταίου τόπου τῆς πόλεως ἀπαντῶσι τοῖς λαοῖς μονάζοντες μετὰ κηριόλων ψάλλοντες καὶ ὡς εἶδον τὰ πλήθη, ἐβόησαν κατὰ τοῦ ἐχθροῦ. ἔρχονται εἰς τὸ μαρτύριον τοῦ ἁγίου Μωκίου καὶ ἀναγινώσκεται αὐτοῖς ἡ ἐπιστολή.
10 Κύριλλος ἀρχιεπίσκοπος Κωμαρίωι Ποτάμωνι ἐπισκόποις καὶ τῶι ἀρχιμανδρίτηι τῶν μοναστηρίων κυρίωι Δαλματίωι καὶ Τιμοθέωι καὶ Εὐλογίωι πρεσβυτέροις ἀγαπητοῖς καὶ ποθεινοτάτοις καὶ ἐν Χριστῶι ἡγιασμένοις πλεῖστα χαίρειν. Προσεδοκῶμεν ἐλθόντα τὸν τιμιώτατον Νεστόριον μεταγνῶναι ἐφ’ οἷς δεδυσφήμηκεν ἀφ’ οὗ κεχειροτόνηται, καὶ συγ‐ γνώμην αἰτῆσαι παρὰ τῆς ἁγίας συνόδου, εἰ καὶ ὅτι μάλιστα καὶ οὕτως ἐπικίνδυνον τὸ
15χαρίσασθαι συγγνώμην αὐτῶι· οὐ γὰρ ἐνεδέχετο ἀνδρὶ τοιαῦτα κηρύξαντι (πᾶσαν γὰρ διέ‐ στρεψε τὴν οἰκουμένην καὶ τὴν θρηισκευομένην τῶν ἐκκλησιῶν παρέλυσε πίστιν) χαρίσασθαι συγγνώμην. εἰ γὰρ καὶ ὁ μίαν ἀφεῖναι φωνὴν δύσφημον τολμήσας κατὰ τῶν εὐσεβε‐ στάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων δικαίως ὑπομένει τὰς ἐκ τῶν νόμων ἀγανακτή‐ σεις, οὐ μᾶλλον ὁ ἀσεβὴς ὁ σύμπαν τὸ εὐαγὲς ἀνατρέπων ἡμῶν μυστήριον καὶ ἀναιρῶν
20τὴν οἰκονομίαν ἣν ὁ ἅγιος καὶ φιλάνθρωπος τοῦ θεοῦ πατρὸς υἱὸς μονογενὴς δι’ ἡμᾶς ἐπλήρωσε καταξιώσας ἄνθρωπος γενέσθαι, ἵνα πάντας ἡμᾶς σώσηι καὶ ἀπαλλάξηι τὴν ὑπ’ οὐρανὸν καὶ ἁμαρτιῶν καὶ θανάτου; πλὴν ἐθαυμάσαμεν τὴν σκληροκαρδίαν τοῦ ἀνδρός· οὐ γὰρ μετενόησεν οὐδὲ ἔκλαυσεν ἐφ’ οἷς εἰπεῖν ἐτόλμησε κατὰ τῆς δόξης τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ, ἀλλὰ γὰρ καὶ ἐν Ἐφέσωι παραγεγονὼς τοῖς αὐτοῖς ἐκέχρητο
25λόγοις καὶ πάλιν ἔδειξεν ἑαυτὸν φρονοῦντα τὰ διεστραμμένα, ὡς καὶ τῶν ἐπισήμων μητρο‐ πολιτῶν θεοσεβεστάτων ἐπισκόπων λόγους πρὸς αὐτὸν κινούντων, εἶτα συγκλειόντων αὐτὸν διὰ τῆς θεοπνεύστου γραφῆς καὶ διδαξάντων ὅτι θεός ἐστιν ὁ ἐκ τῆς ἁγίας παρθένου κατὰ σάρκα γεννηθείς, ἀθεμίτωι φωνῆι χρησάμενος ἔφη· ἐγὼ διμηνιαῖον καὶ τριμηνιαῖον θεὸν οὐ λέγω, καὶ ἄλλα δὲ πρὸς τούτοις ἕτερα, ἀναιρῶν τὴν ἐνανθρώπησιν τοῦ μονογε‐
30νοῦς. δέδοται μὲν οὖν τῆι ἁγίαι συνόδωι προθεσμία ἡ ἁγία πεντηκοστὴ παρὰ τῶν
θεοφιλεστάτων ἡμῶν βασιλέων (τὸ γὰρ πρῶτον γράμμα δι’ οὗ κεκλήμεθα, τοῦτον ἔχει τὸν

1,1,2

67

τύπον), κατηντήσαμεν δὲ ἐπὶ τὴν Ἐφεσίων πόλιν πρὸ τῆς ὁρισθείσης ἡμέρας· οὐ γὰρ ἦν καταφρονῆσαι δεσποτικῶν θεσπισμάτων. ἐπειδὴ δὲ ἀκηκόαμεν ἔρχεσθαι τὸν εὐλαβέστα‐ τον καὶ θεοφιλέστατον τῆς Ἀντιοχέων ἐπίσκοπον Ἰωάννην, περιεμείναμεν ἡμέρας δεκαέξ, καίτοι πάσης τῆς συνόδου καταβοώσης καὶ λεγούσης ὅτι ἐκεῖνος οὐ βούλεται συνεδρεῦσαι·
5δέδιε γὰρ μὴ ἄρα καθαίρεσιν ὑπομείνηι ὁ τιμιώτατος Νεστόριος ληφθεὶς ἐκ τῆς ὑπ’ αὐτὸν ἐκκλησίας, καὶ ἴσως τὸ πρᾶγμα αἰσχύνεται. ὃ καὶ ἔδειξεν ἡ πεῖρα τὸ λοιπὸν ἀληθινῶς· ὑπερέθετο γὰρ τοῦ ἐλθεῖν. προλαβόντες γὰρ τινὲς τῶν σὺν αὐτῶι εὐλαβεστάτων ἐπι‐ σκόπων ἐκ τῆς Ἀνατολῆς ἔφησαν· ‘ἐνετείλατο ἡμῖν ὁ κύρις Ἰωάννης ὁ ἐπίσκοπος εἰπεῖν τῆι θεοσεβείαι ὑμῶν ὅτι ἐὰν βραδύνω, πράττετε ὃ πράττετε‘. συναχθεῖσα τοίνυν ἡ ἁγία
10σύνοδος τῆι κατὰ Ἀλεξανδρεῖς ὀγδόηι καὶ εἰκάδι τοῦ Παυνὶ μηνὸς ἐν τῆι μεγάληι ἐκκλησίαι τῆι καλουμένηι Μαρίαι ἐκάλεσεν αὐτὸν πέμψασα εὐλαβεστάτους ἐπισκόπους ὥστε ἐλθεῖν αὐτὸν καὶ συστῆναι ἑαυτῶι καὶ ἀπολογήσασθαι περὶ ὧν ἐδίδαξε καὶ ἔγραψεν. ὃ δὲ τὴν μὲν πρώτην ἀπόκρισιν ἐποιήσατο λέγων ὅτι σκέπτομαι καὶ ὁρῶ· κέκληται δευτέρωι παρα‐ ναγνωστικῶι παρὰ τῆς ἁγίας συνόδου, πάλιν πεμφθέντων πρὸς αὐτὸν θεοσεβεστάτων ἐπι‐
15σκόπων. ὃ δὲ πρᾶγμα ποιῶν ἄτοπον στρατιώτας λαβὼν παρὰ τοῦ μεγαλοπρεπεστάτου κόμητος Κανδιδιανοῦ ἔστησε πρὸ τῆς οἰκίας αὐτοῦ μετὰ ῥοπάλων κωλύοντας εἰσελθεῖν τινα πρὸς αὐτόν. ὡς δὲ ἐπέμενον οἱ πεμφθέντες ἁγιώτατοι ἐπίσκοποι λέγοντες ὅτι οὐδὲν χαλεπὸν ἤλθομεν εἰπεῖν ἢ ἀκοῦσαι, ἀλλ’ ἡ ἁγία σύνοδος αὐτὸν καλεῖ, ἀφορμαῖς ἐκέχρητο διαφόροις ὡς μὴ θέλων ἐλθεῖν· ἐπέπληττε γὰρ αὐτῶι τὸ συνειδός. εἶτα
20κεχρήμεθα καὶ τρίτωι παραναγνωστικῶι καὶ πάλιν πεμφθέντων ἐπισκόπων πρὸς αὐτὸν ἐκ διαφόρων ἐπαρχιῶν πάλιν τῆι τῶν στρατιωτῶν ἐχρήσατο βίαι καὶ οὐκ ἠθέλησεν ἐλθεῖν. καθεσθεῖσα τοίνυν ἡ ἁγία σύνοδος καὶ ἀκολουθήσασα τοῖς τῆς ἐκκλησίας θεσμοῖς καὶ ἀναγνοῦσα τὰς ἐπιστολὰς αὐτοῦ καὶ τὰς ἐξηγήσεις καὶ εὑροῦσα δυσφημιῶν αὐτὰς μεστάς, μαρτυρησάντων δὲ καὶ ἐπισήμων εὐλαβεστάτων ἐπισκόπων μητροπολιτῶν ὅτι ἐν αὐτῆι τῆι
25Ἐφεσίων πρὸς ἡμᾶς διαλεγόμενος σαφῶς εἴρηκεν ὅτι θεὸς οὔκ ἐστιν ὁ Ἰησοῦς, καθεῖλεν αὐτὸν καὶ δικαίαν καὶ ἔννομον κατ’ αὐτοῦ τὴν ψῆφον ἐξήνεγκεν. ἐπειδὴ δὲ ἦν ἀναγκαῖον ταῦτα αὐτὰ μαθοῦσαν τὴν ὑμετέραν θεοσέβειαν διδάξαι, οὓς χρὴ μάλιστα αὐτὰ μαθεῖν, ἵνα μὴ συναρπάσηι ἢ αὐτὸς ἢ οἱ σπουδάζοντες αὐτῶι, ταῦτα ἀναγκαίως μεμήνυκα. ἔχομεν δὲ καὶ τοῦ εὐλαβεστάτου καὶ θεοσεβεστάτου ἐπισκόπου Ἰωάννου ἐπιστολὴν γραφεῖσαν
30πρὸς αὐτόν, δι’ ἧς σφόδρα αὐτῶι ἐπιτιμᾶι ὡς καινὰ καὶ ἀσεβῆ δόγματα εἰσενεγκόντι εἰς τὰς ἐκκλησίας καὶ παραλύοντι τὸ κήρυγμα τὸ ἐκ τῶν ἁγίων πατέρων καὶ ἀποστόλων παραδοθὲν ταῖς ἐκκλησίαις. ἐπειδὴ δὲ οὐδὲν δύναται πρὸς τὰς ἑαυτοῦ δυσφημίας εἰπεῖν, προφασίζεται ὅτι παρεκάλεσα ἡμέρας τέσσαρας ὑπερτεθῆναι, ἕως ἂν παραγένηται ὁ τῆς
Ἀντιοχέων ἐπίσκοπος, καὶ οὐκ ἐνδεδώκασι, καίτοι τοῦ μνημονευθέντος ἁγιωτάτου ἐπισκό‐

1,1,2

68

που Ἰωάννου παραιτησαμένου τὴν ἄφιξιν. εἰ γὰρ ἤθελε παρεῖναι, διὰ τί ἐμήνυσε διὰ τῶν ὑπὸ χεῖρα αὐτοῦ ἐπισκόπων ὅτι ἐὰν βραδύνω, πράττετε ὃ πράττετε; ὡς γὰρ ἔφην, οὐκ ἠθέλησε παρεῖναι εἰδὼς ὅτι πάντως ἡ ἁγία σύνοδος καταψηφιεῖται Νεστορίου τὴν καθαίρεσιν ὡς ἀσεβῆ καὶ δύσφημα λαλήσαντος κατὰ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ.
5ἐπεὶ οὖν, ὡς ἔμαθον, ἀνηνέχθησαν ἀναφοραὶ παρὰ τοῦ μεγαλοπρεπεστάτου κόμητος Καν‐ διδιανοῦ, νήψατε διδάσκοντες ὅτι οὔπω τὰ ὑπομνήματα τὰ πεπραγμένα ἐπὶ τῆι καθαιρέσει αὐτοῦ ἐτελειώθη ἐν χάρταις, δι’ ὃ οὐκ ἠδυνήθημεν οὔτε τὴν ἀναφορὰν πέμψαι τὴν ὀφείλου‐ σαν πεμφθῆναι πρὸς τοὺς εὐσεβεῖς καὶ νικητὰς ἡμῶν βασιλεῖς· σὺν θεῶι δὲ εἰπεῖν, κατα‐ λήψεται ἡ ἀναφορὰ μετὰ τῶν ὑπομνημάτων, ἄν τις ἡμῖν συγχωρήσηι πέμψαι τὸν διακο‐
10μίσαι δυνάμενον. ἂν τοίνυν βραδύνηι ἡ τῶν ὑπομνημάτων καὶ τῆς ἀναφορᾶς ἄφιξις, γινώσκετε ὅτι οὐ συγχωρούμεθα πέμψαι. ἔρρωσθε. Ὁ λαὸς ὁμοῦ ἐν Κωνσταντινουπόλει μιᾶι βοῆι πάντων· ἀνάθεμα Νεστορίωι. Ἀνῆλθεν ἐφ’ ὑψηλοῦ ὁ ἅγιος Δαλμάτιος καὶ εἶπεν· Εἰ θέλετε ἀκοῦσαι, ἡσυχάσατε καὶ μανθάνετε· μὴ θελήσητε ἐμποδίσαι τοῖς λεγομένοις, ἀλλὰ μακροθυμήσατε, ἵνα τὰ ῥήματα
15ἀκριβῶς ἀκούσητε. τὴν ἐπιστολὴν τὴν νῦν ἀναγνωσθεῖσαν τῆι ὑμετέραι εὐλαβείαι ὁ εὐσεβέστατος βασιλεὺς ἀνέγνω καὶ ἐπείσθη. ἐπειδὴ ἤμην ἐγὼ εἰρηκὼς τῶι βασιλεῖ, ὅτε ἦλθε πρός με, τί ὤφειλε γράψαι τῆι ἁγίαι συνόδωι, ἃ ἐλέχθη αὐτῶι καὶ πλήρης οὐκ ἐγράφη, ἔπεμψε δὲ πρός με καὶ ἀνεγνώσθη καὶ ἵνα μὴ λυπήσω αὐτόν, τὰ ἀκόλουθα προέ‐ πεμψα, ἃ οἱ ἀποφέροντες οὐκ ἔδειξαν, ἀλλ’ ἀντὶ αὐτῶν ἄλλα ὑπέδειξαν γράμματα, τὰ
20πρέποντα οὖν καὶ τὰ ἀκόλουθα ἐλάλησα αὐτῶι, ἃ οὐκ ἔξεστι νῦν εἰπεῖν ἐπὶ τῆς ὑμετέρας εὐλαβείας. μὴ γὰρ νομίσητε ὅτι ὑπεραιρόμενός τις εἰμὶ ἢ καυχώμενος· συντρίψει γὰρ ὁ θεὸς ὀστᾶ ὑποκριτῶν. ὁ δεσπότης πάντα ἀκολούθως ἤκουσε τὰ γεγενημένα καὶ ἐχάρη μετὰ εὐχαριστίας τῆς πρὸς θεὸν καὶ συνεφώνησε τοῖς ῥήμασι τῆς ἀκολουθίας τῆς ἁγίας συνόδου, ὡς πρέπει τῆι αὐτοῦ βασιλείαι, οὐ τοῖς ἐμοῖς ῥήμασιν ἐξακολουθήσας,
25ἀλλὰ τῆι πίστει τῶν πάππων ἑαυτοῦ καὶ πατέρων. πλὴν καθὼς ἔπρεπεν, ἐδέξατο καὶ ἀνέγνω καὶ ἐπείσθη καὶ τοῦτο εἶπεν ὅτι ‘ἐὰν οὕτως ἐστίν, ἄφες ἔλθωσιν οἱ παραγενόμενοι ἐπίσκοποι‘. καὶ εἶπον αὐτῶι ὅτι ‘οὐδεὶς αὐτοῖς συγχωρεῖ τοῦ ἐλθεῖν‘. καὶ εἶπεν· ‘οὐδεὶς κωλύει‘, ἐγὼ δὲ εἶπον ὅτι ‘ἐκρατήθησαν καὶ ἐκωλύθησαν τοῦ ἐλθεῖν‘, καὶ εἶπον πάλιν ὅτι ‘ἐκ τοῦ μέρους ἐκείνου καὶ ἔρχονται πολλοὶ καὶ ἀπέρχονται ἀκωλύτως, τὰ δὲ
30παρὰ τῆς ἁγίας συνόδου πραττόμενα οὐδεὶς συγχωρεῖ ἀνενεχθῆναι ἐπὶ τὴν ὑμετέραν εὐσέ‐ βειαν‘. εἰς δὲ τὸ μέρος τὸ ἕτερον, τουτέστιν εἰς τὸ τοῦ κυρίου, εἶπον αὐτῶι τῶι βασιλεῖ ἔμπροσθεν πάντων· ‘τίνος θέλεις ἀκοῦσαι, τῶν ἑξακισχιλίων ἀριθμῶι ἐπισκόπων ἢ ἑνὸς
ἀνθρώπου δυσσεβοῦς; τοὺς δὲ ἑξακισχιλίους εἶπον, οἵτινές εἰσιν ὑπὸ τὴν ἐξουσίαν τῶν

1,1,2

69

μητροπολιτῶν ἁγίων ἐπισκόπων. τοῦτο οὖν ἐγένετο, ἵνα πεμφθῆι καὶ ἔλθωσιν οἱ ἐρχόμενοι οἱ καὶ τὰ πεπραγμένα ποιοῦντες φανερὰ καταστῆναι, λέγω δὴ οἱ ἁγιώτατοι ἐπίσκοποι οἱ νῦν ἐρχόμενοι παρὰ τῆς ἁγίας συνόδου.‘ καὶ εἶπεν ὅτι ‘καλῶς ἐζήτησασ‘ καὶ πάλιν προσέθηκε ῥῆμα ἓν καὶ εἶπεν· ‘εὔχεσθε ὑπὲρ ἐμοῦ‘. καὶ οἶδα ὅτι ὁ βασιλεὺς
5ἐξηκολούθησε μᾶλλον τῶι θεῶι καὶ τῆι ἁγίαι συνόδωι καὶ οὐκέτι τοῖς διεστραμμένοις ἀν‐ θρώποις. εὔχεσθε οὖν ὑπὲρ τοῦ βασιλέως καὶ ὑπὲρ ἡμῶν.
8Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας ἐπιστολὴ γραφεῖσα ἀπὸ Ἐφέσου πρὸς τοὺς πατέρας τῶν μοναζόντων
10 Κύριλλος τοῖς εὐλαβεστάτοις καὶ θεοσεβεστάτοις πατράσι μοναχοῖς καὶ τοῖς σὺν ὑμῖν τὸν μονήρη βίον ἀσκοῦσι καὶ ἐν πίστει θεοῦ ἱδρυμένοις ἀγαπητοῖς καὶ ποθεινοτάτοις ἐν κυρίωι χαίρειν. Ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὅτε τὰς παρὰ τῶν ἀνοσίων Ἰουδαίων ὑπέμεινε παροινίας, λοιδορούμενος καὶ ῥαπιζόμενος, μαστιζόμενος καὶ τὸ τελευταῖον δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν σταυρῶι προσηλούμενος, ὁρῶν ἅπαντας τοὺς πλημμελοῦντας εἰς
15αὐτὸν τὰς ἀνοσίους ἐπ’ αὐτῶι κινοῦντας κεφαλάς, ἔλεγε· καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε· καὶ παρακαλοῦντας, καὶ οὐχ εὗρον, τοιοῦτόν τι καὶ νῦν γεγενημένον ὁρῶμεν, μᾶλλον δὲ ἵνα μὴ τὸν τῶν πιστῶν καὶ γνησίων ὑβρίσω ζῆλον, ἐπὶ ταῖς Νεστορίου δυσφημίαις πολλοὺς ἔσχε τοὺς συλλυπουμένους, εἰ καὶ ἠθέτησαν τινὲς αὐτὸν τῶν συντεταγμένων εἰς ἱερωσύνην συμπράττοντες τῶι αἱρετικῶι καὶ τοῖς αὐτῶι πολε‐
20μοῦσιν ἀντιταττόμενοι· ἀλλὰ καταργήσει Χριστὸς τὰς τούτων ἀπαιδευσίας, μᾶλλον δὲ ἤδη καὶ κατήργηκε. πέπαυται γὰρ τὸ δύσφημον στόμα καὶ σεσίγηκεν ἡ μιαρωτάτη γλῶττα οὐκέτι τὰς κατὰ Χριστοῦ προφέρουσα βλασφημίας ἐν ἐξουσίαι διδασκαλικῆι τε καὶ ἱερατι‐ κῆι καὶ οἱ τὴν φιλίαν αὐτοῦ δυσωπηθέντες μᾶλλον καὶ οὐχὶ τῆς εἰς Χριστὸν ἀγάπης πεφροντικότες ἀτιμίας ἔχουσι τὰ πρόσωπα μεστά· τοῦτο γὰρ αὐτοῖς ὠφείλετο. ἀλλ’ εἰ
25καὶ νενίκηται λοιπὸν ὁ ἐχθρὸς καὶ ἐσμὲν ἐν λειψάνοις τῆς φροντίδος, χρήιζομεν καὶ οὕτως τῶν ὑμετέρων ἱκετειῶν πρὸς θεὸν καὶ ἐστὶν ἀναγκαῖον ὑμᾶς, ὡς ἀναθέντας θεῶι τὴν ἑαυ‐ τῶν ζωήν, ὁσίους ἐπαίρειν χεῖρας καὶ συχνῶς τοῦτο πράττειν ὑπὲρ ἡμῶν. ἐννοήσατε γὰρ ὅτι Ἰησοῦς ὁ τοῦ Ναυῆ μετὰ τῶν ἐπιλέκτων τοῦ Ἰσραὴλ ἀντετάττετο τῶι Ἀμαλήκ, ὁ δέ γε μακάριος Μωσῆς τὰς χεῖρας ἐπαίρων ἐζήτει παρὰ θεοῦ τὸ νικᾶν δύνασθαι τοὺς ἐν
30πολέμωι καὶ μάχηι. ἀνδριζέσθω τοίνυν ἡ θεοσέβεια ὑμῶν εἰς προσευχὰς καὶ ὡς τέκνα γνήσια πατράσι συμπράττετε νόσον ὥσπερ τινὰ λοιμικὴν τὴν Νεστορίου κακοδοξίαν ἐκκό‐ ψασιν, ἵνα καὶ ἄσπιλον καὶ ἀμώμητον καὶ οὐδαμόθεν διαβεβλημένην ἔχοντες πίστιν εὐαρε‐
στεῖν ἰσχύσωμεν τῶι τὰ πάντα δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ὑπομεμενηκότι Χριστῶι. εὐφράνατε

1,1,2

70

δὲ καὶ διὰ γραμμάτων ἡμᾶς· δεξόμεθα γὰρ ὡς ἱκανωτάτην τὸ πρᾶγμα παράκλησιν. ἐρρῶσθαι ὑμᾶς εὔχομαι, ἀγαπητοὶ καὶ ποθεινότατοι ἀδελφοί.
4Τῶι εὐλαβεστάτωι κλήρωι καὶ τῶι λαῶι παρὰ τῆς ἁγίας συνόδου. Οὐδεὶς τολμή‐
5σας τῶι ἰδίωι κτίστηι ἐναντιωθῆναι ἔμεινεν ἐκτὸς θείας δίκης, ἀλλ’ εὐθὺς ὅσον ἧκε καὶ εἰς ἀνθρωπίνην ὄψιν, ἠμείφθη μερικῶς διὰ τὸ τὴν τελειοτέραν ἀμοιβὴν τῶι τῆς κρίσεως καιρῶι κατ’ αὐτοῦ φυλάττεσθαι. ὅθεν καὶ Νεστόριος ὁ τῆς δυσσεβοῦς αἱρέσεως ἀνακαινιστὴς φθάσας ἐν τῆι Ἐφεσίων, ἔνθα ὁ θεολόγος Ἰωάννης καὶ ἡ θεοτόκος παρθένος ἡ ἁγία Μαρία, τοῦ συλλόγου τῶν ἁγίων πατέρων καὶ ἐπισκόπων ξενώσας ἑαυτὸν καὶ κακῶι τῶι συνειδότι
10ἀπαντῆσαι μὴ τολμήσας, μετὰ τρίτην κλῆσιν ψήφωι δικαίαι τῆς ἁγίας τριάδος καὶ τῆς αὐτῶν θεοπνεύστου κρίσεως κατακέκριται καὶ ἐκβέβληται ἐγγράφως ἐπὶ πράξεως ὑπομνη‐ μάτων πάσης ἱερατικῆς ἀξίας. χαίρετε τοίνυν ἐν κυρίωι πάντοτε, πάλιν ἐρῶ χαίρετε. κατήργηται γὰρ τὸ σκάνδαλον καὶ ἐξερριζώθη τὸ ζιζάνιον ἐκ τοῦ γεωργίου τοῦ πνευματικοῦ χωρίου, ὑμεῖς δὲ ἀναζωπυρήσατε καὶ λαβόντες τὸν θυρεὸν τῆς πίστεως
15ἐκποδὼν ἐλάσατε τοὺς τῆς μιαρᾶς καὶ βεβήλου καινοφωνίας ἐργάτας· ἔσται γὰρ ὑμῖν ὁ μισθὸς οὐκ ἐλάττων τῶν ἐνταῦθα κεκμηκότων. πάντας ὑμᾶς ἀσπάζονται οἱ ἐνταῦθα σὺν ἡμῖν γνήσιοι ἀδελφοί.
20Ὁμιλία Ῥηγίνου ἐπισκόπου Κύπρου λεχθεῖσα ἐν Ἐφέσωι μετὰ τὴν καθαίρεσιν Νεστορίου Ἐμοὶ μὲν ἐδόκει σιγᾶν καὶ ταύτηι τοὺς πατέρας τιμᾶν καὶ μὴ στήλην ἀπαιδευσίας καταλιμπάνειν τὸν λόγον· ἐπειδὴ δὲ σιγᾶν ἐθέλοντα οὐκ ἐᾶις, ὦ σοφέ, καί μοι τῶν λόγων ἀρκτέον· εἴρηται γάρ που· ὑπακούει συμβουλίας σοφός. Οὐκοῦν ἐπειδήπερ σε διαγράφειν ἔγνωκεν ὁ μυσταγωγὸς λέγων πῶς ἐξέπεσεν
25ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωὶ ἀνατέλλων καὶ πῶς ἔπεσε Βαβυλών, ἀναγκαίως ἑτέρωι τινὶ οὐκ ἦν συγκρῖναι. ἢ Ἰουδαίοις τοῖς κυριοκτόνοις, ὧν τὴν δυσσέβειαν ἐξῆψας; οὗτοι γάρ ποτε θεοῦ μερὶς ἐγένοντο καὶ τὸν νόμον ἐδέξαντο καὶ υἱοθεσίας ἠ‐ ξιώθησαν καὶ μυρίων ἀγαθῶν ἀπέλαυσαν καὶ ταῖς εὐεργεσίαις ἐμπαροινήσαντες ἤκουσαν θεοῦ λέγοντος· υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. τί δ’ ἄν
30σέ τις προσειπὼν ὀρθῶς προσείποι; τὸν ἄθλιον Κάιν; ἀλλὰ τὰ ἐκείνου μετριώτερα τῶν σῶν. τὸν ἐλεεινὸν Χὰμ τὸν τῆι τοῦ πατρὸς ἐπιγελάσαντα γυμνώσει; ἀλλὰ τὰ
Σοδομιτῶν ταῖς σαῖς δυσφημίαις ἀντιμετρήσας εἴπω δεδικαίωται Σόδομα ἐκ σο;

1,1,2

71

σὺ γὰρ ἐν βραχεῖ χρόνωι τὴν οἰκουμένην ἐσάλευσας καὶ τὴν πίστιν ἀνατρέψαι ἠθέλησας καὶ τὴν ἄρρητον οἰκονομίαν τῆς ἐνσάρκου παρουσίας τοῦ μονογενοῦς πορθῆσαι ἐσπούδασας τό γε ἧκον ἐπὶ σοί, ὡς καὶ περὶ σοῦ λέγεσθαι οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι τοῖς σοῖς τραύμασιν οὔτε ἔλαιον οὔτε καταδέσμους. καὶ ἔδει μὲν ἔκπαλαι πρὸς ἔλεγχον
5τῆς σῆς δυσσεβείας μικρὰ ὧν τετόλμηκας, ἀπονάσθαι σέ τε καὶ τὴν σὴν παρεμβολὴν ἢ πυρίφλεκτον ἢ χασματιαίαν γενομένην, ἵνα τοῖς ἁπλουστέροις φαίνοιο δίκας δεδωκώς· παρ’ ἡμῖν γὰρ ἤδη δέδωκας. ὁ γὰρ παρὰ σοῦ μεριζόμενος θεὸς λόγος ὁ προκύψας ἔνσαρκος ἐκ τῆς θεοτόκου Μαρίας ἄφευκτόν σοι τὸ τῆς βασάνου κολαστήριον ἐν ἡμέραι κρίσεως ὁριεῖ. ἀλλὰ τί φαίης, ὦ θαλάσσης καὶ θανάτου ἀνοητότερε; θάλασσα μὲν γὰρ τὸν
10δεσπότην ἰδοῦσα τὰ νῶτα ὑπέστρωσε, θάνατος δὲ Λάζαρον ἐδίδου τοῖς ἐξ αἵματος ἀσυνήθει νόμωι, καὶ σιγῶ ἥλιον ὑπὸ δέους κρυπτόμενον διὰ τὸ δεσποτικὸν πάθος, πέτρας ῥηγνυμένας, μνήματα ἀνοιγόμενα, καὶ εἰ μικρά σοι ταῦτα, αἰσχύνθητι τῶν ἐγερθέντων νεκρῶν τὴν μαρτυρίαν, τῶν τοῦ ἅιδου πυλωρῶν τὸν τρόμον, τὸ τοῦ καταπετάσματος σχίσμα, τοῦ φωτὸς τὴν μεταβολήν, τῆς ἡμέρας τὸ σκότος. καὶ ἐπὶ τούτοις ἅπασιν ἔμεινεν ἀκαμπὴς ὁ δεί‐
15λαιος, ἀνουθέτητον ἔχων τῆς κακίας τὸν τρόπον. καὶ οὗτος μὲν ἐν τούτοις· ἡμεῖς δὲ τοῖς θείοις νεύμασιν εἴκοντες προσκυνήσωμεν τὸν θεὸν λόγον τὸν καταξιώσαντα μετὰ σαρκὸς πολιτεύσασθαι μεθ’ ἡμῶν, οὐκ ἐκστάντα τῆς πατρικῆς οὐσίας, ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως φέρων τε τὰ πάντα τῶι ῥήματι τοῦ στόματος αὐτο· αὐτῶι ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.
21Ὁμιλία Θεοδότου ἐπισκόπου Ἀγκύρας λεχθεῖσα ἐν Ἐφέσωι πρὸς Νεστόριον ἐν [ἡμέραι] Ἰωάννηι τῶι εὐαγγελιστῆι Ὅπερ ἐστὶ τοῖς σώμασιν ἡμῶν ἰατρός, τοῦτο ταῖς ψυχαῖς ἱερεύς. ἐπειδὴ γὰρ νόσημα ψυχῶν ἐστιν ἡ πλάνη καὶ χρονίζουσα θάνατον τὸν τῆς τιμωρίας ἐπήγαγεν, ὠικονό‐
25μησεν ἡ τοῦ πνεύματος χάρις ἰατρείαν ψυχῶν τὴν ἱερωσύνην τὴν ἁγίαν, καὶ τὸ προληφθὲν τῶι πάθει μέλος ἐξέκοψεν, οὐκ ἐκείνου ἀφειδῶν, ἀλλὰ τῶν λοιπῶν μελῶν φειδόμενος. ἐπειδὴ γὰρ τὸ συνεχὲς τῆς πίστεως τῆς σαθρᾶς μετάδοσιν εἰργάζετο τῆς κακίας, ἐκτέμνει τὸ μέλος, ἵν’ ἐπιτέμηι τὴν κακίαν, καὶ ἐστὶ τὸ εἶδος τοῦτο οὐκ ὠμότης, ἀλλὰ θεραπεία. δακρύων μὲν γὰρ ὁ ἰατρὸς ἐκτέμνει τὸ μέλος, ἀλλ’ ἡ φειδὼ τὴν τμῆσιν θεραπείαν εἰργάσατο.
30ἀρχαῖον τοῦτο τῆς θεραπείας τὸ εἶδός ἐστι καὶ ἄνωθεν· οὕτως οἱ ἅγιοι ἐπεμελήθησαν τῆς πανσέπτου ταύτης ἐκκλησίας. ἔχει γὰρ ὁ ἱερεὺς καὶ ξίφος, οὐχ ἵνα κακώσηι, ἀλλ’ ἵνα θεραπεύσηι. καὶ τοῦτο δηλοῦσα ἄνωθεν ἡ χάρις πρώτωι τῶι Ἱερεμίαι ἐμήνυσε λέγουσα· καθέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ ἐπὶ βασιλείας ἐκριζοῦν καὶ κατα‐
σκάπτειν καὶ ἀπολλύειν καὶ ἀνοικοδομεῖν καὶ καταφυτεύειν. οὐ φυτεύεται

1,1,2

72

γὰρ εὐσέβεια μὴ ἐκκοπείσης κακίας. εὔλογον μὲν πρῶτον ἀρδεύειν, ἐπιμελείαι γεωργικῆι χρῆσθαι, λόγους προσάγειν εὐσεβείας, ἐπιμέλειαν παντοίαν προσφέρειν τῶι μέλει· εἰ δὲ ἡ κακία κρείττων γένοιτο τῆς ἐπιμελείας, ἡ ἐκκοπὴ ἴαμα τῶν οὕτως διακειμένων ἐστίν. πῶς γὰρ ἄν τις ἐπιμελήσαιτο τῶν οὕτως διακειμένων, τῶν ὀνειδιζόντων θεῶι τὰ ἀνθρώπινα
5καὶ τὴν χάριν ἐν μέρει ὀνείδους ποιουμένων; τί λέγεις, εἰπέ. θεόν, φησίν, οὐ λέγω πεπονθέναι. εἰ μὲν πρὸς τὴν φύσιν βλέπεις, καλῶς ὁρᾶις· εἰ δὲ παντελῶς ἀναιρεῖς τὸ πάθος, ἀρνῆι τὴν οἰκονομίαν. μὴ γὰρ ὀνειδίσηις θεῶι παθόντι, ἀλλὰ τῶν παθημάτων βλέπε τὰ κατορθώματα. εἰς εὐτέλειαν κατέβη θεός, οὐ μειωθεὶς τὴν φύσιν, ἀλλὰ τὴν χάριν δωρούμενος. ἔμεινεν ὃ ἦν, προσέλαβεν ὃ οὐκ ἦν· ἔμεινε θεὸς διὰ τὴν ἑαυτοῦ
10φύσιν, γέγονεν ὅπερ σύ, διὰ τὴν περὶ σὲ φιλανθρωπίαν. μὴ οὖν τὸ εἶδος τῆς ἐπιμελείας ὕβριν νομίσηις· μὴ ὀνειδίσηις τῶι ἰατρῶι, εἰ καὶ ἐν εὐτελείαι σώματος τὴν ὑγείαν εἰργάζετο. οὐ γὰρ ὕβρις ἐστὶν ἡ εὐτέλεια, ἀλλὰ δεῖγμα φιλανθρωπίας. κατέβη πρὸς σέ, οὐχ ἵνα μείνηι κάτω, ἀλλ’ ἵνα σὲ πρὸς ἑαυτὸν ἀναγάγηι. μὴ ἀρνήσηι τὴν κατάβασιν, ἵνα μὴ ἀπολέσηις τὴν ἀνάβασιν. δέξαι τὴν ὕβριν τὴν σοὶ δόξαν γεννήσασαν. οὐχ ὕβρισται
15φύσις, ἀλλ’ ἡ χάρις δωρεῖταί σοι τὰ ἀγαθά. διὰ σὲ τὸν ὑβρισμένον οἰκέτην ὁ δεσπό‐ της ὑβρίζεται· τὰ σὰ ἀνέλαβεν, ἐπειδὴ σὺ τὰ ἐκείνου κατέλιπες. ἀπεδράσαμεν ἡμεῖς ἀγαθοῦ δεσπότου· οὐκ ἠνέγκαμεν τὴν παρὰ τοῦ δεσπότου δεδομένην χάριν· πρόχρεων τὴν ἀπόλαυσιν τοῦ παραδείσου ἐλάβομεν· τὸν νόμον παρετρώσαμεν· τὸν νομοθέτην παρέβημεν· τῶι ἐχθρῶι ἐπείσθημεν· ἐξεπέσαμεν τῆς τιμῆς. εἰς τὸν περίγειον τόπον τοῦτον ὁ δραπέτης διῆγεν·
20οὐκ ἀνένευσε πρὸς τὸν δεσπότην· ἡ ἡδονὴ κάτω κατεῖχε τὸν φυγάδα· ἡ ἁμαρτία δεσμώτην εἶχε τὸν δραπέτην· ἀπέγνω τῆς ἡμῶν διανοίας ὡς οὐ δυναμένης ἀνανεῦσαι πρὸς θεόν. τί οὖν; ἡ ἐμὴ βραδυτὴς ζημιώσει θεὸν τὸ κάλλιστον κτῆμα, τὸν ἄνθρωπον; ἀλλ’ οὐκ ἠνέσχετο τοῦτο ὁ τῶν ὅλων θεός· οὐδὲ γὰρ ἔδει φθόνον κρατεῖν δεσποτικῆς χάριτος οὐδὲ τὴν τοῦ θεοῦ δωρεὰν ἔδει νικᾶσθαι ὑπὸ τῆς ἐπιβουλῆς τοῦ διαβόλου. τί οὖν ὁ δεσπότης ποιεῖ;
25παραγίνεται πρὸς τὸν δραπέτην· ὁ γὰρ δοῦλος πρὸς ἐκεῖνον ἰέναι οὐκ ἠδύνατο. παρα‐ γίνεται πρὸς τὸν οἰκέτην, οὐκ ἐν ἀξιώματι δεσποτικῶι, οὐκ ἀγγέλων δορυφορίαν προαπο‐ στέλλων, οὐκ ἀρχαγγέλων κινῶν φάλαγγας, οὐ πῦρ κινῶν, οὐ στοιχεῖα σαλεύων· τοῦτο γὰρ ἦν φυγάδα ποιῆσαι τὸν δραπέτην· ἀλλὰ παραγίνεται ἀγρεῦσαι τὸν φυγάδα βουλόμενος, κατασχεῖν τὸ ἴδιον κτῆμα θέλων. οὐ σοβεῖ τῶι φαινομένωι, ἀλλὰ πρὸς ὁμιλίαν ἐκκαλεῖται τῆι
30εὐτελείαι τοῦ προσώπου. γίνεται σύνδουλος, ἵνα ἀναδειχθῆι δεσπότης. διὰ τοῦτο γὰρ καὶ ὁ μέγας ἀπόστολος ἔλεγεν· τοῦτο φρονείτω ἕκαστος ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῶι Ἰησο. Ἰησοῦν ἐνταῦθα λέγει· εἰπὲ τίνα; ἡ μήτηρ ἔθετο τὴν προσηγορίαν τῶι βρέφει· καλέσεις γὰρ τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. ποῦ ὁ διαιρῶν τὸν Χριστόν; ποῦ ὁ τὸ μυστήριον ἡμῶν ὁμωνυμίαν ἐργασάμενος καὶ Χριστὸν μὲν ἕνα λέγων, δύο δὲ ὑποτιθέμενος,
35τὸν μὲν δοῦλον, τὸν δὲ δεσπότην, τὸν μὲν πάσχοντα, τὸν δὲ μὴ πάσχοντα; τίς ὄνησις τῆς

1,1,2

73

μιᾶς προσηγορίας, δύο κειμένων πραγμάτων; τοῦτο φρονείτω ἕκαστος ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῶι Ἰησο. Ἰησοῦν λέγει τοῦτον τὸν ὁρώμενον ὃν οὕτως ἐκάλεσεν ἡ παρθένος. τοῦτο φρονείτω ἕκαστος ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῶι Ἰησο. τί γὰρ ἐφρονήσαμεν ἐν Χριστῶι Ἰησοῦ; ὃς ἐν μορφῆι θεοῦ ὑπάρχων οὐχ ἁρπαγ‐
5μὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῶι. τί ἐστι τὸ λεγόμενον; ὁ ἐξ ἁρπαγῆς ἐλευθερίαν λαβὼν οὐδὲν δουλικὸν ὑπομένει, ἵνα μὴ πρόκριμα τῆι ἐλευθερίαι ποιήσηι. τί οὖν αὐτός; ἐπειδὴ τῆι φύσει δεσπότης ἦν, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῶι· τὸ γὰρ τῆς οἰκονομίας οὐδὲν ἔβλαψε τὴν θεότητα. ὃς ἐν μορφῆι θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῶι, ἀλλ’ ἑαυτὸν ἐκένωσεν. εἰπέ μοι τὴν
10τοῦ μονογενοῦς κένωσιν. εἰ μὴ τὰ ἀνθρώπινα πέπονθε, ποῦ ἐκενώθη; ὅταν δὲ λέγω πεπονθέναι θεόν, φυλάττων τὴν φύσιν ἀπαθῆ λέγω· πάθος γὰρ περιῆψε θεῶι οὐ φύσις παθητή, ἀλλ’ ἡ πρὸς τὸ παθητὸν ἕνωσις. ἐπειδὴ γὰρ ὁ φιλάνθρωπος δεσπότης συμπα‐ θῆσαι προέθετο τῶι οἰκέτηι, εἶχε δὲ τὴν φύσιν ἀπαθῆ, ἑνώσας ἑαυτῶι τὸ παθητὸν τὸν σκοπὸν ἀνεπλήρωσεν. οὕτως παραγέγονεν ὁ δεσπότης, οὕτως ἐπέστη τῶι φυγάδι, ὡς
15σύνδουλος φαινόμενος καὶ ὡς δεσπότης εὐεργετῶν, μορφὴν δούλου δεικνὺς καὶ χάριν δεσπότου χαριζόμενος, πεινῶν ὡς δοῦλος καὶ ἄρτους πηγάζων ὡς θεός, κοπιῶν ὡς ἄνθρωπος καὶ ἐπὶ νώτου θαλάσσης βαδίζων ὡς θεός, ὑποστελλόμενος τὸν σταυρὸν ὡς ἄνθρωπος. καὶ γὰρ τοῖς πάθεσιν ἐπιστοῦτο τὸ φαινόμενον καὶ τοῖς θαύμασιν ἐδείκνυ τὸν κρυπτόμενον. οὕτως φανεὶς ὡς ἄνθρωπος ἡμᾶς ἅπαντας εἰς τὴν οἰκειότητα συνήγαγεν. Ἰωάννην
20ἡμῖν διδάσκαλον ἐπέστησε, τὸν υἱὸν τῆς βροντῆς, τὸν χαρισάμενον τῆιδε τῆι μητροπόλει τὸ κοινὸν τῆς οἰκουμένης κειμήλιον, τὸν ἐν ἑνὶ στίχωι πᾶσαν ἐκθέμενον τὴν εὐσέβειαν· ὁ λόγος γάρ φησιν, σὰρξ ἐγένετο. ὁ ὢν ἐγένετο σάρξ, ὢν μὲν διὰ τὴν φύσιν, ἐγένετο δὲ διὰ τὴν οἰκονομίαν· δι’ οὗ καὶ μεθ’ οὗ τῶι πατρὶ ἡ δόξα καὶ τὸ κράτος σὺν τῶι ἁγίωι πνεύματι εἰς τοὺς αἰῶνας. ἀμήν.
26Θεοδότου ἐπισκόπου Ἀγκύρας εἰς τὴν γένναν τοῦ σωτῆρος ἀναγνωσθεῖσα ἐν τῆι συνόδωι ἐπὶ τοῦ ἐπισκόπου Κυρίλλου Λαμπρὰ τῆς παρούσης ἑορτῆς ἡ ὑπόθεσις καὶ κοινὴν σωτηρίαν τοῖς ἀνθρώποις κομίζουσα, λαμπρὸς δὲ καὶ ὁ παρὼν σύλλογος, εὐχαρίστως τὴν χάριν ὑποδεχόμενος.
30καὶ δέδοται δαψιλὴς ἡ χάρις τοῖς μετ’ εὐχαριστίας αὐτὴν ὑποδεχομένοις· τοσοῦτον γὰρ τὸ μέτρον τῆς δωρεᾶς παρέχεται ὅσον τὸ μέγεθος τῆς εὐχαριστίας ἐστὶ τῶν κομιζομένων τὴν
χάριν, ὡς ὅταν λαβὼν δωρεὰν εὐχαριστῆις τῶι δεδωκότι, οὐκ ἀντέδωκας ὑπὲρ ὧν ἔλαβες,

1,1,2

74

μόνον, ἀλλὰ καὶ ὀφειλέτην σοι πλειόνων τὸν δοτῆρα πεποίηκας. εὐχαρίστως οὖν προσ‐ δέξασθε τὴν χάριν, λαμπρὰν ἡμῖν ταύτην τὴν πανήγυριν ἐπιδείξαντες. ὑπόθεσις δὲ τῆς ἑορτῆς ἐμφάνεια θεοῦ πρὸς ἀνθρώπους ἐστίν, ἐπιδημία τοῦ ἀεὶ παρόντος, ἐπιστασία τοῦ πάντα πληροῦντος, ἐποψία τοῦ πάντα ὁρῶντος. εἰς τὰ ἴδια ἦλθε, φησί, καὶ οἱ
5ἴδιοι αὐτὸν οὐ παρέλαβον, μᾶλλον δὲ ἐν τῶι κόσμωι ἦν καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. ἀλλ’ οὐ τῆς τῶν ἀνθρώπων κατηγορίας ἡ ἄγνοια αὕτη. διὰ γὰρ θειότητα φύσεως ἀνέφικτος λογισμοῖς ἀνθρωπίνοις ἐστὶν ὁ θεός· οὐ πέφυκε γὰρ νοῦς ἀνθρώπων αὐτὸν καθορᾶν. διαδιδράσκει τῶν ἀν‐ θρώπων τὸν νοῦν ἡ θεία φύσις· ὑψηλοτέρα τῶν ἡμετέρων ἐστὶ λογισμῶν. ζημιούμεθα
10οὖν ἐξ ἀμείνονος φύσεως θεογνωσίαν, ὅπερ ἵνα μὴ γένηται, ἀναλαμβάνει φύσιν ὁρωμένην ὁ ἀόρατος, δέχεται σῶμα ψηλαφώμενον ὁ ἁφῆι μὴ κρατούμενος. ὁ ἀόρατος θεὸς ὁρώ‐ μενος γίνεται· ὁ λόγος ψηλαφᾶται· ὁ μονογενὴς τοῦ θεοῦ παῖς συγγενὴς τῶν δούλων γίνεται, ἵνα μὴ διαλάθηι τὴν γνῶσιν τῶν ἀνθρώπων ἡ ὑπερβαίνουσα τὸν ἄνθρωπον φύσις. καὶ μὴ νομίσηις ἀλλότριον θεοῦ τὸν υἱὸν γεγενημένον. πάλαι γὰρ ἡ θεοῦ παρουσία προ‐
15εμελετᾶτο, τοῖς τύποις ἀεὶ τοῖς ἀνθρωπίνοις ἐγνώσθη φαινόμενος, ὕλαις κεχρημένος ὁρᾶσθαι παρ’ ἡμῶν δυναμέναις. Ἐπεὶ παρίτω Ἰουδαῖος εἰς μέσον· παρίτω ὁ διαπιστῶν τῆι τοῦ θεοῦ ἐμφανείαι φανείσηι τοῖς ἀνθρώποις ἐν ἀνθρώπου φύσει. λεγέτω μοι, πῶς Μωυσῆς εἶδε θεόν; τὴν φύσιν εἶδε τὴν ἀόρατον; οὐδαμῶς. ἀνέφικτος γὰρ αὕτη λογισμοῖς ἀνθρωπίνοις. πῶς
20δὲ εἶδεν; εἰπέ· ἐκ τῆς βάτου ἀναπτόμενον πῦρ καὶ τὴν βάτον οὐ φθεῖρον. διὰ τί οὖν ἀπιστεῖς τῶι ἐκ παρθένου γεγεννημένωι καὶ τὴν παρθενίαν μὴ φθείραντι; ἢ σὺ μὲν ἀκούων ὅτι ἐκ βάτου φθέγγεται θεὸς καὶ λέγει Μωυσῆι ἐγὼ ὁ θεὸς Ἁβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακὼβ καὶ ὅτι πεσὼν Μωυσῆς προσκυνεῖ, πιστεύεις, οὐ λογιζόμενος τὸ πῦρ τὸ ὁρώμενον, ἀλλὰ θεὸν τὸν φθεγγόμενον· ὅταν δὲ μήτρας παρθενικῆς μνημονεύσω,
25βδελύσσηι καὶ ἀποστρέφηι; τί γὰρ εὐτελέστερον, εἰπέ, βάτος ἢ μήτρα παρθενικὴ καθαρὰ τῶν ἁμαρτίας παθῶν; οὐκ οἶδας ὅτι τὰ ἀρχαῖα μελέτη τῶν νεωτέρων καὶ τῶν νῦν γενο‐ μένων ἐστί; τὰ γὰρ μυστήρια προτυποῦνται διὰ τῶν παλαιῶν. διὰ τοῦτο βάτος ἀνάπτεται, πῦρ φαίνεται καὶ τὰ πυρὸς οὐκ ἐνεργεῖ οὔτε μὴν κολάζει. ἆρα ἐν τῆι βάτωι οὐχ ὁρᾶις τὴν παρθένον; ἆρα ἐν τῶι πυρὶ οὐ βλέπεις φιλανθρωπίαν τοῦ παραγενομένου; ὁ κριτὴς ἐν
30τοῖς κρινομένοις, καὶ κρίσις οὐ γίνεται· ὁ δικαστὴς ἐν τοῖς καταδίκοις, καὶ οὐδαμοῦ τιμωρία ὁ κριτὴς ἐπέστη, ἀλλ’ οὐ κρίνων ἀλλὰ διδάσκων, οὐ καταδικάζων ἀλλ’ ἰατρεύων. ὁρᾶις
πῶς ἐκεῖνο τὸ ἥμερον πῦρ τὴν ὧδε φιλανθρωπίαν ἐμήνυσε; μὴ θαυμάσηις εἰ διὰ μήτρας

1,1,2

75

παρθενικῆς θεὸς ὢν τίκτεται· οὐδὲν γὰρ ὕβριν ἡγεῖται θεὸς ὃ πρόξενον σωτηρίας ἀνθρώ‐ ποις ἐστίν. σὺ δέ μοι μὴ οὕτως εὐτελῆ τὴν τοῦ θεοῦ φύσιν ὑπολάβηις, ὡς καὶ ἐ‐ φικτὴν ὕβρεσι γενέσθαι ποτέ. οὐδὲν γὰρ ὧν εἵλετο δι’ ἡμᾶς εὐτελῶν, ὑβρίζει τὴν φύσιν ἐκείνην, οἰκειοῦται δὲ τὰ ἐλάττονα, ἵνα σώσηι τὴν φύσιν τὴν ἡμετέραν. ὅταν οὖν τὰ
5μὲν εὐτελῆ τὴν τοῦ μακαρίου θεοῦ φύσιν μὴ ὑβρίζηι σωτηρίαν τε ἀνθρώποις ἐργάζηται, πῶς ἐρεῖς τὰ αἴτια τῆς ἡμῶν σωτηρίας ὕβρεως πρόξενα θεῶι γεγονέναι; ὤφθη τοίνυν θεὸς σήμερον διὰ παρθένου καὶ ἡ παρθένος ἔμεινε παρθένος καὶ μήτηρ ἐγένετο. ὁ γὰρ ἀφθαρσίας πρόξενος φθορὰν οὐκ ἐργάζεται· ὁ ποιητὴς ἀθανασίας οὐδὲν διέφθειρεν. Ἐπειδὴ δὲ καὶ Φωτεινὸς ψιλὸν ἄνθρωπον λέγει τὸν γεγεννημένον, θεοῦ μὴ λέγων
10εἶναι τὸν τόκον, καὶ τὸν ἐκ μήτρας προελθόντα ἄνθρωπον ὑποτίθεται διηιρημένον θεοῦ, λεγέτω μοι νῦν πῶς φύσις ἀνθρωπίνη διὰ μήτρας παρθενικῆς τικτομένη τὴν παρθενίαν τῆς μητρὸς ἐφύλαξεν ἄφθορον. οὐδενὸς γὰρ ἀνθρώπου μήτηρ παρθένος μεμένηκεν. ὁρᾶις πῶς διττὴν ἔννοιαν περὶ τοῦ τεχθέντος παρέχει μοι τὸ γεγενημένον; εἰ μὲν γὰρ καθ’ ἡμᾶς ἐτέχθη, ἄνθρωπος ἦν· εἰ δὲ τὴν μητέρα παρθένον ἐφύλαξε, θεὸς ὁ
15τεχθεὶς τοῖς εὖ φρονοῦσι γνωρίζεται. θεὸς γὰρ ἐπεδήμησε τῶι κόσμωι, οὐ τόπον ἐκ τόπου μεταβάς, ἀλλὰ φύσιν περιθέμενος τὴν ἐμὴν καί, ὡς εἶπον, ὀφθῆναι θελήσας ὁ τὴν φύσιν ἀόρατος, ὥστε οὐκ ἔσχεν ἀρχὴν τοῦ εἶναι θεὸς ἐκ τοῦ τόκου, ἀλλὰ τοῦ φανῆναι ἀνθρώποις. ἐπειδὴ γὰρ θεὸς ἦν, ἄνθρωπος γενέσθαι προείλετο διὰ φιλανθρωπίαν τὴν περὶ ἡμᾶς, ἵνα ἡμεῖς τὸν κριτὴν ὡς συγγενῆ περιπτυξώμεθα, ἵνα ἔχωμεν θαρρεῖν οἱ ἐξ
20οἰκείων κατορθωμάτων παρρησίαν οὐκ ἔχοντες. ἐπὶ γὰρ τοῦ βήματος ἀχθέντες οἱ ἐξ οἰκείων ἀρετῶν μὴ παρρησιαζόμενοι ὡς ἐκ συγγενοῦς ἰδίου καρποῦνται τὴν παρρησίαν. τί οὖν; ἐπιδημεῖ θεὸς ὡς ἄνθρωπος, οὐ τόπον ἐκ τόπου ἀμείβων, ἀλλὰ τὴν ἀόρατον φύσιν ἐπιδεικνὺς ὁρατὴν καὶ ὀφθεὶς ὡς ἄνθρωπος καὶ συγγενὴς ἀνθρώποις φανείς, καθὼς καὶ ὁ εὐαγγελιστὴς ἀνακηρύττει λέγων ὅτι ὁ λόγος σὰρξ ἐγένετο.
25 Καὶ πῶς, φησίν, ὁ λόγος σὰρξ ἐγένετο; πῶς δυνατὸν τὸν θεὸν λόγον γενέσθαι ἄνθρωπον; ἐρωτᾶις τὸν τρόπον τῶν τοῦ θεοῦ θαυμάτων; εἰ ἐφικτὸν ἦν ἡμῖν τὸ ἀκα‐ τάληπτον τοῦ λόγου, οὐκ ἦν θαῦμα, ἀλλὰ κατὰ φύσιν πρᾶγμα· εἰ δὲ θαῦμα καὶ σημεῖον τὸ γεγενημένον, παραχώρει τὸν λόγον τῶι θαυματουργοῦντι δεσπότηι. ὅτι γὰρ ἐγένετο, γνῶναί σε βούλομαι καὶ τὸ ἐκ τοῦ γενομένου κέρδος τῆι πίστει καρπώσασθαι· πῶς δὲ
30γέγονε, τῶι ἐνεργοῦντι παραχώρει. ἢ σὺ τῶι μὲν ἰατρῶι πιστεύεις προστάττοντι καὶ
οὐ περιεργάζηι τὸν τρόπον τῆς θεραπείας, πιστεύων τῆι τέχνηι τὴν σαυτοῦ σωτηρίαν, ἀλλ’

1,1,2

76

οὐδὲ ἄλλος τις ἄτεχνος ὢν τὸν τοῦ τεχνίτου περιεργάζεται τρόπον, ἀλλὰ γνωρίζει μὲν τὸ γενόμενον, τὸν δὲ τρόπον τῆι τέχνηι παραχωρεῖ· σὺ δὲ πάντων τῶν ὑπὸ θεοῦ τεθαυμα‐ τουργημένων τοὺς λόγους ἐπιζητεῖς ὡς χρήιζων τῶν λόγων, ἵνα τὰ αὐτὰ τῶι θεῶι θαυμα‐ τουργήσηις καὶ σύ; ἀλλ’ ὅπερ ἔλεγον, καὶ νῦν λέγω· πράγματος οὗ τὸν λόγον ἐπιγινώσκο‐
5μεν, τούτου ἡ φύσις οὐ θαῦμά ἐστιν οὐδὲ σημεῖον. τοιοῦτόν τί ἐστιν ὃ λέγω. οἰκο‐ δόμος κτίζει οἶκον· τὸν λόγον γινώσκομεν, τὰς ὕλας συντεθείσας γνωρίζομεν, λέγειν τὸ γεγενημένον δυνάμεθα, εἰ καὶ δι’ ἀτεχνίαν ἐνεργεῖν οὐκ ἐσμὲν ἱκανοί. ἔπλασε τῶι ἐκ γενετῆς τυφλῶι ὀφθαλμοὺς ὁ μονογενὴς ἐκ πηλοῦ· τοῦτο ὑπὲρ λόγον ἐστὶ τὸν ἡμέτερον· θαῦμα καλεῖται λογισμοῖς ἀνθρώπων οὐκ ἐρευνώμενον· σημεῖον καλεῖται ὑπὲρ τὴν συνήθη
10φύσιν γεγενημένον. καὶ ὅτι μὲν ἐγένετο, ἴσμεν, τὸν δὲ τρόπον λέγειν οὐκ ἔχομεν. ἐκ πηλοῦ μὲν γὰρ κέραμος καὶ πλίνθος κατασκευάζεται, οὐκ ὀφθαλμῶν εὐγένεια πλάττεται, οὐχ ὑμένες λεπτοὶ γίνονται, οὐχ ὁράσεως ποικιλία συνίσταται, οὐ περιφερείας ἀκρίβεια μετὰ τοσαύτης εὐχροίας τορνεύεται. πηλὸς οὐ πέφυκεν εἰς ὀφθαλμῶν εὐγένειαν ἀνάγεσθαι. οὐκοῦν ὅπερ ἡ φύσις τῆς γῆς οὐκ ἐπιδέχεται, οὐ γὰρ πέφυκεν ἐπιδέχεσθαι ὀφθαλμοῦ τὴν
15ἰδέαν, ταύτην ἐδέξατο τοῦ θαυματουργοῦντος πρὸς τὸ ἑαυτοῦ θέλημα τὴν φύσιν ἑλκύσαν‐ τος, οὐκ αὐτοῦ δουλεύοντος τῶι λόγωι τῆς φύσεως. μηκέτι οὖν εἰς ἀσθένειαν ἀνθρωπί‐ νης κατάπιπτε φύσεως μηδὲ λέγε· πῶς ἀνθρώπου φύσις ἐχώρησε τὸν θεόν; πῶς θεὸς γέγονεν ἄνθρωπος; πῶς θεὸς λόγος σὰρξ ὁρωμένη γεγένηται; ἀλλ’ ὅτι μὲν γέγονε, πίστευε, τὸν δὲ τρόπον εἰδέναι δὸς τῶι πεποιηκότι. εἰ δὲ θέλεις καὶ ἐξ ὑποδείγματος σαφηνίσαι
20τὸ προκείμενον, ἐγὼ δείξω σοι πῶς τὸ ἀσώματον σωματοῦται, τὸ ἀόρατον ὁρᾶται, τὸ ἀψηλάφητον ψηλαφᾶται, οὐ τῆι οἰκείαι φύσει μεταβληθέν, ἀλλ’ ἀναλαβὸν σχῆμα ὁρώμενον καὶ ψηλαφώμενον. ὁ λόγος οὗτος ὁ προφορικός, ὁ τῶν ἀνθρώπων φημί, ὧι κεχρημένοι ἀλλήλοις τε συγγινόμεθα καὶ τὰ ἐνθύμια ἀλλήλοις ἑρμηνεύομεν, λόγος ἐστὶν οὐχ ὁρώμενος, ἀλλ’ οὐδὲ χειρὶ ψηλαφώμενος, ἀκοῆι δὲ μόνον ἐνηχούμενος. ἀλλ’ ἐπειδὰν τὸν προφορικὸν
25λόγον ὑπόδειγμα τοῦ ἐνυποστάτου θεοῦ λόγου φέρω, μὴ νομίσηις με προφορικὸν λέγειν τὸν θεὸν λόγον· ἄπαγε. λόγος γὰρ εἴρηται ὁ μονογενὴς ἑρμηνευούσης τῆς θείας γραφῆς τὸ ἀπαθὲς αὐτοῦ τῆς γεννήσεως, ἐπειδὴ καὶ νοῦς ἀνθρώπων ἀπαθῶς τίκτει τὸν λόγον. διὰ τοῦτο ὅπου μὲν υἱὸν αὐτὸν προσαγορεύει τοῦ πατρός, ὅπου δὲ λόγον ὀνομάζει, ἑτέρωθι ἀπαύγασμα καλεῖ ἡ θεία γραφή, ἕκαστον τούτων τῶν ὀνομάτων περὶ αὐτοῦ λέγουσα, ἵνα
30νοῆις τὰ περὶ Χριστοῦ λεγόμενα βλασφημίας ἐκτός. ἄλλοτε γὰρ ἄλλαις περὶ αὐτοῦ προσηγορίαις ἐχρήσατο, ἡρμοσμένην δόξηι θεοῦ τὴν διδασκαλίαν ποιήσασθαι θέλουσα. οἷόν τί ἐστιν ὃ λέγω· υἱὸν καλεῖ τοῦ πατρὸς τὸν μονογενῆ, τὸ ὁμοούσιον παραστῆσαι τῆι δόξηι θελήσασα. ἐπειδὴ γὰρ ὁ σὸς υἱὸς τῆς αὐτῆς σοι φύσεως γεγένηται, βουλόμενος ὁ λόγος δεῖξαι μίαν οὐσίαν πατρὸς καὶ υἱοῦ λέγει υἱὸν τοῦ πατρὸς τὸν ἐξ αὐτοῦ γεγεννη‐
35μένον μονογενῆ. εἶτα ἐπειδὴ γέννησις καὶ υἱὸς ἐφ’ ἡμῶν ἔμφασιν παρέχει τοῦ κατὰ

1,1,2

77

τὴν γέννησιν πάθους, τοῦτον τὸν υἱὸν προσαγορεύει καὶ λόγον, τὸ ἀπαθὲς τῆς γεννήσεως τῶι ὀνόματι τούτωι δηλῶν. ἀλλ’ ἐπειδὴ πατήρ τις γενόμενος ὡς ἄνθρωπος ὁμολογου‐ μένως πρεσβύτερος τοῦ ἰδίου υἱοῦ ἐπιδείκνυται, παρεχούσης τῆς προσηγορίας αὐτῆς προε‐ πινοεῖν τοῦ υἱοῦ τὸν πατέρα, ἵνα μὴ αὐτὸ καὶ ἐπὶ τῆς θείας φύσεως ὑπολάβηις, συνυπάρ‐
5χοντα δὲ τὸν μονογενῆ τῶι πατρὶ νοήσηις διηνεκῶς, ἀπαύγασμα καλεῖ τὸν μονογενῆ τοῦ πατρός. τὸ γὰρ ἀπαύγασμα τίκτεται μὲν ἐξ ἡλίου, οὐδαμῶς δὲ νοεῖται τοῦ ἡλίου μετα‐ γενέστερον, ἀλλ’ ἀφ’ οὗπερ ἥλιος, ἐκ τότε καὶ τοῦ ἡλίου τικτόμενον τὸ ἀπαύγασμα νοοῦ‐ μεν. τὸ οὖν συνυπάρχειν ἀεὶ τῶι πατρὶ τὸν υἱὸν μηνυέτω σοι τὸ ἀπαύγασμα· τὸ ἀπαθὲς τῆς γεννήσεως δηλούτω ὁ λόγος· τὸ ὁμοούσιον ὁ υἱὸς γνωριζέτω.
10 Ἀλλ’ ἐπανέλθωμεν ἐπὶ τὸ προκείμενον καὶ τοῦ σήμερον τεχθέντος θεοῦ λόγου δηλώ‐ σωμεν τὴν ἐμφάνειαν καὶ δι’ ὑποδείγματος ἐπιδείξωμεν πῶς τὸ τῆι φύσει μὴ ὁρώμενον ὁρώμενον γίνεται καὶ τὸ μὴ ψηλαφώμενον διὰ ἀσώματον φύσιν εὑρίσκεται ψηλαφώμενον. ὁ λόγος τοίνυν οὗτος ὃν προφέρομεν 〈ὧι ἐν〉 ταῖς πρὸς ἀλλήλους ὁμιλίαις [ὧιπερ] κεχρή‐ μεθα, λόγος ἐστὶν ἀσώματος, οὐ τῆι ὄψει φαινόμενος, οὐχ ἁφῆι ψηλαφώμενος. ἀλλ’
15ἐπειδὰν ὁ λόγος ἐνδύσηται γράμματα καὶ στοιχεῖα, φαινόμενος γίνεται, ὄψει καταλαμβάνεται, ἁφῆι ψηλαφᾶται. ὑπόθου γάρ μοί τινα φθεγγόμενον πρός τινα· μὴ ὁ προιὼν ὁρᾶται λόγος; μὴ τῆι χειρὶ ψηλαφῶμεν τὸν προχεόμενον λόγον; ἐὰν δὲ ἃ εἶπεν, ἐν χάρτηι γράψηις, ὃ πρότερον οὐχ ἑώρας, ὕστερον ὁρᾶις καὶ ὅπερ οὐκ ἐψηλάφας πρότερον εἶδος τοῦ λόγου, τοῦτο διὰ τοῦ χάρτου ψηλαφᾶις καὶ τῶν γραμμάτων. τίνος ἕνεκεν; ὅτι ὁ ἀσώματος
20λόγος τὸ σῶμα τοῦ χάρτου καὶ τὸ σχῆμα τῶν στοιχείων ἐνδέδυται. οὐκοῦν ἐπειδὴ σαφὲς τὸ ὑπόδειγμα γέγονεν καὶ ὑπεμνήσθης τῶι ὑποδείγματι τῶι γινομένωι κατὰ συνή‐ θειαν, φέρε δείξωμεν πῶς ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ ὁ θεὸς λόγος ὁ προαιώνιος συνὼν τῶι πατρὶ ἀσώματος ὢν τὴν φύσιν ἀνθρώπου φύσιν οἰκειωσάμενος ὕστερον ἐτέχθη διὰ παρθένου, οὐκ ἀρχὴν λαβὼν τοῦ εἶναι θεός, ἀλλ’ ἀρχὴν λαβὼν τοῦ φανῆναι ἄνθρωπος.
25μὴ γὰρ εἴπηις· ἐπειδὴ παρὰ τοῦ πατρὸς γεγέννηται ὁ μονογενής, πῶς ἐτέχθη πάλιν ἐκ παρθένου; ἐκ τοῦ πατρὸς γεγέννηται τῆι φύσει, ἐκ παρθένου γεγέννηται δι’ οἰκονομίαν· ἐκεῖνο ὡς θεός, τοῦτο ὡς ἄνθρωπος. ἐπεὶ καὶ ὁ σὸς λόγος γέννημά ἐστι τῆς σῆς διανοίας, ἀλλ’ ἐπειδὰν τὸν λόγον τοῦτον ὃν ἔτεκεν ὁ σὸς νοῦς, ἐνθεῖναι θελήσηις στοιχείοις καὶ γράμμασι καὶ ἐντυπῶσαι βουληθῆις τῶι χάρτηι, χειρὶ γράφεις τὰ γράμματα καὶ τρόπον
30τινὰ πάλιν διὰ τῆς χειρὸς τίκτεις τὸν λόγον, οὐ τότε λαβόντα τὴν ἀρχὴν τοῦ εἶναι, ὅτε διὰ χειρὸς ἐγράφη, οὐδὲ τότε προελθόντα εἰς τὸ εἶναι, ὅτε ἡ χεὶρ ἐνετύπου τὰ γράμματα, ἀλλ’ ἐκ μὲν τοῦ νοῦ γεγέννηται, τοῦ δὲ φανῆναι τὴν ἀρχὴν ἐκ τῆς χειρὸς ὁ λόγος ἐδέξατο τυπούσης τὰ γράμματα. ἐπεὶ οὖν τὸ ὑπόδειγμα σαφὲς καὶ ἡ εἰκὼν γνωριμωτάτη γεγένη‐ ται, φέρε τῶι πρωτοτύπωι ἐφαρμόσωμεν τὴν εἰκόνα. ὧδε νοῦς, ἐκεῖ νόει πατέρα· ὧδε
35λόγον ἐκ τοῦ νοῦ γινώσκεις τικτόμενον, ἐκεῖ λόγον οὐσιώδη καὶ ἐνυπόστατον νόει ἐκ τοῦ πατρὸς γεγεννημένον· ὧδε χεῖρα βλέπεις διὰ γραμμάτων τίκτουσαν λόγον, ἐκεῖ νόει παρ‐
θένον διὰ τοῦ σώματος τὸν λόγον ὠδίνουσαν, οὐχὶ τὴν ἀρχὴν θεότητι δοῦσαν διὰ τοῦ

1,1,2

78

τόκου, μὴ γένοιτο, ἀλλὰ τὸ φανῆναι θεὸν ἀνθρώποις γενόμενον ἄνθρωπον. ἐπειδὴ γὰρ ἐγένετο ὅπερ ἐγώ, ἀναγκαίως ἐτέχθη καθάπερ ἐγώ, μετὰ τῆς φύσεως τῆς ἐμῆς καὶ τὸν ἐμὸν τόκον ἀναγκαίως αἱρούμενος. διὰ τοῦτο καὶ γέννησιν ὠικειώσατο ὁ θεὸς λόγος καὶ μητέρα ἠσπάσατο τὴν παρθένον καὶ διὰ μήτρας ἦλθε κοσμουμένης τῆι παρθενίαι.
5οὐδὲν γὰρ ὧν ἔπλασεν ὁ θεὸς βδελύσσεται, ἐπειδήπερ οὐδὲν ἀνάξιον αὐτοῦ τῶν ἔργων ἐγένετο. πάντα καλὰ καὶ καλὰ λίαν, ἐὰν ταῦτα ἴδωμεν ὡς ὁ πλάστης εἶδε γεγενημένα· εἶδε γὰρ ὁ θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. ἀπαθέσι βλέπε πάντα τοῖς ὀφθαλμοῖς, καὶ ὡς ὁ θεὸς αὐτὰ βλέπεις λίαν καλά. ἐξόρισον τὸ πάθος, καὶ γνωρίσεις τὴν εὐγένειαν τοῦ γενομένου.
10 Τί οὖν θαυμαστὸν εἰ ἐν ἰδίωι ἔργωι καὶ οἴκωι κατεσκήνωσεν ὁ θεός; σὺ δὲ λέγεις ἀξίως μὲν αὐτὸν ἐν οὐρανῶι κατοικεῖν, ἀναξίαν δὲ μονὴν αὐτοῦ τὸν ἄνθρωπον οἴει, κρίνων τὰ πράγματα οὐ τῆι ἀληθείαι τῶν λόγων, ἀλλὰ τῶι πάθει καὶ τῆι προλήψει. τί γὰρ ὑψηλότερον, εἰπέ μοι, οὐρανὸς ἢ ἄνθρωπος; τί θεῶι τιμιώτερον, ἥλιος ἢ ἄνθρωπος; μὴ γάρ μοι τῆι τῶν στοιχείων πρόσχηις λαμπρότητι μηδὲ διὰ τὴν εὔχροιαν προκρίνηις τὴν
15φύσιν μηδὲ τὴν ἐκπηδῶσαν μαρμαρυγὴν τοῦ ἡλίου καταπλαγῆις μηδὲ ὅτι ἐγὼ δέρμα τε καὶ κρέας ἐνδέδυμαι κατὰ τὸν θεῖον Ἰώβ, ἀλλὰ λογικῆς ψυχῆς τὴν εὐγένειαν σκόπησον. βλέπε τὴν ἀνθρώπου κατασκευὴν καὶ θαύμασον τὸ ζῶιον. νοῦν ἔχει πάντων ζώιων κρατεῖν τε καὶ ἄρχειν δυνάμενον· χεῖρας ἔλαβεν ὑπηρετουμένας τοῦ νοῦ τῆι σοφίαι, ὄργανα παντοδαπῆς τέχνης δημιουργά· μόνον τῶν κτισθέντων πάντων ἀνάγκης ἐλεύθερον
20γέγονε· κύριον γνώμης ἰδίας μόνον τὸν ἄνθρωπον ἔκτισεν ὁ θεός. οὐχ ὁρᾶις ἥλιον ἠναγκασμένους τρέχοντα δρόμους; οὐ βλέπεις μονοειδῆ αὐτοῦ τὴν φοράν; διὰ τί; ἐπειδὴ γνώμης ἰδίας οὐ γέγονε κύριος. σὺ δὲ προέρχηι ἐλεύθερος, πράττεις ὃ βούλει, οὐκ ἔχεις ἀνάγκην ὠθοῦσάν σε βίαι, ἐλεύθερος τῆι ψυχῆι κατέστης. ἥλιος δοῦλος ἀνάγκης, ἄνθρωπος δὲ τὴν γνώμην ἐλεύθερος. τίς οὖν ἀμείνων, εἰπέ μοι, ὁ δοῦλος ἢ ὁ ἐλεύθερος;
25ὁ ὑπὸ ζυγὸν ἀνάγκης ἢ ὁ πάσης ἀνάγκης ἀπόλυτος; οὐδὲν θαυμαστὸν οὐδὲ παράδοξον εἰ ἐν ἀνθρώπωι ὤικησεν ὁ θεός, ὃν ἰδίαν εἰκόνα εὐθὺς πλάσας ἠσπάσατο. τὴν γὰρ περὶ τὸν ἄνθρωπον πρόθεσιν ὁ θεὸς εὐθὺς ἐν προοιμίοις τῆς κτίσεως ἐπεδείξατο, χοῦν μὲν λαβὼν ἀπὸ τῆς γῆς καὶ πλάσας αὐτόν, εἰκόνα δὲ κατασκευάσας τῆς ἰδίας θεότητος. διὰ τί οὖν ὃν ἔμελλε τῆι κατασκευῆι τιμᾶν, οὕτως ἐξ εὐτελοῦς φύσεως ἔπλασε; διὰ τί
30μὴ ἀπὸ τῆς λαμπρότητος τοῦ ἡλίου λαβὼν ἐποίησεν [αὐτὸν] τὸν ἄνθρωπον, ἀλλ’ ἀπὸ γῆς καὶ χοὸς αὐτὸν διαπλάττει, τοῦ κάτω κειμένου καὶ πατουμένου στοιχείου; τίνος ἕνεκεν, θέλεις μαθεῖν; ἐπειδὴ τῆι εἰκόνι ἔμελλε τιμᾶν τὸν ἄνθρωπον, εὐτελῆ αὐτῶι δίδωσι τὴν φύσιν, ἵνα ἡ ὑπερβολὴ τῆς τιμῆς μὴ ἐπαίρηι τὸν ἄνθρωπον εἰς ἀπόνοιαν, ἵνα ὅταν ὑπὲρ τὴν φύσιν τιμηθῆι, συσταλῆι τῆι μνήμηι τῆς φύσεως καὶ γνωρίσηι τὸ μέγεθος τῆς τιμῆς,
35οὐ τῆς αὐτοῦ ἀξίας, ἀλλὰ τῆς χάριτος τοῦ δεδωκότος. οὐκοῦν καὶ τοῦτο φιλανθρωπία

1,1,2

79

τοῦ κατασκευάσαντος ἦν, τὸ τὴν εἰκόνα τοῦ θεοῦ ἐκ γῆς ἔχειν τὴν φύσιν· ἐνέχυρον γὰρ εἶχε τὴν φύσιν μετρίου φρονήματος· ὥστε εὐγενὲς ζῶιον ὁ ἄνθρωπος, εἰ καὶ ὕστερον ὑβρίσθη τοῖς ὑπεισελθοῦσι παθήμασι. μὴ γὰρ αὐτὸν ἴδηις προσκεκρουκότα, ἀλλὰ πρὸ τῆς παραβάσεως τοῦ νόμου τῆς εἰκόνος τοῦ θεοῦ τὴν εὐγένειαν λόγισαι. τί οὖν ἐξευ‐
5τελίζεις τὸν ἔκπτωτον, τῆς πρώτης αὐτοῦ κατασκευῆς ἐπιλελησμένος καὶ τὴν τιμὴν τὴν ἀρχαίαν οὐ λογιζόμενος, ἣν αὐτῶι πάλιν μετὰ πολλῆς τῆς φιλοτιμίας ἀποδέδωκεν ὁ θεὸς ἑνώσας ἑαυτῶι τὴν ἰδίαν εἰκόνα; οὐδὲν οὖν ἀπᾶιδον τῆς ἐκείνου φιλανθρωπίας ἐγένετο. οὐδὲ γὰρ ἐφύβριστον ἀγαθῶι δεσπότηι κοινωνῆσαι δούλωι τῶν δουλικῶν εἰς ὠφέλειαν τοῦ οἰκέτου. οὐ γὰρ ὑβρίζεται τούτοις ὁ ἀγαθός, ἀλλ’ ὅπερ ἐστί, διὰ τῶν τοιούτων γνω‐
10ρίζεται. καὶ μὴ θαυμάσηις τοῦ πράγματος· καὶ γὰρ νῦν ἐὰν σεαυτὸν οἶκον κατασκευ‐ άσηις θεοῦ, καὶ ἐν σοὶ κατοικεῖ, εἰ καὶ μὴ οὕτως ὡς ἐν τῶι Χριστῶι· ἐν Χριστῶι γὰρ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. ἀλλ’ ὢ τοῦ θαύματος· πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς ἐν ἑνὶ κατοικεῖ καὶ πάντα πληροῖ καὶ ὑπερέχει τὴν κτίσιν ὅλος ὢν ἐν ἑνὶ καὶ τῶν κτισμάτων οὐδενὸς χωριζόμενος. καὶ μὴ δή σοι
15τὸ εἰρημένον φαινέσθω ἀδύνατον. καὶ γὰρ κἀγὼ νῦν προφέρομαι λόγον· οὗτος ὁ λόγος ἐστὶν ἐν ἑνὶ καὶ ὁ λόγος ἐν πᾶσι γέγονε, καὶ ὅλον τὸν λόγον ἐχώρησεν εἷς καὶ ὑπὸ πλήθους ὁ λόγος οὐ περιγράφεται. εἰ τοίνυν πρᾶγμα γινόμενον καὶ φθειρόμενον καὶ ἐν ἑνὶ ὅλον οἰκεῖ καὶ ἐν πᾶσι γίνεται, τί θαυμαστόν σοι φαίνεται εἰ θεὸς καὶ ὅλος ἐν ἀνθρώπωι ὤικησε καὶ ἐν πᾶσιν εὑρίσκεται;
20 Ὑπόθεσις τοίνυν τῆς σήμερον πανηγύρεως τὸ θεὸν γενέσθαι ἄνθρωπον, ἑλόμενον τὰ ἀνθρώπινα, ἵνα δῶι τὰ θεικά, καὶ οἰκειωσάμενον τὰ πάθη, ἵνα χαρίσηται τὴν ἀπάθειαν, ὑπεισελθόντα θάνατον, ἵνα τὴν ἀθανασίαν δωρήσηται. καὶ ἴδια τὰ τῶν ἀνθρώπων ἐκτήσατο πάθη, οὐ τὴν φύσιν μεταβαλλόμενος, τῆι δὲ γνώμηι τοῦτο οἰκειούμενος, καὶ λίαν εἰκότως ταῦτα ποιεῖ, τὸν ἄνθρωπον σῶσαι προθέμενος. διὰ ποίαν οὖν αἰτίαν ἴδια τὰ πάθη
25τὰ τῶν ἀνθρώπων πεποίηται; ἐπειδὴ ἐβούλετο πάθει πάθος ἀναιρεῖν καὶ θανάτωι καταργῆσαι θάνατον καὶ διὰ τῶν ὁμοειδῶν τὰ ὁμοειδῆ καταπαλαῖσαι ἠθέλησεν, οἰκειοῦται τὸν σταυρόν, ἴδιον ποιεῖται τὸ ῥάπισμα, τὸν δεσμὸν ἑαυτοῦ πεποίηται, ἵνα θεοῦ γενόμενα τὰ πάθη κατὰ παθῶν ἐξουσίαν λάβωσιν. οὔτε γὰρ φύσις θεοῦ ἠδίκηται (οὐδὲ γὰρ μεταβολῆι ἰδίαι τὰ πάθη ἐδέξατο) καὶ τὴν ἰσχὺν παρὰ θεοῦ τὰ πάθη κατὰ τῶν ὁμοειδῶν λαμβάνει. λοιπὸν
30γὰρ ὁ θάνατος ὡς θεοῦ γενόμενος καταργεῖ τὸν θάνατον, καὶ ἀποθανὼν λύει τὴν τυραν‐ νίδα τοῦ θανάτου, ἐπειδὴ καὶ θεὸς καὶ ἄνθρωπος ἦν. οὐ γὰρ ψιλὸν ἄνθρωπον ἐσταύρωσαν οἱ Ἰουδαῖοι οὐδὲ τὴν ὁρωμένην μόνην καθήλωσαν φύσιν, ἀλλ’ εἰς τὸν ἐν αὐτῆι θεὸν ἤγαγον τὰ τολμήματα τῆς ἡνωμένης φύσεως οἰκειωσάμενον τὰ πάθη. καὶ ἵνα σοι καὶ τοῦτο
γένηται σαφές, ἐπὶ τὸ ἐν ἀρχῆι ῥηθὲν ὑπόδειγμα τὸν λόγον ἀγάγωμεν. κείσθω γὰρ

1,1,2

80

βασιλέα φθέγγεσθαι λόγον καὶ τοῦτον ἐντυποῦσθαι διὰ γραμμάτων χάρτηι τινί, τὴν λεγο‐ μένην σάκραν ἐξαποστέλλειν ταῖς πόλεσι, λόγον ἠμφιεσμένον καὶ χάρτηι καὶ γράμμασιν, ἐλευθερίαν χαριζόμενον ἢ ἄλλα δῶρα βασιλικὰ τοῖς δεομένοις κομίζοντα. ἀλλὰ ταύτην τὴν σάκραν τὴν λεγομένην τῆι τῶν Ἰταλῶν φωνῆι ὑποδεχέσθω ἄπιστός τις καὶ ἀπειθὴς
5καὶ τῆς πόλεως ἐχθρὸς καὶ τοῦ βασιλέως πολέμιος καὶ λαβὼν τὸν χάρτην διαρρηγνύτω. τί ἐρράγη ἐνταῦθα; εἰπέ μοι· ὁ χάρτης μόνος ἢ καὶ ὁ λόγος ὁ βασιλικός; καὶ μὴν εἰ χάρτης διερράγη αὐτὸ μόνον, εὔωνον ἦν τὸ φθαρέν, ἀνεύθυνος ὁ ῥήξας ἢ πέντε ὀβολοῖς μόνοις ὑπεύθυνος ἦν. ἀλλὰ δίκην δίδωσι τὴν ἐσχάτην καὶ τιμωρεῖται καὶ τὴν ἐπὶ θάνατον ἄγεται, οὐχ ὡς χάρτην λυμηνάμενος μόνον, ἀλλ’ ὡς καὶ λόγον διαρρήξας βασιλικόν. καὶ
10μὴν ὁ τοῦ βασιλέως λόγος ἐστὶν ἀπαθής, οὔτε χερσὶ λαμβανόμενος τῆι ἑαυτοῦ φύσει οὐδὲ διαρραγῆναι δυνάμενος, ἀλλὰ καὶ αὐτὸς διερράγη, τοῦ χάρτου καὶ τῶν γραμμάτων τὸ πάθος οἰκειωσάμενος. ὁρᾶις πῶς τὸ ἀπαθὲς δέχεται πάθος, ἐπειδὰν φύσει κοινωνήσηι παθητικῆι; οὐδὲ γὰρ ὁ λόγος τῆι οἰκείαι φύσει διέρρηκτο καὶ τὸ πάθος τοῦ χάρτου καὶ τῶν στοιχείων ἐδέξατο. μὴ θαρρείτω τοιγαροῦν Ἰουδαῖος ὡς ψιλὸν ἄνθρωπον σταυρώσας.
15τὸ γὰρ φαινόμενον χάρτης ἦν, τὸ δὲ ἐν αὐτῶι κρυπτόμενον λόγος βασιλικὸς ἐκ φύσεως, οὐ διὰ γλώττης προενεχθείς. λόγος μὲν γὰρ ὁ μονογενὴς λέγεται, οὐ προφορικὸς δέ, ἀλλ’ οὐσιώδης καὶ ἐνυπόστατος, οὐδὲν μὲν τῆι οἰκείαι φύσει πάσχων, ὢν ἀπαθὴς λόγος, ἴδια δὲ ποιούμενος τὰ τοῦ φαινομένου παθήματα καὶ ὥσπερ ὁ βασιλικὸς λόγος καὶ τῶν γραμμάτων τὴν ὕλην αὐτὸς ἐδέξατο καὶ τὸ πάθος τοῦ χάρτου ἴδιον τοῦ λόγου γεγένηται,
20οὕτως ὁ μονογενὴς τοῦ θεοῦ λόγος τὰ τοῦ καθηλωθέντος ἴδια πεποίηται πάθη. διὰ τοῦτο ὥσπερ ὁ σάκραν βασιλικὴν λυμηνάμενος ὡς βασιλέως ῥήξας τὸν λόγον τὴν ἐπὶ θάνατον ἄγεται, οὕτως ὁ σταυρώσας Ἰουδαῖος τὸ φαινόμενον δίκας δίδωσιν εἰς αὐτὸν τὸν θεὸν λόγον ἐκτείνας τὸ τόλμημα. ὁ γὰρ θεὸς λοιπὸν ὡς ἴδιον πάθος ἐκδικεῖ τὸ γενόμενον. Ἀλλ’ ἱκανὰ τὰ εἰρημένα, ἐπειδὴ φροντίζειν δεῖ καὶ τῆς μνήμης τῆς ὑμετέρας· τὸ γὰρ
25πλῆθος τῶν λεγομένων ὑπερβλύζον τῆς τῶν ἀκροωμένων ἐννοίας ἀμνήμονα τὸν ἀκροατὴν τῶν εἰρημένων ποιεῖ. γένοιτο δὲ χάριτι θεοῦ καὶ τὰ εἰρημένα τῆι μνήμηι ὑμᾶς περιλαβεῖν καὶ ἑτέρους ἐκ τούτων ὠφελεῖν καὶ τὴν βασιλείαν τῶν οὐρανῶν ἀντὶ τούτων κληρονομεῖν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι τοῦ Χριστοῦ, ὧι ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
31Τοῦ αὐτοῦ λεχθεῖσα ἐν τῆι ἡμέραι τῆς γεννήσεως τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὑπανεγνώσθη δὲ καὶ αὐτὴ ἐν τῆι αὐτῆι συνόδωι Λαμπρὰ καὶ παράδοξος τῆς παρούσης ἑορτῆς ἡ ὑπόθεσις, λαμπρὰ μὲν ὅτι κοινὴν ἀνθρώποις σωτηρίαν ἐπήγαγε, παράδοξος δὲ ὅτι τὸν τῆς φύσεως λόγον ἐνίκησε. φύσις
35μὲν γὰρ τὴν τεκοῦσαν οὐκ οἶδεν οὐκέτι παρθένον, ἡ δὲ χάρις καὶ τίκτουσαν ἔδειξε καὶ παρθένον

1,1,2

81

ἐφύλαξε καὶ μητέρα ἐποίησε καὶ παρθενίαν οὐκ ἔβλαψε· χάρις γὰρ ἦν, σωφροσύνην φυλάτ‐ τουσα. ὢ γῆς ἀσπόρου καρπὸν βλαστησάσης σωτήριον· ὢ παρθένος αὐτὸν νικήσασα τῆς Ἐδὲμ τὸν παράδεισον. ἐκεῖνος μὲν γὰρ μοσχευτῶν φυτῶν γένος ἀνέτειλεν, ἐκ παρθένου γῆς ἀνατειλάντων φυτῶν· ἡ δὲ παρθένος αὕτη κρείττων ἐκείνης τῆς γῆς. οὐ
5γὰρ ὀπώρας ἀνέτειλε δένδρα, ἀλλὰ τὴν ῥάβδον Ἰεσσαὶ καρπὸν σωτήριον τοῖς ἀνθρώποις παρέχουσαν. κἀκείνη ἡ γῆ παρθένος ἦν καὶ αὕτη παρθένος· ἀλλ’ ἐκεῖ μὲν φῦναι δένδρα προσέταξεν ὁ θεός, ταύτης δὲ τῆς παρθένου αὐτὸς ὁ δημιουργὸς κατὰ σάρκα γέγονε βλάστημα. οὐδὲ ἐκείνη μόσχευμα πρὸ τῶν δένδρων ἐδέξατο οὐδὲ αὕτη ἐκ τοῦ τόκου τὴν παρθενίαν ἠδίκησεν. ἡ παρθένος τοῦ παραδείσου ἐνδοξοτέρα γεγένηται· ὃ μὲν γὰρ
10θεοῦ γεώργιον γέγονεν, ἣ δὲ κατὰ τὴν σάρκα θεὸν αὐτὸν ἐγεώργησεν, ἑλόμενον ἀνθρώπου συναφθῆναι τῆι φύσει. Εἶδες πῶς γέγονε παράδοξον τὸ μυστήριον παρωσάμενον τὸν τῆς φύσεως λόγον; εἶδες τὸ ὑπὲρ φύσιν πρᾶγμα θεοῦ δυνάμει μόνηι γενόμενον; εἶδες τὸν λόγον ὑπὲρ τὸν λόγον τικτόμενον; ὅτι γάρ ἐστιν ὁ τεχθεὶς λόγος θεοῦ, δῆλον ἐξ ὧν τὴν παρθενίαν
15οὐκ ἔλυσεν. ἡ τίκτουσα σάρκα ψιλὴν τῆς παρθενίας παύεται· ἀλλ’ ἐπειδὴ ἐτέχθη σαρκὶ λόγος θεοῦ, φυλάττει τὴν παρθενίαν, ἑαυτὸν λόγον δεικνύς. ὅταν δὲ λόγον ἀκούσηις, οὐσιώδη τε καὶ ἐνυπόστατον νόει, μὴ τοῦτον τὸν διὰ στόματος προχεόμενον. τίκτεται οὖν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ ὁ καὶ λόγος καλούμενος, οὐκ ἀρχὴν τοῦ εἶναι λόγος ἐκ τοῦ τόκου λαβών, ἀλλὰ τοῦ γενέσθαι ἄνθρωπος ἀρχὴν τὸν τόκον ποιούμενος. ἦν μὲν
20γὰρ πρὸ αἰώνων θεὸς λόγος, τῶι γεννήσαντι συναίδιος· ἐπειδὴ δὲ ἄνθρωπος γενέσθαι δι’ ἀνθρώπους ἠθέλησεν, οὐ μεταβολῆι θεικῆς φύσεως, ἀλλὰ θαύματι καὶ θελήσει θεοῦ, ὡς ἀρχὴν τοῦ γενέσθαι ἄνθρωπος τὸν τόκον ἠσπάσατο. διὰ τοῦτο καὶ ὡς ἄνθρωπος τίκ‐ τεται καὶ ὡς θεὸς λόγος παρθενίαν ἐφύλαξεν. οὐδὲ γὰρ ὁ ἡμέτερος λόγος τικτόμενος φθείρει διάνοιαν, οὐδὲ λόγος θεοῦ οὐσιώδης τε καὶ ἐνυπόστατος τὸν τόκον ἑλόμενος παρ‐
25θενίαν διέφθειρεν. ὑπὲρ λόγον οὖν τῆς φύσεως ἐστὶ τὸ γενόμενον, καὶ μηκέτι κατάβαινε πρὸς λόγους τῆς φύσεως· θαῦμά σοι λέγω. μὴ κίνει τοὺς λογισμούς· θεὸν τεχθέντα σοι λέγω, ἑλόμενον τόκον, οὐκ ἀρξάμενον τῆς θεότητος. ὢν θεὸς ὠικειώσατο τόκον, οὐχ ὁ τόκος αὐτὸν κατεσκεύασε θεόν. ὃ ἦν, ἔμεινε, καὶ γέγονεν ὃ οὐκ ἦν. τοῦτο οὖν δι’ οἰκονομίαν γενέσθαι βουλόμενος ὅπερ οὐκ ἦν, αἱρεῖται τὸν τόκον ὡς τῆς οἰκονο‐
30μίας ἀρχήν. γέγονεν ἄνθρωπος, οὐ μεταβληθείσης τῆς φύσεως, οὐ κινηθέντων τῶν ὅρων θεικῆς οὐσίας· σὺ γὰρ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν, ἡ θεία γραφή φησι, καὶ σὺ καθήμενος τὸν αἰῶνα, τοῦτο δηλοῦσα τῆς θεικῆς οὐσίας τὸ ἀμετάβλη‐ τον. καὶ πάλιν ὁ θεός, φησιν, ὁ αὐτὸς εἰμὶ καὶ οὐκ ἠλλοίωμαι. οὐ κινηθεί‐ σης οὖν τῆς τοῦ θεοῦ οὐσίας γέγονεν ἄνθρωπος οὐδὲ μεταβληθείσης εἰς φύσιν ἑτέραν.
35ἦ γὰρ ἂν οὐκ ἦν θαῦμα τὸ γεγενημένον, εἰ φύσεως μεταβολῆι φύσιν ἑτέραν ἐδέξατο. πολλαὶ γὰρ παρ’ ἡμῖν γίνονται τοιαῦται πραγμάτων μεταβολαί, ἀλλ’ ἐν τούτωι θαυματουργεῖ
θεὸς ὅτι μένων ὃ ἦν, γέγονεν ὃ οὐκ ἦν, ὃ δὴ καὶ σημαίνων ὁ μέγας ἀπόστολος ἔλεγεν·

1,1,2

82

ὃς ἐν μορφῆι θεοῦ ὑπάρχων, ὑπάρχων λέγει, οὐχ ὑπάρξας ποτέ, ἵνα δείξηι τῆς φύσεως τὸ μόνιμον. ὃς ἐν μορφῆι θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῶι, εἶναι λέγει ἴσα θεῶι, οὐ γενήσεσθαί ποτε. εἶτα πάλιν βοᾶι λέγων· ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών. ὁρᾶις πῶς καὶ μένει ὃ ἦν, καὶ
5ἑαυτὸν ἐκένωσεν εἰς τὴν τοῦ δούλου μορφήν, κἀκεῖνο ὢν καὶ τοῦτο γενόμενος, θαυματουρ‐ γήσας, οὐ φύσιν μεταβαλών, θελήσας, οὐκ ἀναγκασθεὶς μεταβολῆι τῆς οὐσίας; ὃ γὰρ λέγει θεός, ποιεῖ, κἂν ὑπὲρ τὸν λόγον τῆς φύσεως ἦι τὸ λεγόμενον. ἔχει γὰρ καὶ δύναμιν θαυματουργεῖν δυναμένην καὶ οὐκ ἐκδεχομένην τοὺς λόγους τῆς φύσεως. διὰ τοῦτο καὶ ὑπάρχει θεὸς καὶ κενοῦται εἰς δούλου μορφήν, καὶ ἴσος ἐστὶ θεῶι καὶ ἄνθρωπος γίνεται,
10καὶ ἐστὶ προαιώνιος καὶ τόκον ὑφίσταται, καὶ ταῦτα θαυματουργεῖ ἅπερ οὐκ οἶδεν ὁ λόγος τῆς φύσεως. Ἔνθεν καὶ τοῖς Ἕλλησι μωρία λογίζεται τοῦ Χριστοῦ τὸ μυστήριον καὶ Ἰουδαῖοι σκάνδαλον λέγουσι τῆς οἰκονομίας τὸν λόγον, ὃ καὶ Παῦλος ἐδήλου λέγων· κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν.
15διὰ τί μωρίαν τοῖς Ἕλλησιν; ὅτι ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύμα‐ τος, μωρία γὰρ αὐτῶι ἐστιν. τῆι γὰρ φύσει παρακαθήμενος ὁ ψυχικὸς καὶ λογισμοῖς ψυχῆς τὰ πάντα διερευνώμενος τὰ θαύματα τοῦ θεοῦ μωρίαν λογίζεται, οὐκ ἔχοντα μεθ’ ἑαυτῶν τὸν λόγον τῆς φύσεως. καὶ γὰρ ἀκούων Ἕλλην ὅτι κεκλεισμένης τῆς θύρας εἰσῆλθεν ὁ σωτήρ, διαγαγὼν τὸ παχὺ τοῦτο σῶμα καὶ τόπου δεόμενον, γελᾶι, οὐ πιστεύων
20τῶι θαύματι, ἀλλὰ ζητῶν τὸν λόγον τοῦ πράγματος. καὶ ἀκούων ὅτι παρθένος τεκοῦσα μεμένηκε παρθένος, μωρίαν ἡγεῖται τὸν λόγον, οὐ μαθὼν πιστεύειν θαυματουργίαι θεοῦ. οὐκοῦν καὶ ἀκούων ἀμεταβλήτως θεὸν γενόμενον ἄνθρωπον, ἀδύνατον τὸ γενόμενον οἴεται, φύσεως κἀνταῦθα μεταβολὰς ἀπαιτῶν. ἀλλ’ οὐχ οὕτως ἐδίδαξεν ὁ Παῦλος εἰπὼν τὸν ὄντα ἴσον θεῶι γεγενῆσθαι ἄνθρωπον. ἑαυτὸν γὰρ κεκενωκέναι φησί, μὴ ἀποβαλόντα τὸ
25πλήρωμα τῆς θεότητος. δι’ ὃ καὶ ἔλεγεν· ἡμεῖς κηρύσσομεν Χριστὸν ἐσταυρω‐ μένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν. καὶ διὰ τί Ἕλλησι μωρίαν, εἰ ψιλὸς ἐσταύρωται ἄνθρωπος; οὐδενὶ νομίζεται μωρὸν τὸ κατὰ φύσιν γινό‐ μενον. εἰ ὃ ἐπεφύκει, πέπονθε, πῶς νομίζεται μωρὸν τὸ διήγημα; ἀλλ’ ἐπειδὴ Χριστόν, φησί, κηρύσσομεν σταυρούμενον, 〈ὃν〉 πάλιν λέγομεν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν
30(αὐτοῖς γὰρ τοῖς κλητοῖς, φησίν, Ἰουδαίοις τε καὶ Ἕλλησιν κηρύσσομεν Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν), ὡς σταυρουμένην, φησί, κηρύσσοντες θεοῦ σοφίαν, μωρίαν λέγειν τοῖς Ἕλλησι νομιζόμεθα πιστεύειν οὐκ εἰδόσι θαυματουργοῦντι θεῶι, ἀλλὰ περὶ πάντων φύσεως κινεῖν λογισμοὺς καὶ ἡγουμένοις ὑβρίζειν θεὸν οἰκειωσά‐ μενον πάθη, ἵνα σώσηι τὸ παθητόν. οὐ γὰρ τὸν ἀνυόμενον ὁρῶσι σκοπόν, σωτήριον
35ὄντα καὶ τῆι ἀγαθότητι πρέποντα τοῦ θεοῦ, ἀλλὰ μόνον ὅτι θεὸς ἑαυτῶι συνῆψε παθήματα, λέγουσιν, οὐ σκοποῦντες τὸ ἐκ τούτου τῆς τῶν ἀνθρώπων σωτηρίας κατόρθωμα. οὐδὲν
δὲ τῶν σωιζόντων ἄνθρωπον ὑβρίζει θεόν, τούτοις δεικνύμενον οὐ παθητόν, ἀλλὰ φιλάν‐

1,1,2

83

θρωπον. ἀλλὰ ἀνθρώπου πάθη, φησίν, οὐ τολμῶ προσάψαι θεῶι. οὐκοῦν οὐδὲ σώι‐ ζειν αὐτὸν τοῖς πάθεσι τὸν ἄνθρωπον λέγεις οὐδὲ τῶι σταυρῶι στηλιτεύειν διαβόλου τὴν δύναμιν οὐδὲ τὴν ἡμῶν ἁμαρτίαν προσηλωκέναι τῶι ξύλωι οὐδὲ τοῖς ἰδίοις πάθεσιν τὰ τῶν ἀνθρώπων ἰᾶσθαι παθήματα οὐδὲ θανάτωι λέγεις αὐτὸν καταργῆσαι τὸν θάνατον.
5εἰ γὰρ οὐκ ὠικειώσατο τὰ πάθη θεός, πόθεν τοῖς πάθεσι τοῦ Χριστοῦ τὰ τοσαῦτα κατορθώ‐ ματα πῶς ἐγένοντο δυνάμεις; πῶς ἀναιρεῖται θανάτωι ὁ θάνατος, εἰ μὴ θεὸς αὐτὸν ἴδιον ἐποιήσατο; ἀλλὰ ταῦτα τὰ πάθη οἰκειωθέντα θεῶι τὴν μὲν ἰσχὺν τῶν τοσούτων κατορθω‐ μάτων ἐκ θεότητος ἔλαβεν, ὡς θεοῦ ἴδια γεγενημένα, οὐσίαν δὲ θεότητος οὐ παρέβλαψεν ἐν τῆι ἑαυτῆς ἀεὶ μένουσαν ἀπαθείαι. πῶς γὰρ προσηλώθη τῶι ξύλωι τὸ καθ’ ἡμῶν
10τῆς ἁμαρτίας χειρόγραφον, ἀνθρώπου ψιλοῦ τὸν σταυρὸν ὑπομείναντος; πῶς δὲ σταυρὸς ἁμαρτίαν ἐσταύρωσεν ἢ θάνατος θανάτου τὴν τυραννίδα διέλυσεν, εἰ μὴ ταῦτα γέγονε θεοῦ καὶ παρ’ ἐκείνου τὴν δύναμιν ἔλαβεν οἰκειωσαμένου τὰ ἡμέτερα, οὐ παθόντος φύσει; ὃ δὴ καὶ σημαίνων ὁ μέγας ἀπόστολος ἔλεγεν ὅτι οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τοῦ κυριακοῦ πάθους τὸ μυστήριον ἔγνωκεν· εἰ γὰρ ἔγνωσαν, φησίν, οὐκ
15ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. διὰ τοῦτο λέγομεν καὶ μένειν αὐτὸν ὃ ἦν, καὶ γεγονέναι ὅπερ οὐκ ἦν. τῆι γὰρ οὐσίαι μένων ὃ ἦν, ἐδέξατο πάθη, ἑαυτὸν ἑνώσας φύσει τῆι παθητῆι. ὑπήκοος γέγονε, βασιλείαν μὴ ἀποθέμενος· γέγονεν ἄνθρω‐ πος, μείνας θεός τε καὶ λόγος· ἀσώματος ὢν τὴν φύσιν, ἀναλλοιώτως γέγονε σάρξ. πῶς καὶ τίνα τρόπον; οὐχ ὡς λογίζεσθαι δύνασαι, ἀλλ’ ὡς ἐκεῖνος θαυματουργεῖν ἐστιν
20ἱκανός. ὅταν γὰρ θαῦμά σοι λέγω, κατάλειπε λογισμούς. σημεῖα γὰρ καὶ τεράστια τῆι τοῦ θεοῦ πίστει κρατύνεται καὶ οὐκ ἐρευνᾶται τοῖς λόγοις. οὐδὲ γὰρ ἄλλο τι τῶν θαυμάτων κατὰ λόγον ἐστὶ τὸν ἡμέτερον, ἀλλ’ ὅμως γέγονεν ἕκαστον, κἂν ὁ λογισμὸς ἡμῶν οὐκ ἐφικνῆται τοῦ πράγματος. Ταῦτα καὶ μάγοι ὡμολόγησαν, ἀστέρι πιστεύσαντες καὶ οὐ πολυπραγμονήσαντες
25φύσιν. βάρβαροι δέχονται πίστει θαύματα, καὶ ὁ πιστὸς σὺ τί ἀπιστεῖς πρὸς λογισμὸν καταπίπτων ἀνθρώπινον; οἱ ἐκ Χαλδαίας παραγενόμενοι, ὡς ὁ εὐαγγελιστὴς ἔλεγε σήμερον, αὐτοῖς τοῖς δώροις τὸ μυστήριον ἔδειξαν τῶι τὸν σκοπὸν τῶν βαρβάρων συνο‐ ρῶντι καλῶς. τριττὸν γὰρ εἶδος τῶν δώρων προσκομίζουσι, χρυσὸν λίβανον σμύρναν, χρυσὸν μὲν, ὅτι βασιλεὺς ὁ τιμώμενος, λίβανον δέ, ὅτι θεὸς ἦν ὁ τεχθείς· τοῦτον γὰρ ἐξ
30ἔθους προσεκόμιζον τοῖς ὑπ’ αὐτῶν νομιζομένοις θεοῖς. προσφέρουσι δὲ καὶ σμύρναν, τὸ πάθος, οἶμαι, τοῦ θανάτου ταύτηι μηνύοντες. εἶδες πῶς καὶ μάγοι ἐπέγνωσαν ὅτι καὶ θεὸς ἔμεινε καὶ ἄνθρωπος γέγονε δεχόμενος θάνατον; γέγονε γὰρ ὅπερ ἐγώ, ἵνα τὴν ἡμετέραν ἀναβιβάσηι φύσιν πρὸς τὴν ἰδίαν ἀξίαν. ἡ γὰρ ἕνωσις τοῦτο ποιεῖ ἑκατέρωι τὰ τοῦ ἑτέρου συνάπτουσα. διὰ τοῦτο οὖν θεὸς ὢν ἄνθρωπος γέγονεν, ἵνα καὶ ἄνθρω‐
35πος γένηται θεός, τῆι συναφείαι ταύτηι πρὸς θεικὴν δόξαν ἀναγόμενος, ὡς ἕνα καὶ τὸν αὐτὸν εἶναι θεικῶς τε δοξαζόμενον καὶ πάσχοντα τὰ ἀνθρώπινα.
Καὶ ταῦτα ἡμῖν συνομολογήσειαν ἂν ἅπαντες οἱ ἕνωσιν ὁμολογοῦντες θεότητός τε

1,1,2

84

καὶ ἀνθρωπότητος· τὸ γὰρ ἑνωθὲν οὐκέτι δύο, ἀλλ’ ἓν ὀνομάζεται, τῆι δὲ ἐννοίαι πάλιν [εἰ] διαιρεῖς καὶ ἕκαστον κατ’ ἰδίαν σκοπεῖς. οὐκοῦν λύεις τὴν ἕνωσιν· ἀδύνατον γὰρ ἅμα καὶ φυλάττειν τὴν ἕνωσιν καὶ ἑκάτερον κατ’ ἰδίαν σκοπεῖν, ἀλλὰ τὸ ἑνωθὲν ἀλύτως ἓν γέγονε καὶ οὐκέτι γίνεται δύο. ἀλλ’ ἐπινοίαι μόνηι χωρίζω, φησίν. οὐκοῦν τῆι
5αὐτῆι ἐπινοίαι καὶ τὴν ἕνωσιν ἔλυσας· ὧι γὰρ ἂν διαστήσηις τοῦ ἑτέρου τὸν ἕτερον, τού‐ τωι καὶ τὴν συνάφειαν ἔτεμες. τί οὖν ἀναλύεις οἰκονομίαν σωτήριον, δύο νοῶν καὶ τὴν ἕνωσιν ἀθετῶν; ἀλλὰ καθὼς καὶ ὁ μέγας ἀπόστολός φησιν, Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας, ἕνα καὶ τὸν αὐτὸν λέγων αἰώνιόν τε θεὸν καὶ ἀπὸ χρόνων ἀρχόμενον ἄνθρωπον, καὶ ἡμεῖς ὁμολογῶμεν τὸν αὐτὸν θεόν τε καὶ
10ἄνθρωπον τὸ μὲν ὄντα πρότερον, τὸ δὲ γενόμενον ὕστερον. ἀλλὰ πῶς, φησίν, ὁ μονο‐ γενὴς δοῦλος γεγένηται, μείνας ὃ ἦν, καὶ γενόμενος ὃ οὐκ ἦν; [εἰ] βούλει οὖν τοῦτο μαθεῖν; μάθε ὅτι γέγονε, τὸ δὲ πῶς γέγονεν, ὁ θαυματουργήσας ἐπίσταται μόνος. οὐδὲ γὰρ σύ μοι δύνασαι λέγειν πῶς ὁ τῶν Αἰγυπτίων ποταμὸς αἷμα γεγένηται, ἀμεταβλήτου μεινάσης τῆς τοῦ ὕδατος φύσεως. καὶ γὰρ ὡς ὕδατι μὲν οἱ Ἑβραῖοι ἐκέχρηντο, αἷμα
15δὲ τοῖς Αἰγυπτίοις ὁ Νεῖλος ἐγένετο, καὶ γέγονεν ὃ οὐκ ἦν, μείνας ὃ ἦν. εἰπέ μοι τὸν τρόπον. ἀλλ’ οὐκ ἔχεις εἰπεῖν· θαῦμα γάρ ἐστι θεοῦ, λογισμοὺς παρωθούμενον. πῶς δὲ καὶ τὸ φῶς ἐν Αἰγύπτωι γέγονε σκότος, οὐ σβεσθέν, ἀλλὰ μένον ὃ ἦν; ἡμέρα γὰρ τοῖς Ἰσραηλίταις ἦν καὶ λαμπρὸν αὐτοὺς περιεῖχε τὸ φῶς, τοῖς δὲ Αἰγυπτίοις τὸ φῶς τοῦτο γέγονε σκότος, καὶ ἓν ὂν τὸ ὁρώμενον φῶς τε ἦν ὁμοῦ καὶ σκότος, οὐδὲ ἐκ τούτου μετα‐
20βληθὲν κἀκεῖνο γενόμενον. οὐδὲν γὰρ τοῦ φωτὸς παθόντος σκότος ἐγένετο, τοῦ θεοῦ θαυματουργοῦντος καὶ τὸν λόγον οὐκ ἐκδεχομένου τῆς φύσεως. πῶς οὖν τὸ ὕδωρ τοῦ Νείλου μεῖναν ὕδωρ αἷμα γεγένηται; ἢ πῶς ἐπὶ τῆς ἰδίας φύσεως μεῖναν τὸ φῶς σκότος ἐγένετο; οὐδὲ γὰρ τοῦτο ἔφθαρται κἀκεῖνο γεγένηται. οὐδὲ γὰρ ἐφθάρη ἡ φύσις τοῦ ὕδατος, καὶ ἐδήλουν οἱ Ἑβραῖοι, τοῦτο πότιμον ἔχοντες· ἀλλ’ ἔμεινε καὶ αὐτὴ ἡ φύσις ἐν
25ἰδίοις ὅροις καὶ γέγονεν αἷμα, ὅπερ οὐκ ἦν, θεοῦ ὑπὲρ λόγον δεικνύντος τὸ θαῦμα. ἡ δὲ Βαβυλωνία φλὸξ πῶς δρόσος τοῖς τρισὶν ἐγένετο παισί; καὶ γὰρ φλὸξ ἦν καὶ δρόσος ἐγένετο, καὶ ἄμφω ταῦτα δηλοῦνται τῆι ἐνεργείαι. ὅτι μὲν γὰρ δρόσος ἦν, οἱ τρεῖς διδάσκουσι παῖδες ταύτηι καταψυχόμενοι· ὅτι δὲ καὶ φλὸξ ἦν, οἱ ταύτηι κατακαυθέντες μηνύουσι Βαβυλώνιοι. εἶδες πῶς τὸ πῦρ ἔμεινε πῦρ καὶ δρόσος ἐγένετο· οὐ δύο πρά‐
30γματα οὐδὲ δύο φύσεις, ἀλλ’ ἓν ἦν καὶ 〈τὸ αὐτὸ〉 τὸ ὁρώμενον. ὃ γὰρ ἦν φλόξ, τοῦτο
γέγονε δρόσος, καὶ μαρτυροῦσιν οἱ δίκαιοι. μηκέτι οὖν ἐρώτα με τῶν τοῦ θεοῦ σημείων

1,1,2

85

τὸν τρόπον. πάλιν γὰρ ἐρῶ σοι, τὰ θαύματα δεικνὺς μὲν ὅτι γέγονε, θεῶι δὲ καταλιμ‐ πάνων εἰδέναι τῶν θαυμάτων τὸν λόγον. εἶτα εἰπέ μοι· ταῦτα θαυματουργεῖ θεὸς καὶ τὴν φλόγα 〈φυλάττων〉 δρόσον ποιεῖ, οὐδὲ φλόγα μεταβαλὼν καὶ πρὸς δρόσον αὐτὴν μεθιστῶν, τυράννου τὴν ἀπόφασιν λῦσαι βουλόμενος καὶ ἠδικημένους ἐκδικῆσαι θέλων καὶ
5τοὺς αἰτίους καταναλῶσαι βουλόμενος βαρβάρους [καὶ θαυματουργεῖ τὰ τοιαῦτα θεὸς τὸ πῦρ φυλάξας ἐν ἰδίοις ὅροις καὶ δρόσον ἐπιδείξας, καὶ ἵνα τρεῖς παῖδες σωθῶσι, θαυμα‐ τουργεῖ τὰ τοιαῦτα θεός], ἵνα δὲ κόσμον σώσηι θεός, ἀμφιβάλλεις ὅτι αὐτὸς μείνας θεὸς γέγονεν ἄνθρωπος; οὐκ ἐδεήθη φλόγα μεταβαλεῖν, ἵνα δρόσον ἐργάσηται, καὶ αὐτὸς ἄνθρωπος γενέσθαι βουληθεὶς διὰ σωτηρίαν ἀνθρώπων τὴν ἑαυτοῦ φύσιν ἐδεήθη μεταβαλεῖν;
10πῦρ ἔμεινε καὶ γέγονε δρόσος, καὶ σὺ λέγεις· πῶς μένει θεὸς καὶ γίνεται ἄνθρωπος; Ἐπειδὴ γὰρ τὴν φύσιν ἡμῶν βουλόμενος σῶσαι θεὸς οὐ δι’ ἑτέρων τὴν σωτηρίαν ἡμῶν, ἀλλὰ δι’ ἑαυτοῦ κατεσκεύασεν, ἐπειδὴ πᾶσα κτίσις ἠτόνει πρὸς σωτηρίαν ἡμῶν ἕξιν ἐχόντων καὶ κακίας καὶ πλάνης· ἡ γὰρ μακρὰ τῆς κακίας συνήθεια ἀντὶ φύσεως τοῖς ἀνθρώποις ἐγίνετο παρωσαμένη τὴν φύσιν, προεφήτευσε προφήτης, ἀλλ’ ἠτόνει ὁ λόγος
15τῆι κακίαι νικώμενος, ἄγγελοι λειτουργοὶ τῆς ἡμέτερας ἐγίνοντο σωτηρίας (καὶ μαρτυρεῖ ὁ μέγας Παῦλος λέγων περὶ ἀγγέλων· οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;), ἄγγελος ὁ κρείττων τὴν φύσιν ἐλειτούργει πρὸς σωτηρίαν ἡμῶν, ἀλλ’ οὐκ ἐσώιζετο ἄν‐ θρωπος, ταῖς κακίαις σπουδαίως ἐγκείμενος, ἠτόνει οὖν ἅπαντα πρὸς ἀνθρώπων τὴν ἀμέ‐
20λειαν· ἡ γὰρ κακία τῶν πονηρῶν τὴν σπουδὴν ἐνίκα τῶν ἀγαθῶν, οὐχ ὅτι νικᾶται θεός, ἀλλ’ ὅτι γνώμηι τοῦ αὐτεξουσίου τὴν ἀρετὴν ἐπιτρέπει, ἀνάγκηι οὐκ ὠθεῖ σε πρὸς κατορ‐ θώματα οὐδὲ μὴ βουλόμενον ἕλκει πρὸς ἀρετήν, ἵνα σοι τὴν ἀρετὴν κατασκευάσας ἑκούσιον σὸν αὐτὴν ποιήσηι κατόρθωμα, τί οὖν; ἐπειδὴ καὶ προφῆται ἐνενίκηντο καὶ οὐκ ἐνήργουν διδάσκαλοι καὶ νόμος ἠτόνει καὶ ἄγγελοι τῆς σπουδῆς ἀπετύγχανον, τῆς γνώμης τῶν ἀν‐
25θρώπων οὐκ εἰκούσης τοῖς ἀγαθοῖς, αὐτὸς ὁ τῆς φύσεως ποιητὴς ἐπεδήμησε, φύσιν νενικημένην ἀνορθῶσαι βουλόμενος, καὶ παραγίνεται, οὐ κτυπῶν ὡς θεὸς οὐδὲ βρονταῖς καταπλήττων τὰς ἀκοὰς οὐδὲ γνόφον περιβαλλόμενος καὶ πῦρ φοβερὸν ἐν τῶι γνόφωι δεικνὺς οὐδὲ σάλπιγγος ἤχωι τοὺς ἀκούοντας δεδιττόμενος, ὥς ποτε τοῖς Ἰουδαίοις ἐπεφάνη φόβον ἐμποιῶν, οὐ σοβῶν τὸν οἰκέτην, χάριτι δὲ μᾶλλον αὐτὸν προσκαλεῖται καὶ ἀγαθότητι.
30οὐ δορυφορίας ἐπάγεται ἀρχαγγέλων· οὐ κινεῖ τὰ τῶν ἀγγέλων στρατόπεδα. οὐ γὰρ ἠθέλησε σοβῆσαι τὸν δραπέτην τὸν φυγάδα τῶν ἐκείνου νόμων γενόμενον, ἀλλ’ ἔρχεται ὁ πάντων κύριος ἐν δούλου μορφῆι, πτωχείαν περιβαλλόμενος, ἵνα μὴ σοβήσηι τὸ θήραμα. ἐν ἀδήλωι τίκτεται χωρίωι, ἀγρὸν ἀφανῆ πρὸς γέννησιν ἐκλεξάμενος· διὰ πτωχῆς τίκτεται
παρθένου καὶ πάντα πτωχὰ προσλαμβάνεται, ἵνα ἡσύχως πρὸς σωτηρίαν ἀγρεύσηι τὸν ἄν‐

1,1,2

86

θρωπον. εἰ γὰρ ἐπιδόξως ἐτέχθη καὶ πλοῦτον πολὺν περιβαλλόμενος παρεγένετο, εἶπον ἂν οἱ ἄπιστοι ὅτι ἡ τοῦ πλούτου δαπάνη τὴν μεταβολὴν τῆς οἰκουμένης εἰργάσατο. εἰ τὴν μεγάλην Ῥώμην εἵλετο πόλιν, τῆι δυναστείαι τῶν πολιτῶν τῆς οἰκουμένης τὴν μετα‐ βολὴν ἐλογίζοντο. εἰ υἱὸς ἐγένετο βασιλέως, τῆι δυναστείαι τὴν ὠφέλειαν ἐπέγραφον.
5εἰ νομοθέτου ἐγεγόνει υἱός, αὐτοῦ τοῖς προστάγμασι τὴν ὠφέλειαν ἐπέγραφον. ποιεῖ; πάντα [τὰ ἔργα] πτωχὰ καὶ εὐτελῆ, πάντα μέτρια καὶ τοῖς πλείοσιν ἀφανῆ, ἵνα θεό‐ της μόνη γνωρισθῆι τὴν οἰκουμένην μετακοσμήσασα. διὰ τοῦτο πτωχὴν αἱρεῖται μητέρα, πτωχοτέραν πατρίδα, ἐνδεὴς τοῖς χρήμασι γίνεται. Καὶ τὴν ἔνδειαν ἑρμηνευέτω σοι ἡ φάτνη. οὐχ ὑπαρχούσης γὰρ κλίνης ἐφ’ ἧς
10κατακλιθῆι ὁ κύριος, ἐν φάτνηι τίθεται καὶ γίνεται τῆς χρείας τὸ ἄπορον προφητείας κάλλι‐ στον μήνυμα. ἐν φάτνηι γὰρ κατετέθη, μηνύων ὅτι καὶ ἀλόγων ἔσται τροφή. ὁ γὰρ τοῦ θεοῦ λόγος πρὸς ἑαυτὸν ἐφείλκετο καὶ πλουσίους καὶ πένητας καὶ ἐλλογίμους καὶ τῶι λόγωι βραδεῖς, πενίαι τε συζῶν καὶ ἐν φάτνηι τεθείς. ὁρᾶις πῶς τῆς χρείας ἡ ἔνδεια προφητείαν εἰργάσατο καὶ ἡ πτωχεία τὸν δι’ ἡμᾶς πτωχεύσαντα εὐπρόσιτον πᾶσιν ὑπέδειξεν;
15οὐδεὶς γὰρ δεδοικὼς τοῦ Χριστοῦ πλοῦτον ὑπέρογκον ἄτολμος ἦν· οὐδένα προσελθεῖν αὐτῶι βασιλείας ὕψος ἐκώλυσεν, ἀλλὰ κοινὸς ὤφθη καὶ πένης ὁ πᾶσιν ἑαυτὸν εἰς σωτηρίαν προθείς. ἐν φάτνηι γὰρ ὁ τοῦ θεοῦ κατατίθεται λόγος καὶ διὰ μέσου τοῦ σώματος, ἵνα ἄδειαν ἔχηι λογικός τε καὶ ἄλογος μεταλαβεῖν τῆς σωτηριώδους τροφῆς. καὶ τοῦτο τάχα καὶ ὁ προφήτης πρότερον ἐβόα, τῆς φάτνης ταύτης διηγούμενος τὸ μυστήριον λέγων·
20ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτο, Ἰσραὴλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός με οὐ συνῆκεν. εἰ γὰρ καὶ ἁπλουστέραν ἔννοιαν ὁ λόγος ἔχει, δεικνὺς τὸν Ἑβραῖον τῶν ἀλόγων ἀγνωμονέστερον, ἀλλὰ δύναιτ’ ἂν καὶ τοῦτο δηλοῦν, φάτνην ὑποδεικνὺς τοῦ κυρίου, ἐφ’ ἧς τεθεὶς τροφὴ τοῖς ἀλογωτέροις ἐγένετο. καὶ γὰρ οὐκ ἀορίστως ὁ προφήτης φάτνην δηλοῖ, ἀλλὰ τὴν φάτνην ταύτην
25ἔφη τοῦ κυρίου αὐτοῦ, τῶι ἄρθρωι τούτωι, οἶμαι, τὴν φάτνην ὡρισμένως σημαίνων. καὶ ταῦτα μὲν φιλοσοφείτω ὁ βουλόμενος, τῆι ποικίληι θεωρίαι τῆς θείας γραφῆς ἐντρυφῶν· ἡμεῖς δὲ ἐδείξαμεν ὅτι ἐπτώχευσε δι’ ἡμᾶς ὁ πλούσιος τῶι τῆς θεότητος λόγωι εὔληπτον πᾶσι τὴν σωτηρίαν ποιῶν. ὃ δὴ καὶ σημαίνων ὁ μέγας Παῦλος ἔλεγε· δι’ ἡμᾶς ἐπτώχευσε πλούσιος ὤν, ἵνα ἡμεῖς τῆι ἐκείνου πτωχείαι πλουτήσωμεν.
30καὶ τίς ἦν ὁ πλουτῶν; τί δὲ ἐπλούτει; καὶ πῶς οὗτος ἐπτώχευσε δι’ ἡμᾶς; λεγέτωσαν ἡμῖν οἱ τοῦ θεοῦ λόγου διαιροῦντες τὸν ἄνθρωπον καὶ τὸ ἑνωθὲν διιστάντες τῆι μνήμηι τῶν φύσεων, οἱ δύο τινὰ λέγοντες τὸν Χριστὸν καὶ τὸ 〈ἓν〉 ἐπινοίαι μόνηι πρὸς ἀπολογίαν κομίζοντες. τίς οὖν ὢν πλούσιος, εἰπέ μοι, τὴν ἐμὴν πτωχείαν ἐπτώχευσεν; ἆρα ὁ φαινόμενος ἄνθρωπος, ὃν σὺ διιστᾶις τῆς θεότητος; ἀλλ’ οὐδέποτε οὗτος ἐγένετο πλού‐
35σιος· ἦν πτωχός, ἐκ πτωχῶν προγόνων τεχθείς. τίς οὖν ὁ πλούσιος καὶ τί πλουτῶν

1,1,2

87

ἦν, ὃς δι’ ἡμᾶς ἐγένετο πένης; θεός, φησίν, ἐπλούτει τὴν κτίσιν. οὐκοῦν θεὸς καὶ πέ‐ νης ἐγένετο, ἰδίαν πενίαν τὴν τοῦ ὁρωμένου ποιούμενος. ὁ γὰρ αὐτὸς καὶ ἐπλούτει τὴν θεότητα καὶ δι’ ἡμᾶς πένης ἐγένετο. οὐδὲ γὰρ τὸν ἄνθρωπον ἂν εἴποις πλουτεῖν, πτωχὸν ὄντα καὶ φύσει καὶ χρήμασιν, οὐδὲ [γὰρ] τὸν πλουτοῦντα θεότητος ἀξίαν πτωχεύειν ἂν
5εἴποις, μὴ προσάψας αὐτῶι τὰ ἀνθρώπινα. διὰ τοῦτο καὶ ὁ ἀπόστολος συνάπτων δόξαν θεότητος ἀνθρωπίνοις παθήμασιν, οὐδὲ ἐπινοίαι διαιρεῖν οὐδὲ λόγωι διαστῆσαι τὰ ἑνωθέντα βουλόμενος, τὸν αὐτὸν ἔφη πλουτεῖν θεότητα καὶ πτωχεύειν παθήμασι καὶ τὸ μὲν δι’ ἑαυ‐ τὸν εἶναι, τὸ δὲ δι’ ἡμᾶς πεπονθέναι. εἰ δὲ ὁ πλουτῶν τὴν θεότητα πτωχεύει τὴν ἀν‐ θρώπων πτωχείαν, πῶς οὐχὶ καὶ τὰ λοιπὰ πέπονθεν, ἅπαξ ἄνθρωπος γενέσθαι διὰ φιλαν‐
10θρωπίαν ἑλόμενος; Ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον· σὺ δέ μοι βλέπε τὸ πτωχότατον οἴκημα τοῦ πλου‐ τοῦντος τὸν οὐρανόν· βλέπε τὴν φάτνην τοῦ ἐπὶ τῶν χερουβὶμ καθημένου· βλέπε σπάρ‐ γανα τοῦ δήσαντος ψάμμωι τὸ πέλαγος· βλέπε τὴν κάτω πτωχείαν, τὸν ἄνω πλοῦτον αὐτοῦ λογιζόμενος. οὕτως γὰρ ἂν καὶ χάριτος καὶ φιλανθρωπίας ἴδοις τὸ μέγεθος, εἰ
15τὴν τοσαύτην τοῦ θεοῦ λογίσηι συγκατάβασιν. καὶ γὰρ ἐν ταύτηι τῆι πτωχείαι ὁ πλοῦ‐ τος αὐτοῦ τῆς θεότητος δείκνυται, ἀστέρος τοῖς μάγοις δηλοῦντος τὸν πένητα καὶ τοὺς βαρβάρους ἄγοντος ἐπὶ τὴν φάτνην τοῦ πένητος. ἀλλὰ καὶ ἄγγελοι χαίροντες τοῦτον ἀνηγόρευον τὸν πτωχὸν τοῖς ποιμέσιν, ἄιδοντες τὸν πλοῦτον αὐτοῦ τῆς θεότητος. καὶ γὰρ οἱ μάγοι τῶι φαινομένωι τὸν λίβανον προσεκόμισαν ὡς θεῶι, οὐ διιστῶντες τὴν φύσιν
20τῆς φύσεως οὐδὲ ἐπινοίαις τέμνοντες τὸν ἡνωμένον, ἀλλ’ ἅπαξ τῶι θαύματι τὸν φαινό‐ μενον εἰδότες θεὸν προσφέρουσι λίβανον αὐτῶι τούτωι θεικὴν ἀξίαν μηνύοντες. οὐδὲ ἄγγελοι ταῖς ἐπινοίαις ταῖς κατὰ σὲ τὸ τεχθὲν τοῦ θεοῦ λόγου διέστησαν, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν εἰδότες καὶ ὁρώμενον καὶ νοούμενον ἐβόων λέγοντες· δόξα ἐν ὑψίστοις θεῶι καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία, καὶ οὐκ ἄλλα μὲν λέγοντες
25κατὰ σέ, ἄλλα δὲ ἐπινοοῦντες καὶ ῥήμασι μὲν ὁμολογοῦντες ἕνα Χριστὸν Ἰησοῦν, ἐπινοίαι δὲ διαιροῦντες τὸν αὐτόν, ὥσπερ σύ, ἐννοίας ἔχων μαχομένας τοῖς ῥήμασιν, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν δοξάζουσι θεόν. καὶ ἐν πενίαι τοίνυν καὶ ἐν φάτνηι τοῖς πᾶσιν ἐφαίνετο. διὰ τοῦτο καὶ ἐν σπαργάνοις ἐστὶ καὶ ὑπὸ ἀγγέλων δοξάζεται ** οὐ τοῦ ἀστέρος κατα‐ βάντος πρὸς τοὺς μάγους (οὐδὲ γὰρ τοὺς τόπους ἀμείβουσιν οἱ ἀστέρες), ἀλλ’ ἐπειδὴ τῶν
30Χαλδαίων ἡ γῆ πολλοὺς ἔχει τῆι κινήσει τῶν ἀστέρων προσέχοντας, ἡ δύναμις ἡ κρείττων ὁδηγοῦσα τοὺς μάγους ἀστέρος ἀνέλαβεν ἰδίωμα, ἵνα ἀφ’ ὧν ἔμαθον οἱ Χαλδαῖοι μάθωσιν ὃ οὐκ ἤιδεισαν, καὶ ἀστρονομίαι προσέχοντες αὐτοῖς τοῖς ἄστροις τὰ τοῦ Χριστοῦ διδαχ‐ θῶσι μυστήρια. ὅτι γὰρ οὐκ ἦν ἀστήρ, ἀλλὰ δύναμις ἀγγελικὴ ὁδηγοῦσα τοὺς βαρβά‐ ρους πρὸς τὴν εὐσέβειαν, αὐτὸς ὁ εὐαγγελιστὴς δηλοῖ, τὸν ἀστέρα τοῦτον καὶ ἐν ἡμέραι
35ποτὲ φαίνεσθαι, ποτὲ δὲ κρύπτεσθαι λέγων, ἄλλοτε δὲ καὶ ὁδηγεῖν αὐτὸν τοὺς μάγους

1,1,2

88

φησὶ καὶ σὺν αὐτοῖς ἐπὶ τὴν Βηθλεὲμ ἰέναι, ὅπερ οὐκ ἄν τις εἴποι τινὰ τῶν συνήθων ἀστέρων [δῆλον τῆι αἰσθήσει] ποιεῖν, ἀλλὰ δύναμιν ἐν ἄστρου σχήματι φαινομένην τοῖς ἀστρονόμοις. τὸ δὲ καὶ ἔστη ἐπάνω τοῦ παιδίου περὶ τοῦ ἀστέρος ῥηθὲν δύναμιν εἶναι τὸ φαινόμενον μηνύσει σαφῶς. οὐ γὰρ ἄν τις τῶν ἐν οὐρανῶι τεταγμένων ἀστὴρ
5δῆλος ἐγένετο ἐπάνω στὰς τοῦ παιδίου, ἐπειδὴ τὸ τοῦ διαστήματος μέγεθος τῆς ὄψεως κλέπτον τὴν κρίσιν οὐδὲ στάσιν οὐδὲ κίνησιν τῶν ἀστέρων δήλην τῆι αἰσθήσει ποιεῖ. ἔστη, φησίν, ὁ ἀστὴρ ἐπάνω οὗ ἦν τὸ παιδίον. οὐκοῦν ἀπολιπὼν τὸ ὕψος ὁ φαινόμενος ἀστὴρ χθαμαλώτερος γέγονεν, ἵνα τῆι στάσει δείξηι τοῦ βασιλέως τὴν γέννησιν. καὶ γὰρ ὡς βασιλέα ἐζήτουν οἱ μάγοι, βασιλέως ἐπερωτῶντες τὸν τόκον καὶ τοῖς Ἰουδαίοις
10λέγοντες· ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐ‐ τοῦ τὸν ἀστέρα ἐν τῆι Ἀνατολῆι καὶ ἤλθομεν προσκυνῆσαι αὐτῶι. βασιλέα ζητεῖς, ὦ μάγε· τίνος ἕνεκεν ὡς θεῶι προσφέρεις τὸν λίβανον; ἀλλ’ οἶδα καὶ βασιλέα καὶ θεὸν ἐγνώρισα· διὰ τοῦτο καὶ χρυσὸν αὐτῶι προσφέρω καὶ λίβανον, τοῖς δώροις ὁμοῦ καὶ θεὸν καὶ βασιλέα μηνύων.
15 Ἀλλ’ οὗτος ὁ τότε μάγους ἑλκύσας ἀρρήτωι δυνάμει πρὸς τὴν εὐσέβειαν καὶ νῦν τὴν φαιδρὰν πανήγυριν συνεκρότησε σήμερον, οὐκέτι ἐν φάτνηι τιθέμενος, ἀλλ’ ἐπὶ τῆς σωτηριώδους τραπέζης ταύτης προκείμενος. ἐκείνη γὰρ ἡ φάτνη τῆς τραπέζης ταύτης μήτηρ ἐγένετο· διὰ τοῦτο ἐν ἐκείνηι τίθεται, ἵνα ἐπὶ ταύτης βρωθῆι καὶ γένηται τοῖς πιστοῖς σωτήριον ἔδεσμα. ἀλλ’ ἡ μὲν φάτνη τὴν λαμπρὰν ταύτην ἀνέδειξε τράπεζαν,
20ἡ δὲ παρθένος τοὺς χοροὺς τούτους ἐβλάστησε τῆς παρθενίας, ἡ δὲ τοῦ ἐν Βηθλεὲμ οἰκίσκου εὐτέλεια τοὺς περιφανεῖς τούτους ἀνέδειξε ναούς, τὰ δὲ τότε σπάργανα νῦν τῶν ἁμαρτημάτων λυτήρια γέγονεν. εἶδες τῆς τότε πενίας τὰ νῦν φαινόμενα κατορθώ‐ ματα; εἶδες πτωχείαν τοσούτου πλούτου γεγενημένην μητέρα; μὴ βλάπτει ἡ κάτω τοῦ μονογενοῦς πρὸς ὀλίγον εὐτέλεια, τοσοῦτον πλοῦτον τῆι οἰκουμένηι κομίσασα; τί
25οὖν ὀνειδίζεις Χριστῶι τὴν ἐν Βηθλεὲμ εὐτέλειαν; διὰ τί πενίαν φέρεις εἰς μέσον, τὰ ἐξ αὐτῆς κέρδη τοῦ κόσμου μὴ λογιζόμενος; διὰ τί ἀνάξιον λέγεις θεοῦ πάθος τοσούτων ἀγαθῶν γενόμενον πρόξενον; διὰ τί ἀφαιρῆι τοῦ μονογενοῦς τὰ τραύματα, ἃ τοσαύτην σωτηρίαν τοῖς ἀνθρώποις ἐπήγασε; τί παρακαθέζηι παθήμασι καὶ οὐ βλέπεις τῶν παθη‐ μάτων τὰ νῦν γενόμενα κατορθώματα; διὰ τί πάθος ἀνάξιον λέγεις θεοῦ, ὧι λέλυται
30τυραννὶς διαβόλου; διὰ τί πενίαν λέγεις ἀναξίαν θεοῦ, δι’ ἧς ὁ κόσμος πλουτεῖ τὴν εὐσέ‐ βειαν; διὰ τί θάνατον ἀνάξιον λέγεις θεοῦ, ὧι θεὸς ἀνήλωσε θάνατον; τίνος ἕνεκεν σταυ‐ ρὸν οὐ λέγεις θεοῦ, ὧι θεὸς τὴν κακίαν τοῦ δαίμονος ἐθριάμβευσεν; διὰ τί τοῦτο μόνον οὐ λέγεις θεοῦ, ὃς τὴν ἐμὴν ἁμαρτίαν τῶι ξύλωι προσήλωσε; μὴ διαβάληις πάθη ἀφ’ ὧν ἀπάθεια τίκτεται· μὴ διασύρηις εὐτέλειαν ἀφ’ ἧς διαβόλου τυραννὶς καταλύεται· μὴ ὀνειδίσηις
35ῥάπισμα θεῶι, δι’ οὗ τῆς ἁμαρτίας τὸν ἄνθρωπον ἠλευθέρωσε· μὴ θεοῦ δεσμὸν εἴπηις
ἀνάξιον, ὧι τὸν δεσμὸν τῶν σειρῶν τῆς ἁμαρτίας ἀνέλυσε· μὴ λέγε πενίαν ἀναξίαν θεοῦ

1,1,2

89

ὅτι ὁ διάβολος πλουτῶν τὴν πλάνην ἐπτώχευσε· μὴ καταγνῶις σταυροῦ βωμοὺς καταλύσαν‐ τος· μὴ ἐξευτελίσηις ἥλους οἷς τὴν οἰκουμένην Χριστὸς εἰς ἓν φρόνημα τῆς εὐσεβείας συνέπηξε. μὴ λογίζου τὰ εὐτελῆ, ἀλλὰ τὰ ἐκ τούτων τοῦ παθόντος γενόμενα κατορθώ‐ ματα, ἃ οὐκ ἂν εἴποις ἀνθρώπου γεγονέναι παθόντος ψιλοῦ, νοῦν ἔχων καὶ τοῖς φαινο‐
5μένοις πειθόμενος. διὰ τί δὲ καὶ καλεῖς εὐτελῆ ἃ ὁ θεὸς διὰ σωτηρίαν ἀνθρώπων ἠσπάσατο; εἰ γὰρ παθήματα τῆι φύσει ἐστί τε καὶ λέγεται, ἀλλ’ ἰατρεία γέγονε τῶν ἡμετέρων παθῶν. μηκέτι οὖν αὐτὰ προσαγόρευε πάθη, ἀλλὰ παθῶν τῶν ἡμετέρων ἰάματα. Καὶ μή μοι τὰ μέλη τῆς παρθένου εἰς ὄνειδος θεότητος φέρε. οὐδὲ γὰρ τούτων ἡ φύσις ἐστὶν ἀναξία, κἂν ἐπεισελθόντα τὰ τῆς ἀτιμίας πάθη τὴν εὐγένειαν τοῦ σώματος
10ἐλυμήναντο. οὐ γὰρ αἰσχρὰ τῆι φύσει τὰ μέλη, ἀλλὰ δι’ ἐπιθυμίας ἀτόπου ὑβρίζεται. εἰ γὰρ ἦν αἰσχρὰ τῆι φύσει, οὐκ ἂν ταῦτα θεὸς ταῖς ἰδίαις παλάμαις διέπλασεν, ἐπειδήπερ οὐκ αἰσχρῶν ὁ θεός, ἀλλὰ τῶν καλλίστων ἐστὶ ποιητής· εἶδε γὰρ πάντα ὅσα ἐποίησεν ὁ θεός, καὶ ἰδοὺ καλὰ λίαν. οὐδὲν γὰρ τῶν ὑπὸ θεοῦ γενομένων τῆι ἰδίαι φύσει κακόν, οὐδὲ αἰσχρόν τι θεὸς κατεσκεύασεν, ἀλλ’ ἡμεῖς τῆς πρώτης ἐκπεσόντες κατασκευῆς
15ἐπιθυμίαις ἀτόποις τὴν φύσιν ἡμῶν καθυβρίσαμεν. εἰ οὖν πλάσας ὁ θεὸς τὰ μέλη τῆς γυναικὸς οὐ διαβάλλεται, οὐδὲ ἐνοικήσας ἐν αὐτοῖς ἐνυβρίζεται· ἐν ἰδίαι γὰρ κτίσει θεὸς οὐκ ἀναξίως οἰκεῖ. εἰ δὲ λέγεις· πῶς οὐρανὸν καταλιπὼν ἐν μήτραι κατώικησεν; ἐρῶ σοι κἀγὼ ὅτι θεὸς ὢν ἄνθρωπος δι’ ἀνθρώπους ἐγένετο, μείνας θεὸς καὶ οὐ μετατεθείσης οὐσίας.
20 Ὁμολογῶ τοιγαροῦν τὸν αὐτὸν θεὸν καὶ ἄνθρωπον, θεὸν μὲν πρὸ αἰώνων, ἄνθρωπον δὲ γενόμενον ἐκ τοῦ τόκου ἀρξάμενον, οὐ δύο, ἀλλ’ ἕνα, οὐ φραζόμενον ὡς ἕνα, διττὸν δὲ ἐπινοούμενον· οὐδὲ γὰρ μάχεσθαι δεῖ τῶι λόγωι τὴν ἔννοιαν. οὐ νοοῦμεν δύο, ὁμολογοῦμεν δὲ ἕνα· τὸ γὰρ οἰκονομίαι καὶ θαύματι συνημμένον οὐδὲ λόγος διίστησιν οὐδὲ ἔννοια. εἰ δέ τις ἐπινοίαι διαστήσειε τὸ συνημμένον, διαλελυμένον ἐνόησε καὶ
25ψευδὴς ἡ ἔννοια γίνεται, διαστήσασα 〈δηλονότι〉 τὸ συνημμένον ἀεί. δεῖ οὖν συνομο‐ λογοῦσαν ἔχειν τῶι λόγωι τὴν ἔννοιαν. ἕνα λέγεις Χριστόν, τὸν αὐτὸν θεὸν καὶ ἄνθρω‐ πον; οὐκοῦν ἕνα καὶ νόει. εἰ δὲ λέγεις μὲν ἕνα, ἐπινοεῖς δὲ δύο, τῶι λόγωι σου πολε‐ μοῦσαν ἔχεις τὴν ἔννοιαν. μὴ οὖν λέγε δύο διαφορᾶι τινι διιστάμενα. εἰ γὰρ ἑνοῖς τῶι λόγωι, μὴ τέμηις τῆι ἐννοίαι· εἰ δὲ τέμνεις ταῖς ἐννοίαις, τὴν ἕνωσιν ἤρνησαι. μὴ
30οὖν πρὸς φύσεις διισταμένας καταγάγηις τὸν λογισμόν, θεοῦ τὴν ἄκραν θαυματουργήσαν‐ τος ἕνωσιν. πίστευε τῶι θαύματι καὶ μὴ ἐρεύνα λογισμοῖς τὸ γενόμενον. μὴ κατα‐ λύσηις τὸ θαῦμα, εὑρεῖν τὸν λόγον φιλονεικῶν· οὐ γὰρ μένει τὸ θαῦμα οὗ ὁ λόγος γνω‐ ρίζεται. εἰ τοῦ γενομένου γνώριμος ὁ λόγος, οὐκέτι σημεῖον οὐδὲ θαῦμα τὸ γεγονός·
εἰ δὲ σημεῖον καὶ θαῦμα, καταλιπὼν λογισμοὺς τὴν πίστιν ἀνάλαβε, ὁμολογῶν ἕνα κύριον

1,1,2

90

Ἰησοῦν Χριστὸν καὶ θεὸν καὶ ἄνθρωπον τὸν αὐτὸν οὐδὲ ἐπινοίαις οὐδὲ λογισμοῖς διιστά‐ μενον, ἵνα μὴ τὰ ἑνωθέντα λογισμοῖς διαστήσαντες οἰκονομίαν σωτήριον ἀρνησώμεθα. εἰ γὰρ ἕνωσις θεοῦ καὶ ἀνθρώπου διὰ τῆς οἰκονομίας γνωρίζεται, ὁ τὴν ἕνωσιν διαστήσας τὴν οἰκονομίαν ἠρνήσατο. πιστεύσωμεν οὖν τῆς οἰκονομίας τοῖς θαύμασιν, ἵνα πιστευ‐
5θεὶς ὁ Χριστὸς τοῖς ὁμολογοῦσι ταύτην τὴν χάριν βασιλείαν οὐρανῶν δωρήσηται, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι τοῦ Χριστοῦ, ὧι ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.
8Ἀκακίου ἐπισκόπου Μελιτηνῆς ὁμιλία λεχθεῖσα ἐν Ἐφέσωι Ὁρῶντί μοι, ἀγαπητοί, τὸ φαιδρὸν τοῦτο καὶ πνευματικὸν τῆς ἁγίας συνόδου συνέ‐
10δριον χαίρειν τε ὁμοῦ ἐπέρχεται καὶ θαρρεῖν, χαίρειν μὲν ὅτι πάντων ἐλάχιστος ὢν ἐν τῶι μεγίστωι τούτωι τῆς σοφίας πελάγει τὸ πενιχρὸν τοῦτο τοῦ λόγου σκάφος ἰθύνειν ἐπείγο‐ μαι, θαρρεῖν δὲ ὅτι τὰ τῆς ἐπαναστάσεως ταχέως θραυσθήσεται κύματα καὶ τῆι γαλήνηι τῆς τοῦ κυρίου εἰρήνης πρὸς τὸ οἰκουμενικὸν τῆς ἐκκλησίας ἐπιστρέψει συνέδριον. εἰ γὰρ δώδεκα ὄντες τοῦ κυρίου μαθηταί, ὅτε αὐτοῖς τὸ σκάφος ὑπὸ τῆς βίας τῶν ἀνέμων
15ἠλαύνετο, ὁμοῦ τῶι βοῆσαι πρὸς τὸν κύριον τοῦ χειμῶνος ἀπηλλάττοντο, πόσωι μᾶλλον τοῦτο νῦν ἐλπίζειν ἡμῖν ἀναμφίβολον, ὅτε τοσοῦτοι τοῦ κυρίου μαθηταὶ ἐπὶ τὸ αὐτὸ συν‐ δραμόντες ταῖς οἰκείαις ἐκδυσωπήσουσι φωναῖς τὸν κύριον, ὅτε ὁ μέγας οὗτος πάρεστι καὶ σοφὸς κυβερνήτης οὔτε βίας ἀνέμων εὐλαβούμενος οὔτε ζάλης ταραχάς, ἀλλὰ σὺν τέχνηι πολλῆι τοὺς συνερέτας ἐπὶ τὸ πηδάλιον ἄγων καὶ τούτου συνεφάπτεσθαι πείθων
20καὶ πολλῆι τῆι συμφωνίαι πρὸς τὸν δεσπότην βοῶν οὐ μέλει σοι ὅτι ἀπολλύμεθα; καὶ ταχέως τῆι παρ’ αὐτοῦ φωνῆι πρὸς τὸν σάλον τῶν κυμάτων δυσωπῶν λέγει· σιώπα πεφίμωσο. θαρρεῖν οὖν ἡμῖν καὶ εὐχαριστεῖν ἐπὶ τοῖς παροῦσιν ἁρμοδιώτατον, ὅτιπερ ἡ δόξασα κατὰ τῆς ἀληθείας γεγενῆσθαι ἀντίπνοια τοὺς τῆς οἰκουμένης φωστῆρας ἐπὶ τὸ αὐτὸ συνδραμεῖν παρεσκεύασεν, ὧν ὁ μὲν βίος Χριστοῦ εὐωδία ἐστὶ τῶι θεῶι, ἡ δὲ
25διάνοια πρὸς μίαν καὶ τὴν αὐτὴν τῆς ἀληθείας συνῆπται ἐκφώνησιν. οὐ γὰρ ἄλλα μὲν τοὺς προσερχομένους διδάσκομεν, ἄλλα δὲ περὶ τῶν διδασκομένων πιστεύομεν, ἀλλ’ ἡμῖν εἷς κύριος Ἰησοῦς Χριστὸς ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ, θεὸς λόγος, ὁ αὐτὸς πρὸ μὲν πάντων τῶν αἰώνων ἐκ μόνου πατρός, ἐπ’ ἐσχάτων δὲ τῶν ἡμερῶν ἐν τῆι τοῦ δούλου μορφῆι, ἄνω μόνος ἐκ μόνου, κάτω μόνος ἐκ μόνης, τὰ αὐτὰ ἀμφότερα ** θεικῶς, ἀνθρωπίνως
30δὲ τῶι ἡμετέραι σαρκὶ καὶ νηπιότητι τεχθῆναι, ὁ αὐτὸς ἀπαθὴς θεότητι, παθὼν δὲ ὑπὲρ ἡμῶν ἑκουσίως σαρκί, οὐκ ἀκουσίως τὴν οἰκονομίαν δεξάμενος, ἀλλ’ ἑαυτὸν κενώσας ἑκου‐
σίως λαβὼν τὴν τοῦ δούλου μορφήν. καὶ λαβὼν διὰ τί; ἵνα σε σύμμορφον τῆς οἰκείας

1,1,2

91

δόξης ἐργάσηται. καὶ μαρτυρεῖ Παῦλος λέγων· ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν Χριστόν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι καὶ αὐτὸ σύμμορφον τῶι σώματι τῆς δόξης αὐτο. ὁ τοίνυν ἑκουσίως λαβὼν τὴν τοῦ
5δούλου μορφήν, ὁ τὴν ἕνωσιν μὴ παραιτησάμενος, πῶς τὰ τοῦ δούλου παρηιτήσατο πάθη; εἰ δὲ παρηιτήσατο, τίνος ἕνεκεν παθητὴν οὖσαν τὴν τοῦ δούλου μορφὴν ἀνελάμβανεν; ἀλλ’ οὗτος οὐ παρηιτήσατο, ὅτι λαβὼν τὴν τοῦ δούλου μορφὴν ὑπήκοος γίνεται, ὁ ἄνω ἐξουσιαστὴς κάτω ὑπήκοος, ὁ ἄνω υἱὸς κάτω παιδίον. ἀναμιμνήισκω σε τῆς προφητείας· τί ἐβόα ὁ μακάριος Ἡσαίας; παιδίον ἡμῖν ἐγεννήθη υἱὸς καὶ ἐδόθη ἡμῖν.
10τί ἐστι καὶ ἐδόθη; οὐ μόνον ἐγεννήθη, ἀλλὰ καὶ ἐδόθη· ὁ γὰρ ὢν ἐδόθη, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτο. τί ἐστιν ἡ ἀρχὴ τοῦ θεοῦ λόγου γενομένου ἀνθρώπου; ἡ ἐκκλησία· καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας. πῶς οὖν ἐπὶ τοῦ ὤμου ταύτην φορεῖ; τὸ συντετριμμένον ἐπὶ τοῦ ὤμου βαστάζει οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτο. καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης
15βουλῆς ἄγγελος, καλεῖται δὲ διὰ τὴν οἰκονομίαν· τί δὲ ἔστι; σύμβουλος θεὸς ἰσχυρὸς ἐξουσιαστὴς πατὴρ τοῦ μέλλοντος αἰῶνος. ὁ οὖν ἄνω ἐξουσιαστὴς κάτω ὑπήκοος, ὁ ἄνω υἱὸς κάτω παιδίον, ὁ ἄνω θαυμαστὸς σύμβουλος κάτω ἄνθρωπος, ὁ ἄνω θεὸς ἰσχυρὸς κάτω ἄνθρωπος ῥαπιζόμενός τε καὶ ὑβριζόμενος καὶ τῶι σταυρῶι προσηλωμένος καὶ τὸν διὰ τούτου δεξάμενος θάνατον. πάντα γὰρ ταῦτα τῆς τοῦ δούλου ὄντα μορφῆς
20οὐδαμῶς ἡ ταύτην λαβοῦσα θεότης ἐξέκλινεν, ἵνα δι’ ἑκάστου τῶν εἰρημένων λύσηι μὲν ἡμῖν τὰ πρὸς σωτηρίαν κωλύματα, ἀξίαν δὲ τῆς τοσαύτης κενώσεως τὴν εὐεργεσίαν ἡμῖν χαρίσηται. οὐκ ἀθετῶ τὴν χάριν τοῦ θεοῦ· οὐ παραιτοῦμαι εἰπεῖν ἃ ἐκεῖνος ὑπέμεινεν ὑπὲρ ἐμοῦ. ἀπαθὴς ὢν οὐ παρηιτήσατο, ἀλλὰ τῶι παθητῶι συνάψας ἑαυτὸν οὕτω τὰ ὑπὲρ ἐμοῦ ἐδέξατο πάθη. οὐκ ἀποστερῶ τῆς τιμῆς τὴν θεοτόκον παρθένον, ἣν αὐτῆι ἡ τῆς οἰκονο‐
25μίας ὑπηρεσία κεχάρισται. καὶ γὰρ καὶ ἄτοπον, ἀγαπητοί, σταυρὸν μὲν τὸν ἐφύβριστον βαστάσαντα τοῖς θυσιαστηρίοις Χριστοῦ συνδοξάζεσθαι καὶ ἐπὶ τοῦ μετώπου τῆς ἐκκλη‐ σίας ἐκλάμποντα φαίνεσθαι, τὴν δὲ ἐπὶ τοσαύτηι εὐεργεσίαι δεξαμένην θεότητα τῆς θεο‐ τόκου ἀποστερηθῆναι τιμῆς. θεοτόκος οὖν ἡ ἁγία παρθένος· θεὸς γὰρ ὁ ἐξ αὐτῆς τεχθείς, οὐκ ἐκεῖθεν τοῦ εἶναι τὴν ἀρχὴν λαβών, ἀλλὰ ἐκεῖθεν τὴν ἀρχὴν τῆς ἐνανθρω‐
30πήσεως δεξάμενος. μὴ οὖν ἀμέριμνος ἔσο, αἱρετικέ, ὡς εἰς ἄνθρωπον τὰς βλασφημίας ἐκτείνων· οὐκ ἄνθρωπός ἐστιν ὁ ὑπὸ σοῦ εἰς τὴν τοῦ δούλου καὶ τοῦ κτίσματος τάξιν καταγόμενος. μὴ ἀνορθοῦ, Ἰουδαῖε, ὡσεὶ ἄνθρωπον ψιλὸν σταυρώσας· οὐχ ὑπὲρ ἀν‐ θρώπου ψιλοῦ ἀλγῶν ὁ μακάριος Δαυὶδ ἐβόα κατὰ τοῦ ἔθνους λέγων· σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς
35σύγκαμψον. μὴ καταπιπτέτω τῆς ἐκκλησίας τὸ φρόνημα ὡς εἰς ἄνθρωπον μόνον ἐλπι‐ ζούσης, ἀλλὰ πειθέσθω τῶι μακαρίωι Παύλωι λέγοντι· εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα
ἐν Ἐφέσωι, τί μοι τὸ ὄφελος; οὐ κατὰ ἄνθρωπον οὐδὲ ὑπὲρ ἀνθρώπου οἱ μακάριοι

1,1,2

92

ἀπόστολοι ἐν πληγαῖς καὶ φυλακαῖς καὶ αἰκισμοῖς τὴν ἑαυτῶν ζωὴν κατηνάλωσαν· οὐ κατὰ ἄνθρωπον ἢ ὑπὲρ ἀνθρώπου οἱ ἅγιοι μάρτυρες κατὰ πᾶσαν τὴν οἰκουμένην ἀθλήσαντες ἐν κατατομῆι τῶν οἰκείων μελῶν καὶ κακώσει τὴν παροῦσαν ζωὴν κατέλιπον, ἀλλὰ ὑπὲρ τοῦ κυρίου ἡμῶν καὶ θεοῦ τοῦ πρὸ αἰώνων ὑπάρχοντος καὶ μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὀφ‐
5θέντος καὶ τοῖς ἀνθρώποις συναναστραφέντος καὶ ὡς πρόβατον ἐπὶ σφαγὴν ἀχθέντος καὶ τῆι τρίτηι ἡμέραι ἀναστάντος καὶ εἰς οὐρανοὺς ἀναληφθέντος καὶ τῶι αὐτῶι τρόπωι ἐρ‐ χομένου κρῖναι ζῶντας καὶ νεκρούς. αὕτη ἡμῶν ἡ πίστις· ἐπὶ τούτωι τῶι θεμελίωι ὠι‐ κοδομήθη ἡ ἐκκλησία καὶ πύλαι ἅιδου οὐ κατισχύσουσιν αὐτῆς. γένοιτο δὲ πάντων ὑμῶν εὐχαῖς φυλαχθέντων ἡμῶν δόξαν ἀναπέμψαι τῶι παναγίωι θεῶι, ὧι ἡ δόξα
10εἰς τοὺς αἰῶνας. ἀμήν.
12Ὁμιλία Κυρίλλου ἐπισκόπου Ἀλεξανδρείας λεχθεῖσα ἐν Ἐφέσωι συνάξεων ἐπιτελουμένων καθαιρεθέντος Νεστορίου Ἔδει μὲν ἀρκεῖσθαι ταῖς τῶν προλαβόντων διδασκάλων μυσταγωγίαις καὶ τοῖς ἱε‐
15ροῖς ἐμπιπλαμένους νάμασι τιμῆσαι τὸν κόρον· ἐπειδὴ δὲ βλέπω πρὸς φιληκοίαν ἀπλήστως διακειμένους, φέρε καὶ ἡμεῖς ὀλίγα λέγωμεν τοῖς προλαβοῦσιν ἀκόλουθα. ἔστι τοίνυν οὐδαμόθεν ἀμφίβολον ὅτι ταῖς εἰς Χριστὸν εὐφημίαις ὁ λαμπρὸς τῶν ἁγίων ἐπισεμνύνεται χορὸς καὶ καύχημα ποιεῖται τῆς εἰς αὐτὸν ἀγάπης τὸ γνήσιον. καὶ γοῦν ὁ μακάριος προφήτης Ἡσαίας πρὸς αὐτόν πού φησι· κύριε ὁ θεός μου, δοξάσω σε, ὑμνήσω
20τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα· ὁ δέ γε μακάριος προφή‐ της Δαυὶδ ἡ γλῶσσά μου, φησί, μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου. ἀλλ’ οὗτος μὲν ὁ τῶν ἁγίων σκοπός, οἱ δὲ πονηροὶ καὶ ἀλιτήριοι οἱ τὸ μέγα καὶ σεπτὸν καὶ βαθὺ τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς οὐκ εἰδότες μυστήριον δυσφημοῦσιν ἀφυλάκτως, ἀκρατὲς καὶ ἀπύλωτον ἀνοίγοντες στόμα.
25οὐκοῦν ἀκουέτωσαν λέγοντος πρὸς αὐτοὺς τοῦ προφήτου Ἡσαίου· ὑμεῖς δὲ προσα‐ γάγετε ὧδε, υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης· ἐν τίνι ἐνετρυφήσατε καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν; οὐχ ὑμεῖς ἐστὲ τέκνα ἀπωλείας, σπέρμα ἄνομον; τέκνα γὰρ ἀπωλείας κατὰ ἀλήθειαν καὶ ἄνομον σπέρμα οἱ τὸν ἀγορά‐ σαντα αὐτοὺς δεσπότην ἀρνούμενοι· ἠγοράσθημεν γὰρ τιμῆς, καὶ οὐ φθαρτοῖς ἀργυ‐
30ρίωι ἢ χρυσίωι, ἀλλὰ τιμίωι αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστο. αἷμα δὲ ἀνθρώπου κοινοῦ καὶ ἑνὸς τῶν καθ’ ἡμᾶς πῶς ἂν ἐγένετο τῆς οἰκουμένης ἀντά‐ ξιον; πῶς δὲ καὶ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα πάντας πλουτίσηι; πῶς αὐτοῦ γεγόναμεν
οἱ τὸν ἀληθῆ καὶ φύσει θεὸν ἐπιγραφόμενοι; πῶς αὐτῶι λατρεύομεν οἱ τὸ προσκυνεῖν τῆι

1,1,2

93

κτίσει παρὰ τὸν κτίσαντα παραιτούμενοι; ἀλλὰ γάρ, ὡς ἔφην ἀρτίως, ἀχαριστοῦσί τινες τῆι τοῦ σωτῆρος ἡμῶν ἡμερότητι, ἀρνοῦνται τὸν δεσπότην, ἀποσείονται τὸν τῆς δουλείας ζυγόν, ἵνα καὶ περὶ αὐτῶν λέγηι Χριστὸς διὰ φωνῆς προφήτου· οὐαὶ αὐτοῖς ὅτι ἀπε‐ πήδησαν ἀπ’ ἐμο. δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμ, ἐγὼ δὲ ἐλυτρω‐
5σάμην αὐτούς, αὐτοὶ δὲ κατελάλησαν κατ’ ἐμοῦ ψευδ. καταψεύδονται γὰρ τῆς τοῦ σωτῆρος ἡμῶν εὐκλείας καὶ ὑπεροχῆς οἱ τῆς τῶν Φαρισαίων σκαιότητος καὶ ἀνο‐ σιότητος μιμηταί, οἱ Χριστιανοῦ μὲν πρόσωπον περιτιθέντες ἑαυτοῖς, Ἰουδαίζουσαν δὲ τὴν διάνοιαν ἔχοντες, οἱ γλῶσσαν ἐπησκηκότες πικρὰν καὶ ἰοβόλον, ἵνα καὶ πρὸς αὐτὴν λέγηι Χριστὸς τὸ διὰ φωνῆς Ἱερεμίου· ἰδοὺ ἐγὼ πρὸς σὲ τὴν ὑβρίστριαν, λέγει κύριος.
10Ἰουδαῖοι μὲν οὖν οἱ πάλαι κατεπεφύοντο τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ· ἐπεπήδων ὡς θῆρες· λίθοις ἔβαλλον εὐεργετοῦντα καὶ σώιζοντα· εἶτα πρὸς αὐτοὺς ἔφασκεν ὁ σωτήρ· πολλὰ καλὰ ἔργα ἔδειξα ὑμῖν ἐκ τοῦ πατρός μου, διὰ ποῖον αὐτῶν ἔργον λιθάζετέ με; οἳ δὲ πρὸς αὐτὸν ἔλεγον· περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν. ταῦτα
15τῶν ἀρχαίων Ἰουδαίων τὰ κατὰ τοῦ σωτῆρος ἡμῶν ἐγκλήματα, οἱ δὲ τῆς ἐκείνων ἀπονοίας καὶ ἀνοσιότητος ζηλωταὶ πάλιν ἐγκαλοῦσι λέγοντες· διὰ τί σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν; ὦ ἀνόητε καὶ βδελυρώτατε, οὐ συνῆκας τὸ μυστήριον. οὐ γὰρ ἄν‐ θρωπος ὢν ἑαυτὸν ἐποίησε θεόν, ἀλλὰ θεὸς ὢν φύσει γέγονεν ἄνθρωπος ἀτρέπτως καὶ ἀσυγχύτως· ὁ τὴν ἐκ θεοῦ πατρὸς ἀπόρρητον ἔχων γέννησιν ὑπέμεινε γέννησιν κατὰ
20σάρκα τὴν ἐκ γυναικὸς καὶ κεχρημάτικεν υἱὸς ἀνθρώπου, ἵνα ἡμᾶς διασώσηι. γέγονε κατὰ σὲ διὰ σὲ καὶ μεμένηκε δι’ ἑαυτὸν ὅπερ ἦν. ἐπίγνωθι τοίνυν ἐν σαρκὶ γεγονότα τὸν μονογενῆ· ὁμολόγησον εἶναι θεὸν τὸν δι’ ἡμᾶς ἐνηνθρωπηκότα. ἑαυτόν σοι παρί‐ στησι λέγων αὐτὸς ὁ λαλῶν πάρειμι· λελάληκε γὰρ τοῖς ἀρχαιοτέροις τὸν νόμον διὰ Μωσέως, παραγέγονε δὲ μετὰ σαρκός. δέχου μαρτυροῦντας τοὺς ἁγίους προφήτας.
25τί φησιν ὁ Βαρούχ, μόνον οὐχὶ καὶ χειρὶ δεικνύων τὸν Ἐμμανουήλ; οὗτος ὁ θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῶι παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῶι ἠγαπημένωι ὑπ’ αὐτο, καὶ μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. ψάλλει δὲ καὶ ὁ μακάριος Δαυὶδ περὶ αὐτοῦ· ὁ θεὸς ἡμῶν ἐμφανῶς ἥξει. βούλει
30μαρτυρῆσαί σοι καὶ τοὺς τῆς νέας διαθήκης κήρυκας; ἄκουε λέγοντος Ἰωάννου τοῦ βα‐ πτιστοῦ· ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ θεοῦ ἡμῶν. βούλει καὶ ἑτέραν πληροφορίαν ἐπὶ ταύταις δέξασθαι; ἐπηγγείλατο ὁ θεὸς τῶι μακαρίωι Δαυὶδ ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι ἐπὶ τὸν θρόνον αὐτο.
ὃ δέ, καίτοι χαίρων ἐπὶ τούτωι λίαν, καὶ αὐτὸν τῆς γεννήσεως τὸν τρόπον περιειργάζετο.

1,1,2

94

ἔστιν οὖν ἀκοῦσαι λέγοντος αὐτοῦ· εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως τί καταλάβηις; ἕως οὗ εὕρω τόπον τῶι κυρίωι, σκήνωμα τῶι θεῶι Ἰακώβ. πολυπραγμονεῖς τὸν τρόπον, ὦ μακάριε
5Δαυίδ; ἀποδέχομαι τὴν προθυμίαν, ἐπαινῶ τὴν ὑπομονήν· ἀλλ’ εἴ τι μεμάθηκας πλέον, ἀπάγγειλον καὶ ἡμῖν. ποῦ ἔσται ἡ γέννησις καὶ εἰς ποῖον ἄρα γενήσεται χῶρον, ἄκουε σαφῶς λέγοντος· ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμο. Ἐφραθᾶ δὲ λέγων σημαίνει τὴν Βηθλεέμ. καὶ μαρτυρήσει λέγων ὁ θεὸς δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· καὶ σ, Βηθλεὲμ οἶκος τοῦ Ἐφραθ,
10ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ γάρ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῶι Ἰσραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. ἀκούεις ὅτι τὸν Βηθλεεμίτην καθὸ γέγονεν ἄνθρωπος, ἀπ’ ἀρχῆς αἰῶνος τὰς ἐξόδους ἔχειν διισχυρίζεται; ἐν ἀρχῆι γὰρ ἦν ὁ λόγος. ἀλλὰ αἰσχύνομαι, φησί, θεὸν ὁμολογῆσαι τὸν ἐν γυναικὸς γεγεννημένον. ἐπιτιμᾶις οὖν, εἰπέ μοι, τοῖς
15θείοις σκέμμασιν; ἀθετεῖς τὴν οἰκονομίαν; ἐπιπλήττεις ταῖς τοῦ δεσπότου βουλαῖς; οὕτως ἠθέλησε διασῶσαι τὴν οἰκουμένην· μὴ σοφώτερος εἶ τῆς σοφίας; ὢ παραδόξου πράγ‐ ματος, λύχνος ἡλίωι φιλονεικεῖ. οἶδε τῶν ἰδίων ἔργων τὴν ὁδὸν ὁ τῶν ὅλων δεσπότης. παραδέχου τοίνυν τὴν οἰκονομίαν· τίμησον τῆι πίστει τὸ μυστήριον· μὴ περιεργάζου τὰ ὑπὲρ νοῦν· μὴ πολυπραγμόνει τὰ ὑπὲρ λόγον· πίστευε μεθ’ ἡμῶν. εἰ δὲ μένεις ἀπει‐
20θής, ἐκεῖνος πιστὸς μένει καὶ ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται. αὐτῶι ἡ δόξα καὶ τὸ κράτος σὺν ἁγίωι πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
23Τοῦ ἁγίου Κυρίλλου ἐξήγησις λεχθεῖσα ἐν Ἐφέσωι ἐν τῶι ἁγίωι Ἰωάννηι τῶι εὐαγγελιστῆι Τῆς μὲν τῶν ἁγίων εὐκλείας τε καὶ δόξης ἐλάσσων ἐστὶ πᾶς λόγος· γεγόνασι γὰρ
25φωστῆρες ἐν κόσμωι λόγον ζωῆς ἐπέχοντες κατὰ τὸ γεγραμμένον· ὅταν δὲ τὰ θεῖα λαλῶσι μυστήρια, πρέποι ἂν παρὰ πάντων λέγεσθαι πρὸς αὐτούς· οὐχ ὑμεῖς ἐστὲ οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς τὸ λαλοῦν ἐν ὑμῖν. διεκήρυξαν γὰρ ἡμῖν τὸν Ἰησοῦν, τὸ φῶς τὸ ἀληθινόν, τὴν ζωὴν τὴν αἰώνιον, ὧι καὶ ἡμεῖς λέγομεν κατὰ τὴν φωνὴν τοῦ μακαρίου Δαυίδ· πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ
30ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῶι ὀνόματί σου. ἔτι μὲν γὰρ τῆς διὰ Μω‐ σέως κρατούσης ἐντολῆς, οὔπω τῶν εὐαγγελικῶν κηρυγμάτων εἰσκεκομισμένων, γνωστὸς
ἦν ἐν τῆι Ἰουδαίαι ὁ θεός, ἐν τῶι Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτο. ἰσχνόφωνος

1,1,2

95

γὰρ καὶ βραδύγλωσσος ἦν ὁ Μωσῆς· διὰ τοῦτο καὶ κατὰ μόνην ἠκούετο τὴν Ἰουδαίαν ὁ νόμος. ἐπειδὴ δὲ τὸ φῶς ἡμῖν ἐπέλαμψε τὸ ἀληθινὸν καὶ παραπλησίως ἡμῖν μετέσχεν αἵματος καὶ σαρκὸς θεὸς ὢν ὁ λόγος, μεστὰ γέγονε τὰ πάντα αὐτοῦ. πανταχοῦ ναοὶ καὶ θυσιαστήρια· πανταχοῦ χορευταὶ καὶ προσκυνηταὶ καὶ ποιμένες ἀγαθοὶ καὶ λογικῶν
5θρεμμάτων ἀγέλαι, στενὰς ἀποφαίνουσαι τῶι πλήθει τὰς ἱερὰς αὐλάς. πρὸ μὲν γὰρ τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιδημίας τὸ ἐπὶ γῆς ἐπλανᾶτο γένος· ἐλάτρευον τῆι κτίσει παρὰ τὸν κτίσαντα· προσκεκυνήκασι τοῖς ἔργοις τῶν ἰδίων χειρῶν καὶ τῶν πλανωμένων ἑκάστωι θεὸς ἦν τὸ δοκοῦν· ἀλλ’ ἐπέφανεν ἡμῖν, ὡς ἔφην, ὁ μονογενὴς τοῦ θεοῦ λόγος, ὁ ποιμὴν ὁ καλός, ὁ ἀμνὸς ὁ ἀληθινός, ὃν ἡ ἁγία θεοτόκος καὶ ἀπειρόγαμος ἐκ παρθενικῶν ἡμῖν
10λαγόνων ἀπεκύησε βλάστημα ζωοποιόν, τὸν ἐνανθρωπήσαντα θεόν, τὸν ἐλεύθερον ἐν δούλου μορφῆι, τὸν καθ’ ἡμᾶς δι’ ἡμᾶς καὶ ὑπὲρ πᾶσαν τὴν κτίσιν δι’ ἑαυτόν, τὸν ἐν ὑφέσει τῆι καθ’ ἡμᾶς καὶ ἐν δόξηι θεοπρεπεῖ, τὸν ἑαυτὸν ταπεινώσαντα καὶ σύνθρονον τῶι πατρί, τὸν ἑαυτὸν κενώσαντα καὶ ἐκ τοῦ ἰδίου πληρώματος διανέμοντα τοῖς ἁγίοις τὰ ἀγαθά, τὸν προσκυνοῦντα μεθ’ ἡμῶν ἀνθρωπίνως καὶ προσκυνούμενον ὡς θεόν, οὐκ
15ἐν γῆι μόνον, ἀλλὰ καὶ ἐν τοῖς οὐρανοῖς. ὅταν γάρ φησιν, εἰσαγάγηι τὸν πρωτό‐ τοκον εἰς τὴν οἰκουμένην, λέγει· καὶ προσκυνησάτωσαν αὐτῶι πάντες ἄγγελοι θεο. τίς οὖν ἄρα ἐστὶν ὁ εἰσβεβηκὼς εἰς τὴν οἰκουμένην; τίνα δὲ ὅλως εἰσκεκόμισται τρόπον; μυσταγώγησον, εὐαγγελιστά, εἰπὲ καὶ νῦν, ὦ μακάριε Ἰωάννη· υἱὸς ἐπεκλήθης βροντῆς, μέγα τι καὶ ἐξαίσιον κατεκτύπησας τὴν ὑπ’ οὐρανόν· ἀθανάτους ἔχεις
20φωνὰς καὶ λήθη καὶ χρόνος τοῖς σοῖς παραχωροῦσι λόγοις. ἰδοὺ τοσαύτη ποιμένων ἄθροισις ἥκει παρὰ σοί· ἀποκύλισον ἡμῖν τὸν λίθον ὡς ὁ μακάριος Ἰακὼβ τοῖς ποιμέσιν. ἀποκάλυψον ἡμῖν τὸ φρέαρ τῆς ζωῆς· δὸς ἀρύσασθαι καὶ νῦν ἐκ τῶν τοῦ σωτηρίου πηγῶν, μᾶλλον δὲ τὴν σὴν ἡμῖν παράθες πηγήν. οὐκοῦν ἀκούσωμεν λέγοντος· ἐν ἀρχῆι ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος· οὗτος
25ἦν ἐν ἀρχῆι πρὸς τὸν θεόν. ἀλλ’ ὅτι μὲν ὁ μονογενὴς τοῦ θεοῦ λόγος ἀπόρρητον ἔχει τὴν ἐκ πατρὸς ὕπαρξιν, πεπιστεύκαμεν· προστίθει τὸ λεῖπον ἡμῖν, ὦ εὐαγγελιστά. ἄκουε πάλιν λέγοντος· καὶ ὁ λόγος σὰρξ ἐγένετο, τουτέστιν ἄνθρωπος· γέγονε δὲ ἄνθρωπος ὁ μονογενὴς τοῦ θεοῦ λόγος, οὐκ ἀποβεβληκὼς τὸ εἶναι θεός, ἀλλὰ καὶ ἐν προσλήψει σαρκὸς μεμενηκὼς ὅπερ ἦν. ἄτρεπτος γάρ ἐστι καὶ ἀναλλοίωτος ἡ τοῦ
30λόγου φύσις καὶ οὐκ οἶδε παθεῖν τροπῆς ἀποσκίασμα. ταῦτα φρονεῖν ἐδίδαξεν ἡμᾶς ὁ μακάριος εὐαγγελιστής, τὸ ἄστρον ἀληθῶς τὸ μέγα καὶ περιφανέστατον, ἄστρον χρησιμώτατον, οὐ τοῖς τὴν αἰσθητὴν διαπεραιουμένοις θάλασσαν, ἀλλὰ τοῖς τῆς εὐσεβείας ἐμπόροις, τοῖς τῆς ἀληθείας ἐρασταῖς, τοῖς ὀρθὴν ἔχειν ἐθέλουσι καὶ ἀπλανῆ τὴν πίστιν. εἴ τις οὖν ἐρᾶι τοῦτον ναυτίλλεσθαι τὸν τρόπον, ἄστρον ὥσπερ εἰς νοῦν ἐχέτω τὰς τοῦ
35θεηγόρου φωνάς· οὕτω τὰ πικρὰ τῶν αἱρέσεων διαπηδήσει κύματα· οὕτως εἰς εὔδιον

1,1,2

96

καταντήσει λιμένα καὶ πρὸς αὐτὴν ἥξει τὴν ἀλήθειαν, τουτέστι Χριστόν· μεθ’ οὗ τῶι πατρὶ ἡ δόξα καὶ τὸ κράτος σὺν ἁγίωι πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
4Ὁμιλία τοῦ αὐτοῦ ἐν Ἐφέσωι, ὡραία πάνυ
5 Οἱ τοῖς ἱεροῖς προσέχοντες γράμμασι σεσοφισμένην ἔχουσι τὴν καρδίαν ἔργων τε ἀγαθῶν ἐπιστήμονα καὶ ὀρθῆι πίστει λαμπρυνομένην, τὸ δὲ γνώσεως τῆς ἀληθοῦς ἐρᾶν ζωὴν ἔχει τὸ τέλος. καὶ πληροφορήσει πρὸς τοῦτο ἡμᾶς αὐτὸς ὁ σωτὴρ πρὸς τὸν ἐν οὐρανοῖς πατέρα καὶ θεὸν οὕτως λέγων· αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ ἵνα γινώ‐ σκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.
10οὐκοῦν συμπαρέζευκται τῆι περὶ τοῦ πατρὸς γνώσει καὶ ἡ περὶ τοῦ υἱοῦ, καὶ οὕτως ἐστὶ τὸ πρᾶγμα ζωοποιοῦν· ὅταν δὲ χωρίζηται τοῦ ἑτέρου τὸ ἕτερον, χωλεύει πάντως ἡ γνῶσις. οὕτω καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοῖς Ἰουδαίων δήμοις προσεφώνει λέγων· οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ἤιδειτε, καὶ τὸν πατέρα μου ἂν ἤιδειτε. καὶ πάλιν ἐνόμιζον οἱ Ἰουδαῖοι τοὺς ἑαυτῶν πατέρας ἐν τῶι ὄρει τὸν φύσει
15τε καὶ κατὰ ἀλήθειαν ἑωρακέναι θεόν, ὅτε καταβέβηκεν ἐν εἴδει πυρὸς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ· ὤιοντο γὰρ κατὰ ἀλήθειαν ἀκηκοέναι τῆς φωνῆς αὐτοῦ. ταύτης ἕνεκα τῆς αἰτίας τεθαυμάκασι μὲν τὸν ἱεροφάντην Μωσέα, κατασμικρύνοντες δὲ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν διὰ τὸ ἀνθρώπινον ἀνοσίως ἔφασκον· ἡμεῖς οἴδαμεν ὅτι Μωσεῖ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστ. τί οὖν πρὸς ταῦτα Χριστός; ἀμὴν
20λέγω ὑμῖν, οὔτε εἶδος αὐτοῦ πώποτε ἑωράκατε οὔτε φωνὴν αὐτοῦ ἠκούσατε καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε μένοντα ἐν ὑμῖν, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτωι ὑμεῖς οὐ πιστεύετε. ἀληθεύει δὲ πάντως ἡ ἀλήθεια. οὐ γὰρ ἦν ἐν τῶι ὄρει Σινᾶ φύσις θεοῦ ἡ ὁρωμένη, πῦρ δὲ μᾶλλον (ἐγίνοντο δὲ καὶ φωναὶ τῆς σάλπιγγος, καπνοὶ δὲ ἦσαν ἐξαπτόμενοι) καὶ τῆς ἀληθείας οἱ τύποι προαναφαίνοντες τὴν ἀλήθειαν.
25καταβέβηκε γὰρ ὁ τῶν ὅλων θεὸς ἐν εἴδει πυρὸς ἐπὶ τὸ ὄρος Σινᾶ. καὶ διὰ ποίαν αἰτίαν ἐν εἴδει πυρός; ἐπειδὴ γὰρ ἔμελλεν αὐτοῖς ὁρίζειν τὸν νόμον, ἐν εἴδει πυρὸς τότε δὴ μάλιστα χρησίμως ἐφαίνετο καταβεβηκώς, ἵνα γνῶσιν οἱ παραβαίνοντες ὅτι πρὸς πῦρ ἔχουσιν. οὕτω καὶ ὁ μακάριος Μωυσῆς σωφρονεστέρους ἀποτελῶν τῶι φόβωι τοὺς ἁμαρτάνοντας προσεφώνει πλειστάκις· ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστίν.
30ἐγίνοντο δὲ καπνοὶ καὶ σκότος, τοῦ μὲν σκότους τὸ ἀκατάληπτον τῆς περὶ θεοῦ γνώσεως ἀστείως ἡμῖν ὑπεμφαίνοντος, τοῦ δὲ καπνοῦ διδάσκοντος αἰνιγματωδῶς ὅτι τοῖς καταφρο‐
νεῖν ἐθέλουσι τῶν θείων νόμων πάντηι τε καὶ πάντως ἀκολουθήσει τὸ δάκρυον· δακρύειν γὰρ

1,1,2

97

ἀνάγκη τὸν τοῦ σώματος ὀφθαλμὸν ἐν καπνῶι. οὐκοῦν Ἰουδαῖοι μὲν οὐ τεθέανται τὸ εἶδος τοῦ πατρός, ἡμεῖς δὲ αὐτὸ ἐθεασάμεθα ἐν Χριστῶι. ἐστὶ γὰρ αὐτὸς τὸ ἀκραι‐ φνέστατον κάλλος τοῦ γεγεννηκότος, ὁ χαρακτὴρ καὶ τὸ ἀπαύγασμα. εἰ γὰρ καὶ ἐπελά‐ βετο σαρκὸς καὶ αἵματος θεὸς ὢν ὁ λόγος καὶ κεχρημάτικεν υἱὸς ἀνθρώπου, οὐκ ἄψυχον
5οὐδὲ ἄνουν σῶμα λαβὼν καθά φησιν ὁ φρενοβλαβὴς καὶ αἱρετικὸς Ἀπολινάριος, ἀλλ’ ἔμεινε καὶ οὕτω θεός. Οὕτω τοῖς ἁγίοις πατράσιν ἀπεκάλυπτε κατὰ καιροὺς τὸ ἑαυτοῦ μυστήριον, καὶ πολλὴ μὲν λίαν ἡ τούτων ἀπόδειξις ἐν τοῖς ἁγίοις προφήταις, ἐπειδὴ δὲ χρὴ ταμιεύεσθαι, κατὰ μέρος φέρε δεικνύωμεν ἐκ τοῦ τῆς Γενέσεως βιβλίου ἄνθρωπον ὁρώμενον τὸν υἱὸν καὶ
10θεὸν ὀνομαζόμενον. οὐκοῦν ὁ μακάριος Ἰακὼβ τὴν Μεσοποταμίαν ἀφεὶς ἐπὶ τὴν τοῦ πατρὸς οἰκίαν αὖθις ἠπείγετο καὶ δὴ καὶ τὰς δύο θυγατέρας τοῦ Λάβαν ἀναλαβὼν καὶ τὰ ἐξ αὐτῶν αὐτῶι γεγονότα παιδία, διεβίβασεν αὐτὰ τὸν Ἰαβώκ, ὄνομα δὲ τοῦτο χειμάρρου. ἀλλ’ ὥς φησιν ἡ θεόπνευστος γραφή, διαβιβασθέντων τῶν παιδίων καὶ τῶν γυναικῶν ὑπελείφθη Ἰακὼβ μόνος καὶ ἐπάλαιε μετ’ αὐτοῦ ἄνθρωπος ἕως πρω. καὶ
15εἶδεν ὅτι οὐ δύναται πρὸς αὐτόν, καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτο, καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ ἐν τῶι παλαίειν αὐτὸν μετ’ αὐτο. καὶ εἶπεν, φησίν, ὁ ἄνθρωπος ὁ παλαίων μετὰ τοῦ Ἰακώβ· ἀπόλυσόν με· ἀνέβη γὰρ ὁ ὄρθρος. ὃ δὲ εἶπεν· οὐ μή σε ἀπολύσω, ἐὰν μή με εὐλογήσηις. καὶ εὐλόγησεν αὐτὸν ἐκε, καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου
20Εἶδος θεο. εἶδον γὰρ, φησί, θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχ. ὢ σοφίας ἁγιοπρεποῦς· ἄνθρωπον ὁρᾶι τὸν παλαίοντα μετ’ αὐτοῦ καί φησιν ὁ πατριάρχης· εἶδον θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχ. συνῆκε γὰρ εὐθὺς τῆς ἐνανθρωπήσεως τὸ μυστήριον ἀποκαλύπτοντος αὐτῶι τοῦ ἁγίου πνεύματος. πλὴν ἐκεῖνο ἐπιτήρει. ὅλην τὴν νύκτα ἐπάλαιε μετ’ αὐτοῦ·
25ὡς δὲ ἐγένετο ὄρθρος, ἀπόλυσόν με, φησίν, ἀνέβη γὰρ ὁ ὄρθρος. τί οὖν ἄρα σημαίνει τὸ αἴνιγμα; τοῖς ὡς ἐν σκότει καὶ νυκτὶ διάγουσι καὶ τὴν τῆς ἀγνωσίας ἀχλὺν εἰς νοῦν ἔχουσι καὶ καρδίαν παλαίει καὶ μάχεται Χριστός, ἐχθροὺς γὰρ ἡγεῖται· ὅταν δὲ αὐτοῖς ἀνατείληι κατὰ τὸν νοῦν ὁ νοητὸς ἑωσφόρος, ὅταν οἷά τις ἡμέρα τὸ τῆς ἀληθοῦς θεογνωσίας αὐτοῖς διαυγάσηι φῶς, τότε καταλύει τὴν μάχην. παλαίει μὲν γὰρ καὶ μά‐
30χεται τοῖς ὡς ἐν νυκτὶ καὶ σκότωι, τοῖς ἀφεγγῆ καὶ ἀφώτιστον ἔχουσι τὴν καρδίαν· οὐ μάχεται δὲ τοῖς ἐν φωτὶ γεγονόσι, τοῖς τὸν νοητὸν ὄρθρον ἔχουσι κατὰ νοῦν. δέ‐ χου τοίνυν, ἄνθρωπε, τὸν νοητὸν ἑωσφόρον· διαυγαζέτω σοι τῆς ἀληθείας τὸ φῶς· παῦσαι μαχόμενος τῶι Χριστῶι. οὐκ οἶδεν ἡττᾶσθαι, νικᾶι δὲ ἀεὶ καὶ πάντως. εἰ καὶ γέγονε νῦν ἄνθρωπος ὁ μονογενὴς τοῦ θεοῦ λόγος, πλὴν οὐκ ἀπέστη τοῦ εἶναι φύσει θεός,
35ἄτρεπτος καὶ ἀναλλοίωτος ὤν. ὁ αὐτὸς οὖν ἄρα καὶ ἐκ πατρὸς ὡς λόγος καὶ ἐκ γυ‐

1,1,2

98

ναικὸς ἄνθρωπος κατὰ σάρκα. εἷς γὰρ θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα, καὶ ἓν πνεῦμα ἅγιον, ἐν ὧι τὰ πάντα· αὐτῶι ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.
5Τοῦ αὐτοῦ κατὰ Ἰωάννου τοῦ Ἀντιοχείας Τῆς εἰς θεὸν ἀγάπης τὴν δύναμιν παρὰ τῆς θείας δεδιδάγμεθα γραφῆς, οὐδὲν δὲ ἧττον καὶ αὐτὸς ἡμᾶς ὁ σωτὴρ ἐδίδαξε λέγων· ὁ ἐμὲ ἀγαπῶν ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔστω. δεῖ γὰρ ἡμᾶς ἀεὶ συνεῖναι, φιλεῖν, ἀκολουθεῖν τῶι πάντων ἡμῶν σωτῆρι Χριστῶι καὶ κατὰ μηδένα τρόπον
10αὐτοῦ χωρίζεσθαι, καὶ τοῦτο τηρήσομεν διὰ τοῦ βούλεσθαι τὰ αὐτοῦ. τοῦτο πεπλήρωκεν ὁ λαμπρὸς οὗτος καὶ μέγας τῶν ἱερέων χορός, περὶ ὧν ἂν λέγοιτο καὶ σφόδρα δικαίως τὸ διὰ τῆς τοῦ προφήτου φωνῆς· ἐκεῖ ἔλαφοι συνήντησαν καὶ εἶδον τὰ πρό‐ σωπα ἀλλήλων· ἀριθμῶι παρῆλθον καὶ μία αὐτῶν οὐκ ἀπώλετο· ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησαν, ὅτι κύριος ἐνετείλατο αὐταῖς καὶ τὸ πνεῦμα αὐτοῦ
15συνήγαγεν αὐτάς. οὐ γὰρ κοινοῦ τινος ἕνεκα πράγματος ἢ γοῦν ἐπιγείου τυχὸν ἡ τῶν νοητῶν ἐλάφων ἐνθάδε γέγονε συνδρομή· ἐπειδὴ δὲ καθάπερ ἐν κήπωι καλῶι καὶ εὐανθεστάτωι, φημὶ δὴ τῆι τοῦ σωτῆρος ἡμῶν ἐκκλησίαι δεινὸς καὶ παγχάλεπος ὤφθη δράκων, οὐ μίαν ἔχων, ἀλλὰ πολλὰς ἐν ἑνὶ σώματι κεφαλάς, χρησιμωτάτη καὶ ἀναγκαία γέγονεν ἡ τῶν νοητῶν ἐλάφων ἄθροισίς τε καὶ παρουσία, ἵνα τῆς τῶν ἰοβόλων σκαιότητος
20τὸ δεσποτικὸν ἀπαλλάξηι χωρίον. οὐκοῦν τὸ τοῦ θεοῦ πνεῦμα συνήγαγεν αὐτὰς καὶ ὁ κύριος ἐνετείλατο αὐταῖς. τί δὲ ἐνετείλατο; ὅπου εἰμὶ ἐγ, ἐκεῖ καὶ ὁ διάκο‐ νος ὁ ἐμὸς ἔστω. οὐκοῦν· πρὸς σὲ γάρ μοι νῦν ὁ λόγος τὸν ὑψηλὴν κατὰ πάντων αἴροντα τὴν ὀφρύν, τὸν ἐκ τῶν Ἀνατολικῶν ἥκοντα κλιμάτων· εἰ πάντες ἐσμὲν λειτουργοὶ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ, εἰ πεπιστεύμεθα τὴν διακονίαν τῶν αὐτοῦ κηρυγ‐
25μάτων, διὰ τί μὴ πάντες ἐσμὲν μετ’ αὐτοῦ τῶι βούλεσθαι φρονεῖν τὰ αὐτοῦ; ἐπῆρεν, ὡς ὁρᾶις, ὁ πολυκέφαλος δράκων τὴν ἀνοσίαν καὶ βέβηλον κεφαλὴν τοῖς τῆς ἐκκλησίας τέ‐ κνοις τὸν τῆς ἰδίας ἀνοσιότητος ἰὸν ἐπιπτύων· ἔρχομαι κατ’ αὐτοῦ τὴν τοῦ πνεύματος ἀπογυμνώσας μάχαιραν· μάχομαι διὰ Χριστὸν τῶι θηρίωι· διὰ τί μὴ συγκάμνεις καλῶς πονεῖν ἐθέλοντι; διὰ τί μὴ συμπαρέστηκας καὶ αὐτός; βαλλέσθω τῆι πάντων χειρί·
30κοινὸν ἡγησώμεθα τὸν ἀγῶνα, ἵνα καὶ ὁμοῦ νικήσαντες ἀναφέρωμεν τὰς εὐχαριστίας τῶι

1,1,2

99

σωτῆρι λέγοντες· σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον· σὺ συνέτριψας τὰς κεφαλὰς τοῦ δράκοντος. ἀλλ’ ἡμεῖς μὲν οἱ γνήσιοι τοῦ σωτῆρος ἱερουργοί, οἱ τῶν αὐτοῦ μυστηρίων οἰκονόμοι, πολεμιωτάτους ἡγούμεθα τοὺς καταφλυαροῦντας τῆς δόξης αὐτοῦ· σὺ δὲ οὐχ οὕτως, πόθεν; ὅτι γὰρ οὐ προσέρχηι γνησίως, αὐτά σε διε‐
5λέγχει τὰ πράγματα. ὁρᾶις ἡμᾶς ὡς ἐν πολέμωι κεκονιαμένους, ἔτι καταστάζοντας τὸν ἐκ τῆς μάχης ἱδρῶτα, εὐψυχίας πνευματικῆς καὶ παρακλήσεως δεομένους, μᾶλλον δὲ ἤδη νενικηκότας· σὺ δὲ ὁ τεταγμένος εἰς ἀδελφούς, ὁ Χριστὸν δεσπότην ἐπιγραφόμενος, ὁ συνοπλιτεύειν ὀφείλων κατὰ τῶν τῆς ἀληθείας δογμάτων τὰ ὅπλα κινεῖς. ὢ παραδόξου πράγματος· οὐχ ἥψω τῆς μάχης· οὐ συνήθλησας τοῖς ἠθληκόσιν· ἔφυγες τὸν τοῦ πολέμου
10καιρὸν τῶι τῆς ἐλεύσεως βράδει· εἱστήκεις μακρόθεν θεωρῶν τοὺς ἀνδριζομένους· εἶδες πεπτωκότα τὸν ἐχθρόν, ἀτονήσασαν καὶ κεκολασμένην τὴν δύσφημον γλῶτταν, εἶτα ἐλυ‐ πήθης. εἰπέ μοι διὰ ποίαν αἰτίαν; ὅτι νενίκηκεν ὁ Χριστός; ὅτι κεκράτηκε τῶν ἀνθε‐ στηκότων; ὅτι σεσίγηκεν στόμα λαλοῦν μεγάλα; ὅτι πέπαυται νόσος τοῖς τῆς ἐκκλησίας ἐγκατασκήπτουσα τέκνοις; ἀλλ’ ἦν ἄμεινον ἀνδρίζεσθαι μεθ’ ἡμῶν καὶ μὴν κἀκεῖνο λέγειν
15τὸ διὰ φωνῆς τοῦ Δαυίδ· οὐχὶ τοὺς μισοῦντάς σε, κύριε, ἐμίσησα καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην; τέλειον μῖσος ἐμίσουν αὐτούς, εἰς ἐχθροὺς ἐγένοντό μοι. ἀλλ’ οὐδεὶς μὲν ὅλως παρὰ σοὶ τῶν τοιούτων ὁ λόγος, ἐκ δὲ τῶν ἐναντίων κατατοξεύεις τοὺς νενικηκότας καὶ τοῖς ἀπὸ φθόνου βέλεσιν τιτρώσκειν ἐπιχει‐ ρεῖς οὓς ἔδει μᾶλλον θαυμάζεσθαι παρὰ σοῦ. ἀλλὰ κἂν αὐτὸς προσέρχηι σκληρῶς,
20οὐδὲν δεδιότες λέγομεν· βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν καὶ ἐξησθένησαν ἐπ’ αὐτοὺς αἱ γλῶσσαι αὐτῶν. κἂν ὅπλοις τοῖς ἔξωθεν σαυτὸν περιφράττων καταστρατεύειν ἐπιχειρῆις τῆς συναγωγῆς κυρίου, ἀλλ’ ἡμῶν τὰ ὅπλα οὐ σαρκικ, ἀλλὰ δυνατὰ τῶι θεῶι, καθὰ γέγραπται, δυνατὰ πρὸς καθαίρεσιν ὀχυρωμάτων. γενναιοτέρους εὑρήσεις τῶν παρὰ σοὶ τοὺς Χριστοῦ στρατιώτας·
25ἔχουσι τὸν θυρεὸν τῆς πίστεως, τὸ τῆς εὐδοκίας ὅπλον, τουτέστι Χριστόν· ἔχουσι θώρακα τὴν δικαιοσύνην, τὴν τοῦ σωτηρίου περικεφαλαίαν, τὴν μάχαιραν τοῦ πνεύματος. ὥστε κἂν ἐπέρχηι θρασὺς καὶ δεινὸς καὶ πολλὴν ἔχων τὴν ὑπεροψίαν καὶ κατὰ τὸν ἀλαζόνα Γολιὰθ βαρβαρικαῖς ἀπονοίαις καὶ ἀμαθίαις καθ’ ἡμῶν ἐξογκούμενος, ἀλλὰ νικήσει Χριστός, νικήσει δὲ διὰ τῶν ἰδίων ὑπασπιστῶν. πῶς νενίκηκεν ὁ Δαυίδ; πέντε
30λίθους ἔχων ἐν τῶι καδδίωι, λεῖοι δὲ ἦσαν οἱ λίθοι, καὶ τοῦτο ἦν εἰς τύπον τοῦ Χριστοῦ. ποῖον γάρ ἐστι τὸ τοῦ Χριστοῦ κάδδιον; ἡ ἐπὶ γῆς ἐκκλησία πολ‐ λοὺς ἔχουσα λίθους τιμίους καὶ ἐκλεκτούς, περὶ ὧν καὶ ὁ προφήτης φησὶν ὅτι λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς. διὰ τούτων τῶν ἁγίων λίθων περιέσται Χριστός. λεῖοι δὲ ἦσαν, ὡς ἔφην, οἱ λίθοι, ἡ δὲ τῶν λίθων λειότης τὸ ἄληπτον ὑπαινίττεται· ἄληπτον
35γάρ πως ἀεὶ τὸ λεῖον, ἀνεπίληπτος δὲ τῶν ἁγίων ἡ πολιτεία. οὐκοῦν νικήσει Χριστός,

1,1,2

100

κἂν ἰσχύσηις τρῶσαι, καὶ οὕτω νενίκηκα· κἂν ἀδικήσηις ἐκ πανουργίας, ἐστεφάνωσας οὐχ ἑκών. ἡμῖν γὰρ ἐχαρίσθη τὸ ὑπὲρ Χριστο, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. ὁ γὰρ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται.
8Τοῦ αὐτοῦ πρὶν συσχεθῆναι παρὰ τοῦ κόμητος καὶ ὑπὸ στρατιωτῶν φυλαχθῆναι Ὁ μακάριος προφήτης Δαυὶδ τοὺς ἐπὶ θεῶι πεποιθότας εὐτολμοτάτους ἀποφαίνει
10λέγων· ἀνδρίζεσθε καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ κύριον. τὰ μὲν γὰρ ἐν τοῖς παραδείσοις φυτὰ ταῖς ἀφθονωτάταις τῶν ὑδάτων ἐπιρροαῖς αὔξει τε καὶ τέθηλε καὶ εἰς ὕψος αἴρεται μέγα· ψυχὴ δὲ ἀνδρὸς ταῖς τοῦ ἁγίου πνεύματος παρακλήσεσιν ἁδρύνεται πρὸς εὐσέβειαν, βεβαιοῦται πρὸς πίστιν, ἄθραυστον δέχεται τὴν ὑπομονήν, ἣν δὴ μάλιστα πασῶν τῶν ἄλλων ἀρετῶν ὁ μακάριος Παῦλος τε‐
15θαύμακέ τε καὶ οὕτω φησίν· οὐ μόνον δ, ἀλλὰ καὶ καυχώμενοι ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. ἐστὶ τοίνυν ἡ ὑπομονὴ παντὸς ἡμῖν ἀγαθοῦ πρόξενος καὶ προμνήστρια, ὁδὸς εἰς εὐδοκίμησιν, τροφὸς ἐλπίδος τῆς εἰς αἰῶνα τὸν μέλλοντα. κατορθώσομεν δὲ τὴν ὑπομονὴν τίνα τρόπον; ἡ θεία διδάσκει
20λέγουσα γραφή· τέκνον, εἰ προσέρχηι δουλεύειν κυρίωι, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον. ἀλλ’ ἴσως ἐρεῖ τις· οὐ γὰρ ἦν ἑτέρως εὐδοκιμῆσαι τὸν ἄνθρωπον; οὐκ ἦν δίχα πόνου κατορθοῦν δύνασθαι τὸ ἀγαθόν; οὐδαμῶς, φησί. καὶ διὰ ποίαν αἰτίαν; πολλοὶ γὰρ λίαν οἱ τοῖς ἁγίοις ἐπι‐ βουλεύοντες καὶ δεινὸς περὶ αὐτοὺς ὁ πόλεμος. διὰ τοῦτο καὶ αὐτὸς ἔλεγεν ὁ σωτήρ·
25θλῖψιν ἔχετε ἐν τῶι κόσμωι, ἀλλὰ θαρσεῖτε· ἐγὼ νενίκηκα τὸν κόσμον. οὐκοῦν ἐπειδήπερ πολὺς πανταχόθεν τῶν ἁγίων ὁ πόλεμος, ἀντιφέρεσθαι νεανικῶς ἀναγ‐
καῖον αὐτοὺς ταῖς τῶν πειρασμῶν ἐφόδοις καὶ διαμεμνῆσθαι τοῦ λέγοντος μαθητοῦ· μακά‐

1,1,2

101

ριος ἄνθρωπος ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος λήψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. βού‐ λομαι δέ τι τῶν ἀρχαιοτέρων ὑμῖν ἀφηγήσασθαι πραγμάτων, ἵνα μάθητε τῆς πνευματικῆς εὐανδρίας τὸ τέλος. οἱ Βαβυλωνίων τύραννοι καὶ οἱ τοὺς τῆς παρ’ αὐτοῖς βασιλείας διέποντες
5θρόνους ἑτοιμότεροί πως ἀεὶ γεγόνασι πρὸς ὠμότητα καὶ ὑπεροψίαν, καὶ τοὺς τῆς ἀνθρω‐ πότητος ὑπερβαίνοντες ὅρους τὸ μόνωι πρέπον ἀξίωμα τῶι ἐπὶ πάντων θεῶι εἰς ἑαυτοὺς ἁρπάζειν ἤθελον. καὶ γοῦν ὁ ἐπάρατος Ναβουχοδονόσορ ἀνέστησε μὲν εἰκόνα χρυσῆν, ὑπηχούντων δὲ αὐτῆι τῶν εὐφωνοτάτων ὀργάνων προσκυνεῖν ἐκέλευε τοῖς ὑπὸ χεῖρα λαοῖς. οἳ δὲ οὐκ ἀμελέτητον ἔχοντες τὸ λατρεύειν τῆι κτίσει παρὰ τὸν κτίσαντα θεὸν ἑτοιμότατα μὲν
10πρὸς τοῦτο ἐβάδιζον, ἤλλαξαν δὲ τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου. ἐπειδὴ δὲ τοὺς τῶν Ἑβραίων παῖδας ἦγον εἰς μέσον οἱ Βαβυλώνιοι· Ἀνανίας δὲ ἦν καὶ Ἀζαρίας καὶ Μισαήλ· προσκυνεῖν ἐκέλευον τῆι εἰκόνι τῆι χρυσῆι καὶ τὸ εὐγενέστατον καὶ φιλόθεον κατεβιάζοντο γένος εἰς τὴν ἴσην αὐτοῖς κατο‐ λισθῆσαι ἁμαρτίαν καὶ προσκυνεῖν τῆι εἰκόνι τῆι χρυσῆι. ἀλλ’ ἤνυον μὲν οὐδέν, ἡττώ‐
15μενοι δὲ ὑπὸ τῆς ἐκείνων φιλοθείας τὴν διὰ πυρὸς αὐτοῖς ἐπήγαγον κόλασιν. ἔγκλημα δὲ ἦν τοῖς πλεονεκτουμένοις τὸ βέβαιον εἰς πίστιν, τὸ πεπηγὸς εἰς εὐσέβειαν, ἀνθρωπολα‐ τρείας παραίτησις καὶ τὸ μὴ βούλεσθαι φρονεῖν ὅσα τὴν θείαν περιυβρίζει φύσιν. ἐπειδὴ δὲ ἐνεβλήθησαν εἰς τὴν κάμινον τοῦ πυρός, τότε δὴ τότε τῆς ἀρρήτου δυνάμεως μεγάλη γέγονεν ἡ ἐπίδειξις· μετεσκευάζετο γὰρ τῶν στοιχείων ἡ δύναμις εἰς τὸ παρὰ φύσιν καὶ
20τοῖς τοῦ κτίσαντος νεύμασι παρεχώρει τὸ πῦρ καὶ εἰς πνεῦμα δρόσου διασυρίζον ἡ φλὸξ μετεπλάττετο. αἰσθόμενοι δὲ τῆς ἄνωθεν ἐπικουρίας οἱ νεανίαι ἦιδον ἐν τῆι καμίνωι τοῦ πυρός, ταῖς εἰς θεὸν ὑμνωιδίαις ἐξημεροῦντες τὸ πῦρ. ἐκκλησίας τύπος ἡ κάμινος ἦν, ἁγίους ἔχουσα χορευτάς, οὐκ ἀνθρώπους μόνον, ἀλλὰ καὶ ἀγγέλους. τεθαύμακας τῶν ἀνδρῶν τὴν ἀρετήν, ἐπήινεσας τὴν ὑπομονήν, [ἔγνως] τῆς φιλοθείας τὸ μέγεθος; ἴδωμεν
25ἐν τίσι τὰ καθ’ ἡμᾶς. ἐκεῖνοι μὲν ὑπὸ τυράννοις ἦσαν βαρβάροις, ἡμεῖς δὲ ὑπὸ σκήπτροις εὐσεβέσιν, εὐσεβεστάτους ἔχοντες τοὺς τῶν ὅλων κρατοῦντας πραγμάτων. πῶς ἐνδώσομεν τοῖς ἐχθροῖς; εἰ γὰρ καὶ κάμινον ἀνάπτουσιν ἐπιβουλῆς καὶ φλόγας ἐγείρουσι δυστροπίας, ἀνθρωπολατρείαν ἡμῖν εἰσφέροντες, ἀλλ’ ἡμεῖς ἔχομεν θεὸν ἐν οὐρανῶι, αὐτῶι προσκυνήσωμεν. θεὸς γὰρ ὢν φύσει γέγονε καθ’ ἡμᾶς, οὐκ ἀποβεβληκὼς τὸ εἶναι θεός,
30τιμήσας δὲ τὴν ἀνθρώπου φύσιν. δυνατὸς οὖν ἐστιν ἐξελέσθαι ἡμᾶς. ἡμεῖς γὰρ τῆι
πίστει τῶν εὐσεβεστάτων ἑπόμενοι βασιλέων καὶ τῆς ἐνούσης αὐτοῖς ἡμερότητος εἰδότες

1,1,2

102

τὸ μέγεθος τῆς τῶν ἐναντίων σκαιότητος οὐκ ἀνεξόμεθα, ὁμολογήσομεν δὲ ὅτι θεὸς κατὰ φύσιν ἐστὶν ὁ Ἐμμανουήλ. καὶ τοῦτο λέγοντες οὕτω τε διακείμενοι πλείστην ὅσην ἀποκερδανοῦμεν τὴν ἀντιμισθίαν. καὶ ποίαν ταύτην; αὐτὸς ἡμᾶς διδάξει λέγων· πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω
5κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς· ὃς δ’ ἂν ἀρνή‐ σηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. ὁμολογεῖ δὲ αὐτὸν ὁ λέγων ὅτι θεός ἐστιν ἀληθινὸς καὶ τοῖς ἀπιστοῦσιν ἐπιτιμῶν, ἀρνεῖται δὲ πάλιν ὁ μὴ λέγων ὅτι θεός ἐστιν ἀληθι‐ νός, ἀλλὰ καὶ τοῖς ὁμολογοῦσι μαχόμενος. οὐκοῦν ἀρνήσεται μὲν ἐκείνους, ὁμολογήσει
10δὲ ἡμᾶς ὁ πάντων σωτήρ· δι’ οὗ καὶ μεθ’ οὗ τῶι πατρὶ ἡ δόξα καὶ τὸ κράτος σὺν ἁγίωι πνεύματι εἰς τοὺς αἰῶνας. ἀμήν.
13Τοῦ αὐτοῦ πρὸς Νεστόριον, ἡνίκα κατῆλθον οἱ ἑπτὰ εἰς τὴν ἁγίαν Μαρίαν Φαιδρὸν ὁρῶ τὸ σύστημα, τῶν ἁγίων πάντων συνεληλυθότων προθύμως, κεκλημένων
15ὑπὸ τῆς ἁγίας καὶ θεοτόκου Μαρίας τῆς ἀειπαρθένου. ἀλλὰ γὰρ ἐν λύπηι με διάγοντα πολλῆι εἰς χαρὰν μετέβαλεν ἡ τῶν ἁγίων πατέρων παρουσία. νῦν ἐπληρώθη πρὸς ἡμᾶς τὸ τοῦ ὑμνογράφου Δαυὶδ γλυκερὸν ῥῆμα· ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτ; χαίροις τοίνυν παρ’ ἡμῶν, ἁγία μυστικὴ τριὰς ἡ τούτους ἡμᾶς πάντας συγκαλεσαμένη ἐπὶ τήνδε τὴν ἐκκλησίαν τῆς θεοτόκου Μαρίας·
20χαίροις παρ’ ἡμῶν, Μαρία θεοτόκε, τὸ σεμνὸν κειμήλιον ἁπάσης τῆς οἰκουμένης, ἡ λαμπὰς ἡ ἄσβεστος, ὁ στέφανος τῆς παρθενίας, τὸ σκῆπτρον τῆς ὀρθοδοξίας, ὁ ναὸς ὁ ἀκατά‐ λυτος, τὸ χωρίον τοῦ ἀχωρήτου, ἡ μήτηρ καὶ παρθένος, δι’ ἧς ὀνομάζεται ἐν τοῖς ἁγίοις εὐαγ‐ γελίοις εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· χαίροις ἡ τὸν ἀχώρητον χωρήσασα ἐν μήτραι ἁγίαι παρθενικῆι, δι’ ἧς τριὰς ἁγία δοξάζεται καὶ προσκυνεῖται εἰς
25πᾶσαν τὴν οἰκουμένην, δι’ ἧς οὐρανὸς ἀγάλλεται, δι’ ἧς ἄγγελοι καὶ ἀρχάγγελοι εὐφραί‐ νονται, δι’ ἧς δαίμονες φυγαδεύονται, δι’ ἧς διάβολος πειράζων ἔπεσεν ἐξ οὐρανοῦ, δι’ ἧς τὸ ἐκπεσὸν πλάσμα εἰς οὐρανοὺς ἀναλαμβάνεται, δι’ ἧς πᾶσα ἡ κτίσις εἰδωλομανίαι κατεχομένη εἰς ἐπίγνωσιν ἀληθείας ἐλήλυθε, δι’ ἧς βάπτισμα ἅγιον γίνεται τοῖς πιστεύουσι, δι’ ἧς ἔλαιον ἀγαλλιάσεως, δι’ ἧς εἰς πᾶσαν τὴν οἰκουμένην ἐκκλησίαι τεθεμελίωνται, δι’
30ἧς ἔθνη ἄγονται εἰς μετάνοιαν καί, τί πολλὰ λέγω; δι’ ἧς ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ φῶς

1,1,2

103

ἔλαμψε τοῖς ἐν σκότει καὶ σκιᾶι θανάτου καθημένοις, δι’ ἧς προφῆται προεμή‐ νυσαν, δι’ ἧς ἀπόστολοι κηρύττουσι σωτηρίαν τοῖς ἔθνεσι, δι’ ἧς νεκροὶ ἐγείρονται, δι’ ἧς βασιλεῖς βασιλεύουσι. διὰ τριάδος ἁγίας (καὶ τίς δυνατὸς ἄνθρωπον λέγειν τὴν πολυύ‐ μνητον Μαρίαν;) ἡ μήτρα ἡ παρθενική. ὢ τοῦ θαύματος· ἐκπλήττει με τὸ θαῦμα.
5τίς ἤκουσε πώποτε οἰκοδόμον ναὸν ἴδιον οἰκοδομήσαντα καὶ κωλυόμενον οἰκεῖν ἐν αὐτῶι; τίς τὴν ἰδίαν δούλην μητέρα προσκαλεσάμενος ἐνυβρίζεται; Ἰδοὺ τοίνυν χαίρει τὰ σύμπαντα θάλαττά τε ὑπετάγη τοῖς ἰδίοις συνδούλοις ἐπι‐ γνοῦσα, καὶ σκιρτώντων κυμάτων ἀγρίων ἡ τῶν ἁγίων ἐπίβασις εἰς γαλήνην μετέβαλεν. ἐμέμνητο γὰρ τοῦ σωτῆρος τῆς φωνῆς ἡ δούλη ἐπανισταμένη λέγοντος σιώπα, πεφίμωσο.
10γαῖαν δὲ τήν ποτε ὑπὸ ληιστῶν διοδευομένην ἡ τῶν πατέρων ὁδοιπορία εἰς εἰρήνην μετέβαλεν· ὡς ὡραῖοι γὰρ οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην. ποίαν εἰρήνην; Ἰησοῦν τὸν κύριον ἡμῶν, ὃν ἔτεκε Μαρία, ὡς αὐτὸς ἠθέλησε. τί μοι γὰρ πολυπραγμονεῖν καὶ μὴ φιλοφρονεῖν περὶ τὴν γραφήν; ἀλλ’ ἐρεῖς μοι Ἰουδαίων τὴν ἄρνησιν; οἱ προφῆται τούτους ἀπεκήρυξαν ἐξ ἀρχῆς, οἴκοθεν τὸ χριστοκτονεῖν ἐπιτηδεύσαντας ἄρ‐
15νησιν προσεκαλέσαντο. ἀλλὰ Ἀρείου τὸ πικρὸν νόσημα; φιλοκαθεδρίας λοιμικῆς τὸ ἐπιθύμημα. ἀλλ’ Ἑλληνικῆς ἀσελγείας τὸ ἀνώνυμον καὶ ἄθεον φρόνημα; ἀγνωσίας τὸ ἐπιτήδευμα. καὶ τί δεῖ λέγειν; πᾶν ἔθνος πορευόμενον ἀθεμίτοις κώμοις οὗτος τῆι κα‐ κίαι ὑπερῆρεν. ἔθνη γὰρ πολλάκις ἀγνοοῦντα τὴν γραφὴν θεὸν δυσφημοῦσιν οὐχ ἑκόν‐ τα· οὗτος δὲ γραφὴν ἅπασαν κεκτημένος, τολμῶ δὲ λέγειν, τάχα καὶ μαγικῆς ἐμπαίγματα
20μελετήσας, οὐκ ἐνέκυψε γνησίως πρὸς τὴν θεόπνευστον γραφήν, ἀλλ’ ἐνέκυψεν εἰς ἀρ‐ γύριον καὶ χρυσίον. τυφλωθεὶς καὶ κεπφωθεὶς τῆι μανίαι περὶ πράγματα, δυσφημίαι σεαυτὸν βουλόμενος ἀλλοτριῶσαι, τοῦ θρόνου καὶ τοῦ καταλόγου τῶν ἀδελφῶν σεαυτὸν ἐξήλειψας, μὴ ἐπιγνοὺς τόν σοι χαρισάμενον ἀρχιερέως κλῆρον. ἆρα γὰρ οὐκ ἐπείσθης Παύλωι λέγοντι· κἂν ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται παρ ὃ εὐηγγελισάμεθα,
25ἀνάθεμα ἔστω; Παῦλος οὐκ ἔπαυσέ σου τὸ κενὸν φρόνημα· ἀλλ’ Ἡσαίας εἰπὼν ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ’ ἡμῶν ὁ θεὸς οὐδ’ αὐτός· διάνοιαν γὰρ ἐκτήσω δεινῆς κακοφροσύνης. ἄκουσον κἂν τῶν δαιμόνων λεγόντων τί ἡμῖν καὶ σο, υἱὲ τοῦ θεο; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς. τίς δέ
30σοι τοῦτον τὸν εὐτελῆ λογισμὸν συνεβούλευσε κηρῦξαι; τίς ὁ συμπονήσας τῶι ἀκαίρωι νοσήματι; οὐκ ἠιδέσθης θεὸν ἐξομοιῶν Περσικῆι βασιλείαι· οὐκ ἐνετράπης ἀθετεῖν βουλόμενος πατέρων καὶ εὐαγγελιστῶν καὶ προφητῶν παραδόσεις καὶ νομίσας ἄρχειν πασῶν τῶν ἐκκλησιῶν οὐκ ἐμνήσθης τοῦ ἀπὸ κοπρίας εἰς ὕψος οὐράνιον ἀναγαγόντος
σε καὶ τοῖς ἔργοις προσέχων οὐκ ἐπέγνως τὸν δημιουργόν. βουλόμενος ἀνάστατον

1,1,2

104

καταστῆσαι τὴν οἰκουμένην ἀπατηλοῖς λόγοις, ἐφυβρίζων ναὸν θεοῦ καὶ τὸν κυηθέντα ἐκ παρθένου Μαρίας ἀπομερίζειν βουλόμενος, δόγμα πονηρὸν καὶ λύσσαν [τῶι] κόσμωι διεγεῖρον μήτε λυόμενον μήτε φανερούμενον, ἀλλά γε μὴ ζητούμενον πρὸ καιροῦ, Βελίαρ μιμησάμενος ἐνόμισας σειραῖς τῶν σῶν ἀνόμων ἐννοιῶν πείθειν βασιλέα φίλον ὀρθοδοξίας καὶ προ‐
5σκυνητὴν ὁμοουσίου τριάδος, δι’ ἧς διηνεκῶς βασιλεύει, δι’ ἧς ἔθνη τὰ πολέμια συνετρίβη, δι’ ἧς χορὸς ἀειπαρθένων βασιλεύει, δι’ ἧς κόσμον ἐν εἰρήνηι καθίστησι, τοῦτον λόγοις σοῖς ἀπατηλοῖς ἐνόμισας ἀποστάτην γενέσθαι καὶ λαὸν θεοφιλῆ πορθεῖν ἐβουλήθης καὶ πατέρων πλῆθος εἰς ἀναπνοὴν τυγχάνοντας διέσκυλας. οὐκ ἠρκέσθης σεαυτὸν ὀλέσαι δυσφημήσας θεόν, ἀλλὰ καὶ τὴν οἰκουμένην πᾶσαν διεθρύλησας. ἀλλ’ ἰδοὺ ἐπληρώθη
10καὶ ἐπὶ σοὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. κλῆρον ἅγιον διακόνων καὶ πρεσβυτέρων ἀποσυναγώγους ἐποίησας, ἐλέγχοντάς σου τὴν ἄκαιρον μανίαν ** μὴ τὰ Ἀρείου φρονεῖν. καὶ νῦν οὐ τὸν πεσόντα καταβάλλω οὐδὲ τὸν κλυδωνιζόμενον καταποντίζω, ἀλλὰ τῶν ἀνόμων συμβούλων σκώπτω τὴν μάταιον συκοφαντίαν. τίς εἶδε πλοῖον, εἰς εὔδιον λιμένα ἐν γαλήνηι διάγον, ναυάγιον ὑπομένον;
15τίς εἶδεν ἀθλητὴν ἐπὶ τὸ σκάμμα πεσόντα καὶ μὴ ἀνορθούμενον; ἀλλὰ ἆρα, σοῦ πεσόντος ἢ ναυαγήσαντος περὶ τὴν πίστιν, ἡμεῖς χεῖρα οὐκ ὠρέξαμεν; μάρτυρα δέχου τὸν τίμιον καὶ ἅγιον ἀρχιεπίσκοπον τῆς μεγάλης Ῥώμης Κελεστῖνον, συνεχῶς γράφοντά σοι ἀποστῆναι τοῦ ματαίου καὶ ἀνωφελοῦς καὶ ἀσυστάτου δόγματος, ἔτι μὴν καὶ τὴν ἡμε‐ τέραν πτωχείαν διὰ γραμμάτων βραχέων τὸν αὐτὸν τρόπον παρακαλοῦντας δέξασθαι ἡμᾶς
20λέγοντας περὶ θεοῦ. σὺ δὲ οὐκ ἐλογίσω ἡμᾶς, ἀσπλαγχνίαν τινὰ καὶ ἀπόνοιαν περι‐ βεβλημένος, κακίαι ἐγκαυχώμενος, ὡς δυνατός, ἄνομα διαλογιζόμενος, καὶ ξυρὸν γέγονας κατὰ σεαυτοῦ ἐξηκονημένον, μέλλων ἐργάζεσθαι δόλον. διὰ τοῦτο ὁ θεός, ὃν παρε‐ λογίσω, καθεῖλέ σε καὶ ἐξέτιλε τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων, διότι οὐκ ἐφρόνησας περὶ θεοῦ.
25 Καὶ ταῦτα μὲν παρ’ ἡμῶν ἀρκείτω τὰ πρὸς τοῦτον· θεός ἐστι κριτὴς καὶ ἀποδότης ἑκάστωι κατὰ τὰ ἔργα αὐτοῦ. γένοιτο δὲ ἡμᾶς τρέμειν καὶ προσκυνεῖν τὴν ἑνότητα καὶ βασιλεῖ θεοφιλεστάτωι ὑπηκόους γίνεσθαι καὶ ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάσσεσθαι καὶ τρέμειν καὶ σέβειν τὴν ἀδιάστατον τριάδα, ὑμνοῦντας τὴν ἀειπαρθένον Μαρίαν, δηλονότι τὴν ἁγίαν ἐκκλησίαν καὶ τὸν ταύτης υἱὸν καὶ νυμφίον ἄσπιλον, ὅτι αὐτῶι ἡ δόξα εἰς τοὺς αἰῶνας
30τῶν αἰώνων. ἀμήν.

1,1,3

3

(2)

Ἀναφορὰ πρὸς τοὺς εὐσεβεστάτους βασιλεῖς παρὰ τῆς ἁγίας συνόδου περὶ τῆς καθαιρέσεως Νεστορίου Τοῖς εὐσεβεστάτοις καὶ θεοφιλεστάτοις Θεοδοσίωι καὶ Οὐαλεντινιανῶι νικηταῖς τρο‐
5παιούχοις ἀεὶ αὐγούστοις ἡ ἁγία σύνοδος ἡ χάριτι Χριστοῦ καὶ νεύματι τοῦ ὑμετέρου κρά‐ τους συναχθεῖσα ἐν τῆι Ἐφεσίων μητροπόλει. Ἐκ προγόνων τὴν ἀληθῆ πίστιν παραλα‐ βοῦσα ἡ ὑμετέρα εὐσέβεια, φιλόχριστοι καὶ θεοφιλέστατοι βασιλεῖς, καὶ ταύτην ὁσημέραι συναύξουσα, φροντίδα πλείστην τῶν τῆς ἀληθείας ποιεῖται δογμάτων, ὑπὲρ ὧν καὶ ταραχῆς ἐγγινομένης οὐ μόνον ἐν ἐκείνηι τῆι μεγαλοπόλει, ἀλλὰ καὶ ἐν πάσηι τῆι οἰκουμένηι ἐκ τῶν
10κηρυχθέντων τε καὶ διδαχθέντων παρὰ Νεστορίου δογμάτων, ἀλλοτρίων ὄντων τῆς τῶν ἁγίων πατέρων καὶ τῆς τῶν ἁγιωτάτων ἀποστόλων καὶ εὐαγγελιστῶν παραδόσεως, οὐ περι‐ εῖδεν τὸ ὑμέτερον κράτος ταραττομένας τὰς ἁγίας ἐκκλησίας καὶ νοθευόμενα τὰ τῆς πίστεως καὶ τὰ τῆς ἀληθοῦς εὐσεβείας δόγματα, ἀλλ’ ἐκ πάσης μητροπόλεως συναχθῆναι ἐκέλευσεν ἡ ὑμετέρα εὐσέβεια τοὺς θεοφιλεστάτους μητροπολίτας ἐπισκόπους, ἐπαγομένους καὶ τινὰς
15τῶν ἄλλων πόλεων ἐπισκόπους, καιρὸν αὐτάρκη πρὸς τὴν συνδρομὴν τὸν ἄχρι τῆς πεντη‐ κοστῆς ὁρίσασα. καὶ δὴ πάντων ἡμῶν συνειλεγμένων ἐν τῆι Ἐφεσίων μητροπόλει κατὰ τὴν ὁρισθεῖσαν ἡμῖν προθεσμίαν, βραδῦναι συνέβη τὸν ἁγιώτατον Ἰωάννην τὸν Ἀντιοχείας ἐπίσκοπον, ἀλλ’ ὑπολαβόντες ἡμεῖς τῆς ὁδοῦ τὴν δυσχέρειαν αἰτίαν γεγονέναι τῆς βραδυ‐ τῆτος ἀνεβαλλόμεθα τὴν ἀκρόασιν ἐπὶ χρόνον δέκα καὶ ἓξ ἡμερῶν ἀπὸ τῆς ὡρισμένης προ‐
20θεσμίας παρὰ τοῦ ὑμετέρου κράτους. καὶ οἳ μὲν τῶν ἁγίων ἐπισκόπων ὑπὸ γήρως πιε‐ ζόμενοι τὴν ἐπὶ ξένης διατριβὴν οὐκ ἔφερον, οἳ δὲ ἐν ἀρρωστίαις ἐκινδύνευον, τινὲς δὲ καὶ τὸ τέλος ὑπεξῆλθον τοῦ βίου ἐν τῆι Ἐφεσίων μητροπόλει, ἄλλοι δὲ πενίαι σφιγγόμενοι προ‐ σιόντες ἡμῖν κατήπειγον τὴν ἀκρόασιν. μετὰ δὲ δεκαὲξ ὅλας ἡμέρας ἀριθμουμένας ἀπὸ τῆς ἁγίας πεντηκοστῆς συνεκροτήσαμεν τὴν ἀκρόασιν. ἐπειδὴ δὲ καὶ ὁ ἁγιώτατος ἐπί‐
25σκοπος τῆς Ἀντιοχέων Ἰωάννης διὰ Ἀλεξάνδρου Ἀπαμείας καὶ Ἀλεξάνδρου Ἱερασπόλεως τῶν θεοφιλεστάτων ἐπισκόπων προλαβόντων αὐτὸν ἐδήλωσεν ἡμῖν ἔχεσθαι τῆς ὑποθέσεως,
τῆι πλείονι βραδυτῆτι ἐβάρησε τὴν ἁγίαν σύνοδον οὐχ ὁρώμενος. συναχθέντων τοίνυν

1,1,3

4

ἡμῶν ἐν τῆι ἡμέραι μηνὸς Ἰουνίου δευτέραι καὶ εἰκοστῆι κατὰ Ῥωμαίους καὶ πρὸ μιᾶς παρα‐ καλεσάντων δι’ εὐλαβεστάτων ἐπισκόπων τὸν θαυμαστὸν Νεστόριον συνεδρεῦσαί τε ἡμῖν καὶ κοινωνῆσαι τῆς περὶ τῆς εὐσεβείας καὶ τῆς πίστεως ζητήσεως, οὐδεμιᾶς παρ’ αὐτοῦ σαφῶς τετυχήκαμεν ἀποκρίσεως, δηλώσαντος τοῦτο μόνον διὰ τῶν ἀπεσταλμένων ὅτιπερ σκέπτομαι,
5καὶ ἐὰν δοκιμάσω, ἀπαντῶ. τῆι οὖν ἐπαύριον συναχθέντες ἐν τῆι ἁγίαι καὶ μεγάληι ἐκκλησίαι τῆι καλουμένηι Μαρίαι, προκειμένου τοῦ ἁγίου εὐαγγελίου ἐν τῶι μεσαιτάτωι θρό‐ νωι καὶ αὐτὸν ἡμῖν παρόντα Χριστὸν δεικνύοντος, ἡμεῖς μὲν κατὰ τὴν τῶν κανόνων ἀκολουθίαν αὖθις ἀπεστείλαμεν πρὸς αὐτὸν τρεῖς ἑτέρους ἁγιωτάτους ἐπισκόπους παρακαλοῦντες ἀπαν‐ τῆσαι εἰς τὴν ἁγίαν σύνοδον καὶ τῆς διδασκαλίας αὐτοῦ ἀπολογίαν ποιήσασθαι· ὃ δὲ στρα‐
10τιώταις τὴν ἑαυτοῦ οἰκίαν κυκλοῦσθαι παρασκευάσας, καίτοι μηδενὸς ὄντος μήτε μὴν γενο‐ μένου θορύβου κατὰ τὴν πόλιν, οὐδὲ ἀποκρίσεως τοὺς ἀποσταλέντας ἠξίωσε. τῶν δὲ κανόνων παρακελευομένων προσκαλεῖσθαι καὶ τρίτηι κλήσει τὸν ἀπειθοῦντα, ἀποστείλαντες πρὸς αὐτὸν αὖθις ἑτέρους ἁγιωτάτους ἐπισκόπους, ἀπειθοῦντα εὕρομεν καὶ ἀποπέμποντα τοὺς ἀπεσταλμένους μετὰ πολλῆς αἰσχύνης καὶ ὕβρεως διὰ τῶν πρὸ τῆς οἰκίας αὐτοῦ περιεστώ‐
15των στρατιωτῶν. ἐπεὶ οὖν οὐκ ἔδει τὴν τοσαύτην ἁγίαν σύνοδον συνελθοῦσαν ἄπρα‐ κτον μένειν ἐκείνου κακῶι συνειδότι μὴ ἀπαντήσαντος, τὰ περὶ τῆς πίστεως καὶ τῆς εὐσε‐ βείας ἀναγκαίως ἐκινοῦμεν δόγματα, προλάμπειν τῶν πραττομένων ὑπομνημάτων τυπώσαντες τὸ θεοφιλὲς γράμμα τῆς ὑμετέρας εὐσεβείας, μεθ’ ὃ τὴν ἔκθεσιν τῆς εὐσεβοῦς πίστεως προθέντες τῆς πρότερον μὲν παρὰ τῶν ἁγιωτάτων ἀποστόλων παραδεδομένης ἡμῖν, μετὰ δὲ
20ταῦτα ἐκτεθείσης παρὰ τῶν ἁγιωτάτων πατέρων τῶν τιη ἐν τῆι Νικαέων πόλει συνηγμένων παρὰ τοῦ ἐν ἁγίοις Κωνσταντίνου, οὗ τὴν ὀρθὴν πίστιν λαμπροτέραν ἐπέδειξε τὸ ὑμέτερον κράτος, καὶ τῆι ἐκθέσει ταύτηι πρότερον μὲν τὰς περὶ τῆς πίστεως ἐπιστολὰς τοῦ θεοφιλε‐ στάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου Κυρίλλου συγκρίναντες, συμφώνους εὕρομεν τοῖς τε δόγμασι καὶ νοήμασι καὶ κατ’ οὐδὲν ἀπηλλοτριωμένην τὴν αὐτοῦ διδασκαλίαν τῆς εὐσεβοῦς
25ἐκείνης ἐκθέσεως. ἐπειδὴ δὲ λοιπὸν ἐλείπετο δοκιμασθῆναι τὰ δόγματα τὰ κηρυχθέντα παρὰ τοῦ θαυμασιωτάτου Νεστορίου (οὐ γὰρ ἄδηλα ἦν, ἔν τε ταῖς ἐπιστολαῖς αὐτοῦ διαρρήδην κηρυττόμενα καὶ ἐν βίβλοις καὶ ἐν ταῖς δημοσίαις διαλέξεσι φανερῶς ἐκβοώμενα, καὶ ἐν αὐτῆι δὲ τῆι τῶν Ἐφεσίων μητροπόλει πρὸς τινὰς τῶν εὐλαβεστάτων ἐπισκόπων ὑπ’ αὐτοῦ φανερῶς εἰρημένα· οὐδὲ γὰρ ἐπαύετο λέγων· οὐ δεῖ λέγεσθαι θεὸν τὸν δι’ ἡμᾶς
30ἄνθρωπον γεγενημένον, ὀνειδίζων θεότητι τὰ ἀνθρώπινα, ἃ οὐ δι’ ἀσθένειαν, ἀλλὰ διὰ τὴν εἰς ἡμᾶς φιλανθρωπίαν ἀνεδέξατο, διαγελῶν δὲ ὥσπερ τὸ σεπτὸν ἡμῶν καὶ θεῖον μυστήριον, διαλεγόμενος πρὸς τοὺς εὐλαβεστάτους ἐπισκόπους τετόλμηκεν εἰπεῖν ὅτι ἐγὼ διμηνιαῖον καὶ
τριμηνιαῖον θεὸν οὐ λέγω, καὶ ταῦτα πρὸ τριῶν ὅλων ἡμερῶν τῆς ἁγίας συνόδου, καθὰ

1,1,3

5

καὶ ἡ τῶν ὑπομνημάτων περιέχει πίστις), ἀναγκαίως καὶ ταῦτα συγκρίναντες τῆι ἐκθέσει τῶν ἁγίων πατέρων μαχόμενά τε εὑρίσκομεν καὶ πάντηι ἐναντία τῆς καθολικῆς καὶ ἀποστο‐ λικῆς ἡμῶν πίστεως, ὡς μηδὲ δεῖσθαι ἀπολογίας Νεστόριον, ἀλλ’ αὐτὸν ἑαυτοῦ γίνεσθαι καθ’ ἑκάστην κατήγορον, ἐμμένοντα τοῖς διεφθαρμένοις αὐτοῦ δόγμασι καὶ ἐναντίοις παντελῶς
5τῆς καθολικῆς καὶ ἀποστολικῆς ἡμῶν πίστεως. τούτου οὖν ἕνεκεν αὐτὸν μὲν τῆς ἱερω‐ σύνης καὶ τῆς διαφθαρμένης ἐπαύσαμεν διδασκαλίας, καθαίρεσιν αὐτοῦ κανονικὴν ποιησά‐ μενοι καὶ ἐπαινέσαντες τὸν θεοφιλέστατον καὶ ἁγιώτατον ἐπίσκοπον τῆς μεγάλης Ῥώμης Κελεστῖνον πρὸ τῆς ἡμῶν ψήφου καταγνόντα τῶν αἱρετικῶν δογμάτων Νεστορίου καὶ πρὸ ἡμῶν ἐξενεγκόντα τὴν κατ’ αὐτοῦ ψῆφον διὰ τὴν τῶν ἐκκλησιῶν ἀσφάλειαν καὶ τὴν τῆς παρα‐
10δοθείσης ἡμῖν εὐσεβοῦς καὶ σωτηριώδους πίστεως παρά τε τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν καὶ τῶν ἁγίων πατέρων, ἣν διαστρέφειν ἐπεχείρησε τῶι διεφθαρμένωι λόγωι (καὶ πολὺ πλῆθος ὁ καταγνωσθεὶς ἐξέχεε)· τοῦ δὲ ὑμετέρου δεόμεθα κράτους κελεῦσαι πᾶσαν αὐτοῦ διδασκαλίαν ἀναιρεῖσθαι ἐκ τῶν ἁγιωτάτων ἐκκλησιῶν καὶ τὰ εὑρισκόμενα ὁπουδη‐ ποτοῦν βιβλία πυρὶ παραδίδοσθαι, δι’ ὧν ἀθετεῖν πειρᾶται τὴν τοῦ θεοῦ χάριν ἀνθρώπου
15γενομένου διὰ φιλανθρωπίαν, ἣν αὐτὸς οὐ φιλανθρωπίαν, ἀλλ’ ὕβριν ἐνόμισε τῆς θεότητος· εἰ δέ τις καταφρονήσει τῶν θεσπιζομένων, δεδιέναι τοῦ ὑμετέρου κράτους τὴν ἀγανάκτη‐ σιν. οὕτω γὰρ καὶ ἡ ἀποστολικὴ πίστις ἄτρωτος διαμενεῖ τῆι ὑμετέραι εὐσεβείαι κρα‐ τυνομένη ἅπαντές τε ἡμεῖς ἐκτενεῖς τὰς εὐχὰς ὑπὲρ τοῦ ὑμετέρου ποιησόμεθα κράτους, δι’ οὗ Χριστὸς δοξάζεται καὶ ἡ πίστις κρατύνεται καὶ ἡ χάρις τοῦ θεοῦ πᾶσιν ἀνθρώποις γνώ‐
20ριμος γίνεται. Πρὸς δὲ σαφεστέραν καὶ ἐντελεστέραν εἴδησιν τῶν πεπραγμένων συνέζευκται καὶ τὰ ὑπομνήματα, καὶ ὑπέγραψαν πάντες οἱ προταγέντες ἐν τοῖς ὑπομνήμασι θεοσεβέστατοι ἐπίσκοποι.
26Ἴσον ἐπιστολῆς γραφείσης παρὰ τῆς ἁγίας συνόδου πρὸς τὸν ἀρχιεπίσκοπον τῆς Ῥώμης Κελεστῖνον δηλοῦσα πάντα τὰ πραχθέντα ἐν αὐτῆι τῆι Ἐφεσίων ἁγίαι καὶ μεγάληι συνόδωι Τῶι ἁγιωτάτωι καὶ ὁσιωτάτωι συλλειτουργῶι Κελεστίνωι ἡ ἁγία σύνοδος ἡ κατὰ θεοῦ χάριν συναχθεῖσα ἐν τῆι Ἐφεσίων μητροπόλει ἐν κυρίωι χαίρειν. Τῆς μὲν σῆς ὁσιό‐
30τητος ὁ περὶ τὴν εὐσέβειαν ζῆλος καὶ ἡ περὶ τῆς ὀρθῆς πίστεως τῶι πάντων ἡμῶν σω‐ τῆρι θεῶι φίλη τε καὶ ἀρέσκουσα φροντὶς ἀξία παντὸς γέγονε θαύματος. ἔθος γὰρ ὑμῖν τοῖς οὕτω μεγάλοις εὐδοκιμεῖν εἰς πάντα ἔρεισμά τε τῶν ἐκκλησιῶν τὰς ἑαυτῶν
ποιεῖσθαι σπουδάς. ἐπειδὴ δὲ ἐχρῆν ἅπαντα εἰς γνῶσιν τῆς σῆς ὁσιότητος ἀνενεχθῆναι

1,1,3

6

τὰ παρακολουθήσαντα, γράφομεν ἀναγκαίως ὅτι κατὰ βούλησιν τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ καὶ κατὰ θέσπισμα τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων βασιλέων συνήχθημεν ἐν τῆι Ἐφεσίων μητροπόλει ἐκ πολλῶν καὶ διαφόρων ἐπαρχιῶν, ὑπὲρ τοὺς διακοσίους ὄντες τὸν ἀριθμὸν ἐπίσκοποι, εἶτα τῶν εὐσεβῶν θεσπισμάτων τῶν φιλοχρίστων βασιλέων, δι’ ὧν
5κεκλήμεθα, καιρὸν ὁριζόντων τῶι συνεδρίωι τῆς ἁγίας συνόδου τὴν ἡμέραν τῆς ἁγίας πεντη‐ κοστῆς, ἁπάντων δὲ συνδεδραμηκότων μάλιστα διὰ τὸ ἐγκεῖσθαι ταῖς τῶν βασιλέων συλλα‐ βαῖς ὡς εἰ μή τις ἀπαντήσειε κατὰ τὴν ὡρισμένην προθεσμίαν, οὐκ ἀγαθῶι συνειδότι ἀπο‐ λιμπάνεται καὶ ἐστὶν ἀναπολόγητος παρά τε θεῶι καὶ ἀνθρώποις, ὑστέρησεν ὁ εὐλαβέστατος Ἰωάννης ὁ τῆς Ἀντιοχέων ἐπίσκοπος, οὐχ ὡς ἀπὸ γνώμης ἁπλῆς, ἀλλ’ οὐδὲ τοῦ διαστή‐
10ματος τοῦ κατὰ τὴν ὁδοιπορίαν ἐμποδὼν γενομένου, ἀλλὰ κρύπτων εἰς νοῦν βουλήν τε καὶ σκέψιν ἀπάιδουσαν τῶι θεῶι, ἣν οὐκ εἰς μακρὰν ἐλθὼν ἔδειξεν ἐν τῆι Ἐφεσίων. ὑπερε‐ θέμεθα τοίνυν τὸ συνέδριον μετὰ τὴν ὁρισθεῖσαν ἡμέραν τῆς ἁγίας πεντηκοστῆς ἐφ’ ὅλαις δέκα καὶ ἓξ ἡμέραις, καίτοι πολλῶν ἐπισκόπων τε καὶ κληρικῶν καὶ νόσωι πεπιεσμένων καὶ τεθλιμμένων εἰς δαπανήματα, ἐνίων δὲ καὶ ἐξοδευσάντων τοῦ βίου, καὶ ἦν, ὡς ὁρᾶι καὶ
15ἡ σὴ ὁσιότης, ὕβρις μᾶλλον κατὰ τῆς ἁγίας συνόδου τὸ δρώμενον. τοσαύτηι γὰρ ὑπερ‐ θέσει δυστρόπως ἐχρήσατο, καίτοι φθασάντων αὐτὸν τῶν ἐκ μακροτέρων διαστημάτων. ὅμως μεθ’ ἡμέραν ἑξκαιδεκάτην προέδραμον τινὲς τῶν σὺν αὐτῶι ἐπισκόπων μητροπολῖται δύο, Ἀλέξανδρος Ἀπαμείας καὶ ἕτερος Ἀλέξανδρος Ἱεραπόλεως, εἶτα ἡμῶν αἰτιωμένων τὸ τῆς ἀφίξεως βράδος τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἰωάννου, ἔφασαν οὐχ ἅπαξ, ἀλλὰ πλει‐
20στάκις ὅτι ἐνετείλατο ἡμῖν ἀπαγγεῖλαι τῆι θεοσεβείαι ὑμῶν ὥστε εἰ γένοιτο αὐτὸν καὶ ἔτι βραδῦναι, μὴ ὑπερθέσθαι τὴν σύνοδον, ποιῆσαι δὲ μᾶλλον ἃ δεῖ. τούτων ἀπαγγελθέντων καὶ φανεροῦ γεγονότος ἀπό τε τοῦ βράδους καὶ ἐκ τῶν παρ’ αὐτοῦ μηνυθέντων ὅτι παραι‐ τεῖται τὸ συνέδριον ἢ τῆι Νεστορίου φιλίαι χαριζόμενος ἢ καὶ ὅτι κληρικὸς γέγονε τῆς ὑπ’ αὐτὸν ἐκκλησίας ἢ καὶ ταῖς τινῶν ὑπὲρ αὐτοῦ παρακλήσεσιν εἴκων, συνήδρευσεν ἡ ἁγία
25σύνοδος ἐν τῆι μεγάληι κατὰ τὴν Ἐφεσίων ἐκκλησίαι τῆι ἐπίκλην Μαρίαι. ἐπειδὴ δὲ πάντων προθύμως συνδεδραμηκότων μόνος ἀπελιμπάνετο τοῦ συνεδρίου Νεστόριος, ὑπέμνησεν ἡ ἁγία σύνοδος κανονικῶς αὐτὸν δι’ ἐπισκόπων πρώτηι καὶ δευτέραι καὶ τρίτηι κλήσει· ὃ δὲ στρατιώταις περιφράξας τὴν ἑαυτοῦ οἰκίαν ἀπενοήθη κατὰ τῶν τῆς ἐκκλησίας θεσμῶν καὶ οὐκ ἠνέσχετο ἑαυτὸν ἐμφανῆ καταστῆσαι οὔτε μὴν ἀπολογήσασθαι περὶ τῶν ἀνοσίων
30ἑαυτοῦ δυσφημιῶν. λοιπὸν ἀνεγνώσθη τὰ γράμματα τὰ γραφέντα πρὸς αὐτὸν παρὰ τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου ἐπισκόπου τῆς Ἀλεξανδρέων ἐκκλησίας Κυρίλλου, ἃ καὶ ἐδοκί‐ μασεν ἡ ἁγία σύνοδος ὀρθῶς καὶ ἀλήπτως ἔχειν καὶ κατὰ μηδένα τρόπον ἀσύμφωνα εἶναι ταῖς θεοπνεύστοις γραφαῖς ἢ γοῦν τῆι παραδοθείσηι καὶ ἐκτεθείσηι πίστει ἐν τῆι μεγάληι συνόδωι παρὰ τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι συνελθόντων κατὰ καιρούς, καθὰ καὶ ἡ
35σὴ ὁσιότης ὀρθῶς τοῦτο δοκιμάσασα ἐμαρτύρησεν. ἀναγνωσθείσης δὲ καὶ τῆς ἐπιστολῆς
Νεστορίου τῆς πρὸς αὐτὸν γραφείσης τὸν μνημονευθέντα ἁγιώτατον καὶ θεοσεβέστατον

1,1,3

7

ἀδελφὸν ἡμῶν καὶ συλλειτουργὸν Κύριλλον, ἐδικαίωσεν ἡ ἁγία σύνοδος ἀλλότρια παντελῶς τῆς τε ἀποστολικῆς καὶ εὐαγγελικῆς πίστεως εἶναι τὰ ἐν αὐτῆι δόγματα πλείστην ὅσην καὶ ξένην νοσοῦντα τὴν δυσφημίαν. ἀναγνωσθεισῶν δὲ ὁμοίως καὶ τῶν ἐξηγήσεων αὐτοῦ τῶν ἀσεβεστάτων, ἔτι μὴν καὶ τῆς γραφείσης πρὸς αὐτὸν ἐπιστολῆς παρὰ τῆς σῆς ὁσιό‐
5τητος, δι’ ἧς εὐλόγως κατεκρίνετο ὡς δύσφημα γεγραφὼς καὶ ἀνοσίους φωνὰς ταῖς ἰδίαις ἐξηγήσεσιν ἐνθείς, ψῆφος ἐξενήνεκται δικαία καθαιρέσεως κατ’ αὐτοῦ, μάλιστα ὅτι τοσοῦτον ἀπέσχε τοῦ μετανοῆσαι ἢ μεταγνῶναι ἐφ’ οἷς δεδυσφήμηκεν ἔτι τὴν Κωνσταντινουπολιτῶν ἔχων ἐκκλησίαν, ὥστε καὶ ἐν αὐτῆι τῆι Ἐφεσίων μητροπόλει διαλέγεσθαι πρὸς τινὰς τῶν ἁγίων μητροπολιτῶν ἐπισκόπων, ἀνδρῶν οὐκ ἀσήμων, ἀλλ’ ἐλλογίμων καὶ θεοσεβεστάτων,
10τολμῆσαί τε εἰπεῖν ὅτι ἐγὼ διμηνιαῖον καὶ τριμηνιαῖον θεὸν οὐχ ὁμολογῶ, καὶ ἕτερα δὲ πρὸς τούτοις εἶπε χαλεπώτερα. ὡς οὖν ἀνοσίαν καὶ μιαρωτάτην αἵρεσιν καὶ ἀνατρέπουσαν τὴν εὐαγεστάτην ἡμῶν θρηισκείαν καὶ ὅλην ἐκ βάθρων τοῦ μυστηρίου τὴν οἰκονομίαν ἀφαι‐ ροῦσαν καθείλομεν, ὡς ἤδη φθάσαντες εἴπομεν. ἀλλ’ οὐκ ἦν, ὡς ἔοικε, τῆς εἰς Χριστὸν ἀγάπης τὸ γνήσιον ἔχοντας καὶ ζηλώσαντας τῶι κυρίωι μὴ πολλῶν πειραθῆναι πραγμάτων.
15προσεδοκήσαμεν γὰρ τὸν εὐλαβέστατον τῆς Ἀντιοχέων ἐπίσκοπον Ἰωάννην τήν τε ἀκρίβειαν τῆς συνόδου καὶ τὴν εὐσέβειαν ἐπαινέσαι καὶ τάχα που καὶ μέμψασθαι τὸ ἐπὶ τῆι καθαι‐ ρέσει βράδος, μεταπέπτωκε δὲ εἰς πᾶν τοὐναντίον τὰ τῆς προσδοκίας ἡμῖν. εὕρηται γὰρ ἐχθρὸς καὶ πολεμιώτατος τῆι τε ἁγίαι συνόδωι, καὶ αὐτῆι δὲ τῆι ὀρθῆι πίστει τῶν ἐκ‐ κλησιῶν, ὡς αὐτὰ μηνύει τὰ πράγματα. ἅμα τε γὰρ εἰσῆλθεν εἰς τὴν Ἐφεσίων, πρὶν
20ἀποπλύνασθαι τὴν ἐκ τῆς ὁδοιπορίας κόνιν, πρὶν ἀποδύσασθαι τὸ ἱμάτιον, συναγαγὼν τινὰς τῶν Νεστορίωι συναποστατησάντων καὶ βλάσφημα κατὰ τῆς ἑαυτῶν λαλούντων κεφαλῆς καὶ μόνον οὐχὶ καταπαιζόντων τῆς δόξης τοῦ Χριστοῦ καὶ συλλέξας ὥσπερ κολλήγιον ἑαυ‐ τῶι τριάκοντά που τὸν ἀριθμὸν ἀνθρώπων ἐπισκοπῆς ἐχόντων ὄνομα, ὧν οἳ μέν εἰσιν ἀπόλιδες, σχολάζοντες δὲ καὶ ἐκκλησίας οὐκ ἔχοντες, ἕτεροι δὲ πρὸ πολλῶν ἐτῶν ἐπὶ δει‐
25ναῖς αἰτίαις καθηιρημένοι παρὰ τῶν ἰδίων μητροπολιτῶν, σὺν αὐτοῖς δὲ καὶ Πελαγιανοὶ καὶ Κελεστιανοὶ καὶ τῶν ἀπὸ Θεσσαλίας ἐκβεβλημένων τινές, πρᾶγμα τετόλμηκεν ἀνόσιον, ὃ μηδεὶς πώποτε τῶν πρὸ αὐτοῦ. συντάττει γὰρ κατὰ μόνας χαρτίον καὶ δὴ καθαιρέσεως ὀνόματι ὕβριν προσετρίψατο τῶι ἁγιωτάτωι καὶ θεοσεβεστάτωι τῆς Ἀλεξανδρέων ἐπισκόπωι Κυρίλλωι καὶ τῶι θεοσεβεστάτωι ἀδελφῶι καὶ συνεπισκόπωι ἡμῶν Μέμνονι τῶι τῆς Ἐφεσίων,
30οὐδενὸς ἡμῶν εἰδότος, ἀλλ’ οὐδὲ τῶν ὑβρισθέντων ἐγνωκότων τὸ δρώμενον ἢ διὰ ποίαν αἰτίαν τοῦτο τετολμήκασιν, ἀλλ’ ὥσπερ οὐκ ἀγανακτοῦντος ἐπὶ τούτοις τοῦ θεοῦ, ὡς οὐκ ὄντων κανόνων ἐκκλησιαστικῶν ἢ ὡς οὐ μέλλοντες κινδυνεύειν αὐτοὶ διὰ τὸ ἐπὶ τού‐ τοις θράσος. ὑβρίζουσι δὲ τῶι τῆς ἀκοινωνησίας ὀνόματι καὶ πᾶσαν τὴν σύνοδον καὶ
δὴ καὶ δημοσίαι χαρτίωι ταῦτα ἐνθέντες προύθεσαν εἰς ἀνάγνωσιν τοῖς ἐθέλουσι, τοῖς τοῦ

1,1,3

8

θεάτρου τοίχοις προσπήξαντες, ἵνα τὴν ἑαυτῶν ἀσέβειαν θεατρίσωσι. καὶ οὐ μέχρι τού‐ των γέγονεν αὐτοῖς τὰ τολμήματα, ἀλλὰ γὰρ καὶ τεθαρσήκασιν, ὡς δράσαντές τι κανονικόν, καὶ εἰς ἀκοὰς τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων βασιλέων ἀνενεγκεῖν τὰ τοιάδε. τού‐ των οὕτως γεγονότων ὅ τε ἁγιώτατος καὶ θεοφιλέστατος ἐπίσκοπος τῆς Ἀλεξανδρέων Κύ‐
5ριλλος καὶ μὴν καὶ ὁ θεοσεβέστατος τῆς Ἐφεσίων πόλεως ἐπίσκοπος Μέμνων βιβλία συν‐ θέντες καὶ αἰτιασάμενοι αὐτόν τε τὸν εὐλαβέστατον ἐπίσκοπον Ἰωάννην καὶ τοὺς σὺν αὐτῶι τοῦτο δράσαντας, προσήγαγον ὁρκοῦντες ἡμῶν τὴν ἁγίαν σύνοδον μεταπέμψασθαι κανονι‐ κῶς αὐτόν τε τὸν Ἰωάννην καὶ τοὺς σὺν αὐτῶι ὥστε καὶ ἀπολογήσασθαι περὶ ὧν τετολμή‐ κασι, καὶ εἴ τι ἐγκαλεῖν ἔχοιεν, εἰ δύνανται, εἰπεῖν καὶ διελέγξαι· ἐν γὰρ τῶι γραφέντι παρ’
10αὐτῶν καθαιρετικῶι, μᾶλλον δὲ ὑβριστικῶι χαρτίωι πρόφασιν ἐνέθηκαν ὅτι Ἀπολιναριασταὶ καὶ Ἀρειανοὶ καὶ Εὐνομιανοί εἰσι καὶ διὰ τοῦτο καθήιρηνται παρ’ ἡμῶν. ἐνισταμένων τοίνυν τῶν τὴν ὕβριν ὑπομεινάντων τὴν παρ’ ἐκείνων, πάλιν ἡμεῖς ἀναγκαίως συνεδρεύ‐ σαντες ἐν τῆι μεγάληι ἐκκλησίαι, ὑπὲρ τοὺς διακοσίους ἐπισκόπους ὄντες, μιᾶι καὶ δευτέραι καὶ τρίτηι κλήσει ἐν ἡμέραις δυσὶ κεκλήκαμεν αὐτόν τε τὸν Ἰωάννην καὶ τοὺς σὺν αὐτῶι εἰς
15τὸ συνέδριον ὥστε διελέγξαι τοὺς ὑβρισμένους καὶ ἀπολογήσασθαι καὶ τὰς αἰτίας εἰπεῖν ἐφ’ αἷς τὸ τῆς καθαιρέσεως συνέθηκαν χαρτίον, καὶ οὐκ ἐθάρσησαν ἐλθεῖν. ἔδει δὲ αὐτόν, εἴπερ ἀληθῶς ἐλέγχειν ἠδύνατο τοὺς μνημονευθέντας ὁσίους ἄνδρας ὡς ὄντας αἱρετικούς, καὶ ἀπαντῆσαι καὶ δεῖξαι τοῦτο ἀληθὲς ὄν, ὃ καὶ λαβὼν ὡς ἰσχυρὸν καὶ ἀναμφίβολον ἔγκλημα τὴν προπετῆ ψῆφον κατ’ αὐτῶν ἐξηνέγκατο. ἀλλ’ ὑπὸ σαθροῦ συνειδότος οὐκ ἀπήντησε, τὸ
20δὲ κατασκευαζόμενον ἐκεῖνο ἦν. ὠιήθη γὰρ ὅτι τῆς ἀτόπου ταύτης καὶ ἐκνομωτάτης ὕβρεως λυομένης συνανατραπήσεται καὶ ἡ δικαία τῆς συνόδου ψῆφος ἡ ἐξενεχθεῖσα κατὰ τοῦ αἱρετικοῦ Νεστορίου. ἀγανακτήσαντες τοίνυν εἰκότως ἐβουλευσάμεθα μὲν τὴν ἴσην κατά τε αὐτοῦ καὶ τῶν ἄλλων ψῆφον ἐξενεγκεῖν ἐννόμως, ἣν αὐτὸς παρανόμως κατὰ τῶν ἐπ’ οὐδενὶ κατεγνωσμένων ἔθετο· ὑπὲρ δὲ τοῦ τὴν ἐκείνου προπέτειαν μακροθυμίαι νικῆσαι,
25εἰ καὶ ὅτι μάλιστα δικαίως ἂν ἔπαθεν αὐτὸ καὶ ἐννόμως, τετηρήκαμεν τῆι κρίσει τῆς σῆς θεοσεβείας καὶ τοῦτο, τέως αὐτοὺς ἀκοινωνήτους ποιήσαντες καὶ περιελόντες αὐτῶν πᾶσαν ἐξουσίαν ἱερατικήν, ὥστε μηδένα δύνασθαι βλάπτειν δι’ οἰκείων ἀποφάσεων. τοὺς γὰρ οὕτως ἀγρίως καὶ ἀπηνῶς καὶ ἀκανονίστως χωρεῖν εἰωθότας ἐπὶ τὰ οὕτω δεινὰ καὶ παγ‐ χάλεπα τῶν πραγμάτων πῶς οὐκ ἦν ἀναγκαῖον καὶ οὐχ ἑκόντας παρελέσθαι τῆς τοῦ δύ‐
30νασθαι βλάπτειν ἐξουσίας; τοῖς μὲν οὖν ἀδελφοῖς ἡμῶν καὶ συλλειτουργοῖς Κυρίλλωι καὶ Μέμνονι τοῖς τὴν παρ’ αὐτῶν ὑπομείνασιν ὕβριν καὶ κοινωνικοὶ πάντες ἐσμὲν καὶ μετὰ τὴν ἐκείνων προπέτειαν συνελειτουργήσαμεν καὶ συλλειτουργοῦμεν, κοινῆι πάντες τὰς συνάξεις ἐπιτελοῦντες, ἀκυρώσαντες ἐγγράφως τὰ ἐκείνων παίγνια ἀνίσχυρά τε καὶ ἀδρανῆ παντελῶς
ἀποφήναντες. ὕβρις γὰρ ἦν μόνη καὶ ἕτερον οὐδέν. ἄνδρες γὰρ τὸν ἀριθμὸν τριά‐

1,1,3

9

κοντα, καὶ οἳ μὲν αἱρέσεως σπίλωι κατεστιγμένοι, οἳ δὲ ἀπόλιδες καὶ ἐκβεβλημένοι, ποῖον ἔχουσι συνόδου πρόσωπον ἢ ποίαν ἰσχὺν κατὰ συνόδου συγκροτηθείσης ἐξ ἁπάσης τῆς ὑπ’ οὐρανόν; συνήδρευσαν γὰρ ἡμῖν καὶ οἱ παρὰ τῆς σῆς ὁσιότητος ἀπεσταλμένοι θεοσε‐ βέστατοι ἐπίσκοποι Ἀρκάδιος καὶ Προίεκτος καὶ σὺν αὐτοῖς ὁ εὐλαβέστατος πρεσβύτερος
5Φίλιππος, τὴν σὴν ἡμῖν παρουσίαν δι’ ἑαυτῶν χαριζόμενοι καὶ τῆς ἀποστολικῆς καθέδρας τὸν τόπον ἀναπληροῦντες. ἀγανακτησάτω τοίνυν προσφόρως ἐπὶ τοῖς γεγενημένοις ἡ σὴ ὁσιότης. εἰ γὰρ δοθείη τοῖς ἐθέλουσιν ἄδεια καὶ τοὺς μείζονας ὑβρίζειν θρόνους καὶ καθ’ ὧν οὐκ ἔχουσιν ἐξουσίαν, παρανόμους οὕτω καὶ ἀκανονίστους ἐκφέρειν ψήφους, μᾶλλον δὲ ὕβρεις καὶ τοῖς ὑπὲρ τῆς εὐσεβείας τοσούτους ἄθλους ὑπομεμενηκόσιν, ὧν ἕνεκεν καὶ νῦν
10ἡ εὐσέβεια διὰ τῶν εὐχῶν τῆς σῆς ὁσιότητος ἀνέλαμψεν, οἰχήσεται πρὸς ἐσχάτην ἀταξίαν τὰ τῆς ἐκκλησίας πράγματα, σωφρονισθέντων δὲ καθ’ ὃν προσήκει τρόπον τῶν τὰ τοιαῦ‐ τα τετολμηκότων ἀργήσει πᾶς θόρυβος καὶ ἡ πρέπουσα τοῖς κανόσιν αἰδὼς παρὰ πάντων σωθήσεται. Ἀναγνωσθέντων δὲ ἐν τῆι ἁγίαι συνόδωι τῶν ὑπομνημάτων τῶν πεπραγμένων ἐπὶ
15τῆι καθαιρέσει τῶν ἀνοσίων Πελαγιανῶν καὶ Κελεστιανῶν, Κελεστίου Πελαγίου Ἰουλιανοῦ Περσιδίου Φλώρου Μαρκελλίνου Ὀρεντίου καὶ τῶν τὰ αὐτὰ τούτοις φρονούντων, ἐδικαιώ‐ σαμεν καὶ ἡμεῖς ἰσχυρὰ καὶ βέβαια μένειν τὰ ἐπ’ αὐτοῖς ὡρισμένα παρὰ τῆς σῆς θεοσε‐ βείας καὶ σύμψηφοι πάντες ἐσμὲν καθηιρημένους ἔχοντες αὐτούς. ὑπὲρ δὲ ἀκριβοῦς εὐμαθείας ἁπάντων τῶν πεπραγμένων ἀπεστείλαμεν καὶ τὰ ὑπομνήματα καὶ τὰς ὑπογραφὰς
20τῆς συνόδου. Ἐρρῶσθαί σε καὶ μνημονεύειν ἡμῶν τῶι κυρίωι εὐχόμεθα, ἀγαπητὲ καὶ ποθεινότατε.
23Ἴσον βασιλικοῦ γράμματος ἀποσταλέντος ἐν Ἐφέσωι πρὸς τὴν ἁγίαν σύνοδον διὰ Παλλαδίου μαγιστριανοῦ
25 Αὐτοκράτορες Καίσαρες Θεοδόσιος καὶ Οὐαλεντινιανὸς νικηταὶ τροπαιοῦχοι μέγιστοι ἀεισέβαστοι αὔγουστοι τῆι κατ’ Ἔφεσον ἁγιωτάτηι συνόδωι. Τοῦ μεγαλοπρεπεστάτου κόμητος τῶν καθωσιωμένων δομεστίκων Κανδιδιανοῦ γνωρίσαντος μεμάθηκεν ἡ ἡμετέρα εὐσέβεια ταραχωδῶς τινὰ καὶ παρὰ τὸ προσῆκον κατὰ τὴν Ἐφεσίων γεγονέναι μητρόπολιν, οὔτε πάντων, ὥσπερ ἐδέδοκτο, τῶν θεοσεβεστάτων ἐπισκόπων συνεληλυθότων, καίτοι τοῦ
30τῆς μεγαλοπόλεως Ἀντιοχείας ἐπισκόπου πλησιάζειν ἤδη σὺν ἑτέροις μητροπολίταις μέλλοντος, οὔτε τῶν ἤδη παραγεγονότων συσκεψαμένων ἢ ὁμονοησάντων ἀλλήλοις οὔτε μὴν τὰ περὶ
τῆς πίστεως καθ’ ὃν ἐχρῆν τρόπον ἐξετασάντων ἢ ὥσπερ τοῖς ἀεὶ καταπεμφθεῖσι θείοις

1,1,3

10

ἡμῶν περιείχετο γράμμασιν, ἀλλὰ ὥστε δήλην εἶναι τὴν τινῶν πρὸς τινὰς ἀπέχθειαν διὰ πολλὴν τὴν περὶ τὰ ὁπωσοῦν δόξαντα σπουδὴν οὐδὲ παρακαλύμματι χρήσασθαι δυνηθέντων, δι’ ὃ νομίσειεν ἄν τις λογισμῶι τὰ γεγονότα πεπρᾶχθαι. ὅθεν δέδοκται τῆι ἡμετέραι θειότητι χώραν μὲν τὴν τοιαύτην μηδαμῶς ἔχειν αὐθεντίαν, τῶν δὲ ἀνακολούθως γεγονότων
5ἀργούντων τοὺς περὶ τῆς εὐσεβείας λόγους, ὥσπερ ἐδέδοκτο, πρώτως ἐξετασθῆναι καὶ κατὰ τὸ κοινῆι πάσηι τῆι συνόδωι δοκοῦν εἰς τὸν ἑξῆς χρόνον κρατεῖν, οὐκ ἀνεχομένης τῆς ἡμε‐ τέρας εὐσεβείας τῶν ἐξ ἐπιτηδεύσεως προλημμάτων, οὕτω δὲ ἐπὶ τοῖς γεγονόσιν ἀγανακτού‐ σης, ὥστε κελεύειν μέχρις ἂν καὶ παρὰ πάσης τῆς συνόδου τὰ τῆς εὐσεβείας ἐξετασθῆι δόγματα καὶ ἀποσταλῆι τις ἐκ τοῦ θείου ἡμῶν παλατίου ἅμα τῶι μεγαλοπρεπεστάτωι Καν‐
10διδιανῶι τῶι κόμητι τὰ πεπραγμένα κατὰ κέλευσιν ἡμετέραν εἰσόμενος καὶ κωλύσων τὰ ἀνακόλουθα, μήτε ἀποστῆναί τινα τῶν συνειλεγμένων ἐπισκόπων τῆς Ἐφεσίων πόλεως μήτε μὴν ἐπὶ τὸ θεῖον ἡμῶν ἐλθεῖν στρατόπεδον ἢ ἐπὶ τὴν ἑαυτοῦ πατρίδα ἀναστρέψαι. ὥστε γὰρ μηδενὶ τοῦτο ἐξεῖναι μηδὲ ἐλπίζειν ἀδεῶς προβήσεσθαι, ἱκανὰ μὲν καὶ ταῦτά ἐστι τῆι ὑμετέραι θεοσεβείαι παρεγγυῆσαι τὰ γράμματα, μήτι καὶ ἕτερον παρὰ τὴν ἡμετέραν κέ‐
15λευσιν τοῖς γεγονόσι προσθεῖναι· ἴστω δὲ ἡ ἁγιότης ὑμῶν ὡς καὶ τοῖς λαμπροτάτοις ἄρχουσι τῶν ἐπαρχιῶν ἐπέσταλται μηδένα παντελῶς ἐᾶσαι εἰς τὴν ἑαυτοῦ πατρίδα καὶ πόλιν δίχα ἡμετέρας κελεύσεως ὑποστρέψαντα δεχθῆναι. χρὴ γὰρ πάντα κατὰ τὸ τῶι θεῶι μέλλον ἀρέσειν δίχα φιλονεικίας καὶ μετὰ ἀληθείας ἐξετασθέντα οὕτω παρὰ τῆς ἡμε‐ τέρας εὐσεβείας βεβαιωθῆναι, ὡς οὐχ ὑπὲρ ἀνθρώπων νῦν οὐδὲ μέντοι τοῦ ἁγιωτάτου καὶ
20θεοφιλεστάτου ἐπισκόπου Νεστορίου ἢ ἑτέρου τινός; ὑπὲρ δὲ αὐτοῦ τοῦ δόγματος καὶ τῆς ἀληθείας αὐτῆς φροντίδα ποιουμένης τῆς ἡμετέρας θειότητος. Ἐδόθη τῆι πρὸ τριῶν Καλανδῶν Ἰουλίων ὑπατείαι Φλαυίου Ἀντιόχου καὶ τοῦ δη‐ λωθησομένου.
25Ἴσον ἀναφορᾶς τῆς ἁγίας συνόδου ἀποσταλείσης διὰ Παλλαδίου μαγιστριανοῦ Καλανδῶν Ἰουλίων Ἐπιφὶ ζʹ ἰνδικτιῶνος ιεʹ Τοῖς εὐσεβεστάτοις καὶ θεοφιλεστάτοις Θεοδοσίωι καὶ Οὐαλεντινιανῶι νικηταῖς τρο‐ παιούχοις ἀεὶ αὐγούστοις ἡ ἁγία σύνοδος ἡ χάριτι θεοῦ καὶ νεύματι τοῦ ὑμετέρου κράτους συναχθεῖσα ἐν τῆι Ἐφεσίων μητροπόλει. Τὸ μὲν ὑμέτερον κράτος τὴν εὐσέβειαν βεβαιῶσαι
30βουλόμενον ἐπέταξε τῆι ἁγίαι συνόδωι ζήτησιν περὶ τῶν δογμάτων ποιήσασθαι σπουδαιοτέραν, ἣν καὶ πεποιήμεθα καὶ τῆι ἀρχαίαι παραδόσει τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν πειθόμενοι
καὶ τῆι τῶν τιη συναχθέντων ἐπὶ τῆς Νικαίας, ἣν καὶ ἑρμηνεύσαντες συμφώνως καὶ γνώμηι μιᾶι

1,1,3

11

ἐμφανῆ τῆι ὑμετέραι εὐσεβείαι κατεστήσαμεν ἐν αὐτοῖς τοῖς ὑπομνήμασι τοῖς πεπραγμένοις, ἐν οἷς καὶ Νεστόριον ἕτερα φρονοῦντα ἐναργῶς εὑρηκότες καθείλομεν. οὐδὲ γὰρ ἐν τῆι Ἐφε‐ σίων μητροπόλει τὸ ἑαυτοῦ ἔκρυψε φρόνημα, ἵνα ἐλέγχων ἑτέρων δεηθῆι, ἀλλ’ ἀνεβόα καθ’ ἑκάστην ἡμέραν τὰ ἀλλότρια τῆς πίστεως κηρύττων πρὸς πλείονας δόγματα, καὶ ἕκαστα
5κατὰ μέρος ἐν τοῖς πεπραγμένοις ὑπομνήμασι δῆλα κατεστήσαμεν τῆι ὑμῶν εὐσεβείαι. ἀλλ’ ἐπειδὴ τὴν φιλίαν Νεστορίου τῆς εὐσεβείας προτιμῶν ὁ μεγαλοπρεπέστατος κόμης Κανδιδιανὸς ὑφαρπάσαι τὴν ἀκοὴν τῆς ὑμετέρας εὐσεβείας ἐσπούδασε πρὶν καταμαθεῖν ἀκριβῶς τὰ πεπραγμένα τὸ ὑμέτερον κράτος, πρὶν δέξασθαι τὰ ὑπομνήματα, πρὶν ἐπιστῆσαι τοῖς γεγενημένοις, ἐσπούδασεν αὐτὸς τὰ αὐτῶι φίλα καὶ κεχαρισμένα Νεστορίωι ἀναδιδάξαι τὴν
10ὑμετέραν εὐσέβειαν πρὶν γνῶναι τὸ ὑμῶν κράτος τὸ ἀληθὲς ἐκ τῆς τῶν πραχθέντων ὑπο‐ μνημάτων ἀναγνώσεως, ἐν οἷς δεικνύμεθα οὐδεμίαν κατὰ Νεστορίου δυσμένειαν γυμνάζοντες, ἀλλ’ αὐτὰ τῆς εὐσεβείας ἐκθέμενοι τὰ δόγματα, οἷς παραβαλόντες τὰ ὑπὸ Νεστορίου κη‐ ρυττόμενα, ἔχοντα τὸν ἔλεγχον ἐκ τῶν γραμμάτων Νεστορίου ἐπιστολῶν τε καὶ τῶν ἐν δημοσίωι γενομένων διαλέξεων, τὴν ψῆφον ἐξηνέγκαμεν, τοῦ ἁγίου εὐαγγελίου ἐν μέσωι
15κειμένου καὶ δεικνύντος ἡμῖν παρόντα τὸν τῶν ὅλων δεσπότην Χριστόν· δεόμεθα τοίνυν τοῦ ὑμετέρου κράτους μηδένα παραδοχῆς ἀξιωθῆναι τῶν προτιμώντων ἀνθρώπου φιλίαν τῆς εὐσεβείας. καὶ γὰρ τοιαύτης αἰσθόμενοι τῆς διαθέσεως τοῦ θεοφιλεστάτου ἐπισκόπου Ἰωάννου τοῦ Ἀντιοχείας ὡς βουλομένου φιλίαι χαρίζεσθαι μᾶλλον ἢ τὸ συμφέρον τῆι πίστει σκοπεῖν, ἐξ ὧν μήτε τὴν τοῦ ὑμετέρου κράτους ἀπειλὴν φοβηθεὶς μήτε τῶι ζήλωι κινού‐
20μενος τῆς ἄνωθεν παραδεδομένης πίστεως τὴν ἁγίαν ἀνεβάλλετο συνόδον ἐπὶ εἴκοσι καὶ μίαν ἡμέραν μετὰ τὴν δεδομένην προθεσμίαν παρὰ τοῦ ὑμετέρου κράτους, ἠναγκάσθημεν ἅπαντες οἱ τῆς ἁγίας συνόδου ὀρθόδοξοι καὶ μόνης ἐρῶντες τῆς πίστεως ζητῆσαι τὰ περὶ τῆς εὐσεβείας, τοῦτο πεπονθέναι καὶ τὸν θεοφιλέστατον ἐπίσκοπον Ἰωάννην ὑπολαβόντες ὅπερ δείκνυται πεπονθὼς καὶ ὁ μεγαλοπρεπέστατος κόμης Κανδιδιανός. οὐ γὰρ πάντων
25ἐστὶ τῆς πρὸς τοὺς ἀνθρώπους φιλίας προτιμᾶν τὴν εὐσέβειαν. ἦν δ’ ἄρα ἡ περὶ τοῦ θεοφιλεστάτου ἐπισκόπου Ἰωάννου ὑπόνοια ἡμῶν οὐκ εἰκαία οὐδὲ μάταιος· ἐλθὼν γὰρ δῆλον ἑαυτὸν ἐποίησε τῆι ἁγίαι συνόδωι ὡς τὰ Νεστορίου φρονεῖ εἴτε φιλίαι χαριζόμενος εἴτε κοινωνῶν τῆι πλάνηι τοῦ δόγματος ἐκείνου. ἀλλ’ ἐπειδὴ σαφῶς τὰ πεπραγμένα γνωρίζειν τῶι ὑμετέρωι κράτει κωλυόμεθα, ὡς ἔφημεν, τοῦ μεγαλοπρεπεστάτου κόμητος Κανδιδιανοῦ
30ἡμᾶς μὲν κωλύοντος γνωρίζειν τὰ κατὰ τὸν εὐσεβῆ λόγον πεπραγμένα, πᾶσαν δὲ σπουδὴν νέμοντος Νεστορίωι, δεόμεθα τοῦ ὑμετέρου κράτους ὑπὲρ τοῦ γνωσθῆναι τὴν κατὰ θεὸν σπουδὴν τῆς ἁγίας συνόδου μετασταλῆναι τὸν μεγαλοπρεπέστατον Κανδιδιανὸν καὶ πέντε τῆς ἁγίας συνόδου συστησομένους τοῖς πεπραγμένοις ἐπὶ τῆς ὑμῶν εὐσεβείας. δεινοὶ γάρ εἰσιν οἱ ἕτερα παρὰ τὴν ὀρθὴν πίστιν φρονοῦντες συσκιάζειν τὴν πλάνην, ὡς καὶ τινὰς
35τῶν ἁγιωτάτων ἐπισκόπων κρυπτομένης μὲν τῆς πλάνης παρὰ Νεστορίου δελεασθῆναι καὶ

1,1,3

12

προσθέσθαι αὐτῶι τοῖς τε ὑπ’ αὐτοῦ πραττομένοις ὑπογράψαι, ἐπειδὴ δὲ σαφῶς ἐρωτή‐ σαντες αὐτὸν εὗρον ἀνακαλύπτοντα ἑαυτοῦ τὰς βλασφημίας, ἀποστάντες ἐκείνου τῆι ἁγίαι προσῆλθον συνόδωι, αὐτὴν τὴν βλασφημίαν αὐτοῦ δήλην καταστήσαντες καὶ μεθ’ ἡμῶν καταψηφισάμενοι τοῦ μνημονευθέντος Νεστορίου, ὡς ἀπολειφθῆναι παρὰ Νεστορίωι καὶ τῶι
5εὐλαβεστάτωι ἐπισκόπωι Ἰωάννηι τῶι Ἀντιοχείας τριάκοντα καὶ ἑπτὰ μικρῶι πρός (ὧν οἱ πλείους ὑπεύθυνοι ὄντες αἰτίαις καὶ τὴν ψῆφον δεδιότες τῆς ἁγίας συνόδου, ὡς ἔφημεν, προσέθεντο Νεστορίωι, ὧν καὶ τὰς προσηγορίας ἀπεστείλαμεν τῶι ὑμετέρωι κράτει), τοὺς μὲν ἐπὶ δογμάτων διαστροφῆι ὡς Πελαγιανούς τε ὄντας καὶ ἐναντία τῆς εὐσεβείας φρονή‐ σαντας, τοὺς δὲ καθηιρημένους ἤδη πρὸ πλειόνων ἐνιαυτῶν, τοὺς δὲ ἐφ’ ἑτέραις αἰτιάσεσι
10πονηραῖς ὀφείλοντας μετὰ τὸν ἔλεγχον τὸ ἐπιτίμιον δέξασθαι παρὰ τῆς συνόδου ἐχούσης πάντας τοὺς τῆς οἰκουμένης ἁγιωτάτους ἐπισκόπους ἓν καὶ τὸ αὐτὸ φρονήσαντας διὰ τὸ καὶ τὸν τῆς μεγάλης Ῥώμης συμπαρεῖναι τῆι συνόδωι καὶ τοὺς τῆς Ἀφρικῆς διὰ τοῦ θεοσε‐ βεστάτου καὶ ἀρχιεπισκόπου Κυρίλλου, ὧι καὶ τὴν ἑαυτῶν γνώμην ἑνώσαντες, κεχωρισμένοι μόνωι τῶι τόπωι, τῆι αὐτοῦ τε καὶ ἁπάντων ἡμῶν ψήφωι συνήινεσαν. οὐδὲ γὰρ ἂν
15συνῆλθε Νεστορίωι τις καὶ τῶι εὐλαβεστάτωι ἐπισκόπωι Ἰωάννηι τῶν θεοφιλεστάτων ἐπισκό‐ πων, εἰ μὴ αὐτός τε δεινὸς ἦν σχήμασι λόγων ἐπικαλύπτειν ἑαυτοῦ τὴν δυσσέβειαν οἵ τε νῦν σὺν αὐτῶι ὄντες ἐδεδοίκεσαν τὸ παρὰ τῆς ἁγίας συνόδου μέλλον ἐπ’ αὐτοῖς ὁρίζεσθαι ἐπιτίμιον. ἡμεῖς δὲ συσχεθέντες δι’ ὀλίγων ἀντιγράψαι τῶι ὑμετέρωι κράτει τὸ πλάτος ὧν πεπόνθαμεν καὶ παρὰ τοῦ μεγαλοπρεπεστάτου κόμητος Εἰρηναίου, οὐ δεδυνήμεθα τοῦ
20πᾶσαν διαταράξαντος τὴν ἁγίαν σύνοδον καὶ φόβον ἐπικρεμάσαντος τοῖς ἁγιωτάτοις ἐπι‐ σκόποις διὰ θορύβων τινῶν καὶ τῆς ἔξω περιδρομῆς, ὡς καὶ τοὺς πλείονας ἡμῶν περὶ αὐτοῦ κινδυνεύειν τοῦ ζῆν, ἀλλὰ κατὰ μέρος ἀναδιδάξομεν τὸ ὑμέτερον κράτος, εἴπερ ἡμῖν ὃ ἠιτήσαμεν, παρασχεθείη παρὰ τῆς ὑμετέρας εὐσεβείας καὶ παραγενόμενοι πέντε τῆς ἁγίας συνόδου τὰ καθ’ ἕκαστον τετυπωμένα τὸ ὑμέτερον ἀναδιδαξάτωσαν κράτος. καὶ οἱ
25μὲν συνεδρεύσαντες καὶ κανονικὴν ἐξενέγκαντες κατὰ τοῦ αἱρετικοῦ Νεστορίου τὴν ψῆφον τῆς καθαιρέσεως ἐσμὲν ὑπὲρ τοὺς διακοσίους, ἐξ ἁπάσης τῆς οἰκουμένης συνειλεγμένοι, συμ‐ ψηφιζομένης ἡμῖν καὶ πάσης τῆς Δύσεως· ὑπεγράψαμεν δὲ ὀλίγοι τῆιδε τῆι ἀναφορᾶι, παρόντων πάντων καὶ συναινούντων, τῶι μάλιστα κατεπείγεσθαι τὸν καθωσιωμένον μαγι‐ στριανὸν Παλλάδιον καὶ μὴ περιμένειν τὸ βράδος τῆς πάντων ὑπογραφῆς.
30 Ὁ θεὸς ὁ ἐπὶ πάντων τὴν βασιλείαν ὑμῶν πολλαῖς ἐτῶν περιόδοις διαφυλάττοι, εὐσε‐ βέστατοι νικηταὶ ἀεὶ αὔγουστοι. Φλαυιανὸς ἐπίσκοπος Φιλίππων ὑπέγραψα.
Καὶ ἔστι τὰ ὀνόματα οὕτως· Ἰωάννης Ἀντιοχείας Συρίας, Ἰουλιανὸς Μακάριος Διο‐

1,1,3

13

γένης Ἀλέξανδρος Πλάκων Ἀπρίγγιος Θεοδώρητος Ἀλέξανδρος Μελέτιος Ἡλιάδης Παῦλος Ἰωάννης Μαρκελλῖνος Μουσαῖος Μαξιμῖνος Ἑλλάδιος 〈Δεξιανὸς Ἑλλά‐ διοσ〉 Ἀστέριος Γερόντιος Δωρόθεος Ἀντίοχος Ζεβινᾶς Ἰάκωβος Φριτίλας Πέ‐ τρος Θεοσέβιος Ἱμέριος Ἀναστάσιος Εὐθήριος Βασίλειος Τραγκυλῖνος. οὗτοι
5μόνοι κοινωνοὶ τῶν ἀσεβῶν δογμάτων Νεστορίου περιιόντες κατὰ τὴν πόλιν θορύβους καὶ στάσεις κινοῦσι χειροτονίας ἐπαγγελλόμενοι, ὡς πάντας τοὺς ἐν τῆι πόλει ὀρθοδόξους ὄντας καὶ τὸν περὶ τούτου φόβον ὑποπτεύοντας κωλύειν αὐτοὺς τῆς ἀτόπου ἐπιχειρήσεως.
9Ἐπιστολὴ γραφεῖσα παρὰ τῆς ἁγίας συνόδου πρὸς τὸν κλῆρον καὶ τὸν λαὸν Κωνσταντινου‐
10πόλεως περὶ τῆς καθαιρέσεως Νεστορίου Ἡ ἁγία καὶ μεγάλη καὶ οἰκουμενικὴ σύνοδος ἡ χάριτι θεοῦ συναχθεῖσα ἐν τῆι Ἐφε‐ σίων μητροπόλει τοῖς θεοσεβεστάτοις καὶ εὐλαβεστάτοις συμπρεσβυτέροις καὶ συνδιακόνοις καὶ παντὶ τῶι κλήρωι καὶ τῶι λαῶι τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας τῆς ἐν Κωνσταντινου‐ πόλει ἐν κυρίωι χαίρειν. Ἐπὶ τὸ πολυστένακτον ἤλθομεν μήνυμα, πρότερον μὲν ἐπὶ τῶι
15γεγονότι δακρύσαντες, ὑπὸ δὲ τῆς ἀνάγκης αὐτῆς καὶ τοῦ μὴ πολλοὺς ἁλῶναι τῶι τῆς ἀσε‐ βείας λοιμῶι ἐκκόψαι τὸν αἴτιον τῆς νόσου ταύτης. πέπαυται γὰρ τῆς ἱερωσύνης Νεστό‐ ριος πάρεργον τῆς ἑαυτοῦ ἀσεβείας γενόμενος, ἧς μάρτυρες ὑμεῖς ἐκ τῶν πρὸς ὑμᾶς τολμηθεισῶν πολλάκις παρ’ αὐτοῦ διαλέξεων, προσθήκη δὲ τῶν κακῶν καὶ ἡ ἐνταῦθα βλα‐ σφημία. οὔτε γὰρ ἡ ἐπαγγελθεῖσα ἁγία σύνοδος οὔτε τὸ πλῆθος τῶν ἐν εὐσεβείαι συνει‐
20λεγμένων ἐπέσχεν αὐτὸν τῆς ὁρμῆς, ἀλλὰ προσέθηκε βλασφημίας χαλεπωτέρας, διμηνιαῖον καὶ γαλακτοτροφηθέντα μὴ ἂν ἑλέσθαι προσκυνεῖν καὶ τὸν εἰς Αἴγυπτον φυγόντα μὴ ὀνο‐ μάζειν θεόν, ὡς ἐντεῦθεν πᾶσαν τὴν δι’ ἡμᾶς παρὰ τοῦ σωτῆρος γενομένην οἰκονομίαν μικροῦ γενέσθαι τοῖς ἁπλουστέροις ἀμφίβολον. τῆς δὲ ὑμετέρας εὐχῆς γενέσθω ἔργον ἐπιτεταμένως ἐπιτελουμένης πρὸς θεὸν τὸν ἄξιον τοῦ θρόνου καὶ τῆς μεγαλοπόλεως ἀνα‐
25δειχθῆναι τὸν ἐπισκοπήσειν τὰ ὑμέτερα μέλλοντα. τῆς γὰρ βασιλευούσης εὐσεβῶς ἰθυ‐ νομένης πόλεως, κοινὸν ταῖς ἁπανταχοῦ ἁγίαις τοῦ θεοῦ ἐκκλησίαις τὸ κέρδος γίνεται. Κύριλλος ἐπίσκοπος Ἀλεξανδρείας ἐρρῶσθαι ὑμᾶς ἐν κυρίωι εὔχομαι, ἀγαπητοὶ καὶ πο‐ θεινότατοι Φίλιππος πρεσβύτερος ἐκκλησίας ἀποστόλων
30Ἰουβενάλιος ἐπίσκοπος Ἱεροσολύμων

1,1,3

14

Ἀρκάδιος ἐπίσκοπος ληγάτος Προίεκτος ἐπίσκοπος ληγάτος Φίρμος ἐπίσκοπος Καισαρείας Φλαυιανὸς ἐπίσκοπος Φιλίππων
5 Μέμνων ἐπίσκοπος Ἐφέσου Θεόδοτος ἐπίσκοπος Ἀγκύρας Βερηνιανὸς ἐπίσκοπος Πέργης Ὄντων τῶν καθελόντων Νεστόριον ὑπὲρ τοὺς διακοσίους, ἠρκέσθημεν ταῖς ἐγκειμέναις ὑπογραφαῖς.
11Ἐπιστολὴ γραφεῖσα παρὰ τοῦ κλήρου Κωνσταντινουπόλεως πρὸς τὴν ἁγίαν σύνοδον Τοῖς θεοσεβεστάτοις καὶ ὁσιωτάτοις πατράσιν ἡμῶν τοῖς ἀθροισθεῖσιν κατὰ πρόσταγ‐ μα τῶν εὐσεβεστάτων βασιλέων ἐκ τῆς ὑφ’ ἥλιον ἐν τῆι Ἐφεσίων μητροπόλει Κυρίλλωι Ἰουβεναλίωι Μέμνονι Φλαυιανῶι Φίρμωι Θεοδότωι Ἀκακίωι Ἀμφιλοχίωι Ἐλευσίωι Παλλαδίωι
15Βερηνιανῶι Ἰκονίωι καὶ πάσηι τῆι λοιπῆι ἁγίαι συνόδωι παρὰ Δαλματίου Τιγρίου Σαμψω‐ νίου Μαξιμιανοῦ Ἰωάννου Εὐάνδρου Μοδεστιανοῦ Ἀδελφίου Φιλοθέου Εὐλογίου Βασιλίσκου Φλωρεντίου καὶ παντὸς τοῦ κατὰ Κωνσταντινούπολιν κλήρου. Ἀεὶ καὶ ἐκ νέας ἡλικίας τῶι ὀρθοδόξωι δόγματι σεμνυνόμενοι τὴν τῶν ἁγίων πατέρων παράδοσιν φυλάττειν σπου‐ δὴν τιθέμεθα. ταύτης δὲ πάλιν παρὰ τῆς ὑμετέρας ἁγιωσύνης πρώην εἰς μνήμην ἀχθέν‐
20τες δι’ ὧν ὁ θεοσεβέστατος καὶ ἁγιώτατος ἀρχιεπίσκοπος Κύριλλος ἐπιστεῖλαι πρὸς ἡμᾶς κατηξίωσε, χάριν ὡμολογήσαμεν τῶι σωτῆρι θεῶι. ὑπόγυον τοίνυν τὰ ὑπὲρ τῆς αὐτῆς πίστεως κατορθώματα πολλὰ καὶ μεγάλα δῆλα κατέστη ἡμῖν, διὸ καὶ τὴν καθαίρεσιν τοῦ πάλαι προεδρεύσαντος ἡμῶν Νεστορίου διὰ τὸ παραχαράξαι τὰ ἀποστολικὰ καὶ εἰλικρινῆ εὐσεβῆ τε διδάγματα γεγενῆσθαι παρὰ τῆς ὑμετέρας γνόντες θεοσεβείας τοὺς μνημονευθέντας ἡμῖν
25χάρτας παρὰ τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων Θεοδοσίου καὶ Οὐαλεντι‐ νιανοῦ ὡς ἀποσταλέντας παρ’ ὑμῶν, ὁσιώτατοι, ἐδεξάμεθα καὶ ἐπὶ τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας ἀθροισθείσης πανδήμου ἀναγνωσθῆναι εὐθὺς πεποιήκαμεν. ἴστω οὖν ἡ ὑμε‐ τέρα ἁγιωσύνη ὡς ὁ λαὸς σύμφωνος ἡμῖν γεγένηται καὶ πολλαῖς εὐφημίαις εἴς τε τὴν ὑμε‐ τέραν ἁγίαν καὶ οἰκουμενικὴν ἐχρήσατο σύνοδον εἴς τε τοὺς τροπαιούχους βασιλέας τοὺς
30φροντίδα ποιησαμένους τῆς θεοφιλοῦς ὑμῶν συνελεύσεως. ἡμεῖς δὲ ἡσθέντες τὰ ἐν
χερσὶν ἀντεγράψαμεν, καὶ δὴ παρακαλοῦμεν ὑπερεύχεσθαι μὲν ἡμῶν τὴν ἀοίδιμον ὑμῶν

1,1,3

15

θεοσέβειαν, φροντίδα δὲ θέσθαι τοῦ λειπομένου εἰς κατάστασιν τῆς παρ’ ἡμῖν ἁγίας τοῦ θεοῦ ἐκκλησίας. τοῦτο γὰρ καὶ μόνον ὑπόλοιπον εἶναι συνορᾶι ἡ ὑμετέρα μεγάλη τοῦ ὀρθοῦ δόγματος πρόνοια ὥστε πάντα ἐπὶ πέρας ἀχθῆναι τῶι δεσπότηι ἀρέσκον Χριστῶι καὶ μηδενὶ ἑτέρωι ἐπιγραφῆναι, ἀλλὰ τῆι ὑμετέραι ἁγιότητι τὰ καθ’ ἡμᾶς ἅπαντα καὶ τοῖς
5εὐσεβεστάτοις καὶ φιλοχρίστοις βασιλεῦσιν. Δαλμάτιος πρεσβύτερος καὶ ἀρχιμανδρίτης πατὴρ μοναστηρίων ὑπερεύχεσθαί μου παρα‐ καλῶ τὴν ὑμετέραν ἁγιωσύνην.
10Λίβελλοι ἐπιδοθέντες τῆι ἁγίαι συνόδωι παρὰ τῶν ἁγιωτάτων ἐπισκόπων Κυρίλλου Ἀλεξαν‐ δρείας καὶ Μέμνονος Ἐφέσου Τοῖς μετὰ τὴν ὑπατείαν τῶν δεσποτῶν ἡμῶν Φλαυίου Θεοδοσίου τὸ τρισκαιδέκατον καὶ Φλαυίου Οὐαλεντινιανοῦ τὸ τρίτον τῶν αἰωνίων αὐγούστων τῆι πρὸ ιζ Καλανδῶν Αὐγούστων συνόδου συγκροτηθείσης ἐν τῆι Ἐφεσίων μητροπόλει ἐκ θεσπίσματος τῶν θεοφιλε‐
15στάτων καὶ φιλοχρίστων βασιλέων καὶ καθεσθέντων ἐν τῆι ἁγιωτάτηι ἐκκλησίαι τῆι καλουμένηι Μαρίαι τῶν θεοφιλε‐ στάτων καὶ θεοσεβεστάτων ἐπισκόπων Κυρίλλου Ἀλεξανδρείας, διέποντος καὶ τὸν τόπον τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἀρχιεπισκόπου τῆς Ῥωμαίων ἐκκλησίας Κελεστίνου, καὶ Ἀρκαδίου ἐπισκόπου καὶ ληγάτου τῆς Ῥωμαίων καθέδρας καὶ Προιέκτου ἐπισκόπου καὶ ληγάτου τῆς
20Ῥωμαίων καθέδρας καὶ Φιλίππου πρεσβυτέρου καὶ ληγάτου καὶ Ἰουβεναλίου Ἱεροσολύμων καὶ Μέμνονος τῆς Ἐφεσίων καὶ Φλαυιανοῦ Φιλίππων, ἐπέχοντος καὶ τὸν τόπον Ῥούφου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Θεσσαλονικέων καὶ πάντων τῶν προταγέντων ἐπισκόπων ἐν τῆι στάσει τῶν ὑπομνημάτων Ἡσύχιος διάκονος εἶπεν· Ὁ τὰ πάντα ἁγιώτατος καὶ ὁσιώτατος ἀρχιεπίσκοπος τῆς
25Ἀλεξανδρέων ἁγίας ἐκκλησίας Κύριλλος καὶ ὁ ἁγιώτατος καὶ θεοσεβέστατος ἐπίσκοπος τῆς Ἐφεσίων Μέμνων λίβελλον ἐπιδεδώκασι τῆι ἁγιωτάτηι καὶ οἰκουμενικῆι συνόδωι τῆι κατὰ θέσπισμα τῶν θεοφιλεστάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων ἐν τῆιδε τῆι Ἐφεσίων μητρο‐ πόλει συγκροτηθείσηι, ὃν μετὰ χεῖρας ἔχοντες, εἰ κελεύσειεν ἡ ὑμετέρα ἁγιότης, ἀναγνω‐ σόμεθα.
30Ἰουβενάλιος ἐπίσκοπος Ἱεροσολύμων εἶπεν· Ἀναγινωσκέσθω ὁ ἐπιδοθεὶς λίβελλος παρὰ

1,1,3

16

τῶν ἁγιωτάτων καὶ ὁσιωτάτων ἐπισκόπων Κυρίλλου τῆς Ἀλεξανδρέων καὶ Μέμνονος τῆς Ἐφεσίων καὶ ἐνταττέσθω τοῖς πραττομένοις. Ἡσύχιος διάκονος ἀνέγνω Τῆι ἁγίαι συνόδωι τῆι κατὰ θεοῦ χάριν καὶ θέσπισμα τῶν θεοφιλεστάτων καὶ φιλο‐
5χρίστων βασιλέων συναχθείσηι ἐν τῆιδε τῆι Ἐφεσίων μητροπόλει Κύριλλος ἐπίσκοπος Ἀλεξανδρείας καὶ Μέμνων τῆς Ἐφεσίων. Εὐσεβὲς θέσπισμα ἐν τῆιδε τῆι Ἐφεσίων μητροπόλει καὶ ἡμᾶς καὶ τὴν ὑμῶν ὁσιότητα συνδραμεῖν ἐκέλευσεν, ὥστε τὸν ὀρθὸν τῆς ἀποστολικῆς πίστεως ὅρον κοινῆι ψήφωι κρατυνθῆναι, δοκιμασθῆναι δὲ καὶ τὴν καινοτομηθεῖσαν αἵρεσιν παρὰ Νεστορίου. ἀλλ’ ἡ μὲν ἁγία ὑμῶν σύνοδος, ὀρθὰ καὶ κανονικῶς πάντα πράττουσα, συν‐
10ήδρευσε μὲν ἐν τῆι ἁγίαι ἐκκλησίαι τῆι κατὰ τήνδε τὴν μητρόπολιν, ἐκάλεσε δὲ τὸν μνημο‐ νευθέντα Νεστόριον ὥστε εἰσελθεῖν εἰς τὸ συνέδριον καὶ ἀπολογήσασθαι ὑπὲρ ὧν ἔν τε ἐξηγήσεσι δεδυσφήμηκε καὶ ἐν ἰδίαις ἐπιστολαῖς ἀσεβεῖς καὶ ἀλιτηρίους ἀφιεὶς φωνὰς κατὰ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ, τρίτον δὲ αὐτὸν κληθέντα καὶ οὐκ ἀνασχόμενον ἀπαν‐ τῆσαι διὰ τὸ κακῶι συνειδότι πλήττεσθαι τοῖς τῆς ἐκκλησίας ἑπομένη θεσμοῖς καθαιρέσει
15ὑποβέβληκε, πάντα ἀκριβῶς ἐξετάσασα τὰ κατ’ αὐτὸν καὶ πληροφορηθεῖσα ὅτι καὶ αἱρετικὸς καὶ δύσφημός ἐστι. τούτων οὕτω πραχθέντων καὶ ἀνενεχθέντων εἰς γνῶσιν τῶν εὐσε‐ βεστάτων καὶ καλλινίκων ἡμῶν βασιλέων, ὀψὲ καὶ μόλις τὴν Ἐφεσίων καὶ ὅτε ἠβουλήθη, καταλαβὼν ὁ τῆς Ἀντιοχέων Ἰωάννης συναγαγών, ὡς ἐμάθομεν, τινὰς τῶν τὰ Νεστορίου φρονούντων, ὧν οἳ μέν εἰσι πάλαι καθηιρημένοι, οἳ δὲ οὐδὲ πόλεις ἔχουσιν, ἀλλ’ εἰσὶν ὀνό‐
20ματι μόνωι ἐπίσκοποι, ὥσπερ ἀγανακτήσας ὅτι δεδόξασται Χριστὸς καθαίρεσιν ὑπομείναντος δικαίαν τοῦ βλασφημοῦντος εἰς αὐτόν, οὐκ ἴσμεν ὅπως, εἴ γε ὅλως ἐστὶν ἀληθὲς τὸ θρυ‐ λούμενον, πάντα πατήσας θεσμὸν ἐκκλησιαστικὸν καὶ πάσας ὑβρίσας ἐκκλησιαστικὰς ἀκολου‐ θίας ἀσεβὲς καὶ παράνομον συνέταξε χαρτίον καὶ ἡμᾶς τῶι τῆς καθαιρέσεως ὀνόματι δύνα‐ σθαι πλήττειν νομίσας ὕβρισεν οὐ φορητῶς, καὶ ταῦτα τῆς μὲν ἁγίας συνόδου τῆς Νεστόριον
25καθελούσης ὑπὲρ τοὺς διακοσίους τὸν ἀριθμὸν ἁγίους ἐπισκόπους ἐχούσης, ἐκείνου δὲ συλ‐ λέξαντος αἱρετικοὺς καὶ διαβεβλημένους ἑτέρους τριάκοντά που τὸν ἀριθμόν, καίτοι οὔτε ὑπὸ θεσμῶν ἐκκλησιαστικῶν οὔτε ἐκ θεσπίσματος βασιλικοῦ ἐξουσίαν ἔχων ἢ δικάσαι τινὶ ἡμῶν ἢ γοῦν ὅλως ἐπιχειρῆσαί τι τοιοῦτον, μάλιστα κατὰ μείζονος θρόνου, ὁπότε εἰ καὶ ἐξῆν αὐτῶι δικάσαι, ἐχρῆν τοῖς κανόσιν ἐξακολουθῆσαι τοῖς ἐκκλησιαστικοῖς καὶ ὑπομνῆσαι τοὺς
30ὑβρισμένους ἡμᾶς μετὰ τῆς ἄλλης ἁπάσης ἁγίας ὑμῶν συνόδου καλέσαι πρὸς ἀπολογίαν. νυνὶ δὲ τούτων μηδὲν ὑπολογισάμενος μηδὲ τὸν τοῦ θεοῦ φόβον εἰς νοῦν βαλών, κατ’ αὐτὴν τὴν ὥραν καθ’ ἣν εἰσῆλθεν εἰς τὴν Ἐφεσίων, λεληθότως καὶ οὐδενὸς εἰδότος τὸ σύμπαν ἡμῶν τὸ τολμώμενον κατέπαιξε τῆς ἑαυτοῦ κεφαλῆς, ἵνα μὴ λέγωμεν τῶν τῆς ἐκκλησίας θε‐
σμῶν, καὶ ὑβρίζει ψήφωι καθαιρέσεως τοὺς μηδὲν εἰδότας μέχρι σήμερον κἂν γοῦν ποίαν

1,1,3

17

ἔσχεν εἰς τοῦτο πρόφασιν. ἐπειδὴ τοίνυν ἀκόλουθόν ἐστι μὴ οὕτω πατεῖσθαι τοὺς τῆς ἐκκλησίας θεσμοὺς μηδὲ εἰκῆι φέρεσθαι κατὰ μειζόνων ἢ καὶ λεληθότως τοιαῦτα τολμᾶν ἅπερ οὐκ ἂν ἔδρασεν οὐδὲ εἰς ἕνα τῶν τὸν τελευταῖον ἐν ἐκκλησίαις ἐχόντων βαθμὸν καὶ ὑπὸ χεῖρα πραττόντων τὴν αὐτοῦ, ἐνταῦθα δέ ἐστι μετὰ τῶν τοῦτο συνδεδρακότων αὐτῶι,
5ἀναγκαίως προσάγομεν τῆι ὑμετέραι θεοσεβείαι τάδε τὰ βιβλία, ὁρκίζοντες κατὰ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος μεταπεμφθῆναι αὐτόν τε τὸν Ἰωάννην καὶ τοὺς συνδραματουργήσαν‐ τας αὐτῶι ὥστε ἐλθόντας εἰς τὴν ἁγίαν σύνοδον ἀπολογήσασθαι ὑπὲρ τοῦ ἰδίου τολμήμα‐ τος· ἑτοίμως γὰρ ἔχομεν ἀποδεῖξαι αὐτὸν ἀνόσιον καὶ παράνομον τῆς καθ’ ἡμῶν ὕβρεως πεποιημένον τὸ ἐγχείρημα.
10 Ἀκάκιος ἐπίσκοπος Μελιτηνῆς εἶπεν· Περιττὴ μὲν ἡ περὶ τῶν αἰτιαθέντων ὑπόνοια, εἴ γε καὶ αὐτὴ ἀληθὴς εἴη, καὶ περιττὴ ἡ αἴτησις τῶν ἁγιωτάτων καὶ θεοφιλεστάτων ἐπι‐ σκόπων Κυρίλλου τῆς Ἀλεξανδρέων καὶ Μέμνονος τῆς Ἐφεσίων (οὐδὲ γὰρ οἷόν τε ἦν τοὺς ἀποστατήσαντας ἀπὸ τῆς ἁγίας συνόδου καὶ προστεθέντας τοῖς τῆι κακοδοξίαι Νεστορίου ἑαυτοὺς συνάψασι καὶ ὑπὸ ἔγκλημα τοσοῦτον καὶ τοιοῦτον γενομένους τολμᾶν τι κατὰ τῶν
15προέδρων τῆς οἰκουμενικῆς ταύτης συνόδου διαπράττεσθαι, μηδὲ ὅλως ἔχοντας αὐθεντίαν)· ἐπειδὴ δὲ ἤρεσε τῆι ὑμετέραι ὁσιότητι ὥστε καὶ περὶ τούτων αὐτοὺς εἰς κρίσιν ἑλκυσθῆναι, ὑπομνησθεὶς διὰ τῶν εὐλαβεστάτων ἐπισκόπων Ἀρχελάου καὶ Παύλου καὶ Πέτρου ὁ πρό‐ εδρος τῆς τοιαύτης ἀποστασίας ὁ τῆς Ἀντιοχέων ἐπίσκοπος Ἰωάννης περὶ ὧν ἠιτιάθη, ἀπολογήσεται τίνι λόγωι τοιαῦτα ἐτόλμησεν.
20 Καὶ ἀπελθόντων Ἀρχελάου ἐπισκόπου Μύνδου τῆς Καρίας καὶ Παύλου ἐπισκόπου Λάμπης τῆς Κρήτης καὶ Πέτρου ἐπισκόπου Παρεμβολῶν τῆς Παλαιστίνης καὶ ἐπανελθόντων, Φίρμος ἐπίσκοπος Καισαρείας Καππαδοκίας εἶπεν· Διδασκέτωσαν οἱ θεοσεβέστατοι ἐπί‐ σκοποι οἱ τὸ δήλωμα διακονῆσαι πρὸς τὸν εὐλαβέστατον ἐπίσκοπον Ἰωάννην ἐπιταχθέντες τίνος ἔτυχον παρ’ αὐτοῦ ἀποκρίσεως.
25 Παῦλος ἐπίσκοπος Λάμπης εἶπεν· Πεμφθέντες παρὰ τῆς ἁγίας ὑμῶν συνόδου πρὸς τὸν εὐλαβέστατον ἐπίσκοπον Ἰωάννην τῆς Ἀντιοχέων, πλησιάζοντες τῆι τούτου οἰκίαι ἐθεα‐ σάμεθα πλῆθος στρατιωτῶν καὶ ἑτέρων τινῶν ὅπλα καὶ ξίφη ἐπιφερομένων, οἳ μὴ συνεχώ‐ ρουν ἡμῖν πλησιάσαι τῶι πυλῶνι. μόλις δὲ πλησίον ἐγενόμεθα καὶ πολλῶν ῥηθέντων παρ’ ἡμῶν ὅτι εἰρηνικοί ἐσμεν· μὴ γὰρ πλῆθός ἐσμεν; τρεῖς ἐσμεν ἀποσταλέντες, δέξασθε
30ἡμᾶς· ἡ ἁγία σύνοδος ἀπέστειλεν ἡμᾶς ῥήματα ἔχοντας εἰρηνικὰ κανονικοῦ ἕνεκα πράγματος πρὸς τὸν εὐλαβέστατον ἐπίσκοπον Ἰωάννην, πολλῶν τοίνυν περιεστώτων ἡμᾶς, γνούς, ὡς ἔοικε, τὴν αἰτίαν δι’ ἣν ἀπεστάλημεν, οὐκ ἐδέξατο ἡμᾶς, πολλὰ δὲ παρὰ πολλῶν ἐρρέθη, ἐν οἷς καὶ δύσφημα ἦν κατὰ τῆς ἁγίας συνόδου καὶ κατὰ τῆς ὀρθοδόξου πίστεως, ἅτινα
διακονῆσαι διὰ τὸν γενόμενον ἐκεῖσε θόρυβον μετὰ ἀκριβείας οὐ δυνάμεθα.

1,1,3

18

Ἀρχέλαος ἐπίσκοπος Μύνδου εἶπε· Πολὺν θόρυβον καὶ κίνδυνον μικροῦ δεῖν ὑπεμεί‐ ναμεν ἐν τῆι οἰκίαι παραγενόμενοι τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἰωάννου, στρατιωτῶν ξίφη γυμνωσάντων καὶ ξύλα κρατούντων καὶ ἀπειλούντων ἡμῖν καὶ πλήθους ἑτέρου περιεστῶτος, καὶ πολλοὺς παρακαλέσαντες μηνυθῆναι, οὐκ οἶδα δι’ ἣν αἰτίαν, οὐκ ἐδέχθημεν.
5 Πέτρος ἐπίσκοπος Παρεμβολῶν εἶπε· Παραγενόμενος καὶ αὐτὸς ἅμα τοῖς εὐλαβεστά‐ τοις ἐπισκόποις εἰς τὴν οἰκίαν Ἰωάννου τοῦ εὐλαβεστάτου ἐπισκόπου, πολλῶν στρατιωτῶν ὅπλα ἐμφερομένων καὶ γυμνωσάντων καὶ περιστοιχισάντων ἡμᾶς, καὶ ἑτέρων δὲ πολλῶν σὺν αὐτοῖς ἐκεῖσε θορυβούντων καὶ ἀπειλούντων ἡμῖν καὶ βλάσφημα ἀφιέντων ῥήματα κατὰ τῆς ὀρθοδόξου πίστεως καὶ τῆς ἁγίας ὑμῶν καὶ θεοφιλοῦς συνόδου, παρακαλέσαντες
10μηνυθῆναι καὶ τὰ παρὰ τῆς ἁγίας συνόδου διακονῆσαι ῥήματα τῶι εὐλαβεστάτωι ἐπισκόπωι Ἰωάννηι, οὐκ ἐδέχθημεν, γνόντος, ὡς οἰόμεθα, τοῦ αὐτοῦ εὐλαβεστάτου ἐπισκόπου Ἰωάννου τὴν αἰτίαν ἐφ’ ἧι ἀπεστάλημεν· παρῆσαν γὰρ τινὲς τῶν αὐτοῦ κληρικῶν, οἷς εἰρήκαμεν ὅτιπερ ἀπεστάλημεν παρὰ τῆς ἁγίας συνόδου, οὐδεὶς δὲ ἡμᾶς δεχθῆναι συνεχώρησεν. Κύριλλος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Συνορᾶι ἡ ἁγία ὑμῶν σύνοδος ὅτι ἐγὼ μὲν καὶ
15ὁ εὐλαβέστατος καὶ θεοφιλέστατος συνεπίσκοπος Μέμνων ἐνταῦθα ἐσμὲν καθαρὸν ἔχοντες τὸ συνειδὸς καὶ τῆι ἑαυτῶν ὑπολήψει συστῆναι ηὐτρεπισμένοι, ἀλλ’ ὡς ἔοικε, μελέτη μία τῶι τε αἱρετικῶι Νεστορίωι καὶ τῶι ὑπερασπίζοντι τῶν αὐτοῦ δογμάτων Ἰωάννηι τῶι τῆς Ἀντιοχέων κατὰ τῶν τῆς ἁγίας ἐκκλησίας ἀπονοεῖσθαι θεσμῶν καὶ καλουμένους εἰς ἀπολο‐ γίαν ὧν πεπλημμελήκασιν, ὅπλοις τὰς ἑαυτῶν περιφράττειν οἰκίας ἀπροσίτους τε αὐτὰς
20ἀποφαίνειν τοῖς κανονικῶς καλοῦσιν εἰς ἀπολογίαν ὧν εὐθύνονται. ἐπειδὴ τοίνυν ὁ μνημονευθεὶς εὐλαβέστατος Ἰωάννης δεδιὼς τὸ ἴδιον πλημμέλημα ποικίλας ἀφορμὰς ὑπερ‐ θέσεως ἑαυτῶι πορίζεται, ὡς ἔστιν ἰδεῖν ἀφ’ ὧν ἐδίδαξαν οἱ θεοσεβέστατοι ἐπίσκοποι, μᾶλλον δέ, ὡς ἔφην, ἀφ’ ὧν ἀπρόσιτον τοῖς ἀποστελλομένοις παρὰ τῆς ἁγίας συνόδου τὴν ἑαυτοῦ κατεσκεύασεν οἰκίαν, δῆλός ἐστιν ἑαυτοῦ καταψηφιζόμενος καὶ τῶν οἰκείων τολμη‐
25μάτων κατηγορῶν δι’ ὧν ὑφορᾶται καὶ δέδιε τὴν ἄφιξιν τὴν εἰς τὴν ἁγίαν ταύτην καὶ με‐ γάλην σύνοδον. καταξιωσάτω τοίνυν ὑμῶν ἡ ὁσιότης, ἀσυνάρπαστον τὴν ἀκοὴν ἔχουσα καὶ τῆι φύσει τοῦ πράγματος ἐνορῶσα, τὰ μὲν καθ’ ἡμῶν ἀνοσίως παρ’ ἐκείνου τετολμη‐ μένα ταῖς ἐννομωτάταις ἀφανίσαι ψήφοις, ὁρίσαι δὲ τὰ δοκοῦντα κατὰ τοῦ τοιαύτην ὕβριν ἐπενεγκεῖν τολμήσαντος ἡμῖν.
30 Ἰουβενάλιος ἐπίσκοπος Ἱεροσολύμων εἶπεν· Ἐχρῆν μὲν Ἰωάννην τὸν εὐλαβέστατον ἐπίσκοπον Ἀντιοχείας ἐνθυμούμενον τὴν ἁγίαν καὶ μεγάλην καὶ οἰκουμενικὴν ταύτην σύνοδον εὐθέως εἰς ἀπολογίαν τῶν ἐπαγομένων αὐτῶι δραμεῖν [καὶ τὸν ἀποστολικὸν θρόνον συνε‐ δρεύοντα ἡμῖν τῆς μεγάλης Ῥώμης] καὶ τῶι ἀποστολικῶι τῆς Ἱεροσολύμων ἁγίας τοῦ θεοῦ
ἐκκλησίας ὑπακοῦσαι [καὶ τιμῆσαι], παρ’ ὧι μάλιστα ἔθος αὐτὸν τὸν Ἀντιοχέων θρόνον ἐξ

1,1,3

19

ἀποστολικῆς ἀκολουθίας καὶ παραδόσεως ἰθύνεσθαι καὶ παρ’ αὐτῶι δικάζεσθαι· ἐπειδὴ δὲ τῆι συνήθει ὑπεροψίαι χρώμενος τὴν ἑαυτοῦ οἰκίαν ὅπλοις περιέφραξε διὰ στρατιωτῶν καὶ ἰδιω‐ τῶν, ὡς οἱ καταθέμενοι θεοσεβέστατοι ἐπίσκοποι οἱ παρὰ τῆς ἁγίας ταύτης συνόδου πεμφ‐ θέντες ἐγνώρισαν ἡμῖν, τοῖς κανόσιν ἡμεῖς ἑπόμενοι καὶ τὴν ἀκολουθίαν φυλάττοντες πάλιν ἐκ
5δευτέρου αὐτὸν ὑπομνησθῆναι ὁρίζομεν. διαβάντες οὖν ἕτεροι θεοσεβέστατοι ἐπίσκοποι μετὰ τῆς αὐτῆς τῆς πρότερον ἐπιεικείας ὑπομνήσουσιν αὐτὸν παραγενέσθαι εἰς τὴν ἁγίαν σύνοδον καὶ ἀποκρίνασθαι τοῖς αὐτῶι ἐπαγομένοις. Καὶ ἀπελθόντων Τιμοθέου ἐπισκόπου Τερμεσσοῦ καὶ Εὐδοκιάδος καὶ Εὐσταθίου ἐπι‐ σκόπου Δοκιμίου καὶ Εὐδοξίου ἐπισκόπου Χώματος καὶ ἐπανελθόντων, Εὐδόξιος ἐπίσκο‐
10πος Χώματος ἐπαρχίας τῆς Λυκίας εἶπεν· Κατὰ τὴν κέλευσιν τῆς ὑμετέρας θεοσεβείας παραγενόμενοι εἰς τὴν οἰκίαν τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἰωάννου τῆς Ἀντιοχέων, εὕρο‐ μεν καὶ στρατιώτας περὶ τὴν οἰκίαν αὐτοῦ μετὰ ξιφῶν γυμνῶν καὶ κληρικούς τινας, παρ‐ εκαλέσαμεν δὲ τοὺς κληρικοὺς λέγοντες· ἀπεστάλημεν παρὰ τῆς ἁγίας συνόδου ἀπαγγεῖλαί τινα ῥήματα τῶι εὐλαβεστάτωι ἐπισκόπωι Ἰωάννηι καὶ καταξιώσατε μηνῦσαι ἡμᾶς. οἳ
15δὲ εἰσελθόντες καὶ μηνύσαντες ταῦτα, ὑποστρέψαντες ἀπόκρισιν ἡμῖν δεδώκασι λέγοντες ὅτι εἶπεν ὁ ἐπίσκοπος Ἰωάννης ὅτι ἡμεῖς ἀνθρώποις καθαιρεθεῖσι παρ’ ἡμῶν καὶ ἀκοινω‐ νήτοις οὖσιν ἀπόκρισιν οὐ ποιοῦμεν. ὡς δὲ ἠρωτήσαμεν παρὰ τίνος καθηιρέθημεν καὶ ἀκοι‐ νώνητοι γεγόναμεν, εἰρήκασιν ἡμῖν ὅτι παρὰ τοῦ ἐπισκόπου τῆς Ἀντιοχέων Ἰωάννου. ὡς δὲ ἐπέμψαμεν ἀκριβέστερον μαθεῖν, ἔφασαν ὅτι ἐπὶ ταβουλαρίων ταῦτα οὐ παραιτούμεθα εἰπεῖν.
20 Τιμόθεος ἐπίσκοπος Τερμεσσοῦ καὶ Εὐδοκιάδος εἶπεν· Ὡς ἐκέλευσεν ἡ θεοσέβεια ὑμῶν, παρεγενόμεθα ἐν τῆι οἰκίαι τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἰωάννου καὶ εὑρόντες πρὸ τῶν θυρῶν κληρικοὺς ἑστῶτας, ἐμηνύσαμεν ἀξιοῦντες δεχθῆναι καὶ κατὰ πρόσωπον εἰπεῖν τὰ ἐντεταλμένα ἡμῖν. οἳ δὲ εἰσελθόντες ταύτην ἡμῖν τὴν ἀπόκρισιν δεδώκασιν ὅτι ἡμεῖς ἀκοινωνήτοις καὶ καθηιρημένοις ἀπόκρισιν οὐ ποιοῦμεν· μὴ καμνέτωσαν καλοῦντες ἡμᾶς
25συνεχῶς. Εὐστάθιος ἐπίσκοπος Δοκιμίου εἶπε· Κατὰ τὴν κέλευσιν τῆς ὑμετέρας ὁσιότητος πα‐ ρεγενόμεθα ἐν τῆι οἰκίαι ἔνθα μένει ὁ εὐλαβέστατος ἐπίσκοπος Ἰωάννης τῆς Ἀντιοχέων, καὶ τοῖς ἐκεῖσε κληρικοῖς εὑρεθεῖσι παρηινέσαμεν μηνυθῆναι ὡς δεῖν ἡμᾶς συντυχεῖν τῶι αὐτῶι εὐλαβεστάτωι ἐπισκόπωι Ἰωάννηι καὶ εἰπεῖν τὰ παρὰ τῆς ἁγίας ταύτης συνόδου δι’ ἡμῶν
30δηλωθέντα αὐτῶι. οἳ δὲ εἰσελθόντες καὶ ἐπαναστρέψαντες πρὸς ἡμᾶς ἔφασαν ὅτιπερ ἡμεῖς καὶ καθείλομεν καὶ ἀκοινωνήτους πεποιήκαμεν καὶ μὴ καμνέτωσαν καλοῦντες ἡμᾶς. ἐπειρώμεθα δὲ μαθεῖν τὰ ὀνόματα τῶν εἰσελθόντων μηνῦσαι, καὶ εἰπεῖν οὐκ ἠβουλήθησαν, λέγοντες· κληρικοί ἐσμεν καὶ οὐ ταβουλάριοι.
Κύριλλος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ καὶ νῦν τῆι

1,1,3

20

ἁγίαι συνόδωι παρὼν τὰς τῶν πραγμάτων φύσεις ἐναργεῖς ἡμῖν κατέστησεν εἰπὼν ὅτι πᾶς ὁ τὰ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῆι τὰ ἔργα αὐτο. τοῦτο παθόντα καὶ νῦν τὸν εὐλαβέστατον Ἰωάννην τῆς Ἀντιοχείας [ἐπίσκοπον] ἡ ὑμετέρα που πάντως ὁσιότης καὶ νῆψις ὁρᾶι. εἰ γὰρ ἑαυ‐
5τῶι συνήιδει πεπραχώς τι καθ’ ἡμῶν κανονικὸν ἢ ἀρέσκον θεῶι, πῶς οὐκ ἐχρῆν αὐτὸν ἀφικέσθαι προθύμως εἰς τὴν ἁγίαν ταύτην καὶ οἰκουμενικὴν σύνοδον, ὥστε καὶ ψήφωι τῆι παρ’ ὑμῶν ἐπισφραγισθὲν αὐτοῦ τὸ ἐγχείρημα μᾶλλον ἰσχῦσαι καθ’ ἡμῶν, εἴπερ ἐπέπρακτο κατὰ θεσμοὺς ἐκκλησιαστικούς; ἐπειδὴ δὲ δέδιε τὸ μισοπόνηρον τῆς ἁγίας ταύτης καὶ με‐ γάλης συνόδου καὶ οἶδε δυσσεβῶς καὶ παρανόμως ἐνυβρίσας ἡμῖν, παραιτεῖται τὴν ἄφιξιν,
10ἵνα μὴ τὴν αὐτῶι πρεπωδεστάτην ὑπομείνηι τιμωρίαν καὶ ἀγανάκτησιν· κρύπτει γὰρ ἃ πε‐ πλημμέληκε, καὶ αἰσχύνεται ἐπὶ κριταῖς ὑμῖν ἐμφανίσαι τὴν ἑαυτοῦ παρανομίαν. ὅθεν παρακαλοῦμεν ἀποφήνασθαι τὴν ἁγίαν ταύτην σύνοδον ἐντεῦθεν ἤδη μηδεμίαν μὲν ἰσχὺν τὰ παρ’ ἐκείνου τετολμημένα καθ’ ἡμῶν ἔχειν, κληθέντα δὲ καὶ εἰς αὖθις ὑπὲρ ὧν δέδρακεν ἀνοσίως, ἐννόμωι καὶ δικαιοτάτηι ἀποφάσει τῆι παρ’ ὑμῶν καὶ ἀπὸ τῶν κανόνων ὑπε‐
15νεχθῆναι. Μέμνων ἐπίσκοπος Ἐφέσου εἶπεν· Ἡ ἀκανόνιστος γνώμη τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἰωάννου τῆς Ἀντιοχέων καὶ τῶν ἅμα αὐτῶι εὐαριθμήτων τινῶν, ἀφ’ ὧν ἐνεωτέρισε καὶ κατὰ τῶν θεσμῶν τῶν ἐκκλησιαστικῶν ἠτάκτησε, δήλη τῆι ὑμετέραι γεγένηται ὁσιότητι. ὅθεν καὶ ἡμεῖς τὰ ἐκείνωι τετολμημένα καθ’ ἡμῶν διὰ λιβέλλου ἀνεδιδάξαμεν τὴν ὑμετέραν
20ἁγιωσύνην, καὶ κανονικῶς κινούμενοι κεκλήκατε δι’ ὁσιωτάτων ἐπισκόπων συστῆναι αὐτὸν τοῖς παρ’ αὐτοῦ παρὰ τοὺς θεσμοὺς τοὺς ἐκκλησιαστικούς, μᾶλλον δὲ κατὰ τῆς ἐκκλησιαστικῆς ἀκολουθίας ἡμαρτημένοις καὶ ἀπολογήσασθαι ἐφ’ οἷς κατὰ τῶν κανόνων ἐθρασύνετο. ἀλλὰ σαθρῶι τῶι συνειδότι κεχρημένος ὑπακοῦσαι οὐκ ἠβουλήθη κληθείς. τούτου χάριν τὴν ἁγίαν καὶ οἰκουμενικὴν ὑμῶν παρεκαλέσαμεν σύνοδον τὰ μὲν παρ’ ἐκείνου ἀθέσμως πρα‐
25χθέντα καὶ τῶν ἅμα αὐτῶι εὐαριθμήτων ὄντων, ὧν τινὲς μὲν αἱρετικοὶ τυγχάνουσι, τινὲς δὲ μηδὲ πόλεις ἔχοντες καὶ ἕτεροι πολλαῖς αἰτίαις ὑπεύθυνοι ὄντες, ἀργὰ ἀφ’ ἑαυτῶν καὶ ἀνίσχυρα τυγχάνοντα διὰ τὸ ἐφ’ ὕβρει τῆς τῶν κανόνων εὐταξίας τετολμῆσθαι, καταλυθῆναι καὶ ψήφωι τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τήν τε ἡμετέραν ἀποδεχομένους ἔνστασιν περὶ τὴν ὀρθόδοξον πίστιν, ἣν παρὰ τῶν ἁγίων πατέρων παρειλήφαμεν, ὁρίσαι κατ’ ἐκείνων
30τὸ παριστάμενον. Ἡ ἁγία σύνοδος εἶπε· Μηδεμίαν ἰσχὺν μηδὲ ἀκολουθίαν ἔχειν τὰ πεπραγμένα, ἐπὶ πᾶσιν ἀκανονίστως Ἰωάννου κινηθέντος, ἐκ τῶν πεπραγμένων δεδήλωται. ἦ γὰρ ἂν ἐθάρσησε προσκαλούμενος παρὰ τῆς ἁγίας συνόδου συστῆναι τοῖς παρ’ αὐτοῦ νεωτερισθεῖσιν, εἴ τινα εἶχεν εὔλογον ἀκολουθίαν τὰ πεπραγμένα. ὅθεν ταῦτα μὲν οὐδὲ τὴν ἀρχὴν ἰσχυρὰ ὄντα
35οὔτε κανονικῶι γεγονότα λόγωι ἀνίσχυρα ἡ ἁγία σύνοδος ἀποφαίνεται, οὐδενὶ τῶν ὑβρι‐
σμένων πρόκριμα φέρειν δυνάμενα· τὸ δὲ ἀκόλουθον καὶ τὸ ἐπιβάλλον ἑαυτῆι ποιοῦσα ἡ

1,1,3

21

ἁγιωτάτη σύνοδος τὰ μὲν τήμερον πεπραγμένα ἀνοίσει εἰς γνῶσιν τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων βασιλέων, ὥστε μηδὲν ἀγνοηθῆναι τῶν θρασέως ἐφ’ ὕβρει τῆς ἁγίας συνόδου παρὰ Ἰωάννου τετολμημένων, ὁ δὲ εὐλαβέστατος ἐπίσκοπος Ἰωάννης καὶ τρίτηι προσκληθεὶς κλήσει εἰ μὴ ἀπαντήσειε, τηνικαῦτα τὰ ἐκ τῶν κανόνων αὐτῶι ἡ ἁγία καὶ οἰκουμενικὴ σύ‐
5νοδος ψηφιεῖται. Τοῖς μετὰ τὴν ὑπατείαν τῶν δεσποτῶν ἡμῶν Φλαυίου Θεοδοσίου τὸ τρισκαιδέκατον καὶ Φλαυίου Οὐαλεντινιανοῦ τὸ τρίτον τῶν αἰωνίων αὐγούστων πρὸ δεκαὲξ Καλανδῶν Αὐγούστων, [τῆι αὐτῆι ἡμέραι] τῆς ἁγίας συνόδου καθεσθείσης ἐκ τῆι αὐτῆι ἐκκλησίαι τῆι καλου‐
10μένηι Μαρίαι, τῶν θεοσεβεστάτων ἐπισκόπων, Κύριλλος ἐπίσκοπος Ἀλεξανδρείας εἶπε· Τῆι προτεραίαι τῆς ὑμετέρας ὁσιότητος ἐνθάδε συνεδρευούσης, παρόντων δὲ καὶ τῶν ἀπὸ τῆς μεγάλης Ῥώμης ἀπεσταλμένων ληγάτων ἤτοι τοποτηρητῶν τοῦ ἁγιωτάτου καὶ θεοσεβεστάτου ἐπισκόπου Κελεστίνου, βιβλία προσηγάγομεν ἐγώ τε καὶ ὁ θεοσεβέστατος ἐπίσκοπος Μέμνων τῆσδε τῆς Ἐφεσίων μητροπόλεως αἰτοῦν‐
15τες εἰς τὴν ἁγίαν ταύτην καὶ οἰκουμενικὴν σύνοδον κληθῆναι τὸν εὐλαβέστατον Ἰωάννην τῆς Ἀντιοχέων καὶ τοὺς σὺν αὐτῶι τὴν καθ’ ἡμῶν συνθέντας ὕβριν καὶ τῶι τῆς καθαιρέ‐ σεως ὀνόματι χρήσασθαι τολμήσαντας, ὥστε παρόντας ἀπολογήσασθαι καὶ ταῖς ἑαυτῶν συνειπεῖν ἀθυροστομίαις ἤτοι παρανόμοις ἐπιχειρήμασι. πάντα δὲ ἀκολούθως καὶ κανο‐ νικῶς ἡ ὑμετέρα πράττουσα θεοσέβεια κέκληκεν αὐτοὺς κλήσει πρώτηι καὶ δευτέραι, εὐλαβε‐
20στάτους καὶ θεοσεβεστάτους ἀποστείλασα ἐπισκόπους, καθὰ καὶ ἡ πίστις τῶν πεπραγμένων ὑπομνημάτων περιέχει· οἳ δὲ τοῖς παρ’ ἑαυτῶν τολμηθεῖσιν οὐκ ἔχοντες ἐφαρμόσαι λόγους οὔτε μὴν ἀπολογίας ἀνευρίσκοντες τρόπους (ἦ γὰρ ἂν ἔδραμον εὐθὺς ἐπὶ τήνδε τὴν ἁγίαν καὶ μεγάλην σύνοδον οἷς ἔδρασαν, συστησόμενοι), πρᾶγμα πεποιήκασιν αἰσχρόν τε καὶ ἀγυρτῶδες καὶ τοῖς ἐν ἀγορᾶι πρέπον. δέον, εἴπερ ἐβούλοντό τι τῆι μεγάληι ταύτηι συν‐
25όδωι καταστῆσαι φανερόν, ἀφικέσθαι μᾶλλον μετ’ εὐταξίας καὶ τῆς πρεπούσης Χριστιανοῖς εὐκοσμίας εἰπεῖν τε ἃ δεῖ καὶ ἀκοῦσαι, καίτοι μηδενὸς τοῦ κωλύοντος ὄντος αὐτούς (οὐ γὰρ ἑστήκασι στρατιῶται πρὸ τῆς ἁγίας συνόδου, καθὰ καὶ πρὸ τῶν οἰκημάτων ἐν οἷς εἰσι), χαρτίον συνθέντες ἀπονοίας τε ὁμοῦ καὶ ἀμαθίας μεστὸν προύθεσαν δημοσίαι, πᾶσαν εἰς θορύβους, μᾶλλον δὲ εἰς κατάγνωσιν τῆς ἑαυτῶν δυσβουλίας διανιστάντες τὴν πόλιν. εἰ
30μὲν οὖν τοῦτο πεπράχασιν, ἵνα λυπώμεθα θεωροῦντες ἀσχημονοῦσαν ὑπόληψιν ἀδελφῶν

1,1,3

22

καὶ γελωμένην παρὰ πάντων, ἀρκούντως λελυπήμεθα· πλειστάκις γὰρ τοῦτο δράσαντες ἐγελάσθησαν. εἰ δὲ ἀληθῶς, ὡς ἐν τῶι παρ’ αὐτῶν προτεθέντι χαρτίωι περιέχει, ὡς ἐξάρχους ἡμᾶς τῆς Ἀπολιναρίου γεγονότας αἱρέσεως ἤτοι τὰ ἐκείνου πεφρονηκότας πώποτε διελέγχειν ἔχουσι, καὶ νῦν ἡκέτωσαν, διελεγχέτωσαν, ἀποφαινέτωσαν αἱρετικούς, εἰ δύνανται,
5καὶ μὴ ῥήμασιν ἁπλῶς περιυβριζέτωσαν κενοῖς, ἐννοοῦντες τὴν θείαν ἀγανάκτησιν· ἔφη γάρ που θεὸς ὁ τῶν ὅλων κριτὴς ὅτι μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται, καὶ διὰ φωνῆς τοῦ μακαρίου Δαυίδ· καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις. ἡμεῖς γὰρ οὔτε τὰ Ἀπολιναρίου πεφρονήκαμεν πώποτε οὔτε τὰ Ἀρείου οὔτε τὰ Εὐνομίου, ἀλλ’ ἐκ μι‐ κρᾶς ἡλικίας τὰ ἱερὰ γράμματα μεμαθήκαμεν καὶ εἰς χεῖρας πατέρων τεθράμμεθα ὀρθοδόξων
10καὶ ἁγίων, ἀναθεματίζομεν δὲ καὶ Ἀπολινάριον καὶ Ἄρειον καὶ Εὐνόμιον καὶ Μακεδόνιον Σαβέλλιον Φωτεινὸν Παῦλον καὶ Μανιχαίους, καὶ ἑτέραν δὲ πᾶσαν αἵρεσιν καὶ πρὸς τούτοις ἔτι τὸν τῶν νέων βλασφημιῶν εὑρετὴν Νεστόριον καὶ τοὺς τούτου κοινωνοὺς καὶ ὁμόφρονας καὶ τοὺς φρονοῦντας τὰ Κελεστίου ἤτοι Πελαγίου, οὐ πεφρονηκότες τὰ ἐκείνων πώποτε οὐδὲ νῦν ἐκ μετανοίας εἰς τὸ θέλειν τὰ ὀρθὰ φρονεῖν ἀφιγμένοι, ἀλλ’, ὡς ἔφην, ἐντεθραμμένοι
15τοῖς ὀρθοῖς καὶ ἀποστολικοῖς τῆς ἐκκλησίας δόγμασιν. ἐπειδὴ δὲ χρὴ τοὺς ἅπαξ τεταγμέ‐ νους εἰς ἱερωσύνην ἀληθεῖς ὁρᾶσθαι κἀκεῖνα λαλεῖν ἅπερ ἴσασιν οὕτως ἔχειν, καὶ νῦν πα‐ ρακαλοῦμεν τὴν ἁγίαν ταύτην καὶ μεγάλην σύνοδον μεταπέμψασθαι κανονικῶς αὐτόν τε τὸν εὐλαβέστατον Ἰωάννην τὸν τῆς Ἀντιοχέων καὶ τοὺς σὺν αὐτῶι τὴν καθ’ ἡμῶν συνθέντας συκοφαντίαν· ἔστι γὰρ ἀκόλουθον αὐτοὺς καὶ ἀναγκαῖον παρόντας ἢ αἱρετικοὺς ἡμᾶς δεῖξαι
20καὶ τὰ Ἀπολιναρίου πεφρονηκότας, καθά φασιν, ἢ γοῦν ἀνανεύοντας τὴν ἄφιξιν καὶ ὀκνοῦντας πρὸς τοὺς ἐλέγχους αὐτόθεν καταγινώσκεσθαι, μάλιστα ὅτι, καθὰ πάλιν ἐν τῶι προτεθέντι παρ’ αὐτῶν χαρτίωι γέγραπται, ψυχρὰς καὶ ἑώλους συκοφαντίας εἰς τὰς τῶν εὐσεβεστάτων βασιλέων ἀνενηνόχασιν ἀκοάς. δεῖ δὲ μάλιστα ὑμῶν τὴν ὁσιότητα πλείστην θέσθαι φροντίδα τοῦ μὴ παραλογίζεσθαι πρός τινος τὰς εὐσεβεῖς τῶν κρατούντων ἀκοάς, εἰδυῖαν
25τὸ εἰρημένον παρὰ τῆς θείας γραφῆς· μηδὲν ψεῦδος ἀπὸ γλώσσης βασιλεῖ λε‐ γέσθω καὶ οὐδὲν ψεῦδος ἀπὸ στόματος αὐτοῦ οὐ μὴ ἐξέλθηι. Ἡ ἁγία σύνοδος εἶπεν· Ἀκόλουθος καὶ νῦν ἡ αἴτησις τῶν θεοφιλεστάτων καὶ ὁσιω‐ τάτων ἐπισκόπων Κυρίλλου τῆς Ἀλεξανδρείας καὶ Μέμνονος τῆς Ἐφεσίων. ὅθεν καὶ κατὰ τὴν σήμερον ἡμέραν διαβάντες θεοφιλέστατοι ἐπίσκοποι Δανιὴλ καὶ Κόμοδος καὶ
30Τιμόθεος μετὰ παραναγνωστικοῦ ὑπομνήσουσι τὸν εὐλαβέστατον Ἰωάννην τὸν τῆς Ἀντιο‐ χέων ἐπίσκοπον ἐλθόντα μετὰ τῶν ἅμα αὐτῶι τὴν αἰτίασιν ὑπομεινάντων τὴν ἀπολογίαν ὧν ἐγκαλοῦνται, ποιήσασθαι.
Καὶ ἀπελθόντων τῶν εὐλαβεστάτων ἐπισκόπων Δανιήλου Κολωνείας καὶ Κομόδου Τρι‐

1,1,3

23

πόλεως Λυδίας καὶ Τιμοθέου Γέρμης Ἑλλησπόντου μετὰ Μουσωνίου νοταρίου μετὰ παρανα‐ γνωστικοῦ περιέχοντος οὕτως Ἐπειδὴ εἰρηνικῶς τὰ τῶν κανόνων βουλομένη τυποῦν ἡ ἁγία σύνοδος διττῆι κλήσει ἐκάλεσε τὴν σὴν εὐλάβειαν καὶ οὐχ ὑπήκουσας, ὥστε ἢ συστῆναι οἷς ἐφύβρισας, ἢ διορ‐
5θώσασθαι, τούτου ἕνεκεν τέως μὲν ἡ ἁγία σύνοδος οὐδὲν ἐπισκοπικὸν συγχωρεῖ σοι πράττειν ἐξ οἰκείας ἀποφάσεως οὐδέ τινι τῶν μετὰ σοῦ· εἰ δὲ τῆι τρίτηι ταύτηι κλήσει μὴ ὑπακούσας παραγένοιο, τὰ τοῖς κανόσι δοκοῦντα ἐφ’ ὑμῖν ὁρισθήσεται καὶ ἐπανελθόντων, Δανιὴλ ἐπίσκοπος Κολωνείας εἶπε· Παρεγενόμεθα ὅπου προσέταξεν ἡ θεοσέβεια ὑμῶν, τουτέστιν εἰς τὴν οἰκίαν τοῦ θεοσεβεστάτου ἐπισκόπου Ἰωάννου, καὶ
10μήκοθεν μὲν κατέβημεν τῶν ὑποζυγίων, μετὰ πολλῆς δὲ τῆς παρακλήσεως δεδηλώκαμεν τοῖς κληρικοῖς ὅτιπερ παρεγενόμεθα ἀποσταλέντες παρὰ τῆς ἁγίας ὑμῶν συνόδου. εὕρομεν δὲ ἐκεῖ ἑστῶτα Ἀσφάλιον τὸν πρεσβύτερον, ὅς ἐστι μὲν τῆς Ἀντιοχέων ἐκκλησίας, ἐκδικεῖ δὲ ἐν Κωνσταντινουπόλει τὰ πράγματα τῆς αὐτῆς ἐκκλησίας. οὗτος ἐγγύτερον ἡμᾶς ἤγαγε τοῦ οἴκου ἐν ὧι μένει ὁ θεοσεβέστατος ἐπίσκοπος Ἰωάννης, καὶ συνῆν ἡμῖν κωλύων
15τοὺς ἐπερχομένους. τοῖς δὲ στρατιώταις ὁμολογοῦμεν χάριν· διὰ γὰρ τοῦ γνωρίσαι τὸν πάντα θεοσεβέστατον ἐπίσκοπον Κόμοδον τῶι εἶναι ἐν τῆι πόλει αὐτοῦ ἐγκαθεστῶτας, ἐπέ‐ σχον πάντας τοὺς καθ’ ἡμῶν ὡρμημένους κληρικούς. μηνυσάντων δὲ αὐτῶι Ἀσφαλίου καὶ ἑτέρων κληρικῶν, κατῆλθε πρὸς ἡμᾶς ὁ ἀρχιδιάκονος αὐτοῦ (τὸ μὲν ὄνομα αὐτοῦ οὐκ ἴσμεν, ἐστὶ δὲ σπανὸς ὁ ἄνθρωπος, ὕπωχρος μικροφυής) ἐπιφερόμενος χαρτίον, ὃ προσφέ‐
20ρων ἡμῖν ἔλεγεν ὅτι ἡ ἁγία σύνοδος ὑμῖν ἀπέστειλε τοῦτο ὥστε ὑποδέξασθαι. εἰρήκα‐ μεν· ἡμεῖς ἀπεστάλημεν εἰπεῖν τὰ παρὰ τῆς ἁγίας συνόδου, οὐ μὴν δέξασθαι γραμμά‐ τιον. οὔτε γὰρ ἡμεῖς χάρτην ἐκομίσαμεν οὔτε ὑποδεχόμεθα χάρτην, δήλωμα δὲ εἰρηνικὸν ἐκομίσαμεν. παρακαλεῖ γὰρ ἡ ἁγία σύνοδος συνεδρεῦσαι τὸν κύριν Ἰωάννην καὶ ἀπαν‐ τῆσαι εἰς τὴν σύνοδον. ἀπεκρίνατο ἡμῖν ὁ ἀρχιδιάκονος· οὐκοῦν ἐκδέξασθε ἵνα μηνύσω
25ταῦτα τῶι ἐπισκόπωι. ὑπέστρεψε καὶ ἐπανελθὼν πάλιν προσήγαγεν ἡμῖν τὸ αὐτὸ χαρτίον, λέγων τοῦτο· μήτε ὑμεῖς πέμπετε πρὸς ἡμᾶς, οὔτε ἡμεῖς πέμπομεν πρὸς ὑμᾶς· τύπον γὰρ ἐκδεχόμεθα παρὰ τοῦ βασιλέως, ἐπειδήπερ ἅπαξ ἐκεῖ τὰ δόξαντα ἡμῖν ἀνηνέγκα‐ μεν. ἡμῶν δὲ εἰρηκότων ὅτι οὐκοῦν ἀκούσατε καὶ τὰ παρὰ τῆς συνόδου, ἀπεπήδησε λέγων· οὐκ ἐδέξασθε τὸ χαρτίον, οὐκ ἀκούω τὰ τῆς συνόδου. ταῦτα μὲν οὕτως·
30Ἀσφαλίωι δὲ προπέμποντι ἡμᾶς καὶ Ἀλεξάνδρωι πρεσβυτέροις εἴπομεν ταῦτα ὅτι ἡ ἁγία σύνοδος τὰ σπλάγχνα τῆς εἰρήνης καὶ τῆς ἀγάπης καὶ τῆς χρηστότητος ἐπιδείκνυται πρὸς τὸν κύριν Ἰωάννην καὶ μάλιστα μέν, ἐπειδὴ κληθεὶς δεύτερον οὐκ ἠβουλήθη παραγενέσθαι, ἐδικαίωσεν αὐτὸν μηδὲν ἱερατικὸν πράττειν· τῆι δὲ τρίτηι κλήσει παρακαλεῖ αὐτὸν συνελ‐
θεῖν, ἵνα μὴ ἀναγκασθῆι κανονικόν τι κατ’ αὐτοῦ ἐξενεγκεῖν.

1,1,3

24

Κόμοδος ἐπίσκοπος Τριπόλεως τῆς Λυδίας εἶπε· Συνωιδὰ τοῖς εἰρημένοις παρὰ τοῦ θεοσεβεστάτου καὶ ὁσιωτάτου ἐπισκόπου Δανιήλου καὶ ἡμεῖς καὶ ἐθεασάμεθα καὶ κατατιθέ‐ μεθα τὰ αὐτά. Τιμόθεος ἐπίσκοπος Γερμῶν Ἑλλησπόντου εἶπε· Συνωιδὰ τοῖς εἰρημένοις παρὰ τοῦ
5θεοσεβεστάτου καὶ ὁσιωτάτου ἐπισκόπου Δανιήλου καὶ ἡμεῖς καὶ ἐθεασάμεθα καὶ κατατι‐ θέμεθα. Ἡ ἁγία σύνοδος εἶπεν· Ἀκολούθως καὶ νῦν ἡ ὑπόμνησις γεγένηται παρὰ τῶν θεοσε‐ βεστάτων ἐπισκόπων Δανιήλου καὶ Κομόδου καὶ Τιμοθέου καὶ τὴν αἰτίαν δηλωσάντων ἐφ’ ἧι ἀπεστάλησαν, καὶ εἰς ἱερατικοὺς ἀνενεγκόντων τὴν γνῶσιν, ὡς μηδὲν ἀγνοῆσαι τὸν εὐλα‐
10βέστατον ἐπίσκοπον Ἰωάννην τῶν δηλωθέντων μηδὲ ἔχειν σκήψει τινὶ χρήσασθαι εἰς ἀπο‐ λογίαν τὴν ἄγνοιαν προβαλλόμενον. Κύριλλος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ὅτι πάρειμι καὶ νῦν ἐξαιτῶν ἀπολογίας ἅμα τῶι εὐλαβεστάτωι ἐπισκόπωι Μέμνονι ὑπὲρ ὧν εἰς ἡμᾶς πεπλημμέληκε παρὰ τοὺς θεσμοὺς τῆς ἐκκλησίας καὶ παρὰ πάντα λόγον ὁ εὐλαβέστατος τῆς Ἀντιοχέων Ἰωάννης, ἡ ἁγία
15ὑμῶν σύνοδος συνορᾶι, καὶ ἐστὶν οὐκ ἀμφίβολον ὡς εἴπερ ἐδεδίειμεν τοὺς παρ’ αὐτῶν ἐλέγχους, οὐκ ἂν ἐχρησάμεθα τοιαύτηι παρρησίαι, ὥστε παρακαλέσαι καὶ τρίτηι ταύτηι κλή‐ σει προτραπῆναι τὸν μνημονευθέντα ἐλθεῖν καὶ χρήσασθαι οἷσπερ ἂν βούλοιτο καθ’ ἡμῶν λόγοις. ἐπειδὴ δὲ ὑπερθέσεις πλάττεται ποικίλας, ἄλλοτε ἄλλας ἐπινοῶν ἀφορμάς (ὁ γὰρ ἁλοὺς νήχεται λόγοις κατὰ τὸ γεγραμμένον), ἀκόλουθόν ἐστι τὴν ἁγίαν ταύτην καὶ
20οἰκουμενικὴν σύνοδον τὰ τοῖς ἐκκλησιαστικοῖς δοκοῦντα θεσμοῖς ἀποκρίνασθαι. Ἡ ἁγία σύνοδος εἶπεν· Ἔδει μὲν κανονικῶς κινηθεῖσαν τὴν ἁγίαν ταύτην σύνοδον ἐπὶ ταῖς ὕβρεσι ταῖς κατὰ τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου ἀρχιεπισκόπου Κυρίλλου καὶ τοῦ θεοφιλεστάτου καὶ ὁσιωτάτου συνεπισκόπου Μέμνονος ταῖς γενομέναις παρὰ τοῦ εὐλα‐ βεστάτου ἐπισκόπου τῆς Ἀντιοχέων Ἰωάννου καὶ τῶν σὺν αὐτῶι μετὰ τὴν τρίτην ταύτην
25κλῆσιν τὴν παρ’ ἡμῶν γενομένην, ἧς οὐδαμῶς ὑπακοῦσαι ἠνέσχετο οὔτε μὴν ἀπαντῆσαι εἰς τὸ συνέδριον τῆς ἁγίας συνόδου καὶ ἐμφανεῖς καταστῆσαι τὰς αἰτίας δι’ ἃς παρὰ τοὺς θεσμοὺς καὶ τοὺς κανόνας τῆς ἐκκλησίας ἐπὶ τοιοῦτον ὥρμησαν νεωτερισμόν, ἀξίαν τῆς τοσαύτης ἀπονοίας ἐξενεγκεῖν κατ’ αὐτοῦ τε καὶ τῶν σὺν αὐτῶι τὴν ἀπόφασιν· ἐπειδὴ δὲ ἐπισκοπικῆς χρηστότητος ἔργον εἶναι ἐλογισάμεθα μακροθυμίαι βαστάσαι τὰ γεγονότα, τέως
30μὲν ἐπὶ τοῦ παρόντος κατὰ τὰ ἤδη τετυπωμένα ἀλλότριος ἔστω αὐτός τε Ἰωάννης καὶ οἱ σὺν αὐτῶι τοῦτο δραματουργήσαντες Ἰωάννης Δαμασκοῦ
Ἀλέξανδρος Ἀπαμείας

1,1,3

25

Δεξιανός Ἀλέξανδρος Ἱεροπόλεως Ἱμέριος Νικομηδείας Φριτίλας Ἡρακλείας
5Ἑλλάδιος Ταρσοῦ Μαξιμῖνος Ἀναζάρβου Δωρόθεος Μαρκιανουπόλεως Πέτρος Τραιανουπόλεως Παῦλος Ἐμίσης
10Πολυχρόνιος Ἡρακλεωτῶν πόλεως Εὐθήριος Τυάνων Μελέτιος Νεοκαισαρείας Θεοδώρητος Κύρου Ἀπρίγγιος Χαλκίδος
15Μακάριος Λαοδικείας τῆς μεγάλης Ζῶσυς Ἐσβοῦντος Σαλούστιος Κωρύκου Κιλικίας Ἡσύχιος Κασταβάλης Κιλικίας Οὐαλεντῖνος Μουτλουβλάκης
20Εὐστάθιος Παρνασοῦ Φίλιππος Θεοδοσιανῶν Δανιήλ, Ἰουλιανός, Κύριλλος, Ὀλύμπιος Διογένης 〈Ἰωνο〉πόλεως Θεοφάνιος Φιλαδελφείας [πώλιος]
25 Ταριανὸς Αὐγούστης Αὐρήλιος Εἰρηνουπόλεως Μουσαῖος Ἀράδου Ἑλλάδιος Πτολεμαίδος τῆς ἐκκλησιαστικῆς κοινωνίας, μηδεμίαν ἔχοντες ἄδειαν ὡς ἐξ αὐθεντίας ἱερατικῆς εἰς τὸ
30δύνασθαί τινας βλάπτειν ἐκ ταύτης ἢ ὠφελεῖν, ἄχρις ἂν ἑαυτῶν καταγνόντες τὸ οἰκεῖον ὁμολογήσωσι σφάλμα, εἰδότες ὡς εἰ μὴ τοῦτο ἐν τάχει ποιήσειαν, τὴν τελείαν ἐκ τῶν κα‐ νόνων ἑαυτοῖς ἐπισπάσονται ἀπόφασιν, προδήλου κἀκείνου τυγχάνοντος ὅτι οὐδὲ τὰ ἤδη πρότερον παρ’ αὐτῶν ἀθέσμως καὶ παρὰ τοὺς κανόνας ἐφ’ ὕβρει τῶν θεοφιλεστάτων καὶ ἁγιωτάτων ἐπισκόπων καὶ προέδρων τῆς ἐκκλησίας Κυρίλλου καὶ Μέμνονος γενόμενα ἰσχὺν
35ἔχει τινὰ κατὰ τὰ ἤδη καὶ τῆι προτεραίαι διαλαληθέντα. ἀνενεχθήσεται δὲ πάντα τὰ πεπραγμένα ταῖς εὐσεβέσι καὶ φιλοχρίστοις ἀκοαῖς τῶν θεοφιλεστάτων βασιλέων, ὡς καὶ
τὰς θείας ἀκοὰς γνῶναι τὰ παρακολουθήσαντα.

1,1,3

26

Ἰουβενάλιος ἐπίσκοπος Ἱεροσολύμων ὑπέγραψα Ἑρμηνεία τῶν ὑπογραφῶν· Ἀρκάδιος ἐπίσκοπος καὶ πρεσβευτὴς τῆς ἀποστολικῆς καθέδρας ὑπέγραψα. Προίεκτος ἐπίσκοπος καὶ πρεσβευτὴς τῆς ἀποστολικῆς καθέδρας ὑπέγραψα. Φίλιππος πρεσβύτερος τῆς ἀποστολικῆς καθέδρας καὶ πρεσβευτὴς ὑπέγραψα.
5Ὑπέγραψαν δὲ καὶ οἱ λοιποὶ πάντες.
8 Ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος ἡ ἐν Ἐφέσωι συγκροτηθεῖσα ἐκ θεσπίσματος τῶν εὐσεβεστάτων βασιλέων τοῖς καθ’ ἑκάστην ἐπαρχίαν τε καὶ πόλιν ἐπισκόποις πρεσβυτέροις
10διακόνοις καὶ παντὶ τῶι λαῶι. Συναχθέντων ἡμῶν κατὰ τὸ εὐσεβὲς γράμμα ἐν τῆι Ἐφεσίων μητροπόλει, ἀπεστάτησαν τινὲς ἐξ ἡμῶν, ὄντες τὸν ἀριθμὸν τριάκοντα μικρῶι πρός, ἔξαρχον τῆς ἑαυτῶν ἀποστασίας ἐσχηκότες τὸν τῆς Ἀντιοχέων ἐπίσκοπον Ἰωάννην, ὧν καὶ τὰ ὀνόματά ἐστι ταῦτα πρῶτος αὐτὸς Ἰωάννης ὁ Ἀντιοχείας Συρίας
15καὶ Ἰωάννης Δαμασκοῦ Ἀλέξανδρος Ἀπαμείας Ἀλέξανδρος Ἱεραπόλεως Ἱμέριος Νικομηδείας Φριτίλας Ἡρακλείας
20Ἑλλάδιος Ταρσοῦ Μαξιμῖνος Ἀναζάρβου Δωρόθεος Μαρκιανουπόλεως Πέτρος Τραιανουπόλεως Παῦλος Ἐμίσης
25Πολυχρόνιος Ἡρακλεωτῶν πόλεως Εὐθήριος Τυάνων Μελέτιος Νεοκαισαρείας Θεοδώρητος Κύρου Ἀπρίγγιος Χαλκίδος
30Μακάριος Λαοδικείας τῆς μεγάλης
Ζῶσυς Ἐσβοῦντος

1,1,3

27

Σαλούστιος Κωρύκου Κιλικίας Ἡσύχιος Κασταβάλης Κιλικίας Οὐαλεντῖνος Μουτλουβλάκης Εὐστάθιος Παρνασοῦ
5Φίλιππος Θεοδοσιανῶν Δανιήλ τε καὶ Δεξιανός Ἰουλιανός τε καὶ Κύριλλος Ὀλύμπιός τε καὶ Διογένης 〈Ἰωνο〉πόλεως Θεοφάνης Φιλαδελφείας
10 Ταριανὸς Αὐγούστης Αὐρήλιος Εἰρηνουπόλεως Μουσαῖος Ἀράδου Ἑλλάδιος Πτολεμαίδος οἵτινες τῆς ἐκκλησιαστικῆς κοινωνίας, μηδεμίαν ἔχοντες ἄδειαν ὡς ἐξ αὐθεντίας ἱερατικῆς
15εἰς τὸ δύνασθαι τινὰς βλάπτειν ἐκ ταύτης ἢ ὠφελεῖν διὰ τὸ καὶ τινὰς ἐν αὐτοῖς εἶναι κα‐ θηιρημένους, πρὸ πάντων μὲν τὰ Νεστορίου καὶ τὰ Κελεστίου φρονήματα ἐπιφερόμενοι σαφέστατα ἀπεδείχθησαν ἐκ τοῦ μὴ ἑλέσθαι μεθ’ ἡμῶν Νεστορίου καταψηφίσασθαι· οὕσ‐ τινας δόγματι κοινῶι ἡ ἁγία σύνοδος πάσης μὲν ἐκκλησιαστικῆς κοινωνίας ἀλλοτρίους ἐποί‐ ησεν, πᾶσαν δὲ αὐτῶν ἐνέργειαν ἱερατικὴν περιεῖλεν, δι’ ἧς ἠδύναντο βλάπτειν ἢ ὠφε‐
20λεῖν τινας. Ἐπειδὴ δὲ ἐχρῆν καὶ τοὺς ἀπολειφθέντας τῆς συνόδου καὶ μείναντας κατὰ χώραν ἢ πόλιν διά τινα αἰτίαν ἢ ἐκκλησιαστικὴν ἢ σωματικὴν μὴ ἀγνοῆσαι τὰ περὶ αὐτῶν τετυπω‐ μένα, γνωρίζομεν τῆι ὑμετέραι ἁγιότητί τε καὶ ἀγάπηι ὅτιπερ εἴτε ὁ μητροπολίτης τῆς ἐπαρχίας ἀποστατήσας τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου προσέθετο τῶι τῆς ἀποστασίας
25συνεδρίωι ἢ μετὰ τοῦτο προστεθείη ἢ τὰ Κελεστίου ἐφρόνησεν ἢ φρονήσει, οὗτος κατὰ τῶν τῆς ἐπαρχίας ἐπισκόπων διαπράττεσθαί τι οὐδαμῶς δύναται, πάσης ἐκκλησιαστικῆς κοινω‐ νίας ἐντεῦθεν ἤδη ὑπὸ τῆς συνόδου ἐκβεβλημένος καὶ ἀνενέργητος ὑπάρχων, ἀλλὰ καὶ αὐτοῖς τοῖς τῆς ἐπαρχίας ἐπισκόποις καὶ τοῖς πέριξ μητροπολίταις τοῖς τὰ τῆς ὀρθοδοξίας φρο‐ νοῦσιν ὑποκείσεται εἰς τὸ πάντηι καὶ τοῦ βαθμοῦ τῆς ἐπισκοπῆς ἐκβληθῆναι.
30Εἰ δέ τινες ἐπαρχιῶται ἐπίσκοποι ἀπελείφθησαν τῆς ἁγίας συνόδου καὶ τῆι ἀποστα‐
σίαι προσετέθησαν ἢ προστεθῆναι πειραθεῖεν ἢ καὶ ὑπογράψαντες τῆι Νεστορίου καθαιρέσει

1,1,3

28

ἐπαλινδρόμησαν πρὸς τὸ τῆς ἀποστασίας συνέδριον, τούτους πάντηι κατὰ τὸ δόξαν τῆι ἁγίαι συνόδωι ἀλλοτρίους εἶναι τῆς ἱερωσύνης καὶ τοῦ βαθμοῦ ἀποπίπτοντας. Εἰ δὲ τινὲς καὶ τῶν ἐν ἑκάστηι πόλει ἢ χώραι κληρικῶν ὑπὸ Νεστορίου καὶ τῶν σὺν αὐτῶι ὄντων τῆς ἱερωσύνης ἐκωλύθησαν διὰ τὸ ὀρθῶς φρονεῖν, ἐδικαιώσαμεν καὶ τούτους
5τὸν ἴδιον ἀπολαβεῖν βαθμόν, κοινῶς δὲ τοὺς τῆι ὀρθοδόξωι καὶ οἰκουμενικῆι συνόδωι συμ‐ φρονοῦντας κληρικοὺς κελεύομεν τοῖς ἀποστατήσασιν ἢ ἀφισταμένοις ἐπισκόποις μηδ’ ὅλως ὑποκεῖσθαι κατὰ μηδένα τρόπον. Εἰ δὲ τινὲς ἀποστατήσαιεν τῶν κληρικῶν καὶ τολμήσαιεν ἢ κατ’ ἰδίαν ἢ δημοσίαι τὰ Νεστορίου ἢ τὰ Κελεστίου φρονῆσαι, καὶ τούτους εἶναι καθηιρημένους ὑπὸ τῆς ἁγίας συνό‐
10δου δεδικαίωται. Ὅσοι δὲ ἐπὶ ἀτόποις πράξεσιν κατεκρίθησαν ὑπὸ τῆς ἁγίας συνόδου ἢ ὑπὸ τῶν οἰκείων ἐπισκόπων καὶ τούτοις ἀκανονίστως κατὰ τὴν ἐν ἅπασιν αὐτοῦ ἀδιαφορίαν ὁ Νε‐ στόριος ἢ οἱ τὰ αὐτοῦ φρονοῦντες ἀποδοῦναι ἐπειράθησαν ἢ πειραθεῖεν κοινωνίαν ἢ βαθμόν, ἀνωφελήτους μένειν καὶ τούτους καὶ εἶναι οὐδὲν ἧττον καθηιρημένους ἐδικαιώσαμεν.
15 Ὁμοίως δὲ καὶ εἴ τινες βουληθεῖεν τὰ περὶ ἑκάστου πεπραγμένα ἐν τῆι ἁγίαι συνόδωι τῆι ἐν Ἐφέσωι οἱωιδήποτε τρόπωι παρασαλεύειν, ἡ ἁγία σύνοδος ὥρισεν, εἰ μὲν ἐπίσκοποι ἢ κληρικοὶ εἶεν, τοῦ οἰκείου παντελῶς ἀποπίπτειν βαθμοῦ· εἰ δὲ λαικοί, ἀκοινωνήτους ὑπάρχειν. Καὶ ὑπέγραψαν πάντες οἱ ἐν τῆι στάσει ἐπίσκοποι.
20Ἴσον ἀναφορᾶς παρὰ τῆς ἁγίας συνόδου πρὸς τοὺς εὐσεβεστάτους βασιλεῖς περὶ τῶν Ἀνα‐ τολικῶν Τοῖς εὐσεβεστάτοις καὶ θεοφιλεστάτοις Θεοδοσίωι καὶ Οὐαλεντινιανῶι νικηταῖς τρο‐ παιούχοις ἀεὶ αὐγούστοις ἡ ἁγία σύνοδος ἡ χάριτι θεοῦ καὶ νεύματι τοῦ ὑμετέρου κράτους συναχθεῖσα ἐν τῆι Ἐφεσίων μητροπόλει. Τὰ μὲν προστεταγμένα τῆι ἁγίαι συνόδωι παρὰ
25τοῦ ὑμετέρου κράτους εἰς πέρας ἤχθη τὸ προσῆκον καὶ τοῦτο γνώριμον τῆι ὑμῶν κατεστή‐
σαμεν εὐσεβείαι τήν τε ἀποστολικὴν πίστιν, ἣν καὶ οἱ ἐπὶ τῆς Νικαίας τριακόσιοι δέκα καὶ

1,1,3

29

ὀκτὼ συναχθέντες ἐξέθεντο, φανερὰν κατεστήσαμεν τῆι ὑμῶν εὐσεβείαι καὶ τὸν ἐναντία ταύτηι φρονήσαντα Νεστόριον καθείλομεν τῆς ἱερατικῆς λειτουργίας τε καὶ παρρησίας τοῦ κηρύττειν τὴν ἑαυτοῦ δυσσέβειαν. ἐπειδὴ δέ τινες ὀλίγοι, προδιαφθαρέντες τὴν γνώμην ὑπὸ τῆς διδασκαλίας Νεστορίου, προσμείναντες αὐτῶι καὶ τοὺς ὑπὸ αἰτίασιν ὄντας μεθ’
5ἑαυτῶν προσελάβοντο, προσθεμένου αὐτῶι καὶ τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἰωάννου Ἀντιο‐ χείας ἢ διὰ φιλονεικίαν ἢ διὰ τὴν πρὸς ἀνθρώπους φιλίαν, καὶ οἱ πάντες γενόμενοι τριά‐ κοντα μόνοι, πρὶν ἀπολογήσασθαι περὶ ὧν ἕκαστος ἐνεκαλεῖτο πταισμάτων, ἑαυτοὺς προση‐ γόρευσαν σύνοδον, ὡς τῆς ὑμῶν εὐσεβείας δύο συνόδους κελευσάσης συγκροτηθῆναι, ἀλλ’ οὐχὶ μίαν, ὀφείλουσαν τήν τε πίστιν κρατῦναι τὴν εὐαγγελικὴν καὶ τοὺς τὰ διεφθαρμένα
10φρονοῦντας ἐκβάλλειν τῆς ἐκκλησιαστικῆς λειτουργίας, ἀλλ’ ὡς ἔφημεν, οἱ μνημονευθέντες πρὶν ἀπολογήσασθαι περὶ ὧν ἐνεκαλοῦντο, ὀλίγοι συγκροτήσαντες ἑαυτοὺς καὶ συλλήπτορα τῆς ἀπονοίας προσλαβόντες τὸν εὐλαβέστατον ἐπίσκοπον Ἰωάννην τῆς Ἀντιοχείας καὶ αὐτὸν δεδοικότα περὶ τῆς βραδυτῆτος εὐθύνας ὑποσχεῖν, ὡς ἐμάθομεν ὑποθρυλούντων τινῶν, ἐτόλ‐ μησαν ἔξω πάσης ἀκολουθίας ἐκκλησιαστικῆς καὶ τῶν κανόνων ἐκτὸς κατὰ τῆς ἁγίας συνό‐
15δου καὶ τῆς κεφαλῆς τῶν συνειλεγμένων ἁγιωτάτων ἐπισκόπων, Κυρίλλου φαμὲν τοῦ ἁγιω‐ τάτου ἀρχιεπισκόπου, ἔτι μὴν καὶ τοῦ θεοφιλεστάτου ἐπισκόπου Μέμνονος, ἐξενεγκεῖν βλα‐ σφημίαν, ὡς ἐνόμιζον, ὕβριν ἔχουσαν καθαιρέσεως, οὔτε κατηγορίαν παρά τινος δεδεγμένοι οὔτε κατήγορον ἀναμείναντες οὔτε μὴν προσκαλεσάμενοι εἰς κρίσιν τινά, ἀλλὰ πρὸ δίκης καὶ ἐξετάσεως τὴν ὕβριν ταύτην ἐγγράφως ἐξεμέσαντες τῶι ὑμετέρωι κράτει ἀνενεγκεῖν
20ἐτόλμησαν τὰ οὕτω παράλογα, ὡς τῆς ὑμῶν εὐσεβείας ἀγνοούσης ὅτι μία σύνοδος ἡ τῆς οἰκουμένης ἐστὶ καὶ οὐκ ἂν ῥηθείη σύνοδος ἡ τῶν ὑπ’ αἰτίαν πιπτόντων ὀλίγων συστροφὴ καὶ ἑαυτοὺς διὰ φόβον ἐπιτιμήσεως ἀπορρηξάντων τῆς ἁγίας συνόδου· οὐδὲ γὰρ κατεγνω‐ κότες πταίσματος τὴν ὕβριν ἐτόλμησαν, ἀλλὰ περὶ ὧν ἐνεκαλοῦντο, ἴσως ἀπολογίαν οὐκ ἔχοντες καὶ ἑαυτοὺς ὄντας ὀλίγους ὁρῶντες καὶ δεδοικότες ὡς μέλλουσι μετὰ τοὺς ἐλέγχους
25ἐπιτίμιον ὑποδέχεσθαι, προλαβόντες ἐθρασύναντο καὶ τοῦτ’ ἐνόμισαν ποιεῖν ὅπερ ἤλπισαν ὑπομένειν μετὰ τὸν ἔλεγχον, ἀλλὰ τοῦτο ὡς ἄλογον ἔδοξεν ἡμῖν καταφρονήσεως ἄξιον· ἐπειδὴ δὲ καὶ μέχρι τοῦ ὑμετέρου κράτους ἀνενεγκεῖν ἐτόλμησαν τὴν ἀλογωτάτην ἑαυτῶν ἀπό‐ νοιαν καὶ τὸ παρὰ θεσμοὺς καὶ κανόνας καὶ πᾶσαν ἀκολουθίαν ἐκκλησιαστικὴν αὐτοῖς πεπραγμένον δηλῶσαι τετολμήκασι τῆι ὑμῶν εὐσεβείαι, οὐκέτι παρείδομεν τὴν ἄλογον ἐκεί‐
30νων ὁρμήν, ἀλλ’ ἑπόμενοι πάλιν τῶι τύπωι τῶν κανόνων προσεκαλεσάμεθα τὸν εὐλαβέστα‐ τον ἐπίσκοπον Ἰωάννην τὸν τὰ τηλικαῦτα μετὰ τῶν ἄλλων κατὰ τῶν προειρημένων τετολ‐ μηκότα. οὐδὲ γὰρ ἐθάρσησαν ἐκεῖνοι πρὸς τοσαύτην ἀπόνοιαν χωρῆσαι οἱ ὑπ’ αἰτίαν ὄντες ὀλίγοι, εἰ μὴ τῆι θρασύτητι τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἰωάννου τοῦ τῆς Ἀντιοχέων
ἐθάρσησαν. συναχθέντες οὖν ἡμεῖς λιβέλλων προσδοθέντων ἡμῖν παρὰ τοῦ ἁγιωτάτου

1,1,3

30

καὶ θεοφιλεστάτου ἀρχιεπισκόπου Κυρίλλου καὶ τοῦ θεοφιλεστάτου συνεπισκόπου Μέμνονος μετεκαλεσάμεθα τὸν μνημονευθέντα θεοφιλέστατον ἐπίσκοπον Ἰωάννην, ὥστε νῦν γοῦν τὴν μέμψιν εἰπεῖν, δι’ ἣν εἰς τοῦτο ὕβρεως ἐξώκειλε κατὰ τῶν πρώτων τῆς ἁγίας συνόδου, ὃς ἅπαξ καὶ δεύτερον καὶ τρίτον μετακληθεὶς ὥστε τὴν αἰτίαν εἰπεῖν, παραγενέσθαι μὲν ἐν τῆι
5συνόδωι οὐκ ἠνέσχετο, οὐκ ἔχων [εἰπεῖν] εὔλογον ὧν τετόλμηκε τὴν αἰτίαν, στρατιώταις δὲ καὶ ὅπλοις περιφράξας τὴν ἑαυτοῦ οἰκίαν οὐδὲ τοὺς ἀποστελλομένους παρὰ τῆς ἁγίας συνό‐ δου ἁγιωτάτους ἐπισκόπους ἐδέξατο οὐδὲ ἀποκρίσεως τῆς δεούσης ἠξίωσε τὴν συναχθεῖσαν ἁγιωτάτην σύνοδον. ὅθεν γνόντες αὐτὸν μὴ θαρροῦντα δικαιολογίαις, τὰ μὲν ὑπ’ αὐτῶν εἰκῆι καὶ μάτην φλυαρηθέντα καὶ παρὰ πᾶσαν τὴν τῶν κανόνων ἀκολουθίαν γεγραμμένα
10κατά τε τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Κυρίλλου καὶ κατὰ τοῦ εὐλαβεστάτου συνεπισκόπου Μέμνονος ἄκυρά τε καὶ μάταια παντάπασιν εἶναι ἐδικαιώσαμεν· κρίσις γὰρ ἡ μεθ’ ἑαυτῆς οὐκ ἔχουσά τι κανονικὸν οὐδὲ δίκαιον λοιδορίας οὐδὲν ἔχει πλέον. οὕτως οὖν ἀκανονί‐ στως αὐτόν τε καὶ τοὺς ἅμα αὐτῶι ἀτάκτως πράττοντας καὶ ἔξω πάσης ἀκολουθίας ἐκκλη‐ σιαστικῆς ἀκοινωνήτους τέως εἶναι ἐδικαιώσαμεν, εἴρξαντες αὐτῶν τὴν ἄλογον ἀταξίαν, ἕως
15ἂν ἐλθόντες περὶ ὧν προεπετεύσαντο, ἀπολογήσωνται τῆι ἁγίαι συνόδωι. Τὰ οὖν τυπωθέντα ἀναγκαίως ἐπὶ τὴν ὑμετέραν εὐσέβειαν ἀνηνέγκαμεν δεόμενοι ὥστε μὴ σύνοδον κρίνεσθαι τὴν συστροφὴν τῶν ὑπ’ αἰτίας γεγενημένων διὰ τὸ καὶ πάλαι ἐπὶ τῆς ἁγίας καὶ μεγάλης συνόδου τῶν τιη τῶν ἐπὶ τῆς Νικαέων συνειλεγμένων τινὰς οὕτως ἀποστῆναι τῆς μεγάλης ἐκείνης συνόδου, δεδοικότας τὸ ἐξ αὐτῆς ἐπιτίμιον, καὶ μήτε κρι‐
20θῆναι σύνοδον τούτους ὑπὸ τοῦ μεγάλου καὶ ἐν ἁγίοις βασιλέως Κωνσταντίνου, ἀλλὰ καὶ κελευσθῆναι δίκας ὑποσχεῖν ὑπὲρ ὧν ἀποσχίσαντες τὴν τῶν ἁγίων ἐκείνων ἐπισκόπων συμφωνίαν ἠρνήσαντο, πονηρᾶι, καθάπερ οὗτοι, καὶ αὐτοὶ συνειδήσει κεχρημένοι. ἄτο‐ πον γὰρ συνόδωι διακοσίων δέκα ἁγίων ἐπισκόπων, οἷς καὶ πᾶν τὸ πλῆθος τῆς Δύσεως τῶν ἁγίων ἐπισκόπων συνεψηφίσατο καὶ δι’ αὐτῶν ἅπαν τὸ πλῆθος τὸ λοιπὸν τῆς οἰκου‐
25μένης, τριάκοντα μόνους ἀντιμαχέσασθαι, ὧν οἳ μὲν ἤδη πάλαι καθηιρημένοι τυγχάνουσιν, οἳ δὲ καὶ τῆς Κελεστίου κακοδοξίας εἰσίν, οἳ δὲ καὶ ἀνεθεματίσθησαν ὡς τὰ Νεστορίου φρονήσαντες, ἀλλὰ κελεῦσαι τὰ ὑπὸ τῆς οἰκουμενικῆς καὶ ἁγίας συνόδου τετυπωμένα εἰς συγκρότησιν τῆς εὐσεβείας κατὰ Νεστορίου καὶ τοῦ ἀσεβοῦς αὐτοῦ δόγματος τὴν ἰδίαν ἰσχὺν ἔχειν, κρατυνθέντα τῆι ἐπινεύσει καὶ συγκαταθέσει τῆς ὑμετέρας εὐσεβείας.
30 Ἰουβενάλιος ἐπίσκοπος Ἱεροσολύμων ἀνήνεγκα Ἀρκάδιος καὶ Προίεκτος ἐπίσκοποι καὶ Φίλιππος πρεσβύτερος πρεσβευταὶ τῆς ἀποστο‐ λικῆς καθέδρας ἀνηνέγκαμεν
Ὑπέγραψαν δὲ καὶ οἱ λοιποὶ πάντες ἐπίσκοποι.

1,1,3

31

(3)

Ἴσον σάκρας ἀποσταλείσης διὰ Ἰωάννου τοῦ κόμητος τῶν σακρῶν τῆι ἁγίαι συνόδωι Κελεστίνωι Ῥούφωι Αὐγουστίνωι Θεοδότωι Ἀλεξάνδρωι Ἀκακίωι [ἄλλωι Ἀκακίωι]
5Τραγκυλίνωι Οὐαλεντίνωι Ἰκονίωι Ἰωάννηι Ἀκακίωι Οὔρσωι Φίρμωι Ἱμερίωι Δεξιανῶι Βερινιανῶι Παλλαδίωι Ἀστερίωι Ἰουβεναλίωι Φλαβιανῶι Ἑλλαδίωι Ῥαμβούλωι Ἀλεξάνδρωι ἄλλωι Μαξίμωι Φριτίλαι Περιγένει Κύρωι Ἰωάννηι ἄλ‐ λωι Εὐθηρίωι Ἑλλανίκωι Βοσπορίωι Κύρωι ἄλλωι Βηναντίωι Πέτρωι Δυνα‐ τῶι Δωροθέωι Ἀντιόχωι Δαλματίωι Εὐσεβίωι Σελεύκωι Ἐλευσίωι Εὐλογίωι
10Σαππίδωι Τιμοθέωι Πίωι Τρωίλωι Ἐρρηνιανῶι Μονίμωι Ὀλυμπίωι Θεοφίλωι Ἰουλιανῶι Βασιλείωι καὶ λοιποῖς εὐλαβεστάτοις ἐπισκόποις. Ὅσον περὶ τὴν εὐσέ‐ βειαν καὶ τὴν προγονικὴν πίστιν ἔχοντες ζῆλον διατελοῦμεν, ἐκ πολλῶν ἡγούμεθα τῶν προ‐ λαβόντων ἐναργῶς δεδηλῶσθαι, οὐχ ἥκιστα δὲ καὶ ἐκ τῆς ἔναγχος ἐπὶ τῆι κλήσει τῆς ἁγιω‐ τάτης ὑμῶν συνόδου τοῦτο φανερὸν γεγονέναι πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην πεπιστεύ‐
15καμεν. οὐδὲ γὰρ πρὸς βραχὺ ἀνακυψάσης τινὸς ἀμφισβητήσεως ἀνασχόμενοι, ὑπὲρ τοῦ θᾶττον τὴν ταύτης παρακολουθῆσαι λύσιν σπουδαίως συνελθεῖν τὴν ὁσιότητα ὑμῶν ἐπε‐ στείλαμεν, καὶ οὐδαμῶς ἡγούμενοι τὸν ὑπὲρ εὐσεβείας πόνον τῆι θεοσεβείαι ὑμῶν ἔσεσθαι φορτικόν, ἐπεκουφίσαμεν ὅμως βασιλικῆι προνοίαι τὴν τούτου δυσχέρειαν ἐπιτηδειότητι και‐ ροῦ τε καὶ τόπου. τὴν γὰρ Ἐφεσίων ἀφωρίσαμεν πόλιν τοῖς τε ἐκ γῆς καὶ θαλάσσης
20εὐπρόσιτον, καὶ πάντων δὲ τῶν οἰκείων καὶ ἐπεισάκτων καρπῶν τὰ χρειώδη τοῖς ἐνδια‐ τρίβουσιν ἀφθόνως παρέχουσαν, ὥστε τὸν τῆς ἡμετέρας γαληνότητος εὐσεβῆ σκοπὸν καὶ τῆς ἁγιωτάτης ὑμῶν συνόδου συνδραμεῖν τε ῥαιδίως καὶ εἰς ἔργον ἀχθῆναι. ὅθεν καὶ νῦν τὴν γνωρισθεῖσαν παρὰ τῆς θεοσεβείας ὑμῶν Νεστορίου καὶ Κυρίλλου καὶ Μέμνονος καθαίρεσιν ἐδεξάμεθα, τῶν δὲ ἄλλων τῶν παρ’ ὑμῖν πραχθέντων κατέγνωμεν, τὴν περὶ τὸν
25Χριστιανισμὸν πίστιν καὶ ὀρθότητα φυλάττοντες, ἣν ἐκ πατέρων καὶ προγόνων παρειλήφαμεν καὶ ἣν ἡ ἁγιωτάτη σύνοδος ἡ ἐπὶ τοῦ τῆς θείας λήξεως Κωνσταντίνου γενομένη συμφώνως ἐκύρωσε. φροντίσει τοίνυν ἕκαστος τοῦ ἁγιωτάτου ὑμῶν συλλόγου, λυθείσης πάσης
ἀμφισβητήσεως κοπέντων τε τῶν σκανδάλων, μετ’ εἰρήνης καὶ ὁμονοίας εἰς τὴν οἰκείαν

1,1,3

32

ἐπανελθεῖν. ὑπὲρ δὲ τοῦ τὴν ὁσιότητα ὑμῶν μὴ μόνον ἀπὸ τῶν τῆς ἡμετέρας εὐσεβείας γραμμάτων προτραπεῖσαν εἰς ὁμόνοιάν τε καὶ εἰς τὴν καθόλου τοῦ εὐσεβοῦς δόγματος εἰ‐ ρήνην ἰδεῖν, καὶ τὰ γράμματα τοῦ ὁσιωτάτου ἐπισκόπου τῆς Βεροιαίων Ἀκακίου τοῦτο πα‐ ραινοῦντος ἀναγνόντες ἀπεστείλαμεν, ὃς τῶι ἁγιωτάτωι ὑμῶν συλλόγωι προστεθῆναι διὰ τὸ
5μακρὸν γῆρας οὐ δυνηθείς, δι’ ὧν ἔγραψε, τὰ τῆι αὐτοῦ θεοσεβείαι πρέποντα καὶ τῆι ὀρθο‐ δόξωι θρηισκείαι συντελοῦντα εἰσηγήσατο, ἅπερ οἷα τυγχάνει, ἡ τῆς αὐτῆς ἐπιστολῆς δη‐ λώσει ἀνάγνωσις. γινωσκέτω μέντοι ἡ ὑμῶν ὁσιότης ὅτιπερ τὸν μεγαλοπρεπέστατον καὶ ἐνδοξότατον κόμητα τῶν σακρῶν Ἰωάννην τούτου ἕνεκα ἀπεστείλαμεν ὥστε αὐτὸν εἰδότα τὸν περὶ τὴν πίστιν τῆς ἡμετέρας θειότητος σκοπόν, ἅπερ ἂν συνίδηι λυσιτελεῖν, διαπρά‐
10ξασθαι.
13Ἴσον ἀναφορᾶς τῆς ἁγίας συνόδου πρὸς τὴν σάκραν τὴν ἀναγνωσθεῖσαν παρὰ τοῦ μεγα‐ λοπρεπεστάτου κόμητος τῶν σακρῶν Ἰωάννου
15 Τοῖς εὐσεβεστάτοις καὶ φιλοχρίστοις Θεοδοσίωι καὶ Οὐαλεντινιανῶι νικηταῖς τροπαι‐ ούχοις ἀεὶ αὐγούστοις ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος ἡ χάριτι θεοῦ καὶ νεύματι τοῦ ὑμε‐ τέρου κράτους συναχθεῖσα ἐν τῆι Ἐφεσίων μητροπόλει. Ἡ μὲν φιλόχριστος ὑμῶν βασι‐ λεία, εὐσεβέστατοι βασιλεῖς, ἐκ παίδων τὸν περὶ τὴν πίστιν καὶ τοὺς κανόνας ἐπεδείξατο ζῆλον, οὗπερ ἕνεκεν καὶ τοὺς ἐκ τῆς οἰκουμένης ἐπισκόπους τὴν Ἐφεσίων καταλαβεῖν εὐ‐
20σεβεῖ θεσπίσματι παρεκελεύσατο· τὸ δὲ νῦν ἡμῖν ἀναγνωσθὲν γράμμα τῆς ὑμετέρας γαλη‐ νότητος διὰ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου κόμητος Ἰωάννου οὐ μικρὰν ἡμῖν ἐποίησε ταραχήν, ἐνδειξάμενον ἀπάτην τινὰ καὶ ψεῦδος ταῖς ἀψευδέσιν παρενοχλῆσαι ὑμῶν ἀκοαῖς. ὡς γὰρ παρ’ ἡμῶν ἀναφορὰν δεξάμενον τὸ ὑμέτερον κράτος καθαίρεσιν ἔχουσαν τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου ἀρχιεπισκόπου Κυρίλλου καὶ τοῦ ὁσιωτάτου καὶ θεοφιλε‐
25στάτου συνεπισκόπου [ἡμῶν] Μέμνονος, οὕτω διὰ τῶν γραμμάτων ἐδήλωσεν. ὅθεν μη‐ δαμῶς ἰσχύειν ψεῦδος ἐπὶ τῆς ὑμετέρας φιλοχρίστου βασιλείας εὐχόμενοί τε καὶ σπουδάζον‐ τες ἐθαρσήσαμεν ἀνενεγκεῖν τῆι ὑμετέραι γαληνότητι ὅτιπερ ἡ οἰκουμενικὴ σύνοδος ἡ πᾶσαν μὲν τὴν Δύσιν μετὰ τῆς μεγάλης ὑμῶν Ῥώμης καὶ τοῦ ἀποστολικοῦ θρόνου συνεδρεύουσαν ἔχουσα, πᾶσαν δὲ τὴν Ἀφρικὴν καὶ πᾶν τὸ Ἰλλυρικὸν οὐκ ἐποίησε καθαίρεσιν τῶν προει‐
30ρημένων ἁγιωτάτων καὶ θεοφιλεστάτων ἐπισκόπων οὔτε ἀνήνεγκεν, ἀλλὰ καὶ μᾶλλον τοὺς ἄνδρας ἐπὶ ζήλωι ὀρθοδοξίας θαυμάζουσα πολλῶν ἡγεῖται καὶ παρὰ τοῖς ἀνθρώποις ἐπαί‐ νων καὶ παρὰ τῶι δεσπότηι Χριστῶι στεφάνων ἀξίους, μόνον δὲ τὸν τῆς ἀθεμίτου αἱρέ‐ σεως τῶν ἀνθρωπολατρῶν κήρυκα Νεστόριον καθελόντες ἀνηνέγκαμεν τῆι φιλοχρίστωι ὑμῶν
βασιλείαι. κἀκεῖνο δὲ ἡμᾶς οὐ μικρῶς ἔθλιψεν ἐκ συναρπαγῆς γενέσθαι φαινόμενον τὸ

1,1,3

33

τοὺς ἀποστατήσαντας ἀπὸ τῆς οἰκουμενικῆς συνόδου τοὺς περὶ Ἰωάννην τὸν Ἀντιοχείας καὶ τοὺς σὺν αὐτῶι Κελεστιανοὺς καὶ καθηιρημένους τοῖς ἡμετέροις ἐγκαταμῖξαι ὀνόμασι καὶ μίαν πρὸς ἡμᾶς τε κἀκείνους σάκραν διαπέμψασθαι, περὶ ὧν ἤδη μὲν καὶ πάλαι φανερὰ τῆι ὑμετέραι εὐσεβείαι κατεστήσαμεν ὅπως μὲν ἡμῶν ἀπέσχισαν· ὅπως δὲ εἰς ὕβριν τὴν
5κατὰ τῶν ἡμετέρων προέδρων τραπέντες τούς τε κανόνας πατῆσαι ἐτόλμησαν καὶ ἑαυτοὺς ἀκοινωνήτους πάσης τῆς οἰκουμενικῆς συνόδου διὰ τῆς καθ’ ἡμῶν προπετείας εἰργάσαντο ὅπως τε καλούμενοι εἰς ἔλεγχον οὐδαμῶς ὑπακοῦσαι ἠνέσχοντο καὶ ὅτι πάντηι ἀκοινώνητοι διὰ τοῦτο καὶ ἀνενέργητοι παρὰ τῆς οἰκουμενικῆς συνόδου γεγόνασι, ταῦτα καὶ νῦν γνωρί‐ ζοντες τῆι ὑμετέραι φιλοχρίστωι βασιλείαι δηλοῦμεν ὡς διὰ τὴν τοιαύτην αὐτῶν ἀτοπίαν
10καὶ τοὺς ὑπὲρ τοῦ καθηιρημένου Νεστορίου αὐτῶν καὶ μέχρι νῦν ἀγῶνας οὐδαμῶς εἰς κοι‐ νωνίαν δέξασθαι ἠνεσχόμεθα, μήτε τῆι καθαιρέσει Νεστορίου ὑπογράψαι ἀνασχομένους, ἀλλὰ καὶ τὰ ἐκείνου προδήλως φρονοῦντας, ὑποπεσόντας δὲ καὶ τοῖς κανόσι διά τε τὴν ἄτακτον αὐτῶν κατὰ τῶν ἡμετέρων προέδρων ἐπιχείρησιν καὶ διὰ τὸ ψεύσασθαι καὶ συναρπάσαι τολμῆσαι τὰς εὐσεβεῖς ὑμῶν ἀκοάς, καὶ δεόμεθα τῆς τῶι θεῶι ἀνακειμένης ὑμῶν βασιλείας
15τοὺς μὲν ἁγιωτάτους καὶ θεοφιλεστάτους ἐπισκόπους Κύριλλον καὶ Μέμνονα ἀποδοθῆναι τῆι ἁγίαι συνόδωι, οὐδαμῶς ἀπὸ τῶν κανόνων κατακεκριμένους, τὴν δὲ πίστιν φυλαχθῆναι ἀσάλευτον, ἥτις καὶ τῆι ὑμετέραι ὑπὸ τοῦ ἁγίου πνεύματος καταγέγραπται ψυχῆι ἐκ προ‐ γόνων ὑμῖν παραδεδομένη καὶ ἐν τοῖς παρ’ ἡμῶν πάλαι ἀνενηνεγμένοις ὑπομνήμασι τοῖς κατὰ Νεστορίου πραχθεῖσι σφόδρα σεσαφήνισται, προκειμένης μὲν τῆς πίστεως τῶν ἐν
20Νικαίαι ἁγιωτάτων πατέρων τῶν τιη, πάσης δὲ τῆς ἐπ’ αὐτῶι πράξεως ἱκανῆς οὔσης διε‐ λέγξαι μὲν τὴν τῶν ἐναντίων ἀσέβειαν, παραστῆσαι δὲ τὴν ὀρθόδοξον πίστιν, ἣν μέχρι τοῦ νῦν φυλάξαι διὰ πάντων ἐσπουδάσατε. εἰ δὲ παρίσταται τῶι ὑμετέρωι κράτει ὑπὲρ τοῦ ἀκριβῶς διαγνῶναι τὰ μεταξὺ ἡμῶν τε καὶ τῶν ἀποσχισάντων, τὴν ὑμετέραν κορυφὴν ἱκε‐ τεύομεν τῆι ἁγίαι συνόδωι ἐκπέμψαι ὅσους ἂν δοκιμάσηι τὸ ὑμέτερον κράτος, ὥστε καὶ
25κατὰ πρόσωπον περὶ πάντων πληροφορῆσαι τὴν φιλόχριστον ὑμῶν βασιλείαν.
28Ἐντολὴ πραχθεῖσα παρὰ τῆς ἁγίας συνόδου τοῖς ἀποσταλεῖσι παρ’ αὐτῆς ἐν Κωνσταν‐ τινουπόλει εὐλαβεστάτοις ἐπισκόποις ὥστε αὐτοὺς δικάσασθαι τοῖς ἀπὸ τῆς Ἀνατολῆς
30Τῶι θεοφιλεστάτωι καὶ θεοσεβεστάτωι πρεσβυτέρωι Φιλίππωι, διέποντι τὸν τόπον τοῦ
ἁγιωτάτου καὶ θεοφιλεστάτου ἀρχιεπισκόπου τῆς ἀποστολικῆς καθέδρας τοῦ τῆς μεγάλης Ῥώμης

1,1,3

34

Κελεστίνου, καὶ τοῖς θεοφιλεστάτοις καὶ ἁγιωτάτοις ἐπισκόποις Ἀρκαδίωι Ἰουβεναλίωι Φλα‐ βιανῶι Φίρμωι Θεοδότωι Ἀκακίωι Εὐοπτίωι ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος ἡ χάριτι θεοῦ καὶ θεσπίσματι τῶν εὐσεβεστάτων βασιλέων συναχθεῖσα ἐν τῆι Ἐφεσίων μητροπόλει ἐν κυρίωι χαίρειν. Ἐπιτραπέντες παρὰ τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων βασιλέων πρε‐
5σβευτὰς ἀποστεῖλαι ὑπὲρ πάσης ὁμοῦ τῆς οἰκουμένης, ἥτις διὰ τῶν ἐν τῆι Ἐφεσίων πόλει συνειλεγμένων μεθ’ ἡμῶν τὸν ὑπὲρ τῆς ὀρθῆς πίστεως ἀνείληφεν ἀγῶνα, ἐψηφισάμεθα τὴν ὑμετέραν θεοσέβειαν, ὡς ἐνώπιον τοῦ Χριστοῦ ὑμῖν τὴν ὑπὲρ τῆς ὀρθοδοξίας καὶ τῶν ἁγίων πατέρων καὶ ἀδελφῶν τοῦ τε ἁγιωτάτου καὶ θεοφιλεστάτου ἀρχιεπισκόπου Κυρίλλου καὶ τοῦ θεοφιλεστάτου συνεπισκόπου Μέμνονος πρεσβείαν ἐγχειρίσαντες. ἀμφοτέρων δὲ
10ποιούμενοι πρόνοιαν καὶ τῆς ἑαυτῶν ἀσφαλείας καὶ τῆς ὑμετέρας, τοῦτο ὑμῖν τὸ ἐντολικὸν ὠρέξαμεν, ὥστε καὶ ἡμᾶς εἰδέναι ἐπὶ τίσιν ὑμᾶς ἐξεπέμψαμεν, καὶ τὴν ὑμετέραν θεοσέβειαν γινώσκειν ὅτιπερ οὐδὲν παρὰ ταῦτα ποιῆσαι ὀφείλετε. πρὸ πάντων μὲν οὖν ἐκεῖνο εἰδέναι χρὴ τὴν ὑμετέραν ὁσιότητα ὅτιπερ τὴν πρὸς Ἰωάννην τὸν Ἀντιοχείας καὶ τὸ σὺν αὐτῶι τῆς ἀποστασίας συνέδριον κοινωνίαν κατ’ οὐδένα τρόπον καταδέξασθαι ὀφείλετε διὰ
15τὸ μήτε ἑλέσθαι αὐτοὺς συγκαθελεῖν ἡμῖν τὸν τῆς ἀσεβείας κήρυκα Νεστόριον, ἀλλὰ καὶ τὸν ὑπὲρ ἐκείνου λόγον μέχρι τῆς ὑμετέρας ἐξόδου ποιεῖσθαι, τολμῆσαι δὲ παρὰ πάντας τοὺς κανόνας κατακρῖναι τόν τε ἁγιώτατον καὶ θεοφιλέστατον ἀρχιεπίσκοπον Κύριλλον καὶ τὸν ἁγιώτατον καὶ θεοφιλέστατον ἐπίσκοπον Μέμνονα, ἄλλως δὲ διὰ τὸ ἔτι καὶ νῦν τοῖς Νε‐ στορίου συναγωνίζεσθαι δόγμασι καὶ τινὰς τῶν ἐν αὐτοῖς εἶναι Κελεστιανοὺς καὶ καθηιρη‐
20μένους καὶ τὴν τῆς οἰκουμένης σύνοδον τολμῆσαι ὡς αἱρετικὴν διαβαλεῖν. εἰ δὲ ἄρα ἀνάγκη τις παρὰ τοῦ εὐσεβεστάτου προσάγοιτο βασιλέως, ἐπειδὴ χρὴ φιλοχρίστωι καὶ εὐσεβεῖ θεσπίσματι κατὰ δύναμιν πειθαρχεῖν, εἰ ἕλοιντο οἱ προειρημένοι ὑπογράψαι μὲν τῆι καθαιρέσει Νεστορίου, διὰ λιβέλλων δὲ συγγνώμην αἰτῆσαι παρὰ τῆς ἁγίας συνόδου ἐφ’ οἷς προεπε‐ τεύσαντο κατὰ τῶν ἡμετέρων προέδρων, ἀναθεματίσαι δὲ καὶ τὰ Νεστορίου δόγματα καὶ
25τοὺς προδήλως τὰ αὐτοῦ φρονοῦντας ἢ φρονήσαντας ἀπορρίψασθαι καὶ σὺν ἡμῖν πονῆσαι εἰς τὸ ἀποδοθῆναι ἡμῖν τοὺς ἁγιωτάτους ἀρχιεπισκόπους Κύριλλον καὶ Μέμνονα, ἐπιτρέπομεν τῆι ὑμετέραι ἁγιότητι, τούτων γινομένων, ὑποσχέσθαι μὲν αὐτοῖς τὴν κοινωνίαν, γράψαι δὲ πρὸς ἡμᾶς, ὥστε καὶ ἡμῶν ὑμῖν συντιθεμένων τελείαν τὴν πρὸς αὐτοὺς γενέσθαι εἰρήνην· μὴ πρότερον δὲ τὴν κοινωνίαν αὐτοῖς ὑποσχέσθαι, εἰ μὴ τοὺς προέδρους ἑαυτῆς ἀπολάβοι ἡ ἁγία
30σύνοδος. εἰδέναι δὲ βουλόμεθα τὴν ὑμετέραν ὁσιότητα ὅτιπερ εἴ τι τούτων παροφθείη παρ’
ὑμῶν, οὔτε ἡ ἁγία σύνοδος καταδέξεται τὰ παρ’ ὑμῶν πραττόμενα οὔτε ὑμᾶς ἕξει κοινωνούς.

1,1,3

35

Ὑπογραφαί Βηρινιανὸς ἐπίσκοπος Πέργης ἐντειλάμενος ὑπέγραψα Ἐρενιανὸς ἐπίσκοπος ὑπέγραψα
3Δαλμάτιος ἐπίσκοπος ὑπέγραψα Σεβῆρος ἐπίσκοπος ὑπέγραψα
4Πίος ἐπίσκοπος ὑπέγραψα
5Ἑλλάνικος ἐπίσκοπος ὑπέγραψα
5Παλλάδιος ὁμοίως Ἀμφιλόχιος ὁμοίως
6Περιγένης ὁμοίως Ἰκόνιος ὁμοίως
7Οὐαλεριανὸς ὁμοίως Κῦρος ὁμοίως
8Ἀριστόνικος ὁμοίως Μαιόνιος ὁμοίως
9Δυνατὸς ὁμοίως
10Ἰδδούας ὁμοίως
10Ἐπιφάνιος ὁμοίως Γρηγόριος ὁμοίως
11Ἡσύχιος ὁμοίως Τριβουνιανὸς ὁμοίως
12Φίλιππος ὁμοίως Ἡρακλέων ὁμοίως
13Πέτρος ὁμοίως Θεοδόσιος ὁμοίως
14Εὐσέβιος ὁμοίως
15Βενάντιος ὁμοίως
15Ἀνύσιος ὁμοίως Δομνῖνος ὁμοίως
16Ζηνόβιος ὁμοίως Ἀέτιος ὁμοίως
17Τιμόθεος ὁμοίως Εὐγένιος ὁμοίως
18Κάλλιππος ὁμοίως Ἰωάννης ὁμοίως
19Θεόδοτος ὁμοίως
20Ἀβλάβιος ὁμοίως
20Δομνῖνος ὁμοίως Εὐστάθιος ὁμοίως
21Κωνστάντιος ὁμοίως Ἐννέπιος ὁμοίως
22Εὐπρέπιος ὁμοίως Παράλιος ὁμοίως
23Σιλουανὸς ὁμοίως Λιμένιος ὁμοίως
24Κύριλλος ὁμοίως
25Εὔπορος ὁμοίως
25Ῥόδων ὁμοίως Τυχικὸς ὁμοίως
26Μαρτύριος ὁμοίως Θωμᾶς ὁμοίως
27Νικίας ὁμοίως Νεστόριος ὁμοίως
28Θεόδωρος ὁμοίως Ἀρχέλαος ὁμοίως
29Ἀφόβιος ὁμοίως
30Ἑρμόλαος ὁμοίως
30Μακάριος ὁμοίως Δοκιμάσιος ὁμοίως
31Θεοσέβιος ὁμοίως Δόμνος ὁμοίως
32Ἀστέριος ὁμοίως Ῥηγῖνος ὁμοίως
33Σενεκίων ὁμοίως Βεσσούλας διάκονος ὁμοίως
34Μάξιμος ὁμοίως
35Θεόδουλος ὁμοίως
35Κόμοδος ὁμοίως Μόδεστος ὁμοίως
36Ἀριστόβουλος ὁμοίως Εὐθάλιος ὁμοίως
37Ἡράκλειος ὁμοίως Παῦλος ὁμοίως
38Θέων ὁμοίως Ἱέρακυς ὁμοίως
39Χρυσαόριος ὁμοίως
40Ἑρμογένης ὁμοίως
40Ἀριστόκριτος ὁμοίως

1,1,3

36

Ἀλέξανδρος ὁμοίως
1Λαμπέτιος ὁμοίως Σεβῆρος ὁμοίως
2Αἰδέσιος ὁμοίως Ἀπελλᾶς ὁμοίως
3Ἀλύπιος ὁμοίως Ἀνδήριος ὁμοίως
4Παῦλος ὁμοίως
5Μακεδόνιος ὁμοίως
5Ἀκάκιος ὁμοίως Σπουδάσιος ὁμοίως
6Ἀφθόνιος ὁμοίως Φιλητὸς ὁμοίως
7Προμάχιος ὁμοίως Νεκτάριος ὁμοίως
8Μητρόδωρος ὁμοίως Δωρόθεος ὁμοίως
9Ταριανὸς ὁμοίως
10Ἁβραὰμ ὁμοίως
10Πέτρος ὁμοίως Εὐδόξιος ὁμοίως
11Ἀδέλφιος ὁμοίως Εὐλόγιος ὁμοίως
12Θεωνᾶς ὁμοίως Κῦρος ὁμοίως
13Μαρκελλῖνος ὁμοίως Εὐάγριος ὁμοίως
14Θεόδωρος ὁμοίως
15Σόλων ὁμοίως
15Ματιδιανὸς ὁμοίως Εὐσέβιος ὁμοίως
16Ἡρακλείδης ὁμοίως Ἄμμων ὁμοίως
17Ζηνόβιος ὁμοίως Ζήνων ὁμοίως
18Ἰσαὰκ ὁμοίως Νατηρᾶς ὁμοίως
19Τιμόθεος ὁμοίως
20Ζήνων ὁμοίως
20Εὐσέβιος ὁμοίως Φιλάδελφος ὁμοίως
21Μακάριος ὁμοίως Παβίσκος ὁμοίως
22Ἀνδρέας ὁμοίως Φοιβάμμων ὁμοίως
23Σαβῖνος ὁμοίως Εὐσέβιος ὁμοίως
24Ἀλέξανδρος ὁμοίως
25Σάαδος ὁμοίως
25Εὐθήριος ὁμοίως Πέτρος ὁμοίως
26Ἰωάννης ὁμοίως Ἄμμων ὁμοίως
27Ῥωμανὸς ὁμοίως Παῦλος ὁμοίως
28Ἰωάννης ὁμοίως Ῥουφῖνος ὁμοίως
29Νήσιος ὁμοίως
30Θωμᾶς ὁμοίως
30Ἰωάννης ὁμοίως Τιμόθεος ὁμοίως
31Εὐσέβιος ὁμοίως Παῦλος ὁμοίως
37Ἐντολὴ πραχθεῖσα παρὰ τῶν Ἀνατολικῶν τοῖς ἀποσταλεῖσι παρ’ αὐτῶν ἐν Κωνσταντινου‐ πόλει ἐπισκόποις ὥστε δικάσασθαι μετὰ τῶν ἀποσταλέντων παρὰ τῆς οἰκουμενικῆς συνόδου ὀρθοδόξων ἐπισκόπων ἐν τῆι αὐτῆι Κωνσταντινουπόλει
40Ἡ ἁγία σύνοδος ἡ ἐν Ἐφέσωι συγκροτηθεῖσα τοῖς θεοφιλεστάτοις καὶ ὁσιωτάτοις
Ἰωάννηι ἀρχιεπισκόπωι τῆς Ἀντιοχέων μεγαλοπόλεως καὶ Ἰωάννηι ἐπισκόπωι τῆς Δαμασκη‐

1,1,3

37

νῶν μητροπόλεως καὶ Ἱμερίωι ἐπισκόπωι τῆς Νικομηδέων μητροπόλεως καὶ Παύλωι ἐπι‐ σκόπωι τῆς Ἐμισηνῶν, ποιουμένωι τὸν λόγον καὶ ὑπὲρ τοῦ ὁσιωτάτου ἐπισκόπου Ἀκακίου τοῦ Βεροίας, καὶ Μακαρίωι ἐπισκόπωι τῆς Λαοδικέων πόλεως, ποιουμένωι τὸν λόγον καὶ ὑπὲρ Κύρου ἐπισκόπου τῆς Τυρίων μητροπόλεως, καὶ Ἀπριγγίωι ἐπισκόπωι τῆς Χαλκιδέων,
5ποιουμένωι τὸν λόγον καὶ ὑπὲρ Ἀλεξάνδρου ἐπισκόπου τῆς Ἀπαμέων μητροπόλεως, καὶ Θεοδωρήτωι ἐπισκόπωι τῆς Κυρεστῶν πόλεως, ποιουμένωι τὸν λόγον καὶ ὑπὲρ Ἀλεξάνδρου ἐπισκόπου τῆς Ἱεραπολιτῶν μητροπόλεως, καὶ Ἑλλαδίωι ἐπισκόπωι Πτολεμαίδος παρόντες παροῦσιν ἐνετειλάμεθα τὰ ὑποτεταγμένα Ἐπειδὴ τῆς ἐκκλησιαστικῆς ἕνεκεν ὑποθέσεως δι’ ἣν ἅπαντες ἐκλήθημεν εἰς τὴν Ἐφε‐
10σίων, ἐπὶ τοῦ παρόντος ἡ ὑμετέρα θεοσέβεια κατὰ θέσπισμα τῶν εὐσεβεστάτων ἡμῶν βασι‐ λέων ἐπὶ τὴν μεγαλώνυμον ἐκλήθη Κωνσταντινούπολιν ὑπὲρ τοῦ συναγωνίσασθαι τῆι ἀλη‐ θείαι καὶ τῆι πίστει τῶν ἁγίων πατέρων καὶ τοῖς δόγμασι τοῖς ὀρθοῖς, οὐ προσετάχθημεν δὲ ἅπαντες παρεῖναι ὑμῖν, ἔδει δὲ τὴν γνώμην πάντων ἡμῶν κατάδηλον ποιῆσαι ὡς ἐμμένομεν καὶ κύρια ἡγούμεθα τὰ ὑφ’ ὑμῶν πραττόμενα καὶ συντείνοντα εἰς τὸν τοῦ θεοῦ φόβον καὶ
15εἰς τὴν ἐκκλησιαστικὴν εἰρήνην τε καὶ εὐταξίαν, τούτου ἕνεκεν τόδε ὑμῖν τὸ ἐντολικὸν πεποιήμεθα, δι’ οὗ ἐντελλόμεθα καὶ ἐπιτρέπομεν ὁλοτελῆ τε ἐξουσίαν δίδομεν, ἥνπερ καὶ αὐτοὶ παρόντες εἴχομεν, ὥστε σὺν θεῶι παραγενομένους ὑμᾶς ἐπὶ τῆς προειρημένης μεγα‐ λοπόλεως, εἴτε ἐπὶ τοῦ εὐσεβεστάτου βασιλέως δέοι εἴτε ἐν κονσιστορίωι εἴτε ἐπὶ τῆς ἱερᾶς συγκλήτου εἴτε ἐν συνόδωι πατέρων ὁ λόγος κινοῖτο ὁ περὶ τῶν ζητουμένων, τοῦτον μετὰ
20τῆς προσηκούσης ὑμῖν παρρησίας τε καὶ συνέσεως καὶ ἐμμελείας κινῆσαι ὑπὲρ τοῦ κοινοῦ τῶν ἐκκλησιῶν καὶ ἀναδέξασθαι τὸν ἀγῶνα τὸν ὑπὲρ ἡμῶν ἁπάντων, ἡμῶν δηλαδὴ ἐμμε‐ νόντων καὶ στοιχούντων καὶ στεργόντων καὶ κύρια ἡγουμένων πάντα τὰ ὑφ’ ὑμῶν πρατ‐ τόμενα ἕνεκα ταύτης τῆς ὑποθέσεως ἢ πραχθησόμενα. εἰ δέ που καὶ χρεία γένοιτο συμ‐ βιβασμοῦ ἢ εἰρήνης ἐκκλησιαστικῆς ἢ ἑτέρου τινὸς ἀπαιτοῦντος ὑπογραφὴν ὑπὲρ πάντων
25ἡμῶν ἕνεκα, καὶ τοῦτο αὐτὸ παρακαλοῦμεν τὴν ὑμετέραν ἁγιωσύνην μὴ ὀκνῆσαι ποιῆσαι ὑπὲρ τοῦ λυσιτελοῦντος τῶι κοινῶι καὶ ὑπὲρ τῆς δόξης τοῦ δεσπότου Χριστοῦ. εἰ δὲ καὶ συνοδικὸν δόξει ἀποσταλῆναι παρ’ ὑμῶν ἐνταῦθα ἀπαιτοῦν πάντων τὴν ὑπογραφήν, ὁμολο‐ γοῦμεν ἅπαντες κοινῆι καὶ ἰδίαι ἕκαστος τούτωι καθυπογράφειν μετὰ πάσης προθυμίας καὶ ἐξαποστέλλειν εἰς τὸ εὐσεβὲς στρατόπεδον, δήλου ἐκείνου τυγχάνοντος ὡς παντὶ τρόπωι
30τῶν κεφαλαίων τῶν αἱρετικῶν τῶν ὑπὸ Κυρίλλου τοῦ Ἀλεξανδρέως ἐπεισαχθέντων τῆι πίστει τῶν πατέρων τῶν κατὰ Νίκαιαν μετὰ ἀναθεματισμῶν ἐκβαλλομένων ὡς ἀλλοτρίων
τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας.

1,1,3

38

Ἀλέξανδρος ἐπίσκοπος μητροπολίτης Ἱερᾶς πόλεως· Εἴ τι κατὰ τὴν ἐκτεθεῖσαν πίστιν ὑπὸ τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι διαπράξεσθε μήτε ἐπεισαγομένου τινὸς τῆι πίστει τῶν ἁγίων πατέρων καὶ ἐκβαλλομένων τῶν αἱρετικῶν κεφαλαίων Κυρίλλου τοῦ Ἀλεξανδρέως, τούτωι συγκατατίθεμαι. ταύτηι γὰρ τῆι ἐκθέσει τῆς πίστεως καὶ ἤδη μετὰ τῆς ἁγίας
5συνόδου τῆς σὺν ὑμῖν καθυπέγραψα. Δωρόθεος ἐπίσκοπος Μαρκιανουπόλεως δευτέρας Μυσίας γεγράφηκα ὡσαύτως, ἐντει‐ λάμενος ὡς πρόκειται. Συνυπέγραψαν δὲ καὶ οἱ λοιποὶ πάντες. Δοθείσης δὲ τῆς ἐντολῆς, συναπεδόθη καὶ τόμος περιέχων οὕτως
10 Ἡ ἁγία σύνοδος ἥ τε τῆς Ἀνατολικῆς διοικήσεως καὶ οἱ σὺν αὐτοῖς ἐκ διαφόρων διοικήσεων καὶ ἐπαρχιῶν συνηγμένοι, Βιθυνίας Πισιδίας Καππαδοκίας δευτέρας Παφλαγονίας Εὐρώπης Μυσίας Ῥοδόπης Θεσσαλίας Δακίας διελάλησαν τὰ ὑποτεταγμένα Τῶν ἔναγχος ἀναφυέντων ἐκκλησιαστικῶν ἕνεκα ζητημάτων εἰς τὴν Ἐφεσίων πόλιν συγκληθέντες ὑπὸ τῶν δικαίως βασιλεύειν ὑπὸ τοῦ θεοῦ δοκιμασθέντων καὶ τῆς οἰκουμένης τοὺς
15οἴακας ἐγχειρισθέντων τῶν σοφῶς τε καὶ εὐσεβῶς τοὺς ὑπηκόους ἰθυνόντων, ἀόκνως τὴν προ‐ ειρημένην κατελάβομεν πόλιν. χρόνου δὲ τριβέντος οὐκ ὀλίγου διὰ τὰς γεγενημένας ὑπὸ Κυρίλλου τοῦ Αἰγυπτίου ταραχὰς καὶ δὶς καὶ τρὶς γραμμάτων φοιτησάντων παρὰ τῶν εὐσε‐ βεστάτων ἡμῶν βασιλέων παρεγγυώντων τῶι συνδέσμωι τῆς εἰρήνης ἑνῶσαι τὰς ἁπαντα‐ χοῦ τοῦ θεοῦ ἐκκλησίας καὶ ἀρκεσθῆναι τῆι ἐν Νικαίαι ὑπὸ τῶν μακαριωτάτων πατέρων
20ἐκτεθείσηι πίστει, ἐκβαλλομένων δηλαδὴ τῶν ἀρτίως ἀναφυέντων σκανδάλων, ἐπειράθημεν μὲν τοὺς τὰ τοῦ Αἰγυπτίου φρονοῦντας ἐπισκόπους καὶ τοῖς ὑπ’ αὐτοῦ ἐκτεθεῖσιν αἱρετι‐ κοῖς κεφαλαίοις καθυπογράψαντας πεῖσαι ἀνελεῖν μὲν ἐκεῖνα τὰ τῆι ὀρθοδόξωι πίστει σα‐ φῶς λυμαινόμενα, ἀρκεσθῆναι δὲ τῆι ἐν Νικαίαι γενομένηι ἐκθέσει κατὰ τὸ θέσπισμα τῶν εὐσεβεστάτων ἡμῶν βασιλέων· μὴ δυνηθέντες δὲ αὐτοὺς πεῖσαι διὰ τὴν κακῶς γενομένην
25αὐτοῖς πρόληψιν, ἠναγκάσθημεν οἱ τῆι ὑγιεῖ τῶν πατέρων ἐμμένοντες πίστει καὶ μηδὲν αὐτῆι ξένον παρεισαχθῆναι συγχωροῦντες ταύτην ἐγγράφως ἐκθέσθαι καὶ ταῖς ὑπογραφαῖς τὴν οἰκείαν ὁμολογίαν βεβαιῶσαι. ἀρκεῖ γὰρ τῶν ὀλίγων τούτων ῥημάτων ἡ ἔκθεσις καὶ τῆς εὐσεβείας διδάξαι τὸ ἀκριβὲς καὶ τῆς ἀληθείας ὑποδεῖξαι τὴν τρίβον καὶ τῆς αἱρε‐
τικῆς κακοδοξίας διελέγξαι τὴν πλάνην.

1,1,3

39

Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποι‐ ητήν· καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀλη‐ θινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῶι πατρί, δι’ οὗ τὰ πάντα
5ἐγένετο τά τε ἐν τῶι οὐρανῶι καὶ τὰ ἐν τῆι γῆι, τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα καὶ ἀνα‐ στάντα τῆι τρίτηι ἡμέραι, ἀνελθόντα εἰς οὐρανοὺς καὶ ἐρχόμενον κρῖναι ζῶντας καὶ νε‐ κρούς· καὶ εἰς τὸ ἅγιον πνεῦμα. τοὺς δὲ λέγοντας ‹ἦν ποτε ὅτε οὐκ ἦν› καὶ ‹πρὶν γεννηθῆναι οὐκ ἦν› καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας, φάσ‐
10κοντας εἶναι τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. Αὕτη ἐστὶν ἡ πίστις, ἣν ἐξέθεντο οἱ πατέρες, πρῶτον μὲν κατὰ Ἀρείου βλασφημοῦν‐ τος καὶ λέγοντος κτίσμα τὸν υἱὸν τοῦ θεοῦ, καὶ κατὰ πάσης δὲ αἱρέσεως Σαβελλίου τε καὶ Φωτεινοῦ καὶ Παύλου τοῦ Σαμοσατέως καὶ Μανιχαίου καὶ Οὐαλεντίνου καὶ Μαρκίωνος καὶ
15κατὰ πάσης αἱρέσεως ἥτις ἐπανέστη τῆι καθολικῆι καὶ ἀποστολικῆι ἐκκλησίαι, οὓς κατέκριναν οἱ ἐν τῆι Νικαέων πόλει συνηγμένοι ἐπίσκοποι τριακόσιοι δεκαοκτώ. ταύτηι τῆι ἐκθέσει τῆς πίστεως ἅπαντες ἐμμένειν ὁμολογοῦμεν ἡμεῖς τε οἱ ἐν Ἐφέσωι συνελθόντες καὶ οἱ ἐν ταῖς ἡμετέραις ἐπαρχίαις θεοφιλέστατοι ἐπίσκοποι, συνθέμενοι ἐμμένειν πᾶσι τοῖς ὑφ’ ἡμῶν πραττομένοις. πειθόμεθα γὰρ τῶι σοφῶι λέγοντι μὴ μέταιρε ὅρια αἰώνια, ἃ
20ἔθεντο οἱ πατέρες σου. τὰ δὲ ἔναγχος ὑπὸ Κυρίλλου τοῦ Ἀλεξανδρέως ἐκτεθέντα αἱρετικὰ κεφάλαια, οἷς καὶ ἀναθεματισμοὺς περιττοὺς καὶ ματαίους συνέζευξεν καὶ ἐπειράθη ταῦτα κυρῶσαι ψήφωι καὶ ὑπογραφῆι ἐπισκόπων, ἐκβάλλει καὶ ἀλλοτριοῖ τῆς ὀρθοδόξου πίστεως ἡ ἐν Ἐφέσωι συναθροισθεῖσα ἁγία σύνοδος. Ἰωάννης ἐπίσκοπος Ἀντιοχείας τῆς Ἀνατολῆς συνεθέμην τῆι προγεγραμμένηι ἁγίαι πίστει.
25 Συνυπέγραψαν δὲ ὁμοίως καὶ οἱ λοιποὶ αὐτῶν ἐπίσκοποι, οἵτινες διὰ τῆς ἑξῆς αὐτῶν ἐπιστολῆς καὶ Ῥοῦφον ἐπίσκοπον συνάρασθαι αὐτοῖς ἠξίουν.
28 Τῶι θεοφιλεστάτωι καὶ ὁσιωτάτωι συλλειτουργῶι Ῥούφωι Ἰωάννης Ἱμέριος Θεοδώ‐ ρητος καὶ οἱ καθεξῆς ἐν κυρίωι χαίρειν. Λίαν βεβλάφθαι τὴν εὐσέβειαν καὶ τὴν ἐκκλη‐
30σιαστικὴν εἰρήνην ὑπὸ τῆς ἀπουσίας τῆς σῆς ἁγιωσύνης ἡγούμεθα· ἔπαυσε γὰρ ἂν παρα‐
γενομένη καὶ τὰς γεγενημένας συγχύσεις καὶ τὰς τολμηθείσας ἀταξίας καὶ σὺν ἡμῖν ἂν

1,1,3

40

κατηγωνίσατο τὰς ἐπεισαχθείσας αἱρέσεις τῆι ὀρθοδόξωι πίστει καὶ τῆι εὐαγγελικῆι καὶ ἀπο‐ στολικῆι διδασκαλίαι, ἣν παῖδες παρὰ πατέρων ἀεὶ δεχόμενοι μέχρις ἡμῶν ταύτην παρέ‐ πεμψαν. ταῦτα δὲ οὐχ ἁπλῶς φαμέν, ἀλλὰ ἄλλον σκοπὸν τῆς σῆς ὁσιότητος μεμαθη‐ κότες ἐκ τῶν πρὸς τὸν θεοφιλέστατον καὶ ἁγιώτατον Ἰουλιανὸν τὸν τῆς Σερδικῆς ἐπίσκοπον
5παρὰ τῆς σῆς θεοσεβείας γραφέντων. ἐδήλου γὰρ τὰ γράμματα ὡς χρὴ τὸν προειρη‐ μένον θεοσεβέστατον ἐπίσκοπον συναγωνίσασθαι τῆι ἐκτεθείσηι πίστει ὑπὸ τῶν μακαρίων πατέρων τῶν ἐν Νικαίαι συναθροισθέντων καὶ μὴ συγχωρῆσαι μῶμον ἐκείνοις τοῖς βραχέσι ῥήμασιν ἐπεισαχθῆναι ἀρκοῦσι καὶ τὴν ἀλήθειαν δεῖξαι καὶ τὸ ψεῦδος ἐλέγξαι. ταῦτα ἡ μὲν ὁσιότης ἡ σὴ ὀρθῶς καὶ δικαίως καὶ εὐσεβῶς εἰσηγήσατο καὶ ὁ δεξάμενος τὰ γράμματα
10τῆι τῶν γραμμάτων ἠκολούθησε συμβουλῆι, πολλοὶ δὲ τῶν εἰς τὴν σύνοδον παραγενομένων ἐξέκλιναν κατὰ τὸν προφήτην καὶ ἠχρειώθησαν, ἣν μὲν παρὰ τῶν πατέρων παρέλαβον πίστιν καταλιπόντες, τοῖς δὲ Κυρίλλου τοῦ Ἀλεξανδρέως δώδεκα κεφαλαίοις καθυπογράψαν‐ τες, ἃ τῆς Ἀπολιναρίου γέμει κακοδοξίας, συμβαίνει δὲ καὶ τῆι Ἀρείου καὶ Εὐνομίου δυσσε‐ βείαι καὶ ἀναθεματίζει πάντα τὸν μὴ δεχόμενον τὴν γυμνὴν ταύτην ἀσέβειαν. ταύτηι
15τῆι λύμηι τῆς πίστεως λίαν ἀντέστημεν οἵ τε ἀπὸ τῆς Ἑώιας συνεληλυθότες καὶ ἕτεροι οἱ ἐκ διαφόρων διοικήσεων, ὥστε τὴν ἐν Νικαίαι ἐκτεθεῖσαν ὑπὸ τῶν μακαρίων πατέρων κρατυνθῆναι πίστιν. οὐδὲν γὰρ αὐτῆι ἐλλείπει, ὡς οἶδεν ἡ σὴ ἁγιότης, εἴς τε διδασκα‐ λίαν τῶν εὐαγγελικῶν δογμάτων καὶ εἰς ἔλεγχον πάσης αἱρέσεως. ὑπὲρ ταύτης ἀγωνι‐ ζόμενοι διατελοῦμεν, πάντων ὁμοῦ τῶν κατὰ τὸν βίον καταφρονοῦντες τερπνῶν τε καὶ
20λυπηρῶν, ὥστε ἀνέπαφον διαφυλάξαι τὸν πατρῶιον τοῦτον κλῆρον· τούτου χάριν καὶ Κύ‐ ριλλον καὶ Μέμνονα, τὸν μὲν ὡς αἱρεσιάρχην, τὸν δὲ ὡς συνεργὸν γεγενημένον καὶ ἐν ἅπασιν αὐτῶι συμμαχήσαντα ὥστε βεβαιωθῆναι καὶ στηριχθῆναι τὰ ἐπὶ διαφθορᾶι τῶν ἐκκλησιῶν ἐκτεθέντα κεφάλαια, καθαιρέσει ὑποβεβλήκαμεν καὶ τοὺς ὑπογράψαι καὶ συνθέσθαι τοῖς ἐναντίοις τῆς εὐσεβείας δόγμασι τετολμηκότας ἀκοινωνήτους πεποιήκαμεν, ἕως ἂν
25ἐκεῖνα μὲν ἀναθεματίσωσιν, εἰς δὲ τὴν πίστιν τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι συνελ‐ θόντων ἐπανέλθωσιν. ἀλλ’ οὐδὲν αὐτοὺς ὤνησεν ἡ ἡμετέρα μακροθυμία. μέχρι γὰρ τῆς σήμερον ἡμέρας τῶν διεφθαρμένων ἐκείνων ὑπερμάχονται δογμάτων. περιέπειραν δὲ ἑαυτοὺς καὶ τῶι τοῦ κανόνος ὅρωι, ὃς σαφῶς διαγορεύει, εἴ τις καθαιρεθεὶς ἐπίσκοπος ὑπὸ συνόδου ἢ πρεσβύτερος ἢ διάκονος ὑπὸ τοῦ ἰδίου ἐπισκόπου ἑαυτῶι ἐπιτρέψειε τὴν
30λειτουργίαν καὶ μὴ ἀναμείνειε συνόδου κρίσιν, μηκέτι χώραν αὐτὸν ἔχειν ἀπολογίας μηδὲ ἐφ’ ἑτέρας συνόδου, ἀλλὰ καὶ τοὺς κοινωνοῦντας αὐτῶι παντελῶς ἐξωθεῖσθαι τῆς ἐκκλη‐ σίας. τούτωι τῶι ὅρωι περιπεπτώκασιν οἵ τε καθαιρεθέντες οἵ τε ἀκοινώνητοι γεγενη‐ μένοι. εὐθὺς γὰρ μετὰ τὸ γνῶναι τὴν γενομένην καθαίρεσιν καὶ ἀκοινωνησίαν καὶ συνε‐ λειτούργησαν καὶ διατελοῦσι λειτουργοῦντες, ὡς ἀπιστοῦντες δηλονότι τῶι εἰπόντι ὃ δὴ
35ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς. ταῦτα ἐβουλευ‐ σάμεθα μὲν εὐθὺς τῆι σῆι ἁγιωσύνηι γνωρίσαι, προσδοκήσαντες δὲ ἔσεσθαί τινα τῶν λυπη‐ ρῶν μεταβολὴν μέχρι τοῦ παρόντος ἀνεμείναμεν. ἀλλ’ ἐψεύσθημεν τῆς ἐλπίδος· ἔμειναν
γὰρ τῆς δυσσεβοῦς ταύτης αἱρέσεως ὑπερμαχοῦντες καὶ μηδὲ τοῦ εὐσεβεστάτου βασιλέως

1,1,3

41

τὰς συμβουλὰς αἰδούμενοι. πεντάκις γὰρ ἤδη καὶ ἡμῖν καὶ αὐτοῖς συντετυχηκὼς προσέ‐ ταξεν αὐτοῖς ἢ ὡς ἐναντία τῆι πίστει ἐκβάλλειν τὰ Κυρίλλου κεφάλαια ἢ τὸν ὑπὲρ τούτων ἀναδέξασθαι ἀγῶνα καὶ δεῖξαι ὡς συμβαίνει τῆι τῶν μακαρίων πατέρων ὁμολογίαι. ἑτοί‐ μους γὰρ εἴχομεν ἡμεῖς τοὺς ἐλέγχους δι’ ὧν ἀπεδείξαμεν ἂν ὡς ἄντικρυς μὲν μάχεται τοῖς
5τῆς ὀρθοδοξίας διδασκάλοις, συμφέρεται δὲ λίαν τῆι τῶν αἱρετικῶν διδασκαλίαι. διδάσκει γὰρ διὰ τούτων αὐτῶν ὁ τὰ πονηρὰ ταῦτα κτίσας γεννήματα ὡς ἡ θεότης τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ ἔπαθεν καὶ οὐχ ἡ ἀνθρωπότης, ἣν ὑπὲρ τῆς ἡμετέρας ἀνείληφε σωτηρίας, τῆς ἐνοικούσης δηλονότι θεότητος οἰκειουμένης μὲν τὰ πάθη ὡς ἰδίου σώματος, οὐδὲν δὲ πασχούσης εἰς τὴν ἰδίαν φύσιν· πρὸς δὲ τούτοις ὅτι μία φύσις γέγονε θεότητος καὶ
10ἀνθρωπότητος. οὕτω γὰρ τὸ ὁ λόγος σὰρξ ἐγένετο ἡρμήνευσεν ὡς τῆς θεότητος τροπήν τινα ὑπομεινάσης καὶ εἰς σάρκα μεταβληθείσης. πρὸς τούτοις ἀναθεματίζει τοὺς διαιροῦντας τὰς εὐαγγελικὰς καὶ ἀποστολικὰς περὶ τοῦ δεσπότου Χριστοῦ φωνὰς καὶ τὰς μὲν ταπεινὰς κατὰ τὴν ἀνθρωπότητα, τὰς δὲ θεοπρεπεῖς κατὰ τὴν θεότητα τοῦ Χριστοῦ ἐκλαμβάνοντας, ὅπερ φρονοῦντες Ἀρειανοὶ καὶ Εὐνομιανοὶ καὶ τὰς μὲν ταπεινὰς περὶ τῆς
15οἰκονομίας φωνὰς εἰς τὴν θεότητα ἀναφέροντες καὶ κτίσμα καὶ ποίημα τὸν θεὸν λόγον καὶ ἑτεροούσιον καὶ ἀνόμοιον τῶι πατρὶ λέγειν ἐπραγματεύσαντο. ἐντεῦθεν δὲ εἴ τι κἂν συμ‐ βαίνει βλάσφημον, ῥάιδιον κατιδεῖν. σύγχυσις γὰρ εἰσάγεται τῶν φύσεων καὶ προσάπ‐ τεται τῶι θεῶι λόγωι τὸ θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπες; καὶ τὸ πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ καὶ τὸ πεινῆν καὶ διψῆν
20καὶ ὑπὸ ἀγγέλου στηρίζεσθαι καὶ τὸ λέγειν νῦν ἡ ψυχή μου τετάρακται καὶ περί‐ λυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου καὶ ὅσα τοιαῦτα περὶ τὴν ἀνθρωπότητα τοῦ κυρίου συμβέβηκε. ταῦτα δὲ ὡς σαφῶς τῆι Ἀρείου καὶ Εὐνομίου δυσσεβείαι συμβαίνει, εὐχερῶς ἄν τις κατίδοι. ἐκεῖνοι γὰρ τὸ ἑτεροούσιον κατασκευάσαι μὴ δυνάμενοι τὰ παθήματα καὶ τὰς εὐτελεῖς φωνὰς τῆι θεότητι τοῦ Χριστοῦ περιάπτουσιν, ὡς προείρη‐
25ται. ἴστω δέ σου ἡ θεοσέβεια ὡς οἱ τῶν Ἀρειανῶν διδάσκαλοι νῦν οὐδὲν ἕτερον ἐν ταῖς ἐκκλησίαις αὐτῶν διδάσκουσιν ἢ ὡς οἱ τὸ ὁμοούσιον διδάσκοντες νῦν τὰ Ἀρείου φρο‐ νοῦσι καὶ ὅτι διὰ χρόνου μακροῦ τὸ ἀληθὲς ἀνεφάνη. ἡμεῖς δὲ τοῖς τῶν μακαρίων πα‐ τέρων τῶν ἐν Νικαίαι συνεληλυθότων καὶ τῶν μετ’ ἐκείνους ἐν τῆι διδασκαλίαι διαπρεψάν‐ των, Εὐσταθίου τοῦ Ἀντιοχείας, Βασιλείου τοῦ Καισαρείας καὶ Γρηγορίου καὶ Ἰωάννου καὶ
30Ἀθανασίου καὶ Θεοφίλου καὶ Δαμάσου τῆς Ῥώμης καὶ Ἀμβροσίου τοῦ Μεδιολάνων καὶ τῶν ταὐτὰ τούτοις διδαξάντων ἐμμένομεν δόγμασι καὶ τοῖς εὐσεβέσιν αὐτῶν ἀκολουθοῦμεν ἴχνεσι. τοῖς γὰρ εὐαγγελικοῖς καὶ ἀποστολικοῖς καὶ προφητικοῖς ἑπόμενοι ῥήμασιν ἀκριβῆ τῆς ὀρθοδοξίας ἡμῖν κανόνα κατέλιπον, ὃν ἀκλινῆ καὶ ἀσάλευτον φυλάξαι σπουδάζομεν ἅπαντες οἱ τὴν Ἀνατολὴν οἰκοῦντες, ὡσαύτως δὲ καὶ Βιθυνοὶ καὶ Παφλαγόνες καὶ ἡ δευ‐
35τέρα Καππαδοκία καὶ Πισιδία καὶ Δακία καὶ Μυσία καὶ Θετταλία καὶ Εὐρώπη καὶ Ῥοδόπη καὶ ἄλλοι πλεῖστοι ἀπὸ διαφόρων ἐπαρχιῶν. δῆλοι δέ εἰσι καὶ Ἰταλιῶται τῆς καινοτο‐ μίας ταύτης οὐκ ἀνεξόμενοι. ὁ γὰρ θεοφιλέστατος καὶ ἁγιώτατος Μαρτῖνος ὁ τῆς Μεδιο‐
λάνων ἐπίσκοπος καὶ γράμματα πρὸς ἡμᾶς ἀπέστειλεν καὶ τῶι εὐσεβεστάτωι βασιλεῖ βιβλίον

1,1,3

42

ἐξέπεμψε τοῦ μακαρίου Ἀμβροσίου περὶ τῆς τοῦ κυρίου ἐνανθρωπήσεως, ὅπερ τὰ ἐναντία τοῖς αἱρετικοῖς τούτοις διδάσκει κεφαλαίοις. γινωσκέτω δέ σου ἡ ἁγιότης ὡς οὐκ ἤρκεσε Κυρίλλωι καὶ Μέμνονι τὸ τῆι ὀρθοδόξωι πίστει λυμήνασθαι, ἀλλὰ καὶ πάντας τοὺς κανόνας ἐπάτησαν. τοὺς γὰρ ὑπὸ διαφόρων διοικήσεων καὶ ἐπαρχιῶν γενομένους ἀκοινωνήτους
5εὐθὺς εἰς κοινωνίαν ἐδέξαντο, πρὸς τούτοις δὲ καὶ ἑτέρους ἐπὶ αἱρέσεσιν ἐγκαλουμένους καὶ τὰ αὐτὰ φρονοῦντας Κελεστίωι καὶ Πελαγίωι (Εὐχῖται γάρ εἰσιν εἴτ’ οὖν Ἐνθουσιασταί, δι’ ὃ καὶ ἀκοινώνητοι ἦσαν τῶι τε διοικητῆι καὶ τῶι μητροπολίτηι) τῆς ἐκκλησιαστικῆς εὐτα‐ ξίας καταφρονήσαντες εἰς κοινωνίαν ἐδέξαντο αὐτούς, τὸ πλῆθος ἑαυτοῖς πανταχόθεν ἀθροί‐ ζοντες καὶ τυραννικῶς μᾶλλον ἢ εὐσεβῶς δογματίζειν σπουδάζοντες. ἐπειδὴ γὰρ τῆς
10εὐσεβείας ἐγεγύμνωντο, ἀναγκαίως ἑτέραν ἑαυτοῖς ἐπενόησαν δύναμιν ἀνθρωποειδῆ χρημά‐ των ῥεύμασιν οἰόμενοι τὴν τῶν πατέρων καταγωνίζεσθαι πίστιν. ἀλλὰ τούτων οὐδὲν αὐτοὺς ὀνήσει, τῆς ὑμετέρας ἐρρωμένης ὁσιότητος καὶ συνήθως τῆς εὐσεβείας ὑπερασπιζού‐ σης. παρακλήθητι τοίνυν, δέσποτα ἁγιώτατε, τὴν μὲν κοινωνίαν τῶν ταῦτα τετολμηκό‐ των καὶ τὴν αἵρεσιν ταύτην εἰσαγαγόντων φυλάξασθαι, γνωρίσαι δὲ πᾶσι, καὶ τοῖς ἐγγὺς
15καὶ τοῖς μακράν, ὡς ταῦτά ἐστι τὰ κεφάλαια ἐφ’ οἷς ὁ τρισμακάριος Δάμασος καθεῖλεν Ἀπολινάριον καὶ Βιτάλιον καὶ Τιμόθεον τοὺς αἱρετικούς, καὶ ὅτι οὐ χρὴ τῆι ἐκπεμφθείσηι ἐπιστολῆι παρ’ αὐτοῦ ἁπλῶς προσέχειν, ἐν ἧι τὸ μὲν αἱρετικὸν συνεσκίασε φρόνημα, τῶι δὲ τῆς εὐσεβείας αὐτὴν κατέχρωσε δόγματι. ἐν μὲν γὰρ τοῖς κεφαλαίοις σφόδρα αὐτοῦ τὴν ἀσέβειαν ἐγύμνωσεν, ἔνθα καὶ ἀναθεματίσαι τοὺς μὴ οὕτως φρονοῦντας ἐτόλμησεν· ἐν
20δὲ τῆι ἐπιστολῆι κλέψαι πανούργως τοὺς ἁπλουστέρους ἐπεχείρησεν. μὴ τοίνυν κατα‐ φρονήσηι τῆς ὑποθέσεως ἡ σὴ ὁσιότης, ἵνα μὴ ὕστερον ὁρῶσα τὴν αἵρεσιν κρατυνθεῖσαν ἀνονήτως ἀλγύνηται καὶ ἀσχάλληι, ἐπαμῦναι μηκέτι δυναμένη τῆι εὐσεβείαι. Ἀπεστείλαμεν δὲ καὶ τὸ ἴσον τοῦ τόμου οὗ ἐπιδεδώκαμεν τῶι εὐσεβεστάτωι καὶ φιλο‐ χρίστωι ἡμῶν βασιλεῖ, ἔχον τὴν πίστιν τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι, ἐν ὧι ἐξεβά‐
25λομεν τὰ πρόσφατον ἐπεισαχθέντα ὑπὸ Κυρίλλου αἱρετικὰ κεφάλαια, ἀλλότρια κρίναντες αὐτὰ τῆς ὀρθοδόξου πίστεως. ἐπειδὴ δὲ μόνοι ὀκτὼ παρεγενόμεθα εἰς τὴν Κωνσταν‐ τινούπολιν, οὕτω τοῦ εὐσεβεστάτου προστάξαντος βασιλέως, ὑπετάξαμεν καὶ τὸ ἴσον τοῦ ἐντολικοῦ τοῦ παρὰ τῆς ἁγίας συνόδου δοθέντος ἡμῖν, διὰ τὴν γνῶσιν τῶν ἐγκειμένων αὐτῶι ἐπαρχιῶν, ἃς ἔστιν ἀπὸ τῶν ὑπογραφῶν τῶν μητροπολιτῶν γνῶναι τὴν σὴν ὁσιότητα.
30Πᾶσαν τὴν σὺν σοὶ ἀδελφότητα προσαγορεύομεν.
32Ἴσον ἐπιστολῆς γραφείσης τῆι ἐν Ἐφέσωι ἁγίαι συνόδωι παρὰ τῶν εὑρεθέντων ἐν Κων‐ σταντινουπόλει ἐπισκόπων Μεσορὴ κ ινδ ιε ἀποδοθείσης Τοῖς παναγίοις καὶ θεοφιλεστάτοις ἀρχιεπισκόποις καὶ πατράσι τοῖς συναχθεῖσι κατὰ
35θεοῦ χάριν ἐν τῆι Ἐφεσίων μητροπόλει Κελεστίνωι Κυρίλλωι Ἰουβεναλίωι Φίρμωι Φλαυιανῶι

1,1,3

43

Μέμνονι Ἐρενιανῶι Θεοδότωι Ἀκακίωι καὶ πάσηι τῆι καθ’ ὑμᾶς ἁγίαι καὶ οἰκουμενικῆι συνόδωι παρὰ τῶν εὑρεθέντων ἐν Κωνσταντινουπόλει ἐπισκόπων ἐν κυρίωι χαίρειν. Ἔδει μὲν ἡμᾶς μὴ ταῖς ψυχαῖς μόνον, ἀλλὰ καὶ τοῖς σώμασι συνόντας τῆι ὑμετέραι ἁγιότητι καὶ τὴν ἐκ τῶν πειρασμῶν θλῖψιν μερίζεσθαι καὶ μεθ’ ὑμῶν στεφανοῦσθαι τοῖς ἄθλοις· ἐπειδὴ δὲ ὁ πρὸς
5τὴν ἁγίαν σύνοδον πόλεμος καὶ μέχρις ἡμῶν ἐξετείνετο (ἄπλους μὲν ἡ θάλασσα, ἄβατος δὲ ἡ γῆ τοῖς αὐτόθεν ἀφικομένοις διὰ τοὺς ταῖς ὁδοῖς ἐφεδρεύοντας), οὐκ ἔχοντες ὅ τι ποιή‐ σομεν, δάκρυσι καὶ λιταῖς τὰ παρ’ ἑαυτῶν συνεισηνέγκαμεν, φθάσαι δὲ πρὸς τὴν ὑμετέραν ἁγιότητα μὴ δυνάμενοι τὰς προθυμίας ὑμῖν ὡς χεῖρας ἐχρήσαμεν, τοὺς μὲν καθηιρημένους συγκαθαιροῦντες καὶ τοὺς ὁσίους τοῦ Χριστοῦ συνεγείροντες. ἐγενόμεθα δὲ οὐδὲ τοῖς
10ἐνταῦθα ἄχρηστοι, ῥωννύντες μὲν τὸν λαὸν καὶ τῶν πλείστων τὸν ζῆλον ἐξάπτοντες, ὑπη‐ ρετοῦντες δὲ καὶ τοῖς ἱερεῦσιν ὅσα ἐκείνοις ἐδόκει. ἀλλ’ ἐπειδὴ μικρὰ ταῦτα καὶ ὅσα ἀπόντες δύνανται, ἐθαρσήσαμεν καὶ τήνδε ἐκπέμψαι τὴν ἐπιστολήν, τοὺς ὑπὲρ τῆς εὐσε‐ βείας ἱδρῶτας ὑμῶν μακαρίζοντες καὶ ἰδίαι ἑκάστωι τῶν ἁγίων πατέρων καὶ κοινῆι πᾶσι τὰ τῶν προφητῶν καὶ πατέρων ἐπιφθεγγόμενοι ὅτι ὡς πατέρες ἅγιοι καὶ κλήσεως τῆς
15ἐπουρανίου ἄξιοι, ἐλογίσθητε ὡς πρόβατα σφαγῆς, ὅλην τὴν ἡμέραν ὑπὲρ Χριστοῦ θανατού‐ μενοι ὑστερούμενοι κακουχούμενοι θλιβόμενοι ὑμεῖς ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. ἀλλὰ δότε καὶ ἡμῖν τῶν πρακτέων συμβουλὴν δι’ ἐπιστολῆς, ἵν’ εἰ μὲν δεῖ καταλαβεῖν τὴν ἁγίαν σύνοδον καὶ τὰ ὑπόλοιπα τῶν ἀγώνων συνδιενεγκεῖν, τοῦτο ποιήσωμεν (πρόθυμον γὰρ τὸ καθ’ ἡμᾶς)· εἰ δὲ μένειν ἐνταῦθα κελεύετε, ἐπειδήπερ διὰ τὸν προσκυνητὸν θεὸν χρηστὰ καὶ
20τὰ παρὰ τοῦ θεοφιλεστάτου καὶ εὐσεβεστάτου βασιλέως ἡμῖν ἀγγέλλεται, τοῦτο φανερὸν καταστήσατε, ἵνα μὴ ἐπὶ πολὺ ὦμεν ὑπὸ τῆς ἄγαν φροντίδος ἐκδαπανώμενοι.
23 Τοῖς εὐλαβεστάτοις καὶ θεοφιλεστάτοις συλλειτουργοῖς Εὐλαλίωι Ἐντρεχίωι Ἀκακίωι Χρυσαφίωι Ἱερεμίαι Θεοδούλωι Ἡσαίαι ἡ ἁγία σύνοδος ἡ κατὰ θεοῦ χάριν καὶ θέσπισμα
25τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων συγκροτηθεῖσα ἐν τῆι Ἐφεσίων μητρο‐ πόλει ἐν κυρίωι χαίρειν. Τοὺς οὕτω διακειμένους, ὡς ἐδήλωσεν ἡμῖν καὶ τὰ γράμματα, οὐδὲν ἀπεικὸς καὶ τῆι ψυχῆι καὶ τοῖς σώμασι συναθλεῖν καὶ οὓς διηντλήσαμεν ἐνταῦθα πόνους, κοινοὺς ἡγεῖσθαι. καὶ γὰρ ἐν τοῖς ἀγῶσιν οὐκ ὀλίγα τοῖς ἀγωνιζομένοις οἱ σπουδαῖοι παρέχονται τῶν θεατῶν, καὶ τῶν παλαισμάτων ὑποβάλλοντες τὴν πεῖραν καὶ
30πρὸς τὴν νίκην ἐγείροντες καὶ παρεγγυῶντες ἃ δεῖ τοὺς ὑπὲρ δόξης ἀγωνιζομένους ποιεῖν· τῆι δὲ θεοσεβείαι ὑμῶν πλεῖον τῆς τέχνης ταύτης ἐπινενόηται, τὸ εὐχαῖς ἡμᾶς δυναμοῦν
καὶ ἐξιλεοῦσθαι ὑπὲρ ἡμῶν τὸν θεόν, ὡς ἂν μὴ πειρασθείημεν παρ’ ὃ δυνάμεθα φέρειν, ἢ

1,1,3

44

πειρασθέντες κρείττους τῶν πειραζόντων γενοίμεθα. κεκοινωνήκατε δὲ ἡμῖν τῆι φροντίδι τῶν πόνων. εἰώθασι γὰρ πλεῖον ὑπὸ τῆς μερίμνης πάσχειν οἱ πόρρωθεν μανθάνοντες τὰ γινόμενα ἢ οἱ τοῖς ἀγῶσιν ἐμβεβηκότες αὐτοῖς. ἱκανὸν δὲ ἡμῖν εἰς παραμυθίαν τὸ μὴ ἀγνοηθῆναι τὰς τῶν ἐναντίων καθ’ ἡμῶν ἐπιτεχνήσεις, ἀλλὰ καὶ ἄχρις ὑμῶν ἐλθεῖν τὰ
5κατὰ τῆς ἁγίας συνόδου τολμώμενα. ἴσμεν γὰρ ὅτι διὰ τῆς ὑμετέρας θεοφιλείας καὶ εἰς τὰς τῶν εὐσεβεστάτων βασιλέων ἀκοὰς ἕκαστα παρελεύσεται καὶ λύσις ἔσται τῶν δυσχερῶν, δηλωσάντων ὑμῶν τήν τε Ἰωάννου τοῦ τῆς Ἀντιοχέων ἀπόνοιαν καὶ τῶν μετ’ αὐτοῦ καὶ ὅσα αὐτοῖς ἀθέσμως παρὰ τοὺς κανόνας κατὰ τῶν θεοφιλεστάτων καὶ ἁγιωτάτων ἐπισκό‐ πων Κυρίλλου καὶ Μέμνονος καὶ τῆς ἁγίας συνόδου τετόλμηται. λογιζόμεθα γὰρ μηδὲν
10τούτων σαφῶς ἐγνωκέναι τὸν θεοφιλῆ καὶ εὐσεβέστατον βασιλέα· οὐ γὰρ ἂν οὕτως ἴσχυ‐ σαν οἱ τὸν καθ’ ἡμῶν ἐγείροντες πόλεμον, ὥστε μηδὲ οἴκτου ἡμᾶς ἠξιῶσθαι ἀδικουμένους, ἀλλ’ ὡς ἀδικοῦντας ἐν ἐγκλήμασιν εἶναι, καὶ ταῦτα πρὸς τὸ πάσχειν ἑαυτοὺς ἐκδεδωκότας, πρὸς ἄμυναν δὲ οὐδεμίαν τῶν ἀδικούντων ἐγειρομένους. τὰ δὲ κωλύσαντα τὴν ὁσιότητα ὑμῶν πρὸς ἡμᾶς ἀφικέσθαι ἡμᾶς ἔχει τὴν πρόφασιν. πολιορκία γὰρ ἡμᾶς ἀκριβὴς νῦν
15συνέχει ἐκ γῆς τε καὶ θαλάττης, ὥστε μηδὲ γνωρίζειν τῆι ὑμῶν ὁσιότητι δύνασθαι τὰ γινό‐ μενα. τῶν δὲ δακρύων καὶ τῆς προσευχῆς ὑμῶν ἔργον ἐγένετο τὸ ἕκαστον ἡμῶν τῶν ** μήπω πρὸς τὸ τέλος συνελθόντων τὴν αὐτὴν ἔχειν ἐπὶ τῶι πράγματι κρίσιν καὶ ἀσυμβάτως πρὸς αὐτοὺς διακεῖσθαι, πολλῆς ἀνάγκης εἰς τοῦτο τῶν ἀρχόντων ἡμᾶς συνελαυνούσης. καὶ ἐν τούτωι δὲ τῆς εὐνοίας ὑμῶν τὸ μέρος ἔχομεν, κοινωνοὺς ὑμᾶς καὶ τῶν ἀγώνων καὶ
20τῶν ἄθλων εἰδότες, καὶ ὃ ἐπὶ τῶν τοὺς ἁγίους μάρτυρας ἀγαπώντων ἴσμεν γινόμενον, τοῦτο ἔστι καὶ ἐπὶ τῆς ὑμετέρας θεοφιλείας ἰδεῖν. ἔξω γὰρ τῶν ἀγώνων ὄντες τέως ἀπονητὶ τῶν στεφάνων κατηξιώθητε, εὐνοίαι μὲν τοῖς ἀδικουμένοις προσκείμενοι, τῶν δὲ ἐπαναστάντων καταδικάζοντες, ὡς μηδὲν ὑμᾶς δοκεῖν τῆι ἀπολείψει ἔλαττον ἔχειν, εἰς πάντα ὑμῶν ταῖς ἡμετέραις συμφερομένων γνώμαις. οὐ μικρὸν δὲ εἰς ἀφορμὴν νίκης τοῖς μα‐
25χομένοις, ἀλλὰ καὶ μέγιστον εἰς παράκλησιν ὃ καὶ ὑμᾶς ἐμάθομεν πεποιηκέναι, τοῦ λαοῦ τὸν ζῆλον αὐξάνοντας καὶ θαρρεῖν κατὰ τῶν ὑπεναντίων ἐγείροντας. λείπεται δὲ κατὰ χώραν μένοντας τά τε αὐτόθι γνωρίζειν ἡμῖν καὶ τὰ παρ’ ἡμῶν εἰς γνῶσιν τῶν θειοτάτων βασιλέων καὶ τῆς ἁγίας ἐκκλησίας ἄγειν. τοῦτο γάρ ἐστι μᾶλλον εἰς ἐπικουρίαν αὔταρ‐ κες ἢ εἰ καταλαβόντες ἡμᾶς συνταλαιπωρεῖν ἡμῖν πολιορκουμένοις ἀνάσχοισθε. λογιζό‐
30μενοι δὲ μὴ ἐληλυθέναι εἰς γνῶσιν ὑμετέραν τὰ πρώην ἀποσταλέντα, καὶ αὖθις τῆι θεοσε‐ βείαι ὑμῶν τῶν αὐτῶν ἀντίτυπα διεπεμψάμεθα, ἀνηνέγκαμεν δὲ πάλιν καὶ τοῖς εὐσεβεστά‐ τοις βασιλεῦσι, καὶ γενέσθω τῆι θεοσεβείαι ὑμῶν ἐπιμελὲς μαθεῖν, ἵν’ εἰ μὲν ἀποδέδονται, ὑπομνησθῶσι περὶ τῶν ἀνηνεγμένων, εἰ δὲ μὴ τοῦτο γεγένηται, ἵνα νῦν γοῦν μάθηι αὐτῶν ἡ εὐσέβεια ἃ πρότερον ἐπιβουλεύοντες ἡμῖν τινες ἀγνοῆσαι τὴν αὐτῶν θεοφίλειαν ἐσπούδασαν.
35Ἐρρῶσθαι ὑμᾶς ἐν κυρίωι εὐχόμεθα, ἀγαπητοὶ καὶ ποθεινότατοι ἀδελφοί.

1,1,3

45

(2)

Ἴσον ἐπιστολῆς Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας γραφείσης πρὸς τὸν κλῆρον Κωνσταν‐ τινουπόλεως Ἐταράχθη λίαν ἡ ἁγία σύνοδος ἀκούσασα ὅτι οὐ πάντα ὀρθῶς ἀνήνεγκεν ὁ μεγαλοπρεπέ‐
5στατος καὶ ἐνδοξότατος κόμης Ἰωάννης, ὥστε βουλεύεσθαι τοὺς ἐκεῖσε καὶ περὶ ἐξορίας καθ’ ἡμῶν ὡς τῆς ἁγίας συνόδου καταδεξαμένης τὴν ἀκανόνιστον καὶ ἄθεσμον γενομένην καθαίρεσιν παρά τε Ἰωάννου καὶ τῶν σὺν αὐτῶι αἱρετικῶν. ἰδοὺ τοίνυν καὶ ἑτέρα γέγονεν ἀναφορὰ παρὰ τῆς ἁγίας συνόδου διδάσκουσα ὅτι καὶ λυπεῖται ἐπὶ τῶι δεσποτικῶι γράμματι, καὶ ὅτι οὐ κατεδεξάμεθα τῶν τριῶν τὰς καθαιρέσεις, καὶ ἐξαιρέτως ἀκυροῦσθαι μὲν τὰ παρ’ ἐκείνων δυσσεβῶς τε καὶ
10ἀθέσμως γενόμενα, κρατύνεσθαι δὲ μᾶλλον τὰ παρ’ ἡμῶν. ἐδίδαξαν γὰρ καὶ διὰ πρώ‐ της ἀναφορᾶς ὅτι ἄκυρα μὲν τὰ παρ’ ἐκείνων ἀκανονίστως γενόμενα πεποιήκασι, κοινωνι‐ κοὺς δὲ ἡμᾶς καὶ συνεπισκόπους ἔχουσι καὶ ὅτι τῆς τοιαύτης οὐκ ἐξίστανται γνώμης. μυρία δὲ πεποιηκότος τοῦ μνημονευθέντος μεγαλοπρεπεστάτου ἀνδρὸς ὥστε ἐλθεῖν εἰς κοι‐ νωνίαν Ἰωάννην καὶ τοὺς σὺν αὐτῶι τῆι ἁγίαι συνόδωι, μέχρι σήμερον οὐδὲ ἀκοῦσαι ἠνέ‐
15σχοντο τοιαύτης φωνῆς, ἀλλ’ ἐνίστανται μὲν πάντες λέγοντες ὅτι ἀδύνατον ἡμᾶς εἰς τοῦτο ἐλθεῖν, ἐὰν μὴ καὶ τὸ παρ’ αὐτῶν ἀκανονίστως γενόμενον λυθῆι καὶ προσπέσωσι τῆι συν‐ όδωι ὡς πλημμελήσαντες, ἀναθεματίσωσι δὲ Νεστόριον καὶ τὰ δόγματα αὐτοῦ ἐγγράφως, καὶ ἐν τούτοις ἡ πᾶσα ἔνστασις τῆς συνόδου. ἀποτυχὼν δὲ τούτου ὁ μνημονευθεὶς με‐ γαλοπρεπέστατος ἀνὴρ ἐπενόησε καὶ τοῦτο καὶ ἀπήιτει τὴν σύνοδον ἔκθεσιν πίστεως ἐγγράφως
20ἐπιδοῦναι αὐτῶι, ἵνα κἀκείνους ποιήσηι συνθέσθαι καὶ ὑπογράψαι καὶ ἀνέλθηι λέγων ὅτι συνῆψα αὐτοὺς εἰς φιλίαν ἀνθρωπίνας λύπας ἔχοντας μεταξὺ ἀλλήλων. τοῦτο νοήσασα ἡ ἁγία σύνοδος πάλιν ἐνέστη ἄχρι παντὸς λέγουσα ὅτι οὐχ ὑβρίζομεν ἑαυτούς· οὐ γὰρ ὡς αἱρε‐ τικοὶ κεκλήμεθα, ἀλλ’ ἤλθομεν πίστιν ἀθετουμένην στῆσαι, ἣν καὶ ἐστήσαμεν, καὶ οὐ χρήιζει ὁ βασιλεὺς τοῦ μαθεῖν νῦν τὴν πίστιν, εἰδὼς αὐτὴν καὶ ἐν αὐτῆι βαπτισθείς. οὐ προέβη
25τοίνυν οὐδὲ τοῦτο τοῖς ἀπὸ τῆς Ἀνατολῆς. κἀκεῖνο δὲ γινώσκετε ὅτι συνθέντες ἔκθεσιν πίστεως ἐφιλονείκησαν πρὸς ἀλλήλους καὶ εἰσὶν ἐν τῶι φιλονεικεῖν ἔτι. οἳ μὲν γὰρ αὐ‐ τῶν καταδέχονται θεοτόκον εἰπεῖν τὴν ἁγίαν παρθένον μετὰ καὶ τοῦ ἀνθρωποτόκον, οἳ δὲ παντελῶς ἀρνοῦνται καί φασιν ἑτοίμως ἔχειν ἀποτμηθῆναι τῶν χειρῶν ἢ ὑπογράψαι τοιαύ‐ τηι φωνῆι. ἀσχημονοῦσι δὲ πανταχοῦ αἱρετικοὶ δεικνύμενοι. ταῦτα πάντες παρὰ τῆς
30θεοσεβείας ὑμῶν διδασκέσθωσαν καὶ μάλιστα οἱ θεοσεβέστατοι καὶ ἁγιώτατοι ἀρχιμανδρῖται, μήποτε ὑποστρέψας ὁ προρρηθεὶς ἕτερα ἀνθ’ ἑτέρων εἴπηι ἢ διδάξηι, τέρπων τάς τινων ἀκοάς. μὴ ἀποκνήσηι δὲ ὑμῶν ἡ θεοσέβεια μηδὲ ἀποκαμνέτω πρὸς τοὺς ὑπὲρ ἡμῶν ἱδρῶτας, εἰδυῖα ὅτι ἑαυτὴν παρατίθεται καὶ θεῶι καὶ ἀνθρώποις. καὶ ἐνταῦθα γὰρ διὰ τὴν τοῦ σωτῆρος χάριν οἱ μηδέποτε ἡμᾶς εἰδότες τῶν θεοσεβεστάτων ἐπισκόπων ἑτοίμως
35ἔχουσι τὴν ψυχὴν θεῖναι ὑπὲρ ἡμῶν καὶ μετὰ δακρύων προσέρχονται λέγοντες καὶ συνεξο‐
ρισθῆναι καὶ συναποθανεῖν δι’ εὐχῆς ἔχειν. ἐν πολλῆι δὲ θλίψει πάντες ἐσμὲν καὶ διὰ

1,1,3

46

τὸ φρουρεῖσθαι παρὰ στρατιωτῶν καὶ πρὸ τῶν κοιτώνων ἔχειν αὐτοὺς καθεύδοντας, μά‐ λιστα δὲ ἡμεῖς. ἡ δὲ ἄλλη πᾶσα σύνοδος ἀπέκαμεν καὶ κάμνει καὶ οἱ πλείους ἀπέθανον, λοιπὸν δὲ καὶ οἱ λοιποὶ τὰ ἑαυτῶν πιπράσκουσιν, οὐκ ἔχοντες ἀναλώματα.
5Ἴσον ἐπιστολῆς γραφείσης παρὰ Μέμνονος ἐπισκόπου Ἐφέσου πρὸς τὸν κλῆρον Κωνσταν‐ τινουπόλεως Οἷα διὰ τὴν ἀληθῆ πίστιν τῆς ὀρθοδοξίας καθ’ ἑκάστην ὑπομένομεν ἐν Ἐφέσωι, οὐδὲ λόγωι παραστῆσαι δυνατόν· ταραχὴ γὰρ ταραχὴν ἀπαύστως διαδέχεται. πολλὴν δὲ ἡμῖν εὐτονίαν παρέχει τοῦ ταῦτα φέρειν γενναίως ἡ τῆς πίστεως ὁμολογία καὶ ἰσχύς. ποτὲ
10μὲν γὰρ ὁ μεγαλοπρεπέστατος κόμης Κανδιδιανὸς ἐπισείων ἡμῖν τοὺς στρατιώτας καὶ τὴν πόλιν ταραχῆς ἐμπιπλῶν καὶ πάντων ὁμοῦ τῶν ἐπιτηδείων τῆς εἰσκομιδῆς ἀποστερῶν διὰ τῆς παραφυλακῆς, πολλοὺς δὲ συγχωρῶν ὕβρεις καταχέειν ἡμῶν τε καὶ πάσης τῆς ἁγίας συνόδου τῶν τοῦ Ζευξίππου παραμενόντων τῶι καθηιρημένωι Νεστορίωι καὶ ἐπὶ τούτωι τρε‐ φομένων καὶ πολὺ πλῆθος χωρικῶν ἀπὸ τῶν ἐκκλησιαστικῶν κτημάτων καὶ δι’ ἐκείνων τὰς
15ὕβρεις καταχεόντων, διεδέξατο καὶ τὴν προειρημένην ἀταξίαν καὶ τοῦ μεγαλοπρεπεστάτου κόμητος Εἰρηναίου τὴν καθημερινὴν ἀπάτην τῶν ἀφελεστέρων καὶ ἡ τοῦ Ἀντιοχέως ἐπι‐ σκόπου παρουσία. μαθοῦσα γὰρ ἡ ἁγία σύνοδος τὴν μέλλουσαν αὐτοῦ ἐπιδημίαν γενή‐ σεσθαι, τιμῶσα καὶ τὸ κεχρεωστημένον τῆι ἱερωσύνηι πληροῦσα ἀπέστειλε τινὰς τῶν θεο‐ φιλεστάτων ἐπισκόπων μετὰ καὶ εὐλαβεστάτων κληρικῶν εἰς ὑπάντησιν αὐτοῦ, δύο ταῦτα
20ποιοῦσα, καὶ τὴν κεχρεωστημένην πληροῦσα τιμὴν καὶ ποιοῦσα φανερὸν ὡς ὀφείλει τὴν πρὸς Νεστόριον συντυχίαν φυλάξασθαι διὰ τὸ παρὰ τῆς ἁγίας συνόδου καθηιρῆσθαι αὐτὸν τῆς ἀσεβείας ἕνεκα ἧς ἐμελέτησεν. οὐ συγχωρηθέντες δὲ παρὰ τῶν ἑπομένων αὐτῶι στρατιωτῶν κατὰ τὴν ὁδὸν αὐτῶι περιτυχεῖν, οὐδὲν ἧττον ἠκολούθησαν καὶ τὴν οἰκίαν ἔνθα κατέλυσε, κατειλήφασι καὶ πολλὰς προσκαρτερήσαντες ὥρας καὶ μὴ συγχωρηθέντες τὴν πρὸς
25αὐτὸν ποιήσασθαι συντυχίαν ἔμειναν ὕβρεις ὑπομένοντες. μετὰ δὲ πολλὰς ὥρας τοῦτο δόξαν αὐτῶι, μετεστείλατο τοὺς θεοσεβεστάτους ἐπισκόπους καὶ τοὺς εὐλαβεστάτους κληρικούς, εἰσάγων αὐτοὺς διὰ στρατιωτῶν. ὡς δὲ τὰ παρὰ τῆς ἁγίας συνόδου φανερὰ πεποιήκα‐ σιν αὐτῶι, συνεχώρησε τὸν μεγαλοπρεπέστατον Εἰρηναῖον καὶ τοὺς σὺν αὐτῶι ἐπισκόπους τε καὶ κληρικοὺς ἀφορήτους ἐπιθεῖναι πληγὰς τοῖς ἡμετέροις συλλειτουργοῖς καὶ τοῖς κληρι‐
30κοῖς, ὡς καὶ κινδύνοις αὐτοὺς προσομιλῆσαι. τούτων τοίνυν γεγενημένων, παραγενόμενοι εἰς τὴν ἁγίαν σύνοδον οἱ ἀποσταλέντες θεοσεβέστατοι ἐπίσκοποι καὶ τὰς πληγὰς ἐπιδεί‐ ξαντες καὶ τὰ γεγενημένα διηγησάμενοι ἐπὶ πράξεως ὑπομνημάτων τοῦ ἁγίου εὐαγγελίου προκειμένου, εἰς ἀγανάκτησιν διανέστησαν τὴν ἁγίαν σύνοδον καὶ μικρὸν αὐτὸν σωφρονί‐
ζοντες ἀκοινώνητον πεποιήκασι καὶ γεγένηται αὐτῶι ἡ ἀκοινωνησία φανερά. ἔγνωμεν

1,1,3

47

γὰρ ὡς ἀνώνυμόν τι καὶ ἀνυπόγραφον κατά τι μέρος τῆς πόλεως προετέθη, δηλοῦν αὐτοῦ τὴν ἀταξίαν καὶ ἀκανόνιστον γνώμην, καθ’ ἑκάστην δὲ προσκαλούμενος τὸ σεμνὸν βουλευ‐ τήριον καὶ τοὺς λαμπροτάτους καὶ ἐξαιτῶν μετὰ ἀνάγκης ψηφίσματα ὥστε εἰς τὸν τόπον τὸν ἐμὸν χειροτονῆσαι, ὡς πάντας τοὺς κατοικοῦντας τὴν πόλιν ὀρθοδόξους τυγχάνοντας
5τοὺς εὐκτηρίους κατειληφέναι τόπους καὶ ἐν αὐτοῖς οἰκεῖν, ἵνα μὴ ἡ ἐκείνου προπέτεια καὶ ἀκανόνιστος θρασύτης ἡ διὰ τῶν προθεμάτων εἰς ἔργον ἀχθῆι τῆς φήμης. ὅθεν καὶ ἐν τῶι ἁγίωι ἀποστόλωι Ἰωάννηι ἀνελθὼν καὶ τοῦτο ὑπεμφήνας ὡς ὀφείλειν αὐτὸν ἐκεῖ χει‐ ροτονῆσαι, στάσιν καὶ ταραχὴν τῶι τόπωι ἐνεποίησε καὶ μετὰ πλήθους ἀτάκτων ὡπλισμέ‐ νων ἀνελθών, ὡς καὶ τινὰς τῶν ἐκεῖσε πτωχῶν ἡμιθανεῖς ποιῆσαι, ὡς καὶ ὑβρισθεὶς παρὰ
10τῶν ἐκεῖσε, ἀνήνεγκεν ἐπὶ φθόνωι τῆς ἁγίας συνόδου. καταξιώσατε τοίνυν, ὁσιώτατοι, πᾶσαν σπουδὴν θέσθαι καὶ τὴν ἀπόνοιαν καὶ ἀκανόνιστον γνώμην Ἰωάννου καὶ τῶν σὺν αὐτῶι δημοσιεῦσαι πρὸς τὸ καὶ τοὺς μεγαλοπρεπεστάτους κόμητας ἐντεῦθεν ἀναχωρῆσαι τοὺς καθ’ ἡμέραν ταράττοντας καὶ τὴν πόλιν καὶ τὴν πίστιν, ἵνα μὴ ἐκ συναρπαγῆς τού‐ των νοθεύηται τὰ τῆς πίστεως.
16 Τοῖς εὐσεβεστάτοις καὶ φιλοχρίστοις Θεοδοσίωι καὶ Οὐαλεντινιανῶι νικηταῖς τροπαι‐ ούχοις ἀεὶ αὐγούστοις ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος ἡ χάριτι θεοῦ καὶ νεύματι τοῦ ὑμε‐ τέρου κράτους συναχθεῖσα ἐν τῆι Ἐφεσίων μητροπόλει. Τὸ μὲν ὑμέτερον κράτος οὐ περιεῖδε τὴν ἀληθῆ πίστιν ὑπορυττομένην ὑπὸ τῆς Νεστορίου διδασκαλίας μετὰ Ἰουδαίων
20ὀνειδίζοντος τῶι δεσπότηι Χριστῶι ἃ δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ὑπέμεινεν ἀνθρώπινα πάθη, ἀλλὰ βδελυξαμένη ἡ ὑμῶν εὐσέβεια τοὺς τοιούτους κατὰ Χριστοῦ λόγους ἐκ πάσης σχεδὸν τῆς ὑφ’ ἥλιον ἡμᾶς συναχθῆναι προσέταξεν ἐν τῆι Ἐφεσίων μητροπόλει, παγῆναι τὰ τῶν πατέρων καὶ τῶν ἀποστόλων τῆς εὐσεβείας βουλομένη δόγματα. ὅθεν συνελθόντες καὶ κοινῆι κρίσει βεβαιώσαντες τὴν ἐκτεθεῖσαν περὶ τούτου πίστιν παρὰ τῶν
25τιη τῶν ἐν Νικαίαι συναχθέντων ἐπὶ τοῦ τῆς μακαρίας μνήμης Κωνσταντίνου Νεστόριόν τε καινοτομοῦντα ταύτην τὴν πίστιν κατειληφότες τέχναις λόγων καὶ ἐπεισάκτοις σοφίσμασι παραβλάπτοντα τῆς εὐσεβείας τὸ φρόνημα τοῦ ἱερατικοῦ βαθμοῦ καθείλομεν, καθάπερ τινὰ λοιμὸν τὸν λόγον αὐτοῦ τὰς ἐκκλησίας ἐπινεμόμενον εἶρξαι βουλόμενοι. ἀλλ’ ἐπειδὴ τινὰς εὕρομεν καὶ τῶν ἐπισκόπων ἤδη σαλευθέντας καὶ τὰ αὐτοῦ φρονοῦντας καὶ τῆι ἐκείνου
30βλασφημίαι συναπαχθέντας, ἅπαντας τοὺς τὰ αὐτοῦ φρονοῦντας ἀκοινωνήτους πεποιήκαμεν,

1,1,3

48

μέχρις ἂν ἀποστάντες τῆς διεφθαρμένης ἐκείνου διδασκαλίας ἐπιγνῶσι τὴν καθολικὴν καὶ ἀποστολικὴν πίστιν, ἧι ἄνωθεν ἐπερειδόμενοι ἅπαντες σωιζόμεθα. ἀλλ’ ἡμεῖς μὲν ἐπὶ διορθώσει τῶν ὑπαχθέντων νῦν ἐν τῆι πλάνηι ὡρίσαμεν ταῦτα, τὴν αὐτῶν ἐκδεχόμενοι μεταμέλειαν· αὐτοὶ δέ, τριάκοντα ὄντες τὸν ἀριθμὸν μικρῶι πρός (ἦσαν γὰρ τινὲς ἐν αὐ‐
5τοῖς καὶ ἐξ ἑτέρων αἰτιῶν τοῖς κανόσιν ὑπεύθυνοι καὶ προσειληφότες τὸν εὐλαβέστατον ἐπίσκοπον τῆς Ἀντιοχέων Ἰωάννην, ὃς καὶ αὐτὸς ὑπὲρ πολλῆς βραδυτῆτος ὑπεύθυνος ἦν αἰτιάσει, ἄλλοι δὲ ἐφ’ ἑτέραις αἱρέσεσιν ἐλεγχόμενοι, τινὲς δὲ αὐτῶν καὶ ἤδη καθηιρημένοι), πρὸς μετάνοιαν μὲν οὐκ εἶδον, συναχθέντες δὲ ἐπὶ προστασίαι Νεστορίου κατὰ τῶν ἐξάρ‐ χων τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου καθαίρεσιν γράψαι τετολμήκασι καὶ ὡς ἐκ πάσης
10τῆς συνόδου γεγενημένην ἀνήγαγον ἐπὶ τὴν ὑμῶν εὐσέβειαν, ἣν δεξάμενον τὸ ὑμέτερον κράτος ἐκέλευσε μένειν, νομίσαν ἐκ τῆς συνόδου ταύτην γεγενῆσθαι καὶ οὐχὶ κατὰ τῆς συ‐ νόδου παρὰ τῶν τὰ Νεστορίου φρονούντων καὶ ἀμυνομένων ἡμᾶς ἐπὶ τῆι καθαιρέσει Νεστο‐ ρίου, οὐκ ἔγκλημα λέγειν δυναμένων κατὰ τῶν ἐξάρχων τῆς ἁγίας ἡμῶν συνόδου, καὶ ἐτόλμησαν ἀπατῆσαι τὰς θεοφιλεῖς ὑμῶν ἀκοάς, ὡς δεχθῆναι καὶ τὴν παρ’ αὐτῶν γενομέ‐
15νην κατὰ τῆς συνόδου καθαίρεσιν, ἣν οὐδὲ ἐνθέσμως οὐδὲ κανονικῶς οὐδὲ πολλοὶ πεποιή‐ κασι, δι’ ὃ καὶ ἡ ἁγία σύνοδος ἐνθέσμως καὶ κανονικῆι πράξει ἀνέτρεψε τὰ παρ’ αὐτῶν ὑβριστικῶς καὶ οὐκ εὐλόγως κεκριμένα. ὅθεν καταφεύγομεν ἅπαντες ἐπὶ τὸ κράτος τῆς ὑμῶν εὐσεβείας, δεόμενοι τὰ μὲν κατὰ Νεστορίου πεπραγμένα καὶ τῶν τὰ Νεστορίου φρο‐ νούντων ἔχειν τὴν ἰδίαν ἰσχύν, τὰ δὲ παρὰ τῶν ἐκδικούντων Νεστόριον διὰ τὸ φρονεῖν τὰ
20ἐκείνου ἀθέσμως γεγενημένα κατὰ τῶν ἐξάρχων τῆς ἡμετέρας συνόδου μένειν ἄπρακτά τε καὶ ἀργά, ὡς μήτε ἀκολούθως ἢ κανονικῶς μήτε ἐπὶ πταίσματι ἐληλεγμένωι γεγενημένα, ἀλλὰ ἀμύνης ἕνεκα μόνης παρὰ τῶν φρονούντων τὰ Νεστορίου κατὰ τῆς ἁγίας συνόδου τετολμημένα. εἰ γὰρ εὔλογος ἡ κατὰ Νεστορίου τῆς οἰκουμενικῆς συνόδου ψῆφος γεγέ‐ νηται καὶ ταύτην τὸ ὑμέτερον κράτος ἐδέξατο, ὡς Νεστορίου γυμνὴν κηρύξαντος τὴν ἀσέ‐
25βειαν, εὔλογον δήπου συνορᾶι καὶ τὸ ὑμέτερον κράτος τὰ πεπραγμένα κατὰ τῆς ἁγίας συνόδου παρὰ τῶν φρονούντων τὰ Νεστορίου ἄπρακτα παντελῶς μένειν καὶ ἄκυρα, ἐξ οὐδεμιᾶς αἰτίας τὸ εὔλογον ἔχοντα ἢ ἐκ μόνης ἀμύνης ὑπὲρ ὧν κατὰ Νεστορίου ἡ ἁγία καὶ μεγάλη σύνοδος ἔπραξε. δεόμεθα τοίνυν τοῦ ὑμετέρου κράτους ἀνεῖναι λοιπὸν ἡμᾶς ἀπὸ τῆς θλίψεως καὶ κελεῦσαι ἀποδοθῆναι ἡμῖν τοὺς ἐξάρχους τῆς ἁγίας συνόδου τοὺς
30θεοφιλεστάτους ἐπισκόπους Κύριλλον καὶ Μέμνονα· εὔλογον γὰρ ἐκδικηθείσης τῆς εὐσε‐ βείας καὶ τῶν βλαπτόντων αὐτὴν πεπαυμένων τοὺς συναθλήσαντας ὑπὲρ τῆς πίστεως ἡμῖν τιμῆς ἀπολαύειν, οὐ συγκατακρίνεσθαι μετὰ τῶν ἐληλεγμένων ἐπὶ ταῖς ἀθέσμοις κατὰ τοῦ δεσπότου Χριστοῦ βλασφημίαις. Ἰουβενάλιος ἐπίσκοπος Ἱεροσολύμων ὑπέγραψα ταῖς δεήσεσιν
35Ὁμοίως καὶ πάντες οἱ ἐν τῆι στάσει τῶν ὑπομνημάτων ἐπίσκοποι.

1,1,3

49

(3)

Δέησις καὶ ἱκεσία παρὰ τοῦ κλήρου Κωνσταντινουπόλεως ὑπὲρ τῆς ἐν Ἐφέσωι ἁγίας συνόδου
5 Εἰδότες τὴν ὑμετέραν εὐσέβειαν πολύν τινα λόγον ποιησαμένην τῶν τε ἁγίων τοῦ θεοῦ ἐκκλησιῶν τῆς τε ἐν αὐταῖς κηρυσσομένης εὐσεβοῦς καὶ ἐκ πατέρων ἡμῖν παραδεδο‐ μένης πίστεως καὶ οἷα μὲν ὑμῖν ὑπὲρ αὐτῆς προπεπόνηται, ἡλίκα δὲ πάλιν διὰ τὴν ὑπὲρ αὐτῆς σπουδὴν ὑπῆρκται τῆι ὑμετέραι εὐσεβείαι, θαρροῦμεν διὰ τοῦτο ταῖς φιλοχρίστοις ὑμῶν ἀκοαῖς καὶ τὴν ἐν χερσὶν ἀναδιδάσκομεν τῶν ἐκκλησιῶν ταραχήν. ὁ γὰρ τοῦ
10ἐπαγγέλματος τοῦ ἡμετέρου σκοπός, εὐσεβέστατοι βασιλεῖς, πρὸς ταῖς ἄλλαις νομοθεσίαις καὶ τὸ δεῖν πειθαρχεῖν πάσαις ἀρχαῖς τε καὶ ἐξουσίαις παρεγγυᾶι, μέχρις ἂν ἡ πειθὼ δο‐ κοίη λυσιτελὴς εἶναι ταῖς ψυχαῖς· ἐπειδὰν δὲ τὸν τοῦ συμφέροντος ὅρον ἐκφύγηι, τηνι‐ καῦτα παρρησιάζεσθαι καὶ πρὸς τὴν ὑμετέραν κορυφὴν οἱ τῶν θείων νόμων ἐξηγηταὶ πα‐ ρακελεύονται καὶ διαφερόντως γε, εἰ καὶ ἡ βασιλεία τῶι τῆς ὀρθοδοξίας ἐγκαλλωπίζεται
15πράγματι, ἐν μέρει κατορθωμάτων καὶ αὐτοί που λογιζόμενοι τοῦτο καὶ λίαν ἐπὶ τούτωι φιλοτιμούμενοι, ἕως ὅταν τὸ ἐλάλουν ἐναντίον βασιλέων καὶ οὐκ ἠισχυνόμην συνεχῶς ἡμῖν ἐπάιδωσι καὶ διὰ τούτου προτρέπωσιν ἐν τοῖς ὁμοίοις τῆς παρρησίας καιροῖς μὴ ἀπολιμπάνεσθαι τῆς μιμήσεως. ταύτην τοίνυν καὶ ἡμεῖς τὴν παρρησίαν εἰς καιρὸν ἡμῖν παρεῖναι πεισθέντες, διὰ τῆσδε τῆς ἱκεσίας τὴν ἡμῶν αὐτῶν γνώμην δήλην τῆι ὑμε‐
20τέραι εὐσεβείαι καθιστῶμεν ὡς εἰ τὸ ὑμέτερον κράτος τὴν γεγονυῖαν δῆθεν καθαίρεσιν κατὰ τῶν ἁγιωτάτων καὶ θεοφιλεστάτων ἐπισκόπων Κυρίλλου καὶ Μέμνονος παρὰ τῶν ἀποσχι‐ σάντων τῆς ἁγίας συνόδου, ὧν οἱ πλείους αἱρετικοὶ καὶ ἀπόλιδες καὶ ἀκοινώνητοι, ταύτην ἐγκρῖναι πεισθείη, τὴν αὐθεντίαν τῶν τῆς ψήφου ταύτης καθεστώτων κυρίων καὶ τὴν ἐξου‐ σίαν παραιρουμένη, καὶ ψῆφον προσδέξαιτο ἄλογον οὖσαν καὶ ἀνίσχυρον κατὰ πάντα τρό‐
25πον καὶ μειρακιώδη τῶι μήτε εὐλάβειαν παρὰ τὴν ἀρχὴν παρά τινος γεγονέναι ἐπὶ τῆς ἁγίας συνόδου τῆς τῶν τοιούτων τὴν ἀκρόασιν καὶ τὸ κῦρος ἐχούσης μήτε μὴν ἔλεγχον ἐπί τινι τῶν ἀπηγορευμένων ἱερωσύνηι παρηκολουθηκέναι, πάντες ἡμεῖς ἕτοιμοι μετὰ τῆς πρεπούσης Χριστιανοῖς προθυμίας συγκινδυνεῦσαι τοῖς προειρημένοις ὁσίοις ἀνδράσι καὶ πρὸς μηδεμίαν πεῖραν κινδύνων ἀποναρκῆσαι, ταύτην αὐτοῖς προσήκουσαν ἀμοιβὴν τῶν ὑπὲρ τῆς πίστεως
30κινδύνων συνεισφέρειν ἡγούμενοι. καὶ ταύτης τῆς προθέσεως ἕκαστος ἡμῶν ἐπειλημ‐ μένος τὴν ὑμετέραν ἐκδυσωποῦμεν θειότητα (καὶ ἐξαιτοῦμεν, ὡς πεπείσμεθα, δίκαιον) τὸ καὶ παρ’ ὑμῶν βεβαιωθῆναι τὴν τῶν πλειόνων ψῆφον τῶν καὶ τῆι κατὰ τοὺς θρόνους αὐ‐ θεντίαι καὶ τῆι κατὰ τὴν ἐξέτασιν τῆς ὀρθῆς πίστεως ἀκριβείαι σύμψηφα τῶι ἁγιωτάτωι ἀνδρὶ καταθεμένων καὶ ὡς ὀρθὰ φρονεῖ, πρὸς τὸ ὑμέτερον γνωρισάντων κράτος καὶ μὴ
35τῶι τῆς εἰρήνης προσχήματι καὶ τῶι μὴ δοκεῖν βραχύ τι μέρος τῆς Ἀνατολῆς ἀποσχοινισ‐

1,1,3

50

θῆναι, ὅπερ οὐδὲ αὐτὸ τῆς ἑνώσεως ἀπορραγῆναι προήιρηται, εἰ τὰ τῶν κανόνων πεισθείη κρατεῖν, πᾶσαν ὁμοῦ τὴν οἰκουμένην συγχεομένην περιιδεῖν. εἰ γὰρ ὁ τῆς οἰκουμενικῆς συνόδου καθηγητής, ὧι σύμψηφοι πάντες δι’ ὧν κατέθεντο, γεγόνασιν, ὑπομείνειέν τι τῶν οὐ προσηκόντων παρὰ τὴν τῶν κανόνων ἀκολουθίαν καὶ ταῦτα τῆς ὑμετέρας εὐσεβείας
5ἐπιεικῶς τὴν ἐπὶ τοῖς τοιούτοις ἀποδυσαμένης κοινωνίαν καὶ διὰ τοῦτο καὶ σύνοδον ἀθροι‐ σάσης, ἵνα μὴ τῆς ἐξουσίας αὐτὴν τῶν οἰκείων θεσμῶν ἀποστερήσηι, εὔδηλον ὡς διὰ τῆς οἰκείας βλάβης καὶ τὴν κατὰ τῶν ἄλλων ὁμοψήφων ἐπήρειαν βεβαιοῖ καὶ δεήσει πάντας τοὺς τῆς οἰκουμένης ἐπισκόπους συγκαθηιρῆσθαι τοῖς προειρημένοις ὁσίοις ἀνδράσι καὶ περιστήσεται λοιπόν, ὡς ἔοικεν, Ἀρείωι καὶ Εὐνομίωι ἡ τῆς ὀρθοδοξίας ὑπόληψις, ἅτε Νε‐
10στορίου μὲν εὐλόγως διὰ τὴν δυσσεβῆ διδασκαλίαν καθηιρημένου, Κυρίλλου δὲ καὶ Μέμνονος τῶν ἁγιωτάτων ἐπισκόπων ἀναξίως καὶ ἀθέσμως καὶ οὐ δεόντως τὴν ἴσην ὑπομενόντων ἐκ περιδρομῆς ζημίαν. μηδαμῶς τοίνυν, ὦ φιλόχριστοι βασιλεῖς, τὴν τιθηνησαμένην ὑμᾶς ἐκκλησίαν σπαραττομένην περιίδητε τὴν ἀκμητὶ τῶι ὑμετέρωι κράτει κατὰ τῶν ἀντιπάλων ἐγείρειν παρέχουσαν τρόπαια μηδὲ μαρτυρίου καιρὸν τοὺς τῆς βασιλείας ὑμῶν ἀναδείξητε
15χρόνους, ἀλλὰ τὴν τῶν προγόνων ὑμῶν περὶ τὴν ἐκκλησίαν στοργὴν ἀναλαβόντες κατὰ νοῦν καὶ ὅπως ἕκαστος ἐκείνων τῆι κατὰ τοὺς οἰκείους καιροὺς γενομένηι συνόδωι τῶν ἁγίων πατέρων ἐπειθάρχησε καὶ τῆι διὰ τὸ τοὺς ὅρους τοὺς παρ’ αὐτῶν τεθέντας ὀχυρῶσαι νομοθεσίαι τὴν περὶ αὐτοὺς αἰδῶ διέδειξαν, οὕτω καὶ αὐτοὶ τὰ ἴσα περὶ τὴν νῦν παρ’ ὑμῶν συγκροτηθεῖσαν ἁγίαν σύνοδον φρονῆσαι προθυμήθητε, ὡς ἂν τοὺς παρ’ αὐτῆς χαριστηρίους
20ὕμνους ὑπὲρ τῆς βασιλείας ὑμῶν καθαρῶς καὶ εὐαγῶς καρπώσησθε καὶ ἡμεῖς τὰς ὑπὲρ τῆς διαμονῆς τοῦ ὑμετέρου κράτους εὐχὰς εἰλικρινεῖς ἀναπέμπωμεν τῶι δεσπότηι Χριστῶι, εὐσεβέστατοι καὶ φιλόχριστοι βασιλεῖς.
25Ἴσον ἐπιστολῆς τοῦ ἀρχιεπισκόπου Κυρίλλου γραφείσης τοῖς ἐν Κωνσταντινουπόλει εὐλαβε‐ στάτοις ἐπισκόποις Θεοπέμπτωι Ποτάμωνι καὶ Δανιήλωι ὑπὲρ ὧν πέπονθε συσκευῶν τῶν κατὰ Νεστόριον καὶ Ἰωάννην χάριν, ὅτε παρεγένετο ἐν Ἐφέσωι ὁ κόμης τῶν σακρῶν Ἰωάννης Κύριλλος Θεοπέμπτωι Ποτάμωνι Δανιήλωι ἀγαπητοῖς καὶ συλλειτουργοῖς ἐν κυρίωι χαίρειν. Πολλαὶ καθ’ ἡμῶν γεγόνασιν ἐκεῖσε διαβολαί, τοῦτο μὲν ὡς ἀπὸ τῆς Ἀλεξαν‐
30δρείας ἀκολουθησάντων ἡμῖν ἐκ τοῦ βαλανείου πολλῶν, τοῦτο δὲ ὡς κανονικῶν ἐξελθου‐ σῶν· ὡς δέ φασιν, [ὅτι] εἴρηται παρὰ τῶν διαβεβληκότων ὅτι κατὰ συσκευὴν ἐμὴν καὶ οὐ κατὰ σκοπὸν τῆς ἁγίας συνόδου τὴν καθαίρεσιν ὑπέμεινε Νεστόριος. ἀλλ’ εὐλογητὸς ὁ
σωτὴρ ὁ τοὺς τὰ τοιαῦτα λέγοντας ἐλέγξας· ἐλθὼν γὰρ εἰς τὴν Ἐφεσίων ὁ κυριός μου ὁ

1,1,3

51

μεγαλοπρεπέστατος καὶ ἐνδοξότατος κόμης τῶν θείων λαργιτιόνων Ἰωάννης κατέγνω τῶν ταῦτα πεφλυαρηκότων, οὐδὲν εὑρὼν ἀληθές. εἶδε δὲ ὅτι ἰδίαν ἔνστασιν ἡ ἁγία σύνοδος ὑπὲρ τῆς πίστεως ἔχει καὶ οὔτε ἐμοὶ χαριζομένη οὔτε ἑτέρωι τινί, ἀλλὰ θείωι ζήλωι κινου‐ μένη καὶ οὐκ ἐνεγκοῦσα τὰς ἐκείνου βλασφημίας κατεψηφίσατο αὐτοῦ. ἀναγνωσθέντος
5δὲ τοῦ γράμματος τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων βασιλέων, δι’ οὗ αἱ τῶν τριῶν κα‐ θαιρέσεις ἐλέγοντο εἶναι δεκταί, ἐφρουρούμεθα τέως, οὐδὲ εἰδότες τὸ ἐκβησόμενον. πλὴν εὐχαριστοῦμεν τῶι Χριστῶι, ὅταν καταξιωθῶμεν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ οὐ δεσμῶται γενέσθαι μόνον, ἀλλὰ γὰρ καὶ τὰ ἕτερα πάντα ὑπομεῖναι· οὐ γὰρ ἄμισθον τὸ πρᾶγμά ἐστιν. οὐκ ἠνέσχετο δὲ ἡ σύνοδος κοινωνῆσαι Ἰωάννηι, ἀλλ’ ἐνίσταται λέγουσα· ἰδοὺ
10τὰ σώματα, ἰδοὺ αἱ ἐκκλησίαι, ἰδοὺ αἱ πόλεις· ἐξουσίαν ἔχετε. ἡμᾶς κοινωνῆσαι ἀδύ‐ νατον τοῖς Ἀνατολικοῖς, ἂν μὴ λυθῆι τὸ κατασκευασθὲν ἐκ τῆς αὐτῶν συκοφαντίας κατὰ τῶν συλλειτουργῶν ἡμῶν, ὁμολογήσωσι δὲ καὶ πίστιν τὴν ὀρθήν. καταγινώσκονται γὰρ τὰ Νεστορίου καὶ λαλοῦντες καὶ φρονοῦντες καὶ ὁμολογοῦντες. ἡ πᾶσα οὖν ἔνστασις ἐν τούτοις· εὐχέσθωσαν ὑπὲρ ἡμῶν πάντες οἱ ὀρθόδοξοι. ὡς γάρ φησιν ὁ μακάριος
15Δαυίδ, ἐγὼ εἰς μάστιγας ἕτοιμος.
17 Ἡ ἁγία σύνοδος ἡ κατὰ θεοῦ χάριν καὶ θέσπισμα τῶν εὐσεβεστάτων βασιλέων ἐν τῆι Ἐφεσίων μητροπόλει συγκροτηθεῖσα τοῖς ἀγαπητοῖς καὶ ποθεινοτάτοις ἀδελφοῖς καὶ συλλειτουργοῖς τοῖς κατὰ τὴν Κωνσταντινούπολιν διατρίβουσι καὶ τοῖς εὐλαβεστάτοις πρεσ‐
20βυτέροις καὶ διακόνοις τῆς αὐτῆς Κωνσταντινουπόλεως. Τοῖς ἐν τοσαύτηι τρικυμίαι καθεστῶσι πραγμάτων καὶ πολὺν μὲν πανταχόθεν δεχομένοις τὸν πόλεμον, οὐδαμῶς δὲ συγχωρουμένοις οὔτε τὸ ἥμερον καὶ γαληνὸν τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων βασιλέων θεάσασθαι πρόσωπον, ὅθεν ἦν μόνον ἐλπίζειν τῶν δυσχερῶν τὴν λύσιν, ποίαν ἦν ἄλλην ἐπινοηθῆναι παραμυθίαν ἢ πρὸς τὰ ἴδια μέλη τὰ καθ’ ἑαυτοὺς ἀποδύρασθαι; ὑμεῖς δὲ μέλη
25τῆς οἰκουμενικῆς συνόδου, τὸν ὑπὲρ τῆς εὐσεβείας ζῆλον διὰ πάντων ἐπιδειξάμενοι. τοι‐ γαροῦν εἰδέτω ἡ ὑμετέρα εὐλάβεια φρουρᾶς οὐδὲν πλέον ἡμᾶς τὴν Ἐφεσίων οἰκεῖν καὶ τριμηνιαῖον χρόνον λοιπὸν ἐν ταύτηι κατακεκλεῖσθαι, μήτε διὰ θαλάσσης μήτε διὰ γῆς ἀκιν‐ δύνως καὶ ἀδεῶς ἐκπέμπειν τινὰς ἐπὶ τὸ εὐσεβὲς στρατόπεδον ἢ ἐφ’ ἕτερον τόπον συγχω‐ ρουμένους. καὶ γὰρ ὁσάκις τὰ παρ’ ἡμῶν διαπεμφθέντα ἀποδοθῆναι ἴσχυσε, διὰ μυρίων
30κινδύνων οἱ ταῦτα κομίζοντες ἄλλοτε ἄλλως μετασχηματιζόμενοι σωθῆναι δεδύνηνται. αἴ‐ τιον δὲ τοῦ οὕτως ἡμᾶς φρουρεῖσθαι τὸ πάντα καθ’ ἡμῶν ψευδῶς τῶι εὐσεβεστάτωι βασιλεῖ
ἀναφέρεσθαι. οἳ μὲν γάρ, ὡς μανθάνομεν, ὡς στάσεις ἡμῶν ἐργαζομένων, οὕτως τὰς

1,1,3

52

εὐσεβεῖς ἐδίδαξαν ἀκοάς· ἄλλοι δὲ ὡς τῆς οἰκουμενικῆς ἡμῶν συνόδου καθελούσης τὸν τὰ πάντα θεοφιλέστατον καὶ ἁγιώτατον ἀρχιεπίσκοπον τῆς Ἀλεξανδρέων Κύριλλον καὶ τὸν ἁγιώτατον καὶ θεοφιλέστατον συνεπίσκοπον ἡμῶν Μέμνονα, οὕτως ἀνενέγκαι ἐτόλμησαν· ἕτεροι δὲ καὶ τοῦτο τάχα προσθεῖναι ἐθάρρησαν ὡς ἡμῶν καταδεξαμένων τῶι τῆς ἀποστασίας
5συνεδρίωι εἰς φιλικοὺς λόγους ἐλθεῖν, ὧν ἔξαρχος ὁ τῆς Ἀντιοχέων Ἰωάννης ἐστί. καὶ ὑπὲρ τοῦ μὴ ταῦτα γνωσθῆναι ἡ πολλὴ καθ’ ἡμῶν φρουρὰ καὶ ὁ πολὺς γίνεται πόλε‐ μος. ἐν ἀμηχανίαι τοίνυν ὑπάρχοντες οὐ μικρᾶι, πρὸς τὴν ὑμετέραν γράψαι θεοσέβειαν ἐσπουδάσαμεν, εἰδότες ὅτι τέκνων γνησίων τῆι οἰκουμενικῆι συνόδωι ἐπέχοντες τάξιν καὶ τὴν ὀρθόδοξον πίστιν προδοθῆναι μηδαμῶς ἀνεχόμενοι μετὰ πολλῆς ἱκεσίας καὶ δακρύων
10καὶ τουτωνὶ τῶν γραμμάτων προσπίπτοντες τῶι εὐσεβεστάτωι καὶ φιλοχρίστωι βασιλεῖ διδάξετε τὰ καθ’ ἡμῶν ἅπαντα. ἡμεῖς γὰρ οὔτε κατέγνωμεν τῶν προειρημένων ἁγιωτά‐ των καὶ θεοφιλεστάτων ἐπισκόπων τῶν περὶ Κύριλλον καὶ Μέμνονα, ἀλλὰ καὶ μεγάλης αὐ‐ τοὺς ἀποδοχῆς καὶ στεφάνων ἀξίους ἡγούμεθα, μόνους καὶ πρώτους ὑπὲρ τοὺς ἄλλους ἅπαντας ζήλωι τῶι κατὰ θεὸν κινηθέντας καὶ παντοίους γενομένους ἐκκόψαι τὸν τῆς ἀσε‐
15βείας κήρυκα τὸν ἀσεβέστατον Νεστόριον καὶ τὰς ἐκκλησίας τοῦ τοιούτου καθαρθῆναι μύσους· οὔτε δὲ νῦν ἀνεχόμεθα τῆς τῶν προειρημένων ἁγιωτάτων ἐπισκόπων κοινωνίας χωρισθῆναι, ἀλλὰ καὶ συνεξορισθῆναι τούτοις κέρδος ἡγούμεθα μέγιστον. κέκριται δὲ ἡμῖν μηδὲ τὸ τῆς ἀποστασίας συνέδριον εἰς κοινωνίαν δέξασθαι, ἀλλὰ καὶ ταῖς τῶν πάντων ἀνεθεματίσαμεν φωναῖς ἐπ’ ἐκκλησίας Ἰωάννην τὸν Ἀντιοχείας καὶ τοὺς μετ’ αὐτοῦ, πρότερον μὲν ἐφ’ οἷς
20συγκαθελεῖν ἡμῖν τὸν τῆς ἀσεβείας κήρυκα Νεστόριον οὐκ ἠνέσχοντο, ἀλλὰ καὶ σὺν αὐτῶι διάγοντες καὶ ὑπὲρ αὐτοῦ ποιούμενοι τὸν λόγον οὐδαμῶς ἐπαύσαντο, ἔπειτα δὲ ἐφ’ οἷς καὶ τὴν παρανομωτάτην καὶ τῶν κανόνων ἀλλοτρίαν ἐγχείρησιν τῆς κατὰ τῶν προειρημένων ἁγιωτάτων ἐπισκόπων ὕβρεώς τε καὶ ἐπηρείας ποιησάμενοι συναρπάσαι τὰς εὐσεβεῖς τῶν φιλοχρίστων βασιλέων ἀκοὰς ἐτόλμησαν, μετὰ δὲ τούτων καὶ διὰ τὸ τοῦ φρονήματος Νε‐
25στορίου μηδαμῶς ἀποστῆναι. διά τοι ταῦτα πάντα ἅπαξ αὐτοὺς πάσης ἐκκλησιαστικῆς κοινωνίας ἀποτεμόντες καὶ πᾶσαν ἱερατικὴν ἐνέργειαν περιελόντες ἀφωρίσαμεν, κρίσεως ὄντες μᾶλλον καὶ τῶν ἐκκλησιῶν, ὅπερ ἀπείη, ἐκστῆναι ἢ τούτοις ἔτι ἐλθεῖν εἰς κοινωνίαν, μάλιστα μὴ διορθωσαμένοις ἅπαντα τὰ προειρημένα αὐτῶν πλημμελήματα. γνωρίζομεν δὲ καὶ τῆι ὑμετέραι εὐλαβείαι ὥστε ἐν τῆι ἴσηι ἔχειν αὐτοὺς τάξει.
30 Ταῦτα οὖν παρακλήθητε τὸν εὐσεβέστατον καὶ θεοφιλέστατον βασιλέα διδάξαντες αἰ‐ τῆσαι ὑπὲρ πάσης τῆς συνόδου ἀποδοθῆναι ἡμῖν τοὺς ὑπὸ τῶν κανόνων μηδαμῶς κατα‐ γνωσθέντας, τουτέστι τοὺς ἁγιωτάτους καὶ θεοφιλεστάτους ἐπισκόπους Κύριλλον καὶ Μέμ‐ νονα, ἐλεηθῆναι δὲ καὶ ἡμᾶς καὶ ἀπὸ τοῦ εὐπροσώπου περιορισμοῦ τούτου ἀνακληθῆναι λοιπόν, καὶ εἰ μὲν ἄξιοι ἐσμὲν ἰδεῖν τοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου βασιλέως τὸ πρό‐
35σωπον, τοῦτο ἐπιτραπῆναι ποιῆσαι, εἰ δὲ ἀνάξιοι τούτου ἐκρίθημεν, κἂν εἰς τὰς ἑαυτῶν
ὑποστρέψαι ἐκκλησίας, ἵνα μὴ ἐνταῦθα πάντες καταφθαρῶμεν, οἳ μὲν ὑπὸ νόσου, οἳ δὲ

1,1,3

53

ὑπὸ ἀθυμίας ἀναλισκόμενοι. διὰ δὲ τὸ μὴ ὄχλον πολὺν ἐνθεῖναι ταῖς ὑπογραφαῖς ἠρκέσ‐ θημεν ταῖς τῶν προέδρων χερσίν.
5Ἴσον ὑπομνήματος πραχθέντος ἐπὶ τῆι παρουσίαι τῶν ἀπὸ Ῥώμης ἐλθόντων ἐπισκόπων καὶ πρεσβυτέρου Τοῖς μετὰ τὴν ὑπατείαν τῶν δεσποτῶν ἡμῶν Φλαβίου Θεοδοσίου τὸ τρισκαιδέκατον καὶ Φλαβίου Οὐαλεντινιανοῦ τὸ τρίτον τῶν αἰωνίων αὐγούστων τῆι πρὸ ἓξ Εἰδῶν Ἰουλίων, ἥτις ἐστὶ κατ’ Αἰγυπτίους Ἐπὶφ ιϛ, συνόδου συγκροτηθείσης ἐν τῆι Ἐφεσίων μητροπόλει
10ἐκ θεσπίσματος τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων βασιλέων καὶ καθεσθέντων ἐν τῶι ἐπισκοπείωι τοῦ θεοσεβεστάτου ἐπισκόπου Μέμνονος τῶν θεοφιλεστάτων καὶ θεοσεβεστάτων ἐπισκόπων Κυρίλλου Ἀλεξανδρείας, διέποντος καὶ τὸν τόπον τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἀρχι‐ επισκόπου τῆς Ῥωμαίων ἐκκλησίας Κελεστίνου,
15 καὶ Ἰουβεναλίου Ἱεροσολύμων καὶ Μέμνονος τῆς Ἐφεσίων καὶ Φλαυιανοῦ Φιλίππων, ἐπέχοντος καὶ τὸν τόπον Ῥούφου τοῦ εὐλαβεστάτου ἐπι‐ σκόπου Θεσσαλονικέων, καὶ Θεοδότου Ἀγκύρας Γαλατίας πρώτης καὶ πάντων τῶν προταγέντων ἐπισκόπων
20ἐν τῆι στάσει τῶν ὑπομνημάτων εἰσελθόντων τε καὶ συνεδρευσάντων τῶν ἀπὸ τῆς Ἑσπέρας θεοφιλεστάτων καὶ θεο‐ σεβεστάτων ἐπισκόπων καὶ πρεσβευτῶν Ἀρκαδίου καὶ Προιέκτου καὶ τοῦ θεοσεβεστάτου πρεσβυτέρου Φιλίππου τοῦ ἀποστολικοῦ θρόνου καὶ ληγάτου Ἑρμηνεία τῆς καταθέσεως
25 Φίλιππος τοῦ ἀποστολικοῦ θρόνου πρεσβύτερος καὶ πρεσβευτὴς εἶπεν· Εὐχαριστοῦμεν τῆι ἁγίαι καὶ σεπτῆι τριάδι ὅτι ἡμᾶς τοὺς εὐτελεῖς τοῦ ἁγίου ὑμῶν συλλόγου ἠξίωσεν. πάλαι μὲν οὖν ὁ ἁγιώτατος καὶ μακαριώτατος πάπας ἡμῶν Κελεστῖνος ὁ τῆς ἀποστολικῆς καθέδρας ἐπίσκοπος περὶ τῆς παρούσης ὑποθέσεως δι’ ἐπιστολῶν ἑαυτοῦ πρὸς τὸν ἅγιον καὶ εὐλαβέστατον ἄνδρα, τῆς Ἀλεξανδρέων ἐκκλησίας ἐπίσκοπον Κύριλλον ὥρισεν, ἅτινα
30γράμματα τῶι ἁγίωι ὑμῶν συλλόγωι πεπόρισται· καὶ νῦν δὲ πρὸς βεβαίωσιν τῆς καθολικῆς πίστεως πρὸς τὴν πάντων ὑμῶν εὐλάβειαν δι’ ἡμῶν γράμματα ἐξέπεμψεν, ἅτινα παρ’ ἡμῶν ὑποδειχθέντα πρεπόντως τῆι ἁγίαι συνόδωι ἀναγνωσθῆναι κελεύσατε καὶ τοῖς ἐκκλη‐
σιαστικοῖς ὑπομνήμασιν ἐνταγῆναι.

1,1,3

54

Ἑρμηνεία τῆς καταθέσεως Ἀρκάδιος ἐπίσκοπος καὶ πρεσβευτὴς τῆς Ῥωμαίων ἐκκλησίας εἶπεν· Κελευσάτω ἡ ὑμετέρα μακαριότης τὰ προσενεχθέντα ὑμῖν γράμματα τοῦ ἁγίου καὶ μετὰ πάσης προσκυ‐ νήσεως ὀνομαζομένου πάπα Κελεστίνου τῆς ἀποστολικῆς καθέδρας ἐπισκόπου ἀναγνωσθῆ‐
5ναι, ἐξ ὧν γνῶναι δυνήσεται ἡ ὑμετέρα μακαριότης ποίαν ἔχει φροντίδα πασῶν τῶν ἐκκλησιῶν. Προίεκτος ἐπίσκοπος καὶ πρεσβευτὴς τῆς Ῥωμαίων ἐκκλησίας εἶπε· Κελευσάτω ἡ ὑμετέρα μακαριότης τὰ προσενεχθέντα ὑμῖν γράμματα τοῦ ἁγίου καὶ μετὰ πάσης προ‐ σκυνήσεως ὀνομαζομένου πάπα Κελεστίνου τῆς ἀποστολικῆς καθέδρας ἐπισκόπου ἀναγνω‐
10σθῆναι ἐξ ὧν γνῶναι δυνήσεται ἡ ὑμετέρα μακαριότης ποίαν ἔχει φροντίδα πασῶν τῶν ἐκκλησιῶν. Καὶ μετὰ τὸ διαλαλῆσαι τὸν ἁγιώ‐ τατον καὶ θεοφιλέστατον ἀρχιεπίσκοπον τῆς Ἀλεξανδρέων ἐκκλησίας Κύριλλον [καθὼς
15ἑξῆς περιέχει],Column end
12 Κύριλλος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ὑποδεχθὲν τὸ γράμμα τοῦ ἁγιωτάτου καὶ τὰ πάντα ὁσιωτάτου τῆς ἁγίας ἀποστολικῆς
15ἐκκλησίας ἐπισκόπου τῆς Ῥωμαίων Κελεστί‐ νου μετὰ τῆς προσφόρου τιμῆς ἀναγινωσκέ‐
σθω τῆι ἁγίαι συνόδωι. Ἑρμηνεία. Σιρίκιος νοτάριος τῆς ἁγίας καθολικῆς ἐκκλησίας πόλεως Ῥωμαίων ἀνέγνω.Column end
20 Καὶ μετὰ τὸ ἀναγνωσθῆναι Ῥωμαιστὶ Ἰουβενάλιος ἐπίσκοπος Ἱεροσολύμων εἶπεν· Τὰ ἀναγνωσθέντα τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἐπισκόπου τῆς μεγάλης Ῥώμης Κελεστίνου γράμματα εὐσεβῶς καὶ ὀρθοδόξως ἔχοντα ἐμφερέσθω τοῖς πραττομένοις. Πάντες οἱ εὐλαβέστατοι ἐπίσκοποι ἤιτησαν ἑρμηνευθῆναι τὴν ἐπιστολὴν καὶ ἀνα‐ γνωσθῆναι.
25Ἑρμηνεία τῆς καταθέσεως Φίλιππος πρεσβύτερος τῆς ἀποστολικῆς καθέδρας καὶ πρεσβευτὴς εἶπεν· Τὸ ἱκανὸν ἐγέ‐ νετο τῆι συνηθείαι ἵνα τὰ γράμματα τῆς ἀποστολικῆς καθέδρας ἐν πρώτοις Ῥωμαιστὶ ἀνα‐ γνωσθῆι· νῦν δὲ ὁμοίως, ἐπειδὴ ἡ ὑμετέρα ἀπαιτεῖ μακαριότης ὅπως καὶ Ἑλληνιστὶ ἀνα‐ γνωσθῶσιν, ἀναγκαῖόν ἐστι τῶι πόθωι τῆς ὑμετέρας ἁγιότητος γενέσθαι τὸ ἱκανόν. ὅπερ
30πρᾶξαι ἐφροντίσαμεν ἵνα ἡ Ῥωμαικὴ ὁμιλία Ἑλληνιστὶ μεταβληθείη. κελεύσατε οὖν ὑπο‐
δεχθῆναι καὶ ταῖς ἁγίαις ὑμῶν ἀκοαῖς ἐγκατατίθεσθαι.

1,1,3

55

Ἑρμηνεία τῆς καταθέσεως Ἀρκάδιος καὶ Προίεκτος οἱ εὐλαβέστατοι ἐπίσκοποι καὶ πρεσβευταὶ εἶπον· Καθὼς ἐκέ‐ λευσεν ἡ ὑμετέρα μακαριότης, ἵνα εἰς τὴν πάντων γνῶσιν ἔλθηι τὰ γράμματα τὰ προσενεχ‐ θέντα, ἐπειδὴ πολλοί εἰσι τῶν ἁγίων ἀδελφῶν καὶ ἐπισκόπων ἡμῶν, οἵτινες Ῥωμαιστὶ
5ἀγνοοῦσι, διά τοι τοῦτο καὶ Ἑλληνιστὶ ἡ προκομισθεῖσα ἐπιστολὴ μεταβέβληται· καὶ εἰ κελεύσοιτε, ἀναγνωσθήσεται. Φλαυιανὸς ἐπίσκοπος Φιλίππων εἶπεν· Ἡ προκομισθεῖσα ἑρμηνεία τῆς ἐπιστολῆς τοῦ θεοφιλεστάτου καὶ ἁγιωτάτου ἐπισκόπου τῆς Ῥωμαίων ἁγιωτάτης ἐκκλησίας ὑποδεχθεῖσα ἀναγινωσκέσθω.
10 Πέτρος πρεσβύτερος Ἀλεξανδρείας καὶ πριμικήριος νοταρίων ἀνέγνω Κελεστῖνος τῆι ἁγίαι συνόδωι τῆι ἐν Ἐφέσωι συναχθείσηι, ἀγαπητοῖς καὶ ποθεινοτά‐ τοις, ἐν κυρίωι χαίρειν. Τοῦ ἁγίου πνεύματος ἐμφανίζει τὴν παρουσίαν τῶν ἱερέων ἡ σύνοδος. ἀληθὲς γάρ ἐστι τὸ γεγραμμένον, ἐπειδὴ καὶ οὐ δύναται ἡ ἀλήθεια ψεύσασθαι, ὅτι δὴ ἐν εὐαγγελίωι τοιαύτη ἔγκειται φωνή· ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι
15ἐπὶ τῶι ἐμῶι ὀνόματι, ἐκεῖ εἰμι ἐν μέσωι αὐτῶν. τούτου οὕτως ἔχοντος, εἰ οὐδὲ τοῦ οὕτως βραχέος ἀριθμοῦ τὸ πνεῦμα τὸ ἅγιον ἀπολείπεται, πόσωι μᾶλλον αὐτὸ νῦν μεσιτεύειν πιστεύσαιμεν, ὅπου εἰς ἓν συνήχθη τοσοῦτον πλῆθος ἁγίων; καὶ γὰρ ἅγιόν ἐστι κατὰ τὸ οἰκεῖον σέβας συνέδριον ἐν ὧι καθάπερ ἐκείνης τῆς μεγίστης τῶν ἀποστόλων συνόδου, ὡς ἀνέγνωμεν, ἔστιν ὁρᾶν τὴν εὐλάβειαν. οὐδεπώποτε τούτων
20ἀπελείφθη ὁ παρ’ αὐτῶν κηρυχθεὶς διδάσκαλος· παρῆν αὐτοῖς ἀεὶ ὁ κύριος καὶ διδάσκαλος, ἀλλ’ οὐδὲ διδασκόμενοι παρὰ τοῦ οἰκείου διδασκάλου πώποτε κατελείφθησαν. ὁ πέμψας ἐδίδασκεν· ὁ εἰπὼν τί διδάξουσιν, ἐδίδασκεν, 〈ἐδίδασκεν〉 ὁ τοῖς οἰκείοις ἀποστόλοις ἑαυτὸν ἐμφανίζων. ἀκουέσθω ταῦτα παρὰ πάντων εἰς τὸ κοινόν, κύριοι ἀδελφοί· ἃ τῆς παρα‐ τεθείσης διδασκαλίας ἡ φροντὶς παρέπεμψε δικαίωι κληρονομίας εἰς ἡμᾶς, ἐν ταύτηι τῆι
25φροντίδι σφιγγόμεθα οἳ πανταχοῦ καὶ ἀνὰ πᾶσαν τὴν οἰκουμένην τῆι ἐκείνων διαδοχῆι τὸ ὄνομα τοῦ κυρίου κηρύττομεν, ὡς ἐκείνοις προστέτακται· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη. προσέχειν ἡ ὑμετέρα ἀδελφότης ὀφείλει ὅτι παρεδέξατο γενικὴν ἐν‐ τολὴν καὶ ἡμᾶς αὐτοὺς πάντας τοῦτο πράττειν ἠθέλησεν ὅστις πᾶσιν ἐκείνοις περὶ τῆς κοινῆς ἐνετείλατο λειτουργίας. ἀναγκαῖόν ἐστιν ὅπως προσηκόντως τοῖς ἑαυτῶν πα‐
30τράσιν ἀκολουθήσωμεν, ὑπεισελθόντες πάντες αὐτῶν τὸν κάματον οἱ τὴν τούτων διαδεξά‐ μενοι τιμήν. χορηγήσωμεν τὴν ἐπιμέλειαν τοῖς τούτων διδάγμασι, μεθ’ ἃ ὑπομιμνήσκοντος
τοῦ ἀποστόλου οὐδεμίαν διδασκαλίαν προσθεῖναι κελευόμεθα. οὔκ ἐστιν ἐλάσσων τιμὴ

1,1,3

56

τῆς ὑπηρεσίας τῶι διδάσκοντι ἡ τῶν παραδιδομένων φυλακή. ἐκεῖνοι ἔσπειραν τῆς πίστεως τὰ σπέρματα· ταῦτα ἡ ὑμετέρα φροντὶς ἀσφαλιζέσθω ὅπως ἀδιάφθορον καὶ πο‐ λυπλασιασθέντα καρπὸν ἡ παρουσία τοῦ ἡμετέρου δεσπότου εὕροι, ὧι μόνωι τῶν ἀποστό‐ λων ἡ ὡραιότης ἐμφανίζεται. καὶ γὰρ λαλῶν τοῖς ἑαυτοῦ ἐκλεκτοῖς Παῦλος ἑαυτὸν
5φυτεύειν καὶ ποτίζειν οὐκ ἐπαρκεῖν ἔφη, εἰ μὴ θεὸς τὸ αὐξάνεσθαι καὶ πληθύνεσθαι ἐχα‐ ρίσατο. τοιγαροῦν περισπούδαστόν ἐστι καὶ πρακτέον καμάτωι κοινῶι ὅπως τὰ ἐμπι‐ στευθέντα καὶ διὰ τῆς ἀποστολικῆς διαδοχῆς ἕως τοῦ νῦν συσχεθέντα φυλάξωμεν. ἐκεῖνο γὰρ παρ’ ἡμῶν αἰτεῖται ἵνα κατὰ τὸν ἀπόστολον περιπατήσωμεν· οὔτε γὰρ νῦν πρόσωπόν τι, ἀλλ’ ἡ ἡμετέρα πίστις καλεῖται πρὸς δίκην. ὅπλα πνευματικὰ θωρήξασθαι δεῖ, ἐπειδὴ
10πόλεμοι κινοῦνται ψυχῶν, καὶ βέλη ῥημάτων, ὅπως ἐν τῆι πίστει τοῦ βασιλέως ἡμῶν παρα‐ μείνωμεν. πάντας νῦν τοὺς ἐκεῖσε ὁ μακάριος Παῦλος ὑπομιμνήσκει, ἔνθα Τιμοθέωι μένειν ἐνετείλατο. ὁ αὐτὸς τοιγαροῦν τόπος, ἡ αὐτὴ ὑπόθεσις τὴν αὐτὴν διακονίαν καὶ νῦν ἀπαιτεῖ, ἡμεῖς τε νῦν πράξωμεν καὶ σπουδάσωμεν εἰς τοῦτο ὃ ἐκείνοις πράττειν προσ‐ τέτακται, ἵνα μὴ ἄλλως τις φρονῆι, καὶ ζητήσεις ταῖς μάλιστα παρούσαις μακρολογίαις
15μηδεὶς ἐντεινέτω· ὡς αὐτὸς προσέταξε, μένωμεν ὁμόψυχοι, ἓν καὶ τὸ αὐτὸ φρονοῦντες, ἐπειδὴ τοῦτο συμφέρει, μηδὲν διὰ φιλονεικίαν, μηδὲν πράττειν διὰ ματαίαν κενοδοξίαν εὐχό‐ μενοι. μία ψυχὴ καὶ καρδία μία ἔστω τοῖς πᾶσιν, ὅτε ἡ πίστις, ἥτις μία ἐστι, παρα‐ χαράττεται. πονείτω, μᾶλλον δὲ θρηνείτω τοῦτο μεθ’ ἡμῶν κοινῆι πᾶν τὸ συνέ‐ δριον. εἰς κριτήριον καλεῖται ὁ κρίνων τὴν οἰκουμένην· εὐθύνεται ὁ σείων πᾶσαν τὴν
20γῆν, καὶ ὁ λυτρωτὴς συκοφαντίαν ὑπομένει. θωρηξάσθω τὴν πανοπλίαν τοῦ θεοῦ ἡ ὑμε‐ τέρα ἀδελφότης· οἴδατε τὴν περικεφαλαίαν ἥτις τὴν ἡμετέραν ἀσφαλίζεται κεφαλήν, ποῖος θῶραξ τὸ ἡμετέρον στῆθος τειχίζει. οὐ νῦν πρῶτον ὑμᾶς οἱ ἐκκλησιαστικοὶ περίβολοι διδασκάλους ἐδέξαντο. οὐδεὶς ἀμφιβάλλει, τοῦ θεοῦ συνεργοῦντος, ὃς ποιεῖ τὰ ἀμφότερα ἕν, ὅτιπερ ἀποτεθέντων τῶν ὅπλων εἰρήνη διαδέχεται, ἐπειδὴ αὐτὴ ἡ ὑπόθεσις ἑαυτὴν ἐκ‐
25δικεῖ. ἀναπολήσωμεν πάλιν κἀκεῖνα τὰ ῥήματα τοῦ ἡμετέρου δεσπότου, οἷς ἰδικῶς ἐχρή‐ σατο διὰ τῶν οἰκείων ἐπισκόπων ταῦτα παραγγέλλων· προσέχετε, φησίν, ἑαυτοῖς καὶ πάσηι τῆι ἀγέληι, ἧς ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον ἔταξεν ἐπισκόπους διοικεῖν τὴν ἐκκλησίαν τοῦ θεοῦ, ἣν περιεποιήσατο τῶι ἰδίωι αἵματι. ὅθεν τούτους κληθέντας ἀνέγνωμεν τοὺς ταῦτα ἀκούσαντας Ἐφεσίους, ἔνθα νῦν ἡ ὑμετέρα ἁγιότης συνελήλυθε. τούτοις τοιγαροῦν οἷς
30ἐστι γνώριμος ἡ διδασκαλία τῆς πίστεως, ἔστω γνωστὴ καὶ ἡ ὑμετέρα ἐκδίκησις. παρά‐ σχωμεν αὐτοῖς διὰ τῆς ἡμετέρας διανοίας ἐκείνης τῆς προσκυνήσεως τὴν ἰσχύν, ἧς εἰσιν ἄξιοι, καὶ μὴν καὶ τὰ λίαν ὑψηλότερα, ἃ εὐσεβεῖ διανοίαι ἡ διηνεκὴς ἐφύλαξεν εἰρήνη.
ἀπαγγελλέσθω παρ’ ἡμῶν τὰ παρὰ τῶν ἀποστόλων προκηρυχθέντα, ὅτι οὐδεπώποτε τοῦ

1,1,3

57

βασιλέως τῶν βασιλευόντων ῥήματα τυραννικῆς ἐπιχειρήσεως ἠλάττωται οὐδὲ κάμνειν ἠδυ‐ νήθη διὰ πλαστολογίας ἡ δύναμις τῆς ἀληθείας. ὑμᾶς προτρέπω, ἀδελφοὶ τιμιώτατοι· ἐκείνη μόνη περισκοπείσθω ἡ γνώμη κατὰ τὴν φωνὴν Ἰωάννου τοῦ ἀποστόλου, οὗ τὰ λεί‐ ψανα παρόντες τετιμήκατε. ἔστω κοινὴ εὐχὴ πρὸς τὸν κύριον. οἴδαμεν ποία δύναμις
5τῆς θείας αὐτοῦ καὶ ἐσομένης παρουσίας ἔσται, παρακαλούσης ὁμοψύχως τῆς τοσαύτης τῶν ἱερέων πληθύος, ἐπειδὴ ὁ τόπος ἐκεῖνος κινεῖν δύναται, ἐν ὧι ὁμογνωμόνως 〈παρακεκλη‐ κέναι〉 τοὺς δώδεκα ἀνέγνωμεν. τίς τῶν ἀποστόλων ἡ αἴτησις δεομένων ἐγένετο; δηλαδὴ ἵνα δέξωνται τὸν λόγον τοῦ θεοῦ λαλεῖν μετὰ παρρησίας καὶ διὰ τῆς αὐτοῦ δυνάμεως ἐνεργεῖν ὧν διδόντος Χριστοῦ τοῦ θεοῦ ἡμῶν εἰλήφεισαν τὴν ἐξουσίαν. καὶ τῆι ὑμετέραι
10νῦν ἁγίαι συνόδωι τί ἐστιν ἄλλο αἰτεῖν ἢ ὅπως μετὰ παρρησίας λαλήσητε τὸν λόγον τοῦ κυρίου; καὶ ταῦτα δέδωκε φυλάττειν ὥσπερ καὶ κηρύττειν ἐχαρίσατο, καὶ πεπληρωμένοι πνεύματος ἁγίου καθ’ ἃ γέγραπται, εἰ καὶ διαφόρωι στόματι, ἓν ὅμως ὅπερ αὐτὸ τὸ πνεῦμα ἐδίδαξε, προσοίσετε. τούτοις πᾶσι συντόνως νενευρωμένοι, ἐπειδὴ καθ’ ἅ φησιν ὁ ἀπό‐ στολος, εἰδόσι λαλῶ καὶ λαλῶ σύνεσιν ἐν τοῖς τελείοις, ἐπαγωνίσασθε κανονικῆι
15πίστει καὶ τῆι τῶν ἐκκλησιῶν εἰρήνηι, συνηγορήσατε, ἐπειδὴ οὕτως εἴρηται, καὶ τοῖς πάλαι καὶ τοῖς νῦν καὶ τοῖς μέλλουσι, παρακαλοῦντες καὶ σώιζοντες τὰ εἰς εἰρήνην τῆι Ἱερουσαλήμ. Ἀπεστείλαμεν τὴν ἡμετέραν ἀναδεχομένους φροντίδα τοὺς ἁγίους ἀδελφοὺς καὶ συλλει‐ τουργοὺς ἡμῶν ὁμοψύχους ἡμῖν καὶ δεδοκιμασμένους Ἀρκάδιον καὶ Προίεκτον ἐπισκόπους
20καὶ Φίλιππον τὸν ἡμέτερον πρεσβύτερον, οἳ τοῖς πραττομένοις παρέσονται καὶ τὰ παρ’ ἡμῶν πάλαι ὁρισθέντα ἐκβιβάσουσιν, οἷς παρασχεθῆναι παρὰ τῆς ὑμετέρας ἁγιότητος οὐκ ἀμφιβάλλομεν συγκατάθεσιν, ἐπειδὴ τοῦτο ὅπερ ἀνέγνωτε, δοκεῖ ὑπὲρ τῆς πασῶν τῶν ἐκκλησιῶν ἀμεριμνίας κεκρίσθαι. Πάντες οἱ εὐλαβέστατοι ἐπίσκοποι ἅμα εἶπον· Αὕτη δικαία κρίσις. νέωι Παύλωι
25Κελεστίνωι· νέωι Παύλωι Κυρίλλωι. Κελεστίνωι τῶι φύλακι τῆς πίστεως. Κελεστίνωι τῶι ὁμοψύχωι τῆς συνόδου. Κελεστίνωι εὐχαριστεῖ πᾶσα ἡ σύνοδος. εἷς Κελεστῖνος, εἷς Κύριλλος· μία πίστις τῆς συνόδου, μία πίστις τῆς οἰκουμένης. Ἑρμηνεία τῆς καταθέσεως Προίεκτος ὁ εὐλαβέστατος ἐπίσκοπος καὶ πρεσβευτὴς εἶπε· Κατανοησάτω ἡ ὑμετέρα
30ἁγιότης τῶι τύπωι τῶν γραμμάτων τοῦ ἁγίου καὶ σεβασμίου πάπα Κελεστίνου τοῦ ἐπισκό‐ που, ὃς προετρέψατο τὴν ὑμετέραν ἁγιωσύνην οὐχ ὡς ἀγνοοῦσαν διδάσκων, ἀλλ’ ὡς γινώ‐ σκουσαν ὑπομιμνήσκων ἵνα ταῦτα ἃ καὶ πάλαι ὥρισε καὶ νῦν ὑπομνῆσαι κατηξίωσεν, εἰς πέρας κελεύσητε πληρέστατον ἄγεσθαι κατὰ τὸν κανόνα τῆς κοινῆς πίστεως καὶ κατὰ τὸ
χρήσιμον τῆς καθολικῆς ἐκκλησίας.

1,1,3

58

Φίρμος ἐπίσκοπος Καισαρείας Καππαδοκίας εἶπε· Καὶ πρότερον ψῆφον ἐπέθηκε καὶ τύπον τῶι πράγματι ὁ ἀποστολικὸς καὶ ἅγιος θρόνος τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἐπι‐ σκόπου Κελεστίνου διὰ γραμμάτων τῶν πρὸς τοὺς θεοφιλεστάτους ἐπισκόπους, φημὶ δὴ Κύριλλον τὸν τῆς Ἀλεξανδρείας καὶ Ἰουβενάλιον τὸν Ἱεροσολύμων καὶ Ῥοῦφον τὸν τῆς
5Θεσσαλονικέων καὶ πρὸς τὰς ἁγίας ἐκκλησίας τὴν ἐν Κωνσταντινουπόλει καὶ τὴν ἐν Ἀν‐ τιοχείαι, ὧι ἀκολουθήσαντες καὶ ἡμεῖς, πάλαι τῆς προθεσμίας τῆς δεδομένης εἰς διόρθωσιν Νεστορίωι παρελθούσης καὶ πολλῶν διαγενομένων χρόνων, ἐπειδὴ τὴν Ἐφεσίων κατελάβο‐ μεν, τοῦτο τοῦ εὐσεβεστάτου βασιλέως προστάξαντος, καὶ ἐνταῦθα διατρίψαντες χρόνον οὐκ ὀλίγον, ὥστε καὶ τὴν παρὰ τοῦ βασιλέως παρελθεῖν προθεσμίαν, ἐπειδὴ προσκαλεσα‐
10μένων ἡμῶν Νεστόριον οὐχ ὑπήκουσε, τὸν τύπον ἐξεβιβάσαμεν, κανονικὴν καὶ ἀποστολικὴν ἐν αὐτῶι κατανοήσαντες κρίσιν. Ἑρμηνεία τῆς καταθέσεως Ἀρκάδιος ὁ εὐλαβέστατος ἐπίσκοπος καὶ πρεσβευτὴς εἶπεν· Εἰ καὶ τὰ μάλιστα ἡμᾶς τὸ βράδος τοῦ πλοὸς καὶ τοῦ χειμῶνος ἡ ἐναντιότης κατέσχεν ἵνα εἰς τὸν τεταγμένον τό‐
15πον ἧιπερ ἠλπίζομεν, ἀφιχθῶμεν, ὅμως, κυβερνῶντος θεοῦ καὶ τῶν εὐχῶν τῆς ὑμετέρας μακαριότητος, ἐνταῦθα τὸ ἡμῶν μέτριον παρεγένετο, καὶ εὐχαριστοῦμεν αὐτῶι, ἐπειδὴ τὴν μακαριότητα τὴν ὑμετέραν εἰς ἕνα τόπον καὶ εἰς μίαν πίστιν μένουσαν εὕρομεν μεριμνῶν‐ τάς τε ὑπὲρ τῆς ἐκκλησίας τοῦ θεοῦ, ἣν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τῶι ἑαυτοῦ αἵματι περιεποίησε. διὰ τοῦτο αἰτοῦμεν τὴν μακαριότητα τὴν ὑμετέραν ὅπως τί τετύπωται
20παρὰ τῆς ὑμετέρας μακαριότητος, ἡμᾶς διδάσκεσθαι κελεύσητε. Ἑρμηνεία τῆς καταθέσεως Φίλιππος πρεσβύτερος καὶ πρεσβευτὴς τῆς ἀποστολικῆς καθέδρας εἶπε· Χάριτας ὁμο‐ λογοῦμεν τῆι ἁγίαι ταύτηι καὶ σεβασμίαι συνόδωι ὅτι ἀναγινωσκομένων ὑμῖν τῶν γραμμά‐ των τοῦ ἁγίου καὶ μακαρίου πάπα ἡμῶν τὰ ἅγια μέλη ταῖς ἁγίαις ὑμῶν φωναῖς τῆι ἁγίαι
25κεφαλῆι καὶ ταῖς ἁγίαις ὑμῶν ἐκβοήσεσιν ἐνηνόχατε· οὐ γὰρ ἀγνοεῖ ἡ ὑμῶν μακαριότης ὅτι ἡ κεφαλὴ ὅλης τῆς πίστεως ἢ καὶ τῶν ἀποστόλων ὁ μακάριος Πέτρος ὁ ἀπόστο‐ λος. καὶ ἐπειδὴ νῦν τὸ μέτριον τὸ ἡμέτερον πολλοῖς χειμῶσιν ἐσκυλμένον βραδύτερον παρεγένετο, διὰ τοῦτο παρακαλοῦμεν τὰ ἐν τῆι ἁγίαι συνόδωι πρὸ τῆς ἡμῶν ἀφίξεως πε‐ πραγμένα ἡμῖν φανερωθῆναι κελεύσητε, ἵνα κατὰ τὴν γνώμην τοῦ μακαρίου πάπα ἡμῶν,
30ἔτι μὴν καὶ τοῦ παρόντος ἁγίου συλλόγου καὶ ἡμεῖς ὁμοίως τῆι ἑαυτῶν καταθέσει βεβαι‐ ώσωμεν. Θεόδοτος ἐπίσκοπος Ἀγκύρας εἶπε· Δικαίαν τῆς ἁγίας συνόδου τὴν ψῆφον ἀπέδειξεν
ὁ τῶν ὅλων θεὸς τῆι ἐπιφοιτήσει τῶν γραμμάτων τοῦ θεοσεβεστάτου ἐπισκόπου Κελεστίνου

1,1,3

59

καὶ τῆι παρουσίαι τῆς ὑμῶν θεοσεβείας· τόν τε γὰρ ζῆλον τοῦ ἁγιωτάτου καὶ ὁσιωτά‐ του ἐπισκόπου Κελεστίνου ἐδείξατε καὶ τὴν περὶ τὴν εὐσεβῆ πίστιν σπουδήν. ἐπειδὴ δὲ καὶ τὰ πεπραγμένα ἐπεζήτησεν εὐλόγως καταμαθεῖν ἡ ὑμετέρα θεοσέβεια, ἐξ αὐτῶν τῶν πεπραγμένων ὑπομνημάτων ἐπὶ τῶι καθηιρημένωι Νεστορίωι πληροφορηθήσεται ὑμῶν ἡ
5εὐλάβεια τῆς τε ψήφου τὸ δίκαιον καὶ τῆς ἁγίας συνόδου τόν τε ζῆλον καὶ τὴν συμφωνίαν τῆς πίστεως, ἣν καὶ ὁ θεοσεβέστατος καὶ ἁγιώτατος ἐπίσκοπος Κελεστῖνος μεγάληι κηρύσσει τῆι φωνῆι, δηλαδὴ μετὰ τὴν ὑμῶν πληροφορίαν καὶ τῶν ὑπολοίπων τῆι πράξει τῆι νῦν προστιθεμένων. Τοῖς μετὰ τὴν ὑπατείαν τῶν δεσποτῶν ἡμῶν Φλαυίου Θεοδοσίου τὸ τρισκαιδέκατον
10καὶ Φλαυίου Οὐαλεντινιανοῦ τὸ τρίτον τῶν αἰωνίων αὐγούστων τῆι πρὸ πέντε Εἰδῶν Ἰου‐ λίων, ἥτις ἐστὶ κατ’ Αἰγυπτίους Ἐπὶφ ιζ, τῆι ἐπαύριον τῆς αὐτῆς ἁγίας συνόδου συνελθούσης ἐν τῶι αὐτῶι τόπωι καὶ καθε‐ σθέντων τῶν θεοφιλεστάτων καὶ θεοσεβεστάτων ἐπισκόπων, Ἰουβενάλιος ἐπίσκοπος Ἱεροσολύμων Ἀρκαδίωι καὶ Προιέκτωι εὐλαβεστάτοις ἐπισκό‐
15ποις καὶ Φιλίππωι εὐλαβεστάτωι πρεσβυτέρωι εἶπε· Κατὰ τὴν χθὲς ἡμέραν συνεδρευούσης τῆς ἁγίας ταύτης καὶ μεγάλης συνόδου ἡ θεοσέβεια ὑμῶν παροῦσα μετὰ τὴν ἀνάγνωσιν τῶν γραμμάτων τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἐπισκόπου τῆς μεγάλης Ῥώμης Κελεστίνου ἤιτησε τὰ ὑπομνήματα τὰ πραχθέντα ἐπὶ τῆι καθαιρέσει τοῦ αἱρετικοῦ Νεστορίου ἀναγνω‐ σθῆναι· ἀκολούθως ἡ ἁγία σύνοδος τοῦτο γενέσθαι ἐτύπωσεν. εἰ οὖν ἀνέγνω καὶ μεμά‐
20θηκε τὴν ἐν αὐτοῖς δύναμιν ἡ ὑμετέρα ἁγιότης, τοῦτο διδάξαι καταξιώσει. 〈Ἑρμηνεία τῆς καταθέσεωσ〉 Φίλιππος πρεσβύτερος καὶ πρεσβευτὴς τῆς ἀποστολικῆς καθέδρας εἶπε· Πεφανέρωται μὲν ἡμῖν ἀπὸ τῆς ἀναγνώσεως τῶν πεπραγμένων τὰ κατὰ Νεστορίου ὁρισθέντα ἐν τῶι ἁγίωι ὑμῶν συλλόγωι, ἐν οἷς ὑπομνήμασιν ἔγνωμεν πάντα κανονικῶς καὶ κατὰ τὴν
25ἐκκλησιαστικὴν ἐπιστήμην κεκρίσθαι· ἀλλὰ καὶ νῦν αἰτοῦμεν τὸν ὑμέτερον στέφανον, εἰ καὶ ἐκ περιττοῦ, τὰ αὐτὰ καὶ ἀναγνωσθέντα ἐν τῆι ὑμετέραι συνόδωι αὖθις ἡμῖν ἀναγνωσθῆναι, ὅπως ἡμεῖς ἀκολουθήσαντες τῶι τύπωι τοῦ ἁγιωτάτου πάπα Κελεστίνου τοῦ ταύτην ἡμῖν τὴν φροντίδα ἐγχειρίσαντος, ἔτι μὴν καὶ τῆς ὑμετέρας ἁγιωσύνης, δυνηθῶμεν τὰ κεκριμένα βεβαιῶσαι.
30Ἑρμηνεία τῆς καταθέσεως Ἀρκάδιος ὁ εὐλαβέστατος ἐπίσκοπος καὶ πρεσβευτὴς τῆς ἀποστολικῆς καθέδρας εἶπε· Χάριτας ὁμολογοῦμεν τῆι ὑμετέραι μακαριότητι ὅτι τῆι ἡμετέραι ἐπιθυμίαι καὶ τῆς αἰτήσει τὸ ἱκανὸν πεποίηκεν ἀπὸ τῶν πεπραγμένων, καὶ νῦν ὁρισάτω ἡ ὑμετέρα μακαριότης ὅπως ἀκολουθήσαντες τῶι τύπωι τῆς ὑμετέρας μακαριότητος διδαχθῆναι δυνηθῶμεν τὰ ὁρισθέντα
35παρ’ ὑμῶν. Μέμνων ἐπίσκοπος Ἐφεσίων εἶπεν· Οὐδὲν κωλύει κατὰ τὴν αἴτησιν τῶν ἁγιωτάτων
καὶ ὁσιωτάτων ἐπισκόπων Ἀρκαδίου καὶ Προιέκτου καὶ τοῦ εὐλαβεστάτου καὶ θεοφιλεστάτου

1,1,3

60

πρεσβυτέρου Φιλίππου τῆς ἀποστολικῆς καθέδρας τῆς μεγάλης Ῥώμης καὶ δεύτερον πάλιν ἀναγνωσθῆναι τὰ πεπραγμένα ἐπὶ τῆι καθαιρέσει Νεστορίου τοῦ αἱρετικοῦ· ὅθεν καὶ αὖθις ἀναγινωσκέσθω. Πέτρος πρεσβύτερος Ἀλεξανδρείας καὶ πριμικήριος νοταρίων ἀνέγνω
5 Τοῖς μετὰ τὴν ὑπατείαν τῶν δεσποτῶν ἡμῶν Φλαυίου Θεοδοσίου τὸ τρισκαιδέκατον καὶ Φλαυίου Οὐαλεντινιανοῦ τὸ τρίτον τῶν αἰωνίων αὐγούστων τῆι πρὸ δέκα Καλανδῶν Ἰουλίων, Παυνὶ εἰκάδι ὀγδόηι κατ’ Αἰγυπτίους, συνόδου συγκροτηθείσης ἐν τῆι Ἐφεσίων μητροπόλει ἐκ θεσπίσματος τῶν θεοφιλεστάτων καὶ φιλοχρίστων βασιλέων, καθεσθέντων ἐν τῆι ἁγιωτάτηι ἐκκλησίαι τῆι καλουμένηι Μαρίαι τῶν θεοσεβεστάτων καὶ θεοφιλεστάτων
10ἐπισκόπων Κυρίλλου Ἀλεξανδρείας, διέποντος καὶ τὸν τόπον τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἀρ‐ χιεπισκόπου τῆς Ῥωμαίων ἐκκλησίας Κελεστίνου, καὶ Ἰουβεναλίου Ἱεροσολύμων καὶ Μέμνο‐ νος τῆς Ἐφεσίων καὶ Φλαυιανοῦ Φιλίππων, ἐπέχοντος καὶ τὸν τόπον Ῥούφου τοῦ εὐλαβε‐ στάτου ἐπισκόπου Θεσσαλονικέων, καὶ Θεοδότου Ἀγκύρας Γαλατίας πρώτης καὶ τὰ ἑξῆς. ἡ ἁγία σύνοδος εἶπε· Πρὸς τοῖς ἄλλοις μήτε ὑπακοῦσαι βουληθέντος τοῦ τιμιωτάτου
15Νεστορίου τῆι παρ’ ἡμῶν κλήσει μήτε μὴν τοὺς παρ’ ἡμῶν ἀποσταλέντας ἁγιωτάτους καὶ θεο‐ φιλεστάτους ἐπισκόπους προσδεξαμένου, ἀναγκαίως ἐχωρήσαμεν ἐπὶ τὴν ἐξέτασιν τῶν δυσ‐ σεβηθέντων αὐτῶι καὶ φωράσαντες αὐτὸν ἔκ τε τῶν ἐπιστολῶν αὐτοῦ καὶ ἐκ τῶν συγ‐ γραμμάτων τῶν ἀναγνωσθέντων καὶ ἐκ τῶν ἀρτίως παρ’ αὐτοῦ ῥηθέντων κατὰ τήνδε τὴν μητρόπολιν καὶ προσμαρτυρηθέντων δυσσεβῶς φρονοῦντα καὶ κηρύττοντα, ἀναγκαίως κινη‐
20θέντες ἀπό τε τῶν κανόνων καὶ ἐκ τῆς ἐπιστολῆς τοῦ ἁγιωτάτου πατρὸς ἡμῶν καὶ συλλει‐ τουργοῦ Κελεστίνου τοῦ ἐπισκόπου τῆς Ῥωμαίων ἐκκλησίας δακρύσαντες πολλάκις ἐπὶ ταύτην τὴν σκυθρωπὴν κατ’ αὐτοῦ ἐχωρήσαμεν ἀπόφασιν. ὁ βλασφημηθεὶς τοίνυν παρ’ αὐτοῦ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὥρισε διὰ τῆς παρούσης ἁγιωτάτης συνόδου ἀλλότριον εἶναι τὸν αὐτὸν Νεστόριον τοῦ τε ἐπισκοπικοῦ ἀξιώματος καὶ παντὸς συλλόγου ἱερατικοῦ. καὶ
25ἑξῆς αἱ ὑπογραφαὶ τῶν εὐλαβεστάτων ἐπισκόπων. Ἑρμηνεία τῆς καταθέσεως Φίλιππος πρεσβύτερος καὶ πρεσβευτὴς τῆς ἀποστολικῆς καθέδρας εἶπεν· Οὐδενὶ ἀμ‐ φίβολόν ἐστι, μᾶλλον δὲ πᾶσι τοῖς αἰῶσιν ἐγνώσθη ὡς ὅτι ὁ ἅγιος καὶ μακαριώτατος Πέτρος, ὁ ἔξαρχος καὶ κεφαλὴ τῶν ἀποστόλων, ὁ κίων τῆς πίστεως, ὁ θεμέλιος τῆς καθολικῆς
30ἐκκλησίας, ἀπὸ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος καὶ λυτρωτοῦ τοῦ γένους τοῦ ἀνθρωπίνου τὰς κλεῖς τῆς βασιλείας ἐδέξατο καὶ αὐτῶι δέδοται ἐξουσία τοῦ δεσμεύειν καὶ λύειν τὰς ἁμαρτίας, ὅστις ἕως τοῦ νῦν καὶ ἀεὶ ἐν τοῖς ἑαυτοῦ διαδόχοις καὶ ζῆι καὶ δικάζει. τούτου τοιγαροῦν κατὰ τάξιν ὁ διάδοχος καὶ τοποτηρητὴς ὁ ἅγιος καὶ μακαρι‐ ώτατος πάπας ἡμῶν Κελεστῖνος ὁ ἐπίσκοπος εἰς ταύτην τὴν ἁγίαν σύνοδον διαδόχους ἡμᾶς
35τῆς ἑαυτοῦ παρουσίας ἀπέστειλεν, ἥντινα σύνοδον οἱ χριστιανικώτατοι καὶ φιλανθρωπότατοι βασιλεῖς [ὥρισαν] μνημονεύοντες καὶ εἰς τὸ διηνεκὲς φυλάττοντες τὴν καθολικὴν πίστιν, οἳ
καὶ τὴν διδασκαλίαν τὴν ἀποστολικὴν τὴν ἀπὸ τῶν εὐσεβεστάτων καὶ φιλανθρωποτάτων

1,1,3

61

τῆς ἁγίας μνήμης πάππων καὶ πατέρων ἑαυτῶν ἕως νῦν αὐτοῖς παραδεδομένην ἐφύλαξαν καὶ φυλάττουσι, φροντίζοντες τοίνυν, ὡς προειρήκαμεν, σύνοδον ὥρισαν, ἵνα ἡ πίστις ἡ καθολική, ἥτις ἀπὸ τῶν αἰώνων ἕως νῦν πεφύλακται, οὕτως καὶ εἰς τὸ διηνεκὲς ἀσάλευτος διαμένοι. Νεστόριος τοίνυν ὁ τῆς καινῆς διαστροφῆς ἀρχηγὸς καὶ κεφαλὴ τῶν κακῶν,
5κληθεὶς καὶ ὑπομνησθεὶς, καθὼς ἐκ τῶν πεπραγμένων συνοδικῶν ἡμῖν πεφανέρωται, κατὰ τοὺς τύπους τῶν πατέρων ἤτοι κατὰ τὴν τῶν κανόνων ἐπιστήμην εἰς τὴν δίκην ἐλθεῖν κατεφρόνησεν, ὃς αὐθαιρέτως ἑαυτὸν προσενεγκεῖν ὤφειλε τοσούτωι ἁγίωι συλλόγωι, ἵνα τῆι πνευματικῆι θεραπείαι τὴν ὑγείαν δέξηται, ἀλλὰ κεκαυτηριασμένην ἔχων τὴν συνείδησιν εἰς τὴν ἁγίαν σύνοδον ὑπομνησθείς, ὡς προείρηκα, κανονικῶς καὶ κατὰ τὴν τῶν κανόνων
10ἐπιστήμην παρεῖναι οὐκ ἠθέλησε, καὶ τὴν ὑπέρθεσιν δὲ οὐ μόνον τὴν ἀπὸ τῆς ἀποστολικῆς καθέδρας συγχωρηθεῖσαν, ἀλλὰ καὶ πολλὰ καιρῶν διαστήματα παρεληλυθέναι. ἀσφαλές ἐστι τοιγαροῦν [τὸ ἐξενεχθὲν κατ’ ἐκείνου], ὅστις πνεύματι πολεμίωι καὶ στόματι ἀσεβεῖ κατὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐτόλμησεν ἐξενεγκεῖν βλασφημίαν, κατὰ τὸν τύπον πασῶν τῶν ἐκκλησιῶν, ἐπειδὴ συνεστήκασιν ἐν τούτωι τῶι ἱερατικῶι συλλόγωι διά τε τῶν
15παρόντων διά τε τῶν πρεσβευτῶν τῶν ἀπὸ τῆς Ἀνατολικῆς τε καὶ Δυτικῆς ἐκκλησίας, οἱ παρόντες ἱερεῖς διά τοι τοῦτο ἀκολουθήσαντες τοῖς τύποις τῶν πατέρων καὶ ἡ παροῦσα ἁγία σύνοδος ὥρισε κατὰ τοῦ βλασφήμου καὶ προπετοῦς προενεγκόντες ἀπόφασιν ὥστε τὸν μὴ αἰδεσθέντα τὴν διόρθωσιν μετ’ ἐκείνου τὴν μερίδα ἔχειν περὶ οὗ εἴρηται· τὴν ἐπισκοπὴν αὐτοῦ λήψεται ἕτερος. ὅθεν γινωσκέτω Νεστόριος ἀλλότριον ἑαυτὸν
20εἶναι τῆς κοινωνίας τῆς ἱερωσύνης τῆς καθολικῆς ἐκκλησίας. Ἑρμηνεία τῆς καταθέσεως Ἀρκάδιος εὐλαβέστατος ἐπίσκοπος καὶ πρεσβευτὴς τῆς ἀποστολικῆς καθέδρας εἶπε· Πολυθρήνητος ἡμῖν καὶ δακρύων μεστὴ λύπη καὶ ἀνία ἀπὸ τοῦ τύπου τῆς ὑμετέρας ἱερω‐ σύνης, καὶ Νεστόριος, ὃς παρασταθεὶς τοῖς γράμμασι τῆς ἀποστολικῆς καθέδρας, ἔτι μὴν
25καὶ τῆς ὑμετέρας μακαριότητος, ἀπὸ τοῦ φαύλου δόγματος καὶ τῆς κακοθελοῦς γνώμης πλανᾶσθαι βουλόμενος, ὡς καὶ ἡ ἀπόφασις ἡ κατ’ αὐτοῦ ἐξενεχθεῖσα πεφανέρωται, ὃς μὴ σκοπήσας ἑαυτῶι καιρὸν εἶναι διορθώσεως καὶ τὸν τύπον τῆς ἀποστολικῆς καθέδρας οὐκ ἐδέξατο ὑπόμνησίν τε καὶ προτροπήν, δι’ ἧς ὑγιὴς γένηται, πάντων τῶν ἁγίων ἱερέων, (εἰς τοσαύτην γὰρ ἐλήλακεν ἀσέβειαν, ὥστε εἰς τὸν ποιητὴν καὶ λυτρωπὴν ἑαυτοῦ τὸν κύριον
30ἡμῶν Ἰησοῦν τὸν Χριστὸν καὶ σωτῆρα τοῦ γένους τοῦ ἀνθρωπίνου πλήρη βλασφημίας προενεγκεῖν διδασκαλίαν, ὥστε τὰς καλῶς κανονισθείσας καὶ θεῶι ἡρμοσμένας διανοίας τοῦ ἀνθρωπίνου γένους, ὥσπερ ὁ ὄφις ὁ ἀρχαῖος, ὀλισθήσας ὑπεισέλθοι, ἀμνημονήσας
πρῶτον τῆς ἑαυτοῦ σωτηρίας καὶ τῆς αἰωνίου ζωῆς καὶ ἀγνωσίαν νοσήσας τῶν πατρικῶν

1,1,3

62

παραδόσεων, ἀμνημονήσας δὲ καὶ τοῦ κηρύγματος τῶν προφητῶν, ἔτι μὴν καὶ τῶν εὐαγγε‐ λιστῶν καὶ τῆς διδασκαλίας τῶν ἀποστόλων αὐτὸς ἑαυτὸν τῆι ἰδίαι ἀπιστίαι κατεκρήμνισε) καὶ ἐπειδὴ αὐτὸς ἑαυτὸν διὰ τῆς οἰκείας γνώμης ἀλλότριον ἡμῶν καὶ ἐξόριστον πεποίηκε, διὰ τοῦτο καὶ ἡμεῖς ἀκολουθοῦντες τοῖς ὅροις τοῖς ἄνωθεν ἀπὸ τῶν ἁγίων ἀποστόλων καὶ
5τῆς καθολικῆς ἐκκλησίας παραδοθεῖσιν, ἐπειδὴ τοῦτο ἐδίδαξαν ὃ καὶ παρὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰλήφασιν, ἀκολουθήσαντες δὲ καὶ τοῖς τύποις τοῦ ἁγιωτάτου πάπα τῆς ἀποστολικῆς καθέδρας Κελεστίνου, ὃς ἡμᾶς ἐδικαίωσε ταύτηι τῆι ὑποθέσει [καὶ] ἐκβιβαστὰς ἑαυτοῦ ἐξαποστεῖλαι, καὶ τῆς ἁγίας ταύτης συνόδου τοῖς δόγμασι, γινωσκέτω ἑαυτὸν Νεσ‐ τόριος τῆς ἀξίας τῆς ἐπισκοπικῆς γεγυμνῶσθαι καὶ ἀλλότριον ἑαυτὸν πάσης ἐκκλησίας
10καθολικῆς καὶ κοινωνίας πάντων τῶν ἱερέων. Ἑρμηνεία τῆς καταθέσεως Προίεκτος ἐπίσκοπος, ληγάτος καὶ πρεσβευτὴς τῆς ἐκκλησίας Ῥωμαίων, εἶπε· Πάνυ φανερῶς ἀπὸ τῆς ἀναγνώσεως τῶν πεπραγμένων ἐν ταύτηι τῆι ἁγίαι καὶ θεοφιλεστάτηι συνόδωι τῶν τοσούτων καὶ τηλικούτων τοῦ θεοῦ ἱερέων ἐγνώσθη Νεστόριος, ὥς τις ἀχά‐
15ριστος, τοσαύτης τυχὼν ἀνεξικακίας ἀπό τε τοῦ ἁγίου πάπα Κελεστίνου τοῦ τῆς ἁγίας καὶ ἀποστολικῆς καθέδρας τῆς Ῥωμαίων πόλεως ἐπισκόπου, οὐ μὴν ἀλλὰ καὶ ἀπὸ τῶν παρόν‐ των εὐλαβεστάτων πατέρων καὶ ἀδελφῶν τοῦ κυρίου ἐπισκόπων, ἐπ’ ὀλέθρωι ἰδίωι τὴν ἀποστασίαν καὶ τὴν βλασφημίαν ἐπικεχειρηκέναι, ὅθεν ἐπειδὴ ἐτόλμησε κατὰ τῆς πίστεως τῆς εὐαγγελικῆς καὶ τῆς ἀποστολικῆς διδασκαλίας, ἥτις διὰ τῆς ἁπανταχοῦ καθολικῆς ἐκκλη‐
20σίας ἐβεβαιώθη, τὴν διαστροφὴν τῆς ἑαυτοῦ αἱρέσεως εἰσενεγκεῖν, διὸ δὴ ταῦτα κἀγὼ ὁρίζω ἐξ αὐθεντίας, τῆς ἁγίας ἀποστολικῆς καθέδρας πρεσβείαι μετὰ τῶν ἀδελφῶν τῆς ἀποφάσεως ἐκβιβαστὴς ὑπάρχων, τὸν μνημονευθέντα Νεστόριον, τὸν τῆς ἀληθείας ἐχθρόν, τὸν φθορέα τῆς πίστεως, ὡσανεὶ τούτων ὑπεύθυνον, ἐκτὸς τοῦ βαθμοῦ εἶναι τῆς ἐπισκο‐ πικῆς τιμῆς καὶ τῆς κοινωνίας πάντων τῶν ὀρθοδόξων ἱερέων.
25 Κύριλλος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Αἱ καταθέσεις αἱ γεγενημέναι παρὰ τῶν ὁσιω‐ τάτων καὶ θεοσεβεστάτων ἐπισκόπων Ἀρκαδίου καὶ Προιέκτου, ἔτι μὴν καὶ τοῦ θεοσεβε‐ στάτου Φιλίππου τοῦ πρεσβυτέρου δῆλαι τῆι ἁγίαι συνόδωι καθεστήκασι. κατέθεντο γὰρ τὸν τόπον ἀναπληροῦντες τῆς ἀποστολικῆς καθέδρας, καὶ ἁπάσης δὲ τῆς κατὰ τὴν Δύσιν ἁγίας συνόδου τῶν θεοφιλεστάτων καὶ ἁγιωτάτων ἐπισκόπων· ὅθεν καὶ τὰ ἤδη ὁρισθέντα
30παρὰ τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου ἐπισκόπου Κελεστίνου ἐξεβίβασαν, συνήινεσαν δὲ καὶ τῆι ψήφωι τῆι ἐξενεχθείσηι κατὰ τοῦ αἱρετικοῦ Νεστορίου παρὰ τῆς ἁγίας συνόδου τῆς συναχθείσης ἐνθάδε κατὰ τὴν Ἐφεσίων μητρόπολιν. διὸ συναπτέσθω μὲν τοῖς ἤδη πεπραγμένοις τὰ κατὰ τὴν χθὲς καὶ σήμερον πραχθέντα ὑπομνήματα, προσαγέσθω δὲ τῆι θεοσεβείαι αὐτῶν, ὥστε καὶ ἰδίαι ὑποσημειώσει κατὰ τὸ σύνηθες φανερὰν καταστῆσαι τὴν
35πρὸς ἅπαντας ἡμᾶς κανονικὴν συναίνεσιν.

1,1,3

63

Ἑρμηνεία τῆς καταθέσεως Ἀρκάδιος ὁ εὐλαβέστατος ἐπίσκοπος καὶ πρεσβευτὴς τῆς Ῥωμαίων ἐκκλησίας εἶπε· Κατὰ τὰ πεπραγμένα ἐν ταύτηι τῆι ἁγίαι συνόδωι ἀναγκαίως τὰς ἑαυτῶν διδασκαλίας ταῖς ἑαυτῶν ὑπογραφαῖς βεβαιοῦμεν.
5 Ἡ ἁγία σύνοδος εἶπεν· Ἀκολούθως διαλαλησάντων τῶν εὐλαβεστάτων καὶ θεοσεβε‐ στάτων ἐπισκόπων καὶ πρεσβευτῶν Ἀρκαδίου καὶ Προιέκτου καὶ Φιλίππου τοῦ πρεσβυτέρου καὶ πρεσβευτοῦ τῆς ἀποστολικῆς καθέδρας, ἑπόμενόν ἐστι τῆι οἰκείαι ὑποσχέσει τὸ ἱκανὸν ποιοῦντας καὶ διὰ ὑποσημειώσεως βεβαιῶσαι τὰ πεπραγμένα. προσαγέσθω τοίνυν αὐτοῖς τὰ πραχθέντα ὑπομνήματα.
10Ἑρμηνεία τῆς ὑπογραφῆς Φίλιππος πρεσβύτερος καὶ πρεσβευτὴς τῆς ἀποστολικῆς καθέδρας τοῖς ὑπομνήμασιν ὑπέγραψα. Ἑρμηνεία τῆς ὑπογραφῆς Ἀρκάδιος ἐπίσκοπος καὶ πρεσβευτὴς τῆς ἀποστολικῆς καθέδρας τῆι ἐξενεχθείσηι ἀπο‐
15φάσει κατὰ Νεστορίου τοῦ αὐθέντου τοῦ σχίσματος καὶ αἱρέσεως ἁπάσης βλασφημίας καὶ ἀσεβείας ὑπέγραψα. Ἑρμηνεία τῆς ὑπογραφῆς Προίεκτος ἐπίσκοπος καὶ πρεσβευτὴς τῆς ἀποστολικῆς καθέδρας τῆι δικαίαι κρίσει τῆς ἁγίας ταύτης καὶ οἰκουμενικῆς συνόδου, καθὼς ἐκ τῶν πεπραγμένων ἐμάθομεν, κατὰ πάντα
20ἐξακολουθῶν τῆι καθαιρέσει τοῦ ἀσεβοῦς Νεστορίου ὑπέγραψα.
22Ἴσον ἀναφορᾶς πρὸς τοὺς εὐσεβεῖς βασιλεῖς παρὰ τῆς ἁγίας συνόδου περὶ τῶν ἀπὸ Ῥώ‐ μης ἐλθόντων ἐπισκόπων τε καὶ πρεσβυτέρου διὰ τοῦ διακόνου Εὐτυχοῦς Τοῖς εὐσεβεστάτοις καὶ θεοφιλεστάτοις Θεοδοσίωι καὶ Οὐαλεντινιανῶι νικηταῖς τρο‐
25παιούχοις ἀεὶ αὐγούστοις ἡ ἁγία σύνοδος ἡ χάριτι θεοῦ καὶ νεύματι τοῦ ὑμετέρου κράτους συναχθεῖσα ἐν τῆι Ἐφεσίων μητροπόλει. Τὴν περὶ τὴν εὐσέβειαν ὑμῶν φροντίδα τε καὶ σπουδήν, φιλόχριστοι βασιλεῖς, ἀποδεξάμενος ὁ τῶν ὅλων θεὸς καὶ τῶν ἁγίων ἐπισκό‐ πων τῶν κατὰ τὴν Δύσιν τῶι ζήλωι τὰς ψυχὰς ἀνεπτέρωσεν εἰς ἐκδίκησιν τοῦ ὑβρισμένου Χριστοῦ. εἰ γὰρ καὶ τὸ πλεῖστον τῆς ὁδοῦ διάστημα φθάσαι πρὸς ἡμᾶς εἶρξε πᾶν τὸ
30πλῆθος ἐκεῖνο τῶν ἁγιωτάτων ἐπισκόπων, ἀλλ’ αὐτόθι συναχθέντες, παρόντος καὶ τοῦ τῆς μεγάλης Ῥώμης ὁσιωτάτου καὶ θεοφιλεστάτου ἐπισκόπου Κελεστίνου, καὶ νῦν τὸ ἡμέτερον
φρόνημα τῆς πίστεως μετὰ πολλῆς ἀνεκήρυξαν τῆς συμφωνίας καὶ τοὺς ἔξω τούτου φρο‐

1,1,3

64

νήσαντας ἀλλοτρίους εἶναι παντελῶς ὥρισαν ἱερατικοῦ κλήρου καὶ βαθμοῦ. ταῦτα μὲν δὴ καὶ πρότερον καὶ ὁ τῆς μεγάλης Ῥώμης ἁγιώτατος ἐπίσκοπος Κελεστῖνος, πρὶν συλλε‐ γῆναι τὴν ἁγιωτάτην ταύτην σύνοδον, διὰ τῶν ἑαυτοῦ γραμμάτων ἐμήνυσεν, ἐπιτρέψας τῶι ἁγιωτάτωι καὶ θεοφιλεστάτωι ἐπισκόπωι Κυρίλλωι τῶι τῆς Ἀλεξανδρέων μεγαλοπόλεως
5καὶ τὸν αὐτοῦ ἐπέχειν τόπον, καὶ νῦν δὲ αὖθις δι’ ἑτέρων γραμμάτων ταῦτα δῆλα τῆι ἁγίαι συνόδωι κατέστησεν, ἣν συναχθῆναι τὸ ὑμέτερον προσέταξε κράτος ἐπὶ τῆς Ἐφεσίων μη‐ τροπόλεως, ἃ καὶ ἀπέστειλε διά τε τῶν ἁγιωτάτων ἐπισκόπων Ἀρκαδίου καὶ Προιέκτου καὶ τοῦ θεοφιλεστάτου πρεσβυτέρου Φιλίππου τοῦ τῆς μεγάλης Ῥώμης, ἀναπληροῦντος τὴν παρουσίαν τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου ἐπισκόπου Κελεστίνου. ἐπεὶ οὖν οἱ ἄνδρες
10παραγενόμενοι τὴν γνώμην πάσης τῆς κατὰ τὴν Δύσιν ἁγίας συνόδου φανερὰν τῆι ἐνταῦθα γενομένηι συνόδωι πεποιήκασι διὰ τῶν γραμμάτων σύμφωνόν τε ἡμῖν τὸ φρόνημα τῆς πίστεως καὶ τῆς εὐσεβείας ἔδειξαν καὶ ἡμῖν ὁμόψηφοι διά τε τῶν ἐπιστολῶν καὶ τῶν ἐν‐ τεταλμένων αὐτοῖς, ἃ καὶ ἐγγράφως κατέθεντο, γεγένηνται, ἀναγκαίως καὶ περὶ τῆς αὐτῶν πρὸς ἡμᾶς συμφωνίας πράξαντες τὰ εἰκότα ἐπὶ τὸ ὑμέτερον ἀνηνέγκαμεν κράτος, ὡς εἰδέναι
15ἔχοι ἡ ὑμῶν εὐσέβεια ὅτι μία καὶ κοινὴ ψῆφος ἁπάσης τῆς οἰκουμένης ἡ παρ’ ἡμῶν ἔναγχος ἐξενεχθεῖσα κρίσις γεγένηται, ἣν ἀναδιδαχθῆναι καὶ φανερὰν γενέσθαι ὁ περὶ τὴν πίστιν καὶ τὴν εὐσέβειαν ὑμῶν ζῆλος παρεσκεύασεν. ἐπεὶ οὖν τὰ τῆς ὑποθέσεως πέρας εἴληφεν εὐκταῖόν τε τῶι ὑμετέρωι κράτει καὶ ταῖς ἐκκλησίαις ἁπάσαις ἀσφαλέστατον καὶ τῆι πίστει παρέχον τὸ βέβαιον, δεόμεθα τῆς ὑμῶν εὐσεβείας ἀνεῖναι λοιπὸν ἡμᾶς τῆς τε φροντίδος
20καὶ τῆς ἐν τῆι ξένηι διαγωγῆς, τοὺς μὲν πενίαι σφιγγομένους, τοὺς δὲ νόσωι συνεχομένους, τοὺς δὲ τῶι γήραι καμπτομένους καὶ τὴν ἐπὶ τῆς ξένης διατριβὴν ἐπὶ πλέον φέρειν οὐ δυνα‐ μένους, ὡς καὶ τινὰς ἐξ ἡμῶν ἐπισκόπους καὶ κληρικοὺς ἀποθανεῖν, ὥστε λοιπὸν παυσα‐ μένους τῆς τοιαύτης μερίμνης φροντίδα τῆς κατὰ τὴν μεγαλόπολιν ἐκκλησίας ποιήσασθαι. κωλύεσθαι δὲ καθικετεύομεν καὶ τὰ πρὸς τοὺς κατὰ τόπον ἄρχοντας ἠπειλημένα γράμματα
25πέμπεσθαι, ὡς μή τινα πάλιν ἑτέραν δυσχέρειαν ἐντεθῆναι ταῖς ἐκκλησίαις ἢ θλῖψιν ἐπα‐ ναστῆναι ἐν ταῖς ἑαυτῶν χώραις τοῖς ἁγιωτάτοις ἐπισκόποις. τῆς γὰρ εὐσεβείας ἀνα‐ δειχθείσης καὶ πάσης τῆς οἰκουμένης σύμφωνον ἐπ’ αὐτῆι τὴν ψῆφον ἐξενεγκούσης, πλὴν ὀλίγων τῶν τῆς εὐσεβείας προτιμώντων τὴν Νεστορίου φιλίαν, δικαίαν αἰτοῦμεν χάριν δεόμενοι τοῦ ὑμετέρου κράτους ἀνεθῆναι λοιπὸν ἡμᾶς τῆς φροντίδος καὶ ἔχεσθαι τῆς χειρο‐
30τονίας τοῦ μέλλοντος καὶ ἐντρυφῆσαι λοιπὸν τῆι βεβαιωθείσηι πίστει τε καὶ εὐσεβείαι καὶ καθαρῶς καὶ εἰλικρινῶς τὰς ὑπὲρ τοῦ ὑμετέρου κράτους ἀναπέμπειν προσευχὰς τῶι δεσπό‐ τηι τῶν ὅλων Χριστῶι. Κύριλλος ἐπίσκοπος Ἀλεξανδρείας ἀνήνεγκα.
Καὶ ὑπέγραψαν πάντες οἱ ἐν τῆι στάσει τῶν ὑπομνημάτων εὐλαβέστατοι ἐπίσκοποι.

1,1,3

65

(2)

Ἀναφορὰ πρὸς τοὺς βασιλεῖς σταλεῖσα διὰ Ἰουβεναλίου Φίρμου Φλαβιανοῦ Ἀρκαδίου Θεο‐ δότου Ἀκακίου Εὐοπτίου τῶν θεοφιλεστάτων ἐπισκόπων καὶ Φιλίππου τοῦ εὐλαβεστάτου πρεσβυτέρου
5 Τοῖς εὐσεβεστάτοις καὶ θεοφιλεστάτοις καὶ φιλοχρίστοις Θεοδοσίωι καὶ Οὐαλεντινια‐ νῶι νικηταῖς τροπαιούχοις ἀεὶ αὐγούστοις ἡ ἁγία σύνοδος ἡ κατὰ θεοῦ χάριν καὶ θέσπισμα τοῦ ὑμετέρου κράτους ἐν τῆι Ἐφεσίων συγκροτηθεῖσα. Πάντα μὲν τὰ τῆς ὑμετέρας βασιλείας ἐπαινετὰ καὶ πολὺν τὸν περὶ τὴν εὐσέβειαν ἐπιδεικνύμενα ζῆλον, φιλόχριστοι βα‐ σιλεῖς, καὶ διὰ τοῦτο κοινῆι τε ἅπαντες καὶ ἰδίαι ἕκαστος τὰς ὑπὲρ τοῦ αἰωνίου ὑμῶν
10κράτους προσευχὰς τῶι δεσπότηι Χριστῶι ἀναπέμπομεν, φυλαχθῆναι τῆι οἰκουμένηι δι’ αἰῶνος τὴν φιλόχριστον ὑμῶν αἰτούμενοι κορυφήν· ἐπειδὴ δὲ καὶ νῦν ταῖς ἡμετέραις ἐπικαμφ‐ θεῖσα δεήσεσιν ἡ ὑμετέρα εὐσέβεια παρεκελεύσατο διὰ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδο‐ ξοτάτου κόμητος Ἰωάννου ἐξαποστεῖλαι τὴν οἰκουμενικὴν ἡμῶν σύνοδον οὓς ἂν δοκιμάσηι θεοφιλεστάτους ἐπισκόπους πρὸς τὸ ὑμέτεραν κράτος καὶ αὐτοπροσώπως ἀναδιδάξαι πάντα
15τὰ καθ’ ἡμᾶς, ἀναγκαίως εὐχαριστήσαντες τῆι φιλοχρίστωι ὑμῶν βασιλείαι ἐξελεξάμεθα τοὺς ἁγιωτάτους καὶ θεοφιλεστάτους ἐπισκόπους Ἀρκάδιον Ἰουβενάλιον Φλαβιανὸν Φίρμον Θεόδοτον Ἀκάκιον Εὐόπτιον καὶ Φίλιππον πρεσβύτερον Ῥώμης, διέποντα τὸν τόπον τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου ἐπισκόπου τῆς ἀποστολικῆς καθέδρας τοῦ τῆς μεγάλης Ῥώμης Κελεστίνου καὶ διὰ τούτων τῶν γραμμάτων προσάγομεν αὐτοὺς τῆι ὑμετέραι γαληνότητι, εὐμενοῦς
20ἀξιοῦντες βλέμματός τε αὐτοὺς καὶ ἀκοῆς τυχεῖν. εἰδότες δὲ τὴν φιλόχριστον ὑμῶν καὶ θεῶι ἀνακειμένην ψυχὴν περὶ πολλοῦ ποιουμένην θεραπεύειν τὸν ὑπερμαχοῦντα καὶ σώι‐ ζοντα ὑμᾶς Χριστὸν καὶ τοὺς αὐτοῦ ἱερεῖς διὰ πάντων τιμᾶν διὰ τὸ παρ’ αὐτοῦ εἰρημένον ὁ ὑμῶν ἀκούων ἐμοῦ ἀκούει καὶ ὁ ὑμᾶς δεχόμενος ἐμὲ δέχεται, θαρροῦμεν καὶ τὴν περὶ ὧν λελυπήμεθα, προστιθέναι τῶι γράμματι μήνυσιν. ἡμεῖς γὰρ οὐκ ἄλλου
25τινὸς χάριν τὴν Ἐφεσίων κατειληφότες ἢ περὶ τῆς πίστεως διασκέψασθαι κατὰ τὸ ὑμέτερον εὐσεβὲς θέσπισμα, ἐπειδήπερ τὴν ταύτης ἀκίνητον ἐξ αἰῶνος γαλήνην τὰ μιαρὰ Νεστορίου ἐτάραξε δόγματα, εἰκότως βουλὴν περὶ τούτου προθέντες μετὰ ἑξκαιδεκάτην ἡμέραν τῆς ὁρισθείσης προθεσμίας καὶ τὸν συνταράττοντα τὰς ἐκκλησίας τοῖς οἰκείοις δόγμασι Νεστό‐ ριον προσκαλεσάμενοι, ἐπειδήπερ ὑπὸ συνειδότος οὗτος πονηροῦ κατεχόμενος ἀπαντᾶν οὐκ
30ἠβούλετο, ἐξετάσαντες τὰ παρ’ αὐτοῦ ἐγγράφως ἐκτεθέντα περὶ τῆς ἐνσωματώσεως τοῦ δεσπότου Χριστοῦ ἀσεβῆ δόγματα, αὐτά τε ἐκεῖνα ἀνεθεματίσαμεν καὶ τὸν τούτων πατέρα
πάντηι τῆς ἐπισκοπικῆς ἀξίας ἠλλοτριώσαμεν. ἀλλ’ ὁ τῆς Ἀντιοχέων Ἰωάννης μετὰ εἰκο‐

1,1,3

66

στὴν [δευτέραν] τῆς ὁρισθείσης προθεσμίας μόλις φθάσας ἡμέραν, ὥσπερ ἀμυνόμενος ἡμᾶς ἐπὶ τῶι ὑπὲρ τῆς πίστεως ζήλωι, τριάκοντα μικρῶι πλέον περὶ αὐτὸν συναθροίσας, ὧν οἳ μὲν Κελεστιανοί, οἳ δὲ καθηιρημένοι πρὸ πολλοῦ ἐτύγχανον, κατ’ αὐτῶν τῶν ἡμετέρων ἐχώρησε προέδρων καὶ τοὺς ζηλωτὰς τῆς ὀρθοδοξίας τόν τε ἁγιώτατον καὶ θεοσεβέστατον
5ἀρχιεπίσκοπον τῆς Ἀλεξανδρέων Κύριλλον καὶ τὸν ἁγιώτατον καὶ θεοφιλέστατον συνεπίσκοπον Μέμνονα οὔτε κατηγορηθέντας παρ’ αὐτῶν οὔτε προσκληθέντας κατὰ τὴν τῶν κανόνων ἀκολουθίαν τῆι τῆς καθαιρέσεως περιέβαλεν ὕβρει καὶ ὡς κοινωνησάσης αὐτῶι τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου εἰς τὴν κατ’ αὐτῶν ἀδικίαν, οὕτως τὰς εὐσεβεῖς ὑμῶν καὶ θεο‐ φιλεῖς συνήρπασεν ἀκοάς. ἡ μὲν οὖν ἁγία καὶ οἰκουμενικὴ σύνοδος, ἧι συνεδρεύει καὶ
10ὁ τῆς μεγάλης ὑμῶν Ῥώμης ἁγιώτατος καὶ θεοφιλέστατος ἀρχιεπίσκοπος Κελεστῖνος καὶ ἅπασα ἡ Δυτικὴ σύνοδος διὰ τῶν παρ’ αὐτῆς ἀπεσταλμένων πρὸς ἡμᾶς ἁγίων ἐπισκόπων, συνεδρεύει δὲ καὶ ἡ Ἀφρικὴ πᾶσα καὶ τὸ Ἰλλυρικόν, κανονικῶς κινηθεῖσα αὐτόν τε τὸν ἔξαρχον τοῦ τῆς ἀποστασίας συνεδρίου Ἰωάννην καὶ τοὺς σὺν αὐτῶι πάσης ἐκκλησιαστικῆς κοινωνίας ἀλλοτρίους εἶναι ἐδογμάτισεν, πᾶσαν δὲ αὐτῶν ἱερατικὴν περιεῖλεν ἐνέργειαν,
15ἀνατρέψασα καὶ τὰ παρ’ αὐτῶν ἀκανονίστως γενόμενα. καὶ τῶν ἐπ’ αὐτοῖς πεπραγμέ‐ νων τὴν μήνυσιν τῆι ὑμετέραι πρώην ἀπεστείλαμεν κορυφῆι· νυνὶ δὲ διά τε τούτων τῶν γραμμάτων καὶ διὰ τῶν ἀποσταλέντων θεοφιλεστάτων ἐπισκόπων μακραῖς ταῖς χερσὶ τῶν εὐσεβῶν ὑμῶν ἁπτόμεθα γονάτων δεόμενοι τὰ [μὲν] κατὰ συναρπαγὴν γεγονότα ἐπὶ τῶν ἁγιω‐ τάτων καὶ θεοφιλεστάτων ἐπισκόπων Κυρίλλου καὶ Μέμνονος οὐδεμίαν ἐκ τῶν κανόνων
20ἰσχὺν ἔχοντα πάντηι ἀργεῖν, ὥστε μὴ ἀκέφαλον ἡμῶν ὑπάρχειν τὴν σύνοδον μηδὲ ἀφο‐ ρήτωι πένθει ἡμᾶς τε καὶ τοὺς ἅπαντας τῆς οἰκουμένης τοῦ Χριστοῦ ἱερεῖς ἀδιαλείπτως ἐπὶ τοῖς προέδροις συντρίβεσθαι, ἀλλὰ τυχόντας τῶν αἰτήσεων τὰς συνήθεις εὐχὰς μετὰ τῶν ἐν τῆι οἰκουμένηι ἐκκλησιῶν ἀναπέμπειν τῶι δεσπότηι Χριστῶι ὑπὲρ τοῦ δι’ αἰῶνος ἡμῖν χαρισθῆναι τὸ φιλόχριστον ὑμῶν κράτος. ἡ γὰρ κατ’ αὐτῶν γενομένη συκοφαντία
25παρά τε Ἰωάννου τοῦ τῆς Ἀντιοχέων καὶ τῶν σὺν αὐτῶι εἰς ἅπαντας ἡμᾶς βλέπει τοὺς ὁμοπίστους τοῖς μνημονευθεῖσι καὶ συνιερατεύοντας αὐτοῖς διὰ τὸ καὶ πᾶσαν τὴν Δυτικὴν σύνοδον μαρτυρεῖν αὐτοῖς τὴν ὀρθὴν καὶ ἀδιάβλητον πίστιν, καὶ ἡμᾶς δὲ αὐτοὺς περὶ τού‐ του πληροφορηθέντας καὶ ἐγγράφως ἐπὶ ὑπομνημάτων ῥῆξαι φωνὰς ὅτι τέ εἰσιν ὀρθόδοξοι καὶ τὴν τῶν ἁγίων ἡμῶν πατέρων ἔχουσι γνώμην περὶ τὰ τῆς καθολικῆς καὶ ἀποστολικῆς
30ἐκκλησίας δόγματα. δεόμεθα τοίνυν τοῦ ὑμετέρου κράτους· λύσατε καὶ ἡμᾶς καὶ αὐτοὺς τῶν δεσμῶν· συνδεδέμεθα γὰρ τοῖς δεδεμένοις ὡς ἀδελφοῖς καὶ προέδροις τῆς ἁγίας ἡμῶν
συνόδου.

1,1,3

67

(2)

Ἀνελθόντων ἐν Κωνσταντινουπόλει τῶν ἑπτὰ καὶ ἑπτὰ ἐπισκόπων ἐξ ἑκατέρου μέρους ἐπληροφορήθη ὁ βασιλεὺς ὡς ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος πάντα κανονικῶς καὶ ἀκο‐ λούθως πράξασα καθεῖλε Νεστόριον. δι’ ὃ καὶ ἀποδεξάμενος αὐτοὺς κατέγνω τῶν Ἀνα‐
5τολικῶν καὶ λοιπὸν ἐξώρισε μὲν Νεστόριον, ἐκέλευσε δὲ τοὺς ἐκ τῆς ἁγίας συνόδου εἰσελ‐ θεῖν εἰς τὴν ἐκκλησίαν καὶ χειροτονῆσαι ἐπίσκοπον τῆι ἁγίαι Κωνσταντινουπολιτῶν ἐκκλη‐ σίαι. καὶ εἰσελθόντες ἐχειροτόνησαν Μαξιμιανὸν ἐπίσκοπον. καὶ μετὰ τοῦτο ἐκέλευσεν ὁ βασιλεὺς πάντας τοὺς ἐπισκόπους ἕκαστον ἀπελθεῖν εἰς τὴν ἑαυτοῦ χώραν τε καὶ πόλιν, ἔμεινε δὲ Ἰωάννης ὁ Ἀντιοχείας καὶ οἱ μετ’ αὐτοῦ ἐν τῆι χωρίσει ὄντες.
11Ἀντίγραφον ἑρμηνείας βασιλικοῦ θεσπίσματος γραφέντος πρὸς Ἰσίδωρον ἔπαρχον πραιτω‐ ρίων καὶ ὕπατον περὶ τῆς ἐξορίας Νεστορίου Εἰ καὶ τῆς τῶν δημοσίων πραγμάτων φροντίδος περιφανής ἐστιν ἡ ἡμετέρα σπουδή, ὅμως οὐχ ἥττων παρ’ ἡμῖν τῆς ἁγιωτάτης θρηισκείας ἡ ἀσφάλεια, ἧσπερ θεραπευομένης
15παρ’ ἡμῶν καὶ ἐν ταῖς δημοσίαις χρείαις πιστεύομεν ἑαυτοὺς βοηθεῖσθαι. καὶ διὰ τοῦτο, ἐπειδὴ Νεστόριος ὁ τῆς καθολικῆς ποτε ἐκκλησίας ἱερεύς, νῦν δὲ τῆς πίστεως προδότης, τηλικούτοις μυσαρῶν μεγέθεσιν ἐνδεδεμένος φαίνεται καὶ ἀναγκαῖόν ἐστιν ἵνα ἀποφάσει τῆς ἡμετέρας γαληνότητος ὑποβληθεὶς τῆι ἁρμοζούσηι τοῖς οἰκείοις τρόποις ταλαιπωρίαι καταβαρυνθείη, ὅστις καταλειφθέντων τῶν σεβασμίων νόμων τῆς ἐκκλησίας ἀθεμίτου αἱρέ‐
20σεως αὐθέντης ἐφάνη καὶ ἐν τῶι διαφθείρειν αὐτῶν τὴν πίστιν οὕστινας τῆι κοινωνίαι τῆς ἑαυτοῦ προδοσίας συνῆψεν, εἰς τὸ οἰκεῖον ἑαυτοῦ πρόσωπον ἀνέλαβε καὶ τὸ ἔγκλημα τῆς προδοσίας τῆς ἀλλοτρίας, ἡ ἔνδοξος τοιγαροῦν σου αὐθεντία τοῦ πραγματικοῦ τούτου ἤτοι ἰδικῆς αὐθεντίας ὑποδειχθείσης τὸν μνημονευθέντα Νεστόριον εἰς ἐξορίας Πέτρας εἰς τὸ διηνεκὲς προσταξάτω ὑπὲρ τῶν ἠσεβημένων αὐτῶι καταχθῆναι οὕτως ὥστε πάντα αὐτοῦ
25τὰ ὑπάρχοντα τῆι ἐκκλησίαι Κωνσταντινουπόλεως προσκυρωθῆναι πρὸς τὸ τοῦ σεβασμιω‐ τάτου τόπου τὰ πράγματα αὐξηθῆναι, οὗ προέδωκε πρώην τὸ μυστήριον. οὕτω γὰρ ἔσται ἐν ταῖς ψυχαῖς τῶν ἀνθρώπων ἡ εὐλάβεια τῆς ἁγιωτάτης πίστεως ἀβλαβὴς καὶ τοῦ
ἡμετέρου βασιλείου ἡ εὐδαιμονία ὀχυρωθεῖσα τῆι θρηισκείαι ἀνθήσει.

1,1,3

68

(4)

Ἀντίγραφον θείου νόμου
5 Τὸ τῆι εὐσεβεστάτηι θρηισκείαι παρ’ ἡμῶν ὀφειλόμενον σέβας τοὺς περὶ τὸ θεῖον ἀσεβῶς ἔχοντας δίκαις τε ἀξίαις κολάζεσθαι καὶ ὀνόμασι τῆι αὐτῶν φαυλότητι πρέπουσι προσαγορεύεσθαι βούλεται, ὡς ἂν ὀνείδεσι περιβληθέντες αἰωνίαν ὑπομένοιεν τῶν ἁμαρτη‐ μάτων ἀτιμίαν καὶ μήτε ζῶντες τιμωρίας μήτε θανόντες ἀτιμίας ἐκτὸς ὑπάρχοιεν. Νεστο‐ ρίου τοίνυν τοῦ τῆς τερατώδους διδασκαλίας ἡγεμόνος κατακεκριμένου, λείπεται τοὺς ὁμο‐
10γνώμονας αὐτοῦ καὶ τῆς ἀσεβείας κοινωνοὺς ὀνόματι περιβαλεῖν κατεγνωσμένωι, ἵνα μὴ τῆι τῶν Χριστιανῶν ἀποχρώμενοι προσηγορίαι τοιούτων ὀνόματι κοσμοῖντο ὧν τοῦ δόγμα‐ τος δυσσεβοῦντες ἐξέστησαν. διὰ ταῦτα νομοθετοῦμεν τοὺς ἁπανταχοῦ τῆς Νεστορίου ἀθεμίτου δόξης κοινωνοὺς Σιμωνιανοὺς ὀνομάζεσθαι (προσήκει γὰρ τοὺς ἐν τῆι τοῦ θείου ἀποστροφῆι τὸ ἐκείνου μιμουμένους δυσσέβημα τὴν αὐτὴν ἐκείνωι κληροῦσθαι προσηγορίαν,
15ὃν τρόπον Ἀρειανοὶ νόμωι τοῦ τῆς θείας λήξεως Κωνσταντίνου Πορφυριανοὶ διὰ τὸ ὅμοιον τῆς ἀσεβείας ἐκ Πορφυρίου προσαγορεύονται, ὃς τὴν ἀληθῆ θρηισκείαν ἐπιχειρήσας τῆι τοῦ λόγου δυνάμει καταγωνίσασθαι βίβλους ἑαυτῶι οὐ παιδεύσεως ὑπομνήματα καταλέλοιπε) καὶ μηδένα τολμᾶν τὰς αὐτοῦ Νεστορίου τοῦ ἀθεμίτου τε καὶ ἱεροσύλου ἀσεβεῖς βίβλους περὶ τῆς εὐαγοῦς τῶν ὀρθοδόξων θρηισκείας καὶ κατὰ τῶν δογμάτων τῆς ἐν Ἐφέσωι τῶν
20ἐπισκόπων ἁγίας συνόδου κατέχειν ἢ ἀναγινώσκειν ἢ μεταγράφειν, ἃς δεῖ σπουδῆι πάσηι ζητήσαντας δημοσίαι ἐμπίπρασθαι (τούτωι γὰρ τῶι τρόπωι πάσης ἀσεβείας ῥιζόθεν ἐκκο‐ πείσης τὸ ἁπλοῦν καὶ εὐαπάτητον πλῆθος οὐδὲν πλάνης σπέρμα εὑρεῖν ποτε δυνήσεται), μηδὲ μνήμην τῶν οὕτως ἀπολλυμένων ἀνθρώπων ἔν τινι τῆς θρηισκείας διαλέξει ἑτέρωι ἢ τῶι Σίμωνος ὀνόματι ποιεῖσθαι ἢ οἰκίαν αὐτοῖς ἢ ἀγρὸν ἢ προάστειον ἢ ὁντιναοῦν ἄλλον
25τόπον συνόδου ἕνεκα λεληθότως ἢ φανερῶς παρασχεῖν. τοὺς γὰρ τοιούτους ὁρίζομεν πάσης συνόδου ἀδείας στερίσκεσθαι, προδήλου ὄντος ἅπασιν ὡς ὁ παραβαίνων τε τὸν νόμον τοῦτον καὶ Νεστόριον μιμούμενος δημεύσει τῶν ὑπαρχόντων τιμωρηθήσεται. ἡ με‐ γίστη τοίνυν καὶ περιφανής σου ἐξουσία ταύτην ἡμῶν τὴν διάταξιν εἰς γνῶσιν ἁπάντων τῶν τὰς ἐπαρχίας οἰκούντων διατάγμασι συνήθως ἐλθεῖν παρασκευάσει. τὸν νόμον δὲ
30τοῦτον τῆι τε Ῥωμαίων τῆι τε Ἑλλήνων τεθείκαμεν γλώττηι, ὡς πᾶσιν σαφῆ καὶ γνώρι‐
μον εἶναι.

1,1,3

69

(2)

Φλαύιος Ἀνθέμιος Ἰσίδωρος, Φλαύιος Βάσσος, καὶ Φλαύιος Σιμπλίκιος Ῥηγῖνος οἱ ἔπαρχοι λέγουσιν Οὐδὲν οὕτω φίλον τοῖς κρατοῦσιν ὡς τὸ διὰ πάντων εὐσεβεῖν, οἳ δὴ εἰ τῆς ἐν ταῖς
5πράξεσι διηνεκῶς ἐπιμελεῖσθαι καθ’ ἑκάστην ὡς εἰπεῖν οὐκ ὀκνοῦσιν εὐαγείας, νύκτας τε καὶ ἡμέρας συνάπτοντες ἐπὶ φροντίσι, πόσωι μᾶλλον ἐπ’ αὐτῆς τῆς εὐσεβείας καὶ τῆς θρηισκείας οὐ μετὰ σπουδῆς ἁπάσης παραφυλάττειν ἐγνώκασι; μελλούσης τοίνυν ἀνα‐ φύεσθαί τινος παραλόγου τε καὶ ἀνοίας καὶ τόλμης ἀναμέστου θρηισκείας, μᾶλλον δὲ οὐδὲ μελλούσης, ἀλλὰ καὶ ἤδη τινὰ πλάνην αὐθεντίας ἐκδικησάσης, τῆι οἰκείαι προμηθείαι ἄνευ
10τινὸς ταραχῆς μετὰ πάσης γαλήνης, ὅπερ ἔμφυτον αὐτοῖς ἐστιν ἀεὶ καὶ διὰ πάντων φίλον, τὴν τοιαύτην διόρθωσιν γενέσθαι διέταξαν, τοὺς μὲν ἀρχηγέτας τῆς παρανομίας ἐπιτιμίοις τοῖς καθήκουσι σωφρονίσαντες, τῶν δὲ λοιπῶν πρόνοιαν ποιησάμενοι, ὅπως ἂν βλαπτό‐ μενοι μηδέν, νουθεσίαι δὲ μόνηι ἐπὶ τὸ βέλτιον πειθόμενοι μεταρυθμισθέντες μηδὲν τῶν προσόντων ἀποκτήσαιντο, τὸ δὲ τέλειον καὶ ὅπερ ἀίδιον καὶ μετὰ ἀποβίωσιν ὑπάρχει κτῆμα
15τὸ τῆς εὐσεβείας βεβαίως ἐπιγνόντες φυλάξωσιν. ἀλλ’ ἐπειδὴ τὸ ἀνθρώπινον, προληφθὲν ἅπαξ καὶ σαγηνευθὲν δολεροῖς τε λόγοις καὶ χείροσι λογισμοῖς, δυσπειθὲς καὶ δεῖ πρὸς τοῦτο καὶ φόβου πολλοῦ καὶ βαρυτάτων ἐπιτιμίων, τοὺς μὲν παραχαράττοντας τὰ τῆς πί‐ στεως δόγματα προστάττουσιν ἡσυχάζειν τε τοῦ λοιποῦ καὶ μεταβουλεύσασθαι κάλλιον καὶ μήτε αὐτοὺς εἴς τινα τόπον συνιέναι μήτε ἑτέροις στάδιον ἀσεβείας ἀποδεικνύναι τι τῶν
20αὐτοῖς διαφερόντων χωρίων ἢ ἐν ἄστει ὂν ἢ ἀπωικισμένον ἢ πλησιάζον πόλει, [ἢ] ἁπλῶς 〈δ’〉 ἄβατον εἶναι τοιαύτης συνόδου πᾶσαν τὴν γῆν· τοὺς δέ γε ταῖς φρενοβλαβέσι συνθέσεσιν Νεστορίου τιθεμένους καὶ ἐφόδια τῆς πλάνης τὰς βίβλους ἔχοντας αὐτοῦ οἰκτείραντες μᾶλλον ἢ τιμωρησάμενοι προαγγέλλουσιν ἐκεῖνά τε πυρὶ παραδιδόναι καὶ ἀφανίζειν, ὅπως ἂν μὴ μνημόσυνα τοσαύτης πλάνης ἐν τῆι πολιτείαι καλινδούμενα ἐμπόδια τῆι ἀληθεῖ γίνοιντο
25πίστει, μήτε γράφειν γε ἕτερα, οἷς μηδὲ τὴν ἀρχὴν ἐμπεσεῖν εὐαγέστερον, μηδὲ ἐντυγχάνωσι τοῖς τοιούτοις, ἀφ’ ὧν ἡ ζημία τοῦ παντὸς τὴν ἀπώλειαν ἔχει. τί γὰρ ψυχῆς καὶ πί‐ στεως προτιμότερον; ἃ τὰ τοιαῦτα τῶν ἀναγνωσμάτων βλάπτει καὶ τὸ καίριον τῆς ψυχῆς τυφλοῦντα πρὸς τὸ χεῖρον ἐπείγεσθαι παρασκευάζει. καὶ ἵνα μηδὲ λάθοιεν οἵτινες εἶεν, ἢ ἐπίκλησίν τινα ἔχοντες πρόσφορον ὑπομιμνήσκοιεν τοῦ αὐθέντου τῆς δραματουργίας αὐτῆς,
30εἰς ἀνάμνησιν ἄγοντες ὃν κάλλιον παραδίδοσθαι λήθηι, Σιμωνιανοὺς μὲν αὐτοὺς προστάτ‐ τουσι καλεῖσθαι, βαρυτάτοις δὲ ἐπιτιμίοις, εἰ παραβαῖεν εἰς τὸ μέλλον, σωφρονίζοντες. ὡς δ’ ἂν γνοίητε τὴν γαλήνην, τὴν εὐσέβειαν τῶν προστεταγμένων, τὴν πρόνοιαν ἣν διὰ
πάντων τοῖς ὑπηκόοις νέμουσι, τῶν εὐσεβεστάτων ἡμῶν βασιλέων τῶν μόνων ἀποδιδόντων

1,1,3

70

τῶι κρείττονι διὰ πίστεως ἀμοιβὴν τὴν ἀξίαν τῶν εἰς αὐτούς τε καὶ τὴν οἰκουμένην ἅπασαν καταβληθεισῶν εὐεργεσιῶν, τοῦδε ἡμῶν τοῦ προγράμματος κατὰ τὸ εἰωθὸς τὸν τοῦ θείου φωτὸς γέμοντα νόμον προλάμπειν προσετάξαμεν, ὧι πεισθέντες τιμωρίας ἑαυτοὺς ἐλευθέ‐ ρους καταστήσετε καὶ εἰς τὸ μέλλον τοῦ μήκους τοῦ παντὸς αἰῶνος εὐσεβεῖν μαθόντες
5ἀθανάτοις εὐεργεσίαις προσομιλήσετε, τοσαῦτα ὠφεληθέντες ὅσα τε βασιλεὺς νομοθετῶν θεός τε εὐσεβούμενος πέφυκεν ὠφελεῖν.
8Ἐπιστολὴ συνοδικὴ γραφεῖσα ἀπὸ Κωνσταντινουπόλεως Τοῖς θεοφιλεστάτοις καὶ εὐλαβεστάτοις ἀδελφοῖς καὶ συνεπισκόποις πᾶσι τοῖς τῆς
10Παλαιᾶς Ἠπείρου Μαξιμιανὸς Ἰουβενάλιος Ἀρκάδιος Φίλιππος Φλαυιανὸς Φίρμος Θεόδοτος Ἀκάκιος Εὐόπτιος Δανιὴλ καὶ ἡ συμπαροῦσα αὐτοῖς ἁγία σύνοδος ἐν κυρίωι χαίρειν. Εἰδότες τὴν τῶν ἀποσχισάντων ἐπιβουλήν τε καὶ ἀπάτην τὴν κατὰ τῶν ἐκκλησιῶν παρ’ αὐτῶν γινομένην καὶ ὅτι περιτρέχοντες ἑκάστην ἐκκλησίαν, ὡς κοινωνικοὶ τῆς ἁγίας καὶ μεγάλης συνόδου τῆς ἐν Ἐφέσωι, σπουδάζουσιν ἀπατᾶν ἕκαστον καὶ τὴν πρὸς λαούς τε
15καὶ κλήρους κοινωνίαν ἐφέλκεσθαι, πολλὴν περὶ τούτου πρόνοιαν ποιούμενοι ἐδικαιώσαμεν ἅμα τῶι καταστῆναι τὸν τὰ πάντα θεοφιλέστατον καὶ ἁγιώτατον τὸν κύριον ἐπίσκοπον Μαξιμιανὸν τῆς μεγαλοπόλεως τὸ γράμμα τοῦτο πρὸς ὑμᾶς σὺν αὐτῶι διαπέμψασθαι ἵνα γνόντες τὰ κατ’ αὐτοὺς παντοίως αὐτούς τε καὶ τὴν πρὸς αὐτοὺς κοινωνίαν φυλάξησθε. ὑπὲρ δὲ πλείονος ἀσφαλείας καὶ τοῦ γνῶναι ὑμᾶς ὅτι οὐχ ἡμετέροις μόνοις πειθαρχεῖτε
20γράμμασιν, ἀλλὰ καὶ δόγμασι τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς ἐν Ἐφέσωι, ὑπετά‐ ξαμεν τὸ συνοδικὸν γράμμα, ὥστε ὑμᾶς καὶ ἐξ ἐκείνου πληροφορηθῆναι τίνα τέ ἐστι τὰ τυπωθέντα περὶ τῶν ἀποστατησάντων καὶ τὰ Νεστορίου φρονησάντων καὶ οἷα τὰ ἐπιτίμια κατὰ τῶν κοινωνεῖν αὐτοῖς τολμώντων. Πᾶσαν τὴν σὺν ὑμῖν ἀδελφότητα ἡμεῖς τε καὶ οἱ σὺν ἡμῖν πάντες προσαγορεύομεν.
25ἐρρωμένοι ἐν κυρίωι ὑπερεύχεσθέ μου, θεοφιλέστατοι ἀδελφοί. Ὁμοίως καὶ οἱ λοιποὶ οἱ προγεγραμμένοι ἐπίσκοποι ὑπέγραψαν. Ἔστι δὲ τὸ συναποσταλὲν ταύτηι τῆι ἐπιστολῆι συνοδικὸν γράμμα τοῦτο Ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος ἡ ἐν Ἐφέσωι συγκροτηθεῖσα ἐκ θεσπίσματος τῶν
εὐσεβεστάτων βασιλέων τοῖς καθ’ ἑκάστην ἐπαρχίαν τε καὶ πόλιν ἐπισκόποις τε καὶ πρε‐

1,1,3

71

σβυτέροις καὶ διακόνοις καὶ παντὶ τῶι λαῶι. Συναχθέντων ἡμῶν κατὰ τὸ εὐσεβὲς γράμμα ἐν τῆι Ἐφεσίων μητροπόλει, ἀπέστησαν τινὲς ἐξ ἡμῶν, ὄντες τὸν ἀριθμὸν τριά‐ κοντα μικρῶι πρός, καὶ τὰ λοιπὰ ὡς προγέγραπται
5 Τῶι θεοφιλεστάτωι καὶ εὐλαβεστάτωι συλλειτουργῶι Κυρίλλωι Μαξιμιανὸς ἐν κυρίωι χαίρειν. Πεπλήρωταί σοι τὰ τῆς ἐπιθυμίας, θεοφιλέστατε· ἤνυσταί σοι ὁ ὑπὲρ τῆς εὐσεβείας σκοπός· εἰς πέρας ἐλήλυθεν ὁ ὑπὲρ τῆς εὐσεβείας πόθος. θέατρον ἐγένου καὶ ἀγγέλοις καὶ ἀν‐ θρώποις καὶ πᾶσι τοῖς τοῦ Χριστοῦ ἱερεῦσιν· οὐ μόνον ἐπίστευσας εἰς Χριστόν, ἀλλὰ γὰρ καὶ ὑπὲρ αὐτοῦ ἔπαθες. μόνος ἄξιος ἐκρίθης τῶν παθημάτων τοῦ Χριστοῦ, καταξιωθεὶς
10τὰ στίγματα αὐτοῦ ἐν τῶι ἰδίωι σώματι βαστάσαι. ὡμολόγησας αὐτὸν ἔμπροσθεν τῶν ἀνθρώπων· ὡμολογήθης παρ’ αὐτοῦ ἔμπροσθεν τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων, ἀνεδήσω τοὺς ὑπὲρ τῆς εὐσεβείας στεφάνους. πάντα ἴσχυσας ἐν τῶι ἐνδυναμοῦντί σε Χριστῶι· ἐταπείνωσας τὸν σατανᾶν διὰ τῆς ὑπομονῆς· κατεγέλασας κολαστηρίων· ἐπάτησας θυμὸν ἀρχόντων· λιμοῦ κατεφρόνησας· ἔσχες γὰρ τὸν ἄρτον τὸν ἐκ τοῦ οὐρανοῦ κατελθόντα καὶ
15ζωὴν δεδωκότα τοῖς ἀνθρώποις τὴν ἄνωθεν. ἐπεὶ τοίνυν οὐδὲ ἡμεῖς ἀπελείφθημεν τούτων, τὰ μὲν αἰσθητῶς παιδευόμενοι ἐνταῦθα, τὰ δὲ ἐν τῆι ἀκοῆι τῆς ὑμετέρας θλίψεως πρὸς τὰς ἀρχὰς ἀντικαταστάντων, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκρά‐ τορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, παρήχθημεν δὲ εἰς τὴν ἀρχιερωσύνην τῆς μεγαλοπόλεως, καταξίωσον, θεοφιλέστατε, εὐχαῖς
20τε ἡμᾶς ὑποστηρίζειν καὶ συμβουλαῖς στοιχειοῦν καὶ πάσηι περὶ ἡμᾶς κεχρῆσθαι εὐνοίαι, ὥστε πληρωθῆναι καὶ ἐφ’ ἡμῖν τὸ γραφικὸν ῥητὸν ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθού‐ μενος ὡς πόλις ὀχυρ. ἀληθῶς γὰρ ἡ πνευματικὴ ἀγάπη πόλις ἐστὶν ὀχυρά, οὐ δυνα‐ μένη καταγωνισθῆναι οὔτε πολιορκηθῆναι ὑπὸ τοῦ διαβόλου οὔτε ὑπωρυγαῖς οὔτε ὑπερβάσεσιν. οὔτε γὰρ εἴκει ταῖς ἑλεπόλεσι τοῦ σατανᾶ διὰ τὸ παρὰ τοῦ δεσπότου Χριστοῦ φυλάσσεσθαι,
25Χριστοῦ τοῦ τὸν κόσμον νικήσαντος καὶ τὰ αἰώνιά σοι ἀγαθὰ ἑτοιμάσαντος, τοῦ εἰρηκότος ὅστις οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὔκ ἐστί μου ἄξιος. ἄξιος οὖν τοῦ δεσπότου Χριστοῦ διὰ τὸ λαβεῖν τὸν σταυρὸν καὶ ἀκολουθῆσαι αὐτῶι γενόμενος, μὴ ἀμέλει τῆς περὶ ἡμῶν πρὸς τὸν Χριστὸν πρεσβείας, τὰ δὲ ἀδελφικὰ κατορθώματα οἰκεῖα προτερήματα λογιζόμενος.
30Ἐρρωμένος ἐν κυρίωι ὑπερεύχου μου, θεοφιλέστατε καὶ ὁσιώτατε ἀδελφέ.

1,1,3

72

(2)

Τῶι εὐλαβεστάτωι καὶ θεοφιλεστάτωι συλλειτουργῶι Μαξιμιανῶι Κύριλλος ἐν κυρίωι χαίρειν. Πρέπειν οἶμαι καὶ νῦν εἰπεῖν, τῆς σῆς τελειότητος τὴν πολύευκτον ἡμῖν λαχούσης ἱερωσύνην· εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν, χαιρέτω δὲ καὶ ἡ σύμπασα γῆ καὶ βοάτω μετ’
5εὐφροσύνης κατὰ τὴν τοῦ προφήτου φωνήν. οὐ γὰρ ἔτι στόμα λαλοῦν μεγάλα τῆς τοῦ σωτῆρος ἡμῶν κατεπαίρεται δόξης οὔτε μὴν ὁ τοῦτο δρᾶν εἰωθὼς τὸ κέρας εἰς ὕψος ἐπαίρει καὶ ἀδικίαν λαλεῖ κατὰ τοῦ θεοῦ, τὸν ἀγοράσαντα ἡμᾶς δεσπότην ἀρνούμενος. ἐξεπρίατο γὰρ ἡμᾶς Ἰησοῦς ὁ Χριστὸς ὁ εἷς τε καὶ μόνος καὶ ἀληθῶς υἱὸς τοῦ θεοῦ καὶ πατρός, οὐ φθαρτοῖς ἀργυρίωι ἢ χρυσίωι, τεθεικὼς δὲ μᾶλλον ὑπὲρ ἡμῶν τὴν ἑαυτοῦ ψυχὴν
10καὶ ὡς ἄμωμον ἱερεῖον ἑαυτὸν προσκομίσας εἰς ὀσμὴν εὐωδίας τῶι θεῶι καὶ πατρὶ καὶ δοὺς ἀντάλλαγμα τῆς ἁπάντων ζωῆς τὸ ἴδιον αἷμα. καὶ γὰρ ἦν ἁπάντων ἀξιώτερος, μᾶλλον δὲ καὶ ὑπὲρ πᾶσαν τὴν κτίσιν, εἰ καὶ γέγονε καθ’ ἡμᾶς τέλειος ἄνθρωπος ὁ μονο‐ γενὴς τοῦ θεοῦ λόγος, οὐ τροπήν, οὐκ ἀλλοίωσιν, οὐ τὴν θρυλουμένην ἀνάχυσιν ὑπομείνας, οὐ φυρμόν, οὐ μετάστασιν τὴν εἰς ὅπερ οὐκ ἦν, μεμενηκὼς δὲ μᾶλλον καὶ ἐν τῆι καθ’
15ἡμᾶς ἀνθρωπότητι τοῦθ’ ὅπερ ἦν, πεπίστευται καὶ ἔστιν ἀληθῶς, ζῶν τε καὶ ἐνυπόστατος τοῦ πατρὸς λόγος. φέρε τοίνυν ὡς ἀπὸ γλώττης μιᾶς καὶ θεοφιλοῦς διανοίας τῆς ὀρθῆς πίστεως τὴν ὁμολογίαν αὐτῶι προσφέρωμεν, λέγοντες μετὰ τοῦ μακαρίου Βαροὺχ οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῶι παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῶι
20ἠγαπημένωι ὑπ’ αὐτο. καὶ μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀν‐ θρώποις συνανεστράφη. οὐ γὰρ ἕτερος μὲν ἦν υἱὸς τοῦ θεοῦ καὶ πατρὸς ὁ πρὸ παντὸς αἰῶνος καὶ χρόνων, ὁ δι’ οὗ τὰ πάντα παρήχθη πρὸς γένεσιν, ἕτερος δὲ πάλιν ὁ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς διὰ τῆς ἁγίας παρθένου κατὰ σάρκα γεγεννημένος, ὁ αὐτὸς δὲ μᾶλλον, σπέρματος Ἁβραὰμ ἐπιλαβόμενος κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνὴν
25καὶ παραπλησίως ἡμῖν μετεσχηκὼς αἵματος καὶ σαρκός, ὁμοιωθεὶς κατὰ πάντα τοῖς ἀδελφοῖς, τουτέστιν ἡμῖν, δίχα μόνης ἁμαρτίας. ἐψυχῶσθαί γε μὴν ψυχῆι νοερᾶι προσομολογοῦμεν τὸ ἑνωθὲν αὐτῶι κατὰ ἀλήθειαν σῶμα. οὐ γὰρ ταῖς τοῦ φρενοβλαβοῦς Ἀπολιναρίου προσκείμεθα δόξαις, ἀναθεματίζομεν δέ, φρονοῦντες ὀρθῶς, Ἀπολινάριόν τε καὶ Ἄρειον καὶ Εὐνόμιον καὶ σὺν αὐτοῖς Νεστόριον. τὴν γὰρ ἄνωθεν ἡμῖν παραδοθεῖσαν
30πίστιν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν κατὰ τὸ γεγραμ‐ μένον. ὁμολογοῦμεν τοίνυν, ὡς ἔφην, ἕνα καὶ μόνον καὶ ἀληθῶς υἱὸν τοῦ θεοῦ καὶ πατρὸς τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν, τὸν αὐτὸν εἰδότες καὶ θεὸν λόγον ἐκ πατρὸς καὶ ἄνθρωπον ἐκ γυναικός, καὶ ὑπὲρ νόμον ὡς θεὸν καὶ ὑπὸ νόμον διὰ τὸ ἀνθρώπινον, ἐν ἀξιώματι τῶι δεσποτικῶι κατὰ φύσιν καὶ ἐν δούλου μορφῆι διὰ τὴν οἰκονομίαν. ταύτην
35ἡμῖν παρέθεντο τὴν παράδοσιν καὶ λόγοι Μωσαικοὶ καὶ προαγορεύσεις προφητικαί, καὶ αὐτοὶ δὲ πρὸς τούτοις οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου καὶ
μὴν καὶ οἱ πρὸ ἡμῶν γεγονότες ἅγιοι πατέρες, οἳ καὶ γεγόνασι φωστῆρες ἐν κόσμωι,

1,1,3

73

λόγον ζωῆς ἐπέχοντες· ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, τὴν πίστιν ἀπομιμούμεθα, τουτέστι τὰ αὐτὰ καὶ φρονεῖν αὐτοῖς καὶ λαλεῖν σπουδάζομεν, κατ’ οὐδένα τρόπον ἔξω φέρεσθαι τῆς εὐθείας ἀνεχόμενοι τρίβου· μεμνήμεθα γὰρ τῆς θεοπνεύστου βοώσης γραφῆς ὀρθὰς τροχιὰς ποίει σοῖς ποσὶ καὶ τὰς ὁδούς σου κατεύθυνε.
5οἱ μὲν γὰρ τὰς ὀρθὰς τιμῶντες τροχιὰς κατὰ σκοπὸν τρέχουσιν εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐν Χριστῶι, οἱ δὲ τῆς ἀποστολικῆς τε καὶ εὐαγγελικῆς παραδόσεως ἀλογή‐ σαντες καὶ τὴν νεωτέραν καὶ ἐπισφαλῆ καὶ καταγέλαστον ἀληθῶς τῆς ἑαυτῶν διανοίας τιμῶντες εὕρεσιν ἀκουέτωσαν παρὰ πάντων μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου. οὐ γὰρ ἀστεία τῶν τοιούτων ἡ ὁδός, καμπύλαι δὲ μᾶλλον αἱ τροχιαὶ καὶ
10εἰς πέταυρον ἅιδου καὶ παγίδα θανάτου κατακομίζουσαι. καί μοι δοκεῖ σοφὸς ὢν ἄγαν ὁ Σολομὼν ἀσέμνωι γυναικὶ τὸ ἑκάστης τῶν αἱρέσεων περιθεῖναι πρόσωπον, εἶτα περὶ αὐτῆς εἰπεῖν ὡς χρὴ παραιτεῖσθαι καὶ φεύγειν τὴν γυναῖκα, ἥτις ἐστὶ θήρευμα καὶ σαγήνη καρδία αὐτῆς, δεσμὸς εἰς χεῖρας αὐτῆς. ἀγαθὸς πρὸ προσώ‐ που τοῦ θεοῦ ἐξαιρεθήσεται ἀπ’ αὐτῆς καὶ ἁμαρτάνων συλληφθήσεται ἐν
15αὐτῆι. ἀλλ’ ἐξηιρήμεθα μὲν ἡμεῖς τῆς τοῦ θηρεύοντος ἀπλήστου παγίδος, σεσώσμεθα δὲ διὰ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ, ὃν καὶ θεὸν εἶναι πιστεύοντες, ὁμολογοῦντες δὲ θεοτόκον καὶ τὴν κατὰ σάρκα τεκοῦσαν αὐτόν, αὐτῶι πρόσιμεν λέγοντες ζωώσεις ἡμᾶς καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σο, καὶ τῶι ὀνόματί σου ἐξομολογησό‐ μεθα εἰς τοὺς αἰῶνας. ἁπάντων δὲ τούτων ἡμῖν τῶν τριποθήτων ἀγαθῶν γέγονε
20πρόξενος ἡ θεία τε καὶ ἀπόρρητος καὶ ἄνωθεν ψῆφος καὶ ἡ τοῖς ἄνωθεν νεύμασι συντρέ‐ χουσα γνώμη τοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου βασιλέως. ἔπρεπε γὰρ τῆι γαληνότητι αὐτῶν μὴ μόνον ὁρατοὺς καταπαλαίειν ἐχθρούς, ἀλλὰ γὰρ πρὸς τούτωι καὶ ἀοράτους, καὶ βαρβαρικὰς μὲν συνθραύειν φάλαγγας, ἀπράκτους δὲ καὶ τὰς τοῦ διαβόλου δυστροπίας ἀποτελεῖν καὶ τοῖς εἰς Χριστὸν πιστεύουσι διὰ τῆς σῆς θεοσεβείας πρυτανεύειν τὴν ἀσφά‐
25λειαν. ὁ μὲν γὰρ εἰκῆι βατταρίζων ἐν ἐκκλησίαι καὶ ταῖς κατὰ Χριστοῦ δυσφημίαις ἀκρατὲς ἀνοίγων τὸ στόμα τῆς ἱερᾶς τε καὶ θείας ὑπεχώρησεν αὐλῆς, ἀντανέφυ δὲ καὶ ἀνεβλάστησεν ἡ σὴ τελειότης ὡς φυτὸν εἰρήνης κατὰ τὸ γεγραμμένον, ξένιον δὲ καὶ τοῦτο λαμπρὸν βασιλέως εὐσεβοῦς, προηγουμένης, ὡς ἔφην, τῆς ἄνωθεν ψήφου. Συνηδόμεθα τοίνυν καὶ ὑμῖν τοῖς τὴν ὀρθὴν καὶ ἀμώμητον ἔχουσι πίστιν· ἐγήγερται
30γὰρ ἱερουργὸς ἀνὴρ ὃν ἴστε καὶ χρόνος ὑμῖν παρέθετο μακρός, καὶ αὐτὴ δὲ τῶν πραγμά‐ των ἐστεφάνωσεν ἡ πεῖρα, ἀνὴρ ταῖς εἰς ὑμᾶς ἀγαθαῖς φροντίσι μακροὺς δαπανήσας χρό‐ νους καὶ τὴν οὕτω πάνσεμνον πολιὰν ἐξηνθηκώς. ἔδει γὰρ ἔδει ταῖς ἐξαιρέτοις μάλιστα τοῦ σωτῆρος ἀγέλαις σοφόν τε καὶ ἐπιστήμονα δοθῆναι τὸν ἐπιστάτην, ποιμενικῆς εὐτεχνίας ἐπίμεστον ἔχοντα τὸν νοῦν, ἐν νομῆι ἀγαθῆι καὶ ἐν τόπωι πίονι κατανέμειν εἰδότα, δεδο‐
35κιμασμένον δὲ διὰ πραγμάτων ὡς πιστὸν καὶ γνήσιον οἰκονόμον. τοὺς μὲν γὰρ οὕτω ζῆν εἰωθότας καὶ προσίεται Χριστὸς καὶ λόγου παντὸς ἀξιοῖ, τοὺς δὲ μὴ τοιούτους ἐξίστησι
τῆς ἐγχειρισθείσης αὐτοῖς οἰκονομίας. καὶ τοῦτό ἐστιν ἰδεῖν ἀληθὲς ἐξ αὐτῶν τῶν ἱερῶν

1,1,3

74

γραμμάτων. ἔφη γάρ που θεὸς πρὸς τὸν μακάριον προφήτην Ἡσαίαν· πορεύου εἰς τὸ παστοφόριον πρὸς Σομνᾶν τὸν ταμίαν καὶ εἰπὸν αὐτῶι· τί σοι ὧδε καὶ τί σοι ἔστιν ὧδε; ἰδοὺ δὴ κύριος Σαβαὼθ ἐκβαλεῖ καὶ ἐκτρίψει ἄνδρα καὶ ἀφελεῖ τὴν στολήν σου καὶ τὸν στέφανόν σου τὸν ἔνδοξον καὶ ῥίψει σε
5εἰς χώραν μεγάλην καὶ ἀμέτρητον καὶ ἐκεῖ ἀποθανῆι καὶ ἀφαιρεθήσηι ἐκ τῆς οἰκονομίας σου καὶ ἐκ τῆς στάσεώς σου. καὶ ἔσται ἐν τῆι ἡμέραι ἐκείνηι, καλέσω τὸν παῖδά μου Ἐλιακεὶμ τὸν τοῦ Χελκίου καὶ ἐνδύσω αὐ‐ τὸν τὴν στολήν σου καὶ τὸν στέφανόν σου δώσω αὐτῶι καὶ τὴν οἰκονο‐ μίαν σου δώσω εἰς τὰς χεῖρας αὐτο, καὶ ἔσται ὡς πατὴρ τοῖς ἐνοικοῦσιν
10ἐν Ἱερουσαλὴμ καὶ τοῖς ἐνοικοῦσιν ἐν Ἰούδα, καὶ δώσω τὴν δόξαν Δαυὶδ αὐτῶι, καὶ ἄρξει καὶ οὐκ ἔσται ὁ ἀντιλέγων. καὶ στήσω αὐτὸν ἄρχοντα ἐν τόπωι πιστῶι, καὶ ἔσται εἰς θρόνον δόξης τοῦ οἴκου τοῦ πατρὸς αὐτο, καὶ ἔσται πεποιθὼς ἐπ’ αὐτὸν πᾶς ἔνδοξος ἐν τῶι οἴκωι τοῦ πατρὸς αὐτο, ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἔσονται ἐπικρεμάμενοι αὐτῶι ἐν τῆι ἡμέραι
15ἐκείνηι. τάδε λέγει κύριος Σαβαώθ· κινηθήσεται ὁ ἄνθρωπος ὁ ἐστηριγ‐ μένος ἐν τόπωι πιστῶι καὶ πεσεῖται καὶ ἀφαιρεθήσεται ἡ δόξα ἡ ἐπ’ αὐ‐ τόν, ὅτι κύριος ἐλάλησεν. ἀγαπᾶι τοίνυν ὁ τῶν ὅλων θεὸς τὸν πιστὸν ἀληθῶς καὶ γνήσιον οἰκονόμον, τὸν δὲ μὴ τοιοῦτον ὡς βέβηλον ἀποστρέφεται. συγκροτήσει δὲ ὅτι τὴν σὴν ὁσιότητα καὶ τοῖς ἄνωθεν εὐφρανεῖ χαρίσμασιν πλουσίαι χειρί, τεθαρσήκαμεν,
20ἵνα τὸν τῆς ἀληθείας ὀρθοτομοῦσα λόγον καὶ τὴν τῶν ἁγίων πατέρων ἰχνηλατοῦσα πίστιν εὐδόκιμος διαμείνηι διὰ φειδοῦς τε καὶ εὐμενείας τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῶι θεῶι καὶ πατρὶ ἡ δόξα σὺν ἁγίωι πνεύματι εἰς τοὺς αἰῶνας. ἀμήν. Πρόσειπε τὴν παρά σοι ἀδελφότητα. σὲ ἡ σὺν ἡμῖν ἐν κυρίωι προσαγορεύει. ἐρρῶσθαί σε καὶ μνημονεύειν ἡμῶν τῶι κυρίωι εὔχομαι, εὐλαβέστατε καὶ θεοφιλέστατε ἀδελφέ.
26 Τῶι ἁγιωτάτωι καὶ θεοφιλεστάτωι καὶ ἀρχιερουργῶι Κυρίλλωι Ἀλύπιος πρεσβύτερος τῶν ἀποστόλων ἐν κυρίωι χαίρειν. Μακάριος ἄνθρωπος ὃν καταξιώσει ὁ θεὸς πρῶτον τοῖς τῆς ἀγάπης ὀφθαλμοῖς ἰδεῖν τὴν θεοφιλῆ καὶ ἁγίαν σου κεφαλὴν τῆς ὁμολογίας τὸν τοῦ μαρτυρίου στέφανον φοροῦσαν. σὺ γάρ, ἁγιώτατε πάτερ, τὴν τῶν ἁγίων πατέρων
30ὁδὸν ἐγρηγόρωι τῶι ὄμματι περιεπάτησας καὶ τοὺς χωλαίνοντας ἐπ’ ἀμφοτέραις ταῖς ἰγνύαις ὀρθοποδεῖν πρὸς τὴν ἀλήθειαν ἐδίδαξας· σὺ τὴν παρρησίαν τοῦ Ἡλία ἐνεδύσω καὶ τὸν ζῆλον τοῦ Φινεὲς μόνος ἀνείληφας· σὺ τὸ δυσσεβὲς στόμα τοῦ ἰοβόλου δράκοντος ἐνέφραξας καὶ τὸν πολυφάγον Βὴλ κατέστρεψας καὶ τὴν μάταιον αὐτοῦ ἐλπίδα, τὴν διὰ χρημάτων
αὐτῶι ἐπιγενομένην προστασίαν, ἀργὴν καὶ ἀνίσχυρον κατέστησας καὶ τὸ κατασκεύασμα

1,1,3

75

τῆς χρυσῆς εἰκόνος νεκρὸν γενέσθαι ἐποίησας. καὶ ποῖον στόμα μύρων ἀπογέμον πνευ‐ ματικῶν δυνήσεται φθέγξασθαι τοῦ ζήλου τοῦ σοῦ τὰ ἐγκώμια; ὁπότε ἴσος ἐγένου τοῦ μακαρίου Θεοφίλου τοῦ σοῦ θείου μιμητής, ἀλλὰ καὶ τὸ μαρτύριον τοῦ τρισμακαρίου Ἀθα‐ νασίου ἀνεδήσω καὶ καθάπερ ἐκεῖνος τῶν ἀνόμων αἱρετικῶν τὰς συσκευὰς ὡς σπιλάδας
5ἐξέφυγε ταῖς προσευχαῖς ἀπωσάμενος, οὕτως καὶ ἡ σὴ ἁγιωσύνη τὰς συσκευὰς τοῦ ἀνόμου ὥσπερ λαίλαπας ἀσθενεῖς κατεκοίμισε τῶι καθαρῶι τῆς συνειδήσεως βίωι. οὕτως γὰρ καὶ ὁ μακάριος Ἀθανάσιος μετὰ πολλὰς τὰς ψευδεῖς ἐπαγγελίας τὰς ὑπὸ αἱρετικῶν αὐτῶι προσγενομένας, ἑώλους ἀποδείξας, καὶ ἀλλοδαπὴν οἰκῆσαι κατεδέξατο ἐξορίας λόγωι, τῶν τότε κρατούντων τοῦτο κατασκευασάντων, καὶ ὅσον ἔσπευδον τὰ μιαρὰ ἐκεῖνα στόματα
10πλέκειν ψευδῆ ἐγκλήματα, τοσούτωι καθαρώτερος καὶ λαμπρότερος ἀνεδείκνυτο τῆι μακρο‐ θυμίαι διαλάμπων. τούτοις τοῖς πλεονεκτήμασι καὶ τούτοις τοῖς ἄθλοις τὸν στέφανον τοῦ μαρτυρίου ἑαυτῶι πλέξας, τὸ ὁμοούσιον ἔστησε καὶ τὴν Ἀρείου κακοδοξίαν κατεπάτησε καὶ τὴν ὀρθοδοξίαν ἀνέστησε καὶ τὸν ἅγιον τοῦ εὐαγγελιστοῦ Μάρκου θρόνον ὕψωσεν. οἷς καὶ αὐτὸς χρησάμενος κατόπιν ἐκείνου τοῦ ἁγίου περιεπάτησας. εὔχομαι τοίνυν,
15ἁγιώτατε πάτερ, καταξιωθῆναι αὐτοῖς ὀφθαλμοῖς ἰδεῖν τὸ ἅγιόν σου πρόσωπον καὶ κρατῆσαι σῶν γονάτων καὶ ἀπολαῦσαι μάρτυρος ἐν καιρῶι εἰρήνης τοὺς στεφάνους ἀναδησαμένου. ἅπαντα δὲ τὰ καθ’ ἡμᾶς, ὡς ἐπαρρησιασάμεθα θαρσήσαντες τῆι σῆι προσευχῆι καὶ τῶν ἁγίων πατέρων καὶ ὅσα ἐποιήσαμεν, λέξει ὁ ἀγαπητὸς διάκονος Κανδιδιανός, ὃς καὶ τὰ γράμματα τῆς ἐμῆς βραχύτητος ἐπιδίδωσι τῆι σῆι ἁγιωσύνηι.
20 Προσαγορεύω πᾶσαν τὴν ἁγίαν σύνοδον τῶν ἀναδησαμένων τὸν στέφανον τοῦ μαρ‐ τυρίου μετὰ τῆς σῆς ὁσιότητος. ἐρρωμένος εὔθυμος, διαπρέπων ἐν κυρίωι, ἀγωνιζόμενος ὑπὲρ τῆς ἀληθείας χαρισθείης ἡμῖν ἀπὸ θεοῦ.
25Τοῦ αὐτοῦ ἀπολογητικὸς πρὸς τὸν βασιλέα Θεοδόσιον Τῶι εὐσεβεστάτωι καὶ θεοφιλεστάτωι καὶ φιλοχρίστωι Θεοδοσίωι νικητῆι ἀεὶ αὐγούστωι Κύριλλος ἐν κυρίωι χαίρειν. Ἡ μὲν θεία καὶ ἀκήρατος καὶ τῶν ὅλων κατεξουσιάζουσα φύσις καὶ φῶς ἀπρόσιτον οἰκεῖ καὶ θρόνον ἔχει τὸν ἀνωτάτω τὸν αὐτῆι τε καὶ μόνηι πρε‐ πωδέστατον, ὃν περιεστήκασιν ἀρχαὶ κυριότητές τε καὶ ἐξουσίαι, καὶ αὐτὰ δὲ τὰ ἅγια σερα‐
30φίμ, καὶ καθά φησι τὸ γράμμα τὸ ἱερόν, πάντα τὰ ἔργα αὐτὴν σείεται καὶ τρέμει. ἀλλὰ καὶ οὕτως δεδοξασμένη καὶ τοῦ παντὸς θαύματος ἰοῦσα πρὸς λῆξιν, τῶι μεγέθει τῆς ὑπεροχῆς καὶ τῆς ἀπορρήτου δυνάμεως ἰσάμιλλον ἔχει τὴν ἡμερότητα· οὐ γὰρ ἂν ἤνεγκεν
ἡ γενητὴ φύσις χρηστότητος ἀμιγῆ τὴν οὕτως ἀλκιμωτάτην καὶ ὑπερφυᾶ δύναμίν τε καὶ

1,1,3

76

ἐξουσίαν. καὶ γοῦν ὁ μακάριος προφήτης Δαυὶδ τὰς ὑπέρ τε ἑαυτοῦ καὶ ἁπάντων δὲ τῶν ἐπὶ τῆς γῆς ἐποιεῖτο λιτάς, ποτὲ μὲν λέγων· μνήσθητι, κύριε, ὅτι χοῦς ἐσμέν, ποτὲ δὲ πάλιν· ἐὰν ἀνομίας παρατηρήσηις, κύριε κύριε, τίς ὑποστήσεται; καὶ μὴν καὶ ὁ πανάριστος Ἰὼβ πειραζόμενος ὑπὸ τοῦ διαβόλου πικραῖς τε καὶ ἀφορήτοις
5αἰκίαις ἐνισχημένος ἀνακεκράγει πρὸς θεόν· διὰ τί οὐκ ἐποιήσω τῆς ἀνομίας μου λήθην καὶ καθαρισμὸν τῆς ἁμαρτίας μου; ἐσφράγισας δέ μου τὰς ἀνομίας ἐν βαλαντίωι, ἐπεσημήνω δ, εἴ τι ἄκων παρέβην. ἀλλ’, οἶμαι, φαίη τις ἂν πρὸς τοῦτο εὐθύς· τί οὖν, ὦ γενναιότατε τῶν ἀθλητῶν, εἰς ἐγκλήματος δύναμιν κατα‐ λογίζηι τῶι θεῶι τὸ μὴ ἐλεεῖν; εἰ πεπλημμέληκας αὐτός, αἰτιᾶι τὸν νομοθέτην ὅτι μέμνηται
10τῶν ἡμαρτημένων; ναί, φησίν· ὁ γὰρ ἐλεεῖν πεφυκὼς καὶ οὐκ ἀθαύμαστον ἔχων ἐπὶ τούτωι τὴν δόξαν διὰ τί μὴ τοιοῦτος ὁρᾶται καὶ εἰς ἐμέ; εἰ μὲν γὰρ ἐνδέχεται κατὰ μηδένα τρό‐ πον παρολισθεῖν δύνασθαι τὸν ἀνθρώπινον νοῦν, ἀκριβολογείσθω λίαν ὁ κριτής, σφραγιζέτω τὰς ἁμαρτίας ἐν βαλαντίωι, παραιτείσθω τὴν λήθην τὴν ἐπί γε τοῖς προσκεκρουκόσι καὶ ἀδοκήτως ἔσθ’ ὅτε· εἰ δὲ πολλὰ πταίομεν ἅπαντες καὶ τὸ εἰς ἅπαν ἀμώμητον αὐτῶι τε
15καὶ μόνωι πρέπει, χαριζέσθω τὸ ἀμνησίκακον τοῖς εἰωθόσιν ἀσθενεῖν. πρέπει τοίνυν ταῖς ἀνωτάτω λίαν ὑπεροχαῖς τὸ γάληνόν τε καὶ ἥμερον φρόνημα, πρόσεστι δὲ τοῦτο κατὰ τρόπον μὲν τὸν ἐξαίρετον τῆι θείαι τε καὶ ὑπερτάτηι φύσει, κατὰ μίμησιν δὲ τὴν πρὸς αὐτὴν καὶ τῶι ὑμετέρωι κράτει, φιλόχριστοι βασιλεῖς, ὅτι τῆς ἐν οὐρανοῖς βασιλείας ἐκμα‐ γεῖον ὥσπερ τι καὶ μίμημα τοῖς ἐπὶ τῆς γῆς ὑμεῖς δὴ καὶ μόνοι τὸ κατὰ πάντων λαχόν‐
20τες κράτος φόβωι τε καὶ ἡμερότητι σώιζοντες τὸ ὑπήκοον καὶ οἷόν τινα λαμπράν τε καὶ εἰρηνικὴν εὐδίαν τοῖς ἀνὰ πᾶσαν ἁπλοῦντες τὴν ὑπ’ οὐρανόν. ταύτηι τοι κἀγὼ παρωρ‐ μήθην ἀναγκαίως ἐπί γε τὸ δεῖν ταῖς καθηκούσαις ἀπολογίαις λελυπημένην ὑμῶν θεραπεῦσαι τὴν εὐσέβειαν. ὃ δὲ ἦν μοι μάλιστα τοῦτο δρᾶν ἑλομένωι χρήσιμόν τε καὶ ἀναγκαῖον, παρίημι καὶ οὐχ ἑκὼν διὰ τὸ τῶι ὑμετέρωι κράτει παρὰ πάντων ὀφειλόμενον σέβας. τὸ
25μὲν γὰρ εἰπεῖν ὡς οὐ γέγονά τις οὕτω θρασὺς ἢ ὀλιγογνώμων ἢ καὶ σφόδρα τοῦ πρέπον‐ τος κατημεληκώς, ὡς πλημμελῆσαί τι, καὶ τοῦτο εἰς ὑμᾶς, οὐκ ἀζήμιον ἔσθ’ ὅτε. δέδια γὰρ καὶ μάλα εἰκότως τὸ ταῖς παρ’ ὑμῶν ἀντιφέρεσθαι ψήφοις, ἵνα μή τι πάθοιμι τοιοῦτον ὁποῖόν τί φασι πεπονθέναι τὸν Ἰσραήλ· οὐ γὰρ εἰς ἅπαν ἀπηλλαγμένος τοῦ καὶ ἔσθ’ ὅτε πλημμελεῖν (πολλὰ γὰρ πταίομεν ἅπαντες καὶ νοσεῖ τὸ εὐόλισθον ἡ ἀνθρώπου φύσις),
30ὡς ἀκριβὴς νομοφύλαξ ὤιετο τάχα που κατὰ μηδένα τρόπον προσκροῦσαι θεῶι, ἀλλ’ ἤκουε λέγοντος αὐτῶι· ἰδοὺ ἐγὼ κρίνομαι πρὸς σὲ ἐν τῶι λέγειν σε οὐχ ἥμαρτον. ἄμεινον οὖν ἄρα καὶ σοφὸν τὸ τοῖς κρατοῦσι παραχωρεῖν καὶ τὴν ἐφ’ οἷς λελύπηνται συγγνώμην αἰτεῖν. πρόσεστι γὰρ, ὡς ἔφην, κατὰ μίμησιν τὴν ὡς πρὸς θεὸν καὶ τῶι
ὑμετέρωι κράτει τὸ ἀμνησίκακον.

1,1,3

77

Γέγραφα τοίνυν τῆι τε ὑμῶν εὐσεβείαι καὶ μὴν καὶ αὐταῖς ταῖς εὐκλεεστάταις βασι‐ λίσιν. ἔδρων δὲ τοῦτο, καὶ μάλα ὀρθῶς, οὐχ ἵνα θόρυβον ἢ διχόνοιαν ταῖς ἱερωτάταις ὑμῶν αὐλαῖς ἐμβάλοιμι (πόθεν; μὴ γὰρ οὕτως εἴην ἔξω τε φρενὸς ἀγαθῆς καὶ λογισμοῦ τοῦ πρέ‐ ποντος), ἐννενοηκὼς δὲ μᾶλλον ὅτι νηφαλίους εἶναι προσήκει τοὺς ἱερουργεῖν τεταγμένους τῶι
5παναγίωι θεῶι, περισκέπτεσθαι δὲ τὸ αὐτῶι δοκοῦν καὶ ἀμελλητὶ τοῦτο δρᾶν, τὸν ἐπηρτη‐ μένον αὐτοῖς δεδιότας ὄλεθρον, εἰ κατά τι γοῦν ὅλως ἀναπίπτοιεν εἰς ῥαθυμίας. δεῖ γὰρ ἡμᾶς βεβαιοτέρους εἰς πίστιν ἀπεργάζεσθαι τοὺς ἤδη πεπιστευκότας εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, οὓς τῶι ἰδίωι αἵματι κατεκτήσατο καὶ γνησίους ἀπέφηνε προσκυνη‐ τὰς γένος τε ἐκάλεσεν ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον καὶ λαὸν
10εἰς περιποίησιν, ἵνα τὰς ἀρετὰς ἐξαγγείλωσι τοῦ πάντας καλοῦντος ἐπὶ τὸ θαυμαστὸν αὐτοῦ φῶς. καὶ γοῦν τὰ ἐπί γε τοῖς ἱερᾶσθαι λαχοῦσι θεσμοθετῶν, πρὸς τὸν μακάριον προφήτην Ἰεζεκιὴλ οὕτω πού φησιν· υἱὲ ἀνθρώπου, λάλησον τοῖς υἱοῖς τοῦ λαοῦ σου καὶ ἐρεῖς πρὸς αὐτούς· γῆ ἐφ’ ἣν ἂν ἐπάγω ῥομφαίαν καὶ λάβηι ὁ λαὸς τῆς γῆς ἄνθρωπον ἕνα ἐξ αὐτῶν καὶ δῶσιν αὐτὸν ἑαυτοῖς εἰς σκο‐
15πὸν καὶ ἴδηι ῥομφαίαν ἐρχομένην ἐπὶ τὴν γῆν καὶ σαλπίσηι τῆι σάλπιγγι καὶ σημάνηι τῶι λαῶι καὶ ἀκούσηι ὁ ἀκούσας τῆς φωνῆς τῆς σάλπιγγος καὶ μὴ φυλάξηται καὶ ἐπέλθηι ἡ ῥομφαία καὶ καταλάβηι αὐτόν, τὸ αἷμα αὐτοῦ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἔσται. ὅτι τὴν φωνὴν τῆς σάλπιγγος ἀκούσας οὐκ ἐφυλάξατο, τὸ αἷμα αὐτοῦ ἐπ’ αὐτοῦ ἔσται, καὶ οὗτος, ὅτι ἐφυλάξατο,
20τὴν ψυχὴν αὐτοῦ ἐξείλετο. καὶ ὁ σκοπός, ἐὰν ἴδηι τὴν ῥομφαίαν ἐρχο‐ μένην καὶ μὴ σημάνηι τῆι σάλπιγγι καὶ ὁ λαὸς μὴ φυλάξηται καὶ ἐλθοῦσα ἡ ῥομφαία λάβηι ἐξ αὐτῶν ψυχήν, αὕτη διὰ τὴν αὐτῆς ἀνομίαν ἐλήφθη, καὶ τὸ αἷμα ἐκ χειρὸς τοῦ σκοποῦ ἐκζητήσω. χρῆναι δὲ οἶμαι τῶν εἰρημένων τὴν δύναμιν οὐκ ἀζήτητον ἐᾶν· ὀνήσειε γὰρ ἂν καὶ ἔτι μειζόνως, τῆς ἐπ’ αὐτῶι θεωρίας
25ἐξευρυνομένης εἰς τὸ ἐμφανές. οὐκοῦν ἐφόδου βαρβαρικῆς προσδοκωμένης ἔσεσθαι κατὰ πόλεως, οἱ ταύτης μελεδωνοὶ καὶ φροντισταὶ καὶ προεστηκότες σκοπευτηρίοις τισὶν ἤτοι πύργοις τοῖς ἄγαν ὑψηλοτάτοις ἐνιζάνουσι τινάς, οἳ τοῖς ἀγροῖς ἐνορῶντες, ἀεὶ τῆιδε κἀ‐ κεῖσε τὸν οἰκεῖον περικομίζοντες ὀφθαλμὸν ἐπαγρύπνως, περιεργάζονται μὴ ἄρα τις τῶν πολεμίων ἐμβάλοι. προκατασημήναντες μὲν γὰρ τῆι πόλει τὴν ἔφοδον, οὐ μετρίων ἀξι‐
30οῦνται γερῶν· ἀπονυστάξαντες δὲ πρὸς τοῦτο, τὰς τοῦ ἁλῶναι καὶ παθεῖν αἰτίας αὐτοὶ
ταῖς ἰδίαις ἀναμάττονται κεφαλαῖς, τὴν ἁπασῶν ἐσχάτην ὑπομένοντες δίκην. κατὰ τὸν

1,1,3

78

ἴσον οἶμαι τούτωι τρόπον καὶ τῶν ἱερέων ἕκαστος, ἐπειδὴ τέθειται παρὰ θεοῦ σκοπός, εἰ μὲν ἀπαγγέλλοι τοῖς ὑπὸ χεῖρα λαοῖς τὸ πεφυκὸς ἀδικεῖν, στεφάνου πρόξενον αὐτῶι τὸ χρῆμα ποιήσεται· περιπεσεῖται δὲ πάλιν τοῖς ἐκ θείας ὀργῆς ἐπισυμβαίνουσι κακοῖς, ἀδική‐ σας οὐ μετρίως ταῖς σιωπαῖς τὸ ταῖς παρ’ αὐτοῦ φωναῖς εἰς ὀρθότητα διοικούμενον.
5οὐκοῦν ὁ πόλεμος ἦν οὐ καθ’ ἑνὸς τῶν καθ’ ἡμᾶς ἀνθρώπου κοινοῦ, κατ’ αὐτοῦ δὲ μᾶλλον κινούμενος τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ. γέγραπται μὲν γὰρ ὅτι οὐδεὶς λέγει ἀνάθεμα Ἰησοῦς, εἰ μὴ ἐν Βεελζεβούλ, τουτέστιν οὐδεὶς ἀρνεῖται Χριστόν, εἰ μὴ ἔχοι πρὸς τοῦτο διανιστάντα τὸν σατανᾶν· ἀληθὲς δὲ ὅτι τὸ εἰρημένον, οὐκ ἂν ἐνδοιάσειέ τις. οὐκοῦν ὁ δράκων ὁ ἀποστάτης, τουτέστιν ὁ σατανᾶς ἀνδρὸς ἱερέως οὐκ ἀσφαλοῦς, μᾶλλον
10δὲ καὶ πεπλανημένου διάνοιαν εὑρὼν καὶ γλώσσης εὐπορήσας ἑτοιμότατα καὶ ἀπερισκέπτως τοῖς τῆς ἀληθείας ἐνυβριζούσης δόγμασι καὶ τὴν τοῦ σωτῆρος ἡμῶν κατασμικρυνούσης δόξαν (θρασεῖα γὰρ ἦν καὶ ἀχαλίνοις ὁρμαῖς πρὸς πᾶν ὁτιοῦν τῶν ἀπηχεστάτων ἰοῦσα θερμῶς), θορύβου μὲν πάσας ἐπίμπλα τὰς ἐκκλησίας, πολιορκουμένης δὲ οὕτω τῆς ὀρθῆς πίστεως, διχόνοιαι πανταχοῦ καὶ πολὺς ἦν ὁ λόγος παρὰ τοῖς ἤδη πεπιστευκόσι, μὴ ἄρα
15πως πεπλάνηνται, θεὸν εἶναι κατὰ ἀλήθειαν ἐννοήσαντες τὸν Χριστόν. καὶ τί τὸ ἐντεῦ‐ θεν; νόσος οἷά τις λοιμικὴ τὴν ὑφ’ ἥλιον κατεβόσκετο, ῥίζαν ἔχουσα τὸ ψεῦδος καὶ πατέρα τὸν σατανᾶν. ἐπειδὴ δὲ τεθείμεθα παρὰ θεοῦ σκοποὶ καὶ τῶν λαῶν κηδεμόνες, πῶς οὐκ ἔδει καὶ μάλα προθύμως τὴν ἱεράν τε καὶ ἐκκλησιαστικὴν λαβόντας σάλπιγγα τοῖς εὐσεβεῖν βουλομένοις τῆς τοῦ διαβόλου ῥομφαίας κατασημᾶναι τὴν ἔφοδον; τίνα γὰρ ἐπήρτησε δίκην
20τοῖς σιωπῶσι θεός; τὸ αἷμα, φησίν, ἐκ τῆς χειρός σου ἐκζητήσω. Ἀλλ’ ἦν, ὦ φιλόχριστε βασιλεῦ, ἀσφαλὴς καὶ ἀκλόνητος ἡ σὴ καρδία. ναί, καὶ αὐτὸς ὁμολογῶ, μᾶλλον δὲ καὶ αὐτὰ τοῦτο βοήσει τὰ πράγματα καὶ πρός γε τούτωι μακρὸς μαρτυρήσει χρόνος καθ’ ὃν εὐδόκιμοι γεγονότες εἰς εὐσέβειαν ταῖς τῶν προγόνων ἁμιλλᾶσθε δόξαις. καὶ ἐπείπερ ἐστὶν ἐκείνοις εὐκλεὲς τὸ καὶ τῆς ὑμετέρας γαληνότητος ἡττᾶσθαι
25τυχόν, φαίην ἂν εἰκότως, καταδείσας οὐδέν, ὅτι τὴν ἀμείνω καὶ προφερεστέραν ὑμεῖς ἀν‐ εδήσασθε ψῆφον. οἶδα τῆς ἐνούσης ὑμῖν πίστεως τὸ ἀκλόνητον, τῆς εἰς Χριστὸν ἀγά‐ πης τὸ ἱδρυμένον, ἔγραφον δὲ χρησίμως, ἵνα τοῖς ἄλλοις, μᾶλλον δὲ ταῖς ἐκκλησίαις ἁπά‐ σαις θορυβουμέναις ἐπικουρήσητε· σώιζειν γὰρ ἔθος ὑμῖν. ἡ βαρβαρικὰς ἐφόδους σημαί‐ νουσα σάλπιγξ τὸν μὲν εὐσθενῆ τε καὶ μαχιμώτατον τῆς αὐτῶι πρεπούσης εὐανδρίας
30ὑπομιμνήσκει μόνον, τὸν δὲ οὐ σφόδρα γοργὸν οὐδὲ ἐμπειροπόλεμον ἀσφαλίζεται, μὴ ἄρα πως ταῖς τῶν πολεμίων φάλαγξιν ἀδοκήτως ἐμβαλὼν τῆς ἐνούσης αὐτοῖς ὠμότητος γένηται θήραμα. ὁ ἐμὸς τοιγαροῦν περὶ Χριστοῦ λόγος τῆς μὲν ὑμετέρας εὐσεβείας τὸ κέντρον ἐκίνει κατὰ τῆς τοῦ διαβόλου παγίδος, ἠσφαλίζετο δὲ πρὸς πίστιν τοὺς ἐλαφρόν τε καὶ εὐπαρακόμιστον ἔχοντας νοῦν. οὐ πολλοῖς εὐκάτοπτόν ἐστι τὸ Χριστοῦ μυστήριον, βαθὺς
35δὲ λίαν ὁ λόγος ὁ περὶ αὐτοῦ καὶ τοῖς ὅτι μάλιστα νουνεχεστάτοις καὶ τὰς θείας ἠκριβω‐

1,1,3

79

κόσι γραφὰς μόλις ὡς ἐν αἰνίγματι καὶ ὡς ἐν ἐσόπτρωι γνώριμος. καὶ καθά φησιν ὁ ἱερώτατος Παῦλος, φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί, καὶ μὴν καὶ κατά γε τὸν Σο‐ λομῶντος λόγον σταγὼν στάζουσα κοιλαίνει πέτραν· τὸ γάρ τοι συχνῶς εἰς νοῦν τὸν ἀν‐ θρώπινον σταγόνος δίκην τοὺς ἀδικεῖν πεφυκότας καθίεσθαι λόγους οὐ μετρίαν ἔσθ’ ὅτε,
5μᾶλλον δὲ ὡς ἐπίπαν ἐργάζεται τὴν ζημίαν. ἀναγκαία τοιγαροῦν καὶ ἐπωφελὴς ἡ παρ’ ἐμοῦ γέγονεν ὑπόμνησις πρός τε ἐκεῖνον αὐτὸν τὸν παρὰ πᾶσαν ἐλπίδα Χριστῶι πολεμή‐ σαντα καὶ πρός γε τοὺς ἄλλους, οἳ τὴν τοῦ μυστηρίου γνῶσιν οὐ λίαν ἠκριβωκότες τοῖς τοῦ πλανῶντος λόγοις οὐ μετρίως κατεχειμάζοντο. ὅτι γὰρ ἔγραφον ἀναγκαίως, καὶ αὐτὴ πιστώσεται τῶν πραγμάτων ἡ δύναμις. κατὰ μὲν γὰρ τοὺς ἄνωθεν καὶ παρωιχη‐
10κότας ἤδη καιροὺς διειστήκει θεοῦ τὰ ἀνθρώπινα. πεπλάνητο γὰρ ἡ σύμπασα γῆ καὶ, καθά φησιν ὁ μακάριος Δαυίδ, πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐκ ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνός. ἀλλ’ ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, ἐπέφανεν ἡμῖν ὁ μονογενὴς τοῦ θεοῦ λόγος καὶ συνανεστράφη τοῖς ἐπὶ τῆς γῆς, καθ’ ἡμᾶς γεγονὼς ἄνθρωπος μετὰ τοῦ μεῖναι φύσει θεός· αὐτὸς ἡμᾶς συνῆψε δι’ ἑαυτοῦ
15τῶι θεῶι καὶ πατρί, περιελὼν τὸ μεσολαβοῦν καὶ ἀμνησικάκως ἀπαλλάξας τῆς διιστάσης ἡμᾶς ἁμαρτίας καὶ δικαιώσας τῆι πίστει. καὶ γάρ ἐστιν αὐτὸς ἡ εἰρήνη ἡμῶν κατὰ τὰς γραφάς. ἔμελλε τοίνυν ὁ τῆς πρὸς θεὸν εἰρήνης ἡμῶν σύνδεσμος διαρρήγνυσθαι παρα‐ λυομένης τῆς πίστεως· ἔμελλεν ἡ τῆς δικαιοσύνης ὁδὸς ἐκ τῶν ἡμετέρων κρύπτεσθαι δια‐ νοιῶν, ἵνα μή τι λέγοιμι φορτικόν. δικαιούμεθα γὰρ διὰ τοῦ ἁγίου βαπτίσματος τὸν
20θάνατον τοῦ Χριστοῦ καταγγέλλοντες, προσομολογοῦντες δὲ καὶ τὴν ἀνάστασιν αὐτοῦ. πλὴν οὐκ ἀνθρώπου κοινοῦ θάνατον καταγγέλλομεν, ὦ φιλόχριστε βασιλεῦ, ἀλλ’ ἐνανθρω‐ πήσαντος θεοῦ καὶ παθόντος μὲν ὑπὲρ ἡμῶν σαρκί, καθὰ γέγραπται, ζῶντος δὲ ὡς θεοῦ καὶ τῆι ἰδίαι φύσει μεμενηκότος ἀπαθοῦς. κινδυνευούσης τοιγαροῦν τῆς Χριστιανῶν ἐλπίδος τό γε ἧκον εἰς τοὺς τοῦ πλανῶντος λόγους καὶ τὴν ἀτεχνῆ καὶ ἀπύλωτον γλῶτταν,
25ἀναγκαῖόν πως ἦν καὶ ἀπαραίτητον, βασιλεῦ, σύνοπλον ἡμᾶς ἔχοντας τὴν ἀλήθειαν τοῖς τὴν ὀρθὴν ἔχουσιν ἐπαμῦναι πίστιν. τὸ δὲ δὴ μάλιστα εἰς τοῦτο ἡμᾶς παροτρῦνον ἐλθεῖν ἐκεῖνό ἐστιν. ἐνταῦθα μὲν γὰρ οἱ μακάριοι πατέρες ἡμῶν θαρσηθέντες παρὰ θεοῦ τὴν ἱερωσύνην ταῖς τῶν αἱρέσεων κατὰ καιροὺς ἀντετάξαντο δυστροπίαις, μάλιστα δὲ τῆι τῶν ἀνοσίων Ἀρειανῶν, καίτοι κατ’ ἐκεῖνο τοῦ καιροῦ οἱ τῶν ἀνθρωπίνων κρατοῦντες
30πραγμάτων οὐκ ἤιδεισαν τὴν ἀλήθειαν, ἐφρόνουν δὲ μᾶλλον τὰ ἐκείνων καὶ τοὺς ὀδόντας ἐπέτριζον τοῖς τῶν ἐκκλησιῶν διδασκάλοις. ἀλλ’ ἦσαν ἀμείνους παντὸς ἐκεῖνοι δείματος, τὸν ὀρθόν τε καὶ ἀνεπίπληκτον τῆς πίστεως διακηρύττοντες λόγον. ἤιδεισαν γὰρ λέγοντα τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν· μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν
35δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννηι. ὅτε τοίνυν ἐκεῖνοι

1,1,3

80

τοὺς τῶν ὅλων κρατοῦντας κατ’ ἐκεῖνο τοῦ καιροῦ πολεμιωτάτους ἔχοντες οὐ σεσιγήκασιν εἰς δόξαν ἀδικουμένου τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ, πῶς οὐκ ἀναγκαῖον καὶ ἡμᾶς αὐτοὺς κατ’ ἴχνος ἰέναι τῆς ἐκείνων ἐπιεικείας καὶ τῆς εἰς Χριστὸν γνησιότητος; πῶς οὐκ ἔδει ταῖς τοῦ δυσφήμου φωναῖς ἀντερεύγεσθαι τὴν ἀλήθειαν; ἤιδειν, ὡς ἔφην, τῆς εὐσε‐
5βείας ὑμῶν τὸ ἐρηρεισμένον· ἠπιστάμην ἀκριβῶς ὡς οὐκ ἐκεῖνος μᾶλλον ἤρεσκεν, ἀλλ’ ἐγώ. τί τὸ σιωπᾶν ἀναπεῖθον ἦν; μικροῦ με τοῦ πρέποντος ἐξέστησεν ὄκνος καὶ θεῶι προσκροῦσαι παρεσκεύασεν. ἀλλ’ ἔφην αὐτὸς ἐμαυτῶι· ἀπροφάσιστον ἔχεις, ὦ οὗτος, τὴν σιωπήν, δεινὰ κατὰ σοῦ τὰ ἐγκλήματα παρά τε θεῶι καὶ ἀνθρώποις, εὐσεβὴς καὶ φι‐ λόχριστος ὁ τῆι βασιλίδι δόξηι κατεστεμμένος παρὰ θεοῦ. καὶ μὴν καὶ αὐτὴ τοῖς ἴσοις
10αὐχήμασιν ὁρᾶται διαπρεπὴς ἡ τῶν εὐκλεεστάτων βασιλίδων δυάς, ὁμογνωμονεῖ καὶ αὐτὰ τὰ σεμνά τε καὶ ἀξιάγαστα τῆς παρθενίας βλαστήματα. οἱ στάσιν ἔχοντες τὴν ἐγγὺς καὶ ταῖς τῶν ἀξιωμάτων ὑπεροχαῖς ἐκλελαμπρυσμένοι ὀρθῆι τε καὶ ἀδιαβλήτωι διαπρέπουσι πίστει, λελύπηνται καὶ αὐτοὶ τῆς τοῦ σωτῆρος ἡμῶν δόξης ἀθετουμένης. εἶτα πῶς οὐ σφόδρα νεανικῶς τὰ θεῶι δοκοῦντα πληροῖς; ἢ οὐκ ἀδρανὴς ὁ ναυτίλος, ὅταν ἐξ οὐρίας
15αὐτῶι τοῦ πνεύματος καταχεομένου τῶν λίνων παραιτῆται τὸ πλεῖν; οὐχὶ ἀσθενής τε καὶ φυγοπόλεμος εἴη ἂν ὁ τεταγμένος ἐν στρατιώταις, εἰ νικᾶν ἐξὸν τῆς τῶν ἀρίστων χειρὸς ἐπικουρούσης αὐτῶι ῥίψασπίς τις ὁρῶιτο καὶ ἄνανδρος; ταῖς τοιαύταις ἐμαυτὸν παραθή‐ γων ἐννοίαις καὶ τῆι εὐσεβείαι τοῦ ὑμετέρου κράτους τεθαρσηκώς, ἀοκνότατα παρῆλθον ἐπὶ τὸ χρῆναι συνειπεῖν δυσφημουμένωι Χριστῶι. ἄλλως τε (χρῆναι γὰρ ἔγωγε φημὶ
20προσεπενεγκεῖν οἷς ἔφην, καὶ τόδε) ἐπελέχθη Νεστόριος ὡς τοῖς ἀποστολικοῖς κηρύγμασιν ἐγγεγυμνασμένος, ὡς τεχνίτης εἰς εὐσέβειαν, ὡς ὀρθὴν ἔχων τὴν πίστιν καὶ ἀμώμητον παν‐ τελῶς, καὶ τοιοῦτον εἶναι τὸν ἄνθρωπον καὶ τὸ εὐσεβὲς ὑμῶν ἐπεθύμει κράτος, καὶ πάντες δὲ οἱ τῶν ἁγίων ἐκκλησιῶν προεστηκότες, κἀγὼ δὲ αὐτός. καὶ γοῦν ὅτε τὰ περὶ τῆς χειροτονίας αὐτοῦ παρὰ τῶν εἰς τοῦτο παρενεγκόντων θεοσεβεστάτων ἐπισκόπων διεπέμφθη
25γράμματα, ἀντέγραφον ἀμελλητί, χαίρων ἐπαινῶν, ἐπευχόμενος ὡς ἀδελφῶι καὶ συλλειτουρ‐ γῶι τὰ πάντων ἐξαίρετα τῶν ἀγαθῶν διὰ τῆς ἄνωθεν ὑπάρξαι ψήφου, ἀλλ’ οὐ τῆς ἡμῶν φιλαδελφίας τὰ μετὰ τοῦτο κατηγορήματα, μᾶλλον δὲ τῆς ἐκείνου σκαιότητος. ἐπελέχθη μὲν γὰρ ὡς πρόβατον, ἀλλ’ εὕρηται λύκος· ὡς πιστὸς καὶ γνήσιος οἰκέτης, ἀλλ’ ἠγάπησε τὸ ἐναντίον· ὡς εὔβοτρυς ἀμπελών, ἀλλ’ ἐκτέτοκεν ἀκάνθας κατὰ τὸ γεγραμμένον· ὡς γη‐
30πόνος εὐτεχνής, ἀλλ’ ἐπεβούλευσε τῶι χωρίωι· ὡς ποιμὴν ἀγαθός, ἀλλὰ θηρῶν ἀγρίων γέ‐ γονεν ἀπηνέστερος. εἶτα νενοσηκὼς οὐκ οἶδ’ ὅπως τὴν κακοδοξίαν, νενουθέτηται πλει‐ στάκις, καὶ τοῦτο παρὰ πολλῶν· ἆρ’ οὖν ὠφελήθη νουθετούμενος, ἐδήχθη τὸν νοῦν ἐλεγχό‐ μενος; μετεβουλεύσατο τὰ ἀμείνω, πεφρόνηκέ τι τῶν ἀγαθῶν; ἆρα μεμίσηκε τὸ ψεῦδος, ἠγάπησε τὴν ἀλήθειαν; παρηιτήσατο τὴν τῆς ἀμαθίας ἀχλύν, ἐζήτησε δὲ τὸ φῶς; κατέληξε
35τῆς κατὰ Χριστοῦ γλωσσαλγίας; τῶν ἀντειρηκότων ἐδυσωπήθη τὸ πλῆθος; ἐφείσατο πολλοὺς

1,1,3

81

καὶ ἀναριθμήτους σκανδαλιζομένους ὁρῶν; λελύπηκεν αὐτὸν τὸ κένανδρον τῶν πεπιστευ‐ κότων τὴν ἐκκλησίαν ὁρᾶν; οὐδαμῶς, καθὰ καὶ αὐτὸ τῶν πραγμάτων τὸ πέρας διαβοήσειεν ἄν. ἐπειδὴ γὰρ ἡ ἁγία σύνοδος κατὰ θέσπισμα τοῦ ὑμετέρου κράτους συναγήγερτο πανταχόθεν κατὰ τὴν Ἐφεσίων μητρόπολιν, ἀφίκετο δὲ καὶ αὐτός, τότε δὴ τότε, καίτοι
5δέον τοῖς ἤδη παρωιχηκόσιν ἐπολοφύρεσθαι καὶ κλαίειν αὐτόν, ὥσπερ οὐδενὸς ἀγανακτοῦν‐ τος ὅλως ἐφ’ οἷς τετόλμηκεν εἰπεῖν, ἔτι ποιούμενος τὰς διατριβὰς ἐν ἐκείνηι τῆι μεγαλωνύ‐ μωι πόλει, προσετίθει τὰ χείρω· κατεφλυάρει τὰ αἰσχίονα καὶ τῆς τοῦ σωτῆρος ἡμῶν κατε‐ θρασύνετο δόξης, ὀλίγου παντελῶς ἀξιώσας λόγου, μᾶλλον δὲ τοῦ μηδενὸς ὅλως τῆς εἰς αὐτὸν δυσφημίας τὸ ἔγκλημα. οἷα γὰρ τετόλμηκεν εἰπεῖν, σιωπᾶν ἄμεινον, καὶ τοῦτο
10διαλεγόμενος ἐπισκόποις ὁσίοις καὶ εὐπρεπεστάτην ἔχουσι τὴν ἐφ’ ἅπασι τοῖς ἀγαθοῖς ψῆφόν τε καὶ δόξαν, ἦσαν δὲ καὶ τῶν θείων γραφῶν ἐμπειρότατοί τε καὶ ἐπιστήμονες· οἳ καὶ πολὺ λίαν ταῖς κατὰ Χριστοῦ δυσφημίαις ἐπηλγηκότες καὶ τὴν ἀκρατῆ καὶ ἀπύλωτον αὐτοῦ μισήσαντες γλῶσσαν ἀπονιψάμενοί τε τὰς χεῖρας αὐτῶι ταῦτα τῆι συνόδωι δακρυρ‐ ροοῦντες ἀπήγγελλον, οὐκ ἐν παραβύστωι καὶ λεληθότως, θαρσήσαντες δὲ καὶ ἐπ’ αὐτῆς τῆς
15πίστεως τῶν ὑπομνημάτων εἰπεῖν καὶ ἑτοίμως ἔχοντες διελέγχειν αὐτὸν ἃ μηδὲ θέμις ἐννο‐ εῖν, κατειρηκότα Χριστοῦ. ἔδρων δὲ τοῦτο τὴν ἐπὶ τοῦ θείου βήματος δεδιότες κρίσιν· οὐ γὰρ ἀφιλόστοργοί τινες ἦσαν, φιλόθεοι δὲ μᾶλλον καὶ τῆς εἰς Χριστὸν ἀγάπης γνήσιοι φύλακες. ὥσπερ γὰρ τοὺς ὑπὸ σκῆπτρα κειμένους τῆς εὐαγοῦς ὑμῶν βασιλείας ἢ γενναίους στρατηγοὺς ἢ γοῦν καὶ ἑτέρους τινὰς τῶν ἐν ἀξιώμασι καὶ ὑπεροχαῖς λαμπρούς τε καὶ
20φιλαιτάτους ὑμῖν ἀποφαίνει τὸ καθηκόντως ἀγανακτεῖν, εἰ δήπου τινὲς ἢ ἀσελγῆ καὶ ἀκό‐ λαστον κατά γε τοῦ ὑμετέρου κράτους κινήσειαν γλῶτταν ἢ καὶ δρᾶν ἕλοιντό τι τῶν ἔξω λόγου καὶ τοῦ εἰκότος, οὕτω καὶ τὸν θεῖον ἱερουργὸν ἐπαίνου παντὸς ἄξιον ἀπεργάζεται παρά τε θεῶι καὶ ἀγγέλοις τὸ μὴ ἀνέχεσθαί τινος τῶν τῆς θείας καταφλυαρούντων δόξης, ἐν μοίραι δὲ μᾶλλον αὐτοὺς τῶν ὅτι μάλιστα πολεμιωτάτων ποιεῖσθαι φιλεῖν. καὶ γοῦν
25ὁ μακάριος Δαυὶδ αὔχημα λαμπρὸν ἑαυτῶι δὴ τοῦτο περιτιθεὶς ἀνεφώνει· οὐχὶ τοὺς μισοῦντάς σε, κύριε, ἐμίσησα καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην; τέλειον μῖσος ἐμίσουν αὐτούς· εἰς ἐχθροὺς ἐγένοντό μοι. εἰ μὲν οὖν ἀγαπῶσι Χριστὸν οἱ δυσφημοῦντες αὐτόν, λογισμοῦ τοῦ πρέποντος ἁμαρτάνουσιν οἱ πολε‐ μοῦντες αὐτοῖς· εἰ δὲ μισοῦσιν ἀναφανδὸν καὶ τὸ πρᾶγμά ἐστι κατ’ οὐδένα τρόπον ἀμφί‐
30βολον, πῶς οὐκ ἀξιάγαστοι καὶ θεοφιλεῖς οἱ ταῖς ἐκείνων βδελυρίαις τὸν εὐδρανῆ καὶ φιλό‐ θεον ἀντεξάγοντες λόγον; Ἦν δὲ καὶ ἑτέρως χρήσιμόν τε καὶ ἀναγκαῖον τῶι ὑμετέρωι κράτει τὸ τῶν θείων ἐλαύνεσθαι θυσιαστηρίων τὸν βεβηλοῦντα αὐτά. καὶ τίνα τρόπον; ἐρῶ, τὰ ἐκ τῆς θεο‐ πνεύστου γραφῆς παρενεγκὼν εἰς πληροφορίαν. ὀλιγωρήσαντές ποτε τῶν διὰ τοῦ παν‐
35σόφου Μωυσέως τεθεσπισμένων οἱ ἐξ Ἰσραὴλ καὶ τῆς δοθείσης αὐτοῖς ἀλογήσαντες ἐντολῆς,
ἐτράποντο πρὸς ἀποστασίαν τὴν ἀπὸ θεοῦ καὶ προσκεκυνήκασιν εἰδώλοις καὶ τῆι στρατιᾶι

1,1,3

82

τοῦ οὐρανοῦ, καθὰ γέγραπται. ἧκον δὲ ἤδη πρὸς τοῦτο δυστροπίας οἱ τάλανες, ὡς καὶ αὐτὸν τὸν θεῖον καταμιᾶναι ναόν. ἠγανάκτει πρὸς ταῦτα θεὸς καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας ἐχθρῶν. ἐπειδὴ δὲ βεβασίλευκεν Ἐζεκίας, ἀνὴρ ὅσιός τε καὶ ἀγαθός, ἐπηνώρ‐ θου τὰ διεπταισμένα, καὶ δὴ τὸν θεῖον διακαθάρας ναόν, προσεκόμιζεν οὕτω τὰ νενομισμένα
5τῶι πάντων κρατοῦντι θεῶι· γέγραπται δὲ οὕτω περὶ αὐτοῦ· καὶ Ἐζεκίας ἐβασίλευ‐ σεν ὢν εἴκοσι πέντε ἐτῶν, εἶτα προσπεφώνηκε τοῖς Λευίταις· ἀκούσατε οἱ Λευ‐ ῖται· νῦν ἁγνίσθητε καὶ ἁγνίσατε τὸν οἶκον τοῦ θεοῦ τῶν πατέρων ἡμῶν καὶ ἐκβάλλετε τὴν ἀκαθαρσίαν ἐκ τῶν ἁγίων, ὅτι ἀπέστησαν οἱ πατέρες ἡμῶν καὶ ἐποίησαν τὸ πονηρὸν ἔναντι κυρίου καὶ ἐγκατέλιπον αὐτόν.
10προσθεὶς δὲ τούτοις ἕτερά τινα τῶν χρησίμων τοῖς ἀκροωμένοις, ἐπιφέρει πάλιν· καὶ νῦν μὴ διαλίπητε, ὅτι ἐν ὑμῖν ἡιρέτικε κύριος στῆναι ἐναντίον αὐτοῦ λει‐ τουργεῖν καὶ εἶναι αὐτῶι λειτουργοῦντας καὶ θυμιῶντας. καὶ ἀνέστησαν οἱ Λευῖται, φησί, καὶ συνήγαγον τοὺς ἀδελφοὺς αὐτῶν καὶ ἡγνίσθησαν κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως διὰ προστάγματος κυρίου καθαρίσαι τὸν
15οἶκον κυρίου. καὶ εἰσῆλθον οἱ ἱερεῖς ἕως εἰς τὸν οἶκον κυρίου καὶ ἐξέβα‐ λον πᾶσαν τὴν ἀκαθαρσίαν τὴν εὑρεθεῖσαν ἐν τῶι οἴκωι κυρίου καὶ εἰς τὴν αὐλὴν οἴκου κυρίου. εἶτά φησι τὸ γράμμα τὸ ἱερόν· καὶ τῆι ἡμέραι τῆι ἑξκαιδεκάτηι τοῦ μηνὸς τοῦ πρώτου συνετέλεσαν καὶ εἰσῆλθον ἔσω πρὸς Ἐζεκίαν τὸν βασιλέα καὶ εἶπον· ἡγνίσαμεν πάντα τὰ ἐν τῶι οἴκωι κυ‐
20ρίου. γέγραπται δὲ πάλιν ὅτι καὶ ὤρθρισεν Ἐζεκίας ὁ βασιλεὺς καὶ συνή‐ γαγε τοὺς ἄρχοντας τῆς πόλεως καὶ ἀνέβη εἰς οἶκον κυρίου καὶ ἀνήνεγκε μόσχους ἑπτ, χιμάρους αἰγῶν ἑπτὰ περὶ ἁμαρτίας, περὶ τῆς βασιλείας καὶ περὶ τῶν ἁγίων καὶ περὶ Ἰσραήλ. σύνες ἐντεῦθεν, ὦ φιλόχριστε βασιλεῦ, ὅτι καίτοι θυμιᾶσαι τῶι θεῶι προτεθυμημένος ὁ πανάριστος ἐκεῖνος καὶ ὅσιος Ἐζεκίας οὐ
25πρότερον εἰσβέβηκεν εἰς τὸν ναὸν τοῦ θεοῦ καὶ τετέλεκε τὰ κατ’ εὐχήν, εἰ μὴ προενετεί‐ λατο τοῖς ἱερεῦσι τοῦ θεοῦ καθαρίσαι τὸν οἶκον καὶ ἐκβαλεῖν αὐτοῦ πᾶσαν ἀκαθαρσίαν· οὗ δὴ γεγονότος ἐθυμία λαμπρῶς ἔχαιρέ τε καὶ λίαν ὀρθῶς ὡς εὐπαράδεκτον ἤδη θυσίαν προσκομίσας θεῶι διά τοι μάλιστα τὸ τῆς ἐνούσης ἀκαθαρσίας προαπαλλάξαι τὸν ναόν. τοι‐ οῦτόν τι πέπρακται καὶ παρὰ τοῦ ὑμετέρου κράτους εἰς δόξαν θεοῦ. ἔθος γὰρ ὑμῖν
30θυσιάζειν ἐν ἐκκλησίαις καὶ χειρὶ πλουσιωτάτηι προσκομίζειν ἀεὶ τὰ εἰς δόξαν θεοῦ, ἀλλ’ ἦν ἀναγκαῖον προαποκαθᾶραι τὸν ναὸν μώμου τε καὶ μολυσμοῦ προαπαλλάξαι παντὸς οὕτω τε θύειν ἐπὶ καιροῦ. μολυσμοῦ δὲ παντὸς ἐπέκεινα πρὸς διαβολὴν ἡ κατὰ Χριστοῦ
δυσφημία ἀλλ’ ἐκελεύσατε τοῖς ἱερεῦσι καὶ καθάπερ ἔφην ἀρτίως, προεξεκάθηραν ὑμῖν τὸν

1,1,3

83

ναόν, ἥγνισαν αὐτὸν τὴν ἀτεχνῆ καὶ ἀνόσιον παύσαντες γλῶσσαν, ἵν’ ὑμεῖς εὐδοκιμῆτε μειζόνως παρά τε θεῶι καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ἡ μὲν οὖν ἁγία καὶ οἰκουμενικὴ σύνοδος καὶ τὸν τῶν ὅλων σωτῆρα Χριστὸν εὐφραίνουσα καὶ τῆι εἰς αὐτὸν πίστει συναγορεύουσα, μόνον οὐχὶ λέγουσα ζηλοῦσα ἐζή‐
5λωκα τῶι κυρίωι κατὰ τὸ γεγραμμένον, ἐκ μέσου γενέσθαι παρεσκεύασε τοῦ σκανδάλου τὴν ἀφορμήν· οὓς δὲ ἦν εἰκός, μᾶλλον δὲ καὶ ἀναγκαῖον καὶ συνάρασθαι νεανικῶς καὶ συναθλῆσαι προθύμως τοῖς πεπονηκόσι καὶ μερίσασθαι μεθ’ ἡμῶν τῆς διὰ Χριστὸν εὐαν‐ δρίας τὰ γέρα, τὸν αὐτὸν ἡμῖν ἀναλαβόντας ζῆλον καὶ θεοφιλοῦς εὐψυχίας τὸν οἰκεῖον ἀναπιμπλῶντας νοῦν, οὗτοι γεγόνασι σκληροὶ καὶ ἀφιλοικτίρμονες καὶ τῆς τοῦ δυσφήμου
10σκαιότητος κατ’ οὐδὲν ἐν μείοσι, λελυπημένοι δὲ καὶ ἀλγήσαντες, οὐχ ὑπέρ γε μᾶλλον τῆς δόξης Χριστοῦ, ἀλλ’ ὑπὲρ τοῦ πλεῖστά τε καὶ ἀνοσίως κατ’ αὐτοῦ πεφλυαρηκότος, τῶν γνησίων κατεστρατεύοντο μαχητῶν καὶ τοῖς τὰ Χριστοῦ φρονεῖν ἐθέλουσιν ἀντεφέροντο, δι’ ὧν δρᾶσαι τετολμήκασι, μόνον οὐχὶ κεκραγότες· τί τὴν ἀσελγῆ καὶ ἀχάλινον ἐπαύσατε γλῶσσαν καὶ τὸ τοῦ προβάτου περιελόντες κώδιον τὸν ἅρπαγα λύκον τοῖς ἁπανταχοῦ
15γνώριμον κατεστήσατε; τὸ γὰρ ἐφ’ οἷς ἐκεῖνος ἐλήλεγκται δυσφορεῖν ἕτερον οὐδέν, ὥς γε οἶμαι, πλὴν ὅτι τουτὶ διακεκραγότων ἐστίν. ὁ γάρτοι τῆς Ἀντιοχέων ἐκκλησίας προ‐ εστηκὼς ἀπελιμπάνετο μὲν τῆς ἁγίας συνόδου, καίτοι παρεῖναι κεκελευσμένος κατά γε τὴν ὁρισθεῖσαν ἡμέραν παρὰ τοῦ ὑμετέρου κράτους, ἀνεδύετο δὲ τὴν ἄφιξιν ταῖς τοῦ πεφλυ‐ αρηκότος κατὰ Χριστοῦ δυστροπίαις τὴν μέλλησιν χαριζόμενος, μᾶλλον δέ, ὡς εἰκός, ἢ καὶ
20ἀληθῶς καὶ ἀναμφιλόγως ἐκείνωι τὰ ἴσα φρονῶν. ἕκτης γὰρ ἐπὶ δεκάτηι διαγενομένης ἡμέρας, ἧκον τινὲς μόλις τῶν σὺν αὐτῶι, τῶν ἄλλων οἱ προύχοντες (μητροπολῖται δὲ οὗτοι), καὶ δὴ καὶ ἀπήγγελλον ὡς παρ’ αὐτοῦ τῆι ἁγίαι συνόδωι μὴ δὴ χρῆναι πάντως ἀναμένειν αὐτοῦ τὴν ἄφιξιν, πληροῦν δὲ μᾶλλον ἐπείγεσθαι τὰ τεθεσπισμένα. τότε δὴ μόλις ἡ ἁγία σύνοδος συναγήγερτο μὲν ἐν τῆι ἁγίαι ἐκκλησίαι τῆι καλουμένηι Μαρίαι, σύνεδρον δὲ
25ὥσπερ καὶ κεφαλὴν ἐποιεῖτο Χριστόν· ἔκειτο γὰρ ἐν ἁγίωι θρόνωι τὸ σεπτὸν εὐαγγέλιον, μόνον οὐχὶ καὶ ἐπιφωνοῦν τοῖς ἁγίοις ἱερουργοῖς· κρίμα δίκαιον κρίνατε, δικάσατε τοῖς ἁγίοις εὐαγγελισταῖς καὶ ταῖς Νεστορίου φωναῖς. κοινῆι δὴ οὖν τῆι παρὰ πάντων ψήφωι τὰ μὲν ἐκείνου κατεκρίνετο, τῆς δὲ ἀποστολικῆς τε καὶ εὐαγγελικῆς παραδόσεως τὸ ἀκραιφνὲς ἐδείκνυτο κάλλος καὶ τῆς ἀληθείας ἡ δύναμις ἐκρατύνετο. ὡμολογεῖτο γὰρ
30παρὰ πάντων ἡ ὀρθή τε καὶ ἀδιάβλητος πίστις, τοῦτο καὶ ὑμῖν δοκοῦν, ὦ φιλόχριστοι βα‐ σιλεῖς· ὅλος γὰρ ὑμῶν ὁ σκοπὸς εἴς τε τὸ θεῶι δοκοῦν καὶ εἰς εὐσέβειαν βλέπει· προτε‐ τιμήκατε γὰρ πώποτε τῆς ἀληθείας οὐδέν. ὁ δὲ τῆς Ἀντιοχέων ἐκκλησίας προεστάναι λαχὼν Ἰωάννης, ὁ μελλητὴς καὶ ῥάθυμος καὶ ἀνεξίκακος μὲν ἀδικουμένου Χριστοῦ, ὀξὺς δὲ
καὶ μισοπόνηρος, ὅτε τῆς κατ’ αὐτοῦ γλωσσαλγίας ὁ ταύτην κεκινηκὼς ἐπράττετο δίκας,

1,1,3

84

πτηνοῦ τινος δίκην τὴν Ἐφεσίων καταλαβὼν καὶ ὥσπερ ἐνὸν ἐπ’ ἐξουσίας αὐτῶι τὰ ὅσα‐ περ ἂν βούλοιτο, δρᾶν, οὐδενὸς ἐπιτιμῶντος ὅλως, ὡς ἀνηιρημένων εἰς ἅπαν τῶν τῆς ἐκκλησίας θεσμῶν, ὡς οὐκ ἐφορῶντος θεοῦ τὰ ἀνθρώπινα καὶ ἀλογίαι μᾶλλον ἢ φρονήσει διοικούμενος καὶ θυμῶι δοὺς τὸ πλέον ἢ λογισμῶι τῶι σώφρονι κρατεῖν ἐπιτρέψας, ἄρτι
5καὶ μόλις τοῦ ὀχήματος ἀποπηδήσας καὶ τὸ δωμάτιον εἰσδὺς ἔτι τε κεκονιαμένος ψῆφον ἐκφέρει σαθράν τε καὶ ἐκνομωτάτην, ὁμοῦ τοῖς τὰ αὐτὰ φρονοῦσιν αὐτῶι· ἄνδρες δὲ ἦσαν ἀπόλιδες καὶ καθηιρημένοι καὶ οἱ τῆς Νεστορίου φρενοβλαβείας ὑπασπισταὶ καὶ ἐκ πολλῆς ἄγαν ἐμβροντησίας μεριζόμενοι σὺν αὐτῶι τῆς κατὰ Χριστοῦ δυσφημίας τὰ ἐγκλή‐ ματα. ὑβρίζει τοίνυν ἅπασαν μὲν τὴν ἁγίαν σύνοδον, τῶι τῆς ἀκοινωνησίας ὀνόματι
10περιβαλὼν τοὺς ἐκ πάσης ἥκοντας τῆς ὑπ’ οὐρανόν, ἄνδρας ἀοιδίμους καὶ τῶι ὑμετέρωι κράτει γνωριμωτάτους καὶ πολλὴν λαχόντας ἐφ’ ἅπασι τοῖς ἀρίστοις τὴν εὐφημίαν· ἐμὲ δὲ καὶ τὸν τῆς Ἐφεσίων ἱερουργὸν φορτικωτέραι περιβέβληκεν ὕβρει, ψευδηγορῶν καὶ λέγων ὡς τὰ τοῦ δυσσεβοῦς Ἀπολιναρίου πεφρονήκαμεν καὶ τοῖς Ἀρείου καὶ Εὐνομίου βδελυροῖς τε καὶ ἀνοσίοις συναινοῦμεν δόγμασιν. ἔδρα δὲ τοῦτο, ὡς ἔφην, πάντα κάλων ἀνασείων
15ταῖς ἀτιθάσοις ὀργαῖς καὶ ὅλας ὥσπερ ἡνίας ἀνεὶς τοῖς ἐκ θυμοῦ καὶ ὑπεροψίας ἀφιλο‐ θέοις κινήμασιν, ὃ δὴ καὶ θαυμάσας ἔχω. ὁ γὰρ ἀεὶ φίλος καὶ ἀγαπητός, ὁ μηδεπώποτε τοῖς ἐμοῖς ἐπισκήψας λόγοις, ὁ γράφων ἀσμένως καὶ τὰ παρ’ ἐμοῦ κομιζόμενος γράμματα, ὁ πρὸ αὐτῶν τῶν τῆς Ἐφέσου πυλῶν τοῖς τῆς ἀγάπης προσφθέγμασι μόνον οὐχὶ περιφὺς καὶ ταῖς ἰδίαις ἐπιστολαῖς ἐνθείς· Τῶι δεσπότηι μου τῶι θεοφιλεστάτωι καὶ ἁγιωτάτωι
20συλλειτουργῶι Κυρίλλωι ἐν κυρίωι χαίρειν. Οὐδὲ ἐμὲ μετρίως δάκνει τὸ ὅλως τῆς ὑμε‐ τέρας ὁσιότητος εἰς τὴν Ἔφεσον παραγενομένης τὰς μικρὰς ταύτας ὑστερῆσαι ἡμέρας· τῆς γὰρ χρείας ὁ περὶ τὴν σὴν ἁγιωσύνην πόθος πλέον μοι ἔγκειται συντόνως τὴν ὁδὸν ἐξανύσαι, καὶ μεθ’ ἕτερα· εὔχου οὖν δέσποτα, καὶ ταύτας τὰς πέντε ἢ ἓξ μονὰς καὶ ἀλύ‐ πως ἡμᾶς ὁδεῦσαι καὶ δραμεῖν καὶ περιπτύξασθαι τὴν ἱερὰν ἡμῖν καὶ ὁσίαν κεφαλήν.
25οἱ περὶ τὸν κύριόν μου τὸν θεοφιλέστατον ἐπίσκοπον Ἰωάννην Παῦλον Μακάριον προσ‐ φθέγγονταί σου τὴν ὁσιότητα. πᾶσαν τὴν σὺν σοὶ ἀδελφότητα ἐγώ τε καὶ οἱ σὺν ἐμοὶ πλεῖστα προσαγορεύομεν. ἐρρωμένος ὑπερευχόμενος ἡμῶν διατελοίης, δέσποτα θεοφιλέ‐ στατε καὶ ὁσιώτατε. πῶς οὖν ὁ συλλειτουργόν τε καὶ ἀδελφὸν ὀνομάσας ἀδοκήτως ἦν ἐχθρός, ἠδικημένος οὐδέν; ἀκούω δὲ σοφὸν οἴεσθαί τι λέγειν αὐτόν, τῆς κατ’ ἐμοῦ πλημμε‐
30λείας ἀποκρουόμενον τὰ ἐγκλήματα, ὅτι γέγραφα κρύπτων ἔτι τὴν ἔχθραν καιρῶι τε τῶι δέοντι ταμιευόμενος τὴν φανέρωσιν. εἶτα πῶς εἴπερ ἤμην αἱρετικὸς ἐγὼ καὶ τῆς τοῦ δυσσεβοῦς Ἀπολιναρίου καὶ μὴν καὶ Ἀρείου καὶ Εὐνομίου φαυλότητος κοινωνός, συλλειτουρ‐
γὸν ὠνόμαζε; τί δὲ καὶ ὁσίαν καὶ πρός γε τούτωι καὶ ἱερὰν τὴν ἐμὴν ἐκάλει κεφαλήν; ἢ

1,1,3

85

οὐχ ἅπασιν ἐναργὲς ὡς εἴπερ τις ἕλοιτο φρονεῖν τὰ βαρβάρων, οὗτος ἔσται πάντως τῆς εὐαγεστάτης ὑμῶν βασιλείας ἐχθρός; ἀλλ’ ἔκρυπτεν, ὥς φησι, τὴν ἔχθραν καὶ γλυκὺς μὲν ἦν τό γε ἧκον εἰς λόγους, δόλου δὲ καὶ πικρίας ἐπίμεστος τὴν καρδίαν. εἶτα τίς ὁ ἐπαινέσαι τολμῶν τὸν οὕτω ζῆν εἰωθότα; ἆρα βούλεται τοὺς Ἑλλήνων ἡμᾶς πολυπραγμο‐
5νῆσαι λογάδας; ἀλλὰ κἀκεῖνοι μεμισήκασι τὸν ἑτερόγλωσσον καὶ ἑτερογνώμονα. ἐξετά‐ σωμεν τῆς θεοπνεύστου γραφῆς τὸν σκοπόν, ἀλλὰ θεοῦ λέγοντος ἀκηκόαμεν ἐναργῶς περὶ τῶν ὁμοτρόπων ἐκείνωι· βολὶς τιτρώσκουσα ἡ γλῶσσα αὐτῶν, δόλια τὰ ῥή‐ ματα τοῦ στόματος αὐτῶν· τῶι πλησίον αὐτοῦ λαλεῖ εἰρηνικὰ καὶ ἐν ἑαυτῶι ἔχει τὴν ἔχθραν. μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι, λέγει κύριος, ἢ
10ἐν λαῶι τοιούτωι οὐκ ἐκδικήσει ἡ ψυχή μου; δόλος γὰρ καὶ ἀπάτη καὶ κεκρυμ‐ μένη πικρία μεμίσηνται παρὰ θεῶι καὶ τὸ λαλεῖν μὲν εἰρηνικά, διακεῖσθαι δὲ δυσμενῶς ἀφόρητόν τι χρῆμα λελόγισται παρ’ αὐτῶι· τοιγάρτοι καὶ ἐκδικεῖν ἐπαγγέλλεται. Προφασιζόμενος δὲ ἴσως προφάσεις ἐν ἁμαρτίαις κατὰ τὸ γεγραμμένον ὁ νεανικὸς εἰς ὕβρεις καὶ τεχνίτης εἰς συκοφαντίας ποιήσεταί τινα πρὸς τοῦτο λόγον, οὐκ ἄκομψον
15ἴσως, ὥς γε οἴεταί τε καὶ φρονεῖ. φησὶ γὰρ ὅτι κἀγὼ ἐζήλωκα τῶι κυρίωι, καθὰ καὶ ἡ ἁγία σύνοδος, αἱρετικοὺς δὲ ὄντας ὑμᾶς ταῖς παρ’ ἐμαυτοῦ λελύπηκα ψήφοις. ὅτι δὲ ταῦτα λέγων ἐκείνοις ἔσται προσεοικώς, οὓς καὶ ὁ προφήτης ἡμῖν Ἡσαίας εἰσκεκόμικε λέγοντας ἐθέμεθα ψεῦδος τὴν ἐλπίδα ἡμῶν καὶ τῶι ψεύδει σκεπασθησό‐ μεθα, κἂν εἰ μή τις λέγοι τυχόν, αὐτὰ βοήσει τὰ πράγματα. πρῶτον μὲν γὰρ ὑπέρο‐
20φρύς τε καὶ ἀλαζὼν εὑρεθήσεται τοὺς κατὰ πᾶσαν ὄντας τὴν οἰκουμένην ἁγίους ἱερουργοὺς ὕβρει τε περιβάλλων καὶ ῥάβδωι μιᾶι καταπαίων· ἀκοινωνήτους γὰρ εἶναι προστέταχεν, οὐκ ἐκείνους μᾶλλον διὰ τούτου λυπῶν, ἀλλ’ ἑαυτὸν ἔξω τῆς πρὸς αὐτοὺς κοινωνίας τι‐ θείς. ἔθος γάρ πως ἀεὶ τοῖς ὀλιγογνώμοσιν οἴεσθαι μὲν ὅτι πλήττουσί τινας δρᾶν ἐπιχειροῦντες ἃ μὴ θέμις ἔσθ’ ὅτε, ἑαυτοὺς δὲ μᾶλλον ἢ ἑτέρους ἀδικεῖν. πῶς δὲ ἦν
25ἀκόλουθον καὶ τοῖς προύχουσιν ἐπιτιμᾶν καὶ τοῖς τὴν ἀμείνω λαχοῦσι τάξιν ἀσυνέτως ἐπιπηδᾶν καὶ τῶν τῆς ἐκκλησίας θεσμῶν τὴν τῆς εἰρήνης προμνήστριαν καταλιπεῖν εὐταξίαν καὶ μηδὲ αὐτὴν ἀπομιμεῖσθαι φιλεῖν τῶν ἐν κόσμωι τὴν ἐπιστήμην; μέτρα μὲν γὰρ τοῖς ἀξιώμασι τὸ εὐσεβὲς ὑμῶν ὡρίσατο κράτος, ἕκαστος δὲ τῶν τετιμημένων τὴν ἑαυτοῦ τάξιν οὐκ ἠγνοηκὼς εἴκει τε τῶι προύχοντι καὶ περὶ τῶν ἴσων οὐ φιλονεικεῖ. ὃ δὲ καὶ τοῦτο
30παρεὶς ὡς ἕωλον καὶ ἀλογήσας τοῦ πρέποντος ἀχαλίνοις ὥσπερ καὶ ἀπερισκέπτοις ὁρμαῖς κεχώρηκε κατὰ πάντων καὶ τῆς πρὸς ἅπαντας κοινωνίας ἑαυτὸν ἐκβαλὼν οἴεταί τι δρᾶσαι τῶν ὀνησιφόρων αὐτῶι. ἀλλ’ εἴπερ ὄντως ἐμὲ καὶ τὸν τῆς Ἐφεσίων ἱερουργὸν αἱρετι‐ κοὺς ὄντας ἠπίστατο, τί τὸ κωλῦον ἦν καὶ πρὶν εἰς τὴν Ἐφεσίων ἀφικέσθαι πόλιν, αἰτιά‐ σασθαι διὰ γραμμάτων, ἐμφανῆ καταστῆσαι τὰ ἐφ’ οἷς ἦν αὐτῶι καθ’ ἡμῶν ὁ λόγος;
35ἀφιγμένον δὲ εἰς τὴν Ἐφεσίων τί κεκώλυκε συντυχεῖν, αἰτιάσασθαι μετὰ παρρησίας, εἰς
μέσον ἀγαγεῖν τὰ ἐγκλήματα, συνεδρεύοντα τῆι ἁγίαι συνόδωι καλέσαι πρὸς ἀπολογίαν

1,1,3

86

οὕτω τε ὁμοῦ τοῖς ἄλλοις ἢ ἀπαλλάξαι τῆς αἰτίας ὀρθὰ φρονοῦντας καὶ λέγοντας ἢ γοῦν ὑποθεῖναι ψήφωι δικαίαι τὰ τοῖς τῆς ἐκκλησίας ἀπάιδοντα δόγμασι φρονεῖν ἡιρημένους; ἐπειδὴ δὲ ἠπίστατο μάτην ἐγκαλῶν καὶ συντιθεὶς ἀνοσίως τὰς κατὰ τῶν ὀρθοδόξων συκο‐ φαντίας καὶ τῆι πρὸς Νεστόριον αἰδοῖ καὶ φιλίαι τὰ καθ’ ἡμῶν δωρούμενος, λεληθότως
5ἠδίκει καὶ καθάπερ ἐν νυκτομαχίαι τετόξευκεν οὐχ ὁρώμενος καὶ ψευδηγορίας μεστὸν συν‐ τάξας χαρτίον τετόλμηκεν ἀνενεγκεῖν εἰς τὰς εὐσεβεῖς ὑμῶν ἀκοάς, οὐδὲ ἐκεῖνο λαβὼν εἰς νοῦν τὸ παρὰ τῆι θείαι κείμενον γραφῆι μηδὲν ψεῦδος ἀπὸ γλώσσης βασιλεῖ λε‐ γέσθω. ἡμεῖς δὲ τοῦτο μαθόντες βιβλίων ἐπίδοσιν πεποιήμεθα τῆι ἁγίαι καὶ οἰκουμε‐ νικῆι συνόδωι, τὴν μὲν ὀρθὴν καὶ ἀβέβηλον τῆς ἐκκλησίας ὁμολογοῦντες πίστιν, ἀναθεματί‐
10ζοντες δὲ τοὺς τὰ Ἀρείου καὶ Ἀπολιναρίου καὶ Εὐνομίου φρονοῦντας, παρεκαλοῦμεν δὲ κατὰ τοὺς τῆς ἐκκλησίας θεσμοὺς ἥκειν τε αὐτὸν εἰς μέσον τοῖς ἰδίοις συστησόμενον λόγοις καὶ διελέγχειν ἡμᾶς. ἔννομα δὲ ἦν, ὥς γε οἶμαι, τὰ παρ’ ἡμῶν· ὃ δὲ εἰς τοῦτο κατώ‐ λισθεν ἀμαθίας, μᾶλλον δὲ δειλίας τε καὶ ἀπορίας, ὡς καταναρκῆσαι τὴν ἄφιξιν καὶ μηδὲ ὅσον ἰδεῖν καταθαρσῆσαι τὴν ἁγίαν σύνοδον. καίτοι ἐχρῆν δήπου μᾶλλον ἐνστῆναι
15νεανικῶς καὶ τὴν κλῆσιν οὐκ ἀναμείναντα δραμεῖν αὐτόμολον, ἐλέγξαι σαφῶς, ἀποφῆναι κατεγνωσμένους καὶ ταῖς ἰδίαις αὐτὸν ἐπαγωνίσασθαι ψήφοις. ἀλλ’ οὐκ ἔδραμεν εἰς τοῦτο σαθρῶι συνειδότι χρώμενος, δεδιὼς δὲ οὕτω τὴν ἄφιξιν τὴν εἰς τὴν ἁγίαν σύνοδον, ὡς μηδὲ ὅσον εἰπεῖν τῆς ἑστίας προκύψαι τολμᾶν. καίτοι πῶς ἦν εἰκὸς τοὺς ἐξειλεγμένους ἱερουργούς, μεμνημένους ἱερουργίας, μεμνημένους θεοῦ λέγοντος κρίμα δίκαιον κρί‐
20νατε καὶ οὐ λήψηι πρόσωπον ἐν κρίσει, ὅτι ἡ κρίσις τοῦ θεοῦ ἐστι, μὴ οὐχὶ πάντηι τε καὶ πάντως ἐληλεγμένους ἡμᾶς ὡς αἱρετικοὺς ταῖς τῆς κατακρίσεως ὑπο‐ θεῖναι ψήφοις; ἦν γάρ πως ἀνάγκη καὶ ὑπομνημάτων συστῆναι πρᾶξιν καὶ ταῦτα ὑμῖν γενέσθαι καταφανῆ. χώραις μὲν γὰρ ὅλαις καὶ πόλεσι ταῖς μεγάλαις νεύματι τοῦ ὑμε‐ τέρου κράτους εἷς ἀναδείκνυται δικαστής, θαρσεῖται δὲ κρίσεις καὶ τὰς ἐφ’ αἵματι καὶ ψυχῆι
25δέδιέν τε τοὺς νομοθετοῦντας ὑμᾶς καὶ τοῖς παρ’ ὑμῶν θεσπίσμασι πρὸς τὴν τοῦ δικαίου θήραν ἀπευθύνεται· εἶτα πῶς ἔμελλον οἱ παρὰ θεοῦ πρὸς ἱερουργίαν ἐξειλεγμένοι τοσοῦ‐ τοί τε ὄντες τὸν ἀριθμὸν καὶ οὐκ ἀθαύμαστον ἔχοντες τὴν ὑπόληψιν τὴν ἐπί γε φημὶ τῶι βιῶναι λαμπρῶς ἡμᾶς αἰδεσθῆναι μᾶλλον καὶ οὐχὶ τὴν θείαν ἐντολήν; Ὅτι δὲ ἀχάλινος αὐτῶι πρὸς ὑπεροψίαν τε καὶ ὕβριν γέγονεν ὁ νοῦς, καὶ δι’ ἑτέρων
30πραγμάτων ἀταλαίπωρον ἰδεῖν. τρίτον μὲν γάρ που διατετέλεκεν ἔτος δυσφημῶν ἐπ’ ἐκκλησίας ὁ τῶν νέων δογμάτων εὑρετὴς Νεστόριος· ἐπειδὴ δὲ καὶ δι’ οἰκείων γραμμάτων τῶι ὁσιωτάτωι τῆς Ῥωμαίων ἐκκλησίας ἐπισκόπωι Κελεστίνωι καταφανῆ τῆς ἑαυτοῦ δια‐
νοίας ἐποίει τὴν νόσον, οὐκ ἀπότομον, οὐκ ἀσυμπαθῆ τὴν ψῆφον ὑπέμεινε, παρεκαλεῖτο

1,1,3

87

δὲ μᾶλλον ἀποφοιτῆσαι μὲν τῆς ἐνούσης κακοδοξίας αὐτῶι καὶ τὴν ὀρθὴν καὶ ἀμώμητον ἀνθελέσθαι πίστιν, παρεκαλεῖτο δὲ οὐχ ἅπαξ, ἀλλὰ καὶ πλειστάκις. ὁ δὲ ἀκριβής, ὡς οἴεται, τῶν θείων δογμάτων ἐρευνητής, ἵνα μή τι λέγοιμι φορτικόν, ὁ μέγα φρονῶν ἐπὶ τῆι τῶν θείων εἰδήσει νόμων, οὐχ ὑπομνήσας πώποτε τοὺς ἠδικημένους παρ’ αὐτοῦ, οὐ
5λόγου μεταδούς, μᾶλλον δὲ οὐδὲ συστῆναι ταῖς ἑαυτοῦ προπετείαις θαρσήσας, ὑβρίζει μὲν ἀνοσίαι ψήφωι, τάχα δέ που καὶ μέγα πεφρόνηκεν ἐπὶ τούτωι, ἵνα καὶ ἀκούηι λέγοντος τοῦ μακαρίου Δαυίδ, μᾶλλον δὲ τοῦ ἁγίου πνεύματος διὰ φωνῆς τοῦ Δαυίδ· τί ἐγκαυχᾶι ἐν κακίαι ὁ δυνατὸς ἀνομίαν ὅλην τὴν ἡμέραν; ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου; ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον. ἠγάπησας κακίαν
10ὑπὲρ ἀγαθωσύνην, ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην· ἠγάπησας πάντα ῥήματα καταποντισμο, γλῶσσαν δολίαν. διὰ τοῦτο ὁ θεὸς καθε‐ λεῖ σε εἰς τέλος· ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματός σου καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων. Ἐπυθόμην δὲ ὅτι τῆς καθ’ ἡμῶν πλημμελείας ἀπαλλάττειν αὐτὸν ἐπιχειροῦσι τινές,
15λελυπῆσθαι δικαίως διαβεβαιούμενοι διά τοι τὸ δίχα αὐτοῦ τὸ ἐπὶ τῶι δεδυσφημηκότι γε‐ νέσθαι συνέδριον. ἀλλ’ ἦν ἄμεινον οὐχ ἡμᾶς αἰτιάσασθαι μᾶλλον, γράφεσθαι δὲ τὴν οἰκείαν αὐτὸν ἐπὶ τούτωι μέλλησιν. εἶτα τοὺς προαφιγμένους καὶ προαπηγγελκότας τῆι ἁγίαι συνόδωι μὴ δὴ χρῆναι περιμένειν αὐτὸν καὶ οὐκ αὐτομόλους εἰς τοῦτο ἐλθεῖν, ἀλλὰ γὰρ ταῖς παρ’ αὐτοῦ διακονουμένους φωναῖς, τί μὴ μᾶλλον ἐποιεῖτο κατεστυγημένους ὡς
20ψευδηγορήσαντας, ὡς ἠπατηκότας, ἀλλ’ ἐν τοῖς ὅτι μάλιστα γνησιωτάτοις ἔχει; ἀλλ’ ἔστω τυχὸν καὶ λελύπηται. ταύτης οὖν ἕνεκα τῆς αἰτίας ἔδει τῶν θείων αὐτὸν ἀλογῆσαι νόμων, ἐπιλαθέσθαι δὲ θεοῦ λέγοντος ἀθῶιον καὶ δίκαιον οὐκ ἀποκτενεῖς; ἔδει κατακρῖναι τοὺς ἐπ’ οὐδενὶ τῶν ἀτόπων κατεγνωσμένους; ἐχρῆν ἀδελφῶν τὸ τῆς ἀνοσιό‐ τητος κατωθῆσαι ξίφος; θεσμοὺς ἐκκλησιαστικοὺς περιυβρίσαι; συκοφαντῆσαι, ψεύσασθαι
25καὶ τοῦτο τὰς εὐσεβεστάτας ὑμῶν ἀκοάς; ἐχρῆν ἡγήσασθαι παρ’ οὐδὲν τὴν ὀρθότητα τῆς πίστεως καὶ τὸ ἐθελῆσαι φρονεῖν ὅσα μῶμον ἔχει παντελῶς οὐδένα, χαρίσασθαι δὲ τὴν ἐπικουρίαν τῶι δυσφημοῦντι κατὰ Χριστοῦ καὶ ἀναστῆσαι ζητεῖν τὸ ψεῦδος, καταστρέφειν δὲ τὴν ἀλήθειαν; ταῦτα φρενὸς ἁγίας δοίη τις ἂν εἶναι καρπόν; ταῦτα βουλῆς ἱερατικῆς εὑρήματα; καίτοι λέγοντος ἀκούω θεοῦ ὅτι χείλη ἱερέως φυλάξεται κρίσιν καὶ
30νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτο. πρόδηλον οὖν ὅτι δι’ ὧν ἂν οἴηται τῆς καθ’ ἡμῶν ἀπονοίας τὰς αἰτίας ἀποσκευάζεσθαι, διὰ τούτων αὐτῶν ἀνόσια πεπραχὼς καταφωρᾶται μειζόνως. ἐγὼ δέ, ὦ φιλόχριστε βασιλεῦ, ἔχαιρον μὲν τῆς ἐνεγκούσης ἀπαί‐ ρων καὶ τῆς ὑμετέρας Ἀλεξανδρείας ἐκδεδημηκώς, πνεύματος δὲ λάβρου καταχεομένου τῶν ἱστίων καὶ μόνον οὐχὶ καταβροντῶντος τῆς νεὼς αἰρομένου τε ὑψοῦ τοῦ κύματος καὶ ταῖς
35τῶν οἰάκων περιπαφλάζοντος κεφαλαῖς, εὔθυμος καὶ οὕτω διετέλουν τὸν ἐκ τοῦ χειμῶνος
κίνδυνον ὀπίσω τιθεὶς τῆς εὐκταιοτάτης μοι θέας τοῦ ὑμετέρου κράτους. καὶ μὴν ὅτε

1,1,3

88

τὴν Ἐφεσίων ἀφέντες ἐπὶ τὴν λαμπρὰν ἐκείνην ἀνεκομίζοντο πόλιν οἱ ἐκ τῆς ἁγίας συν‐ όδου προκεχειρισμένοι πρός γε τὸ χρῆναι συνειπεῖν τοῖς παρ’ αὐτῆς πεπραγμένοις, ἐπεθύ‐ μουν γενέσθαι τοῖς ἀνδράσιν ἐναρίθμιος, πρῶτον μὲν ὑπὲρ τοῦ τὸ ὑμέτερον κράτος ἰδεῖν, εἶτα πρὸς τούτωι ἵνα καὶ αὐτῶι τῶι τῆς Ἀντιοχείας ἐφ’ ὑμῶν δικάσωμαι καὶ δείξω συκο‐
5φαντήσαντα καὶ παρανόμως λελυσσηκότα καὶ μανίαις ἀκράτοις νενικημένον, ὅτι τῶν Νε‐ στορίου δυσφημιῶν ἀνεθεμάτισα τὰ κεφάλαια. τῆι γὰρ ἐμῆι πίστει μεμαρτύρηκε τὴν ὀρθότητα καὶ ἡ Ῥωμαίων ἐκκλησία καὶ μὴν καὶ ἡ ἁγία σύνοδος ἡ ἐξ ἁπάσης ὡς ἔπος εἰπεῖν συναγηγερμένη τῆς ὑπ’ οὐρανόν. ὅτι γὰρ κατ’ οὐδένα τρόπον ἔξω γεγονὼς ἁλοίην ἂν τῆς τε ἀποστολικῆς καὶ εὐαγγελικῆς παραδόσεως ὀρθήν τε καὶ ἀδιάστροφον
10τῶν ἱερῶν δογμάτων διελαύνω τρίβον, παμψηφὶ διωμολογήκασι, καὶ τοῦτο ἐγγράφως ἐπὶ πίστεως ὑπομνημάτων, ἀναγινωσκομένων τῶν παρ’ ἐμοῦ γραφεισῶν πρὸς Νεστόριον ἐπι‐ στολῶν. ηὐχόμην δὲ οὐχὶ τούτων ἕνεκα μόνων ἐκεῖσε γενέσθαι, ἀλλ’ ἵνα καὶ τὰς τῶν ἑτέρων διαβολὰς τὰς κατ’ ἐμοῦ καὶ τῶν ἐμῶν ψευδεῖς ἀποφήνω. οἱ γὰρ τῶν Νεστορίου δογμάτων ὑπασπισταὶ τὸ ἐκ φθόνου καὶ βασκανίας ἐπ’ ἐμοὶ συντείνοντες τόξον καὶ τὰ ἐξ
15ἀκράτου μανίας πολυτρόπως ἀρτύοντες, ἄνδρας ἐξωνούμενοι καὶ κατηγόρους ἱστάντες, ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῆι αἰσχύνηι αὐτῶν, καθά φησιν ὁ μακάριος Παῦ‐ λος, τῶι ὑμετέρωι κράτει δι’ ὄχλου γίνεσθαι παρεσκεύαζον καὶ μάλα συχνῶς, καίτοι παρ’ ἐμοῦ πεπονθότας τῶν ἀτόπων οὐδέν· οὐ γὰρ ἦν τις αὐτοῖς πρὸς ἐμὲ λόγος παντελῶς, ἀπομισθώσαντες δέ, ὡς ἔφην, τοῖς ἐπιβουλεύουσιν ἐμοὶ τὰς ἑαυτῶν γλωσσαλγίας κατε‐
20φλυάρουν εἰκῆι, πάντα δρῶντες ἑτοίμως. ἀτόλμητον δὲ τοῖς τοιούτοις οὐδέν· σύντρο‐ φον γὰρ ἔχουσι τὸ κακὸν καὶ οὐδὲν λελόγισται παρ’ αὐτοῖς τὸ καὶ γραφὴν ἁλῶναι συκο‐ φαντίας καὶ ψευδηγορῆσαι πλειστάκις καὶ καθ’ ὧν ἂν βούλοιτό τις, καὶ εἰ μή τις εἴη γνώριμος αὐτοῖς τῶν κατηγορουμένων. ἴσασι δὲ ὄντας τοιούτους οὕτω τε ζῆν εἰωθότας οἱ κατὰ πᾶσαν ὄντες τὴν ὑμετέραν Ἀλεξάνδρειαν. κατεφλυάρουν μὲν οὖν ἐκεῖνοι τοῖς
25εἰς τοῦτο παρωρμηκόσι τὸ χρῆμα προπίνοντες καὶ ἀντέκτισιν ὥσπερ τινὰ τῆς δωροδοκίας τῆς κατ’ ἐμοῦ γλωσσαλγίας ποιούμενοι τὴν ἐπίδειξιν. καὶ δεδυσφόρηκα μὲν λίαν ἐπὶ τούτοις ἐγώ (πῶς γὰρ οὐκ ἔμελλον;), πλὴν ἐμεμνήμην λέγοντος τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ· μακάριοι ἐστ, ὅταν διώξωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ εἴπωσι πᾶν πονηρὸν καθ’ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμο. χαίρετε καὶ ἀγαλλιᾶσθε,
30ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτως γὰρ ἐδίωξαν τοὺς προ‐ φήτας τοὺς πρὸ ὑμῶν. ὅτε γὰρ ὁ τῆς ἀνομίας πατήρ, τουτέστιν ὁ σατανᾶς, ταῖς ἐκκλησίαις παγίδα καὶ τοῖς τὴν ὀρθὴν ἔχουσι πίστιν ἐξαρτύειν ἐπιχειρεῖ καὶ διὰ τῶν ἰδίων ὑπασπιστῶν παραχαράττειν ἀποτολμᾶι τῆς ἀποστολικῆς τε καὶ εὐαγγελικῆς πίστεως τὴν παράδοσιν, εἶτα τῆς ὀρθῆς δόξης οἱ φύλακες ἀντανιστῶσιν αὐτῶι τὴν ἀλήθειαν καὶ τοῖς
35τὰ ὀρθὰ διαστρέφουσιν ἀντιφέρονται, σύνοπλον ἔχοντες καὶ συμπαραστάτην αὐτὸν τὸν

1,1,3

89

Χριστόν, ὅς ἐστιν ἀλήθεια, τότε δὴ πάντως ὁ τοῦ ψεύδους πατὴρ πολλοὺς ἐγείρει τοὺς ψευδηγόρους, τότε καὶ συκοφαντῶν ἀγρία πληθὺς τοῖς εὐσεβεῖν ἡιρημένοις ἀντανίσταται. τοῦτο παθόντας καὶ αὐτοὺς εὑρίσκομεν τοὺς ἁγίους προφήτας. προεφήτευε μὲν γὰρ κατὰ καιροὺς ὁ μακάριος Ἀμώς, κατηιτιᾶτο δὲ σφόδρα τοὺς ἐξ Ἰσραὴλ ὡς τῆς εἰς θεὸν
5ἀγάπης ἠφειδηκότας καὶ τῶν δοθέντων αὐτοῖς ὑπερορῶντας νόμων· ἀλλ’ εἰς μέσον ἤιει παραχρῆμα καὶ ἀντέπραττεν ὁ Πασχώρ (ψευδοπροφήτης δὲ οὗτος καὶ δαιμονίων θεραπευ‐ τής), εἶτα τῶι βασιλεῖ τοῦ Ἰσραὴλ διαβέβληκε τὸν ἀληθῶς ἅγιον καὶ προφήτην, ὧδε γεγρα‐ φώς· συστροφὰς ποιεῖται κατὰ σοῦ Ἀμώς· οὐ μὴ δύνηται ἡ γῆ ὑπενεγκεῖν πάντας τοὺς λόγους αὐτο. ὁμοίως δὲ καὶ ὁ μακάριος Ἱερεμίας πλημμελοῦντα τὸν
10Ἰσραὴλ ἐπανορθοῦν ἐκέλευε τὰς οἰκείας ὁδούς, ἀλλ’ οὐκ ἀπῆσαν οἱ διαβάλλοντες· παρώ‐ τρυναν γὰρ κατ’ αὐτοῦ τὸν Σεδεκίαν τοὺς τῆς βασιλείας διέποντα θρόνους. καὶ φορτικὸν μὲν ἦν τοῖς ἁγίοις τὸ χρῆμα καὶ δύσοιστον ἀληθῶς· πλὴν τὸ θεῶι δοκοῦν καὶ φίλον τῆς ἑαυτῶν προθέντες ζωῆς, εἴχοντο καὶ οὕτω τῶν ἐν χερσὶ σπουδασμάτων, οὐκ ἀγνοοῦντες τὸ γεγραμμένον ὅτι καρδία βασιλέως ἐν χειρὶ θεο· οὗ δ’ ἂν θέλων νεῦσαι,
15ἐκεῖ ἔκλινεν αὐτήν. πράους γὰρ αὐτοὺς ἀπετέλει καὶ φιλοικτίρμονας, καίτοι πλειστά‐ κις παρωξυμμένους, τοὺς τῶν Ἰουδαικῶν κρατοῦντας πραγμάτων ἀλλὰ γὰρ παρήσομεν τὰ ἐκείνων, ὡς ἅπασιν ἐγνωσμένα, μεμνήσομαι δὲ τοῦ πανευφήμου καὶ τρισμακαρίου πατρὸς ἡμῶν Ἀθανασίου τοῦ γεγονότος κατὰ καιροὺς ἐπισκόπου τῆς ὑμετέρας Ἀλεξανδρείας. ἐμάχετο μὲν γὰρ ταῖς Ἀρείου κακοδοξίαις, οἱ δὲ τῆς ἐκείνου βδελυρίας παράσιτοι συκοφαν‐
20τοῦντες αὐτὸν διετέλουν. ἀσελγῆ δὲ καὶ ἀχάλινον ἐπ’ αὐτῶι τὴν γλῶσσαν ἀνέντες, ὡς οὐκ ἀρκούντων αὐτοῖς τῶν ψευσμάτων, χεῖρα τεμόντες ἀνθρώπου περιεκόμιζον καὶ φρικτὸν τοῖς ὁρῶσι παρατιθέντες θέαμα ταύτην αὐτὸν ἔφασκον ἀποτεμεῖν, Ἀρσένιον δέ τινα τοῦτο παθεῖν διετείνοντο. χρόνους δὲ μακροὺς διατετελέκασι συναρπάζοντες, ἄχρις οὗ διαλαν‐ θάνων κατελήφθη ζῶν ὁ Ἀρσένιος, πεφώραται δὲ οὕτω μόλις τῆς ἐκείνων σκαιότητος τὸ
25ἐγχείρημα. δύσοιστον μὲν οὖν καὶ σφόδρα δριμὺ ψυχαῖς ἐλευθέραις καὶ καθαρὸν ἐχού‐ σαις τὸ συνειδὸς ἡ συκοφαντία, ἀλύει δὲ σφόδρα τῶν πεπονθότων ὁ νοῦς καὶ τὸ εἰκῆι καὶ μάτην ἐπιβουλεύεσθαι παρὰ τῶν ἠδικημένων οὐδὲν παγχάλεπον ὁμολογουμένως. πλὴν ὅτι ταῦτα συμβήσεται τοῖς πρεσβεύουσι τὴν ἀλήθειαν, προκαταμεμήνυκεν ἡ θεία γραφή. ἔφη γοῦν· ἕως θανάτου ἀγώνισαι ὑπὲρ τῆς ἀληθείας, καὶ κύριος πολεμήσει
30ὑπὲρ σο. καὶ μὴν καὶ αὐτὸς ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς εἰς ἀγαθὴν εὐτολμίαν ἐπαλείφων τοὺς μαθητὰς καὶ ψευδηγορίας ἁπάσης ἀλογεῖν ἀναπείθων καὶ τῶν ἐπὶ τῶι διώ‐ κεσθαι πόνων, εἰ ἐμὲ ἐδίωξαν, φησί, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν οἰκοδεσπό‐ την Βεελζεβοὺλ ἐκάλεσαν, πόσωι μᾶλλον τοὺς οἰκειακοὺς αὐτο. ἐκδυ‐
σωπεῖ δὲ καὶ σφόδρα χρησίμως προσεπειπών· οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδά‐

1,1,3

90

σκαλον οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτο. εἰ γὰρ αὐτοῦ κατειρήκασι τοῦ Χριστοῦ, ποῖος ἡμῶν ὁ λόγος; καὶ εἰ κατὰ παντὸς ἁγίου γεγόνασιν αἱ συκοφαντίαι, πῶς ἦν ἄρα διαφυγεῖν τοὺς ἐλαχίστους ἡμᾶς; ἀκρατὴς μὲν γὰρ τῶν ἀνοσίων ἡ γλῶττα, φέρεται δὲ ὥσπερ κατὰ πρανοῦς, ἀλλ’ ἐστὶν ἐπάρατος καὶ θεῶι κατεστυγημένη. ψάλλει γοῦν ὁ
5μακάριος προφήτης Δαυίδ· ἐξολοθρεύσαι κύριος πάντα τὰ χείλη τὰ δόλια καὶ γλῶσσαν μεγαλορήμονα. Πεπείραται σὺν ἐμοὶ τῶν ἐκ γλώττης ἀχαλίνου βελῶν καὶ ὁ ἀγαπητὸς μοναστὴς Βίκτωρ. ἐπεφήμισαν γὰρ τινὲς αὐτῶι τῶν τάχα που ψευδηγορεῖν εἰωθότων ὅτι καὶ αὐτὸς τῶν ἐκτόπων τινὰ πεφλυάρηκε κατ’ ἐμοῦ, ὥστε καὶ ἀφιγμένον εἰς τὴν Ἐφεσίων
10πρός με κατηιτιῶντο σφόδρα τῶν ἀπὸ τῆς ἁγίας συνόδου τινές, μᾶλλον δὲ καὶ ἀπεστρά‐ φησαν ἅπαντες ὡς ἕνα τῶν ἀνοσίων μεμισηκότες. διατετελέκασι γοῦν πατραλοίαν ὀνο‐ μάζοντες καὶ ἀδελφοκτόνον καὶ ὅσα τούτοις ἐστὶ παραπλήσια. καὶ τοῦτο γνοὺς ὁ πρε‐ σβύτης, πλείστων ὅσων αὐτὸν περιεστηκότων ἁγίων ἐπισκόπων, ἀνατείνας εἰς οὐρανὸν τὰς χεῖρας ὀμώμοκεν ἀσυνήθως κατά τε τοῦ ἁγίου βαπτίσματος καὶ τῶν σεπτῶν τοῦ
15Χριστοῦ μυστηρίων μηδὲν ἑαυτῶι συνειδέναι τοιοῦτον οὕτω τε μόλις ἐγώ τε καὶ αὐτὸς ἰσχύσαμεν τὰς τῶν λυπουμένων θεραπεῦσαι ψυχάς. πλὴν εἰ καὶ πολλοὶ λίαν οἱ ψευδο‐ επεῖν ἐθέλοντες ἐπιφυόμενοί τε καὶ ἐπιπηδῶντες μάτην, μᾶλλον δὲ καὶ παρωτρυμμένοι πρὸς τοῦτο παρὰ τῶν Νεστορίου σπουδαστῶν, ἀλλ’ ἤρκεσεν εἰς ἐπικουρίαν τοῦ σωτῆρος ἡ χάρις καὶ τῆς ὑμετέρας εὐσεβείας τὸ μισοπόνηρον. ὥσπερ γὰρ ἐκ καμίνου καιομένης ἁρπά‐
20σαντες, ἡμερωτάτοις νεύμασι διεσώσατε, ἵνα τοῖς ἄλλοις ὁμοῦ τοῖς ἀνὰ πᾶσαν τὴν ὑμετέ‐ ραν Αἴγυπτον ἁγίοις ἐπισκόποις καὶ μονασταῖς ἀκαταλήκτους εὐχαριστίας τὰς ὑπέρ γε τοῦ ὑμετέρου κράτους νίκης τε καὶ διαμονῆς ἀναφέρωμεν τῶι παναγίωι Χριστῶι· δι’ οὗ καὶ μεθ’ οὗ τῶι θεῶι καὶ πατρὶ ἡ δόξα σὺν ἁγίωι πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώ‐ νων. ἀμήν.
27Κυρίωι ἀγαπητῶι καὶ συλλειτουργῶι Οὐαλεριανῶι ἐπισκόπωι [τοῦ Ἰκονίου] Κύριλλος
ἐν κυρίωι χαίρειν. Ἀπόχρη μέν, ὡς διάκειμαι, μᾶλλον δὲ καὶ ὡς ἔχει φύσεως τὸ ἀληθές,

1,1,3

91

καὶ ἡ νῆψις τῆς σῆς ὁσιότητος εἴς γε τὸ δύνασθαι καὶ μάλα νεανικῶς ἀνταναστῆσαι τὸ ἀκριβὲς ταῖς τινῶν εἰκαιομυθίαις. ψυχρολογοῦσι γὰρ γραοπρεπῶς ἄνω τε καὶ κάτω πάντα κυκῶντες καὶ προσποιούμενοι μὲν περιεργάζεσθαι λεπτῶς τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς τὸ μυστήριον, οὐ μὴν ἔτι καὶ συνιέντες αὐτό, παρατρεπόμενοι δέ, καὶ τοῦτο
5εὐκόλως, πρὸς ἃ μὴ θέμις, καὶ φρονοῦντες τὰ διεστραμμένα. τὸ δέ γε παγχάλεπον ἐκεῖνό ἐστιν ἐν τούτοις· ὑποπλάττονται μὲν γὰρ τὰ ὀρθὰ βούλεσθαι φρονεῖν καὶ δόκησιν ἑαυτοῖς τῆς εἰς τοῦτο ῥοπῆς καθάπερ τι προσωπεῖον ἐναρμόσαντες τὸν τῆς Νεστορίου δυσσεβείας ἰὸν ἐγχέουσι ταῖς τῶν ἁπλουστέρων ψυχαῖς, ἐοίκασι δέ πως τοῖς τῶν ἀνθρω‐ πίνων σωμάτων ἀκεσταῖς ἢ γοῦν ἰατροῖς, οἳ τοῖς τῶν φαρμάκων οὐχ ἡδέσι τὸ γλυκὺ
10προσπλέκουσι μέλι, τῆι τοῦ χρηστοῦ ποιότητι τοῦ πεφυκότος λυπεῖν τὴν αἴσθησιν ὑποκλέπ‐ τοντες. ἀλλ’ οὐ γὰρ αὐτῶν τὰ νοήματα ἀγνοοῦμεν, νοῦν ἔχοντες Χριστοῦ κατὰ τὸν πάνσοφον Παῦλον. εἰ μὲν γὰρ ἦν τις ὁ λέγων ὡς ὁ ἐκ θεοῦ πατρὸς ἀπορρήτως γεννη‐ θεὶς μονογενὴς θεὸς λόγος ὁ καὶ αὐτῶν τῶν αἰώνων ποιητὴς ἀρχὴν ὑπάρξεως ἔσχεν ἐκ τῆς ἁγίας παρθένου, ἔδοξεν ἂν αὐτοῖς οὐκ ἔξω φέρεσθαι σκοποῦ τὸ χρῆναι λέγειν· εἰ
15πνεῦμα κατὰ φύσιν ἐστὶν ὁ τοῦ θεοῦ λόγος, πῶς ἂν ἀπὸ σαρκὸς ἐγεννήθη, τοῦ κυρίου λέγοντος τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν; ἐπειδὴ δὲ ὁ τοῦ κατὰ Χριστὸν μυστηρίου λόγος ἑτέραν οἶμον ἔρχεται τὴν εἰς εὐθύ τε καὶ ἀπλανῆ καὶ οὐδὲν ἔχου‐ σαν τὸ διάστροφον, ἀνθ’ ὅτου βαττολογοῦσιν εἰκῆι, μὴ νοοῦντες μήτε ἃ λέγουσιν μήτε περὶ τίνων διαβεβαιοῦνται; φαμὲν γὰρ ὅτι ὁ μονογενὴς τοῦ θεοῦ λόγος,
20πνεῦμα ὢν ὡς θεὸς κατὰ τὰς γραφάς, ἐπὶ σωτηρίαι τῶν ὅλων ἐσαρκώθη τε καὶ ἐνηνθρώ‐ πησεν, οὐκ ἐκ τῆς ἰδίας φύσεως αὐτὸς ἑαυτῶι σῶμα μεταβαλών, ἀλλ’ οὐδὲ ἐκστὰς τοῦ εἶναι ὃ ἦν, ἢ τροπὴν ἢ ἀλλοίωσιν ὑπομείνας, ἀλλ’ ἐκ τῆς ἁγίας παρθένου τὸ ἄχραντον σῶμα λαβὼν ἐψυχωμένον νοερῶς καὶ ἴδιον ἀποφήνας αὐτὸ καθ’ ἕνωσιν ἀπερινόητον καὶ ἀσύγχυτον καὶ ἄφραστον παντελῶς, ὡς μὴ ἑτέρου τινός, ἀλλ’ ἴδιον αὐτοῦ τοῦτο νοεῖσθαι.
25οὕτως εἰσῆλθεν εἰς τὸν κόσμον ὁ μονογενὴς ὡς πρωτότοκος καὶ ἐν πολλοῖς γέγονεν ἀδελ‐ φοῖς ὁ ἀσύντακτος τῆι κτίσει καθὸ νοεῖται θεός. ὅταν τοίνυν γεγεννῆσθαι λέγηται καὶ ἐκ γυναικός, ἀναγκαίως τὸ κατὰ σάρκα προσεπιφέρεται, ἵνα μὴ ὑπάρξεως ἀρχὴν νοῆται λαβὼν ἐκ τῆς ἁγίας παρθένου, καίτοι πρὸ παντὸς αἰῶνος ὑπάρχων, ὁ συναίδιος καὶ ἀεὶ συνυφεστηκὼς τῶι ἰδίωι πατρὶ θεὸς λόγος, ἀλλ’ ὅτε κατ’ εὐδοκίαν τοῦ πατρὸς τὴν τοῦ
30δούλου μορφὴν ἠθέλησε λαβεῖν, τότε καὶ ἀπότεξιν τὴν ἐκ γυναικὸς κατὰ σάρκα μεθ’ ἡμῶν ὑπομεῖναι λέγεται. οὐκοῦν ὁμολογουμένως μὲν τὸ ἀπὸ σαρκὸς σάρξ ἐστιν, τὸ δὲ ἐκ
θεοῦ θεός· ἔστι δὲ κατὰ ταυτὸν ἀμφότερα Χριστός, εἷς ὢν υἱὸς καὶ κύριος μετὰ τῆς ἰδίας

1,1,3

92

αὐτοῦ σαρκός, οὐκ ἀψύχου μᾶλλον, ὡς ἔφην, ἀλλ’ ἐψυχωμένης νοερῶς. μὴ τοίνυν δια‐ τεμνέτωσαν εἰς δύο τὸν ἕνα υἱὸν ἡμῖν, ἀνὰ μέρος ἱστάντες τὸν λόγον καὶ υἱὸν ἕτερον ἰδικῶς τε καὶ ἀνὰ μέρος ἄνθρωπον τὸν ἐκ γυναικός, καθά φασιν αὐτοί, ἀλλ’ ἐννοείτωσαν ὅτι οὐκ ἀνθρώπωι συνήφθη μᾶλλον ὁ θεὸς λόγος, ἀλλ’ αὐτὸς ἄνθρωπος γενέσθαι λέγεται,
5σπέρματος Ἁβραὰμ ἐπιλαβόμενος κατὰ τὰς γραφὰς καὶ ὁμοιωθεὶς κατὰ πάντα τοῖς ἀδελφοῖς δίχα μόνης ἁμαρτίας. ἡ δὲ εἰς ἅπαν ὁμοίωσις ἔχοι ἂν εἰκότως καὶ πρό γε τῶν ἄλλων τὴν ἐκ γυναικὸς ἀπότεξιν, ἣ νοεῖται μὲν ἐφ’ ἡμῶν ἀνθρωπίνως καὶ καθ’ ἡμᾶς, ἐπὶ δέ γε τοῦ μονογενοῦς ὑπὲρ τοῦτο· θεὸς γὰρ ἦν σαρκούμενος. τοιγάρτοι καὶ θεοτόκος ἡ ἁγία καλεῖται παρθένος. ἐὰν δὲ λέγωσιν ὅτι θεὸς καὶ ἄνθρωπος συνελθόντες κατὰ ταυτὸν
10ἀπετέλεσαν ἕνα Χριστόν, φυλαττομένης δηλονότι τῆς ὑποστάσεως ἑκατέρου ἀσυγχύτως, τῶι δὲ λόγωι διαιρουμένης, οὐδὲν ἀκριβὲς ἐπὶ τούτωι φρονοῦντας ἢ λέγοντας ἔνεστιν ἰδεῖν. οὐ γάρ, καθά φασιν, θεὸς καὶ ἄνθρωπος συνελθόντες ἀπετέλεσαν ἕνα Χριστόν, ἀλλ’, ὡς ἔφην ἤδη, θεὸς ὢν ὁ λόγος παραπλησίως ἡμῖν μετέσχεν αἵματος καὶ σαρκός, ἵνα θεὸς ἐν‐ ανθρωπήσας νοῆται καὶ τὴν ἡμετέραν σάρκα λαβὼν καὶ ἰδίαν αὐτὴν ποιησάμενος, ἵνα κα‐
15θάπερ ὁ καθ’ ἡμᾶς νοούμενος ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος συνεστὼς εἷς ἐστιν, οὕτω καὶ αὐτὸς εἷς ὁμολογῆται ὑπάρχειν καὶ υἱὸς καὶ κύριος. μία γὰρ ὁμολογεῖται φύσις ἀνθρώπου καὶ σύστασις, κἂν ἐκ διαφόρων νοῆται καὶ [ἐξ] ἑτεροειδῶν πραγμάτων. ἑτερο‐ φυὲς μὲν γὰρ ὁμολογουμένως ὡς πρός γε ψυχὴν τὸ σῶμά ἐστιν, ἀλλ’ ἴδιον αὐτῆς καὶ συναποτελεστικὸν τῆς ὑποστάσεως τοῦ ἑνὸς ἀνθρώπου. καὶ νῶι μὲν καὶ θεωρίαι τὸ
20διάφορον τῶν ὠνομασμένων οὐκ ἀσυμφανές, ἡ δέ γε σύνοδος ἤτοι συνδρομὴ τὸ ἀδιάτμη‐ τον ἔχουσα ἓν ἀποτελεῖ ζῶιον τὸν ἄνθρωπον. ὁ τοίνυν μονογενὴς τοῦ θεοῦ λόγος οὐκ ἄνθρωπον προσλαβὼν προῆλθεν ἄνθρωπος, ἀλλὰ καίτοι τὴν ἐκ θεοῦ πατρὸς ἀπόρρητον ἔχων γέννησιν, διὰ τοῦ ἁγίου καὶ ὁμοουσίου πνεύματος ἑαυτῶι δημιουργήσας ναὸν γέγονεν ἄνθρωπος. τοιγάρτοι καὶ εἷς νοεῖται, κἂν τῆι θεωρίαι τῆι κατὰ τὸν λόγον ἑτεροφυὲς ἦι
25παρ’ αὐτὸν τὸ σῶμα αὐτοῦ. ὁμολογείσθω δὲ πανταχοῦ ὅτι μὴ ἄψυχον ἦν, ἀλλ’ ἐψύχωτο ψυχῆι νοερᾶι. Ἥκειν γε μὴν εἰς τοῦτο ἀποπληξίας ἐπυθόμην τινάς, ὡς μὴ καταδεῖσαι λέγειν ὡς ἔν τινι Ἰησοῦ τῶι ἐκ παρθένου τεχθέντι ἐνοικήσαντα τὸν θεὸν λόγον τοῦτον ἀποθεῶσαι. ἀλλ’ οὐ τοῦτό γε ἐστιν, ὦ βέλτιστοι, φαίην ἂν αὐτοῖς, τὸ σαρκωθῆναί τε καὶ ἐνανθρω‐
30πῆσαι τὸν τοῦ θεοῦ λόγον, ἐγκατοικῆσαι δὲ μᾶλλον ἀνθρώπωι καθάπερ ἀμέλει καὶ ἑνὶ τῶν ἁγίων προφητῶν. ὁ δέ γε τοῦ καθ’ ἡμᾶς μυστηρίου λόγος, ὡς καὶ ἐν τοῖς ἀνωτέρω
βραχὺ προδεδήλωται, αὐτὸν βούλεται τὸν ἐκ θεοῦ πατρὸς γεννηθέντα λόγον σάρκα γενέσθαι

1,1,3

93

κατὰ τὰς γραφάς, οὐχ ὡς μετάστασιν φυσικὴν ἢ γοῦν τροπὴν ἢ ἀλλοίωσιν ὑπομείναντα, τὴν εἰς σάρκα φημί, ἀλλ’ ὅτι σάρκα ἐψυχωμένην νοερῶς ἰδίαν ἐποιήσατο καὶ αὐτὸς προ‐ ῆλθεν ἄνθρωπος, οὐκ ἀνθρώπωι συνήφθη οὐδὲ ἐνώικηκεν, καθά φασιν. τὸ δὲ δὴ καὶ ἀποτεθεῶσθαι λέγειν τὸν ἐσχηκότα τὴν ἐνοίκησιν, ὡς αὐτοὶ διατείνονται (τοῦτο γὰρ παρ’
5ἡμῖν ἀπόβλητον παντελῶς), πῶς οὐχ ἁπάσης ἐμβροντησίας ἀπόδειξιν ἔχει; μάχεται γὰρ τῶι σκοπῶι τῆς θεοπνεύστου γραφῆς. ὁ μὲν γὰρ θεσπέσιος Παῦλος τὸν τοῦ θεοῦ λόγον ἐν μορφῆι καὶ ἰσότητι τῆι κατὰ πᾶν ὁτιοῦν τοῦ πατρὸς ὄντα φησὶν οὐχ ἁρπαγμὸν ἡγήσασθαι τὸ εἶναι ἴσα θεῶι, ἑαυτὸν δὲ μᾶλλον κενῶσαι καὶ μορφὴν δούλου λαβεῖν καὶ ἐν ὁμοιώματι ἀνθρώπων γενέσθαι ὡς ἄνθρωπον ταπεινῶσαί τε ἑαυτόν· οἳ δὲ πρὸς πᾶν
10τοὐναντίον μεθιστάντες τῶν πραγμάτων τὴν φύσιν καὶ τῆς ἀληθείας τὴν δύναμιν ἀνοσίως ἐκκαπηλεύοντες τεθεοποιῆσθαί φασιν ἄνθρωπον. εἶτα τίς ὁ κενώσας ἑαυτόν, ὦ βέλτιστοι, καὶ πῶς τεταπείνωται; ποίαν, εἰπέ μοι, λαβὼν τοῦ δούλου μορφήν; εἰσκομίζει γάρ, ὡς ἔοικεν, ἡμῖν ὁ παρ’ αὐτῶν λόγος ἐκ τῆς καθ’ ἡμᾶς ταπεινότητος ὑψούμενον ἄνθρωπον καὶ ἐκ τῆς καθ’ ἡμᾶς κενώσεως εἰς τὸ πλῆρες τῆς θεότητος ἀναβαίνοντα καὶ ἐκ τῆς τοῦ δούλου μορ‐
15φῆς μεθιστάμενον εἰς δεσποτικήν. πῶς οὖν ἄρα κεκενῶσθαί φασιν τὸν μονογενῆ ἢ πῶς τὴν ἡμῶν ὑπομεῖναι ταπείνωσιν, οὐκ ἔχω νοεῖν, εἰ μὴ ἄρα κεκενῶσθαί φασιν αὐτόν, ὅτι τῆι ἰδίαι δόξηι τετίμηκεν ἄνθρωπον. καὶ εἰ τιμῶν ἀδικεῖται καὶ κενοῦται δοξάζων, πῶς οὐκ ἄμεινον ἐρεῖ τις εἶναι τὸ μήτε τιμὴν αὐτὸν μήτε μὴν δόξαν τινὶ νέμειν; ἔμεινε γὰρ ἂν ἐν ἰδίαις ὑπεροχαῖς, μήτε τιμήσας μήτε δοξάσας τόν, ὡς αὐτοί φασιν, οἰκειωθέντα αὐτῶι
20ἄνθρωπον. ἆρ’ οὐ γέλωτος ἄξια παντί τωι φανεῖται καὶ ἀβελτηρίας ἔμπλεω τῆς ἐσχάτης ἃ φρονεῖν ἐγνώκασι καὶ θαρσοῦσι λαλεῖν; ἀλλ’ ὅ γε τῆς ἀληθείας λόγος οὐκ ἂν ὑποπτεύ‐ σειέν τι κεκενῶσθαι πώποτε μὴ οὐχὶ πλῆρες ὂν κατ’ ἰδίαν φύσιν, οὐδ’ ἂν οἴοιτο τεταπει‐ νῶσθαί τι μὴ οὐχὶ δὴ πάντως ὑψοῦ τε καὶ ἀνωτάτω κείμενον, εἶτα καταφοιτῆσαν εἰς ὅπερ οὐκ ἦν, τὸν δέ γε δούλου λαβόντα μορφὴν εἴσεταί που πάντως πρὸ αὐτῆς ἔχοντα τὸ κατὰ
25φύσιν ἐλεύθερον καὶ τὸν γεγονότα ἄνθρωπον οὐκ οἶδεν ὄντα τοῦτο πρὶν γένηται. τῆς τοίνυν ἁγίας καὶ θεοπνεύστου γραφῆς κένωσιν ὀνομαζούσης καὶ δούλου μορφὴν καὶ μέντοι καὶ ἀνθρωπότητα καὶ τὸν ταῦτα ἐθελουσίως ὑπομείναντα λεγούσης εἶναι τὸν ἐκ θεοῦ πατρὸς λόγον, τί παρατρέπουσιν αὐτοὶ πρὸς τὸ ἐναντίον τῆς οὕτω τεθαυμασμένης οἰκονομίας τὸ εὐτεχνές, ἄνθρωπον τεθεοποιῆσθαι λέγοντες, ἵνα μηδὲν ἔτι διαφέρωσι Χριστιανοὶ τῶν τῆι
30κτίσει λελατρευκότων παρὰ τὸν κτίσαντα; ἢ τάχα που πεπλανῆσθαι δώσουσι μεθ’ ἡμῶν καὶ αὐτοὺς τοὺς ἁγίους ἀγγέλους, οὓς δὴ προστετάχθαι φησὶ τὸ γράμμα τὸ ἱερὸν προ‐ σκυνῆσαι τὸν πρωτότοκον εἰσαχθέντα εἰς τὴν οἰκουμένην; τὸ δέ γε πρωτότοκος ὄνομα
πῶς ἂν ἁρμόσαι μὴ ἐνανθρωπήσαντι τῶι μονογενεῖ; εἰ γάρ ἐστιν ἀληθὲς ὡς ἐν πολλοῖς

1,1,3

94

ἀδελφοῖς νοεῖται πρωτότοκος, τότε κατέβη πρὸς ἀδελφότητα, δηλονότι τὴν πρὸς ἡμᾶς, ὅτε καθ’ ἡμᾶς γέγονεν ἄνθρωπος, ὁμοιωθεὶς κατὰ πάντα δίχα μόνης ἁμαρτίας. ἀπόχρη δὲ πρὸς εὐσέβειαν ἡμῖν τὸ λογίζεσθαι καὶ νοεῖν ὅτι θεοῦ γενομένη σὰρξ τοῦ ζωογονοῦντος τὰ πάντα τὴν ζωοποιὸν αὐτοῦ δύναμιν καὶ ἐνέργειαν ἔχει, καταπλουτεῖ δὲ καὶ δόξαν ἄρρη‐
5τον καὶ ἀπρόσβλητον. Ἀπεικὸς δὲ οὐδὲν τοὺς οἵ γε ταυτὶ φρονεῖν ἐγνώκασι, καὶ ἑτέρας τοῖς ἱεροῖς δόγμα‐ σιν ἐπάγειν συκοφαντίας, ἀποφέροντας μὲν τοῦ προσώπου τοῦ μονογενοῦς ἃς ὑπομεμένηκεν ὑπὸ τῶν Ἰουδαίων παροινίας, καὶ αὐτὸν ἐπὶ ταύταις τὸν κατὰ σάρκα θάνατον, ἀπονέμοντας δὲ ὥσπερ υἱῶι κατ’ ἰδίαν ἑτέρωι τῶι ἐκ γυναικός. δοκεῖ γὰρ αὐτοῖς οὐκ οἶδ’ ὅπως διὰ
10τῆς εἰς εὐσέβειαν οὐκ εὐθείας ὁδοῦ πρὸς πέταυρον ἅιδου καταπηδᾶν καὶ εἰς ἅιδου πυθμένα κατὰ τὸ γεγραμμένον. ἔστιν μὲν γὰρ ὁμολογουμένως ἀπαθὲς τὸ θεῖον καὶ ἀνέπαφον παντελῶς, ὅτι μὴ κατὰ σῶμά ἐστιν, ἀλλ’ ἐπέκεινα πάσης κτίσεως ὁρατῆς τε καὶ νοητῆς καὶ ἐν ἀσωμάτωι καὶ ἀχράντωι καὶ ἀψαύστωι καὶ ἀπερινοήτωι φύσει· ἐπειδὴ δὲ ὁ μονο‐ γενὴς τοῦ θεοῦ λόγος σῶμα λαβὼν ἐκ τῆς ἁγίας παρθένου καί, ὡς ἔφην ἤδη πλειστάκις,
15ἴδιον αὐτὸ ποιησάμενος, ἑαυτὸν ὑπὲρ ἡμῶν προσκεκόμικεν εἰς ὀσμὴν εὐωδίας τῶι θεῶι καὶ πατρὶ ὡς ἄμωμον ἱερεῖον, ταύτηι τοι καὶ ὑπομεῖναι λέγεται πρὸς ἡμῶν τὰ εἰς τὴν σάρκα αὐτοῦ γεγονότα. οὗ γὰρ ἴδιόν ἐστι τὸ σῶμα, τούτωι ἂν εἰκότως προσγράφοιτο καὶ τὰ αὐτοῦ πάντα δίχα μόνης ἁμαρτίας. οὐκοῦν ἐπειδήπερ ἐνανθρωπήσας ἦν ὁ θεὸς λόγος, μεμένηκε μὲν θεικῶς ἀπαθής, οἰκειούμενος δὲ ἀναγκαίως τὰ τῆς ἑαυτοῦ σαρκὸς παθεῖν λέ‐
20γεται κατὰ σάρκα, καίτοι τοῦ παθεῖν ἀπείρατος ὤν, καθὸ νοεῖται θεός. εὐσεβείας οὖν δόκησις ἀποφέρει τῆς ἀληθείας αὐτούς, οὐκ ἐννοοῦντας ὅτι τετήρηται μὲν τὸ ἀπαθὲς αὐτῶι, καθὸ καὶ ὑπάρχει καὶ ἔστι θεός, προσγράφεται δὲ καὶ τὸ παθεῖν ὑπὲρ ἡμῶν κατὰ σάρκα, καθὸ θεὸς ὢν φύσει γέγονε σὰρξ ἤτοι τέλειος ἄνθρωπος. τίς γὰρ ἦν ὁ λέγων πρὸς τὸν ἐν τοῖς οὐρανοῖς πατέρα καὶ θεὸν θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλη‐
25σας [ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας]· σῶμα δὲ κατηρ‐ τίσω μοι. τότε εἶπον, ἰδοὺ ἥκω τοῦ ποιῆσαι, ὁ θεός, τὸ θέλημά σου; ὁ γὰρ ἔξω σώματος ὡς θεὸς ἑαυτῶι σῶμα κατηρτίσθαι φησίν, ἵνα τοῦτο ὑπὲρ ἡμῶν προσενέγκας τῶι ἰδίωι μώλωπι πάντας ἡμᾶς θεραπεύσηι κατὰ τὴν τοῦ προφήτου φωνήν. πῶς δὲ καὶ εἷς ὑπὲρ πάντων ἀπέθανεν ὁ πάντων ἀντάξιος, εἰ ἁπλῶς ἀνθρώπου τινὸς νοεῖται τὸ πά‐
30θος; εἰ δὲ πέπονθεν ἀνθρωπίνως, ὡς τὰ τῆς ἑαυτοῦ σαρκὸς οἰκειούμενος πάθη, τότε δὴ τότε φαμέν, καὶ μάλα εἰκότως, ὡς τῆς ἁπάντων ζωῆς ἀντάξιος ὁ ἑνὸς νοεῖται κατὰ σάρκα θάνατος, οὐχ ὡς ἑνὸς ὄντος τῶν καθ’ ἡμᾶς, εἰ καὶ γέγονεν καθ’ ἡμᾶς, ἀλλ’ ὅτι θεὸς ὢν φύσει σεσάρκωταί τε καὶ ἐνηνθρώπησεν κατὰ τὴν τῶν πατέρων ὁμολογίαν. εἰ δὲ ἀπο‐
φέρουσι τινὲς τοῦ μονογενοῦς, ὡς ἀκαλλὲς καὶ ἀνάρμοστον καὶ ἀπεοικὸς αὐτῶι, τὸ κατὰ

1,1,3

95

σάρκα πάθος, ἀναιρείτωσαν ὁμοίως αὐτοῦ καὶ τὴν ἐκ τῆς ἁγίας παρθένου κατὰ σάρκα γέννησιν. εἰ γάρ ἐστι τῶν ἀπεοικότων αὐτῶι τὸ σαρκὶ λέγεσθαι παθεῖν, πῶς οὐ πρό γε τούτου τὸ πρῶτον, τουτέστιν ἡ κατὰ σάρκα γέννησις ἢ καὶ ἅπαξ ἁπλῶς εἰπεῖν ὁ τῆς ἐνανθρωπήσεως τρόπος; οἴχεται δὴ οὖν τὸ Χριστιανῶν μυστήριον καὶ μεματαίωται λοιπὸν
5ἡ τῆς σωτηρίας ἐλπίς. Ἀλλὰ γὰρ πῶς, φησίν, πάθοι ἂν ὁ παθεῖν οὐκ εἰδώς; ἀπαθὴς μὲν οὖν ὁμολογουμέ‐ νως, ὡς ἔφην, κατ’ ἰδίαν φύσιν ὁ ἐκ θεοῦ λόγος, λέγεται δ’ οὖν σαρκὶ τῆι ἰδίαι παθεῖν κατὰ τὰς γραφάς· ἦν γὰρ αὐτὸς ἐν τῶι πάσχοντι σώματι. καὶ πιστώσεται γράφων ὁ Πέτρος περὶ αὐτοῦ· ὃς τὰς ἁμαρτίας ἡμῶν ἀνήνεγκεν ἐν τῶι σώματι αὐτοῦ
10ἐπὶ τὸ ξύλον. οὐκοῦν ἀπαθὴς μὲν ὁ λόγος, καθὸ φύσει νοεῖται θεός, αὐτοῦ γε μὴν κατ’ οἰκείωσιν οἰκονομικὴν τὰ τῆς σαρκὸς αὐτοῦ νοεῖται πάθη. ἐπεὶ τίνα τρόπον ὁ πρωτότοκος πάσης κτίσεως, ὁ δι’ οὗ γεγόνασιν ἀρχαί τε καὶ ἐξουσίαι θρόνοι τε καὶ κυριό‐ τητες, ὁ ἐν ὧι τὰ πάντα συνέστηκεν, πρωτότοκος ἐκ νεκρῶν καὶ ἀπαρχὴ γέγονε τῶν κεκοιμημένων, εἰ μὴ τὸ παθεῖν πεφυκὸς ἴδιον ἐποιήσατο σῶμα θεὸς ὢν ὁ λόγος; ὥσπερ
15δὲ γέγονε κατὰ σάρκα ἐκ γυναικός, τὴν καθ’ ἡμᾶς ἀνθρωπίνως ἀπότεξιν οἰκειούμενος, καί‐ τοι γέννησιν ἰδίαν ἔχων τὴν ἐκ πατρός, οὕτω καὶ σαρκὶ λέγεται παθεῖν καθ’ ἡμᾶς τε καὶ ἀνθρωπίνως, καίτοι φύσει προσὸν αὐτῶι τὸ ἀπαθὲς ἔχων, καθὸ νοεῖται θεός. οὕτως γὰρ εἷς νοεῖται Χριστός, οὕτως ἐστὶν καὶ σύνεδρος τῶι πατρί, οὐχ ὡς ἄνθρωπος τῆι ἐνοι‐ κήσει τοῦ θεοῦ λόγου τετιμημένος, ἀλλ’ ὡς υἱὸς ἀληθῶς, καὶ ὅτε γέγονεν ἄνθρωπος.
20τετήρηται γὰρ αὐτῶι τῆς οὐσιωδῶς ἐνυπαρχούσης ὑπεροχῆς τὸ ἀξίωμα, καὶ εἰ πέφηνεν οἰκονομικῶς ἐν δούλου μορφῆι. οὐκοῦν καθὰ φαμέν, εἰ καὶ κοινωνὸς τῆς ἡμετέρας φύ‐ σεως ἦν καθὸ ἄνθρωπος, ἀλλ’ ἦν μετὰ τούτου καὶ ὑπὲρ πᾶσαν τὴν κτίσιν ὡς θεός. Ἐπυθόμην δὲ τινὰς τῆς εἰς οὐρανοὺς ἀνόδου τὴν αἰτίαν ἐξηγουμένους εἰς χωρίον αὐτὸν ἀναφοιτῆσαι λέγειν ἀσφαλές τε καὶ ἄσυλον, ἠξιῶσθαι δὲ καὶ τῆς πρὸς τὸν πατέρα
25συνεδρίας, ἔνθα, φησίν, ὁ ἐχθρὸς τῆς ἡμετέρας φύσεως οὐ δύναται πλησιάσας αὐτῶι πάλιν ἐπιβουλεῦσαι. φρούριον οὖν, εἰπέ μοι, γέγονεν ὁ οὐρανὸς αὐτῶι καὶ φυγὴ μᾶλλον, οὐκ ἀνάληψις ἡ ἀφ’ ἡμῶν ἀποδημία γέγονεν, ἐφ’ ἧι καὶ καυχώμεθα; ἐδεδίει δὲ κατὰ τὸ εἰκὸς μὴ ἄρα πως δευτέραν αὐτῶι συμπήξηι πάγην ὁ πονηρός, καὶ εἰ μὴ γέγονεν ἀνελθεῖν, ἐπε‐ βουλεύθη ἄν, ὡς ἔοικεν, καὶ μετὰ τὴν ἀνάστασιν. τίς τῶν τοιούτων ἐμέτων οὐκ ἀπο‐
30φοιτήσει μακράν; ἢ τίς τῆς οὕτως αἰσχρᾶς τερατολογίας οὐκ ἀπαναστήσεται, πολλὰ χαίρειν εἰπὼν τοῖς τὰ τοιαῦτα τολμῶσιν φρονεῖν ἢ λέγειν; ἄπαγε τῆς οὕτω μυσαρωτάτης καὶ
χαμαιπετοῦς ἐννοίας· οὐδὲν οἶμαι τούτων γραοπρεπέστερον οὐδὲ ἀμαθέστερον. ἥκει γὰρ

1,1,3

96

εἰς τοῦτο χυδαιότητος ἐννοιῶν τὸ χρῆμα αὐτοῖς, ὡς οὐδὲν εἶναι τὸ αἴσχιον. ἀποπερά‐ νας γὰρ ὁ Χριστὸς τὴν καθ’ ἡμᾶς οἰκονομίαν καὶ πατήσας τὸν σατανᾶν καὶ πᾶσαν αὐτοῦ τὴν δύναμιν κατασείσας, καταλύσας δὲ καὶ αὐτοῦ τοῦ θανάτου τὸ κράτος, ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν, ἀναφοιτήσας εἰς τὸν οὐρανὸν καὶ ἐμφανισθεὶς ὑπὲρ ἡμῶν τῶι
5προσώπωι τοῦ θεοῦ καὶ πατρός, καθὰ γέγραπται· συνεδρεύει δὲ αὐτῶι καὶ μετὰ σαρκός, οὐχ ὡς ἄνθρωπος ἰδικῶς νοούμενος καὶ ἕτερος υἱὸς παρὰ τὸν αὐτοῦ λόγον οὐδὲ ὡς ἔνοι‐ κον ἔχων αὐτόν, ἀλλ’ ὡς υἱὸς ἀληθῶς εἷς τε καὶ μόνος, καὶ ὅτε γέγονεν ἄνθρωπος. συνεδρεύει τοίνυν ὡς θεὸς θεῶι καὶ κύριος κυρίωι καὶ υἱὸς πατρὶ τῶι κατὰ ἀλήθειαν, φύσει τοῦτο ὑπάρχων, κἂν εἰ νοοῖτο μετὰ σαρκός.
10 Καὶ ἦν μὲν ἴσως διὰ μακρῶν ἔτι λόγων τῆς ἐκείνων ἀμαθίας καταδεῖξαι τὸ βάρα‐ θρον· τὸ δὲ τοῖς οὕτω ψυχροῖς ἀντιλέγειν διὰ πλειόνων ἔτι τάχα που συναμαθαίνειν ἐστὶ τοῖς ἐκεῖνα πεφλυαρηκόσιν. προσεπενεγκεῖν δὲ τοῖς εἰρημένοις ἀναγκαῖον οἶμαί που τὰ δι’ ὧν οἴονται καταπτοεῖν δύνασθαι τὴν συναγωγὴν κυρίου κατὰ τὸ γεγραμμένον καὶ κατα‐ τοξεύειν ἐν σκοτομήνηι τοὺς εὐθεῖς τῆι καρδίαι, τουτέστι τοὺς ἐν ἁπλότητι γνώμης δια‐
15βιοῦν ἡιρημένους καὶ τῆς πίστεως τὴν παράδοσιν καθάπερ τινὰ παρακαταθήκην λαβόντας εἰς νοῦν ὑγιᾶ τε καὶ ἀπαράφθορον τηροῦντας αὐτήν. οἱ γάρτοι δεινοὶ πρὸς ἀπάτην καὶ ἐννοιῶν εὑρήμασιν πολυπλόκως ἐξυφασμένοις τῆς τῶν ἀληθῶν ἀποκομίζοντες θήρας τοὺς ἀμαθεστέρους, οἱ τὰς τῶν ἑτέρων αἱρετικῶν κακίας ἀπομιμούμενοι προτείνουσιν ἀμαθῶς ἃ δὴ κἀκείνοις ἔθος, οὐκ ἐννοοῦντες τὸ γεγραμμένον· οὐαὶ ὁ ποτίζων τὸν πλησίον
20αὐτοῦ ἀνατροπὴν θολεράν. οἱ μὲν γὰρ τῆς Ἀρείου δυσσεβείας ὑπασπισταὶ τὸν μονογενῆ τοῦ θεοῦ λόγον ἑτεροούσιον εἶναί φασιν καὶ ἐν δευτέροις τίθενται τοῦ γεννήσαντος κτιστόν τε καὶ γενητὸν εἶναι διατείνονται καὶ τῆι κτίσει συντάττουσι τὸν δι’ οὗ τὰ πάντα καὶ ἐν ὧι τὰ πάντα· εἶτα τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ μονογενοῦς πολυπραγμονοῦντες τὸ μυστήριον, κακουργότατα παραφθείρουσι τῆς ἀληθείας τὴν δύναμιν καὶ τῆς Ἀπολιναρίου
25δόξης τὰ ἐγκλήματα προαρρωστοῦντες αὐτοὶ σάρκα μὲν λαβεῖν τὸν τοῦ θεοῦ λόγον διισχυ‐ ρίζονται, ἐψυχωμένην γε μὴν νοερῶς ἥκιστά γε, εἶναι δὲ μᾶλλον αὐτὸν ἀντὶ νοῦ καὶ ψυχῆς ἐν τῶι σώματι. κακουργότατα δὲ, ὡς ἔφην, τοῦτο δρῶντες ἁλίσκονται. ἵνα γὰρ τὰς ἀνθρωπίνας τοῦ κυρίου φωνὰς μὴ οἰκονομικῶς εἰρῆσθαι νομίζωμεν καὶ κατά γε τὸ πρέπον τῆι ἀνθρωπότητι μέτρον, ἐπειδὴ γέγονεν ἄνθρωπος, ὑπεκκλέπτουσι τῆς σαρκὸς τὴν νοεράν
30τε καὶ ἔνοικον αὐτῆι ψυχήν. οὕτως αὐτὸν καὶ ὑποβιβάζουσιν καὶ ἐν μείοσιν εἶναί φασιν οὐσιωδῶς τοῦ πατρός, τῆς κατ’ αὐτοῦ συκοφαντίας τὰς ἀφορμὰς ἐκ τῶν ἱερῶν γραμμάτων
ἀνοσίως ἐρανιζόμενοι. ἀλλ’ ἰδοὺ δὴ καὶ νῦν τῆς ἐκείνων ἀμαθίας οἱ ζηλωταὶ κατεπιφύ‐

1,1,3

97

ονται πικροὶ τῶν τὰς Νεστορίου κενοφωνίας οὐ προσιεμένων καὶ τὴν ὀρθὴν καὶ ἀμώμη‐ τον ἐκπολιορκοῦσι πίστιν, συρφετοὺς εἰκαίων συναγείροντες ἐννοιῶν. φασὶ μὲν γὰρ τὸν θεσπέσιον Παῦλον εἰπεῖν περὶ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ ὅτι κεκένωκεν ἑαυτὸν μορφὴν δούλου λαβὼν ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι
5εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυρο. δι’ ὃ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῶι ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. καὶ μὴν καὶ ἑτέρωθί που· ὅτι ὁ θεὸς ἦν ἐν Χριστῶι, κόσμον καταλλάσσων ἑαυτῶι. καὶ πάλιν· ἐν ὧι κατώικησε πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. ἐφαρμόζονται δὲ καὶ
10ταῖς τοῦ Πέτρου φωναῖς, ποτὲ μὲν λέγοντος Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὡς ἔχρισεν αὐτὸν ὁ θεὸς πνεύματι ἁγίωι καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώ‐ μενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ θεὸς ἦν μετ’ αὐτο. καὶ πάλιν· τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ θεὸς τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις πάντας πανταχοῦ μετανοεῖν,
15καθότι ὥρισεν ἡμέραν κρίσεως, ἐν ἧι μέλλει κρίνειν τὴν οἰκουμένην, ἐν ἀνδρὶ ὧι ὥρισεν, πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. ταῦτα παραθέντες καὶ τὰ καθ’ ἕτερον τρόπον ἀνθρωποπρεπῶς εἰρημένα προσερωτῶσιν εὐθύς, ἐκ μοχθηρῶν ἐννοιῶν πικροὺς ἀναπτύοντες λόγους· τίνι δέδωκεν ὁ θεὸς καὶ πατὴρ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα; ἆρα τῶι ἰδίωι λόγωι; καὶ πῶς οὐκ ἀπίθανον κομιδῆι τὸ
20χρῆμα; φασίν. ἦν γὰρ ἀεὶ θεὸς ὡς ἐξ αὐτοῦ κατὰ φύσιν γεγεννημένος· ὄνομα δὲ τοῦτο τὸ ὑπὲρ πᾶν ὄνομα νοοῖτ’ ἂν εἰκότως. τί γὰρ ἐπέκεινα τοῦ κατὰ φύσιν θεοῦ; τίνα δὲ κέχρικεν ἁγίωι πνεύματι; ἢ μετὰ τίνος ἦν ὁ θεός; προσεπάγοντες δὲ τούτοις τὰ ἕτερα διακυκῶσι λίαν καὶ θορύβου πιμπλᾶσι τῶν ἀκεραιοτέρων τὸν νοῦν. διορίζοντες δὲ παν‐ ταχῆι (ψυχικοὶ γάρ εἰσι, πνεῦμα μὴ ἔχοντες) καὶ ἀποδιιστάντες εἰς υἱοὺς δύο τὸν ἕνα
25Χριστὸν καὶ υἱὸν καὶ κύριον, ἐξ αὐτῶν ἁλώσονται τῶν ἰδίων ἐγχειρημάτων. ἕνα μὲν γὰρ Χριστὸν καὶ υἱὸν ὁμολογεῖν ὑποπλάττονται καὶ ἓν αὐτοῦ πρόσωπον εἶναί φασιν, διαι‐ ροῦντες δὲ πάλιν εἰς ὑποστάσεις δύο κεχωρισμένας τε καὶ ἀποφοιτώσας ἀλλήλων εἰς ἅπαν τὸν τοῦ μυστηρίου παρευθύνουσι λόγον. φασὶν γὰρ δὴ τὸν ἐκ γυναικὸς ἤτοι τὴν τοῦ δούλου μορφὴν ἰδίαι τε καὶ κατὰ μόνας τὸ ὑπὲρ πᾶν ὄνομα λαβεῖν, ὑπομεῖναι δὲ καὶ τὴν
30χρίσιν τοῦ ἁγίου πνεύματος καὶ τὸ ἔχειν ἀεὶ συνόντα τὸν θεόν, τουτέστι τὸν ἐκ θεοῦ
πατρὸς λόγον· ἀβελτηρίας δὲ τῆς ἁπασῶν ἐσχάτης ἐξόζοντας ἐναργῶς ἐρεύγονται λόγους.

1,1,3

98

πονηροὶ γὰρ ὄντες ἀγαθὰ λαλεῖν οὐκ ἂν δύναιντο κατὰ τὴν τοῦ σωτῆρος φωνήν. ἦν μὲν γὰρ ὁμολογουμένως καὶ ἔστιν ἀεὶ θεὸς καὶ κύριος ὁ τὴν ἐκ θεοῦ πατρὸς γέννησιν ἄποπτόν τε καὶ ἀπόρρητον ἔχων· ἐπειδὴ δὲ γέγονεν ἐκ γυναικὸς κατὰ σάρκα, παραδόξως μὲν καὶ ὑπὲρ ἡμᾶς ἐν ἐπιφοιτήσει πνεύματος ἁγίου καὶ ἐν ἐπισκιασμῶι δυνάμεως θεοῦ, τὴν
5δ’ οὖν καθ’ ἡμᾶς ἀπότεξιν ὑπομείνας (οὕτω γὰρ ἑαυτὸν κενῶσαι λέγεται ταπεινῶσαί τε καὶ ἐν ὑπακοῆι γενέσθαι τῆι μέχρι θανάτου καὶ σταυροῦ), ταύτηι τοι καὶ μάλα εἰκότως λέγεται λαβεῖν τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ αὐτῶι κάμπτει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός. οὐ γὰρ ἠγνόησεν ἡ λογικὴ κτίσις ὅτι
10θεὸς ἦν ὁ ἐνανθρωπήσας λόγος· εἰ γὰρ καὶ γέγονεν ἐν τοῖς καθ’ ἡμᾶς καὶ παραπλησίως ἡμῖν μετέσχεν αἵματος καὶ σαρκός, ἀλλ’ οὖν οὐκ ἀποπεφοίτηκεν τοῦ εἶναι θεὸς οὐδὲ ἀπό‐ βλητον ἐποιήσατο τὸ εἶναι ὃ ἦν. μεμένηκε γὰρ προσκυνητὸς εἰς δόξαν θεοῦ πατρός· δόξα γὰρ αὐτῶι συμβασιλεύοντά τε καὶ συμπροσκυνούμενον ἑαυτῶι τὸν ἴδιον ἔχειν υἱόν, εἰ καὶ γέγονεν οἰκονομικῶς ἄνθρωπος, ἵνα σώσηι τὴν ὑπ’ οὐρανόν.
15 Οὐκοῦν ὅτε παρά τε τῶν ἁγίων ἀγγέλων καὶ ἡμῶν τῶν ἐπὶ τῆς γῆς ἐπιστεύθη καὶ μετὰ σαρκὸς ὡς εἴη θεὸς φύσει τε καὶ ἀληθῶς, τότε τὸ ὑπὲρ πᾶν ὄνομα νοεῖται λαβών, οὐκ ἐν προσθήκης μοίραι τὸ χρῆμα κερδαίνων αὐτός (ὃ γὰρ ἦν τε καὶ ἔστιν ἀεί, πῶς ἂν ὡς οὐκ ἔχων λάβοι;), ἐλλάμψαντος δὲ μᾶλλον ταῖς ἁπάντων διανοίαις τοῦ θεοῦ καὶ πατρὸς καὶ τὸν σαρκωθέντα λόγον ὅτι θεὸς κατὰ φύσιν ἐστίν, ἀγνοηθῆναι μὴ συγχωρήσαντος.
20οὐδεὶς γάρ φησιν, δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσηι αὐτόν. γέγονεν δὲ καὶ ἡ χρίσις αὐτῶι περὶ τὸ ἀνθρώπινον· ἅγιος γὰρ ὢν κατὰ φύσιν, καθάπερ ἀμέλει καὶ ὁ πατήρ, ὁ ἐξ αὐτοῦ πεφηνὼς υἱὸς μονογενὴς κεχρίσθαι λέγεται καθ’ ἡμᾶς ἢ γοῦν ἡγιάσθαι παρὰ τοῦ πατρός, καθὸ πέφηνεν ἄνθρωπος. γράφει γοῦν ὁ πάνσοφος Παῦλος περί τε αὐτοῦ καὶ ἡμῶν· ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγια‐
25ζόμενοι ἐξ ἑνὸς πάντες, δι’ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. οὐκοῦν κατὰ φύσιν ἅγιος ὢν ὁ μονογενὴς καὶ ἁγιάζων τὴν κτίσιν, ὅτε κεχρημάτικεν ἡμῶν ἀδελφός, τότε καὶ μεθ’ ἡμῶν ἀνθρωπίνως κεχρίσθαι λέγεται, τὸ τῆι ἀνθρωπότητι πρέπον τε καὶ ἐοικὸς οὐκ ἀτιμάσας μέτρον διὰ τὴν οἰκονομίαν. οὕτω γάρ πού φησιν καὶ πρὸς τὸν
30θεσπέσιον βαπτιστὴν ὅτι πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην. εἰ δὲ δὴ λέγοιτο καὶ ὁ θεὸς εἶναι μετ’ αὐτοῦ, πῶς ἠγνόησαν οἱ δεινοὶ σοφισταὶ ὅτι σύνε‐ στιν ἀεὶ φυσικῶς ὁ πατὴρ τῶι υἱῶι, αὐτός τε ὢν ἐν αὐτῶι καὶ ἔχων αὐτὸν ἐν ἑαυτῶι; ἢ οὐ διαμέμνηνται λέγοντος τοῦ Χριστοῦ· τοσοῦτον χρόνον μεθ’ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα· ἐγὼ καὶ ὁ
35πατὴρ ἓν ἐσμέν· οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῶι πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί

1,1,3

99

ἐστιν; ἔφη δὲ καὶ ἑτέρωθι τοῖς μαθηταῖς προσλαλῶν· ἔρχεται ὥρα καὶ ἐλήλυθεν ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια καὶ ἐμὲ μόνον ἀφῆτε, καὶ οὔκ εἰμι μόνος, ὅτι ὁ πατὴρ [μου] μετ’ ἐμοῦ ἐστιν. οὐ γάρτοι, καθὰ νομίζουσιν οἱ τῶν ἀλλοτρίων ἐμέτων ἀσυνέτως ἀναπιμπλάμενοι, θεὸς ὢν ὁ λόγος ὡς ἕτερος ὢν υἱὸς μεθ’
5ἑτέρου γέγονεν υἱοῦ, τοῦ ἀναληφθέντος ἀνθρώπου· τομὴ γὰρ τοῦτο καὶ διαίρεσις, υἱῶν δυάδα παρακομίζουσα· ἀλλ’ ἦν ὁ θεὸς καὶ πατὴρ μετὰ τοῦ υἱοῦ, τουτέστι τοῦ σαρκωθέντος τε καὶ ἐνανθρωπήσαντος τοῦ θεοῦ λόγου· ἀχώριστος γὰρ ὁ πατὴρ τοῦ υἱοῦ. εἰ δὲ δὴ μέλλει κρίνειν ὁ θεὸς τὴν οἰκουμένην ἐν ἀνδρὶ ὧι ὥρισεν, οὐκ ἂν οἴοιτό τις εὖ φρονῶν ὅτι τὸν μονογενῆ φησι τὸ γράμμα τὸ ἱερὸν ὡς ἐν ἀνδρὶ νοουμένωι κατὰ μόνας υἱῶι τῶι
10ἐκ γυναικὸς δικάσειν τὴν ὑπ’ οὐρανόν, ἐκεῖνο δὲ μᾶλλον εὐσεβὲς ὑπάρχειν διαβεβαιού‐ μεθα τὸ χρῆναι νοεῖν ὅπερ ἔφη Χριστός· οὐδὲ γὰρ ὁ πατὴρ κρινεῖ οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκεν τῶι υἱῶι, ἵνα πάντες τιμῶσι τὸν υἱόν, καθὼς τιμῶσι τὸν πατέρα. ὁ γάρτοι θεὸς λόγος γεγονὼς ἄνθρωπος καὶ τελέσας ἐν ἀν‐ δράσιν ἢ γοῦν τοῦτο μεθ’ ἡμῶν ὀνομασθείς, οὐδὲν ἧττον ἔσται κριτὴς ὡς θεὸς καὶ κύριος
15καὶ εἷς ὢν υἱός, ἐνόντος αὐτῶι καὶ τότε τοῦ θεοῦ καὶ πατρός. ἔχει γὰρ, ὡς ἔφην, ἐν ἑαυτῶι τὸν γεννήσαντα, καὶ αὐτὸς δέ ἐστιν ἐν αὐτῶι. ὥσπερ δέ ἐστιν εἷς θεὸς καὶ πατήρ, ἐξ οὗ τὰ πάντα, οὕτω καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα. παρευθύνουσι δὲ οὐδὲν ἧττον ἐπὶ τὸ ἀκαλλὲς καὶ τὸ ὀρθῶς εἰρημένον διὰ τῆς τοῦ μακαρίου Παύλου φωνῆς. ὃ μὲν γὰρ ἔφη, καὶ μάλα ὀρθῶς, ὅτι θεὸς ἦν ἐν Χρι‐
20στῶι, κόσμον καταλλάσσων ἑαυτῶι· οἳ δὲ πάλιν παχεῖάν τινα τῶι ἑνὶ Χριστῶι καὶ υἱῶι τὴν τομὴν ἐπιφέροντες ἀποδιιστᾶσιν εἰς ἅπαν τὸν θεὸν λόγον καὶ ὡς ἐν ἑτέρωι τινὶ νοουμένωι Χριστῶι κατὰ μόνας εἶναί φασιν αὐτόν, ἵνα μὴ μᾶλλον σεσαρκωμένος, ἀλλ’ ἐνοικήσας ἀνθρώπωι νοῆται. ἀλλ’ ὅ γε τῶν ἱερῶν γραμμάτων σκοπὸς οὐχ ὧδε ταῦτα ἔχειν ἐφίησιν, ὦ σοφοί. συγχεῖτε γὰρ τὴν ἀνάγνωσιν, τὴν τῶν ἐννοιῶν δύναμιν ἐφ’ ἃ
25μὴ προσῆκεν, ἀποκομίζοντες, καίτοι δέον ἡμᾶς αἰχμαλωτίζειν πᾶν νόημα εἰς τὴν ὑπα‐ κοὴν τοῦ Χριστο, καθὰ γέγραπται. ἦν γὰρ ὁ θεὸς ἑαυτῶι κόσμον καταλλάσσων ἐν Χριστῶι· καταλλαττόμενοι γὰρ τῶι Χριστῶι τὰς πρὸς θεὸν καὶ πατέρα ποιούμεθα καταλ‐ λαγάς, ὅτι μὴ ἕτερος παρ’ αὐτὸν κατά γε τὸ ἐν οὐσίαι ταυτὸν ὁ ἐξ αὐτοῦ θεὸς λόγος, ἀδικούμενος οὐδὲν εἴς γε τὸ εἶναι κατὰ φύσιν υἱός, καὶ εἰ γέγονεν ἄνθρωπος· ἦν γὰρ τοῦτο
30καὶ μετὰ σαρκός. ὅτι δὲ τὴν καταλλαγὴν ἐσχήκαμεν ἐν Χριστῶι καὶ αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, τίς ὁ μὴ φάναι τολμῶν; αὐτὸς γάρ ἐστιν ἡ θύρα καὶ ἡ ὁδὸς καὶ ἐν αὐτῶι κατώικηκε πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. Ἀλλ’ ὀρθόν μοι πάλιν ἵστησι τὸ οὖς ὁ πικρὸς εἰς θεωρίας καὶ δεινὸς εἰς συκοφαντίας
καὶ δὴ καί φησιν· εἰ ἕτερος ὁ κατοικῶν, ἕτερος δὲ ὁμοίως ὁ ἐν ὧι κατοικῆσαι λέγεται,

1,1,3

100

πῶς οὐκ ἀναγκαῖον διαιρεῖσθαι τὰς ὑποστάσεις καὶ ὑφεστάναι λέγειν ἀνὰ μέρος ἑκατέραν; εἶτα ὅποι ποτὲ λοιπὸν τὸ ἓν πρόσωπον, εἰπέ μοι· ἓν γὰρ πρόσωπον τοῦ Χριστοῦ προσ‐ ποιοῦνται λέγειν, δύο δὲ ὑποστάσεων ἰδίαι τε καὶ ἀνὰ μέρος κειμένων ἔσονταί που πάν‐ τως καὶ πρόσωπα δύο. ἀλλ’ εἰσβαίνουσι νομοθέται, τὸ αὐτοῖς δοκοῦν ὡς ὀρθῶς ἔχον
5πάντηι τε καὶ πάντως κρατύνοντες. διαιροῦντες γάρ, φασίν, τὰς ὑποστάσεις ἑνοῦμεν τὸ πρόσωπον. καὶ πῶς οὐκ ἀπίθανον τοῦτο καὶ ἀμαθὲς καὶ ἀμήχανον; θεωρίαι μὲν γάρ, ὡς ἔφην, ἑτεροούσιον οὖσαν τὴν σάρκα παρὰ τὸν ἑνωθέντα αὐτῆι λόγον κατίδοι τις ἄν· ἐπειδὴ δὲ υἱὸν ἕνα καὶ Χριστὸν καὶ κύριον αἱ θεόπνευστοι λέγουσι γραφαὶ καὶ τῆς πίστεως ἡ παράδοσις οὕτως ἔχει καὶ οὐχ ἑτέρως, συνενεγκόντες ἡμεῖς εἰς ἀδιάτμητον ἕνωσιν ἐψυ‐
10χωμένηι νοερῶς τῆι σαρκὶ τὸν ἐκ θεοῦ πατρὸς λόγον ἕνα Χριστὸν καὶ υἱὸν ὁμολογοῦμεν ὑπάρχειν. ὡς δὲ ἑνὸς ὄντος υἱοῦ, καὶ ἓν αὐτοῦ φαμὲν εἶναι πρόσωπον, ἑπόμενοι παν‐ ταχοῦ τῶι θείωι τε καὶ ἱερῶι κηρύγματι καὶ τοῖς ἀπ’ ἀρχῆς αὐτόπταις καὶ ὑπηρέταις γενο‐ μένοις τοῦ λόγου, τοὺς δὲ ἕτερόν τι παρὰ τοῦτο φρονεῖν εἰωθότας καὶ συλλογισμῶν ἀσυ‐ νέτων εὑρήμασιν, ἐφ’ ἃ μὴ προσῆκεν, ἐκτετραμμένους ἀποπεμψόμεθα τῆς πρὸς ἑαυτοὺς
15κοινωνίας, λέγοντες· πορεύεσθε τῶι φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῆι φλογὶ ἧι ἐξεκαύσατε. Ἐπειδὴ δὲ μανθάνω τῶν ἀσυνέτων τινὰς περινοστοῦντας λέγειν ὡς κεκράτηκε παρὰ τοῖς κατὰ τὴν Ἑώιαν ἅπασιν θεοσεβεστάτοις ἐπισκόποις ἡ Νεστορίου κακοδοξία καὶ εὖ ἔχειν ὑπείληπται παρ’ αὐτοῖς καὶ αὐτῆι μᾶλλον ἕπεσθαι χρή, δεῖν ὠιήθην κἀκεῖνο μηνῦσαι. οἱ
20γάρτοι κατὰ τὴν Ἑώιαν ἅπαντες θεοσεβέστατοι ἐπίσκοποι ἅμα τῶι κυρίωι μου τῶι θεοσεβεστά‐ τωι ἐπισκόπωι τῆς Ἀντιοχέων ἐκκλησίας Ἰωάννηι δι’ ἐγγράφου καὶ σαφοῦς ὁμολογίας φανερὸν ἅπασιν κατέστησαν ὅτι τὰς μὲν βεβήλους Νεστορίου κενοφωνίας κατακρίνουσί τε καὶ ἀνα‐ θεματίζουσι μεθ’ ἡμῶν καὶ οὐδενὸς ἠξίωσαν αὐτὰς πώποτε λόγου, ἀλλὰ τοῖς ἀποστολικοῖς τε καὶ εὐαγγελικοῖς ἕπονται δόγμασιν καὶ τὴν τῶν πατέρων ὁμολογίαν κατ’ οὐδένα λυποῦσι
25τρόπον. ὡμολόγησαν γὰρ καὶ αὐτοὶ μεθ’ ἡμῶν ὅτι καὶ θεοτόκος ἐστὶν ἡ ἁγία παρθένος καὶ οὐ προσέθεσαν ὅτι Χριστοτόκος ἢ ἀνθρωποτόκος, καθά φασιν οἱ τὰ Νεστορίου δύστηνα καὶ ἀπόπτυστα δοξάρια θεραπεύοντες. ἀλλὰ γὰρ καὶ ἔφασαν ἐναργῶς ἕνα εἶναι Χριστὸν καὶ υἱὸν καὶ κύριον τὸν ἐκ θεοῦ μὲν πατρὸς πρὸ παντὸς αἰῶνος ἀπορρήτως γεννηθέντα θεὸν λόγον, ἐν ὑστέροις δὲ καιροῖς τὸν αὐτὸν καὶ ἐκ γυναικὸς κατὰ σάρκα, ὥστε τὸν
30αὐτὸν εἶναι θεόν τε ὁμοῦ καὶ ἄνθρωπον, τέλειον ἐν θεότητι καὶ τέλειον ἐν ἀνθρωπότητι
τὸν αὐτόν, καὶ ἓν αὐτοῦ τὸ πρόσωπον εἶναι πιστεύουσιν, κατ’ οὐδένα διαιροῦντες τρόπον

1,1,3

101

εἰς δύο υἱοὺς ἢ Χριστοὺς ἢ κυρίους. ἐὰν τοίνυν καταψευδόμενοί τινες λέγωσιν ἕτερά τινα παρὰ ταῦτα φρονεῖν αὐτούς, μὴ πιστευέσθωσαν, ἀλλ’ ὡς ἀπατεῶνες καὶ ψεῦσται κατὰ τὸν ἑαυτῶν πατέρα διάβολον ἀποπεμπέσθωσαν, ἵνα μὴ ταράττωσι τοὺς ἐθέλοντας ὀρθο‐ ποδεῖν. ἐὰν δὲ καὶ ἐπιστολὰς ἑαυτοῖς συντιθέντες τινὲς περιφέρωσιν ὡς ἐκ προσώπου
5γραφείσας ἀνδρῶν ἐπιφανεστέρων, οὐκ ὀφείλουσι θαρσεῖσθαι· οἱ γὰρ ἅπαξ ἐγγράφως ὁμο‐ λογήσαντες τὴν πίστιν πῶς ἕτερα γράφειν δύνανται, καθάπερ ἐκ μετανοίας εἰς τὸ μηκέτι βούλεσθαι φρονεῖν ὀρθῶς παρενηνεγμένοι; Πρόσειπε τὴν σὺν σοὶ ἀδελφότητα. σὲ ἡ σὺν ἡμῖν ἐν κυρίωι προσαγορεύει.
ἐρρῶσθαί σε ἐν κυρίωι εὔχομαι.

1,1,4

3

(3)

Ἴσον θείου γράμματος ἀποσταλέντος διὰ Ἀριστολάου τριβούνου καὶ νοταρίου Ἰωάννηι ἐπισκόπωι Ἀντιοχείας περὶ τῆς εἰρήνης καὶ ἑνώσεως τῶν ἐκκλησιῶν
5 Αὐτοκράτορες Καίσαρες νικηταὶ τροπαιοῦχοι μέγιστοι καὶ ἀεισέβαστοι Θεοδόσιος καὶ Οὐαλεντινιανὸς Ἰωάννηι ἐπισκόπωι Ἀντιοχείας. Σκοπὸς ἡμῖν τῆς εἰρήνης τὸ κατόρθωμα, ἣν δὴ τῶι ἐπιτηδεύματι τῶι ἑαυτῶν ἑπόμενοι διηνεκῶς πληροῦν ἐπαγγέλλεσθε, καὶ τοὺς ἄλλους δὲ πάντας ἀνθρώπους, ὡς δι’ ἀγάπην ἱερεῖς προβαλλόμενοι, διδάσκειν οὐ παύεσθε. καιρὸς οὖν, ἐπειδὴ ταύτην ὀκλάζειν ὅθεν οὐκ ἐχρῆν, συμβέβηκεν, εἰς τοῦτο προτρέπειν, εἰς
10ὅπερ τοὺς ἄλλους ἐνάγοντες νομίζομεν ὡς προθύμως ἐλεύσεσθε. πρᾶγμα γὰρ φευκτὸν καὶ ἀπροσδόκητον ἐπὶ τῶν ἡμετέρων καιρῶν συνέβη, ἱερέων τῆς ἀληθοῦς θρηισκείας διχό‐ νοια, ἥτις καὶ πᾶσαν διηγήσεως δύναμιν ὑπερβέβηκεν. ὅτε γὰρ ἠλπίσθη παντοία καὶ μέχρις ὑποψίας περιαιρεθήσεσθαι φιλονεικία καὶ τὸ τῆς τελειοτάτης ἑνώσεως παρακολουθή‐ σειν συμπέρασμα, τότε διαστάσεως καὶ θορύβου μεγίστου προφάσεις ἐξήφθησαν. ἀδη‐
15μονία τοιγαροῦν ἐν τῶι πράγματι καὶ πολλῆς ἀθυμίας ἀφορμὴ τὸ τοὺς διδασκάλους τῆς ἐκκλησιαστικῆς εἰρήνης καὶ τὴν πηγὴν τῆς ὁμονοίας εἰς τοσοῦτον διχονοίας τραπῆναι, ὡς δεῖσθαι τῶν αὐτοὺς προτρεπόντων ὥστε μεμνῆσθαι τούτων ἃ πρεσβεύειν ἐτάχθησαν. τὴν τοσούτου τοίνυν κακοῦ λύσιν, ὅθεν καὶ τὴν ἀρχὴν εἴληφεν, εὕρασθαι προσδοκήσαντες καὶ ἐπιμελῶς ὅπως ἂν τοῦτο κατορθωθείη, φροντίσαντες, ἵνα μὴ ἕρπον ἐπινεμηθῆι πλέον τὸ
20τῆς φιλονεικίας ἐλάττωμα, τοῦτ’ ἐσκοπήσαμεν, πάντων ἡμῖν συνδραμόντων, τοῦ τε ἁγιω‐ τάτου τῆς ἐνδόξου ταύτης πόλεως καὶ πάντων τῶν εὑρεθέντων ἐνταῦθα θεοφιλεστάτων ἐπισκόπων καὶ τοῦ παντὸς αὐτῶν κλήρου, εἰς τὸ τὰ καλῶς πρώην ἡνωμένα δυστήνου τε πάθους παρεισπεσόντος διασπασθέντα τῆς ὀρθοδόξου πίστεως μέλη συναρμόσαι, ὥστε
ὑμᾶς, σέ τε φαμὲν καὶ τὸν εὐλαβέστατον ἐπίσκοπον τῆς Ἀλεξανδρέων Κύριλλον, συμβάντας

1,1,4

4

ἀλλήλοις ἀποθέσθαι τὴν μεταξὺ ὑμῶν δυσχέρειαν τε καὶ ἀμφισβήτησιν, ἐπαγγειλαμένων ὧν προείπομεν εὐλαβεστάτων ἀνδρῶν ὡς εἰ ὑπογράφοις τῆι καθαιρέσει Νεστορίου καὶ τὴν τούτου ἀναθεματίζοις διδασκαλίαν, οὐδὲ μία περιλειφθήσεται ἀμφιβολίας ἀφορμή, ἀλλ’ εὐθὺς καὶ ὁ ἁγιώτατος ἐπίσκοπος Κύριλλος καὶ αὐτοὶ οἱ μετ’ αὐτοῦ, καὶ ὁ ὁσιώτατος δὲ τῆς
5ἐνδόξου Ῥώμης ἐπίσκοπος Κελεστῖνος καὶ πάντες οἱ πανταχοῦ τῆς ὀρθοδόξου πίστεως ἱερεῖς τῆι σῆι θεοσεβείαι κοινωνήσουσι, τῶν ἄλλων, εἴ γέ τινα εἴη τὰ ὀφείλοντα διορθω‐ θῆναι, τὴν πρέπουσαν εὐχερῶς δεχομένων λύσιν, ἣν αὐτοὶ ἀναγκαίως ἀναλαβόντες καὶ συμπείσαντες ἑαυτοὺς ἰδίαι τε καὶ κοινῆι πάντας ἐπάξετε. γνοὺς τοίνυν ταύτην ἡμῶν εἶναι τὴν σπουδὴν καὶ τοῦτο τὸ βούλευμα, μηδενὸς ἄλλου θελήσηις φροντίδα ποιήσασθαι ἢ
10τοῦ πάσης ἐκποδὼν ἔριδος καὶ ζηλοτυπίας γενομένης τὴν εἰρήνην ἐπιμελῶς καὶ βεβαίως ταῖς ἁγιωτάταις ἐκκλησίαις ταῖς πανταχοῦ τῆς ὀρθοδόξου πίστεως καὶ διὰ τοῦτο πᾶσι τοῖς ὑφ’ ἡμᾶς τῆι τοῦ κρείττονος βοηθείαι πήξασθαι καὶ ἐλθεῖν μετὰ πλείστης ταχυτῆτος ἐν τῆι Νικομηδέων πόλει, μηδένα τὸ σύνολον ἐπισκόπων μετὰ σαυτοῦ ἐπαγόμενος πλὴν ὀλίγων τῶν ὑπηρετουμένων τῆι σῆι ἁγιότητι κληρικῶν. καὶ δίχα πάσης ὑπερθέσεως σπούδασον,
15εἰδὼς ὡς καὶ Κύριλλον τὸν ἁγιώτατον ἐπίσκοπον ὁμοίως ἐκεῖσε ἐπειχθῆναι καὶ συνδρα‐ μεῖν τῆι αὐτῆι προθυμίαι θείοις ἡμῶν γράμμασι προσετάξαμεν, τούτωι παρεγγυήσαντες μὴ ἄλλως αὐτὸν πρὸς ἡμᾶς ἐλεύσεσθαι πρὶν ἂν συντυχόντες ἑαυτοῖς καὶ τὰ τῆς πρὸς ἀλλή‐ λους ἔχθρας ἀποθέμενοι εἰς τὸ τὴν εἰρήνην βεβαιωθῆναι δι’ οἰκείας ὁμονοίας τῶι σκοπῶι τῶν πάντων συνέλθητε. ὅπερ ἔσεσθαι καὶ ἐπὶ τῆι σῆι εὐλαβείαι σημαίνομεν· ἄνδρες γὰρ
20ὄντες τοσοῦτοι οὓς ἐκδέχεται καὶ τὰ τῆς εἰρήνης ἀγαθὰ καὶ τὰ τῆς διχονοίας κακὰ λαθεῖν οὐκ ἀνέχεται, οὐ πρότερον παρ’ ἡμῶν ὀφθήσεσθε, ἄχρις ἂν διορθωθῆι ταῦθ’ ἅπερ ἡμᾶς οὐ μικρῶς ἀθυμῆσαι πεποίηκεν. ἐν τοσούτωι δὲ ἐν ὅσωι ἡ σπουδαζομένη τῆς εἰρήνης καὶ ὁμονοίας τῆς ὑμετέρας καὶ τῆς πρὸς ἀλλήλους φιλίας καὶ ἐκ ταύτης τῆς πρὸς ἡμᾶς προ‐ οδοποιηθείσης συντυχίας βεβαιοῦται συγκρότησις, μηδεμία ἐξ ἐπισκοπικῶν καταστάσεων ἢ
25καθαιρέσεων ἢ καὶ οἱασδηποτοῦν χειροτονίας καινοτομία προσγένηται, ἀλλ’ εἴ τι καὶ ἐν τῶι μεταξὺ γενέσθαι συμβέβηκε, τοῦτο ἐν ἡσυχίαι μένον ἀτάραχον τὴν τῆς καθολικῆς ἐκκλησίας φυλαττέτω κατάστασιν, ἐπαρκούντων τῶν ὄντων εὐλαβεστάτων κληρικῶν, ἄχρις ἂν τελεία ἕνωσις παρακολουθήσηι, πρὸς τὸ τὰς θείας ὑπηρεσίας ἐκτελεῖν. Ἔχεις παρ’ ἡμῶν ταῦτα, καὶ οὐκ ἀμφιβάλλομεν ὡς παντὶ σθένει καὶ πάσηι δυνάμει,
30εἰλικρινῆ καὶ ἀμετάτρεπτον ἑωρακὼς τὴν ἡμετέραν πρόθεσιν καὶ ἀξίαν Χριστιανικῆς ἐν‐

1,1,4

5

στάσεως, συμπράξεις καὶ αὐτὸς καὶ οὐδένα κάματον ἢ σκυλμόν, οὐχ ὕβρεως καταφρόνησιν, οὐκ ἀμνηστίαν ὀργῆς ἀναδέξασθαι παραιτήσηι ὑπὲρ τοῦ τὰ παρὰ τῆς ἡμετέρας εὐσεβείας ἕνεκεν τῆς ὀρθοδόξου πίστεως καὶ τῆς τῶν ἁγιωτάτων ἐκκλησιῶν ἑνώσεως προσταχθέντα πέρατι παραδοθῆναι. εἰ δέ, ὅπερ οὐ πιστεύομεν, ἐναντίον τι ταύτης ἡμῶν τῆς γνώμης καὶ
5τοῦ οὕτως ὀρθοῦ βουλεύματος φρονῆσαι ἰδίωι τινὶ σκοπῶι καὶ ἐνστάσει ἀνθρωπίνου πά‐ θους ἐπιχειρήσειας τῶν τε ἄλλων παρ’ ἡμῶν κελευσθέντων ἀμελήσειας, σαυτῶι λογιῆι, ὡς τῆς προθυμίας τῆς περὶ τὴν συγκρότησιν τῶν τοῦ θεοῦ ἐκκλησιῶν ἡ σὴ ὁσιότης καταφρο‐ νήσασα ἀξίας ἀμοιβὰς ἀπενέγκηται.
10Γράμμα βασιλικὸν ἀποσταλὲν τῶι μακαρίωι Συμεῶνι τῶι στυλίτηι Ὅλον τὸν τῆς σῆς εὐλαβείας βίον ἐπεστράφθαι πρὸς τὸν θεὸν καὶ οὕτως ζῆν ὥστε δύνασθαι τῆι παρρησίαι καὶ τὴν περὶ ἡμᾶς προκαλεῖσθαι εὐμένειαν, ἀκριβῶς ἐπιστάμενοι, ἀναγκαίως νῦν ἐπὶ τάδε τὰ γράμματα ἐλθεῖν προετράπημεν, ἵνα ἀληθῶς πρᾶγμα τῆς τοῦ θεοῦ προνοίας ἐχόμενον ἐν τούτωι μάλιστα τῶι χρόνωι κατορθῶσαι σπουδάσηις, φαμὲν δὴ
15τὴν καλῶς ῥιζωθεῖσαν εἰρήνην βεβαιωθῆναι, τὴν δὲ διαβόλου τινὸς κακομηχανίαι ἐμβληθεῖσαν μάχην ἐκποδὼν γενέσθαι παρασκευάσηις. ἔσται δὲ τοῦτο, εὖ ἴσμεν πεποιθότες ταῖς τε εὐχαῖς τῆς σῆς ὁσιότητος καὶ τῆι πρὸς τοὺς δυναμένους ταύτην θεμελιῶσαι καὶ διεσπα‐ σμένην ἀνανεώσασθαι ἐνστάσει τε καὶ προτροπῆι. ὁ γὰρ εὐλαβέστατος Ἰωάννης ὁ τῆς Ἀντιοχέων ἐπίσκοπος ἐὰν τῆι καθαιρέσει τοῦ ἐμβαλόντος τὰ τῆς φιλονεικίας σπέρματα
20ὑπογράψαι βουληθῆι καὶ πείσηι ὡς οὐ συναινεῖ τῶι κατὰ καινοτομίαν καὶ ἀφροσύνην ἐπι‐ χειρηθέντι δόγματι, πάλιν ἡ τῶν ἀποσπασθέντων μελῶν ἕνωσις ἐπακολουθήσει, εἰς τοῦτο πάντων ὁμοῦ συντρεχόντων. εἰ γὰρ τοῦτο ποιήσειε καὶ τῶι εὐλαβεστάτωι ἐπισκόπωι τῆς Ἀλεξανδρέων Κυρίλλωι ὁμονοήσειεν, ὧιπερ οἵ τε ἐν τῆι Δύσει καὶ οἱ ἐνταῦθα καὶ οἱ πανταχοῦ συντρέχουσιν, τὰ πάλαι τῆι τοῦ θεοῦ φιλανθρωπίαι συγκροτηθέντα καὶ νῦν ἁρ‐
25μοσθήσεται. τὴν γὰρ ἀηδίαν καὶ τὸν θόρυβον ἡ περιττὴ καὶ ἀνόνητος, μᾶλλον δὲ καὶ ἐπιβλαβὴς διδασκαλία ἐνεγέννησεν, ἥτις ἐξωσθεῖσα καὶ πόρρω που τῶν ψυχῶν ἡμῶν ἐλα‐ θεῖσα ταῖς ὑμετέραις εὐχαῖς ἡμᾶς ἀναπαῦσαι, καθὼς εἰς τὴν τοῦ θεοῦ προστασίαν ἐλπί‐ ζομεν, καὶ ἀνακτήσασθαι δυνήσεται. οὕτω γὰρ ἡμᾶς ἡ νῦν διχόνοια καὶ φιλονεικία
ταράττει, ὥστε καὶ πρώτην ταύτην αἰτίαν εἶναι τῶν συμβαινόντων δυσχερῶν λογίζεσθαι,

1,1,4

6

θαρρεῖν δὲ ὡς πάντα τὰ τῆς ἡμετέρας βασιλείας κατὰ γνώμην τῆς τοῦ θεοῦ φιλανθρωπίας προβήσεται, τῶν τῆς ἐκκλησίας καὶ τῆς ὀρθοδόξου πίστεως μελῶν συναπτομένων τε καὶ ἑνουμένων. ἐπὶ τούτωι τῶι κατορθώματι καὶ ἀγώνισαι ἀγῶνα τὸν κάλλιστον, ὥστε περι‐ γενέσθαι τῶν τοῦ δαίμονος ἐπιχειρημάτων. λογισθήσεται γάρ σοι καὶ τοῦτο εἰς ἆθλον
5μέγιστον καὶ νίκην ἰσχυροτάτην, ἧς τευξόμενος σαυτῶι ἀκολουθήσεις, ταῦτα πράττων ἅπερ ἐπαγγέλληι· οἷς δὴ καὶ πιστούμενος παρακέκλησο πρεσβείαις ταῖς συνήθεσιν ἀδιαλείπτως ἡμᾶς τε καὶ τὴν ἡμετέραν βασιλείαν πάντας τε τοὺς ὑφ’ ἡμῶν ἀρχομένους τῶι θεῶι παρα‐ τίθεσθαι πρὸς τὸ ἡμῖν ἐξαιρέτως τοῖς ποιουμένοις τὴν ἁρμόζουσαν περὶ τὴν εἰρήνην τῆς αὐτοῦ θρηισκείας φροντίδα τὰ ἀγαθὰ παρὰ τῆς αὐτοῦ δυνάμεως ἄφθονα χορηγεῖσθαι.
13Λίβελλος ἐπιδοθεὶς τῶι ἀρχιεπισκόπωι Κυρίλλωι παρὰ Παύλου ἐπισκόπου Ἐμέσης τοῦ ἀπο‐ σταλέντος παρὰ Ἰωάννου Ἀντιοχείας
15 Τῶι δεσπότηι μου τῶι πάντων ἕνεκα ἁγιωτάτωι καὶ ὁσιωτάτωι ἐπισκόπωι Κυρίλλωι Παῦλος ἐν κυρίωι χαίρειν. Οἱ εὐσεβέστατοι καὶ καλλίνικοι ἡμῶν βασιλεῖς ἣν ἄνωθεν ἔχειν ἀξιοῦσι σπουδὴν καὶ ἐπιμέλειαν περὶ τὸ ὑπήκοον καὶ μάλιστα περὶ τὰς ἁγίας τοῦ θεοῦ ἐκκλησίας καὶ τὴν εὐσεβῆ καὶ εἰλικρινῆ καὶ ὀρθὴν πίστιν ἣν ἐκ πατέρων διεδέξαντο, ἐνδεικνύμενοι γράμμα ἐξέπεμψαν διὰ τοῦ περιβλέπτου τριβούνου καὶ νοταρίου Ἀριστολάου
20πρός τε τὴν σὴν ὁσιότητα καὶ πρὸς τὸν ὁσιώτατον καὶ ἁγιώτατον ἐπίσκοπον Ἰωάννην πρός τε τὸν ὁσιώτατον καὶ ἁγιώτατον πατέρα ἡμῶν Ἀκάκιον τὸν ἐπίσκοπον τῆς Βεροιαίων τὸ κελεῦον ὥστε συνελθόντας ἢ κατὰ πρόσωπον ἢ γνώμην γοῦν λύσιν δοῦναι ταῖς ἀνακυ‐ ψάσαις διαφοραῖς μεταξὺ τῶν θεοφιλεστάτων ἐπισκόπων τῶν εἰς τὴν Ἔφεσον συνεληλυ‐ θότων καὶ ἡμῶν αὐτῶν καὶ ταῖς ἁγίαις τοῦ θεοῦ ἐκκλησίαις τὴν τῶι θεῶι φίλην εἰρήνην
25πρυτανεῦσαι παῦσαί τε τὰς ὁσημέραι ἐγγινομένας ταραχὰς ταῖς ἁγίαις τοῦ θεοῦ ἐκκλησίαις συνθέσθαι τε τῆι Νεστορίου καθαιρέσει καὶ ἀναθεματίσαι τὴν φαύλην αὐτοῦ διδασκαλίαν. δεξάμενοι οὖν τὸ εὐσεβὲς τοῦτο καὶ φιλόχριστον γράμμα ὅ τε προειρημένος ἁγιώτατος ἐπίσκοπος Ἰωάννης καὶ ὁ ἁγιώτατος ἐπίσκοπος Ἀκάκιος καὶ λογισάμενοι ὡς ἔστι πολλὰ
δεόμενα τῆς κατὰ πρόσωπον ὑμῶν συντυχίας εἰς τὸ μὴ μακρὸν χρόνον ἐντριβῆναι τῆι

1,1,4

7

ὑποθέσει, ἀπέστειλάν με πρὸς τὴν σὴν ὁσιότητα ὥστε συσκοπῆσαί σου τῆι ἁγιότητι τίνα δεῖ τρόπον τὰ τῆς εἰρήνης ἀσφαλῶς διατεθῆναι καὶ τῆι ἀρίστηι ταύτηι πράξει τέλος τὸ δέον καὶ λυσιτελὲς ἐπιθεῖναι. ἐλθὼν οὖν καὶ συντυχὼν καὶ διαλεχθεὶς εὗρον τὴν σὴν ὁσιότητα παρεσκευασμένην ἡμέρως καὶ εἰρηνικῶς καὶ ὡς ἀρχιερεῦσι πρέπει, διαθεῖναι τὰ ἐν
5χερσὶν καὶ δὴ γράμμα ἡμῖν ἐνεχείρισεν ἡ σὴ ἁγιότης κηρύττον ἣν ἐκ πατέρων διεδεξάμεθα ὀρθὴν καὶ ἀκηλίδωτον πίστιν, ὃ πρῶτον ἦν καὶ ἄξιον πόνου καὶ σπουδῆς. ἐπειδὴ δὲ ἔδει καὶ τὰ κατὰ Νεστόριον τύπον λαβεῖν τὸν ἄνωθεν ἡμῖν δόξαντα, πεποίημαι παρὼν πρὸς παροῦσάν σου τὴν ὁσιότητα τόδε τὸ γράμμα, δι’ οὗ ὁμολογῶ καταδεδέχθαι ἡμᾶς τὴν κα‐ τάστασιν τοῦ ὁσιωτάτου καὶ ἁγιωτάτου ἐπισκόπου Μαξιμιανοῦ, ἔχειν δὲ Νεστόριον τὸν πρὸ
10τούτου γεγονότα τῆς μεγίστης Κωνσταντινουπόλεως καθηιρημένον. καὶ ἀναθεματίζομεν τὰ ἐν διδασκαλίας μέρει ἀσεβῶς αὐτῶι εἰρημένα καὶ ἀσπαζόμεθα τὴν καθαρὰν καὶ εἰλικρινῆ πρὸς ὑμᾶς κοινωνίαν κατὰ τὴν ἐπιδοθεῖσαν τῆι σῆι θεοσεβείαι παρ’ ἡμῶν διὰ βραχέων περὶ τῆς τοῦ θεοῦ λόγου ἐνανθρωπήσεως ἔκθεσιν, ἣν καὶ ἐπήινεσας καὶ ὡς ἰδίαν ἐδέξω πίστιν· ἧς καὶ τὸ ἴσον ἐντέτακται τῶιδε τῶι γράμματι. καὶ ταύτηι τῆι καθαρᾶι κοι‐
15νωνίαι λύσιν διδόαμεν ἅπασι τοῖς ἐν μέσωι παρ’ ἑκατέρων τῶν μερῶν ὡς ἐν ταραχαῖς γεγενημένοις καὶ ἐπανερχόμεθα εἰς τὴν προτέραν τῶν ἐκκλησιῶν τῆι τοῦ θεοῦ χάριτι γαλήνην.
20 Τῶι ἁγιωτάτωι καὶ θεοφιλεστάτωι ἐπισκόπωι Κυρίλλωι Ἰωάννης ἐν κυρίωι χαίρειν. Πρώιην ἐκ θεσπίσματος τῶν εὐσεβεστάτων ἡμῶν βασιλέων ἐκελεύσθη σύνοδος θεοφιλεστά‐ των ἐπισκόπων κατὰ τὴν Ἐφεσίων μητρόπολιν συναθροισθῆναι ἐκκλησιαστικῶν ἕνεκα
πραγμάτων καὶ τῆς ὀρθῆς πίστεως. καταλαβόντων δὲ καὶ ἡμῶν τὴν μνημονευθεῖσαν

1,1,4

8

πόλιν καὶ ὑποστρεψάντων ἐκτὸς τῆς πρὸς ἀλλήλους συντυχίας (περιττὸν δὲ τὰς αἰτίας τῆς διχονοίας ἐν καιρῶι εἰρήνης νῦν εἰπεῖν), διηιρημένων δὲ πρὸς διχόνοιαν τῶν ἐκκλησιῶν τούτωι τῶι τρόπωι, ἐπειδὴ τούτου μάλιστα φροντίσαι πάντας ἐχρῆν ὅπως συναφθεῖεν ἐκ μέσου γενομένης διχονοίας ἁπάσης, καὶ τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων βασιλέων αὐτὸ
5δὴ τοῦτο γενέσθαι θεσπισάντων τὸ ἑνῶσαι τὰς τοῦ Χριστοῦ ἐκκλησίας καὶ εἰς αὐτὸ δὴ τοῦτο ἀποστειλάντων τὸν κύριόν μου τὸν θαυμασιώτατον καὶ περίβλεπτον τριβοῦνον καὶ νοτάριον Ἀριστόλαον ἐπιφερόμενον τὸ εὐσεβὲς αὐτῶν γράμμα τὸ παρακελευόμενον ἐντεῦθεν ἤδη συμβῆναι ἡμᾶς καὶ περιελεῖν τὰ σκάνδαλα ἐκ τοῦ μέσου καὶ κατευνάσαι πᾶσαν ταραχὴν καὶ πᾶσαν λύπην· ὧι εἴκοντες εὐσεβεῖ γράμματι εὐθὺς καὶ παραχρῆμα ἀπεστείλαμεν τὸν
10κύριόν μου καὶ κατὰ πάντα θεοφιλέστατον καὶ ἁγιώτατον ἐπίσκοπον Παῦλον, τοῦτο συνα‐ ρέσαν καὶ τῶι ἁγιωτάτωι καὶ ὁσιωτάτωι πατρὶ ἡμῶν Ἀκακίωι καὶ τοῖς παρ’ ἡμῖν θεοφι‐ λεστάτοις ἐπισκόποις (ὑπὲρ δὲ πλείονος συντομίας τοῦτο πεποιήκαμεν διὰ τὸ μὴ δύνασθαι ἡμᾶς συνελθόντας τὰ θεσπισθέντα ὑπὸ τῶν εὐσεβεστάτων ἡμῶν βασιλέων κατὰ πρόσωπον εἰς πέρας ἀγαγεῖν), ἐντειλάμενοι αὐτῶι ὥστε καὶ ἀνθ’ ἡμῶν καὶ ὑπὲρ ἡμῶν καὶ εἰς πρό‐
15σωπον ἡμέτερον τυπῶσαι μὲν τὰ περὶ τῆς εἰρήνης, ὅπερ ἐστὶ προηγούμενον, ἐγχειρίσαι δὲ τῆι σῆι θεοσεβείαι τὴν ἔκθεσιν τὴν παρ’ ἡμῶν συμφώνως γενομένην περὶ τῆς ἐνανθρωπή‐ σεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἣν ἀπεστείλαμεν τῆι σῆι θεοσεβείαι διὰ τοῦ προ‐ λεχθέντος θεοφιλεστάτου ἀνδρός· ἥτις ἐστὶν αὕτη Περὶ δὲ τῆς θεοτόκου παρθένου ὅπως καὶ φρονοῦμεν καὶ λέγομεν, τοῦ τε τρόπου τῆς
20ἐνανθρωπήσεως τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ ἀναγκαίως, οὐκ ἐν προσθήκης μέρει, ἀλλ’ ἐν πληροφορίας εἴδει, ὡς ἄνωθεν ἔκ τε τῶν θείων γραφῶν ἔκ τε τῆς παραδόσεως τῶν ἁγίων πατέρων παρειληφότες ἐσχήκαμεν, διὰ βραχέων ἐροῦμεν, οὐδὲν τὸ σύνολον προστιθέντες τῆι τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι ἐκτεθείσηι πίστει. ὡς γὰρ ἔφθημεν εἰρηκότες, πρὸς πᾶσαν ἐξαρκεῖ καὶ εὐσεβείας γνῶσιν καὶ πάσης αἱρετικῆς κακοδοξίας ἀποκήρυξιν.
25ἐροῦμεν δὲ οὐ κατατολμῶντες τῶν ἀνεφίκτων, ἀλλὰ τῆι ὁμολογίαι τῆς οἰκείας ἀσθενείας ἀποκλείοντες τοῖς ἐπιφύεσθαι βουλομένοις ἐν οἷς τὰ ὑπὲρ ἄνθρωπον διασκεπτόμεθα. Ὁμολογοῦμεν τοιγαροῦν τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον ἐκ ψυχῆς λογικῆς καὶ σώματος, πρὸ αἰώνων μὲν ἐκ τοῦ πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ’ ἐσχάτου δὲ τῶν ἡμερῶν τὸν αὐτὸν
30δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς παρθένου κατὰ τὴν ἀνθρωπότητα,

1,1,4

9

ὁμοούσιον τῶι πατρὶ τὸν αὐτὸν κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρωπότητα. δύο γὰρ φύσεων ἕνωσις γέγονεν· δι’ ὃ ἕνα Χριστόν, ἕνα υἱόν, ἕνα κύριον ὁμολογοῦμεν. κατὰ ταύτην τὴν τῆς ἀσυγχύτου ἑνώσεως ἔννοιαν ὁμολογοῦμεν τὴν ἁγίαν παρθένον θεο‐ τόκον διὰ τὸ τὸν θεὸν λόγον σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι καὶ ἐξ αὐτῆς τῆς συλλήψεως
5ἑνῶσαι ἑαυτῶι τὸν ἐξ αὐτῆς ληφθέντα ναόν. τὰς δὲ εὐαγγελικὰς καὶ ἀποστολικὰς περὶ τοῦ κυρίου φωνὰς ἴσμεν τοὺς θεολόγους ἄνδρας τὰς μὲν κοινοποιοῦντας ὡς ἐφ’ ἑνὸς προ‐ σώπου, τὰς δὲ διαιροῦντας ὡς ἐπὶ δύο φύσεων καὶ τὰς μὲν θεοπρεπεῖς κατὰ τὴν θεότητα τοῦ Χριστοῦ, τὰς δὲ ταπεινὰς κατὰ τὴν ἀνθρωπότητα αὐτοῦ παραδιδόντας. Ἧς δεχθείσης, συνήρεσεν εἰς ἀναίρεσιν ἁπάσης φιλονεικίας καὶ ὑπὲρ τοῦ τὴν οἰκου‐
10μενικὴν εἰρήνην βραβευθῆναι ταῖς τοῦ θεοῦ ἁγίαις ἐκκλησίαις καὶ ἐκποδὼν τὰ ἀναφυέντα γενέσθαι σκάνδαλα ἔχειν ἡμᾶς Νεστόριον καθηιρημένον τὸν πάλαι γενόμενον ἐπίσκοπον τῆς Κωνσταντινουπόλεως, καὶ ἀναθεματίζομεν τὰς φαύλας αὐτοῦ καὶ βεβήλους κενοφωνίας διὰ τὸ τὰς παρ’ ἡμῖν ἁγίας τοῦ θεοῦ ἐκκλησίας τὴν ὀρθὴν καὶ ὑγιῆ ἐσχηκέναι πίστιν καὶ ταύτην φυλάττειν καὶ παραδιδόναι τοῖς λαοῖς, καθὰ καὶ ἡ ὑμετέρα ὁσιότης. συναινοῦμεν δὲ καὶ
15τῆι χειροτονίαι τοῦ ὁσιωτάτου καὶ θεοσεβεστάτου ἐπισκόπου Μαξιμιανοῦ τῆς Κωνσταντινου‐ πόλεως ἁγίας τοῦ θεοῦ ἐκκλησίας καὶ κοινωνικοὶ πᾶσιν ἐσμὲν τοῖς κατὰ πᾶσαν τὴν οἰ‐ κουμένην θεοσεβεστάτοις ἐπισκόποις ὅσοι τὴν ὀρθὴν καὶ ἀμώμητον ἔχουσί τε καὶ τη‐ ροῦσι πίστιν. Ἐρρωμένος ὑπερευχόμενος ἡμῶν διατελοίης, δέσποτα θεοφιλέστατε καὶ ὁσιώτατε καὶ
20πάντων ἐμοὶ γνησιώτατε ἀδελφέ.
22Ὁμιλία Παύλου ἐπισκόπου Ἐμέσης λεχθεῖσα Χοιὰκ κθ ἐν τῆι μεγάληι ἐκκλησίαι Ἀλεξαν‐ δρείας, καθημένου τοῦ μακαρίου Κυρίλλου, εἰς τὴν γένναν τοῦ Χριστοῦ καὶ ὅτι θεοτόκος ἡ ἁγία παρθένος Μαρία καὶ ὅτι οὐ δύο υἱοὺς λέγομεν, ἀλλ’ ἕνα υἱὸν κύριον τὸν Χριστόν, καὶ
25εἰς τὸν ἀρχιεπίσκοπον ἐγκώμια Εὔκαιρον σήμερον τὴν ὑμετέραν παρακαλέσαι εὐλάβειαν ἱερόν τινα χορὸν ἅμα ἡμῖν
συστήσασθαι καὶ μετὰ τῶν ἁγίων ἀγγέλων ἀναβοῆσαι δόξα ἐν ὑψίστοις θεῶι καὶ

1,1,4

10

ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. σήμερον γὰρ ἡμῖν παιδίον ἐγεννήθη ἐφ’ ὧι πᾶσα ἡ ὁρωμένη καὶ ἀόρατος κτίσις βεβαίας τὰς ἐλπίδας τῆς σωτηρίας κέκτηται· σήμερον ἡ ὑπερφυὴς λύεται λοχεία καὶ τῆς ἀπειρογάμου παρθένου λύονται αἱ ὠδῖνες. ὢ τοῦ θαύματος· τίκτει ἡ παρθένος καὶ μένει παρθένος· γίνεται μήτηρ καὶ οὐ πάντα τὰ
5μητρὸς ἀκριβῶς ὑπομένει. ἔτικτεν μὲν γάρ, ὡς νόμος γυναιξίν, ἡ παρθένος, ἔμεινεν δὲ παρθένος, ὡς οὐ νόμος ταῖς τικτούσαις γυναιξίν. ἄνωθεν προορώμενος ὁ προφήτης Ἡσαίας τὸ θαῦμα ἀνεβόα· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. τοῦτο διασαφῶν ὁ εὐαγγελιστὴς εἶπεν ἑρμηνευόμενον μεθ’ ἡμῶν ὁ θεός. τίκτει οὖν ἡ θεοτόκος Μαρία τὸν
10Ἐμμανουήλ. Ἐβόησεν ὁ λαός· ἰδοὺ ἡ πίστις αὕτη ἐστίν, θεοῦ δῶρον Κύριλλε ὀρθόδοξε· τοῦτο ἀκοῦσαι ἐζητοῦμεν. ὁ μὴ οὕτω λέγων ἀνάθεμα ἔστω. Λοιπὸν εἶπεν ὁ ἐπίσκοπος Παῦλος· ὁ τοῦτο μὴ λέγων καὶ νοῶν καὶ φρονῶν ἀνά‐ θεμα ἔστω ἀπὸ τῆς ἐκκλησίας.
15 Ἔτεκεν οὖν ἡμῖν ἡ θεοτόκος Μαρία τὸν Ἐμμανουήλ, Ἐμμανουὴλ δὲ θεὸν ἐναν‐ θρωπήσαντα. ὁ γὰρ πρὸ τῶν αἰώνων ἐκ πατρὸς ἀρρήτως καὶ ἀνεκφράστως γεννη‐ θεὶς θεὸς λόγος ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τίκτεται καὶ ἐκ γυναικός. τὴν γὰρ ἡμε‐ τέραν τελείως ἀνειληφὼς φύσιν καὶ τὸ ἀνθρώπινον ἐκ πρώτης συλλήψεως οἰκειώσας ἑαυτῶι καὶ τὸ ἡμέτερον σῶμα ναὸν ἑαυτῶι κατασκευασάμενος, προῆλθεν ἐκ τῆς θεο‐
20τόκου θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος ὁ αὐτός. δύο γὰρ φύσεων τελείων συν‐ δρομή, θεότητος φημὶ καὶ ἀνθρωπότητος, τὸν ἕνα ἡμῖν ἀπετέλεσεν υἱόν, τὸν ἕνα Χριστόν, τὸν ἕνα κύριον. Ὁ λαὸς ἐβόησεν· καλῶς ἦλθες, ὀρθόδοξε ἐπίσκοπε. ὁ ἄξιος τῶι ἀξίωι. Χριστια‐ νοὶ λέγουσιν, θεοῦ δῶρον Κύριλλε ὀρθόδοξε.
25 Ὁ ἐπίσκοπος Παῦλος εἶπεν· ἤιδειν κἀγώ, ἀγαπητοί, ὡς πρὸς ὀρθόδοξον ἀφικόμην πατέρα. Διὰ τοῦτο τριάδα, οὐ τετράδα προσκυνοῦμεν, πατέρα καὶ ἕνα υἱὸν καὶ πνεῦμα ἅγιον, ἀναθεματίζομεν δὲ τοὺς λέγοντας δύο υἱοὺς καὶ τῶν ἱερῶν τῆς ἐκκλησίας ἐκβάλλομεν περι‐ βόλων. οὔτε οὖν δύο υἱοὺς λέγομεν οὔτε ψιλὸν ἄνθρωπον τὸν Ἐμμανουὴλ τὸν ἐκ τῆς
30θεοτόκου γεννηθέντα οὔτε χάριτος ἠξιωμένον ὡς προφήτην ἢ ὡς δίκαιον πλέον τῶν ἄλλων. ἐν αὐτῶι γὰρ ηὐδόκησεν κατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητος σωμα‐ τικῶς, τουτέστιν ὡς ἐν ἰδίωι σώματι· τὸ γὰρ ἡμέτερον ἴδιον ἐποιήσατο σῶμα. ἐπὶ
ταύτηι τῆι πίστει τεθεμελίωται ἡ ἐκκλησία τοῦ θεοῦ· ἐπὶ ταύτηι τῆι προσδοκίαι ἐπὶ τῆς

1,1,4

11

πέτρας ἔθετο τὰ θεμέλια ὁ δεσπότης θεός. ὅτε ἀνήιει ὁ δεσπότης, περὶ τὰ Ἱεροσόλυμα ἠρώτα τοὺς μαθητὰς λέγων· τίνα με λέγουσιν οἱ υἱοὶ τῶν ἀνθρώπων τὸν υἱὸν τοῦ ἀνθρώ‐ που; λέγουσιν οἱ ἀπόστολοι· οἳ μὲν Ἠλίαν, ἕτεροι δὲ Ἱερεμίαν ἢ ἕνα τῶν προφητῶν. λέγει· ὑμεῖς δέ, τουτέστιν ἡ ἐμὴ ἐκλογή, τὰς διεψευσμένας λέγετε δόξας ὅτι οἱ μὲν Ἠλίαν,
5ἕτεροι δὲ Ἱερεμίαν ἢ ἕνα τῶν προφητῶν· ὑμεῖς δὲ οἱ παρακολουθήσαντές μοι τρία ἔτη καὶ ἰδόντες μου τὴν δύναμιν καὶ τὰ τεράστια καὶ θεασάμενοί με ἐπὶ θαλάσσης περιπατοῦντα, οἱ τραπεζῶν μοι κοινωνήσαντες, τίνα με λέγετε; εὐθέως ὁ κορυφαῖος, τὸ στόμα τῶν ἀποστό‐ λων, Πέτρος· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος· σὺ εἶ ὁ Χριστός, ἡ διττὴ φύσις, ὁ ἐνανθρωπήσας· σὺ εἶ ὁ Χριστός, καὶ οὐκ εἶπεν υἱοί, ἀλλ’ ὁ υἱὸς τοῦ
10θεοῦ τοῦ ζῶντος· ἐπέγνω καὶ τὸ μοναδικὸν πρόσωπον. Παρακαλέσωμεν τὸν πατέρα τὴν συνήθη παραθεῖναι ἡμῖν τράπεζαν καὶ τὰ πολυτελῆ καὶ ποικίλα τοῦ πνεύματος ὄψα, στεφανῶσαι τὸν κρατῆρα τῆς διδασκαλίας καὶ μεθύσαι ἡμᾶς μέθην σωφροσύνης μητέρα. εἴπωμεν ἐξεγέρθητι, ὦ πάτερ, ἐξεγέρθητι, ἡ δόξα μου· ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα τοῦ ἁγίου πνεύματος· ὧι ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν
15αἰώνων. ἀμήν.
17Τοῦ αὐτοῦ ὁμιλία λεχθεῖσα ἐν τῆι μεγάληι ἐκκλησίαι Ἀλεξανδρείας Τυβὶ ϛ εἰς τὴν ἐνανθρώ‐ πησιν τοῦ σωτῆρος ἡμῶν Χριστοῦ καὶ εἰς τὸν ἀρχιεπίσκοπον Κύριλλον ἐγκώμια Πρώιην πρὸς τὴν ὑμετέραν ἀγωνιστικώτερον διαλεγόμενοι ἀγάπην, πέρας ἐπιθεῖναι
20τῶι λόγωι οὐκ ἰσχύσαμεν, στενοχωρία δὲ τῶν ἡμετέρων ἀδελφῶν ἐξῶσεν ἡμᾶς τῶν σκαμ‐ μάτων. φέρε οὖν αὖθις ἀποδυσάμενοι τῶν αὐτῶν ἁψώμεθα παλαισμάτων, ὁ δὲ γενναῖος οὗτος πατὴρ καὶ παιδοτρίβης ὅπερ τότε ἐποίει, καὶ αὖθις ποιείτω· κρινέτω τὰ παλαίσματα. καὶ γὰρ τότε γεγανυμένωι τῶι προσώπωι καὶ φαιδρῶι τῶι μειδιάματι ἐδείκνυ χαίρων τοῖς ἀγῶσι τοῦ παιδὸς καὶ θαλλοῦ δίκην τὴν δεξιὰν ἡμῖν ἐπισείων δῆλος ἦν ἡμῖν τιθέμενος καὶ
25ἐπιθυμῶν τὸν παῖδα ἀναρρηθῆναι καὶ στεφανίτην καὶ νικητὴν ἀποδειχθῆναι.

1,1,4

12

Ὁ λαὸς ἐβόησεν· θεοῦ δῶρον Κύριλλε, ὅλους ἐποίησας ὡς ἑαυτόν. ὁ ἄξιος τῶι ἀξίωι. ὁ λαός σου εἴρηκεν. τῶν ἐπισκόπων τὸν πατέρα, κύριε, σῶσον. καλῶς ἦλθες, ἐπίσκοπε ὀρθόδοξε, τῆς οἰκουμένης παιδευτά. ὁ πιστεύων οὕτω φιλεῖται. μεγά‐ λου διδασκάλου μέγας ἐπαινέτης.
5 Ὁ ἐπίσκοπος Παῦλος εἶπεν· Ἐπανέλθωμεν οὖν ἐπὶ τὴν θεοτόκον Μαρίαν καὶ τὸν ἐξ αὐτῆς τεχθέντα Ἐμμανουήλ, τὸν θεὸν τὸν ἐνανθρωπήσαντα. ἔτεκεν γὰρ ἡμῖν ἡ παρ‐ θένος τὸν Ἐμμανουήλ, κατὰ μὲν τὴν θεότητα τῶι πατρὶ ὁμοούσιον, κατὰ δὲ τὴν ἀνθρω‐ πότητα τὸν αὐτὸν ἡμῖν ὁμοούσιον. ἐπεὶ πῶς ἂν λεχθείη ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσα; πῶς δὲ σπέρματος Ἁβραάμ; πῶς δὲ υἱὸς Δαυίδ; πῶς δ’ ἂν νοηθείη τὸ ἐξ αὐ‐
10τῶν κατὰ σάρκα Χριστὸς ὁ ὢν ἐπὶ πάντων θεός; τὸ δὲ τοῦ θεσπεσίου Παύλου πῶς ἂν ἐκλάβωμεν περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα, τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν; ἔτεκεν οὖν ἡ Μαρία τὸν Ἐμμανουήλ, κατὰ μὲν τὴν θεότητα, καθὰ προειρήκαμεν, ὁμοούσιον τῶι πατρί,
15κατὰ δὲ τὴν ἀνθρωπότητα ἡμῖν ὁμοούσιον, κατὰ τὴν θεότητα ἀπαθῆ, κατὰ τὴν ἀνθρωπό‐ τητα παθητόν. εἰ γὰρ καὶ οἰκειοῦται τοῦ ἰδίου σώματος τὰ πάθη ὁ θεὸς λόγος καὶ εἰς ἑαυτὸν ἀναφέρει, ἀλλά γε αὐτὸς μεμένηκεν ἐν τοῖς τῆς ἀπαθείας ὅροις, κἂν ἀκούσηις αὐ‐ τοῦ λέγοντος ἔδωκα τὸν νῶτόν μου εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμά‐
20των, μηδὲν αὐτὸν πεπονθέναι εἰς τὴν ἰδίαν φύσιν ὑπολάβηις, οἰκειώσασθαι δὲ μᾶλλον τοῦ ἰδίου σώματος τὰς μάστιγας· ὁ γὰρ θεὸς λόγος μεμένηκεν ἀπαθής. οἱ δὲ ἀντιταττόμενοι ταῖς θείαις γραφαῖς καὶ ταῖς ὀρθαῖς δόξαις ἐροῦσιν ἡμῖν· εἰ ἀπαθὴς ὁ θεὸς λόγος καὶ ἄτρεπτος καὶ ἀναλλοίωτος, πῶς ὁ λόγος σὰρξ ἐγένετο; ἄκουε, ἀγαπητέ· ὁ λόγος σὰρξ ἐγένετο οὐ μεταπεπτωκὼς εἰς σάρκα· οὔτε γὰρ ὁ θεὸς λόγος μεταπέπτωκεν εἰς σάρκα
25οὔτε ἡ ἀναληφθεῖσα σὰρξ ἐχώρησεν εἰς τὴν φύσιν τοῦ ἀνειληφότος. τί οὖν ἐστιν ὁ λόγος σὰρξ ἐγένετο; τουτέστιν σάρκα ἀνέλαβεν, καὶ σάρκα οὐ ψιλήν, ἀλλὰ τὴν μετὰ ψυχῆς λογικῆς καὶ νοερᾶς, ὅπερ ἐστὶ τελεία ἡ ἡμετέρα φύσις. οὕτως ὁ λόγος σὰρξ ἐγένετο. ἐβουλόμην δὲ ὑμᾶς καὶ τὴν διάνοιαν τοῦ μεγαλοφωνοτάτου Ἰωάννου γνῶναι, ἵνα εἰδῆτε τοῦ προειρημένου τὴν δύναμιν. ὁ θεολόγος Ἰωάννης ὁ τῆς βροντῆς υἱὸς ὁ
30καταξιωθεὶς ἐπὶ τοῦ δεσποτικοῦ στήθους κατακλιθῆναι κἀκεῖθεν ἡμῖν τὰ ὑψηλότερα καὶ θειότερα ἀρυσάμενος δόγματα βούλεται παραστῆσαι τὴν ὑπερβάλλουσαν τοῦ θεοῦ περὶ ἡμᾶς
φιλανθρωπίαν καὶ πρῶτον εἰρηκὼς τὰ θειότερα (ἐν ἀρχῆι ἦν ὁ λόγος καὶ ὁ λόγος

1,1,4

13

ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος. οὗτος ἦν ἐν ἀρχῆι πρὸς τὸν θεόν. πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν), ὅτε ἔδειξεν αὐτὸν συναίδιον τῶι πατρί (τοῦ γὰρ ἐν ἀρχῆι οὐδὲν πρεσβύτερον εὑρίσκομεν, κἂν ἀναδράμηις τῆι διανοίαι, προλαμβάνει σε τὸ ἦν· τοῦ γὰρ ἦν οὐδὲν τέρμα εὑρίσκεται), ὅτε ταῦτα
5εἴρηκεν καὶ ἔδειξεν συναίδιον τῶι πατρὶ καὶ δημιουργὸν τῶν πάντων, τότε ἐπάγει ὁ λόγος σὰρξ ἐγένετο, μόνον οὐχὶ λέγων ὅτι ὁ συναίδιος τῶι πατρὶ καὶ τῶν πάντων κύριος καὶ δημιουργὸς τοσοῦτον ἐταπείνωσεν ἑαυτὸν δι’ ἡμᾶς καὶ τὴν ἡμετέραν σωτηρίαν, ὥστε σὰρξ ἐγένετο, ἵνα ἀπὸ τοῦ εὐτελεστέρου τῆς φύσεως ἡμῶν μέρους τοὺς ὑπερβάλλοντας τοῦ θεοῦ περὶ ἡμᾶς οἰκτιρμοὺς δείξηι. ὁ λόγος οὖν, φησί, σὰρξ ἐγένετο, καὶ οὐκ ἔστη μέχρι
10τούτου, ἀλλ’ ἐπήγαγεν καὶ ἐσκήνωσεν ἐν ἡμῖν, τὸ δὲ δεύτερον τοῦ πρώτου ἑρμηνεία ἐστίν. τί ἐστιν ὁ λόγος σὰρξ ἐγένετο; ἐσκήνωσεν ἐν ἡμῖν, τουτέστιν ἐν τῆι ἡμετέραι φύσει. ὅρα καὶ τὸν Ἰωάννην δύο φύσεις κηρύττοντα καὶ ἕνα υἱόν. ἕτερον σκηνὴ καὶ ἕτερον τὸ σκηνοῦν· ἕτερον ναὸς καὶ ἕτερον ὁ ἐνοικῶν θεός. πρόσεχε τῶι λεγομένωι· οὐκ εἶπον ἕτερος καὶ ἕτερος ὡς ἐπὶ δύο προσώπων ἢ δύο Χριστῶν ἢ δύο υἱῶν,
15ἀλλ’ ἕτερον καὶ ἕτερον ὡς ἐπὶ δύο φύσεων. ὅτε οὖν εἶπεν ἐσκήνωσεν ἐν ἡμῖν καὶ ἐκήρυξεν τὰς δύο φύσεις, τότε ἐπήγαγεν καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτο, δόξαν ὡς μονογενοῦς. οὐκ εἶπε δύο υἱῶν, ἀλλ’ ὡς μονογενοῦς. Ἡσαίας οὖν κηρύσσει τὸν Ἐμμανουήλ, τουτέστι θεὸν ἐνανθρωπήσαντα· Πέτρος λέγει σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, τὴν διττὴν φύσιν καὶ τὸ μοναδικὸν πρόσωπον τοῦ υἱοῦ· ὁ
20θεολόγος Ἰωάννης λέγει καὶ ἐσκήνωσεν ἐν ἡμῖν, δύο φύσεις καὶ τοῦ μονογενοῦς τὸ ἓν πρόσωπον. ἔμεινεν δὲ ὁ θεὸς λόγος ἀπαθής (πάλιν γὰρ ἐπ’ ἐκεῖνο ἔρχομαι· πρόσεχε τῶι λεγομένωι) καὶ τῶν μὲν θειοτέρων μεταδέδωκεν τῆι ἀνειλημμένηι φύσει, τῶν δὲ τῆς ἀνθρωπότητος οὐδενὸς μετέλαβεν. περιεπάτησεν ἐπὶ θαλάσσης, ἀλλὰ μετὰ τοῦ ἰδίου σώματος. ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῆι θαλάσσηι, ἀλλὰ διὰ τοῦ ἰδίου σώματος.
25ἀπήντησεν αὐτῶι λεπρὸς λέγων· κύριε, ἐὰν θέληις, δύνασαί με καθαρίσαι. λέγει· θέλω, καθαρίσθητι· καὶ ἥψατο αὐτοῦ τὸ σῶμα τὸ δεσποτικὸν καὶ ἐδραπέτευ‐ σεν τὸ νόσημα, ἀπεξύσθη ἡ λέπρα. ἔθρεψεν πεντακισχιλίους ἐκ πέντε ἄρτων, ἀλλὰ διὰ τοῦ ἡμετέρου σώματος· λαβὼν γὰρ ηὐχαρίστησεν τῶι πατρὶ καὶ κλάσας ἔδωκεν τοῖς μαθη‐ ταῖς, οἱ δὲ μαθηταὶ τῶι πλήθει, καὶ ἐπερίσσευσαν δώδεκα κόφινοι κλασμάτων. μόνου
30θεοῦ ἐστιν ἀφιέναι ἁμαρτίας· λέγει ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας. πάλιν λέγει· οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν
εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῶι οὐρα‐

1,1,4

14

νῶι. ὁρᾶις; τῶν θειοτέρων μεταδέδωκεν. ὅταν δὲ ἴδηις αὐτὸν πεινῶντα καὶ διψῶντα, κοπιῶντα ἱδροῦντα, παραδιδόμενον Πιλάτωι, ἀγόμενον καὶ περιαγόμενον χερσὶ δημίων, ἀγω‐ νιῶντα, εὐχόμενον ἐλωῒ ἐλω, λιμᾶ σαβαχθαν, τουτέστιν θεέ μου θεέ μου, ἵνα τί με ἐγκατέλιπες; καὶ πάλιν πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ
5ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σ, ὅταν ἴδηις αὐτὸν ἀνασκο‐ λοπιζόμενον, ὅταν ἴδηις ἥλους ἐπὶ τῶν χειρῶν καὶ τῶν ποδῶν, κεκεντημένον τὴν πλευράν, τότε νόει ὅτι ὁ θεὸς λόγος ἀπαθὴς μεμένηκεν, ταῦτα δὲ πάντα οἰκειοῦται τὰ γινόμενα εἰς τὸ ἴδιον αὐτοῦ σῶμα. ἵνα δὲ δείξηι ὅτι οὔτε ἐν τῶι καιρῶι τοῦ πάθους ἀπέστη τοῦ ἰδίου ναοῦ, ὅτε οἱ Ἰουδαῖοι ταῦτα ἐδραματούργουν κατὰ τοῦ δεσπότου, ἀπέσβεσεν ὡς θεὸς
10ἀκτῖνα ἡλιακήν, σκότον κατέχεεν τοῦ κόσμου, ἔσχισεν τὸ καταπέτασμα τοῦ ναοῦ, πέτρας διέρρηξεν, νεκροὺς ἤγειρεν. ταῦτα πάντα εἰργάσατο, ἵνα γνῶις ὅτι συνῆν τῶι πάσχοντι καὶ τὰ μὲν πάθη ὠικειοῦτο, αὐτὸς δὲ ἀπαθὴς ἅπαντα εἰργάζετο. Τὰ ὑμῶν ὑμῖν παρεθήκαμεν· αὕτη γὰρ τοῦ πατρὸς ἡ διδασκαλία· οὗτος ὁ θησαυρὸς προγονικὸς ὑμῶν, τοῦ μακαρίου Ἀθανασίου τὰ δόγματα, τοῦ μεγάλου Θεοφίλου τὰ δι‐
15δάγματα, τῶν στύλων τῆς ὀρθοδοξίας. ἀλλ’ ἐπειδὴ μακροθύμως τῶν ἡμετέρων ἠνέσχεσθε ψελλισμάτων, ἀναμείνατε τοῦ πατρὸς τὴν σοφίαν. ἠκούσατε καλάμου ποιμενικοῦ· ἀκούσατε καὶ σάλπιγγος μεγαλοφωνοτάτης. Ὁ λαὸς εἶπεν· υἱὲ Θεοφίλου καὶ Ἀθανασίου, Κυρίλλου σοφίας ἀκούσωμεν Ὁ ἐπίσκοπος Παῦλος εἶπεν· ἡμῶν μὲν τῶν ὁμοδόξων τὰ φρονήματα διεγειρούσης,
20τῶν δὲ ἐναντίων τῆς ἐκκλησίας τὰ στίφη καταβαλλούσης. τῶι θεῶι τοίνυν δόξαν ἀνα‐ πέμψωμεν νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
24Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας εἰς τὸν προεξηγησάμενον καὶ εἰς τὴν ἐνανθρώπησιν
25τοῦ κυρίου Ὁ μακάριος προφήτης Ἡσαίας τῶν ἐν Χριστῶι διδασκάλων τὰς εὐστομίας προανα‐
κηρύττων ἔλεγεν ἀντλήσατε ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτη‐

1,1,4

15

ρίου. ἰδοὺ τοίνυν ἠντλήσαμεν ὑμῖν ὕδωρ ἐξ ἁγίας πηγῆς, τοῦ προλαβόντος φημὶ διδασκάλου, ὃς καὶ ταῖς διὰ τοῦ πνεύματος δαιδουχίαις λελαμπρυσμένος διεσάφησεν ἡμῖν τὸ μέγα καὶ σεπτὸν τοῦ σωτῆρος μυστήριον, δι’ οὗ σεσώσμεθα πιστεύσαντες εἰς αὐτὸν καὶ ἀπεφορτισάμεθα τὴν δυσαχθῆ καὶ δυσφόρητον ἁμαρτίαν καὶ πρὸς ἔτι τούτοις τὰ τοῦ
5θανάτου διαρρήξαντες δεσμὰ ἐκεῖνο φαμὲν τὸ προφητικὸν ποῦ ἡ νίκη σου, θάνατε; ποῦ τὸ κέντρον σου, ἅιδη; οὐκοῦν ὁ ὢν ἐν ἀρχῆι θεὸς λόγος, ὁ ἐν κόλποις ὢν τοῦ πατρός, ὁ δι’ οὗ τὰ πάντα καὶ ἐν ὧι τὰ πάντα, τὴν δι’ ἡμᾶς κένωσιν ὑπέμεινεν ἑκὼν καὶ γέγονεν σάρξ, τουτέστιν ἄνθρωπος. ἐταπείνωσεν ἑαυτὸν δι’ ἡμᾶς καὶ κεχρημάτικεν υἱὸς ἀνθρώπου, ἵνα καὶ ἡμεῖς δι’ αὐτὸν πλουτήσωμεν πατέρα τὸν θεόν. δεδιδάγμεθα γὰρ
10λέγειν ἐν προσευχαῖς πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς. οὐκοῦν διὰ τοῦτο γέγονεν ὁ μονογενὴς πρωτότοκος, ἵνα ἡμεῖς, ὡς ἔφην, τὰ αὐτοῦ πλουτήσωμεν· ὑπέμεινε σταυρὸν αἰσχύνης καταφρονήσας καὶ δέδωκεν ἑκὼν τῶι θανάτωι τὸ ἴδιον σῶμα, οὐχ ἵνα μεθ’ ἡμῶν τῶν ὑπὸ θάνατον ἀπομείνηι νεκρός, ἀλλ’ ἵνα ἡμᾶς ἑαυτῶι συναναστήσηι, πατήσας τοῦ θανάτου τὸ κράτος. εὐχαριστήσωμεν τῶι δι’ ἡμᾶς ἐνανθρωπήσαντι λόγωι νῦν καὶ ἀεὶ
15καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
22Ἐπιστολὴ Κυρίλλου ἐπισκόπου Ἀλεξανδρείας πρὸς Ἰωάννην Κυρίωι μου ἀγαπητῶι ἀδελφῶι καὶ συλλειτουργῶι Ἰωάννηι Κύριλλος ἐν κυρίωι χαίρειν. Εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γ· λέλυται γὰρ τὸ μεσότοιχον
25τοῦ φραγμοῦ καὶ πέπαυται τὸ λυποῦν καὶ διχονοίας ἁπάσης ἀνήιρηται τρόπος, τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ ταῖς ἑαυτοῦ ἐκκλησίαις τὴν εἰρήνην βραβεύοντος, κεκληκότων δὲ
πρὸς τοῦτο ἡμᾶς καὶ τῶν εὐσεβεστάτων καὶ θεοφιλεστάτων βασιλέων, οἳ προγονικῆς εὐσε‐

1,1,4

16

βείας ἄριστοι ζηλωταὶ γεγονότες ἀσφαλῆ μὲν καὶ ἀκατάσειστον ἐν ἰδίαις ψυχαῖς τὴν ὀρθὴν φυλάττουσι πίστιν, ἐξαίρετον δὲ ποιοῦνται φροντίδα τὴν ὑπὲρ τῶν ἁγίων ἐκκλησιῶν, ἵνα καὶ διαβόητον ἔχωσιν εἰς αἰῶνα τὴν δόξαν καὶ εὐκλεεστάτην ἀποφήνωσι τὴν ἑαυτῶν βασι‐ λείαν, οἷς καὶ αὐτὸς ὁ τῶν δυνάμεων κύριος πλουσίαι χειρὶ διανέμει τὰ ἀγαθὰ καὶ δίδωσι
5μὲν κατακρατεῖν τῶν ἀνθεστηκότων, χαρίζεται δὲ τὸ νικᾶν. οὐ γὰρ ἂν διαψεύσαιτο λέγων ζῶ ἐγώ, λέγει κύριος, ὅτι τοὺς δοξάζοντάς με δοξάσω. Ἀφικομένου τοίνυν εἰς τὴν Ἀλεξάνδρειαν τοῦ κυρίου μου τοῦ θεοσεβεστάτου ἀδελφοῦ καὶ συλλειτουργοῦ Παύλου, θυμηδίας ἐμπεπλήσμεθα καὶ σφόδρα εἰκότως, ὡς ἀνδρὸς τοιούτου μεσιτεύοντος καὶ τοῖς ὑπὲρ δύναμιν πόνοις ἑλομένου προσομιλεῖν, ἵνα τὸν τοῦ διαβόλου
10νικήσηι φθόνον καὶ συνάψηι τὰ διηιρημένα καὶ τὰ μεταξὺ διερριμμένα σκάνδαλα περιελὼν ὁμονοίαι καὶ εἰρήνηι στεφανώσηι τάς τε παρ’ ἡμῖν καὶ τὰς παρ’ ὑμῖν ἐκκλησίας. τίνα μὲν γὰρ διήιρηνται τρόπον, περιττὸν εἰπεῖν· χρῆναι δὲ μᾶλλον ὑπολαμβάνω τὰ τῶι τῆς εἰρήνης πρέποντα καιρῶι καὶ φρονεῖν καὶ λαλεῖν. ἥσθημεν τοίνυν ἐπὶ τῆι συντυχίαι τοῦ μνημονευθέντος θεοσεβεστάτου ἀνδρός, ὃς τάχα που καὶ ἀγῶνας ἕξειν οὐ μικροὺς ὑπενόησεν
15ἀναπείθων ἡμᾶς ὅτι χρὴ συνάψαι πρὸς εἰρήνην τὰς ἐκκλησίας καὶ τὸν τῶν ἑτεροδόξων ἀφανίσαι γέλωτα ἀπαμβλῦναί τε πρὸς τούτωι τῆς τοῦ διαβόλου δυστροπίας τὸ κέντρον. ἑτοίμως δὲ οὕτως ἔχοντας εἰς τοῦτο κατέλαβεν, ὡς μηδένα πόνον ὑποστῆναι παντελῶς· μεμνήμεθα γὰρ τοῦ σωτῆρος λέγοντος εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν, δεδιδάγμεθα δὲ καὶ λέγειν ἐν προσευχαῖς κύριε ὁ θεὸς ἡμῶν,
20εἰρήνην δὸς ἡμῖν, πάντα γὰρ ἀπέδωκας ἡμῖν, ὥστε εἴ τις ἐν μεθέξει γένοιτο τῆς παρὰ θεοῦ χορηγουμένης εἰρήνης, ἀνενδεὴς ἔσται παντὸς ἀγαθοῦ. ὅτι δὲ περιττὴ παντελῶς καὶ οὐκ εὐάφορμος τῶν ἐκκλησιῶν ἡ διχοστασία γέγονεν, νυνὶ μάλιστα πεπληρο‐ φορήμεθα, τοῦ κυρίου μου τοῦ θεοσεβεστάτου Παύλου τοῦ ἐπισκόπου χάρτην προκομίσαντος ἀδιάβλητον ἔχοντα τῆς πίστεως τὴν ὁμολογίαν καὶ ταύτην συντετάχθαι διαβεβαιουμένου
25παρά τε τῆς σῆς ὁσιότητος καὶ τῶν αὐτόθι θεοσεβεστάτων ἐπισκόπων. ἔχει δὲ οὕτως ἡ
συγγραφὴ καὶ αὐταῖς λέξεσιν ἐντέθειται τῆιδε ἡμῶν τῆι ἐπιστολῆι·

1,1,4

17

Περὶ δὲ τῆς θεοτόκου παρθένου ὅπως καὶ φρονοῦμεν καὶ λέγομεν, τοῦ τε τρόπου τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ ἀναγκαίως, οὐκ ἐν προσθήκης μέρει, ἀλλ’ ἐν πληροφορίας εἴδει, ὡς ἄνωθεν ἔκ τε τῶν θείων γραφῶν ἔκ τε τῆς παραδόσεως τῶν ἁγίων πατέρων παρειληφότες ἐσχήκαμεν, διὰ βραχέων ἐροῦμεν, οὐδὲν τὸ σύνολον προστιθέντες
5τῆι τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι ἐκτεθείσηι πίστει. ὡς γὰρ ἔφθημεν εἰρηκότες, πρὸς πᾶσαν ἐξαρκεῖ καὶ εὐσεβείας γνῶσιν καὶ πάσης αἱρετικῆς κακοδοξίας ἀποκήρυξιν. ἐροῦμεν δέ, οὐ κατατολμῶντες τῶν ἀνεφίκτων, ἀλλὰ τῆι ὁμολογίαι τῆς οἰκείας ἀσθενείας ἀποκλείοντες τοῖς ἐπιφύεσθαι βουλομένοις ἐν οἷς τὰ ὑπὲρ ἄνθρωπον διασκεπτόμεθα. Ὁμολογοῦμεν τοιγαροῦν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ τὸν
10μονογενῆ, θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον ἐκ ψυχῆς λογικῆς καὶ σώματος, πρὸ αἰώνων μὲν ἐκ τοῦ πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ’ ἐσχάτου δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς παρθένου κατὰ τὴν ἀνθρωπότητα, ὁμοούσιον τῶι πατρὶ τὸν αὐτὸν κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρω‐ πότητα. δύο γὰρ φύσεων ἕνωσις γέγονεν· δι’ ὃ ἕνα Χριστόν, ἕνα υἱόν, ἕνα κύριον
15ὁμολογοῦμεν. κατὰ ταύτην τὴν τῆς ἀσυγχύτου ἑνώσεως ἔννοιαν ὁμολογοῦμεν τὴν ἁγίαν παρθένον θεοτόκον διὰ τὸ τὸν θεὸν λόγον σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι καὶ ἐξ αὐτῆς τῆς συλλήψεως ἑνῶσαι ἑαυτῶι τὸν ἐξ αὐτῆς ληφθέντα ναόν. τὰς δὲ εὐαγγελικὰς καὶ ἀποστο‐ λικὰς περὶ τοῦ κυρίου φωνὰς ἴσμεν τοὺς θεολόγους ἄνδρας τὰς μὲν κοινοποιοῦντας ὡς ἐφ’ ἑνὸς προσώπου, τὰς δὲ διαιροῦντας ὡς ἐπὶ δύο φύσεων, καὶ τὰς μὲν θεοπρεπεῖς κατὰ
20τὴν θεότητα τοῦ Χριστοῦ, τὰς δὲ ταπεινὰς κατὰ τὴν ἀνθρωπότητα [αὐτοῦ] παραδιδόντας. Ταύταις ὑμῶν ἐντυχόντες ταῖς ἱεραῖς φωναῖς οὕτω τε καὶ ἑαυτοὺς φρονοῦντας εὑρίσκοντες (εἷς γὰρ κύριος, μία πίστις, ἓν βάπτισμα), ἐδοξάσαμεν τὸν τῶν ὅλων σωτῆρα θεόν, ἀλλήλοις συγχαίροντες ὅτι ταῖς θεοπνεύστοις γραφαῖς καὶ τῆι παραδόσει τῶν ἁγίων ἡμῶν πατέρων συμβαίνουσαν ἔχουσι πίστιν αἵ τε παρ’ ἡμῖν καὶ αἱ παρ’ ὑμῖν ἐκκλη‐
25σίαι. ἐπειδὴ δὲ ἐπυθόμην τῶν φιλοψογεῖν εἰωθότων τινὰς σφηκῶν ἀγρίων δίκην περι‐
βομβεῖν καὶ μοχθηροὺς ἐρεύγεσθαι κατ’ ἐμοῦ λόγους, ὡς ἐξ οὐρανοῦ κατακομισθὲν καὶ οὐκ

1,1,4

18

ἐκ τῆς ἁγίας παρθένου λέγοντος τὸ ἅγιον σῶμα Χριστοῦ, δεῖν ὠιήθην ὀλίγα περὶ τούτου πρὸς αὐτοὺς εἰπεῖν. ὦ ἀνόητοι καὶ μόνον εἰδότες τὸ συκοφαντεῖν, πῶς εἰς τοῦτο πα‐ ρηνέχθητε γνώμης καὶ τοσαύτην νενοσήκατε τὴν μωρίαν; ἔδει γὰρ ἔδει σαφῶς ἐννοεῖν ὅτι σχεδὸν ἅπας ἡμῖν ὁ ὑπὲρ τῆς πίστεως ἀγὼν συγκεκρότηται διαβεβαιουμένοις ὅτι θεοτόκος
5ἐστὶν ἡ ἁγία παρθένος. ἀλλ’ εἴπερ ἐξ οὐρανοῦ καὶ οὐκ ἐξ αὐτῆς τὸ ἅγιον σῶμα γεγεν‐ νῆσθαι φαμὲν τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ, πῶς ἂν ἔτι νοοῖτο θεοτόκος; τίνα γὰρ ὅλως τέτοκεν, εἰ μή ἐστιν ἀληθὲς ὅτι γεγέννηκε κατὰ σάρκα τὸν Ἐμμανουήλ; γελά‐ σθωσαν τοίνυν οἱ ταῦτα περὶ ἐμοῦ πεφλυαρηκότες. οὐ γὰρ ψεύδεται λέγων ὁ μακάριος προφήτης Ἡσαίας ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν καὶ καλέ‐
10σουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ’ ἡμῶν ὁ θεός. ἀληθεύει δὲ πάντως καὶ ὁ ἅγιος Γαβριὴλ πρὸς τὴν μακαρίαν παρθένον εἰπών· μὴ φοβο, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῶι θεῶι, καὶ ἰδοὺ συλλήψηι ἐν γαστρὶ καὶ τέξηι υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. ὅταν δὲ λέγωμεν ἐξ
15οὐρανοῦ καὶ ἄνωθεν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, οὐχ ὡς ἄνωθεν καὶ ἐξ οὐρανοῦ κατενεχθείσης τῆς ἁγίας αὐτοῦ σαρκὸς τὰ τοιαῦτα φαμέν, ἑπόμενοι δὲ μᾶλλον τῶι θεσπε‐ σίωι Παύλωι διακεκραγότι σαφῶς ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοικός, ὁ δεύτε‐ ρος ἄνθρωπος ὁ κύριος ἐξ οὐρανο. μεμνήμεθα δὲ καὶ αὐτοῦ τοῦ σωτῆρος λέγοντος οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ κατα‐
20βάς, ὁ υἱὸς τοῦ ἀνθρώπου, καίτοι γεγέννηται κατὰ σάρκα, καθάπερ ἔφην ἀρτίως, ἐκ τῆς ἁγίας παρθένου. ἐπειδὴ δὲ ὁ ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταφοιτήσας θεὸς λόγος κεκένωκεν ἑαυτὸν μορφὴν δούλου λαβὼν καὶ κεχρημάτικεν υἱὸς ἀνθρώπου μετὰ τοῦ μεῖναι ὃ ἦν, τουτέστι θεός (ἄτρεπτος γὰρ καὶ ἀναλλοίωτος κατὰ φύσιν ἐστίν), ὡς εἷς ἤδη νοούμενος μετὰ τῆς ἰδίας σαρκὸς ἐξ οὐρανοῦ λέγεται κατελθεῖν, ὠνόμασται δὲ καὶ ἄν‐
25θρωπος ἐξ οὐρανο, τέλειος ὢν ἐν θεότητι καὶ τέλειος ὁ αὐτὸς ἐν ἀνθρωπότητι καὶ
ὡς ἐν ἑνὶ προσώπωι νοούμενος. εἷς γὰρ κύριος Ἰησοῦς Χριστός, κἂν ἡ τῶν φύσεων

1,1,4

19

μὴ ἀγνοῆται διαφορά, ἐξ ὧν τὴν ἀπόρρητον ἕνωσιν πεπρᾶχθαι φαμέν. τοὺς δὲ λέγοντας ὅτι κρᾶσις ἢ σύγχυσις ἢ φυρμὸς ἐγένετο τοῦ θεοῦ λόγου πρὸς τὴν σάρκα, καταξιωσάτω ἡ σὴ ὁσιότης ἐπιστομίζειν. εἰκὸς γὰρ τινὰς καὶ ταῦτα περὶ ἐμοῦ θρυλεῖν ὡς ἢ πεφρονη‐ κότος ἢ εἰρηκότος, ἐγὼ δὲ τοσοῦτον ἀφέστηκα τοῦ φρονῆσαί τι τοιοῦτον, ὥστε καὶ μαί‐
5νεσθαι νομίζω τοὺς οἰηθέντας ὅλως ὅτι τροπῆς ἀποσκίασμα περὶ τὴν θείαν τοῦ λόγου φύσιν συμβῆναι δύναται. μένει γὰρ ὅ ἐστιν, ἀεὶ καὶ οὐκ ἠλλοίωται, ἀλλ’ οὐδ’ ἂν ἀλλοι‐ ωθείη πώποτε καὶ μεταβολῆς ἔσται δεκτική. ἀπαθῆ δὲ πρὸς τούτωι τὸν τοῦ θεοῦ λόγον ὑπάρχειν ὁμολογοῦμεν ἅπαντες, κἂν εἰ πανσόφως αὐτὸς οἰκονομῶν τὸ μυστήριον ἑαυτῶι προσνέμων ὁρῶιτο τὰ τῆι ἰδίαι σαρκὶ συμβεβηκότα πάθη. ταύτηι τοι καὶ ὁ πάνσοφος
10Πέτρος Χριστοῦ οὖν φησὶ παθόντος ὑπὲρ ἡμῶν σαρκὶ καὶ οὐχὶ τῆι φύσει τῆς ἀρρήτου θεότητος. ἵνα γὰρ αὐτὸς τῶν ὅλων σωτὴρ εἶναι πιστεύηται, κατ’ οἰκείωσιν οἰκονομικὴν εἰς ἑαυτόν, ὡς ἔφην, τὰ τῆς ἰδίας σαρκὸς ἀναφέρει πάθη, ὁποῖόν ἐστιν τὸ διὰ τῆς τοῦ προφήτου φωνῆς προαναφωνούμενον ὡς ἐξ αὐτοῦ τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου
15οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. ὅτι δὲ ταῖς τῶν ἁγίων πατέρων δόξαις ἑπόμεθα πανταχοῦ, μάλιστα δὲ ταῖς τοῦ μακαρίου καὶ πανευφήμου πατρὸς ἡμῶν Ἀθανασίου, τὸ κατά τι γοῦν ὅλως ἔξω φέρεσθαι παραιτούμενοι, πεπείσθω μὲν ἡ σὴ ὁσιότης, ἐνδοιαζέτω δὲ τῶν ἄλλων μηδείς. παρέθηκα δ’ ἂν καὶ χρήσεις αὐτῶν πολλάς, τοὺς ἐμαυτοῦ λόγους ἐξ αὐτῶν πιστούμενος, εἰ μὴ τὸ μῆκος ἐδεδίειν τοῦ γράμματος, μὴ ἄρα πως
20γένηται διὰ τοῦτο προσκορές. κατ’ οὐδένα δὲ τρόπον σαλεύεσθαι παρά τινων ἀνεχόμεθα τὴν ὁρισθεῖσαν πίστιν ἤτοι τὸ τῆς πίστεως σύμβολον παρὰ τῶν ἁγίων ἡμῶν πατέρων τῶν ἐν Νικαίαι συνελθόντων κατὰ καιροὺς οὔτε μὴν ἐπιτρέπομεν ἑαυτοῖς ἢ ἑτέροις ἢ λέξιν ἀμεῖψαι τῶν ἐγκειμένων ἐκεῖσε ἢ μίαν γοῦν παραβῆναι συλλαβήν, μεμνημένοι τοῦ λέγοντος μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου. οὐ γὰρ ἦσαν αὐτοὶ οἱ
25λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ θεοῦ καὶ πατρός, ὃ ἐκπορεύεται μὲν ἐξ αὐτοῦ, ἔστιν δὲ οὐκ ἀλλότριον τοῦ υἱοῦ κατὰ τὸν τῆς οὐσίας λόγον. καὶ πρός γε τοῦτο ἡμᾶς οἱ τῶν ἁγίων μυσταγωγῶν πιστοῦνται λόγοι. ἐν μὲν γὰρ ταῖς Πράξεσιν τῶν ἀποστόλων γέγραπται ἐλθόντες δὲ κατὰ τὴν Μυσίαν ἐπείραζον εἰς τὴν Βιθυνίαν πορευθῆναι,
καὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμα Ἰησο. ἐπιστέλλει δὲ καὶ ὁ θεσπέσιος Παῦλος

1,1,4

20

οἱ δὲ ἐν σαρκὶ ὄντες θεῶι ἀρέσαι οὐ δύνανται· ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκ, ἀλλ’ ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν· εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὔκ ἐστιν αὐτο. ὅταν δὲ τινὲς τῶν τὰ ὀρθὰ διαστρέφειν εἰωθότων τὰς ἐμὰς παρατρέπωσι φωνὰς εἰς τὸ αὐτοῖς δοκοῦν, μὴ θαυ‐
5μαζέτω τοῦτο ἡ σὴ ὁσιότης, εἰδυῖα ὅτι καὶ οἱ ἀπὸ πάσης αἱρέσεως ἐκ τῆς θεοπνεύστου γραφῆς τὰς τῆς ἑαυτῶν πλάνης συλλέγουσιν ἀφορμάς, τὰ διὰ τοῦ ἁγίου πνεύματος ὀρθῶς εἰρημένα ταῖς ἑαυτῶν κακονοίαις παραφθείροντες καὶ ταῖς ἰδίαις κεφαλαῖς τὴν ἄσβεστον ἐπαντλοῦντες φλόγα. Ἐπειδὴ δὲ μεμαθήκαμεν ὅτι καὶ τὴν πρὸς τὸν μακάριον Ἐπίκτητον ἐπιστολὴν τοῦ
10πανευφήμου πατρὸς ἡμῶν Ἀθανασίου ὀρθοδόξως ἔχουσαν παραφθείραντες τινὲς ἐκδεδώκασιν, ὡς ἐντεῦθεν ἀδικεῖσθαι πολλούς, διὰ τοῦτο, χρήσιμόν τι καὶ ἀναγκαῖον ἐπινοοῦντες τοῖς ἀδελφοῖς, ἐξ ἀντιγράφων ἀρχαίων τῶν παρ’ ἡμῖν καὶ ἀπλανῶς ἐχόντων ἀπεστείλαμεν τὰ ἴσα τῆι σῆι ὁσιότητι.
17Τοῦ αὐτοῦ πρὸς Ἀκάκιον ἐπίσκοπον Μελιτηνῆς Κυρίωι μου ἀγαπητῶι ἀδελφῶι καὶ συλλειτουργῶι Ἀκακίωι Κύριλλος ἐν κυρίωι χαίρειν. Χρῆμα μὲν ἀδελφοῖς ἡ πρόσρησις γλυκύ τε καὶ ἀξιάγαστον καὶ τοῦ παντὸς ἄξιον λόγου
20παρά γε τοῖς ἀρτίφροσιν ἀληθῶς· χρῆναι δὲ φημὶ τοὺς ὁμοπίστους τε καὶ ὁμοψύχους ἀδιαλείπτως ἐπείγεσθαι τοῦτο δρᾶν, οὐδενὸς ὄντος ἐμποδὼν οὔτε μὴν ἀνακόπτοντος τὴν εἴς γε τοῦτο θερμὴν ἔφεσίν τε καὶ προθυμίαν. ἀλλ’ ἔσθ’ ὅτε βασκαίνει καὶ οὐχ ἑκοῦσιν ἡμῖν ἢ τῶν μεταξὺ διαστημάτων τὸ μῆκος ἢ τῶν τοῦ γράμματος διακομιστῶν ἡ σπάνις· καιροῦ δὲ τὸ δύνασθαι προσειπεῖν εἰσφέροντος, εὕρεμα ποιεῖσθαι προσήκει τὸ πρᾶγμα καὶ
25τοῖς τριποθήτοις ἀσμένως ἐπιπηδᾶν. ἡσθεὶς δὴ οὖν ἄγαν ἐπὶ τοῖς παρὰ τῆς σῆς τελειό‐

1,1,4

21

τητος ἐπεσταλμένοις καὶ τεθαυμακὼς τὴν διάθεσιν, δεῖν ὠιήθην τῆς τῶν ἐκκλησιῶν εἰρήνης καταμηνῦσαι τὸν τρόπον ἕκαστά τε ὅπως γέγονεν, διειπεῖν. Ὁ εὐσεβέστατος καὶ φιλόχριστος βασιλεὺς τὴν ὑπὲρ τῶν ἁγίων ἐκκλησιῶν φροντίδα πλείστην τε ὅσην καὶ ἀναγκαίαν ποιούμενος οὐ φορητὴν ἡγεῖτο τὴν τούτων διχόνοιαν·
5μεταπεμψάμενος τοίνυν τὸν εὐλαβέστατον καὶ θεοσεβέστατον ἐπίσκοπον τῆς ἁγίας Κων‐ σταντινουπολιτῶν ἐκκλησίας Μαξιμιανόν, καὶ ἑτέρους δὲ πλείστους τῶν αὐτόθι κατειλημμέ‐ νων, τίνα δὴ τρόπον ἐκ μέσου μὲν γένοιτ’ ἂν τῶν ἐκκλησιῶν ἡ διαφορά, κεκλήσονται δὲ πρὸς εἰρήνην οἱ τῶν θείων μυστηρίων ἱερουργοί, διεσκέπτετο. οἳ δὲ ἔφασκον ὡς οὐκ ἂν ἑτέρως γένοιτο τοῦτό ποτε οὐδ’ ἂν εἰς ὁμοψυχίαν ἔλθοιεν τὴν πρὸς ἀλλήλους οἱ περὶ
10ὧν ὁ λόγος, μὴ προανατείλαντος αὐτοῖς καὶ οἱονεὶ προεισκεκομισμένου τοῦ συνδέσμου τῆς ὁμοπιστίας, ἔφασκόν τε ὅτι τὸν τῆς Ἀντιοχείας θεοσεβέστατον ἐπίσκοπον Ἰωάννην ἀναθε‐ ματίσαι χρὴ τὰ Νεστορίου δόγματα καὶ ἐγγράφως ὁμολογῆσαι τὴν καθαίρεσιν αὐτοῦ καὶ τό γε ἧκον εἰς λύπας ἰδίας ὁ τῆς Ἀλεξανδρείας ἐπίσκοπος ἀμνημονήσει τε διὰ τὴν ἀγάπην καὶ παρ’ οὐδὲν ἡγήσεται τὸ ὑβρίσθαι κατὰ τὴν Ἐφεσίων, καίτοι παγχάλεπόν τε καὶ δύ‐
15σοιστον ὄν. συναινέσαντος τοίνυν καὶ ἡσθέντος ἄγαν ἐπὶ τούτοις τοῦ εὐσεβεστάτου βασιλέως, ἀπεστάλη τοῦτο αὐτὸ κατορθώσων ὁ κύριός μου ὁ θαυμασιώτατος τριβοῦνος καὶ νοτάριος Ἀριστόλαος. ἐπειδὴ δὲ τοῖς κατὰ τὴν Ἑώιαν τὸ βασιλικὸν ἐνεφανίσθη θέσπισμα καὶ ὡς μετὰ γνώμης γεγονὸς τῶν εὑρεθέντων ἐπισκόπων κατὰ τὴν μεγάλην Κωνσταντινού‐ πολιν, οὐκ οἶδ’ ὅτι σκοπήσαντες συνήχθησαν μὲν πρὸς τὸν ὁσιώτατον καὶ θεοσεβέστατον
20τῆς Βεροιαίων ἐπίσκοπον Ἀκάκιον γράψαι τε πρός με παρεσκεύασαν ὅτι τὸν τῆς συμβάσεως τρόπον ἤτοι τὸν τῆς εἰρήνης τῶν ἁγίων ἐκκλησιῶν οὐχ ἑτέρως γενέσθαι προσήκει, εἰ μὴ κατὰ τὸ αὐτοῖς δοκοῦν. ἦν δὲ δὴ ἄρα τοῦτο φορτικὸν καὶ βαρὺ τὸ αἴτημα. ἤθελον γὰρ ἀργῆσαι μὲν σύμπαντα τὰ παρ’ ἐμοῦ γραφέντα ἔν τε ἐπιστολαῖς καὶ τόμοις καὶ βιβλι‐ δίοις, μόνηι δὲ ἐκείνηι συνθέσθαι τῆι ἐν Νικαίαι παρὰ τῶν ἁγίων ἡμῶν πατέρων ὁρισθείσηι
25πίστει. ἐγὼ δὲ πρὸς ταῦτα ἔγραφον ὅτι τῆι μὲν ἐκθέσει τῆς πίστεως τῆι ὁρισθείσηι παρὰ τῶν ἁγίων πατέρων κατὰ τὴν Νικαέων πόλιν ἑπόμεθα πάντες, οὐδὲν τὸ παράπαν τῶν ἐν αὐτῆι κειμένων παρασημαίνοντες (ἔχει γὰρ πάντα ὀρθῶς καὶ ἀλήπτως καὶ τὸ περί‐ εργον ἔτι μετ’ ἐκείνην οὐκ ἀσφαλές), ἃ δὲ γεγράφαμεν ὀρθῶς κατὰ τῶν Νεστορίου δυσφη‐ μιῶν, οὐδεὶς ἡμᾶς ἀναπείσει λόγος ὡς οὐκ εὖ γεγόνασιν, εἰπεῖν, χρῆναι δὲ μᾶλλον αὐτοὺς
30κατά γε τὸ δόξαν καὶ τῶι εὐσεβεστάτωι καὶ φιλοχρίστωι βασιλεῖ, καὶ αὐτῆι δὲ τῆι ἁγίαι

1,1,4

22

συνόδωι τῆι κατὰ τὴν Ἐφεσίων πόλιν συναγηγερμένηι ποιεῖσθαι μὲν ἀποκήρυκτον τὸν τῆι τοῦ σωτῆρος δόξηι μεμαχημένον, ἀναθεματίσαι δὲ τὰς ἀνοσίους αὐτοῦ δυσφημίας ὁμολο‐ γῆσαί τε τὴν καθαίρεσιν αὐτοῦ καὶ συναινέσαι τῆι χειροτονίαι τοῦ ὁσιωτάτου καὶ θεοσε‐ βεστάτου ἐπισκόπου Μαξιμιανοῦ. τούτων τοίνυν αὐτοῖς τῶν γραμμάτων ἀποδοθέντων,
5πεπόμφασιν εἰς τὴν Ἀλεξάνδρειαν τὸν εὐλαβέστατον καὶ θεοσεβέστατον ἐπίσκοπον Παῦλον τῆς Ἐμεσηνῶν· πρὸς ὃν πλεῖστοι μὲν ὅσοι καὶ μακροὶ γεγόνασι λόγοι περὶ τῶν κατὰ τὴν Ἐφεσίων ὠμῶς καὶ ἀκαθηκόντως εἰρημένων τε καὶ πεπραγμένων. ἐπειδὴ δὲ τούτων ἀμνημονήσαντας τῶν ἀναγκαιοτέρων ἔχεσθαι μᾶλλον ἐχρῆν σπουδασμάτων, ἠρώτων εἰ ἐπι‐ κομίζεται γράμματα τοῦ θεοσεβεστάτου ἐπισκόπου Ἰωάννου. εἶτά μοι προεκόμισεν ἐπιστο‐
10λήν, ἃ μὲν ἐχρῆν ἔχειν, οὐκ ἔχουσαν, ὑπαγορευθεῖσαν δὲ μᾶλλον οὐ καθ’ ὃν ἔδει τρόπον (παρο‐ ξυσμοῦ γάρ, οὐ παρακλήσεως εἶχεν δύναμιν, καὶ ταύτην οὐ προσηκάμην), καίτοι γε δέον ταῖς ἀπολογίαις τὴν ἐμὴν καταγοητεῦσαι λύπην τὴν ἐπί γε τοῖς φθάσασι καὶ παρ’ αὐτῶν γεγονόσι κατὰ τὴν Ἐφεσίων. καὶ εὐαφόρμως ἔφασκον παρωξύνθαι κατ’ ἐμοῦ διά τοι τὸν ζῆλον τὸν ὑπέρ γε τῶν ἱερῶν δογμάτων. ἀλλ’ ἤκουον ὅτι οὔτε ζῆλος αὐτοὺς κεκίνηκεν
15θεῖος οὔτε τῶν τῆς ἀληθείας δογμάτων ὑπερμαχόμενοι συνεφράττοντο κατ’ ἐμοῦ, ἀλλὰ ταῖς ἀνθρώπων εἴξαντες κολακείαις καὶ τὰς τῶν ἰσχυόντων τὸ τηνικάδε φιλίας ἐφ’ ἑαυτοὺς ἁρπάζοντες. ὅμως τοῦ θεοσεβεστάτου ἐπισκόπου φάσκοντος ἑτοίμως ἔχειν ἀναθεματίζειν τὰς Νεστορίου δυσφημίας καὶ ὁμολογεῖν αὐτοῦ τὴν καθαίρεσιν ἐγγράφως καὶ τοῦτο δρᾶν ὑπὲρ πάντων καὶ ὡς ἐκ προσώπου πάντων τῶν κατὰ τὴν Ἀνατολὴν θεοσεβεστάτων
20ἐπισκόπων, ἀντενήνεγμαι λέγων τὸν παρ’ αὐτοῦ περὶ τούτου προκομιζόμενον χάρτην ἀρκέ‐ σειν αὐτῶι καὶ μόνωι πρὸς τὸ χρῆναι τυχεῖν τῆς παρὰ πάντων ἡμῶν κοινωνίας, διεβεβαι‐ ούμην δὲ ὅτι πάντηι τε καὶ πάντως ἔγγραφον ὁμολογίαν περὶ τούτων ἐκθέσθαι προσήκει τὸν εὐλαβέστατον καὶ θεοσεβέστατον τῆς Ἀντιοχέων ἐπίσκοπον Ἰωάννην· ὃ δὴ καὶ γέγονεν, καὶ πέπαυται τὸ μεσολαβοῦν καὶ ἀποφοιτᾶν ἀλλήλων ἀναπεῖθον τὰς ἐκκλησίας.
25 Ἀλλ’ ἦν οὐδαμόθεν ἀμφίβολον ὅτι τῶν Νεστορίου δυσφημιῶν τοὺς ὑπασπιστὰς κατα‐ τήξειν ἔμελλεν τῶν ἁγίων ἐκκλησιῶν ἡ εἰρήνη. καί μοι δοκοῦσι τοιοῦτόν τι παθεῖν ὁποῖόν τι συμβαίνειν ἔθος τοῖς νήχεσθαι μὲν οὐκ εἰδόσι, νεώς γε μὴν ἀδοκήτως ἀπολισθήσασιν· οἳ ἐπειδὰν καταπνίγωνται, πόδας τε καὶ χεῖρας ὧδε κἀκεῖσε διαρριπτοῦντες ἀτάκτως τοῦ
παρατυχόντος ἁπλῶς ἐπιδράττονται φιλοψυχοῦντες οἱ δείλαιοι. ἢ οὐκ ἀληθὲς εἰπεῖν ὡς

1,1,4

23

τεθορύβηνται λίαν, ἐκπεσόντες καὶ μεμονωμένοι καὶ ἔξω γεγονότες ἐκκλησιῶν, ἃς ἐνόμιζον ἔσεσθαι πρὸς ἐπικουρίαν αὐτοῖς; ἢ οὐκ ἀσχάλλουσι, καὶ τοῦτο οὐ φορητῶς, ἀποπη‐ δῶντας αὐτῶν τοὺς ἠπατημένους ὁρῶντες καὶ λοιπὸν ἀνανήφοντας εἰς ἀλήθειαν τοὺς ταῖς παρ’ αὐτῶν βεβήλοις κενοφωνίαις οἱονεί πως ἐκμεμεθυσμένους; καίτοι φαίη τις ἂν
5αὐτοῖς καὶ λίαν ἐπὶ καιροῦ τὸ διὰ τῆς τοῦ προφήτου φωνῆς συνάχθητε καὶ συνδέ‐ θητε, τὸ ἔθνος τὸ ἀπαίδευτον, πρὸ τοῦ γενέσθαι ὑμᾶς ὡσεὶ ἄνθος παρα‐ πορευόμενον. διὰ τί γὰρ ὅλως γεγόνασιν ἀλλοτρίων ἐμέτων παράσιτοι, οὐκ αἰσχύ‐ νονται δὲ τοῖς ἑτέρου βορβόροις τὰς ἑαυτῶν καρδίας καταμιαίνοντες; οἱ κωφοὶ ἀκούσατε καὶ οἱ τυφλοὶ ἀναβλέψατε ἰδεῖν· φρονήσατε περὶ τοῦ κυρίου ἀληθῆ καὶ
10ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν. ποία γὰρ χρεία πολυπλόκων ὑμῖν εὑρη‐ μάτων καὶ λόγων διεστραμμένων; τί τὴν ἐπ’ εὐθὺ περιυβρίζοντες τρίβον καμπύλας ποιεῖτε τὰς ἑαυτῶν τροχιάς; νεώσατε ἑαυτοῖς νεώματα καὶ μὴ σπείρετε ἐπ’ ἀκάνθαις. ἀλύοντες γάρ, ὡς ἔφην, ἐπὶ τῆι εἰρήνηι τῶν ἁγίων ἐκκλησιῶν, τοὺς μὴ ἀνασχομένους τὰ ἴσα φρονεῖν αὐτοῖς κακουργότατα διασύρουσιν καὶ καταγορεύουσι πικρῶς τῆς ἀπολογίας τῶν
15ἁγίων ἐπισκόπων, τῶν ἀπό γε τῆς Ἑώιας φημί· εἶτα περιέλκοντες αὐτὴν πρὸς τὸ αὐτοῖς ἡδύ τε καὶ φίλον καὶ νοοῦντες οὐκ ὀρθῶς, οὐκ ἀπαιδόντως γενέσθαι φασὶ ταῖς Νεστορίου κενοφωνίαις. συγκαταψέγουσι δὲ καὶ ἡμᾶς ὡς οἷς ἤδη γεγράφαμεν, πεφρονηκότας τὰ ἐναντία. μανθάνω δὲ ὅτι κἀκεῖνό φασιν ὅτι πίστεως ἔκθεσιν ἤτοι σύμβολον καινὸν ἀρτίως κατεδεξάμεθα, τάχα που τὸ ἀρχαῖον ἐκεῖνο καὶ σεπτὸν ἀτιμάσαντες. καὶ ὁ μὲν
20μωρὸς μωρὰ λαλήσει καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει, πλὴν ἐκεῖνο φαμέν· οὐ πίστεως ἔκθεσιν ἢ ἐξήιτηνται παρ’ ἡμῶν τινες ἢ γοῦν καινοτομηθεῖσαν παρ’ ἑτέρων κα‐ τεδεξάμεθα. ἀπόχρη γὰρ ἡμῖν ἡ θεόπνευστος γραφὴ καὶ τῶν ἁγίων πατέρων ἡ νῆψις καὶ τὸ πρὸς πᾶν ὁτιοῦν τῶν ἐχόντων ὀρθῶς ἐκτετορνευμένον τῆς πίστεως σύμβολον. ἐπειδὴ δὲ ἦσαν οἱ κατὰ τὴν Ἀνατολὴν ὁσιώτατοι ἐπίσκοποι διχονοήσαντες πρὸς ἡμᾶς κατὰ
25τὴν Ἐφεσίων καὶ γεγόνασί πως ἐν ὑποψίαις τοῦ καὶ ἐναλῶναι βρόχοις τῶν Νεστορίου δυσφημιῶν, ταύτηι τοι καὶ μάλα ἐμφρόνως ἀπαλλάττοντες ἑαυτοὺς τῆς ἐπὶ τούτοις αἰτίας καὶ τοὺς τῆς ἀμωμήτου πίστεως ἐραστὰς πληροφορεῖν σπουδάζοντες ὅτι τῆς ἐκείνου βδε‐ λυρίας ἀμοιρεῖν ἐγνώκασιν, πεποίηνται τὴν ἀπολογίαν, καὶ τὸ χρῆμά ἐστι ψόγου τε παντὸς καὶ μώμου μακράν. ἆρα γὰρ εἰ καὶ αὐτὸς Νεστόριος κατ’ ἐκεῖνο καιροῦ καθ’ ὃν αὐτῶι
30προετείνετο παρὰ πάντων ἡμῶν τὸ χρῆναι καταψηφίσασθαι τῶν ἑαυτοῦ δογμάτων καὶ ἀν‐ θελέσθαι τὴν ἀλήθειαν, ἔγγραφον ἐποιήσατο τὴν ἐπὶ τούτοις ὁμολογίαν, καὶ αὐτὸν ἄν τις ἔφη πίστεως ἡμῖν καινοτομῆσαι σύμβολον; τί τοίνυν διαλοιδοροῦνται μάτην, ἔκθεσιν συμ‐ βόλου καινὴν ὀνομάζοντες τὴν συναίνεσιν τῶν κατὰ τὴν Φοινίκην θεοσεβεστάτων ἐπισκόπων,
ἣν πεποίηνται χρησίμως τε καὶ ἀναγκαίως ἀπολογούμενοί τε καὶ θεραπεύοντες τοὺς οἰη‐

1,1,4

24

θέντας ὅτι ταῖς Νεστορίου κατακολουθοῦσι φωναῖς; ἡ μὲν γὰρ ἁγία καὶ οἰκουμενικὴ σύνοδος ἡ κατὰ τὴν Ἐφεσίων πόλιν συνειλεγμένη προενόησεν ἀναγκαίως τοῦ μὴ δεῖν ταῖς ἐκκλησίαις τοῦ θεοῦ πίστεως ἔκθεσιν ἑτέραν εἰσκρίνεσθαι παρά γε τὴν οὖσαν, ἣν οἱ τρισμα‐ κάριοι πατέρες ἐν ἁγίωι πνεύματι λαλοῦντες ὡρίσαντο. οἵ γε μὴν ἅπαξ οὐκ οἶδ’ ὅπως
5πρὸς αὐτὴν διχονοήσαντες, γεγονότες δὲ καὶ ἐν ὑποψίαις τοῦ μὴ ὀρθῶς ἑλέσθαι φρονεῖν μήτε μὴν τοῖς ἀποστολικοῖς τε καὶ εὐαγγελικοῖς ἕπεσθαι δόγμασιν ἆρα σιωπῶντες ἀπηλλά‐ γησαν ἂν τῆς ἐπὶ τούτωι δυσκλείας ἢ μᾶλλον ἀπολογούμενοι καὶ τῆς ἐνούσης αὐτοῖς δόξης τὴν δύναμιν ἐμφανίζοντες; καίτοι γέγραφεν ὁ θεσπέσιος μαθητής· ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῶι αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος· ὁ δὲ
10τοῦτο δρᾶν ἡιρημένος καινουργεῖ μὲν οὐδέν, ἀλλ’ οὐδὲ πίστεως ἔκθεσιν ὁρᾶται καινοτομῶν, ἐναργῆ δὲ μᾶλλον καθίστησιν τοῖς ἐρομένοις αὐτὸν ἣν ἂν ἔχοι πίστιν περὶ Χριστοῦ. Ἐπυθόμην δὲ πρὸς τούτοις ὅτι ταῖς τῶν θεοσεβεστάτων ἐπισκόπων ὁμοψυχίαις οὐ μετρίως ἐπιστυγνάζοντες οἱ τῆς ἀληθείας ἐχθροὶ ἄνω τε καὶ κάτω διακυκῶσι [τὰ πάντα] καὶ τοῖς ἀνοσίοις ἑαυτῶν εὑρήμασι συμβῆναί φασι τῆς παρ’ αὐτῶν γεγενημένης ὁμολογίας
15τὴν δύναμιν, ἣν ἐπὶ τῆι ὀρθῆι πεποίηνται πίστει, καινοτομοῦντες μέν, ὡς ἔφην, ἢ γοῦν προ‐ σεπάγοντες τοῖς πάλαι διωρισμένοις τὸ σύμπαν οὐδέν, ἑπόμενοι δὲ μᾶλλον τοῖς τῶν ἁγίων πατέρων ἀνεπιπλήκτοις δόγμασιν. ἵνα δὲ ψευδοεποῦντας ἐλέγχωμεν, φέρε, παραγάγωμεν εἰς μέσον τὰς Νεστορίου φλυαρίας καὶ τὰς τούτων φωνάς. ἐκδείξειε γὰρ ἂν ὧδέ τε καὶ οὐχ ἑτέρως τὸ ἀληθὲς ἡ βάσανος. οὐκοῦν Νεστόριος μὲν ἀναιρῶν εἰς ἅπαν εὑρίσκεται
20τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ τὴν κατὰ σάρκα γέννησιν· οὐ γάρτοι τετέχθαι φησὶν αὐτὸν ἐκ γυναικὸς κατὰ τὰς γραφάς. ἔφη γὰρ οὕτως· Τὸ παρελθεῖν τὸν θεὸν ἐκ τῆς Χριστοτόκου παρθένου παρὰ τῆς θείας ἐδιδάχθην γρα‐ φῆς· τὸ δὲ γεννηθῆναι θεὸν ἐξ αὐτῆς οὐδαμοῦ ἐδιδάχθην. Ἐν ἑτέραι δὲ πάλιν ἐξηγήσει· Οὐδαμοῦ τοίνυν ἡ θεία γραφὴ θεὸν ἐκ τῆς Χριστοτόκου
25παρθένου λέγει γεγεννῆσθαι, ἀλλὰ Ἰησοῦν Χριστὸν υἱὸν κύριον. Ὅτι δὲ ταῦτα λέγων εἰς υἱοὺς δύο μερίζει τὸν ἕνα καὶ ἕτερον μὲν ἰδικῶς εἶναί φησιν υἱὸν καὶ Χριστὸν καὶ κύριον, τὸν ἐκ θεοῦ πατρὸς γεννηθέντα λόγον, ἕτερον δὲ πάλιν ἀνὰ μέρος τε καὶ ἰδικῶς υἱὸν καὶ Χριστὸν καὶ κύριον, τὸν ἐκ τῆς ἁγίας παρθένου, πῶς ἂν ἐν‐ δοιάσειέ τις, αὐτὸ δὴ τοῦτο σαφῶς μόνον οὐχὶ βοῶντος ἐκείνου; οἳ δὲ θεοτόκον ὀνομά‐
30ζουσι τὴν ἁγίαν παρθένον ἕνα τε εἶναί φασιν υἱὸν καὶ Χριστὸν καὶ κύριον, τέλειον ἐν θεό‐

1,1,4

25

τητι, τέλειον ἐν ἀνθρωπότητι, ἅτε δὴ καὶ ἐψυχωμένης αὐτοῦ τῆς σαρκὸς ψυχῆι νοερᾶι. ὅτι γὰρ οὐχ ἕτερον εἶναί φασιν υἱὸν τὸν ἐκ θεοῦ πατρὸς λόγον, ἕτερον δὲ πάλιν τὸν ἐκ τῆς ἁγίας παρθένου, καθὰ Νεστορίωι δοκεῖ, ἕνα δὲ μᾶλλον καὶ τὸν αὐτόν, σαφὲς ἂν γένοιτο καὶ μάλα ῥαιδίως διά γε τῶν ἐφεξῆς. προσεπάγουσι γάρ, τίς ἂν εἴη σημαίνοντες ὁ
5τέλειος ὡς θεός, τέλειος δὲ καὶ ἄνθρωπος, ‹τὸν πρὸ αἰώνων μὲν ἐκ τοῦ πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ’ ἐσχάτου δὲ τῶν ἡμερῶν δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς ἁγίας παρθένου κατὰ τὴν ἀνθρωπότητα, ὁμοούσιον τῶι πατρὶ τὸν αὐτὸν κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρωπότητα.› οὐκοῦν ἥκιστα μὲν εἰς δύο διαιροῦσι τὸν ἕνα υἱὸν καὶ Χριστὸν καὶ κύριον Ἰησοῦν, τὸν αὐτὸν δὲ εἶναί φασιν τὸν πρὸ
10αἰῶνος καὶ ἐν ἐσχάτοις, δῆλον δὲ ὅτι τὸν ἐκ θεοῦ πατρὸς ὡς θεὸν καὶ ἐκ γυναικὸς κατὰ σάρκα ὡς ἄνθρωπον. πῶς γὰρ ἂν νοοῖτο πρὸς ἡμᾶς ὁμοούσιος εἶναι κατὰ τὴν ἀνθρω‐ πότητα, καίτοι γεννηθεὶς ἐκ πατρός, κατά γε φημὶ τὴν θεότητα, εἰ μὴ νοοῖτο καὶ λέγοιτο θεός τε ὁμοῦ καὶ ἄνθρωπος ὁ αὐτός; ἀλλ’ οὐχ ὧδε ταῦτ’ ἔχειν Νεστορίωι δοκεῖ, τέ‐ τραπται δὲ μᾶλλον ὁ σκοπὸς αὐτῶι πρὸς πᾶν τοὐναντίον. ἔφη γοῦν ἐπ’ ἐκκλησίας
15ἐξηγούμενος· Διὰ τοῦτο καὶ Χριστὸς ὁ θεὸς λόγος ὀνομάζεται, ἐπειδήπερ ἔχει τὴν συνάφειαν τὴν πρὸς τὸν Χριστὸν διηνεκῆ. Καὶ πάλιν· Ἀσύγχυτον τοίνυν τὴν τῶν φύσεων τηρῶμεν συνάφειαν· ὁμολογῶμεν τὸν ἐν ἀνθρώπωι θεόν· σέβωμεν τὸν τῆι θείαι συναφείαι τῶι παντοκράτορι θεῶι συμπροσκυ‐
20νούμενον ἄνθρωπον. Ὁρᾶις οὖν ὅσον ἔχει τὸ ἀπηχὲς ὁ λόγος αὐτῶι; δυσσεβείας γὰρ τῆς ἀνωτάτω μεμέστωται. Χριστὸν μὲν γὰρ ἰδικῶς ὠνομάσθαι φησὶν τὸν τοῦ θεοῦ λόγον, ἔχειν δὲ τὴν συνάφειαν τὴν πρὸς τὸν Χριστὸν διηνεκῆ. ἆρ’ οὖν οὐ δύο Χριστοὺς ἐναργέστατα λέγει; οὐκ ἄνθρωπον θεῶι συμπροσκυνούμενον σέβειν οὐκ οἶδ’ ὅπως ὁμολογεῖ; ταῦτ’ οὖν
25ἀδελφὰ τοῖς παρ’ ἐκείνων ὁρᾶται; οὐκ ἀντεξάγουσαν ἔχει πρὸς ἄλληλα τῶν ἐννοιῶν τὴν δύναμιν; ὃ μὲν γὰρ δύο φησὶν ἐναργῶς, οἳ δὲ Χριστὸν ἕνα καὶ υἱὸν καὶ θεὸν καὶ κύριον ὁμολογοῦσι προσκυνεῖν, τὸν αὐτὸν ἐκ πατρὸς κατὰ τὴν θεότητα καὶ ἐκ τῆς ἁγίας παρθένου
κατὰ τὴν ἀνθρωπότητα. δύο μὲν γὰρ φύσεων ἕνωσιν γενέσθαι φασίν, πλὴν ἕνα Χριστόν,

1,1,4

26

ἕνα υἱόν, ἕνα κύριον ὁμολογοῦσιν σαφῶς. γέγονε γὰρ σὰρξ ὁ λόγος κατὰ τὰς γραφὰς καὶ σύμβασιν οἰκονομικὴν καὶ ἀπόρρητον ἀληθῶς πεπρᾶχθαι φαμὲν ἀνομοίων πραγμάτων εἰς ἕνωσιν ἀδιάσπαστον. οὐ γάρτοι κατὰ τινὰς τῶν ἀρχαιοτέρων αἱρετικῶν ἐξ ἰδίας λαβόντα φύσεως, τουτέστι τῆς θεικῆς ἑαυτῶι κατασκευάσαι τὸ σῶμα τὸν τοῦ θεοῦ λόγον
5ὑπονοήσομεν, ἑπόμενοι δὲ πανταχῆι ταῖς θεοπνεύστοις γραφαῖς ἐκ τῆς ἁγίας παρθένου λαβεῖν αὐτὸν διαβεβαιούμεθα. ταύτηι τοι τὰ ἐξ ὧν ἐστιν ὁ εἷς καὶ μόνος υἱὸς καὶ κύριος Ἰησοῦς Χριστός, ὡς ἐν ἐννοίαις δεχόμενοι, δύο μὲν φύσεις ἡνῶσθαι φαμέν, μετὰ δέ γε τὴν ἕνωσιν, ὡς ἀνηιρημένης ἤδη τῆς εἰς δύο διατομῆς, μίαν εἶναι πιστεύομεν τὴν τοῦ υἱοῦ φύσιν ὡς ἑνός, πλὴν ἐνανθρωπήσαντος καὶ σεσαρκωμένου. εἰ δὲ δὴ λέγοιτο σαρκω‐
10θῆναί τε καὶ ἐνανθρωπῆσαι θεὸς ὢν ὁ λόγος, διερρίφθω που μακρὰν τροπῆς ὑποψία (μεμέ‐ νηκε γὰρ ὅπερ ἦν), ὁμολογείσθω δὲ πρὸς ἡμῶν καὶ ἀσύγχυτος παντελῶς ἡ ἕνωσις. ἀλλὰ γὰρ ἴσως ἐκεῖνο φαῖεν ἂν οἱ δι’ ἐναντίας· ἰδοὺ δὴ σαφῶς οἱ τῆς ὀρθῆς πίστεως τὴν ὁμολογίαν ποιούμενοι δύο μὲν ὀνομάζουσι φύσεις, διηιρῆσθαι δὲ τὰς τῶν θεηγόρων φωνὰς διατείνονται κατά γε τὴν διαφορὰν αὐτῶν· εἶτα πῶς οὐκ ἐναντία ταῦτα τοῖς σοῖς;
15οὐδὲ γὰρ ἀνέχηι προσώποις δυσὶν ἢ γοῦν ὑποστάσεσιν τὰς φωνὰς διανέμειν. ἀλλ’, ὦ βέλτιστοι, φαίην ἄν, γέγραφα μὲν ἐν τοῖς κεφαλαίοις· εἴ τις προσώποις δυσὶν ἢ γοῦν ὑποστάσεσι διανέμει τὰς φωνὰς καὶ τὰς μὲν ὡς ἀνθρώπωι παρὰ τὸν ἐκ θεοῦ λόγον ἰδικῶς νοουμένωι προσάπτει, τὰς δὲ ὡς θεοπρεπεῖς μόνωι τῶι ἐκ θεοῦ πατρὸς λόγωι, οὗτος ἔστω κατάκριτος· φωνῶν δὲ διαφορὰν κατ’ οὐδένα τρόπον ἀνηιρήκαμεν, εἰ καὶ ἀπόβλητον
20πεποιήμεθα τὸ μερίζειν αὐτὰς ὡς υἱῶι κατὰ μόνας τῶι ἐκ πατρὸς λόγωι καὶ ὡς ἀνθρώπωι πάλιν κατὰ μόνας υἱῶι νοουμένωι τῶι ἐκ γυναικός. μία γὰρ ὁμολογουμένως ἡ τοῦ λόγου φύσις, ἴσμεν δὲ ὅτι σεσάρκωταί τε καὶ ἐνηνθρώπησε, καθάπερ ἤδη προεῖπον. τίνα δὲ τρόπον ἐσαρκώθη τε καὶ ἐνηνθρώπησεν, εἰ περιεργάζοιτό τις, καταθρήσειεν ἂν τὸν ἐκ θεοῦ θεὸν λόγον δούλου τε λαβόντα μορφὴν καὶ ἐν ὁμοιώματι ἀνθρώπων γενόμενον, καθὰ
25γέγραπται. καὶ κατ’ αὐτὸ δὴ τουτὶ καὶ μόνον νοηθείη ἂν ἡ τῶν φύσεων ἢ γοῦν ὑποστάσεων διαφορά· οὐ γάρτοι ταυτὸν ὡς ἐν ποιότητι φυσικῆι θεότης τε καὶ ἀνθρωπότης.
ἐπεὶ πῶς κεκένωται θεὸς ὢν ὁ λόγος, καθεὶς ἑαυτὸν ἐν μείοσιν, τουτέστιν ἐν τοῖς καθ’

1,1,4

27

ἡμᾶς; ὅταν τοίνυν ὁ τῆς σαρκώσεως πολυπραγμονῆται τρόπος, δύο τὰ ἀλλήλοις ἀπορ‐ ρήτως τε καὶ ἀσυγχύτως συνενηνεγμένα καθ’ ἕνωσιν ὁρᾶι δὴ πάντως ὁ ἀνθρώπινος νοῦς, ἑνωθέντα γε μὴν διίστησιν οὐδαμῶς, ἀλλ’ ἕνα τὸν ἐξ ἀμφοῖν καὶ θεὸν καὶ υἱὸν καὶ Χριστὸν καὶ κύριον εἶναί τε πιστεύει καὶ ἀραρότως εἰσδέχεται. ἑτέρα δὲ παντελῶς
5παρὰ ταύτην ἡ Νεστορίου κακοδοξία. ὑποκρίνεται μὲν γὰρ ὁμολογεῖν ὅτι καὶ ἐσαρκώθη καὶ ἐνηνθρώπησε θεὸς ὢν ὁ λόγος, τὴν δέ γε τοῦ σεσαρκῶσθαι δύναμιν οὐκ εἰδὼς δύο μὲν ὀνομάζει φύσεις, ἀποδιίστησι δὲ ἀλλήλων αὐτάς, θεὸν ἰδίαι τιθεὶς καὶ ὁμοίως ἄνθρωπον ἀνὰ μέρος συναφθέντα θεῶι σχετικῶς κατὰ μόνην τὴν ἰσοτιμίαν ἢ γοῦν αὐθεντίαν. ἔφη γὰρ οὕτως·
10 Ἀχώριστος τοῦ φαινομένου θεός. διὰ τοῦτο τοῦ μὴ χωριζομένου τὴν τιμὴν οὐ χωρίζω· χωρίζω τὰς φύσεις, ἀλλ’ ἑνῶ τὴν προσκύνησιν. Οἱ δέ γε κατὰ τὴν Ἀντιόχειαν ἀδελφοὶ τὰ μὲν ἐξ ὧν νοεῖται Χριστός, ὡς ἐν ψιλαῖς καὶ μόναις ἐννοίαις δεχόμενοι, φύσεων μὲν εἰρήκασι διαφοράν, ὅτι μὴ ταυτόν, ὡς ἔφην, ἐν ποιότητι φυσικῆι θεότης τε καὶ ἀνθρωπότης, ἕνα γε μὴν υἱὸν καὶ Χριστὸν καὶ κύριον καί,
15ὡς ἑνὸς ὄντος ἀληθῶς, ἓν αὐτοῦ καὶ πρόσωπον εἶναί φασιν, μερίζουσι δὲ κατ’ οὐδένα τρόπον τὰ ἡνωμένα οὔτε μὴν φυσικὴν παραδέχονται τὴν διαίρεσιν, καθὰ φρονεῖν ἔδοξε τῶι τῶν ἀθλίων εὑρημάτων εἰσηγητῆι. διαιρεῖσθαι δὲ μόνας διατείνονται τὰς ἐπὶ τῶι κυρίωι φωνὰς πρέπειν τέ φασιν αὐτὰς οὐ τὰς μὲν ὡς υἱῶι κατὰ μόνας τῶι ἐκ θεοῦ πα‐ τρὸς λόγωι, τὰς δὲ ὡς ἑτέρωι πάλιν υἱῶι τῶι ἐκ γυναικός, ἀλλὰ τὰς μὲν τῆι θεότητι αὐτοῦ,
20τὰς δὲ τῆι αὐτοῦ πάλιν ἀνθρωπότητι (θεὸς γάρ ἐστιν ὁ αὐτὸς καὶ ἄνθρωπος), εἶναι δέ φασιν καὶ ἑτέρας κοινοποιηθείσας τρόπον τινὰ καὶ οἷον ἐπ’ ἄμφω βλεπούσας, θεότητά τε καὶ ἀνθρωπότητα λέγω, οἷον δή τι φημί· αἳ μὲν γάρ εἰσι τῶν φωνῶν ὅτι μάλιστα θεοπρε‐ πεῖς, αἳ δὲ οὕτω πάλιν ἀνθρωποπρεπεῖς, αἳ δὲ μέσην τινὰ τάξιν ἐπέχουσιν, ἐμφανίζουσαι τὸν υἱὸν θεὸν ὄντα καὶ ἄνθρωπον ὁμοῦ τε καὶ ἐν ταυτῶι. ὅταν μὲν γὰρ τῶι Φιλίππωι λέγηι
25τοσοῦτον χρόνον μεθ’ ὑμῶν εἰμ, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῶι πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν; ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα. ἐγὼ καὶ ὁ πατὴρ ἓν ἐσμέν, θεοπρεπεστάτην εἶναι δια‐ βεβαιούμεθα τὴν φωνήν. ὅταν δὲ τοῖς Ἰουδαίων ἐπιπλήττηι δήμοις, ἐκεῖνο λέγων εἰ τέκνα τοῦ Ἁβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἁβραὰμ ἐποιεῖτε ἄν· νῦν δὲ ζητεῖτέ
30με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα· τοῦτο Ἁβραὰμ

1,1,4

28

οὐκ ἐποίησεν, ἀνθρωποπρεπῶς εἰρῆσθαι τὰ τοιάδε φαμέν, πλὴν τοῦ ἑνὸς υἱοῦ τὰς θεο‐ πρεπεῖς καὶ μέντοι τὰς ἀνθρωπίνας. θεὸς γὰρ ὢν γέγονεν ἄνθρωπος, οὐ τὸ εἶναι θεὸς ἀφείς, ἐν προσλήψει δὲ μᾶλλον σαρκὸς καὶ αἵματος γεγονώς· ἐπειδὴ δὲ εἷς ἐστιν Χριστὸς καὶ υἱὸς καὶ κύριος, ἓν αὐτοῦ καὶ πρόσωπον εἶναι φαμὲν ἡμεῖς τε κἀκεῖνοι. μέσας
5δὲ εἶναι φωνὰς ἐκείνας διαβεβαιούμεθα, οἷον ὅταν ὁ μακάριος γράφηι Παῦλος Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. καὶ πάλιν· εἴπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοὶ ἔν τε τῶι οὐρανῶι καὶ ἐπὶ τῆς γῆς, ἀλλ’ ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς ἐξ αὐτο, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα καὶ ἡμεῖς δι’ αὐτο. καὶ
10πάλιν· ηὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται, ὧν ἐστιν ἡ υἱοθεσία καὶ ἡ νομοθεσία καὶ ἡ διαθήκη καὶ ἡ δόξα, ὧν οἱ πα‐ τέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογη‐ τὸς εἰς τοὺς αἰῶνας. ἀμήν. ἰδοὺ γὰρ ἰδοὺ Χριστὸν Ἰησοῦν ὀνομάσας, χθὲς καὶ
15σήμερον τὸν αὐτὸν εἶναί φησι καὶ εἰς τοὺς αἰῶνας καὶ δι’ αὐτοῦ γενέσθαι τὰ πάντα καὶ τὸν κατὰ σάρκα ἐξ Ἰουδαίων ἐπὶ πάντων ὀνομάζει θεὸν καὶ μὴν καὶ εὐλογητὸν εἶναί φησιν εἰς τοὺς αἰῶνας. μὴ τοίνυν διέληις ἐν τούτοις τὰς ἐπὶ τῶι κυρίωι φωνάς (ἔχουσι γὰρ ἐν ταυτῶι τὸ θεοπρεπὲς καὶ τὸ ἀνθρώπινον), ἐφάρμοσον δὲ μᾶλλον αὐτὰς ὡς ἑνὶ τῶι υἱῶι, τουτέστιν τῶι θεῶι λόγωι σεσαρκωμένωι. ἕτερον τοίνυν
20ἐστὶν τὸ διαιρεῖν τὰς φύσεις, καὶ τοῦτο μετὰ τὴν ἕνωσιν, καὶ κατὰ μόνην ἰσοτιμίαν συ‐ νῆφθαι λέγειν ἄνθρωπον θεῶι καὶ ὁμοίως ἕτερον τὸ φωνῶν εἰδέναι διαφοράν. ποῦ τοι‐ γαροῦν ταῖς Νεστορίου κενοφωνίαις τὰ ἐκείνων συντρέχει; εἰ γὰρ καί τισιν δοκεῖ τῶν λέξεων ἡ συνθήκη καὶ τῶν ῥημάτων ἡ προφορὰ τῆς ἰσχνῆς ἄγαν ἀκριβείας ἀπολιμπάνεσθαι, θαυμαστὸν οὐδέν· δυσεκφώνητα γὰρ τὰ τοιάδε λίαν. ταύτηι τοι καὶ ὁ θεσπέσιος Παῦλος
25ἐζήτει παρὰ θεοῦ λόγον ἐν ἀνοίξει τοῦ στόματος αὐτοῦ. ὅτι γὰρ οὐ μερίζουσιν εἰς δύο τὸν ἕνα κύριον Ἰησοῦν Χριστόν, χρῆναι λέγοντες ἐφαρμόζεσθαι τὰς φωνάς, τῆι μὲν θεότητι αὐτοῦ τὰς θεοπρεπεῖς, τῆι δὲ ἀνθρωπότητι πάλιν αὐτοῦ τὰς ἀνθρωπίνας, πῶς οὐχ ἅπασιν ἐναργές; διαβεβαιοῦνται γάρ, ὡς ἔφην, ὅτι αὐτὸς ὁ ἐκ θεοῦ πατρὸς λόγος, γεννηθεὶς πρὸ αἰώνων, καὶ ἐν ἐσχάτοις καιροῖς ἐγεννήθη κατὰ σάρκα ἐκ τῆς ἁγίας παρ‐
30θένου· προσεπάγουσι δὲ ὅτι διὰ τὴν ἄφραστόν τε καὶ ἀσύγχυτον ἕνωσιν καὶ θεοτόκον

1,1,4

29

εἶναι πιστεύουσι τὴν ἁγίαν παρθένον, καὶ ἕνα υἱὸν καὶ Χριστὸν καὶ κύριον ὁμολογοῦσι σαφῶς. ἀπίθανον δὲ παντελῶς τὸ καὶ ἕνα λέγειν καὶ διατέμνειν εἰς δύο τὸν ἕνα νομίζειν αὐτούς. οὐ γὰρ ἂν εἰς τοῦτο προῆλθον ἀποπληξίας, ὡς παραβάτας ἑαυτοὺς συνιστάνειν, ἃ κατέλυσαν ὀρθῶς, οἰκοδομοῦντες ἀβούλως. εἰ γὰρ ταῖς Νεστορίου συμφέρονται δόξαις,
5πῶς αὐτὰς ἀναθεματίζουσιν ὡς βεβήλους καὶ μυσαράς; οἶμαι δὲ δεῖν καὶ τὰς αἰτίας εἰπεῖν, δι’ ἃς εἰς τοῦτο προῆλθον ἰσχνομυθίας. ἐπειδὴ γὰρ οἱ τῆς Ἀρείου δυσσεβείας ὑπασπισταί, τῆς ἀληθείας τὴν δύναμιν ἀνοσίως ἐκκαπηλεύοντες, τὸν ἐκ θεοῦ φασι λόγον γενέσθαι μὲν ἄνθρωπον, πλὴν ἀψύχωι προσχρήσασθαι σώματι (πράττουσι δὲ τοῦτο φιλοκακούργως, ἵνα τὰς ἀνθρωπίνας φωνὰς αὐτῶι προσνέμοντες ὡς ἐν μείοσιν ὄντα τῆς τοῦ πατρὸς ὑπεροχῆς
10τοῖς παρ’ αὐτῶν πλανωμένοις καταδεικνύωσιν ἑτεροφυᾶ τε αὐτὸν εἶναι λέγωσιν), ταύτηι τοι δεδιότες οἱ ἐκ τῆς Ἀνατολῆς, μὴ ἄρα πως ἡ τοῦ θεοῦ λόγου κατασμικρύνοιτο δόξα τε καὶ φύσις ἀπό γε τῶν ἀνθρωπίνως εἰρημένων διὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν, διορίζουσι τὰς φωνάς, οὐκ εἰς [πρόσωπα] δύο τέμνοντες, ὡς ἔφην, τὸν ἕνα υἱὸν καὶ κύριον, ἀλλὰ τὰς μὲν τῆι θεότητι αὐτοῦ προσνέμοντες, τὰς δὲ τῆι ἀνθρωπότητι πάλιν τῆι αὐτοῦ, πλὴν
15τὰς πάσας ἑνός. Ἐπυθόμην δὲ ὅτι γέγραφεν τισὶ τῶν ἐπιτηδείων ὁ εὐλαβέστατος καὶ θεοσεβέστατος ἐπίσκοπος Ἰωάννης ὡσανεὶ ἐμοῦ σαφῶς διδάξαντος καὶ λαμπρᾶι τῆι φωνῆι ὁμολογεῖν μὲν τῶν φύσεων τὸ διάφορον, διαιρεῖν δὲ τὰς φωνὰς καταλλήλως ταῖς φύσεσιν, καὶ ἐπ’ αὐτῶι δὴ τούτωι σκανδαλίζονταί τινες. ἦν οὖν ἀναγκαῖον καὶ πρός γε τοῦτο ἡμᾶς εἰπεῖν.
20οὐκ ἠγνόησεν ἡ σὴ τελειότης ὅτι τῆς Ἀπολιναρίου δόξης τὸν μῶμον τῶν ἐμῶν καταχέοντες ἐπιστολῶν ὠιήθησαν ὅτι καὶ ἄψυχον εἶναι φημὶ τὸ ἅγιον σῶμα Χριστοῦ καὶ ὅτι κρᾶσις ἢ σύγχυσις ἢ φυρμὸς ἢ μεταβολὴ τοῦ θεοῦ λόγου γέγονεν εἰς τὴν σάρκα ἢ γοῦν τῆς σαρκὸς μεταφοίτησις εἰς φύσιν θεότητος, ὡς μηδὲν ἔτι σώιζεσθαι καθαρῶς μήτε μὴν εἶναι ὅ ἐστιν. ὠιήθησαν δὲ πρὸς τούτωι καὶ ταῖς Ἀρείου με συμφέρεσθαι δυσφημίαις διά τοι τὸ μὴ θέλειν
25διαφορὰν εἰδέναι φωνῶν καὶ τὰς μὲν εἶναι λέγειν θεοπρεπεῖς, τὰς δὲ ἀνθρωπίνας καὶ πρε‐ πούσας μᾶλλον τῆι οἰκονομίαι τῆι μετὰ σαρκός. ἐγὼ δὲ ὅτι τῶν τοιούτων ἀπήλλαγμαι,
μαρτυρήσειεν ἂν ἑτέροις ἡ σὴ τελειότης, πλὴν ἔδει σκανδαλισθεῖσιν ἀπολογήσασθαι. ταύτηι

1,1,4

30

τοι γέγραφα πρὸς τὴν θεοσέβειαν αὐτοῦ ὡς οὔτε πεφρόνηκά ποτε τὰ Ἀρείου τε καὶ Ἀπολι‐ ναρίου οὔτε μὴν μεταπεποιῆσθαι τὸν τοῦ θεοῦ λόγον εἰς σάρκα φημί, ἀλλ’ οὐδὲ εἰς φύσιν θεότητος μεταφῦναι τὴν σάρκα διὰ τὸ ἄτρεπτον εἶναι καὶ ἀναλλοίωτον τὸν τοῦ θεοῦ λόγον· ἀνέφικτον δὲ καὶ τὸ ἕτερον οὔτε μὴν ἀνήιρηκά ποτε φωνῶν διαφοράς, ἀλλ’ οἶδα τὸν κύριον
5θεοπρεπῶς τε ἅμα καὶ ἀνθρωπίνως διαλεγόμενον, ἐπείπερ ἐστὶν ἐν ταὐτῶι θεὸς καὶ ἄν‐ θρωπος. οὐκοῦν αὐτὸ δὴ τουτὶ κατασημῆναι θέλων γέγραφεν ὅτι ἐδίδαξεν ὁμολογεῖν τῶν φύσεων τὸ διάφορον καὶ διαιρεῖν τὰς φωνὰς καταλλήλως ταῖς φύσεσιν· αἱ δὲ τοιαῦται διαλέξεις ἐμαὶ μὲν οὔκ εἰσιν, ἐξεφωνήθησαν δὲ παρ’ αὐτοῦ. Κἀκεῖνο δέ, οἶμαι, τοῖς εἰρημένοις προσεπενεγκεῖν ἀναγκαῖον. ἀφίκετο γὰρ πρός
10με ὁ θεοσεβέστατος ἐπίσκοπος Παῦλος τῆς Ἐμεσηνῶν, εἶτα λόγου κεκινημένου περὶ τῆς ὀρθῆς τε καὶ ἀμωμήτου πίστεως διεπυνθάνετό μου καὶ μάλα ἐσπουδασμένως εἰ συναινῶ τοῖς γραφεῖσιν παρὰ τοῦ τῆς ἀοιδίμου μνήμης καὶ τρισμακαρίου πατρὸς ἡμῶν Ἀθανασίου πρὸς Ἐπίκτητον ἐπίσκοπον τῆς Κορινθίων. ἐγὼ δὲ ἔφην ὅτι εἰ σώιζεται παρ’ ὑμῖν οὐ νενοθευμένον τὸ γράμμα (παραπεποίηται γὰρ τῶν ἐν αὐτῶι πολλὰ παρὰ τῶν τῆς ἀληθείας
15ἐχθρῶν), συναινέσαιμι ἂν πάντηι τε καὶ πάντως. ὃ δὲ πρὸς τοῦτο ἔφασκεν ἔχειν μὲν καὶ αὐτὸς τὴν ἐπιστολήν, βούλεσθαι δὲ ἐκ τῶν παρ’ ἡμῖν ἀντιγράφων πληροφορηθῆναι καὶ μαθεῖν πότερόν ποτε παρεποιήθη τὰ αὐτῶν βιβλία ἢ μή. καὶ δὴ καὶ λαβὼν ἀντίγραφα παλαιὰ καὶ οἷς ἐπεφέρετο, συμβαλών, ηὕρισκεν ταῦτα νενοθευμένα καὶ προέτρεψεν ἐκ τῶν παρ’ ἡμῶν βιβλίων ἴσα ποιῆσαι πέμψαι τε τῆι Ἀντιοχέων ἐκκλησίαι· ὃ δὴ καὶ γέγονεν.
20καὶ τοῦτό ἐστιν ὃ γέγραφεν ὁ εὐλαβέστατος καὶ θεοσεβέστατος ἐπίσκοπος Ἰωάννης τῶι Καρρηνῶι περὶ ἐμοῦ ὅτι ‹ἐξέθετο τὰ περὶ τῆς ἐνανθρωπήσεως, συνυφάνας ἡμῖν καὶ τὴν πατρώιαν παράδοσιν, μικροῦ καὶ ἐξ ἀνθρώπων, ἵν’ οὕτως εἴπω, γενέσθαι κινδυνεύσασαν›. Ἐὰν δὲ περικομίζωσί τινες ἐπιστολὴν ὡς γραφεῖσαν παρὰ τοῦ εὐλαβεστάτου πρεσβυ‐ τέρου τῆς Ῥωμαίων ἐκκλησίας Φιλίππου ὡσανεὶ τοῦ ὁσιωτάτου ἐπισκόπου Ξύστου χαλεπή‐
25ναντος ἐπὶ τῆι Νεστορίου καθαιρέσει καὶ ἐνρήξαντος αὐτῶι, μὴ πιστευέτω ἡ σὴ ὁσιότης· σύμφωνα γὰρ τῆι ἁγίαι συνόδωι γέγραφεν καὶ πάντα ἐβεβαίωσεν τὰ παρ’ αὐτῆς πραχθέντα καί ἐστιν ὁμόφρων ἡμῖν. εἰ δὲ δὴ καὶ ὡς παρ’ ἐμοῦ γραφεῖσα παρακομίζοιτο πρός
τινων ἐπιστολὴ ὡς μετανοοῦντος ἐφ’ οἷς πεπράχαμεν κατὰ τὴν Ἐφεσίων, γελάσθω καὶ

1,1,4

31

τοῦτο· ἐσμὲν γὰρ διὰ τὴν τοῦ σωτῆρος χάριν ἐν καλῶι φρενὸς καὶ τοῦ εἰκότος οὐκ ἐκπε‐ φορήμεθα λογισμοῦ. Πρόσειπε τὴν παρὰ σοὶ ἀδελφότητα σὲ ἡ σὺν ἡμῶν ἐν κυρίωι προσαγορεύει.
5Τοῦ αὐτοῦ πρὸς Δυνατὸν ἐπίσκοπον Νικοπόλεως Παλαιᾶς Ἠπείρου ἐπιστολή Κυρίωι μου ἀγαπητῶι ἀδελφῶι καὶ συλλειτουργῶι Δυνατῶι Κύριλλος ἐν κυρίωι χαίρειν. Δεῖν ὠιήθην τῆι σῆι θεοσεβείαι τὰ παρακολουθήσαντα ἐπὶ τῆι εἰρήνηι τῶν ἐκκλησιῶν καταστῆσαι γνώριμα. ἀφίκετο τοίνυν ὁ κύριός μου ὁ θαυμασιώτατος τριβοῦνος καὶ νοτάριος Ἀριστόλαος εἰς τὴν Ἀντιόχειαν, ἐπιφερόμενος καὶ βασιλικὰς συλλαβάς, αἳ παρεκελεύοντο τὸν εὐλαβέστατον
10τῆς Ἀντιοχέων ἐκκλησίας ἐπίσκοπον Ἰωάννην ἀναθεματίσαι μὲν τὰ μιαρὰ Νεστορίου δόγματα, καταψηφίσασθαι δὲ καὶ τὴν καθαίρεσιν αὐτοῦ καθ’ ὁμοιότητα τῆς ἁγίας συνόδου ζητῆσαί τε οὕτω τὴν παρ’ ἡμῶν κοινωνίαν. καὶ ἡ μὲν δύναμις τῶν γεγραμμένων αὕτη· τινὲς δὲ τῶν κατὰ τὴν Ἀνατολὴν ἐπισκόπων, οὔπω τάχα Νεστορίου καταγινώσκοντες ἢ καὶ προστα‐ σίαν αὐτῶι νέμοντες τὴν ὀρθὴν ἡμῶν λυποῦσαν πίστιν καὶ τῆι δόξηι τοῦ πάντων ἡμῶν
15σωτῆρος Χριστοῦ προσκρούουσαν οὐ μετρίως, παρεσκεύασαν γράψαι πρός με τὸν θεοσε‐ βέστατον καὶ ὁσιώτατον τῆς Βεροιαίων ἐπίσκοπον Ἀκάκιον εἰκαῖά τινα, ὡς αὐτῶν αἰτούν‐ των χρῆναι μὲν ἅπαντα τὰ παρ’ ἡμῶν γραφέντα κατὰ Νεστορίου παραλύεσθαι καὶ ὡς ἄκυρα ῥίπτεσθαι, συνθέσθαι δὲ μόνωι τῶι συμβόλωι τῆς πίστεως τῆς ὁρισθείσης παρὰ τῶν ἁγίων ἡμῶν πατέρων ἐν τῆι Νικαέων πόλει. οἶδε δὲ ἡ σὴ ὁσιότης ὅτι τοιαῦται πάλαι αὐτῶν
20αἱ προτάσεις ἦσαν κατὰ τὴν Ἐφεσίων πόλιν. ἐγὼ δὲ πρὸς ταῦτα γέγραφα ὅτι πρᾶγμα αἰτοῦσιν οὐκ ἐνδεχόμενον· γεγράφαμεν γὰρ ὀρθῶς ἃ γεγράφαμεν, τῆι ὀρθῆι καὶ ἀμωμήτωι συναγορεύοντες πίστει, καὶ οὐδὲν τὸ παράπαν τῶν ἰδίων ἀρνούμεθα. οὐ γὰρ εἴρηταί τι, καθάπερ αὐτοί φασιν, ἀτημελῶς, ἀλλὰ τῆς ὀρθότητος ἐχόμενα πανταχοῦ καὶ τῆι τῆς ἀλη‐ θείας δυνάμει συντρέχοντα· χρῆναι δὲ μᾶλλον αὐτοὺς μὴ περιδρομαῖς τισι καὶ ἀναβολαῖς
25κεχρῆσθαι τοιαύταις μήτε μὴν ἔξω φέρεσθαι τῶν ἀναγκαίων, ἀλλὰ κατὰ τὸ δόξαν εὖ ἔχειν καὶ αὐτῶι τῶι εὐσεβεστάτωι καὶ θεοφιλεστάτωι βασιλεῖ καὶ τῆι ἁγίαι συνόδωι τὰς Νεστορίου φλυαρίας καὶ τὰς κατὰ Χριστοῦ γενομένας δυσφημίας ἀναθεματίσαι ὁμολογῆσαί τε τὴν καθαίρεσιν αὐτοῦ καὶ συνθέσθαι τῆι χειροτονίαι τοῦ ὁσιωτάτου καὶ θεοσεβεστάτου ἐπισκόπου Μαξιμιανοῦ. τούτων τοίνυν παρ’ ἐμοῦ διαπεμφθέντων αὐτοῖς τῶν γραμμάτων, συνεω‐
30ρακότες ὅτι οὐκ ἂν λάβοιεν τὴν κοινωνίαν, μὴ εἰς πέρας ἐνηνεγμένων ὧν ἔδει ποιεῖν αὐτούς, ἀποστέλλουσιν εἰς τὴν Ἀλεξάνδρειαν τὸν εὐλαβέστατον καὶ θεοφιλέστατον ἐπίσκοπον τῆς Ἐμεσηνῶν Παῦλον ἐπικομιζόμενον πρός με γράμματα κοινωνικὰ μέν, ὑπαγορευθέντα δὲ οὐ σφόδρα καθηκόντως. προσεποιοῦντο γὰρ καὶ μέμψεις προσάγειν ὡς οὐκ ὀρθῶς τινων εἰρημένων καὶ πεπραγμένων ἐν τῆι ἁγίαι συνόδωι. καὶ τὰς μὲν τοιαύτας ἐπιστολὰς οὐ
35προσηκάμην, ἀλλ’ ἔφην ὅτι οἱ καὶ συγγνώμην αἰτεῖν ὀφείλοντες ἐπὶ τοῖς φθάσασι πῶς καὶ

1,1,4

32

δευτέρας ἐπάγουσιν ὕβρεις; ἀπολογουμένου δὲ τοῦ μνημονευθέντος θεοσεβεστάτου ἐπισκόπου ἐνωμότως τε διαβεβαιουμένου μὴ τοιοῦτον ἐσχηκέναι σκοπὸν αὐτούς, ἐξ ἁπλό‐ τητος δὲ μᾶλλον ἐπὶ τὸ γράμμα ἐλθεῖν, παρῆκα μὲν διὰ τὴν ἀγάπην καὶ τοῦτο, οὐ πρό‐ τερον δὲ συναχθῆναι αὐτῶι συγκεχώρηκα, εἰ μὴ βιβλίον ἐπιδοὺς ἐγγράφως ἀνεθεμάτισε τὰ
5Νεστορίου δόγματα καὶ ὡμολόγησεν ἔχειν αὐτὸν καθηιρημένον καὶ συντίθεσθαι τῆι χειρο‐ τονίαι τοῦ εὐλαβεστάτου καὶ θεοσεβεστάτου ἐπισκόπου Μαξιμιανοῦ. καὶ ἠξίου μὲν ὡς ὑπὲρ πάντων τῶν κατὰ τὴν Ἀνατολὴν ὄντων θεοσεβεστάτων ἐπισκόπων τὰ τοιαῦτα βιβλία δούς, μηδὲν ἕτερον ἡμᾶς προσαπαιτῆσαι· ἠνεσχόμην δὲ οὐδαμῶς, ἀλλὰ γὰρ συνεξέπεμψα τῶι κυρίωι μου τῶι θαυμασιωτάτωι τριβούνωι καὶ νοταρίωι Ἀριστολάωι δύο τῶν ἡμετέρων
10κληρικῶν εἰς τὴν Ἀντιόχειαν, ἐγχειρίσας χάρτην καὶ εἰπὼν ὅτι ἐὰν ὑπογράψηι ὁ θεοσε‐ βέστατος ἐπίσκοπος τῆς Ἀντιοχέων Ἰωάννης καὶ δέξηται τοῦτον, τότε ἀπόδοτε τὰ κοινω‐ νικά. ἐδυσχέραινε γὰρ ἐπὶ τῶι βράδει ὁ μνημονευθεὶς θαυμασιώτατος τριβοῦνος Ἀριστό‐ λαος. ὑπογράψαντος τοίνυν τοῦ θεοσεβεστάτου ἐπισκόπου Ἰωάννου καὶ τῶν σὺν αὐτῶι ἐπιφανεστέρων, ἀναθεματισάντων δὲ τὰ Νεστορίου δόγματα καὶ ὁμολογησάντων ἔχειν αὐτὸν
15καθηιρημένον συνθεμένων τε τῆι χειροτονίαι τοῦ θεοσεβεστάτου ἐπισκόπου Μαξιμιανοῦ, ἀποδεδώκαμεν τὴν κοινωνίαν· ταῦτα γὰρ αὐτοῖς καὶ κατὰ τὴν Ἐφεσίων μητρόπολιν προε‐ τείνετο παρὰ τῆς ἁγίας συνόδου. ἴστω δὲ κἀκεῖνο ἡ σὴ ὁσιότης· ἐνέστη μὲν γὰρ ἐν ἀρχαῖς πλεῖστα παρακαλῶν ὁ εὐλαβέστατος καὶ θεοσεβέστατος ἐπίσκοπος Παῦλος τῶν καθηιρημένων ἕνεκα, Ἑλλαδίου τε φημὶ καὶ Εὐθηρίου καὶ Ἱμερίου καὶ Δωροθέου καὶ ἠξίου
20τὰ ἐπ’ αὐτοῖς ἀργῆσαι, διατεινόμενος μὴ ἑτέρως δύνασθαι τὴν εἰρήνην τῶν ἐκκλησιῶν ἐνεχθῆναι πρὸς πέρας, εἰ μὴ προστεθείη καὶ τοῦτο. ἐγὼ δὲ ἔφην ἀδυνάτωι πράγματι ἐπιχειρεῖν αὐτὸν καὶ τοῦτο οὐκ ἔσεσθαί ποτε παρ’ ἡμῶν. μεμενήκασι τοίνυν ἐν ὧι καὶ νῦν εἰσι σχήματι, καὶ οὐδεμία γέγονεν αὐτῶν μνήμη ἐν ταῖς συνθήκαις ταῖς περὶ τῆς εἰρήνης τῶν ἐκκλησιῶν. γεγράφασι δὲ τὴν αὐτὴν ἐπιστολὴν ἣν ἔπεμψαν πρός με, καὶ πρὸς τοὺς
25θεοσεβεστάτους καὶ ὁσιωτάτους ἐπισκόπους τόν τε τῆς μεγάλης Ῥώμης Ξύστον καὶ τὸν τῆς ἁγίας Κωνσταντινουπολιτῶν ἐκκλησίας Μαξιμιανόν. καὶ ἦν ἀναγκαῖον ἀκριβῶς διδαχθῆναι ταῦτα τὴν σὴν τελειότητα, ὡς ἂν μή τινες ἕτερα ἀνθ’ ἑτέρων φλυαρεῖν εἰω‐ θότες ταράξωσι τινὰς τῶν ἀδελφῶν ὡς ἡμῶν ἀρνησαμένων ἃ γεγράφαμεν κατὰ τῶν Νεστορίου δυσφημιῶν. ἀπέστειλα δὲ τὰ ἴσα τῶν ἐπιστολῶν τῆς τε παρ’ ἐμοῦ γρα‐
30φείσης πρὸς τὸν εὐλαβέστατον τῆς Ἀντιοχέων ἐπίσκοπον Ἰωάννην καὶ τῆς παρ’ αὐτοῦ γραφείσης πρός με ἐπὶ τῶι ἀναθεματισμῶι τῶν Νεστορίου δυσφημιῶν καὶ τῆι καθαιρέσει αὐτοῦ πρὸς εὐμάθειαν ἀκριβῆ τῆς σῆς τελειότητος. καὶ ἑτέρας ἐπιστολὰς παρὰ ταύτας προκομιζέτω μηδείς.
Πρόσειπε τὴν παρὰ σοὶ ἀδελφότητα. σὲ ἡ σὺν ἡμῖν ἐν κυρίωι προσαγορεύει.

1,1,4

33

(2)

Ἰωάννου ἐπισκόπου Ἀντιοχείας καὶ τῶν λοιπῶν τῶν σὺν αὐτῶι ἐπιστολὴ πρὸς Ξύστον ἐπίσκοπον Ῥώμης καὶ πρὸς Κύριλλον ἐπίσκοπον Ἀλεξανδρείας καὶ Μαξιμιανὸν ἐπίσκοπον Κωνσταντινουπόλεως
5 Τοῖς ὁσιωτάτοις καὶ θεοφιλεστάτοις ἀδελφοῖς καὶ συλλειτουργοῖς Ξύστωι Κυρίλλωι καὶ Μαξιμιανῶι Ἰωάννης καὶ οἱ λοιποὶ πάντες οἱ σὺν ἐμοὶ ἐν κυρίωι χαίρειν. Καὶ σπουδὴ καὶ σκοπὸς πᾶσι τοῖς ἱερᾶσθαι λαχοῦσι καὶ τὴν θείαν τῆς ἐπισκοπῆς λειτουργίαν πεπιστευ‐ μένοις παρὰ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ τὸ ἐν ὀρθῆι πίστει διαπρέπειν οὕτω τε διδάσκειν τοὺς ὑπὸ χεῖρα λαούς. οὕτω τοίνυν ἔχοντος τοῦ πράγματος, κατὰ τὸ παρωι‐
10χηκὸς ἔτος ἐκ θεσπίσματος τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων βασιλέων ἁγία σύνοδος θεοφιλεστάτων ἐπισκόπων συνήχθη κατὰ τὴν Ἐφεσίων μητρόπολιν τῆς κατὰ Νεστόριον ὑποθέσεως χάριν, οἳ καὶ συνεδρεύσαντες ἅμα τοῖς ἀποσταλεῖσιν ἐκδίκοις παρὰ τοῦ τῆς μακαρίας μνήμης Κελεστίνου τοῦ γενομένου ἐπισκόπου τῆς ἁγίας Ῥωμαίων ἐκκλησίας ψήφωι καθαιρέσεως ὑποβεβλήκασι τὸν μνημονευθέντα Νεστόριον ὡς βεβήλωι διδασκαλίαι χρησά‐
15μενον καὶ σκανδαλίσαντα πολλοὺς καὶ οὐκ ὀρθοποδήσαντα περὶ τὴν πίστιν· συνδεδραμη‐ κότες δὲ καὶ ἡμεῖς, εἶτα τοῦτο γεγονὸς εὑρόντες λελυπήμεθα. ταύτης ἕνεκα τῆς αἰτίας διαφορᾶς μεταξὺ γενομένης ἡμῶν τε καὶ τῆς ἁγίας συνόδου καὶ πολλῶν μεταξὺ πεπραγμένων τε καὶ εἰρημένων, ὑπεστρέψαμεν εἰς τὰς ἑαυτῶν ἐκκλησίας τε καὶ πόλεις, οὐ συνενεχθέντες τὸ τηνικάδε τῆι ἁγίαι συνόδωι δι’ ὑπογραφῆς εἰς τὴν ἐξενεχθεῖσαν κατὰ Νεστορίου τῆς
20καθαιρέσεως ψῆφον. διηιρημένων δὲ πρὸς διχόνοιαν τῶν ἐκκλησιῶν, ἐπειδὴ τούτου μάλιστα πάντας φροντίσαι ἐχρῆν ὅπως συναφθεῖεν ἐκ μέσου γενομένης διχονοίας ἁπάσης, καὶ τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων βασιλέων αὐτὸ δὴ τοῦτο γενέσθαι θεσπισάντων καὶ εἰς τοῦτο πεπομφότων τὸν θαυμασιώτατον τριβοῦνον καὶ νοτάριον Ἀριστόλαον, συνή‐ ρεσεν εἰς ἀναίρεσιν ἁπάσης φιλονεικίας καὶ ὑπὲρ τοῦ τὴν εἰρήνην βραβευθῆναι ταῖς ἐκκλη‐
25σίαις τοῦ θεοῦ καὶ ἡμᾶς αὐτοὺς νῦν συνθέσθαι τῆι ψήφωι τῆς ἁγίας συνόδου τῆι ἐξενεχθείσηι κατὰ Νεστορίου ἔχειν τε αὐτὸν καθηιρημένον καὶ ἀναθεματίσαι τὰς δυσφήμους αὐτοῦ διδασκαλίας διὰ τὸ τὰς παρ’ ἡμῖν ἐκκλησίας τὴν ὀρθὴν ἀεὶ καὶ ἀβέβηλον ἐσχηκέναι πίστιν, καθὰ καὶ ἡ ὑμετέρα ὁσιότης, καὶ ταύτην ἀεὶ φυλάττειν καὶ παραδιδόναι τοῖς λαοῖς. συναι‐ νοῦμεν δὲ καὶ τῆι χειροτονίαι τοῦ ὁσιωτάτου καὶ θεοσεβεστάτου τῆς Κωνσταντινουπολιτῶν
30ἁγίας ἐκκλησίας ἐπισκόπου Μαξιμιανοῦ καὶ κοινωνικοὶ πᾶσιν ἐσμὲν τοῖς κατὰ τὴν οἰ‐ κουμένην θεοσεβεστάτοις ἐπισκόποις, ὅσοι τὴν ὀρθὴν καὶ ἀμώμητον ἔχουσί τε καὶ τηροῦσι
πίστιν.

1,1,4

34

(2)

Κυρίλλου ἐπισκόπου Ἀλεξανδρείας πρὸς Μαξιμιανὸν ἐπίσκοπον Κωνσταντινουπόλεως ἐπιστολή Κυρίωι μου ἀγαπητῶι ἀδελφῶι καὶ συλλειτουργῶι Μαξιμιανῶι Κύριλλος ἐν κυρίωι
5χαίρειν. Οὐκ ἦν ἀμφίβολον ὅτι πάντηι τε καὶ πάντως αἱ τῆς σῆς ὁσιότητος ἰσχύουσι προσευχαί· κατανεύει γὰρ ἑτοίμως τοῖς ἀγαπῶσιν αὐτὸν ὁ πάντων ἡμῶν σωτὴρ ὥστε ἕκαστον καὶ ἐπὶ τούτωι χαίροντά τε καὶ ἀνασκιρτῶντα λέγειν· ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτο. ἰδοὺ γὰρ ἰδοὺ τὰ διεσπασμένα μέλη τοῦ τῆς ἐκκλησίας σώματος συνήφθη
10πάλιν ἀλλήλοις καὶ διατέμνει μὲν οὐδὲν εἰς διχόνοιαν τοὺς ἱερουργοῦντας τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, μιᾶι δὲ οἱ πάντες στεφανούμεθα πίστει, τὸν τῶν ἀνοσίων εὑρετὴν Νεστόριον ἔξω τῶν ἱερῶν ἐλάσαντες περιβόλων καὶ ἀγέλης εὐγενοῦς ἀποστήσαντες τὸν ψευδοποιμένα· γέγονε δὲ καὶ τοῦτο [ἓν] τῶν σῶν κατόρθωμα προσευχῶν. ἐπεὶ τοίνυν φροντὶς ἀναγκαία γέγονε καὶ τοῖς εὐσεβεστάτοις βασιλεῦσιν ἡ περὶ τῶν ἐκκλησιῶν εἰρήνης, εὐχόμεθα δὲ καὶ
15ἡμεῖς αὐτοὶ γενέσθαι μὲν ἐκ μέσου τὸ διατειχίζον καὶ διατέμνον ἡμᾶς εἰς διαφοράν, ἀνα‐ λάμψαι δὲ φωτὸς δίκην τὴν θεῶι φιλτάτην εἰρήνην, ὁμολογησάντων ἐγγράφως τοῦ θεοφι‐ λεστάτου καὶ θεοσεβεστάτου τῆς Ἀντιοχέων ἐπισκόπου Ἰωάννου καὶ τῶν σὺν αὐτῶι εὐλα‐ βεστάτων ἐπισκόπων ὅτι καὶ καθηιρημένον ἔχουσι Νεστόριον καὶ ἀναθεματίζουσι τὰς ἀνοσίους αὐτοῦ δυσφημίας, πέπομφα γράμματα πρός τε τὴν θεοσέβειαν αὐτοῦ καὶ τοὺς ἄλλους κοι‐
20νωνικὰ καὶ συνήφθημεν εἰς ὁμόνοιαν, πρὸς τοῦτο καὶ τῆς σῆς συναινούσης ὁσιότητος καὶ ἁπάντων τῶν ἄλλων ἐξ ὧν τὸ τῆς ἁγίας συνόδου γέγονε πλήρωμα. οὐ γὰρ ἔρις καὶ φιλονεικία κρατεῖ παρ’ ἡμῖν, ἀλλ’ ἕνα σκοπὸν οἱ πάντες ἐσχήκαμεν πρὸς εἰρήνην βλέποντα, καὶ εἴπερ ἠθέλησαν οἱ ἐξ ἀρχῆς διχονοήσαντες καὶ ἑαυτοὺς ἡμῶν ἀποτεμόντες, οὐδ’ ἂν ὅλως γέγονέ τις ἔρις καὶ διαφορὰ τῶν ἐκκλησιῶν. πλὴν εὐλογητὸς ὁ σωτὴρ ὁ τὸν
25χειμῶνα καταπαύσας καὶ τὴν τῆς ὁμοψυχίας ἡμῖν ἁπλώσας γαλήνην εὐχαῖς καὶ πρεσβείαις τῆς σῆς ὁσιότητος, καὶ τῶν ἄλλων δὲ ἁπάντων ὅσοι πίστιν ἔχοντες ὀρθὴν καὶ εἰλικρινῆ
τὴν ἐν πνεύματι καὶ ἀληθείαι προσκύνησιν καὶ λατρείαν τελοῦσιν αὐτῶι.

1,1,4

35

(2)

Ὑπομνηστικὸν Εὐλογίωι πρεσβυτέρωι Ἀλεξανδρείας παραμένοντι ἐν Κωνσταντινουπόλει παρὰ τοῦ ἁγιωτάτου ἐπισκόπου Κυρίλλου Ἐπιλαμβάνονται τινὲς τῆς ἐκθέσεως ἧς πεποίηνται οἱ Ἀνατολικοί, καί φασιν· διὰ τί
5δύο φύσεις ὀνομαζόντων αὐτῶν ἠνέσχετο ἢ καὶ ἐπήινεσεν ὁ τῆς Ἀλεξανδρείας; οἱ δὲ τὰ Νεστορίου φρονοῦντες λέγουσιν κἀκεῖνον οὕτω φρονεῖν, συναρπάζοντες τοὺς οὐκ εἰδότας τὸ ἀκριβές. χρὴ δὲ τοῖς μεμφομένοις ἐκεῖνα λέγειν ὅτι οὐ πάντα ὅσα λέγουσιν οἱ αἱρετικοί, φεύγειν καὶ παραιτεῖσθαι χρή· πολλὰ γὰρ ὁμολογοῦσιν ὧν καὶ ἡμεῖς ὁμολο‐ γοῦμεν. οἷον Ἀρειανοὶ ὅταν λέγωσιν τὸν πατέρα ὅτι δημιουργός ἐστι τῶν ὅλων καὶ
10κύριος, μὴ διὰ τοῦτο φεύγειν ἡμᾶς ἀκόλουθον τὰς τοιαύτας ὁμολογίας; οὕτω καὶ ἐπὶ Νεστορίου, κἂν λέγηι δύο φύσεις τὴν διαφορὰν σημαίνων τῆς σαρκὸς καὶ τοῦ θεοῦ λόγου· ἑτέρα γὰρ ἡ τοῦ λόγου φύσις καὶ ἑτέρα ἡ τῆς σαρκός. ἀλλ’ οὐκέτι τὴν ἕνωσιν ὁμολογεῖ μεθ’ ἡμῶν. ἡμεῖς γὰρ ἑνώσαντες ταῦτα ἕνα Χριστόν, ἕνα υἱόν, τὸν αὐτὸν ἕνα κύριον ὁμο‐ λογοῦμεν καὶ λοιπὸν μίαν τὴν τοῦ υἱοῦ φύσιν σεσαρκωμένην, ὁποῖόν ἐστιν καὶ ἐπὶ τοῦ
15κοινοῦ εἰπεῖν ἀνθρώπου· ἔστιν μὲν γὰρ ἐκ διαφόρων φύσεων, ἀπό τε σώματος φημὶ καὶ ψυχῆς, καὶ ὁ μὲν λόγος καὶ ἡ θεωρία οἶδεν τὴν διαφοράν, ἑνώσαντες δέ, τότε μίαν ποιοῦμεν ἀνθρώπου φύσιν. οὐκοῦν οὐ τὸ εἰδέναι τῶν φύσεων τὴν διαφορὰν διατέμνειν ἐστὶν εἰς δύο τὸν ἕνα Χριστόν. ἐπειδὴ δὲ πάντες οἱ ἐκ τῆς Ἀνατολῆς νομίζουσιν ἡμᾶς τοὺς ὀρθοδόξους ταῖς Ἀπολιναρίου δόξαις ἀκολουθεῖν καὶ φρονεῖν ὅτι σύγκρασις ἐγένετο ἢ
20σύγχυσις (τοιαύταις γὰρ αὐτοὶ κέχρηνται φωναῖς, ὡς τοῦ θεοῦ λόγου μεταβεβηκότος εἰς φύσιν σαρκὸς καὶ τῆς σαρκὸς τραπείσης εἰς φύσιν θεότητος), συγκεχωρήκαμεν αὐτοῖς οὐ
διελεῖν εἰς δύο τὸν ἕνα υἱόν, μὴ γένοιτο, ἀλλ’ ὁμολογῆσαι μόνον ὅτι οὔτε σύγχυσις ἐγένετο

1,1,4

36

οὔτε κρᾶσις, ἀλλ’ ἡ μὲν σὰρξ σὰρξ ἦν ὡς ἐκ γυναικὸς ληφθεῖσα, ὁ δὲ λόγος ὡς ἐκ πατρὸς γεννηθεὶς λόγος ἦν· πλὴν εἷς ὁ Χριστὸς καὶ υἱὸς καὶ κύριος κατὰ τὴν Ἰωάννου φωνὴν ὡς γεγονότος σαρκὸς τοῦ λόγου. παρασκεύαζε δὲ αὐτοὺς προσέχειν τῆι ἀναγνώσει τῆς ἐπιστολῆς τοῦ μακαρίου πάπα Ἀθανασίου, ὅτι ἐκεῖ φιλονεικούντων τινῶν καὶ λεγόντων ὅτι
5ἐκ τῆς ἰδίας φύσεως ὁ θεὸς λόγος μετεποίησεν ἑαυτῶι σῶμα, ἄνω καὶ κάτω ἰσχυρίζεται ὅτι οὐχ ὁμοούσιον ἦν τῶι λόγωι τὸ σῶμα. εἰ δὲ οὐχ ὁμοούσιον, ἑτέρα πάντως καὶ ἑτέρα φύσις, ἐξ ὧν ὁ εἷς καὶ μόνος νοεῖται υἱός. κἀκεῖνο δὲ μὴ ἀγνοείτωσαν· ὅπου γὰρ ἕνωσις ὀνομάζεται, οὐχ ἑνὸς πράγματος σημαίνεται σύνοδος, ἀλλ’ ἢ δύο ἢ καὶ πλειόνων καὶ διαφόρων ἀλλήλοις κατὰ τὴν φύσιν. εἰ τοίνυν λέγομεν ἕνωσιν, ὁμολογοῦμεν ὅτι
10σαρκὸς ἐψυχωμένης νοερῶς καὶ λόγου, καὶ οἱ δύο λέγοντες φύσεις οὕτω νοοῦσι· πλὴν τῆς ἑνώσεως ὁμολογουμένης οὐκέτι διίστανται ἀλλήλων τὰ ἑνωθέντα, ἀλλ’ εἷς λοιπὸν υἱός, μία φύσις αὐτοῦ, ὡς σαρκωθέντος τοῦ λόγου. ταῦτα ὡμολόγησαν οἱ ἐκ τῆς Ἀνατολῆς, εἰ καὶ περὶ τὴν λέξιν ὀλίγον ἐσκοτίσθησαν. οἱ γὰρ ὁμολογοῦντες ὅτι ὁ ἐκ θεοῦ πατρὸς γεννηθεὶς μονογενὴς λόγος ἐγεννήθη ὁ αὐτὸς καὶ κατὰ σάρκα ἐκ γυναικός, καὶ ὅτι θεοτόκος
15ἐστὶν ἡ ἁγία παρθένος, καὶ ὅτι ἓν αὐτοῦ τὸ πρόσωπον, καὶ ὅτι οὐ δύο υἱοί, οὐ δύο Χριστοί, ἀλλ’ εἷς, πῶς ταῖς Νεστορίου συμφέρονται δόξαις; Νεστόριος μὲν γὰρ ἐν ταῖς ἑαυτοῦ ἐξηγήσεσιν προσποιεῖται λέγειν ‹εἷς υἱὸς καὶ εἷς κύριοσ›, ἀλλ’ ἀναφέρει τὴν υἱότητα καὶ τὴν κυριότητα ἐπὶ μόνον τὸν τοῦ θεοῦ λόγον, ὅταν δὲ ἔλθηι εἰς τὴν οἰκονομίαν, πάλιν ὡς ἕτερον κύριον τὸν ἐκ γυναικὸς ἰδίαι ἄνθρωπόν φησιν συναφθέντα τῆι ἀξίαι [τῆι ἰσο‐
20τιμίαι]. τὸ γὰρ λέγειν ὅτι διὰ τοῦτο ὁ θεὸς λόγος Χριστὸς ὀνομάζεται, ὅτι ἔχει τὴν συνάφειαν τὴν πρὸς τὸν Χριστόν, πῶς οὐκ ἐναργῶς ἐστιν δύο λέγειν Χριστούς, εἰ Χριστὸς πρὸς Χριστὸν ἔχει συνάφειαν ὡς ἄλλος πρὸς ἄλλον; οἱ δὲ ἐκ τῆς Ἀνατολῆς οὐδὲν εἰρήκασι τοιοῦτον, τὰς δὲ φωνὰς διαιροῦσι μόνον. διαιροῦσι δὲ κατὰ τοῦτον τὸν τρόπον, ὡς τὰς μὲν θεοπρεπεῖς εἶναι λέγειν, τὰς δὲ ἀνθρωπίνας, τὰς δὲ κοινοποιηθείσας, ὡς ἐχούσας
25ὁμοῦ καὶ τὸ θεοπρεπὲς καὶ τὸ ἀνθρώπινον, πλὴν εἰρημένας παρ’ ἑνὸς καὶ τοῦ αὐτοῦ καὶ
οὐχ ὡς Νεστόριος τὰς μὲν τῶι θεῶι λόγωι ἰδικῶς ἀπονέμει, τὰς δὲ τῶι ἐκ γυναικὸς ὡς

1,1,4

37

ἑτέρωι υἱῶι. ἕτερον δέ ἐστι τὸ φωνῶν εἰδέναι διαφορὰν καὶ ἕτερον τὸ μερίζειν δύο προσώποις, ὡς ἑτέρωι καὶ ἑτέρωι. Ἡ δὲ ἐπιστολὴ ἡ πρὸς Ἀκάκιον μάλιστα ἧς ἡ ἀρχὴ ‘Χρῆμα μὲν ἀδελφοῖς ἡ πρόσρησις γλυκύ τε καὶ ἀξιάγαστον‘ καλὴν ἀπολογίαν ἔχει περὶ πάντων. ἔχεις δὲ πλείστας ἐπιστολὰς
5ἐν τῶι γλωσσοκόμωι, ἃς ὀφείλεις σπουδαίως δοῦναι. προσάγαγε δὲ τῶι μεγαλοπρε‐ πεστάτωι πραιποσίτωι τὰ ἀποσταλέντα παρ’ ἐμοῦ δύο βιβλία, ἓν μὲν κατὰ τῶν Νεστορίου δυσφημιῶν, ἕτερον δὲ ἔχον τὰ ἐν τῆι συνόδωι πεπραγμένα κατὰ Νεστορίου καὶ τῶν τὰ αὐτοῦ φρονούντων καὶ ἀντιρρήσεις παρ’ ἐμοῦ γενομένας πρὸς τοὺς γράψαντας κατὰ τῶν κεφαλαίων· δύο δέ εἰσιν ἐπίσκοποι, Ἀνδρέας καὶ Θεοδώρητος. ἔχει δὲ ἐπὶ τέλει τὸ αὐτὸ
10βιβλίον καὶ συντόμους ἐκθέσεις περὶ τῆς κατὰ Χριστὸν οἰκονομίας, σφόδρα καλὰς καὶ ὠφελῆσαι δυναμένας. προσάγαγε δὲ ὁμοίως αὐτῶι ἐκ τῶν ἐχουσῶν δέρμα ἐπιστολὰς πέντε, μίαν μὲν τοῦ μακαρίου πάπα Ἀθανασίου πρὸς Ἐπίκτητον καὶ ἄλλην πρὸς Ἰωάννην παρ’ ἡμῶν καὶ πρὸς Νεστόριον δύο, μίαν τὴν μικρὰν καὶ μίαν τὴν μεγάλην, καὶ τὴν πρὸς Ἀκάκιον. ταῦτα γὰρ ἐζήτησεν παρ’ ἡμῶν.
16Τοῦ αὐτοῦ Κυρίλλου πρὸς Ἰωάννην ἐπίσκοπον Ἀντιοχείας καὶ τὴν συναχθεῖσαν ἐκεῖ σύνοδον Οὐκ ἠρέμησεν ὁ δράκων ὁ ἀποστάτης, τὸ παγχάλεπον ἀληθῶς καὶ θεομάχον θηρίον, οὔτε μὴν κατέληξε πώποτε τῆς ἐνούσης αὐτῶι δυστροπίας, ἀκατάπαυστον δὲ τὸν φθόνον τὸν κατὰ τῶν ἁγίων ἐκκλησιῶν ὠδίνων ἐν ἑαυτῶι γλώσσας ἀκρατεῖς ἀνοσίων καὶ βεβήλων
20ἀνθρώπων κεκαυτηριασμένην ἐχόντων τὴν συνείδησιν ἀνταναστῆσαι τετόλμηκεν τοῖς τῆς ἀληθείας δόγμασιν. ἀλλ’ ἥλω πανταχοῦ καὶ νενίκηται, ἄπρακτον αὐτοῦ τὴν σκαιότητα καὶ τῶν ἐγχειρημάτων τὴν δύναμιν ἀποφήναντος τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ. πλεῖστοι μὲν οὖν οἱ πρὸ ἡμῶν τοῖς ἁγίοις ἡμῶν πατράσι μεμαχημένοι καὶ κατὰ τῆς ἀρρή‐ του δόξης τὰ τῆς ἑαυτῶν ἀθυροστομίας ὅπλα κινήσαντες, ἀλλ’ ἠλέγχοντο θρασεῖς ὄντες
25καὶ ἀμαθεῖς καὶ κενολογοῦντες μᾶλλον ἢ γοῦν ἐγνωκότες τι κατὰ ἀλήθειαν τῶν ὅσα ἐστὶν ἐξ αὐτῆς τῆς ἀληθείας μαρτυρούμενα ὡς εἶεν ὀρθὰ καὶ ἀμώμητα καὶ διαβολῆς ἁπάσης ὡς
ἀπωτάτω· ἐπειδὴ δὲ πρὸς ἐκείνοις ὁ δυσσεβείας ἁπάσης εὑρετὴς καὶ διδάσκαλος ἤγειρεν

1,1,4

38

ἡμῖν τὰς Νεστορίου κενοφωνίας, ἰδοὺ δὴ σύμπαντες διὰ τὴν τοῦ θεοῦ χάριν καὶ τὴν δοθεῖσαν ἡμῖν παρ’ αὐτοῦ σύνεσιν μιᾶι γλώττηι τὸν ἀποστάτην ἀναθεματίζομεν, τὸν εὐκλεᾶ τῶν πατέρων ἰχνηλατοῦντες ζῆλον καὶ κατανδριζόμενοι τῶν ἐχθρῶν τοῦ σταυροῦ τοῦ Χριστοῦ καὶ τὴν ἀληθῆ πρεσβεύοντες πίστιν καὶ διδάσκοντες ἐν ἐκκλησίαις μὴ ταῖς ἐκείνου
5δυσσεβείαις προστίθεσθαι μᾶλλον δύο λέγοντος Χριστοὺς καὶ υἱούς, ἕνα μὲν φύσει καὶ ἀληθῆ, τὸν ἐκ θεοῦ πατρὸς λόγον, ἕτερον δὲ θέσει καὶ χάριτι, τὸν ἐκ σπέρματος τοῦ Δαυίδ, ἀλλὰ κατὰ τὴν ἄνωθεν καταβαίνουσαν εἰς ἡμᾶς ἀκραιφνῆ καὶ ἀνεπίληπτον πίστιν ἕνα υἱὸν καὶ κύριον Ἰησοῦν Χριστὸν τὸν ἐκ θεοῦ πατρὸς λόγον ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον κατὰ τὴν τῶν ἁγίων πατέρων ὁμολογίαν, ὥστε τὸν αὐτὸν εἶναί τε καὶ
10λέγεσθαι καὶ ἐκ θεοῦ πατρὸς θεικῶς, ὡς λόγον αὐτοῦ καὶ ἐκ τῆς οὐσίας αὐτοῦ προελθόντα φυσικῶς, καὶ ἐκ σπέρματος τοῦ Δαυὶδ κατὰ σάρκα ἢ γοῦν ἐκ τῆς ἁγίας καὶ θεοτόκου Μαρίας. οὐ γὰρ ἕτερον καὶ ἕτερον, ὡς ἔφην, παρέδοσαν οἱ [π’ ἀρχῆς] αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν θεόν τε ὁμοῦ καὶ ἄν‐ θρωπον, μονογενῆ καὶ πρωτότοκον, ἵνα τὸ μὲν ἔχοι θεικῶς, τὸ δὲ ἀνθρωπίνως, ὅτε γέγονεν
15ἐν πολλοῖς ἀδελφοῖς, τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθὼν καὶ οὐκ ἄνθρωπον ἄλλον συνάψας ἑαυτῶι, καθὰ φρονεῖν ἔδοξε τισίν, ἀλλ’ αὐτόχρημα γενόμενος ἄνθρωπος καὶ οὐκ ἀποστὰς τοῦ εἶναι ὃ ἦν. θεὸς γὰρ ὢν φύσει καὶ ἀπαθής, διὰ τοῦτο σαρκὶ τῆι ἰδίαι πέπονθεν ἑκών. οὐ γὰρ τὸ ἑτέρου τινὸς σῶμα δέδωκεν ὑπὲρ ἡμῶν, ἀλλ’ αὐτὸς ἑαυτὸν ὁ μονο‐ γενὴς τοῦ θεοῦ λόγος γενόμενος ἄνθρωπος ὡς ἄμωμον ἱερεῖον προσεκόμισε τῶι θεῶι καὶ
20πατρί. ἦν οὖν ἀναγκαῖον λαμπρὰν ἡμᾶς ἐπὶ τούτοις ἄγειν ἑορτήν, συνεκβεβλημένης δηλονότι ταῖς Νεστορίου κακοδοξίαις καὶ φωνῆς ἁπάσης παρ’ ὁτουοῦν, εἰ ταῖς ἐκείνου συμβαίνοι ψευδηγορίαις. κεχώρηκε γὰρ κατὰ πάντων τῶν τὰ ἴσα φρονούντων ἐκείνωι, ἢ γοῦν καὶ πεφρονηκότων πώποτε τὸ ἀπολύτως ἡμᾶς τε καὶ τὴν ὁσιότητα ὑμῶν εἰπεῖν ὅτι ἀναθεματίζομεν τοὺς υἱοὺς λέγοντας δύο καὶ δύο Χριστούς· εἷς γάρ, ὡς ἔφην, κηρύττεται
25πρός τε ἡμῶν καὶ ὑμῶν Χριστὸς καὶ υἱὸς καὶ κύριος ὁ μονογενὴς τοῦ θεοῦ λόγος ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος κατὰ τὴν τοῦ σοφωτάτου Παύλου φωνήν. ὅτι δὲ τὴν τοῦ κυρίου σάρκα ἐψυχῶσθαι φαμὲν ψυχῆι νοερᾶι, δέδεικται πλεισταχοῦ· ταῦτα καὶ ἐν τῆι πρὸς Ἀρμενίους ἐπιστολῆι τὸν τῆς ἀληθείας λόγον ὀρθοτομῶν διεκήρυξε σαφῶς ὁ ὁσιώτατος καὶ θεοσεβέστατος ἀδελφὸς ἡμῶν
30καὶ συνεπίσκοπος Πρόκλος, ἀνὴρ εὐσεβὴς καὶ τοῖς τὰ ὀρθὰ διαστρέφουσιν ἀνταποδύεσθαι μεμελετηκώς, ὅ τι καὶ νικᾶν ἔθος αὐτῶι πρεσβεύοντι τὴν ἀλήθειαν. διαβεβλημένας δὲ δόξας, Διοδώρου τε φημὶ καὶ Θεοδώρου ἢ καὶ ἑτέρων τινῶν, οὓς ἦν ἄμεινον οὐκ ἐπαινεῖν,
ἵνα μή τι λέγοιμι φορτικόν, διὰ τὸ ὅλοις ὥσπερ ἱστίοις κατενεχθῆναι τῆς δόξης Χριστοῦ,

1,1,4

39

μηδεὶς ἐπιφημιζέτω, παρακαλοῦμεν, τοῖς ἁγίοις καὶ ὀρθοδόξοις ἡμῶν πατράσιν, Ἀθανασίωι τε φημὶ καὶ Βασιλείωι Γρηγορίοις τε καὶ Θεοφίλωι καὶ τοῖς λοιποῖς, μὴ ἄρα πως σκανδάλου πρόφασις τὸ χρῆμα γένηται τισὶν οἰηθεῖσιν κατὰ ἀλήθειαν οὕτω φρονῆσαι καὶ διδάξαι τοὺς ἁπάσης ὀρθότητος ἐπιμελητὰς καὶ οὐ ταῖς Νεστορίου μόναις κακοδοξίαις ἀντεγειρομένας
5ἀφέντας βίβλους, ἀλλὰ γὰρ καὶ ταῖς τῶν ἑτέρων, οἳ τὰ Νεστορίου πρὸ αὐτοῦ πεφρονήκασί τε καὶ γεγράφασιν. εὐχόμεθα δὲ πάντας ἰδιοπραγεῖν καὶ μήτε θορύβους ταῖς ἐκκλησίαις ἐγείρειν τοὺς ἤδη κατηρεμήσαντας χάριτι τοῦ Χριστοῦ καὶ διὰ τῆς νήψεως τῶν ἁπανταχόσε μυσταγωγῶν μήτε μὴν ἀνασκαλεύειν ἑαυτοῖς ἢ ἑτέροις πράγματα. χρὴ δὲ καὶ τοὺς τὰ Νεστορίου πεφρονηκότας πώποτε μεταγινώσκοντας κατὰ ἀλήθειαν καὶ ἀποφοιτῶντας μὲν
10τῶν ἐκείνου φλυαριῶν, μεθορμιζομένους δὲ πρός γε τὸ ἐθέλειν τὴν ἀμώμητον καὶ ὀρθὴν ἑλέσθαι πίστιν δεκτοὺς εἶναι καὶ μὴ ὀνειδίζεσθαι τῶν παρωιχηκότων ἕνεκα, μὴ ἄρα πως ὄκνου πρόφασίν τισι τῆς εἰς τὰ ἀμείνω μεταδρομῆς ἐνεργάσηται τοῦτο. εἰ γὰρ τοὺς ὄντας ἐν ἀρρωστίαις σωματικαῖς ἀπαλλάττεσθαι τούτων εὐχόμεθα καὶ συνηδόμεθα τούτου συμβάντος αὐτοῖς, πῶς οὐ πολὺ μᾶλλον ἡσθείη τις ἂν ἐπιστρέφοντος τοῦ πεπλανημένου
15καὶ πρὸς τὸ τῆς ἀληθοῦς γνώσεως μετὰ συνειδήσεως ἀγαθῆς ἄιττοντος φῶς; ὅτι γὰρ τὴν ἐπὶ τούτοις ἑορτὴν ἐπιτελεῖν ἔθος καὶ τοῖς ἁγίοις ἀγγέλοις, οἶδεν ὑμῶν ἡ ὁσιότης, τοῦτο διδάσκουσα καὶ ἐν ἁπάσαις ταῖς ἐκκλησίαις ἐξηγουμένη καὶ τὰς τοῦ σωτῆρος ἡμῶν οὐκ ἀγνοοῦσα φωνάς. ἐκεῖνο μέντοι παρακαλοῦμεν ὡς ἀδελφοὺς καὶ συνδιδασκάλους πα‐ ρεγγυῆσαι τοῖς κλήροις μὴ ἕτερα λαλεῖν, ἐν ἐκκλησίαις μάλιστα, παρὰ τὰ ὀρθὰ καὶ δεδοκι‐
20μασμένα καὶ εὖ ἔχειν δόξαντα, ἕπεσθαι δὲ μᾶλλον τῆι τῆς ὀρθῆς πίστεως ὁμολογίαι καὶ μάλιστα μὲν μὴ ἐπιτρέχειν τοῖς περὶ τούτων λόγοις, εἰ δέ που τις ἀνάγκη γένοιτο διά τοι τὸ χρῆναι μυσταγωγεῖσθαί τινας, μηδαμοῦ παροχετεύεσθαι τῆς ὀρθότητος ἐᾶν τὸν ἐπὶ τῆι πίστει λόγον. ἐπειδὴ δὲ τὰς τῶν θορύβων ἀφορμὰς ἀποκείρεσθαι χρὴ διὰ τῆς νήψεως τῆς ὑμῶν ὁσιότητος, ὅπερ ἐνομίσαμεν εἶναι καλόν, τοῦτο καὶ γεγράφαμεν. ἂν τοίνυν
25τινὲς ἢ κληρικῶν ἢ μοναστῶν ἐγκαλῶνται παρά τινων ὡς κοινωνήσαντες μὲν τῆι ἐκκλησίαι, φρονοῦντες δὲ καὶ εἰς δεῦρο τὰ τοῦ δυσσεβοῦς Νεστορίου, προκείσθω τούτοις ἀκρόασις ἐν ταῖς ἐκκλησίαις μᾶλλον καὶ παρ’ ὑμῖν τοῖς ἰθύνουσιν αὐτὰς καὶ ζήτησις ἀκριβὴς τῶν λεγο‐ μένων. εἰκὸς γὰρ τοὺς ἐγκαλεῖν ἐθέλοντας, ὡς οὐδενὸς ἀνεχομένου τοὺς παρ’ αὐτῶν προσίεσθαι λόγους, τοῖς ἔξω δικαστηρίοις παρενοχλεῖν, πολλῶι δὲ ἄμεινον καὶ δικαιότερον
30τὰς ἐκκλησιαστικὰς ζητήσεις ἐν ταῖς ἐκκλησίαις κινεῖσθαι καὶ τυποῦσθαι καὶ μὴ παρ’ ἑτέροις τισίν, οἷς ἂν εἴη καὶ ἀνάρμοστος παντελῶς ἡ ἐπὶ τούτοις δίαιτα.
Προσείπατε τὴν παρ’ ὑμῖν ἀδελφότητα· ὑμᾶς ἡ σὺν ἡμῖν ἐν κυρίωι προσαγορεύει.

1,1,4

40

(2)

Ἴσον ἐπιστολῆς γραφείσης παρὰ τοῦ αὐτοῦ πρὸς Ἀκάκιον ἐπίσκοπον περὶ τοῦ ἀποπομπαίου Τοῖς παρὰ τῆς σῆς ὁσιότητος ἀρτίως ἐπεσταλμένοις ἐντυχὼν ἥσθην ἄγαν, μόνον δὲ οὐχὶ καὶ περιφὺς ἠσπαζόμην. γνώμης γὰρ εἰς τοῦτο προῆλθον, ὡς τάχα που μηδὲ
5ἀπεῖναι δοκεῖν. αἱ γὰρ τῶν γνησίων προσρήσεις ἱκαναὶ τοιαύτην ἐμποιῆσαι διάθεσιν. τὰ ἐμὰ μὲν ἐν τούτοις, πέπεισμαι δὲ ὅτι καὶ τὰ τῆς σῆς θεοσεβείας οὐχ ἑτεροτρόπως ἔχει. ἐπειδὴ δὲ μηνῦσαι κατηξίωσας ὡς χρὴ παρ’ ἐμοῦ γενέσθαι τινὰς λόγους περὶ τοῦ ἀπο‐ πομπαίου, δι’ ὧν ἔσται καταφανὲς τὸ ἐπ’ αὐτῶι μυστήριον, ἀναγκαίως ἐκεῖνο φημί· τῆς σῆς ἀγχινοίας ἀποχρῶν ἐχούσης τὸ εὐμαθὲς καὶ τῶν ἱερῶν γραμμάτων εὐφυᾶ καὶ οὐκ
10ἀθαύμαστον ἐπιστήμην, περιττὸν μὲν ἴσως τὸ λέγεσθαί τι παρ’ ἑτέρου περὶ τῶν ζητουμέ‐ νων· ἐπειδὴ δὲ τὸ λυποῦν οὐδὲν καὶ τὰ εἰς νοῦν ἰόντα καὶ τὸν ἐμὸν εἰπεῖν, γεγράφαμεν· οὐ γὰρ ἦν ἀνήνασθαι τὸ ἐπιταχθέν. εἰ δὲ δὴ τῆς εἰς λῆξιν ἀκριβείας βραχύ πως ἡμᾶς ἀφαμαρτεῖν συμβαίνοι, συγγνώμων ἔσο. τὰ γάρτοι δυσπρόσιτα τῶν θεωρημάτων δυσχερῆ πρὸς διασάφησιν καὶ οὐ ῥαιδίαν ἑλεῖν τὴν κατάληψιν ἔχει. πλὴν ἐλπίδος ἐσμὲν
15οὐ μακρὰν ὡς διὰ τῶν τῆς σῆς θεοσεβείας εὐχῶν καὶ πρός γε τοῦτο ἡμᾶς κατευθυνεῖ Χριστὸς ὁ ἀποκαλύπτων βαθέα ἐκ σκότους καὶ σοφῶν τυφλοὺς καὶ ῥῆμα διδοὺς ὡς λόγος. Γέγραπται τοίνυν ἐν τῶι Λευιτικῶι περὶ τοῦ ἀποπομπαίου· καὶ λήψεται τοὺς δύο χιμάρους καὶ στήσει αὐτοὺς ἔναντι κυρίου παρὰ τὴν θύραν τῆς
20σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐπιθήσει Ἀαρὼν ἐπὶ τοὺς δύο χιμάρους, καὶ κλῆρον ἕνα τῶι κυρίωι καὶ κλῆρον ἕνα τῶι ἀποπομπαίωι, καὶ προσάξει Ἀαρὼν τὸν χίμαρον ἐφ’ ὃν ἐπῆλθεν ἐπ’ αὐτὸν ὁ κλῆρος τῶι κυρίωι, καὶ προσοίσει περὶ ἁμαρτίας, καὶ τὸν χίμαρον ἐφ’ ὃν ἐπῆλθεν ἐπ’ αὐτὸν ὁ κλῆρος τοῦ ἀποπομπαίου, στήσει αὐτὸν ζῶντα ἔναντι κυρίου τοῦ ἐξιλά‐
25σασθαι ἐπ’ αὐτο, ὥστε ἀποστεῖλαι αὐτὸν εἰς τὴν ἀποπομπήν· ἀφήσει αὐτὸν εἰς τὴν ἔρημον. Καὶ μεθ’ ἕτερα· καὶ σφάξει τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας τὸν παρὰ τοῦ λαοῦ ἔναντι κυρίου καὶ εἰσοίσει τοῦ αἵματος αὐτοῦ ἐσώτερον τοῦ καταπετάσματος καὶ ποιήσει τὸ αἷμα αὐτοῦ ὃν τρόπον ἐποίησε τὸ αἷμα
30τοῦ μόσχου, καὶ ῥανεῖ τὸ αἷμα αὐτοῦ ἐπὶ τὸ ἱλαστήριον κατὰ πρόσωπον τοῦ ἱλαστηρίου καὶ ἐξιλάσεται τὸ ἅγιον ἀπὸ τῶν ἀκαθαρσιῶν τῶν υἱῶν Ἰσραὴλ καὶ ἀπὸ τῶν ἀδικημάτων αὐτῶν περὶ πασῶν τῶν ἁμαρτιῶν. καὶ οὕτω ποιήσει τῆι σκηνῆι τοῦ μαρτυρίου τῆι ἐκτισμένηι ἐν αὐτοῖς ἐν μέσωι
τῆς ἀκαθαρσίας αὐτῶν.

1,1,4

41

Καὶ ταῦτα μὲν περὶ τοῦ σφαζομένου χιμάρου καὶ ἁγιάζοντος τῶι αἵματι τὴν ἁγίαν σκηνήν, περὶ δέ γε τοῦ ζῶντος καὶ ἁφιεμένου πάλιν ὧδέ φησι· καὶ προσάξει τὸν χίμαρον τὸν ζῶντα καὶ ἐπιθήσει Ἀαρὼν τὰς χεῖρας αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου τοῦ ζῶντος καὶ ἐξαγορεύσει ἐπ’ αὐτοῦ πάσας τὰς ἀνομίας
5τῶν υἱῶν Ἰσραὴλ καὶ πάσας τὰς ἀδικίας αὐτῶν καὶ πάσας τὰς ἁμαρτίας αὐτῶν καὶ ἐπιθήσει αὐτὰς ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου τοῦ ζῶντος καὶ ἐξαποστελεῖ ἐν χειρὶ ἀνθρώπου ἑτοίμου εἰς τὴν ἔρημον καὶ λήψεται ὁ χίμαρος ἐφ’ ἑαυτῶι τὰς ἀδικίας αὐτῶν εἰς τὴν ἄβατον καὶ ἐξαποστελεῖ τὸν χίμαρον εἰς τὴν ἔρημον.
10 Πᾶσα μὲν οὖν γραφὴ θεόπνευστός τε καὶ ὠφέλιμος· ὃ γὰρ ἂν φθέγξαιτο θεός, τοῦτο δὴ πάντως ἐστὶ σωτήριον. καὶ τοῖς μὲν οὖσιν οἵοις τε συνιδεῖν τῆς ἀληθείας τὴν δύναμιν τὸ ταύτης κάλλος ὑπαντᾶι φωτὸς δίκην ἐναστράπτον τῶι νῶι τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν γνῶσιν, τοῖς γε μὴν οὐκ ἔχουσιν εὖ βεβηκότα τὸν νοῦν, ἀλλ’ οἷον ἔτι σκά‐ ζοντά τε καὶ νηπιάζοντα, τούτοις ἂν εἶεν καὶ τὰ ἐξαίρετα τῶν θεωρημάτων ὑπὸ μῶμον ἔσθ’
15ὅτε καὶ γραφήν. καὶ ταῦτα φημὶ τοῖς παρὰ τῆς σῆς θεοσεβείας γραφεῖσιν οὐκ ἀβασα‐ νίστως ἐντυχών. ὠιήθησαν γὰρ ἴσως τῶν αὐτόθι τινὲς τὸν μὲν ἕνα τῶν χιμάρων ἤτοι τῶν τράγων τῶι ἐπὶ πάντων ἐκνεμηθῆναι θεῶι πρὸς καθιέρωσιν καὶ θυσίαν, τόν γε μὴν ἕτερον ἀποπομπαίωι τινὶ καὶ πονηρῶι καὶ ἀκαθάρτωι δαίμονι πεμφθῆναι κατὰ τὴν ἔρημον, καὶ τοῦτο διὰ χειρὸς ἱερᾶς καὶ ἐκ νομικοῦ θεσπίσματος. αὐτόθεν μὲν οὖν τὸ χρῆμά
20ἐστιν εὔηθές τε καὶ καταγέλαστον, φαίη δ’ ἄν τις τοῖς οὕτω ταῦτα ἔχειν ὑπειληφόσι· καίτοι πῶς οὐκ ἔδει μᾶλλον ἐκεῖνο περινοεῖν; ὁ γάρτοι τῶν ὅλων δημιουργὸς ὁ παντὸς ἐπέκεινα καὶ νοῦ καὶ λόγου καὶ μόνος ὢν φύσει θεὸς καὶ κύριος πῶς ἂν ἠνέσχετο κοι‐ νωνὸν ὥσπερ τινὰ τῆς ἑαυτοῦ βασιλείας καὶ δόξης τὸν ἀποστάτην εἰσδέξασθαι σατανᾶν; καίτοι λέγοντος ἀκηκόαμεν ἐναργῶς δι’ ἑνὸς τῶν ἁγίων προφητῶν τὴν δόξαν μου
25ἑτέρωι οὐ δώσω. εἰ δὲ αὐτῶι καὶ μόνωι τὸ χρῆναι καθιεροῦν ἃ ἂν βούλοιτό τις, ὁ διὰ τοῦ πανσόφου Μωυσέος προστέταχε νόμος, εἶτα αὐτὸς ὁ λαλήσας τὸν νόμον κατεχρη‐ σμώιδησε δεῖν καὶ πνεύμασι πονηροῖς τὴν αὐτῶι καὶ μόνωι πρεπωδεστάτην ἀπονέμεσθαι δόξαν, πῶς οὐχὶ τοῖς ἰδίοις ἀντιτάξεται λόγοις; ὃ γὰρ ἀπέφησε δρᾶν, τοῦτο γενέσθαι προστέταχεν. ἀλλ’ ἐστὶ τῶν ἄγαν ἐκτοπωτάτων τὸ οἴεσθαι μὲν ἀλογεῖν τῆς ὀφειλομένης
30αὐτῶι τιμῆς τε καὶ δόξης τὸν τῶν ὅλων κατεξουσιάζοντα θεόν, ἀνάψαι δὲ καὶ ἑτέροις ἐθέλειν αὐτήν, καίτοι σαφῶς λέγοντα διὰ Μωυσέος· κύριον τὸν θεόν σου προσκυ‐ νήσεις καὶ αὐτῶι μόνωι λατρεύσεις· καὶ οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμο. διὰ τοῦτο καὶ ὁ θεσπέσιος Μωυσῆς ταῖς ἄνωθεν καὶ παρὰ θεοῦ ψήφοις εὖ μάλα συμπλάττεται καὶ δὴ καί φησι τοῖς ἐξ αἵματος Ἰσραήλ· καὶ ταῦτα τὰ προστάγματα
35καὶ τὰ κρίματα, ἃ φυλάξεσθε ποιεῖν ἐπὶ τῆς γῆς ἧς κύριος ὁ θεὸς τῶν πατέρων ἡμῶν δίδωσιν ὑμῖν ἐν κλήρωι πάσας τὰς ἡμέρας ἃς ὑμεῖς ζῆτε
ἐπὶ τῆς γῆς. ἀπωλείαι ἀπολεῖτε πάντας τοὺς τόπους ἐν οἷς ἐλάτρευσαν

1,1,4

42

ἐκεῖ τὰ ἔθνη τοῖς θεοῖς αὐτῶν, οὓς ὑμεῖς κληρονομεῖτε αὐτούς, ἐπὶ τῶν ὀρέων τῶν ὑψηλῶν καὶ ἐπὶ τῶν θινῶν καὶ ὑποκάτω δένδρου δασέος. καὶ κατασκάψετε τοὺς βωμοὺς αὐτῶν καὶ συντρίψετε τὰς στήλας αὐτῶν καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε
5πυρὶ καὶ ἀπολεῖτε τὸ ὄνομα αὐτῶν ἐκ τοῦ τόπου ἐκείνου. εἶτα πῶς ἦν εἰκὸς τὸν ἐξ ἀπάτης Ἑλληνικῆς πρὸς τὸ τῆς ἀληθείας μεθορμίζεσθαι φῶς διὰ Μωυσέος προστάττοντα καὶ εἰδώλοις ὁμοῦ τὰ τεμένη καταπιμπρᾶν καὶ ἀναβοθρεύειν βωμοὺς ἄλση τε ἐκκόπτειν, ὡς μηδὲν τῆς ἐκείνων βδελυρίας ἀπομεῖναι λείψανον, μερίζεσθαι πρὸς αὐτὰ τὴν δόξαν, καθάπερ ἤδη προεῖπον, καὶ εἰς τοῦτο γνώμης ἐλθεῖν, ὥστε καὶ αὐτοὺς τοὺς
10ἐκνεμηθέντας αὐτῶι πρὸς ἱερουργίαν θύειν αὐτοῖς ἐπιτάξαι, ἀφιέντας εἰς τὴν ἔρημον τὸν ἕτερον τῶν χιμάρων; καίτοι μοσχοποιήσαντα μὲν ἐν τῆι ἐρήμωι τὸν Ἰσραὴλ κατηιτιᾶτο σφόδρα, τῶι θεσπεσίωι λέγων Μωυσῆι· βάδιζε, κατάβηθι τὸ τάχος ἐντεῦθεν· ἠνόμησε γὰρ ὁ λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου· ἐποίησαν ἑαυ‐ τοῖς εἴδωλον. καὶ μὴν καὶ τοῖς τελεσθεῖσι τῶι Βεελφεγώρ, ὅτε ταῖς Μωαβιτῶν συνε‐
15πλέκοντο γυναιξί, ταῖς τῶν σωμάτων ὥραις σεσαγηνευμένοι πρὸς ἀπόστασιν, πικρὰν ἐπαρ‐ τήσας ὁρᾶται δίκην· ἀπολώλασι γὰρ οὐκ ὀλίγοι τὸν ἀριθμὸν ταύτης ἕνεκα τῆς αἰτίας. γένοιτο δ’ ἂν οὐ μικρὰ κατὰ τῆς θείας τε καὶ ἀκαταψέκτου βουλῆς κατάρρησις, εἰ πεπτώ‐ κασι μὲν καὶ ἀπώλοντό τινες θεοῖς ἑτέροις προσκυνήσαντες, αὐτός γε μὴν ὁ τοῖς ἀποστά‐ ταις ἐπιμηνίσας θεὸς γερῶν ἀξιοῦσθαι καὶ θυσιῶν προστέταχε πονηρὰν καὶ ἀντικειμένην
20δύναμιν, ἣν ἀποπομπαῖον ὠνομάσθαι φαῖεν ἂν ἴσως τινὲς τὴν τῶν ἱερῶν γραμμάτων δύναμιν τοῖς εἰς νοῦν ἔσω κεκρυμμένοις οὐχ ὁρῶντες ὄμμασιν. ἡμεῖς δὲ τοῖς θείοις θεσπίσμασιν ἐπαφιέντες τὸν νοῦν οὐκ ἀτημελῆ καὶ ῥάθυμον, ἀκριβῆ δὲ μᾶλλον καὶ καθ’ ὅσον οἷόν τε, φιλογρήγορον τῆς ἀληθείας τὸ ἀξιάγαστον κάλλος φιλοθηρεῖν εὖ μάλα σπου‐ δάσομεν. καὶ δὴ καὶ φαμὲν ὡς ὁ τῶν ὅλων θεὸς ἐπ’ ἀνατροπῆι τῆς πολυθέου πλάνης
25καὶ ἐπὶ φωτισμῶι τῶν ἐν σκότωι καταχρησμωιδήσας τὸν νόμον τοῖς πάλαι διὰ Μωυσέος ἠνέσχετο ἂν οὐδαμῶς ὁδὸς γενέσθαι καὶ θύρα, μᾶλλον δὲ καὶ διδάσκαλος τοῦ χρῆναι τιμᾶν τοὺς ἀκαθάρτους δαίμονας. πολυπραγμονοῦντες δὲ τὰ ἐν ταῖς θεοπνεύστοις γραφαῖς κεκρυμμένην εὑρήσομεν τὴν ἀλήθειαν, πρέποι δ’ ἂν ταῖς τοῦ νόμου σκιαῖς ἐνορῶντας εἰπεῖν τὸ δι’ ἑνὸς τῶν ἁγίων προφητῶν ὀρθῶς εἰρημένον· τίς σοφός, καὶ συνήσει ταῦτα;
30καὶ συνετός, καὶ ἐπιγνώσεται αὐτ; σκιὰν γὰρ ὁ νόμος ἔχει τῶν μελλόν‐ των ἀγαθῶν καὶ οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, καθὰ γέγραπται· πλὴν ὠδίνουσιν αἱ σκιαὶ τὴν ἀλήθειαν καὶ οὐκ αὐτό που πάντως εἰσὶ τὸ ἀληθές. διὰ τοῦτο καὶ ὁ θεσπέσιος Μωυσῆς κάλυμμα ἐτίθει ἐπὶ τὸ πρόσωπον ἑαυτοῦ προσελάλει τε οὕτω τοῖς υἱοῖς Ἰσραήλ, μόνον οὐχὶ δι’ αὐτοῦ κεκραγὼς τοῦ πράγματος ὅτι τῶν δι’ αὐτοῦ θεσπισμά‐
35των τὸ κάλλος κατίδοι τις ἂν οὐκ ἔν γε τοῖς ἐξωφανέσι τύποις, ἀλλ’ ἐν τοῖς ἔσω κεκρυμ‐ μένοις θεωρήμασι. φέρε δὴ οὖν περιελόντες τοῦ νόμου τὸ κατασκίασμα καὶ τῶν
ἔξωθεν ἐπιβλημάτων τὸ Μωυσέος πρόσωπον ἀπαλλάττοντες γυμνὴν ἴδωμεν τὴν ἀλήθειαν.

1,1,4

43

δύο μὲν γὰρ χιμάρους προσκομισθῆναι προστέταχε καὶ δύο γράφεσθαι κλήρους ἐπ’ αὐτοῖς, ὡς τὸν μὲν ἕνα τῶν χιμάρων ὀνομασθῆναι κύριον, τόν γε μὴν ἕτερον ἀποπομπαῖον. οὐκοῦν ὀνόματα τοῖς χιμάροις κύριός τε καὶ ἀποπομπαῖος, σημαίνεται δὲ δι’ ἀμφοῖν ὁ εἷς καὶ μόνος υἱὸς καὶ κύριος Ἰησοῦς Χριστός. καὶ τίνα τρόπον; ἐροῦμεν ὡς ἔνι, τῆι τῶν θεωρημάτων
5ἀκριβείαι προσβάλλοντες. αἲξ τοίνυν ἢ τράγος ἢ γοῦν ἔριφος ἦν ὑπὲρ ἁμαρτίας τὸ θύμα κατά γε τὸ τῶι νόμωι δοκοῦν. προβάτωι μὲν γὰρ ἀφομοιοῖ πλεισταχοῦ τὸν δίκαιον ἡ θεό‐ πνευστος γραφή, αἰγὶ δὲ τὸν φιλαμαρτήμονα. καὶ διὰ ποίαν αἰτίαν; πλήρης μὲν γὰρ ὁ δίκαιος αὐχημάτων τῶν εἰς ἀρετήν, ἔγκαρπος δὲ διὰ τοῦτο νοοῖτ’ ἂν εἰκότως· ἐριοφορεῖ δὲ τὸ πρόβατον· ταύτηι τοι καὶ μάλα εἰκότως προβάτωι παρεικάζεται. γυμνὴν δὲ καὶ
10ἄκαρπον καὶ ἀγαθοεργίας ἁπάσης ἐρήμην τὴν τοῦ πλημμελοῦντος ψυχὴν κατίδοι τις ἄν. αἲξ οὖν ἄρα τύπος αὐτῆς, ἄπρακτον δὲ τὸ ζῶιον καὶ τῆς τοῦ προβάτου τιμῆς κατόπιν ἔρχεται. διὰ τοῦτο καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὅταν καθίσηι, φησίν, ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτο, στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. καὶ τοῖς μὲν ἐκ δεξιῶν, ἅτε δὴ τοὺς τῆς δικαιοσύνης
15ἔχουσι καρπούς, τὴν ἡτοιμασμένην αὐτοῖς ἀποκαθίστησι βασιλείαν, τοῖς γε μὴν ἐξ εὐωνύ‐ μων πῦρ καὶ κόλασιν καὶ τὰς τῶι διαβόλωι πρεπούσας ἐποίσει ποινάς. ἐσφάζετο τοίνυν ὑπὲρ ἁμαρτίας ἔριφος, καὶ τοῦτο μαθήσηι τοῦ νόμου λέγοντος ἐναργῶς· ἐὰν δὲ ὁ ἄρχων ἁμάρτηι καὶ ποιήσηι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου τοῦ θεοῦ αὐτῶν ἣ οὐ ποιηθήσεται, ἀκουσίως καὶ ἁμάρτηι καὶ πλημμελήσηι καὶ
20γνωσθῆι αὐτῶι ἡ ἁμαρτία ἣν ἥμαρτεν ἐν αὐτῆι, καὶ προσοίσει τὸ δῶρον αὐτοῦ χίμαρον ἐξ αἰγῶν, ἄρσεν ἄμωμον. ἔφη δέ που καὶ αὐτὸς ὁ ἐπὶ πάντων θεὸς περὶ τῶν ἱερᾶσθαι λαχόντων κατὰ τὸν νόμον· ἁμαρτίας λαοῦ μου φάγονται, τουτέστι τὰ ὑπὲρ ἁμαρτιῶν θύματα· μερὶς γὰρ καὶ κλῆρος τοῖς ἱερεῦσι κάρπωμα κυρίωι κατὰ τὸ γεγραμμένον. γέγονε τοίνυν σφάγιον ὁ Χριστὸς ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν
25κατὰ τὰς γραφὰς ταύτης τε ἕνεκα τῆς αἰτίας ἁμαρτίαν αὐτὸν ὠνομάσθαι φαμέν. γράφει γοῦν ὁ πάνσοφος Παῦλος ὅτι τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ὁ θεὸς καὶ πατὴρ δηλονότι. οὐ γάρτοι φαμὲν ἁμαρτωλὸν γενέσθαι Χριστόν, μὴ γένοιτο, ἀλλ’ ὄντα δίκαιον, μᾶλλον δὲ αὐτόχρημα δικαιοσύνην (οὐ γὰρ οἶδε πλημμελεῖν), σφάγιον ἐποίησεν ὁ πατὴρ ὑπὲρ τῶν τοῦ κόσμου πλημμελημάτων καὶ ἐν τοῖς ἀνόμοις
30ἐλογίσθη, ψῆφον ὑπομείνας τὴν τοῖς ἀνόμοις πρεπωδεστάτην. καὶ πιστώσεται λέγων ὁ θεσπέσιος προφήτης Ἡσαίας ὅτι πάντες ὡς πρόβατα ἐπλανήθημεν, ἕκαστος τῆι ὁδῶι αὐτοῦ ἐπλανήθη, καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν καὶ αὐτὸς ὑπὲρ ἡμῶν ὀδυνᾶται καὶ τῶι μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. γράφει δὲ καὶ ὁ πάνσοφος Πέτρος ὅτι τὰς ἁμαρτίας ἡμῶν ἀνήνεγκεν ἐν τῶι
35σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον. οὐκοῦν ἐπεκρέματο μὲν τοῖς ἐπὶ τῆς γῆς ὁ κλῆρος, τὸ χρῆναι παθεῖν τὸν θάνατον διά τε τὴν ἐν Ἀδὰμ παράβασιν καὶ τὴν ἐξ ἐκείνου μέχρις
ἡμῶν τυραννήσασαν ἁμαρτίαν, ἀλλ’ ὁ ἐκ θεοῦ πατρὸς λόγος ὁ πολὺς εἰς ἡμερότητα καὶ

1,1,4

44

φιλανθρωπίαν γέγονε σάρξ, τουτέστιν ἄνθρωπος σύμμορφός τε ἡμῖν τοῖς ὑφ’ ἁμαρτίαν καὶ τὸν ἡμῶν ὑπέστη κλῆρον. ὡς γὰρ ὁ πανάριστος γράφει Παῦλος, χάριτι θεοῦ ὑπὲρ παντὸς ἐγεύσατο θανάτου καὶ τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα τὴν ἑαυτοῦ ψυχὴν ἐποιήσατο καὶ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ πάντες θεῶι ζήσωμεν, ἁγιαζόμενοί τε καὶ
5ζωοποιούμενοι διὰ τοῦ αἵματος αὐτοῦ δικαιούμενοί τε δωρεὰν τῆι παρ’ αὐτοῦ χάριτι. ὡς γάρ φησιν ὁ μακάριος εὐαγγελιστὴς Ἰωάννης, τὸ αἷμα Ἰησοῦ Χριστοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας. ὄνομα δὴ οὖν τῶι σφαζομένωι χιμάρωι κύριος, καὶ κληρωτὴν ἐδέχετο τὴν σφαγὴν ἅγιόν τε θύμα καὶ ἱερὸν ἦν εἰς τύπον Χριστοῦ, οὐ δι’ ἑαυτὸν ἀποθνήισκοντος, ἀλλ’ ὑπὲρ ἡμῶν, ὡς ἔφην, καὶ ἁγιάζοντος τὴν ἐκκλησίαν τῶι ἰδίωι αἵματι.
10σφάξει γὰρ τὸν χίμαρον, φησίν, τὸν περὶ τῆς ἁμαρτίας τὸν παρὰ τοῦ λαοῦ ἔναντι κυρίου καὶ εἰσοίσει τοῦ αἵματος αὐτοῦ ἐσώτερον τοῦ καταπε‐ τάσματος καὶ ῥανεῖ τὸ αἷμα αὐτοῦ ἐπὶ τὸ ἱλαστήριον κατὰ πρόσωπον τοῦ ἱλαστηρίου καὶ ἐξιλάσεται τὸ ἅγιον ἀπὸ τῶν ἀκαθαρσιῶν τῶν υἱῶν Ἰσραὴλ καὶ ἀπὸ τῶν ἀδικημάτων αὐτῶν περὶ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν.
15καὶ οὕτως ποιήσει τῆι σκηνῆι τοῦ μαρτυρίου τῆι ἐκτισμένηι ἐν αὐτοῖς ἐν μέσωι τῆς ἀκαθαρσίας αὐτῶν. εἰσῆλθε γὰρ ὁ Χριστὸς εἰς τὰ ἅγια τῶν ἁγίων, οὐ δι’ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος αἰωνίαν λύτρωσιν εὑράμενος καὶ ἁγιάζων, ὡς ἔφην, τὴν ἀληθεστέραν σκηνήν, τουτέστι τὴν ἐκκλησίαν, καὶ ἅπαντας δὲ τοὺς ἐν αὐτῆι. γράφει γοῦν ὁ θεσπέσιος Παῦλος ποτὲ μὲν ὅτι διὸ καὶ
20Ἰησοῦς, ἵνα ἁγιάσηι τῶι ἰδίωι αἵματι τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθε, ποτὲ δὲ πάλιν γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ ὡς τέκνα ἀγαπητὰ καὶ περι‐ πατεῖτε ἐν ἀγάπηι, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν εἰς ὀσμὴν εὐωδίας. ἀθρη‐ τέον δὴ οὖν ἐν τῶι σφαγέντι χιμάρωι γενόμενον μὲν ἐν θανάτωι σαρκὸς τὸν Ἐμμανουήλ,
25πλὴν ἐπὶ λύσει θανάτου καὶ ἁμαρτίας. ἦν γὰρ ἐν νεκροῖς ἐλεύθερος, τουτέστιν ἀνάλωτος ἁμαρτίαις καὶ οὐκ ἔνοχος μεθ’ ἡμῶν τῆι τοῦ θανάτου δίκηι. Ἴδωμεν 〈οὖν〉 αὐτὸν ἐν τῶι ἑτέρωι χιμάρωι τῶι ζῶντι καὶ ἀφιεμένωι καὶ ἐν τῶι παθεῖν ἀνθρωπίνως μὴ πάσχοντα θεικῶς καὶ ἐν τῶι τεθνάναι σαρκὶ θανάτου κρείττονα καὶ οὐ κατὰ τὴν Ἰουδαίων ὑπόνοιαν ἀπομείναντα μεθ’ ἡμῶν ἐν μνήματι καὶ κάτοχον γεγονότα
30ταῖς ἅιδου πύλαις τοῖς ἄλλοις ὁμοῦ. ὡς γὰρ ὁ αὐτοῦ φησι μαθητής, οὔτε ἐγκατε‐ λείφθη εἰς ἅιδου ἡ ψυχὴ αὐτοῦ οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν· ἀνεβίω γὰρ σκυλεύσας τὸν ἅιδην καὶ τοῖς ἐν δεσμοῖς εἰπὼν ἐξέλθετε, καὶ τοῖς ἐν τῶι σκότει ἀνακαλύφθητε, καὶ πρὸς τὸν ἄνω καὶ ἐν τοῖς οὐρανοῖς πατέρα καὶ εἰς τὴν ἀνθρώποις ἄβατον ἀνεπήδησε χώραν, αὐτὸς ἐφ’ ἑαυτῶι τὰς ἁμαρτίας ἡμῶν ἀναλαβὼν καὶ
35ἱλασμὸς ὑπάρχων περὶ αὐτῶν. γράφει γοῦν ὁ θεσπέσιος Ἰωάννης τοῖς εἰς αὐτὸν πιστεύσασι· τεκνία, ταῦτα γράφω ὑμῖν, ἵνα μὴ ἁμαρτάνητε. καὶ ἐάν τις
δὲ ἁμάρτηι, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα Ἰησοῦν Χριστὸν δί‐

1,1,4

45

καιον, καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου. οἶμαι δὲ δεῖν καὶ αὐτὴν ποιήσασθαι τὴν παράθεσιν τῶν νομικῶν γραμμάτων εἰς ἀνάμνησιν τοῖς ἀκροωμένοις, ἔχει δὲ οὕτως· καὶ προσάξει τὸν χίμαρον τὸν ζῶντα καὶ ἐπιθήσει Ἀαρὼν
5τὰς χεῖρας αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου τοῦ ζῶντος καὶ ἐξαγο‐ ρεύσει ἐπ’ αὐτοῦ πάσας τὰς ἀνομίας τῶν υἱῶν Ἰσραὴλ καὶ πάσας τὰς ἀδικίας αὐτῶν καὶ πάσας τὰς ἁμαρτίας αὐτῶν καὶ ἐπιθήσει αὐτὰς ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου τοῦ ζῶντος καὶ ἐξαποστελεῖ ἐν χειρὶ ἀνθρώπου ἑτοίμου εἰς τὴν ἔρημον. ἄθρει δὴ οὖν ὅπως, καίτοι τοῦ πρώτου σφαγέντος χιμάρου,
10ζῶντα πλεισταχοῦ τὸν ἕτερον ὀνομάζει· ἦν γὰρ, ὡς ἔφην, ἐν ἀμφοῖν γραφόμενος ὁ εἷς καὶ μόνος υἱὸς καὶ κύριος Ἰησοῦς Χριστὸς ὡς ἐν πάθει σαρκὸς ἰδίας καὶ ἔξω πάθους, ὡς ἐν θανάτωι καὶ ὑπὲρ θάνατον. ἔζη γὰρ ὁ τοῦ θεοῦ λόγος, καὶ γευομένης θανάτου τῆς ἁγίας αὐτοῦ σαρκός, καὶ μεμένηκεν ἀπαθής, καίτοι τοῦ ἰδίου σώματος τὸ πάθος οἰκειού‐ μενος καὶ εἰς ἑαυτὸν ἀναφέρων αὐτό.
15 Ἴδοι δ’ ἄν τις τοῦτο τὸ μέγα καὶ βαθὺ μυστήριον καὶ ἑτεροτρόπως ἡμῖν γραφόμενον ἐν τῶι Λευιτικῶι. μεμολυσμένον μὲν γὰρ ἀποφαίνει τὸν λεπρὸν ὁ διὰ Μωυσέος νόμος, ἐκπέμπεσθαι δὲ προστέταχε τῆς παρεμβολῆς ὡς ἀκάθαρτον. εἰ δὲ συμβαίη καταλωφῆσαι τὸ πάθος, τότε δὴ τότε παράδεκτον γενέσθαι κελεύει καὶ δὴ καί φησιν· οὗτος ὁ νόμος τοῦ λεπρο· ἧι ἂν ἡμέραι καθαρισθῆι, καὶ προσαχθήσεται πρὸς τὸν ἱερέα.
20καὶ ἐξελεύσεται ὁ ἱερεὺς ἔξω τῆς παρεμβολῆς καὶ ὄψεται ὁ ἱερεύς. καὶ ἰδοὺ ἰᾶται ἡ ἁφὴ τῆς λέπρας ἀπὸ τοῦ λεπρο, καὶ προστάξει ὁ ἱερεὺς καὶ λήψονται τῶι κεκαθαρισμένωι δύο ὀρνίθια ζῶντα καθαρ. καὶ προστάξει ὁ ἱερεὺς καὶ σφάξουσι τὸ ὀρνίθιον τὸ ἓν εἰς ἀγγεῖον ὀστράκινον ἐφ’ ὕδατι ζῶντι, καὶ τὸ ὀρνίθιον τὸ ζῶν, λήψεται αὐτὸ καὶ βάψει εἰς τὸ αἷμα
25τοῦ ὀρνιθίου τοῦ σφαγέντος ἐφ’ ὕδατι ζῶντι καὶ περιρανεῖ ἐπὶ τὸν καθαρισθέντα ἀπὸ τῆς λέπρας ἑπτάκις, καὶ καθαρὸς ἔσται. καὶ ἐξαπο‐ στελεῖ τὸ ὀρνίθιον τὸ ζῶν εἰς τὸ πεδίον. δύο μὲν οὖν τὰ πτηνὰ καὶ ἀκίβδηλα, τουτέστι καθαρὰ καὶ μηδεμίαν ἔχοντα διαβολήν, τὴν ἀπό γε φημὶ τοῦ νόμου. καὶ τὸ μὲν ἓν ἐσφάζετο ἐφ’ ὕδατι ζῶντι, τό γε μὴν ἕτερον, ἔξω μένον σφαγῆς, εἶτα βαπτισθὲν
30ἐν τῶι αἵματι τοῦ τετελευτηκότος καὶ ἐφ’ ὕδατι ζῶντι, κατὰ τὸν ἴσον τῶι χιμάρωι τρόπον εἰς τὴν ἔρημον ἐξεπέμπετο. ὑπεμφήνειε δ’ ἂν ὁ τύπος ἡμῖν κἀν τούτωι δὴ πάλιν τὸ μέγα καὶ σεπτὸν τοῦ σωτῆρος ἡμῶν μυστήριον. ἦν μὲν γὰρ ἄνωθεν, τουτέστιν ἐκ τοῦ πατρὸς καὶ ἐξ οὐρανῶν ὁ λόγος (ταύτηι τοι καὶ μάλα εἰκότως πτηνῶι παρεικάζεται), καταπεφοίτηκε δὲ οἰκονομικῶς εἰς ὁμοίωσιν τὴν πρὸς ἡμᾶς καὶ ἔλαβε δούλου μορφήν·
35πλὴν καὶ οὕτως ἄνωθεν ἦν. καὶ γοῦν ἔφασκεν ἐναργῶς, Ἰουδαίοις προσλαλῶν· ὑμεῖς ἐκ τῶν κάτω ἐστ, ἐγὼ ἐκ τῶν ἄνω εἰμ. ἐγὼ οὔκ εἰμι ἐκ τοῦ κόσμου τού‐
του. καὶ πάλιν· οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρα‐

1,1,4

46

νοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου. ὡς γὰρ ἔφην ἀρτίως, καὶ σὰρξ γεγονὼς ἢ γοῦν τέλειος ἄνθρωπος, οὐ γήινος ἦν ἢ χοικὸς καθ’ ἡμᾶς, ἀλλ’ οὐράνιός τε καὶ ὑπερ‐ κόσμιος καθὸ νοεῖται θεός. πλὴν ἔστιν ἰδεῖν ἐν τοῖς ὀρνιθίοις, καθὰ καὶ ἐν τοῖς χι‐ μάροις, σαρκὶ μὲν παθόντα κατὰ τὰς γραφάς, μείναντα δὲ καὶ ἐπέκεινα τοῦ παθεῖν καὶ
5ἀποθνήισκοντα μὲν ἀνθρωπίνως, ζῶντα δὲ θεικῶς· ζωὴ γὰρ ὁ λόγος ἦν. καὶ γοῦν ὁ πάνσοφος μαθητὴς θανατωθῆναι μὲν αὐτὸν ἔφη σαρκί, ζωοποιηθῆναι δὲ πνεύματι. πλὴν ὅτι κἂν εἰ τοῦ παθεῖν τὸν θάνατον εἰς ἰδίαν φύσιν ἄμοιρος ἦν ὁ λόγος, ἀλλ’ οὖν οἰκειοῦ‐ ται τὸ πάθος τῆς ἑαυτοῦ σαρκός, ὡς ἤδη προεῖπον. ἐβαπτίζετο γὰρ τὸ ὀρνίθιον τὸ ζῶν ἐν τῶι αἵματι τοῦ τετελευτηκότος, πεφυρμένον δὲ τῶι αἵματι, μόνον δὲ οὐχὶ καὶ κοι‐
10νωνῆσαν τοῦ πάθους εἰς τὴν ἔρημον ἐξεπέμπετο. ἀναπεφοίτηκε γὰρ ἐν τοῖς οὐρανοῖς ὁ μονογενὴς τοῦ θεοῦ λόγος μετὰ τῆς ἑνωθείσης αὐτῶι σαρκὸς καὶ ξένον ἦν ἐν οὐρα‐ νοῖς τὸ θέαμα. κατεπλήττετο γοῦν ἡ τῶν ἁγίων ἀγγέλων πληθὺς ἐν εἴδει βλέπουσα τῶι καθ’ ἡμᾶς τὸν βασιλέα τῆς δόξης καὶ τῶν δυνάμεων κύριον. καὶ δὴ καὶ ἔφασκον· τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ, τουτέστιν ἐκ γῆς, ἐρύθημα ἱματίων ἐκ
15Βοσόρ; διερμηνεύεται δὲ τὸ Βοσόρ σὰρξ ἤτοι συνοχὴ καὶ θλῖψις. εἶτα τούτωι προ‐ σεπυνθάνοντο· τί αὗται αἱ πληγαὶ ἀνὰ μέσον τῶν χειρῶν σου; ὃ δὲ πρὸς αὐ‐ τούς· ἃς ἐπλήγην ἐν τῶι οἴκωι τοῦ ἀγαπητοῦ μου. ὥσπερ γὰρ ἀπιστήσαντι τῶι Θωμᾶι οἰκονομικώτατα λίαν καὶ μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ἐπεδείκνυ τὰς χεῖρας καὶ τοὺς ἐν αὐταῖς τῶν ἥλων τύπους, ἐκέλευσε δὲ ψηλαφᾶν καὶ τὰς ἐν τῆι πλευρᾶι δια‐
20τρήσεις, οὕτω καὶ ἐν οὐρανῶι γεγονὼς πεπληροφόρηκε τοὺς ἁγίους ἀγγέλους ὅτι δικαίως τῆς πρὸς αὐτοὺς οἰκειότητος ἐκβέβληται καὶ ἀπώλισθεν ὁ ἠγαπημένος Ἰσραήλ. διὰ τοῦτο πεφυρμένον αἵματι τὸ ἀμφίον καὶ τὰς ἐν χερσὶν ἐπεδείκνυ πληγάς, οὐκ ἀναποβλή‐ τους ἔχων αὐτάς (ἐγηγερμένος γὰρ ἐκ νεκρῶν ἀπεδύσατο τὴν φθορὰν καὶ σὺν αὐτῆι πάντα τὰ ἐξ αὐτῆς), ἀλλ’ ἵνα, ὡς ἔφην, οἰκονομικῶς γνωρισθῆι νῦν ταῖς ἀρχαῖς
25καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποί‐ κιλος σοφία τοῦ θεο, ἣν ἐποίησεν ἐν τῶι Χριστῶι κατὰ πρόθεσιν τῶν αἰώνων· γράφει γὰρ οὕτως τισὶν ὁ ἱερώτατος Παῦλος. Ὥσπερ οὖν ἐν τοῖς χιμάροις ἐγράφετο σοφῶς τὸ τοῦ Χριστοῦ μυστήριον, οὕτως καὶ ἐν τοῖς ὀρνιθίοις. ἀλλ’ ἴσως ἐρεῖ τις· πῶς οὖν ἕνα καὶ τὸν αὐτὸν φὴς εἶναι υἱὸν καὶ
30κύριον Ἰησοῦν Χριστόν, καίτοι δύο χιμάρων παρενηνεγμένων ὀρνιθίων τε δύο; ἢ τάχα που καταδείξειεν ἂν οὐκ ἀσυμφανῶς ὁ νόμος ὡς δύο που πάντως εἰσὶν υἱοὶ καὶ Χριστοί; καὶ δυσσεβείας μὲν εἰς τοῦτο κατεβιβάσθησαν ἤδη τινές, ὥστ’ οἴεσθαί τε καὶ λέγειν ἕτερον μὲν εἶναι Χριστὸν ἰδικῶς τὸν ἐκ θεοῦ πατρὸς λόγον, ἕτερον δὲ αὖ τὸν ἐκ σπέρματος τοῦ
Δαυίδ· ἡμεῖς δὲ φαμὲν τοῖς ὧδε ταῦτ’ ἔχειν ἐξ ἀμαθίας ὑπειληφόσιν· ὁ θεσπέσιος γράφει

1,1,4

47

Παῦλος ὅτι εἷς κύριος, μία πίστις, ἓν βάπτισμα. οὐκοῦν εἰ δύο φασὶν υἱούς, δύο που πάντως ἂν εἶεν οἱ κύριοι, δύο δὲ καὶ πίστεις, τοσαῦτα δὲ καὶ βαπτίσματα. ψευδομυθήσει δὴ οὖν ὁ Χριστὸν ἔχων ἐν ἑαυτῶι λαλοῦντα, καθά φησιν αὐτός. ἀλλ’ οὐκ ἔστι ταῦτα, μὴ γένοιτο. οὐκοῦν εἷς κύριος καὶ μία πίστις, ἓν βάπτισμα· πιστεύομεν
5γὰρ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν, τουτέστι τὸν μονογενῆ τοῦ θεοῦ λόγον ἐνανθρωπή‐ σαντα καὶ σεσαρκωμένον. διὰ τοῦτο καὶ εἰς τὸν θάνατον αὐτοῦ βαπτιζόμεθα καὶ μόνον ἴσμεν αὐτὸν κύριον ὡς θεόν, οὐκ ἀνὰ μέρος τιθέντες ἄνθρωπον καὶ θεόν, ἀλλ’ αὐτόν, ὡς ἔφην, τὸν ἐκ θεοῦ πατρὸς λόγον ἄνθρωπον γενέσθαι διαβεβαιούμενοι μετὰ τοῦ μεῖναι θεόν. ἄτρεπτος γὰρ καὶ ἀναλλοίωτος κατὰ φύσιν ἐστίν. ἐπεὶ φραζέτωσαν οἱ δι’ ἐναντίας·
10εἰ δύο φασὶν υἱούς, ἕνα μὲν ἰδικῶς τὸν ἐκ σπέρματος τοῦ Δαυίδ, ἕτερον δὲ αὖ καὶ ἀνὰ μέρος τὸν ἐκ θεοῦ πατρὸς λόγον, ἆρ’ οὐκ ἀμείνων κατὰ φύσιν ὁ ἐκ θεοῦ πατρὸς λόγος τοῦ ἐκ σπέρματος τοῦ Δαυὶδ καὶ ἀσυγκρίτοις διαφοραῖς; τί γὰρ ἀνθρώπου φύσις ὡς πρός γε τὴν θείαν καὶ ὑπερτάτην; ἀλλ’, οἶμαι, καὶ οὐχ ἑκόντες ἐροῦσιν ὡς ἀμείνων ἐστὶ κατὰ φύσιν ὁ ἐκ θεοῦ πατρὸς λόγος. εἶτα τί δράσομεν τοὺς χιμάρους ὁρῶντες οὐχ ἑτεροφυεῖς
15ὄντας ἀλλήλοις, ὁμοειδεῖς δὲ μᾶλλον καὶ κατ’ οὐδὲν ἀλλήλων διαφέροντας κατά γε τὸ εἶναι τοῦθ’ ὅπερ εἰσίν; ὁ αὐτὸς δ’ ἂν γένοιτο λόγος καὶ ἐπὶ τοῖς δυσὶν ὀρνιθίοις. οὐκοῦν συγχωρείτωσαν διὰ τὸ τῶν χιμάρων ἢ γοῦν ὀρνιθίων ὁμοειδὲς μηδὲν ἀνθρώπου διαφέρειν τὸν τοῦ θεοῦ λόγον. ἀλλ’ οὐκ ἀνέξονται, καθάπερ ἐγὦιμαι, τοῦ τοιούτου λόγου· πλεῖστον γὰρ ὅσον τὸ μεταξὺ θεότητός τε καὶ ἀνθρωπότητος. ἐφῶμεν δὴ οὖν τοῖς παραδείγμασι
20κατὰ τὸν αὐτοῖς πρέποντα νοεῖσθαι λόγον· ἡττᾶται γὰρ λίαν τῶν ἀληθῶν καὶ μερικὴν ἔσθ’ ὅτε ποιεῖται τῶν σημαινομένων τὴν ἔνδειξιν. φαμὲν δὲ ὅτι σκιὰ καὶ τύπος ὁ νόμος ἦν καὶ οἷόν τις γραφὴ παρατιθεῖσα πρὸς θέαν τοῖς ὁρῶσι πράγματα, αἱ δὲ σκιαὶ τῆς τῶν γραφόντων ἐν πίναξι τέχνης τὰ πρῶτα τῶν χαραγμάτων εἰσίν, αἷς εἴπερ ἐπενεχθεῖεν τῶν χρωμάτων τὰ ἄνθη, τότε δὴ τότε τῆς γραφῆς ἀπαστράπτει τὸ κάλλος. ἔδει δὴ οὖν τὸν
25διὰ Μωυσέος νόμον καταγράψαι σαφῶς ἐθέλοντα τὸ τοῦ Χριστοῦ μυστήριον οὐχ ἑνὶ τῶν χιμάρων ἤτοι τῶν ὀρνιθίων ἀποθνήισκοντά τε ὁμοῦ καὶ ζῶντα καταδεικνύειν αὐτόν, ἵνα μὴ τερατοποιία σκηνικὴ δόξηι πως εἶναι τὸ δρώμενον, ἀλλ’ ἐδέχετο μὲν ὡς ἐν ἑνὶ παθόντα τὴν σφαγήν, κατεδείκνυ δὲ τὸν αὐτὸν ἐν ἑτέρωι ζῶντά τε καὶ ἀφιέμενον. Ἀποφῆναι δὲ τὸν ἐπὶ τῶιδε λόγον οὐκ ἔξω βαίνοντα τοῦ εἰκότος οἰήσομαι δεῖν καὶ
30ἑτέραν οἷς ἔφην, ἐπεισφρήσας εἰκόνα. γέγραπται τοίνυν ἐν τῶι τῆς κοσμοποιίας βιβλίωι· καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, ὁ θεὸς ἐπείραζε τὸν Ἁβραὰμ καὶ εἶπε πρὸς αὐτόν· Ἁβραὰμ Ἁβραάμ. ὃ δὲ εἶπεν· ἰδοὺ ἐγ. καὶ εἶπε· λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν ὃν ἠγάπησας, τὸν Ἰσαὰκ καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν καὶ ἀνένεγκε αὐτὸν ἐκεῖ εἰς ὁλοκάρπωσιν ἐφ’ ἓν τῶν
35ὀρέων ὧν ἄν σοι εἴπω. ἀναστὰς δὲ τὸ πρω, ἐπέσαξε τὴν ὄνον αὐτο,
παρέλαβε δὲ μεθ’ ἑαυτοῦ δύο παῖδας καὶ Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ καὶ σχίσας

1,1,4

48

ξύλα εἰς ὁλοκάρπωσιν, ἀναστὰς ἐπορεύθη. καὶ ἦλθεν ἐπὶ τὸν τόπον ὃν εἶπεν αὐτῶι ὁ θεός, τῆι ἡμέραι τῆι τρίτηι. καὶ ἀναβλέψας Ἁβραὰμ τοῖς ὀφθαλμοῖς εἶδε τὸν τόπον μακρόθεν καὶ εἶπεν Ἁβραὰμ τοῖς παισὶν αὐ‐ το· καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου, ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσό‐
5μεθα ἕως ὧδε καὶ προσκυνήσαντες ἀναστρέψομεν πρὸς ὑμᾶς. ἔλαβε δὲ τὰ ξύλα τῆς ὁλοκαρπώσεως καὶ ἐπέθηκεν Ἰσαὰκ τῶι υἱῶι αὐτο, ἔλαβε δὲ μετὰ χεῖρας τὸ πῦρ καὶ τὴν μάχαιραν καὶ ἐπορεύθησαν οἱ δύο ἅμα. καὶ μεθ’ ἕτερα· καὶ ὠικοδόμησεν ἐκεῖ Ἁβραὰμ θυσιαστήριον καὶ ἐπέθηκε τὰ ξύλα καὶ συμποδίσας Ἰσαὰκ τὸν υἱὸν αὐτο, ἐπέθηκεν αὐτὸν ἐπὶ τὸ
10θυσιαστήριον ἐπάνω τῶν ξύλων. καὶ ἐξέτεινεν Ἁβραὰμ τὴν χεῖρα αὐτοῦ λαβεῖν τὴν μάχαιραν σφάξαι τὸν υἱὸν αὐτο. ἆρ’ οὖν εἴπερ τις τῶν καθ’ ἡμᾶς ἐπεθύμησεν ἰδεῖν καταγεγραμμένην ἐν πίνακι τὴν ἐπί γε τῶι Ἁβραὰμ ἱστορίαν, πῶς ἂν αὐτὸν ἐχάραξεν ὁ ζωγράφος; ἆρ’ ἐν ἑνὶ πάντα δρῶντα τὰ εἰρημένα ἢ ἀνὰ μέρος καὶ ἑτεροίως ἢ γοῦν ἑτεροειδῶς πλεισταχοῦ τὸν αὐτόν; οἷόν τι φημί, ποτὲ μὲν ἐφιζήσαντα τῆι ὄνωι,
15συμπαραληφθέντος τοῦ παιδαρίου καὶ ἑπομένων τῶν οἰκετῶν, ποτὲ δὲ αὖ πάλιν ἀπομεινάσης τῆς ὄνου κάτω τοῖς οἰκέταις ὁμοῦ, καταφορτίσαντα μὲν τοῖς ξύλοις τὸν Ἰσαάκ, ἔχοντα δὲ μετὰ χεῖρας τὴν μάχαιραν καὶ τὸ πῦρ, καὶ μὴν καὶ ἑτέρωθι τὸν αὐτὸν ἐν εἴδει πάλιν ἑτέρωι, συμποδίσαντα μὲν τὸ μειράκιον ἐπὶ τὰ ξύλα, ὁπλίσαντα δὲ τῆι μαχαίραι τὴν δεξιάν, ἵν’ ἐπαγάγοι τὴν σφαγήν. ἀλλ’ ἦν οὐχ ἕτερος καὶ ἕτερος Ἁβραάμ πλεισταχοῦ τῆς γραφῆς
20ὁρώμενος ἑτεροίως, ἀλλ’ ὁ αὐτὸς πανταχοῦ, ταῖς τῶν πραγμάτων χρείαις συγκαθισταμένης ἀεὶ τῆς τοῦ γράφοντος τέχνης. οὐ γὰρ ἦν εἰκὸς ἢ γοῦν τῶν ἐνδεχομένων ἐν ἑνὶ κατιδεῖν αὐτὸν πάντα δρῶντα τὰ εἰρημένα. γραφὴ τοιγαροῦν ὁ νόμος ἦν καὶ τύποι πραγμάτων ὠδίνοντες τὴν ἀλήθειαν, ὥστε κἂν εἰ δύο χιμάρους παρεκόμισεν ἡ χρεία πρὸς παράδειξιν τοῦ κατὰ Χριστὸν μυστηρίου, κἂν εἰ δυὰς ὀρνιθίων ἦν, ἀλλ’ εἷς ἦν ὁ ἐν ἀμφοῖν, καὶ ὡς
25ἐν πάθει καὶ ἔξω πάθους, καὶ ἐν θανάτωι καὶ ὑπὲρ θάνατον καὶ ἀναβαίνων εἰς οὐρανοὺς ἀπαρχή τις ὥσπερ δευτέρα τῆς ἀνθρωπότητος ἀνανεωθείσης εἰς ἀφθαρσίαν. αὐτὸς γὰρ ἡμῖν ἀνεκαίνισε τὴν εἰς τὰ ἄνω τρίβον, καὶ ἑψόμεθα κατὰ καιροὺς αὐτῶι. πορεύσομαι γάρ φησιν, καὶ ἑτοιμάσω τόπον ὑμῖν καὶ πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς μεθ’ ἑαυτο, ἵνα ὅπου εἰμὶ ἐγ, ἐκεῖ καὶ ὑμεῖς μετ’ ἐμοῦ ἦτε. ταύ‐
30τας ἔχομεν τὰς ἀληθεῖς ἐλπίδας. Ἐγὼ μὲν οὖν ἅπερ ἤιδειν, γέγραφα, τῆς δὲ σῆς θεοσεβείας ἐστὶν ἀκριβεστέραν τοῖς γεγραμμένοις ἐπενεγκεῖν τὴν βάσανον, ἵν’ εἴπερ τι τῶν ἀμεινόνων εὑρεθῆναι συμβῆι, ἡμᾶς τε καὶ τοὺς αὐτόθι λαοὺς ὠφελῆι. Χριστὸς γάρ ἐστιν ὁ ἀποκαλύπτων βαθέα καὶ ἀπό‐ κρυφα καὶ σύνεσιν καρδίαις ἐνιείς· ἐν αὐτῶι γὰρ καὶ παρ’ αὐτοῦ πάντες εἰσὶν οἱ θη‐
35σαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι δι’ αὐτοῦ τε καὶ σὺν αὐτῶι τῶι
θεῶι καὶ πατρὶ δόξα καὶ τὸ κράτος σὺν ἁγίωι πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

1,1,4

49

(2)

Τοῦ αὐτοῦ εἰς τὸ ἅγιον σύμβολον Τοῖς ἀγαπητοῖς καὶ ποθεινοτάτοις Ἀναστασίωι Ἀλεξάνδρωι Μαρτινιανῶι Ἰωάννηι Πα‐ ρηγορίωι πρεσβυτέροις καὶ Μαξίμωι διακόνωι καὶ λοιποῖς ὀρθοδόξοις πατράσι μοναχῶν καὶ
5τοῖς σὺν ὑμῖν τὸν μονήρη βίον ἀσκοῦσι καὶ ἐν πίστει θεοῦ ἱδρυμένοις Κύριλλος ἐν κυρίωι χαίρειν. Τὸ φιλομαθὲς καὶ φιλόπονον τῆς ὑμετέρας ἀγάπης καὶ νῦν οὐ μετρίως ἐπαι‐ νέσας ἔχω καὶ ἄξιον εἶναι φημὶ τοῦ παντὸς λόγου. τὸ γάρτοι θείων ἐφίεσθαι μαθη‐ μάτων καὶ τῆς τῶν ἱερῶν δογμάτων ὀρθότητος μεταποιεῖσθαι φιλεῖν πῶς οὐκ ἂν ὑπερα‐ γάσαιτό τις; καὶ γάρ ἐστι ζωῆς τῆς ἀπεράντου καὶ μακαρίας τὸ χρῆμα πρόξενον καὶ
10οὐκ ἄμισθος ἡ ἔν γε τούτοις σπουδή· φησὶ γάρ που πρὸς τὸν ἐν τοῖς οὐρανοῖς πατέρα καὶ θεὸν ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός· αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. ὀρθὴ γὰρ πίστις καὶ ἀκατάσκωπτος, σύνδρομον ἔχουσα τὴν ἐξ ἔργων ἀγαθῶν φαιδρότητα, παντὸς ἡμᾶς ἐμπίπλησιν ἀγαθοῦ καὶ διαπρεπῆ λαχόντας τὴν δόξαν ἀποφαίνει· πράξεων δὲ
15λαμπρότης εἰ ἀμοιροῦσα φαίνοιτο δογμάτων ὀρθῶν καὶ ἀδιαβλήτου πίστεως, ὀνήσειεν ἄν, ὥς γε οἶμαι, κατ’ οὐδένα τρόπον τὴν τοῦ ἀνθρώπου ψυχήν. ὥσπερ γὰρ ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν, οὕτως εἶναι φαμὲν ἀληθὲς καὶ τὸ ἔμπαλιν. οὐκοῦν συνα‐ ναλαμπέτω τοῖς τῆς εὐζωίας αὐχήμασι καὶ τὸ ἀμώμητον ἐν πίστει· ἄρτιοι γὰρ οὕτως ἐσόμεθα κατὰ τὸν τοῦ πανσόφου Μωυσέος νόμον. τέλειος γάρ φησιν, ἔσηι ἐναντίον
20κυρίου τοῦ θεοῦ σου. οἱ δὲ τοῦ πίστιν ἔχειν ὀρθὴν ἐξ ἀμαθίας ὀλιγωρήσαντες, εἶτα ταῖς ἐπιεικείαις τὸν ἑαυτῶν κατασεμνύνοντες βίον ἐοίκασί πως ἀνδράσιν εὐφυᾶ μὲν λαχοῦσιν τοῦ προσώπου τὸν χαρακτῆρα, πεπλανημένην δὲ καὶ διάστροφον τῶν ὀμμάτων τὴν βολήν, ὥστε καὶ πρέπειν αὐτοῖς τὸ διὰ φωνῆς Ἱερεμίου πρὸς τὴν τῶν Ἰουδαίων μητέρα, φημὶ δὴ τὴν Ἱερουσαλὴμ εἰρημένον παρὰ θεοῦ· ἰδοὺ οὔκ εἰσιν οἱ ὀφθαλμοί σου οὐδὲ
25ἡ καρδία σου καλ. χρὴ τοίνυν ὑμᾶς ὑγιᾶ καὶ πρό γε τῶν ἄλλων ἔχειν ἐν ἑαυτοῖς τὸν νοῦν καὶ διαμεμνῆσθαι γράμματος ἱεροῦ προσφωνοῦντός τε καὶ λέγοντος· οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν. ὀρθὴ δὲ βλέψις ὀμμάτων τῶν ἔσω κεκρυμμένων τὸ ἰσχνῶς καὶ ἀπεξεσμένως περιαθρεῖν δύνασθαι κατά γε τὸ ἐγχωροῦν τοὺς οἵπερ ἂν γένοιντο περὶ
θεοῦ λόγους. βλέπομεν γὰρ ἐν ἐσόπτρωι καὶ αἰνίγματι καὶ γινώσκομεν ἐκ μέρους· ὅ γε

1,1,4

50

μὴν ἐκ σκότους ἀποκαλύπτων βαθέα τὸ τῆς ἀληθείας ἐνίησι φῶς τοῖς ἐθέλουσιν ὀρθῶς τὴν περὶ αὐτοῦ γνῶσιν ἑλεῖν. χρὴ τοιγαροῦν ἡμᾶς θεῶι προσπίπτειν λέγοντας· φώ‐ τισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον. τὸ γὰρ τῆς ὀρθότητος τῶν ἱερῶν δογμάτων ἀπολισθεῖν εἴη ἂν ἕτερον οὐδὲν πλὴν ὅτι σαφῶς τὸ
5ὑπνοῦν εἰς θάνατον· ἐκπίπτομεν δὲ τῆς ὀρθότητος, ὅτε μὴ ταῖς θεοπνεύστοις ἑπόμεθα γραφαῖς, ἀλλ’ ἢ προλήψεσιν οὐκ ἐπαινουμέναις ἢ κατὰ πρόσκλισιν τὴν πρός γέ τινας οὐκ ὀρθοποδοῦντας περὶ τὴν πίστιν τὰς τῆς ἑαυτῶν διανοίας ἀπονέμοντες ῥοπὰς καὶ πρό γε τῶν ἄλλων τὰς ἑαυτῶν ψυχὰς ἀδικοῦντες ἁλισκόμεθα. πειστέον δὴ οὖν τοῖς τῆς ὀρθό‐ τητος ἐπιμεληταῖς πρὸς τὸ τοῖς ἱεροῖς κηρύγμασι δοκοῦν, ἃ καὶ διὰ πνεύματος ἁγίου
10παρέδοσαν ἡμῖν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, ὧν τοῖς ἴχνεσιν ἀκολουθεῖν ἐσπούδασαν καὶ οἱ πανεύφημοι πατέρες ἡμῶν οἱ τὸ σεπτόν τε καὶ οἰκουμενικὸν τῆς πίστεως ὁρισάμενοι σύμβολον ἐν τῆι Νικαέων συναγηγερμένοι κατὰ καιρούς. οἷς δὴ καὶ αὐτὸς σύνεδρος ἦν ὁ Χριστός· ἔφη γὰρ ὅτι ὅπου ἐὰν ὦσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμὶ ἐν μέσωι αὐτῶν. ὅτι
15γὰρ πρόεδρος ἦν ἀοράτως τῆς ἁγίας καὶ μεγάλης ἐκείνης συνόδου Χριστός, πῶς ἔστιν ἀμφιβάλλειν; κρηπὶς οἷά τις καὶ θεμέλιος ἀρραγὴς καὶ ἀκράδαντος τοῖς ἀνὰ πᾶσαν τὴν γῆν κατεβάλλετο τῆς ἀκραιφνοῦς τε καὶ ἀμωμήτου πίστεως ἡ ὁμολογία· εἶτα πῶς ἀπῆν ὁ Χριστός, εἴπερ ἐστὶν αὐτὸς ὁ θεμέλιος κατὰ τὴν τοῦ σοφωτάτου Παύλου φωνήν; θεμέ‐ λιον γὰρ ἄλλον, φησίν, οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν
20Ἰησοῦς Χριστός. τὴν τοίνυν ἐκτεθεῖσαν παρ’ ἐκείνων καὶ ὁρισθεῖσαν πίστιν τετηρή‐ κασιν ἀδιαβλήτως καὶ οἱ μετ’ αὐτοὺς γεγονότες ἅγιοι πατέρες καὶ ποιμένες λαῶν καὶ φωστῆρες ἐκκλησιῶν καὶ εὐτεχνέστατοι μυσταγωγοί. ἐλλελοιπὸς δὲ ὅλως οὐδὲν ἢ γοῦν παρεωραμένον τῶν ἀναγκαίων εἰς ὄνησιν κατίδοι τις ἂν ἐν ταῖς τῶν πατέρων ὁμολογίαις ἢ γοῦν ἐκθέσεσιν ἃς πεποίηνται περὶ τῆς ὀρθῆς καὶ ἀκαπηλεύτου πίστεως εἰς ἔλεγχον μὲν
25καὶ ἀνατροπὴν αἱρέσεως ἁπάσης καὶ δυσσεβοῦς ἀθυροστομίας, εἰς βεβαίωσιν δὲ καὶ ἀσφά‐ λειαν τοῖς ὀρθοποδοῦσι περὶ τὴν πίστιν, οἷς ὁ λαμπρὸς ἀνέτειλεν ἑωσφόρος καὶ διηύγασεν ἡ ἡμέρα κατὰ τὰς γραφὰς καὶ τὸ τῆς ἀληθείας ἐνίησι φῶς ἡ διὰ τοῦ ἁγίου πνεύματος χάρις. Ἐπειδὴ δὲ γέγραφεν ὑμῶν ἡ εὐλάβεια ὡς παροχετεύουσι τινὲς ἐφ’ ἃ μὴ προσῆκεν, τὰ ἐν τῶι συμβόλωι, τῶν ἐν αὐτῶι ῥημάτων τὴν δύναμιν ἢ οὐ συνιέντες ὀρθῶς ἢ καὶ ἐκ
30τοῦ προσκεκλίσθαι ταῖς τινων συγγραφαῖς εἰς ἀδόκιμον ἀποφερόμενοι νοῦν, εἶτα χρῆναι κἀμὲ τοὺς περὶ τούτων αὐτῶν πρὸς ὑμᾶς ποιήσασθαι λόγους καὶ διερμηνεῦσαι σαφῶς τὴν τῆς ἐκθέσεως δύναμιν, δεῖν ὠιήθην ἅπερ εἰς νοῦν ἥκει τὸν ἐμόν, ἐπιδρομάδην εἰπεῖν. ἑψόμεθα δὲ πανταχοῦ ταῖς τῶν ἁγίων πατέρων ὁμολογίαις τε καὶ δόξαις, ὀρθῶς καὶ ἀπροσκλινῶς βασανίζοντες τὰ παρ’ αὐτῶν εἰρημένα. ἤδη μὲν γὰρ καὶ ἡ ἁγία σύνοδος,
35ἡ κατά γε φημὶ τὴν Ἐφεσίων συνειλεγμένη κατὰ βούλησιν θεοῦ, τῆς Νεστορίου κακο‐

1,1,4

51

δοξίας ὁσίαν καὶ ἀκριβῆ κατενεγκοῦσα τὴν ψῆφον καὶ τὰς τῶν ἑτέρων κενοφωνίας, οἵπερ ἂν ἢ γένοιντο μετ’ αὐτὸν ἢ καὶ πρὸ αὐτοῦ γεγόνασιν, τὰ ἴσα φρονοῦντες αὐτῶι καὶ εἰπεῖν ἢ συγγράψαι τολμήσαντες, συγκατέκρινεν ἐκείνωι, τὴν ἴσην αὐτοῖς ἐπιθεῖσα δίκην. καὶ γὰρ ἦν ἀκόλουθον, ἑνὸς ἅπαξ ἐπὶ ταῖς οὕτω βεβήλοις κενοφωνίαις κατεγνωσμένου, μὴ καθ’
5ἑνὸς μᾶλλον ἐλθεῖν, ἀλλ’, ἵν’ οὕτως εἴπω, κατὰ πάσης αὐτῶν τῆς αἱρέσεως ἤτοι τῆς συκο‐ φαντίας, ἧς πεποίηνται κατὰ τῶν εὐσεβῶν τῆς ἐκκλησίας δογμάτων, δύο πρεσβεύοντες υἱοὺς καὶ διατέμνοντες τὸν ἀμέριστον καὶ ἀνθρωπολατρείας ἔγκλημα καταγράφοντες οὐ‐ ρανοῦ τε καὶ γῆς· προσκυνεῖ γὰρ μεθ’ ἡμῶν ἡ τῶν ἄνω πνευμάτων ἁγία πληθὺς τὸν ἕνα κύριον Ἰησοῦν Χριστόν. ὑπὲρ δὲ τοῦ μὴ ἀγνοεῖσθαι παρά τισι τοῦ συμβόλου τὴν
10δύναμιν, ὃ καὶ ἐν ἁπάσαις ταῖς ἁγίαις τοῦ θεοῦ ἐκκλησίαις καὶ κρατεῖ καὶ κεκήρυκται, πατέρων ἁγίων δόξας ἢ γοῦν ἐκθέσεις ἐνέταξα τοῖς αὐτόθι πεπραγμένοις ὑπομνήμασιν, ἵν’ εἰδεῖεν οἱ ἐντυγχάνοντες αὐταῖς τίνα προσήκει νοεῖσθαι τρόπον τῶν ἁγίων πατέρων τὴν ἔκθεσιν ἤτοι τὸ ἀκραιφνὲς τῆς ὀρθῆς πίστεως σύμβολον. οἶμαι δὲ τὴν ἀγάπην ὑμῶν καὶ ἐντυχεῖν τῶι βιβλίωι ὃ περὶ τούτων αὐτῶν συγγεγράφαμεν. αὐτὸ δὲ καὶ νῦν, ὡς
15ἔφην, ἐπὶ λέξεως αὐτῆς παραθεὶς τὸ σύμβολον, τετράψομαι σὺν θεῶι πρός γε τὸ δεῖν ἕκαστα τῶν ἐν αὐτῶι κειμένων διερμηνεῦσαι σαφῶς. γεγραφότα γὰρ οἶδα τὸν παναοί‐ διμον Πέτρον· ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῶι αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος. Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων
20ποιητήν· καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας αὐτοῦ, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῶι πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο τά τε ἐν τῶι οὐρανῶι καὶ τὰ ἐν τῆι γῆι, τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα καὶ ἐνανθρωπήσαντα, παθόντα καὶ
25ἀναστάντα τῆι τρίτηι ἡμέραι, ἀνελθόντα εἰς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον. Τοὺς δὲ λέγοντας ‹ἦν ποτε ὅτε οὐκ ἦν› καὶ ‹πρὶν γεννηθῆναι οὐκ ἦν› καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, τούτους ἀναθεματίζει ἡ ἀποστολικὴ καὶ καθολικὴ ἐκκλησία.
30 Πιστεύειν ἔφασαν εἰς ἕνα θεόν, ἐκ βάθρων ὥσπερ αὐτῶν κατασείοντες τὰς Ἑλλήνων δόξας, οἳ φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν, προσεκύνησαν δὲ καὶ τῆι κτίσει παρὰ τὸν κτίσαντα
καὶ τοῖς τοῦ κόσμου στοιχείοις δεδουλεύκασι, πολλοὺς καὶ ἀναριθμήτους ὑποτοπήσαντες

1,1,4

52

εἶναι τοὺς θεούς. οὐκοῦν εἰς ἀναίρεσιν τῆς πολυθέου πλάνης ἕνα θεὸν ὀνομάζουσιν, ἑπόμενοι πανταχοῦ τοῖς ἱεροῖς γράμμασι καὶ τῆς ἀληθείας τὸ κάλλος τοῖς ἀνὰ πᾶσαν τὴν ὑφ’ ἥλιον κατασημαίνοντες. τοῦτο καὶ ὁ πάνσοφος ἔδρα Μωυσῆς, σαφέστατα λέγων· ἄκουε Ἰσραήλ· κύριος ὁ θεός σου κύριος εἷς ἐστιν. καὶ αὐτὸς δέ πού φησιν
5ὁ τῶν ὅλων γενεσιουργὸς καὶ δεσπότης· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμο· ναὶ μὴν καὶ διὰ φωνῆς τῶν ἁγίων προφητῶν· ἐγὼ θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα καὶ οὐκ ἔστιν πάρεξ ἐμο. ἄριστα δὴ οὖν οἱ πανεύφημοι πατέρες κρηπῖδα τῆι πίστει καταβαλλόμενοι τὸ χρῆναι φρονεῖν καὶ λέγειν ὡς εἷς καὶ μόνος ἐστὶ φύσει τε καὶ ἀληθείαι θεός, πιστεύειν ἔφασαν εἰς ἕνα θεόν.
10 Προσονομάζουσι δὲ αὐτὸν καὶ πατέρα παντοκράτορα, ἵνα συνεισφέρηται τῶι πατρὶ δήλωσις υἱοῦ, δι’ ὅν ἐστι πατήρ, συνυφεστῶτός τε καὶ συνυπάρχοντος ἀεί. οὐδὲ γὰρ γέγονεν ἐν χρόνωι πατήρ, ἀλλ’ ἦν ὅ ἐστιν, ἀεί, τουτέστι πατήρ, παντὸς ὑπάρχων ἐπέκεινα γενητοῦ καὶ ἐν ὑπερτάτοις ὑψώμασιν. τὸ γάρτοι κρατεῖν καὶ κυριεύειν τῶν ὅλων λαμπρὰν οὕτω καὶ ἀπαράβλητον αὐτῶι προσνέμει τὴν δόξαν. παρ’ αὐτοῦ δέ φασι
15δεδημιουργῆσθαι τὰ πάντα τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, ἵνα κἀντεῦθεν τὸ ἀσυμφυὲς αὐτοῦ πρὸς πᾶσαν κτίσιν νοοῖτο· ἀσύγκριτος γὰρ ἡ διαφορὰ ποιητοῦ καὶ ποιή‐ ματος, ἀγενήτου καὶ γενητοῦ φύσεώς τε τῆς ὑπὸ ζυγὸν καὶ δουλείαν καὶ τῆς τοῖς δεσπο‐ τικοῖς ἀξιώμασιν ἐξωραισμένης θεοπρεπῆ τε καὶ ὑπερκόσμιον λαχούσης τὴν δόξαν. Υἱοῦ γε μὴν διαμνημονεύσαντες, ἵνα μὴ δοκοῖεν ὄνομα κοινὸν προσνέμειν αὐτῶι,
20ὅπερ ἂν ἴσως τάττοιτο καὶ ἐφ’ ἡμῶν αὐτῶν (κεκλήμεθα γὰρ καὶ ἡμεῖς υἱοί), νουνεχέστατα προσεπάγουσι τὰ δι’ ὧν ἔστιν ἰδεῖν τῆς ἐνούσης αὐτῶι φαιδρότητος φυσικῆς τὸ ὑπὲρ κτίσιν ἀξίωμα. γεγεννῆσθαι γὰρ καὶ οὐ πεποιῆσθαί φασιν, ἀσύντακτον μὲν οὐσιωδῶς τῆι κτίσει διὰ τοῦ μὴ πεποιῆσθαι νοοῦντες αὐτόν, ἐκφῦναι δὲ μᾶλλον διισχυριζόμενοι τῆς οὐσίας τοῦ θεοῦ καὶ πατρὸς ἀχρόνως τε καὶ ἀπερινοήτως· ἦν γὰρ ὁ λόγος ἐν ἀρχῆι.
25εἶτα τῆς ὠδῖνος τὸ γνήσιον (ἀνθρωπίνως δὲ καὶ τοῦτο εἰρήσθω διὰ τὸ χρήσιμον) εὖ μάλα κατασημαίνοντες, θεὸν ἔφασαν ἐκ θεοῦ γεγεννῆσθαι τὸν υἱόν· ἔνθα γὰρ ὅλως γέννησις ἀληθής, ἐκεῖ που πάντως ἕποιτο ἂν τὸ χρῆναι νοεῖν καὶ λέγειν οὐκ ἀλλότριον τῆς οὐσίας τοῦ τεκόντος τὸ τεχθέν, ἀλλ’ ἴδιον αὐτῆς, ὅτι καὶ ἐξ αὐτῆς κατὰ τὸν αὐτῆι πρέποντά τε καὶ ἐοικότα λόγον. οὐ γὰρ κατὰ σῶμα τέξεται τὸ ἀσώματον, οὕτω δὲ μᾶλλον ὡς φῶς
30ἐκ φωτός, ἵν’ ἐν τῶι ἀπαστράψαντι φωτὶ τὸ ἀπαυγασθὲν νοοῖτο φῶς, καὶ ἐξ αὐτοῦ κατὰ πρόοδον ἀπόρρητόν τε καὶ ἄφραστον καὶ ἐν αὐτῶι καθ’ ἕνωσιν καὶ ταυτότητα φυσικήν. οὕτω γὰρ εἶναι φαμὲν ἐν μὲν τῶι πατρὶ τὸν υἱόν, ἐν δὲ τῶι υἱῶι τὸν πατέρα· ὑπογράφει γὰρ ὁ υἱὸς ἐν ἰδίαι φύσει τε καὶ δόξηι τὸν ἑαυτοῦ γεννήτορα. καὶ γοῦν ἔφη σαφῶς πρὸς ἕνα τῶν ἁγίων μαθητῶν· Φίλιππος δὲ οὗτος ἦν· οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῶι
35πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν; ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα· ἐγὼ καὶ ὁ πατὴρ ἓν ἐσμέν. οὐκοῦν ὁμοούσιος ὁ υἱὸς τῶι πατρί. ταύτηι τοι καὶ θεὸς ἀληθινὸς ἐκ θεοῦ ἀληθινοῦ γεγεννῆσθαι πιστεύεται. καὶ τὸ μὲν τῆς γεννήσεως
ὄνομα τεθὲν εὑρήσομεν καὶ ἐπὶ τῶν κτισμάτων, κατά γε φημὶ τὸ υἱοὺς ἐγέννησα καὶ

1,1,4

53

ὕψωσα περὶ τῶν ἐξ αἵματος Ἰσραὴλ εἰρημένον παρὰ θεοῦ· ἀλλ’ ἐν χάριτος τάξει τὴν τοιάνδε κλῆσιν ἀποκερδαίνει τὸ ποιηθέν, ἐπὶ δέ γε τοῦ κατὰ φύσιν υἱοῦ καταχρηστικῶς μὲν τῶν τοιούτων οὐδέν, ἀληθῆ δὲ πάντα, καὶ διὰ τοῦτο μόνος ἐκ πάντων ἐγώ εἰμι, φησίν, ἡ ἀλήθεια· ὥστε κἂν γέννησιν κἂν υἱότητά τις ἐπ’ αὐτοῦ λέγηι, ψευδοεπήσειεν
5ἂν οὐδαμῶς· αὐτὸς γάρ ἐστιν ἡ ἀλήθεια. ἀσφαλίζονται τοίνυν τὰς ἡμετέρας ψυχὰς οἱ πανεύφημοι μυσταγωγοί, πατέρα καὶ υἱὸν πανταχοῦ καὶ γέννησιν ὀνομάζοντες καὶ θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ καὶ φῶς ἐκ φωτὸς ἀπαστράψαι λέγοντες, ἵνα καὶ τὸ ἀσώματον καὶ τὸ ἁπλοῦν ἡ γέννησις ἔχοι καὶ τὸ ἐξ αὐτοῦ γε καὶ ἐν αὐτῶι καὶ ἑκάτερος ὑπάρχων ἰδιοπροσώπως νοῆται. πατὴρ γάρ ἐστιν ὁ πατὴρ καὶ οὐχ υἱός, καὶ υἱὸς ὁ τεχθεὶς καὶ
10οὐ πατήρ, καὶ ἐν ταυτότητι φύσεως ἴδιον ἑκατέρου τὸ εἶναι ὅ ἐστιν. Ἁπάντων δὲ ποιητὴν ὁρατῶν τε καὶ ἀοράτων ἀποφήναντες τὸν πατέρα, δι’ υἱοῦ τὰ πάντα δεδημιουργῆσθαί φασιν, οὐ τὸ μεῖον ἐν δόξηι καθάπερ τινὰ κλῆρον αὐτῶι πρέποντα προσνενεμηκότες, πολλοῦ γε καὶ δεῖ· ποῦ γὰρ ὅλως ἐστὶ τὸ ἔλαττον ἢ γοῦν τὸ μεῖζον ὁρᾶν ἐν ταυτότητι τῆς οὐσίας; ἀλλ’ ὡς τοῦ θεοῦ καὶ πατρὸς οὐ πεφυκότος ἑτέρως ἐργάζεσθαί
15τι καὶ εἰς τὸ εἶναι καλεῖν πλὴν ὅτι δι’ υἱοῦ ἐν πνεύματι ὡς διὰ δυνάμεως καὶ σοφίας τῆς ἑαυτοῦ. γέγραπται γὰρ ὅτι τῶι λόγωι τοῦ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῶι πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. ναὶ μὴν καὶ ὁ πάνσοφος Ἰωάννης ἐν ἀρχῆι ἦν ὁ λόγος εἰπὼν καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος, προσεπήνεγκεν ἀναγκαίως ὅτι πάντα δι’ αὐτοῦ ἐγένετο
20καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Ὁμοούσιον τοίνυν ἰσοκλεᾶ τε καὶ ἰσουργὸν τῶι πατρὶ τὸν υἱὸν ἀποδεδειχότες, δια‐ μέμνηνται χρησίμως τῆς ἐνανθρωπήσεως αὐτοῦ καὶ τῆς μετὰ σαρκὸς οἰκονομίας διατρα‐ νοῦσι τὸ μυστήριον, τελεωτάτην ἔσεσθαι καὶ ἀπροσδεᾶ διὰ τούτου τῆς πίστεως τὴν παρά‐ δοσιν εὖ μάλα διεγνωκότες. οὐ γάρτοι μόνον ἀπόχρη τοῖς πιστεύουσιν εἰς αὐτὸν τὸ
25διακεῖσθαι καὶ φρονεῖν ὡς θεὸς ἐκ θεοῦ γεγέννηται τοῦ πατρὸς ὁμοούσιός τε αὐτῶι καὶ χαρακτὴρ ὑπάρχων τῆς ὑποστάσεως αὐτο, ἀλλ’ ἦν ἀναγκαῖον εἰδέναι πρὸς τού‐ τοις ὡς τῆς ἁπάντων ἕνεκα σωτηρίας καὶ ζωῆς καθεὶς ἑαυτὸν εἰς κένωσιν ἔλαβε δούλου μορφὴν καὶ προῆλθεν ἄνθρωπος, γεννηθεὶς κατὰ σάρκα ἐκ γυναικός. διὰ τοῦτό φασι τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα σαρκωθέντα
30ἐνανθρωπήσαντα. ἄθρει δὲ ὅπως ἐν κόσμωι τῶι δέοντι καὶ ἐν τάξει τῆι πρεπωδεστάτηι πρόεισιν ὁ λόγος αὐτοῖς. κατελθεῖν γὰρ ἔφασαν, ἵνα διὰ τούτου τὸν ἐπάνω πάντων ἐννοῶμεν φύσει τε καὶ δόξηι καὶ τοῦτον καταφοιτήσαντα δι’ ἡμᾶς, εἰς τὸ θελῆσαι φημὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθεῖν καὶ ἐπιλάμψαι τῶι κόσμωι μετὰ σαρκός. γέγραπται γὰρ ἐν βίβλωι ψαλμῶν· ὁ θεὸς ἐμφανῶς ἥξει, ὁ θεὸς ἡμῶν, καὶ οὐ παρασιω‐
35πήσεται. νοηθείη δ’ ἄν, εἴπερ ἕλοιτό τις, καὶ καθ’ ἕτερον τρόπον ἡ κάθοδος, οἷον ἐξ οὐρανοῦ καὶ ἄνωθεν ἢ καὶ ἀπ’ αὐτοῦ τοῦ πατρός. φωναῖς γὰρ ταῖς καθ’ ἡμᾶς καὶ τὰ ὑπὲρ νοῦν καταδηλοῦν ἔθος τοῖς ἱεροῖς γράμμασι. καὶ γοῦν ἔφη τοῖς ἁγίοις προσδια‐ λεγόμενος μαθηταῖς· ἐξῆλθον ἐκ τοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον·
πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν πατέρα. καὶ πάλιν·

1,1,4

54

ὑμεῖς ἐκ τῶν κάτω ἐστ, ἐγὼ ἐκ τῶν ἄνω εἰμ. ἔτι τε πρὸς τούτοις· ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω. γράφει δὲ καὶ ὁ θεσπέσιος Ἰωάννης· ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστ. καίτοι γὰρ ὑπάρχων ἐν ὑπερτάταις ὑπεροχαῖς καὶ ἐπάνω πάντων οὐσιωδῶς μετὰ τοῦ ἰδίου πατρός, ἅτε δὴ καὶ ταυτότητι φύσεως τῆς
5πρὸς αὐτὸν στεφανούμενος, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῶι, ἀλλ’ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβὼν ἐν ὁμοιώματι ἀνθρώπων γενό‐ μενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτόν. ἐπειδὴ γὰρ θεὸς ὢν ὁ λόγος τὴν ἡμῶν ἠμπέσχετο σάρκα, μεμένηκε δὲ καὶ οὕτω θεός, ταύτηι τοι θεὸν ὁ ἱερώτατος Παῦλος ἐν ὁμοιώματι ἀνθρώπων γενέσθαι φησὶν εὑρεθῆναί τε ὡς ἄν‐
10θρωπον σχήματι. θεὸς γὰρ ἦν, ὡς ἔφην, ἐν εἴδει τῶι καθ’ ἡμᾶς καὶ οὐκ ἄψυχόν γε τὴν σάρκα λαβών, καθὰ φρονεῖν ἔδοξε τισὶ τῶν αἱρετικῶν, ἐψυχωμένην δὲ μᾶλλον ψυχῆι νοερᾶι. αὐτὸν οὖν ἄρα τὸν ἐκ τῆς οὐσίας τοῦ πατρὸς προελθόντα λόγον καὶ υἱὸν μο‐ νογενῆ, τὸν θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, τὸ φῶς τὸ ἐκ τοῦ φωτός, τὸν δι’ οὗ τὰ πάντα ἐγένετο, κατελθεῖν ἔφασαν οἱ πατέρες σαρκωθῆναί τε καὶ ἐνανθρωπῆσαι, τουτέστιν
15ὑπομεῖναι γέννησιν τὴν κατὰ σάρκα ἐκ γυναικὸς καὶ προελθεῖν ἐν εἴδει τῶι καθ’ ἡμᾶς· τοῦτο γὰρ τὸ ἐνανθρωπῆσαί ἐστιν. Εἷς οὖν ἄρα κύριος Ἰησοῦς Χριστός, αὐτὸς ὁ μονογενὴς τοῦ πατρὸς λόγος γενόμενος ἄνθρωπος, οὐκ ἀποφοιτήσας δὲ τοῦ εἶναι ὃ ἦν· ἀπομεμένηκε γὰρ καὶ ἐν ἀνθρωπότητι θεὸς καὶ ἐν δούλου μορφῆι δεσπότης καὶ ἐν κενώσει τῆι καθ’ ἡμᾶς τὸ πλῆρες ἔχων θεικῶς καὶ
20ἐν ἀσθενείαι σαρκὸς τῶν δυνάμεων κύριος καὶ ἐν τοῖς τῆς ἀνθρωπότητος μέτροις ἴδιον ἔχων τὸ ὑπὲρ πᾶσαν τὴν κτίσιν. ἃ μὲν γὰρ ἦν πρὸ σαρκός, ἀναποβλήτως ἔχει, θεὸς γὰρ ἦν καὶ υἱὸς ἀληθινὸς μονογενής τε καὶ φῶς, ζωὴ καὶ δύναμις· ἃ δέ γε οὐκ ἦν, ταῦτα προσειληφὼς ὁρᾶται διὰ τὴν οἰκονομίαν. ἴδια γὰρ ἐποιήσατο τὰ τῆς σαρκός· οὐ γὰρ ἦν ἑτέρου τινός, αὐτοῦ δὲ μᾶλλον ἡ ἀφράστως αὐτῶι καὶ ἀπορρήτως ἑνωθεῖσα σάρξ.
25οὕτω καὶ ὁ σοφὸς Ἰωάννης σάρκα φησὶ γενέσθαι τὸν λόγον· γέγονε δὲ σὰρξ οὐ κατὰ μετάστασιν ἢ τροπὴν ἢ ἀλλοίωσιν εἰς τὴν τῆς σαρκὸς φύσιν μεταβαλὼν οὔτε μὴν φυρμὸν ἢ σύγκρασιν ἢ τὴν θρυλουμένην παρὰ τισὶ συνουσίωσιν ὑπομείνας (ἀμήχανον γάρ, ἐπείπερ ἐστὶ κατὰ φύσιν ἀτρέπτως τε καὶ ἀναλλοιώτως ἔχων), σάρκα δὲ μᾶλλον, ὡς ἔφην, ἐψυχω‐ μένην ψυχῆι νοερᾶι ἐκ παρθενικοῦ καὶ ἀχράντου σώματος λαβὼν καὶ ἰδίαν αὐτὴν ποιησά‐
30μενος. ἔθος δὲ τῆι θεοπνεύστωι γραφῆι καὶ ἀπὸ μόνης ἔσθ’ ὅτε τῆς σαρκὸς ὅλον ἄν‐ θρωπον ὑποδηλοῦν. ἐκχεῶ γάρ φησιν ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα. οὐ γάρτοι σαρξὶν οὐκ ἐψυχωμέναις ψυχῆι νοερᾶι τὴν τοῦ πνεύματος χάριν ἐνή‐ σειν θεὸς ἐπηγγέλλετο, ἀνθρώποις δὲ μᾶλλον τοῖς συνεστῶσιν ἐκ ψυχῆς καὶ σώματος. Οὐκοῦν οὐκ ἀποδραμὼν ὁ λόγος τοῦ εἶναι ὃ ἦν, γέγονεν ἄνθρωπος, ἀλλὰ καὶ ἐν
35εἴδει τῶι καθ’ ἡμᾶς πεφηνὼς ἀπομεμένηκε λόγος καὶ οὐ πρότερον ἄνθρωπος νοεῖται Χριστός, εἶθ’ οὕτως προελθὼν εἰς τὸ εἶναι θεός, ἀλλὰ θεὸς ὢν ὁ λόγος γέγονεν ἄνθρωπος, ἵν’ ἐν ταυτῶι νοῆται θεὸς ὑπάρχων ὁμοῦ καὶ ἄνθρωπος ὁ αὐτός. οἵ γε μὴν αὐτὸν εἰς υἱοὺς μερίζοντες δύο καὶ τολμῶντες λέγειν ὅτι τὸν ἐκ σπέρματος τοῦ Δαυὶδ ἄνθρωπον ἑαυτῶι
συνῆψεν ὁ θεὸς λόγος καὶ μετέδωκεν αὐτῶι τῆς ἀξίας καὶ τῆς τιμῆς καὶ τοῦ τῆς υἱότητος

1,1,4

55

ἀξιώματος καὶ παρεσκεύασεν αὐτὸν ὑπομεῖναι σταυρόν, ἀποθανεῖν καὶ ἀναβιῶναι καὶ ἀνελ‐ θεῖν εἰς τὸν οὐρανὸν καὶ ἐν δεξιᾶι καθίσαι τοῦ πατρός, ἵνα προσκυνῆται παρὰ πάσης τῆς κτίσεως, ἀναφορᾶι θεοῦ δεχόμενος τὰς τιμάς, πρῶτον μὲν υἱοὺς πρεσβεύουσι δύο, εἶτα τοῦ μυστηρίου τὴν δύναμιν ἀντιστρέφουσιν ἀμαθῶς. οὐ γὰρ ἐξ ἀνθρώπου θεὸς γέγονεν ὁ
5Χριστός, ὡς ἔφην, ἀλλὰ θεὸς ὢν ὁ λόγος γέγονε σάρξ, τουτέστιν ἄνθρωπος· κεκενῶσθαι δὲ λέγεται ὡς πρὸ τῆς κενώσεως τὸ πλῆρες ἔχων ἐν ἰδίαι φύσει καθ’ ὃ νοεῖται θεός. οὐ γὰρ ἐκ τοῦ κενὸς εἶναί τις εἰς τὸ πλῆρες ἀνέβη, ἐταπείνωσε δὲ μᾶλλον ἑαυτὸν ἐξ ὑψω‐ μάτων θεικῶν καὶ ἀρρήτου δόξης· οὐ ταπεινὸς ὢν ἄνθρωπος ὑψώθη δεδοξασμένος, ἔλαβεν δὲ δούλου μορφὴν ὡς ἐλεύθερος· οὐχὶ δοῦλος ὢν εἰς τὴν τῆς ἐλευθερίας ἀνεπήδησε δόξαν·
10ἐν ὁμοιώματι ἀνθρώπων γέγονεν ὁ ἐν μορφῆι καὶ ἰσότητι τοῦ πατρός, οὐκ ἄνθρωπος ὢν τὸ ἐν ὁμοιώματι γενέσθαι θεοῦ πεπλούτηκεν μεθεκτῶς. Τί τοίνυν ἀντιστρέφουσι τῆς οἰκονομίας τοὺς λόγους καὶ παρασημαίνουσι τὴν ἀλή‐ θειαν, ἁπάσαις ἀντανιστάμενοι ταῖς θεοπνεύστοις γραφαῖς, αἳ θεὸν ὄντα γινώσκουσι καὶ ἐνανθρωπήσαντα τὸν υἱὸν ἕνα τε αὐτὸν ὀνομάζουσι πανταχοῦ; καὶ γοῦν ἐν τῶι τῆς
15κοσμοποιίας βιβλίωι γέγραφεν ὁ Μωυσῆς ὡς διεβίβασε μὲν ὁ θεσπέσιος Ἰακὼβ τὸν χει‐ μάρρουν Ἰαβὼκ τὰ παιδία αὐτοῦ καὶ ἀπέμεινε μόνος, ἐπάλαιε δὲ ἄνθρωπος μετ’ αὐ‐ τοῦ ἕως πρωὶ καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου εἶδος θεο· εἶδον γάρ, φησίν, θεὸν πρόσωπον πρὸς πρόσωπον καὶ ἐσώθη μου ἡ ψυχ. ἀνέτειλεν δὲ αὐτῶι ὁ ἥλιος, ἡνίκα παρῆλθεν τὸ εἶδος τοῦ θεο·
20Ἰακὼβ δὲ ἐπέσκαζε τῶι μηρῶι αὐτο. προανεδείκνυ γὰρ τῶι πατριάρχηι θεὸς ὅτι καὶ ἐνανθρωπήσει κατὰ καιροὺς ὁ μονογενὴς αὐτοῦ λόγος καὶ ἀντίπαλον ἕξει τὸν Ἰσραὴλ καὶ ὅτι περὶ αὐτὸν οὐκ ὀρθοποδήσουσι, χωλανοῦσι δὲ ὥσπερ, καθά φησιν αὐτὸς διὰ τῆς τοῦ ψάλλοντος λύρας· υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἐκ τῶν τρίβων αὐτῶν. τουτὶ γὰρ οἶμαι κατα‐
25δηλοῦν τὸ ἐπισκάσαι τὸν Ἰακὼβ τῶι μηρῶι αὐτοῦ. πλὴν ἐκεῖνο ἄθρει· ἀνθρώπου πα‐ λαίοντος πρὸς αὐτόν, ἑωρακέναι φησὶ θεὸν πρόσωπον πρὸς πρόσωπον καὶ εἶδος αὐτὸν ὀνομάζει θεοῦ. ἀπομεμένηκε γὰρ ὁ τοῦ θεοῦ λόγος, καὶ ἄνθρωπος γεγονώς, ἐν μορφῆι τοῦ πατρός, κατά γε φημὶ τὴν νοητὴν εἰκόνα καὶ τὸ κατὰ πᾶν ὁτιοῦν ἀπαραλλάκτως ἔχον. καὶ γοῦν ἔφη πρὸς Φίλιππον, χαρακτῆρα τῆς ὑποστάσεως τοῦ πατρὸς ἑαυτὸν ἀποφαίνων
30καὶ μετὰ σαρκός· ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα. ἐπειδὴ δέ τινα τῶν ἐκ γενετῆς τεθεράπευκε τυφλόν, εὑρὼν αὐτὸν ἐν τῶι ἱερῶι, σὺ πιστεύεις, ἔφασκεν, εἰς τὸν υἱὸν τοῦ θεο; ἐκείνου γε μὴν πρὸς τοῦτο λέγοντος τίς ἐστιν, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; ἀπεκρίνατο λέγων· καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. τεθέαται δὲ ὁ τυφλὸς οὐ γυμνὸν ἢ ἄσαρκον αὐτόν, ἀλλ’ ἐν
35εἴδει μᾶλλον τῶι καθ’ ἡμᾶς, καὶ πεπίστευκεν εἰς τὸν ἑωραμένον οὐχ ὡς εἰς υἱὸν υἱῶι συνημμένον ἑτέρωι, ἀλλ’ ὡς εἰς ἕνα τὸν φύσει τε καὶ ἀληθῶς οὐ δίχα σαρκὸς ἐπιλάμψαντα
τοῖς ἐπὶ τῆς γῆς. Μωυσῆς γε μὴν ὁ θεσπέσιος ἐν εὐλογίαις φησί· δότε Λευὶ τὴν

1,1,4

56

δήλωσιν αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ τῶι ἀνδρὶ τῶι ὁσίωι, ὃν ἐξεπεί‐ ρασαν αὐτὸν ἐν πείραι· ἐλοιδόρησαν αὐτὸν ἐφ’ ὕδατος ἀντιλογίας. ὁ λέγων τῶι πατρὶ καὶ τῆι μητρὶ οὐχ ἑώρακά σε, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἐπέγνω. προστέταχε μὲν γὰρ ὁ τῶν ὅλων θεὸς τὸν ποδήρη γενέσθαι τῶι Ἀαρὼν
5ποικίλως ἐξυφασμένον· φόρημα δὲ τοῦτο μόνηι τῆι ἀρχιερωσύνηι πρέπον καὶ ἐκνεμηθὲν αὐτῆι. πρὸς δέ γε τῶι στήθει τοῦ ἀρχιερέως λίθοι τινὲς ἦσαν ἀπηρτημένοι τὸν ἀριθμὸν δυοκαίδεκα, ὧν ἐν μέσωι τετάχατο δήλωσίς τε καὶ ἀλήθεια, δύο πάλιν ἕτεροι λίθοι. αἰνιγμα‐ τωδῶς δὲ διὰ τούτων ὁ τῶν ἁγίων ἀποστόλων ἐδείκνυτο χορὸς οἷον ἐν κύκλωι περιέχων τὸν Ἐμμανουήλ, ὅς ἐστι δήλωσις καὶ ἀλήθεια· δεδήλωκε γὰρ ἡμῖν τὴν ἀλήθειαν, τὴν ἐν
10σκιαῖς καὶ τύποις ἀποστήσας λατρείαν. ὅτι δὲ γέγονεν ἡμῶν ἀρχιερεὺς ὁ μονογενὴς τοῦ θεοῦ λόγος, ὅτε καὶ ἄνθρωπος γέγονε, πῶς ἔστιν ἀμφιβάλλειν, γεγραφότος ὡδὶ τοῦ θεσπεσίου Παύλου· κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῶι ποιήσαντι αὐτόν; τὸ γάρτοι τῆς ἱερωσύνης ἀξίωμα τοῖς τῆς ἀνθρωπότητος μέτροις οὐκ ἀπεοικὸς νοοῖτ’ ἂν εἰκότως καὶ μεῖον μὲν ἢ
15κατὰ τὴν τοῦ θεοῦ λόγου φύσιν τε καὶ δόξαν, οὐκ ἀνάρμοστον δὲ τῆι μετὰ σαρκὸς οἰκο‐ νομίαι· γεγόνασι γὰρ αὐτοῦ τὰ ἀνθρώπινα. δότε τοίνυν, φησι, τῶι Λευ, τουτέστι τῶι ἱερεῖ τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν. ποίωι δέ φησιν ἄρα Λευὶ ἢ γοῦν ἱερεῖ διεσάφησεν εἰπὼν τῶι ἀνδρὶ τῶι ὁσίωι; οὐ γὰρ ἐποίησεν ἁμαρτίαν ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός. γράφει γοῦν ὁ Παῦλος περὶ αὐτοῦ· τοιοῦτος ἡμῖν ἔπρεπεν
20ἀρχιερεύς, ὅσιος ἄκακος ἀμίαντος κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος. τοῦτον ἐξεπείρασαν ἐν πείραι· ἐλοιδόρησαν αὐτὸν ἐφ’ ὕδατος ἀντιλογίας. ὢ παραδόξου πράγματος. ἄνδρα λέγων αὐτὸν θεὸν ἀπέφηνεν εὐθύς, ὃν δὴ παρώξυνέ τε καὶ ἐξεπείρασεν ὁ Ἰσραὴλ ἔν τε τῆι ἐρήμωι καὶ ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλογίας. καὶ πιστώσεται λέγων ὁ ψαλμωιδός·
25διέρρηξεν πέτραν ἐν ἐρήμωι καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσωι πολλῆι καὶ ἐξήγαγεν ὕδωρ ἐκ πέτρας καὶ κατήγαγεν ὡς ποταμοὺς ὕδατα. καὶ τί μετὰ τοῦτο; καὶ ἐξεπείρασαν, φησίν, αὐτὸν ἐν τῆι καρδίαι αὐτῶν καὶ κατελά‐ λησαν τοῦ θεοῦ καὶ εἶπον· μὴ δυνήσεται ὁ θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμωι, ὅτι ἐπάταξεν πέτραν καὶ ἐρρύησαν ὕδατα καὶ χείμαρροι κατε‐
30κλύσθησαν; μὴ καὶ ἄρτον δυνήσεται δοῦναι ἢ ἑτοιμάσαι τράπεζαν τῶι λαῶι αὐτο; σύνες οὖν ὅπως διαλελοιδόρηνται θαυματουργοῦντι τῶι θεῶι, ὃν δὴ καὶ ἄνδρα φησὶν ὁ Μωυσῆς. συνεὶς γὰρ οὕτως καὶ ὁ θεσπέσιος Παῦλος γράφει· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. οὐκοῦν ὁ λοιδορηθεὶς ἀνὴρ αὐτὸς ἦν ἐκεῖνος ὃς οὔπω σεσαρκωμένος ἐπειράζετο παρὰ τῶν
35ἐξ Ἰσραήλ. ὅτι γὰρ οὐχ ἕτερος ἦν υἱὸς ὁ πρὸ σαρκός, ἕτερος δὲ παρ’ αὐτὸν ὁ ἐκ σπέρματος τοῦ Δαυίδ, καθὰ φάναι τολμῶσί τινες, ἀλλ’ εἷς τε καὶ ὁ αὐτὸς πρὸ μὲν τῆς σαρκώσεως γυμνὸς ἔτι λόγος, μετὰ δέ γε τὴν ἀπότεξιν τὴν ἐκ τῆς ἁγίας παρθένου σεσαρκωμένος καὶ ἐνανθρωπήσας, καθὰ γεγράφασιν οἱ θεσπέσιοι πατέρες, σημείωι πάλιν ἑτέρωι πεπληροφόρηκεν ὁ Μωυσῆς. ὥσπερ γὰρ ἐρομένου τινὸς καὶ ἀναμαθεῖν ἐθέλοντος
40περὶ ποίου γέγονεν ἀνδρὸς ὁ λόγος αὐτῶι, ὃν δὴ καὶ ἐκπεπειρᾶσθαι καὶ λελοιδορῆσθαί φησι

1,1,4

57

παρὰ τῶν ἐξ Ἰσραήλ, μόνον οὐχὶ καὶ χεῖρα προτείνων καταδείκνυσιν τὸν Ἰησοῦν καί φησιν· ὁ λέγων τῶι πατρὶ καὶ τῆι μητρὶ οὐχ ἑώρακά σε, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἐπέγνω. μεμνήμεθα δὲ γεγραφότος ἑνὸς τῶν ἁγίων εὐαγγελιστῶν ὡς διδάσκοντός ποτε τοῦ Χριστοῦ καὶ μυσταγωγοῦντός τινας ἐπέστησαν ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοί,
5εἶτα προσδραμόντος τινὸς τῶν μαθητῶν καὶ λέγοντος ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν σε θέλοντες, ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς αὐτο, εἶπεν· μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ ἀκούοντες τὸν λόγον τοῦ θεοῦ καὶ ποιοῦντες. ὃς γὰρ ἂν ποιήσηι τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς, οὗτος ἀδελφός μου καὶ
10ἀδελφὴ καὶ μήτηρ ἐστίν. τοῦτο, οἶμαι, ἐστὶν ὅπερ ἔφη Μωυσῆς· ὁ λέγων τῶι πατρὶ καὶ τῆι μητρὶ οὐχ ἑώρακά σε, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἐπέγνω. ναὶ μὴν καὶ ὁ πάνσοφος Δανιὴλ ἐν εἴδει τῶι καθ’ ἡμᾶς τεθεᾶσθαί φησι τὸν μονογενῆ τοῦ θεοῦ λόγον. ἰδεῖν μὲν γὰρ ἔφη παλαιὸν ἡμερῶν καθήμενον ἐπὶ θρόνου μυρίας τε μυριάδας τῶν παραστατῶν καὶ χιλίας χιλιάδας τῶν λειτουργῶν, καὶ διὰ μέσου τινὰ παρενθεὶς ἕτερα,
15τούτοις ἐπάγει· ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ μετὰ τῶν νεφε‐ λῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη καὶ αὐτῶι ἐδόθη ἡ τιμὴ καὶ ἡ βασιλεία καὶ πᾶσαι αἱ φυλαὶ καὶ γλῶσσαι αὐτῶι δουλεύσουσιν. ἰδοὺ δὴ πάλιν σαφῶς τε καὶ ἐναργῶς ἀναβαίνοντα πρὸς τὸν ἐν τοῖς οὐρανοῖς πατέρα καὶ
20θεὸν τεθέαται τὸν Ἐμμανουήλ. νεφέλη γὰρ ὑπέλαβεν αὐτόν, ὃν δὴ καὶ οὐκ ἄνθρωπον ἁπλῶς, ἀλλ’ ὡς υἱὸν ἀνθρώπου φησί· θεὸς γὰρ ἦν ἐν ὁμοιώσει τῆι πρὸς ἡμᾶς γεγονὼς ὁ λόγος. οὕτω συνεὶς καὶ ὁ πάνσοφος Παῦλος ἐν ὁμοιώματι ἀνθρώπων γενέσθαι φησὶν αὐτόν, εὑρεθῆναι δὲ καὶ ὡς ἄνθρωπον σχήματι καὶ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ὦφθαι τοῖς ἐπὶ τῆς γῆς. εἰ δὲ ἄνθρωπος ἦν συναφείαι τῆι πρὸς θεὸν ὡς θεὸς τιμώμενος,
25ἔφη γ’ ἂν ὁ προφήτης ὡς θεὸν ἢ ὡς υἱὸν θεοῦ τεθεᾶσθαι τὸν μετὰ τῶν νεφελῶν ἐρχό‐ μενον· ἀλλ’ οὐ τοῦτό φησιν, ἐκεῖνο δὲ μᾶλλον τὸ ὡς υἱὸν ἀνθρώπου. οἶδεν ἄρα θεὸν ὄντα καὶ ἐνανθρωπήσαντα τὸν υἱὸν ἢ γοῦν ἐν ὁμοιώματι ἀνθρώπων γενόμενον κατὰ τὴν τοῦ Παύλου φωνήν. πλὴν καὶ ἐν σαρκὶ πεφηνὼς ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν, τουτέστιν εἰς τὸν τοῦ ἀιδίου πατρὸς ἀναπεφοίτηκε θρόνον, καὶ αὐτῶι ἐδόθη
30ἡ τιμὴ καὶ ἡ βασιλεία καὶ πᾶσαι αἱ φυλαὶ καὶ γλῶσσαι αὐτῶι δουλεύσουσι. καὶ τοῦτο ἦν ἄρα τὸ εἰρημένον παρ’ αὐτοῦ· πάτερ, δόξασόν με τῆι δόξηι ἧι εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σο. ὅτι δὲ σαρκωθεὶς ὁ τοῦ θεοῦ λόγος σύνε‐ δρός ἐστι καὶ ἰσοκλεὴς τῶι θεῶι καὶ πατρὶ καὶ μετὰ σαρκός, ὡς εἷς ὑπάρχων υἱὸς καὶ ὅτε γέγονεν ἄνθρωπος, σαφηνιεῖ γράφων ὁ πάνσοφος Παῦλος· τοιοῦτον ἔχομεν ἀρχιερέα,
35ὃς ἐκάθισεν ἐν δεξιᾶι τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς. ναὶ μὴν καὶ αὐτὸς ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐρομένων αὐτὸν τῶν Ἰουδαίων εἴπερ ἐστὶν αὐτὸς ἀληθῶς ὁ Χριστός, ἐὰν εἴπω, φησίν, οὐ μὴ πιστεύσητε· καὶ ἐὰν ἐπερω‐ τήσω, οὐ μὴ ἀποκριθῆτε. ἀπὸ τοῦ νῦν δὲ ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου
καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεο. οὐκοῦν ἐν τοῖς τῆς θεότητος

1,1,4

58

θώκοις καὶ ἐνανθρωπήσαντα τὸν υἱὸν ὁ τῶν ἁγίων προφητῶν ἐθεᾶτο χορός. ἴδωμεν δὲ καὶ τοὺς τῆς νέας διαθήκης κήρυκας τοὺς τῆς ὑφ’ ἥλιον μυσταγωγούς, οἷς αὐτὸς ἔφη Χριστός· οὐχ ὑμεῖς ἐστὲ οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. εὑρήσομεν τοίνυν λέγοντα τὸν θεσπέσιον βαπτιστήν· ὀπίσω
5μου ἔρχεται ἀνήρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. εἶτα πῶς ὁ μετ’ αὐτὸν ἰὼν πρῶτος ἦν αὐτοῦ; ὅτι γὰρ ὑστερίζει κατὰ τὸν τῆς σαρκὸς χρόνον Ἰωάννου Χριστός, πῶς οὐχ ἅπασιν ἐναργές; τί οὖν πρὸς ταῦτα φαίη τις ἄν; ἔλυσεν ἡμῖν αὐτὸς ὁ σωτὴρ τὸ ζητούμενον. ἔφη γὰρ Ἰουδαίοις προσλαλῶν· ἀμὴν λέγω ὑμῖν, πρὶν Ἁβραὰμ γενέσθαι, ἐγὼ εἰμ. ἦν μὲν γὰρ καὶ πρὸ Ἁβραὰμ
10θεικῶς, νοεῖται δὲ μετ’ αὐτὸν καθὸ πέφηνεν ἄνθρωπος. εἶτα τοῦ θεοῦ καὶ πατρὸς βοῶντος ἀναφανδὸν τὴν δόξαν μου ἑτέρωι οὐ δώσω (θεὸς γὰρ ἕτερος παρ’ αὐτὸν οὐδείς), ἔφη πρὸς ἡμᾶς ὁ Χριστός· ὅταν δὲ ἔλθηι ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῆι δόξηι τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἁγίων ἀγγέλων. υἱοῦ δὲ ἀνθρώπου καταβαίνειν προσδοκωμένου ἐξ οὐρανῶν, γράφει πάλιν ὁ πάνσοφος Παῦλος· ἐπεφάνη γὰρ ἡ χάρις
15τοῦ θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς καὶ ἐπιεικῶς ζήσωμεν ἐν τῶι νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστο. ἔφη δὲ καὶ ἑτέρωθι περὶ τῶν ἐξ αἵματος Ἰσραὴλ τοὺς λόγους ποιούμενος
20ὅτι αὐτῶν εἰσιν αἱ ἐπαγγελίαι καὶ ἡ νομοθεσία καὶ ἡ διαθήκη καὶ ἐξ αὐτῶν τὸ κατὰ σάρκα Χριστὸς ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. ἀμήν. Οὐκοῦν κατ’ ἴχνος ἰόντες ἀπροσκλινῶς τῆς τῶν πατέρων ὁμολογίας αὐτὸν φαμὲν τὸν ἐκ τοῦ θεοῦ πατρὸς γεννηθέντα υἱὸν μονογενῆ σαρκωθῆναί τε καὶ ἐνανθρωπῆσαι, πα‐ θεῖν, ἀποθανεῖν, τῆι τρίτηι ἡμέραι ἀναστῆναι ἐκ νεκρῶν. ἀπαθὴς μὲν γὰρ ὁμολογου‐
25μένως τό γε ἧκον εἰς ἰδίαν φύσιν ὁ τοῦ θεοῦ λόγος καὶ οὐδεὶς οὕτως ἐμβρόντητος, ὡς νομίσαι δύνασθαι πάθους εἶναι δεκτικὴν τὴν ὑπὲρ πάντα φύσιν· ἐπειδὴ δὲ γέγονεν ἄν‐ θρωπος ἰδίαν ποιησάμενος σάρκα τὴν ἐκ τῆς ἁγίας παρθένου, ταύτηι τοι τοῖς τῆς οἰκονο‐ μίας ἑπόμενοι λόγοις σαρκὶ τῆι ἰδίαι παθεῖν ἀνθρωπίνως διαβεβαιούμεθα τὸν ἐπέκεινα τοῦ παθεῖν ὡς θεόν. εἰ γὰρ θεὸς ὑπάρχων γέγονεν ἄνθρωπος, ἀποπεφοίτηκε δὲ οὐδαμῶς
30τοῦ εἶναι θεός, εἰ γέγονε κτίσεως μέρος καὶ μεμένηκεν ὑπὲρ κτίσιν, εἰ νομοθέτης ὢν ὡς θεὸς γέγονεν ὑπὸ νόμον καὶ νομοθέτης ἦν ἔτι καὶ δεσπότης ὢν θεικῶς δούλου μορφὴν ὑπέδυ καὶ ἀναπόβλητον ἔχει τὸ τῆς δεσποτείας ἀξίωμα, εἰ μονογενὴς ὑπάρχων γέγονε πρω‐ τότοκος ἐν πολλοῖς ἀδελφοῖς καί ἐστι μονογενής, τί τὸ παράδοξον, εἰ σαρκὶ παθὼν ἀν‐ θρωπίνως ἀπαθὴς καὶ οὕτως νοεῖται θεικῶς; καὶ γοῦν ὁ πάνσοφος Παῦλος τὸν ἐν μορφῆι
35καὶ ἐν ἰσότητι τοῦ θεοῦ καὶ πατρὸς ὑπάρχοντα λόγον τὸν αὐτὸν ὑπήκοον γενέσθαι φησὶ καὶ μέχρι θανάτου, θανάτου δὲ σταυρο. ἐν ἑτέραι δὲ τῶν ἰδίων ἐπιστολῶν περὶ αὐτοῦ φησιν· ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῶι ἐκτίσθη τὰ πάντα τά τε ἐν τῶι οὐρανῶι καὶ τὰ ἐπὶ τῆς γῆς καὶ αὐτός ἐστι πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῶι συνέστηκεν,
40καὶ αὐτὸν δεδόσθαι φησὶν κεφαλὴν τῆι ἐκκλησίαι, γενέσθαι δὲ καὶ ἀπαρχὴν τῶν κεκοιμημένων
καὶ πρωτότοκον ἐκ νεκρῶν. καίτοι ζωὴ καὶ ζωοποιὸς ὁ ἐκ θεοῦ πατρός ἐστι λόγος ἅτε

1,1,4

59

δὴ καὶ ἐκ ζωῆς ἀναφὺς τοῦ τεκόντος αὐτόν· εἶτα πῶς γέγονε πρωτότοκος ἐκ νεκρῶν καὶ ἀπαρχὴ τῶν κεκοιμημένων; ἐπειδὴ γὰρ τὴν τοῦ θανάτου δεκτικὴν ἰδίαν ἐποιήσατο σάρκα, χάριτι θεοῦ, καθά φησιν ὁ πάνσοφος Παῦλος, ὑπὲρ παντὸς ἐγεύσατο θανάτου τῆι παθεῖν αὐτὸν δυναμένηι σαρκί, οὐκ ἀποβαλὼν αὐτὸς τὸ εἶναι ζωή. οὐκοῦν κἂν εἰ λέγοιτο σαρκὶ
5παθεῖν, οὐ φύσει θεότητος εἰσδέξεται τὸ παθεῖν, ἀλλ’ ὡς ἔφην ἀρτίως, ἰδίαι σαρκὶ τῆι τοῦ πάθους δεκτικῆι. καὶ γοῦν ὁ μακάριος προφήτης Ἡσαίας ἐνανθρωπήσαντα θεὸν τὸν σαρκὶ παθόντα γινώσκων ἔφη που περὶ αὐτοῦ· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτο. ἐν τῆι ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν γενεὰν
10αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτο. καίτοι εἴπερ τις ἦν ἄνθρωπος καὶ ἰδικῶς νοούμενος υἱός, συνημμένος δὲ θεῶι, καθά φασιν οἱ τῶν ἀνο‐ σίων δογμάτων εἰσηγηταί, πῶς ἔτι δυσεύρετος ὁ τὴν γενεὰν αὐτοῦ διηγεῖσθαι δυνάμενος; γέγονεν οὖν ἐκ σπέρματος Ἰεσσαὶ καὶ Δαυίδ, τὴν δέ γε τοῦ θεοῦ λόγου γέννησιν ἤτοι τὸν τῆς γεννήσεως τρόπον τίς ὁ φάναι δυνάμενος; αἴρεται γὰρ ἀπὸ τῆς γῆς ἡ ζωὴ
15αὐτο, τουτέστιν ἡ ὕπαρξις (τέθεικε γὰρ ἀντὶ τῆς ὑπάρξεως τὴν ζωήν), ὑψοῦ δὲ διάιττει καὶ ὑπερνήχεται τοὺς ἐπὶ τῆς γῆς· ἀπερινόητος γὰρ καὶ ἀπρόσβλητος παντελῶς ταῖς ἀν‐ θρώπων διανοίαις ὁ περὶ τῆς ἀρρήτου φύσεως λόγος. προσεποίσω δὲ τοῖς εἰρημένοις καὶ τόδε. εἷς κύριος, μία πίστις, ἓν βάπτισμα, καθά φησιν ὁ ἱερώτατος Παῦλος. ἑνὸς οὖν ὄντος κυρίου πίστεώς τε μιᾶς καὶ ἑνὸς βαπτίσματος, τίς ὁ κύριος καὶ εἰς τίνα
20πεπιστεύκαμέν τε καὶ βεβαπτίσμεθα; ἀλλ’ ἴσως πρέπειν ὅτι μάλιστα φαίη τις ἂν τῶι ἐκ θεοῦ πατρὸς ὄντι λόγωι τήν τε κυριότητα καὶ τὴν πίστιν τὴν πρὸς ἡμῶν, ἐπ’ αὐτῶι δὲ τελεῖσθαι καὶ τὸ σωτήριον βάπτισμα. οὕτω γάρ που τοῖς ἁγίοις ἀποστόλοις ἐνετεί‐ λατο λέγων· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. ὅ γε
25μὴν θεσπέσιος Παῦλος τὴν τῆς κυριότητος δόξαν καὶ τῆς πίστεως τὴν ὁμολογίαν καὶ τὴν τοῦ ἁγίου βαπτίσματος δύναμιν ἐμφανῆ καθίστησι, λέγων· μὴ εἴπηις ἐν τῆι καρδίαι σου· τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ’ ἐστὶ Χριστὸν καταγαγεῖν· ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ’ ἐστὶ Χριστὸν ἐκ νεκρῶν ἀναγα‐ γεῖν. ἀλλὰ τί λέγει ἡ γραφ; ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῶι στόματί
30σου καὶ ἐν τῆι καρδίαι σου, ὅτι ἐὰν εἴπηις· κύριος Ἰησοῦς, καὶ πιστεύ‐ σηις ἐν τῆι καρδίαι σου ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσηι. γράφει δὲ πάλιν· οὐκ οἴδατε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; ἰδοὺ δὴ σαφῶς περιίστησιν εὐτεχνῶς τῆς τε κυριότητος καὶ τῆς πίστεως τὴν ὁμολογίαν, καὶ αὐτὴν δὲ τὴν τοῦ ἁγίου βαπτίσματος χάριν
35εἰς τὸν παθόντα τὸν θάνατον καὶ ἐγηγερμένον ἐκ νεκρῶν. ἆρ’ οὖν εἰς υἱοὺς πιστεύομεν δύο; ἆρα τὸν ἐκ θεοῦ πατρὸς ἀπαστράψαντα παραδραμόντες λόγον ὡς υἱῶι παρ’ αὐτὸν ἑτέρωι τῶι παθόντι προσάψομεν τὴν τῆς κυριότητος δόξαν, καὶ αὐτὴν δὲ τῆς πίστεως τὴν ὁμολογίαν καὶ τὸ οὐράνιον βάπτισμα; εἶτα πῶς οὐκ εὔηθες, μᾶλλον δὲ ἀναμφιλόγως δυσσε‐ βὲς τὸ οὕτω φρονεῖν ἢ λέγειν; τί οὖν ἐροῦμεν; εἷς κύριος ἀληθῶς μία τε πίστις καὶ ἓν
40βάπτισμα. καὶ γάρ ἐστιν εἷς υἱὸς καὶ κύριος οὐκ ἄνθρωπον κατὰ συνάφειαν λαβὼν ὁ

1,1,4

60

λόγος καὶ μέτοχον αὐτὸν ἀποφήνας τῶν ἰδίων ἀξιωμάτων καὶ μεταδοὺς υἱότητός τε καὶ κυριότητος αὐτῶι, καθά φασι καὶ γεγράφασι ληροῦντές τινες, ἀλλ’ αὐτὸς ἐνανθρωπήσας καὶ σαρκωθεὶς ὁ ἐκ θεοῦ θεὸς λόγος, τὸ φῶς τὸ ἐκ τοῦ φωτός. εἰς τὸν τούτου θάνατον βεβαπτίσμεθα, παθόντος μὲν ἀνθρωπίνως αὐτοῦ ἰδίαι σαρκί, μεμενηκότος δὲ ἀπαθοῦς θεικῶς
5καὶ ζῶντος ἀεί· ζωὴ γάρ ἐστιν ἐκ ζωῆς τοῦ θεοῦ καὶ πατρός. οὕτω νενίκηται θάνατος, ἐπιπηδῆσαι τολμήσας τῶι σώματι τῆς ζωῆς· καταργεῖται δὲ οὕτω καὶ ἐν ἡμῖν ἡ φθορὰ καὶ τὸ αὐτοῦ τοῦ θανάτου κράτος ἀσθενεῖ. καὶ γοῦν ἔφη Χριστός· ἀμὴν λέγω ὑμῖν· ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. ζωοποιὸν οὖν ἄρα τὸ ἅγιον σῶμα καὶ αἷμα
10Χριστοῦ. σῶμα γάρ, ὡς ἔφην, ἐστὶν οὐκ ἀνθρώπου τινὸς μετόχου ζωῆς, ἴδιον δὲ μᾶλλον τῆς κατὰ φύσιν ζωῆς, δῆλον δὲ ὅτι τοῦ μονογενοῦς. ταῦτα φρονεῖ μεθ’ ἡμῶν ὁ φιλό‐ χριστος τῶν ἁγίων πατέρων χορός, καὶ αὐτὸς δὲ ὁ νυνὶ τὸν τῆς ἁγίας Κωνσταντινουπολι‐ τῶν ἐκκλησίας κατακοσμήσας θρόνον ὁ ὁσιώτατος καὶ θεοσεβέστατος ἀδελφὸς καὶ συνε‐ πίσκοπος Πρόκλος. γέγραφε γὰρ καὶ αὐτὸς πρὸς τοὺς τῆς Ἑώιας θεοσεβεστάτους
15ἐπισκόπους αὐταῖς λέξεσιν ὧδε· ‹καὶ σαρκοῦται μὲν ἀτρέπτως ὁ ἀνείδεος, τίκτεται δὲ κατὰ σάρκα ὁ ἄναρχος· προκόπτει δὲ τῆι κατὰ σῶμα ἡλικίαι ὁ φύσει παντέλειος καὶ παθῶν ἀνέχεται ὁ παθῶν ἀνώτερος, οὐχ ὧι ἦν, ὑπομείνας τὰς ὕβρεις, ἀλλ’ ὧι γέγονε, καταδεξά‐ μενος τὰ τοῦ σώματος πάθη.› ἐλέγχεται τοίνυν τῶν ἕτερα παρὰ ταῦτα φρονούντων ἢ γεγραφότων ἡ κακοπιστία πανταχοῦ νοσοῦσα τὸ βέβηλον καὶ τὸ τοῖς τῆς ἀληθείας ἀπᾶι‐
20δον δόγμασι. Διαπεράναντες δὲ τὸν περὶ Χριστοῦ λόγον οἱ τρισμακάριοι πατέρες τοῦ ἁγίου πνεύ‐ ματος διαμνημονεύουσι· πιστεύειν γὰρ ἔφασαν εἰς αὐτὸ καθάπερ ἀμέλει εἰς τὸν πατέρα καὶ τὸν υἱόν. ὁμοούσιον γάρ ἐστιν αὐτοῖς καὶ προχεῖται μὲν ἢ γοῦν ἐκπορεύεται καθάπερ ἀπὸ πηγῆς τοῦ θεοῦ καὶ πατρός, χορηγεῖται δὲ τῆι κτίσει διὰ τοῦ υἱοῦ· ἐνεφύσησε
25γοῦν τοῖς ἁγίοις ἀποστόλοις λέγων· λάβετε πνεῦμα ἅγιον. οὐκοῦν ἐκ θεοῦ καὶ θεὸς τὸ πνεῦμά ἐστιν καὶ οὐκ ἀλλότριον τῆς ἀνωτάτω πασῶν οὐσίας, ἀλλ’ ἐξ αὐτῆς τε καὶ ἐν αὐτῆι καὶ ἴδιον αὐτῆς. Αὕτη μὲν οὖν τῶν ἁγίων πατέρων ἡ εὐθυτενὴς καὶ ἀπλανεστάτη πίστις ἤτοι τῆς πίστεως ἡ ὁμολογία· ἀλλ’ ὡς ὁ Παῦλός φησιν, ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύ‐
30φλωσεν τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης Χριστο. ἀφέντες γοῦν τὸ εὐθὺ τῆς ἀληθείας ἰέναι τινὲς ἄιττουσι κατὰ πετρῶν, μὴ νοοῦντες μήτε ἃ λέγουσιν, μήτε περὶ τίνων δια‐ βεβαιοῦνται. περιιστάντες γὰρ τὴν τῆς υἱότητος δόξαν εἰς μόνον τὸν ἐκ θεοῦ πα‐ τρὸς φύντα λόγον, ὡς υἱὸν ἕτερον τὸν ἐκ σπέρματος Ἰεσσαὶ καὶ Δαυὶδ συνῆφθαί φασιν
35αὐτῶι καὶ μετέχειν υἱότητος καὶ τιμῆς θεοπρεποῦς καὶ τῆς ἐνοικήσεως αὐτοῦ τοῦ λόγου καὶ πάντα μᾶλλον ἐσχηκέναι παρ’ αὐτοῦ, ἴδιον δὲ παντελῶς οὐδέν. περὶ τῶν τοιούτων, ὥς γε οἶμαι, γεγράφασι τοῦ σωτῆρος οἱ μαθηταί· παρεισέδυσαν γάρ τινες ἄνθρω‐ ποι οἱ καὶ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα ἀσεβεῖς, τὴν τοῦ θεοῦ χάριν μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον δεσπότην καὶ κύριον
40ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι. Ἰησοῦς δὲ Χριστὸς ὀνομάζοιτο ἂν εἰκότως
ἐν ἀνθρωπείαι μορφῆι πεφηνὼς ὁ λόγος. ἐπεὶ φραζέτωσαν ἐρομένοις οἱ δι’ ἐναντίας

1,1,4

61

οἱ τὰ Νεστορίου τε καὶ Θεοδώρου φρονεῖν καὶ λαλεῖν ἐκ πολλῆς ἄγαν ἀσυνεσίας οὐ παραι‐ τούμενοι· ἐκβάλλετε τοῦ εἶναι θεὸν καὶ υἱὸν ἀληθινὸν τοῦ θεοῦ καὶ πατρὸς τὸν ἐκ τῆς ἁγίας παρθένου, τὸ παθεῖν αὐτῶι προσνέμοντες μόνωι καὶ ἀποσοβοῦντες αὐτὸ τοῦ θεοῦ λόγου, ἵνα μὴ θεὸς λέγοιτο παθητός; ταῦτα γὰρ τῆς ἐκείνων ἐθελακριβείας τὰ εὑρήματα καὶ
5ἡ τῶν ἐννοιῶν χυδαιότης. οὐκοῦν μὴ ὀνομαζέσθω Χριστὸς ἰδικῶς καὶ κατὰ μόνας ὁ ἐκ θεοῦ πατρὸς λόγος· ὥσπερ γάρ ἐστιν ἀπεοικὸς αὐτῶι τὸ παθεῖν, ὅταν ἔξω νοῆται σαρ‐ κός, οὕτω καὶ ἡ χρίσις ἀνάρμοστόν τι χρῆμα καὶ ἀλλότριον αὐτοῦ. Ἰησοῦν γὰρ τὸν ἀπὸ Ναζαρὲτ ἔχρισεν ὁ θεὸς πνεύματι ἁγίωι, αὐτοτελὴς δὲ πάντως ὁ ἐκ θεοῦ λόγος καὶ οὐκ ἂν ἐδεήθη χρίσεως τῆς διὰ τοῦ ἁγίου πνεύματος. οὐκοῦν ἀρνήσασθε τὴν οἰκονο‐
10μίαν, ἀποστήσατε τὸν μονογενῆ τῆς εἰς τὸν κόσμον ἀγάπης· μὴ ὀνομαζέσθω Χριστὸς παρ’ ὑμῶν. ἢ οὐ σμικρὸν αὐτῶι τὸ ἐν τοῖς καθ’ ἡμᾶς γενέσθαι μέτροις; οὐκοῦν ἐπειδήπερ καὶ τοῦτό ἐστιν ἀπεοικὸς αὐτῶι, ὁμολογείτω μηδεὶς ὅτι γέγονεν ἄνθρωπος, ἵνα καὶ αὐτοῖς εἴπηι Χριστός· πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεο. οὐκοῦν ὡς τῆς ἀληθείας ἐχθροὺς τοὺς ὧδε φρονεῖν ἡιρημένους ἡγούμενοι φεύγωμεν αὐτῶν
15τὰς ὀλεθρίους κενοφωνίας, ἑπώμεθα δὲ μᾶλλον ταῖς δόξαις τῶν ἁγίων πατέρων καὶ τῆι παραδόσει τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν. αὐτὸς γὰρ ἦν ὁ λαλῶν ἐν αὐτοῖς ὁ ἐνανθρωπήσας λόγος, δι’ οὗ καὶ μεθ’ οὗ τῶι θεῶι καὶ πατρὶ τιμὴ δόξα κράτος σὺν ἁγίωι πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. subscribitur Τοῦ αὐτοῦ Κυρίλλου ἐπισκόπου Ἀλεξανδρείας πρὸς Ἰωάννην ἐπίσκο‐
20πον Ἀντιοχείας καὶ τὴν συναχθεῖσαν ἐκεῖ σύνοδον [133], ipsa epistula hoc loco non repetita est
24Βασιλικὸς νόμος περὶ τῶν προσφευγόντων ἐν ἐκκλησίαι
25 Ἀρχαία τις καὶ ἀπὸ τῶν καιρῶν τῆς πλάνης συνήθεια καὶ νόμου φυσικοῦ διάταξις δι’ εὐσέβειαν ἀεί τις τοιαύτη κεκράτηκεν ὥστε τὰς θείας θρηισκείας τῶν δημοσίων διοικήσεων καὶ τῶν ἀνθρωπίνων χρήσεων ἐν παντί τε χώρωι καὶ ἔθνει διορισθῆναι καὶ ταύτας οὐ μό‐ νον ἐν τῶι ἀκροτάτωι τῶν πραγμάτων, ἀλλ’ ὥσπερ ἔν τινι ἐπὶ γῆς οὐρανῶι ἀνατίθεσθαι καὶ ὅποι πλησιάζειν μόνοις καθαροῖς καὶ ὁσίοις θέμις. ἐντεῦθεν κἀκεῖνο συμβαίνει τὸ
30πάντων φυσικῶς ταῖς διανοίαις ἐγκεῖσθαι μηδενὶ τρόπωι δύνασθαι τὰ τῶι θεῶι ἀφιερω‐ θέντα μιαίνεσθαι μήτε κατὰ τῆς θείας δυνάμεως τὴν ἀνθρώπων ὕβριν χωρεῖν. πῶς γὰρ οἷόν τε μολύνεσθαι ἅπερ ἀεὶ καθαρεύειν ἀνάγκη; ἢ πῶς οἷόν τε ῥυποῦσθαι ἅπερ ἅπαξ ἁγιασθέντα τοῦ τοιαῦτα εἶναι οὐ παύεται; ὅθεν εἰ καὶ πεπείσμεθα ὑπὸ τῶν ἔναγχος ἀθε‐
μίτως ἐκ τῆς βαρβαρικῆς μανίας κατὰ τοῦ θείου τολμηθέντων θυσιαστηρίου μήτε μολύνεσθαι

1,1,4

62

τὸ καθαρὸν μήτε κεχράνθαι ὅπερ εἶναι πέφυκεν ἅγιον, ὅμως ἐπειδὴ γέγονεν ὅπερ οὐδαμῶς ἠλπίσθη γενέσθαι, καὶ μέχρι τῆς εὐσεβείας ἡ τῶν μυσαρῶν ἔφθασε τόλμα, ὥστε μὴ τοῖς ἀνοσίοις γοῦν δοκεῖν βέβηλα εἶναι ταῦτα ἅπερ θεῖα τυγχάνει, μήτε ἐν τοῖς ἁγιασθεῖσι καὶ ἀφιερωθεῖσι τόποις ἐξῆι ταῦτα ἅπερ οὐδὲ ἐν ἄλλοις χύδην ἀδίκως ἀνεκτὸν γίνεσθαι, καὶ
5ὑπὲρ τοῦ τὴν θρηισκείαν καὶ τὴν τῆς εὐσεβείας παραφυλακὴν ἀνόθευτον παραμένειν, πᾶσαν ὕβριν τῆς τοῦ θεοῦ τοῦ παντοκράτορος ἐκκλησίας, τήν τε παρὰ τῶν τολμώντων καὶ ἀκόν‐ των ἐγγινομένην, ἀπείργομεν. καὶ γὰρ εἰ ἐθνικῆς ἀρχαιότητος ἡ θρηισκεία πλάνη καὶ θεὸς τὸ δοκοῦν, οὕτως τῆς οἰκείας δεισιδαιμονίας ἐξήσκει τὴν παρατήρησιν, ὥστε τοὺς βωμοὺς μὴ πᾶσιν, ἀλλὰ γὰρ τισὶν ἐπιτρέπειν τῶν ἱερέων τούς τε ναοὺς ὥσπερ καὶ διὰ
10τῆς γῆς ὑψουμένους ἐν ταῖς ἀκροπόλεσι καὶ τοῖς ὀχυρωτέροις τῶν πόλεων ἀναθεῖναι τό‐ ποις τά τε κατασκευασθέντα εἴδωλα προσκυνεῖν καὶ μετὰ σεπτῆς μεγίστης ἔχειν ματαιό‐ τητος. πόσωι μᾶλλον ἡμᾶς προσήκει τὴν θρηισκείαν μετὰ πάσης φυλάττειν παρατηρή‐ σεως, πρὸς οὓς ὁ θεὸς μετὰ τῆς ἀληθοῦς θρηισκείας, οὐρανοὺς μὴ ἀπολιπών, καταβέβηκε καὶ ὥσπερ τινὸς μεταξὺ θεοῦ τε καὶ ἀνθρώπων ἀντιδόσεως γενομένης, ἄνθρωπος θεὸν εἰς
15γῆν ὑπεδέξατο καὶ θεὸς εἰς οὐρανοὺς ἀνήγαγεν ἄνθρωπον; πρὸ δέ γε τῶν ἄλλων καὶ τού‐ τωι μάλιστα ἐξιλεοῦνται θεὸν οἱ τῆς ἄκρας ἐξουσίας τῶν πραγμάτων ἐπειλημμένοι τῶι σωτηρίας ζωῆς τε καὶ ἀμεριμνίας φροντίζειν ἀνθρώπων, ἅπερ κατὰ τὸ ἡμῖν ἔμφυτον οὐ‐ δαμῶς * θάτερον τῶι ἑτέρωι δίχα τῆς ἑκατέρου βλάβης συνάπτομεν, ὥστε μήτε τοῖς ἐκκλη‐ σιαστικοῖς οἴκοις ἢ τοῖς ἁγίοις θυσιαστηρίοις ἐκ τῆς πολλῆς τῶν προσφευγόντων ἀπαγο‐
20ρεύσεως τε καὶ δειλίας προπετείας τε καὶ καταφρονήσεως τόλμης ἢ καὶ μανίας ὕβριν παρὰ τὸ πρέπον γενέσθαι τινὰ καὶ τὸν τῶν ἀθλίων τε καὶ ἀβοηθήτων μόνον ἔσχατόν γε λιμένα εὐρυτέροις τοῖς πεποιημένοις ὑποδέξασθαι κόλποις. οὐδένα τῶν τὸν κλύδωνα τῆς θα‐ λάττης καὶ τοὺς σκοπέλους ἐκκλινόντων προσήκει τὴν τῆς γῆς ἀφαιρεῖσθαι γαλήνην· πολέ‐ μου καθ’ οὗ συνέστη παράταξις, τὴν κατὰ τοῦ προσφεύγοντος ἀπειλὴν ἀποτίθεται· τὸ
25ἄσυλόν ποτε ὑπερήσπισε τῶν διαφόροις ἐνόχων ἐγκλήμασι τὴν τῶν νόμων παρωθούμενον αὐθεντίαν. καὶ ὥστε μηδαμοῦ τοῖς εὐλαβουμένοις ἀναιρεθῆναι φιλανθρωπίαν, βωμὸν σωτηρίας καὶ ἐν τοῖς ἡμετέροις ἀφιδρύμασιν ἡ ἀρχαιότης ἀνέθηκε καὶ οἱ τὰ ἴχνη τῶν ἡμετέρων χαρακτήρων καταλαμβάνοντες κατὰ τῶν ἀπειλῶν τῆς σκαιᾶς τύχης ἐλευθερω‐ θέντες τε καὶ ἀμεριμνοῦντες γεγήθασι. τοσαύτην τοιγαροῦν τῆς ἁφῆς τοῦ ἱδρύματος
30διὰ τὸ βασιλικὸν σέβας τοῖς δεομένοις ἐπικουρίαν διδούσης, πόσην χρὴ τοῖς εἰς τὰ ἁγιώ‐ τατα καταφεύγουσι θυσιαστήρια ὑπάρχειν βοήθειαν; Ἀνεώιχθωσαν τοίνυν τοῖς δεδιόσιν οἱ ναοὶ τοῦ μεγάλου θεοῦ καὶ τοὺς προσφεύγοντας ἱκέτας ὁ κοινὸς ὑποδεχέσθω βωμὸς καὶ τὴν θείαν βοήθειαν τὴν κοινῆι προσκομιζομένην ἅπασιν ἐκ τῶν ταύτης οἴκων μηδεμία ὡς ὑπερτέρα διωθείτω ἀπειλή. ποῖος γὰρ ταῖς
35συμφοραῖς οἶκτος ὑπολειφθήσεται ἐν τοῖς ναυαγοῦσιν, εἰ τὸν αἰγιαλὸν ἀποκλείσεις καὶ τὴν

1,1,4

63

πηγὴν τοῖς διψῶσι θολώσεις; ἢ ποία ταῖς ἀνθρωπίναις περιέσται συμφοραῖς θεραπεία, ἐὰν αὐτοῖς ὁ θεὸς ἀρνηθείη; ἐπὶ γὰρ τῶν ἡμετέρων καιρῶν οὐ μόνον τὰ θεῖα θυσιαστήρια καὶ τὸ εὐκτήριον τοῦ λαοῦ τὸ τετραγώνων τοίχων περιβολῆι τειχιζόμενον εἰς ἀσφάλειαν συντελεῖν τῶν προσφευγόντων θεσπίζομεν, ἀλλ’ εἴ τι καὶ περαιτέρω τούτου τυγχάνει ἄχρι
5τῶν τελευταίων θυρῶν τῆς ἐκκλησίας, ὧν τοῖς εὔξασθαι προηιρημένοις πρώτων ἐπιβαίνειν συμβαίνει, ἐλέου βωμὸν τοῖς προσφεύγουσιν εἶναι προστάττομεν, ὥστε μεταξὺ τοῦ ναοῦ, ὃν τῶι προειρημένωι τρόπωι προσφυγαῖς διεγράψαμεν, καὶ τῶν πρώτων μετὰ τοὺς δημο‐ σίους τόπους τῆς ἁγίας ἐκκλησίας θυρῶν τὰ περιεγκείμενα, εἴτε ἐν οἰκίαις εἴτε ἐν κήποις εἴτε ἐν αὐλαῖς ἢ ἐν λουτροῖς ἢ καὶ ἐν στοαῖς τυγχάνει, τοὺς εἰσδύντας πρόσφυγας καθ’
10ὁμοιότητα τοῦ ἐνδοτάτου ναοῦ φυλάττειν. καὶ εἰ καὶ τὰ μάλιστα θρηισκείας τε καὶ εὐλα‐ βείας λόγωι τὰ μικρῶι ἀλλήλων διεστῶτα τῶι τόπωι οὐ μικρῶι τῶι τῆς παρατηρήσεως διώρισται τρόπωι, ὅμως ὑπὲρ τοῦ τὴν ἀμεριμνίαν πλατῦναι τοῖς προσφεύγουσι καὶ τοῖς εὐλαβουμένοις τὴν βοήθειαν ἐκτεῖναι, πᾶσαν τὴν προδηλουμένην περίοδον ἀδιάκριτον εἶναι λιμένα τῆς ἡσυχίας προστάττομεν καὶ μηδένα εἰς τὸ ἐξωθεῖσθαι τούτους ἱεροσύλους ἐπι‐
15βάλλειν χεῖρας, μή που γε ὁ τοῦτο τολμῶν, ἐν συμφοραῖς ἑαυτὸν ἰδών, καὶ αὐτὸς ἐξαιτῶν βοήθειαν καταφύγηι. τὸ δὲ τοιοῦτο τῶν διαστημάτων πλάτος ἐν καιρῶι τοῦ φόβου εἰς ἄδειαν τοῦ διάγειν, μᾶλλον δὲ τοῦ περινοστεῖν φιλανθρώπως συνεχωρήσαμεν, ἵνα μή τινι τῶν προσφευγόντων ἐν τῶι τοῦ θεοῦ ναῶι ἢ ἐν τοῖς ἁγίοις θυσιαστηρίοις μένειν ἢ ἐσθίειν ἢ καθεύδειν ἢ παννυχίζεσθαι ἐξῆι, τοῦτο τῶν μὲν κληρικῶν τῆς θρηισκείας χάριν κωλυόν‐
20των καὶ τῶν προσφύγων τῆς εὐσεβείας ἕνεκα φυλαττόντων, ἵνα μήτε οἱ προσφεύγοντες βεβήλωι γνώμηι προσφεύγειν δοκοῖεν τῆι θρηισκείαι καταμιγνύντες τὰς οἰκείας χρείας μήτε οἱ τὰ οὕτως αἰσχρὰ δυνάμενοι τοῦ θείου ἀπείργειν οἴκου δόξωσι τὴν εὐσέβειαν ἧς ὑποφῆ‐ ται τυγχάνουσι, καταβλάπτειν. προκειμένου δὲ τοῦ θατέρωι πάντως προσκροῦσαι, αἱ‐ ρετώτερον τοὺς κληρικοὺς τὰς ἀνθρωπίνας καὶ φυσικὰς τῶν ἁγίων θυσιαστηρίων ἀπωθου‐
25μένους ὕβρεις θρασεῖς μᾶλλον ἢ ἀσεβεῖς νομίζεσθαι καὶ περὶ ἄνθρωπον ἢ περὶ θεὸν ἁμαρ‐ τάνειν, ὁπότε τούτου τεθέντος τοῦ νόμου μήτε ἀπανθρωπίας τις ὑπόνοια δικαίως ἂν φθάσειεν εἰς τοὺς κληρικούς, ἐπειδὴ πολλὴ τοῦ τε φόβου καὶ τῆς ἀμεριμνίας τῶν προσφευ‐ γόντων πρόνοια γέγονε. καὶ γὰρ καὶ τῆι ἀνθρωπίνηι χρήσει τε καὶ ἀνάγκηι ῥυποῦσθαι τὸν τοῦ θεοῦ ναὸν καὶ τὸ θεῖον μυστήριον τῆι ἐφυβρίστωι ἀσθενείαι καταμίγνυσθαι, τὰ
30θεῖα ὑπὸ βεβήλων χραίνεσθαι, τὰ ἱερὰ ὑπὸ τῶν σαθρῶν μολύνεσθαι μὴ βουλόμενοι, τοῦ αἰτεῖν βοήθειαν τοῖς προσφεύγουσιν οὐκ ἀπεκλείσαμεν, ἀλλὰ καὶ προσέτι καὶ πλατυτέροις διαστήμασι μακροτέροις τε χωρήμασιν ἀσφαλισθῆναι τούτους ἐψηφισάμεθα, τοῦ πρέποντος
τῆι τε ἀνθρωπότητι καὶ τῆι θεότητι φυλαχθέντος.

1,1,4

64

Ὅπλα ἐν σιδήρωι ἢ ἐν ἑτέρωι εἴδει ἀμυντηρίωι τοὺς προσφεύγοντας οὐδαμῶς ἔχειν ἢ ἐπιφέρεσθαι ἐντὸς τῆς ἁγίας ἐκκλησίας προστάττομεν, ταῦτα οὐ μόνον ἐκ τῶν θείων ναῶν τε καὶ θυσιαστηρίων ὡς τὰ λοιπὰ κωλύοντες, ἀλλὰ καὶ τῶν οἰκημάτων καὶ κελλίων καὶ κήπου καὶ λουτροῦ καὶ αὐλῶν καὶ στοῶν, ἅπερ κατὰ τὸν προειρημένον λόγον ὑπερα‐
5σπίζειν τῶν προσφευγόντων δεδηλώκαμεν. οὔτε γὰρ θέμις τοῖς ἁγιωτάτοις ναοῖς ἢ τοῖς ἐκκλησιαστικοῖς τόποις κατὰ περιεργίαν διχονοίας ἢ πολέμων ὕλας ἐπιφέρεσθαι· ἀρκείτω τοῖς προσφεύγουσιν ἡ τοῦ θεοῦ βοήθεια, ὧι τά τε ὅπλα καὶ οἱ νόμοι καὶ ἡ βασιλεία ὑπο‐ τάττεται. καὶ γὰρ ἡμεῖς, οὓς ἀεὶ τῶι δικαίωι τῆς ἡγεμονίας περιστοιχίζει τὰ ὅπλα καὶ οὓς οὐ πρέπει δίχα δορυφόρων εἶναι, τῶι τοῦ θεοῦ ναῶι προσιόντες ἔξω τὰ ὅπλα κατα‐
10λιμπάνομεν, ἀποτιθέμενοι τὸ διάδημα, καὶ τῆι τῆς βασιλείας ἐλαττώσεως εἰκόνι μᾶλλον ἡμῖν τὸ τῆς βασιλείας σέβας ἐπαγγέλλεται. τοῦ ἁγιωτάτου θυσιαστηρίου διὰ μόνην τὴν τῶν δωρεῶν προσφορὰν ἐφαπτόμεθα· εἰς τὴν τῶν θείων κύκλωι περιστοιχουμένην ἔπαυλιν ἅμα τῶι εἰσελθεῖν ὑπεκβαίνομεν καὶ οὐδὲν ἐκ τῆς ἀγχιστευούσης θειότητος ἑαυτοῖς ἀπονέμομεν. ὅθεν τοὺς δίχα ὅπλων τῶι ἁγίωι οἴκωι τοῦ θεοῦ καὶ εἰς τὸ ἅγιον θυσιαστήριον ἐν οἱωιδή‐
15ποτε ἔθνει ἢ κατὰ ταύτην τὴν πόλιν προσφεύγοντας ὑπνοῦν ἐν τῶι ναῶι ἢ καὶ ἐν τῶι θυσια‐ στηρίωι καὶ διαίτης μεταλαμβάνειν ἐκτός τινος ὕβρεως παρὰ τῶν κληρικῶν προσήκει κω‐ λύεσθαι. καὶ οὕτως τοῦτο τυποῦσθαι χρὴ πρὸς αὐτούς, ὥστε μὴ δοκεῖν ὕβριν εἶναι τοῦ κωλύοντος, ἀλλὰ γὰρ τὸν λόγον τῆς θρηισκείας ἀπαιτεῖν τὸ γινόμενον· τῆς ἁγιωσύνης καὶ τῆς καθαρότητος τοῦ τόπου τοὺς εὐλαβουμένους ὑπομιμνησκέτωσαν καὶ μηδὲν ταῖς
20θρηισκείαις μετὰ τῶν ἀνθρωπίνων χρήσεων εἶναι κοινὸν διδασκέτωσαν· τὰ διαστήματα τὰ ἐν τοῖς ἐκκλησιαστικοῖς περιβόλοις τῆι αὐτῶν ἀσφαλείαι ἡσυχίαι τε ἀφορισθέντα κατὰ μέρος δεικνυέτωσαν, τιμωρίαν κεφαλικὴν κατὰ τῶν προπετῶς ἐπιόντων αὐτοῖς ὡρίσθαι· γνώτωσαν ὡς οὐ χρὴ τὴν θρηισκείαν τοῖς ἀνθρωπίνοις ῥύποις μιαίνειν ἢ τῆι ὕβρει τῆς φυσικῆς ἀνάγ‐ κης χραίνειν τὸν διὰ τῆς αὐτῆς θρηισκείας ἀνύβριστον εἶναι βουλόμενον. εἰ τούτοις
25πᾶσί τις μὴ ἐπινεύει μήτε πείθεται, προτιμάσθω τῆς πραότητος ἡ θρηισκεία καὶ ἐκ τῶν θείων εἰς τοὺς προλεχθέντας τόπους διωκέσθω ἡ θρασύτης. ἔστω γὰρ καὶ ὁ σφόδρα φοβηθεὶς ἐκτὸς κινδύνου καὶ οὔτε ἡ θρηισκεία τῆι τῶν ἀνθρωπίνων χρήσεων ἐπιμιξίαι μο‐ λυνθήσεται. τοὺς δὲ βοήθειαν ἐξαιτοῦντας παρὰ τοῦ μεγίστου θεοῦ καὶ μεθ’ ὅπλων εἰσιόντας εἰς τοὺς ἁγιωτάτους ναοὺς ἢ καὶ παρασκευῆι, ἥτις φυσικῶι καὶ ἐθνικῶι νομίμωι
30τῆς θρηισκείας ἀπείργεται, μὴ μόνον ἐπιφέρειν τῆι ταύτης εὐαγείαι, ἀλλὰ γὰρ καὶ συνάπτειν ἐπιχειροῦντας ὅπερ βοῆι ἀκουσθῆναι ἢ ἀγριότητι ἰδεῖν ἀφόρητον, πληρεστάτωι αὐστηρίας προστάγματι καὶ φοβεραῖς ἀπειλαῖς προηγουμένως μὲν τοῦτο μὴ ποιεῖν παραινέσεις (ποίαν γὰρ ἐλπίδα ἐν τῆι θρηισκείαι ἐντίθεται ὃς ἐφ’ ὕβρει ταύτης ὅπλα περικείμενος εἴσεισιν;)· ἐὰν δέ τινα μανία τυφλώττουσα παροξύνηι τῶν ἡμετέρων παριδεῖν τι θεσπισμάτων, ἐν
35οἱωιδήποτε τόπωι τῆς ἐκκλησίας ἢ ἐντὸς τοῦ ναοῦ ἢ περὶ τὸν ναὸν ἢ καὶ ἐκτὸς τούτου
τυγχάνοντα, παραχρῆμα τοῦτον τὰ ὅπλα αὐθεντίαι τοῦ ἐπισκόπου παρὰ μόνων τῶν κληρι‐

1,1,4

65

κῶν καὶ αὐστηρότερον ὑπὲρ τῆς αὐτῶν σωτηρίας ἀποτίθεσθαι καταναγκασθῆναι προστάττο‐ μεν, διδομένης αὐτοῖς ἐλπίδος καὶ θάρσους ὡς τῆι θρηισκείαι μᾶλλον ἢ τῆι τῶν ὅπλων ἐπικουρίαι ὀχυρωθήσονται. ἐὰν δὲ τῆι τοῦ ἡμετέρου νόμου αὐθεντίαι καὶ τῆι ἐκκλη‐ σιαστικῆι φωνῆι ὑπομνησθέντες τῶι τόνωι τῆς οἰκείας ἀγνοίας ἐμμείνωσι καὶ τὰ ὅπλα μὴ
5ἀπόθωνται, ἅπερ παρὰ τὸ θεμιτὸν οὐ σωτηρίας χάριν, ἀλλὰ τυραννίδος καὶ ἱεροσυλίας θρα‐ σύτητι ἀνεδέξαντο, γινωσκέτωσαν ὡς διὰ τοσούτων καὶ τηλικούτων παραγγελμάτων ἐξευ‐ μενισθείσης τῆς θρηισκείας παρά τε τῆς ἡμετέρας γαληνότητος καὶ τῶν ἐπισκόπων θεῶι τῆς ἀπολογίας δοθείσης, κατὰ τὸ οἰκεῖον πταῖσμα καὶ παρ’ ἐνόπλων εἰσχωρουμένων ἀπο‐ σπασθήσονται καὶ πάσαις ταῖς συμφοραῖς ὑποβληθήσονται εὐσεβῶς τε ταῦτα εἰς αὐτοὺς
10γενήσεται ἅπερ χρὴ γενέσθαι ὑπὲρ τοῦ χαλεπὰ καὶ τραγωιδίας ἄξια ἐξαμαρτάνειν αὐτούς (τί γὰρ ἐκ τῶν τολμηθέντων ἔναγχος κατὰ τῆς θρηισκείας καὶ τῆς θειότητος παρὰ τῶν σφόδρα ἐλεουμένων εὐλαβεῖσθαι ἢ ὑποπτεύειν ἡμᾶς καὶ διὰ τοῦτο πᾶσαν ὁδὸν ἀφορμήν τε ἀποκινῆσαι μανίας οὐκ ἂν προσήκοι;), ἵνα μὴ ὅπερ ἐξ ὑποδείγματος ἡ τραγικὴ μανία πρώ‐ τως ἐξήμαρτε, τὸ αὐτὸ καὶ αὖθις, ὅπερ ἀπείη, ἱεροσυλίας τρόπωι τολμηθείη. ἀλλ’ οὔτε
15δίχα γνώμης ἢ κελεύσεως τοῦ ἐπισκόπου ἢ καὶ ἡμῶν τῶν δικαστῶν τῶν κατὰ τήνδε τὴν πόλιν ἢ καὶ ὁπουδήποτε τυγχανόντων τὸν ὡπλισμένον ἐκ τῶν ἐκκλησιῶν χρὴ παραδίδοσθαι, ἵνα μὴ ἐὰν κατὰ τῶν ἀθλίων πολλοῖς τοῦτο καὶ ἀδιαφόρως ἐξῆι, σύγχυσις ἐκ τούτου ἐγγέ‐ νηται. εὐλαβεῖσθαι γὰρ τοὺς μεθ’ ὅπλων φεύγοντας πρὸς διόρθωσιν βουλόμεθα ἀφαι‐ ρεῖσθαι τὰ ὅπλα καὶ οὔτε σωτηρίαν. ἐν κεφαλαίωι καὶ τοῦτο, μᾶλλον δὲ προηγουμένως
20διὰ τοῦ νόμου τούτου θεσπίζομεν ἵν’ αἱ τοιαῦται ἀθέμιτοί τε καὶ ἱερόσυλοι κινήσεις ἢ ἅμα τῶι ἄρξασθαι ἐν αὐτοῖς τοῖς προοιμίοις τῶν ὅπλων ἀποτεθέντων τῆι καλλίστηι νουθεσίαι ἡσυχάσωσιν ἢ τῶι φαυλοτάτωι τόνωι ἐμμένοντες τῶι προειρημένωι ἐπισχεθῶσι λόγωι τῆς ὑπερλάμπρου ἐξουσίας σου διὰ τῆς κοσμιωτάτης δικαιοσύνης τε καὶ ἀκριβοῦς εὐσεβείας. Ταῦθ’ ἅπερ περὶ τῆς θρηισκείας σεβασμίως καὶ μετὰ πάσης παρατηρήσεως εὐλαβείας
25τιμῆς καθαρότητος ἁγιωσύνης αἰδοῦς εὐσεβείας καὶ μάλιστα παρὰ τῶν προσφευγόντων φυλάττεσθαι, μήτε διὰ τὴν θρηισκείαν τῆς φιλανθρωπίας ἀποκλειομένης μήτε μὴν διὰ φι‐ λανθρωπίαν τῆς θρηισκείας παρορωμένης, προσετάξαμεν, τοῦ πρέποντος ὁμοῦ τῆι θειότητι καὶ τῆι ἀνθρωπότητι ἀφορισθέντος, διαταγμάτων προτεθέντων εἰς πάντων γνῶσιν περιελ‐ θεῖν φροντίσεις, ὥστε καὶ τοὺς προσφεύγοντας διὰ τῆς τῶν ὁρισθέντων φιλανθρωπίας
30ἀμερίμνους τυγχάνειν καὶ μηδενὸς προπετείαι * τὰ εἰς τιμὴν τῆς θρηισκείας τυπωθέντα διακρατεῖν.
Νόμος προετέθη ἰνδ. ιδ μηνὶ Φαρμουθὶ ιβ

1,1,4

66

(3)

Ἴσον θείου θεσπίσματος τοῦ εὐσεβεστάτου βασιλέως Θεοδοσίου κατά τε Πορφυρίου καὶ Νεστοριανῶν καὶ κατὰ Εἰρηναίου τοῦ Τυρίων ἐπισκόπου
5 Πρέπειν ἡγούμεθα τῆι ἡμετέραι βασιλείαι τοὺς ὑπηκόους τοὺς ἡμετέρους περὶ τῆς εὐσεβείας ὑπομιμνήσκειν. οὕτω γὰρ καὶ πλείονα κτήσασθαι τὴν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εὐμένειαν δυνατὸν εἶναι νομίζομεν, ὅταν καὶ ἡμεῖς τὰ κατὰ δύναμιν αὐτῶι ἀρέσκειν σπουδάζωμεν καὶ τοὺς ἡμῖν ὑπακούοντας εἰς τοῦτο προτρέπωμεν. θεσπί‐ ζομεν τοίνυν ὥστε πάντα ὅσα Πορφύριος ὑπὸ τῆς ἑαυτοῦ μανίας ἐλαυνόμενος κατὰ τῆς
10εὐσεβοῦς θρηισκείας τῶν Χριστιανῶν συνέγραψε, παρ’ οἱωιδήποτε εὑρισκόμενα πυρὶ παρα‐ δίδοσθαι· πάντα γὰρ τὰ κινοῦντα τὸν θεὸν εἰς ὀργὴν συγγράμματα καὶ τὰς ψυχὰς ἀδι‐ κοῦντα οὐδὲ εἰς ἀκοὰς ἀνθρώπων ἐλθεῖν βουλόμεθα. ἔτι θεσπίζομεν ὥστε τοὺς ζηλοῦντας τὴν ἀσεβῆ Νεστορίου πίστιν ἢ τῆι ἀθεμίτωι αὐτοῦ διδασκαλίαι ἀκολουθοῦντας, εἰ μὲν ἐπίσκοποι εἶεν ἢ κληρικοί, τῶν ἁγίων ἐκκλησιῶν ἐκβάλλεσθαι· εἰ δὲ λαικοί, ἀναθεματίζεσθαι
15κατὰ τὰ ἤδη νομοθετηθέντα παρὰ τῆς ἡμετέρας θειότητος, ἐξουσίαν ἐχόντων τῶν βουλο‐ μένων ὀρθοδόξων τῶν ἑπομένων τῆι εὐσεβεῖ ἡμῶν νομοθεσίαι δίχα φόβου καὶ βλάβης δη‐ μοσιεύειν αὐτοὺς καὶ ἐλέγχειν. ἐπειδὴ δὲ ἦλθεν εἰς τὰς εὐσεβεῖς ἡμῶν ἀκοὰς ὥς τινες διδασκαλίας τινὰς συνέγραψαν καὶ ἐξέθεντο ἀμφιβόλους καὶ οὐκ ἀκριβῶς συμφωνούσας τῆι ἐκτεθείσηι ὀρθοδόξωι πίστει παρὰ τῆς ἁγίας συνόδου τῶν συνελθόντων ἐν Νικαίαι καὶ ἐν
20Ἐφέσωι ἁγίων πατέρων καὶ Κυρίλλου τοῦ τῆς εὐλαβοῦς μνήμης τοῦ γεγονότος τῆς Ἀλε‐ ξανδρέων μεγάλης πόλεως ἐπισκόπου, κελεύομεν τὰ μὲν γεγονότα τοιαῦτα συγγράμματα ἢ καὶ πρὸ τούτου ἢ καὶ νῦν ἐμπίπρασθαι καὶ τελείωι ἀφανισμῶι παραδοθῆναι, ὥστε μήτε εἰς ἀνάγνωσίν τινος ἐλθεῖν, τῶν τὰ τοιαῦτα συγγράμματα ἤτοι βιβλία ἔχειν καὶ ἀναγινώσκειν ἀνεχομένων τὴν ἐσχάτην τιμωρίαν ὑφορωμένων· τοῦ δὲ λοιποῦ μηδενὶ ἐξεῖναι παρὰ τὴν
25ἐκτεθεῖσαν πίστιν, καθάπερ εἰρήκαμεν, ἔν τε Νικαίαι καὶ ἐν Ἐφέσωι λέγειν τι ἢ διδάσκειν, δηλαδὴ τῶν παραβαινόντων τοῦτο ἡμῶν τὸ θεῖον θέσπισμα τῆι ἐγκειμένηι τιμωρίαι τῶι ἐκπεμφθέντι περὶ τῆς δυσσεβοῦς πίστεως Νεστορίου νόμωι ὑποβαλλομένων. Ὥστε δὲ πάντας τῆι πείραι μαθεῖν ὡς ἡ ἡμετέρα θειότης ἀποστρέφεται τοὺς ζη‐ λοῦντας τὴν ἀσεβῆ Νεστορίου πίστιν, θεσπίζομεν Εἰρηναῖον τὸν πάλαι διὰ τὴν αἰτίαν ταύ‐
30την παρ’ ἡμῶν ἀγανακτήσει ὑποβληθέντα καὶ μετὰ τοῦτο οὐκ ἴσμεν ὅπως μετὰ δύο γάμους, ὡς μεμαθήκαμεν, παρὰ τοὺς ἀποστολικοὺς κανόνας τῆς Τυρίων πόλεως ἐπίσκοπον γεγονότα τῆς μὲν ἐν Τύρωι ἁγίας ἐκκλησίας ἐκβληθῆναι, ἐν δὲ τῆι αὐτοῦ μόνηι πατρίδι διάγειν ἡσυ‐ χάζοντα, παντελῶς τοῦ σχήματος καὶ τοῦ ὀνόματος τοῦ ἱερέως ἐστερημένον. Ταῦτα τοίνυν ἡ σὴ μεγαλοπρέπεια ἀκολουθοῦσα τῶι σκοπῶι τῆς ἡμετέρας εὐσεβείας
35παραφυλάξαι καὶ πέρατι παραδοῦναι σπουδάσει.

1,1,4

67

(2)

Διάταγμα προτεθὲν παρὰ τῶν ἐπάρχων μετὰ τοῦ θείου πραγματικοῦ κατὰ Πορφυρίου καὶ Νεστορίου καὶ Εἰρηναίου Καὶ νόμων καὶ αὐτῆς τῆς πολιτείας σύστασιν εἶναι τὴν ὀρθόδοξον θρηισκείαν καλῶς
5δοκιμάσας ὁ θειότατος ἡμῶν αὐτοκράτωρ διὰ ἰδίου θεσπίσματος πᾶν ἀσεβείας ἀνεῖλε σπέρμα, ἰώμενος μὲν διὰ σωφρονισμοῦ συμμέτρου τοὺς ταύτην νοσοῦντας, ὁδὸν δὲ εὐζωίας πᾶσιν ὑποδεικνύς. οἷα τοίνυν περί τε τῶν βιβλίων Πορφυρίου τῶν κατὰ τῆς εὐαγοῦς τῶν Χριστιανῶν θρηισκείας συγγραφέντων καὶ τῶν τὰς ἀθεμίτους Νεστορίου διδασκαλίας συγγραψαμένων ἐθέσπισε καὶ ὡς οὐδὲν δόγμα περὶ θρηισκείας δεῖ κρατεῖν, εἰ μὴ τὸ δοκι‐
10μασθὲν παρὰ τῶν συνεληλυθότων εὐλαβεστάτων ἐπισκόπων πάλαι τε ἐν Νικαίαι καὶ μετὰ ταῦτα ἅμα Κυρίλλωι τῶι τῆς εὐλαβοῦς μνήμης κατὰ τὴν Ἐφεσίων πόλιν, ἔτι μὴν καὶ περὶ τῆς καθαιρέσεως Εἰρηναίου τοῦ γεγονότος τῆς Τυρίων πόλεως ἐπισκόπου, ἅπαντες εἴσεσθε ἐκ τοῦ προλάμποντος θείου θεσπίσματος δηλουμένου Ἑλληνίδι φωνῆι, ὥστε μηδένα τούτων ἄγνοιαν προφασίζεσθαι. προσήκει τοίνυν ἅπαντας μετὰ πάσης ἀκριβείας ταῦτα παρα‐
15φυλάξαι, πρὸ ὀφθαλμῶν ἔχοντας τὴν τῶι θείωι γράμματι περιεχομένην ἀγανάκτησιν. Ἀνεγνώσθη ἐν τῆι ἐκκλησίαι τῶν μοναζόντων ἐν τοῖς ἐρημικοῖς Φαρμουθὶ κγ ἰνδικτιῶ‐
νος α ἔτους Διοκλητιανοῦ ρξδ

1,1,5

3

(2)

Τοῦ μακαρίου Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας περὶ τῆς ἐνανθρωπήσεως τοῦ θεοῦ λόγου τοῦ υἱοῦ τοῦ πατρός Ἡ τῆς θείας γραφῆς ὀρθοτάτη ἔννοια εἰσοικιζομένη εἰς τὸν τῶν ἁγίων νοῦν κατα‐
5κοσμεῖν εἴωθεν τὰς τῶν ἁγίων ψυχάς, ἃς τὸ πνεῦμα τὸ ἅγιον εἰσάγει εἰς τὰ πελάγη τῆς ἀενάου γνώσεώς τε καὶ σοφίας Χριστοῦ, δι’ ὧν ὁ πατὴρ τῶν ὅλων δοξολογεῖται [θεός]· θησαυροὺς τοίνυν ἀποκρύφους ἀοράτους ἀνοίξω σοι κατὰ τὸ γεγραμμένον, θησαυροὺς δὲ φημὶ τοὺς τῆς ὀρθῆς γνώσεως διανοίας ὀφθαλμούς, ὑγιῶς ὁρῶντας καὶ ἀλωβήτως. οὐ γὰρ χαρίσματα ἀτελῆ δωρεῖται θεὸς τοῖς ἐπεγνωκόσιν αὐτὸν οὔτε μὴν ὅροις ἀνθρωπίνης
10διανοίας περιγραφόμενα· τέλειος γὰρ ὢν ὁ τῶν ἁπάντων ἡμῶν δεσπότης θεὸς τελείως δω‐ ρεῖται τὰ ἄφθονα τοῖς ἀξίως πολιτευομένοις αὐτοῦ. ἐραστὴς γὰρ πέφυκε τῶν ἐν καθαρᾶι καρδίαι δουλευόντων αὐτῶι ἀνυποκρίτως. ἡκέτω τοίνυν πᾶς ὀρθὰ φρονεῖν ἡιρημένος ἐπὶ τὴν ἀέναον πηγὴν τὸν Χριστόν, ἀκούων αὐτοῦ προσφωνοῦντος διὰ τοῦ εὐαγγελίου· ἐάν τις διψᾶι, ἐρχέσθω πρός με καὶ πινέτω. οὐ γὰρ δέον ἐστὶν ἡμᾶς μὴ πρότερον
15ἐπιγνόντας τὸ τῆς εὐσεβείας μυστήριον διερευνᾶν ἢ καὶ ἐκλαμβάνειν ἁπλῶς περὶ Χριστοῦ τοῦ θεοῦ. ὑποκλέπτειν τοίνυν οἴονταί τινες τῶν ἀκροωμένων τὰς ψυχάς, ἄνθρωπον, φησί, λέγοντες ἀνειληφέναι τὸν θεὸν λόγον καὶ διὰ τοῦτο πρόοδον πεποιῆσθαι διὰ τῆς ἁγίας παρθένου καὶ τοῦτον αὐτὸν τὸν ἄνθρωπον ἀποτεθεῶσθαι τῶι θεῶι λόγωι, οὐ συνιέντες τὸ τῆς εὐσεβείας μυστήριον καὶ τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ μονογενοῦς τὴν χάριν
20μετρίαν ποιούμενοι. ἡμεῖς δὲ οὐχ οὕτως δεδιδάγμεθα· ἕνα καὶ τὸν αὐτὸν ἴσμεν, ἀδελφοί, τὸν διὰ τῆς ἁγίας παρθένου τῆς θεοτόκου Μαρίας γεννηθέντα, θεὸν τέλειον τὸν αὐτὸν ἅμα καὶ ἄνθρωπον τέλειον ἔμψυχον λογικόν. ταύτηι τοι καὶ θεοτόκον λέγομεν τὴν ἁγίαν παρθένον καὶ ἐνωικηκέναι οὐσιωδῶς τὸν θεὸν λόγον ἐν αὐτῆι, οὐ δοκήσει, ἀλλ’ ἐνεργείαι, τὸν αὐτὸν διμηνιαῖον καὶ τριμηνιαῖον υἱόν τε θεοῦ ἅμα καὶ υἱὸν ἀνθρώπου. ἀλλὰ γὰρ
25καὶ τὰ τῆς ἀνθρωπότητος καὶ μὴν καὶ τὰς ἐν ἐξουσίαι τῆι θεοπρεπεῖ φωνὰς ἃς διαγο‐
ρεύουσιν ἡμῖν αἱ θεῖαι γραφαὶ περὶ αὐτοῦ, εἰς ἓν πρόσωπον συνῆχθαι φαμέν. τὸν αὐτὸν

1,1,5

4

γὰρ ἴσμεν ἐπὶ [τὸ] προσκεφάλαιον καθεύδοντα, τὸν αὐτὸν τῆι θαλάσσηι ἐπιτιμῶντα ἐν ἐξου‐ σίαι καὶ τοῖς ἀνέμοις· τὸν αὐτὸν ἐπὶ τῆς ὁδοιπορίας κεκμηκότα, τὸν αὐτὸν ἐπὶ τῆς θα‐ λάσσης περιπατοῦντα ὡς ἐπὶ στερεᾶς γῆς ἰδίαι ἐξουσίαι. ὁ αὐτὸς τοίνυν θεός, ὁ αὐτὸς ἄνθρωπος ὁμολογουμένως. τί γὰρ τὸ θαῦμα εἰ ἄνθρωπός τις τῶν καθ’ ἡμᾶς ἐν ἐξουσίαι
5δυνάμεις θεοῦ ἐνεργεῖν λέγεται; ἀλλ’ ἵνα τοῦτον αὐτὸν τὸν θεὸν λόγον κεκενῶσθαι ὑποδείξωσιν ἡμῖν αἱ θεῖαι γραφαί, οὐ δοκήσει ἀλλ’ ἐνεργείαι, ἕνα καὶ τὸν αὐτὸν ἡμῖν διαγορεύουσαι προφητικοῖς καὶ μὴν καὶ ἀποστολικοῖς κηρύγμασι, τὸν αὐτὸν εἶπον θεόν, τὸν αὐτὸν ἄν‐ θρωπον. θεοῦ τοίνυν ἡ σύλληψις ἡ παρθενική, θεοῦ ἡ γέννησις, θεοῦ ἡ κατὰ πάντα πρὸς ἡμᾶς καὶ δι’ ἡμᾶς ὁμοίωσις οἰκονομικῶς, θεοῦ τὸ πάθος, θεοῦ τοῖς ἐν φυλακῆι καὶ
10ἐν τῶι σκότει ἡ κήρυξις, θεοῦ ἡ ἀνάστασις, θεοῦ ἡ ἀνάληψις. ὁ ἀχώρητος ἑαυτὸν δέδωκεν κεχωρῆσθαι δι’ ἡμᾶς ἐν τῆι τῆς παρθένου μήτραι μετὰ τῆς ἰδίας σαρκός, ἣν προ‐ σελάβετο ἐξ αὐτῆς. ὁ ἀχώρητος ἐν σαρκὶ ἐχωρεῖτο· ὁ ἀναλλοίωτος ἐν ἀνθρώπου μορφῆι ἡμῖν ἐφάνη· ὁ ἀπαθὴς πέπονθε δι’ ἡμᾶς ἑκουσίως καὶ ὑπὲρ ἡμῶν τῆι ἰδίαι σαρκὶ τῆι πα‐ θητῆι· ὁ ἀχώριστος τοῦ θεοῦ καὶ πατρὸς ἐπὶ γῆς ὤφθη κατὰ τὸ γεγραμμένον καὶ τοῖς
15ἀνθρώποις συνανεστράφη· ὁ ἀψηλάφητος λόγχηι ὑπὸ τῶν παρανόμων κατενύττετο· ὁ ἀπαθὴς σταυρὸν ἐθελούσιον ὑπέμεινεν δι’ ἡμᾶς· τὸ φῶς τὸ ἀθάνατον θανάτωι ἑαυτὸν ἐκδέδωκε, θανάτωι δὲ σταυροῦ· ὁ ὢν ἐν τῶι κόλπωι τοῦ πατρὸς ἀνάληψιν ὑπέμεινε διὰ τῆς ἰδίας σαρκός. τοὺς δὲ λέγοντας ἄνθρωπόν τινα τῶν καθ’ ἡμᾶς ἀνειληφέναι τὸν θεὸν λόγον καὶ οὐχὶ δὴ μᾶλλον τὸν αὐτὸν θεὸν λόγον, τὸν υἱὸν τὸν ἐνυπόστατόν τε καὶ
20ἐνεργῆ καὶ ζῶντα γενέσθαι ἄνθρωπον καὶ ἐν τοῖς καθ’ ἡμᾶς οἰκονομικῶς δι’ ἡμᾶς ἐξορίζει ἡ ἁγία σύνοδος ἡ ἐν τῆι Ἐφεσίων μητροπόλει γεγενημένη.
23Συζήτησις περὶ τοῦ αὐτοῦ Ἐρώτησις· Πῶς ὁ θεὸς ὁ ἀχώρητος ἐχωρήθη ἐν μήτραι παρθενικῆι;
25 ἀπόκρισις· Ἐπειδὴ εὐδόκησε λυτρώσασθαι καὶ ἐλευθερῶσαι τὸ τῆς ἀνθρώπου φύ‐ σεως γένος. ἐρώτησις· Πῶς ὁ ἄναρχος γέννησιν ὑπέμεινε τὴν διὰ γυναικός; ἀπόκρισις· Ἐπειδὴ ὑπὸ κατάραν ἐγεγόνει λοιπὸν πᾶς ἄνθρωπος (βεβασίλευτο γὰρ ὑπὸ τῆς ἁμαρτίας), διὰ τοῦτο εἰς ἀρχὰς τοῦ εἶναι λελόγισται πρὸς ἡμῶν αὐτῶν, ἵνα καὶ
30τὴν τῶν ὁμογενῶν γέννησίν τε καὶ μήτραν ἁγιάσηι. ἐρώτησις· Πῶς ἐν ἀνθρώποις κατελογίσθη καὶ ἄνθρωπος γέγονεν ὁ ἄτρεπτός τε
καὶ ἀναλλοίωτος τοῦ θεοῦ λόγος;

1,1,5

5

ἀπόκρισις· Τὸ [τοῦ] ἀνθρώπου γένος βουλόμενος σῶσαι, εὐδόκησε γενέσθαι δι’ ἡμᾶς ἐν τοῖς καθ’ ἡμᾶς οἰκονομικῶς καὶ ὡμοιῶσθαι ἡμῖν κατὰ πάντα χωρὶς ἁμαρτίας. ἐρώτησις· Πῶς τῶι ἀπαθεῖ ὕπνον καὶ κόπον καὶ πεῖναν καὶ σταυρὸν καὶ πάντα τὰ ὑποκείμενα φθορᾶι περιάπτειν τολμᾶτε;
5 ἀπόκρισις· Εὐφήμει, ὦ ἄνθρωπε, παρακαλῶ. ἤδη προείπαμεν σαρκὶ παθητῆι, καθὼς καὶ αἱ θεῖαι ἡμῖν γραφαὶ δεδηλώκασι, περιειλῆφθαι τὸν τοῦ θεοῦ λόγον καὶ ἡνῶσθαι αὐτῆι καὶ δι’ αὐτῆς πεφηνότα τὸν υἱὸν τοῦ θεοῦ τὸν θεὸν λόγον μετ’ αὐτῆς ὕπνον ὑπο‐ μεῖναι καὶ κόπον καὶ πάντα τὰ τοῦ ἀνθρώπου χωρὶς ἁμαρτίας, οὐ τῆι φθορᾶι ὑποκείμενος (ἀμείνων γὰρ φθορᾶς καὶ θανάτου ὁ ἄφθαρτος καὶ ζωοποιὸς τοῦ θεοῦ λόγος), ἀλλὰ τὴν
10φθορὰν ἀποσοβῶν ἀπὸ τοῦ γένους τῶν ἀνθρώπων. οὐκ οἶμαι ἔγκλημα περιάπτεσθαι βασιλεῖ, ὁπόταν βουλόμενος σῶσαι τὸ ἴδιον, τὸ τοῦ· δούλου σχῆμα ἐνδύσηται· καὶ πῶς τολμήσει τις τῶι τῆι φύσει ἐλευθέρωι ἐγκαλεῖν ὅτι γέγονεν δι’ ἡμᾶς ἄνθρωπος καὶ ἐν τοῖς καθ’ ἡμᾶς οἰκονομικῶς; ἀποδέχου τοῦ πατρὸς τὴν φιλανθρωπίαν ὅτι τὸν ἴδιον υἱὸν δω‐ ρεῖται δι’ ἡμᾶς· μὴ περιεργάζου τὸ πρᾶγμα, παρακαλῶ. οὐ γὰρ ἐξ Ἑλληνικῆς σοφίας
15τὸ γνώρισμα οὐδὲ ἀπὸ φρονήματος κοσμικοῦ· ἀλλότριον γὰρ ἑκατέρων. μακάριος ε, φησὶν ὁ κύριος τῶι Πέτρωι, Σιμὼν βὰρ Ἰων, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκά‐ λυψέ σοι, ἀλλ’ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. οὐράνιον τὸ δῶρον, τὸ τῆς θείας ἐπιφοιτήσεως τοῦ υἱοῦ τοῦ θεοῦ γνώρισμα. ἐρώτησις· Πῶς ὁ τῶν πάντων ποιητὴς θεὸς λόγος ὁ ἀψηλάφητος ὁ ἀόρατος ὁ
20ἀναλλοίωτός τε καὶ περιγραφὴν μὴ ἀνεχόμενος ἐν εὐτελεῖ ξύλωι σταυρὸν ὑπέμεινε καὶ θάνατον; ἀπόκρισις· Θάνατον φαμὲν ὑπομεμενηκότα τὸν τοῦ θεοῦ λόγον καὶ σταυρὸν διὰ τῆς ἰδίας σαρκός, ἵνα ἡμᾶς ἀπαλλάξηι θανάτου καὶ φθορᾶς· τὴν ἰδίαν γὰρ ψυχὴν τέθεικεν ὑπὲρ ἡμῶν, οὐκ ἀλλοτρίαν οὖσαν ἢ ξένην τοῦ θεοῦ λόγου (ἀπόρρητος γὰρ ἡ ἕνωσις)· αὐτὸς γὰρ εἶπεν· ἐξουσίαν ἔχω τὴν ψυχήν μου θεῖναι καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν
25αὐτήν. ταύτης ἴδιον τὸ ἀδημονεῖν, τὸ λύπην ὑπομένειν, τὸ ἐκδημεῖν ἀπὸ τοῦ σώματος, ὡς καὶ σαρκὸς τὸ κοπιᾶν, τὸ σταυροῦσθαι, τὸ ἀνίστασθαι, τὸ μετάρσιον ὑπομένειν θέσιν. πλὴν θεοῦ τὰ πάντα λέγεται καὶ ἔστιν· θεοῦ γὰρ καὶ ἡ ψυχή, θεοῦ καὶ τὸ σῶμα. ἐρώτησις· Πῶς ὁ παντοδύναμος λόγος τοῦ πατρὸς ἀναστάσει περιεπλάκη καὶ φθορᾶι ὁ ἄφθαρτος;
30 ἀπόκρισις· Φθορὰν μὲν οὐχ ὑπέμεινεν οὐδ’ αὐτὴ ἡ τοῦ θεοῦ λόγου σάρξ. νόθως γὰρ διαλαμβάνοντες, νόθως καὶ ἐπερωτᾶτε· προανακεκράγει γὰρ ὁ προφήτης περὶ αὐτοῦ οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. πάθος μὲν ὑπέμεινεν ἐθε‐ λούσιον ὁ τοῦ θεοῦ υἱὸς ὁ χωρῶν ἐν ἑαυτῶι τὸν ἀχώρητον πατέρα, χωρούμενος δὲ καὶ αὐτὸς ὑπὸ τοῦ πατρός (χωρούμενος γὰρ ὑπὸ τοῦ πατρὸς καὶ ὢν ἐν τῶι κόλπωι τοῦ πα‐
35τρός, ἐχωρεῖτο ἀρρήτως καὶ ἐν τῆι ἰδίαι σαρκί)· ἀνεβίω δὲ τριήμερος λαφυραγωγήσας τὸν
ἅιδην καὶ ἐπεφάνη ἡμῖν μετὰ τῆς ἰδίας σαρκὸς ὁ τοῦ θεοῦ υἱός, ἵνα καὶ ἡμᾶς ἀπαλλάξηι

1,1,5

6

θανάτου καὶ φθορᾶς. θεοῦ τοίνυν τὸ πάθος, θεοῦ καὶ ἡ ἀνάστασις, θεοῦ καὶ ἡ ἀνά‐ ληψις, θεοῦ καὶ ἡ κατὰ πάντα πρὸς ἡμᾶς ὁμοίωσις χωρὶς ἁμαρτίας· οὐ δοκήσει, ἀλλ’ ἀλη‐ θείαι τὰ πάντα γέγονεν ἐν αὐτῶι θελήσαντι δι’ ἡμᾶς. αὐτῶι ἡ δόξα ἅμα τῶι πατρὶ καὶ τῶι ἁγίωι πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
8Ἔκθεσις τῆς ἁγίας συνόδου τῶν τριακοσίων δέκα καὶ ὀκτὼ ἁγίων πατέρων κατὰ Παύλου τοῦ Σαμοσατέως
10 Ὁμολογοῦμεν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν ἐκ τοῦ πατρὸς πρὸ αἰώνων κατὰ πνεῦμα γεννηθέντα ἐπ’ ἐσχάτου τῶν ἡμερῶν ἐκ παρθένου κατὰ σάρκα τεχθέντα, ἓν πρό‐ σωπον σύνθετον ἐκ θεότητος οὐρανίου καὶ ἀνθρωπείας σαρκὸς καὶ καθὰ ἄνθρωπος, ἕν, ὅλον θεὸν καὶ ὅλον ἄνθρωπον· ὅλον θεὸν καὶ μετὰ τοῦ σώματος, ἀλλ’ οὐχί, καθὸ σῶμα, θεόν, καὶ ὅλον ἄνθρωπον 〈καὶ〉 μετὰ τῆς θεότητος, ἀλλ’ οὐχὶ κατὰ τὴν θεότητα ἄνθρωπον·
15οὕτως ὅλον προσκυνητὸν καὶ μετὰ τοῦ σώματος, ἀλλ’ οὐχὶ κατὰ τὸ σῶμα προσκυνητόν· ὅλον προσκυνοῦντα καὶ μετὰ τῆς θεότητος, ἀλλ’ οὐχὶ κατὰ τὴν θεότητα προσκυνοῦντα· ὅλον ἄκτιστον καὶ μετὰ τοῦ σώματος, ἀλλ’ οὐχὶ κατὰ τὸ σῶμα ἄκτιστον· ὅλον πλαστὸν καὶ μετὰ τῆς θεότητος, ἀλλ’ οὐχὶ κατὰ τὴν θεότητα πλαστόν· ὅλον ὁμοούσιον θεῶι καὶ μετὰ τοῦ σώματος, ἀλλ’ οὐχί, καθὸ σῶμα, ὁμοούσιον θεῶι, ὥσπερ οὐδὲ κατὰ τὴν θεότητά
20ἐστιν ἀνθρώποις ὁμοούσιος, καίτοιγε μετὰ τῆς θεότητος ὢν κατὰ σάρκα ἡμῖν ὁμοούσι. καὶ γὰρ ὅταν λέγωμεν αὐτὸν κατὰ πνεῦμα θεῶι ὁμοούσιον, οὐ λέγομεν αὐτὸν κατὰ πνεῦμα ἀνθρώποις ὁμοούσιον, καὶ πάλιν ὅταν κηρύσσωμεν αὐτὸν κατὰ σάρκα ἀνθρώποις ὁμοούσιον, οὐ κηρύσσομεν αὐτὸν κατὰ σάρκα θεῶι ὁμοούσιον. ὥσπερ γὰρ κατὰ πνεῦμα ἡμῖν οὔκ ἐστιν ὁμοούσιος, ἐπειδὴ θεῶι ἐστι κατὰ τοῦτο ὁμοούσιος, οὕτως οὐδὲ κατὰ σάρκα ἐστὶ
25θεῶι ὁμοούσιος, ἐπειδὴ ἡμῖν ἐστι κατὰ τοῦτο ὁμοούσιος. ὥσπερ δὲ ταῦτα διήρθρωται

1,1,5

7

καὶ σεσαφήνισται οὐκ εἰς διαίρεσιν τοῦ ἑνὸς προσώπου τοῦ ἀδιαιρέτου, ἀλλ’ εἰς δήλωσιν τοῦ ἀσυγχύτου τῶν ἰδιωμάτων τῆς σαρκὸς καὶ τοῦ λόγου, οὕτως καὶ τὰ τῆς ἀδιαιρέτου συνθέσεως πρεσβεύομεν.
5Δέησις Βασιλείου διακόνου καὶ λοιπῶν μοναχῶν Τοῖς εὐσεβεστάτοις καὶ τιμηθεῖσι καὶ τιμωμένοις παρὰ θεῶι καὶ ἀνθρώποις Χριστια‐ νοῖς βασιλεῦσι Φλαυίοις Θεοδοσίωι καὶ Οὐαλεντινιανῶι δέησις εἴτ’ οὖν παράκλησις παρὰ Βασιλείου διακόνου καὶ ἀρχιμανδρίτου καὶ Θαλασσίου ἀναγνώστου καὶ μονάζοντος καὶ λοι‐ πῶν Χριστιανῶν μοναχῶν. Ἡ φιλανθρωπία τοῦ θεοῦ ἡ ἀναριθμήτων παρὰ ἀνθρώποις
10καλῶν μετουσίαν δωρησαμένη τε καὶ δωρουμένη τῶι γένει τῶν ἀνθρώπων ἐν πᾶσι καὶ ἐπὶ πᾶσίν ἐστιν. ἐν τούτοις δὲ τοῖς ἀπὸ θεοῦ δώροις ἐστὶν ἡ ἀληθινὴ γνῶσις καὶ τὸ μῖσος τῆς ψευδωνύμου γνώσεως, ὥστε εἰδέναι ἡμᾶς τὴν ἄνωθεν καὶ ἐξ ἀρχῆς ὑπὸ τῶν ἀποστό‐ λων καὶ μαρτύρων καὶ ὁμολογητῶν καὶ ἐπισκόπων ἁγίων, συνεργούντων καὶ εὐσεβεστάτων βασιλέων, παραδοθεῖσαν τῆι καθολικῆι ἐκκλησίαι πίστιν, πρῶτον ὑπὸ Πέτρου τοῦ ἀποστόλου
15τοῦ πρωτοστάτου εἰπόντος κατὰ ἀποκάλυψιν καὶ γνῶσιν καὶ ὁμολογίαν καὶ παράδοσιν τοῖς μετὰ ταῦτα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, Ἰακώβου ἀποστόλου καὶ ἀρχιεπισκόπου, Ἰωάννου ἀποστόλου καὶ εὐαγγελιστοῦ καὶ λοιπῶν εὐαγγελιστῶν μαρτύ‐ ρων ὁμολογητῶν ἐπισκόπων καὶ πάντων τῶν πιστευσάντων καὶ πιστευόντων τῆι ὁμοου‐ σίωι τριάδι, Εἰρηναίου, Γρηγορίου τοῦ μεγάλου ἐπισκόπου Νεοκαισαρείας, τῆς ἁγίας συνόδου
20τῶν ρπ ἐπισκόπων ἐν Ἀντιοχείαι ἀθροισθείσης κατὰ Παύλου τοῦ Σαμοσατέως, ἥτις καθεῖλεν αὐτὸν διὰ τὴν ἀσέβειαν αὐτοῦ διὰ τὸ μὴ ὁμολογεῖν τὸν Χριστὸν φύσει θεὸν καὶ υἱὸν θεοῦ πατρός, τῆς ἐν Νικαίαι μεγάλης καὶ ἁγίας συνόδου τῶν τιη ἐπισκόπων τῆς βεβαιωσάσης καὶ τὸν ὅρον τῶν ἐν Ἀντιοχείαι, Βασιλείου καὶ Γρηγορίου ἀδελφῶν ἐπισκόπων, Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας, Ἐφραὶμ τοῦ Σύρου, Γρηγορίου ἐπισκόπου, Ἄμμωνος ἐπισκόπου,
25Οὐιταλίου ἐπισκόπου, Ἀμφιλοχίου Παύλου Ἀντιόχου Εὐσταθίου Μεθοδίου Ὀπτίμου Λεπορίου, Ἀμβροσίου Μεδιολάνεως, ὅλης τῆς ἐν τῆι Ἀφρικῆι συνόδου, Ἰωάννου Σευηριανοῦ Ἀττικοῦ ἐπισκόπων, Κυρίλλου τοῦ ἐπισκόπου Ἀλεξανδρείας τοῦ νῦν ζῶντος καὶ τῶι νόμωι τῆς ὑμε‐ τέρας εὐσεβείας ἐξακολουθοῦντος. οὐδεὶς μὲν οὖν ἀνθρώπων δύναται πάντας τοὺς πιστοὺς ἐξαριθμήσασθαι τοὺς πιστεύσαντας καὶ πιστεύοντας εἰς Χριστὸν τὸν υἱὸν τοῦ
30θεοῦ ὅτι ὄντως θεὸς ἀληθινός ἐστιν. οὐ γὰρ ἐπειδὴ δι’ ἡμᾶς ἐγένετο ἄνθρωπος, μείνας ὃ ἦν, θεός, ὡς καὶ ἡ ὑμετέρα εὐσέβεια διέμαθεν, ἤδη καὶ τὸ ἦν ἀρνησόμεθα, ἀλλὰ καὶ ἡμεῖς πιστεύομεν καὶ ὁμολογοῦμεν καὶ κηρύττομεν ὅτι ὁ πρὸ τῶν αἰώνων θεὸς λόγος ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ ὑπάρχων διὰ τὴν πολλὴν αὐτοῦ φιλανθρωπίαν τὴν πρὸς ἡμᾶς οὖσαν γέγονεν ἄνθρωπος τέλειος ὡς εἷς ἐξ ἡμῶν κατὰ πάντα χωρὶς ἁμαρτίας, μείνας ὃ ἦν, θεός, διὰ τὴν
35τοῦ γένους ἡμῶν σωτηρίαν γεννηθεὶς ἐκ τῆς ἁγίας παρθένου Μαρίας, ὡς αὐτὸς οἶδε.

1,1,5

8

Τούτου ἕνεκα τοῦ ἀληθοῦς δόγματος τοῦ ἐν τῆι ἁγιωτάτηι ἐκκλησίαι ἀκριβῶς κη‐ ρυττομένου καὶ τοῦ αἱρετικοῦ Παύλου δικαίως ἐξωσθέντος, ἐγένοντο σχίσματα λαῶν, ἀκα‐ ταστασίαι ἱερέων, ταραχὴ ποιμένων. ὅθεν καὶ νῦν κατὰ πρόσωπον τοῦ ἐγχειρισθέντος τὸν τῆς ἐπισκοπῆς θρόνον Νεστορίου, εἰ δεῖ εἰπεῖν ἐπισκόπου, ἐν τῶι συνεδρίωι πολλάκις
5τινὲς τῶν εὐλαβεστάτων πρεσβυτέρων ἤλεγξαν αὐτὸν καὶ διὰ τὴν ἀπείθειαν αὐτοῦ, τὸ μὴ λέγειν θεοτόκον τὴν ἁγίαν παρθένον καὶ θεὸν ὄντως φύσει ἀληθινὸν τὸν Χριστόν, τῆς αὐτοῦ κοινωνίας ἑαυτοὺς ἐξέβαλον καὶ κατέχουσιν ἕως ἄρτι· τινὲς δὲ λάθρα ὁμοίως τῆς αὐτοῦ κοινωνίας στέλλονται. ἄλλοι δὲ τῶν εὐλαβεστάτων πρεσβυτέρων διὰ τὸ λέγειν ἐν τῆι ἁγιωτάτηι ἐκκλησίαι Εἰρήνηι τῆι παραθαλασσίαι κατὰ τοῦ ἀνανεωθέντος κακῶς
10δόγματος τοῦ λέγειν ἐκωλύθησαν, ὅθεν ἐπεβόα ὁ λαὸς ζητῶν 〈τὴν〉 τῆς ὀρθοδοξίας συνήθη διδασκαλίαν, λέγων· βασιλέα ἔχομεν, ἐπίσκοπον οὐκ ἔχομεν. καὶ τέως μὲν ἀνεκδίκητον ἔμεινε τὸ τοῦ λαοῦ πειρατήριον τοῦ συλληφθέντος ἐκ μέρους παρὰ τῶν ὑπηρετῶν καὶ ἐν τῶι δεκανικῶι τυπτηθέντος διαφόρως ἐν πόλει βασιλευούσηι, ἃ οὔτε ἐν τοῖς ἔθνεσι τοῖς βαρβαρικοῖς ἐγένετο. τινὲς καὶ κατὰ πρόσωπον ἐν τῆι ἁγιωτάτηι ἐκκλησίαι ἐπὶ τοῦ λαοῦ
15ἤλεγξαν καὶ θλῖψιν οὐ μικρὰν ὑπέμειναν. τῶν δὲ ἀφελεστέρων τις μοναζόντων ἠναγκάσθη κατὰ ζῆλον ἀνὰ μέσον τῆς ἐκκλησίας τὸν κήρυκα τῆς ἀνομίας ἐπισχεῖν τοῦ μὴ εἰσελθεῖν συνάξεως οὔσης, αἱρετικοῦ ὄντος αὐτοῦ· τοῦτον δὲ τυπτήσας τοῖς μεγαλοπρεπεστάτοις ἐπάρχοις παρέδωκεν, ἔτι δὲ τυπτηθέντα καὶ πομπευθέντα δημοσίαι, τοῦ κήρυκος βοῶντος ἔμπροσθεν αὐτοῦ, τῆι ἐξορίαι παρέπεμψεν, οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἐν αὐτῆι τῆι
20ἁγιωτάτηι ἐκκλησίαι μετὰ τὴν ἀθέμιτον αὐτοῦ ὁμιλίαν οἱ τῆς φατρίας αὐτοῦ τοῦ κατέχοντος φόνον ἤμελλον ποιεῖν, εἰ μὴ ἡ τοῦ θεοῦ βοήθεια κατέλαβεν. Περὶ δὲ ἡμῶν, δύσπιστά ἐστι τάχα πολλοῖς τοῖς ἀκούουσι. κατὰ γὰρ κέλευσιν αὐτοῦ καὶ προτροπὴν ἀνήλθομεν ἐν τῶι ἐπισκοπείωι πληροφορηθῆναι εἰ καθὼς ἐνοήσαμεν, ἃ παρ’ αὐτοῦ ἠκούσαμεν, ἐστὶν ἢ οὔ, καὶ εἰς ὑπέρθεσιν δεύτερον καὶ τρίτον ἡμᾶς ἔβαλεν.
25καὶ τότε μόλις ἐκέλευσεν ἡμῖν εἰπεῖν τί ἐστιν ὃ βουλόμεθα. ὡς δὲ ἤκουσε παρ’ ἡμῶν ὅτι ταῦτα τὰ παρ’ αὐτοῦ λεχθέντα, τὸ ‹οὐκ ἔτεκε›, φησί, ‹Μαρία, εἰ μὴ ἄνθρωπον ὁμοού‐ σιον ἑαυτῆς καὶ τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν› οὔκ ἐστιν ὀρθοδόξων, παρα‐ χρῆμα ἐκέλευσε συλληφθῆναι ἡμᾶς παρὰ τοῦ ὄχλου τῶν δεκανῶν κἀκεῖθεν τυπτόμενοι ἀπηγόμεθα ἐν τῶι δεκανικῶι κἀκεῖ γυμνοὺς ἡμᾶς δεσμίους ὡς καὶ ὑπευθύνους τιμωρίαι
30ἐστύλισαν ἐκραββάτισαν καὶ ἐπτέρνισαν, ὅπερ οὐ πάσχουσιν ἐν τοῖς ἔξω δικαστηρίοις, οὐ λέγομεν ὅτι κληρικοὶ καὶ ἀρχιμανδρῖται ἢ μονάζοντες, ἀλλ’ οὔτε οἱ τυχόντες κοσμικοὶ ὃ ἡμεῖς ἐν τῆι ἐκκλησίαι παρὰ τοῦ ἀνόμου παρανόμως πεπόνθαμεν, θλιβόμενοι ἐν τῶι δεκα‐ νικῶι, λιμώττοντες, ἐν οἰκετίαι φυλαττόμενοι ἐπὶ χρόνον πολὺν διετελέσαμεν. καὶ οὐκ ἠρκέσθη τούτοις ἡ αὐτοῦ μανία, ἀλλὰ καὶ μετὰ ταῦτα τῶι μεγαλοπρεπεστάτωι ἐπάρχωι τῆσδε
35τῆς μεγαλωνύμου πόλεως κατὰ ἀπάτην τινὰ παρεδόθημεν καὶ σιδηρωθέντες ἀπήχθημεν ἐν τῆι φυλακῆι καὶ μετὰ ταῦτα ἀνήχθημεν ἐν τῶι πραιτωρίωι τῶι αὐτῶι τρόπωι μετὰ τῶν δεσμῶν. καὶ ἐπειδὴ οὐδεὶς ἦν ὁ κατηγορῶν, ἐν τῶι δεκανικῶι πάλιν διὰ τῆς τάξεως
ἤχθημεν. καὶ οὕτως πάλιν ἐκάλεσεν ἡμᾶς κατὰ πρόσωπον καὶ τυπτήσας καὶ διαλεχθεὶς

1,1,5

9

καὶ συνθέμενος κατὰ ἀπάτην, ὡς τὰ μετὰ ταῦτα ἔδειξε, περὶ τοῦ φύσει υἱοῦ τοῦ θεοῦ ὅτι ἐτέχθη ἀπὸ τῆς ἁγίας Μαρίας τῆς θεοτόκου, λέγων ‹ἐπεὶ ἔνι ἄλλος υἱόσ›, οὕτως ἀπέ‐ λυσεν ἡμᾶς. Παρακαλοῦμεν οὖν τὴν ἀθάνατον ὑμῶν καὶ εὐσεβεστάτην πίστιν ὥστε μὴ παριδεῖν ἐκ
5τοῦ λοιποῦ τὴν τῶν ὀρθοδόξων ἐκκλησίαν μοιχευομένην παρὰ αἱρετικῶν ἐν τοῖς καιροῖς ὑμῶν τῶν ὀρθοδόξων καὶ εὐσεβεστάτων βασιλέων, οὐχ ὡς διὰ τούτου τὰς ἡμετέρας ὕβρεις βουλόμενοι ἐκδικεῖν (ὁ θεὸς οἶδεν), ἀλλ’ ὡς θέλοντες τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ἀσάλευτον μένειν. καὶ κελεύσει τὸ ὑμέτερον κράτος τὴν ἁγίαν καὶ οἰκουμενικὴν σύνοδον παραγενέσθαι ἐντεῦθεν ἤδη, ἵνα τῆς συνόδου παραγενομένης τὴν ἁγιωτάτην ἐκ‐
10κλησίαν ὁ Χριστὸς ἑνώσηι καὶ τὸν λαὸν αὐτοῦ συνάξηι καὶ τοὺς ἱερέας ἀπολαβεῖν ἐν τῶι τῆς ἀληθινῆς πίστεως κηρύγματι ποιήσηι πρὸ τοῦ εἰς πλάτος τὴν ἄδικον διδασκαλίαν ἐλθεῖν. κἀκεῖνο δὴ παρακαλοῦμεν ἀξιοῦντες, ἐπειδὴ πειρᾶται πτοεῖν ἀπειλῶν ἐλαύνων ἐξωθῶν κα‐ κουργῶν ῥαιδιουργῶν καὶ κακῶν καὶ ἵνα τὴν αὐτοῦ μανίαν καὶ ἀσέβειαν κρατύνηι, πάντα ποιῶν ἀφειδῶς, οὐ θεὸν φοβούμενος, οὐκ ἀνθρώπους αἰσχυνόμενος, οὐκ ἐπισκόπους εὐλα‐
15βούμενος οὔτε ἱερέα τινά, οὐ κλῆρόν τινων, οὐχ ἁγίους μοναχούς, οὐκ εὐλάβειαν λαικῶν, οὐ τὸν κατὰ τῶν ἀδικούντων ἐπηρτημένον φόβον, οὐ τὸν νόμον τῶν ἐκτελούντων διακονίαν τινὰ θεῶι εἰς ὀργὴν κατὰ τῶν ἀξίων, ἀλλ’ ἐνδυσάμενος τὴν ὑπεροψίαν κατὰ πάντων, θαρρῶν τοῖς χρήμασι καί τινων διεφθαρμένων τῆι ἰσχύι ἢ ἵνα ἀφόβως εἴπωμεν, καὶ τῶι ὑμετέρωι κράτει ταῦτα ποιεῖ, ἀξιοῦμεν μηδὲν αὐτὸν κατά τινων ἐξεῖναι ποιεῖν, ἐὰν μὴ πρῶτον διόρ‐
20θωσιν λάβηι τὰ κατὰ τὴν ὀρθόδοξον πίστιν, ἵνα μὴ ταύτην διασκεδάσηι καὶ τὴν αὐτοῦ παρεισαγάγηι ταῦτα ποιῶν. οἶδε γάρ, ὡς οἴεται, ὅτι κἂν τῶι φόβωι πολλοὺς ἀμβλύνας ἀποστήσει τῆς πίστεως καὶ λοιπὸν εὑρὼν ὁμογνώμονας αὐτοῦ παράσχηι αὐτοῖς θράσος, ὥστε καὶ ἕως πληγῶν δημοσίαι ἐπιχειρεῖν καὶ διωγμὸν ποιεῖν. οὐ μόνον δὲ τοὺς αὐτοῦ δῆθεν κληρικοὺς ἢ συγκέλλους, ἀλλὰ καὶ ἐκ τῶν ἔξωθεν παροικιῶν προσελάβετό τινας, οἷς
25μάλιστα οὐκ ἔξεστιν εἶναι κατὰ τοὺς ἐκκλησιαστικοὺς κανόνας εἰς ἕτερον ἐπισκοπεῖον ἢ εἰς ἄλλην ἐκκλησίαν, ἀλλὰ ἀνάγκη αὐτοὺς εἰς τὰς ἰδίας παροικίας ἢ πόλεις ὅπου ἐχειροτονή‐ θησαν, κἀκεῖ ἡσυχῆι διάγειν, ἵνα μὴ τῶι μακρῶι χρόνωι διὰ τῆς προσκαίρου δυναστείας ἕρψηι περισσοτέρως ἡ παρανομία καὶ ἐπιγραφῆι τῆι ὑμετέραι εὐσεβείαι. εἰς τοῦτο γὰρ ἔθετο ὑμᾶς ὁ θεὸς διακόνους ὑπὲρ τῆς δόξης αὐτοῦ τοῦ δοξάσαντος ὑμᾶς καὶ δοξάζοντος
30καὶ ἀποδιδόντος ὑμῖν τὸν μισθὸν μετὰ πάντων τῶν ἁγίων τῶν καλῶς φυλαξάντων τὰς ἐγχειρισθείσας αὐτοῖς διακονίας, πρὸς οὓς εἶπεν· ε, δοῦλε ἀγαθὲ καὶ πιστ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. οἱ ὄντως Χριστιανοὶ τούτοις τοῖς λόγοις διὰ τῶν ἔργων πιστεύουσιν· οἱ δὲ ἄπιστοι καὶ ἀπερριμμένοι καὶ τῆι ἑαυτῶν κοιλίαι ζῶντες καὶ εἰς αὐτὸ τοῦτο προσκαρ‐
35τεροῦντες, ἐὰν ἀκούσωσιν ὁμολογοῦντά τινα τὸν Χριστὸν εἶναι θεόν, διαπρίονται, ὡς οἱ τότε Ἰουδαῖοι συνέσχον τὰ ὦτα αὐτῶν τοῦ ἁγίου Στεφάνου τοῦ πρωτομάρτυρος διηγου‐ μένου ὅτι θεωρῶ, φησί, τοὺς οὐρανοὺς ἀνεωιγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ· οὕτως καὶ οὗτοι διαπρίονται κατὰ τῶν Χριστιανῶν καὶ πάντα θυμὸν σπουδάζουσιν ἐκτελεῖν. ἀξιοῦμεν οὖν προνοίαι τοῦ μεγαλοπρεπεστάτου ἐπάρχου τῆσδε
40τῆς νέας Ῥώμης κωλύεσθαι τοὺς κατὰ τῶν ὀρθοδόξων ἐπανισταμένους καὶ προφάσει δικαιο‐

1,1,5

10

λογιῶν, ὥς φασιν, ἐπιχειροῦντας κατά τινος, ἕως ὅτε τὰ τῆς πίστεως διόρθωσιν λάβηι. εἰ δὲ παρακούσετε ἡμῶν ἀμελήσαντες, διαμαρτυρόμεθα ὑμῖν ἐνώπιον τοῦ βασιλέως τῶν αἰώνων, ἀφθάρτου ἀοράτου μόνου σοφοῦ θεοῦ τοῦ ἐλθόντος καὶ ἐπιφανέντος, ὡς ἠθέλησε, διὰ τὴν σωτηρίαν ἡμῶν καὶ πάλιν ἐρχομένου κρῖναι ζῶντας καὶ νεκρούς, ὧι κάμψει πᾶν
5γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πᾶσα γλῶσσα ἐξο‐ μολογήσεται αὐτῶι, ὅτι ἀθῶιοι ἐσμέν. ἡμεῖς γὰρ ὑμᾶς παρεκαλέσαμεν περὶ συνόδου οἰκουμενικῆς τῆς δυναμένης ἀκριβῶς κρατῦναι καὶ ἀνορθῶσαι τὰ σαλευόμενα εἴτ’ οὖν κα‐ ταρραγέντα, οὐ κατισχύσουσι δὲ αὐτὴν διὰ τῆς χάριτος καὶ ἀντιλήψεως τοῦ θεοῦ τῆς ἐνεργούσης ἐν ὑμῖν κακῶσαι πύλαι ἅιδου, ἅτινά ἐστι τὰ στόματα τῶν αἱρετικῶν, ἵνα
10τούτου τυχόντες τὰς συνήθεις εὐχὰς ἐν ὁμονοίαι ὑπὲρ τῆς κοινῆς σωτηρίας καὶ τῆς βασι‐ λείας ὑμῶν εὐαρέστως καὶ ὀρθοδόξως τῶι θεῶι ἀναπέμψωμεν. ἀμήν.
13Κυρίλλου ἐπισκόπου Ἀλεξανδρείας ἐπιστολὴ πρὸς Κελεστῖνον ἐπίσκοπον Ῥώμης Τῶι ὁσιωτάτωι καὶ θεοφιλεστάτωι πατρὶ Κελεστίνωι Κύριλλος ἐν κυρίωι χαίρειν. Εἰ
15μὲν ἦν σιωπῆσαι καὶ μὴ πάντα τῆι σῆι θεοσεβείαι γράφοντα τὰ κινούμενα μέμψεως ἔξω γενέσθαι καὶ διαφυγεῖν δύνασθαι τὸ δοκοῦν λυπηρὸν καὶ μάλιστα ἐν ἀναγκαίοις οὕτω πράγμασιν, ὅπου καὶ ἡ τῆς πίστεως ὀρθότης παρασαλεύεται παρά τινων, ἔφην ἂν ἐμαυ‐ τῶι· καλὴ καὶ ἀκίνδυνος ἡ σιωπὴ καὶ τὸ ἠρεμεῖν τοῦ ταράττεσθαι κρεῖττον. ἐπειδὴ δὲ καὶ θεὸς ἀπαιτεῖ παρ’ ἡμῶν τὸ νηφάλιον ἐν τούτοις καὶ τὰ μακρὰ τῶν ἐκκλησιῶν ἔθη
20πείθουσιν ἀνακοινοῦσθαι τῆι σῆι ὁσιότητι, γράφω πάλιν ἀναγκαίως, ἐκεῖνο δηλῶν ὅτι δια‐ κυκᾶι τὰ πάντα καὶ νῦν ὁ σατανᾶς καὶ κατὰ τῶν ἐκκλησιῶν τοῦ θεοῦ μαίνεται καὶ ὀρθο‐ ποδοῦντας ἐν πίστει τοὺς ἁπανταχόσε λαοὺς πειρᾶται διαστρέφειν. οὐ γὰρ ἠρεμεῖ τὸ παμπόνηρον ἐκεῖνο θηρίον καὶ εὐφόρητον εἰς ἀσέβειαν. ἐσίγων μὲν οὖν τὸν παρωιχη‐ κότα καιρὸν καὶ οὐδὲν ὅλως οὔτε πρὸς τὴν σὴν θεοσέβειαν γέγραφα περὶ τοῦ νῦν ὄντος
25ἐν τῆι Κωνσταντινουπόλει καὶ τὴν ἐκκλησίαν διέποντος οὔτε μὴν πρὸς ἕτερον τῶν συλλει‐ τουργῶν, τὸ ἐν τούτοις προπετὲς οὐκ ἔξω μώμου κεῖσθαι πιστεύων· ἐπειδὴ δὲ εἰς ἀκμὴν ὥσπερ ἥκομεν τοῦ κακοῦ, δεῖν ὠιήθην ἀναγκαίως ἀνεῖναι λοιπὸν τὴν γλῶτταν καὶ πάντα εἰπεῖν τὰ κεκινημένα. ὁ γὰρ μνημονευθεὶς ἅμα κεχειροτόνηται, καὶ δέον ταῖς παραινέ‐ σεσι ταῖς εἰς τὸ ἀγαθὸν ὠφελεῖν τούς τε ἐκεῖσε λαοὺς καὶ τοὺς παρεπιδημοῦντας ξένους
30(πάμπολλοι δὲ οὗτοι καὶ ἀπὸ πάσης ὡς ἔπος εἰπεῖν πόλεώς τε καὶ χώρας), σπουδὴν ἔθετο λαλεῖν ἔκτοπά τινα καὶ ἔξω λόγου καὶ ὅσα μακράν ἐστι τῆς ἀποστολικῆς καὶ εὐαγγελικῆς πίστεως, ἣν μέχρι παντὸς τετηρήκασιν οἱ πατέρες παρέδοσάν τε ἡμῖν ὡς πολύτιμον μαργα‐ ρίτην. καὶ τὰς μὲν ὁμιλίας ἃς ἐπ’ ἐκκλησίας εἴρηκε, καὶ τοῦτο πλειστάκις, καὶ λέγων οὐ παύεται, πέπομφα τῆι σῆι θεοσεβείαι, πρὸς εἴδησιν ἀκριβῆ· ἐγὼ δέ, ὁμολογῶ, καίτοι βου‐
35ληθεὶς συνοδικῶι γράμματι φανερὸν αὐτῶι καταστῆσαι ὅτι ταῦτα λέγοντι καὶ φρονοῦντι κοινωνεῖν οὐ δυνάμεθα, τοῦτο μὲν οὐ πεποίηκα, λογισάμενος δὲ ὅτι χρὴ τοῖς ὀλισθήσασι
χεῖρα διδόναι καὶ ὡς ἀδελφοὺς πεσόντας ἐγεῖραι, παρήινεσα διὰ γραμμάτων ἀποσχέσθαι

1,1,5

11

τῆς τοιαύτης κακοδοξίας, ἀλλ’ ὠνήσαμεν οὐδέν. ἐπειδὴ δὲ μεμάθηκεν ὅτι τοσοῦτον ἀφεστήκαμεν τοῦ τὰ αὐτὰ φρονεῖν, ὡς καὶ ἐπιπλήττειν αὐτὸν μεταστῆναι τῶν οἰκείων εὑρημάτων (οὐ γὰρ ἂν εἴποιμι δογμάτων), πάντα τρόπον ἐπιβουλῆς κεκίνηκε καὶ εἰς ἔτι σαλεύων οὐ παύεται. ὅτε δὲ προσεδοκῶμεν αὐτὸν θεραπεύεσθαι καὶ ἀποσχέσθαι τῶν
5κατὰ Χριστοῦ διδαγμάτων, ἔγνωμεν ὅτι διημαρτήκαμεν τῆς ἐλπίδος, τοιούτου τινὸς γεγο‐ νότος. ἦν ἐν Κωνσταντινουπόλει ἐπίσκοπος ὀνόματι Δωρόθεος, τὰ αὐτὰ φρονῶν αὐτῶι, ἀνὴρ χρειοκόλαξ καὶ προπετὴς χείλεσι, καθὼς γέγραπται· ὃς ἐν συνάξει, καθεζομένου ἐπὶ τοῦ θρόνου τῆς ἐκκλησίας τοῦ τῆς Κωνσταντινουπόλεως εὐλαβεστάτου Νεστορίου, ἀναστὰς μεγάληι τῆι φωνῆι τετόλμηκεν εἰπεῖν· εἴ τις λέγει θεοτόκον εἶναι τὴν Μαρίαν, οὗτος ἀνά‐
10θεμα ἔστω. καὶ γέγονε μὲν κραυγὴ μεγάλη παρὰ παντὸς τοῦ λαοῦ καὶ ἐκδρομή· οὐ γὰρ ἤθελον ἔτι κοινωνεῖν αὐτοῖς τοιαῦτα φρονοῦσιν, ὥστε καὶ νῦν ἀποσυνάκτους εἶναι τοὺς λαοὺς τῆς Κωνσταντινουπόλεως, πλὴν ὀλίγων ἐλαφροτέρων καὶ τῶν κολακευόντων αὐτόν, τὰ δὲ μοναστήρια σχεδὸν ἅπαντα καὶ οἱ τούτων ἀρχιμανδρῖται καὶ τῆς συγκλήτου πολλοὶ οὐ συνάγονται, δεδιότες μὴ ἀδικηθῶσιν εἰς πίστιν, αὐτοῦ καὶ τῶν σὺν αὐτῶι οὓς ἀπὸ τῆς
15Ἀντιοχείας ἀναβαίνων ἤγαγε, πάντα λαλούντων τὰ διεστραμμένα. ἐπειδὴ δὲ τῶν ὁμιλιῶν αὐτοῦ ἐνεχθεισῶν εἰς τὴν Αἴγυπτον ἔμαθον ὅτι ἐλαφρότεροί τινες συνηρπάσθησαν καὶ λοιπὸν ἐνδοιάζοντες πρὸς ἀλλήλους ἔφασκον· ἆρα ὀρθῶς λέγει; ἆρα ἐπλανήθη; δεδοικὼς μὴ ῥιζωθῆι τὰ τῆς νόσου ἐν ταῖς τῶν ἁπλουστέρων ψυχαῖς, ἔγραψα τοῖς κατὰ τὴν Αἴγυπτον μοναστηρίοις καθολικὴν ἐπιστολήν, βεβαιῶν αὐτοὺς εἰς πίστιν ὀρθήν. εἶτα
20τινὲς ἀπήγαγον ἐν τῆι Κωνσταντινουπόλει τὰ ἴσα, καὶ ὠφέληνται μὲν ἀναγνόντες πάνυ πολλοί, ὥστε καὶ γεγράφασιν εὐχαριστοῦντες πλεῖστοι τῶν ἐν τέλει, γέγονε δὲ αὐτῶι καὶ τοῦτο τροφὴ τῆς κατ’ ἐμοῦ λύπης καὶ ὡς ἐχθρῶι μάχεται, οὐδὲν ἕτερον ἔχων ἐγκαλεῖν ἢ ὅτι μόνον οὐκ ἀνέχομαι τὰ ἴσα φρονεῖν αὐτῶι. ἀλλὰ καὶ ἐπηνώρθωσα πολλούς, ἣν παρε‐ λάβομεν ἐκ πατέρων πίστιν καὶ ἃ ἐμάθομεν ἐκ τῆς θείας γραφῆς, κρατεῖν παρακελευόμενος,
25ἐκεῖνα δὲ οἴεσθαι ἄδεκτα πείθων αὐτούς. ὅμως καὶ οὐ φροντίσας τῶν παρ’ αὐτοῦ γενομένων κατ’ ἐμοῦ, ἀλλὰ θεῶι δοὺς τῶι πάντα εἰδότι καὶ ἰσχύοντι, πάλιν ἑτέραν ἐπιστο‐ λὴν γέγραφα τῶι μνημονευθέντι, τὴν ἔκθεσιν ὡς ἐν συντόμωι τῆς ὀρθῆς πίστεως ἔχουσαν, παρακαλῶν τε ἅμα καὶ διαμαρτυρόμενος οὕτω καὶ φρονεῖν καὶ λαλεῖν. ἀλλ’ ὤνησα πάλιν οὐδέν, ἔχεται δὲ καὶ εἰς δεῦρο τῶν ἀπ’ ἀρχῆς καὶ οὐ παύεται λαλῶν τὰ διεστραμμένα.
30γινωσκέτω δὲ καὶ τοῦτο ἡ σὴ θεοσέβεια ὅτι καὶ ἅπασι τοῖς κατὰ τὴν Ἀνατολὴν ἐπισκόποις συνάιδει τὰ λεγόμενα καὶ δυσχεραίνουσι πάντες καὶ λυποῦνται καὶ μάλιστα οἱ κατὰ τὴν Μακεδονίαν εὐλαβέστατοι ἐπίσκοποι. καὶ τοῦτο εἰδὼς οἴεται ὅτι πάντων ἐστὶ σοφώτερος καὶ μόνος οἶδε τὸν σκοπὸν τῆς θεοπνεύστου γραφῆς καὶ τὸ τοῦ Χριστοῦ μυστήριον. καίτοι πῶς οὐκ ἔδει πληροφορεῖσθαι μᾶλλον αὐτὸν ὅτι πάντων τῶν κατὰ πᾶσαν τὴν
35οἰκουμένην ὀρθοδόξων ἐπισκόπων καὶ λαικῶν ὁμολογούντων ὅτι καὶ θεός ἐστιν ὁ Χριστὸς καὶ θεοτόκος ἡ τεκοῦσα αὐτὸν παρθένος, πλανᾶται μόνος αὐτὸς τοῦτο ἀρνούμενος; ἀλλ’ ὠφρύωται καὶ οἴεται ὅτι τῆι δυναστείαι τοῦ θρόνου πᾶσιν ἐπιβουλεύων καὶ ἡμᾶς ἢ καὶ τοὺς ἄλλους ἅπαντας ἀναπείσει τὰ αὐτὰ φρονεῖν αὐτῶι. τί τοίνυν δράσομεν, οὔτε
ἀναπείθοντες αὐτὸν οὔτε παῦσαι δυνάμενοι τῶν τοιούτων ὁμιλιῶν καὶ ὁσημέραι κατεφθαρ‐

1,1,5

12

μένων τῶν λαῶν τῶν ἐν τῆι Κωνσταντινουπόλει καὶ δυσχεραινόντων μέν, ἐκδεχομένων δὲ τὴν παρὰ τῶν ὀρθοδόξων διδασκάλων ἐπικουρίαν; καὶ οὐ περὶ τῶν τυχόντων ὁ λόγος ἡμῖν, ἀλλ’ οὐδὲ ἀκίνδυνος ἡ σιωπή. εἰ γὰρ δυσφημεῖται Χριστός, πῶς ἡμεῖς σιωπήσομεν; καίτοι τοῦ Παύλου γράφοντος· εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ
5ἄκων, οἰκονομίαν πεπίστευμαι. οἱ τοίνυν ἐμπεπιστευμένοι τοῦ λόγου τὴν οἰκο‐ νομίαν καὶ τῆς πίστεως τὴν ἀσφάλειαν τί ἐροῦμεν ἐν ἡμέραι κρίσεως, ὅταν ἐπὶ τούτοις σιγήσωμεν; οὐ πρότερον δὲ τῆς πρὸς αὐτὸν κοινωνίας ἐκβάλλομεν ἑαυτοὺς μετὰ παρρησίας, πρὶν ἂν ταῦτα τῆι σῆι θεοσεβείαι ἀνακοινωσώμεθα. διὸ δὴ καταξίωσον τυπῶσαι τὸ δοκοῦν καὶ πότερόν ποτε χρὴ κοινωνεῖν αὐτῶι ἢ λοιπὸν ἀπειπεῖν μετὰ παρρησίας ὅτι
10τοιαῦτα φρονοῦντι καὶ διδάσκοντι οὐδεὶς κοινωνεῖ. τὸν δὲ ἐπὶ τούτοις σκοπὸν τῆς σῆς τελειότητος χρὴ γενέσθαι διὰ γραμμάτων καταφανῆ καὶ τοῖς εὐλαβεστάτοις καὶ θεοφιλεστά‐ τοις ἐπισκόποις τοῖς κατὰ τὴν Μακεδονίαν, καὶ ἅπασι δὲ τοῖς κατὰ τὴν Ἀνατολήν· ἐπιθυμοῦσι γὰρ αὐτοῖς δώσομεν ἀφορμὰς τοῦ πάντας μιᾶι ψυχῆι καὶ μιᾶι γνώμηι στῆναι καὶ ἐπαγωνί‐ σασθαι τῆι ὀρθῆι πίστει πολεμουμένηι. ὅσον γὰρ τὸ κατ’ αὐτόν, καὶ οἱ πατέρες ἡμῶν
15οἱ μεγάλοι καὶ θαυμαστοὶ καὶ εὐδόκιμοι θεοτόκον εἶναι τὴν ἁγίαν εἰπόντες παρθένον ἀνεθε‐ ματίσθησαν, καὶ ἡμεῖς δὲ σὺν αὐτοῖς οἱ ζῶντες ἔτι. καὶ ἐπειδὴ ἰδίαι φωνῆι τοῦτο ποιῆσαι οὐκ ἠθέλησεν, ἄλλον ἔστησε, τὸν μνημονευθέντα Δωρόθεον, καὶ τοῦτο εἰπεῖν πα‐ ρεσκεύασεν αὐτοῦ καθεζομένου καὶ ἀκούοντος, ὧι καὶ κατελθὼν ἀπὸ τοῦ θρόνου εὐθὺς κεκοινώνηκεν, ἐπιτελέσας τὰ θεῖα μυστήρια. ὑπὲρ δὲ τοῦ εἰδέναι σαφῶς τὴν σὴν ὁσιό‐
20τητα τίνα ἐστὶν ἃ αὐτὸς μὲν λέγει καὶ φρονεῖ, τίνα δὲ ἃ οἱ μακάριοι καὶ μεγάλοι πατέρες ἡμῶν, ἀπέστειλα τόμους κεφαλαίων ἔχοντας περικοπάς, ἑρμηνευθῆναι δὲ παρεσκεύασα, ὡς ἐνεδέχετο τοῖς ἐν Ἀλεξανδρείαι. καὶ τὰς παρ’ ἐμοῦ γραφείσας ἐπιστολὰς δέδωκα τῶι ἀγαπητῶι Ποσειδωνίωι, ἐντειλάμενος καὶ αὐτὰς προσαγαγεῖν τῆι σῆι τελειότητι.
25Τοῦ αὐτοῦ καὶ τῆς αὐτοῦ συνόδου πρὸς τοὺς ἐν Κωνσταντινουπόλει μοναχούς Τοῖς εὐλαβεστάτοις καὶ θεοσεβεστάτοις πατράσι μοναστηρίων τοῖς κατὰ τὴν μεγάλην Κωνσταντινούπολιν Κύριλλος καὶ ἡ κατὰ Ἀλεξάνδρειαν συναχθεῖσα ἁγία σύνοδος ἐν κυρίωι χαίρειν. Τῆς θεοσεβείας ὑμῶν τὸν ζῆλον ὃν ἐπὶ Χριστῶι πεποίησθε δυσφημουμένωι, καὶ τοῦτο ἐν ἐκκλησίαι τῆι τῶν ὀρθοδόξων, μεμαθήκαμεν ἀκριβῶς. καὶ σφόδρα μὲν ἐπηινέ‐
30σαμεν τῆς εὐνοίας ὑμᾶς τῆς εἰς Χριστὸν καὶ ἀγάπης τῆς εἰς τὸ ὄνομα αὐτοῦ, κλαίοντες δὲ διατελοῦμεν καὶ παρακαλοῦντες τὸν τῶν ὅλων σωτῆρα Χριστὸν νῦν θραῦσαι τὴν τοῦ δια‐ βόλου παγίδα καὶ περιελεῖν τῶν ἐκκλησιῶν τὸ σκάνδαλον καὶ παῦσαι τὰς κατὰ τῆς δόξης αὐτοῦ δυσφημίας. ἐπειδὴ δέ ἐστι μακρόθυμος, καιρὸν μεταγνώσεως ἐπεδαψιλεύσατο τῶι
εὐλαβεστάτωι ἐπισκόπωι Νεστορίωι, σιωπώντων τέως πάντων ἐπ’ αὐτῶι καὶ περιμενόντων

1,1,5

13

ὅπερ ἦν ἅπασι δι’ εὐχῆς, τὸ μεταστῆναι μὲν αὐτὸν τῆς βεβήλου κενοφωνίας, φρονῆσαι δὲ μεθ’ ἡμῶν τὰ ὀρθὰ καὶ εἰκότα καὶ ταῖς θεοπνεύστοις συμβαίνοντα γραφαῖς ἑλέσθαι τε τὴν πίστιν τὴν παραδοθεῖσαν ἄνωθεν ταῖς ἐκκλησίαις παρά τε τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν, οἳ καὶ γεγόνασιν οἰκονόμοι γνήσιοι τῶν τοῦ Χριστοῦ μυστηρίων καὶ ἱερουργεῖν
5ἐτάχθησαν τὸ εὐαγγέλιον αὐτοῦ τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανόν. ἐπειδὴ δὲ μεμένηκεν ἐν τοῖς αὐτοῖς ἢ τάχα δή που καὶ ἐν χείροσι γέγονε, προστιθεὶς ἀεὶ δυσφημίας ἐπὶ δυσφη‐ μίαις καὶ ξένα καὶ ἀλλότρια παντελῶς ἐξηγούμενος δόγματα, ἃ μὴ οἶδεν ὅλως ἡ ἁγία καὶ καθολικὴ ἐκκλησία, ἐδικαιώσαμεν ὑπομνησθέντα τρίτωι γράμματι τούτωι δὴ τῶι πεμφθέντι παρά τε ἡμῶν καὶ τοῦ ὁσιωτάτου καὶ θεοσεβεστάτου ἀδελφοῦ ἡμῶν καὶ συλλειτουργοῦ
10Κελεστίνου τοῦ τῆς μεγάλης Ῥώμης ἐπισκόπου, εἰ μὲν ἕλοιτο μετανοῆσαι καὶ ἐφ’ οἷς εἴρηκε, δακρύσας ἀναθεματίσαι μὲν ἐγγράφως τὰ διεστραμμένα ἑαυτοῦ δόγματα, ὁμολογῆσαι δὲ ὀρθῶς καὶ ἀνεπιλήπτως τῆς καθολικῆς ἐκκλησίας τὴν πίστιν, μένειν αὐτὸν συγγνώμην αἰτοῦντα καὶ ἃ δεῖ μανθάνοντα, εἰ δὲ μὴ ἕλοιτο ταῦτα πρᾶξαι, ἀλλότριον αὐτὸν εἶναι καὶ ξένον τοῦ χοροῦ τῶν ἐπισκόπων καὶ τοῦ διδασκαλικοῦ ἀξιώματος. οὐ γάρ ἐστιν ἀκίν‐
15δυνον ἐν εἴδει ποιμένος λύκον ἐπαφεῖναι δεινὸν τοῖς τοῦ σωτῆρος ποιμνίοις. ἀνδρίζεσθε τοίνυν ὡς δοῦλοι θεοῦ καὶ φροντίσατε τῶν ἰδίων ψυχῶν, πάντα πράττοντες ὑπὲρ τῆς δόξης τοῦ Χριστοῦ καὶ ὅπως ἂν ἡ εἰς αὐτὸν πίστις ὀρθὴ καὶ ἀκαταίτιος κηρύττηται παν‐ ταχοῦ. τοῦτο γὰρ ἡμᾶς καὶ τῶν μετὰ ταῦτα κινδύνων ἀπαλλάξει καὶ ἐπὶ τοῦ θείου βήματος στεφάνων ἀξιωθῆναι παρασκευάσει, τῆς εἰς αὐτὸν ἀγάπης ἕνεκα σύμπαντας ἀπο‐
20δεχομένου τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίωι. ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί. ἐρρῶσθαι ὑμᾶς ἐν κυρίωι εὔχομαι, ἀγαπητοὶ καὶ ποθεινότατοι.
24Ἀναφορὰ Νεστορίου καὶ τῶν σὺν αὐτῶι ἐπισκόπων πρὸς τὸν βασιλέα περὶ τῶν πεπραγμέ‐
25νων παρὰ τῆι ἁγίαι συνόδωι, γραφεῖσα πρὸ τοῦ παραγενέσθαι ἐν Ἐφέσωι τὸν Ἀντιοχείας ἐπίσκοπον Εἰς τὴν Ἐφεσίων πόλιν συγκληθέντες ὑπὸ τῆς ὑμετέρας εὐσεβείας καὶ ἀνυπερθέτως παραγενόμενοι, ἐβουλήθημεν τοῖς εὐσεβέσιν ὑμῶν ἑπόμενοι γράμμασιν ἀναμεῖναι τοὺς παντα‐ χόθεν ἀφικνουμένους θεοφιλεστάτους ἐπισκόπους, μάλιστα δὲ τὸν ἁγιώτατον τῆς Ἀντιοχέων
30μεγαλοπόλεως καὶ τοὺς σὺν αὐτῶι θεοφιλεστάτους μητροπολίτας καὶ τοὺς ἀπὸ τῆς Ἰταλίας καὶ Σικελίας καὶ οὕτως κοινὸν ἁπάντων ποιῆσαι συνέδριον καὶ κοινῆι ψήφωι κυρῶσαι τῶν ἁγίων πατέρων τὴν πίστιν τῶν ἐν Νικαίαι συναθροισθέντων. καὶ γὰρ πολλαὶ μετ’ ἐκείνην γενόμεναι σύνοδοι οὐδὲν καινοτομῆσαι κατ’ ἐκείνης ἐτόλμησαν, ἀλλ’ ἐκείνηι πάντηι ἐμμένειν ἐνομοθέτησαν. ὡς δὲ εἴδομεν τοὺς ἀπ’ Αἰγύπτου δυσχεραίνοντας καὶ οἰομένους ἡμᾶς
35ἁπλῶς ἀναβολαῖς κεχρῆσθαι, ὑπεσχόμεθα συνεδρεύειν, ὁπόταν ὁ μεγαλοπρεπέστατος κόμης
τῶν καθωσιωμένων δομεστίκων Κανδιδιανὸς ἀπὸ τῆς ὑμετέρας εὐσεβείας τούτου χάριν

1,1,5

14

ἀποσταλεὶς συγκαλέσαι ἡμᾶς βουληθείη· ταῦτα δὲ καὶ αὐτῶι διὰ θεοφιλεστάτων ἐπισκόπων ἐδηλώσαμεν. ἐπειδὴ δὲ ἔγνω αὐτοῦ ἡ μεγαλοπρέπεια καὶ τὸν ἁγιώτατον Ἰωάννην τὸν τῆς Ἀντιοχέων μεγαλοπόλεως ἐπίσκοπον καὶ τοὺς σὺν αὐτῶι πλησίον ὄντας (τοῦτο γὰρ αὐτῶι οἱ ἀποσταλέντες ὑπ’ αὐτοῦ ἐδήλωσαν μαγιστριανοί), καὶ ἄλλοι δὲ ἠγγέλθησαν ἐκ τῆς
5Δύσεως θεοφιλέστατοι ἐπίσκοποι, παρηγγύησεν ἅπασιν ἀναμεῖναι πάντων τὴν παρουσίαν κατὰ τὰ δόξαντα τῆι εὐσεβεῖ ὑμῶν κορυφῆι. καὶ ἡμεῖς μὲν τὴν ἡσυχίαν ἠγαπήσαμεν εἴξαντες τοῖς γραφεῖσιν ὑπὸ τῆς ὑμετέρας εὐσεβείας· Αἰγύπτιοι δὲ καὶ Ἀσιανοὶ οὔτε τὸ κοινῆι συμφέρον ταῖς ἐκκλησίαις λογισάμενοι οὔτε τὸν εἰρηνικὸν καὶ ἔννομον τῆς ὑμετέρας εὐσεβείας σκοπὸν ἀποδεξάμενοι, μᾶλλον δὲ καὶ τοὺς ἐκκλησιαστικοὺς καὶ τοὺς βασιλικοὺς
10θεσμοὺς πατήσαντες ἔφυγον μὲν τὴν ἀκόλουθον καὶ σύμφωνον τῆς πίστεως ὁμολογίαν, ῥῆξαι δὲ ἴσως τὸ ἐκκλησιαστικὸν ἐθελήσαντες σῶμα καθ’ ἑαυτοὺς συνηθροίσθησαν, ἀλλό‐ τρια τῆς τε ἐκκλησιαστικῆς ἀκολουθίας ἐργαζόμενοι καὶ τῶν ἀρτίως γραφέντων παρὰ τῆς ὑμετέρας εὐσεβείας γραμμάτων. μίαν γὰρ παρὰ πάντων σύμφωνον ἐκτεθῆναι πίστιν ἐν τοῖς ὑπὸ τῆς ὑμετέρας εὐσεβείας ἀποσταλεῖσι διηγορεύσατε γράμμασι πρόσφορον τοῖς τε
15εὐαγγελικοῖς καὶ ἀποστολικοῖς γράμμασι καὶ τοῖς τῶν ἁγίων πατέρων δόγμασιν. ἀλλ’ οὐδὲν τούτων λογισάμενοι οἱ προειρημένοι καθ’ αὑτοὺς μὲν ἔπραξαν ἃ ἔπραξαν, ἃ παρὰ πάντων τὸ ὑμέτερον εἴσεται κράτος· τοὺς δὲ σὺν αὐτοῖς στασιώτας εἰς τὴν ἀγορὰν διασπείραντες συγχύσεως τὴν πόλιν ἐνέπλησαν, τὰς οἰκίας ἡμῶν περιόντες δημοσίαι, ἐπιόν‐ τες τὸ κοινὸν ἡμῶν συνέδριον 〈καὶ〉 διαταράττοντες, ἀνήκεστα ἄττα ἀπειλοῦντες, Μέμνονος
20τοῦ ἐπισκόπου ἐξάρχου τῆς στάσεως γενομένου καὶ τὰς μὲν ἁγίας ἐκκλησίας καὶ τὰ ἅγια μαρτύρια καὶ τὸ ἅγιον Ἀποστόλιον ἡμῖν ἀποκλείσαντος, ἵνα μηδὲ προσφυγεῖν ἐλαυνόμενοι δυνηθῶμεν, ἐκείνοις δὲ τὴν μεγάλην ἐκκλησίαν ἀνοίξαντος καὶ συνεδρεύειν ἐκεῖ παρασκευά‐ σαντος καὶ πᾶσιν ἡμῖν θάνατον ἀπειλήσαντος. δεόμεθα οὖν τῆς ὑμετέρας εὐσεβείας καὶ ἀντιβολοῦμεν καὶ ἱκετεύομεν, ἐπειδὴ τοῖς τῆς ὑμετέρας φιλοχρίστου κορυφῆς γράμμασιν
25εἴξαντες τὴν Ἐφεσίων κατελάβομεν, ἀγνοοῦντες τὰς βαρβαρικὰς ταύτας ἐφόδους, κελεῦσαι ἡμᾶς ἢ ἀνεπηρεάστους φυλαχθῆναι καὶ ἐννόμως τὸ συνέδριον γενέσθαι, μηδενὸς τῶν κλη‐ ρικῶν ἢ τῶν μοναζόντων μήτε τῶν ἡμετέρων μήτε τῶν Αἰγυπτίων ἐπεισιόντος τῶι συνε‐ δρίωι μήτε τινὸς τῶν ἀκλήτως ἐληλυθότων ἐπισκόπων ἐπὶ ταραχῆι τῆς ἁγίας συνόδου, δύο δὲ σὺν τῶι μητροπολίτηι ἀφ’ ἑκάστης ἐπαρχίας τοὺς ἐκκρίτους καὶ δυναμένους τὰ
30τοιαῦτα εἰδέναι ζητήματα εἰς τὸ συνέδριον συνεισελθεῖν καὶ μετ’ εἰρήνης καὶ συμφωνίας τὴν τῶν ἁγίων πατέρων βεβαιῶσαι πίστιν ἢ κελεῦσαι ἡμᾶς ἀκινδύνως τὰ οἰκεῖα καταλαβεῖν· ἀπειλοῦσι γὰρ καὶ αὐτῆς τῆς ζωῆς ἡμᾶς ἀποστερεῖν. Καὶ εἰσὶν οἱ ὑπογράψαντες Νεστόριος ἐπίσκοπος Κωνσταντινουπόλεως
35Φρίτιλας ἐπίσκοπος Ἡρακλείας τῆς Θράικης

1,1,5

15

Ἑλλάδιος ἐπίσκοπος Ταρσοῦ Δεξιανὸς ἐπίσκοπος Σελευκείας τῆς Ἰσαυρίας Ἱμέριος ἐπίσκοπος Νικομηδείας Ἀλέξανδρος ἐπίσκοπος Ἀπαμείας μητροπόλεως
5Εὐθήριος ἐπίσκοπος Τυάνων Βασίλειος ἐπίσκοπος Θεσσαλίας Μάξιμος ἐπίσκοπος Ἀναζαρβοῦ Ἀλέξανδρος ἐπίσκοπος Ἱερᾶς πόλεως Εὐφρατησίας Δωρόθεος ἐπίσκοπος Μαρκιανουπόλεως τῆς Μυσίας
16Ἐπίλυσις τῶν δώδεκα κεφαλαίων ῥηθεῖσα ἐν Ἐφέσωι ὑπὸ Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξαν‐ δρείας, τῆς ἁγίας συνόδου ἀξιωσάσης αὐτὸν σαφέστερον αὐτοῖς ἐκτρανωθῆναι τὴν τούτων λύσιν Πάντα ἐνώπια τοῖς συνιοῦσιν καὶ ὀρθὰ τοῖς εὑρίσκουσιν γνῶσιν
20κατὰ τὸ γεγραμμένον. οἳ μὲν γὰρ ὀξεῖ τε καὶ καθαρῶι διανοίας ὄμματι τοῖς ἱεροῖς τῆς θεοπνεύστου γραφῆς περιτυγχάνοντες λόγοις τὸ ἐξ αὐτῶν ὄφελος θεῖον ὥσπερ τινὰ καὶ οὐράνιον θησαυρὸν ταῖς ἑαυτῶν εἰσοικίζουσιν ψυχαῖς· οἳ δὲ τὸν νοῦν ἔχοντες τῶι ψεύδει προσνενευκότα καὶ τῆς τινων ἀθυροστομίας ἡττώμενον καὶ βεβήλου γνώσεως ἐραστὴν ἐκείνων ἔσονται κοινωνοὶ περὶ ὧν ὁ μακάριος γράφει Παῦλος· ἐν οἷς ὁ θεὸς τοῦ
25αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστο. τυφλώττουσιν γὰρ καί εἰσιν ὁδηγοὶ τυφλῶν· τοιγάρτοι καὶ τοῖς τῆς ἀπωλείας ἐμπίπτουσιν βόθροις. ὡς γὰρ αὐτός πού φησιν ὁ σωτήρ, τυφλὸς τυφλὸν ἐὰν ὁδηγῆι, ἀμφότεροι εἰς βόθρον ἐμπεσοῦνται. καταφλυαροῦσιν τοίνυν τινὲς τῶν τῆς ἀληθείας δογμάτων καὶ δὴ καὶ
30σκαιότητος διαβολικῆς τὸν οἰκεῖον ἐμπλήσαντες νοῦν παραχαράττειν ἐπείγονται τὸ τῆς

1,1,5

16

εὐσεβείας μυστήριον καὶ τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ μονογενοῦς οὐ μετρίαν ποιοῦνται τὴν κατάρρησιν, μὴ νοοῦντες μήτε ἃ λέγουσιν μήτε περὶ τίνων διαβεβαιοῦν‐ ται κατὰ τὸ γεγραμμένον. εὑρεταὶ δὲ τῆς τοιαύτης ἀσεβείας γεγόνασιν πολλοὶ μὲν καὶ ἕτεροι κατὰ τοὺς ἄνωθεν ἔτι καὶ παρωιχηκότας καιρούς, νυνὶ δὲ τῆς ἐκείνων ἀνοσιότητος
5οὐδὲν ἀποδέοντες Νεστόριος καὶ οἱ σὺν αὐτῶι, κατὰ τοὺς ἀρχαίους ἐκείνους Φαρισαίους ἀντανιστάμενοι τῶι Χριστῶι καὶ ἀναίδην ἀνακεκραγότες· διὰ τί σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν; ἦν οὖν ἀναγκαῖον καὶ ἡμᾶς αὐτοὺς τοῖς παρ’ ἐκείνων ἀνταποδύ‐ σασθαι λόγοις ἀναθεματίσαι τε αὐτῶν τὰ μιαρὰ καὶ βέβηλα δόγματα, μεμνημένους θεοῦ λέγοντος διὰ φωνῆς προφήτου ἱερεῖς ἀκούσατε καὶ ἐπιμαρτύρασθε τῶι οἴκωι
10Ἰακώβ, λέγει κύριος παντοκράτωρ καὶ πάλιν πορεύεσθε διὰ τῶν πυλῶν μου καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαρρίψατε. δεῖ γὰρ ἡμᾶς τῶν τῆς ἀληθείας ὑπεραθλοῦντας δογμάτων ἐκ μέσου ποιεῖσθαι τὰ σκάνδαλα, ὡς ἂν κατ’ οὐδένα τρόπον αὐτοῖς προσπταίοντες οἱ λαοὶ διὰ λείας ὥσπερ ἔρχοιντο τρίβου πρὸς τὰς ἱεράς τε καὶ θείας αὐλάς, μόνον οὐχὶ καὶ ἐφ’ ἑκάστης λέγοντες· αὕτη ἡ πύλη τοῦ κυρίου, δίκαιοι
15εἰσελεύσονται ἐν αὐτῆι. Νεστορίου τοίνυν ξένων τε καὶ ἀνοσίων δυσφημιῶν ὄχλον τοῖς ἰδίοις ἐνθέντος βιβλίοις, ἀναγκαίως τῆς τῶν ἐντευξομένων αὐτοῖς σωτηρίας φροντίζοντες, συντεθείκαμεν ἀναθεματισμούς, οὐ τὸ εἰς νοῦν ἧκον ἁπλῶς ἐνθέντες τῆι γραφείσηι πρὸς αὐτὸν παραινετικῆι ἐπιστολῆι, ἀλλ’ ὡς ἔφημεν ἀρτίως, ξένα καὶ ἀλλότρια τῶν τῆς εὐσεβείας δογμάτων ἀποφαίνοντες τῆς ἐκείνου φρενοβλαβείας τὰ εὑρήματα.
20ἐπασχάλλουσι δὲ τάχα πού τινες τοῖς παρ’ ἡμῶν λόγοις, ἢ μὴ συνιέντες ἀληθῶς τῶν γεγραμμένων τὴν δύναμιν ἢ τῆς Νεστορίου μιαρᾶς αἱρέσεως ὑπασπισταὶ γεγονότες καὶ μεριζόμενοι τὴν ἀσέβειαν καὶ τὰ αὐτὰ φρονοῦντες ἐκείνωι. λανθάνει μὲν οὖν οὐδένα τῶν ὀρθὰ φρονεῖν εἰωθότων τὸ ἀληθές· ἐπειδὴ δὲ εἰκὸς ταῖς παρ’ ἐκείνων εὑρεσιλογίαις παρενηνεγμένους μὴ συνιέναι τινὰς ὅπως τε καὶ τίνα τρόπον γεγόνασιν, δεῖν ὠιήθην ἕκαστον
25τῶν ἀναθεματισμῶν ἑρμηνεῦσαι διὰ βραχέων καὶ τὴν δύναμιν αὐτῶν ὡς ἔνι καλῶς ἀφη‐ γήσασθαι. ἔσται γάρ, ὥς γε οἶμαι, τὸ χρῆμα τοῖς ἐντυγχάνουσιν οὐκ ἀσυντελὲς εἰς ὄνησιν. Ἀναθεματισμὸς α Εἴ τις οὐχ ὁμολογεῖ θεὸν εἶναι κατὰ ἀλήθειαν τὸν Ἐμμανουὴλ καὶ διὰ τοῦτο θεοτόκον τὴν
30ἁγίαν παρθένον (γεγέννηκεν γὰρ σαρκικῶς σάρκα γεγονότα τὸν ἐκ θεοῦ λόγον), ἀνάθεμα ἔστω.

1,1,5

17

Ἐπίλυσις α Οἱ μακάριοι πατέρες οἱ κατὰ καιροὺς ἐν τῆι Νικαέων πόλει συναγηγερμένοι καὶ τὸν τῆς ὀρθῆς καὶ ἀδιαβλήτου πίστεως ὅρον ἐκτιθέμενοι πιστεύειν ἔφασαν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητὴν καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν
5τὸν υἱὸν αὐτοῦ καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, αὐτὸν λέγοντες τὸν ἐκ θεοῦ πατρὸς πεφηνότα λόγον τὸν δι’ οὗ τὰ πάντα, τὸ φῶς τὸ ἐκ τοῦ φωτός, τὸν θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, σαρκωθῆναί τε καὶ ἐνανθρωπῆσαι, παθεῖν καὶ ἀναστῆναι. θεὸς γὰρ ὢν κατὰ φύσιν ὁ μονογενὴς τοῦ θεοῦ λόγος σπέρματος Ἁβραὰμ ἐπελάβετο, καθά φησιν ὁ μακάριος Παῦλος, καὶ παραπλησίως ἡμῖν μετέσχεν αἵματος καὶ σαρκός· γεγέννηται γὰρ κατὰ σάρκα ἐκ τῆς
10ἁγίας παρθένου καὶ ἄνθρωπος πέφηνε καθ’ ἡμᾶς, οὐκ ἀπολισθήσας τοῦ εἶναι θεός, μὴ γένοιτο· ἀλλ’ ὢν ὅπερ ἦν, καὶ μεμενηκὼς ἐν τῆι τῆς θεότητος φύσει τε καὶ δόξηι. φαμὲν οὖν αὐτὸν ἄνθρωπον γεγενῆσθαι, οὐ τροπὴν ὑπομείναντα τὴν εἰς ὅπερ οὐκ ἦν, οὐκ ἀλλοίωσιν (ἀεὶ γάρ ἐστιν ὁ αὐτὸς καὶ τροπῆς ἀποσκίασμα παθεῖν οὐκ ἀνέχεται), ἀλλ’ οὐδὲ φυρμὸν ἢ ἀνάχυσιν ἢ σύγκρασιν τῆς οὐσίας αὐτοῦ πρὸς τὴν σάρκα γεγενῆσθαι διοριζόμεθα. φαμὲν
15δὲ σαρκὶ ψυχὴν ἐχούσηι τὴν λογικὴν ἡνῶσθαι τὸν λόγον ὑπὲρ νοῦν τε καὶ ἀπορρήτως καὶ ὡς μόνος οἶδεν αὐτός. οὐκοῦν μεμένηκε θεὸς καὶ ἐν προσλήψει σαρκὸς καί ἐστιν εἷς υἱὸς τοῦ θεοῦ καὶ πατρὸς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ αὐτὸς καὶ πρὸ παντὸς αἰῶνος καὶ χρόνου καθὸ νοεῖται λόγος καὶ ἀπαύγασμα τῆς ὑποστάσεως αὐτοῦ, καὶ ἐν ἐσχάτοις και‐ ροῖς οἰκονομικῶς ἄνθρωπος δι’ ἡμᾶς. ἐπειδὴ δὲ ἀναιροῦσιν τινὲς τὴν κατὰ σάρκα
20γέννησιν αὐτοῦ τὴν ἐκ τῆς ἁγίας παρθένου γεγενημένην ἐπὶ σωτηρίαι τῶν ὅλων, οὐκ εἰς ἀρχὴν τοῦ εἶναι θεὸν καλοῦσαν αὐτόν, ἀλλ’ ἵνα ἡμᾶς ἀπαλλάξηι θανάτου καὶ φθορᾶς γεγονὼς καθ’ ἡμᾶς, ταύτης ἕνεκα τῆς αἰτίας ὁ πρῶτος ἡμῖν ἀναθεματισμὸς κατακέκραγε μὲν τῆς ἐκείνων κακοπιστίας, τὸ δὲ ὀρθῶς ἔχον ὁμολογεῖ, θεὸν εἶναι λέγων κατὰ ἀλήθειαν τὸν Ἐμμανουὴλ καὶ διὰ τοῦτο θεοτόκον τὴν ἁγίαν παρθένον.
25Ἀναθεματισμὸς β Εἴ τις οὐχ ὁμολογεῖ σαρκὶ καθ’ ὑπόστασιν ἡνῶσθαι τὸν ἐκ θεοῦ πατρὸς λόγον ἕνα τε εἶναι Χριστὸν μετὰ τῆς ἰδίας σαρκός, τὸν αὐτὸν δηλονότι θεόν τε ὁμοῦ καὶ ἄνθρωπον, ἀνάθεμα ἔστω. Ἐπίλυσις
30Ὁ θεσπέσιος γράφει Παῦλος ὁ τῶν θείων μυστηρίων ἱερουργός· ὁμολογουμένως
μέγα ἐστὶν τὸ τῆς εὐσεβείας μυστήριον· ὃς ἐφανερώθη ἐν σαρκ, ἐδι‐

1,1,5

18

καιώθη ἐν πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμωι, ἀνελήφθη ἐν δόξηι. τί οὖν ἐστιν τὸ ἐφανερώθη ἐν σαρκ; τουτέστιν γέγονεν σὰρξ ὁ ἐκ θεοῦ πατρὸς λόγος, οὐ κατὰ μετάστασιν ἢ τροπὴν τῆς ἑαυτοῦ φύσεως, ὡς ἤδη προείπομεν, ἰδίαν δὲ μᾶλλον ποιησάμενος σάρκα τὴν ἐκ τῆς ἁγίας παρθένου εἷς τε
5καὶ ὁ αὐτὸς χρηματίζων υἱός, πρὸ μὲν τῆς ἐνανθρωπήσεως ὡς ἄσαρκος ἔτι λόγος, μετὰ δὲ τὴν ἐνανθρώπησιν ὁ αὐτὸς ἐνσώματος. ταύτηι τοι φαμὲν τὸν αὐτὸν ὑπάρχειν θεόν τε ὁμοῦ καὶ ἄνθρωπον, οὐ διιστάντες εἰς ἄνθρωπον ἰδικῶς καὶ ἀνὰ μέρος κείμενον τὴν ἐπ’ αὐτῶι θεωρίαν καὶ εἰς θεὸν λόγον ἰδικῶς, ἵνα μὴ δύο νοῶμεν υἱούς, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν ὁμολογοῦντες ὑπάρχειν Χριστὸν καὶ υἱὸν καὶ κύριον. τοὺς δὲ μὴ οὕτως ἔχειν
10ὑπειληφότας ἢ γοῦν πιστεύειν ἐθέλοντας, διορίζοντας δὲ εἰς υἱοὺς δύο τὸν ἕνα καὶ διιστάντας ἀπ’ ἀλλήλων τὰ ἡνωμένα κατὰ ἀλήθειαν, φάσκοντας δὲ κατὰ μόνην τὴν ἀξίαν ἤτοι αὐθεντίαν ἀνθρώπου γενέσθαι συνάφειαν πρὸς θεὸν τῆς ὀρθῆς καὶ ἀμωμήτου πίστεως ἀλλοτρίους εἶναι φαμέν, ὥστε κἂν ἀπόστολος ὀνομάζηται κἂν κεχρῖσθαι λέγηται καὶ εἰς υἱὸν ὡρίσθαι θεοῦ, οὐκ αἰσχυνόμεθα τὴν οἰκονομίαν, αὐτὸν δὲ φαμὲν τὸν ἐκ θεοῦ πατρὸς λόγον, ὅτε
15καθ’ ἡμᾶς γέγονεν ἄνθρωπος, ὠνομάσθαι δὴ τότε καὶ ἀπόστολον, κεχρῖσθαι δὲ μεθ’ ἡμῶν κατὰ τὸ ἀνθρώπινον. ὁ γὰρ γεγονὼς καθ’ ἡμᾶς, εἰ καὶ μεμένηκεν ὅπερ ἦν, οὐ παραι‐ τήσεται τὰ ἡμῶν, προσίεται δὲ μᾶλλον ὁμοῦ τοῖς τῆς ἀνθρωπότητος μέτροις τὰ ἀνθρώπινα διὰ τὴν οἰκονομίαν, οὐδὲν ἐντεῦθεν εἰς οἰκείαν ἀδικούμενος δόξαν ἢ φύσιν. ἔστιν γὰρ ἔστιν καὶ οὕτω θεὸς καὶ τῶν ὅλων κύριος.
20Ἀναθεματισμὸς γ Εἴ τις ἐπὶ τοῦ ἑνὸς Χριστοῦ διαιρεῖ τὰς ὑποστάσεις μετὰ τὴν ἕνωσιν, μόνηι συνάπτων αὐτὰς συναφείαι τῆι κατὰ τὴν ἀξίαν ἢ γοῦν αὐθεντίαν καὶ οὐχὶ δὴ μᾶλλον συνόδωι τῆι καθ’ ἕνωσιν φυσικήν, ἀνάθεμα ἔστω. Ἐπίλυσις
25 Τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ μονογενοῦς πολυπραγμονοῦντες τὸ μυστήριον, παρα‐ δόξως τε καὶ ἀπορρήτως ἡνῶσθαι φαμὲν ἁγίωι σώματι ψυχὴν ἔχοντι λογικὴν τὸν ἐκ θεοῦ πατρὸς λόγον ἕνα τε οὕτω νοοῦμεν υἱόν, καθάπερ ἀμέλει καὶ ἐφ’ ἡμῶν αὐτῶν ἔξεστιν ἰδεῖν ἑτεροφυᾶ μὲν τῶι σώματι τὴν ψυχήν, πλὴν εἰς ἓν ἄμφω ζῶιον συντεθειμένα. ἀλλ’ οὐχ
οὕτω ταῦτ’ ἔχειν ὑπονοοῦσιν τινές, ἄνθρωπον δὲ ἱστάντες ἡμῖν ἀνὰ μέρος καὶ ἰδικῶς

1,1,5

19

συνῆφθαί φασιν αὐτὸν τῶι ἐκ θεοῦ πατρὸς φύντι λόγωι κατὰ μόνην τὴν ἀξίαν ἢ γοῦν αὐθεντίαν, οὐ καθ’ ἕνωσιν φυσικήν, τουτέστιν ἀληθῆ, καθάπερ ἡμεῖς πιστεύομεν· οὕτω γάρ πού φησιν καὶ ἡ θεία γραφή· καὶ ἦμεν τέκνα φύσει ὀργῆς ὡς καὶ οἱ λοιπο, τὸ φύσει ἀντὶ τοῦ ἀληθῶς λαμβάνουσα. οἱ διαιροῦντες τοίνυν τὰς ὑποστάσεις μετὰ τὴν
5ἕνωσιν καὶ ἀνὰ μέρος τιθέντες ἑκατέραν, τουτέστιν ἄνθρωπον καὶ θεόν, ἐπινοοῦντες δὲ συνάφειαν αὐτοῖς τὴν κατά γε μόνην τὴν ἀξίαν, δύο που πάντως ἱστῶσιν υἱούς, καίτοι τῆς θεοπνεύστου γραφῆς ἕνα λεγούσης υἱὸν καὶ κύριον, ὥστε μετὰ τὴν ἄρρητον ἕνωσιν, κἂν θεὸν ὀνομάσηις τὸν Ἐμμανουήλ, σαρκωθέντα καὶ ἐνανθρωπήσαντα νοοῦμεν ἡμεῖς τὸν ἐκ θεοῦ πατρὸς λόγον· κἂν ἄνθρωπον εἴπηις, οὐδὲν ἧττον ἐκεῖνον αὐτὸν ἐν τοῖς τῆς ἀν‐
10θρωπότητος μέτροις καθιγμένον οἰκονομικῶς ἐπιγινώσκομεν. γεγονέναι δὲ φαμὲν ἁπτὸν τὸν ἀναφῆ, ὁρατὸν τὸν ἀόρατον· οὐ γὰρ ἦν ἀλλότριον αὐτοῦ τὸ ἑνωθὲν αὐτῶι σῶμα, ὃ καὶ ἁπτὸν εἶναι φαμὲν καὶ ὁρατόν. τοὺς δὲ μὴ οὕτω πιστεύοντας, διιστάντας δέ, ὡς ἔφην, τὰς ὑποστάσεις μετὰ τὴν ἕνωσιν καὶ ψιλὴν αὐταῖς συνάφειαν ἐπινοοῦντας κατὰ μόνην τὴν ἀξίαν ἢ γοῦν αὐθεντίαν, ἀλλοτριοῖ τῶν ὀρθὰ φρονεῖν εἰωθότων ὁ προκείμενος
15ἀναθεματισμός. Ἀναθεματισμὸς δ Εἴ τις προσώποις δυσὶν ἢ γοῦν ὑποστάσεσιν τάς τε ἐν τοῖς εὐαγγελικοῖς καὶ ἀποστο‐ λικοῖς συγγράμμασιν διανέμει φωνὰς ἢ ἐπὶ Χριστῶι παρὰ τῶν ἁγίων λεγομένας ἢ παρ’ αὐτοῦ περὶ ἑαυτοῦ καὶ τὰς μὲν ὡς ἀνθρώπωι παρὰ τὸν ἐκ θεοῦ λόγον ἰδικῶς νοουμένωι
20προσάπτει, τὰς δὲ ὡς θεοπρεπεῖς μόνωι τῶι ἐκ θεοῦ πατρὸς λόγωι, ἀνάθεμα ἔστω. Ἐπίλυσις Ἐν μορφῆι καὶ ἰσότητι τοῦ θεοῦ καὶ πατρὸς ὑπάρχων ὁ ἐξ αὐτοῦ λόγος οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῶι, καθὰ γέγραπται, καθῆκε δὲ μᾶλλον ἑαυτὸν εἰς ἑκούσιον κένωσιν καὶ καταπεφοίτηκεν ἐθελοντὴς ἐν τοῖς καθ’ ἡμᾶς, οὐ μεθεὶς τὸ εἶναι
25ὅ ἐστιν, μεμενηκὼς δὲ καὶ οὕτω θεὸς καὶ τὸ τῆς ἀνθρωπότητος οὐκ ἀτιμάσας μέτρον. πάντα τοίνυν αὐτοῦ τὰ θεοπρεπῆ καὶ τὰ ἀνθρώπινα. ποῦ γὰρ ἔτι κεκένωκεν ἑαυτόν, εἰ τοῖς τῆς ἀνθρωπότητος μέτροις ἐπηρυθρία; καὶ εἰ παραιτοῖτο τὰ ἀνθρώπινα, τίς ὁ κατω‐
θήσας αὐτὸν ὡς ἐξ ἀνάγκης καὶ βίας εἰς τὸ γενέσθαι καθ’ ἡμᾶς; πάσας τοίνυν τὰς ἐν

1,1,5

20

τοῖς εὐαγγελίοις φωνάς, τάς τε ἀνθρωπίνας καὶ μὴν καὶ τὰς θεοπρεπεῖς, ἑνὶ προσώπωι προσάψομεν, ἐπειδὴ καὶ ἕνα πιστεύομεν υἱὸν εἶναι Χριστὸν Ἰησοῦν, τουτέστιν ἐνανθρωπή‐ σαντα καὶ σεσαρκωμένον τὸν τοῦ θεοῦ λόγον· ὥστε κἂν λέγηι τι τῶν ἀνθρωπίνων, τοῖς τῆς ἀνθρωπότητος αὐτοῦ μέτροις καταλογιούμεθα τὰ ἀνθρώπινα (αὐτοῦ γὰρ πάλιν καὶ τὸ
5ἀνθρώπινον) κἂν ὡς θεὸς διαλέγηται, θεὸν εἶναι πιστεύοντες τὸν ἐνανθρωπήσαντα, πάλιν ὡς ἑνὶ Χριστῶι καὶ υἱῶι τὰς ὑπὲρ ἀνθρώπου φύσιν προσνεμοῦμεν φωνάς. οἱ δὲ διιστάντες εἰς δύο πρόσωπα δύο που πάντως ἐπινοοῦσιν υἱούς. ὥσπερ γὰρ τὸν καθ’ ἡμᾶς ἄνθρωπον οὐκ εἰς δύο πρόσωπα διαιρεῖσθαι θέμις, κἂν εἰ ἐκ ψυχῆς νοοῖτο καὶ σώ‐ ματος, ἀλλ’ εἷς ἐστιν καὶ ὁ αὐτὸς ἄνθρωπος, οὕτω καὶ ἐπὶ τοῦ Ἐμμανουήλ· ἐπειδήπερ εἷς
10ἐστιν υἱὸς καὶ κύριος ὁ σεσαρκωμένος καὶ ἐνανθρωπήσας τοῦ θεοῦ λόγος, ἓν αὐτοῦ πάν‐ τως ἐστὶν καὶ πρόσωπον, καὶ αὐτῶι προσνεμοῦμεν τά τε ἀνθρώπινα διὰ τὴν οἰκονομίαν τὴν μετὰ σαρκὸς καὶ μὴν καὶ τὰ θεῖα διά τοι τὴν ἐκ θεοῦ καὶ πατρὸς ἀπόρρητον γέννησιν. οἱ δὲ διιστάντες καὶ ἀπομερίζοντες εἰς ἄνθρωπον ἰδικῶς, ὡς ἕτερον ὄντα υἱὸν παρὰ τὸν ἐκ θεοῦ λόγον, καὶ εἰς θεὸν ἰδικῶς, ὡς ἕτερον ὄντα υἱόν, δύο λέγοντες υἱούς, ὑποφέρονται
15δικαίως τῆι δυνάμει τοῦ προκειμένου ἀναθεματισμοῦ. Ἀναθεματισμὸς ε Εἴ τις τολμᾶι λέγειν θεοφόρον ἄνθρωπον τὸν Χριστὸν καὶ οὐχὶ δὴ μᾶλλον θεὸν εἶναι κατὰ ἀλήθειαν ὡς υἱὸν ἕνα καὶ φύσει, καθὸ γέγονε σὰρξ ὁ λόγος καὶ κεκοινώνηκεν παρα‐ πλησίως ἡμῖν αἵματος καὶ σαρκός, ἀνάθεμα ἔστω.
20Ἐπίλυσις Σάρκα γενέσθαι φησὶν ὁ θεσπέσιος εὐαγγελιστὴς Ἰωάννης τὸν τοῦ θεοῦ λόγον, οὐ κατὰ μετάστασιν ἢ τροπὴν τῆς ἰδίας φύσεως εἰς σάρκα μεταπεποιημένον, καθάπερ ἤδη προείπομεν (ἔχει γὰρ τὸ ἀναλλοίωτον ὡς θεός), ἀλλ’ ὅτι κεκοινώνηκεν παραπλησίως ἡμῖν αἵματος καὶ σαρκὸς καὶ γέγονεν ἄνθρωπος. ἔθος γὰρ τῆι θεοπνεύστωι γραφῆι σάρκα
25τὸν ἄνθρωπον ὀνομάζειν· γέγραπται γὰρ ὅτι ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεο. ἀλλ’ οἱ τῶν ἀνοσίων δογμάτων εὑρεταί, Νεστόριός τε καὶ οἱ σὺν αὐτῶι ἤτοι οἱ τὰ αὐτὰ φρονοῦντες ἐκείνωι ὑποκρίνονται μὲν ὁμολογεῖν τὴν τοῦ σεσαρκῶσθαι φωνήν, οὐ μὴν ἔτι καὶ σαρκωθῆναί φασιν κατὰ ἀλήθειαν τὸν τοῦ θεοῦ λόγον, τουτέστιν ἄνθρωπον
γενέσθαι καθ’ ἡμᾶς μετὰ τοῦ μεῖναι ὃ ἦν, ἀλλὰ γὰρ ὡς εἰς ἄνθρωπον τῶν ἁγίων ἕνα τὸν

1,1,5

21

ἐκ τῆς ἁγίας παρθένου γεγεννημένον κατοικῆσαι διισχυρίζονται τὸν μονογενῆ τοῦ θεοῦ λόγον, ἵνα μηκέτι Χριστὸς εἷς ὁμολογῆται καὶ υἱὸς καὶ κύριος καὶ προσκυνητός, ἀλλ’ ὡς ἄνθρωπος ἰδικῶς καὶ κατὰ μόνας νοούμενος μόνηι συναφείαι τῆι κατὰ τὴν ἑνότητα τῆς ἀξίας τετιμημένος συμπροσκυνῆται καὶ συνδοξάζηται. κατοικεῖ μὲν γὰρ ἐν ἡμῖν ὁ τῶν
5ὅλων θεὸς διὰ τοῦ ἁγίου πνεύματος. καὶ γοῦν πάλαι μὲν ἔφασκεν δι’ ἑνὸς τῶν ἁγίων προφητῶν ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν θεὸς καὶ αὐτοὶ ἔσονταί μοι λαός. γράφει δὲ καὶ ὁ μακάριος Παῦλος· οὐκ οἴδατε ὅτι ναὸς θεοῦ ἐστὲ καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν; ἔφη δὲ καὶ αὐτὸς ὁ Χριστὸς περὶ τῶν ἁγίων προφητῶν ἤτοι τῶν προγεγονότων δικαίων· εἰ
10ἐκείνους εἶπεν θεούς, πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο, ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι βλασφημεῖς, ὅτι εἶπον· υἱὸς τοῦ θεοῦ εἰμ; ἀλλ’ οὐχ ὥσπερ ἐν ἡμῖν οἰκεῖ θεός, οὕτω καὶ ἐν Χριστῶι· θεὸς γὰρ ἦν φύσει, πεφηνὼς καθ’ ἡμᾶς, εἷς τε καὶ μόνος υἱὸς καὶ ὅτε γέγονε σάρξ. οἱ τοίνυν τολμῶντες λέγειν θεοφόρον ἄνθρωπον ὑπάρχειν αὐτὸν καὶ οὐχὶ δὴ
15μᾶλλον ἐνανθρωπήσαντα θεὸν ὑποπίπτουσιν ἀναγκαίως τῶι προκειμένωι ἀναθεματισμῶι. Ἀναθεματισμὸς ϛ Εἴ τις λέγει θεὸν ἢ δεσπότην εἶναι τοῦ Χριστοῦ τὸν ἐκ θεοῦ πατρὸς λόγον καὶ οὐχὶ δὴ μᾶλλον τὸν αὐτὸν ὁμολογεῖ θεόν τε ὁμοῦ καὶ ἄνθρωπον, ὡς γεγονότος σαρκὸς τοῦ. λόγου κατὰ τὰς γραφάς, ἀνάθεμα ἔστω.
20Ἐπίλυσις Ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἷς τε καὶ μόνος καὶ κατὰ ἀλήθειαν υἱὸς ὑπάρχων τοῦ θεοῦ καὶ πατρὸς γέγονεν σάρξ, ὁ λόγος, καὶ κατάρχει τῶν ὅλων ὁμοῦ τῶι ἰδίωι γεννή‐ τορι κάμπτει τε αὐτῶι πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ ἐξομολογεῖται πᾶσα γλῶσσα ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ
25πατρός. ἔστιν τοίνυν αὐτὸς κύριος μὲν τῶν ὅλων καθὸ νοεῖται καὶ ἔστιν θεός, εἰ καὶ μὴ δίχα σαρκὸς μετὰ τὴν ἐνανθρώπησιν, αὐτὸς δὲ ἑαυτοῦ οὔτε θεὸς οὔτε δεσπότης. καὶ γάρ ἐστιν τῶν ἀτοπωτάτων, μᾶλλον δὲ δυσσεβείας ἁπάσης ἐπίμεστον ἀληθῶς τὸ οὕτω
φρονεῖν ἢ λέγειν. εἰκότως οὖν ἐπ’ αὐτῶι δὴ τούτωι γέγονεν ὁ προκείμενος ἀναθεματισμός.

1,1,5

22

Ἀναθεματισμὸς ζ Εἴ τίς φησιν ὡς ἄνθρωπον ἐνηργῆσθαι παρὰ τοῦ θεοῦ λόγου τὸν Ἰησοῦν καὶ τὴν τοῦ μονογενοῦς εὐδοξίαν περιῆφθαι ὡς ἑτέρωι παρ’ αὐτὸν ὑπάρχοντι, ἀνάθεμα ἔστω. Ἐπίλυσις
5 Ὅτε τὴν κατὰ σάρκα γέννησιν τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ εὐηγγελίζετο τῆι ἁγίαι παρθένωι ὁ μακάριος Γαβριήλ, τέξηι, φησίν, υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. ὠνόμασται δὲ καὶ Χριστὸς διὰ τὸ κεχρῖσθαι μεθ’ ἡμῶν ἀνθρωπίνως κατὰ τὴν τοῦ ψάλλοντος φωνὴν ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέν σε
10ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. καίτοι γὰρ ὑπάρχων αὐτὸς τοῦ ἁγίου πνεύματος χορηγὸς καὶ οὐκ ἐκ μέτρου διδοὺς τοῖς ἀξίοις αὐτό (πλήρης γάρ ἐστιν καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν κατὰ τὸ γεγραμμένον), οἰκονομικῶς ὡς ἄνθρωπος κεχρῖσθαι λέγεται νοητῶς, καταπτάντος ἐπ’ αὐτὸν τοῦ ἁγίου πνεύματος, ἵνα καὶ ἐν ἡμῖν καταμείνηι, καίτοι διὰ τὴν ἐν Ἀδὰμ παρά‐
15βασιν ἀποφοιτῆσαν ἐν ἀρχαῖς. αὐτὸς οὖν ὁ μονογενὴς τοῦ θεοῦ λόγος γενόμενος σὰρξ κέκληται Χριστὸς καὶ τὴν θεῶι πρέπουσαν δυναστείαν ἰδίαν ἔχων εἰργάζετο τὰ παράδοξα. οἱ τοίνυν λέγοντες τῆι Χριστοῦ δυναστείαι τὴν τοῦ μονογενοῦς εὐδοξίαν περιῆφθαι, ὡς ὄντος ἑτέρου τοῦ μονογενοῦς παρὰ τὸν Χριστόν, δύο φρονοῦσιν υἱοὺς καὶ τὸν μὲν ἐνερ‐ γοῦντα, τὸν δὲ ἐνεργούμενον ὡς ἄνθρωπον ἕνα τῶν καθ’ ἡμᾶς· ταύτηι τοι καὶ ὑποφέρονται
20τῆι δυνάμει τοῦ ἀναθεματισμοῦ. Ἀναθεματισμὸς η Εἴ τις τολμᾶι λέγειν τὸν ἀναληφθέντα ἄνθρωπον συμπροσκυνεῖσθαι δεῖν τῶι θεῶι λόγωι καὶ συνδοξάζεσθαι καὶ συγχρηματίζειν θεὸν ὡς ἕτερον ἑτέρωι [τὸ γὰρ σύν ἀεὶ προστιθέμενον τοῦτο νοεῖν ἀναγκάσει] καὶ οὐχὶ δὴ μᾶλλον μιᾶι προσκυνήσει τιμᾶι τὸν
25Ἐμμανουὴλ καὶ μίαν αὐτῶι τὴν δοξολογίαν ἀνάπτει καθὸ γέγονεν σὰρξ ὁ λόγος, ἀνάθεμα ἔστω. Ἐπίλυσις Εἰς ἕνα θεὸν πατέρα παντοκράτορα καὶ εἰς ἕνα υἱὸν καὶ μὴν καὶ εἰς ἓν ἅγιον πνεῦμα
βεβαπτίσμεθα· εἶτα, φησὶν ὁ μακάριος Παῦλος, οὐκ οἴδατε ὅτι ὅσοι εἰς Χριστὸν

1,1,5

23

ἐβαπτίσθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; συνετάφημεν οὖν αὐτῶι διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ πατρός, οὕτως καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. πεπιστεύκαμεν τοίνυν καὶ βεβαπτίσμεθα εἰς ἕνα, καθάπερ ἔφην,
5υἱὸν τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν, τουτέστιν σεσαρκωμένον καὶ ἐνανθρωπήσαντα τὸν ἐκ θεοῦ πατρὸς λόγον ἕνα τε ὄντα καὶ θεὸν ἀληθῶς προσκυνεῖν δεδιδάγμεθα καὶ μεθ’ ἡμῶν αἱ ἄνω δυνάμεις· γέγραπται γάρ· ὅταν δὲ εἰσαγάγηι τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· καὶ προσκυνησάτωσαν αὐτῶι πάντες ἄγγελοι θεο. γέγονε δὲ πρωτότοκος ὁ μονογενής, ὅτε καὶ ἄνθρωπος πέφηνε καθ’ ἡμᾶς· τότε γὰρ καὶ
10ἀδελφὸς κεχρημάτικε τῶν ἀγαπώντων αὐτόν. εἴ τις τοίνυν συμπροσκυνεῖσθαί φησιν ὡς ἄνθρωπον ἰδικῶς ἑτέρωι παρ’ αὐτὸν ὑπάρχοντι τῶι ἐκ θεοῦ λόγωι καὶ οὐχὶ καθ’ ἕνωσιν ἀληθῆ συνενεγκὼν εἰς ἕνα Χριστὸν καὶ υἱὸν καὶ κύριον μιᾶι προσκυνήσει τιμᾶι, ὑποφέρεται δικαίως τῆι δυνάμει τοῦ ἀναθεματισμοῦ. Ἀναθεματισμὸς θ
15 Εἴ τίς φησιν τὸν ἕνα κύριον Ἰησοῦν Χριστὸν δεδοξάσθαι παρὰ τοῦ πνεύματος, ὡς ἀλλοτρία δυνάμει τῆι δι’ αὐτοῦ χρώμενον καὶ παρ’ αὐτοῦ λαβόντα τὸ ἐνεργεῖν δύνασθαι κατὰ πνευμάτων ἀκαθάρτων καὶ τὸ πληροῦν εἰς ἀνθρώπους τὰς θεοσημείας, καὶ οὐχὶ δὴ μᾶλλον ἴδιον αὐτοῦ τὸ πνεῦμά φησιν, δι’ οὗ καὶ ἐνήργηκε τὰς θεοσημείας, ἀνάθεμα ἔστω. Ἐπίλυσις
20 Ἄνθρωπος γεγονὼς ὁ μονογενὴς τοῦ θεοῦ λόγος ἀπομεμένηκεν καὶ οὕτω θεός, πάντα ὑπάρχων ὅσα καὶ ὁ πατήρ, δίχα μόνου τοῦ εἶναι πατήρ, καὶ ἴδιον ἔχων τὸ ἐξ αὐτοῦ καὶ οὐσιωδῶς ἐμπεφυκὸς αὐτῶι πνεῦμα ἅγιον, εἰργάζετο τὰς θεοσημείας, ὥστε καὶ ἄνθρωπος γεγονώς, ἐπεὶ μεμένηκε καὶ οὕτω θεός, ὡς ἰδίαι δυνάμει τῆι διὰ τοῦ πνεύματος ἐπλήρου τὰ θαύματα. οἱ δὲ λέγοντες ὡς ἄνθρωπον ἕνα τῶν καθ’ ἡμᾶς ἢ γοῦν ἕνα τῶν ἁγίων
25δεδοξάσθαι καὶ αὐτὸν τῆι διὰ τοῦ πνεύματος ἐνεργείαι, οὐχ ὡς ἰδίαι μᾶλλον, ἀλλ’ ὡς ἀλλοτρίαι καὶ θεοπρεπεῖ χρώμενον, καὶ ὡς ἐν χάριτος μέρει λαβεῖν παρὰ τοῦ πνεύματος
τὴν εἰς οὐρανοὺς ἀνάληψιν ὑποκείσονται δικαίως τῆι δυνάμει τοῦ ἀναθεματισμοῦ.

1,1,5

24

Ἀναθεματισμὸς ι Ἀρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν γεγενῆσθαι Χριστὸν ἡ θεία λέγει γραφή· προσκεκόμικε δὲ ὑπὲρ ἡμῶν ἑαυτὸν εἰς ὀσμὴν εὐωδίας τῶι θεῶι καὶ πατρί. εἴ τις τοίνυν ἀρχιερέα καὶ ἀπόστολον ἡμῶν γεγενῆσθαί φησιν οὐκ αὐτὸν τὸν ἐκ θεοῦ λόγον, ὅτε γέγονεν
5σὰρξ καὶ καθ’ ἡμᾶς ἄνθρωπος, ἀλλ’ ὡς ἕτερον παρ’ αὐτὸν ἰδικῶς ἄνθρωπον ἐκ γυναικός, ἢ εἴ τις λέγει καὶ ὑπὲρ ἑαυτοῦ προσενεγκεῖν αὐτὸν τὴν προσφορὰν καὶ οὐχὶ δὴ μᾶλλον ὑπὲρ μόνων ἡμῶν (οὐ γὰρ ἂν ἐδεήθη προσφορᾶς ὁ μὴ εἰδὼς ἁμαρτίαν), ἀνάθεμα ἔστω. Ἐπίλυσις Σμικρὰ μὲν ὁμολογουμένως τῶι ἐκ θεοῦ φύντι λόγωι τὰ ἀνθρώπινα, πλὴν οὐκ ἀπό‐
10βλητα διὰ τὴν οἰκονομίαν. κύριος γὰρ ὢν κατὰ φύσιν τῶν ὅλων, καθῆκεν ἑαυτὸν ἐν τοῖς καθ’ ἡμᾶς, μορφὴν δούλου λαβών, καὶ κεχρημάτικεν ἡμῶν ἀρχιερεὺς καὶ ἀπόστολος, τῶν τῆς ἀνθρωπότητος μέτρων καὶ εἰς τοῦτο καλούντων αὐτόν. προσκεκόμικε δὲ ἑαυτὸν ὑπὲρ ἡμῶν εἰς ὀσμὴν εὐωδίας τῶι θεῶι καὶ πατρί· μιᾶι γὰρ προσφορᾶι τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους, καθὰ γέγραπται. ἀλλ’ οὐκ οἶδα πῶς οἱ
15ἑτερόφρονες οὐκ αὐτὸν τὸν ἐκ θεοῦ λόγον ἄνθρωπον γεγονότα διισχυρίζονται χρηματίσαι καὶ ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν, ἀλλ’ ὡς ἕτερόν τινα παρ’ αὐτὸν ἄνθρωπον ἰδικῶς τὸν ἐκ τῆς ἁγίας παρθένου γεγεννημένον φασὶν χρηματίσαι καὶ ἀπόστολον καὶ ἀρχιερέα καὶ κατὰ προκοπὴν εἰς τοῦτο ἐλθεῖν καὶ οὐχ ὑπέρ γε μόνων ἡμῶν, ἀλλὰ καὶ ὑπὲρ ἑαυτοῦ προσενεγκεῖν ἑαυτὸν εἰς θυσίαν τῶι θεῶι καὶ πατρί, ὅπερ ἐστὶν τῆς ὀρθῆς καὶ
20ἀμωμήτου πίστεως ἀλλότριον παντελῶς. οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, ὁ δὲ κρείττων ὢν τοῦ πλημμελεῖν καὶ ἀμοιρήσας παντελῶς ἁμαρτίας οὐκ ἂν ἐδεήθη θυσίας τῆς ὑπὲρ ἑαυτοῦ. ἐπειδὴ δὲ τὸ εἰκὸς παρωθούμενοι δύο δὴ πάλιν υἱοὺς ἐπινοοῦσιν οἱ ἑτερόφρονες, ἀναγκαίως γέγονεν ὁ ἀναθεματισμός, ἐμφανῆ καθιστὰς τὴν ἀσέβειαν αὐτῶν. Ἀναθεματισμὸς ια
25 Εἴ τις οὐχ ὁμολογεῖ τὴν τοῦ κυρίου σάρκα ζωοποιὸν εἶναι καὶ ἰδίαν αὐτοῦ τοῦ ἐκ θεοῦ πατρὸς λόγου, ἀλλ’ ὡς ἑτέρου τινὸς παρ’ αὐτὸν συνημμένου μὲν αὐτῶι κατὰ τὴν ἀξίαν ἢ γοῦν ὡς μόνην θείαν ἐνοίκησιν ἐσχηκότος, καὶ οὐχὶ δὴ μᾶλλον ζωοποιόν, ὡς ἔφημεν, ὅτι
γέγονεν ἰδία τοῦ λόγου τοῦ τὰ πάντα ζωογονεῖν ἰσχύοντος, ἀνάθεμα ἔστω.

1,1,5

25

Ἐπίλυσις Τὴν ἁγίαν καὶ ζωοποιὸν καὶ ἀναίμακτον ἐν ταῖς ἐκκλησίαις τελοῦμεν θυσίαν, οὐχ ἑνὸς τῶν καθ’ ἡμᾶς καὶ ἀνθρώπου κοινοῦ σῶμα πιστεύοντες εἶναι τὸ προκείμενον, ὁμοίως δὲ καὶ τὸ τίμιον αἷμα, δεχόμενοι δὲ μᾶλλον ὡς ἴδιον σῶμα γεγονὸς καὶ μέντοι καὶ αἷμα τοῦ
5τὰ πάντα ζωογονοῦντος λόγου. κοινὴ γὰρ σὰρξ ζωοποιεῖν οὐ δύναται, καὶ τούτου μάρτυς αὐτὸς ὁ σωτὴρ λέγων· ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὸ πνεῦμά ἐστιν τὸ ζωο‐ ποιοῦν. ἐπειδὴ γὰρ ἰδία γέγονεν τοῦ λόγου, ταύτηι τοι νοεῖται καὶ ἔστιν ζωοποιός, καθά φησιν αὐτὸς ὁ σωτήρ· καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσεται δι’ ἐμ. ἐπειδὴ δὲ Νεστόριος
10καὶ οἱ τὰ αὐτοῦ φρονοῦντες παραλύουσιν ἀμαθῶς τοῦ μυστηρίου τὴν δύναμιν, ταύτηι τοι καὶ μάλα εἰκότως γέγονεν ὁ ἀναθεματισμός. Ἀναθεματισμὸς ιβ Εἴ τις οὐχ ὁμολογεῖ τὸν τοῦ θεοῦ λόγον παθόντα σαρκὶ καὶ ἐσταυρωμένον σαρκὶ καὶ θανάτου γευσάμενον σαρκὶ γεγονότα τε πρωτότοκον ἐκ τῶν νεκρῶν, καθὸ ζωή ἐστιν καὶ
15ζωοποιὸς ὡς θεός, ἀνάθεμα ἔστω. Ἐπίλυσις Ἀπαθὴς μὲν καὶ ἀθάνατος ὁ ἐκ θεοῦ πατρός ἐστι λόγος· ἀνωτέρω γὰρ τοῦ πάσχειν ἡ θεία τε καὶ ἀπόρρητός ἐστι φύσις καὶ αὐτὴ τὰ πάντα ζωογονεῖ καὶ φθορᾶς ἀμείνων ἐστὶν καὶ παντὸς τοῦ λυπεῖν εἰωθότος. ἀλλὰ καίτοι ταῦτα οὐσιωδῶς ὑπάρχων ὁ ἐκ θεοῦ πα‐
20τρὸς λόγος ἰδίαν ἐποιήσατο σάρκα τὴν τοῦ θανάτου δεκτικήν, ἵνα τῶι πάσχειν εἰωθότι τὰ ὑπὲρ ἡμῶν καὶ δι’ ἡμᾶς εἰς ἑαυτὸν ἀναλαβὼν πάθη πάντας ἡμᾶς ἀπαλλάξηι καὶ θανάτου καὶ φθορᾶς, ζωοποιήσας ὡς θεὸς τὸ ἴδιον σῶμα καὶ ἀπαρχὴ γεγονὼς τῶν κεκοιμημένων καὶ πρωτότοκος ἐκ νεκρῶν. οὐ γὰρ ἄνθρωπος ἦν κοινὸς ἰδίαι τε καὶ ἀνὰ μέρος νοού‐ μενος παρὰ τὸν ἐκ θεοῦ πατρὸς λόγον ὁ δι’ ἡμᾶς τὸν τίμιον ὑπομείνας σταυρὸν καὶ
25θανάτου γευσάμενος, ἀλλ’ αὐτὸς ὁ τῆς δόξης κύριος σαρκὶ πέπονθεν κατὰ τὰς γραφάς. ἐπειδὴ δὲ οἱ τὰ κενὰ καὶ δυσσεβῆ δόγματα τῆι ὀρθῆι καὶ ἀμωμήτωι πίστει παρεισκρίνειν ἐθέλοντες ἄνθρωπόν φασιν κοινὸν ὑπομεῖναι τὸν ὑπὲρ ἡμῶν σταυρόν, γέγονεν ἀναγκαίως
ὁ ἀναθεματισμός, τῆς ἐνούσης αὐτοῖς ἀσεβείας ἐμφανίζων τὸ μέγεθος.

1,1,5

26

(2)

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας προσφωνητικὸς ταῖς εὐσεβεστάταις βασιλίσιν περὶ τῆς ὀρθῆς πίστεως Τοῖς τὸ θεῖον καὶ οὐράνιον ἱερουργοῦσι κήρυγμα διὰ φωνῆς Ἡσαίου παρακελεύεται
5λέγων ὁ τῶν ὅλων θεός· π’ ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών, ὕψωσον τῆι ἰσχύι τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ· ὑψώ‐ σατε, μὴ φοβεῖσθε. χρῆναι γὰρ ἔγωγε φημὶ τοὺς τεταγμένους εἰς ἱερουργίαν καὶ τὸ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ λαλοῦντας μυστήριον οὐ κατερριμμένον ἔχειν καὶ χαμαιριφὲς τὸ φρόνημα καὶ ὄκνωι νικώμενον καὶ δειλίαι συνεσταλμένον, ἀλλ’ ὑψοῦ μὲν
10ὥσπερ εὖ βεβηκότα τὸν νοῦν καὶ οἱονεί πως ἐν ὄρει κείμενον οὕτω τε τῶν τῆς ἀληθείας δογμάτων τὸ ἐξαίρετον κάλλος περιαθρεῖν σπουδάζοντα, ποιεῖσθαι δὲ καὶ τοὺς λόγους ἐν παρρησίαι, κἂν εἴ τινες εἶεν οἱ μυσταγωγούμενοι σκληροὶ καὶ δυσάγωγοι καὶ οἷον ἵπποι τινὲς ἀγέρωχοι καὶ ἐξήνιοι, περὶ ὧν καὶ αὐτός πού φησιν ὁ μακάριος Δαυὶδ πρὸς τὸν τῶν ὅλων θεόν· ἐν χαλινῶι καὶ κημῶι τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ
15ἐγγιζόντων πρὸς σ. εἰ δὲ καὶ τοῖς οὕτως ἔχουσι φρενὸς προσλαλεῖν ἀναγκαῖον, πῶς οὐκ ἂν γένοιτο τῶν ἄγαν σφαλερωτάτων τὸ ἑλέσθαι σιγᾶν καὶ μὴ ταῖς εὐσεβέσιν ὑμῶν ἀκοαῖς ἐνιέναι πλειστάκις καθάπερ τι νᾶμα γλυκὺ καὶ ζωοποιὸν τῶν ἱερῶν γραμμάτων τὴν γνῶσιν; ὅπερ ἡμῖν καὶ πάλαι θεὸς ὑπισχνεῖται λέγων διὰ φωνῆς Ἡσαίου· καὶ ἀντλήσετε ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. σωτηρίου δὲ πηγὰς
20εἶναι φαμὲν τοὺς ἁγίους προφήτας εὐαγγελιστάς τε καὶ ἀποστόλους, οἳ τὸν ἄνωθεν καὶ ἐξ οὐρανοῦ καὶ σωτήριον τῶι κόσμωι βρύουσι λόγον, χορηγοῦντος αὐτοῖς τοῦ ἁγίου πνεύματος, ἅπασάν τε οὕτω κατευφραίνουσι τὴν ὑπ’ οὐρανόν. φέρε τοίνυν εἰς τὰ βάθη τῶν παρ’ αὐτοῖς ἐννοιῶν καθιέντες τὸν νοῦν τῆς ἀληθείας τὴν εὕρεσιν ἐκεῖθεν ἀντλήσωμεν. γη‐ πόνοι μὲν οὖν ἐξ ἀγρῶν τὰ εὐοσμότατα τῶν ἀνθέων κατὰ καιροὺς ἀποκείραντες, εἶτα
25ταῦτα ταλάροις ἐνθέντες ἀποφέρουσι τοῖς δεσπόταις, οἳ δὲ καὶ λίαν ἀσμένως προσίενταί τε καὶ τοῖς ἐξ ὡρῶν ἐπιγάνυνται· ἡμεῖς δὲ ὅσοι τὸ διδασκαλικὸν ἔχομεν ἐπιτήδευμα, καθάπερ ἐξ ἀγροῦ τῆς θεοπνεύστου γραφῆς οὐκ εὐμάραντον θέαν προσκομίζομεν ἀνθέων, λόγους δὲ μᾶλλον καὶ μυσταγωγίαν τὴν διὰ τοῦ πνεύματος ἀμάραντον ἔχουσαν τῆς εἰς Χριστὸν εὐσεβείας τὸ κάλλος εὐωδιάζουσάν τε καὶ μάλα πλουσίως τὸ αὐτοῦ μυστήριον.
30γέγραπται γὰρ ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῶι θεῶι. Πρόσειμι δὴ οὖν ἀνατιθεὶς τὸν λόγον ὑμῖν ταῖς εὐσεβεστάταις βασιλίσι, πεποίηται δέ μοι περὶ τῆς ὀρθῆς τε καὶ ἀμωμήτου πίστεως, ἥπερ ἂν γένοιτο παρ’ ὑμῶν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. πρέπει γὰρ ὑμῖν δὴ μάλιστα ταῖς οὕτως ὁσίαις καὶ θεοφιλεστά‐
ταις ὁμοῦ τοῖς τῆς βασιλείας ὑπερτάτοις αὐχήμασι καὶ τῆς εἰς Χριστὸν ἀγάπης τὸν στέ‐

1,1,5

27

φανον ἀναδήσασθαι. ἤδη μὲν οὖν ταῖς ἀοιδίμοις ὑμῶν ἐφήρμοσται κορυφαῖς καὶ ἀτε‐ λευτήτοις ὑμᾶς εὐκλείαις ὁ τῶν ὅλων καταφαιδρύνει θεός· ὑπὲρ δὲ τοῦ καὶ ἔτι μειζόνως καταλαμπρύνεσθαι τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν ἀκριβῆ τε καὶ ἀκιβδήλευτον γνῶσιν ἐχούσας εἰς νοῦν συντέθεικα τὸ λογίδιον, διὰ πάσης ἐννοίας καταδεικνὺς ὅτι ὥσπερ ἐστὶν
5εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, οὕτω καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα (ἓν δὲ δήπου πάντως καὶ τὸ πνεῦμα τὸ ἅγιον), καὶ τῶν εἰς δύο μεριζόντων υἱοὺς τὸν ἕνα Χριστὸν καὶ υἱὸν καὶ κύριον, ὀρθὰ φρονεῖν ἐγνωκότες, οὐκ ἀνεξόμεθα. οὐ γὰρ ἕτερον εἶναι φαμὲν υἱὸν τὸν πρὸ παντὸς αἰῶνος γεγεννημένον ἐκ τῆς οὐσίας τοῦ θεοῦ καὶ πατρός, ἕτερον δὲ τὸν ἐν ἐσχάτοις καιροῖς γενόμενον ἐκ γυναικός, γενόμενον
10ὑπὸ νόμον, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν καὶ πρὸ τῆς πρὸς σάρκα συνόδου καὶ ἑνώσεως ἀληθοῦς καὶ μετὰ τοῦτο ἔτι. ὁ γὰρ ἐκ θεοῦ πατρὸς κατὰ φύσιν υἱὸς ἔμψυχόν τε καὶ ἔννουν ἑαυτῶι σῶμα λαβὼν γεγέννηται σαρκικῶς διὰ τῆς ἁγίας καὶ θεοτόκου Μαρίας καὶ οὐκ εἰς σάρκα τραπείς, μὴ γένοιτο, προσλαβὼν δὲ μᾶλλον αὐτὴν καὶ τοῦ εἶναι θεὸς οὐκ ἠμεληκώς· μεμένηκε γὰρ καὶ οὕτω τῶν ὅλων δεσπότης. ταῦτα φρονεῖν δεδιδάγμεθα.
15σοφοῖς γὰρ ἡμᾶς παραγγέλμασιν οἱ τῶν ἁγίων ἀποκομίζουσι λόγοι πρός γε τὸ χρῆναι φιλοθηρεῖν τὸ τοῖς ἱεροῖς γράμμασιν ὅτι μάλιστα δοκοῦν καὶ τὴν ἐν τοῖς θείοις δόγμασιν ἀλήθειαν κατασκέπτεσθαι, λεπτὸν ἐνιέντας τοῖς περὶ Χριστοῦ λαλουμένοις τὸν νοῦν καὶ καθαιροῦντας μὲν λογισμοὺς καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεο, αἰχμαλωτίζοντας δὲ πᾶν νόημα εἰς τὴν ὑπακοὴν αὐτοῦ. ἔχοντος
20γὰρ ἀραρότως καὶ ὡμολογημένου παρὰ πᾶσιν ὅτι καὶ ἐν μορφῆι καὶ ἰσότητι τοῦ θεοῦ καὶ πατρὸς ὑπάρχων ὁ ἐξ αὐτοῦ κατὰ φύσιν λόγος οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῶι, ἀλλ’ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών· ἐν ὁμοιώματι ἀν‐ θρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυ‐ τὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυρο, πᾶσά πως
25ἀνάγκη θεοφιλοῦς εὐτεχνίας ἐπίμεστον ἔχειν τὸν νοῦν τὸν ὧιπερ ἂν γένοιτο σκοπὸς διακρί‐ νειν εὖ μάλα τῶν περὶ αὐτοῦ γεγραμμένων τὴν δύναμιν, ἵν’ ἐν ταυτῶι θεός τε ὁμοῦ καὶ ἄνθρωπος ὁ αὐτὸς ὑπάρχων ἐπιγινώσκηται, καὶ τὸ εἶναι θεὸς ἀπαραποιήτως ἔχων (ἄτρεπτος γὰρ ἡ τοῦ λόγου φύσις) καὶ τὸ τῆς κενώσεως μέτρον οὐ παραιτούμενος. ἐπηρυθρία γὰρ οὐδαμῶς τοῖς ἰδίοις σκέμμασιν ὁ κένωσιν τὴν ἐθελούσιον οἰκονομικῶς δι’ ἡμᾶς ὑπο‐
30μείνας. δεῖ τοίνυν αὐτὸν καὶ τοῖς τῆς θεότητος ἀξιώμασιν ὁρᾶσθαι διαπρεπῆ καὶ τῆς καθ’ ἡμᾶς σμικροπρεπείας οὐκ εἰς ἅπαν ἀπηλλαγμένον διὰ τὸ ἀνθρώπινον, ἀπαιτούσης τοῦτο τῆς οἰκονομίας. εἰ γὰρ θεὸς ὢν λόγος γέγονε σάρξ, τουτέστιν ἄνθρωπος κατά γε τὸ ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, θορυβείτω μηδένα κἂν εἰ λέγοιτό τι περὶ αὐτοῦ παρὰ τῆς θεοπνεύστου γραφῆς τῶν ὅσα ἐστὶν ἀνθρωποπρεπῆ,
35περιαθρείτω δὲ μᾶλλον αὐτοῦ τὴν ὑπερκόσμιον δόξαν ἐκ δυνάμεως καὶ ὑπεροχῆς τῆς θεο‐ πρεποῦς τε καὶ ἀνωτάτω. ἃ δὲ ἦν μάλιστα παραλύειν εἰκὸς τὸν τῶν ἁπλουστέρων δύ‐ νασθαι νοῦν, ταῦτα κατά γε τὸ ἐγχωροῦν καὶ ὡς ἔνι καλῶς διατρανοῦν πειράσομαι, παρα‐ τιθεὶς ἑκάστωι ῥητῶι τὴν ἀποχρῶσαν λύσιν εἰς διασάφησιν, θεοῦ πάλιν ἡμῖν κατευρύνοντος
καὶ τὴν εἰς τοῦτο τρίβον. δίδωσι γὰρ ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει

1,1,5

28

πολλῆι, καθά φησιν ὁ θεσπέσιος μελωιδός. ἐν μὲν οὖν τῶι λόγωι τῶι πρὸς ἡμῶν γεγονότι πρὸς τὰς ἁγίας παρθένους τῶν ἑτοιμοτέρων ῥητῶν καὶ οὐδὲν ἐχόντων τὸ δυσχερὲς εἰς κατάληψιν πλείστην ὅσην πεποιήμεθα τὴν παράθεσιν, ἐν δέ γε τῶι προκειμένωι τῶν ἀσαφεστέρων πεποιήμεθα μνήμην. ἔδει γὰρ ἔδει τὸ θεοφιλὲς ὑμῶν κράτος καὶ ταῦτα
5εἰδέναι κἀκεῖνα μὴ ἀγνοεῖν, ὡς ἂν δι’ ἀμφοῖν τὸ ἀρτίως ἔχον εἰς γνῶσιν καθάπερ τι φῶς ταῖς εὐαγεστάταις ὑμῶν εἰσοικίζοιτο διανοίαις. σκοπὸς δέ μοι τὰ ἐφ’ ἑκάστωι διερμη‐ νεύοντι βραχυλογεῖν ὡς οἷόν τε, προτετάξεται δὲ τῶν ἄλλων ὁ περὶ τῆς κενώσεως λόγος. ἰστέον δ’ οὖν ὅμως ἐκεῖνο· ὅταν γὰρ ἡμῖν ὀνομάζηται Χριστὸς Ἰησοῦς, ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον προσήκει νοεῖν τὸν ἐκ θεοῦ πατρὸς λόγον.
10 Θέλω γὰρ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ τοῦ Χριστοῦ ὁ θεός. Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοικός, τουτέστιν Ἀδάμ, ὁ δεύτερος ἐξ οὐρανο, δῆλον ὅτι Χριστός. ἀλλ’ ὥσπερ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοικο, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου κατὰ τὸ γεγραμμένον. οὐκοῦν πρώτη γέγονεν ἡμῖν κεφαλὴ
15τοῦ γένους, τουτέστιν ἀρχὴ ὁ ἐκ γῆς τε καὶ χοικός· ἐπειδὴ δὲ δεύτερος Ἀδὰμ κατωνόμασται Χριστός, κεφαλὴ τέθειται, τουτέστιν ἀρχὴ τῶν δι’ αὐτοῦ πρὸς αὐτὸν ἀναμορφουμένων εἰς ἀφθαρσίαν δι’ ἁγιασμοῦ ἐν πνεύματι. οὐκοῦν αὐτὸς μὲν ἡμῶν ἀρχή, τουτέστι κεφαλή, καθὸ πέφηνεν ἄνθρωπος, ἔχει γε μὴν κεφαλὴν αὐτὸς ὡς φύσει θεὸς τὸν ἐν τοῖς οὐρανοῖς πατέρα· γεγέννηται γὰρ ἐξ αὐτοῦ κατὰ φύσιν θεὸς ὢν λόγος. ὅτι δὲ ἡ κεφαλὴ σημαίνει
20τὴν ἀρχήν, ἐμπεδοῖ πρὸς ἀλήθειαν τῶν ἐνδοιαζόντων τὸν νοῦν τὸ κεφαλὴν λέγεσθαι τὸν ἄνδρα τῆς γυναικός· ἐλήφθη γὰρ ἐξ αὐτοῦ. εἷς οὖν ἄρα Χριστὸς καὶ υἱὸς καὶ κύριος ὁ κεφαλὴν μὲν ἔχων ὡς θεὸς κατὰ φύσιν τὸν ἐν τοῖς οὐρανοῖς πατέρα, γεγονὼς δὲ ἡμῖν κεφαλὴ διά τοι τὸ κατὰ σάρκα συγγενές. Γινώσκετε γὰρ τὴν χάριν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὅτι δι
25ὑμᾶς ἐπτώχευσεν πλούσιος ὤν, ἵνα ὑμεῖς τῆι ἐκείνου πτωχείαι πλουτήσητε. Ἄθρει δή μοι καὶ μάλα σαφῶς ἔν γε τουτοισὶ καὶ τῆς θείας τε καὶ ἀκηράτου φύσεως τὴν ὑπεροχὴν καὶ τῶν τῆς ἀνθρωπότητος μέτρων τὸ ὑφειμένον καὶ πρὸς ἔτι τούτωι τὴν ἀμφοῖν εἰς ἑνότητα σύμβασιν, ἑαυτὸν εἰς τοῦτο καθέντος τοῦ μονογενοῦς. οὐδεὶς μὲν γὰρ λόγος διερμηνεύσειεν ἂν τὸν τῆς θεότητος πλοῦτον, πτωχὴ δὲ λίαν ἡ ἀνθρωπότης, ἧι πάντα ἐστὶ
30θεόσδοτά τε καὶ ἄνωθεν, καὶ αὐτὸ δὲ πρὸ πάντων τὸ εἶναι· κέκληται γὰρ παρὰ θεοῦ πρὸς ὕπαρξιν οὐκ οὖσά ποτε. ἀλλ’ ὁ πλούσιος ὡς θεὸς ἐθελοντὴς ἐπτώχευσε καὶ γέγονε καθ’ ἡμᾶς, ἵνα λοιπὸν ἡ ἀνθρώπου φύσις ἐν τοῖς τῆς θείας ὑπεροχῆς ὑψώμασιν ἐν Χριστῶι γενομένη τὸ τῆς πτωχείας αἶσχος ἀποσκευάζοιτο. συνήγειρε γὰρ ἡμᾶς ὁ θεὸς καὶ πατὴρ ἐν Χριστῶι καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις, καθὰ γέγραπται, ἀλλ’
35οὐκ ἂν γεγόναμεν ἐν τούτοις, εἰ μὴ τὴν πτωχεύουσαν ἠμπέσχετο φύσιν ὁ πλούσιος ὡς

1,1,5

29

θεός. οὐ γάρτοι πτωχεύσειεν ἂν ὁ κατὰ φύσιν ἰδίαν πτωχεύων ἄνθρωπος, πάθοι δ’ ἂν τοῦτο πρεπωδέστερον ὁ πλούσιος ἀληθῶς, τουτέστιν ὁ ἐκ θεοῦ πατρὸς λόγος, ὅτε γέγονε καθ’ ἡμᾶς. εἷς οὖν ἄρα ἐστὶ Χριστὸς καὶ υἱός. Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ
5ἡμῶν κατάρα· γέγραπται γάρ· ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. Τοῦ νομικοῦ γράμματος ἐπάρατον ἀποφαίνοντος τὸν ἐν παραβάσει καὶ ἁμαρτίαις, ὁ μὴ εἰδὼς ἁμαρτίαν, τουτέστι Χριστὸς ὑπενήνεκται τῆι δίκηι ψῆφον ἄδικον ὑπομείνας καὶ τὰ τοῖς ἐν ἀρᾶι πρέποντα παθών, ἵνα ὁ τῶν ὅλων ἀντάξιος ὑπὲρ πάντων ἀποθανὼν τῆς ἁπάντων ἀπειθείας λύσηι τὰ ἐγκλήματα καὶ ἀγοράσηι τὴν ὑπ’ οὐρανὸν αἵματι τῶι ἰδίωι. οὐκ ἂν
10οὖν γέγονεν εἷς ἁπάντων ἀντάξιος, εἴπερ ἦν ἄνθρωπος ἁπλῶς· εἰ δὲ δὴ νοοῖτο θεὸς ἐνηνθρωπηκὼς καὶ σαρκὶ τῆι ἰδίαι παθών, ὀλίγη πρὸς αὐτὸν ἡ σύμπασα κτίσις καὶ ἀπόχρη πρὸς λύτρωσιν τῆς ὑπ’ οὐρανὸν ὁ μιᾶς σαρκὸς θάνατος· ἰδία γὰρ ἦν τοῦ ἐκ θεοῦ πατρὸς φύντος λόγου. Τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ
15πάθημα τοῦ θανάτου δόξηι καὶ τιμῆι ἐστεφανωμένον, ὅπως χάριτι θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου. Ὁ θεσπέσιος Παῦλος τοὺς περὶ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ ποιούμενος λόγους, ὅταν δὲ εἰσαγάγηι, φησί, τὸν πρωτό‐ τοκον εἰς τὴν οἰκουμένην, λέγει· καὶ προσκυνησάτωσαν αὐτῶι πάντες ἄγγελοι θεο. καὶ πάλιν· ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς
20ὑποστάσεως αὐτοῦ φέρων τε τὰ πάντα τῶι ῥήματι τῆς δυνάμεως αὐτο, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾶι τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτωι κρείττων γενόμενος τῶν ἀγγέ‐ λων ὅσωι διαφορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα. τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων· υἱός μου εἶ σ, ἐγὼ σήμερον γεγέννηκά σε;
25οὐκοῦν ὅτε γέγονε πρωτότοκος ὁ μονογενὴς καὶ ἐν πολλοῖς ἀδελφοῖς, τότε καὶ εἰσκεκο‐ μίσθαι φησὶν αὐτὸν εἰς τὴν οἰκουμένην· ἔξω γὰρ ἦν κατὰ φύσιν ἰδίαν τῆς κτίσεως ὡς θεός. τότε καὶ ἠλαττῶσθαί φησιν αὐτὸν παρὰ τοὺς ἀγγέλους, καίτοι διαφορώτερον παρ’ αὐτοὺς λαχόντα τὸ ὄνομα. τὸ μὲν γὰρ ἄγγελος λειτουργίας ἐστὶ σημαντικὸν καὶ οἰκε‐ τικὸν ἡμῖν ὑπεμφαίνει μέτρον· ἀποστέλλονται γὰρ εἰς διακονίαν διὰ τοὺς μέλλοντας
30κληρονομεῖν σωτηρίαν· ὁ δέ γε υἱὸς τὴν ἐκ πατρὸς ὕπαρξιν οὐσιώδη τε καὶ φυσικὴν κατασημήνειεν ἄν, ὅτε καὶ ἀληθῶς τὴν γέννησιν πεπρᾶχθαι πιστεύομεν. πῶς οὖν ἠλάττωται παρὰ τοὺς ἀγγέλους ὁ παρ’ αὐτῶν προσκυνούμενος ὁ σύνεδρος τῶι πατρί; ἀλλ’ ἐστὶ σαφὴς ἡ πρόφασις. καθίκετο γὰρ ἐν τοῖς τῆς ἀνθρωπότητος μέτροις καὶ τὸ ἀποθνήισκειν πεφυκὸς σῶμα λαβὼν ἴδιόν τε αὐτὸ ποιησάμενος ἐν αὐτῶι πέπονθεν ἑκὼν
35καὶ ταῖς ἀνωτάτω δόξαις στεφανοῦται διὰ τὸ πάθος ὡς δι’ αὐτοῦ καταργήσας τὸν θάνατον

1,1,5

30

καὶ ἄπρακτον ἀποφήνας τὴν φθορὰν ἅτε δὴ καὶ ὑπάρχων ἀφθαρσία καὶ ζωή. ὅταν οὖν Ἰησοῦν ὀνομάζηι καὶ ἠλαττῶσθαι λέγηι παρὰ τοὺς ἀγγέλους αὐτόν, οὐκ ἄνθρωπον ἀνὰ μέρος καὶ ἰδικῶς, ἀλλ’ αὐτὸν νοοῦμεν τὸν μονογενῆ παραχωροῦντα τὸ προύχειν οἰκονομικῶς τοῖς ἁγίοις ἀγγέλοις, ὅτι κατὰ ἀλήθειαν γέγονεν ἄνθρωπος ὁ τῆς ἐκείνων ὑπεροχῆς ἡττώ‐
5μενος, τὰ δὲ τῆς ὑπεροχῆς τοῖς ἁγίοις ἀγγέλοις, ὅτι καὶ ἔξω σαρκὸς καὶ τοῦ τεθνάναι κρείττους εἰσίν, γεγονότος ἐν τούτοις τοῦ υἱοῦ διὰ τὴν ἑκούσιον κένωσιν. ἀλλ’ ὁ βραχὺ παρ’ ἀγγέλους ἠλαττωμένος διά γε τὸ τῆς ἀνθρωπότητος μέτρον ἐν ὑπεροχῆι θεότητος ὢν προσκυνεῖται παρ’ αὐτῶν καὶ ἐνίδρυται θώκοις, οὓς περιεστᾶσιν ἐκεῖνοι δοξολογοῦντες ἀεὶ καὶ τῶν δυνάμεων αὐτὸν ὀνομάζοντες κύριον.
10 Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσηι τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξηι τούτους ὅσοι φόβωι θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. Τὰ παιδία φησὶν ἐν τούτοις ἡμᾶς δηλονότι τοὺς ὄντας ἐπὶ τῆς γῆς κατά γε τὸ ἐν ψαλμοῖς
15ὑμνούμενον ὡς ἐκ προσώπου θεοῦ ἐγὼ εἶπα· θεοὶ ἐστὲ καὶ υἱοὶ ὑψίστου πάντες. ὅσον γὰρ ἧκεν εἰς τὸ θεῶι δοκοῦν καὶ εἰς τὴν ἐνοῦσαν ἡμερότητα κατὰ φύσιν αὐτῶι, πάντες ἂν ἦμεν τέκνα καὶ ἀπώλισθεν ἂν οὐδεὶς τῆς πρὸς αὐτὸν οἰκειότητος, ἀλλ’ ἧι φησιν ὁ Δαυίδ, ὡς ἄνθρωποι ἀποθνήισκομεν καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτομεν, τοῖς τῆς σαρκὸς πάθεσι τὸν οἰκεῖον ὑποφέροντες νοῦν. πῶς οὖν ἄρα κεκοινώνηκεν αἵματος
20καὶ σαρκός; ψυχὴ γὰρ ἡ ἀνθρωπίνη φύσιν ἑτέραν ἔχουσα παρὰ τὴν σάρκα τῆι πρὸς αὐτὴν συνθέσει καθ’ ἕνωσιν τὸ ἕν τε καὶ λογικὸν ἀποτετέλεκε ζῶιον, τουτέστι τὸν ἄνθρωπον. οὕτω τοιγαροῦν καὶ ὁ τοῦ θεοῦ λόγος ἐψυχωμένηι σαρκὶ καὶ οὐκ ἀψύχωι κατά τινας ἑαυτὸν ἀπορρήτως ἑνώσας μετέσχεν αἵματος καὶ σαρκὸς παραπλησίως ἡμῖν, διὰ γεννήσεως [δὲ] δηλονότι τῆς ἐκ γυναικός. εἷς οὖν ἄρα κύριος Ἰησοῦς Χριστός, ὡς ἑνώσαντος μὲν
25ἑαυτῶι τοῦ θεοῦ λόγου τὸ ἀνθρώπινον, μεμενηκότος δὲ καὶ οὕτως ὅπερ ἦν. εἰ δὲ αὐτὸς κατήργηκε τοῦ θανάτου τὸ κράτος ὡς ζωὴ καὶ θεός, ἴδιον αὐτοῦ νοεῖσθαι πρέπει τὸ πε‐ πονθὸς τὸν θάνατον, ἵν’ ὡς αὐτὸς ἀναστὰς καταργῆσαι λέγοιτο τὴν φθοράν, καὶ εἰς ἅπαν ἡμῶν παραπέμψηι τὸ γένος τῆς ἀφθαρσίας τὴν χάριν. ὥσπερ γὰρ ἐν τῶι Ἀδὰμ πάντες ἀποθνήισκουσιν, οὕτως καὶ ἐν τῶι Χριστῶι πάντες ζωοποιηθή‐
30σονται· καὶ πάλιν· ὥσπερ γὰρ δι ἀνθρώπου θάνατος, οὕτως καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν. ἐπειδὴ δέ ἐστι τῶν τῆς καθ’ ἡμᾶς νοουμένης ἀνθρωπότητος ἐπέκεινα μέτρων τὸ πατῆσαι θάνατον, ἑνώσει φαμὲν ἢ γοῦν κοινωνίαι τῆι πρὸς σάρκα τε καὶ αἷμα τὸν τοῦ θεοῦ λόγον γενέσθαι καθ’ ἡμᾶς ἄνθρωπον, ἀπομεμενηκέναι δὲ καὶ οὕτω θανάτου κρείττονα· θεὸς γὰρ ἦν ἐν σαρκί.
35 Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἁβραὰμ ἐπι‐ λαμβάνεται. ὅθεν ὤφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν θεὸν εἰς τὸ ἱλάσκε‐
σθαι ταῖς ἁμαρτίαις τοῦ λαο. ἐν ὧι γὰρ πέπονθεν αὐτὸς πειρασθείς,

1,1,5

31

δύναται τοῖς πειραζομένοις βοηθῆσαι. Σπέρματος Ἁβραὰμ ἐπιλαβέσθαι φαμὲν τὸν τοῦ θεοῦ λόγον· ἀνέφυ γὰρ ἐξ Ἰουδαίων τὸ κατὰ σάρκα καὶ ὡμοιώθη κατὰ πάντα τοῖς ἀδελφοῖς κατά γε τὸ ἀνασχέσθαι λαβεῖν τὴν τοῦ δούλου μορφὴν καὶ ἐν ὁμοιώματι ἀνθρώ‐ πων γενέσθαι, καθά φησιν ὁ μακάριος Παῦλος. κεχρημάτικε γὰρ οὕτω καὶ υἱὸς ἀνθρώ‐
5που καὶ γέγονεν ἀδελφὸς τοῖς ἐκ σπέρματος Ἁβραὰμ ἢ γοῦν τοῖς ἐν αἵματι καὶ σαρκί. τίς οὖν ἄρα ἐστὶν ἡ τοῦδε πρόφασις; ἵνα ἐλεήμων, φησίν, γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν θεόν. ἐλεήμων μὲν γὰρ ἀρχιερεὺς εἰς ἡμᾶς γέγονεν ὁ Χριστὸς ὡς τοῦ νομικοῦ γράμματος κατακρίνοντος τοὺς ἡμαρτηκότας καὶ τὴν τοῦ κολά‐ ζεσθαι δεῖν ἐπιφέροντος ψῆφον τοῖς τὴν θείαν ἀτιμάζουσιν ἐντολήν. ἀθετήσας γάρ
10τις νόμον Μωσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήι‐ σκει, δικαιοῖ γε μὴν ἐν πίστει Χριστὸς καὶ τῶν ἀρχαίων αἰτιαμάτων ἀνίησι τοὺς ἠσθενη‐ κότας. γέγονε τοίνυν ἐλεήμων ἀρχιερεύς, οὐκέτι ταῖς νομικαῖς ἀποτομίαις κρατεῖν ἐπι‐ τρέπων, πιστὸς δέ, ὅτι μόνιμος καὶ διηνεκὴς καὶ ἀξιόχρεως εἰς πίστιν τῶν ἐπηγγελμένων. ὡς γὰρ αὐτός που πάλιν φησὶν ὁ θεσπέσιος Παῦλος περὶ τῶν κατὰ νόμους ἱερέων, καὶ
15οἱ μὲν πλείονές εἰσιν ἱερεῖς γεγονότες διὰ τὸ θανάτωι κωλύεσθαι παρα‐ μένειν, ὃ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην, ὅθεν καὶ σώιζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχο‐ μένους δι’ αὐτοῦ τῶι θεῶι, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν. ἄθρει δὲ ὅπως οὐκ εἰς κατάκρισιν τῶν ἡμαρτηκότων γέγονεν ἱερεύς, εἰς τὸ ἱλάσκεσθαι δὲ
20μᾶλλον ταῖς ἁμαρτίαις αὐτῶν. ὁ δέ γε τοῦ πειρασμοῦ καὶ τῆς θυσίας ὁποῖος ἂν εἴη τρόπος; ἐν ὧι, φησίν, πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζο‐ μένοις βοηθῆσαι. διεκαρτέρησε γὰρ πειραζόμενος καὶ ὑπέμεινε σταυρόν, πλὴν ἑαυτὸν ὁ υἱὸς ὡς ἄμωμον ἱερεῖον προσκεκόμικε τῶι θεῶι καὶ πατρί, ἵνα διὰ τῆς ἑαυτοῦ σαρκὸς βοηθήσηι τοῖς κάμνουσι καὶ πειραζομένοις. μιᾶι γάρ, φησί, προσφορᾶι τετε‐
25λείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους. αὐτὸς οὖν ἄρα γέγονεν ἀρχιερεὺς κατά γε τὸ ἀνθρώπινον, καίτοι παρὰ πάντων τὰς θυσίας δεχόμενος θεικῶς, αὐτὸς τὸ θύμα κατὰ τὴν σάρκα, αὐτὸς ὁ ταῖς ἁμαρτίαις ἡμῶν ἱλασκόμενος κατά γε τὴν τῆς θεότητος ἐξουσίαν. εἷς οὖν ἄρα κύριος Ἰησοῦς Χριστός. Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι
30ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. Φαίη τις ἂν ἴσως ἀνάρμοστον εἶναι τῆι θείαι τε καὶ ἀνωτάτω τοῦ λόγου φύσει τὸ προσκυνεῖν· εἶτα πῶς εἴπερ ἐστὶ θεὸς ἀληθῶς ὁ Χριστός, ἑαυτὸν τοῖς ὀφείλουσι προσκυνεῖν ὁρᾶται συντεταχώς; τί οὖν ἄρα πρὸς τοῦτο φαμέν; εἰ μὲν γυμνῆι τῆι θεότητι τὸν ἐκ θεοῦ πατρὸς πεφηνότα λόγον ἀφῖχθαι πιστεύομεν εἰς τόνδε τὸν κόσμον, ἀνάρμοστον κομιδῆι τὸ χρῆμα αὐτῶι, προσκυνεῖται δὲ μᾶλλον ἤπερ
35αὐτὸς ἑτέρωι προσκυνεῖ· εἰ δὲ μορφὴν δούλου λαβὼν καὶ τῆς προσκυνούσης ἀνθρωπότητος τὸ μέτρον οὐκ ἀτιμάσας κεχρημάτικεν υἱὸς ἀνθρώπου, ἡ προσκύνησις ἔσται τῆς οἰκονομίας καὶ πρέπουσα μᾶλλον τοῖς τῆς κενώσεως μέτροις, οὐκ αὐτῆι κατὰ μόνας τῆι φύσει τοῦ λόγου. ἐπεὶ πῶς ἐκ τῶν Ἰουδαίων ἐστὶν ἡ σωτηρία; οὐ γάρ που φαίη τις ἄν, καθὸ
νοεῖται καὶ ἔστι λόγος, ἐξ Ἰουδαίων ὑπάρχειν αὐτόν, ἀλλὰ καθόπερ ἐστὶ τοῖς ἐν σαρκὶ καὶ

1,1,5

32

αἵματι γεγονὼς ἀδελφός, διά τοι τὸ ἐπιλαβέσθαι σπέρματος Ἁβραάμ. εἷς οὖν ἄρα Χριστός, κἂν προσκυνεῖν λέγηται διὰ τὸ ἀνθρώπινον, καίτοι παρὰ πάσης τῆς κτίσεως προσκυνούμενος ὡς θεός. Ἔτι μικρὸν χρόνον μεθ’ ὑμῶν εἰμ, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με.
5Ποῦ γὰρ οὔκ ἐστιν ὁ τοῦ θεοῦ λόγος, εἰ πληροῖ τὰ πάντα τῆι τῆς θεότητος φύσει; πῶς οὖν πέμπεται παρὰ τοῦ πατρός; πῶς δὲ καὶ ὑπάγει πρὸς αὐτόν; οὐκοῦν πέμπεται μὲν ἀνθρωπίνως κατά γε τὸν τῆς ἀποστολῆς τρόπον τε καὶ λόγον, ἵνα κηρύξηι μὲν αἰχμαλώ‐ τοις ἄφεσιν, τυφλοῖς δὲ ἀνάβλεψιν, ὑπάγει γε μὴν πρὸς τὸν πατέρα καὶ θεόν, οὐκέτι κατὰ τὸν ἴσον τρόπον, ἀλλ’ οἷον ἐνσώματος ἀναφοιτήσας εἰς οὐρανόν, ἵν’ ὑπὲρ ἡμῶν ἑαυτὸν
10ἐμφανίσηι τῶι προσώπωι τοῦ πατρός, καθὰ γέγραπται. εἰ δὲ δὴ καὶ ἐπ’ αὐτοῦ τοῦ λόγου τὸ ἀπεστάλθαι λαμβάνοιτο, χαλεπαινέτω μηδείς· ἔθος γὰρ τῆι θεοπνεύστωι γραφῆι καὶ ταῖς τοιαύταις ἔσθ’ ὅτε κεχρῆσθαι φωναῖς καὶ οὐ τόποις καὶ περιγραφαῖς τὴν θείαν τε καὶ ὑπερκόσμιον ὑποφέρει φύσιν (οἶδεν γὰρ οὖσαν ἀσώματον καὶ περιορισμῶν ἐπέ‐ κεινα καὶ τοῦ ἐν τόπωι νοεῖσθαι μακράν), φωναῖς δὲ μᾶλλον ταῖς ἀνθρωπίναις τὰ ὑπὲρ
15νοῦν ὄντα τὸν ἐν ἡμῖν πειρᾶται καταδηλοῦν, ἐπεὶ καὶ αὐτὸς ὁ σωτὴρ πέμπειν ἔφασκε πρὸς ἡμᾶς τὸν παράκλητον, καίτοι πληροῦντος τὰ πάντα τοῦ ἁγίου πνεύματος· πνεῦμα γὰρ κυρίου, φησί, πεπλήρωκε τὴν οἰκουμένην. Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγὼ εἰμ. Τῆς Ἰουδαικῆς ἀπονοίας ἣν ἐπὶ Χριστῶι πεποίηνται, τὰς αἰτίας ἡμῖν ἐξηγούμενος ὁ θεσπέ‐
20σιος Ἰωάννης, διὰ τοῦτο, φησίν, ἐδίωκον οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν, ὅτι οὐ μόνον ἔλυεν τὸ σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγεν τὸν θεόν, ἴσον ἑαυτὸν ποιῶν τῶι θεῶι. εἰσκεκόμικε δέ που καὶ αὐτοὺς λέγοντας ἀνοσίως· περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν. οὐκοῦν ἀπαράδεκτον τὴν ἐπ’ αὐτῶι πεποίηνται πίστιν, ἄνθρωπον
25μὲν εἶναι νομίζοντες αὐτὸ δὴ τοῦτο ψιλόν, ἠγνοηκότες δὲ ὅτι θεὸς ὢν ὁ λόγος ἐπελάβετο σπέρματος Ἁβραὰμ καὶ κεκοινώνηκε μὲν αἵματος καὶ σαρκὸς παραπλησίως ἡμῖν, πλὴν οὐκ ἀπέστη τοῦ εἶναι θεός· ἄτρεπτος γὰρ κατὰ φύσιν ἐστὶν καὶ διηνεκῶς ὁ αὐτός. ὅταν οὖν, φησίν, ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγὼ εἰμ. ἐσταυρώθη μὲν γὰρ ἀνθρωπίνως, ἀνεβίω δὲ θεικῶς καὶ πεπίστευται διὰ τῆς
30ἀναστάσεως ὅτι καὶ θεός ἐστιν καὶ θεοῦ κατὰ ἀλήθειαν υἱός. εἰ δὲ πεπίστευται πρὸς ἡμῶν οὐχ ὡς ἕτερον ἀναστήσας, ἐγηγερμένος δὲ μᾶλλον αὐτός, πᾶσά πως ἀνάγκη διὰ τὴν οἰκονομίαν ἴδιον αὐτοῦ σῶμα νοεῖσθαι τὸ πεπονθὸς τὸν θάνατον, ἵνα καὶ αὐτὸς ἀναστῆναι λέγοιτο, καίτοι τὴν φύσιν ἀθάνατος ὢν ὡς θεός. ἑνὸς γὰρ Χριστοῦ καὶ υἱοῦ τὸν θά‐ νατον καταγγέλλοντες καὶ ὁμολογοῦντες τὴν ἀνάστασιν, δικαιούμεθα διὰ πίστεως. οὐ‐
35κοῦν ὁ αὐτὸς ὡς εἷς τε καὶ μόνος ὑπάρχων Χριστὸς Ἰησοῦς ἀποθανεῖν μὲν ἀνθρωπίνως κατὰ τὴν σάρκα λέγεται, ἐγηγέρθαι δὲ θεικῶς ὡς ζωή. Προσήιεσάν ποτε τῶι Χριστῶι λέγοντες οἱ Ἰουδαῖοι· εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲ
ἡμῖν παρρησίαι. ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε.

1,1,5

33

τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῶι ὀνόματι τοῦ πατρός μου, ταῦτα μαρτυρεῖ περὶ ἐμο. Τί δὴ ἄρα κἀν τούτωι φασὶν οἱ διορίζοντες ἀμαθῶς εἰς υἱῶν δυάδα καὶ εἰς δύο Χριστοὺς τὸν ἕνα κύριον Ἰησοῦν Χριστόν; περὶ τίνος ἔφασκον οἱ Ἰουδαῖοι εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲ ἡμῖν παρρησίαι; τίς δὲ ἦν ὁ λέγων τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῶι
5ὀνόματι τοῦ πατρός μου, ταῦτα μαρτυρεῖ περὶ ἐμο; τίνος εἶναι φαμὲν ἴδιον πατέρα τὸν θεόν; ἆρα τοῦ ἐκ γυναικὸς ἀνὰ μέρος τε καὶ ἰδικῶς νοουμένου ἢ γοῦν τοῦ μονογενοῦς; καίτοι τὸ δύνασθαι κατορθοῦν τὰ τῆς θεότητος ἔργα πρέποι ἂν οὐκ ἀνθρω‐ πείαι φύσει, πόθεν; πολλοῦ γε καὶ δεῖ· ἐπειδὴ δὲ ἐπλήρου Χριστὸς τὰ ἔργα τοῦ πατρός, οὐκ ἄνθρωπος ἂν νοοῖτο ψιλός, θεὸς δὲ μᾶλλον ἐν αἵματι καὶ σαρκί, μεμενηκὼς ὅπερ ἦν.
10ἰσουργήσει γὰρ οὕτως ἔχων τῶι ἰδίωι γεννήτορι, καὶ τὸν τοῦ μυστηρίου λόγον καταμωμή‐ σαιτο ἂν οὐδεὶς τῶν εὖ φρονεῖν εἰωθότων. Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο, πληρούμενον σοφίαι, καὶ χάρις θεοῦ ἦν ἐπ’ αὐτ, καὶ πάλιν· καὶ Ἰησοῦς προέκοπτεν ἡλικίαι καὶ σοφίαι καὶ χάριτι παρὰ θεῶι καὶ ἀνθρώποις. Ἕνα λέγοντες τὸν κύριον ἡμῶν
15Ἰησοῦν Χριστὸν καὶ αὐτῶι προσνέμοντες τά τε ἀνθρώπινα καὶ θεοπρεπῆ, τοῖς μὲν τῆς κε‐ νώσεως μέτροις πρέπειν ἀληθῶς διαβεβαιούμεθα τό τε τὴν σωματικὴν αὔξησιν ἐπιδέχεσθαι καὶ μὴν καὶ τὸ κραταιοῦσθαι τῶν τοῦ σώματος μορίων ἁδρυνομένων κατὰ βραχύ, καὶ αὐτὸ δὲ τὸ δοκεῖν πληροῦσθαι σοφίας διά γε τὸ οἱονεὶ πρὸς ἐπίδοσιν τῆι τοῦ σώματος ἡλικίαι πρεπωδεστάτην τῆς ἐνούσης αὐτῶι σοφίας ἀναφοιτᾶν τὴν ἔκφανσιν. καὶ ταυτὶ μέν,
20ὡς ἔφην, τῆι μετὰ σαρκὸς οἰκονομίαι πρέποι ἂν καὶ τοῖς τῆς ὑφέσεως μέτροις· τῆι δέ γε φύσει τοῦ λόγου πρέποι ἂν πάλιν τὸ ἀεὶ τελείως ἔχειν καὶ εἶναι σοφίαν. αὐτοῦ τοι‐ γαροῦν ἀνθρωπίνως τὸ ὡς ἐν κενώσει τυχὸν ὑφειμένον, αὐτοῦ δὲ ὁμοίως τὰ θεοπρεπῆ θεικῶς. ὁ γάρτοι τῆς μετὰ σαρκὸς οἰκονομίας τρόπος τε καὶ λόγος οἶδεν ὄντα αὐτὸν καθ’ ἡμᾶς τε καὶ ὑπὲρ ἡμᾶς καὶ ὑπερέχοντα μὲν τὸ τῆς κτίσεως μέτρον ὡς θεόν, ἑαυτοῦ
25δέ πως μόνον οὐχὶ καὶ ἡττώμενον, καθὸ πέφηνεν ἄνθρωπος. ποῦ γὰρ ἡ ταπείνωσις ἣν ὑπέμεινεν ἑκών, εἰ παραιτοῖτο τὰ ἀνθρώπινα; πλὴν οὐκ ἐν αὐτοῖς ἡ τοῦ λόγου νοεῖται φύσις, οἰκειοῦται δὲ μᾶλλον αὐτὰ μετὰ τῆς ἰδίας σαρκός, καθάπερ ἀμέλει καὶ τὸ πεινῆν καὶ τὸ διψῆν καὶ τὸ λέγεσθαι καμεῖν ἐκ τῆς ὁδοιπορίας. ὅταν οὖν ἀκούηις τὸ παι‐ δίον ηὔξανε καὶ ἐκραταιοῦτο πληρούμενον σοφίαι, δέχου πρὸς ἀπολογίαν τῆς
30μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον. ὅτι γὰρ ἦν θεὸς ἐν σαρκί, πιστώσεται λέγων αὐτὸς ὁ μακάριος εὐαγγελιστὴς ὅτι χάρις θεοῦ ἦν ἐπ’ αὐτ. οὐ γὰρ ὡς χάριν ἔχον παρ’ ἑτέρου θεοῦ, χάριν ἔχειν λέγεται θεοῦ, ἀλλ’ ὅτι χάριν εἶχε τὸ παιδίον, ἥνπερ ἂν πρέποι θεῶι. καὶ γὰρ ἦν τε καὶ ἔστι θεὸς ὁ λόγος καὶ ἐν σαρκὶ πεφηνώς, τουτέστιν ἄνθρωπος καθ’ ἡμᾶς. εἰ δὲ δὴ λέγοιτο χάριν ἔχειν ἢ γοῦν προκόπτειν ἐν χάριτι παρά
35τε θεῶι καὶ ἀνθρώποις, τὸ ἀπεικὸς οὐδέν, εἰ καὶ αὐτὸς ὁ πατὴρ ἀπεδέχετο τὴν οἰκονομίαν,

1,1,5

34

καὶ αὐτὸν δὲ τὸν υἱὸν οἰκειούμενον τὰ σαρκὸς διὰ τὸ τῶι μυστηρίωι πρέπον τε ὁμοῦ καὶ τὸ χρήσιμον. Περὶ δὲ τῆς ἡμέρας ἢ τῆς ὥρας ἐκείνης οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι τῶν οὐρανῶν οὔτε ὁ υἱός, εἰ μὴ ὁ πατήρ. Εἰ Χριστὸν ἕνα, φασίν, ὁμολογεῖν
5ἐγνώκατε τὸν τοῦ θεοῦ λόγον σεσαρκωμένον ἢ γοῦν ἐνηνθρωπηκότα, πῶς ἠγνόηκε τὴν τῆς συντελείας ἡμέραν; φαμὲν οὖν ὅτι τὸ ἀγνοῆσαι τυχὸν τὰ ἐν θεῶι μυστήρια οὔτε ἀσύνηθες οὔτε μὴν ἑτέρως ἀπρεπὲς ἂν εἴη τῆι κτίσει· τίς γὰρ ἔγνω νοῦν κυρίου; κατὰ τὸ γε‐ γραμμένον. καὶ εἰ λέγεται βραχὺ παρ’ ἀγγέλους ὁ υἱὸς ἠλαττῶσθαι, καθὸ γέγονεν ἄν‐ θρωπος δηλονότι, καίτοι κτίσεως ἁπάσης ὢν ἐπέκεινα θεικῶς, τί τὸ θαῦμα, κἂν ὁμοῦ τοῖς
10ἀγγέλοις ἀγνοεῖν λέγηται τὸ ἐν θεῶι μυστήριον, καίτοι σοφία καὶ δύναμις ὑπάρχων αὐτοῦ; εἶτα πῶς ἂν ἠγνόησεν ἡ σοφία τοῦ πατρὸς τὰ ἐν αὐτῶι κεκρυμμένα; καὶ εἰ τὸ πνεῦμα λέγεται πάντα ἐρευνᾶν καὶ τὰ βάθη τοῦ θεοῦ, πνεῦμα δέ ἐστι τοῦ Χριστοῦ, πῶς ἂν αὐτὸς ἠγνόησεν ἅπερ οἶδεν ἀκριβῶς τὸ πνεῦμα αὐτοῦ; οὐκοῦν κἂν ἀγνοεῖν ἀνθρωπίνως λέγηται, ἀλλ’ οἶδεν θεικῶς. καὶ γοῦν ποῦ τέθειται Λάζαρος, ἐρωτῶν ὡς ἐξὸν αὐτῶι μὴ εἰδέναι
15κατὰ τὸ ἀνθρώπινον, ἐνήργηκε θεικῶς, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. ἀπονέμοντες τοίνυν τῆι μετὰ σαρκὸς οἰκονομίαι τὰ ἀνθρώπινα, τηρήσωμεν εὐσεβῶς καὶ καθ’ ἡμᾶς γεγονότι τῶι ἐκ θεοῦ φύντι λόγωι τὰ θεοπρεπῆ. Ἐβόησε δὲ Ἰησοῦς φωνῆι μεγάληι· θεέ μου θεέ μου, ἵνα τί με ἐγκατέλιπες; Ἆρ’ οὖν καὶ αὐτὸν τῆς ἄνωθεν ἐπικουρίας δεδεῆσθαι φαμὲν τὸν ἐκ θεοῦ πατρὸς λόγον;
20καίτοι πῶς τοῦτό ἐστιν οὐκ εὔηθες κομιδῆι; συγκατάρχει γὰρ τῶν ὅλων τῶι θεῶι καὶ πατρὶ καὶ στερεοῖ μὲν οὐρανοὺς τῶι ἰδίωι πνεύματι, κύριος δὲ τῶν δυνάμεων ὀνομάζεταί τε καὶ ἔστιν κατὰ ἀλήθειαν. ἀλλ’ ἠτόνησεν ἄρα πρὸς τὰς ἐκ τῶν Ἰουδαίων ἐπιβουλὰς καὶ ἄμαχος ἦν αὐτῶι τῶν σταυρούντων ἡ χείρ. καίτοι φησὶν ὁ προφήτης Ἡσαίας· εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν καὶ
25ὡς σίελος λογισθήσονται, τίνι ὡμοιώσατε κύριον καὶ τίνι ὁμοιώματι ὡμοιώ‐ σατε αὐτόν; ἰστέον δὲ ὅτι παρῆσαν μὲν οἱ τῆς Ἰουδαίων συναγωγῆς ὑπηρέται τὴν τῶν στρα‐ τιωτῶν ἔχοντες σπεῖραν, ἡγούμενον δὲ τὸν προδότην, ἐπειδὴ δὲ ἐζήτουν αὐτὸν συλλαβέσθαι, ὑπήντα λέγων· τίνα ζητεῖτε; οἳ δὲ πρὸς τοῦτο ἔφασαν· Ἰησοῦν τὸν Ναζωραῖον. εἶτα πρὸς αὐτοὺς ὁ σωτήρ· ἐγὼ εἰμ. καὶ ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσον
30χαμα. εἶτα πῶς ἂν ἠτόνησεν ὁ καὶ μόνηι τῆι φωνῆι τὴν τῶν ἐπιβουλευόντων ἐλέγξας ἀσθένειαν; τί οὖν ἄρα βούλεται λέγων θεέ μου θεέ μου, ἵνα τί με ἐγκατέλιπες; φαμὲν τοίνυν ὅτι τοῦ προπάτορος Ἀδὰμ τὴν δοθεῖσαν αὐτῶι πατήσαντος ἐντολὴν καὶ τῶν θείων ἀλογήσαντος νόμων ἐγκαταλέλειπταί πως ἡ ἀνθρώπου φύσις παρὰ θεοῦ, γέγονε δὲ καὶ ἐπάρατος διὰ τοῦτο καὶ θανάτωι κάτοχος· ἐπειδὴ δὲ τὸ πεπονθὸς ἀναστοιχειώσων εἰς
35ἀφθαρσίαν ἐπεδήμησεν ὁ μονογενὴς τοῦ θεοῦ λόγος ἐπελάβετό τε σπέρματος Ἁβραὰμ καὶ
ὡμοιώθη τοῖς ἀδελφοῖς, ἔδει μετὰ τῆς ἀρχαίας ἐκείνης ἀρᾶς καὶ τῆς ἐπεισάκτου φθορᾶς

1,1,5

35

καταλῆξαι τὴν ἐγκατάλειψιν ἣν ὑπέμεινεν ἐν ἀρχαῖς ἡ τοῦ ἀνθρώπου φύσις. ὡς οὖν εἷς ὑπάρχων τῶν ἐγκαταλελειμμένων, καθὸ καὶ αὐτὸς παραπλησίως ἡμῖν μετέσχεν αἵματος καὶ σαρκός, τὸ ἵνα τί με ἐγκατέλιπες φησίν, ὅπερ ἦν λύοντος ἐναργῶς τὴν συμ‐ βᾶσαν ἡμῖν ἐγκατάλειψιν καὶ οἷον ἐκδυσωποῦντος ἐφ’ ἑαυτῶι τὸν πατέρα καὶ καλοῦντος
5εἰς εὐμένειαν τὴν ἐφ’ ἡμῖν ὡς ἐφ’ ἑαυτῶι τε καὶ πρώτωι. παντὸς γὰρ ἡμῖν ἀγαθοῦ γέ‐ γονεν ὁ Χριστὸς καὶ ἀρχὴ καὶ πρόξενος, ὥστε κἂν εἴ τι λέγοιτο λαβεῖν ἀνθρωπίνως παρὰ τοῦ πατρός, τοῦτο τῆι ἡμετέραι προυξένησε φύσει, πλήρης ὑπάρχων αὐτὸς καὶ οὐδενὸς τὸ παράπαν ἐπιδεὴς ὡς θεός. Τοῦτο φρονεῖτε ἕκαστος ἐν ὑμῖν αὐτοῖς ὃ καὶ ἐν Χριστῶι Ἰησο, ὃς
10ἐν μορφῆι θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῶι, ἀλλ’ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενό‐ μενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυρο. διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῶι τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῶι ὀνόματι Ἰη‐
15σοῦ Χριστοῦ πᾶν γόνυ κάμψηι ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός. Ἰδοὺ δὴ σαφῶς τὸν ἐν μορφῆι καὶ ἰσότητι τοῦ πατρὸς θεὸν λόγον οὐχ ἁρπαγμὸν ἡγήσασθαί φησι τὸ εἶναι ἴσα θεῶι, κεκενῶσθαι δὲ μᾶλλον ἐθελοντὴν μορφὴν δούλου λαβόντα καὶ ἐν ὁμοιώματι ἀνθρώπων γενόμενον, προσεπάγει δὲ ὅτι τεταπείνωκεν
20ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. εἴπερ οὖν διαιρετέον εἰς δύο Χριστοὺς καὶ υἱοὺς τὸν ἕνα καὶ μόνον Χριστὸν καὶ κύριον καὶ κατά γε τὸ τισὶ δοκοῦν τὸν ἐκ γυναικὸς ἄνθρωπον τετίμηκε μὲν ἰσότητι τῶν ἰδίων ἀξιωμάτων ὁ τοῦ θεοῦ λόγος καὶ συνῆψεν ἑαυτῶι κατὰ τὸν τῆς αὐθεντίας τρόπον καὶ κατὰ τὴν τῆς υἱότητος ὁμωνυμίαν, ὡς ἕτερος ὢν παρ’ αὐτὸν υἱὸς ἰδικῶς, τίς ἄρα ἐστὶν ὁ κενώσας ἑαυτὸν ἢ τίνα
25κεκένωται τρόπον; εἰ μὲν γάρ, ὡς αὐτοί φασιν, ὁ ἐκ γυναικὸς ἰδικῶς νοούμενος ἄνθρωπος τοῦτο λέγεται παθεῖν, πῶς ἢ τίνα κεκένωται τρόπον, κατέβη δὲ ὅπως εἰς ταπείνωσιν ὁ ἐν ἰσότητι γεγονὼς τῆι πρὸς θεὸν λόγον κατά γε τὸν τῆς ἀξίας ἢ γοῦν αὐθεντίας τρόπον, καὶ ταύτην ἔχων πρὸς αὐτὸν τὴν συνάφειαν; εἰ δὲ ἐπ’ αὐτοῦ τοῦ θεοῦ λόγου νοουμένου πάλιν ἰδικῶς καὶ ἀνὰ μέρος υἱοῦ τὸ κεκενῶσθαι λέγοιτο, πῶς κεκένωται τιμήσας ἕτερον, καθά
30φασιν ἐκεῖνοι, καὶ τοῖς ἰδίοις αὐτὸν ἀξιώμασι περιβαλών, τεταπείνωται δὲ τίνα τρόπον ὁ τῆς ἑαυτοῦ δόξης τὸ ὕψος τῶι συναφθέντι διδούς; εἰ γὰρ δὴ φαῖεν ὅτι δοξάζων ἕτερον αὐτὸς ὑπομένει τὴν ταπείνωσιν ἢ γοῦν τὴν κένωσιν, οὐδέν, ὡς ἔοικε, τῶν ἀτόπων ἐννοεῖν ὅτι καὶ ὑβρίζων ὑψοῦται. ἀναγκαίου τοιγαροῦν ἡμᾶς καὶ μέντοι καὶ ἀληθοῦς μόνον οὐχὶ συνωθοῦντος λόγου πρός γε τὸ οἴεσθαι δεῖν ὅτι κενοῦται τὸ πλῆρες καὶ ἐν δούλου
35μορφῆι γένοιτ’ ἂν οὐ τὸ τῆι φύσει δοῦλον, ἀλλὰ τὸ τῶν τῆς δουλείας ἐπέκεινα μέτρων, γίνεται δὲ καὶ ἐν ὁμοιώματι ἀνθρώπων τὸ μὴ οὕτως ἔχον κατὰ φύσιν πρὶν γένηται, καὶ
ὅτι ταπεινοῦται τὸ ὑψηλόν, αὐτὸν πιστεύομεν τὸν τοῦ θεοῦ λόγον ἀνθρωπίνως ἐν τούτοις

1,1,5

36

γενέσθαι κατ’ ἰδίαν θέλησιν ὑπὲρ ἡμῶν, μεμενηκέναι δὲ θεικῶς ἐν τοῖς τῆς ἰδίας ὑπεροχῆς ὑψώμασι. ταύτηι τοι καὶ ὑπερυψῶσθαι λέγεται καὶ λαβεῖν τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα προσκυνεῖσθαί τε παρὰ πάντων καὶ εἰς δόξαν θεοῦ πατρὸς ὠνομάσθαι κύριος. καίτοι γὰρ ὑπάρχων ἐν τῆι τοῦ πατρὸς ὑπεροχῆι καὶ ἐν ἀρρήτοις ὑψώμασιν, ἐπειδὴ καθῆκεν
5ἑαυτὸν εἰς κένωσιν καὶ τεταπεινῶσθαι λέγεται μορφὴν δούλου λαβών, ἀνέβη δὲ πάλιν εἰς τὸν ἴδιον πλοῦτον, τῆς ἑνωθείσης αὐτῶι φύσεως, δῆλον δὲ ὅτι τῆς ἀνθρωπίνης, τὴν πτω‐ χείαν ὑπερδραμών, ταύτηι τοι λαβεῖν ἀνθρωπίνως λέγεται τὸ ἀεί τε καὶ ἀναποβλήτως ἐνυ‐ πάρχον αὐτῶι, τουτέστι τὸ εἶναι θεὸς καὶ τῶν ὅλων κύριος. καὶ εἴπερ ἐστὶν εὐκλεὲς τῶι πατρὶ τὸ κύριον ἔχειν τῶν ὅλων τὸν ἴδιον υἱόν, πῶς οὐκ ἀληθὲς εἰπεῖν ὅτι τετήρηται πάλιν
10αὐτῶι καὶ τὴν τοῦ δούλου λαβόντι μορφὴν τὸ ἐλεύθερον καὶ τῆς κατὰ πάντων κυριότητός τε καὶ ἐξουσίας τὸ ὑπερφερὲς ἀξίωμα; Εὐχαριστοῦντες τῶι πατρὶ τῶι ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῶι φωτ, ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτο,
15ἐν ὧι ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, ὅς ἐστιν εἰ‐ κὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῶι ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι, τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται καὶ αὐτός ἐστι πρὸ πάντων καὶ τὰ πάντα
20ἐν αὐτῶι συνέστηκεν καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλη‐ σίας, ὅς ἐστιν ἀρχ, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων, ὅτι ἐν αὐτῶι ηὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵ‐ ματος τοῦ σταυροῦ αὐτοῦ εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς.
25Εἰκόνα φησὶ τοῦ ἀοράτου θεοῦ τὸν ἐξ αὐτοῦ γεννηθέντα κατὰ φύσιν υἱόν, τουτέστι τὸν θεὸν λόγον, καὶ μὴν ὅτι δι’ αὐτοῦ παρήχθη τὰ πάντα πρὸς γένεσιν, εἴτε τὰ ὁρατὰ εἴτε τὰ ἀόρατα, ἔν τε οὐρανῶι καὶ ἐπὶ τῆς γῆς, καὶ ὅτι πρὸ πάντων ἐστὶν αὐτός (ἐν ἀρχῆι γὰρ ἦν ὁ λόγος) καὶ αὐτός ἐστιν ὁ τῶν αἰώνων δημιουργὸς καὶ χρόνου παντὸς πρεσβυ‐ τέραν ἔχων τὴν ὕπαρξιν. ἀλλὰ τὸν οὕτως ἔχοντα κατὰ φύσιν ἰδίαν δεδόσθαι φησὶ
30παρὰ τοῦ πατρὸς κεφαλὴν τοῦ σώματος τῆς ἐκκλησίας αὐτόν τε εἶναι τὸν πρωτότοκον ἐκ τῶν νεκρῶν. εἶτα πῶς ὁ ὑπάρχων ἀεὶ θεὸς λόγος, ἐν ὧι τὰ πάντα συνέστηκεν, πρω‐ τότοκος ἐκ νεκρῶν γενέσθαι λέγεται καὶ ἀπαρχὴ τῶν κεκοιμημένων, εἰ μή ἐστιν αὐτοῦ κατὰ ἀλήθειαν ἴδιον τὸ σῶμα τὸ παρ’ αὐτοῦ ληφθέν, οὗ πεπονθότος τὸν θάνατον αὐτὸς ἂν νοοῖτο παθεῖν; οὐκ ἀπίθανον ἔχοντος λόγον ἐφ’ ἑαυτῶι τοῦ συμβεβηκότος, πέπονθεν γὰρ
35τὸ ἴδιον αὐτοῦ. οὕτω νοεῖται πρωτότοκος ἐκ νεκρῶν, καίτοι τὴν φύσιν ἀθάνατος ὢν καὶ αὐτόχρημα ζωή. ὅτε τοίνυν δέδοται κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας, καθεὶς ἑαυτὸν εἰς κένωσιν, τότε λέγεται καὶ ἀποθανεῖν ἀνθρωπίνως ὑπὲρ ἡμῶν ὁ παθεῖν οὐκ εἰδὼς τὸν θάνατον ὡς θεός. λέγοντος δὲ τοῦ μακαρίου Παύλου ὅτι ἐν αὐτῶι κατώικησε πᾶν
τὸ πλήρωμα, φαῖεν ἂν ἴσως τινές· ἰδοὺ Χριστὸν οἶδεν ἕτερον ἰδικῶς τὸν ἐκ γυναικὸς ἄν‐

1,1,5

37

θρωπον, ἐν ὧι κατώικηκεν ὡς ἕτερος παρ’ αὐτὸν Χριστὸς καὶ ἰδικῶς ὁ λόγος ἤτοι πνεῦμα, τὸ πλήρωμα τῆς θεότητος, σωματικῶς. πρὸς δὴ τὰ τοιάδε φαμὲν ὅτι δύο Χριστοὺς ὁ πνευματοφόρος οὐκ οἶδεν, ἀλλ’ ἕνα κηρύττει, καθάπερ ἀμέλει καὶ ἕνα πατέρα. ἡμῖν γάρ φησίν, εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς κύριος
5Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα καὶ ἡμεῖς δι’ αὐτο. ἐπεὶ φέρε διασκεψώ‐ μεθα παρατιθέντες εἰς βάσανον τῶν εἰρημένων τὴν δύναμιν. τὴν εἰκόνα τοῦ θεοῦ τοῦ ἀοράτου, τὸν δι’ οὗ καὶ ἐν ὧι τὰ πάντα, τὸν προαιώνιον υἱόν, τὴν τῶν ὅλων σύστασιν, δεδόσθαι φησὶν τῆι ἐκκλησίαι κεφαλὴν καὶ μὴν ὅτι γένοιτο πρωτότοκος ἐκ νεκρῶν. ἐπειδὴ δέ ἐστι τὴν φύσιν ἀθάνατος, πᾶσά πως ἀνάγκη πρὸς ἕνωσιν οἰκονομικήν τε καὶ ἀληθῆ τῆι καθ’
10ἡμᾶς ἀνθρωπότητι συνενεχθῆναι λέγειν τὸν ἐκ θεοῦ πατρὸς λόγον ἕνα τε οὕτως ἡμῖν ἀνα‐ δειχθῆναι Χριστόν, τὸν αὐτὸν ὁμοῦ θεὸν ὄντα καὶ ἄνθρωπον. ἐν τίνι δὴ οὖν κατώικηκε πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς; ἰδικῶς μὲν οὖν καὶ κατὰ μόνας ἐν τῆι τοῦ λόγου φύσει τοῦτο πεπρᾶχθαι νομίζειν εὔηθες κομιδῆι, ἴσον γὰρ εἰπεῖν ὡς αὐτὸς ἐν ἑαυτῶι κατώικηκεν ὁ μονογενής· πιστεύοντας δὲ ὅτι γέγονε σὰρξ ὁ λόγος, οὐ κατὰ μετάστασιν ἢ
15τροπήν, ἀλλ’ ὅτι μᾶλλον ἐσκήνωσεν ἐν ἡμῖν καὶ ναὸν ἴδιον ἐποιήσατο τὸ ἑνωθὲν αὐτῶι κατὰ ἀλήθειαν σῶμα ψυχὴν ἔχον τὴν λογικήν, εὐσεβὲς εἰπεῖν ὅτι τὴν ἐν τῆι ἁγίαι σαρκὶ τοῦ λόγου κατοίκησιν ἢ γοῦν ἕνωσιν ἀληθῆ κατασημαίνων ἡμῖν ὁ θεσπέσιος Παῦλος ἐν αὐ‐ τῶι φησι κατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητος, οὐ μεθεκτῶς μᾶλλον ἢ σχετικῶς ἢ γοῦν ὡς ἐν δόσει χάριτος, ἀλλὰ σωματικῶς, ὅ ἐστιν οὐσιωδῶς, ὡς ἂν εἰ καὶ ἐν ἀνθρώπωι λέ‐
20γοιτο κατοικεῖν τὸ πνεῦμα αὐτοῦ, οὐχ ἕτερον ὂν παρ’ αὐτόν. ἐφ’ ἑνὸς δὲ προσώπου πολλάκις διπρόσωπον ἡμῖν εἰσφέρεται λόγου σχῆμα καὶ κατ’ οὐδένα τρόπον ἀδικεῖ τὴν ἀλή‐ θειαν, οἷον φέρε εἰπεῖν ὡς εἰ λέγοιτο περὶ θεοῦ παρὰ τῆς θεοπνεύστου γραφῆς· ὁ πλάσ‐ σων πνεῦμα ἀνθρώπου ἐν αὐτῶι, καίτοι πῶς οὐχ ἅπασιν ἐναργὲς ὡς οὐκ ἂν νοοῖτο παρὰ τὸν ἄνθρωπον ἕτερον τὸ ἐν αὐτῶι πλαττόμενον αὐτοῦ πνεῦμα; φησὶν δέ που καὶ ὁ
25μακάριος Δαυίδ· νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν καὶ ἔσκαλε τὸ πνεῦμά μου. εἶτα τίς ἦν ὁ μετὰ τῆς ἑαυτοῦ καρδίας ἀδολεσχῶν καὶ τὸ ἴδιον πνεῦμα σκαλεύων; χρὴ τοιγαροῦν τὰ μὲν τῶν λόγων σχήματα μὴ σφόδρα φυλοκρινεῖν, ἀφορᾶν δὲ μᾶλλον εἰς αὐτὰς τῶν πραγμάτων τὰς φύσεις καὶ ἐξ αὐτῶν εὖ μάλα ποδηγουμένους ἐπ’ αὐτὴν ἰέναι τὴν ἀλήθειαν.
30Περὶ ὑπακοῆς τοῦ Χριστοῦ ρ’ οὖν ὡς δι’ ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατά‐ κριμα, οὕτω καὶ δι’ ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίω‐ σιν ζωῆς. ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλο, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατα‐
35σταθήσονται οἱ πολλο. Τῆς ἀνθρώπου φύσεως ἀρᾶι καὶ δίκηι θανάτου καταδεδι‐

1,1,5

38

κασμένης διὰ τὴν τοῦ πρωτοπλάστου παρακοήν, ἔδει πάλιν ἀνασφῆλαι πρὸς τὸ ἐν ἀρχαῖς αὐτήν, ἀνεπίπληκτον κομιδῆι τῆς ὑπακοῆς ποιουμένην τὴν ἔνδειξιν. ἀλλ’ ἤδη τοῦτο πολὺ καὶ λίαν ἐπέκεινα τῶν τῆς ἀνθρωπότητος μέτρων· καθαρὸς γὰρ οὐδεὶς ἀπὸ ἁμαρτιῶν. παθοῦσα δὲ ἅπαξ τὸ πλημμελὲς καὶ ταῖς οἴκοθεν ἀσθενείαις κεκρατημένη καὶ ἐν ἰδίαι σαρκὶ
5τὴν τῆς φαυλότητος νοσοῦσα γένεσιν ἀγριαίνοντά τε τὸν τῆς ἁμαρτίας ὠδίνουσα νόμον, πῶς ἂν διέδρα παντελῶς; τὸ γὰρ φρόνημα τῆς σαρκὸς ἔχθρα, φησίν, εἰς θεὸν καὶ τῶι νόμωι τοῦ θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται. εὐμηχάνως τοιγαροῦν ὁ θεὸς καὶ πατὴρ ἀνακεφαλαιούμενος τὰ πάντα ἐν τῶι Χριστῶι καὶ ἐκ πολλῆς ἄγαν ἡμερότητος τῆι ἀνθρώπου πραγματευόμενος φύσει τὴν εἰς ὅπερ ἦν ἐπάνοδον ἢ γοῦν
10ἀνακομιδήν, ἐξαπέστειλεν τὸν υἱὸν αὐτο, γενόμενον ἐκ γυναικός, ἵνα τὸ ὅμοιον ἡμῖν σῶμα λαβὼν καὶ ἴδιον αὐτὸ ποιησάμενος ὡς ἄνθρωπος ἐπὶ γῆς εὑρεθῆι μὴ εἰδὼς ἁμαρτίαν οὕτω τε εἰς ἅπαν κατήκοος γεγονὼς τῶι θεῶι καὶ πατρὶ δικαιώσηι τὴν ἀνθρώπου φύσιν ἐν ἑαυτῶι καὶ τῶν τοῦ θανάτου δεσμῶν ἐξέληται, φύλλοις ἀναμαρτησίας στεφανουμένην παρὰ τοῦ θεοῦ καὶ πατρός. καὶ γάρ ἐστι τῶν ἀτόπων κληρονόμους μὲν
15ἡμᾶς τῆς τοῦ πρώτου γενέσθαι δίκης ἐνιέντος τῆι φθορᾶι διὰ τῆς παρακοῆς, τῆς δὲ τοῦ δευτέρου δικαιοσύνης μὴ μεταλαχεῖν ἀνακομίζοντος εἰς ζωὴν διὰ τῆς εἰς ἅπαν ὑπακοῆς. ὅταν οὖν λέγηι τὸ γράμμα τὸ ἱερὸν δι’ ὑπακοῆς ἑνὸς δεδικαιῶσθαι πολλούς, οὐκ ἄνθρωπον ἁπλῶς ἕνα τῶν καθ’ ἡμᾶς εἰς τοῦτο παραληφθῆναι φαμέν, ἐνηνθρωπηκότα δὲ μᾶλλον τὸν μονογενῆ καὶ ὑπήκοον ὑπὲρ ἡμῶν γεγονότα τῶι πατρί. οὐ γὰρ ἐποίησεν ἁμαρτίαν οὐδὲ
20εὑρέθη δόλος ἐν τῶι στόματι αὐτο, καθὰ γέγραπται. Λέγω γὰρ Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας θεοῦ εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων, τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεόν. Ἰουδαίων εἶναι τὰς ἐπαγγελίας τὰς τοῖς πατράσι δεδω‐ ρημένας ὁ θεσπέσιος ἔφη Παῦλος, προανακεκράγεσαν δὲ καὶ οἱ μακάριοι προφῆται περὶ
25Χριστοῦ ὅτι αὐτὸς ἔσται προσδοκία ἐθνῶν. οὐκοῦν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοῖς τοῦ πατρὸς νεύμασι συναινῶν γέγονε μὲν τῆι περιτομῆι, τουτέστι τοῖς Ἰουδαίοις διά‐ κονος εἰς βεβαίωσιν τῶν ἐν τοῖς πατράσιν ἐπηγγελμένων (εἴρητο γὰρ ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται), τοῖς γε μὴν ἐξ ἐθνῶν εὐλογία πνευματικὴ καὶ ζωοποιός, ὥστε καὶ αὐτοὺς ἠλεημένους διὰ τῆς πίστεως δοξολογῆσαι θεόν. ἀλλ’ εἰ καὶ γέγονε διάκονος ἀν‐
30θρωπίνως, ἀλλ’ οὖν ὡς θεὸς κηρύττεται τοῖς τε ἐκ περιτομῆς καὶ μέντοι τοῖς ἐξ ἐθνῶν· κέκληνται γὰρ εἰς ζωήν, οὐχ ὡς εἰς ἕνα τῶν καθ’ ἡμᾶς ἄνθρωπον ἁπλῶς, ἀλλ’ ὡς εἰς θεὸν πιστεύσαντες εἰς Χριστὸν καὶ οὐκ ἔξω σαρκὸς ἢ γοῦν ἀνθρωπότητος τὸν ἐκ θεοῦ λόγον ὁμολογοῦντες ὑπάρχειν, σεσαρκωμένον δὲ καὶ ἐνανθρωπήσαντα προσκυνοῦντες αὐτόν. τὸ γάρτοι ῥῆμα τῆς πίστεως, ὃ κηρύσσομεν, διατρανοῖ λέγων ὁ μακάριος Παῦλος ὅτι
35ἐὰν εἴπηις ἐν τῶι στόματί σου κύριος Ἰησοῦς καὶ πιστεύσηις ἐν τῆι καρδίαι σου ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσηι. εἶτα πῶς ἂν
ἐκ νεκρῶν ἐγερθῆναι λέγοιτο, καίτοι τὴν φύσιν ἀθάνατος ὢν ὡς θεός, εἰ μὴ προεισδέξαιτό

1,1,5

39

τις τοὺς περὶ τῆς ἐνανθρωπήσεως λόγους διατεθείη τε ὅτι τὸ πεφυκὸς ἀποθνήισκειν ἴδιον ἐποιήσατο σῶμα καὶ ὑπέμεινεν μὲν ἐν αὐτῶι τὸν θάνατον ἀνθρωπίνως, ἀνεβίω δὲ θεικῶς ὡς ἀφθαρσία καὶ ζωή; Τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικ, ἀλλὰ δυνατὰ τῶι θεῶι
5πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστο. Οὐ παχὺς καὶ σωματικός, ἰσχνὸς δὲ μᾶλλον καὶ νοητὸς τῶν ἁγίων ὁ πόλεμος. εἰώθασι γὰρ εὐδοκιμεῖν, οὐχ ὅπλα κινοῦντες σαρκικὰ καὶ ταῖς τῶν δοράτων ἀκμαῖς ἢ γοῦν ταῖς τῶν βελῶν εὐστοχίαις χρώμενοι, ἀλλὰ τοῖς τῆς ἀλη‐
10θείας ὅπλοις ἐνηρμοσμένοι πνευματικῶς ἀντανιστάμενοί τε καὶ μάλα νεανικῶς τοῖς ἐθέλουσι παρασημαίνειν αὐτὴν καὶ τῶν θείων δογμάτων τὴν ὀρθότητα παρατρέπουσιν ἐπί γε τὸ αὐτοῖς ἀπερισκέπτως δοκοῦν. οὐ σαρκικὰ τοιγαροῦν τῶν ἁγίων τὰ ὅπλα, δυνατὰ δὲ μᾶλλον τῶι θεῶι. καθαιροῦσι γὰρ λογισμοὺς τοὺς εἰς ἐκτόπους ἡμᾶς ἐννοίας ἀποκομί‐ ζοντας καὶ οἷά τινας τῶν ἀλιτηρίων βαρβάρων τῆι βασιλέως δόξηι φιλονεικεῖν ἐγνωκότας
15ἐκ μέσου ποιεῖσθαι σπουδάζουσι κἂν εἴ τις εἰς ὕψος ἐπαίροι τὸ κέρας τῶν εἰωθότων λαλεῖν ἀδικίαν κατὰ θεοῦ, τοῦτον ἐννοίαις ταῖς εἰς ὀρθότητα μόνον οὐχὶ καταπαίουσι μετατιθέντες εἰς τὸ εὐθὺ καὶ τοῖς τῆς ἀληθείας ἐμβιβάζοντες λόγοις. εὐτεχνίας οὖν ἄρα τῆς ἀληθῶς ἁγιοπρεποῦς ἔργον ἂν γένοιτο καὶ ἀρέσκον θεῶι τὸ τοῖς τῆς οἰκονομίας λόγοις ὑποφέρειν ἀεὶ τὸ ἀντιτετάχθαι δοκοῦν τῆι δόξηι Χριστοῦ. θεὸς γὰρ ὢν ὁ λόγος καὶ ἐν μορφῆι καὶ
20ἰσότητι τοῦ πατρὸς ἑαυτὸν καθῆκεν εἰς κένωσιν καὶ γέγονεν ὑπήκοος μέχρι θανάτου. δεῖ τοίνυν πᾶν νόημα περιτρέπειν ἀστείως καὶ οἷον αἰχμαλωτίζειν εἰς τὴν ὑπακοὴν αὐτοῦ. εἰ γὰρ δή τι λέγοιτο καὶ τῶν ἀνθρωπίνων, κατ’ οὐδένα τρόπον ἀδικήσειεν ἂν τὴν τοῦ λόγου φύσιν τὸ ἐν ἀνθρωπότητι σμικροπρεπές, εἰ πιστεύοιτο καθ’ ἡμᾶς ἄνθρωπος γεγονὼς καὶ οὔ τί που τὸ εἶναι θεὸς ἀποβεβληκώς, ἀλλὰ μετὰ τοῦ μεῖναι θεὸς προσλαβὼν τὸ ἀν‐
25θρώπινον καὶ ὑπήκοος γενόμενος μέχρι θανάτου κατὰ τὴν σάρκα. Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν πιστὸν ὄντα τῶι ποιήσαντι αὐτόν, ὡς καὶ Μωσῆς ἐν ὅλωι τῶι οἴκωι αὐτοῦ πλείονος γὰρ οὗτος δόξης παρὰ Μωυσῆν ἠξίωται, καθόσον πλείονα τιμὴν ἔχει τοῦ
30οἴκου ὁ κατασκευάσας αὐτόν. πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ δὲ πάντα κατασκευάσας θεός. καὶ Μωσῆς μὲν πιστὸς ὡς θεράπων ἐν τῶι οἴκωι αὐτο, Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτο, οὗ οἶκος ἐσμὲν ἡμεῖς. Ἀπόστολος καὶ ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν παρὰ τοῦ θεοῦ καὶ πατρὸς γέγονεν Ἰησοῦς, τουτέστιν ἄνθρωπος πεφηνὼς ὁ ἐκ θεοῦ λόγος· τότε γὰρ ὠνόμασται καὶ Ἰησοῦς
35διὰ τῆς τοῦ ἀγγέλου φωνῆς. καὶ μικρὸν μὲν κομιδῆι τῆι τοῦ λόγου φύσει τό τε τῆς ἱερωσύνης καὶ τὸ τῆς ἀποστολῆς ὄνομά τε καὶ χρῆμα, τοῖς γε μὴν τῆς ἀνθρωπότητος μέτροις εἴη ἂν οὐκ ἀνάρμοστον. ὡς γὰρ αὐτός πού φησιν, ὁ υἱὸς οὐκ ἦλθε διακο‐
νηθῆναι, ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ ἀντίλυτρον ὑπὲρ

1,1,5

40

πολλῶν. τὸ μὲν γὰρ διακονεῖσθαι παρὰ τῆς κτίσεως πρέποι ἂν αὐτῶι καὶ μάλα εἰκό‐ τως ὡς θεῶι καὶ δεσπότηι καὶ ὑπὸ πόδας ἔχοντι πᾶν ὅπερ ἐστὶ γενητόν· τὸ δέ γε διακο‐ νεῖν ἀνθρώπινον μέν, πλὴν ὅσον ἧκεν εἰς τοὺς τῆς μετὰ σαρκὸς οἰκονομίας λόγους, οὐκ ἀπεοικὸς τῶι γε ὅλως ἑαυτὸν καθέντι πρὸς τὰ ἀνθρώπινα. ἄθρει δὲ ὅπως ἱερατεύει μὲν
5ἀνθρωπίνως καὶ μεσίτης τέθειται θεοῦ καὶ ἀνθρώπων (μεσιτεύει γὰρ πᾶς ἱερεύς), τὸν δὲ τῆς θυσίας τρόπον οὐκέτι καθ’ ἕνα τῶν καθ’ ἡμᾶς ἱερέων προσκομίζει δουλοπρεπῶς, οὐδὲν αὐτὸς ἐπικοινωνῶν εἰς τὸ λαβεῖν αὐτήν, ἀλλ’ ἑαυτῶι πραγματεύεται καὶ δι’ αὐτοῦ τε καὶ ἐν αὐτῶι τῶι πατρί. ἱερουργεῖ γὰρ ἡμῶν τὴν ὁμολογίαν, τουτέστι τὴν πίστιν, ἣν καὶ ὀρθῶς κατειθίσμεθα ποιεῖσθαι, λέγοντες· πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα
10καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν αὐτοῦ καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον. οὐκοῦν κἂν ἱερατεύειν ἀνθρωπίνως λέγηται, ἀλλὰ δέχεται τὴν θυσίαν αὐτὸς θεικῶς, ὁ αὐτὸς ὢν ὁμοῦ θεὸς καὶ ἄνθρωπος. εἴρηται δὲ πιστὸς διὰ τὸ ἀεὶ σώιζειν δύνασθαι τοὺς προσερχο‐ μένους δι’ αὐτοῦ τῶι θεῶι, πιστὸς δὲ ὠνόμασται καὶ αὐτὸς ὁ πατήρ. συγκρινόμενος δέ πως τῆι Μωσέως διακονίαι κατὰ τὸ ἀνθρώπινον, ὅσην ἔχει τὴν ὑπεροχὴν κατά γε τὸ εἶναι
15θεός, ἀναμάθοι τις ἂν καὶ οὐ σὺν ἱδρῶτι μακρῶι, ἐννοῶν ὅτι ὃ μὲν ὡς οἰκέτης ἐν τῶι οἴκωι πιστός, ὃ δὲ ὡς δεσπότης ἐπὶ τὸν οἶκον αὐτοῦ, καὶ ὅτι τοῦ οἴκου κατασκευαστὴς καὶ δημιουργὸς ὁ Ἐμμανουήλ, οὗ οἶκος ἐσμὲν ἡμεῖς. ἀσύγκριτος δὲ ποιητοῦ πρὸς τὸ ποιηθὲν ἡ διαφορὰ καὶ τοῦ κατὰ φύσιν δεσπότου πρὸς τὸ δοῦλον ἀληθῶς καὶ ἐν ὑφέσει νοούμενον.
20 Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαν‐ τός με ἵνα πᾶν ὃ δέδωκέν μοι, μὴ ἀπολέσω ἐξ αὐτο, ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῆι ἐσχάτηι ἡμέραι. Καταβῆναί φησιν ἑαυτὸν ἐξ οὐρανοῦ ἀπεστάλθαι τε παρὰ τοῦ θεοῦ καὶ πατρός, καίτοι τὰ πάντα πληρῶν, ἐκεῖνο, οἶμαι, καταδεικνὺς καὶ καθιστὰς
25ἅπασιν ἐναργὲς ὅτι θεὸς ὢν ὁ λόγος καταπεφοίτηκεν οἰκονομικῶς εἰς ἀνθρωπότητα δι’ ἡμᾶς καὶ οὔ τί που μεθεὶς τὸ εἶναι φύσει θεός, προσλαβὼν δὲ μᾶλλον ὅπερ οὐκ ἦν, ἵνα καὶ δοὺς τῶι θανάτωι πρὸς βραχὺ τὸ ἑνωθὲν αὐτῶι σῶμα καὶ ἴδιον αὐτοῦ μηδὲν ἀπολέσηι τῶν δοθέντων αὐτῶι, διασώσηι δὲ μᾶλλον καὶ ἀναστήσηι αὐτὸ ἐν τῆι ἐσχάτηι ἡμέραι. ποιεῖν μὲν οὖν λέγων τὸ θέλημα τοῦ πατρὸς καὶ οὐχὶ δὴ πάντως τὸ ἑαυτοῦ, τὰς τῶν
30Ἰουδαίων ἀπονοίας ἐλέγχει καὶ ὑποπλήττει πλαγίως ὡς ἀεὶ τὸ ἴδιον ἱστῶντας θέλημα καὶ τῶν θείων ὑπερορῶντας νόμων καὶ παρ’ οὐδὲν ποιεῖσθαι μεμελετηκότας τὸ τῶι δεσπότηι δοκοῦν· ἑαυτῶι γὰρ ἐν τούτοις προσμαρτυρῶν τὸ εὐήνιον, τῆς ἐκείνων ἀπειθείας κατηγορεῖ. ἔφη γάρ που καὶ ἑτέρωθι πρὸς αὐτοὺς ὡς διώκειν ἐθέλοντας καὶ μισεῖν ἡιρημένους καὶ ἄδικον ἐπ’ αὐτῶι τὴν ἐπὶ τούτωι ψῆφον ἐκφέροντας· ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε,
35ἐγὼ οὐ κρίνω οὐδένα· καὶ ἐὰν κρίνω δὲ ἐγ, ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. οὐκοῦν οἰκο‐ νομικῶς τὰ τοιάδε φησίν, πλὴν ἐκεῖνο φέρε δὴ φέρε καταθρήσωμεν. ἐξ οὐρανοῦ καταβὰς ὡς θεός, δεδόσθαι φησὶν ἑαυτῶι παρὰ τοῦ πατρὸς τοὺς εἰς αὐτὸν πιστεύοντας, ἵνα μὴ ἀπολέσηι μᾶλλον αὐτούς, ἀλλ’ ἀναστήσηι τῆι ἐσχάτηι ἡμέραι. πῶς οὖν ἀνέστησεν ἢ
40δηλονότι διὰ τῆς ἰδίας ἀναστάσεως τῆς ἐκ νεκρῶν; ζωοποιήσας γὰρ καὶ πρό γε τῶν

1,1,5

41

ἄλλων τὸν ἑαυτοῦ ναὸν καὶ τὸ τοῦ θανάτου κατασείσας κράτος διὰ τοῦ θανάτου τῆς ἰδίας σαρκός, ὁδὸς γέγονε τῆι ἀνθρωπείαι φύσει πρὸς ἀνάστασιν καὶ πρός γε τὸ δύνασθαι λοιπὸν κατευμεγεθῆσαι φθορᾶς. ἴδιον οὖν ἄρα τοῦ καταφοιτήσαντος ἐξ οὐρανοῦ θεοῦ λόγου τὸ δι’ οὗ γέγονε πρωτότοκος ἐκ νεκρῶν, ἵνα καὶ ἐγηγερμένωι κατακολουθῆι πρὸς ζωὴν τὸ
5δοθὲν αὐτῶι, οὐκέτι διὰ τὴν τοῦ πρωτοπλάστου παράβασιν ἀπολλύμενον, σωιζόμενον δὲ μᾶλλον διὰ τὴν ὑπακοὴν τοῦ Χριστοῦ. δεδόσθαι δέ φησιν ἑαυτῶι τοὺς τὴν εἰς αὐτὸν πίστιν προσιεμένους πάλιν ὡς ἄνθρωπος γεγονώς. κλῆρος μὲν γὰρ ἴδιος αὐτῶι πάντα τὰ τοῦ πατρός· ἐπειδὴ δέ, ὡς ἔφην, μετέσχεν αἵματος καὶ σαρκός, εἶτα πεπιστεύκαμεν ὡς θεῶι, ταύτηι τοι τὸ τῆς δόσεως ὄνομα παρεισκρίνεται· βεβασίλευκε γὰρ ἡμῶν καὶ μετὰ
10σαρκὸς ὁ καὶ πρὸ αὐτῆς βασιλεύς. καὶ γοῦν ὡς εἰς τὴν τοῦ χρῆναι βασιλεύειν ἀρχὴν εἰσκεκομισμένος, ὅτε γέγονε καθ’ ἡμᾶς, κύριος, φησίν, εἶπεν πρός με· υἱός μου εἶ σ, ἐγὼ σήμερον γεγέννηκά σε. δέχεται τοίνυν ἀνθρωπίνως τὰ ἑαυτοῦ, καίτοι κατεξουσιάζων ἀεὶ τῶν ὅλων ὡς θεός. Περὶ τοῦ ἡγιάσθαι Χριστὸν καὶ τῆς κατ’ αὐτὸν νοουμένης ἱερωσύνης
15 Ἔπρεπεν γὰρ αὐτῶι, δι’ ὃν τὰ πάντα καὶ δι’ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημά‐ των τελειῶσαι. ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες, δι’ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσωι ἐκκλησίας ὑμνήσω σε. Οἴονται
20τάχα που τῶν ἀμαθεστέρων τινὲς καὶ διαιρεῖν εἰωθότων εἰς δύο Χριστοὺς καὶ εἰς υἱοὺς δύο τὸν ἕνα κύριον Ἰησοῦν Χριστὸν τελειωθῆναι λέγεσθαι διὰ παθημάτων τὸν ἐκ γυναικὸς ἄνθρωπον ἰδίαι νοούμενον καὶ δίχα τοῦ ἐκ θεοῦ πατρὸς ὄντος λόγου καὶ αὐτὸν λέγεσθαι τῆς σωτηρίας ἡμῶν τὸν ἀρχηγόν, τετελειῶσθαι δὲ παρ’ αὐτοῦ τοῦ θεοῦ λόγου δοθέντα πρὸς τὸ παθεῖν ὡς ἕτερον ἰδικῶς. πρέπειν γὰρ αὐτῶι δὴ μάλιστά φασιν τὸ δι’ ὃν τὰ
25πάντα καὶ δι’ οὗ τὰ πάντα διά τοι τὸ φάναι τὸν μακάριον εὐαγγελιστήν· πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ἔπρεπεν τοίνυν, φασίν, τῶι λόγωι, δι’ ὃν τὰ πάντα καὶ δι’ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα τὸν ἀρχη‐ γὸν τῆς σωτηρίας αὐτῶν, τουτέστιν ἄνθρωπον ἁπλῶς τὸν διὰ τῆς ἁγίας παρθένου, τε‐ λειῶσαι διὰ παθημάτων. ὅτι δέ ἐστιν ἐμβροντησίας ἀνάπλεως ὁ λόγος αὐτοῖς, ὡς ἔνι,
30καὶ νῦν καταδεῖξαι πειράσομαι. Πρῶτον μὲν γὰρ τὸ δι’ οὗ καὶ ἐπ’ αὐτοῦ τέθειται τοῦ πατρός. καὶ γοῦν ὁ μακάριος Παῦλος πιστός, φησίν, ὁ θεός, δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτο. καὶ πάλιν τοῖς διὰ πίστεως εἰς ἐλεύθερον ἀξίωμα κεκλημένοις ἄρα, φησίν, οὐκέτι εἶ δοῦλος, ἀλλὰ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος διὰ θεο. ἀδιαφορούσης
35τοίνυν τῆς θεοπνεύστου γραφῆς περὶ τὴν τῆς λέξεως ἐκφώνησιν, δεχομένης δὲ αὐτὴν καὶ ἐπὶ τοῦ πατρός, οὐδὲν ἔτι τὸ συνωθοῦν ἡμᾶς εἰς τὸ τοῦ υἱοῦ περιτρέπειν πρόσωπον ὡς
ἐξ ἀνάγκης τὸ δι’ ο. ἐπειδὴ δὲ τοῦτό ἐστιν ἀληθές, τί μὴ μᾶλλον ἀφέντες εἰς τὸ

1,1,5

42

παρὸν τὸ αὐτοῦ πρόσωπον, εἶτα τῶι σκοπῶι τῶν ἱερῶν γραμμάτων ἑπόμενοι, τῆι μετὰ σαρκὸς οἰκονομίαι τοῦ μονογενοῦς τὸν αὐτῆι πρέποντα τηροῦντες λόγον, τὸν πατέρα φαμὲν τελειῶσαι διὰ παθημάτων ἐνανθρωπήσαντα τὸν υἱόν; ὑπέμεινε γὰρ σταυρὸν αἰσχύ‐ νης καταφρονήσας, ἐν εὐδοκίαι που πάντως τοῦ θεοῦ καὶ πατρός, ἵνα καὶ ἡμᾶς τοῖς
5ἴχνεσιν αὐτοῦ κατακολουθεῖν ἡιρημένους νεανικοὺς ἀποφήνηι, πειθομένους λέγοντι· μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. ἐπειδὴ γὰρ ἐμέλλομεν θλῖψιν ἔχειν ἐν τῶι κόσμωι καὶ διώκεσθαι παρ’ ἐχθρῶν καὶ τῶν τῆς ἀληθείας δογμάτων ὑπεραθλεῖν ἱδρῶτί τε καὶ πόνοις κατορθοῦν εὖ μάλα τὴν ἀρετήν, οὐκ ἐᾶι θρύπτεσθαι πρὸς δειλίας, ἀποφαίνει δὲ μᾶλλον εὐτολμοτάτους,
10ἐλάσας αὐτὸς διὰ παθημάτων, ἵνα καὶ ἡμᾶς ἐκδυσωπήσηι λέγων· οὔκ ἐστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτο. ἀρκετὸν τῶι μαθητῆι ἵνα γένηται ὡς ὁ διδάσκαλος, καὶ τῶι δούλωι, ὡς ὁ κύριος αὐτο. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν. σκοπὸς οὖν ἄρα γέγονεν τῶι μονογενεῖ σαρκὶ τῆι ἰδίαι παθεῖν ὑπὲρ ἡμῶν. καὶ ποία τίς ἐστιν ἡ τοῦδε πρόφασις, διδάξει λέγων
15ὁ θεσπέσιος Παῦλος· ἐπειδὴ γὰρ τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου κα‐ ταργήσηι τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξηι τούτους ὅσοι φόβωι θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. οὐκοῦν ἐπειδήπερ ἀνέφικτον ἦν τῆι ἀνθρώπου φύσει τὸ καταργῆσαι θάνατον
20(κεκράτητο γὰρ ὑπ’ αὐτοῦ, κατακομιζούσης αὐτὴν εἰς τοῦτο τῆς ἀρχαίας ἐκείνης ἀρᾶς), ἀναγκαίως ὁ ζωοποιὸς τοῦ θεοῦ λόγος τὴν θανάτωι κάτοχον ἠμπέσχετο φύσιν, τουτέστι τὴν καθ’ ἡμᾶς ἤτοι τὴν ἀνθρωπίνην, ἵνα καὶ τῆι αὐτοῦ σαρκὶ καθάπερ τι τῶν ἀτιθάσων θηρίων ἐπιπηδήσας ὁ θάνατος παύσηται τῆς καθ’ ἡμῶν τυραννίδος ὡς παρὰ θεοῦ καταρ‐ γούμενος αὐτὸς οὖν ἄρα ἐστὶν ὁ σαρκὶ τελειούμενος δι’ ἡμᾶς ἀνθρωπίνως, τελειῶν δὲ
25ἡμᾶς θεικῶς διὰ τοῦ καταργῆσαι τοῦ θανάτου τὸ κράτος. ἔλειπε γὰρ τῆι ἀνθρώπου φύσει τὸ ἄφθαρτον, οὕτω γενομένηι καὶ ἐν ἀρχαῖς. ὁ γὰρ θεὸς θάνατον οὐκ ἐποίησεν οὐδὲ τέρπεται ἐπ’ ἀπωλείαι ζώντων· ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου, καὶ οὔκ ἐστιν ἐν αὐτοῖς φάρμακον ὀλέθρου οὐδέ ἐστιν ἅιδου βασίλειον ἐπὶ γῆς, φθόνωι δὲ δια‐
30βόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. οὕτως ἡμᾶς τελειώσας ἔφασκε πρὸς τὸν ἐν οὐρανοῖς πατέρα καὶ θεόν· ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς τὸ ἔργον τελειώ‐ σας ὃ δέδωκάς μοι, ἵνα ποιήσω αὐτ. δόξα γὰρ ἀληθῶς τῶι θεῶι καὶ πατρὶ τὸ διὰ τοῦ ἰδίου γεννήματος καταργῆσαι θάνατον. οὐκοῦν ἡ μὲν τελείωσις αὐτῶι διὰ παθημάτων, ἡμῖν δὲ προσθήκη τοῦ λείποντος τὸ γεγενημένον· καινὴ γὰρ κτίσις τὰ ἐν
35Χριστῶι.

1,1,5

43

Ὅτι δὲ οὐκ ἄνθρωπον ἁπλῶς ἐξηιρημένου τοῦ λόγου τετελειῶσθαί φησιν ὑπὲρ ἡμῶν, ἐν ἀνθρωπείαι δὲ μᾶλλον μορφῆι πεφηνότα τὸν μονογενῆ, πιστώσεται πάλιν ὁ θεσπέσιος Παῦλος προστιθείς· ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες, δι’ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· ἀπαγγελῶ
5τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. τίς ὁ ἁγιάζων καὶ τίνες ἂν εἶεν οἱ ἁγιαζό‐ μενοι καὶ πῶς ἐξ ἑνὸς πάντες ἢ ἐκ τίνος, ὅλως ἄξιον ἰδεῖν. οὐκοῦν ἁγιάζει μὲν ὁ υἱός, ἅγιος ὢν κατὰ φύσιν ὡς θεός· ἡγιάσμεθα δὲ ἡμεῖς παρ’ αὐτοῦ διὰ τοῦ πνεύματος. πῶς οὖν οἱ πάντες ἐξ ἑνός; ὡς ποιητοῦ καὶ δημιουργοῦ, ὥστε καὶ ἀναγκαίαν ἐντεῦθεν ἡμᾶς πρὸς ἀλλήλους ἔχειν τὴν ἀδελφότητα. γενητῶι γὰρ πρὸς γενητόν, καθὸ γενητά, φυσική
10τις ἡ ἀδελφότης. καίτοι τὴν φύσιν ἀγένητός ἐστιν ὁ υἱὸς καὶ οὐκ ἀδελφὸς τῆι κτίσει κατά γε τὸ εἶναι φύσει θεός· πῶς οὖν οἱ πάντες ἐξ ἑνός, ὅ τε ἁγιάζων καὶ οἱ ἁγιαζό‐ μενοι; οὐκοῦν ἀναγκαῖος εἰς τὴν τῶν προκειμένων διασάφησιν τῆς μετὰ σαρκὸς οἰκονομίας ὁ λόγος. ὅτε γὰρ γέγονε καθ’ ἡμᾶς, τότε καὶ αὐτὸς μεθ’ ἡμῶν ἐξ ἑνὸς λέγεται καὶ κεχρημάτικε τοῖς κτίσμασιν ἀδελφός, ὡς συγγένειαν ἐσχηκὼς τὴν πρὸς ἡμᾶς ἀνθρωπίνην.
15ταύτηι τοι καὶ μάλα εἰκότως οὐκ αἰσχύνεται ἡμᾶς ἀδελφοὺς ὀνομάζειν, οὐκ ἀνασχόμενος, ὥς γέ μοι φαίνεται, τοῖς δι’ αὐτοῦ γεγονόσιν ἀδελφὸς ὀνομάζεσθαι, εἰ μὴ γέγονεν κατ’ αὐτούς, πλὴν οὐ μεθεὶς ὅπερ ἦν. τότε γὰρ ἀνεπιπλήκτως καὶ ὑμνήσει μεθ’ ἡμῶν αὐτός, ὃν ὑμνοῦσι τὰ σεραφὶμ καὶ ἡ σύμπασα κτίσις προσκυνεῖ. Καὶ ὁμολογουμένως μέγα ἐστὶν τὸ τῆς εὐσεβείας μυστήριον, ὃς ἐφα‐
20νερώθη ἐν σαρκ, ἐδικαιώθη ἐν πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμωι, ἀνελήφθη ἐν δόξηι. Εἰ θεὸς ὢν ὁ λόγος ἐνανθρωπῆσαι λέγοιτο καὶ οὐ δήπου μεθεὶς τὸ εἶναι θεός, ἀλλ’ ἐν οἷς ἦν, ἀεὶ διαμένων, μέγα δὴ τότε καὶ ὁμολογουμένως ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον· εἰ δὲ ἄνθρωπος νοεῖται κοινὸς ὁ Χριστὸς ὡς κατὰ μόνην τὴν ἰσότητα τῆς ἀξίας ἢ γοῦν αὐθεντίας θεῶι συνημμένος
25(πεφρονήκασι γὰρ τὰ τοιάδε τινὲς τῶν ἀμαθεστέρων), πῶς ἐν σαρκὶ πεφανέρωται; καίτοι πῶς οὐχ ἅπασιν ἐναργὲς ὅτι πᾶς ἄνθρωπος ἐν σαρκί τέ ἐστι καὶ οὐκ ἂν ἑτέρως ὁρῶιτό τισιν; τίνα δὲ τρόπον ὦφθαί φησιν αὐτὸν καὶ τοῖς ἁγίοις ἀγγέλοις; ἦ γὰρ καὶ ἡμᾶς αὐτοὺς οὐχ ὁρῶσιν ἄγγελοι; τί οὖν ἐν Χριστῶι τὸ ξένον ἢ τί τὸ παράδοξον, εἰ καθ’ ἡμᾶς ὄντα καὶ ἕτερον οὐδὲν τεθέανται τινὲς τῶν ἁγίων ἀγγέλων; πῶς δὲ καὶ ἔθνεσιν ἐκηρύχθη
30καὶ ὡς τίς ὑπάρχων παρὰ τῶν ἐν κόσμωι πιστεύεται; εἰ μὲν γὰρ ὡς ἕνα τῶν καθ’ ἡμᾶς ἄνθρωπον ἁπλῶς καὶ οὐχὶ δὴ μᾶλλον θεὸν ἐνηνθρωπηκότα διεκήρυξαν οἱ μαθηταὶ καὶ ὡς τοῦτο ὑπάρχων παρὰ τῶν ἐν κόσμωι πιστεύεται, ἀνθρωπολατρίαι κεκρατήμεθα καὶ προσκε‐ κυνήκαμεν τῆι κτίσει καὶ πρός γε τοῦτο ἡμᾶς κατεδόνησεν αὐτὸς ὁ φύσει τε καὶ ἀληθείαι καὶ τῶν ὅλων θεός, αὐτὸς γὰρ ἡμῖν ἀνέδειξε τὸν τῶν θεηγόρων χορόν· εἰ δὲ Χριστὸς
35ἐγερθεὶς ἐκ νεκρῶν τοῖς ἁγίοις ἔφασκεν ἀποστόλοις· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, εἶτα πεπιστεύκαμεν εἰς αὐτὸν βεβαπτίσμεθά τε τὸν
θάνατον αὐτοῦ καταγγέλλοντες καὶ ὁμολογοῦντες τὴν ἀνάστασιν καὶ τοῦτο δρᾶν εἰωθότες

1,1,5

44

τοῖς ἀνθρωπολατρίας ἐγκλήμασιν κατ’ οὐδένα τρόπον ἐνισχήμεθα, οὐκ ἄρα ψιλῆι συναφείαι τῆι πρὸς θεὸν λόγον τετιμημένος ἄνθρωπος ὁ Χριστός, συνόδωι δὲ μᾶλλον τῆι πρὸς τὸ ἀνθρώπινον καθ’ ἕνωσιν οἰκονομικὴν υἱὸς εἷς καὶ κύριος. μέγα γὰρ τότε τὸ τῆς εὐσεβείας ἐστὶ μυστήριον· πεφανέρωται γὰρ ἐν σαρκὶ θεὸς ὢν ὁ λόγος, ἐδικαιώθη δὲ ἐν πνεύματι·
5οὐ γὰρ ἐποίησεν ἁμαρτίαν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός. ὤφθη δὲ καὶ ἀγγέλοις, οἳ τὴν ἀνθρωπίνην αὐτοῦ γέννησιν οὐκ ἠγνοηκότες ἔφασκον· δόξα ἐν ὑψίστοις θεῶι καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. ἐκηρύχθη δὲ καὶ ἐν ἔθνεσιν καὶ ὅτι κατὰ ἀλήθειαν ἐστὶν υἱὸς τοῦ θεοῦ καὶ πατρὸς καὶ ἐν σαρκὶ πεφηνώς, παρὰ τοῖς ἐν κόσμωι πιστεύεται.
10 Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν ἐξ οὐρανοῦ καὶ ἔμεινεν ἐπ’ αὐτόν. κἀγὼ οὐκ ἤιδειν αὐτόν, ἀλλ’ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι αὐτός μοι εἶπεν· ἐφ’ ὃν ἂν ἴδηις τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν τῶι πνεύματι τῶι ἁγίωι. κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ
15υἱὸς τοῦ θεο. Ἕνα λέγοντες τὸν Ἐμμανουὴλ καὶ τῶν εἰς δύο Χριστοὺς ἀποδιοριζόν‐ των οὐκ ἀνεχόμενοι, τί δὴ ἄρα φαμὲν καταπτάντος ἐπ’ αὐτὸν ἐξ οὐρανοῦ τοῦ ἁγίου πνεύ‐ ματος καὶ μείναντος ἐπ’ αὐτόν; ἆρα δεδεῆσθαι τοῦ μεταλαχεῖν ἁγίου πνεύματος τὸν ἐκ θεοῦ πατρὸς λόγον ὑποτοπήσομεν; καίτοι πῶς οὐ πάναισχρον ἀληθῶς τὸ ὧδε φρονεῖν ἢ λέ‐ γειν; ἴδιον γὰρ αὐτοῦ τὸ πνεῦμά ἐστιν, καθάπερ ἀμέλει καὶ τοῦ πατρός. καὶ γοῦν ὁ
20μακάριος ἔφη Παῦλος· ὅτι δὲ ἐστὲ υἱο, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν κράζον· ἀββᾶ ὁ πατήρ. ἀσεβὲς οὖν ἄρα τὸ κἂν γοῦν ὑπονοῆσαι μόνον τῆς τοῦ πνεύματος μετουσίας δεδεῆσθαι καὶ αὐτὸν τὸν ἐκ θεοῦ πατρὸς λόγον καὶ τὸ οὕτω σαφῆ τὴν ἀπόδειξιν ἔχον περιεργίας ἀξιοῦν εὔηθες κομιδῆι. πῶς οὖν ἐπ’ αὐτὸν κατέπτη τὸ πνεῦμα; δέχεται γὰρ ἀνθρωπίνως, ἀκαταιτίατον αὐτῶι τὸ
25λαβεῖν ἀποφαινούσης εὖ μάλα τῆς μετὰ σαρκὸς οἰκονομίας, μᾶλλον δὲ καὶ ἀναγκαίως εἰς τοῦτο φερούσης. δέχεται γὰρ οὐχ ἑαυτῶι μᾶλλον, ἀλλ’ ἡμῖν, ἵν’ ἐπείπερ ἀπέπτη τῶν ἐπὶ τῆς γῆς διὰ τὸ ἐπιμελῶς ἐγκεῖσθαι τὴν διάνοιαν τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος, καταφοιτῆσαν ἐπ’ αὐτὸν ὡς ἐν ἀπαρχῆι τοῦ γένους δευτέραι καταλύσηι καὶ ἀνα‐ παύσηται πάλιν ἐν ἡμῖν ὡς κατωρθωκόσιν ἤδη τὸ ἀναμάρτητον ἐν Χριστῶι καὶ τὴν αἰτίας
30ἁπάσης ἀπηλλαγμένην ἔχουσι ζωήν. πλὴν εἰ καὶ ἀνθρωπίνως δέχεται δι’ ἡμᾶς, ἀλλ’ ὅρα διδόντα θεικῶς· φ’ ὃν γὰρ ἂν ἴδηις τὸ πνεῦμα καταβαῖνον, φησί, καὶ μένον ἐπ’ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν τῶι πνεύματι τῶι ἁγίωι. τοῦτο δέ ἐστιν ἐνέργημα θεικόν· ἐνίησι γὰρ τοῖς βαπτιζομένοις ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὡς ἴδιον πνεῦμα τὸ τοῦ πατρός. καὶ πρός γε τοῦτο ἡμᾶς ἐμπεδοῖ γεγραφὼς ὁ θεσπέσιος
35Παῦλος· ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκ, ἀλλ’ ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν. εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὔκ ἐστιν
αὐτο.

1,1,5

45

Μεμαρτύρηκεν οὖν Ἰωάννης ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ, ἀναπυθέσθαι δὲ πάλιν ἐθέλοιμ’ ἂν τῶν εἰς δύο διοριζόντων υἱοὺς τὸν ἕνα κύριον Ἰησοῦν Χριστόν· ἕνα δέδειχεν ὁ πατὴρ καὶ περὶ ἑνός φησιν ὁ μακάριος εὐαγγελιστής οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεο· ἄρ’ οὖν εἰπέ μοι περὶ τίνος ἔσται τὸ εἰρημένον; εἰ μὲν οὖν ἰδικῶς καὶ κατὰ μόνας τοῦ
5μονογενοῦς, τουτέστιν τοῦ ἐκ πατρὸς ὄντος λόγου, πῶς τὸ πνεῦμα δέχεται, καίτοι θεὸς ὢν φύσει καὶ ἴδιον ἔχων αὐτό; εἰ δὲ ἀνὰ μέρος καὶ ἰδικῶς ἢ γοῦν κατὰ μόνας τὸν ἐκ γυναι‐ κὸς ἄνθρωπον δεδεῆσθαί φασι τῆς τοῦ πνεύματος μετοχῆς, πῶς αὐτός ἐστιν ὁ βαπτίζων ἐν αὐτῶι, καίτοι μόνηι πρέποντος τῆι ἀνωτάτω φύσει τοῦ καὶ ἀποφαίνειν δύνασθαι μετεσχη‐ κότας τοῦ πνεύματος τοὺς προσιόντας αὐτῆι; εἰ δὲ δέχεται καὶ δίδωσιν ὁ αὐτός, πρόδηλον
10ὅτι κατά γε τοὺς τῆς μετὰ σαρκὸς οἰκονομίας λόγους καὶ καθὸ φύσει καὶ ἀληθῶς ἐστι θεός, δέχεται μὲν ἀνθρωπίνως οὐχ ἑαυτῶι μᾶλλον, ἀλλὰ τῆι τῶν ἀνθρώπων φύσει δι’ ἑαυτοῦ καὶ ἐν ἑαυτῶι πρώτωι προξενῶν αὐτό, δίδωσι δὲ θεικῶς ἐξ ἰδίας αὐτοῦ φύσεως τοῖς ἀξίοις τοῦ λαβεῖν ἐνιείς. ἦν μὲν οὖν τῶι προκειμένωι ῥητῶι προσεοικότα τε καὶ τὸν ἴσον ἔχοντα νοῦν παραθεῖναι καὶ ἕτερα, τὸ δέ γε ταυτοεπεῖν φορτικὸν εἰδότες ἐκεῖνο φαμὲν ὡς
15ἀπόχρη τοῖς νουνεχεστέροις ἡ ἑνὸς ἐξήγησις εἰς τὴν τῶν ὁμοίως ἐχόντων ἀκριβῆ διασά‐ φησιν. οὐκοῦν ὁσάκις ἂν λέγοιτο Χριστὸς ἁγιάζεσθαι τυχὸν ἢ γοῦν τὸ πνεῦμα λαβεῖν, κατὰ τοῦτον αὐτὸν τὸν τρόπον προσήκει νοεῖν. εὐσεβεῖν γὰρ ἄμεινον περιτρέποντας εὐφυῶς εἰς τὸ ἀμωμήτως ἔχον τῶν ἱερῶν γραμμάτων τὸν νοῦν ἢ γοῦν ἰέναι κατὰ πετρῶν ἀνοσίως ἐπιτειχίζοντας τῆι δόξηι Χριστοῦ τὰ ὀρθῶς εἰρημένα.
20 Ἰησοῦς δὲ πλήρης πνεύματος ἁγίου ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου καὶ ἤγετο ἐν τῶι πνεύματι εἰς τὴν ἔρημον τεσσαράκοντα ἡμέρας, πειρα‐ ζόμενος ὑπὸ τοῦ διαβόλου. καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκεί‐ ναις καὶ συντελεσθεισῶν αὐτῶν ἐπείνασεν. Ἔδει δὴ πάλιν ὑπὲρ ἡμῶν ἀν‐ ταναστῆναί τε, μόνον δὲ οὐχὶ καὶ ἀποδύσασθαι τῶι πάλαι νικήσαντι σατανᾶι τὸν διὰ τοῦτο
25καθιγμένον εἰς ἑκούσιον κένωσιν, ἵνα ἡμᾶς ἀποφήνηι μετεσχηκότας τοῦ ἰδίου πληρώματος καὶ ἀσθενήσαντας ἐν Ἀδὰμ εὐρωστίαν ἔχοντας ἀποδείξηι πνευματικήν· πέπαυται γὰρ ἐν Χριστῶι τὰ ἐν τῶι πρωτοπλάστωι τῆι ἀνθρώπου φύσει συμβεβηκότα σωματικά τε καὶ ψυχικὰ τῶν ἀρρωστημάτων. ὥσπερ γὰρ διὰ τῆς ὑπακοῆς αὐτοῦ δίκαιοι κατέστημεν οἱ πολλοί, καίτοι πεπονθότες διὰ τῆς ἐκείνου παρακοῆς τὴν κατάκρισιν, οὕτω δὴ πάλιν διὰ
30τῆς ἐν Χριστῶι νοουμένης εὐσθενείας, δῆλον δὲ ὅτι πνευματικῆς, τὰ ἐπὶ ταῖς πρώταις ἀσθενείαις διεκρουσάμεθα βλάβη καὶ οἱ πεπτωκότες ἐν Ἀδὰμ νενικήκαμεν ἐν Χριστῶι. ἀντιτάττεται τοίνυν ὑπὲρ ἡμῶν ὡς ἄνθρωπος καὶ νικᾶι θεικῶς, καὶ πειράζεται μὲν ὡς ἑνὶ τῶν καθ’ ἡμᾶς ἐπιπηδῶντος τοῦ σατανᾶ καὶ οἰηθέντος ὅτι τὸ ἀκρατὲς τῆς σαρκὸς συνεκπο‐ λεμήσειεν ἂν αὐτῶι τὸν πειραζόμενον, ἀναχωρεῖ δὲ κατηισχυμμένος, καινοτομούσης αὐτὸν
35τῆς ἀνθρώπου φύσεως ἐν Χριστῶι καὶ νενεκρωμένον ἐχούσης τῆς ἁμαρτίας τὸν νόμον τὸν
ἐν τοῖς μέλεσι τῆς σαρκὸς ἀγριαίνοντα· κατήργηται γὰρ ἐν Χριστῶι. νηστεύσας γε μὴν

1,1,5

46

ἀποχρώντως καὶ δυνάμει θεοπρεπεῖ ποτοῦ καὶ σιτίων δίχα τὴν σάρκα τηρήσας ἀδιάφθορον ἐφίησι μόλις τὰ οἰκεῖα παθεῖν αὐτῆι. πεινῆσαι γὰρ λέγεται, καὶ διὰ ποίαν αἰτίαν; ἵνα δι’ ἀμφοῖν εὐτεχνῶς θεός τε ὁμοῦ καὶ ἄνθρωπος ὑπάρχων ἐπιγινώσκηται, εἷς καὶ ὁ αὐτὸς δηλονότι καὶ θεικῶς ὑπὲρ ἡμᾶς καὶ καθ’ ἡμᾶς ἀνθρωπίνως. ἄγεσθαι δὲ λέγεται τῆι
5δυνάμει τοῦ πνεύματος εἰς τὴν ἔρημον, τοῦ ἄγεσθαι δηλοῦντος οὐ τὸ ἀποφέρεσθαι μᾶλλον, ἀλλὰ τὸ διάγειν ἤτοι διατελεῖν, καθάπερ ἀμέλει καὶ ἐφ’ ἡμῶν εἴρηται πλειστάκις· ὁ δεῖνα τυχὸν ἑαυτὸν ὀρθῶς ἄγει, τουτέστιν ἀμέμπτως ζῆι καὶ πολιτεύεται. ἀνεστρέφετο τοίνυν εἰς τὴν ἔρημον ἢ γοῦν ἐποιεῖτο τὰς διατριβάς, οὐ σωματικῶς· ποτοῦ γὰρ δίχα καὶ τῆς τοῖς σώμασιν ἀναγκαίας τροφῆς ὡς ἐν δυνάμει πνεύματος ὑπὲρ φύσιν τὴν καθ’ ἡμᾶς
10διεκαρτέρει πρὸς τὴν νηστείαν. πλὴν ἐκεῖνο ἄθρει· ἐπωφελεστάτη γὰρ λίαν τῆς ἐννοίας ἡ δύναμις· οὐ πρὸ τοῦ ἁγίου βαπτίσματος ἐπειράζετο, ἀλλ’ οὐδὲ ἤγετο τῶι πνεύματι εἰς τὴν ἔρημον, τύπον ἡμῖν τὸ χρῆμα τιθείς· ἀμήχανον γὰρ τοὺς οὔπω βεβαπτισμένους ἢ τοῦ πειράζοντος σατανᾶ δύσοιστον οὖσαν τὴν προσβολὴν ὑπενεγκεῖν δύνασθαι νεανικῶς ἢ γοῦν ἄγεσθαι πνευματικῶς, καιρὸς δὲ ὁ πρέπων τοῖς οὕτω λαμπροῖς καὶ ἀξιαγάστοις κατορθώ‐
15μασιν ὁ μετὰ τὸ ἅγιον βάπτισμα. κραταιωθέντες γὰρ οὕτως τῆι τοῦ ἁγίου πνεύματος μετοχῆι καὶ τῆι ἄνωθεν χάριτι κατεσφραγισμένοι, πρὸς εὐρωστίαν δὲ δηλονότι τὴν πνευ‐ ματικήν, ἀνάλωτοί τε ἐσόμεθα τῶι σατανᾶι καὶ ὡς ἐν δυνάμει πνεύματος διαζήσομεν, ἔρη‐ μον ὥσπερ τινὰ καταλαμβάνοντες χῶρον τὸ ἔξω τύρβης γενέσθαι κοσμικῆς. σμικρὸν μὲν οὖν κομιδῆι τῶι πάντα ἰσχύοντι λόγωι τὸ νικῆσαι τὸν σατανᾶν, μέγα δὲ πάλιν ἡμῖν
20τὸ καὶ τούτου τυχεῖν διὰ τῆς ἐνανθρωπήσεως αὐτοῦ, καθὰ καὶ τὸ ἀνακαινισθῆναι πρὸς ἀφθαρσίαν. ὥσπερ γὰρ διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ κρείττους ἡμεῖς γεγό‐ ναμεν τῆς φθορᾶς, οὕτω διὰ τῆς ἐν τῶι πειράζεσθαι νίκης πάλιν ἡμεῖς κεκρατήκαμεν. Ἔχοντες οὖν ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ θεο, κρατῶμεν τῆς ὁμολογίας. οὐ γὰρ ἔχομεν ἀρχιερέα
25μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειραμένον δὲ κατὰ πάντα καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας. Ἡ τῆς ὀρθῆς πίστεως ὁμολογία πράττεται πρὸς ἡμῶν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν αὐτοῦ καὶ εἰς ἓν ἅγιον πνεῦμα. ταύτης ἡμᾶς τῆς ὁμολογίας ἐξέχεσθαι δεῖν ὁ θεσπέσιος γράφει Παῦλος. ἐπειδὴ δέ ἐστιν εἷς υἱὸς ὁμολογουμένως τοῦ θεοῦ καὶ πατρός,
30δῆλον δὲ ὅτι Χριστὸς Ἰησοῦς ὁ συμπαθῆσαι δυνάμενος ταῖς ἀσθενείαις ἡμῶν καὶ κατὰ πάντα πεπειραμένος καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας, τίς ἂν εἴη λοιπὸν ὁ μέγας ἡμῶν ἀρχιερεύς; ἆρ’ οὐχὶ γεγονὼς καθ’ ἡμᾶς ὁ λόγος καὶ σαρκὶ παθὼν ὑπὲρ ἡμῶν; τότε γὰρ ἡμῶν κεχρημάτικεν ἀρχιερεύς, οὐχ ὡς ὀθνεῖον προσάγων τὸ θύμα κατά γε τὸ εἰωθὸς τοῖς ἄλλοις, ἀλλ’ ὢν αὐτὸς ὁ ἀμνός, ἡ εὐοσμοτάτη θυσία, τὸ νοητὸν ὁλοκαύτωμα, ἡ λαλιστάτη
35τρυγών, ἡ ἀκέραιος περιστερά, ὁ ἄρτος ὁ ζῶν, τὸ χρυσοῦν θυμιατήριον. Χριστοῦ γὰρ ἐσμὲν εὐωδία τῶι θεῶι, κατὰ τὸ γεγραμμένον. ἄθρει δέ μοι τῶν ἀποστολικῶν ἐννοιῶν τὸ βάθος. οὐκ ἔχομεν, φησίν, ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς
ἀσθενείαις ἡμῶν, πεπειραμένον δὲ κατὰ πάντα καθ’ ὁμοιότητα χωρὶς

1,1,5

47

ἁμαρτίας. εἰ γὰρ καὶ μήπω γέγονεν ἄνθρωπος, φησίν, ὁ τοῦ θεοῦ λόγος, ἤιδει μὲν ἤιδει καὶ οὕτω τὴν ἀνθρωπίνην ἀσθένειαν ὡς δημιουργός (αὐτὸς γὰρ ἔγνω τὸ πλάσμα ἡμῶν κατὰ τὸ γεγραμμένον), ἀλλ’ εἴπερ τι τῶν ἀνθρωπίνων καὶ ἐπ’ αὐτοῦ φάναι θέμις, οὔπω καὶ εἰς αὐτὴν κέκλητο πεῖραν τῶν ἡμετέρων ἀσθενειῶν. ἐπειδὴ δὲ τὴν ἡμῶν
5ἠμπέσχετο σάρκα, πεπείραται κατὰ πάντα, καὶ οὐ δήπου φαμὲν ὡς ἠγνοηκώς, ἀλλ’ ὅτι τῆι γνώσει τῆι θεοπρεπεῖ προυποκειμένηι καὶ τὸ διὰ πείρας αὐτῆς συνέβη μαθεῖν. γέγονε δὲ συμπαθὴς οὐκ ἀπό γε τοῦ πεπειρᾶσθαι, πόθεν; ἦν γὰρ ἐλεήμων φύσει καί ἐστιν ὡς θεός· ἐπειδὴ δὲ μετὰ τοῦ εἶναι ὅ ἐστι, καὶ γέγονε καθ’ ἡμᾶς, ἀνθρωποπρεπῶς καὶ ταῦτα λέγεται περὶ αὐτοῦ. διαβῆναι δέ φησι τοὺς οὐρανοὺς αὐτὸν σωματικῶς τε ἅμα καὶ
10θεοπρεπῶς. ἀνέβη μὲν γάρ, ὡς αὐτός πού φησιν ὁ σοφώτατος Παῦλος, νῦν ἐμφα‐ νισθῆναι τῶι προσώπωι τοῦ θεοῦ ὑπὲρ ἡμῶν, δίεισί γε μὴν καὶ καθ’ ἕτερον τρόπον τοὺς οὐρανούς, ἡττωμένων δηλονότι καὶ κατόπιν ἰόντων τῆς δόξης τῶν μακαρίων ἀγγέλων. ἔστι γὰρ ἔστιν ὡς θεὸς ὑπεράνω πάσης ἀρχῆς ἐξουσίας τε καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου εἴτε ἐν τῶι αἰῶνι τούτωι
15εἴτε ἐν τῶι μέλλοντι. συνεδρεύει γὰρ ὡς υἱὸς τῶι ἰδίωι πατρί, καὶ εἰ γέγονε καθ’ ἡμᾶς οἰκονομικῶς. Καὶ οὐχ ἑαυτῶι τις λαμβάνει τὴν τιμήν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ θεο, ὥσπερ καὶ Ἀαρών. οὕτω καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασεν γενηθῆναι ἀρχιερέα, ἀλλ’ ὁ λαλήσας πρὸς αὐτόν· υἱός μου εἶ σ, ἐγὼ
20σήμερον γεγέννηκά σε. Ὁ καθεὶς ἑαυτὸν εἰς κένωσιν περιμένει κλῆσιν τὴν ἐκ πατρὸς ἀποφέρουσαν εἰς ἱερωσύνην τὴν ὅτι μάλιστα συνήθη τε καὶ πρεπωδεστάτην οὐ τῆι αὐτοῦ φύσει μᾶλλον, ἀλλὰ τῆι καθ’ ἡμᾶς, τουτέστι τῆι ἀνθρωπίνηι, ἧς ἐπείπερ εἴσω γέγονεν, ὑπομένει τὰ αὐτῆς, ἀδικούμενος ἐντεῦθεν τὸ σύμπαν οὐδέν, εὐτεχνῶς δὲ μᾶλλον τῆι μετὰ σαρκὸς οἰκονομίαι χρώμενος. ὥσπερ γὰρ καίτοι τῆι φύσει κύριος ὢν μεμένηκεν ὅπερ ἦν,
25κἂν εἰ γέγονεν ἐν τῆι τοῦ δούλου μορφῆι, οὕτω φαμὲν ὅτι καίτοι μυρίους ἔχων ἐν οὐρανῶι τοὺς ἱερουργοῦντας αὐτῶι, τὰς νοητὰς δηλονότι καὶ ἀναιμάκτους θυσίας, ὕμνους καὶ δοξο‐ λογίας, καὶ τὴν καθ’ ἡμᾶς ἱερωσύνην ποιεῖται δεκτήν, ἀποσώιζων πανταχοῦ τοῖς τῆς ἀν‐ θρωπότητος μέτροις τὰ πρέποντά τε καὶ ἐοικότα αὐτῆι. κέκληται τοίνυν καθὰ καὶ Ἀαρών, πλὴν οὐκ ἐν ἴσωι τρόπωι. ὃ μὲν γὰρ ἐχρίετο πρὸς ἱερουργίαν καὶ ἦν οἰκέτης, ὃ δὲ ὡς
30υἱὸς καλεῖται καὶ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερουργεῖ τῶι πατρί. καὶ τόν γε τῆς ἱερουργίας ἐξηγεῖται τρόπον ὁ θεσπέσιος Παῦλος, ὡδὶ γεγραφὼς περὶ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ· ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκίνης γέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου. οὐκοῦν ἀσυγκρίτως ἀμείνων τῆς ἱερουργίας ὁ τρόπος, καὶ ὃ μέν, ὡς ἔφην, οἰκέτης ἦν, καίτοι κεκλημένος εἰς ἱερωσύνην, ὃ δὲ καὶ οὕτως υἱὸς
35τοῦ θεοῦ καὶ πατρός, ὡς μὲν φύσει θεὸς καὶ λόγος κατὰ τὴν προαιώνιον γέννησιν, ὡς δὲ ἄνθρωπος καθ’ ἡμᾶς κατὰ τὴν νεωτάτην καὶ ἔνσαρκον, ἧς ἂν εἴη δεικτικὸν καὶ τὸ σή‐
μερον· καιρὸν γὰρ ἡμῖν σημαίνει τὸν ἐνεστηκότα. οἰκειοῦται δὴ οὖν καὶ τὴν σαρκικὴν

1,1,5

48

αὐτοῦ γέννησιν ὁ πατήρ· οἶδεν γὰρ οἶδεν ἴδιον ὄντα τὸν υἱὸν τὸν ἐξ αὐτοῦ θεικῶς καὶ ἐκ γυναικὸς ἀνθρωπίνως. Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώιζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δα‐
5κρύων προσενέγκας καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὢν υἱός, ἔμαθεν ἀφ’ ὧν ἔπαθεν, τὴν ὑπακοὴν καὶ τελειωθεὶς ἐγένετο πᾶσι τοῖς ὑπακούουσιν αὐτῶι αἴτιος σωτηρίας αἰωνίου, προσαγορευθεὶς ὑπὸ τοῦ θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ. Ὁ πάνσοφος Παῦλος ἐπιστέλλει καί φησιν τοῖς ἐν πίστει δεδικαιωμένοις μιμηταί μου γίνεσθε καθὼς κἀγὼ Χρι‐
10στο, καὶ μὴν καὶ ὁ θεσπέσιος Πέτρος ποῖον γὰρ κλέος, φησίν, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε; ἀλλ’ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ θεῶι, ὅτι καὶ Χριστὸς ἀπέθανεν ὑπὲρ ὑμῶν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτο. γέγονεν οὖν ἄρα σκοπὸς τῶι μονογενεῖ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ἔχοντι παθεῖν ἀνθρωπίνως
15καὶ διδάξαι τοὺς αὐτῶι γνωρίμους τίνα δὴ τρόπον ταῖς τῶν πειρασμῶν ἐφόδοις προσέρ‐ χεσθαι χρὴ καὶ ὁποίους εἶναι προσήκει τοὺς διωκομένους τῆς εἰς θεὸν εὐσεβείας ἕνεκα καὶ κινδύνοις ἐμβεβηκότας τοῖς περὶ ψυχῆς καὶ αἵματος, καὶ πρὸς ἔτι τούτωι καταδεῖξαι τῆς ὑπακοῆς εὐκλεὲς τὸ τέλος, ἵνα καὶ ἡμεῖς ἄριστοί τε καὶ σοφοὶ τῶν αὐτῶι πεπραγμένων οἰκονομικῶς εὑρισκώμεθα μιμηταὶ τοῖς τε ἴχνεσιν αὐτοῦ κατακολουθεῖν σπουδάζοντες τὸν
20εὐδόκιμον ἀληθῶς διαζήσωμεν βίον. ὅτι τοίνυν ἄθραυστον ἔχειν προσήκει τὸ φρόνημα τοὺς οἷσπερ ἂν ὅλως προκέοιτο παθεῖν ὑπέρ γε τῆς εἰς αὐτὸν ἀγάπης καὶ τὸν ὑπὲρ τῆς εὐσεβείας κίνδυνον ἡγεῖσθαι ζωήν, ἐξ ὧν ὑπέμεινεν αὐτὸς πέπραχέ τε δι’ ἡμᾶς ἀνθρωπίνως, διδάσκειν βούλεται· πλὴν οὐκ ἐφίησι τοὺς ἀνδριζομένους εἰκῆι παραρριπτεῖν τὰς ἑαυτῶν ψυχὰς οὐδὲ οἷον μεθέντας ἀτημελῶς τὸ πρακτέον καὶ τὰ δι’ ὧν ἦν εἰκὸς σώιζεσθαι παρ’
25ἐλπίδα, μόνον ἐκδέχεσθαι τὸ τοῖς ἐθελοκακοῦσι δοκοῦν, ἀναπείθων δὲ μᾶλλον συντείνεσθαι πρὸς εὐχὰς καὶ ἀκατάληκτον ποιεῖσθαι τὴν πρὸς θεὸν ἱκετείαν. ταῦτα διδάσκει δεήσεις τε καὶ ἱκετηρίας ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ προσαγηοχὼς πρὸς τὸν δυνάμενον σώιζειν αὐτὸν ἐκ θανάτου. ὅρα δὲ ὅπως ἁγιοπρεποῦς ἐπιεικείας τὸ χρῆμα μεμέστωται. τὸ μὲν γὰρ καταθρασύνεσθαι τῶν πειρασμῶν ἀνδρίας μὲν ἔχει δόξαν, δοκεῖ δέ πως ὑπερο‐
30ψίας οὐκ εἰς ἅπαν ἠμοιρηκέναι· τό γε μὴν δεδιέναι μὲν καὶ ὑποστέλλεσθαι δοκεῖν καὶ δεῖσθαι θεοῦ τοῦ σώιζειν ἰσχύοντος εὐλαβείας ὑπόληψιν ἔχει. ἐπεὶ διὰ ποίαν αἰτίαν τοῖς ἁγίοις προστέταχε μαθηταῖς· ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῆι πόλει ταύτηι, φεύ‐ γετε εἰς ἑτέραν; πῶς δὲ καὶ αὐτὸς ὁ πάνσοφος Παῦλος, καίτοι λέγων ἐναργῶς τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστο; θλῖψις ἢ στενοχωρία ἢ διω‐
35γμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; τὸν τῆς Δαμασκοῦ διαδιδράσκων ἡγούμενον διὰ τῆς θυρίδος ἐχαλᾶτο διὰ τοῦ τείχους; ἔδει τοίνυν παντὸς ἀγαθοῦ καθηγητὴν
καὶ διδάσκαλον αὐτὸν ἡμῖν ἀναφανεῖσθαι τὸν Χριστόν. προσήιει μὲν γὰρ μετὰ κραυγῆς

1,1,5

49

ἰσχυρᾶς καὶ ἱκετηρίας, ὡς καθ’ ἡμᾶς γεγονώς, εἰσηκούσθη δὲ ὡς φύσει τε καὶ ἀληθῶς υἱὸς οὐ παρακουόμενος. ἐγὼ γὰρ ἤιδειν, φησίν, ὅτι πάντοτέ μου ἀκούεις. ἵνα γὰρ καὶ τὰς ἡμῶν προσευχὰς δεκτὰς γενέσθαι παρασκευάσηι, πάλιν αὐτὸς ἀπάρχεται τοῦ πράγματος, μόνον οὐχὶ κατευρύνων τῆι ἀνθρώπου φύσει τὴν τοῦ πατρὸς ἀκοὴν καὶ οἷον
5ἑτοιμοτάτην παρατιθεὶς ταῖς τῶν δι’ αὐτὸν κινδυνευόντων εὐχαῖς. οὐκοῦν ἡμεῖς ἦμεν ἐν αὐτῶι καθάπερ ἐν ἀπαρχῆι δευτέραι τοῦ γένους οἱ μετὰ κραυγῆς ἰσχυρᾶς καὶ οὐκ ἀδακρυτὶ προσευχόμενοι καὶ τὸ τοῦ θανάτου κράτος καταργηθῆναι παρακαλοῦντες, ἰσχῦσαι δὲ τὴν ζωὴν τὴν καὶ πάλαι τῆι φύσει δεδωρημένην. Ὅτι δὲ τὸ ὑπακοῦσαι θεῶι λαμπρὸν καὶ ἀπόβλεπτον ἔχει τὸ πέρας, ὡς ἐν αὐτῶι δὴ
10πάλιν ὀψόμεθα. ἀφ’ ὧν γὰρ ἔπαθε, φησίν, ἔμαθε τὴν ὑπακοήν. ὅμοιον γὰρ ὡς εἰ λέγοι τυχόν· τεταπείνωκεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυρο. ἀλλ’ οὐ μεμένηκε ταπεινός· ὑπερυψώθη γὰρ τὸ ὄνομα λαβὼν τὸ ὑπὲρ πᾶν ὄνομα. καὶ ἀνθρώπινον μὲν τοῦ λόγου τὸ σχῆμα, ἄριστός γε μὴν εἰς ἡμᾶς ὁ τοῦ πράγματος τύπος, εὐκλεᾶ τε καὶ ἀξιάγαστον ἀποφαίνων τὴν ὑπακοὴν καὶ τοῦ παντὸς ἡμῖν
15πρόξενον ἀγαθοῦ. τύπος οὖν ἄρα καὶ ὑπογραμμὸς εἰς ἡμᾶς τὸ μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσεύχεσθαι πειραζόμενον τὸν Ἐμμανουήλ, οὐ πρὸ τῆς ἐνανθρωπήσεως, ἀλλ’ ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, ὅτε καὶ τοῦτο δρᾶν ἀνεγκλήτως ἐξῆν, οὐδὲν εἰς τὴν τῆς θεότητος ἀδικούμενον δόξαν, ἐφιείσης δὲ μᾶλλον αὐτῶι τοῦτο δρᾶν τῆς μετὰ σαρκὸς οἰκονομίας. ἐπεὶ τίνα τρόπον κατεπτοήθη θάνατον ἡ ζωή; ὁ δὲ καὶ ἡμᾶς αὐτοὺς ἀπο‐
20φαίνων εὐτολμοτάτους καὶ λέγων μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, πῶς ἂν ἥλω παθὼν τὴν δειλίαν; ἢ πῶς ἂν ἠτόνησε τῆς ἰδίας σαρκὸς ἀποσοβῆσαι τὸν θάνατον ὁ πάντων αὐτὸν ἀφιστάς, ὁ μιᾶι φωνῆι τοὺς ἐν τοῖς μνημείοις ἐγείρειν ὑπισχνού‐ μενος καὶ οὐκ ἀνέφικτον αὐτῶι τὸ χρῆμα δεικνύων; προσεφώνει γὰρ Λαζάρωι μὲν δεῦρο ἔξω, τῶι δὲ τῆς χήρας υἱῶι νεανίσκε, σοὶ λέγω, ἐγέρθητι.
25 Εἰ δὲ δή τινες εἶεν οἱ τολμῶντες λέγειν ὥς ἐστιν ἄνθρωπος ἰδικῶς ὁ ἐκ τῆς ἁγίας παρθένου δεήσεις τε καὶ ἱκετηρίας μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας πρὸς τὸν δυνάμενον σώιζειν αὐτὸν ἐκ θανάτου, μάλιστα μὲν τοῖς ἱεροῖς ἀπάιδοντα γράμμασιν φρονεῖν ἡιρημένοι δικαίως ἀκούσονται λέγοντος περὶ αὐτῶν ἑνὸς τῶν ἁγίων ἀποστόλων· οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικο, πνεῦμα μὴ ἔχοντες· εἶτα πρὸς τού‐
30τωι φραζόντων ἐκεῖνο πότερόν ποτε ψιλὸν ἄνθρωπον εἶναί φασιν αὐτὸν ἢ γοῦν καθάπερ εἰπεῖν τεθαρρήκασιν, ἔχει τὴν ἰσότητα τῆς ἀξίας καὶ τῆς αὐθεντίας τῆς πρός γε φημὶ τὸν ἐκ θεοῦ λόγον ὡς αὐτῶι συνημμένος; εἰ μὲν οὖν ἄνθρωπον εἶναί φασι καθ’ ἡμᾶς ψιλόν, ἀνθρωπολατροῦσιν ὁμολογουμένως, προσκυνοῦντες αὐτῶι· γέγραπται γὰρ ὅτι κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῶι μόνωι λατρεύσεις· εἰ δὲ δὴ φαῖεν ὅτι
35κέκληται πρὸς ἰσότητα τῆς ἀξίας ἢ γοῦν αὐθεντίας τῆς πρὸς θεὸν λόγον, εἶτα πρόσεισι τῶι θεῶι καὶ πατρὶ μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δεδακρυμένος καὶ δεῖται τοῦ σώιζοντος,
οὐδὲν ἔτι τὸ κωλῦον καὶ αὐτοῦ τοῦ λόγου τὸ μέτρον τοσοῦτον ὑπάρχειν ὑπονοεῖν, ὅσονπερ

1,1,5

50

ἂν εἶναι πιστεύοιτο καὶ τὸ τοῦ πρὸς αὐτὸν ἔχοντος τὴν ἰσότητα τῆς ἀξίας ἢ γοῦν αὐ‐ θεντίας. οὐκοῦν πρέποι ἂν καὶ αὐτῶι τὸ δεδιέναι θάνατον, τὸ κίνδυνον ὑφορᾶσθαι, τὸ κλαίειν ἐν πειρασμοῖς, καθεστάναι δὲ καὶ ἐν ἐνδείαι τῆς παρ’ ἑτέρου χειρός, ἵνα καὶ σώιζηται, καὶ πρὸς τούτοις ἔτι καὶ μανθάνειν τὴν ὑπακοὴν δι’ ὧν πέπονθε πειρασθείς.
5ἀλλ’, οἶμαι, τοῦτό ἐστιν ἢ φρονεῖν ἢ λέγειν ἀσύφηλον παντελῶς· παναλκὴς γάρ ἐστιν ὁ τοῦ θεοῦ λόγος καὶ θανάτου κρείττων καὶ παθῶν ἐπέκεινα καὶ δειλίας ἀνθρωποπρεποῦς ἀμέτοχος παντελῶς, ἀλλὰ μὴν οὕτω φύσεως ἔχων πέπονθεν ὑπὲρ ἡμῶν. οὐκοῦν οὔτε ψιλὸς ἄνθρωπος ὁ Χριστὸς οὔτε ἄσαρκος λόγος, ἑνωθεὶς δὲ μᾶλλον τῆι καθ’ ἡμᾶς ἀνθρω‐ πότητι πάθοι ἂν ἀπαθῶς σαρκὶ τῆι ἰδίαι τὰ ἀνθρώπινα. γέγονε τοίνυν εἰς ὑποτύπωσιν
10εἰς ἡμᾶς ἀνθρωπίνως ἐκεῖνα, καθάπερ ἔφην ἐν ἀρχαῖς, ἵνα τοῖς ἴχνεσιν αὐτοῦ κατακο‐ λουθήσωμεν. Τοῦτο γὰρ ἐποίησεν, ἐφάπαξ ἑαυτὸν προσενέγκας. ὁ νόμος γὰρ καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. Μιᾶι μὲν προσφορᾶι,
15δῆλον δὲ ὅτι τῆι διὰ τοῦ ἰδίου σώματος, τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγια‐ ζομένους ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός· προσκεκόμικε γὰρ ἑαυτὸν ὑπὲρ αὐτῶν εἰς ὀσμὴν εὐωδίας τῶι θεῶι καὶ πατρὶ καὶ τετελείωκε νοητῶς διὰ πίστεως καὶ ἁγιασμοῦ, καίτοι τῆς νομικῆς λατρείας τελειούσης οὐδέν. τοιγάρτοι κατέληξαν μὲν οἱ τύποι καὶ πέπαυται τῆς ἀρχαίας διαθήκης τὸ ἀνόνητον ἐν σκιαῖς, γέγονε δὲ ἀναγκαίως ἐπεισαγωγὴ κρείτ‐
20τονος ἐλπίδος, δι’ ἧς ἐγγίζομεν τῶι θεῶι, μεσιτεύοντος τοῦ Χριστοῦ καὶ ἐν τάξει γεγονότος ἀρχιερατικῆι διά τοι τὴν πρὸς ἡμᾶς ὁμοίωσιν. πλὴν ἐκεῖνο ἄθρει· περὶ αὐτοῦ φησιν ὁ θεσπέσιος Παῦλος ὅτι ἐσταυρώθη ἐξ ἀσθενείας, εἶτα πῶς ὁ μὲν νόμος καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ δὲ λόγος τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον, ὡς οὐκ ἔχοντα δηλονότι τὸ ἀσθενεῖν; τοῦτο γάρ, οἶμαι,
25ἐστὶ τὸ ἀρτίως ἔχον ἢ γοῦν τὸ ἐν παντὶ καλῶι τετελειωμένον, ὅτι μὴ κατ’ ἐκείνους ἐστὶ τοὺς κατὰ τὸν νόμον, οἷς οὐκ ἀσύνηθες εἰς ἅπαν τὸ καὶ ἀσθενεῖν ἔσθ’ ὅτε. πῶς οὖν ὁ αὐτὸς καὶ ἀσθενείας κρείττων εἶναι πεπίστευται καὶ ὡς υἱὸς τετελειωμένος, σταυροῦται δὲ καὶ ἐξ ἀσθενείας; οὐκοῦν ἀκόλουθον ἐννοεῖν ὡς ἠσθένησε μὲν σαρκικῶς σταυρὸν ὑπο‐ μείνας, ἔστι γε μὴν ὡς θεὸς τοῦ ἀσθενεῖν ἐπέκεινα· τὸ γὰρ πνεῦμα πρόθυμον, ἡ δὲ
30σὰρξ ἀσθενής. εἰ δὲ δὴ λέγοιεν τὴν ἀσθένειαν ἐν τούτωι τὸ ἐν ἁμαρτίαις εἶναι δηλοῦν τοὺς κατὰ νόμον ἱερατεύοντας, οὐκ ἀντιτετάξομαι, σύμφημι δὲ μᾶλλον ὀρθὰ καὶ οὕτω φρονεῖν ἡιρημένοις. οὐκοῦν οἱ μὲν κατὰ νόμον ἱερουργοὶ θυσίας ἔχρηιζον οὐ μιᾶς, πλειόνων δὲ μᾶλλον ἅτε δὴ προσάγοντες καθ’ ἡμέραν ὑπέρ τε ἑαυτῶν καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων διὰ τὸ πλειστάκις ἀσθενεῖν καὶ ὑπομένειν μαλακισμὸν τὸν εἰς πολύτροπον
35ἁμαρτίαν· ὁ δὲ κρείττων ἁμαρτίας ὑπάρχων ὡς θεὸς προσκεκόμικεν ἑαυτὸν καὶ γέγονεν
ἡμῶν ἀρχιερεύς, ἀνθρωπίνως μὲν λεγόμενος λειτουργεῖν, ἱερατεύων δὲ τῶι πατρὶ τὸ ἴδιον

1,1,5

51

σῶμα. θεοπρεπῶς οὖν ἄρα παθεῖν οὐκ ἀνέχεται τὴν ἁμαρτίαν, ὅτι μὴ φύσεως ἦν γε‐ νητῆς οὐκ ἐχούσης οὐσιωδῶς τὸ ἄτρεπτον καὶ τὸ εἰς ἅπαν δύνασθαι διαδιδράσκειν τὴν ἁμαρτίαν. υἱὸς οὖν ἄρα ἐστὶν παντέλειος, ἀνεπικούρητον ἔχων παρ’ ἑτέρου τὸ ἀκρά‐ δαντον εἰς ἁγιασμὸν φύσεως τε καρπὸν ἰδίας τὸ ἀπλημμελές.
5 Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾶι τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ κύριος καὶ οὐκ ἄνθρωπος. Ἐγήγερτο μὲν κατὰ τὴν ἔρημον ἡ ἀρχαία σκηνὴ διὰ τοῦ πανσόφου Μωυσέως, πεποίητο δὲ κατὰ τὸν τύπον τὸν δειχθέντα αὐτῶι ἐν τῶι ὄρει. καὶ τοῖς μὲν
10κατὰ νόμον ἱερατεύουσιν ἐκείνη πρεπωδεστάτη, ἐνδιαίτημα δὲ τῶι Χριστῶι πρέπον τε καὶ ἐοικὸς ἡ ἄνω καλλίπολις, τουτέστιν ὁ οὐρανός, ἡ θεία τε καὶ ἀνωτάτω σκηνὴ καὶ οὐκ ἀν‐ θρωπίνης εὕρημα τέχνης, ἀλλ’ ἱερὰ καὶ θεότευκτος. ἐκεῖ γεγονὼς προσκομίζει τῶι θεῶι καὶ πατρὶ τοὺς εἰς αὐτὸν πιστεύοντας, ἡγιασμένους δὲ δηλονότι διὰ τοῦ πνεύματος (οὐδεὶς γὰρ ἔρχεται, φησίν, πρὸς τὸν πατέρα, εἰ μὴ δι’ ἐμοῦ), καὶ οὗτος αὐτῶι τῆς ἐνθάδε
15λεγομένης λειτουργίας ὁ τρόπος, θεοπρεπὲς δὲ τὸ χρῆμα, κἂν εἰ τοῖς καθ’ ἡμᾶς ἢ γοῦν ἀνθρωπίνοις σημαίνοιτο λόγοις. τὸ γὰρ ἁγιάζειν δύνασθαι τῶι ἰδίωι πνεύματι τοὺς πιστεύοντας ἐλέωι καὶ χάριτι δεδικαιωμένους καὶ οἷον ἱερουργεῖν τῶι θεῶι, κόσμωι μὲν ἀποθνήισκοντας, ζωοποιουμένους δὲ πνεύματι καὶ εἰς εὐδόκιμον ἀληθῶς ἀναλάμποντας βίον, πῶς οὐκ ἂν εἴη θεοπρεπές; ὅτι δὲ καίτοι λεγόμενος λειτουργεῖν, οὐ μείων ἐστὶν
20τοῦ πατρὸς οὔτε μὴν κατόπιν ἔρχεται τῆς ἐνούσης εὐκλείας αὐτῶι, προσαποδείκνυσιν ἐναργῶς τὸ τοῖς θείοις αὐτὸν ἐνιδρῦσθαι θώκοις καὶ ἐν δεξιᾶι καθῆσθαι τοῦ γεγεννηκότος. εἰ γάρ ἐστιν ἀληθὲς ὅτι πᾶς ἱερεὺς ἕστηκεν ἀεὶ λειτουργῶν καὶ οὐκ ἂν νοοῖτό ποτε σύνε‐ δρός τε καὶ ἰσοκλεὴς ὧιπερ ἂν λατρεύσειε θεῶι, πῶς οὐκ ἀσυνήθως ἱερουργὸς ὁ Χριστὸς ὁ καὶ ἐν τοῖς τῆς θεότητος θώκοις ὡς θεὸς καὶ λειτουργῶν ἀνθρωπίνως; εἰ δὲ δή τις λέγοι
25συκοφαντῶν τὴν ἀλήθειαν ὅτι ναὶ κεκάθικεν ἐν δεξιᾶι τοῦ πατρὸς ἰδικῶς ἄνθρωπος συ‐ νημμένος τῶι θεῶι κατὰ μόνην τὴν ἰσότητα τῆς ἀξίας, οὐκέτι μόνης εἶναί φησιν τῆς ἁγίας τριάδος τὸν ἀνωτάτω καὶ μόνηι αὐτῆι πρέποντα θρόνον, ἀλλ’ ἤδη τις ἡμῖν τέταρτος οὑτοσὶ πρόσφατός τε καὶ γενητὸς ἐπεισκρίνεται θεὸς μετὰ τὴν ὁμοούσιον καὶ ἁγίαν τριάδα. Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ
30τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τουτέστιν οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι’ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος. Τίνα δὴ τρόπον διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς γέγονεν ἐφ’ ἡμᾶς ἀρχιερεὺς ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός, προαπέδειξεν ἡμῖν ἀρτίως ὁ λόγος· ὅτι δὲ τῆς ἱερουργίας
35ὁ τρόπος αὐτῶι καὶ ἀμείνων ἀσυγκρίτως τῆς κατὰ τὸν νόμον καὶ πολὺ λίαν ὑπερκείμενος
τὰ ὡς ἐν τύπωι καὶ σκιᾶι (καὶ γάρ ἐστιν αὐτὸς ἡ ἀλήθεια καὶ τὸ ἄμωμον ἱερεῖον), ἐνδοιά‐

1,1,5

52

σειεν ἂν οὐδείς. ἐπιτήρει δὲ ὅπως ὁ ἀξιάγαστος ἡμῶν ἀρχιερεὺς ὃς ἐκάθισεν ἐν δεξιᾶι τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, διὰ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια λύτρωσιν εὑράμενος αἰωνίαν. πῶς οὖν ὁ ἐν δεξιᾶι τοῦ πατρὸς ὡς θεὸς ἴδιον ἔχειν αἷμα λέγοιτ’ ἄν, εἰ μὴ πεπιστεύκαμεν ὅτι ὁ ἐκ θεοῦ πατρὸς
5κατὰ φύσιν υἱὸς κεχρημάτικε καὶ υἱὸς ἀνθρώπου καὶ τὸ ἴδιον αἷμα τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα δοὺς ταύτην εὕρατο τῶι κόσμωι τὴν εἰς αἰῶνα λύτρωσιν; οὐ γάρ που φαίη τις ἂν ὡς ἦν ἀκόλουθόν τε καὶ πρέπον καθάπερ ἐν τάξει τῶν ἀλόγων ζώιων σφά‐ ζεσθαι πλειστάκις τὸν Ἐμμανουήλ, ἀποχρῶντος εἰς λύτρωσιν τῆς ὑπ’ οὐρανὸν τοῦ καὶ ἅπαξ παθεῖν αὐτόν. εἰ δὲ καθὰ πεφρονήκασι τινές, ἄνθρωπος ἦν ἰδικῶς, ἰσότητι μὲν τῆς
10ἀξίας ἢ γοῦν αὐθεντίας συνημμένος θεῶι, διηιρημένος δὲ καθ’ ὑπόστασιν καὶ ἀνὰ μέρος εἶναι πεπιστευμένος, οὐκ ἦν ἴδιον αἷμα τοῦ συνεδρεύοντος τῶι πατρὶ τὸ εἰς λύτρωσιν τοῦ κόσμου δοθέν, ἀλλ’ ἑτέρου μᾶλλον σχετικὴν ἔχοντος πρὸς αὐτὸν τὴν συνάφειαν. ὥσπερ γὰρ δύο τινὲς ἄρχοντες τῆι τῶν ἀξιωμάτων ἰσότητι κατ’ οὐδὲν ἀλλήλων διενεγκόντες ὅλως οὐχ εἷς νοοῦνται μᾶλλον, ἀλλὰ δύο κατὰ τὸ ἀληθές, οὕτω τὸ συνημμένον τινὶ κατὰ τὴν
15ἀξίαν, διηιρημένων τῶν φύσεων ἢ γοῦν ὑποστάσεων, οὐχ εἷς εἶεν ἄν, ἀλλὰ δύο, καὶ τὸ ἑνὸς αἷμα τυχὸν αὐτοῦ δὴ πάντως ἐστὶ καὶ οὐχὶ δὴ μᾶλλον ἑτέρου. οὐκοῦν οὐκ ἀπόχρη πρὸς ἕνωσιν ἀληθῆ τὸ ὡς ἐν ἰσότητι τῆς ἀξίας ἢ γοῦν αὐθεντίας συνῆφθαι λέγειν ἄν‐ θρωπον θεῶι. Οὐ γὰρ εἰς χειροποίητα εἰσῆλθεν ἅγια Χριστὸς οὐδὲ εἰς ἀντίτυπα
20τῶν ἀληθινῶν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανὸν νῦν ἐμφανισθῆναι τῶι προ‐ σώπωι τοῦ θεοῦ ὑπὲρ ἡμῶν. Τοῦ θεοῦ λέγοντος ὁ οὐρανός μοι θρόνος, ἐπαναπαύεσθαι καὶ αὐτὸν τοῖς ἄνω πνεύμασιν φαμὲν τὸν υἱόν, σκηνὴν ὥσπερ ἁγίαν ἔχοντα τὸν οὐρανὸν καὶ οὐ κατά γε τοὺς ἐπὶ γῆς ἱερουργοῦντας σωματικῶς καὶ τὰς δι’ αἱμάτων τελοῦντας θυσίας εἰς ἀντίτυπα τῶν ἀληθινῶν εἰστρέχοντα κατὰ τὸ τῶι νόμωι δοκοῦν.
25ἐμφανίζεται δὲ νῦν ὑπὲρ ἡμῶν τῶι προσώπωι τοῦ θεοῦ, τίνα τρόπον; ἆρα γὰρ οὐκ ἀεὶ καὶ πρὸ τῆς ἐνανθρωπήσεως ὑπάρχων ἐμφανής; καίτοι καταθρῆσαι ῥᾶιον ὡς αὐτός ἐστιν ἡ δημιουργὸς σοφία τοῦ πατρός, δι’ ἧς τὰ πάντα παρεκομίσθη πρὸς ὕπαρξιν. καὶ γοῦν ὡς σοφία φησίν· ἐγὼ ἤμην ἧι προσέχαιρεν, καθ’ ἡμέραν δὲ ηὐφραινόμην ἐν προσώπωι αὐτοῦ ἐν παντὶ καιρῶι, ὅτε ηὐφραίνετο τὴν οἰκουμένην
30συντελέσας καὶ ἐνηυφραίνετο ἐν υἱοῖς ἀνθρώπων. ὅτε τοίνυν αὐτῆι προσέ‐ χαιρεν ὁ πατὴρ καὶ ἦν ἐν προσώπωι αὐτοῦ καθ’ ἡμέραν εὐφραινομένη τε καὶ εὐφραίνουσα, πῶς ἐμφανίζεται νυνὶ τῶι προσώπωι τοῦ πατρός; οὐκοῦν ἐμφανίζεται ξένως, οὐκέτι γυμνὸς καὶ ἄσαρκος λόγος, καθάπερ ἀμέλει καὶ ἐν ἀρχαῖς ἦν, ἀλλ’ ἐν μορφῆι τε καὶ φύσει τῆι καθ’ ἡμᾶς· φαμὲν γὰρ οὕτως αὐτὸν ὑπὲρ ἡμῶν ἐμφανισθῆναι νυνὶ καὶ οἷον ἐν ὄψει τοῦ
35θεοῦ καὶ πατρὸς τὴν ἀνθρώπου φύσιν ἀγαγεῖν, καίτοι γενομένην ἐν ἀποστροφῆι διὰ τὴν
ἐν Ἀδὰμ παράβασιν. ἡμᾶς οὖν ἄρα παρίστησιν ἐν ὀφθαλμοῖς τοῦ πατρὸς ὡς ἐν ἑαυτῶι

1,1,5

53

καὶ πρώτωι, καθὸ πέφηνεν ἄνθρωπος, ἵν’ ἡμᾶς προσαγάγηι τῶι πατρὶ καὶ τῶν ἀρχαίων ἀπαλλάξας αἰτιαμάτων καὶ εἰς καινότητα ζωῆς μεταστοιχειώσας ἐν πνεύματι, ὥστε καὶ ἀξίους ὁρᾶσθαι λοιπὸν τῆς παρὰ τοῦ πατρὸς ἐποπτείας ὡς ἐν υἱῶν τάξει παρειλημμένους. Περὶ τοῦ λέγεσθαι δόξαν λαβεῖν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν
5 Παῦλος ἀπόστολος, οὐκ ἀπ’ ἀνθρώπων οὐδὲ δι’ ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ θεοῦ πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν. Ἀπόχρη μὲν εἰς ἀπόδειξιν τοῦ μὴ δεδεῆσθαι δόξης τῆς ἔξωθεν καὶ εἰσκεκριμένης τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸ συναποστέλλειν τῶι θεῶι καὶ πατρὶ τῶν περὶ ἑαυτοῦ κηρυγμάτων τοὺς ἱερουργούς· οὐ γὰρ ἑαυτοὺς ἐκήρυττον, ἀλλὰ Χριστὸν Ἰησοῦν κύριον εἰς δόξαν θεοῦ πα‐
10τρός· ἐπειδὴ δὲ τοῖς ἱεροῖς ἕπεσθαι γράμμασιν ἀναγκαῖον ἡμᾶς, οὐδαμοῦ παρεκτρέχοντας τὸ αὐτοῖς δοκοῦν, φέρε λέγωμεν τίνα δὴ τρόπον ὁ θεὸς καὶ πατὴρ δόξηι λέγεται στεφα‐ νοῦν τὸν υἱόν. οὐκοῦν αὐτός πού φησιν ὁ μακάριος Παῦλος περὶ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. οἶδεν οὖν ἄρα κύριον ὄντα τῆς δόξης τὸν ἐσταυρωμένον. πῶς οὖν δέχεται δόξαν παρὰ
15τοῦ πατρὸς ὁ τῆς δόξης κύριος; ἢ δῆλον ὅτι πεποίηται πάλιν οἰκονομικῶς ὁ λόγος αὐτῶι; δέχεται μὲν γὰρ ἀνθρωπίνως, ἔστι δὲ καὶ οὕτως τῆς δόξης κύριος θεικῶς. καὶ ὁ μὲν τῆς θείας αὐτοῦ φύσεως πλοῦτος ὁρῶιτο ἂν πρὸς ἡμῶν ἐν τοῖς ὑπὲρ κτίσιν πλεονεκτήμασιν, τῆς δὲ καθ’ ἡμᾶς πτωχείας τὸ μέτρον ἐν τῶι λέγεσθαι λαβεῖν, καὶ εἰ πλούσιος ὢν δι’ ἡμᾶς ἐπτώχευσεν. ἀλλ’ οὖν ἀγαθαῖς ἐννοίαις πρὸς ὀρθότητα διοικούμενοι καὶ τὰ
20εἰκότα φρονεῖν ἐπ’ αὐτῶι σπουδάζοντες, οὐκ ἀγνοήσομεν ἡμεῖς τὸν καὶ ἐν τῆι καθ’ ἡμᾶς πτωχείαι πλούσιον ὡς θεόν. Ὁ πατὴρ ἀγαπᾶι τὸν υἱὸν καὶ πάντα δέδωκεν ἐν τῆι χειρὶ αὐτο. Δέχεται πάλιν ὡς ἄνθρωπος ὁ υἱός, πλὴν οὐκ ἔξω τίθησιν ἑαυτὸν ὁ πατὴρ τοῦ πάντα ἔχειν ἐφ’ ἑαυτῶι· διδοὺς γὰρ αὐτὰ τῶι υἱῶι, σὺν αὐτῶι κατάρχει τῶν ὅλων, τοῖς τῆς θεό‐
25τητος σκήπτροις ὑποφέρων δι’ αὐτοῦ τε καὶ ἐν αὐτῶι τὸ ἐπὶ γῆς γένος, καίτοι διανενευκὸς ἀχαλίνως εἰς ἀπόστασιν. ὡς γὰρ αὐτός πού φησιν ὁ σοφώτατος Παῦλος, θεὸς ἦν ἐν Χριστῶι κόσμον καταλλάσσων ἑαυτῶι. καὶ οὐ δή που φαμὲν ὡς ἐν ἀν‐ θρώπωι κατοικήσας Χριστὸς ἕτερος παρά γε τὸν ἐκ τῆς ἁγίας παρθένου γεγεννημένον κόσμον ἑαυτῶι κατήλλαττεν (φρονοῦσι γὰρ ὧδε τινὲς τῶν ἀμαθεστέρων), ἐκεῖνο δὲ μᾶλλον
30ὅτι κατήλλαττεν ἑαυτῶι τὸν κόσμον ὁ θεὸς καὶ πατὴρ ἐν Χριστῶι· γέγονε γὰρ ἡμῶν μεσίτης ἐνανθρωπήσας ὁ υἱὸς καὶ οἷον διαλλακτὴς εἰς εἰρήνην, οὐχ ἑτέρωι προξενῶν τῶν ἐν κόσμωι τὴν ὑποταγήν, ἀλλ’ ὡς ἐν ἰδίωι προσώπωι τῶι θεῶι καὶ πατρί. Χριστῶι γὰρ κατηλλαγμένοι, κατηλλάγμεθα δι’ αὐτοῦ τε καὶ ἐν αὐτῶι τῶι πάντων σωτῆρι θεῶι. τοιγάρτοι καὶ ἔφασκεν· δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι,
35κἀγὼ ἀναπαύσω ὑμᾶς. ὅτι δὲ τοῖς πρὸς αὐτὸν ἰοῦσιν οὐ πρὸς ἕτερον τινὰ γένοιτ’

1,1,5

54

ἂν ἡ καταλλαγὴ πλὴν ὅτι πρὸς θεὸν τὸν φύσει καὶ ἀληθῶς, πεπληροφόρηκεν εἰπών· ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμ, ἀλλ’ εἰς τὸν πέμψαντά με, καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με, ὁτὲ δὲ πάλιν· πιστεύετε εἰς τὸν θεόν, καὶ εἰς ἐμὲ πιστεύετε.
5 Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν υἱόν, ἵνα καὶ ὁ υἱός σου δοξάσηι σε, καθὼς ἔδωκας αὐτῶι ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῶι, δώσηι αὐτοῖς ζωὴν αἰώνιον. Παράκλητος μὲν καὶ ἱλαστήριον ὁ υἱὸς ὠνόμασται. καθίστησι γὰρ τοῖς ἐπὶ τῆς γῆς εὐμενῆ τὸν πατέρα καὶ παντὸς ἡμῖν εὑρίσκεται πρόξενος ἀγαθοῦ. πλὴν ἐκεῖνο καταθρήσωμεν πῶς ἂν δοξάσειεν ὁ πατὴρ
10τὸν υἱόν, δοξασθήσεται δὲ καὶ αὐτὸς παρ’ αὐτοῦ τίνα τρόπον. οὐκοῦν τὴν ὥραν ἢ γοῦν τὸν καιρὸν ἐληλυθέναι φησὶν καθ’ ὃν ἔδει πάντως αὐτὸν τὸν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς ὑπομεῖναι σταυρόν, ἀλλ’ ἦν ἀναγκαῖον δοξάζεσθαι τὸν υἱὸν παρὰ τοῦ πατρὸς καὶ διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως μαρτυρούμενον ὅτι τέ ἐστιν ὁμοούσιος αὐτῶι καὶ ζωοποιὸς καὶ θανάτου κρείττων καὶ φθορᾶς ἀμείνω τὴν φύσιν διεκληρώσατο. δοξάζεται δὲ καὶ
15αὐτὸς ὁ πατὴρ ὡς ἔχων υἱὸν κατὰ πᾶν ὁτιοῦν ἐοικότα καὶ ἰσοκλεᾶ καὶ ἰσουργὸν ἑαυτῶι. καὶ τοῦτο δέδειχεν ὁ υἱὸς καταργήσας θάνατον καὶ ἀναστήσας ἐκ νεκρῶν τὸν ἑαυτοῦ ναόν, δέχεται δὲ τὴν κατὰ πάντων ἐξουσίαν καθ’ ἡμᾶς δὴ πάλιν καὶ ἀνθρωπίνως, καίτοι βασι‐ λεύων τῶν ὅλων θεικῶς. καὶ ἐνήσει μὲν ὁ πατὴρ τοῖς δοθεῖσι τῶι υἱῶι τὴν ζωὴν τὴν αἰώνιον, αὕτη δέ ἐστιν αὐτός· ἔφη γάρ· ἐγὼ εἰμὶ ἡ ἀνάστασις καὶ ἡ ζω. οὐκοῦν
20κἂν εἰ λέγοιτο λαβεῖν παρὰ τοῦ πατρὸς δόξαν καὶ τὴν κατὰ πάντων ἐξουσίαν τε καὶ βασι‐ λείαν, ἀναθετέον μὲν τὸ λαβεῖν τοῖς τῆς κενώσεως μέτροις, ἰστέον δὲ ὅτι καὶ τῆς δόξης ἐστὶ κύριος ὡς θεὸς καὶ σύνθρονος τῶι πατρί, κατ’ οὐδένα τρόπον μειονεκτούμενος τῆς τοῦ τεκόντος αὐτὸν ὑπεροχῆς τε καὶ δόξης τό γε ἧκον εἰς τὴν τῆς θεότητος φύσιν. ἐσόμεθα γὰρ οὕτως εὐσεβεῖς, περιτρέποντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν αὐτοῦ καὶ λο‐
25γισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως αὐτο. Τῆι δεξιᾶι οὖν τοῦ θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ πνεύματος τοῦ ἁγίου λαβὼν παρὰ τοῦ πατρός, ἐξέχεεν τοῦτο ὃ ὑμεῖς βλέπετε καὶ ἀκούετε. οὐ γὰρ Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός· εἶπεν
30ὁ κύριος τῶι κυρίωι μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ὅλον ἐν τούτοις καταθρήσαιμεν ἂν τῆς ἐνανθρω‐ πήσεως τοῦ μονογενοῦς τὸ μυστήριον. ἐν μορφῆι γὰρ ὑπάρχων καὶ ἰσότητι τοῦ πατρὸς ὁ ἐξ αὐτοῦ θεὸς λόγος, ἡ πανσθενὴς δεξιὰ καὶ χεὶρ ἡ παντουργική, κεκενῶσθαι μὲν λέγεται διὰ τὸ ἀνθρώπινον, ὑψοῦται δὲ πάλιν, οὐκ εἰς ὀθνεῖον ἀξίωμα καὶ οὐ πάλαι προσπεφυκὸς
35αὐτῶι διαβαίνων, ἀλλ’ εἰς ἔμφυτόν τε καὶ τὴν ἐνοῦσαν ἀεὶ δόξαν τε ὁμοῦ καὶ ὑπεροχὴν ὑπονοστῶν. ὑψοῦται γὰρ ἀνθρωπίνως, καίτοι κατὰ φύσιν ὕψιστος ὢν ἀεί. γέγονε
γὰρ ἄνθρωπος, καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ τῆς ὑφέσεως μέτρον καὶ ἡ λεγομένη κένωσις· ὅ

1,1,5

55

γε μὴν ἐνανθρωπήσας θεός, καίτοι νομισθεὶς οὐδὲν ἕτερον εἶναι πλὴν ὅτι μόνον ἄνθρωπος, αὐτὸ δὴ τουτὶ τὸ ὁρώμενον, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμωι, τετίμη‐ ται δὲ καὶ ὡς υἱὸς ἀληθῶς τοῦ θεοῦ καὶ πατρὸς καὶ τῆς ἀνωτάτω πασῶν εὐκλείας ἀνε‐ δήσατο τὰ αὐχήματα, θεὸς εἶναι πεπιστευμένος. καὶ οὐκ ἀσύνηθες αὐτῶι τὸ χρῆμά
5ἐστιν, ἄηθες δὲ μᾶλλον εἶναι φαμὲν τὸ ὑφειμένον ἐν ἀνθρωπότητι καὶ τὸ ὑψοῦσθαι δοκεῖν καίτοι ταῖς εἰς λῆξιν διαπρέποντα δόξαις. ἐπειδὴ δὲ τῆι ἀνθρώπου φύσει καὶ μέτροις τοῖς καθ’ ἡμᾶς πάντα ἐστὶν ἄνωθεν καὶ παρὰ θεοῦ, ταύτηι τοι καὶ μάλα εἰκότως τῆι δεξιᾶι τοῦ πατρὸς ὑψοῦσθαι λέγεται, καίτοι χεὶρ ὑπάρχων αὐτὸς καὶ ἡ τῶν ὅλων δημιουργὸς δεξιά. ἄθρει δέ μοι πάλιν τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ἀνθρωπίνως μὲν τὸ
10πνεῦμα δεχόμενον, πληροῦντα δὲ θεικῶς τὴν ἐπαγγελίαν τοῦ πατρὸς διὰ τοῦ τοῖς πιστεύ‐ ουσιν ἐνιέναι τὸ πνεῦμα καὶ οὐχ ὡς ἀλλότριον, ἀλλ’ ὡς ἴδιον αὐτοῦ. ἔφη μὲν γάρ που θεὸς δι’ ἑνὸς τῶν ἁγίων προφητῶν ὅτι ἐκχεῶ ἀπὸ τοῦ πνεύματος μου ἐπὶ πᾶσαν σάρκα, πληροῖ δὲ τοῦτο Χριστός, ὡς ἴδιον ἐνιεὶς τοῖς κεκλημένοις τὸ πνεῦμα. καίτοι τὸ μετόχους ἀποτελεῖν δύνασθαι τινὰς τοῦ ἁγίου πνεύματος πρέποι ἂν οὐκ ἀνθρώπωι,
15πόθεν; θεῶι δὲ μᾶλλον τῶι κατὰ φύσιν. ἐνήργηκεν οὖν τὰ τοῦ θεοῦ καὶ πατρὸς ὁ υἱός, τὸ πνεῦμα διδοὺς αὐτός. ἀνθρωπίνη τοίνυν ἡ λῆψις, θεοπρεπὲς δὲ καὶ ὑπὲρ ἄνθρωπον τὸ ἐξ ἰδίου πληρώματος καὶ εἰς ἑτέρους ἐκχεῖν τὴν τοῦ πνεύματος δόσιν. θεὸς οὖν ἄρα ἐστὶν ἐν ἀνθρωπείαι μορφῆι πεφηνὼς ὁ λόγος σύνεδρός τε διὰ τοῦτο τῶι θεῶι καὶ πατρί. Περὶ τοῦ λέγεσθαι ἀναστῆναι Χριστὸν ἐκ νεκρῶν ἐν δυνάμει τοῦ πατρός
20 Ὁ θεσπέσιος γράφει Παῦλος περὶ τοῦ προπάτορος Ἁβραάμ· οὐκ ἐγράφη δὲ δι’ αὐτὸν μόνον ὅτι ἐλογίσθη αὐτῶι ἡ πίστις εἰς δικαιοσύνην, ἀλλὰ καὶ δι’ ἡμᾶς, οἷς μέλλει λογίζεσθαι τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν κύριον ἡμῶν ἐκ νεκρῶν, ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν. Μία μὲν θεότητος φύσις, ἐν ὑποστάσεσι δὲ
25προσκυνεῖται τρισὶν παρά τε ἡμῶν καὶ τῶν ἄνω πνευμάτων. μιᾶς δὲ οὔσης, θεότητος ἁπάσης εἰκότως ἔργον ἂν γένοιτο πᾶν ὁτιοῦν τῶν ὅτι μάλιστα πρεπόντων αὐτῆι τε καὶ μόνηι. πράττεται γὰρ πάντα παρὰ τοῦ θεοῦ καὶ πατρὸς δι’ υἱοῦ ἐν πνεύματι, ὥστε κἂν εἰ λέγοιτο που ζωοποιεῖν ὁ πατήρ, ἐνεργήσει πάντως αὐτὸ διὰ τοῦ υἱοῦ ἐν ἁγίωι πνεύματι, κἂν ἐνεργῆι τὴν ζωὴν ὁ υἱὸς ἔν γε τοῖς δεδεημένοις τῆς ζωῆς, ἀλλ’ οὐ δίχα τοῦ
30ὁμοουσίου πατρός· ἔχει γὰρ ἐν ἑαυτῶι τὸν γεννήσαντα. καὶ γοῦν ἔφη σαφῶς· π’ ἐμαυτοῦ οὐ λαλ, ὁ δὲ πατὴρ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός. κἂν εἰ τὸ πνεῦμα λέγοιτο τοῦτο δρᾶν, ἐνεργήσει πάντως ὡς πνεῦμα ζωῆς, ζωὴν δὲ εἶναι φαμὲν κατὰ φύσιν τὸν θεὸν καὶ πατέρα καὶ τὸν ἐξ αὐτοῦ γεννηθέντα υἱόν. οὐκοῦν λέγεται μὲν ὁ πατὴρ ἀναστῆσαι Χριστὸν ἐκ νεκρῶν, οὐχ εὑρήσομεν δὲ τὸν υἱὸν ἀεργῆ περὶ τὴν
35ἀνάστασιν τοῦ ἰδίου σώματος. καὶ γοῦν ἔφη πρὸς Ἰουδαίους· λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. ἄθρει δὲ ὅπως τοῦ μακαρίου
Παύλου λέγοντος ὅτι λογισθήσεται καὶ ἡμῖν ἡ πίστις εἰς δικαιοσύνην τοῖς πιστεύσασιν ἐπὶ τὸν

1,1,5

56

ἐγείραντα Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν, οὐκ εἰς μόνον ἡ πίστις τὸν πατέρα γέγονε καὶ θεόν, ἀλλὰ γὰρ καὶ εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. ἄλλως τε (δεῖν γὰρ οἶμαι κἀκεῖνο ἰδεῖν) γέγονεν ἄνθρωπος ὁ μονογενὴς καὶ ὑπέμεινε μὲν σαρκικῶς τὸν θάνατον, ἀνεβίω γε μὴν οὐ κατὰ σαρκὸς ἢ γοῦν ἀνθρωπότητος δύναμιν, ἀλλ’ ὡς ἐν ἰσχύι θεότητος
5τῆς ζωογονούσης τοὺς νεκροὺς καὶ καλούσης τὰ μὴ ὄντα ὡς ὄντα. ἀναθετέον οὖν ἄρα τὴν ζωοποίησιν, καὶ μάλα εἰκότως, οὐκ αὐτῆι που πάντως τῆι τοῦ σώματος φύσει, κἂν εἰ γέγονεν ἴδιον τοῦ ἐκ θεοῦ φύντος λόγου, δυνάμει δὲ μᾶλλον τῆι ὑπερτάτηι καὶ φύσει τῆι ὑπὲρ κτίσιν, ὡς ἐν προσώπωι τοῦ θεοῦ καὶ πατρός, ἐξ οὗ πέφηνεν ὁ υἱὸς ἴσος τε καὶ ὅμοιος κατὰ πάντα αὐτῶι. πρόεισι δὲ δι’ ἀμφοῖν καὶ τὸ πνεῦμα τὸ ζωοποιόν. παρα‐
10δεδόσθαι δέ φησιν τὸν Χριστὸν διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἐγηγέρθαι διὰ τὴν δικαίωσιν ἡμῶν. ὥσπερ γὰρ γέγονεν ὑπὲρ ἡμῶν τὸ παθεῖν αὐτὸν τῆι ἰδίαι σαρκὶ τὸν θάνατον, ἵνα λοιπὸν ἀτονήσηι τοῦ θανάτου τὸ κράτος, οὕτω καὶ ἀνεβίω πάλιν ὑπὲρ ἡμῶν, ἐγκαι‐ νίζων ἡμῖν τὴν εἰς ἀφθαρσίαν ἐπάνοδον καὶ τῆς ἐν Ἀδὰμ παραβάσεως ἀφανίζων τὰ ἐγκλή‐ ματα. δεδικαιώμεθα γὰρ ἐν Χριστῶι τῆς μὲν ἀρχαίας ἐκείνης ἀρᾶς τὴν δύναμιν ἀφανί‐
15ζοντι διὰ τῆς εἰς ἅπαν ὑπακοῆς, ἀπαλλάττοντι δὲ τῶν ἀρχαίων αἰτιαμάτων τὴν φύσιν· οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, γέγονε δὲ μᾶλλον εὐδόκιμος ἐν αὐτῶι, καίτοι κατεγνωσμένη, καθάπερ ἤδη προείπομεν, ἐν Ἀδάμ. Ἢ ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θά‐ νατον αὐτοῦ ἐβαπτίσθημεν; συνετάφημεν οὖν αὐτῶι διὰ τοῦ βαπτίσματος
20εἰς τὸν θάνατον, ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ πατρός, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς σκυλεύσας τὸν ἅιδην καὶ τῶν ἐκεῖσε μυχῶν τὴν τῶν καθειρχθέντων πνευμάτων ἀπολύσας πληθὺν ἀνεβίω τριήμερος, εἶτα τοῖς ἁγίοις ἔφασκε μαθηταῖς· πο‐ ρευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα
25τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. βαπτιζόμεθα τοίνυν ὥσπερ εἰς ἓν ὄνομα τοῦ πατρός, οὕτω καὶ εἰς ἓν ὄνομα τοῦ υἱοῦ καὶ εἰς τὸν θάνατον αὐτοῦ καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον. διδασκέτωσαν τοίνυν οἱ διορίζοντες εἰς υἱοὺς δύο τὸν ἕνα Χριστὸν καὶ υἱὸν ἄνθρωπον τε θεῶι συναφθῆναι λέγοντες κατὰ μόνην τὴν ἰσότητα τῆς ἀξίας ἢ γοῦν αὐθεντίας διηιρημένων τῶν φύσεων, εἰς τὸν τίνος θάνατον ἐβαπτίσθημεν.
30εἰ μὲν οὖν ἰδικῶς εἰς τὸν τοῦ θεοῦ λόγου, κατηγορήσομεν ἐναργῶς τῆς ἀκηράτου φύσεως τὴν φθορὰν καὶ καθοριοῦμεν θάνατον τῆς κατὰ φύσιν ζωῆς· εἰ δὲ δὴ φαῖεν ὅτι τοῦ ἐκ γυναικὸς ἰδίαι τε καὶ ἀνὰ μέρος καὶ καθ’ ἑαυτὸν νοουμένου, πῶς οὐκ ἐκεῖνό φασιν ἀνα‐ φανδὸν ὅτι πάντηι τε καὶ πάντως αὐτὸς εἴη ὁ συντεταγμένος τῶι πατρὶ καὶ τῶι ἁγίωι πνεύματι, τάχα που καὶ ἐξωσθέντος τῆς ἀληθοῦς υἱότητος τοῦ ἐκ θεοῦ φύντος λόγου, εἴπερ
35ἐστὶ θανάτου δεκτικὸς οὗ καὶ εἰς τὸν θάνατον βεβαπτίσμεθα; ἀλλ’ ὁρᾶι που πάντως ὁ νοῦν ἔχων διεγηγερμένον τὴν τῶν ἐννοιῶν ἀτοπίαν. οὐκοῦν ἀνάγκη νοεῖν ὅτι γεγονὼς καθ’ ἡμᾶς ὁ τοῦ θεοῦ λόγος σαρκὶ πέπονθεν ἑκών. βεβαπτίσμεθα γὰρ οὕτως εἰς τὸν
αὐτοῦ θάνατον, ὡς ἑνὸς ὄντος υἱοῦ κατὰ μὲν τὴν τῆς θεότητος φύσιν ἀπαθοῦς, παθητοῦ

1,1,5

57

δὲ κατὰ τὴν σάρκα. ὅτι δὲ ἡμᾶς εἰς καινότητα ζωῆς μεταπλάττει Χριστὸς διὰ τῆς ἀναστάσεως, πῶς ἂν ἐνδοιάσειέ τις; παρίστησι γὰρ ἡμᾶς ἑαυτῶι τε καὶ τῶι πατρὶ ὡσεὶ ἐκ νεκρῶν ζῶντας, καθὰ γέγραπται, καὶ ἀποθανόντας μὲν τῆι ἁμαρτίαι, ζῶντας δὲ τῆι δικαιοσύνηι.
5 Εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν Χριστὸν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας ἐκ νεκρῶν Ἰησοῦν Χριστὸν ζωοποιήσει τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν. Ζωὴ μέν ἐστι κατὰ φύσιν ὁ μονογενὴς τοῦ θεοῦ λόγος, ἐπειδὴ δὲ τὸ θανάτωι κάτοχον ἠμπέσχετο σῶμα καὶ χάριτι μὲν θεοῦ διὰ τῆς ἰδίας σαρκὸς ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, θεικῶς γε μὴν ἀνεβίω,
10καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτο, ταύτηι τοι κατά γε τοὺς ἀρτίως ἡμῖν ἀποδοθέντας λόγους ἐγηγέρθαι λέγεται παρὰ τοῦ πατρός. πλὴν ἐκεῖνο δὴ πάλιν φέρε δὴ φέρε καταθρήσωμεν, εἰ δοκεῖ. ζωοποιήσειν ἔφη τὸν πατέρα καὶ τὰ ἡμῶν σώματα διὰ τοῦ πνεύματος αὐτοῦ τοῦ ἐνοικοῦντος ἐν ἡμῖν καὶ ἀληθὲς ὅτι τὸ χρῆμά ἐστιν, οὐκ ἂν ἐνδοιάσειέ τις, ἀλλ’ αὐτὸ δὴ τοῦτο τὸ πνεῦμα τὸ ζωοποιὸν καὶ αὐτοῦ πνεῦμά
15ἐστι τοῦ Χριστοῦ· γέγραπται γὰρ ὅτι ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκ, ἀλλ’ ἐν πνεύ‐ ματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν. εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὔκ ἐστιν αὐτο. καὶ πάλιν περὶ τῶν ἁγίων ἀποστόλων· ἐλθόντες δὲ κατὰ τὴν Μυσίαν ἐπείραζον εἰς τὴν Βιθυνίαν πορευθῆναι, καὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμα Ἰησο. ὅτε τοίνυν ἴδιόν ἐστι τὸ πνεῦμα καὶ αὐτοῦ τοῦ ἐγη‐
20γερμένου, καίτοι τοῦ θεοῦ καὶ πατρὸς ζωοποιοῦντος ἡμᾶς ἐν πνεύματι, πῶς ἔστιν ἀμφι‐ βάλλειν ὅτι πέπρακται μὲν περὶ τὸ ἀνθρώπινον ἡ ἀνάστασις, ἐνήργηκε δὲ τὸ χρῆμα μετὰ τοῦ ἰδίου πατρὸς ὁ ἐξ αὐτοῦ κατὰ φύσιν θεὸς λόγος, οὗ καὶ ἴδιον τὸ πνεῦμά ἐστι τὸ ζωοποιόν; Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστο, ὃς εἰς ὑμᾶς οὐκ
25ἀσθενε, ἀλλὰ δυνατεῖ ἐν ὑμῖν. καὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῆι ἐκ δυνάμεως θεο. καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν σὺν αὐτῶι, ἀλλὰ ζήσο‐ μεν σὺν αὐτῶι ἐκ δυνάμεως θεοῦ εἰς ὑμᾶς. Ἐσκανδαλίζοντο τινὲς τῶν πε‐ πιστευκότων εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τάχα που λόγοις τοῖς παρά τινων ἀπε‐ νηνεγμένοι πρὸς ἐννοίας τοιαύτας· εἰ θεὸς ἦν ἀληθῶς καὶ υἱὸς κατὰ φύσιν τοῦ πάντα
30ἰσχύοντος θεοῦ, πῶς οὐ διέδρα τὰς τῶν φονώντων ἐπιβουλάς; πῶς δὲ καὶ ἀτιμότατον ἐπὶ ξύλου θάνατον ἀνατλὰς οὐκ ἂν νοοῖτο καὶ μάλα εἰκότως ἀσθενῆσαι καθ’ ἡμᾶς καὶ τῆς τῶν σταυρούντων ἡττῆσθαι χειρός; πρὸς δὴ τὰ τοιάδε φησὶν ὁ θεσπέσιος Παῦλος· εἰ γὰρ δὴ βούλοισθε δοκιμάζειν ὀρθῶς τίς ἂν εἴη καὶ πόσος ὁ λαλῶν ἐν ἐμοί, τὰ καθ’ ὑμᾶς αὐτοὺς ἐννενοηκότες ἀποχρῶσαν εὑρήσετε τὴν κατάληψιν. οὐ γὰρ ἠσθένησεν ἐν ὑμῖν, ἀπέ‐
35φηνε δὲ μᾶλλον δυνατωτάτους διὰ τοῦ ἰδίου πνεύματος, ὥστε δύνασθαι παντὸς κατευμεγε‐ θῆσαι πειρασμοῦ καὶ μάλα ῥαιδίως καὶ ταῖς τῶν παθῶν ἐφόδοις ἀντιφέρεσθαι νεανικῶς.
τί οὖν, ὦ Παῦλε, φαίη τις ἄν, οὐκ ἀσθενείας ἔργον εἶναι φὴς τὸ ὑπομεῖναι σταυρόν;

1,1,5

58

ἀλλ’ ἔνδειξις ἦν τὸ χρῆμα δυνάμεως. ἆρα τῆς θεοπρεποῦς; οὐ μὲν οὖν, φησίν· ὁμο‐ λογῶ γὰρ αὐτὸν ἠσθενηκέναι μὲν σαρκί, ζῆσαι δὲ πάλιν ἐκ δυνάμεως θεοῦ· θεὸς γὰρ ἦν φύσει. πῶς οὖν ἠσθένησεν; συγχωρήσας τῶι ἰδίωι σώματι καὶ θανάτου γεύσασθαι δι’ ἡμᾶς, ἵνα διὰ τοῦ θανάτου καταργήσηι τὸν τὸ κράτος ἔχοντα τοῦ θανά‐
5του, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξηι τούτους ὅσοι φόβωι θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. ὅτε τοίνυν τὸ ἀσθενῆσαι βραχύ, κατά γε τὴν σάρκα φημί, σωτηρίας ἦν πρόφασις τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανόν, πῶς οὐκ ἔδει παθεῖν τὴν ἀσθένειαν, ἵνα δι’ αὐτῆς καταργήσας τὸν θάνατον θαυμάζηται πάλιν τὸν ἑαυτοῦ ζωοποιήσας ναόν, οὐκ ἐξ ἀσθενείας τοῦτο κατορθῶν σαρκικῆς, ἀλλ’ ὡς ἐκ
10δυνάμεως θεοῦ; ἔστι δὲ αὐτὸς ἡ δύναμις τοῦ πατρός, ἡ ἀνάστασις καὶ ἡ ζωή. ζῆι τοιγαροῦν ἀεί, ζωὴ γάρ ἐστιν· ὅτι δὲ καὶ ἡμεῖς ζήσομεν σὺν αὐτῶι, συνησθενηκότες αὐτῶι κατά γε τὸ ἀποθνήισκειν τέως, εἰ καὶ ἐν ἐλπίσιν ἐσμὲν τῆς εἰς αἰῶνα ζωῆς, πῶς ἔστιν ἀμφιβάλλειν; ἀνεβίω γὰρ ἐκ νεκρῶν, ὁδὸς εἰς ζωὴν γεγονὼς τῆι φύσει. εἴρηται γὰρ πρωτότοκος ἐκ νεκρῶν καὶ ἀπαρχὴ τῶν κεκοιμημένων.
15 Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω· πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης; ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. πάτερ, δόξα‐ σόν σου τὸν υἱόν. καὶ πάλιν· ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν καὶ λέγειν· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου. καὶ πάλιν· καὶ φωνήσας φωνῆι μεγάληι ὁ Ἰησοῦς εἶπεν· πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά
20μου. Οἱ τῆς Ἀπολιναρίου δόξης ἡττώμενοι καὶ τὰ αὐτῶι δοκοῦντα φρονεῖν ἡιρημένοι ἐνιστάμενοί τε καὶ λέγοντες ἄψυχόν τε καὶ ἄνουν ὑπάρχειν τὸν ἑνωθέντα τῶι λόγωι ναὸν τί δὴ ἄρα φαῖεν ἄν, γεγραφότων ἡμῖν τὰ τοιάδε τῶν ἁγίων εὐαγγελιστῶν περὶ τοῦ πάν‐ των ἡμῶν σωτῆρος Χριστοῦ; πτοίας μὲν γὰρ καὶ λύπης καὶ τῶν εἰς δειλίαν αἰτιαμάτων ἀνεπίδεκτος παντελῶς εἴη ἂν κατά γε τὸ εἰκὸς ἡ θεία τε καὶ ἀνωτάτω τοῦ λόγου φύσις.
25παραιτήσεται γὰρ εἰς ἅπαν τὸ ἔν γε τούτοις εἶναί ποτε καὶ παθῶν ὅλως τῶν καθ’ ἡμᾶς οὐκ ἀνέξεται. σῶμα δὲ πάλιν ἄψυχόν τε καὶ ἄνουν οὐκ ἂν εἰσδέξαιτο λύπην, ἀλλ’ οὐδ’ ἂν ἐννοήσειέν τι τῶν σκυθρωπῶν ἢ τὸν ἐκ τῶν ἔσεσθαι προσδοκωμένων προανα‐ θρήσει φόβον. πάθοι δ’ ἂν τὰ τοιάδε κατά γε τὸ πᾶσιν, ὥς γε οἶμαι, δοκοῦν ψυχὴ λογικὴ κατασκεπτομένη τῶι νῶι τά τε ἤδη παρόντα καὶ πρός γε τούτοις τὰ συμβησόμενα.
30πῶς οὖν ἄρα φησὶν ὁ Ἑμμανουὴλ νῦν ἡ ψυχή μου τετάρακται; πῶς δὲ ἤρξατο λυ‐ πεῖσθαι καὶ ἀδημονεῖν; ἢ καὶ ποῖον ὅλως εἰς χεῖρας τοῦ θεοῦ καὶ πατρὸς παρέθετο πνεῦμα, εἰ καὶ τῆς θεότητος τὸ χρῆμά ἐστιν ἀλλότριον καὶ μὴν καὶ μόνης καὶ ἀψύχου σαρκός; πρόδηλον οὖν ὅτι γέγονεν ἄνθρωπος ὁ μονογενής, οὐκ ἄψυχόν τε καὶ ἄνουν σῶμα λαβών, ἐψυχωμένον δὲ μᾶλλον ψυχῆι λογικῆι καὶ τελείως ἐχούσηι κατά γε τὸν αὐτῆι πρέποντα
35λόγον, καὶ ὥσπερ οἰκειοῦται πάντα τὰ τοῦ ἰδίου σώματος, οὕτω καὶ τὰ τῆς ψυχῆς. ἔδει
γὰρ αὐτὸν διὰ παντὸς ὁρᾶσθαι πράγματος σαρκικοῦ τε καὶ ψυχικοῦ καθ’ ἡμᾶς γεγονότα·

1,1,5

59

ἐσμὲν δὲ ἡμεῖς ἐκ ψυχῆς λογικῆς καὶ σώματος. ὥσπερ δὲ οἰκονομικῶς συγκεχώρηκε τῆι ἰδίαι σαρκὶ καὶ παθεῖν ἔσθ’ ὅτε τὰ ἴδια, οὕτω πάλιν συνεχώρει καὶ τῆι ψυχῆι τὰ οἰκεῖα παθεῖν καὶ τὸ τῆς κενώσεως μέτρον τετήρηκε πανταχοῦ, καίτοι θεὸς ὢν φύσει καὶ ὑπὲρ πᾶσαν τὴν κτίσιν. παρατίθεται δὲ τὸ ἴδιον πνεῦμα τῶι θεῶι καὶ πατρί, τουτέστι τὴν
5ἑνωθεῖσαν αὐτῶι ψυχήν, ἵνα ἡμᾶς καὶ διὰ τούτου πάλιν εὐεργετήσηι. πάλαι μὲν γὰρ ἀπαλλαττόμεναι τῶν σωμάτων ἐν τοῖς ὑπὸ χθόνα μυχοῖς αἱ τῶν ἀνθρώπων ψυχαὶ κατε‐ πέμποντο, πληροῦσαι τὰ τοῦ θανάτου ταμιεῖα· ἐπειδὴ δὲ Χριστὸς τὸ ἴδιον πνεῦμα παρέθετο τῶι πατρί, καὶ ταύτην ἡμῖν ἐνεκαίνισεν τὴν ὁδόν. βαδιούμεθα γὰρ οὐκ εἰς ἅιδου, πόθεν; ἑψόμεθα δὲ μᾶλλον καὶ κατὰ τοῦτο αὐτῶι καὶ πιστῶι κτίστηι τὰς ἑαυτῶν παρατιθέμενοι
10ψυχὰς ἐν ἐλπίσιν ἐσμὲν ἀγαθαῖς, ἐγερεῖ δὲ ἅπαντας ὁ Χριστός. Καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι’ ἐμ. Ἡδέως ἂν ἐπυθόμην τῶν εἰς δύο Χριστοὺς διοριζόντων τὸν ἕνα· τίς δὴ ἄρα ἐστὶν ὁ ἀπεσταλμένος παρὰ τοῦ θεοῦ καὶ πατρὸς καὶ ζῶν δι’ αὐτὸν ὑπάρχων τε διὰ τοῦτο ζωοποιός; εἰ μὲν οὖν γυμνὸς καὶ καθ’ ἑαυτὸν ὁ ἐξ
15αὐτοῦ λόγος, πῶς ἐσθίεται πρὸς ἡμῶν, ἵνα ζήσωμεν δι’ αὐτόν; ἀσώματον γὰρ τῆι φύσει τὸ θεῖον· εἰ δὲ μόνον καὶ καθ’ ἑαυτὸν ἄνθρωπον εἶναί φασι τὸν ἀπεσταλμένον, πῶς ἄρα ἐστὶ ζωοποιός, ὅτι ζῆι διὰ τὸν πατέρα; καίτοι πῶς οὐχ ἅπαντες οἱ ἐπὶ τῆς γῆς ἐν ζῶσιν ἐσμέν, ζωοποιοῦντος ἡμᾶς τοῦ θεοῦ καὶ πατρός, εἴπερ ἐστὶν ἀληθὲς ὅτι ζῶμεν ἐν αὐτῶι καὶ κινούμεθα καὶ ἐσμέν; ὅτε τοίνυν ζῶμεν ἅπαντες διὰ τὸν πατέρα, πῶς δὴ μόνον
20τὸ ἑνὸς ἀνθρώπου σῶμα ζωοποιόν ἐστι διὰ τοῦτο καὶ οὐχὶ δὴ μᾶλλον τὴν αὐτὴν ἐνέρ‐ γειαν ἔχει καὶ τὰ ἑτέρων, εἴπερ ἅπαντες, ὡς ἔφην, ἐσμέν τε καὶ ζῶμεν διὰ τὸν πατέρα; τί οὖν ἄρα πρὸς ταῦτα φαμέν; ἀπόστολος κεχρημάτικεν ὁ τοῦ θεοῦ λόγος ἐν ἀνθρωπείαι μορφῆι πεφηνώς· ἀπεστάλη γὰρ κηρύξων αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνά‐ βλεψιν. ζῆι δὲ διὰ τὸν πατέρα· γεγέννηται γὰρ ἐκ ζῶντος πατρός. ἔδει γὰρ ἔδει
25πάντηι τε καὶ πάντως κατὰ φύσιν εἶναι ζωὴν τὸν ἐκ ζῶντός τε καὶ ζωῆς τοῦ θεοῦ καὶ πατρὸς ἐκπεφυκότα υἱόν. ἐπειδὴ δὲ ἴδιον ἐποιήσατο σῶμα τὸ ἐκ τῆς ἁγίας παρθένου ληφθέν, ζωοποιὸν ἀπέφηνεν αὐτὸ καὶ μάλα εἰκότως· σῶμα γάρ ἐστι τῆς τὰ πάντα ζωογο‐ νούσης ζωῆς. οὐκοῦν οὐ διαιρετέον εἰς δύο υἱοὺς τὸν ἕνα υἱὸν καὶ Χριστὸν καὶ κύριον, εἴπερ ἐστὶν ὁ αὐτὸς ζωὴ μὲν ὡς ἐκ ζωῆς καὶ ζῶντος πατρός, ζωοποιὸς δὲ καὶ διὰ τοῦ
30ἰδίου σώματος ὡς καθ’ ἡμᾶς γεγονὼς καὶ ἐνανθρωπήσας θεός. Ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῶι, οὕτω καὶ τῶι υἱῶι ἔδωκε ζωὴν ἔχειν ἐν ἑαυτῶι καὶ ἐξουσίαν ἔδωκεν αὐτῶι κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν. Τίνα δὴ τρόπον οἰηθείη τις ἂν ἔχειν ἐν ἑαυτῶι τὴν ζωὴν τὸν πατέρα; ἆρα γὰρ ἔξωθεν καὶ εἰσκεκριμένην καὶ παρ’ ἑτέρου δοθεῖσαν; καίτοι πῶς οὐ λῆρος
35ἂν εἴη τοῦτό γε φρονεῖν ἢ λέγειν; ἔχει γὰρ οὐ μετρίαν ὁ λόγος τῆς ἀπορρήτου φύσεως

1,1,5

60

τὴν κατάρρησιν. πρῶτον μὲν γὰρ οὐχ ἁπλοῦς ἔτι τὴν φύσιν ὁ τῶν ὅλων ἔσται θεός, σύνθετος δὲ μᾶλλον, εἴπερ ἐστὶν ἑτέρα παρ’ αὐτὸν ἡ ἐν αὐτῶι ζωή· εἴη δ’ ἂν καὶ μείζων αὐτοῦ καὶ ἐν ἀμείνοσιν ἀσυγκρίτως ὁ ὡς οὐκ ἔχοντι δοὺς τὴν ζωήν, εἴπερ ὅλως ἁλοίη λαβών. ἀλλ’ ἔστιν, ὡς ἔφην, τῶν ἄγαν ἀπηχεστάτων τὸ ὧδέ τε ἔχειν οἴεσθαι ταυτὶ
5καὶ θύραθεν ἐννοεῖν εἰσκεκομισμένην ἔχειν τὴν ζωὴν τὸν θεὸν καὶ πατέρα. ἔχει τοίνυν ἐν ἑαυτῶι τὴν ζωὴν οὐκ ἐπίκτητον ἢ εἰσκεκριμένως, φυσικῶς δὲ μᾶλλον ἐνυπάρχουσάν τε αὐτῶι καὶ οὐσιώδη καρπόν. οὕτω δέδωκεν ἔχειν καὶ τῶι υἱῶι τὴν ζωήν. εἶτα πῶς ἂν δύναιτο λαβὼν ὁ υἱὸς οὐσιωδῶς ἔχειν ἐν ἑαυτῶι τὴν ζωήν; τουτὶ γάρ, οἶμαι, φαίη τις ἄν. ἔχει τοίνυν ὡς ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχων ἐν ἑαυτῶι τὴν ζωὴν καθὸ νοεῖται
10θεός, δέχεται δὲ μετὰ τοῦ κρίνειν αὐτήν, καίτοι κριτὴς ὑπάρχων ὡς θεός. καὶ τίς ἂν εἴη τοῦ λαβεῖν ὁ τρόπος, διδάξει λέγων αὐτὸς ὅτι υἱὸς ἀνθρώπου ἐστίν. οὐ γὰρ ἴδιον ἀνθρώπου τὸ οἴκοθεν ἔχειν δύνασθαι τὴν ζωήν· ἐπειδὴ δὲ ἴδιον γέγονεν τοῦ ζῶντος λόγου τὸ ἑνωθὲν αὐτῶι σῶμα, ταύτηι τοι καὶ μάλα εἰκότως, ὡς ἔχον αὐτοῦ τὴν ζωοποιὸν ἐνέργειαν, λαβεῖν λέγεται τὴν ζωήν. οἰκειοῦται δὲ πάλιν τὸ χρῆμα αὐτός, οὗ καὶ ἴδιον
15γέγονεν σῶμα τὸ εἰληφός. Ὅτι κἂν υἱὸς ἀνθρώπου λέγηται Χριστός, ἀλλ’ οὐδὲν ἧττόν ἐστιν θεὸς ἀληθινός Αὐτός πού φησιν ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός· ἆρά γε ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς; Φέρε δὴ πάλιν τὸν τῶν εἰρημένων βασανίζοντες νοῦν ἐκεῖνο περιαθρήσωμεν ποίαν ζητήσει πίστιν ἐπὶ τῆς γῆς ὑπονοστήσας
20ἐξ οὐρανῶν ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός. εἰ μὲν πιστεύεσθαι πρὸς ἡμῶν ἐθέλει ὅτι θεὸς μὲν οὔκ ἐστιν οὐδὲ υἱὸς ἀληθῶς, ἄνθρωπος δὲ μᾶλλον οὐδὲν ἔχων τῶν καθ’ ἡμᾶς ἐπέκεινα, πῶς ἂν ἐνδοιάσειέ τις ὅτι τὴν τοιάνδε διάληψιν ἢ γοῦν πίστιν τε καὶ δόξαν οὐ παρ’ ἡμῖν εὑρήσει μᾶλλον, ἀλλὰ παρ’ Ἕλλησί τε καὶ Ἰουδαίοις; εἰδωλολάτραι μὲν γὰρ καὶ οἱ τῆι κτίσει παρὰ τὸν κτίστην λατρεύοντες, σταυρὸν ἀκούοντες ὃν ὑπέμεινε δι’ ἡμᾶς,
25καὶ προσέτι τὸν θάνατον, γελῶσιν οἱ δείλαιοι, κἂν εἴ τις αὐτὸν ὀνομάζοι θεόν, ἀναπηδῶσιν εὐθὺς ἀνθρωπολατρίαν εἶναι τὸ χρῆμα διοριζόμενοι· οἵ γε μὴν ἐκ περιτομῆς κατεφύοντο τοῦ Χριστοῦ, λέγοντες ἐναργῶς· περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν. ὅτε τοίνυν οὐ τὴν παρά γε τοῖς πλανωμένοις πίστιν ἐπιζητεῖ, τὴν ἐν ἡμῖν δὲ μᾶλλον τοῖς ὀρθὰ φρονεῖν
30εἰωθόσι, πᾶσά πως ἀνάγκη διανενευκότας εἰς ἀλήθειαν ὁμολογεῖν ὅτι θεός ἐστι κατὰ φύσιν ὁ καὶ υἱὸς ἀνθρώπου δι’ ἡμᾶς γεγονώς, ἵνα μὴ τοῖς τῶν πλανωμένων ἐγκλήμασιν ἑαυτοὺς ἐνιέντες λάθωμεν τὰ ἴσα φρονεῖν ἡιρημένοι καὶ μικρὰ δοξάσαντες περὶ Χριστοῦ καθάπερ ἀμέλει κἀκεῖνοι. Φησί που Χριστός· οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν
35κρίσιν ἔδωκε τῶι υἱῶι, ἵνα πάντες τιμῶσι τὸν υἱόν, καθὼς τιμῶσι τὸν

1,1,5

61

πατέρα. καὶ πάλιν, ὅπερ ἐλέγομεν ἀρτίως· ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῶι, οὕτως καὶ τῶι υἱῶι ἔδωκεν ἔχειν ζωὴν ἐν ἑαυτῶι καὶ ἐξουσίαν ἔδωκεν αὐ‐ τῶι κρίσιν ποιεῖν ὅτι υἱὸς ἀνθρώπου ἐστίν. ψάλλει δέ που καὶ ὁ μακάριος Δαυὶδ ὅτι ὁ θεὸς κριτής ἐστι, γέγραφε δὲ καὶ ὁ αὐτοῦ μαθητής· εἷς ἐστιν ὁ νο‐
5μοθέτης καὶ κριτής. Οὐκοῦν πρέποι ἂν οὐχ ἑτέρωι τινὶ τῶν ὄντων τὸ κρίνειν πλὴν ὅτι μόνωι τῶι ἐπὶ πάντων θεῶι. πῶς οὖν δέδωκεν αὐτὸ τῶι υἱῶι τοῦ ἀνθρώπου; εἰ μὲν οὖν ὡς ἑνὶ τῶν καθ’ ἡμᾶς, πῶς ἀληθεύσει λέγων· τὴν δόξαν μου ἑτέρωι οὐ δώσω; θεῶι γὰρ δόξα τὸ εἶναι κριτῆι· εἰ δὲ δοὺς αὐτὸ τῶι υἱῶι οὐκ ἔξω γέγονε τοῦ κρίνειν αὐτὸς διὰ τὴν ταυτότητα τῆς οὐσίας, ἔστι δὲ ὁ λαβὼν υἱὸς ἀνθρώπου, πῶς οὐχ ἅπασιν
10ἐναργὲς ὅτι θεὸς μέν ἐστιν ὁ λόγος διὰ τὴν ἐκ θεοῦ πατρὸς ἀπόρρητον γέννησιν, ὁ αὐτὸς δὲ καὶ υἱὸς ἀνθρώπου διὰ τὸ ἡνῶσθαι σαρκὶ καὶ τὴν καθ’ ἡμᾶς ὑπομεῖναι γέννησιν ἐκ γυναικός; ὅταν οὖν λέγηι πρὸς Ἰουδαίους· τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; καὶ πάλιν· καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ πάλιν·
15καὶ καθὼς Μωυσῆς ὕψωσεν τὸν ὄφιν ἐν τῆι ἐρήμωι, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, ἢ καὶ ὅταν λέγηι περὶ ἑαυτοῦ· μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῆι δόξηι τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἁγίων ἀγγέ‐ λων, καὶ πάλιν· τίνα λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; ἢ καὶ ἅπαξ ἁπλῶς ὁσάκις ἂν ἄνθρωπος ὀνομάζηται παρὰ τῆι θεοπνεύστωι γραφῆι, οὐκ ἰδίαι καὶ ἀνὰ
20μέρος ἄνθρωπον εἶναι φαμέν, ἀποδιαιροῦντες αὐτὸν τὸν ἐκ θεοῦ πατρὸς λόγον, πιστεύομεν δὲ μᾶλλον ὅτι καὶ θεός ἐστιν ἀληθινός, γέγονε δὲ καὶ υἱὸς ἀνθρώπου δι’ ἡμᾶς οἰκονομικῶς μετὰ τοῦ μεῖναι θεὸς καὶ εἷς ἐστι κύριος Ἰησοῦς Χριστός. ἀσεβὲς δὲ λίαν τὸ διορίζειν εἰς δύο υἱοὺς καὶ Χριστοὺς δύο μετὰ τὴν ἀδιάσπαστον ἕνωσιν, ἣ καὶ νοῦ καὶ λόγου παντὸς ἐπέκεινά τέ ἐστι καὶ ἀνωτάτω. καὶ ἦν μὲν ἴσως οὐ δυσχερὲς ἄγαν τοῖς ἐθέλουσι βασα‐
25νίζεν ἅπαντα τὰ περὶ Χριστοῦ γεγραμμένα καὶ πλειόνων ἐννοιῶν ποιήσασθαι τὴν παράθεσιν, ἀλλ’ ἴσμεν τὸ γεγραμμένον· δίδου σοφῶι ἀφορμήν, καὶ σοφώτερος ἔσται. ποδηγήσει γὰρ ὁ τῶν ὅλων θεὸς διὰ τοῦ ἁγίου πνεύματος τὰς θεοφιλεστάτας ὑμῶν δια‐ νοίας εἴς γε τὸ δύνασθαι νοεῖν ὀρθῶς. εὑρὼν γὰρ οὕτω Χριστὸς καὶ ἐν ὑμῖν τὴν πίστιν ἀκλινῆ καὶ ἀβέβηλον, στεφανώσει πλουσίως τοῖς ἄνωθεν ἀγαθοῖς καὶ παμμακαρίας ἀποφανεῖ.
30πᾶσα γὰρ ἡμῶν ἐλπὶς ἐν Χριστῶι, δι’ οὗ καὶ μεθ’ οὗ τῶι πατρὶ ἡ δόξα σὺν ἁγίωι πνεύ‐
ματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

1,1,5

62

(2)

Κυρίλλου ἐπισκόπου Ἀλεξανδρείας προσφωνητικὸς ταῖς εὐσεβεστάταις δεσποίναις Σεμνολόγημα μὲν οἰκουμενικόν, καύχημα δὲ τῶν ἁγίων ἐκκλησιῶν τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ φαίη τις ἂν καὶ μάλα εἰκότως ὑμᾶς δὴ τὰς ἱερὰς καὶ πανάγνους αὐτοῦ
5νύμφας, εὐσεβέσταται καὶ θεοφιλέσταται βασιλίδες, αἷς τὸ παμποίκιλον τῆς ἀρετῆς ἐνα‐ στράπτει κάλλος τὸ τοῖς τῆς θεότητος ὀφθαλμοῖς ἡδύ τε καὶ γνωριμώτατον, μελέτηι δὲ καὶ σπουδῆι 〈κατορθοῦται〉, μᾶλλον δὲ ἤδη κατώρθωται καὶ δεῖν ἐν πίστει διαπρέπειν ὀρθῆι καὶ κατ’ οὐδένα τρόπον σεσαλευμένηι. γράφων δέ πού φησιν ὁ σοφώτατος Παῦλος ὁ νομομαθὴς ἀληθῶς καὶ τὸ Χριστοῦ τοῖς ἔθνεσιν ἱερουργήσας μυστήριον· ὥστε, ἀδελφοί
10μου ἀγαπητο, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῶι ἔργωι τοῦ κυρίου πάντοτε. ὅπου γὰρ πίστις ὀρθὴ καὶ ἀμώμητος τοῖς ἐξ ἔργων ἀγαθῶν αὐχήμασιν εὖ μάλα συμφέρεται καὶ ἰσόδρομον ἔχει τὴν εἰσβολήν, ἐκεῖ που πάντως εἴη ἂν ἐν παντὶ καλῶι τελειότης καὶ τὸ ἀρτίως ἔχον εἰς ἁγιασμόν. λόγος μὲν οὖν ἅπας ὁ ἐν ἡμῖν τῆς ἐνούσης ὑμῖν εὐκλείας κατόπιν ἔρχεται καὶ ὁμολογεῖ τὴν ἧτταν ἐρυθριάσας
15οὐδέν, εἴη δ’ ἂν καὶ συγγνώμης ἄξιος, εἰ δέδιεν ἐπαινεῖν ὧν οὐκ ἂν ἐφίκοιτο τῆς ἀξίας. εἰ μὲν γὰρ ἔχει τὸ δύνασθαι κατορθοῦν τὸ ποθούμενον, διαβεβλήσεται μὲν πολὺ νοσήσας τὸ ἀδρανὲς καὶ τὴν εἰς τοῦτο μέλλησιν ἀπαλλαττέτω μηδεὶς τῶν εἰς ῥαιθυμίαν αἰτιαμάτων· οὓς γὰρ ἦν εἰκὸς κατακαλλύνειν δύνασθαι ταῖς εἰς ἀρετὴν εὐφημίαις, ἀνθ’ ὅτου λυπεῖ σιωπᾶν ἡιρημένος; εἰ δὲ ἀτονεῖ καὶ δέδιε καὶ ὁμολογεῖ τὴν ἧτταν, οὐκ αὐτῶι δὴ μᾶλλον
20τὰς αἰτίας ἀναθήσομεν, ἀλλ’ ὑμῖν ταῖς οὕτω περιφανέσιν, αἳ ταῖς τῶν ἰδίων ἀνδραγαθη‐ μάτων ὑπεροχαῖς καὶ τοὺς ἅπαντας κοσμεῖν εἰωθότας λόγους οὐδὲν ὄντας ἀπεφήνατε. αἷμα μὲν γὰρ ὑμῖν ἄνωθεν καὶ ἐκ μακρῶν ἥκει χρόνων τὸ βασιλικόν, παρατείνει δὲ καὶ εἰς δεῦρο καὶ ἔτι, καθὰ πεπιστεύκαμεν· ἀλλ’ ἰδοὺ δὴ καὶ μάλα σοφῶς καὶ τῆς ἐν Χριστῶι βασιλείας ἐπιδραττόμεναι τὰ αὐτῶι δοκοῦντα φρονεῖν τε καὶ δρᾶν σπουδάζετε, τοῦτο μέν, ὡς ἔφην,
25ἔργοις τε καὶ ἀμωμήτωι διαπρέπουσαι πίστει καὶ τὰς ὑμῶν τε καὶ βασιλέων αὐλὰς τῆι τῆς παρθενίας καταλαμπρύνουσαι δόξηι, τοῦτο δὲ πολυτελεστάτους ἀνιστᾶσαι ναοὺς τῶι Χριστῶι, κεχάρισται γὰρ παρ’ αὐτοῦ ταῖς ἁγίαις ὑμῶν ψυχαῖς μετὰ τῶν ἄλλων καὶ τοῦτο. οὐκοῦν (ἐρῶ γάρ τι λαβὼν καὶ ἐκ τῶν ἱερῶν γραμμάτων) χαίρετε ἐν κυρίωι πάντοτε, πάλιν ἐρ, χαίρετε· τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. ἐγνώσθη
30μὲν οὖν καὶ διαβεβόηται καὶ τοῖς ἀνὰ πᾶσαν χώραν τε καὶ πόλιν, καθάπερ τις εἰκὼν γραφὴν ἔχουσα, τῆς εἰς Χριστὸν εὐσεβείας τὸ κάλλος διέλαμψεν ἐναργῶς καὶ τοῦ παντὸς ἠξιώθη θαύματος. ὠιήθην δὲ δεῖν καὶ ταῖς πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ἐχούσαις ἀρτίως χάρισμά τι μεταδοῦναι πνευματικὸν ὡς ἁγίαις Χριστοῦ νύμφαις, τοῦτο δὴ τὸ ἀρτίως ἐμοὶ πονηθὲν βιβλίδιον, οὐ μετρίαν παρέχειν δυνάμενον, ὥς γε οἶμαι, τοῖς ἐντευξομένοις τὴν
35ὄνησιν. τοὺς μὲν γὰρ οὐκ ὀρθὰ φρονεῖν δεδιδαγμένους ἢ γοῦν ἀναπεπεισμένους περὶ
τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ πρὸς ἐπανόρθωσιν ἀνακομιεῖ καὶ μυσταγωγήσει καλῶς,

1,1,5

63

τούς γε μὴν ὀρθῶι βεβηκότας νῶι καὶ τοῖς τῆς ἀληθείας ἐμφιλοχωροῦντας δόγμασιν ἀσφα‐ λεστέρους ἀποφανεῖ τοῖς ἐξ ἀγαθῶν ἐννοιῶν πολυτρόποις εὑρέμασι καὶ ταῖς ἐκ τῆς θεο‐ πνεύστου γραφῆς ἀποδείξεσι. μαθήσεται γὰρ ὅτι φύσει μὲν καὶ ἀληθείαι θεός ἐστιν ὁ Ἐμμανουήλ, θεοτόκος δὲ δι’ αὐτὸν καὶ ἡ τεκοῦσα παρθένος. οἱ γὰρ δὴ φάναι τε τοῦτο
5καὶ φρονεῖν δεδιότες οὐ νενοήκασι κατὰ τὸ εἰκὸς τὸ βαθὺ τῆς εὐσεβείας μυστήριον. χρῆναι δὲ ὑπολαμβάνω διὰ βραχέων εἰπεῖν τήν τε ἀποστολικὴν καὶ εὐαγγελικὴν παράδοσιν ἣν ἐπὶ Χριστῶι πεποίηται τῶι πάντων δεσπότηι, καὶ ἁπάσης δὲ τῆς θεοπνεύστου γραφῆς τὸν ἐπ’ αὐτῶι σκοπὸν καὶ ὅποι ποτὲ βλέπει τῶν τῆς ἀληθείας δογμάτων ἡ δύναμις. Πιστεύομεν τοίνυν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀορά‐
10των ποιητὴν καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν αὐτοῦ, γεννηθέντα κατὰ φύσιν ἐξ αὐτοῦ πρὸ παντὸς αἰῶνος καὶ χρόνου· καὶ γάρ ἐστι συνάναρχος κατὰ χρόνον καὶ συ‐ ναίδιος τῶι ἰδίωι γεννήτορι σύνεδρός τε καὶ ἰσοκλεὴς αὐτῶι καὶ ἰσότητι κατεστεμμένος τῆι πρὸς πᾶν ὁτιοῦν· χαρακτὴρ γάρ ἐστι καὶ ἀπαύγασμα τῆς ὑποστάσεως αὐτοῦ. πιστεύομεν δὲ ὁμοίως καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἀλλότριον αὐτὸ τῆς θείας φύσεως καταλογι‐
15ζόμενοι· καὶ γάρ ἐστιν ἐκ πατρὸς φυσικῶς προχεόμενον δι’ υἱοῦ τῆι κτίσει. νοεῖται γὰρ οὕτως μία τε καὶ ὁμοούσιος καὶ ἐν ταυτότητι δόξης ἡ ἁγία καὶ προσκυνουμένη τριάς. φαμὲν δὲ ὅτι αὐτὸς ὁ ἐκ τῆς οὐσίας τοῦ θεοῦ καὶ πατρὸς ἀπορρήτως γεγεννημένος μονο‐ γενὴς αὐτοῦ λόγος, τῶν αἰώνων ποιητής, ὁ δι’ οὗ τὰ πάντα καὶ ἐν ὧι τὰ πάντα, τὸ φῶς τὸ ἀληθινόν, ἡ πάντα ζωογονοῦσα φύσις (ζωὴ γὰρ πέφηνεν ὡς ἐκ ζωῆς τοῦ πατρός),
20ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, εὐδοκήσαντος τοῦ πατρός, ἵνα σώσηι τὸ ἐπὶ γῆς γένος πεπτωκὸς εἰς ἀρὰν καὶ διὰ τῆς ἁμαρτίας κατακομισθὲν εἰς θάνατον καὶ φθοράν, σπέρματος Ἁβραὰμ ἐπελάβετο κατὰ τὰς γραφὰς καὶ κεκοινώνηκεν αἵματος καὶ σαρκός, τουτέστι γέ‐ γονεν ἄνθρωπος, καὶ σάρκα λαβὼν καὶ ἰδίαν αὐτὴν ποιησάμενος ἐγεννήθη σαρκικῶς διὰ τῆς ἁγίας καὶ θεοτόκου Μαρίας. ἀλλὰ καίτοι καθ’ ἡμᾶς γεγονὼς καὶ τὴν τοῦ δούλου
25μορφὴν οἰκονομικῶς ὑποδὺς μεμένηκεν ἐν τῆι κατὰ φύσιν θεότητι καὶ κυριότητι. οὐ γὰρ πέπαυται τοῦ εἶναι θεός, εἰ καὶ γέγονε σάρξ, τουτέστι καθ’ ἡμᾶς τε καὶ ἄνθρωπος· ἐπειδὴ δὲ ἄτρεπτος κατὰ φύσιν ὡς θεός, μεμενηκὼς ὅπερ ἦν ἀεὶ καὶ ἔστιν καὶ ἔσται, κεχρημά‐ τικεν καὶ υἱὸς ἀνθρώπου καὶ ἐπειδὴ καταβέβηκεν ἑκὼν ἐν τοῖς τῆς ἀνθρωπότητος μέτροις (καθῆκε γὰρ ἑαυτὸν εἰς κένωσιν), ὑπομεμένηκεν ἀναγκαίως καὶ γέννησιν τὴν ἐκ γυναικός,
30οὐκ ἀρχὴν τοῦ εἶναι λαβούσης τῆς θείας αὐτοῦ φύσεως, ὅτε κατὰ σάρκα γεγεννῆσθαι λέ‐ γεται, ἀλλ’ ἦν μὲν καὶ ἔστιν, ὡς ἔφην, ἐκ θεοῦ πατρὸς φυσικῶς τε καὶ ἀληθῶς ὁ λόγος, ἐπειδὴ δὲ οὐκ ἄνθρωπος ἁπλῶς νοεῖται καθ’ ἡμᾶς ὁ ἐκ τῆς ἁγίας παρθένου γεγεννημένος, ἀλλ’ αὐτὸς σαρκωθεὶς ὁ λόγος καὶ ἴδιον ἔχων σῶμα τὸ ἐξ αὐτῆς, διὰ τοῦτο λέγεται γε‐ γεννῆσθαι σαρκικῶς ὡς τῆς ἰδίας σαρκὸς τὴν γέννησιν οἰκειούμενος.
35 Οἱ δὲ λέγοντες ἀσυνέτως θεοτόκον οὐκ εἶναι τὴν ἁγίαν παρθένον ἐκπίπτουσιν ἀναγ‐ καίως εἰς τὸ δύο λέγειν υἱοὺς τοῦ θεοῦ. εἰ γὰρ μὴ τέτοκε σαρκικῶς σαρκωθέντα θεὸν ἡ ἁγία παρθένος, πᾶσά πως ἀνάγκη καὶ οὐχ ἑκόντας αὐτοὺς ὁμολογεῖν ὅτι κοινὸν γεγέν‐ νηκεν ἄνθρωπον, οὐδὲν ἔχοντα παρ’ ἡμᾶς τὸ πλεῖον. εἶτα πῶς αὐτῶι κάμψει πᾶν γόνυ καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν
40θεοῦ πατρός; πῶς αὐτῶι προσκυνοῦσιν ἄγγελοι καὶ τῶν ἀνωτάτω δυνάμεων ἡ ἁγία
πληθύς; ἆρ’ οὖν ἀνθρώπωι κοινῶι λελάτρευκε μεθ’ ἡμῶν καὶ σύμπας ὁ οὐρανός; μὴ γέ‐

1,1,5

64

νοιτο· προσκυνοῦμεν γὰρ ὡς θεὸν ἀληθινὸν τὸν Ἐμμανουήλ, ἔσται δὲ οὐχ ἑτέρως προ‐ σκυνητός, ἐὰν μὴ πιστεύσωμεν ὅτι αὐτὸς ὁ ἐκ θεοῦ λόγος ὁ παρὰ πάσης κτίσεως προ‐ σκυνούμενος σὰρξ ἐγένετο κατὰ τὰς γραφάς, οὐκ εἰς σάρκα μεταβεβλημένος, ἀλλ’ ἐκ τῆς ἁγίας παρθένου σάρκα λαβών, ὡς ἔφην, καὶ ἀνθρωπίνην μεθ’ ἡμῶν ὑπομείνας γέννησιν,
5ἵνα καὶ ἄνθρωπος γεγονὼς ὑπὲρ ἡμῶν ἀποθάνηι μὲν ἀνθρωπίνως, ἀναστῆι δὲ θεικῶς, πα‐ τήσας τοῦ θανάτου τὸ κράτος. οὕτω γὰρ ἦν δύνασθαι καὶ ἡμᾶς ὡς ἐν Χριστῶι νική‐ σαντας κατευμεγεθῆσαι μὲν τῆς ἁμαρτίας, ἀποδύσασθαι δὲ τὴν φθορὰν καὶ διαδρᾶναι θά‐ νατον οὕτω τε εἰπεῖν ἐκ περιχαρείας τῆς ἐπὶ Χριστῶι· ποῦ ἡ νίκη σου, θάνατε; ποῦ τὸ κέντρον σου, ἅιδη; ὥσπερ γὰρ ἐν Ἀδὰμ πεπτώκαμεν, οὕτω νενικήκαμεν ἐν Χριστῶι.
10εἰ δὲ ἄνθρωπος ἦν κοινὸς ὁ Ἐμμανουήλ, πῶς ἂν ὠφέλησε τὴν ἀνθρώπου φύσιν ὁ ἀνθρώ‐ που θάνατος; καίτοι πολλοὶ προαπέθανον ἅγιοι προφῆται, Ἁβραὰμ ἐκεῖνος ὁ διαβόητος, Ἰσαὰκ καὶ Ἰακὼβ Μωσῆς τε καὶ Σαμουὴλ καὶ οἱ καθεξῆς γεγονότες ἅγιοι, ἀλλ’ ὤνησε μὲν οὐδὲν τὸ ἐπὶ γῆς τῶν ἀνθρώπων γένος ὁ ἐκείνων θάνατος, σέσωκε δὲ ὁ Χριστοῦ· προσκε‐ κόμικε γὰρ ὑπὲρ ἡμῶν τὴν ἰδίαν σάρκα καὶ δοὺς αὐτὴν τῶι θανάτωι δι’ ἡμᾶς πάντας
15ἐξείλετο τῶν τοῦ θανάτου δεσμῶν. ἤρκεσε γὰρ εἷς ὑπὲρ πάντων ἀποθανὼν ὁ πάντων ἀξιώτερος, ὅτι καὶ φύσει θεὸς ὁ ἐκ πατρός ἐστι λόγος καὶ ἴδιον αὐτοῦ σῶμα τὸ ὑπὲρ ἡμῶν εἰς ὀσμὴν εὐωδίας τῶι θεῶι καὶ πατρὶ προσκεκομισμένον. οὐκοῦν ἀσεβὲς καὶ τῶν λίαν ἐκτοπωτάτων τὸ τέμνειν εἰς υἱοὺς δύο τὸν ἕνα κύριον Ἰησοῦν Χριστόν, ἀντιτετάξεται δὲ αὐτοῖς καὶ ὁ σοφώτατος Παῦλος οὕτως λέγων· εἷς κύριος, μία πίστις, ἓν
20βάπτισμα. εἰ γάρ ἐστι κύριος εἷς, εἶτα τέμνουσιν εἰς δύο τινὲς υἱοὺς τὸν ἕνα, τίνι τὴν τῆς κυριότητος δόξαν περιθήσομεν; ἆρα τῶι ἐκ πατρὸς φύντι λόγωι; πρέπει γὰρ αὐτῶι τὸ τῆς κυριότητος ὄνομά τε μάλιστα καὶ χρῆμα καί ἐστιν ἀληθῶς τῶν ὅλων δεσπότης. εἶτα ὅποι ποτὲ τὸν ἕτερον θήσομεν; ἔξω γὰρ κείσεται τοῦ εἶναι κύριος παραχωρῶν τῶι προυπάρχοντι καὶ ἀσυγκρίτως ὑπερηρμένωι. ἀλλὰ τῶι ἐκ γυναικός, ὡς αὐτοί φασιν
25ἀποδιιστάντες, τὴν τῆς κυριότητος ἀνάψομεν δόξαν; εἶτα πῶς ἔσται κύριος ὁ ἐκ θεοῦ πατρὸς λόγος, εἴπερ ὄντος ἑνὸς κυρίου κατὰ τὰς γραφὰς ἀνθρώπωι ψιλῶι τὸ τῆς κυριό‐ τητος ὄνομα χαριούμεθα; πῶς δὲ καὶ μία πίστις; ἢ πῶς ἓν τὸ βάπτισμα; εἰ γὰρ υἱοὶ δύο κατά τινας, εἰς τίνα πιστεύσομεν; τῆς ἐκείνων ἀμαθίας ἔργον ἂν εἴη λέγειν εἰς τὸ τίνος ὄνομα βεβαπτίσμεθα, καίτοι βαπτίσματος ὄντος ἑνός.
30 Ἀλλ’ ὁρᾶι που πάντως ἡ ἐν ὑμῖν ἀγχίνοια μεθύοντά τε τὸν ἐπὶ τούτωι λόγον καὶ κατασειόμενον εἴς γε τὸ ἀκαλλές, μᾶλλον δὲ ἤδη καὶ πρὸς ἐσχάτην ἀσέβειαν ἀπονενευκότα. οἶμαι δὲ δὴ ὑμᾶς τὸ θεῖον αὐτοῦ πολυπραγμονούσας μυστήριον ὀξεῖ διανοίας ὄμματι κα‐ θορᾶν τοὺς συναρπάζειν ἐθέλοντας καὶ προσωπεῖον μὲν εὐσεβὲς τοῖς ἰδίοις περιπλάττοντας λόγοις, βολίδος γε μὴν ἁπάσης ὀξυτέρους ἔχοντας αὐτούς. ἀρνοῦνται μὲν γάρ, ὅσον
35ἧκεν εἰπεῖν εἰς δύναμιν ἀληθείας, τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην, τουτέστι Χριστόν, δεδιότες δὲ τῶν εὐσεβεῖν εἰωθότων τὰς ἐπὶ τῶιδε λύπας καὶ μέντοι ζῆλον τὸν ἀξιάγαστον ὁμολογοῦσιν ὅτι καὶ θεός ἐστιν ὁ ἐκ τῆς ἁγίας παρθένου γεγεννημένος καὶ μὴν ὅτι καὶ κύριος καὶ υἱὸς τοῦ θεοῦ. κἂν εἰ μέν τις τῶν ἁπλῶν τοὺς παρ’ αὐτῶν δέξεται λόγους, νομιεῖ που κατὰ τὸ εἰκὸς ὀρθὰ καὶ εἰκότα λέγειν καὶ τοῖς τῆς ἀληθείας οὐκ ἀπάιδοντα
40δόγμασιν· εἰ δὲ δή τις ἕλοιτο κατισχνοῦν ταῖς ἐρεύναις αὐτοὺς καὶ ἀκριβῆ ποιεῖσθαι τῶν

1,1,5

65

εἰρημένων τὴν βάσανον, οὐχ ἁπλοῦν εὑρήσει. εἰσὶ μὲν γὰρ θεοὶ πολλοὶ καὶ κύριοι πολλοὶ ἔν τε οὐρανῶι καὶ ἐπὶ γῆς, καθὰ καὶ ὁ μακάριος ἡμῖν γράφει Παῦλος, ἀλλὰ ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα καὶ ἡμεῖς δι’ αὐτο. πλὴν ὅταν Ἰησοῦν Χριστὸν
5ὀνομάζωμεν, τὸν ἐκ θεοῦ πατρὸς λόγον ἐν ἀνθρωπείαι μορφῆι πεφηνότα σημαίνομεν, οὐκ ἐν χάριτος μέρει καὶ ἐπακτὸν ἔξωθεν ἔχοντα τὸ ἀξίωμα, ἀλλὰ ὄντα τοῦτο κατὰ ἀλήθειαν ὅπερ εἶναι πεπίστευται. θεὸς γὰρ ὢν φύσει καὶ δίχα σαρκός, μεμένηκε θεὸς καὶ μετὰ σαρκός, καὶ υἱὸς ὢν φύσει καὶ πρὸ σαρκός, μεμένηκεν υἱὸς καὶ ὅτε γέγονε σάρξ, καὶ κύριος ὢν ἀληθῶς τῶν ὅλων, ἐν τοιᾶιδε πάλιν ὁρᾶται δόξηι καὶ ἐν ἀνθρωπότητι γεγονώς.
10οὐκοῦν εἰ θεὸν ἀληθινὸν εἶναι λέγουσι τὸν ἐκ τῆς ἁγίας παρθένου γεγεννημένον, τουτέστι τὸν ἐκ θεοῦ πατρὸς λόγον κατὰ φύσιν ἑνωθέντα σαρκί, διὰ τί δεδίασιν ὁμολογεῖν ὅτι θεοτόκος ἐστὶν ἡ ἁγία παρθένος; ἀλλὰ σκοπὸς αὐτοῖς ὑποπλάττεσθαι μὲν καὶ λέγειν ὅτι ναὶ καὶ θεός ἐστι καὶ κύριος καὶ συνεδρεύει τῶι πατρί, φρονοῦσί γε μὴν οὐχ οὕτω κατὰ ἀλήθειαν, ἀλλ’ ὡς ἐν χάριτος μέρει καὶ ὡς ἐκ προκοπῆς δεδόσθαι φασὶ τῶι ἐκ τῆς ἁγίας
15παρθένου κοινῶι καθ’ ἡμᾶς ἀνθρώπωι γεγεννημένωι τήν τε τῆς υἱότητος καὶ τῆς κυριότη‐ τος δόξαν. Ὅτι δὲ ἡ θεοτόκος φωνὴ καὶ αὐτοῖς γέγονε συνήθης τοῖς πρὸ ἡμῶν ἁγίοις πατράσιν, οἳ καὶ ἐπ’ ὀρθῆι θαυμάζονται πίστει, καὶ εἰς δεῦρο παρὰ πᾶσι τοῖς ἀνὰ πᾶσαν, ὡς ἔπος εἰπεῖν, τὴν ὑπ’ οὐρανόν, δεῖν ὠιήθην ἀληθὲς ἀποφῆναι. ἵνα γὰρ μὴ δοκοίην τὸ εἰς νοῦν
20ἧκον ἁπλῶς ἀβασανίστως λέγειν, ἐκ τῶν ἐκείνοις πεποιημένων βιβλίων ἐν ἐκκλησίαις τὰ εἰς τοῦτο χρήσιμα συνεισενεγκὼν καὶ παραθεὶς εἰς ἀπόδειξιν, κατασφραγιῶ εἰς ἀλήθειαν τοὺς ἐμαυτοῦ λόγους. ἔφη τοίνυν ὁ τρισμακάριος ἀληθῶς καὶ διαβόητος εἰς εὐσέβειαν Ἀθα‐ νάσιος ὁ γενόμενος κατὰ καιροὺς τῆς Ἀλεξανδρέων ἐκκλησίας ἐπίσκοπος ἐν τῶι περὶ σαρκώ‐ σεως λόγωι περὶ Χριστοῦ τάδε
25 Ὁμολογοῦμεν γάρ φησί, καὶ εἶναι αὐτὸν υἱὸν τοῦ θεοῦ καὶ θεὸν κατὰ πνεῦμα, υἱὸν ἀνθρώπου κατὰ σάρκα, οὐ δύο φύσεις τὸν ἕνα υἱόν, μίαν προσκυνητὴν καὶ μίαν ἀπροσκύ‐ νητον, ἀλλὰ μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην καὶ προσκυνουμένην μετὰ τῆς σαρκὸς αὐτοῦ μιᾶι προσκυνήσει, οὐδὲ δύο υἱούς, ἄλλον μὲν υἱὸν θεοῦ ἀληθινὸν καὶ προσκυνούμενον, ἄλλον δὲ ἐκ Μαρίας ἄνθρωπον μὴ προσκυνούμενον, κατὰ χάριν υἱὸν θεοῦ γενόμενον ὡς
30καὶ ἄνθρωποι, ἀλλὰ τὸν ἐκ θεοῦ, ὡς ἔφην, ἕνα υἱὸν θεοῦ καὶ θεόν, αὐτὸν καὶ οὐκ ἄλλον καὶ ἐκ Μαρίας γεγεννῆσθαι κατὰ σάρκα ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, ὡς ὁ ἄγγελος τῆι θεο‐ τόκωι Μαρίαι λεγούσηι πῶς τοῦτο ἔσται, ἐπεὶ ἄνδρα οὐ γινώσκω; ἔλεγε· πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· δι’ ὃ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεο. ὁ τοίνυν γεννηθεὶς ἐκ τῆς ἁγίας
35παρθένου υἱὸς θεοῦ φύσει καὶ θεὸς ἀληθινὸς καὶ οὐ χάριτι καὶ μετουσίαι κατὰ σάρκα μόνον
τὴν ἐκ Μαρίας ἄνθρωπος, κατὰ δὲ πνεῦμα αὐτὸς υἱὸς θεοῦ καὶ θεός, παθὼν μὲν τὰ ἡμέτερα

1,1,5

66

πάθη κατὰ σάρκα, ὥσπερ γέγραπται Χριστοῦ παθόντος ὑπὲρ ἡμῶν σαρκ, καὶ πάλιν· ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέ‐ δωκεν αὐτόν· ἀπαθὴς δὲ διαμείνας καὶ ἀναλλοίωτος κατὰ τὴν θεότητα κατὰ τὸ λεγόμενον ὑπὸ τοῦ προφήτου ἐγὼ θεὸς καὶ οὐκ ἠλλοίωμαι, ἀποθανὼν μὲν τὸν ἡμέτερον θάνατον
5κατὰ σάρκα ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, ἵνα τὸν θάνατον ἀνέληι διὰ τοῦ ὑπὲρ ἡμῶν θανάτου κατὰ τὸν λέγοντα ἀπόστολον κατεπόθη ὁ θάνατος εἰς νῖκος. ποῦ σου, θάνατε, τὸ νῖκος; ποῦ σου, ἅιδη, τὸ κέντρον; καὶ πάλιν Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς, ἀθάνατος δὲ καὶ ἀκράτητος τῶι θανάτωι δια‐ μείνας διὰ τὴν θεότητα ὡς ἀπαθὴς τοῦ πατρὸς δύναμις κατὰ τὸν λέγοντα Πέτρον οὐ γὰρ
10ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπὸ τοῦ θανάτου. Εἶτα τούτοις ἐπιφέρει, παρενθεὶς ἕτερα μεταξύ, οὕτως· Εἰ δέ τις παρὰ ταῦτα ἐκ τῶν θείων γραφῶν διδάσκει, ἕτερον λέγων τὸν υἱὸν τοῦ θεοῦ καὶ ἕτερον τὸν ἐκ Μαρίας κατὰ χάριν υἱοποιηθέντα ὡς ἡμεῖς, ὡς εἶναι δύο υἱούς, ἕνα κατὰ φύσιν υἱὸν τοῦ θεοῦ τὸν ἐκ θεοῦ καὶ ἕνα κατὰ χάριν τὸν ἐκ Μαρίας ἄνθρωπον, ἢ εἴ τις τὴν τοῦ κυρίου ἡμῶν σάρκα
15ἄνωθεν λέγει καὶ μὴ ἐκ τῆς παρθένου Μαρίας ἢ τραπεῖσαν τὴν θεότητα εἰς σάρκα ἢ συγχυθεῖσαν ἢ ἀλλοιωθεῖσαν ἢ παθητὴν τὴν τοῦ κυρίου θεότητα ἢ ἀπροσκύνητον τὴν τοῦ κυρίου ἡμῶν σάρκα ὡς ἀνθρώπου καὶ μὴ προσκυνητὴν ὡς κυρίου καὶ θεοῦ σάρκα, τοῦτον ἀναθεματίζει ἡ ἁγία καθολικὴ ἐκκλησία, πειθομένη τῶι θείωι ἀποστόλωι λέγοντι εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω.
20 Καὶ ταῦτα μὲν ὁ μακάριος Ἀθανάσιος· οἶμαι δὲ δεῖν καὶ ἑτέρων ἁγίων ἐπισκόπων παραθεῖναι φωνὰς τὸν αὐτὸν ἐχούσας σκοπόν. Ἀττικοῦ ἐπισκόπου Σήμερον Χριστὸς ὁ δεσπότης τὴν τῆς φιλανθρωπίας γέννησιν ἀνεδέξατο· τὴν γὰρ τῆς θεικῆς ἀξίας προυπῆρχεν.
25 Εἶτα τούτοις ἐπιφέρει πάλιν· Ὁ τῆς φιλανθρωπίας λόγος κενοῦται, ἀκένωτος τὴν φύσιν τυγχάνων· ἑαυτὸν γὰρ ἐκένωσε μορφὴν δούλου λαβών. ὁ ἄσαρκος διὰ σὲ σαρκοῦται, ὁ λόγος γὰρ σὰρξ ἐγένετο· ὁ ἁφῆι μὴ ὑποπίπτων διὰ τὸ τῆς φύ‐ σεως ἀσώματον ψηλαφᾶται· ὁ ἄναρχος ὑπὸ ἀρχὴν γίνεται σωματικήν· ὁ τέλειος αὔξει· ὁ ἄτρεπτος προκόπτει· ὁ πλούσιος ἐν καταλύματι τίκτεται· ὁ περιβάλλων τὸν οὐρανὸν ἐν
30νεφέλαις σπαργανοῦται· ὁ βασιλεὺς ἐν φάτνηι κατατίθεται. Ἀντιόχου ἐπισκόπου Ὃν χθὲς ἀχράντοις λοχείαις σωτῆρα ἡμῖν ἡ ζωοτόκος ἡ καλλιτόκος ἡ μεγαλοτόκος ἡ
φαεσφόρος ἡ ἐλπιδοφόρος ἡ θεοτόκος ἡ ξενοτόκος ἡ παρθενομήτωρ ὤδινε Μαρία.

1,1,5

67

Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου ἐκ τοῦ περὶ τῆς κατὰ σάρκα γεννήσεως Ἡ ἀλήθεια ἐγνώσθη, ἡ χάρις ἦλθε καὶ ἡ ζωὴ ἐφάνη· ὁ τοῦ θεοῦ ὢν υἱὸς ὁ ἐκ θεοῦ λόγος σὰρξ ἐγένετο δι’ ἡμᾶς, ἵνα θνητοὺς εἰς ζωὴν αἰώνιον ἀναστήσηι [καὶ], ἐκ τῶν νεκρῶν ἀνεγείρηι. ὁ ποιητὴς τῶν ὅλων ὁ πρὸ πάσης κτίσεως ὁρατῶν τε καὶ ἀοράτων μόνωι
5πατρὶ καὶ πνεύματι συνυπάρχων ἀθάνατος σήμερον ἰδοὺ ἡμῖν ἐκ παρθένου γεννώμενος, χωρὶς πάσης ἁμαρτίας, ἄνευ ἀνθρώπου ἤτοι ἀνδρός. Ἄμμωνος ἐπισκόπου Ἀδριανουπόλεως· ἔφη γάρ που καὶ αὐτὸς περὶ τοῦ θεοῦ λόγου Εἰ δὲ αὐτὸς θεὸς τὴν φύσιν ὑπάρχων ὡς τοῦ θεοῦ μονογενὴς υἱός, ἐν προσλήψει τῆς δούλου μορφῆς γενόμενος καὶ πρωτότοκος υἱὸς τῆς ἁγίας παρθένου κληθῆναι κατα‐
10ξιώσας, ἀντίλυτρον ἑαυτὸν ὑπὲρ πάντων ἔδωκε. Προσεπάγει δὲ τούτοις· Ἤδη μὲν ἔδειξα τὴν ἀσέβειαν ἧι περιπίπτουσιν οἱ Ἀρειανοί, λέγοντες χρείαν ἐσχηκέναι τὴν θεοτόκον Μαρίαν τῶν κατὰ τὸν νόμον τότε προσφερομένων θυσιῶν ὑπὲρ τῶν τικτουσῶν γυναικῶν. Ἰωάννου ἐπισκόπου Κωνσταντινουπόλεως περὶ τῆς θείας γεννήσεως, φησὶ δὲ περὶ τῆς
15ἁγίας παρθένου Ἀντὶ δὲ ἡλίου, φησί, τὸν ἥλιον τῆς δικαιοσύνης ἀπεριγράφως χωρήσασα. καὶ μὴ ζητήσηις πῶς· ὅπου γὰρ βούλεται θεός, νικᾶται φύσεως τάξις. ἠβουλήθη γάρ, ἠδυνήθη κατῆλθεν ἔσωσε· σύνδρομα πάντα θεῶι. σήμερον ὁ ὢν τίκτεται καὶ ὁ ὢν γίνεται ὅπερ οὐκ ἦν. ὢν γὰρ θεὸς γίνεται ἄνθρωπος, οὐκ ἐκστὰς τοῦ εἶναι θεός. οὔτε γὰρ κατ’
20ἔκστασιν θεότητος γέγονεν ἄνθρωπος οὔτε κατὰ προκοπὴν ἐξ ἀνθρώπου γέγονε θεός, ἀλλὰ λόγος ὢν διὰ τὸ ἀπαθές, σὰρξ ἐγένετο ἀμεταβλήτου μενούσης τῆς φύσεως. Καὶ προσεπάγει τούτοις· Ὁ ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου καθήμενος ἐν φάτνηι τίθεται· ὁ ἀναφὴς καὶ ἁπλοῦς καὶ ἀσώματος χερσὶν ἀνθρωπίναις ἑλίσσεται· ὁ τὰ τῆς ἁμαρτίας διασπῶν δεσμὰ σπαργάνοις ἐμπλέκεται.
25Σεβηριανοῦ ἐπισκόπου Ὁ γὰρ γεννηθεὶς ἄνωθεν ἐκ πατρὸς λόγος ἀπορρήτως ἀφράστως ἀκαταλήπτως ἀιδίως, ὁ αὐτὸς ἐν χρόνωι γεννᾶται κάτωθεν ἐκ παρθένου Μαρίας, ἵνα οἱ κάτωθεν πρότερον γεν‐ νηθέντες ἄνωθεν γεννηθῶσιν ἐκ δευτέρου, τουτέστι θεοῦ. Οὐιταλίου ἐπισκόπου ἐκ τοῦ περὶ πίστεως λόγου
30 Ἔτι δὲ καὶ περὶ τῆς κατὰ σάρκα οἰκονομίας τοῦ σωτῆρος πιστεύομεν ὅτι ἀναλλοιώτου καὶ ἀτρέπτου μένοντος τοῦ θεοῦ λόγου τὴν σάρκωσιν γεγενῆσθαι πρὸς ἀνακαίνισιν ἀνθρω‐
πότητος. υἱὸς γὰρ ὢν ἀληθῶς θεοῦ κατὰ τὴν ἀίδιον ἐκ θεοῦ γέννησιν, γέγονε καὶ υἱὸς

1,1,5

68

ἀνθρώπου κατὰ τὴν ἐκ παρθένου γέννησιν καί ἐστιν εἷς καὶ ὁ αὐτὸς τέλειος θεὸς κατὰ τὴν θεότητα καὶ ὁμοούσιος τῶι πατρὶ καὶ τέλειος ἄνθρωπος ὁ αὐτὸς κατὰ τὴν ἐκ παρθένου γέννησιν καὶ ὁμοούσιος ἀνθρώποις κατὰ τὴν σάρκα. εἴ τις δὲ ἐξ οὐρανοῦ λέγει σῶμα ἔχειν τὸν Χριστὸν ἢ ὁμοούσιον τῶι θεῶι τὴν σάρκα, ἔστω ἀνάθεμα. εἴ τις μὴ ὁμολογεῖ
5τὴν τοῦ κυρίου σάρκα ἐκ τῆς ἁγίας παρθένου καὶ ἀνθρώποις ὁμοούσιον, ἔστω ἀνάθεμα. εἴ τις τὸν κύριον ἡμῶν καὶ σωτῆρα τὸν ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου γεννηθέντα κατὰ σάρκα ἄψυχον λέγει ἢ ἀναίσθητον ἢ ἄλογον ἢ ἀνόητον, ἔστω ἀνάθεμα. εἴ τις τολμᾶι λέγειν τὸν Χριστὸν θεότητι πεπονθέναι καὶ μὴ σαρκί, ὡς γέγραπται, ἔστω ἀνάθεμα. εἴ τις διαιρεῖ καὶ χωρίζει τὸν κύριον ἡμῶν καὶ σωτῆρα καὶ λέγει ἕτερον μὲν
10εἶναι υἱὸν τὸν θεὸν λόγον καὶ ἕτερον τὸν ἀναληφθέντα ἄνθρωπον καὶ μὴ ὁμολογεῖ ἕνα καὶ τὸν αὐτόν, ἔστω ἀνάθεμα. Θεοφίλου ἐπισκόπου ἐκ τοῦ προσφωνητικοῦ πρὸς τοὺς φρονοῦντας τὰ Ὠριγένους, ἔφη δὲ οὕτω περὶ Χριστοῦ Ἵνα μὴ ἐν λόγωι μόνωι, ἀλλὰ καὶ ἐν δυνάμει θεὸς ἀληθινὸς ὁ φανεὶς εἶναι πιστεύηται,
15τῆι τῶν δρωμένων μεγαλουργίαι τὴν περὶ αὐτοῦ δηλῶν ἀσφάλειαν, πλήρης μὲν ὢν θεός, αὐτοθελῶς δὲ ἐνανθρωπήσας καὶ μηδὲν ἀνθρωπείας ὁμοιώσεως καταλείψας ἐκτὸς πλὴν μόνης τῆς ἀνουσίου κακίας. καὶ βρέφος γὰρ γενόμενος Ἐμμανουὴλ ὡμολογεῖτο, μάγων πρὸς αὐτὸν ἰόντων καὶ τῶι προσκυνεῖν καὶ θεὸν εἶναι τὸν φανέντα βοώντων, [ὅτι] καὶ σαρκὶ σταυρούμενος ἡλίου συνέστελλεν ἀκτῖνας, [καὶ] τῶι ξένωι θαύματι τὴν οἰκείαν σαφη‐
20νίζων θεότητα, οὐδαμοῦ σκορπίσας ἑαυτὸν ἢ διαλύσας εἰς σωτῆρας δύο. ἀλλὰ καὶ τοῖς μαθηταῖς ἔλεγε· μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὑμῶν καθηγητὴς ὁ Χριστός. οὐ γὰρ ὅτε τοῦτο τοῖς ἀποστόλοις παρήγγελλε, τοῦ φαινο‐ μένου σώματος τὴν οἰκείαν διώριζε θεότητα, οὐδὲ ὅτε Χριστὸν ἑαυτὸν διεμαρτύρετο εἶναι, ψυχῆς καὶ σαρκὸς διωρίζετο, ὁ αὐτὸς ἄμφω τυγχάνων θεός τε καὶ ἄνθρωπος, δοῦλος ὁρώ‐
25μενος καὶ κύριος γνωριζόμενος, τὸ μὲν ὑψηλὸν τῆς θεότητος τῶι ταπεινῶι τῆς ἐνανθρω‐ πήσεως ὑποκρυπτόμενος φρονήματι, τὸ δέ γε ταπεινὸν τοῦ ὁρωμένου σώματος τῆι τῆς θεότητος ὑπεραίρων ἐνεργείαι. Εὐχερὲς μὲν οὖν καὶ ἕτερα τούτοις ἐπενεγκεῖν πλεῖστά τε ὅσα καὶ ἀληθῆ μαρτύρια, παρίημι δὲ τὸ γεγραμμένον εἰδὼς τὸ δίδου σοφῶι ἀφορμήν, καὶ σοφώτερος
30ἔσται· γνώριζε δικαίωι, καὶ προσθήσει τοῦ δέχεσθαι. πλὴν ἐκεῖνο φημί· ἰδοὺ δὴ πάντες οἱ πανάριστοί τε καὶ σοφοὶ κατὰ καιροὺς ἡμῶν γεγονότες πατέρες καὶ θεοτόκον ὀνομάζουσι τὴν ἁγίαν παρθένον, ἡνῶσθαι δὲ κατὰ φύσιν διαβεβαιούμενοι τῆι σαρκὶ
τὸν ἐκ θεοῦ λόγον ἔν τε τῆι νηδύι γενέσθαι φασὶ τῆι παρθενικῆι καὶ ἐξ αὐτῆς προελθεῖν

1,1,5

69

κατὰ σάρκα, καίτοι τὴν ἄναρχον καὶ πρὸ παντὸς αἰῶνος καὶ χρόνου λαχόντα γέννησιν ἐκ πατρός. ἐπειδὴ δὲ ἦν εἰκὸς ἐν ταῖς μακροτέραις καὶ ἐφεξῆς τῶν στίχων συνθήκαις ὀλι‐ γώρως ἔχοντα τὸν νοῦν ἐθελῆσαι μᾶλλον ὡς ἐν βραχεῖ καὶ συνεσταλμένως ἰδεῖν τῶν ἐπὶ Χριστῶι δογμάτων τὸ ἀκραιφνέστατον κάλλος, αὐτὰς κατὰ μόνας τὰς τῶν ἐννοιῶν, ἵνα
5οὕτως εἴπω, καρδίας ἐκ τῆς θεοπνεύστου καὶ νέας γραφῆς συναγηγερκὼς πέπομφα τῆι ὑμετέραι κατὰ θεὸν εὐσεβείαι ὡς ἂν ἐντυγχάνουσαι κατὰ βραχύ τε καὶ ἀνὰ μέρος αὐταί τε τὸν ἐν ὑμῖν καὶ ἔτι μειζόνως καταφαιδρύνητε νοῦν, φωταγωγοῦσαι δὲ πρὸς ἀλήθειαν καὶ οὓς ἂν ὠφελεῖν ἕλησθε, καυχήμασιν ἀποστολικοῖς τὰς ὁσίας ὑμῶν κατασεμνύνητε κε‐ φαλάς. πλούσιος δὲ λίαν ὁ ἐπί γε τούτωι μισθός· γέγραπται γάρ· ὁ ἐπιστρέψας
10ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν αὐτοῦ ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν. ἐν δέ γε ταῖς τῶν ἐννοιῶν εὑρέσεσιν ἤτοι συμπε‐ ράσμασιν, ὅταν λέγωμεν· θεὸς οὖν ἄρα Χριστὸς ἢ γοῦν εἷς ἄρα υἱὸς καὶ κύριος ὁ Χριστός, οὐχ οὕτω φαμὲν ὡς ἐκεῖνοι θεὸν κατὰ χάριν ἢ υἱὸν ἢ κύριον ὠνομάσθαι τὸν Ἐμμανουὴλ ἢ ἐκ προκοπῆς ἢ ἐπιδόσεως εἰς τοῦτο δόξης ἐλθεῖν ὡς ἕνα τῶν καθ’ ἡμᾶς κοινὸν καὶ
15ἡγιασμένον ἄνθρωπον, ἐκεῖνο δὲ μᾶλλον ὅτι θεὸς ὢν ὁ λόγος, εἶτα καθεὶς ἑαυτὸν εἰς κέ‐ νωσιν καὶ ἐν δούλου μορφῆι καταβεβηκὼς οὐδὲν ἧττόν ἐστι θεὸς ἀληθινὸς καὶ φύσει τῶν ὅλων κύριος ἔσται καὶ μόνος καὶ ἰδικῶς υἱός, ὧι καὶ ἡμεῖς συμμορφούμενοι κατὰ χάριν τὴν δι’ αὐτοῦ πρὸς τὴν τῆς υἱοθεσίας ἀναβαίνομεν δόξαν. ὄνομα δὲ τὸ Χριστὸς πρέπειν μὲν οὐκ οἶδα πῶς διαβεβαιοῦνταί τινες καὶ ἰδικῶς τε καὶ κατὰ μόνας καὶ ἔξω σαρκὸς ὄντι
20τε καὶ νοουμένωι τῶι ἐκ θεοῦ φύντι λόγωι, πρέπειν δὲ ὁμοίως καὶ τῶι ἐκ τῆς ἁγίας παρθένου γεγεννημένωι, κἂν εἰ νοοῖτο ὑπάρχειν κατὰ μόνας ἔτι καὶ καθ’ ἑαυτόν, καὶ τρίτως δὲ πρέπειν ἀμφοῖν ὡς ἑνί, τοῦ τῆς συναφείας λόγου, καθάπερ αὐτοί φασιν, εἰς ἓν αὐτοὺς πρόσωπον συνεισδέοντος. ἑνώσεως γὰρ τῆς κατὰ φύσιν καὶ ἀληθοῦς οὐδεὶς λόγος αὐτοῖς, καίτοι ταύτην ἔχοντος τοῦ μυστηρίου τὴν ὁδὸν ὀρθὴν καὶ ἀπλανεστάτην, καὶ ἡ
25σκῆψις αὐτοῖς οὐχ ἁπλῆ, πικρίας δὲ μᾶλλον καὶ ἀπάτης μεμέστωται. ἐπειδὴ γὰρ ἡ θεό‐ πνευστος γραφὴ Χριστὸν ὀνομάζουσα πάντα αὐτῶι προσνέμει τὰ θεοπρεπῆ (οἶδε γὰρ οἶδεν ἐν ἀνθρωπείαι μορφῆι πεφηνότα καὶ σεσαρκωμένον τὸν θεοῦ λόγον), σκοπὸς δὲ τοῖς ἕτερα παρὰ τοῦτο φρονεῖν ἡιρημένοις καὶ κοινὸν ἄνθρωπον ἀποφαίνειν τὸν ἐκ γυναικός, ἐξ ἐπι‐ δόσεως, ὡς ἔφην, καὶ ὡς ἐξ ἰδίας τε καὶ ἀνθρωπίνης ἀρετῆς ἄξιον ἑαυτὸν παραστήσαντα
30τοῦ χρῆναι τιμᾶσθαι καὶ συναφείαι προσώπου τῆι πρὸς τὸν ἐκ θεοῦ λόγον καὶ ἀπόλεκτον γενέσθαι κατὰ πρόγνωσιν, ἐκεῖνό φασιν ὅτι τὸ Χριστός ὄνομα πρέπει καὶ μόνωι καὶ ἰδίαι καὶ καθ’ ἑαυτὸν νοουμένωι καὶ ὑπάρχοντι τῶι ἐκ θεοῦ πατρὸς γεννηθέντι λόγωι. ἡμεῖς δὲ οὐχ οὕτως δεδιδάγμεθα φρονεῖν ἢ λέγειν. ὅτε γὰρ γέγονε σὰρξ ὁ λόγος, τότε καὶ ὠνομάσθαι φαμὲν αὐτὸν Χριστὸν Ἰησοῦν. ἐπειδὴ γὰρ κέχρισται τῶι ἐλαίωι τῆς ἀγαλ‐
35λιάσεως ἤτοι τῶι ἁγίωι πνεύματι παρὰ τοῦ θεοῦ καὶ πατρός, ταύτηι τοι Χριστὸς ὀνομά‐ ζεται. ὅτι δὲ περὶ τὸ ἀνθρώπινον ἡ χρίσις, οὐκ ἂν ἐνδοιάσειέ τις τῶν ὀρθὰ φρονεῖν εἰωθότων. ἧι μὲν γὰρ θεός ἐστι καὶ λόγος, οὐκ ἂν ἐδεήθη χρίσεως· οὐ γάρ που φαίη τις ἂν κεχρίσθαι τε καὶ ἡγιάσθαι τὸν ἐκ θεοῦ λόγον τῶι ἰδίωι πνεύματι ὡς ἑτέρωι παρ’
αὐτὸν τὴν φύσιν ὑπερκειμένωι καὶ προύχοντι. χωρὶς γὰρ πάσης ἀντιλογίας τὸ

1,1,5

70

ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. ἐπειδὴ δὲ τοῖς τῆς ἀνθρωπότητος μέτροις τὸ ἁγιάζεσθαί τε καὶ χρίεσθαι πρέπει, πᾶσά πως ἀνάγκη Χριστὸν ὀνομάζεσθαι τὸν ἐκ θεοῦ λόγον, οὐχ ὅτε γυμνὸς ἦν ἔτι καὶ οὔπω σεσαρκωμένος, ἀλλ’ ὅτε γεγονὼς καθ’ ἡμᾶς, τουτέστιν ἄνθρωπος, ἐχρίσθη κατὰ τὸ ἀνθρώπινον, ὥστε τὸ Χριστός ὄνομα πρέποι
5ἂν κατ’ οὐδένα τρόπον οὔπω καθ’ ἡμᾶς γεγονότι τῶι ἐκ θεοῦ πατρὸς φύντι λόγωι. εἰ δὲ ὀνομάζοιτό που Χριστός, ἐνανθρωπήσαντά μοι νοήσεις αὐτόν, κἂν λόγον ἀκούσηις πε‐ πραγμένης ἤδη τῆς ἐνανθρωπήσεως, τῆς ἑνωθείσης αὐτῶι μὴ ἀμνημονήσηις σαρκός. ἀνὰ μέρος δὲ τούτωι κἀκείνωι πρέπειν οἴεσθαι τὴν φωνὴν ἀσύνετον παντελῶς, μᾶλλον δὲ καὶ ἀνόσιον ἢ φρονεῖν ἢ λέγειν. εἷς γὰρ κύριος Ἰησοῦς Χριστὸς καὶ οὐ μεμέρισται, καθὰ
10καὶ αὐτὸς ὁ σοφώτατος Παῦλος ὁ Χριστὸν ἔχων ἐν ἑαυτῶι τὸ θεῖον αὐτῶι λαλοῦντα μυστήριον. προσβαλοῦσαι δὲ τοῖς ἐφεξῆς κεφαλαίοις εὐθῆ καὶ ἀπεξεσμένον εἰς ἀλήθειαν τὸν ἐμὸν εὑρήσετε λόγον. προδιαμαρτύρασθαι δὲ οἶμαι κἀκεῖνο καλόν· ὥσπερ γάρ ἐστιν ἐν θεότητι τέλειος ὁ ἐκ θεοῦ πατρὸς λόγος, οὕτω καὶ ἐν ἀνθρωπότητι τέλειος κατά γε τὸν τῆς ἀνθρωπότητος λόγον, οὐκ ἄψυχον σῶμα λαβών, ἐψυχωμένον δὲ μᾶλλον ψυχῆι λογικῆι.
15ὁ δὲ θεὸς τῶν ὅλων ὁ τοῖς ἀγαπῶσιν αὐτὸν τὰ ἐξ οὐρανοῦ διανέμων ἀγαθὰ τὰς ὁσίας ὑμῶν ἐμπλήσαι ψυχὰς τοῖς παρ’ ἑαυτοῦ χαρίσμασιν, ἵνα καὶ εἰς μέτρον ἡλικίας ἀνα‐ βαίνουσαι τοῦ πληρώματος τοῦ Χριστοῦ εὐκλεᾶ καὶ εὐδόκιμον τὴν ἀξιάγαστον ὑμῶν ἀποφήνητε ζωήν, ἅγιαι νύμφαι Χριστοῦ. [Τάδε ἔνεστιν ἐν τοῖς ἐφεξῆς
20 Ὅτι θεὸς ὁ Χριστὸς ἑνώσει τῆι πρὸς τὸν θεὸν λόγον, εἰς τὴν αὐτοῦ δόξαν ἀναβαί‐ νοντος καὶ τοῦ προσληφθέντος ναοῦ, ἐκ τῶν ἀποστολικῶν Ἐκ τῶν καθολικῶν ἐκλογαὶ εἰς τὸ αὐτό Ἐκ τῶν εὐαγγελικῶν ἐκλογαὶ εἰς τὸ αὐτό Ὅτι ζωὴ καὶ ζωοποιὸς ὁ Χριστός, ἐκ τῶν κειμένων παρὰ τῶι ἀποστόλωι Παύλωι
25καὶ ἐν τοῖς ἀποστολικοῖς εὑρέσεις Ὅτι εἰς Χριστὸν ἡ πίστις ὡς εἰς θεόν, ἐκ τῶν καθολικῶν καὶ ἐκ τῶν εὐαγγελικῶν Ὅτι ζωὴ καὶ ἱλαστήριον ὁ Χριστός, ἐκλογαὶ διάφοροι Ὅτι Χριστοῦ θάνατος τῶι κόσμωι σωτήριος, ἐκ τῶν ἀποστολικῶν καὶ εὐαγγελικῶν ἐκλογαί]
30 Ὅτι θεὸς ὁ Χριστὸς ἑνώσει τῆι πρὸς τὸν θεὸν λόγον, εἰς τὴν αὐτοῦ δόξαν ἀνα‐ βαίνων Ἐκ τῆς πρὸς Ῥωμαίους Παῦλος δοῦλος Ἰησοῦ Χριστο, κλητὸς ἀπόστολος ἀφωρισμένος εἰς εὐαγγέλιον θεο, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς
35ἁγίαις περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ

1,1,5

71

σάρκα, τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν. Οὐκοῦν, εἴπερ ἐστὶν εὐαγγέλιον θεοῦ τὸ περὶ Χριστοῦ κήρυγμα, πῶς οὐ θεὸς ὁ Χριστός; καὶ εἰ πάσης προφη‐ τείας ἐπ’ αὐτῶι βλέπει πέρας καὶ υἱὸν τοῦ θεοῦ κηρύττουσιν αἱ γραφαὶ τὸν ἐκ σπέρματος
5Δαυίδ, κἂν εἰ ὡρίσθαι λέγοιτο κατὰ πνεῦμα ἁγιωσύνης διὰ τὸ τῆς ἐνανθρωπήσεως μυστή‐ ριον, πῶς οὐχ υἱὸς ἀληθῶς, ἐκ τῆς τῶν νεκρῶν ἀναστάσεως μαρτυρούμενος; ἐγήγερται γὰρ οὐκ ἄνθρωπος κοινὸς καθ’ ἡμᾶς, ἀλλ’ ὡς θανάτου κρείττων, καθὸ καὶ ζωὴ καὶ θεός. Περὶ τῶν προσκυνούντων τῆι κτίσει παρὰ τὸν κτίσαντά φησι· διότι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλὰ ἐματαιώθησαν ἐν τοῖς
10διαλογισμοῖς αὐτῶν καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν. Γράφει που Παῦλος τοῖς ἐξ ἐθνῶν κεκλημένοις, του‐ τέστιν ἡμῖν· νυνὶ δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεο. τίνα τοίνυν ἐγνώκαμεν διὰ τῆς πίστεως ἢ πάντως Χριστὸν Ἰησοῦν; οὐκοῦν εἰ μὲν ὡς θεὸν ἐγνώκαμεν καὶ ὡς θεὸν δοξάζομεν, πεφωτίσμεθα κατὰ ἀλήθειαν· εἰ δὲ ἀλλάσσομεν αὐτοῦ τὴν δόξαν, μεμα‐
15ταιώμεθα καὶ ἡμεῖς ἐν τοῖς διαλογισμοῖς ἡμῶν. εἰ γὰρ ὅλως πεπιστεύκαμεν εἰς αὐτόν, ὡς εἰς θεὸν πιστεύομεν, ἢ δεήσει πάντηι τε καὶ πάντως ὁμολογεῖν ὅτι τοῖς τῆς ἀρχαίας ἀπάτης καὶ νῦν ἐνισχήμεθα βρόχοις, ἀνθρώπωι κοινῶι τὴν πίστιν προσάγοντες. ἀλλ’ 〈οὐχ〉 οὕτω τὸ ἀληθές. Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν
20αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν ποιεῖν τὰ μὴ καθήκοντα. Εἰ Χριστὸν ἐγνώκαμεν ὡς θεόν, τὴν ἐπ’ αὐτῶι γνῶσιν μὴ ἀποδοκιμάζωμεν, ἄνθρωπον εἶναι λέγοντες κοινόν. εἰ δὲ τοῦτο δρᾶν ἐξ ἀμαθίας τολμῶμεν, βαδιούμεθα πάντως ὁμοῦ τοῖς ἄλλοις εἰς ἀδόκιμον νοῦν. Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις
25σεαυτῶι ὀργὴν ἐν ἡμέραι ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ θεο, ὃς ἀποδώσει ἑκάστωι κατὰ τὰ ἔργα αὐτο. Ὁ μακάριος Παῦλος τοὺς πάντας ἡμᾶς δε, φησίν, φανερωθῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστο, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν εἴτε ἀγαθὸν εἴτε φαῦλον. ἔφη δέ τις καὶ ἕτερος τῶν ἁγίων ἀποστόλων· εἷς ἐστιν ὁ νομο‐
30θέτης καὶ κριτής. ψάλλει δὲ καὶ αὐτὸς ὁ Δαυίδ· ὅτι ὁ θεὸς κριτής ἐστιν. ὅτε τοίνυν δικαιοκρισίαν θεοῦ φησιν εἶναι τὴν ἐπὶ τοῦ θείου βήματος ἐφ’ ἑκάστωι ψῆφον, ἣν αὐτὸς ἐξοίσει Χριστός (παραστησόμεθα γὰρ τῶι βήματι αὐτοῦ καὶ οὐχ ὡς ἑνὶ τῶν καθ’ ἡμᾶς, ἀλλ’ ὡς θεῶι καὶ κριτῆι καὶ νομοθέτηι), πῶς οὐχὶ θεὸς ὁ Χριστός; Διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας. νυνὶ δὲ χωρὶς νόμου δικαιο‐
35σύνη θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφη‐ τῶν, δικαιοσύνη δὲ θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ εἰς πάντας τοὺς πιστεύοντας. Δίχα νόμου δικαιοσύνην, ἣν καὶ ὑπὸ τῶν ἁγίων προφητῶν μεμαρτυ‐ ρῆσθαί φησι, τὴν διὰ πίστεως εἶναι λέγει τῆς εἰς Χριστὸν Ἰησοῦν. εἶτα πῶς οὐ θεὸς
ὁ δικαιῶν τοὺς πιστεύοντας ὅτιπερ εἴη θεὸς ἀληθῶς; ὁρᾶι γὰρ εἰς τοῦτο τὸ τῆς πίστεως

1,1,5

72

πέρας. μαρτυρούντων δὲ τῶν ἁγίων προφητῶν τῆι εἰς Χριστὸν πίστει, τίς ὁ φάναι τολμῶν οὐκ εἶναι θεὸν αὐτὸν διὰ τὸ ἀνθρώπινον ἢ γοῦν ὅτε γέγονε σὰρξ ὁ λόγος; Πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεο, δικαιού‐ μενοι δωρεὰν τῆι αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῶι
5Ἰησο. Εἰ τὸ ἁμαρτάνειν ἡμᾶς ὑστερεῖσθαι ποιεῖ τῆς δόξης τοῦ θεοῦ, ὅτι μὴ οἶδεν ἁμαρτίαν, γέγραπται δὲ περὶ Χριστοῦ ὅτι ἁμαρτίαν οὐκ ἐποίησεν, ὑστερούμεθα δὲ καὶ κατὰ τοῦτο τῆς δόξης αὐτοῦ πλημμελοῦντες ἡμεῖς, θεὸς ἄρα ἐστὶ καὶ μετὰ σαρκὸς ὁ λόγος· οὐ γὰρ ἐποίησεν ἁμαρτίαν. Νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; μὴ γένοιτο· ἀλλὰ νόμον
10ἱστῶμεν. Ὁ διὰ Μωσέως νόμος θεὸν ἕνα προσκυνεῖν ἐδίδασκε τοὺς ἐξ Ἰσραήλ. κύριος γάρ φησιν, ὁ θεός σου κύριος εἷς ἐστιν. καὶ αὐτὸς δὲ ὁ θεὸς προσε‐ φώνει λέγων αὐτοῖς· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμο. ἆρ’ οὖν μετέ‐ στησεν ἡ πίστις ἡ εἰς Χριστὸν τοὺς δι’ αὐτῆς κεκλημένους εἰς τὸ μὴ ἑνὶ τῶι κατὰ φύσιν θεῶι προσκυνεῖν; ἆρα καταργοῦμεν νόμον τῶι ἑνὶ τῶι κατὰ ἀλήθειαν θεῶι προσκομίζοντα;
15μὴ γένοιτο, φησίν, ἀλλὰ νόμον ἱστῶμεν. οὐκοῦν ὡς θεῶι πρόσιμεν τῶι Χριστῶι, ἵνα μὴ κατηγορώμεθα ὡς παραλύοντες νόμον, ἐπαινώμεθα δὲ μᾶλλον ὡς ἱστῶντες νόμον διὰ τῆς πίστεως. Περὶ τοῦ Ἁβραάμ φησι· κατέναντι οὗ ἐπίστευσε θεοῦ τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα. Ὅτε τοίνυν τὸ ζωοποιεῖν
20δύνασθαι τοὺς νεκροὺς ἁρμόσειεν ἂν οὐχ ἑτέρωι πλὴν ὅτι μόνωι τῶι κατὰ φύσιν θεῶι, ζωοποιεῖ δὲ Χριστὸς καὶ διὰ τῆς ἰδίας σαρκὸς τοὺς κατεφθαρμένους ἁπτόμενος τῶν νεκρῶν καὶ ἀνιστὰς αὐτούς, πῶς οὐ θεὸς ἀληθινὸς ὁ καὶ δοὺς ἑτέροις ἐξουσίαν τοὺς νεκροὺς ἐγείρειν διὰ τοῦ ὀνόματος αὐτοῦ; Ὥστε, ἀδελφοί μου, καὶ ὑμεῖς ἐθανατώθητε τῶι νόμωι διὰ τοῦ σώ‐
25ματος τοῦ Χριστοῦ εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρωι τῶι ἐκ νεκρῶν ἐγερθέντι, ἵνα καρποφορήσωμεν τῶι θεῶι. Θανατούμεθα τῶι νόμωι τῆς κατ’ αὐτὸν λατρείας ἀποπαυόμενοι, γινόμεθα δὲ ἑτέρωι τῶι ἐκ νεκρῶν ἐγερθέντι, τουτέστι Χριστῶι, τοῖς αὐτοῦ θεσπίσμασιν εὐαγγελικοῖς κατακολουθεῖν σπουδάζοντες, ἵνα καρποφορήσωμεν τῶι θεῶι. κεφάλαιον δὲ τῶν εὐαγγελικῶν θεσπισμάτων ἡ πίστις ἡ εἰς αὐτόν, καὶ οὗτος ἡμῶν ὁ
30καρπός, ὡς θεῶι προσαγόμενος τῶι Χριστῶι. θεὸς οὖν ἄρα ἐστὶν ὁ ἐκ νεκρῶν ἀναστάς, ὡς σαρκὸς γεγονότος τοῦ λόγου. Οἱ δὲ ἐν σαρκὶ ὄντες θεῶι ἀρέσαι οὐ δύνανται, ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκ, ἀλλ’ ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν. εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὔκ ἐστιν αὐτο. εἰ δὲ Χριστὸς ἐν ὑμῖν,
35τὸ μὲν σῶμα νεκρὸν δι’ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος τὸν Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας ἐκ νεκρῶν Χριστὸν Ἰησοῦν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν. Ἰδοὺ δὴ σαφῶς τὸ θεοῦ πνεῦμα λέγεται τοῦ Χριστοῦ. ἀλλ’ εἴπερ ἐστὶν ἄνθρωπος ἰδικῶς καὶ ἀνὰ μέρος
40κείμενος, κατωικηκότα μόνον ἐν αὐτῶι τὸν τοῦ θεοῦ λόγον ἔχων, πῶς αὐτοῦ τὸ θεῖον
λέγεται πνεῦμα; ἀλλὰ μὴν ἴδιον αὐτοῦ τὸ πνεῦμά ἐστι· θεὸς ἄρα καὶ οὐχ ἑτέρως. οὐ

1,1,5

73

γὰρ ἐν ἀνθρώπωι γέγονεν ὁ τοῦ θεοῦ λόγος, ἀλλὰ γέγονεν ἄνθρωπος ἀληθῶς μετὰ τοῦ μεῖναι θεός. οὕτω γὰρ ἂν νοοῖτο Χριστοῦ τὸ πνεῦμα ὑπάρχειν τὸ τοῦ πατρός. Ὅσοι γὰρ πνεύματι θεοῦ ἄγονται, οὗτοι υἱοὶ θεοῦ εἰσιν. οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ’ ἐλάβετε πνεῦμα υἱοθεσίας,
5ἐν ὧι κράζομεν ἀββᾶ ὁ πατήρ. Ὁ μακάριος γράφει Παῦλος· ὅτι δὲ ἐστὲ υἱο, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν, κράζον ἀββᾶ ὁ πατήρ. οὐκοῦν εἰ ἐν πνεύματι τοῦ υἱοῦ παρρησίαν ἔχομεν πατέρα καλεῖν τὸν θεὸν ὡς τοῦ κατὰ φύσιν καὶ ἀληθῶς υἱοῦ τὸ πνεῦμα πλουτήσαντες, πῶς οὐ θεὸς ὁ Χριστός; οὐ καθὸ νοεῖται καθ’ ἡμᾶς ἄνθρωπος μόνον, ἀλλὰ καθὸ γέγονε σὰρξ ὁ
10λόγος καὶ μετέσχηκε παραπλησίως ἡμῖν αἵματος καὶ σαρκός. Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστο; θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ κίνδυνος ἢ μάχαιρα; ὁ νόμος ἔφασκεν ὁ διὰ Μωσέως καὶ ἐντολὴν ἐποιεῖτο· ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. ὅτε τοίνυν τὴν
15ἀγάπην τὴν τῶι θεῶι πρεπωδεστάτην ὡς ἐξ ὅλης ἰσχύος καὶ ἀνωτάτω, τὴν μέχρι ψυχῆς καὶ αἵματος, καὶ αὐτῶι προσάγομεν τῶι Χριστῶι, τίς ὁ φάναι τολμῶν ὡς οὐκ ἂν εἴη θεός; διημάρτηκε γὰρ τοῦ πρέποντος κατ’ οὐδένα τρόπον ὁ τῶν ἁγίων σκοπός. Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε δυνάμεις οὔτε ὕψωμα οὔτε βάθος οὔτε
20τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῶι Ἰησοῦ τῶι κυρίωι ἡμῶν. Εἰ μηδὲν ὅλως ἡμᾶς χωρίσαι δύναται τῆς ἀγάπης τοῦ θεοῦ, πράττεται δὲ αὐτὴ παρ’ ἡμῶν ἐν Χριστῶι Ἰησοῦ, πῶς οὐ θεὸς ἐναργῶς ὁ Χριστός, εἴπερ αὐτὸν ἀγαπῶντες τὸν τῶν ὅλων ἀγαπῶμεν θεόν; Χριστὸν δὲ εἰ λέγοιμι, τὸν ἐκ θεοῦ λόγον ἐνηνθρωπηκότα δηλῶ.
25 Πάντες γὰρ παραστησόμεθα τῶι βήματι τοῦ θεο, φησί· παραστησόμεθα δὲ τῶι Χριστῶι. Καθιεῖται γὰρ ἐπὶ θρόνου δόξης αὐτοῦ, κρίνων τὴν οἰκουμένην ἐν δικαιοσύνηι, καίτοι λέγοντος τοῦ Δαυὶδ ὅτι ὁ θεὸς κριτής ἐστιν. θεὸς οὖν ἄρα ἐστὶν ὁ Χριστός. Τολμηρότερον δὲ ἔγραψα ὑμῖν ἀπὸ μέρους ὡς ἐπαναμιμνήισκων ὑμᾶς
30διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ θεοῦ εἰς τὸ εἶναί με λειτουργὸν Χριστοῦ Ἰησοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ θεο, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν πνεύματι ἁγίωι. Οἱ τὸ τῆς ἱερουργίας χρῆμα πεπιστευμένοι θεῶι λειτουργοῦσι μόνωι· παρεστή‐ κασι γὰρ οὐκ ἀνθρώποις οἱ ἱερεῖς. ἰδοὺ τοιγαροῦν ὁ θεσπέσιος Παῦλος δεδόσθαι φησὶν
35ἑαυτῶι χάριν παρὰ τοῦ θεοῦ εἰς τὸ εἶναι λειτουργὸν Χριστοῦ Ἰησοῦ καὶ ἱερουργεῖν ἐν τοῖς ἔθνεσι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ. θεὸς οὖν ἄρα Χριστός, εἰ Χριστὸν κηρύττων τοῖς ἔθνεσιν τοῦ θεοῦ φησιν εὐαγγέλιον ἱερουργεῖν αὐτοῖς, ἵνα προσδεχθῶσιν ὡς ἡγιασμένοι ἐν πνεύματι. Ἔχω οὖν καύχησιν ἐν Χριστῶι Ἰησοῦ τὰ πρὸς τὸν θεόν. οὐ γὰρ
40τολμήσω τι λαλεῖν ὧν οὐ κατειργάσατο Χριστὸς δι’ ἐμοῦ εἰς ὑπακοὴν
ἐθνῶν, λόγωι καὶ ἔργωι, ἐν δυνάμει σημείων καὶ τεράτων ἐν δυνάμει

1,1,5

74

πνεύματος θεο, ὥστε με ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλωι μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστο. Ἐν Χριστῶι Ἰησοῦ καυχᾶσθαί φησι, τὸ καύχημα λέγων ἔχειν πρὸς θεόν. ὅτι δὲ οὐκ ἀνθρώπινον τὸ καὶ ἐν δυνάμει πνεύματος ἐν τοῖς ἁγίοις ἀποστόλοις ἐνεργεῖν δύνασθαι τὸν Χριστὸν τὰ παράδοξα, πῶς
5ἔνι ἀμφιβάλλειν; ὥσπερ γὰρ ἕκαστος τῶν καθ’ ἡμᾶς ἐν ἰδίαι δυνάμει τὰ ἑαυτοῦ ἔργα πληροῖ, οὕτω καὶ ὁ Χριστὸς ὡς ἰδίαι δυνάμει τῶι πνεύματι χρώμενος ἐνεργεῖ τὰ παράδοξα διὰ τῆς τῶν ἁγίων χειρός. εἶτα πῶς οὐ θεός ἐστιν, οὗπερ ἴδιον τὸ πνεῦμα τὸ ἅγιον; Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι πᾶσαι τοῦ Χριστο. Καίτοι φησὶν ἐν ἑτέροις, Τιμοθέωι γράφων· ἵνα εἰδῆις πῶς δεῖ ἐν οἴκωι θεοῦ ἀναστρέφεσθαι.
10εἰ δὲ Χριστοῦ τὰς ἐκκλησίας οἶδε καὶ μεμαρτύρηκε, θεὸς ἄρα Χριστός. Ὁ δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Θεοῦ λεγομένης εἶναι τῆς εἰρήνης, ἔφη που Χριστὸς τοῖς ἁγίοις ἀποστόλοις· εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν. εἶτα πῶς οὐ θεὸς ἀληθῶς ὁ τῆς εἰρήνης δοτὴρ καὶ ὡς ἴδιον ἀγαθὸν τοῖς ἀξίοις διδοὺς αὐτήν;
15Κορινθίων πρώτης Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ καὶ Σωσθένης ὁ ἀδελφὸς τῆι ἐκκλησίαι τοῦ θεο. Ἐπιτήρησον ὅτι Ῥωμαίοις προειρηκὼς ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι πᾶσαι τοῦ Χριστοῦ Κορινθίοις ἐπιστέλλων φησὶ θεοῦ εἶναι τὴν ἐκκλησίαν.
20 Λέγω δὲ τοῦτο ὅτι ἕκαστος ὑμῶν λέγει· ἐγὼ μὲν εἰμὶ Παύλου, ἐγὼ δὲ Ἀπολλ, ἐγὼ δὲ Κηφ, ἐγὼ δὲ Χριστο. μεμέρισται ὁ Χριστός; μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε; Οὐκοῦν εἰ μὴ μεμέρισται ὁ Χριστός, πάντα αὐτοῦ καὶ πάντες αὐτοῦ. καὶ εἰ αὐτὸς ἐσταυρώθη ὑπὲρ ἡμῶν καὶ εἰς τὸ ὄνομα αὐτοῦ ἐβαπτίσθημεν, αὐτῶι δηλονότι κεχρεωστήμεθα, ἐσμὲν
25δὲ οὐκ ἀνθρώπου τῶν καθ’ ἡμᾶς ἑνός, ἀλλὰ θεοῦ. Χριστὸς ἄρα θεὸς ἐφ’ ἡμᾶς. Ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖον αἰτοῦσι καὶ Ἕλληνες σοφίαν ζητοῦσιν, ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν. Ἀρ’ οὐχὶ πᾶς ὁστισοῦν ὁμολογήσειεν ἂν ὅτι καλεῖ πρὸς θεο‐ γνωσίαν τὴν ἀληθῆ τοὺς ἀνὰ πᾶσαν τὴν γῆν τὸ κήρυγμα τὸ εὐαγγελικόν; εἶτα πῶς ἢ
30πόθεν τοῦτο ἀμφίβολον; πῶς οὖν ἄρα κηρύττουσιν οἱ μυσταγωγοὶ Χριστὸν ἐσταυρωμένον; ἆρα ὡς ἕνα τῶν καθ’ ἡμᾶς τὸν ἐπὶ σταυροῦ θάνατον ὑπομείναντα καὶ εἰς ἄνθρωπον ἡ τοῦ κόσμου πίστις πράττεται; μὴ γένοιτο, πεπιστεύκαμεν δὲ θεῶι ζῶντι καὶ ἀληθινῶι. θεὸν οὖν οἶδε Χριστὸν τὸν ἐσταυρωμένον καὶ τῶι κόσμωι κηρύττει, τεθαρσηκὼς ὅτι μὴ σφάλλεται. Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφο, ἦλθον οὐ καθ’ ὑπεροχὴν λόγου ἢ
35σοφίας καταγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ θεο. οὐ γὰρ ἔκρινα εἰδέναι τι ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστόν, καὶ τοῦτον ἐσταυρωμένον. Ἰδοὺ δὴ σαφῶς τὸ μαρτύριον τοῦ θεοῦ λέγων καταγγέλλειν τῶι κόσμωι, Χριστὸν Ἰησοῦν ἐπήγαγε,
καὶ τοῦτον ἐσταυρωμένον. θεὸς οὖν ἄρα ἐστὶν ὁ σταυρὸν δι’ ἡμᾶς ὑπομείνας Χριστὸς

1,1,5

75

Ἰησοῦς, οὗ καὶ τὸ μαρτύριον οὐκ ἐν ὑπεροχῆι λόγου καὶ σοφίας κοσμικῆς καταγγέλλεται τῶι κόσμωι διὰ τῶν ἁγίων ἀποστόλων, ἀλλ’ ὡς ἐν δυνάμει πνεύματος. Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τού‐ του οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων, ἀλλὰ
5λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίωι τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν. εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. Εἰ θεοῦ σοφία τὸ Χριστοῦ μυστήριον, εἶτα τῶι κόσμωι κηρύττεται καὶ θεὸς οὔκ ἐστιν ἀληθῶς κατὰ τὸ τισὶν οὐκ οἶδ’ ὅπως δοκοῦν καὶ εἰς αὐτὸν ἡ πίστις,
10πῶς ἐστι σοφὸν τὸ μυστήριον, εἰ τῆς ἀληθῶς θεογνωσίας ἀποκομίζει τοὺς ἐπὶ τῆς γῆς καὶ λάτριν ἀνθρώπου τὴν οἰκουμένην ἀποτελεῖ; ἀλλ’ οὐ τοῦτό ἐστιν ἀληθές, σοφὸν δὲ τὸ μυστήριον, ὅτι θεῶι προσάγει τοὺς πεπλανημένους. θεὸς ἄρα ὁ Χριστός, εἴρηται δὲ καὶ δικαίως κύριος τῆς δόξης ὁ ἐσταυρωμένος. Κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων
15θεμέλιον ἔθηκα, ἄλλος δὲ ἐποικοδομε. θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύ‐ ναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. Εἰ ἐπερη‐ ρείσμεθα καθάπερ τινὶ θεμελίωι Χριστῶι καὶ ἐπ’ αὐτῶι διὰ πίστεως οἰκοδομούμεθα καί ἐστιν αὐτὸς ἡ πάντων ἀσφάλεια, πῶς οὐκ ἂν εἴη θεὸς ἀληθῶς ὁ ἐν ὧι τὰ πάντα καὶ ἡ παρὰ πάντων πίστις, οὐ καθὼς εἰς ἕνα τῶν καθ’ ἡμᾶς, ὅτι μὴ κτίσει λελατρεύκαμεν, ἀλλὰ θεῶι
20τῶι φύσει καὶ ἀληθῶς; Οὐκ οἴδατε ὅτι ναὸς θεοῦ ἐστὲ καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν; εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός. ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν, οἵτινες ἐστὲ ὑμεῖς. Εἰ τὸ πνεῦμα Χριστοῦ δεχόμενοι ναὸς θεοῦ χρηματίζομεν, πῶς οὐ θεὸς ἀληθῶς ὁ δι’ ὃν ἡμεῖς ἐσμὲν ναοὶ θεοῦ;
25 Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθηι ὁ κύριος, ὃς καὶ φω‐ τίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστωι παρὰ τοῦ θεο. Τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ἐξ οὐρανοῦ καταβῆναι προσδοκῶμεν κατὰ καιρούς, ὧι καὶ πάντες παραστησόμεθα κρίνοντι τὰ κρυπτὰ καὶ φανεροῦντι τὰς βουλὰς τῶν καρδιῶν, ὅτι δὲ καὶ
30ἐπαινέσει τοὺς δικαίους, πεπληροφορήμεθα. τοῖς γὰρ ἑστηκόσιν ἐκ δεξιῶν ἐρεῖ· δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. ὅτε τοίνυν ἐπαινοῦντος Χριστοῦ τὸν ἔπαινον ἑκάστωι γενήσεσθαί φησι παρὰ τοῦ θεοῦ, πῶς οὐ θεός ἐστιν ἐναργῶς; Ἢ οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός
35ἐστιν, οὗ ἔχετε ἀπὸ θεο, καὶ οὐκ ἐστὲ ἑαυτῶν; ἠγοράσθητε γὰρ τιμῆς. δοξάσατε δὴ τὸν θεὸν ἐν τῶι σώματι ὑμῶν. Εἰ τὸ πνεῦμα Χριστοῦ λαβόντες γεγόναμεν ναοὶ θεοῦ καὶ οὐκ ἐσμὲν ἑαυτῶν, ἀγορασθέντες τῶι αἵματι αὐτοῦ, ὡς μηκέτι ζῆν ἡμᾶς ἑαυτοῖς, ἀλλὰ τῶι πριαμένωι, πῶς οὐ θεὸς ὁ Χριστὸς ἐναργῶς ὁ δι’ ὃν καὶ ναοὶ
θεοῦ ἐσμὲν ἡμεῖς, ὧι καὶ ὡς θεῶι δουλεύομεν;

1,1,5

76

Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμωι καὶ ὅτι οὐδεὶς θεὸς εἰ μὴ εἷς. καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεο, εἴτε ἐν οὐρανῶι εἴτε ἐπὶ γῆς, ὥσπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλο, ἡμῖν δὲ εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν,
5καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα καὶ ἡμεῖς δι’ αὐτο. Εἰ μόνος εἷς ἐστι θεὸς καὶ ἕτερος παρ’ αὐτὸν οὐδείς, συμπαραλαμβάνεται δὲ εἰς τὴν μίαν τῆς θεότητος φύσιν ὁ εἷς Χριστὸς Ἰησοῦς, δι’ οὗ τὰ πάντα, θεὸς ἄρα ἐστὶν ὁ ἐν ὁμοουσιότητι τοῦ πατρὸς νοούμενος θεικῶς, καὶ ὅτε κεχρημάτικεν Ἰησοῦς Χριστὸς γενόμενος ἐκ γυναικός. ἐπιτηρῆσαι δὲ χρὴ ὅτι Χριστὸν Ἰησοῦν ὀνομάσας δι’ αὐτοῦ τὰ πάντα γενέσθαι φησίν, ὡς
10ἑνὸς ὄντος υἱοῦ καθ’ ἕνωσιν οἰκονομικήν. Ἐγενόμην, φησί, τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος θεο, ἀλλ’ ἔννομος Χριστο. Εἰ ὁ Χριστοῦ νόμον ἔχων νόμον ἔχει θεοῦ, πῶς οὐ θεὸς ὁ Χριστός; Ἀπρόσκοποι καὶ Ἰουδαίοις γίνεσθε καὶ Ἕλλησι καὶ τῆι ἐκκλησίαι τοῦ
15θεο. Σημειωτέον ὅτι θεοῦ λέγων τὴν ἐκκλησίαν, Χριστοῦ πάλιν οἶδεν αὐτήν. Θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστι, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ Χριστοῦ ὁ θεός. Ὁ μακάριος Λουκᾶς τὴν περὶ Χριστοῦ γενεαλογίαν ἡμῖν συντιθεὶς ἄρχεται μὲν ἀπὸ τοῦ Ἰωσήφ, εἶτα φθάσας ἐπὶ τὸν Ἀδὰμ ἐπιφέρει λέγων τοῦ θεο, ἀρχὴν τῶι ἀνθρώπωι τιθεὶς τὸν ποιήσαντα θεόν.
20οὕτως εἶναι φαμὲν παντὸς ἀνδρὸς κεφαλὴν τὸν Χριστόν· πεποίηται γὰρ δι’ αὐτοῦ καὶ παρήχθη πρὸς γένεσιν, οὐχ ὑπουργικῶς κτίζοντος αὐτὸν τοῦ υἱοῦ, θεικῶς δὲ μᾶλλον ὡς φύσει δημιουργοῦ. κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, ὅτι ἐκ τῆς σαρκὸς αὐτοῦ ἐλήφθη καὶ αὐτὸν ὥσπερ ἔχει τὴν ἀρχήν. κεφαλὴ δὲ ὁμοίως Χριστοῦ ὁ θεός, ὅτι ἐξ αὐτοῦ κατὰ φύσιν· γεγέννηται γὰρ ὁ λόγος ἐκ τοῦ θεοῦ καὶ πατρός. εἶτα πῶς οὐ θεὸς ὁ Χριστός,
25οὗ κεφαλὴ τέθειται κατὰ φύσιν ὁ πατήρ; Χριστὸν δὲ ὅταν λέγοιμι, ἐν ἀνθρωπείαι μορφῆι πεφηνότα τὸν ἐκ θεοῦ λόγον ἐννοῶ. Διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει ἀνάθεμα Ἰησοῦν καὶ οὐδεὶς δύναται εἰπεῖν κύριος Ἰησοῦς εἰ μὴ ἐν πνεύματι ἁγίωι. διαιρέσεις δὲ χαρισμάτων εἰσ, τὸ δὲ αὐτὸ πνεῦμα· καὶ διαιρέσεις δια‐
30κονιῶν εἰσιν, ὁ δὲ αὐτὸς κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεὸς ὁ ἐνεργῶν ἐστι τὰ πάντα ἐν πᾶσιν. Εἰ τὸ λέγειν ὅτι οὔκ ἐστι φύσει καὶ ἀληθείαι θεὸς ὁ Χριστός, οὐδὲν ἕτερόν ἐστιν ἢ εἰπεῖν ἀνάθεμα Ἰησοῦν, οἱ ἐκβάλλοντες αὐτὸν τοῦ εἶναι κατὰ ἀλήθειαν θεὸν οὐκ ἐν ἁγίωι πνεύματι τοῦτο ποιοῦσι. καὶ εἰ τὰς τῶν χαρισμάτων διαιρέσεις ποτὲ μὲν ἐνεργεῖν τὸ πνεῦμά φησι, ποτὲ δὲ τὸν
35αὐτὸν κύριον, ποτὲ δὲ τὸν αὐτὸν θεόν, οἶδεν ἄρα θεὸν ὄντα Χριστὸν τὸν ὡς θεὸν ἐνερ‐ γοῦντα διὰ τοῦ πνεύματος καὶ ὡς κύριον κατὰ φύσιν διανέμοντα μετ’ ἐξουσίας, ὥσπερ ἂν ἕλοιτο, τὰς ἄνωθεν δωρεάς. μνημονεῦσαι δὲ δεῖ ὅτι καὶ ὁ Παῦλος ἔφη περὶ Χριστοῦ ὡς ἐνεργήσαντος αὐτοῦ ἐν δυνάμει πνεύματος ἁγίου. Καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῆι ἐκκλησίαι πρῶτον ἀποστόλους, δεύ‐
40τερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα

1,1,5

77

ἰαμάτων. Θεοῦ λεγομένου ταῦτα κατορθοῦν, Χριστὸς ὁ ἐνεργήσας ἐστίν· ἔθετο γὰρ τοὺς ἀποστόλους αὐτὸς ἐν τῆι ἐκκλησίαι καὶ μέντοι καὶ διδασκάλους * ἐνεργῆσαι καὶ δυ‐ νάμεις. δέδωκε γὰρ ἐξουσίαν τοῖς ἁγίοις μαθηταῖς θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῶι λαῶι.
5 Ὁ ἀσπασμὸς τῆι ἐμῆι χειρὶ Παύλου. εἴ τις οὐ φιλεῖ τὸν κύριον, ἤτω ἀνάθεμα. μαραναθ. Ἄρα τίνα φησὶ κύριον ἐν τούτοις; κύριος μὲν γὰρ ὁμολογου‐ μένως καὶ αὐτὸς ὁ υἱός, ὁμοίως δὲ καὶ τὸ πνεῦμα· ὁ γὰρ κύριος, φησί, τὸ πνεῦμά ἐστιν. ὁ δέ γε τοῦ μακαρίου Παύλου σκοπὸς ἐν τούτοις εἰς αὐτὸν συντείνεται τὸν Ἰησοῦν· εἷς γάρ φησι, κύριος Ἰησοῦς Χριστός. ἀναθεματίζει τοίνυν τὸν μὴ
10φιλοῦντα αὐτόν, οὐ φιλεῖ δὲ αὐτὸν ὁ μήτε φύσει μήτε ἀληθείαι λέγων υἱὸν εἶναι τοῦ θεοῦ, ἀλλὰ ὡς ἐν δευτέραι τάξει τιθεὶς παρὰ τὸν ἐκ θεοῦ λόγον καὶ τὸ τῆς οἰκονομίας ἀδικῶν μυστήριον διὰ τοῦ τέμνειν εἰς δύο τὸν ἕνα κύριον καὶ υἱόν. Ἐκ τῆς πρὸς Κορινθίους Τῶι δὲ θεῶι χάρις πάντοτε τῶι θριαμβεύοντι ἡμᾶς ἐν τῶι Χριστῶι
15καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι’ ἡμῶν ἐν παντὶ τόπωι, ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῶι θεῶι ἐν τοῖς σωιζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις. Εἶτα πῶς οὐ θεὸς ὁ Χριστός, εἴπερ ἐστὶν αὐτὸς ὀσμὴ τῆς γνώσεως τοῦ πατρός; οὐ γὰρ ἔν γε τῆι ἀνθρώπου φύσει τὴν τῆς θείας φύσεως εὐωδίαν ἀναμάθοι τις ἄν, ἀλλ’ ὥσπερ ἡ τῆς ἀνθρωπότητος ὀσμὴ σημαίνει που πάντως ἄνθρωπον, οὕτω καὶ
20ἡ τῆς θεότητος θεόν. εἰ δὲ Χριστὸς εὐωδία τοῦ πατρὸς εἶναι λέγεται καὶ ἔστιν ἀληθῶς, πῶς οὐ θεός ἐστι Χριστός, κἂν εἰ γέγονεν ἄνθρωπος οἰκονομικῶς ὁ ἐκ θεοῦ πατρὸς λόγος; Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστ, ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων, φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφ’ ἡμῶν, ἐγγεγραμμένη οὐ
25μέλανι, ἀλλὰ πνεύματι θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ’ ἐν πλαξὶ καρδίας σαρκίναις. Ἔφη που θεὸς δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· ἐν τῶι καιρῶι ἐκείνωι, λέγει κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν καὶ ἐπὶ τὰς καρδίας αὐτῶν ἐπιγράψω αὐτούς. γεγόναμεν τοίνυν ἐπιστολὴ Χριστοῦ, γράφοντος ἡμῖν οὐκ ἐν μέλανι τὸ αὐτῶι δοκοῦν, ἀλλ’ ἐν πνεύματι θεοῦ ζῶντος, οὐ διακο‐
30νικῶς μᾶλλον, ἀλλ’, ἵνα οὕτως εἴπωμεν, αὐτουργικῶς· ἴδιον γὰρ αὐτοῦ τὸ πνεῦμά ἐστιν. εἶτα πῶς οὐ θεὸς ὁ ἐν ἰδίωι πνεύματι γράφων ἡμῖν τῆς θεογνωσίας τὴν ὁδόν; Περὶ τῶν Ἰουδαίων φησίν· ἀλλ’ ἐπωρώθη τὰ νοήματα αὐτῶν. ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῆι ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει, μὴ ἀνακαλυπτόμενον ὅτι ἐν Χριστῶι καταργεῖται, ἀλλὰ
35ἕως σήμερον, ἡνίκα ἀναγινώσκεται Μωυσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. ἡνίκα δ’ ἂν ἐπιστρέψηι πρὸς κύριον, περιαιρεῖται τὸ κάλυμμα. ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν· οὗ δὲ τὸ πνεῦμα κυρίου, ἐκεῖ ἐλευθερία. Εἰ τέλος νόμου καὶ προφητῶν ὁ Χριστὸς καὶ οὐκ ἀποκαλύπτεται τὸ κά‐ λυμμα τὸ ἐπὶ τῆι ἀναγνώσει τῆς παλαιᾶς διαθήκης εἰ μὴ ἐν μόνωι τῶι Χριστῶι, ποῖον
40ἔχει λόγον τὸ ἄνθρωπον αὐτὸν οἴεσθαι κοινὸν ὑπάρχειν, μόνηι τῆι τῆς υἱότητος προσηγο‐

1,1,5

78

ρίαι τετιμημένον; εὑρίσκεται γὰρ [ἂν] οὕτως ἔχειν τὸ τῆς πίστεως ἡμῶν τέλος οὐκ εἰς θεὸν μᾶλλον, ἀλλ’ εἰς ἕνα τῶν καθ’ ἡμᾶς, ὅπερ ἐστὶ τῶν ἀτοπωτάτων. Εἰ δὲ καί ἐστι κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον, ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοή‐
5ματα τῶν ἀπίστων εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστο, ὅς ἐστιν εἰκὼν τοῦ θεο. Εἰ κατά γε τὸ τισὶ δοκοῦν κοινὸς ἄνθρωπός ἐστιν ὁ Χριστός, ἑνώσει μόνηι τῆι κατὰ πρόσωπον τὴν συνάφειαν ἔχων πρὸς τὸν ἐκ θεοῦ λόγον (φασὶ γὰρ οὕτως αὐτοί), πῶς ἐν τοῖς ἀπολλυμένοις κεκαλυμμένον ἐστὶ τὸ εὐαγγέλιον αὐτοῦ; διάκεινται γὰρ τὰ ἔθνη οὐχ ὅτι θεός ἐστιν, ἀλλ’ ὅτι καθ’ ἡμᾶς
10ἄνθρωπος. πῶς δὲ καὶ τετύφλωνται παρὰ τοῦ σατανᾶ οἱ περὶ ἀνθρώπου λέγοντες ὅτι ἄνθρωπός ἐστι; ποῖος δὲ καὶ φωτισμὸς ἔνεστι τῶι εὐαγγελίωι τοῦ Χριστοῦ, εἰ μὴ θεός ἐστι καὶ ὡς τοῦτο ὑπάρχων δεδόξασται; πῶς δ’ ἂν εἴη καὶ εἰκὼν τοῦ θεοῦ, εἰ μέχρι μόνων τῶν τῆς ἀνθρωπότητος ἀφικνεῖται, οὐκ ἔχων τὸ εἶναι κατὰ ἀλήθειαν υἱὸς καὶ θεός; Διὸ καὶ φιλοτιμούμεθα, εἴτε ἐνδημοῦντες εἴτε ἐκδημοῦντες, εὐάρεστοι
15αὐτῶι εἶναι. τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστο, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον. Εἰ πᾶσα τοῖς ἁγίοις σπουδὴ τὸ εὐαρεστεῖν τῶι θεῶι, φιλοτιμούμεθα δὲ τοιοῦτοι φαίνεσθαι τῶι Χριστῶι, τὸ ἀνθρώποις ἀρέσκειν παραιτούμενοι, πῶς οὐ θεὸς ἐναργῶς ὁ Χριστός; καὶ εἰ κρινεῖ τὴν οἰκουμένην αὐτός, ἑνὸς εἶναι λεγομένου
20νομοθέτου καὶ κριτοῦ, πρόδηλον ὅτι καὶ κατὰ τοῦτο θεός ἐστι, καὶ εἰ γέγονε σὰρξ ὁ λόγος. Ἡ γὰρ ἀγάπη τοῦ θεοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο ὅτι εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον, καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῶι ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι. Εἰ πάντες ἓν ἐσμὲν καὶ αὐτῶι ζῆν εὐχόμεθα, κατασεμνύνοντες δηλο‐
25νότι τὸν ἑαυτῶν βίον διά γε τοῦ χρῆναι πληροῦν τὸ θέλημα αὐτοῦ, ζῶμεν δὲ τῶι Χριστῶι, πῶς οὐ θεὸς εἴη ἄν, ὧι κεχρεωστήμεθα καὶ ζῆν σπουδάζομεν ὡς ὑπὲρ ἡμῶν τεθνεῶτι καὶ πριαμένωι πάντας αἵματι τῶι ἰδίωι; Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν ὡς τοῦ θεοῦ παρακαλοῦντος δι’ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστο, καταλλάγητε τῶι θεῶι. ἐπιτήρησον ὅτι πρεσβεύουσι
30μὲν ὑπὲρ Χριστοῦ, παρακαλεῖσθαι δὲ λέγουσιν ἡμᾶς ὑπὸ τοῦ θεοῦ· εἶτα πάλιν δεόμεθα, φασίν, ὑπὲρ Χριστο, καταλλάγητε τῶι θεῶι. θεὸς οὖν ἄρα Χριστός, ὧι κα‐ τηλλαγμένοι θεῶι κατηλλάγμεθα. Ἀλλ’ ἐν παντὶ συνιστάντες ἑαυτοὺς ὡς θεοῦ διάκονοι. Οἱ θεοῦ λεγό‐ μενοι εἶναι διάκονοι εἴρηνται καὶ Χριστοῦ· θεὸς οὖν ἄρα Χριστός.
35 Ἡμεῖς γὰρ ναοὶ θεοῦ ἐσμὲν ζῶντος, καθὼς εἶπεν ὁ θεὸς ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν θεὸς καὶ αὐτοὶ ἔσονταί μου λαός. Εἰ ναοὶ θεοῦ ζῶντος ἐσμέν, ὡς ἐνοικοῦντος ἐν ἡμῖν τοῦ πνεύματος, ὃ καὶ εἶναι λέγεται τοῦ Χριστοῦ (εἰ γάρ τις, φησί, πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὔκ ἐστιν αὐτοῦ), πῶς οὐ θεὸς ὁ Χριστός;
40Λογισμούς, φησί, καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ
τῆς γνώσεως τοῦ θεοῦ καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν

1,1,5

79

τοῦ Χριστο. Τίνα τρόπον καθαιρήσομεν πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ; ἢ πῶς αἰχμαλωτιοῦμεν πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ; κεκένωκε γὰρ ἑαυτὸν ὁ λόγος ἑκὼν καὶ γέγονεν ὑπήκοος τῶι πατρὶ μέχρι θανάτου. ὅταν τοίνυν ἐκ τῶν οἰκονομικῶς ἢ πεπραγμένων ἢ εἰρημένων διά γε τὴν σάρκα καὶ τὸ ἀνθρώπινον κατε‐
5παίρωνται τινὲς τῆς γνώσεως τοῦ υἱοῦ, λέγοντες οὐκ εἶναι θεὸν ἀληθῆ καὶ υἱὸν κατὰ φύσιν τὸν ἐν ἀνθρωπείαι μορφῆι, τότε πᾶν ὕψωμα ἐπαιρόμενον καθαιρήσομεν, τὰς τῶν ἐκεῖνα φρονεῖν ἡιρημένων ἀνατρέποντες δόξας καὶ περιτρέποντες πᾶν νόημα εἰς τὴν τῆς ὑπακοῆς οἰκονομίαν. δεῖ γὰρ ἐν τοῖς τῆς ἀνθρωπότητος μέτροις γεγονότα τὸν υἱὸν μὴ παραι‐ τεῖσθαι τὰ ἀνθρώπινα.
10Ἐκ τῆς πρὸς Γαλάτας Ἐγὼ γὰρ διὰ νόμου νόμωι ἀπέθανον, ἵνα θεῶι ζήσω. Χριστῶι συνε‐ σταύρωμαι, ζῶ δὲ οὐκέτι ἐγ, ζῆι δὲ ἐν ἐμοὶ Χριστός. ὃ δὲ νῦν ζῶ ἐν σαρκ, ἐν πίστει ζῶ τῆι τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παρα‐ δόντος ἑαυτὸν ὑπὲρ ἐμο. Τί δὴ ἄρα φησὶν ἐν τούτοις ὁ θεσπέσιος Παῦλος,
15κατιδεῖν ἀναγκαῖον. νόμος τέθειτο παρὰ θεοῦ διὰ φωνῆς προφητῶν καὶ ἦν οὗτος· ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται. τέθειτο δὲ καὶ νόμος διὰ Μωσέως. νόμωι τοίνυν τῶι τῆς πίστεως, φησίν, ἀκολουθήσας ἀπέθανον τῶι νόμωι τῶι διὰ Μωσέως, οὐκ ἐνεργήσας ἔτι τὰ ὡς ἐν σκιᾶι καὶ τύποις τοῖς ἀρχαίοις διωρισμένα. τοῦτο γάρ ἐστι τὸ νόμωι τῶι διὰ Μωσέως ἀποθανεῖν, ἵνα θεῶι ζήσωμεν, τῆι εἰς Χριστὸν προσκείμενοι πίστει.
20ὅτε τοίνυν ἀποθνήισκομεν τῶι διὰ Μωσέως νόμωι, τὴν ἐν Χριστῶι προτιμῶντες δικαίωσιν, πῶς οὐ θεὸς ὁ Χριστός, δι’ ὃν καταργεῖται νόμος, ὡς διαφερούσης αὐτοῦ τῆς πίστεως; εἰ δὲ ἄνθρωπος ἦν ἁπλῶς ὁ Χριστός, πῶς ἂν ἐγένετο καὶ νόμου κρείττων ἡ πίστις ἡ εἰς αὐτόν; Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐξ ἔργων
25νόμου ἢ ἐξ ἀκοῆς πίστεως; εἰ ὁ νόμος ὁ διὰ Μωσέως, καίτοι θεοῦ νόμος ὢν καὶ λαληθεὶς δι’ ἀγγέλων, οὐκ ἔχει τὴν τοῦ ἁγίου πνεύματος χορηγίαν οὔτε μὴν προυξένησε τισὶ τὸ ἐνεργεῖν δύνασθαι τὰ παράδοξα, κερδαίνομεν δὲ διὰ τῆς πίστεως τῆς εἰς Χριστὸν ἀμφότερα, πῶς οὐκ ἐν ἀμείνοσιν ἡ πίστις τοῦ παλαιοῦ νόμου; καὶ εἰ ἄνθρωπος ἦν ἁπλῶς καθ’ ἡμᾶς, πῶς θεῖον κατήργησε νόμον ἡ πίστις ἡ εἰς αὐτόν; καὶ εἰ ἐσμὲν ἐν ἀμείνοσιν
30οἱ διὰ πίστεως μᾶλλον ἢ οἵπερ ἦσαν κατ’ ἐκεῖνο τοῦ καιροῦ, καθ’ οὓς ἦν ὁ νόμος, πῶς οὐ θεὸς ὁ Χριστός; Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκλειό‐ μενοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι, ὥστε ὁ νόμος παιδαγω‐ γὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν. ἐλθούσης
35δὲ τῆς πίστεως, οὐκέτι ὑπὸ παιδαγωγὸν ἐσμέν. πάντες γὰρ υἱοὶ θεοῦ ἐστὲ διὰ τῆς πίστεως ἐν Χριστῶι Ἰησο. ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτί‐ σθητε, Χριστὸν ἐνεδύσασθε. Εἰ παιδαγωγὸς ἦν ὁ νόμος, οὐκ ἐφ’ ἕτερον ἀνα‐ φέρων πλὴν ὅτι μόνον ἐπὶ Χριστόν, καίτοι τῆς ἀληθοῦς θεογνωσίας διδάσκαλος ὤν, πῶς οὐ θεὸς ὁ Χριστός; καὶ εἰ καταργεῖται ὁ νόμος διὰ τῆς πίστεως τῆς εἰς αὐτὸν καὶ τὸ τῆς
40παιδαγωγίας αὐτῶι τέλος παραδίδωσιν ὡς εἰς τὸ ἄκρως ἀγαθὸν ἀναφέρων τοὺς παιδαγω‐
γουμένους, τὸ δὲ εἰς λῆξιν ἀγαθὸν εἴη ἂν ἕτερον οὐδὲν παρά γε τὴν τῆς ἀληθοῦς θεογνω‐

1,1,5

80

σίας εἴδησιν, πῶς ἂν ἐνδοιάσειέ τις ὅτι θεός ἐστι; βαπτιζόμενοι δὲ εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα πῶς εἰς Χριστὸν βεβαπτίσμεθα, εἴπερ ἐστὶν οὐχ υἱὸς ἀληθής, καίτοι τοῦ κατὰ φύσιν ἑνὸς ὄντος υἱοῦ; ἀλλὰ μὴν εἰς αὐτὸν βεβαπτίσμεθα· θεὸς οὖν ἄρα ἐστὶν ὡς υἱὸς εἷς καὶ κύριος εἷς, καθ’ ἕνωσιν οἰκονομικὴν σαρκὸς γεγονότος τοῦ λόγου.
5 Ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεὸν ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς, νυνὶ δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεο, πῶς ἐπι‐ στρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα; Εἰ θεὸν ἐγνώκαμεν ὁμολογοῦντες Χριστὸν καὶ ἐγνῶσθαι φαμὲν ὑπὸ τοῦ θεοῦ, γνωσθέντες αὐτῶι, πῶς οὐ θεὸς ὁ Χριστός;
10 Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῶι σταυρῶι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστο, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῶι κόσμωι. Ὁ μακάριος ψάλλει Δαυίδ· καυχήσομαι ἐπὶ τῶι θεῶι τῶι σωτῆρί μου. ἔστι δὲ σοφὸς καὶ ἁγιοπρεπὴς ὁ λόγος· οὐ γὰρ ἐν ἀνθρώπωι κατασεμνύνεσθαι χρὴ μᾶλλον ἡμᾶς, ἀλλ’ ἐπὶ θεῶι. πῶς οὖν ὁ Παῦλος ἐν τῶι σταυρῶι τοῦ Χριστοῦ καυχᾶσθαί φησιν;
15ἔδει γὰρ μᾶλλον ἐπὶ θεῶι τοῦτο δρᾶν· σκοπὸς γὰρ οὗτος τοῖς ἄλλοις ἁγίοις. ἀλλὰ ὑπάρχων πνευματοφόρος ἐν θανάτωι Χριστοῦ καυχᾶσθαί φησιν. οἶδεν οὖν ἄρα θεὸν ὄντα καὶ ἀληθῆ καὶ δι’ ἡμᾶς παθόντα σαρκί. Ἐκ τῆς πρὸς Ἐφεσίους Περὶ τοῦ θεοῦ καὶ πατρός φησι· κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς
20ἰσχύος αὐτοῦ ἣν ἐνήργηκεν ἐν τῶι Χριστῶι, ἐγείρας αὐτὸν ἐκ νεκρῶν καὶ καθίσας ἐν δεξιᾶι αὑτοῦ ἐν τοῖς ἐπουρανίοις ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζο‐ μένου οὐ μόνον ἐν τῶι αἰῶνι τούτωι, ἀλλὰ καὶ ἐν τῶι μέλλοντι. Ἰδοὺ τὸν ἐγηγερμένον ἐκ νεκρῶν κεκάθικεν ὁ πατὴρ ἐν δεξιᾶι αὐτοῦ ὑπεράνω πάσης ἀρχῆς καὶ
25ἐξουσίας καὶ δυνάμεως καὶ παντὸς ὀνόματος ὀνομαζομένου. ἆρα οὖν συνεδρεύει τῆι ὑπὲρ πάντα φύσει καθ’ ἡμᾶς νοούμενος ἄνθρωπος καὶ ἕτερον οὐδὲν ἤ, ὅπερ ἐστὶν ἀληθές, ὡς θεὸς ἐνανθρωπήσας καὶ ὑπάρχων μὲν ὁμοούσιος τῶι πατρί, καθὸ πέφηνεν ἐξ αὐτοῦ, προσλαβὼν δὲ τὸ ἀνθρώπινον οἰκονομικῶς, ἵνα ἐν ταυτῶι νοῆται θεός τε ὁμοῦ καὶ ἄν‐ θρωπος ὁ αὐτὸς καὶ διὰ τοῦτο τῆι θείαι δόξηι κατεστεμμένος;
30 Διὸ μνημονεύετε ὅτι ποτὲ ὑμεῖς τὰ ἔθνη ἐν σαρκ, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου, ὅτι ἦτε τῶι καιρῶι ἐκείνωι χωρὶς Χριστο, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῶι κόσμωι. Εἰ Χριστὸν οὐκ ἔχοντα τὰ ἔθνη διετέλουν ἐν ἀθεότητι
35κατὰ τὸν κόσμον, ἐπειδὴ δὲ αὐτὸν ἐσχήκασιν, οὐ μεμενήκασιν ἄθεοι, πῶς ἄρα οὐ θεὸς ὁ Χριστός; Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, ἵνα δώηι ὑμῖν κατὰ τὸν πλοῦ‐ τον τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς
40τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς
καρδίαις ὑμῶν. Τὸ Χριστὸς Ἰησοῦς ὄνομα, καθὸ πλειστάκις εἰρήκαμεν, 〈ἐν〉 ἀνθρω‐

1,1,5

81

πείαι μορφῆι τὸν ἐκ θεοῦ πεφηνότα λόγον σημαίνει πανταχοῦ. πῶς οὖν ἐν ταῖς καρδίαις ἡμῶν κατοικεῖ διὰ τῆς πίστεως, εἰ μὴ νοεῖται θεός, ἑνώσαντος ἑαυτῶι τὴν σάρκα τοῦ λόγου, ὃς καὶ θεικῶς ἐν ἡμῖν κατοικεῖ διὰ τοῦ πνεύματος; εἰ δὲ κοινὸς ἄνθρωπος ὁ Χρι‐ στὸς καὶ ἕτερος υἱὸς παρὰ τὸν φύσει καὶ μόνον, φημὶ δὴ τὸν ἐκ θεοῦ, τίς ὁ ἐν ἡμῖν
5κατοικῶν; ἢ πῶς ἀνθρώποις διὰ πίστεως ἐνοικίζεται; καίτοι λέγοντος Ἰωάννου σαφῶς περὶ τοῦ θεοῦ· ἐν τούτωι ἐγνώκαμεν ὅτι ἐν ἡμῖν ἐστιν, ὅτι ἐκ τοῦ πνεύματος αὐτοῦ ἔδωκεν ἡμῖν. Ἐκ τῆς πρὸς Φιλιππησίους Περὶ τῶν ἐν νόμωι καυχημάτων φησίν· ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι
10διὰ τὸν Χριστὸν ζημίαν. ἀλλὰ μὲν οὖν γε ἡγοῦμαι τὰ πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν, δι’ ὃν τὰ πάντα ἐζημιώθην καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω. Διὰ τί ζημία καὶ σκύβαλα ἐν νόμωι; τί δὲ καὶ τὸ ὑπερέχον τῆς γνώσεως Ἰησοῦ Χριστοῦ; καίτοι θεὸν τὸν φύσει καὶ ἀληθινὸν ὁ διὰ Μωσέως νόμος τοῖς ἀρχαιοτέροις ἐκήρυττεν, οἱ δὲ τῆς
15νέας διαθήκης μυσταγωγοὶ Χριστὸν τῶι κόσμωι κατηγγέλκασιν. ἀλλ’ εἴπερ ἐστὶν ἄν‐ θρωπος καθ’ ἡμᾶς, αὐτὸ δὴ τοῦτο κοινός, οὐχ ἑνώσει τῆι καθ’ ὑπόστασιν, τῆι πρός γε φημὶ τὸν ἐκ θεοῦ λόγον, θεὸς εἶναι πεπιστευμένος, πῶς ὑπερέξει τῆς νομικῆς πίστεως ἡ κατ’ αὐτόν; Ἐκ τῆς πρὸς Κολασσαεῖς
20 Νῦν χαίρω, φησίν, ἐν τοῖς παθήμασί μου ὑπὲρ ὑμῶν καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῆι σαρκί μου ὑπὲρ τοῦ σώ‐ ματος αὐτο, ὅ ἐστιν ἡ ἐκκλησία, ἧς ἐγενόμην ἐγὼ διάκονος κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς πληρῶσαι τὸν λόγον τοῦ θεο, τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν
25γενεῶν, νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτο, οἷς ἠθέλησεν ὁ θεὸς γνω‐ ρίσαι τίς ὁ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅς ἐστι Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης, ὃν ἡμεῖς καταγγέλλομεν. Πῶς κέκρυπται τὸ μυστήριον ἢ πῶς ὅλως ἐστὶ λόγος θεοῦ, ποῖος δὲ πλοῦτος δόξης ἔνεστιν αὐτῶι, εἴπερ ἐστὶ κοινὸς ἄνθρωπος καθ’ ἡμᾶς ὁ Χριστός; οὐδὲν γὰρ μέγα ἐστίν, ἀλλ’ οὐδὲ
30ἀξιόλογον τὸ μυστήριον, εἰ μὴ ὡς θεῶι πρόσιμεν τῶι Χριστῶι καὶ συνίεμεν ὅτι θεὸς ὢν ὁ λόγος καὶ ἐν ἰσότητι καὶ μορφῆι τοῦ πατρὸς καθῆκεν ἑαυτὸν εἰς κένωσιν, γενόμενος ἄνθρωπος καὶ μεμενηκὼς ὅπερ ἦν· πλούσιον γὰρ οὕτω καὶ ἐν δόξηι πολλῆι νοεῖται τὸ μυστήριον. Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν κύριον, ἐν αὐτῶι περιπα‐
35τεῖτε, ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῶι καὶ βεβαιούμενοι ἐν πίστει. Πῶς οὖν παρελάβομεν τὸν Χριστόν, διδάξει λέγων ὁ σοφὸς Ἰωάννης· καὶ ὁ λόγος σὰρξ ἐγένετο. ἀλλ’ οὐ πέπαυται τοῦ εἶναι λόγος, καὶ εἰ γέγονε σάρξ· συνε‐
δρεύει γὰρ καὶ οὕτω τῶι ἰδίωι πατρὶ καὶ κύριος τῆς δόξης ὁ ἐσταυρωμένος ὠνόμασται.

1,1,5

82

Τῆι προσευχῆι προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῆι ἐν εὐχα‐ ριστίαι, προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν ἵνα ὁ θεὸς ἀνοίξηι ἡμῖν θύραν τοῦ λόγου λαλῆσαι τὸ μυστήριον τοῦ θεο, δι’ ὃ καὶ δέδεμαι, ἵνα φανε‐ ρώσω αὐτὸ ὡς δεῖ με λαλῆσαι. Εἰ μὴ θεὸς ὁ Χριστός, ἄνθρωπος δὲ θείαι χάριτι
5τετιμημένος, οὐδὲν ἔχει βαθὺ τὸ ἐπ’ αὐτῶι μυστήριον. ποίας οὖν ἐδεῖτο θύρας εἰς τὸ φανεροῦν αὐτὸ καὶ καθὼς ἔδει, λαλῆσαι; μέγα γὰρ οὐδὲν ἢ χαλεπὸν τὸ περὶ ἀνθρώπου λέγειν ὡς εἴη κατὰ φύσιν ἄνθρωπος. εἰ δὲ ἄνθρωπος γεγονὼς ὁ ἐκ θεοῦ κηρύττεται λόγος, χρεία δὴ πάντως θεοῦ τοῦ καὶ θύραν ἀνοίγοντος καὶ διδόντος λαλῆσαι τὸ μυστή‐ ριον καθ’ ὃν προσήκει τρόπον.
10Ἐκ τῆς πρὸς Ἑβραίους Ὅταν δὲ εἰσαγάγηι τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· καὶ προσκυνησάτωσαν αὐτῶι πάντες ἄγγελοι θεο. Μονογενὴς κατὰ φύσιν ὁ ἐκ θεοῦ πατρὸς ὠνόμασται λόγος, ὅτι μόνος ἐκ μόνου γεγέννηται τοῦ πατρός· εἴρηται δὲ καὶ πρωτότοκος, ὅτε καὶ εἰσῆλθεν εἰς τὴν οἰκουμένην ἄνθρωπος γεγονὼς καὶ μέρος αὐτῆς.
15πλὴν καὶ οὕτω προσκυνεῖται παρὰ τῶν ἁγίων ἀγγέλων, ἀνακειμένου τε καὶ πρέποντος μόνωι θεῶι τοῦ καὶ προσκυνεῖσθαι δεῖν. πῶς οὖν οὐ θεὸς ὁ Χριστὸς ὁ καὶ ἐν οὐρανῶι προσκυνούμενος; Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· πρὸς δὲ τὸν υἱόν·
20ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, κα· ἡ ῥάβδος τῆς εὐ‐ θύτητός σου ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμί‐ σησας ἀδικίαν· διὰ τοῦτο ἔχρισε σ, ὁ θεός, ὁ θεός σου ἔλαιον ἀγαλλιά‐ σεως παρὰ τοὺς μετόχους σου. Εἰ ποιητὴς ἀγγέλων ἐστὶν ὁ θρόνον ἔχων εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ἀγαπήσας τε δικαιοσύνην καὶ μεμισηκὼς ἀδικίαν καὶ διὰ τοῦτο κεχρίσθαι
25λεγόμενος τῶι ἐλαίωι τῆς ἀγαλλιάσεως παρὰ τοῦ θεοῦ καὶ πατρός, τί δὴ ἄρα φαμὲν εἰς ἐννοίας ἐρχόμενοι τὰς ἐπ’ αὐτῶι; εἰ γὰρ ποιεῖ τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ θρόνον ἔχει θεότητος, τίνα τρόπον χρίεται τῶι ἐλαίωι τῆς ἀγαλλιάσεως; οὐκοῦν κτίζει μὲν ὡς θεὸς ἀγγέλους, χρίεται δὲ ὡς ἄνθρωπος, οὐκ εἰς τὴν τῆς θεότητος φύσιν, ἀλλ’ εἰς τὸ τῆς οἰκο‐ νομίας εὐτεχνὲς ἐρχομένου τοῦ χρίσματος. θεὸς ἄρα καὶ ἄνθρωπος ὁ Χριστός, θεὸς
30μὲν τῆι φύσει, ἄνθρωπος δὲ καθ’ ἡμᾶς ὁ αὐτὸς οἰκονομικῶς, ὅτε γέγονεν ἐκ γυναικὸς κατὰ σάρκα. Βλέπετε, ἀδελφο, μή ποτέ ἐστιν ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπι‐ στίας ἐν τῶι ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος. Εἰ ἀρνούμενοι τὸν Χριστὸν ἀφι‐ στάμεθα θεοῦ ζῶντος καὶ ἀληθινοῦ, ἐμμένοντες δὲ τῆι εἰς αὐτὸν πίστει κατ’ οὐδένα τρόπον
35ποιούμεθα τὴν ἀποστασίαν, πῶς οὐ θεὸς ὁ Χριστός; Εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα
τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, πόσωι

1,1,5

83

μᾶλλον τὸ αἷμα τοῦ Χριστο, ὃς διὰ πνεύματος ἁγίου ἑαυτὸν προσή‐ νεγκεν ἄμωμον τῶι θεῶι, καθαριεῖ τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν θεῶι ζῶντι; Εἰ μὴ θεὸς ἀληθής ἐστιν ὁ Χριστός, τίς ἡ ὄνησις ἡ διὰ τοῦ αἵματος αὐτοῦ; ἢ πῶς ἡμῶν καθαριεῖ τὴν συνείδησιν ἀπὸ νεκρῶν
5ἔργων; αἷμα γὰρ ἀνθρώπου κοινοῦ τί πλέον ἔχει παρὰ τὸ αἷμα τῶν τράγων; ἀλλ’ οὐδὲν ὅλως πλὴν ὅτι δὴ μόνον τὸ μέν ἐστιν ἀλόγου ζώιου, τὸ δὲ λογικοῦ. ἐπειδὴ δὲ ὁ ἐκ θεοῦ κατὰ φύσιν, σάρκα λαβών, ἔθηκεν ὑπὲρ πάντων τὸ ἴδιον αἷμα, ταύτηι τοι καὶ καθα‐ ρίζειν δύναται τοὺς πιστεύοντας εἰς αὐτὸν καὶ νεκρῶν ἔργων ἀπαλλάττειν καὶ προσάγειν εἰς λατρείαν τῶι θεῶι.
10 Ἀθετήσας τις νόμον Μωυσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήισκει. πόσωι δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησά‐ μενος καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας, ἐν ὧι ἡγιάσθη; Ὁ θεῖον ὑβρίσας νόμον ἢ γοῦν ἀθετήσας οὐκ ἴσον ἔχει τὸ ἔγκλημα τῶι εἰς ἄνθρωπον ἡμαρτηκότι, ἀλλὰ
15πολὺ φορτικώτερον. καὶ γοῦν ὁ μὲν νόμον παραβεβηκὼς ὑπὸ τὴν τοῦ θανάτου πέπτωκε δίκην, ὁ δὲ εἰς ἄνθρωπον πεπλημμεληκὼς εἴη ἂν καὶ συγγνώμης ἄξιος. πῶς οὖν ἐν χείρονι δίκηι τοῦ πλημμελοῦντος εἰς τὸν Μωσέως νόμον ὁ κοινὸν ἡγησάμενος τὸ αἷμα τοῦ Χριστοῦ; ἀλλὰ μὴν ἐν χείρονι, καὶ σφόδρα εἰκότως. οὐκ ἄρα κοινὸν τὸ αἷμα τοῦ Χρι‐ στοῦ· θεὸς γὰρ ἦν ὁ λόγος γενόμενος σάρξ.
20 Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα. εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέ‐ φυγον ἐπὶ τῆς γῆς παραιτησάμενοι τὸν χρηματίζοντα, πολλῶι μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ’ οὐρανῶν ἀποστρεφόμενοι, οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσε τότε, νῦν δὲ ἐπήγγελται λέγων· ἔτι ἅπαξ ἐγὼ σείσω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν. Τίς ὁ χρηματίσας ἐπὶ γῆς, ὃν παραιτησάμενοι κεκινδυνεύ‐
25κασιν οἱ τῶν Ἰουδαίων πατέρες, ἢ δηλονότι Μωυσῆς; ἀλλ’ οὐκ ἐκ γῆς ὁ Χριστός, ἐξ οὐ‐ ρανῶν δὲ μᾶλλον. ὁ γὰρ ἄνωθεν καὶ ἐκ πατρὸς θεὸς λόγος ἄνθρωπος γέγονε καὶ θεός. χείρων οὖν ἡ δίκη τοῖς αὐτὸν ἀποστρεφομένοις, καὶ μάλα εἰκότως. ὡς γὰρ ὁ σοφός φησιν Ἰωάννης, ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς λαλε, τουτέστιν ἀνθρώπινα· ὁ δὲ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν, ὡς θεὸς δηλονότι. τοῦτο δὲ ἦν τε καὶ ἔστι Χριστός.
30 Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. Τὸν ἐκ θεοῦ φύντα λόγον τότε κεκλημένον εὑρήσομεν Ἰησοῦν Χριστόν, ὅτε γέγονεν ἐκ γυναικός. πῶς οὖν ὁ χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας; ἑνώσει δηλονότι τῆι πρὸς τὸν ἐκ θεοῦ λόγον εἰς υἱὸν ἕνα νοουμένηι τῆς ἀναληφθείσης παρ’ αὐτοῦ σαρκός· οὕτω γὰρ τὸ ἄτρεπτον τοῦ λόγου κατὰ φύσιν μενεῖ πάλιν αὐτῶι, νοουμένωι καὶ μετὰ σαρκός.
35Ἐκ τῆς πρὸς Τιμόθεον Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ κατ’ ἐπιταγὴν θεοῦ σωτῆρος ἡμῶν Τιμοθέωι γνησίωι τέκνωι ἐν πίστει. Τὸ τοῦ σωτῆρος ὄνομα πρέποι ἂν μᾶλλον οὐχ ἑτέρωι κυρίως τε καὶ ἀληθῶς πλὴν ὅτι δὴ μόνωι τῶι κατὰ φύσιν ὄντι
θεῶι. οὕτω καὶ νῦν αὐτὸν ὠνόμασεν ὁ μυσταγωγός. ἀλλ’ ἐστὶ σωτὴρ καὶ ὁ κύριος

1,1,5

84

ἡμῶν Ἰησοῦς Χριστός· ὠνόμασται γὰρ Ἰησοῦς καὶ τὴν τοῦ ὀνόματος δύναμιν ἢ γοῦν ἑρμηνείαν σαφῆ καθιστὰς ὁ μακάριος ἄγγελος ἔφασκε· καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. θεὸς οὖν ἄρα ὁ Χριστός, εἴπερ ἐστὶ σωτὴρ πάντων ἀνθρώπων καθά φησιν ὁ
5θεσπέσιος Παῦλος. Ἐκ τῆς πρὸς Τίτον Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παι‐ δεύουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ ἐπιεικῶς ζήσωμεν ἐν τῶι νῦν αἰῶνι, προσδεχόμενοι τὴν
10μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστο, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσηι ἑαυτῶι λαὸν περιούσιον, ζηλωτὴν κα‐ λῶν ἔργων. Ποία χάρις ἐπέφανεν ἡμῖν ἢ ποίου θεοῦ, καίτοι λεγομένη σωτήριος εἶναι πᾶσιν ἀνθρώποις; ἀλλ’ ἐστὶ δῆλον ὅτι θεὸς ὢν κύριος ἐπέφανεν ἡμῖν κατὰ τὸν
15μακάριον Δαυίδ. αὐτοῦ τὴν ἐξ οὐρανῶν ἐπιφάνειαν τῆς δόξης προσδεχόμεθα καὶ αὐτός ἐστιν ὁ μέγας θεὸς καὶ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ Χριστός, ὃς δέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα πάσης ἁμαρτίας ἀπαλλάξας ἑαυτῶι παραστήσηι γνησίους προσκυνητάς. εἶτα τίς ὁ λέγων οὐκ εἶναι θεὸν ἀληθῆ τὸν Ἐμμανουήλ, τοῦ μακαρίου Παύλου περὶ αὐτοῦ λέγοντος τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστο;
20Ἐκ τῶν καθολικῶν Τῆς Ἰακώβου ἐπιστολῆς ὅτι θεὸς ὁ Χριστός Μὴ πλανᾶσθε, ἀδελφοί μου ἀγαπητο· πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον ἐκ τοῦ πατρὸς τῶν φώτων. 〈Εἰ ἐκ μόνου τοῦ πατρὸς τῶν φώτων〉 πᾶσα δόσις ἀγαθή, ἀγαθὴ δὲ δόσις τὸ πνεῦμα τὸ ἅγιον
25καὶ τὸ δύνασθαι πληροῦν ἐν αὐτῶι τὰς θεοσημίας, εἶτα τοῖς ἁγίοις χαρίζεται τὸ πνεῦμα Χρι‐ στὸς καὶ μὴν καὶ τὸ δύνασθαι πληροῦν τὰ παράδοξα, πῶς οὐκ ἂν εἴη θεὸς ἀληθινὸς ὁ Χριστός; Ὑποτάγητε οὖν τῶι θεῶι, ἀντίστητε τῶι διαβόλωι, καὶ φεύξεται ἀφ’ ὑμῶν. Ἰδοὺ σαφῶς ἐν τούτοις ὑποτάττεσθαι δεῖν ἡμᾶς ἔφη τῶι θεῶι. φησὶ δὲ Χριστός ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς. ὅτε τοίνυν οἱ τὸν ζυγὸν αἴροντες
30τὸν αὐτοῦ οὐχ ἑτέρωι τινὶ παρὰ τὸν θεὸν ὑποτάττονται, πῶς οὐκ ἂν εἴη θεός; Ἐκ τῆς Πέτρου ἐπιστολῆς Πέτρος ἀπόστολος Ἰησοῦ Χριστοῦ κλητοῖς παρεπιδήμοις διασπορᾶς Πόντου Γαλατίας Ἀσίας καὶ Βιθυνίας κατὰ πρόγνωσιν θεοῦ πατρὸς ἐν ἁγιασμῶι πνεύματος εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστο·
35χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη. Ἰδοὺ κατὰ πρόγνωσιν τοῦ θεοῦ καὶ πατρὸς ἀπόστολον ἑαυτὸν ὠνόμασε τοῦ Χριστοῦ καὶ τῆς ἀποστολῆς τὸν τρόπον ἡμῖν ἐξηγούμενος ἐν ἁγιασμῶι πνεύματος εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ πεπρᾶχθαί
φησιν αὐτήν. ὅτε τοίνυν οἱ πιστεύοντες εἰς αὐτὸν ἁγιαζόμεθα παρὰ τοῦ πνεύματος,

1,1,5

85

ῥαντίζει δὲ ἡμᾶς καὶ τῶι αἵματι αὐτοῦ πρὸς ἀποκάθαρσιν, πῶς οὐκ ἂν νοοῖτο θεὸς ὁ ἁγιάζων μὲν ἰδίωι πνεύματι, καθαρίζων δὲ καὶ τῶι αἵματι τοὺς πιστεύοντας; θεὸς γὰρ ἦν ἐν σαρκί. Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ κατὰ
5τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι’ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον τετηρημένην ἐν οὐρανοῖς. Εἰ θεὸς ἡμᾶς ἀνεγέννησεν εἰς ἐλπίδα ζῶσαν καὶ μένουσαν, πέπραχε δὲ τοῦτο διὰ τῆς ἰδίας ἐκ νεκρῶν ἀναστάσεως ὁ Χριστός, πῶς οὐκ ἂν εἴη θεός;
10 Περὶ ἧς σωτηρίας ἐξεζήτησαν, φησί, καὶ ἐξηρεύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες, ἐρευνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς πνεῦμα Χριστο. Ἰδοὺ δὴ πάλιν ἐν τούτοις Χρι‐ στοῦ τὸ ἅγιον εἴρηται πνεῦμα, καίτοι θεοῦ ὄν. θεὸς οὖν ἄρα Χριστὸς ὡς ἴδιον ἔχων τὸ πνεῦμα τὸ ἅγιον.
15Ἐκ τῆς Πέτρου 〈δευτέρασ〉 ἐπιστολῆς Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται, ὡς καὶ ἐν ἡμῖν ἔσονται ψευδοδι‐ δάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι. Ἠγοράσμεθα γὰρ τιμῆς, οὐ φθαρτοῖς ἀργυρίωι ἢ χρυσίωι, ἀλλὰ τῶι τιμίωι αἵματι τοῦ Χριστοῦ. ἐσμὲν οὖν ἄρα τοῦ πριαμένου, καίτοι
20θεῶι δουλεύοντες ζῶντι καὶ ἀληθινῶι. εἶτα πῶς οὐ θεὸς ὁ Χριστός, ὃν καὶ δεσπότην ἐπεγραψάμεθα ζῶντά τε οἴδαμεν καὶ ἀληθινὸν 〈θεόν〉; 〈Ἐκ τῆς Ἰωάννου ἐπιστολῆσ〉 Καὶ οἴδαμεν ὅτι ὁ υἱὸς τοῦ θεοῦ ἥκει καὶ δέδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀληθινὸν θεόν, καὶ ἐσμὲν ἐν τῶι ἀληθινῶι, ἐν τῶι υἱῶι
25αὐτοῦ Ἰησοῦ Χριστῶι. οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ ζωὴ αἰώνιος. Ἰησοῦς Χριστὸς οὐ γυμνὸς καὶ καθ’ ἑαυτὸν καὶ ἔξω σαρκὸς ὁ ἐκ τοῦ θεοῦ πατρὸς νοεῖται λόγος, ἀλλ’ ὅτε γέγονεν ἄνθρωπος, τότε καὶ ὠνόμασται Χριστὸς Ἰησοῦς. ὅτε τοίνυν αὐτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ ἡ ζωὴ ἡ αἰώνιος, τίς τῶν ἕτερα φρονούντων ἀνέξεται; Ἐκ τῆς Ἰούδα ἐπιστολῆς
30 Πᾶσαν σπουδὴν ποιούμενος τοῦ γράφειν ὑμῖν περὶ τῆς κοινῆς ἡμῶν σωτηρίας, ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῆι ἅπαξ παραδοθείσηι τοῖς ἁγίοις πίστει. παρεισέδυσαν γάρ τινες ἄν‐ θρωποι οἱ καὶ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα ἀσεβεῖς τὴν τοῦ θεοῦ ἡμῶν χάριν μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον δεσπότην καὶ
35κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι. Κατὰ τίνα τρόπον ἀρνήσεταί τις τῶν ἅπαξ πεπιστευκότων τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν, καίτοι παρεδεξάμεθα τὸν
τῆς ἐνανθρωπήσεως λόγον; ἀλλ’ εἰ φαμὲν ὅτι ἕτερος μέν ἐστιν υἱὸς ὁ ἐκ θεοῦ πατρὸς

1,1,5

86

λόγος, ἕτερος δὲ κατ’ ἰδίαν ὁ ἐκ γυναικός, ἠρνησάμεθα τὸν μόνον δεσπότην. εἷς γὰρ κύριος Ἰησοῦς Χριστὸς καθ’ ἕνωσιν οἰκονομικήν, τὴν πρός γε φημὶ τὸν ἐκ θεοῦ λόγον, εἰς τὴν τῆς θεότητος δόξαν ἀναφοιτώσης αὐτοῦ τῆς σαρκός. εἷς οὖν ἄρα Χριστὸς καὶ υἱός· ἔσται γὰρ οὕτω τῶν ὅλων δεσπότης.
5Ἐκ τοῦ κατὰ Ματθαῖον εὐαγγελίου ὅτι θεὸς ὁ Χριστός Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἰδοὺ ἄγγελος κυρίου κατ’ ὄναρ ἐφάνη αὐτῶι λέγων· Ἰωσὴφ υἱὸς Δαυίδ, μὴ φοβηθῆις παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῆι γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου. τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν
10αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Δύο κατὰ ταυτὸ τίθησι τὰ θεοπρεπῆ καὶ οὐκ ἀνθρωπείαι πρέποντα φύσει. τοῦ γὰρ τεχθέντος ἐκ τῆς Μαριὰμ ἴδιον ἔφη λαὸν τοὺς δι’ αὐτοῦ σεσωσμένους καὶ μὴν ὅτι καὶ ἁμαρτιῶν αὐτοὺς αὐτὸς ἀπαλλάξει. θεοῦ δὲ τὰ πάντα καὶ πρέποι ἂν αὐτῶι καὶ μόνωι τὸ ἀπαλλάττειν ἁμαρτιῶν δύνασθαι τοὺς ἡμαρτη‐ κότας. θεὸς οὖν ἄρα ἐστὶν ὁ ἐκ τῆς ἁγίας παρθένου γεγεννημένος, οὗ καὶ ἴδιος ἐσμὲν
15λαός, καὶ ἁμαρτιῶν δὲ ἡμᾶς ἀπήλλαξεν ὡς ἔχων καὶ τούτου τὴν ἐξουσίαν. Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. Ἐν Βηθλεὲμ γεγέννηται τῆς Ἰουδαίας ὁ ἐκ ῥίζης Ἰεσσαί, φησὶ δὲ περὶ αὐτοῦ δι’ ἑνὸς τῶν προφητῶν ὁ θεὸς καὶ πατήρ· καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθ, μὴ ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ γάρ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα
20ἐν τῶι Ἰσραὴλ καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. πῶς οὖν ὁ γεγεννημένος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἀπ’ ἀρχῆς αἰῶνος τὰς ἐξόδους ἔχειν λέγεται, τουτέστι τῆς ὑπάρξεως τὴν ἀρχήν, καίτοι γεννηθεὶς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς; θεὸς οὖν ἄρα Χριστὸς καὶ πρέποι ἂν αὐτῶι τὸ τοῦ θεοῦ λόγου πρεσβύτατον. θεὸς γὰρ ἦν, δι’ ἡμᾶς σαρκικὴν ὑπομείνας γέννησιν τὴν ἐκ γυναικός.
25 Ἐγὼ μὲν γὰρ ὑμᾶς ὕδατι βαπτίζω, φησίν, εἰς μετάνοιαν, ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι. αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίωι καὶ πυρ· οὗ τὸ πτύον ἐν τῆι χειρὶ αὐτοῦ καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτο. Οὐκ ἀνθρωπότητος ἔργον εἶναι φαμὲν τὸ βαπτίζειν ἐν ἁγίωι πνεύματι, ἀλλ’ οὐδὲ τὴν ἅλω τὴν νοητήν, του‐
30τέστι τοὺς ἐπὶ τῆς γῆς, ἰδίαν εἶναι φαμὲν ἀνθρώπου. θεοῦ γὰρ τὰ πάντα ἐστὶ καὶ αὐτῶι καὶ μόνωι πρέπει τὸ ἐν ἁγίωι πνεύματι βαπτίζειν δύνασθαι τοὺς πιστεύοντας. ἐνήργηκε δὲ τοῦτο Χριστὸς ὁ μετὰ Ἰωάννην ἐρχόμενος κατὰ σάρκα ἤτοι τὸν τῆς σαρκὸς χρόνον, αὐτὸς δὲ καὶ τὴν ἑαυτοῦ ἅλω καθαρίζει. θεὸς οὖν ἄρα ἐστὶν ἀληθής. Καὶ ἰδοὺ λεπρὸς προσελθὼν προσεκύνει αὐτῶι λέγων· κύριε, ἐὰν
35θέληις, δύνασαί με καθαρίσαι. καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ λέ‐ γων· θέλω, καθαρίσθητι. καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα. Τὸ
ἐνεργεῖν δύνασθαι θεοπρεπῶς οὐκ ἴδιον ἀνθρώπου, αὐτῆι δὲ μᾶλλον ἕποιτο ἂν καὶ μόνηι

1,1,5

87

τῆι πάντων ἐπέκεινα φύσει. ἐνεργεῖ δὲ οὕτω Χριστός· οὐκ ἄρα ψιλὸς ἄνθρωπος καθ’ ἡμᾶς, θεὸς δὲ μᾶλλον ἐν ἀνθρωπείαι μορφῆι. οὕτω νοήσεις καὶ ἐπὶ τῆς Πέτρου πεν‐ θερᾶς κἂν 〈εἰ〉 τοῖς ἀνέμοις ἐπιτιμῶν ὁρῶιτο θαλάσσηι τε καὶ ὕδασιν, ὅθεν καὶ οἱ θεσπέ‐ σιοι μαθηταὶ καὶ θάλασσαν καὶ ἀνέμους ὑποκειμένους ὁρῶντες τεθαυμάκασι λέγοντες·
5ποταπός ἐστιν οὗτος; οὐ γὰρ ἦν ἀνθρώπου ψιλοῦ τὸ τοιάδε δύνασθαι δρᾶν. θεὸς οὖν ἄρα κατὰ ταυτὸν καὶ ἄνθρωπος ὁ Χριστός. Οἱ δὲ δαίμονες, φησί, παρεκάλουν αὐτὸν λέγοντες· εἰ ἐκβάλλεις ἡμᾶς, ἀπόστειλον ἡμᾶς εἰς τὴν ἀγέλην τῶν χοίρων. καὶ εἶπεν αὐτοῖς· ὑπάγετε.
10Τὸ προνοεῖν τῶν ὅλων καὶ σώιζειν αὐτὰ τίνος ἂν εἴη πλὴν ὅτι μόνου τοῦ κατὰ φύσιν ὄντος θεοῦ; οὕτω καὶ ὁ σωτὴρ ἔφασκεν· οὐχὶ δύο στρουθία ἀσσαρίου πωλοῦν‐ ται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ πατρὸς ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν. ἰδοὺ τοιγαροῦν τοσαύτην τῶν ὄντων πρόνοιαν ἐποιεῖτο Χριστός, ὡς μὴ ἐξεῖναι
15τοῖς ἀκαθάρτοις δαίμοσι μηδὲ χοίρων ἀγέλης ἔχειν τὴν ἐξουσίαν. παρακληθεὶς οὖν ἐπέ‐ τρεψε μόλις, οὐκ ἐκείνοις πληρῶν τὴν αἴτησιν, ἀλλ’ ἵνα ἡμᾶς ἀναπείσηι φρονεῖν ὅτι προ‐ νοεῖται τῶν ὅλων ὡς θεός. εἶτα πῶς οὐ θεὸς ὁ θεοπρεπῆ τὴν ἐξουσίαν καὶ τὸ κατὰ πάντων κράτος ἀνημμένος καὶ σώιζων ὡς ἴδια τὰ δι’ αὐτοῦ γεγονότα; Τότε λέγει τοῖς μαθηταῖς αὐτο· ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργά‐
20ται ὀλίγοι. δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάληι ἐργάτας εἰς τὸν θερισμὸν αὐτο. καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐ‐ το, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλ‐ λειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Οἶδεν ὄντα τοῦ θερισμοῦ κύριον τὸν τῶν ὅλων θεόν· αὐτοῦ γὰρ ἡ ἅλως ἡ νοητή, τουτέστιν ἡ ἀνθρω‐
25πότης· αὐτοῦ καὶ ὁ θερισμός. ἀλλ’ ἰδοὺ δεηθῆναι προστάξας τοῦ κυρίου τοῦ θερισμοῦ, ἑαυτὸν εὐθὺς ἀπέδειξεν ὄντα τοῦτο, ἐκβαλὼν τοὺς ἐργάτας, τουτέστι τοὺς ἁγίους ἀπο‐ στόλους, οἷς καὶ δέδωκεν ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων ὡς θεός. οὐ γάρ ἐστι τῶν τῆς ἀνθρωπότητος μέτρων τὸ διδόναι τισὶ τοῦ πνεύματος τοῦ ἁγίου τὴν ἐνέργειαν, δέδωκε δὲ Χριστός. εἶτα πῶς οὐ φύσει τε καὶ ἀληθῶς ἐστι θεός, εἰ καὶ γέγονε σὰρξ
30ὁ λόγος; Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμο‐ λογήσω κἀγὼ ἐν αὐτῶι ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. ὅστις δ’ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Πολλοὶ κέκλην‐
35ται τῶν ἁγίων πρὸς τὴν τοῦ μαρτυρίου δόξαν καὶ τετελείωνται διὰ παθημάτων καὶ θανά‐ του, Χριστὸν ὡμολογηκότες. ἆρ’ οὖν ἐστεφάνωνται διαβεβαιούμενοι καὶ λέγοντες ἄν‐ θρωπον εἶναι κοινὸν αὐτὸν ἢ μᾶλλον ὡς θεὸν ταῖς ὁμολογίαις τετιμηκότες; ἀλλ’ ἐστὶ δῆλον. οἱ γὰρ τοῦτο ἀρνησάμενοι καὶ τῆς τοῦ μαρτυρίου δόξης ἀπώλισθον καὶ αὐτὸν εὑρήσουσιν ἐν ἡμέραι κρίσεως ἀρνούμενον αὐτοὺς τὸν Χριστόν. εἶτα πῶς οὐ θεὸς ὁ τῆι τοῦ μαρ‐
40τυρίου δόξηι στεφανῶν τοὺς ὅτι τοῦτό ἐστιν ἀληθῶς, ὁμολογοῦντας αὐτόν; Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀνα‐
παύσω ὑμᾶς. ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς. Εἰ μὴ θεός ἐστιν ἀληθῶς

1,1,5

88

ὁ Ἐμμανουήλ, τίνα τρόπον τὸν ἑαυτοῦ ζυγὸν ἡμῖν ἐπιτίθησι; θεοῦ γὰρ δοῦλα τὰ πάντα, εἴρηται δὲ ζυγὸς καὶ ὁ νόμος. ἀλλὰ ἐπιτίθησιν ἡμῖν ὁ Χριστὸς τὸν ἴδιον ζυγὸν ἑαυτῶι τε ὑποτάττει, καίτοι τὰ πάντα ὑποφέρων τῶι πατρί. θεὸς ἄρα ἐστίν, ὅθεν αὐτῶι καὶ ὑποκεῖσθαι τὰ πάντα πρέπει 〈κατὰ τὸ εἰρημένον πρὸς θεὸν ὅτι τὰ σύμπαντα δοῦλά σου.
5 Ἢ οὐκ ἀνέγνωτε ἐν τῶι νόμωι ὅτι ἐν τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῶι ἱερῶι τὸ σάββατον βεβηλοῦσι καὶ ἀναίτιοί εἰσι; λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε. Εἰ βεβηλοῦντες τὸ σάββατον οἱ ἱερεῖς ἀναίτιοί εἰσιν ὡς θεῶι προσάγοντες τὰς θεραπείας, πῶς τῶν ἐν τῶι ἱερῶι δρωμένων νοεῖται μείζων ἡ Χριστοῦ θεραπεία; ἀλλά ἐστι δῆλον ὅτι οἱ μὲν ἐν νόμωι σκιᾶι καὶ ὑποδείγματι τῶν ἐπου‐
10ρανίων λελατρεύκασιν, οἱ δὲ θεσπέσιοι μαθηταὶ προσεδρεύοντές τε καὶ λειτουργοῦντες τῶι Χριστῶι μείζονα καὶ τὴν δόξαν εἶχον. καὶ εἰ τῆς ἐν νόμωι λατρείας ἐν ἀμείνοσι τὸ λειτουργεῖν τῶι Χριστῶι, πῶς οὐκ ἂν νοοῖτο θεὸς ἀληθῶς; Εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, φησίν, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβαλοῦσι; διὰ τοῦτο αὐτοὶ κριταὶ ἔσονται ὑμῶν. Εἰ ἐν ὀνόματι τοῦ
15Χριστοῦ τεθεραπεύκασι τοὺς δαιμονιῶντας οἱ μαθηταί (ἐπεφώνουν γὰρ ἐν ὀνόματι Ἰη‐ σοῦ Χριστοῦ τοῦ Ναζωραίου), πῶς οὐκ ἂν νοοῖτο θεὸς ἀληθής; οὐ γὰρ ἂν ἐξήρ‐ κεσεν ἀνθρώπου δόξα καὶ δύναμις εἰς τὸ κατισχῦσαι τοῦ σατανᾶ. Ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ κατακαίεται, οὕτως ἔσται ἐν τῆι συντελείαι τοῦ αἰῶνος. ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς
20ἀγγέλους αὐτοῦ καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάν‐ δαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός. Περὶ θεοῦ γέγραπται· εὐλογεῖτε τὸν κύριον, πάντες οἱ ἄγγελοι αὐτο. οὐ γὰρ ἄγγελος ἀγγέλου ἐστί, θεοῦ δὲ μᾶλλον τὰ πάντα. πῶς οὖν φησι περὶ τοῦ υἱοῦ τοῦ ἀνθρώπου ὅτι ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ; θεὸς οὖν ἄρα ἐστὶν ὡς
25καὶ ἰδίους ἔχων τοὺς ἀγγέλους καὶ διὰ τῶν ἄνω πνευμάτων ὑπηρετούμενος. Ἠρώτησεν ὁ Χριστός· τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; ἀποκριθεὶς δ, φησίν, ὁ Πέτρος εἶπε· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῶι· μακάριος ε, Σί‐ μων βὰρ Ἰων, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ’ ὁ πατήρ μου ὁ
30ἐν τοῖς οὐρανοῖς. Εἰ ψιλὸς ἄνθρωπος ὁ Χριστός, διὰ τί τεθαύμασται Πέτρος ὁμο‐ λογήσας αὐτόν; πῶς δέ ἐστι καὶ θεοδίδακτος ἢ ποίας ἐδεήθη φωταγωγίας ἄνωθεν, ἵνα μάθηι τὸ ἐπ’ αὐτῶι μυστήριον; ἀλλ’ ἔγνω θεὸν ὄντα καὶ υἱὸν θεοῦ ζῶντος διωμολόγησεν αὐτόν· ταύτηι τοι τεθαύμασται. πλὴν ἕνα υἱὸν καὶ οὐχὶ υἱοὺς δύο φησί. δυσσεβὲς οὖν ἄρα τὸ διορίζειν εἰς δύο.
35 Μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῆι δόξηι τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτο. Ἰδοὺ πάλιν ἀγγέλους αὐτοῦ φησι τὰ ἄνω πνεύ‐ ματα, καίτοι λεγομένου υἱοῦ ἀνθρώπου. Ἐλθόντων δὲ αὐτῶν εἰς Καπερναούμ, προσῆλθον οἱ τὰ δίδραχμα λαμ‐ βάνοντες τῶι Πέτρωι καὶ εἶπον· ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα;
40καὶ λέγει· να. καὶ εἰσελθόντα εἰς τὴν οἰκίαν προέφθασεν αὐτὸν ὁ Ἰη‐

1,1,5

89

σοῦς λέγων· τί σοι δοκε, Σίμων; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνος λαμβά‐ νουσι τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων; εἶπε δ· ἀπὸ τῶν ἀλλοτρίων. ἔφη δὲ αὐτῶι ὁ Ἰησοῦς· ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱο. Πῶς ἐλεύθερον ἑαυτὸν εἶναί φησι καὶ ἔξω νόμου καὶ ἀσυντελῆ καὶ υἱὸν ἀλη‐
5θῶς, εἰ μὴ θεός ἐστιν ἑνώσει τῆι καθ’ ὑπόστασιν σαρκὸς καὶ αἵματος κεκοινωνηκώς; συν‐ τετέλεκε δὲ τὸ δίδραχμον ὡς γεγονὼς ὑπὸ νόμον ὁ ὑπὲρ νόμον υἱός. ἄνθρωπος δὲ ὤν, οὐχ ὑπὲρ νόμον νοεῖται· πῶς γάρ; οὐδ’ ἂν ἔχοι κατὰ φύσιν τὸ ἐλεύθερον, εἰ μὴ νοεῖ‐ ται θεὸς ἐν ἀνθρωπείαι μορφῆι. Ἀναβαίνοντος ἐν τοῖς Ἱεροσολύμοις τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ, παῖδες
10προεβάδιζον εὐφημοῦντές τε καὶ λέγοντες· ὡσαννὰ τῶι υἱῶι Δαυίδ, θεοπρεπὴς δὲ πάντως ἐστὶν ἡ δοξολογία. ἠγανάκτησαν οἱ Φαρισαῖοι καὶ δὴ καὶ προσήιεσαν λέγοντες· ἀκούεις τί οὗτοι λέγουσιν; ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· να. οὐδέ‐ ποτε ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶ‐ νον; Ἀναγκαῖον ἐν τούτοις διαμνημονεῦσαι τοῦ μακαρίου Δαυὶδ λέγοντος κύριε ὁ
15κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσηι τῆι γῆι, ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. οἱ μὲν γὰρ παῖδες εὐφημοῦντες ἔλεγον ὡσαννὰ τῶι υἱῶι Δαυίδ, καταδέχεται δὲ τὴν δοξολογίαν εὐφημούμενος· ὁ δέ γε μακάριος Δαυὶδ οὐκ ἀνθρώπωι ταύτην ἀνετίθει κοινῶι, κυρίωι δὲ μᾶλλον, οὗ καὶ θαυμαστὸν γέγονε τὸ
20ὄνομα ἐν πάσηι τῆι γῆι· ἐπήρθη γὰρ ἡ μεγαλοπρέπεια ὑπεράνω τῶν οὐρανῶν. εἶτα πῶς οὐ θεὸς ὁ υἱὸς Δαυίδ, τὸ κατὰ σάρκα Χριστός; Ὅταν ἔλθηι ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῆι δόξηι αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι μετ’ αὐτο, τότε καθίσει ἐπὶ θρόνον δόξης αὐτο. Ἆρα ὡς ἄν‐ θρωπος εἷς τῶν καθ’ ἡμᾶς καθεδεῖται Χριστός, παρεστηκότων αὐτῶι πάντων τῶν ἀγγέλων,
25οὕτω τε κρινεῖ τὸν κόσμον; εἶτα ποῖον ἂν ἔχοι τοῦτο λόγον; γέγραπται γὰρ ὅτι εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτής. θεὸς οὖν ἄρα Χριστὸς ὁ ἐν δόξηι θεοῦ καὶ θρό‐ νον ἔχων καὶ παρεστῶτας ἀγγέλους καὶ κρίνων τὴν οἰκουμένην ἐν δικαιοσύνηι. Καὶ ὁ ἀρχιερεύς, φησίν, εἶπεν αὐτῶι· ὁρκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπηις εἰ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεο. λέγει αὐτῶι
30ὁ Ἰησοῦς· σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀν‐ θρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφε‐ λῶν τοῦ οὐρανο. Πῶς ὁ υἱὸς τοῦ ἀνθρώπου κάθηται ἐκ δεξιῶν τῆς δυνάμεως; ἀλλ’ ἐστὶ δῆλον ὅτι κἂν εἰ γέγονεν υἱὸς τοῦ ἀνθρώπου ὁ ἐκ θεοῦ λόγος, οὐ πέπαυται τοῦ εἶναι θεός, ἀλλ’ ἔστιν ὃ ἦν. ταύτηι τοι καὶ συνεδρεύει τῶι φύσαντι καὶ ἐν τοῖς τῆς
35θεότητος ἀξιώμασιν ἐμπρέπων ὁρᾶται, κἂν εἰ γέγονε σάρξ. Ὁ δὲ Ἰησοῦς κράξας φωνῆι μεγάληι ἀφῆκε τὸ πνεῦμα. καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἄνωθεν εἰς δύο ἕως κάτω καὶ ἡ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν καὶ τὰ μνημεῖα ἀνεώιχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἀνέστησαν. Εἰ κοινὸς ἄνθρωπος ἦν ὁ
40Χριστός, πῶς τεθνεῶτος αὐτοῦ τοσοῦτος ἦν ἐν τοῖς στοιχείοις ὁ θόρυβος; ὁ μὲν γὰρ
ἥλιος τὴν ἀκτῖνα συνέστειλε καὶ ἐν ἡμέραι σκότος εἰργάσατο, ἡ δὲ γῆ τὸν ἑαυτῆς δεσπό‐

1,1,5

90

την ὁρῶσα ὑπὸ τῶν Ἰουδαίων ἐμπαροινούμενον ἐσχίζετο, ἀφῆκε δὲ καὶ ὁ ἅιδης τὰς τῶν ἁγίων ψυχάς. τίνος ταῦτα ποιοῦντος; ἆρα οὐχὶ θεοῦ; θεὸς γὰρ ἦν ἐν σαρκί, ὧι καὶ ἡ κτίσις ὑβριζομένωι τρόπον τινὰ συνωργίζετο. Ἐκ τοῦ κατὰ Ἰωάννην εὐαγγελίου
5 Αὐτὸς δὲ ὁ Ἰησοῦς οὐκ ἐπίστευεν αὐτὸν αὐτοῖς διὰ τὸ αὐτὸν γινώ‐ σκειν πάντα καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσηι περὶ τοῦ ἀνθρώ‐ που· αὐτὸς γὰρ ἐγίνωσκε τί ἦν ἐν τῶι ἀνθρώπωι. Περὶ θεοῦ γέγραπται ὅτι ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν. καὶ αὐτὸς δέ πού φησι· μὴ ἀπ’ ἐμοῦ κρυβήσεταί τι; εἰ δὲ πάντα Χριστὸς ἐπίσταται καὶ οἶδε τὰ ἐν τῶι ἀνθρώπωι,
10πῶς οὐκ ἂν εἴη θεὸς ὡς καρδίας ἐτάζων καὶ νεφρούς; Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. Ἀκούεις ὅτι τὴν σωτηρίαν ἐκ τῶν Ἰουδαίων εἶναί φησιν; καίτοι σωτῆρα θεὸν ἐπεγραψάμεθα· σέσωκε γὰρ ἡμᾶς οὐ πρέσβις, οὐκ ἄγγελος, ἀλλ’ αὐτὸς ὁ κύριος κατὰ τὰς γραφάς. ὠνόμασται γὰρ Χριστὸς Ἰησοῦς
15γεγονὼς ἐξ Ἰουδαίων κατὰ τὴν σάρκα, Ἰησοῦς γε μὴν ἑρμηνεύεται σωτηρία. αὐτὸς οὖν ἄρα ἐστὶν ἡ ἐκ τῶν Ἰουδαίων σωτηρία, ὥστε κἂν εἰ γέγονε σὰρξ ὁ λόγος καὶ ἐπελάβετο σπέρματος Ἁβραάμ, θεός ἐστι καὶ μετὰ σαρκός. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποι, κἀ‐ κεῖνος ποιήσει καὶ μείζονα τούτων ποιήσει, ὅτι ἐγὼ πρὸς τὸν πατέρα
20μου πορεύομαι καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῶι ὀνόματί μου, τοῦτο ποιήσω. Πορεύεται, φησί, πρὸς τὸν πατέρα, καίτοι φύσει θεὸς ὑπάρχων ὁ υἱὸς καὶ αὐτὸς ὢν ὁ πάντα πληρῶν. πορεύεται τοίνυν ἀνθρωπίνως, ἀνελήφθη γὰρ εἰς τὸν οὐρανόν· ἀλλὰ ὡς θεὸς ἐπαγγέλλεται πληροῦν τὰ αἰτήματα τῶν προσευχομένων, εἰ ἐν τῶι ὀνόματι αὐτοῦ ποιοῖντο τὰς λιτάς. εἶτα τίνι ἂν πρέποι μᾶλλον τὸ πληροῦν εὐχὰς ἁγίων καὶ χαρίζεσθαι
25τὰ αἰτήματα πλὴν ὅτι μόνωι τῶι κατὰ φύσιν καὶ ἀληθῶς ὄντι θεῶι; Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς, ἵνα ὑμεῖς ὑπά‐ γητε καὶ καρπὸν φέρητε καὶ ὁ καρπὸς ὑμῶν μείνηι, ἵνα ὅ τι ἂν αἰτήσητε τὸν πατέρα ἐν τῶι ὀνόματί μου, δώσει ὑμῖν. Ἰδοὺ πανταχῆι δείκνυσιν ὅτι τὰ ἴσα μετ’ ἐξουσίας ἐνεργεῖ τῶι θεῶι καὶ πατρί. ἔφασκε γάρ· ὅ τι ἂν αἰτήσητε ἐν
30τῶι ὀνόματί μου, ποιήσω· νυνὶ δέ φησιν· ὅ τι ἂν αἰτήσητε τὸν πατέρα ἐν τῶι ὀνόματί μου, δώσει ὑμῖν. ἆρα οὖν ἰδίαι μὲν δίδωσιν ὁ πατὴρ δίχα τοῦ υἱοῦ, ἰδίαι δὲ καὶ ἀνὰ μέρος ὁ υἱὸς δίχα τοῦ πατρός; οὐκοῦν παρὰ δύο θεῶν τοῖς ἁγίοις τὰ ἐν εὐχαῖς αἰτήματα; ἀλλ’ οὐχ οὕτως ἔχει ταῦτα· μὴ γένοιτο· εἷς γὰρ θεὸς ὁ πατὴρ καὶ εἷς κύριος Ἰησοῦς Χριστός. διανέμει γὰρ ὁ πατὴρ δι’ υἱοῦ τὰ ἀγαθὰ ἐν πνεύ‐
35ματι, πλὴν ἡ αἴτησις ἡ ἐν προσευχαῖς ἐν Χριστῶι Ἰησοῦ καὶ κύριος Ἰησοῦς ὁ ἐνανθρω‐ πήσας νοεῖται καὶ ὀνομάζεται λόγος. Καὶ ἐν ἐκείνηι τῆι ἡμέραι ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν. ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἄν τι αἰτήσητε τὸν πατέρα, δώσει ὑμῖν ἐν τῶι ὀνόματί μου. αἰτεῖτε, καὶ λήψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ἦι πεπληρωμένη. Ἐν ἴσηι καὶ τοῦτο τοῖς
40ἀνωτέρω βραχὺ διανοίαι κείσεται καὶ τὸ ἐφεξῆς ὁμοίως, ἔχει δὲ οὕτως· ἐν ἐκείνηι τῆι

1,1,5

91

ἡμέραι ἐν τῶι ὀνόματί μου αἰτήσεσθε καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν πατέρα· αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε, ὅτι ἐγὼ παρὰ τοῦ πατρὸς ἐξῆλθον. Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν
5θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Εἰ τῆι ἐπιγνώσει τοῦ μόνου καὶ ἀληθινοῦ θεοῦ συνέζευκταί τε καὶ συνεισβαίνειν ἀνάγκη τὴν ἐπίγνωσιν Ἰησοῦ Χριστοῦ καὶ ζωὴν τοῦτο τὴν αἰώνιον προξενεῖ, πῶς οὐχ ἅπασιν ἐναργὲς ὅτι θεός ἐστιν ἀληθὴς ὁ Χρι‐ στός; γέγονε γὰρ σὰρξ ὁ λόγος καὶ μεμένηκε λόγος. Ἵνα ὁ κόσμος πιστεύσηι ὅτι σύ με ἀπέστειλας, κἀγὼ τὴν δόξαν ἣν
10δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἕν, καθὼς ἡμεῖς ἕν. ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμο, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν. Ἀκριβῆ τῆς διανοίας τὸν ὀφθαλμὸν ἐπιστήσαντες τῆι τοῦ προκειμένου δυνάμει, θεωρήσωμεν τὰ ἐν αὐτῶι. ποίαν δόξαν εἰληφέναι φησὶ παρὰ τοῦ πατρὸς ὁ υἱὸς καὶ ταύτην ἡμῖν ἐπιδοῦναι; αὐτὸς δὲ ἡμᾶς τῆς ἐπὶ τούτοις ἐρεύνης ἀπαλλάξει λέγων· ἵνα ὦσι, καθὼς ἡμεῖς, ἕν. τῆι μὲν γὰρ φυσικῆι ταυ‐
15τότητι ἕν ἐστιν ὁ ἐκ θεοῦ λόγος πρὸς τὸν ἑαυτοῦ πατέρα, εἰ καὶ νοεῖται καθ’ ὑπόστασιν ἑκάτερος ἰδικήν· πῶς δὲ καὶ ἐν ἡμῖν γέγονε κατὰ τὸν ἴσον τρόπον, οὐσιωδῶς δὴ λέγω καὶ φυσικῶς, καίτοι θεοῦ φύσις ἀσύμβατος παντελῶς εἴη ἂν πρὸς τὴν κτίσιν, ὡς ἐν ταυτότητι λέγω τῆι κατ’ οὐσίαν; πῶς οὖν ἐν ἡμῖν γέγονε φυσικῶς ὁ ὑπὲρ τὴν κτίσιν; γέγονε γὰρ ἄνθρωπος, ἵνα ὥσπερ ἐστὶν ἓν τῆι τῆς θεότητος φύσει πρὸς τὸν πατέρα,
20οὕτω καὶ πρὸς ἡμᾶς ἓν γένηται σχέσει τῆι κατὰ ἀνθρωπότητα· τετελειώμεθα γὰρ οὕτω καὶ ἡμεῖς εἰς ἕν. Οὔσης οὖν ὀψίας τῆι ἡμέραι ἐκείνηι τῆι μιᾶι τῶν σαββάτων καὶ τῶν θυρῶν κεκλεισμένων, ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον καὶ λέγει αὐτοῖς·
25εἰρήνη ὑμῖν. Ἐπαπορήσαι τις ἂν κατὰ τὸ εἰκὸς ἐκεῖνο λέγων· εἰ ἐν σώματι καὶ μετὰ τὴν ἀνάστασιν ἦν ὁ λόγος καθὰ καὶ πρὸ τοῦ τιμίου σταυροῦ, πῶς κεκλεισμένων τῶν θυρῶν ἀδοκήτως εἰς μέσον ὤφθη τῶν μαθητῶν; πρὸς τοῦτο φαμὲν ὅτι δυνάμει τῆι θεικῆι. μεμνῆσθαι δεῖ Παύλου λέγοντος ὅτι ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα· εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώ‐
30σκομεν. μετὰ γάρτοι τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ὡς τετελεσμένης ἤδη τῆς οἰκονομίας ἐφ’ ἧι καὶ ἡ τῆς σαρκὸς ἀνάληψις ἐπράχθη χρειωδῶς, ἐξουσίαι καὶ δυνάμει χρῆται τῆι θεοπρεπεῖ, διὰ τούτων μᾶλλον ἢ διὰ τῶν τῆς κενώσεως μέτρων ἐπιγινώσκεσθαι θέλων ὡς ἐν καιρῶι καθήκοντι. Καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· λάβετε πνεῦμα ἅγιον.
35ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κε‐ κράτηνται. Ὅλον ἐστὶ θεοπρεπὲς τὸ γεγενημένον καὶ τοῦ παντὸς ἄξιον λόγου. πρῶτον μὲν γὰρ οὐκ ἀνθρώπινον τὸ ἐμφυσῆσαι τοῖς ἀποστόλοις καὶ δοῦναι τὸ πνεῦμα· εἶτα μέγα καὶ ὑπὲρ τὴν κτίσιν τὸ τοιαύτην ἐξουσίαν παρασχεῖν ὥστε κρατεῖν ὧν ἂν ἕλοιντο, τὰς ἁμαρτίας, ἀφιέναι δὲ καὶ οἷς ἂν βούλοιντο τυχόν. διὰ τί δὲ καὶ διὰ σαρκι‐
40κοῦ φυσήματος τὸ πνεῦμα δίδωσιν; ὅτι μὴ ἀλλοτρία τοῦ λόγου γέγονεν ἡ αὐτοῦ σάρξ, ἀλλὰ ἰδικῶς αὐτοῦ. καὶ ἀνθρώπινον μὲν τὸ διὰ σαρκὸς ἐμφύσημα, θεικῆς δὲ δυνάμεως
ἔργον τὸ μετόχους ἀποφῆναι τοῦ πνεύματος τοὺς ἠξιωμένους.

1,1,5

92

Ἐκ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου Ἄγγελος θεοῦ τῶι Ζαχαρίαι φησὶ περὶ τοῦ ἁγίου βαπτιστοῦ· καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῆι γεννήσει αὐτοῦ χαρήσονται. ἔσται γὰρ μέγας ἐνώπιον κυρίου καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίηι καὶ πνεύματος
5ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ κύριον τὸν θεὸν αὐτῶν. Ὁ μακάριος Ἰωάννης, ἐρο‐ μένων αὐτὸν τῶν Ἰουδαίων σὺ τίς ε; φησίν· ἐγὼ φωνὴ βοῶντος ἐν τῆι ἐρήμωι· ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτο. προ‐ φητεύων δὲ καὶ αὐτὸς ὁ Ζαχαρίας ἐπὶ τῶι ἰδίωι παιδί φησι· καὶ σ, παιδίον, προ‐
10φήτης ὑψίστου κληθήσηι· προπορεύσηι γὰρ πρὸ προσώπου κυρίου ἑτοι‐ μάσαι ὁδοὺς αὐτοῦ τοῦ δοῦναι γνῶσιν σωτηρίας τῶι λαῶι αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν. προεβάδιζε γὰρ τοῦ Χριστοῦ καὶ αὐτοῦ γέγονε πρόδρομος καὶ αὐτῶι τὰς ὁδοὺς προετοιμάζεσθαι διεκήρυττε καὶ τὸν ἐπ’ αὐτῶι προεφήτευε λόγον, ἐπιστρέφων ὡς ἐπὶ θεὸν δικαιοῦν ἰσχύοντα τοὺς ἐν ἁμαρτίαις. εἶτα πῶς οὐ θεὸς
15ὁ Χριστός; Οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται καὶ δώσει αὐτῶι κύριος ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Ἆρ’ οὖν ὑφ’ ἑνὶ τῶν καθ’ ἡμᾶς κεισόμεθα βασιλευόμενοι διηνεκῶς καὶ ἀκαταλήκτως ἢ ὑπὸ
20θεῶι μᾶλλον ἐσόμεθα βασιλεύοντι ἡμῶν ἐν Χριστῶι καὶ οὐχ ὡς ἔξωθεν μεσίτου τινὸς εἰς τοῦτο παραληφθέντος, ἀλλ’ ὡς δι’ υἱοῦ καὶ ἐν υἱῶι κατακρατοῦντος τῶν ὅλων τοῦ θεοῦ καὶ πατρός; εἰ δὲ τοῦτο ἀληθές, 〈ὅπερ ἐστὶν ἀληθέσ〉, θεὸς ἄρα ὁ Χριστός. Εἶπε δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον· πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῆι· πνεῦμα ἅγιον ἐπελεύ‐
25σεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεο. Ἆρα οὖν κέκληται μόνον υἱὸς ὁ ἐκ τῆς ἁγίας παρ‐ θένου διὰ τοῦ πνεύματος ἀπορρήτως γεγεννημένος ἢ γοῦν ἐκτισμένος ἢ φύσει τε καὶ ἀλη‐ θῶς υἱὸς εἶναι πεπίστευται καὶ θεός; ἀλλ’ ἐστὶ τοῦτο ἀληθές· νοείσθω δὴ οὖν σὰρξ καθ’ ὑπόστασιν γεγονὼς ὁ λόγος, τουτέστιν ἰδίαν ποιησάμενος σάρκα τὴν διὰ πνεύματος ἐκ
30τῆς ἁγίας παρθένου· οὕτω γὰρ ἔσται καὶ θεὸς ἀληθῶς. Καὶ ἐγένετο ὡς ἤκουσε τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ, ἐσκίρτησε τὸ βρέφος ἐν τῆι κοιλίαι αὐτῆς καὶ ἐπλήσθη πνεύματος ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῆι μεγάληι καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. καὶ πόθεν μοι τοῦτο
35ἵνα ἔλθηι ἡ μήτηρ τοῦ κυρίου μου πρός με; Ἐνεργήσαντος θεοῦ προφητείας χάριν ἔσται τις προφήτης, καθ’ ἕτερον δὲ τρόπον οὐδαμῶς. ὅτε τοίνυν ὁ ἀσπασμὸς τῆς ἁγίας παρθένου Μαρίας κυοφορούσης ἔτι τὸν Ἰησοῦν κεκίνηκεν ἐν μήτραι τὸν Ἰωάννην εἰς προφητείαν, πῶς οὐ θεὸς ὁ Χριστὸς καὶ ἐν τῆι τῆς παρθένου νηδύι κινήσας θεοπρεπῶς εἰς προφητείας δύναμιν τὸν βαπτιστήν;
40Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνηι,
ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον

1,1,5

93

πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ. Ὁ Συμεὼν τὸν Ἰησοῦν εἰς ἀγκάλας λαβὼν τὰ τοιάδε περὶ αὐτοῦ φησι· πῶς οὖν ἐστι σω‐ τήριον, πῶς δὲ φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, εἰ μὴ θεός ἐστιν ἀληθῶς, εἷς καὶ μόνος υἱὸς ὁ φύσει μὲν ἐκ πατρὸς ὡς λόγος, ἐκ παρθένου δὲ ὁ αὐτὸς κατὰ σάρκα; ποία γὰρ γέγονεν
5ἀποκάλυψις τοῖς ἔθνεσιν ἢ ἐπ’ αὐτῶι ἔγνωσαν ὅτι θεός ἐστι καὶ αὐτῶι λατρεύσαντες διέ‐ φυγον τὰ ἐγκλήματα, τὸ θεῶι λατρεύειν ἑτέρωι παρὰ τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς; Ἐπιγνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν, ἀποκριθεὶς εἶπε πρὸς αὐτούς· τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; τί ἐστιν εὐκοπώ‐ τερον, εἰπεῖν ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ εἰπεῖν ἔγειραι καὶ περι‐
10πάτει; ἵνα δὲ εἰδῆτε ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου ἐξουσίαν ἔχει ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας, εἶπε τῶι παραλυτικῶι· σοὶ λέγω, ἔγειραι καὶ ἄρας τὸ κλινίδιόν σου πορεύου εἰς τὸν οἶκόν σου. Εἰ μόνος ἡμᾶς ὁ τῶν ὅλων θεὸς ἀπαλλάττει πλημμελημάτων, ἑτέρωι πρέποντος τούτου μηδενί, χαρίζεται δὲ καὶ τοῦτο Χριστὸς μετ’ ἐξουσίας θεοπρεποῦς, πῶς οὐκ ἂν εἴη θεός; κέκληται γὰρ υἱὸς ἀνθρώπου, γεννηθεὶς
15ἐκ γυναικὸς κατὰ σάρκα, καίτοι θεὸς ὢν ὁ λόγος. Ἐν ἐκείνηι τῆι ὥραι ἐθεράπευσε πολλοὺς ἀπὸ νόσων καὶ μαστί‐ γων καὶ πνευμάτων πονηρῶν καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο τὸ βλέ‐ πειν. καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς· πορευθέντες ἀπαγγείλατε Ἰωάννηι ἃ εἴδετε καὶ ἠκούσατε· τυφλοὶ ἀναβλέπουσι, χωλοὶ περιπατοῦσι,
20λεπροὶ καθαρίζονται, κωφοὶ ἀκούουσι, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγ‐ γελίζονται, καὶ μακάριός ἐστιν ὃς ἂν μὴ σκανδαλισθῆι ἐν ἐμο. Ἔργοις αὐτοῖς ἐπιδείξας ἑαυτὸν ὁ Χριστὸς τῶν θεοπρεπῶν μεγαλουργημάτων ἀποτελεστήν, εἰς ἀνάμνησιν ἀναφέρει τῶν εἰρημένων διὰ φωνῆς προφητῶν περὶ αὐτοῦ. ἔφη τοίνυν ὁ μακάριος Ἡσαίας· ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα·
25εἶτα μόνον οὐχὶ καὶ χεῖρα προτείνων καταδείκνυσι τὸν Ἐμμανουήλ, οὕτω λέγων· ἰδοὺ ὁ θεὸς ἡμῶν, ἰδοὺ κύριος μετὰ ἰσχύος ἔρχεται καὶ ὁ βραχίων μετὰ κυρείας. ἔφη δὲ καὶ ἐν ἑτέροις ὅτι τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν καὶ ὦτα κω‐ φῶν ἀκούσονται· τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς καὶ τρανὴ ἔσται γλῶσσα μογγιλάλων. καὶ πρὸς τούτοις ἔτι· ἀναστήσονται οἱ νεκροὶ καὶ ἐγερθή‐
30σονται οἱ ἐν τοῖς μνημείοις· ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν. ἔφη δὲ πάλιν καὶ ἐκ προσώπου Χριστοῦ· πνεῦμα κυρίου ἐπ’ ἐμ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν. ὅτε τοίνυν τῆς ἐφ’ ἑαυτῶι πίστεως τὰς τῶν προφητῶν φωνὰς ποιεῖται σημεῖον ἢ γοῦν ἀπόδειξιν, θεὸν δὲ αὐτὸν οἱ προφῆται κηρύττουσι, τίς ὁ τούτοις
35τἀναντία φάναι τολμῶν; Ἐχειμάζοντο, φησί, κατὰ τὴν λίμνην οἱ μαθηταί· εἶτα προσελθόντες διήγειραν αὐτὸν λέγοντες· ἐπιστάτα, ἀπολλύμεθα. ὃ δὲ διεγερθεὶς ἐπετίμησε τῶι ἀνέμωι καὶ τῶι κλύδωνι τοῦ ὕδατος καὶ ἐπαύσατο καὶ ἐγένετο γαλήνη. Εἴρηται περὶ Χριστοῦ διὰ φωνῆς τοῦ μακαρίου Δαυίδ· σὺ δεσπόζεις τοῦ κράτους τῆς
40θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραύνεις. σοί εἰσιν
οἱ οὐρανοὶ καὶ σή ἐστιν ἡ γ· τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ

1,1,5

94

ἐθεμελίωσας. ὅτε τοίνυν τῶι καταπραύνοντι τὴν θάλασσαν πρέποι ἂν καὶ τὸ δεσπό‐ ζειν τῶν ὅλων ἔχειν τε ἰδίους τοὺς οὐρανοὺς καὶ θεμελιοῦν δύνασθαι τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς, πῶς οὐκ ἂν ὑπάρχειν νοοῖτο θεὸς ἀληθῶς ὁ Χριστὸς ὁ θαλάσσηι καὶ πνεύμασιν ἐπιτιμῶν καὶ τοῦτο μετ’ ἐξουσίας;
5 Ἐδεῖτο δὲ αὐτοῦ ὁ ἀνὴρ ἀφ’ οὗ ἐξεληλύθει τὰ δαιμόνια, εἶναι σὺν αὐτῶι, ἀπέστειλε δὲ αὐτὸν λέγων· ὑπόστρεφε εἰς τὸν οἶκόν σου καὶ διη‐ γοῦ ὅσα σοι πεποίηκεν ὁ θεός. καὶ ἀπῆλθε καθ’ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῶι ὁ θεός. Ἐν τῆι τῶν Γεργεσηνῶν χώραι τεθεράπευκεν ὁ Χρι‐ στὸς τὸν ἀγρίως δαιμονιῶντα, ὃς καὶ συνεῖναι αὐτῶι παρεκάλει, ἀλλὰ καίτοι θεραπεύσας
10αὐτὸν καὶ ἐκβεβληκὼς τὰ πνεύματα, ἐκέλευεν ἀπελθεῖν εἰς τὸν οἶκον αὐτοῦ καὶ κηρύσσειν ὅσα πεποίηκεν αὐτῶι ὁ θεός. ἐνήργηκεν οὖν αὐτὸς ὡς θεὸς ὑπάρχων ἀληθινός· οὐ γάρ που φαμὲν ὡς ὑπουργὸς γέγονε θείας χάριτος καθ’ ἕνα τῶν προφητῶν ἢ γοῦν τῶν ἁγίων ἀποστόλων, ἀλλ’ ἦν αὐτὸς δυνάμει τῆι ἰδίαι καὶ θεοπρεπεῖ συντρίβων τὸν σατανᾶν. ἐν ὀνόματι οὖν αὐτοῦ καὶ τοῖς ἁγίοις μαθηταῖς ὑπετάττοντο τὰ δαιμόνια καὶ τοῦτο διωμολό‐
15γησαν αὐτοί. Ἐπὶ τῆι θυγατρὶ τοῦ ἀρχισυναγώγου φησὶν ὁ Χριστός· μὴ κλαίετε· οὐ γὰρ ἀπέθανε τὸ κοράσιον, ἀλλὰ καθεύδει. Ἆρ’ οὖν ἐψεύδετο; μὴ γένοιτο, ἀληθεύει δέ, καὶ κατὰ τίνα τρόπον, ὁ Παῦλος διερμηνεύει λέγων· οὔκ ἐστι θεὸς νεκρῶν, ἀλλὰ ζώντων. ζῶσι γὰρ τῶι θεῶι ζήσειν μέλλοντες. οὐκοῦν οἱ τεθνεῶτες κατὰ μὲν ἀν‐
20θρώπους εἰσὶ νεκροί, κατὰ δέ γε τὴν ζωοποιὸν φύσιν, τουτέστι τὴν θείαν, οὐκ ἀποτεθνή‐ κασιν. ἀληθεύει τοιγαροῦν ὡς θεὸς περὶ τοῦ κορασίου λέγων οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. Τοῖς ἑαυτοῦ μαθηταῖς προσδιαλεγόμενος ἔφασκε· τίς μείζων ἐστίν, ὁ ἀνακεί‐ μενος ἢ ὃ διακονῶν; οὐχὶ ὃ ἀνακείμενος; ἐγὼ δὲ ἐν μέσωι ὑμῶν εἰμὶ ὡς ὁ
25διακονῶν. Ὁρᾶις ὅπως μὲν ὅσον ἧκεν εἴς γε τὸ τῆι θεότητι πρέπον καὶ τῆι δόξηι τῆι δεσποτικῆι, μόνον οὐχὶ καὶ ἀποσείεται τὸ ἐν διακόνου νοεῖσθαι τάξει, τιμᾶι δὲ τοῦτο διὰ τὸ ἀνθρώπινον; ἐγὼ γὰρ εἰμ, φησίν, ἐν μέσωι ὑμῶν ὡς ὁ διακονῶν. οὐκοῦν κἂν εἰ καταβέβηκεν ἐν διακόνοις, ἀλλ’ οὖν γέ ἐστιν αὐτὸς ὁ ἀνακείμενος ὡς δεσπότης καὶ παρὰ πάσης κτίσεως διακονούμενος ὡς θεός.
30 Εἶπεν οὖν αὐτοῖς ὃ Χριστός, δηλονότι τοῖς ἀρχιερεῦσι τῶν Ἰουδαίων ἐρωτῶσιν εἰ σὺ εἶ ὁ Χριστός; ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε· ἐὰν δὲ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτε. ἀπὸ τοῦ νῦν δὲ ἔσται ὃ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεο. Εἰ κάθηται ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ ὃ τοῦ ἀνθρώπου υἱός, πῶς οὐ θεὸς ὁ Χριστός, τοῖς ἀνωτάτω θώκοις ἐμπρέπων καὶ ὁμό‐
35θρονος τῶι πατρί; οὐ γὰρ συνεδρεύει τῶι κατὰ φύσιν θεῶι γενητὴ κτίσις ὅλως, συνεδρεύει δὲ ὁ υἱὸς τοῦ ἀνθρώπου. θεὸς ἄρα καθ’ ἕνωσιν οἰκονομικήν, σαρκὸς γεγονότος τοῦ ἐκ
θεοῦ φύντος λόγου.

1,1,5

95

Ὅτι ζωὴ καὶ ζωοποιὸς ὁ Χριστός Ἐκ τῆς πρὸς Κορινθίους Ὡς φρονίμοις λέγω· κρίνατε ὑμεῖς ὃ φημ. τὸ ποτήριον τῆς εὐλο‐ γίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία ἐστὶ τοῦ αἵματος τοῦ Χριστο; τὸν
5ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία ἐστὶ τοῦ σώματος τοῦ Χριστο; ὅτι εἷς ἄρτος, ἓν σῶμα ἐσμὲν οἱ πολλο· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέ‐ χομεν. Ἡ ἀνθρώπου σάρξ, ὅσον ἧκεν εἰς ἰδίαν φύσιν, οὐκ ἂν εἴη ζωοποιός, ἀλλ’ οὐδὲ τὸ αἷμα τὸ ἀνθρώπινον, εἰ κοινὸν εἴη καὶ καθ’ ἑαυτό· ζωοποιεῖ δὲ τὸ σῶμα Χριστοῦ καὶ τὸ τίμιον αἷμα, πρέποντος μόνωι θεῶι τοῦ ζωοποιεῖν δύνασθαι τὸ ζωῆς ἐπιδεές. θεὸς
10οὖν ἄρα Χριστός· οὕτω γὰρ ἔσται ζωοποιὸν τὸ σῶμα αὐτοῦ. εἰ δὲ ἄνθρωπος ἀνὰ μέρος νοεῖται μόνηι τῆι τοῦ Χριστοῦ κλήσει τετιμημένος καὶ γυμνὸν υἱοῦ πρόσωπον ἔχων, πῶς ἂν εἴη ζωοποιὸν τὸ σῶμα αὐτοῦ; Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν, ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν. καὶ πάλιν· ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοικός,
15ὁ δεύτερος ἄνθρωπος ὁ κύριος ἐξ οὐρανο. οἷος ὁ χοικός, τοιοῦτοι καὶ οἱ χοικο, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοικο, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπου‐ ρανίου. τοῦτο δὲ φημ, ἀδελφο, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κλη‐ ρονομῆσαι οὐ δύνανται οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομε. προ‐
20σεπάγει δὲ τούτοις ὅτι σαλπίσει, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι καὶ ἡμεῖς ἀλλαγησόμεθα. δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι τὴν ἀφθαρ‐ σίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι τὴν ἀθανασίαν. Εἰς ψυχὴν ζῶσαν ὁ πρῶτος ἄνθρωπος γέγονεν· ἐδεῖτο γὰρ ὡς ποίημα τοῦ ζωοποιοῦντος θεοῦ· ὅ γε μὴν ἔσχατος Ἀδάμ, τουτέστι Χριστός, ὅτι μὴ ἐδεῖτο ζωῆς ὡς θεός, πνεῦμα γέγονεν εἰς ἡμᾶς
25ζωοποιοῦν, ὅπερ ἐστὶ θείας φύσεως ἴδιον πλεονέκτημα. καὶ ὁ μὲν πρῶτος ὁ ἐκ γῆς χοικός, ὁ δεύτερος δὲ ἐξ οὐρανοῦ, καίτοι γεννηθεὶς διὰ γυναικός. ὁ γὰρ ἄνωθεν καὶ ἐξ οὐρανοῦ καὶ ἐκ θεοῦ πατρὸς λόγος, κἂν εἰ γέγονεν ἄνθρωπος, ἀλλ’ οὐδὲν ἧττόν ἐστιν ἐξ οὐρανοῦ. καὶ εἰ φθορᾶι καὶ θανάτωι κατισχημένοι τὴν εἰκόνα τοῦ χοικοῦ διὰ τοῦτο φορέσαι λεγόμεθα, τὴν ἀφθαρσίαν ἐνδυσάμενοι, τὴν εἰκόνα τοῦ ἐπουρανίου φορέσομεν.
30ἀφθαρσία δὲ πάλιν ἴδιον ἀγαθὸν τῆς κατὰ φύσιν θεότητος· ἀλλάσσονται γὰρ οἱ νεκροὶ καὶ τὸ φθαρτὸν ἀμφιέννυται τὴν ἀφθαρσίαν, γεγονότος καθ’ ἡμᾶς τοῦ μονογενοῦς καὶ μεθιστάντος τὸ θνητὸν εἰς ἀθανασίαν καὶ τὸ φθαρτὸν εἰς ἀφθαρσίαν ἐν ἑαυτῶι καὶ πρώτωι μετασκευάζοντος. οὕτω γὰρ γέγονεν ὁδὸς εἰς ζωὴν καὶ ἡμῖν αὐτοῖς. Ἐκ τῆς πρὸς Κορινθίους β
35 Ἀλλὰ αὐτο, φησίν, ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ’ ἑαυτοῖς, ἀλλ’ ἐπὶ τῶι θεῶι τῶι ἐγείροντι τοὺς νεκρούς. Εἰ θεῶι τῶι κατὰ φύσιν πρεπωδέστατον εἶναι φαμὲν τὸ ἐγείρειν τοὺς νε‐ κρούς, ὅτι ζωὴ καὶ ζωοποιός ἐστιν, ἔφη δὲ Χριστὸς ἐγὼ εἰμὶ ἡ ἀνάστασις καὶ ἡ
ζω, φαίνεται δὲ καὶ ἐγηγερκὼς τοὺς νεκρούς, θεὸς ἄρα ἐστὶν ὡς ζωὴ κατὰ φύσιν.

1,1,5

96

Ἐκ τῆς πρὸς Ἑβραίους Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσηι τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον. Παραπλησίως ἡμῖν
5τοῖς ἐν τέκνοις θεοῦ τεταγμένοις κεκοινώνηκεν αἵματος καὶ σαρκὸς ὁ ἐκ θεοῦ λόγος, ἵνα τῶι θανάτωι τὸ ἴδιον σῶμα δοὺς ζωοποιήσηι πάλιν αὐτό, ζωὴ κατὰ φύσιν ὑπάρχων ὡς θεός. ἐπεὶ πῶς κατήργηται τοῦ θανάτου τὸ κράτος, εἰ μὴ τὸ πεσὸν εἰς θάνατον ἀνεβίω σῶμα, ἴδιον ὂν τῆς κατὰ φύσιν ζωῆς, τουτέστι τοῦ ἐκ θεοῦ ὄντος λόγου; Ὅτι εἷς υἱὸς καὶ κύριος Ἰησοῦς Χριστός
10Ἐκ τῆς Ἰωάννου ἐπιστολῆς πρώτης καθολικῆς Ὃ ἦν ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς, καὶ ἡ ζωὴ ἐφανερώθη καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν πατέρα καὶ ἐφανερώθη ἡμῖν.
15Ἰδοὺ τὸν ὄντα ἀπ’ ἀρχῆς, τουτέστι τὸν ἐκ τοῦ πατρὸς λόγον, τὴν ζωὴν τὴν αἰώνιον, ἑωρακέναι φησὶ τοῖς ὀφθαλμοῖς καὶ μὴν καὶ χερσὶ ψηλαφῆσαι, καίτοι κατὰ φύσιν ἰδίαν τοῦ ἐκ πατρὸς λόγου καὶ ἀοράτου ὄντος καὶ ἀναφοῦς· ἀναφὲς γὰρ τὸ ἀσώματον. ἀλλ’ ἐν σαρκὶ γεγονότα τὸν λόγον ἑωρακέναι τε καὶ ψηλαφῆσαί φησιν. εἷς οὖν ἄρα ἐστὶν υἱὸς καὶ θεὸς καὶ κύριος, κἂν εἰ γέγονε σὰρξ ὁ λόγος.
20Ὅτι εἰς Χριστὸν ἡ πίστις ὡς εἰς θεόν Ἐκ τῆς Πέτρου ἐπιστολῆς πρώτης Ὥστε, φησ, τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς θεόν. Καίτοι Χριστὸς κηρύττεται διὰ τῶν ἁγίων ἀποστόλων, καὶ αὐτὸς δέ πού φησιν· ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον. ὅτε τοίνυν εἰς θεὸν ἡ πίστις,
25Χριστοῦ λέγοντος εἰς ἐμὲ πιστεύετε, πῶς οὐκ ἂν εἴη θεὸς ἐναργῶς; Ἰωάννου ἐπιστολῆς α Καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ ἵνα πιστεύωμεν τῶι ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστο. Εἰ μὴ ἀνεθέλητόν ἐστι τῶι θεῶι καὶ πατρὶ τὸ πιστεύειν ἡμᾶς εἰς τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ, πράττεται δὲ παρ’ ἡμῶν ἡ πίστις
30οὐχ ὡς εἰς ἄνθρωπον ἁπλῶς, ἀλλ’ ὡς εἰς θεὸν ζῶντα καὶ ἀληθινόν, θεὸς ἄρα Χριστός. Ἐν τούτωι γινώσκεται τὸ πνεῦμα τοῦ θεο· πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ θεοῦ ἐστιν, καὶ πᾶν πνεῦμα
ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν, ἐκ τοῦ θεοῦ οὔκ ἐστιν, καὶ τοῦτό ἐστι τὸ τοῦ

1,1,5

97

ἀντιχρίστου, ὃ ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῶι κόσμωι ἐστὶν ἤδη. Ὁμολογοῦμεν τὸν Ἰησοῦν ἄρα ὡς ἄνθρωπον καὶ τῶν καθ’ ἡμᾶς ἕνα, ἢ μᾶλλον ὅτι θεὸς ὢν ὁ λόγος γέγονε σάρξ, οὐκ ὀλιγωρήσας τοῦ εἶναι θεός, μεμενηκὼς δὲ μᾶλλον ὅπερ ἦν, καὶ εἰ γέγονεν ἄνθρωπος; ἀλλὰ τοῦτ’ ἐστὶν οὐκ ἀμφίβολον. ὁ τοίνυν οὐ λέγων θεὸν
5εἶναι ἀληθῆ τὸν Χριστόν, διαιρῶν δὲ καὶ κατασμικρύνων τὴν δόξαν αὐτοῦ τὸ τοῦ ἀντι‐ χρίστου πνεῦμα ἔχων ἁλώσεται. Καὶ ἡμεῖς ἐθεασάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκε τὸν υἱὸν σωτῆρα τοῦ κόσμου. ὃς ἂν ὁμολογήσηι ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεο, ὁ θεὸς ἐν αὐτῶι μένει καὶ αὐτὸς ἐν τῶι θεῶι. Ἀπεστάλθαι φαμὲν παρὰ
10τοῦ θεοῦ καὶ πατρὸς τὸν υἱόν, τουτέστι τὸν ἐξ αὐτοῦ κατὰ φύσιν μονογενῆ λόγον, ὠνο‐ μάσθαι δὲ αὐτὸν Ἰησοῦν, ὅτε καὶ τὴν κατὰ σάρκα γέννησιν ἐκ γυναικὸς ὑπέμεινεν οἰκονο‐ μικῶς. οὐκοῦν ὁ ἐκ θεοῦ λόγος γέγονεν ἄνθρωπος κἂν εἴ τις οὕτως ὁμολογήσειεν αὐτόν, ἔχει μένοντα ἐν αὐτῶι τὸν θεόν, ἔσται δὲ καὶ αὐτὸς ἐν θεῶι· μνησθήσεται γὰρ αὐτοῦ, λογιεῖται δὲ καὶ οἰκεῖον ὡς μέτοχον αὐτοῦ. ὁ δὲ μὴ ὁμολογῶν ὅτι αὐτὸς ὁ ἐκ πατρὸς
15λόγος Ἰησοῦς ἐστιν, καθεὶς ἑαυτὸν εἰς ἀνθρωπότητα, οὔτε θεὸν ἐν αὐτῶι πλουτήσειεν ἂν οὔτε μὴν αὐτὸς ἐν θεῶι ἔσται κατά γε τὸν τῆς πνευματικῆς οἰκειότητος τρόπον. Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός, ἐκ θεοῦ γεγέννηται. Οὐκοῦν ὁ μὴ πιστεύων οὐδὲ ἐν τέκνοις θεοῦ καταλογισθείη ἄν. εἰ γὰρ ὅσοι τὸν υἱὸν ἔλαβον, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, καθά φησιν ὁ εὐαγγε‐
20λιστής, οἱ μὴ λαβόντες αὐτὸν οὐδ’ ἂν ἐν τέκνοις θεοῦ καταλογισθεῖεν, τὸν δι’ οὗ τοῦτο ὑπάρχει, μὴ ἐγνωκότες. Τίς δέ ἐστιν ὁ νικῶν τὸν κόσμον εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεο; οὗτός ἐστιν ὁ ἐλθὼν δι’ ὕδατος καὶ αἵματος Ἰησοῦς Χριστός, οὐκ ἐν τῶι ὕδατι μόνον, ἀλλ’ ἐν τῶι ὕδατι καὶ αἵματι. καὶ τὸ πνεῦμά ἐστι
25τὸ μαρτυροῦν, ὅτι τὸ πνεῦμά ἐστιν ἡ ἀλήθεια, ὅτι τρεῖς μαρτυροῦσι, τὸ πνεῦμα καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα καὶ οἱ τρεῖς τὸ ἕν εἰσι. Νικᾶι μὲν τὸν κόσμον ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ· τίς δέ ἐστιν Ἰησοῦς, αὐτὸς ἡμῖν ὁ μαθητὴς διατρανοῖ λέγων· οὗτός ἐστιν ὁ ἐλθὼν δι’ ὕδατος καὶ αἵματος Ἰησοῦς Χριστός. 〈οὐκ ἐν ὕδατι μόνον,〉 ἀλλὰ καὶ ἐν ὕδατί φησι καὶ ἐν αἵματι καὶ ἐν πνεύ‐
30ματι καὶ τοὺς τρεῖς τὸ ἓν εἶναί φησιν. οὐκοῦν γέγονε μὲν σὰρξ ὁ λόγος, ἁγιάζει δὲ ἡμᾶς τῶι πνεύματι καὶ καθαρίζει τῶι αἵματι καὶ ἀπολούει πάλιν ὕδατι καθαρῶι. εἷς δὲ δὴ πάντως υἱός, οὗ καὶ εἶναι φαμὲν τὸ πνεῦμα καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα. Εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρτυρία τοῦ θεοῦ μείζων ἐστίν, ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ θεοῦ ὅτι μεμαρτύρηκε περὶ
35τοῦ υἱοῦ αὐτο. ὁ πιστεύων εἰς τὸν υἱὸν τοῦ θεοῦ ἔχει τὴν μαρτυρίαν ἐν ἑαυτῶι· ὁ μὴ πιστεύων τῶι θεῶι ψεύστην πεποίηκεν αὐτόν, ὅτι οὐκ ἐπίστευσεν εἰς τὴν μαρτυρίαν ἣν ἐμαρτύρησε περὶ τοῦ υἱοῦ τοῦ θεο. Μεμαρτύρηκεν ὁ πατὴρ τῶι υἱῶι διὰ τοῦ πνεύματος καὶ διὰ φωνῆς. ὅτι γάρ ἐστιν υἱὸς αὐτοῦ κατὰ ἀλήθειαν, μαρτυρήσειεν ἂν τὸ χορηγεῖν δύνασθαι τοῖς ἁγίοις τὸ πνεῦμα αὐτὸν
40καὶ δι’ αὐτοῦ δυνάμεις ἐνεργεῖν. καὶ γοῦν ἔφασκεν ὅτι ἐκεῖνος ἐμὲ δοξάσει.
μεμαρτύρηκε δὲ καὶ καθ’ ἕτερον τρόπον. ἔδειξε γὰρ αὐτὸν ἐν τῶι Ἰορδάνηι λέγων·

1,1,5

98

οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ὧι ηὐδόκησα. ὅσοι τοίνυν ἀποδιαιροῦντές φασιν οὐκ εἶναι υἱὸν ἀληθινὸν τὸν ἐκ γυναικός, ἀναφέρουσι δὲ τὸ τῆς υἱότητος ὄνομα ἐπὶ γυμνὸν καὶ μόνον τὸν ἐκ θεοῦ λόγον, ψεύστην ποιοῦσι τὸν πατέρα· σαρκωθέντα γὰρ τὸν λόγον ὑπέδειξεν ἐν τῶι Ἰορδάνηι καὶ τότε μεμαρτύρηκε τὸ πνεῦμα αὐτῶι ὅτι καὶ θεός
5ἐστι καὶ υἱὸς ἀληθῶς. Ὅτι ζωή Ἐκ τοῦ κατὰ Ματθαῖον εὐαγγελίου Ἐπὶ τῆι θυγατρὶ τοῦ ἀρχισυναγώγου γέγραπται ὅτι ὅτε ἐξεβλήθη ὁ ὄχλος, εἰσελθὼν ὁ Ἰησοῦς ἐκράτησε τῆς χειρὸς αὐτῆς, καὶ ἠγέρθη τὸ κοράσιον.
10Διὰ τί μὴ μᾶλλον ὡς ἐπὶ τοῦ Λαζάρου ἠρκέσθη λόγωι πρὸς τὴν ἀνάστασιν τοῦ κορασίου, ἐκράτησε δὲ καὶ τῆς χειρὸς αὐτῆς; ἵνα δείξηι ζωοποιὸν τὸ αὐτοῦ σῶμα· σῶμα γάρ ἐστι ζωῆς. οὐκοῦν φυσικὴ μᾶλλον καὶ ἀληθὴς ἡ ἕνωσις ἡ πρὸς τὴν σάρκα τοῦ λόγου καὶ οὐ καθά φασιν ἐξ ἀμαθίας τινές, ὡς ἐν μόνοις πέπρακται προσώποις ἢ κατὰ ψιλὴν εὐφημίαν καὶ θέλησιν ἤτοι συνάφειαν ἁπλῶς.
15Ἐκ τοῦ κατὰ Ἰωάννην εὐαγγελίου Ἐργάζεσθε, φησί, μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει· τοῦ‐ τον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός. Βρῶσιν ἡμῖν δέδωκεν ὁ υἱὸς τοῦ ἀν‐ θρώπου τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, δηλονότι τὴν σάρκα αὐτοῦ· καὶ γάρ ἐστι ζωο‐
20ποιός. εἶτα πῶς οὐ θεὸς ὁ ζωοποιεῖν δυνάμενος καὶ διὰ τῆς ἰδίας σαρκὸς ἐοικώς τε κατὰ πάντα τῶι θεῶι καὶ πατρί; τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ ἐσφραγίσθαι λέγειν αὐτὸν παρὰ τοῦ θεοῦ, τοῦ ἐσφραγίσθαι σημαίνοντος τὸ ἀκριβῶς ἐμφερές. ὥσπερ γὰρ εἰ κηρῶι τις ἐμπήξει σφραγῖδα χρυσῆν ἢ γοῦν ἐξ ἑτέρας ὕλης πεποιημένην, ὅλην ἐξ ὅλου τὴν αὐτῆς ἐμφέρειαν ἐνσημαίνεται, οὕτω καὶ ὁ θεὸς καὶ πατὴρ τοὺς τῆς ἑαυτοῦ φύσεως χαρακτῆρας
25οὐσιωδῶς ἐμπρέποντας ἔχει τῶι υἱῶι, καὶ τοῦτό ἐστι τὸ ἐσφραγίσθαι λέγειν αὐτὸν παρὰ τοῦ πατρός. Ἐκ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου Ἤγειρε τὸν Λάζαρον ὁ Χριστός, τὸ τοῦ ἀρχισυναγώγου θυγάτριον, τὸν τῆς χήρας υἱόν· εἶτα πῶς οὐ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ μὴ μόνον λόγωι καταπτοεῖν τὸν θάνατον δυ‐
30νάμενος, ἀλλὰ γὰρ καὶ τῆι τῆς χειρὸς ἁφῆι; καὶ γὰρ ἦν ἀκόλουθόν τε καὶ ἀναγκαῖον ζωο‐ ποιὸν εἶναι τὸ σῶμα τῆς κατὰ φύσιν ζωῆς. Ὅτι ἱλαστήριον διὰ πίστεως Ἐκ τῆς πρὸς Ῥωμαίους Περὶ Χριστοῦ φησιν· ὃν προέθετο ὁ θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῶι
35αὐτοῦ αἵματι εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ διὰ τὴν πάρεσιν τῶν

1,1,5

99

προγεγονότων ἁμαρτημάτων ἐν τῆι ἀνοχῆι τοῦ θεοῦ πρὸς τὴν ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῶι νῦν καιρῶι εἰς τὸ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦν. Εἰ οὐκ ἦν ἑτέρως ἱλαστήριον γενέσθαι Χριστὸν τοῖς ἐν ἁμαρτίαι καὶ ἀρᾶι καὶ θανάτου δίκηι πλὴν ὅτι δι’ αἵματος διὰ τὴν πάρεσιν
5τῶν προγεγονότων ἁμαρτημάτων ἐκχεῖσθαι μέλλοντος, πῶς οὐκ ἀναγκαῖον σάρκα γενέσθαι τὸν λόγον, ἵνα καὶ αἵματι τῶι ἰδίωι, δῆλον δὲ ὅτι τῶι τῆς ἑαυτοῦ σαρκός, δικαιώσηι πάντας τοὺς εἰς αὐτὸν πιστεύοντας; Ὅτι λελυτρώμεθα καὶ τὴν καταλλαγὴν πρὸς θεὸν ἐσχήκαμεν διὰ τοῦ αἵματος αὐτοῦ Ἐκ τῆς πρὸς Κορινθίους πρώτης
10 Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστὲ ἐν Χριστῶι Ἰησο, ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις, ἵνα καθὼς γέ‐ γραπται, ὁ καυχώμενος ἐν κυρίωι καυχάσθω. Λελυτρώμεθα τοίνυν ἐν Χρι‐ στῶι καὶ ἡγιάσμεθα καὶ σοφοὶ γεγόναμεν. πᾶσα δὲ δόσις ἀγαθὴ καὶ πᾶν δώ‐ ρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον παρὰ τοῦ πατρὸς τῶν φώτων,
15τουτέστι θεοῦ. εἶτα πῶς οὐ θεὸς ὁ Χριστὸς ὁ σοφίαν τε καὶ ἁγιασμὸν καὶ ἀπολύτρωσιν ἡμῖν δωρούμενος; Ὅτι λελυτρώμεθα διὰ τοῦ αἵματος τοῦ Χριστοῦ Ἐκ τῆς Πέτρου ἐπιστολῆς Εἰδότες ὅτι οὐ φθαρτοῖς ἀργυρίωι ἢ χρυσίωι ἐλυτρώθητε ἐκ τῆς μα‐
20ταίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίωι αἵματι, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου, Χριστο. Λελυτρώμεθα γὰρ τὸ ἴδιον σῶμα δεδωκότος ὑπὲρ ἡμῶν τοῦ Χριστοῦ. ἀλλ’ εἰ μὲν ὡς ἄνθρωπος νοεῖται κοινός, πῶς ἀντάξιον τῆς ἁπάντων ζωῆς τὸ αἷμα αὐτοῦ; εἰ δὲ θεὸς ἦν ἐν σαρκὶ ὁ πάντων ἀξιώτερος, ἀξιόχρεως εἰς λύτρωσιν τοῦ κόσμου παντὸς διὰ τοῦ ἰδίου αἵματος εἴη ἂν καὶ μάλα εἰκότως.
25Ὅτι ὁ Χριστοῦ θάνατος τῶι κόσμωι σωτήριος Ἐκ τῆς πρὸς Ῥωμαίους Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ θεὸς ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε. πολλῶι οὖν μᾶλλον δικαιω‐ θέντες νῦν ἐν τῶι αἵματι αὐτο, σωθησόμεθα δι’ αὐτοῦ ἀπὸ τῆς ὀργῆς.
30καὶ πάλιν· εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῶι θεῶι διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτο, πολλῶι μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῆι ζωῆι αὐτο. Οὐκοῦν εἰ μὴ ἑτέρως ἦν σώιζεσθαι τὸν κόσμον, εἰ μὴ ἐν αἵματι καὶ θανάτωι χρησίμως παραληφθέντι καὶ οἰκονομικῶς διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων ἐν τῆι ἀνοχῆι τοῦ θεο, σεσώσμεθα δὲ διὰ Χριστοῦ, πῶς οὐκ ἀναγκαῖος τῶι ἐκ θεοῦ
35φύντι λόγωι ὁ τῆς σαρκώσεως τρόπος, ἵνα δικαιώσηι μὲν ἐν τῶι αἵματι αὐτοῦ τοὺς εἰς αὐτὸν πιστεύοντας, καταλλάξηι δὲ τῶι πατρὶ διὰ τοῦ θανάτου τοῦ ἰδίου σώματος, ἵνα καὶ
συζήσωμεν αὐτῶι;

1,1,5

100

Ἢ ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θά‐ νατον αὐτοῦ ἐβαπτίσθημεν; συνετάφημεν οὖν αὐτῶι διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ πατρός, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Εἰ πᾶσά πως
5ἀνάγκη τοὺς ἐπὶ τῆς γῆς συνθάπτεσθαι τῶι Χριστῶι διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα ὥσπερ αὐτὸς ἐκ νεκρῶν ἐγήγερται, καὶ ἡμεῖς ἐν καινότητι περιπατήσωμεν ζωῆς ὡς συντεθαμμένοι καὶ συνεγηγερμένοι τῶι δι’ ἡμᾶς ἀποθανόντι καὶ ἐγηγερμένωι, χρειωδέστατά τε καὶ ἀναγκαίως τὸ τῆς ἐνανθρωπήσεως ἐπράχθη μυστήριον σαρκός τε καὶ αἵματος με‐ τέσχεν ὁ λόγος, ἵνα καὶ ἀποθανεῖν λεγομένωι σαρκικῶς καὶ μὴν καὶ ἐγηγερμένωι συναπο‐
10θάνωμεν καὶ συνεγερθῶμεν. Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῶι ὁμοιώματι τοῦ θανάτου αὐτο, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα. Κατὰ τὸν ἴσον τῶι πρώτωι τρόπον νοήσεις καὶ τοῦτο· ἐπειδὴ γὰρ δι’ ἀνθρώπου θάνατος, καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν· ὥσπερ γὰρ ἐν τῶι Ἀδὰμ πάντες ἀποθνήισκουσιν, οὕτω καὶ ἐν
15τῶι Χριστῶι πάντες ζωοποιηθήσονται. δεύτερος Ἀδὰμ κεχρημάτικεν ὁ Χριστὸς καὶ ὥσπερ ὁ πρῶτος Ἀδὰμ ἡμᾶς κατεβίβασεν εἰς φθοράν, οὕτως ὁ δεύτερος ἀνεκόμισεν εἰς ζωήν, οὐχ ὡς ἄνθρωπος ψιλὸς ἀποθανὼν ὑπὲρ ἡμῶν, ἵνα μὴ καὶ ἐν αὐτῶι μείνωμεν νεκροί, ἀλλ’ ὡς θεὸς ἐν σαρκὶ καὶ αὐτῆι πεπονθὼς ἀνθρωπίνως, ἵνα θεικῶς ἀναστήσαντι τὸν ἴδιον ναὸν συνεγερθῶμεν ἡμεῖς.
20Ἐκ τῆς πρὸς Γαλάτας Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα (γέγραπται γάρ· ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου), ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἁβραὰμ γένηται ἐν Χριστῶι Ἰησο, ἵνα τὴν ἐπαγγελίαν τοῦ πνεύματος λάβωμεν διὰ τῆς πίστεως. Ἄθρει δή μοι κἀντεῦθεν
25ὅτι γέγονε τῶι κόσμωι σωτήριος ὁ Χριστοῦ θάνατος· γέγονε γὰρ ὑπὲρ ἡμῶν κατάρα, σταυρὸν ὑπομείνας καὶ κρεμασθεὶς ἐπὶ ξύλου, ἵνα λύσηι τοῦ κόσμου τὴν ἁμαρτίαν, ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἁβραὰμ γένηται ἐν Χριστῶι Ἰησοῦ, τουτέστιν ἵνα δικαιωθῆι τὰ ἔθνη διὰ πίστεως κατὰ τὴν δοθεῖσαν ἐπαγγελίαν τῶι Ἁβραάμ, ἵνα τὴν ἐπαγγελίαν τοῦ πνεύματος λάβωμεν διὰ τῆς πίστεως. ὅτε τοίνυν καὶ τὴν ἐν νόμωι λέλυκεν ἀρὰν ὁ
30Χριστοῦ θάνατος καὶ προυξένησε τοῖς ἔθνεσι τὴν εὐλογίαν τοῦ Ἁβραάμ, τουτέστι τὴν διὰ πίστεως χάριν, μετόχους δὲ ἡμᾶς ἀπέφηνε καὶ τοῦ ἁγίου πνεύματος, οὐκ ἀνθρώπου κοινοῦ νοοῖτ’ ἂν ὁ θάνατος αὐτοῦ, περινοεῖν δὲ προσήκει μᾶλλον ὅτι σὰρξ γεγονὼς ὁ λόγος σαρκὶ πέπονθεν ὑπὲρ τοῦ κόσμου καὶ γέγονεν ἱκανὸν τὸ αὐτοῦ πάθος εἰς τὴν τοῦ παντὸς λύτρωσιν. Ἐκ τῆς πρὸς Ἐφεσίους
35 Νυνὶ δὲ ἐν Χριστῶι Ἰησοῦ οἵ ποτε ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τῶι αἵματι τοῦ Χριστο. αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν, ἐν τῆι σαρκὶ αὐτοῦ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας. Εἰ καὶ
τοὺς ὄντας μακρὰν διὰ τὸ πλανᾶσθαι κατὰ τὸν κόσμον καὶ ἐν ἀθεότητι διατελεῖν ἐγγὺς

1,1,5

101

πεποίηκε τὸ αἷμα Χριστοῦ, πῶς οὐκ ἀναγκαία τοῖς ἐπὶ τῆς γῆς ἡ τοῦ λόγου σάρκωσις, συλλέγουσα τὰ διηιρημένα καὶ προσοικειοῦσα μὲν τῶι θεῶι τοὺς μακράν, κτίζουσα δὲ τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον διὰ τῆς αὐτοῦ σαρκός; δέδοται γὰρ εἰς λύτρωσιν τῶν ἐν ἁμαρτίαις καὶ δι’ αὐτῆς τὰ πάντα κατεκτήσατο τῶι θεῶι καὶ πατρί, καὶ πρὸς τούτοις
5ἔτι καὶ ὁ πάλαι κατήργηται νόμος ὡς ὑπὲρ αὐτὸν οὔσης τῆς πίστεως, δῆλον δὲ ὅτι τῆς ἐν Χριστῶι. καὶ εἰ τοῦτό ἐστιν ἀληθές, πῶς ὑπὲρ νόμον ἡ πίστις, εἰ μὴ ὡς θεῶι πε‐ πιστεύκαμεν τῶι Χριστῶι; Ἐκ τῆς πρὸς Ἑβραίους Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει· θυσίαν καὶ προσφορὰν οὐκ
10ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας. τότε εἶπον· ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμο, τοῦ ποιῆσαι, ὁ θεός, τὸ θέλημά σου. Γέγονε μὲν τῶι κόσμωι σωτήριον τὸ τοῦ Χριστοῦ πάθος, πλὴν ἀναγκαῖον ἰδεῖν τίς ὁ εἰς τὸν κόσμον εἰσερχόμενος· ἦν γὰρ ἔξω τοῦ κόσμου πάντηι τε καὶ πάντως. ἐπεὶ πῶς εἰσβέβηκεν εἰς αὐτόν, εἰ οὐκ ἦν ἔξω
15κόσμου; τοιγαροῦν κατὰ φύσιν ὑπάρχων ὑπὲρ πάντα τὸν κόσμον ὡς θεὸς μονογενής, εἰσβέβηκεν εἰς αὐτὸν μέρος αὐτοῦ γεγονώς, τουτέστιν ἄνθρωπος, οὕτω τε τὴν ὑπὲρ ἡμῶν προσκομίσας θυσίαν καὶ ἑαυτὸν ἀναθεὶς σέσωκε τὴν ὑπ’ οὐρανόν. Διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσηι διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθεν. Αἷμα ἀνθρώπου κοινοῦ τίνα τρόπον ἁγίους ἡμᾶς ἀποφήνηι;
20ἀλλὰ μὴν ἡγίασε τὸ αἷμα Χριστοῦ. θεῖον οὖν ἄρα καὶ οὐχ ἁπλῶς ἀνθρώπινον· θεὸς γὰρ ἦν ἐν σαρκί, τῶι ἰδίωι αἵματι καθαρίζων ἡμᾶς. Ἐκ τῆς πρὸς Τίτον Εἷς γὰρ θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων ἄνθρωπος Χριστὸς Ἰησοῦς ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων. Σωτήριος ὁμολογουμένως
25ὁ τοῦ Χριστοῦ θάνατος τῶι κόσμωι παντί· πλὴν εἰ μή ἐστι θεός, πῶς ἂν ἀρκέσειεν εἰς τὸ γενέσθαι πάντων ἀντίλυτρον αὐτός τε καὶ μόνος; ἀλλὰ ἤρκεσε μόνος ὑπὲρ πάντων ἀποθανών, ὅτι καὶ ὑπὲρ πάντας ἐστί. θεὸς οὖν ἄρα ἐστί, τῶι θανάτωι τῆς ἰδίας σαρκὸς ἀποστήσας τοῦ κόσμου τὸν θάνατον. Ἐκ τῶν καθολικῶν
30Ἐκ τῆς Πέτρου ἐπιστολῆς Ὅτι ὁ τοῦ Χριστοῦ θάνατος τῶι κόσμωι σωτήριος Ὅτι Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ἀπέθανε, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ἡμᾶς προσαγάγηι τῶι θεῶι, θανατωθεὶς μὲν σαρκ, ζωοποιηθεὶς δὲ πνεύματι, ἐν ὧι καὶ τοῖς ἐν φυλακῆι πνεύμασι πορευθεὶς ἐκήρυξεν ἀπει‐
35θήσασί ποτε. Πολλοὶ τῶν ἁγίων ἀνήιρηνται προφητῶν, ἀλλ’ οὐδεὶς ἐκείνων ἀποθανεῖν

1,1,5

102

ὑπὲρ ἁμαρτιῶν εἴρηται οὔτε μὴν προσαγαγεῖν ἡμᾶς τῶι θεῶι διὰ τοῦ ἰδίου θανάτου, ἀλλ’ οὐδὲ ἐκήρυξέ τις τοῖς ἐν φυλακῆι πνεύμασιν. πέπραχε δὲ τοῦτο Χριστὸς καὶ δι’ αὐτοῦ τε καὶ ἐν αὐτῶι λελυτρώμεθα καὶ τὸ αὐτοῦ πάθος ἦν τῶι κόσμωι σωτήριον. ἀπέθανε τοίνυν ὑπὲρ ἡμῶν, οὐχ ὡς ἄνθρωπος εἷς ὑπάρχων τῶν καθ’ ἡμᾶς, ἀλλ’ ὡς θεὸς ἐν σαρκί,
5τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα τὸ ἴδιον σῶμα διδούς. Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκ. Ὡς γὰρ ὑπάρχοντος θεοῦ τοῦ Χριστοῦ, σοφῶς καὶ ἐμφρόνως ὁ μαθητὴς σαρκὶ πεπονθέναι φησὶν αὐτόν, ὑπεξάγων τοῦ παθεῖν τὴν ἀπόρρητον φύσιν, ἧς ἀλλότριον τὸ παθεῖν. ἰδίαι τοίνυν πέπονθε σαρκί, καίτοι τοῦ παθεῖν ἀμοιρεῖν εἰθισμένος, ὁ ἐκ θεοῦ λόγος. θεὸς οὖν ἄρα Χριστός, θεικῶς
10μὲν ἀπαθής, παθητὸς δὲ κατὰ τὴν σάρκα. Ὅτι ὁ Χριστοῦ θάνατος τῶι κόσμωι σωτήριος Ἐκ τοῦ κατὰ Ἰωάννην εὐαγγελίου Ταῦτα οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὸ πρῶτον· ἀλλ’ ὅτε ἐδοξάσθη Ἰησοῦς, τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ’ αὐτῶι γεγραμμένα. καὶ πάλιν·
15ὁ δὲ Ἰησοῦς ἀποκρίνεται αὐτοῖς λέγων· ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῆι ὁ υἱὸς τοῦ ἀνθρώπου. ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνηι, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνηι, καρπὸν πλείονα φέρει. Ἔστι δὲ οὐκ ἀμφίλογον ὅτι σέσωσται πᾶς ὁ κόσμος ἀποθανόντος ὑπὲρ αὐτοῦ τοῦ Ἐμμανουήλ, πλὴν ἐκεῖνο λέγομεν· πῶς ἀποθανὼν ἐδοξάσθη; καίτοι μᾶλλον
20μῶμον ἀσθενείας ἔχει τὸ χρῆμα, ὅθεν καὶ αἰσχύνης καταφρονῆσαι λέγεται, γεγονὼς ὑπήκοος μέχρι θανάτου. ἀλλὰ ἴσως ἐρεῖς δεδοξάσθαι διὰ τὴν ἀνάστασιν αὐτόν. ὀρθῶς ἔχει καὶ ἀληθὴς ὁ λόγος. ἆρ’ οὖν ἀνεβίω θεικῶς μᾶλλον ἢ ἀνθρωπίνως; ἀλλὰ οἶμαι θεικῶς. ὅταν οὖν αὐτὸς ὁ ἐκ θεοῦ λόγος σαρκὶ λέγηται παθεῖν, μὴ αἰσχυνώμεθα τὸ πάθος· δόξαν γὰρ ἔχει τὸ τέλος καὶ τοῦτο θεοπρεπῆ.
25Ὅτι εἷς υἱὸς τοῦ θεοῦ καὶ κύριος Ἰησοῦς Χριστός Ἐκ τῆς πρὸς Ῥωμαίους ρ’ οὖν αὐτὸς ἐγὼ τῶι μὲν νοὶ δουλεύω νόμωι θεο, τῆι δὲ σαρκὶ νόμωι ἁμαρτίας. οὐδὲν ἄρα κατάκριμα τοῖς ἐν Χριστῶι Ἰησο. ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρ‐
30τίας καὶ τοῦ θανάτου. τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ὧι ἠσθένει διὰ τῆς σαρκός, ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῆι σαρκ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῆι ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. Μάχονται μὲν γὰρ ὁμολογουμένως ἀλλήλοις ἡ σὰρξ καὶ τὸ πνεῦμα, τουτέστι
35τὸ φρόνημα τὸ σαρκικὸν καὶ τῶν ἐμφύτων ἡδονῶν τὸ κίνημα καὶ τῆς κατὰ πνεῦμα ζωῆς
ἡ δύναμις, κἂν ὁ θεῖος ἡμᾶς ἀποφέρηι νόμος εἴς γε τὸ δεῖν ἑλέσθαι τὸ ἀγαθόν, ἀλλὰ ἡ

1,1,5

103

τῆς σαρκὸς ἐπιθυμία καταβιάζεται πρὸς τὸ ἐναντίον. λέλυται δὲ νῦν ἐν Χριστῶι τὸ ἀντιστατοῦν καὶ ἠτόνησε μὲν τῆς ἁμαρτίας ὁ νόμος, κεκράτηκε δὲ ὁ τοῦ πνεύματος. διὰ ποίαν αἰτίαν; πέπομφε γὰρ ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, ἵνα κατακρίνηι τὴν ἁμαρτίαν ἐν τῆι σαρκί. εἶτα πῶς οὐ χρειωδεστάτη λίαν ἡ τοῦ λόγου
5σάρκωσις; κατακέκριται γὰρ οὕτω καὶ ἐν τῆι σαρκὶ ἡμῶν ἡ ἁμαρτία. εἰ δὲ οὐ γέγονε σὰρξ ὁ λόγος, ἀπομεμένηκεν ἀδιόρθωτα τὰ καθ’ ἡμᾶς καὶ δουλεύομεν τῆι σαρκὶ νόμωι ἁμαρτίας, οὐδενὸς ἐν ἡμῖν αὐτὴν καταργήσαντος. οὐκοῦν ἀναγκαίαν εἶναι φαμὲν τὴν καθ’ ὑπόστασιν ἕνωσιν τοῦ λόγου πρὸς τὴν σάρκα καὶ οὐχὶ δὴ μόνην τὴν ἐν προσώποις καὶ κατὰ θέλησιν ἤτοι συνάφειαν ἁπλῆν, καθά φασί τινες.
10 Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν; ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῶι τὰ πάντα ἡμῖν χαρίσεται; Εἰ τὸν ἴδιον υἱόν, δῆλον δὲ ὅτι τὸν ἐκ τῆς οὐσίας αὐτοῦ, δέδωκεν ὑπὲρ ἡμῶν ὁ θεὸς καὶ πατήρ, πέπονθε δὲ κατὰ σάρκα καὶ οὐ φύσει θεότητος, ἴδιον ἄρα ἦν αὐτοῦ τὸ πεπονθὸς σῶμα, ἵνα καὶ αὐτὸς
15νοῆται παθὼν οἰκονομικῶς ὁ παθεῖν οὐκ εἰδώς. τὸ τοίνυν ἀπομερίζειν εἰς δύο τὸν ἕνα δυσσεβές· οὐκέτι γὰρ ἴδιον υἱὸν εὑρίσκεται δοὺς ὑπὲρ ἡμῶν ὁ πατήρ, εἴπερ ἐστὶν ἄνθρωπος διηιρημένως καὶ οὐχὶ δὴ μᾶλλον ὡς ἐν προσλήψει σαρκὸς ὁ ἐκ θεοῦ λόγος. Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν θεο; θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων; Χριστὸς Ἰησοῦς ὁ ἀποθανών, μᾶλλον δὲ καὶ ἐγερθείς, ὅς ἐστιν ἐν δεξιᾶι
20τοῦ θεο, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν. Εἰ δικαιοῖ τῆι πίστει Χριστός, θεὸς δέ ἐστιν ὁ δικαιῶν, θεὸς ἄρα ἀληθὴς ὁ Χριστός. καὶ εἴπερ ἐστὶν ἐν δεξιᾶι τοῦ θεοῦ, καίτοι τεθνεὼς καὶ ἐγηγερμένος, συγκάθηται δὲ τῶι πατρί, ἴδιον ἄρα τοῦ λόγου τὸ σῶμά ἐστι. συνεδρεύει γὰρ οὕτω τῶι πατρὶ μετὰ τῆς ἀναληφθείσης σαρκὸς ὡς υἱὸς κατὰ φύσιν, καὶ εἰ γέγονε σὰρξ ὁ λόγος.
25 Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει· μὴ εἴπηις ἐν τῆι καρδίαι σου· τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ’ ἐστὶ Χριστὸν καταγαγεῖν· ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ’ ἐστὶ Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. ἀλλὰ τί λέγει; ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῶι στόματί σου καὶ ἐν τῆι καρδίαι σου, τουτέστι τὸ ῥῆμα τῆς πίστεως, ὃ κηρύσσομεν ὅτι ἐὰν ὁμολογήσηις
30ἐν τῶι στόματί σου κύριον Ἰησοῦν καὶ πιστεύσηις ἐν τῆι καρδίαι σου ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσηι· καρδίαι γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. Εἰ κατά γε τὸ τισὶ δοκοῦν ἄνθρωπος θεοφόρος νοεῖται Χριστὸς καὶ μόνην ἔχων τὴν ἐν προσώποις ἕνωσιν πρὸς τὸν ἐκ θεοῦ λόγον, τίνος ἕνεκα πιστεύοντες εἰς αὐτὸν ὡς εἰς κύριον, ὁμολογοῦντες δὲ
35καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ, δικαιούμεθα τῆι πίστει τῆι εἰς αὐτόν; πράττεται δὲ ἡ πίστις ὡς εἰς θεὸν δηλονότι. ἀναγκαία τοιγαροῦν ἡ καθ’ ὑπόστασιν ἕνωσις τοῦ θεοῦ λόγου πρὸς τὰ ἀνθρώπινα. ἕνα γὰρ οὕτω Χριστὸν ὡς κύριον κατὰ φύσιν ὁμολογήσομεν καὶ τῆς αὐτοῦ σαρκὸς τὴν ἀνάστασιν ἐπιγινώσκοντες, ὡς εἰς θεὸν πιστεύοντες δικαιούμεθα. Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῶι ζῆι καὶ οὐδεὶς ἑαυτῶι ἀποθνήισκει. ἐάν
40τε οὖν ζῶμεν, τῶι κυρίωι ζῶμεν, ἐάν τε ἀποθνήισκωμεν, τῶι κυρίωι ἀπο‐

1,1,5

104

θνήισκομεν. ἐάν τε οὖν ζῶμεν ἐάν τε ἀποθνήισκωμεν, τοῦ κυρίου ἐσμέν· εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσηι. Προσπεφώνηκέ που τοῖς ἐξ ἐθνῶν ὁ μακάριος Παῦλος· νυνὶ δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεο, πῶς ἐπιστρέφετε ἐπὶ τὰ ἀσθενῆ
5καὶ πτωχὰ στοιχεῖα τοῦ κόσμου, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε; λελυτρώμεθα τοίνυν διὰ τῆς πίστεως τῆς εἰς Χριστὸν ἐκ τῆς τῶν στοιχείων δουλείας καὶ ἠνέχθημεν εἰς τὸ δουλεύειν θεῶι ζῶντι καὶ ἀληθινῶι. εἰ δὲ ἀπέθανεν ὁ Χριστός, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσηι, καὶ αὐτῶι ζῶμεν ὡς θεῶι ζῶντι καὶ ἀληθινῶι, πῶς οὐκ ἀναγκαία τῶι λόγωι ἡ πρὸς σάρκα γέγονεν ἕνωσις ἀληθής; ἐν αὐτῆι γὰρ ἀποθανὼν κε‐
10κυρίευκε καὶ ζώντων καὶ νεκρῶν. Ἐκ τῆς πρὸς Κορινθίους πρώτης Ἔπινον γάρ, φησίν, ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Τὸ Χριστός ὄνομα τέθειται τῶι Ἐμμανουήλ, ὅτε γεγέννηται διὰ τῆς ἁγίας παρθένου. πῶς οὖν αὐτὸς ἦν ἡ πέτρα ἡ ποτίζουσα τὸν Ἰσραήλ; ἀλλ’ ἐστὶ δῆλον
15ὅτι Χριστὸν καὶ υἱὸν οἶδεν ἕνα τὸ γράμμα τὸ ἱερόν. γεγονὼς γὰρ ὁ λόγος σάρξ, πάλιν αὐτός ἐστιν ἡ πνευματικὴ πέτρα, τῆς οἰκείας φύσεως τὸ πρεσβύτατον οὐκ ἀποβα‐ λὼν διὰ τὸ νέον τῆς οἰκονομίας. Ἐκ τῆς πρὸς Κορινθίους δευτέρας
20 Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα· εἰ δὲ ἐγνώκα‐ μεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. Τί δὴ ἄρα φησὶν ὁ Παῦλος; ἆρα Χριστὸν ἀρνεῖται μετὰ τὴν ἀνάστασιν; οὐκ οἶδεν αὐτὸν ἐγηγερμένον σαρκὶ καὶ ἀναληφθέντα μετ’ αὐτῆς εἰς τὸν οὐρανόν; καὶ τίς ὁ φάναι τοῦτο τολμῶν; οὕτω γὰρ οἶδε καὶ ἀναληφθέντα καὶ ἥξοντα κατὰ καιρούς, ὃν τρόπον ἀναβέβηκεν εἰς τὸν οὐρανόν.
25πῶς οὖν οὐκ εἰδέναι φησὶ κατὰ σάρκα υἱόν; ὅτι μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν οὐκ ἐκ τῶν τῆς σαρκὸς ἔτι μέτρων, ἀλλ’ ὡς ἐκ θείας ὑπεροχῆς ἄμεινον αὐτὸν εἰδέναι καὶ ὁμο‐ λογεῖν. οὔπω γὰρ πληρωθείσης τῆς οἰκονομίας, ἐκηρύττετο κατὰ σάρκα, ἵνα πιστεύηται γεγονὼς ἄνθρωπος ὁ μονογενής· ἐπεὶ δὲ τετέλεσται τὸ μυστήριον, ἀφ’ ὧν ἐστι θεός, ἄμει‐ νον αὐτὸν ὁμολογεῖν ἢ ἀπό γε τοῦ κεκενῶσθαι διὰ τὴν σάρκα. εἷς οὖν Χριστὸς καὶ
30υἱὸς καὶ κύριος. Γινώσκετε γὰρ τὴν χάριν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὅτι δι’ ἡμᾶς ἐπτώχευσε πλούσιος ὤν, ἵνα ὑμεῖς τῆι ἐκείνου πτωχείαι πλουτή‐ σητε. Εἰ μόνον ἄνθρωπος ὁ Χριστὸς καὶ οὐ καθ’ ἕνωσιν ἀληθῆ τὴν πρὸς τὸν θεὸν λόγον πλούσιος ὡς θεός, πῶς ἐπτώχευσε; τίς γὰρ ὅλως ὁ τῆς ἀνθρωπότητος πλοῦτος;
35εἴρηται γὰρ ἀνθρώπωι παντί· τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες; ἀλλὰ ἐπτώχευσε πλού‐ σιος ὢν ὡς θεός· ἐπτώχευσε γὰρ τὸ τῆς ἀνθρωπότητος μικροπρεπὲς οἰκειωσάμενας οἰ‐ κονομικῶς ὁ πλούσιος ἀληθῶς ἐκ πατρὸς λόγος. εἷς ἄρα Χριστὸς καὶ υἱὸς καὶ πλού‐ σιος μὲν ὡς θεός, πτωχὸς δέ, ὅτι γέγονεν ἄνθρωπος, ἵνα ἡμεῖς [γενώμεθα] πλούσιοι
δι’ αὐτόν.

1,1,5

105

Ἐκ τῆς πρὸς Γαλάτας Παῦλος ἀπόστολος, οὐκ ἀπ’ ἀνθρώπων οὐδὲ δι’ ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ θεοῦ πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν. Ἆρα οὖν οὐχὶ θεὸν ἐνηνθρωπηκότα καὶ ἕνα τὸν ἐξ ἀμφοῖν ἀποφαίνει διὰ τούτων ἡμῖν υἱὸν καὶ
5κύριον ὁ μυσταγωγός; ἔφη μὲν γὰρ ἀπεστάλθαι οὔτε ἀπ’ ἀνθρώπων οὔτε δι’ ἀνθρώπου, προστέθεικε δὲ ὅτι ἀλλὰ διὰ Ἰησοῦ Χριστο. καίτοι πῶς οὐκ οἶδεν ἄνθρωπον ὄντα Χριστὸν ὁ οὕτω τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανὸν κηρύξας αὐτόν; ἀλλ’ οἶδεν ὄντα οὐκ ἄνθρωπον ἁπλῶς, ἐνηνθρωπηκότα δὲ μᾶλλον τὸν ἐκ θεοῦ λόγον καὶ οὐ θεὸν ἐν ἀν‐ θρώπωι νοούμενον, ἀλλ’ ὡς αὐτόχρημα γενόμενον ἄνθρωπον μετὰ τοῦ εἶναι θεόν. ὅταν
10οὖν λέγηι παρὰ ἀνθρώπου μὴ ἀπεστάλθαι, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ, πῶς οὐχ ἅπασιν ἐναρ‐ γὲς ὅτι καὶ θεὸν αὐτὸν οἶδεν ἀληθινὸν μετὰ τοῦ καὶ ἐν σαρκὶ γενέσθαι καὶ καθ’ ἡμᾶς; σημαίνει τοίνυν αὐτὸν οὐκ ἀπό γε τῶν τῆς κενώσεως μέτρων, ἀλλὰ ἐκ τῆς θείας αὐτοῦ καὶ κατὰ πάντων ὑπεροχῆς. Ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε
15δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ γενό‐ μενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγορά‐ σηι, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. Τίνα πέπομφεν ὁ θεὸς καὶ πατήρ, ὃς καὶ γέγονεν ἐκ γυναικός, γέγονε δὲ καὶ ὑπὸ νόμον; ἆρ’ οὐχὶ φάναι πρέπει καὶ περινοεῖν ἄξιον ὅτι πέπομφεν ἐκεῖνον ὃς οὐκ ἂν γέγονεν ἐκ γυναικὸς οὐδ’ ἂν ἔπραξεν ὑπὸ νόμον,
20εἰ [μὴ] μεμένηκεν ὅπερ ἦν, ἔξω δηλονότι σαρκὸς καὶ αἵματος; ἀλλά ἐστι σαφὴς ὁ λόγος· ὁ γὰρ ἐκ θεοῦ πατρὸς λόγος γέγονεν ἐκ γυναικὸς κατὰ σάρκα, ὁ τοῦ νόμου κύριος ὡς θεὸς γέγονεν ὑπὸ νόμον, ἵνα γένηται καὶ ἀδελφὸς τοῖς ὑπὸ νόμον. οὕτω γὰρ ἀπελά‐ βομεν ἡμεῖς τὴν υἱοθεσίαν. ὥστε εἰ μὴ γέγονεν ὑπὸ νόμον καὶ ἐκ γυναικός, οὐδ’ ἂν ἦμεν ἀδελφοὶ τῶι κατὰ φύσιν κυρίωι καὶ θεῶι· ἐπειδὴ δὲ γέγονε, δι’ αὐτοῦ τὸ χρῆμα πε‐
25πλουτήκαμεν. ἀπόδειξιν δὲ ποιεῖται σαφῆ τοῦ πράγματος ὁ θεσπέσιος Παῦλος, ἐπε‐ νεγκὼν εὐθύς· ὅτι δὲ ἐστὲ υἱο, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον· ἀββ, ὁ πατήρ. πῶς οὖν πνεῦμα τοῦ ἐκ γυναικὸς καὶ ὑπὸ νόμον τὸ ἅγιόν ἐστι πνεῦμα, δι’ οὗ καὶ κράζομεν ἀββ, ὁ πα‐ τήρ, εἰ μὴ θεὸς ὁ Χριστὸς εἷς ὢν καὶ υἱός;
30Ἐκ τῆς πρὸς Ἐφεσίους Εἷς κύριος, μία πίστις, ἓν βάπτισμα· εἷς θεὸς καὶ πατὴρ πάντων 〈ὁ ἐπὶ πάν‐ των〉 καὶ διὰ πάντων καὶ ἐν πᾶσιν. ἑνὶ δὲ ἑκάστωι ἡμῶν ἐδόθη ἡ χάρις αὕτη κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστο. δι’ ὃ λέγει· ἀναβὰς εἰς ὕψος ἠιχμα‐ λώτευσεν αἰχμαλωσίαν καὶ ἔδωκε δόματα τοῖς ἀνθρώποις. τὸ δὲ ἀνέβη τί
35ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη εἰς τὰ κατώτατα μέρη τῆς γῆς; ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσηι τὰ πάντα.
Ἄθρει δή μοι πάλιν ὅσος ἐν τούτωι λόγος σαφέστατα τε καὶ ἐναργῶς ἀποφαίνει εἰδὼς καὶ

1,1,5

106

δυνάμενος ὅτι Χριστὸς καὶ κύριος εἷς, καθ’ ἕνωσιν οἰκονομικὴν συνενεχθέντος τοῦ λόγου πρὸς τὸ ἀνθρώπινον· εἷς γὰρ ἐξ ἀμφοῖν υἱὸς ἀληθής. ἐπεὶ πῶς εἷς κύριος; πῶς δὲ μία πίστις; ἢ πῶς ἕν ἐστι τὸ βάπτισμα; εἰ γὰρ υἱοὶ δύο, δύο που πάντως καὶ κύριοι, διττὴ καὶ ἡ πίστις καὶ οὐχ ἕν ἐστι τὸ βάπτισμα. εἰς τίνα γὰρ πεπιστεύκαμεν; ἢ εἰς τίνος
5ὄνομα βεβαπτίσμεθα; ἀλλὰ μὴν εἷς κύριος, μία πίστις, ἓν βάπτισμα· πρόδηλον οὖν ἄρα ὅτι καὶ εἷς υἱός, κἂν εἰ νοοῖτο καθ’ ἡμᾶς γεγονὼς ὁ μονογενής. τίς δὲ ὅλως ὁ ἀναβὰς εἰς ὕψος ἢ τίς ὁ κατελθὼν εἰς τὰ κατώτατα μέρη τῆς γῆς; οὐκοῦν αὐτὸς κατέβη μὲν ἀν‐ θρωπίνως, καθῆκε γὰρ ἑαυτὸν εἰς 〈ἑκούσιον〉 κένωσιν καὶ τεταπείνωκε, γενόμενος ὑπήκοος μέχρι θανάτου· ἀνέβη δὲ θεικῶς μετὰ τῆς σαρκὸς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσηι
10τὰ πάντα.
10Ἐκ τῆς πρὸς Φιλιππησίους Ἕκαστοι, τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῶι Ἰησο, ὃς ἐν μορφῆι θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῶι, ἀλλ’ ἑαυ‐ τὸν ἐκένωσε μορφὴν δούλου λαβὼν ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτόν, γενόμενος
15ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυρο. δι’ ὃ καὶ ὁ θεὸς αὐτὸν ὑπε‐ ρύψωσε καὶ ἐχαρίσατο αὐτῶι ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῶι ὀνό‐ ματι Ἰησοῦ [Χριστο] πᾶν γόνυ κάμψηι ἐπουρανίων καὶ ἐπιγείων καὶ κατα‐ χθονίων καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός. Σύνες ὅπως τὸν ἐν μορφῆι τοῦ θεοῦ καὶ πατρὸς ὑπάρ‐
20χοντα θεὸν λόγον οὐχ ἁρπαγμὸν ἡγήσασθαί φησιν τὸ εἶναι ἴσα θεῶι. ἔχων γὰρ τὸ εἶναι κατὰ φύσιν ἐν ἰσότητι τοῦ πατρὸς κεκένωκεν ἑαυτὸν καὶ μορφὴν δούλου λαβών, τουτέστιν ἄνθρωπος γεγονώς, καὶ οἷον ἐν εἴδει τῶι καθ’ ἡμᾶς εὑρεθεὶς τεταπείνωκεν ἑαυτόν. ἐπειδὴ δὲ καὶ αὐτὸν ὑπομεμένηκε τὸν σταυρόν, ὑψῶσθαί φησιν αὐτόν, δεδόσθαι δὲ αὐτῶι καὶ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ὥστε καὶ πᾶν γόνυ κάμψαι καὶ πᾶσαν αὐτῶι γλῶτταν
25ἐξομολογήσασθαι. πῶς οὖν ὁ ἐν μορφῆι καὶ ἰσότητι τοῦ θεοῦ καθῆκε μὲν ἑαυτὸν εἰς κένωσιν, ὑψῶσθαι δὲ μετὰ τοῦτο λέγεται; ἆρ’ οὐχὶ προδηλότατον τὸ Χριστοῦ μυστήριον; θεὸς γὰρ ὢν φύσει, γέγονεν ἄνθρωπος ἐν ταπεινώσει καὶ σμικροπρεπείαι· γεγονὼς δὲ καθ’ ἡμᾶς, εἰς τὴν ἑαυτοῦ δόξαν ἀναφοιτᾶι καὶ μετὰ σαρκός, καὶ πρέποι ἂν τὸ ὑψοῦσθαι τῆι οἰκονομίαι καὶ οὐχὶ δὴ μᾶλλον αὐτῆι τῆι φύσει τοῦ λόγου. εἷς οὖν ἄρα Χριστὸς θεὸς
30ἐν ἀνθρωπότητι καὶ μετὰ τῆς ἀνθρωπότητος ὑπάρχων ὃ ἦν. Ἐκ τῆς πρὸς Κολασσαεῖς Εὐχαριστοῦντες, φησί, τῶι πατρὶ τῶι ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῶι φωτ, ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτο,
35ἐν ὧι ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῶι ἐκτίσθη τὰ πάντα ἐν τῶι οὐρανῶι καὶ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι, τὰ πάντα δι’ αὐτοῦ καὶ
εἰς αὐτὸν ἔκτισται καὶ αὐτός ἐστι πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῶι

1,1,5

107

συνέστηκε καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας, ὅς ἐστιν ἀρχ, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων, ὅτι ἐν αὐτῶι ηὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι καὶ δι’ αὐτοῦ ἀποκα‐ ταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ
5αὐτοῦ εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς. Ἰδοὺ δὴ πάλιν εἰκόνα μὲν τοῦ θεοῦ τοῦ ἀοράτου φησὶν αὐτόν, ἐκτίσθαι δὲ δι’ αὐτοῦ θρόνους καὶ ἀρχὰς καὶ κυ‐ ριότητας διαβεβαιοῦται σαφῶς καὶ εἰς αὐτὸν τὰ πάντα καὶ ἐν αὐτῶι συνεστάναι λέγει καὶ αὐτὸν εἶναι τὴν κεφαλὴν τοῦ σώματος τῆς ἐκκλησίας καὶ πρωτότοκον ἐκ τῶν νεκρῶν. τίς οὖν ἄρα ἐστὶν ἡ εἰκὼν τοῦ θεοῦ, ὁ κτίστης τῶν ὅλων, εἰ μὴ αὐτὸς ὁ μονογενὴς τοῦ
10θεοῦ υἱός; ὃς καὶ γέγονε πρωτότοκος ἐκ νεκρῶν, ὡς ἀποθανὼν σαρκὶ τῆι ἰδίαι καὶ οὐχὶ δὴ μᾶλλον τῆι τινος ἑτέρου. εἷς οὖν Χριστὸς καὶ υἱός, θεός τε ὁμοῦ καὶ ἄνθρωπος. Ἐκ τῆς πρὸς Ἑβραίους Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῶι,
15ὃν ἔθηκε κληρονόμον πάντων, δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν. Φύσει τῶν ὅλων κύριος μετὰ τοῦ θεοῦ καὶ πατρὸς ὁ μονογενὴς αὐτοῦ λόγος εἶναι πεπίστευται, τίθεται δὲ κληρονόμος, ὅτε γέγονε σάρξ· εἴρηται γὰρ πρὸς αὐτὸν ὡς καθ’ ἡμᾶς ἄνθρωπον πεφηνότα δι’ ἡμᾶς· αἴτησαι παρ’ ἐμο, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου. ἀλλὰ δι’ αὐτοῦ τοῦ [θεοῦ τοῦ] κληρονόμου διὰ τὸ ἀνθρώπινον καὶ αὐτοὺς πε‐
20ποιῆσθαι τοὺς αἰῶνάς φησιν, εἰς τὸ τοῦ λόγου πρεσβύτατον τοῦ πράγματος ἔχοντος τὴν ἀναφοράν. εἷς οὖν ἄρα Χριστὸς καὶ υἱός, ὁ αὐτὸς θεός τε ὁμοῦ καὶ ἄνθρωπος. Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ φέρων τε τὰ πάντα τῶι ῥήματι τῆς δυνάμεως αὐτο, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾶι τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς,
25τοσούτωι κρείττων γενόμενος τῶν ἀγγέλων ὅσωι διαφορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα. Τὸ ἀπαύγασμα τῆς δόξης, ὁ χαρακτὴρ τῆς ὑπο‐ στάσεως τοῦ θεοῦ καὶ πατρός, τουτέστιν ὁ ἐξ αὐτοῦ κατὰ φύσιν υἱὸς μονογενής, τίνα τρόπον καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ποιησάμενος, δῆλον δὲ ὅτι διὰ τοῦ αἵματος αὐτοῦ, κεκάθικεν ἐν δεξιᾶι τοῦ πατρὸς καὶ κρείττων γενέσθαι λέγεται τῶν ἀγγέλων, καίτοι κατὰ
30φύσιν καὶ τῆι τῆς θεότητος ὑπεροχῆι τὰ πάντα νικῶν; οὐκοῦν καὶ ἄνθρωπος γεγονώς, πεπλεονέκτηκεν ὡς θεὸς τὴν ἀόρατον κτίσιν, ὁ αὐτὸς ὢν ἀπαύγασμα καὶ χαρακτὴρ 〈τῆς θεοῦ δόξησ〉 καὶ ἐργασάμενος τῶν ἁμαρτιῶν ἡμῶν τὸν καθαρισμὸν αἵματι τῶι ἰδίωι. εἷς οὖν ἄρα Χριστὸς καὶ υἱὸς καὶ κύριος. Ὅ τε γὰρ ἁγιάζων, φησί, καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες, δι’ ἣν
35αἰτίαν οὐκ ἐπαισχύνεται αὐτοὺς ἀδελφοὺς καλεῖν λέγων· ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. Τὸ κατὰ φύσιν ἅγιον οὐχ ἁγιάζεται, ὅτι μή ἐστι προσδεὲς ἁγιασμοῦ· τό γε μὴν ὡς ἐν μεθέξει τῆι παρ’ ἑτέρου γεγονὸς ἅγιον ἁγιάζειν
ἑτέρους οὐ δύναται. πῶς οὖν ὁ αὐτὸς ἁγιάζει καὶ ἁγιάζεται, ζητητέον. ἁγιάζει

1,1,5

108

τοίνυν ὡς θεός, ἰδίωμα φύσεως τῆς ἑαυτοῦ τὸ ἁγιάζειν δύνασθαι λαχών· ἁγιάζεται δὲ μεθ’ ἡμῶν κατὰ τὸ ἀνθρώπινον. εἷς οὖν ἄρα Χριστὸς καὶ υἱὸς καὶ κύριος, ἁγιάζων μὲν θεικῶς, ἁγιαζόμενος δὲ μεθ’ ἡμῶν ἀνθρωπίνως. Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς
5ἐκάθισεν ἐν δεξιᾶι τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ κύριος καὶ οὐκ ἄνθρωπος. Εἰ πᾶς ἱερεύς, καθά φησιν ὁ 〈αὐτὸσ〉 μακάριος Παῦλος, εἰς τὸ προσφέ‐ ρειν δῶρά τε καὶ θυσίας παραλαμβάνεται, οὐχ ἑαυτοῖς τελοῦσι τὰς λατρείας οἱ καλού‐ μενοι πρὸς ἱερωσύνην, θεῶι δὲ μᾶλλον, ὧι τὸ παρὰ πάσης τῆς κτίσεως ὀφείλεται σέβας.
10ὁ δὲ θεῶι λειτουργῶν οὐκ ἐν ἴσωι μέτρωι κείσεται θεοῦ οὔτε μὴν τὴν αὐτῶι καὶ μόνωι πρέ‐ πουσαν φορέσει δόξαν. εἶτα πῶς ἀρχιερεὺς ἡμῶν γεγονὼς ὁ Χριστὸς ἐν δεξιᾶι κάθηται τοῦ θεοῦ καὶ τὸν θρόνον ἔχει τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς καὶ τῶν ἁγίων ἐστὶ λειτουρ‐ γὸς καὶ τῆς σκηνῆς τῆς ἄνω καὶ ἀληθινῆς, ἑαυτῶι τε καὶ τῶι πατρὶ προσκομίζων τὰς παρὰ πάντων λατρείας; εἷς οὖν ἄρα ἐστὶ Χριστὸς καὶ υἱός, καθήμενος μὲν θεικῶς ἐν τῶι
15τῆς ἰδίας θεότητος θρόνωι, κεχρηματικὼς δὲ καὶ ἱερεὺς καὶ λειτουργὸς οἰκονομικῶς διὰ τὸ ἀνθρώπινον. Τοιγαροῦν καὶ ἡμεῖς τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρ‐ τύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι’ ὑπο‐ μονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς
20πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῶι χαρᾶς ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας, καὶ ἐν δεξιᾶι τοῦ θρό‐ νου τοῦ θεοῦ κεκάθικεν. Εἰ κοινὸς ἄνθρωπος ὁ Χριστὸς καὶ οὐχὶ θεὸς ἀληθῶς ἐν σαρκί τε καὶ καθ’ ἡμᾶς, ποίαν αὐτῶι προκεῖσθαί φησι τὴν χαράν; ἢ πῶς κεκάθικεν ἐν δεξιᾶι τοῦ θρόνου τοῦ θεοῦ; ἀλλὰ μὴν προύκειτό τε αὐτῶι χαρά (καὶ γάρ ἐστιν ἐν ἀκατα‐
25λήκτοις θυμηδίαις ἡ ἀνωτάτω φύσις), ὑπέμεινε δὲ σταυρόν, τὸ σταυρωθῆναι δυνάμενον ἴδιον ποιησάμενος σῶμα, καὶ αὐτὸς ὁ ἐσταυρωμένος κεκάθικεν ἐν δεξιᾶι τοῦ θεοῦ καὶ πατρός. εἷς ἄρα κύριος Ἰησοῦς Χριστός, σταυρωθεὶς μὲν ἀνθρωπίνως, συνεδρεύων δὲ θεικῶς τῶι πατρί. Ὅτι εἷς υἱὸς καὶ κύριος
30 Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου καὶ οὐδεὶς γινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις γινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ὧι ἂν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Οὐδενὸς γινώσκοντος τὸν υἱὸν εἰ μὴ μόνου τοῦ πατρός, πῶς ἀθετοῦσι τινὲς τὴν τοῦ πατρὸς μαρτυρίαν; ὑπέδειξε γὰρ τὸν ἴδιον υἱὸν ἐν τῶι Ἰορδάνηι, λέγων· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ὧι ηὐδόκησα.
35ἀλλ’ οὐ γυμνὸν ἡμῖν παρέδειξε τὸν ἴδιον λόγον, ἀλλὰ ἑνωθέντα σαρκί, καὶ οὐκ εἴρηκεν ὅτι ἐν τούτωι ἐστὶν ὁ υἱός μου, ἀλλ’ οὗτός ἐστιν, ὁ μετὰ σαρκός. εἷς ἄρα καὶ κύριος
καὶ υἱός.

1,1,5

109

Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῶι κόσμωι ἦν καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλα‐ βον. Θεολογήσας ἀρκούντως καὶ διὰ τοῦ φωτὸς τοῦ ἀληθινοῦ πεφωτίσθαι πάντα
5ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον εἰπὼν καὶ μὴν καὶ αὐτὸν πεποιῆσθαι τὸν κόσμον, εἰς τὰ ἴδιά φησιν αὐτὸν ἐλθεῖν. ἦλθε δὲ γεγονὼς ἄνθρωπος ὁ μονογενὴς ὡς πρὸς ἰδίους καὶ πρό γε τῶν ἄλλων τοὺς ἐξ αἵματος Ἰσραήλ. ὅτε τοίνυν αὐτός ἐστι τὸ φῶς τὸ ἀληθινόν, ὁ δι’ οὗ τὰ πάντα, καὶ αὐτός ἐστι μετὰ σαρκὸς ὁ ἐλθὼν εἰς τὰ ἴδια, πῶς οὐκ ἀναγκαῖον ἕνα Χριστὸν καὶ υἱὸν ὁμολογεῖν;
10 Καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτο, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Εἰ γέγονε σὰρξ ὁ λόγος, τουτέστι παραπλησίως ἡμῖν μετέσχεν αἵματος καὶ σαρκὸς καὶ σπέρματος Ἁβραὰμ ἐπελάβετο, ἵνα κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆι, πῶς ἂν ἐνδοιάσειέ τις ὅτι μεμένηκε λόγος, καὶ σὰρξ γεγονώς; ἄτρεπτος γὰρ ἡ τοῦ λόγου
15φύσις. καὶ εἰ κεχρημάτικεν ἡμῶν ἀδελφός, πῶς μονογενοῦς ἔχει δόξαν; οὐκοῦν κἂν εἰ γέγονε σάρξ, οὐδὲν ἧττόν ἐστι θεός, καὶ μονογενὴς μὲν ὡς θεός, πρωτότοκος δὲ διὰ τὸν ἀνθρώπινον σταυρόν. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγε λέγων, οὗτος ἦν ὁ εἰπών· ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν, ὅτι
20ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν. Ἰωάννης φησὶ περὶ τοῦ Χριστοῦ ὅτι ὁ ὀπίσω μου ἐρχόμενος, τουτέστιν ὁ μετ’ ἐμὲ φανερούμενος, ὃν αὐτὸς διε‐ κήρυξε δηλονότι, ἔμπροσθεν αὐτοῦ γέγονε, τουτέστι πρωτεύων κατὰ τὴν δόξαν· καὶ γὰρ ἦν καὶ ἐν ὑπάρξει πρῶτος ὡς θεός. πῶς οὖν ὁ μετ’ αὐτὸν πρὸ αὐτοῦ κατὰ χρό‐ νον; ὅτι θεὸς ἦν ὁ λόγος καὶ γέγονε σάρξ, ἔχων μὲν τὸ πρωτεύειν καθὸ λόγος ἐστί, δευ‐
25τερεύων δὲ κατὰ τὴν σάρκα. εἰ δὲ καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες μετεσχήκασιν οἱ ἅγιοι, πλῆρες δὲ μόνον ἐστὶ τὸ θεῖον, καθά φησιν διὰ τῆς Ἡσαίου φωνῆς, πρέποι ἂν αὐτῶι τε καὶ μόνωι τὸ ὡς ἐξ ἰδίου πληρώματος ἑαυτοῦ μετόχους ἀποτελεῖν ἑτέρους, πέ‐ πραχε δὲ τοῦτο Χριστός. εἷς ἄρα ἐστὶν υἱὸς καὶ κύριος ὁ ἐκ θεοῦ λόγος γενόμενος σάρξ, 〈ὁ〉 αὐτὸς θεός τε ὁμοῦ καὶ ἄνθρωπος. ἔχοι δ’ ἂν τὴν 〈αὐτὴν〉 διάνοιαν τὸ
30ἐφεξῆς ῥητόν· οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον· ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. ἰδοὺ γὰρ ἄνδρα λέγων αὐτὸν καὶ ἐρχόμενον ὀπίσω, πρῶτον εἶναί φησιν ὡς θεόν· ἐν ἀρχῆι γὰρ ἦν ὁ λόγος καὶ θεὸς ἦν ὁ λόγος. Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ πνεῦμα καταβαῖνον
35ὡσεὶ περιστερὰν ἐξ οὐρανοῦ καὶ μένον ἐπ’ αὐτόν, κἀγὼ οὐκ ἤιδειν αὐτόν, ἀλλ’ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· ἐφ’ ὃν ἂν ἴδηις τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν τῶι πνεύματι τῶι ἁγίωι. κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεο. Ὅρα σαφῶς τε καὶ ἐναργῶς ἐν τούτοις τὸν κύριον ἡμῶν Ἰησοῦν
40τὸν Χριστὸν δεχόμενον μὲν ἀνθρωπίνως τὸ πνεῦμα διὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν (πλού‐ σιος γὰρ ὢν ἐπτώχευσε δι’ ἡμᾶς), βαπτίζοντα δὲ θεικῶς ἐν τῶι ἁγίωι πνεύματι. τίνι
γὰρ ἂν πρέποι τὸ χορηγεῖν δύνασθαι τὴν τοῦ πνεύματος χάριν πλὴν ὅτι τῶι φύσει τε

1,1,5

110

καὶ ἀληθῶς ὄντι θεῶι; εἷς οὖν ἄρα Χριστὸς καὶ υἱὸς καὶ μαρτυρήσει λέγων ὁ βαπτι‐ στής· κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεο. οὗτος δὲ ποῖος; ὃν τεθέαται μὲν ἀνθρωπίνως τὸ πνεῦμα δεχόμενον, οἶδε δὲ βαπτίζοντα θεικῶς ἐν τῶι ἁγίωι πνεύματι.
5 Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύσετε; καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου. Πῶς καταβέβηκεν ἐξ οὐρανοῦ ὁ υἱὸς τοῦ ἀνθρώπου, καίτοι τῆς ἁγίας σαρκὸς γεννηθείσης ἐκ γυναικός; ἀλλ’ ἴδιον ἦν τὸ σῶμα τοῦ ἐξ οὐρανοῦ καταφοιτήσαντος λόγου, ὃς καὶ γέγονεν υἱὸς ἀνθρώπου. εἷς
10οὖν ἄρα Χριστὸς καὶ υἱός· οὕτως ἴδια μὲν τῆς σαρκὸς τὰ τοῦ λόγου γέγονεν, ἴδια δὲ τοῦ λόγου τὰ τῆς σαρκὸς δίχα μόνης ἁμαρτίας. Καὶ καθὼς Μωυσῆς ὕψωσε τὸν ὄφιν ἐν τῆι ἐρήμωι, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων ἐπ’ αὐτῶι ἔχηι ζωὴν αἰώ‐ νιον. Ἔδακνον τοὺς ἐξ Ἰσραὴλ κατὰ τὴν ἔρημον οἱ ὄφεις, εἶτα προστέταχεν ὁ τῶν
15ὅλων θεὸς τῶι Μωυσῆ ὄφιν ἀναθεῖναι χαλκοῦν· καὶ ἔσται, φησίν, ἐὰν δάκηι ὄφις ἄνθρω‐ πον καὶ ἐμβλέψηι εἰς τὸν ὄφιν, καὶ ζήσεται. τί τοίνυν ἐστὶ τὸ αἴνιγμα; διὰ τί δὲ ὁ ἐνορῶν τῶι ὄφει σώιζεται; ζωὴ τοιγαροῦν κατὰ φύσιν ὑπάρχων ὁ μονογενὴς τοῦ θεοῦ λόγος γέγονεν ἐν ὁμοιώματι τῶι καθ’ ἡμᾶς, τουτέστιν ἄνθρωπος (πονηρὸν δὲ ἄνθρωπος καὶ οἷον ὁ ὄφις)· ἀλλ’ εἰ καὶ γέγονε καθ’ ἡμᾶς, εἴ τις εἰς αὐτὸν ἴδοι, νικᾶι τὸν θάνατον.
20τί δέ ἐστι τὸ εἰς αὐτὸν ἰδεῖν ἢ ὅτι πάντως τὸ ἀκριβῶς κατανοῆσαι τὸ ἐπ’ αὐτῶι μυστή‐ ριον; τότε γὰρ αὐτὸν ὄψεται ἐν ὁμοιώματι μὲν τῶι τῶν πονηρῶν, τουτέστιν ἀνθρώπων, ζωοποιὸν δὲ ὡς θεὸν καὶ ἀφανίζοντα τὰ τῶν νοητῶν ὄφεων δήγματα. εἷς οὖν ἄρα κύριος καὶ υἱὸς ὁ αὐτὸς καὶ ζωοποιὸς ὡς θεὸς καὶ ἐν εἴδει τῶι τῶν πονηρῶν δι’ οἰκονομίαν. Οἱ παῖδες ἔχοντες τὰ βαία τῶν φοινίκων ἐξῆλθον εἰς ἀπάντησιν αὐτῶι, φησί,
25καὶ ἐκραύγαζον· ὡσανν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου καὶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Πῶς οὖν φησιν αὐτὸν ἐν ὀνόματι κυρίου παρα‐ γενήσεσθαι τὸ γράμμα τὸ ἱερόν; εἰ μὲν οὖν ὡς ἄνθρωπον ἰδικῶς τὸν ἐκ τῆς ἁγίας παρ‐ θένου, μὴ ἑνωθέντος αὐτῶι καθ’ ὑπόστασιν τοῦ θεοῦ λόγου, κοινὸν ἔσται τὸ τῆς κυριό‐ τητος ὄνομα αὐτῶι καθὰ καὶ ἡμῖν καὶ οὐδὲν ἐπὶ Χριστοῦ τὸ μέγα· εἰ δὲ ὡς κύριος ἀλη‐
30θῶς ἥξειν προαπηγγέλλετο, ὅπερ ἐστὶ καὶ ἀληθές, ἐλήλυθε δὲ οὐ δίχα σαρκὸς εἰς τόνδε τὸν κόσμον ὁ μονογενής, εἷς ἄρα ἐστὶ φύσει καὶ ἀληθῶς κύριος καὶ Χριστὸς καὶ υἱός. Καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν, ἵνα ὦσι καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείαι. Ἑαυτὸν ἁγιάζει Χριστός. ἆρα ὡς ἄνθρωπος ἢ ὅτι μᾶλλον θεός ἐστι κατὰ φύσιν, ἴδιον ἔχων τὸ πνεῦμα τὸ ἅγιον; ὅπερ ἐστὶ καὶ ἀληθές. οὐδενὸς τοι‐
35γαροῦν ἀνθρώπων ἑαυτὸν ἁγιάζοντος, ἑαυτὸν ἁγιάζει Χριστός. εἷς ἄρα ἐστὶν υἱὸς καὶ κύριος, ἁγιαζόμενος μὲν ἀνθρωπίνως, ἁγιάζων δὲ θεικῶς τῶι ἰδίωι πνεύματι τὸν ἑαυ‐
τοῦ λαόν.

1,1,5

111

Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μα‐ θητῶν αὐτο, ἃ οὔκ ἐστι γεγραμμένα ἐν τῶι βιβλίωι τούτωι· ταῦτα δὲ γέγραπται, ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῶι ὀνόματι αὐτο. Ὁ ἐκ τῆς ἁγίας
5παρθένου γεγεννημένος Ἐμμανουὴλ διὰ τῆς τοῦ ἀγγέλου φωνῆς Ἰησοῦς ὠνόμασται. ὅτε τοίνυν αὐτός ἐστι καὶ οὐχ ἕτερος υἱὸς τοῦ θεοῦ καὶ ὁ πιστεύων ἔχει ζωὴν αἰώνιον ἐν τῶι ὀνόματι αὐτοῦ, πῶς οὐ μεμήνασιν οἱ διορίζοντες καὶ φάσκοντες ἕτερον υἱὸν εἶναι καὶ ἕτερον τὸν ἐκ θεοῦ λόγον καὶ τὸν ἐκ τῆς ἁγίας παρθένου; φαίνεται γὰρ ἐν τούτοις ὁ εὐαγγελιστὴς καὶ μάλα σαφῶς ἕνα καὶ μόνον τὸν ἐξ ἀμφοῖν εἰδὼς καὶ κηρύττων Ἰησοῦν
10Χριστόν, τουτέστι τὸν ἐκ θεοῦ πατρὸς λόγον αἵματος καὶ σαρκὸς κεκοινωνηκότα παρα‐ πλησίως ἡμῖν, καθὰ γέγραπται. Ἐκ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου Ἐγένετο ἐν τῶι εἶναι αὐτοὺς ἐκε, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον καὶ ἐσπαργάνωσεν αὐ‐
15τὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν τῆι φάτνηι, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῶι καταλύματι. Ἕνα καὶ μόνον τέτοκεν υἱὸν τὸν Ἐμμανουὴλ ἡ ἁγία παρθένος· πῶς οὖν φησι τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον; οὐ γὰρ γεγόνασιν ἕτεροι μετ’ αὐτόν, με‐ μένηκε δὲ παρθένος. ἐπισημαίνεται τοίνυν ὡς ἐκ τῆς θεοπνεύστου γραφῆς· ὠνόμασται γὰρ πρωτότοκος ὁ μονογενὴς τοῦ θεοῦ λόγος. κεκοινώνηκε γὰρ αἵματος καὶ σαρκὸς
20καὶ παραπλησίως ἡμῖν μετέσχε τῶν αὐτῶν· οὕτω γέγονεν ἐν πολλοῖς ἀδελφοῖς πρωτότο‐ κος, πλὴν ὡς θεὸς προσκυνεῖται παρά τε ἡμῶν αὐτῶν καὶ τῶν ἄνω πνευμάτων. Καὶ εἶπε, φησί, πρὸς αὐτὸν ἡ μήτηρ αὐτο· τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου καὶ ἐγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε. καὶ εἶπε πρὸς αὐτούς· τί ὅτι ἐζητεῖτέ με; οὐκ ἤιδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου
25δεῖ με εἶναι; Ἄθρει δὴ οὖν ὅπως ἴδιον ἑαυτοῦ πατέρα τὸν ἐν τοῖς οὐρανοῖς ὀνο‐ μάζει. ἀλλ’ εἴπερ ἦν ἄνθρωπος κατὰ μόνας καὶ αὐτὸ δὴ τοῦτο νοούμενος καθ’ ἡμᾶς, πῶς οὐκ ἔδει μᾶλλον εἰπεῖν· οὐκ ἤιδειτε ὅτι ἐν τοῖς τοῦ πάντων πατρὸς εἶναί με δεῖ; ἀλλὰ ἴδιον αὐτοῦ ποιεῖται· μόνος γὰρ ἐξ αὐτοῦ γεγέννηται κατὰ φύσιν θεικῶς. ὁ δὲ αὐτὸς καὶ ἄνθρωπος γεγονὼς ἴδιον ἔχει καὶ φύσει πατέρα τὸν θεόν.
30 Καὶ ἐγένετο ἐν τῶι εἶναι αὐτὸν ἐν μιᾶι τῶν πόλεων, καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας καὶ ἰδὼν τὸν Ἰησοῦν, πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων· κύριε, ἐὰν θέληις, δύνασαί με καθαρίσαι. καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ λέγων· θέλω, καθαρίσθητι. Θαυμάσεις ἐν τούτοις θεικῶς τε ἅμα καὶ σωματικῶς ἐνεργοῦντα Χριστόν· θεικὸν μὲν οὖν τὸ θέλειν, ἀνθρώπινον δὲ τὸ ἐκτεῖναι
35τὴν χεῖρα. εἷς οὖν ἐξ ἀμφοῖν υἱός. εἰ γὰρ καὶ γέγονε σὰρξ ὁ λόγος, ἀλλ’ ὡς θεὸς ἐνεργεῖ μετὰ τῆς ἰδίας σαρκός, ἐχούσης αὐτῆς δι’ αὐτὸν τὴν δύναμιν. Εἶπε δὲ πρὸς αὐτούς· πῶς λέγουσι τὸν Χριστὸν εἶναι Δαυὶδ υἱόν; αὐτὸς γὰρ Δαυὶδ λέγει ἐν βιβλίωι ψαλμῶν· εἶπεν ὁ κύριος τῶι κυρίωι μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν
40σου. Δαυὶδ αὐτὸν κύριον καλε, καὶ πῶς υἱὸς αὐτοῦ ἐστιν; Ἀκούεις
ὅπως ἐν τούτοις πειρᾶται δεικνύειν αὐτὸς ὁ Χριστὸς ὅτι κἂν εἰ γέγονεν ἐκ σπέρματος

1,1,5

112

Δαυὶδ ὁ λόγος κατὰ τὴν σάρκα, ἀλλ’ οὖν ἐστι καὶ οὕτω κατὰ φύσιν κύριος ὡς υἱὸς καὶ θεός; εἰ γὰρ δή, φησίν, υἱός ἐστι τοῦ Δαυίδ, πῶς αὐτὸν Δαυὶδ κύριον ὀνομάζει; ἀλλ’ οὔτε τὴν ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα γέννησιν ἐν τούτοις ἀρνεῖται οὔτε μὴν ἀποπέμπει τοῦ εἶναι κατὰ φύσιν κύριον ἑαυτόν, προσεῖναι δέ φησιν ἀμφότερα, εἰ καὶ ἐξ ἀμφοῖν βού‐
5λεται τὸν ἕνα δηλοῦσθαι. εἷς οὖν ἄρα Χριστὸς καὶ υἱὸς ἀληθῶς. Ὅτι εἰς Χριστὸν ἡ πίστις ὡς εἰς θεόν Ἐκ τῆς πρὸς Ῥωμαίους Δι’ οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσι τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτο, ἐν οἷς ἐστὲ καὶ ὑμεῖς κλητοὶ
10Ἰησοῦ Χριστο. Κέκληνται τὰ ἔθνη διὰ τῆς πίστεως καὶ ἦν ὁ Χριστὸς διὰ τῶν ἁγίων ἀποστόλων ὁ παρ’ αὐτοῖς κηρυττόμενος, ἐπράττετο δὲ παρὰ τῶν μυσταγωγουμένων ἡ πίστις οὐχ ὡς εἰς ἄνθρωπον, ἀλλ’ ὡς εἰς θεόν. οὐ γάρ που φαμὲν ἐκ πλάνης εἰς πλάνην κεκλῆσθαι τὰ ἔθνη τὴν εἰς Χριστὸν πίστιν παραδεξάμενα, καταλελοιπότα δὲ μᾶλλον τοὺς ψευδωνύμους θεοὺς ἐπιστρέψαι λοιπὸν ἐπὶ θεὸν ζῶντα. ὅτε τοίνυν ἀποστολὴν
15εἰληφέναι φασὶν οἱ μυσταγωγοὶ εἰς ὑπακοὴν πίστεως ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ, πῶς οὐκ ἂν εἴη θεός, εἴπερ εἰς αὐτὸν ἡ πίστις ὡς εἰς θεόν; Μάρτυς γάρ μού ἐστιν ὁ θεός, ὧι λατρεύω ἐν τῶι πνεύματί μου ἐν τῶι εὐαγγελίωι τοῦ υἱοῦ αὐτο, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι πάντοτε ἐπὶ τῶν προσευχῶν μου. Οἱ θεῶι λατρεύοντες οὐχ ὡς θεῶι παρ’ αὐ‐
20τὸν ἑτέρωι λατρεύουσι τῶι Χριστῶι, αὐτοῦ δέ φησι καὶ τὸ εὐαγγέλιον. κηρύττεται γὰρ αὐτὸς ὡς θεὸς τῶι κόσμωι, καίτοι θεοῦ κατὰ φύσιν ὄντος τοῦ πατρὸς καὶ κατάρχοντος τῶν ὅλων. θεὸς οὖν ἄρα Χριστὸς ὁ δι’ οὗ καὶ ἐν ὧι καὶ αὐτὸς ὁ πατὴρ ὡς θεὸς καταγ‐ γέλλεται καὶ τῆι παρὰ πάντων τιμᾶται λατρείαι. Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχομεν πρὸς τὸν θεὸν διὰ τοῦ
25κυρίου ἡμῶν Ἰησοῦ Χριστο, δι’ οὗ νῦν καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τῆι πίστει εἰς τὴν χάριν ταύτην, ἐν ἧι ἑστήκαμεν καὶ καυχώμεθα ἐπ’ ἐλ‐ πίδι τῆς δόξης τοῦ θεο. Ὡς εἰς θεὸν πιστεύοντες δικαιούμεθα· εἰ δὲ εἰς Χριστὸν Ἰησοῦν ἡ πίστις καὶ δι’ αὐτοῦ τὴν προσαγωγὴν ἐσχήκαμεν (συνήφθημεν γὰρ τῶι θεῶι καὶ πατρὶ συνεγείραντος ὥσπερ ἡμᾶς τοῦ Χριστοῦ), πῶς οὐ θεός ἐστι, καὶ εἰ γέγονεν ἐκ σπέρ‐
30ματος Δαυὶδ τὸ κατὰ σάρκα κατὰ τὰς γραφάς; Καθὼς γέγραπται, φησίν, ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου, καὶ ὁ πιστεύων ἐπ’ αὐτῶι οὐ καταισχυνθήσεται. Συμεὼν ὁ δίκαιος, ὅτε τὸ θεῖον εἰς ἀγκάλας ἐδέξατο βρέφος, ἔφη πρὸς τὸν θεόν· νῦν ἀπο‐ λύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνηι, ὅτι εἶδον
35οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν καὶ τὰ ἑξῆς, προσετίθει δὲ τούτοις· ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῶι Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον. αὐτὸς οὖν ἄρα ἐστὶν ὁ τοῦ προσκόμματος λίθος καὶ ἡ πέτρα τοῦ σκανδάλου, καὶ περιπταίοντες μὲν αὐτῶι διὰ τῆς ἀπειθείας συνετρίβησαν τινές, διέφυγον δὲ τὸ καταισχυνθῆναι οἱ τὴν
40εἰς αὐτὸν πίστιν προσηκάμενοι. ἆρα οὖν ὡς εἰς ἄνθρωπον πεπιστεύκαμεν ἢ ὡς εἰς

1,1,5

113

θεόν; ὡς εἰς θεὸν δηλονότι. θεὸς οὖν ἄρα Χριστός· ἐπ’ αὐτῶι γὰρ ὁ δίκαιος Συμεὼν τὰς ἀρτίως ἡμῖν εἰρημένας ἔφη φωνάς. Περὶ τῶν Ἰουδαίων φησίν· ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῆι δικαιοσύνηι τοῦ θεοῦ οὐχ ὑπετάγη‐
5σαν. τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῶι πιστεύοντι. Εἰ τέλος νόμου Χριστὸς καὶ αὐτός ἐστιν ἡ δικαιοσύνη, δικαιῶν διὰ πίστεως τῆς εἰς αὐτόν, μόνωι δὲ ὡς ἴδιον ἀνακείσεται τὸ δικαιοῦν δύνασθαι τῶι θεῶι, πῶς οὐ θεὸς ὁ Χριστός; Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει· μὴ εἴπηις ἐν τῆι καρδίαι
10σου· τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ’ ἐστὶ Χριστὸν καταγαγεῖν· ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ’ ἐστὶ Χριστὸν ἐκ νεκρῶν ἀναγα‐ γεῖν. ἀλλὰ τί λέγει; ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῶι στόματί σου καὶ ἐν τῆι καρδίαι σου, τουτέστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν, ὅτι ἐὰν ὁμολογήσηις ἐν τῶι στόματί σου κύριον Ἰησοῦν καὶ πιστεύσηις ἐν τῆι
15καρδίαι σου ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσηι. καρδίαι γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. λέγει γὰρ ἡ γραφ· πᾶς ὁ πιστεύων ἐπ’ αὐτῶι οὐ καταισχυνθήσεται. Εἰ σύμ‐ πας ἡμῖν ὁ τῆς πίστεως ὅρος καὶ τῆς ὁμολογίας ἡ δύναμις εἰς τὸ τοῦ Χριστοῦ περιίστα‐ ται πρόσωπον καὶ ὁμολογοῦντες αὐτοῦ τὸν θάνατον καὶ τὴν ἀνάστασιν ὡς εἰς θεὸν πε‐
20πιστευκότες δικαιούμεθα, τίς ὁ φάναι τολμῶν οὐκ εἶναι θεὸν αὐτόν, εἴπερ ἐστὶ κεφάλαιον τῆς ἁπάντων σωτηρίας θύρα τε καὶ ὁδὸς τῆς εἰς αὐτὸν πίστεως ἡ ὁμολογία; δι’ αὐτοῦ γὰρ καὶ ἐν αὐτῶι καὶ αὐτὸς ὁ πατὴρ ἐπιγινώσκεται πρὸς ἡμῶν. Τῶι δὲ δυναμένωι ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κή‐ ρυγμα Ἰησοῦ Χριστοῦ κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σε‐
25σιγημένου, φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν κατ’ ἐπι‐ ταγὴν τοῦ αἰωνίου θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνω‐ ρισθέντος, μόνωι σοφῶι διὰ Ἰησοῦ Χριστο, ὧι ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας, ἀμήν. Ἰδοὺ δὴ σαφῶς τὸ εὐαγγέλιον καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ φησιν εἶναι καὶ κεκρύφθαι μὲν τὸ ἐπ’ αὐτῶι μυστήριον καὶ σεσιγῆσθαι χρόνοις αἰωνίοις,
30ἀποκαλυφθῆναι δὲ νῦν εἰς ὑπακοὴν πίστεως. ἐστράφη γὰρ εἰς Χριστὸν τὰ ἔθνη τῆς ψευδωνύμου λατρείας ἐξηιρημένα καὶ ὡς θεὸν αὐτὸν ἐπεγνωκότα τὸν φύσει καὶ ἀληθῶς. καὶ εἰ σαφῶς διὰ Ἰησοῦ Χριστοῦ ἐγνώσθη θεός, πῶς οὐ μέγα τὸ Χριστοῦ μυστήριον; εἰ δὲ νοεῖται καθ’ ἡμᾶς ἄνθρωπος ἁπλῶς καὶ οὐχὶ δὴ μᾶλλον θεὸς ἐνηνθρωπηκώς, οὐκέτι σοφὸν τὸ μυστήριον.
35 Λέγω γὰρ Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας θεοῦ εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων, τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεόν. Γέγραπται γὰρ ὅτι ἐπίστευσε δὲ Ἁβραὰμ τῶι θεῶι καὶ ἐλογίσθη αὐτῶι εἰς δικαιοσύνην. εἴρηται δὲ πρὸς αὐτὸν ὅτι ἐνευ‐ λογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, ὃ δὴ καὶ σαφὲς ἡμῖν ἐποίει
40λέγων ὁ Παῦλος· οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῶι Ἁβραὰμ εἰς τὸ κληρονό‐
μον αὐτὸν εἶναι κόσμου, ἀλλὰ διὰ δικαιοσύνης καὶ πίστεως, καὶ πάλιν·

1,1,5

114

ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῶι πιστῶι Ἁβραάμ. οὐκοῦν εἰ διὰ πίστεως αἱ ἐπαγγελίαι δέδονται τοῖς πατράσι παρὰ θεοῦ, γέγονε τοίνυν διάκονος ὁ Χριστός, τουτέστι μεσίτης εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τὰς τοῖς πατράσι δοθείσας παρὰ θεοῦ, τουτέστι τὴν διὰ πίστεως δικαίωσιν, γέγονε δὲ μεσίτης, οὐχ ὡς ἑτέρωι τὴν πίστιν πραγμα‐
5τευόμενος, ἀλλ’ ὡς ἑαυτῶι μᾶλλον καὶ δι’ ἑαυτοῦ τῶι πατρί, θεὸς ἄρα κατὰ φύσιν ἐστί. δεδικαίωται γὰρ ὁ μακάριος Ἁβραὰμ πεπιστευκὼς εἰς θεόν, οὕτω δὲ καὶ τὰ ἔθνη δικαιω‐ θεῖεν ἂν ἐν αὐτῶι, τοῖς ἴχνεσιν αὐτοῦ κατακολουθήσαντα καὶ ἐν θεῶι πιστεύοντα, τουτέστι Χριστῶι. Ἐκ τῆς πρὸς Κορινθίους α
10 Καὶ ταῦτά τινες ἦτε, ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλὰ ἐδι‐ καιώθητε ἐν τῶι ὀνόματι τοῦ κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἐν τῶι πνεύματι τοῦ θεοῦ ἡμῶν. Εἰ ἐν τῶι ὀνόματι τοῦ Χριστοῦ δικαιούμεθα, ὡς θεὸν τῆι πίστει τιμήσαντες καὶ τὸ αὐτοῦ πνεῦμα δεχόμενοι, πῶς οὐ θεὸς ὁ Χριστός; Ἐκ τῆς πρὸς Κορινθίους β
15 Εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἕτερον Ἰησοῦν κηρύσσει, ὃν οὐκ ἐκηρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε παρ’ ὃ ἐλάβετε, ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε, καλῶς ἀνέχεσθε. Πρὸ τῶν τῆς ἐνανθρωπήσεως καιρῶν οὐδεὶς ὀνο‐ μάσας εὑρίσκεται τὸν ἐκ θεοῦ λόγον Ἰησοῦν ἢ Χριστὸν εἰ μὴ ἄρα κατὰ πρόγνωσιν ὀνο‐ μασθησόμενον τοῦτο κατὰ καιροὺς ὅτε καὶ γέγονε σάρξ. ὄνομα τοίνυν αὐτῶι καινὸν
20τὸ Ἰησοῦς, ὅτε γέγονεν ἄνθρωπος. ἀλλ’ εἰ μὲν ὡς θεὸς κηρύσσεται καὶ εἷς ὤν (οὐ γὰρ ἕτερός ἐστι παρ’ αὐτόν, ὃν δύνανται κηρῦξαί τινες), εὖ ἂν ἔχοι καὶ θεῶι λατρεύομεν· εἰ δὲ μέτρον αὐτῶι τὸ τῆς ἀνθρωπότητός ἐστι μόνον καὶ ψιλῆι προσώπων ἑνώσει τετίμηται, κεκένωται τῆς πίστεως ἡμῶν ὁ λόγος, ἀνθρώπωι προσάγων ἡμᾶς καὶ οὐ θεῶι. ἀλλὰ τοῦτο δυσσεβές. θεὸς ἄρα Χριστὸς καὶ υἱός, ὡς τοῦ θεοῦ λόγου σαρκὸς γεγονότος.
25Ἐκ τῆς πρὸς Γαλάτας Θαυμάζω ὅτι οὕτω ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον εὐαγγέλιον, ὃ οὐκ ἔστιν ἄλλο, εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ Χριστο. ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται παρ’ ὃ
30εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. Εἰ ἕν ἐστιν εὐαγγέλιον τὸ λαληθὲν ἁπάσηι τῆι ὑπ’ οὐρανὸν διὰ τῶν ἁγίων μυσταγωγῶν, τοῦτο δέ ἐστιν ἡ πίστις ἡ εἰς Χρι‐ στόν, πῶς οὐ θεὸς εἴη ἂν ἀληθής, εἴπερ ἐστὶν ἀναγκαῖον ὁμολογεῖν ὡς ἐκ τῆς ἀρχαίας πλάνης κεκλήμεθα πρὸς ἐπίγνωσιν τοῦ κατὰ φύσιν ὄντος θεοῦ; θαρσεῖ δὲ τοσοῦτον ὁ μα‐ κάριος Παῦλος, ὡς καὶ ἀγγέλους ἀναθεματίζειν, εἰ δὴ μεταστρέψειαν τὸ εὐαγγέλιον τοῦ
35Χριστοῦ. Ὅτε δὲ ηὐδόκησεν ὁ θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου ἀπο‐ καλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμο, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνε‐ σιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι οὐδὲ ἀνῆλθον εἰς τὰ Ἱερο‐
σόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους. Τῶι γὰρ ἅπαξ τὴν ἐκ θεοῦ λαχόντι

1,1,5

115

μυσταγωγίαν καὶ ἀποκάλυψιν οὐκ ἔδει τῆς ἐξ ἀνθρώπων παιδαγωγίας. πλὴν ἐκεῖνο φαμέν· τίνα ἀπεκάλυψεν ὁ πατὴρ τῶι μακαρίωι Παύλωι ἢ τίνα προστέταχεν ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι; ἆρα θεὸν λόγον καὶ υἱὸν μονογενῆ οὐχ ἑνωθέντα σαρκὶ καὶ γενό‐ μενον ἄνθρωπον οἰκονομικῶς; εἶτα πῶς τοῦτό ἐστιν ἀληθές; διεκήρυξε γὰρ ἄνθρωπόν τε
5ὁμοῦ καὶ θεὸν τὸν αὐτὸν καὶ ἕνα λέγων υἱὸν καὶ κύριον Ἰησοῦν Χριστόν. Εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστο, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου. Εἰ τὸ πιστεῦσαι θεῶι μισθὸν ἔχει τὴν δικαίωσιν (δεδικαίωνται γὰρ οὕτω καὶ οἱ πρὸ ἡμῶν· γέ‐
10γραπται γὰρ ὅτι ἐπίστευσεν Ἁβραὰμ τῶι θεῶι καὶ ἐλογίσθη αὐτῶι εἰς δικαιο‐ σύνην ἡ πίστις), πῶς οὐ θεὸς ὁ Ἐμμανουήλ, εἴπερ ἐστὶν ἀληθὲς ὡς εἰς αὐτὸν πιστεύ‐ οντες δικαιούμεθα; Ἐκ τῆς πρὸς Ἐφεσίους Ἐν ὧι ἀκούσαντες καὶ ὑμεῖς τὸν λόγον τῆς ἀληθείας, τὸ εὐαγγέλιον
15τῆς σωτηρίας ἡμῶν, ἐν ὧι καὶ πιστεύσαντες ἐσφραγίσθητε τῶι πνεύματι τῆς ἐπαγγελίας, ὃ τῶν ἁγίων ἐστὶν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως εἰς ἔπαινον δόξης αὐτο. Πολλὰ κατὰ ταυτὸν ἐν ταῖς τῶν προκειμένων ἐννοίαις κατίδοι τις ἄν, δι’ ὧν ἔνεστι μαθεῖν ὅτι θεὸς ἀληθὴς ὁ Χριστὸς καὶ ἡ παρὰ πάντων πίστις εἰς αὐτὸν οὐχ ὡς εἰς ἕνα τῶν καθ’ ἡμᾶς ἁπλῶς,
20ἀλλ’ ὡς εἰς ἕνα κύριον καὶ υἱὸν καὶ θεόν. πρῶτον μὲν γὰρ αὐτός ἐστιν τὸ εὐαγγέλιον τῆς σωτηρίας ἡμῶν, ἐν ὧι καὶ ἡ πίστις, ὡς εἰς θεὸν δηλονότι· ἀκολουθεῖ δὲ καὶ τὸ τῆς πίστεως γέρας, τουτέστι τὸ πνεῦμα τῆς ἐπαγγελίας, ὁ τῆς κληρονομίας ἡμῶν ἀρραβών. ἐκλελυτρώμεθα γὰρ εἰς ἔπαινον δόξης Χριστοῦ· σέσωκε γὰρ ἡμᾶς οὐχ ὡς ἄνθρωπος κοι‐ νός, ἀλλ’ ὡς θεὸς ἐν σαρκὶ γεγονὼς δι’ ἡμᾶς. οὕτω γὰρ εἰς ἔπαινον ἐσόμεθα τῆς
25δόξης αὐτοῦ. Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν, εἴ γε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς, ὅτι κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγωι, πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύ‐
30νεσίν μου ἐν τῶι μυστηρίωι τοῦ Χριστο. Ποία συνέσεως χρεία καὶ ἀπο‐ καλύψεως τῆς παρὰ θεοῦ πρὸς τὸ γνωρισθῆναι τὸ μυστήριον τοῦ Χριστοῦ, εἴπερ ἐστὶν ἄνθρωπος ἰδικῶς καὶ ὁλοτρόπως κεχωρισμένος τοῦ θεοῦ λόγου, ψιλῆι προσώπων ἑνώσει τετιμημένος; τί γὰρ ἔχει τὸ κεκρυμμένον ἢ ποῖον ὅλως τὸ δυσχερὲς τὸ νοῆσαι τυχὸν περὶ ἑνὸς τῶν καθ’ ἡμᾶς ἀνθρώπου ὅτι ἄνθρωπός ἐστι; βαθὺ δὲ καὶ μέγα τὸ μυστήριον, εἰ
35καθ’ ἡμᾶς γενέσθαι λέγοιτο θεὸς ὑπάρχων ὁ λόγος. ὅτε τοίνυν οἱ βαθεῖς εἰς σύνεσιν καὶ τὴν θείαν ἀποκάλυψιν ἐσχηκότες ὡς θεῖον ἡμῖν μυστήριον παραδεδώκασι τὸ Χριστοῦ μυστήριον καὶ εἰς αὐτὸν ἡ πίστις ὡς εἰς θεὸν δηλονότι, πῶς οὐκ ἂν εἴη θεός; Ἄλλο τούτωι προσεοικὸς καὶ τὴν αὐτὴν ἔχον διάνοιαν· ἐμοὶ τῶι ἐλαχιστοτέρωι πάντων τῶν ἁγίων ἐδόθη ἡ χάρις αὕτη ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι
40τὸ ἀνεξιχνίαστον πλοῦτος τοῦ Χριστοῦ καὶ φωτίσαι τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῶι θεῶι τῶι τὰ πάντα
κτίσαντι.

1,1,5

116

Οἱ ἄνδρες, φησίν, ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγά‐ πησε τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσηι, καθαρίσας τῶι λουτρῶι τοῦ ὕδατος ἐν ῥήματι. Ποῖον ἄρα τὸ ῥῆμά ἐστιν ἐν ὧι κεκαθάρμεθα ἀπολουσάμενοι τὸ σῶμα ὕδατι καθαρῶι ἢ πάντως ἐκεῖνο περὶ οὗ φησιν
5ὁ θεσπέσιος Παῦλος ὅτι τοῦτό ἐστι τὸ ῥῆμα, τῆς πίστεως ὃ κηρύσσομεν ὅτι ἐὰν ὁμολογήσηις ἐν τῶι στόματί σου κύριον Ἰησοῦν καὶ πιστεύσηις ἐν τῆι καρδίαι σου ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσηι. καρδίαι γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. οὐ‐ κοῦν εἰ Χριστὸν ὁμολογοῦντες ἐν πίστει σωιζόμεθα, πῶς οὐ θεὸς ἀληθής ἐστιν εἰς ὃν τὸ
10τῆς πίστεως εἰ γένοιτο ῥῆμα, κεκαθάρμεθά τε καὶ ἡγιάσμεθα; Ἐκ τῆς πρὸς Φιλιππησίους Τί γάρ, φησί, πλὴν ὅτι παντὶ τρόπωι, εἴτε προφάσει εἴτε ἀληθείαι, Χριστὸς καταγγέλλεται; Ἆρα οὖν ὡς ἄνθρωπος τετιμημένος χάριτι τῶι κόσμωι κηρύσσεται; καίτοι θεὸν ὁ κόσμος ἐπέγνω Χριστόν, τῆι πίστει τετιμηκώς. πῶς οὖν οὐ
15θεὸς ὁ ἐν δόξηι θεότητος τῶι κόσμωι καταγγελλόμενος; Συναθλοῦντες, φησί, τῆι πίστει τοῦ εὐαγγελίου καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων, ἥτις ἐστὶν αὐτοῖς ἔνδειξις ἀπωλείας, ἡμῶν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ θεο, ὅτι ἡμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστο, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Εἰ
20ἐν χάριτος μέρει δεχόμεθα παρὰ θεοῦ τὸ πιστεύειν ἐν Χριστῶι, οὐ πεπλανήμεθα δὲ διὰ τοῦτο μᾶλλον, ἀλλ’ ἐγνώκαμεν τὸν φύσει τε καὶ ἀληθῶς ὄντα θεόν, πῶς ἂν ἐνδοιάσειέ τις ὅτι θεὸς ὁ Χριστός; Ἐκ τῆς πρὸς Τιμόθεον Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος ὅτι Χριστὸς Ἰησοῦς ἦλ‐
25θεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι· ὧν πρῶτος εἰμὶ ἐγ, ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτωι ἐνδείξηται Χριστὸς Ἰησοῦς τὴν ἅπα‐ σαν μακροθυμίαν πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ’ αὐτῶι εἰς ζωὴν αἰώνιον. Εἰ ἁμαρτωλοὺς σώιζει Χριστὸς καὶ μακροθυμεῖ τοῖς πλημμελή‐ σασι, δεχόμενος αὐτῶν τὴν μετάγνωσιν, καὶ εἰ πᾶσα ἡμῶν ἡ πίστις ἐπ’ αὐτῶι καὶ διὰ τῆς
30εἰς αὐτὸν πίστεως τὴν ζωὴν τὴν αἰώνιον κεκερδήκαμεν, πῶς οὐ θεὸς εἴη ἄν; ὅτι καὶ μό‐ νωι θεῶι πρέποι ἂν εἰκότως τὸ καὶ σώιζειν δύνασθαι τὸν κόσμον ἤτοι τοὺς ἐν τῶι κόσμωι καὶ μακροθυμεῖν τοῖς ἁμαρτάνουσι καὶ ζωοποιεῖν διὰ τῆς πίστεως τῆς εἰς αὐτόν. Καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον, ὃς ἐφα‐ νερώθη ἐν σαρκ, ἐδικαιώθη ἐν πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν
35ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμωι, ἀνελήφθη ἐν δόξηι. Τίς ὁ ἐν σαρκὶ φανε‐ ρωθεὶς ἢ δῆλον ὅτι πάντηι τε καὶ πάντως ὁ ἐκ θεοῦ πατρὸς λόγος; οὕτω γὰρ ἔσται μέγα τὸ τῆς εὐσεβείας μυστήριον. ὤφθη δὲ ἀγγέλοις ἀναβαίνων εἰς οὐρανούς, ἐκηρύχθη ἐν ἔθνεσι διὰ τῶν ἁγίων ἀποστόλων, ἐπιστεύθη δὲ καὶ ἐν κόσμωι καὶ οὔ τί που φαμὲν ὅτι
καθ’ ἡμᾶς ἄνθρωπος ἁπλῶς, ἀλλ’ ὡς θεὸς ἐν σαρκὶ καὶ καθ’ ἡμᾶς γεγονώς. ἀνελήφθη

1,1,5

117

δὲ καὶ ἐν δόξηι, ἵνα λέγοντος ἀκούσηι τοῦ θεοῦ καὶ πατρός· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ἐκ τῆς πρὸς Τίτον Πιστὸς ὁ λόγος, καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα
5φροντίζωσι καλῶν ἔργων προίστασθαι οἱ πεπιστευκότες θεῶι. Ἆρα οὖν οἱ θεῶι πιστεύοντες οὐκ εἰς Χριστὸν πεπιστεύκασι; καίτοι λέγων ὁρᾶται σαφῶς ὁ μακάριος Ἰωάννης περὶ αὐτοῦ· ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτο, καὶ μὴν καὶ αὐτὸς ὁ μακάριος Παῦλος· εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων
10νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστο, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐν αὐτῶι. ὅτε τοίνυν θεῶι πιστεύουσιν οἱ Χριστῶι τὴν πίστιν προσάγοντες, πῶς οὐκ ἂν εἴη θεὸς ἀληθής; Ὅτι εἰς Χριστὸν ἡ πίστις Ἐκ τοῦ κατὰ Ἰωάννην εὐαγγελίου
15 Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτο. Δύο κατὰ ταυτὸν τίθησι θεοπρεπῆ· παραλαμβάνεται γὰρ οὐχ ἑτέρως παρ’ ἡμῶν ὁ Χριστός. πλὴν ὅτι δὲ εἰς αὐτὸν ἡ πί‐ στις, σαφηνιεῖ τὸ προκείμενον· τοῖς γὰρ πιστεύουσί φησιν εἰς τὸ ὄνομα αὐτο. πιστεύομεν δὲ εἰς τὸ ὄνομα αὐτοῦ, οὐκ ἄνθρωπον εἶναι κοινὸν καὶ ἕνα τῶν καθ’ ἡμᾶς
20πιστεύοντες, ἀλλὰ θεὸν ἐνηνθρωπηκότα. οὐκ ἀνθρώπινον δὲ τὸ ἐξουσίαν διδόναι τέκνα θεοῦ γενέσθαι, θεοπρεπὲς δὲ μᾶλλον καὶ ὑπὲρ τὴν κτίσιν. ὅτε τοίνυν εἰς αὐτὸν ἡ πίστις καὶ αὐτὸς δίδωσι τῆς υἱοθεσίας τὴν χάριν, πῶς οὐ θεὸς ὁ Χριστός; Ταύτην ἐποίησεν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾶ τῆς Γαλι‐ λαίας καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθη‐
25ταὶ αὐτο. Γεγονότος ἄρα τοῦ σημείου καὶ φανερώσαντος τοῦ Χριστοῦ τὴν δόξαν αὐτοῦ, ὡς εἰς τίνα πεπιστεύκασιν οἱ μακάριοι μαθηταί; ἆρα εἰς ἄνθρωπον ἅγιον ἁπλῶς; καίτοι πρὸ τοῦ σημείου ἠκολούθησαν αὐτῶι τεθαυμακότες ὡς ἅγιον· ἀλλὰ τεθέανται διὰ τοῦ σημείου τὴν ὑπὲρ ἄνθρωπον δύναμίν τε καὶ ἐξουσίαν ἔχοντα. οὐκοῦν πεπιστεύ‐ κασιν ὡς εἰς θεόν. ἰστέον δὲ ὅτι πολλοὶ τῶν ἁγίων πολλὰ πεποιήκασι καὶ παράδοξα
30καὶ ἐθαυμάσθησαν μέν, ἐπίστευσε δὲ εἰς αὐτοὺς οὐδείς. Ἔχοι δ’ ἂν τὴν ἴσην διάνοιαν· ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῶι πάσχα ἐν τῆι ἑορτῆι, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτο, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει. Οὐ γὰρ ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνηι
35τὸν κόσμον, ἀλλ’ ἵνα σωθῆι ὁ κόσμος δι’ αὐτο. ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεο. Εἰ σωτηρίας ὁδός ἐστιν ἡ πίστις ἡ εἰς τὸν υἱόν, πῶς ἄρα πιστεύομεν εἰς αὐτόν; ἢ πῶς τὴν ἐκ τοῦ κρίνεσθαι διαφευξόμεθα δίκην; ἆρα γὰρ ὡς ἄνθρωπον καταδεξάμενοι καὶ ἕτερον παρὰ τοῦτο οὐδέν; εἶτα πῶς οὐκ ἀνθρώπωι λα‐
40τρεύσομεν; ἀλλ’ ὡς εἰς θεόν· τοῦτο γὰρ ἀληθές. τίς οὖν ὁ φάναι τολμῶν οὐκ εἶναι
κατὰ ἀλήθειαν θεόν, οὗ δεδικαίωκεν ἡ πίστις τὴν ὑπ’ οὐρανόν;

1,1,5

118

Ἔγνω οὖν ὁ πατὴρ ὅτι ἐν ἐκείνηι τῆι ὥραι ἐν ἧι εἶπεν αὐτῶι· ὁ υἱός σου ζῆι, καὶ ἐπίστευσεν εἰς αὐτὸν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη. Ἀνέ‐ στησεν ἐκ νεκρῶν τοῦ βασιλικοῦ τὸν υἱὸν ὁ Χριστός, εἰρηκὼς αὐτῶι· πορεύου, ὁ υἱός σου ζῆι· εἶτα πεπίστευκε πανοικί. ἆρ’ οὖν διὰ τῆς οὕτω μεγάλης καὶ θεοπρεποῦς
5ἐξουσίας ὡς εἰς ἄνθρωπον πεπίστευκεν ὁ βασιλικὸς ἢ θεὸν ἔγνω κατὰ φύσιν ὄντα αὐτὸν καὶ ζωοποιοῦντα μετ’ ἐξουσίας οὓς ἂν ἕλοιτο, καὶ μόνωι ῥήματι; ἀλλ’ ἐστὶ δῆλον ὅτι πε‐ πίστευκεν ὡς θεῶι. Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῶι πέμψαντί με ἔχει ζωὴν αἰώνιον. Πέπομφεν ἡμῖν ἐξ οὐρανῶν ὁ θεὸς καὶ πατὴρ
10τὸν ἴδιον υἱόν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλὰ ἔχηι ζωὴν αἰώνιον. πῶς οὖν ἐν τούτοις φησὶ ζωὴν αἰώνιον ἔχειν τὸν πιστεύοντα τῶι πέμ‐ ψαντι αὐτόν; εἰς τίνα λοιπὸν ἡ πίστις; ἆρ’ ὡς εἰς δύο θεούς, τὸν πατέρα καὶ αὐτόν; μὴ γένοιτο, ἀλλὰ ὡς εἰς ἕνα θεὸν καὶ ἀληθινόν. οὐκοῦν εἴ τις πιστεύσειεν εἰς Χριστόν, πεπίστευκεν εἰς θεόν, κἂν εἰ πιστεύσειεν εἰς θεὸν πατέρα, πεπιστευκὼς ἔσται καὶ εἰς τὸν
15ἕνα κύριον Ἰησοῦν Χριστόν. Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· τοῦτό ἐστι τὸ ἔργον τοῦ θεοῦ ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. Εἰ τὸ τῶι θεῶι δοκοῦν ἐπιτελοῦμεν πιστεύοντες εἰς Χριστόν (αὐτὸν γὰρ ἀληθῶς ἀπέστειλεν ὁ πατὴρ εἰς τὸν κόσμον, ὅτε γέ‐ γονεν ἄνθρωπος καθ’ ἡμᾶς), πῶς οὐκ ἂν εἴη θεὸς ἀληθινός; οὐ γὰρ ἂν ἦν ἔργον θεοῦ τὸ
20πιστεύειν εἰς ἄνθρωπον. Ἰησοῦς δὲ ἔκραξε καὶ εἶπεν· ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμ, ἀλλ’ εἰς τὸν πέμψαντά με καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με, εἶτα προσεπάγει τούτοις· ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ’ ὁ πέμψας με πατὴρ αὐτός μοι ἐντολὴν δέδωκε τί εἴπω καὶ τί λαλήσω. Ὅτε τοίνυν κατ’ ἐντολὰς
25τοῦ πατρός, κἂν ὡς ἄνθρωπος λέγηι, τὴν πίστιν τὴν εἰς αὐτὸν εἰς τὸν πέμψαντα αὐτὸν ἀναφέρει καὶ ὁ θεωρῶν αὐτὸν θεωρεῖ τὸν πέμψαντα αὐτόν, τίς ὁ φάναι τολμῶν οὐκ εἶναι θεὸν αὐτὸν καὶ τοῦτον ἀληθινόν; ὅμοιον δὲ τούτωι· πιστεύετε εἰς τὸν θεόν, καὶ εἰς ἐμὲ πιστεύετε. Ἐκ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου
30 Πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθών, ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς; Ὅταν ὁ Χριστὸς ἐξ οὐρανοῦ παραγένηται, ποίαν ἄρα ζητήσει πίστιν ἐν ἡμῖν; εἰ μὲν γὰρ ὡς ἄνθρωπος καθ’ ἡμᾶς πιστεύεσθαι βούλεται, τίς ὁ ἀπιστήσας αὐτῶι; ἐνεκάλουν γὰρ οἱ Ἰου‐ δαῖοι λέγοντες· διὰ τί σὺ ἄνθρωπος ὢν ποιεῖς ἑαυτὸν θεόν; Ἕλληνες δὲ σταυρὸν ἀκούοντες καὶ θάνατον, ὡς περὶ ἀνθρώπου κοινοῦ διάκεινται καὶ τῶν καθ’ ἡμᾶς ἑνός.
35ποίαν οὖν ἄρα πίστιν ζητεῖ ἢ δηλονότι τὴν ἐκκεκηρυγμένην διὰ τῶν θεηγόρων, οἳ καὶ αὐτόπται καὶ ὑπηρέται γεγόνασι τοῦ λόγου; ἔφη τοίνυν Ἰωάννης ὅτι ὁ λόγος σὰρξ ἐγένετο, γέγονε δὲ σὰρξ μετὰ τοῦ μεῖναι θεός. αὕτη τοίνυν ἡ πίστις ἐν ὑμῖν
παρ’ αὐτοῦ ζητηθήσεται κατὰ καιρούς.

1,1,5

119

(2)

Ὑπομνήματα πραχθέντα παρὰ τοῖς Ἀνατολικοῖς ἐπισκόποις ἐν οἷς καθαιροῦσι Κύριλλον καὶ Μέμνονα τοὺς ἁγιωτάτους καὶ ἀκοινωνήτους ποιοῦσι πάντας τοὺς τῆς ἁγίας συνόδου Παρόντος ἐν τῶι οἰκείωι καταγωγίωι τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου Ἰωάννου τοῦ
5ἐπισκόπου τῆς Ἀντιοχέων μητροπόλεως τῆς Ἀνατολικῆς διοικήσεως καὶ τῆς σὺν αὐτῶι ἁγίας συνόδου, ὁ μεγαλοπρεπέστατος καὶ ἐνδοξότατος Κανδιδιανὸς ὁ κόμης τῶν καθωσιω‐ μένων δομεστίκων εἶπεν· Ἐμοὶ μὲν εὐχῆς ἔργον ἦν καὶ τῆς σῆς θεοσεβείας παρούσης καὶ πάσης ὁμοῦ τῆς συνόδου συναχθείσης εἰς ἓν τὰ γράμματα τῶν δεσποτῶν ἡμῶν καὶ εὐσε‐ βεστάτων βασιλέων ἀποδοῦναι, ὥστε πάσης, ὡς προεῖπον, τῆς συνόδου συναχθείσης τὸ
10τηνικαῦτα τὰ προστεταγμένα παρ’ αὐτῶν γενέσθαι. ἀλλὰ πρὸ τούτων ἡμερῶν πέντε ὁ εὐλαβέστατος ἐπίσκοπος Κύριλλος καὶ Μέμνων ὁ τῆσδε τῆς πόλεως ἐπίσκοπος καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι συναχθέντες ἐν τῆι ἁγίαι ἐκκλησίαι ἐκωλύοντο παρ’ ἐμοῦ καθ’ ἑαυτοὺς συνεδρεύειν παρὰ τὰ τεθεσπισμένα παρὰ τῶν δεσποτῶν ἡμῶν καὶ εὐσεβε‐ στάτων βασιλέων καὶ παρηινοῦντο ἀναμεῖναι τὴν πάντων ὑμῶν παρουσίαν· οἳ δὲ ἀπήιτουν
15παρ’ ἐμοῦ τὸ ἀναγνωσθῆναι τὴν σάκραν. μὴ βουλόμενος δὲ τοῦτο ποιῆσαι διὰ τὸ μὴ παρεῖναι τὴν σὴν ἁγιωσύνην πολλούς τε ἑτέρους ἐπισκόπους καὶ μητροπολίτας μηδέπω ἐληλυθέναι, ἠναγκάσθην παρ’ αὐτῶν διὰ τὸ εἰρηκέναι αὐτοὺς ὅτιπερ ἀγνοοῦσι τί ἂν εἴη τὸ γραφὲν παρὰ τῶν δεσποτῶν ἡμῶν. τούτου ἕνεκεν συναχθέντων αὐτῶν ἀναγκασθείς, ὑπὲρ τοῦ μὴ δοῦναι πρόφασιν ἀταξίας, ἀνέγνων αὐτοῖς τὴν σάκραν καὶ παρὼν καὶ μέλλων
20ἐξιέναι διεμαρτυράμην αὐτοὺς μηδὲν προπετὲς πρᾶξαι, καθώσπερ καὶ πολλοὶ τῶν ἁγιωτά‐ των ἐπισκόπων τῶν σὺν ἐμοὶ πρὸς αὐτοὺς εἰσελθόντων ἴσασιν. οἳ δὲ οὐδὲ οὕτως ἀνασχόμενοι ἔπραξαν ἅπερ αὐτοῖς ἤρεσεν. Ὁ θεοφιλέστατος ἐπίσκοπος Ἰωάννης εἶπεν· Εὐχῆς ἔργον ἐπακοῦσαι τῶν εὐσεβῶν συλλαβῶν· χρὴ γὰρ μὴ καταστοχάζεσθαι τῶν πραγμάτων, ἀλλ’ ἐπ’ αὐτοῦ βαίνειν τοῦ ἀλη‐
25θοῦς καὶ μαθεῖν τὸν εὐσεβῆ σκοπὸν τῶν θεοφιλεστάτων ἡμῶν βασιλέων, οἵτινες πᾶσαν σπουδὴν ἔχουσιν ὑπὲρ τῶν τοῦ Χριστοῦ ἐκκλησιῶν καὶ προτιμῶσι τούτου οὐδέν. γνω‐ ρισάτω οὖν ἡμῖν ἡ ὑμετέρα μεγαλοπρέπεια τίνα ἐστὶ τὰ παρακαλουθήσαντα ἀναγνωσθέν‐ των αὐτοῖς τῶν θεοφιλεστάτων τούτων γραμμάτων. Ὁ μεγαλοπρεπέστατος κόμης Κανδιδιανὸς εἶπεν· Ἀναγινωσκομένης τῆς σάκρας ἐπευ‐
30φήμησαν πάντες, ὡς νομίσαι με ὅτι ἀληθῶς εἴκουσι πᾶσι τοῖς παρὰ τῶν εὐσεβῶν ἡμῶν βασιλέων θεσπισθεῖσι, καὶ ἔχαιρον ἐγὼ τούτοις. μετὰ δὲ ταῦτα παρακαλοῦντός μου εἶξαι πάντας τοῖς γράμμασιν, οὐδεὶς ἐμοῦ ἀνασχέσθαι ἐβούλετο, ἀλλὰ μεθ’ ὕβρεως τοὺς εὐλαβε‐ στάτους ἐπισκόπους τοὺς παρὰ τοῦ ἁγιωτάτου ἐπισκόπου Νεστορίου ἀποσταλέντας καὶ τοὺς σὺν αὐτοῖς ἐξέωσαν, κἀμὲ δὲ πάλιν ἐπὶ πολὺ παρακαλοῦντα ἐξέωσαν τοῦ συνεδρίου,
35ὡσανεὶ οὐκ ὀφείλοντα κοινωνῆσαι τοῖς παρ’ αὐτῶν τυπουμένοις. ἄλλως δὲ οὐδὲ τὸ ἀποσταλὲν αὐτοῖς παραναγνωστικὸν παρὰ τῶν εὐλαβεστάτων ἐπισκόπων συνεχώρησαν
ἀναγνωσθῆναι, ὡς οἱ σὺν ἐμοὶ γενόμενοι ἁγιώτατοι ἐπίσκοποι ἴσασι καὶ μαρτυροῦσι τοῖς

1,1,5

120

παρ’ ἐμοῦ ἀκολούθως γεγενημένοις. ταῦτα δὲ πάντα καὶ εἰς γνῶσιν τῶν δεσποτῶν τῆς οἰκουμένης ἀνηνέγκαμεν δηλοῦντες ὅτι τῆς σῆς ἁγιωσύνης τὴν παρουσίαν καὶ τῶν σὺν αὐτῆι ἁγιωτάτων ἐπισκόπων ἀναμένομεν. Ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος Ἰωάννης εἶπεν· Ἀναγνωσθήτω καὶ ἡμῖν τὰ εὐσεβῆ
5γράμματα. Τῶν δὲ ἁγιωτάτων ἐπισκόπων ἀναστάντων ἀνέγνω ὁ μεγαλοπρεπέστατος κόμης Καν‐ διδιανός. τούτου δὲ γενομένου καὶ ἐπευξαμένων τῶν θεοφιλεστάτων ἐπισκόπων τῶι εὐσεβεῖ αὐτῶν κράτει, ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος Ἰωάννης εἶπεν· Ἤρκει μὲν αὐτοῦ τοῦ εὐσεβοῦς γράμματος ἡ γαληνότης πρὸς πᾶσαν αὐτοὺς ἀγαγεῖν εὐταξίαν, εἰ καὶ ἔξω
10ἦσαν τοῦ ἱερατικοῦ τάγματος· ἀλλ’ ἐπειδή, ὡς εἶπεν ὑμῶν ἡ μεγαλοπρέπεια, θορύβου καὶ ἀταξίας μετὰ τὴν ἀνάγνωσιν τῶν γραμμάτων τὰ πάντα ἐπλήρωσαν καὶ ὕβρεις ἐπήγαγον καὶ τοῖς θεοφιλεστάτοις ἐπισκόποις καὶ τῆι σῆι μεγαλοπρεπείαι, ἐπιστάντες ἡμεῖς μετὰ τῆς πρεπούσης εὐταξίας καὶ τοῦ γράμματος ἐπηκούσαμεν καὶ τὸν σκοπὸν τῶν θεοφιλεστάτων ἡμῶν βασιλέων εἰς ἔργον ἀγαγεῖν ἑτοίμως ἔχομεν, θεοῦ ἐπιτρέποντος. παρακαλῶ δὲ
15καὶ εἰ ἕτερόν τι πέπρακται παρ’ αὐτῶν, μαθεῖν παρὰ τῆς σῆς μεγαλοπρεπείας. Ὁ μεγαλοπρεπέστατος κόμης Κανδιδιανὸς εἶπεν· Ἐπειδὴ πάντα ἀκριβῶς ζητεῖ ἡ σὴ ἁγιωσύνη καὶ ἀκολούθως, δίκαιον καὶ τὰ λοιπὰ λέγεσθαι παρ’ ἐμοῦ. τῆι γὰρ ἑξῆς ἡμέραι ἀγνοῶν πάντηι τὰ πεπραγμένα, ἐξαίφνης ἤκουον τὸν ἁγιώτατον ἐπίσκοπον Νεστόριον κα‐ θηιρῆσθαι παρ’ αὐτῶν προτεθέν τε γράμμα τὸ καθαιρετικὸν ἀποσπάσας ἀνέγνων, ὅπερ
20ἀπέστειλα τοῖς εὐσεβεστάτοις ἡμῶν βασιλεῦσι. μετ’ ὀλίγον δὲ κατὰ τὴν ἀγορὰν ἤκουον καὶ δημοκήρυκας περιόντας τὴν καθαίρεσιν τοῦ μνημονευθέντος ἁγιωτάτου ἐπισκόπου Νε‐ στορίου ἐκπομπεύειν. ταῦτα τοίνυν γνούς, ἐνοχὰς αὐτοῖς ἀπέστειλα πρὸς τὸ μηδὲν πρᾶξαι παρὰ τὰ προσταχθέντα παρὰ τῶν εὐσεβεστάτων ἡμῶν βασιλέων. οὐδὲν δὲ ἧττον καὶ τοὺς ἁγιωτάτους ἐπισκόπους μεθώδευσα τοὺς μὴ συναθροισθέντας μετ’ αὐτῶν ἀναμεῖναι
25τὴν τῆς ὑμετέρας ἁγιωσύνης παρουσίαν. Ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος Ἰωάννης εἶπεν· Ἀκολούθως τοῖς κανόσι καὶ τοῖς ἐκκλησιαστικοῖς θεσμοῖς καὶ τῶι βασιλικῶι γράμματι ἐπὶ παρουσίαι πάντων διαλεχθέντες καὶ ἐπερωτήσαντες τὰ εἰκότα καὶ τυχόντες ἀποκρίσεως, ἦλθον ἐπὶ τοῦτο ἐλέγχων γενομένων ἢ ἐρήμην κατεδίκασαν τὸν ἄνδρα;
30 Ὁ μεγαλοπρεπέστατος κόμης Κανδιδιανὸς εἶπεν· Ἴσασι πάντες οἱ συμπαρόντες μοι θεοσεβέστατοι ἐπίσκοποι ὡς χωρίς τινος κρίσεως καὶ ἐξετάσεως καὶ ζητήσεως τὰ παρ’ αὐ‐ τῶν τετύπωται. Ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος Ἰωάννης εἶπεν· Μάλιστα μὲν οὐδὲ τὰ ἐφ’ ἡμῶν αὐ‐ τοῖς πραχθέντα ἀκόλουθα ἦν· δέον γὰρ αὐτοὺς τοὺς ἄρτι ἐξ ἀποδημίας οὕτω μακρᾶς ἥκον‐
35τας ἀδελφικῶς ἀσπάσασθαι καὶ κεκονιαμένους ἔτι φιλοφρονήσασθαι καὶ ἀνακτήσασθαι ἀδελ‐ φικῆι διαθέσει, εὐθὺς ἦλθον ταράσσοντες ἡμᾶς καὶ θορυβοῦντες καὶ τὴν συνήθη ἀταξίαν
ἐπιδεικνύμενοι. ἀλλ’ ὅμως τούτοις ἡ 〈νῦν〉 συνοῦσά μοι ἁγία σύνοδος οὐδὲ τὰς ἀκοὰς

1,1,5

121

ὑπέσχε. δοκιμάσει δὲ ἡ ἁγία σύνοδος τὰ ὀφείλοντα κατὰ τῶν οὕτως ἀθέσμως καὶ τυ‐ ραννικῶς ἅπαντα συνταραξάντων ἀκολούθως τυπωθῆναι. Τούτων οὕτως ἐχόντων καὶ ἐξελθόντος τοῦ μεγαλοπρεπεστάτου Κανδιδιανοῦ τοῦ κό‐ μητος τῶν καθωσιωμένων δομεστίκων μετὰ τὴν τοῦ εὐσεβοῦς γράμματος ἀνάγνωσιν καὶ
5τὴν κατάθεσιν τῆς προειρημένης διηγήσεως, ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος Ἰωάννης εἶπεν· Ἀκήκοεν ἡ ὑμετέρα θεοσέβεια τοῦ τε εὐσεβοῦς γράμματος τῶν θεοφιλεστάτων ἡμῶν βασι‐ λέων καὶ τῶν παρὰ τοῦ μεγαλοπρεπεστάτου κόμητος Κανδιδιανοῦ κατατεθέντων καὶ ἔγνω τὸν σκοπὸν τῶν εὐσεβεστάτων βασιλέων, ὡς πᾶσαν πρόνοιαν ποιούμενοι τῆς ἐκκλησιαστι‐ κῆς εἰρήνης καὶ τῆς ὑγιοῦς καὶ ἀπεριτρέπτου πίστεως καὶ τῶν ἀποστολικῶν δογμάτων τὴν
10ἁγίαν ἐνταῦθα συνήθροισαν σύνοδον, ἀξίως τοῦ θεοφιλοῦς αὐτῶν κράτους τοῦτο γενέσθαι προστάξαντες, ὥστε πάντας κατὰ ταυτὸν γενομένους τά τε ζητούμενα ἀδελφικῶς καὶ ὡς ἱερεῦσι πρέπει, βασανίσαι κατά τε πρότασιν καὶ λύσιν καὶ πεῦσιν καὶ ἀπόκρισιν ταραχῆς πάσης ἐκτὸς καὶ θορύβου χωρίς, μηδενὸς ἑτέρου ζητουμένου μήτε ἐγκληματικοῦ μήτε χρη‐ ματικοῦ κεφαλαίου πρὸ τῆς ἀκριβοῦς ἐρεύνης καὶ βεβαιώσεως τῆς εὐσεβοῦς πίστεως τῶν
15ἁγίων καὶ μακαρίων πατέρων τῶν ἐν Νικαίαι τῆς Βιθυνίας συνεληλυθότων. τί τοίνυν συνορᾶι ὑμῶν ἡ θεοσέβεια δεῖν γενέσθαι ἐπὶ τῆι τοσαύτηι τῶν εὐσεβῶν γραμμάτων κατα‐ φρονήσει; Ἡ ἁγία σύνοδος εἶπεν· Δῆλός ἐστιν ὁ εὐλαβέστατος ἐπίσκοπος Κύριλλος ὁ τῆς Ἀλε‐ ξανδρέων καὶ Μέμνων ὁ τῆσδε τῆς πόλεως εὐλαβέστατος ἐπίσκοπος ὁ εἰς ἅπαντα συνερ‐
20γήσας αὐτῶι, ὡς ἀκριβῶς ἔγνωμεν πρὸ τῆς ὑμετέρας παραγενόμενοι θεοσεβείας καὶ πάντα ὡς εἰπεῖν θεασάμενοι τὰ ὑπ’ αὐτοῦ τολμηθέντα. τάς τε γὰρ ἁγίας ἐκκλησίας τά τε ἅγια μαρτύρια καὶ τὸ ἅγιον Ἀποστόλιον ἀπέκλεισε, μὴ συγχωρήσας μηδὲ τὴν ἁγίαν πεντη‐ κοστὴν παρὰ τῶν θεοφιλεστάτων ἐπισκόπων ἐπιτελεσθῆναι πλῆθός τε ἀγροικικὸν συναγαγὼν διετάραξε τὴν πόλιν, τοὺς οἰκείους κληρικοὺς εἰς τὰς οἰκίας τῶν θεοφιλεστάτων ἐπισκόπων
25πέμπων καὶ μυρία ἀνήκεστα ἀπειλῶν, εἰ μὴ συναθροισθεῖεν εἰς τὸ ἀτάκτως ὑπ’ αὐτῶν γενόμενον συνέδριον, ἐπὶ κακῶι τῶι συνειδότι ἅπαντα συνταράξαντες καὶ συγχέαντες καὶ θορύβων τὰ ἐκκλησιαστικὰ πληρώσαντες πράγματα καὶ τῶν τε εὐσεβῶν γραμμάτων κατα‐ φρονήσαντες τούς τε ἐκκλησιαστικοὺς θεσμοὺς πατήσαντες, ὥστε τὴν αἱρετικὴν κακοδοξίαν μὴ ζητηθῆναι, ἣν ἐν τοῖς κεφαλαίοις εὕρομεν τοῖς ἀποσταλεῖσι πρώιην εἰς τὴν βασιλίδα πόλιν
30ὑπὸ τοῦ εὐλαβεστάτου Κυρίλλου τοῦ ἐπισκόπου, ὧν τὰ πλεῖστα συμβαίνει τῆι Ἀρείου καὶ Ἀπολιναρίου καὶ Εὐνομίου δυσσεβείαι. χρὴ τοίνυν τήν τε σὴν ἁγιωσύνην καὶ πάντας ἡμᾶς ἐκθύμως ὑπερμαχῆσαι τῆς εὐσεβείας, ὥστε μὴ ὑπαχθῆναί τινας τοῖς αἱρετικοῖς τοῦ θεοφιλεστάτου Κυρίλλου τοῦ ἐπισκόπου κεφαλαίοις μηδὲ διαφθαρῆναι τῶν ἁγίων πατέρων τὴν πίστιν, καὶ τοὺς μὲν ἐξάρχους τοῦ τε αἱρετικοῦ φρονήματος καὶ τῆς πάντα λόγον ὑπερ‐
35βαλλούσης ἀταξίας τῆι ἀξίαι τῆς παρανομίας ψήφωι καταδικάσαι, τοὺς δὲ ὑπαχθέντας αὐ‐ τοῖς καὶ παρασυρέντας ὑπ’ αὐτῶν εὐλαβεστάτους ἐπισκόπους ἐκκλησιαστικῶι ἐπιτιμίωι ὑποβαλεῖν. Ὁ θεοφιλέστατος ἐπίσκοπος Ἰωάννης εἶπεν· Εὐχῆς μοι ἔργον ἦν τὸ μηδένα τῶν τῶι θεῶι ἱερατεύειν ἀφορισθέντων ἐκτὸς γενέσθαι τοῦ ἐκκλησιαστικοῦ σώματος· ἐπειδὴ δὲ
40ἀναγκαία τῶν ἀνιάτως ἐχόντων μελῶν ἡ τομὴ διὰ τὴν τοῦ παντὸς σώματος ὑγίειαν, Κύ‐
ριλλον μὲν καὶ Μέμνονα ὡς ἐξάρχους τῆς γεγενημένης παρανομίας καὶ τοῦ πατηθῆναι τοὺς

1,1,5

122

ἐκκλησιαστικοὺς θεσμοὺς καὶ τὰ εὐσεβῆ θεσπίσματα τῶν εὐσεβεστάτων ἡμῶν βασιλέων καὶ διὰ τὸ αἱρετικὸν τῶν προειρημένων κεφαλαίων φρόνημα καθαιρέσει ὑποβληθῆναι προσήκει, τοὺς δὲ ὑπ’ αὐτῶν ὑπαχθέντας ἀκοινωνήτους γενέσθαι, ὡς ἂν τὸ οἰκεῖον ἐπιγνόντες πλημ‐ μέλημα τά τε αἱρετικὰ τοῦ Κυρίλλου κεφάλαια ἀναθεματίσωσι καὶ τῆι ἐκτεθείσηι πίστει
5παρὰ τῶν ἁγιωτάτων πατέρων τῶν ἐν Νικαίαι συναθροισθέντων ἐμμένειν καθομολογήσωσι μηδὲν ἕτερον αὐτῆι ἢ ξένον τῆς εὐσεβείας ἐπεισάγοντες καὶ κατὰ τὰ εὐσεβῆ γράμματα τῶν θεοφιλεστάτων ἡμῶν βασιλέων σὺν ἡμῖν συνέλθωσι καὶ τῶν τε ζητουμένων τὴν βάσανον ἀδελφικῶς ποιήσωνται καὶ τὴν εὐσεβῆ βεβαιώσωσι πίστιν. Ἡ ἁγία σύνοδος εἶπεν· Ἐννόμως καὶ ἐνδίκως ἡ σὴ ἀπεφήνατο ἁγιότης. δεῖ τοίνυν
10γράμματι κοινῶι Κυρίλλου μὲν καὶ Μέμνονος τὴν καθαίρεσιν, τῶν δὲ λοιπῶν τὴν ἀκοινωνη‐ σίαν ὑπαγορευθῆναι καὶ ταῖς πάντων ὑπογραφαῖς ἡμῶν κυρωθῆναι. Ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος Ἰωάννης εἶπεν· Γενήσεται τὰ συνδόξαντα. Ἰωάννης ἐπίσκοπος Ἀντιοχείας διελάλησα. Ψῆφος
15 Ἡ ἁγία σύνοδος ἡ χάριτι θεοῦ συγκροτηθεῖσα ἐν Ἐφέσωι κατὰ τὸ γράμμα τῶν εὐ‐ σεβεστάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων διελάλησε τὰ ὑποτεταγμένα Ηὐχόμεθα μὲν κατὰ τοὺς κανόνας τῶν ἁγίων πατέρων καὶ κατὰ τὸ γράμμα τῶν εὐ‐ σεβεστάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων εἰρηνικῶς γενέσθαι τὴν σύνοδον· ἐπειδὴ δὲ θρασύτητι καὶ ἀταξίαι καὶ αἱρετικῶι φρονήματι κεχρημένοι καθ’ ἑαυτοὺς συνηδρεύσατε, καί‐
20τοι ἡμῶν ἐπὶ θύραις ὄντων κατὰ τὸ γράμμα τῶν εὐσεβεστάτων ἡμῶν βασιλέων, καὶ πάσης ταραχῆς τὴν πόλιν καὶ τὴν ἁγίαν σύνοδον ἐνεπλήσατε ὑπὲρ τοῦ μὴ ζητηθῆναι τὰ κεφάλαια ἃ συμβαίνει τῆι Ἀπολιναρίου καὶ Ἀρείου καὶ Εὐνομίου κακοδοξίαι καὶ δυσσεβείαι, καὶ οὐκ ἀνεμείνατε τὴν τῶν ἁπανταχόθεν ἁγιωτάτων ἐπισκόπων παρουσίαν τῶν κληθέντων ὑπὸ τῶν εὐσεβεστάτων ἡμῶν βασιλέων καὶ ταῦτα τοῦ μεγαλοπρεπεστάτου κόμητος Κανδιδιανοῦ
25ἐγγράφως καὶ ἀγράφως παραγγείλαντος ὑμῖν μηδὲν τοιοῦτον τολμῆσαι, ἀλλὰ ἀναμεῖναι τὸ κοινὸν ἁπάντων τῶν ἁγιωτάτων ἐπισκόπων συνέδριον, τούτου ἕνεκεν γινώσκετε ὡς καθηι‐ ρημένοι ἐστὲ καὶ ἀλλότριοι τῆς ἐπισκοπῆς σύ τε Κύριλλος ὁ τῆς Ἀλεξανδρέων καὶ 〈σὺ〉 Μέμνων ὁ τῆσδε τῆς πόλεως καὶ πάσης ἐκκλησιαστικῆς λειτουργίας ἀλλότριοι ὡς πάσης τῆς ἀταξίας καὶ παρανομίας ἔξαρχοι καὶ ἡγεμόνες καὶ τοῦ πατηθῆναι τοὺς κανόνας τῶν
30πατέρων καὶ τὰ βασιλικὰ θεσπίσματα αἴτιοι γεγονότες· οἱ δὲ λοιποὶ πάντες οἱ συμφρονή‐ σαντες τοῖς ἠτακτηκόσι καὶ παρανομήσασι κατὰ τῶν κανόνων καὶ κατὰ τῶν βασιλικῶν θεσπισμάτων ἀκοινώνητοι ἐστέ, ἕως ἂν ἐπιγνόντες τὸ οἰκεῖον πλημμέλημα μετανοήσητε καὶ τὴν πίστιν τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι συναθροισθέντων καταδέξησθε μηδὲν ἕτερον
αὐτῆι 〈ἢ〉 ξένον ἐπεισάγοντες καὶ ἀναθεματίσητε τὰ αἱρετικὰ κεφάλαια τὰ ἐκτεθέντα παρὰ

1,1,5

123

Κυρίλλου τοῦ Ἀλεξανδρέως τὰ ἐναντιούμενα τῆι εὐαγγελικῆι καὶ ἀποστολικῆι διδασκαλίαι καὶ τῶι γράμματι τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων βασιλέων ἐμμείνητε τῶι κελεύοντι ἡσύχως καὶ ἀκριβῶς τὰ τῆς πίστεως ζητηθῆναι. Εἰσὶ δὲ οἱ ὑπογράψαντες
5Ἰωάννης ἐπίσκοπος Ἀντιοχείας Ἀλέξανδρος Ἀπαμείας μητροπολίτης Φρίτιλας Ἡρακλείας μητροπολίτης Ἰωάννης Δαμασκοῦ μητροπολίτης Ἱμέριος Νικομηδείας μητροπολίτης
10Δωρόθεος Μαρκιανουπόλεως μητροπολίτης Ἑλλάδιος Ταρσοῦ μητροπολίτης Ἀλέξανδρος Ἱερᾶς πόλεως μητροπολίτης Μαξιμῖνος Ἀναζαρβοῦ μητροπολίτης Δεξιανὸς Σελευκείας Ἰσαυρίας μητροπολίτης
15Εὐθήριος Τυάνων μητροπολίτης Βασίλειος Θεσσαλίας μητροπολίτης Ἀστέριος Ἀμίδης μητροπολίτης Ἀντίοχος Βόστρων μητροπολίτης Θεοδώρητος Κύρου
20Παῦλος Ἐμίσης Μακάριος Λαοδικείας Ἀπρίγγιος Χαλκίδος Θεοσέβιος Κίου Βιθυνίας Πολυχρόνιος Ἡρακλείας
25Γερόντιος Κλαυδιουπόλεως Κύριλλος Ἀδάνων Κῦρος Μαρκουπόλεως Αὐσόνιος Ἱμερίας Αὐρήλιος Εἰρηνουπόλεως
30Πολυχρόνιος Ἐπιφανείας Μελέτιος Νεοκαισαρείας Μουσαῖος Ἀράδου καὶ Ἀνταράδου Ἑλλάδιος Πτολεμαίδος Ἡσύχιος Κασταβάλων
35Ταριανὸς Αὐγούστης Σαλούστιος Κωρύκου Οὐαλεντῖνος Μαλλοῦ
Ἰάκωβος Δοροστόλου

1,1,5

124

Μαρκιανὸς Ἀβρύτου Ζῶσυς Ἐσβοῦντος Δανίηλος Φαυστινουπόλεως Εὐστάθιος Παρνασοῦ
5Ἰουλιανὸς Λαρίσσης Διογένης Σελευκοβήλου Ἡλιάδης Ζεύγματος Πλάκων Λαοδικείας Μαρκελλῖνος Ἄρκης
10Ὁμοῦ πάντες μγ
12Γράμμα τῶν αὐτῶν τὸ τῆς ἀκοινωνησίας σταλὲν τῆι ἁγίαι συνόδωι Ἡ ἁγία σύνοδος τοῖς παρ’ ἡμῶν γενομένοις ἀκοινωνήτοις ἐπισκόποις τάδε δηλοῖ καὶ συμβουλεύει. Δεινὸν μὲν ὡς ἀληθῶς τὸ πλημμελεῖν καὶ τὸν δεσπότην παροργίζειν θεόν·
15δεινότερον δὲ πολλῶι καὶ χαλεπώτερον τὸ μὴ λύειν μεταμελείαι τὴν πλημμέλειαν. ὅπερ ὑμεῖς μέχρι τοῦ παρόντος πεποιήκατε, συνεργήσαντες μὲν τοῖς ἀθέσμως καὶ ἀτάκτως γεγενημένοις ὑπὸ Κυρίλλου τοῦ Ἀλεξανδρέως καὶ Μέμνονος τοῦ Ἐφεσίου, ἀκοινώνητοι δὲ παρ’ ἡμῶν τούτου χάριν γεγενημένοι καὶ τῆς φιλανθρωπίας τὴν θύραν ἀνεωιγμένην ὑμῖν διὰ τῶν ἡμε‐ τέρων ἀποφάσεων ὁρῶντες καὶ μὴ προστρέχοντες μηδὲ παρακαλοῦντες τῶν τῆς ἀκοινωνη‐
20σίας ἀπαλλαγῆναι δεσμῶν, ἀλλ’ ἔτι συνόντες ἀνδράσιν αἱρετικὸν φρόνημα κεκτημένοις καὶ τούς τε θεσμοὺς τῶν ἁγίων πατέρων τά τε θεσπίσματα τῶν εὐσεβεστάτων βασιλέων πατήσασι καὶ μυρία παράνομα ἐργασαμένοις καὶ τούτου χάριν ὑφ’ ἡμῶν καθαιρεθεῖσι καὶ τῆς ἐπι‐ σκοπῆς ἀλλοτρίοις γενομένοις. γινώσκετε τοιγαροῦν ὡς εἰ μὴ ταχέως τὸ πρέπον συνί‐ δοιτε καὶ τῆς ἐπιβλαβοῦς ἐκείνης ἐπιμιξίας ἀπαλλαγέντες τήν τε πίστιν τῶν μακαρίων
25πατέρων τῶν ἐν Νικαίαι συναθροισθέντων κατέχειν ὁμολογήσετε καὶ κατὰ τὰ γράμματα τῶν εὐσεβεστάτων ἡμῶν βασιλέων ἡσύχως καὶ θορύβου παντὸς χωρὶς τὸ συνέδριον σὺν ἡμῖν ποιῆσαι θελήσετε, ἡμᾶς μὲν οὐκ αἰτιάσεσθε, ἑαυτοὺς δὲ τῆς ἀβουλίας ἐπιμέμψεσθε.
29Ἀναφορὰ τῶν αὐτῶν πρὸς τὸν βασιλέα δι’ ἧς ἐμήνυσαν τὰ παρ’ αὐτοῖς πραχθέντα
30καὶ τὴν αἰτίαν τοῦ βράδους τῆς ἀφίξεως τοῦ Ἀντιοχείας ἐπισκόπου Τοῖς εὐσεβέσιν ὑμῶν κελευσθέντες γράμμασι κατελάβομεν τὴν Ἐφεσίων μητρόπολιν καὶ εὕρομεν πάσης συγχύσεως καὶ ἐμφυλίου πολέμου γέμοντα τὰ ἐκκλησιαστικὰ πράγματα, Κυρίλλου τοῦ Ἀλεξανδρέως καὶ Μέμνονος συμφραξαμένων καὶ πλῆθος ἀγροικικὸν συνα‐ θροισάντων καὶ μήτε τῆς ἁγίας πεντηκοστῆς τὴν πανήγυριν ἐπιτελέσαι συγχωρησάντων
35μήτε τὰς ἑσπερινὰς ἢ τὰς ἑωθινὰς λειτουργίας, πρὸς δὲ τούτοις καὶ τὰς ἁγίας ἐκκλησίας καὶ τὰ ἅγια μαρτύρια ἀποκλεισάντων, καθ’ ἑαυτοὺς δὲ σὺν τοῖς ἀπατηθεῖσιν ὑπ’ αὐτῶν συνε‐
δρευσάντων καὶ μυρία παράνομα ἐργασαμένων καὶ τούς τε τῶν ἁγίων πατέρων κανόνας

1,1,5

125

τὰ τε ὑμέτερα πατησάντων θεσπίσματα καὶ ταῦτα τοῦ μεγαλοπρεπεστάτου κόμητος Κανδι‐ διανοῦ τοῦ παρὰ τῆς ὑμετέρας φιλοχρίστου κορυφῆς ἀποσταλέντος παρεγγυήσαντος αὐτοῖς καὶ ἐγγράφως καὶ ἀγράφως ἀναμεῖναι τοὺς πανταχόθεν ἀφικνουμένους ἁγιωτάτους ἐπισκό‐ πους καὶ τότε κοινῆι τὸ συνέδριον ποιῆσαι κατὰ τὰ γράμματα τῆς ὑμετέρας εὐσεβείας, καὶ
5αὐτοῦ δὲ Κυρίλλου τοῦ Ἀλεξανδρέως ἐπιστείλαντός μοι τῶι τῆς Ἀντιοχέων πρὸ δύο ἡμε‐ ρῶν τοῦ γενομένου ὑπ’ αὐτοῦ συνεδρίου, ὡς ἡ σύνοδος πᾶσα ἀναμένει μου τὴν παρουσίαν. δι’ ὃ ἀμφοτέρους τοὺς προειρημένους καθείλομεν Κύριλλον καὶ Μέμνονα καὶ πάσης ἐκκλη‐ σιαστικῆς λειτουργίας ἀλλοτρίους πεποιήκαμεν· τοὺς δὲ λοιποὺς τοὺς ταυτησὶ τῆς παρα‐ νομίας αὐτοῖς κοινωνήσαντας ἀκοινωνήτους πεποιήκαμεν ἕως ἂν τά τε κεφάλαια τὰ παρὰ
10Κυρίλλου ἐκπεμφθέντα τῆς Ἀπολιναρίου καὶ Εὐνομίου καὶ Ἀρείου κακοδοξίας γέμοντα ἐκ‐ βάλωσι καὶ ἀναθεματίσωσι καὶ κατὰ τὸ τῆς ὑμετέρας εὐσεβείας γράμμα κοινῆι σὺν ἡμῖν συνεδρεύσαντες ἡσύχως καὶ ἀκριβῶς τά τε ζητήματα σὺν ἡμῖν ἴδωσι καὶ τὸ εὐσεβὲς τῶν πατέρων βεβαιώσωσι δόγμα. Περὶ δὲ τῆς ἐμῆς βραδυτῆτος ἴστω ὑμῶν ἡ εὐσέβεια ὡς πρὸς τὸ χερσαῖον διάστημα
15τῆς ὁδοῦ (διὰ γῆς γὰρ ἡμῶν ἡ ὁδὸς γεγένηται) σφόδρα ἐπεταχύναμεν. τεσσαράκοντα γὰρ μονὰς ὡδεύσαμεν, μηδεμιᾶς ἀνακωχῆς κατὰ τὴν πορείαν ἀπολαύσαντες, ὡς ἔξεστιν ὑμῶν τῆι φιλοχρίστωι βασιλείαι παρὰ τῶν τὰς κατὰ τὴν ὁδὸν πόλεις οἰκούντων μαθεῖν. πρὸς δὲ τούτοις καὶ ὁ λιμὸς κατὰ τὴν Ἀντιόχειαν γενόμενος καὶ αἱ καθ’ ἑκάστην ἡμέραν ταραχαὶ τοῦ δήμου καὶ ἡ παρὰ τὸν καιρὸν σφοδροτάτη γενομένη ἐπομβρία, ἣ καὶ κίνδυνον
20ἐκ τῶν χειμάρρων ἐπήγαγε τῆι πόλει, οὐκ ὀλίγας ἡμέρας εἰς τὴν προειρημένην ἡμᾶς ἐπέσχε πόλιν.
23Ἀναφορὰ πρὸς τὸν βασιλέα Ἰωάννου ἀρχιεπισκόπου Ἀντιοχείας καὶ τῶν σὺν αὐτῶι ἣν ἀντέγραψαν διὰ Παλλαδίου μαγιστριανοῦ
25 Τοῦτο, εὐσεβεῖς βασιλεῖς, τοῦτο ὀρθοδοξίας σύστασις τὸ λῦσαι πάντα τὰ ἀθέσμως ὑπ’ ἐκείνων γεγενημένα καὶ τοῖς κανόσιν ἤδη προλελυμένα, τὸ ἐν πρώτηι τάξει προστάξαι τὴν ἐξέτασιν τῶν δογμάτων ἐν τῆι συνελθούσηι συνόδωι γενέσθαι. ἐμακαρίσαμεν 〈οὖν〉 τὴν οἰκουμένην, τὰ πρόσφατον ἡμῖν κομισθέντα ὑμῶν θεσπίσματα σὺν ἐπαίνοις μυρίοις ἀνα‐ γνόντες, ἐφ’ οἵοις σκήπτροις καὶ ἐφ’ οἵαι βασιλείαι διακυβερνᾶται. ἀλλ’ ὥσπερ ταῦτα
30παντὸς θαύματός ἐστιν ἐπέκεινα ὅσα προστετάχατε, εὐσεβέστατοι βασιλεῖς, οὕτω καὶ ἡμῖν ἀναγκαία ἐστὶν ἡ πρὸς τὸ ὑμέτερον κράτος ἀπολογία περὶ ὧν συνηλάθημεν ἐν τῆι Ἐφεσίων γενόμενοι πόλει καταψηφίσασθαι καὶ κατακρῖναι τοὺς ἐκ προοιμίων τὰ ὑμέτερα πατήσαντας θεσπίσματα, τοὺς ἐπειδὴ ὑπὸ τοῦ οἰκείου συνειδότος ἠλαύνοντο, κυρῶσαι θελήσαντας καὶ ἀνανεῶσαι τὰ Ἀπολιναρίου καὶ Ἀρείου δόγματα κατὰ τῆς εὐσεβείας ἐφ’ οἷς Κύριλλος ὁ
35Ἀλεξανδρείας πρώιην εἰς τὴν βασιλίδα πόλιν κεφάλαιά τινα μετὰ ἀναθεματισμῶν ἐξέπεμψε
μετὰ πάσης ἐθελοθρηισκείας, τοὺς πρὶν ἅψωνται τῆς τῶν θείων δογμάτων ἐρεύνης, πρὸς

1,1,5

126

ἔχθραν καὶ ἀπέχθειαν ἰδόντας ἐν οἷς ἐτόλμησαν παρὰ τὰ ὑμέτερα εὐσεβῆ θεσπίσματα ψῆφον οὕτως ἄδικον ἐξενεγκεῖν κατὰ τοσούτου θρόνου τῆς βασιλίδος πόλεως Κωνσταντι‐ νουπόλεως. ἡ μὲν οὖν τούτων παροινία αὐτόθεν πᾶσιν ἀνθρώποις δήλη ἐστίν, ἐφ’ ἧι ἡ ἁγία σύνοδος ὀρθῶι φρονήματι καὶ ζήλωι κατὰ θεὸν κινηθεῖσα καὶ φειδοῖ τῶν ἁγίων
5ἐκκλησιῶν κατέκρινεν αὐτοκατακρίτους ὄντας, οὐ μεμπτόν τι, μὴ γένοιτο, οὐδὲ θερμόν, ὡς ἄν τις εἴποι, πράττουσα, ἀλλὰ τῆι εὐσεβείαι κινδυνευούσηι πρὸ πάντων ἀμύνουσα. αὕτη ὑπὲρ τῶν παρ’ ἡμῶν πεπραγμένων δικαιοτάτη πρὸς τὸ ὑμέτερον κράτος ἔστω ἀπολογία, ἡμῶν μὲν μήτε πρὸς χάριν μήτε πρὸς ἀπέχθειαν βλεπόντων, ἀλλ’ ἑνὸς ὄντων τοῦ τὴν εὐ‐ σεβῆ πίστιν κυματουμένην ὥσπερ διασῶσαι ὑπὸ τῶν τὰ ἑαυτῶν συγγράμματα αὐθαδείαι
10βουληθέντων κρατῦναι ἐπ’ ἀθετήσει καὶ ὕβρει ὧν Πέτρος ὡμολόγησεν, ὧν Ἰωάννης ἐθεολό‐ γησεν, ὧν Ματθαῖος ἐκήρυξε καὶ οἱ λοιποὶ εὐαγγελισταί, ὧν Παῦλος τῆι τοῦ πνεύματος ἐνεργείαι ἐδίδαξεν, ὧν ἅπαντες οἱ ὀρθόδοξοι πανταχοῦ τῆς οἰκουμένης τὸ κήρυγμα ἐκφέ‐ ροντες τὴν εὐσεβῆ πίστιν ἐρρίζωσαν. ταύτης τῆς ὀρθοδόξου πίστεως εὐχόμεθα, ὅση τις ἡμῖν εὐχῆς δύναμις, τὴν ὑμετέραν εὐσέβειαν καὶ τὸ ὑμέτερον τῆι ὀρθοθοξίαι ἐντεθραμ‐
15μένον κράτος ἀντέχεσθαί τε καὶ ὑπερασπίζειν καὶ ἄτρωτον διαφυλάττειν, ὡς ἐν τούτοις ὑμῖν οὔσης τῆς πάντα ὑμῖν συνεχούσης τῶν πραγμάτων ἐλπίδος, ἡμῶν καὶ νῦν καὶ πρότερον παρεσκευασμένων μὴ ἐκκλῖναι τὰ ὑμέτερα θεσπίσματα μήτε δεξιὰ μήτε ἀριστερά, ὡς ἡ θεία ἔφησε γραφή. ἐπειδὴ γὰρ πρὸς τὸ εὐσεβὲς τὴν πᾶσαν ῥοπὴν τὸ ὑμέτερον ἔχει κράτος, οἱ μὲν πειθόμενοι ἕξουσι τὸν παρ’ ὑμῶν αὐτῶν ἔπαινον καὶ τὴν παρὰ τοῦ
20θεοῦ ἀποδοχήν, οἱ δὲ πρὸς νεωτερισμοὺς βλέποντες καὶ τὴν ἐκ θορύβων ἐπινοητὴν δύναμιν ἑαυτοῖς κατασκευάζοντες, ὥσπερ οἱ τὰς τυραννίδας ταῖς εὐνομίαις ἐπεισάγοντες, ἀξίαν ἀπενέγκωνται αἰσχύνην ἅτε δὴ τὴν εὐνομίαν διαφθεῖραι σπουδάσαντες καὶ τὰς ὑμετέρας παρεγγυήσεις χαμαὶ ῥῖψαι τολμήσαντες. ὥστε τοίνυν μηδεμίαν ταραχὴν ἢ θόρυβον ἐν τῶι κοινῶι γενέσθαι συνεδρίωι, θεσπισάτω ὑμῶν ἡ φιλόχριστος κορυφὴ δύο ἑκάστωι μη‐
25τροπολίτηι 〈ἐπισκόπουσ〉 συνεῖναι, ἐπειδὴ καὶ ἡμεῖς τοῖς τῆς ὑμετέρας εὐσεβείας γράμμασιν εἴξαντες τοσούτους ἐπαγόμεθα, δυνάμενοι, εἴπερ ἄρα πλήθους ἦν χρεία, πλείστους ἔχειν μεθ’ ἑαυτῶν τοὺς τὰ θεῖα δόγματα ἀκριβῶς ἐπισταμένους καὶ οὐδὲν τῶι ἀμαθεῖ τῶν θείων πλήθει Ἀσιανῶν καὶ Αἰγυπτίων ἐοικότας. εἰ γὰρ τοῦτο μὴ γένοιτο, ἀνάγκη σύγχυσιν αὖθις γενέσθαι, Αἰγυπτίων μὲν ὄντων πεντήκοντα, Ἀσιανῶν δὲ τῶν ὑπὸ Μέμνονα τὸν τῆς
30τυραννίδος ἡγεμόνα τεσσαράκοντα καὶ τῶν ἐν Παμφυλίαι αἱρετικῶν Μεσαλιανιτῶν λεγο‐ μένων δώδεκα χωρὶς τῶν συνόντων τῶι αὐτῶι μητροπολίτηι καὶ ἑτέρων καθηιρημένων καὶ ἀκοινωνήτων κατὰ διαφόρους τρόπους ὑπὸ συνόδων ἢ ὑπὸ ἐπισκόπων γεγενημένων, οἵπερ εἰσὶν οὐδὲν ἕτερον ἢ πλῆθος ἀνθρώπων οὐδὲν μὲν ἀκριβὲς τῶν θείων δογμάτων ἐπιστα‐ μένων, ταραχῆς δὲ καὶ θορύβων μεστῶν. δεόμεθα τοίνυν καὶ ἱκετεύομεν τὴν ὑμετέραν
35εὐσέβειαν αὖθις φροντίσαι, ἐπιτεῖναι δὲ τῆι συνόδωι τὴν εἰρήνην τῶι συνήθει ὑμῶν εὐσεβεῖ θεσπίσματι. νομίσαντες γὰρ νῦν γοῦν αὐτοὺς σωφρονήσειν διὰ τὰ εὐσεβῆ γράμ‐ ματα τῆς θεοφιλοῦς ὑμῶν κορυφῆς, μετὰ τὸ ἀναγνωσθῆναι αὐτοῖς τὸ πάσης εὐσεβοῦς προ‐ θέσεως γέμον θέσπισμα καὶ ταῦτα ἡμᾶς ὑπαγορεῦσαι τὰ γράμματα ἀπήλθομεν εἰς τὸ Ἀπο‐
στόλιον τοῦ ἁγίου Ἰωάννου τοῦ εὐαγγελιστοῦ καὶ εὐχαριστῆσαι καὶ προσεύξασθαι ὑπὲρ τοῦ

1,1,5

127

ὑμετέρου κράτους καὶ τοῦ εὐσεβοῦς ὑμῶν σκοποῦ. οἳ δὲ θεασάμενοι ἡμᾶς παραχρῆμα τὸν ναὸν ἀπέκλεισαν· ὡς δὲ ἔξωθεν προσευξάμενοι καὶ μηδενὶ μηδὲν εἰπόντες ἐπανήιειμεν, πλῆθος ἐξῆλθεν οἰκετῶν τινων καὶ τοὺς μὲν ἐξ ἡμῶν κατέσχον, τῶν δὲ τὰ ζῶια ἀπέσπασαν, ἄλλους δὲ τραυματίας ἐποίησαν, ἡμᾶς δὲ ῥοπάλοις καὶ λίθοις κατεδίωξαν μέχρι πολλοῦ
5διαστήματος, ὡς ἀναγκασθῆναι ἡμᾶς μετὰ πολλῆς ἐπείξεως φυγεῖν ὡς βαρβάρων διωκόν‐ των. ταῦτα δὲ ἐκ πολλοῦ ηὐτρέπισεν ὁ Μέμνων, μὴ συγχωρῶν μηδενὶ μήτε προσεύ‐ ξασθαι ἐν εὐκτηρίωι οἴκωι μήτε μετὰ εἰρήνης καὶ καταστάσεως διαθεῖναι τὰ ἐκκλησιαστικὰ πράγματα. δεόμεθα τοίνυν τῆς ὑμετέρας εὐσεβείας ἐξαιρέτως Μέμνονα τὸν τύραννον προστάξαι ἐκβληθῆναι τῆς πόλεως ταύτης, διὰ τὰς ἀταξίας αὐτοῦ ταύτας καθαιρεθέντα καὶ
10κυκῶντα, ὥστε μὴ ἀκριβῶς ἐρευνηθῆναι τὰ κατ’ αὐτόν. εἰ γὰρ οὗτος μὴ ἐξέλθοι, ἀδύ‐ νατον εἰρήνην γενέσθαι ἢ τὸν σκοπὸν τῆς ὑμετέρας εὐσεβείας εἰς πέρας ἀχθῆναι.
13Ἐπιστολὴ τῶν αὐτῶν πρὸς τὸν Κωνσταντινουπόλεως κλῆρον Ἔγνω πάντως ὑμῶν ἡ εὐλάβεια τὰ ἀθέσμως καὶ παρανόμως ὑπὸ Κυρίλλου τοῦ Ἀλε‐
15ξανδρέως καὶ Μέμνονος τοῦ Ἐφεσίου καὶ τῶν σὺν αὐτοῖς παρὰ τὸ γράμμα τῶν εὐσεβεστά‐ των καὶ φιλοχρίστων ἡμῶν βασιλέων συνεδρευσάντων γεγενημένα. δι’ ὃ ἀναγκαῖον ὠιή‐ θημεν γνωρίσαι ὑμῶν τῆι θεοσεβείαι ὡς ἐκεῖνα μὲν ἅπαντα τὰ ὑπ’ αὐτῶν τολμηθέντα ἱστὸς ἀράχνης κατὰ τὸν προφήτην ὑπάρχει, αὐτοὶ δὲ οἱ ταῦτα τετολμηκότες ὅ τε Κύριλλος καὶ Μέμνων ὡς ἔξαρχοι τῆς ἀταξίας καὶ παρανομίας γενόμενοι ὑφ’ ἡμῶν καθηιρέθησαν καὶ
20ἀλλότριοι τῆς ἐπισκοπῆς ἐγένοντο, τοὺς δὲ σὺν αὐτοῖς συνεδρεῦσαι ἑλομένους ἀκοινωνήτους πεποιήκαμεν, ἕως ἂν τὸ οἰκεῖον ἐπιγνόντες πλημμέλημα τά τε αἱρετικὰ κεφάλαια Κυρίλλου τοῦ Ἀλεξανδρέως ἀναθεματίσωσι καὶ τὴν πίστιν τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι τῆς Βιθυνίας συναθροισθέντων ἀδόλως καταδέξωνται. μὴ τοίνυν θορυβήσηι τις τὴν ὑμετέραν εὐλάβειαν τῶν τὰ τοιαῦτα ποιεῖν εἰωθότων· οὐδεμίαν γὰρ ἰσχύν, ὡς ἤδη ἐδηλώσαμεν,
25ἔχει τὰ παρανόμως ὑπ’ αὐτῶν τολμηθέντα. τοῦτο δὲ καὶ τῶι εὐσεβεῖ καὶ φιλοχρίστωι ἡμῶν βασιλεῖ ἐγνωρίσαμεν καὶ τοῖς μεγαλοπρεπεστάτοις καὶ ἐνδοξοτάτοις ἄρχουσιν.
28Ἐπιστολὴ τῶν αὐτῶν πρὸς τὴν ἐν Κωνσταντινουπόλει σύγκλητον Τῆι θεοφιλεῖ καὶ φιλοχρίστωι συγκλήτωι ἡ ἁγία σύνοδος. Λίαν ἀλγοῦμεν οἰκείων μελῶν
30ἐκτομὴν τῆι ὑμετέραι μεγαλοπρεπείαι μηνύειν ἀναγκαζόμενοι. εἰ γὰρ καὶ ἀναγκαῖος ὁ χωρισμὸς τῶν σεσηπότων μελῶν, ἀλλ’ ὅμως ὀδύνην πικρὰν τῶι λοιπῶι σώματι κατεργά‐ ζεται. εἰ πάσχει γάρ φησιν ὁ μακάριος Παῦλος, ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη. ἀλλ’ ὅμως οὐ παραιτητέα τοῖς ἰατροῖς τῶν ἀχρήστων καὶ ἐπιβλαβῶν με‐ λῶν ἡ τομή· ὁ γὰρ ἐχέφρων καὶ σοφὸς τῶν σωμάτων θεραπευτὴς εἰς τὴν τῶν λοιπῶν
35ἀφορῶν ὑγείαν καταφρονεῖ τοῦ σεσηπότος, παντὶ τῶι σώματι τὴν σωτηρίαν πραγματευό‐
μενος. τοῦτο καὶ ἡμεῖς ἐπὶ τοῦ παρόντος πεποιήκαμεν. εὕρομεν γὰρ Κύριλλον τὸν Ἀλεξαν‐

1,1,5

128

δρείας ἐπίσκοπον καὶ Μέμνονα τὸν Ἐφέσου μυρία ἄλλα κατὰ τῆς τοῦ θεοῦ ἐκκλησίας ἐργαζο‐ μένους δεινὰ καὶ θορύβου καὶ ταραχῆς τήν τε πόλιν καὶ τὴν ἁγίαν σύνοδον ἐμπλήσαντας ναύταις τε Αἰγυπτίοις καὶ ἀγροίκοις Ἀσιανοῖς ὑπουργοῖς τῆς τυραννίδος χρησαμένους καὶ μήτε τοὺς συγκληθέντας ἁγιωτάτους καὶ θεοφιλεστάτους ἐπισκόπους ἀναμείναντας μήτε τῶν γραμμάτων τῶν
5θεοφιλεστάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων ἀνασχομένους μήτε ταῖς εἰσηγήσεσι καὶ πα‐ ραγγελίαις τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου κόμητος Κανδιδιανοῦ πεισθέντας, ἀλλὰ πάντα φύρδην συγχέαντας τὰ τῆς εὐσεβείαις σεμνὰ ἀθέσμως τε καὶ παρανόμως πάντα ἐργασαμένους καὶ τῆς ἁγίας πεντηκοστῆς τὴν πανήγυριν ἐπιτελέσαι κωλύσαντας τούς τε θείους ναοὺς καὶ τοὺς τῶν καλλινίκων μαρτύρων σηκοὺς ἀποκλείσαντας, ἵνα μηδὲ εὔξασθαι τοῖς
10βουλομένοις ἐξῆι τοῖς μακρὰν μὲν πορείαν πεποιημένοις, ἐφιεμένοις δὲ πάσας μὲν τὰς τῶν ἁγίων καὶ καλλινίκων μαρτύρων περιπτύξασθαι λάρνακας, οὐχ ἥκιστα δὲ τὴν τοῦ τρισμακα‐ ρίου Ἰωάννου τοῦ θεολόγου καὶ εὐαγγελιστοῦ τοῦ πολλὴν πρὸς τὸν σωτῆρα τὸν ἡμέτερον παρρησίαν κτησαμένου. δι’ ὃ τοὺς προειρημένους Κύριλλον καὶ Μέμνονα καθελεῖν ἠνα‐ γκάσθημεν καὶ τῆς ἐπισκοπῆς ἀλλοτρίους πεποιήκαμεν· τοὺς δὲ συνεργήσαντας αὐτῶν τῆι
15αὐθαδείαι καὶ τυραννίδι ἢ δι’ ἀπάτην ἢ διὰ φόβον ἀκοινωνήτους πεποιήκαμεν, συμμετρήσαν‐ τες τὴν παιδείαν τῆι τῆς προαιρέσεως μεταμελείαι. ἢν γὰρ αἴσθωνται τῆς πλημμε‐ λείας καὶ τῆς τε αἱρετικῆς παύσωνται κακοδοξίας τήν τε τῶν ἁγίων πατέρων πίστιν τῶν ἐν Νικαίαι τῆς Βιθυνίας συνελθόντων ἀνακτήσωνται καὶ σὺν ἡμῖν κατὰ τὰ γράμματα τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων εἰς τὸ συνέδριον εἰσελθόντες μεθ’ ἡσυχίας
20ἱερεῦσι πρεπούσης τὰ ζητούμενα ἐρευνήσωσι, τοῦ τε δεσμοῦ τῆς ἀκοινωνησίας ἀπαλλαγή‐ σονται καὶ τὴν ἱερατικὴν ἀπολήψονται λειτουργίαν.
23Ἐπιστολὴ τῶν αὐτῶν πρὸς τὸν ἐν Κωνσταντινουπόλει λαόν Τῶι εὐλαβεστάτωι καὶ πιστοτάτωι καὶ φιλοχρίστωι λαῶι τῆς ἐν Κωνσταντινουπόλει
25ἁγίας τοῦ θεοῦ ἐκκλησίας ἡ σύνοδος. Νόμος ἐστὶν ἄγραφος τοῖς ποιμέσι πολλὴν τῶν προβάτων ποιεῖσθαι κηδεμονίαν, ἵνα μήτε κλέπτης ταῦτα ληιστεύηι μήτε θηρία κατεσθίηι μήτε νόσος λυμαίνηται. εἰ δὴ οἱ τῶν ἀλόγων προβάτων τὴν κηδεμονίαν πεπιστευμένοι τοσαύτην αὐτῶν ποιοῦνται προμήθειαν, ὡς βοᾶν τὸν μακάριον Ἰακὼβ πρὸς τὸν Λάβαν· ἤμην συγκαιόμενος τῶι καύματι τῆς ἡμέρας καὶ τῶι παγετῶι τῆς νυκτὸς
30καὶ ἀφίστατο ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου καὶ θηριάλωτον οὐκ ἐνή‐ νοχά σοι, ὅσην χρὴ ποιήσασθαι πρόνοιαν τῶν λογικῶν τοῦ σωτῆρος ἡμῶν προβάτων, ἃ τοὺς θείους περίκειται χαρακτῆρας, βαπτισθέντα μὲν εἰς Χριστόν, ἐνδυσάμενα δὲ Χριστὸν καὶ σημειωθέντα τῶι φωτὶ τοῦ προσώπου κυρίου; τούτου χάριν ἀναγκαῖον ὠιήθημεν τὰς ὑμετέρας διὰ γραμμάτων προθεραπεῦσαι ψυχάς, ἵνα μὴ ταῖς ματαίαις φήμαις ὑπαχθέν‐
35τες ἀθυμήσητε καὶ ταραχὴν ταῖς διανοίαις εἰσδέξησθε. Ἀφικόμεθα γὰρ εἰς τὴν Ἐφεσίων πόλιν, τοῦ κηδεμόνος τῶν ὅλων θεοῦ τῶν εὐσεβε‐ στάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων τὴν διάνοιαν εἰς τοῦτο κινήσαντος, καὶ εὕρομεν τήν
τε πόλιν θορύβου παντὸς πεπληρωμένην καὶ τὴν ἅπασαν σύνοδον οὐ μετρίως ταραττομένην

1,1,5

129

καὶ κλύδωνα θαλάττιον τὴν ἁγίαν ἐκκλησίαν μιμουμένην, Κυρίλλου τοῦ πρὶν Ἀλεξανδρείας ἐπισκόπου καὶ Μέμνονος τοῦ Ἐφεσίου δίκην καταιγίδων τὸν χαλεπὸν τοῦτον ἐγειράντων χειμῶνα. δείσαντες γὰρ ὁ μὲν Αἰγύπτιος ἵνα μὴ τὰ κεφάλαια τῆς αἱρετικῆς αὐτοῦ κακοδοξίας τὰ τῆι Ἀπολιναρίου δυσσεβείαι συμβαίνοντα ἐρευνήσαντες ὡς αἱρετικὸν αὐτὸν
5κατακρίνωμεν, ὃ δὲ τῆς ἄλλης αὐτοῦ ῥαιθυμίας τὰ κατὰ τὴν πόλιν θρυλούμενα, συμφρο‐ νήσαντες καὶ μίαν τυραννικὴν ἀναδεξάμενοι γνώμην καὶ ὃ μὲν πεντήκοντα Αἰγυπτίους ἐπι‐ σκόπους, ὃ δὲ Ἀσιανοὺς πλέον ἢ τριάκοντα συναγαγὼν καὶ ἄλλους τινὰς τοὺς μὲν ἀπάτηι, τοὺς δὲ φόβωι προσλαβόμενοι, οὐκ ἐβουλήθησαν μὲν ἀναμεῖναι τὸ κοινὸν τῶν πανταχόθεν ἀφικνουμένων ἁγιωτάτων ἐπισκόπων συνέδριον, καταφρονήσαντες δὲ τῶν ἐκκλησιαστικῶν
10θεσμῶν καὶ πάντα ἀτόπως καὶ παρανόμως διαπραξάμενοι, ὡς ἐξ ἀκροπόλεως μὲν δυσσεβεῖν ἅπασι παρακελεύονται, ναύτας δὲ καὶ κληρικοὺς Αἰγυπτίους καὶ ἀγροίκους Ἀσιανοὺς εἰς τὰς τῶν ἐπισκόπων οἰκίας ἀποστέλλοντες καὶ τὰ ἀνήκεστα ἀπειλοῦντες καὶ φόβον τοῖς σαθρο‐ τέροις ἐπικρεμῶντες καὶ τὰς οἰκίας ἔξωθεν ἐπιγράφοντες, ὡς ἐπισήμους εἶναι τοὺς πολιορ‐ κηθῆναι ὀφείλοντας, ἠνάγκαζον συντίθεσθαι τοῖς ὑπ’ αὐτῶν παρανόμως γεγενημένοις.
15ταῦτα καταλαβόντες καὶ πείραι τὴν τυραννικὴν αὐτῶν ἀταξίαν μεμαθηκότες, ἄτοπον ἡγησά‐ μεθα τοὺς εἰς τοσοῦτον κακίας ἐληλακότας ἐν τῆι θείαι καὶ μεγάληι ἱερωσύνηι καταλιπεῖν. δι’ ὃ τούτους μὲν ὡς τῶν κακῶν ἡγεμόνας καθελεῖν ἠναγκάσθημεν καὶ τῆς ἐπισκοπῆς ἀλλοτρίους πεποιήκαμεν, τοὺς δὲ τούτοις συνεργήσαντας τῶι τῆς ἀκοινωνησίας ὑπεβάλομεν δεσμῶι, οὐκ ἀπαγορεύσαντες τὴν μετάνοιαν, ἀλλὰ τὴν τῆς φιλανθρωπίας αὐτοῖς ὑπανοίξαντες θύραν.
20ἢν γὰρ ἐθελήσωσιν ὡς τάχιστα ἀναθεματίσαι μὲν τὰ ὑπὸ Κυρίλλου ἀποσταλέντα κεφάλαια τὰ τῆς εὐαγγελικῆς καὶ ἀποστολικῆς διδασκαλίας ἀλλότρια, εἰς δὲ τὴν πίστιν τῶν ἁγίων πατέρων ἐπανελθεῖν τῶν ἐν Νικαίαι τῆς Βιθυνίας συνελθόντων καὶ κατὰ τὸ γράμμα τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων ἀθορύβως καὶ ἀκριβῶς τά τε προκείμενα συζητῆσαι καὶ τὸ εὐσεβὲς δόγμα κυρῶσαι, παραυτίκα αὐτοὺς ὡς οἰκεῖα μέλη δεξόμεθα καὶ
25τοὺς ἱερατικοὺς αὐτοῖς ἀποδώσομεν θρόνους.
28Ἀναφορὰ τῆς Ἀνατολικῆς συνόδου πρὸς τὸν καλλίνικον βασιλέα δηλοῦσα καὶ αὖθις τὴν γεγενημένην καθαίρεσιν Κυρίλλου καὶ Μέμνονος
30 Ἡ διαλάμπουσα ὑμῶν εὐσέβεια ἐπ’ εὐεργεσίαι τῆς οἰκουμένης καὶ τῶν τοῦ θεοῦ ἐκκλησιῶν ἐκέλευσεν ἡμᾶς ἐν τῆι Ἐφεσίων ἀθροισθῆναι, ὥστε κέρδος καὶ εἰρήνην τῆι ἐκκλησίαι περιποιῆσαι, οὐχ ὥστε συγχύσεως καὶ ἀταξίας πάντα πληρῶσαι· καὶ αὐτὰ δὲ τὰ τοῦ ὑμετέρου κράτους θεσπίσματα σαφῶς καὶ διαρρήδην τὸν εὐσεβῆ ὑμῶν καὶ εἰρηνικὸν ὑπὲρ τῶν τοῦ θεοῦ ἐκκλησιῶν μηνύει σκοπόν. ὁ δὲ ἐπ’ ὀλέθρωι τῶν ἐκκλησιῶν καὶ
35τεχθεὶς καὶ τραφείς, ὡς ἔοικε, Κύριλλος ὁ τῆς Ἀλεξανδρέων συνεργὸν λαβὼν τὴν Μέμνονος τοῦ Ἐφεσίου θρασύτητα, πρῶτον μὲν εἰς τὸ γαληνὸν καὶ εὐσεβὲς ὑμῶν παρηνόμησεν θέσπισμα, διὰ πάντων τὸ ἀκαθοσίωτον αὐτοῦ δεικνύς. τοῦ γὰρ ὑμετέρου κράτους θε‐
σπίσαντος περὶ πίστεως τὴν ἐξέτασιν γενέσθαι καὶ βάσανον ἀκριβῆ τὴν μεθ’ ὁμονοίας καὶ

1,1,5

130

εἰρήνης τῆς πάντων, ὁ Κύριλλος ἐπὶ τοῖς Ἀπολιναρίου δόγμασιν ἐγκαλούμενος, μᾶλλον δὲ αὐτὸς ἑαυτὸν ἐλέγξας δι’ ὧν πρώιην εἰς τὴν βασιλίδα πόλιν μετ’ ἰδίας ὑπογραφῆς ἀπέστειλεν [μετὰ] ἀναθεματισμῶν, ἐν οἷς τὰ τοῦ δυσσεβοῖς καὶ αἱρετικοῦ Ἀπολιναρίου φρονῶν ἐλή‐ λεγκται, οὐδενὸς τούτων φροντίσας, ὡς ἐν ἀβασιλεύτοις καιροῖς, χωρεῖ πρὸς πᾶσαν παρα‐
5νομίαν, καὶ δέον λόγον δοῦναι ὑπὲρ ὧν διεφθαρμένηι χρῆται τῆι περὶ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν δόξηι, ἁρπάσας ἑαυτῶι τὴν αὐθεντίαν τὴν μήτε παρὰ τῶν κανόνων αὐτῶι δεδομένην μήτε ἀπὸ τῶν ὑμετέρων θεσπισμάτων, ὁρμᾶι πρὸς πᾶν εἶδος ἀταξίας καὶ παρα‐ νομίας. ἐπὶ τούτοις κινηθεῖσα ἡ ἁγία σύνοδος ἡ οὐ παραδεξαμένη τὰς ἐπὶ λύμηι τῆς πίστεως αὐτοῦ ἐπινοίας, τοῦτον μὲν καθαιρεῖ διὰ τὰ προειρημένα πάντα, Μέμνονα δὲ ὡς
10συνεργὸν αὐτοῦ καὶ συναγωνιστὴν ἐν ἅπασι γεγενημένον καὶ μυρίους θορύβους κατὰ τῶν ἁγιωτάτων ἐπισκόπων τῶν συνθέσθαι τῆι αἱρετικῆι ἐκείνηι κακοδοξίαι μὴ ἀνασχομένων ἐγεί‐ ραντα καὶ τὰς ἐκκλησίας καὶ πάντα τόπον εὐκτήριον κλείσαντα, ὡς ἐν Ἑλληνικοῖς καὶ θεο‐ μάχοις καιροῖς, καὶ πλῆθος ἐπιχώριον τῆς Ἐφεσίων ἐπεισαγαγόντα, ὡς περὶ τοῦ παντὸς ἡμῖν εἶναι καθ’ ἑκάστην τὸν κίνδυνον, οὐ πρὸς ἄμυναν βλέπουσα, ἀλλὰ πρὸς τὰ ὀρθὰ δό‐
15γματα τῆς εὐσεβείας· τὸ γὰρ τούτους ἐκκόψαι οὐδὲν ἕτερόν ἐστιν ἢ τὴν ὀρθοδοξίαν στῆσαι. ἔξεστι δὲ ὑμῶν τῶι κράτει ἐξ αὐτῶν αὐτοῦ τῶν κεφαλαίων τὸ δυσσεβὲς αὐτοῦ φρόνημα ἐπιγνῶναι. τελευτήσαντα γὰρ ἐν τῆι αἱρέσει τὸν δυσσεβῆ Ἀπολινάριον οἱονεὶ ἐξ ἅιδου ἐγείρων καὶ ἐπιστρατεύων ταῖς ἐκκλησίαις καὶ τῆι ὀρθοδόξωι πίστει ἐλέγχεται καὶ ἀναθε‐ ματίζων ἐν οἷς ἐκτίθεται, εὐαγγελιστὰς ὁμοῦ καὶ ἀποστόλους καὶ τοὺς μετ’ ἐκείνους τῆς ἐκκλησίας
20προγόνους, οἳ παρὰ τοῦ ἁγίου πνεύματος, ἀλλ’ οὐκ ἀπὸ λογισμῶν οἰκείων ὁρμώμενοι τὴν εὐσεβῆ πίστιν ἐκήρυξαν καὶ κατήγγειλαν τὸ εὐαγγέλιον, ἀπ’ ἐναντίας οἷς οὗτος καὶ φρονεῖ καὶ διδάσκει καὶ ἐξ ἐπιτάγματος βούλεται τὴν ἑαυτοῦ ἀσέβειαν πανταχοῦ τῆς οἰκουμένης κρατεῖν. ὅπερ οὐ φέροντες, ἐνστάσει τῆι δεούσηι ἐχρησάμεθα, τῆι τε θείαι ῥοπῆι καὶ τῶι τῆς εὐσεβείας ὑμῶν θαρροῦντες σκοπῶι. ἴσμεν γὰρ ὡς οὐδὲν προτιμήσετε τῆς
25ὑγιοῦς πίστεως, ἧι συντραφέντες ὑμεῖς τε καὶ οἱ τρισμακάριοι ὑμῶν πρόγονοι ἀδιάδοχα τὰ τῆς βασιλείας παρειλήφατε σκῆπτρα, τοὺς τοῖς ἀποστολικοῖς δόγμασιν ἐναντιουμένους ἀεὶ καταλύοντες· ὧν ἐστιν ὁ προειρημένος Κύριλλος, ὃς ὥσπερ ἀκρόπολιν κατειληφὼς τὴν Ἔφεσον διὰ Μέμνονος τοῦ συνεργοῦ δικαίως μετ’ αὐτοῦ τὴν καθαίρεσιν ἀπηνέγκατο. πρὸς γὰρ τοῖς εἰρημένοις πᾶσαν ἔφοδον καὶ πᾶσαν ἀταξίαν ἐτόλμησαν καθ’ ἡμῶν, οἳ συν‐
30ελέγημεν καὶ πόλεων ἀμελήσαντες καὶ πατρίδων καὶ ἑαυτῶν, ὥστε τὸ ὑμέτερον κυρῶσαι θέσπισμα, καὶ ἐσμὲν νῦν τυραννίδος παρανάλωμα, εἰ μὴ καταλάβοι ἡ ὑμετέρα εὐσέβεια θεσπίζουσα ἑτέρωθι ἡμᾶς συνελθεῖν πλησίον που, ἔνθα δυνησόμεθα ἀπό τε τῶν γραφῶν καὶ τῶν συγγεγραμμένων τοῖς πατράσι βιβλίων ἐλέγξαι αὐτοὺς σαφῶς τόν τε Κύριλλον καὶ τοὺς ὑπ’ αὐτοῦ ὑπαχθέντας. οὓς πεφεισμένως ἀκοινωνησίαι ὑπεβάλομεν, ἐλπίδας
35αὐτοῖς σωτηρίας, εἰ μεταμεληθεῖεν, ὑποφαίνοντες, οἳ ὥσπερ ἐπὶ στρατείαι βαρβαρικῆι ὕλας ἀταξίας αὐτῶι μέχρι τοῦ παρόντος παρέσχον, οἳ μὲν καθηιρημένοι ὄντες ἐκ πολλοῦ καὶ ὑπ’ αὐτοῦ προσληφθέντες, οἳ δὲ ἀκοινώνητοι τοῖς οἰκείοις μητροπολίταις καὶ ὑπ’ αὐτοῦ εἰς κοινωνίαν δεχθέντες, ἄλλοι διαφόροις ἐγκλήμασιν ἐμπεπαρμένοι παρ’ αὐτοῦ τιμηθέντες. καὶ ταῦτα ἐποίει ἀπὸ τοῦ πλήθους κυρῶσαι τὸ αἱρετικὸν αὐτοῦ πειρώμενος φρόνημα, μὴ
40λογισάμενος ὡς ἐν εὐσεβείαι οὐκ ἀριθμὸς ζητεῖται, ἀλλ’ ὀρθότης δογμάτων καὶ ἡ τῶν ἀποστολικῶν διδαγμάτων ἀλήθεια καὶ ἄνδρες οἱ τούτοις εὐσεβῶς ἐξ ἀποστολικῶν ἀποδείξεων
καὶ μαρτυριῶν εἰδότες συνίστασθαι, οὐκ ἐκ θράσους καὶ αὐθεντίας τυραννικῆς. ὅθεν

1,1,5

131

παρακαλοῦμεν καὶ ἱκετεύομεν διὰ τάχους ἐπαμῦναι τῆι εὐσεβείαι πολεμουμένηι τὸ ὑμέτερον κράτος καὶ διόρθωσιν ὀξυτάτην ἐπιθεῖναι τῆι τούτων μανίαι καὶ τυραννίδι, ἣ ὥσπερ τις λαῖλαψ πρὸς αἱρετικὴν κακοδοξίαν παρασύρει τοὺς θρασυτέρους. δίκαιον γὰρ τὴν ὑμε‐ τέραν εὐσέβειαν τὴν τῶν ἐν Περσίδι καὶ τῶν ἐν βαρβάροις ἐκκλησιῶν φροντίσασαν ἐν τῆι
5Ῥωμαίων ἀρχῆι σαλευομένας μὴ περιιδεῖν ἐκκλησίας.
7Ἀναφορὰ τῶν αὐτῶν πρὸς τὸν εὐσεβέστατον βασιλέα ἥνπερ ἔδωκαν μετὰ τῆς ἀναφορᾶς τῆς προγεγραμμένης τῶι μεγαλοπρεπεστάτωι κόμητι Εἰρηναίωι Ἠλπίσαμεν λύσιν ἔσεσθαι τοῦ Αἰγυπτιακοῦ κλύδωνος τοῦ ταῖς ἁγίαις τοῦ θεοῦ ἐκ‐
10κλησίαις προσβαλόντος, τὰ τῆς εὐσεβείας τῆς ὑμετέρας δεχόμενοι γράμματα· ἐψεύσθημεν δὲ τῆς ἐλπίδος. θρασύτεροι γὰρ οἱ ἄνδρες ἐξ ἀπονοίας ἐγένοντο καὶ οὔτε τῆς ἐνδίκως καὶ ἐννόμως ἐπενεχθείσης αὐτοῖς ἐφρόντισαν καθαιρέσεως οὔτε τῆι ἐπιτιμήσει τοῦ ὑμετέρου κράτους ἐγένοντο σωφρονέστεροι, ἀλλὰ καὶ τοὺς τῆς ὑμετέρας εὐσεβείας νόμους καὶ τοὺς τῶν ἁγίων πατέρων κανόνας πατήσαντες, οἳ μὲν καθαιρεθέντες, οἳ δὲ ἀκοινώνητοι γενόμενοι,
15ἐν τοῖς εὐκτηρίοις ἑορτάζουσιν οἴκοις συνάξεις ἐπιτελοῦντες, καὶ ἡμᾶς μέν, ὡς καὶ ἤδη τὴν φιλόχριστον ὑμῶν ἐδιδάξαμεν κορυφήν, προσεύξασθαι μόνον εἰς τὸ ἅγιον βουληθέντας Ἀπο‐ στόλιον μετὰ τὸ δέξασθαι τὰ πάσης εὐσεβείας γέμοντα γράμματα τῆς ὑμετέρας ἡμερότητος, οὐ μόνον ἐκώλυσαν, ἀλλὰ καὶ κατέλευσαν καὶ μέχρι πολλοῦ κατεδίωξαν, ὡς φυγῆι καὶ δρό‐ μωι τὴν σωτηρίαν ἡμᾶς πορίσασθαι· αὐτοῖς δὲ πᾶν ὁτιοῦν ποιεῖν ἐξεῖναι νομίζουσιν, εἰς
20δὲ συνέδριον εἰσελθεῖν καὶ βάσανον τῶν ζητουμένων ποιήσασθαι καὶ ὑπὲρ τῶν αἱρετικῶν Κυρίλλου κεφαλαίων ἀπολογήσασθαι οὐκ ἠνέσχοντο, τοὺς προφανεῖς τῆς ἐν αὐτοῖς δυσ‐ σεβείας ἐλέγχους ἀπαγορεύοντες, μέγα δὲ φρονοῦσιν ἐπὶ μόνωι τῶι θράσει, καίτοι γε οὐ θρά‐ σους, ἀλλ’ ἡσυχίας καὶ γνώσεως καὶ τῆς τῶν δογμάτων ἐμπειρίας ἡ περὶ τῶν προκειμένων συνεξέτασίς ἐστιν. τούτου χάριν ἠναγκάσθημεν προτρέψασθαι τὸν μεγαλοπρεπέστατον
25κόμητα Εἰρηναῖον καταλαβεῖν ὑμῶν τὴν εὐσέβειαν καὶ τὰ τοῦ πράγματος διδάξαι. τά τε γὰρ γεγενημένα ἀκριβῶς ἐπίσταται καὶ μεμάθηκε παρ’ ἡμῶν πολλοὺς θεραπείας τρόπους δι’ ὧν δυνατὸν τὸ ἀτάραχον ταῖς ἁγίαις τοῦ θεοῦ ἐκκλησίαις παρασχεῖν· οὓς ἱκετεύομεν ἀνεξι‐ κάκως τὴν ὑμετέραν παρ’ αὐτοῦ μαθεῖν ἡμερότητα καὶ τὸ δοκοῦν τῆι ὑμετέραι εὐσεβείαι θᾶττον κελεῦσαι γενέσθαι, ἵνα μὴ εἰς οὐδὲν δέον ἐνταῦθα συντριβώμεθα.
31Ἀναφορὰ τῶν αὐτῶν πρὸς τὰς βασιλίδας Ἕτερα γνωρίζειν τῆι ὑμετέραι προσδοκήσαντες εὐσεβείαι, τὰ ἐναντία δηλῶσαι ἠναγκά‐ σθημεν, τῆς τυραννικῆς ἀταξίας Κυρίλλου τοῦ Ἀλεξανδρέως καὶ Μέμνονος τοῦ Ἐφεσίου τοῦτο ποιῆσαι βιαζομένης. δέον γὰρ διά τε τὴν τῶν ἐκκλησιαστικῶν θεσμῶν ἀκολουθίαν καὶ
35διὰ τὰ εὐσεβῆ τῶν φιλοχρίστων ἡμῶν βασιλέων θεσπίσματα ἀναμεῖναι μὲν τῶν ἀφικνουμένων
θεοφιλεστάτων ἐπισκόπων τὴν παρουσίαν, κοινῆι 〈δὲ〉 διασκέψασθαι τὰ περὶ τῆς εὐσεβοῦς

1,1,5

132

πίστεως καὶ τὰ προκείμενα ζητήματα συνιδεῖν καὶ ἀκριβῶς τὸ ἀποστολικὸν ἐρευνήσαντας βεβαιῶσαι δόγμα, γράψαντες ἡμῖν ὡς τὴν ἡμετέραν ἀναμένουσι παρουσίαν, καὶ μαθόντες ὡς ἀπὸ τριῶν μονῶν τυγχάνομεν, καθ’ ἑαυτοὺς τυραννικὸν συνέδριον συγκροτήσαντες, ἄθεσμα καὶ παράνομα καὶ πάσης ἀτοπίας γέμοντα ἐτόλμησαν πράγματα, καὶ ταῦτα τοῦ
5μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου κόμητος Κανδιδιανοῦ τοῦ εὐταξίας χάριν ὑπὸ τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων ἀποσταλέντος καὶ ἀγράφως αὐτοῖς καὶ ἐγγράφως παρεγγυήσαντος ἀναμεῖναι τοὺς συγκληθέντας θεοφιλεστάτους ἐπισκόπους καὶ μηδὲν νεωτερίσαι περὶ τὴν εὐσεβῆ πίστιν, ἀλλὰ στοιχῆσαι τοῖς θεσπισθεῖσι παρὰ τῶν τὰ θεῖα φρονούντων βασιλέων ἡμῶν. ἀλλ’ ὅμως καὶ τοῦ βασιλικοῦ γράμματος ἐπακούσαντες
10καὶ τῶν συμβουλιῶν τοῦ μεγαλοπρεπεστάτου κόμητος Κανδιδιανοῦ, σμικρὸν τῆς εὐταξίας φροντίσαντες ὠὰ ἀσπίδων ἔρρηξαν καὶ ἱστὸν ἀράχνης κατὰ τὸν προφήτην ὑφαί‐ νουσιν· ἀλλ’ ὁ μέλλων τῶν ὠῶν αὐτῶν φαγεῖν συντρίψας οὔριον εὗρε καὶ ἐν αὐτῶι βασιλίσκος. δι’ ὃ θαρραλέως βοῶμεν· ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον οὐδὲ μὴ περιβάλωνται ἀπὸ τῶν ἔργων τῶν χειρῶν αὐτῶν. τού‐
15του χάριν τὰς πολλὰς αὐτῶν ἀτοπίας θεασάμενοι· τάς τε γὰρ ἐκκλησίας καὶ τὰ ἅγια μαρ‐ τύρια ἀπέκλεισαν τῆς τε ἁγίας πεντηκοστῆς τὴν πανήγυριν ἐπιτελεσθῆναι οὐκ εἴασαν καὶ πρὸς τούτοις τοὺς τῆς τυραννικῆς αὐτῶν ἀταξίας ὑπηρέτας εἰς τὰς τῶν ἐπισκόπων οἰκίας ἀποστέλλοντες καὶ τὰ ἀνήκεστα ἀπειλοῦντες ὑπογράψαι τοῖς ὑπ’ αὐτῶν παρανόμως τολμη‐ θεῖσιν ἠνάγκασαν· οὗ χάριν τοὺς προειρημένους Κύριλλον καὶ Μέμνονα καθείλομεν καὶ τῆς
20ἐπισκοπῆς ἀλλοτρίους πεποιήκαμεν, τοὺς δὲ συνεργήσαντας αὐτῶν τῆι ἀταξίαι καὶ εἴτε κολακείαι εἴτε φόβωι ὑποσυρέντας ἀκοινωνήτους πεποιήκαμεν, ἕως ἂν εἰς αἴσθησιν τῶν οἰκείων ἐλθόντες τραυμάτων καὶ μεταμεληθῶσι γνησίως καὶ τὰ αἱρετικὰ Κυρίλλου κεφάλαια τὰ τῆι Ἀπολιναρίου καὶ Ἀρείου καὶ Εὐνομίου δυσσεβείαι συμβαίνοντα ἀναθεματίσαντες τὴν τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι συναθροισθέντων ἀνακτήσωνται πίστιν καὶ κατὰ τὰ
25εὐσεβῆ τῶν φιλοχρίστων ἡμῶν βασιλέων θεσπίσματα ἡσύχως καὶ δίχα θορύβου παντὸς εἰς τὸ συνέδριον ἡμῖν συνεισελθόντες ἀκριβῶς τά τε ζητούμενα συνιδεῖν ἐθελήσωσι καὶ τῆς εὐαγγελικῆς πίστεως τὸ εἰλικρινὲς ἀδόλως φυλάξωσιν.
29Ἐπιστολὴ τῶν αὐτῶν πρὸς τὸν ἔπαρχον καὶ τὸν μάγιστρον ὁμοίως
30 Εἰς ἔσχατα κακῶν, τὸ δὴ λεγόμενον, ἐληλάκαμεν καὶ δεινοῖς προσπαλαίομεν ἀνηκέστοις καὶ καθ’ ἑκάστην ὡς εἰπεῖν τὴν ἡμέραν τὸν θάνατον ἡμῶν πρὸ ὀφθαλμῶν ἡμῶν βλέπομεν. πᾶσαν γὰρ βαρβαρικὴν ὑπερβαίνει μανίαν τὰ ὑπὸ Κυρίλλου καὶ Μέμνονος καὶ τῶν σὺν αὐ‐ τοῖς καθ’ ἡμῶν τολμώμενα, καὶ οὐδὲν εἶδος αὐτοῖς παραλέλειπται τυραννίδος. ἔφοδοι μὲν γὰρ συνεχεῖς ὡς ἐν πολέμωι τολμῶνται· αἱ οἰκίαι ἡμῶν ἤδη δὶς ἀπεγράφησαν, ὥστε
35δήλας εἶναι καὶ ἐπισήμους τοῖς ἐπιέναι μέλλουσι· πᾶς οἶκος ἡμῖν εὐκτήριος ἀποκέκλεισται· νόσωι διαφθειρόμενοι καὶ σμικροῦ ἀέρος ἀπολαῦσαι ποθοῦντες, προκύπτειν οὐ θαρροῦμεν,
ὡς βαρβάρους ἐχθίστους, τοὺς ὁμοφύλους φοβούμενοι. οἱ τῶν ἁγίων πατέρων κανόνες

1,1,5

133

πεπάτηνται· οἱ καθηιρημένοι καὶ ἀκοινώνητοι ἱερουργίας κατατολμῶσι, τὰ δυσσεβῆ αὐτῶν ἐκχέοντες τῶι λαῶι τοῦ θεοῦ διδάγματα ἡμεῖς δὲ καθειργμένοι διατελοῦμεν καὶ τὰς ἐφόδους περισκοποῦμεν. δεόμεθα τοίνυν καὶ ἱκετεύομεν τὴν ὑμετέραν μεγαλοπρέπειαν μὴ παριδεῖν ἡμᾶς ἐν μέσωι τῶν τοιούτων ἀπειλημμένους κακῶν, ἀλλ’ ἐξαρπάσαι ἡμᾶς ὡς τάχιστα τοῦ
5ὑπόπτου θανάτου καὶ παρασκευάσαι τὴν βασιλίδα πόλιν καταλαβεῖν καὶ δοῦναι λόγον ἡμᾶς ὑπὲρ τῆς πίστεως καὶ ἐξελέγξαι τῶν προειρημένων ἀνδρῶν τήν τε αἱρετικὴν κακοδοξίαν καὶ τὴν ὑπερβάλλουσαν παρανομίαν. εἰ γὰρ τοῦτο μὴ γένοιτο, παντελῶς ἀπολούμεθα καὶ παρανάλωμα τῆς ἐκείνων μανίας ἐσόμεθα. πάλιν τοίνυν δεόμεθα καὶ ἐνορκοῦμεν πρὸς παίδων, πρὸς τῶν φιλτάτων, πρὸς τῆς δικαίας τοῦ θεοῦ κρίσεως μὴ περιοφθῆναι παρὰ
10τῆς ὑμετέρας μεγαλοπρεπείας, ἀλλ’ ὡς τάχιστα ἐντεῦθεν ἀπαλλαγῆναι καὶ ἐλεύθερον ἀέρα θεάσασθαι.
13Ἐπιστολὴ τῶν αὐτῶν πρὸς τὸν πραιπόσιτον καὶ Σχολαστίκιον ὁμοίως Οὐδὲν ἀπονοίας ἐν πλημμελήμασι χαλεπώτερον· αὕτη γὰρ ἐπὶ πάντα ἐστὶ τὰ ἄτοπα
15ἡγεμών· ὑπὸ ταύτης οἱ Αἰγύπτιοι καὶ οἱ σὺν αὐτοῖς στρατηγούμενοι τῶν τε ἐκκλησιαστι‐ κῶν καταφρονοῦσι θεσμῶν καὶ τὰ εὐσεβῆ τῶν θεοφιλεστάτων ἡμῶν βασιλέων πατοῦσι θεσπίσματα. οὔτε γὰρ τὰ πρῶτα οὔτε τὰ δεύτερα οὔτε τὰ τρίτα αὐτοὺς σωφρονεῖν ἐδίδαξε γράμματα οὔτε ἡ ἔννομος αὐτοῖς ὑφ’ ἡμῶν ἐπενεχθεῖσα καθαίρεσις ἔσβεσεν αὐτῶν τὴν θρασύτητα, ἀλλ’ ἀθροίζονται μὲν εἰς τοὺς εὐκτηρίους οἴκους παρανόμως, ἐπιτελοῦσι δὲ
20συνάξεις ἀθέσμως, καίτοι γε τῶν λαῶν ταύταις οὐ παραβαλόντων· παντὶ δὲ οἴκωι θείωι φρουροὺς ἐπιστήσαντες οὐδένα πλὴν αὐτῶν εἰσιέναι συγχωροῦσι. καὶ ταῦτα ἤδη διὰ γραμμάτων ἑτέρων τὴν ὑμετέραν ἐδιδάξαμεν μεγαλοπρέπειαν, ὅπως ἐκινδυνεύσαμεν προσεύξασθαι βουληθέντες εἰς τὸ ἅγιον Ἀποστόλιον μετὰ τὸ δέξασθαι τὰ διὰ τοῦ θαυμασιωτάτου Παλ‐ λαδίου τοῦ μαγιστριανοῦ γράμματα τῶν εὐσεβεστάτων ἡμῶν καὶ φιλοχρίστων βασιλέων.
25οὐ γὰρ μόνον ἐκωλύθημεν προσεύξασθαι, ἀλλὰ καὶ καταλευσθέντες μέχρι πολλοῦ κατεδιώ‐ χθημεν. ἐπειδὴ τοίνυν καὶ τῆς εὐσεβείας ὑπάρχετε τρόφιμοι καὶ ἐν ἀρετῆι διαλάμπετε πάσηι, ὡς τὴν ὑμετέραν εὔκλειαν ἐν τοῖς ἁπάντων περιφέρεσθαι στόμασι, καὶ τῆς ἁγίας ἐκκλησίας ἐκθύμως ὑπερμαχεῖτε, πᾶσαν ποιούμενοι προμήθειαν, ὥστε διηνεκῶς αὐτὴν ἐξ οὐρίων φέρεσθαι, παρακαλοῦμεν ὑμῶν τὸ μέγεθος καὶ τὰ ἡμέτερα γράμματα ὑπαναγνῶναι
30τῶι εὐσεβεστάτωι καὶ φιλοχρίστωι ἡμῶν βασιλεῖ καὶ πᾶσαν εἰσενεγκεῖν σπουδὴν ὥστε τὴν μὲν παροῦσαν παυθῆναι σύγχυσιν, ἀταράχως δὲ καὶ θορύβου παντὸς χωρὶς τὸ κοινὸν γε‐ νέσθαι συνέδριον καὶ τοῖς ἀμφισβητουμένοις ἕκαστον μέρος τῶν ἀμφισβητούντων συστῆναι.
34Ἀναφορὰ τῶν Ἀνατολικῶν πρὸς τὸν βασιλέα, ἧς προέταξαν τὸ σύμβολον τῶν ἐν Νικαίαι
35ἁγίων πατέρων, ἀναγαγόντες τὰ ὑπὸ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τυπωθέντα ἐπὶ τοῖς προδοθεῖσιν αὐτῆι λιβέλλοις παρὰ Κυρίλλου καὶ Μέμνονος τῶν ἁγιωτάτων· ἥτις ἐστάλη Εἰρηναίωι κόμητι καὶ δι’ αὐτοῦ ἀπεδόθη Θρήνων ὡς ἀληθῶς καὶ ὀδυρμῶν καὶ δακρύων ἄξια τὰ ὑπὸ τῶν λεγομένων ἐπισκόπων
τολμώμενα ὡς ἐν σκηνῆι καὶ θεάτρωι, καὶ τὰ μεγάλα καὶ ἄρρητα τῆς ἐκκλησίας μυστήρια

1,1,5

134

παίζουσι. καθαιρεθέντες γὰρ ὑφ’ ἡμῶν διὰ τὰς πολλὰς αὐτῶν παρανομίας Κύριλλος καὶ Μέμνων καὶ διὰ τὸ δυσσεβὲς Ἀπολιναρίου φρόνημα, ὃ ἐν τοῖς κεφαλαίοις τοῖς ὑπ’ αὐτοῦ πεμφθεῖσιν εὑρήκαμεν, λιβέλλους, ὡς ἔγνωμεν ἐπὶ τοῦ παρόντος, ἔδοσαν τοῖς λοιποῖς τὰ ἄθεσμα ἐκεῖνα πεποιηκόσι καὶ τοῖς κεφαλαίοις ἐκείνοις τοῖς αἱρετικοῖς καθυπογράψασι καὶ
5διὰ τοῦτο παρ’ ἡμῶν τῶι τῆς ἀκοινωνησίας ὑποβληθεῖσιν ἐπιτιμίωι, ὡς παρ’ ἡμῶν ἀδικη‐ θέντες, καὶ δικασταῖς χρησάμενοι τοῖς ὑπευθύνοις καὶ τοῖς ἴσοις ἐγκλήμασιν ὑποκειμένοις ἐκάλεσαν ἡμᾶς εἰς κριτήριον τοὺς ἀκήρατον τῆς ὀρθοδοξίας τὴν πίστιν διαφυλάττειν προηι‐ ρημένους. εἶτα ἡμῶν ἀκολούθως ἀποκριναμένων ὡς χρὴ ἀναμεῖναι τὰ παρὰ τῆς ὑμε‐ τέρας εὐσεβείας τυπούμενα, καὶ δὶς καὶ τρὶς ταῦτα εἰρηκότων, παιδιὰν ἡγησάμενοι τοὺς
10τῆς εὐσεβείας θεσμούς, ἀπέδοσαν αὐτοῖς, ὥς γε νομίζουσι, τὴν ἱερουργίαν, ὅμοια ποιοῦντες ὥσπερ ἂν εἴ τις δεδεμένος καὶ ἑαυτὸν τῶν δεσμῶν ἀπαλλάξαι μὴ δυνάμενος ἕτερον λύειν ἐπιχειρήσειεν. εἰ μὲν γὰρ οὐκ ἀξιόχρεως ἦν ἡ παρ’ ἡμῶν γενομένη Μέμνονος καὶ Κυ‐ ρίλλου καθαίρεσις, ἐχρῆν μηδὲ λιβέλλους δοθῆναι μηδὲ λυθῆναι, ὥς γε νομίζουσι, τοὺς καθαιρεθέντας· εἰ δὲ ἀληθῶς, ὥσπερ οὖν ἀληθῶς, ἀξιόχρεως ἦν, καὶ ἡ ἀκοινωνησία ὡσαύ‐
15τως ἀξιόπιστος καὶ βεβαία· παρὰ γὰρ τῶν αὐτῶν καὶ αὕτη κἀκείνη γεγένητο. τούτων δὲ οὕτως ἐχόντων, πῶς οἷόν τε ἦν τοὺς ἀκοινωνήτους καὶ πάσης ἱερατικῆς λειτουργίας κεκωλυμένους τοῖς καθηιρημένοις ἱερουργίαν ἀποδοῦναι, καὶ ταῦτα μείζοσιν ἐγκλήμασιν ἑαυτοὺς περιπείραντας; ἀκοινώνητοι γὰρ ὄντες τῆς τε κοινωνίας κατετόλμησαν καὶ τοῖς καθηιρημένοις παρανόμως ἐκοινώνησαν καὶ πρὸ τῆς καταγελάστου λύσεως. δεό‐
20μεθα τοίνυν τοῦ ὑμετέρου κράτους μὴ παριδεῖν τοὺς ἐκκλησιαστικοὺς πατουμένους θεσμούς, ἀλλ’ ὡς τάχιστα ἐπαμῦναι τῆι πίστει πολεμουμένηι καὶ ἡμῖν ἐπιβουλευομένοις (μυρία γὰρ ἡμῖν ἀπειλοῦσιν ἀνήκεστα) καὶ κελεῦσαι ἡμᾶς ἐντεῦθεν ἀπαλλαγῆναι καὶ εἰς τὴν βασιλίδα πόλιν παραγενέσθαι, ἵν’ ἐπὶ τῆς ὑμετέρας εὐσεβείας καὶ τὴν παρα‐ νομίαν αὐτῶν καὶ τὴν ἀσέβειαν διελέγξωμεν· ἀδύνατον γάρ, ὡς ἡγούμεθα, δίχα τοῦ
25ὑμετέρου κράτους εὐτάκτως καὶ ἐνθέσμως τὰ προκείμενα τυπωθῆναι. εἰ δὲ τοῦτο μὴ παραστῆι ὑμῶν τῆι γαληνότητι, εἰς τὴν Νικομήδειαν μετακληθῆναι παρακαλοῦμεν, ἵνα ῥαι‐ δίως καὶ τὰ γινόμενα τῶι ὑμετέρωι δηλῶμεν κράτει καὶ τοὺς τῆς ὑμετέρας εὐσεβείας δεχώ‐ μεθα τύπους. προστάξαι δὲ παρακαλοῦμεν τὴν φιλόχριστον ὑμῶν κορυφὴν μετὰ ἑκάστου μητροπολίτου δύο μόνους θεοφιλεστάτους ἐπισκόπους συγκληθῆναι· τὸ γὰρ πλῆθος περιττὸν
30μὲν εἰς δογμάτων ζήτησιν, θορύβους δὲ μόνον οἶδεν ἐργάζεσθαι. δι’ ὃ καὶ οἱ προειρημένοι μετὰ πλήθους παρεγένοντο, τούτωι μόνωι θαρροῦντες, ἀλλ’ οὐκ ἀληθείαι καὶ δογμάτων ὀρθότητι, καὶ σκοπὸν ἔχοντες διὰ τοῦ πλήθους τὴν οἰκείαν πρόθεσιν εἰς ἔργον ἀγαγεῖν καὶ τῶι πλήθει τῶν ὑπογραφῶν συναρπάσαι. ἡμεῖς δὲ καὶ τῶι ὑμετέρωι θεσπίσματι πειθό‐ μενοι καὶ νομίσαντες ὀλίγους ἐξαρκεῖν εἰς ζήτησιν δογμάτων, τρεῖς ἐξ ἑκάστης ἐπαρχίας
35ἐληλύθαμεν καὶ μέχρι τοῦ παρόντος τοὺς τῆς ὑμετέρας εὐσεβείας ὅρους φυλάττοντες οὐκ ἀπεστείλαμεν αὐτόθι θεοφιλεστάτους ἐπισκόπους, ὡς οἱ πάντα εὐκόλως τολμῶντες πεποιή‐ κασιν, ἀλλὰ διὰ γραμμάτων ἃ ἐχρῆν, ἐδιδάξαμεν, σκοπὸν ἔχοντες μὴ ἀντιτείνειν τοῖς εὐσε‐
βέσιν ὑμῶν θεσπίσμασι. πρὸς δὲ τούτοις ἀντιβολοῦμεν ὑμῶν τὴν εὐσέβειαν κελεῦσαι πάντας

1,1,5

135

τῆι κατὰ Νικαίαν ὑπογράψαι πίστει, ἣν τούτων ἡμῶν προετάξαμεν τῶν γραμμάτων καὶ μηδὲν αὐτῆι ξένον ἐπεισαγαγεῖν, μήτε ψιλὸν ἄνθρωπον τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν λέγοντας (θεὸς γάρ ἐστι τέλειος καὶ ἄνθρωπος τέλειος) μήτε παθητὴν εἰσάγειν τὴν θεότητα τοῦ Χριστοῦ· τολμηρὸν γὰρ ἐπίσης ἑκάτερον.
6Ἐπιστολὴ γραφεῖσα παρὰ τοῦ κόμητος Εἰρηναίου πρὸς τοὺς Ἀνατολικοὺς περὶ τῶν ἐπὶ τῆι ὑποθέσει πραχθέντων μετὰ τὴν εἴσοδον αὐτοῦ τὴν ἐν Κωνσταντινουπόλει καὶ τὴν ἀπόδοσιν τῶν ἀναφορῶν Μόγις μοι νῦν ἐνεγένετο καὶ ἐπιστεῖλαι πρὸς τὴν ὁσιότητα ὑμῶν καὶ τῶν γραμμάτων
10εὑρεῖν οἷον ἐβουλόμην διάκονον ἵνα τὰ ἐπὶ τοῖς προκειμένοις ἐκβάντα διὰ τῆς χάριτος τοῦ Χριστοῦ γνωρίσω τῆι κατὰ θεὸν ὑμῶν διαθέσει. ἤλθομεν γὰρ εἰς τὴν βασιλεύουσαν πόλιν τρεῖς με τῶν Αἰγυπτίων προλαβόντων ἡμέρας· ὅσους δὲ λοιπὸν εὐθὺς καὶ παρ’ αὐτὴν ὑπέστην κινδύνους τὴν εἴσοδον, οὐδὲ λόγωι ῥάιδιον ἐξειπεῖν, μή τι γε δι’ ἐπιστολῆς πα‐ ραστῆσαι. προεισελθόντες γὰρ οἱ βέλτιστοι καὶ πᾶσι προσφόρως καὶ καταλλήλως χρησά‐
15μενοι (ἀρκεῖ γὰρ τοσοῦτον εἰπεῖν), πάντων ὡς εἰπεῖν τὰς ἀκοὰς προκατέλαβον, τοὺς μὲν ταῖς ψευδολογίαις ὡς ἔτυχον δελεάζοντες, τοὺς δὲ καθ’ ἡμῶν ταῖς συκοφαντίαις προσεθί‐ ζοντες, ἅπαντας δὲ κοινῆι καὶ κατ’ ἰδίαν συμπείθοντες, ὥστε καὶ τοὺς μεγάλους ἄρχοντας καὶ τοὺς ἐν ἀξιώμασι τελοῦντας καὶ τοὺς ἐν στρατείαις διαφόροις πεισθῆναι ὅτιπερ καὶ ἐξετάσεως ἀκολούθου γεγενημένης καὶ κρίσεως παρακολουθησάσης καὶ πάντων ὁμοῦ τῶν
20θεοφιλεστάτων ἐπισκόπων μίαν καὶ τὴν αὐτὴν ἐξενεγκόντων ψῆφον κατὰ τοῦ παρ’ αὐτῶν ἐρήμην κατακριθέντος ἡ θαυμαστὴ γέγονεν ἐκείνη καθαίρεσις. τὸν μέντοι μεγαλοπρε‐ πέστατον καὶ φιλόχριστον κουβικουλάριον Σχολαστίκιον ἔπεισαν ὡμολογημένως ὡς οὐδὲ ἀκοῦσαι ὅλως ἠνέσχετο ἐν Ἐφέσωι τῆς θεοτόκου φωνῆς. ὅμως διὰ τὴν τῆς ἀληθείας ἀκαταγώνιστον δύναμιν καὶ τὰς ὑμετέρας εὐχὰς ἐξίσχυσα διὰ τῶν οἰκτιρμῶν τοῦ θεοῦ τοὺς ἐκ
25προοιμίων κινδύνους, ὡς ἔφην, διαφυγὼν συντυχεῖν τε τοῖς μεγαλοπρεπεστάτοις ἄρχουσι καὶ πᾶσαν αὐτοῖς, ὡς ἐνεχώρει, τὴν τοῦ πράγματος ἀλήθειαν ἐξηγήσασθαι· οἳ τὰ παρ’ ἡμῶν διδαχθέντες καὶ εἰς αὐτὰς ἐνεγκεῖν ἠναγκάσθησαν τῶν κρατούντων τὰς ἀκοὰς ὅσαπερ εἴς τε τὴν προκειμένην ὑπόθεσιν, καὶ εἰς ὑμᾶς δὲ αὐτοὺς οἱ περὶ τὸν Αἰγύπτιον τυραννικῶς ἐπλημμέλησαν. καὶ τέλος, ἵνα μὴ μηκύνω τὸν λόγον, πολλῶν ἐν τῶι μέσωι γενομένων
30τε καὶ λεχθέντων παρά τε τῶν τὰ ἡμέτερα παρά τε τῶν τὰ Κυρίλλου φρονούντων, ἔδοξεν ἐμοῦ τε καὶ τῶν Αἰγυπτίων ἑαυτοῖς τε καὶ τῆι ὑποθέσει συνισταμένων αὐτῆι τὸν εὐσεβέστατον ἀκροάσασθαι βασιλέα, παρόντων αὐτῶι καὶ τῶν μεγάλων ἀρχόντων, καίτοι γε ἐμοῦ διαμαρ‐ τυρομένου πολλάκις ὡς οὔτε τούτου χάριν ἀφῖγμαι οὔτε τοιαύτας παρὰ τῶν θεοφιλεστά‐ των ἐπισκόπων ἔλαβον ἐντολάς, μόνον δὲ γραμμάτων ἦλθον διάκονος. ἀλλ’ ἐγὼ μὲν
35ὑπὲρ τούτων μικροῦ δεῖν καὶ διεσπάσθην τῶν λόγων, τὸ δόξαν δὲ δίχα πάσης ἐξεβιβάσθη
μελλήσεως. τῆς τοίνυν θείας ἡμῖν καὶ τότε παραστάσης ῥοπῆς καὶ τὴν τοῦ κρατοῦντος

1,1,5

136

πρὸς τὸ ἀληθὲς ἰθυνάσης καρδίαν καὶ διὰ τῶν πραγμάτων δειξάσης ὅτιπερ ἀληθῶς καρ‐ δία βασιλέως ἐν χειρὶ θεο, κατεγνώσθησαν μὲν οἱ δι’ ἐναντίας (δεῖ γὰρ ἐπ’ αὐτὸ συντόμως τὸ πέρας ἐλθεῖν), ὡς κατ’ οὐδένα τρόπον συστῆναι ἢ τοῖς τῆς καθαιρέσεως ὑπο‐ μνήμασιν ἢ οἷς ἐνταῦθα κατὰ ψευδολογίαν εἰρήκασι, δυνηθέντες, ἀλλὰ καὶ προφανῶς διὰ
5πάντων ἀποδειχθέντες ὡς οὔτε τὸ συνέδριον ἀκολούθως ὁ Αἰγύπτιος συνεκάλεσεν οὔτε κρίνειν, ὡς εἷς ὢν τῶν κρινομένων, ἠδύνατο οὔτε ὅλως παρὰ γνώμην τοῦ μεγαλοπρεπεστάτου κόμητος Κανδιδιανοῦ τῆς ὑποθέσεως ἅψασθαι. καὶ γὰρ καὶ αἱ παραγγελίαι πᾶσαι τοῦ αὐτοῦ μεγαλοπρεπεστάτου κόμητος Κανδιδιανοῦ καὶ ἡ γραφεῖσα δι’ αὐτοῦ πρὸς τὴν σύνοδον σά‐ κρα καὶ ἕτερα τοιαῦτα ὡς ἅπαξ ἐν διαγνώσει κελεύσαντος ἀνεγνώσθησαν τοῦ βασιλέως,
10καὶ οὐκ ἔστι τι ὅπερ διὰ τὰς ὑμετέρας εὐχὰς παρελείφθη τῶν τὰ παρανόμως αὐτόθι τολμη‐ θέντα δεικνύντων, ὥστε λοιπὸν σύμφωνον μὲν τοὺς τῆς ἀληθείας ἐχθροὺς τὴν παρὰ πάν‐ των κατάγνωσιν ἀπενέγκασθαι, δεχθῆναι δὲ καὶ κυρωθῆναι τῆς ὑμετέρας θεοσεβείας τὴν κρίσιν καὶ τὴν τῶν περὶ τὸν Αἰγύπτιον καθαίρεσιν ἀποσταλῆναι παραχρῆμα παρὰ τοῦ εὐ‐ σεβεστάτου βασιλέως ἐν τῆι ἁγίαι τοῦ θεοῦ ἐκκλησίαι, ὡσανεὶ τυραννικῶς ἅπαντα καὶ
15ἀθέσμως τῶν περὶ Κύριλλον πεπραχότων καὶ ἑτέρας προσοφειλόντων ἐφ’ οἷς ἔπταισαν τι‐ μωρίας. ἐπὶ τούτοις μὲν οὖν τὰ τοῦ πράγματος ἐτελεύτησε καὶ τοῦτο γεγένηται τῆς ἀκροάσεως πέρας. ἐλθόντος δὲ Ἰωάννου τοῦ ἰατροῦ καὶ συγκέλλου Κυρίλλου καὶ ἐλθόν‐ τος ὡς ἴστε, ἑτέρους ὥσπερ γεγενημένους ὁρῶμεν τῶν ἀρχόντων τοὺς πλείους καὶ οὐδὲ ἀκοῦσαι γοῦν παρ’ ἡμῶν τῶν ἐπ’ αὐτῶν ἢ καὶ παρ’ αὐτῶν κριθέντων ἀνεχομένους. οἳ
20μὲν γὰρ αὐτῶν ἐπὶ τοῦ παρόντος φασὶν ὡς χρὴ τὰ ἐξ ἑκατέρου μέρους πραχθέντα κρατεῖν καὶ τὰς καθαιρέσεις οὐ τῶν δύο μόνων, ὡς ἔδοξεν, ἀλλὰ τῶν τριῶν κυρωθῆναι προσώπων· οἳ δὲ ὅτι τὰς μὲν καθαιρέσεις λυθῆναι πάντων ἐπίσης προσήκει, φανεροὺς δὲ τῶν θεοφι‐ λεστάτων ἐπισκόπων ἐνταῦθα μετασταλῆναι, ὥστε μετὰ πάσης ἀληθείας ἐξετασθῆναι τούς τε περὶ τῆς πίστεως λόγους καὶ τὰ παρανόμως ἐν Ἐφέσωι γεγενημένα. εἰσὶ δέ τινες οἳ καὶ πάντα
25ποιοῦσι καὶ παντοδαπὴν σπουδὴν συνεισφέρουσιν ἐφ’ ὧι τε ἐπιτραπῆναι παρὰ τοῦ εὐσεβε‐ στάτου βασιλέως μετὰ φανερῶν τύπων τὴν Ἐφεσίων καταλαβεῖν καὶ ὡς ἐὰν συνίδωσιν ἢ καὶ δυνηθῶσι, φησίν, ἅπαν διαθεῖναι τὸ πρᾶγμα, ὅπερ οἱ ἀγαπῶντες ὑμᾶς εἰς ἔργον ἀπεύχονται προελθεῖν, ἀκριβῶς εἰδότες τῶν σπουδαζόντων τὴν πρόθεσιν καὶ ὅθεν πρὸς ταύτην ὡδηγήθησαν τὴν βουλήν. ἀλλὰ ταῦτα μέν, ὡς τῶι κυρίωι φίλον, προίτω· ἐμοῦ
30δέ, παρακαλῶ, τοιούτους ὑπομεμενηκότος κινδύνους καὶ οὐδὲ νῦν ἀκινδύνως διάγοντος διὰ τὸ τῶν ἐπιβουλευόντων ὁσημέραι πλῆθος ἐκτενῶς ὑπερεύχεσθαι καταξιούτω ἡ ὑμετέρα ὁσιό‐ της· μάρτυς γὰρ ὁ θεὸς ὅτι ἐν τῶι καλεῖσθαι πρὸς τὴν ἐπὶ τοῦ βασιλέως διάγνωσιν οὐδὲν ἕτερον ἤλπισα ἢ τῶι τῆς θαλάσσης παραπέμπεσθαι ῥεύματι. ὁ δὲ κύριος κατὰ τὸ γεγραμμένον παρέστη μοι καὶ ἐρρύσθην ἐκ στόματος λέοντος, μᾶλλον δὲ σκύμ‐
35νων μυρίων.

1,1,6

3

(2)

Ἐκ τῶν Νεστορίου δυσφημιῶν κεφάλαια ἀντιλεγόμενα ἐν τῶι πρώτωι βιβλίωι τῶν κατ’ αὐτοῦ γεγραμμένων τῶι ἐν ἁγίοις Κυρίλλωι πέντε βίβλων [ἤγουν ἐν μὲν τῶι πρώτωι κε‐ φάλαια ια, ἐν τῶι δευτέρωι ιδ, ἐν τῶι τρίτωι ϛ, ἐν τῶι τετάρτωι ζ καὶ ἐν τῶι πέμπτωι ζ]
5α Ἠρώτησα, φησί, πολλάκις αὐτούς, δῆλον δὲ ὅτι τοὺς ἀντιλέγοντας αὐτῶι· τὴν θεό‐ τητα λέγετε γεγεννῆσθαι ἐκ τῆς ἁγίας παρθένου; ἀποπηδῶσιν εὐθὺς πρὸς τὸ ῥῆμα· καὶ τίς, φησί, τοσαύτην βλασφημίαν νοσεῖ, ὥστε ἐκείνην τὴν γεννήσασαν τὸν ναόν, λέγειν παρὰ τοῦ πνεύματος τὸν θεὸν ἐν ἐκείνηι ἐκτίσθαι; εἶτα ὅταν ἐπαγάγω πρὸς ταῦτα· τί οὖν ἄτοπον ἡμεῖς λέγομεν συμβουλεύοντες φεύγειν τὴν φωνὴν καὶ ἔρχεσθαι ἐπὶ
10τὸ κοινὸν σημαινόμενον τῶν δύο φύσεων; τότε νομίζεται αὐτοῖς εἶναι βλάσφημον τὸ λεγόμενον. ἢ ὁμολόγησον σαφῶς θεότητα γεγεννῆσθαι ἐκ τῆς μακαρίας Μαρίας ἢ φεύγων ὡς βλάσφημον τὴν φωνήν, τί τὰ αὐτά μοι λέγων ὑποκρίνηι μὴ λέγειν; β Βλέπε τὸ συμβαῖνον, αἱρετικέ. οὐ φθονῶ τῆς φωνῆς τῆι Χριστοτόκωι παρθένωι, ἀλλ’ οἶδα σεβασμίαν τὴν δεξαμένην θεόν, δι’ ἧς παρῆλθεν ὁ τῶν ὅλων δεσπότης, δι’ ἧς
15ἀνέλαμψε τῆς δικαιοσύνης ὁ ἥλιος. πάλιν ὑποπτεύω τὸν κρότον· πῶς τὸ παρῆλθεν ἐνοήσατε; οὐκ εἴρηταί μοι τὸ παρῆλθεν ἀντὶ τοῦ ἐγεννήθη· οὐ γὰρ οὕτω ταχέως ἐπι‐ λανθάνομαι τῶν ἰδίων. τὸ παρελθεῖν τὸν θεὸν ἐκ τῆς Χριστοτόκου παρθένου παρὰ τῆς θείας ἐδιδάχθην γραφῆς, τὸ δὲ γεννηθῆναι θεὸν ἐξ αὐτῆς οὐδαμοῦ ἐδιδάχθην. Καὶ μεθ’ ἕτερα· Οὐδαμοῦ τοίνυν ἡ θεία γραφὴ θεὸν ἐκ τῆς Χριστοτόκου λέγει γε‐
20γεννῆσθαι, ἀλλὰ Ἰησοῦν, Χριστόν, υἱόν, κύριον. Προσεπάγει δὲ τούτοις ὅτι μὴ θεὸς ἀληθῶς, θεοφόρος δὲ μᾶλλον ἄνθρωπος ἦν ὁ Χριστός, ὡς γοῦν οἴεται καταδεικνὺς τὴν τοῦ ἀγγέλου φωνὴν τῶι μακαρίωι λέγοντος Ἰω‐ σήφ· ἐγερθεὶς παράλαβε τὸ παιδίον. εἰδέναι δέ φησι καὶ τοὺς ἀγγέλους καίτοι σοφωτέρους ὄντας ἡμῶν ὅτι παιδίον ἦν.
25γ Οὕτω καὶ ἐν ἑτέροις φησίν· ἐλάλησεν ἡμῖν ἐν υἱῶι, ὃν ἔθετο κληρονόμον
πάντων, δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν· ὃς ὢν ἀπαύγασμα τῆς δόξης·

1,1,6

4

θεὶς τὸ υἱός, καλεῖ τοῦτον ἀσφαλῶς καὶ ἀπαύγασμα τῆς δόξης καὶ θετὸν κληρο‐ νόμον, κληρονόμον μὲν κατὰ τὴν σάρκα θετόν, ἀπαύγασμα 〈δὲ〉 τῆς τοῦ πατρὸς δόξης κατὰ 〈τὴν〉 θεότητα· οὐ γὰρ ἀπέστη τῆς πρὸς τὸν πατέρα σαρκωθεὶς ὁμοιότητος. Καὶ πρός γε δὴ τούτωι πάλιν οὕτω φησί· Τοὺς γὰρ χρόνους τῆς ἀγνοίας
5ὑπεριδὼν ὁ θεὸς τὰ νῦν πᾶσιν ἀνθρώποις παραγγέλλει μετανοεῖν, καθότι ἔστησεν ἡμέραν ἐν ἧι μέλλει κρίνειν τὴν οἰκουμένην ἐν ἀνδρὶ ὧι ὥρισε, πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. 〈πρότερον εἰπὼν ἐν ἀνδρ, προστίθησι τότε τὸ ἀναστήσας αὐτὸν ἐκ νεκρῶν,〉 ἵνα μηδεὶς τὴν ἐναν‐ θρωπήσασαν ὑποπτεύοι τεθνηκέναι θεότητα.
10 Μέγα τοῦ δώρου τὸ μυστήριον. τοῦτο γὰρ τὸ βλεπόμενον βρέφος, τοῦτο τὸ κατὰ τὸ φαινόμενον πρόσφατον, τοῦτο τὸ σπαργάνων σωματικῶν δεηθέν, τοῦτο τὸ κατὰ τὴν ὁρωμένην οὐσίαν ἀρτίτοκον· υἱὸς κατὰ τὸ κεκρυμμένον αἰώνιος, υἱὸς τῶν ὅλων δημιουργός, υἱὸς τοῖς τῆς ἰδίας βοηθείας σπαργάνοις τὸ τῆς κτίσεως εὐδιάλυτον σφίγγων. Καὶ ἐν ἑτέροις δὲ πάλιν· Καὶ τὸ βρέφος γὰρ θεὸς αὐτεξούσιος· τοσοῦτον ὁ θεὸς
15λόγος τοῦ θεοῦ ὑπεξούσιος εἶναι διέστηκεν, Ἄρειε, δι’ ὃν καὶ τὸ συνημμένον σῶμα θεὸν προσηγόρευσε. Καὶ πάλιν· Γνωρίζομεν τοίνυν τὴν ἀνθρωπότητα τοῦ βρέφους καὶ τὴν θεότητα· τὸ τῆς υἱότητος τηροῦμεν μοναδικὸν ἐν ἀνθρωπότητος καὶ θεότητος φύσει. Εἰ θεός, φησίν, ὁ Χριστός, ἐτέχθη δὲ 〈ὁ Χριστὸσ〉 ἐκ τῆς Μαρίας τῆς μακαρίας, πῶς
20οὔκ ἐστιν ἡ παρθένος θεοτόκος; οὐδὲν κρύπτω τῶν παρ’ αὐτῶν ἀντιθέσεων· ὁ γὰρ τῆς ἀληθείας ἐραστὴς πάντα τὰ παρὰ τοῦ ψεύδους ἑαυτῶι προσλαβὼν ἀντιτίθησιν. Εἶτα τὴν λύσιν ἐπιφέρειν πειρᾶται, τοιαύταις τισὶν ἐννοίαις χρώμενος· Πλάττεται μὲν γάρ, φησίν, ἐν μήτραι τὸ βρέφος· ἀλλ’ ἕως μὲν οὔπω μεμόρφωται, ψυχὴν οὐκ ἔχει, εἰδοποιηθὲν δὲ ἤδη ψυχοῦται παρὰ θεοῦ. ὥσπερ οὖν ἡ γυνὴ τίκτει μὲν τὸ σῶμα, ψυχοῖ
25δὲ θεὸς καὶ οὐκ ἂν λέγοιτο γυνὴ ψυχοτόκος, ὅτι ἔμψυχον ἐγέννησεν, ἀνθρωποτόκος δὲ μᾶλλον, οὕτω, φησί, καὶ ἡ μακαρία παρθένος, καὶ εἰ τέτοκεν ἄνθρωπον συμπαρελθόντος αὐτῶι τοῦ θεοῦ λόγου (ταύτηι γὰρ ἐχρήσατο τῆι φωνῆι), οὐ διὰ τοῦτο θεοτόκος· οὐ γὰρ παρὰ τῆς παρθένου Μαρίας τὸ ἀξίωμα τῶι λόγωι, ἀλλ’ ἦν φύσει θεός. Ὁ μακάριος Ἰωάννης ὁ βαπτιστὴς προκηρύττεται παρὰ τῶν ἁγίων ἀγγέλων ὅτι
30πλησθήσεται τὸ βρέφος πνεύματος ἁγίου ἔτι ἐκ κοιλίας μητρὸς αὐτο, καὶ πνεῦμα ἅγιον ἔχων, οὕτως ὁ 〈μακάριοσ〉 βαπτιστὴς ἀπετίκτετο. τί οὖν; καλεῖς τὴν Ἐλισάβετ πνευματοτόκον; ἐνταῦθα τὸν νοῦν συνάγαγε, κἄν τινες ὦσιν ἐν ὑμῖν ξενι‐ ζόμενοι πρὸς τὰ λεγόμενα, σύγγνωτε τῆς ἀπειρίας αὐτοῖς. Χαίρω γάρ, ἔφη, τὸν ὑμέτερον θεασάμενος ζῆλον. αὐτόθεν ἐστὶ σαφὴς τῆς τῶν
35λεχθέντων ὑπὸ τοῦ δειλαίου μιαρίας 〈ὁ〉 ἔλεγχος. ὧν γὰρ δύο γεννήσεις, τούτων δύο υἱοί· ἡ δὲ ἐκκλησία ἕνα οἶδεν υἱόν, τὸν 〈δεσπότην〉 Χριστόν. Δεῖ δὲ ἡμᾶς (νῦν γὰρ ἦλθον εἰς ἔννοιαν) καὶ τὴν κατὰ Νίκαιαν σύνοδον μαθεῖν οὐ‐
δαμοῦ τολμῶσαν εἰπεῖν ὅτι θεὸς λόγος ἐγεννήθη ἐκ Μαρίας· ἔφη γὰρ ὅτι πιστεύομεν εἰς

1,1,6

5

ἕνα θεὸν πατέρα παντοκράτορα καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν. προσέχετε ὅτι πρότερον τεθεικότες τὸ Χριστός, ὅ ἐστι μήνυμα τῶν δύο φύσεων, οὐκ εἶπον εἰς ἕνα θεὸν λόγον, ἀλλ’ ἔλαβον 〈τὸ ὄνομα〉 τὸ σημαῖνον ἀμφότερα, ἵνα ὅταν ὑποκαταβαίνων ἀκούσηις θάνατον, μὴ ξενίζηι, ὅταν τὸν σταυρωθέντα καὶ ταφέντα, μὴ πλήττηι τὴν ἀκοὴν ὡς θεό‐
5τητος ταῦτα παθούσης. Εἶτα τούτοις ἐπιφέρει· Πιστεύομεν εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τὸν μονογενῆ, τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα, τὸν ὁμοούσιον τῶι πατρί, τὸν κατελθόντα δι’ ἡμᾶς καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου. 〈οὐκ εἶπον ὅτι καὶ γεννηθέντα ἐκ πνεύ‐ ματος ἁγίου.〉
10 Διερμηνεύοντας δὲ τοὺς ἁγίους πατέρας τί δὴ ἄρα τὸ σαρκωθέντα ἐστί, φησὶν εἰπεῖν τὸ ἐνανθρωπήσαντα. τί δὲ τὸ ἐνανθρωπήσαντα κατασημήνειεν ἄν, διατρανῶν αὐτὸς ἔφη πάλιν· Οὐ τροπὴν τῆς ἰδίας φύσεως ὑπομεινάσης εἰς τὴν σάρκα, ἀλλὰ τὴν ἐνοί‐ κησιν τὴν εἰς ἄνθρωπον. η Ἐν ἐξηγήσει δὲ πάλιν ἑτέραι τῆς αὐτῆς ἔχεται διανοίας καὶ δὴ καὶ οὕτω φησί·
15Ἠκολούθησαν τῶι εὐαγγελιστῆι· καὶ γὰρ ὁ εὐαγγελιστὴς ἐλθὼν εἰς τὴν ἐνανθρώπησιν ἔφυγε γέννησιν εἰπεῖν ἐπὶ τοῦ θεοῦ λόγου καὶ τέθεικε σάρκωσιν. ποῦ; ἄκουσον· καὶ ὁ λόγος σὰρξ ἐγένετο. οὐκ εἶπε· διὰ σαρκὸς ἐγεννήθη· ὅπου γὰρ μνημονεύουσιν οἱ ἀπόστολοι ἢ οἱ εὐαγγελισταὶ τοῦ υἱοῦ, τιθέασιν ὅτι ἐγεννήθη ἐκ γυναικός. πρόσεχε τῶι λεγομένωι, παρακαλῶ· ὅπου λέγουσι τὸ ὄνομα τοῦ υἱοῦ καὶ ὅτι ἐτέχθη ἐκ γυναικός, τιθέασι
20τὸ ἐγεννήθη· ὅπου δὲ μνημονεύουσι τοῦ λόγου, οὐδεὶς αὐτῶν ἐτόλμησεν εἰπεῖν γέννησιν διὰ τῆς ἀνθρωπότητος. ὁ γὰρ μακάριος Ἰωάννης ὁ εὐαγγελιστὴς ἐλθὼν εἰς τὸν λόγον καὶ εἰς τὴν ἐνανθρώπησιν αὐτοῦ, ἄκουσον οἷά φησιν· ὁ λόγος σὰρξ ἐγένετο. θ (Πεποίηται δὲ πρὸς Ἀρειανοὺς ὁ λόγος αὐτῶι) Ὅμως δὲ κἂν θεότητος μείζονος τὸν θεὸν λόγον ληροῦσι νεώτερον· οὗτοι δὲ αὐτὸν τῆς μακαρίας Μαρίας ἐργάζονται δεύτερον
25καὶ μητέρα χρονικὴν τῆι δημιουργῶι τῶν χρόνων ἐφιστῶσι θεότητι, μᾶλλον δὲ οὐδὲ μητέρα τοῦ Χριστοῦ τὴν Χριστοτόκον ἐῶσιν. εἰ γὰρ οὐκ ἀνθρώπου φύσις, ἀλλὰ θεὸς λόγος ἦν, ὥσπερ ἐκεῖνοί φασιν, ὁ παρ’ ἐκείνης, ἡ τεκοῦσα τοῦ τεχθέντος οὐ μήτηρ· πῶς γὰρ ἂν εἴη τις μήτηρ τοῦ τῆς φύσεως τῆς αὐτῆς ἀλλοτρίου; εἰ δὲ μήτηρ παρ’ αὐτῶν ὀνομά‐ ζοιτο, ἀνθρωπότης τὸ τεχθέν, οὐ θεότης· πάσης γὰρ ἴδιον μητρὸς ὁμοούσια τίκτειν. ἢ
30τοίνυν οὐκ ἔσται μήτηρ ὁμοούσιον ἑαυτῆι μὴ τεκοῦσα ἢ μήτηρ παρ’ αὐτῶν καλουμένη τὸν ἑαυτῆι κατ’ οὐσίαν ἐγέννησεν ὅμοιον. ι Εἶπον δὲ ἤδη πλειστάκις ὅτι εἴ τις ἢ ἐν ὑμῖν ἀφελέστερος εἴτε ἐν ἄλλοις τισὶ χαίρει τῆι τοῦ θεοτόκος φωνῆι, ἐμοὶ πρὸς τὴν φωνὴν φθόνος οὐκ ἔστι· μόνον μὴ ποιείτω τὴν
παρθένον θεάν.

1,1,6

6

Κεφάλαια ἀντιλεγόμενα ἐν τῶι β βιβλίωι Εἰ μετὰ πίστεως ἁπλῆς τὸ θεοτόκος προέφερες, οὐκ ἄν σοι τῆς λέξεως ἐφθόνησα, τὸν νοῦν ἐξετάζων τοῦ ῥήματος· ἀλλ’ ἐπειδήπερ ὁρῶ σε προφάσει τῆς περὶ τὴν μακαρίαν Μαρίαν τιμῆς τῶν αἱρετικῶν βεβαιοῦντα τὴν βλασφημίαν, διὰ τοῦτο τὴν τῆς λέξεως προ‐
5φορὰν ἀσφαλίζομαι, τὸν ἐν τῆι λέξει κρυπτόμενον κίνδυνον ὑφορώμενος. ἵνα δὲ αὐτὸ σαφέστερον καὶ πᾶσιν εὐληπτότερον εἴπω, τοῖς Ἀρείου καὶ Εὐνομίου καὶ Ἀπολιναρίου καὶ πάντων τοῖς χοροῖς τῶν τῆς τοιαύτης φρατρίας σπουδὴ θεοτόκον εἰσάγειν, ὡς κράσεως γινομένης καὶ τῶν δύο φύσεων μὴ διαιρουμένων μηδὲν τῶν εὐτελῶν εἰς 〈τὴν〉 ἀνθρωπότητα λαμβάνεσθαι καὶ χώραν αὐτοὺς λοιπὸν κατὰ τῆς θεότητος ἔχειν, ὡς πάντων λεγομένων
10παρ’ ἑνός, οὐ κατὰ τὴν ἀπὸ τῆς συναφείας ἀξίαν, ἀλλὰ κατὰ τὴν φύσιν. εἷς μὲν γὰρ ὁ Χριστὸς καὶ εἷς κύριος· ἀλλ’ ἐπὶ τοῦ Χριστοῦ, ἐπὶ τοῦ μονογενοῦς λέγω υἱοῦ, καὶ τὸ Χριστός καὶ τὸ υἱός, ποτὲ μὲν ἐπὶ τῆς θεότητος, ποτὲ δὲ ἐπὶ τῆς ἀνθρωπότητος, 〈ποτὲ δὲ ἐπὶ τῆς ἀνθρωπότητοσ〉 καὶ θεότητος. Ὅταν οὖν ἡ θεία γραφὴ μέλληι λέγειν ἢ γέννησιν τοῦ Χριστοῦ τὴν ἐκ τῆς μακαρίας
15παρθένου ἢ θάνατον, οὐδαμοῦ φαίνεται τιθεῖσα τὸ θεός, ἀλλ’ ἢ Χριστός ἢ υἱός ἢ κύριος, ἐπειδὴ ταῦτα τὰ τρία τῶν δύο φύσεων ἐστὶ σημαντικά, ποτὲ μὲν ταύτης, ποτὲ δὲ ἐκείνης, 〈ποτὲ δὲ ταύτης κἀκείνησ〉. οἷόν τι λέγω, ὅταν τὴν ἐξ ἀνθρώπου γέννησιν ἡμῖν ἡ γραφὴ διηγῆται, τί λέγει; ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτο. οὐκ εἶπεν· ἐξαπέστειλεν ὁ θεὸς 〈τὸν θεὸν〉 λόγον, ἀλλὰ λαμβάνει τὸ ὄνομα τὸ μηνῦον τὰς φύσεις τὰς δύο. ἐπειδὴ
20γὰρ ὁ υἱὸς ἄνθρωπός ἐστι καὶ θεός, λέγει ἐξαπέστειλεν τὸν υἱὸν αὐτοῦ γενό‐ μενον ἐκ γυναικός, ἵνα ὅταν ἀκούσηις τὸ γενόμενον ἐκ γυναικός, εἶτα ἴδηις τὸ ὄνομα προκείμενον τὸ μηνῦον τὰς φύσεις τὰς δύο, [ἵνα] τὴν γέννησιν τὴν ἐκ τῆς μακαρίας παρθένου υἱοῦ μὲν καλῆις· υἱὸν γὰρ ἐγέννησε θεοῦ καὶ ἡ Χριστοτόκος παρθένος, ἀλλ’ ἐπει‐ δήπερ ὁ υἱὸς τοῦ θεοῦ διπλοῦς ἐστι τὰς φύσεις, οὐκ ἐγέννησε μὲν τὸν υἱὸν τοῦ θεοῦ, ἀλλ’
25ἐγέννησε τὴν ἀνθρωπότητα, ἥτις ἐστὶν υἱὸς διὰ τὸν συνημμένον υἱόν. Ἐξαπέστειλε γάρ φησιν, ὁ θεὸς τὸν υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον. ἐνταῦθα μηνύει μὲν τὰς δύο φύσεις, τὸ δὲ συμβὰν περὶ τὴν ἀνθρωπότητα λέγει, ἐπεὶ ἀπαίτησον τὸν φιλόνεικον· τίς ἐγένετο ὑπὸ νόμον; ὁ θεὸς λόγος; Ἀλλ’ ὥσπερ λέγομεν θεὸν τὸν πάντων δημιουργὸν καὶ θεὸν τὸν Μωσέα (θεὸν γάρ
30φησι, τέθεικά σε τοῦ Φαραώ) καὶ υἱὸν τὸν Ἰσραὴλ τοῦ θεοῦ (υἱὸς γάρ φησι, πρω‐ τότοκός μου Ἰσραήλ) καὶ ὥσπερ λέγομεν Χριστὸν τὸν Σαούλ (οὐ μὴ γάρ φησιν, ἐπιβάλω τὴν χεῖρά μου ἐπ’ αὐτόν, ὅτι Χριστὸς κυρίου ἐστίν) καὶ τὸν Κῦρον ὡσαύτως (τάδε λέγει κύριος τῶι Χριστῶι μου Κύρωι) καὶ τὸν Βαβυλώνιον ἅγιον
(ἐγὼ γάρ φησι, συντάσσω αὐτοῖς, ἡγιασμένοι εἰσὶ κἀγὼ ἄγω αὐτούς), οὕτω

1,1,6

7

λέγομεν καὶ τὸν δεσπότην Χριστὸν καὶ θεὸν καὶ υἱὸν καὶ ἅγιον. ἀλλ’ ἡ μὲν κοινωνία τῶν ὀνομάτων ὁμοία, οὐχ ἡ αὐτὴ δ’ ἀξία. ε Εἰπὲ τὸν ἀναλαβόντα ὅτι θεός· πρόσθες τὸν ἀναληφθέντα ὅτι δούλου μορφή· ἐπάγαγε μετὰ ταῦτα τὸ τῆς συναφείας ἀξίωμα, ὅτι τῶν δύο ἡ αὐθεντία κοινή· ὅτι τῶν δύο ταὐτὸν
5τὸ ἀξίωμα, τῶν φύσεων μενουσῶν, ὁμολόγει τὴν τῆς ἀξίας ἑνότητα. ϛ Διὰ τοῦτο βούλομαι ὑμᾶς μετὰ ἀσφαλείας κροτεῖν· διαίρεσις οὐκ ἔστι τῆς συναφείας, τοῦ ἀξιώματος, τῆς δυναστείας, τῆς υἱότητος. αὐτοῦ τοῦ εἶναι Χριστὸς οὐκ ἔστι διαί‐ ρεσις, τῆς δὲ θεότητος καὶ ἀνθρωπότητος ἔστι διαίρεσις. ὁ Χριστὸς κατὰ τὸ Χριστὸς ἀδιαίρετος· ** οὐ γὰρ ἔχομεν δύο Χριστοὺς οὐδὲ δύο υἱούς. οὐ γὰρ ἔστι παρ’ ἡμῖν
10πρῶτος Χριστὸς καὶ δεύτερος οὐδὲ ἄλλος καὶ ἄλλος οὐδὲ πάλιν ἄλλος υἱὸς καὶ ἄλλος πάλιν, ἀλλ’ αὐτὸς ὁ υἱός ἐστι, διπλοῦς οὐ τῆι ἀξίαι, ἀλλὰ τῆι φύσει. ζ Ἡ γοῦν τοῦ μονογενοῦς εὐδοξία ποτὲ μὲν τῶι πατρὶ περιῆπται (ἔστι γάρ φησιν, ὁ πατήρ μου ὁ δοξάζων με), ποτὲ δὲ τῶι πνεύματι (τὸ γὰρ πνεῦμα, φησί, τῆς ἀληθείας ἐμὲ δοξάσει), ποτὲ δὲ τῆι Χριστοῦ δυναστείαι· ἐξελθόντες γάρ φησι,
15διεκήρυσσον τὸν λόγον πανταχο, τοῦ κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. η Ἦν μὲν γὰρ ὁ θεὸς λόγος καὶ πρὸ τῆς ἐνανθρωπήσεως υἱὸς καὶ θεὸς καὶ συνὼν τῶι πατρί· ἀνέλαβε 〈δὲ〉 ἐν ὑστέροις καιροῖς τὴν τοῦ δούλου μορφήν. ἀλλ’ ὢν πρὸ τούτου υἱὸς καὶ καλούμενος, μετὰ τὴν ἀνάληψιν οὐ δύναται καλεῖσθαι κεχωρισμένος 〈υἱόσ〉, ἵνα μὴ
20δύο υἱοὺς δογματίσωμεν· ἀλλ’ ἐπειδήπερ ἐκείνωι συνῆπται τῶι ἐν ἀρχῆι ὄντι υἱῶι τῶι πρὸς αὐτὸν συναφθέντι, οὐ δύναται κατὰ τὸ ἀξίωμα τῆς υἱότητος διαίρεσιν δέξασθαι, κατὰ τὸ ἀξίωμα φημὶ τῆς υἱότητος, οὐ κατὰ τὰς φύσεις. διὰ τοῦτο καὶ Χριστὸς ὁ θεὸς λόγος ὀνομάζεται, ἐπείπερ ἔχει τὴν συνάφειαν τὴν πρὸς τὸν Χριστὸν διηνεκῆ, καὶ οὐκ ἔστι τὸν θεὸν λόγον ἄνευ τῆς ἀνθρωπότητος πρᾶξαί τι. ἀπηκρίβωται γὰρ εἰς ἄκραν συνά‐
25φειαν, οὐκ εἰς ἀποθέωσιν κατὰ τοὺς σοφοὺς τῶν δογματιστῶν τῶν νεωτέρων. θ Ἵνα τοίνυν δειχθῆι καὶ τοῖς μάγοις τίς ἐστιν 〈οὗτοσ〉 ὁ παρ’ αὐτῶν προσκυνούμενος καὶ ἐπὶ τίνα ἤγαγεν αὐτοὺς τοῦ πνεύματος τοῦ παναγίου ἡ χάρις, ὅτι οὐκ ἐπὶ ψιλὸν ἁπλῶς θεωρούμενον βρέφος, ἀλλ’ ἐπί τι σῶμα συνημμένον ἀρρήτως θεῶι. ι Ἀλλ’ οὐ ψιλὸς ἄνθρωπος ὁ Χριστός, συκοφάντα, ἀλλ’ ἄνθρωπος ὁμοῦ καὶ θεός.
30εἰ δὲ μόνον ὑπῆρχε θεός, ἐχρῆν εἰπεῖν, Ἀπολινάριε· τί με ζητεῖτε ἀποκτεῖναι, θεὸν ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; νῦν δὲ λέγει· τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; οὗτος ὁ τὸν ἀκάνθινον περιθέμενος στέφανον· οὗτος ὁ λέγων θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπες; οὗτος ὁ τριήμερον τε‐
λευτὴν ὑπομείνας· προσκυνῶ δὲ σὺν τῆι θεότητι τοῦτον ὡς τῆς θείας συνήγορον αὐθεντίας.

1,1,6

8

Σέβω αὐτὸν ὡς τῆς παντοκράτορος εἰκόνα θεότητος. ὑπερύψωσε γὰρ αὐτὸν καὶ ἐχαρίσατο αὐτῶι ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῶι ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψηι ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστός.
5 Διὰ τὸν φοροῦντα τὸν φορούμενον σέβω· διὰ τὸν κεκρυμμένον προσκυνῶ τὸν φαι‐ νόμενον. Οὐ καθ’ ἑαυτὸ θεὸς τὸ πλασθὲν ἐπὶ μήτρας· οὐ καθ’ ἑαυτὸ θεὸς τὸ κτισθὲν ἐκ τοῦ πνεύματος· οὐ καθ’ ἑαυτὸ θεὸς τὸ ταφὲν ἐπὶ μνήματος. οὕτω γὰρ ἂν ἦμεν ἀνθρωπο‐ λάτραι καὶ νεκρολάτραι σαφεῖς. ἀλλ’ ἐπειδήπερ ἐν τῶι ληφθέντι θεός, ἐκ τοῦ λαβόντος
10ὁ ληφθείς, ὡς τῶι λαβόντι συναφθείς, συγχρηματίζει θεός. Ἀλλ’ οὗτος ὁ κατὰ σάρκα τοῦ Ἰσραὴλ συγγενής, ὁ κατὰ τὸ φαινόμενον ἄνθρωπος, ὁ κατὰ τὴν Παύλου φωνὴν ἐκ σπέρματος γεγεννημένος Δαυὶδ παντοκράτωρ τῆι συνα‐ φείαι θεός. Εἶτα τούτοις ἐπάγει· Ἄκουσον ἀμφότερα τοῦ Παύλου κηρύττοντος· ὁμολογεῖ τὸν
15ἄνθρωπον πρότερον καὶ τότε τῆι τοῦ θεοῦ συναφείαι θεολογεῖ τὸ φαινόμενον, ἵνα μηδεὶς ἀνθρωπολάτρην τὸν Χριστιανισμὸν ὑποπτεύηι. ἀσύγχυτον τοίνυν τὴν τῶν φύσεων τη‐ ρῶμεν συνάφειαν· ὁμολογῶμεν τὸν ἐν ἀνθρώπωι θεόν· σέβωμεν τὸν τῆι θείαι συναφείαι τῶι παντοκράτορι θεῶι συμπροσκυνούμενον ἄνθρωπον. Κεφάλαια ἀντιλεγόμενα ἐν τρίτωι βιβλίωι
20 Ἀποστόλου γὰρ ἀκούοντες ὄνομα, τὸν θεὸν λόγον νοοῦσιν ἀπόστολον· ἀρχιερέως ἀναγινώσκοντες κλῆσιν, θεότητα τὸν ἀρχιερέα φαντάζονται παραδόξου φρενοβλαβείας ἰδέαι. τίς γὰρ ἀποστόλου λειτουργίαν μαθὼν οὐκ εὐθὺς ἄνθρωπον μηνυόμενον ἔγνω; τίς ἀρχιερέως ὀνομασίαν ἀκούων θεότητος 〈ἂν〉 οὐσίαν τὸν ἀρχιερέα νομίσειεν; εἰ γὰρ ἀρχιε‐ ρεὺς ἡ θεότης, τίς ὁ τῆι παρὰ τῆς ἀρχιερωσύνης λειτουργίαι θεραπευόμενος; εἰ θεὸς ὁ
25προσφέρων, οὐδεὶς ὧι προσφέρεται. τί γὰρ θεότητος ἄξιον ἵνα ὡς ἐλάττων προσφέρηι τῶι μείζονι; Προσεπάγει δὲ τούτοις· Πόθεν οὖν αὐτοῖς ὁ θεὸς κεκλῆσθαι νῦν ἀρχιερεὺς ἐνομίσθη, ὁ θυσίας εἰς προκοπὴν ἰδίαν κατὰ τοὺς ἀρχιερέας μὴ χρήιζων; ὁ θεότητος κτήτωρ ἐξ ἀν‐ θρώπων ληφθεὶς ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν θεόν.
30 Οὐκ ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἁβραὰμ ἐπιλαμβάνεται. μὴ σπέρμα τοῦ Ἁβραὰμ ἡ θεότης; ἄκουσον καὶ τὴν ἑπομένην φωνήν· ὅθεν ὤφειλε, φησίν, κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. μὴ τῆι θεότητί τινας ὁ θεὸς
λόγος ἔσχεν ἀδελφοὺς 〈ἐοικότασ〉; σκόπει καὶ τὸ τούτοις εὐθὺς συναπτόμενον· ἵνα

1,1,6

9

ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν θεόν. ἐν ὧι γὰρ πέ‐ πονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι. οὐκοῦν ὁ παθὼν ἀρχιερεὺς ἐλεήμων· παθητὸς δὲ ὁ ναός, οὐχ ὁ ζωοποιὸς τοῦ πεπονθότος θεός· σπέρμα Ἁβραὰμ ὁ χθὲς καὶ σήμερον κατὰ τὴν τοῦ Παύλου φωνήν, οὐχ ὁ λέγων πρὶν
5Ἁβραὰμ γενέσθαι, ἐγὼ εἰμ· ὅμοιος τοῖς ἀδελφοῖς κατὰ πάντα ὁ ψυχῆς ἀνθρωπίνης καὶ σαρκὸς ἀναλαβὼν ἀδελφότητα, οὐχ ὁ λέγων ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα. γ Ἀπεστάλη 〈ὁ〉 ἡμῖν ὁμοούσιος καὶ κέχρισται κηρύττων αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν· πνεῦμα γὰρ κυρίου ἐπ’ ἐμ, οὗ εἵνεκεν ἔχρισέ με. δ Οὗτος ὁ πιστὸς τῶι θεῶι γεγενημένος ἀρχιερεύς (ἐγένετο γάρ, οὐκ ἀιδίως ἦν)· οὗτος
10ὁ κατὰ μικρὸν εἰς ἀρχιερέως, αἱρετικέ, προκόψας ἀξίωμα. ἄκουε σαφεστέρας σοι δια‐ βοώσης φωνῆς· ὃς ἐν τοῖς ἡμέραις, φησί, τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώιζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὢν υἱός, ἔμαθεν ἀφ’ ὧν ἔπαθε, τὴν ὑπακοὴν καὶ τελειωθεὶς ἐγέ‐
15νετο τοῖς ὑπακούουσιν αὐτῶι αἴτιος σωτηρίας ἀκαταλύτου. τελειοῦται δὲ τὸ κατὰ μικρὸν προκόπτον, αἱρετικέ, περὶ οὗ καὶ Ἰωάννης ἐν 〈τοῖσ〉 εὐαγγελίοις βοᾶ· Ἰη‐ σοῦς δὲ προέκοπτεν ἡλικίαι καὶ σοφίαι καὶ χάριτι, οἷς σύμφωνα καὶ Παῦλος φθεγγόμενος τελειωθείς, φησίν, ἐγένετο τοῖς ὑπακούουσιν αὐτῶι πᾶσιν αἴτιος σωτηρίας αἰωνίου, προσαγορευθεὶς ὑπὸ τοῦ θεοῦ ἀρχιερεὺς κατὰ τὴν
20τάξιν Μελχισεδέκ. οὗτος ὁ Μωυσεῖ κατὰ τὸν τῆς στρατηγίας συγκρινόμενος τύπον, ὁ σπέρμα τοῦ Ἁβραὰμ κεκλημένος, ὁ κατὰ πάντα τοῖς ἀδελφοῖς παραπλήσιος, ὁ χρόνωι γενόμενος ἀρχιερεύς, ὁ διὰ παθημάτων τελειωθείς, ὁ ἐν ὧι πέπονθεν αὐτὸς πειρασθείς, δυνάμενος τοῖς πειραζομένοις βοηθῆσαι, ὁ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς κεκλημένος. τί οὖν ἀνθερμηνεύεις τῶι Παύλωι, τὸν ἀπαθῆ θεὸν λόγον ἐπιγείωι καταμιγνὺς σώματι καὶ
25παθητὸν ἀρχιερέα ποιῶν; ε Ὄντος οὖν ἡμῖν τούτου μόνου ἀρχιερέως συμπαθοῦς καὶ συγγενοῦς καὶ βεβαίου, τῆς εἰς αὐτὸν μὴ παρατρέπεσθε πίστεως. αὐτὸς γὰρ ἡμῖν τῆς ἐπηγγελμένης εὐλογίας ἐκ σπέρματος Ἁβραὰμ ἀπεστάλη ὡς ὑπὲρ ἑαυτοῦ καὶ τοῦ γένους τὴν τοῦ σώματος θυσίαν συνεπαγόμενος.
30ϛ Μέμνησθε δέ που πάντως καὶ τὰ πολλάκις μοι πρὸς ὑμᾶς εἰρημένα τὰς διπλᾶς πρὸς τὸν δεσπότην Χριστὸν διακρίνοντι φύσεις. διπλαῖ μὲν γὰρ τῆι φύσει, τῆι δὲ ἀξίαι
μοναδικαί· ἡ γὰρ τῶν φύσεων αὐθεντία διὰ τὴν συνάφειαν μία, τῶν μὲν φύσεων ἐν τῆι

1,1,6

10

οἰκεία τάξει διὰ παντὸς μενουσῶν, τῆς δὲ ἀξίας συνημμένης εἰς αὐθεντίαν, ὡς προεῖ‐ πον, μίαν. Κεφάλαια ζ ἀντιλεγόμενα ἐν τῶι τετάρτωι βιβλίωι Ὁ θεὸς λόγος ἐγένετο σὰρξ καὶ ἐσκήνωσεν ἐν ἡμῖν. συνεκάθισεν ἑαυτῶι
5τὴν ἀναληφθεῖσαν ὁ πατὴρ ἀνθρωπότητα· εἶπε γάρ φησιν, ὁ κύριος τῶι κυρίωι μου· κάθου ἐκ δεξιῶν μου. τὴν τοῦ ἀναληφθέντος τὸ πνεῦμα κατελθὸν συνεκρότησε δόξαν· ὅταν γάρ φησιν, ἔλθηι τὸ πνεῦμα τῆς ἀληθείας, ἐκεῖνος ἐμὲ δοξάσει. βούλει καὶ ἄλλην ἐπὶ τούτοις αὐτοῖς τῆς τριάδος ἐνέργειαν; ἐνώικησεν ὁ υἱὸς ἐν τῶι σώματι, συνέστησεν ὁ πατὴρ βαπτιζόμενον, διέπλασεν ἐν παρθένωι τὸ πνεῦμα.
10 Εἶτα πάλιν φησὶ περὶ τῶν ἁγίων ἀποστόλων· ὁ υἱὸς ἐξελέξατο (ἐγὼ γάρ φησιν, ὑμᾶς ἐξελεξάμην)· ὁ πατὴρ ἡγίασεν (πάτερ γάρ φησιν, ἁγίασον αὐτοὺς ἐν τῆι ἀλη‐ θείαι σου)· τὸ πνεῦμα κατεσκεύασε ῥήτορας. Καὶ τῆς συνεργίας ἡ ἀπόδειξις πρόδηλος· ὁ υἱὸς ἐνηνθρώπησεν, ὁ πατὴρ συνέστησε, τὸ πνεῦμα σημείοις ἐσέμνυνε.
15 Πλείονα, φησί, τὴν εἰς αὐτὸν κατασκευάζοντες ὕβριν καὶ τὸ πνεῦμα τῆς θείας ἀπο‐ τέμνοντες φύσεως τὸ τὴν ἀνθρωπότητα αὐτοῦ διαπλάσαν (τὸ γὰρ ἐν τῆι Μαρίαι, φησί, γεν‐ νηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου), 〈τὸ〉 κατὰ δικαιοσύνην τὸ πλασθὲν ἀναπλάσαν (ἐφανερώθη γάρ φησιν, ἐν σαρκ, ἐδικαιώθη ἐν πνεύματι), τὸ δαίμοσι φοβερὸν αὐτὸν ἐργασάμενον (ἐγὼ γάρ φησιν, ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια),
20τὸ τὴν αὐτοῦ σάρκα πεποιημένον ναόν (τεθέαμαι γάρ φησι, τὸ πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν καὶ μεμένηκεν ἐπ’ αὐτόν), τὸ τὴν ἀνάληψιν αὐτῶι χαρισάμενον (ἐντειλάμενος γάρ φησι, τοῖς ἁγίοις ἀποστόλοις οὓς ἐξελέξατο, διὰ πνεύ‐ ματος ἁγίου ἀνελήφθη), τοῦτο δὴ τὸ τηλικαύτην Χριστῶι χαρισάμενον δόξαν Χριστοῦ κατασκευάζουσι δοῦλον.
25 Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῶι. μνημόνευσον ὅτι περὶ τῆς σαρκὸς τὸ λεγόμενον. καθὼς ἀπέστειλέ με ὁ ζῶν πατήρ, ἐμὲ τὸν φαινόμενον. ἀλλ’ ἐνίοτε παρερμηνεύω· ἀκούσωμεν ἐκ τῶν ἑξῆς. καθὼς ἀπέστειλέ με ὁ ζῶν πατήρ· ἐκεῖνος λέγει τὴν θεότητα, ἐγὼ τὴν ἀνθρωπότητα· ἴδωμεν τίς ὁ παρερμηνεύων. λέγει ὁ αἱρετικὸς ἐνταῦθα τὴν θεότητα·
30ἀπέστειλεν ἐμέ, τὸν θεὸν λόγον. καθὼς ἀπέστειλέ με ὁ ζῶν πατήρ, κατ’ ἐκεῖνον κἀγὼ ζ, ὁ θεὸς λόγος, διὰ τὸν πατέρα. εἶτα μετὰ τοῦτο· καὶ ὁ τρώγων με κἀκεῖνος ζήσεται. τίνα ἐσθίομεν, τὴν θεότητα ἢ τὴν σάρκα; Ἐρῶ δὲ καὶ τοῦ σκανδάλου τὰ ῥήματα. περὶ τῆς οἰκείας σαρκὸς ὁ δεσπότης Χριστὸς πρὸς αὐτοὺς διελέγετο· ἐὰν μὴ φάγητε, 〈φησί〉, τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀν‐
35θρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. οὐκ ἤνεγκαν
τὸ τῶν λεγομένων ὑψηλὸν οἱ ἀκούσαντες· ἐνόμιζον γὰρ ὑπὸ ἀμαθίας ἀνθρωποφαγίαν εἰσάγειν.

1,1,6

11

ϛ Ἄκουσον καὶ τὸ κύριος ποτὲ μὲν ἐπὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ, ποτὲ δὲ ἐπὶ τῆς θεότητος αὐτοῦ, ποτὲ δὲ ἐπ’ ἀμφοτέρων κείμενον. ὁσάκις ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον 〈τοῦτο〉 πίνητε, τὸν θάνατον τοῦ κυρίου καταγγέλ‐ λετε. ἄκουσον ἐκ τῶν προηγουμένων τὴν ἀμαθίαν τῶν ἀντιτιθέντων, ὡς ἰσχυρὰν ἀνα‐
5γινώσκουσι τοῦ μυστηρίου τὴν ὠφέλειαν καὶ τίνος τοῖς ἀνθρώποις παρέχεται τὴν ἀνάμνησιν, καὶ ἄκουσον μὴ ἐμοῦ ταῦτα λέγοντος, ἀλλὰ τοῦ μακαρίου Παύλου. ὁσάκις ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον· οὐκ εἶπεν· ὁσάκις ἂν ἐσθίητε τὴν θεότητα ταύτην. ὁσάκις ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον· βλέπε περὶ τοῦ σώματος αὐτῶι τοῦ δεσποτικοῦ τὸ προκείμενον 〈ὄν〉. ὁσάκις ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, οὗ ἐστι τὸ σῶμα
10ἀντίτυπον. ἴδωμεν ἀπὸ τούτου τίνος ὁ θάνατος· ὁσάκις ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ κυρίου καταγγέλ‐ λετε. ἄκουσον καὶ ἐν τοῖς ἐφεξῆς φανερώτερον· ἄχρις οὗ ἂν ἔλθηι. τίς δέ ἐστιν ὁ ἐρχόμενος; ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφε‐ λῶν τοῦ οὐρανοῦ μετὰ δόξης πολλῆς. καὶ τὸ δὴ μεῖζον, πρὸ τῶν ἀποστόλων
15ὁ προφήτης σαφέστερον τὸν ἐρχόμενον δείκνυσι καὶ κέκραγε περὶ Ἰουδαίων βοῶν· ὄψονται εἰς ὃν ἐξεκέντησαν. τίς οὖν ἐστιν ὁ κεντηθείς; ἡ πλευρά· πλευρὰ 〈δὲ〉 σώματος ἢ θεότητός ἐστι; 〈ζ〉 Διὰ τί δὲ καί, ὡς ἀρτίως ἠκούομεν, ἀμφοτέρων κατὰ σὲ κεκραμένων, ὁ κύριος τὴν τοῦ μυστηρίου δύναμιν τοῖς μαθηταῖς παραδιδοὺς οὕτω φησίν; λαβὼν ἄρτον καὶ
20εὐχαριστήσας ἔκλασε καὶ ἔδωκε τοῖς μαθηταῖς αὐτοῦ λέγων· λάβετε φάγετε πάντες· τοῦτο γάρ μού ἐστι τὸ σῶμα. διὰ τί μὴ εἶπε· τοῦτό ἐστιν ἡ θεότης μου ἡ ὑπὲρ ὑμῶν κλωμένη; καὶ πάλιν τὸ ποτήριον τῶν μυστηρίων διδούς, οὐκ εἶπε· τοῦτό ἐστιν ἡ θεότης μου ἡ ὑπὲρ ὑμῶν ἐκχεομένη, ἀλλὰ τοῦτό ἐστι τὸ αἷμά μου τὸ ὑπὲρ ὑμῶν ἐκχεόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
25Κεφάλαια ζ ἀντιλεγόμενα ἐν τῶι ε βιβλίωι α〉 Ὅτι μὲν οὖν ἐπὶ τῆς γεννήσεως τῆς ἐκ τῆς Χριστοτόκου παρθένου τίθησι τὸ υἱός ἡ θεία γραφή, δεδηλώκαμεν· ἄκουσον δὲ καὶ ἐπὶ τοῦ θανάτου, εἰ ἔστι ποτὲ κείμενος ὁ θεός, ἵνα παθητὸν τὸν θεὸν εἰσαγάγωμεν. ἐχθρο, φησίν, ὄντες κατηλλάγημεν τῶι θεῶι διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτο. οὐκ εἶπε διὰ τοῦ θανάτου τοῦ θεοῦ λόγου.
30β〉 Ἄκουσον καὶ τὴν ἄλλην αὐτῶν μαρτυρίαν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. ἰδοὺ κύριον τῆς δόξης λέγει· οὐ καλεῖ τὴν ἀνθρωπό‐ τητα, ἀλλὰ τὴν θεότητα. τοῦτο δέ ἐστι καὶ διασπώντων τὴν συνάφειαν τὴν ἀκριβῆ. ὅταν 〈γὰρ〉 λέγηις ὅτι οὗτος μὲν οὔκ ἐστι κύριος, ἐκεῖνος δὲ κύριος, οὐ ψιλὸν ἄνθρωπον ποιεῖς τὸν Χριστόν; τί οὖν λέγεις ἐν ἐκκλησιαστικῶι προσωπείωι, αἱρετικέ; κύριος
35καὶ ὁ ἄνθρωπος ἢ οὔ; εἰ μὲν οὖν κύριος, κοινωνεῖ τὰ λεγόμενα· εἰ δὲ οὐ κύριος, μὴ
σύ, ψιλὸν ἄνθρωπον ποιῶν τὸν Χριστόν, ἐμοὶ πρόστριβε τὸν ὀνειδισμόν.

1,1,6

12

Εἶτά φησιν· Ἀκούσωμεν τοῦ μακαρίου Παύλου φανερῶς κεκραγότος τίς ἐστιν ὁ σταυρωθείς. ἄκουσον τοίνυν φανερωτάτης φωνῆς· καὶ γὰρ ἐσταυρώθη, φησίν, ἐξ ἀσθενείας, ἀλλὰ ζῆι ἐκ δυνάμεως θεο. εἰ ἐσταυρώθη ἐξ ἀσθενείας, τίς ἠσθέ‐ νησεν, αἱρετικέ; ὁ θεὸς λόγος;
5 Ὡς ἐκ προσώπου τοῦ μονογενοῦς· Ὅτι μορφὴ θεοῦ ὑπάρχων μορφὴν περιβέβλημαι δούλου· ὅτι θεὸς λόγος ὢν ἐν σαρκὶ καθορῶμαι· ὅτι δεσπόζων τοῦ παντός, πτωχεύοντος δι’ ὑμᾶς περιβέβλημαι πρόσωπον· ὅτι πεινῶν ὁρατῶς, χορηγῶ τοῖς πεινῶσι τροφήν. Ἡδέως ἂν ἐνταῦθα τῶν αἱρετικῶν ἐπυθόμην τῶν τὴν τῆς θεότητος καὶ τῆς ἀνθρω‐ πότητος φύσιν εἰς μίαν κατακιρνάντων οὐσίαν, τίς ἐστιν ἐνταῦθα ὁ παρὰ τοῦ προδότου
10τοῖς Ἰουδαίοις παραδιδόμενος; εἰ γὰρ κρᾶσις ἀμφοτέρων γεγένηται, ἀμφότερα παρὰ τῶν Ἰουδαίων συγκατεσχέθη, καὶ ὁ θεὸς λόγος καὶ ἡ τῆς ἀνθρωπότητος φύσις. τίς δέ ἐστιν ὁ καὶ τὴν σφαγὴν ὑπομείνας; ἀναγκάζομαι χρήσασθαι κατωτέροις λόγοις, ὡς πᾶσι γε‐ νέσθαι τὸ λεγόμενον δῆλον· περὶ τίνα τὰ τῆς πράξεως, εἰπέ μοι, συμβέβηκεν; εἰ μὲν γὰρ περὶ τὴν τῆς θεότητος φύσιν, πῶς ἀμφότερα συγκιρνᾶν κατατολμᾶις; καὶ 〈εἰ〉
15μεμένηκεν ὁ θεὸς λόγος τοῖς Ἰουδαίοις ἀκατάσχετος καὶ τῆς σφαγῆς οὐ κεκοινώνηκε τῆι σαρκί, πόθεν, εἰπέ μοι, παρεισάγεις τὴν κρᾶσιν; Οὗτος ὁ τὸν ἀκάνθινον περιθέμενος στέφανον· οὗτος ὁ λέγων θεέ μου θεέ μου, ἵνα τί με ἐγκατέλιπες; οὗτος ὁ τριήμερον τελευτὴν ὑπομείνας. Διὰ τοῦτο περὶ τῆς ἡμετέρας ὁ μακάριος Πέτρος ἀπαρχῆς καταγγέλλων 〈καὶ τὴν ἐκ
20τῆς θεότητος τῆς φαινομένης φύσεως διηγούμενος ὕψωσιν〉 τοῦτον, φησί, τὸν Ἰησοῦν ἀνέστησεν ὁ θεός. οὐκ ἀπέθανε θεός, ἀλλ’ ἀνέστησεν. ἄκουε τῶν τοῦ Πέτρου ῥημάτων, Ἀπολινάριε, ἄκουε σὺν Ἀπολιναρίωι καὶ Ἄρειε· τοῦτον, φησί, τὸν Ἰησοῦν ἀνέστησεν ὁ θεὸς τὸν φαινόμενον, τοῦτον τὸν ὁρώμενον ὄμμασι, τὸν ξύλωι προσηλω‐ θέντα, τὸν ταῖς 〈τοῦ〉 Θωμᾶ ψηλαφηθέντα χερσί, τὸν πρὸς αὐτὸν κεκραγότα· ψηλάφησον
25ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. καὶ ταύταις πεισθεὶς ὁ μαθητὴς ταῖς φωναῖς καὶ τῆι ψηλαφήσει τοῦ σταυρωθέντος σώματος πεισθεὶς 〈περὶ〉 ἀναστάσεως, τὸν παραδοξοποιὸν ἐδοξολόγει θεόν· ὁ κύριός μου καὶ ὁ θεός μου, οὐ τὸ ψηλαφηθὲν προσαγορεύων θεόν· οὐδὲ γὰρ ψηλαφήσει θεότης εὑρίσκεται. Καὶ μεθ’ ἕτερα· Περὶ τοῦ ψηλαφητοῦ τούτου καὶ ὁ Πέτρος ἐβόα· τοῦτον τὸν
30Ἰησοῦν ἀνέστησεν ὁ θεός. τῆι δεξιᾶ οὖν τοῦ θεοῦ ὑψωθείς· δεξιᾶς δὲ βοηθούσης ὁ θεὸς λόγος οὐκ ἔχρηιζεν, Ἄρειε. Ἐπειδὴ γὰρ εἰ εἰρήκασιν ὅτι πιστεύομεν εἰς ἕνα θεὸν λόγον, ἔμελλεν ὁ θάνατος τῆι θείαι λογίζεσθαι φύσει, ὄνομα δέχονται κοινὸν τὸ Χριστὸς Ἰησοῦς, ἵνα καὶ τὸν ἀποθανόντα σημάνωσι καὶ τὸν μὴ ἀποθανόντα.
35Προσεπάγει δὲ τούτοις· Ὥστε εἴ τις λέγοι· ὁ δεῖνα ἄνθρωπος ἀπέθανε, καίτοι ἡ ψυχὴ
ἀθάνατός ἐστιν, ἀλλ’ ἐπειδὴ τὸ ὄνομα εἶπε τὸ σημαῖνον τὰς δύο φύσεις καὶ τὸ σῶμα τὸ

1,1,6

13

ἀποθνῆισκον καὶ τὴν ψυχὴν τὴν ἀθάνατον, οὐκ ἔχει κίνδυνον ἡ φωνή· ἄνθρωπος γὰρ κα‐ λεῖται ἀμφότερα, καὶ τὸ σῶμα καὶ ἡ ψυχή· οὕτω τοίνυν καὶ ὁ μέγας ἐκεῖνος χορὸς ἔφη περὶ Χριστοῦ. Κυρίλλου τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Ἀλεξανδρείας κατὰ τῶν Νεστορίου δυσφημιῶν
5πεντάβιβλος ἀντίρρησις ἤγουν οἱ πέντε τόμοι τοῦ ἁγίου Κυρίλλου Τοῖς μὲν τὴν ἁγίαν γραφὴν πολυπραγμονεῖν ἐθέλουσι καὶ ἀποδιώκουσι μὲν τὸ ῥάι‐ θυμον ἐν τούτωι, δεδιψηκόσι δὲ μᾶλλον τοῦ πράγματος τὴν κατόρθωσιν ἐγκειμένοις τε νεα‐ νικῶς καὶ ὄκνου δίχα παντὸς περιέσται δὴ πάντως τὸ ἐν παντὶ γενέσθαι καλῶι. φωτὸς γὰρ τοῦ θείου τὸν οἰκεῖον ἀναπιμπλᾶσι νοῦν, εἶτα τοῖς τῆς ἐκκλησίας αὐτὸν ἐνιέντες
10δόγμασιν ἅπαν μὲν ὅσον ἐστὶν ὀρθῶς τε καὶ ἀκιβδήλως ἔχον, προσίενται καὶ λίαν ἀσμένως καὶ τοῖς ἐσωτάτω τῆς ἑαυτῶν ψυχῆς ἐναποκλείουσι θησαυροῖς, ἐπιγάνυνται δὲ οὕτω τοῖς ἐξ εὐμαθείας συνειλεγμένοις ὡς ἂν εἰ καί τινες ἑτέροις τῶν κατὰ τὸν βίον ἢ λίθους τινὰς Ἰνδικὰς ἢ χρυσὸν ἀπλήστως συναγηγερκότες, μᾶλλον δὲ καὶ ἔτι μειζόνως· κρεῖσσον γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς, καθὰ γέγραπται.
15χρῆναι δὲ φημὶ τοὺς οἵπερ ἂν 〈ὦσι〉 σοφοὶ καὶ ἀγχίνοι καὶ τῶν θείων δογμάτων ἐπιστή‐ μονες, διαμεμνῆσθαι χρησίμως γεγραφότος τινὸς τῶν ἁγίων μαθητῶν· ἀδελφο, δοκι‐ μάζετε τὰ πνεύματα εἰ ἐκ θεοῦ εἰσι, δεδωρῆσθαι δὲ τοῖς ἁγίοις φησὶ καὶ ὁ θεσπέ‐ σιος Παῦλος διακρίσεις πνευμάτων. οἱ μὲν γὰρ λέγοντες ὅτι κύριος Ἰησοῦς, φαῖεν ἂν οὐχ ἑτέρως αὐτὸ πλὴν ὅτι διὰ τοῦ ἁγίου πνεύματος· οἵ γε μὴν ἐξ ἀμαθίας παλίμφημον
20ἐπ’ αὐτοῖς γλῶσσαν ἀνέντες καὶ δι’ ὧν ὀρθὰ φρονεῖν ἐγνώκασι, μόνον οὐχὶ λέγοντες ἀνά‐ θεμα Ἰησοῦν, τοῦτο δρῶιεν ἂν ὡς ἀπό γε τοῦ Βεελζεβούλ. δεῖ δὴ οὖν ἄρα λεπτῶς τε καὶ διεσμιλευμένως δοκιμάζειν ἅπαντα μεμελετηκότας καὶ νῶι διεγηγερμένωι χρωμένους περι‐ τυγχάνειν ἡμᾶς τοῖς τινων συγγράμμασι καὶ βασανίζειν εὐτεχνῶς οὕσπερ ἂν ποιοῖντο λό‐ γους περὶ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ ἀπομιμεῖσθαί τε καὶ μάλα ὀρθῶς τοὺς ὅτι
25δὴ μάλιστα δοκίμους καὶ ἐμπειροτάτους τῶν ἀργυροπρατῶν, οἳ προσίενται μὲν τῶν νομι‐ σμάτων τὸ εὐδοκιμοῦν, ἀπόβλητον δὲ ποιεῖσθαι σπουδάζουσι τὸ παράσημον καὶ μεμωμη‐ μένον. καὶ πρός γε τοῦτο ἡμᾶς ὁ μακάριος Παῦλος παραθήγει, λέγων· γίνεσθε δό‐ κιμοι τραπεζῖται· πάντα δοκιμάζετε, τὸ καλὸν κατέχετε, ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε. ἔστι δὲ δὴ καὶ ἑτέρως πάναισχρόν τε καὶ ἀκαλλὲς ἐπὶ μὲν τοῖς
30κατὰ τόνδε τὸν βίον πράγμασι κατ’ οὐδένα τρόπον ἡμᾶς ἠφειδηκότας ὁρᾶσθαι τοῦ τελοῦντος εἰς ὄνησιν, πειρᾶσθαι δὲ μᾶλλον περὶ πολλοῦ ποιεῖσθαι φιλεῖν τὰ δι’ ὧν ἂν γένοιτο βιῶναι λαμπρῶς, ἀλογῆσαι δὲ τῶν οὕτω σεπτῶν καὶ ποιεῖσθαι παρ’ οὐδὲν τὴν τῆς ψυχῆς σωτη‐ ρίαν βόθροις τε αὐτὴν ἐγκαθιέναι καὶ τέλμασι, πρὸς τὸ δοκοῦν ἁπλῶς τοῖς ἐθέλουσι λαλεῖν ἃ μὴ προσῆκεν, ἔσθ’ ὅτε παραρριπτοῦντας τὸν νοῦν, οὐκ ἀναμύοντα πρὸς τὸ ἀληθὲς οὔτε
35μὴν ἐθέλοντα πολυπραγμονεῖν τί μέν ἐστι τῶν ἀνεγνωσμένων ὀρθὸν καὶ ὀνησιφόρον, τί δὲ δὴ τὸ διάστροφον καὶ δογματικῆς ἀκριβείας ἐκβεβηκὸς καὶ ζημίαν ἐμποιοῦν τὴν εἰς αὐτὴν ὁρῶσαν ψυχήν, ἧς ἀντάξιον οὐδὲν παρά γε τοῖς ἀρτίοις τὴν φρένα. δοκιμαστέον οὖν ἄρα καὶ λίαν ἰσχνῶς τὰς περὶ τῶν θείων δογμάτων συγγραφάς, κἂν μέν τις ἴοι κατ’ εὐθὺ τοῦ σκοποῦ τῶν ἱερῶν γραμμάτων καὶ τὴν ἔν γε τουτοισὶ σαφῆ καὶ ἀπλανεστάτην
40διάιττοι τρίβον, κατακροτείσθω καὶ πρὸς ἡμῶν ταῖς εἰς ὀρθότητα ψήφοις· εἰ δὲ ψυχρὸν καὶ ἐξίτηλον καὶ μεμωμημένον, μᾶλλον δὲ καὶ ὀλέθρου πρόξενον τοῖς ἐντευξομένοις ἐξυφαίνοι
τὸν λόγον, ἀκουέτω παρὰ πάντων· ἀλλὰ ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε ἡμῖν

1,1,6

14

ἑτέραν πλάνησιν. οὐκοῦν ἢ ποιείτωσαν τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλὸν ἢ ποιείτωσαν τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν. ὁ μὲν γὰρ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὰ ἀγαθ, ὁ δὲ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας
5αὐτοῦ προφέρει τὰ πονηρὰ κατά γε τὴν ἀψευδῆ τοῦ σωτῆρος φωνήν. ἐσκότισε μὲν γὰρ ὁ θεὸς τοῦ αἰῶνος τούτου τὰ νοήματα τῶν ἀπίστων αἱρετικῶν εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστο, πεπλάνηνται δὲ πολυτρόπως. οἳ μὲν γὰρ τὸν ἐκ θεοῦ πατρὸς φύντα λόγον ἐν μείοσι τοῦ γεγεννηκότος εἶναί [τέ] φασιν οἱ δείλαιοι καὶ τὸ ἔκφυλόν τε καὶ δουλοπρεπὲς αὐτῶι
10προσνέμοντες μέτρον οὐ καταπεφρίκασιν, οἳ δὲ τῶι ἁγίωι πνεύματι τὸ ἀνόσιόν τε καὶ ἀκρατὲς ἐπιθήγοντες στόμα δικαίως ἀκούουσι τοῦ προφήτου λέγοντος· ὑμεῖς δὲ προσα‐ γάγετε ὧδε, υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης· ἐν τίνι ἐνετρυφή‐ σατε καὶ ἐπὶ τίνι ἠνοίξατε τὸ στόμα ὑμῶν καὶ ἐπὶ τίνι ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; οὐχ ὑμεῖς ἐστὲ τέκνα ἀπωλείας, σπέρμα ἄνομον; ἀλλ’ ἐκεῖνοι
15μὲν πορεύσονται τῶι ἑαυτῶν φωτὶ καὶ φλόγας εὑρήσουσιν, ἃς ἐξέκαυσαν αὐτοί· ἡμᾶς δὲ ἀκόλουθον, οἷς ὀρθότητος μέλει, σοφόν τε καὶ ἀκριβῆ τὸν ἐφ’ ἑκάστωι τῶν θείων δογμάτων ποιεῖσθαι λόγον καὶ τῆς ἐκείνων ἀθυροστομίας παραιτεῖσθαι τὰ ἐγκλήματα, ἵνα μή τι πταί‐ οντες καὶ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς πλήττοντές τε αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν εἰς Χριστὸν ἁμαρτάνωμεν. ἀκουσόμεθα γὰρ λέγοντος εὐθὺς ὅτι εἰ ὁ ἐχθρὸς ὠνεί‐
20δισέ με, ὑπήνεγκα ἄν, καὶ εἰ ὁ μισῶν με ἐπ’ ἐμὲ ἐμεγαλορρημόνησεν, ἐκρύβην ἂν ἀπ’ αὐτο. σὺ δ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα, ἐν τῶι οἴκωι τοῦ θεοῦ ἐπο‐ ρεύθημεν ἐν ὁμονοίαι. ἀλλ’ ἴοι μὲν εἰς ἐχθρῶν ταυτὶ κεφαλάς, οἳ τῆς τοῦ σωτῆρος ἡμῶν καταστρατεύονται δόξης καὶ τρυφὴν ἡγοῦνται τὰς εἰς αὐτὸν βλασφημίας, ἡμᾶς δέ,
25ὡς ἔφην, ἀκόλουθόν τε καὶ ἀναγκαῖον τοὺς τὰ αὐτῶι δοκοῦντα φρονεῖν σπουδάζοντας μὴ ** τῆς ἀληθείας ἐκκεκομισμένον ἢ γοῦν ἑτέρωσέ ποι διάιττοντα καὶ νενευκότα πρὸς τὸ ἐξίτηλον, τὸν πρός γε φημὶ τοὺς ὑπὸ χεῖρα καὶ ταῖς εἰς ὀρθότητα ψήφοις ἐξ αὐτῆς τῆς ἀληθείας στεφανούμενον. καὶ ταῦτα φημὶ τινὶ τῶν βιβλίων περιτυχὼν ὑπό του συντε‐ θειμένωι καὶ πολλὴν μὲν ἔχοντι τῶν ὁμιλιῶν τὴν ἄθροισιν, στοιχηδὸν δὲ καὶ ὡς ἐν τάξει
30κειμένων, ἠμοιρηκότι δὲ κατ’ οὐδένα τρόπον τοῦ κατελέγχεσθαι δεῖν. καὶ εἰ μὲν εἴρητό τι παρὰ τοῦ συγγεγραφότος, ὃ ταῖς εἰς λήθην ἀποδημίαις ἠφανίζετο, κἂν ὠιήθην δεῖν σιγήν τε ἔχειν αὐτὸς καὶ ἑτέροις συμβουλεῦσαι τοῦτο δρᾶν, ὡς ἂν μὴ πολλοῖς ἑτέροις καὶ τοῖς μεθ’ ἡμᾶς εἴη γνώριμα τὰ οὕτως ἐκτόπως καὶ ἀτημελῶς εἰρημένα· ἐπειδὴ δὲ δυσφημιῶν ὄχλος ἐνσεσώρευται τῶι βιβλίωι καὶ πολλή τις γέγονεν ἡ κατάρρησις τῶν τῆς ἀληθείας
35καθυλακτοῦσα δογμάτων, πῶς οὐκ ἀναγκαῖον ἡμᾶς μόνον οὐχὶ καὶ ἀνταποδύσασθαι καὶ ὑπεραθλῆσαι τῶν ἐντευξομένων, ὡς ἂν μή τι πάθοιεν ἐντεῦθεν τὸ βλάβος, εἰδεῖεν δὲ μᾶλλον ἀποκρούεσθαι γεννικῶς τὴν ἀπό γε τῶν οὐκ ὀρθῶς εἰρημένων ζημίαν; ὁ μὲν γὰρ θεσπέσιος Ἰωάννης υἱὸς ὠνόμασται βροντῆς παρὰ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ, καὶ μάλα εἰκότως, διά γε τὸ μόνον οὐχὶ κατακτυπῆσαι τῆς ὑπ’ οὐρανὸν καὶ καταβροντῆσαι τῆς γῆς,
40ὡς μέγα τι καὶ ἐξαίσιον εἰρηκώς. διατρανοῖ γὰρ εὖ μάλα τῆς ἐνανθρωπήσεως τοῦ μονο‐
γενοῦς τὸ σεπτὸν ἀληθῶς καὶ μέγα μυστήριον. ἔφη μὲν γάρ· ἐν ἀρχῆι ἦν ὁ λόγος

1,1,6

15

καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος. πάντα δι’ αὐτοῦ ἐγέ‐ νετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ἐπειδὴ δὲ ἀκριβῆ καὶ τετορνευμένην ἐποιή‐ σατο τὴν μυσταγωγίαν καὶ θεὸν ὑπάρχοντα καὶ ἐκ θεοῢ κατὰ φύσιν ἀπορρήτως γεγεννη‐ μένον ἀπέφηνε τὸν μονογενῆ 〈καὶ〉 κτίστην καὶ ποιητὴν τῶν ὅλων, τότε δὴ τότε καὶ
5λίαν ἐπὶ καιροῦ τῆς πανσόφου λοιπὸν δι’ ἡμᾶς τε καὶ ὑπὲρ ἡμῶν πεπραγμένης οἰκονομίας ἄρχεται καί φησι· καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν καὶ ἐθεα‐ σάμεθα τὴν δόξαν αὐτο, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. σάρκα μὲν γὰρ ἔφη τὸν λόγον, τῆς ἀληθοῦς ἑνώσεως, δῆλον δὲ ὅτι τῆς καθ’ ὑπόστασιν νοουμένης, ἐμφανίζων τὴν δύναμιν· διὰ δὲ τοῦ καὶ ἐν ἡμῖν αὐ‐
10τὸν σκηνῶσαι λέγειν οὐκ ἐφίησι νοεῖν εἰς σάρκα τὴν ἀπὸ γῆς τὸν ἐκ θεοῦ κατὰ φύσιν μεταχωρῆσαι λόγον. ὠιήθη μὲν 〈γὰρ〉 ἂν οἶμαί τις τῶν οὐ λίαν ἠκριβωκότων ὅ τί ποτέ ἐστιν ἡ θεία τε καὶ γενητοῦ παντὸς ἐπέκεινα φύσις, τάχα που καὶ τροπῆς εἶναι δεκτικὴν αὐτὴν καὶ καταραιθυμῆσαι μὲν δύνασθαι τῶν ἰδίων καὶ οὐσιωδῶς αὐτῆι προσπεφυκότων ἀγαθῶν, μεταφῦναι δὲ ὥσπερ εἰς ἕτερόν τι παρ’ ὅπερ ἐστί, καὶ τοῖς τῆς κτίσεως ἐγκαθι‐
15κέσθαι μέτροις, ἀλλοιώσεσι καὶ μεταβολαῖς ἀδοκήτως ὑπενηνεγμένην· ἀλλ’ ὅτι τὸ χρῆμά ἐστιν ἀμήχανον παντελῶς (ἐρήρεισται γὰρ ἡ τοῦ θεοῦ φύσις καὶ ἀκράδαντον ἔχει τὴν ἐφ’ οἷς ἐστι διαμονήν), μεμαρτύρηκεν εἰπὼν τὸ ἐσκήνωσεν ἐν ἡμῖν καίτοι σὰρξ γεγονὼς ὁ λόγος, καὶ τὸ τῆς οἰκονομίας σοφὸν εὐτεχνῶς ἐξηγούμενος καὶ τό γε μὴ δεῖν τὴν τοῦ λόγου φύσιν συκοφαντεῖσθαι πρός τινος ὡς σάρκα γεγενημένην ἐξ ἀλλοιώσεως καὶ παρα‐
20τροπῆς εὖ μάλα τετηρηκώς. φαμὲν οὖν ἄρα καὶ ἡμεῖς αὐτοὶ τὸν τῶν θεηγόρων ἰχνηλα‐ τοῦντες σκοπὸν καὶ τὸν τῆς πίστεως ὅρον κατ’ οὐδένα τρόπον ἐκβαίνοντες τὸν ἐκ θεοῦ κατὰ φύσιν τὸν μονογενῆ τὸν ἐν κόλποις ὄντα τοῦ πατρός, τὸν δι’ οὗ τὰ πάντα καὶ ἐν ὧι τὰ πάντα, καίτοι τὴν πρὸ παντὸς αἰῶνος καὶ χρόνων ἰδικὴν ὕπαρξιν ἔχοντα καὶ ἀεὶ συνυφεστηκότα τῶι γεγεννηκότι, καθικέσθαι μὲν εἰς ἑκούσιον κένωσιν ἐν ἐσχάτοις τοῦ
25αἰῶνος καιροῖς καὶ μορφὴν δούλου λαβεῖν, τουτέστιν ἐν τοῖς καθ’ ἡμᾶς γενέσθαι καὶ ἄν‐ θρωπον οἰκονομικῶς ὁμοιωθῆναί τε τοῖς ἀδελφοῖς κατὰ πάντα διὰ τοῦ μεταλαχεῖν ὁμοίως αἵματος καὶ σαρκὸς οὕτω τε μεθ’ ἡμῶν καὶ τὴν καθ’ ἡμᾶς ὑπομεῖναι γέννησιν καὶ τῆς ἰδίας σαρκὸς τὴν εἰς τὸ εἶναι πάροδον εἰς ἑαυτὸν ἀναλαβεῖν [καί], οὐ δευτέρας ἀρχῆς τῆς εἰς τὸ εἶναι δεδεημένον (ἦν γὰρ ἐν ἀρχῆι καὶ θεὸς ἦν ὁ λόγος), ἀλλ’ ἵνα τὸ ἀνθρώπινον ἀνα‐
30κεφαλαιώσηται γένος, 〈ὡσ〉 ἀπαρχὴ πάντων δευτέρα μετὰ τὴν πρώτην ἐκείνην τικτόμενος κατὰ σάρκα ἐκ γυναικὸς κατὰ τὰς γραφάς. οὕτω γὰρ ἐπτώχευσε πλούσιος ὤν, ἡμᾶς εἰς τὸν ἴδιον ἀνακομίζων πλοῦτον καὶ διὰ τῆς ἑνωθείσης αὐτῶι σαρκὸς πάντας ἔχων ἐν ἑαυτῶι· οὕτω γὰρ οὕτω συντεθάμμεθα μὲν τῶι Χριστῶι διὰ τοῦ ἁγίου βαπτίσματος, συνεγηγέρμεθα δὲ καὶ συνεκαθίσαμεν ἐν τοῖς ἐπουρανίοις. γέγραφε γὰρ οὕτως ὁ τῶν αὐτοῦ μυστηρίων
35ταμίας, ὁ κῆρυξ καὶ ἀπόστολος καὶ τῶν εὐαγγελικῶν θεσπισμάτων ἱερουργός, ὁ σοφώτατος Παῦλος. ἀναγκαῖον τοιγαροῦν εἰς τὴν τοῦ μυστηρίου πίστιν τε ὁμοῦ καὶ παράδειξιν ἀκριβῆ τὸ τῆς ἀληθοῦς ἑνώσεως χρῆμα, τῆς καθ’ ὑπόστασιν λέγω, ἵνα καὶ ὁ τῆς κατὰ σάρκα γεννήσεως τρόπος τοῦ μονογενοῦς τὸ ἀνεπίπληκτον ἔχηι, οὐ πρὸς ὕπαρξιν, ὡς ἔφην, κεκλημένου δευτέραν (αὐτὸς γάρ ἐστι τῶν αἰώνων ὁ ποιητής), ἑαυτὸν δὲ μᾶλλον καθέντος
40οἰκονομικῶς εἰς ἀνθρωπότητα δι’ ἡμᾶς καὶ τοὺς τῆς ἀνθρωπότητος οὐκ ἀτιμάσαντος νόμους, ἑλομένου δὲ μᾶλλον μετὰ τῆς σαρκὸς καὶ τὴν τῆς σαρκὸς γέννησιν ὡς ἰδίαν ἔχειν. ταύτηι τοι φαμὲν γεγεννῆσθαι κατὰ σάρκα τὸν ἀεὶ συνυπάρχοντα τῶι πατρί. κατέκρινε γὰρ οὕτω τὴν ἁμαρτίαν ἐν τῆι σαρκὶ καὶ κατήργηκεν ἐν ἡμῖν τοῦ θανάτου τὸ κράτος, καθ’
ἡμᾶς γεγονὼς ὁ μὴ εἰδὼς ἁμαρτίαν, ὁ ἐν ὧι ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν. ἀλλ’

1,1,6

16

οὐκ οἶδ’ ὅπως ἀδικοῦσί τινες τῶν τῆς ἐκκλησίας δογμάτων τὸ ἱερώτατον κάλλος καὶ τὴν ἁγίαν τε καὶ πάναγνον ῥυτιδοῦσι παρθένον, εἰς ἀκαλλῆ σαθρότητα τῶν ἰδίων αὐτὴν κατα‐ κομίζοντες ἐννοιῶν καὶ ξένων ἡμῖν εὑρημάτων ἐπιτειχίζοντες ὄχλον. γράφονται μὲν γὰρ ὡς νόθην τινὰ καὶ οὐκ εὐφυᾶ, μᾶλλον δὲ ὡς πέρα παντὸς ἰοῦσαν τοῦ καθήκοντος λόγου
5τὴν θεοτόκος φωνήν, ἣν ἐπὶ τῆι ἁγίαι παρθένωι συντεθείκασιν οἱ πρὸ ἡμῶν ἅγιοι πατέρες, διιστᾶσι δὲ ἀνὰ μέρος τέμνοντες εἰς υἱοὺς δύο τὸν ἕνα κύριον Ἰησοῦν Χριστόν, ἀποφέρουσι δὲ καὶ τοῦ θεοῦ λόγου τὰ τῆς σαρκὸς πάθη, καίτοι παθεῖν αὐτὸν εἰς ἰδίαν φύσιν, καθὸ νοεῖται θεός, οὐδὲ ἡμῶν εἰρηκότων, ἀνατιθέντων δὲ μᾶλλον αὐτῶι μετὰ τῆς σαρκὸς καὶ τὰ τῆι σαρκὶ συμβεβηκότα πάθη, ἵνα καὶ αὐτὸς ὁμολογῆται σωτήρ. τῶι γὰρ μώλωπι αὐ‐
10τοῦ ἡμεῖς ἰάθημεν κατὰ τὸ γεγραμμένον καὶ μεμαλάκισται μὲν αὐτὸς διὰ τὰς ἁμαρτίας ἡμῶν, καίτοι τοῦ παθεῖν τὸν μαλακισμὸν ἀνεπίδεκτος ὤν, σεσώσμεθα δὲ ἡμεῖς τὸν ὑπὲρ ἡμῶν ἀναλαβόντος θάνατον διὰ τοῦ ἰδίου σώματος. πειράσομαι δὲ ἅπερ ἔφην, ἐπιδεῖξαι σαφῶς. ἀναγνώσομαι γὰρ ἤδη τὰς τοῦ τὸ βιβλίον συγγεγραφότος φωνὰς καὶ πρό γε τῶν ἄλλων ἐκείνας αἳ γεγόνασιν αὐτῶι τῆς θεοτόκος φωνῆς οὐ μετρίως κατει‐
15ρηκότι. ἐπειδὴ δὲ πλειστάκις διὰ τῶν αὐτῶν ἔρχεται λόγων, ἀντανισταμένους δὲ καὶ ἡμᾶς διὰ τῶν αὐτῶν ἰέναι πλειστάκις ἐννοιῶν ἀναγκαῖον, δότε δὴ δότε συγγνώμην οὐ ταυτοεπεῖν ἡιρημένοις, ἀλλ’ ἧιπερ ἂν ἴοι τῶν ἐκείνου λόγων ὁ σκοπός, ταύτηι καὶ ἡμῖν ἀντιφέρεσθαι δεῖν εὖ μάλα διεγνωκόσιν. ἔφη τοίνυν ὡδὶ τὴν ἐπί γε τῆι ἁγίαι παρθένωι κατακιβδηλεύων φωνήν, φημὶ δὲ τὴν θεοτόκος
20 Ἠρώτησα, φησί, πολλάκις αὐτούς, δῆλον δὲ ὅτι τοὺς ἀντιλέγοντας αὐτῶι· τὴν θεό‐ τητα λέγετε γεγεννῆσθαι ἐκ τῆς ἁγίας παρθένου; ἀποπηδῶσιν εὐθὺς πρὸς τὸ ῥῆμα· καὶ τίς, φησί, τοσαύτην βλασφημίαν νοσεῖ, ὥστε ἐκείνην τὴν γεννήσασαν τὸν ναόν, λέγειν παρὰ τοῦ πνεύματος τὸν θεὸν ἐν ἐκείνηι ἐκτίσθαι; εἶτα ὅταν ἐπαγάγω πρὸς ταῦτα· τί οὖν ἄτοπον ἡμεῖς λέγομεν συμβουλεύοντες φεύγειν τὴν φωνὴν καὶ ἔρχεσθαι ἐπὶ τὸ κοινὸν ση‐
25μαινόμενον τῶν δύο φύσεων; τότε νομίζεται αὐτοῖς εἶναι βλάσφημον τὸ λεγόμενον. ἢ ὁμολόγησον σαφῶς θεότητα γεγεννῆσθαι ἐκ τῆς μακαρίας Μαρίας ἢ φεύγων ὡς βλάσφημον τὴν φωνήν, τί τὰ αὐτά μοι λέγων ὑποκρίνηι μὴ λέγειν; Οὐκοῦν οἷς ἔφης αὐτὸς καὶ μὴν καὶ φρονεῖν οὐκ οἶδ’ ὅπως ἀξιοῖς, οἱ τὰ ἐναντία δοξάζοντες μεμαρτύρηνται σαφῶς καὶ διὰ τῆς σῆς φωνῆς ὀρθὴν καὶ ἀπλανεστάτην τὴν ἐπί γε
30τῶι πάντων ἡμῶν σωτῆρι Χριστῶι ποιούμενοι δόξαν καὶ πίστιν ἔχοντες εἰς νοῦν, ἣν ταῖς ἐκκλησίαις παραδεδώκασιν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου καὶ τῶν θείων ἡμῶν μυστηρίων ἱερουργοὶ καὶ ταμίαι γνήσιοι. ἀποσείονται μὲν γὰρ καὶ μάλα ὀρθῶς ὡς ἀμαθίας τε ὁμοῦ καὶ τῆς εἰς ἄκρον ἡκούσης δυσσεβείας ἀπόδειξιν ἐναργῆ τὸ κἂν γοῦν οἰηθῆναι μόνον τὸν ἐκ θεοῦ πατρὸς λόγον εἰς ἀρχὴν τοῦ εἶναι κεκλῆσθαι δευ‐
35τέραν ἢ γοῦν τῆς ἰδίας ὑπάρξεως ῥίζαν ὥσπερ τινὰ τῆς ἁγίας παρθένου τὴν σάρκα λαβεῖν, πλὴν ὀνομάζουσι θεοτόκον αὐτὴν ὡς ἀποτεκοῦσαν δηλονότι θεὸν ὄντα κατὰ φύσιν τὸν Ἐμμανουήλ· γέγονε γὰρ μεθ’ ἡμῶν θεὸς ὢν φύσει καὶ ὑπὲρ ἡμᾶς ὁ λόγος. ἆρ’ οὖν οἷς δοξάζειν ἐγνώκασι, τἀναντία φασίν; ἐρεῖ γὰρ οἶμαί τις τῶν τὰ αὐτά σοι φρονεῖν ἡιρη‐ μένων· εἰ μὴ τὴν τοῦ λόγου φύσιν γέννημα σαρκὸς εἶναι φὴς καὶ τῶν εἰς τοῦτο σαυτὸν
40ἀπαλλάττεις αἰτιαμάτων, πῶς δὴ ἄρα θεὸν ἀποκυῆσαι διαβεβαιοῦ τὴν ἁγίαν παρθένον; ἀν‐ τακούσεται δὲ πρὸς ἡμῶν· σάρκα γενέσθαι φησὶν ἡ θεόπνευστος γραφὴ τὸν ἐκ θεοῦ πα‐ τρὸς λόγον, τουτέστιν ἀσυγχύτως τε καὶ καθ’ ὑπόστασιν ἑνωθῆναι σαρκί. οὐ γὰρ ἦν
ἀλλότριον αὐτοῦ τὸ ἑνωθὲν αὐτῶι σῶμα, καίτοι γεγεννημένον ἐκ γυναικός, ἀλλ’ ὥσπερ

1,1,6

17

ἴδιον τῶν καθ’ ἡμᾶς ἑκάστωι τὸ αὐτοῦ, κατὰ τὸν αὐτὸν τουτονὶ τρόπον καὶ τοῦ μονογενοῦς ἴδιον ἦν καὶ οὐχ ἑτέρου τὸ σῶμα· οὕτω γὰρ καὶ γεγέννηται κατὰ σάρκα. εἶτα πῶς ἄν, εἰπέ μοι, γέγονε σὰρξ οὐ παρειλημμένης γεννήσεως τῆς ἐκ γυναικός, τῶν τῆς ἀνθρω‐ πότητος νόμων εἰς τοῦτο καλούντων καὶ τῆς σαρκικῆς ὑπάρξεως 〈εἰσ〉 τὴν ἀρχὴν οὐχ ἑτέ‐
5ραν ἔχειν δυναμένης τὴν ὁδόν; οὐ γάρ που ταῖς Ἑλλήνων τερθρείαις προσεσχηκότες ἐκ δρυὸς ἢ πέτρας τὰ ἀνθρώπων τίκτεσθαι σώματα καὶ ἡμεῖς αὐτοὶ ῥαψωιδήσομεν, νόμους δὲ τοὺς καθ’ ἡμᾶς ἡ φύσις ὡρίσατο, μᾶλλον δὲ τῆς φύσεως ὁ δημιουργός. τίκτεται γὰρ ὥσπερ ἀφ’ ἑκάστου τῶν ὄντων τὸ συγγενές, οὕτω καὶ ἐξ ἡμῶν αὐτῶν, καὶ οὐκ ἂν ἑτέρως ἔχοι τὸ χρῆμα, πόθεν; ἀνέφικτον μὲν γὰρ παντελῶς οὐδὲν ὧν ἂν ἕλοιτο κατορθοῦν,
10τῆι θείαι τε καὶ ἀπορρήτωι δυνάμει, ἔρχεται δὲ διὰ τῶν εἰκότων τῆι τῶν ὄντων φύσει, τοὺς παρ’ αὐτῆς τεθειμένους οὐκ ἀτιμάζουσα νόμους. καὶ ἦν οὐκ ἀνέφικτον τῶι πάντα ἰσχύοντι λόγωι, κεκρικότι μὲν δι’ ἡμᾶς γενέσθαι καθ’ ἡμᾶς, παραιτουμένωι γε μὴν γέννησιν τὴν ἐκ γυναικός, ἔξωθεν ἑαυτῶι καὶ ἰδίαι δυνάμει πλαστουργῆσαι τὸ σῶμα, καθάπερ ἀμέλει γενέσθαι φαμὲν καὶ ἐπὶ τοῦ προπάτορος Ἀδὰμ (ἔλαβε γάρ, φησίν, ὁ θεὸς χοῦν ἀπὸ τῆς
15γῆς καὶ ἔπλασε τὸν ἄνθρωπον)· ἐπειδὴ δὲ πρόφασις αὕτη τοῖς ἀπίστοις ἦν συκοφαντεῖν ἐθέλουσι τῆς ἐνανθρωπήσεως τὸ μυστήριον καὶ πρό γε τῶν ἄλλων τοῖς ἀνοσίοις Μανι‐ χαίοις, οὓς ἄνω τε καὶ κάτω δεδιέναι φὴς μὴ ἄρα που τοῖς θεοτόκον λέγουσι τὴν ἁγίαν παρθένον ἐπιπηδήσειαν ὡς ἐν μόναις φαντασίαις διαβεβαιουμένοις γενέσθαι τοῦ λόγου τὴν σάρκωσιν, κεχώρηκεν ἀναγκαίως διὰ τῶν τῆς ἀνθρωπίνης φύσεως νόμων καὶ ἐπείπερ ἦν
20ὁ σκοπὸς αὐτῶι πληροφορῆσαι σύμπαντας ὅτι γέγονεν ἄνθρωπος ἀληθῶς, ἐπελάβετο σπέρ‐ ματος Ἁβραὰμ καὶ μεσιτευούσης πρὸς τοῦτο αὐτὸ τῆς μακαρίας παρθένου παραπλησίως ἡμῖν μετέσχεν αἵματος καὶ σαρκός. ἦν γὰρ οὕτω καὶ οὐχ ἑτέρως μεθ’ ἡμῶν γενέσθαι θεόν. χρειωδεστάτη δὲ καὶ ἑτέρως τοῖς ἐπὶ τῆς γῆς ἡ τοῦ λόγου σάρκωσις ἢ γοῦν ἐνανθρώπησις ἦν. εἰ μὴ γὰρ γεγέννηται καθ’ ἡμᾶς κατὰ σάρκα 〈καὶ〉 εἰ μὴ τῶν αὐτῶν
25ἡμῖν μετέσχε παραπλησίως, οὐκ ἂν τὴν ἀνθρώπου φύσιν τῶν ἐν Ἀδὰμ ἀπήλλαξεν ἐγκλη‐ μάτων οὐδ’ ἂν τῶν ἡμετέρων σωμάτων ἀπεσόβησε τὴν φθορὰν οὐδ’ ἂν κατέληξε τῆς ἀρᾶς ἡ δύναμις, ἣν ἐπὶ τῆι πρώτηι γυναικὶ γενέσθαι φαμέν· εἴρηται γὰρ πρὸς αὐτήν· ἐν λύ‐ παις τέξηι τέκνα. ἀλλὰ νενόσηκε μὲν ἡ ἀνθρώπου φύσις τὸ ἀπειθὲς ἐν Ἀδάμ, γέγονε 〈δὲ〉 νῦν εὐδόκιμος ἐν Χριστῶι διὰ τῆς εἰς ἅπαν ὑπακοῆς· γέγραπται γὰρ ὅτι
30ὥσπερ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλο, οὕτω καὶ διὰ τῆς ὑπακοῆς ἑνὸς ἀνθρώπου δίκαιοι κατασταθή‐ σονται οἱ πολλο. πέπονθεν ἐν Ἀδὰμ τὸ γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσηι· πεπλού‐ τηκεν ἐν Χριστῶι τὸ κατ〈ευμεγεθῆσαι〉 δύνασθαι τῶν τοῦ θανάτου βρόχων καὶ οἱονεὶ κατορχεῖ‐ σθαι φθορᾶς, ἐκεῖνο λέγουσα τὸ προφητικόν· ποῦ ἡ νίκη σου, θάνατε; ποῦ τὸ κέν‐
35τρον σου, ἅιδη; γέγονεν ἐπάρατος, ὡς ἔφην, ἀλλ’ ἤργησεν ἐν Χριστῶι καὶ τοῦτο. καὶ γοῦν εἴρηταί που πρὸς τὴν ἁγίαν παρθένον, προφητευούσης ἐν πνεύματι τῆς Ἐλισάβετ· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. βεβασίλευκεν ἡμῶν ἡ ἁμαρτία καὶ ὁ τῆς ἁμαρτίας εὑρετὴς καὶ πατὴρ τῶν ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανὸν κατεσοβαρεύετο, τῶν θείων νόμων τὴν παράβασιν ἐγκαλῶν· ἀλλ’ ἐν Χριστῶι
40τὴν ἀνθρώπου φύσιν ὡς ἐν ἀπαρχῆι τοῦ γένους δευτέραι παρρησίαν ἔχουσαν ὁρῶμεν πρὸς θεόν. ἔφη γὰρ ἐναργῶς· ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν. ἀλλ’ ὦ βέλτιστε, φαίην ἂν εἰκότως, εἰ μὴ γέγονε καθ’ ἡμᾶς ὁ μονο‐ γενής, γέγονε δὲ καθ’ ἡμᾶς οὐχ ἑτέρως πλὴν ὅτι διὰ γεννήσεως σαρκικῆς τῆς ἐκ γυναικός,
οὐκ ἂν ἡμεῖς τὰ αὐτοῦ πεπλουτήκαμεν. ὡς γὰρ ὁ σοφώτατος γράφει Παῦλος, δεύτερος

1,1,6

18

ἡμῖν Ἀδὰμ οὐκ ἀπό γε τῆς γῆς κατὰ τὸν πρῶτον, ἀλλ’ ἐξ οὐρανοῦ πέφηνεν ὁ Ἐμμανουήλ. ὁ γὰρ ἄνωθέν τε καὶ ἐκ πατρὸς λόγος οὐκ εἰς τὴν τοῦδέ τινος οὔτε μὴν εἰς ἀλλοτρίαν καταπεφοίτηκε σάρκα, καθάπερ ἤδη προεῖπον, οὐδ’ αὖ ἐφ’ ἕνα τινὰ τῶν καθ’ ἡμᾶς κατα‐ βέβηκεν, ὡς ἐνοικήσων αὐτῶι, καθάπερ ἀμέλει καὶ ἐν προφήταις ἦν· ἀλλ’ ἴδιον ποιησάμενος
5σῶμα τὸ ἐκ γυναικὸς καὶ γεννηθεὶς ἐξ αὐτῆς κατὰ σάρκα τὴν ἀνθρώπου γέννησιν ἀνεκεφα‐ λαιοῦτο δι’ ἑαυτοῦ, μεθ’ ἡμῶν κατὰ σάρκα γενόμενος ὁ πρὸ παντὸς αἰῶνος ἐκ πατρός. ταύτην ἡμῖν τῆς πίστεως τὴν ὁμολογίαν αἱ θεῖαι παρέδοσαν γραφαί, σὺ δὲ δεδιέναι μὲν προσποιῆι μὴ ἄρα τις τῶν καθ’ ἡμᾶς ὑποπτεύσειε τῆς ὑπάρξεως τὴν ἀρχὴν ἀπὸ γηίνης σαρκὸς ἐσχηκέναι τὸν ἐκ θεοῦ φύντα λόγον, ἀναιρεῖς δὲ εἰς ἅπαν τῆς μετὰ σαρκὸς οἰκο‐
10νομίας τὸ μυστήριον, μὴ χρῆναι λέγων ὀνομάζεσθαι πρὸς ἡμῶν θεοτόκον τὴν ἁγίαν παρ‐ θένον, περιτρέπεις δὲ ὥσπερ εἰς ἄφυκτόν τε καὶ ἀναγκαίαν ὁμολογίαν τοὺς θεοτόκον λέ‐ γοντας αὐτὴν τοῦ δεῖν οἴεσθαι σαρκὸς γενέσθαι καρπὸν τὸν ἐκ θεοῦ λόγον. ἀλλ’ οὐχ ὧδε τοῦτ’ ἔχει, πολλοῦ γε καὶ δεῖ. ὁ γὰρ ἐκ θεοῦ πατρὸς τὴν ὕπαρξιν ἔχων τὴν παντὸς ἐπέκεινα χρόνου (καὶ γάρ ἐστι τῶν αἰώνων δημιουργός) ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς,
15ἐπεί τοι γέγονε σάρξ, γεγεννῆσθαι λέγεται κατὰ σάρκα. εἰ γὰρ ἴδιον αὐτοῦ τὸ σῶμα νοεῖται, πῶς οὐ πάντηι τε καὶ πάντως τὴν τοῦ ἰδίου σώματος γέννησιν οἰκειώσεται; ἀλλ’ ἐπήινεσας ἂν καὶ αὐτὸς τὴν τῶν οὕτω δοξαζόντων ὀρθὴν καὶ ἀβέβηλον πίστιν, εἰ [δὲ] σαυτὸν ἀναπείθειν ἤθελες διαλογίζεσθαι καὶ ὁμολογεῖν ὅτι θεὸς ἀληθῶς ἐστιν ὁ Χριστός, εἷς τε καὶ μόνος ὢν 〈υἱὸσ〉 τοῦ θεοῦ καὶ πατρός, οὐ διηιρημένος εἰς ἄνθρωπον ἰδικῶς καὶ
20ὁμοίως εἰς θεόν, ἀλλ’ ὁ αὐτὸς ὑπάρχων καὶ ἐκ θεοῦ πατρὸς λόγος καὶ ἐκ γυναικὸς ἄνθρωπος καθ’ ἡμᾶς μετὰ τοῦ μεῖναι θεός. ὅτι δὲ συκοφαντεῖς τοῦ λόγου τὴν κατὰ σάρκα γέν‐ νησιν, δύο πρεσβεύων υἱοὺς πανταχῆι καὶ διατέμνων τὸν ἕνα κύριον Ἰησοῦν Χριστόν, οὐ διὰ τῶν ἐμῶν, ἀλλὰ διὰ τῶν σῶν δειχθήσεται λόγων. Τοῦ Νεστορίου. Βλέπε τὸ συμβαῖνον, αἱρετικέ. οὐ φθονῶ τῆς φωνῆς τῆι
25Χριστοτόκωι παρθένωι, ἀλλ’ οἶδα σεβασμίαν τὴν δεξαμένην θεόν, δι’ ἧς παρῆλθεν ὁ τῶν ὅλων δεσπότης, δι’ ἧς ἀνέλαμψεν τῆς δικαιοσύνης ὁ ἥλιος. πάλιν ὑποπτεύω τὸν κρότον· πῶς τὸ παρῆλθεν ἐνοήσατε; οὐκ εἴρηταί μοι τὸ παρῆλθεν ἀντὶ τοῦ ἐγεννήθη· οὐ γὰρ οὕτω ταχέως ἐπιλανθάνομαι τῶν ἰδίων. τὸ παρελθεῖν τὸν θεὸν ἐκ τῆς Χριστοτόκου παρθένου παρὰ τῆς θείας ἐδιδάχθην γραφῆς, τὸ δὲ γεννηθῆναι θεὸν ἐξ αὐτῆς οὐδαμοῦ ἐδιδάχθην.
30 Καὶ μεθ’ ἕτερα· Οὐδαμοῦ τοίνυν ἡ θεία γραφὴ θεὸν ἐκ τῆς Χριστοτόκου λέγει γεγεν‐ νῆσθαι, ἀλλὰ Ἰησοῦν, Χριστόν, υἱόν, κύριον. Προσεπάγει δὲ τούτοις ὅτι μὴ θεὸς ἀληθῶς, θεοφόρος δὲ μᾶλλον ἄνθρωπος ἦν ὁ Χριστός, ὡς γοῦν οἴεται καταδεικνὺς τὴν τοῦ ἀγγέλου φωνὴν τῶι μακαρίωι λέγοντος Ἰω‐ σήφ· ἐγερθεὶς παράλαβε τὸ παιδίον. εἰδέναι δέ φησι καὶ τοὺς ἀγγέλους, καίτοι
35σοφωτέρους ὄντας ἡμῶν, ὅτι παιδίον ἦν. Αἱρετικὸν μὲν οὖν ἐν τούτοις ἀποκαλεῖ τὸν ὀρθὴν ἔχοντα καὶ τεθαυμασμένην ἐπὶ Χριστῶι τὴν πίστιν καὶ ἐπείπερ ἐστὶ θεὸς ἀληθῶς, θεοτόκον ὀνομάζοντα τὴν τεκοῦσαν αὐ‐ τόν· γένοιτο δ’ ἂν οὐδενὶ τῶν εὖ φρονούντων ἀμφίλογον ὅτι τοῖς ὀρθὰ φρονεῖν ἡιρημένοις τὸν τῶν αἱρέσεων μῶμον ἀνάπτων αὐτὸς τῶν ἰδίων καθοριεῖ λόγων τὸ ἀκαλλές, μόνον δὲ
40οὐχὶ καὶ διωμολόγηκεν ἐναργῶς ὡς ἔξω που τῆς εἰς εὐθὺ φέρεται τρίβου καὶ τροχιὰς ποι‐

1,1,6

19

εῖται τὰς διεστραμμένας. εἶτα πῶς οὐ φθονεῖς, εἰπέ μοι, τῆς τοιᾶσδε φωνῆς τῆι ἁγίαι παρθένωι, καίτοι τῆς θείας γεννήσεως ἀναιρῶν τὸ ἀξίωμα καὶ θεοτόκον οὐκ εἶναι λέγων αὐτήν; κατακιβδηλεύων δὲ τὴν λέξιν καὶ βλασφημίας ἐπίμεστον εἶναι διαβεβαιούμενος, τίνα τρόπον ἐφίης τοῖς ἐθέλουσιν ἀπονέμειν αὐτὴν τῆι ἁγίαι παρθένωι; καίτοι σεβασμίαν ἀκούω
5λέγοντος αὐτήν. εἶτα τὴν βλάσφημον οὕτω φωνὴν κατά γε τὸ αὐτῶι σοι καὶ μόνωι δοκοῦν πρέπειν οἰηθεὶς τῆι σεβασμιωτάτηι κοσμεῖν καὶ στεφανοῦν ὑποπλάττηι, γέρας ὥσπερ ἐξαίρετον ἀνατιθεὶς αὐτῆι τὴν κατὰ τοῦ θεοῦ λόγου συκοφαντίαν; εἰ γάρ ἐστιν ὅλως τῶν ἀπηχθημένων τῶι ἐκ θεοῦ φύντι λόγωι τὸ γέννησιν ὑπομεῖναι σαρκικήν, εἶτα θεοτόκον ὀνομάζεσθαι συγχωρεῖς τὴν οὐ τεκοῦσαν θεόν, ἆρ’ οὐκ ἀληθὲς εἰπεῖν ὡς καταπεφρόνηκας
10ἐναργῶς τῶν δεσποτικῶν θελημάτων; οὐκ ἂν ἁλοίης περιυβρίζων μᾶλλον τὴν σεβασμίαν ἢ γοῦν, ὡς αὐτὸς οἴει τε καὶ λέγεις, τιμᾶν ἡιρημένος, τὴν τῶι θεῶι κατεστυγημένην φωνὴν ἀπονέμων αὐτῆι; εἰ γὰρ οὓς τιμᾶν ἐγνώκαμεν, τούτοις ὀνόματα χαριούμεθα τὰ δι’ ὧν 〈ἂν〉 ἡ τῆς ἀνωτάτω φύσεως ἀδικοῖτο δόξα, πρῶτον μὲν σφᾶς αὐτοὺς τοιαύτης δυσφημίας ἐγκλήμασιν ἐνιέντες ἀγνοήσομεν, εἶτα πρὸς τούτοις οὐ μετρίως ἀδικήσομεν, ὡς ἐν ὑπολήψει
15τιμῆς τοὺς ἐπαινουμένους τοῖς οὐκ ἐπαινοῦσι κατασεμνύνοντες καὶ θεομισὲς αὐτοῖς ἐξυφαί‐ νοντες τὸ ἐγκώμιον. θαυμάσειε δ’ ἄν τις πρὸς τούτωι κἀκεῖνο. ἄνω τε γὰρ καὶ κάτω ταῖς τῶν ἀνοσίων αἱρετικῶν ἐπιπλήττων φωναῖς καὶ κατ’ οὐδένα τρόπον ἐφιεὶς ἰσχύειν αὐτάς, ὅτι τῶν θείων δογμάτων παραιροῦνται τὸ ἀληθές, εἶτα τὴν θεοτόκος φωνὴν οὐκ ἐν ὀλίγαις τιθεὶς αἰτίαις καὶ ὁμοῦ ταῖς ἄλλαις γραφόμενος ὡς οὐκ ἀληθῶς καὶ δύσφημον,
20συγχωρεῖν φὴς καὶ οὐ φθονεῖν τῆι παρθένωι, κἂν εἰ ἕλοιτό τις εἰπεῖν θεοτόκον αὐτήν. ἐφίης οὖν ἆρα καὶ τοῖς τὴν Ἀρείου νοσοῦσι μανίαν ἐν μείοσιν εἶναι λέγειν τοῦ πατρὸς τὸν υἱὸν ἢ γοῦν τοῖς ἄλλοις, οἳ τὴν τοῦ ἁγίου πνεύματος κατακομίζουσι φύσιν τῆς θεο‐ πρεποῦς ὑπεροχῆς; ἀλλ’ οὐκ ἂν ἕλοιο τοῦτο δρᾶν, κἂν εἴ τις ἐθέλοι τὴν αἰτίαν ἀναμαθεῖν, ἐρεῖς δή που πάντως ὅτι φωνῆς οὐκ ἀνέχομαι δυσσεβοῦς. οὐκοῦν εἰ μή ἐστι θεοτόκος,
25εἶτα τοῦτο λέγεσθαι συγχωρεῖς, ἴσθι λελοιπὼς τὴν ἀλήθειαν καὶ σμικρὰ φροντίζων ἔτι τοῦ δοκεῖν εἶναι σοφός. ἢ γὰρ οὐχὶ καὶ τὴν Ἐλισάβετ ἢ γοῦν ἑτέραν τῶν ἁγίων γυναι‐ κῶν αἰδοῦς ἁπάσης ἀξίαν εἶναι φής; ἆρ’ οὖν οὐ φθονήσεις, εἰ δή τις ἕλοιτο θεοτόκους καὶ αὐτὰς εἰπεῖν; ἀλλ’, οἶμαι, πάντηι τε καὶ πάντως ἀνταναστήσηι λέγων· οὐχ οὕτω ταῦτ’ ἔχει· τετόκασι γὰρ ἀνθρώπους ἡγιασμένους καὶ ἦν ἐν ἐκείνοις θεὸς κατὰ φύσιν οὐδείς.
30οὐκοῦν ἢ γυναικὸς ἁπάσης ἀποσόβει τὸ χρῆμα ἢ γοῦν ἔχειν ἐφιεὶς μόνηι παρὰ πάσας τῆι ἁγίαι παρθένωι, ποίοις ἄρα κεχρήσηι λόγοις εἰς ἀπολογίαν; εἰ μὲν γὰρ ἀληθὲς ἐπ’ αὐτῆι τὸ ῥῆμα καὶ θεὸν τέτοκεν ἀληθῶς, ὡς σάρκα γεγονότα τὸν ἐκ θεοῦ λόγον ὁμολόγει σὺν ἡμῖν, καὶ ἀπαλλάξεις σεαυτὸν τῶν εἰς δυσσέβειαν ἐγκλημάτων· εἰ δὲ θεὸν οὐ τέτοκε, τὸ ἐφεῖναι λέγειν τισὶ θεοτόκον αὐτὴν κοινωνεῖν ἐστι τῆς δυσσεβείας αὐτοῖς. ἀλλ’ ἔστι
35θεοτόκος, ὅτι γέγονεν ἄνθρωπος καθ’ ἡμᾶς ὁ μονογενής, σαρκὶ κατὰ ἀλήθειαν ἡνωμένος καὶ σωματικὴν ὑπομείνας γέννησιν καὶ τοὺς τῆς ἡμετέρας φύσεως οὐκ ἀτιμάσας νόμους, καθάπερ ἤδη προεῖπον. Ἐπειδὴ δέ φησιν εἰδέναι σεβασμίαν αὐτήν, δῆλον δὲ ὅτι τὴν ἁγίαν παρθένον, φέρε δὴ φέρε καταθρήσωμεν καὶ τῆς ἐπ’ αὐτῆι γενομένης αἰδοῦς 〈τὰσ〉 αἰτίας. οἶδα γάρ
40φησι σεβασμίαν αὐτήν, δι’ ἧς παρῆλθεν ὁ τῶν ὅλων δεσπότης, δι’ ἧς ἀνέλαμψεν ὁ τῆς δικαιοσύνης ἥλιος. πῶς δὴ ἄρα φὴς ὑποδέχεσθαι θεὸν αὐτήν; ἢ τίνα παρῆλθε τρόπον δι’ αὐτῆς ὁ τῶν ὅλων δεσπότης; ἢ καὶ ὅπως ἀνέλαμψεν ὁ τῆς δικαιοσύνης ἥλιος; εἰ μὲν
γὰρ οὐ τέτοκε θεόν, τὸ κατὰ σάρκα φημί, πῶς ἐδέξατο θεόν; πῶς παρῆλθε δι’ αὐτῆς;

1,1,6

20

ἀλλ’ ἴσως ἐρεῖς τὸ σὸν δὴ τοῦτο καὶ σοφόν, ὡς γοῦν οἴει τε καὶ λέγειν ἀποτολμᾶις· θεὸς γὰρ ἦν ὁ λόγος ἀνθρώπωι τε συνημμένος καὶ ἐνοικῶν αὐτῶι. ἀλλ’ ἥ γε τῆς πί‐ στεως παράδοσις τοῖς εἰς τοῦτο σοῖς ἀνταποδύεται λόγοις· οὐ γὰρ θεοφόρον ἄνθρωπον, ἀλλ’ ἐνανθρωπήσαντα θεὸν προσκυνεῖν δεδιδάγμεθα, σὺ δὲ οὐχ οὕτως φής. εἶτα πῶς
5οὐκ αἰσθάνηι ληρῶν καὶ τὴν ἐν τοῖς θείοις δόγμασι παραχαράττων ἀλήθειαν; γέγονε γὰρ σὰρξ ὁ λόγος. ἀνθ’ ὅτου δὲ δὴ καὶ θεὸν ὑποδέχεσθαι φὴς αὐτήν, εἰ μὴ πεπίστευκας ὅτι θεὸν ὄντα κατὰ φύσιν ἐκτέτοκε τὸν Ἐμμανουήλ; πῶς δι’ αὐτῆς παρῆλθεν ὁ τῶν ὅλων δεσπότης καὶ ὁ τῆς δικαιοσύνης ἀνέλαμψεν ἥλιος καὶ τίνα τοῖς τοιούτοις ὀνόμασι κατα‐ καλλύνειν ἀξιοῖς; ἆρα κοινὸν μὲν ἄνθρωπον ὡς ἕνα τῶν καθ’ ἡμᾶς, πλὴν ἡγιασμένον ὡς
10ἔνοικον ἔχοντα τὸν τοῦ θεοῦ λόγον; εἶτα πῶς ὁ τοιοῦτος τῶν ὅλων ἔσται δεσπότης καὶ ὁ τῆς δικαιοσύνης ἥλιος; τὸ γὰρ δεσπόζειν τε καὶ κρατεῖν τῶν ὅλων δύνασθαι καὶ φωτί‐ ζειν τὰ νοητὰ πρέποι ἂν οὐ μέτροις τοῖς καθ’ ἡμᾶς, ἀνακείσεται δὲ μόνηι τῆι ὑπερτάτω καὶ ἀνωτάτω φύσει. Ἐπειδὴ δὲ τὸ διῆλθεν ὅλως οὐκ οἶδ’ ὅθεν λαβὼν τέθεικας ἐπὶ θεοῦ, διασάφει τὴν
15λέξιν. τί τὸ χρῆμα τῆς ἐνθάδε λεγομένης διόδου; τῆς σῆς εἴη ἂν φρενὸς ἠγνοηκόσιν εἰπεῖν. εἰ μὲν γὰρ οὕτω διῆλθεν αὐτὴν ὁ τοῦ θεοῦ λόγος, ὡς ἐκ τόπου πρὸς ἕτερον μεταχωρῆσαι τόπον, αὐτόθεν καταβαλεῖ σε· ἀκούσηι γὰρ λέγοντος αὐτοῦ διὰ φωνῆς τῶν ἁγίων· μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρ; λέγει κύριος. οὐ γὰρ ἐν τόπωι τὸ θεῖον καὶ μεταστάσεις οὐκ οἶδε σωματικάς, πληροῖ γὰρ τὰ πάντα. εἰ
20δὲ ἐπείπερ τὸν τῶι τόκωι πρέποντα περιμείνας καιρὸν σχετικὴν ἐν ἀνθρώπωι τὴν ἐνοίκησιν ἐποιήσατο, διελάσαι φὴς τὸν θεὸν τῆς ἁγίας παρθένου ἢ γοῦν παρελθεῖν 〈δι’〉 αὐτῆς (κεχρή‐ σομαι γὰρ πανταχῆι ταῖς ἱεραῖς σου φωναῖς), οὐδὲν ἄρα τὸ περιττὸν ἐν τῆι ἁγίαι παρ‐ θένωι παρὰ τὰς ἄλλας ὁρῶμεν. ἐκτέτοκε γὰρ ἡ Ἐλισάβετ τὸν μακάριον βαπτιστὴν ἡγιασμένον διὰ τοῦ πνεύματος, δι’ οὗ πνεύματος καὶ αὐτὸς ὁ υἱὸς ἐν ἡμῖν αὐλίζεται.
25καὶ μαρτυρήσει λέγων ὁ σοφὸς Ἰωάννης· ἐν τούτωι γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν, ὅτι ἐκ τοῦ πνεύματος αὐτοῦ ἔδωκεν ἡμῖν. διῆλθεν οὖν ἄρα καὶ αὐτὴν τὴν Ἐλισάβετ ὁ ἐκ θεοῦ λόγος, καὶ πρὸ τῆς γεννήσεως ἐνωικηκὼς τῶι βρέφει διὰ τοῦ πνεύματος. Ἀλλ’ ὑποπτεύεις τὸν κρότον, ὡς ὀρθά σοι λαλεῖν ἡιρημένωι λοιπὸν γεγονότα παρὰ
30λαῶν. ἥλιον γὰρ δικαιοσύνης ὠνόμασας καὶ τῶν ὅλων δεσπότην τὸν ἐκ τῆς ἁγίας παρθένου γεγεννημένον. εἶτα πάλιν ἀκριβολογεῖσθαι προσποιῆι καὶ τὸν κρότον αἰτιᾶι καὶ χαίροντας ἐπὶ σοὶ γράφηι πάλιν ὡς οὐ νενοηκότας. ὢ πολλῆς ἰσχύος, ἣ τοῖς σοῖς ἔνεστι λόγοις. οὐ γέγονας μελλητὴς εἴς γε τὸ χρῆναι καταλυπεῖν αὐτούς, ἔστρεψας εὐθὺς εἰς πένθος τὴν χαράν, διέρρηξας τὴν εὐφροσύνην καὶ διέζωσας σάκκον, ἐπαπαγὼν
35εὐθύς [εἶτα] Πάλιν ὑποπτεύω τὸν κρότον· πῶς τὸ παρῆλθεν ἐνοήσατε; οὐκ εἴρηταί μοι τὸ παρῆλ‐ θεν ἀντὶ τοῦ ἐγεννήθη· οὐ γὰρ οὕτω ταχέως ἐπιλανθάνομαι τῶν ἰδίων. τὸ παρελθεῖν τὸν θεὸν ἐκ τῆς Χριστοτόκου παρθένου παρὰ τῆς θείας ἐδιδάχθην γραφῆς, τὸ δὲ γεννη‐ θῆναι θεὸν ἐξ αὐτῆς οὐδαμοῦ ἐδιδάχθην.
40Οὐκοῦν σὰ μὲν ἦν ἐκεῖνα τὰ διεστραμμένα, τῶι γε μὴν ἐν ὑποψίαις ὀρθότητος
τὸν σὸν γεγενῆσθαι νοῦν ὁ ἐξ ἀγάπης 〈ἐγένετο〉 κρότος. ἐνστήσομαι δὲ καὶ νῦν

1,1,6

21

οὐδὲν ἧττον, ἐκεῖνο λέγων· τί τὸ παρῆλθεν ἐστὶν εἰ μὴ δηλοῖ τὴν γέννησιν; ἆρα γὰρ ἐρεῖς ὡς αὐτὸς καθ’ ἑαυτὸν καὶ δίχα σαρκὸς ὁ ἐκ θεοῦ λόγος διήλασε τῆς παρθένου; καίτοι πῶς οὐ τῆς ἁπασῶν * ἀβελτηρίας ἔμπλεως εἴη ἂν ὁ λόγος ** αὐτῶι; ἢ γὰρ πεποσῶσθαι τὸ θεῖον ἀνάγκη νοεῖν καὶ ποιεῖσθαι κίνησιν τὴν ἐκ τόπου πρὸς τόπον ἕτερον μεταστατι‐
5κήν, ἢ εἴπερ ἐστὶ τὸ θεῖον ἀσώματον, εὐρὺ δὲ καὶ πανταχοῦ καὶ οὐκ ἐν τόπωι καὶ περι‐ γραφῆι, πῶς ἂν δι’ ἑνὸς παρέλθοι σώματος; ἀλλ’ ὅ τί ποτέ ἐστιν ὃ φής, πῶς οὐκ ἔδει διατρανοῦν καὶ ἐναργέστερον εἰπεῖν, εἰ ταῖς σαυτοῦ περὶ τούτου δόξαις τεθαρσηκὼς μαρτυρεῖν ἔχεις αὐταῖς τὸ ἀμώμητον; ποῦ δὲ δὴ καὶ ἀκήκοας τῆς θεοπνεύστου λεγούσης γραφῆς ὅτι παρῆλθεν ὁ τοῦ θεοῦ λόγος διὰ τῆς ἁγίας παρθένου; ὅτι μὲν γὰρ βραχὺς καὶ
10συνεσταλμένος τῶν ἐπὶ γῆς ὁ βίος, ἐδίδαξε λέγων ὁ μακάριος Δαυίδ· ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτο· ὡσεὶ ἄνθος τοῦ ἀγρο, οὕτως ἐξανθήσει, ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῶι καὶ οὐχ ὑπάρξει· περὶ δὲ τῆς ἁγίας παρθένου τί τοιοῦ‐ τον ἔχεις γεγραμμένον εἰπεῖν; ὅτι δὲ γεγέννηται θεὸς ἐξ αὐτῆς, τὸ κατὰ σάρκα φημί, δια‐ μεμήνυκεν ἐναργῶς ἡ θεόπνευστος γραφή.
15 Εἶμι δὲ δὴ πάλιν ἐπί γε τοὺς σούς, ὦ πανάριστε, λόγους. διωμολόγηκας γὰρ καὶ αὐτός, καὶ τοῦτο πλειστάκις, ὅτι γέγονε σὰρξ ὁ λόγος, καὶ οὐκ ἀπόβλητον ἐποιήσω τὴν φωνὴν καὶ πρός γε τούτωι κἀκεῖνο· τὴν γάρτοι τοῦ μονογενοῦς θεότητα σαφῶς καὶ ἀνα‐ φανδὸν ἐνανθρωπῆσαι φής. γέγραφας δὲ τουτονὶ τὸν τρόπον Οὕτω καὶ ἐν ἑτέροις φησίν· ἐλάλησεν ἡμῖν ἐν υἱῶι, ὃν ἔθετο κληρονόμον
20πάντων, δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν· ὃς ὢν ἀπαύγασμα τῆς δόξης· θεὶς τὸ υἱός, καλεῖ τοῦτον ἀσφαλῶς καὶ ἀπαύγασμα τῆς δόξης καὶ θετὸν κληρονό‐ μον, κληρονόμον μὲν κατὰ τὴν σάρκα θετόν, ἀπαύγασμα δὲ τῆς τοῦ πατρὸς δόξης κατὰ τὴν θεότητα· οὐ γὰρ ἀπέστη τῆς πρὸς τὸν πατέρα σαρκωθεὶς ὁμοιότητος. Καὶ πρός γε δὴ τούτωι πάλιν οὕτω φησί· Τοὺς γὰρ χρόνους τῆς ἀγνοίας
25ὑπεριδὼν ὁ θεὸς τὰ νῦν πᾶσιν ἀνθρώποις παραγγέλλει μετανοεῖν, καθότι ἔστησεν ἡμέραν ἐν ἧι μέλλει κρίνειν τὴν οἰκουμένην ἐν ἀνδρὶ ὧι ὥρισε, πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. πρότερον εἰπὼν ἐν ἀνδρ, προστίθησι τότε τὸ ἀναστήσας αὐτὸν ἐκ νεκρῶν, ἵνα μηδεὶς τὴν ἐναν‐ θρωπήσασαν ὑποπτεύοι τεθνηκέναι θεότητα.
30 Τίς οὖν ἄρα ἐστὶν ὁ σεσαρκωμένος ἢ τίνα σεσάρκωται τρόπον; ποία δὲ θεότης 〈ἡ〉 ἐνανθρωπήσασα; φράσαις ἄν, ὦ βέλτιστε, τοῖς ἐθέλουσι μαθεῖν. ἆρα σεσαρκῶσθαι δώσομεν τὸν ἐκ θεοῦ θεὸν λόγον καὶ ἐνανθρωπῆσαι φαμὲν αὐτὸν ὡς καθ’ ἡμᾶς γεγονότα καὶ γεγεννημένον σαρκί; ἢ τοῦτο μὲν οὐδαμῶς, ἄνθρωπον δὲ νομιοῦμεν πρὸς τοῦτο ἐλθεῖν θεῶι συνημμένον κατὰ σέ; ἀλλ’ οἶμαι, φαίης ἂν ὡς ἄμεινον δή που καὶ σοφὸν τὸ ἐναν‐
35θρωπῆσαι φρονεῖν τὸν ἐκ θεοῦ λόγον καὶ σάρκα γενέσθαι κατὰ τὰς γραφάς. οὐ γάρ που τὸ ἐν ὧι τίς ἐστιν, ὁρῶιτο ἄν, οἶμαι, προσλαβών· εἰ δὲ δὴ γένοιτό πως ἐν οἷς οὐκ ἦν ἐν ἀρχαῖς, κεκαινουργῆσθαί τι περὶ αὐτὸν ἐκδείξειεν ἂν ὁ λόγος εὐθύς. οὐκοῦν ἀμαθὲς τὸ ἐνανθρωπῆσαι λέγειν καὶ σάρκα γενέσθαι τινὰ τῶν τελούντων ἐν ἡμῖν καὶ τοὺς τῆς ἀνθρωπότητος ὅρους ἐκβεβηκότα, πρέποι δ’ ἂν καὶ μάλα εἰκότως ἡ ἐνανθρώπησις ἢ
40γοῦν ἡ σάρκωσις τῆι τῆς ἀνθρωπότητος ἐπέκεινα φύσει. εἰ δὲ ἐνηνθρώπησεν ἀληθῶς
καὶ γέγονε σάρξ, ἄνθρωπος δή που νοεῖσθαι πεπίστευται καὶ οὐκ ἀνθρώπωι τινὶ συνημ‐

1,1,6

22

μένος κατὰ μόνην τὴν ἐνοίκησιν ἢ γοῦν κατά τινα τῶν ἔξωθεν σχέσεων ἤτοι συνάφειαν, ὡς σὺ φής. πλὴν εἰ καὶ γέγονεν ἄνθρωπος, ἀναπόβλητον ἔχει τὸ εἶναι θεός. οὔτε δὲ τῆς σαρκὸς εἰς τὴν τῆς θεότητος φύσιν γενέσθαι φαμὲν μεταβολήν, ἡγούμεθα δὲ καὶ τὸ ἔμπαλιν οὐχ ὧδε ἔχειν· μεμένηκε γὰρ ἡ τοῦ λόγου τοῦθ’ ὅπερ ἐστί, καὶ ἑνωθεῖσα σαρκί.
5οὐκοῦν ἃ μηδεὶς κἂν γοῦν ἐν ψιλαῖς ἐννοίαις φρονεῖν ἀξιοῖ, διὰ ποίαν αἰτίαν ὡς ἀληθῶς εἰρημένα τιθεὶς ἐν τοῖς ἑαυτοῦ λόγοις τοῖς τῆς εὐσεβείας δόγμασι συναθλεῖν ὑποκρίνηι; τὸ μὲν γὰρ τῆς κράσεως ὄνομα τεθείκασι τινὲς καὶ τῶν ἁγίων πατέρων· ἐπειδὴ 〈δὲ〉 δεδιέναι φὴς μὴ ἄρα τις ἀνάχυσις συμβῆναι νομισθῆι, καθάπερ ἐν τάξει τῶν ἀλλήλοις συγκεκραμένων ὑγρῶν, ἀπαλλάττω σε δειμάτων. πεφρονήκασι γὰρ οὐχ ὧδε, πόθεν;
10κατακέχρηνται δὲ τῆι λέξει, τὴν εἰς ἄκρον ἕνωσιν τῶν ἀλλήλοις συμβεβηκότων καταδηλοῦν σπουδάζοντες, συμβῆναι δὲ φαμὲν καθ’ ἕνωσιν ἀδιάσπαστον καὶ ἀναλλοιώτως ἔχουσαν τῆι ἰδίαι σαρκὶ τὸν ἐκ θεοῦ λόγον. εὑρήσομεν δὲ καὶ αὐτὴν τὴν θεόπνευστον γραφὴν οὐ σφόδρα τὴν λέξιν ἐκβασανίζουσαν, τιθεῖσαν δὲ μᾶλλον ὡς ἐν καταχρήσει καὶ ἁπλῶς. γέγραφε γοῦν ὁ θεσπέσιος Παῦλος περί τινων· ἀλλ’ οὐκ ὠφέλησεν ὁ λόγος τῆς
15ἀκοῆς ἐκείνους, μὴ συγκεκραμένους τῆι πίστει τοῖς ἀκούσασιν. ἆρα γὰρ ἔμελλον κατὰ τὸν ἴσον τρόπον συνανακιρνᾶσθαί τε ἀλλήλοις, καθάπερ ἀμέλει καὶ οἶνος ὕδατι, καὶ ἀνάχυσίν τινα τῶν ὑποστάσεων τὴν εἰς ἀλλήλας παθεῖν οἱ περὶ ὧν ὁ λόγος, ἢ μᾶλλον ἑνοῦσθαι κατὰ ψυχὴν κατά γε τὸ ἐν ταῖς Πράξεσιν τῶν ἁγίων ἀποστόλων γεγραμ‐ μένον ὅτι τοῦ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία; ἀλλ’
20οἶμαι, τοῦτό ἐστιν ἀληθὲς ἢ ἐκεῖνο. ἔξω δὴ οὖν τῶν ἐπὶ τούτοις ἔσο δειμάτων· ἀσφαλὴς γὰρ λίαν τῶν ἁγίων ὁ νοῦς. Ἐπειδὴ δὲ τὸ ἐνανθρωπῆσαι λέγειν τὴν τοῦ λόγου φύσιν οὐδὲν ἕτερον, οἶμαι, ἐστὶν ἢ ἐκεῖνο φρονεῖν ὅτι γέγονεν ἄνθρωπος καὶ οὐ δίχα γεννήσεως τῆς ἐκ γυναικός, ταύτην γὰρ οἶδε καὶ μόνην τὴν ὁδὸν τῶν ἀνθρωπίνων σωμάτων ἡ φύσις, πῶς οὐκ ἐδιδάχθης τὴν
25κατὰ σάρκα γέννησιν τοῦ μονογενοῦς παρὰ τῆς θεοπνεύστου γραφῆς; καίτοι καὶ αὐτός, προκειμένων σοί ποτε προφητικῶν ἀναγνωσμάτων ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, περὶ τοῦ τεχθέντος παιδίου τοιάδε τινὰ φής. Μέγα τοῦ δώρου τὸ μυστήριον. τοῦτο γὰρ τὸ βλεπόμενον βρέφος, τοῦτο τὸ κατὰ τὸ φαινόμενον πρόσφατον, τοῦτο τὸ σπαργάνων σωματικῶν δεηθέν, τοῦτο τὸ κατὰ τὴν ὁρω‐
30μένην οὐσίαν ἀρτίτοκον· υἱὸς κατὰ τὸ κεκρυμμένον αἰώνιος, υἱὸς τῶν ὅλων δημιουργός, υἱὸς τοῖς τῆς ἰδίας βοηθείας σπαργάνοις τὸ τῆς κτίσεως εὐδιάλυτον σφίγγων. Καὶ ἐν ἑτέροις δὲ πάλιν· Καὶ τὸ βρέφος γὰρ θεὸς αὐτεξούσιος· τοσοῦτον ὁ θεὸς λόγος τοῦ θεοῦ ὑπεξούσιος εἶναι διέστηκεν, Ἄρειε, δι’ ὃν καὶ τὸ συνημμένον σῶμα θεὸν προσηγόρευσε.
35 Καὶ πάλιν· Γνωρίζομεν τοίνυν τὴν ἀνθρωπότητα τοῦ βρέφους καὶ τὴν θεότητα· τὸ τῆς υἱότητος τηροῦμεν μοναδικὸν ἐν ἀνθρωπότητος καὶ θεότητος φύσει. Ἰδοὺ δὴ καὶ μάλα σαφῶς τὸ βρέφος τὸ πρόσφατον τὸ ὁρώμενον τὸ ἀρτίτοκον τὸ ἐσπαργανωμένον υἱὸν εἶναι φὴς καὶ τῶν ὅλων δημιουργόν, τέτοκε δὲ τὸ βρέφος ἡμῖν ἡ ἁγία παρθένος. οἶσθα δὴ οὖν ἄρα θεὸν κατὰ σάρκα γεγεννημένον καὶ τοῦτο ἐκ τῆς
40θεοπνεύστου μεμάθηκας γραφῆς. τίς γὰρ ἂν νοοῖτο τῶν ὅλων δημιουργὸς πλὴν ὅτι

1,1,6

23

μόνος ἐκεῖνος ὁ δι’ οὗ τὰ πάντα πεποίηκεν ὁ πατήρ; ἀλλ’ ἔφην, ἴσως ἐρεῖς, κατὰ τὸ κεκρυμμένον υἱὸς καὶ τῶν ὅλων δημιουργός. καλῶς, συνθήσομαι, ἐρήσομαι δέ· τὸν κεκρυμμένον εἶναι φὴς τὸν ἐκ θεοῦ λόγον καὶ τοῦτον εἶναι τῶν ὅλων δημιουργόν· πῶς οὖν ἡμῖν ἀρτίως μόνον οὐχὶ καὶ δακτύλωι τὸ πρόσφατον καὶ ἀρτίτοκον καὶ τὸ ἐν σπαργά‐
5νοις κατέδειξας βρέφος καὶ τοῦτο αὐτὸ καὶ υἱὸν ὠνόμαζες θεοῦ καὶ τῶν ὅλων δημιουργόν; ἦ τάχα που μεταπεποιῆσθαι νενόμικας εἰς τὴν τῆς σαρκὸς φύσιν τὸν ἐκ θεοῦ λόγον καὶ γράψηι μᾶλλον σαυτόν, οὐχ ἑτέρους ὡς τοῦτο φάναι τολμήσαντας; ἢ εἴπερ ἐστὶ τὸ βρέφος ὁ κεκρυμμένος υἱὸς καὶ τῶν ὅλων δημιουργός, γεγέννηται δὲ τοῦτο ἐκ τῆς ἁγίας παρθένου, ὡμολόγησας οὐχ ἑκὼν θεοτόκον σὺν ἡμῖν ἀδοκήτως αὐτήν; ἐπεὶ πῶς βρέφος θεὸς αὐτε‐
10ξούσιος; εἰ μὲν γὰρ οὕτω φὴς αὐτεξούσιον, ὡς ἂν νοοῖτο τυχὸν καὶ τῶν καθ’ ἡμᾶς ἕκαστος ὡς τῆς ἑαυτοῦ προαιρέσεως πεπιστευμένος παρὰ θεοῦ τὰς ἡνίας, τί τὸ ἐξαίρετον παρὰ τοὺς ἄλλους ἐν αὐτῶι; ἢ διὰ ποίαν αἰτίαν καθάπερ τι θεοπρεπὲς καὶ ἐξαίρετον ἀλη‐ θῶς ἀξίωμα τὸ αὐτεξούσιον ἀνάπτεις αὐτῶι, καίτοι μετὸν ἅπασι τῶν ἐπὶ τῆς γῆς ἔχειν τε αὐτὸ καὶ ἤδη λαχοῦσιν; εἰ δὲ δὴ σημαίνοι τὸ αὐτεξούσιον ἐν τούτοις τὸ μὴ δεῖν ὑποκεῖσθαι
15τοῖς ἑτέρου νόμοις, εἶναι δὲ οὕτως ἐλεύθερον ὡς ἂν καὶ αὐτὴ τυχὸν ἡ θεία νοοῖτο φύσις, τίνα δὴ τρόπον ἐν τοῖς οὕτω σεπτοῖς καὶ πρέπουσι μόνηι τῆι ἀνωτάτω φύσει τε καὶ δόξηι τὸ ἀρτίτοκον βρέφος εἶναι φής, καίτοι παντὸς τοῦ κεκλημένου πρὸς ὕπαρξιν κατεζευγμένου θεῶι καὶ τὸν τῆς δουλείας ὑποτρέχοντος ζυγόν; ἀλλ’ οἰήσηι τάχα που πρὸς ἅπαντά σοι ταυτὶ τὸν εἰκαῖον ἐκεῖνον ἀρκέσαι λόγον τὸν ἐπί γε τῶι δεῖν ἀλλήλαις τὰς φύσεις συ‐
20νάπτεσθαι καὶ οὔ τί που καθ’ ὑπόστασιν, ἀλλ’ ὡς ἐν τιμῆι μᾶλλον ἀπαραλλάκτωι καὶ ἐν ἰσότητι τῆς ἀξίας· ταυτὶ γὰρ ἡμῖν ἀεὶ λέγεις ἀμαθῶς. ὅτι δὲ σαθραῖς καὶ εὐδιακλάστοις ἐννοίαις ἐπερηρεισμένος τὰ τοιάδε λέγων ἁλώσηι, δειχθήσεται καὶ οὐκ εἰς μακράν, παρε‐ νεγκόντος ἡμῖν τοῦ καιροῦ καὶ πρός γε ταυτὶ τὸν λόγον. Συνείρει δὲ τούτοις ἕτερ’ ἄττα, δι’ ὧν ὠιήθη δύνασθαι καὶ μάλα ἐμφρόνως ὡς ἀκαλλῆ
25καὶ ἀνέφικτον τὸν τῆς καθ’ ἡμᾶς γεννήσεως ἀποφῆναι τρόπον, καὶ ἀντανίστησι μὲν ἑαυτῶι τοὺς πρὸς ἡμῶν λόγους, οἴεται δὲ κατευμεγεθήσειν ῥαιδίως καὶ οὐδὲν ὄντας ἀποφανεῖν, καίτοι πρεσβεύοντας τἀληθές. ἔφη δὲ οὕτως Εἰ θεός, φησίν, ὁ Χριστός, ἐτέχθη δὲ ὁ Χριστὸς ἐκ τῆς μακαρίας Μαρίας, πῶς οὔκ ἐστιν ἡ παρθένος θεοτόκος; οὐδὲν κρύπτω τῶν παρ’ αὐτῶν ἀντιθέσεων· ὁ γὰρ τῆς ἀλη‐
30θείας ἐραστὴς πάντα τὰ παρὰ τοῦ ψεύδους ἑαυτῶι προσλαβὼν ἀντιτίθησιν. Εἶτα τὴν λύσιν ἐπιφέρειν πειρᾶται, τοιαύταις τισὶν ἐννοίαις χρώμενος· Πλάττεται μὲν γάρ, φησίν, ἐν μήτραι τὸ βρέφος· ἀλλ’ ἕως μὲν οὔπω μεμόρφωται, ψυχὴν οὐκ ἔχει, εἰδο‐ ποιηθὲν δὲ ἤδη ψυχοῦται παρὰ θεοῦ. ὥσπερ οὖν ἡ γυνὴ τίκτει μὲν τὸ σῶμα, ψυχοῖ δὲ θεὸς καὶ οὐκ ἂν λέγοιτο γυνὴ ψυχοτόκος, ὅτι ἔμψυχον ἐγέννησεν, ἀνθρωποτόκος δὲ
35μᾶλλον, οὕτω, φησί, καὶ ἡ μακαρία παρθένος, καὶ εἰ τέτοκεν ἄνθρωπον συμπαρελθόντος αὐτῶι τοῦ θεοῦ λόγου (ταύτηι γὰρ ἐχρήσατο τῆι φωνῆι), οὐ διὰ τοῦτο θεοτόκος. Ἀρ’ οὖν, εἰπέ μοι, διαβεβλήσεται παρὰ σοῦ τὸ πρὸς ἡμῶν εἰρημένον; ἆρά σοι δοκεῖ τοῖς οὕτως ὀρθῶς καὶ ἀκιβδήλως ἔχουσιν ἀσυνέτως ἐπιτιμᾶν καὶ οὐχὶ τοῦ μὴ δύνασθαι δοξάζειν ἃ χρή, τῆς σαυτοῦ διανοίας καθοριεῖς τὰ ἐγκλήματα; οἷς γὰρ ἂν ἀπάιδοι τὸ ἀληθές,
40τούτοις ἂν γένοιτο, καὶ λίαν ἑτοίμως, ἐν παραδοχῆι τὸ μὴ οὕτως ἔχον καὶ τὸ τοῖς ἀρι‐

1,1,6

24

στοεπεῖν εἰωθόσιν ἐπιτιμᾶν εἴη ἆν οὐκ ἀζήμιον, μᾶλλον δὲ ἤδη καὶ ἀπόδειξις ἐναργὴς τοῦ προσκεκλίσθαι τῶι ψεύδει καὶ τοῦ ἑλέσθαι τιμᾶν ἃ καὶ μισεῖν ἄμεινον ὡς λογισμοῦ τοῦ εἰκότος ἡμαρτηκότα. ἀλλὰ τῶν οὕτως αἰσχρῶν ἐννοήσας οὐδὲν ἑαυτὸν μὲν ἔφη τῆς ἀληθείας γενέσθαι τὸν ἐραστήν, ἡμᾶς δὲ τεκταίνεσθαι τὸ ψεῦδος αὐτῶι, καίτοι τὸ χρῆμα
5ἔστιν ἐξ ἀντιστρόφου μᾶλλον ἰδεῖν ὅτι τε ὀρθῶς ἔχει καί ἐστιν ἀληθές. ὁ γάρτοι τοῦ ψεύδους καὶ τῆς ἀπάτης συνήγορος τοῖς τῆς ἀληθείας συνασπισταῖς ἀνάπτειν πειρᾶται τῆς ψευδομυθίας τὸν μῶμον, τάχα που καὶ εἰς λήθην ἐληλακὼς τοῦ προφήτου λέγοντος οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρόν, οἱ τιθέντες τὸ σκότος εἰς φῶς καὶ τὸ φῶς εἰς σκότος· πλὴν ἐκ τοῦ παροισθέντος αὐτῶι παρα‐
10δείγματος μηδὲ εἰδότα σαφῶς ὃ λέγει, διελέγξαι πειράσομαι. Τίκτεται μὲν γὰρ ἀπὸ σαρκὸς ἡ σὰρξ ὁμολογουμένως, ὁ δέ γε τῶν ὅλων δημιουργὸς καθ’ ὃν οἶδε τρόπον τε καὶ λόγον, ποιεῖται τὴν ψύχωσιν. ἀλλ’ ἡ τεκοῦσα γυνή, καίτοι μόνης οὖσα πηγὴ τῆς σαρκός, ἄνθρωπον ὅλον ἀποτεκεῖν πιστεύεται, τὸν ἐκ ψυχῆς δὴ λέγω καὶ σώματος, καίτοι πρὸς τὴν τῆς ψυχῆς ὕπαρξιν τῶν παρ’ ἑαυτῆς συνεισενεγκοῦσα μηδέν,
15ὁ δέ γε ἄνθρωπον εἰπὼν συνεσήμηνέ που πάντως τῶι σώματι τὴν ἑνωθεῖσαν αὐτῶι ψυχήν. ὥσπερ οὖν ἡ γυνή, καίτοι τὸ σῶμα τεκοῦσα μόνον, τὸν ἐκ ψυχῆς καὶ σώματος ἀποτίκτειν λέγεται, διαλυμανεῖται δὲ τοῦτο τοῖς τῆς ψυχῆς λόγοις οὐδὲν ὡς σάρκα τὴν τῆς ἰδίας ὑπάρξεως λαμβανούσης ἀρχήν, οὕτω καὶ ἐπὶ τῆς μακαρίας παρθένου. εἰ γὰρ καὶ μήτηρ ἐστὶ τῆς ἁγίας σαρκός, ἀλλ’ οὖν ἐκτέτοκεν ἑνωθέντα αὐτῆι κατὰ ἀλήθειαν τὸν ἐκ θεοῦ θεὸν
20λόγον, κἂν εἴ τις λέγει θεοτόκον αὐτήν, οὐχὶ δή που πάντως καθοριεῖ τοῦ θεοῦ λόγου τὸ νεώτερον οὔτε μὴν τῆς ἰδίας ὑπάρξεως τὴν ἀρχὴν πεποιῆσθαι τὴν σάρκα, συνήσει δὲ μᾶλλον τῆς οἰκονομίας τὸν τρόπον καὶ δὴ καὶ θαυμάσας τὸ χρῆμα ἐρεῖ· κύριε, εἰσα‐ κήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην. ἀλλ’ ὁ πάνσοφος ἡμῖν καὶ ἀγχίνους ἐξηγητὴς τὴν τοῦ παραδείγματος δύναμιν 〈μὴ〉 νενοηκώς.
25 Οὕτω, φησί, καὶ ἡ ἁγία παρθένος, καὶ εἰ τέτοκεν ἄνθρωπον συμπαρελθόντος αὐτῶι τοῦ θεοῦ λόγου, ἀλλ’ οὐ διὰ τοῦτο θεοτόκος. οὐ γὰρ παρὰ τῆς μακαρίας παρθένου τὸ ἀξίωμα τῶι λόγωι, ἀλλ’ ἦν φύσει θεός. Τὸ μὲν οὖν συμπαρελθεῖν τῆι σαρκὶ τὸν λόγον ὅ τί ποτέ ἐστιν, αὐτὸς ἂν εἰδείη καὶ μόνος, ἄγαμαι δὲ σφόδρα τῆς οὕτω λεπτῆς ἀκριβείας αὐτοῦ. ἡνῶσθαι μὲν γὰρ τῆι
30σαρκὶ καθ’ ὑπόστασιν τὸν τοῦ θεοῦ λόγον ὁ τῆς ἀληθείας πρεσβεύει λόγος, τὸ δὲ συμπα‐ ρελθεῖν οὐκ οἶδ’ ὅ τι λέγων διαβεβαιοῦται συχνῶς. εἶτα περὶ φύσεως ἡμῖν καὶ τῆς καθ’ ὑπόστασιν ἑνώσεως τοῦ παντὸς προκειμένου λόγου καὶ διερευνᾶν σπουδάζοντος, οὐχ ὅ τί ποτέ ἐστι κατὰ τὴν ἀξίαν ὁ ἐκ θεοῦ λόγος, ἀλλ’ εἰ γέγονεν οἰκονομικῶς ἄνθρωπος ἰδίαν ποιησάμενος σάρκα τὴν ἐκ γυναικός, εἰς ἕτερα μεθιστὰς ἀλλοκότως τὸ ζητούμενον
35 Οὐ παρὰ τῆς ἁγίας παρθένου, φησί, τὸ ἀξίωμα τῶι λόγωι, ἀλλ’ ἦν φύσει θεός. Καίτοι πῶς οὐχ ἕτερόν τι καὶ ἕτερον ἐναργῶς ἀξίωμά τε καὶ φύσις; ἀλλ’ οὐ πολὺς ἄγαν τῆς ἔν γε τούτοις ἡμῖν ἰσχνομυθίας ὁ λόγος· τὸ δ’ οὖν ἐφεξῆς ἀναγκαῖον ἰδεῖν.
ἐπιτειχίζει γάρ τι καὶ ἕτερον τοῖς πρὸς ἡμῶν λεγομένοις, ὡς γοῦν οἴεταί που, καὶ δυσδιά‐

1,1,6

25

φυκτον κομιδῆι καὶ ἀποχρώντως ἔχον εἴς γε τὸ δύνασθαι καὶ μάλα νεανικῶς ὕθλον εἰκαῖον ἡμῖν τὴν ἐκ γυναικὸς ἀποφῆναι γέννησιν τοῦ Ἐμμανουήλ, ἔφη δὲ οὕτω πάλιν Ὁ μακάριος Ἰωάννης ὁ βαπτιστὴς προκηρύττεται παρὰ τῶν ἁγίων ἀγγέλων ὅτι πλησθήσεται τὸ βρέφος πνεύματος ἁγίου ἔτι ἐκ κοιλίας μητρὸς αὐτο,
5καὶ πνεῦμα ἅγιον ἔχων, οὕτως ὁ μακάριος βαπτιστὴς ἀπετίκτετο. τί οὖν; καλεῖς τὴν Ἐλισάβετ πνευματοτόκον; ἐνταῦθα τὸν νοῦν συνάγαγε, κἄν τινες ὦσιν ἐν ὑμῖν πρὸς τὰ λεγόμενα ξενιζόμενοι, σύγγνωτε τῆς ἀπειρίας αὐτοῖς. Καὶ τίς τῶν τοιούτων ἐπακούσας λόγων οὐκ εὐθὺς ἐρεῖ τὸ διὰ τῆς τοῦ προφήτου φωνῆς· ὁ γὰρ μωρὸς μωρὰ λαλήσει καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει τοῦ
10συντελεῖν ἄνομα καὶ λαλεῖν πρὸς κύριον πλάνησιν; πλάνησις γὰρ ὁμολο‐ γουμένως καὶ ἕτερον οὐδὲν τὸ ψυχραῖς οὕτω καὶ μειρακιώδεσιν ἐννοίαις ὡς ἀληθέσιν ἐπι‐ θαρσεῖν. τῆς μὲν οὖν ἡμερότητος κατατεθήποι τις ἂν αὐτόν· καὶ συγγνώμης γὰρ καὶ φιλανθρωπίας ἀξιοῦσθαι δεῖν ἔφη τοὺς τῶν παρ’ αὐτοῦ λόγων τὴν ἐμπειρίαν οὐκ ἔχοντας. ἀλλ’ ἦν τοῦτο καὶ ἡμῖν αὐτοῖς τριπόθητον, εἰ συνέβη, μᾶλλον δὲ καὶ ἅπασι τοῖς τελοῦσιν
15ἐν Χριστιανοῖς· μοχθηρῶν γὰρ οὕτω καὶ διεστραμμένων ἀπαλλάττεσθαι λόγων πῶς οὐχ ἅπασι δι’ εὐχῆς; πλὴν ἐκεῖνο φαμέν· τέτοκε μὲν γὰρ ὁμολογουμένως ἡ Ἐλισάβετ τῶι ἁγίωι πνεύματι κεχρισμένον ἐν μήτραι τὸν μακάριον βαπτιστήν, ἀλλ’ εἰ μὲν εἴρηταί που παρὰ τῆς θεοπνεύστου γραφῆς ὅτι καὶ τὸ πνεῦμα γέγονε σάρξ, ὀρθῶς ἂν ἔφης ὀνομάζεσθαι δεῖν πρὸς ἡμῶν πνευματοτόκον αὐτήν· εἰ δὲ ψιλῆι καὶ μόνηι λέγεται τὸ τεχθὲν τετιμῆσθαι χρίσει,
20τί τὸ τῆς σαρκώσεως χρῆμα παρισοῦν ἀξιοῖς τῆι κατὰ μέθεξιν χάριτι; οὐ γάρ ἐστι ταυτὸν σάρκα τε εἰπεῖν γενέσθαι τὸν λόγον καὶ ὅτι κέχρισταί τις διὰ τοῦ πνεύματος πνεύματι προφητικῶι. περὶ μὲν γὰρ τῆς ἁγίας παρθένου γέγραπται· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ τόκος ὠνόμασται καὶ μὴν καὶ Ἐμμανουὴλ ὁ τεχθείς, ὅ ἐστι μεθερμηνευόμενον μεθ’ ἡμῶν ὁ θεός· περὶ δέ γε τῆς Ἐλισάβετ ὅτι γεννήσει
25υἱὸν ὃς προελεύσεται μὲν ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, προπορεύσεται δὲ πρὸ προσώπου κυρίου ἑτοιμάζων τὰς ὁδοὺς αὐτο. οὐκοῦν ἥκιστα μὲν εἴη ἂν πνευ‐ ματοτόκος ἡ Ἐλισάβετ, ἐκτέτοκε γὰρ προφήτην ὑψίστου· θεοτόκος γε μὴν ἀληθῶς ἡ ἁγία παρ‐ θένος, ὅτι θεὸν ἑνωθέντα σαρκὶ τέτοκε σαρκικῶς, τουτέστι κατὰ σάρκα. ἐπειδὴ γὰρ ἄνθρωπος ἡ τεκοῦσά ἐστι, ταύτηι τοι καὶ μάλα ἐμφρόνως τὸν τῆς γεννήσεως τρόπον ἀνθρωπίνως
30πεπρᾶχθαι φαμέν. ἦν γὰρ οὕτω καὶ οὐχ ἑτέρως δύνασθαι καθ’ ἡμᾶς γενέσθαι τὸν ὑπὲρ πᾶσαν φύσιν, οὐ τοῦ εἶναι τοῦθ’ ὅπερ ἐστίν, ὀλιγωρήσαντα, πόθεν; μεμενηκότα δὲ μᾶλλον ὅπερ ἦν τε καὶ ἔστι καὶ ἔσται· τροπῆς γὰρ ἀμείνων ἡ θεία τέ ἐστι καὶ ὑπερτάτη φύσις. ὀρθὰ μὲν οὖν ὅτι φρονεῖν εἰθίσμεθα θεὸν γεγεννῆσθαι κατὰ σάρκα ἐπὶ σωτηρίαι τῶν ὅλων διαβεβαιούμενοι, μεμαρτύρηκεν ἡ θεόπνευστος γραφή· ἐπειδὴ δὲ τοῖς νεωτάτοις
35αὐτοῦ δόγμασι τὴν ἀλήθειαν καὶ αὐτὸ τῆς ἐκκλησιαστικῆς πίστεως ἀντεξάγει τὸ σύμβολον ὃ διὰ τῆς τοῦ πνεύματος φωταγωγίας οἱ κατὰ καιροὺς ἐν τῆι Νικαέων συναγηγερμένοι πατέρες ὡρίσαντο, δεδιὼς μὴ ἄρα πως ὑγιᾶ τὴν πίστιν διασώσαιντό τινες ταῖς ἐκείνων φωναῖς παιδαγωγούμενοι πρὸς ἀλήθειαν, πειρᾶται συκοφαντεῖν καὶ τῶν λέξεων ἐναλλάττει τὴν ἀπόδοσιν, καὶ αὐτὴν δὲ τῶν ἐννοιῶν 〈τὴν〉 δύναμιν παρασημαίνειν ἀποτολμᾶι.
40ἐπειδὴ γὰρ αὐτὸς ἐπὶ μέσης ἐκκλησίας βεβήλοις ἐχρῆτο καινοφωνίαις, ἀνήρ τις τῶν ἄγαν

1,1,6

26

ἐπιεικῶν καὶ τελῶν μὲν ἐν λαικοῖς ἔτι, πλὴν οὐκ ἀθαύμαστον συναγηοχὼς ἐν ἑαυτῶι τὴν παίδευσιν, θερμῶι τε καὶ φιλοθέωι κεκίνηται ζήλωι καὶ τορόν τι κεκραγὼς αὐτὸν ἔφη τὸν προαιώνιον λόγον καὶ δευτέραν ὑπομεῖναι γέννησιν, δῆλον δὲ ὅτι τὴν κατὰ σάρκα καὶ ἐκ γυναικός. θορυβησάντων δὲ πρὸς ταῦτα τῶν δήμων καὶ τῶν μὲν πλείστων καὶ συνετῶν
5οὐ μετρίοις αὐτὸν ἐπαίνοις τετιμηκότων ὡς εὐσεβῆ τε καὶ συνετώτατον καὶ τῆς τῶν δογμάτων ὀρθότητος οὐκ ἠμοιρηκότα, λελυττηκότων γε μὴν κατ’ αὐτοῦ τῶν ἄλλων, διαλαβὼν αὐτὸς ἀποδέχεται μὲν εὐθὺς ἐκείνους οὓς τὰ ἑαυτοῦ διδάσκων ἀπολώλεκεν, ἐπιθήγει δὲ τὴν γλῶτταν αὐτῶι τε τῶι μὴ ἀνασχομένωι τὰ αὐτοῦ καὶ μὴν καὶ τοῖς ἁγίοις πατράσιν οἳ τὸν εὐσεβῆ τῆς πίστεως ὅρον ἡμῖν τεθεσμοθετήκασιν, ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ
10τε καὶ βεβαίαν κατὰ τὸ γεγραμμένον. Χαίρω γὰρ ἔφη, τὸν ὑμέτερον θεασάμενος ζῆλον. αὐτόθεν ἐστὶ σαφὴς τῆς τῶν λεχθέντων ὑπὸ τοῦ δειλαίου μιαρίας ὁ ἔλεγχος. ὧν γὰρ δύο γεννήσεις, τούτων δύο υἱοί· ἡ δὲ ἐκκλησία ἕνα οἶδεν υἱόν, τὸν δεσπότην Χριστόν. Ἀνοητότατα μὲν οὖν τὸν τῶν ἐπὶ τούτοις ἐννοιῶν ὅρον ἐξηνέγκατο λέγων· ὧν γὰρ
15δύο γεννήσεις, τούτων καὶ δύο υἱοί· ἰσχνομυθίας γε μὴν τῆς ἔν γε τούτοις ἀφέμενοι, τέως πρὸς τὸν τοῦ λόγου σκοπὸν τὰ ἐξ ἀκριβοῦς ἐρεύνης φέρε δὴ φέρε συλλέγωμεν. οὐκοῦν ** ἀπαράδεκτον ἐποιήσατο, χρῆναι δέ φησι μίαν ὁμολογεῖσθαι πρὸς ἡμῶν, ἵνα μὴ δύο νοῶμεν υἱούς, ὡς ὂν ἐπάναγκες, εἰ δύο πάντως αἱ ἀποτέξεις εἶεν, δύο καὶ υἱοὺς εἰσφέ‐ ρεσθαι, διδασκέτω παρελθὼν ποίαν ἄρα τῶν γεννήσεων παραδέξεται, τὴν προαιώνιόν τε
20καὶ ἐκ πατρός, καθ’ ἣν οὔπω σεσαρκωμένος θεὸς ἦν ὁ λόγος, ἢ γοῦν ταυτηνὶ τὴν πρόσφατον καὶ ἐκ γυναικός; εἰ μὲν οὖν ἐκείνην ἐρεῖ καὶ μόνην, τὴν προαιώνιον λέγω καὶ ἐκ πατρός, ἐκεῖνος ἂν εἴη καὶ μόνος υἱὸς ὁ ἐξ αὐτοῦ κατὰ φύσιν, οὔπω σαρκὸς καὶ αἵματος κεκοινω‐ νηκώς, εἰκῆι δέ, ὡς ἔοικε, τὸ τῆς ἐνανθρωπήσεως λαλεῖται μυστήριον καὶ κεκένωκε μὲν ἑαυτὸν κατ’ οὐδένα τρόπον οὔτε μὴν ἐν τῆι τοῦ δούλου γέγονε μορφῆι, μεμένηκε δὲ οὕτω,
25τὴν πρὸς σάρκα σύνοδον ἀληθῆ καὶ εἰς δεῦρο παραιτούμενος· ἀλλ’ 〈εἰ〉 ὁ ἐν ἐσχάτοις και‐ ροῖς ἐκ γυναικὸς αὐτὸς [ἂν] λέγοιτο καὶ μόνος υἱὸς καὶ δὴ καὶ μίαν ταυτηνὶ τὴν ἐκ γυναικὸς παραδεξόμεθα γέννησιν, ἀπώλισθεν ἀναγκαίως τοῦ εἶναι κατὰ φύσιν υἱὸς ὁ ἐκ θεοῦ πατρὸς λόγος. ἀλλ’ ὁρᾶι που πάντως ὁ θεοφιλὴς τὴν τῶν ἐννοιῶν ἀτοπίαν καὶ τὸ λίαν ἀπο‐ νενευκὸς εἰς ἀσέβειαν. ἵνα τοίνυν ὁδὸν ἐρχώμεθα τὴν βασιλικήν, δύο φαμὲν γενέσθαι
30τὰς ἀποτέξεις, ἕνα δὲ τὸν δι’ ἀμφοῖν υἱόν, οὔπω μὲν ἐν σαρκὶ γεγονότα τὸν ἐκ θεοῦ λόγον, τὸν αὐτὸν δὲ μετὰ τοῦτο καὶ σεσαρκωμένον καὶ δι’ ἡμᾶς τὴν ἐκ γυναικὸς ἀνατλάντα γέν‐ νησιν κατὰ σάρκα. εἰ μὲν γὰρ ἐπ’ ἀνθρώπων ἔφασκε τὸ χρῆναι δὴ πάντως δύο νοεῖ‐ σθαι τοὺς υἱούς, εἰ [δὲ] δύο γεννήσεις ὀνομάζομεν, ὀρθῶς ἂν ἔφη καὶ ἦν ἀληθές· ἐπειδὴ δὲ τὸ Χριστοῦ μυστήριον καὶ ὁ τῆς ἐνανθρωπήσεως λόγος ἑτέραν ἔχει τὴν ὁδὸν καὶ οὐκ
35ἔν γε τοῖς καθ’ ἡμᾶς ἰσοτρόπως ὁρᾶται, τί ταῖς καθ’ ἡμᾶς συνηθείαις ἐνορῶν, εἶτα τοῖς παραδόξοις καὶ ὑπὲρ λόγον τὸν νοῦν ἐνιείς, εἰς ἀδρανεστάτην καὶ ἀμαθῆ τὴν ὀλιγοπιστίαν καταφωρᾶται πεσών; Ὃ δέ μοι θαυμάζειν ἔπεισιν, ἐκεῖνό ἐστιν· ἕνα γὰρ ἐν τούτοις ὁμολογῶν υἱὸν εἰδέναι τὴν ἐκκλησίαν, προστεθεικὼς δὲ ὅτι τὸν δεσπότην Χριστόν, οὐκέτι τετήρηκεν ἕνα. διίστησι
40γὰρ ἀλλήλων τὰ ἡνωμένα καὶ ἀνὰ μέρος ἑκάτερον τίθησιν, οὐ τί μέν ἐστι κατὰ φύσιν ὁ
λόγος, διερευνώμενος, τί δὲ καὶ ἡ σάρξ, ἄνθρωπον δὲ μᾶλλον καὶ θεὸν ὡς ἐν ἰσότητι μόνηι

1,1,6

27

τῆς δόξης, καθάπερ γοῦν οἴεται, συλλέγων εἰς ἕν, ὅπερ ἐστὶ παντελῶς ἀπίθανον, μᾶλλον δὲ καὶ ἀνέφικτον καὶ τὸν τοῦ μυστηρίου λόγον κατασείει πρὸς τὸ ἀκαλλές. ἔφη δὲ οὕτως Δεῖ δὲ ἡμᾶς (νῦν γὰρ ἦλθον εἰς ἔννοιαν) καὶ τὴν κατὰ Νίκαιαν σύνοδον μαθεῖν οὐ‐ δαμοῦ τολμῶσαν εἰπεῖν ὅτι θεὸς 〈λόγοσ〉 ἐγεννήθη ἐκ Μαρίας· ἔφη γὰρ ὅτι πιστεύομεν εἰς
5ἕνα θεὸν πατέρα παντοκράτορα καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν. προσέχετε ὅτι πρότερον τεθεικότες τὸ Χριστός, ὅ ἐστι μήνυμα τῶν δύο φύσεων, οὐκ εἶπαν εἰς ἕνα θεὸν λόγον, ἀλλ’ ἔλαβον τὸ ὄνομα τὸ σημαῖνον ἀμφότερα, ἵνα ὅταν ὑποκαταβαίνων ἀκούσηις θάνατον, μὴ ξενίζηι, ὅταν τὸν σταυρωθέντα καὶ ταφέντα, μὴ πλήττηι τὴν ἀκοὴν ὡς θεότητος ταῦτα παθούσης.
10 Εἶτα τούτοις ἐπιφέρει· Πιστεύομεν εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τὸν μονογενῆ, τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα, τὸν ὁμοούσιον τῶι πατρί, τὸν κατελθόντα [ἐκ τῶν οὐρανῶν] δι’ ἡμᾶς καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου. οὐκ εἶπον ὅτι καὶ γεννη‐ θέντα ἐκ πνεύματος ἁγίου. Διερμηνεύοντας δὲ τοὺς ἁγίους πατέρας τί δὴ ἄρα τὸ σαρκωθέντα ἐστί, φησὶν
15εἰπεῖν τὸ ἐνανθρωπήσαντα. τί δὲ τὸ ἐνανθρωπήσαντα κατασημήνειεν ἄν, διατρανῶν αὐτὸς ἔφη πάλιν· Οὐ τροπὴν τῆς ἰδίας φύσεως ὑπομεινάσης εἰς τὴν σάρκα, ἀλλὰ τὴν ἐνοίκησιν τὴν εἰς ἄνθρωπον. Ἆρα ἂν ἀνάσχοιτό τις τῶν τελούντων ἐν Χριστιανοῖς ἢ τῆς ἐνούσης τοῖς λόγοις ἀβελτηρίας ἢ τῆς τῶν ἐννοιῶν δυσσεβείας; ἆρ’ οὐκ ἐναργὴς εἴη ἂν τοῖς ἀληθῶς ἀρτίφροσι
20βωμολοχία ταυτὶ καὶ τρόπος οὐκ ἀγεννὴς τῆς κατὰ Χριστοῦ γλωσσαλγίας; συκοφαντεῖ γὰρ τὴν ἀλήθειαν. οὐκ εἶναί φησιν υἱὸν ἀληθῶς αὐτόν, ἑτέρωι τοῦτο προσνέμων· προσέχετε γάρ φησιν ὅτι πρότερον τεθεικότες τὸ Χριστός, ὅ ἐστι μήνυμα τῶν δύο φύσεων, οὐκ εἶπαν· πιστεύομεν εἰς ἕνα θεὸν λόγον. καὶ περὶ μὲν τοῦ ὀνόματος, φημὶ δὲ δὴ τοῦ Χριστός, μετὰ βραχὺ διερευνήσομαι πότερόν ποτε τῶν δύο φύσεων σημαντικόν ἐστιν ἢ μή·
25τὸ δὲ ἐν χερσίν, ὡς ἔνι, διαγυμνάζωμεν. οἰστὰ μὲν οὖν εἶεν ἂν κατ’ οὐδένα τρόπον τὰ οὕτως ἐκτόπως καὶ ἀτημελῶς αὐτῶι πεφλυαρημένα, φαίη δ’ ἂν οἶμαί τις, τοὺς ὑπέρ γε τῶν ἁγίων πατέρων ποιούμενος λόγους· τί δρᾶις οὕτως, ὦ γενναῖε, γλῶσσαν τὴν ἄγροικον ἐφιεὶς ἀνδράσιν ἁγίοις, οἷς ἂν πρέποι τὸ λέγεσθαι παρ’ αὐτοῦ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ· οὐχ ὑμεῖς ἐστὲ οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν
30τὸ λαλοῦν ἐν ὑμῖν; τί γὰρ οὐ νενόηται τῶν λίαν ἀπεξεσμένων εἰς ἰσχνότητα τὴν τεθαυμασμένην; τί τῶν ἀναγκαίων παρῶπται δογμάτων ἢ ποῖος αὐτοῖς ἀσφαλείας ἠμέλη‐ ται τρόπος; Οὐ τετολμήκασι, φησί, τοῖς περὶ τῆς πίστεως ἐνθεῖναι λόγοις ὅτι θεὸς λόγος ἐκ Μαρίας ἐγεννήθη.
35 Οὐκοῦν εἰ ταύτης ἕνεκα τῆς αἰτίας τοὺς πρὸ ἡμῶν γεγονότας αἰτιᾶι καὶ λελυπῆσθαι φὴς ὅτι μὴ ἀπαραλλάκτως ταῖς σαῖς εὕρηνται κεχρημένοι φωναῖς, ὥρα τάχα που συναι‐ τιᾶσθαι καὶ αὐτοὺς τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγγελιστάς. συγγεγράφασι μὲν γὰρ
τῆς ἐπὶ Χριστῶι μυσταγωγίας τὰς βίβλους, αὐτολεξεὶ δὲ ταῖς σαῖς οὐκ ἂν ἐπιδείξειέ τις

1,1,6

28

χρησαμένους φωναῖς. ἀλλ’ εἴ σοι δοκεῖ, τουτὶ μὲν πάρες ὡς ** ἄθρει δὲ μᾶλλον τὴν τοῦ πράγματος δήλωσιν 〈εὖ〉 μάλα πεποιημένους. πράττεται μὲν γὰρ πρὸς ἡμῶν ἡ πίστις εἰς τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα· ἐπειδὴ δέ φασι πιστεύειν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν, καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν
5τὸν υἱὸν αὐτοῦ, οὐχ ἕτερος δὲ καθ’ ἡμᾶς Χριστὸς Ἰησοῦς κύριος παρὰ τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς υἱόν, ὃς ἐκ θεοῦ πεφηνὼς καὶ θεὸς ὢν ὁ λόγος γέγονεν ἄνθρωπος, διὰ γεννή‐ σεως δὲ δηλονότι τῆς ἐκ γυναικός, τίνα τρόπον οἱ τὸν τῆς οἰκονομίας κηρύττοντες λόγον οὐκ ἂν ἁλοῖεν αὐτοῦ τὴν ἐκ γυναικὸς κατὰ σάρκα λαλοῦντες γέννησιν; τότε γὰρ δὴ Χριστὸς Ἰησοῦς ὠνόμασται θεὸς ὢν ὁ λόγος καὶ σοφία καὶ ζωὴ καὶ φῶς ὁ υἱός. πρόδηλον οὖν
10ὅτι τῆς τοιᾶσδε κλήσεως ὁ καιρὸς συνειστρέχουσαν ἔχει τὴν γέννησιν, τὴν διά γε φημὶ τῆς ἁγίας παρθένου. ὅτι 〈δὲ〉 πιστεύοντες εἰς Χριστὸν Ἰησοῦν εἰς τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς υἱὸν πιστεύομεν, ἀναφοιτώσης τῆς πίστεως εἰς τὸν πατέρα δι’ αὐτοῦ, σαφὲς ἂν γένοιτο διακεκραγότος αὐτοῦ τῶι κόσμωι παντί· ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμ, ἀλλ’ εἰς τὸν πέμψαντά με καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά
15με καὶ πάλιν πιστεύετε εἰς ἐμ, καὶ εἰς τὸν θεὸν πιστεύετε. καὶ οὐ δή που φαμὲν ὡς δύο πίστεις πρὸς ἡμῶν αἰτεῖ, διδάσκει δὲ μᾶλλον ὡς εἴ τις εἰσδέξαιτο τὴν εἰς αὐτὸν πίστιν, αὐτῶι πεπίστευκε τῶι πατρί. Ἐπειδὴ δὲ κατὰ τὸ εἰκὸς τῆι τῶν ὀνομάτων ὁμωνυμίαι κεχρήσεται, κοινὰ λέγων εἶναι τό τε Χριστός καὶ τὸ κύριος καὶ μὴν καὶ 〈τὸ〉 υἱός πρέπειν τε αὐτὰ διαβεβαιώσεται τῶι
20ἐκ πατρὸς φύντι λόγωι, κἂν εἰ νοοῖτο μόνος καὶ σαρκὸς οὔπω μεταλαχών, καὶ μὴν τῶι ἐκ παρθένου φύντι ναῶι, δεῖται δέ, οἶμαι, βασάνου πολλῆς ὁ ἐπὶ τούτοις λόγος, εἰς καιρόν, ὡς ἔφην, τὸν αὐτῶι πρέποντα χρησίμως αὐτὸν εἰς τὸ παρὸν ἀναθέμενοι, ἐφ’ ἑτέραν ἴωμεν τῆς ἁγίας συνόδου φωνήν, ἣν οὑτοσὶ παρατρέπων ἐπὶ τὸ αὐτῶι δοκοῦν τὴν τῆς ἀληθείας καταβιάζεται δύναμιν. φησὶ γὰρ ὅτι γεγράφασιν οἱ πατέρες· πιστεύομεν εἰς ἕνα κύριον
25Ἰησοῦν Χριστὸν τὸν υἱὸν τὸν μονογενῆ, τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα, τὸν ὁμοούσιον τῶι πατρί, τὸν κατελθόντα δι’ ἡμᾶς καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου. ἐπιφέρει δὲ τού‐ τοις καί φησι περὶ τῶν ἁγίων πατέρων Ὑποκατιόντες δὲ ἑρμηνεύουσι τὸ ἐνανθρωπήσαντα· τοῦτον λέγομεν σαρκωθέντα, οὐ τροπὴν τῆς θείας φύσεως ὑπομεινάσης εἰς τὴν σάρκα, ἀλλὰ τὴν ἐνοίκησιν τὴν εἰς ἄν‐
30θρωπον. Ἐν ἐξηγήσει δὲ πάλιν 〈ἑτέραι〉 τῆς αὐτῆς ἔχεται διανοίας καὶ δὴ καὶ οὕτω φησίν. Ἠκολούθησαν τῶι εὐαγγελιστῆι· καὶ γὰρ ὁ εὐαγγελιστὴς ἐλθὼν εἰς τὴν ἐνανθρώπησιν ἔφυγε γέννησιν εἰπεῖν ἐπὶ τοῦ θεοῦ λόγου καὶ τέθεικε σάρκωσιν. ποῦ; ἄκουσον· καὶ ὁ λόγος σὰρξ ἐγένετο. οὐκ εἶπε· διὰ σαρκὸς ἐγεννήθη· ὅπου γὰρ μνημονεύουσιν
35οἱ ἀπόστολοι ἢ οἱ εὐαγγελισταὶ τοῦ υἱοῦ, τιθέασιν ὅτι ἐγεννήθη ἐκ γυναικός. πρόσεχε τῶι λεγομένωι, παρακαλῶ. ὅπου 〈γὰρ〉 λέγουσι τὸ ὄνομα τοῦ υἱοῦ καὶ ὅτι ἐτέχθη ἐκ γυναικός, τιθέασι τὸ ἐγεννήθη· ὅπου δὲ μνημονεύουσι τοῦ λόγου, οὐδεὶς αὐτῶν ἐτόλμησεν εἰπεῖν γέννησιν διὰ τῆς ἀνθρωπότητος. ὁ γὰρ μακάριος Ἰωάννης ὁ εὐαγγελιστὴς ἐλθὼν εἰς τὸν λόγον καὶ εἰς τὴν ἐνανθρώπησιν αὐτοῦ, ἄκουσον οἷά φησιν· ὁ λόγος σὰρξ
40ἐγένετο.

1,1,6

29

Φέρε δὴ οὖν παραθέντες οἷς ἔφη, καὶ τοῦ καθ’ ἡμᾶς συμβόλου τὴν ἀπόδοσιν, ἴδωμεν εἰ μή τι κεκαινοτόμηται παρὰ τούτου καὶ περὶ αὐτήν· Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, πάντων ὁρατῶν καὶ ἀοράτων ποιη‐ τήν· καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ τοῦ πατρὸς
5μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τῆς αὐτοῦ, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῶι πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῶι οὐρανῶι καὶ τὰ ἐπὶ τῆς γῆς, τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμε‐ τέραν σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα καὶ ἐνανθρωπήσαντα, παθόντα καὶ ἀναστάντα τῆι τρίτηι ἡμέραι, ἀνελθόντα εἰς τοὺς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· καὶ
10εἰς τὸ πνεῦμα τὸ ἅγιον. Ἴθι δὴ οὖν, ὦ γενναῖε, ποῦ τεθείκασιν, εἰπέ, περὶ τοῦ υἱοῦ· σαρκωθέντα ἐκ πνεύ‐ ματος ἁγίου καὶ Μαρίας τῆς παρθένου; ἀλλὰ τοῦτο μὲν ἐκδείξειεν ἂν ἥκιστά γε, πλὴν ἐκεῖνο ἄθρει. φασὶ γὰρ αὐτὸν τὸν ἐκ θεοῦ λόγον, τὸν μονογενῆ, τὸν ἐκ τῆς οὐσίας τοῦ πατρός, τὸν δι’ οὗ τὰ πάντα, τὸ φῶς τὸ ἀληθινόν, σαρκωθῆναί τε καὶ ἐνανθρωπῆσαι
15παθεῖν τε καὶ ἀναστῆναι καὶ μὴν ὅτι κατὰ καιροὺς ἐπανήξει κριτής. ἀλλ’ ἵνα καὶ ταῖς παρ’ αὐτοῦ φωναῖς ἀκριβῆ τὴν βάσανον ἐνιέντες ἴδωμεν τί τὸ χρῆμα τῆς ἐνούσης αὐταῖς ἀμαθίας, διαβεβαιοῦται σαφῶς σαρκωθῆναί τε καὶ ἐνανθρωπῆσαι τὸν ἐκ θεοῦ λόγον αὐτοὺς εἰπεῖν καὶ ταῖς εἰς ἀλήθειαν ψήφοις ὡς τὰ εἰκότα λέγοντας στεφανοῖ. ἆρ’ οὖν, εἰπέ μοι, σαρκωθῆναί τε καὶ ἐνανθρωπῆσαι λέγοντες ἕτερόν τι σημαίνουσι παρὰ τὸ γεγεννῆσθαι κατὰ
20σάρκα; σαρκώσεως γὰρ οὗτος ἂν γένοιτο καὶ μόνος ὁ τρόπος τῶι καὶ ἔξω σαρκὸς καὶ κατὰ φύσιν ἰδίαν ὑφεστηκότι. οὐ γάρ που τὴν σάρκα σεσαρκῶσθαι φαίη τις ἂν οὐδ’ ἂν γένοιτό τις ὃ ἦν, ἀλλ’ εἴπερ τις νοοῖτο περὶ αὐτὸν γενομένη μετάστασις οἰκονομικὴ ἐφ’ ἕτερόν τι παρ’ ὅπερ [οὐκ] ἦν, ἔχοι ἂν ὁ λόγος ἐφ’ ἑαυτῶι δὴ τότε πολὺ τὸ εἰκός. οὐκοῦν εἰ σεσαρκῶσθαί φασι τὸν μονογενῆ, διὰ γεννήσεως σαρκικῆς δρῶιτο 〈δ’〉 ἄν, οἶμαι, τουτὶ
25καὶ οὐ καθ’ ἕτερον τρόπον, πῶς οὐκ ἔφασαν ἐναργῶς ὅτι γεγέννηται κατὰ σάρκα θεὸς ὢν ὁ λόγος; ἀλλ’ οὐκ ὠνόμασται, φησίν, ἐναργῶς ἡ γέννησις. ἀλλ’ ἥ γε τοῦ πράγματος φύσις οὐχ ἑτέραν οἶδε, καθάπερ ἤδη προεῖπον, τοῦ σεσαρκῶσθαι τὴν ὁδόν, ὥστε κἂν εἰ μή τι λέγοιτο σαφῶς ἔν γε τοῖς τοιούτοις πράγμασιν, οὐ παρὰ τοῦτο τὴν μόνην τῆι φύσει διεγνωσμένην ὁδὸν ἀπολελοιπότες ἐφ’ ἑτέραν ἥξομεν. γέγραπται γὰρ ἐν τῶι τῆς Γενέ‐
30σεως βιβλίωι· καὶ τῶι Σὴθ ἐγένετο υἱὸς καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Ἐνώς. ἆρ’ οὖν, ἐπειδήπερ ἡ γραφὴ τέθεικε τὸ ἐγένετο, τὸν τῆς γεννήσεως τρόπον οὐ παραδεξόμεθα; εἶτα πῶς τοῦτο οὐκ ἀμαθές; αὐτὴ γὰρ ἡμᾶς ἡ τοῦ πράγματος φύσις μόνον οὐχὶ καὶ οὐχ ἑκόντας ἐκβιάσεται πρὸς ὁμολογίαν τὴν τοῦ τετέχθαι νοεῖν αὐτόν. πῶς οὖν ἀκούων τὴν σάρκωσιν οὐ τὰς περὶ τῆς γεννήσεως ἐννοίας εἰσδέχεται παραχρῆμα;
35ὠνομασμένης δὲ ὅλως ἐνανθρωπήσεως, πῶς οὐ συνῆκεν εὐθὺς ὡς τὸ τῆς ἐνανθρωπήσεως χρῆμα πρέποι ἂν οὐκ ἀνθρώπωι μᾶλλον, ἵνα μὴ αὐτό τι φαίνοιτο γεγονὼς ὃ ἦν, ἀλλὰ τῶι ἐκ θεοῦ φύντι λόγωι, οὗ δ’ ἂν ἡ ἐνανθρώπησις ἀληθῶς γενέσθαι πιστεύηται, ἐκεῖ που πάντως ἡ γέννησις, δι’ ἧς ἂν ὁρῶιτο γενόμενος ἄνθρωπος; ἀλλ’ οὐκ αὐτό σοι δοκεῖ κατὰ τοῦτον χρῆναι νοεῖσθαι τὸν τρόπον τὸ σαρκωθῆναί τε καὶ ἐνανθρωπῆσαι λέγεσθαι τὸν τοῦ
40θεοῦ λόγον· ἔφης γὰρ πάλιν, ταῖς ἁπάντων ἐννοίαις ἀνταίρειν ἐπιχειρῶν, σημαίνειν τὴν ἐνανθρώπησιν οὐ τὴν εἰς σάρκα μεταβολὴν τῆς θείας φύσεως, ἀλλὰ τὴν ἐνοίκησιν τὴν εἰς
ἄνθρωπον. τὴν μὲν οὖν τῆς θείας φύσεως εἰς σάρκα παρατροπὴν ἀνέφικτόν τε εἶναί

1,1,6

30

φησι καὶ κατ’ οὐδένα τρόπον αὐτῆι συμβαίνουσαν (καὶ μάλα ὀρθῶς· ἐπαινέσομεν γὰρ ἐν τούτοις ἀριστοεπεῖν ἡιρημένον, φημὶ γὰρ ἀκράδαντον ὑπάρχειν αὐτὴν καὶ ὡς οὐκ ἂν μετα‐ θεῖτο πρὸς ἕτερόν τι παρ’ ὅπερ εἶναι πεπίστευται)· διημάρτηκε δὲ ὅτι τοῦ πρέποντός τε καὶ ἀληθοῦς ὁ λόγος αὐτῶι τὴν ἐνανθρώπησιν εἶναι διαβεβαιουμένωι τὴν εἰς ἄνθρωπον
5ἐνοίκησιν, καταδεῖξαι πειράσομαι. εἰ μὲν γὰρ ἐφ’ ἑνός τε καὶ μόνου τοῦ Ἐμμανουὴλ ἀληθὲς εἶναι τὸ χρῆμά φησι, διδασκέτω τὴν αἰτίαν (μαθεῖν γὰρ οὐκ ἔχω), ἢ γοῦν ὁριστὴν αὐτὸν καὶ νομοθέτην ὧν ἂν βούλοιτο λέγειν ἀκατασκέπτως, ἀνάσχοιτο ἂν οὐδείς· ἀλλ’ οὐκ ἐφ’ ἑνὸς μὲν ἴσως ἡ τῶν ὁρισθέντων διήκει δύναμις οὐ διαβεβλήσεται μὲν κἂν εἰ κατὰ πάντων εἴη τυχόν. οὐκοῦν οὐχ ἅπαξ, ἀλλὰ πλειστάκις ἐνηνθρωπηκότα θεὸν εὑρήσομεν
10καὶ οὔ τί που μόνον τὸν ἐκ θεοῦ πατρὸς λόγον, προσθείην δ’ ἂν ἔγωγε καὶ αὐτὸν τὸν πατέρα καὶ προσέτι τὸ πνεῦμα τὸ ἅγιον. ἔφη μὲν γὰρ δι’ ἑνὸς τῶν ἁγίων προφητῶν περὶ τῶν ἐν πίστει δεδικαιωμένων ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν θεὸς καὶ αὐτοὶ ἔσονταί μου λαός. ἔφη δὲ καὶ αὐτὸς ὁ Χριστός· καὶ ἐάν τίς μου ἀκούσηι, ἐλευσόμεθα ἐγὼ καὶ ὁ πατὴρ καὶ μονὴν παρ’ αὐτῶι
15ποιησόμεθα καὶ ἐν αὐτῶι καταλύσομεν. γέγραφε δέ που καὶ ὁ σοφώτατος Παῦλος· καὶ Μωσῆς μὲν πιστὸς ἐν ὅλωι τῶι οἴκωι αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων, Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτο, οὗ οἶκος ἐσμὲν ἡμεῖς, καὶ μὴν καὶ περὶ τοῦ ἁγίου πνεύματος· οὐκ οἴδατε ὅτι ναὸς θεοῦ ἐστὲ καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν; οὐκοῦν εἰ τὸ ἐνοικῆσαί τισι
20λέγεσθαι καὶ τὸν τῶν ὅλων θεὸν τοῦτ’ ἐστὶν ἡ ἐνανθρώπησις ἢ γοῦν ἡ σάρκωσις, λεγέσθω καὶ ἐφ’ ἑκάστου τῶν τῆς θείας φύσεως γεγονότων κοινωνῶν καὶ μὴν καὶ ἔνοικον ἐσχηκό‐ των αὐτὸν ὅτι [τε] καὶ ἐνηνθρώπησε καὶ πρός γε τούτωι τὸ ἐσαρκώθη. οὗ δὴ γεγο‐ νότος καὶ παραδεχθέντος ὡς ἀληθοῦς, πλειστάκις κἂν λέγοιτο γεγενῆσθαι σὰρξ ὁ ἐκ θεοῦ πατρὸς λόγος, ἐνοικεῖ δὲ καὶ εἰς δεῦρο πολλοῖς τῶν σεβομένων αὐτόν. ἀλλὰ ναί, φησί,
25γέγραπται περὶ τοῦ θεοῦ λόγου ὅτι ἐσκήνωσεν ἐν ἡμῖν, ἔφη δὲ καὶ ὁ θεσπέσιος Παῦλος περὶ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ ὅτι ἐν αὐτῶι κατώικηκε πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. ἐσκήνωσε μὲν ἐν ἡμῖν ὁμολογουμένως· γέγραπται γὰρ ὡδί· καὶ μὴν καὶ ὅτι κατώικηκεν, οὐκ ἀντιτάξομαι λέγοντί σοι· βούλομαι δὲ μᾶλλον τὰς τῶν θεηγόρων βασανίζειν φωνάς. ὁ μὲν γὰρ μακάριος εὐαγγελιστὴς προ‐
30ειρηκὼς ὅτι καὶ ὁ λόγος σὰρξ ἐγένετο, προσεπήνεγκε χρειωδῶς καὶ τὸ ἐσκήνωσεν ἐν ἡμῖν, ἵνα δι’ ἀμφοῖν ἀδιαλώβητον ἡμῖν ἐνεργάσηται τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν γνῶσιν. ὅτι μὲν γὰρ ἡνώθη σαρκὶ καθ’ ὑπόστασιν ὁ ἐκ θεοῦ πατρὸς λόγος, διαμεμή‐ νυκεν ἐναργῶς διά γε τοῦ σάρκα γενέσθαι λέγειν αὐτόν· ὅτι δὲ σὰρξ γεγονὼς οὐκ εἰς τὴν τῆς σαρκὸς μετακεχώρηκε φύσιν, τροπὴν ὑπομείνας τὴν εἰς ὅπερ οὐκ ἦν, ἀλλὰ μετὰ τοῦ
35γενέσθαι καθ’ ἡμᾶς μεμένηκεν ὅπερ ἦν, διατρανοῖ πάλιν τὸ ἐσκήνωσεν ἐν ἡμῖν τῶι πρώτωι προστεθεικώς. κατοικῆσαι δέ φησιν ὁ θεσπέσιος Παῦλος ἐν τῶι Χριστῶι πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, ἵνα μὴ ἁπλῆν ἢ γοῦν σχετικὴν τὴν κατοίκησιν ὑπο‐ τοπήσειέ τις, ἀλλ’ ὥσπερ ἔφην ἀρτίως, ἀληθινήν τε καὶ καθ’ ὑπόστασιν. ὅτι μὲν γὰρ ἀσώματός τέ ἐστι καὶ ἀναφὴς ὁ τοῦ θεοῦ λόγος, οὐκ ἠγνόηκεν ὁ πνευματοφόρος· ἐπειδὴ
40δὲ ἦν ἀναγκαῖον τὴν τοῦ μυστηρίου δήλωσιν κατ’ οὐδένα τρόπον ὁρᾶσθαι μεμωμημένην, ἀκριβῆ δὲ οὕτω γενέσθαι καὶ διηρθρωμένην εἰς τὸ εὐθύ τε καὶ ἀληθές, ὡς ἐπέκεινα παντὸς ἰέναι θαύματος, καταβιάζεται τὸ εἰκὸς καὶ μόνον οὐχὶ τὸ πρέπον ὑπερορᾶι τῆι ἀσωμάτωι
τε καὶ ὑπερτάτωι φύσει. προστέθεικε γὰρ τὸ σωματικῶς, οὐχ ἑτέρως ἔχων εἰπεῖν

1,1,6

31

ἢ ὡς ἂν γένοιτο καὶ νῶι καὶ γλώττηι τῆι καθ’ ἡμᾶς ἐφικτόν. μὴ τοίνυν ἁπλῆν ἡμῖν ὀνομάζοντα ἐνοίκησιν οἴου τι λέγειν αὐτὸν τῶν οὐ σφόδρα διαβεβλημένων· ἀνατρέπων γάρ, καθάπερ οὖν οἴεται, καὶ μάλα νεανικῶς τὴν κατὰ σάρκα γέννησιν τοῦ υἱοῦ, συντίθησι λογισμὸν γραοπρεπῆ καὶ ἠλίθιον καὶ ὑποβάθραν οὐκ ἔχοντα τὴν ἐξ ἀληθείας. γράφει γὰρ
5καὶ ὧδε πάλιν, πεποίηται δὲ πρὸς Ἀρειανοὺς ὁ λόγος αὐτῶι· Ὅμως δὲ κἂν θεότητος μείζονος τὸν θεὸν λόγον ληροῦσι νεώτερον· οὗτοι δὲ αὐτὸν τῆς μακαρίας Μαρίας ἐργάζονται δεύτερον καὶ μητέρα χρονικὴν τῆι δημιουργῶι τῶν χρόνων ἐφιστῶσι θεότητι, μάλλον δὲ οὐδὲ μητέρα τοῦ Χριστοῦ τὴν Χριστοτόκον ἐῶσιν. εἰ γὰρ οὐκ ἀνθρώπου φύσις, ἀλλὰ θεὸς [ὁ] λόγος ἦν, ὥσπερ ἐκεῖνοί φασιν, ὁ παρ’ ἐκείνης, ἡ
10τεκοῦσα τοῦ τεχθέντος οὐ μήτηρ· πῶς γὰρ ἂν εἴη τις μήτηρ τοῦ τῆς φύσεως αὐτῆς ἀλλοτρίου; εἰ δὲ μήτηρ παρ’ αὐτῶν ὀνομάζοιτο, ἀνθρωπότης τὸ τεχθέν, οὐ θεότης· πάσης γὰρ ἴδιον μητρὸς ὁμοούσια τίκτειν. ἢ οὖν οὐκ ἔσται μήτηρ ὁμοούσιον ἑαυτῆι μὴ τε‐ κοῦσα ἢ μήτηρ παρ’ αὐτῶν καλουμένη τὸν ἑαυτῆι κατ’ οὐσίαν ἐγέννησεν ὅμοιον. Ὡς βαθὺ τὸ χρῆμα τῶν ἐννοιῶν, δεινὴ δὲ καὶ δυσδιάφυκτος τοῦ τὰ τοιάδε συγγεγρα‐
15φότος ἡμῖν ἡ ἐκ τῶν συλλογισμῶν ἀνάγκη φαίνεται. πόθεν ἡμῖν τὰ τοιάδε συναγηγερ‐ κὼς εἰς μέσον ἔρχηι μυθάρια; ἢ τίς ὅλως ἀμαθίας εἰς τοῦτο κατώλισθεν ἐννοιῶν, ὡς οἴεσθαί τε καὶ λέγειν τὴν θεότητα τοῦ μονογενοῦς οὐ προαιώνιον ἔχειν τὴν ὕπαρξιν ἐκ πατρός, ἀρχὴν δὲ μᾶλλον τῆς εἰς τὸ εἶναι παρόδου σάρκα τε καὶ αἷμα λαβεῖν; τίς οὕτως ἐμβρόντητος καὶ ὀλιγογνώμων ἐστὶ καὶ τῶν ἱερῶν γραμμάτων ἀνήκοος παντελῶς; τίς οὐ
20διαμέμνηται διακεκραγότος μὲν Ἡσαίου περὶ αὐτοῦ τὴν γενεὰν αὐτοῦ τίς διηγή‐ σεται; γεγραφότος δὲ καὶ Ἰωάννου σαφῶς ἐν ἀρχῆι ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος. πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. καὶ εἰ πάντα δι’ αὐτοῦ, πῶς τῶν δι’ αὐτοῦ γεγονότων ὀψιγενέστερος εἴη ἂν ὁ πρὸ παντὸς αἰῶνος καὶ χρόνων; τί τοίνυν τὸ πᾶσιν ἀπόβλητον ὡς
25εἰρημένον εἰσφέρεις; παῦσαι συκοφαντῶν τοὺς τὰ σὰ δικαίως ἐπαιτιωμένους καὶ τῆς ἐν αὐτοῖς ἀμαθίας διαγελῶντας τὸ μέγεθος. Ὅτε τοίνυν οὐδεὶς ὁ λέγων ἐστὶν ὡς ἐκτέτοκεν ἡ παρθένος ἐκ τῆς ἰδίας σαρκὸς τὴν τῆς θεότητος φύσιν, μὴ διατείνου μάτην λογισμοὺς ἡμῖν ἀναπλέκων οὐκ ἐξ ἀληθῶν καὶ ἅπασιν ὁμολογουμένων γεγονότας λημμάτων. τί δέ σε τὸ πεπεικὸς ἀκρατῆ καὶ ἀπύλω‐
30τον οὕτω χαλάσαι τὴν γλῶτταν κατὰ τῶν ὀρθὰ φρονεῖν διεσπουδακότων καὶ παντὸς τοῦ σεβομένου θεὸν ἔγκλημα καταχέαι δεινὸν καὶ παγχάλεπον; ἔφης γὰρ πάλιν ἐπ’ ἐκκλησίας Εἶπον δὲ ἤδη πλειστάκις ὅτι εἴ τις ἢ ἐν ὑμῖν ἀφελέστερος εἴτε ἐν ἄλλοις τισὶ χαίρει τῆι τοῦ θεοτόκος φωνῆι, ἐμοὶ πρὸς τὴν φωνὴν φθόνος οὐκ ἔστι· μόνον μὴ ποιείτω τὴν παρθένον θεάν.
35Πάλιν ἡμῖν διαλοιδορῆι καὶ πικρὸν οὕτως ἐπιθήγεις στόμα, ὀνειδίζεις δὲ τὴν συνα‐
γωγὴν κυρίου κατὰ τὸ γεγραμμένον. ἀλλ’ ἡμεῖς γε, ὦ τᾶν, οἱ θεοτόκον λέγοντες αὐ‐

1,1,6

32

τήν· τεθεοποιήκαμεν δὲ οὐδένα πώποτε τῶν τελούντων ἐν κτίσμασι, κατειθίσμεθα δὲ θεὸν εἰδέναι τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς, ἴσμεν δὲ ἄνθρωπον οὖσαν καθ’ ἡμᾶς τὴν μακαρίαν παρθένον. ἁλώσηι δὲ καὶ οὐκ εἰς μακρὰν ἄνθρωπον ἡμῖν θεοφόρον ἀποφαίνων αὐτὸς τὸν Ἐμμανουὴλ καὶ τῶν σῶν ἐπιχειρημάτων τὴν κατάρρησιν ἐπιτιθεὶς ἑτέρωι.
5Τόμος δεύτερος Ἡ γλῶσσα μὲν πῦρ καὶ ἀκατάσχετόν ἐστι κακόν, καθὰ γέγραπται· τὰ δὲ ἐντεῦθεν βλάβη διωθούμενος ὁ θεσπέσιος ψάλλει Δαυίδ· θο, κύριε, φυλακὴν τῶι στόματί μου καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου· μὴ ἐκκλίνηις τὴν καρ‐ δίαν μου εἰς λόγους πονηρίας. τὸ μὲν γὰρ εὐστομεῖν δύνασθαι καὶ ἀκριβῆ τὴν
10ἐπιτήρησιν ἐπὶ γλώττης ἔχειν ὧν ἂν δεήσηι λέγειν ἢ μή, θεόδοτον ἀληθῶς εἴη ἂν καὶ τὸ χρῆμά ἐστιν οὐκ ἐν μικρῶι λόγωι παρά γε τοῖς οὐκ ἀθαύμαστον ἐπιτηδεύουσι πολιτείαν· τό γε μὴν προαλὲς εἰς λόγους καὶ τὸ ἀχάλινον εἰς τερθρείας κινδύνου μεστὸν καὶ εἰς πέ‐ ταυρον ἅιδου κατακομίζει τοὺς κεχρημένους. γέγραπται δὲ ὅτι θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης, οἱ δὲ κρατοῦντες αὐτῆς ἔδονται τοὺς καρποὺς αὐτῆς.
15προσπεφώνηκε δὲ καὶ ἕτερός τις ἡμῖν τῶν σοφῶν· εἰ μὲν ἔστι σοι λόγος συνέσεως, ἀποκρίθητι· εἰ δὲ μ, χεὶρ ἔστω ἐπὶ τῶι στόματί σου. ἀμαθοῦς γὰρ λόγου πῶς οὐκ ἀμείνων ἡ σιωπή; ἐπάρατον δὲ καὶ ἑτέρως τὸ πικροὺς ἐρεύγεσθαι λόγους καὶ τῆς ἀπορρήτου δόξης καταχέαι φωνὰς τὰς ἀλιτηρίους, καίτοι δέον ἀκαταλήκτοις αὐτὴν εὐφημίαις καταγεραίρεσθαι πρὸς ἡμῶν. ἁμαρτάνοντες δὲ εἰς τοὺς ἀδελφοὺς
20καὶ τύπτοντες ἀσθενοῦσαν τὴν συνείδησιν εἰς Χριστὸν ἁμαρτάνομεν· γέγραφε γὰρ οὕτως ὁ θεσπέσιος Παῦλος. καὶ ταῦτα φημὶ τοῖς Νεστορίου λόγοις ἐντετυχηκὼς καὶ οὐ μόνον αὐτὸν ἀποφάσκοντα βλέπων τὸ χρῆναι λέγειν ἡμᾶς ὡς ἔστι μὲν θεοτόκος ἡ ἁγία παρθένος, ἐκτέτοκε δὲ θεὸν ὄντα τὸν Ἐμμανουήλ, ἀλλὰ γὰρ ἔτι πρὸς τούτωι καὶ καθ’ ἑτέρους τρόπους τῆι Χριστοῦ δόξηι πολεμεῖν ἐγνωκότα· θεοφόρον γὰρ ἡμῖν αὐτὸν πειρᾶται
25δεικνύειν καὶ οὐχὶ θεὸν ἀληθῶς, ἄνθρωπον δὲ θεῶι συνημμένον ὡς ἐν ἰσότητι τῆς ἀξίας. οὕτω γὰρ αὐτῶι καὶ μόνωι παρὰ πάντας τοὺς ἄλλους δοκεῖ φρονεῖν τε καὶ λέγειν, καίτοι τῆς καθολικῆς ἐκκλησίας, ἣν αὐτὸς ἑαυτῶι παρέστησεν ὁ Χριστός, τὰς τοῦ τὰ τοιάδε συγ‐ γεγραφότος οὐκ ἐχούσης ῥυτίδας, οὔσης δὲ μᾶλλον ἀμώμου καὶ ἀνεπίπληκτον παντελῶς τὴν ἐπ’ αὐτῶι γνῶσιν ἐχούσης καὶ τῆς πίστεως τὴν παράδοσιν εὖ μάλα πεποιημένης.
30πιστεύομεν γὰρ εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιη‐ τὴν καὶ εἰς ἕνα κύριον Ἰησοῦν τὸν Χριστὸν καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, ἑπόμενοι δὲ ταῖς τούτοις ἐπενηνεγμέναις τῶν ἁγίων πατέρων ὁμολογίαις αὐτὸν τὸν ἐκ τοῦ θεοῦ καὶ πατρὸς οὐσιωδῶς φύντα λόγον καθ’ ἡμᾶς γενέσθαι φαμὲν σαρκωθῆναί τε καὶ ἐνανθρωπῆσαι, τουτέστιν ἑαυτῶι σῶμα λαβεῖν ἐκ τῆς ἁγίας παρθένου καὶ ἴδιον αὐτὸ ποιήσασθαι. οὕτω
35γὰρ ἔσται καὶ ἀληθῶς εἷς κύριος Ἰησοῦς Χριστός, οὕτως αὐτὸν ὡς ἕνα προσκυνήσομεν, οὐκ ἀνὰ μέρος τιθέντες ἄνθρωπον καὶ θεόν, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν εἶναι πιστεύοντες ὡς ἐν θεότητι καὶ ἀνθρωπότητι, τουτέστι θεόν τε ὁμοῦ καὶ ἄνθρωπον. ὁ δέ γε τῆς νεωτάτης ἡμῖν ἀσεβείας εὑρετής, καίτοι Χριστὸν ἕνα λέγειν προσποιούμενος, διαιρεῖ μὲν πανταχοῦ τὰς φύσεις καὶ ἀνὰ μέρος ἵστησιν ἑκατέραν, οὐκ ἀληθῶς ἀλλήλαις συμβῆναι λέγων αὐτάς,
40προφασιζόμενος δὲ προφάσεις ἐν ἁμαρτίαις κατὰ τὸ γεγραμμένον, ἐπινοεῖ τινα συναφείας τρόπον, τὸν κατὰ μόνον, ὡς ἔφην, τὴν ἰσότητα τῆς ἀξίας, καθάπερ ἀμέλει καὶ ἐκ τῶν
αὐτοῦ δειχθήσεται λόγων. καὶ ἐνοικίζει μὲν μεθεκτῶς ὡς ἀνθρώπωι κοινῶι τὸν ἐκ θεοῦ

1,1,6

33

λόγον, μερίζει δὲ τὰς ἐν τοῖς εὐαγγελίοις φωνάς, ὡς ποτὲ μὲν τάσδε τινὰς μόνωι τε καὶ ἰδικῶς ἀνατιθέναι τῶι λόγωι, ποτὲ δὲ ἰδίαι τῶι ἐκ γυναικός. καίτοι πῶς οὐχ ἅπασιν εἴη ἂν οὐκ ἀναμφιλόγως ἔχον ὅτι θεὸς ὢν φύσει γέγονεν ἄνθρωπος ὁ μονογενής, οὐ κατὰ συνάφειαν ἁπλῶς, ὡς γοῦν ἐκεῖνός φησι, τὴν θύραθεν ἐπινοουμένην ἤτοι σχετικήν, ἀλλὰ
5καθ’ ἕνωσιν ἀληθῆ, ἀπορρήτως τε καὶ ὑπὲρ νοῦν, οὕτω τε εἷς νοεῖται καὶ μόνος ἅπας τε αὐτῶι πρέπει λόγος καὶ ὡς ἐξ ἑνὸς προσώπου τὰ πάντα λελέξεται; μία γὰρ ἤδη νοεῖται φύσις μετὰ τὴν ἕνωσιν ἡ αὐτοῦ τοῦ λόγου σεσαρκωμένη, καθάπερ ἀμέλει καὶ ἐφ’ ἡμῶν αὐτῶν νοοῖτ’ ἂν εἰκότως. ἄνθρωπος γὰρ εἷς ἀληθῶς συγκείμενος ἐξ ἀνομοίων πραγμάτων, ψυχῆς δὴ λέγω καὶ σώματος. ἐπισημήνασθαι δὲ καὶ νῦν ἀναγκαῖον ὅτι τὸ ἑνωθὲν
10τῶι θεῶι λόγωι σῶμα φαμὲν ἐψυχῶσθαι ψυχῆι λογικῆι, προσθήσομεν δὲ κἀκεῖνο χρησίμως· ἑτέρα μὲν γὰρ παρὰ τὸν ἐκ θεοῦ λόγον ἡ σὰρξ κατά γε τὸν τῆς ἰδίας φύσεως λόγον, ἑτέρα δὲ πάλιν οὐσιωδῶς ἡ αὐτοῦ τοῦ λόγου φύσις. πλὴν εἰ καὶ νοεῖται διάφορα καὶ εἰς ἑτερότητα φυσικὴν διεσχοινισμένα τὰ ὠνομασμένα, ἀλλ’ εἷς ἐξ ἀμφοῖν νοεῖται Χριστὸς καθ’ ἕνωσιν ἀληθῆ ἀλλήλοις συμβεβηκότων, θεότητός τε καὶ ἀνθρωπότητος. ἐμπεδοῖ
15δὲ πρὸς τοῦτο ἡμᾶς ἡ θεόπνευστος γραφὴ διὰ μυρίων μὲν ὅσων πραγμάτων τε καὶ λόγων, παραδείγμασι δὲ χρωμένη, δι’ ὧν ἄν τις καὶ λίαν ἀκονιτὶ πρός γε τὸ δύνασθαι κατιδεῖν τὸ Χριστοῦ μυστήριον διελάσειε σαφῶς. ἔφη τοίνυν ὁ μακάριος προφήτης Ἡσαίας· καὶ ἀπεστάλη πρός με ἓν τῶν σεραφὶμ καὶ τῆι χειρὶ εἶχεν ἄνθρακα, ὃν τῆι λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἥψατο τοῦ στόματός μου καὶ
20εἶπεν· ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου, καὶ ἀφελεῖ τὰς ἀνομίας σου καὶ τὰς ἁμαρτίας σου περικαθαριε. πολυπραγμονοῦντες δέ, ὡς ἔνι, τὸ τῆς ὁράσεως βάθος, οὐχ ἕτερον εἶναι φαμὲν πλὴν ὅτι τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν ἐν τῶι θυσιαστηρίωι κείμενον ἄνθρακα νοητόν, ἐφ’ ὧι παρ’ ἡμῶν εὐωδιάζει θυμίαμα τῶι θεῶι καὶ πατρί· δι’ αὐτοῦ γὰρ τὴν προσαγωγὴν ἐσχήκαμεν δεκτοί τε ἐσμὲν τὰς πνευματι‐
25κὰς τελοῦντες λατρείας. οὗτος τοίνυν ὁ ἄνθραξ ὁ θεῖος ὅταν ἅψηται τῶν χειλέων τοῦ προσιόντος αὐτῶι, διεσμηγμένον εὐθὺς ἀποφανεῖ καὶ ἁπάσης ἁμαρτίας ἠμοιρηκότα παντελῶς, ἅπτεται δὲ τίνα τρόπον τῶν ἐν ἡμῖν χειλέων, διδάξει λέγων ὁ μακάριος Παῦλος· ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῶι στόματί σου καὶ ἐν τῆι καρδίαι σου, ὅτι ἐὰν εἴπηις ἐν τῶι στόματί σου ὅτι κύριος Ἰησοῦς, καὶ πιστεύσηις ἐν τῆι
30καρδίαι σου ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσηι· καρδίαι γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. ἄν‐ θρακι δὲ παρεικάζεται διά τοι τὸ ἐκ δυοῖν νοεῖσθαι καὶ ἀνομοίων πραγμάτων, συνόδωι γε μὴν τῆι κατὰ ἀλήθειαν μόνον οὐχὶ συνδεῖσθαι πρὸς ἕνωσιν· εἰσδεδυκὸς γὰρ τῶι ξύλωι τὸ πῦρ εἰς οἰκείαν αὐτὸ μεταστοιχειοῖ τρόπον τινὰ δόξαν τε καὶ δύναμιν, καίτοι τετηρηκὸς
35ὅπερ ἦν. μαργαρίτηι δὲ πάλιν ἑαυτὸν ἀφομοιοῖ λέγων ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπωι ἐμπόρωι ζητοῦντι καλοὺς μαργαρίτας, εὑρὼν δὲ ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακεν ὅσα εἶχε, καὶ ἠγόρασεν αὐτόν. ἀκούω δὲ καὶ ἑτέρως ἑαυτὸν ἡμῖν καταδεικνύντος καὶ λέγοντος· ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων. ἔχει μὲν γὰρ ἐν
40ἰδίαι φύσει τὴν θεοπρεπῆ λαμπρότητα τοῦ θεοῦ καὶ πατρός, εὐωδιάζει δὲ πάλιν αὐτό, κατά γε φημὶ τὴν νοητὴν εὐοσμίαν. ὥσπερ τοίνυν ἐπί γε τοῦ μαργαρίτου καὶ μὴν καὶ τοῦ κρίνου νοεῖται μὲν τὸ σῶμα τὸ ὑποκείμενον, ἡ δέ γε ἐν αὐτῶι λαμπρότης ἢ γοῦν εὐωδία κατ’
ἴδιον λόγον ὡς ἕτερα μὲν παρὰ τὰ ἐν οἷς εἰσιν, ἴδια δὲ πάλιν αὐτῶν καὶ οὐκ ἀλλότρια τῶν

1,1,6

34

ἐχόντων ἐστὶ τὰ ἀχωρίστως ἐμπεφυκότα, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον λογιούμεθά τε καὶ 〈νοήσομεν καὶ〉 φρονήσομεν καὶ ἐπί γε τοῦ Ἐμμανουήλ. ἑτεροῖα μὲν γὰρ κατὰ τὴν φύσιν θεότης τε καὶ σάρξ, ἀλλ’ ἴδιον ἦν τοῦ λόγου τὸ σῶμα, τοῦ δὲ σώματος οὐ κεχω‐ ρισμένος ὁ ἑνωθεὶς αὐτῶι λόγος. νοοῖτο γὰρ 〈ἂν〉 ὧδέ τε καὶ οὐχ ἑτέρως ὁ Ἐμμανουήλ,
5τουτέστι μεθ’ ἡμῶν ὁ θεός. τοιγάρτοι ποτὲ μὲν ὡς ἄνθρωπος καὶ ἐκ τῶν τῆς κενώ‐ σεως μέτρων ἑαυτὸν ἡμῖν ἐμφανῆ καθιστὰς ἔφασκεν οὐδεὶς αἴρει τὴν ψυχήν μου π’ ἐμο· ποτὲ δὲ πάλιν ὡς θεὸς ὢν ὁ λόγος καὶ ἐξ οὐρανοῦ νοούμενος καὶ εἷς μετὰ τῆς ἰδίας σαρκὸς οὐδεὶς ἀναβέβηκε, φησίν, εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου.
10 Πανταχόθεν τοίνυν εἰς ἕνωσιν ἀδιάτμητόν τε καὶ ἀληθῆ συνδέοντος ἡμῖν τοῦ ἱεροῦ γράμματος τὸν υἱὸν καὶ εἰς πρόσωπον ἓν ἀποφέροντος ἐν πίστει, διίστησι πολλαχῶς ὁ περιττὸς οὑτοσὶ καὶ 〈κατα〉πεφλυάρηκεν εἰκῆι καὶ αὐτοῦ τοῦ Χριστοῦ, θεὸν ὀνομάζων 〈μόνον〉 τὸν ἐκ θεοῦ πατρὸς λόγον, καθάπερ ἀμέλει προιὼν ὁ λόγος ἐκδείξει σαφῶς [ὡς] ἐν οἰκείωι καιρῶι καὶ τόπωι. ὑποπλάττεται μὲν γὰρ δεδιέναι μὴ ἄρα τις αἰδοῖ τῆι περὶ
15τὴν ἁγίαν παρθένον ἡττώμενος, εἶτα θεοτόκον αὐτὴν ὀνομάσας φυρμὸν καὶ ἀνάκρασιν, τὴν εἰς ἀλλήλας φημί, τῶν ὑποστάσεων γενέσθαι νομίσας τῶν τῆς ἐκκλησίας δογμάτων καταχέηι τὸ ἀκαλλές, καίτοι τοῦτο φρονοῦντος οὐδενός, ἐπανορθῶν δέ, ὡς οἴεται, τὸ δεινόν, ἄνω τε καὶ κάτω τὰ πάντα συγχεῖ, τῶν εἰς ὀρθότητα καὶ ἀλήθειαν ἀφειδήσας ἐννοιῶν. ἔφη γὰρ οὕτως
20 Εἰ μετὰ πίστεως ἁπλῆς τὸ θεοτόκος προέφερες, οὐκ ἄν σοι τῆς λέξεως ἐφθόνησα, τὸν νοῦν ἐξετάζων τοῦ ῥήματος· ἀλλ’ ἐπειδήπερ ὁρῶ σε προφάσει τῆς περὶ τὴν μακαρίαν Μαρίαν τιμῆς τῶν αἱρετικῶν βεβαιοῦντα τὴν βλασφημίαν, διὰ τοῦτο τὴν τῆς λέξεως προ‐ φορὰν ἀσφαλίζομαι, τὸν ἐν τῆι λέξει κρυπτόμενον κίνδυνον ὑφορώμενος. ἵνα δὲ αὐτὸ σαφέστερον καὶ πᾶσιν εὐληπτότερον εἴπω, τοῖς Ἀρείου καὶ Εὐνομίου καὶ Ἀπολιναρίου καὶ
25πάντων τοῖς χοροῖς τῶν τῆς τοιαύτης φατρίας σπουδὴ θεοτόκον εἰσάγειν, ὡς κράσεως γινομένης καὶ τῶν δύο φύσεων μὴ διαιρουμένων μηδὲν τῶν εὐτελῶν εἰς τὴν ἀνθρωπότητα λαμβάνεσθαι καὶ χώραν αὐτοὺς λοιπὸν κατὰ τῆς θεότητος ἔχειν, ὡς πάντων λεγομένων παρ’ ἑνός, οὐ κατὰ τὴν ἀπὸ τῆς συναφείας ἀξίαν, ἀλλὰ κατὰ τὴν φύσιν. εἷς μὲν γὰρ ὁ Χριστὸς καὶ εἷς κύριος· ἀλλ’ ἐπὶ τοῦ Χριστοῦ, ἐπὶ τοῦ μονογενοῦς λέγω υἱοῦ, καὶ τὸ
30Χριστός καὶ τὸ υἱός ποτὲ μὲν ἐπὶ τῆς θεότητος, ποτὲ δὲ ἐπὶ τῆς ἀνθρωπότητος, 〈ποτὲ δὲ ἐπὶ τῆς ἀνθρωπότητοσ〉 καὶ θεότητος. Ὁρᾶις ὅπως πολυτρόποις ἐννοιῶν εὑρήμασιν ἀνοσίως καταποικίλλεται καὶ τὴν κατὰ σάρκα γέννησιν τοῦ μονογενοῦς ὡς οὐκ ἂν ἑτέρως ἐσομένην πειρᾶται δεικνύειν, εἰ μή τις γένοιτο τῶν ὑποστάσεων εἰς ἀλλήλας ἀνάχυσις ἢ γοῦν σύγκρασις; καίτοι τῶν τῆς ἐκκλη‐
35σίας διδασκάλων οὐ τοῦτον ἡμᾶς μυσταγωγούντων τὸν τρόπον. σύνοδον γὰρ ἀληθῆ γενέσθαι φαμέν, ἑνώσαντος μὲν ἑαυτῶι τοῦ λόγου τὸ σῶμα, μεμενηκότος δὲ ὅπερ ἦν· ὃ δὲ τῶν τοιούτων εἰς νοῦν ἔχων οὐδὲν δεδυσσέβηκεν οὐ μετρίως, διιστὰς εἰς δύο πρόσωπά τε καὶ ὑποστάσεις ὁλοτρόπως ἀλλήλων διηιρημένας ἑκατέραι τε λόγους τοὺς αὐτῆι πρέ‐
ποντας ἀνατιθεὶς ἰδικῶς. καὶ πάλιν ἕνα φησὶ Χριστὸν Ἰησοῦν κύριον, ὡς ἀνθρώπου

1,1,6

35

θεῶι συνημμένου κατὰ μόνην τὴν ἀξίαν, οὐ καθ’ ἕνωσιν ἀληθῆ, τουτέστι τὴν κατὰ φύσιν. πῶς οὖν 〈εἷσ〉 ἐστι Χριστὸς καὶ υἱὸς καὶ κύριος, εἴπερ ἀμφοῖν ἀνὰ μέρος ἁρμόσειεν [ἄν], ὡς ἔφης, τὸ ὧδέ τε κατονομάζεσθαι καὶ εἶναι κατὰ ἀλήθειαν διά τοι τὸ συμβῆναι καθ’ ἕνωσιν ἥκιστα μὲν ἀλλήλων τὰς ὑποστάσεις, ἑνοῦσθαι δὲ κατὰ μόνην τὴν ἀξίαν ἤτοι τὴν αὐθεντίαν
5ἢ γοῦν ἐξουσίαν; καίτοι τὰς τῶν πραγμάτων πολυπραγμονοῦντες φύσεις τὰ ἐν ἰσότητι τῆς ἀξίας οὐ ταύτης ἕνεκα τῆς αἰτίας ἀποβεβληκότα καταθρήσαιμεν ἂν τὸ ὑπάρχειν ἰδιοσυστά‐ τως οὔτε μὴν τὸ ἰσομοιρεῖν εἰς δόξαν ἀρκέσει πρὸς ἕνωσιν. οἷόν τι φημί, Πέτρος τε καὶ Ἰωάννης ἄμφω μὲν ἤστην ἀπόστολοί τε καὶ ἅγιοι καὶ ταῖς ἰσομέτροις τιμαῖς καὶ δυνά‐ μεσι ταῖς διὰ τοῦ πνεύματος κατηγλαισμένοι παρὰ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ·
10ἤκουον γὰρ ὁμοῦ τοῖς ἄλλοις· ὑμεῖς ἐστὲ τὸ φῶς τοῦ κόσμου τούτου, καὶ πάλιν· ἀσθενοῦντας θεραπεύετε, νεκροὺς ἐγείρετε, λεπροὺς καθαρίζετε, δαιμό‐ νια ἐκβάλλετε. ἆρα οὖν ἐξ ἰσομοιρούσης ἀξίας ἢ γοῦν αὐθεντίας αὐτοῖς ὑπάρξαι φαμὲν τὸ εἰς ἄνθρωπον ἕνα καταλογίζεσθαι τοὺς δύο καὶ ἀρκεῖ τοῦτο πρὸς ἕνωσιν, τὴν ὡς ἔν γε ταῖς ὑποστάσεσι λέγω; εἶτα πῶς οὐκ ἠλίθιον κομιδῆι τὸ ὧδε φρονεῖν νοοῖτ’ ἂν
15εἰκότως; τί τοιγαροῦν ὑποπλάττηι μὲν εἶναι τὴν πίστιν ὀρθὸς ἕνα λέγων Χριστὸν Ἰησοῦν κύριον, εἶτα διατέμνων εἰς δύο πρόσωπά τε καὶ ὑποστάσεις τὸν ἕνα [καὶ] τὸν μὲν τῆς ἀληθοῦς ἑνώσεως ἀτιμάζεις τρόπον, δι’ ἧς ἀληθῶς εἷς τε καὶ μόνος ἂν εἴη ὁ Χριστός, συνάφειαν δὲ ἀμαθῶς ὀνομάζεις τὴν ἰσοτιμίαν; ποῖος γὰρ οὗτός ἐστι συναφείας τρόπος; ἢ οὐκ οἶσθα ὅτι φίλον πως ἀεὶ τοῖς κατὰ τόνδε τὸν βίον τὸ ἐν εὐκλείαις εἶναι κοσμικαῖς,
20οἳ τὰς παρὰ τῶν κρατούντων πλουτοῦσι τιμάς, ἀλλ’ ἐν ἴσοις ὄντες ἀξιώμασιν ἔσθ’ ὅτε διεστήκασιν ἀλλήλων, ὑπάρξει τε τῆι καθ’ ἕνα φημὶ καὶ μέντοι τῶι 〈μὴ〉 βούλεσθαι τὰ αὐτὰ φρονεῖν τε καὶ δρᾶν; ἀλλ’ εἴπερ ἦν τις δεσμὸς ἀναγκαῖος εἰς ἑνότητα συλλέγων αὐτοὺς τῆς ἀξίας ὁ τρόπος καθάπερ ἀμέλει καὶ σύμβασις φυσική, οὐκ ἂν ἐν ἰσότητι γερῶν ἤτοι τῆς ἀξίας ὑπάρχοντες ὑποστάσεσί τε καὶ γνώμαις εἰς τὸ ἕτερος εἶναι καὶ ἕτερος ἰδικῶς ἀλλή‐
25λων ἀπενοσφίζοντο. ποῦ τοιγαροῦν τὴν σὴν συνάφειαν θήσομεν, τί δὲ καὶ δρᾶσαι λογι‐ σόμεθα; ὁμογνωμονεῖν ἄρα πέπεικεν αὐτοὺς ἢ συμβῆναι παρεσκεύασεν εἰς ἑνότητα μυστικήν; ἀλλ’ οὐκ ἂν ἔχοις εἰπεῖν. ἐκδέδειχε γὰρ ὁ λόγος πρὸς ἄμφω ταυτὶ πολὺ νοσοῦσαν τὸ ἀδρανές. φράζε δέ μοι κἀκεῖνο· προσερήσομαι γὰρ ἀναγκαίως τί τὸ τῆς ἀξίας ὤνησε χρῆμα τόν, ὥσπερ ἔφης αὐτός, τῶι θεῶι λόγωι συνημμένον ἄνθρωπον καὶ ἐκ γυναικός;
30ἆρα γὰρ ἴσον ἀπέφηνεν ἐν δόξηι καὶ ὑπεροχῆι καὶ τοσοῦτον εἶναι παρεσκεύασεν ὅσος ἂν εἶναι πιστεύοιτο καὶ αὐτός; εἶτα πῶς οὐ διαψεύσεται λέγων· τὴν δόξαν μου ἑτέρωι οὐ δώσω; πεφλυάρηκε δὲ μάτην καὶ αὐτὸς ἡμῖν ὁ θεσπέσιος μελωιδὸς ὡδί που λέγων ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῶι κυρίωι ἢ τίς ὁμοιωθήσεται τῶι κυ‐ ρίωι ἐν υἱοῖς θεο; ἢ οὐχ ἕτερος παρὰ τὸν ἕνα καὶ φύσει καὶ ἐκ θεοῦ πατρὸς
35λόγον ὁ κατ’ ἰδίαν ὑπόστασιν τῆς πρὸς αὐτὸν ἑνότητος ἀληθῶς διεσχοινισμένος; εἶτα πῶς οὐχ ἅπασιν ἐναργές; ἀλλ’ οὐκ ἴσον μὲν τῶι θεῶι λόγωι πεποίηκεν ἡ ἀξία τὸν συνημμένον, ὁρᾶταί γε μὴν καὶ ἔστιν ἐν μείοσι. πῶς οὖν ἕνα φὴς Χριστὸν καὶ υἱὸν καὶ κύριον, καίτοι προύχοντος ἑνὸς κατά γε τῶν ἐννοιῶν τὴν δύναμιν καὶ ὑφιζηκότος ἑτέρου τῆς πρὸς αὐτὸν ἰσότητός τε καὶ δόξης; ἄλλως τε (προσεποίσω γὰρ οἷς ἔφην, καὶ τόδε) δεδώρηται
40κατ’ αὐτὸν ὁ ἐκ θεοῦ πατρὸς λόγος τὴν ἰδίαν ἀξίαν τῶι ἐκ γυναικός· κατὰ τίνα δὲ τρόπον αὐτὸ δὴ τουτὶ πεπρᾶχθαί φησι, βασανίζειν ἄξιον. ἆρα γέγονε καὶ αὐτὸς φῶς ἀληθινόν; ἆρα φύσει θεὸς καὶ ζωὴ καὶ σοφία καὶ δημιουργὸς καὶ δύναμις, εἰκὼν καὶ ἀπαύγασμα τῆς ὑποστά‐
σεως τοῦ πατρός, καὶ τὰ τῆς ἄνω δόξης πλεονεκτήματα κεχώρηκε φυσικῶς εἰς ἕνα τινὰ τῶν

1,1,6

36

πεποιημένων; τί οὖν ἐστι τὸ ἐξαίρετον ἐν τῶι κατὰ φύσιν θεῶι; τί τὸ μέγα καὶ ὑπὲρ ἡμᾶς, εἰ ἐνδέχεται τὴν κτίσιν καταπλουτεῖν δύνασθαι καὶ τοῦτο οὐσιωδῶς τὰ ἐν οἷς ἐστιν, ἀγαθά; ἀλλ’ ὡς ἐν μεθέξει τῆς θείας τυχὸν ὑπεροχῆς πεφόρηκε τὴν ἀξίαν; δύο δὴ πάλιν ἀναμφιλόγως υἱοί, εἴπερ ἐστὶν ἀληθὲς ὡς ἕτερόν τι καὶ ἔλαττον κατὰ φύσιν ἐστὶ τοῦ τὴν
5μέθεξιν ἐμποιοῦντος αὐτῶι τὸ σχέσει τῆι πρὸς αὐτὸν τιμώμενον. ἀλώσηι δὴ οὖν οὐδὲ εἰδὼς ἃ λέγεις. αἰτιᾶι δὲ ἀνθ’ ὅτου τοὺς ἑνὶ προσώπωι προσνέμοντας τὰς ἐν τοῖς εὐαγγελίοις φωνάς; ἆρ’ οὐχὶ δύο καινοτομῶν υἱούς; πῶς γὰρ ἔτι κύριος εἷς καὶ Χριστὸς καὶ υἱός, εἰ πρόσωπον ἰδικὸν ἑκατέρωι καὶ λόγος καὶ μὴν καὶ ὑπόστασις ἀναχωροῦσα πρὸς ἑτερότητα καὶ τὸ τῆς ἀληθοῦς ἑνώσεως χρῆμα παραιτουμένη καὶ τὸ ἀσύμβατον ὁλοτρόπως
10ἔχουσα πρὸς τὴν ἑτέραν; καὶ τό γε παράδοξον καὶ τῶν αὐτοῦ δυσφημιῶν ἀποφαῖνον τὴν βδελυρίαν, κοινά φησιν εἶναι τὰ ὀνόματα, τό τε υἱός φημὶ καὶ Χριστός καὶ κύριος. καὶ εἰ μὲν εἶναι κοινά φησιν ὡς ἑνὶ τῶι Χριστῶι καί τισι παρ’ αὐτὸν ἑτέροις, ἔχοι ἂν εἰκὸς ὁ λόγος αὐτῶι· εἰ δὲ διίστησιν ἀμαθῶς οἴεταί τε πρέπειν αὐτὰ καὶ ἰδικῶς τῶι λόγωι καὶ μὴν τῶι ἐκ γυναικός, δύο που πάντως πάλιν καὶ ἀναμφιλόγως Χριστοὶ καὶ υἱοὶ καὶ κύριοι.
15ἔφη γὰρ ὅτι τὸ Χριστός ὄνομα ποτὲ μὲν θετέον ἐπὶ τῆς θεότητος αὐτῆς, ποτὲ δὲ καὶ ἐπὶ τῆς ἀνθρωπότητος ἢ καὶ ἐπ’ ἀμφοῖν, ὀνήσειεν δ’ ἂν ἡ ὁμωνυμία τὸ σύμπαν οὐδὲν εἴς γε τὸ δεῖν ἕνα νοεῖσθαι Χριστὸν καὶ υἱὸν καὶ κύριον, τέμνοντα δίχα 〈μετὰ〉 τοῦ καὶ αὐτὰς ἀλλήλων τὰς ὑποστάσεις ἀποφοιτᾶν καὶ εἰς ἰδικὴν ἑτερότητα τῶν προσώπων διεσταλμένων. ἐμφανῆ γὰρ ὥσπερ ἡμῖν καθιστὰς τῆς ἐνούσης αὐτῶι δυσμαθίας τὴν δύναμιν, προσεπάγει
20καί φησιν Ὅταν οὖν ἡ θεία γραφὴ μέλληι λέγειν ἢ γέννησιν τοῦ Χριστοῦ τὴν ἐκ τῆς μακαρίας παρθένου ἢ θάνατον, οὐδαμοῦ φαίνεται τιθεῖσα 〈τὸ〉 θεός, ἀλλ’ ἢ Χριστός ἢ υἱός ἢ κύριος, ἐπειδὴ ταῦτα τὰ τρία τῶν δύο φύσεών ἐστι σημαντικά, ποτὲ μὲν ταύτης, ποτὲ δὲ ἐκείνης, ποτὲ δὲ ταύτης κἀκείνης. οἷόν τι λέγω, ὅταν τὴν ἐξ ἀνθρώπου γέννησιν ἡμῖν ἡ γραφὴ
25διηγῆται, τί λέγει; ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτο. οὐκ εἶπεν· ἐξαπέστειλεν ὁ θεὸς τὸν θεὸν λόγον, ἀλλὰ λαμβάνει τὸ ὄνομα τὸ μηνῦον τὰς φύσεις τὰς δύο. ἐπειδὴ γὰρ ὁ υἱὸς ἄνθρωπός ἐστι καὶ θεός, λέγει· ἐξαπέστειλε τὸν υἱὸν αὐτοῦ γενό‐ μενον ἐκ γυναικός, ἵνα ὅταν ἀκούσηις τὸ γενόμενον ἐκ γυναικός, εἶτα ἴδηις τὸ ὄνομα προκείμενον τὸ μηνῦον τὰς φύσεις τὰς δύο, [ἵνα] τὴν γέννησιν τὴν ἐκ τῆς μακαρίας
30παρθένου υἱοῦ μὲν καλῆις· υἱὸν γὰρ ἐγέννησε θεοῦ καὶ ἡ Χριστοτόκος παρθένος, ἀλλ’ ἐπει‐ δήπερ ὁ υἱὸς τοῦ θεοῦ διπλοῦς ἐστι τὰς φύσεις, οὐκ ἐγέννησε μὲν τὸν υἱὸν τοῦ θεοῦ, ἀλλ’ ἐγέννησε τὴν ἀνθρωπότητα, ἥτις ἐστὶν υἱὸς διὰ τὸν συνημμένον υἱόν. Ἀλλ’ ἡμεῖς γε, ὦ τᾶν, οἱ τῶν σῶν τερετισμάτων τὰ ἀμείνω φρονεῖν ἐγνωκότες καὶ τῆς θεοπνεύστου γραφῆς ἰχνηλατοῦντες τὸν σκοπὸν ἕνα λεγούσης τὸν πατέρα καὶ θεόν,
35ἐξ οὗ τὰ πάντα, καὶ ἕνα κύριον Ἰησοῦν Χριστόν, δι’ οὗ τὰ πάντα παρήχθη πρὸς γένεσιν, ὅταν ἀκούσωμεν ἐκ τῆς ἁγίας παρθένου γεγεννῆσθαι Χριστόν, τότε δὴ τότε καὶ μάλα ἐμφρόνως καὶ κατ’ εὐθὺ τῆς ἀληθείας ἰέναι σπουδάζοντες τὸν ἐκ θεοῦ πατρὸς φύντα λόγον ἐνανθρωπῆσαί τε φαμὲν καὶ ἑνωθῆναι σαρκὶ καθ’ ὑπόστασιν γεννηθῆναί τε κατὰ σάρκα καὶ τῆς σῆς εἰς τοῦτο τερθρείας οὐκ ἀνεξόμεθα, ἑνὶ δὲ καὶ μόνωι τῶι κατὰ φύσιν υἱῶι τὸ
40Χριστός ὄνομα προσνεμοῦμεν εἰκότως, γεννήσεως ὀνομαζομένης τῆς διὰ τῆς ἁγίας παρθένου.

1,1,6

37

κοινὰ μὲν γάρ, ὡς ἔφην, αὐτῶι καὶ ἑτέροις εἶεν ἂν τὰ τοιάδε τῶν ὀνομάτων ὁμολογου‐ μένως, πολλοὶ γὰρ υἱοὶ κατὰ χάριν καὶ θεοὶ καὶ κύριοι ἔν τε οὐρανῶι καὶ ἐπὶ τῆς γῆς, καθὰ καὶ ὁ θεσπέσιος ἡμῖν γράφει Παῦλος, πλὴν ὡς ἐν μεθέξει τοῦ κατὰ φύσιν καὶ κατὰ μίμησιν· τὸ δέ γε Χριστός ὄνομά τε καὶ χρῆμα πρέποι ἂν κατ’ οὐδένα τρόπον τῶι ἐκ
5πατρὸς ὄντι λόγωι γυμνῶι καὶ καθ’ ἑαυτὸν καὶ ἔξω σαρκὸς πρὸς ἡμῶν νοουμένωι. εἰ δὲ δὴ λέγοιτο κενῶσαί τε ἑαυτὸν καὶ ἐν τῆι τοῦ δούλου καθικέσθαι μορφῆι καὶ καθ’ ἡμᾶς γενέσθαι διὰ τὴν σάρκα, κεκλήσεται καὶ αὐτὸς διά τοι τὸ κεχρίσθαι Χριστός. οὐ γὰρ κέχρισται κατ’ ἰδίαν φύσιν θεὸς ὢν ὁ λόγος, γέγονε δὲ μᾶλλον ἡ χρίσις αὐτῶι περὶ τὸ ἀνθρώπινον. οὕτω τοιγαροῦν προεισβεβηκότος ἐκείνου [περὶ] οὗ γέγονεν ἡ χρίσις (αὐτοῦ
10γὰρ ἡ ἐνανθρώπησις, περὶ ἣν ἡ χρίσις), ὅταν ἡμῖν ὀνομάζηται Χριστός, οὐ κατά γε τὴν σὴν ἀθυροστομίαν ἄνθρωπον ἁπλῶς ὑποτοπήσομεν διηιρημένον τοῦ λόγου καὶ ἀνὰ μέρος κείμενον ἐκ τῆς ἁγίας τετέχθαι παρθένου, ἀλλ’ αὐτόν, ὡς ἔφην, τὸν ἐκ θεοῦ πατρὸς λόγον ἑνωθέντα σαρκὶ καὶ τῶι ἐλαίωι τῆς ἀγαλλιάσεως κεχρισμένον ἀνθρωπίνως παρὰ τοῦ θεοῦ καὶ πατρός. ὅτι δὲ γέγονε τῶι θεῶι λόγωι περὶ τὸ ἀνθρώπινον ἡ χρίσις, ὅτε πέφηνε
15καθ’ ἡμᾶς, 〈τὸ〉 ἱερὸν ἡμᾶς πιστώσεται γράμμα. ὁ μὲν γὰρ θεσπέσιος Ἰακὼβ τῆς τοῦ πατρὸς ἀπαίρων ἑστίας εἰς τὴν τῶν ποταμῶν ἠπείγετο μέσην καὶ πρὸς Λάβαν ἤιει τὸν τοῦ Βαθουήλ, ἑνὶ δὲ τῶν διὰ μέσου χωρίων ἐμβεβληκὼς κατηυλίζετο. καὶ δὴ καὶ λίθωι τὴν κεφαλὴν ὑποκλίνας τὸν ὕπνον εἰσδέχεται κλίμακά τε τεθεαμένος τὴν ἐκ γῆς ἄνω διή‐ κουσαν εἰς τὸν οὐρανὸν ἀναβαίνοντάς τε καὶ καταβαίνοντας δι’ αὐτῆς τοὺς ἀγγέλους,
20ἐπεστηριγμένον δὲ τὸν κύριον ἐπ’ αὐτῆς, θαῦμα μὲν τῶν ὁράσεων ἐποιεῖτο πολύ, λαβὼν δὲ τὸν λίθον, ἔστησεν αὐτὸν στήλην καὶ ἐπέχεεν ἔλαιον ἐπὶ τὸ ἄκρον αὐτῆς. ἄθρει δὴ ἐν τούτοις τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν ἕνα καὶ μόνον καὶ ἀληθῶς υἱὸν ὡς λίθον ἀναστηλούμενον· καὶ γάρ ἐστι λίθος ἐκλεκτὸς ἀκρογωνιαῖος ἔντιμος, εἰς κεφαλὴν γωνίας καὶ εἰς τὰ θεμέλια Σιὼν τεθειμένος παρὰ τοῦ θεοῦ καὶ πατρός. ἄθρει δέ μοι πρὸς
25τούτωι καὶ τίνα κέχρισται τρόπον· οὐ γὰρ ὅλον δι’ ὅλου τῶι ἐλαίωι κατέδευσε τὸν λίθον ὁ θεσπέσιος Ἰακώβ, ἐπέχεε δὲ μᾶλλον ἐπὶ τὸ ἄκρον αὐτοῦ. οὐκοῦν, ἵν’ οὕτως εἴπωμεν, οὐχ ἅπας οὔτε μὴν ἧι λόγος ἐστὶν ὁ μονογενής, εἰς ἰδίαν αὐτὸς κέχρισται φύσιν (πῶς γὰρ ἂν νοοῖτο μετεσχηκὼς τοῦ ἰδίου πνεύματος;), χρίεται δὲ μᾶλλον, ὡς ἔφην, ἐπὶ τὸ ἄκρον, τουτέστιν ἐξωφανῶς καὶ οἷον ἐν μέρει καὶ ἄκρωι τῶι καθ’ ἕνωσιν τὴν ἀληθινὴν
30ἰδίωι σώματι καὶ ὥσπερ λέγεται παθεῖν σαρκὶ ἀνθρωπίνως, καίτοι τὴν φύσιν ὑπάρχων ἀπαθὴς ὡς θεός, οὕτω νοεῖται κεχρισμένος κατά γε τὸ ἀνθρώπινον, καίτοι χρίων αὐτὸς τῶι ἰδίωι πνεύματι τοὺς οἷς ἂν πρέποι μεταλαχεῖν τῆς ἁγιότητος αὐτοῦ. ἀλλ’ ἡμεῖς μὲν ὧδέ τε φρονεῖν ἐγνώκαμεν καὶ ὀρθοποδεῖν εἰθίσμεθα τὴν βασιλικήν τε καὶ ἀδιάστροφον ἐρχόμενοι τρίβον, σημαντικὰ δὲ λέγων οὗτος τῶν δύο φύσεων τὰ τοιάδε τῶν ὀνομάτων,
35ἑκατέραι τὸ δοκοῦν ἀπονέμει μετ’ ἐξουσίας καὶ τὸ μέτριον εἰς λόγους τῆς μετὰ σαρκὸς οἰκονομίας αἰσχύνεται κἂν ἀκούσηι λέγοντος τοῦ μακαρίου Παύλου ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτο, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἄπαγε, φησί, μὴ τὸν ἐκ θεοῦ φύντα λόγον ἀπεστάλθαι νομίσηις· οὐ γὰρ γέγονεν ἐκ γυναικός, οὐ γέγονεν ὑπὸ νόμον.
40 Ὅτι δὲ οὐ φενακισμὸς εἰκαῖος τὰ παρ’ ἡμῶν, κεχρήμεθα δὲ μᾶλλον ταῖς αὐτοῦ φω‐ ναῖς, αὐτὰ δὴ πάλιν εἰς μέσον οἴσω τὰ εἰρημένα Ἐξαπέστειλε γάρ φησιν, ὁ θεὸς τὸν υἱὸν αὐτο, γενόμενον ἐκ γυναικός,
γενόμενον ὑπὸ νόμον. ἐνταῦθα μηνύει μὲν τὰς δύο φύσεις, τὸ συμβὰν δὲ περὶ

1,1,6

38

τὴν ἀνθρωπότητα λέγει, ἐπεὶ ἀπαίτησον τὸν φιλόνεικον· τίς ἐγένετο ὑπὸ νόμον; ὁ θεὸς λόγος; Εἶτα πῶς οὐκ ἐμβρόντητος ἀληθῶς εἴη ἂν τὰ οὕτω σαφῆ καὶ ἅπασιν ἐγνωσμένα καὶ ἀναμφιλόγως ἔχοντα, τό γε ἧκον εἰς αὐτόν, ἀνατρέπειν πειρώμενος; τίνα πέπομφεν ἡμῖν
5ἐξ οὐρανῶν ὁ πατὴρ σωτῆρα καὶ λυτρωτήν; οὐ τὸν ἐκ τῆς οὐσίας αὐτοῦ φύντα λόγον; τίς ἐστιν ὁ καταβὰς καὶ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν, ἵνα πληρώσηι τὰ πάντα; ἆρα τὸ πάντα δύνασθαι πληροῦν τῆς καθ’ ἡμᾶς φύσεως ἔργον εἶναι φὴς καὶ τοῖς τῆς ἀνθρωπότητος ἀνάψεις μέτροις; περὶ τίνος γέγραφεν ὁ μακάριος Ἰωάννης ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν; ἢ τάχα που καὶ αὐτὸς ψευδομυθήσειεν ἂν τοῖς
10Ἰουδαίων δήμοις ἐπιτιμῶν τε καὶ λέγων ὑμεῖς ἐκ τῶν κάτω ἐστ, ἐγὼ ἐκ τῶν ἄνω εἰμ, καὶ πάλιν ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου; εἰ γὰρ ἦν ἄνθρωπος ἐκ γυναικὸς καθ’ ἕνα τῶν ἄλλων καὶ οὐχὶ δὴ μᾶλλον σεσαρκωμένος καὶ ἐν ἀνθρωπείαι μορφῆι πεφηνὼς ὁ ἄνωθέν τε καὶ ἐκ θεοῦ πατρὸς λόγος, πῶς ἂν νοοῖτο καὶ ἄνωθεν καὶ ἐξ οὐρανοῦ; πῶς ἐπάνω πάντων καὶ οὐκ ἀπό γε τοῦ κόσμου, καίτοι κόσμου μέρος ὑπάρχων διὰ τὴν
15σάρκα καὶ ὅσον ἧκεν εἰπεῖν κατά γε τὸ πρέπον τῆι ἀνθρωπότητι μέτρον, γεγονὼς μετὰ πάντων ὑπὸ θεοῦ; ταύτηι τοι καὶ θεὸν ἑαυτοῦ κατωνόμαζε τὸν πατέρα, καίτοι φύσει καὶ αὐτὸς ὑπάρχων θεὸς καὶ ἐκ τῆς οὐσίας αὐτοῦ πεφηνὼς υἱὸς μονογενής. περὶ τίνος ἄρα φησὶν ὁ μακάριος Δαυίδ· ἐξαπέστειλε τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς; σέσωκε γὰρ ἡμᾶς οὐ πρέσβις οὐκ ἄγγελος, ἀλλ’ αὐτὸς ὁ κύριος κατὰ τὰς γραφάς. ἀλλὰ
20ναί, φησίν, ὁ πάντα πληροῦν δυνάμενος θεὸς λόγος ἀπέσταλται· τίνα τρόπον; ποῦ γὰρ οὐκ εἶναι φαμὲν αὐτόν; ἢ καὶ ὅποι πεμφθήσεται; καταγορεύσεις οὖν ἄρα καὶ τοῦ πανσόφου Μωσέως ὡς τὴν ἀπόρρητον τοῦ θεοῦ δόξαν οὐ μετρίως ἠδικηκότος; ἔφη γὰρ ὅτι καταβέ‐ βηκεν ὁ θεὸς εἴδει πυρὸς ἐπὶ τὸ ὄρος Σινᾶ. κἂν ἀκούσηις λέγοντος τοῦ μακαρίου Δαυὶδ πρὸς τὸν τῶν ὅλων κρατοῦντα θεόν· ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ
25κτισθήσονται καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς, ἀπιστήσεις τάχα που καὶ ψευδηγορεῖν οἰήσηι τὸν πνευματοφόρον; οὐ γάρτοι κίνησιν μεταβατικὴν ποιεῖται τὸ θεῖον οὐδ’ ἂν ἐκ τόπου πρὸς τόπον μεταχωρήσειεν ἄν, ὡς οὐκ ἐνὸν αὐτῶι τὸ ἐν πᾶσιν εἶναι καὶ τὰ πάντα πληροῦν. ταῦτά που ** καὶ σαυτόν, λογιῆι δὲ πάλιν καὶ τῶν ἀληθῶν ἀπα‐ ναστήσηι δογμάτων σαυτῶι τε καὶ μόνωι κατακολουθεῖν ἡιρημένος. ἀλλ’ ἦσθά που
30πάντως ἐν ἀμείνοσιν ἐννοίαις, ἐκεῖνο διενθυμούμενος ὡς ἅπας ἡμῖν περὶ θεοῦ λόγος πε‐ ποίηται μὲν ἀνθρωπίνως, νοεῖταί γε μὴν ὡς ἂν αὐτῶι καὶ μόνωι πρέποι· τεθορύβηκε δὲ οὐ μετρίως αὐτὸν τὸ ὑπὸ νόμον λέγεσθαι τὸν ἐκ θεοῦ πατρὸς γεγενῆσθαι λόγον. ἀλλ’ οὐδὲν ἐν τούτωι τὸ δεῖμα· μεμένηκε γὰρ ὃ ἦν, νομοθέτης δηλονότι καὶ θεός. καὶ εἰ μὲν οὐ γέγονεν ἄνθρωπος, οὐ γέγονεν ὑπὸ νόμον· ἐπειδὴ δέ ἐστιν ἀληθὲς ὅτι τεταπείνωκεν
35ἑαυτὸν ὁ κατὰ φύσιν ἰδίαν ἄνω που καὶ ὑψηλός, εἶτα γέγονε καθ’ ἡμᾶς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν καὶ πλούσιος ὢν ἐπτώχευσε διὰ τοῦ γενέσθαι καθ’ ἡμᾶς, πῶς οὐκ ἂν λέγοιτο μεθ’ ἡμῶν γενέσθαι καὶ ὑπὸ νόμον; ἢ γὰρ οὐ λογιούμεθα φρονοῦντες ὀρθῶς τὸ τῆς ἀνθρώπου φύσεως ὁρίζεσθαι μέτρον ὡς ἔν γε τῶι δεῖν καὶ ὑποκεῖσθαι νόμωι; τὸ γὰρ ἄφετόν τε καὶ ὑπὲρ νόμον φύσει τε καὶ ἀληθῶς ἐλεύθερον εἴη ἂν ἕτερον οὐδὲν πλὴν ὅτι τὸ θεῖον.
40οὐκοῦν ὅτε γέγονε σάρξ, τότε γέγονε καὶ ὑπὸ νόμον· συνετέλεσε γὰρ τοῖς δασμολογοῦσι τὸ δίδραχμον, καίτοι κατὰ φύσιν ἰδίαν ἐλεύθερος ὢν ὡς θεὸς καὶ υἱός, καὶ ὅτε γέγονε σάρξ. εἰ δέ σοι δοκεῖ τὸν ἕνα τέμνειν εἰς δύο καὶ ἰδικῶς ἡμῖν ἄνθρωπον ἀποφαίνειν τὸν ἐκ
γυναικός, πῶς ἂν λέγοιτο γενέσθαι καὶ ὑπὸ νόμον ὁ τῆς ὑπὸ νόμον φύσεως ὤν; οὐ

1,1,6

39

γάρτοι τὸ ἔχον τὸ δεῖν ὑποκεῖσθαι νόμωι γένοιτ’ ἂν ὑπὸ νόμον, ἀλλὰ τὸ φύσιν ἔχον τὴν ὑπὲρ νόμον καὶ ἔξω νόμου. μόνη γάρ, ὡς ἔφην, ἐστὶν ἡ θεία τε καὶ ὑπερτάτη φύσις καὶ νόμων ἐπέκεινα καὶ μέντοι καὶ ἐλευθέρα καὶ τὸν ἐπιστάτην ἔχουσα παντελῶς οὐδένα, κατάρχουσα δὲ μᾶλλον αὐτὴ τῶν ὅλων καὶ πᾶσι τὸν ἑαυτῆς ἐπιτιθεῖσα ζυγόν. ὃ δὲ
5λογισμοῦ τοῦ πρέποντος διημαρτηκὼς δυσσεβείας εἰς τοῦτο κατώλισθεν ἐννοιῶν καὶ εἰς ἄκρον ἥκει σκαιότητος ἀπό γε τοῦ διαιρεῖν εἰς δύο τὸν ἕνα κύριον Ἰησοῦν Χριστόν, ὡς ἀνυποστόλως εἰπεῖν μήτε θεὸν ἀληθῶς μήτε μὴν υἱὸν εἶναι κατὰ φύσιν τὸν Ἐμμανουήλ, ὠνομάσθαι δὲ οὕτω Χριστὸν καὶ ἅγιον, καθάπερ ἀμέλει καὶ ἕτεροί τινες τῶν καθ’ ἡμᾶς ἢ γοῦν τῶν λελατρευκότων τοῖς ἀκαθάρτοις δαίμοσιν· ἔφη γὰρ οὕτω πάλιν
10 Ἀλλ’ ὥσπερ λέγομεν θεὸν τὸν πάντων δημιουργὸν καὶ θεὸν τὸν Μωσέα (θεὸν γάρ φησι, τέθεικά σε τοῦ Φαραώ) καὶ υἱὸν τὸν Ἰσραὴλ τοῦ θεοῦ (υἱὸς γάρ φησι, πρωτότο‐ κός μου Ἰσραήλ) καὶ ὥσπερ λέγομεν Χριστὸν τὸν Σαούλ (οὐ μὴ γάρ φησιν, ἐπιβάλω τὴν χεῖρά μου ἐπ’ αὐτόν, ὅτι Χριστὸς κυρίου ἐστί) καὶ 〈τὸν〉 Κῦρον ὡσαύτως (τάδε λέγει κύριος τῶι Χριστῶι μου Κύρωι) καὶ τὸν Βαβυλώνιον ἅγιον (ἐγὼ γάρ
15φησι, συντάσσω αὐτοῖς, 〈ἡγιασμένοι εἰσὶ κἀγὼ ἄγω αὐτούσ〉), οὕτω λέγομεν καὶ τὸν δεσπότην Χριστὸν καὶ θεὸν καὶ υἱὸν καὶ ἅγιον. ἀλλ’ ἡ μὲν κοινωνία τῶν ὀνο‐ μάτων ὁμοία, οὐχ ἡ αὐτὴ δὲ ἀξία. Τί φής; ποῖον ἐρεύγηι λόγον ἀπὸ καρδίας τῆς σῆς καὶ οὐκ ἀπὸ στόματος κυρίου κατὰ τὸ γεγραμμένον; οὐδεὶς λέγει ἀνάθεμα Ἰησοῦν εἰ μὴ ἐν Βεελζεβούλ. ὡς ἂν νοοῖτο
20τυχὸν ἢ λέγοιτο πρὸς ἡμῶν θεὸς ὁ Μωσῆς, οὕτω καὶ ὁ Χριστός, καθ’ ὁμοιότητα δὲ τὴν πρός γε τὸν Ἰσραὴλ εἴη ἂν καὶ υἱός; εἰπέ μοι. ὢ τῆς δυσσεβείας· ὢ λόγων ἠφειδη‐ κότων τῆς τοῦ σωτῆρος ἡμῶν κατεπαίρεσθαι δόξης· ὢ δυσμαθείας ἀκράτου καὶ πάντα νικώσης ὄκνον, τὸν ἐπὶ τῶι χρῆναι φημὶ τῶν τῆς ἐκκλησίας δογμάτων ἀνοσίως καταθρα‐ σύνεσθαι. ψαλλέτω καὶ νῦν ὁ μακάριος Δαυίδ· οἱ ἐχθροὶ κυρίου ἐψεύσαντο
25αὐτῶι. Μωσῆς μὲν γὰρ ὁ θεσπέσιος ἄνθρωπος ἦν καθ’ ἡμᾶς τὴν φύσιν καὶ ἕτερον οὐδέν· ἐπειδὴ δὲ θεοῦ λέγοντος δεῦρο, ἀποστείλω σε πρὸς Φαραὼ βασιλέα Αἰγύπτου καὶ ἐξάξεις τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου, παραιτήσεως ἀφορμὰς ἐποιεῖτο τὴν ἰσχνομυθίαν καὶ τὸ μὴ εὔλαλος εἶναι πρὸ τῆς χθὲς καὶ πρὸ τῆς τρίτης, ἤκουσε θεοῦ λέγοντος· ἰδοὺ δέδωκά σε θεὸν Φαραὼ καὶ Ἀαρὼν ὁ ἀδελ‐
30φός σου ἔσται σοι ὑποφήτης. ἀδρανὴς μὲν γὰρ ὁ νόμος εἰς τὸ ἀπαλλάττειν δύνασθαί τινας τῆς ὑπὸ τῶι διαβόλωι δουλείας, μεσιτεύοντος δὲ τοῦ Χριστοῦ καὶ τοῦτο κατώρθωται, καθάπερ ἀμέλει συνόντος τὸ τηνικάδε τοῦ Ἀαρὼν τῶι θεσπεσίωι Μωσεῖ τῆς ἐν Αἰγύπτωι δουλείας ὁ Ἰσραὴλ ἀπηλλάττετο, ἐπειδὴ δὲ κατὰ καιροὺς ἔμελλεν ὁ Χριστὸς γενέσθαι καὶ ὑπὸ νόμον ὡς καθ’ ἡμᾶς τε καὶ ἄνθρωπος, τέθειταί πως ἐν δευτέροις τοῦ
35Μωσέως ὁ Ἀαρών. καὶ ὁ μὲν τοῦ μυστηρίου λόγος οὑτοσί· πλὴν εἰ ἕλοιτό τις κἀκεῖνο εἰπεῖν ὡς τῆι τοῦ θεοῦ κλήσει καὶ ὁ μέγας ἐκεῖνος τετίμηται Μωσῆς κατὰ τὸ κοινὸν δὴ τοῦτο καὶ ὡς ἐν χάριτι καὶ φιλοτιμίαι τῆι παρὰ θεοῦ [τὸ] πρὸς ἡμᾶς εἰρημένον· ἐγὼ εἶπα·
θεοὶ ἐστὲ καὶ υἱοὶ ὑψίστου πάντες, ἆρα καὶ οὕτω θεὸς ὁ Χριστός; καίτοι πῶς οὐ

1,1,6

40

μανία τοῦτό γε καὶ φρενὸς ἀμαθοῦς ἀπόβρασμα κενόν; ὃ μὲν γάρ, ὡς ἔφην, ψιλῆι καὶ μόνηι τετίμηται κλήσει τὴν φύσιν ἄνθρωπος ὤν, ὃ δέ ἐστι θεὸς ἀληθῶς· θεὸς γὰρ ἦν ὁ λόγος ἐν ἀνθρωπείαι μορφῆι τῆς ἰδίας φύσεως τὴν κατὰ πάντων ὑπεροχὴν ἀδιαλώβητον ἔχων. οὐ γὰρ ἂν ἐν παρατροπαῖς ταῖς ἐπὶ τὸ χεῖρον ἡ θεία γένοιτο φύσις διά γε τοῦ
5καθικέσθαι πρὸς κοινωνίαν αἵματος καὶ σαρκός. καὶ γοῦν ὡς θεὸς ἐπιγινώσκεται καὶ ἄνθρωπος πεφηνὼς καὶ τούτου σαφὴς ἀπόδειξις τὰ ἐν τοῖς εὐαγγελίοις περὶ αὐτοῦ γεγραμ‐ μένα. ἔφη γὰρ ὁ θεσπέσιος Ἰωάννης· ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῆι ἑορτῆι, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτο, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει· αὐτὸς δὲ ὁ Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς διὰ τὸ
10αὐτὸν γινώσκειν πάντα καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσηι περὶ τοῦ ἀνθρώπου· αὐτὸς γὰρ ἐγίνωσκε τί ἦν ἐν τῶι ἀνθρώπωι. καίτοι τὸ καθορᾶν δύνασθαι καρδίαν ἀνδρὸς εἰδέναι τε τὰ κεκρυμμένα πρέποι ἂν οὐκ ἀνθρώπωι, πόθεν; τῶν καθ’ ἡμᾶς ἑνί, ἀλλ’ οὐδ’ ἂν ἑτέρωι τωι τῶν πεποιημένων, μόνωι δὲ μᾶλλον ἐκείνωι ὃς καὶ πλάσαι λέγεται κατὰ μόνας τὰς καρδίας ἡμῶν. εἶτα πῶς ψιλῆι καὶ μόνηι
15τετίμηται κλήσει κατὰ Μωσέα χρηματίζων θεὸς ὁ Ἐμμανουὴλ καὶ οὐχὶ δὴ μᾶλλον ὑπάρχων τοῦτο κατὰ ἀλήθειαν ὅπερ εἶναι καὶ λέγεται; γράφει δὲ οὕτω πάλιν ὁ Ἰωάννης περὶ αὐτοῦ· ὃν γὰρ ἀπέστειλεν ὁ θεός, τὰ ῥήματα τοῦ θεοῦ λαλεῖ καὶ οὐκ ἐκ μέτρου δίδωσι τὸ πνεῦμα. συνιεῖς οὖν ὅπως καίτοι καθ’ ἡμᾶς ὁρώμενος ἄνθρωπος, τὰ ῥήματα τοῦ θεοῦ λαλεῖ; θεῶι γὰρ μόνωι τῶι κατὰ φύσιν καὶ ἀληθῶς πρέποι ἂν ὡς
20ἐξαίρετον καὶ ὑπὲρ τὴν κτίσιν τὸ καὶ ῥήματι δύνασθαι κατορθοῦν τὸ κατὰ γνώμην αὐτῶι καὶ μετόχους ἀποτελεῖν τοῦ ἁγίου πνεύματος τοὺς ἐν πίστει δεδικαιωμένους, ἴδοι δ’ ἄν τις ἐν τούτοις ὄντα Χριστόν. ἔφη μὲν γὰρ τῶι λεπρῶι· θέλω, καθαρίσθητι, τῶι δὲ τῆς χήρας υἱῶι· νεανίσκε, σοὶ λέγω, ἐγέρθητι· μετόχους δὲ τοῦ ἁγίου πνεύματος τοὺς ἰδίους ἀπέφηνε μαθητάς, ἐνεφύσησε γὰρ αὐτοῖς λέγων· λάβετε πνεῦμα ἅγιον.
25εἶτα τίνα τρόπον ὁ εἰς τοῦτο διεληλακὼς καὶ θεοπρεπέσιν εὐκλείαις κατεστεμμένος οὕτω θεὸς ἂν εἴη καθάπερ ἀμέλει καὶ ὁ Μωσῆς; τὴν τίνος 〈ἐκεῖνοσ〉 ἔγνω καρδίαν; τίς πεπί‐ στευκεν εἰς τὸ ὄνομα αὐτοῦ; τίνα δεδικαίωκε διὰ τῆς πίστεως τῆς εἰς ἑαυτόν; ποῦ λελά‐ ληκεν ὡς υἱὸς τοῦ θεοῦ τὰ ῥήματα; καίτοι γε κεκραγὼς ὁρᾶται τοῖς ἐξ Ἰσραήλ· τάδε λέγει κύριος, καὶ μέτρον ἔχων οἰκετικόν· γέγονε γὰρ πιστὸς ὡς θεράπων ἐν τῶι οἴκωι τοῦ θεοῦ.
30εἰ δὲ δὴ καὶ οὕτως υἱὸς ὁ Ἐμμανουὴλ καθὰ καὶ ὁ κατὰ σάρκα γεγονὼς Ἰσραήλ, κατεκό‐ μισας ἐν δούλοις τὸν κατὰ φύσιν ἰδίαν ἐλεύθερον, κἂν εἰ γέγονεν 〈ἐν〉 δούλου μορφῆι διά τοι τὴν σάρκα καὶ τὰ αὐτῆς· ἐν ἴσωι τέθεικας μέτρωι τοῖς κατὰ χάριν υἱοῖς τὸν δι’ ὃν ἐκεῖνοι τὴν τῆς υἱοθεσίας πεπλουτήκασι χάριν. κεχρημάτικε μὲν γὰρ πρωτότοκος ἡμῶν διὰ τὸ ἀνθρώπινον, πλὴν καὶ οὕτω μεμένηκε μονογενὴς ὡς θεός. ταύτηι τοι καθά
35φησιν ὁ σοφώτατος Παῦλος, εἰσενεχθέντα παρὰ τοῦ πατρὸς τὸν πρωτότοκον εἰς τὴν οἰκου‐ μένην προστάττονται προσκυνεῖν αἱ ἄνω δυνάμεις καὶ τὸ ἐπ’ αὐτῶι μαθοῦσαι μυστήριον ἀκαταλήκτοις δοξολογίαις γεραίρουσι τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς υἱόν. εἰ γὰρ δίδωσιν ἐξουσίαν τοῖς λαβοῦσιν αὐτὸν τέκνα θεοῦ γενέσθαι κατά γε τὴν Ἰωάννου φωνὴν καὶ εἴπερ ἐστὶν ἀληθὲς ὡς υἱοποιεῖ τὸ πνεῦμα αὐτοῦ καὶ ἡμᾶς αὐτούς (ἐξαπέστειλε γὰρ ὁ θεὸς
40τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν κράζον ἀββᾶ ὁ πατήρ), ἀνάσχοιτο ἂν οὐδεὶς τῶν εὖ φρονεῖν εἰωθότων τούτου λέγοντος οὕτως εἶναι καὶ αὐτὸν υἱὸν ὡς τὸν Ἰσραήλ. πῶς δὲ καὶ οὕτω Χριστὸς καὶ ἅγιος ὡς ἂν εἶναι λέγοιτο Χριστὸς Κῦρός τε ὁ τῶν Περσῶν βεβασιλευκὼς καὶ μὴν καὶ αὐτοὶ Πέρσαι τε καὶ Μῆδοι; ὥρα γὰρ εἰπεῖν
μηδὲ ἡγιάσθαι Χριστὸν ἀνθρωπίνως, καίτοι καταπτάντος ἐπ’ αὐτὸν τοῦ ἁγίου πνεύματος ἐν

1,1,6

41

εἴδει περιστερᾶς. Κῦρος μὲν γὰρ ὁ Καμβύσου κατεστράτευσε τῆς Βαβυλωνίων κατὰ καιρούς, πεπλάνητο δὲ καὶ τοῖς ἀκαθάρτοις δαίμοσιν ἀνετίθει τὸ σέβας· ἐπειδὴ δὲ θεοῦ παραθήγοντος καὶ διανιστάντος αὐτὸν εἰς ὀργὰς εἷλε τὴν Βαβυλωνίων, ὀνόματι κοινῶι, καίτοι πνεύματι τῶι ἁγίωι μὴ κεχρισμένος, εἴρηται Χριστός, ἅγιοι δὲ οὕτω Πέρσαι τε καὶ
5Μῆδοι οἱ συνασπίζοντες αὐτῶι· λελατρεύκασι γὰρ κἀκεῖνοι τῆι κτίσει παρὰ τὸν κτίσαντα θεὸν καὶ προσκεκυνήκασι τοῖς ἔργοις τῶν ἰδίων χειρῶν. ἐπειδὴ δὲ καὶ ἅπαξ κατά γε τὰς ἐν τῶι Μωσαικῶι νόμωι φωνὰς τὸ ἀφορισθὲν τῶι θεῶι θύμα, κἂν εἴτε μόσχος εἴη τυχὸν ἢ ὄις, ἅγιον ὠνομάζετο, ταύτηι τοι καὶ διὰ τῆς τοῦ προφήτου φωνῆς ἅγιοι κέ‐ κληνται καὶ αὐτοὶ διά τοι τὸ ἀφωρίσθαι τοῖς θείοις νεύμασι πρὸς 〈τὸ〉 ἁλῶναι τὴν
10Βαβυλωνίων. εἴπερ οὖν ἐστιν οὕτω Χριστὸς ὁ Ἐμμανουὴλ καθὰ καὶ ὁ Κῦρος, καὶ οὕτως ἅγιος καθὰ καὶ Μῆδοι καὶ Πέρσαι, φαίη τις ἂν εἰκότως ὡς ἀπό γε τῆς τῶν ἐννοιῶν ἀτο‐ πίας μήτε κεχρίσθαι τῶι ἁγίωι πνεύματι μήτε μὴν ἅγιον ὑπάρχειν αὐτόν. ψευδοεπήσει δὴ οὖν ὁ θεῖος ἡμῶν Δαυὶδ πρὸς αὐτόν που λέγων· ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέ σε, ὁ θεός, ὁ θεός σου ἔλαιον ἀγαλ‐
15λιάσεως παρὰ τοὺς μετόχους σου. καταφλυαρήσας δὲ οὕτω τῆς τοῦ σωτῆρος ἡμῶν ὑπεροχῆς τε καὶ δόξης, ἀποκρούεσθαι δοκεῖ τὰ ἐκ τῶν δυσφημιῶν ἐγκλήματα, μειρα‐ κιῶδές τι καὶ ἀσύνετον λέγων· ἡ μὲν γὰρ κοινωνία, φησί, τῶν ὀνομάτων ὁμοία, οὐχ ἡ αὐτὴ δὲ ἀξία. πῶς; εἰπέ μοι· νοεῖν γὰρ οὐκ ἔχω. εἰ γάρ ἐστιν οὕτω θεὸς ὡς ἂν εἴη καὶ ὁ Μωσῆς, καὶ οὕτως υἱὸς ὡς Ἰσραήλ, οὕτω τε Χριστὸς ὡς Κῦρος, καὶ μὴν καὶ
20οὕτως ἅγιος ὡς Μῆδοι, πῶς ἂν διαφύγοι τὸ καὶ ἐν ἰσότητι κεῖσθαι δεῖν πρὸς αὐτοὺς τῆς ἀξίας; ἁλώσηι δὴ οὖν καὶ εἰς αὐτὴν δεδυσσεβηκὼς τὴν τοῦ λόγου φύσιν· ἔφης γὰρ πάλιν Εἰπὲ τὸν ἀναλαβόντα ὅτι θεός· πρόσθες τὸν ἀναληφθέντα ὅτι δούλου μορφή· ἐπάγαγε μετὰ ταῦτα τὸ τῆς συναφείας ἀξίωμα, ὅτι τῶν δύο ἡ αὐθεντία κοινή· ὅτι τῶν δύο ταὐτὸν
25τὸ ἀξίωμα, τῶν φύσεων μενουσῶν, ὁμολόγει τὴν τῆς ἀξίας ἑνότητα. Διατέμνει μὲν οὖν εἰς δύο δὴ πάλιν, ἀσυνέτως δὲ σφόδρα τὴν τῆς ἑνώσεως δύναμιν τῆι ἀξίαι χαρίζεται, τάχα που μὴ συνιεὶς ὅ τί ποτέ ἐστιν ἡ ἕνωσις καὶ τί τῆς ἀξίας τὸ χρῆμα. πλὴν ἐκεῖνο φαμέν· μίαν ἔφη τῶν δύο φύσεων τὴν αὐθεντίαν καὶ ἓν τὸ ἀξίωμα. ὅτε τοίνυν ὁ ἐν ἰσότητι δόξης τῆι πρὸς θεὸν λόγον οὐχ ὑπερκείσεται τὸν Μωσέα κατά γε
30τὸ εἶναι θεός, δῆλον ἂν εἴη δήπουθεν ὅτι καὶ αὐτὸς ὁ ἐκ θεοῦ λόγος ἰσοστατήσειεν ἂν τῆι τοῦ Μωσέως τάχα που φύσει καὶ δόξηι. εἰ γάρ ἐστιν ἐοικὸς καὶ ἀπαραλλάκτως ἔχον πᾶν ὁτιοῦν τῶι πρώτωι καὶ τρίτωι τὸ διὰ μέσου, εἴη ἂν οὐχ ἑτεροῖος αὐτοῖς ὁ τῆς φύσεως λόγος. ἀλλ’ ἴσως ἐρεῖ τῆς ἀξίας τὸν τρόπον οὐκ εἶναι καὶ φύσιν. οὐκοῦν ἀνθ’ ὅτου τὰ τῆς πρὸς ἄλληλα κοινωνίας καὶ μὴν καὶ ἰσότητος οὐσιωδῶς τοσοῦτον ἀφεστηκότα
35συλλέγειν εἰς μίαν, καθὰ φὴς αὐτός, αὐθεντίαν καὶ τιμαῖς ταῖς ἴσαις στεφανοῦν ἀξιοῖς; ὅπου γὰρ ὅλως μειονεκτεῖται φύσις ἑτέρας ὑπερκειμένης, πῶς ἂν αὐτῆι προσγένοιτο καὶ γερῶν ἰσότης καὶ ἰσομοιροῦν ἀξίωμα καὶ ὁ τῆς εὐκλείας οὐχ ἕτερος τρόπος; Ὅτι δὲ συνάφειαν ὀνομάζων τάχα που τὴν κατ’ ἐγγύτητα μόνην καὶ κατὰ παράθεσιν ἢ γοῦν σχετικὴν νοουμένην αὐτὸς τοῖς ἰδίοις ἀντανίσταται λόγοις, ἃ κατέλυσεν, οἰκοδομῶν
40καὶ ἀνιστὰς τὸ καθηιρημένον, σαφὲς ἂν γένοιτο καὶ διὰ τοῦδε δὴ πάλιν· ἔφη γὰρ οὕτως

1,1,6

42

Διὰ τοῦτο βούλομαι ὑμᾶς μετὰ ἀσφαλείας κροτεῖν· διαίρεσις οὐκ ἔστι τῆς συναφείας, τοῦ ἀξιώματος, τῆς υἱότητος. αὐτοῦ τοῦ εἶναι Χριστὸς οὐκ ἔστι διαίρεσις, τῆς δὲ θεό‐ τητος καὶ ἀνθρωπότητος ἔστι διαίρεσις. ὁ Χριστὸς κατὰ τὸ Χριστὸς ἀδιαίρετος ** οὐ γὰρ ἔχομεν δύο Χριστοὺς οὐδὲ δύο υἱούς. οὐ γὰρ ἔστι παρ’ ἡμῖν πρῶτος 〈Χριστὸσ〉
5καὶ δεύτερος οὐδὲ ἄλλος καὶ ἄλλος οὐδὲ πάλιν ἄλλος υἱὸς καὶ ἄλλος πάλιν, ἀλλ’ αὐτὸς ὁ υἱός ἐστι διπλοῦς οὐ τῆι ἀξίαι, ἀλλὰ τῆι φύσει. Φράζε δή μοι πάλιν τί δὴ ἄρα τὴν ἀδιαίρετον συνάφειαν εἶναι φής; ἆρα τὴν ἕνωσιν, δῆλον δὲ ὅτι τὴν καθ’ ὑπόστασιν, ἣν ἡμεῖς πρεσβεύομεν τοῖς τῆς ἀληθείας συναθλοῦντες δόγμασιν, ἢ ταυτηνὶ τὴν κατὰ παράθεσιν καὶ τὴν πρὸς τόδε τι τοῦ δεῖνος ἐγγύτητα νοου‐
10μένην; δέχεται γὰρ οὕτω τὴν λέξιν ἡ θεόπνευστος γραφή. καὶ γοῦν ἔφη πρὸς Μωσέα τὸν ἱερώτατον περὶ τῆς ἀρχαίας ἐκείνης σκηνῆς συντιθεὶς τοὺς λόγους· καὶ ποιήσεις κρίκους πεντήκοντα χρυσοῦς καὶ συνάψεις τὰς αὐλαίας ἑτέραν τῆι ἑτέραι τοῖς κρίκοις. πέντε γὰρ οὖσαι καὶ ἰδικῶς ἑκάστη πρὸς τὸ ἑτέρα τις εἶναι παρὰ τὰς ἄλλας ἔχουσα, συνῆπτο τοῖς κρίκοις. ἡμεῖς δὲ οὐχ οὕτω φαμὲν πεπρᾶχθαι ἐπὶ Χριστοῦ
15τὴν ἕνωσιν· οὐδὲ γὰρ ὥσπερ ὁ δεῖνα τυχὸν τῶι δεῖνι συνάπτοιτο ἂν ἢ κατὰ τὸν τῆς ὁμοψυχίας τρόπον ἢ γοῦν κατὰ τὸ ἐγγὺς ἐν σώματι, οὕτω καὶ αὐτός, ἀλλὰ γάρ, ὡς ἤδη πλειστάκις ἔφην, ἴδιον ἐποιήσατο σῶμα τὸ ληφθὲν ἐκ τῆς ἁγίας παρθένου, καὶ ἀληθῶς ἡνῶσθαι φαμὲν οὐκ ἀψύχωι σαρκὶ τὸν ἐκ θεοῦ λόγον. οὐκοῦν τῆς παρ’ αὐτοῦ λεγο‐ μένης συναφείας ἡ δύναμις εἰ τὴν καθ’ ἡμᾶς νοουμένην ἑνότητα δηλοῖ, φημὶ δὴ τὴν καθ’
20ὑπόστασιν, ἔφη ἂν εἰκότως μηδεμίαν εἶναι Χριστοῦ τὴν διαίρεσιν κατὰ τὸ εἶναι Χριστόν· οὐ γάρ ἐστιν ἕτερος καὶ ἕτερος οὔτε μὴν υἱὸς καὶ υἱός, ἄλλος καὶ ἄλλος, πρῶτος καὶ δεύτερος, ἀλλ’ εἷς δηλονότι καὶ πρὸ σαρκὸς καὶ μετὰ σαρκός. ἔσται γὰρ οὕτω κατά γε τὴν ἀξίαν, ὡς σὺ φής, καὶ μέντοι τὴν δυναστείαν ἀδιαίρετος, μᾶλλον δὲ ὁ αὐτός. εἶτα πῶς τὸν ἕνα καὶ ἀδιαίρετον διπλοῦν εἶναι φὴς καὶ οὐχὶ τῆι ἀξίαι μᾶλλον, ἀλλὰ τῆι φύσει; οὐ γὰρ ἐπείτοι
25σάρκα λαβὼν ὁ ἐκ θεοῦ πατρὸς λόγος προῆλθεν ἄνθρωπος καθ’ ἡμᾶς, ταύτης ἕνεκα τῆς αἰτίας ὀνομάζοιτο ἂν καὶ διπλοῦς· εἷς γάρ ἐστι καὶ οὐ δίχα σαρκὸς ὁ κατὰ φύσιν ἰδίαν ἔξω σαρκὸς καὶ αἵματος. ὥσπερ γὰρ εἴ τις τῶν καθ’ ἡμᾶς ἄνθρωπον ἀποκτανὼν οὐχ ὡς δύο που μᾶλλον ἠδικηκὼς ἀνθρώπους κατηγοροῖτ’ ἂν εἰκότως, ἀλλ’ ἕνα καὶ μόνον, κἂν ἐννοοῖτο τυχὸν ἐκ ψυχῆς καὶ σώματος καὶ τῶν ἀλλήλοις συμβεβηκότων, ἡ φύσις εἴη ἂν οὐχ
30ἡ αὐτὴ μᾶλλον, ἀλλὰ διάφορος, οὕτω πάλιν ἐπὶ Χριστοῦ νοητέον. οὐ γάρτοι διπλοῦς ἐστιν, ἀλλ’ εἷς τε καὶ μόνος κύριος καὶ υἱὸς ὁ ἐκ θεοῦ πατρὸς λόγος οὐ δίχα σαρκός. ἀνθρωπότητος μὲν γὰρ καὶ θεότητος δοίην ἂν καὶ αὐτὸς ἐγὼ πλείστην εἶναι τὴν διαφορὰν ἤτοι διάστασιν, ἕτερα γὰρ κατά γε τὸν τοῦ πως εἶναι λόγον καὶ οὐδὲν ἀλλήλοις ἐοικότα φαίνεται τὰ ὠνομασμένα· παρενηνεγμένου γε μὴν εἰς μέσον ἡμῖν μυστηρίου τοῦ κατὰ
35Χριστόν, ὁ τῆς ἑνώσεως λόγος οὐκ ἀγνοεῖ μὲν τὴν διαφοράν, ἐξίστησι δὲ τὴν διαίρεσιν, οὐ συγχέων [τὰς φύσεις] ἢ ἀνακιρνῶν τὰς φύσεις, ἀλλ’ ὅτι σαρκὸς καὶ αἵματος μετεσχη‐ κὼς ὁ τοῦ θεοῦ λόγος εἷς δὴ πάλιν καὶ οὕτως υἱὸς νοεῖται καὶ ὀνομάζεται. σὺ δὲ μὴ χρῆναι λέγων Χριστοὺς ὀνομάζεσθαι δύο μήτε μὴν υἱοὺς ὁμολογεῖν εἶναι δύο καὶ τῆς εἰς
τοῦτο δογματικῆς ὀρθότητος ὑποκλέπτων τὴν δόκησιν, δύο δὴ λέγων ἁλίσκηι Χριστοὺς καὶ

1,1,6

43

εἰς ἰδικὴν ἑτερότητα διιστὰς ἄνθρωπον καὶ θεόν, καὶ τὸν μὲν ἐνεργούμενον, τὸν δὲ καὶ ἐνηργηκότα καταδεῖξαι πειρᾶσαι. ἔχει δὲ οὕτω τὰ παρὰ σοῦ Ἡ γοῦν τοῦ μονογενοῦς εὐδοξία ποτὲ μὲν τῶι πατρὶ περιῆπται (ἔστι γάρ φησιν, ὁ πατήρ μου ὁ δοξάζων με), ποτὲ δὲ τῶι πνεύματι (τὸ γὰρ πνεῦμα τῆς ἀληθείας,
5φησίν, ἐμὲ δοξάσει), ποτὲ δὲ τῆι Χριστοῦ δυναστείαι· ἐξελθόντες γάρ φησι, διεκή‐ ρυσσον τὸν λόγον πανταχο, τοῦ κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ 〈τῶν〉 ἐπακολουθούντων σημείων. Εἰ μὲν ὡς δόξης ἐπιδεᾶ τὸν μονογενῆ τοῦ θεοῦ λόγον, καθὸ ἔστι καὶ νοεῖται λόγος καὶ οὔπω σεσαρκωμένος, δεδοξάσθαι φησὶ παρὰ τοῦ πατρὸς καὶ τοῦ ἁγίου πνεύματος, ὅτι
10καὶ παραπταίει καὶ διημάρτηκε τἀληθοῦς, παρήσω λέγειν εἰς τὸ παρόν, ἄγει γὰρ ἡμᾶς ἐφ’ ἕτερον ὁ καιρός· ἐπιλελῆσθαι δέ μοι δοκεῖ τῶν ἀρτίως αὐτῶι τεθεωρημένων τε καὶ εἰρη‐ μένων. ἔφη γάρ· οὐχ ἕτερος καὶ ἕτερος ὁ Χριστός, οὐκ ἄλλος καὶ ἄλλος υἱός· οὐδὲ γὰρ ἔχομεν Χριστοὺς δύο καὶ υἱοὺς δύο. ἀλλ’, ὦ συνετώτατε, φαίην ἄν, εἰ τῆι Χριστοῦ δυναστείαι περιῆφθαι διαβεβαιοῦ τὴν τοῦ μονογενοῦς εὐδοξίαν, πῶς οὐχ ἕτερος καὶ ἕτερος εἶεν ἂν ἢ
15πῶς οὐ δύο πάντηι τε καὶ πάντως, εἴπερ ἐστὶν οὐχ ὁ αὐτὸς ὁ διδοὺς καὶ δεχόμενος ἢ γοῦν περιάπτων ὡς ἑτέρωι παρ’ ἑαυτὸν τὰ φύσει προσόντα αὐτῶι. ἐνήργηκε γοῦν ἐνεργού‐ μενος, ὡς ἕτερός τις ὑπάρχων Χριστὸς παρὰ τὸν μονογενῆ. εἰ γὰρ περιῆπται μὲν αὐτῶι, καθὰ φής, ἡ τοῦ μονογενοῦς εὐδοξία, τῆι δὲ παρ’ αὐτοῦ δυναστείαι χρώμενοι διεκήρυττον τὸν 〈λόγον〉 καὶ ἠργάζοντο τὰς θεοσημείας οἱ θεσπέσιοι μαθηταί, πῶς οὐκ ἀληθὲς ὅπερ
20ἔφην; ἐνήργηκε γὰρ ἀλλοτρίαι δυνάμει χρώμενος, ἵν’ ὁ ἐνεργήσας καὶ οὐκ αὐτῶι που μᾶλλον παρὰ τῶν ἐν κόσμωι δοξάζηται. τί οὖν, εἰπέ μοι, τὸ πλέον ἔν τε αὐτῶι φαίνεται καὶ τοῖς ἁγίοις ἀποστόλοις; ἀποτετελέκασι γὰρ οὐκ ἰδίαι δυνάμει τὰς θαυματουργίας καὶ τοῦτο αὐτοὶ ὡμολόγησαν ἐναργῶς, ἀξιάγαστοι δὲ καὶ τοῦτο εἰδότες καὶ τὸν ἐν αὐτοῖς ἐνεργοῦντα δοξάζοντες. εἶτα πῶς οὐκ ἔδει τὸν ἐνεργούμενον παρ’ ἑτέρου κατὰ σὲ Χριστὸν καὶ
25θύραθεν ἔχοντα τὴν τοῦ μονογενοῦς εὐδοξίαν τοῖς προσιοῦσιν ὡς θεῶι καὶ τῆς παρ’ αὐτοῦ δεδεημένοις ἐπικουρίας ἐπιφωνεῖν· ἐν ὀνόματι τοῦ μονογενοῦς ἢ γοῦν ἐν δυνάμει τόδε τί σοι γένοιτο τῶν ἀγαθῶν; τοῦτο γὰρ ἔδρων οἱ πάνσοφοι μαθηταὶ Ἰησοῦν τὸν ἐκ Ναζαρὲτ ὀνο‐ μάζοντες πανταχοῦ. ἀλλ’ οὐδενὶ μὲν τοῦτο προσπεφώνηκε παντελῶς, ἀνετίθει δὲ μᾶλλον ἰδίαι δυνάμει τὰ κατορθούμενα, ποτὲ μὲν λέγων τοῖς τυφλοῖς πιστεύετε ὅτι δύναμαι
30τοῦτο ποιῆσαι καὶ τὴν συναίνεσιν ἀπαιτῶν, ποτὲ δὲ μετ’ ἐξουσίας [ἀπαιτῶν] λέγων θέλω, καθαρίσθητι. τί μὴ παρεὶς τὰ σαυτῶι τε καὶ μόνωι ἐξηυρημένα γραοπρεπῆ μυθάρια σοφῆι διανοίαι τὸ τοῦ μυστηρίου περιεργάζηι βάθος; ἀλλ’ ἔστιν ἰδεῖν ὅτι τῶν μὲν ἀναγκαίων εἰς ὄνησιν ὀλίγος αὐτῶι παντελῶς ὁ λόγος, δέδιε δὲ ὥσπερ μὴ ἄρα τι καὶ τῶν ἀληθῶς 〈ἐχόντων〉 παραφθέγξαιτο καί τι τῶν ἐπαινουμένων ἁλοίη πεφρονηκώς, οἴεται δὲ
35πᾶν ὁτιοῦν τῶν ἀπηχεστάτων καὶ ἀκατάσκεπτον κομιδῆι τῶν τῆς ἐκκλησίας δογμάτων ποι‐ εῖται τὴν κατάρρησιν, καίτοι μεμνῆσθαι δέον αὐτὸν θεοῦ λέγοντος διὰ φωνῆς Ἰεζεκιὴλ τοῖς τῶν λογικῶν ποιμνίων προεστηκόσιν ὅτι τὴν καλὴν νομὴν ἐνέμεσθε καὶ τὸ καθε‐ στηκὸς ὕδωρ ἐπίνετε καὶ τὸ κατάλοιπον ἐταράττετε τοῖς ποσὶν ὑμῶν καὶ
τὰ πρόβατά μου τὰ πατήματα τῶν ποδῶν ὑμῶν ἐνέμοντο καὶ τὸ τετα‐

1,1,6

44

ραγμένον ὕδωρ ὑπὸ τῶν ποδῶν ὑμῶν ἔπινον. ταῖς μὲν γὰρ θεοπνεύστοις γραφαῖς τὸν νοῦν ἐνιέντες ἡμεῖς τὴν καλὴν νομὴν νεμόμεθα κατὰ τὸ γεγραμμένον καὶ μὴν καὶ τὸ ὕδωρ πίνομεν τὸ καθεστηκός, τουτέστι τὸν ἀμιγῆ τῶι ψεύδει διειδῆ τε καὶ καθα‐ ρώτατον τοῦ πνεύματος λόγον, ἐμφύροντες δὲ καὶ ἀναμίσγοντες θολὸν ὥσπερ τινὰ τῶν
5ἰδίων ἐνθυμημάτων τὸ ἀτερπὲς αὐτῶι ταῖς τοῦ σωτῆρος ἀγέλαις ἐπιβουλεύομεν. ἐκδείξειε δ’ ἂν καὶ τοῦτο ἡμῖν ὥς ἐστιν ἀληθές, τὰ περὶ Χριστοῦ πάλιν αὐτῶι τεθεωρημένα τε καὶ ἀτημελῶς εἰρημένα, ἔχει δὲ οὕτως Ἦν μὲν γὰρ ὁ θεὸς λόγος καὶ πρὸ τῆς ἐνανθρωπήσεως υἱὸς καὶ θεὸς καὶ συνὼν τῶι πατρί, ἀνέλαβε δὲ ἐν ὑστέροις καιροῖς τὴν τοῦ δούλου μορφήν. ἀλλ’ ὢν πρὸ τούτου
10υἱὸς καὶ καλούμενος, μετὰ τὴν ἀνάληψιν οὐ δύναται καλεῖσθαι κεχωρισμένος υἱός, ἵνα μὴ δύο υἱοὺς δογματίσωμεν· ἀλλ’ ἐπειδήπερ ἐκείνωι συνῆπται τῶι ἐν ἀρχῆι ὄντι υἱῶι τῶι πρὸς αὐτὸν συναφθέντι, οὐ δύναται κατὰ τὸ ἀξίωμα τῆς υἱότητος διαίρεσιν δέξασθαι, κατὰ τὸ ἀξίωμα φημὶ τῆς υἱότητος, οὐ κατὰ τὰς φύσεις. διὰ τοῦτο καὶ Χριστὸς ὁ θεὸς λόγος ὀνομάζεται, ἐπείπερ ἔχει τὴν συνάφειαν τὴν πρὸς τὸν Χριστὸν διηνεκῆ καὶ οὐκ ἔστι τὸν
15θεὸν λόγον ἄνευ τῆς ἀνθρωπότητος πρᾶξαί τι. ἀπηκρίβωται γὰρ εἰς ἄκραν συνάφειαν, οὐκ εἰς ἀποθέωσιν κατὰ τοὺς σοφοὺς τῶν δογματιστῶν τῶν νεωτέρων. Ὁ φάναι τολμήσας τὴν τοῦ μονογενοῦς εὐδοξίαν τῆι Χριστοῦ περιῆφθαι δυναστείαι καὶ τὸν τῆς ἑνότητος σύνδεσμον διασπάσας συνάγει πάλιν εἰς ἕνωσιν διαλύει τε αὖ καὶ ἐξίστησιν ἀλλήλων τὰς φύσεις πλεῖστά τε ὅσα περὶ τούτων ἡμῖν κενολογεῖ καὶ τερατεύεται,
20ἵνα κἂν εἴ τι φαίνοιτο λέγων τῶν εἰς ὀρθότητα νενευκότων, ἐξελέγχηται σαφῶς μὴ εἰδὼς ὃ λέγει. εἶναι μὲν γὰρ ἐνθάδε φησὶ τὸν τοῦ θεοῦ λόγον καὶ υἱὸν καὶ θεὸν καὶ πρὸ τῆς ἐνανθρωπήσεως καὶ μὴν ὅτι καὶ ἐν ὑστέροις καιροῖς ἀνέλαβε τὴν τοῦ δούλου μορφήν. φράζε δὴ οὖν, εἰ μή σοι δοκῶ τὰ εἰκότα λέγειν, τίς δὴ ἄρα ἐστὶν ὁ ἐνανθρωπῆσαι λεγό‐ μενος καὶ τί τὸ ἐνανθρωπῆσαι φής; τίς ὁ τὴν τοῦ δούλου μορφὴν ἀναλαβών; ἀνελήφθη
25δὲ παρ’ αὐτοῦ τίνα τρόπον; ὅτι μὲν οὖν ἄνθρωπον ἐνανθρωπῆσαι λέγων γέλωτος ἀξίαν ἀποφανεῖ τὴν ἑαυτοῦ φρένα, πῶς ἂν ἐνδοιάσειέ τις; ὁ γὰρ ὢν ἄνθρωπος κατὰ φύσιν πῶς ἂν ὃ ἦν, γένοιτο πάλιν καὶ ὡς ἐφ’ ἕτερόν τι μετακεχωρηκὼς εἴη ἂν κατά γε φημὶ τὸν τῆς φύσεως λόγον, τὸ δὲ κατὰ φύσιν ἰδίαν οὐκ ἐλεύθερον τίνα τρόπον ἂν λέ‐ γοιτο γεγενῆσθαι δοῦλον, ὡς τοῦτο οὐκ ὂν ἐν ἀρχαῖς; οὐκοῦν οὐκ ἀνθρώπωι πρέποι
30ἂν τὸ ἐνανθρωπῆσαι, πολλοῦ γε δεῖ, καὶ τὴν τοῦ δούλου μορφὴν λαβεῖν οὐχὶ τῶι καὶ ἐν ἀρχαῖς τὸ τῆς δουλείας ἔχοντι μέτρον, ἀλλ’ ἐκείνωι μᾶλλον, ὃς οὐκ ὢν ἄνθρωπος κατὰ φύσιν τοῦτο γενέσθαι πιστεύεται καὶ τῶν ὅλων ὑπάρχων δεσπότης ὡς θεὸς καθῆκεν ἑαυτὸν ἐν τοῖς καθ’ ἡμᾶς, ἑνώσας ἑαυτῶι καθ’ ὑπόστασιν τὸ ἀνθρώπινον καὶ τὴν τοῦ δούλου μορφὴν ἀναλαβών. οὕτω γὰρ ἔσται καὶ ἀληθὲς ὅπερ ἔφης, ὅτι μετὰ τὴν ἀνά‐
35ληψιν οὐ δύναται καλεῖσθαι κεχωρισμένος υἱός, ἵνα μὴ δύο υἱοὺς δογματίσωμεν. καὶ ἡ μὲν τῶν δογμάτων ὀρθή τε καὶ ἀδιάστροφος καὶ εἰς εὐθὺ διάιττουσα τρίβος ἥδε τέ ἐστι καὶ οὐχ ἑτέρα· αὐτὸς δὲ δὴ πάλιν ὁ τὴν ἐνανθρώπησιν ἡμῖν ὀνομάσας τοῦ ἐκ πατρὸς ὄντος λόγου μόνον οὐχὶ καὶ εἰς λήθην εὐθὺς ὧν ἔφη, παρενεχθείς, διίστησι πάλιν εἰς δύο τὸν ἕνα καὶ ταῖς τῶν νοημάτων ἐξιτηλίαις ἀσυφήλως ἐπινηχόμενος καὶ φωναῖς ἀβασανί‐
40στοις ἀεὶ κεχρημένος. ἔφη γάρ

1,1,6

45

Ἀλλ’ ἐπειδήπερ ἐκείνωι συνῆπται τῶι ἐν ἀρχῆι ὄντι υἱῶι τῶι πρὸς αὐτὸν συναφθέντι, οὐ δύναται κατὰ τὸ ἀξίωμα τῆς υἱότητος διαίρεσιν δέξασθαι, κατὰ τὸ ἀξίωμα, φησί, τῆς υἱότητος, οὐ κατὰ τὰς φύσεις. Ὀρθῶς γε, ὦ τάν, τὸ ἀνασφαλὲς εἶναι δοκοῦν 〈ὡσ〉 ἀχρεῖον παραιτῆι, 〈τὸ δ’〉 ἀεὶ
5διεγηγερμένωι κεχρῆσθαι τῶι λόγωι διὰ σπουδῆς τέθειταί σοι. ἰδοὺ γὰρ ἰδοὺ διαιρῶν τὰς φύσεις συλλέγεις εἰς ἕνωσιν κατὰ τὸ ἀξίωμα τῆς υἱότητος. ἆρ’ οὖν ἀπόχρη πρὸς ἕνωσιν ἀληθῆ τοῖς κατὰ φύσιν ἀλλήλων διεστηκόσιν ἡ τῶν ὀνομάτων ταυτότης ἢ γοῦν ὁμωνυμία καὶ τὸ κατ’ αὐτὴν ἀξίωμα; σοὶ γὰρ καὶ οὕτω φάναι δοκεῖ. οὐκοῦν ἐπειδήπερ τό τε Χριστός ὄνομα καὶ μὴν τὸ υἱός καὶ κύριος κοινὰ τέθεινται καὶ ἑτέροις (πλεῖστοι γὰρ
10ὅσοι γεγόνασι Χριστοί, κέκληνται δὲ καὶ υἱοὶ καὶ κύριοι), εἶεν ἂν καὶ αὐτοὶ κατὰ τὸ ἀξίωμα τῆς υἱότητος ἀδιαίρετοί τε ἀλλήλων καὶ ἓν οἱ πάντες καθ’ ἕνωσιν, ἣν δὴ πεπρᾶχθαι νομί‐ ζεις αὐτὸς καὶ ἐπὶ Χριστοῦ. διεστήξει δὴ ὅλως πρὸς τὸν ἐκ θεοῦ λόγον ἄνθρωπος καθ’ ἡμᾶς. εἶτα πῶς οὐ διήιρηνται πάλιν, πῶς δὲ καὶ υἱὸς εἷς, οὐκ ἔχω νοεῖν, εἰ μὴ καθ’ ἕνωσιν ἀληθῆ συμβεβηκέναι φαμὲν τῶι λόγωι τὸ ἀνθρώπινον. ἐπειδὴ δὲ χρὴ διά γε
15τὰς τούτου φωνὰς καὶ εἰς ἐκτόπους ἐννοίας περιενεγκεῖν τὸν λόγον, ἵνα πανταχόθεν ἐλέγχη‐ ται πεφρονηκὼς οὐκ ὀρθά, φέρε δὴ φέρε κἀκεῖνο λέγωμεν. εἰ γὰρ ἀρκεῖ πρὸς ἕνωσιν τῆς υἱότητος τὸ ἀξίωμα, ἐπειδὴ καλεῖταί τε καὶ ἔστιν υἱὸς τοῦ θεοῦ καὶ πατρὸς ὁ ἐξ αὐτοῦ λόγος, κοινὸν δὲ πολλοῖς ἄλλοις τοὔνομα, τί τὸ λυποῦν, εἰπέ μοι, καὶ αὐτοὺς ἡνῶσθαι λέγειν αὐτῶι καὶ τοὺς ἄλλους ἅπαντας, ἵνα μηδὲν ἔχηι παρ’ αὐτοὺς τὸ πλεῖον ὁ Ἐμμα‐
20νουήλ; φιλονεικήσει γὰρ κατὰ τὸ εἰκὸς αὐτῶι καὶ περὶ τῶν ἴσων ἁμιλλήσεται τὸ τῶν αὐ‐ τῶν ὀνομάτων ἠξιωμένον καὶ τῆς συναφείας ἡμῖν ὁ τρόπος κατὰ ψιλὴν καὶ μόνην ἔσται τὴν κλῆσιν ἢ γοῦν τὴν ὁμωνυμίαν. εἶτα τί τὸ τῆς ἐνανθρωπήσεως νοεῖται χρῆμα; τί δὲ πρὸς τούτωι καὶ τὸ ἐν τῆι τοῦ δούλου καθικέσθαι μορφῆι; εἰ γάρ ἐστι κατ’ αὐτὸν ὁ τῆς ἐνανθρωπήσεως τρόπος συνάφειά τις ψιλὴ καὶ κατὰ μόνον τῆς υἱότητος τὸ ἀξίωμα, τί τὸ
25κωλῦον ἔτι καὶ ἐπὶ τοῖς ἄλλοις ἅπασι πεπρᾶχθαι λέγειν αὐτήν; ἀλλ’ ὁρᾶι που πάντως ὁ φιλομαθὴς τοῦ λόγου τὸ ἀκαλλές. ποῖ δὴ οὖν ἀποφέρεται, πρὸς ἃ μὴ θέμις, ἐξεστη‐ κώς; εἰρήσεται δὲ πρὸς ἡμῶν αὐτῶι τὸ διὰ τῆς Ἱερεμίου φωνῆς· ταῖς πολυοδίαις σου ἐκοπίασας· κλυδωνίζεται γὰρ ἀνέμωι παντὶ περιφερόμενος, καθά φησιν ὁ σοφώτατος Παῦλος. οὐκοῦν δέχου τὴν ἄγκυραν τῆς ψυχῆς τὴν ἀσφαλῆ καὶ βεβαίαν, στῆσον ἐπὶ
30πέτραν τοὺς ἑαυτοῦ πόδας· εἰ ἐνανθρωπῆσαι φὴς τὸν τοῦ θεοῦ λόγον, ἀρκέσει τοῦτο πρὸς δήλωσιν τοῦ καθ’ ἡμᾶς γενέσθαι τὸν ὑπὲρ πᾶσαν τὴν κτίσιν· ἔλαβε τὴν τοῦ δούλου μορ‐ φήν, καίτοι τὴν ἐλευθερίαν ἔχων ὡς θεός. ἦν γὰρ ἐν ἰσότητι τοῦ πατρὸς τοῦ τὸ κατὰ πάντων ἔχοντος κράτος. παῦσαι διαιρῶν τὰς φύσεις μετὰ τὴν ἕνωσιν. ὅτι μὲν γὰρ ἕτερόν τι καὶ ἕτερόν ἐστιν ἥ τε θεία καὶ ἡ ἀνθρώπου φύσις, πρέποι ἂν εἰδέναι καὶ
35ἀναγκαῖον εἶναι φημὶ τοῖς ἀρτίφροσι, διεστήκασι γὰρ ἀλλήλων καὶ ἀσυγκρίτοις διαφοραῖς· ἐπὶ δὲ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ συνεισενεγκὼν εἰς ἕνωσιν τὴν ἀληθῆ τε καὶ καθ’ ὑπόστασιν, παραιτοῦ τὴν διαίρεσιν. ἕνα γὰρ οὕτως ὁμολογήσεις Χριστὸν καὶ υἱὸν καὶ κύριον. ἀλλ’ οὐκ οἶδ’ ὅπως ὁ τῶν ἐξιτήλων ἡμῖν δογμάτων εὑρετὴς ἐν σμικρῶι μὲν κομιδῆι πεποίηται λόγωι τὸ τῆς ἑνώσεως χρῆμα, διωσάμενος δὲ καὶ αὐτὸ κατὰ τὸ εἰκὸς
40καὶ τῆς ἀληθείας τὴν δύναμιν κεχώρηκε πάλιν ἐπὶ τὸ αὐτῶι δοκοῦν καί φησι Διὰ τοῦτο καὶ Χριστὸς ὁ θεὸς λόγος ὀνομάζεται, ἐπείπερ ἔχει τὴν συνάφειαν τὴν πρὸς τὸν Χριστὸν διηνεκῆ καὶ οὐκ ἔστι τὸν θεὸν λόγον ἄνευ τῆς ἀνθρωπότητος πρᾶξαί τι. ἀπηκρίβωται γὰρ εἰς ἄκραν συνάφειαν, οὐκ εἰς ἀποθέωσιν κατὰ τοὺς σοφοὺς τῶν δογμα‐
τιστῶν τῶν νεωτέρων.

1,1,6

46

Ὅτε τοίνυν Χριστὸν ὠνομάσθαι φησὶν ἰδικῶς τὸν ἐκ θεοῦ πατρὸς λόγον ὡς ἔχοντα τὴν συνάφειαν πρὸς Χριστόν, ὡς πρὸς ἕτερόν που δηλονότι, πῶς οὐ πεφλυάρηκέ που μά‐ την εἰρηκὼς ὅτι μετὰ τὴν ἀνάληψιν οὐ δύναται καλεῖσθαι κεχωρισμένος 〈υἱόσ〉, εἴπερ οὐχ ἕν τι νοεῖται πρὸς ἡμῶν τὸ ἑτέρωι τινὶ σχετικῶς συνῆφθαι λεγόμενον; δύο γὰρ πάντως τὰ
5ἀλλήλοις συμβαίνοντα καὶ οὐχ ἓν αὐτό τι τὸ ἑαυτῶι συναπτόμενον νοοῖτ’ ἂν εἰκότως. ψευδομυθία δὴ οὖν τὰ ἐκείνου καὶ λῆρος ἑτέρως· ἡμεῖς δὲ μετὰ τὴν ἕνωσιν, κἂν εἰ θεὸν λόγον ὀνομάσειέ τις, οὐ δίχα νοοῦμεν αὐτὸν τῆς ἰδίας σαρκός, κἂν εἴπηι Χριστόν, σαρ‐ κωθέντα τὸν λόγον ἐπιγινώσκομεν. τίς δὲ δὴ ἄρα καὶ ὁ τῆς παρὰ σοῦ λεγομένης συνα‐ φείας νοεῖται τρόπος; εἰ μὲν γὰρ ἡνῶσθαι φὴς καθ’ ὑπόστασιν τῶι ἐκ θεοῦ φύντι λόγωι
10τὸ ἀνθρώπινον, τί τὴν θείαν, εἰπέ μοι, περιυβρίζεις σάρκα, καίτοι προσκυνεῖν αὐτῆι μὴ παραιτούμενος, πρέποντος μόνηι τῆι θείαι τε καὶ ἀπορρήτωι φύσει τοῦ προσκυνεῖσθαι δεῖν; εἰ δὲ ἀληθῆ μὲν οὐκ οἴει γενέσθαι τὴν ἕνωσιν, συνάφειαν δὲ μᾶλλον ἡμῖν ὀνομάζεις τὴν κατά γε τὴν ὁμωνυμίαν καὶ τὴν ἐν ψιλαῖς καὶ μόναις ταῖς ἴσαις κλήσεσιν ἀξίαν, τί σεμ‐ νοληρεῖς ἀπηκριβῶσθαι λέγων τὸν ἐκ γυναικὸς πρὸς ἄκραν συνάφειαν, δῆλον δὲ ὅτι τὴν
15πρὸς τὸν λόγον; ὁμώνυμον μὲν γὰρ ἀλλήλοις εἶεν ἂν τό τε υἱός υἱῶι καὶ κύριος κυρίωι, ἀλλ’ οὐδὲν ἀλλήλων μειονεκτοῖτο ἂν τὰ ὀνόματα καὶ τὸ περιττὸν ἐν τούτοις πολυπραγμο‐ νεῖν εἰκαῖον οἶμαί που· υἱὸς γὰρ υἱοῦ κατὰ τὸ υἱός οὔτε τὸ μεῖζον οὔτε τὸ ἔλαττον ἔχει. περισσοεπεῖς οὖν ἄρα καὶ μάλα σαφῶς, ἀπηκριβῶσθαι λέγων αὐτὸν πρὸς ἄκραν συνάφειαν. πρέποι δ’ ἂν κατά γε τὸ αὐτῶι μοι δοκοῦν οὐχὶ ταῖς ὁμωνυμίας τὸ ἀπηκριβῶσθαι λέγειν
20αὐτὰς ἀλλήλαις, ἐκείνοις δὲ μᾶλλον, ἃ τὴν εἰς πᾶν ὁτιοῦν ἰσότητά τε καὶ ὁμοιότητα τῶν ἓν εἶναι πεπιστευμένων διαλαχόντα φαίνεται, οἷον φέρε εἰπεῖν ἀπηκριβῶσθαι φαμὲν πρὸς ἄκραν ἐμφέρειαν τῆς τοῦ δεῖνος μορφῆς ἢ τὸν ἐξ αὐτοῦ γεγονότα υἱὸν ἢ φέρε εἰπεῖν εἰ‐ κόνα, κατὰ δέ γε τὸν τῆς συναφείας τρόπον πῶς ἂν ἀπηκριβῶσθαι λέγοιντο καὶ νοοῖντό τινα; ἀλλ’ αὐτὸς μὲν ἡμῖν ἡρμήνευσε τῆς συναφείας τὴν δύναμιν· οὐ γὰρ ἔστι, φησί, τὸν
25θεὸν λόγον ἄνευ τῆς ἀνθρωπότητος πρᾶξαί τι. ὁμόφρονες οὖν ἀλλήλοις καὶ ὁμογνώ‐ μονες κατὰ σέ, καὶ ἀπὸ κοινῶν σκεμμάτων ἐφ’ ἕκαστα τῶν πρακτέων ἰέναι πιστεύσομεν τὴν τῶν παρὰ σοῦ λεγομένων υἱῶν ξυνωρίδα· εἶτα πῶς οὐ δύο Χριστοὶ καὶ υἱοὶ καὶ κύριοι; ἀλλ’ ὡς ὀργάνωι τῶι σώματι κεχρῆσθαι τὸν λόγον διισχυρίζηι κατὰ τὸ εἰκός. ἀλλ’ εἰ μὲν ἕνα φὴς υἱὸν καὶ μίαν ὑπόστασιν τὴν τοῦ λόγου σεσαρκωμένην, οὐκ αὐτὸς ἔσται θεό‐
30τητος ὄργανον, κεχρήσεται δὲ μᾶλλον οἷάπερ ὀργάνωι τῶι ἰδίωι σώματι καθάπερ ἀμέλει καὶ ἡ τοῦ ἀνθρώπου ψυχή. οὐκοῦν ὁμολόγησον ἕνα, μὴ διαιρῶν τὰς φύσεις, μετὰ τοῦ εἰδέναι καὶ φρονεῖν ὅτι σαρκὸς μὲν ἕτερος ὁ λόγος, θεότητος δὲ πάλιν ὁ αὐτῆι καὶ μόνηι πρέπων. ἥκιστα μὲν γὰρ θεότητα γενέσθαι φαμὲν τοῦ λόγου τὴν σάρκα, θείαν δὲ μᾶλ‐ λον ὡς ἰδίαν αὐτοῦ. εἰ γὰρ ἀνθρώπου σὰρξ ἡ ἀνθρωπίνη λέγεται, τί τὸ κωλῦον ἔτι
35καὶ θείαν εἰπεῖν τὴν τοῦ θεοῦ λόγου; τί τοίνυν διαγελᾶις τῆς ἀληθείας τὸ κάλλος, ἀπο‐ θέωσιν ἡμῖν ὀνομάζων τῆς ἁγίας σαρκός, μόνον δὲ οὐχὶ καὶ κατονειδίζων τοῖς ὀρθὰ φρο‐ νεῖν ἡιρημένοις τὴν θεοποίησιν; καίτοι λέγων αὐτός Ἵνα τοίνυν δειχθῆι καὶ τοῖς μάγοις τίς ἐστιν οὗτος ὁ παρ’ αὐτῶν προσκυνούμενος καὶ ἐπὶ τίνα ἤγαγεν αὐτοὺς τοῦ πνεύματος τοῦ ἁγίου ἡ χάρις, ὅτι οὐκ ἐπὶ ψιλὸν ἁπλῶς
40θεωρούμενον βρέφος, ἀλλ’ ἐπί τι σῶμα συνημμένον ἀρρήτως θεῶι. Ὅτε τοίνυν ἀρρήτως συνῆφθαι θεῶι τὸ σῶμά φησι, τὸ δὲ ἀπόρρητον ἀληθῶς ὑπὲρ
νοῦν ἐστι καὶ λόγον, ἀληθής που πάντως ἡ ἕνωσις ἢ γοῦν ἡ συνάφεια κατ’ αὐτόν.

1,1,6

47

ἀπόρρητα γὰρ τὰ τοιάδε καὶ τῶν οὕτως ἀλλήλοις συμβεβηκότων οὐκ ἂν οἶμαί τις εἰδείη τὸν τρόπον. εἰ δὲ οἶσθα λέγειν οἴει τε δύνασθαι διατρανοῦν τῆς συναφείας τὴν δύναμιν, πῶς ἀπόρρητον ἔτι τὸ χρῆμά ἐστι; θαυμάζω δὲ ὅτι καίτοι σῶμα λέγων συνῆφθαι θεῶι καὶ τοῦτο ἀπορρήτως, οὐκ αὐτοῦ δὴ τοῦτο καὶ ἴδιον εἶναί φησιν, ἵν’ ὡς ἓν νοοῖτο μετ’ αὐτοῦ,
5μερίζει δὲ πάλιν εἰς ἄνθρωπον καὶ θεὸν ἀνὰ μέρος τε καὶ ἰδικῶς τὸν ἕνα Χριστὸν καὶ κύριον Ἰησοῦν καὶ ὀρθὰ φρονεῖν ὑποπλάττεται λέγων Ἀλλ’ οὐ ψιλὸς ἄνθρωπος ὁ Χριστός, συκοφάντα, ἀλλ’ ἄνθρωπος ὁμοῦ καὶ θεός. εἰ δὲ μόνον ὑπῆρχε θεός, ἐχρῆν εἰπεῖν, Ἀπολινάριε· τί με ζητεῖτε ἀποκτεῖναι, θεὸν ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; 〈νῦν δὲ λέγει· τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον ὃς
10τὴν ἀλήθειαν ὑμῖν λελάληκα;〉 οὗτος ὁ τὸν ἀκάνθινον περιθέμενος στέφανον· οὗτος ὁ λέγων θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπες; οὗτος ὁ τριήμερον τελευτὴν ὑπομείνας· προσκυνῶ δὲ σὺν τῆι θεότητι τοῦτον ὡς τῆς θείας συνήγορον αὐθεντίας. Ἄθρει δή μοι πάλιν συναρπάζοντα μὲν καὶ τῆς ἀληθείας τὴν μόρφωσιν τοῖς ἑαυτοῦ περιθέντα λόγοις (οὐ γὰρ ψιλὸς ἄνθρωπος, φησίν, ὁ Χριστός, ἆλλ’ ἄνθρωπος ὁμοῦ καὶ
15θεός), διιστάντα δὲ πάλιν καὶ οὐχ ἕνα λέγοντα καὶ ἀνυπόθετόν τι δεχόμενον ἀμαθῶς καὶ κατασκευάζοντα τὸ δοκοῦν. ὡς γὰρ λέγοντός τινος γυμνὸν ἐπὶ γῆς καὶ δίχα σαρκὸς ὦφθαί τε ἡμῖν τὸν λόγον καὶ τοὺς πρὸς ἡμᾶς ποιήσασθαι λόγους ἢ γοῦν ἐνεργῆσαι τὰς θεοσημείας, ἢ γοῦν ὅτι κοινὸς ἦν ἄνθρωπος καὶ οὐκ αὐτὸς ὁ λόγος γέγονε σάρξ, οὐ ψιλός, φησίν, ἄνθρωπος ὁ Χριστός, ἀλλὰ καὶ θεός. ἡμεῖς δέ, ὦ βέλτιστε, φαίην ἂν ἔγωγε,
20κἂν λέγωμεν αὐτὸν ἄνθρωπόν τε ὁμοῦ καὶ θεόν, οὐκ ἀνὰ μέρος τιθέντες τὰ τοιάδε φαμέν, τὸν αὐτὸν δὲ μᾶλλον εἰδότες καὶ πρὸ τῆς ἐνανθρωπήσεως υἱὸν καὶ θεὸν καὶ λόγον τοῦ πατρός, ἄνθρωπον δὲ μετὰ τοῦτο καθ’ ἡμᾶς γεγονότα καὶ σεσαρκωμένον. ὃ δὲ διισχυρι‐ ζόμενος μὴ δεῖν αὐτὸν ἄνθρωπον νοεῖσθαι ψιλόν, ἀλλὰ θεὸν καὶ ἄνθρωπον, ἀπονέμει μὲν τὸν ἀκάνθινον στέφανον καὶ τὰ ἕτερα τῶν παθῶν ἰδικῶς ἀνθρώπωι καὶ ἀνὰ μέρος, προ‐
25σκυνεῖν δὲ ὁμολογεῖ σὺν τῆι θεότητι τοῦτον καί, τὸ ἔτι δυσσεβέστερον, ὡς οὐκ ὄντα μὲν κατὰ τὸ εἰκὸς θεὸν ἀληθῶς καὶ υἱόν, συνήγορον δὲ γεγονότα τῆς αὐθεντίας τοῦ λόγου. ὅτι γὰρ διίστησιν ἐναργῶς, σαφηνιεῖ πάλιν τὸ σὺν τῆι θεότητι προσκυνεῖσθαι δεῖν αὐτὸν ὁμολογεῖν. τὸ γὰρ ἑτέρωι συμπροσκυνούμενον ἕτερόν που πάντως ἐστὶ παρ’ ἐκεῖνο μεθ’ οὗ προσκυνεῖσθαι λέγεται. ἡμεῖς δὲ μιᾶι προσκυνήσει τιμᾶν εἰθίσμεθα τὸν Ἐμμα‐
30νουήλ, οὐ διιστάντες τοῦ λόγου τὸ ἑνωθὲν αὐτῶι καθ’ ὑπόστασιν σῶμα. τί δ’ ἂν νοοῖτο τὸ τῆς θείας συνήγορον αὐθεντίας, βασανίζειν ἄξιον. ἆρα γὰρ καὶ αὐτὸς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καθ’ ἕνα τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν ἕτερον τῶι κόσμωι διεκήρυξε Χριστὸν ἢ γοῦν υἱὸν καὶ κύριον ὡς θείαν ἔχοντα τὴν ἐφ’ ἅπασιν αὐθεντίαν ἢ γοῦν ἐξουσίαν, συνηγόρευσε δὲ καὶ αὐτὸς τῆι ἑτέρου δόξηι; καίτοι τῶν θεηγόρων ὁ χορὸς
35Ἰησοῦν Χριστὸν τὸν ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα τῶι κόσμωι διακηρύττουσι καὶ τῆς πίστεως ἡμῶν ὁ τρόπος διὰ τῆς εἰς αὐτὸν ὁμολογίας ἔρχεται, δικαιούμεθα δὲ πιστεύοντες οὐχ ὡς 〈εἰσ〉 ἕνα τῶν καθ’ ἡμᾶς ἄνθρωπον ἁπλῶς, ἀλλ’ εἰς τὸν φύσει τε καὶ ἀληθῶς ὄντα θεόν. καὶ γοῦν ἄθεα μὲν τὰ ἔθνη διετέλουν κατὰ τὸν κόσμον, Χριστὸν οὐκ εἰδότα ποτέ, καθά φησιν ὁ μακάριος Παῦλος· ἐπειδὴ δὲ ἐγνώκασιν, οὐ μεμενήκασιν ἐν ἀγνοίαι τοῦ κατὰ
40φύσιν ὄντος θεοῦ. οὐκοῦν διδασκέτω τῆι τίνος δόξηι καὶ αὐθεντίαι συνηγόρευσεν ὁ

1,1,6

48

Χριστός, καίτοι τῶν προσιόντων αὐτῶι τὴν πίστιν ἐφ’ ἑαυτῶι μὲν αἰτῶν, ἀνατιθεὶς δὲ ταύ‐ την [ἐν] αὐτῶι τῶι πατρί. καὶ γοῦν ἔλεγε· πιστεύετε εἰς ἐμ, καὶ εἰς τὸν θεὸν πιστεύετε, καὶ πάλιν· ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμ, ἀλλ’ εἰς τὸν πέμψαντά με καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με. ἀλλ’ ἴσως τὸ
5συνηγορεῖν κατὰ τὸ αὐτῶι δοκοῦν τάχα που ὑπεμφήνειεν ἂν τὸ ἰσηγορεῖν· ἐφίημι γάρ, καίτοι τῆς λέξεως ἑτέραν ἐχούσης τὴν δήλωσιν. εἶτα πῶς ἰσηγορήσειεν ἂν ἄνθρωπος θεῶι, κατὰ σὲ καὶ τὰς ἐκ τῶν Ἰουδαίων παροινίας διενεγκών; φέρε γὰρ τὸν ἑκατέρωι πρέ‐ ποντα καταθρήσωμεν λόγον. πρέποι δ’ ἂν εἰπεῖν τῶι γε ὄντι θεῶι κατὰ φύσιν· εἰμὶ μὲν ἀόρατος ἀναφὴς καὶ τοῦ παθεῖν ἀνώτερος καὶ μὴν καὶ ἀσώματος, ζωὴ καὶ ζωοποιὸς
10καὶ ἐπάνω πάντων ὡς θεός· ὃ δὲ τὴν ἰδίαν ἡμῖν, ὅπως ἂν ἔχοι, φύσιν ἐξηγούμενος ἔφη ἂν εἰκότως· ὁρατός εἰμι καὶ ἁπτός, παθητὸς καὶ ὑπὸ φθορὰν καὶ ὑπὸ θεῶι. ἆρ’ οὖν ὁ τὰ τοιάδε λέγων ἰσηγορήσειεν ἂν τῶι προύχοντι καὶ ὑπερκειμένωι κατά γε τοὺς τῆς ἰδίας φύ‐ σεως λόγους; εἶτα πῶς τοῦτο οὐκ ἀμαθὲς εἰπεῖν; διαψεύσεται γὰρ πάντως ἢ ἐκεῖνος ἢ οὗτος. συνηγορίαν δὲ λέγων ἢ γοῦν συνηγόρευσιν, οὐχ ἕτερόν τι πάλιν ἑτέρωι συνηγορεῖν
15καὶ οὐχ ἑκὼν ὁμολογεῖς ὁ συνάφειαν ἡμῖν ὀνομάζων καὶ ἕνα Χριστὸν καὶ κύριον [καὶ] τέμνων εἰς δύο προσκυνεῖς, μᾶλλον δὲ συμπροσκυνεῖς καὶ ἀπαλλάττειν οἴει τὴν ἐκκλησίαν τοῦ τῆς θεοποιίας ἐγκλήματος, θεοποιῶν αὐτὸς ἄνθρωπον καὶ οὐχ ἕνα λέγων υἱόν, κἂν εἰ μὴ δίχα νοοῖτο τῆς ἰδίας σαρκός; προσκυνήσεις γὰρ τότε καὶ ἀνεγκλήτως καὶ γνώσηι ποῦ ἦσθα κατὰ τὸ γεγραμμένον, τῶν τῆς ἀληθείας ἀποφοιτῶν δογμάτων. ἀλλὰ ναί, φησίν,
20εἴρηκε τῶι λεπρῶι θέλω, καθαρίσθητι, καὶ τῆι τοῦ ἀρχισυναγώγου θυγατρὶ ἡ παῖς, ἔγειραι, καὶ τῆι θαλάσσηι σιώπα, πεφίμωσο· συνήγορος δὴ κατὰ τοῦτο· τοὺς γάρτοι θείους ἐφθέγγετο λόγους, δι’ ὧν ἦν πάντα δύνασθαι κατορθοῦν εὐκόλως. δύο δὴ οὖν οἱ προστάττοντες καὶ ἀμφοτέρων εἶναι δώσομεν τοὺς ἐφ’ ἅπασι λόγους. ὅταν οὖν λέγηι· τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; τίνος,
25εἰπέ μοι, τοὺς τοιούσδε λόγους εἶναι φής; ἢ ἐκείνους μὲν ἀπονέμεις τῶι λόγωι, τούτους γε μὴν ὡς ἀνθρώπωι παρ’ αὐτὸν ἑτέρωι τῶι ἐκ γυναικός; εἶτα ὅποι ποτὲ θήσεις τὸν ἱερώ‐ τατον Παῦλον λέγοντα σαφῶς· ἡμῖν δὲ εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα καὶ ἡμεῖς δι’ αὐτο; ὃ δὲ ἄνω τε καὶ κάτω λέγων· εἷς υἱὸς καὶ οὐκ ἄλλος καὶ ἄλλος οὔτε μὴν
30Χριστὸς καὶ δεύτερος Χριστός, τοῖς ἑαυτοῦ διαμαχεῖται λόγοις, δυσὶ προσώποις καὶ ὑποστά‐ σεσιν ἰδικαῖς τάς τε τῶν θεηγόρων καὶ τὰς αὐτοῦ διανέμων φωνάς. Ἀλλὰ γὰρ τῶν ἰδίων οὐκ ἀμελήσας ἐννοιῶν, ἐπιφέρει πάλιν Σέβω αὐτὸν ὡς τῆς παντοκράτορος εἰκόνα θεότητος. ὑπερύψωσε γὰρ αὐτὸν καὶ ἐχαρίσατο αὐτῶι ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῶι ὀνόματι Ἰησοῦ
35Χριστοῦ πᾶν γόνυ κάμψηι ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστός. Καὶ τίς ἂν νοοῖτο πάλιν ὅν, ὥς γε οἴεται, σέβειν ὁμολογεῖ καὶ τῆι πρὸς θεὸν ὁμοιώσει τιμᾶν ὑποκρίνεται, ἢ ἐκεῖνός που πάντως ὃν ἀρτίως ἡμῖν ὠνόμαζεν, οὐκ οἶδ’ ὅτι λέγων, τῆς θείας συνήγορον ἤτοι συνεργὸν αὐθεντίας, ὃν τῆι θεότητι συμπροσκυνεῖσθαι δεῖν ἀνοή‐
40τως ἔφασκεν ὡς ἕτερον ὄντα καὶ ἰδικῶς υἱὸν παρὰ τὸν τοῦ θεοῦ λόγον; αὐτὸν καὶ ὑψῶ‐
σθαι λέγει παρὰ τοῦ θεοῦ καὶ πατρὸς καὶ μὴν καὶ τὸ ὄνομα λαβεῖν τὸ ὑπὲρ πᾶν ὄνομα,

1,1,6

49

ἵνα καὶ πᾶν αὐτῶι γόνυ κάμψηι ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστός. εἰ μὲν οὖν θεὸν ὄντα κατὰ φύσιν καὶ πρὸ τῆς ἐνθάδε λεγομένης ὑψώσεως ὑψοῦ τέθεικεν ὁ πατήρ, τὸν τῆς μεταξὺ ταπεινώσεως πολυ‐ πραγμονοῦντες τρόπον οἰκονομίαν τινὰ σοφὴν εὑρήσομεν, καθ’ ἣν ἀδοξήσας διὰ μέσου γέ‐
5γονε πάλιν ἐν οἷς ἦν ἀεὶ καὶ οὐσιωδῶς ἐνυπάρχων, καὶ ἐν ἰδίοις ἀληθῶς ὑψώμασιν· εἰ δὲ τοῦτο μὲν οὐχί, καθάπερ οὖν οἴεται καί φησιν, ἕτερον δέ τινα παρὰ τὸν τοῦ θεοῦ λόγον τὸν αὐτῶι συνημμένον ἄνθρωπον προσκυνητὸν ἐποίησεν οὐρανῶι τε καὶ γῆι καὶ τοῖς ἔτι κατωτέρω, τεθεοποίηκεν ἄρα καθ’ ἡμᾶς ἄνθρωπον, αἰτιάσεται δὲ ἡμᾶς οὐκέτ’ ἐν [τῶι] κόσμωι λοιπὸν ὡς θεοποιεῖν ἐθέλοντας τὸν οὐκ ὄντα θεόν, καίτοι δέον ἀνάπτειν αὐτῶι τῶι θεῶι
10καὶ πατρὶ τῆς ἐπ’ αὐτῶι δὴ τούτωι πλημμελείας τὰ ἐγκλήματα. ὁρᾶι δὴ οὖν ὁ χριστο‐ μαθὴς ὅποι ποτὲ αὐτῶι διεκπαίουσιν οἱ λόγοι καὶ τὰ ἐκ τῆς ἀκράτου ταυτησὶ δυσβουλίας εὑρήματα πρὸς ποῖον αὐτῶι καταίρει λόγον. ἡμεῖς μὲν γὰρ θεὸν ὄντα κατὰ φύσιν τὸν υἱόν, τουτέστι τὸν ἐκ τοῦ θεοῦ πατρὸς λόγον καθικέσθαι φαμὲν εἰς ἑκούσιον κένωσιν, ἀνα‐ φοιτῆσαι δὲ αὖ καὶ μετὰ σαρκὸς εἰς τὸ τῆς ἐνούσης ὑπεροχῆς αὐτῶι θεοπρεπὲς ἀξίωμα·
15προσκυνεῖται γὰρ καὶ μετὰ σαρκὸς ὡς καὶ πρὸ αὐτῆς ὑπάρχων προσκυνητός, ἦν γὰρ καὶ ἔστι κατὰ φύσιν θεὸς καὶ πρὸ τῆς κενώσεως καὶ ὅτε τὴν κένωσιν ὑπομεῖναι λέγεται γε‐ γονὼς καθ’ ἡμᾶς· ὃ δὲ τῶν οὕτω σεπτῶν καὶ ἀκιβδήλων δογμάτων ὑπερορῶν ἄνθρωπον συνάπτει θεῶι κατά γε τὴν ἔξωθεν σχέσιν καὶ ὡς ἐν ἰσότητι τῆς ἀξίας καὶ ὡς ἕτερον ἑτέρωι συμπροσκυνεῖν οὐκ αἰσχύνεται. διατείνεται δὲ ** φησίν, ὡς ἄηθές τι καὶ ξένον
20καὶ ὡς ἐν χάριτος μοίραι λαβεῖν τὸ κάμψαι τε αὐτῶι πᾶν γόνυ καὶ μὴν καὶ τὸ πᾶσαν ἐξομολογήσασθαι γλῶσσαν ὅτι κύριος Ἰησοῦς Χριστός. καὶ εἰ μὲν φύσει θεὸν γενέσθαι φησὶν αὐτόν, δεδυσφήμηκεν ἐναργῶς, γενητὴν εἶναι λέγων τὴν τῆς θεότητος φύσιν· εἰ δὲ ἥκιστα μὲν κατὰ φύσιν, δοτὸν δὲ καὶ θύραθεν ἑλόντα τὸ ἀξίωμα καὶ ὡς ἐν μόνηι φωνῆι, πῶς οὐκ ἐκεῖνό φησιν ἐναργῶς ὅτι λελατρεύκαμεν τῶι μὴ φύσει θεῶι καὶ σὺν ἡμῖν, ὡς
25ἔοικε, καὶ ἡ τῶν ἄνω πνευμάτων πεπλάνηται νῆψις καὶ τούτων ἡμῖν αὐτὸς ὁ πατὴρ καὶ ἀρχὴ καὶ πρόφασις; πῶς ἂν οὖν ἔτι διαμωμήσαιτο τοὺς παρ’ αὐτὸν τῆι κτίσει προσκυνεῖν ἡιρημέ‐ νους; γράφεται δὲ ἀνθ’ ὅτου 〈καὶ〉 κολάζει τοὺς πεπλανημένους, εἰ τοῖς αὐτοῦ νεύμασι πεπλάνηται ** προσκυνητὸν ἡμῖν ἀποφήναντος τὸν οὐκ ὄντα φύσει θεόν; ἐπειδὴ δὲ παρα‐ τιθεὶς τὸ ῥητὸν ἐν τούτοις, φημὶ δὴ τὸ ἐν χερσὶν ὅτι αὐτῶι κάμψει πᾶν γόνυ καὶ πᾶσα
30γλῶσσα ἐξομολογήσεται ὅτι κύριος Ἰησοῦς Χριστός, παρῆκε τὸ λεῖπον καὶ ἐφεξῆς ἀναγκαίως τῶι μακαρίωι Παύλωι προσεπενηνεγμένον, οὐκ οἶδ’ ὅ τι διενθυμούμενος, φέρε προσθέντες ἡμεῖς ἐκεῖνο λέγωμεν· ἐξομολογεῖται γὰρ πᾶσα γλῶσσα ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός. οὐκοῦν εἰ μὴ φύσει θεός ἐστι, διὰ συνάφειαν δὲ σχετι‐ κήν, τὴν πρός γε φημὶ τὸν ἐκ θεοῦ λόγον, προσκυνεῖσθαί φησιν αὐτὸν πρός τε ἡμῶν αὐ‐
35τῶν καὶ τῶν ἁγίων ἀγγέλων, εὐκλείας τις ἄρα τρόπος ἐξηύρηται τῶι πατρὶ τὸ θεοποιεῖσθαι σὺν αὐτῶι τὴν κτίσιν καὶ λελύπηται μάτην ἐπί τισιν ὡς τοῦτο πεποιηκόσι. καὶ εἰ πρὸς εὐκλείας ἦν τὸ χρῆμα αὐτῶι, πῶς οὐκ ἔδει καὶ ἀμοιβῆς ἀξιοῦν ἐπαίνου τε καὶ δόξης τοὺς τοῦτο δρᾶν ἡιρημένους; ἀλλ’ ἴσως ἐκεῖνο φαῖεν ἄν· τίνα τρόπον πρὸς εὐκλείας ἔσται τῶι πατρὶ τὸ κάμψαι πᾶν γόνυ τῶι Ἐμμανουήλ; ὅτι θεὸς ὢν φύσει καὶ ἐξ αὐτοῦ, τουτέστιν
40ἐκ τῆς οὐσίας αὐτοῦ γέγονε σὰρξ ὁ λόγος, προσκυνεῖται δέ, ὡς ἔφην, ὡς εἷς τε καὶ μόνος καὶ ἀληθῶς υἱὸς μετὰ τῆς ἰδίας αὐτοῦ σαρκός, δοξάζεταί γε μὴν ὁ πατὴρ ὡς θεὸς ἔχων
ἀληθινὸν τὸν ἐκ τῆς οὐσίας αὐτοῦ γεννηθέντα υἱόν, ὃν καὶ σάρκα γεγονότα δέδωκεν ὑπὲρ

1,1,6

50

ἡμῶν, ἵνα σαρκὶ παθὼν διασώσηι τὴν ὑπ’ οὐρανόν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν οὐ μὴ ἀπόληται, ἀλλ’ ἔχηι ζωὴν αἰώνιον, ἵνα πᾶς ὁ θεωρῶν αὐτὸν θεωρῆι τὸν πατέρα. ζωοποιὸν δὲ τὸ χρῆμα, καὶ τοῦτο ἡμῖν ὑπάρχον ἀληθῶς αὐτὸς ἐκδέδειχεν ὁ υἱός, ἔφη γάρ· αὕτη δέ ἐστιν ἡ αἰώνιος ζω, ἵνα γινώσκωσί σε τὸν μόνον
5ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Καὶ ἡ μὲν εἰς εὐθὺ καὶ ἀπλανεστάτη τῶν ἐννοιῶν αὕτη τε καὶ οὐχ ἑτέρα τρίβος ὃ δὲ ἄνω τε καὶ κάτω τὰ πάντα κυκῶν Διὰ τὸν φοροῦντα, φησί, τὸν φορούμενον σέβω· διὰ τὸν κεκρυμμένον προσκυνῶ τὸν φαινόμενον.
10 Ἄθρει δή μοι πάλιν φεύγοντα πανταχοῦ τὴν ἕνωσιν καὶ δεδιότα τὸ ἀληθὲς καὶ τῶν θείων δογμάτων τὴν ὀρθότητα παραιτούμενον. οὐχ ἕτερος ἦν ὁ φορῶν παρὰ τὸν φο‐ ρούμενον, ὁ αὐτὸς δὲ μᾶλλον ὡς ἐν συνόδωι νοούμενος θεότητός τε καὶ ἀνθρωπότητος εἷς τε καὶ μόνος ἀληθῶς υἱὸς τοῦ θεοῦ καὶ πατρός. οὐκοῦν ὡς ἕνα προσκύνει μετὰ τῆς ἰδίας αὐτοῦ σαρκὸς τὸν ἐκ θεοῦ λόγον. ἐπεὶ φράσον εἰ μή σοι δοκῶ τὰ εἰκότα φρο‐
15νεῖν τὴν σὴν ἐν τούτοις ἰσχνομυθίαν ὡς ἀδρανῆ παρωθούμενος. ἆρα γὰρ εἰ δή τις ἕλοιτο λέγειν περὶ ὁτουοῦν τῶν καθ’ ἡμᾶς ἀνθρώπων ἢ γοῦν ἐφ’ ἑνὸς τῶν ἐπὶ γῆς βασι‐ λέων· διὰ τὴν τοῦ βασιλέως ψυχὴν σέβω τὸ σῶμα αὐτοῦ, διὰ τὸν κεκρυμμένον προσκυνῶ τὸν φαινόμενον, οὐκ ἄν τις εὐθὺς ἐπισκήψειε· τί δρᾶις, ὦ οὗτος; λέγων, εἷς που πάντως ἄνθρωπός ἐστιν ὁ κρατῶν, κἂν ἐκ δυοῖν ὁρῶιτο συγκείμενος, ψυχῆς δὴ λέγω καὶ σώμα‐
20τος; τί τοίνυν ἡμῖν εἰκῆι βατταρίζεις, φοροῦντα καὶ φορούμενον, κεκρυμμένον καὶ φαι‐ νόμενον ὀνομάζων καὶ ὡς ἕτερον ἑτέρωι συμπροσκυνεῖν ὁμολογῶν καὶ τὸν τῆς ἑνώσεως ἀτιμάζων τρόπον, ἕνα Χριστὸν καὶ κύριον ἀποφαινούσης ἡμῖν τῆς θεοπνεύστου γραφῆς τὸν ἐκ θεοῦ πατρὸς λόγον μετὰ τοῦ ἰδίου σώματος; ἢ οὐκ οἶσθα ὅτι τεθεράπευκε μὲν ἐν Ἱεροσολύμοις τὸν ἐκ γενετῆς τυφλόν, εἶτα τοῦτον εὑρὼν ἐν τῶι ἱερῶι, βεβαίαν αὐτῶι καὶ
25ἱδρυμένην ἐνετίθει τὴν πίστιν; ἤρετο γὰρ προσελθών· σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ θεο; καὶ πρός γε ταυτὶ διακεκραγότος ἐκείνου· τίς ἐστι, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν, ἔφη πάλιν αὐτός· καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. ὁρᾶις ὅπως οὐ τὸν φοροῦντα δέδειχεν, οὐ τὸν ἔσω κεκρυμμένον, ἀλλ’ ὡς ἕνα μᾶλλον ἑαυτὸν μετὰ τῆς σαρκός; καὶ γοῦν ὁ σοφὸς Ἰωάννης ὃ ἦν ἀπ’ ἀρχῆς, φη‐
30σίν, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς. καίτοι τὸ θεῖόν ἐστιν ἀναφές, ἀλλὰ γέγονεν ἁπτὸς ὁ λόγος ὡς διὰ τῆς ἰδίας σαρκός, ἀόρατος κατὰ φύσιν, ἀλλ’ ἦν ἐμφανὴς διὰ σώματος. σὺ δὲ δὴ πάλιν διιστᾶις ὁλοτρόπως καὶ κατασοφίζηι τὸ ἀληθές, τὰς μὲν φύσεις χωρίζων, ἑνῶν δέ, ὡς φής, τὴν προσκύνησιν. ἀλλ’ εἰ χωρί‐
35ζεις τὰς φύσεις, συναποφοιτήσειεν ἂν αὐτοῖς καὶ τὰ ἑκατέρας ἴδια φυσικῶς, ἐλάσει δὲ διαμπὰξ τῆς διαφορᾶς ὁ λόγος. δύο δὴ οὖν ὁμολογουμένως· πλὴν ἐρομένωι φρά‐ σον· τί τὸ διιστὰν ἀλλήλων τὰς φύσεις καὶ τῆς διαφορᾶς τίς ἂν εἴη ὁ τρόπος; ἀλλ’ ἐρεῖς που πάντως ὡς ἕτερον μὲν κατὰ φύσιν ἄνθρωπος ἢ γοῦν ἀνθρωπότης, ἕτερον δὲ θεὸς ἤτοι θεότης, καὶ ἣ μὲν ἀσυγκρίτως θατέρας ὑπερηρμένη, μείων γε μὴν ἐκείνη τοσοῦ‐
40τον ὅσον ἄνθρωπος θεοῦ. πῶς οὖν, εἰπέ μοι, μιᾶι προσκυνήσει τιμᾶν ἀξιοῖς τὰ οὕτως

1,1,6

51

ἀλλήλοις ἀνισοφυῆ καὶ κατὰ τὸν τοῦ· πως εἶναι λόγον ἀσυγκρίτοις διαφοραῖς διεσχοι‐ νισμένα; ἆρα γὰρ ἵππωι περιθεὶς τὴν ἀνθρώπου δόξαν ἐργάσηι τι τῶν ἐπαινουμένων; ἢ μᾶλλον ἐξυβριεῖς τὸ ὑπερτεροῦν, κατασύρων εἰς τὸ δυσκλεὲς τὴν ἀμείνω φύσιν; Ἀλλ’ ἐξηύρηταί τι σοφὸν εἰς ἀπολογίαν αὐτῶι· προσεπάγει γάρ
5 Οὐ καθ’ ἑαυτὸ θεὸς τὸ πλασθὲν ἐπὶ μήτρας· οὐ καθ’ ἑαυτὸ θεὸς τὸ κτισθὲν ἐκ τοῦ πνεύματος· οὐ καθ’ ἑαυτὸ θεὸς τὸ ταφὲν ἐπὶ μνήματος. οὕτω γὰρ ἂν ἦμεν ἀνθρω‐ πολάτραι καὶ νεκρολάτραι σαφεῖς. ἀλλ’ ἐπειδήπερ ἐν τῶι ληφθέντι θεός, ἐκ τοῦ λα‐ βόντος ὁ ληφθείς, ὡς τῶι λαβόντι συναφθείς, συγχρηματίζει θεός. Ἰδοὺ δὴ πάλιν ἡμῖν ὁ τὴν συνάφειαν ὀνομάζων πανταχοῦ καὶ τὰ τῆς ἀνθρωπολα‐
10τρίας ἐγκλήματα δεδιὼς ἥλω γεγονὼς ἀνθρωπολάτρης καὶ τοῖς τῆς ἑαυτοῦ δυσβουλίας βρόχοις ἐνίσχηται καὶ καταφωρᾶται πεσὼν εἰς ἀδόκιμον νοῦν. τὸ γάρτοι τεχθὲν ἐκ μήτρας οὐ καθ’ ἑαυτό, φησί, θεός. ὡς ἄγαμαί σε τῆς ἀγχινοίας καὶ φρενὸς τῆς οὕτω λεπτῆς. τίς γὰρ ὅλως ὁ τοῦτο φάναι τεθαρσηκώς; ἢ τίς ἠγνόηκεν ὅτι τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν; ἀλλ’ ἦν ἰδία τοῦ λόγου καὶ εἷς νοεῖται μετ’ αὐτῆς 〈ὡσ〉 καθάπερ
15ἀμέλει φθάσαντες εἴπομεν, καὶ ἡ τοῦ ἀνθρώπου ψυχὴ μετὰ τοῦ ἰδίου σώματος. ἆρ’ οὖν εἴ τις ἕλοιτο καὶ ἐφ’ ἡμῶν εἰπεῖν 〈ὅτι〉 οὐκ ἄνθρωπος τὸ σῶμα καθ’ ἑαυτό, οὐ περιτ‐ τὸς εἰς λόγους καὶ εἰκαιόμυθος ὀνομάζοιτο ἂν εἰκότως; ἀρνήσεται γὰρ οὐδεὶς ὅτι μὴ ἄν‐ θρωπος τὸ σῶμα καθ’ ἑαυτό, σῶμα δὲ μᾶλλον ἀνθρώπου λέγοιτ’ ἄν· πλὴν οὐ δίχα διατεμὼν καὶ ἀνὰ μέρος τιθεὶς ψυχήν τε καὶ σῶμα φαίη τις ἂν ὅτι συγχρηματιεῖ τὸ σῶμα τῆι ψυχῆι
20πρὸς ἑνὸς ἀνθρώπου δήλωσιν (εἴη γὰρ ἂν οὐκ ἐν κόσμωι γεγενημένος ὁ τοιόσδε λόγος, μᾶλλον δὲ καὶ ἀμαθίας ἔμπλεως), ἄμφω γε μὴν καθ’ ἕνωσιν φυσικὴν συνενεγκὼν εἰς ἑνὸς ἀνθρώπου σύστασιν, τότε καὶ ἄνθρωπον ὀνομάσει καὶ κἂν οὕτω δόξηι ἀσύφηλόν τε καὶ ἀκαλλὲς εἰπεῖν. ἔδει τοίνυν, εἴπερ τις ἦν ὅλως σοφός τε καὶ νουνεχής, σῶμα μὲν εἰ‐ πεῖν τὸ ἐκ γυναικός, προσομολογῆσαι δὲ ὅτι τῆι καθ’ ὑπόστασιν ἑνώσει συνενεχθὲν τῶι
25λόγωι Χριστὸν ἕνα καὶ υἱὸν καὶ κύριον ἀποτετέλεκε τὸν αὐτὸν ὄντα θεὸν καὶ ἄνθρωπον· νυνὶ δὲ τοῦτο μεθεὶς ἵεται μὲν τὴν διεστραμμένην τῆς εἰς εὐθὺ διεκπίπτων ὁδοῦ, δύο δὲ ἡμῖν διακηρύττει θεούς, ἕνα μὲν ὡς φύσει καὶ ἀληθείαι τὸν ἐκ θεοῦ πατρὸς λόγον, ἕτερον δὲ παρ’ αὐτὸν τὸν συγχρηματίζοντα αὐτῶι, ὅνπερ τρόπον οὐδεὶς ἂν λέγοιτο τῶν καθ’ ἡμᾶς ἑαυτῶι καὶ μόνωι συνδιαιτᾶσθαι τυχόν, ἑτέρωι δὲ μᾶλλον συνδιαιτήσεται. κἂν εἴ τινα
30λέγοι τῶν ἐπὶ γῆς βασιλέων ἑαυτῶι συμβασιλεύειν, ὄφλοι ἂν εἰκότως γέλωτα καὶ βατταριεῖ τὸ ἐφ’ ἑνός τε καὶ μόνου τιθεὶς καὶ λέγων ὡς ἐπὶ δυοῖν. οὕτως ἀσύνετον κομιδῆι τὸ συγχρηματίζειν οἴεσθαι καθ’ ἑνός τε καὶ μόνου δύνασθαι χωρεῖν· δύο γάρ που πάντως εἶεν ἂν καὶ ὃ μέν ἐστι κατὰ φύσιν θεός, ὃ δὲ τάχα που καὶ μόνον τό γε συγχρηματίσαι θύρα‐ θέν τε καὶ ἐπίκτητον ἔχων πρόσφατος ἡμῖν ἀνεδείχθη θεός. ἆρ’ οὖν ψεύδεται λέγων
35ὁ φύσει τε καὶ ἀληθῶς τῶν ὅλων θεός· ἐὰν ἀκούσηις μου, οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος οὐδὲ προσκυνήσεις θεῶι ἀλλοτρίωι; εἶτα πῶς προσκεκυνήκαμεν τῶι Χριστῶι καὶ αὐτῶι κάμψει πᾶν γόνυ; πῶς δὲ καὶ σέβειν αὐτὸν ὁμολογεῖς, καίτοι δεδιώς, ὡς ἔφης, τὸ ἀνθρωπολάτρης εἶναι δοκεῖν; ἀλλ’ ἔχει τινά, καθάπερ οὖν οἴεται, σοφὸν
ἐπὶ τῶιδε λόγον· ὡς γὰρ τῶι λαβόντι συναφθείς, συγχρηματίζει θεός. πῶς ἐλήφθη,

1,1,6

52

φράσον, ἢ τίνα συνήφθη τρόπον; εἰ μὲν οὖν καθ’ ἕνωσιν ἀληθῆ, τὴν καθ’ ὑπόστασιν λέγω, παῦσαι μερίζων τὸ ἡνωμένον, ἐπὶ καιροῦ δὲ οἶμαι καὶ πρός γε ἡμῶν εἰρήσεται διατέμνοντί σοι τὸ ἄτμητον· ὃ οὖν θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω· εἰ δέ γε τὴν λῆψιν ἢ γοῦν τὴν συνάφειαν ἔξωθέν τε καὶ σχετικὴν εἶναι φής, πῶς ἠγνόηκας ὅτι καὶ ἐν
5ἡμῖν ἔστι θεὸς καὶ ἡμεῖς αὐτῶι συναπτόμεθα σχετικῶς καὶ κοινωνοὶ τῆς θείας αὐτοῦ γε‐ γόναμεν φύσεως; ψάλλει γοῦν ὁ θεσπέσιος Δαυίδ· ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου. συγχρηματιοῦμεν οὖν ἄρα καὶ ἡμεῖς τῶι κατὰ φύσιν θεῶι, ** θεοὶ κατ’ αὐτόν, κάμψει καὶ ἡμῖν πᾶν γόνυ. τί προστέταχε τοῖς ἄνω πνεύμασιν ὁ θεὸς καὶ πατήρ, δι‐ δασκέτω παρελθὼν ὁ θεσπέσιος Παῦλος· ὅταν γάρ φησιν, εἰσαγάγηι τὸν πρωτότο‐
10κον εἰς τὴν οἰκουμένην, λέγει· καὶ προσκυνησάτωσαν αὐτῶι πάντες ἄγ‐ γελοι θεο. οὐκοῦν ἐπειδήπερ ἐν τούτοις τὸ σὸν δὴ καὶ σοφὸν οὐκ ἐπενήνεκται, προσκυνεῖσθαι δὲ μᾶλλον προστέταχεν ὡς ἕνα που πάντως καὶ οὐχ ἕτερον σὺν ἑτέρωι, τίς δὴ ὁ παρὰ τῶν ἀγγέλων προσκυνούμενος; καίτοι τὸν πρωτότοκον ἡ θεία λέγει γραφή, πρωτότοκον δὲ ὠνομάσθαι φαμὲν τὸν ἐκ θεοῦ πατρὸς λόγον, καίτοι θεὸν ὄντα κατὰ φύσιν
15καὶ υἱὸν μονογενῆ καὶ ἀσύντακτον τῆι κτίσει κατά γε τὸν τῆς θεότητος λόγον, ὅτι γέγονεν ἄνθρωπος καὶ ἐν πολλοῖς ἀδελφοῖς πρωτότοκος. εἷς οὖν ἄρα πρὸς τῶν ἄνω πνευμά‐ των ὁ προσκυνούμενος, ὁ ἐκ θεοῦ πατρὸς λόγος μετὰ τῆς ἰδίας σαρκός· τότε γὰρ τότε καὶ ὡς πρωτεύων ἐν πᾶσι νοεῖται πρωτότοκος. Ἀλλ’ αἱ μὲν θεόπνευστοι γραφαὶ Χριστὸν ἕνα διακηρύττουσι καὶ υἱὸν καὶ κύριον, δύο
20γε μὴν ὁ περιττὸς οὑτοσί, καὶ προσκυνούμενον ἄνθρωπον τῆι ἁγίαι τε καὶ ὁμοουσίωι τριάδι προστιθεὶς οὐκ αἰσχύνεται· φησὶ γὰρ πάλιν Ἀλλ’ οὗτος ὁ κατὰ σάρκα τοῦ Ἰσραὴλ συγγενής, ὁ κατὰ τὸ φαινόμενον ἄνθρωπος, ὁ κατὰ τὴν Παύλου φωνὴν ἐκ σπέρματος γεγεννημένος Δαυὶδ παντοκράτωρ τῆι συνα‐ φείαι θεός.
25 Εἶτα τούτοις ἐπάγει· Ἄκουσον ἀμφότερα τοῦ Παύλου κηρύττοντος· ὁμολογεῖ τὸν ἄνθρωπον πρότερον καὶ τότε τῆι τοῦ θεοῦ συναφείαι θεολογεῖ τὸ φαινόμενον, ἵνα μηδεὶς ἀνθρωπολάτρην τὸν Χριστιανισμὸν ὑποπτεύηι. ἀσύγχυτον τοίνυν τὴν τῶν φύσεων τη‐ ρῶμεν συνάφειαν· ὁμολογῶμεν τὸν ἐν ἀνθρώπωι θεόν· σέβωμεν τὸν τῆι θείαι συναφείαι τῶι παντοκράτορι θεῶι συμπροσκυνούμενον ἄνθρωπον.
30 Εἰ μὲν οὖν ἄνθρωπον ὀνομάζων οἶσθα μετὰ τούτου καὶ θεὸν ὄντα κατὰ φύσιν αὐ‐ τόν, εὖ ἂν ἔχοι καὶ πεπαύσομαι· εἰ δὲ μερίζων τὰς φύσεις οὐχὶ τῶι εἰδέναι μόνον τίς μὲν ἡ ἀνθρωπεία, τίς δὲ δὴ πάλιν ἡ θεία, διιστὰς δὲ μᾶλλον τῆς πρὸς ἑνότητα συνδρομῆς, ἀνθρωπολατρεῖς ὁμολογουμένως καί σοι πρὸς ἡμῶν εἰρήσεται· τοὺς καρποὺς τῶν πό‐ νων σου φάγεσαι. σκληρὸς δὲ καὶ ἀνουθέτητος ὢν μόνος ἴθι τὴν διεστραμμένην·
35ἡμεῖς δὲ τὴν εὐσεβῆ καὶ ἀμώμητον τῶν ἁγίων πατέρων ἰχνηλατοῦντες τρίβον τοῖς τε ἀπο‐ στολικοῖς καὶ εὐαγγελικοῖς συγγράμμασιν εὖ μάλα παιδαγωγούμενοι, ὁμοῦ τῶι θεῶι καὶ πατρὶ καὶ τῶι ἁγίωι πνεύματι μιᾶι προσκυνήσει τιμήσομεν τὸν ἕνα κύριον Ἰησοῦν Χριστόν· δι’ οὗ καὶ μεθ’ οὗ τῶι θεῶι καὶ πατρὶ δόξα σὺν τῶι ἁγίωι πνεύματι εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. ἀμήν.

1,1,6

53

Τόμος τρίτος Μέγα μὲν ὁμολογουμένως ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον, τεθαύμασται δὲ καὶ παρ’ αὐτοῖς τοῖς ἁγίοις ἀγγέλοις καὶ πρός γε τοῦτο ἡμᾶς ἐμπεδοῖ λέγων ὁ σοφώτατος Παῦλος· ἵνα γνωρισθῆι νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις
5διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ κατὰ πρόθεσιν τῶν αἰώνων, ἣν ἐποίησεν ἐν τῶι κυρίωι ἡμῶν Ἰησοῦ Χριστῶι, ἐν ὧι ἔχομεν τὴν παρρησίαν καὶ προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως. σοφία γὰρ ἀληθῶς καὶ οὐκ ἀνθρωπίνη, πόθεν; θεία δὲ μᾶλλον καὶ ἐν ἀπορρήτοις τισὶ βάθεσί τε καὶ ἀκαταληψίαις κειμένη τὸ Χριστοῦ μυστήριον. ψάλλει γοῦν ὁ μακάριος Δαυίδ· καὶ
10ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ κύκλωι αὐτοῦ ἡ σκηνὴ αὐτο, σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων, σκότον οἶμαι λέγων οὐδὲν ἕτερον πλὴν ὅτι που πάντως τὴν τῶν ἐννοιῶν δυσκάτοπτον εὕρεσιν τοῖς τῆς διανοίας ὀφθαλμοῖς ἀχλύος δίκην ἐμπί‐ πτουσαν. ταύτηι τοι φαμὲν ζητημάτων ἰσχνῶν καὶ περιεργίας τῆς ἐπέκεινα νοῦ δεδεῆ‐ σθαι μὲν οὐδαμῶς τὸ Χριστοῦ μυστήριον, πίστεως δὲ μᾶλλον ἁπλῆν καὶ ἀκάκουργον ἐχούσης
15τὴν παράδοσιν. οὕτω καὶ ἡμεῖς αὐτοὶ φρονεῖν δεδιδάγμεθα καὶ πεπιστεύκαμεν ὅτι θεὸν ὄντα κατὰ φύσιν τὸν ἴδιον υἱὸν ἀπέστειλεν ὁ θεὸς καὶ πατὴρ ἄνθρωπον γεγονότα καὶ ἐκ γυναικὸς κατὰ σάρκα γεγεννημένον, ἵνα δικαιώσηι τοὺς εἰς αὐτὸν πιστεύοντας καὶ τῶν ἐν ἀγνοίαι πταισμάτων χρηστοῖς καὶ ἡμερωτάτοις ἀπαλλάξας νεύμασι καθαροὺς καὶ ἀμώμους προσκομίσειε δι’ αὐτοῦ τῶι θεῶι καὶ πατρὶ καὶ τῆς θείας ἑαυτοῦ φύσεως ἐργάσηται κοι‐
20νωνοὺς τοὺς ὑπὸ θάνατον καὶ φθοράν, κηρύξηι δὲ καὶ τυφλοῖς ἀνάβλεψιν καὶ τὰς τῶν πεπλανημένων ἀγέλας εἰς τὸ τῆς ἀληθοῦς θεογνωσίας μετακομίσηι φῶς διδάξηι τε λοιπὸν τίς ὁ φύσει τε καὶ ἀληθῶς ἐστι θεὸς καὶ τῶν ὅλων δημιουργός. γέγονε γὰρ ὀσμὴ τῆς γνώσεως τοῦ θεοῦ καὶ πατρὸς καὶ ἐν αὐτῶι τεθεάμεθα τὸν ἐξ οὗ γεγέννηται κατὰ φύσιν, ἐγνώκαμέν τε σαφῶς τὴν εἰς ζωὴν ἡμᾶς τὴν ἀίδιον ἀποφέρουσαν ὁδόν. οὕτω καὶ ταῖς
25τῶν ἐθνῶν ἀγέλαις ἐπιλάμψειν τὸν υἱὸν ὁ μακάριος προφήτης Ἡσαίας προανεκεκράγει λέ‐ γων· οὕτω λέγει κύριος· ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορίαι Αἰθιόπων καὶ οἱ Σαβαὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καί σοι ἔσονται δοῦλοι καὶ ὀπίσω σοῦ ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις καὶ προσκυνήσουσί σοι καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ θεός ἐστι καὶ οὐκ ἔστι θεὸς πλὴν
30σο. σὺ γὰρ εἶ θεὸς καὶ οὐκ ἤιδειμεν, ὁ θεὸς τοῦ Ἰσραὴλ σωτήρ. εἴρηται δέ που πρὸς τὸν υἱὸν ὡς ἐκ προσώπου πάλιν τοῦ θεοῦ καὶ πατρός· ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχά‐ του τῆς γῆς. νενομοθέτηκε μὲν γὰρ τὸν ἐξ αἵματός τε καὶ γένους Ἰσραὴλ τὴν καινὴν διαθήκην, παλαιωθείσης τῆς πρώτης, ἐπέφανε δὲ καὶ μέχρι τερμάτων τῆς ὑπ’ οὐρανὸν τοῖς
35ἀνὰ πᾶσαν χώραν τε καὶ πόλιν ἔθνεσί τε καὶ λαοῖς. προσκεκυνήκασι γὰρ αὐτῶι καὶ μὴν καὶ ἕπονται νοητῶς, ἀρρήκτοις ἀγάπης δεσμοῖς καθάπερ τισὶ χειροπέδαις ἐνισχημένα καὶ μόνον οὐχὶ λέγοντα τὸ διὰ φωνῆς Ἱερεμίου· ἰδοὺ οἵδε ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ κύριος ὁ θεὸς ἡμῶν ε. ὅρα δέ μοι τῶν προφητικῶν ἐννοιῶν τὴν ἐγρήγορσιν· προσκυνήσουσί σοι, φησί, καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ θεός ἐστι
40καὶ οὐκ ἔστι θεὸς πλὴν σο. ἤιδει μὲν οὖν ὁμολογουμένως ὡς πνευματοφόρος τὸν ἐκ θεοῦ πατρὸς λόγον ἐν ἡμῖν σκηνώσοντα, καθά φησιν ὁ μακάριος εὐαγγελιστὴς Ἰωάννης (ταύτηι τοί φησιν ὅτι ἐν σοὶ θεός ἐστι)· πλὴν οὐκ εἰς δύο τέμνεσθαι θεοὺς συγκεχώρηκε τὸν Ἐμμανουήλ, ἀλλ’ εἰ καὶ γέγονεν ἄνθρωπος ὁ μονογενής, ἕνα καὶ οὕτως
ὡμολόγει πάλιν αὐτόν. καὶ γοῦν εὐθὺς προσεπήνεγκεν ὅτι οὐκ ἔστι θεὸς πλὴν σο.

1,1,6

54

ἐπιτήρει γὰρ ἀκριβῶς τὴν τοῦ προφήτου φωνήν. προηγορευκὼς γάρ, ὡς ἔφην, ὅτι ἐν σοὶ ὁ θεός ἐστιν, οὐ προστέθεικεν ὅτι καὶ οὐκ ἔστι θεὸς πλὴν τοῦ ἐν σοί, ἀλλ’ εἰς ἑνότητα συνενεγκὼν οἰκονομικήν, οὐκ ἔστι, φησί, θεὸς πλὴν σο. ὅτι δὲ ἄνθρωπος γεγονὼς ὁ μονογενὴς τοῦ θεοῦ λόγος διὰ πάσης τῆς θεοπνεύστου γραφῆς ὡς ἔπος εἰπεῖν
5καταγγέλλεται, διὰ πλείστων μὲν ὅσων ἀκονιτὶ καταδεῖξαι ῥᾶιον, ἀπόχρη δέ, οἶμαι, πρὸς τὸ παρὸν ἐκεῖνο εἰπεῖν. ἔφη γάρ που θεὸς πρὸς τὸν μακάριον Δαυίδ· καὶ ἀναστήσω ἐκ τοῦ σπέρματός σου μετὰ σὲ ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτο· αὐτὸς οἰκοδομήσει οἶκον τῶι ὀνόματί μου. καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα καὶ ἐγὼ ἔσομαι αὐτῶι εἰς
10πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν. ἀλλ’, οἶμαι, φαίη τις ἄν, οὐκ ἐπί γε τῶι Ἐμμανουήλ, εἰρῆσθαι δὲ μᾶλλον ἐπὶ Σολομῶντι ταυτί· Παῦλός γε μὴν ὁ σοφώτατος τοῖς οὕτως ἐθέλουσι νοεῖν ἀντιτάξεται γεννικῶς. δέχεται γὰρ ἐπὶ Χριστῶι τὰς φωνὰς καὶ αὐτὸν εἶναί φησι πρὸς ὃν εἴρηται παρὰ τοῦ θεοῦ καὶ πατρὸς ὅτι ἔσομαι αὐτῶι εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν. ὅτι δὲ καθ’ ἡμᾶς γεγονώς, τουτέστιν
15ἄνθρωπος ἱερουργήσειν ἔμελλε τῶι θεῶι καὶ πατρὶ διὰ τῆς εἰς αὐτὸν πίστεως σεσωσμένην τὴν ὑπ’ οὐρανόν, διεσάφει λέγων ἐν ἑτέροις· καὶ ἀναστήσω ἐμαυτῶι ἱερέα πιστὸν ὃς πάντα τὰ ἐν τῆι καρδίαι μου καὶ ἐν τῆι ψυχῆι μου ποιήσει, καὶ οἰκοδο‐ μήσω αὐτῶι οἶκον πιστὸν καὶ διελεύσεται ἐνώπιόν μου πάσας τὰς ἡμέρας. ἄθρει δή μοι πάλιν ὡς ἐν ἑτέροις εἰπὼν οὗτος οἰκοδομήσει οἶκον τῶι ὀνόματί
20μου, τῶι υἱῶι τὸν οἶκον ἐγείρειν ὁ πατὴρ ἐπαγγέλλεται. καὶ τοῦτο συνεὶς ὁ θεσπέσιος Παῦλος Μωσέα μὲν ἔφη πιστὸν ἐν ὅλωι γενέσθαι τῶι οἴκωι μου, τὸ οἰκετικὸν ἔχοντα μέ‐ τρον, Χριστόν γε μὴν ὡς υἱὸν ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκος ἐσμὲν ἡμεῖς. τρόπος δὲ τῆς ἱερουργίας αὐτῶι τὰ καθ’ ἡμᾶς, οὐχ αἷμα ταύρων καὶ μόσχων, ἀλλ’ ἡ τῆς ἁπάντων πίστεως ὁμολογία. καὶ πιστώσεται πάλιν ὡδὶ γεγραφὼς ὁ μακάριος Παῦλος· ὅθεν,
25ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῶι ποιήσαντι αὐτόν. αὐτὸν οὖν ἄρα φαμὲν τὸν ἐκ θεοῦ πατρὸς λόγον, ὅτε δι’ ἡμᾶς κεκενῶσθαι λέγεται μορφὴν δούλου λαβών, τότε καὶ ἐν τοῖς τῆς ἀνθρωπότητος μέτροις ἑαυτὸν καθεῖναι, οἷς ἂν πρέποι, καὶ μάλα εἰκότως, καὶ τὸ ἀπεστάλθαι δοκεῖν καὶ τῆς ἀνωτάτω τιμῆς ἡγεῖ‐
30σθαι πρόξενον τὴν ἱερουργίαν. εἰ γὰρ ἐπείπερ γέγονε καθ’ ἡμᾶς, προσκεκύνηκε μεθ’ ἡμῶν ὡς ἄνθρωπος, καίτοι προσκυνούσης αὐτὸν τῆς ἄνω πληθύος καὶ τῶν ἁγίων πνευ‐ μάτων λέγοντός τε Μωυσέος περὶ αὐτοῦ· εὐφράνθητε, οὐρανο, ἅμα αὐτῶι καὶ προσκυνησάτωσαν αὐτῶι πάντες υἱοὶ θεο, τί τὸ ξένον ἢ τῆς οἰκονομίας λόγοις ἀνάρμοστον, εἰ κεχρημάτικεν ἀρχιερεὺς ὡς εἰς ὀσμὴν εὐωδίας ἑαυτόν τε ὑπὲρ ἡμῶν καὶ
35ἡμᾶς ἀνατιθεὶς δι’ ἑαυτοῦ τε καὶ ἐν ἑαυτῶι τῶι θεῶι καὶ πατρί; Χριστοῦ γὰρ ἐσμὲν εὐωδία κατὰ τὸ γεγραμμένον. ἀλλ’ ἥκιστα μὲν ἐν κόσμωι τῶι δέοντι πεπρᾶχθαι ταυτὶ διισχυ‐ ρίζεται πάλιν ὁ γεννάδας οὑτοσί, μόνον δὲ οὐχὶ καταμειδιᾶι τῶν οὕτω ταῦτ’ ἔχειν ὑπειλη‐ φότων καὶ τοῖς θείοις σκέμμασιν ἀνοσίως ἐπιτιμῶν οὕτω πού φησιν Ἀποστόλου γὰρ ἀκούοντες ὄνομα, τὸν θεὸν λόγον νοοῦσιν ἀπόστολον· ἀρχιερέως
40ἀναγινώσκοντες κλῆσιν, θεότητα τὸν ἀρχιερέα φαντάζονται παραδόξου φρενοβλαβείας ἰδέαι.

1,1,6

55

τίς γὰρ ἀποστόλου λειτουργίαν μαθών, οὐκ εὐθὺς ἄνθρωπον μηνυόμενον ἔγνω; τίς ἀρχιε‐ ρέως ὀνομασίαν ἀκούων, θεότητος 〈ἂν〉 οὐσίαν τὸν ἀρχιερέα νομίσειεν; εἰ γὰρ ἀρχιε‐ ρεὺς ἡ θεότης, τίς ὁ τῆι παρὰ τῆς ἀρχιερωσύνης λειτουργίαι θεραπευόμενος; εἰ θεὸς ὁ προσφέρων, οὐδεὶς ὧι προσφέρεται. τί γὰρ θεότητος ἄξιον, ἵν’ ὡς ἐλάττων προσφέρηι
5τῶι μείζονι; Προσεπάγει δὲ τούτοις· Πόθεν οὖν αὐτοῖς ὁ θεὸς κεκλῆσθαι νῦν ἀρχιερεὺς ἐνομίσθη ὁ θυσίας εἰς προκοπὴν ἰδίαν κατὰ τοὺς ἀρχιερέας μὴ χρήιζων; ὁ θεότητος κτήτωρ ἐξ ἀνθρώπων ληφθεὶς ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν θεόν. Οὐκοῦν οὐδὲ ἀπεστάλθαι φὴς εἰς τόνδε τὸν κόσμον τὸν τοῦ θεοῦ λόγον; πεφενά‐
10κικεν οὖν ἄρα κατὰ τὸ εἰκὸς τοὺς δι’ αὐτοῦ κεκλημένους ὁ σοφώτατος Παῦλος· ἔφη γὰρ ὅτι ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἁλοίη δ’ ἂν κατὰ σὲ καὶ ὁ μακάριος Δαυὶδ ἐρραψωιδηκὼς εἰκῆι καὶ τὰ ἀνέ‐ φικτα ζητῶν· ἔφη γάρ που πρὸς τὸν ἐν τοῖς οὐρανοῖς πατέρα καὶ θεόν· ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου. τί δέ; εἰπέ μοι, οὐχὶ καὶ αὐτὸς ὁ υἱὸς ψευ‐
15δοεπήσει τάχα που λέγων οὐ γὰρ ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν εἰς τὸν κόσμον, ἵνα κρίνηι τὸν κόσμον, ἀλλ’ ἵνα σωθῆι ὁ κόσμος δι’ αὐτο, καὶ πάλιν ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω; γράφει δέ που καὶ ὁ σοφὸς Ἰωάννης περὶ αὐτοῦ· ὁ λαμβάνων αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ θεὸς ἀληθής ἐστιν· ὃν γὰρ ἀπέστειλεν ὁ θεός, τὰ ῥήματα τοῦ θεοῦ λαλε. ἀπεστάλθαι δὲ φαμὲν
20τὸν τοῦ θεοῦ λόγον τὸ τῆς ἀποστολῆς ὄνομά τε καὶ χρῆμα μετὰ τῶν τῆς κενώσεως ἔχοντα μέτρων, σὺ δὲ δὴ δέδιας ἀμαθῶς καὶ αὐτῶι προσνέμειν ἐρυθριᾶις ἀνθ’ ὅτου τό τε τῆς ἀποστολῆς καὶ τῆς ἀρχιερωσύνης ὄνομά τε καὶ χρῆμα; ἆρα γὰρ ἁρμόσειν ὑπείληφας ὡς ἑτέρωι παρ’ αὐτὸν ἀνθρώπωι τῶι ἐκ γυναικός, ψιλὴν ἔχοντι τὴν συνάφειαν κατὰ σὲ καὶ ὡς ἐν ἰσότητι μόνης τῆς ἀξίας; πῶς οὖν ἔτι τὰ καθ’ ἡμᾶς ὀνήσας ὁρᾶται θεὸς ὢν ὁ λόγος,
25εἰ καὶ προσκεκομίσμεθα δι’ ἑτέρου τῶι θεῶι καὶ πατρί; οὐκέτι γὰρ δι’ αὐτοῦ τὴν προσα‐ γωγὴν ἐσχήκαμεν, ἀλλὰ γέγονεν ἡμῶν μεσίτης ἄνθρωπος καθ’ ἡμᾶς, τὸ τῆς θεότητος ὄνομα κατάπλαστον ἔχων. ἀλλὰ ναί, φησί, σμικρὸν ἂν εἴη τῶι ἐκ θεοῦ πατρὸς φύντι λόγωι τὸ ἱερουργεῖν. σμικρὸν ὁμολογουμένως, συνερῶ γάρ σοι πρεσβεύοντι τἀληθές· ἀλλ’ οὐ γυμνῆι τῆι θεότητι κεχρημένος ἐπέφανε τοῖς ἐπὶ τῆς γῆς, γεγονὼς δὲ μᾶλλον ἄνθρωπος
30καθ’ ἡμᾶς, ὧι μέγα τι χρῆμα καὶ ἐξαίρετον ἡ ἱερουργία. εἰ δὲ δὴ παραιτεῖτο τὸ ἱερουρ‐ γεῖν ὡς ἀνθρώπωι πρέπον ἢ γοῦν ἑτέρωι τῶι τῆς δουλείας ἔχοντι μέτρον, πῶς οὐκ ἄμεινον παρὰ πολὺ καὶ πρό γε τούτου παραιτεῖσθαι τὴν ἐνανθρώπησιν; ἀλλ’ οὐκ ἀπόβλητον ἐποιήσατο δι’ ἡμᾶς τὴν γέννησιν, οὑτοσὶ δέ, ὡς ἔφην, αἰσχύνεται τἀληθές, ἄσοφόν τε καὶ ἀνεπιστήμονα καταδεικνὺς ἑαυτόν, καίτοι τοῦ μακαρίου Παύλου λέγοντος· οὐ γὰρ ἐπαι‐
35σχύνομαι τὸ εὐαγγέλιον, δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῶι πιστεύοντι. θαυμάσειε δ’ ἄν τις τὸν τοῦ θεοῦ λόγον τῆς ἁπάντων ἕνεκα σωτηρίας καὶ ζωῆς τοσαύτην ἀνασχόμενον παθεῖν τὴν ταπείνωσιν, ἣν οὐκ οἶδ’ ὅπως ὁ τῶν εἰκαίων ἡμῖν διδαγμάτων εὑρετὴς καὶ μόνον ὁμολογεῖν αἰσχύνεται, καίτοι δέον ἄγασθαι μὲν ἐπὶ
τούτοις αὐτόν, ἀνακραγεῖν δὲ ὁμοῦ τῶι μακαρίωι προφήτηι· κύριε, εἰσακήκοα τὴν

1,1,6

56

ἀκοήν σου καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην. ἐπειδὴ δὲ ἁπάσης αὐτῶι τῆς θεοπνεύστου γραφῆς ἀντεγειρομένης τρόπον τινὰ καὶ ἀντανιστώσης τὴν ἀλήθειαν ψυχρόν τε καὶ ἄυλον καὶ οὐδαμόθεν ἐπικουρούμενον ἀποφαινούσης αὐτῶι τὸν ἐπὶ τοῖς ἰδίοις εὑρήμασι λόγον, διηπόρηκεν οὐ μετρίως τῶν εἰς ὀρθότητά τε καὶ ἀλήθειαν ἐν‐
5νοιῶν τε καὶ διασκέψεων, ταύτηι τοι καὶ ἃ μηδεὶς πώποτε τῶν εἰς ὀρθότητα τὴν δογμα‐ τικὴν μεμαρτυρημένων ἢ πεφρονηκὼς ἢ λέγων ἁλίσκεται, ταύτας ποιεῖται τοῦ λόγου τὰς ἀφορμὰς σκιαμαχεῖ τε καὶ διατείνεται μάτην, ἀντεξάγοντος οὐδενὸς ἢ φιλονεικεῖν ἐθέλοντος περὶ τούτων αὐτῶι, καὶ τοῦτο οἶμαί ἐστι τὸ εἰς ἀέρα δέρειν. ἔφη γάρ Τίς ἀποστόλου λειτουργίαν μαθών, οὐκ εὐθὺς ἄνθρωπον μηνυόμενον ἔγνω; τίς ἀρχιε‐
10ρέως ὀνομασίαν ἀκούων, θεότητος 〈ἂν〉 οὐσίαν τὸν ἀρχιερέα νομίσειεν; Ὅτε τοίνυν οὐδεὶς ὁ τοῦτο λέγων ἐστί, τίσιν, εἰπέ μοι, φιλονεικεῖς καὶ τὸ ταῖς ἁπάν‐ των ψήφοις κατεγνωσμένον ὡς μόνος αὐτὸς ἀνατρέπων οἴει τάχα που καὶ γερῶν ἀξίαν ποιεῖσθαι τὴν ἔνστασιν; καίτοι πῶς οὐκ ἀληθὲς ὡς τοῦτο λέγοντος οὐδενὸς εἰς μέσον ἄγεις αὐτὸς ὃ σιωπᾶν ἄμεινον καὶ μὴ ταῖς τῶν ἁπλουστέρων ἐνίεσθαι ψυχαῖς; τίς γὰρ οὕτως
15ἐμβρόντητος, ὡς θεότητος οὐσίαν τὸν ἀρχιερέα νομίζειν; ἄνθρωπος ἦν Ἀαρών, καίτοι τὸ προύχειν τῶν ἄλλων ἐν ἱερωσύνηι τῆι θείαι λαχών. πῶς οὖν ἄν τις οὐσίαν θεότητος τὸν ἀρχιερέα νομίσειεν; ἢ πῶς ἂν οὐχὶ πάντηι τε καὶ πάντως ὁμολογήσειεν ἀνθρώπου γενέσθαι μνήμην, ὅταν ἡμῖν ὁ Μωυσέος ἀδελφὸς ὡς ἀρχιερεὺς ὀνομάζηται; ἀλλὰ γὰρ κοι‐ νόν τινα καὶ κατὰ παντὸς ἀρχιερέως τῶν καθ’ ἡμᾶς ἰόντα τε καὶ πρέποντα προτιθεὶς τὸν
20λόγον, τῆς ἐν Χριστῶι νοουμένης οἰκονομίας τὸ παράδοξον παραλύειν ἐπιχειρεῖ καὶ οἷον ἐκ βάθρων αὐτῶν κατασείειν ἀποτολμᾶι τὸ θεῖον ἡμῶν μυστήριον, οὐκ ἐννοῶν ὅτι τεθεμελίωκεν ὁ Χριστὸς ἐπὶ πέτραν τὴν ἐκκλησίαν καὶ πύλαι ἅιδου οὐ κατισχύσουσιν αὐτῆς. ἥκιστα μὲν γὰρ ἀξιοῖ τῆι κοινῆι καὶ ἁπάντων τῶν ὀρθὰ φρονεῖν εἰωθότων ἕπεσθαι δόξηι, καινοτομεῖ ** καὶ μόνος ἀβασανίστως τὸ δοκοῦν. ἡμεῖς μὲν γάρ, καθάπερ ἤδη προ‐
25εῖπον, τὸν ἐκ θεοῦ πατρὸς λόγον ἄνθρωπον γεγονότα καὶ ἱερουργῆσαι φαμὲν ἑαυτῶι καὶ τῶι πατρὶ τῆς πίστεως ἡμῶν τὴν ὁμολογίαν πρέπουσάν τε καὶ κατ’ οὐδένα τρόπον ἀνάρ‐ μοστον τοῖς τῆς κενώσεως μέτροις ποιήσασθαι τὴν οἰκονομίαν, ἀλλ’ οὐχ ὧδε ταῦτ’ ἔχειν ἐκείνωι δοκεῖ, ἰδίαι δὲ μᾶλλον καὶ ἀνὰ μέρος ἀπολαβὼν ὡς ἕτερον ὄντα Χριστὸν τὸν ἐκ τῆς ἁγίας παρθένου παρά γε τὸν ἐκ θεοῦ πατρὸς λόγον, αὐτὸν γενέσθαι φησὶν ἀπόστολον
30καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν, οἴεται δὲ καί 〈τι〉 τῶν εἰς εὐσέβειαν ἡκόντων ἐννοεῖν, ἐκεῖνο λέγων Εἰ θεὸς ὁ προσφέρων, οὐδεὶς ὧι προσφέρεται. τί γὰρ θεότητος ἄξιον, ἵν’ ὡς ἐλάττων προσφέρηι τῶι μείζονι; Ἀλλ’ εἰ μέν τις ἦν ὁ διατεινόμενός τε καὶ λέγων αὐτὸν ἀληθῶς τὸν ἐκ θεοῦ πατρὸς
35λόγον καὶ πρὸ τῆς ἐνανθρωπήσεως τετάχθαι πρὸς ἱερουργίαν καὶ ἐν μέτροις εἶναι τοῖς λειτουργικοῖς ταύτης τε ἕνεκα τῆς αἰτίας ὀνομάζεσθαι δεῖν ἀρχιερέα καὶ ἀπόστολον, σοφὴν ἂν ἐποιήσατο τὴν ἐπίπληξιν, πεποιῆσθαι δὲ καὶ ἐν κόσμωι φαίη τις ἂν αὐτῶι τὸν ἐπὶ τού‐ τωι συλλογισμόν, οὐ γὰρ ἦν ἐν σπάνει τῶν ἱερουργῶν ἡ τῶν ὅλων κατάρχουσα φύσις, ἵν’ ἑαυτῆι λειτουργήσειεν· ἐπειδὴ δὲ φύσει θεὸς ὑπάρχων ὁ μονογενὴς καὶ τὰς παρὰ τῶν
40ἱερατευόντων λειτουργίας δεχόμενος εἰς τὸ τῶν τεταγμένων εἰς ἱερουργίαν καταπεφοίτηκε μέτρον ἄνθρωπος γεγονώς, ὡς ἔφην, γένοιτο ἂν τῶν ἀτόπων οὐδέν, εἰ καλοῖτο πρὸς ἡμῶν
καὶ ἀρχιερεύς. ἢ οὐ καταβέβηκεν ἐν τῆι τοῦ δούλου μορφῆι, μορφὴν δηλονότι δούλου

1,1,6

57

λαβών, καίτοι χαρακτὴρ ὑπάρχων καὶ ἀπαύγασμα τῆς δόξης τοῦ πατρός; ἀλλ’ οὐκ ἂν ἐνδοιάσειέ τις. ὅτε τοίνυν ὁ κατὰ φύσιν ἰδίαν ἐλεύθερος ὡς θεός, ὁ ἐν μορφῆι καὶ ἰσότητι τοῦ γεγεννηκότος, κεχρημάτικε δοῦλος, τῶν ὑπὸ ζυγὰ δουλείας τὸ μέτρον οὐ διω‐ θούμενος οἰκονομικῶς, ἀνθ’ ὅτου δέδιας αὐτὸν καὶ ἀρχιερέα καλεῖν διὰ τὸ ἀνθρώπινον;
5καθιεροῖ γὰρ ἡμᾶς εἰς ὀσμὴν εὐωδίας διὰ τῆς πίστεως ἑαυτόν τε ὑπὲρ ἡμῶν ὡς εὐοσμώ‐ τατον θύμα προσκεκόμικεν τῶι πατρί. ὃ δὲ οὐκ οἶδ’ ὅ τι λέγων προσεπάγει τού‐ τοις εὐθύς Πόθεν οὖν ὁ θεὸς αὐτοῖς κεκλῆσθαι νῦν ἀρχιερεὺς ἐνομίσθη ὁ θυσίας εἰς προκοπὴν ἰδίαν μὴ χρήιζων; ὁ θεότητος κτήτωρ ἐξ ἀνθρώπων ληφθεὶς ὑπὲρ ἀνθρώπων κα‐
10θίσταται τὰ πρὸς τὸν θεόν. Πόθεν μὲν οὖν ἦν ἢ διὰ ποίαν αἰτίαν ὠνόμασται Χριστός, τουτέστιν ἄνθρωπος γε‐ γονὼς ὁ ἐκ θεοῦ λόγος, ἀπόστολος καὶ ἀρχιερεύς, διαρκῶς ἡμῖν ὁ λόγος ἀποδέδειχεν ἀρτίως· οἶμαι δὲ δεῖν οὐκ ἀβασάνιστον ἐᾶν τὴν ἀσυνήθη τε καὶ ξένην αὐτοῦ φωνήν. ἆρα γὰρ θεότητος κτήτορα τὸν ἐκ θεοῦ φησι λόγον, κἂν εἰ ἀνὰ μέρος βούλοιτό τις νοεῖν αὐτὸν καὶ
15δίχα σαρκός; ἆρ’ ὡς παρ’ αὐτὸν ἑτέραν τὴν θεότητα αὐτοῦ διορίζεται, ἧς οὐκ οἶδ’ ὅπως, καθά φησιν αὐτός, γέγονε κτήτωρ ὡς προσειλημμένης ἔξωθεν καὶ ἐπισυμβάσης [αὐτῶι], καίτοι θεῶι κατὰ φύσιν [οὐκ] ὄντι, αὐτῶι ποτε, ὁποῖόν ἐστι τὸ παρὰ τῆς ἀρχαίας ἐκείνης γυναικός, φημὶ δὴ τῆς Εὔας, τεκούσης τὸν Σὴθ ἐκτησάμην ἄνθρωπον διὰ τοῦ θεο; ἀλλ’ οἶμαι τοῦτό ἐστιν ἀπόβλητον παντελῶς αὐτῶι τε καὶ πᾶσι. τί οὖν ἀκυρολογεῖ καὶ
20παραρριπτεῖ φωνὰς ἀσυνέτους ἐπ’ ἀναγκαίοις οὕτω πράγμασιν; ἢ οὐκ ἂν ὄφλοι γέλωτα καὶ φρενοβλαβείας γραφήν, εἰ δὴ βούλοιτό τις ἕνα τῶν καθ’ ἡμᾶς ἀνθρωπότητος κτήτορα λέγειν ἢ γοῦν τὸν ἵππον ἱππότητος; τίς ἆρα λοιπὸν ὁ τῆς θεότητος κτήτωρ, ὃς ἐξ ἀνθρώ‐ πων ληφθεὶς τὰ πρὸς τὸν θεὸν καθίσταται; ἐρεῖ τάχα που διελὼν εἰς δύο τὸν ἕνα Χριστὸν ** τὸν ἐκ τῆς ἁγίας παρθένου· τέτραπται γάρ πως εἰς τοῦτο καὶ νῦν ὁ σκοπὸς αὐτῶι.
25κτῆσις οὖν ἀνθρώπου γέγονεν ἡ θεότης, εἰπέ μοι, καὶ συνέβη τινὶ τῶν καθ’ ἡμᾶς τὸ φύσει τε καὶ ἀληθείαι γενέσθαι θεὸν καὶ τῆς ἀνωτάτω πασῶν καὶ ὑπερτάτης οὐσίας καταπλου‐ τῆσαι τὴν ὑπεροχήν; ἄπαγε τῆς δυσβουλίας, ἄνθρωπε· κεκτήσεται γὰρ οὐδεὶς καὶ ὡς ἰδίαν ἂν ἔχοι τὴν τῆς θεότητος φύσιν τῶν τελούντων ἐν γενητοῖς. ἴδιον ἦν τὸ σῶμα τοῦ λόγου καὶ ὡς ἕνα θεὸν καὶ Χριστὸν καὶ υἱὸν καὶ κύριον σὺν αὐτῶι προσκεκύνηκεν ἡ κτίσις
30καὶ δοξολογοῦσιν οἱ οὐρανοὶ καὶ σὺν αὐτοῖς ἡμεῖς. ὡς γὰρ ὁ προφήτης φησίν, ἐκά‐ λυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γ, οὐχ ὡς ἀνθρώπου θεότητα κτησαμένου· πῶς γὰρ ἢ πόθεν; ἀλλ’ ὡς ἐν προσλήψει σαρκὸς ἀν‐ θρώπου γεγονότος τοῦ ἐκ θεοῦ πατρὸς λόγου. ἀλλ’ ἔστω τυχὸν ὁ ἐξ ἀνθρώπων ληφθεὶς θεότητος κτήτωρ κατά γε τὸ αὐτῶι σοι δοκοῦν· πῶς καθίσταται τὰ πρὸς τὸν θεόν, ὡς
35ἀρχιερεὺς δηλονότι; πότερα οὖν γυμνὸς ἧς ἐκτήσατο θεότητος, ἱερατεύσει τῶι θεῶι ἢ ταύ‐ την ἤδη πως ἰδίαν ἔχων; τουτὶ γὰρ οἶμαι καὶ ἕτερον οὐδὲν κατασημάνειεν ἂν τὸ κτήσασθαι λέγειν αὐτόν. ἀλλ’ εἰ μὲν γυμνός, οὐκ ἐκτήσατο· εἰ δὲ ὡς ἰδίαν ἔχων αὐτήν, θεότης που πάντως ἱερατεύσει θεῶι. τί οὖν ἀλύεις ἄνω τε καὶ κάτω διακυκᾶις καὶ παραση‐ μαίνων οὐκ ἐρυθριᾶις τῆς πίστεως τὴν παράδοσιν; ἔχει πρόφασιν ἀναγκαίαν ὁ ἐκ θεοῦ
40πατρὸς λόγος κἂν 〈εἰ〉 ἱερατεῦσαι λέγοιτο τῶι πατρί· κεχρημάτικε γὰρ ἱερεὺς οὐ δίχα σαρκός, καθ’ ἡμᾶς δὲ γεγονώς, ὡς ἔφην, οἷς καὶ ἐν εὐκλείας τάξει λελόγισται τῆς ἱερωσύνης τὰ
αὐχήματα. καὶ καθ’ ἕτερον δὲ τρόπον ἀταλαίπωρον ἰδεῖν ὥς ἐστι τῶν ἄγαν ἐκτοπω‐

1,1,6

58

τάτων καὶ πολλῆς ἐπίμεστον εὐηθείας κτήτορα θεότητος τὸν ἐξ ἀνθρώπων ληφθέντα λέγειν καθιστάμενόν τε πρὸς τὸν θεόν. εἰ γὰρ ἐλήφθη παρὰ τοῦ θεοῦ, τίνα τρόπον τὴν λα‐ βοῦσαν αὐτὸν κατεκτήσατο φύσιν; τὸ γάρτοι ληφθὲν ἔσται που μᾶλλον τοῦ λαβόντος ὡς κτῆσις καὶ οὐκ αὐτὸ κεκτήσεται τὸ προσειληφός, οἷον [δὲ] δή τι φημί· πλούτου τις γέγονε
5κτήτωρ ἢ γοῦν ἐπιστήμης τῆς ἐφ’ ὁτωιοῦν νοουμένης· ἆρ’ οὐχ ἅπασιν ἐναργὲς ὡς οὐκ αὐτὸς ἔσται τοῦ πλούτου κτῆσις ἢ γοῦν τῆς προσγενομένης αὐτῶι ἐπιστήμης, κατακτήσεται δὲ μᾶλλον τὸ προσειλημμένον; ἀλλ’, οἶμαι, τοῦτό ἐστι κατ’ οὐδένα τρόπον ἀμφίλογον. οὐκοῦν εἰ τὸν τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς πολυπραγμονοῦντες τρόπον ἄνθρωπον εὑρίσκομεν ὡς ἐν προσλήψει θεότητος γεγονότα θεόν, λεγέσθω κατὰ σὲ θεότητος κτήτωρ
10αὐτοῦ γὰρ γέγονεν ἡ θεότης. εἰ δὲ θεὸς ὢν ὁ λόγος ἐπελάβετο σπέρματος Ἁβραὰμ καὶ ὑπάρχων ἐν μορφῆι τοῦ πατρὸς γέγονεν ἄνθρωπος μορφὴν δούλου λαβών, πῶς οὐκ ἐμβρόντητος εἴη ἄν, εἴ τις ἕλοιτο λέγειν ὅτι τὸ ληφθὲν τὴν λαβοῦσαν αὐτὸ κατεκτήσατο φύσιν καὶ οὐχὶ δὴ μᾶλλον γέγονεν ἴδιον τῆς λαβούσης αὐτό; Ὅτι δὲ τῶν ἑαυτοῦ λόγων τε καὶ εὑρημάτων τὴν δύναμιν καὶ μὴν καὶ αὐτὸ τὸ τῆς
15ἀρχιερωσύνης ὄνομα περιίστησιν ἀμαθῶς εἰς ἄνθρωπον ἁπλῶς τὸν ἐκ γυναικός, ἀποφέρων αὐτὸ τοῦ μονογενοῦς καὶ ἐκ πατρὸς ὄντος λόγου, καὶ διὰ τῶν ἑξῆς προσαποφανεῖ· γέγραφε γὰρ ὡδὶ δὴ πάλιν Οὐκ ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἁβραὰμ ἐπιλαμβάνεται. μὴ σπέρμα τοῦ Ἁβραὰμ ἡ θεότης; ἄκουσον καὶ τὴν ἑπομένην φωνήν· ὅθεν ὤφειλε,
20φησί, κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. μὴ τῆι θεότητί τινας ὁ θεὸς λόγος ἔσχεν ἀδελφοὺς ἐοικότας; σκόπει καὶ τὸ τούτοις εὐθὺς συναπτόμενον· ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν θεόν. ἐν ὧι γὰρ πέ‐ πονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι. οὐκοῦν ὁ παθὼν ἀρχιερεὺς ἐλεήμων· παθητὸς δὲ ὁ ναός, οὐχ ὁ ζωοποιὸς τοῦ πεπονθότος θεός·
25σπέρμα Ἁβραὰμ ὁ χθὲς καὶ σήμερον κατὰ τὴν τοῦ Παύλου φωνήν, οὐχ ὁ λέγων· πρὶν Ἁβραὰμ γενέσθαι, ἐγὼ εἰμ· ὅμοιος τοῖς ἀδελφοῖς κατὰ πάντα ὁ ψυχῆς ἀνθρωπίνης καὶ σαρκὸς ἀναλαβὼν ἀδελφότητα, [καὶ] οὐχ ὁ λέγων· ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα. Οὐκοῦν ἐπελάβετο, καθὰ καὶ αὐτὸς ὡμολόγηκεν ἀρτίως, σπέρματος Ἁβραὰμ θεὸς ὢν
30ὁ λόγος· πῶς οὖν ἔτι θεότητος κτήτωρ ὁ ἐκ σπέρματος Ἁβραάμ, εἰ προσελήφθη παρὰ θεοῦ καὶ οὐχὶ προσλαβὼν ὁρᾶται τὴν θεότητα αὐτός; καὶ θεότητος οὖν φύσις ἥκιστα ἂν εἴη τὸ σπέρμα τοῦ Ἁβραάμ, σῶμα δὲ μᾶλλον τοῦ θεοῦ λόγου γέγονε κατὰ τὰς γραφὰς καὶ ἴδιον αὐτοῦ. καὶ ὁ τῆι κτίσει κατὰ φύσιν ἰδίαν ἀσύντακτος ὡς θεός, ὅτε γέγονεν ἄν‐ θρωπος, ὅς ἐστι κτίσεως μέρος, τότε δὴ τότε, καὶ μάλα εἰκότως, καὶ ἀδελφοὺς ἡμᾶς ὀνο‐
35μάζειν ἀξιοῖ, λέγων· ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. ὅτι δὲ διὰ τὸ τῆς κενώσεως μέτρον καταπεφοίτηκεν ὁ ἐκ θεοῦ πατρὸς λόγος καὶ εἴς γε τὸ δεῖν κατο‐ νομάζειν ἀδελφοὺς ἑαυτῶι τοὺς ἐπὶ τῆς γῆς, σαφηνιεῖ γεγραφὼς ὁ σοφώτατος Παῦλος περί τε αὐτοῦ καὶ ἡμῶν· ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες,
δι’ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· ἀπαγ‐

1,1,6

59

γελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. πρὸ μὲν γὰρ τῆς ἐνανθρωπήσεως σμικρὸν κομιδῆι τῶι ἐκ θεοῦ φύντι λόγωι τὸ τῆς πρὸς ἡμᾶς ἀδελφότητος ὄνομα, καθιγμέ‐ νωι γε μὴν εἰς ἑκούσιον κένωσιν σμικρὸν μὲν καὶ οὕτω, πλὴν εὐαφόρμως εἰσβεβηκός· μετέσχηκε γὰρ αἵματος καὶ σαρκὸς καὶ τοῖς ἐν σαρκὶ καὶ αἵματι κεχρημάτικεν ἀδελφός.
5εἰ γὰρ ἁγιάζεται μεθ’ ἡμῶν καθὸ γέγονεν ἄνθρωπος, καίτοι θεὸς ὢν φύσει καὶ τὸ πνεῦμα διδοὺς αὐτός, πῶς εἰ λέγοιτο καὶ ἀδελφός, οὐκ ἐν κόσμωι λοιπὸν εἰρήσεται; ταύτης γὰρ ἕνεκα τῆς αἰτίας γέγονε καθ’ ἡμᾶς, ἵνα ἡμᾶς ἀδελφοὺς ἀποφήνηται καὶ ἐλευθέρους. ὅσοι γὰρ ἔλαβον αὐτόν, φησίν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτο, οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος
10ἀνδρός, ἀλλ’ ἐκ θεοῦ ἐγεννήθησαν. γεγέννηται γὰρ ὁ ἐκ θεοῦ πατρὸς λόγος μεθ’ ἡμῶν κατὰ σάρκα, ἵνα καὶ ἡμεῖς τὴν ἐκ θεοῦ καταπλουτήσωμεν διὰ πνεύματος γέν‐ νησιν, οὐκέτι σαρκὸς χρηματίζοντες τέκνα, μεταστοιχειούμενοι δὲ μᾶλλον εἰς τὰ ὑπὲρ φύσιν καὶ υἱοὶ θεοῦ χρηματίζοντες κατὰ χάριν. γέγονε γὰρ ὡς εἷς ἐξ ἡμῶν ὁ κατὰ φύσιν καὶ ἀληθῶς υἱὸς μονογενὴς καὶ ἀψευδὴς ὁ λόγος, πιστώσεται δὲ πρὸς τοῦτο ἡμᾶς ὁ θεσπέσιος
15Παῦλος, ὡδί που λέγων· ὅτι δὲ ἐστὲ υἱο, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν κράζον, ἀββᾶ ὁ πατήρ. τί τοίνυν ἀπο‐ βιάζηι τῆς οἰκονομίας τὸ σοφὸν εἰς τὸ μὴ ἐν κόσμωι τῶι δέοντι πεποιῆσθαι δοκεῖν διά γε τοῦ λέγειν ‹μὴ σπέρμα τοῦ Ἁβραὰμ ἡ θεότης; μὴ τῆι θεότητί τινας ἔσχεν ἀδελφοὺς ἐοικό‐ τασ›; ἆρ’ οὐκ ἐναργὴς ἀποπληξία τοῦτό γε; τὸ γὰρ ἐκτόπως ἀναπυνθάνεσθαι καὶ ἀπο‐
20κομίζειν εἰς δυσφημίας τὰ οὕτως ὀρθὰ καὶ ἀμωμήτως ἔχοντα κατά γε τὸν τῆς ἐν Χριστῶι νοουμένης οἰκονομίας λόγον τί ἕτερόν ἐστιν ἢ τῆς ἁπασῶν ἐσχάτης ἐμβροντησίας ἀπόδειξις; ὁμολογουμένως μὲν γὰρ κατὰ τὴν τοῦ σώματος φύσιν ἤτοι τὸν τῆς ἀνθρωπότητος λόγον τελείως ἐχούσης ἐφ’ ἑαυτῆι γέγονεν ἡμῖν παραπλήσιος καὶ κατὰ πᾶν ὁτιοῦν ἐοικὼς δίχα μόνης ἁμαρτίας ὁ ἐκ θεοῦ πατρὸς λόγος. ἐρήσομαι δὲ τὸν λέγοντα ‹μὴ τῆι θεότητί
25τινας ὁ θεὸς λόγος ἔσχεν ἀδελφοὺς ἐοικότασ› τί δὴ ἄρα καθ’ ἑαυτὸν ἐννενοηκὼς ὁ ἱερώ‐ τατος Παῦλος γέγραφέ τισι· τεκνία, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῆι Χριστὸς ἐν ὑμῖν· καὶ μὴν καὶ ἑτέρωθι τοῖς διὰ πίστεως τετελειωμένοις ἐν πνεύματι· ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένωι προσώπωι τὴν δόξαν κυρίου κατο‐ πτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν
30καθάπερ ἀπὸ κυρίου πνεύματος, ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν· οὗ δὲ τὸ πνεῦμα κυρίου, ἐκεῖ ἐλευθερία. ἆρ’ οὖν ὡς οὐκ ἔχουσι Γαλάταις τῆς σωματικῆς ἐλευθερίας τοὺς τύπους πρὸς τὸ ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα τὰ τοιάδε φησίν, ἀνω‐ δίνει δὲ αὐτούς, ἵν’ ἐγχαράττοιτό πως αὐτοῖς καὶ διαμορφοῖτο κατὰ σάρκα Χριστός; καίτοι πῶς οὐχ ἅπας τις οἶμαι καὶ ἀναμφιλόγως ἐρεῖ συμμόρφους ἀλλήλοις ἅπαντας εἶναι τοὺς
35ἐπὶ τῆς γῆς, καὶ αὐτῶι δὲ τῶι Χριστῶι καθὸ νοεῖται καθ’ ἡμᾶς ἄνθρωπός τε καὶ μεθ’ ἡμῶν; ποία δὴ οὖν ἐν ἐκείνοις ἐξηιτεῖτο μόρφωσις ἡ πρός γε Χριστόν; ἢ τίνα τρόπον ἡμεῖς ἀπὸ δόξης εἰς δόξαν μεταμορφούμεθα; ποίαν ἀφέντες μορφὴν εἰς τίνα μεταστοιχειούμεθα; οὐ‐ κοῦν διδασκέτω παρελθὼν ὁ θεῖος ἡμᾶς μυσταγωγός, ὁ τῶν θείων μυστηρίων ἱερουργός, ὁ διδάσκαλος τῶν ἐθνῶν ἐν πίστει καὶ ἀληθείαι· οὓς προέγνω, φησί, καὶ προώρισε
40συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτο, τούτους καὶ ἐκάλεσεν. οὐκοῦν, ὡς ἔφην ἀρτίως, καθὸ γέγονεν ἄνθρωπος καὶ ἦν ἐκ σπέρματος Ἁβραάμ, σύμμορφοι πάντες ἐσμὲν αὐτῶι· πάντας δὴ οὖν 〈οὓσ〉 καὶ προέγνω τοὺς ἐπὶ τῆς γῆς καὶ προώρισεν ὁ πατήρ,
τούτους κεκληκὼς ἡγίασε καὶ ἐδόξασεν. ἀλλὰ μὴν οὐχ ἅπαντες προωρίσθησαν· οὐχ

1,1,6

60

ἅπαντες ἡγιάσθησαν ἢ ἐδοξάσθησαν· οὐκ ἄρα τῆς πρὸς υἱὸν συμμορφίας τὸ χρῆμα κατὰ μόνην ἂν νοοῖτο τὴν τῆς σαρκὸς φύσιν ἢ γοῦν τῆς ἀνθρωπότητος, ἀλλὰ καὶ καθ’ ἕτερον τρόπον. καὶ τοῦτο ἡμῖν παρίστησι λέγων ὁ μακάριος Παῦλος· καὶ καθὼς ἐφορέ‐ σαμεν τὴν εἰκόνα τοῦ χοικο, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου,
5χοικοῦ μὲν λέγων εἰκόνα τὴν τοῦ προπάτορος Ἀδάμ, ἐπουρανίου γε μὴν τὴν τοῦ Χριστοῦ. τίς οὖν 〈ἡ〉 πρώτη τοῦ προπάτορος εἰκών; τὸ εὐπόριστον εἰς ἁμαρτίαν, τὸ ὑπὸ θάνατον γενέσθαι καὶ φθοράν. ποία δὲ πάλιν ἡ τοῦ ἐπουρανίου; τὸ κατ’ οὐδένα τρόπον ἡττᾶ‐ σθαι παθῶν, τὸ μὴ εἰδέναι πλημμελεῖν, τὸ μὴ ὑποκεῖσθαι θανάτωι καὶ φθορᾶι, ὁ ἁγιασμὸς ἡ δικαιοσύνη καὶ ὅσα τούτοις ἀδελφά τε καὶ παραπλήσια. ἀλλ’ οἶμαι, ταυτὶ πρέποι ἂν
10τῆι θείαι τε καὶ ἀκηράτωι διακεκτῆσθαι φύσει. κρεῖττον γάρ ἐστι καὶ ἁμαρτίας καὶ φθορᾶς ἁγιασμὸς καὶ δικαιοσύνη. ἀναφέρει δὲ καὶ ἡμᾶς ἐν τούτοις ὁ ἐκ θεοῦ πατρὸς λόγος, τῆς θείας ἑαυτοῦ φύσεως κοινωνοὺς ἀποφαίνων διὰ τοῦ πνεύματος. ἔχει τοίνυν ἀδελφοὺς ἐοικότας αὐτῶι καὶ τῆς θείας αὐτοῦ φύσεως φοροῦντας εἰκόνα κατά γε τὸν τοῦ ἡγιάσθαι τρόπον· οὕτω γὰρ ἐν ἡμῖν μορφοῦται Χριστός, μεταστοιχειοῦντος ὥσπερ ἡμᾶς
15τοῦ ἁγίου πνεύματος ἐκ τῶν ἀνθρωπίνων εἰς τὰ αὐτοῦ. ταύτηι τοι καὶ πρὸς ἡμᾶς ὁ μακάριος ἔφη Παῦλος· ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκ, ἀλλ’ ἐν πνεύματι. οὐκοῦν μεθίστησι μὲν ὁ υἱὸς οὐδὲν τὸ παράπαν τῶν πεποιημένων εἰς τὴν τῆς ἰδίας θεότητος φύσιν (ἀμήχανον γάρ), ἐνσημαίνεται δέ πως τοῖς τῆς θείας φύσεως αὐτοῦ γεγονόσι κοινωνοῖς διὰ τοῦ μετασχεῖν ἁγίου πνεύματος ἡ πρὸς αὐτὸν ἐμφέρεια νοητὴ καὶ τὸ τῆς ἀρρήτου
20θεότητος κάλλος ταῖς τῶν ἁγίων ἐναστράπτει ψυχαῖς. τί τοίνυν ἡμῖν γυμνήν τε καὶ μόνην τῆς σαρκὸς τὴν ἐμφέρειαν ἀπονέμων οὐκ ἐρυθριᾶις, τῆς θείας τε καὶ νοητῆς μορφώ‐ σεως κατημεληκώς, μᾶλλον δὲ καὶ εἰς ἅπαν αὐτὴν ἀναιρῶν; ἀλλ’ ὁ μὲν τῶν ὅλων κύριος καὶ θεὸς μονογενὴς καθῆκεν ἑαυτὸν εἰς κένωσιν δι’ ἡμᾶς, ἵνα ἡμῖν χαρίσηται τῆς πρὸς αὐτὸν ἀδελφότητος τὸ ἀξίωμα καὶ τῆς ἐνούσης αὐτῶι εὐγενείας τὸ ἀξιέραστον κάλλος· ὃ
25δὲ ἁπάντων ἡμᾶς τῶν καλλίστων ἀποστερῶν ἄνθρωπον ἡμῖν ἁπλῶς ἀδελφὸν γεγενῆσθαί φησι καὶ πιστόν, ὡς οἴεται, τὸν ἔν γε τούτοις ἡμῖν ἀποφαίνει λόγον προστιθείς Σκόπει καὶ τὸ τούτοις εὐθὺς συναπτόμενον· ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν θεόν. ἐν ὧι γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύ‐ ναται τοῖς πειραζομένοις βοηθῆσαι. οὐκοῦν ὁ παθὼν ἀρχιερεὺς ἐλεήμων· πα‐
30θητὸς δὲ ὁ ναός, οὐχ ὁ ζωοποιὸς τοῦ πεπονθότος θεός. Ὅτι μὲν οὖν ὧδέ τε φρονεῖν ἡιρημένος καὶ μὴν καὶ λέγειν ἀποτολμῶν ἀποδιίστησιν πάλιν εἴς τε ὑποστάσεις ἰδικὰς καὶ μὴν καὶ πρόσωπα δύο τόν τε ἐκ θεοῦ πατρὸς λόγον καὶ ὃν αὐτὸς ἡμῖν ἀρτίως ὡς θεοφόρον εἰσκεκόμικεν ἄνθρωπον, εἴπερ ἐστὶν ἕτερός τε καὶ ἀνὰ μέρος ὁ παθὼν καὶ ἕτερος ὁ ζωοποιός, ἐνδοιάσειν οἶμαι παντελῶς οὐδένα· παραπαίει
35δὲ καὶ ἑτέρως, τὸν ἐξ ἀμπέλου Σοδόμων οἶνον ἐκπεπωκὼς καὶ καταμεθύων τῆι πλάνηι καὶ τάχα που μηδὲ εἰδὼς ὃ λέγει. ποῦ γὰρ ὠνόμασται θεὸς τοῦ Χριστοῦ (καταπέφρικα δὲ λέγων) ὁ ἐκ θεοῦ πατρὸς λόγος; εἷς γὰρ κύριος Ἰησοῦς Χριστὸς καὶ μία πίστις ἡ εἰς αὐ‐ τόν, οὐχ ὡς εἰς δύο καὶ ἀνὰ μέρος, ἀλλ’ ὡς δι’ ἑνὸς βαπτίσματος εἰς υἱὸν ἕνα καὶ θεὸν καὶ κύριον τὸν ἐκ θεοῦ πατρὸς λόγον καὶ ὅτε γέγονεν ἄνθρωπος. οὐ γὰρ ὅτι γέγονε
40καθ’ ἡμᾶς, τὸ εἶναι θεὸς ἀπολέσει, πόθεν; οὔτε μὴν ὅτι θεὸς κατὰ φύσιν ἐστίν, τὴν πρὸς
ἡμᾶς ὁμοίωσιν ἀπαράδεκτον ἔχει καὶ τὸ ἄνθρωπος εἶναι παραιτήσεται, μεμένηκε δὲ ὥσπερ

1,1,6

61

ἐν ἀνθρωπότητι θεός, οὕτω καὶ ἐν φύσει τε καὶ ὑπεροχῆι θεότητος ὤν, ἄνθρωπος οὐδὲν ἧττόν ἐστιν. ἄμφω δὴ οὖν ἐν ταυτῶι καὶ εἷς θεός τε ὁμοῦ καὶ ἄνθρωπος ὁ Ἐμμανουήλ. ἀλλ’ ὁ χρηστὸς οὑτοσὶ τῆς οἰκονομίας τὸν τρόπον ὡς ἀκαλλῆ παραιτούμενος, ἀποφέρει τοῦ θεοῦ λόγου τὰ ἀνθρώπινα, ἵν’ ὁρῶιτο λοιπὸν κατ’ οὐδένα τρόπον ὀνήσας τὰ καθ’ ἡμᾶς.
5οὐ γάρτοι φησὶν αὐτὸν ἐλεήμονά τε καὶ πιστὸν ἀρχιερέα γενέσθαι, προσνέμει δὲ μᾶλλον ὡς ἑτέρωι παρ’ αὐτὸν τὸ χρῆμα τῶι πεπονθότι. καίτοι πῶς οὐκ ἔδει μυσταγωγὸν εἶναι θέλοντα σοφὸν τῶν ἐν τῆι θεοπνεύστωι γραφῆι φωνῶν τε καὶ ἐννοιῶν ἀκριβῆ ποιεῖσθαι τὴν ἄθροισιν ἐννοεῖν τε ὅτι καὶ θεοπρεπὲς ἀληθῶς τὸ χρῆμά ἐστι καὶ οὐκ ἔξω λόγου τοῦ τῆι κενώσει πρέποντός τε καὶ ἐοικότος; καὶ τίνα τρόπον; ἐροῦμεν βραχυλογοῦντες ὡς ἔνι.
10κατεχρησμώιδησε μὲν γὰρ ὁ τῶν ὅλων θεὸς τοῖς ἀρχαιοτέροις τὸν νόμον μεσολαβοῦντος Μωσέως, ἀλλ’ οὐκ ἦν ἐν νόμωι τὸ δύνασθαι κατορθοῦν τοῖς ἐθέλουσιν ἀμωμήτως τὸ ἀγαθόν. τετελείωκε γὰρ οὐδέν, ἀλλ’ οὐδὲ ἄμεμπτος ἦν ἡ πρώτη διαθήκη, κατάκριμα δὲ διακονίας ὠνόμαζεν αὐτὴν ὁ πάνσοφος Παῦλος, ἀκούω δὲ λέγοντος· οἴδαμεν ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῶι νόμωι λέγει, ἵνα πᾶν στόμα φραγῆι καὶ
15ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῶι θεῶι, διότι ἐξ ἔργων νόμου οὐ δι‐ καιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτο. κατεργάζεται γὰρ ὁ νόμος [εἰς] ὀργὴν καὶ τὸ γράμμα ἀποκτέννει καὶ ὥς πού φησιν αὐτός, ἀθετήσας τις νόμον Μω‐ σέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήισκει. κατα‐ κρίνοντος τοίνυν τοῦ νόμου τοὺς ἁμαρτάνοντας καὶ τὴν ἐσχάτην ἔσθ’ ὅτε ποινὴν καθορί‐
20ζοντος τῶν ἠμεληκότων καὶ κατ’ οὐδένα τρόπον οἰκτείραντος, πῶς οὐκ ἀναγκαία τοῖς ἐπὶ τῆς γῆς ἡ τοῦ φιλοικτίρμονος καὶ ἐλεήμονος ἀληθῶς ἀρχιερέως ἀνάδειξις ἦν, παύοντος μὲν τὴν ἀράν, ἀνακόπτοντος δὲ τὴν δίκην καὶ ἀπαλλάττοντος τοὺς ἡμαρτηκότας ἀμνησικάκωι χάριτι καὶ τοῖς ἐξ ἡμερότητος νεύμασιν; ἐγὼ γάρ φησιν, εἰμὶ ὁ ἐξαλείφων τὰς ἀνο‐ μίας σου καὶ οὐ μὴ μνησθήσομαι. δεδικαιώμεθα γὰρ ἐν πίστει καὶ οὐκ ἐξ ἔργων
25νόμου κατὰ τὸ γεγραμμένον. εἰς τίνα δὴ οὖν πιστεύοντες δικαιούμεθα; οὐκ εἰς τὸν πα‐ θόντα δι’ ἡμᾶς τὸν κατὰ σάρκα θάνατον; οὐκ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν; οὐ τὸν θάνατον αὐτοῦ καταγγέλλοντες καὶ ὁμολογοῦντες τὴν ἀνάστασιν λελυτρώμεθα; εἰ μὲν οὖν εἰς ἄνθρωπον τῶν καθ’ ἡμᾶς ἕνα πεπιστεύκαμεν καὶ οὐχὶ δὴ μᾶλλον εἰς θεόν, ἀνθρωπολα‐ τρία τὸ χρῆμα καὶ ἕτερον οὐδὲν ὁμολογουμένως· εἰ δὲ θεὸν εἶναι τὸν πεπονθότα σαρκὶ
30πιστεύομεν, ὃς καὶ γέγονεν ἡμῶν ἀρχιερεύς, πεπλανήμεθα μὲν κατ’ οὐδένα τρόπον, ἄνθρω‐ πον δὲ γεγονότα τὸν ἐκ θεοῦ λόγον ἐπιγινώσκομεν, πράττεται δὲ οὕτω πρὸς ἡμῶν ἡ πίστις εἰς θεὸν τὸν ἔξω τιθέντα δίκης καὶ ἁμαρτιῶν ἀπαλλάττοντα τοὺς ἐναλόντας αὐταῖς. ἔχει γὰρ ἐξουσίαν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας, ὥς που καὶ αὐτός φησιν. ἀντιπαραθέντες τοίνυν τῆι διὰ Χριστοῦ σωτηρίαι καὶ χάριτι τῆς νομικῆς ἀποτο‐
35μίας, ἵν’ οὕτως εἴπω, τὸ ἀπηνές, ἐλεήμονα φαμὲν ἀρχιερέα γενέσθαι Χριστόν. ἦν μὲν γὰρ καὶ ἔστι θεὸς ἀγαθὸς τῆι φύσει φιλοικτίρμων τε καὶ ἐλεήμων ἀεί, καὶ οὐκ ἐν χρόνωι τοῦτο γέγονεν, ἀλλ’ ** εἰς ἡμᾶς ἐδείχθη τοιοῦτος. κατωνόμασται δὲ πιστὸς ὡς μένων ὅ ἐστιν, ἀεὶ κατά γε τὸ εἰρημένον καὶ ἐπ’ αὐτοῦ τοῦ πατρός· πιστὸς δὲ ὁ θεός, ὃς οὐκ ἐάσει ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα. οὐκοῦν ἐλεήμων ἅμα καὶ πιστὸς
40ἀρχιερεὺς εἰς ἡμᾶς γέγονεν ὁ Ἐμμανουήλ. ὡς γὰρ ὁ Παῦλός φησιν, οἱ μὲν πλείονές εἰσιν ἀρχιερεῖς γεγονότες διὰ τὸ θανάτωι κωλύεσθαι παραμένειν, ὃ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην, ὅθεν
καὶ σώιζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι’ αὐτοῦ τῶι

1,1,6

62

θεῶι πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν. ὅτι δὲ μεμένηκε θεὸς ὁ ἐκ πατρὸς λόγος, καίτοι γεγονὼς ἱερεὺς κατὰ τὸ γεγραμμένον διὰ τὸ πρέπον τῆι μετὰ σαρκὸς οἰκονομίαι σχῆμά τε καὶ μέτρον, ἀποχρῶν ἡμῖν εἰς πληροφορίαν ὁ τοῦ μακαρίου Παύλου γεγένηται λόγος. ἔφη γὰρ πάλιν· κεφάλαιον δὲ ἐπὶ τοῖς εἰρημένοις,
5τοιοῦτον ἔχομεν ἀρχιερέα ὃς ἐκάθισεν ἐν δεξιᾶι τοῦ θρόνου τῆς μεγαλω‐ σύνης ἐν τοῖς οὐρανοῖς τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀλη‐ θινῆς, ἣν ἔπηξεν ὁ κύριος καὶ οὐκ ἄνθρωπος. ἄθρει δὴ οὖν ἄθρει τὸν ἐκ θεοῦ φύντα λόγον διαπρέποντα μὲν ὡς θεὸν ταῖς ὑπερτάταις εὐκλείαις καὶ ἐν τοῖς θεότη‐ τος θώκοις, ἱερουργοῦντα δὲ τὸν αὐτὸν ὡς ἄνθρωπον καὶ οὐκ ἐπίγειον τινὰ θυσίαν προ‐
10σκομίζοντα τῶι πατρί, θείαν δὲ μᾶλλον καὶ νοητὴν καὶ σκηνὴν ὥσπερ ἁγίαν ἔχοντα τὸν οὐρανόν. οὐ γὰρ κατὰ νόμον ἐντολῆς σαρκίνης γέγονεν ἀρχιερεύς, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου, καθὰ γέγραπται. πιστὸς οὖν ἄρα καὶ κατὰ τοῦτο καὶ τοῖς προσιοῦσιν ἐχέγγυος εἴς γε τὸ δύνασθαι καὶ μάλα ῥαιδίως διασώιζειν αὐτούς· αἵματι γὰρ τῶι ἰδίωι καὶ μιᾶι προσφορᾶι τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζο‐
15μένους. τουτὶ γὰρ οἶμαι δηλοῦν τὸν ἱερὸν ἡμῖν λέγοντα Παῦλον· ἐν ὧι γὰρ πέπον‐ θεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι. τί τοίνυν ἡμῖν τῶν εἰς εὐσέβειαν ἀφειδήσας ἐννοιῶν καὶ τῶν εἰς ὀρθότητα καὶ ἀλήθειαν ἀποφοιτήσας λόγων, ‹ὁ παθών›, φησίν, ‹ἀρχιερεὺς ἐλεήμων· παθητὸς δὲ ὁ ναός, οὐχ ὁ ζωοποιὸς τοῦ πεπονθότος θεόσ›;
20 Ὅτι μὲν οὖν σαρκὶ πέπονθεν ἑκὼν δι’ ἡμᾶς ὁ τοῦ θεοῦ λόγος, ἐν ἰδίωι καιρῶι δειχθή‐ σεται· ὅτι δὲ μερίζει τὸν ἀμέριστον καὶ δύο πρεσβεύει Χριστοὺς τῆι τῶν ἰδίων ἐννοιῶν δυνάμει, κἂν εἰ φαίνοιτό που Χριστὸν ἕνα λέγων, οὐδὲν ἧττον ἐλεγχθήσεται καὶ διὰ τῶν εὐθὺς ἐπενηνεγμένων· ἔφη γὰρ πάλιν Σπέρμα Ἁβραὰμ ὁ χθὲς καὶ σήμερον κατὰ τὴν τοῦ Παύλου φωνήν, οὐχ ὁ λέγων·
25πρὶν Ἁβραὰμ γενέσθαι, ἐγὼ εἰμ· ὅμοιος τοῖς ἀδελφοῖς κατὰ πάντα ὁ ψυχῆς ἀν‐ θρωπίνης καὶ σαρκὸς ἀναλαβὼν ἀδελφότητα, οὐχ ὁ λέγων· ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα. ἀπεστάλη 〈δὲ〉 ὁ ἡμῖν ὁμοούσιος καὶ κέχρισται κηρύττων αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν· πνεῦμα γὰρ κυρίου ἐπ’ ἐμ, οὗ εἵνεκεν ἔχρισέ με. Διορίζεις οὖν εἰς δύο δὴ πάλιν καὶ μάλα σαφῶς· εἶτα πῶς οὐκ ἐλήλεγξαι ψυχικὸς
30καὶ πνεῦμα μὴ ἔχων, καθά φησι τοῦ σωτῆρος ὁ μαθητής; ἀλλ’ ἥ γε τῆς ἀληθείας δύναμις τοῖς σοῖς, ὦ οὗτος, ἀντιτετάξεται λόγοις. διισχυριζόμεθα γὰρ αὐτὸν τὸν ἐκ θεοῦ πα‐ τρὸς λόγον ἐπιλαβέσθαι σπέρματος Ἁβραὰμ καὶ ἴδιον ποιήσασθαι σῶμα ψυχὴν ἔχον τὴν λογικὴν τὸ ἐκ τῆς ἁγίας παρθένου ληφθέν. καὶ δὴ καθ’ ἕνωσιν ἀληθῆ 〈Χριστὸν〉 ἕνα τε καὶ τὸν αὐτὸν εἶναι φαμὲν τὸν χθὲς καὶ σήμερον καὶ εἰς τοὺς αἰῶνας ὄντα τε
35πρὸ Ἁβραὰμ θεικῶς, γεγονότα δὲ καὶ μετὰ τοῦτο ἄνθρωπον καὶ γέννησιν ὑπομεῖναι τὴν ἐκ γυναικός. οὐκοῦν οὐ ψευδοεπήσει λέγων· ἀμὴν λέγω ὑμῖν, πρὶν Ἁβραὰμ γενέ‐ σθαι, ἐγὼ εἰμ. ἀλλ’ οὐ συνίησιν ὅλως ὅ τι ποτέ ἐστι τὸ χθὲς καὶ σήμερον καὶ εἰς τοὺς αἰῶνας. ἵνα γὰρ ἀίδιον ὄντα καὶ ὡσαύτως ἔχοντα κατὰ φύσιν καὶ τροπῆς ἀμείνω καὶ μεταβολῆς τὸν τοῦ θεοῦ καταδείξηι λόγον, κἂν εἰ γέγονεν ἄνθρωπος,
40εἰς καιροὺς μὲν διέστησε τρεῖς τὸν ἅπαντα χρόνον, τίθησι δὲ τὸ μὲν χθές ἐπὶ τοῦ παρωι‐

1,1,6

63

χηκότος, ἐπὶ δέ γε τοῦ ἐνεστηκότος τὸ σήμερον καὶ ἐπὶ τοῦ μέλλοντος τὸ εἰς αἰῶνας· ὁ δὲ ἄγροικος οὑτοσὶ τὸ χθὲς καὶ σήμερον ὡς ἐπ’ ἀνθρώπου δέχεται παρ’ αὐτὸν κοι‐ νοῦ παραλόγως, οὐκ ἐννοῶν ὅτι πρεσβύτερόν τε καὶ προυπάρχοντα τῆς ἑαυτοῦ γεννήσεως ἀποφανεῖ πάντηι τε καὶ πάντως, εἴπερ ἦν ὅλως καὶ κατὰ τὴν χθές, ὅπερ ἐστὶ τοῦ παρωι‐
5χηκότος καιροῦ σημαντικόν. ὅτι μὲν 〈οὖν〉 οὐχ ἕτερος ὁ χθὲς καὶ σήμερον Ἰησοῦς Χριστός, ἕτερος δὲ ὁ λέγων πρὶν Ἁβραὰμ γενέσθαι, ἐγὼ εἰμ, ἀλλ’ εἷς τε καὶ ὁ αὐτὸς καθ’ ἕνωσιν ἀληθῆ, ἀνθρώπου καθ’ ἡμᾶς γεγονότος τοῦ λόγου καὶ τῆι ἰδίαι φύσει τετηρηκότος, καὶ ὅτε γέγονε σάρξ, τὸ ἄναρχον ἐν χρόνωι, καταθρήσαι τις ἂν καὶ ἀταλαι‐ πώρως κομιδῆι διά γε τῆς θεοπνεύστου γραφῆς. [ὃ] φησὶ μὲν γὰρ ὁ μακάριος εὐαγ‐
10γελιστὴς Ἰωάννης περὶ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ· Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγε λέγων· ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν, καὶ πάλιν· τῆι ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει· ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον· ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπρο‐
15σθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. ὁρᾶις οὖν ἄρα καὶ μάλα σαφῶς τὸν θεσπέσιον βαπτιστὴν ἄνδρα λέγοντα τὸν Ἰησοῦν καὶ ὀπίσω μὲν ἐρχόμενον ὡς ὀψιγενῆ τε καὶ μετ’ αὐτόν, προυπάρχοντά γε μὴν αὐτοῦ καὶ προυφεστηκότα· δηλοῖ γὰρ οἶμαι τουτὶ τὸ ὅτι πρῶτός μου ἦν, καὶ ἔμπροσθέν μου γέγονεν. εἶτα πῶς εἴπερ ἐστὶν ἀνήρ, προυφεστηκὼς νοεῖται καὶ προυπάρχειν λέγεται τοῦ προειληφότος κατὰ τὸν χρόνον καὶ
20πρεσβυτέραν ἔχοντος τὴν κατὰ σάρκα αὐτοῦ γέννησιν; εἰ μὲν γὰρ ἐπί τινος τῶν καθ’ ἡμᾶς ταυτὶ λέγοιτο τυχόν, ἀπορήσειεν ἂν οἶμαί που καὶ ἁπαστισοῦν [εἰς] ἀπολογίας· ἐπὶ δέ γε τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ τὸ ἐμποδὼν οὐδέν. οἰκειοῦται μὲν γὰρ ὁ ἐκ θεοῦ 〈καὶ πατρὸς λόγοσ〉 τῆς ἰδίας σαρκὸς τὴν γέννησιν, πλὴν οὐκ ἠγνόηκεν ὅτι τῶν αἰώνων ἐστὶ ποιητὴς καὶ προυφέστηκεν ὡς θεὸς καὶ τῶι ἰδίωι πατρὶ συναίδιος. οὐ γάρτοι
25φαμὲν ὅτι τῆι γεννήσει τοῦ ἰδίου σώματος σύγχρονον ἔχει τὴν ὕπαρξιν, ἀλλ’ ἦν, ὡς ἔφην, ἐκ τῆς τοῦ θεοῦ καὶ πατρὸς οὐσίας ἀπορρήτως γεγεννημένος. οὐκοῦν ἔχων τὸ εἶναι πρὸ Ἁβραὰμ ὡς θεός, κἂν εἰ γέγονεν ἄνθρωπος, οὐκ ἂν διαψεύσαιτο λέγων ὡς εἷς ἀλη‐ θῶς καὶ υἱὸς καὶ κύριος· πρὶν Ἁβραὰμ γενέσθαι, ἐγὼ εἰμ. καὶ μήτοι θαυμάσηις εἰ τῆι ἰδίαι νενέμηκε φύσει τὸ εἶναι πρὸ Ἁβραάμ, διαλογίζου δὲ μᾶλλον ὅτι καίτοι τὸ σῶμα
30λαβὼν ἐκ τῆς ἁγίας παρθένου ἔφη πρὸς τὸν Νικόδημον εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύσετε; καὶ οὐ‐ δεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου, καίτοι κεχρημάτικε καὶ υἱὸς ἀνθρώπου, γεννηθεὶς ἐκ γυναικὸς κατὰ σάρκα. ψευδοεπήσει δὴ οὖν καταβεβηκέναι λέγων ἐξ οὐρανοῦ τὸν υἱὸν τοῦ ἀνθρώπου,
35τουτέστιν ἑαυτόν; μὴ γένοιτο· καὶ γάρ ἐστιν αὐτὸς ἡ ἀλήθεια. πῶς οὖν ἄνωθεν ὁ υἱὸς τοῦ ἀνθρώπου νοοῖτ’ ἂν εἰκότως; ὅτι θεὸς ὢν ὁ λόγος καὶ ἐκ τῆς ἀνωτάτω πασῶν οὐσίας καταβεβηκέναι λέγεται καὶ δούλου μορφὴν ἀναλαβεῖν, εἶτα διαλέγεται πρὸς ἡμᾶς, οὐχ ὡς γυμνὸς ἔτι λόγος, ἀλλ’ ὡς ἄνθρωπος καθ’ ἡμᾶς καὶ ὡς εἷς ἤδη νοούμενος μετὰ τῆς ἑνωθείσης αὐτῶι σαρκός. ὥσπερ δὲ διὰ τὸ τῆι κενώσει πρέπον οἰκειοῦται πάντα
40τὰ τοῦ ἰδίου σώματος, καίτοι τὴν φύσιν ἀσώματος ὤν, οὕτω καὶ ἄνωθεν ὢν αὐτὸς καὶ ἐξ οὐρανοῦ τὸ ἄνωθεν ἥκειν ἀπονέμει πάλιν ἑαυτῶι, καὶ ὅτε γέγονεν ἄνθρωπος, κἂν εἰ γε‐ γέννηται κατὰ σάρκα μεθ’ ἡμῶν ἐκ γυναικός. γέγονε τοίνυν ἴδια μὲν τοῦ λόγου τὰ τῆς ἀνθρωπότητος, ἴδια δὲ πάλιν τῆς ἀνθρωπότητος τὰ αὐτοῦ τοῦ λόγου. εἷς γὰρ οὕτω
νοεῖται Χριστὸς καὶ υἱὸς καὶ κύριος. ἐπειδὴ δὲ προστέθεικεν ὁ καινοτόμος οὑτοσὶ ὅτι

1,1,6

64

Ὅμοιος τοῖς ἀδελφοῖς κατὰ πάντα ὁ ψυχῆς ἀνθρωπίνης καὶ σαρκὸς ἀναλαβὼν ἀδελ‐ φότητα, οὐχ ὁ λέγων ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα. Φέρε δὴ πάλιν ὅ τι ποτέ ἐστιν ὅ φησιν ἐν τούτοις, ὡς ἔνι, περιαθρήσομεν. ὅτι μὲν γὰρ εἰκών ἐστι καὶ χαρακτὴρ τοῦ θεοῦ καὶ πατρὸς ὁ υἱός, διωμολόγηκε καὶ αὐτός· τίς
5δ’ ἂν εἴη λοιπὸν ὁ ψυχῆς ἀνθρωπίνης καὶ σώματος ἀναλαβὼν ἀδελφότητα, δῆλον δὲ ὅτι τὴν πρὸς ἡμᾶς, διδασκέτω παρελθών. οὐ γάρ που φαίη τις ἂν ὡς ὁ καθ’ ἡμᾶς φαινό‐ μενος ἄνθρωπος οἷον Βαρνάβας τυχὸν ἢ Παῦλος ἢ γοῦν ἕτερός τις τῶν τελούντων ἐν ἀν‐ θρώποις ψυχῆς ἀνθρωπίνης καὶ σώματος ἀδελφότητα λαβεῖν λέγοιτο ἂν ὡς ἕτερόν τι παρὰ τοῦτο ὑπάρχων, εἶθ’ οὕτω λαβών· ἔστι δὲ μᾶλλον ἔν γε τῶι εἶναι τοῦθ’ ὅπερ ἐστίν. οὐ‐
10κοῦν οὐκ ἄνθρωπός τις ὑπάρχων, ὡς ἕτερόν τι παρ’ ἑαυτόν, λαβεῖν ἂν νοοῖτο τὸ εἶναι ὅ ἐστι, πρέποι δ’ ἂν μᾶλλον τῶι ἐκ θεοῦ φύντι λόγωι τὸ ἀσύντακτον ἔχοντι πρὸς ἡμᾶς κατά γε τοὺς τῆς ἰδίας φύσεως λόγους ψυχῆς ἀνθρωπίνης καὶ σώματος τὴν πρὸς ἡμᾶς ἀδελ‐ φότητα λαβεῖν. καὶ πρός γε τοῦτο ἡμῖν ὁ τῆς ἀληθείας ἐπαγωνιεῖται λόγος καὶ τῆς ἀμωμήτου πίστεως ἡ παράδοσις. ἄραρεν οὖν ὅτι ἐν μορφῆι τοῦ θεοῦ καὶ πατρὸς θεὸς
15λόγος ἀδελφὸς ἡμῖν κατὰ πάντα γέγονε, ψυχῆς ἀνθρωπίνης καὶ σώματος ἀδελφότητα λα‐ βών, καὶ οὐκ ἂν διαψεύσαιτο λέγων· ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα. εἰ μὲν γάρ τις τῶν ἐν ἡμῖν ἀμαθίας εἰς τοῦτο κατώλισθεν ἐννοιῶν, ὡς οἴεσθαι καὶ αὐτὸν τὸν ἐν τοῖς οὐρανοῖς πατέρα καὶ θεὸν κατακομίζεσθαι δεῖν, εἴς γε τὸ χρῆναι φημὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ἔχειν, δῆλον δὲ ὅτι τὴν σωματικήν, ὀρθῶς ἐδεδίει μὴ ἄρα που λέγον‐
20τος τοῦ Χριστοῦ ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα καὶ αὐτὸν ὑποτοπήσειε τὸν ἐξ οὗπέρ ἐστιν, ἐν εἴδει τε εἶναι τῶι καθ’ ἡμᾶς καὶ ἐν τοῖς κατὰ σῶμα σχηματισμοῖς· ἐπειδὴ δὲ καὶ υἱὸς ἀνθρώπου γεγονὼς τὸ εἶναι θεὸς διεσώσατο καὶ τὸ τῆς ἰδίας φύσεως κάλλος ἀπαραποίητον ἔχει, κατοκνήσαιμ’ ἂν οὐδαμῶς εἰπεῖν ὅτι καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ἔχει κατά γε τὸ εἶναι καθ’ ἡμᾶς ἄνθρωπος ὁ ἐκ ψυχῆς καὶ σώματος, καίτοι θεὸς ὢν φύσει
25καὶ χαρακτὴρ τῆς ὑποστάσεως τοῦ γεγεννηκότος. εἷς οὖν ἄρα καὶ ὁ αὐτός, παραπλή‐ σιος μὲν τοῖς ἀδελφοῖς κατὰ σάρκα, δεικνύων δὲ καὶ αὐτὸν ἐν ἰδίαι φύσει τὸν γεννήτορα, κατά γε φημὶ τὸ εἶναι θεός. ὁ δὲ τοῦτο μὲν οὐ συνίησι, πόθεν; παρασημαίνων δὲ ὥσπερ τὸν ὀρθῶς τε καὶ ἀκιβδήλως ἔχοντα τοῦ μυστηρίου λόγον, ἕτερον ἡμῖν καὶ ἕτερον εἰσκομίζει Χριστὸν καὶ τοῖς Ἰουδαικοῖς ἐγκλήμασιν ἐναλοὺς οὐδὲ ὅποιπέρ ἐστι καὶ ἵν’ ἥκει
30κακῶν, αἰσθάνεται. ἤκουον μὲν γὰρ οἱ ἐξ αἵματος Ἰσραὴλ θεοῦ διακεκραγότος δι’ ἑνὸς τῶν ἁγίων προφητῶν περὶ τοῦ Ἐμμανουήλ· καὶ σ, Βηθλεέμ, οἶκος τοῦ Ἐφραθ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶ‐ ναι εἰς ἄρχοντα ἐν τῶι Ἰσραὴλ καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. καὶ πάλιν· τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ
35τῆς γῆς ἡ ζωὴ αὐτο. εἶτα συνιέντες οὐδαμῶς τὸ μυστήριον οὔτε μὴν εἰδότες ὅτι καίτοι θεὸς ὢν φύσει καὶ τῆς ὑπάρξεως τὴν ἀρχὴν ἄποπτόν τε καὶ ἀκατάληπτον ἔχων κεχρημάτικε Βηθλεεμίτης ὡς ἐκ ῥίζης Ἰεσσαὶ καὶ Δαυίδ, ἐκεῖ γεννηθεὶς κατὰ σάρκα, πρὸς ἀλλήλους ἔφασκον· οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; ἴδε παρρησίαι λαλεῖ καὶ οὐδὲν αὐτῶι λέγουσι· μήποτε ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός
40ἐστιν ὁ Χριστός; ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν, ὁ δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν. ἤκουον γάρ, ὡς ἔφην, τοῦ προφήτου λέγοντος ἐναργῶς τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; καὶ ὅτι τὰς ἐξόδους ἤτοι τὴν ὕπαρξιν πρὸ παντὸς αἰῶνος ἔχει. ἄθρει δή μοι πάλιν τῆς Ἰουδαίων ἐμβροντησίας τὸ μέγεθος. φάσκοντες γὰρ ὅτι ὁ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πό‐
45θεν ἐστ, πάλιν πρὸς ἀλλήλους ἔλεγον· οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· ἄλλοι

1,1,6

65

δὲ ἔλεγον, φησίν, ὅτι αὐτός ἐστιν ὁ Χριστός· οἳ δὲ ἔλεγον· μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ σπέρματος Δαυὶδ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης, ὅπου ἦν Δαυίδ, ὁ Χριστὸς ἔρχεται; ὁρᾶις οὖν ὅπως καὶ καταμεθύουσι, καὶ τὸ ἄναρχον θεικῶς καὶ τὴν ἐν χρόνωι γέννησιν σαρκικὴν
5ὁμολογοῦντες αὐτοῦ; ἀλλ’ οὐκ ἂν εἰς οὕτως ἐκτόπους ἀπεκομίζοντο δυσβουλίας, εἴπερ ἤιδε‐ σαν ἀληθῶς ὅτι θεὸς ὢν ὁ λόγος ἐκ ῥίζης τῆς Ἰεσσαὶ καὶ Δαυὶδ καὶ τῆς ἁγίας παρθένου προῆλθεν ἄνθρωπος, ὠνόμασται δὲ καὶ Βηθλεεμίτης ὁ γῆς τε καὶ οὐρανοῦ καὶ τῶν ὅλων δεσπότης· συνεπτώχευσε γὰρ ἡμῖν πλούσιος ὢν κατὰ τὸ γεγραμμένον. τί τοιγαροῦν ταῖς τῶν Ἰουδαίων τερθρείαις σαυτὸν ἐνιεὶς πεφρόνηκάς τε καὶ λέγεις ἃ μήτε θέμις εἰπεῖν
10μήτε μὴν ἐννοεῖν ἀζήμιον; ἕνα μεθ’ ἡμῶν ὁμολόγει Χριστὸν καὶ μὴ διατέμνων εἰς δύο δὴ πάλιν ἐκεῖνο λέγε Ἀπεστάλη ὁ ἡμῖν ὁμοούσιος καὶ κέχρισται κηρύττων αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν. Εἶτα ὅποι ποτὲ βαδιεῖται τῶν θεηγόρων ὁ λόγος, οἳ μυσταγωγοὶ γεγόνασι τῆς ὑπ’
15οὐρανόν; αὐτὸν γὰρ διακεκράγασι τὸν ἐκ θεοῦ πατρὸς λόγον σωτῆρα τῶν ὅλων γενέσθαι καὶ λυτρωτήν, οὐχ ὡς ἀνθρώπου μεσιτεύοντος παρ’ αὐτὸν ἑτέρου καθάπερ ἀμέλει καὶ ὁ Μωσῆς, ἐν εἴδει δὲ μᾶλλον καὶ ἐν ὁμοιώματι σωματικῶι πρὸς ἡμᾶς καθιγμένον. κέχρι‐ σται γὰρ οὗτος εἰς ἀρχιερέα καὶ ἀπόστολον. καὶ γοῦν Ἰουδαίοις ἐπετίμα λέγων· οὔκ ἐστι γεγραμμένον ἐν τῶι νόμωι ὑμῶν· ἐγὼ εἶπα· θεοὶ ἐστ; εἰ ἐκείνους
20εἶπε θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφ, ὃν ὁ πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι βλασφημεῖς, ὅτι εἶπον· υἱὸς τοῦ θεοῦ εἰμ; ἀνθ’ ὅτου δὲ δὴ τὸν ἑαυτὸν κα‐ θέντα πρὸς κένωσιν, ἵνα σώσηι τὴν ὑπ’ οὐρανόν, τῶν εἰς ἡμᾶς γεγονότων θεοπρεπεστά‐ των καὶ ἀξιαγάστων ἀληθῶς κατορθωμάτων ἐκπέμψομεν, ἀπεστάλθαι λέγοντες ὡς ἕτερόν
25τινα παρ’ αὐτὸν ἡμῖν ὁμοούσιον; καίτοι πῶς οὐκ ἄμεινον εἰπεῖν καὶ μὴν καὶ ἑλέσθαι φρονεῖν ὡς ἀπέσταλταί τε καὶ γέγονεν ἡμῖν ὁμοούσιος, τουτέστιν ἄνθρωπος, ὁμοούσιος δὲ μεμενηκὼς καὶ αὐτῶι τῶι θεῶι καὶ πατρὶ καθὸ καὶ νοεῖται καὶ ἦν τε καὶ ἔστι θεός; ἔστι γὰρ ἔστιν ὃ ἦν, καὶ προσλαβὼν τὸ ἀνθρώπινον, ἔχων δὲ τὴν ταυτότητα τῆς οὐσίας πρὸς τὸν ἐν τοῖς οὐρανοῖς πατέρα καὶ θεὸν ἐπελάβετο σοφῶς καὶ τῆς πρὸς ἡμᾶς ὁμοιότητος,
30τέθειται δὲ καὶ μεσίτης, συνδέων δι’ ἑαυτοῦ πρὸς ἑνότητα σχετικὴν τὰ τοῖς τῆς φύσεως λόγοις ὁλοτρόπως ἀλλήλων διηιρημένα. γέγονε γάρ, θεὸς ὢν φύσει, κατὰ ἀλήθειαν ἄν‐ θρωπος, ἵνα καὶ ἡμεῖς χρηματίσωμεν γένος οὐκέτι τοῦ πρώτου, τουτέστι τοῦ χοικοῦ, πρὸς ὃν εἴρηται παρὰ θεοῦ γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσηι, τοῦ καὶ εἰς θάνατον παραπέμ‐ ποντος, ἀλλὰ τοῦ δευτέρου, τοῦ ἄνωθεν καὶ ἐξ οὐρανοῦ, φημὶ δὴ Χριστοῦ, τοῦ πρὸς ζωὴν
35ἡμᾶς τὴν ἀκήρατον ἀναφέροντος καὶ ἄφθαρτον ἀποφαίνοντος τὸ θανάτωι κάτοχον καὶ ἀπαλλάττοντος ἁμαρτιῶν τὸ τοῖς ἁμαρτίας βρόχοις ἐνειλημμένον. οὕτω που πρὸς τὸν υἱὸν αὐτός φησιν ὁ πατήρ· ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει. καὶ πάλιν διὰ φωνῆς Ἡσαίου· εὐλο‐
40γήσει με τὰ θηρία τοῦ ἀγρο, σειρῆνες καὶ θυγατέρες στρουθῶν, ὅτι ἔδωκα ἐν τῆι ἐρήμωι ὕδωρ καὶ ποταμοὺς ἐν γῆι ἀνύδρωι ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτόν, λαόν μου ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθαι.
ὃ δὴ καὶ συνιεὶς εὖ μάλα τοῖς ἐξ ἐθνῶν διὰ πίστεως κεκλημένοις εἰς θεογνωσίαν ἀληθῆ

1,1,6

66

γράφει καί φησιν ὁ θεσπέσιος Πέτρος· ὑμεῖς δὲ γένος ἐκλεκτόν, βασίλειον ἱερά‐ τευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ἵνα τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλοῦντος ἐπὶ τὸ θαυμαστὸν αὐτοῦ φῶς, οἵ ποτε οὐ λαός, νῦν δὲ λαὸς 〈θεοῦ. εἰ δὲ καθάπερ αὐτῶι σοι δοκεῖ καὶ φρονεῖν καὶ λέγειν,
5ἀπεστάλη ὁ ἡμῖν ὁμοούσιος, οὐκέτι δὲ καὶ αὐτῶι τῶι πατρί, κατ’ οὐδένα τρόπον ἡμεῖς θείας φύσεως γεγόναμεν κοινωνοί, μεμενήκαμεν 〈δέ,〉 ὡς ἔφην, καὶ ἐσμὲν ἔτι γένος τοῦ πρώτου τοῦ παραπέμποντος εἰς ἀρὰν καὶ θάνατον καὶ ὑπὸ ποινὴν ἁμαρτίας. μεματαιώ‐ μεθα δὴ οὖν καὶ ἐσμὲν οὐδὲν ἧττον καὶ νῦν ἐν οἷς ἦμεν πάλαι καὶ πρὸ τῆς ἐπιδημίας. πῶς οὖν ἔτι τὰ ἀρχαῖα παρῆλθε καὶ ἰδοὺ γέγονε καιν; ποῦ δὲ 〈τὸ〉 εἴ τις ἐν
10Χριστῶι, καινὴ κτίσις; ἀλλ’ αἰσχύνηι θεὸν ὁμολογεῖν καθ’ ἡμᾶς γενόμενον ἄνθρωπον τὸν τοῦ θεοῦ λόγον; ἐπιπλήττεις οὖν αὐτῶι καὶ οὐ σοφὰ βεβουλεῦσθαι φὴς ὅτι κεκένωκεν ἑαυτὸν δι’ ἡμᾶς. οὐκοῦν ἀκούσηι λέγοντος· ὕπαγε ὀπίσω μου, σαταν, σκάν‐ δαλόν μου ε, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεο, ἀλλὰ τὰ τῶν ἀνθρώπων. ἐρεύ‐ νησον μεθ’ ἡμῶν τὴν θεόπνευστον γραφήν. ὤφθη ποτὲ καὶ τῶι πατριάρχηι Ἰακὼβ τῆς
15μὲν τοῦ Λάβαν ἑστίας ἀπαίροντι, πρὸς αὐταῖς δὲ γεγονότι ταῖς διαβάσεσι τοῦ Ἰαβὼκ καθὰ γέγραπται. ὑπελείφθη γὰρ Ἰακὼβ μόνος καὶ ἐπάλαιεν ἄνθρωπος μετ’ αὐ‐ τοῦ ἕως πρω. εἶδε δὲ ὅτι οὐ δύναται πρὸς αὐτόν, καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ ἐν τῶι παλαίειν αὐτὸν μετ’ αὐτο. εἶπε δὲ αὐτῶι· ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος. ὃ
20δὲ εἶπεν· οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσηις. καὶ μεθ’ ἕτερα πάλιν· καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου Εἶδος θεο· εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχ. ἀνέτειλε δὲ αὐ‐ τῶι ὁ ἥλιος, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ θεο. σύνες οὖν ὅπως οὐχ ὡς ἀσώματός τε καὶ ἀναφὴς λόγος ἠξίου φαίνεσθαι τῶι πατριάρχηι τὸ τηνικάδε τὸν τοῦ μυ‐
25στηρίου τύπον προαναφαίνων αὐτῶι, ἀλλ’ ἦν ἄνθρωπος ὁ παλαίων καὶ ὅλην εἰς τοῦτο δαπανήσας τὴν νύκτα· πλὴν διαυγαζούσης ἡμέρας ὄρθρου τε γεγενημένου τὸ ἀπόστειλόν μέ φησιν, ὅπερ ἦν ἐναργῶς καταλύοντος τὴν πάλην. καὶ τίς ὁ τοῦ μυστηρίου λόγος, εἰπεῖν ἀναγκαῖον. τοῖς μὲν γὰρ ὡς ἐν νυκτὶ καὶ σκότωι διατελοῦσι καὶ ἀχλὺν ἔχουσι τὴν νοητὴν εἰς νοῦν καὶ καρδίαν οὔπω τε νοεῖν ἰσχύουσι τὸ ἐπ’ αὐτῶι μυστήριον παλαίειν
30τε καὶ μάχεσθαι καὶ νικᾶν ἔθος αὐτῶι· τοῖς γε μὴν ἐν φωτὶ γεγονόσι καὶ ὡς ἐν ὄρθρωι τῶι νοητῶι καὶ νενοηκόσιν εὖ μάλα τὸ μυστήριον οὐκέτι παλαίειν ἀξιοῖ, διανέμει δὲ μᾶλλον εὐλογίας πνευματικάς. οὐκοῦν κἂν ὀψὲ καὶ μόλις εἰ γένοιο καὶ αὐτὸς μεθ’ ἡμῶν ἐν φωτὶ καὶ οἷον ἐν ὄρθρωι, πεπαύσεταί σοι μαχόμενος ὁ πάντας νικῶν. θέα δὲ ὅπως ἀνθρώπου παλαίοντος ὁ θεσπέσιος Ἰακὼβ ἑωρακέναι φησὶ τὸν θεὸν πρόσωπον πρὸς πρό‐
35σωπον, προστέθεικε δὲ τὸ γράμμα τὸ ἱερὸν ὅτι ἀνέτειλεν αὐτῶι ὁ ἥλιος, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ θεο. ἀνθ’ ὅτου δὴ οὖν ἐπερυθριᾶις τοῖς τῆς κενώσεως μέτροις, καίτοι τὸν ἐκ θεοῦ πατρὸς λόγον σαρκωθῆναί τε καὶ ἐνανθρωπῆσαι παντὸς οἶμαι λέγοντος τοῦ καὶ ὀρθὴν ἔχοντος πίστιν καὶ βασανίζοντος ἀκριβῶς τῆς θεοπνεύστου γραφῆς τὸν σκοπόν; ὁ τοίνυν ἡμῖν ὁμοούσιος καθὸ γέγονεν ἄνθρωπος, καὶ αὐτῶι δὲ τῶι πατρὶ
40καθὰ μεμένηκε καὶ 〈ἐν〉 ἀνθρωπότητι θεός, ἀπεστάλη κηρύσσειν αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν ἰάσασθαί τε τοὺς συντετριμμένους τὴν καρδίαν, καλέσαι δὲ καὶ ἐνιαυτὸν
κυρίου δεκτόν. αὐτοῦ γὰρ μόνου καὶ οὐχ ἑτέρου τινὸς τὰ τοιάδε γέγονεν εἰς ἡμᾶς

1,1,6

67

κατορθώματα καὶ πιστώσεταί τις τῶν ἁγίων προφητῶν, οὕτω λέγων· οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ’ αὐτὸς ὁ κύριος ἔσωσεν ἡμᾶς, ὁ καὶ ἐναργέστατα λέγων· διὰ τοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου ἐν τῆι ἡμέραι ἐκείνηι· αὐτὸς ὁ λαλῶν πάρειμι. καίτοι πῶς εἴπερ ἦν τις ἄνθρωπος ἁπλῶς ὁ ἀπεσταλμένος, αὐτὸς ἂν νοοῖτο
5καὶ τὸν πάλαι τοῖς ἀρχαιοτέροις κεχρησμωιδημένον λαλήσας νόμον; οὐ γάρτοι προὼν ὡς ἄνθρωπος ἄνθρωπος γεγενῆσθαι λέγοιτ’ ἄν, ἵνα μὴ τῆς εἰς τὸ εἶναι παρόδου πρεσβυτέραν ἔχων ὁρῶιτο τὴν ὕπαρξιν· ἀλλ’ ὡς θεὸς προυπάρχων λελάληκε μὲν τὸν νόμον, παρεῖναι δέ φησι ξένως τε καὶ ἀσυνήθως, ὅτε γέγονεν ἄνθρωπος. ἀλλὰ ναί, φησί, τὰ πάντα πλη‐ ροῖ θεὸς ὢν ὁ λόγος· πῶς οὖν ἄρα καὶ ἀπεστάλη; ποῦ γὰρ οὐκ ἦν ὁ πάντα πληρῶν;
10τί δέ, εἰπέ μοι, τὴν θείαν καὶ ὁμοούσιον τριάδα συνεστάλθαι δώσομεν ἢ κατευρύνεσθαί τε τῶν ὅλων καὶ πάντα πληροῦν; εἶτα πῶς ὁ μέγας ἡμῖν Μωσῆς, ὅτε τὸν οὐρανομήκη πύργον ἀνεδείμαντο τινὲς τῶν ἀρχαιοτέρων, εἰσκεκόμικε λέγοντα τὸν θεὸν δεῦτε καὶ κατα‐ βάντες συγχέωμεν ἐκεῖ τὰς γλώσσας αὐτῶν; ποίας ἐδεῖτο καταβάσεως ἡ οὐρανόν τε καὶ γῆν ἀναπιμπλᾶσα φύσις; γέγραπται δὲ καὶ περὶ τοῦ ἁγίου πνεύματος ὅτι πνεῦμα
15κυρίου πεπλήρωκε τὴν οἰκουμένην. ψάλλει καί φησιν ὁ μακάριος Δαυὶδ περὶ τῶν ἐν γῆι κειμένων πρὸς τὸν ζωοποιεῖν ἰσχύοντα θεόν· ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. πῶς ἐξαποστέλλεται τὸ πάντα πληροῦν; μὴ τοίνυν ὡς σοφόν τι καὶ δυσανά〈λυτον〉 προτιθεὶς τὸ πάντα πλη‐ ροῦν ἰσχύοντα τὸν ἐκ θεοῦ πατρὸς λόγον ἀνέφικτον ἔχειν τὴν ἀποστολήν, παραλύειν ἐπεί‐
20γου τὸ ἀληθὲς καὶ τὴν τοῦ μυστηρίου δύναμιν ἀνατρέπειν, ἐννόει δὲ μᾶλλον ὅτι λέγεται μὲν ἀνθρωπίνως τὰ περὶ θεοῦ, νοεῖται δὲ οὕτω ** πρὸς ἡμᾶς ὡς ἂν αὐτός τε εἰδείη καὶ δρᾶν ἔθος αὐτῶι. Ἐπειδὴ δὲ ὡς βραχὺ καὶ ἀνθρώπινον καὶ τῆς τοῦ μονογενοῦς ἀξίας ἡττώμενον ἀμέ‐ τρως δέχεται τὴν χρίσιν, φέρε τὰ εἰκότα καὶ εἰς τοῦτο λέγωμεν, τὰς τοῦ σκανδάλου λύοντες
25ἀφορμάς. εἰ μὲν οὖν οὐ γέγονεν ἄνθρωπος, ἀποσειέσθω τὰ ἀνθρώπινα, παραιτείσθω τὴν οἰκονομίαν ὡς ἐν μείοσι τιθεῖσαν αὐτὸν καὶ τῆς ἀνωτάτω δόξης καὶ θεοπρεποῦς ὑπε‐ ροχῆς κατόπιν ἱεῖσαν, σμικρὰ γὰρ τῶι λόγωι τὰ καθ’ ἡμᾶς· ἐπειδὴ δὲ σοφὸν ἀληθῶς τὸ μυστήριον καὶ οὐκ ἀπόβλητον αὐτῶι τὸ τῆς κενώσεως χρῆμα, τί τοῖς ὀρθῶς ἔχουσι ῥιψο‐ κινδύνως ἐπιτιμᾶις καὶ τὸ ταῖς αὐτοῦ ψήφοις στεφανούμενον ὡς ἀκαλλὲς ἀποτρέπηι; εἶδες
30χριόμενον ἀνθρωπίνως· ὅρα τὸν αὐτὸν καὶ χρίοντα θεικῶς. γέγραπται γὰρ ὅτι καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν καὶ μένον ἐπ’ αὐτὸν κἀγὼ οὐκ ἤιδειν αὐτόν, ἀλλ’ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· ἐφ’ ὃν ἂν ἴδηις τὸ πνεῦμα κατα‐ βαῖνον καὶ μένον ἐπ’ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν τῶι πνεύματι τῶι
35ἁγίωι. καὶ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεο.
35ἆρα γὰρ ἀνθρωπότητος ἔργον εἶναι φὴς τὸ βαπτίζειν δύνασθαι τοὺς πιστεύοντας ἐν ἁγίωι πνεύματι; καίτοι πῶς οὐκ εὔηθες τὸ οὕτως ἔχειν οἴεσθαι ταυτί; πῶς γὰρ τὸ μεῖον τὴν τοῦ προύχοντος ἀσυγκρίτως χαριεῖται μέθεξιν; ἄθρει δὲ ὅτι αὐτὸς ἐκεῖνος ἐφ’ ὃν καταπτῆναι τὸ πνεῦμα λέγεται μεῖναί τε ἐπ’ αὐτόν, ἐν ἁγίωι βαπτίζει πνεύματι, καταχρίων δὲ δηλονότι τοὺς πιστεύοντας ὡς θεὸς τῶι ἰδίωι πνεύματι. καὶ γοῦν ἀνεβίω μὲν ἐκ νεκρῶν, ἐνεφύ‐
40σησε δὲ τοῖς μαθηταῖς, λέγων· λάβετε πνεῦμα ἅγιον· οἳ δὲ λαβόντες φασίν· ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεο,
ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν. γράφει δὲ καὶ ὁ σοφώτατος

1,1,6

68

Παῦλος· οἱ δὲ ἐν σαρκὶ ὄντες θεῶι ἀρέσαι οὐ δύνανται. ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκ, ἀλλ’ ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν. εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὔκ ἐστιν αὐτο. καὶ μὴν καὶ ἑτέρωθι· ὅσοι γὰρ πνεύματι θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ θεο. οὐκοῦν ὅταν ἴδηις
5αὐτὸν τῶι ἰδίωι χριόμενον πνεύματι, διαμέμνησο τῆς μετὰ σαρκὸς οἰκονομίας καὶ καταλο‐ γίζου τὸ ἀνθρώπινον· ὅταν ἴδηις τὸ πνεῦμα διδόντα, θαύμαζε μετὰ τούτου τὸν καὶ ἐν ἀν‐ θρωπότητι θεόν. ἀλλ’ οὐδὲν τῶν τοιούτων ὑπολογιζόμενος ὁ δύσερις οὑτοσὶ πάλιν ὧδέ φησιν Οὗτος ὁ πιστὸς τῶι θεῶι γεγενημένος ἀρχιερεύς (ἐγένετο γάρ, οὐκ ἀιδίως ἦν)· οὗτος
10ὁ κατὰ μικρὸν εἰς ἀρχιερέως, αἱρετικέ, προκόψας ἀξίωμα. ἄκουε σαφεστέρας σοι δια‐ βοώσης φωνῆς· ὃς ἐν ταῖς ἡμέραις, φησί, τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώιζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὢν υἱός, ἔμαθεν ἀφ’ ὧν ἔπαθε, τὴν ὑπακοὴν καὶ τελειωθεὶς ἐγέ‐
15νετο τοῖς ὑπακούουσιν αὐτῶι αἴτιος σωτηρίας ἀκαταλύτου. τελειοῦται δὲ τὸ κατὰ μικρὸν προκόπτον, αἱρετικέ, περὶ οὗ καὶ Ἰωάννης ἐν τοῖς εὐαγγελίοις βοᾶι· Ἰησοῦς προέκοπτεν ἡλικίαι καὶ σοφίαι καὶ χάριτι, οἷς σύμφωνα καὶ Παῦλος φθεγγόμενος τελειωθείς, φησίν, ἐγένετο τοῖς ὑπακούουσιν αὐτῶι πᾶσιν αἴτιος σωτη‐ ρίας αἰωνίου, προσαγορευθεὶς ὑπὸ τοῦ θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν
20Μελχισεδέκ. οὗτος ὁ Μωσεῖ κατὰ τὸν τῆς στρατηγίας συγκρινόμενος τύπον, ὁ σπέρμα τοῦ Ἁβραὰμ κεκλημένος, ὁ κατὰ πάντα τοῖς ἀδελφοῖς παραπλήσιος, ὁ χρόνωι γενόμενος ἀρχιερεύς, ὁ διὰ παθημάτων τελειωθείς, ὁ ἐν ὧι πέπονθεν αὐτὸς πειρασθείς, δυνάμενος τοῖς πειραζομένοις βοηθῆσαι, ὁ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς κεκλημένος. τί οὖν ἀνθερμηνεύεις τῶι Παύλωι, τὸν ἀπαθῆ θεὸν λόγον ἐπιγείωι καταμιγνὺς σώματι καὶ παθητὸν
25ἀρχιερέα ποιῶν; Ὡς ἀκμαιοτάτην, ὦ τᾶν, καὶ μάλα νεανικὴν τῶν τῆς εὐσεβείας δογμάτων ἐποιήσω τὴν καταδρομήν. καὶ ὁ μὲν θεσπέσιος Βαροὺχ τὸν τοῦ θεοῦ λόγον, ἐνηνθρωπηκότα δὲ ἤδη καὶ ἐν ὁμοιώσει τῆι καθ’ ἡμᾶς πεφηνότα καταδεικνὺς οὗτος, φησίν, ὁ θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης
30καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῶι παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῶι ἠγαπημένωι ὑπ’ αὐτοῦ καὶ μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. σὺ δὲ τὸ οὗτος καὶ μάλα πλειστάκις ἀναφωνῶν μόνον οὐχὶ καὶ χεῖρα προτείνων τίνα τοῖς πεπιστευκόσι καθίστης ἐναργῆ καὶ μὴν καὶ ὁρᾶσθαι ποιεῖς καὶ δὴ καὶ προκόψαι φὴς εἰς ἀρχιερέα κατὰ βραχύ; ἀλλ’ οἶμαί που πάντως ἐκεῖνον ὃν καὶ ἔναγχος παραδειγματίζων
35ἔφασκες Οὐκοῦν ὁ παθὼν ἀρχιερεὺς ἐλεήμων, οὐχ ὁ ζωοποιὸς τοῦ πεπονθότος θεός. σπέρμα Ἁβραὰμ ὁ χθὲς καὶ σήμερον κατὰ τὴν τοῦ Παύλου φωνήν, οὐχ ὁ λέγων· πρὶν Ἁβραὰμ γενέσθαι, ἐγὼ εἰμ· ὅμοιος τοῖς ἀδελφοῖς κατὰ πάντα ὁ ψυχῆς ἀνθρωπίνης καὶ
σαρκὸς ἀναλαβὼν ἀδελφότητα, οὐχ ὁ λέγων· ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα.

1,1,6

69

Καὶ ὅτι μὲν τοῦ πεπονθότος θεὸν τὸν ζωοποιὸν τοῦ θεοῦ λόγον ὑπάρχειν διαβεβαιού‐ μενος τοῖς τῆς ἀφύκτου δυσφημίας ἐγκλήμασι σεαυτὸν ἐνιεὶς ἠδίκηκας οὐ μετρίως, ἀποχρῶν ἡμῖν διέδειξε λόγος· θαυμάζω δὲ ὅτι τῶν ἰδίων αὐτὸς ἀμνημονήσας φωνῶν κατὰ βραχὺ προελθεῖν εἰς ἀρχιερέως ἀξίωμα φάναι τε ὁμοῦ καὶ μὴν καὶ φρονεῖν ἀξιοῖς, ὃν καὶ θεὸν
5εἶναι φὴς παντοκράτορα. προκειμένης γάρ σοι τῆς Ἑβραίοις γραφείσης ἐπιστολῆς ἁλίσκηι λέγων Ἀλλ’ οὗτος ὁ κατὰ σάρκα τοῦ Ἰσραὴλ συγγενής, ὁ κατὰ τὸ φαινόμενον ἄνθρωπος, ὁ κατὰ τὴν Παύλου φωνὴν ἐκ σπέρματος γεγεννημένος Δαυὶδ παντοκράτωρ τῆι συνα‐ φείαι θεός.
10 Πῶς ἔτι προέκοψε κατὰ τὴν 〈σὴν〉 εἰκαιομυθίαν εἰς ἀρχιερέως ἀξίωμα, καίτοι θεὸς παντοκράτωρ καὶ διὰ τῆς σῆς φωνῆς μαρτυρούμενος; κἂν τὴν ἀκλεᾶ καὶ τὴν οὐκ οἶδ’ ὅπως ἐξευρημένην αὐτῶι σοι καὶ μόνωι συνάφειαν ὀνομάζηις, παρήσω νυνί, πλὴν ἐρήσομαι κατὰ ῥοῦν ἰέναι τὸν αὐτῶι πρέποντά τε καὶ προκείμενον τῶι λόγωι σκοπὸν ἐφιείς· ἆρ’ οὐχὶ τὸ προκόπτον εἰς ἱερωσύνην καὶ δόξαν τὴν εἰς τὰ ἀμείνω καὶ προύχοντα ποιεῖται
15βάδισιν ἢ γοῦν ἐπίδοσιν; καίτοι πῶς οὐχ ἁπαστισοῦν ἐπιψηφιεῖται τῶι λόγωι τὸ ἀληθές; μεῖζον οὖν ἄρα τοῦ εἶναι θεὸν παντοκράτορα τῆς ἱερωσύνης τὸ χρῆμα. εἶτα πῶς ὁ μὲν ἱερᾶσθαι λαχὼν λειτουργεῖ καὶ παρέστηκεν ὡς λάτρις θεῶι καὶ ὡς οἰκέτης δεσπότηι, προ‐ σκομίζων τὰ νενομισμένα καὶ θυσίας ἀνατιθείς, ὁ δὲ ὡς δόξηι τῆι ὑπερτάτηι κατεστεμ‐ μένος προσδέχεται τὰς θυσίας καὶ τιμᾶται θεραπευόμενος; ἀλλ’ ἐκεῖνο, οἶμαι, φὴς ὅτι θεὸς
20παντοκράτωρ ὑπάρχων ὁ αὐτὸς γέγονεν ἀρχιερεύς. κεκένωται δὴ οὖν καὶ τεταπείνωκεν ἑαυτὸν καθεὶς ἐν μείοσι. πῶς οὖν ἔτι προέκοψεν εἰς ἀξίωμα γεγονὼς ἱερεύς; διαμέμνησο δὴ πάλιν τῶν σαυτοῦ λόγων· ἔφης γὰρ οὕτως ἐν τοῖς ἀνωτέρω βραχύ Εἰ δὲ ἀρχιερεὺς ἡ θεότης, τίς ὁ τῆι παρὰ τῆς ἀρχιερωσύνης λειτουργίαι θεραπευό‐ μενος; εἰ θεὸς ὁ προσφέρων, οὐδεὶς ὧι προσφέρεται. τί γὰρ θεότητος ἄξιον, ἵν’ ὡς
25ἐλάττων προσφέρηι τῶι μείζονι; Στῆθι καὶ νῦν γοῦν ἐν ταῖς σεαυτοῦ φωναῖς· ἀλλὰ τοῦτο μὲν οὐχ οἷός τε ἔσηι δρᾶν, περιφέρηι δὲ ὥσπερ ἀνέμωι παντὶ καὶ διαρριπτούμενος οὐκ αἰσθάνηι, ποτὲ μὲν ἐξ ἐκείνων εἰς ταῦτα, ποτὲ δὲ πάλιν ἐκ τούτων εἰς ἐκεῖνα μεταπηδῶν, δέδιας δὲ κατ’ οὐδένα τρόπον τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς· εἰ γὰρ ἃ κατέλυσα, ταῦτα πάλιν οἰκοδο‐
30μήσω, παραβάτην ἐμαυτὸν συνιστάνω. ἐρεῖς δὲ ἴσως ἐκεῖνο· Χριστὸν ἕνα καὶ υἱὸν καὶ κύριον διισχυριζόμενος εἶναι πανταχοῦ τὸν ἐκ θεοῦ πατρὸς λόγον μετὰ τῆς ἰδίας σαρκός, πῶς δὴ φὴς εἰς ἀρχιερέα τεθεῖσθαι καὶ ἀπόστολον; εἶτα τοῦτο λέγων οὐχ ὑβριεῖς τῆς θείας αὐτοῦ δόξης τὸ ὑπερφερὲς ἀξίωμα; ὅτι, ὦ βέλτιστε, φαίην ἄν, γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ θεοῦ λόγος καὶ τοῖς τῆς ἀνθρωπότητος μέτροις οὐκ ἀνάρμοστον ἂν εἴη
35τὸ χρῆμα τῆς ἱερωσύνης καὶ μὴν καὶ τὸ ἀπεστάλθαι λέγειν αὐτόν. κατεφρόνησε γὰρ αἰσχύνης, ὡς ὁ θεσπέσιος γράφει Παῦλος, καὶ τὰ ἔτι μείω τε καὶ ἀπηχέστερα δι’ ἡμᾶς ὑπομείνας. δέδωκε γὰρ τὸν νῶτον εἰς μάστιγας, τὸ δὲ πρόσωπον αὐτοῦ οὐκ ἀπεστράφη ἀπὸ αἰσχύνης ἐμπτυσμάτων καὶ τῆς Ἰουδαίων παροινίας τληπαθῶς ἠνέσχετο. ἀλλ’ οὐκ ἀξιοῖς ἱερέα λέγειν ὡς ὑπάρχοντα θεόν; δέχου τῆς οἰκονομίας τοὺς λόγους, διαλογίζου τὴν
40κένωσιν, τὴν εἰς τὴν τοῦ δούλου μορφὴν καταφοίτησιν. οὐ δὴ προκόψαι φαμὲν καὶ εἰς ἀξίωμα δραμεῖν τὸν τοῦ θεοῦ λόγον, εἰ κεχρημάτικεν ἡμῶν ἀρχιερεύς, καθικέσθαι δὲ μᾶλλον καὶ διὰ τούτου πρὸς κένωσιν. ἐπεὶ πῶς κεκένωται καὶ τεταπεινῶσθαι λέγεται, καίτοι
τὸ ἄτρεπτον ἔχων καὶ ὑπάρχων ἐν μορφῆι καὶ ἰσότητι κατὰ πᾶν ὁτιοῦν πρὸς τὸν ἑαυτοῦ

1,1,6

70

γεννήτορα, πῶς δὲ καὶ προέκοψε κατὰ βραχύ, καὶ τοῦτο, καθὰ φὴς αὐτός, εἰς τὸ τῆς ἀρχιερωσύνης ἀξίωμα; ποίαν εἰς τοῦτο δεχόμενος τὴν ἐπίδοσιν; εἰ μὲν οὖν τὴν σώματος, ἐρήσομαι πάλιν· ἆρα γὰρ ἡ σώματος αὔξησις πρὸς τὴν τῆς ἱερωσύνης ἀνακομίζει δόξαν; οὐκοῦν ἔστω τὸ χρῆμα κοινὸν καὶ ὁ σὸς οὑτοσὶ κατὰ παντὸς ἴτω λόγος τοῦ προκόπτοντος
5σωματικῶς· ἀλλὰ μὴν οὐχ ἅπασι τοῖς εἰς αὔξησιν τὴν σωματικὴν ἀναφοιτᾶν εἰωθόσι τὸ ἱερᾶσθαι πρέπει. πῶς οὖν ἡμῖν εἰς ἀπόδειξιν ὧν ἔφης, παρατιθεὶς οὐκ ἐρυθριᾶις τὸ διὰ φωνῆς εἰρημένον τοῦ θεσπεσίου Λουκᾶ· Ἰησοῦς δὲ προέκοπτεν ἡλικίαι καὶ σοφίαι καὶ χάριτι; ἀλλ’ εἰς σοφίαν φὴς γενέσθαι τὴν ἐπίδοσιν· καίτοι πῶς τοῦτο οὐκ ἀμαθές; πεπιστεύκαμεν γὰρ ἐκ νηδύος αὐτῆς καὶ μήτρας τῆς παρθενικῆς θεὸν ὄντα τὸν
10Ἐμμανουὴλ ἄνθρωπον προελθεῖν, πλήρη που πάντως σοφίας καὶ χάριτος τῆς ἐνούσης αὐ‐ τῶι φυσικῶς. ποίαν οὖν 〈ἂν〉 ἐπιδέξαιτο τὴν ἐπίδοσιν ὁ ἐν ὧι πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας, ὁ τῆς ἄνωθεν χάριτος συνδοτὴρ τῶι θεῶι καὶ πατρί; πῶς οὖν ἄρα προκόπτειν εἴρηται; συμμετροῦντος, ὥς γε οἶμαι, τοῦ θεοῦ λόγου τῆι τοῦ ἰδίου σώματος αὔξηι τε καὶ ἡλικίαι τῶν ἐνόντων αὐτῶι θεοπρεπεστάτων ἀγαθῶν τὴν ἔκφανσιν. ἐννοῶμεν γὰρ ὅτι
15καίτοι καθ’ ἡμᾶς γεγονὼς ἄνθρωπος, λανθάνειν ἐσπούδαζεν ἐν ἀρχαῖς καὶ οἷον ἀψοφητὶ καὶ σεσιγημένως τὴν τοῦ μυστηρίου δύναμιν κατὰ βραχὺ διοικούμενος. καὶ πρός γε τοῦτο ἡμᾶς αὐτὸς ὁ θεὸς καὶ πατὴρ πιστώσεται λέγων· Ἰακὼβ ὁ παῖς μου, ἀντιλή‐ ψομαι αὐτο· Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου. ἔδωκα τὸ πνεῦμά μου ἐπ’ αὐτόν, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. οὐ κε‐
20κράξεται οὐδὲ ἀνήσει οὐδὲ ἀκουσθήσεται ἡ φωνὴ αὐτοῦ ἔξω. κάλαμον συντεθλασμένον οὐ συντρίψει καὶ λίνον τυφόμενον οὐ σβέσει. ἐπετίμα δέ που καὶ αὐτοῖς τοῖς ἁγίοις ἀποστόλοις, ἵνα μὴ φανερὸν αὐτὸν ποιῶσιν. οὐκοῦν ἐδείχθη ἂν ἅπασιν ἄηθές τι χρῆμα καὶ ξένον καὶ περιεργίας ἄξιον, εἰ βρέφος ὢν ἔτι θεοπρεπῆ τῆς σοφίας ἐποιεῖτο τὴν ἔνδειξιν· κατὰ βραχὺ δὲ καὶ ἀναλόγως τῆι τοῦ σώματος ἡλικίαι
25κατευρύνων αὐτὴν ἐμφανῆ τε ἅπασι καθιστάς, προκόπτειν ἂν λέγοιτο καὶ μάλα εἰκότως. πῶς οὖν ἄρα κατὰ μικρὸν προέκοψεν εἰς ἱερωσύνην; κατὰ ἀρετήν, εἰπέ μοι, τελειούμενος; εἶτα πῶς ἂν ἢ πόθεν ἐνδοιάσειέ τις ὅτι τὸ ἡμαρτηκὸς τοῦ τελείως ἔχοντος κατὰ ἀρετὴν ὑπὸ μῶμον ἔσται καὶ οὐκ εἰς ἅπαν τεθαυμασμένον, μᾶλλον δὲ τάχα που καὶ ὑπὸ γραφὴν ἁμαρτίας; ἀλλὰ μὴν ἀληθὲς ὡς οὐ πεποίηκεν ἁμαρτίαν οὐδὲ εὑρέθη δόλος ἐν τῶι
30στόματι αὐτο, καθὰ γέγραπται. παντέλειος οὖν ὁ τοιόσδε πρὸς πᾶν ὁτιοῦν καὶ κατ’ οὐδένα τρόπον ἂν ἔχοι τὸ ἐνδεὲς τοῦ ἀρτίως ἔχοντος εἰς κατόρθωσιν ἀρετῆς. πότε δὲ ἦν οὐ τέλειος εἰς τὸ ἀγαθὸν ὁ καὶ ἐν μήτραι θεός; περὶ οὗ καὶ ὁ προφήτης φησὶν Ἡσαίας· βούτυρον καὶ μέλι φάγεται· πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρ, ἐκλέξεται τὸ ἀγαθόν· διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ
35κακόν, ἀπειθεῖ πονηρίαι τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. ποῦ τοίνυν ἂν ἔχοις ἐπιδεῖξαι Χριστοῦ τὸ ἀτελὲς ἔτι πρὸς τὸ ἀγαθόν; ἢ ποίας ἂν δέοιτο προκοπῆς ὁ οὕτως ἀρτίως ἔχων, ὡς ἁπάσηι μὲν ἀπειθεῖν πονηρίαι, προτάττειν δὲ αὐτῆς καὶ μὴν καὶ μόνον αἱρεῖσθαι τὸ ἀγαθόν; ἀλλ’ οὐκ οἶδ’ ὅπως ὁ διαβεβαιούμενός τε καὶ λέγων ‹οὗτος ὁ κατὰ μικρὸν προκόψας εἰς ἀρχιερέως ἀξίωμα› καὶ παρενεγκὼν εἰς ἀπόδειξιν τῶν ἑαυτοῦ λόγων
40τὸ Ἰησοῦς δὲ προέκοπτεν ἡλικίαι καὶ σοφίαι καὶ χάριτι, μόνον οὐχὶ τῶν ἑαυ‐ τοῦ λόγων καθορίζων τὸ ἀτερπὲς καὶ ὧν εὖ ἔχειν ὑπείληφεν, εἰς λήθην ὑπενεχθείς, τὸν τῆς τελειώσεως τρόπον ἑτέρως ἡμῖν πεπρᾶχθαι διισχυρίζεται λέγων Οὗτος ὁ χρόνωι γεγενημένος ἀρχιερεύς, ὁ διὰ παθημάτων τελειωθείς. Ἆρ’ οὐκ ἐναργὴς ἀποπληξία τοῦτό γε, μᾶλλον δὲ οὐχ ἁπάσης ῥαιδιουργίας ἔλεγχος;
45τετελείωται μὲν γὰρ διὰ παθημάτων ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός, ὃ δέ, καίτοι τοῦ

1,1,6

71

τετελειῶσθαι τὸν τρόπον οὐκ ἠγνοηκώς, τὸν τῶν ἁπλουστέρων ἀποκομίζει νοῦν εἰς ἐκτόπους τινὰς ἐννοιῶν περιαγωγὰς καὶ προκόψαι φησὶν εἰς ἀρχιερέα καὶ τετελειῶσθαι πρὸς τοῦτο τόν, ὅτι τοῦτο γέγονε, κεκενῶσθαι λεγόμενον. ὥσπερ δὲ διαρκῶς ἀποφήνας ὅτι μηδὲ γέγονε σὰρξ ὁ τοῦ θεοῦ λόγος μήτε μὴν προῆλθεν ἄνθρωπος ἐκ γυναικός, τοῖς τὰ τοιάδε
5φρονεῖν ἡιρημένοις ἐπιτιμᾶι καί φησι Τί οὖν ἀνθερμηνεύεις τῶι Παύλωι, τὸν ἀπαθῆ θεὸν λόγον ἐπιγείωι καταμιγνὺς σώματι καὶ παθητὸν ἀρχιερέα ποιῶν; Οὐκοῦν ἄκουε καὶ πρὸς ἡμῶν, οἷς δὴ καὶ μᾶλλον ἡ ἀλήθεια φίλη· τί παρερμηνεύεις τὸν Παῦλον, μᾶλλον δὲ ἅπασαν συκοφαντεῖς τὴν θεόπνευστον γραφήν, ὑπεξάγων τῆς μετὰ
10σαρκὸς οἰκονομίας τὸν τοῦ θεοῦ λόγον καὶ ἄνθρωπον ἡμῖν συναφείαι ψιλῆι τιμώμενον ἐφι‐ στᾶις ἱερέα, καίτοι τὸν αὐτὸν ἀκούων ἀρχιερέα τε ὁμοῦ καὶ σύνθρονον ὄντα τῶι θεῶι καὶ πατρί, καθάπερ ἤδη φθάσαντες εἴπομεν; ἔφη γὰρ ὁ Παῦλος ὅτι τοιοῦτον ἔχομεν ἀρχιε‐ ρέα, ὃς ἐκάθισεν ἐν δεξιᾶι τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρα‐ νοῖς. ὅτι μὲν γὰρ ἀπαθὴς ὁ ἐκ θεοῦ πατρὸς λόγος, παντί που δῆλον ἂν εἴη δήπουθεν·
15ὅτι δὲ πέπονθεν ὑπὲρ ἡμῶν σαρκί, κατασφραγιεῖ πρὸς ἀλήθειαν ἡ τῶν θεηγόρων φωνή. εἰ δὲ ἀποφέρεις αὐτὸς ἐπιγείου σώματος τὸν ἐκ θεοῦ λόγον, οἰχήσεταί σοι τὸ σύμπαν εἰς τὸ μηδέν. εἰ γὰρ μὴ γέγονεν ἄνθρωπος, οὐδὲ ἀπέθανεν ὑπὲρ ἡμῶν, καὶ εἰ μὴ δέδωκε τῶι θανάτωι τὸ ἴδιον σῶμα, πῶς εἶναι λέγεται πρωτότοκος ἐκ νεκρῶν; οὐκοῦν οὔτε ἀπέ‐ θανεν οὔτε ἀνεβίω Χριστός. ἴτω δὴ οὖν εἰς μέσον ὁ θεσπέσιος Παῦλος, ἀνακεκραγέτω
20λέγων· εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται· εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν, ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν. ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῶι ἀπώλοντο. ἀλλ’ ἐγήγερται Χριστὸς ἐκ νεκρῶν· γέγονε γὰρ ἄνθρωπος ὁ μονογενὴς τοῦ θεοῦ λόγος καὶ γήινον σῶμα λαβὼν ἑνώσας τε καθ’ ὑπόστασιν ἑαυτῶι χάριτι θεοῦ κατὰ τὸ γεγραμμένον ὑπὲρ παντὸς ἐγεύσατο
25θανάτου, κεχρημάτικε δὲ καὶ ἀπαρχὴ τῶν κεκοιμημένων, ἐγηγερμένος ἐκ νεκρῶν. ἀσφαλὴς οὖν ἄρα καὶ οὐ ματαία λοιπὸν ἡ πίστις ἡμῶν, ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν κατὰ τὸ γεγραμμένον. ὥσπερ δὲ κατ’ οὐδένα τρόπον ἠδικηκὼς τῆς μετὰ σαρκὸς οἰκονομίας τοὺς λόγους διά γε τοῦ φάναι ταυτὶ καὶ τῶν τῆς ἀληθείας δογμάτων ἀκρατῆ τε καὶ βδελυρώτατον καταχέαι τὸν ἔμετον, ἐφ’ ἑτέραν ἔρχεται
30δυσβουλίαν, μᾶλλον δὲ δυσσέβειαν ἐναργῆ καί φησιν Ὄντος οὖν ἡμῖν τούτου μόνου ἀρχιερέως συμπαθοῦς καὶ συγγενοῦς καὶ βεβαίου, τῆς εἰς αὐτὸν μὴ παρατρέπεσθε πίστεως. αὐτὸς γὰρ ἡμῖν τῆς ἐπηγγελμένης εὐλογίας ἐκ σπέρματος Ἁβραὰμ ἀπεστάλη ὡς ὑπὲρ ἑαυτοῦ καὶ τοῦ γένους τὴν τοῦ σώματος θυσίαν συνεπαγόμενος.
35 Ἀρχιερέα τοίνυν ἡμῖν συγγενῆ τε καὶ συμπαθῆ καὶ βέβαιον καὶ προσέτι μόνον ἐκεῖνον εἶναι φὴς ὃν ἀρτίως ἡμῖν ὁ σὸς ἐναργῶς διέδειξε λόγος· ἔφης γάρ Σπέρμα Ἁβραὰμ ὁ χθὲς καὶ σήμερον κατὰ τὴν τοῦ Παύλου φωνήν, οὐχ ὁ λέγων· πρὶν Ἀβραὰμ γενέσθαι, ἐγὼ εἰμ· ὅμοιος τοῖς ἀδελφοῖς κατὰ πάντα ὁ ψυχῆς ἀν‐ θρωπίνης καὶ σαρκὸς ἀναλαβὼν ἀδελφότητα, οὐχ ὁ λέγων ὁ ἑωρακὼς ἐμὲ ἑώρακε
40τὸν πατέρα. ἀπεστάλη ὁ ἡμῖν ὁμοούσιος καὶ κέχρισται κηρύττων αἰχμαλώτοις ἄφεσιν
καὶ τυφλοῖς ἀνάβλεψιν.

1,1,6

72

Οὗτος οὖν ἄρα καὶ συγγενὴς ἂν νοοῖτο τοῖς ἐπὶ τῆς γῆς καὶ οὐχ, ὡς σὺ φής, ὁ λέγων ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα. ** εἰ μὲν γὰρ εἰς ἓν ἄμφω συλλέγων καθ’ ἕνωσιν ἀληθῆ ἕνα μεθ’ ἡμῶν ὁμολογεῖς υἱόν, πεποίηκας μάτην ἰδίαι τε καὶ ἀνὰ μέρος ἑκάτερον ἀποφέρων ὑποστάσεσί τε καὶ προσώποις διιστὰς ὁλοτρόπως, οὐχὶ τῶι εἰδέναι
5μόνον ὅτι σαρκὸς μὲν φύσις ἑτέρα παρὰ τὴν θείαν, συνόδωι γε μὴν τῆι καθ’ ἕνωσιν ἀληθῆ ἰδία γέγονεν αὐτῆς· εἰ δὲ ἀσύμβατος ἡμῖν κατὰ τὴν δόξαν ὁρᾶσθαι θέλων καὶ παραιτού‐ μενος πανταχῆι τὴν ἕνωσιν ἕτερον εἶναι φὴς καὶ ἕτερον καὶ τὸν μὲν ἐκ θεοῦ γεγεννῆσθαι πατρός, τὸν δὲ συγγενῆ τε ὑπάρχειν ἡμῖν καὶ ὁμοούσιον, πῶς δὴ χρῆναι φὴς τῆς εἰς αὐ‐ τὸν μὴ παρατρέπεσθαι πίστεως, εἰπέ μοι, καὶ συγγενῆ πιστεύσομεν, ἀφέντες τὸν λέγοντα
10πρὶν Ἁβραὰμ γενέσθαι, ἐγὼ εἰμ, 〈ἢ〉 ἐπιγραψόμεθα θεὸν τὸν ψυχῆς ἀνθρωπίνης καὶ σαρκὸς ἀναλαβόντα πρὸς ἡμᾶς ἀδελφότητα, παρέντες τὸν λέγοντα ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα; καίτοι φησὶν αὐτός· οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχηι ζωὴν αἰώνιον, καὶ πάλιν· ὁ πιστεύων εἰς
15αὐτὸν οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεο. ἆρ’ οὖν ὑπάρχειν νοεῖται μονογενὴς ἰδίαι τε καὶ μόνος ὁ ἐκ σπέρματος Ἁβραάμ, καίτοι γεγραφότος Ἰωάννου σαφῶς· ὁ μονο‐ γενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο, καὶ μὴν καὶ ἑτέρου γράμματος ἱεροῦ· ὅταν δὲ εἰσαγάγηι τὸν πρωτότοκον εἰς τὴν οἰκου‐
20μένην, λέγει· καὶ προσκυνησάτωσαν αὐτῶι πάντες ἄγγελοι θεο. πρω‐ τότοκος δὲ πάντηι τε καὶ πάντως εἴη ἂν ὁ ἐν πολλοῖς ἀδελφοῖς, οὐχ ὁ μόνος ἐκ μόνου γεγεννημένος τοῦ θεοῦ καὶ πατρός. ἑψόμεθα γὰρ τέως ταῖς σαῖς, ὦ οὗτος, διαστολαῖς, καραδοκοῦντες οἰκονομικῶς ὅποι ποτὲ ἡμῖν διεκπαίουσιν οἱ λόγοι. οὐκοῦν (ἀνακομίσω γὰρ τὸν λόγον εἰς τὸ ἀπ’ ἀρχῆς) ὁ ψυχῆς ἀνθρωπίνης καὶ σαρκὸς πρὸς ἡμᾶς ἀναλαβὼν
25ἀδελφότητα, γεγονὼς δὲ ἐκ σπέρματος Ἁβραὰμ πρωτότοκος εἴη ἂν ὡς ἐν πολλοῖς ἀδελ‐ φοῖς, ὅ γε μὴν ἐν κόλπωι τοῦ θεοῦ καὶ πατρὸς μονογενὴς θεὸς λόγος. εἶτα τῆς θεο‐ πνεύστου γραφῆς εἰς τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ χρῆναι λεγούσης ποιεῖσθαι τὴν πίστιν, τὸν συγγενῆ τε καὶ ἡμῖν ὁμοούσιον ἀνθ’ ὅτου παρατιθεὶς μὴ δὴ χρῆναι φὴς τῆς εἰς αὐτὸν παρατρέπεσθαι πίστεως; οὐκοῦν ἀνάγκη συνδεῖν εἰς ἕνα κύριον καὶ Χριστόν, καθ’ ἕνωσιν
30δὲ δηλονότι τὴν καθ’ ὑπόστασιν, ἵν’ ἐν ταυτῶι νοοῖτο μονογενὴς καὶ πρωτότοκος ὁ αὐτὸς καθὸ φύσει θεὸς ὑπάρχων ὁ ἐκ θεοῦ πατρὸς λόγος γέγονεν ἄνθρωπος καθ’ ἡμᾶς καὶ ἐκ σπέρματος Ἁβραάμ. ἀλλὰ γὰρ ἐξηύρηταί τι σοφὸν αὐτῶι, καθάπερ οὖν οἴεται, καί φησιν οὕτω πάλιν Μέμνησθε δέ που πάντως καὶ τὰ πολλάκις μοι πρὸς ὑμᾶς εἰρημένα τὰς διπλᾶς πρὸς
35τὸν δεσπότην Χριστὸν διακρίνοντι φύσεις. διπλαῖ μὲν γὰρ τῆι φύσει, τῆι δὲ ἀξίαι μο‐ ναδικαί· ἡ γὰρ τῶν φύσεων αὐθεντία διὰ τὴν συνάφειαν μία, τῶν μὲν φύσεων ἐν τῆι οἰκείαι τάξει διὰ παντὸς μενουσῶν, τῆς δὲ ἀξίας συνημμένης, ὡς προεῖπον, εἰς αὐθεντίαν μοναδικήν. Ἀλλ’ ἦσθ’ 〈ἄν〉 που πάντως εὐμαθής, τῆι θεοπνεύστωι γραφῆι κατακολουθεῖν ἡιρη‐
40μένος ἕνα λεγούσηι κύριον Ἰησοῦν Χριστὸν καὶ οὐκ ἀνὰ μέρος τιθείσηι τὸν ἐκ σπέρματος

1,1,6

73

Ἀβραὰμ καὶ τὸν ἐκ θεοῦ πατρὸς λόγον. καὶ πρός γε δὴ τούτωι κἀκεῖνο διανοεῖσθαι χρῆν· ἕτερον μὲν γάρ τι χρῆμα θεότης, ἕτερον δὲ καὶ ἡ καθ’ ἡμᾶς ἀνθρωπότης κατά γε τὸν ἐνόντα ταῖς φύσεσι λόγον, συμβάσει δὲ τῆι καθ’ ἕνωσιν ἀληθῆ εἷς ἐξ ἀμφοῖν ὁ Χρι‐ στός, καθὰ πλειστάκις εἰρήκαμεν. τῶν γε μὴν ὑποστάσεων, ὡς σὺ φής, διηιρημένων
5εἰς δύο καὶ νοουμένων ὑπάρχειν ἀνὰ μέρος τε καὶ ἰδικῶς, πῶς ἂν γένοιτο σύμβασις εἰς πρόσωπον ἕν, εἰ μὴ ἄρα πως ἴδιον ἓν ἑνὸς λέγοιτο, καθάπερ ἀμέλει τῆς ἀνθρώπου ψυχῆς ἴδιον ἂν νοοῖτο τὸ σῶμα αὐτῆς, καίτοι πρὸς αὐτὴν ὑπάρχον ἑτεροφυές; οὐ γάρ που ταυ‐ τὸν ἂν εἴη ψυχή τε καὶ σῶμα. ἀλλ’ ἴσως ἐρεῖ τις· πῶς ἡ ἁγία καὶ προσκυνουμένη τριὰς διορίζεται μὲν εἰς τρεῖς ὑποστάσεις, μίαν δὲ θεότητος ἀποτελεῖ φύσιν; ὅτι, φαίην ἄν,
10τῆι τῶν ὑποστάσεων διαφορᾶι τὸ ταυτὸν εἰς οὐσίαν ἀναγκαίως ἑπόμενον εἰς μίαν θεότητος ἀνακομίζει φύσιν τῶν πιστευόντων τὸν νοῦν· ἐπὶ δέ γε τοῦ Ἐμμανουήλ, ἐπειδὴ θεότης ἕτερόν τι παρὰ τὴν ἀνθρωπότητά ἐστιν, εἰ μὴ φαμὲν ἴδιον γενέσθαι τὸ σῶμα τοῦ λόγου καθ’ ἕνωσιν ἀληθῆ, πῶς ἂν ἓν ἀποτελοῖτο πρόσωπον [τὸ] ἀμφοῖν, ἑκατέρας ἡμῖν ὑποστάσεως φερούσης ἴδιον, ὡς ἀνὰ μέρος κειμένης; καὶ εἰ μὴ γέγονεν ἴδιον τὸ ληφθὲν τοῦ προ‐
15σειληφότος, οὐκ ἀρκέσει συνάφεια κατὰ σύνοδον ἁπλῶς τὴν ὡς ἐν ἀξίαι τε μόνηι καὶ αὐ‐ θεντίαι τὸν ἕνα καὶ μόνον ἡμῖν ἀποτελέσαι Χριστὸν τὸν αὐτὸν ὄντα θεὸν ὁμοῦ τε καὶ ἄν‐ θρωπον. τότε γὰρ τότε καὶ μάλα ** τῆς εἰς αὐτὸν παρατρέπεσθαι πίστεως, κἂν εἰ ἐκ σπέρματος Ἁβραὰμ νοοῖτο κατὰ τὴν σάρκα. ἕτερον δὲ καὶ ἕτερον εἶναι λέγων, εἶτα τῶι ἐκ σπέρματος Ἁβραὰμ προσκομίζεσθαι δεῖν τὴν πίστιν διαβεβαιούμενος, ἴσθι τοι καὶ μάλα
20σαφῶς τῆς ἑαυτοῦ κεφαλῆς τὰ τῆς ἀνθρωπολατρίας καταχέων ἐγκλήματα, καίτοι παραιτού‐ μενος, καὶ λίαν ὀρθῶς, τὸ ἀνθρωπολάτρης εἶναι δοκεῖν. ἀλλ’ ὀλίγα κομιδῆι τοῦ χρῆναι φρονεῖν τὰ εἰκότα πεφροντικώς, συκοφαντεῖ καὶ ἑτέρως τὸ μέγα τῆς εὐσεβείας μυστήριον. ἐπιφέρει γὰρ εὐθύς Αὐτὸς γὰρ ἡμῖν τῆς ἐπηγγελμένης εὐλογίας ἐκ σπέρματος Ἁβραὰμ ἀπεστάλη ὡς ὑπὲρ
25ἑαυτοῦ καὶ τοῦ γένους τὴν τοῦ σώματος θυσίαν συνεπαγόμενος. Ὑφ’ ἁμαρτίαν οὖν ἄρα καὶ αὐτὸς γέγονεν ὁ Χριστὸς ὁ δι’ οὗ τὸ καθ’ ἡμῶν τῆς ἁμαρτίας ἐμφράττεται στόμα κατὰ τὴν τοῦ ψάλλοντος φωνήν; ἆρα καὶ αὐτοῦ τοῦ φωτὸς τοῦ ἀληθινοῦ τὸ τῆς ἐπαράτου φαυλότητος ἥψατο σκότος; ἆρα μεθ’ ἡμῶν ἐδεήθη τοῦ λυτρουμένου καὶ σώιζοντος ὁ δι’ οὗ πᾶσα λύτρωσις καὶ σωτηρίας ἐλπίς; πρέποι
30δ’ ἂν αὐτῶι κατά γε τὸ εἰκὸς μεθ’ ἡμῶν ἀναφέρειν τὰ χαριστήρια, θεοῦ λέγοντος ἀμνησι‐ κάκως· ἐγὼ εἰμὶ ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου καὶ οὐ μὴ μνησθήσομαι, καταγορεύσει δὲ καὶ αὐτοῦ, καθὰ καὶ ἡμῶν, ὁ τῆς ἁμαρτίας πατήρ. εἶτα πῶς οὐ ψευ‐ δοεπήσει λέγων ἔρχεται ὁ ἄρχων τοῦ αἰῶνος τούτου καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν; δεδυσφημήκασί ποτε κατ’ αὐτοῦ καὶ τῆς Ἰουδαίων συναγωγῆς οἱ προεστηκότες·
35ἐπειδὴ γὰρ τοῖς τοῦ φθόνου βέλεσι κατετρύχοντο, τεθεραπευμένον ἀδοκήτως ὁρῶντες τὸν ἐκ γενετῆς τυφλόν, ἀνοσίως ἔφασκον· δὸς δόξαν τῶι θεῶι· ἡμεῖς οἴδαμεν ὅτι οὗτος ὁ ἄνθρωπος ἁμαρτωλός ἐστιν. ὁ δέ γε κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἀθυροστομοῦντας ἐλέγχων διαρρήδην ἔφασκε· τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρ‐ τίας; εἰ δὲ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι; οὐκοῦν εἰ προ‐
40σκεκόμικε τὴν θυσίαν ὑπέρ τε ἡμῶν αὐτῶν καὶ προσέτι καὶ ἑαυτοῦ, δεδέηταί που πάντως ἀναγκαίως αὐτῆς, καθὰ καὶ ἡμεῖς οἱ ὑπὸ ζυγὸν ἁμαρτίας. ἔλεγξον τοίνυν αὐτὸν περὶ ἁμαρτίας· εἰ τέθυκε δὲ μεθ’ ἡμῶν, δεῖξον ἡμῖν συνημαρτηκότα. ποιμὴν ὑπάρχων ἀγαθὸς ὑπὲρ τίνος τέθεικε τὴν ἰδίαν ψυχήν; ὑπὲρ ἑαυτοῦ μᾶλλον ἢ ὑπὲρ τῶν προβάτων; ἀκούω
λέγοντος περὶ ἡμῶν· ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν, καὶ καθά φησιν ὁ θεσπέ‐

1,1,6

74

σιος Παῦλος, χάριτι θεοῦ ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, καὶ πάλιν παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν, καὶ καθά φησιν ὁ προφήτης Ἡσαίας, παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτόν, τῶι μώλωπι αὐ‐ τοῦ ἡμεῖς ἰάθημεν, οὐκ αὐτὸς τῶι τῆς ἰδίας σαρκὸς τεθεράπευται πάθει. παρε‐
5δόθη διὰ τὰ παραπτώματα ἡμῶν, οὐ διά γε τὰ ἑαυτοῦ· πολλοῦ γε καὶ δεῖ. κατε‐ νήνεκται μὲν γὰρ ὁμολογουμένως ἡ ἀνθρώπου φύσις ἐκ τῆς ἐν Ἀδὰμ παραβάσεως εἰς ἀρὰν καὶ θάνατον, κατηρρώστησε δὲ πρὸς τούτοις καὶ τὸ εὔκολον εἰς ἁμαρτίαν ἐν τῆι σαρκί, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῆι ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περι‐ πατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. κεχρημάτικε γὰρ διὰ τοῦτο καὶ ἔσχατος Ἀδάμ, οὐ
10τὰ τοῦ πρώτου νοσεῖν ἀνεχόμενος, ἀπαλλάττων δὲ μᾶλλον ὡς ἐν ἑαυτῶι τε καὶ πρώτωι τὴν ἀνθρώπου φύσιν τῶν ἐκ παραβάσεως τῆς ἀρχαίας ἐκείνης αἰτιαμάτων. κατεγνώσθη μὲν γὰρ ἐν Ἀδάμ, ἀλλ’ ὤφθη δοκιμωτάτη καὶ ἀξιάγαστος ἐν Χριστῶι. χοικὸς οὖν ἐκεῖ‐ νος, ἐπουράνιος δὲ ὁ Χριστός. καὶ ἐνετράπη μὲν ἐν τῶι πρώτωι, κατακομισθεῖσα πρὸς παρακοήν, ὅπερ ἐστὶν ἁμαρτία· τετήρηκε δὲ τὸ ἀπαράβατον ἐν Χριστῶι καὶ ὡς ἐν ἀπαρχῆι
15δευτέραι τοῦ γένους, ὤφθη τε ἄτρωτος ἁμαρτίαις καὶ κρείττων ἀρᾶς καὶ δίκης καὶ θανάτου καὶ φθορᾶς. προσεμπεδοῖ δὲ ἡμᾶς ὁ σοφώτατος Παῦλος, ὡδὶ γεγραφώς· ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλο, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλο. δεῖται δὴ οὖν θυσίας τῆς ὑπέρ γε τῶν ἰδίων πλημμελημάτων πᾶς εἴ τις γέγονεν ἁμαρτίαις
20ἔνοχος, καὶ προσκεκόμικε μὲν ὁ Χριστὸς ἑαυτὸν ὑπὲρ τοῦ κατὰ σάρκα γένους, τουτέστιν ὑπὲρ ἡμῶν, ὑπὲρ ἑαυτοῦ δὲ οὐκέτι, κρείττων ἁμαρτίας ὑπάρχων ὡς θεός. εἰ γὰρ τέθυται δι’ ἑαυτόν, οὐχ ἡμεῖς ἠγοράσμεθα μόνοι τῶι αἵματι αὐτοῦ κατὰ τὰς γραφάς, ἀλλ’ εἴη [δ’] ἂν καὶ αὐτὸς ἡμῖν συνηγορασμένος, οὐκέτι κατὰ τὴν τοῦ Ἡσαίου φωνὴν κύριος παρέ‐ δωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν, δέδοται δὲ μᾶλλον καὶ ὑπὲρ τῶν ἰδίων. οὗ
25γὰρ ὅλως θυσία καὶ προσαγωγή, ἐκεῖ που πάντως καὶ ἄφεσις ἁμαρτίας. πεφενάκικεν οὖν ἄρα τοὺς ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανὸν ὁ θεσπέσιος Παῦλος, περὶ αὐτοῦ γεγραφώς· τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος ἄκακος ἀμίαντος, κεχω‐ ρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος, ὃς οὐκ ἔχει καθ’ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ
30τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαο· τοῦτο γὰρ ἐποίησεν ἐφ’ ἅπαξ ἑαυτὸν προσενέγκας. ὁ νόμος γὰρ ἀνθρώπους κα‐ θίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. πῶς οὖν ὅσιος ἀρχιερεὺς ὁ Χριστὸς ἢ κατὰ τίνα τρόπον ἄκακος καὶ ἀμίαντος, εἰ δεδέηται μεθ’ ἡμῶν τῆς θυσίας
35προσκεκομισμένης εἰς ἄφεσιν τῶν πλημμελημάτων καὶ εἰς δικαίωσιν τῶν ἡμαρτηκότων; πῶς κεχώρισται τῶν ἁμαρτωλῶν, εἰ δικαιοῦται σὺν αὐτοῖς, οὐχ ἑτέρου του χάριν τῆς θυ‐ σίας προσκεκομισμένης ἢ τούτων αὐτῶν; θαυμάζω δὲ ὅτι διακεκραγότος τοῦ Παύλου καὶ μάλα σαφῶς οὐκ εἶναι παραπλήσιον τοῖς ὑπὲρ τῶν ἰδίων πλημμελημάτων προσκομίζειν κεκελευσμένοις, ἔπειτα τῶν τοῦ λαοῦ, πρεσβεύειν οὐ δέδιας, οἷς ἔφη, τἀναντία φάναι τε
40τολμᾶις καθ’ ὁμοιότητα τὴν ἐκείνων οἳ κατὰ νόμον γεγόνασιν ἱερεῖς, καὶ αὐτὸν ὑπὲρ ἑαυτοῦ προσάγειν θυσίαν. καὶ εἴπερ ἐστὶν ἀληθὲς ὡς ὁ νόμος μὲν καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον, τί τοῖς ἀσθενεῖν εἰωθόσι ποιεῖς συναρίθμιον τὸν τῆς
ἐκείνων πληθύος ἐξηιρημένον καὶ τὴν ὑπὲρ νόμον ἔχοντα τελείωσιν οἴκοθέν τε καὶ κατὰ

1,1,6

75

φύσιν, εἴπερ ἐστὶν υἱὸς ἀληθῶς καὶ διὰ τοῦτο θεός; ἴδωμεν δὲ καὶ ἐκ τοῦ νομικοῦ καὶ ἀρχαιοτέρου γράμματος τίνα δὴ τρόπον καὶ ὑπὲρ τίνων εἰσκεκόμικεν ἑαυτὸν ὁ Ἐμμανουὴλ εἰς ὀσμὴν εὐωδίας τῶι θεῶι καὶ πατρί. σκιὰ μὲν γὰρ ὁμολογουμένως ὁ νόμος ἦν, πλὴν ὑποτύπωσιν ἔχει μυστηρίου τοῦ κατὰ Χριστὸν καὶ τῆς ἀληθείας ὠδίνει τὴν μόρφωσιν.
5καὶ γοῦν ἔφη που Χριστὸς τοῖς Ἰουδαίοις προσλαλῶν· εἰ ἐπιστεύετε Μωυσῆι, ἐπι‐ στεύετε ἂν ἐμο· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε. πῶς οὖν ἄρα τεθύκασι τὸν ἀμνὸν μέλλοντες τῆς Αἰγυπτίων ἀπαίρειν οἱ ἐξ αἵματος Ἰσραήλ; ὑπὲρ ἑαυτῶν ἄρα καὶ μό‐ νων ἢ καὶ ὑπὲρ αὐτοῦ τοῦ ἀμνοῦ; τίνας ἐλυτροῦτο διὰ τοῦ αἵματος; ἆρα τοὺς ὑπὸ ζυγὸν δουλείας καὶ δύσοιστον ἀνατλάντας τὴν ἐκ τῶν Αἰγυπτίων πλεονεξίαν ἢ καὶ ἑαυτόν; τίνος
10ἀπεσόβει τὸν ὀλοθρευτήν; τίσιν ἔφασκεν ὁ τῶν ὅλων θεός· καὶ ὄψομαι τὸ αἷμα καὶ σκεπάσω ὑμᾶς; ἆρα τοῖς δεδεημένοις τῆς παρ’ αὐτοῦ σκέπης ἢ γοῦν καὶ αὐτῶι τῶι ἀμνῶι; διετύπου μὲν γὰρ τὰς ὑπὲρ τῶν ἁμαρτιῶν ποιεῖσθαι θυσίας, καθάπερ ἐν πί‐ νακι, τῶι νόμωι σκιαγραφῶν ἔτι τὸ Χριστοῦ μυστήριον ὁ θεὸς καὶ πατήρ, ἔφη δὲ οὕτως πρὸς τὸν ἱεροφάντην Μωσέα· ἐὰν δὲ πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ ἀγνοήσηι
15ἀκουσίως καὶ λάθηι ῥῆμα ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς καὶ ποιήσωσι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου, ἣ οὐ ποιηθήσεται, καὶ πλημμελήσωσι καὶ γνωσθῆι αὐτοῖς ἡ ἁμαρτία ἣν ἥμαρτον αὐτῆι, καὶ προσάξει ἡ συνα‐ γωγὴ μόσχον ἐκ βοῶν ἄμωμον περὶ ἁμαρτίας. τίνα δὲ τρόπον τὰ τῆς θυσίας ἐπιτελεῖσθαι χρή, διειπὼν εὖ μάλα, προσεπάγει καί φησι· καὶ ἐξιλάσεται περὶ αὐτῶν
20ὁ ἱερεὺς καὶ ἀφεθήσεται αὐτοῖς ἡ ἁμαρτία. ἄθρει δὴ οὖν ὅτι προσεκομίζετο μὲν ὁ μόσχος ἐν τύπωι Χριστοῦ τοῦ πανάγνου καὶ μῶμον 〈τοῦ〉 μὴ ἔχοντος, ἀπηλλάττοντο δὲ τῶν ἰδίων αἰτιαμάτων οἱ προσκομίζοντες καὶ οὔτι που μᾶλλον ὁ μόσχος. τέθυται γὰρ οὐχ ὑπέρ γε μᾶλλον ἑαυτοῦ, καθὰ σὺ φής, ἀλλ’ ὑπέρ γε τῶν ἠσθενηκότων, ὑπὲρ ὧν ἐποιεῖτο τὰς λιτὰς ὁ κατὰ νόμους ἀρχιερεύς, ἵνα πάλιν ἐννοῆις τὸν ὑπὲρ ἡμῶν γεγονότα
25παράκλητον ἄμωμόν τε καὶ ὅσιον ἀρχιερέα κεχωρισμένον τῶν ἁμαρτωλῶν. πανταχόθεν τοιγαροῦν ἠρρωστηκότι τοῦ λόγου τὸ ἀκαλλὲς τῶι δι’ ἐναντίας ἀρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν γενέσθαι φαμὲν αὐτὸν τὸν ἐκ θεοῦ πατρὸς λόγον, ὅτε γέγονεν ἄνθρωπος, καθεὶς ἑαυτὸν εἰς κένωσιν καὶ ἐν τοῖς καθ’ ἡμᾶς, ἵνα καὶ ὑπὲρ πάντων εἰς ὀσμὴν εὐωδίας ἑαυτὸν ἀναθεὶς τῶι πατρὶ κατακτήσηται τὴν ὑπ’ οὐρανόν, ἐξέληται τῶν ἀρχαίων αἰτιαμά‐
30των, δικαιώσηι τῆι χάριτι διὰ πίστεως, θανάτου καὶ φθορᾶς ἀποφήνηι κρείττοντας ἱερούς τε καὶ ἡγιασμένους καὶ πᾶν εἶδος ἀρετῆς εὖ μάλα κατωρθωκότας 〈τοὺσ〉 σωτῆρα καὶ λυ‐ τρωτὴν ὁμολογοῦντας αὐτόν· δι’ οὗ καὶ μεθ’ οὗ τῶι θεῶι καὶ πατρὶ ἡ δόξα σὺν ἁγίωι πνεύματι εἰς τοὺς αἰῶνας. ἀμήν. Τόμος τέταρτος
35 Ὁ θεσπέσιος Παῦλος οὐκ ἀσυντελῆ πρὸς ὄνησιν τοῖς εὐσεβεῖν ἡιρημένοις τὴν ἔν γε τῶι νόμωι σκιὰν ἀποφαίνων καὶ μὴν καὶ τὰ πάλαι τοῖς ἀρχαίοις συμβεβηκότα καθάπερ τινὰ πίνακα καὶ γραφὴν τῶν ἀληθεστέρων ταῖς ἁπάντων διανοίαις εὖ μάλα παρατιθεὶς ταῦτα δέ〈, φησί〉, τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκε. φέρε δὴ οὖν ἐκ νομικῶν
40γραμμάτων ἑλόντες λέγωμεν ὡς κατηυλίζοντο μὲν ἐν ἐρήμωι ποτὲ τῆς Αἰγυπτίων ἀπαί‐ ροντες οἱ ἐξ Ἰσραὴλ καὶ εἰς τὴν τῆς ἐπαγγελίας διασπεύδοντες γῆν· ἐπειδὴ δὲ τῶν ἐν Αἰγύπτωι θαυμάτων ἀμνημονοῦντες οἱ τάλανες καὶ τῆς εἰς θεὸν ἀγάπης ἀμνημονήσαντες διεγόγγυζον
ἀνοσίως, ὑπὸ τῶν ὄφεων ἀπώλλυντο κατὰ τὸ γεγραμμένον. διέδρων γε μὴν τὰ τῶν

1,1,6

76

ἰοβόλων δήγματα, τὸν ὄφιν αὐτοῖς τὸν χαλκοῦν ἀναστηλώσαντος τοῦ Μωσέως, τοῦ πάν‐ των σωτῆρος θεοῦ κεχρησμωιδηκότος· ποίησον σαυτῶι ὄφιν καὶ θὲς αὐτὸν ἐπὶ σημείου, καὶ ἔσται ἐὰν δάκηι ὄφις ἄνθρωπον, πᾶς ὁ δεδηγμένος ἰδὼν αὐτὸν ζήσεται. μυστήριον δὲ ἄρα τὸ κατὰ Χριστὸν ἡ τύπωσις ἦν. θεὸς γὰρ
5ὑπάρχων ὁ μονογενὴς τοῦ θεοῦ λόγος καὶ ἐξ ἀγαθοῦ πατρὸς ἀγαθὸς κατὰ φύσιν, μετέσχεν αἵματος καὶ σαρκός, τουτέστι γέγονεν ἄνθρωπος ἡμῖν τε τοῖς πονηροῖς παραπλήσιος κατά γε τὸ εἶναι καθ’ ἡμᾶς ἄνθρωπος δηλονότι, τέθειται δὲ καὶ ἐφ’ ὑψηλοῦ, τουτέστι σταυρὸν ἀνέτλη τὸν ἐπὶ ξύλου καὶ τὸν κατὰ σάρκα θάνατον, εἰ καὶ ἀνεβίω τριήμερος, τὸ τοῦ θανά‐ του πατήσας κράτος. ὅταν τοίνυν ἐκ πολλῆς ἄγαν ἀσυνεσίας τῆς μετὰ σαρκὸς οἰκονο‐
10μίας καταγογγύζοντες καὶ τὸ ἀκαλλὲς αὐτῆς καθορίζοντες αἰσχυνώμεθα φρονεῖν ἢ λέγειν ἄνθρωπον γενέσθαι καθ’ ἡμᾶς τὸν τοῦ θεοῦ λόγον καὶ ἑνωθῆναι σαρκὶ κατὰ ἀλήθειαν, τότε καὶ δράκων ἡμᾶς ὁ ἀρχέκακος ἀποκτενεῖ, τῆς ἑαυτοῦ δυστροπίας ἰὸν ὥσπερ τινὰ ταῖς ἡμετέραις διανοίαις ἐνιεὶς τὴν πλάνησιν, διαφευξόμεθα δὲ καὶ τὰ τῆς ἐκείνου σκαιότητος διακρουσόμεθα βλάβη, τοῖς τῆς καρδίας ὄμμασιν ἐνορῶντες τῶι ὄφει, τουτέστι τὸ Χριστοῦ
15μυστήριον ἀκριβεῖ διανοίαι κατασκεπτόμενοι. τότε γὰρ τότε φρονοῦντες ὀρθὰ ἀνενδοιά‐ στως ὁμολογήσομεν ὅτι γέγονε σὰρξ ὁ τοῦ θεοῦ λόγος καὶ προῆλθεν ἐκ γυναικὸς μετὰ τοῦ μεῖναι θεὸς καί ἐστιν ὁ αὐτὸς θεός τε ὁμοῦ καὶ ἄνθρωπος, οὔτε τοῖς τῆς ἀνθρωπότητος μέτροις ἐπερυθριῶν διά γε τὸ τῆς ὑπεροχῆς ἀξίωμα οὔτε μὴν τῆς θεοπρεποῦς ἐξουσίας καὶ ὑπερτάτης εὐκλείας ἐστερημένος διὰ τὸ ἀνθρώπινον. οἱ δὲ δὴ τὰ τοιάδε διακρίνειν εὖ
20μάλα κατειθισμένοι δι’ ἀμφοῖν τὸν ἕνα καὶ τὸ ἐπ’ αὐτῶι μυστήριον ἰσχνῶς καὶ ἐξητασμέ‐ νως συνιέντες λέγουσιν· ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεο, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτο. τίς γὰρ ἔγνω νοῦν κυρίου; ἀλλ’ οὐκ οἶδ’ ὅπως ὡς ἀνέφικτά τε καὶ ἀκαλλῆ ταυτὶ διωθού‐ μενος, τῆς τοῦ σωτῆρος ἡμῶν εὐκλείας καὶ ὑπεροχῆς οὐ μετρίαν οὑτοσὶ ποιεῖσθαι κατα‐
25τολμᾶι τὴν κατάρρησιν καὶ μέτρον ὥσπερ αὐτῶι τὸ καθ’ ἡμᾶς ἀπονέμων καὶ ἕτερον οὐδὲν δεδοξάσθαι φησὶν αὐτὸν παρὰ τοῦ ἁγίου πνεύματος, οὐχ ὡς ἰδίαι δυνάμει χρώμενον τῆι δι’ αὐτοῦ καὶ πληροῦντα τὰς θεοσημίας, ἀλλ’ ἔξωθεν καὶ εἰσκεκριμένως κερδαίνοντα τὸ κα‐ τορθοῦν δύνασθαί τι τῶν τεθαυμασμένων, ἵνα δὴ φαίνοιτο καθ’ ἡμᾶς ἰαμάτων που τάχα χάρισμα λαβὼν φάναι τε ὀφείλων κατὰ τὸν μακάριον Παῦλον· χάριτι δὲ θεοῦ εἰμὶ ὃ
30εἰμ. οἷς γὰρ ἐπακτὸν καὶ θύραθεν τὸ εἶναί τι καὶ δύνασθαι κατορθοῦν, οὗτοι φαῖεν ἂν εἰκότως καὶ τὴν τοιάνδε φωνήν. δεῖξαι γάρ, ὡς οἴεται, βουληθεὶς ἰσουργὸν εἰς ἅπαντα τὴν ἁγίαν τριάδα, πάλιν ὧδέ φησιν Ὁ θεὸς λόγος ἐγένετο σὰρξ καὶ ἐσκήνωσεν ἐν ἡμῖν. συνεκάθισεν ἑαυ‐ τῶι τὴν ἀναληφθεῖσαν ὁ πατὴρ ἀνθρωπότητα· εἶπε γάρ φησιν, ὁ κύριος τῶι κυρίωι
35μου· κάθου ἐκ δεξιῶν μου. τὴν τοῦ ἀναληφθέντος τὸ πνεῦμα κατελθὸν συνεκρό‐ τησε δόξαν· ὅταν γάρ φησιν, ἔλθηι τὸ πνεῦμα τῆς ἀληθείας, ἐκεῖνος ἐμὲ δο‐ ξάσει. βούλει καὶ ἄλλην ἐπὶ τούτοις αὐτοῖς τῆς τριάδος ἐνέργειαν; ἐνώικησεν ὁ υἱὸς ἐν τῶι σώματι, συνέστησεν ὁ πατὴρ βαπτιζόμενον, διέπλασεν ἐν παρθένωι τὸ πνεῦμα. Εἶτα πάλιν φησὶ περὶ τῶν ἁγίων ἀποστόλων· Ὁ υἱὸς ἐξελέξατο (ἐγὼ γάρ φησιν,
40ὑμᾶς ἐξελεξάμην)· ὁ πατὴρ ἡγίασε (πάτερ γάρ φησιν, ἁγίασον αὐτοὺς ἐν τῆι
ἀληθείαι σου)· τὸ πνεῦμα κατεσκεύασε ῥήτορας.

1,1,6

77

Ὅτι μὲν οὖν ἄσοφός τε καὶ ἀτερπὴς ὁ σύμπας αὐτῶι πεποίηται λόγος, καταδεῖξαι ῥᾶιον· παραπαίει δὲ κἀν τούτωι, καὶ ὅπως, ἐρῶ. μία μὲν γὰρ θεότητος φύσις, ὑφέ‐ στηκε δὲ ἰδικῶς ὁ πατὴρ καὶ μέντοι καὶ ὁ υἱός, ὁμοίως δὲ καὶ τὸ πνεῦμα· πράττεταί γε μὴν τὰ πάντα παρὰ πατρὸς καὶ δι’ υἱοῦ ἐν πνεύματι καὶ οἷον κεκινημένου τοῦ πατρὸς εἰς
5ἐνέργειαν τὴν ἐπί τισιν ἐνεργεῖ δὴ πάντως ὁ υἱὸς ἐν πνεύματι κἂν εἴ τι λέγοιτο πληροῦν ὁ υἱὸς ἢ τὸ πνεῦμα, τοῦτο δὴ πάντως ἐστὶν ἐκ πατρὸς καὶ διὰ πάσης ἔρχεται τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος ἡ εἰς πᾶν ὁτιοῦν ἐνέργειά τε καὶ βούλησις, πλὴν ἔν γε τούτοις ἐκεῖνο φαμέν. ἄθρει δὴ πάλιν ὡς σαφῶς τε καὶ ἐναργῶς, καίτοι σάρκα λέγων τὸν ἐκ θεοῦ γεγενῆσθαι λόγον, τὴν τῶν ἐννοιῶν παρασημαίνει δύναμιν καὶ τῆς ὀρθότητος ἀπο‐
10φέρει μακράν, ὡς ἐνέργειαν αὐτοῦ τὴν σάρκωσιν ἀποφαίνων. ἐπιφέρει γὰρ εὐθύς ‹βούλει καὶ ἄλλην ἐπὶ τούτοις αὐτοῖς τῆς τριάδος ἐνέργειαν;› ὡς ἤδη πρώτην ἀποδεδειχὼς ἐνέργειαν τοῦ θεοῦ λόγου τὸ σάρκα γενέσθαι κατὰ τὰς γραφάς. καὶ τίς ἡ ἑτέρα μετὰ τὴν πρώ‐ την ἐνέργειαν, διαδεικνύς, ὥσπερ οἴεται, φησίν· ‹ἐνώικησεν ὁ υἱὸς ἐν τῶι σώματι.› θεο‐ φόρος οὖν ἄνθρωπος ὁ Χριστός. εἶτα καὶ μόνον τοῦτο ἐνεργήσας εἰς ἄνθρωπον ὁ τοῦ
15θεοῦ καὶ πατρὸς διαφαίνεται λόγος, ὥστε κἂν εἰ λέγοι τυχὸν ὁ μακάριος εὐαγγελιστής ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καταδηλοῦν ἡμῖν ἕτερον οὐδὲν πλὴν ἐκεῖνο καὶ μόνον ὅτι κατώικησεν ἐν ἀνθρώπωι θεὸς ὢν ὁ λόγος καθὰ καὶ ἐν ἡμῖν αὐτοῖς. ναοὶ γὰρ ἐσμὲν θεοῦ ζῶντος καὶ ἐν τούτωι γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν, ὅτι ἐκ τοῦ πνεύ‐ ματος αὐτοῦ ἔδωκεν. ἀλλ’ οὐ τοῦτο μὲν ἴσως ἐρεῖς καταναρκήσας τὴν δυσφημίαν,
20ὁμολογήσεις δὲ μεθ’ ἡμῶν ὅτι γέγονεν ἄνθρωπος ὁ τοῦ θεοῦ λόγος καὶ τοῦτό ἐστιν ἡ σάρ‐ κωσις, συνθήσηι δὲ ὅτι μεμένηκε θεὸς καὶ τὸ τῆς ἰδίας φύσεως διεσώσατο κάλλος, κἂν εἰ κεχρημάτικεν υἱὸς ἀνθρώπου γέγονέ τε τοῦτο κατὰ ἀλήθειαν. εἶτα τί μαθὼν συγκαθίσαι φὴς ἑαυτῶι τὸν πατέρα τὴν ἀναληφθεῖσαν ἀνθρωπότητα καὶ οὐχὶ δὴ μᾶλλον τοῖς τῆς ἰδίας θεότητος ἐνιδρῦσθαι θώκοις ἐν εὐδοκίαι τοῦ θεοῦ καὶ πατρός, καὶ ἄνθρωπον γεγονότα, τὸν
25ἐξ αὐτοῦ φύντα λόγον, ἵνα μὴ ὡς ἑτέρα τις παρ’ αὐτὸν ἡ ἀνθρωπότης αὐτοῦ πρὸς ἡμῶν νοοῖτο καὶ λέγοιτο, καίτοι τῆς κατὰ ἀλήθειαν ἑνώσεως ἕνα τε ἡμῖν ἀποφαινούσης αὐτὸν καὶ οὐκ ἀλλοτρίαν αὐτοῦ τὴν σάρκα αὐτοῦ; ψευδοεπὴς οὖν ἄρα καὶ λογισμοῦ τοῦ καθή‐ κοντος οὐ μετρίως ἡμαρτηκὼς ἁλίσκηι κἀν τούτωι. καὶ εἰ μηδὲν ἕτερόν ἐστι τὸ φάναι δὴ σάρκα γεγενῆσθαι τὸν λόγον ἢ ὅτι γέγονεν ἄνθρωπος ἐν ὑπεροχῆι θεότητος ὢν καὶ με‐
30μενηκὼς ὅπερ ἦν, ποίας ἂν ἐδεήθη τῆς ἔξωθεν δόξης, καίτοι τῆς δόξης κύριος ὢν αὐτός; ἐδοξάζετο μὲν γὰρ ὁμολογουμένως ἐνεργοῦντος τοῦ πνεύματος τὰς θεοσημίας, ἀλλ’ οὐχ ὡς ἄνθρωπος θεοφόρος ἐξ ὀθνείας τε καὶ ὑπερκειμένης φύσεως τὸ χρῆμα κερδαίνων, καθὰ καὶ ἡμεῖς, ὡς ἰδίωι δὲ μᾶλλον κεχρημένος τῶι πνεύματι. θεὸς γὰρ ἦν φύσει καὶ οὐκ ἀλλό‐ τριον αὐτοῦ τὸ πνεῦμα αὐτοῦ. οὐκοῦν οὐκ ἔξωθεν οὐδὲ εἰσποίητον αὐτῶι δεδόσθαι φαμὲν
35τοῦ πνεύματος τὴν ἐνέργειαν καθὰ καὶ ἡμῖν αὐτοῖς ἢ γοῦν τοῖς ἁγίοις ἀποστόλοις. δεδώ‐ ρηται γὰρ αὐτοῖς ἐξουσίαν ὁ Χριστὸς κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, προστέταχε δὲ θεραπεύειν καὶ πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῶι λαῶι. οἴκοθεν οὖν ἄρα καὶ παρ’ αὐτοῦ τὸ πνεῦμα αὐτοῦ. καὶ τούτου σαφὴς ἀπόδειξις εἴη ἂν τὸ καὶ ἑτέροις δύνασθαι χορηγεῖν αὐτὸ καὶ οὐκ ἐκ μέτρου, καθά φησιν ὁ μακάριος εὐαγγελιστής.
40ἐπεμέτρησε μὲν γὰρ τοῖς ἁγίοις τὴν διὰ τοῦ πνεύματος χάριν ὁ τῶν ὅλων θεὸς καὶ ὧι μὲν ἔδωκε λόγον σοφίας, ἄλλωι δὲ λόγον γνώσεως, ἑτέρωι δὲ χάρισμα ἰαμάτων, καὶ τοῦτο οἶμαί ἐστι τὸ ὡς ἐκ μέτρου 〈δοῦναι〉 δύνασθαι τοὺς ἔχοντας ἐνέργειαν· ὁ δέ γε κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐξ ἰδίου πληρώματος προιεὶς τὸ πνεῦμα, καθὰ καὶ αὐτὸς ὁ πατήρ,
οὐχ ὡς ἐκ μέτρου δίδωσιν αὐτὸ τοῖς ἀξίοις ἑλεῖν. ἀνθ’ ὅτου δὴ οὖν, ὦ βέλτιστε, τὸν

1,1,6

78

οὐκ ἐκ μέτρου διδόντα τὸ πνεῦμα τοῖς μεμετρημένον ἔχουσιν αὐτὸ ποιεῖς ἐναρίθμιον, συγ‐ κεκροτῆσθαι λέγων παρὰ τοῦ πνεύματος τὴν δόξαν αὐτοῦ καὶ ἐνηργῆσθαι μᾶλλον ὡς ἕνα τῶν καθ’ ἡμᾶς, ἐν χάριτος τάξει λαβόντα τὴν παρ’ αὐτοῦ συγκρότησιν, ἢ γοῦν ἐνεργῆσαι μᾶλλον ὡς δι’ ἰδίου πνεύματος τὰς θεοσημίας; Ἰουδαῖοι μὲν γὰρ οἱ πάντολμοι πικρὰν
5ἐπ’ αὐτῶι καταθήγοντες γλῶτταν ἀνοσίως ἔφασκον· οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων, ὁ δέ γε κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἀμαθαίνοντας οὐ μικρῶς, μᾶλλον δὲ καὶ δυσσεβοῦντας ἐλέγχων εἰ ἐγ, φησίν, ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι; τεθαύμασται γὰρ ὁ λαμπρὸς καὶ μέγας τῶν ἁγίων ἀποστόλων
10χορὸς ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου πληρῶν τὰ παράδοξα. καὶ γοῦν ὑπέ‐ στρεφον χαίροντές τε καὶ λέγοντες· κύριε, καὶ τὰ δαιμόνια ἡμῖν ὑποτάσσεται ἐν τῶι ὀνόματί σου. ἀλλ’ εἴπερ ἐστὶν ἐφικτὸν ἐν ὀνόματί τινος τῶν ἐνεργουμένων καὶ ἑτέρους δύνασθαι τὰ ἴσα πληροῦν, ἡκέτω, φραζέτω διὰ ποίαν αἰτίαν οὐδεὶς ἐν ὀνόματι τῶν ἁγίων τινὸς ἢ ἀκαθάρτοις πνεύμασιν ἐπιτιμήσας θαυμάζεται ἢ γοῦν ἕτερόν τι
15τῶν πέρα λόγου τετελεκώς. ἀλλ’ οἳ μὲν ἐνήργηνται παρὰ τοῦ πνεύματος καὶ μεμε‐ τρημένην ἔχουσι χάριν, ὃ δὲ ὡς θεὸς ἐνεργεῖ καὶ ὡς δι’ ἰδίου πνεύματος ἀμογητὶ κατορθοῖ τὰ δι’ ὧν θαυμάζεται. καὶ γοῦν ἡ τὴν τοῦ αἵματος ῥύσιν ἀρρωστήσασα γυνὴ προσελ‐ θοῦσά ποτε λεληθότως ἀπὸ ὄπισθεν αὐτοῦ, (γέγραπται ὡδί) ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς.
20δὴ καὶ συνιεὶς ὁ Χριστὸς τίς ὁ ἁψάμενός μου; φησίν. ἐπειδὴ 〈δὲ〉 πρὸς τοῦτο ἔφασκον οἱ θεσπέσιοι μαθηταί· ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλί‐ βουσι, πάλιν ἔφασκεν αὐτός· ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελ‐ θοῦσαν ἀπ’ ἐμο. συνιεῖς οὖν ὅπως οὐκ εἰσκεκριμένον ἔξωθεν, ἀλλ’ οἴκοθεν ἔχει καὶ ἐξ ἑαυτοῦ τὸ ἐνεργεῖν δύνασθαι καὶ ἀπαλλάττειν ἀρρωστημάτων; γράφει δέ που καὶ
25ὁ μακάριος εὐαγγελιστὴς Ματθαῖος· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτο, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. δύναμις οὖν αὐτοῦ τὸ πνεῦμα αὐτοῦ, καὶ πιστώσεται λέγων ὁ θεσπέσιος Δαυίδ· τῶι λόγωι κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῶι πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐ‐ τῶν. στόμα δὲ τοῦ θεοῦ καὶ πατρὸς τὸν ἐξ αὐτοῦ φησι λόγον, οὗ τῶι πνεύματι δια‐
30κρατεῖται πρὸς ὕπαρξιν τὰ δι’ αὐτοῦ γεγονότα. Ἤδη μὲν οὖν ἔφην ὅτι τῆς εὐσεβείας τὸ μυστήριον, ὃ καὶ παρ’ αὐτοῖς τεθαύμασται τοῖς ἁγίοις ἀγγέλοις, κατακομίζει πρὸς τὸ μηδὲν καὶ τῶν εἰς ἀλήθειαν δογμάτων οὐ πε‐ φροντικὼς κατασμικρύνει, λέγων Βούλει καὶ ἄλλην ἐπὶ τούτοις αὐτοῖς τῆς τριάδος ἐνέργειαν; ἐνώικησεν ὁ υἱὸς ἐν τῶι
35σώματι, συνέστησεν ὁ πατὴρ βαπτιζόμενον, διέπλασεν ἐν παρθένωι τὸ πνεῦμα. Ὅτι δὲ τοῖς πρὸς ἡμῶν εἰρημένοις ἕψεται δὴ πάντως τὸ ἀληθὲς καὶ οὐ ψιλὴν κατάρ‐ ρησιν τῶν αὐτοῦ πεποιήμεθα λόγων, ἔλεγχον δὲ μᾶλλον σαφῆ τε καὶ ἀληθῆ, διαδείξει λέγων αὐτὸς ἐν ἑτέροις ὡδί Καὶ τῆς συνεργίας ἡ ἀπόδειξις πρόδηλος· ὁ υἱὸς ἐνηνθρώπησεν, ὁ πατὴρ συνέστησεν,
40τὸ πνεῦμα σημείοις ἐσέμνυνε. Ἆρ’ οὖν ἐνδοιάσειεν ἂν καὶ μετὰ τοῦτό τις ὅτι τῶν ἐννοιῶν ὁ σκοπὸς αὐτῶι πρὸς
ἀμαθίαν τε ὁμοῦ καὶ ἀνοσιότητα βλέπει καὶ τῶν τῆς εὐσεβείας δογμάτων καταθρασύνεται;

1,1,6

79

ὥσπερ 〈γὰρ〉 τὸ γενέσθαι σάρκα τὸν τοῦ θεοῦ λόγον ἀσυνέτως ἐκβαλὼν ἐνεργῆσαί φησιν εἰς ἄνθρωπον τὴν ἐνοίκησεν, οὕτω δὴ πάλιν τὸ ἐνανθρωπῆσαι δέχεται, καίτοι τῶν ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανὸν ἁγίων ἐκκλησιῶν, καὶ αὐτῶν δὲ τῶν ἀοιδίμων πατέρων, οἳ τὸν τῆς ὀρθῆς τε καὶ ἀμωμήτου πίστεως ὅρον ἡμῖν ἐξήνεγκαν λαλοῦντος ἐν αὐτοῖς τοῦ ἁγίου
5πνεύματος, τὸ σαρκωθῆναί τε καὶ ἐνανθρωπῆσαι τὸν τοῦ θεοῦ λόγον οὐδὲν ἕτερον εἶναι νοούντων πλὴν ὅτι μόνον τὸ γενέσθαι καθ’ ἡμᾶς ἄνθρωπον ἀποτεχθῆναί τε κατὰ σάρκα ἐκ γυναικός, ὅτι καὶ γέγονε μεθ’ ἡμῶν ὑπὸ νόμον ὁ ὑπὲρ νόμον ὡς θεός. ἐπειδὴ δὲ ὡς ἤδη πλειστάκις ἔφην, σκοπὸς αὐτῶι παραλύειν τὴν ἀλήθειαν, ταύτηι τοι καὶ μάλα νεανικῶς ἀνταίρει μόνος καὶ ταῖς ἁπάντων μάχεται γνώμαις καὶ κατὰ τῆς ἀρρήτου δόξης τὰ ὅπλα
10κινεῖ καὶ τὸ αὐτῶι καὶ μόνωι δοκοῦν συρφετὸν ὥσπερ τινὰ ταῖς ἐκκλησίαις τοῦ θεοῦ παρει‐ σκρίνειν ἐπιχειρεῖ. διισχυρίζεται γὰρ ἐνοίκησιν εἶναι τὴν ἐνανθρώπησιν καὶ οὐχὶ δὴ μᾶλλον τὸ αἵματος καὶ σαρκὸς παραπλησίως ἡμῖν μετασχεῖν ἑλέσθαι τὸν ἐκ θεοῦ λόγον, καίτοι πᾶσι μὲν τοῖς ἁγίοις ἐνωικηκότος τε καὶ ἐνοικοῦντος ἔτι τοῦ λόγου, γεγονότος δὲ ἅπαξ ἐν τοῖς καθ’ ἡμᾶς καὶ σαρκὶ μιᾶι καθ’ ὑπόστασιν κεκοινωνηκότος, καθ’ ἣν καὶ ὑπὲρ
15ἡμῶν ἀποθανεῖν τε καὶ ἐγηγέρθαι πιστεύεται· σαρκὶ 〈γὰρ〉 πέπονθεν ἑκών. ὅτι δὲ καὶ εἰκῆι παραρριπτεῖ λόγους καὶ τῆς τῶν φωνῶν ἀτοπίας ὀλίγα πεφροντικὼς σημείοις φησὶ τοῖς διὰ τοῦ πνεύματος κατασεμνύνεσθαι τὸν Χριστόν, ὁ γεγονὼς ἡμῖν ἔναγχος καὶ διαρ‐ κῶς, ὥς γε οἶμαι, διέδειξε λόγος· βασανίζωμεν δέ, εἰ δοκεῖ, τὰς ἑτέρας αὐτοῦ φωνάς. ‹ὁ πατήρ›, φησί, ‹συνέστησε›. τὸ μὲν οὖν συνέστησεν ὅ τι ποτέ ἐστιν ἐν τούτοις, οὐκ
20ἂν ἔχοιμι νοεῖν· καὶ γάρ ἐστιν ὁμολογουμένως ἀγοραία τε καὶ ἀγυρτώδης καὶ τερθρείας ἰδιωτικῆς ἀνάμεστος ἡ φωνή· πλὴν οἶμαι δηλοῦν ἐθέλειν αὐτὸ τὸ παρέθετο, φέρε εἰπεῖν, ἢ γοῦν μεμαρτύρηκε. πῶς οὖν, εἰπέ μοι, συνέστησεν ὁ πατὴρ ἐνοικήσεως θείας ἠξιω‐ μένον; ἢ τοῦτο μὲν ἥκιστά γε, κατέδειξε δὲ μᾶλλον ἐνανθρωπήσαντα τὸν ἴδιον υἱόν, μεμε‐ νηκότα δὲ καὶ ἐν σαρκὶ τοῦθ’ ὅπερ ἦν τε καὶ ἔστι καὶ ἔσται, θεὸν δηλονότι; Ἰησοῦς
25γὰρ Χριστὸς ὁ χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. φέρε τοίνυν τὰς ἐπ’ αὐτῶι πολυπραγμονῶμεν φωνάς. τί φησιν ὁ εὐαγγελιστής; καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν ἐξ οὐρανοῦ καὶ μένον ἐπ’ αὐτόν. οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίωι κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεο.
30εἴη μὲν γὰρ οἰκονομικῶς ἁγιάσων τὸν Ἰορδάνην ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός, κατη‐ ξίου δὲ σὺν ἡμῖν βαπτίζεσθαι, τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον διὰ τῶν αὐτῆι πρεπόντων διοικούμενος τρόπων. ἔδει γὰρ ἄνθρωπον γεγονότα γινώσκεσθαι τὸν ἐκ θεοῦ πατρὸς λόγον, ἀλλ’ ἐβαπτίζετο μὲν ὡς ἄνθρωπος, ἐβάπτιζε 〈δὲ〉 θεικῶς ἐν ἁγίωι πνεύματι. καὶ οὐ δήπου φαμὲν 〈ὡσ〉 ἢ ὑπουργικῶς ἢ ὡς παρ’ ἑτέρου τινὸς τοῖς βαπτιζομένοις τὴν
35τοῦ ἁγίου πνεύματος διηκονεῖτο μέθεξιν, ἀπετέλει δὲ μᾶλλον ἡγιασμένους, ὡς φύσει θεὸς ἐνιεὶς αὐτὸς ἐξ ἰδίου πληρώματος. πῶς οὖν ἀφειδήσας τῶν εἰς ὀρθότητα λόγων καὶ μέντοι καὶ ἐννοιῶν ἐνηργῆσθαι φὴς ἐν ἀνθρώπωι τὴν ἐνοίκησιν παρὰ τοῦ θεοῦ λόγου, καίτοι πλείστων τε ὅσων ἁγίων ἔν γε δὴ σφίσιν αὐτοῖς ἐσχηκότων ἔνοικον τὸν τῶν ὅλων θεόν, βαπτίσαντος δὲ οὐδενὸς ἐν ἰδίωι πνεύματι ἢ γοῦν θεικῶς ἐνοικῆσαί τισιν εἰρημένου
40καὶ ἐνωικηκότος; καὶ αὐτὸς ὁ Χριστὸς ἐν ἡμῖν αὐλίζεται διὰ τοῦ ἁγίου πνεύματος, ὅπερ ἐστὶ καὶ ἴδιον αὐτοῦ, καθάπερ ἀμέλει τοῦ θεοῦ καὶ πατρός, καὶ πρός γε τοῦτο ἡμᾶς ἐμπεδοῖ λέγων αὐτός· ὅταν δὲ ἔλθηι ὁ παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖ‐
νος μαρτυρήσει περὶ ἐμο. ἄθρει δὴ οὖν ὅπως τὸ παρὰ τοῦ θεοῦ καὶ πατρὸς

1,1,6

80

ἐκπορευόμενον πνεῦμα τοῦτο καὶ τῆς ἀληθείας ἴδιον εἶναί φησιν, αὐτὸς δέ που πάντως ἐστὶν ἡ ἀλήθεια. εἶτα πῶς εἴπερ ἐστὶν ἀληθῶς οὐκ ἐνανθρωπήσας θεός, ἄνθρωπος δὲ μᾶλλον τὴν θείαν ἐνοίκησιν ὡς ἐνέργειαν ἔχων, ὡς ἴδιον πνεῦμα τὸ τοῦ θεοῦ καὶ πατρὸς τοῖς πιστεύουσιν εἰς αὐτὸν καταπέμψειν ἐπαγγέλλεται; ἀλλὰ γάρ, ὡς ἔφην, τὴν τοῦ μυστη‐
5ρίου δόξαν κατασείει πρὸς τὸ μηδέν, μερίζων ὥσπερ τῆς ἁγίας τριάδος τὴν ἐπὶ τισὶ τῶν δρωμένων ἐνέργειαν ἑκάστηι τε τῶν ὑποστάσεων ἀπονέμων ἰδικῶς ὃ μὴ πέπραχεν ἡ ἑτέρα. πάλιν ὧδέ φησιν Ὁ υἱὸς ἐξελέξατο (ἐγὼ γάρ φησιν, ὑμᾶς ἐξελεξάμην), ὁ πατὴρ ἡγίασε, τὸ πνεῦμα κατεσκεύασε ῥήτορας.
10 Ὢ τῆς ἀμετρήτου φρενοβλαβείας. εἰ πάντα γέγονε παρὰ τοῦ πατρὸς δι’ υἱοῦ ἐν πνεύματι καὶ οὐκ ἄν τι δρῶιτο παρὰ τοῦ θεοῦ καὶ πατρὸς πλὴν ὅτι κατὰ τοῦτον αὐτὸν τὸν τρόπον, πῶς οὐκ ἀπόπληκτος εἴη ἂν καὶ μάλα εἰκότως ὁ ταῖς ὑποστάσεσι καταμερίζων ἰδικῶς τὰς ἐπί γέ τισιν ἐνεργείας τῆς ἀκηράτου καὶ μιᾶς θεότητος καὶ οὐχὶ δὴ μᾶλλον ἕκαστα τῶν δρωμένων πεπρᾶχθαι διαβεβαιούμενος παρὰ πατρὸς δι’ υἱοῦ ἐν πνεύματι; εἰ
15γάρ ἐστιν ὁ υἱὸς καὶ βουλὴ καὶ σοφία καὶ δύναμις τοῦ πατρός, πάντα που πάντως ὡς διὰ βουλῆς καὶ σοφίας καὶ δυνάμεως ὁ πατὴρ ἐργάσεται δι’ υἱοῦ. οὕτως ἀριστίνδην ἀπολέκτους ἐποιεῖτο τοὺς μαθητάς, οὕτως ἡγιάσθαι φαμὲν τοὺς ἐξειλεγμένους, οὕτω γεγε‐ νῆσθαι ῥήτορας, ὡς ἐκ μιᾶς δηλονότι θεότητος, παρὰ πατρὸς δι’ υἱοῦ ἐν πνεύματι. πάτερ γὰρ ἅγιε, φησίν, ἁγίασον αὐτοὺς ἐν τῆι ἀληθείαι σου. ἁγιάζει τοίνυν ἡ ἀλή‐
20θεια, τουτέστιν ὁ υἱός, ἐνίησι δὲ καὶ τὸ ἅγι〈ον πνεῦμα〉 ὁμοίως καὶ ἀποφαίνει σοφοὺς καὶ διὰ τῆς τοῦ ἁγίου πνεύματος ἐνεργείας θεοφιλῶς κατεγλωττισμένους. ἔφη γοῦν ἐν μὲν 〈τῆι〉 τοῦ Ματθαίου συγγραφῆι πρὸς τοὺς ἑαυτοῦ μαθητάς· ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνηι τῆι ὥραι τί λαλήσετε. οὐ γὰρ ὑμεῖς ἐστὲ οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα
25τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν, διὰ δέ γε τῆς τοῦ Λουκᾶ· θέσθε οὖν ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ἧι οὐ δυνήσονται ἀντειπεῖν ἢ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. ἀκούεις ὅπως λαλοῦντος ἐν αὐτοῖς τοῦ ἁγίου πνεύματος αὐτὸς δίδωσι τὸ στόμα; λόγου γάρ ἐστι δοτὴρ ὡς λόγος, καὶ πνεύματος χορηγὸς ὡς ἴδιον ἔχων
30αὐτὸ φυσικῶς, καθὰ καὶ αὐτὸς ὁ πατήρ. ταυτοενεργεῖ μὲν οὖν ἡ ἁγία τριὰς καὶ ἅπερ ἂν δρώιη καὶ βούλοιτο κατορθοῦν ὁ πατήρ, ταῦτα καὶ ὁ υἱὸς κατὰ τὸν ἴσον τρόπον, ὁμοίως δὲ καὶ τὸ πνεῦμα· τό γε μὴν ἀνὰ μέρος διδόναι τὰς ἐνεργείας ἑκάστηι τῶν ὑπο‐ στάσεων ἰδικῶς οὐδὲν ἕτερόν ἐστιν ἢ τρεῖς ἀνὰ μέρος καὶ ὁλοτρόπως ἀλλήλων διεστη‐ κότας ἀποφαίνειν θεούς. ὁ μὲν γὰρ τῆς φυσικῆς ἑνότητος λόγος ἐπὶ τῆς ἁγίας τριάδος
35μίαν δή που τὴν ἐφ’ ἅπασι τοῖς δρωμένοις ἀποφαίνει κίνησιν· εἰ δὲ δὴ λέγοιμεν ὅτι μιᾶς ὑποστάσεως οἷον εἰς ἔργα κεκινημένης ἀπρακτήσειαν ἂν αἱ δύο, πῶς οὐ παχεῖα τομὴ πα‐ ρεισκρίνεται, τόπον ὥσπερ τινὰ τῶν ὑποστάσεων ἑκάστηι νέμουσα τῶι ἔξω τε καὶ ἀπε‐ σχοινισμένως νοεῖσθαι τῶν ἄλλων, οὐ κατά γε τὸ ὑπάρχειν ἰδιοσυστάτως (τοῦτο γὰρ ἀλη‐ θές), ἀλλ’ ὡς ἐν τῆι κατὰ πᾶν ἑτερότητι μὴ ἀνεχομένηι λόγου τοῦ συναγείροντος εἰς ἑνότητα
40φυσικήν; μία γὰρ θεότητος φύσις ἐν ἁγίαι καὶ ὁμοουσίωι νοεῖται τριάδι, ὁ δὲ χρηστὸς οὑτοσὶ τὸν ὁμοούσιον τῶι θεῶι καὶ πατρὶ θεὸν λόγον ὡς οὐκ εἰδὼς ὅτι γέγονεν ἄνθρωπος, οὐ τὸ εἶναι θεὸς ἀποβεβληκώς, προσειληφὼς δὲ μᾶλλον ὅπερ οὐκ ἦν, κατασμικρύνειν ἀπο‐ τολμᾶι. συναγορεύει μὲν γάρ, ὡς εἴρηται, τῶι ἁγίωι πνεύματι, περιυβρίζει δὲ τὸν υἱόν,
οὕτω λέγων πρός τινας τῶν τὰ Ἀρείου φρονεῖν ἡιρημένων

1,1,6

81

Πλείονα, φησί, τὴν εἰς αὐτὸν κατασκευάζοντες ὕβριν καὶ τὸ πνεῦμα τῆς θείας ἀπο‐ τέμνοντες φύσεως τὸ τὴν ἀνθρωπότητα αὐτοῦ διαπλάσαν (τὸ γὰρ ἐν τῆι Μαρίαι, φησί, γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου), 〈τὸ〉 κατὰ δικαιοσύνην τὸ πλασθὲν ἀναπλάσαν (ἐφανερώθη γάρ φησιν, ἐν σαρκ, ἐδικαιώθη ἐν πνεύματι), τὸ δαίμοσι φοβερὸν
5〈αὐτὸν〉 ἐργασάμενον (ἐγὼ γάρ φησιν, ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια), τὸ τὴν αὐτοῦ σάρκα πεποιημένον ναόν (τεθέαμαι γάρ φησι, τὸ πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν καὶ μεμένηκεν ἐπ’ αὐτόν), τὸ τὴν ἀνάληψιν αὐτῶι χαρισάμενον (ἐντειλάμενος γάρ φησι, τοῖς ἁγίοις ἀποστόλοις οὓς ἐξελέξατο, διὰ πνεύ‐ ματος ἁγίου ἀνελήφθη), τοῦτο δὴ τὸ τηλικαύτην Χριστῶι χαρισάμενον δόξαν Χριστοῦ
10κατασκευάζουσι δοῦλον. Τὸ μὲν οὖν τῆς θείας τε καὶ ἀκηράτου φύσεως ἀποτέμνειν τὸ πνεῦμα κατατολμᾶν μοχθηρᾶς εἶναι φημὶ καὶ ἀλιτηρίου φρενὸς καὶ πολὺ τοῦ εἰκότος ἐξωικισμένης (ὁμοούσιον γάρ ἐστι τῶι θεῶι καὶ πατρὶ καὶ μὴν καὶ αὐτῶι τῶι υἱῶι καὶ θεὸς εἶναι καὶ ἐκ θεοῦ πι‐ στεύεται), χρῆναι δὲ οἶμαι ταυτὶ μεθέντας εἰς τὸ παρὸν τὸν ἐν χερσὶν ἡμῖν πολυπραγμονῆσαι
15λόγον καὶ ὅποι ποτὲ βλέπει, νουνεχέστατα κατιδεῖν. πλείονα γάρ φησι, τὴν εἰς αὐτὸν κατασκευάζοντες ὕβριν, δῆλον δὲ ὅτι τὸν ἐκ θεοῦ πατρὸς λόγον, καὶ τὸ πνεῦμα τῆς θείας ἀποτέμνοντες φύσεως τὸ τὴν ἀνθρωπότητα αὐτοῦ διαπλάσαν. τὴν τίνος, ὦ βέλτιστε, φὴς διαπεπλάσθαι ἀνθρωπότητα διὰ τοῦ πνεύματος; καίτοι τοὺς λόγους ἡμῖν ἀρτίως ἐπ’ αὐτῶι πεποίησαι τῶι μονογενεῖ καὶ ἐκ θεοῦ πατρὸς ἀπορρήτως γεγεννημένωι· θείαν γὰρ δὴ
20φύσιν ὠνόμαζες αὐτόν, αὐτοῦ δὲ οἶμαι καὶ οὐχ ἑτέρου τὴν ἀνθρωπότητα φής. οὐκοῦν διαμέμνησο τῶν σεαυτοῦ φωνῶν· ἰδίαν γὰρ εἶναι φὴς τοῦ λόγου τὴν σάρκα, ψυχῆς ἐνούσης αὐτῆι τῆς λογικῆς δηλονότι, ἔσται γὰρ οὕτως ἡ ἀνθρωπότης αὐτοῦ. εἶτα πῶς, εἴπερ ἐστὶν ἓν μετὰ τῆς ἰδίας σαρκὸς ὁ ἐκ θεοῦ πατρὸς λόγος, ἰσχύος εἶναι νομίζεις αὐτὸν τῆς θεοπρεποῦς ἐπιδεᾶ καὶ φοβερὸν αὐτὸν εἰργάσθαι τοῖς δαίμοσι τὸ πνεῦμα τὸ ἅγιον, ὡς ἀπό
25γε τῆς ἰδίας φύσεως οὐκ ἔχοντα τοῦτο δρᾶν καὶ μὴν καὶ τὸ δύνασθαι συντρίβειν τὸν σα‐ τανᾶν ὡς δοτὸν παρ’ ἑτέρου καὶ μόλις ἐρανιζόμενον; εἰ μὲν οὖν οἶσθα ὅτι τὸ ἀπο‐ τέμνειν τὸ πνεῦμα τῆς θείας αὐτοῦ φύσεως ἐγκλημάτων αἴσχιστον εἴη ἂν καὶ μάλα εἰκότως, αὐτοῦ δηλονότι τὸ πνεῦμά ἐστιν ὡς δι’ αὐτῆς προιὸν τῆς ἀπορρήτου φύσεως αὐτοῦ καὶ ὁμοούσιον αὐτῶι, καὶ οὐκ ἂν ἐδεήθη καθάπερ τινὸς τῆς ἔξωθέν τε καὶ ἐπακτῆς δυνάμεως
30τῆς παρ’ αὐτοῦ, χρήσεται δὲ μᾶλλον ὡς ἰδίωι πνεύματι καὶ φοβερὸν ἑαυτὸν τοῖς δαίμοσιν ἀποφανεῖ δι’ αὐτοῦ. εἰ δέ σοι δοκεῖ τῶν εἰς δυσσέβειαν ἐγκλημάτων ἀποφαίνειν ἠμοιρη‐ κότας τοὺς ἀποτέμνοντας, πῶς ἡμῖν ἀρτίως ὑβριστὰς ὠνόμαζες αὐτούς, εἶτα τούτοις σαυ‐ τὸν ἐναρίθμιον οὐκ αἰσθάνηι ποιῶν, εἴπερ ἑνωθέντα σαρκὶ τὸν ἐκ θεοῦ πατρὸς λόγον καθά‐ περ ἕνα τινὰ τῶν καθ’ ἡμᾶς καὶ κοινὸν ἁπλῶς 〈ἄνθρωπον〉 τῆς τοῦ πνεύματος ἐπικουρίας
35δεδεῆσθαι φής, ἵνα φοβερὸς τοῖς ἀκαθάρτοις ὁρῶιτο πνεύμασιν; εἰ γὰρ καὶ ἐν πνεύ‐ ματι θεοῦ φησιν ἑαυτὸν ἐκβάλλειν τὰ δαιμόνια, πῶς οὐκ ἔδει τοῦ λόγου τὴν οἰκονομίαν ἀξιάγαστον οὖσαν ἰδεῖν; οἱ μὲν γὰρ τῶν Ἰουδαίων καθηγηταὶ τῆι τοῦ σωτῆρος ἡμῶν εὐκλείαι διεφθονηκότες καὶ ἀπύλωτον ἐπ’ αὐτῶι διοιγνύντες στόμα κατεφλυάρουν οἱ δείλαιοι, φάσκοντες ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλειν τὰ δαιμόνια· ὃ δὲ τῆι ἐμφύτωι
40πρὸς ἅπαντας γαληνότητι κεχρημένος καὶ μεθιστὰς τοὺς πεπλανημένους ἢ γοῦν ἀθυρο‐
στομεῖν ἐθέλοντας ἐπ’ αὐτῶι πρὸς τὸ ἄμεινόν τε καὶ ἀληθές, θεῶι δὴ μᾶλλον τῶι κατὰ

1,1,6

82

φύσιν τὴν ἐπί γε τῶι δύνασθαι συντρίβειν τὸν σατανᾶν ἀνετίθει δόξαν, ἐν πνεύματι θεοῦ λέγων τὰ πονηρὰ διώκειν πνεύματα καὶ οὐκ ἔξω τιθεὶς ἑαυτὸν τοῦ κατὰ φύσιν εἶναι θεὸν καὶ ἴδιον ἔχειν τὸ πνεῦμα τὸ ἅγιον. ἐπειδὴ δὲ ἦν ἀκόλουθον καὶ θεοπρεποῦς εὐτεχνίας ἄξιον τὰς τῶν φονώντων ὑποτρέχειν ὀργὰς καὶ τὰς τῶν ἐπ’ αὐτῶι σκανδαλιζομένων περι‐
5κόπτειν ἀφορμάς (ἐπεφύοντο γὰρ λέγοντες· περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν), ταύτηι τοι καὶ ἄγαν ἀστείως τοῖς ἀσθενοῦσιν ἔτι συγκαθιστάμενος θεοῦ τὸ πνεῦμά φησιν. οἶδε γὰρ οἶδεν, ὡς ἔφην, ἑαυτὸν ὄντα φύσει θεὸν ὁμοῦ τῶι γεγεννηκότι καὶ πάντα ἔχοντα τὰ αὐτοῦ δίχα μόνου τοῦ εἶναι πατήρ. τοιγάρτοι καὶ ἔφασκε πρὸς αὐτὸν ὅτι πάντα τὰ
10ἐμὰ σά ἐστι καὶ τὰ σὰ ἐμ, καὶ δεδόξασμαι ἐν αὐτοῖς, καὶ πρός γε ἡμᾶς αὐ‐ τούς, περὶ τοῦ ἁγίου πνεύματος τοὺς λόγους ποιούμενος· πάντα, φησίν, ὅσα ἔχει ὁ πατήρ, ἐμά ἐστι· διὰ τοῦτο εἶπον ὑμῖν ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγ‐ γελεῖ ὑμῖν. ὥσπερ γὰρ πρόεισιν ἐκ τοῦ πατρὸς τὸ πνεῦμα τὸ ἅγιον, αὐτοῦ κατὰ φύσιν ὑπάρχον, καὶ κατὰ τὸν ἴσον τούτωι τρόπον καὶ δι’ αὐτοῦ τοῦ υἱοῦ, φυσικῶς ὂν αὐ‐
15τοῦ καὶ ὁμοούσιον αὐτῶι. οὐκοῦν κἂν δοξάζηται διὰ τοῦ πνεύματος, αὐτὸς ἑαυτὸν ὡς δι’ ἰδίου πνεύματος νοεῖται δοξάζων καὶ οὐχ ὡς θύραθεν τὸ χρῆμα αὐτῶι, κἂν εἰ ὁρῶιτο γεγονὼς ἄνθρωπος καθ’ ἡμᾶς. ἀνασφαλὲς δὲ πρὸς τούτωι κἀκεῖνο εἰπεῖν περὶ τοῦ πνεύματος τὸ τὴν σάρκα τὴν αὐτοῦ πεποιημένον ναόν. ἦν μὲν γὰρ ἡ σὰρξ ἰδία τοῦ λόγου καὶ τοῦτο ἡμῖν ἀρτίως διωμολόγηκας αὐτός· αὐτοῦ γὰρ ἔφης εἶναι τὴν ἀνθρωπότητα
20καὶ ναὸς αὐτοῦ κεχρημάτικε τὸ ἐκ τῆς ἁγίας παρθένου ληφθὲν ἅγιον σῶμα· ἴδιον δὲ πάλιν αὐτοῦ τὸ πνεῦμα αὐτοῦ καὶ οὐκ ἂν νοοῖτο πώποτε δίχα τοῦ ἰδίου πνεύματος ὁ ἐκ θεοῦ πατρὸς λόγος. ἄμεινον οὖν ἄρα καὶ σοφώτερον ναὸν μὲν τοῦ λόγου τὸ σῶμα λέγειν καὶ ἰδίαν αὐτοῦ τὴν σάρκα, πιστεύειν δὲ ὅτι σύνεστιν ἀεὶ τῶι λόγωι τὸ πνεῦμα αὐτοῦ καθάπερ ἀμέλει καὶ αὐτῶι τῶι πατρί. οὐκ ἀμώμητον δὲ πρὸς τούτωι φαίην ἂν τὸ ὡς
25ἐπ’ ἀνθρώπου κοινοῦ τὴν ἀνάληψιν αὐτῶι τὴν εἰς οὐρανὸν δεδωρῆσθαι λέγειν παρὰ τοῦ πνεύματος. ἐπιλέκτους μὲν γὰρ ἐποιεῖτο τοὺς μαθητὰς διὰ τοῦ ἁγίου πνεύματος, ἀνε‐ λήφθη γε μὴν ὡς θεός, οὐχ ὡς παρ’ ἑτέρου δοτὸν τὸ χρῆμα λαβών, αὐτὸς δὲ δὴ μᾶλλον πρωτόλειον ὥσπερ τι τῆς ἀνθρωπίνης φύσεως ἀνανεωθείσης εἰς ἀφθαρσίαν ἐμφανίζων ἑαυτὸν τῶι θεῶι καὶ πατρὶ καὶ ἡμῖν ἐγκαινίζων ὁδὸν πρόσφατον καὶ ζῶσαν καὶ
30εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσελθεῖν λέγεται, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τοὺς αἰῶνας. ὅτι δὲ πρὸς τὰ ἄνω βαδίζοντι τῶι Χριστῶι πάλιν ἐνυπῆρχεν ὡς ἴδιον αὐτοῦ τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἂν ἐνδοιάσειέ τις. πῶς οὖν οὐ δέδιας, εἰπέ μοι, λέγειν τοῦτο δὴ τὸ τηλικαύτην Χριστῶι χαρισάμενον δόξαν Χριστοῦ κατασκευάζουσι δοῦλον; οἱ
35μὲν γὰρ δοῦλον αὐτὸ κατασκευάζοντες τοῦ Χριστοῦ δυσσεβοῦσιν ὁμολογουμένως καὶ αὐτὸν ἀτιμάζουσι τὸν ὁμοούσιον αὐτῶι θεοῦ λόγον, τοῖς δουλοπρεπέσι περιβάλλοντες μέτροις τὸ παρ’ αὐτοῦ τε καὶ ἐν αὐτῶι κατὰ φύσιν καὶ ἴδιον αὐτοῦ· τὸ δὲ κεχαρίσθαι λέγειν αὐτῶι τὴν δόξαν παρὰ τοῦ πνεύματος ἀβελτηρίας ἐστὶ τῆς ἐσχάτης ἀπόδειξις ἐναργής. εἰκῆι δὲ ἁλώσηι πεφλυαρηκὼς ἐν τούτωι καὶ τὸ ἐπ’ αὐτῶι μυστήριον οὐ νενοηκώς, μᾶλλον δὲ
40σαυτῶι καὶ φρονῶν καὶ λέγων τὰ ἐναντία. εἰ γὰρ πεπίστευκας ὅτι θεὸς ὢν ὁ λόγος γέγονε σάρξ (αὐτοῦ γὰρ ἔφης εἶναι τὴν ἀνθρωπότητα), τί τὸν τῆς δόξης κύριον ὡς οὐκ ἔχοντα δόξαν ἰδίαν τῆς παρὰ τοῦ πνεύματος δεδεῆσθαι φὴς καὶ ἐν τοῖς τῆς κτίσεως κατα‐
λογίζηι μέτροις, ἧι πάντα ἐστὶν ἔξωθεν [τὰ] καὶ δοτά; τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;

1,1,6

83

πρέποι ἂν ἀκοῦσαι τῆι κτίσει. ἀλλὰ ναί, φησίν, εὑρίσκω λέγοντα τὸν Ἐμμανουήλ· πάτερ, δόξασόν σου τὸν υἱόν. οὐκοῦν προστίθει τὸ λεῖπον, τοῦτο δέ ἐστιν ἵνα καὶ ὁ υἱός σου δοξάσηι σε. εἰ μὲν ὡς δόξης ἐπιδεᾶ τῆς παρὰ πατρὸς ἐφίεσθαι δόξης διισχυρίζηι τὸν υἱόν, [ὅ] τί ποτε ἄρα φής, ὅταν δοξάζηται καὶ αὐτὸς ὁ πατὴρ παρὰ
5τοῦ υἱοῦ; ἆρ’ ὡς δόξαν οὐκ ἔχων ἢ τῆς παρ’ ἑτέρου δεδεημένος; ἄπαγε τῆς δυσβουλίας· τερθρεία γὰρ ἤδη ταυτὶ καὶ ἀνοσιότης ἐννοιῶν καὶ ἕτερον οὐδέν. ἡ μὲν γὰρ θεία τε καὶ τῶν ὅλων ἐπέκεινα φύσις φῶς ἀπρόσιτον οἰκεῖ καὶ κατεξουσιάζει τῶν ὅλων καὶ δόξαν ἀνῆπται τὴν αὐτῆι τε καὶ μόνηι πρεπωδεστάτην· ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ θεοῦ λόγος ἔμελλέ τε χάριτι θεοῦ διὰ τῆς ἰδίας σαρκὸς ὑπὲρ παντὸς γεύσασθαι θανά‐
10του καὶ 〈τὸ〉 δυσάντητον αὐτοῦ παραλύειν κράτος, ζωοποιήσας ὡς θεὸς τὸν ἴδιον ναὸν σκήπτε‐ ται τὴν εὐχὴν ὡς ἄνθρωπος καὶ συνευδοκῆσαί οἱ βούλεται τὸν πατέρα τὴν ἀνθρώπου φύσιν μετασκευάζοντι πρὸς τὸ ἀπ’ ἀρχῆς καὶ ἀνανεοῦντι πρὸς ἀφθαρσίαν καὶ τῶν τοῦ θανάτου βρόχων ἀποφαίνοντι κρείττονα, λελυμένης δηλονότι τῆς ἀρχαίας ἐκείνης ἀρᾶς καὶ τῆς ἐπὶ τῶι πρωτοπλάστωι δίκης. οὐκοῦν ἐπειδήπερ καὶ ἐν σαρκὶ καθορώμενος υἱὸς εἶναι θεοῦ
15κηρύττεται φύσει τε καὶ ἀληθείαι, δόξασόν σου, φησίν, ὦ πάτερ, τὸν υἱὸν ὡς ἄνθρω‐ πον καὶ θανάτου κρείττονα καὶ φθορᾶς ἀποφήνας, ἵνα σὸς εἶναι πιστεύηται, ζωὴ κατὰ φύσιν ὑπάρχων ὡς θεὸς κατά γε τὸν τῆς ἰδίας φύσεως λόγον· τότε γάρ σε καὶ ὁ υἱὸς δοξάσει. δόξα 〈δ’〉 ἀληθῶς τῶι θεῶι καὶ πατρὶ τὸ πιστεύεσθαι πρὸς ἡμῶν ὅτι θεὸς ὑπάρχων ἀληθινὸς καὶ ζωὴ καὶ ζωοποιὸς ἴσον τε καὶ ὅμοιον ἑαυτῶι κατὰ πᾶν ὁτιοῦν ἀπορ‐
20ρήτως τε καὶ ὑπὲρ νοῦν ἐκτέτοκε τὸν υἱόν, ὃς ἦν οὐκ ἐν μείοσιν, 〈εἰ〉 καὶ ἐν σαρκὶ γέ‐ γονεν, ἀλλὰ τῆς ἐνούσης αὐτῶι φυσικῆς εὐγενείας ἀδιαλώβητον παντελῶς τὸ ὑπερφυὲς καὶ ἐξαίρετον διεσώσατο κάλλος, ζωὴ καὶ αὐτὸς ὑπάρχων ὡς ἐκ ζωῆς πάντα τε ἰσχύων καὶ ἀμογητὶ κατορθῶν καὶ τοῖς ὑπὸ θάνατον καὶ φθορὰν τὴν ἀφθαρσίαν δωρούμενος. οὐ‐ κοῦν κἂν εἰ δοξάζεσθαι λέγοιτο παρὰ τοῦ πατρὸς ὁ υἱός, τὸ τῆς ἀνθρωπότητος ἀναλογίζου
25μέτρον μη〈δὲ〉 διατέμηις εἰς δύο μετὰ τὴν ἕνωσιν τὸν ἕνα Χριστὸν καὶ υἱὸν καὶ κύριον, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν 〈ὁμολόγησον〉 ὁμοίως καὶ τῆς δόξης κύριον ὡς θεὸν καὶ δόξαν δεχόμενον ἀνθρωπίνως. ἐννόει γὰρ ὅτι καίτοι φύσει τε καὶ ἀληθείαι θεός τε καὶ βασι‐ λεὺς τῶν ὅλων ὑπάρχων καὶ κύριος, κεχειροτονῆσθαι λέγεται βασιλεύς, ὅτε καθ’ ἡμᾶς γενό‐ μενος ἄνθρωπος τεταπείνωκεν ἑαυτὸν καὶ γέγονεν ὑπήκοος τῶι θεῶι καὶ πατρὶ καὶ μεθ’ ἡμῶν
30ὑπὸ νόμον. θορυβήσει δὴ οὖν κατ’ οὐδένα τρόπον τοὺς σοφούς τε καὶ ἐπιστήμονας καὶ ἱδρυμένους ἐν πίστει τὰ τοῖς τῆς κενώσεως πρέποντα μέτροις, ἀλλ’ ἐξ αὐτῶν τε ὁμοῦ καὶ τῶν τῆι θείαι πρεπόντων φύσει θεὸν ὄντα τὸν αὐτὸν καὶ ἄνθρωπον ἐπιγινώσκουσι τὸν υἱόν. ἀλλὰ γὰρ ὑγιαίνουσι μὲν οὐ προσέρχεται λόγοις, ἀπονενευκὼς δὲ λίαν εἰς τὸ ἐξήνιον ἀσυνέτως περιαυτίζεται καὶ τὰ αὐτῶι καὶ μόνωι δοκοῦντά τε καὶ εὖ ἔχειν ὑπειλημ‐
35μένα φρονεῖν ἀξιοῖ. διόλλυσι δὲ καὶ ἑτέρους πρὸς οἷς ἔφη, διιστὰς εἰς δύο τὸν ἕνα κύριον Ἰησοῦν τὸν Χριστὸν καὶ αὐτὸ τὸ θεῖον ἡμῶν συκοφαντῶν μυστήριον ἀπό γε τοῦ μὴ ἀνέχεσθαι μεθ’ ἡμῶν ὁμολογεῖν ὅτι μὴ καθ’ ἕνα τῶν ἁγίων προφητῶν ἢ γοῦν ἀποστό‐ λων καὶ εὐαγγελιστῶν θεοφόρος ἦν ἄνθρωπος ὁ Χριστός, θεὸς δὲ μᾶλλον γενόμενος ἄν‐ θρωπος μετέσχηκέ τε κατὰ ἀλήθειαν αἵματος καὶ σαρκός. ἔφη δὲ οὕτω πάλιν ὡς ἐκ
40προσώπου Χριστοῦ παρατιθεὶς τὸ ῥητόν Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ
ἐν αὐτῶι. μνημόνευσον ὅτι περὶ τῆς σαρκὸς τὸ λεγόμενον. καθὼς ἀπέστειλέ

1,1,6

84

με ὁ ζῶν πατήρ, ἐμὲ τὸν φαινόμενον. ἀλλ’ ἐνίοτε παρερμηνεύω· ἀκούσωμεν ἐκ τῶν ἑξῆς. καθὼς ἀπέστειλέ με ὁ ζῶν πατήρ· ἐκεῖνος λέγει τὴν θεότητα, ἐγὼ τὴν ἀνθρωπότητα· ἴδωμεν τίς ὁ παρερμηνεύων. λέγει ὁ αἱρετικὸς ἐνταῦθα τὴν θεότητα· ἀπέστειλεν ἐμὲ τὸν θεὸν λόγον. καθὼς ἀπέστειλέ με ὁ ζῶν πατήρ, κατ’ ἐκεῖνον
5κἀγὼ ζ, ὁ θεὸς λόγος, διὰ τὸν πατέρα. εἶτα μετὰ τοῦτο καὶ ὁ τρώγων με κἀκεῖνος ζήσεται. τίνα ἐσθίομεν, τὴν θεότητα ἢ τὴν σάρκα; Μόνην δὴ οὖν ἀπεστάλθαι τὴν σάρκα φὴς καὶ αὐτὴν εἶναι διαβεβαιοῖ τὸν φαινόμε‐ νον· ἀπόχρη δὴ οὖν καὶ μόνον ἡμῖν εἰς τὸ δύνασθαι ζωοποιεῖν τὸ θανάτωι τυραννούμενον. τί οὖν; αἱ θεόπνευστοι γραφαὶ ῥαψωιδοῦσι μάτην σάρκα γενέσθαι τὸν ἐκ θεοῦ πατρὸς
10λόγον ἄνω τε καὶ κάτω διισχυριζόμεναι; ποία γὰρ ὅλως γένοιτ’ ἂν τοῦ λόγου χρεία, τῆς ἀνθρωπίνης φύσεως ἀποχρώσης ἡμῖν, κἂν εἰ νοοῖτο μόνη καὶ καθ’ ἑαυτήν, εἴς γε τὸ δύ‐ νασθαι καταργῆσαι θάνατον καὶ τὸ τῆς φθορᾶς παραλῦσαι κράτος; καὶ εἴπερ ἐστίν, ὥσπερ οὖν οἴει καὶ δοξάζειν ἀξιοῖς, οὐχ ὁ θεὸς λόγος ὁ ἀπεσταλμένος διὰ τοῦ γενέσθαι καθ’ ἡμᾶς, μόνη δέ, ὡς ἔφης, ἀπέσταλται παρὰ τοῦ πατρὸς ἡ φαινομένη σάρξ, πῶς οὐχ ἅπασιν
15ἐναργὲς ὅτι σώματος ἀνθρωπίνου καὶ τῶν ἡμετέρων κατ’ οὐδένα παντελῶς διενεγκόντος τρόπον ἐν μεθέξει γεγόναμεν; πῶς οὖν ἐν ἑτέροις διαγελᾶις τοὺς ὧδε διακειμένους; ἔφης γὰρ πάλιν Ἐρῶ δὲ καὶ τοῦ σκανδάλου τὰ ῥήματα. περὶ τῆς οἰκείας σαρκὸς ὁ δεσπότης Χριστὸς πρὸς αὐτοὺς διελέγετο· ἐὰν μὴ φάγητε, φησί, τὴν σάρκα τοῦ υἱοῦ τοῦ
20ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. οὐκ ἤνεγκαν τὸ τῶν λεγομένων ὑψηλὸν οἱ ἀκούσαντες· ἐνόμιζον 〈γὰρ〉 ὑπὸ ἀμαθίας ἀνθρωπο‐ φαγίαν εἰσάγειν. Εἶτα πῶς τὸ χρῆμά ἐστιν οὐκ ἐναργὴς ἀνθρωποφαγία; τίνα δὲ τρόπον ὑψηλὸν ἔτι τὸ μυστήριον, εἰ μὴ ἀπεστάλθαι φαμὲν τὸν ἐκ θεοῦ πατρὸς λόγον καὶ τόν γε τῆς ἀπο‐
25στολῆς τρόπον ὁμολογοῦμεν εἶναι τὴν ἐνανθρώπησιν; τότε γὰρ τότε καταθρήσομεν ζωο‐ ποιεῖν ἰσχύουσαν τὴν ἑνωθεῖσαν αὐτῶι σάρκα καὶ οὐχ ἑτέρου σάρκα, πλὴν ὅτι γέγονεν ἰδία τοῦ τὰ πᾶντα ζωοποιεῖν ἰσχύοντος. εἰ γὰρ τὸ πῦρ δὴ τοῦτο τὸ αἰσθητὸν τῆς ἐνούσης αὐτῶι φυσικῆς ἐνεργείας τὴν δύναμιν ταῖς ὕλαις ἐνίησιν αἷς ἂν φαίνοιτο προσο‐ μιλοῦν, καὶ αὐτὸ δὲ τὸ ὕδωρ, καίτοι ψυχρὸν κατὰ φύσιν ὑπάρχον, μεθίστησι πρὸς τὸ παρὰ
30φύσιν καὶ θερμὸν ἀποτελεῖ, τί τὸ παράδοξον, ἀπιστοῖτο δ’ ἂν κατὰ τίνα τρόπον, εἰ ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ ἐκ θεοῦ πατρὸς λόγος τὴν ἑνωθεῖσαν αὐτῶι σάρκα ζωοποιὸν ἀπέ‐ φηνεν; ἰδία γάρ ἐστιν αὐτοῦ καὶ οὐχ ἑτέρου τινὸς παρ’ αὐτὸν ἀνὰ μέρος τε νοουμένου καὶ τῶν καθ’ ἡμᾶς ἑνός. ἀποστήσας δὲ τῆς πρὸς τὸ σῶμα μυστικῆς τε καὶ ἀληθοῦς ἑνώ‐ σεως τὸν ζωοποιὸν τοῦ θεοῦ λόγον καὶ διιστὰς ὁλοτρόπως, πῶς ἂν αὐτὸ καταδείξειας ἔτι
35ζωοποιόν; τίς δὲ ἦν ὁ λέγων ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῶι; εἰ μὲν οὖν ἄνθρωπός τις ἰδικῶς καὶ οὐχὶ δὴ μᾶλλον γεγονὼς καθ’ ἡμᾶς ὁ τοῦ θεοῦ λόγος, ἀνθρωποφαγία τὸ δρώμενον καὶ ἀνόνητος παντελῶς ἡ μέθεξις. αὐτοῦ γὰρ ἀκούω λέγοντος τοῦ Χριστοῦ· ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν. ὅσον γὰρ ἧκεν εἰς ἰδίαν φύσιν, φθαρτὴ
40μὲν ἡ σάρξ, ζωοποιήσει δὲ κατ’ οὐδένα τρόπον ἑτέρους, οἴκοθεν αὐτὴ νοσοῦσα τὴν φθο‐

1,1,6

85

ράν. εἰ δὲ αὐτοῦ τοῦ λόγου τὸ σῶμα ἴδιον εἶναι φής, τί τερατεύηι καὶ εἰκαιομυθεῖς οὐκ αὐτὸν ἀπεστάλθαι τὸν ἐκ θεοῦ πατρὸς λόγον διατεινόμενος, ἀλλ’ ὡς ἕτερόν τινα παρ’ αὐτόν, τὸν ὁρώμενον ἤτοι τὴν σάρκα αὐτοῦ, καίτοι Χριστὸν ἕνα τῆς θεοπνεύστου γραφῆς διαβοώσης πανταχοῦ καὶ ἄνθρωπον καθ’ ἡμᾶς γενέσθαι τὸν λόγον εὖ μάλα διαβεβαιουμένης
5καὶ τῆς ὀρθῆς πίστεως τὴν παράδοσιν ὁριζομένης ἐν τούτοις; ἀλλ’ ἐκ πολλῆς ἄγαν εὐλαβείας ἐπερυθριᾶι κατὰ τὸ εἰκὸς τοῖς τῆς κενώσεως μέτροις καὶ οὐκ ἀνέχεται τὸν τῶι θεῶι καὶ πατρὶ συναίδιον υἱὸν τὸν ἐν μορφῆι καὶ ἰσότητι τῆι κατὰ πᾶν ὁτιοῦν τῶι γεγεννη‐ κότι καθιγμένον ἰδεῖν εἰς ταπείνωσιν, γράφεται δὲ τὴν οἰκονομίαν καὶ τὴν θείαν τάχα που βουλήν τε καὶ σκέψιν ἀκαταιτίατον οὐκ ἐᾶι. σκήπτεται μὲν γὰρ πολυπραγμονεῖν τῶν
10εἰρημένων παρὰ Χριστοῦ τὴν δύναμιν καὶ οἷον ἀναμασώμενος τὸ τῶν ἐννοιῶν βάθος, εἶτα περιιστάς, ὡς οἴεται, τὸν παρ’ ἡμῶν λόγον εἰς τὸ ἐκτόπως τε καὶ ἀμαθῶς πεποιῆ‐ σθαι δοκεῖν. Ἴδωμεν, φησί, τίς ὁ παρερμηνεύων. καθὼς ἀπέστειλέ με ὁ ζῶν πατήρ, κατ’ ἐκεῖνον κἀγὼ ζ, ὁ θεὸς λόγος, διὰ τὸν πατέρα. καὶ ὁ τρώγων με κἀκεῖ‐
15νος ζήσεται. τίνα ἐσθίομεν, τὴν θεότητα ἢ τὴν σάρκα; Ἆρ’ οὖν αἰσθάνηι λοιπὸν ὅποι ποτὲ εἶ φρενῶν; ἀπεστάλθαι γὰρ λέγων ἑαυτὸν ὁ τοῦ θεοῦ λόγος καὶ ὁ τρώγων με, φησί, κἀκεῖνος ζήσεται. ἐσθίομεν δὲ ἡμεῖς, οὐ τὴν θεότητα δαπανῶντες, ἄπαγε τῆς δυσβουλίας, ἀλλὰ τὴν ἰδίαν τοῦ λόγου σάρκα, ζωο‐ ποιὸν γεγενημένην, ὅτι γέγονεν αὐτοῦ ζῶντος διὰ τὸν πατέρα, καὶ οὐχ ὅτι που φαμὲν κατὰ
20μέθεξιν τὴν ἔξωθεν καὶ εἰσκεκριμένως ζωοποιεῖσθαι τὸν λόγον παρὰ τοῦ πατρός, ζωὴν δὲ μᾶλλον κατὰ φύσιν εἶναι διαβεβαιούμεθα· γεγέννηται γὰρ ὡς ἐκ ζωῆς τοῦ πατρός. ὅνπερ γὰρ τρόπον τὸ τοῦ ἡλίου πεμπόμενον σέλας, εἰ λέγοι τυχὸν λαμπρὸν εἶναι διὰ τὸν πε‐ πομφότα ἢ γοῦν τὸν ἐξ οὗ πάρεστιν, οὐ κατὰ μέθεξιν ἔχει τὸ εἶναι λαμπρόν, ἀλλ’ οἷον ἐκ φυσικῆς εὐγενείας τὸ τοῦ πεπομφότος ἢ γοῦν ἀπαστράψαντος πλεονέκτημα φορεῖ, κατὰ
25τὸν ἴσον οἶμαι τούτωι τρόπον τε καὶ λόγον, κἂν εἰ λέγοι ζῆν ἑαυτὸν ὁ υἱὸς διὰ τὸν πα‐ τέρα, μαρτυρήσειεν ἂν ἑαυτῶι τὴν ἐκ πατρὸς εὐγένειαν καὶ οὐ τοῖς ἄλλοις κτίσμασιν ἀνα‐ μὶξ ἐπακτήν τε καὶ ἔξωθεν ἔχειν ὁμολογήσει τὴν ζωήν. ὥσπερ δὲ τὸ αὐτοῦ τοῦ λόγου σῶμα ζωοποιόν ἐστιν, ἴδιον αὐτοῦ ποιησαμένου καθ’ ἕνωσιν ἀληθῆ τὴν ὑπὲρ νοῦν τε καὶ λόγον, οὕτω καὶ ἡμεῖς εἰ ἐν μεθέξει γενοίμεθα τῆς ἁγίας σαρκὸς καὶ αἵματος αὐτοῦ, πάντηι
30τε καὶ πάντως ζωοποιούμεθα, μένοντος ἐν ἡμῖν τοῦ λόγου θεικῶς μὲν διὰ τοῦ ἁγίου πνεύ‐ ματος, ἀνθρωπίνως δὲ αὖ διὰ τῆς ἁγίας σαρκὸς καὶ τοῦ τιμίου αἵματος. ἐπιψηφιεῖται δὲ οἷς ἔφην, τὸ ἀληθὲς ὁ ἱερώτατος Παῦλος, ὡδὶ γεγραφὼς τοῖς ἐν Κορίνθωι πεπιστευ‐ κόσιν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν· ὡς φρονίμοις λέγω· κρίνατε ὑμεῖς ὃ φημ, τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία ἐστὶ
35τοῦ αἵματος τοῦ Χριστο; τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώ‐ ματος τοῦ Χριστοῦ ἐστιν; ὅτι εἷς ἄρτος, [κα] ἓν σῶμα οἱ πολλοὶ ἐσμέν· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. πνεύματος μὲν γὰρ τοῦ ἁγίου μετεσχηκότες, αὐτῶι τε τῶι πάντων σωτῆρι Χριστῶι καὶ ἀλλήλοις ἑνούμεθα, σύσσωμοι δὲ κατὰ τοῦτον ἐσμὲν τὸν τρόπον, ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοὶ ἐσμέν· οἱ γὰρ
40πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. συνδεῖ γὰρ ἡμᾶς εἰς ἑνότητα τὸ ἐν ἡμῖν σῶμα Χριστοῦ, μεμέρισται δὲ κατ’ οὐδένα τρόπον. ὅτι δὲ διὰ τοῦ σώματος τοῦ Χρι‐ στοῦ πρὸς ἑνότητα τὴν πρὸς αὐτὸν καὶ πρός γε τὴν εἰς ἀλλήλους συνενηνέγμεθα, πιστώ‐ σεται γράφων ὁ μακάριος Παῦλος· τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος Ἰησοῦ
Χριστοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν, εἴ γε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάρι‐

1,1,6

86

τος τοῦ θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς, ὅτι κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγωι, πρὸς ὃ δύνασθε ἀναγινώ‐ σκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῶι μυστηρίωι τοῦ Χριστο, ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη
5τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι, εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας ἐν Χριστῶι. ἐπειδὴ δὲ τὴν τοῦ μυστηρίου παράδοσίν τε καὶ δύναμιν ἠγνοηκότες ἐν ἀρχῆι τῶν πιστευ‐ σάντων τινὲς ἔξω φέρεσθαι τοῦ εἰκότος ἤθελον, πανδαισίας τε καὶ δημοθοινίας πληροῦντες ἐν ἐκκλησίαις, τοῖς τοῦτο δρᾶν εἰωθόσιν ἐπετίμα γράφων ὁ μακάριος Παῦλος· μὴ γὰρ
10οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν ἢ πίνειν; ἢ τῆς ἐκκλησίας τοῦ θεοῦ κατα‐ φρονεῖτε καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; τί εἴπω ὑμῖν; ἐπαινέσω ὑμᾶς; ἐν τούτωι οὐκ ἐπαιν. ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ κυρίου, ὃ καὶ παρέ‐ δωκα ὑμῖν, ὅτι ὁ κύριος Ἰησοῦς Χριστὸς ἐν τῆι νυκτὶ ἧι παρεδόθη, ἔλαβεν ἄρτον καὶ εὐχαριστήσας ἔκλασε καὶ εἶπε· τοῦτό μού ἐστι τὸ σῶμα τὸ
15ὑπὲρ ὑμῶν· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. ὡσαύτως καὶ τὸ πο‐ τήριον μετὰ τὸ δειπνῆσαι, λέγων· τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῶι αἵματι τῶι ἐμῶι· τοῦτο ποιεῖτε ὁσάκις ἂν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν. ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτή‐ ριον πίνητε, τὸν θάνατον τοῦ κυρίου καταγγέλλετε, ἄχρις οὗ ἔλθηι. καὶ
20θεῖον μὲν ὅτι τὸ μυστήριον καὶ ζωοποιὸς ἡ μέθεξις καὶ τῆς ἀναιμάκτου ταυτησὶ θυσίας ἡ δύναμις παρὰ πολὺ τῆς ἐν νόμωι λατρείας ἀμείνων, ἀταλαίπωρον ἰδεῖν καὶ ὡς ἀπό γε τοῦ λέγεσθαι σκιὰν μὲν ἐκεῖνα τὰ διὰ Μωσέως τοῖς ἀρχαιοτέροις τεθεσπισμένα, Χριστόν γε μὴν εἶναι καὶ τὰ αὐτοῦ τὴν ἀλήθειαν· συλλήψεται δὲ πρὸς τοῦτο ἡμῖν καὶ ὁ σοφώτατος Παῦλος, ὡδὶ γεγραφώς· ἀθετήσας τις νόμον Μωσέως χωρὶς οἰκτιρμῶν ἐπὶ
25δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήισκει· πόσωι δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας καὶ τὸ αἷμα τῆς διαθήκης κοι‐ νὸν ἡγησάμενος, ἐν ὧι ἡγιάσθη, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας; ἤσθιον μὲν γὰρ οἱ πάλαι καταθύοντες τὸν ἀμνόν, ἡ δέ γε τῆς βρώσεως δύναμις οὐκ εἰς κόρον ἁπλῶς ἐχώρει γαστρός. ἀλλ’ οὐδὲ ταύτης ἕνεκα τῆς αἰτίας τὰ τῆς θυσίας ἐπε‐
30τηδεύετο κατὰ νόμον, ἀλλ’ ἵνα θανάτου τοῖς ἄλλοις ἐμπεπτωκότος κρείττους τε εἶεν τοῦ παθεῖν αὐτοὶ καὶ διαδιδράσκοιεν τὸν ὀλοθρευτήν. καὶ γοῦν ἀνήιρηνται μὲν ἐν μιᾶι νυκτὶ τὰ πρωτότοκα Αἰγυπτίων, οἳ δὲ καὶ ψιλῶι τῶι τύπωι τετειχισμένοι μόνοι παρ’ ἐκείνου ἐσώιζοντο καὶ σύνοπλον ἔχοντες τὴν σκιὰν καὶ αὐτοῦ θανάτου κατευμεγεθοῦντες ἐφαίνοντο. οὐκοῦν ἔσωιζον μὲν οἱ τύποι τοὺς πρὸ ἡμῶν· ἐν τίσι δὲ ἄρα τὰ καθ’ ἡμᾶς, οἷς αὐτὴ λοι‐
35πὸν ἐπέλαμψεν ἡ ἀλήθεια, τουτέστι Χριστός, τὴν ζωοποιὸν ἑαυτοῦ σάρκα παρατιθεὶς εἰς μέθεξιν; πῶς οὐχ ἅπασιν ἐναργές; πολὺ γὰρ δὴ λίαν ἐν ἀμείνοσι καὶ ἐν τοῖς ἄγαν ὑπερκειμένοις. καὶ τήν γε τοῦ μυστηρίου δύναμιν ἐναργῆ καθιστὰς ὁ κύριος ἡμῶν Ἰη‐ σοῦς ὁ Χριστὸς ἀμήν, φησί, λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώ‐ νιον. ἐγὼ εἰμὶ ὁ ἄρτος τῆς ζωῆς. οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάννα
40ἐν τῆι ἐρήμωι καὶ ἀπέθανον· οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ κατα‐ βαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγηι καὶ μὴ ἀποθάνηι. ἐγὼ εἰμὶ ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις ἐκ τούτου τοῦ ἄρτου φάγηι, ζήσεται εἰς τὸν αἰῶνα. καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν ἡ ὑπὲρ τῆς
τοῦ κόσμου ζωῆς. ἐπειδὴ γὰρ οἱ ἐξ αἵματος Ἰσραὴλ Μωσέα κατατεθήπεσαν ἐπὶ τῆι

1,1,6

87

τοῦ μάννα χορηγίαι, καθιεμένου μὲν τοῖς τὸ τηνικάδε κατὰ τὴν ἔρημον, ἀποπληροῦντος δὲ τύπον τῆς μυστικῆς εὐλογίας (σκιὰ γὰρ ὁ νόμος), ταύτηι τοι καὶ λίαν εὐτεχνῶς ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς κατασμικρύνει τὸν τύπον, μετασοβῶν εἰς ἀλήθειαν. οὐ γάρτοι, φησίν, ἐκεῖνος ἦν ὁ τῆς ζωῆς ἄρτος, ἀλλ’ ἐγὼ μᾶλλον ὁ ἐξ οὐρανοῦ καὶ ζωοποιῶν τὰ
5πάντα καὶ τοῖς ἐσθίουσιν ἐμαυτὸν ἐνιεὶς καὶ διὰ τῆς ἑνωθείσης ἐμοὶ σαρκός, ὃ δὴ καὶ σαφέστερον ἐποίει λέγων· ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῆι ἐσχάτηι ἡμέραι. ἡ γὰρ σάρξ μου ἀληθής ἐστι
10βρῶσις καὶ τὸ αἷμά μου ἀληθής ἐστι πόσις. ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῶι. καθὼς ἀπέστειλέ με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσεται. ἄθρει δὴ οὖν ὅπως ἐν ἡμῖν μένει καὶ φθορᾶς ἀποφαίνει κρείττονας, τοῖς ἡμετέροις σώ‐ μασιν ἐγκαθιεὶς ἑαυτόν, ὡς ἔφην, καὶ διὰ τῆς ἰδίας σαρκός, ἣ καὶ ἀληθής ἐστι βρῶσις,
15τῆς ἐν νόμωι σκιᾶς καὶ τῆς κατ’ αὐτὴν λατρείας οὐκ ἐχούσης τὴν ἀλήθειαν. καὶ ὁ μὲν τοῦ μυστηρίου λόγος ἁπλοῦς τε καὶ ἀληθής, οὐ ποικίλοις ἐννοιῶν εὑρήμασιν εἰς ἀνοσιότητα περιειργασμένος, ἁπλοῦς δέ, ὡς ἔφην. πιστεύομεν γὰρ ὡς τῶι τεχθέντι διὰ τῆς ἁγίας παρθένου σώματι ψυχὴν ἔχοντι λογικὴν ἑνώσας ἑαυτὸν ὁ ἐκ θεοῦ πατρὸς λόγος (ἀπόρρητος δέ που καὶ μυστικὴ πάντως ἡ ἕνωσις) ζωοποιὸν ἀπέφηνεν αὐτό, ζωὴ κατὰ φύσιν ὑπάρ‐
20χων ὡς θεός, ἵνα ἡμᾶς ἑαυτοῦ μετόχους ἀποτελῶν πνευματικῶς τε ἅμα καὶ σωματικῶς καὶ φθορᾶς ἀποφήνηι κρείττονας καὶ τῆς ἁμαρτίας τὸν νόμον τὸν ἐν τοῖς μέλεσι τῆς σαρ‐ κὸς καταργήσηι δι’ ἑαυτοῦ· κατέκρινε 〈γὰρ〉 τὴν ἁμαρτίαν ἐν τῆι σαρκ, καθὰ γέγραπται. ἁνδάνει δὲ οἶμαι ταυτὶ κατ’ οὐδένα τρόπον τῶι τῶν νέων ἡμῖν εὑρημάτων δογματιστῆι, ὃς οἷά τις μόσχος ἀτιμαγέλας ἐπὶ μόνον ἵεται τὸ κατὰ γνώμην αὐτῶι καὶ τὴν
25τοῦ μυστηρίου δύναμιν κατασμικρύνει, λέγων Ἄκουσον καὶ τὸ κύριος ποτὲ μὲν ἐπὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ, ποτὲ δὲ ἐπὶ τῆς θεότητος αὐτοῦ, ποτὲ δὲ ἐπ’ ἀμφοτέρων κείμενον. ὁσάκις ἂν ἐσθίητε τὸν ἄρτον 〈τοῦτον〉 καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ κυρίου καταγγέλλετε. ἄκουσον ἐκ τῶν προηγουμένων τὴν ἀμαθίαν τῶν ἀντιτιθέντων, ὡς
30ἰσχυρὰν ἀναγινώσκουσι τοῦ μυστηρίου τὴν ὠφέλειαν καὶ τίνος τοῖς ἀνθρώποις παρέχεται τὴν ἀνάμνησιν, καὶ ἄκουσον μὴ ἐμοῦ ταῦτα λέγοντος, ἀλλὰ τοῦ μακαρίου Παύλου. ὁσά‐ κις 〈ἂν〉 ἐσθίητε τὸν ἄρτον τοῦτον· οὐκ εἶπεν· ὁσάκις ἂν ἐσθίητε τὴν θεότητα ταύτην. ὁσάκις ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον· βλέπε περὶ τοῦ σώματος αὐτῶι τοῦ δεσποτικοῦ τὸ προκείμενον 〈ὄν〉. ὁσάκις ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, οὗ ἐστι
35τὸ σῶμα ἀντίτυπον. ἴδωμεν οὖν 〈ἀπὸ τούτου〉 τίνος ὁ θάνατος· ὁσάκις ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ κυρίου καταγγέλλετε. ἄκουσον καὶ ἐν τοῖς ἐφεξῆς φανερώτερον· ἄχρις οὗ ἔλθηι. τίς δὲ ὁ ἐρχόμενος; ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δόξης πολλῆς. καὶ τὸ δὴ μεῖζον, πρὸ τῶν ἀποστόλων ὁ
40προφήτης σαφέστερον τὸν ἐρχόμενον δείκνυσι καὶ κέκραγε περὶ Ἰουδαίων βοῶν· ὄψονται εἰς ὃν ἐξεκέντησαν. τίς οὖν ἐστιν ὁ κεντηθείς· ἡ πλευρά· πλευρὰ δὲ σώματος ἢ
θεότητός ἐστι;

1,1,6

88

Δεῖ δὴ πάλιν ἡμᾶς τοῖς τῆς ἀληθείας δόγμασι συνειπεῖν καὶ τοῖς σοῖς, ὦ οὗτος, ἀντιφέρεσθαι λόγοις καὶ πρό γε τῶν ἄλλων τοῖς φιλακροάμοσιν ἐκεῖνο εἰπεῖν ὅτι σοι σκο‐ πὸς καὶ διὰ σπουδῆς τέθειται πολλῆς δύο δὴ πάλιν ἀποφῆναι Χριστούς, οἷς καὶ ἀνὰ μέρος ἁρμόσειεν ἂν ἡ τῆς κυριότητος κλῆσις. ἀμαθέστατα δὲ καὶ πρός γε τοῦτο ἰὼν οὐ σὺν
5ἱδρῶτι μακρῶι πρὸς ἡμῶν δειχθήσεται. φέρε γὰρ ἐρομένωι φράσον ποῖον ἄρα διορίζηι Χριστόν, οὗ καὶ τὴν ἀνθρωπότητα καὶ μέντοι καὶ τὴν θεότητα εἶναι φής; εἰ μὲν τὸν ἐκ θεοῦ πατρὸς λόγον, διωμολόγηκας ἐναργῶς τὸν αὐτὸν εἶναι καὶ ἄνθρωπον, αὐτοῦ γὰρ ἔφης τὴν ἀνθρωπότητα· εἰ δὲ τὸν ἐκ τῆς παρθένου κατὰ σέ, τὸν αὐτὸν οὐδὲν ἧττον ἁλώσηι καὶ θεὸν ἀποφήνας, αὐτοῦ γὰρ ἔφης εἶναι καὶ τὴν θεότητα. πανταχόθεν δὴ οὖν συνω‐
10θούμενος καὶ ἀβουλήτως εἰς ἀλήθειαν, ἕνα μεθ’ ἡμῶν ὁμολόγει Χριστὸν καὶ κύριον. πε‐ παύσηι γὰρ οὕτω λέγων Ἄκουσον δὲ καὶ τὸ κύριος ποτὲ μὲν ἐπὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ, ποτὲ δὲ ἐπὶ τῆς θεότητος αὐτοῦ, ποτὲ δὲ ἐπ’ ἀμφοτέρων κείμενον. Ἔνθα γὰρ υἱὸς εἷς, ποῖον ἂν ἔχοι τόπον τὸ ἐπ’ ἀμφοῖν εἰπεῖν; καταμειδιᾶις δὲ
15ἀνθ’ ὅτου τῶν τὸ θεῖον ἡμῶν τεθαυμακότων μυστήριον, ἀνοσιώτατα λέγων Ὁσάκις ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον 〈τοῦτο〉 πί‐ νητε, τὸν θάνατον τοῦ κυρίου καταγγέλλετε. ἄκουσον ἐκ τῶν προηγουμέ‐ νων τὴν ἀμαθίαν τῶν ἀντιτιθέντων, ὡς ἰσχυρὰν ἀναγινώσκουσι τοῦ μυστηρίου τὴν ὠφέ‐ λειαν καὶ τίνος τοῖς ἀνθρώποις παρέχεται τὴν ἀνάμνησιν.
20 Οὐδὲν οὖν ἄρα τὸ ἐξαίρετον τῆς ἀναιμάκτου θυσίας, ὀνίνησι δὲ κομιδῆι σμικρὰ καὶ τῆς ὠφελείας τὴν δύναμιν περιποιήσει τάχα που μέχρι δὴ μόνου τοῦ καταγγεῖλαι τὸν ἀν‐ θρώπου θάνατον καὶ τῶν καθ’ ἡμᾶς ἑνὸς ποιήσασθαι τὴν ἀνάμνησιν. οὐκοῦν διαψεύ‐ δεται ζωοποιὸν ἑαυτὸν εἶναι λέγων ὁ ψεύδεσθαι μὴ εἰδώς, τουτέστι Χριστός, πεφενακίσμεθα δὲ καὶ ἡμεῖς εἰκαίαν ἔχοντες ἐπ’ αὐτῶι τὴν δόξαν, πεποδηγήμεθα δὲ νῦν ὀψέ ποτε καὶ
25μόλις εἰς ἀληθείας εὕρεσιν τουτοισὶ τοῖς σοῖς περιτυχόντες λόγοις. ἀλλά σοι ταυτὶ φρονεῖν ἡιρημένωι πρὸς ἡμῶν εἰρήσεται τὸ διὰ τῆς προφήτου φωνῆς· ἰδοὺ οὔκ εἰσιν οἱ ὀφθαλμοί σου οὐδὲ ἡ καρδία σου καλ. συνίησι γὰρ οὐδαμῶς ὅτι τὸν θά‐ νατον καταγγέλλοντες τοῦ Χριστοῦ, προσομολογοῦντες δὲ τὴν ἀνάστασιν καὶ τὴν ἐν πίστει τελείωσιν διὰ τούτου κερδαίνοντες, εἶτα τῆς θείας αὐτοῦ φύσεως κοινωνοὶ γεγονότες καὶ
30διὰ τοῦ μεταλαχεῖν τῆς πρὸς αὐτὸν ἑνότητος πνευματικῶς τε ἅμα καὶ σωματικῶς ἁγιαζό‐ μεθα καὶ ζωοποιούμεθα. δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. ἄμφιον δὲ τὸ ἐξ οὐρανοῦ καὶ ἄφθαρτον καὶ ἀθανασίας ἐμποιητικὸν γέγονεν ἡμῖν ὁ Χριστὸς καὶ πιστώσεται γράφων ὁ ἱερώ‐ τατος Παῦλος, ποτὲ μὲν ὅτι ἐνδύσασθε τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ὁτὲ
35δὲ αὖ ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, τὸν θεο‐
35πρεπῶς λέγοντα καὶ ἀληθῶς ἐγὼ εἰμὶ ἡ ἀνάστασις καὶ ἡ ζω. πρὸς δὴ τὰ τοιάδε καταδείσας οὐδέν, βδελυρωτέραν ἔτι τὴν δυσφημίαν ἀποφαίνει, προστιθείς Ἄκουσον μὴ ἐμοῦ ταῦτα λέγοντος, ἀλλὰ τοῦ μακαρίου Παύλου. ὁσάκις [δ’] ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, οὗ ἐστι τὸ σῶμα ἀντίτυπον. ἴδωμεν οὖν ἀπὸ τούτου τίνος ὁ θάνατος· ὁσάκις ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον τοῦτο
40πίνητε, τὸν θάνατον τοῦ κυρίου καταγγέλλετε. ἄκουσον καὶ ἐν τοῖς ἐφεξῆς φανερώτερον· ἄχρις οὗ ἔλθηι. τίς δὲ ὁ ἐρχόμενος; ὄψονται τὸν υἱὸν τοῦ ἀν‐ θρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δόξης πολλῆς.
καὶ τὸ δὴ μεῖζον, ὁ προφήτης πρὸ τῶν ἀποστόλων σαφέστερον τὸν ἐρχόμενον δείκνυσι

1,1,6

89

καὶ κέκραγε περὶ Ἰουδαίων βοῶν, ὄψονται εἰς ὃν ἐξεκέντησαν. τίς οὖν ἐστιν ὁ κεντηθείς; ἡ πλευρά· πλευρὰ δὲ σώματος ἢ θεότητός ἐστι; Σμικρὰ τοιγαροῦν, ὡς ἔφην, τῆς ἀναιμάκτου θυσίας ἡ ὄνησις, ὅτι τάχα που μὴ γέ‐ γονεν ἐφικτὸν ὁμοῦ τῆι σαρκὶ καὶ τὴν τῆς θεότητος δαπανᾶσθαι φύσιν, ὅτι μὴ τῶν ἀμη‐
5χάνων κεκρατήκαμεν, ἐδεστὸν ἔχοντες γυμνὸν τὸ ἀσώματον. ἐπιλελῆσθαι δέ μοι δοκεῖς ὡς ἥκιστα μὲν θεότητος φύσις ἐστὶ τὸ προκείμενον ἐν ἁγίαις τραπέζαις ἐκκλησιῶν, πλὴν ἴδιον σῶμα τοῦ ἐκ θεοῦ πατρὸς φύντος λόγου, θεὸς δὲ φύσει καὶ ἀληθῶς ὁ λόγος. τί τοίνυν ἅπαντα συγχεῖς καὶ ἀσυνέτως διακυκᾶις, τὸν ἄρτον ἡμῖν τὸν ἐξ οὐρανοῦ καὶ ζωὴν διδόντα τῶι κόσμωι μόνον οὐχὶ καὶ διαγελῶν, ὅτι μὴ θεότης ὠνόμασται διὰ τῆς τῶν θεη‐
10γόρων φωνῆς, σῶμα δὲ μᾶλλον τοῦ δι’ ἡμᾶς ἐνηνθρωπηκότος, τουτέστι τοῦ ἐκ θεοῦ πατρὸς λόγου; σῶμα δὲ δεσποτικὸν ἀνθ’ ὅτου δή, φράσον, ὀνομάζεις ὅλως, εἰ μὴ θεῖον οἶσθα καὶ θεοῦ; δοῦλα γὰρ ἅπαντα τοῦ πεποιηκότος. ἀλλὰ γὰρ οὐκ ὀρθῶς ἔχει σοι τὰ κατὰ τὸν νοῦν, ἄνθρωπον δὲ εἶναι πεπίστευκας θεοφόρον ἁπλῶς τὸν Ἐμμανουήλ· εἶτα τῶν εἰς εὐ‐ σέβειαν ἐννοιῶν τε καὶ λόγων ἀφειδήσας παντελῶς, τὸν τῆς ἀληθείας ἱερουργόν, τὸν σοφὸν
15ἀρχιτέκτονα καὶ διδάσκαλον τῶν ἐθνῶν, τὸν ἱερὸν ἀληθῶς καὶ πάνσοφον Παῦλον ἔσεσθαί σοι συλλήπτορα συκοφαντοῦντι προσδοκᾶις, τῆς εἰς εὐθὺ καὶ δοκιμωτάτης ἀποφέρων ὁδοῦ τῶν ὀρθῶς τε καὶ ἀκιβδήλως εἰρημένων παρ’ αὐτοῦ τὴν δύναμιν. Ἴδωμεν γάρ φησιν, ἀπὸ τούτου τίνος ὁ θάνατος· ἄχρις οὗ ἔλθηι. τίς δέ ἐστιν ὁ ἐρχόμενος; ὄψονται 〈τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν
20τοῦ οὐρανοῦ μετὰ δόξης πολλῆς. καὶ τὸ δὴ μεῖζον, πρὸ τῶν ἀποστόλων ὁ προφήτης σαφέστερον τὸν ἐρχόμενον δείκνυσι καὶ κέκραγε περὶ Ἰουδαίων βοῶν· ὄψον‐ ται〉 εἰς ὃν ἐξεκέντησαν. Ἥξει τοίνυν ὁ πεπονθὼς μὲν τὸν θάνατον ἀνθρωπίνως, ἐγηγερμένος δὲ θεικῶς, ἀνα‐ φοιτήσας δὲ καὶ εἰς οὐρανούς, ὃς καὶ τοῖς τῆς ἀρρήτου θεότητος ἐναβρύνεται θώκοις καὶ
25συνεδρεύει τῶι πατρί, περιεστώτων ἐν κύκλωι δηλονότι τῶν σεραφὶμ καὶ τῶν ἀνωτάτω δυνάμεων, οὐκ ἀγνοουσῶν τῆς ἐπ’ αὐτῶι δουλείας τὸ μέτρον προσκυνούσης τε αὐτῶι καὶ ἐξουσίας ἁπάσης δυνάμεώς τε καὶ κυριότητος· κάμψει γὰρ αὐτῶι πᾶν γόνυ καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός. ἥξει δέ, ὡς ἔφην, οὐκ ἔν γε τῆι καθ’ ἡμᾶς σμικροπρεπείαι φαινόμενος, ἐν εὐκλείαι δὲ μᾶλλον
30τῆι θεοπρεπεστάτηι, δορυφοροῦντος οὐρανοῦ καὶ τῶν ἄνω πνευμάτων ὡς θεῶι τε καὶ βα‐ σιλεῖ καὶ τῶι τῶν ὅλων δεσπότηι παρεστηκότων. εἴπερ οὖν ἐστιν οὐκ ἐν σαρκὶ μᾶλλον ἢ γοῦν ἄνθρωπος γεγονὼς ὁ τοῦ θεοῦ πατρὸς λόγος, ἄνθρωπος δὲ θεοφόρος πλευρὰν ἔχων σώματος καὶ ὑπομείνας τὴν διακέντησιν, πῶς ἐν θρόνοις ὁρᾶται τῆς ἀνωτάτω θεό‐ τητος, τέταρτος ὥσπερ τις ἡμῖν μετὰ τὴν ἁγίαν τριάδα πρόσφατος θεὸς ἀναδεδειγμένος;
35οὐ καταπέφρικας κοινὸν ἄνθρωπον ** τῆι κτίσει τὸ σέβας ἐπινοῶν; ἆρα τοῖς ἀρχαίοις ἐνισχήμεθα βρόχοις; ἆρα πεπαρώινηκεν εἰς θεὸν καὶ πεπλάνηται μεθ’ ἡμῶν ἡ ἁγία τῶν ἄνω πνευμάτων πληθύς; εἰ τῆς ἀρχαίας ἀπάτης ἐκλελυτρώμεθα, τὸ τῆι κτίσει λατρεύειν ὡς δυσσεβὲς παραιτούμενοι, τί πάλιν ἡμᾶς τοῖς ἀρχαίοις ἐγκλήμασιν ἐνιεὶς ἀποφαίνεις ἀνθρω‐ πολάτρας; ἡμεῖς μὲν γὰρ ἴσμεν καὶ πεπιστεύκαμεν ὅτι γέγονεν ἐν προσλήψει σαρκός
40τε καὶ αἵματος ὁ ἐκ θεοῦ πατρὸς λόγος, ἐπειδὴ δὲ μεμένηκεν ὁ αὐτός, θεὸς δηλονότι, τῆς ἐνούσης κατὰ πάντων ὑπεροχῆς τὸ ἀξίωμα διεσώσατο, καίπερ ὢν 〈ἐν〉 σαρκὶ καθ’ ἡμᾶς. θεὸς δὲ ὑπάρχων οὐδὲν ἧττον ἢ πάλαι, καὶ νῦν, κἂν εἰ γέγονεν ἄνθρωπος, λάτριν ἔχει τὸν οὐρανὸν καὶ προσκυνοῦσαν τὴν γῆν· γέγραπται γὰρ ὅτι τῆς αἰνέσεως σου πλήρης
ἡ γ· ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετή σου, κύριε. σὺ δὲ δὴ πάλιν τὸν οὕτως

1,1,6

90

ἔχοντα φύσεώς τε καὶ δόξης ἐκ πολλῆς ἄγαν ἀβελτηρίας οὐχ ὁρᾶις. ἔφης γάρ· τίς ὁ ἐρχόμενος; ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανο, ὥσπερ δεδιὼς μὴ ἄρα τις ἀπιστήσειεν υἱὸν ἀνθρώπου λέγοντι τὸν ἐρχόμενον. καὶ προφητικῆι μαρτυρίαι βεβαιοῖς τὴν ἀπόδειξιν, γεγράφθαι γὰρ φής· ὄψονται εἰς ὃν
5ἐξεκέντησαν, καὶ τὸ ἐπὶ τούτωι, ὥσπερ οὖν ὠιήθης, εἰς ἐλέγχους εὐσθενέστερον ἀσυνε‐ τώτατα προστιθείς· τίς οὖν, φησίν, ἐστὶν ὁ κεντηθείς; ἡ πλευρά· πλευρὰ δὲ σώματός ἐστιν ἢ θεότητος; ἀλλ’ εἰ μὲν ἦσάν τινες οἱ λέγοντες ὡς οὐ γέγονε καθ’ ἡμᾶς ἄνθρω‐ πος ὁ τοῦ θεοῦ λόγος, ἐπεφοίτησε δὲ τοῖς ἐπὶ γῆς γυμνῆι τῆι θεότητι χρώμενος ἢ γοῦν ἐν δοκήσει καὶ ὡς ἐν σκιᾶι, καθὰ φρονεῖν ἔδοξε τισὶ τῶν ἀνοσίων αἱρετικῶν, ἦν ἄν σοι
10πρόφασις τῆς τοιᾶσδε τῶν λόγων κατασκευῆς οὐκ ἔξω τρέχουσα τοῦ εἰκότος· ἐπειδὴ δὲ τὸ τῆς ἀληθείας κήρυγμα σαφῶς τε καὶ ἐναργῶς τὸν τοῦ θεοῦ λόγον σάρκα [τε] γενέσθαι φησί, χρηματίσαι δὲ καθ’ ἡμᾶς καὶ υἱὸν ἀνθρώπου καὶ παθεῖν ὑπὲρ ἡμῶν σαρκί, ἀφίξεσθαι δὲ καὶ οὕτως αὐτόν, ὡς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν [καὶ] κατὰ τὴν τοῦ ἀγγέλου φωνήν, πρὸς τίνας διατεινόμενος, εἰπέ μοι, καὶ τὴν τίνος δόξαν κατακιβδηλεύων ὡς ἀμαθῆ καὶ
15ἀσύφηλον ἄνθρωπον ἡμῖν ἀποφῆναι φιλονεικεῖς τὸν ἐρχόμενον, πλευρὰν ἔχοντα σωματικὴν τὴν τῆι λόγχηι διανενυγμένην; ἀλλά σοι σκοπός, ὡς ἔφην, ἄνθρωπον ἡμῖν θεοφόρον καὶ οὐχὶ δὴ μᾶλλον θεὸν ἐνηνθρωπηκότα παρακομίζειν εἰς μέσον τὸν Ἐμμανουήλ. γέγονε γὰρ ἄνθρωπος ὁ τοῦ θεοῦ λόγος καὶ πίστις ἥδε ταῖς ἱεραῖς τε καὶ θείαις συμβαίνουσα γραφαῖς καὶ τῆς ἀποστολικῆς τε καὶ εὐαγγελικῆς παραδόσεως σκοπὸς εἰς αὐτὸ τοῦτο συν‐
20τείνεται. Σὺ δὲ δὴ πάλιν καὶ καθ’ ἕτερον ἡμῖν τερατεύηι τρόπον. σκήπτηι μὲν γὰρ ἐπιτι‐ μᾶν τοῖς εἰς μίαν κατακιρνῶσιν οὐσίαν τήν τε τῆς σαρκὸς καὶ τὴν τῆς θεότητος φύσιν, καίτοι μηδενός, ὥς γε οἶμαι, ταυτὶ συγχέοντος μήτε μὴν ἀλλήλοις συμφύροντος, καὶ δὴ καὶ φής
25 Διὰ τί δὲ καί, ὡς ἀρτίως ἠκούομεν, ἀμφοτέρων κατὰ σὲ κεκραμένων, ὁ κύριος τὴν τοῦ μυστηρίου δύναμιν τοῖς μαθηταῖς παραδιδούς, οὕτω φησί; λαβὼν ἄρτον καὶ εὐ‐ χαριστήσας 〈ἔκλασε καὶ〉 ἔδωκε τοῖς μαθηταῖς αὐτοῦ λέγων· λάβετε φάγετε πάντες· τοῦτο γάρ μού ἐστι τὸ σῶμα. διὰ τί μὴ εἶπε· τοῦτό ἐστιν ἡ θεότης μου ἡ ὑπὲρ ὑμῶν κλωμένη; καὶ πάλιν τὸ ποτήριον τῶν μυστηρίων διδούς, οὐκ εἶπε·
30τοῦτό ἐστιν ἡ θεότης 〈μου〉 ἡ ὑπὲρ ὑμῶν ἐκχεομένη· ἀλλὰ τοῦτό ἐστι τὸ αἷμά 〈μου〉 τὸ ὑπὲρ ὑμῶν ἐκχεόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Ὅτι μὲν οὖν εὔηθες κομιδῆι τὸ ἀντιτετάχθαι δοκεῖν τοῖς οὐκ οὖσιν ὅλως καὶ ἀντεξά‐ γειν εἰκῆι δεχομένους εἰς ἀντίστασιν τὸ μηδενί που τάχα δοκοῦν ἢ φρονεῖν ἢ λέγειν, πῶς οὐχ ἅπασιν ἐναργές; εἰ γὰρ δή τις ἕλοιτο φιλονεικεῖν ὅτι μὴ ἵππος ἐστὶ κατὰ φύσιν ὁ
35βοῦς μήτε μὴν ὁ ἄνθρωπος ἵππος, τοῦτο φρονεῖν ἢ λέγειν ἀνεχομένου μηδενός, πῶς οὐ καταγέλαστος καὶ πρός γε τούτωι εἰκαιόμυθος, εἰς ἀέρα δέρων καὶ πυκτεύων ἐπ’ ἀδήλοις καὶ ἐπ’ οὐδενὶ τῶν προκειμένων ἱδρῶτας ἑαυτῶι καὶ πόνους ἐπινοῶν; χρῆναι γὰρ ἔγωγε φημὶ προυποκεῖσθαί τι τὸ ὡμολογημένον, ἵν’ ἐν κόσμωι δὴ τότε τὰ παρ’ ἡμῶν ἀντεπάγοιτο, πλὴν ἐκεῖνο ἴδωμεν. εἰ μὲν γάρ τις ἦν ὁ φάναι τολμῶν εἰς τὴν κατὰ 〈σὲ〉 τοῦ σώμα‐
40τος μεταπεποιῆσθαι φύσιν τὸν ἐκ θεοῦ λόγον, ἐπαιτιῶιτό τις ἂν καὶ μάλα εἰκότως ὅτι μὴ

1,1,6

91

μᾶλλον ἔφη τὸ σῶμα διδούς· λάβετε φάγετε· τοῦτό μού ἐστιν ἡ θεότης ἡ ὑπὲρ ὑμῶν κλωμένη καὶ τοῦτό ἐστιν οὐ τὸ αἷμά μου μᾶλλον, ἀλλ’ ἡ θεότης ἡ ὑπὲρ ὑμῶν ἐκχεομένη· ἐπειδὴ δὲ θεὸς ὢν ὁ λόγος ἴδιον ἐποιήσατο σῶμα τὸ ἐκ γυναικός, ἀλλοίωσιν ἢ τροπὴν οὐδεμίαν ὑπομε‐ μενηκώς, πῶς οὐκ ἔδει πρὸς ἡμᾶς οὐ ψευδοεποῦντα λέγειν ὅτι λάβετε φάγετε· τοῦτό
5μού ἐστι τὸ σῶμα; ζωὴ δὲ ὑπάρχων ὡς θεός, ζωὴν καὶ ζωοποιὸν ἀπέφηνεν αὐτό. βραχὺ τοιγαροῦν ἀναμύσας πρὸς τὸ ἀληθές, αὐτός, οἶμαι, κατὰ σεαυτοῦ τὸ περιττὸν εἰς λόγους καθοριεῖς, βατταρίζων πανταχοῦ καὶ τοῖς τῆς εὐσεβείας δόγμασιν ἀσυνέτως ἀντα‐ νιστὰς τὸν παράσημον τουτονὶ καὶ ἀτερπῆ σου λόγον. Τόμος πέμπτος
10 Ἐπισεμνύνεται μὲν ὁ θεσπέσιος Παῦλος τοῖς παθήμασι τοῦ Χριστοῦ καὶ δή φησιν ὁτὲ μὲν ὅτι ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῶι σταυρῶι τοῦ Χρι‐ στο, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῶι κόσμωι, ὁτὲ δὲ αὖ· οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον· δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῶι πιστεύοντι, Ἰουδαίωι τε πρῶτον καὶ Ἕλληνι. ἀλλ’ ὧδε μὲν ὁ πνευμα‐
15τοφόρος ἠξίου τε φρονεῖν αὐτὸς καὶ μὴν καὶ ἑτέρους μυσταγωγεῖν (γέγραφε γὰρ οὐ μάτην, ἀλλ’ ἵνα ἡμᾶς ἀναπείσηι τῆς ἐνούσης αὐτῶι πίστεως τὴν ὀρθότητα ζηλοῦν ἡιρημένους τοῖς Χριστοῦ παθήμασιν ἐναβρύνεσθαι), ἐπερυθριῶσι δέ τινες τῶι σταυρῶι καὶ τοῖς γεγονόσι τῆς ὑφ’ ἡλίωι μυσταγωγοῖς ἀνοσίως ἀντανιστάμενοι διὰ τοῦ φρονεῖν ἑλέσθαι τὰ ἐναντία μόνον οὐχὶ καταμειδιῶσιν οἱ τάλανες τῶν Χριστοῦ παθημάτων αἰσχύνονταί τε τὸ εὐαγγέ‐
20λιον, Ἰουδαικὴν νοσοῦντες ἀμαθίαν καὶ τῆς ἐκείνων ἀβελτηρίας κατ’ οὐδένα τρόπον ἡττώ‐ μενοι· γέγονε γὰρ αὐτοῖς σκάνδαλον ὁ τοῦ σωτῆρος σταυρός. καὶ γοῦν τῶι ξύλωι προσηλωθέντα βλέποντες τὸν τῆς ζωῆς ἀρχηγόν, τὸ τοῦ νόμου τέλος, ἔσειον μὲν ἐπ’ αὐτῶι τὰς θεομισεῖς κεφαλάς, οὐ θεὸν εἶναι πιστεύοντες ἀληθῶς ἐνηνθρωπηκότα τε καὶ καθιγμένον εἰς κένωσιν, οἰόμενοι δὲ μᾶλλον ἕνα τῶν καθ’ ἡμᾶς ἄνθρωπον ἁπλῶς ὑπάρχειν αὐτόν,
25ἔφασκον δὲ ὡς ἐκ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτῶν προφέροντες τὰ πονηρά· ὁ κα‐ ταλύων τὸν ναὸν τοῦ θεοῦ καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν αὐτόν, σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ θεο, κατάβηθι ἀπὸ τοῦ σταυρο, καὶ πάλιν· ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπ’ αὐτόν. οὐ γάρτοι, καθάπερ ἔφην
30ἀρτίως, θεὸν ὤιοντο κατὰ φύσιν ὑπάρχειν αὐτὸν οὔτε μὴν υἱὸν ἀληθῶς τοῦ θεοῦ καὶ πα‐ τρός, περιαυτίζεσθαι δὲ μᾶλλον καὶ τὴν τῆς θεότητος δόξαν ἑαυτῶι προσνέμειν ἀποτολμᾶν. τοιγάρτοι ποτὲ μὲν ἔφασκον· περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν, ποτὲ δὲ Πιλάτωι προσῆγον καὶ σταυροῦσθαι παρεκάλουν, εἶτα τῆς ἐπ’ αὐτῶι σκαιότητος τὰς αἰτίας εἰπεῖν
35ἐξαιτούμενοι, κατηγόρευον εὐθὺς καὶ κατακεκράγεσαν λέγοντες ὅτι υἱὸν θεοῦ ἑαυτὸν ἐποίησεν. ἀλλ’ ἰδοὺ δὴ καὶ νῦν οὐ παρά γε τῶν ἐξ Ἰσραὴλ οὔτε μὴν τῆς τῶν Φα‐ ρισαίων πληθύος, ἀλλ’ ἐκ τῶν δοκούντων εἶναι Χριστιανῶν καὶ τεταγμένων ἐν διδασκάλοις καὶ ἐν τοῖς τὴν θείαν λαχοῦσιν ἱερουργίαν τὰ ἴσα πάσχων ὁρᾶται. ἀπιστεῖται γὰρ ὅτι καὶ θεὸς κατὰ φύσιν ἐστὶν εἷς τε καὶ μόνος καὶ ἀληθῶς υἱὸς τοῦ θεοῦ καὶ πατρός, πρό‐
40φασις δὲ τῆς ἐπ’ αὐτῶι δὴ τούτωι δυσβουλίας αὐτοῖς τὸ παθεῖν ἑλέσθαι σαρκὶ τὸν δι’ ἡμᾶς θάνατον, καίτοι διὰ τοῦτο καθιγμένον εἰς κένωσιν οἰκονομικῶς, ἵνα καὶ παθὼν ὑπὲρ ἡμῶν σαρκὶ καταργήσηι τοῦ θανάτου τὸ κράτος ἅτε δὴ ὑπάρχων κατὰ φύσιν ζωὴ καὶ ἐκ ζωῆς ἀναφὺς τοῦ θεοῦ καὶ πατρός. κατηρρώστησε γὰρ ἡ ἀνθρώπου φύσις τὴν φθορὰν
ὡς ἐν ἀπαρχῆι καὶ ῥίζηι τῆι πρώτηι, τουτέστιν Ἀδάμ. ἐπειδὴ γὰρ προσκέκρουκε διὰ

1,1,6

92

τῆς παρακοῆς τῶι νομοθέτηι καὶ θεῶι καὶ παρενεγκόντι πρὸς ὕπαρξιν, ἐπάρατος ἦν εὐθὺς καὶ θανάτου κάτοχος καὶ βεβασίλευκεν ὁ θάνατος ἀπὸ Ἀδὰμ καὶ μέχρι Μωσέως, ἐκτεινομένης εἰς ἅπαν τὸ ἐξ αὐτοῦ σπέρμα τε καὶ γένος τῆς ἐπὶ τῶιδε δίκης. ῥίζης γὰρ ὥσπερ ἀναφύντες φθαρτῆς, φθαρτοὶ καὶ ἡμεῖς καὶ τοῖς τοῦ θανάτου βρόχοις ἐνισχημένοι
5διετελοῦμεν οἱ δείλαιοι. ἐπειδὴ δὲ χρηστὰ περὶ ἡμῶν ὁ δημιουργὸς ἐσκέψατο καὶ ἀνηι‐ ρημένης τῆς φθορᾶς ἀναστοιχειῶσαι πρὸς τὸ ἀπ’ ἀρχῆς τὴν ἀνθρώπου φύσιν ἠθέλησε, ῥίζαν ὥσπερ ἡμῖν ἐπήνθησε δευτέραν οὐκ ἀνεχομένην κρατεῖσθαι θανάτωι, τὸν ἕνα κύριον Ἰησοῦν τὸν Χριστόν, τουτέστι τὸν ἐκ τῆς οὐσίας αὐτοῦ θεὸν λόγον καθ’ ἡμᾶς γενόμενον ἄνθρωπον, γενόμενον ἐκ γυναικός. οὐ γάρτοι θεοφόρον εἶναι φαμὲν ἄνθρωπον ἁπλῶς,
10ἀλλ’ αὐτόχρημα κατὰ ἀλήθειαν τὸν ἐκ θεοῦ λόγον ἡνῶσθαι σαρκί, ἵνα τὴν ἰδίαν ψυχὴν τεθεικὼς ὑπὲρ ἡμῶν καὶ δοὺς τῶι θανάτωι τὸ ἑαυτοῦ σῶμα δι’ ἡμᾶς οἰκονομικῶς, εἶτα κρεῖττον αὐτὸ τῆς φθορᾶς ἀποφήνας διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως, πληροφορήσηι σύμπαντας τοὺς εἰς αὐτὸν πιστεύοντας ὅτι καὶ ἡμᾶς ἐγερεῖ καὶ ἀμείνους ἀποφανεῖ τῶν τοῦ θανάτου δεσμῶν καὶ τῆς φθορᾶς ἀρκύων ὀλίγα πεφροντικότας. ἐντεῦθεν οἶμαί που
15καὶ τὸν θεσπέσιον Παῦλον ἐν παντὶ ποιεῖσθαι λόγωι καὶ θαύματι τοῦ θεοῦ καὶ πατρὸς τὴν εἰς ἡμᾶς ἀγάπην. ἔφη γὰρ ὧδε· τί οὖν ἐροῦμεν πρὸς ταῦτα; εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν; ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῶι τὰ πάντα ἡμῖν χαρί‐ σεται; καίτοι πλεῖστοι μὲν ὅσοι χάριτί τε καὶ κατὰ θέσιν υἱοί (καὶ κεκλήμεθα γὰρ
20θεοὶ καὶ υἱοὶ ὑψίστου πάντες), εἷς δὲ καὶ μόνος ὁ κατὰ φύσιν καὶ ἴδιος αὐτοῦ, τουτέστιν ὁ ἐξ αὐτοῦ θεὸς λόγος, καὶ ὅτε γέγονε σάρξ. οὕτω γὰρ αὐτὸν καὶ ὑπὲρ πάντων δεδό‐ σθαι φαμέν, καθὰ καὶ αὐτός πού φησιν· οὕτω γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχηι ζωὴν αἰώνιον. μονογενὴς μὲν οὖν ὁ δοθείς· ἀνέφυ γὰρ
25μόνος ἐκ τῆς τοῦ θεοῦ καὶ πατρὸς οὐσίας ὁ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῶι λόγος· ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος, ταύτηι τοι τὴν εἰς αὐτὸν ποιούμεθα πίστιν, τὸν κατὰ σάρκα θάνατον αὐτοῦ καταγγέλλοντες καὶ ὁμολογοῦντες τὴν ἀνάστασιν, τὸν αὐτὸν εἰδότες καὶ προαιώνιον υἱὸν καὶ ἐν ἐσχάτοις καιροῖς ἄνθρωπον οἰκονομικῶς παθόντα τε σαρκὶ δι’ ἡμᾶς τὸν θάνα‐ τον καὶ ἐγηγερμένον ἐκ νεκρῶν. ἀλλ’ οὐκ οἶδ’ ὅπως τοῖς παρ’ ἡμῶν ἐπασχάλλει λόγοις
30ὁ τῆς Ἰουδαίων ἀμαθίας συνήγορος· ἔφη γὰρ πάλιν Ὅτι μὲν οὖν ἐπὶ τῆς γεννήσεως τῆς ἐκ τῆς Χριστοτόκου παρθένου τίθησι τὸ υἱός ἡ θεία γραφή, δεδηλώκαμεν· ἄκουσον δὲ καὶ ἐπὶ τοῦ θανάτου, εἴ ἐστι ποτὲ κείμενος ὁ θεός, ἵνα παθητὸν τὸν θεὸν εἰσαγάγωμεν. ἐχθρο, φησίν, ὄντες κατηλλάγημεν τῶι θεῶι διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτο. οὐκ εἶπε διὰ τοῦ θανάτου τοῦ
35θεοῦ λόγου. Ἀληθὲς ὅτι κατὰ τὸ γεγραμμένον ἔστι δίκαιος ἀπολλύμενος ἐν δικαίωι αὐ‐ το, ἀποφέρει δὲ τοῦ εἰκότος καὶ τὸν εὖ βεβηκότα νοῦν τὴν τοῦ συμφέροντος δόκησιν ὑποτρέχον ἔσθ’ ὅτε τὸ πεφυκὸς ἀδικεῖν. οἴεται μὲν γὰρ οὐ μετρίως εὐσεβεῖν τὸ πᾶσιν ὁμολογούμενον κρατύνειν ἐπιχειρῶν, ταύτηι τοι λέγων ὅτι κατὰ φύσιν ἰδίαν ἐπέκεινά τέ
40ἐστι παθῶν καὶ θανάτου κρείττων ὡς θεὸς ὁ ἐκ θεοῦ πατρὸς λόγος (τεθναίη γὰρ ἂν κατά τινα τρόπον ἡ ζωή)· προσκρούει γε μὴν οὐδὲν ἧττον καὶ νῦν τοῖς τῆς ἐκκλησίας δόγμασι,
τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ μονογενοῦς εἰς ἅπαν ἠφειδηκὼς καὶ τοῦ μυστηρίου τὸ

1,1,6

93

βάθος κατ’ οὐδένα τρόπον ἐννοῶν. εἰ μὲν 〈οὖν〉 ἐξητάζετο πρὸς ἡμῶν ὁποία τίς ἐστιν ἡ τοῦ λόγου φύσις, ἢ γοῦν ἐρομένοις καὶ ἀναμαθεῖν ἐθέλουσιν ἑτέροις ἡμᾶς ἐξηγεῖσθαι χρῆν, ἦν δήπου πάντως ἀκόλουθόν τε καὶ ἀναγκαῖον διὰ πάσης ἐννοίας σοφῆς τε καὶ ἀληθοῦς ἰέναι, σπουδάζοντας ἀπρόσιτον αὐτὴν τῶι θανάτωι δεικνύειν καὶ παθῶν εἰς ἅπαν
5ἀπηλλαγμένην· ἐπειδὴ δὲ ὁ τῆς ἐνανθρωπήσεως τρόπος δίδωσιν αὐτῶι, τό γε ἧκον εἰς τοὺς τῆς οἰκονομίας λόγους, τὸ κἂν εἰ ἕλοιτο τεθνάναι σαρκί, μηδὲν εἰς ἰδίαν ὑπομεῖναι φύσιν, τί τῶν καλλίστων ἡμᾶς αὐχημάτων ἀποστερεῖς; διεπύθου γὰρ λέγοντος· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν ἑαυτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. οὐκοῦν κἂν εἰ λέγοιτο παθεῖν, ἀπαθῆ μὲν ἴσμεν ὡς θεόν, πεπονθέναι δὲ φαμὲν οἰκονομικῶς ἰδίαι σαρκὶ
10τὸν θάνατον, ἵνα πατήσας αὐτὸν καὶ ἐγηγερμένος, καθὸ πέφυκεν εἶναι ζωὴ καὶ ζωοποιός, μεταστοιχειώσηι πρὸς ἀφθαρσίαν τὸ θανάτωι τυραννούμενον, τουτέστι τὸ σῶμα οὕτω τε καὶ εἰς ἡμᾶς ἡ τοῦ κατορθώματος διατρέχηι δύναμις, εἰς ἅπαν ἐκτεινομένη τὸ γένος. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος ἐγὼ γὰρ διὰ νόμου, φησί, νόμωι ἀπέθανον, ἵνα θεῶι ζήσω. Χριστῶι συνεσταύρωμαι, ζῶ δὲ οὐκέτι ἐγ, ζῆι δὲ ἐν ἐμοὶ ὁ Χρι‐
15στός. ὃ δὲ νῦν ζ, ἐν πίστει ζῶ [ἐν σαρκ] τῆι τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμο. οὐκ ἀθετῶ τὴν χάριν τοῦ θεο. οὐ γὰρ ἔτι τὴν ἰδίαν διαζῶμεν ζωήν, τὴν Χριστῶι δὲ μᾶλλον καί ἐστιν ἀληθὲς ὡς εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῶι ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι. πρὶν μὲν γὰρ ἡμῖν ἐπι‐
20λάμψαι τὸν μονογενῆ τοῦ θεοῦ λόγον, ἀμαθίαι καὶ σκότωι κεκρατημένοι καὶ τὸν τῆς ἁμαρ‐ τίας ἔχοντες ζυγὸν καὶ ἀνάπτοντες ἀνοσίως τῆι κτίσει τὸ σέβας παρὰ τὸν κτίστην καὶ ποιητὴν καὶ πᾶν εἶδος φαυλότητος ἀνεπιπλήκτως ἐπιτηδεύοντες, ἐν διαστάσει διετελοῦμεν οἱ τάλανες, ἐχθρὰ φρονοῦντες αὐτῶι, κατηλλάγμεθα δὲ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ, καθὰ γέγραπται. σὺ δὲ πάλιν ἐν σμικρῶι πεποίησαι λόγωι τὸ ἀληθὲς καὶ ἀχάλινον εἰς
25ἐξιτηλίαν ἀποφαίνων ἡμῖν τὸν σεαυτοῦ λόγον κατηλλάχθαι φὴς τῶι θεῶι τὸν κόσμον οὐ διά γε τοῦ μονογενοῦς, τουτέστι τοῦ ἐκ πατρὸς φύντος λόγου, ἀκούων δὲ θάνατον τοῦ υἱοῦ, εἶτα βασανίζων, ὡς οἴει, λεπτῶς τὰς τοῦ θεηγόρου φωνάς, οὐ κατέδεισας εἰπεῖν· οὐκ ἔφη διὰ τοῦ θανάτου τοῦ θεοῦ λόγου. εἶτα πῶς ἦν, εἰπέ μοι, σοφός, μᾶλλον δὲ πῶς οὐχ ἁπάσης ἐμβροντησίας ἔμπλεως ὁ τοιόσδε λόγος; θανάτωι γὰρ κάτοχον ἀποφῆναι
30τὴν ζωὴν πῶς ἦν ἀκόλουθον; εἰπέ μοι, καὶ τῆς τὰ πάντα ζωογονούσης φύσεως κατηγο‐ ρῆσαι τὴν φθορὰν πῶς οὐκ ἀπόπληκτον κομιδῆι καὶ τῆς εἰς λῆξιν ἡκούσης δυσφημίας ἐπί‐ κλημα γένοιτ’ ἂν καὶ μάλα εἰκότως; οὐκοῦν ἥκιστα μὲν ταῖς σαῖς εἰς τοῦτο περιεργίαις ἢ γοῦν εἰκαιομυθίαις ὁ τῶν ἁγίων ἕπεται νοῦς, οἶδε δὲ οἶδε παθόντα σαρκὶ δι’ ἡμᾶς τὸν τοῦ θεοῦ λόγον καὶ τῶι θανάτωι τοῦ ἰδίου σώματος κεκληκότα τὸν κόσμον εἰς διαλλαγάς, τὰς
35πρός γε φημὶ τὸν ἐν τοῖς οὐρανοῖς πατέρα. καὶ γοῦν ἔφη που πρὸς ἕνα τῶν ἁγίων μαθητῶν τοὺς λόγους ποιούμενος· ἐγὼ εἰμὶ ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωὴ καὶ οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι’ ἐμο. ἀλήθεια δὲ καὶ ζωὴ καὶ ὁδὸς τίς ἂν ἕτερος εἴη παρά γε τὸν ἐκ θεοῦ φύντα λόγον, εἰ καὶ γέγονε καθ’ ἡμᾶς μορφὴν δούλου λαβών; ὅτι δὲ δι’ αὐτοῦ θείας φύσεως ἀποδεδείγμεθα κοινωνοὶ καὶ οἱ ποτὲ
40ὄντες μακρὰν γεγόναμεν ἐγγύς, ἑνούμενοι σχετικῶς δι’ αὐτοῦ τῶι πατρὶ καὶ μὴν καὶ ἀλλή‐ λοις ὡς ἐν πίστει μιᾶι καὶ ὁμοψυχίαι διὰ τὸ ἑνὸς μετεσχηκέναι πνεύματος, αὐτὸς πιστώ‐ σεται λέγων πρὸς τὸν ἐν οὐρανοῖς πατέρα καὶ θεόν· οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευσάντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμ,
ἵνα πάντες ἓν ὦσι, καθὼς σ, πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σο, ἵνα καὶ αὐτοὶ

1,1,6

94

ἐν ἡμῖν ἓν ὦσιν, ἵνα ὁ κόσμος πιστεύσηι ὅτι σύ με ἀπέστειλας. κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἕν, καθὼς ἡμεῖς ἕν, κἀγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμο, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν. σύνες οὖν ὅπως αὐτὸς μέν ἐστι φυσικῶς ἐν τῶι ἰδίωι πατρί, μεσίτης δὲ καὶ διαλλακτὴς ἀποδεδειγμένος διὰ
5τοῦ γενέσθαι καθ’ ἡμᾶς ἐν ἡμῖν δέ ἐστι διά τε τῆς ἰδίας σαρκὸς ζωοποιούσης ἡμᾶς ἐν πνεύματι καὶ διὰ τοῦ μεταλαχεῖν τῆς ἁγιότητος αὐτοῦ, δῆλον δὲ ὅτι πάλιν τῆς διὰ τοῦ ἁγίου πνεύματος. αἰτεῖ δὲ ὡς δόξαν παρὰ πατρὸς τὸ τὴν ἰδίαν ἡμῖν ἐναργῆ καταστῆσαι φύσιν ὅτι τε εἴη ζωοποιὸς καὶ φθορᾶς ἀμείνων ὡς θεός. καὶ γοῦν ἔφη πάλιν· ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον τελειώσας ὃ δέδωκάς μοι ἵνα ποιήσω·
10καὶ νῦν δόξασόν με σ, πάτερ, παρὰ σεαυτῶι τῆι δόξηι ἧι εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σο. ἔργον δὲ τετελειωμένον ἐσμὲν ἡμεῖς ὡς ἐν αὐτῶι καὶ πρώτωι νικῶντες φθορὰν καὶ τὸ τοῦ θανάτου πατοῦντες κράτος· ἀνεβίω γὰρ ἐκ νεκρῶν, πάντας ἔχων ἐν ἑαυτῶι. ἀλλ’ ἐφ’ ἑτέρας ἴσως ἐννοίας ἀποκομίζων τὸ εἰρημένον, οὐκ ἐπί γε τοῦ θεοῦ λόγου ταυτὶ δὴ χρῆναι νοεῖσθαι φής, ἀποφέρων δὲ αὐτοῦ καὶ τιθεὶς ἀνὰ
15μέρος τὸν ἐκ τῆς ἁγίας παρθένου γεγεννημένον ὡς ἕτερον υἱόν, αὐτῶι τὰ τοιάδε πρέπειν τε αὐτὸς διαβεβαιοῖ καὶ μὴν καὶ ἑτέρους ἀναπείθειν ἐπείγηι ταὐτά σοι φρονεῖν καὶ λέγειν. ἐρεῖς δέ που πάντως ὅτι τῆς δόξης κύριος ὢν ὁ μονογενὴς τοῦ θεοῦ λόγος οὐκ ἂν ὡς δόξης ὑπάρχων ἐπιδεὴς ἐζήτησε τὴν παρὰ πατρός. ἄκουε τοίνυν καὶ πρὸς ἡμῶν· εἰ μὴ αὐτὸν εἶναι φὴς τὸν ἐκ θεοῦ κατὰ φύσιν υἱὸν μονογενῆ δόξαν ἐν τούτοις αἰτοῦντα παρὰ
20τοῦ πατρός, τίς ἦν ὁ λέγων· δόξασόν με τῆι δόξηι ἧι εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σο; πῶς οὖν, εἰπέ μοι, προκόσμιος ὁ ἐκ τῆς ἁγίας παρθένου κατὰ σὲ νοούμενος ἄνθρωπος ἰδικῶς; ἆρ’ οὐχὶ πρέποι ἂν τῶι τῶν αἰώνων δημιουργῶι τὸ πρεσβυ‐ τέραν ἔχειν τοῦ κόσμου τὴν ὕπαρξιν καὶ συναίδιον τῶι πατρί; ἀλλ’ οὐκ ἂν ἐνδοιάσειέ τις τῶν εὖ φρονεῖν εἰωθότων. ὅτε τοίνυν ἑαυτὸν κεκένωκε μορφὴν δούλου λαβών, τότε δὴ
25τότε καὶ εἰς τὴν ἐνοῦσαν αὐτῶι κατὰ φύσιν ἀναφοιτῆσαι δόξαν ἐθέλων, καὶ μετὰ τῆς ἑνωθείσης αὐτῶι σαρκὸς ἐπὶ καιροῦ φησι· δόξασόν με σ, πάτερ, παρὰ σεαυτῶι τῆι δόξηι ἧι εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σο, ἵνα ὁ κόσμος πιστεύσηι ὅτι σύ με ἀπέστειλας. κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἕν, καθὼς ἡμεῖς ἕν, ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμο, ἵνα
30ὦσι τετελειωμένοι εἰς ἕν. δι’ αὐτοῦ τοιγαροῦν τὴν καταλλαγὴν ἐσχήκαμεν· τετε‐ λείωκε γὰρ οὕτω τὸ ἔργον ὃ δέδωκεν αὐτῶι εἰς τελείωσιν ὁ πατήρ. συλλήπτορα δὲ τῶν ἐμῶν λόγων ποιήσομαι πάλιν τὸν ἱερώτατον Παῦλον ὡδὶ γεγραφότα τοῖς ἐξ ἐθνῶν κεκλη‐ μένοις· νυνὶ δὲ ἐν Χριστῶι Ἰησοῦ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τῶι αἵματι τοῦ Χριστο. αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ
35ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῆι σαρκὶ αὐτο, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι, καταργή‐ σας, ἵνα τοὺς δύο κτίσηι ἐν αὐτῶι εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην καὶ ἀποκαταλλάξηι τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῶι θεῶι διὰ τοῦ σταυροῦ ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῶι. καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην
40ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς. καὶ μὴν καὶ ἑτέρωθι· δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστο. οὐκοῦν κατηλλάγμεθα τῶι θεῶι καὶ πατρὶ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ, καταργήσαντος ἢ γοῦν ἀποκτείναντος τὴν ἔχθραν ἐν τῆι σαρκὶ αὐτοῦ κατά γε τὴν πίστιν τῶν ἱερῶν γραμμάτων. ἀναιρεῖς δὲ τοὺς λόγους τῆς οἰκονομίας αὐτὸς καὶ ὁμολογεῖν
45οὐκ ἀξιοῖς ὅτι σαρκὶ πέπονθεν ὑπὲρ ἡμῶν ὁ τοῦ θεοῦ λόγος, εὑρεσιλογίαις τισὶν ἀσυνέτοις

1,1,6

95

χρώμενος. κοινὸν γὰρ ὄνομα φὴς τῶι ἐκ θεοῦ φύντι λόγωι καὶ ἡμῖν αὐτοῖς τὸ υἱός, εἶτα τῶν εἰς ἡμᾶς γεγονότων ἀγαθῶν ἀεργῆ καθιστὰς τὸν δι’ οὗ σεσώσμεθα, θεὸν λόγον, ὡς ἑτέρωι παρ’ αὐτὸν καὶ ἰδικῶς νοουμένωι τῶν καθ’ ἡμᾶς ἑνὶ τὰ ἐφ’ οἷς δοξάζεται, προσνενεμηκὼς ἁλώσηι σαφῶς. οἴει δέ σοι πρὸς ἀπόδειξιν ὧν ἔφης καὶ μὴν καὶ πε‐
5φρόνηκας οὐκ ὀρθῶς, ἀποχρήσειν εὖ μάλα τὴν ὁμωνυμίαν, οὐκ ἐννοῶν ὅτι κἂν τοῖς κατὰ φύσιν εἶναί τι λαχοῦσιν ὁμωνύμως ἕτερα λέγηται τῶν ὄντων τινά, οὐχὶ ταύτης ἕνεκα τῆς αἰτίας ἐξωστέον τὰ κατὰ φύσιν, περιτιθέντας ἀεὶ τὰ αὐτῶν τοῖς κατὰ θέσιν ἢ μίμησιν. δεῖ δὲ οἶμαι τὰς τῶν δρωμένων ἀεὶ δοκιμάζεσθαι φύσεις καὶ οἷς ἂν μάλιστα πρέποι, προσνέμειν αὐτά, οἷον, φέρε εἰπεῖν, θεὸς ὠνόμασται καὶ ἔστι κατὰ ἀλήθειαν ὁ πατήρ, ἐξ
10αὐτοῦ δὲ καὶ πᾶσα πατριὰ ἔν τε οὐρανῶι καὶ ἐπὶ γῆς ὀνομάζεται κατὰ τὸ γεγραμμένον· ἀλλ’ εἰσὶ καὶ ἕτεροι σαρκικοί τε ἡμῖν καὶ πνευματικοὶ πατέρες. ἆρ’ οὖν εἴ τι λέγοιτο τῶν θεοπρεπεστάτων περὶ τοῦ θεοῦ καὶ πατρός, ἁρμόσειεν ἂν καὶ τοῖς κατὰ θέσιν τὴν αὐτὴν ἐκείνωι λαχοῦσι κλῆσιν καὶ ὁ τῆς ὁμωνυμίας τρόπος τῶν αὐτῶι καὶ μόνωι πρεπω‐ δεστάτων ἐξώσειεν ἂν αὐτόν; καίτοι πῶς οὐχ ἅπασιν ἐναργὲς ὡς ἔκτοπόν τε καὶ ἀπηχὲς
15τὸ ὧδε τινὰς τῶν ἐν ἡμῖν ἑλέσθαι φρονεῖν ἢ λέγειν; τί τοίνυν ἡμῖν τὴν ὁμωνυμίαν ἀει‐ λογῶν τὸν φύσει τε καὶ ἀληθῶς ἀτιμάζεις υἱόν, τῶν εἰς ἡμᾶς εὐεργετημάτων ἔξω τε τιθεὶς καὶ ἀλλότριον ἀποφαίνων; καίτοι δέον συλλέγειν εἰς ἕνωσιν ἃ διιστᾶν ὁλοτρόπως οὐκ ἐρυθριᾶις, ἕνα τε νοεῖν μετὰ τῆς ἰδίας αὐτοῦ σαρκὸς τὸν ἐκ θεοῦ πατρὸς λόγον. ἱδρῶτος γὰρ οὕτω μακροῦ σαυτὸν ἀπαλλάξεις ὀρθά τε πεφρονηκὼς ἐπαινεθήσηι λοιπὸν καὶ ἥκιστα
20μὲν παθητὴν ἐρεῖς τὴν θεότητα τοῦ μονογενοῦς, ὁμολογήσεις δὲ σὺν ἡμῖν ὅτι καὶ ζωὴ καὶ ζωοποιὸς κατὰ φύσιν ἐστὶ καὶ μὴν καὶ παντὸς ἐπέκεινα πάθους, εἶτα παθούσης τῆς ἑνω‐ θείσης αὐτῶι σαρκὸς χάριτι θεοῦ κατὰ τὸ γεγραμμένον ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, ἵνα τοῦ πάντας νενικηκότος τοὺς ἐπὶ τῆς γῆς τὸν ἑαυτοῦ ναὸν ἀποφήνας κρείττονα χρη‐ ματίσηι μὲν ἀπαρχὴ τῶν κεκοιμημένων καὶ πρωτότοκος ἐκ νεκρῶν, παραπέμπων δὲ καὶ εἰς
25ἡμᾶς τὴν χάριν, ὡς εἷς τε καὶ μόνος ὑπάρχων υἱὸς καὶ πρὸ τῆς ἐνανθρωπήσεως καὶ μετ’ αὐτὴν ἔτι σωτὴρ ὀνομάζηται καὶ λυτρωτὴς τῶν ὅλων, εἶτα τῆς ἁμαρτίας, ὡς ἔφην, ἐλευ‐ θερῶν ἅπαντας τοὺς εἰς αὐτὸν πιστεύοντας, εἰρήνη γένηται τοῖς μακρὰν καὶ τοῖς ἐγγύς, καταλλάττων δι’ ἑαυτοῦ τῶι θεῶι καὶ πατρὶ τοὺς πάλαι τῆι κτίσει λελατρευκότας καὶ διὰ τῆς ἁμαρτίας ἐχθρεύοντας τῶι παναγάθωι θεῶι. ἀλλ’ εἰς δυάδα πάλιν υἱῶν καταμερίζων
30τὸν ἕνα κύριον Ἰησοῦν Χριστὸν ὧδέ πού φησιν Ἄκουσον καὶ τὴν ἄλλην αὐτῶν μαρτυρίαν. εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν· ἰδοὺ 〈τὸν〉 κύριον τῆς δόξης λέγει, οὐ καλεῖ τὴν ἀνθρωπότητα, ἀλλὰ τὴν θεότητα. τοῦτο δέ ἐστι καὶ διασπώντων τὴν συνάφειαν τὴν ἀκριβῆ· ὅταν γὰρ λέγηις ὅτι οὗτος μὲν οὔκ ἐστι κύριος, ἐκεῖνος δὲ κύριος, οὐ ψιλὸν ἄνθρωπον ποιεῖς τὸν
35Χριστόν; τί οὖν λέγεις ἐν ἐκκλησιαστικῶι προσωπείωι, αἱρετικέ; κύριος καὶ ὁ ἄνθρωπος ἢ οὔ; εἰ μὲν οὖν κύριος, κοινωνεῖ τὰ λεγόμενα· εἰ δὲ οὐ κύριος, μὴ σύ, ψιλὸν ἄνθρωπον τὸν Χριστὸν ποιῶν, ἐμοὶ πρόστριβε τὸν ὀνειδισμόν. Εἶτά φησιν· Ἀκούσωμεν τοῦ μακαρίου Παύλου φανερῶς κεκραγότος τίς ἐστιν ὁ σταυρωθείς. ἄκουσον τοίνυν φανερωτάτης φωνῆς· καὶ γὰρ ἐσταυρώθη, φησίν, ἐξ
40ἀσθενείας, ἀλλὰ ζῆι ἐκ δυνάμεως θεο. εἰ ἐσταυρώθη ἐξ ἀσθενείας, τίς ἠσθένησεν, αἱρετικέ; ὁ θεὸς λόγος; Ἀποκομίζεται εἰς ἐννοίας ἐκτόπους καὶ εἰς ἀδόκιμον νοῦν, τὴν τοῦ μυστηρίου δύναμιν
κατ’ οὐδένα τρόπον συνιείς, ὥς γε μοι φαίνεται, μᾶλλον δὲ τοῖς ἰδίοις σκέμμασιν ἑπόμενος

1,1,6

96

πανταχοῦ καὶ τάχα που δεδιὼς μὴ ἄρα τι τῶν εἰς ὀρθότητα ἢ ἀλήθειαν ἢ πεφρονηκὼς ἢ λέγων ἁλῶι. ἀντανίστησι μὲν γὰρ ἑαυτῶι καθάπερ οὖν οἴεται, τὰς τῶν ὀρθοδόξων φωνάς, κατα‐ φωρᾶται δὲ πάλιν ἐκεῖνα τιθεὶς ἃ μηδεὶς πώποτε τῶν ὀρθοποδεῖν εἰωθότων περὶ τὴν πίστιν κἂν γοῦν ἑτέρου λέγοντος ἀνάσχοιτο ἄν. κύριον μὲν γὰρ τῆς δόξης τὸν ἐσταυρωμένον εἶναί τε φαμὲν
5καὶ ἔστι κατὰ ἀλήθειαν, ἀδιαίρετον δὲ καὶ ἕνα μετὰ τῆς ἑνωθείσης αὐτῶι σαρκὸς ψυχὴν ἐχούσης τὴν λογικὴν τὸν τοῦ θεοῦ λόγον ἐπιγινώσκοντες αὐτὸν εἶναι φαμὲν τὸν 〈διὰ〉 τοῦ ἰδίου σώματος ὡς ἄμωμον ἱερεῖον καὶ εὐοσμώτατον θύμα προσκομίσαντα μὲν ἑαυτὸν τῶι θεῶι καὶ πατρί, προσηλώσαντα δὲ τῶι ξύλωι τὸ καθ’ ἡμῶν χειρόγραφον. ἔστι γοῦν ἀκοῦσαι λέγοντος διὰ φωνῆς τοῦ Δαβίδ· θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι·
10ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας. τότε εἶπον· ἰδοὺ ἥκω, ἐν κεφα‐ λίδι βιβλίου γέγραπται περὶ ἐμοῦ τοῦ ποιῆσαι, ὁ θεός, τὸ θέλημά σου. ἀπρακτού‐ σης ἤδη τῆς κατὰ νόμον ἐντολῆς καὶ τελειούσης οὐδὲν καὶ ἀνεθελήτους ἔχοντος τοῦ θεοῦ καὶ πατρὸς τὰς δι’ αἱμάτων θυσίας, σῶμα κατηρτίσθαι φησὶν ἑαυτῶι, ἵνα τῆς ἁπάντων σωτηρίας καὶ ζωῆς ἀντάλλαγμα δοὺς αὐτὸ πάντας ἐξέληται καὶ θανάτου καὶ φθορᾶς καὶ πρός γε τούτωι καὶ
15ἁμαρτιῶν. αὐτὸν οὖν ἄρα φαμὲν τὸν ἐκ θεοῦ πατρὸς λόγον ἑλέσθαι καὶ παθεῖν ὑπὲρ ἡμῶν σαρκὶ κατὰ τὰς γραφάς. οὕτως ἡμᾶς μεμυσταγώγηκεν ὁ ἱερώτατος Παῦλος· ὃς ἐν μορφῆι θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῶι, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος
20μέχρι θανάτου, θανάτου δὲ σταυρο. διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν. κἄθρει δὴ ὅπως ὁ ἐν μορφῆι τοῦ θεοῦ καὶ πατρὸς ὑπάρχων ὡς θεός, ὁ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ καὶ κατ’ οὐδένα τρόπον μειονεκτούμενος, 〈ὁ ἐν〉 ἰσότητι τῆι κατὰ πᾶν ὁτιοῦν ὑπάρχων τε καὶ νοούμενος, κεκένωκεν ἑαυτὸν καὶ καθῆκεν ἑαυτὸν ἑκὼν εἰς ταπείνωσιν. εἶτα τίς ἂν εἴη, φράσον, ὁ τῆς κενώσεως τρόπος, τεταπείνωται δὲ ὅπως μορφὴν δούλου
25λαβὼν καὶ μέχρι θανάτου γεγονὼς ὑπήκοος, θανάτου δὲ σταυροῦ; ἢ οὐχ ἅπασιν ἐναργὲς ὅτι ταπεινοῦται τὸ ὑψηλόν, οὐ τὸ οἴκοθέν τε καὶ φυσικῶς ἐν ὑφέσει τε ὑπάρχον καὶ τεταπεινωμένον; κενοῦται δὲ οἶμαι τὸ πλῆρες ὑπάρχον καὶ δεδεημένον οὐδενός· δέχεται καὶ δούλου μορφὴν τὸ πρὸ αὐτῆς ἐλεύθερον κατὰ φύσιν· εὑρίσκεται δὲ καὶ ἄνθρωπος ὁ μὴ τοῦτο ὑπάρχειν πρίν, ὅτε οὐκ ἦν, εὑρεθείς. τίς οὖν ἄρα ἐστὶν ὁ ὑψηλὸς κατὰ φύσιν
30καὶ καθεὶς ἑαυτὸν εἰς ταπείνωσιν; τίς δὲ ὁ πλήρης, ἵνα νοῆται κεκενωμένος; τίς ὁ τῶν τῆς δουλείας ἐπέκεινα μέτρων, ἵνα λέγηται μορφὴν δούλου λαβεῖν; τίς οὐκ ὢν πρότερον καθ’ ἡμᾶς ἄνθρωπος, τοῦτο εὑρῆσθαι λέγεται; ταυτὶ γὰρ οἶμαι τῶν καθ’ ἡμᾶς ἑνὶ καὶ ἀνθρώπωι κοινῶι προσνέμειν ἀποτολμᾶν εὔηθες ἂν εἴη καὶ τῆς ἁπασῶν ἐσχάτης ἀσυνεσίας ἐπίμεστον ἀληθῶς, ἁρμόσειε δ’ ἂν καὶ μάλα εἰκότως τῆι ὑπερτάτηι φύσει. ἀλλ’ ὁ μὲν
35τοῦ θεοῦ λόγος ἐκ πολλῆς ἄγαν τῆς εἰς ἡμᾶς ἡμερότητος καὶ φιλανθρωπίας προσκεκόμικεν ὑπὲρ ἡμῶν τὸ ἴδιον σῶμα καὶ μορφὴν δούλου λαβὼν γέγονεν ὑπήκοος τῶι θεῶι καὶ πατρὶ μέχρι θανάτου καὶ οὐκ ἀπόβλητον ἐποιήσατο τὸ παθεῖν ἑλέσθαι σαρκὶ καίτοι τὴν φύσιν ὑπάρχων ἀπαθὴς ὡς θεός· ἐπερυθριᾶι γε μὴν ἀσυνέτως οὑτοσὶ τοῖς ὑπὲρ ἡμῶν θεοπρεπε‐ στάτοις αὐτοῦ σκέμμασι καὶ τιμᾶν οἰόμενος ἀδικεῖ. ἀποφέρει μὲν γὰρ τοῦ παθεῖν αὐτὸν καίτοι
40μηδενὸς ἑτέρου παθεῖν λέγοντος εἰς ἰδίαν φύσιν, οὐκ αἰσθάνεται δὲ ὅτι σωτῆρα καὶ λυτρωτὴν οὐκ ἐφίησιν αὐτὸν ὁμολογεῖσθαι τῶν ὅλων, εἴπερ ἐστὶν ἕτερος παρ’ αὐτὸν ἰδικῶς καὶ ἀνὰ μέρος υἱὸς καὶ κύριος ὁ δι’ οὗ σεσώσμεθα καὶ ἐκλελυτρώμεθα διὰ τοῦ τιμίου σταυροῦ. καὶ εἴπερ ἐστὶν ἄνθρωπος ἁπλῶς καὶ οὐχὶ δὴ μᾶλλον ἐν ἀνθρωπείαι μορφῆι πεφηνὼς ὁ ἐκ θεοῦ πατρὸς
λόγος, ἡκέτω, δεικνύτω καὶ ἐν μορφῆι τοῦ πατρὸς ὑπάρχοντα αὐτὸν καὶ μέντοι καὶ ἐν

1,1,6

97

ἰσότητι (οὐ γὰρ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῶι) καὶ πρὸς ἔτι τούτωι τὴν τοῦ δούλου λαβόντα μορφὴν ὡς οὐκ ἔχοντά ποτε καὶ ἐν κενώσει γεγενημένον ὡς ἐν ἰδίαι φύσει λαχόντα τὸ πλῆρες. ὁ γάρτοι θεσπέσιος Παῦλος τὸν ἐν μορφῆι καὶ ἰσότητι τοῦ θεοῦ καὶ πατρὸς γενέσθαι φησὶν ὑπήκοον αὐτῶι καὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. ἆρ’
5οὐκ ἐναργὴς ἡ τῶν ἐννοιῶν ἀτοπία; κύριον δὲ τῆς δόξης ὀνομάζοντος ἡμῖν τοῦ μακαρίου Παύλου τὸν ἐσταυρωμένον, φαίη ἂν οὐδείς· οὐ λέγει τὴν ἀνθρωπότητα, ἀλλὰ τὴν θεότητα. ἕνα γὰρ ὁμολογοῦμεν Χριστὸν καὶ υἱὸν καὶ τῆς δόξης κύριον τὸν ἐκ θεοῦ πατρὸς λόγον ἐνανθρωπήσαντα δι’ ἡμᾶς παθόντα τε ὑπὲρ ἡμῶν καὶ σαρκὶ κατὰ τὰς γραφάς. πλὴν οὐ μετρίως καταιτιώμενος ὡς τὴν ἀκριβῆ συνάφειαν, καθά φησιν αὐτός,
10διασπᾶν ἐθέλοντας τοὺς ἀπονέμοντας μὲν τῶι θεῶι λόγωι τὸ τῆς κυριότητος ὄνομα, τῆς γε μὴν ἀνθρωπότητος ἀποφέροντας αὐτό, καθάπερ εἰς λήθην ὧν ἔφη, πεσών, διασπᾶν εἰς δύο καταφωρᾶται τὸν ἕνα καὶ τῆς ἀκριβοῦς κατ’ αὐτὸν συναφείας ὀλίγα πεφροντικώς. ἐρωτᾶι γὰρ ἀμαθῶς Κύριος καὶ ὁ ἄνθρωπος ἢ οὔ; εἰ μὲν οὖν κύριος, συνάιδει τὰ λεγόμενα.
15 Οὐκοῦν εἰ κατὰ τὴν σὴν ἀσύνετον πεῦσιν κύριος μὲν ὁ λόγος ἰδικῶς, κύριος δὲ καὶ ὁ ἄνθρωπος, δύο που πάντως οἱ κύριοι καὶ υἱοί. ὀνήσει δὴ οὖν τῆς ἀκριβοῦς συναφείας ἡ δύναμις κατ’ οὐδένα τρόπον τοὺς πεπιστευκότας εἴς γε τὸ χρῆναι νοεῖν ἕνα Χριστὸν καὶ κύριον καὶ υἱὸν μετὰ τῆς ἑνωθείσης αὐτῶι σαρκός. προκειμένου γὰρ καὶ παρενεχθέν‐ τος εἰς μέσον τοῦ προσώπου τοῦ Ἐμμανουήλ, κἂν εἴ τις ἄνθρωπον λέγοι, τὸν ἐκ θεοῦ
20πατρὸς λόγον μορφὴν δούλου λαβόντα νοοῦμεν καὶ ἐκ τῶν τῆς κενώσεως μέτρων δηλοῦσθαι φαμέν· εἰ δὲ δὴ καὶ θεὸν μονογενῆ, τὸν αὐτὸν εἶναι πιστεύομεν ἐνηνθρωπηκότα τε ἤδη καὶ σεσαρκωμένον. ἀλλὰ γάρ, ὡς ἔφην, ἑνὶ δὴ καὶ μόνωι καὶ ἰδικῶς νοουμένωι παρὰ τὸν ἐκ πατρὸς λόγον ἀνθρώπωι προσνέμει τῆς μετὰ σαρκὸς οἰκονομίας τὰ κατορθώματα καὶ αὐτὸν ὑπὲρ ἡμῶν ὑπομεῖναί φησι σταυρὸν εἶναί τε τῆς δόξης διαβεβαιοῦται κύριον,
25γυμνῶι κτίσματι περιτιθεὶς τῆς ἀνωτάτω φύσεως τὰ αὐχήματα. φησὶ γάρ Ἀκούσωμεν τοῦ μακαρίου Παύλου φανερῶς κεκραγότος τίς ἐστιν ὁ ἐσταυρωμένος. καὶ γὰρ ἐσταυρώθη. ἐξ ἀσθενείας, ἀλλὰ ζῆι ἐκ δυνάμεως θεο. τίς ἠσθένησεν; ὁ θεὸς λόγος, αἱρετικέ; Ἀσθενείας μὲν οὖν ἁπάσης ἀμέτοχος παντελῶς ὁ ἐκ θεοῦ πατρὸς λόγος πρὸς ἡμῶν
30εἶναι πιστεύεται, αὐτὸς γάρ ἐστιν ὁ τῶν δυνάμεων κύριος· πλὴν ἐκεῖνο φράσον· δέδιας ἐπ’ αὐτοῦ τὸ τῆς ἀσθενείας ὄνομα λαβεῖν; διὰ ποίαν αἰτίαν; καίτοι τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ κατεψέχθαι δεῖν ἔξω τιθείσης αὐτόν, κἂν εἰ λέγοιτό τι παθεῖν τῶν ὅσα ἐστὶ παρά γε τὴν αὐτοῦ φύσιν τε καὶ δόξαν. εἰ γὰρ πλούσιος ὢν ἐπτώχευσε καὶ γέγονε καθ’ ἡμᾶς μορφὴν δούλου λαβών, κἂν εἰ ἀσθενῆσαι λέγοιτο κατὰ τὸ ἀνθρώπινον, τὸ
35ἀπεικὸς οὐδέν, ἵνα πτωχεύσαντα θεωρῆις τὸν πλούσιον, ἐν ταπεινώσει τὸν ὑψηλόν, ἐν τῆι καθ’ ἡμᾶς ἀσθενείαι τὸν τῶν δυνάμεων κύριον, τεθαύμασται δὲ διὰ τοῦτο τὸ περὶ αὐτοῦ μυστήριον. πῶς γὰρ καὶ πεινῆσαι λέγεται, καίτοι ζωῆς ἄρτος ὑπάρχων αὐτὸς καὶ ἐκ τοῦ οὐρανοῦ καταβὰς καὶ ζωὴν διδοὺς τῶι κόσμωι; τίνα τρόπον κεκοπίακεν ἐκ τῆς ὁδοιπορίας ὁ τῶι ἰδίωι πνεύματι στερεῶν οὐρανούς; ἀλλ’ οὐκ ἀνέξηι κατὰ τὸ εἰκός, εἰ περὶ αὐτοῦ λέγοιτο ταυτὶ
40τοῦ μονογενοῦς, καίτοι τοὺς σοὺς πολυπραγμονήσας λόγους εὑρίσκω λέγοντας σαφῶς ὡς ἐκ προσώπου τοῦ μονογενοῦς Ὅτι μορφὴ θεοῦ ὑπάρχων μορφὴν περιβέβλημαι δούλου· ὅτι θεὸς λόγος ὢν ἐν σαρκὶ καθορῶμαι· ὅτι δεσπόζων τοῦ παντός, πτωχεύοντος δι’ ὑμᾶς περιβέβλημαι πρόσωπον· ὅτι
πεινῶν ὁρατῶς, χορηγῶ τοῖς πεινῶσι τροφήν.

1,1,6

98

Πῶς οὖν, εἰπέ, τὸ τῆς ἀσθενείας ὄνομα δεδιὼς καὶ ἀποκομίζων αὐτοῦ, κἂν ὁ τῆς οἰκονομίας μὴ βούληται λόγος, αὐτὸν ἔφης πεινῆν μὲν ὁρατῶς ἢ γοῦν ἀνθρωπίνως, χορηγεῖν δὲ θεικῶς τοῖς πεινῶσι τροφήν; ἆρ’ οὐκ ἀσθενείας τρόπον εἶναι φὴς τὸ ἐν ἐνδείαι γενέσθαι τροφῆς καὶ πεινῆσαι λέγεσθαι καθ’ ἡμᾶς; ἀλλὰ τοῖς ἐθέλουσι φιλοψογεῖν ἀντιτετάξεται
5γεννικῶς τῆς οἰκονομίας ὁ τρόπος. δεῖ τοίνυν ἡμᾶς ἢ πάντων αὐτὸν τῶν ἀνθρωπίνως τε καὶ σμικροπρεπῶς εἰρημένων ἀποκομίζοντας ἀνθρώπωι ψιλῶι περιτιθέναι τὰ τοιάδε τῶν παθῶν ἢ γοῦν ἐννενοηκότας ὅτι θεὸς ὢν γέγονε καθ’ ἡμᾶς, ἀπαθῆ μὲν ὑπάρχειν αὐτὸν ὁμολογεῖν κατά γε τὴν τῆς θεότητος φύσιν, παθεῖν δὲ πρὸς τούτωι λέγειν τὴν ὑπὲρ ἡμῶν ἀσθένειαν〈, τὴν〉 κατὰ τὸ ἀνθρώπινον καὶ κατά γε τὴν σάρκα φημί. ἐπεὶ φράσον
10ἐρομένωι πάλιν· ἐσταυρῶσθαί φησιν αὐτὸν ἐξ ἀσθενείας ὁ θεσπέσιος Παῦλος, ἀποφέρει δὲ αὐτὸς τοῦ θεοῦ λόγου τὸ χρῆμα, μικρὸν οἶμαί που καὶ δυσκλεὲς εἶναι λέγων καὶ οὐκ ἄξιον αὐτοῦ· ἕτερος οὖν παρ’ αὐτὸν ὁ ἐσταυρωμένος, ὃν καὶ τῆς δόξης κύριον ὁ θεῖος ἡμῖν μυσταγωγὸς ἀποκαλεῖ λέγων εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν; ἆρ’ οὖν ἔτι μεμένηκε τῆς δόξης κύριος ὁ ἠσθενηκὼς καὶ τὸ δυσκλεὲς δὴ
15τοῦτο καὶ σμικροπρεπὲς ὑπομείνας πάθος; εἰ μὲν οὖν μεμένηκεν, οὐδεμίαν ἔχει τῶι ἀσθενῆσαι ζημίαν· πῶς οὖν δέδιας τὸν τοῦ θεοῦ λόγον ἐν τούτοις γενέσθαι λέγειν οἰκονο‐ μικῶς; εἰ δὲ ἀπώλισθεν ἀληθῶς τοῦ ὑπάρχειν ἔτι τῆς δόξης κύριος ὧδέ τε τοῦτο ἔχειν διαβεβαιοῦταί τις, δυσσεβείας τῆς ἀνωτάτω καὶ μάλα εἰκότως ὑπομενεῖ τὴν γραφήν. κάμπτει γὰρ αὐτῶι πᾶν γόνυ καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι κύριος Ἰησοῦς Χρι‐
20στὸς εἰς δόξαν θεοῦ πατρός. κατευρύνεται γὰρ ἁπάσης τῆς ὑπ’ οὐρανὸν ἡ δόξα Χριστοῦ παθόντος ὑπὲρ ἡμῶν σαρκί, καθὰ πλειστάκις εἰρήκαμεν. ὅταν οὖν ἀκούσηις τοῦ πνευματοφόρου λέγοντος ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῆι ἐκ δυνάμεως θεο, σύνες εὐσεβῶς· πεπονθέναι γὰρ ἀνθρωπίνως φησὶν αὐτόν, καίτοι τὴν φύσιν ἔχοντα τοῦ παθεῖν ἐπέκεινα παντελῶς. ἔχων δὲ οὕτως ἀσθενούσης ἠνέσχετο τῆς σαρκὸς
25καὶ παθὼν ἀνθρωπίνως τὸ ἀποθανεῖν ἀνεβίω θεικῶς, ζωοποιήσας τὸν ἑαυτοῦ ναὸν αὐτὸς ὡς δύναμις τοῦ πατρός. καὶ γοῦν ἐνεστηκότος ἤδη τοῦ καιροῦ καθ’ ὃν ἔδει τὸν ὑπὲρ ἡμῶν ὑπομεῖναι σταυρόν, ἀπελθὼν προσηύξατο λέγων· πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο, προσετίθει δὲ τούτοις ἐπὶ τέλει τῆς προσευχῆς· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σ. ἐπειδὴ δὲ ἅπαξ, καίτοι παναλκὴς ὢν λόγος καὶ
30θεός, καὶ ἐν τῆι καθ’ ἡμᾶς ἀσθενείαι γενέσθαι νενόμισται, τὴν τοῦ πράγματος αἰτίαν ἀποδι‐ δοὺς οἰκονομικώτατά φησι· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. ἄθρει δὴ οὖν ὅπως οὐδὲν καθυφεὶς αὐτὸς οὔτε μὴν εἰς ἰδίαν φύσιν τὸ ἀσθενῆσαι παθὼν συγκεχώρηκε τῆι σαρκὶ καὶ διὰ τῶν ἰδίων ἰέναι νόμων καὶ αὐτοῦ τὸ χρῆμα λέγεται διά τοι τὸ ἴδιον εἶναι τὸ σῶμα αὐτοῦ. οὐκοῦν ἄνθρωπον μὲν ἡμῖν ἀπέφηνεν αὐτὸν τὸ
35ἀσθενῆσαι κατὰ τὴν σάρκα, θεόν γε μὴν ἀσθενεῖν οὐκ εἰδότα τὸ μὴ ἀνασχέσθαι θανάτου καὶ ἀποσοβῆσαι τὴν φθορὰν τοῦ ἰδίου σώματος· ζωὴ γάρ ἐστι καὶ δύναμις τοῦ πατρός. ὅτι γὰρ ἀσυνήθη τε καὶ ἀνεθέλητον οὖσαν αὐτῶι τὴν ἔν γε τούτοις ἀσθένειαν ἐποιήσατο θελητὴν ἐν εὐδοκίαι τοῦ θεοῦ καὶ πατρός, ἵνα σώσηι τὴν ὑπ’ οὐρανόν, διδάξει λέγων αὐτὸς ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανο, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα
40τοῦ πέμψαντός με, 〈τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με〉 ἵνα πᾶν ὃ δέδωκέ μοι, μὴ ἀπολέσω ἐξ αὐτο, ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῆι ἐσχάτηι ἡμέρα. καίτοι πῶς εἴπερ ἐστὶν ἀγαθὸν τὸ θέλημα τοῦ πατρός, ἀγαθὸν δὲ πάντως ἴδιον, ἔχειν καὶ ἕτερον
παρὰ τοῦτο θέλημά φησιν ἑαυτὸν ὁ υἱός; εἰ γὰρ μή ἐστιν ἀγαθός, πῶς εἰκὼν ἔτι καὶ χαρακ‐

1,1,6

99

τὴρ αὐτοῦ πιστεύεται; πῶς δὲ ἀληθεύσει λέγων ἐγὼ καὶ ὁ πατὴρ ἓν ἐσμέν, καὶ ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα; οὐ γὰρ ἔν γε τῶι μὴ ἀγαθῶι καταθρήσαι τις ἂν τὸν ἀγαθὸν κατὰ φύσιν. ἀλλὰ μὴν ἀγαθὸς ὁ υἱὸς ἐξ ἀγαθοῦ πέφηνε τοῦ πατρὸς καί ἐστιν εἰκὼν ἀπαράλλακτος αὐτοῦ κατὰ πᾶν ὁτιοῦν. ποῖον οὖν ἄρα θέλημα παρείς,
5ὅπερ εἶναί φησιν ἑαυτοῦ, πεπραχέναι φησὶ τὸ τοῦ πατρός; ἔμελλε τῶι θανάτωι τῆς ἰδίας σαρκὸς ἀπαλλάττειν θανάτου τοὺς ὑπ’ αὐτὸν γεγονότας, τουτέστιν ἡμᾶς, ἀλλ’ ἦν τὸ τεθνάναι σαρκὶ δυσκλεὲς ἀσύνηθές τε, ὡς ἔφην, καὶ ἀπηχθημένον αὐτῶι, ὑπομεμένηκε δὲ καὶ τοῦτο δι’ ἡμᾶς ἐν εὐδοκίαι τοῦ πατρός. ἤιδει γὰρ ἤιδει καὶ μάλα σαφῶς ὅτι τῶν τῆς σαρκὸς ἕνεκα παθῶν ἀδοξήσας βραχὺ διασώσει σύμπαντας ἐπὶ τὸ ἀσυγκρίτως ἄμεινον
10μεθιστάς, εἴ τις γὰρ ἐν Χριστῶι, καινὴ κτίσις τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καιν, καθὰ γέγραπται. Αἱ μὲν οὖν θεόπνευστοι γραφαὶ Χριστὸν ἕνα καὶ υἱὸν καὶ κύριον τῶι κόσμωι διακηρύττουσι καὶ αὐτὸν εἶναί φασι τὸν τῆς δόξης κύριον καὶ τὰς ἐκ τῶν Ἰουδαίων παροινίας ἐθελοντὶ ὑπομεῖναι δι’ ἡμᾶς ἀνατλῆναί τε τὸν ἐπὶ ξύλου θάνατον οἰκονομικῶς, οὐχ ἵνα μεθ’ ἡμῶν
15ἀπομείνηι νεκρός, ἀλλ’ ἵνα τὸ πᾶσι δυσάντητον τοῦ θανάτου καταλύσας κράτος ἀνακομίσηι πρὸς ἀφθαρσίαν τὴν ἀνθρώπου φύσιν, θεὸς γὰρ ἦν ἐν σαρκί· οὑτοσὶ δὲ πάλιν ἀφορμὰς τοῦ διορίζειν εἰς δύο τὸν ἕνα πανταχόθεν ἑαυτῶι συναγείρειν ἐπιχειρῶν ἀντιφέρεται μὲν εἰκῆι τοῖς οὐκ οὖσιν ὅλως, ἐπίκλημα δὲ ποιεῖται τισὶν ὡς τῆς ἀληθείας κατειρηκόσι καὶ παρα‐ σημαίνειν ἐθέλουσι τοῦ μυστηρίου τὸν τρόπον καί φησιν
20 Ἡδέως ἂν ἐνταῦθα τῶν αἱρετικῶν ἐπυθόμην τῶν τὴν τῆς θεότητος καὶ τῆς ἀνθρω‐ πότητος φύσιν εἰς μίαν κατακιρνώντων οὐσίαν, τίς ἐστιν ἐνταῦθα ὁ παρὰ τοῦ προδότου τοῖς Ἰουδαίοις παραδιδόμενος; εἰ γὰρ κρᾶσις ἀμφοτέρων γεγένηται, ἀμφότερα παρὰ τῶν Ἰουδαίων συγκατεσχέθη, καὶ ὁ θεὸς λόγος καὶ ἡ τῆς ἀνθρωπότητος φύσις. τίς δέ ἐστιν ὁ καὶ τὴν σφαγὴν ὑπομείνας; ἀναγκάζομαι χρήσασθαι κατωτέροις λόγοις, ὡς πᾶσι
25γενέσθαι τὸ λεγόμενον δῆλον· περὶ τίνα τὰ τῆς πράξεως, εἰπέ μοι, συμβέβηκεν; εἰ μὲν γὰρ περὶ τὴν τῆς θεότητος φύσιν, πῶς ἀμφότερα συγκιρνᾶν κατατολμᾶις, καὶ 〈εἰ〉 μεμένηκεν ὁ θεὸς τοῖς Ἰουδαίοις ἀκατάσχετος καὶ τῆς σφαγῆς οὐ κεκοινώνηκε τῆι σαρκί, πόθεν, εἰπέ μοι, παρεισάγεις τὴν κρᾶσιν; Εἰ μὲν οὖν τινές εἰσιν οἱ τὴν τῶν φύσεων εἰς ἀλλήλας ἀνάχυσιν γεγενῆσθαι λέγοντες
30καὶ τὸν ἀνέφικτον ὑπομεῖναι φυρμὸν καὶ τὴν εἰς σάρκα τροπὴν παθεῖν δύνασθαι διατεινό‐ μενοι τὴν τοῦ λόγου φύσιν ἢ γοῦν εἰς θεότητα μεταχωρῆσαί ποτε τὴν ἑνωθεῖσαν αὐτῶι σάρκα, διημαρτήκασι τἀληθοῦς καὶ φρενὸς ἔξω γεγονότες ὀρθῆς, μᾶλλον δὲ τὴν ἁπασῶν ἐσχάτην νοσοῦντες ἐμβροντησίαν ἀκούσονται πρὸς ἡμῶν πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ (ἀκράδαντος γὰρ ἡ τοῦ θεοῦ λόγου φύσις καὶ
35τροπῆς οὐκ οἶδεν ἀποσκίασμα παθεῖν, σαρκὶ δὲ καὶ αἵματι κεκοινωνηκὼς καὶ μετεσχηκὼς ὁμοίως ἡμῖν τῶν αὐτῶν, καθὰ γέγραπται, μεμένηκεν ὁ αὐτός)· εἰ δὲ ἅπας οὖν τις τῶν τοῖς ἱεροῖς ἐντεθραμμένων γράμμασιν ἀπηχθημένον ποιεῖται τὸ κἂν γοῦν ἀκοῦσαι μόνον ἐπὶ τοῦ μονογενοῦς πεπρᾶχθαι τὴν τροπήν, τί τὰ οὕτως αἰσχρὰ καὶ μιᾶι τῆι παρὰ πάντων ψήφωι κατεγνωσμένα καὶ ἀπόβλητα παντελῶς ὡς ἀληθῆ τε καὶ εἰρημένα δεχόμενος πειρᾶι
40διατέμνειν τὸν ἀμέριστον, καὶ τοῦτο μετὰ τὴν ἕνωσιν; εἰ γὰρ δὴ κατὰ ἀλήθειαν ἕλοιο
μαθεῖν τίς ὁ παρὰ τοῦ προδότου τοῖς Ἰουδαίοις παραδιδόμενος καὶ τὴν σφαγὴν ὑπομείνας,

1,1,6

100

ἀκούσηι σαφῶς· ὁ εἷς καὶ μόνος Χριστὸς καὶ υἱὸς καὶ κύριος, τουτέστι μορφὴν δούλου λαβὼν ὁ ἐκ θεοῦ λόγος ἐνανθρωπήσας τε καὶ σεσαρκωμένος. πέπρατο μὲν γὰρ παρὰ τοῦ προδότου τοῖς Ἰουδαίων καθηγηταῖς καὶ κατείχετο μὲν ἀνθρωπίνως, ὅτι καὶ ἄνθρωπος ἦν μετὰ τοῦ μεῖναι θεός, ἤλεγχε δὲ θεικῶς τῶν κατεχόντων αὐτὸν τὴν ἀσθένειαν. καὶ
5τοῦτο ἡμῖν καθίστησιν ἐναργὲς ὁ θεσπέσιος εὐαγγελιστὴς Ἰωάννης ὡδὶ γεγραφώς· ὁ οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ ἐκ τῶν Φαρισαίων ὑπηρέτας, ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων, Ἰησοῦς δὲ εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ’ αὐτὸν ἐξελθὼν εἶπεν αὐτοῖς· τίνα ζητεῖτε; ἀπεκρίθησαν αὐτῶι· Ἰησοῦν τὸν Ναζωραῖον. λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἐγὼ
10εἰμ. εἱστήκει 〈δὲ〉 καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ’ αὐτῶν. ὡς οὖν εἶπεν αὐτοῖς ὅτι ἐγὼ εἰμ, ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσον χαμα. ἀκούεις ὅπως κατασοβαρεύεσθαι μὲν τῆς παρ’ αὐτῶι δόξης οὐκ ἐᾶι τοὺς παρὰ τοῦ προδότου συνει‐ λεγμένους· προσκεκόμικε μὲν γὰρ ἑαυτὸν τὸ ἐγὼ εἰμί λέγων, οἳ δὲ καὶ πρὸς μόνην ἀτονή‐ σαντες τὴν φωνὴν ἀπῆλθον εἰς τὰ ὀπίσω· ὅτι δὲ οὐχὶ τῆς αὐτῶν ἰσχύος ἔργον ἦν τὸ
15κατασχεῖν αὐτόν, ἀλλ’ ὡς ἐν καιρῶι καὶ χρείαι τὸν ὑπὲρ ἡμῶν θάνατον ἐποιεῖτο παραδεκτόν, πεπληροφόρηκε λέγων· ὡς ἐπὶ ληιστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με· καθ’ ἡμέραν ἐν τῶι ἱερῶι ἐκαθεζόμην διδάσκων καὶ οὐκ ἐκρατήσατέ με. τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. ὃ γὰρ πάλαι προείρηκε διὰ προφητῶν ἁγίων, τοῦτο πεπλήρωκε καθεὶς
20ἑαυτὸν εἰς κένωσιν ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ὁ ἐν μορφῆι καὶ ἰσότητι τοῦ πατρός. ἀνθ’ ὅτου δὴ οὖν ταῖς τῶν ἁπλουστέρων ἀκοαῖς τὸ τῆς κράσεως ὄνομα παρεισκρίνειν ἐπιχειρῶν τῆς μετὰ σαρκὸς οἰκονομίας ἀδικεῖς τὸ θαῦμα; οὐ γάρτοι προσῆκε πικρῶς τε καὶ ἀπηνῶς εἰς μέσον ἰέναι λέγοντα· ἆρα ὁ θεὸς λόγος κατεσχέθη; ἆρα τὴν σφαγὴν ὑπέμεινεν ἡ τῆς θεότητος φύσις; ὅτι οὖν ἐξ ἀκριβοῦς
25ἀμαθίας τὰ τοιάδε φής, ἐντεῦθεν εἴσηι τοι καὶ μάλα ῥαιδίως. τετελειῶσθαι φαμὲν τοὺς ἁγίους μάρτυρας πάντα παθεῖν ἑλομένους, ἵνα τὸν καλὸν ἀγῶνα ἀγωνισάμενοι, τὸν δρόμον τελέσαντες, τὴν πίστιν τηρήσαντες, τὸν τῆς εἰς Χριστὸν γνησιότητος ἀναδήσωνται στέ‐ φανον. ἆρ’ οὖν εἴ τις ἔροιτο προσιών· ὅτε τὰ τῶν ἁγίων σώματα σιδήρωι κατεξαίνετο ἢ γοῦν δεδαπάνητο πυρὶ ἢ καὶ ὅτε τὴν ἀρχὴν δεσμῶται γεγόνασιν, ἆρα τοῖς σώμασι συγ‐
30κατείρχθησαν αἱ ψυχαί, ἆρα γεγόνασι καὶ αὗται πυρὸς ἔργον καὶ ξίφους; καίτοι φαμὲν αὐτὰς ἀπαλλάττεσθαι τῶν σωμάτων, τῶν τοιούτων αἰκιῶν οὐδὲν εἰς ἰδίαν ὑπομενούσας φύσιν. ἆρ’ οὖν, εἰπέ μοι, ταύτης ἕνεκα τῆς αἰτίας ἀμέτοχοι τῶν στεφάνων εἶεν ἄν, ὅτι μὴ πεπόνθασι τὰ σωμάτων; ἀλλ’ ὅ γε τῆς ἀληθείας λόγος οὐκ ἔξω τίθησι τοῦ παθεῖν αὐτάς· πεπόνθασι γὰρ τὰ αὐτῶν καὶ οὐ τὰ ἑτέρων σωμάτων. ἀμαθὲς οὖν ἄρα τὸ δια‐
35πυνθάνεσθαι φιλεῖν εἰ παραδέδοται μετὰ τῆς σαρκὸς ἡ τῆς θεότητος φύσις ἢ γοῦν ἐνεσχέθη τοῖς Ἰουδαίων βρόχοις ἢ καὶ αὐτὴν ὑπέμεινε τὴν σφαγήν, εὐσεβὲς δὲ μᾶλλον ἐννοεῖν ὅτι πάντηι 〈τε〉 καὶ πάντως ὠικειώσατο μὲν ὁ λόγος τὰ τῆι ἰδίαι σαρκὶ συμβεβηκότα πάθη, μεμένηκε δὲ ἀπαθὴς ὡς θεός, πλὴν οὐκ ἔξω τοῦ πάσχοντος σώματος. αὐτὸς δὲ τὰ οὕτως οἰκονομικῶς πεπραγμένα τοῖς τῆς ἀτοπίας ἐγκλήμασιν ἐνιεὶς ἄνω τε καὶ κάτω λέγων
40μὴ δὴ χρῆναι πρός τινος τὴν τῆς θεότητος φύσιν ὑπομεῖναι λέγεσθαι τὴν σφαγήν, περι‐ ίστησιν ἀνοσίως εἰς ἄνθρωπον ἰδικῶς τοῦ μυστηρίου τὴν δύναμιν καὶ αὐτὸν εἶναί φησι τὸν ἐσταυρωμένον καὶ τὸν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς ἀνατλάντα θάνατον. ἀκούω γὰρ
λέγοντος ἐν ἐξηγήσει πάλιν ἑτέραι

1,1,6

101

Οὗτος ὁ τὸν ἀκάνθινον περιθέμενος στέφανον, οὗτος ὁ λέγων θεέ μου θεέ μου, ἵνα τί με ἐγκατέλιπες; οὗτος ὁ τριήμερον τελευτὴν ὑπομείνας. Ἑπόμενος μὲν οὖν αὐτὸς τῶι ἰδίωι σκοπῶι τὰ τοιάδε φησίν, ἡμεῖς δὲ αὐτῶι σοφώ‐ τερόν τε καὶ ἀληθέστερον ἐπιδείξομεν τὸν Ἐμμανουὴλ τὸν τοῦ κόσμου παντὸς σωτῆρα καὶ
5λυτρωτήν. γέγονε γάρ, ὡς ἤδη πλειστάκις εἴπομεν, σὰρξ ὁ λόγος σῶμά τε ἴδιον ποιη‐ σάμενος τὸ πάσχειν εἰδὸς αἰκίας τε καὶ θάνατον δέδωκεν ὑπὲρ ἡμῶν αὐτὸ καί, καθά φησιν ὁ θεσπέσιος Παῦλος, ὑπέμεινε σταυρὸν αἰσχύνης καταφρονήσας. ἢ γὰρ οὐκ αἰσχύνη καὶ οἱονεί τίς ἐντροπὴ τῶι πανσθενεῖ καὶ ζωοποιῶι καὶ παθῶν ἐπέκεινα λαχόντι τὴν φύσιν τὸ ἐξ ἀνθρωπίνης ἀσθενείας σταυρωθῆναι δοκεῖν καὶ ἐν θανάτωι γενέσθαι
10κατὰ τὴν σάρκα; καὶ γοῦν ὁ αὐτός πού φησι διὰ φωνῆς Ἡσαίου· τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσω‐ πόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων, καὶ πάλιν· διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ’ ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν καὶ [οὐκ] ἔγνων ὅτι οὐ μὴ καταισχυνθ, ὅτι ἐγγίζει ὁ δικαιώσας με. ὅσον μὲν γὰρ
15ἧκεν εἴς γε τὰς Ἑλλήνων καὶ μέντοι καὶ Ἰουδαίων ἀνοσίας ἀγέλας, σκάνδαλόν τε ὁμοῦ καὶ μωρία νενόμισται τὸ Χριστοῦ μυστήριον· καταμειδιῶσι γὰρ οἱ τάλανες τοῦ τιμίου σταυροῦ· ἐκβέβηκε δὲ τῆς δοκούσης αὐτοῖς ἀσθενείας τὸ πέρας εἰς εὐκλείας δύναμιν τῆς ἀληθῶς θεοπρεπεστάτης. μεμαρτύρηται γὰρ διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως ὅτι τε εἴη θεὸς καὶ θεοῦ κατὰ ἀλήθειαν υἱὸς ὡς θανάτου κρείττων καὶ φθορᾶς, καὶ ὁμοῦ τῶι γεγεννη‐
20κότι προσκυνεῖται παρὰ πάντων. ἄκουε δὲ διακεκραγότος ἡμῖν αὐτὸ δὴ τοῦτο γράμ‐ ματος ἱεροῦ· οὕτως λέγει κύριος· ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐ‐ το, τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων. βα‐ σιλεῖς ὄψονται αὐτὸν καὶ ἀναστήσονται ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῶι. ὁμολογεῖτε, φησίν, ἅγιον εἶναι κατὰ φύσιν ὡς θεὸν τὸν τὴν ἰδίαν ψυχὴν
25ἐκφαυλίζοντα, τουτέστι τὸν τῆς ἑαυτοῦ καταφρονήσαντα ψυχῆς· τέθεικε γὰρ αὐτὴν ὑπὲρ τῶν προβάτων ὡς ποιμὴν ἀγαθός. ὃν ἐβδελύξαντο μὲν τὰ ἔθνη, δοῦλοι δὲ καὶ ὑπη‐ ρέται ῥαπίσμασιν ὕβρισαν, τῆς τῶν Φαρισαίων πληθύος ἀνοσίως ἐμπαροινούσης αὐτῶι, τοῦτον ὄψονται βασιλεῖς καὶ ἀναστήσονται· τούτωι προσκυνήσουσιν ἄρχοντες ὡς θεῶι δηλονότι καθιγμένωι πρὸς κένωσιν, ἵνα παθὼν σαρκὶ διασώσηι τὴν ὑπ’ οὐρανόν· οὗτος ὁ
30ὑπὲρ ἡμῶν τὸν ἀκάνθινον περικείμενος στέφανον· οὗτος, οὐκ ἄλλος ὁ σταυρούμενος μὲν ἀνθρωπίνως καὶ λέγων θεέ μου θεέ μου, ἵνα τί με ἐγκατέλιπες, συστέλλων δὲ θεικῶς τοῦ ἡλίου τὸ φῶς καὶ ἐν ἡμέραι μέσηι νύκτα τιθείς, ἵνα μὴ ἄνθρωπον ἁπλῶς ψιλῆι κατὰ σὲ συναφείαι τετιμημένον, τῆι πρός γε φημὶ τὸν ἐκ θεοῦ λόγον, ὁμολογῶμεν αὐτόν, θεὸν δὲ μᾶλλον εἶναι πιστεύσωμεν ἐν εἴδει τῶι καθ’ ἡμᾶς καὶ ἐν τῆι τοῦ δούλου μορφῆι,
35μεμνημένοι διὰ φωνῆς ἁγίου λέγοντος· καὶ ἐνδύσω τὸν οὐρανὸν σκότος καὶ θήσω ὡς σάκκον τὸ περιβόλαιον αὐτο. αὐτὸς γὰρ ὁ λαλῶν πάρεστι καὶ ὃ πάλαι προμεμήνυκεν ἐσόμενον ὡς θεός, ἐπλήρου κατὰ καιροὺς ἀνθρωπίνως σταυρούμενος. μόνον οὐχὶ γὰρ πενθικὸν ἱμάτιον ὁ οὐρανὸς τὸν σκότον ἠμπέσχετο, ἥλιος δὲ τῶν ἀκτίνων τὸ σέλας οὐκέτι διδοὺς τοῖς ἐμπαροινῆσαι τετολμηκόσι τῶι τῶν ὅλων δεσπότηι καὶ θεῶι
40τὸν εἰς νοῦν καὶ καρδίαν ἐσόμενον αὐτοῖς προκαταμεμήνυκε σκότον. ψάλλει γάρ που

1,1,6

102

καὶ ὁ μακάριος Δαυὶδ περὶ αὐτῶν· σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον. διερρήγνυτο δὲ καὶ τὸ καταπέτασμα τοῦ ναοῦ τοῖς εἰς αὐτὸν πιστεύουσιν ἐκκαλύπτον ἤδη τὰ ἅγια τῶν ἁγίων καὶ τὰ ἐσωτάτω δεικνύον, ὡς οὐκέτι μὲν ἐχούσης στάσιν τῆς πρώτης σκηνῆς, πεφανερω‐
5μένης δὲ ἤδη τῆς τῶν ἁγίων ὁδοῦ, δῆλον δὲ ὅτι τῆς εἰς τὰ ἅγια τῶν ἁγίων. ἅγιος μὲν γὰρ ὁμολογουμένως καὶ ὁ νόμος ἦν, ὅτι καὶ δικαιοσύνης πρύτανις, γέγονε δὲ καὶ παιδαγωγὸς εἰς Χριστόν· ἁγιωτέρα γε μὴν ἀσυγκρίτως ἡ ἐν Χριστῶι νοεῖται ζωὴ καὶ τῆς ἐν σκιαῖς καὶ τύποις λατρείας προφερεστέρα τε καὶ ἐν ἀμείνοσιν ἡ ἐν πνεύματί τε καὶ ἀληθείαι. ἆρ’ οὐχὶ θεοπρεπῆ καὶ ὑπὲρ ἀνθρώπου φύσιν τὰ τοιάδε τῶν κατορθωμάτων εἶεν
10ἄν; οὐ τὸ σωτήριον πάθος δεδυσώπηκε μὲν τὴν στρεφομένην ῥομφαίαν, εἰσκεκόμικε δὲ πάλιν ἐν τῶι παραδείσωι τὸν ἄνθρωπον; ἔφη γὰρ ὁ Χριστὸς τῶι συγκρεμαμένωι ληιστῆι σήμερον μετ’ ἐμοῦ ἔσηι ἐν τῶι παραδείσωι. οὐκ ἐπέλαμψε τοῖς ἐν σκότωι μετ’ ἐξουσίας ἐπιφωνῶν τὸ ἀνακαλύφθητε; κεκένωκε γὰρ τὸν ἅιδην ὡς θεὸς καὶ δεσμῶν ἀνῆκε τοὺς ἐν αὐτῶι καὶ αὐτὸς ἦν ὁ πάλαι βοῶν πρὸς τὸν τληπαθέστατον Ἰώβ· ἦλθες
15ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας· ἀνοίγονταί σοι φόβωι πύλαι θανάτου, πυλωροὶ δὲ ἅιδου ἰδόντες σε ἔπτηξαν. τί τοίνυν τὰ ἔτι ** θεοπρεπῆ τῶν καθ’ ἡμᾶς ἑνὶ καὶ ἀνθρώπωι μόνωι προσνέμων οὐκ ἐρυθριᾶις; ὅτι γὰρ αὐτὸς ὁ τοῦ θεοῦ λόγος μορφὴν δούλου λαβὼν σαρκός τε καὶ αἵματος κεκοινωνηκὼς ἠνέσχετο μὲν δοῦναι τῶι θανάτωι τὸ ἴδιον σῶμα δι’ ἡμᾶς καὶ ὑπάρχων ἀπαθὴς κατὰ φύσιν
20σαρκὶ πέπονθεν ἑκών, πιστώσεται γράφων ὁ πάνσοφος Παῦλος· εὐχαριστοῦντες τῶι πατρὶ τῶι ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῶι φωτ, ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτο, ἐν ὧι ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου,
25πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῶι ἐκτίσθη τὰ πάντα ἐν τοῖς οὐ‐ ρανοῖς καὶ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι, τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται καὶ αὐτός ἐστι πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῶι συνέστηκε καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας, ὅς ἐστιν ἀρχ, πρωτότοκος ἐκ τῶν
30νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων. ἰδοὺ δὴ καὶ μάλα σαφῶς ὁ τῶν αὐτοῦ μυστηρίων ἱερουργὸς αὐτὸν ἔφη τὸν δι’ οὗ τὰ πάντα καὶ ἐν ὧι τὰ πάντα θεὸν λόγον, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, τὸν δι’ οὗ παρήχθη πρὸς ὕπαρξιν τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, τὸν ὄντα πρὸ πάντων, ἐν ὧι τὰ πάντα συνέστηκε, κεφαλὴν δεδόσθαι τῆι ἐκκλησίαι καὶ αὐτὸν εἶναι πρωτότοκον
35ἐκ νεκρῶν. ἀλλ’ ἐστίν, ἴσως ἐρεῖς, κατὰ φύσιν ζωὴ ὁ ἐκ θεοῦ πατρὸς λόγος· εἶτα πῶς ἢ τίνα δὴ τρόπον τεθναίη ἂν ἡ ζωή; καλῶς, ἀναγκαία καὶ ἐπωφελὴς ἡ πεῦσις. οὐκοῦν εἰς τὴν τοῦ μυστηρίου δύναμιν χρησίμως παραλαμβάνεται τὸ σάρκα γενέσθαι νοεῖν τε καὶ λέγειν τὸν ἀεί τε ζῶντα καὶ ζωοποιὸν τοῦ θεοῦ λόγον, τουτέστιν ἴδιον ποιήσασθαι σῶμα τὸ θανάτου δεκτικόν, ἵνα νοῆται παθὼν αὐτός, ὅτι τὸ ἴδιον αὐτοῦ πέπονθε σῶμα.
40οὕτω γὰρ αὐτὸν γενέσθαι φαμὲν ἀπαρχὴν τῶν κεκοιμημένων καὶ πρωτότοκον ἐκ νεκρῶν. τεθεῖσθαι γὰρ λέγεται μεθ’ ἡμῶν ἐν μνήματι διὰ τῆς ἰδίας σαρκὸς ὁ ἀνιστὰς τοὺς νεκρούς, ἵνα καὶ ἡμεῖς συνεγερθῶμεν αὐτῶι· ταύτην γὰρ ἡμῖν ἐνεκαίνισε τὴν ὁδὸν καὶ ταύτης ἕνεκα τῆς αἰτίας τεταπείνωκεν ἑαυτὸν καθεὶς εἰς κένωσιν καὶ εἰς ἀνθρωπότητα μεθ’ ἡμῶν,
καίτοι θεὸς ὢν φύσει καὶ ἐκ θεοῦ πατρὸς πεφηνὼς ὁ μονογενής.

1,1,6

103

Ἀλλ’ οἴεται μὲν κατὰ τὸ εἰκὸς τοὺς ὧδε ταῦτ’ ἔχειν ὑπειληφότας καὶ ἀληθῶς δοξάζοντας ἐμβροντησίας εἰς λῆξιν τῆς ἀνωτάτω δραμεῖν, σκηπτόμενος δὲ πανταχοῦ τὸ δεῖν ἀπαθῆ τὸν ἐκ θεοῦ πατρὸς ἡμῶν ὁμολογεῖσθαι λόγον, ἐξίστησιν αὐτοῦ, καὶ τοῦτο εἰς ἅπαν, τῆς οἰκονομίας τὸν τρόπον, οὐκ ἀξιοῖ δὲ ὥσπερ ἢ φρονεῖν ἢ λέγειν ὅτι πέπονθεν ὑπὲρ ἡμῶν,
5καίτοι τῆς θεοπνεύστου γραφῆς σαρκὶ λεγούσης παθεῖν καὶ ἀπαθῆ καὶ ἀσώματον ** ὅτι τὸ ἴδιον αὐτοῦ καὶ ἑνωθὲν αὐτῶι πέπονθε σῶμα. ἔφη δὲ πάλιν ὡδί Διὰ τοῦτο περὶ τῆς ἡμετέρας ἀπαρχῆς ὁ μακάριος Πέτρος καταγγέλλων καὶ τὴν ἐκ τῆς θεότητος τῆς φαινομένης φύσεως διηγούμενος ὕψωσιν, τοῦτον, φησί, τὸν Ἰησοῦν ἀνέστησεν ὁ θεός. οὐκ ἀπέθανε θεός, ἀλλ’ ἀνέστησεν. ἄκουε τῶν τοῦ Πέτρου
10ῥημάτων, Ἀπολινάριε, ἄκουε σὺν Ἀπολιναρίωι καὶ Ἄρειε. τοῦτον, φησί, τὸν Ἰησοῦν ἀνέστησεν ὁ θεὸς τὸν φαινόμενον, τοῦτον τὸν ὁρώμενον ὄμμασι, τὸν ξύλωι προσηλω‐ θέντα, τὸν ταῖς τοῦ Θωμᾶ ψηλαφηθέντα χερσί, τὸν πρὸς αὐτὸν κεκραγότα· ψηλάφησον, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. καὶ ταύταις πεισθεὶς ὁ μαθητὴς ταῖς φωναῖς καὶ τῆι ψηλαφήσει τοῦ σταυρωθέντος σώματος
15πεισθεὶς 〈περὶ〉 ἀναστάσεως τὸν παραδοξοποιὸν ἐδοξολόγει θεόν· ὁ κύριός μου καὶ ὁ θεός μου [δόξα σοι], οὐ τὸ ψηλαφηθὲν προσαγορεύων θεόν· οὐδὲ γὰρ ψηλαφήσει θεότης εὑρίσκεται. Καὶ μεθ’ ἕτερα· Περὶ τοῦ ψηλαφητοῦ τούτου καὶ ὁ Πέτρος ἐβόα· τοῦτον τὸν Ἰη‐ σοῦν ἀνέστησεν ὁ θεός. τῆι δεξιᾶι οὖν τοῦ θεοῦ ὑψωθείς· δεξιᾶς δὲ βοη‐
20θούσης ὁ θεὸς λόγος οὐκ ἔχρηιζεν, Ἄρειε. Ἀνίστησι μὲν ὁ υἱὸς τοὺς νεκροὺς καὶ θανάτου κρείττονα φαμὲν ὑπάρχειν αὐτόν, μεμνήμεθα γὰρ ἀναφανδὸν εἰρηκότος ἐγὼ εἰμὶ ἡ ἀνάστασις καὶ ἡ ζω· πλὴν ὅταν ἡμῖν ὁ θεσπέσιος Πέτρος εὐαγγελίζηται λέγων τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ θεός, αὐτὸν εἶναι πιστεύομεν Ἰησοῦν τὸν ἐνανθρωπήσαντα λόγον. πῶς οὖν ἐγηγέρθαι
25φαίη τις ἂν αὐτὸν παρὰ τοῦ πατρὸς ὑψῶσθαί τε τῆι αὐτοῦ δεξιᾶι; χρῆναι γὰρ οἶμαι ταυτὶ διατρανοῦσθαι σαφῶς τοῖς οὐκ ἔχουσι νοεῖν, ἵνα καὶ τὴν τοῦ σκανδάλου πρόφασιν ἀπο‐ κείραντες ὀρθὴν καὶ ἀπλανεστάτην τὴν τῆς ἀληθείας ἀποφήνωμεν ὁδόν. δέδωκε τοίνυν τὸ ἴδιον σῶμα τῶι θανάτωι πρὸς βραχύ (χάριτι γὰρ θεο, καθά φησιν ὁ Παῦλος, ὑπὲρ παντὸς ἐγεύσατο θανάτου), εἶτα ὑπάρχων αὐτὸς ἡ ζωοποιὸς τοῦ θεοῦ καὶ πατρὸς
30δεξιὰ καὶ δύναμις φθορᾶς καὶ θανάτου κρεῖττον ἀπέφηνεν αὐτό. καὶ πρός γε τοῦτο ἡμᾶς πιστώσεται λέγων πρὸς Ἰουδαίους· λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. σύνες οὖν ὅπως αὐτὸς ἐγείρειν τὸν ἑαυτοῦ ναὸν ἐπαγγέλ‐ λεται, καίτοι τοῦ θεοῦ καὶ πατρὸς ἀναστῆσαι λεγομένου· δεξιὰ γάρ, ὡς ἔφην, ἐστὶ καὶ δύναμις τοῦ πατρὸς ἡ ζωοποιὸς ὁ υἱός. ὥστε κἂν ἐνεργεῖν ὁ πατὴρ λέγηται τὴν τοῦ
35θείου ναοῦ ζωοποίησιν, ἐνήργηκε δι’ υἱοῦ, κἂν εἰ ὁρῶιτο πάλιν ὁ υἱὸς ἐνεργήσας, ἀλλ’ οὐ δίχα τοῦ πατρὸς ἐν πνεύματι. μία γὰρ ἡ θεότητος φύσις, ἐν τρισὶν ὑποστάσεσιν ἰδικαῖς νοουμένη καὶ τὴν ἐφ’ ἅπασι τοῖς δρωμένοις κίνησίν τε καὶ ἐνέργειαν ἔχουσα, νοητὴν δη‐ λονότι καὶ θεοπρεπῆ. οὐκοῦν παρεχώρει μὲν τὸ σῶμα τοῖς τῆς ἰδίας φύσεως νόμοις
καὶ τὴν τοῦ θανάτου γεῦσιν ἐδέχετο, καὶ τοῦτο παθεῖν ἐφέντος αὐτῶι χρησίμως τοῦ ἑνω‐

1,1,6

104

θέντος λόγου θείαι γε μὴν ἐζωοποιεῖτο δυνάμει τῆι τοῦ ἑνωθέντος αὐτῶι καθ’ ὑπόστασιν λόγου. ὅλον οὖν νοοῦμεν τὸν Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ’ ἡμῶν ὁ θεός, ὅταν ἀκούσωμεν λέγοντος τοῦ θεσπεσίου Πέτρου τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ θεός, κἂν τὸν ὁρώμενον λέγηις καὶ προσηλωθέντα τῶι ξύλωι τόν 〈τε〉 ταῖς τοῦ Θωμᾶ
5ψηλαφηθέντα χερσίν, οὐδὲν ἧττον ἡμεῖς σεσαρκωμένον νοοῦμεν τὸν ἐκ θεοῦ πατρὸς λόγον ἕνα τε καὶ τὸν αὐτὸν ὁμολογοῦμεν υἱόν. ἀόρατος γὰρ τὴν φύσιν ὑπάρχων γέγονεν ὁρατός, ὅτι καὶ ἴδιον ἦν αὐτοῦ τὸ ὁρώμενον σῶμα. ψάλλει γοῦν ὁ θεῖος ἡμῖν Δαυίδ· ὁ θεὸς ἐμφανῶς ἥξει, ὁ θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται, καὶ μὴν καὶ ὁ μακάριος Ἀμβακούμ· ὁ θεὸς ἐκ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου
10δασέως. οὗτος ὑπάρχων καὶ ἀναφής, ἁπτὸς γενέσθαι λέγεται διὰ τὸ ἑνωθὲν αὐτῶι σῶμα. γράφει γοῦν ὁ Λουκᾶς· ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἡμῖν πραγμάτων, καθὰ παρέδοσαν ἡμῖν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, καὶ πρός γε τούτωι φησὶν ὁ σοφὸς Ἰωάννης· ὁ ἦν ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν
15τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς καὶ ἡ ζωὴ ἐφανερώθη καὶ ἑωράκαμεν καὶ μαρτυ‐ ροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν πατέρα καὶ ἐφανερώθη ἡμῖν. ἀλλ’ εἰ μὴ γέγονεν ἁπτός τε καὶ ὁρατὸς ὡς ἴδιον ἔχων τὸ ὑποπίπτον ἁφῆι καὶ ὁράσει σῶμα, πῶς αὐτόπται τοῦ λόγου γεγόνασιν οἱ πάνσο‐
20φοι μαθηταί; πῶς δὲ καὶ τεθέανται καὶ ψηλαφῆσαί φασι τὸν λόγον τῆς ζωῆς, ἥτις ἦν πρὸς τὸν πατέρα καὶ ἐφανερώθη ἡμῖν; τοῦτον οὖν αὐτὸν τὸν ἁπτόν τε καὶ ὁρατόν, τὸν τῶι ξύλωι προσηλωμένον ἐπέγνω μὲν ὁ Θωμᾶς, ὡμολόγει δὲ καὶ μάλα ὀρθῶς θεὸν καὶ κύριον. ἔφη γὰρ εὐθύς· ὁ κύριός μου καὶ ὁ θεός μου, εἶτα πρὸς αὐτὸν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἑωρα‐
25κότες καὶ πιστεύσαντες. τί πιστεύσαντες, εἰπέ μοι; ἆρ’ οὐχ ὅτι θεὸς ὢν φύσει τὸν ἴδιον ἐκ νεκρῶν ἀνέστησε ναόν; καίτοι πῶς ἀμφίλογον τὸ πρᾶγμά ἐστιν; ἀλλ’ ὁ χρηστὸς οὑτοσὶ μόνον οὐχὶ ταῖς τοῦ μαθητοῦ φωναῖς ἐπερυθριῶν ἀσυνέτως οὐχ ὁμολογῆσαί φησιν αὐτὸν ὅτι καὶ κύριος καὶ θεός ἐστιν ὁ πρωτότοκος ἐκ νεκρῶν, παρατρέπει δὲ μᾶλλον ἐπὶ τὸ αὐτῶι δοκοῦν τὴν τοῦ λόγου δύναμιν καί φησιν ὅτι τὸν παραδοξοποιὸν ἐδοξολόγει
30θεόν, λέγων· ὁ κύριός μου καὶ ὁ θεός μου. προσεπάγει δὲ τούτοις Οὐ τὸ ψηλαφηθὲν προσαγορεύων θεόν· οὐ γὰρ ψηλαφήσει θεότης εὑρίσκεται. Ἐπιτιμᾶις οὖν, εἰπέ μοι, τῶι μαθητῆι κύριον καὶ θεὸν ὀνομάζοντι τὸν Χριστόν; καίτοι δέδειχεν ἡμῖν ἀρτίως ὁ λόγος ὅτι θεὸς ὢν κατὰ φύσιν ὁ μονογενὴς ἀναφὴς καὶ ἀόρατος ἁπτὸς γέγονε καὶ ὁρατός. ὅταν δὲ λέγηις· οὐ γὰρ ψηλαφήσει θεότης εὑρίσκεται,
35πάλιν ἐκεῖνο ἐροῦμεν· τί παρωσάμενος τὴν οἰκονομίαν ὡς περὶ γυμνῆς διαλέγηι θεότητος, εἰς λήθην δὲ ὥσπερ ἐληλακὼς ὅτι καὶ ἐσαρκώθη καὶ ἐνηνθρώπησεν ὁ ἀναφὴς καὶ ἀσώ‐ ματος, οὐκ ἀνέχηι θεὸν ὀνομαζούσης αὐτὸν τῆς θεοπνεύστου γραφῆς διά τοι τὸ ἐψηλα‐ φῆσθαι σαρκὶ ὦφθαί τε ὁμοίως τοῖς ἁγίοις ἀποστόλοις; ἀλλ’ ἡμεῖς γε, ὦ τᾶν, ὁμοῦ τῶι μακαρίωι Θωμᾶι τὸν τῶι ξύλωι προσηλωμένον, τὸν ψηλαφηθέντα χερσὶν ἑωραμένον τε
40τοῖς ἀνθρωπίνοις ὄμμασι ταῖς αὐτῶι πρεπούσαις εὐφημίαις στεφανοῦντες φαμέν· ὁ κύ‐ ριός μου καὶ ὁ θεός μου. Ὅτι δὲ κἂν εἴ τις λέγοι σαρκὶ τῆι ἰδίαι παθεῖν τὸν τοῦ θεοῦ λόγον, οὐκ ἂν ἀμοιρή‐ σειε τοῦ καὶ ἐπαινεῖσθαι δεῖν καὶ φρονεῖν ἑλέσθαι τὰ ἀληθῆ (μεμένηκε γὰρ καὶ οὕτως
ἀπαθής), πειράσομαι καταδεῖξαι πάλιν ἐξ ὧν γέγραφας αὐτὸς ἢ γοῦν ἔφης ἐν ἐκκλησίαις.

1,1,6

105

ἐπαίνου μὲν γὰρ ἀξιοῖς τοὺς ἁγίους πατέρας ἡμῶν, τοὺς ἔν γε φημὶ τῆι Νικαέων κατὰ καιροὺς συναγηγερμένους ὡς ἀκριβῆ καὶ τετορνευμένην τῆς πίστεως ἡμῖν τὴν ὁμολογίαν εὖ μάλα πεποιημένους, πεφρόνηκάς γε μὴν οὐ τὰ ἐκείνων, πόθεν; οὔτε μὴν τοῖς τῆς ἀλη‐ θείας δόγμασιν ἐνερείσας τὸν νοῦν ὀρθὰ βαίνειν ἐπιθυμεῖς, χωλεύεις δὲ ὥσπερ ἀμφοτέραις
5ταῖς ἰγνύαις κατὰ τὸ γεγραμμένον, τοῖς μὲν τῆς ὀρθότητος ἐρασταῖς ἀσυνέτως ἐπιτιμῶν, κρατύνων γε μὴν ὡς ἀλήθειαν τὸ αὐτῶι σοι δοκοῦν, μᾶλλον δὲ οὐδὲ οἷς αὐτὸς ἔφης, ἐμμένειν ἀξιῶν. εὑρίσκω γὰρ λέγοντα περὶ τῶν ἁγίων πατέρων Ἐπειδὴ γὰρ 〈εἰ〉 εἰρήκασιν ὅτι πιστεύομεν εἰς ἕνα θεὸν λόγον, ἔμελλεν ὁ θάνατος τῆι θείαι λογίζεσθαι φύσει, ὄνομα δέχονται κοινὸν τὸ Χριστὸς Ἰησοῦς, ἵνα καὶ τὸν ἀποθανόντα
10σημάνωσι καὶ 〈τὸν〉 μὴ ἀποθανόντα. Προσεπάγει δὲ τούτοις· Ὥστε εἴ τις λέγοι· ὁ δεῖνα ἄνθρωπος ἀπέθανε, καίτοι ἡ ψυχὴ ἀθάνατός ἐστιν, ἀλλ’ ἐπειδὴ τὸ ὄνομα εἶπε τὸ σημαῖνον τὰς δύο φύσεις καὶ τὸ σῶμα τὸ ἀποθνῆισκον καὶ τὴν ψυχὴν τὴν ἀθάνατον, οὐκ ἔχει κίνδυνον ἡ φωνή· ἄνθρωπος γὰρ καλεῖται ἀμφότερα, καὶ τὸ σῶμα καὶ ἡ ψυχή· οὕτω τοίνυν καὶ ὁ μέγας ἐκεῖνος χορὸς ἔφη
15περὶ Χριστοῦ. Ὅτι μὲν Χριστὸν Ἰησοῦν ὀνομάσαντες οὐ δύο καὶ ἀνὰ μέρος υἱοὺς κοινὸν ἔχοντας ὄνομα τὸ Χριστὸς Ἰησοῦς, ἐνηνθρωπηκότα δὲ μᾶλλον τὸν ἐκ θεοῦ λόγον κατασημαίνουσιν, ἀνταίρειν οἶμαι τῶν εὖ φρονούντων οὐδένα καὶ τὸ ἔτι μακροὺς περὶ τούτων ἡμᾶς ἀντεξάγειν λόγους πρὸς τοῖς ἤδη γεγενημένοις περιττὸν οἶμαί που· πλὴν εἰ τοῖς πρὸς ἡμῶν οὐκ
20ἀναπείθηι λόγοις εἴς γε τὸ ἑλέσθαι φρονεῖν ὅτι κἂν λέγωμεν σαρκὶ πεπονθέναι δι’ ἡμᾶς τὸν τοῦ θεοῦ λόγον, ἀπαθῆ καὶ οὕτω τηροῦμεν αὐτὸν ὡς θεόν, κἂν γοῦν ταῖς σεαυτοῦ χαρίζου φωναῖς τὸ εὖ πεποιῆσθαι δοκεῖν. ὥσπερ γὰρ ὁ ἄνθρωπον εἰπὼν συνεσήμανε τῶι σώματι τὴν ψυχήν, καίτοι τὴν φύσιν ὑπάρχουσαν ἑτεροφυᾶ παρ’ αὐτό, κἂν εἰ λέγοιτο τὸ τοῦ δεῖνος σῶμα τυχὸν ἀποθανεῖν, ὅλος τοῦτο πεπονθὼς ὁ ἄνθρωπος νοοῖτ’ ἂν εἰκότως,
25καίτοι θανάτου οὐκ ἔχων δεκτικὴν τὴν ψυχήν, οὕτω καὶ ἐπὶ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ. ἐπειδὴ γὰρ ὁ ἐκ θεοῦ πατρὸς λόγος, καθὰ πλειστάκις εἰρήκαμεν, μετέσχηκεν αἵματος καὶ σαρκὸς παραπλησίως ἡμῖν σῶμά τε ἴδιον ἐποιήσατο τὸ ἐκ τῆς ἁγίας παρθένου κεχρημάτικέ τε οὕτω καὶ υἱὸς ἀνθρώπου, ταύτης ἕνεκα τῆς αἰτίας ἀποθανούσης αὐτοῦ τῆς σαρκὸς αὐτῶι μὲν τὸ πάθος ὁ τῆς ἀληθοῦς ἑνότητος ἀνάπτει λόγος, ἔξω γε μὴν οἶδε
30μεμενηκότα τοῦ παθεῖν, ὅτι καὶ θεός ἐστι κατὰ φύσιν καὶ ζωή. καὶ γοῦν ὁ θεσπέσιος Πέτρος τοιαύτην ἡμῖν παρατιθεὶς τὴν μυσταγωγίαν ὧδέ πήι φησι περὶ αὐτοῦ τοῖς πιστεύουσιν εἰς αὐτόν· ὃν οὐκ ἰδόντες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾶι ἀνεκλαλήτωι καὶ δεδοξασμένηι, κομιζόμενοι τὸ τέλος τῆς πίστεως, σωτηρίαν ψυχῶν, περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν
35προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες, ἐρευνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας, οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς, ἡμῖν δὲ διηκόνουν αὐτὰ ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγ‐ γελισαμένων ὑμᾶς πνεύματι ἁγίωι ἀποσταλέντι ἀπ’ οὐρανο, εἰς ἃ ἐπιθυ‐
40μοῦσιν ἄγγελοι παρακύψαι. ἀκούεις ὅπως τὸ πνεῦμα Χριστοῦ καὶ ἐν τοῖς ἁγίοις προφήταις ἦν, προανακεκράγασι δὲ τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας;
ἆρ’ οὖν ὡς ἄνθρωπον ἁπλῶς ὑπὲρ ἡμῶν πεπονθότα τῶι κόσμωι διακηρύττοντες; καὶ τοῦτό

1,1,6

106

ἐστι τὸ μυστήριον τὸ διὰ τῶν ἁγίων ἡμῶν ἀποστόλων τε καὶ εὐαγγελιστῶν ἐν πίστει δεδωρημένον καὶ εἰς ταῦτα παρακύψαι φησὶν ἐπιθυμεῖν τοὺς ἀγγέλους; καίτοι πῶς οὐκ ἀπόβλητος εἴη ἂν ὁ μέχρι δὴ μόνων τῶν τῆς ἀνθρωπότητος ὅρων τὴν τοῦ μυστηρίου δύναμιν κατακλείειν ἐπιχειρῶν; αὐτὸς ὁ ἐν μορφῆι τοῦ θεοῦ καὶ πατρὸς ὑπάρχων θεὸς
5λόγος κεκένωκεν ἑαυτὸν μορφὴν δούλου λαβὼν καὶ τὴν κατὰ σάρκα γέννησιν ὑπομεμένηκε δι’ ἡμᾶς· αὐτὸς πέπονθεν ὑπὲρ ἡμῶν τῆι ἰδίαι σαρκὶ καὶ ἀνεβίω πάλιν ὡς θεός, κενώσας τὸν ἅιδην καὶ εἰρηκὼς τοῖς ἐν δεσμοῖς· ἐξέλθετε, καὶ τοῖς ἐν τῶι σκότει· ἀνακαλύφθητε. τί τοίνυν ἀνατρέπειν ἐπιχειρεῖς τὴν οὕτω σεπτὴν καὶ ἀξιάγαστον οἰκονομίαν, δι’ ἧς καὶ σεσώσμεθα καὶ παντὸς εἴσω γεγόναμεν ἀγαθοῦ; τί γὰρ δι’ αὐτῆς ἐκερδάναμεν, εἴσηι
10τοι καὶ μάλα σαφῶς, ὡδὶ γεγραφότος τοῦ μακαρίου Παύλου· καὶ ὑμᾶς ποτε ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῆι διανοίαι ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, νυνὶ δὲ ἀποκατήλλαξεν ἐν τῶι σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατ’ ἐνώπιον αὐτο, εἴ γε ἐπιμένετε τῆι πίστει. οὐκοῦν ὀνίνησι μὲν ἡ πίστις τοὺς
15ἀσάλευτον αὐτὴν ἑλομένους τηρεῖν, ὀνίνησι δὲ κατὰ τίνα τρόπον, ὁ πάνσοφος ἡμᾶς Ἰωάννης πιστώσεται λέγων· τίς δέ ἐστιν ὁ νικῶν τὸν κόσμον εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεο; οὗτός ἐστιν ὁ ἐλθὼν δι’ ὕδατος καὶ αἵματος Ἰησοῦς Χριστός, οὐκ ἐν τῶι ὕδατι μόνον, ἀλλ’ ἐν τῶι ὕδατι καὶ αἵματι, καὶ τὸ πνεῦμά ἐστι 〈τὸ μαρτυροῦν, ὅτι τὸ
20πνεῦμά ἐστιν〉 ἡ ἀλήθεια, ὅτι τρεῖς μαρτυροῦσι, τὸ πνεῦμα, τὸ ὕδωρ καὶ τὸ αἷμα καὶ οἱ τρεῖς τὸ ἕν εἰσιν. εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρτυρία τοῦ θεοῦ μείζων ἐστίν, ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ θεοῦ ὅτι μεμαρτύρηκε περὶ τοῦ υἱοῦ αὐτο. ὁ πιστεύων εἰς τὸν υἱὸν τοῦ θεοῦ ἔχει τὴν μαρτυρίαν ἐν ἑαυτῶι· ὁ μὴ πιστεύων τῶι θεῶι ψεύστην
25πεποίηκεν αὐτόν, ὅτι οὐκ ἐπίστευσεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκε περὶ τοῦ υἱοῦ αὐτο. μεμαρτύρηκε δὲ τίνα τρόπον ὁ θεὸς καὶ πατὴρ τῶι υἱῶι, σαφηνιεῖ λέγων ὁ θεσπέσιος ἡμῖν Ἰωάννης ὁ βαπτιστής· κἀγὼ οὐκ ἤιδειν αὐτόν, ἀλλ’ ὁ πέμψας με βαπτίζειν ὕδατι, ἐκεῖνός μοι εἶπεν· ἐφ’ ὃν ἂν ἴδηις τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν τῶι
30πνεύματι τῶι ἁγίωι, καὶ ἐγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεο. μαρτυρεῖται τοίνυν καὶ διὰ τῆς τοῦ πατρὸς φωνῆς ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ὅτι φύσει τε καὶ κατὰ ἀλήθειαν υἱός ἐστιν αὐτοῦ, μαρτυρεῖται δὲ οὐδὲν ἧττον διά τε τοῦ ὕδατος καὶ τοῦ αἵματος καὶ τοῦ πνεύματος. ὕδατι μὲν γὰρ τῶι ἁγίωι διασμήχει τῶν πιστευόντων τὰς ἁμαρτίας, ζωοποιεῖ δὲ διὰ τοῦ ἰδίου αἵματος καὶ συνάπτει
35θεῶι τοὺς ἐπὶ τῆς γῆς· ἐπειδὴ δέ ἐστι κατὰ φύσιν θεός, καὶ τὴν τοῦ ἁγίου πνεύματος χορηγίαν ποιεῖται πλουσίως, ὡς ἴδιον αὐτὸ ταῖς τῶν πιστευόντων ἐκχέων ψυχαῖς θείας τε φύσεως κοινωνοὺς ἀποφαίνων καὶ τῆι τῶν ἐσομένων ἀγαθῶν ἐλπίδι στεφανῶν. ἕνα τοίνυν ὁμολογοῦμεν υἱὸν Χριστὸν Ἰησοῦν κύριον, τουτέστι τὸν τοῦ θεοῦ λόγον ἐνανθρω‐ πήσαντα καὶ σεσαρκωμένον, καὶ τοῦτον ἐσταυρωμένον καὶ ἐγηγερμένον ἐκ νεκρῶν ἥξοντά
40τε κατὰ καιροὺς ἐν τῆι δόξηι τοῦ θεοῦ καὶ πατρὸς μετὰ τῶν ἁγίων ἀγγέλων, δι’ αὐτοῦ
τε καὶ σὺν αὐτῶι τῶι θεῶι καὶ πατρὶ ἡ δόξα σὺν ἁγίωι πνεύματι εἰς τοὺς αἰῶνας. ἀμήν.

1,1,6

107

(4)

Ἐπιστολὴ Θεοδωρήτου
5 Λίαν ἤλγησα τοῖς ἀναθεματισμοῖς ἐντυχών, οὓς ἀπέστειλας, ἀνατρέψαι τούτους ἡμῖν ἐγγράφως κελεύσας καὶ τὴν αἱρετικὴν αὐτῶν ἔννοιαν γυμνὴν ἅπασι καταστῆσαι. ἤλγησα δὲ ὅτι ἀνὴρ ποιμαίνειν λαχὼν καὶ ποίμνην τοσαύτην πεπιστευμένος καὶ θεραπεύειν τὰ ἀσθενῆ τῶν προβάτων προστεταγμένος νοσεῖ μὲν αὐτὸς καὶ λίαν σφοδρῶς, ἀναπιμπλάναι δὲ πει‐ ρᾶται τῆς νόσου τὰ θρέμματα καὶ τῶν ἀγρίων θηρῶν χαλεπώτερον τὰ ποιμαινόμενα δια‐
10τίθησιν. οἳ μὲν γὰρ τὰ ἐσκεδασμένα καὶ τῆς ποίμνης κεχωρισμένα διασπῶσιν ἁρπά‐ ζοντες ὃ δὲ ἐν μέσωι ταύτης τυγχάνων καὶ σωτὴρ εἶναι καὶ φύλαξ νενομισμένος λαθραίαν τὴν βλάβην τοῖς πειθομένοις ἐνίησι. τὸ μὲν γὰρ προφανῶς πολεμοῦν δυνατὸν καὶ φυλάξασθαι· τὸ δ’ ἐν σχήματι φιλίας τὴν ἐπιβουλὴν προσφέρον ἀφύλακτον εὑρίσκει τὸ πολεμούμενον καὶ ῥαιδίαν αὐτῶι τὴν βλάβην ἐντίθησι. διὸ καὶ τῶν ἔξωθεν πολεμούντων οἱ ἔνδοθεν
15προδιδόντες εἰσὶ χαλεπώτεροι. τοῦτό με μειζόνως ἠνίασεν τὸ ἐν εὐσεβείας ὀνόματι καὶ σχήματι καὶ ἐν ποιμένος ἀξιώματι τυγχάνοντα τὰς αἱρετικὰς καὶ βλασφήμους ῥῆξαι φωνὰς καὶ τὴν πάλαι σβεσθεῖσαν Ἀπολιναρίου φλήναφον ὁμοῦ καὶ δυσσεβῆ διδασκαλίαν ἀνανεώ‐ σασθαι, πρὸς δὲ τούτοις τὸ μὴ μόνον ταῦτα πρεσβεῦσαι, ἀλλὰ καὶ τοὺς οὐ πειθομένους
αὐτῶι συμβλασφημεῖν ἀναθεματίσαι τολμῆσαι, εἴπερ ἀληθῶς αὐτοῦ ταῦτα τὰ γεννήματα

1,1,6

108

καὶ οὐ τῶν ἐχθρῶν τις τῆς ἀληθείας ὡς ἐξ ἐκείνου ταῦτα συντεθεικὼς ἔρριψεν ἐν μέσωι κατὰ τὸ μυθευόμενον ἐκεῖνο μῆλον, τῆς ἔριδος εἰς ὕψος ἐγείρων τὴν φλόγα. ἐγὼ τοίνυν, εἴτε ἐκεῖνος εἴτε ἄλλος τις ὡς ἐξ ἐκείνου ταῦτα συντέθεικεν, τῶι φωτὶ τοῦ παναγίου πνεύ‐ ματος συνεργῶι πρὸς τὴν ἔρευναν τῆς αἱρετικῆς κακοδοξίας χρησάμενος, κατὰ τὸ μέτρον
5τῆς δοθείσης μοι παρὰ τοῦ θεοῦ δυνάμεως διήλεγξα ταῦτα ὡς οἷόν τε ἦν, καὶ τὰς εὐαγγε‐ λικὰς αὐτοῖς καὶ ἀποστολικὰς ἀντέθηκα διδασκαλίας καὶ τὸ ἀλλόκοτον τοῦ δόγματος ἔδειξα καὶ ὅσην ἔχει διαφωνίαν πρὸς τὰ θεῖα διδάγματα, πεποίηκα φανερόν, παρεξετάσας αὐτὰ τοῖς τοῦ θείου πνεύματος λόγοις καὶ δείξας ὅπως ἐστὶν ἀσύμφωνα καὶ τῶν θείων ἀλλό‐ τρια. πρὸς δὲ τὴν τοῦ ἀναθεματισμοῦ τόλμαν τοσοῦτον ἐρῶ ὅτι Παῦλος ὁ μεγαλοφω‐
10νότατος τῆς ἀληθείας κῆρυξ τοὺς παραφθείραντας τὰ εὐαγγελικὰ καὶ ἀποστολικὰ διδάγματα ἀνεθεμάτισεν, καὶ τῶν ἀγγέλων κατατολμήσας, οὐ τοὺς ἐμμένοντας τοῖς δοθεῖσιν ὅροις ὑπὸ τῶν θεολόγων ἀνδρῶν· τούτους γὰρ καὶ εὐλογίαις ὠχύρωσεν, εἰπών· ὅσοι τῶι κανόνι τούτωι στοιχήσουσιν, εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεο. δρεπέσθω τοίνυν ὁ τῶν λόγων τούτων πατὴρ ἐκ τῆς ἀποστο‐
15λικῆς ἀρᾶς τῶν οἰκείων πόνων τὰ ἐπίχειρα καὶ τῶν αἱρετικῶν σπερμάτων τὰ δράγματα· ἡμεῖς δὲ τῆι τῶν ἁγίων πατέρων ἐμμενοῦμεν διδασκαλίαι. ὑπέταξα δὲ καὶ τὰς γεγενη‐ μένας ἀντιρρήσεις τῆιδέ μου τῆι ἐπιστολῆι, ἵνα ἀναγνοὺς δοκιμάσηις εἰ δυνατῶς τῶν αἱρετικῶν προβλημάτων τὴν λύσιν ἐποιησάμεθα. ἕκαστον δὲ τῶν ἀναθεματισμῶν καθ’ ἑαυτὸν τεθεικώς, προσήγαγον τὴν ἀντίρρησιν, ὅπως ἂν ῥαιδία τοῖς ἐντυγχάνουσιν ἡ κατα‐
20νόησις γένηται καὶ σαφὴς τῶν δογμάτων ὁ ἔλεγχος. Εἴ τις οὐχ ὁμολογεῖ θεὸν εἶναι κατὰ ἀλήθειαν τὸν Ἐμμανουὴλ καὶ διὰ τοῦτο θεοτόκον τὴν ἁγίαν παρθένον (γεγέννηκε γὰρ σαρκικῶς σάρκα γεγονότα τὸν ἐκ θεοῦ λόγον), ἀνά‐ θεμα ἔστω. Ἡμεῖς ὅσοι ταῖς εὐαγγελικαῖς ἀκολουθοῦμεν διδασκαλίαις, οὐ σάρκα φύσει γεγονέναι
25οὐδ’ εἰς σάρκα μεταβληθῆναι τὸν θεὸν λόγον φαμέν· ἄτρεπτον γὰρ τὸ θεῖον καὶ ἀναλλοίω‐

1,1,6

109

τον. δι’ ὃ καὶ Δαυὶδ ὁ προφήτης λέγει· σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν, ὅπερ Παῦλος ὁ μέγας τῆς ἀληθείας κῆρυξ εἰς τὸν υἱὸν εἰρῆσθαι ἐν τῆι πρὸς Ἑβραίους ἐδίδαξεν. καὶ ἑτέρωθι δὲ διὰ τοῦ προφήτου φησὶν ὁ θεός· ἐγὼ εἰμὶ ἐγὼ εἰμὶ καὶ οὐκ ἠλλοίωμαι. εἰ τοίνυν ἄτρεπτον τὸ θεῖον καὶ ἀναλλοίωτον, τροπῆς ἐστιν
5καὶ μεταβολῆς ἀνεπίδεκτον· εἰ δὲ ἀδύνατον τραπῆναι τὸ ἄτρεπτον, οὐκ ἐγένετο σὰρξ ὁ θεὸς λόγος τραπείς, ἀλλὰ ἀνέλαβε σάρκα καὶ ἐσκήνωσεν ἐν ἡμῖν κατὰ τὴν τῶν εὐαγγελίων φωνήν. καὶ τοῦτο σαφὲς ὁ θειότατος Παῦλος ποιῶν ἐν τῆι πρὸς Φιλιππησίους φησίν· τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῶι Ἰησο· ὃς ἐν μορφῆι θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῶι, ἀλλ’ ἑαυτὸν ἐκένωσεν
10μορφὴν δούλου λαβών. δῆλον τοίνυν ἐκ τῶν εἰρημένων ὡς ἡ τοῦ θεοῦ μορφὴ οὐκ ἐτράπη εἰς δούλου μορφήν, ἀλλὰ μένουσα ὃ ἦν, ἔλαβε τὴν τοῦ δούλου μορφήν. εἰ τοί‐ νυν οὐ γέγονε σὰρξ ὁ θεὸς λόγος, ἀλλὰ σάρκα ζῶσαν καὶ λογικὴν ἀνέλαβεν, οὐκ αὐτὸς φύσει ἐκ τῆς παρθένου γεγέννηται συλληφθεὶς καὶ διαπλασθεὶς καὶ μορφωθεὶς καὶ ἀρχὴν ἐκεῖθεν τοῦ εἶναι λαβὼν ὁ πρὸ τῶν αἰώνων ὑπάρχων καὶ θεὸς ὢν καὶ πρὸς τὸν θεὸν ὢν
15καὶ τῶι πατρὶ συνὼν καὶ μετὰ τοῦ πατρὸς γνωριζόμενός τε καὶ προσκυνούμενος, ἀλλ’ ἑαυτῶι ναὸν ἐν τῆι παρθενικῆι γαστρὶ διαπλάσας συνῆν τῶι πλασθέντι καὶ κυηθέντι καὶ μορφω‐ θέντι καὶ γεννηθέντι. οὗ χάριν καὶ τὴν ἁγίαν ἐκείνην παρθένον θεοτόκον προσαγο‐ ρεύομεν, οὐχ ὡς θεὸν φύσει γεννήσασαν, ἀλλ’ ὡς ἄνθρωπον τῶι διαπλάσαντι αὐτὸν ἡνω‐ μένον θεῶι. εἰ δὲ οὐκ ἄνθρωπος ὁ ἐν τῆι γαστρὶ τῆς παρθένου διαπλασθείς, ἀλλὰ θεὸς
20λόγος ὁ πρὸ αἰώνων, ποίημα ἄρα τοῦ πνεύματος ὁ θεὸς λόγος. τὸ γὰρ ἐν αὐτῆι φησὶ γεννηθὲν ὁ Γαβριήλ, ἐκ πνεύματός ἐστιν ἁγίου. εἰ δὲ ἄκτιστος ὁ μονο‐ γενὴς τοῦ θεοῦ λόγος καὶ τῶι πατρὶ ὁμοούσιός τε καὶ συναίδιος, οὔκ ἐστι πλάσμα ἢ κτίσμα τοῦ πνεύματος. εἰ δὲ οὐ τὸν θεὸν λόγον τὸ πνεῦμα τὸ ἅγιον ἐν τῆι γαστρὶ τῆς παρθέ‐ νου διέπλασεν, λείπεται νοεῖν τὴν τοῦ δούλου μορφὴν καὶ πλασθῆναι καὶ μορφωθῆναι καὶ
25κυηθῆναι καὶ γεννηθῆναι φύσει. ἐπειδὴ δὲ οὐ γυμνὴ ἦν τῆς τοῦ θεοῦ μορφῆς, ἀλλὰ ναὸς ἦν θεὸν ἔνοικον ἔχων κατὰ τὴν τοῦ Παύλου φωνήν (ἐν αὐτῶι γάρ φησιν εὐδό‐ κησεν πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι σωματικῶς), οὐκ ἀνθρωποτόκον, ἀλλὰ καὶ θεοτόκον τὴν παρθένον προσαγορεύομεν, τὴν μὲν τῆι διαπλάσει καὶ μορφώσει καὶ κυήσει, τὴν δὲ τῆι ἑνώσει τιθέντες προσηγορίαν. διὰ τοῦτο καὶ τὸ τεχθὲν βρέφος
30Ἐμμανουὴλ προσαγορεύεται, οὔτε θεὸς ἀνθρωπείας κεχωρισμένος φύσεως οὔτε ἄνθρωπος γε‐
γυμνωμένος θεότητος. τὸ γὰρ Ἐμμανουὴλ τὸ μεθ’ ἡμῶν ἑρμηνεύει εἶναι θεὸν κατὰ τὴν τῶν

1,1,6

110

εὐαγγελίων φωνήν· τὸ δὲ μεθ’ ἡμῶν ὁ θεὸς καὶ τὸν ἐξ ἡμῶν ὑπὲρ ἡμῶν ληφθέντα δηλοῖ καὶ τὸν ἀνειληφότα θεὸν λόγον κηρύττει. οὐκοῦν τὸ βρέφος Ἐμμανουὴλ διὰ τὸν ἀνειληφότα θεόν, καὶ θεοτόκος ἡ παρθένος διὰ τὴν πρὸς τὴν κυηθεῖσαν δούλου μορφὴν ἕνωσιν τῆς τοῦ θεοῦ μορφῆς· οὐ γὰρ εἰς σάρκα ὁ θεὸς λόγος ἐτράπη, ἀλλ’ ἡ τοῦ θεοῦ
5μορφὴ ἔλαβε τὴν τοῦ δούλου μορφήν. Κύριλλος τῶι εὐλαβεστάτωι καὶ ποθεινοτάτωι ἀδελφῶι καὶ συλλειτουργῶι Εὐοπτίωι ἐν κυρίωι χαίρειν. Ἐνέτυχον τοῖς παρὰ τῆς σῆς θεοσεβείας ἀρτίως ἐπεσταλμένοις τεθαύ‐ μακά τε τὴν διάθεσιν καὶ ἀγάπης τῆς ἐν Χριστῶι τὸ γνήσιον. χρῆναι δὲ ὑπολαμβάνω καὶ νῦν εἰπεῖν ὡς ἔστιν ἀληθὲς τὸ ἐν βιβλίωι Παροιμιῶν γεγραμμένον· ἀδελφὸς ὑπὸ
10ἀδελφοῦ βοηθούμενος ὡς πόλις ὀχυρ. καί μοι δοκεῖ τῆς ἀγάπης τὸ χρῆμα τοῦ παντὸς ἄξιον γενέσθαι λόγου παρὰ τῆι θεοπνεύστωι γραφῆι, καὶ μάλα εἰκότως· πλή‐ ρωσιν γὰρ ἔχει τοῦ νόμου καὶ προύχει τῶν ἄλλων ἀρετῶν καὶ ἐν πολλῶι κεῖται θαύματι παρὰ ταῖς τῶν ἁγίων ψυχαῖς. πληροῦσθαί γε μὴν αὐτὴν φαμὲν οὐκ ἐν ψιλαῖς τε καὶ μόναις ῥημάτων προφοραῖς, ἀλλὰ δι’ αὐτῶν τῶν πραγμάτων μαρτυρουμένην. ὥσπερ
15γὰρ αἱ πολυτελέσταται τῶν λίθων, ἃς καὶ Ἰνδικὰς εἶναί φασιν, οὐκ ἐξ ὧν ἄν τις ἐξηγοῖτο περὶ αὐτῶν, ἀλλ’ ἐξ ὧν εἰσίν, παρὰ τοῖς ὁρῶσιν θαυμάζονται, τὸν αὐτὸν οἶμαι τρόπον καὶ τὸ λαμπρὸν τῆς ἀγάπης ἐκφαίνεται κάλλος δι’ αὐτῶν τῶν κατορθωμάτων ἐφ’ ἅπασι τοῖς ἀρίστοις μαρτυρούμενον. ταύτην ἡ σὴ θεοσέβεια ποιεῖται περὶ πολλοῦ, τῆς τῶν ἁγίων φρενὸς ἰοῦσα κατ’ ἴχνος καὶ τὸ τῆς ἐκείνων εὐζωίας εἰς ἑαυτὴν ἀναματτομένη καύχημα.
20δέδεγμαι δὲ καὶ νῦν εἰς πληροφορίαν τῆς ἐνούσης διαθέσεως τῆι σῆι θεοσεβείαι τὸν δια‐ πεμφθέντα τόμον, ὃν συνθεῖναι λέγεται κατὰ τῶν ἀναθεματισμῶν Θεοδώρητος ὁ Κύρου καλεῖσθαι γὰρ οὕτω φασὶ τὸ πολίχνιον. ἐντυχὼν δὲ τοῖς ἐγκειμένοις, ἀνέθηκα τῶι θεῶι τὰς χαριστηρίους ὠιδάς, οὐ διαλέλοιπα δὲ κἀκεῖνο λέγων· κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δολίας. εὑρί‐
25σκω γὰρ ἐμαυτὸν συκοφαντούμενον πανταχοῦ καὶ ἐφ’ ἑκάστωι τῶν κεφαλαίων ὑπο‐ μένοντα τοῦτο. ἐννενοηκὼς δὲ ὅτι καίτοι, καθά φασι τῶν γνωρίμων τινές, οὐκ ἔξω
τριβῆς τῆς τό γε ἧκον εἰς λόγους ὑπάρχων ὁ ἀνήρ, συναγηγερκὼς δὲ τάχα καὶ τῶν ἱερῶν

1,1,6

111

γραμμάτων οὐ μετρίαν εἴδησιν, ἀπεκομίσθη τοσοῦτον τοῦ συνιέναι τῶν κεφαλαίων τὴν δύναμιν, ὥστε με λοιπὸν οἴεσθαί τε καὶ φρονεῖν ὅτι ταῖς τινων ἐπιθυμίαις τὸ δοκεῖν ἠγνοηκέναι χαρίζεται, ἵνα μὴ ἀκόμψως καὶ περιττῶς, εὐαφόρμως δὲ μᾶλλον ταῖς καθ’ ἡμῶν λοιδορίαις κεχρῆσθαι νομίζηται (καίτοι δυσχερὲς ἢ ἄναντες οὐδέν, ὥς γε οἶμαι, παντελῶς ἐν τοῖς
5παρ’ ἡμῶν εἰρημένοις ἐστὶν οὔτε μὴν δυσέφικτον ἔχει τὴν προσβολήν), ἐπειδὴ δὲ ἦν ἀναγκαῖον καίτοι γεγραφότας ἤδη περὶ τούτων ἡμᾶς ὀλίγα καὶ πρὸς αὐτὸν εἰπεῖν, ἵνα μή τις οἴηται σιωπᾶν ἑλέσθαι κατεγνωσμένους, ποιήσομαι τὴν ἀπολογίαν, βραχυλογήσας ὡς ἔνι. ἔδει μὲν οὖν αὐτὸν ταῖς θεοπνεύστοις ἐνησκημένον γραφαῖς, εἴπερ ἦν ὅλως σκοπὸς αὐτῶι τοὺς περὶ τῶν θείων ἡμῖν μυστηρίων ποιεῖσθαι λόγους, τῶν ἱερῶν γραμμάτων διαμεμνῆσθαι
10μόνων ἐξυφαίνειν τε οὕτως ἁγιοπρεπῶς τὴν ἀφήγησιν καὶ μὴ μύθους ἡμῖν ἀρχαίους καὶ ὀδωδότας παρακομίζειν εἰς μέσον. παρεικάζειν γὰρ ἀξιοῖ τοὺς ἐμοὺς λόγους τῶι μήλωι τῆς Ἔριδος, τάχα που πρὸς ἔνδειξιν τῆς ἐνούσης σοφίας αὐτῶι τὸ χρῆμα ποιούμενος. ὅθεν καὶ ἡμεῖς ἐν πλείστωι τε ὅσωι καὶ μεγάλωι θαύματι τὰ κατ’ αὐτὸν πεποιήμεθα· φαί‐ νεται γὰρ ἐκ πολλῆς ἄγαν ἐλλογιμότητος καὶ φιλομαθείας τὸ μῆλον τῆς Ἔριδος οὐκ ἠγνοη‐
15κὼς οὔτε μὴν τὸν Πριάμου Πάριν. πλὴν τὰ τοιάδε μεθέντες εἰς τὸ παρόν, ἀνθεξόμεθα μᾶλλον τοῦ προκειμένου σκοποῦ. Εἴ τις οὐχ ὁμολογεῖ θεὸν εἶναι κατὰ ἀλήθειαν τὸν Ἐμμανουὴλ καὶ διὰ τοῦτο θεοτόκον τὴν ἁγίαν παρθένον (γεγέννηκε γὰρ σαρκικῶς σάρκα γεγονότα τὸν ἐκ θεοῦ [θεὸν] λόγον, ἀνάθεμα ἔστω.
20Ἀπολογία κεφαλαίου α Πλείστην ὅσην πεποιήμεθα τὴν καταβοὴν τῶν ὁμολογεῖν οὐκ ἀνεχομένων θεὸν εἶναι κατὰ ἀλήθειαν τὸν Ἐμμανουὴλ καὶ μὴν ὅτι θεοτόκος ἐστὶν ἡ ἁγία παρθένος, ὅτι γεγέννηκε κατὰ σάρκα τὸν τοῦ θεοῦ λόγον, ὅτε γέγονε σάρξ, τουτέστιν ἄνθρωπος. ὁ δὲ τῶν οὕτως ὀρθῶς εἰρημένων κατήγορος, εἰ μὴ θεὸν οἶδεν κατὰ ἀλήθειαν ὄντα τὸν Ἐμμανουήλ,
25εἰ μὴ γεγέννηται κατὰ σάρκα ἐκ τῆς ἁγίας παρθένου σὰρξ γεγονὼς ὁ τοῦ θεοῦ λόγος κατὰ τὰς γραφάς, τί μὴ μᾶλλον ἔφασκεν ἐναργῶς· τί δρᾶις, ὦ γενναῖε; δεινάς τε καὶ παλιμφή‐ μους ἐρεύγηι φωνάς, τῶν τῆς ἀληθείας κατανεανιεύηι δογμάτων· οὔκ ἐστιν θεὸς κατὰ ἀλή‐ θειαν ὁ Ἐμμανουὴλ οὔτε μὴν θεοτόκος ἡ ἁγία παρθένος, ἵνα καὶ ἡμεῖς ταυτὶ βοῶντι καὶ
λέγοντι τὰ ἐκ τῆς θεοπνεύστου γραφῆς ἀντανιστάντες ἐμφρόνως καὶ τῆς ἀποστολικῆς τε

1,1,6

112

καὶ εὐαγγελικῆς πίστεως τὴν παράδοσιν καὶ τὴν τῶν πατέρων ὁμολογίαν τῶν κατὰ καιροὺς ἐν τῆι Νικαέων συνειλεγμένων ἀντεξάγοντες δυσωπήσωμεν, ὡς οὔτε ὀρθῶς οὔτε μὴν ἐν κόσμωι τοῖς παρ’ ἡμῶν εἰρημένοις ἐπιπλήττειν ἐπιχειρεῖ, μᾶλλον δὲ ἁπάσαις ἀναίδην ταῖς θείαις μάχεται γραφαῖς. ἀλλ’ ὁ σοφὸς καὶ ἀγχίνους ἐξηγητής, ἃ μὲν ἦν εἰκός τε καὶ
5ἀναγκαῖον εἰπεῖν, παρελάσας, πεφροντικὼς δὲ ὅλως τῶν τοιούτων οὐδενὸς ἐφ’ ἑτέραν ἵεται τρίβον. ἐτράπετο γὰρ εὐθὺς ἐπί γε τὸ δεῖν ἀποφαίνειν ὅτι τροπῆς ἀμείνων ἐστὶν ὁ τοῦ θεοῦ λόγος καὶ οὐκ εἰς φύσιν μετεποιήθη σαρκός, ὡς τοῦτο κρατύνοντος καὶ ἀληθὲς ἀποφαίνειν ἐθέλοντος τοῦ ἀναθεματισμοῦ. ἀκουέτω τοίνυν, ὑπαντᾶν οἷς ἀντιλέγει, κατ’ οὐδένα τρόπον εἰδώς· εἰκαιολογεῖς, ἄνθρωπε, καὶ μάχηι φρονήματι μεμισημένωι καὶ πρὸς
10ἡμῶν. ἴσμεν γὰρ ὅτι τροπῆς ἀποσκίασμα παθεῖν ἡ θεία τε καὶ ὑπερτάτη φύσις οὐκ ἀνέχεται οὔτε μὴν ὁ τοῦ θεοῦ λόγος τὸ εἶναι μεθεὶς τοῦθ’ ὅπερ ἐστίν, εἰς τὴν τῆς σαρκὸς μετακεχώρηκε φύσιν. ἐπειδὴ δέ φησιν παρὰ τῆς τοῦ θεοῦ μορφῆς ἀναληφθῆναι δούλου μορφήν, διδασκέτω παρελθὼν εἰ δίχα τῶν ὑποστάσεων μόναι καὶ καθ’ ἑαυτὰς αἱ μορφαὶ συνῆλθον ἀλλήλαις. ἀλλ’, οἶμαι, καταβαλεῖ καὶ αὐτὸς αὐτόθεν· οὐ γὰρ ὁμοιότητες ἁπλῶς
15ἀνυπόστατοι καὶ μορφαὶ συνέβησαν ἀλλήλαις καθ’ ἕνωσιν οἰκονομικήν, ἀλλὰ πραγμάτων αὐτῶν ἢ γοῦν ὑποστάσεων γέγονεν σύνοδος, ἵνα καὶ ὁ τῆς ἐνανθρωπήσεως λόγος ἀληθῶς γενέσθαι πιστεύηται. οὐκοῦν εἰ λέγοιμεν σάρκα γενέσθαι τὸν λόγον, οὐ σύγχυσιν, οὐ φυρμὸν ἢ τροπὴν ἢ ἀλλοίωσιν συμβῆναι περὶ αὐτὸν φαμέν, ἡνῶσθαι δὲ μᾶλλον ἀφράστως τε καὶ ἀπορρήτως ἁγίωι σώματι ψυχὴν ἔχοντι τὴν νοεράν. τὸ δὲ ἑνοῦσθαι λεγόμενον
20οὐ συγχεῖται πάντως, ἐν προσλήψει δὲ μᾶλλον ἑτέρου γίνεται. διαβεβαιούμεθα τοίνυν τὸν ἐκ θεοῦ πατρὸς λόγον ἐν προσλήψει γεγονότα τῆς ἁγίας τε καὶ ἐμψύχου σαρκὸς ἑνω‐ θέντα τε κατὰ ἀλήθειαν ἀσυγχύτως ἐκ μήτρας αὐτῆς προελθεῖν ἄνθρωπον, μεμενηκέναι δὲ καὶ οὕτω θεὸν ἀληθινόν· ταύτηι τοι καὶ θεοτόκος ἐστὶν ἡ ἁγία παρθένος. περιττὸν δὲ

1,1,6

113

οἶμαι τὸ δεῖν οἴεσθαι καὶ ἀνθρωποτόκον αὐτὴν εἰπεῖν. εἰ μὲν γὰρ ἦσάν τινες οἱ ἐκ πολλῆς ἄγαν φρενοβλαβείας λέγοντες τὴν τοῦ λόγου φύσιν πηγὴν ὥσπερ τινὰ καὶ τῆς ἰδίας ὑπάρξεως ἀρχὴν ἐσχηκέναι τὴν σάρκα, τάχα τις ἦν οὐκ ἀπὸ σκοποῦ καὶ ἀπόβλητος λόγος τοῖς ἐθέλουσιν ὀνομάζεσθαι δεῖν καὶ ἀνθρωποτόκον αὐτήν· ἐπειδὴ δὲ βδελυρὰ καὶ ἀπηχθη‐
5μένη παρὰ πᾶσίν ἐστιν ἡ τοιάδε δόξα, νοεῖται δὲ οὐχ ἑτέρως θεοτόκος ἡ ἁγία παρθένος, εἰ μὴ προεισδέξαιτό τις τὴν πίστιν τοῦ ὅτι γέγονεν σάρξ, τουτέστιν ἄνθρωπος ὁ ἐκ θεοῦ πατρὸς λόγος (οὐ γάρ που θεότητα γυμνήν, ὡς ἔφην, ἐκτέτοκεν ἡ παρθένος), τί τὸ τῆς ἐνστάσεως ὄφελος τῶν χρῆναι λεγόντων ὀνομάζεσθαι δεῖν καὶ ἀνθρωποτόκον αὐτήν; ἀλλ’ ὡς ἔοικεν, ἐξεύρηταί τι πικρὸν αὐτοῖς κατὰ Χριστοῦ τὸ σκαιώρημα· οὐ γὰρ ἀνέχονται
10φρονεῖν ἢ λέγειν αὐτὸν τὸν ἐκ θεοῦ καὶ πατρὸς προαιώνιον υἱὸν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς ἀσυγχύτως ἀτρέπτως ἐκ μήτρας ἑνωθῆναι σαρκὶ ψυχὴν ἐχούσηι τὴν λογικὴν οὕτω τε γενέσθαι καθ’ ἡμᾶς ἄνθρωπον, ἀλλ’ ὡς ἕνα τῶν ἁγίων ἔνοικον ἔχοντα θεὸν διακηρύττειν ἐπείγονται καὶ φρονεῖν ἀναπείθουσιν, οὐκ ἐννοοῦντες ὅτι καὶ ἐν ἡμῖν ἐστιν διὰ τοῦ πνεύ‐ ματος, ὡς ἐν ἁγίοις ναοῖς, ὁ τῶν ὅλων θεός. γέγραπται γὰρ ὅτι οὐκ οἴδατε ὅτι
15ναὸς θεοῦ ἐστὲ καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν; εἴ τις οὖν τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν, οἵτινες ἐστὲ ὑμεῖς. ἀλλ’ εἰ καὶ ὠνομάσμεθα ναοί, θεὸν ἔχοντες τὸν ἐνοικοῦντα διὰ τοῦ πνεύματος, ἀλλ’ ἕτερον ἴσμεν τοῦ κατὰ Χριστὸν μυστηρίου τὸν τρόπον. ἡνῶσθαι γὰρ τῶι θεῶι λόγωι κατὰ ἀλήθειαν τὴν σάρκα φαμέν, ψυχῆς δηλονότι τῆς λογικῆς ἐνούσης
20αὐτῆι. ἐπυθόμην δ’ ἂν ἡδέως αὐτοῦ· πότερα δὴ τὴν ἕνωσιν τοῦ λόγου πρὸς τὸ ἀνθρώ‐ πινον ἢ γοῦν τὴν πρὸς τὸ ἅγιον σῶμα ψυχωθὲν νοερῶς πεπρᾶχθαί φησιν κατὰ ἀλήθειαν ἢ τοῖς ἄλλοις ὁμοῦ καὶ αὐτὸς κατὰ συνάφειαν σχετικὴν δουλοπρεποῦς καὶ ἀνυποστάτου μορφῆς πρὸς ἀνυπόστατον καὶ θείαν μορφὴν ἢ καὶ καθ’ ἕτερον τρόπον, κατὰ μόνην τῆς υἱότητος τὴν ὁμωνυμίαν καὶ κατὰ τὴν ἰσότητα τῶν ἀξιωμάτων; εἴπερ τις ὅλως συναφείας
25οὑτοσὶ νοεῖται τρόπος. ἀλλὰ γάρ, ὡς ἔοικεν, παρενοχλῶ μάτην, πεποίημαι δὲ περιττῶς τὴν πεῦσιν, ἔχων αὐτοῦ φωνὰς καὶ σαφῆ τὴν ὁμολογίαν. ἐν γάρτοι τῶι πρώτωι κεφα‐ λαίωι φησὶν αὐταῖς λέξεσιν ὧδε Διὰ τοῦτο τὸ τεχθὲν βρέφος Ἐμμανουὴλ προσαγορεύεται, οὔτε θεὸς ἀνθρωπείας κεχωρισμένος φύσεως οὔτε ἄνθρωπος γεγυμνωμένος θεότητος.
30 Ἔδει μὲν οὖν αὐτὸν ἀκριβῆ καὶ τετορνευμένην τὴν περί γε τούτων ἀφήγησιν ποιεῖ‐ σθαι φιλεῖν, πλὴν ἐκεῖνο τέως ἐπισημήνασθαι χρή· ἰδοὺ γὰρ ἐνθάδε καὶ μάλα σαφῶς

1,1,6

114

διερμηνεύων αὐτὸς τὴν ἕνωσιν φύσεως ἀνθρωπίνης οὐ κεχωρίσθαι φησὶν τὸν θεόν, προσ‐ ομολογεῖ δὲ ὅτι καὶ ἕνα καθ’ ἕνωσιν οἶδεν ὄντα Χριστόν, τὸν αὐτὸν δηλονότι θεόν τε ὁμοῦ καὶ ἄνθρωπον. εἶτα πῶς οὐκ ἐρυθριᾶι τοῖς παρ’ ἡμῶν γεγονόσιν ἐπιπλήττων λόγοις;
5Κυρίλλου κεφάλαιον β Εἴ τις οὐχ ὁμολογεῖ σαρκὶ καθ’ ὑπόστασιν ἡνῶσθαι τὸν ἐκ θεοῦ πατρὸς λόγον ἕνα τε εἶναι Χριστὸν μετὰ τῆς ἰδίας σαρκός, τὸν αὐτὸν δηλονότι θεόν τε ὁμοῦ καὶ ἄνθρωπον, ἀνάθεμα ἔστω. Θεοδωρήτου
10 Ἕνα μὲν Χριστὸν ὁμολογοῦμεν ταῖς θείαις τῶν ἀποστόλων διδασκαλίαις πειθόμενοι καὶ τὸν αὐτὸν διὰ τὴν ἕνωσιν θεόν τε καὶ ἄνθρωπον ὀνομάζομεν· τὴν δὲ καθ’ ὑπόστασιν ἕνωσιν παντάπασιν ἀγνοοῦμεν ὡς ξένην καὶ ἀλλόφυλον τῶν θείων γραφῶν καὶ τῶν ταύτας ἑρμηνευκότων πατέρων. εἰ δὲ τοῦτο βούλεται λέγειν διὰ τῆς καθ’ ὑπόστασιν ἑνώσεως ὁ ταῦτα γεννήσας ὡς κρᾶσις σαρκὸς καὶ θεότητος γέγονεν, ἀντεροῦμεν σὺν πάσηι προθυ‐
15μίαι καὶ τὴν βλασφημίαν ἐλέγξομεν. ἀνάγκη γὰρ τῆι κράσει ἀκολουθῆσαι τὴν σύγχυσιν· εἰσιοῦσα δὲ ἡ σύγχυσις ἀφαιρεῖται τὴν ἑκάστης φύσεως ἰδιότητα. τὰ γὰρ κεραννύμενα οὐ μένει ἃ πρότερον ἦν· τοῦτο δὲ ἐπὶ τοῦ θεοῦ λόγου καὶ τοῦ ἐκ σπέρματος Δαυὶδ λέγειν τῶν ἀτοπωτάτων ἂν εἴη. χρὴ δὲ πείθεσθαι τῶι κυρίωι δεικνύντι τὰς δύο φύσεις καὶ λέγοντι τοῖς Ἰουδαίοις· λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ
20αὐτόν. εἰ δὲ κρᾶσις ἐγεγόνει, οὔτε ὁ θεὸς μεμενήκει θεὸς οὔτε ὁ ναὸς ἐγνωρίζετο ναός, ἀλλὰ καὶ ὁ ναὸς φύσει θεὸς καὶ ὁ θεὸς ναός (τοῦτο γὰρ ὁ τῆς κράσεως βούλεται λόγος) καὶ περιττῶς ὁ κύριος εἶπεν τοῖς Ἰουδαίοις λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. ἐχρῆν γὰρ φάναι· λύσατέ με καὶ ἐν τρισὶν ἡμέ‐ ραις ἐγερθήσομαι, εἴπερ ἀληθῶς κρᾶσίς τις ἐγεγόνει καὶ σύγχυσις. νῦν δὲ δείκνυσι τὸν

1,1,6

115

λυόμενον ναὸν καὶ τὸν ἀνιστῶντα θεόν. περιττὴ τοίνυν ἡ καθ’ ὑπόστασιν ἕνωσις, ἣν ἀντὶ κράσεως ἡμῖν, ὡς οἶμαι, προβάλλεται· ἀρκεῖ δὲ λέγειν τὴν ἕνωσιν, ἥτις καὶ τὰς τῶν φύσεων ἰδιότητας δείκνυσιν καὶ τὸν ἕνα προσκυνεῖν διδάσκει Χριστόν. Τοῦ ἁγίου Κυρίλλου ἀπολογία κεφαλαίου β
5 Ἰδοὺ δὴ πάλιν ὁ γεννάδας οὑτοσὶ πρόφασιν τῆς καθ’ ἡμῶν ἀθυροστομίας τὸ παρα‐ τυχὸν ποιεῖσθαι σπουδάζων διασύρει τὴν λέξιν, τὴν καθ’ ὑπόστασιν λέγω, καθορίζει δὲ τὸ ἀσύνηθες αὐτῆς καὶ δὴ καὶ ξένως αὐτὴν πεποιῆσθαι διισχυρίζεται, οὐκ ἐννοήσας ὅτι ταῖς τῶν ἀνοσίων αἱρεσιωτῶν εὑρεσιλογίαις ἡ τῶν λέξεων δύναμις τὸ ἀληθὲς ἀντεξάγουσα πα‐ ραλύειν ἐπιχειρεῖ τὸ ἀντιτετάχθαι δοκοῦν. Νεστορίου τοιγαροῦν ἀναιροῦντος πανταχοῦ
10τοῦ θεοῦ λόγου τὴν κατὰ σάρκα γέννησιν καὶ μόνων ἡμῖν ἀξιωμάτων ἑνότητα παρεισκρί‐ νοντος ἄνθρωπόν τε θεῶι συνῆφθαι λέγοντος τῆι τῆς υἱότητος ὁμωνυμίαι τετιμημένον, ἀναγκαίως ἡμεῖς τοῖς ἐκείνου μαχόμενοι τὴν καθ’ ὑπόστασιν ἕνωσιν γενέσθαι φαμέν, τοῦ καθ’ ὑπόστασιν οὐδὲν ἕτερον ὑποφαίνοντος πλὴν ὅτι μόνον ἡ τοῦ λόγου φύσις ἢ γοῦν ὑπόστασις, ὅ ἐστιν αὐτὸς ὁ λόγος, ἀνθρωπείαι φύσει κατὰ ἀλήθειαν ἑνωθεὶς τροπῆς τινος
15δίχα καὶ συγχύσεως, καθὰ πλειστάκις εἰρήκαμεν, εἷς νοεῖται καὶ ἔστιν Χριστός, ὁ αὐτὸς θεὸς καὶ ἄνθρωπος. τοῦτο δέ, ὥς γε οἶμαι, καὶ αὐτῶι Θεοδωρήτωι δοκεῖ, φύσεως ἀνθρωπίνης οὐ κεχωρίσθαι λέγοντι τὸν θεὸν οὔτε μὴν θεότητος δίχα νοεῖσθαι τὸ ἀνθρώ‐ πινον. οὐκοῦν οὔτε δίχα τῶν ὑποστάσεων δούλου τε καὶ θεοῦ μορφὴν ἡνῶσθαι φαμὲν οὔτε μὴν κοινὸν ἄνθρωπον ἰσότητι μόνηι τῶν ἀξιωμάτων τετιμημένον σχετικῶς συνῆφθαι
20τῶι λόγωι διοριζόμεθα, ἀλλ’ αὐτόν, ὡς ἔφην, τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ γεγονότα κατὰ ἀλήθειαν ἐν προσλήψει τῆς ἑνωθείσης αὐτῶι σαρκὸς ψυχὴν ἐχούσης τὴν λογικὴν ἄνθρωπον γενέσθαι μετὰ τοῦ μεῖναι καὶ θεόν. ἀλλ’ ὁ δεινὸς εἰς λόγους καὶ πικρὸς εἰς θεωρίας κράσεως εἶναι σημαντικὴν τὴν λέξιν ὁρίζεται καὶ λέγειν ἀποτολμᾶι καὶ τὰ ἐκ τοῦ

1,1,6

116

συγκεκρᾶσθαι τὰς φύσεις παρακομίζει βλάβη, ὡς ἡμῶν ἠγνοηκότων. ἢ τάχα που πε‐ ριαυτίζεται καὶ φιλοκομπεῖ, οἴεται δὲ ἴσως ἕτερον οὐδένα μακρηγορεῖν δύνασθαι, τὸ παρ’ οὐδενὸς εἰρημένον ὡς ἀληθὲς δεχόμενος, ἵνα τις εἶναι δοκῆι παρά γε τοῖς οὐκ εἰδόσιν δια‐ κρίνειν ὀρθῶς τίς μὲν εἰκαιομυθεῖ καὶ ψεύδεται, τίς δὲ κατ’ εὐθὺ τῆς ἀληθείας ἔρχεται
5σοφῶν τε καὶ ἀναγκαίων ἅπτεται λόγων. ὤιμην μὲν οὖν ἐν ἀρχαῖς, ὁμολογῶ, τῶν κεφαλαίων τὴν δύναμιν οὐκ ἀγνοῆσαι μὲν αὐτόν, ὑποπλάττεσθαι δέ, ὡς ἔφην, τὸ δοκεῖν ἠγνοηκέναι καὶ τοῦτο χαρίζεσθαι τισίν· ἠγνοηκότα γε μὴν αὐτὸν κατὰ ἀλήθειαν εὑρίσκω λοιπόν. Κυρίλλου
10 Εἴ τις ἐπὶ τοῦ ἑνὸς Χριστοῦ διαιρεῖ τὰς ὑποστάσεις μετὰ τὴν ἕνωσιν, μόνηι συ‐ νάπτων αὐτὰς συναφείαι τῆι κατὰ τὴν ἀξίαν ἢ γοῦν αὐθεντίαν ἢ δυναστείαν καὶ οὐχὶ δὴ μᾶλλον συνόδωι τῆι καθ’ ἕνωσιν φυσικήν, ἀνάθεμα ἔστω. Θεοδωρήτου ἀνατροπή Σκοτεινὴ μὲν καὶ ζοφώδης τῶν εἰρημένων ἡ ἔννοια, δήλη δὲ αὐτῶν τοῖς εὐσεβέσιν
15ἡ ἄνοια. τίνι γὰρ οὐκ εὔδηλον ὡς συνάφεια καὶ σύνοδος οὐδὲν διαφέρουσιν; ἥ τε γὰρ σύνοδος τῶν κεχωρισμένων ἐστὶν σύνοδος ἥ τε συνάφεια τῶν διηιρημένων συνάφεια· ὁ δὲ σοφώτατος τῶν λόγων τούτων πατὴρ ὡς ἐναντία τὰ σύμφωνα τέθεικεν. οὐ χρὴ γάρ φησιν, συνάπτειν τὰς ὑποστάσεις συναφείαι, ἀλλὰ συνόδωι, καὶ συνόδωι φυσικῆι, ἢ ἀγνοῶν ἴσως ὃ λέγει, ἢ ἐν γνώσει βλασφημῶν. ἡ γὰρ φύσις ἀναγκαστικόν τί ἐστιν
20καὶ ἀβούλητον χρῆμα, οἷόν τι λέγω, φυσικῶς πεινῶμεν, οὐ γνώμηι τοῦτο πάσχοντες, ἀλλὰ ἀνάγκηι. ἦ γὰρ ἂν οἱ πτωχείαι συζῶντες τοῦ προσαιτεῖν ἀπηλλάγησαν, τοῦ μὴ πεινῆν

1,1,6

117

τὴν ἐξουσίαν ἐν τῆι βουλήσει κεκτημένοι. φυσικῶς διψῶμεν, φυσικῶς καθεύδομεν, φυ‐ σικῶς ἀναπνέομεν τὸν ἀέρα· πάντα δὲ ταῦτα τῶν ἀβουλήτων, ὡς ἔφην. ὁ γὰρ μηδὲν τούτων καταδεχόμενος ἀνάγκηι τὸ τῆς ζωῆς ὑποδέχεται τέλος. εἰ τοίνυν φυσικὴ γέγονεν τῆς τοῦ θεοῦ μορφῆς καὶ τῆς τοῦ δούλου μορφῆς ἡ ἕνωσις, ὑπ’ ἀνάγκης τινὸς βιαζόμενος,
5ἀλλ’ οὐ φιλανθρωπίαι κεχρημένος ὁ θεὸς λόγος συνήφθη τῆι τοῦ δούλου μορφῆι, καὶ εὑρε‐ θήσεται ὁ τοῦ παντὸς νομοθέτης ἀναγκαστικοῖς νόμοις ἀκολουθῶν. ἀλλ’ οὐ ταῦτα ἡμᾶς ὁ μακάριος ἐδίδαξεν Παῦλος, τοὐναντίον δὲ ὅτι ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών· τὸ δὲ ἑαυτὸν ἐκένωσεν τὸ ἐθελούσιον δείκνυσιν. εἰ τοίνυν γνώμηι καὶ βουλήσει τῆι ἐξ ἡμῶν ἀναληφθείσηι ἡνώθη φύσει, περιττὴ τῆς φυσικῆς λέξεως ἡ προσθήκη.
10ἀρκεῖ γὰρ ὁμολογῆσαι τὴν ἕνωσιν, ἕνωσις δὲ ἐπὶ τῶν διηιρημένων λαμβάνεται· διαιρέσεως γὰρ οὐκ οὔσης, οὐκ ἄν ποτε ἕνωσις νοηθείη. ὁ τοίνυν τὴν ἕνωσιν λαμβάνων προσ‐ λαμβάνει τὴν διαίρεσιν. πῶς τοίνυν φησὶν μὴ δεῖν τὰς ὑποστάσεις διαιρεῖν εἴτ’ οὖν φύσεις; καὶ ταῦτα εἰδὼς ὡς τελεία μὲν ἡ τοῦ θεοῦ λόγου ὑπόστασις πρὸ τῶν αἰώνων ὑπῆρχεν, τελεία δὲ ὑπ’ ἐκείνης ἐλήφθη ἡ τοῦ δούλου μορφή, δι’ ὃ καὶ ὑποστάσεις εἶπεν,
15ἀλλ’ οὐχ ὑπόστασιν. εἰ τοίνυν ἑκατέρα φύσις τὸ τέλειον ἔχει, εἰς ταυτὸν δὲ συνῆλθον ἀμφότεραι, τῆς τοῦ θεοῦ μορφῆς δηλονότι λαβούσης τὴν τοῦ δούλου μορφήν, ἓν μὲν πρό‐ σωπον καὶ ἕνα υἱὸν καὶ Χριστὸν ὡσαύτως ὁμολογεῖν εὐσεβές, δύο δὲ τὰς ἑνωθείσας ὑπο‐ στάσεις εἴτ’ οὖν φύσεις λέγειν οὐκ ἄτοπον, ἀλλὰ καὶ λίαν ἀκόλουθον. εἰ γὰρ ἐπὶ τοῦ ἑνὸς ἀνθρώπου διαιροῦμεν τὰς φύσεις καὶ καλοῦμεν τὴν μὲν θνητὴν σῶμα, τὴν δὲ ἀθάνα‐
20τον ψυχήν, ἑκατέραν δὲ ἄνθρωπον, πολλῶι μᾶλλον τοῦ ἀνειληφότος θεοῦ καὶ ἀναληφθέντος ἀνθρώπου τὰς τῶν φύσεων ἰδιότητας γνωρίζειν εὔλογον. εὑρίσκομεν δὲ καὶ τὸν μακά‐ ριον Παῦλον τὸν ἕνα ἄνθρωπον εἰς δύο ἀνθρώπους διαιροῦντα καὶ ποτὲ μὲν λέγοντα ὅσον ὁ ἔξω ἄνθρωπος διαφθείρεται, τοσοῦτον ὁ ἔσωθεν ἀνακαινοῦται, ποτὲ δὲ συνήδομαι τῶι νόμωι τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον καὶ αὖθις
25εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν Χριστόν. εἰ δὲ τὴν φυσικὴν συνά‐ φειαν τῶν ὁμοχρόνων φύσεων ὁ ἀπόστολος διαιρεῖ, πῶς ἀσεβείας γράφεται τοὺς τὰ ἴδια

1,1,6

118

τῶν φύσεων διαιροῦντας τοῦ προαιωνίου θεοῦ καὶ τοῦ ἐπ’ ἐσχάτου τῶν ἡμερῶν ἀνα‐ ληφθέντος ἀνθρώπου ὁ τὴν κρᾶσιν ἡμᾶς δι’ ἑτέρων ὀνομάτων διδάσκων; Ἀπολογία κεφαλαίου γ Ἄθρει δὴ ὅπως ὁ πάνσοφος οὑτοσὶ πρῶτον μὲν τὸ ἀσυμφανὲς τῶν εἰρημένων κατα‐
5ψεύδεται, ἀφεγγῆ δὲ καὶ σκοτεινὴν τὴν διάνοιαν ἔχων αὐτὸς σκοτεινὸν εἶναί φησι τὸν οὕτω διαφανῆ καὶ τοῖς εὖ φρονεῖν ἐθέλουσι γνωριμώτατον λόγον. ὠιήθη δὲ ὅτι σύνο‐ δον λέγεσθαι καὶ οὐχὶ δὴ μᾶλλον συνάφειαν ὀνομάζεσθαι δεῖν ὁ πρὸς ἡμῶν γεγονὼς διισχυ‐ ρίζεται λόγος, εἶτα τῆς ἐνούσης εὐτεχνίας αὐτῶι ποιούμενος τὴν ἐπίδειξιν μίαν ἡμῖν ἀπο‐ φαίνει τὴν ἐκ τῶν σημαινομένων δύναμιν, κἂν εἴτε συνάφειαν εἴτ’ οὖν σύνοδον πεπρᾶχθαί
10τις λέγοι. ἐγὼ δὲ κἀν τούτωι θαυμάσας ἔχω τῆς οὕτως ἰσχνῆς εὐβουλίας αὐτόν· ἔγνω γάρ, ὡς ἔοικε, μόνος τὸ μηδενί ποτε τάχα τῶν ὄντων ἀγνοηθέν, πεπατημένον δὲ οὕτως, ὡς καὶ αὐτοῖς εἶναι καταφανὲς τοῖς εἰς ἅπαν ἠμοιρηκόσι καὶ σοφίας κοσμικῆς καὶ λόγων τριβῆς καὶ τῆς ἐκ παρακουσμάτων μετρίας τε καὶ οὐκ ἀκριβοῦς ἐπιστήμης. τεθαυμακὼς τοίνυν τῆς εὐμαθίας αὐτὸν ἐκεῖνο φημί· βραχὺ διαγρηγορήσας καθάπερ ἐξ ὕπνου καὶ μέθης,
15ὁ τὸ πλατὺ καθ’ ἡμῶν διευρύνων στόμα, ἄθρει λεπτῶς τὸ μυστήριον. τὴν ἐπὶ Χριστῶι λεγομένην ἕνωσιν συκοφαντοῦσι τινὲς παρατρέποντες εἰς τὸ ἀκαλλὲς καὶ εἰς τὸ δοκοῦν αὐτοῖς παρά γε τὸν σκοπὸν τῶν ἱερῶν γραμμάτων. φασὶ γὰρ δὴ διηιρῆσθαι μὲν εἰς ἅπαν ἀλλήλων καὶ ὁλοτρόπως ἀποφοιτᾶν τὰς φύσεις ἰδίαι τε εἶναι καὶ ἀνὰ μέρος ἑκατέραν· ἄνθρωπον δὲ οὕτω συνῆφθαι θεῶι σχετικῶς διατείνονται κατὰ μόνην τὴν ἀξίαν ἢ γοῦν
20αὐθεντίαν καὶ κατὰ τὴν τῆς υἱότητος ὁμωνυμίαν. ταύτην ἀναιρεῖ τὴν δόξαν ὁ ἀναθεμα‐ τισμὸς καὶ ταῖς οὕτω βδελυρωτάταις κενοφωνίαις ἀντανίσταται διαβεβαιοῦται γὰρ ἑνω‐ θέντα κατὰ φύσιν, τουτέστιν οὐ σχετικῶς, ἀλλὰ κατὰ ἀλήθειαν τῆι ἁγίαι σαρκὶ τὸν λόγον ψυχὴν ἐχούσηι τὴν νοερὰν κατὰ μηδένα τρόπον διατέμνεσθαι δεῖν, ἵνα μὴ δύο νοῶμεν υἱούς, μερίζοντες τὸν ἀμέριστον. ὃ δὲ οὐ συνιεὶς ὅ τι ποτέ ἐστιν ἕνωσις φυσική, του‐
25τέστιν ἀληθής, οὐ συγχέουσα τὰς φύσεις οὔτε μὴν ἀνακιρνῶσα πρός γε τὸ δεῖν ἑκατέραν ἑτεροίως ἔχειν ἢ ὅπερ ἐστίν, μειρακιῶδές τι καὶ ψυχρὸν δέχεται πρὸς ἀπόδειξιν ὧν εὖ ἔχειν ὑπείληφεν, καὶ δὴ καί φησιν· εἰ φυσικὴ γέγονεν ἡ ἕνωσις, οὐχ ἑκούσιος ἡ κένωσις τοῦ λόγου, ἀλλ’ οἷον ἐξ ἀνάγκης καὶ βίας· ἀναγκαστικὴ γὰρ ἡ φύσις. καὶ πρός γε δὴ

1,1,6

119

τοῦτο φαίη τις ἂν αὐτῶι· πεῖνά τε καὶ δίψα καὶ τὰ λοιπά, καθάπερ ἔφης αὐτός, σαρκὸς ἂν εἶεν ἀρρωστήματα φυσικὰ καὶ ἐν ἡμῖν αὐτοῖς τὴν κίνησιν ἔχει, ὅτι καὶ τυραννουμένην τοῖς πάθεσιν τὴν φύσιν κεκτήμεθα· ἡ δέ γε θεία τε καὶ ἀπόρρητος τοῦ λόγου φύσις πά‐ θους καὶ ἀνάγκης ἀνεπίδεκτος οὖσα παντελῶς οὐ βεβίασται πρός τινος οὔτε μὴν ἐξ ἑαυτῆς
5πρός γε τὸ δεῖν ἀβουλήτως γενέσθαι σὰρξ ἢ γοῦν τὸ ἀνθρώπινον οἰκειώσασθαι μέτρον ἐπιλαβέσθαι τε σπέρματος Ἁβραάμ. Ὅτι δὲ ἀκατάσκεπτος κομιδῆι γέγονεν ὁ λόγος αὐτῶι, χαλεπὸν οὐδὲν τοῖς ἐθέλουσιν ἰδεῖν. ἔφη γὰρ ὅτι πάντηι τε καὶ πάντως τὰ κατὰ φύσιν τοῖς τῆς ἀνάγκης ὑποκείσεται νόμοις, καὶ παρεκόμισεν εἰς ἀπόδειξιν τὸ ἀβουλήτως ἡμᾶς πεῖνάν τε καὶ δίψαν εἰσδέχεσθαι,
10καλούσης εἰς τοῦτο τῆς φύσεως, κἂν εἰ μὴ βούλοιτό τις. ἀλλ’ ἦν ἀνδρὸς εὐμαθοῦς καὶ ἠκονημένον ἔχοντος εἰς ταῦτα τὸν νοῦν καὶ τὰ ἕτερα τῶν πραγμάτων ἰδεῖν, ἃ καὶ λόγου πλείονος ἀξιοῖτ’ ἂν εἰκότως. ἦ γὰρ οὐκ ἀληθὲς ὅτι λογικός ἐστι κατὰ φύσιν ὁ ἄνθρω‐ πος; ἆρ’ οὖν ἀβουλήτως καὶ ἠναγκασμένως ἐστὶ λογικός; τί δέ; εἰπέ μοι, καὶ ὁ τῶν ὅλων θεὸς οὐ κατὰ φύσιν ἐστὶ θεός; οὐ κατὰ φύσιν ἅγιος δίκαιος ἀγαθὸς ζωὴ φῶς
15σοφία καὶ δύναμις; ἆρ’ οὖν καὶ αὐτὸς ἀβουλήτως καὶ ὡς ἐξ ἀνάγκης ἐστὶν ἅ ἐστιν; ἀλλ’ οἶμαι τὸ οὕτως ἑλέσθαι φρονεῖν τῆς εἰς λῆξιν ἡκούσης ἐμβροντησίας οὐκ ἀσυμφανὴς ἔλεγχος εἴη ἄν. τί τοίνυν ἡμῖν ὡς ἄμαχόν τι καὶ δυσκαταγώνιστον ἐπιτείχισμα ποιεῖται τὸ ψεῦδος καὶ τῶν οὕτω σαθρῶν ἅπτεται προβλημάτων; καὶ φυσικὴν ἀκούων γενέσθαι τὴν ἕνωσιν, τουτέστιν ἀληθῆ, καὶ τροπῆς ἐλευθέραν καὶ ἀσύγχυτον παντελῶς τῶν ὑποστά‐
20σεων σύνοδον, περιτρέπειν πειρᾶται τῶν εἰρημένων τὴν δύναμιν εἰς τὸ μὴ ὀρθῶς πεποιῆ‐ σθαι δοκεῖν καὶ καθ’ ὁμοιότητα τὴν πρὸς ἡμᾶς οὐ δέδιεν ὁ θρασὺς ἀφύκτοις ἀνάγκαις τὴν τοῦ λόγου φύσιν ὑποτιθείς. κεκένωκεν ἑαυτὸν οὐκ ἀβουλήτως, ἀλλ’ ἐθελοντὴς ὁ μονο‐ γενὴς γέγονεν ἄνθρωπος καὶ οὐχ ὡς σὺ φής, ἀνέλαβεν ἄνθρωπον, σχετικὴν αὐτῶι δωρού‐ μενος τὴν συνάφειαν καὶ τῆι τῆς υἱότητος χάριτι στεφανῶν καθάπερ ἡμᾶς. ὥστε κἂν

1,1,6

120

νοῶμεν ἡνῶσθαι τὰς ὑποστάσεις ἐνανθρωπῆσαί τε καὶ σαρκωθῆναι τὸν λόγον καὶ δοκῆι πως κατὰ τοῦτο φυσικὴ λέγεσθαι παρ’ ἡμῶν ἡ ἕνωσις, τὴν οὐκ ἀληθῆ τε καὶ σχετικὴν ἐκβάλλουσα (ἣν ἡμεῖς ἐσχήκαμεν διὰ πίστεως καὶ ἁγιασμοῦ, ὅτι καὶ θείας φύσεως γεγό‐ ναμεν κοινωνοὶ καί, καθά φησιν ὁ Παῦλος, ὁ κολλώμενος τῶι κυρίωι ἓν πνεῦμά
5ἐστιν), ἀλλ’ οὐχ ὑποτίθησιν ἀνάγκαις καὶ πλεονεξίαις φυσικαῖς τὸν ἀπαθῆ καὶ ἐλεύθερον τοῦ θεοῦ λόγον. τὸ δέ γε μὴ θέλειν μετὰ τὴν ἕνωσιν διαιρεῖσθαι δίχα τὰ ἡνωμένα καὶ ἀλλήλων ἀποφοιτᾶν, εἴη ἄν, ὥς γέ μοι φαίνεται, παντελῶς ἀνυπαίτιον καὶ μώμου μακράν, μάλισθ’ ὅτι καὶ αὐτὸς ὁ χρηστὸς οὑτοσὶ Θεοδώρητος τὸν ἕνα καθ’ ἡμᾶς νοούμενον ἄνθρω‐ πον εἰς παράδειγμα λαβὼν οὐκ ἐᾶι τέμνεσθαι δίχα, καίτοι τῆς ἐπ’ αὐτῶι θεωρίας οὐκ
10ἀπαράδεκτον ἐχούσης τὴν οἱονεὶ τομὴν καὶ διαίρεσιν, τό γε ἧκον εἰς τὸ εἰδέναι φημὶ ὡς ἕτερον μέν τι κατὰ φύσιν ἐστὶν ἡ ψυχή, ἕτερον δὲ κατ’ ἰδίαν φύσιν ἡ σάρξ. οὐκοῦν κατά γε τὸν ἴσον λόγον πολυπραγμονοῦντες τὴν ἕνωσιν, ἥπερ ἂν ἐπὶ Χριστῶι πεπρᾶχθαι νοοῖτο, τῆι μὲν θεωρίαι θεότητός τε καὶ ἀνθρωπότητος σύνοδον ἀληθῆ καθ’ ἕνωσιν γενέσθαι φαμέν, οὐκ ἠγνοηκότες ὅτι ἕτερος μὲν παρὰ τὴν σάρκα κατὰ φύσιν ἐστὶν ὁ ἐκ θεοῦ λόγος,
15ἑτέρα δὲ αὖ κατ’ ἰδίαν φύσιν παρ’ αὐτὸν ἡ σάρξ. ἑνωθέντα δὲ ἅπαξ διατέμνειν οὐκ ἀσφαλὲς οὔτε μὴν εἰς υἱοὺς καταμερίζειν δύο τὸν ἕνα Χριστὸν καὶ υἱὸν καὶ κύριον ἐφίησί τισιν ὁ τῆς ὀρθότητος λόγος, παιδαγωγούσης ἡμᾶς εἰς τοῦτο τῆς ἁγίας καὶ θεοπνεύστου γραφῆς. ἀλλὰ γὰρ τῶν μὲν τῆς ἀληθείας δογμάτων ὀλίγος αὐτῶι παντελῶς ὁ λόγος καὶ τὸ εἰδέναι μέν τι τῶν ἀναγκαίων εἰς ὄνησιν οὐ μετρίως ἀποσπουδάζεται καθάπερ τι
20τῶν ἀδικεῖν πεφυκότων, ἐπισεμνύνεται δὲ κατὰ τὸ εἰκὸς τῶι ψεύδει, καὶ τὸ εἰδέναι συκο‐ φαντεῖν εὖ μάλα κατωρθωκὼς ἀκουέτω πρὸς ἡμῶν· τί ἐγκαυχᾶι ἐν κακίαι ὁ δυνα‐ τὸς ἀνομίαν; ὅλην τὴν ἡμέραν ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου. Τοῦ ἁγίου Κυρίλλου ἀναθεματισμὸς δ Εἴ τις προσώποις δυσὶν ἢ γοῦν ὑποστάσεσιν τάς τε ἐν τοῖς εὐαγγελικοῖς καὶ ἀποστο‐
25λικοῖς συγγράμμασι διανέμει φωνὰς ἢ ἐπὶ Χριστῶι παρὰ τῶν ἁγίων λεγομένας ἢ παρ’ αὐτοῦ περὶ ἑαυτοῦ καὶ τὰς μὲν ὡς ἀνθρώπωι παρὰ τὸν ἐκ θεοῦ λόγον ἰδικῶς νοουμένωι προσάπτει, τὰς δὲ ὡς θεοπρεπεῖς μόνωι τῶι ἐκ θεοῦ λόγωι, ἀνάθεμα ἔστω.

1,1,6

121

Θεοδωρήτου ἀνατροπή Συγγενῆ καὶ ταῦτα τοῖς ἤδη λεχθεῖσι· βούλεται γάρ, ὡς κράσεως γεγενημένης, μη‐ δεμίαν εἶναι λόγων διαφορὰν τῶν ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἢ τοῖς ἀποστολικοῖς συγγράμ‐ μασιν εἰρημένων, καὶ ταῦτα πολεμεῖν ἴσως Ἀρείωι καὶ Εὐνομίωι καὶ τοῖς λοιποῖς αἱρε‐
5σιάρχαις σεμνυνόμενος. εἰπάτω τοίνυν ὁ τῶν θείων δογμάτων διδάσκαλος ἀκριβὴς πῶς ἂν διελέγξειεν τὴν τῶν αἱρετικῶν βλασφημίαν, τὰ ταπεινῶς καὶ ἁρμοδίως παρὰ τῆς τοῦ δούλου μορφῆς εἰρημένα τῶι θεῶι λόγωι προσάπτων. ἐκεῖνοι γὰρ τοῦτο ποιοῦντες ἐλάττονα καὶ κτίσμα καὶ ποίημα καὶ δοῦλον καὶ ἐξ οὐκ ὄντων τὸν υἱὸν τοῦ θεοῦ εἶναι δογματίζουσιν. τίνι τοίνυν ἡμεῖς οἱ τἀναντία ἐκείνοις φρονοῦντες καὶ ὁμοούσιον εἶναι
10καὶ συναίδιον τῶι θεῶι καὶ πατρὶ τὸν υἱὸν ὁμολογοῦντες δημιουργόν τε τῶν ὅλων καὶ ποιητὴν καὶ κοσμήτορα καὶ κυβερνήτην καὶ πρύτανιν καὶ πάνσοφον καὶ παντοδύναμον, μᾶλλον δὲ αὐτοδύναμιν αὐτοζωὴν αὐτοσοφίαν, τίνι ἀναθῶμεν τὸ θεέ μου θεέ μου, τί με ἐγκατέλιπες; καὶ τὸ πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ καὶ πάτερ, σῶσόν με ἀπὸ τῆς ὥρας ταύτης καὶ τὸ τὴν ὥραν ἐκεί‐
15νην οὐδεὶς οἶδεν οὐδὲ ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τὰ ἄλλα ὅσα ταπεινῶς ὑπ’ αὐτοῦ καὶ ὑπὸ τῶν ἱερῶν ἀποστόλων περὶ αὐτοῦ εἴρηται καὶ γέγραπται; τίνι τὴν πεῖναν καὶ τὸ δίψος προσάψομεν; τίνι τὸν κόπον καὶ τὸν ὕπνον; τίνι τὴν ἄγνοιαν καὶ τὴν δειλίαν; τίς ὁ τῆς ἀγγελικῆς δεηθεὶς συμμαχίας; εἰ τοῦ θεοῦ λόγου ταῦτα, πῶς ἠγνόησεν ἡ σοφία; πῶς δ’ ἂν κληθείη σοφία ἡ τὸ τῆς ἀγνοίας ἔχουσα πάθος;
20πῶς δ’ ἂν ἀληθεύσειεν λέγων ἔχειν πάντα τὰ τοῦ πατρὸς, τοῦ πατρὸς οὐκ ἔχων τὴν γνῶσιν; μόνος γάρ φησιν, ὁ πατὴρ οἶδεν τὴν ἡμέραν ἐκείνην. πῶς δ’ ἂν εἰκὼν ἀπα‐ ράλλακτος εἴη τοῦ γεννήσαντος, μὴ πάντα ἔχων τὰ τοῦ γεννήσαντος; εἰ μὲν οὖν ἀλη‐ θεύει λέγων ἀγνοεῖν, ταῦτα ἄν τις ὑπολάβοι περὶ αὐτοῦ· εἰ δὲ οἶδεν τὴν ἡμέραν, κρύπτειν δὲ βουλόμενος ἀγνοεῖν λέγει, ὅρα εἰς ποίαν βλασφημίαν χωρεῖ τὸ συναγόμενον· ἢ γὰρ ἡ
25ἀλήθεια ψεύδεται ἢ οὐκ ἂν εἰκότως ἀλήθεια κληθείη, ἡ ἔχουσά τι τῶν ἐναντίων. εἰ δὲ οὔτε ψεύδεται ἡ ἀλήθεια οὔτε ὁ θεὸς λόγος ἀγνοεῖ τὴν ἡμέραν, ἣν αὐτὸς ἐποίησεν, ἣν
αὐτὸς διώρισεν ἐν ἧι μέλλει κρίνειν τὴν οἰκουμένην, ἀλλ’ ἔχει τοῦ πατρὸς τὴν γνῶσιν, ὡς

1,1,6

122

εἰκὼν ἀπαράλλακτος, οὐκ ἄρα τοῦ θεοῦ λόγου ἡ ἄγνοια, ἀλλὰ τῆς τοῦ δούλου μορφῆς τῆς τοσαῦτα κατ’ ἐκεῖνο τοῦ καιροῦ γινωσκούσης ὅσα ἡ ἐνοικοῦσα θεότης ἀπεκάλυψεν. ταῦτα καὶ περὶ τῶν ἄλλων τῶν ὁμοίων ἔστιν εἰπεῖν. πῶς γὰρ ἂν ἔχοι λόγον τὸν θεὸν λόγον εἰπεῖν πρὸς τὸν πατέρα· πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον
5τοῦτο ἀπ’ ἐμο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σ; πολλὰ γὰρ ἐντεῦθεν πάλιν συμβαίνει τὰ ἄτοπα, καὶ πρῶτον μὲν τὸ διχονοεῖν τὸν πατέρα καὶ τὸν υἱὸν καὶ ἕτερα μὲν βούλεσθαι τὸν πατέρα, ἕτερα δὲ τὸν υἱόν· ἔφη γάρ· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σ· ἔπειτα πολλὴν αὖθις ἄγνοιαν ἐν τῶι υἱῶι θεωρήσομεν. εὑρεθήσεται γὰρ ἀγνοῶν εἰ δυνατὸν ἢ μή, παρελθεῖν τὸ ποτήριον· τοῦτο δὲ περὶ τοῦ θεοῦ λόγου λέγειν
10δυσσεβὲς καὶ βλασφημίας γέμον. ἤιδει γὰρ ἀκριβῶς ὁ διὰ τοῦτο παραγενόμενος, ὁ ἑκοντὶ τὴν ἡμετέραν φύσιν ἀναλαβών, ὁ ἑαυτὸν κενώσας τοῦ τῆς οἰκονομίας μυστηρίου τὸ τέλος, δι’ ὃ καὶ τοῖς ἱεροῖς προύλεγεν ἀποστόλοις· ἰδοὺ ἀναβαίνομεν εἰς Ἱερο‐ σόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται εἰς χεῖρας ἐθνῶν εἰς τὸ ἐμπαῖξαι αὐτὸν καὶ μαστιγῶσαι καὶ σταυρῶσαι καὶ τῆι τρίτηι ἡμέραι
15ἀναστήσεται. ὁ τοίνυν ταῦτα προκηρύξας καὶ τῶι Πέτρωι ἐπιτιμήσας ἀπευξαμένωι τὸ γενέσθαι, πῶς ἀπεύχεται μὴ γενέσθαι, ὃς σαφῶς οἶδεν πᾶν τὸ ἐσόμενον; πῶς δὲ οὐκ ἄτοπον Ἁβραὰμ μὲν πρὸ πολλῶν γενεῶν ἰδεῖν τὴν ἡμέραν αὐτοῦ καὶ χαρῆναι καὶ Ἡσαίαν ὡσαύτως προθεσπίσαι αὐτοῦ τὰ σωτήρια πάθη καὶ Ἱερεμίαν καὶ Δανιὴλ καὶ Ζα‐ χαρίαν καὶ πάντα τῶν προφητῶν τὸν χορόν, αὐτὸν δὲ καὶ ἀγνοεῖν καὶ ἀπαλλαγὴν αἰτεῖν
20καὶ ἀπεύχεσθαι ὃ ἐπὶ σωτηρίαι τῆς οἰκουμένης ἔμελλεν ἔσεσθαι; οὐκοῦν οὐ τοῦ θεοῦ λόγου ταῦτα τὰ ῥήματα, ἀλλὰ τῆς τοῦ δούλου μορφῆς τῆς δειλιώσης τὸν θάνατον διὰ τὸ μήπω λυθῆναι τὸν θάνατον, ἧι ὁ θεὸς λόγος ταῦτα εἰπεῖν συνεχώρησεν, χώραν δεδωκὼς τῆι δειλίαι, ἵνα φανῆι τοῦ δεχθέντος ἡ φύσις καὶ μὴ δόκησιν ἢ φαντασίαν τὸ ἐξ Ἁβραὰμ καὶ Δαυὶδ ὑπολάβωμεν, ὃ τῶν δυσσεβῶν αἱρετικῶν ἡ συμμορία παθοῦσα ταύτην τὴν βλα‐
25σφημίαν ἐγέννησεν. οὐκοῦν τὰ μὲν θεοπρεπῶς εἰρημένα καὶ πεπραγμένα τῶι θεῶι λόγωι προσάψομεν, τὰ δὲ ταπεινῶς εἰρημένα καὶ πεπραγμένα τῆι τοῦ δούλου μορφῆι προσαρμό‐
σομεν, ἵνα μὴ τὴν Ἀρείου καὶ Εὐνομίου βλασφημίαν νοσήσωμεν.

1,1,6

123

Ἀπολογία Κυρίλλου κεφαλαίου δ Καὶ πῶς οὐκ ἄμεινον, ὦ τάν, τὴν τῶν εἰρημένων βασανίσαι δύναμιν μίσους τε καὶ προσπαθείας ἐλευθέραν ἔχοντα τὴν διάνοιαν; ἀλλ’ ἥκιστα μὲν τοῦτο δρᾶν ἀξιοῖ, περι‐ ίστησι δὲ πάλιν ἐπὶ τὸ αὐτῶι δοκοῦν καὶ δὴ καί φησι
5 Συγγενῆ καὶ ταῦτα τοῖς ἤδη λεχθεῖσι· βούλεται γάρ, ὡς κράσεως γεγενημένης, μη‐ δεμίαν εἶναι λόγων διαφορὰν τῶν ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἢ τοῖς ἀποστολικοῖς συγγράμ‐ μασιν εἰρημένων, καὶ ταῦτα πολεμεῖν ἴσως Ἀρείωι καὶ Εὐνομίωι καὶ τοῖς λοιποῖς αἱρε‐ σιάρχαις σεμνυνόμενος. Ἀλλὰ ταῦτα μὲν ἐκεῖνος· ἐγὼ δὲ τοσοῦτον ἀφέστηκα τοῦ συγκεκρᾶσθαι λέγειν ἀλλή‐
10λαις τὰς φύσεις φυρμόν τε καὶ σύγχυσιν ὑπομεῖναι καὶ τροπὴν ὅσον καὶ αὐτὸς τοῦ δοξάζειν ὀρθῶς. ἀλλ’ οὐδὲ λόγων διαφορὰν ἀνηιρήκαμεν· ἴσμεν γὰρ ὅτι οἳ μὲν αὐτῶν γεγόνασι θεοπρεπῶς, οἳ δὲ ἀνθρωπίνως, καὶ οἳ μὲν τῆι ὑπερτάτηι πρέπουσι δόξηι, οἳ δέ εἰσι τοῖς τῆς κενώσεως μέτροις ἁρμοδιώτεροι. χρῆναι δὲ φαμὲν αὐτοὺς οὐ προσώποις δυσὶν ἀλλήλων εἰς ἅπαν διηιρημένοις ἀπονέμεσθαι δεῖν· εἰ γάρ ἐστιν εἷς ὁ κύριος ἡμῶν Ἰησοῦς
15ὁ Χριστὸς μία τε πίστις ἡ εἰς αὐτὸν καὶ ἓν τὸ βάπτισμα, ἓν ἔσται πάντως αὐτοῦ καὶ πρόσωπον ὡς ἑνός, καὶ εἴπερ ἐστὶν ὁ αὐτὸς θεός τε ὁμοῦ καὶ ἄνθρωπος, ἁρμόσειεν ἂν αὐτῶι καὶ δίχα μώμου παντὸς θεοπρεπῶς τε ὁμοῦ καὶ μέντοι καὶ ἀνθρωπίνως ποιεῖσθαι τοὺς λόγους, οὔτε τῆς θείας αὐτοῦ καὶ ἀπορρήτου φύσεως μειονεκτουμένης κατά τι γοῦν ὅλως τῆς τοῦ πατρὸς ὑπεροχῆς διά τοι τὸ λαλεῖν ἀνθρωπίνως οὔτε μὴν ἀπιστουμένης τῆς
20οἰκονομίας τῆς μετὰ σαρκός, ὅταν μετὰ τοῦ εἶναι θεὸς καὶ ἄνθρωπος καθ’ ἡμᾶς γενέσθαι κηρύττηται. πάντα τοίνυν ἐστὶ τοῦ ἑνὸς Χριστοῦ, τά τε θεοπρεπῆ καὶ τὰ ἀνθρώπινα. εἰ μὲν γὰρ οὐ γέγονεν ἄνθρωπος ὁ ἐκ θεοῦ πατρὸς λόγος, μὴ λαλείτω καθ’ ἡμᾶς ἀνθρω‐ πίνως· εἰ δὲ ἀληθὲς ὅτι παραπλησίως ἡμῖν μετέσχεν αἵματος καὶ σαρκὸς καὶ ὡμοιώθη κατὰ πάντα τοῖς ἀδελφοῖς, ἡμῖν δηλονότι, τί τὸ τῆς οἰκονομίας εὐτεχνὲς ἀνοητότατα διασύρουσιν,
25φωνῆς ἀνθρωπίνης οὐκ ἀνεχόμενοι καὶ τὸ ἐν λόγοις μικροπρεπὲς διὰ τὴν οἰκονομίαν, ὡς ἑτέρωι κατ’ ἰδίαν υἱῶι, τῆι τοῦ δούλου μορφῆι, καθάπερ αὐτοί φασιν, ἀνατιθέναι σπουδά‐ ζοντες; ἀσύνετον δὲ παντελῶς τὸ σκήπτεσθαι μὲν δεδιέναι τὰς τῶν αἱρετικῶν δυστροπίας, εἶτα τῆς ὀρθῆς πίστεως τὴν παράδοσιν ἀποκομίζειν αὐτοὺς ἔξω τοῦ καθήκοντος λόγου.

1,1,6

124

ἄμεινον δὲ φαίην ἂν καὶ πολὺ λίαν εὐμαθέστερον τὰς ἀνθρωπίνας ἀνάπτειν φωνὰς οὐχ ἑτέρωι προσώπωι μᾶλλον νοουμένωι τε ἰδικῶς καὶ ἀνὰ μέρος υἱῶι, τῆι τοῦ δούλου μορφῆι, καθὰ λέγειν ἔθος αὐτοῖς, προσνέμειν δὲ μᾶλλον τοῖς τῆς ἀνθρωπότητος αὐτοῦ μέτροις· ἔδει γὰρ ὄντα θεόν τε ὁμοῦ καὶ ἄνθρωπον δι’ ἀμφοῖν ἰέναι τοῖν λόγοιν. θαυμάζω δὲ
5ὅπως ὑποκρίνεται μὲν καὶ αὐτὸς ὁμολογεῖν ὅτιπερ εἷς ἐστιν ὁ Χριστός, ὁ αὐτὸς δηλονότι θεός τε ὁμοῦ καὶ ἄνθρωπος, εἰς λήθην δὲ ὥσπερ ὑπενεχθεὶς ὧν εὖ ἔχειν ὑπείληφεν, διίστησι πάλιν εἰς δύο τὸν ἕνα. παρατίθησι μὲν γὰρ τοῦ σωτῆρος φωνὴν λέγοντος· περὶ δὲ τῆς ἡμέρας ἢ τῆς ὥρας ἐκείνης οὐδεὶς οἶδεν οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ. εἶτα σοφίαν εἶναι διαβεβαιούμενος τὸν ἐκ θεοῦ πατρὸς
10φύντα λόγον πάντα τε εἰδέναι τὰ ἐσόμενα, προσεπάγει καί φησιν Οὐκ ἄρα τοῦ θεοῦ λόγου ἡ ἄγνοια, ἀλλὰ τῆς τοῦ δούλου μορφῆς τῆς τοσαῦτα κατ’ ἐκεῖνο καιροῦ γινωσκούσης ὅσα ἡ ἐνοικοῦσα θεότης ἀπεκάλυψεν. ταῦτα καὶ περὶ τῶν ἄλλων τῶν ὁμοίων ἔστιν εἰπεῖν. Οὐκοῦν εἰ μὴ ψεύδηι λέγων ἕνα Χριστὸν καὶ κύριον Ἰησοῦν, τὸν αὐτὸν δηλονότι θεόν
15τε ὁμοῦ καὶ ἄνθρωπον, διαιρεῖς ἀνθ’ ὅτου καὶ δύο λέγων υἱοὺς οὐκ ἐρυθριᾶις; ἢ οὐχὶ δύο που πάντως εἶεν ἄν, εἴπερ ἐστὶν οὐχ ὁ αὐτὸς τῶι μεμετρημένην ἔχοντι γνῶσιν ὁ πάντα εἰδώς, τῶι μερικὴν δεχομένωι τὴν ἀποκάλυψιν ὁ τέλειος ἐν σοφίαι καὶ τοσαῦτα γινώσκων ὅσα καὶ ὁ πατήρ; καὶ εἴπερ ἐστὶν εἷς τε καὶ ὁ αὐτὸς διὰ τὸ τῆς ἀληθοῦς ἑνώσεως χρῆμα καὶ οὐχ ἕτερος καὶ ἕτερος διηιρημένως τε καὶ ἀνὰ μέρος, αὐτοῦ πάντως ἔσται
20καὶ τὸ εἰδέναι καὶ μέντοι καὶ τὸ μὴ εἰδέναι δοκεῖν. οὐκοῦν οἶδεν μὲν θεικῶς ὡς σοφία τοῦ πατρός· ἐπειδὴ δὲ τὸ τῆς ἀγνοούσης ἀνθρωπότητος ὑπέδυ μέτρον οἰκονομικῶς, οἰκειοῦται καὶ τοῦτο μετὰ τῶν ἄλλων, καίτοι, καθάπερ ἔφην ἀρτίως, ἠγνοηκὼς οὐδέν, ἀλλ’ εἰδὼς ἅπαντα μετὰ τοῦ πατρός. ἐπεὶ διὰ ποίαν αἰτίαν πεινῆσαι λέγεται καὶ καμεῖν ἐξ ὁδοι‐ πορίας, καίτοι ζωὴ καὶ ζωοποιὸς ὑπάρχων ὡς θεός, καὶ αὐτὸς ὢν ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ
25τοῦ οὐρανοῦ καταβὰς καὶ ζωὴν διδοὺς τῶν κόσμωι καὶ αὐτὸς ὢν ὁμοίως ὁ τῶν δυνάμεων κύριος; ἀλλ’ ἵνα πιστεύηται κατὰ ἀλήθειαν γενόμενος ἄνθρωπος, οἰκειοῦται τὰ ἀνθρώ‐ πινα, τοῖς τῆς ἰδίας φύσεως ἀγαθοῖς ἐμφιλοχωρῶν καὶ ἀκλονήτως ἔχων τὰ ἐν οἷς ἦν ἀεὶ καὶ ἔστιν καὶ ἔσται διὰ παντός. ὅ γε μὴν ἀποκάλυψιν δεδόσθαι λέγων τῆι τοῦ δούλου μορφῆι παρὰ τοῦ ἐνοικήσαντος θεοῦ καὶ τοῦτο μεμετρημένην, προφήτην ἡμῖν ἀποφαίνει
30τὸν Ἐμμανουὴλ καὶ θεοφόρον ἄνθρωπον καὶ ἕτερον οὐδέν. ἀλλὰ γὰρ οἴεταί τι σοφὸν καὶ ἀνανταγώνιστον εἰπεῖν. εἰ γὰρ ὁ τοῦ θεοῦ λόγος, φησίν, ὁ κεκραγώς ἐστι πάτερ,

1,1,6

125

εἰ δυνατόν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο, πρῶτον μὲν διχονοεῖ πρὸς τὸν πατέρα, παραιτεῖται δὲ οὐκ ὀρθῶς τὸ πιεῖν τὸ ποτήριον, καίτοι, φησίν, οὐκ ἠγνοηκὼς ὅτι τῶι κόσμωι σωτήριον ἔμελλεν ἔσεσθαι τὸ παθεῖν αὐτόν. οὐκοῦν οὐκ ἂν εἶεν, φησίν, αἱ τοιαίδε τοῦ θεοῦ λόγου φωναί. ἀντακούσεται τοίνυν καὶ πρός γε ἡμῶν ὁ τοῖς οὕτω
5κιβδήλοις νηχόμενος λογισμοῖς· οὐκοῦν ἐπειδή σοι δοκεῖ τοῦ μὲν θεοῦ λόγου τὰς τοιάσδε φωνὰς ἀποσοβεῖσθαι δεῖν, μόνηι δὲ αὐτὰς ἀνάπτειν τῆι τοῦ δούλου μορφῆι, ἆρ’ οὐκ εἰς δύο πάλιν υἱοὺς καταδιαιρεῖς τὸν ἕνα; καὶ τίνι τοῦτο τῶν εὖ φρονούντων ἀσυμφανές; ἐρεῖ γὰρ ἴσως τις τοῖς σοῖς, ὦ οὗτος, ἑπόμενος λογισμοῖς, ὅτι καὶ ἀπίθανον καὶ λόγου πέρα τοῦ πρέποντος τὸ παραιτεῖσθαι τὸ πάθος τὴν τοῦ δούλου μορφὴν καὶ διχονοοῦσαν
10ὁρᾶσθαι πρὸς τὸν πατέρα καὶ πρὸς αὐτὸν δὲ τὸν ἐνοικήσαντα λόγον· ἤιδει γὰρ οἶμαι τὸ πάθος πρὸς σωτηρίαν ἔσεσθαι τοῖς ὑπ’ οὐρανὸν καὶ ζωῆς πρόξενον τοῖς θανάτωι νενικη‐ μένοις. ἔδει δὴ οὖν ὁρᾶσθαι, φησίν, καὶ δειλίας ἀμείνω καὶ τοῖς θείοις νεύμασιν ἀκο‐ λουθεῖν ἡιρημένον. ἆρ’ οὖν οὐκ αἰσθάνηι πεφλυαρηκὼς εἰκῆι; τίς ἡ τοσαύτη τῶν ἐν‐ νοιῶν χυδαιότης; ἐγὼ δὲ ὅτι μὲν σμικρὰ τῶι ἐκ θεοῦ φύντι λόγωι πάντα ἐστὶν τὰ
15ἀνθρώπινα, φαίην ἂν ὄκνου δίχα παντός· ζητῶ δὲ τὴν κένωσιν τίνος ἂν γενέσθαι νοοῖτο καὶ τίς ὁ τοῦτο παθὼν ἑκουσίως. εἰ μὲν γάρ, ὡς αὐτοί φασιν, ἡ τοῦ δούλου μορφὴ ἤτοι τὸ ἐκ σπέρματος τοῦ Δαυίδ, πῶς ἢ τίνα κεκένωται τρόπον, εἰ προσελήφθη παρὰ θεοῦ; εἰ δὲ αὐτὸς ὁ ἐν μορφῆι καὶ ἰσότητι τοῦ θεοῦ καὶ πατρὸς ὑπάρχων λόγος ἑαυτὸν κενῶσαι λέγεται, πῶς δὴ πάλιν ἢ τίνα κεκένωται τρόπον, εἰ παραιτοῖτο τὴν κένωσιν;
20κένωσις δὲ τῶι θεῶι λόγωι παθεῖν οὐκ εἰδότι τὴν τροπὴν τὸ δρᾶσαί τι καὶ εἰπεῖν τῶν ἀνθρωπίνων διὰ τὴν πρὸς σάρκα σύνοδον οἰκονομικήν. ἀλλ’ εἰ καὶ γέγονεν ἄνθρωπος, κατ’ οὐδένα τρόπον αὐτὸν ὁ τοῦ μυστηρίου λόγος εἰς τὴν αὐτοῦ φύσιν ἀδικήσειεν ἄν· μεμένηκε γὰρ ὃ ἦν, καὶ ἐν ἀνθρωπότητι καθιγμένος διὰ τὴν τοῦ κόσμου σωτηρίαν καὶ ζωήν. οὐκοῦν οὐ προσώποις δυσίν, ἀλλ’ ὡς ἑνὶ Χριστῶι καὶ υἱῶι καὶ θεῶι τάς τε εὐαγγελικὰς
25καὶ τὰς τῶν ἁγίων ἀποστόλων ἀναθήσομεν φωνάς, οὔτε τὴν θείαν αὐτοῦ κατασμικρύνοντες φύσιν τε καὶ δόξαν διὰ τὰ ἀνθρώπινα οὔτε μὴν ἀρνούμενοι τὴν οἰκονομίαν, ἀλλ’ αὐτοῦ τοῦ λόγου γενέσθαι πιστεύοντες τὴν δι’ ἡμᾶς ἐνανθρώπησιν.

1,1,6

126

Κυρίλλου ἀναθεματισμὸς ε Εἴ τις τολμᾶι λέγειν θεοφόρον ἄνθρωπον τὸν Χριστὸν καὶ οὐχὶ δὴ μᾶλλον θεὸν εἶναι κατὰ ἀλήθειαν ὡς υἱὸν ἕνα καὶ φύσει, καθὸ γέγονε σὰρξ ὁ λόγος καὶ κεκοινώνηκε παρα‐ πλησίως ἡμῖν αἵματος καὶ σαρκός, ἀνάθεμα ἔστω.
5Θεοδωρήτου ἀνατροπή Κεκοινωνηκέναι μὲν ἡμῖν παραπλησίως αἵματος καὶ σαρκὸς καὶ ψυχῆς ἀθανάτου τὸν θεὸν λόγον διὰ τὴν ἕνωσιν τὴν πρὸς ταῦτα φαμέν· σάρκα δὲ τὸν θεὸν λόγον τροπῆι τινι γε‐ γενῆσθαι οὐ μόνον οὐ λέγομεν, ἀλλὰ καὶ τοὺς λέγοντας ἀσεβείας γραφόμεθα. ἐναντίον δὲ τοῦτο καὶ αὐτοῖς τοῖς εἰρημένοις ἔστιν ἰδεῖν. εἰ γὰρ ἐτράπη ὁ λόγος εἰς σάρκα, οὐ
10κεκοινώνηκεν ἡμῖν σαρκὸς καὶ αἵματος· εἰ δὲ σαρκὸς καὶ αἵματος κεκοινώνηκεν, ὡς ἄλλος παρὰ ταῦτα κεκοινώνηκεν. εἰ δὲ ἄλλο τι παρ’ αὐτὸν ἡ σάρξ, οὐκ αὐτὸς ἐτράπη εἰς σάρκα. οὐκοῦν τῶι τῆς κοινωνίας ὀνόματι χρώμενοι, ὡς ἕνα μὲν υἱὸν προσκυνοῦμεν τὸν λαβόντα καὶ τὸ ληφθέν, τῶν δὲ φύσεων τὴν διαφορὰν γνωρίζομεν. καὶ τὸν θεο‐ φόρον δὲ ἄνθρωπον ὡς πολλοῖς τῶν ἁγίων πατέρων εἰρημένον οὐ παραιτούμεθα, ὧν εἷς
15ὁ μέγας Βασίλειος ἐν τῶι πρὸς Ἀμφιλόχιον περὶ τοῦ ἁγίου πνεύματος λόγωι τούτωι χρη‐ σάμενος τῶι ὀνόματι καὶ ἐν τῆι τοῦ πεντηκοστοῦ ἐνάτου ψαλμοῦ ἑρμηνείαι. καλοῦμεν δὲ θεοφόρον ἄνθρωπον, οὐχ ὡς μερικήν τινα θείαν χάριν δεξάμενον, ἀλλ’ ὡς πᾶσαν ἡνω‐ μένην ἔχοντα τοῦ υἱοῦ τὴν θεότητα. τοῦτο γὰρ ἑρμηνεύων ὁ μακάριος ἔλεγε Παῦλος· βλέπετε, μή τις ἔσται ὁ συλαγωγῶν ὑμᾶς διὰ τῆς φιλοσοφίας καὶ κενῆς
20ἀπάτης κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν, ὅτι ἐν αὐτῶι κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότη‐ τος σωματικῶς. Κυρίλλου ἀπολογία κεφαλαίου ε Κἀνταῦθα δὴ πάλιν εἰκαιομυθοῦντα δεικνύειν χαλεπὸν οὐδέν. φαμὲν γὰρ ἡμεῖς τὸ
25μὴ χρῆναι πρός τινος θεοφόρον ἄνθρωπον ὀνομάζεσθαι τὸν Χριστόν, ἵνα μὴ καθ’ ἕνα τῶν ἁγίων νοοῖτο, θεὸν δὲ μᾶλλον ἀληθινὸν ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον τὸν τοῦ θεοῦ λόγον· ἐπιπλήττει δὲ πάλιν οὑτοσὶ τοῖς ὀρθῶς εἰρημένοις καὶ ποικίλως τερατεύεται καὶ
ψευδηγορεῖ. φησὶ γὰρ ἡμᾶς εἰς τὴν τῆς σαρκὸς φύσιν παρατετράφθαι λέγειν τὸν τοῦ

1,1,6

127

θεοῦ λόγον καὶ λογισμοὺς ἀνορύττει, δι’ ὧν ἀποφαίνειν ἐσπούδακεν ὡς οὐκ ἂν εἴη τρεπτὸς ὁ τοῦ θεοῦ λόγος. ὃ δὲ δὴ πλειστάκις ἔφην, τοῦτο καὶ νῦν ἀναγκαίως ἐρῶ· οὐδενὸς εἰς σάρκα τὴν ἀπὸ γῆς μεταπεποιῆσθαι λέγοντος τὴν θείαν τε καὶ ἀκήρατον τοῦ λόγου φύσιν, ἄτρεπτον δὲ ἁπάντων ὁμολογούντων αὐτήν, παύσασθε πόνους δαπανῶντες κενοὺς
5εἴς γε τὸ χρῆναι πληροφορεῖν τοὺς οὐδαμόθεν ἠπατημένους ὅτι καὶ ἄτρεπτος κατὰ φύσιν καὶ ἀναλλοίωτός ἐστιν ὁ ἐκ θεοῦ θεὸς λόγος. τίς γὰρ οὕτως ἀπόπληκτος ἢ παράφρων ἐστίν, ὡς τὰ οὕτως αἰσχρὰ καὶ αὐτοῖς τάχα που τοῖς ἀνοήτοις ἀπόβλητα φρονεῖν ἑλέσθαι καὶ λέγειν; καταπέπληγμαι δὲ ὅτι καίτοι διαβεβαιούμενος πανταχῆι θεὸν εἶναι τὸν Ἐμμανουήλ, προφητικὸν αὐτῶι μέτρον ἐκνενεμηκὼς ἐν τούτοις εὑρίσκεται. ἄνθρωπον
10γὰρ εἶναί φησι θεοφόρον αὐτόν, ἵν’ ὁρῶιτο καθ’ ἡμᾶς τοὺς ἔναυλον ἔχοντας διὰ τοῦ ἁγίου πνεύματος τὸν τῶν ὅλων θεόν· κατοικεῖ γὰρ ἐν ταῖς καρδίαις ἡμῶν καὶ ἐσμὲν ναοὶ θεοῦ ζῶντος. ἔστιν δὲ οὐ ταυτὸν ἄνθρωπον εἰπεῖν γενέσθαι τὸν λόγον καὶ θεὸν ἐν ἀνθρώπωι κατοικῆσαι νομίζειν. εἰ γὰρ καί ἐστιν ἀληθὴς ἡ τοῦ μακαρίου Παύλου φωνὴ ὅτι ἐν αὐτῶι ηὐδόκησε κατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς
15τουτέστιν οὐ σχετικῶς, ἀλλ’ οὖν ἕνα φησὶν εἶναι θεὸν τὸν πατέρα καὶ ἕνα κύριον Ἰησοῦν Χριστόν, δι’ οὗ τὰ πάντα. φαίη δ’ ἄν τις καὶ ἐν ἀνθρώπωι κατοικεῖν τὸ πνεῦμα αὐτοῦ. καὶ γοῦν γέγραπται περί τινων τοὺς δὲ κατοικοῦντας οἰκίας πηλίνας, ἐξ ὧν καὶ αὐτοὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμέν· ἀλλ’ οὖν εἷς νοεῖται καὶ ἔστιν κατὰ σύνθεσιν ἄνθρωπος ἀπό τε σαρκὸς καὶ τῆς ἐν αὐτῆι κατοικούσης ψυχῆς νοερᾶς. τί τοίνυν δια‐
20κυκῶν οὐ παύεται τὸν ὀρθόν τε καὶ ἀδιάστροφον τῆς πίστεως λόγον; ποτὲ μὲν γὰρ ἕνα φησὶν Χριστὸν καὶ υἱὸν καὶ κύριον, τὸν αὐτὸν θεόν τε ὁμοῦ καὶ ἄνθρωπον, ποτὲ δὲ τοῖς τῶν προφητῶν ἐνίησι μέτροις, θεοφόρον ἄνθρωπον ὀνομάζων αὐτόν. ἠγνόηκεν δὲ τάχα που καὶ ἡμῖν αὐτοῖς ἐν ἴσωι τιθείς, εἴπερ ἐστὶν οὐ θεὸς ἀληθῶς, ναὸς δὲ μᾶλλον, ὡς ἐνοικοῦν‐ τος αὐτῶι τοῦ λόγου, καθὰ καὶ ἐν ἡμῖν. ἀλλ’ οὐχ ὧδε ταῦτ’ ἔχειν ἡ θεόπνευστος ἔφη
25γραφή (γέγονε γὰρ σὰρξ ὁ λόγος καὶ ἐσκήνωσεν ἐν ἡμῖν), ἵνα μή τις οἴηται κατὰ τροπὴν καὶ μετάστασιν εἰς τὴν τῆς σαρκὸς αὐτὸν μεταπεποιῆσθαι φύσιν. ὁ δὲ γεγονὼς σὰρξ ἢ γοῦν ἄνθρωπος οὐκ ἄνθρωπος θεοφόρος ἐστίν, θεὸς δὲ μᾶλλον εἰς ἐθε‐ λούσιον κένωσιν καθεὶς ἑαυτὸν καὶ ἰδίαν ποιησάμενος σάρκα τὴν ἐκ γυναικός, σάρκα δὲ οὐκ ἄψυχον οὐδὲ ἄνουν, ἀλλ’ ἔμψυχόν τε καὶ νοεράν. μεμνήμεθα δὲ καὶ ναὸν ὀνομά‐
30σαντος τὸ ἴδιον σῶμα, πλὴν οὐ σχετικὴν ἐποιήσατο τὴν ἐνοίκησιν, καθὰ καὶ ἐν ἡμῖν διὰ τοῦ πνεύματος, ἀλλ’ εἷς καθ’ ἕνωσιν νοεῖται Χριστὸς καὶ υἱὸς καὶ κύριος.

1,1,6

128

Κυρίλλου ἀναθεματισμὸς ϛ Εἴ τις λέγει θεὸν ἢ δεσπότην εἶναι τοῦ Χριστοῦ τὸν ἐκ θεοῦ πατρὸς λόγον καὶ οὐχὶ δὴ μᾶλλον τὸν αὐτὸν ὁμολογεῖ θεόν τε ὁμοῦ καὶ ἄνθρωπον, ὡς γεγονότος σαρκὸς τοῦ λόγου κατὰ τὰς γραφάς, ἀνάθεμα ἔστω.
5Θεοδωρήτου ἀνατροπὴ ϛ Ὁ μὲν μακάριος Παῦλος τὸ ληφθὲν ὑπὸ τοῦ θεοῦ λόγου μορφὴν δούλου προσαγορεύει· ἐπειδὴ δὲ πρὸ τῆς ἑνώσεως ἡ λῆψις, περὶ δὲ τῆς λήψεως ὁ μακάριος διαλεγόμενος Παῦλος μορφὴν δούλου τὴν ληφθεῖσαν προσηγόρευσε φύσιν, οὐκέτι χώραν ἔχει, τῆς ἑνώσεως γενο‐ μένης, τῆς δουλείας τὸ ὄνομα. εἰ γὰρ τοῖς εἰς αὐτὸν πεπιστευκόσιν ὁ ἀπόστολος γρά‐
10φων ἔλεγεν ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλὰ υἱός καὶ ὁ κύριος τοῖς μαθηταῖς οὐκέτι καλέσω ὑμᾶς δούλους, ἀλλὰ φίλους, πολλῶι μᾶλλον ἡ ἀπαρχὴ τῆς ἡμετέρας φύσεως, δι’ ἧς καὶ ἡμεῖς τοῦ τῆς υἱοθεσίας χαρίσματος ἠξιώθημεν, τῆς τοῦ δούλου προσηγορίας ἀπήλλακται. θεὸν τοίνυν ὁμολογοῦμεν καὶ τὴν τοῦ δούλου μορφὴν διὰ τὴν ἑνωθεῖσαν αὐτῆι τοῦ θεοῦ μορφὴν καὶ πειθόμεθα τῶι προφήτηι καὶ Ἐμμανουὴλ τὸ βρέφος προσαγο‐
15ρεύοντι καὶ τὸ γεννηθὲν παιδίον μεγάλης βουλῆς ἄγγελον καὶ θαυμαστὸν σύμβουλον καὶ θεὸν ἰσχυρὸν καὶ ἐξουσιαστὴν καὶ ἄρχοντα εἰρήνης καὶ πατέρα τοῦ μέλλοντος αἰῶνος. ὅμως δὲ ὁ αὐτὸς προφήτης καὶ μετὰ τὴν ἕνωσιν κηρύττων τοῦ ληφθέντος τὴν φύσιν, δοῦλον προσα‐ γορεύει τὸν ἐκ σπέρματος Ἁβραάμ, οὑτωσὶ λέγων· δοῦλός μου εἶ σ, Ἰσραήλ, καὶ ἐν σοὶ δοξασθήσομαι καὶ πάλιν οὕτως λέγει κύριος ὁ πλάσας με ἐκ κοιλίας
20δοῦλον ἑαυτῶι καὶ μετ’ ὀλίγα ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. τὸ δὲ πλασθὲν ἐν κοιλίαι οὐχ ὁ θεὸς λόγος, ἀλλ’ ἡ τοῦ δούλου μορφή. οὐ γὰρ ὁ θεὸς λόγος τραπεὶς ἐγέ‐ νετο σάρξ, ἀλλ’ ἀνέλαβεν σάρκα ψυχὴν ἔχουσαν νοεράν.

1,1,6

129

Κυρίλλου ἀπολογία 〈κεφαλαίου〉 ϛ Τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ μονογενοῦς τὸ μυστήριον τοῖς παρ’ ἡμῶν γεγονόσιν καὶ νῦν οὐδὲν ἧττον συνασπιεῖ λόγοις καὶ τοῦ πρέποντος οὐκ ἠμοιρηκότας καταδείξειεν ἂν αὐτοὺς καὶ μάλα ῥαιδίως. ὁ γὰρ ὑπάρχων ἐν μορφῆι τοῦ θεοῦ καὶ πατρὸς μονογενὴς
5υἱός, ὁ κατὰ πᾶν ὁτιοῦν ἰσομέτρως ἔχων τῶι γεγεννηκότι, ὁ ἰσοκλεὴς καὶ ἐλεύθερος, μορ‐ φὴν δούλου λαβὼν κεχρημάτικεν ἀδελφὸς τοῖς ὑπὸ ζυγὰ δουλείας, τουτέστιν ἡμῖν. καὶ γοῦν ὡς εἷς ἐξ ἡμῶν συντετέλεκε μὲν τοῖς δασμολογοῦσι τὸ δίδραχμον καὶ γέγονεν ὑπὸ νόμον ὡς ἄνθρωπος ὁ νομοθέτης ὡς θεός· ἐδίδασκε δὲ τοὺς ἑαυτοῦ μαθητὰς ὅτι καὶ υἱός ἐστιν ἀληθῶς καὶ ἐν μορφῆι δούλου διὰ τὴν σάρκα, καίτοι κατὰ φύσιν ἰδίαν ἐλεύθερος ὢν
10ὡς ἐκ θεοῦ καὶ θεός, πλὴν ὡς ἰδίαν ἔχων τὴν τοῦ δούλου μορφὴν διὰ τὸ τῆς κενώσεως μέτρον τοῖς τῶν τελῶν πρακτῆρσιν ὑπόφορος ἦν. ὥστε κἂν εἴ τις λέγοι δοῦλον αὐτὸν ὠνομάσθαι διὰ φωνῆς τῶν ἁγίων προφητῶν, κατ’ οὐδένα τρόπον σκανδαλίζεσθαι πρέπει· ἤιδεσαν γὰρ ἀποκαλύπτοντος αὐτοῖς τοῦ ἁγίου πνεύματος ὅτι γεγονὼς ἄνθρωπος ὁ ἐκ θεοῦ πατρὸς λόγος ἦν μὲν καὶ οὕτως ἐλεύθερος ὡς υἱός, οὐκ ἀπόβλητον δὲ τὸ τῆς εὐτεχ‐
15νοῦς κενώσεως ἐποιεῖτο μέτρον, ἡμῖν τοῖς ὑπὸ ζυγὰ δουλείας συμμορφούμενος. οὕτω καὶ θεὸν ἑαυτοῦ τὸν πατέρα φησίν, καίτοι φύσει θεὸς ὑπάρχων καὶ ἐξ αὐτοῦ καὶ κατ’ οὐδένα τρόπον τῆς τοῦ τεκόντος ὑπεροχῆς ἡττώμενος. Νεστορίου τοίνυν ὡδὶ γεγραφό‐ τος περὶ τοῦ Χριστοῦ ‘ὥστε ὁ παθὼν ἀρχιερεὺς ἐλεήμων, οὐχ ὁ ζωοποιὸς τοῦ πεπονθότος θεόσ‘, καὶ θεὸν τοῦ Χριστοῦ τὸν ἐκ θεοῦ λόγον ὀνομάσαντος, προσθέντος δὲ τούτοις ‘ἦν
20δὲ ὁ αὐτὸς καὶ βρέφος καὶ τοῦ βρέφους δεσπότησ‘, οὐκ ἐν κόσμωι γενέσθαι τῶι δέοντι, μᾶλλον δὲ καὶ δυσσεβῶς ἄγαν διαβεβαιούμεθα τοὺς λόγους αὐτῶι. εἰ γὰρ θεός ἐστιν τοῦ Χριστοῦ ὁ ἐκ θεοῦ πατρὸς λόγος, δύο που πάντως εἶεν ἂν καὶ ἀναμφιλόγως. πῶς δ’ ἂν νοοῖτο καὶ βρέφος ὁ αὐτὸς καὶ τοῦ βρέφους δεσπότης; οὐκ ἂν οὖν λέγοιτο καὶ θεὸς ἑαυτοῦ καὶ δεσπότης ὁ Ἐμμανουήλ, εἴπερ ἐστὶν ὁ αὐτὸς θεός τε ὁμοῦ καὶ ἄνθρωπος,
25ὡς ἐνανθρωπήσας καὶ σεσαρκωμένος ὁ τοῦ θεοῦ λόγος. ὅτι δὲ θεότης μὲν ἕτερόν τι κατὰ φύσιν ἰδίαν ἐστίν, ἕτερον δ’ αὖ κατὰ φύσιν ἰδίαν ἀνθρωπότης, πῶς ἂν ἐνδοιά‐ σειέν τις; πλὴν εἷς ἐξ ἀμφοῖν ὁ Χριστός, θεότητός τε καὶ ἀνθρωπότητος καθ’ ἕνωσιν οἰκο‐
νομικήν.

1,1,6

130

Κυρίλλου ἀναθεματισμὸς ζ Εἴ τίς φησιν ὡς ἄνθρωπον ἐνηργῆσθαι παρὰ τοῦ θεοῦ λόγου τὸν Ἰησοῦν καὶ τὴν τοῦ μονογενοῦς εὐδοξίαν περιῆφθαι ὡς ἑτέρωι παρ’ αὐτὸν ὑπάρχοντι, ἀνάθεμα ἔστω. Θεοδωρήτου ἀνατροπή
5 Εἰ θνητὴ τοῦ ἀνθρώπου ἡ φύσις, ζωὴ δὲ ὁ θεὸς λόγος καὶ ζωοποιός, ἀνέστησεν δὲ τὸν ὑπὸ τῶν Ἰουδαίων λυθέντα ναὸν καὶ εἰς οὐρανοὺς ἀνήγαγεν, πῶς οὐ δεδόξασται ἡ τοῦ δούλου μορφὴ διὰ τῆς τοῦ θεοῦ μορφῆς; εἰ γὰρ θνητὴ ὑπάρχουσα κατὰ φύσιν ἀθά‐ νατος γέγονεν διὰ τὴν πρὸς τὸν θεὸν λόγον ἕνωσιν, ἔλαβεν ὃ μὴ εἶχεν· ὃ δὲ μὴ εἶχεν, λαβοῦσα καὶ δοξασθεῖσα παρὰ τοῦ δεδωκότος δεδόξασται. δι’ ὃ καὶ ὁ ἀπόστολος βοᾶι·
10κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτο, ἣν ἐνήργηκεν ἐν τῶι Χριστῶι ἐγείρας αὐτὸν ἐκ νεκρῶν. Κυρίλλου ἀπολογία κεφαλαίου ζ Οἱ Χριστὸν ὀνομάζοντες οὐχ ἕνα τινὰ τῶν καθ’ ἡμᾶς κοινὸν ἄνθρωπον, ἀλλ’ ἐναν‐ θρωπήσαντα καὶ σεσαρκωμένον τὸν ἐκ θεοῦ φύντα λόγον τοῖς ἀκροωμένοις κατασημαί‐
15νουσιν, ὥστε κἂν εἴπερ τι τῶν θεοπρεπεστάτων ἐνεργῆσαι λέγοιτο διὰ τοῦ ἰδίου σώματος ὀργανικὴν αὐτῶι πληροῦντος τὴν ὑπουργίαν, οὐδὲν ἧττον αὐτὸς ὁ τῶν δυνάμεων κύριος ὁ ἐνεργῶν ἐστιν, οὐ τὸ ἐνεργεῖν ἑτέρωι δύνασθαι διδούς, καθάπερ ἀμέλει καὶ τοῖς μακα‐ ρίοις ἀποστόλοις ἐξουσίαν ἐδίδου κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῶι λαῶι. καὶ
20γοῦν ὁ θεσπέσιος Παῦλος οὐ γὰρ τολμῶ τι λέγειν, φησίν, ὧν οὐ κατειργάσατο δι’ ἐμοῦ Χριστὸς λόγωι καὶ ἔργωι ἐν δυνάμει σημείων καὶ τεράτων ἐν δυνάμει πνεύματος ἁγίου. χαίροντες δὲ καὶ οἱ μακάριοι μαθηταὶ προσήιεσάν ποτε λέγοντες τῶι Χριστῶι· κύριε, καὶ τὰ δαιμόνια ἡμῖν ὑποτάσσεται ἐπὶ τῶι ὀνό‐ ματί σου. ἐνηργῆσθαι μὲν γὰρ διὰ Χριστοῦ ἐν πνεύματι τοὺς ἁγίους φαμὲν ὡς ἑτέ‐

1,1,6

131

ρους ὄντας παρ’ αὐτόν, οὐ μὴν οὕτω. καὶ κατὰ τὸν ἴσον τρόπον καὶ αὐτὸν ἐνηργῆσθαι τὸν Ἰησοῦν παρὰ τοῦ λόγου νοοῦμεν ἐν πνεύματι, ὡς ἕτερον ὄντα υἱὸν παρά γε τὸν ἐκ θεοῦ μονογενῆ· ἕνα γὰρ δέδειχεν ἡ ἕνωσις καὶ τὸ διαιρεῖν εἰς δύο παραιτούμεθα. εἰ γὰρ καὶ γέγονε σὰρξ ὁ λόγος κατὰ τὰς γραφάς, ἀλλ’ ἔστιν καὶ οὕτως υἱὸς μονογενὴς καθ’ ἕνωσιν
5ἀληθῆ τὴν ὑπὲρ νοῦν καὶ λόγον. αὐτὸς τοιγαροῦν ὁ εἷς τε καὶ μόνος Χριστὸς Ἰησοῦς ὡς δι’ ὀργάνου τοῦ ἰδίου σώματος ἐνήργηκεν τὰς θεοσημείας καὶ οὐκ ἐνηργῆσθαι φαμὲν αὐτὸν καθ’ ὁμοιότητα τῶν ἁγίων· ἀνόσιον γὰρ τοῦτο καὶ ἀπηχὲς κομιδῆι. εἰ δὲ καὶ ἤγει‐ ρεν ἐκ νεκρῶν τὸ ἑαυτοῦ σῶμα, καθὸ καὶ ζωὴ καὶ ζωποιός ἐστιν, αὐτὸς ἑαυτὸν δοξάζων ὁρᾶται, ζωοποιὸν ἀποφήνας τὴν ἑαυτοῦ φύσιν, καὶ οὐχ ἑτέρωι τινὶ παρ’ ἑαυτὸν τὴν ἐπὶ
10τούτωι κεχάρισται δόξαν. καὶ γοῦν ἔφασκεν πρὸς τὸν ἐν οὐρανοῖς πατέρα καὶ θεόν· πάτερ, δόξασόν με τῆι δόξηι, ἧι εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σο, καίτοι καὶ θεός ἐστιν καὶ ἐκ θεοῦ κατὰ φύσιν καὶ τῆς δόξης κύριος. εἶτα πῶς ὡς δόξης ἐπιδεὴς τὴν προκόσμιον αὐτοῦ δόξαν αἰτεῖ; ἐπειδὴ γὰρ γέγονεν ἄνθρωπος καὶ διὰ τῆς ἑαυτοῦ σαρκὸς χάριτι θεοῦ ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, καθά φησιν ὁ μακάριος
15Παῦλος, τῆς ἐντεῦθεν ἀδοξίας τὸν ὀνειδισμὸν παραιτούμενος προαναφωνεῖ τὴν ἀνάστασιν, δι’ ἧς ὅτι καὶ ζωὴ καὶ ζωοποιός ἐστιν ὡς θεός, εὖ μάλα διαγινώσκεται οὕτω τε πρὸς ἡμῶν πιστεύεται. ἐδόξασε τοίνυν οὐχ ἕτερόν τινα μᾶλλον, ἀλλ’ ἑαυτόν, θανάτου κρείττονα τὸν ἑνωθέντα αὐτῶι κατὰ ἀλήθειαν ἀποφήνας ναόν· ὅτι δὲ τὸ ἑνωθὲν αὐτῶι σῶμα οὐκ ἄψυχον οὐδὲ ἄνουν εἶναι πιστεύομεν, ἀλλ’ ἔμψυχόν τε καὶ ἔννουν, πλειστάκις εἰρήκαμεν.
20Κυρίλλου ἀναθεματισμὸς η Εἴ τις τολμᾶι λέγειν τὸν ἀναληφθέντα ἄνθρωπον συμπροσκυνεῖσθαι δεῖν τῶι θεῶι λόγωι καὶ συνδοξάζεσθαι καὶ συγχρηματίζειν θεὸν ὡς ἕτερον ἑτέρωι [τὸ γὰρ συν ἀεὶ προ‐ στιθέμενον τοῦτο νοεῖν ἀναγκάσει] καὶ οὐχὶ δὴ μᾶλλον μιᾶι προσκυνήσει τιμᾶι τὸν Ἐμμα‐ νουὴλ καὶ μίαν αὐτῶι τὴν δοξολογίαν ἀνάπτει, καθὸ γέγονε σὰρξ ὁ λόγος, ἀνάθεμα ἔστω.

1,1,6

132

Θεοδωρήτου ἀνατροπή Μίαν μέν, ὡς πολλάκις ἔφην, τὴν δοξολογίαν προσφέρομεν τῶι δεσπότηι Χριστῶι καὶ τὸν αὐτὸν θεὸν ὁμοῦ καὶ ἄνθρωπον ὁμολογοῦμεν, τοῦτο γὰρ ἡμᾶς ὁ τῆς ἑνώσεως ἐδίδαξε λόγος· τῶν δὲ φύσεων τὰς ἰδιότητας οὐ παραιτησόμεθα λέγειν. οὔτε γὰρ ὁ
5θεὸς λόγος τὴν εἰς σάρκα τροπὴν ἐδέξατο οὔτε πάλιν ὁ ἄνθρωπος ἀπώλεσε μὲν ὃ ἦν, εἰς δὲ τὴν τοῦ θεοῦ φύσιν μετεβλήθη. οὐκοῦν ἑκατέρας φύσεως τὰ ἴδια λέγοντες τὸν δε‐ σπότην προσκυνοῦμεν Χριστόν. Κυρίλλου ἀπολογία η Ἡμεῖς δέ, ὦ τάν, τὰ ἀμείνω τε καὶ ἀληθέστερα φρονεῖν εἰωθότες καὶ ἰσχνοτέρων
10ἐννοιῶν ἁπτόμενοι πρὸς τὴν τοῦ μυστηρίου διασάφησίν τε καὶ εἴδησιν ἀκριβῆ καὶ κατά γε τὸ τοῖς ἱεροῖς γράμμασιν δοκοῦν καὶ ταῖς τῶν ἁγίων πατέρων ἐπιεικείαις, οὐκ ἄνθρωπον ἀνειλῆφθαι φαμὲν παρὰ τοῦ θεοῦ λόγου συνῆφθαί τε κατὰ σχέσιν αὐτῶι τὴν θύραθεν ἐπι‐ νοουμένην, ἄνθρωπον δὲ μᾶλλον αὐτὸν γενέσθαι διοριζόμεθα ταύτης τε ἕνεκα τῆς αἰτίας τῶν τῆς εὐσεβείας δογμάτων ἐξεστηκέναι φαμὲν τοὺς τολμῶντας λέγειν τὸν ἀναληφθέντα
15ἄνθρωπον χρῆναί τε διαβεβαιουμένους αὐτὸν ὡς ἕτερον ἑτέρωι συμπροσκυνεῖσθαι δεῖν τῶι υἱῶι τοῦ θεοῦ. εἰ γάρ ἐστιν ὁ αὐτὸς θεός τε ὁμοῦ καὶ ἄνθρωπος, προσκυνεῖται μᾶλλον ὡς εἷς προσκυνήσει μιαῖ καὶ οὐχὶ συμπροσκυνεῖται καὶ συγχρηματίζει θεός, ἵνα μὴ ἄνθρω‐ πος ἁπλῶς κοινός τε καὶ καθ’ ἡμᾶς ὁ Ἐμμανουὴλ εἶναι πιστεύηται, θείας δόξης μετεσχη‐ κὼς κατὰ χάριν, ὁμολογῆται δὲ μᾶλλον θεὸς ἐν σαρκὶ δι’ ἡμᾶς ἤτοι κατὰ ἀλήθειαν ἄν‐
20θρωπος γεγονώς, οὐ μεταστάσει φύσεως τῆι κατ’ ἀλλοίωσιν καὶ τροπήν, ἀλλ’ ἑνώσεως οἰκονομίαι. Κυρίλλου ἀναθεματισμὸς θ Εἴ τίς φησι τὸν ἕνα κύριον Ἰησοῦν Χριστὸν δεδοξάσθαι παρὰ τοῦ πνεύματος ὡς ἀλλοτρίαι δυνάμει τῆι δι’ αὐτοῦ χρώμενον καὶ παρ’ αὐτοῦ λαβόντα τὸ ἐνεργεῖν δύνασθαι

1,1,6

133

κατὰ πνευμάτων ἀκαθάρτων καὶ τὸ πληροῦν εἰς ἀνθρώπους τὰς θεοσημείας, καὶ οὐχὶ δὴ μᾶλλον ἴδιον αὐτοῦ τὸ πνεῦμά φησι, δι’ οὗ καὶ ἐνήργηκε τὰς θεοσημείας, ἀνάθεμα ἔστω. Θεοδωρήτου ἀνατροπὴ θ Ἐνταῦθα σαφῶς οὐ τοὺς νῦν εὐσεβοῦντας μόνον, ἀλλὰ καὶ τοὺς πάλαι γεγενημένους
5κήρυκας τῆς ἀληθείας καὶ αὐτοὺς τοὺς τῶν θείων εὐαγγελίων συγγραφέας καὶ τὸν τῶν ἱερῶν ἀποστόλων χορὸν καὶ πρὸς τούτοις Γαβριὴλ τὸν ἀρχάγγελον ἀναθεματίζειν ἐτόλμησεν. τὸν γὰρ κατὰ σάρκα Χριστὸν ἐκ πνεύματος ἁγίου γεγεννῆσθαι πρῶτος ἐκεῖνος καὶ πρὸ τῆς συλλήψεως ἐκήρυξεν καὶ μετὰ τὴν σύλληψιν τὸν Ἰωσὴφ ἐδίδαξεν, πρὸς μὲν τὴν Μα‐ ρίαν ἐρωτῶσαν πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; λέγων πνεῦμα
10ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· δι’ ὃ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεο· πρὸς δὲ τὸν Ἰωσὴφ μὴ φοβηθῆις παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῆι γεννηθὲν ἐκ πνεύ‐ ματός ἐστιν ἁγίου. καὶ ὁ εὐαγγελιστὴς μνηστευθείσης δ, φησί, τῆς μη‐ τρὸς αὐτοῦ Μαρίας τῶι Ἰωσήφ, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος
15ἁγίου. καὶ αὐτὸς δὲ ὁ κύριος εἰσελθὼν εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων καὶ λαβὼν τὸν προφήτην Ἡσαίαν καὶ ἀναγνοὺς τὸ χωρίον ἐν ὧι λέγει πνεῦμα κυρίου ἐπ’ ἐμ, οὗ εἵνεκεν ἔχρισέν με καὶ τὰ ἑξῆς, ἐπήγαγεν· σήμερον ἐπληρώθη ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. τοῦτο δὲ καὶ ὁ μακάριος Πέτρος πρὸς Ἰουδαίους δια‐ λεγόμενος ἔφη· Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὃν ἔχρισεν ὁ θεὸς τῶι πνεύματι
20τῶι ἁγίωι. καὶ Ἡσαίας δὲ πρὸ πολλῶν γενεῶν τοιαῦτα προεθέσπισεν· ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται καὶ ἐπα‐ ναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα τοῦ θεο, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· πνεῦμα φόβου θεοῦ ἐμπλήσει αὐτόν. καὶ πάλιν· ἰδοὺ ὁ παῖς μου, ὃν ἡιρετισάμην, ὁ
25ἀγαπητός μου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου, θήσω τὸ πνεῦμά μου ἐπ’ αὐτόν· κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. ταύτην δὲ τὴν μαρτυρίαν καὶ ὁ εὐαγγε‐ λιστὴς ἐν τοῖς οἰκείοις συγγράμμασιν τέθεικεν, καὶ αὐτὸς δὲ ὁ κύριος ἐν τοῖς εὐαγγελίοις πρὸς τοὺς Ἰουδαίους ἔφη· εἰ δὲ ἐν πνεύματι θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἔφθασεν ἐφ’ ὑμᾶς ἄρα ἡ βασιλεία τοῦ θεο. καὶ ὁ Ἰωάννης ὁ ἀποστείλας
30με, φησίν, βαπτίζειν ἐν ὕδατι, αὐτός μοι εἶπεν· ἐφ’ ὃν ἂν ἴδηις τὸ πνεῦμα
καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν, αὐτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι

1,1,6

134

ἁγίωι. οὐ τοίνυν προφήτας μόνους καὶ ἀποστόλους οὐδὲ Γαβριὴλ τὸν ἀρχάγγελον ἀνεθεμάτισε μόνον ὁ ἀκριβὴς τῶν θείων δογμάτων ἐξεταστής, ἀλλὰ καὶ εἰς αὐτὸν τὸν σωτῆρα τῶν ὅλων τὴν βλασφημίαν ἐξέτεινεν. ἐδείξαμεν γὰρ καὶ αὐτὸν τὸν κύριον νῦν μὲν τοῖς Ἰουδαίοις μετὰ τὴν ἀνάγνωσιν τοῦ πνεῦμα κυρίου ἐπ’ ἐμ, οὗ εἵνεκεν
5ἔχρισέν με, φήσαντα σήμερον ἡ γραφὴ αὕτη ἐπληρώθη ἐν τοῖς ὠσὶν ὑμῶν· νῦν δὲ πρὸς τοὺς εἰπόντας ἐν Βεελζεβοὺλ αὐτὸν ἐκβάλλειν τὰ δαιμόνια εἰρηκότα ἐν πνεύ‐ ματι θεοῦ ἐκβάλλειν τοὺς δαίμονας. διαπλασθῆναι δὲ ὑπὸ τοῦ ἁγίου πνεύματος καὶ χρισθῆναι οὐ τὸν θεὸν λόγον φαμὲν τὸν τῶι πνεύματι ὁμοούσιον καὶ συναίδιον, ἀλλὰ τὴν ἐπ’ ἐσχάτου τῶν ἡμερῶν ὑπ’ αὐτοῦ ληφθεῖσαν ἀνθρωπείαν φύσιν. ἴδιον δὲ τὸ πνεῦμα
10τοῦ υἱοῦ, εἰ μὲν ὡς ὁμοφυὲς καὶ ἐκ πατρὸς ἐκπορευόμενον ἔφη, συνομολογήσομεν καὶ ὡς εὐσεβῆ δεξόμεθα τὴν φωνήν· εἰ δὲ ὡς ἐξ υἱοῦ ἢ δι’ υἱοῦ τὴν ὕπαρξιν ἔχον, ὡς βλάσφημον τοῦτο καὶ ὡς δυσσεβὲς ἀπορρίψομεν. πιστεύομεν γὰρ τῶι κυρίωι λέγοντι τὸ πνεῦμα, ὃ ἐκ τοῦ πατρὸς ἐκπορεύεται, καὶ τῶι θειοτάτωι δὲ Παύλωι ὁμοίως φάσκοντι· ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ
15πατρός. Κυρίλλου ἀπολογία θ Φθάσας ἔφην ὅτι τοῖς Νεστορίου βατταρισμοῖς ἢ γοῦν δυσφημίαις καὶ τοῖς ἄγαν ἀτημελῶς εἰρημένοις ἡ τῶν κεφαλαίων μάχεται δύναμις. ἐκείνου γὰρ λέγοντος περὶ τοῦ ἁγίου πνεύματος ‘τοῦτο δὴ τὸ τηλικαύτην τῶι Χριστῶι χαρισάμενον δόξαν, τὸ δαίμοσιν
20αὐτὸν φοβερὸν ἐργασάμενον, τὸ τὴν ἀνάληψιν αὐτῶι τὴν εἰς οὐρανοὺς χαρισάμενον‘ καὶ ὡς περί τινος τῶν καθ’ ἡμᾶς ἀνθρώπου κοινοῦ τὰ τοιάδε πεφλυαρηκότος, γέγονεν ἀναγκαίως ὁ ἀναθεματισμός, οὐ κατά γε τῶν λεγόντων δεδοξάσθαι παρὰ τοῦ ἁγίου πνεύματος τὸν Ἰησοῦν, τουτέστιν ἐνανθρωπήσαντα τὸν τοῦ θεοῦ λόγον, κατ’ ἐκείνων δὲ μᾶλλον οἳ καὶ ἀναίδην αὐτὸν ὡς ἀλλοτρίαι δυνάμει τῆι διὰ τοῦ πνεύματος κεχρῆσθαί φασι. μεμνήμεθα
25γὰρ δὴ εἰπόντος σαφῶς περὶ τοῦ ἁγίου πνεύματος ἐκεῖνος ἐμὲ δοξάσει ἴσμεν τε πρὸς τούτωι τῆι τοῦ ἁγίου πνεύματος ἐνεργείαι τὰς πονηράς τε καὶ ἀκαθάρτους δυνάμεις συντρί‐ βοντα· ἀλλ’ οὐχ οὕτω φαμὲν αὐτὸν καθάπερ ἀμέλει καὶ τῶν ἁγίων ἕκαστον ὡς ἀλλοτρίαι δυνάμει κεχρῆσθαι τῆι διὰ τοῦ πνεύματος. ἦν γὰρ καὶ ἔστιν αὐτοῦ τὸ πνεῦμα, καθάπερ ἀμέλει καὶ τοῦ πατρός. καὶ τοῦτο ἡμῖν εὖ μάλα σαφηνιεῖ γεγραφὼς ὁ θεσπέσιος Παῦλος·
30οἱ δὲ ἐν σαρκὶ ὄντες θεῶι ἀρέσαι οὐ δύνανται· ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν

1,1,6

135

σαρκ, ἀλλ’ ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν. εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὔκ ἐστιν αὐτο. ἐκπορεύεται μὲν γὰρ ἐκ τοῦ θεοῦ καὶ πατρὸς τὸ πνεῦμα τὸ ἅγιον κατὰ τὴν τοῦ σωτῆρος φωνήν, ἀλλ’ οὐκ ἀλλό‐ τριόν ἐστιν τοῦ υἱοῦ· πάντα γὰρ ἔχει μετὰ τοῦ πατρός. καὶ τοῦτο αὐτὸς ἐδίδαξεν
5εἰπὼν περὶ τοῦ ἁγίου πνεύματος· πάντα ὅσα ἔχει ὁ πατήρ, ἐμά ἐστιν· διὰ τοῦτο εἶπον ὑμῖν ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. οὐκοῦν ἐδόξασεν μὲν τὸν Ἰησοῦν τὸ πνεῦμα τὸ ἅγιον ἐνεργοῦν τὰ παράδοξα, πλὴν ὡς πνεῦμα αὐτοῦ καὶ οὐκ ἀλλοτρία δύναμις καὶ κρείττων αὐτοῦ, καθὸ νοεῖται θεός. οὐ δεδυσφημήκαμεν τοίνυν εἰς ἁγίους ἀγγέλους οὔτε μὴν εἰς προφήτας, καθὰ τετόλμηκεν εἰπεῖν ὁ μόνον εἰδὼς
10τὸ κατηγορεῖν· ἐπειδὴ δέ ἐστιν σκοπὸς αὐτῶι τε καὶ τοῖς κατ’ αὐτὸν τὸ διαιρεῖν εἰς δύο Χριστοὺς τὸν ἕνα καὶ τὸν μὲν δοξαζόμενόν τε καὶ ἐνεργούμενον, τὸν δὲ δοξάζοντά τε καὶ ἐνεργοῦντα λέγειν, κατασκώπτουσιν ἀσυνέτως πάντα λόγον εὐσεβῆ καὶ τῆς τοιαύτης αὐτοὺς ἀφιστῶντα κακοδοξίας. καὶ γοῦν περὶ τοῦ μακαρίου Γαβριὴλ τὸν λόγον ποιού‐ μενος ὁ φιλαίτιος οὑτοσὶ ‘τὸν γὰρ κατὰ σάρκα‘, φησίν, ‘Χριστὸν ἐκ πνεύματος ἁγίου γε‐
15γεννῆσθαι πρῶτος ἐκεῖνος καὶ πρὸ τῆς διαπλάσεως ἐκήρυξεν‘. ἕτερος οὖν ἄρα ἐστὶν Χριστὸς ὁ κατὰ σάρκα καὶ ἕτερος ἰδικῶς Χριστὸς δὴ πάλιν ὁ ἐκ θεοῦ πατρὸς λόγος. ποῦ τοιγαροῦν ἡ ἕνωσις καὶ τί τὸ ἐντεῦθεν ὄφελος, εἰ δύο Χριστοὶ καὶ ἰδικῶς ἀνὰ μέρος ἑκάτερος νοεῖται καὶ λέγεται; οὐκοῦν κἂν τὸ τῆς εὐσεβείας προσωπεῖον ἑαυτοῖς περι‐ πλάττοντες ἕνα λέγωσι Χριστόν, δύο φρονοῦντες κατὰ ἀλήθειαν, ἀκουέτωσαν πρὸς ἡμῶν·
20ἕως πότε χωλανεῖτε ἐπ’ ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; ὀρθοποδεῖν γὰρ ἄμεινον πίστιν ἔχοντας τὴν ἀβέβηλον καὶ ἐρηρεισμένην καὶ οὐκ ἀσυνέτοις σκάζουσαν λογισμοῖς. Κυρίλλου ἀναθεματισμὸς ι Ἀρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν γεγενῆσθαι Χριστὸν ἡ θεία λέγει γραφὴ
25προσκεκομικέναι τε ὑπὲρ ἡμῶν ἑαυτὸν εἰς ὀσμὴν εὐωδίας τῶι θεῶι καὶ πατρί. εἴ τις

1,1,6

136

τοίνυν ἀρχιερέα καὶ ἀπόστολον ἡμῶν γεγενῆσθαι λέγει οὐκ αὐτὸν τὸν ἐκ θεοῦ λόγον, ὅτε γέγονε σὰρξ καὶ καθ’ ἡμᾶς ἄνθρωπος, ἀλλ’ ὡς ἕτερον παρ’ αὐτὸν ἰδικῶς ἄνθρωπον ἐκ γυναικός, ἢ εἴ τις λέγει καὶ ὑπὲρ ἑαυτοῦ προσενεγκεῖν αὐτὸν τὴν προσφορὰν καὶ οὐχὶ δὴ μᾶλλον ὑπὲρ μόνων ἡμῶν (οὐ γὰρ ἂν ἐδεήθη προσφορᾶς ὁ μὴ εἰδὼς ἁμαρτίαν), ἀνά‐
5θεμα ἔστω. Θεοδωρήτου ἀνατροπή Οὐκ εἰς σαρκὸς φύσιν ἡ ἄτρεπτος ἐτράπη φύσις, ἀλλ’ ἀνθρωπείαν ἀνέλαβε φύσιν καὶ ταύτην ὑπὲρ τοὺς κοινοὺς ἀρχιερέας κατέστησεν, ὡς ὁ μακάριος Παῦλος διδάσκει λέ‐ γων· πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων
10καθίσταται τὰ πρὸς τὸν θεόν, ἵνα προσφέρηι δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν καὶ δι’ αὐτὴν ὀφείλει καθὼς περὶ τοῦ λαο, οὕτως καὶ περὶ ἑαυτοῦ προσφέρειν περὶ ἁμαρτιῶν. καὶ μετ’ ὀλίγον τοῦτο ἑρμηνεύων φησίν· καθάπερ καὶ Ἀαρών, οὕτως καὶ ὁ Χριστός. εἶτα
15δεικνὺς τὴν τῆς ἀναληφθείσης φύσεως ἀσθένειάν φησιν· ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώιζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὢν υἱός, ἔμαθεν ἀφ’ ὧν ἔπαθεν, τὴν ὑπακοὴν καὶ τελειωθεὶς ἐγένετο πᾶσιν τοῖς ὑπακούουσιν αὐτῶι αἴτιος
20σωτηρίας αἰωνίου, προσαγορευθεὶς ὑπὸ τοῦ θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ. Τίς τοίνυν ὁ πόνοις ἀρετῆς τελειωθεὶς καὶ μὴ φύσει τέλειος ὑπάρχων; τίς ὁ πείραι μαθὼν τὴν ὑπακοὴν καὶ ταύτην ἀγνοῶν πρὸ τῆς πείρας; τίς ὁ εὐλαβείαι συμβιώσας καὶ μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων τὰς ἱκετείας προσενεγκὼν καὶ σώιζειν ἑαυτὸν οὐ δυ‐
25νάμενος, ἀλλὰ τὸν δυνάμενον σώιζειν παρακαλῶν καὶ τοῦ θανάτου τὴν ἀπαλλαγὴν αἰτῶν; οὐχ ὁ θεὸς λόγος ὁ ἀθάνατος ὁ ἀπαθὴς ὁ ἀσώματος, οὗ ἡ μνήμη κατὰ τὸν προφήτην εὐφροσύνη καὶ δακρύων ἀπαλλαγή (αὐτὸς γὰρ ἀφεῖλε πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου, καὶ πάλιν ὁ προφήτης ἐμνήσθην, φησί, τοῦ θεοῦ καὶ εὐφράνθην), ὁ στεφανῶν τοὺς εὐλαβείαι συζῶντας, ὁ πάντα γινώσκων πρὶν γενέσεως αὐτῶν, ὁ πάντα
30ἔχων τὰ τοῦ πατρὸς καὶ εἰκὼν ὑπάρχων ἀπαράλλακτος τοῦ γεννήσαντος, ὁ ἐν ἑαυτῶι

1,1,6

137

δεικνὺς τὸν πατέρα· ἀλλὰ τὸ ἐκ σπέρματος Δαυὶδ ληφθὲν ὑπ’ αὐτοῦ, τὸ θνητὸν τὸ παθη‐ τὸν τὸ δεδιὸς τὸν θάνατον, εἰ καὶ αὐτὸ μετὰ ταῦτα κατέλυσε τοῦ θανάτου τὸ κράτος διὰ τὴν πρὸς τὸν ἀνειληφότα θεὸν ἕνωσιν, τὸ διὰ πάσης ὁδεῦσαν δικαιοσύνης καὶ πρὸς τὸν Ἰωάννην φῆσαν· ἄφες ἄρτι, οὕτως γὰρ πρέπον ἐστὶν πληρῶσαι πᾶσαν δι‐
5καιοσύνην, τοῦτο τῆς ἀρχιερωσύνης τὴν προσηγορίαν ἔλαβεν κατὰ τὴν τάξιν Μελχισεδέκ. αὐτὸ γὰρ περιέκειτο τῆς φύσεως τὴν ἀσθένειαν καὶ οὐχ ὁ πάντα δυνάμενος θεὸς λόγος. δι’ ὃ καὶ πρὸ βραχέων ὁ μακάριος ἔφη Παῦλος· οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνά‐ μενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειραμένον δὲ κατὰ πάντα καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας. ἐν πείραι δὲ γέγονε τῶν ἡμετέρων παθημάτων
10ἄνευ ἁμαρτίας ἡ ἐξ ἡμῶν ὑπὲρ ἡμῶν ληφθεῖσα φύσις, οὐχ ὁ ταύτην λαβὼν τῆς ἡμετέρας ἕνεκα σωτηρίας. καὶ ἐν ἀρχῆι δὲ τοῦ κεφαλαίου τούτου τοιαῦτα πάλιν διδάσκει κατα‐ νοήσατε, λέγων, τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῶι ποιήσαντι αὐτόν, ὡς καὶ Μωυσῆς ἐν ὅλωι τῶι οἴκωι αὐτο. ποίημα δὲ οὐκ ἄν τις εἴποι τὴν ὀρθοδοξίαν πρεσβεύων τὸν ἄκτιστον καὶ
15ἀποίητον καὶ τῶι πατρὶ συναίδιον θεὸν λόγον, ἀλλὰ τὸν ἐξ ἡμῶν ἀναληφθέντα ἄνθρωπον, οὔτε μὴν αὐτὸν τὸν ἐκ θεοῦ θεὸν λόγον χειροτονηθῆναι ἡμῖν ἀρχιερέα, ἀλλὰ τὸν ἐκ σπέρματος Δαυίδ, ὃς πάσης ἁμαρτίας ὑπάρχων ἐλεύθερος ἀρχιερεὺς ἡμῶν καὶ ἱερεῖον ἐγένετο, αὐτὸς ἑαυτὸν ὑπὲρ ἡμῶν τῶι θεῶι προσενεγκών, ἔχων ἐν ἑαυτῶι δηλαδὴ τὸν ἐκ θεοῦ θεὸν λόγον ἡνωμένον αὐτῶι καὶ ἀχωρίστως συνημμένον.
20Κυρίλλου ἀπολογία ι Ὁ προφήτης Ἱερεμίας προσκεκρουκότι τῶι Ἰσραὴλ καὶ καταθήγοντι πρὸς ὀργὰς τὸν τῶν ὅλων θεὸν ἐπιστυγνάζων ἔφασκεν τίς δώσει τῆι κεφαλῆι μου ὕδωρ καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τὸν λαὸν τοῦτον ἡμέρας καὶ νυκτός; οἶμαι δὲ ἔγωγε τὰς τοιάσδε φωνὰς οὐκ ἐκείνοις μᾶλλον ἐοικέναι τε καὶ
25πρέπειν, ἀλλὰ τοῖς ἀπύλωτον καὶ ἀκρατὲς ἔχουσιν ἐπὶ Χριστῶι τὸ στόμα, οἳ καὶ τῆς ἀρρή‐ του καταφλυαροῦσι δόξης, τολμηταὶ καὶ αὐθάδεις ὄντες κατὰ τὸ γεγραμμένον. θρήνου δὴ οὖν καὶ οἰμωγῆς ἄξιοι κατὰ τὸ ἀληθὲς εἶεν ἂν οἳ ἐκ πολλῆς ἄγαν ἀβελτηρίας τὴν εἰς εὐθύ τε καὶ ἀδιάβλητον τῆς εἰς Χριστὸν εὐσεβείας ἀφέντες ὁδὸν τροχιὰς ποιοῦνται τὰς διεστραμμένας καὶ κατεφθαρμένοις ἐννοιῶν εὑρήμασι τὸ τῆς ἀληθείας παρασημαίνουσι
30κάλλος. οὐκοῦν ἀκουέτωσαν τὰ πᾶσιν ἀπόβλητα φρονεῖν ἡιρημένοι· πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μήτε μὴν τὸ σεπτὸν καὶ μέγα τῆς ἐνανθρωπήσεως μυστήριον.
αἱ μὲν γὰρ θεόπνευστοι γραφαὶ θεὸν ἡμῖν ἐνηνθρωπηκότα διακηρύττουσιν τὸν Ἐμμανουὴλ

1,1,6

138

μετεσχηκέναι τε σαρκὸς καὶ αἵματος παραπλησίως ἡμῖν τὸν τοῦ θεοῦ καὶ πατρὸς διαβε‐ βαιοῦνται λόγον σάρκα τε γενέσθαι, τουτέστιν ἄνθρωπον, οὐ κατὰ τροπὴν ἢ ἀλλοίωσιν, ἀλλ’ ἑνώσεως ἀφράστου δυνάμει. ταύτηι τοι καὶ ἕνα φαμὲν Χριστὸν Ἰησοῦν κύριον μίαν τε τὴν πίστιν καὶ ἓν τὸ ἅγιον βάπτισμα. οἳ δὲ τῶν οὕτως ὀρθῶν ἀποφοιτῶντες
5δογμάτων καὶ τοῖς ἱεροῖς γράμμασιν σκληρὸν καὶ ἀγέρωχον ἀντανιστάντες τὸν νοῦν πρὸς μόνον ὁρῶσι τὸ αὐτοῖς εὖ ἔχειν δοκοῦν, ἄνθρωπον δὲ ἀνειλῆφθαι παρὰ τοῦ θεοῦ λόγου φασὶ κατ’ ἐκεῖνό που τάχα τὸ δι’ ἑνὸς τῶν ἁγίων προφητῶν εἰρημένον· οὐκ ἤμην προ‐ φήτης οὐδὲ υἱὸς προφήτου, ἀλλ’ αἰπόλος ἤμην κνίζων συκάμινα, καὶ ἀνέ‐ λαβέ με κύριος ἐκ τῶν προβάτων· ἢ καὶ καθά φησιν ὁ μακάριος Δαυίδ· ἀνα‐
10λαμβάνων πραεῖς ὁ κύριος, κατὰ σχέσιν δηλονότι καὶ οἰκειότητα τὴν πνευματικὴν τὴν ὡς ἐν θελήσει καὶ χάριτι καὶ ἁγιασμῶι, καθὰ καὶ ἡμεῖς αὐτοὶ κολλώμενοι τῶι κυρίωι ἓν πνεῦμα ἐσμὲν κατὰ τὸ γεγραμμένον. ἀλλ’ οὐχὶ τοῦτό ἐστιν τὸ ἐνανθρωπῆσαι θεὸν οὔτε μὴν παραπλησίως ἡμῖν μετασχεῖν αἵματος καὶ σαρκός, οἰκειώσασθαι δὲ μᾶλλον ἄν‐ θρωπον καὶ οὐ καθ’ ἕτερον τρόπον ἢ καθ’ ὃν ἂν λέγοιτο καὶ προφήτας καὶ ἀποστόλους
15καὶ τοὺς ἄλλους ἅπαντας ἁγίους. ἆρ’ οὖν ὁ θεσπέσιος Παῦλος πεφενάκικε τοὺς ἡγια‐ σμένους διὰ τῆς πίστεως, ἐναργέστατα λέγων περὶ τοῦ μονογενοῦς ὅτι πλούσιος ὢν ἐπτώ‐ χευσεν δι’ ἡμᾶς; μὴ γένοιτο· ἀληθεύει γὰρ πάντως τῆς ἀληθείας ὁ κῆρυξ. ἀλλὰ γὰρ τίς ὁ πλούσιός ἐστιν καὶ τίνα τρόπον ἐπτώχευσεν, βασανιζέτω καὶ νῦν ὁ λόγος ἡμῖν. εἰ μὲν γὰρ καθὰ καὶ φρονεῖν καὶ λέγειν αὐτοὶ τεθαρσήκασιν, ἄνθρωπος ἀνελήφθη παρὰ
20τοῦ θεοῦ, πῶς ἐπτώχευσεν ὁ ἀναληφθεὶς καὶ τοῖς ὑπὲρ φύσιν ἀξιώμασιν ἐκλελαμπρυσμένος; δεδόξασται γάρ· ἢ εἰ μὴ τοῦτό ἐστιν ἀληθές, διαβεβλήσεται παρ’ αὐτῶν ἡ ἀνάληψις, ὡς κατακομίσασα πρὸς τὸ μεῖον καὶ πρός γε τὸ δυσκλεέστερον τὸ τῆς ἀνθρωπότητος μέτρον. ἀλλ’ ὧδε φρονεῖν ἀπηχές· οὐκοῦν οὐκ ἐπτώχευσεν ὁ ἀναληφθείς. λείπεται τοίνυν εἰπεῖν ὅτι γέγονεν ἐν πτωχείαι τῆι καθ’ ἡμᾶς ὁ πλούσιος ὡς θεός. εἶτα πῶς ἐπτώ‐
25χευσεν; φέρε δὴ φέρε καταθρήσωμεν ἀναγκαίως. ἄτρεπτος μὲν γὰρ κατὰ φύσιν ἐστὶν ὁμολογουμένως· οὐ μετακεχώρηκεν εἰς φύσιν σαρκός, τὴν ἰδίαν ἀφείς· μεμένηκεν ὅπερ ἦν, τουτέστι θεός. ποῦ τοιγαροῦν ὀψόμεθα τῆς πτωχείας τὸ ὑφειμένον; ἆρ’ ἐν τῶι τινὰ τῶν καθ’ ἡμᾶς ἀναλαβεῖν, καθὰ φάναι τετολμήκασιν οἱ τῆς Νεστορίου δυσσεβείας παράσιτοι; καὶ ποῖος ἂν γένοιτο πτωχείας αὐτῶι καὶ κενώσεως τρόπος; ὡς ἔν γε δὴ

1,1,6

139

μόνωι τῶι ἐθελῆσαι τυχὸν τιμῆσαι τινὰ τῶν καθ’ ἡμᾶς ἄνθρωπον; ἀδικεῖται γὰρ κατ’ οὐδένα τρόπον ἀγαθουργῶν ὁ τῶν ὅλων θεός. πῶς οὖν ἐπτώχευσεν; ὅτι θεὸς ὢν φύσει καὶ υἱὸς τοῦ θεοῦ καὶ πατρὸς γέγονεν ἄνθρωπος καὶ ἐκ σπέρματος τοῦ Δαυὶδ γεγέννηται κατὰ σάρκα καὶ δουλοπρεπὲς ὑπέδυ μέτρον, τουτέστι τὸ ἀνθρώπινον ὁ ἐν μορφῆι
5τοῦ θεοῦ καὶ πατρός, ὁ δι’ οὗ τὰ πάντα καὶ ἐν ὧι τὰ πάντα, καὶ τῶν ὅλων δημιουργός. ἄνθρωπος δὲ γεγονὼς τὸ τῆς ἀνθρωπότητος μέτρον οὐκ αἰσχύνεται· ὁ γὰρ αὐτὸ τὸ γενέσθαι καθ’ ἡμᾶς οὐκ ἀπόβλητον ποιησάμενος τίνα δὴ τρόπον παραιτοῖτο ἂν τὰ δι’ ὧν ἦν ἰδεῖν γεγονότα κατὰ ἀλήθειαν δι’ ἡμᾶς καθ’ ἡμᾶς; ὅταν οὖν τῶν ἀνθρωπίνων αὐτὸν ἀπο‐ στήσωμεν καὶ πραγμάτων καὶ λόγων, κατ’ οὐδένα διοίσομεν τρόπον τῶν, εἴπερ τι τῶν
10ἐνδεχομένων ἦν, μόνον οὐχὶ καὶ ἀποδυόντων αὐτὸν τῆς σαρκὸς καὶ ἀπιστούντων τῆι θεο‐ πνεύστωι γραφῆι ἀνατρεπόντων τε εἰς ἅπαν τῆς ἐνανθρωπήσεως τὸ μυστήριον, τὴν τοῦ κόσμου σωτηρίαν, τὴν ἐλπίδα, τὴν πίστιν, τὴν ἀνάστασιν. ἀλλ’ ἴσως ἐρεῖ τις μικρὸν εἶναι τῶι θεῶι λόγωι καὶ ἀπεοικὸς εἰς ἅπαν τὸ κλαῦσαι, τὸ δεδιέναι τὸν θάνατον, τὴν τοῦ ποτηρίου παραίτησιν, τῆς ἱερωσύνης τὸ χρῆμα. ναί, φαίην ἂν [ὅτι] καὶ αὐτὸς ἐγώ, τῆι
15θείαι καὶ ὑπερτάτηι φύσει τε καὶ δόξηι τὰ τοιάδε σμικρά· ἀλλ’ ἐν αὐτοῖς τεθεάμεθα τὴν πτωχείαν ἣν δι’ ἡμᾶς ὑπέμεινεν ἑκών. ὅταν σοι φαίνηται φορτικὸν τὸ ἐκ τῆς κενώσεως δυσκλεές, θαύμαζε μειζόνως τὴν εἰς ἡμᾶς ἀγάπησιν τοῦ υἱοῦ· ὃ γὰρ σὺ μικρὸν εἶναι φής, τοῦτο θελητὸν ἐποιήσατο διὰ σέ. ἔκλαυσεν ἀνθρωπίνως, ἵνα τὸ σὸν περιστείληι δάκρυον· ἐδειλίασεν οἰκονομικῶς ἐφιεὶς τῆι σαρκὶ καὶ πάσχειν ἔσθ’ ὅτε τὰ ἴδια, ἵν’ εὐτολμοτάτους
20ἡμᾶς ἀποφήνηι· παρηιτήσατο τὸ ποτήριον, ἵνα τῆς Ἰουδαίων δυσσεβείας ὁ σταυρὸς κατη‐ γορῆι· ἀσθενῆσαι λέγεται κατὰ τὸ ἀνθρώπινον, ἵνα παύσηι τὴν σὴν ἀσθένειαν· δεήσεις ἀνέτεινε καὶ ἱκετηρίας, ἵνα καὶ ταῖς παρὰ σοῦ λιταῖς βάσιμον ἀποφήνηι τὴν τοῦ πατρὸς ἀκοήν· ἐνύσταξεν, ἵνα σὺ μάθηις μὴ νυστάζειν ἐν πειρασμοῖς, συντείνεσθαι δὲ μᾶλλον εἰς προσευχάς. καὶ γοῦν ἐπηιτιᾶτο νυστάζοντας τοὺς ἁγίους ἀποστόλους καὶ δὴ καὶ ἔφασκεν·
25οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ’ ἐμο; γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. ἀνατύπωσιν γὰρ ὥσπερ εὐαγοῦς πολιτείας τὰ καθ’ ἑαυτὸν ἀναθεὶς ὠφέλησε τὴν ὑπ’ οὐρανόν· τὰς τῆς ἀνθρωπό‐ τητος ἀσθενείας ὠικειώσατο, διὰ ποίαν αἰτίαν; ἵνα καὶ κατὰ ἀλήθειαν ἄνθρωπος γενέσθαι πιστεύηται, καίτοι μεμενηκὼς ὅπερ ἦν, τουτέστι θεός. ἀλλ’ οὐκ οἶδ’ ὅπως οἱ Χριστὸν

1,1,6

140

ἕνα λέγειν ὑποκρινόμενοι καὶ υἱὸν καὶ κύριον, τὸν αὐτὸν θεὸν καὶ ἄνθρωπον, οὐ τὸν ἐκ θεοῦ φύντα λόγον χρηματίσαι φασὶν ἀρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν, ὅτε γέγονεν ἄνθρωπος, ἀλλ’ ὡς ἕτερόν τινα κατὰ μόνας ἄνθρωπον τὸν ἐκ σπέρματος Δαυὶδ κεκλῆσθαι πρὸς τοῦτο διισχυρίζονται δεδιότες τάχα που μὴ τῆς Νεστορίου κακοδοξίας ὀλι‐
5γωρήσαντες ὀρθὰ φρονοῦντες ἁλίσκοιντο. ἔφη γὰρ οὕτως ἐκεῖνος Οὗτος ὁ πιστὸς τῶι θεῶι πεποιημένος ἀρχιερεύς (ἐγένετο γὰρ οὗτος, οὐκ ἀιδίως προῆν)· οὗτος ὁ κατὰ μικρὸν εἰς ἀρχιερέως, αἱρετικέ, προκόψας ἀξίωμα. Εἶτα, καθάπερ οἴεται, βεβαιῶν εἰς ἀλήθειαν τὰς ἑαυτοῦ φωνάς, ἐπιφέρει καί φησιν Περὶ οὗ καὶ Ἰωάννης ἐν τοῖς εὐαγγελίοις ἐβόα· Ἰησοῦς δὲ προέκοπτεν ἡλικίαι
10καὶ σοφίαι καὶ χάριτι. Καὶ πάλιν· ὄντος ἡμῖν τούτου μόνου ἀρχιερέως συμπαθοῦς καὶ συγγενοῦς καὶ βεβαίου, τῆς εἰς αὐτὸν μὴ παρατρέπεσθε πίστεως. αὐτὸς γὰρ ἡμῖν τῆς ἐπηγγελμένης εὐλογίας ἐκ σπέρματος Ἁβραὰμ ἀπεστάλη, ὡς ὑπὲρ ἑαυτοῦ καὶ τοῦ γένους τὴν τοῦ σώματος θυσίαν συνεπαγόμενος.
15 Ὁ δὲ τῆς ἐκείνου βδελυρίας ἄριστος μιμητής, ὁ χρηστὸς οὑτοσὶ Θεοδώρητος οὐκ ἐρυθριᾶι λέγων· ἀνθρωπείαν φύσιν ἔλαβεν καὶ ταύτην ὑπὲρ τοὺς κοινοὺς ἀρχιερέας κατέ‐ στησεν, καθὰ καὶ Παῦλός φησιν· πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανό‐ μενος ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν θεόν, μετριοπαθεῖν δυνά‐ μενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθέ‐
20νειαν καὶ δι’ αὐτὴν ὀφείλει ὥσπερ ὑπὲρ τοῦ λαο, οὕτως καὶ περὶ ἑαυ‐ τοῦ προσφέρειν περὶ ἁμαρτιῶν. Ἆρ’ οὐκ ἄνθρωπον ἡμῖν κοινόν, τό γε ἧκον εἰς τὸ αὐτῶι δοκοῦν, ἀποτετέλεκε τὸν Ἐμμανουήλ; οὐκ ἀδελφὰ τῶν ἀρτίως ἡμῖν ὠνομασμένων τὰ φρονήματα καὶ τὴν ἴσην ὠδίνοντα δυσφημίαν; δέδιας, εἰπέ μοι, τῆς ἱερωσύνης τὸν τρόπον τοῦ πάντων ἡμῶν
25σωτῆρος Χριστοῦ; ἀνάρμοστον εἶναι φὴς τῶι θεῶι λόγωι τὸ ἱερουργεῖν ἀνθρωπίνως διὰ τὴν οἰκονομίαν; οὐκοῦν ἄφελε τὸ προσωπεῖον, ἀρνοῦ μὴ ὑπεσταλμένως τοῦ λόγου τὴν ἐνανθρώπησιν, δι’ ἣν ὠνόμασται καὶ ἀρχιερεύς. ἆρα θύοντα βλέπεις, ὡς ἑτέρωι

1,1,6

141

θεῶι καὶ προύχοντι, τῶι πατρί; βουθυτοῦντα τεθέασαι κατ’ ἐκείνους τοὺς ἐξ ἀνθρώπων ληφθέντας μετριοπαθεῖν τε δυναμένους τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις διὰ τὸ εἶναι καὶ αὐτοὺς ἐν ταῖς καθ’ ἡμᾶς ἀσθενείαις; οὐκ ἐννενόηκας ὅτι τὴν παρὰ πάντων πίστιν ἢ γοῦν τῆς πίστεως τὴν ὁμολογίαν ἑαυτῶι καθιεροῖ καὶ τῶι παναγίωι πατρί; ἆρ’ οὖν, εἰπέ μοι,
5τρόπος ἐστὶν ἀνθρωπίνης ἱερουργίας τὸ πίστιν αἰτεῖν τοὺς εἰς ὀσμὴν εὐωδίας προσκεκο‐ μισμένους ἐν πνεύματι; ὅρα δὲ καὶ ἑτέρως ὄντα θεόν, κἂν εἰ ἀνθρωπίνως ἱερᾶσθαι λέγοιτο διὰ τὴν οἰκονομίαν· συνεδρεύει γὰρ τῶι θεῶι καὶ πατρὶ καὶ ἐν τοῖς ἀνωτάτω θώκοις ὁρᾶται διαπρεπής. θορυβεῖ σε τὸ ἀνθρώπινον; οὐκ ἀπαλλάττει δειμάτων τὸ θεοπρεπές; οὐκ ἀνέχηι δι’ αὐτῶν ἰδεῖν τῶν πραγμάτων θεόν τε ὁμοῦ καὶ ἄνθρωπον ὄντα τὸν Ἐμμα‐
10νουήλ, ἀλλ’ οὕτως ἀνέδην καὶ ἀπηνῶς, μᾶλλον δὲ δυσσεβείας ἁπάσης ἐπέκεινα τρέχων τετελειῶσθαι φὴς κατ’ ἀρετὴν ἐν πόνοις αὐτὸν καὶ προκόψαι κατὰ βραχὺ εἰς ἀρχιερέως ἀξίωμα; εἰ προέκοψεν, ποῦ κεκένωται καὶ ἐπτώχευσεν; εἰ τετελείωται κατ’ ἀρετήν, ἐξ ἀτελοῦς δηλονότι καὶ ἐν χρόνωι γέγονε τέλειος· τὸ δὲ ἀτελὲς ἅπαν εἰς ἀρετὴν ὑπὸ μώμου γραφὴν καὶ τὸ ὑπὸ μῶμον ὑφ’ ἁμαρτίαν. πῶς οὖν γέγραπται περὶ αὐτοῦ ὅτι
15ἁμαρτίαν οὐκ ἐποίησεν; τετόλμηκας εἰπεῖν τὰ ὑποτεταγμένα Τίς τοίνυν (ὁ ἱερατεύσας, φησίν) ὁ πόνοις ἀρετῆς τελειωθεὶς καὶ μὴ φύσει τέλειος ὑπάρχων; τίς ὁ πείραι μαθὼν τὴν ὑπακοὴν καὶ ταύτην ἀγνοῶν πρὸ τῆς πείρας; τίς ὁ εὐλαβείαι συμβιώσας καὶ μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων ἱκετείας προσενεγκὼν καὶ σώιζειν ἑαυτὸν οὐ δυνάμενος, ἀλλὰ τὸν δυνάμενον σώιζειν παρακαλῶν;
20 Ὢ παντόλμου φωνῆς καὶ μιαρωτάτης. ποῖον ἀρκέσει δάκρυον εἰς ἀπόνιψιν ἁμαρ‐ τίας τοῖς τοιάδε φρονεῖν ἡιρημένοις; εἰ καταδέχηι τὴν ἕνωσιν, πῶς ἠγνόησας ὅτι περὶ θεοῦ σοι λόγος ἦν ἐνηνθρωπηκότος; τεταπείνωκεν ἑαυτὸν διὰ σέ, καὶ ἀνοσίως ἀνα‐ φωνεῖς· ἵλεώς σοι, κύριε, οὐ μὴ ἔσται σοι τοῦτο. οὐκοῦν ἀκούσηι λέγοντος· ὕπαγε ὀπίσω μου, σαταν, σκάνδαλόν μου ε. ἀλλὰ γὰρ ἐπὶ τέλει τῶν ἑαυτοῦ
25λόγων φησίν Οὐκοῦν ὁ ἐκ σπέρματος Δαυὶδ ἀρχιερεύς, ἔχων ἐν ἑαυτῶι δηλονότι τὸν ἐκ θεοῦ λόγον ἡνωμένον καὶ ἀχωρίστως συνημμένον. Πῶς οὖν ἡνῶσθαι φὴς τῶι ἐκ σπέρματος Δαυὶδ τὸν ἐκ θεοῦ λόγον, εἰ μόνωι τῶι

1,1,6

142

ἐκ σπέρματος Δαυὶδ ἐκνενέμηκας τὴν ἱερωσύνην; εἰ γὰρ ἀληθὴς ἡ ἕνωσις, οὐ δύο που πάντως εἰσίν, ἀλλ’ εἷς τε καὶ μόνος ὁ ἐξ ἀμφοῖν νοεῖται Χριστός. πρόδηλον οὖν ὅτι πλάττονται μὲν ὁμολογεῖν τὴν ἕνωσιν τὰς τῶν ἁπλουστέρων ὑποτρέχοντες γνώμας, συνά‐ φειαν δὲ φρονοῦσι τὴν ἔξωθέν τε καὶ σχετικήν, ἣν καὶ ἡμεῖς ἐσχήκαμεν, κοινωνοὶ τῆς θείας
5αὐτοῦ φύσεως ἀναδεδειγμένοι διὰ τοῦ πνεύματος. προσεκτέον τοιγαροῦν οὐ τοῖς ἐκείνων βατταρισμοῖς, ἀλλὰ τῆι ὀρθῆι τε καὶ ἀμωμήτωι πίστει καὶ τοῖς εὐαγγελικοῖς τε καὶ ἀπο‐ στολικοῖς θεσπίσμασιν. Κυρίλλου ἀναθεματισμὸς ια Εἴ τις οὐχ ὁμολογεῖ τὴν τοῦ κυρίου σάρκα ζωοποιὸν εἶναι καὶ ἰδίαν αὐτοῦ τοῦ ἐκ
10θεοῦ πατρὸς λόγου, ἀλλ’ ὡς ἑτέρου τινὸς παρ’ αὐτὸν συνημμένου μὲν αὐτῶι κατὰ τὴν ἀξίαν ἢ γοῦν ὡς μόνην θείαν ἐνοίκησιν ἐσχηκότος, καὶ οὐχὶ δὴ μᾶλλον ζωοποιόν, ὡς ἔφημεν, ὅτι γέγονεν ἰδία τοῦ λόγου τοῦ τὰ πάντα ζωοποιεῖν ἰσχύοντος, ἀνάθεμα ἔστω. Θεοδωρήτου ἀνατροπὴ ια Ἔοικεν ἑκών, ὡς οἶμαι, τῆς ἀσαφείας φροντίζειν, ἵνα ταύτηι τὴν κακοδοξίαν συγκα‐
15λύψας λάθηι τὰ αὐτὰ τοῖς αἱρετικοῖς δογματίζων. ἀλλ’ οὐδὲν τῆς ἀληθείας δυνατώτερον, ἥτις ταῖς οἰκείαις ἀκτῖσι γυμνοῖ τὸ ζοφῶδες τοῦ ψεύδους. ταύτηι φωτιζόμενοι δήλην αὐτοῦ τὴν ἑτερόδοξον καταστήσομεν πίστιν. πρῶτον μὲν γὰρ οὐδαμοῦ σαρκὸς νοερᾶς ἐμνημόνευσεν οὔτε ἄνθρωπον τέλειον τὸν ἀναληφθέντα ὡμολόγησεν, ἀλλὰ πανταχοῦ σάρκα λέγει, τοῖς Ἀπολιναρίου δόγμασιν ἀκολουθῶν· ἔπειτα τὴν τῆς κράσεως ἔννοιαν ἑτέροις
20ἐμβαλὼν ὀνόμασι κατασπείρει τοῖς λόγοις. ἐνταῦθα γὰρ σαφῶς ἄψυχον τὴν τοῦ κυρίου σάρκα φησίν· εἴ τις γάρ, φησίν, [οὐχ] ὁμολογεῖ τὴν τοῦ κυρίου σάρκα μὴ ἰδίαν αὐτοῦ τοῦ

1,1,6

143

ἐκ θεοῦ πατρὸς λόγου, ἀλλ’ ὡς ἑτέρου παρ’ αὐτόν, ἀνάθεμα ἔστω. ἐξ ὧν εὔδηλον ὡς οὐχ ὁμολογεῖ ψυχὴν ἀνειληφέναι τὸν θεὸν λόγον, ἀλλὰ σάρκα μόνην, αὐτὸν δὲ εἶναι ἀντὶ ψυχῆς τῆι σαρκί. ἡμεῖς δὲ ζωοποιὸν εἶναι φαμὲν τὴν ἔμψυχον καὶ λογικὴν τοῦ κυρίου σάρκα διὰ τὴν ἡνωμένην αὐτῆι ζωοποιὸν θεότητα. ὁμολογεῖ δὲ καὶ αὐτὸς ἄκων τῶν
5δύο φύσεων τὸ διάφορον, σάρκα λέγων καὶ θεὸν λόγον καὶ ἰδίαν αὐτοῦ προσαγορεύων τὴν σάρκα. οὐκοῦν οὐχ ὁ θεὸς λόγος εἰς σαρκὸς ἐτράπη φύσιν, ἀλλ’ ἰδίαν ἔχει σάρκα τὴν ἀναληφθεῖσαν φύσιν καὶ ζωοποιὸν αὐτὴν τῆι ἑνώσει πεποίηκεν. Ἀπολογία Κυρίλλου ια Οἱ τῶν εἰς ὀρθότητα καὶ ἀλήθειαν ἐννοιῶν ἐξ ἀμαθίας ἀπολισθήσαντες καὶ μόνον
10οὐχὶ λέγοντες ἐθέμεθα ψεῦδος τὴν ἐλπίδα ἡμῶν καὶ τῶι ψεύδει σκεπασθη‐ σόμεθα, τὴν καθ’ ὧν ἂν ἕλοιντο ψῆφον ἀπεριμερίμνως ἐκφέρουσιν, οὐ μεμνημένοι λεγούσης τῆς θεοπνεύστου γραφῆς κρίμα δίκαιον κρίνετε καὶ πάλιν μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται. ἡμεῖς γὰρ ζωοποιὸν εἶναι φαμὲν τὸ ἅγιον σῶμα τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ· καὶ γάρ ἐστιν οὐχ ἑνὸς ἁπλῶς τῶν καθ’ ἡμᾶς ἀνθρώπου κοινοῦ,
15ἴδιον δὲ ἀληθῶς τοῦ τὰ πάντα ζωογονοῦντος λόγου, ἴδιον δὲ οὕτως ὡς ἂν εἰ καὶ τῶν καθ’ ἡμᾶς ἑκάστου τυχὸν ἴδιον λέγοιτο τὸ σῶμα αὐτοῦ. ὁ δὲ χρηστὸς οὑτοσὶ καὶ τῆς καθ’ ἡμῶν γλωσσαλγίας οὐδένα τρόπον ἀνεπιτήδευτον ἀφείς, καίτοι συναινῶν οἷς ἔφην, ἐπιφη‐ μίζει πάλιν ἡμῖν τῆς Ἀπολιναρίου κακοδοξίας τὸν μῶμον καὶ οὐκ αἰσχύνεται λέγων ὅτι λέξεσιν ἑτέραις τὸ τῆς κράσεως ἤτοι συγχύσεως ἐπικρύπτει χρῆμα καὶ ἄψυχον εἶναι διαβε‐
20βαιοῦται τὴν ἑνωθεῖσαν τῶι λόγωι σάρκα. ἀλλ’, ὦ βέλτιστε, φαίη τις ἂν εἰκότως, ἆρ’ οὖν τοῖς ἴσοις περιβαλεῖς ἐγκλήμασι καὶ τὸν μακάριον εὐαγγελιστὴν Ἰωάννην; ἔφη γὰρ ὅτι ὁ λόγος σὰρξ ἐγένετο. καταλαζονεύσηι καὶ αὐτοῦ καὶ δὴ καὶ ἐρεῖς ὅτι ψυχῆς ἠμνημόνησε νοερᾶς καὶ ἄψυχον εἶναί φησι τοῦ κυρίου τὴν σάρκα; τί δὲ ὅταν καὶ αὐ‐ τοῦ λέγοντος ἀκούσηις τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ· ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ
25φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς καὶ πάλιν ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου

1,1,6

144

τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῶι καὶ πάλιν καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. ἐπιπήδησον, εἰ δοκεῖ, καὶ τοῖς αὐτοῦ λόγοις· σάρκα γὰρ ὀνομάζει μόνην καὶ ψυχῆς ἐν τούτοις τῆς νοερᾶς οὐδεμίαν παντελῶς πεποίηται μνήμην. ἀλλ’ εἴπερ ἦσθά τις σοφὸς καὶ ἀγχίνους, οὐκ ἂν ἠγνόησας
5ὅτι καὶ ἀπὸ μόνης ἔσθ’ ὅτε τῆς σαρκὸς τὸ ἐκ ψυχῆς καὶ σώματος κατασημαίνεται ζῶιον, τουτέστιν ἄνθρωπος. γέγραπται γὰρ ὅτι καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεο. οὐκοῦν ὁ σάρκα λέγων γενέσθαι τὸν λόγον οὐκ ἠγνόηκεν ὅτι πάντηι τε καὶ πάντως καὶ ψυχῆς νοερᾶς πεποίηται μνήμην. ἀλλὰ γάρ, ὡς ἔφην ἐν ἀρχαῖς, ἀπορήσας εἰς ἀντίστασιν σκέπην ἑαυτῶι ποιεῖται τὸ ψεῦδος καὶ πειρᾶται συκοφαντεῖν, ἵνα δοκῆι τι
10λέγειν. οὐκ ἄνθρωπον δὲ ἀνειλῆφθαι παρὰ θεοῦ τοῖς ἁγίοις πατράσι δοκεῖ· πεφρονήκασι γὰρ οὐχ ὧδε· πόθεν; αὐτὸν δὲ μᾶλλον τὸν ἐκ θεοῦ λόγον ἄνθρωπον γενέσθαι φασίν, ἑνωθέντα σαρκὶ ψυχὴν ἐχούσηι τὴν νοεράν (ἀσύγχυτος δὲ καὶ τροπῆς ἐλευθέρα παντελῶς ἡ ἕνωσις· ἀναλλοίωτος γὰρ ὁ τοῦ θεοῦ λόγος), καὶ οὕτως πιστεύομεν. Κυρίλλου ἀναθεματισμὸς ιβ
15 Εἴ τις οὐχ ὁμολογεῖ τὸν τοῦ θεοῦ λόγον παθόντα σαρκὶ καὶ ἐσταυρωμένον σαρκὶ καὶ θανάτου γευσάμενον σαρκὶ γεγονότα τε πρωτότοκον ἐκ τῶν νεκρῶν, καθὸ ζωή ἐστι καὶ ζωοποιὸς ὡς θεός, ἀνάθεμα ἔστω. Θεοδωρήτου ἀνατροπὴ ιβ Τὰ πάθη τοῦ παθητοῦ ἴδια· ὁ γὰρ ἀπαθὴς παθῶν ἐστιν ὑψηλότερος. ἔπαθεν τοίνυν
20ἡ τοῦ δούλου μορφή, συνούσης αὐτῆι δηλονότι τῆς τοῦ θεοῦ μορφῆς καὶ συγχωρούσης μὲν παθεῖν διὰ τὴν ἐκ τῶν παθῶν τικτομένην σωτηρίαν, οἰκειουμένης δὲ διὰ τὴν ἕνωσιν τὰ παθήματα. οὐκοῦν οὐχ ὁ θεὸς ὁ παθών, ἀλλ’ ὁ ἐξ ἡμῶν ὑπὸ τοῦ θεοῦ ληφθεὶς ἄν‐ θρωπος. δι’ ὃ καὶ ὁ μακάριος Ἡσαίας προθεσπίζων βοᾶι· ἄνθρωπος ἐν πληγῆι ὢν καὶ εἰδὼς φέρειν μαλακίαν. καὶ αὐτὸς δὲ ὁ δεσπότης Χριστὸς πρὸς τοὺς Ἰου‐
25δαίους ἔλεγεν· τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; ἀποκτείνεται δὲ οὐχ ὁ αὐτοζωή, ἀλλ’ ὁ θνητὴν ἔχων τὴν φύσιν. καὶ τοῦτο διδάσκων ἑτέρωθι ὁ κύριος πρὸς τοὺς Ἰουδαίους ἔφη· λύσατε τὸν ναὸν τοῦ‐ τον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. οὐκοῦν ἐλύθη μὲν ὁ ἐκ Δαυίδ, ἀνέστησε δὲ τοῦτον λυθέντα ὁ ἐκ πατρὸς ἀπαθῶς γεννηθεὶς πρὸ τῶν αἰώνων μονογενὴς
30θεὸς λόγος.

1,1,6

145

Κυρίλλου ἀπολογία ιβ Ἔστι μὲν ἀπαθὴς ὁμολογουμένως ἡ τοῦ λόγου φύσις, καὶ τοῦτο, οἶμαι, ἐστὶν οὐδενὶ τῶν ὄντων ἀσυμφανές, οὐδ’ ἂν εἰς τοῦτο φρενοβλαβείας καθίκοιτό τις, ὡς τὴν ἀπόρρητον καὶ ὑπερφυᾶ καὶ τοῦ δύνασθαί τι παθεῖν ἐπέκεινα φύσιν ἀσθενείαις ταῖς καθ’ ἡμᾶς ἐνι‐
5σχῆσθαι λέγειν. ἐπειδὴ δὲ ἦν τὸ παθεῖν τῶι κόσμωι σωτήριον καὶ πάλιν ἀμήχανον τὸ παθεῖν εἰς ἰδίαν φύσιν τὸν ἐκ θεοῦ φύντα λόγον, μέτεισιν εὐτεχνῶς τῆς οἰκονομίας τὸ χρῆμα. ἴδιον γὰρ ἐποιήσατο σῶμα τὸ παθεῖν δυνάμενον, ἵνα τῶι παθεῖν πεφυκότι λέγοιτο παθεῖν, καίτοι μεμενηκὼς ἀπαθὴς κατ’ ἰδίαν φύσιν αὐτός. ἐπειδὴ δὲ σαρκὶ πέπονθεν ἑκών, ταύτηι τοι τῶν ὅλων σωτήρ ἐστί τε καὶ ὀνομάζεται. ὡς γὰρ ὁ Παῦλός
10φησι, χάριτι θεοῦ ὑπὲρ παντὸς ἐγεύσατο θανάτου· μαρτυρήσει δὲ καὶ ὁ θεσπέσιος Πέτρος, σοφώτατα λέγων Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν, οὐ φύσει θεότητος μᾶλλον, ἀλλὰ σαρκ. ἐπεὶ τίνα τρόπον ὁ τῆς δόξης κύριος ἐσταυρῶσθαι λέγεται; πῶς δὲ ὁ δι’ οὗ τὰ πάντα καὶ ἐν ὧι τὰ πάντα συνέστηκεν, καθά φησιν ὁ μακάριος Παῦλος, δέδοται παρὰ τοῦ θεοῦ καὶ πατρὸς κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας, γέγονε δὲ καὶ πρω‐
15τότοκος ἐκ νεκρῶν; οἰκειωσάμενος δηλονότι τὰ τῆι ἰδίαι σαρκὶ συμβαίνοντα πάθη. κύ‐ ριος δὲ τῆς δόξης οὐκ ἂν γένοιτο κοινὸς καὶ καθ’ ἡμᾶς ἄνθρωπος. ἀλλ’ ἐρεῖς ἐκεῖνό που τάχα ὡς ἀπόχρη λίαν ἡ ἕνωσις εἰς τὸ ἀποφῆναι Χριστὸν ἕνα καὶ κύριον τὸν ἐσταυ‐ ρωμένον. οὐκοῦν λεγέσθω πάντα αὐτοῦ καὶ ὁμολογείσθω σωτὴρ ὁ τοῦ θεοῦ λόγος, μεμενηκὼς μὲν ἀπαθὴς τῆι τῆς θεότητος φύσει, σαρκὶ δὲ παθών, ὡς εἶπεν ὁ Πέτρος.
20αὐτοῦ γὰρ ἦν ἴδιον καθ’ ἕνωσιν ἀληθῆ τὸ τοῦ θανάτου γευσάμενον σῶμα. ἐπεὶ τίνα τρόπον ἐξ Ἰουδαίων κατὰ σάρκα Χριστὸς καὶ θεὸς ἐπὶ πάντων ἐστὶν καὶ εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν; εἰς τὸν τίνος θάνατον βεβαπτίσμεθα; τὴν τίνος ἀνάστασιν ὁμολογοῦντες δικαιούμεθα; καίτοι κατὰ φύσιν ἰδίαν θανάτου κρείττων ἐστὶν ὁ τοῦ θεοῦ λόγος, μᾶλλον δὲ αὐτόχρημα ζωή. ἆρ’ οὖν εἰς θάνατον ἀνθρώπου κοινοῦ βεβαπτίσμεθα καὶ εἰς αὐτὸν
25πιστεύοντες δικαιούμεθα; ἤ, ὅπερ ἐστὶν ἀληθές, ἐνανθρωπήσαντος θεοῦ καὶ παθόντος ὑπὲρ ἡμῶν σαρκὶ τὸν θάνατον καταγγέλλομεν καὶ ὁμολογοῦντες τὴν ἀνάστασιν τὸ τῆς ἁμαρτίας ἄχθος ἀποπεμπόμεθα; ἠγοράσμεθα γὰρ τιμῆς, οὐ φθαρτοῖς ἀργυρίωι ἢ χρυσίωι, ἀλλὰ τιμίωι αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστο. καὶ πλεῖστα μὲν
ἕτερα πρὸς τούτοις εἰπεῖν χαλεπὸν οὐδὲν καὶ τὰς τῶν ἁγίων πατέρων παραθεῖναι χρήσεις,

1,1,6

146

ἀρκέσει δέ, οἶμαι, καὶ ταῦτα τοῖς εὐμαθεστέροις. γέγραπται γὰρ ὅτι δίδου σοφῶι ἀφορμήν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίωι, καὶ προσθήσει τοῦ δέχεσθαι. Τοῦ ἁγίου Γρηγορίου τοῦ θαυματουργοῦ ἐπισκόπου Νεοκαισαρείας περὶ τῆς τοῦ θεοῦ λόγου
5σαρκώσεως Θεοῦ χάριτι τὸ πῶς δεῖ πιστεύειν περὶ τῆς σαρκώσεως καὶ ἐνανθρωπήσεως τοῦ υἱοῦ τοῦ θεοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, νόμου προμηνύσαντος, προφητῶν μαρτυρησάν‐ των, ἀποστόλων κηρυξάντων, αὐτοῦ τοῦ κυρίου καὶ λόγωι διδάξαντος καὶ ἔργωι ἑαυτὸν φανερώσαντος,
10α εἴ τις λέγει δοκήσει πεφανερῶσθαι τὸν Χριστὸν τῶι κόσμωι καὶ μὴ ὁμολογεῖ αὐτὸν ἐν σαρκὶ ἐληλυθέναι, καθὼς γέγραπται, ἀναθεματιζέσθω· β εἴ τις λέγει ἄψυχον ἢ ἀνόητον τὸ σῶμα τοῦ Χριστοῦ καὶ μὴ ὁμολογεῖ αὐτὸν τέλειον κατὰ πάντα, ἕνα καὶ τὸν αὐτόν, καθὼς γέγραπται, ἀναθεματιζέσθω· γ εἴ τις λέγει μέρος ἀνθρώπου ἀνειληφέναι τὸν Χριστὸν καὶ μὴ ὁμολογεῖ αὐτὸν καθ’
15ὁμοιότητα [ἡμῶν] κατὰ πάντα χωρὶς ἁμαρτίας, καθὼς γέγραπται, ἀναθεματιζέσθω· δ εἴ τις λέγει τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν Χριστὸν καὶ μὴ ὁμολογεῖ αὐτὸν ἄτρεπτον τῶι πνεύματι, ἄφθαρτον τῆι σαρκί, καθὼς γέγραπται, ἀναθεματιζέσθω· ε εἴ τις λέγει ἄνθρωπον [τέλειον] τὸν Χριστὸν διαιρετῶς καὶ θεὸν τὸν λόγον διαιρετῶς
καὶ μὴ ὁμολογεῖ ἕνα κύριον Ἰησοῦν Χριστόν, καθὼς γέγραπται, ἀναθεματιζέσθω·

1,1,6

147

ϛ εἴ τις λέγει σωιζόμενον τὸν Χριστὸν καὶ μὴ ὁμολογεῖ αὐτὸν σωτῆρα τοῦ κόσμου καὶ φῶς τοῦ κόσμου, καθὼς γέγραπται, ἀναθεματιζέσθω· ζ εἴ τις λέγει· ἄλλος ὁ παθὼν καὶ ἄλλος ὁ μὴ παθών, καὶ μὴ ὁμολογεῖ αὐτὸν τὸν ἀπαθῆ θεὸν λόγον σαρκὶ ἰδίαι παθόντα ἀτρέπτως, καθὼς γέγραπται, ἀναθεματιζέσθω·
5η εἴ τις λέγει· ἄλλος ὁ πρὸ αἰώνων υἱὸς τοῦ θεοῦ καὶ ἄλλος ὁ ἐπ’ ἐσχάτων, καὶ μὴ ὁμολογεῖ αὐτὸν τὸν προαιώνιον τὸν αὐτὸν ἐπ’ ἐσχάτων, καθὼς γέγραπται, ἀναθεματι‐ ζέσθω· θ εἴ τις λέγει ἐκ σπέρματος ἀνδρὸς γεγεννῆσθαι τὸν Χριστὸν [ἐκ παρθένου] ὡς πάντες ἄνθρωποι, καὶ μὴ ὁμολογεῖ αὐτὸν ἐκ πνεύματος ἁγίου καὶ τῆς ἁγίας παρθένου σαρκω‐
10θέντα καὶ ἐνανθρωπήσαντα ἐκ σπέρματος Δαυίδ, καθὼς γέγραπται, ἀναθεματιζέσθω· ι εἴ τις λέγει ἄνθρωπον τέλειον ἀνειληφέναι τὸν Χριστὸν ὡς ἕνα τῶν προφητῶν καὶ μὴ ὁμολογεῖ αὐτὸν σαρκώσει τῆι ἐκ παρθένου γενόμενον ἄνθρωπον τὸν ἐν Βηθλεὲμ τεχθέντα καὶ ἐν Ναζαρὲτ ἀνατραφέντα καὶ προκοπὴν ἡλικίας ἐπιδειξάμενον καὶ χρόνων ἀρίθμησιν ποιησάμενον ἐν Ἰορδάνηι βαπτισθέντα καὶ ὑπὸ τοῦ πατρὸς μαρτυρηθέντα οὗ‐
15τός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, καθὼς γέγραπται, ἀναθεματιζέσθω· ια εἴ τις λέγει τὴν σάρκα τοῦ Χριστοῦ ὁμοούσιον τῆς θεότητος καὶ μὴ ὁμολογεῖ αὐτὸν ἐν μορφῆι θεοῦ ὑπάρχοντα θεὸν προαιώνιον καὶ ἑαυτὸν κενώσαντα καὶ λαβόντα δούλου μορφήν, καθὼς γέγραπται, ἀναθεματιζέσθω· ιβ εἴ τις λέγει ἄκτιστον τὸ σῶμα τοῦ Χριστοῦ καὶ μὴ ὁμολογεῖ αὐτὸν τὸν ἄκτιστον θεὸν
20λόγον ἐκ τῆς κτιστῆς ἀνθρωπότητος τὴν σάρκωσιν καὶ τὴν ἐνανθρώπησιν ἐπιδεξάμενον, καθὼς γέγραπται, ἀναθεματιζέσθω. ιβ Πῶς γὰρ ἂν ἄκτιστον λέγοιτο τὸ σῶμα; τὸ γὰρ ἄκτιστον ἀπαθὲς ἄτρωτον ἀψηλά‐ φητον, Χριστὸς δὲ ἐκ νεκρῶν ἀναστὰς τύπον ἥλων καὶ νύξιν λόγχης καὶ ψηλάφησιν σώματος ἐπεδείκνυτο τοῖς μαθηταῖς, καίτοι τῶν θυρῶν κεκλεισμένων εἰσελθών, ἀλλ’ ἵνα
25δείξηι καὶ τῆς θεότητος τὴν ἐνέργειαν καὶ τοῦ σώματος τὴν ἀλήθειαν[, ὅτι θεὸς ὢν ἄνθρωπος ἐγνωρίζετο φυσικῶς καὶ ἄνθρωπος γενόμενος ἀληθῶς θεὸς τοῖς ἔργοις ἐφαί‐
νετο].

1,1,6

148

ια Πῶς δὲ ἡ μετὰ χρόνον σὰρξ ὁμοούσιος ἂν λέγοιτο τῆς ἀχρόνου θεότητος; ὁμοούσιον γὰρ λέγεται τὸ ταυτὸν τῆι φύσει καὶ τῆι ἀιδιότητι ἀπαραλλάκτως. ι Πῶς δ’ ἂν λέγοι τις ἄνθρωπον τέλειον ἀνειληφέναι τὸν κύριον ὡς ἕνα τῶν προφητῶν, αὐτοῦ τοῦ κυρίου ἀνθρώπου γενομένου τῆι ἐκ παρθένου σαρκώσει; διὸ γέγραπται ὅτι
5ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοικός, ἐπειδὴ δὲ ἐκ γῆς πλασθεὶς εἰς γῆν ἀπελή‐ λυθεν, ὁ δεύτερος ἄνθρωπος εἰς οὐρανοὺς ἀνελήλυθεν. καὶ λέγεται ὁ πρῶτος Ἀδὰμ καὶ ὁ ἔσχατος Ἀδάμ, καὶ ὥσπερ ὡμολόγηται ὅτι ὁ δεύτερος ἐκ τοῦ πρώτου τὸ κατὰ σάρκα, διὸ καὶ ἄνθρωπος καὶ υἱὸς ἀνθρώπου Χριστός, οὕτως μεμαρτύρηται ὅτι ὁ δεύ‐ τερος τοῦ πρώτου σωτήρ, διότι κατελήλυθεν ἐξ οὐρανοῦ. ἐπειδὴ δὲ ἐξ οὐρανοῦ κα‐
10ταβὰς ὁ λόγος καὶ ἄνθρωπος γενόμενος εἰς οὐρανοὺς ἀνελήλυθεν, διὰ τοῦτο λέγεται ἐξ οὐρανοῦ ὁ δεύτερος Ἀδάμ. θ Πῶς δ’ ἂν λέγοι τις ἐκ σπέρματος ἀνδρὸς γεγεννῆσθαι τὸν Χριστὸν ἐκ παρθένου, τοῦ ἁγίου ἀγγέλου [καὶ τοῦ] εὐαγγελισαμένου τὴν Μαριάμ [τῆς παρθένου εἰρηκυίας πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; δι’ ὃ λέγει] πνεῦμα ἅγιον ἐπε‐
15λεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· δι’ ὃ καὶ τὸ γεν‐ νώμενον ἐκ σοῦ ἅγιον κληθήσεται υἱὸς ὑψίστου. καὶ τῶι Ἰωσὴφ λέγει· μὴ φοβηθῆις παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῆι γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου. τέξεται δὲ υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ’ ἡμῶν
20ὁ θεός. η Πῶς δ’ ἂν λέγοιτο ἄλλος ὁ πρὸ αἰώνων τοῦ θεοῦ υἱὸς καὶ ἄλλος ὁ ἐπ’ ἐσχά‐ των, αὐτοῦ τοῦ κυρίου λέγοντος πρὸ τοῦ Ἁβραὰμ γενέσθαι ἐγὼ εἰμὶ καὶ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω καὶ πάλιν πορεύομαι πρὸς τὸν πα‐ τέρα μου;
25ζ Πῶς δ’ ἂν λέγοιτο ἄλλος ὁ παθὼν καὶ ἄλλος ὁ μὴ παθών, αὐτοῦ τοῦ κυρίου λέ‐ γοντος δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποκτανθῆναι καὶ τῆι τρίτηι ἡμέραι ἐκ νεκρῶν ἀναστῆναι καὶ ὅταν ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐν δεξιᾶι τοῦ πατρός, καὶ ὅταν ἔλθηι ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῆι δόξηι
τοῦ πατρὸς αὐτο;

1,1,6

149

ϛ Πῶς δ’ ἂν λέγοι τις σωιζόμενον τὸν Χριστόν, αὐτοῦ τοῦ κυρίου λέγοντος ἐγὼ εἰμὶ ἡ ζω, κἀγὼ ἐλήλυθα, ἵνα ζωὴν ἔχωσιν καὶ ὁ πιστεύων εἰς ἐμὲ θάνατον οὐ μὴ θεωρήσηι, ἀλλ’ ὄψεται τὴν ζωὴν τὴν αἰώνιον; ε Πῶς δ’ ἂν λέγοι τις ἄνθρωπον τέλειον τὸν Χριστὸν διαιρετῶς καὶ θεὸν λόγον διαι‐
5ρετῶς, αὐτοῦ τοῦ κυρίου λέγοντος τί ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ πατρός; οὐ γὰρ ἄνθρωπον ἔδωκεν ὑπὲρ ἡμῶν, ἀλλ’ ἑαυτὸν παρέδωκεν ὑπὲρ ἡμῶν ὁ θεὸς λόγος ἄνθρωπος γενό‐ μενος δι’ ἡμᾶς, δι’ ὃ λέγει· λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. αὐτὸς δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτο.
10δ Πῶς δ’ ἂν λέγοι τις τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν Χριστόν, αὐτοῦ τοῦ κυρίου λέγοντος ἐγὼ εἰμὶ καὶ οὐκ ἠλλοίωμαι καὶ πάλιν οὔτε ἡ ψυχὴ αὐτοῦ ἐγκατελήφθη εἰς ἅιδην οὔτε ἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν; γ Πῶς δ’ ἂν λέγοι τις μέρος ἀνθρώπου ἀνειληφέναι τὸν Χριστόν, αὐτοῦ τοῦ κυρίου λέγοντος τὴν ψυχήν μου τίθημι, ἵνα πάλιν λάβω αὐτήν, καὶ ἡ σάρξ μου ἀληθής
15ἐστιν βρῶσις καὶ τὸ αἷμά μου ἀληθής ἐστι πόσις, καὶ ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον; β Πῶς δ’ ἂν λέγοιτο ἄψυχον ἢ ἀνόητον τὸ σῶμα τοῦ Χριστοῦ; ταραχὴ γὰρ καὶ λύπη καὶ ἀδημονία οὔτε σαρκὸς ἀψύχου οὔτε ψυχῆς ἀνοήτου οὔτε θεότητος ἀτρέπτου οὔτε δοκήσεως ἔνδειξις οὔτε ἀνθρωπίνης ἀσθενείας ἥττημα, ἀλλὰ τῶν καθ’ ἡμᾶς παθῶν τὴν
20ἐπίδειξιν ἐν ἑαυτῶι ἐποιεῖτο ὁ λόγος καταδεξάμενος τὸ παθητικόν, καθὼς γέγραπται ὅτι αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἀνέλαβεν καὶ τὰς νόσους ἐβάστασεν. τα‐ ραχὴ γὰρ καὶ λύπη καὶ ἀδημονία ψυχῆς νοσήματα, κόπος δὲ καὶ ὕπνος καὶ τρῶσις σώ‐ ματος σαρκὸς ἀσθενήματα. α Πῶς δ’ ἂν λέγοι τις δοκήσει πεφανερῶσθαι τὸν Χριστὸν τῶι κόσμωι τὸν ἐν Βηθλεὲμ
25τεχθέντα καὶ περιτομῆι σαρκὸς προσαγόμενον καὶ ὑπὸ τοῦ Συμεῶνος βασταχθέντα καὶ δωδεκαετῆ ἀνατραφέντα καὶ τοῖς γονεῦσιν ὑποταγέντα καὶ ἐν Ἰορδάνηι βαπτισθέντα καὶ σταυρῶι προσηλωθέντα καὶ ἐκ νεκρῶν ἀναστάντα; δι’ ὃ κἂν λέγηται· ἐταράχθη τῶι πνεύματι, ἐλυπήθη τῆι ψυχῆι, ἐτρώθη τῶι σώματι, τὰς κατὰ τὴν ἡμετέραν σύστασιν τῶν παθῶν προσηγορίας παριστῶν καὶ ἵνα δείξηι ὅτι καὶ ἄνθρωπος ἐγεννήθη ἐν κόσμωι καὶ
30τοῖς ἀνθρώποις συνανεστράφη καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας. ἐγεννήθη γὰρ ἐν
Βηθλεὲμ θεοπρεπῶς κατὰ σάρκα, ἀγγέλων οὐρανίων ἐπεγνωκότων τὸν ἑαυτῶν ποιητὴν καὶ

1,1,6

150

ἀνυμνούντων τὸν ἐν φάτνηι σπαργανωθέντα καὶ λεγόντων δόξα ἐν ὑψίστοις θεῶι καὶ ἐπὶ γῆς εἰρήνη· ἐν Ναζαρὲτ ἀνετράφη θεοφανῶς, ἐν μέσωι τῶν διδασκάλων καθε‐ ζόμενος καὶ ἐκπλήττων αὐτοὺς τῆι σοφίαι παρὰ καιρὸν ἡλικίας τῆς κατὰ τὸ σῶμα, ὡς ἀπαριθμεῖται ὁ εὐαγγελικὸς λόγος· ἐν Ἰορδάνηι ἐβαπτίσθη, οὐχ ἁγιασμοῦ πρὸς λῆψιν
5προσαγόμενος, ἀλλ’ ἁγιασμοῦ μετοχὴν χαριζόμενος· ἐν τῆι ἐρήμωι ἐπειράσθη, οὐ πειρασμῶι ὑποκείμενος, ἀλλὰ τοὺς ἡμετέρους πειρασμοὺς ἐν τῆι προσκλήσει τοῦ πειράζοντος προβαλ‐ λόμενος, ἵνα μάταιον δείξηι τὸν πειράζοντα, δι’ ὃ λέγει θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον, οὐ θεικὴν πάλην προβαλλόμενος, ἀλλὰ τὴν ἰδίαν σάρκα νικητήριον πάθους καὶ θανάτου καὶ φθορᾶς ἐπιδεικνύμενος, ἵνα δι’ ἧς σαρκὸς ἡ ἁμαρτία εἰσῆλθεν εἰς τὸν κόσμον
10καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος ἐβασίλευσεν πάντων ἀνθρώπων, διὰ τῆς αὐτῆς σαρκὸς καθ’ ὁμοιότητα κατακριθῆι ἡ ἁμαρτία ἐν τῆι σαρκὶ καὶ νικηθῆι ὁ τῆς ἁμαρτίας ἔφορος ὁ πειράζων καὶ καταλυθῆι ὁ θάνατος τοῦ μηκέτι βασιλεύειν καὶ καταργηθῆι ἡ φθορὰ ἐν ταφῆι τοῦ σώματος καὶ ἀπαρχὴ ἀναστάσεως ἀναδειχθῆι καὶ ἀρχὴ δικαιοσύνης ἐν κόσμωι πολιτεύσηται διὰ τῆς πίστεως καὶ βασιλεία οὐρανῶν ἐν ἀνθρώποις εὐαγγελισθῆι καὶ θεοῦ
15πρὸς ἀνθρώπους γένηται κοινωνία. ἐπὶ ταύτηι τῆι χάριτι δοξάσωμεν τὸν πατέρα τὸν δεδωκότα τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς· δοξάσωμεν τὸν υἱὸν τὸν δεδωκότα ἑαυτὸν ὑπὲρ τῆς ἡμετέρας σωτηρίας· δοξάσωμεν τὸ πνεῦμα τὸ ἅγιον τὸ ἐνεργοῦν, τὸ ζωοποιοῦν ἡμᾶς, τὸ παρέχον χαρίσματα πρὸς θεοῦ κοινωνίαν καὶ μὴ περιεργασώμεθα τὸν εὐαγγελικὸν λόγον λέξεσι περιξήροις, ἀπεράντους ζητήσεις καὶ
20λογομαχίας περισπείροντες καὶ τὸν λεῖον καὶ εὐθύτατον λόγον τῆς πίστεως τραχοῦντες, ἀλλὰ μᾶλλον ἐργασώμεθα τὸ ἔργον τῆς πίστεως, τὴν εἰρήνην ἀγαπήσωμεν, τὴν ὁμόνοιαν ἐπιδειξώμεθα, τὴν ἑνότητα φυλάξωμεν, τὴν ἀγάπην γεωργήσωμεν, δι’ ἧς εὐαρεστεῖται θεός. ὥσπερ οὐχ ἡμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῆι ἰδίαι ἐξουσίαι, πιστεῦσαι δὲ δεῖ ὅτι καὶ χρόνου ἔσται τέλος καὶ μέλλοντος αἰῶνος ἔσται
25φανέρωσις καὶ κρίσεως ἀποκάλυψις καὶ τοῦ υἱοῦ τοῦ θεοῦ παρουσία καὶ ἔργων ἀνταπόδοσις καὶ βασιλείας οὐρανῶν κληρονομία, οὕτως οὐχ ἡμῶν ἐστιν γνῶναι τὸ πῶς ὁ υἱὸς τοῦ θεοῦ ἄνθρωπος γέγονεν (τὸ γὰρ μυστήριον τοῦτο μέγα ἐστίν, καθὼς γέγραπται ὅτι τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ), ἀλλὰ πιστεῦσαι ὅτι ὁ υἱὸς τοῦ θεοῦ ἐγένετο ἄνθρωπος κατὰ τὰς γραφὰς καὶ ὅτι ἐπὶ τῆς γῆς ὤφθη
30καὶ τοῖς ἀνθρώποις συνανεστράφη κατὰ τὰς γραφὰς καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας καὶ ὅτι ἀπέθανεν ὑπὲρ ἡμῶν καὶ ἀνέστη ἐκ νεκρῶν, καθὼς γέγραπται, καὶ ὅτι εἰς οὐρανοὺς
ἀνελήλυθεν καὶ ἐκάθισεν ἐν δεξιᾶι τοῦ πατρός, ὅθεν ἥξει κρῖναι ζῶντας καὶ νεκρούς, καθὼς

1,1,6

151

γέγραπται, μήποτε ἡμῶν λογομαχούντων πρὸς ἀλλήλους βλασφημήσωσί τινες τὸν τῆς πίστεως λόγον καὶ ἐπέλθηι τὸ εἰρημένον· δι’ ἡμᾶς διὰ παντὸς τὸ ὄνομα τοῦ θεοῦ βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. δόξα σοι, Χριστὲ βασιλεῦ.
6Ὑπομνηστικὸν τοῦ θεοφιλεστάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου Κυρίλλου πρὸς τὸν μακα‐ ριώτατον Σούκενσον ἐπίσκοπον τῆς Διοκαισαρέων κατὰ τὴν Ἰσαύρων ἐπαρχίαν Ἐνέτυχον μὲν τῶι ὑπομνηστικῶι τῶι παρὰ τῆς σῆς ὁσιότητος ἀποσταλέντι, ἥσθην δὲ ἄγαν ὅτι καίτοι δυνάμενος ἡμᾶς τε καὶ ἑτέρους ὠφελεῖν ἐκ πολλῆς φιλομαθείας προ‐
10τρέπειν ἀξιοῖς, ἃ εἰς νοῦν ἔχομεν καὶ εὖ ἔχειν ὑπειλήφαμεν, ταῦτα καὶ γράψαι. φρο‐ νοῦμεν τοίνυν περὶ τῆς τοῦ σωτῆρος ἡμῶν οἰκονομίας ἃ καὶ οἱ πρὸ ἡμῶν ἅγιοι πατέρες· ἀναγνόντες γὰρ τοὺς ἐκείνων πόνους τὸν ἑαυτῶν νοῦν καταρυθμίζομεν, ὥστε κατόπιν αὐ‐ τῶν ἰέναι καὶ μηδὲν τῆι τῶν δογμάτων ὀρθότητι καινὸν ἐπεισφρῆσαι. ἐπειδὴ δὲ ἡ σὴ τελειότης διαπυνθάνεται, πότερόν ποτε χρὴ λέγειν ἐπὶ Χριστοῦ δύο φύσεις ἢ μή, δεῖν ὠιήθην
15πρὸς τοῦτο εἰπεῖν. Διόδωρός τις, πνευματομάχος ὢν κατὰ καιρούς, ὥς φασι, κεκοι‐ νώνηκε τῆι τῶν ὀρθοδόξων ἐκκλησίαι· οὗτος ἀποθέμενος, ὥσπερ οὖν ἐνόμισεν, τὸν τῆς Μακεδονιανῆς αἱρέσεως σπίλον, εἰς ἑτέραν ἐμπέπτωκεν ἀρρωστίαν. πεφρόνηκε γὰρ καὶ γέγραφεν ὅτι ἕτερος μὲν υἱὸς κατ’ ἰδίαν ἐστὶν ὁ ἐκ σπέρματος Δαυὶδ γεννηθεὶς ἐκ τῆς ἁγίας παρθένου, ἕτερος δὲ πάλιν ἰδικῶς υἱὸς ὁ ἐκ θεοῦ πατρὸς λόγος. κωδίωι δὲ ὥσπερ
20προβάτου κατασκιάζων τὸν λύκον, προσποιεῖται μὲν Χριστὸν ἕνα λέγειν, ἀναφέρων τὸ
ὄνομα ἐπὶ μόνον τὸν ἐκ θεοῦ πατρὸς λόγον γεννηθέντα υἱὸν μονογενῆ, ὡς ἐν χάριτος δὲ

1,1,6

152

τάξει προσνέμων αὐτό, καθά φησιν αὐτός, καὶ τῶι ἐκ σπέρματος Δαυὶδ καὶ υἱὸν ἀποκαλεῖ, ὡς ἑνωθέντα, φησίν, τῶι κατὰ ἀλήθειαν υἱῶι, ἑνωθέντα δὲ οὐχ ὥσπερ ἡμεῖς δοξάζομεν, ἀλλὰ κατὰ μόνην τὴν ἀξίαν καὶ κατὰ αὐθεντίαν καὶ κατὰ ἰσοτιμίαν. τούτου γέγονεν μαθητὴς Νεστόριος καὶ ἐκ τῶν ἐκείνου βιβλίων ἐσκοτισμένος προσποιεῖται μὲν Χριστὸν
5ἕνα καὶ υἱὸν καὶ κύριον ὁμολογεῖν, μερίζει δὲ καὶ αὐτὸς εἰς δύο τὸν ἕνα καὶ ἀμέριστον, ἄνθρωπον συνῆφθαι λέγων τῶι θεῶι λόγωι τῆι ὁμωνυμίαι, τῆι ἰσοτιμίαι, τῆι ἀξίαι. καὶ γοῦν τὰς φωνὰς τὰς ἐν τοῖς εὐαγγελικοῖς καὶ ἀποστολικοῖς κηρύγμασιν περὶ Χριστοῦ κει‐ μένας διορίζει καί φησιν τὰς μὲν ἐφορμόζεσθαι δεῖν τῶι ἀνθρώπωι, δηλονότι τὰς ἀνθρω‐ πίνας, τὰς δὲ πρέπειν κατὰ μόνας τῶι θεῶι λόγωι, δηλονότι τὰς θεοπρεπεῖς. καὶ
10ἐπειδὴ διίστησι πολλαχῶς καὶ ἀνὰ μέρος τίθησιν ὡς ἄνθρωπον ἰδικῶς τὸν ἐκ τῆς ἁγίας παρθένου γεγεννημένον καὶ ὁμοίως ἰδικῶς καὶ ἀνὰ μέρος υἱὸν τὸν ἐκ θεοῦ πατρὸς λόγον, διὰ τοῦτο τὴν ἁγίαν παρθένον οὐ θεοτόκον εἶναί φησιν, ἀνθρωποτόκον δὲ μᾶλλον. ἡμεῖς δὲ οὐχ οὕτως ταῦτ’ ἔχειν διακείμεθα, ἀλλ’ ἐδιδάχθημεν παρὰ τῆς θείας γραφῆς καὶ τῶν ἁγίων πατέρων ἕνα υἱὸν καὶ Χριστὸν καὶ κύριον ὁμολογεῖν, τουτέστιν τὸν ἐκ θεοῦ πατρὸς
15λόγον, γεννηθέντα μὲν ἐξ αὐτοῦ πρὸ αἰώνων θεοπρεπῶς καὶ ἀρρήτως, ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς τὸν αὐτὸν δι’ ἡμᾶς γεννηθέντα κατὰ σάρκα ἐκ τῆς ἁγίας παρθένου, καὶ ἐπειδὴ θεὸν ἐνανθρωπήσαντα καὶ σαρκωθέντα γεγέννηκεν, διὰ τοῦτο καὶ ὀνομάζομεν θεο‐ τόκον αὐτήν. εἷς οὖν ἐστιν υἱός, εἷς κύριος Ἰησοῦς Χριστὸς καὶ πρὸ τῆς σαρκώσεως καὶ μετὰ τὴν σάρκωσιν. οὐ γὰρ ἕτερος ἦν υἱὸς ὁ ἐκ θεοῦ πατρὸς λόγος, ἕτερος δὲ
20πάλιν ὁ ἐκ τῆς ἁγίας παρθένου· ἀλλ’ αὐτὸς ἐκεῖνος ὁ προαιώνιος καὶ κατὰ σάρκα ἐκ γυ‐ ναικὸς γεγεννῆσθαι πιστεύεται, οὐχ ὡς τῆς θεότητος αὐτοῦ λαβούσης ἀρχὴν εἰς τὸ εἶναι ἢ γοῦν εἰς ἀρχὴν ὑπάρξεως κεκλημένης διὰ τῆς ἁγίας παρθένου, ἀλλ’ ὅτι μᾶλλον, ὡς ἔφην, προαιώνιος ὢν λόγος ἐξ αὐτῆς γεγεννῆσθαι λέγεται κατὰ σάρκα. ἰδία γὰρ ἦν αὐτοῦ ἡ σὰρξ καθάπερ ἀμέλει καὶ ἡμῶν ἑκάστου τὸ ἴδιον αὐτοῦ σῶμα. ἐπειδὴ δὲ τινὲς ἐπιπλέ‐
25κουσιν ἡμῖν τὰς Ἀπολιναρίου δόξας καί φασιν ὅτι εἰ ἕνα λέγετε καθ’ ἕνωσιν ἀκριβῆ καὶ συνεσταλμένην υἱὸν τὸν ἐκ θεοῦ πατρὸς λόγον ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον, τάχα που κἀκεῖνο φαντάζεσθε καὶ φρονεῖν ἐγνώκατε ὅτι σύγχυσις ἤτοι σύγκρασις ἢ φυρμὸς
ἐγένετο τοῦ λόγου πρὸς τὸ σῶμα ἢ γοῦν τοῦ σώματος εἰς φύσιν θεότητος μεταβολή,

1,1,6

153

ταύτηι τοι καὶ μάλα ἐμφρόνως ἡμεῖς ἀποκρουόμενοι τὴν συκοφαντίαν φαμὲν ὅτι ὁ ἐκ θεοῦ πατρὸς λόγος ἀπερινοήτως τε καὶ ὡς οὐκ ἔστιν εἰπεῖν, ἥνωσεν ἑαυτῶι σῶμα ἐψυχωμένον ψυχῆι νοερᾶι καὶ προῆλθεν ἄνθρωπος ἐκ γυναικός, οὐ μεταβολῆι φύσεως καθ’ ἡμᾶς γεγονώς, ἀλλ’ εὐδοκίαι μᾶλλον οἰκονομικῆι. ἠθέλησε γὰρ ἄνθρωπος γενέσθαι τὸ εἶναι θεὸς κατὰ
5φύσιν οὐκ ἀποβαλών, ἀλλ’ εἰ καὶ ἐν τοῖς καθ’ ἡμᾶς καθίκετο μέτροις καὶ πεφόρηκε τὴν τοῦ δούλου μορφήν, καὶ οὕτως μεμένηκεν ἐν ταῖς τῆς θεότητος ὑπεροχαῖς καὶ ἐν κυριότητι τῆι φυσικῆι. ἑνοῦντες τοίνυν ἡμεῖς τῆι ἁγίαι σαρκὶ ψυχὴν ἐχούσηι τὴν νοερὰν ἀπορρήτως τε καὶ ὑπὲρ νοῦν τὸν ἐκ θεοῦ πατρὸς λόγον ἀσυγχύτως ἀτρέπτως ἀμεταβλήτως, ἕνα υἱὸν καὶ Χριστὸν καὶ κύριον ὁμολογοῦμεν, τὸν αὐτὸν θεὸν καὶ ἄνθρωπον, οὐχ ἕτερον καὶ ἕτερον,
10ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν τοῦτο κἀκεῖνο ὑπάρχοντα καὶ νοούμενον. τοιγάρτοι ποτὲ μὲν ὡς ἄνθρωπος οἰκονομικῶς ἀνθρωπίνως διαλέγεται, ποτὲ δὲ ὡς θεὸς μετ’ ἐξουσίας τῆς θεο‐ πρεποῦς ποιεῖται τοὺς λόγους. φαμὲν δὲ κἀκεῖνο· βασανίζοντες εὐτεχνῶς τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν τρόπον καὶ περιαθροῦντες ἰσχνῶς τὸ μυστήριον, ὁρῶμεν ὅτι ὁ ἐκ θεοῦ πατρὸς λόγος ἐνηνθρώπησέν τε καὶ ἐσαρκώθη καὶ οὐκ ἐκ τῆς θείας ἑαυτοῦ φύσεως τὸ
15ἱερὸν ἐκεῖνο πεπλαστούργηκε σῶμα, ἀλλ’ ἐκ παρθένου μᾶλλον ἔλαβεν αὐτό, ἐπεὶ πῶς γέγονεν ἄνθρωπος, εἰ μὴ σῶμα πεφόρηκε τὸ ἀνθρώπινον; ἐννοοῦντες τοίνυν, ὡς ἔφην, τῆς ἐνανθρωπήσεως τὸν τρόπον ὁρῶμεν ὅτι δύο φύσεις συνῆλθον ἀλλήλαις καθ’ ἕνωσιν ἀδιάσπαστον ἀσυγχύτως καὶ ἀτρέπτως· ἡ γὰρ σὰρξ σάρξ ἐστιν καὶ οὐ θεότης, εἰ καὶ γέ‐ γονεν θεοῦ σάρξ, ὁμοίως δὲ καὶ ὁ λόγος θεός ἐστιν καὶ οὐ σάρξ, εἰ καὶ ἰδίαν ἐποιήσατο
20τὴν σάρκα οἰκονομικῶς. ὅταν οὖν ἐννοῶμεν τοῦτο, οὐδὲν ἀδικοῦμεν τὴν εἰς ἑνότητα συνδρομὴν ἐκ δύο φύσεων γεγενῆσθαι λέγοντες· μετὰ μέντοι τὴν ἕνωσιν οὐ διαιροῦμεν τὰς φύσεις ἀπ’ ἀλλήλων οὐδὲ εἰς δύο τέμνομεν υἱοὺς τὸν ἕνα καὶ ἀμέριστον, ἀλλ’ ἕνα φαμὲν
υἱὸν καὶ ὡς οἱ πατέρες εἰρήκασιν, μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην. οὐκοῦν ὅσον

1,1,6

154

μὲν ἧκεν εἰς ἔννοιαν καὶ εἰς μόνον τὸ ὁρᾶν τοῖς τῆς ψυχῆς ὄμμασιν τίνα τρόπον ἐνην‐ θρώπησεν ὁ μονογενής, δύο τὰς φύσεις εἶναι φαμὲν τὰς ἑνωθείσας, ἕνα δὲ Χριστὸν καὶ υἱὸν καὶ κύριον, τὸν τοῦ θεοῦ λόγον ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον. καὶ εἰ δοκεῖ, δεξώμεθα πρὸς παράδειγμα τὴν καθ’ ἡμᾶς αὐτοὺς σύνθεσιν καθ’ ἣν ἐσμὲν ἄνθρωποι.
5συντεθείμεθα γὰρ ἐκ ψυχῆς καὶ σώματος καὶ ὁρῶμεν δύο φύσεις, ἑτέραν μὲν τὴν τοῦ σώματος, ἑτέραν δὲ τὴν τῆς ψυχῆς· ἀλλ’ εἷς ἐξ ἀμφοῖν καθ’ ἕνωσιν ἄνθρωπος καὶ οὐχὶ τὸ ἐκ δύο συντεθεῖσθαι φύσεων ἀνθρώπους δύο τὸν ἕνα παρασκευάζει, ἀλλ’ ἕνα τὸν ἄν‐ θρωπον κατὰ σύνθεσιν, ὡς ἔφην, τὸν ἐκ ψυχῆς καὶ σώματος. ἐὰν γὰρ ἀνέλωμεν τὸ ὅτι ἐκ δύο καὶ διαφόρων φύσεων ὁ εἷς καὶ μόνος ἐστὶ Χριστός, ἀδιάσπαστος ὢν μετὰ τὴν
10ἕνωσιν, ἐροῦσιν οἱ τῆι ὀρθῆι δόξηι μαχόμενοι εἰ μία φύσις τὸ ὅλον, πῶς ἐνηνθρώπησεν ἢ ποίαν ἰδίαν ἐποιήσατο σάρκα; Ἐπειδὴ δὲ εὗρον ἐν τῶι ὑπομνηστικῶι ἔμφασίν τινα λόγου τοιαύτην ὅτι μετὰ τὴν ἀνάστασιν τὸ ἅγιον σῶμα τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ εἰς θεότητος φύσιν μετα‐ κεχώρηκεν, ὡς εἶναι τὸ ὅλον θεότητα μόνην, δεῖν ὠιήθην καὶ πρός γε τοῦτο εἰπεῖν. ὁ
15μακάριος γράφει Παῦλος, τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ τὰς αἰτίας ἡμῖν ἐξηγούμενος, ποτὲ μὲν ὅτι τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ὧι ἠσθένει διὰ τῆς σαρκός, ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας, κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῆι σαρκ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῆι ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπα‐
20τοῦσιν, ἀλλὰ κατὰ πνεῦμα· ποτὲ δὲ πάλιν ἐπειδὴ γὰρ τὰ παιδία κεκοινώ‐
νηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν,

1,1,6

155

ἵνα διὰ τοῦ θανάτου καταργήσηι τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστιν τὸν διάβολον, καὶ ἀπαλλάξηι τούτους ὅσοι φόβωι θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβά‐ νεται, ἀλλὰ σπέρματος Ἁβραὰμ ἐπιλαμβάνεται· ὅθεν ὤφειλεν κατὰ πάντα
5τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. φαμὲν οὖν ὅτι ἐκ τῆς παραβάσεως τῆς ἐν Ἀδὰμ τῆς ἀνθρωπίνης φύσεως παθούσης τὴν φθορὰν καὶ τυραννουμένης τῆς ἐν ἡμῖν διανοίας ἐκ τῶν τῆς σαρκὸς ἡδονῶν ἤτοι κινημάτων ἐμφύτων, ἀναγκαῖον γέγονεν εἰς σωτηρίαν ἡμῖν τοῖς ἐπὶ τῆς γῆς τὸ ἐνανθρωπῆσαι τὸν τοῦ θεοῦ λόγον, ἵνα τὴν σάρκα τὴν ἀνθρωπίνην ὑπενη‐ νεγμένην τῆι φθορᾶι καὶ νοσήσασαν τὸ φιλήδονον ἰδίαν ποιήσηται καὶ ἐπειδήπερ ἐστὶν
10ζωὴ καὶ ζωοποιός, καταργήσηι μὲν τὴν ἐν αὐτῆι φθοράν, ἐπιτιμήσηι δὲ καὶ τοῖς ἐμφύτοις κινήμασιν, τοῖς εἰς φιληδονίαν δηλαδή. ἦν γὰρ οὕτως νεκρωθῆναι τὴν ἁμαρτίαν ἐν αὐτῆι· μεμνήμεθα δὲ καὶ τοῦ μακαρίου Παύλου νόμον ἁμαρτίας καλέσαντος τὸ ἐν ἡμῖν ἔμφυτον κίνημα. οὐκοῦν ἐπειδήπερ ἡ ἀνθρωπίνη σὰρξ γέγονεν ἰδία τοῦ λόγου, πέπαυται μὲν τοῦ ὑποφέρεσθαι τῆι φθορᾶι καὶ ἐπειδὴ ἁμαρτίαν οὐκ οἶδεν ὡς θεὸς ὁ οἰκειωσάμενος
15αὐτὴν καὶ ἰδίαν ἀποφήνας, ὡς ἔφην, πέπαυται καὶ τοῦ νοσεῖν τὸ φιλήδονον. καὶ οὐχ ἑαυτῶι τοῦτο κατώρθωκεν ὁ μονογενὴς τοῦ θεοῦ λόγος (ἔστι γὰρ ὅ ἐστιν, ἀεί), ἀλλ’ ἡμῖν δηλονότι. εἰ γὰρ ὑπενηνέγμεθα τοῖς ἐκ παραβάσεως τῆς ἐν Ἀδὰμ κακοῖς, ἥξει πάντως ἐφ’ ἡμᾶς καὶ τὰ ἐν Χριστῶι, τουτέστιν ἡ ἀφθαρσία καὶ τῆς ἁμαρτίας ἡ νέκρωσις. οὐ‐ κοῦν γέγονεν ἄνθρωπος, οὐκ ἄνθρωπον ἀνέλαβεν, ὡς Νεστορίωι δοκεῖ, καὶ ἵνα πιστευθῆι
20γεγονὼς ἄνθρωπος, καίτοι μεμενηκὼς ὅπερ ἦν, δῆλον δὲ ὅτι θεὸς κατὰ φύσιν, ταύτηι τοι καὶ πεινῆσαι λέγεται καὶ καμεῖν ἐξ ὁδοιπορίας, ἀνασχέσθαι δὲ καὶ ὕπνου καὶ ταραχῆς καὶ λύπης καὶ τῶν ἄλλων ἀνθρωπίνων καὶ ἀδιαβλήτων παθῶν. ἵνα δὲ πάλιν πληροφορῆι τοὺς ὁρῶντας αὐτὸν ὅτι μετὰ τοῦ εἶναι ἄνθρωπος καὶ θεός ἐστιν ἀληθινός, εἰργάζετο τὰς θεοσημείας, θαλάσσαις ἐπιτιμῶν, νεκροὺς ἐγείρων καὶ τὰ ἕτερα παράδοξα κατορθῶν.
25ὑπέμεινεν δὲ καὶ σταυρόν, ἵνα σαρκὶ παθὼν τὸν θάνατον καὶ οὐ φύσει θεότητος γένηται πρωτότοκος ἐκ νεκρῶν καὶ ὁδοποιήσηι τῆι ἀνθρώπου φύσει τὴν εἰς ἀφθαρσίαν ὁδὸν καὶ
σκυλεύσας τὸν ἅιδην τὰς αὐτόθι καθειργμένας ἐλεήσηι ψυχάς. μετὰ δέ γε τὴν ἀνά‐

1,1,6

156

στασιν ἦν μὲν αὐτὸ τὸ σῶμα τὸ πεπονθός, πλὴν οὐκέτι τὰς ἀνθρωπίνας ἀσθενείας ἔχον ἐν ἑαυτῶι. οὐ γὰρ ἔτι πείνης ἢ κόπου ἢ ἑτέρου τινὸς τῶν τοιούτων δεκτικὸν εἶναι φαμὲν αὐτό, ἀλλὰ λοιπὸν ἄφθαρτον καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ γὰρ καὶ ζωοποιόν· ζωῆς γὰρ σῶμά ἐστιν, τουτέστιν τοῦ μονογενοῦς, κατελαμπρύνθη δὲ καὶ δόξηι τῆι θεοπρεπεστά‐
5τηι καὶ νοεῖται θεοῦ σῶμα. τοιγάρτοι κἂν εἴ τις αὐτὸ λέγοι θεῖον, ὥσπερ ἀμέλει τοῦ ἀνθρώπου [τὸ] ἀνθρώπινον, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος λογισμοῦ· ὅθεν οἶμαι καὶ τὸν σοφώτατον Παῦλον εἰπεῖν· εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. θεοῦ γάρ, ὡς ἔφην, ἴδιον σῶμα ὑπάρχον, ὑπερέβη πάντα τὰ ἀνθρώπινα, μεταβολὴν δὲ τὴν εἰς τὴν τῆς θεότητος φύσιν οὐκ ἐνδέχεται παθεῖν σῶμα τὸ
10ἀπὸ γῆς· ἀμήχανον γάρ, ἐπεὶ καταγορεύσομεν τῆς θεότητος ὡς γενητῆς καὶ ὡς προσλα‐ βούσης τι ἐν ἑαυτῆι ὃ μή ἐστιν κατὰ φύσιν ἴδιον αὐτῆς. ἴσον γάρ ἐστιν εἰς ἀτοπίας λόγον τὸ εἰπεῖν ὅτι μετεβλήθη τὸ σῶμα εἰς θεότητος φύσιν, καὶ μὴν κἀκεῖνο ὅτι μετεβλήθη ὁ λόγος εἰς τὴν τῆς σαρκὸς φύσιν. ὥσπερ γὰρ τοῦτο ἀμήχανον (ἄτρεπτος γὰρ καὶ ἀναλλοίωτός ἐστιν), οὕτως καὶ τὸ ἕτερον· οὐ γάρ ἐστιν τῶν ἐφικτῶν εἰς θεότητος οὐσίαν
15ἤτοι φύσιν μεταχωρῆσαί τι δύνασθαι τῶν κτισμάτων· κτίσμα δὲ καὶ ἡ σάρξ. οὐκοῦν θεῖον μὲν εἶναι φαμὲν τὸ σῶμα Χριστοῦ, ἐπειδὴ καὶ θεοῦ σῶμά ἐστιν, καὶ ἀρρήτωι δόξηι κατηγλαισμένον, ἄφθαρτον ἅγιον ζωοποιόν· ὅτι δὲ εἰς φύσιν θεότητος μετεβλήθη, οὔτε τῶν πατέρων τις τῶν ἁγίων ἢ πεφρόνηκεν ἢ εἴρηκεν οὔτε ἡμεῖς οὕτω διακείμεθα. Μὴ ἀγνοείτω δὲ κἀκεῖνο ἡ σὴ ὁσιότης ὅτι ὁ τῆς μακαρίας μνήμης ὁ πατὴρ ἡμῶν
20Ἀθανάσιος ὁ γενόμενος κατὰ καιροὺς τῆς Ἀλεξανδρέων ἐπίσκοπος, κεκινημένων τινῶν κατ’ ἐκεῖνο καιροῦ, γέγραφεν ἐπιστολὴν πρὸς Ἐπίκτητον ἐπίσκοπον τῆς Κορίνθου πάσης ὀρθο‐ δοξίας μεστήν· ἐπειδὴ δὲ ἠλέγχετο καὶ ἐξ αὐτῆς Νεστόριος καὶ οἱ τῆι ὀρθῆι πίστει συνα‐ γορεύοντες ταύτην ἀναγινώσκοντες ἐξεδυσώπουν τοὺς τὰ αὐτὰ φρονεῖν ἐθέλοντας, ἀπειρη‐
κότες πρὸς τοὺς ἐντεῦθεν ἐλέγχους ἐμηχανήσαντό τι πικρὸν καὶ αἱρετικῆς δυσσεβείας ἄξιον.

1,1,6

157

παραφθείραντες γὰρ τὴν ἐπιστολὴν καὶ τὰ μὲν ὑφελόντες, τὰ δὲ προσθέντες ἐκδεδώκασιν, ὡς δοκεῖν καὶ τὸν ἀοίδιμον ἐκεῖνον συνωιδὰ φρονεῖν Νεστορίωι καὶ τοῖς ἀμφ’ αὐτόν. ἦν οὖν ἀναγκαῖον ὑπὲρ τοῦ μὴ κἀκεῖσέ τινας παρεφθαρμένην αὐτὴν ἐπιδεικνύειν ἐκ τῶν παρ’ ἡμῖν ἀντιγράφων τὸ ἴσον λαβόντας ἀποστεῖλαι τῆι σῆι θεοσεβείαι. καὶ γὰρ ὁ εὐ‐
5λαβέστατος καὶ θεοσεβέστατος ὁ τῆς Ἐμεσηνῶν ἐπίσκοπος Παῦλος ἐλθὼν ἐν Ἀλεξανδρείαι κεκίνηκε περὶ τούτου λόγους καὶ εὑρέθη μὲν ἔχων τὸ ἴσον τῆς ἐπιστολῆς, παρεφθαρμένον δὲ καὶ παραποιηθὲν παρὰ τῶν αἱρετικῶν, ὥστε καὶ ἠξίωσεν ἐκ τῶν παρ’ ἡμῖν ἀντιγράφων τὸ ἴσον τοῖς κατὰ τὴν Ἀντιόχειαν ἐκπεμφθῆναι· καὶ δὴ πεπόμφαμεν. Ἀκολουθοῦντες δὲ πανταχῆι ταῖς τῶν ἁγίων πατέρων ὀρθοδοξίαις, κατὰ τῶν Νεστο‐
10ρίου δογμάτων συγγεγράφαμεν βιβλίον, καὶ ἕτερον δὲ διαβεβληκότων τινῶν τῶν κεφαλαίων τὴν δύναμιν, καὶ ταῦτα ἀπέστειλα τῆι σῆι θεοσεβείαι, ἵν’ εἴ τινες εἶεν ἕτεροι τῶν ὁμοπί‐ στων τε καὶ ὁμοψύχων ἡμῶν ἀδελφῶν ταῖς τινων φλυαρίαις συνηρπασμένοι καὶ νομίζοντες ὅτι μετέγνωμεν ἐπὶ τοῖς κατὰ Νεστορίου λεχθεῖσιν, ἐλεγχθεῖεν ἐκ τῆς ἀναγνώσεως καὶ μά‐ θωσιν ὅτι καλῶς καὶ ὀρθῶς ἐπετιμήσαμεν ὡς πεπλανημένωι καὶ νῦν οὐδὲν ἧττον ἐγκείμεθα
15πανταχοῦ μαχόμενοι ταῖς αὐτοῦ δυσφημίαις. ἡ δὲ σὴ τελειότης τὰ ἔτι μείζω νοεῖν δυ‐ ναμένη καὶ ἡμᾶς ὠφελήσει καὶ γράφουσα καὶ προσευχομένη.
19Ἕτερον ὑπομνηστικὸν ἀντιγραφὲν πρὸς τὰς πεύσεις ἡμῶν παρὰ τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν
20Σούκενσον Ἐμφανῆ μὲν ἑαυτὴν καθίστησιν ἡ ἀλήθεια τοῖς ἀγαπῶσιν αὐτήν, κρύπτεται δὲ οἶμαι καὶ πειρᾶται λανθάνειν τὰς τῶν πολυπλόκων ἐννοίας· οὐ γὰρ ἀξίους ἑαυτοὺς ἀποφαίνουσιν
τοῦ λαμπροῖς ὄμμασιν κατιδεῖν αὐτήν. καὶ οἱ μὲν τῆς ἀμωμήτου πίστεως ἐρασταὶ

1,1,6

158

ζητοῦσι τὸν κύριον ἐν ἁπλότητι καρδίας, καθὰ γέγραπται· οἱ δὲ καμπύλας τροχιὰς ἐρχόμενοι καὶ καρδίαν ἔχοντες σκαμβὴν κατὰ τὸ ἐν ψαλμοῖς εἰρημένον διεστραμμένων ἐννοιῶν πολυ‐ πλόκους ἑαυτοῖς συναγείρουσιν ἀφορμάς, ἵνα διαστρέφωσιν τὰς ὁδοὺς κυρίου τὰς εὐθείας καὶ τὰς τῶν ἁπλουστέρων παρακομίσωσι ψυχὰς εἰς τὸ χρῆναι φρονεῖν ἃ μὴ θέμις. καὶ
5ταῦτα φημὶ τοῖς παρὰ τῆς σῆς ὁσιότητος ὑπομνηστικοῖς ἐντυχών, εἶτα τινὰ εὑρὼν ἐν αὐ‐ τοῖς οὐκ ἀσφαλῶς προτεινόμενα παρὰ τῶν οὐκ οἶδ’ ὅπως ἠγαπηκότων τῆς ψευδωνύμου γνώσεως τὴν διαστροφήν. ἦσαν δὲ ταῦτα Εἰ ἐκ δύο, φησίν, συνηνέχθη φύσεων ὁ Ἐμμανουήλ, μετὰ δὲ τὴν ἕνωσιν μία φύσις νοεῖται τοῦ λόγου σεσαρκωμένη, ἕψεται πάντως τὸ χρῆναι λέγειν αὐτὸν παθεῖν εἰς
10ἰδίαν φύσιν. Οἱ μακάριοι πατέρες οἱ τὸ σεπτὸν τῆς ὀρθῆς πίστεως ἡμῖν ὁρισάμενοι σύμβολον αὐ‐ τὸν ἔφασαν τὸν ἐκ θεοῦ πατρὸς λόγον τὸν ἐκ τῆς οὐσίας αὐτοῦ τὸν μονογενῆ τὸν δι’ οὗ τὰ πάντα, σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι καὶ οὐ δήπου φαμὲν ἀγνοῆσαι τοὺς ἁγίους ἐκεί‐ νους ὅτι τὸ ἑνωθὲν τῶι λόγωι σῶμα ἐψύχωτο ψυχῆι νοερᾶ, ὥστε εἴ τις σαρκωθῆναι λέγοι
15τὸν λόγον, οὐ δίχα ψυχῆς νοερᾶς ὁμολογεῖ τὴν σάρκα τὴν ἑνωθεῖσαν αὐτῶι. οὕτως γάρ, ὥς γε οἶμαι, μᾶλλον δὲ ὡς ἔστι τεθαρρηκότως εἰπεῖν, καὶ ὁ πάνσοφος εὐαγγελιστὴς Ἰωάννης τὸν λόγον ἔφη γενέσθαι σάρκα, οὐχ ὡς ἀψύχωι σαρκὶ ἑνωθέντα, μὴ γένοιτο, ἀλλ’ οὐδὲ ὡς τροπὴν ἢ ἀλλοίωσιν ὑπομείναντα. μεμένηκε γὰρ ὅπερ ἦν, τουτέστι φύσει θεός, προσλαβὼν δὲ καὶ τὸ εἶναι ἄνθρωπος ἤτοι γενέσθαι καθ’ ἡμᾶς ἐκ γυναικὸς κατὰ σάρκα,
20πάλιν εἷς μεμένηκεν υἱός, πλὴν οὐκ ἄσαρκος καθὰ καὶ πάλαι ἤτοι πρὸ τῶν τῆς ἐνανθρω‐ πήσεως καιρῶν, ἀμφιεσάμενος δὲ ὥσπερ καὶ τὴν ἡμετέραν φύσιν. ἀλλ’ εἰ καὶ μή ἐστιν ὁμοούσιον τῶι ἐκ θεοῦ πατρὸς φύντι λόγωι τὸ ἑνωθὲν αὐτῶι σῶμα καὶ ψυχῆς ἐνούσης αὐτῶι νοερᾶς, ἀλλ’ οὖν ὁ μὲν νοῦς φαντάζεται τὸ ἑτεροφυὲς τῶν ἑνωθέντων, ἕνα γε μὴν ὁμολογοῦμεν υἱὸν καὶ Χριστὸν καὶ κύριον ὡς γεγονότος σαρκὸς τοῦ λόγου· τὸ δὲ σαρκός
25ὅταν εἴπωμεν, ἀνθρώπου φαμέν. ποία τοίνυν ἀνάγκη παθεῖν αὐτὸν εἰς ἰδίαν φύσιν, εἰ λέγοιτο μετὰ τὴν ἕνωσιν μία φύσις υἱοῦ σεσαρκωμένη; εἰ μὲν γὰρ οὐκ ἦν ἐν τοῖς λό‐ γοις τῆς οἰκονομίας τὸ πεφυκὸς ὑπομένειν τὸ πάθος, ὀρθῶς ἂν ἔφασαν ὅτι μὴ ὄντος τοῦ
πεφυκότος πάσχειν πᾶσά πως ἀνάγκη τῆι τοῦ λόγου φύσει συμβαίνειν τὸ πάθος· εἰ δὲ

1,1,6

159

ἐν τῶι σεσαρκωμένην εἰπεῖν σύμπας ὁ λόγος τῆς μετὰ σαρκὸς οἰκονομίας εἰσφέρεται (ἐσαρκώθη γὰρ οὐχ ἑτέρως, ἀλλὰ σπέρματος Ἁβραὰμ ἐπιλαμβανόμενος καὶ ὁμοιωθεὶς κατὰ πάντα τοῖς ἀδελφοῖς καὶ μορφὴν δούλου λαβών), εἰκῆι πεφλυαρήκασιν οἱ λέγοντες ἀκολου‐ θεῖν τὸ χρῆναι πάντως αὐτὸν εἰς ἰδίαν ὑπομεῖναι φύσιν, ὑποκειμένης τῆς σαρκός, περὶ ἣν
5ἂν εἰκότως συμβῆναι τὸ παθεῖν νοοῖτο ἀπαθοῦς ὄντος τοῦ λόγου. ἀλλ’ οὐκ ἔξω διὰ τοῦτο τίθεμεν αὐτὸν τοῦ λέγεσθαι παθεῖν· ὥσπερ γὰρ ἴδιον αὐτοῦ γέγονεν τὸ σῶμα, οὕτω καὶ πάντα τὰ τοῦ σώματος δίχα μόνης ἁμαρτίας λέγοιτο ἂν οὐδὲν ἧττον αὐτοῦ κατ’ οἰ‐ κείωσιν οἰκονομικήν. Εἰ μία φύσις, φησί, τοῦ λόγου σεσαρκωμένη, πᾶσά πως ἀνάγκη φυρμὸν γενέσθαι
10καὶ σύγκρασιν, μειουμένης ὥσπερ καὶ ὑποκλεπτομένης τῆς ἀνθρωπίνης φύσεως ἐν αὐτῶι. Ἠγνόησαν πάλιν οἱ τὰ ὀρθὰ διαστρέφοντες ὅτι κατὰ ἀλήθειάν ἐστι μία φύσις τοῦ λόγου σεσαρκωμένη. εἰ γὰρ εἷς ἐστιν υἱὸς ὁ φύσει καὶ ἀληθῶς ὁ ἐκ θεοῦ πατρὸς λόγος ἀπορρήτως γεννηθείς, εἶτα κατὰ πρόσληψιν σαρκὸς οὐκ ἀψύχου μᾶλλον, ἀλλ’ ἐψυ‐ χωμένης νοερῶς προῆλθεν ἄνθρωπος ἐκ γυναικός, οὐκ εἰς δύο μερισθήσεται διὰ τοῦτο
15πρόσωπα καὶ υἱούς, ἀλλὰ μεμένηκεν εἷς, πλὴν οὐκ ἄσαρκος οὐδὲ ἔξω σώματος, ἀλλ’ ἴδιον ἔχων αὐτὸ καθ’ ἕνωσιν ἀδιάσπαστον. ὁ δὲ τοῦτο λέγων οὐ φυρμόν, οὐ σύγχυσιν, οὐχ ἕτερόν τι τῶν τοιούτων πάντηι τε καὶ πάντως δηλοῖ οὔτε μὴν ὡς ἐξ ἀναγκαίου λόγου τοῦτο ἀκολουθήσει, πόθεν; εἰ γὰρ καὶ εἷς λέγοιτο πρὸς ἡμῶν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ σεσαρκωμένος καὶ ἐνανθρωπήσας, οὐ πέφυρται διὰ τοῦτο κατὰ τὸ ἐκείνοις δοκοῦν
20οὔτε μὴν εἰς τὴν τῆς σαρκὸς φύσιν μεταπεφοίτηκεν ἡ τοῦ λόγου φύσις, ἀλλ’ οὐδὲ ἡ τῆς
σαρκὸς εἰς τὴν αὐτοῦ, ἀλλ’ ἐν ἰδιότητι τῆι κατὰ φύσιν ἑκατέρου μένοντός τε καὶ νοου‐

1,1,6

160

μένου κατά γε τὸν ἀρτίως ἡμῖν ἀποδοθέντα λόγον ἀρρήτως καὶ ἀφράστως ἑνωθεὶς μίαν ἡμῖν ἔδειξεν υἱοῦ φύσιν, πλήν, ὡς ἔφην, σεσαρκωμένην. οὐ γὰρ ἐπὶ μόνων τῶν ἁπλῶν κατὰ τὴν φύσιν τὸ ἓν ἀληθῶς λέγεται, ἀλλὰ καὶ ἐπὶ τῶν κατὰ σύνθεσιν συνηγμένων, ὁποῖόν τι χρῆμά ἐστιν ὁ ἄνθρωπος ὁ ἐκ ψυχῆς καὶ σώματος. ἑτεροειδῆ μὲν γὰρ τὰ τοι‐
5αῦτα καὶ ἀλλήλοις οὐχ ὁμοούσια· ἑνωθέντα γε μὴν μίαν ἀνθρώπου φύσιν ἀπετέλεσαν, κἂν τοῖς τῆς συνθέσεως λόγοις ἐνυπάρχηι τὸ διάφορον κατὰ φύσιν τῶν εἰς ἑνότητα συγκεκο‐ μισμένων. περιττολογοῦσι τοίνυν οἱ λέγοντες ὡς εἴπερ εἴη μία φύσις τοῦ λόγου σε‐ σαρκωμένη, πάντηι τε καὶ πάντως ἕποιτο ἂν τὸ φυρμὸν γενέσθαι καὶ σύγκρασιν, ὡς μει‐ ουμένης καὶ ὑποκλεπτομένης τῆς ἀνθρώπου φύσεως. οὔτε γὰρ μεμείωται οὔτε καθά
10φασιν, ὑποκλέπτεται· ἀρκεῖ γὰρ πρὸς δήλωσιν τὴν τελειοτάτην τοῦ ὅτι γέγονεν ἄνθρωπος, τὸ λέγειν ὅτι σεσάρκωται. εἰ μὲν γὰρ τοῦτο σεσίγηται παρ’ ἡμῶν, ἔσχεν ἄν τινα χώραν αὐτοῖς ἡ συκοφαντία ἐπειδὴ δὲ ἀναγκαίως προσεπενήνεκται τὸ ὅτι σεσάρκωται, ποῦ τῆς μειώσεως ἤτοι κλοπῆς ὁ τρόπος; Εἰ τέλειος, φησίν, θεὸς καὶ τέλειος ἄνθρωπος ὁ αὐτὸς νοούμενος καὶ ὁμοούσιος μὲν
15τῶι πατρὶ κατὰ τὴν θεότητα, κατὰ δὲ τὴν ἀνθρωπότητα ὁμοούσιος ἡμῖν, ποῦ τὸ τέλειον, εἰ μηκέτι ὑφέστηκεν ἡ ἀνθρώπου φύσις; ποῦ δὲ καὶ τὸ ὁμοούσιος ἡμῖν, εἰ μηκέτι ἕστηκεν ἡ οὐσία, ὅπερ ἐστὶν ἡ φύσις, ἡμῶν; Ἀρκεῖ καὶ τούτοις εἰς διασάφησιν ἡ ἐπὶ τῶι προτεταγμένωι κεφαλαίωι λύσις ἢ γοῦν ἀπολογία. εἰ μὲν γὰρ μίαν εἰπόντες τὴν φύσιν τοῦ λόγου σεσιγήκαμεν οὐκ ἐπενεγκόντες
20τὸ σεσαρκωμένην, ἀλλ’ οἷον ἔξω θέντες τὴν οἰκονομίαν, ἦν αὐτοῖς τάχα που καὶ οὐκ ἀπί‐ θανος ὁ λόγος προσποιουμένοις ἐρωτᾶν ποῦ τὸ τέλειον ἐν ἀνθρωπότητι ἢ πῶς ὑφέστηκεν ἡ καθ’ ἡμᾶς οὐσία· ἐπειδὴ δὲ καὶ ἡ ἐν ἀνθρωπότητι τελειότης καὶ τῆς καθ’ ἡμᾶς οὐσίας ἡ δήλωσις εἰσκεκόμισται διὰ τοῦ λέγειν σεσαρκωμένην, παυσάσθωσαν καλαμίνην ῥάβδον ἑαυ‐ τοῖς ὑποστήσαντες. τοῦ γὰρ ἐκβάλλοντος τὴν οἰκονομίαν καὶ ἀρνουμένου τὴν σάρκωσιν
25ἦν τὸ ἐγκαλεῖσθαι δικαίως, ἀφαιρουμένου τὸν υἱὸν τῆς τελείας ἀνθρωπότητος· εἰ δέ, ὡς

1,1,6

161

ἔφην, ἐν τῶι σεσαρκῶσθαι λέγειν αὐτὸν σαφής ἐστιν καὶ ἀναμφίβολος ὁμολογία τοῦ ὅτι γέγονεν ἄνθρωπος, οὐδὲν ἔτι κωλύει νοεῖν ὡς εἷς ὑπάρχων καὶ μόνος υἱὸς ὁ Χριστὸς ὁ αὐτὸς θεός ἐστι καὶ ἄνθρωπος, ὥσπερ ἐν θεότητι τέλειος, οὕτως καὶ ἐν ἀνθρωπότητι. ὀρθότατα δὲ καὶ πάνυ συνετῶς ἡ σὴ τελειότης τὸν περὶ τοῦ σωτηρίου πάθους ἐκτίθεται
5λόγον, οὐκ αὐτὸν τὸν μονογενῆ τοῦ θεοῦ υἱόν, καθὸ νοεῖται καὶ ἔστι θεός, παθεῖν εἰς ἰδίαν φύσιν [τὰ σώματος] ἰσχυριζομένη, παθεῖν δὲ μᾶλλον τῆι χοικῆι φύσει. ἔδει γὰρ ἀναγ‐ καίως ἀμφότερα σώιζεσθαι τῶι ἑνὶ καὶ κατὰ ἀλήθειαν υἱῶι, καὶ τὸ μὴ πάσχειν θεικῶς καὶ τὸ λέγεσθαι παθεῖν ἀνθρωπίνως· ἡ αὐτοῦ γὰρ πέπονθε σάρξ. ἀλλ’ οἴονται πάλιν ἐκεῖνοι τὴν καλουμένην παρ’ αὐτοῖς θεοπάθειαν ἡμᾶς εἰσφέρειν διὰ τούτου καὶ οὐκ ἐννοοῦσιν τὴν
10οἰκονομίαν, κακουργότατα δὲ πειρῶνται μεθιστᾶν εἰς ἄνθρωπον ἰδικῶς τὸ πάθος, εὐσέβειαν ἐπιζήμιον ἀσυνέτως ἐπιτηδεύοντες, ἵνα μὴ ὁ τοῦ θεοῦ λόγος ὁμολογῆται σωτὴρ ὡς τὸ ἴδιον ὑπὲρ ἡμῶν αἷμα δούς, ἀλλ’ ἵνα μᾶλλον ἄνθρωπος ἰδικῶς καὶ καθ’ ἑαυτὸν νοούμενος Ἰησοῦς τοῦτο λέγηται κατορθῶσαι. κατασείει δὲ τὸ οὕτω φρονεῖν ἅπαντα τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν λόγον καὶ τὸ θεῖον ἡμῶν μυστήριον εἰς δύναμιν ἀνθρωπολατρείας
15περιίστησιν οὐκ ἀσυμφανῶς καὶ οὐκ ἐννοοῦσιν ὅτι τὸν ἐξ Ἰουδαίων κατὰ σάρκα, τουτέστι τὸν ἐκ σπέρματος Ἰεσσαὶ καὶ Δαυὶδ Χριστὸν καὶ κύριον τῆς δόξης καὶ θεὸν εὐλογητὸν εἰς τοὺς αἰῶνας καὶ ἐπὶ πάντας ὁ μακάριος ἔφη Παῦλος, ἴδιον ἀποφήνας τὸ σῶμα τοῦ λόγου τὸ τῶι ξύλωι προσηλωθὲν καὶ αὐτῶι τὸν σταυρὸν διὰ τοῦτο προσνέμων. Μανθάνω δὲ ὅτι καὶ ἕτερόν τι πρὸς τούτοις ἐστὶ τὸ ζητούμενον. ὁ γάρτοι λέγων
20σαρκὶ παθεῖν γυμνῆι τὸν κύριον ἄλογον καὶ ἀκούσιον ποιεῖ τὸ πάθος· ἐὰν δέ τις εἴπηι μετὰ ψυχῆς νοερᾶς παθεῖν αὐτόν, ἵνα ἦι τὸ πάθος ἑκούσιον, οὐδὲν κωλύει λέγειν τῆι φύσει τῆς ἀνθρωπότητος αὐτὸν παθεῖν. εἰ δὲ τοῦτο ἀληθές, πῶς οὐ τὰς δύο φύσεις ὑφεστάναι δώσομεν μετὰ τὴν ἕνωσιν ἀδιαιρέτως; ὥστε εἴ τις λέγει Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκ, οὐδὲν ἕτερον λέγει πλὴν ὅτι Χριστοῦ παθόντος ὑπὲρ ἡμῶν τῆι ἡμε‐
25τέραι φύσει.
Μάχεται πάλιν οὐδὲν ἧττον τὸ πρόβλημα τοῖς μίαν εἶναι λέγουσιν τὴν τοῦ υἱοῦ φύσιν

1,1,6

162

σεσαρκωμένην, καὶ οἷον εἰκαῖον ἀποφαίνειν θέλοντες αὐτό, φιλονεικοῦσι πανταχοῦ δύο φύ‐ σεις ὑφεστώσας ἀποφαίνειν. ἀλλ’ ἠγνόησαν ὅτι ὅσα μὴ κατὰ μόνην τὴν θεωρίαν διαι‐ ρεῖσθαι φιλεῖ, ταῦτα πάντως καὶ εἰς ἑτερότητα τὴν ἀνὰ μέρος ὁλοτρόπως καὶ ἰδικὴν ἀπο‐ φοιτήσειεν ἂν ἀλλήλων. ἔστω δὲ ἡμῖν εἰς παράδειγμα πάλιν ὁ καθ’ ἡμᾶς ἄνθρωπος.
5δύο μὲν γὰρ καὶ ἐπ’ αὐτοῦ νοοῦμεν τὰς φύσεις, μίαν μὲν τῆς ψυχῆς, ἑτέραν δὲ τοῦ σώ‐ ματος· ἀλλ’ ἐν ψιλαῖς διελόντες ἐννοίαις καὶ ὡς ἐν ἰσχναῖς θεωρίαις ἤτοι νοῦ φαντασίαις τὴν διαφορὰν δεξάμενοι οὐκ ἀνὰ μέρος τίθεμεν τὰς φύσεις οὔτε μὴν διαμπὰξ διατομῆς δύναμιν ἐφίεμεν αὐταῖς, ἀλλ’ ἑνὸς εἶναι νοοῦμεν, ὥστε τὰς δύο μηκέτι μὲν εἶναι δύο, δι’ ἀμφοῖν δὲ τὸ ἓν ἀποτελεῖσθαι ζῶιον. οὐκοῦν κἂν εἰ λέγοιεν ἀνθρωπότητος φύσιν καὶ
10θεότητος ἐπὶ τοῦ Ἐμμανουήλ, ἀλλ’ ἡ ἀνθρωπότης γέγονεν ἰδία τοῦ λόγου καὶ εἷς υἱὸς νοεῖται σὺν αὐτῆι. τῆς γε μὴν θεοπνεύστου γραφῆς σαρκὶ παθεῖν αὐτὸν λεγούσης, ἄμεινον καὶ ἡμᾶς οὕτως λέγειν ἢ γοῦν τῆι φύσει τῆς ἀνθρωπότητος, εἰ καὶ ὅτι μάλιστα, εἰ μὴ δυστρόπως λέγοιτο καὶ τοῦτο πρός τινων, ἀδικήσειεν ἂν οὐδὲν τὸν τοῦ μυστηρίου λόγον. τί γάρ ἐστιν ἀνθρωπότητος φύσις ἕτερον πλὴν ὅτι σὰρξ ἐψυχωμένη νοερῶς;
15καὶ πεπονθέναι φαμὲν σαρκὶ τὸν κύριον. περιεργότατα τοίνυν φασὶν τὸ τῆι φύσει τῆς ἀνθρωπότητος αὐτὸν παθεῖν οἷον ἀποδιιστάντες αὐτὴν τοῦ λόγου καὶ ἔξω τιθέντες ἰδικῶς, ἵνα δύο νοῶνται καὶ οὐχ εἷς ἔτι σεσαρκωμένος καὶ ἐνανθρωπήσας ὁ ἐκ θεοῦ πατρὸς λόγος. τὸ δὲ ἀδιαιρέτως προστεθὲν δοκεῖ μέν πως παρ’ ἡμῖν ὀρθῆς εἶναι δόξης σημαντικόν, αὐτοὶ δὲ οὐχ οὕτως νοοῦσιν. τὸ γὰρ ἀδιαίρετον παρ’ αὐτοῖς κατὰ τὰς Νεστορίου κενοφωνίας
20καθ’ ἕτερον λαμβάνεται τρόπον· φασὶ γὰρ ὅτι τῆι ἰσοτιμίαι, τῆι ταυτοβουλίαι, τῆι αὐθεντίαι ἀδιαίρετός ἐστι τοῦ λόγου ὁ ἐν ὧι κατώικηκεν, ἄνθρωπος, ὥστε οὐχ ἁπλῶς τὰς λέξεις
προφέρουσιν, ἀλλὰ μετά τινος δόλου καὶ κακουργίας.

1,1,7

3

(3)

Βιβλίον πρῶτον τῶν Πρακ〈τικῶν τῆς γ συνόδου〉 α Cyrilli epistula ad monachos = V 1
5β Κυρίλλου ἐπισκόπου Ἀλεξανδρείας πρὸς Νεστόριον = V 2 γ Ἐπιστολὴ Νεστορίου πρὸς Κύριλλον τὸν Ἀλεξανδρείας διὰ Λάμπωνος πρεσβυτέρου καὶ μο‐ νάζοντος = V 3 δ Λόγος προσφωνητικὸς πρὸς τὸν εὐλαβέστατον βασιλέα Θεοδόσιον περὶ τῆς ὀρθῆς πίστεως παρὰ Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας = V 7
10ε Κυρίλλου ἐπισκόπου Ἀλεξανδρείας προσφωνητικὸς ταῖς εὐσεβεστάταις δεσποίναις. in fine subscribitur τέλος λόγων προσφωνητικῶν παρὰ Κυρίλλου ἐπισκόπου Ἀλεξαν‐ δρείας πρὸς τὰς εὐσεβεστάτας δεσποίνας = V 150 ϛ Ἴσον σάκρας παρὰ τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως Θεοδοσίου πρὸς Κύριλλον ἐπίσκοπον Ἀλεξανδρείας = V 8
15ζ Cyrilli epistula ad Nestorium = V 2

1,1,7

4

ζ Κυρίλλου ἐπισκόπου Ἀλεξανδρείας ἐπιστολαὶ α β καὶ γ. Πρὸς τοὺς ἐγγράφως αὐτὸν αἰτιασαμένους ὅτιπερ οὐ σεσιώπηκεν ἐξ ἀκοῆς μαθὼν ἕρπειν ἐπὶ τὸ χεῖρον τὴν δυσσεβῆ Νεστορίου διδασκαλίαν = V 21 η Ἄλλη ἐπιστολή = V 20
5θ Κυρίλλου ἐπισκόπου Ἀλεξανδρείας πρὸς τοὺς κληρικοὺς τοὺς στασιάζοντας ἐν Κωνσταντι‐ νουπόλει = V 22 ι Διαμαρτυρία προτεθεῖσα ἐν δημοσίωι παρὰ τῶν κληρικῶν Κωνσταντινουπόλεως καὶ κατὰ ἐκκλησίαν ἐμφανισθεῖσα ὡς ὅτι ὁμόφρων ἐστὶ Νεστόριος Παύλου τοῦ Σαμοσατέως τοῦ ἀναθεματισθέντος πρὸ ἐτῶν ρξ ἀπὸ τῶν ὀρθοδόξων ἐπισκόπων = V 18
10ια Cyrilli epistula ad Nestorium. in fine subscribitur Αὕτη ἣ πρώτη ἐπιστολὴ ἀνε‐ γνώσθη ἐν τῆι ἐν Ἐφέσωι συνόδωι, ἀνελήφθη ἐν τοῖς ὑπομνήμασι καθὼς περιέχει = V 4 ιβ Nestorii epistula ad Cyrillum = V 5 ιγ Ἴσον ἐπιστολῆς Κυρίλλου ἐπισκόπου Ἀλεξανδρείας πρὸς Νεστόριον περὶ τῆς ἀκοινωνησίας
15 = V 6 〈ιδ〉 Cyrilli epistula synodica ad clerum et populum Constantinopolitanum = V 24 ιε Κελεστίνου ἐπισκόπου πρὸς Κύριλλον = V 9

1,1,7

5

ιϛ Τοῦ αὐτοῦ πρὸς Νεστόριον. in fine subscribitur: αὕτη ἡ ἐπιστολὴ ἀνεγνώσθη ἐν τῆι συνόδωι τῆι ἐν Ἐφέσωι μετὰ τὰς καταθέσεις τὰς κατὰ τῆς ἐπιστολῆς Νεστορίου, ἥτις καὶ ἀνελήφθη ἐν τοῖς ὑπομνήμασιν = V 10 ιζ Caelestini epistula ad clerum et populum Constantinopolitanum = V 11
5ιη〉 Τοῦ αὐτοῦ πρὸς τὸν Ἀντιοχείας ἐπίσκοπον Ἰωάννην = V 12 ιθ Cyrilli epistula ad Iohannem Antiochenum = V 13 〈κ〉 Iohannis Antiocheni epistula ad Cyrillum = V 30 〈κα〉 Cyrilli epistula ad Acacium Beroeensem = V 16 κβ Ἀκακίου Βεροίας πρὸς Κύριλλον = V 17
10κγ〉 Cyrilli epistula ad Iuuenalem = V 15 Ἴσον ὑπομνήματος τῶν πραχθέντων ἐν τῆι ἐν Ἐφέσωι συνόδωι. Ἀρχὴ τῆς συνόδου κδ Sacra ad Cyrillum = V 25 κε Ἐδόθη τῆι πρὸ δεκατριῶν καλανδῶν Δεκεμβρίων ἐν Κωνσταντινουπόλει ὑπάτων τῶν δε‐ σποτῶν ἡμῶν Θεοδοσίου τὸ τρισκαιδέκατον καὶ Οὐαλεντινιανοῦ τὸ τρίτον τῶν αἰωνίων
15 αὐγούστων καὶ ἀναγνωσθείσης πράττεται τὰ ὑπομνήματα πραχθέντα ἐν Ἐφέσωι παρὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου ἕνεκεν τοῦ δυσσεβοῦς Νεστορίου cf. V 32 κελδ Gesta primae sessionis primaria et sine additamentis = V 33—54. 60—62

1,1,7

6

λε Ἡ καθαίρεσις = V 63 λϛ Ἐπιστολὴ γραφεῖσα πρὸς τοὺς κληρικοῦς καὶ οἰκονόμους τῆς ἐκκλησίας Κωνσταντινουπόλεως ἐν αὐτῆι ἡμέραι ἐν ἧι αὐτῶι Νεστορίωι ἀπεστάλη = V 64 λζ Τοῦ μακαρίου Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας περὶ τῆς ἐνανθρωπήσεως τοῦ θεοῦ
5λόγου τοῦ υἱοῦ τοῦ πατρός. in fine subscribitur περὶ τῆς ἐνανθρωπήσεως τοῦ λόγου τοῦ υἱοῦ τοῦ πατρός, tum secuntur Ὅροι ἐπισκόπων τῶν ἐν Νικαίαι συ‐ ναχθέντων ἐν τῆι συνόδωι· ἔκθεσις τῆς αὐτῆς συνόδου πρὸς Παῦλον Σαμοσατέα = V 140—142

1,1,7

7

λη Δέησις Βασιλείου διακόνου καὶ λοιπῶν μοναχῶν = V 143 λθ Κυρίλλου ἐπισκόπου Ἀλεξανδρείας ἐπιστολὴ πρὸς Κελεστῖνον ἐπίσκοπον Ῥώμης = V 144 μ Τοῦ αὐτοῦ τῆς αὐτῆς συνόδου πρὸς τοὺς ἐν Κωνσταντινουπόλει μοναχούς = V 145 μα Ἰωάννου ἐπισκόπου Ἀντιοχείας πρὸς Νεστόριον = V 14
5μβ Ἀναφορὰ Νεστορίου καὶ τῶν σὺν αὐτῶι ἐπισκόπων πρὸς τὸν βασιλέα περὶ τῶν πεπραγμέ‐ νων τῆι ἁγίαι συνόδωι, γραφεῖσα πρὸ τοῦ παραγενέσθαι ἐν Ἐφέσωι τὸν Ἀντιοχείας ἐπίσκοπον = V 146 μγ Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας προσφωνητικὸς ταῖς εὐσεβεστάταις βασιλίσσαις περὶ τῆς ὀρθῆς πίστεως = V 149
10μδ Θεῖον γράμμα σταλὲν τῆι ἁγίαι συνόδωι διὰ Κανδιδιανοῦ κόμητος δομεστίκων τοῦ καὶ τὴν εὐταξίαν τῆς συνόδου ἐγχειρισθέντος Αὐτοκράτορες—τῆι ἁγίαι συνόδωι = V 147 [= 31] Οὐκ ἐνεφανίσθη αὕτη τῆι ἁγίαι συνόδωι κατὰ τὸν δέοντα καιρόν, ἀλλ’ ὑπεκρύβη διὰ Καν‐ διδιανοῦ κόμητος Νεστορίωι χαριζομένου· μετὰ τὴν ἀπόφασιν ἀνεγνώσθη, ὡς τὰ κε‐
15 κριμένα ἀργῆσαι. sequitur ipsa sacra Πάντων μὲν κτλ. με Ἴσον ἐπιστολῆς γραφείσης τῆι ἐν Ἐφέσωι ἁγίαι συνόδωι παρὰ τῶν εὑρεθέντων ἐν Κων‐ σταντινουπόλει ἐπισκόπων Μεσορῆ κ ἰνδ ιε = V 98 μϛ Ἀντίγραμμα τῶν εὑρεθέντων ἐν Κωνσταντινουπόλει ἐπισκόπων παρὰ τῆς ἁγίας συνόδου ὑπομνηστικόν = V 66
20μζ Cyrilli epistula ad Comarionem Potamonem Dalmatium Timotheum Eulogium, se‐ quitur Ἀπολογία τοῦ ἁγίου Δαλματίου = V 67

1,1,7

8

μη Κυρίλλου ἐπισκόπου Ἀλεξανδρείας ἐπιστολὴ γραφεῖσα ἀπὸ Ἐφέσου πρὸς τοὺς πατέρας τῶν μοναζόντων = V 68 μθ Ἀναφορὰ πρὸς τοὺς εὐσεβεστάτους βασιλεῖς παρὰ τῆς ἁγίας συνόδου περὶ τῆς καθαιρέσεως Νεστορίου = V 81
5ν Ἐπιστολὴ γραφεῖσα παρὰ τῆς ἁγίας συνόδου πρὸς τὸν κλῆρον καὶ τὸν λαὸν Κωνσταντι‐ νουπόλεως περὶ τῆς καθαιρέσεως Νεστορίου = V 85 να Ἐπιστολὴ γραφεῖσα παρὰ τοῦ κλήρου Κωνσταντινουπόλεως πρὸς τὴν ἁγίαν σύνοδον = V 86. repetitur infra 110 νβ Ἴσον βασιλικοῦ γράμματος ἀποσταλὲν ἐν Ἐφέσωι πρὸς τὴν ἁγίαν σύνοδον διὰ Παλλαδίου
10 μαγιστριανοῦ, ἀνατρέποντος τὰ παρ’ αὐτῶν πραχθέντα ὡς ὀφειλούσης ἄνωθεν γενέ‐ σθαι ζητήσεως = V 83 νγ Ἀναφορὰ τῆς συνόδου ἀντιγραφεῖσα πρὸς τὴν σάκραν καὶ διδάσκουσα ὡς ψευδῆ τὰ ἀνε‐ νεχθέντα παρὰ τοῦ Κανδιδιανοῦ ἐστιν = V 84 Πρᾶξις πρώτη
15νδ Λίβελλος ἐπιδοθεὶς τῆι ἁγίαι συνόδωι παρὰ τῶν ἁγιωτάτων ἐπισκόπων Κυρίλλου Ἀλεξαν‐ δρείας καὶ Μέμνονος Ἐφέσου Ὑπομνήματα πραχθέντα ἐν Ἐφέσωι ἐν οἷς ἀκοινωνησίαν ὥρισε κατὰ τῶν Ἀνατολικῶν = V 87

1,1,7

9

νενζ Gesta de Orientalibus = V 88. 89 Πρᾶξις β νη νθ Gesta de Orientalibus = V 89. 90 ξ Ἴσον ἀναφορᾶς παρὰ τῆς ἁγίας συνόδου πρὸς τοὺς εὐσεβεστάτους βασιλέας περὶ τῶν
5 Ἀνατολικῶν = V 92 ξα Γράμματα ἀποσταλέντα παρὰ τῆς ἁγίας συνόδου τοῖς καθ’ ἑκάστην ἐπαρχίαν τε καὶ πόλιν ἐπισκόποις πρεσβυτέροις διακόνοις καὶ λαικοῖς περὶ τῶν Ἀνατολικῶν ἐπισκόπων = V 91 ξβ Ἴσον ὑπομνήματος πραχθέντος ἐπὶ παρουσίαι τῶν ἀπὸ Ῥώμης ἐλθόντων ἐπισκόπων καὶ
10 πρεσβυτέρων = V 106 ξγ Caelestini epistula et Gesta in praesentia legatorum Romanorum = V 106 ξδ Πρᾶξις β = V 106 ξε Ἴσον ἀναφορᾶς πρὸς τοὺς εὐσεβεῖς βασιλεῖς παρὰ τῆς ἁγίας συνόδου περὶ τῶν ἀπὸ Ῥώμης ἐλθόντων ἐπισκόπων τε καὶ πρεσβυτέρων διὰ τοῦ διακόνου Εὐτυχοῦς = V 107

1,1,7

10

ξϛ Ἴσον σάκρας ἀποσταλείσης διὰ Ἰωάννου κόμητος 〈τῶν σακρῶν παρὰ τῶν εὐσεβεστάτων βασιλέων τῆι ἁγίαι καὶ μεγάληι συνόδωι〉 = V 93 ξζ Ἴσον ἀναφορᾶς τῆς ἁγίας συνόδου πρὸς τὴν σάκραν τὴν ἀναγνωσθεῖσαν παρὰ τοῦ μεγα‐ λοπρεπεστάτου κόμητος τῶν σακρῶν Ἰωάννου = V 94
5ξη Ἴσον ἐπιστολῆς Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας γραφείσης πρὸς τὸν κλῆρον καὶ τὸν λαὸν Κωνσταντινουπόλεως = V 100 ξθ Ἴσον ἐπιστολῆς γραφείσης παρὰ Μέμνονος ἐπισκόπου Ἐφέσου πρὸς τὸν κλῆρον Κωνσταν‐ τινουπόλεως = V 101 ο Ἴσον ἀναφορᾶς σταλείσης παρὰ τῆς ἁγίας συνόδου πρὸς τὸν εὐσεβέστατον βασιλέα Θεο‐
10 δόσιον = V 102 Ἐπιστολὴ γραφεῖσα παρὰ τῆς ἁγίας συνόδου τοῖς ἐν Κωνσταντινουπόλει ἐπισκόποις πρε‐ σβυτέροις καὶ διακόνοις = V 105 Δέησις καὶ ἱκεσία ὑπὸ τοῦ κλήρου Κωνσταντινουπόλεως ὑπὲρ τῆς ἐν Ἐφέσωι ἁγίας συ‐ νόδου = V 103
15Ἴσον ἐπιστολῆς γραφείσης παρὰ τῆς ἁγίας συνόδου πρὸς τὸν ἀρχιεπίσκοπον τῆς Ῥώμης Κελεστῖνον δηλοῦσα πάντα τὰ πραχθέντα ἐν αὐτῆι τῆι 〈ἐν τῆι〉 Ἐφεσίων ἁγίαι καὶ μεγάληι συνόδωι = V 82 Ἴσον ἐπιστολῆς γραφείσης παρὰ τοῦ ἀρχιεπισκόπου Κυρίλλου τοῖς ἐν Κωνσταντινουπόλει εὐλαβεστάτοις ἐπισκόποις Θεοπέμπτωι καὶ Ποτάμωνι καὶ Δανιήλωι = V 104

1,1,7

11

Ἐπιστολὴ πραχθεῖσα παρὰ τῆς ἁγίας συνόδου τοῖς ἀποσταλεῖσι παρ’ αὐτῆς τῆς ἁγίας συ‐ νόδου τοῖς ἐν Κωνσταντινουπόλει εὐλαβεστάτοις ἐπισκόποις ὥστε αὐτοὺς δικάσασθαι τοῖς ἀπὸ τῆς Ἀνατολῆς. in margine adnotatur ζήτει τὰ προβάντα μετὰ τὴν τοιαύτην ἐντολὴν κατὰ ἀκολουθίαν ἐν τῶι δευτέρωι βιβλίωι, ἐν ὧι καὶ αὕτη προτέτακται = V 95
5Ἐντολὴ πραχθεῖσα παρὰ τῶν Ἀνατολικῶν τοῖς ἀποσταλεῖσι παρ’ αὐτῶν ἐν Κωνσταντινου‐ πόλει ἐπισκόποις ὥστε δικάσασθαι μετὰ τῶν ἀποσταλέντων παρὰ τῆς οἰκουμενικῆς συνόδου ὀρθοδόξοις ἐπισκόποις ἐν αὐτῆι Κωνσταντινουπόλει. in margine adnotatur ζήτει καὶ τὰ ἐπὶ ταύτηι παρακολουθήσαντα ἐν τῶι δευτέρωι βιβλίωι ὁμοίως = V 96 Ἐπίλυσις τῶν ιβ κεφαλαίων ῥηθεῖσα ἐν Ἐφέσωι ὑπὸ Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας,
10 τῆς ἁγίας συνόδου ἀξιωσάσης αὐτὸν σαφέστερον ἐκθεῖναι αὐτοῖς τὴν τούτων λύσιν = V 148 Τοῦ ἁγίου Κυρίλλου ἐξήγησις λεχθεῖσα ἐν Ἐφέσωι ἐν τῶι ἁγίωι Ἰωάννηι τῶι εὐαγγελιστῆι = V 76 Τοῦ αὐτοῦ Κυρίλλου κατὰ τοῦ ἀποσχίσαντος Ἰωάννου τοῦ Ἀντιοχέως = V 78
15Τοῦ αὐτοῦ Κυρίλλου = V 75 〈Τοῦ αὐτοῦ Κυρίλλου〉 = V 77 Τοῦ αὐτοῦ πρὸς Νεστόριον = V 80 Maximiani epistula ad Cyrillum = V 114 Cyrilli epistula ad Maximianum = V 115
20Τοῦ αὐτοῦ Κυρίλλου λόγος ἀπολογητικὸς πρὸς τὸν εὐλαβέστατον ἡμῶν βασιλέα Θεοδόσιον = V 118 Ἴσον θείου γράμματος ἀποσταλέντος δι’ Ἀριστολάου τριβούνου καὶ νοταρίου Ἰωάννηι τῶι ἐπισκόπωι Ἀντιοχείας περὶ τῆς εἰρήνης καὶ ἑνώσεως τῶν ἁγίων ἐκκλησιῶν = V 120

1,1,7

12

Λίβελλοι δοθέντες τῶι ἁγιωτάτωι ἀρχιεπισκόπωι Κυρίλλωι παρὰ Παύλου ἐπισκόπου Ἐμέσης ἀποσταλέντες παρὰ Ἰωάννου Ἀντιοχέως = V 122 Iohannis Antiocheni epistula ad Cyrillum = V 123 Cyrilli epistula ad Iohannem Antiochenum = V 127
5Ἐπιστολὴ Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας γραφεῖσα πρὸς Ἀκάκιον ἐπίσκοπον μεμψά‐ μενον αὐτὸν δι’ ἐπιστολῆς ὡς συνθέμενον τοῖς Ἀνατολικοῖς = V 128 Ὑπομνηστικὸν Εὐλογίωι πρεσβυτέρωι παραμένοντι ἐν Κωνσταντινουπόλει παρὰ τοῦ ἀρχι‐ επισκόπου Κυρίλλου = V 132 Τοῦ αὐτοῦ Κυρίλλου ἐπιστολὴ γραφεῖσα πρὸς Ἰωάννην τὸν Ἀντιοχείας ἐπίσκοπον καὶ τὴν
10 συναχθεῖσαν ἐκεῖσε σύνοδον = V 133 Ὁμιλία Πρόκλου ἐπισκόπου λεχθεῖσα καθεζομένου Νεστορίου ἐν τῆι μεγάληι ἐκκλησίαι Κων‐ σταντινουπόλεως = V 19 Ἴσον σάκρας γραφείσης πρὸς Ἀκάκιον τὸν τῆς Βεροιαίων καὶ Συμεῶνα τὸν ἀναχωρητὴν καὶ ἄλλαις ἐπαρχίαις ἰδίαι ἑκάστωι = V 23
15α Πρὸ τῆς συνόδου ἐπιστολὴ πρώτη ἀπὸ Ῥόδου = V 26 β Τοῦ αὐτοῦ δευτέρα ἐπιστολή = V 27 γ Τοῦ αὐτοῦ γ = V 28 δ Τοῦ αὐτοῦ ἐπιστολὴ τετάρτη = V 29

1,1,7

13

Additamenta ad Gesta primaria sessionis primae = V 54—59 Concilii epistula ad clerum et populum Constantinopolitanum = V 69 Ὁμιλία λεχθεῖσα ἐν Ἐφέσωι Ῥηγίνου ἐπισκόπου Κύπρου μετὰ τὴν καθαίρεσιν Νεστορίου = V 70
5Θεοδότου ἐπισκόπου Ἀγκύρας λεχθεῖσα ἐν Ἐφέσωι = V 71 Θεοδότου ἐπισκόπου Ἀγκύρας εἰς τὴν γένναν τοῦ σωτῆρος ἀναγνωσθεῖσα ἐν τῆι συνόδωι ἐπὶ τοῦ ἐπισκόπου Κυρίλλου = V 72 Ἀκακίου ἐπισκόπου Μελιτηνῆς ὁμιλία λεχθεῖσα ἐν Ἐφέσωι = V 74 Ὁμιλία Κυρίλλου ἐπισκόπου Ἀλεξανδρείας λεχθεῖσα ἐν Ἐφέσωι πρὶν συσχεθῆναι παρὰ τοῦ
10 κόμητος καὶ ὑπὸ στρατιωτῶν φυλαχθῆναι = V 79 cf. 121 Ἴσον ἐπιστολῆς γραφείσης παρὰ τοῦ κλήρου Κωνσταντινουπόλεως πρὸς τὴν ἁγίαν σύνοδον [= 51] = V 86 Synodi Orientalium decretum cf. V 96 Iohannis Antiocheni Himerii Theodoreti ceterorum epistula ad Rufum = V 97

1,1,7

14

Concilii epistula ad episcopos Eulalium Entrechium Acacium Chrysaphium Hiere‐ miam Theodulum Esaiam = V 99 Ἀντίγραφον ἀναφορᾶς παρὰ τῆς ἁγίας συνόδου διὰ Ἰουβεναλίου Φίρμου Φλαυιανοῦ Ἀρκα‐ δίου Θεοδότου Ἀκακίου Εὐοπτίου ἐπισκόπου καὶ Φιλίππου πρεσβυτέρου = V 108
5Βασιλικὸν θέσπισμα τὸ δημεῦον καὶ ἐξορίζον Νεστόριον = V 109 Ἀντίγραφον ἑρμηνείας βασιλικοῦ θεσπίσματος γραφέντος πρὸς Ἰσίδωρον ἔπαρχον πραιτω‐ ρίων καὶ ὕπατον περὶ τῆς ἐξορίας Νεστορίου = V 110 Ἀντίγραφον θείου νόμου = V 111 Edictum praefectorum praetorio = V 112
10Ἐπιστολὴ συνοδικὴ γραφεῖσα ἀπὸ Κωνσταντινουπόλεως = V 113 Alypii presbyteri epistula ad Cyrillum = V 116 Cyrilli epistula ad Alypium. post satis magnam partem epistula abrumpitur: προε‐ γράφη καὶ τὰ ἑξῆς ζήτει ὄπισθεν εἰς τὴν ὁμιλίαν Κυρίλλου Ἀλεξανδρείας [109] = V 117 Θεῖον γράμμα ἀποσταλὲν πρὸς Ἀκάκιον ἐπίσκοπον Βεροίας = V 121
15Ὁμιλία Παύλου ἐπισκόπου Ἐμίσης λεχθεῖσα Χοιὰκ κθ ἐν τῆι μεγάληι ἐκκλησίαι Ἀλεξανδρείας, καθημένου τοῦ μακαρίου Κυρίλλου, εἰς τὴν γένναν τοῦ Χριστοῦ καὶ ὅτι θεοτόκος ἡ ἁγία παρθένος Μαρία καὶ ὅτι οὐ δύο υἱοὺς λέγομεν, ἀλλ’ ἕνα υἱὸν κύριον τὸν Χριστὸν καὶ εἰς τὸν ἀρχιεπίσκοπον ἐγκώμια = V 124 Τοῦ αὐτοῦ ὁμιλία λεχθεῖσα ἐν τῆι μεγάληι ἐκκλησίαι Ἀλεξανδρείας καὶ εἰς τὴν ἐνανθρώπησιν
20 τοῦ σωτῆρος ἡμῶν Χριστοῦ καὶ εἰς τὸν ἀρχιεπίσκοπον Κύριλλον ἐγκώμια = V 125 Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας εἰς τὸν προεξηγησάμενον καὶ εἰς τὴν ἐνανθρώπησιν τοῦ κυρίου = V 126

1,1,7

15

Τοῦ αὐτοῦ πρὸς Δυνάτον ἐπίσκοπον Νικοπόλεως Παλαιᾶς Ἠπείρου ἐπιστολή = V 129 Ἰωάννου ἐπισκόπου Ἀντιοχείας καὶ τῶν λοιπῶν τῶν σὺν αὐτῶι ἐπιστολὴ πρὸς Ξύστον ἐπίσκοπον Ῥώμης καὶ πρὸς Κύριλλον ἐπίσκοπον Ἀλεξανδρείας καὶ Μαξιμιανὸν ἐπί‐ σκοπον Κωνσταντινουπόλεως = V 130
5Κυρίλλου ἐπισκόπου Ἀλεξανδρείας πρὸς Μαξιμιανὸν ἐπίσκοπον Κωνσταντινουπόλεως ἐπι‐ στολή = V 131 Ἴσον ἐπιστολῆς γραφείσης παρὰ τοῦ αὐτοῦ πρὸς Ἀκάκιον ἐπίσκοπον περὶ τοῦ ἀποπομπαίου = V 134 Βασιλικὸς νόμος περὶ τῶν προσφευγόντων ἐν ἐκκλησίαις = V 137
10Ἴσον θείου θεσπίσματος τοῦ εὐσεβεστάτου βασιλέως Θεοδοσίου κατά τε Πορφυρίου καὶ Νεστοριανῶν καὶ κατὰ Εἰρηναίου τοῦ Τυρίων ἐπισκόπου = V 138 Διάταγμα προτεθὲν παρὰ τῶν ἐπάρχων μετὰ τοῦ θείου πραγματικοῦ κατὰ Πορφυρίου καὶ Νεστορίου καὶ Εἰρηναίου = V 139 Gesta synodi Orientalium = V 151
15Γράμμα τῶν αὐτῶν τῆς ἀκοινωνησίας σταλὲν ἐν τῆι ἁγίαι συνόδωι = V 152 Ἀναφορὰ τῶν αὐτῶν πρὸς τὸν βασιλέα δι’ ἧς ἐμήνυσαν τὰ παρ’ αὐτοῖς πραχθέντα καὶ τὴν αἰτίαν τοῦ βράδους τῆς ἀφίξεως τοῦ Ἀντιοχείας ἐπισκόπου = V 153

1,1,7

16

Ἀναφορὰ πρὸς τὸν βασιλέα Ἰωάννου ἀρχιεπισκόπου Ἀντιοχείας καὶ τῶν σὺν αὐτῶι ἣν ἀντέγραψαν διὰ Παλλαδίου μαγιστριανοῦ = V 154 Ἐπιστολὴ τῶν αὐτῶν πρὸς τὸν Κωνσταντινουπόλεως κλῆρον = V 155 Ἐπιστολὴ τῶν αὐτῶν πρὸς τὴν ἐν Κωνσταντινουπόλει σύγκλητον = V 156
5Ἐπιστολὴ τῶν αὐτῶν πρὸς τὸν ἐν Κωνσταντινουπόλει λαόν = V 157 Ἀναφορὰ τῶν αὐτῶν πρὸς τὸν εὐσεβέστατον βασιλέα ἥνπερ ἔδωκαν μετὰ τῆς ἀναφορᾶς τῆς προγεγραμμένης τῶι μεγαλοπρεπεστάτωι κόμητι Εἰρηναίωι = V 159 Ἀναφορὰ τῶν αὐτῶν πρὸς τὰς βασιλίδας = V 160 Ἐπιστολὴ τῶν αὐτῶν πρὸς τὸν ἔπαρχον καὶ τὸν μάγιστρον ὁμοίως = V 161
10Ἐπιστολὴ τῶν αὐτῶν πρὸς τὸν πραιπόσιτον καὶ σχολαστικὸν γενόμενον = V 162 Ἀναφορὰ τῶν Ἀνατολικῶν πρὸς τὸν βασιλέα ἧς προέταξαν τὸ σύμβολον τῶν ἐν Νικαίαι ἁγίων πατέρων, ἀναγαγόντες τὰ ὑπὸ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τυπωθέντα ἐπὶ τοῖς προδοθεῖσιν αὐτῶι λιβέλλοις παρὰ Κυρίλλου καὶ Μέμνονος τῶν ἁγιωτάτων, ἥτις ἐστάλη Εἰρηναίωι κόμητι καὶ δι’ αὐτοῦ ἀπεδόθη.
15Ἐπιστολὴ γραφεῖσα παρὰ τοῦ κόμητος Εἰρηναίου πρὸς τοὺς Ἀνατολικοὺς περὶ τῶν ἐπὶ τῆι ὑποθέσει πραχθέντων μετὰ τὴν εἴσοδον αὐτοῦ τὴν ἐν Κωνσταντινουπόλει καὶ τὴν ἀπόδοσιν τῶν ἀναφορῶν. Τῶι τὰ πάντα ἁγιωτάτωι καὶ μακαριωτάτωι ἀδελφῶι καὶ συλλειτουργῶι κυρίωι Λέοντι πάπαι τῆς πρεσβυτέρας Ῥώμης Νικηφόρος ἐλέωι θεοῦ ἐπίσκοπος Κωνσταντινουπόλεως χαίρειν.
20inc. Μέγας μὲν ὡς ἀληθῶς καὶ ἀξιάγαστος = [L vii 1205 sq. = M xiiii 29 sq.] ultimae paginae ultima uerba sunt μιχαὴλ δὲ τῶ ὁσιωτάτω μητροπολίτη τῆς συ‐
ναδέων φιλοχρί– [L vii 1232 = M xiiii 56]

1,1,7

3

(16)

Τάδε εἰσὶ τὰ περιεχόμενα ἐν τοῖς Πρακτικοῖς τῆς οἰκουμενικῆς τρίτης συνόδου ἐπὶ Θεοδοσίου βασιλέως κατὰ Νεστορίου τοῦ αἱρετικοῦ α Ἐπιστολὴ Κυρίλλου τοῦ ἁγιωτάτου πάπα Ἀλεξανδρείας πρὸς τοὺς ἐν Αἰγύπτωι πρεσβυτέρους διακόνους μοναχοὺς καὶ πάντας πιστούς, ἧς ἡ ἀρχή· Ἀφίκοντο μέν τινες κατὰ τὸ εἰωθὸς ἐν Ἀλεξανδρείαι
20 τῶν σὺν ἡμῖν. ἡ δὲ τοιαύτη ἐπιστολή ἐστι προφυλακτικὴ τῆς ἀναφυείσης αἱρέσεως καὶ δι‐ δακτικὴ τῆς ὀρθῆς πίστεως. β Ἐπιστολὴ τοῦ αὐτοῦ ἁγίου Κυρίλλου πρὸς Νεστόριον, ἡνίκα ἔμαθεν αὐτὸν κακῶς φρονεῖν, ἧς ἡ ἀρχή· Ἄνδρες αἰδέσιμοι καὶ πίστεως ἄξιοι παραγεγόνασιν ἐν Ἀλεξανδρείαι. γ Ἐπιστολὴ τοῦ Νεστορίου πρὸς τὸν αὐτὸν ἅγιον Κύριλλον, ἧς ἡ ἀρχή· Οὐδὲν ἐπιεικείας Χριστιανικῆς βε‐
25 βαιότερον. δ Τοῦ ἁγίου Κυρίλλου λόγος προσφωνητικὸς πρὸς τὸν εὐσεβέστατον βασιλέα Θεοδόσιον περὶ τῆς ὀρθῆς πίστεως τῆς εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀπὸ πάσης γραφῆς συνιστῶν τὸ κατὰ Χριστὸν μυστήριον, ἐν ὧι καὶ πολλὰ τῶν εὐαγγελικῶν καὶ ἀποστολικῶν ῥητῶν ἐξηγεῖται, οὗ ἡ ἀρχή· Τῆς ἐν ἀνθρώποις εὐκλείας τὸ ἀνωτάτω.
30ε Τοῦ αὐτοῦ λόγος προσφωνητικὸς ταῖς εὐσεβεστάταις βασιλίσσαις Εὐδοκίαι τῆι γυναικὶ Θεοδοσίου καὶ Πουλχερίαι τῆι ἀδελφῆι αὐτῆς, καὶ αὐτὸς πάσης γραφικῆς γέμων μαρτυρίας, οὗ ἡ ἀρχή· Σεμνο‐ λόγημα μὲν οἰκουμενικόν. ϛ Σάκρα ἀποσταλεῖσα τῶι ὁσιωτάτωι Κυρίλλωι παρὰ Θεοδοσίου καὶ Οὐαλεντιανοῦ τῶν αὐταδέλφων καὶ βασιλέων δι’ ἧς φαίνεται ἀγανακτήσας ὁ βασιλεὺς Θεοδόσιος κατ’ αὐτοῦ ὅτι οὐκ ἠρκέσθη τῶι πρὸς
35 αὐτὸν προσφωνητικῶι, ἀλλ’ ὑποπτεύσας αὐτὸν παρατραπῆναι τῆς εὐσεβείας καὶ πρὸς τὴν γυναῖκα αὐτοῦ καὶ τὴν ἀδελφὴν περὶ τῶν αὐτῶν ἔγραψε· δηλοῖ δὲ αὐτῶι μετὰ τῶν λοιπῶν ἐπισκόπων συναχθῆναι εἰς τὴν μέλλουσαν γενέσθαι σύνοδον, ἧς ἡ ἀρχή· Μέλει πλεῖστον θεοσεβείας ἡμῖν, δι’ ἣν οἱ πλημμελοῦντες ἀξιοῦνται συγγνώμης. ζ Ἐπιστολὴ τοῦ αὐτοῦ Κυρίλλου πρὸς Νεστόριον, ἡνίκα ἔμαθεν αὐτὸν κακῶς φρονεῖν, ἧς ἡ ἀρχή· Ἄνδρες
40αἰδέσιμοι καὶ πίστεως ἄξιοι

1,1,7

4

(18)

η Ἐπιστολὴ τοῦ ἁγίου Κυρίλλου πρὸς τοὺς ἐγγράφως αὐτὸν αἰτιασαμένους ὅτι οὐκ ἐσιώπησεν ἐξ ἀκοῆς μαθὼν ἕρπειν τὴν δυσσεβῆ Νεστορίου διδασκαλίαν, ἧς ἡ ἀρχή· Ἐπειδή μοι γεγράφηκεν ἡ εὐλά‐
20 βεια ὑμῶν. θ Ἐπιστολὴ τοῦ αὐτοῦ πρός τινα ζηλωτὴν περὶ Νεστορίου, ἧς ἡ ἀρχή· Οἶδα μὲν τῆς σῆς ἀγάπης τὸ εἰ‐ λικρινές. ι Ἐπιστολὴ τοῦ αὐτοῦ ἁγίου Κυρίλλου πρὸς τοὺς κληρικοὺς τοὺς στασιάζοντας ἐν Κωνσταντινουπόλει, ἧς ἡ ἀρχή· Ἀνέγνων ὑπομνηστικὸν τὸ σταλὲν παρ’ ὑμῶν, δι’ οὗ ἐμάνθανον ὅτι Ἀναστάσιος ὁ πρε‐
25 σβύτερος. ια Διαμαρτυρία προτεθεῖσα ἐν Κωνσταντινουπόλει ἔτι τοῦ Νεστορίου ἐπέχοντος τὸν θρόνον τῆς αὐτῆς Κωνσταντινουπόλεως, δι’ ἧς ἀποδεικνύουσιν ἐκ παραθέσεως οἱ ταύτην προθέμενοι κληρικοὶ ὅτι τὰ αὐτὰ τῶι Σαμοσατεῖ Παύλωι φρονεῖ καὶ ὁ Νεστόριος, ἧς ἡ ἀρχή· Ὁρκίζω τὸν λαβόντα τόδε τὸ χαρτίον.
30ιβ Ἐπιστολὴ τοῦ ἁγίου Κυρίλλου νουθετητικὴ πρὸς τὸν αὐτὸν Νεστόριον, ἧς ἡ ἀρχή· Καταφλυαροῦσι μέν, ὡς μανθάνω, τινὲς τῆς ἐμῆς ὑπολήψεως. ιγ Ἐπιστολὴ τοῦ Νεστορίου πρὸς τὸν αὐτὸν ἁγιώτατον Κύριλλον ὑπὲρ ἑαυτοῦ ἀπολογητική, ἧς ἡ ἀρχή· Τὰς μὲν καθ’ ἡμῶν ὕβρεις τῶν θαυμαστῶν σου γραμμάτων. ιδ Ἐπιστολὴ τοῦ ἁγίου Κυρίλλου καὶ τῆς ὑπ’ αὐτὸν συνόδου πρὸς τὸν Νεστόριον διαμαρτυρομένων αὐτὸν
35 ὡς εἰ μὴ ἀποστῆι τῶν διεστραμμένων αὐτοῦ δογμάτων καὶ φρονήσει καὶ διδάξει τὴν ὀρθὴν πίστιν ἐντὸς δέκα ἡμερῶν, ἐκκήρυκτος ἔσται πάσης ὀρθοδόξου ἐκκλησίας· τῆι δὲ τοιαύτηι ἐπιστολῆι ἀνα‐ τάττονται καὶ ἃ ἀναθεματίσαι αὐτὸν προετρέψαντο, εἰς δώδεκα κεφάλαια ποσούμενα, ἧς ἡ ἀρχή· Τοῦ σωτῆρος ἡμῶν λέγοντος ἐναργῶς· ὁ φιλῶν πατέρα ἢ μητέρα. ιε Ἐπιστολὴ τοῦ αὐτοῦ ἁγίου Κυρίλλου καὶ τῆς Αἰγυπτιακῆς συνόδου πρὸς τοὺς πρεσβυτέρους καὶ διακόνους
40 καὶ τὸν πιστὸν λαὸν Κωνσταντινουπόλεως διεγείρουσα αὐτοὺς εἰς φυλακὴν τῆς ἀμωμήτου πίστεως, ἧς ἡ ἀρχή· Ὀψὲ καὶ μόλις ἤλθομεν ἐφ’ ὅπερ ἦν ἄμεινον. ιϛ Ἐπιστολὴ Κελεστίνου τοῦ ἁγιωτάτου ἐπισκόπου Ῥώμης πρὸς τὸν αὐτὸν ἅγιον Κύριλλον, δι’ ἧς δίδωσιν αὐτῶι καὶ τὴν αὐθεντίαν τοῦ ἀποστολικοῦ θρόνου ἐπὶ τῆι μελλούσηι συστῆναι συνόδωι καὶ δηλοῖ αὐτῶι ἵνα εἰ μὴ ἐντὸς δέκα ἡμερῶν ὁ Νεστόριος ἀναθεματίσηι τὰ μιαρὰ αὐτοῦ δόγματα, εὐθὺς
45ἐξελάσηι τοῦτον τῆς ἐκκλησίας Κωνσταντινουπόλεως καὶ ἀντὶ τούτου καταστήσηι ἕτερον, ἧς ἡ
ἀρχή· Τῆι ἡμετέραι στυγνότητι.

1,1,7

5

(18)

ιζ Τοῦ αὐτοῦ Κελεστίνου ἐπιστολὴ πρὸς Νεστόριον νουθετητικὴ ἐν τῶι τέλει δηλοῦσα αὐτῶι καὶ τὴν ἐπ’ αὐτῶι ἀπόφασιν αὐτοῦ, ἣν ἔγραψε τῶι ἁγίωι Κυρίλλωι, ἧς ἡ ἀρχή· Ἐφ’ ἡμέρας τινὰς τῆς ζωῆς
20 ἡμῶν. ιη Τοῦ αὐτοῦ Κελεστίνου ἐπιστολὴ πρὸς τοὺς πρεσβυτέρους καὶ διακόνους καὶ κληρικοὺς καὶ πάντα τὸν ἐν Κωνσταντινουπόλει λαόν, δι’ ἧς δηλοῖ αὐτοῖς ἃ ἔγραψε πρός τε τὸν Νεστόριον καὶ τὸν ἁγιώτατον Κύριλλον, ἧς ἡ ἀρχή· Πρὸς τούτους μοι διαλεχθησομένωι οἵτινες ἐκκλησίαν ποιοῦσι. ιθ Τοῦ αὐτοῦ Κελεστίνου ἐπιστολὴ πρὸς Ἰωάννην τὸν Ἀντιοχείας ἐπίσκοπον δηλοῦσα αὐτῶι τὸν ἐπὶ τῶι Νε‐
25 στορίωι σκοπὸν αὐτοῦ, ἧς ἡ ἀρχή· Εὐχόμεθα μὲν ὥσπερ μία ἐστὶ τῆς θεότητος ἡ οὐσία. κ Ἐπιστολὴ τοῦ ἁγίου Κυρίλλου πρὸς τὸν αὐτὸν Ἰωάννην τὸν πατριάρχην Ἀντιοχείας δηλοῦσα αὐτῶι τὴν κατάστασιν τῆς ἐν Κωνσταντινουπόλει ἐκκλησίας καὶ διεγείρουσα αὐτὸν πρὸς ἀποτροπὴν τοῦ κακοῦ, ἧς ἡ ἀρχή· Ἔγνω που πάντως καὶ διὰ πολλῶν ἡ σὴ θεοσέβεια. κα Ἐπιστολὴ τοῦ πατριάρχου Ἀντιοχείας πρὸς τὸν ἅγιον Κύριλλον, δι’ ἧς δηλοῖ ἐγγίζειν αὐτὸν εἰς τὴν
30 Ἔφεσον, ἧς ἡ ἀρχή· Οὐδὲ ἐμὲ μετρίως δάκνει. κβ Ἐπιστολὴ τοῦ ἁγίου Κυρίλλου πρὸς Ἀκάκιον ἐπίσκοπον Βερροίας περὶ τοῦ αἱρετικοῦ Νεστορίου, ἧς ἡ ἀρχή· Οἱ σφόδρα λυπούμενοι καὶ φροντίδι τετρωμένην ἔχοντες τὴν καρδίαν. κγ Ἐπιστολὴ τοῦ αὐτοῦ Ἀκακίου πρὸς Κύριλλον, ἧς ἡ ἀρχή· Ἐνέτυχον γράμμασι τῆς σῆς θεοσεβείας ἐκ τοῦ σύνεγγυς ἡμῖν ἀποδοθεῖσιν.
35κδ Ἐπιστολὴ τοῦ ἁγίου Κυρίλλου πρὸς Ἰουβενάλιον πατριάρχην Ἱεροσολύμων δηλοῦσα αὐτῶι τὰ συμβάντα ἐπὶ τῶι Νεστορίωι καὶ διεγείρουσα αὐτὸν πρὸς ἀποτροπὴν τοῦ κακοῦ, ἧς ἡ ἀρχή· Ηὐχόμην τοῖς τῶν εὐδοκιμησάντων ἴχνεσι καὶ ὀρθῆι πίστει. κε Σάκρα βασιλικὴ πρὸς τὸν ἅγιον Κύριλλον δηλοῦσα αὐτῶι ἵνα ἀπαντήσηι καὶ οὗτος μετὰ τῶν λοιπῶν εἰς τὴν ἐν Ἐφέσωι σύνοδον κατ’ αὐτὴν τὴν ἡμέραν τῆς ἁγίας πεντηκοστῆς, ἧς ἡ ἀρχή· Ἤρτηται τῆς
40 εἰς θεὸν εὐσεβείας ἡ τῆς ὑμετέρας πολιτείας κατάστασις. κϛ Ἀρχὴ τῆς συνόδου ἐν ἧι δηλοῦται συνοπτικῶς ταῦτα, ὅσοι ἐπίσκοποι συνήδρευσαν καὶ ὅποι προεκάθισαν. κζ Ὅτι διαγνωσθέντος παρὰ πάσης τῆς συνόδου διελθεῖν δεκαὲξ ἡμέρας μετὰ τὴν ὡρισμένην παρὰ τοῦ βασι‐ λέως προθεσμίαν καὶ μήπω φθάσαντος εἰς τὴν Ἔφεσον τοῦ πατριάρχου Ἀντιοχείας μετὰ τῶν σὺν αὐτῶι ἐδέησεν ἐξ ἀνάγκης ἐνεργῆσαι τὴν ἁγίαν σύνοδον τὴν ἐξέτασιν τῶν ὑπὸ τοῦ Νεστορίου
45λεγομένων. καὶ ἀπεστάλησαν ἐπίσκοποι ἐκ τρίτου καλοῦντες αὐτὸν ἀπαντῆσαι εἰς τὴν σύνοδον. καὶ τοῖς μὲν πρῶτον ἀποσταλεῖσι μόλις ἐποίησεν ἀπολογίαν ὡς ἵνα σκοπήσω καὶ εἰ δεήσει με
ἐλθεῖν, ἔρχομαι· τοῖς δὲ δεύτερον αὐτὸν ὑπομνήσασι μετὰ καὶ παραναγνωστικοῦ ἀπὸ τῆς συνόδου

1,1,7

6

(9)

γενομένου πρὸς αὐτὸν μέχρι μὲν πολλοῦ οὐδὲ ἀπολογία ἐγίνετο, ὕστερον δὲ ἐξελθὼν ὁ τριβοῦνος
10Φλωρέντιος μετὰ καὶ κληρικῶν τοῦ Νεστορίου εἶπεν αὐτοῖς ὅτι ἐγὼ μὲν τὸν Νεστόριον ἰδεῖν οὐ δεδύνημαι, ἐδήλωσε δέ μοι εἰπεῖν τῆι θεοσεβείαι ὑμῶν ὅτι μετὰ τὸ συνελθεῖν πάντας τοὺς ἐπισκό‐ πους συντυγχάνομεν αὐτοῖς. τοῖς δὲ ἐκ τρίτου ἀποσταλεῖσιν ἱσταμένοις ἐκ πρωίας ἕως ἑσπέρας οὐδεμία ἀπολογία παρ’ αὐτοῦ ἐγένετο, πρὸς ἑσπέραν δὲ εἶπον πρὸς αὐτοὺς οἱ περιιστάμενοι τὴν κατοικίαν τοῦ Νεστορίου στρατιῶται ὅτι διὰ τοῦτο ἵστανται ἐν τοῖς προθύροις ὥστε μὴ ἐπιτρέψαι
15 τινὶ τῶν ἀπὸ τῆς συνόδου εἰσελθεῖν. καὶ ταύτην ἀκούσαντες τὴν ἀπολογίαν ὑπεχώρησαν. κη Ὅτι ποιήσασα ἡ σύνοδος τὰς δηλωθείσας τρεῖς ἐπιφωνήσεις δι’ ἐπισκόπων κατὰ κανόνας, ἐπεὶ ἀπέγνω τὴν τοῦ Νεστορίου ἔλευσιν, εἰς ἐξέτασιν τοῦ πράγματος ἐχώρησε, καὶ ἀπόντος ἐκείνου, καὶ πρῶτα μὲν ἀνεγνώσθη τὸ ἐκτεθὲν παρὰ τῆς ἐν Νικαίαι συνόδου ἅγιον σύμβολον, μετὰ τοῦτο δὲ καὶ ἡ πρὸς Νεστόριον παραινετικὴ ἐπιστολὴ τοῦ ἁγίου Κυρίλλου, εἶτα εἶπε πρὸς τὴν σύνοδον ὁ ἐν ἁγίοις
20 Κύριλλος εἰπεῖν πάντας εἰ συνάιδει ἡ ἐπιστολὴ αὐτοῦ τῆι ἐκθέσει τῶν ἁγίων πατέρων καὶ συνα‐ γορεύει τῆι πίστει τῆι ὀρθῆι, καὶ εἶπεν ὁ καθ’ ἕνα τὰ αὐτὰ τῆι ἐν Νικαίαι ἁγίαι συνόδωι καὶ τὴν ἐπιστολὴν αὐτοῦ διδάσκειν καὶ διὰ τοῦτο στοιχεῖν πάντας αὐτῆι. κθ Ὅτι μετὰ ταύτην ἀνεγνώσθη καὶ ἡ τοῦ Νεστορίου πρὸς τὸν ἅγιον Κύριλλον καὶ μετὰ τὴν ἀνάγνωσιν πάλιν ἠρώτησεν ὁ αὐτὸς ἅγιος Κύριλλος εἰ καὶ αὖθις στοιχεῖ τῆι ὁρισθείσηι πίστει παρὰ τῶν δη‐
25 λωθέντων ἁγίων πατέρων, καὶ πάλιν πᾶσα ἡ σύνοδος ἐξεφώνησεν ἕκαστος πρὸς ὄνομα ὑπεναντίαν εἶναι ταύτην τῆι ἐκθέσει τῶν ἁγίων πατέρων καὶ τῆι ἐπιστολῆι τοῦ ἁγίου Κυρίλλου καὶ ἀνεθεμά‐ τισαν αὐτὴν καὶ αὐτὸν τὸν ταύτην ἐκθέμενον καὶ τοὺς οὕτω πιστεύοντας. λ Ὅτι ἀνεγνώσθη καὶ ἡ τοῦ πάπα Κελεστίνου πρὸς τὸν αὐτὸν Νεστόριον νουθετητικὴ ἐπιστολή, ἥτις ἄνωθεν ἀνεγράφη, ὡσαύτως καὶ ἡ τοῦ ἁγίου Κυρίλλου.
30λα Ὅτι προήχθησαν ἐπίσκοποι οἱ ταύτας τὰς ἐπιστολὰς τῶι Νεστορίωι κομίσαντες, καὶ ἐρωτηθέντες τίνα ἀπολογίαν ἐποίησε πρὸς αὐτάς, εἶπον μὴ μόνον ἐκ τούτων μὴ σωφρονισθῆναι, ἀλλὰ καὶ ἐνώπιον αὐτῶν διδάξαι διδαχὰς πάσης ἀσεβείας γεμούσας, ἃς καὶ ὁ καθ’ ἕνα ῥητῶς ἐξεφώνησεν. λβ Ὅτι προεκομίσθησαν χρήσεις ἁγίων πατέρων διδάσκουσαι τὴν εὐσέβειαν καὶ τὰ παρὰ Νεστορίου βλασφη‐ μηθέντα ἀλλότρια τῆς ἐκκλησίας ἀποδεικνύουσαι.
35λγ Ὅτι μετὰ ταύτας προεκομίσθησαν καὶ τετράδια ἐν οἷς ἀνετάττοντο αἱ βλασφημίαι τοῦ Νεστορίου καὶ ἀνεγνώσθησαν ἀπὸ τούτων τὰ ἔχοντα φανερὰς καὶ ἀναντιρρήτους τὰς βλασφημίας. λδ Ἀνεγνώσθη καὶ ἡ πρὸς τὴν σύνοδον γενομένη γνώμη τοῦ ἐπισκόπου Καρθαγένης Καπρεόλου, ἣν ἀπέστειλε διὰ Βεσουλᾶ τοῦ διακόνου αὐτοῦ, καὶ ἀνετάχθη καὶ αὕτη τῆι πίστει τῶν ὑπομνημάτων, φανερὰν ἔχουσα διάνοιαν ὅτι βούλεται τὰ ἀρχαῖα κρατύνεσθαι τῆς πίστεως δόγματα, τὰ δὲ νεαρὰ καὶ ἀτό‐
40 πως ἐξευρημένα καὶ ἀσεβῶς εἰρημένα ἀποδοκιμάζεσθαι. λε Ὅτι τούτων ἀναγνωσθέντων ἁπάντων ἐξηνέχθη παρὰ τῆς συνόδου ἀπόφασις κατὰ Νεστορίου καθαιροῦσα αὐτόν, ἣν καὶ ὑπέγραψαν ἅπαντες, ἕκαστος πρὸς ὄνομα, ὑπὲρ τοὺς διακοσίους ὄντες ἐπίσκοποι μόνον ἄνευ τῶν τοποτηρητῶν τῶν μὴ δυνηθέντων εἰς τὴν σύνοδον ἐλθεῖν ἐπισκόπων. λϛ Καθαίρεσις ἔγγραφος ἡ πεμφθεῖσα Νεστορίωι τῆι ἐπαύριον ἡμέραι τῆς καθαιρέσεως αὐτοῦ, ἧς ἡ ἀρχή·
45 Γίνωσκε σεαυτὸν διὰ τὰ δυσσεβῆ σου κηρύγματα. λζ Ἐπίσταλμα πεμφθὲν παρὰ τῆς συνόδου πρὸς τοὺς κληρικοὺς καὶ οἰκονόμους ἐκκλησίας Κωνσταντινουπό‐ λεως ἐν αὐτῆι τῆι ἡμέραι ἐν ἧι καὶ αὐτῶι ἀπεστάλη, οὗ ἡ ἀρχή· Γινώσκει ἡ ὑμετέρα εὐλάβεια. λη Τοῦ ἁγίου Κυρίλλου λόγος περὶ ἐνανθρωπήσεως τοῦ θεοῦ λόγου καὶ υἱοῦ τοῦ πατρός, οὗ ἡ ἀρχή· 〈Ἡ〉 τῆς θείας γραφῆς ὀρθοτάτη ἔννοια εἰσοικιζομένη εἰς τὸν τῶν ἁγίων νοῦν. ἐν τῶι τέλει δὲ τοῦ

1,1,7

6

(50)

τοιούτου λόγου κατέστρωται καὶ ἡ κατὰ Παύλου τοῦ Σαμοσατέως ἔκθεσις τῶν τιη πατέρων τῶν
ἐν Νικαίαι, ἧς ἡ ἀρχή· Ὁμολογοῦμεν τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν.

1,1,7

7

(22)

λθ Δέησις πρὸς τοὺς βασιλεῖς Βασιλείου διακόνου καὶ ἀρχιμανδρίτου καὶ τῶν λοιπῶν μοναχῶν, ἧς ἡ ἀρχή· 〈Ἡ〉 φιλανθρωπία τοῦ θεοῦ ἡ ἀναριθμήτων παρ’ ἀνθρώποις καλῶν μετουσίαν δωρησαμένη. μ Τοῦ ἁγίου Κυρίλλου ἐπιστολὴ πρὸς Κελεστῖνον, ἧς ἡ ἀρχή· Εἰ μὲν ἦν σιωπῆσαι καὶ μὴ πάντα τῆι σῆι
25 θεοσεβείαι γράφοντα τὰ κινούμενα ἔξω γενέσθαι μέμψεως. μα Τοῦ αὐτοῦ καὶ τῆς συνόδου ἐπιστολὴ πρὸς τοὺς δηλωθέντας ἐν Κωνσταντινουπόλει μοναχούς, ἧς ἡ ἀρχή· Τῆς θεοσεβείας ὑμῶν τὸν ζῆλον ὃν ἐπὶ Χριστῶι πεποίησθε δυσφημουμένωι. μβ Ἐπιστολὴ συμβουλευτικὴ Ἰωάννου ἐπισκόπου Ἀντιοχείας πρὸς Νεστόριον, ἐν ἧι καὶ Θεόδωρον τὸν Μο‐ ψουεστίας αἱρετικὸν ὄντα ἀποκαλεῖ μακάριον, ἧς ἡ ἀρχή· Τὸν ἐμαυτοῦ σκοπὸν περὶ τὴν σὴν
30 θεοσέβειαν. μγ Ἀναφορὰ Νεστορίου καὶ τῶν σὺν αὐτῶι ἐπισκόπων πρὸς τὸν βασιλέα περὶ τῶν πεπραγμένων κατ’ αὐτοῦ παρὰ τῆι ἁγίαι συνόδωι, γραφεῖσα πρὸ τοῦ παραγενέσθαι ἐν Ἐφέσωι τὸν Ἀντιοχείας ἐπίσκοπον, ἧς ἡ ἀρχή· Εἰς τὴν Ἐφεσίων πόλιν συγκληθέντες ὑπὸ τῆς ὑμετέρας εὐσεβείας. μδ Τοῦ ἁγίου Κυρίλλου λόγος προσφωνητικὸς ταῖς ῥηθείσαις εὐσεβεστάταις βασιλίσσαις περὶ τῆς ὀρθῆς
35 πίστεως καὶ αὐτὸς ὁμοίως τῶι πρὸς τὸν βασιλέα Θεοδόσιον τὸ κατὰ Χριστὸν ἐξηγούμενος μυστήριον ἀκριβέστατα, οὗ ἡ ἀρχή· Τοῖς τὸ θεῖον καὶ οὐράνιον ἱερουργοῦσι κήρυγμα. με Ἴσον ἐπιστολῆς γραφείσης τῆι ἐν Ἐφέσωι ἁγίαι συνόδωι παρὰ τῶν εὑρεθέντων ἐν Κωνσταντινουπόλει ἁγίων ἐπισκόπων, δι’ ἧς δηλοῦσι τῆι συνόδωι μὴ μέμψασθαι αὐτοῖς ὡς μὴ δυνηθεῖσιν ἀπαντῆσαι εἰς τὴν σύνοδον διὰ τὸ ἄπλωτον τῆς θαλάσσης· σύμψηφοι γὰρ καὶ ὁμογνώμονες αὐτοῖς εἰσιν εἰς
40 τὴν εὐσέβειαν, ἧς ἡ ἀρχή· Ἔδει μὲν ἡμᾶς μὴ ταῖς ψυχαῖς μόνον, ἀλλὰ καὶ τοῖς σώμασι συνόντας. μϛ Παρασημείωσις τῶν γενομένων ἐν τῆι πόλει μετὰ τὸ δέξασθαι τοὺς ἐν αὐτῆι ἐπισκόπους καὶ τὸν ἀρχι‐ μανδρίτην Δαλμάτιον τὴν δηλωθεῖσαν πρὸς αὐτοὺς ἐπιστολὴν τοῦ ἁγίου Κυρίλλου, ἧς ἡ ἀρχή· Συναχθεῖσα ἡ ἁγία σύνοδος ἐν Ἐφέσωι. μζ Ἐπιστολὴ τοῦ ἁγίου Κυρίλλου πρός τινας τῶν ἐν τῆι πόλει ἐπισκόπων καὶ πρὸς Δαλμάτιον τὸν ἀρχι‐
45μανδρίτην τῶν μοναστηρίων δηλοῦσα αὐτοῖς τὰ συμβάντα ἐπὶ Νεστορίωι, ἧς ἡ ἀρχή· Προσεδο‐ κῶμεν ἐλθόντα τὸν τιμιώτατον Νεστόριον. ἐν τῶι τέλει δὲ κατέστρωται καὶ ἡ ἀπολογία τοῦ
ἁγίου Δαλματίου.

1,1,7

8

(19)

μη Ἐπιστολὴ τοῦ αὐτοῦ γραφεῖσα ἀπὸ Ἐφέσου πρὸς τοὺς ἐν Ἀλεξανδρείαι μοναχούς, δι’ ἧς δίδωσιν αὐτοῖς
20 εἴδησιν ὅτι καθηιρέθη Νεστόριος, ἧς ἡ ἀρχή· Ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὅτι τὰς παρὰ τῶν Ἰουδαίων ὑπέμενε παροινίας. μθ Ἀναφορὰ πρὸς τοὺς εὐσεβεστάτους βασιλεῖς παρὰ τῆς ἁγίας συνόδου περὶ τῆς καθαιρέσεως Νεστορίου, μεθ’ ἧς ἀπέστειλαν καὶ αὐτὰ τὰ ὑπομνήματα τῶν πράξεων, ἧς ἡ ἀρχή· Ἐκ προγόνων τὴν ἀληθῆ πίστιν παραλαβοῦσα ἡ ὑμετέρα εὐσέβεια.
25ν Ἐπιστολὴ γραφεῖσα παρὰ τῆς ἁγίας συνόδου πρὸς τὸν κλῆρον καὶ τὸν λαὸν τῆς Κωνσταντινουπόλεως περὶ τῆς καθαιρέσεως τοῦ Νεστορίου, ἧς ἡ ἀρχή· Ἐπὶ τὸ πολυστένακτον ἤλθομεν μήνυμα. να Ἐπιστολὴ ἀντιγραφεῖσα πρὸς τὴν ἁγίαν σύνοδον παρὰ τοῦ κλήρου Κωνσταντινουπόλεως καὶ Δαλματίου τοῦ ἀρχιμανδρίτου, ἧς ἡ ἀρχή· Ἀεὶ καὶ ἐκ νέας ἡλικίας ὀρθοδόξωι δόγματι σεμνυνόμενοι. νβ Ἴσον βασιλικοῦ γράμματος ἀποσταλέντος ἐν Ἐφέσωι πρὸς τὴν ἁγίαν σύνοδον διὰ Παλλαδίου μαγιστριανοῦ,
30 δι’ οὗ διορίζεται ὁ βασιλεὺς μὴ κρατεῖν τὰ προβάντα παρὰ τῆς συνόδου ὡς γεγονότα ἐξ ἀπουσίας τοῦ πατριάρχου Ἀντιοχείας καὶ τῆς συνόδου αὐτοῦ, ἐξ ἀρχῆς δὲ τηρηθῆναι τὴν ὑπόθεσιν, οὗ ἡ ἀρχή· Τοῦ μεγαλοπρεπεστάτου κόμητος τῶν καθωσιωμένων δομεστίκων Κανδιδιανοῦ γνωρίσαντος. νγ Ἀναφορὰ τῆς συνόδου πρὸς τοὺς βασιλεῖς διὰ τοῦ αὐτοῦ Παλλαδίου μαγιστριανοῦ, δι’ ἧς ἀπολογεῖται ἡ σύνοδος ὡς πάντα κατὰ κανόνας ἐγένοντο, καὶ ἀξιοῖ δέξασθαι πρόσταξιν ἵνα ἀποσταλῶσι πέντε
35 ἐπίσκοποι παρὰ τῆς συνόδου καὶ ἀναδιδάξωσι ψευδῆ πάντα εἶναι τὰ κατὰ τῆς συνόδου λεχθέντα τῶι βασιλεῖ παρὰ τῶν συναιρομένων τῶι Νεστορίωι, ἧς ἡ ἀρχή· Τὸ μὲν ὑμέτερον κράτος τὴν εὐσέβειαν βεβαιῶσαι βουλόμενον. νδ Ἰστέον ὅτι μετὰ ταῦτα κατέλαβε καὶ ὁ πατριάρχης Ἀντιοχείας Ἰωάννης μετὰ καὶ ἐπισκόπων τῆς Ἀνατο‐ λικῆς διοικήσεως καὶ εὑρόντες ἀφορμὴν ὅτι κατὰ ἀπουσίαν αὐτῶν καθήιρησεν ἡ σύνοδος τὸν
40Νεστόριον, ἐπιμεμψάμενοί τε καὶ τῆι ἐκθέσει τῶν κεφαλαίων τοῦ ἁγίου Κυρίλλου ὡς αἱρετικοὺς πανταχοῦ διεφήμιζον Κύριλλόν τε τὸν ἁγιώτατον πάππαν Ἀλεξανδρείας καὶ Μέμνονα τὸν Ἐφεσίων μητροπολίτην ὡς ἐξάρχους δῆθεν τῆς κατὰ Νεστορίου συνόδου καὶ δὴ καὶ γράμματα περὶ τούτου ἔστειλαν πρὸς τὸν βασιλέα, ὡς δηλοῦται ἀπὸ τῶν ἑξῆς γεγραμμένων. τοῦτο οὖν μαθόντες Κύριλλός τε καὶ Μέμνων ἐπὶ συνόδου λιβέλλους ἐπιδεδώκασι κατὰ Ἰωάννου τοῦ Ἀντιοχείας καὶ
45τῶν σὺν αὐτῶι ἐκκαλούμενοι αὐτοὺς ἐλθεῖν καὶ ποιῆσαι μὲν καὶ ἀπολογίαν ὑπὲρ ὧν ἀνεξετάστως ὑβρίζουσιν οὕτως αὐτοὺς καὶ τὴν σύνοδον εἰπεῖν τε καὶ εἴ τι ἔχουσι κατ’ αὐτῶν. ἔστι δὲ ἡ ἀρχὴ τῶν πραχθέντων ἐν τούτοις οὕτως· Συνόδου συγκροτηθείσης ἐν τῆι Ἐφεσίων μητροπόλει
ἐπεδόθη λίβελλος παρὰ Κυρίλλου καὶ Μέμνονος τῆι συνόδωι, οὗ ἡ ἀρχή·

1,1,7

9

(15)

νε Εὐσεβὲς θέσπισμα ἐν τῆιδε τῆι Ἐφεσίων μητροπόλει καὶ ἡμᾶς καὶ τὴν ὑμῶν ὁσιότητα συνδραμεῖν ἐκέ‐ λευσε. ταῦτα δὲ διὰ δύο δηλοῦται πράξεων. νϛ Ὅτι ἀπεστάλησαν παρὰ τῆς συνόδου τρεῖς ἐπίσκοποι πρὸς τὸν δηλωθέντα Ἰωάννην Ἀντιοχείας καὶ τοὺς σὺν αὐτῶι ἐκκαλούμενοι αὐτοὺς ἐλθεῖν καὶ ἀπολογήσασθαι πρὸς τὰ προτεθέντα παρ’ αὐτῶν κατὰ Κυρίλλου καὶ Μέμνονος. καὶ ὑποστρέψαντες εἶπον μηδὲ συγχωρηθῆναι πλησιάσαι αὐτοὺς τῶι
20 τούτου οἰκήματι ὑπὸ στρατιωτῶν φυλαττομένωι, ὕβρεις δὲ ἀκοῦσαι παρὰ τῶν προστυχόντων κατά τε τῆς συνόδου καὶ Κυρίλλου καὶ Μέμνονος. νζ Ἀπεστάλησαν ἐκ δευτέρου ἕτεροι ἐπίσκοποι τρεῖς ὑπομιμνήσκοντες αὐτὸν πάλιν παραγενέσθαι εἰς τὴν σύνοδον καὶ ἀπελθόντες καὶ ὑποστρέψαντες εἶπον αὐτὸν μὲν τὸν Ἰωάννην μὴ ἰδεῖν, μηνυθῆναι δὲ αὐτοῖς διὰ κληρικῶν αὐτοῦ ὅτι ἡμεῖς ἀνθρώποις καθαιρεθεῖσι παρ’ ἡμῶν καὶ ἀκοινωνήτοις οὖσιν
25 οὐδὲ ἀπόκρισιν ποιοῦμεν. νη Ἔτι καὶ τρίτον προσεκαλέσαντο αὐτὸν δι’ ἑτέρων ἐπισκόπων καὶ οὐδὲ οὕτως ἐπείσθη ἐλθεῖν μηνύσας αὐτοῖς διὰ κληρικοῦ αὐτοῦ ὅτι τύπον ἐκδεχόμεθα παρὰ τοῦ βασιλέως, ἐπειδήπερ ἅπαξ τὰ δόξαντα ἡμῖν ἐκεῖ ἀνηνέγκαμεν. νθ Ὅτι ἡ ἁγία σύνοδος ἀπόφασιν ἐξήνεγκε κατ’ αὐτοῦ τε καὶ τῶν σὺν αὐτῶι ὥστε ἀλλοτρίους εἶναι τούτους
30 τῆς ἐκκλησιαστικῆς κοινωνίας καὶ μηδὲ ἄδειαν ἔχειν ἐξ αὐθεντίας ἱερατικῆς εἰς τὸ δύνασθαί τινας βλάπτειν ἐκ ταύτης ἢ ὠφελεῖν, προδήλου τυγχάνοντος ὅτι οὐδὲ τὰ ἤδη πρότερον γενόμενα παρ’ αὐτῶν κατὰ Κυρίλλου καὶ Μέμνονος ἰσχὺν ἔχει τινά. καὶ ὑπέγραψαν πάντες ἐπὶ τῆι τοιαύτηι ἀποφάσει. ξ Ἀναφορὰ τῆς συνόδου περὶ τῆς τοιαύτης πράξεως πρὸς τοὺς βασιλεῖς, ἧς ἡ ἀρχή· Τὰ μὲν προστεταγμένα
35 τῆι ἁγίαι συνόδωι παρὰ τοῦ ὑμετέρου κράτους εἰς πέρας ἦλθε τὸ προσῆκον. ξα Γράμμα ἀποσταλὲν παρὰ τῆς ἁγίας συνόδου τοῖς καθ’ ἑκάστην ἐπαρχίαν τε καὶ πόλιν ἐπισκόποις πρε‐ σβυτέροις διακόνοις τε καὶ λαικοῖς περὶ τῶν τοιούτων Ἀνατολικῶν ἀποκηρύσσον αὐτοὺς ὡς τὰ Νεστορίου φρονοῦντας, οὗ ἡ ἀρχή· Συναχθέντων ἡμῶν κατὰ τὸ εὐσεβὲς γράμμα ἐν τῆι τῶν Ἐφεσίων μητροπόλει ἀπεστάτησαν τινὲς ἐξ ἡμῶν.
40ξβ Ἴσον ὑπομνήματος πραχθέντος ἐπὶ τῆι παρουσίαι τῶν ἀπὸ Ῥώμης ἐλθόντων, οὗ ἡ ἀρχή· Συνόδου συγκροτηθείσης. ξγ Γράμμα ἀποσταλὲν παρὰ Κελεστίνου τοῦ πάππα Ῥώμης τῆι ἁγίαι συνόδωι δι’ Ἀρκαδίου καὶ Προιέκτου Ῥωμαίων ἐπισκόπων καὶ Φιλίππου πρεσβυτέρου, οἵτινες κατέλαβον μετὰ μίαν ἡμέραν τῆς καθαι‐ ρέσεως Νεστορίου προθυμοποιοῦντες τὴν σύνοδον εἰς τὸ γενναίως ἀντιστῆναι τῆι προκειμένηι
45 αἱρέσει, οὗ ἡ ἀρχή· Τοῦ ἁγίου πνεύματος ἐμφανίζει τὴν παρουσίαν τῶν ἱερέων ἡ σύνοδος. ξδ Ἑτέρα πρᾶξις, ἐν ἧι ἐζήτησαν οἱ τοιοῦτοι Ῥωμαῖοι λαβεῖν γνῶσιν τῶν πεπραγμένων ἐπὶ Νεστορίωι καὶ ἀνεγνώσθη αὐτοῖς ἡ ὅλη πρᾶξις καὶ ἐβεβαίωσαν ταύτην καὶ οὗτοι διὰ τῶν οἰκείων ὑπογραφῶν. ξε Ἀναφορὰ πρὸς τοὺς εὐσεβεῖς βασιλεῖς παρὰ τῆς ἁγίας συνόδου περὶ τῶν ἀπὸ Ῥώμης ἐλθόντων ἀξιοῦσα λυθῆναι τὴν σύνοδον καὶ ἀπελθεῖν ἕκαστον εἰς τὰ ἴδια, μόνον φροντίσασαν τῆς χειροτονίας

1,1,7

9

(50)

τοῦ μέλλοντος προβληθῆναι ἀντὶ Νεστορίου, ἧς ἡ ἀρχή· Τὴν περὶ τὴν εὐσέβειαν ὑμῶν φροντίδα
τε καὶ σπουδὴν φιλόχριστοι βασιλεῖς.

1,1,7

10

(20)

ξϛ Ἴσον σάκρας ἀποσταλείσης διὰ Ἰωάννου κόμητος τῶν σακρῶν παρὰ τῶν εὐσεβεστάτων βασιλέων τῆι Ἀνατολικῆι συνόδωι, δι’ ἧς καταδέχεται τὴν Κυρίλλου καὶ Μέμνονος καθαίρεσιν ἐπίσης τῆι καθαιρέσει Νεστορίου, ἐντέλλεται δὲ αὐτοῖς φροντίσαι τοῦ λυθῆναι πᾶσαν ἀμφισβήτησιν καὶ οὕτω μετ’ εἰρήνης εἰς τὰ οἰκεῖα ἐπανελθεῖν, οὗ ἡ ἀρχή· Ὅσον περὶ τὴν εὐσέβειαν καὶ τῆς προγονικῆς πίστεως τὸν ζῆλον διετελοῦμεν ἔχοντες.
25ξζ Ἴσον ἀναφορᾶς τῆς ἁγίας συνόδου πρὸς τοὺς βασιλεῖς, ἐν ἧι ἀξιοῖ ἀποδοθῆναι αὐτῆι Κύριλλον καὶ Μέμνονα ὡς μηδὲν εὐλόγως αἰτιαθέντας, ἧς ἡ ἀρχή· Ἡ μὲν φιλόχριστος ὑμῶν βασιλεία, εὐσεβέστατοι βασι‐ λεῖς, ἐκ παίδων τὸν περὶ τὴν πίστιν καὶ τοὺς κανόνας ἐπεδείξατο ζῆλον. ξη Ἐπιστολὴ τοῦ ἁγίου Κυρίλλου γραφεῖσα πρὸς τὸν κλῆρον καὶ τὸν λαὸν τῆς Κωνσταντινουπόλεως περὶ τῶν αὐτῶν, ἧς ἡ ἀρχή· Ἐταράχθη λίαν ἡ ἁγία σύνοδος ἀκούσασα ὅτι οὐ πάντως ὀρθῶς ἀνήνεγκεν
30 ὁ μεγαλοπρεπέστατος κόμης Ἰωάννης. ξθ Ἐπιστολὴ γραφεῖσα παρὰ Μέμνονος ἐπισκόπου Ἐφέσου πρὸς τὸν κλῆρον τῆς Κωνσταντινουπόλεως, ἧς ἡ ἀρχή· Οἷα διὰ τὴν τοῦ θεοῦ πίστιν τὴν ἀληθῆ τε καὶ ὀρθόδοξον ὑπομένομεν ἐν Ἐφέσωι. ο Ἴσον ἀναφορᾶς σταλείσης παρὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου πρὸς τοὺς βασιλεῖς, δι’ ἧς ἀξιοῖ περὶ τῶν αὐτῶν, ἀποδοθῆναι δηλαδὴ τῆι συνόδωι τοὺς ἐξάρχους αὐτῶν, ἧς ἡ ἀρχή· Τὸ μὲν ὑμέτερον
35 κράτος οὐ περιεῖδε τὴν ἀληθῆ πίστιν ὑπορυττομένην ὑπὸ τῆς Νεστορίου διδασκαλίας. οα Ἐπιστολὴ σταλεῖσα παρὰ τῆς αὐτῆς ἁγίας συνόδου τοῖς ἐν Κωνσταντινουπόλει ἐπισκόποις πρεσβυτέροις καὶ διακόνοις, δι’ ἧς ἀξιοῖ αὐτοὺς δεηθῆναι τοῦ βασιλέως ἵνα ἀποδοθῶσιν αὐτοῖς οἱ ἔξαρχοι αὐτῶν Κύριλλος καὶ Μέμνων, ἧς ἡ ἀρχή· Τοῖς ἐν τοσαύτηι τρικυμίαι καθεστῶσι πραγμάτων. οβ Δέησις πρὸς τοὺς βασιλεῖς παρὰ τοῦ κλήρου Κωνσταντινουπόλεως ὑπὲρ τῆς ἐν Ἐφέσωι ἁγίας συνόδου,
40 ἧς ἡ ἀρχή· Εἰδότες τὴν ὑμετέραν εὐσέβειαν πολύν τινα λόγον ποιησαμένην τῶν ἁγίων τοῦ θεοῦ ἐκκλησιῶν. ογ Ἐπιστολὴ γραφεῖσα παρὰ τῆς ἁγίας συνόδου πρὸς τὸν πάππαν Ῥώμης Κελεστῖνον δηλοῦσα πάντα τὰ πραχθέντα ἐν αὐτῆι τῆι ἐν Ἐφέσωι ἁγίαι καὶ μεγάληι συνόδωι, ἧς ἡ ἀρχή· Τῆς μὲν σῆς ὁσιότητος
ὁ περὶ τῆς εὐσεβείας ζῆλος.

1,1,7

11

(24)

οδ Τοῦ ἁγίου Κυρίλλου ἐπίλυσις τῶν παρ’ αὐτοῦ ἐκτεθέντων δώδεκα κεφαλαίων ῥηθεῖσα ἐν Ἐφέσωι τῆς
25 ἁγίας συνόδου ἀξιωσάσης αὐτὸν σαφέστερον ἐκθεῖναι αὐτοῖς τὴν τούτων λύσιν, ἐν ἧι ἀνατάττει πρῶτα μὲν ἕκαστον κεφάλαιον, εἶτα καὶ τὴν ἐπίλυσιν, ἧς ἡ ἀρχή· Πάντα ἐνώπια τοῖς συνιοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. οε Τοῦ αὐτοῦ ὁμιλία ῥηθεῖσα ἐν ἡμέραι Ἰωάννου τοῦ εὐαγγελιστοῦ, ἧς ἡ ἀρχή· Τῆς μὲν τῶν ἁγίων εὐκλείας τε καὶ δόξης ἐλάττων ἐστὶ πᾶς λόγος.
30οϛ Τοῦ αὐτοῦ ὁμιλία κατὰ Νεστορίου καὶ Ἰωάννου τοῦ Ἀντιοχείας, ἧς ἡ ἀρχή· Τῆς εἰς Χριστὸν ἀγάπης τὴν δύναμιν παρὰ τῆς θείας δεδιδάγμεθα γραφῆς. οζ Τοῦ αὐτοῦ ὁμιλία, ἧς ἡ ἀρχή· Ἔδει μὲν ἀρκεῖσθαι ταῖς τῶν προλαβόντων διδασκάλων μυσταγωγίαις. οη Τοῦ αὐτοῦ ὁμιλία, ἧς ἡ ἀρχή· Οἱ τοῖς ἱεροῖς προσέχοντες γράμμασι. οθ Τοῦ αὐτοῦ ὁμιλία ῥηθεῖσα ἐν Ἐφέσωι εἰς τὴν καθαίρεσιν Νεστορίου, ἧς ἡ ἀρχή· Φαιδρὸν ὁρῶ τὸ σύ‐
35 στημα τῶν ἁγίων πατέρων. π Ἐπιστολὴ τοῦ προβληθέντος ἀρχιεπισκόπου Κωνσταντινουπόλεως Μαξιμιανοῦ πρὸς Κύριλλον τὸν Ἀλεξαν‐ δρείας, ἐν ἦι συνιστᾶι ἑαυτὸν καὶ ὑπερεπαινεῖ τὸν ἅγιον ὡς ὑπὲρ εὐσεβείας ἀνδρισάμενον, ἧς ἡ ἀρχή· Πεπλήρωταί σοι τὰ τῆς ἐπιθυμίας θεοφιλέστατε. πα Ἀντίγραφον τοῦ ἐν ἁγίοις Κυρίλλου πρὸς τὸν αὐτὸν Μαξιμιανόν, οὗ ἡ ἀρχή· Πρέπει δή με καὶ νῦν εἰπεῖν
40 τῆς σῆς τελειότητος τὴν πολύευκτον ἡμῖν λαχούσης ἱερωσύνην· εὐφράνθητι ὁ οὐρανὸς ἄνωθεν. πβ Τοῦ αὐτοῦ λόγος ἀπολογητικὸς πρὸς τὸν εὐσεβέστατον βασιλέα Θεοδόσιον διδάσκων πάντα τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους πραχθέντα κατὰ τὴν ἐν Ἐφέσωι σύνοδον, οὗ ἡ ἀρχή· Ἡ μὲν θεία καὶ ἀκήρατος καὶ τῶν ὅλων κατεξουσιάζουσα φύσις. Ἀρχὴ τῶν προβάντων ἐπὶ τῆι ἑνώσει τῶν ἐκκλησιῶν
45πγ Γράμμα βασιλικὸν ἀποσταλὲν διὰ Ἀριστολάου τριβούνου καὶ νοταρίου Ἰωάννηι ἐπισκόπωι Ἀντιοχείας περὶ
τῆς ἑνώσεως τῶν ἐκκλησιῶν, οὗ ἡ ἀρχή· Σκοπὸς ἡμῖν τῆς εἰρήνης τὸ κατόρθωμα.

1,1,7

12

(19)

πδ Λίβελλος ἤγουν ὁμολογία ἐπιδοθεῖσα τῶι ἁγίωι Κυρίλλωι παρὰ Παύλου ἐπισκόπου Ἐμέσης, οὗ ἡ ἀρχή·
20 Οἱ εὐσεβέστατοι καὶ καλλίνικοι ἡμῶν βασιλεῖς ἣν ἄνωθεν ἔχειν ἀξιοῦσι σπουδήν. πε Ἐπιστολὴ τοῦ μακαρίου Ἰωάννου ἐπισκόπου Ἀντιοχείας πρὸς τὸν ἅγιον Κύριλλον, ἧς ἡ ἀρχή· Πρώην ἐκ θεσπίσματος τῶν εὐσεβεστάτων ἡμῶν βασιλέων. πϛ Ἐπιστολὴ τοῦ ἁγίου Κυρίλλου πρὸς τὸν μακάριον Ἰωάννην τὸν Ἀντιοχείας σταλεῖσα διὰ τοῦ εὐλαβεστάτου ἐπισκόπου Παύλου, ἧς ἡ ἀρχή· Εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ.
25πζ Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Ἀκάκιον Βερροίας ἤτοι Μελιτηνῆς, ἧς ἡ ἀρχή· Χρῆμα μὲν ἀδελφοῖς ἡ πρόσρησις γλυκύ τε καὶ ἀξιέραστον. πη Ἐπιστολὴ τοῦ αὐτοῦ ἁγίου Κυρίλλου πρὸς Εὐλόγιον πρεσβύτερον Ἀλεξανδρείας ὄντα ἐν Κωνσταντινου‐ πόλει, ἧς ἡ ἀρχή· Ἐπιλαμβάνονταί τινες τῆς ἐκθέσεως ἧς πεποίηνται οἱ Ἀνατολικοί. πθ Ἐπιστολὴ τοῦ αὐτοῦ πρὸς Ἰωάννην ἐπίσκοπον Ἀντιοχείας, ἧς ἡ ἀρχή· Οὐκ ἠρέμησεν ὁ δράκων ὁ
30 ἀποστάτης. Ϟ Ὁμιλία Πρόκλου ἐπισκόπου Κυζίκου λεχθεῖσα ἐν Κωνσταντινουπόλει εἰς τὴν ἐνανθρώπησιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξεφώνησε δὲ τὴν τοιαύτην ὁμιλίαν προκαθημένου τοῦ Νεστορίου, προτραπεὶς εἰς τοῦτο παρ’ αὐτοῦ, ἧς ἡ ἀρχή· Παρθενικὴ πανήγυρις σήμερον. Ϟα Ἴσον σάκρας γραφείσης πρὸς Ἀκάκιον τὸν Βερροιαίων καὶ Συμεῶνα τὸν ἐν Ἀντιοχείαι ἀναχωρητὴν καὶ
35 ἄλλας ἐπαρχίας ἰδίαι ἑκάστωι, ἧς ἡ ἀρχή· Οὐδὲν παντελῶς ἡμῖν παραλέλειπται τῶν ὑπὲρ τῆς ἑαυτῶν ὀφειλόντων σπουδασθῆναι θρηισκείας. Ϟβ Ἐπιστολὴ Κυρίλλου πρὸς τὸν αὐτοῦ κλῆρον σταλεῖσα ἀπὸ Ῥόδου πρὸ τοῦ ἀπαντῆσαι εἰς τὴν σύνοδον, ἧς ἡ ἀρχή· Χάριτι καὶ φιλανθρωπίαι τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ τὸ πλατὺ καὶ μέγα διενηξάμεθα πέλαγος.
40Ϟγ Τοῦ αὐτοῦ ἐπιστολὴ δευτέρα πρὸς τοὺς αὐτοὺς μεθ’ ὃ κατήντησεν εἰς τὴν σύνοδον, ἧς ἡ ἀρχή· Διψῶντί μοι πάλιν τῆς ὑμῶν ἐπιεικείας τὴν πρόσρησιν. Ϟδ Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς τοὺς ἐν Ἀλεξανδρείαι ἐπισκόπους καὶ διακόνους καὶ τὸν λαὸν δηλοῦσα συνοπτι‐ κῶς τὰ συμβάντα ἐν τῆι συνόδωι, ἧς ἡ ἀρχή· 〈Εἰ〉 καὶ πλατύτερον ἔδει τὰ γεγενημένα τῆι ὑμῶν θεοσεβείαι γνωρίσαι.
45Ϟε Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς τοὺς αὐτοὺς ἀπὸ Ἐφέσου, ἧς ἡ ἀρχή· Τὰ λαμπρὰ καὶ μεγάλα τῶν κατορθωμάτων
οὐ δίχα πόνων εἰς πέρας ἄγεται.

1,1,7

13

(15)

Ϟϛ Ὑπομνήματα πραχθέντα παρὰ τῆι ἐν Ἐφέσωι ἁγίαι συνόδωι ἐπὶ τῆι βεβαιώσει τοῦ συμβόλου τῶν ἐν Νικαίαι ἁγίων πατέρων καὶ ἐπὶ τῶι δοθέντι λιβέλλωι παρὰ Χαρισίου πρεσβυτέρου καὶ οἰκονόμου τῆς Φιλαδελφέων ἐκκλησίας περὶ τοῦ παραπλασθέντος συμβόλου παρά τινων πρεσβυτέρων φοι‐ τητῶν τοῦ Νεστορίου, ἐν ὅσωι ἀνέμενεν ἡ σύνοδος τὴν ἀπὸ τοῦ βασιλέως πρόσταξιν καὶ τὴν ὑποστροφὴν ὧν ἀπέστειλεν ἐπισκόπων. ἐν δὲ τῆι τοῦ συμβόλου βεβαιώσει καὶ μαρτυρίαι
20 κατέστρωνται ἁγίων πολλῶν. Ϟζ Λίβελλος δοθεῖς παρὰ τοῦ δηλωθέντος Χαρισίου πρὸς τὴν ἁγίαν σύνοδον, οὗ ἡ ἀρχή· Εὐχὴ μὲν ἂν εἴη τοῖς εὖ φρονοῦσι τιμὴν ἀεὶ καὶ πρέπουσαν αἰδῶ πνευματικοῖς μάλιστα πατράσι καὶ διδασκάλοις ἀπονέμειν. Ϟη Ἔκθεσις τοῦ παραπλασθέντος συμβόλου παρὰ Ἀντωνίου καὶ Ἰακώβου τῶν δηλωθέντων φοιτητῶν Νεστο‐
25 ρίου, ἧς ἡ ἀρχή· Τοὺς ἢ νῦν ἢ πρῶτον παιδευομένους τῶν ἐκκλησιαστικῶν δογμάτων τὴν ἀκρίβειαν. Ϟθ Ἐπιστροφὴ τῶν Τεσσαρεσκαιδεκατιτῶν ἀπὸ τῆς αὐτῶν αἱρέσεως καὶ ὁμολογία ἔγγραφος τῆς ὀρθοδόξου πίστεως, ἧς ἡ ἀρχὴ ἐφ’ ἑκάστωι· Ὁ δεῖνα Φιλαδελφεὺς Τεσσαρεσκαιδεκατίτης ἐπιγνοὺς τὴν ἀληθῆ πίστιν.
30ρ Ἐπιστολὴ τῆς ἁγίας συνόδου πρὸς τὸν κλῆρον καὶ τὸν λαὸν τῆς Κωνσταντινουπόλεως μετὰ τὴν καθαί‐ ρεσιν Νεστορίου, ἧς ἡ ἀρχή· Οὐδεὶς τολμήσας τῶι ἰδίωι κτίστηι ἐναντιωθῆναι ἔμεινεν ἐκτὸς θείας δίκης. ρα Ὁμιλία Ῥηγίνου τοῦ ἐπισκόπου Κύπρου ῥηθεῖσα ἐν Ἐφέσωι μετὰ τὴν καθαίρεσιν Νεστορίου, ἧς ἡ ἀρχή· Ἐμοὶ μὲν ἐδόκει σιγᾶν καὶ ταύτηι τοὺς πατέρας τιμᾶν.
35ρβ Ὁμιλία Θεοδότου ἐπισκόπου Ἀγκύρας ἐν ἡμέραι Ἰωάννου τοῦ εὐαγγελιστοῦ πρὸς Νεστόριον, ἧς ἡ ἀρχή· Ὅπερ ἐστὶ τοῖς σώμασιν ἡμῶν ἰατρός, τοῦτο ταῖς ψυχαῖς ἱερεύς. ργ Ὁμιλία τοῦ αὐτοῦ εἰς τὴν γένναν τοῦ σωτῆρος ἀναγνωσθεῖσα ἐν τῆι συνόδωι ἐπὶ τοῦ ἐπισκόπου Κυ‐ ρίλλου, ἧς ἡ ἀρχή· Λαμπρὰ τῆς παρούσης ἑορτῆς ἡ ὑπόθεσις. ρδ Ὁμιλία Ἀκακίου Μελιτηνῆς λεχθεῖσα ἐν Ἐφέσωι, ἧς ἡ ἀρχή· Ὁρῶντί μοι, ἀγαπητοί, τὸ φαιδρὸν τοῦτο
40 καὶ πνευματικὸν τῆς ἁγίας συνόδου συνέδριον. ρε Ἴσον ἐπιστολῆς τοῦ ἁγίου Κυρίλλου πρὸς Νεστόριον περὶ τῆς πίστεως, ἧς ἡ ἀρχή· Ὁ μακάριος προφήτης Δαυὶδ τοὺς ἐπὶ θεῶι πεποιθότας εὐτολμοτάτους ἀποφαίνει. ρϛ Ἔκθεσις πίστεως ἣν ἐκθέμενοι οἱ Ἀνατολικοὶ ἐπίσκοποι καὶ οἱ σὺν αὐτοῖς ὑπογράψαντες ἐν αὐτῆι δεδώ‐ κασι τοῖς παρ’ αὐτῶν σταλεῖσιν ἐν Κωνσταντινουπόλει, ἧς ἡ ἀρχή· Τῶν ἔναγχος ἀναφυέντων
45 ἐκκλησιαστικῶν ἕνεκεν ζητημάτων. ρζ Ἐπιστολὴ τῶν ἐν Καλχηδόνι ὄντων ἐκ τῶν ἀποσχισθέντων πρὸς Ῥοῦφον τὸν ἐπίσκοπον ὄντα ἐν Ἐφέσωι, ἧς ἡ ἀρχή· Λίαν βεβλάφθαι τὴν εὐσέβειαν καὶ τὴν ἐκκλησιαστικὴν εἰρήνην ὑπὸ τῆς ἀπουσίας τῆς
σῆς ἁγιωσύνης ἡγούμεθα.

1,1,7

14

(23)

ρη Ἐπιστολὴ τῆς ἁγίας συνόδου ἀπὸ Ἐφέσου πρὸς τοὺς ἀποσταλέντας ἐν Κωνσταντινουπόλει ἐπισκόπους, ἧς ἡ ἀρχή· Τοὺς οὕτω διακειμένους ὡς ἐδήλωσεν ἡμῖν καὶ τὰ γράμματα.
25ρθ Ἀντίγραφον ἀναφορᾶς παρὰ τῆς συνόδου πρὸς τοὺς βασιλεῖς σταλὲν διὰ τῶν ἐν Κωνσταντινουπόλει σταλέντων ἐπισκόπων, οὗ ἡ ἀρχή· Πάντα μὲν τὰ τῆς ὑμετέρας βασιλείας ἐπαινετά. ρι Βασιλικὸν θέσπισμα τὸ δημεῦον καὶ ἐξορίζον Νεστόριον, οὗ ἡ ἀρχή· Τὸ τῆι εὐσεβεστάτηι θρηισκείαι παρ’ ὑμῶν ὀφειλόμενον σέβας. ρια Διάταγμα τῶν ἐπάρχων περὶ τοῦ μὴ ἀναγινώσκεσθαι τὰ Νεστορίου, οὗ ἡ ἀρχή· Οὐδὲν οὕτω φίλον τοῖς
30 κρατοῦσιν. ριβ Ἐπιστολὴ συνοδικὴ γραφεῖσα ἀπὸ Κωνσταντινουπόλεως πρὸς τὴν ἐν Ἐφέσωι ἁγίαν σύνοδον, ἧς ἡ ἀρχή· Εἰδότες τὴν τῶν ἀποσχισάντων ἐπιβουλήν τε καὶ ἀπάτην τὴν κατὰ τῶν ἐκκλησιῶν. τῆι δὲ τοιαύτηι ἐπιστολῆι συναπεστάλη καὶ τὸ προρρηθὲν συνοδικὸν γράμμα οὗ ἡ ἀρχὴ ἦν· ριγ Συναχθέντων ἡμῶν κατὰ τὸ εὐσεβὲς γράμμα ἐν τῆι Ἐφεσίων μητροπόλει.
35ριδ Ἐπιστολὴ Ἀλυπίου πρεσβυτέρου τῶν ἀποστόλων πρὸς τὸν ἅγιον Κύριλλον, ἧς ἡ ἀρχή· Μακάριος ἄνθρω‐ πος ὃν ἂν καταξιώσηι ὁ θεὸς πρῶτον ἰδεῖν τὴν θεοφιλῆ καὶ ἁγίαν σου κεφαλήν. ριε Γράμμα βασιλικὸν ἀποσταλὲν διὰ τοῦ δηλωθέντος Ἀριστολάου τῶι μακαρίωι Συμεῶνι τῶι στυλίτηι, οὗ ἡ ἀρχή· Ὅλον τὸν τῆς σῆς εὐλαβείας βίον ἐπεστράφθαι πρὸς τὸν θεὸν καὶ οὕτως ζῆν. ριϛ Ὁμιλία Παύλου ἐπισκόπου Ἐμίσης λεχθεῖσα ἐν τῆι μεγάληι ἐκκλησίαι Ἀλεξανδρείας, καθημένου τοῦ ἁγιω‐
40 τάτου ἐπισκόπου Κυρίλλου, εἰς τὴν γέννησιν τοῦ Χριστοῦ καὶ ὅτι θεοτόκος ἡ ἁγία παρθένος Μαρία καὶ ὅτι οὐ δύο υἱοὺς λέγομεν, ἀλλ’ ἕνα υἱὸν Ἰησοῦν τὸν Χριστὸν καὶ εἰς τὸν ἀρχιεπίσκοπον Κύ‐ ριλλον ἐγκώμιον, ἧς ἡ ἀρχή· Εὔκαιρον σήμερον τὴν ὑμετέραν παρακαλέσαι εὐλάβειαν. ριζ Τοῦ αὐτοῦ εὐλαβεστάτου ἐπισκόπου Παύλου ὁμιλία λεχθεῖσα ἐν τῆι αὐτῆι μεγάληι ἐκκλησίαι εἰς τὴν ἐνανθρώπησιν τοῦ σωτῆρος καὶ εἰς τὸν ἀρχιεπίσκοπον Κύριλλον, ἧς ἡ ἀρχή· Πρώην πρὸς τὴν
45 ὑμετέραν ἀγωνιστικώτερον διαλεγόμενοι ἀγάπην. ριη Ὁμιλία Κυρίλλου τοῦ ἁγιωτάτου ῥηθεῖσα μετὰ τὸ ὁμιλῆσαι τὸν μακάριον Παῦλον τὸν ἐπίσκοπον, ἧς ἡ ἀρχή· Ὁ μακάριος προφήτης Ἡσαίας τῶν ἐν Χριστῶι διδασκάλων τὰς εὐστομίας προανακηρύττων
ἔλεγεν.

1,1,7

15

(18)

ριθ Ἐπιστολὴ τοῦ αὐτοῦ ἁγίου Κυρίλλου πρὸς Δυνάτον ἐπίσκοπον Νικοπόλεως Ἠπείρου, ἧς ἡ ἀρχή· Δεῖν ὠιήθην τῆι σῆι θεοσεβείαι τὰ παρακολουθήσαντα ἐπὶ τῆι εἰρήνηι τῶν ἐκκλησιῶν καταστῆσαι
20 γνώριμα. ρκ Ἐπιστολὴ Ἰωάννου Ἀντιοχείας ἐπισκόπου καὶ τῶν σὺν αὐτῶι ἐπισκόπων πρὸς Ξύστον πάππαν Ῥώμης καὶ Κύριλλον ἐπίσκοπον Ἀλεξανδρείας καὶ Μαξιμιανὸν ἐπίσκοπον Κωνσταντινουπόλεως, ἧς ἡ ἀρχή· Καὶ σπουδὴ καὶ σκοπὸς ἅπασι τοῖς ἱερᾶσθαι λαχοῦσιν. ρκα Ἐπιστολὴ τοῦ ἁγίου Κυρίλλου πρὸς Μαξιμιανὸν ἐπίσκοπον Κωνσταντινουπόλεως σταλεῖσα διὰ Ἀριστολάου,
25 ἧς ἡ ἀρχή· Οὐκ ἦν ἀμφίβολον ὅτι πάντηι τε καὶ πάντως αἱ τῆς σῆς ὁσιότητος ἰσχύσουσι προ‐ σευχαί. ρκβ Ἐπιστολὴ τοῦ αὐτοῦ ἁγίου Κυρίλλου πρὸς Ἀκάκιον ἐπίσκοπον περὶ τοῦ ἀποπομπαίου, ἧς ἡ ἀρχή· Τοῖς παρὰ τῆς σῆς ὁσιότητος ἀρτίως ἀπεσταλμένοις ἐντυχὼν ἥσθην ἄγαν. ρκγ Ἐν τούτοις ἐτελειώθη πάντα τὰ περιεχόμενα τῶι Πρακτικῶι τῆς τρίτης συνόδου· εὕρηται δὲ ἐν τῶι
30 τέλει τοῦ βιβλίου καὶ βασιλικὸς νόμος περὶ τῶν προσφευγόντων ἐν τῆι ἐκκλησίαι, οὗ ἡ ἀρχή· Ἀρχαία τις καὶ ἀπὸ τῶν καιρῶν τῆς πλάνης συνήθεια καὶ νόμου φυσικοῦ διάταξις δι’ εὐσέβειαν ἀεί τις τοιαύτη κεκράτηκεν. ρκδ Ἴσον θείου θεσπίσματος τοῦ βασιλέως Θεοδοσίου κατὰ Πορφυρίου καὶ Νεστοριανῶν καὶ κατὰ Εἰρηναίου τοῦ Τυρίων ἐπισκόπου, οὗ ἡ ἀρχή· Πρέπειν ἡγούμεθα τῆι ἡμετέραι βασιλείαι τοὺς ὑπηκόους τοὺς
35 ἡμετέρους περὶ τῆς εὐσεβείας ὑπομιμνήσκειν. ρκε Διάταγμα παρὰ τῶν ἐπάρχων προτεθὲν μετὰ τοῦ δηλωθέντος θεσπίσματος κατὰ τῶν αὐτῶν Πορφυρίου Νεστορίου καὶ Εἰρηναίου, οὗ ἡ ἀρχή· Καὶ νόμων καὶ αὐτῆς τῆς πολιτείας σύστασιν εἶναι τὴν ὀρθόδοξον θρηισκείαν καλῶς δοκιμάσας ὁ θειότατος ἡμῶν αὐτοκράτωρ. ρκϛ Ὑπομνήματα πραχθέντα ἐν Ἐφέσωι παρὰ τοῖς Ἀνατολικοῖς ἐπισκόποις, ἐν οἷς καθαιροῦσι Κύριλλον καὶ
40 Μέμνονα τοὺς ἁγιωτάτους καὶ ἀκοινωνήτους ποιοῦσι πάντας τοὺς τῆς ἁγίας συνόδου παρουσίαι καὶ τοῦ κόμητος Κανδιδιανοῦ, ὧν ἡ ἀρχή· Παρόντος ἐν τῶι οἰκείωι καταγωγίωι τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου Ἰωάννου τοῦ ἐπισκόπου τῆς Ἀντιοχέων πόλεως τῆς Ἀνατολικῆς διοικήσεως καὶ τῆς σὺν αὐτῶι ἁγίας συνόδου ὁ μεγαλοπρεπέστατος. ρκζ Γράμμα τῶν αὐτῶν ἐπισκόπων τὸ τῆς ἀκοινωνησίας σταλὲν τῆι ἁγίαι συνόδωι, οὗ ἡ ἀρχή· Δεινὸν μὲν
45 ὡς ἀληθῶς τὸ πλημμελεῖν. ρκη Ἀναφορὰ τῶν αὐτῶν πρὸς τὸν βασιλέα δι’ ἧς ἐμήνυσαν τὰ παρ’ αὐτοῖς πραχθέντα καὶ τὴν αἰτίαν τοῦ βράδους τῆς ἀφίξεως τοῦ Ἀντιοχείας ἐπισκόπου, ἧς ἡ ἀρχή· Τοῖς εὐσεβέσιν ὑμῶν κελευσθέντες
γράμμασι κατελάβομεν τὴν Ἐφεσίων μητρόπολιν.

1,1,7

16

(23)

ρκθ Ἀναφορὰ τῶν αὐτῶν δευτέρα πρὸς τὸν βασιλέα, ἣν ἀντέγραψαν διὰ Παλλαδίου μαγιστριανοῦ, ἧς ἡ ἀρχή· Τοῦτο εὐσεβεῖς βασιλεῖς τοῦτο ὀρθοδοξίας σύστασις.
25ρλ Ἐπιστολὴ τῶν αὐτῶν πρὸς τὸν τῆς Κωνσταντινουπόλεως κλῆρον, ἧς ἡ ἀρχή· Ἔγνω που πάντως ὑμῶν ἡ εὐλάβεια τὰ ἀθέσμως καὶ παρανόμως. ρλα Ἐπιστολὴ τῶν αὐτῶν πρὸς τὴν ἐν Κωνσταντινουπόλει σύγκλητον, ἧς ἡ ἀρχή· Λίαν ἀλγοῦμεν οἰκείων μελῶν ἐκτομὴν τῆι ὑμετέραι μεγαλοπρεπείαι μηνύειν ἀναγκαζόμενοι. ρλβ Ἐπιστολὴ τῶν αὐτῶν πρὸς τὸν ἐν Κωνσταντινουπόλει λαόν, ἧς ἡ ἀρχή· Νόμος ἐστὶν ἄγραφος τοῖς
30 ποιμέσι πολλὴν τῶν προβάτων ποιεῖσθαι κηδεμονίαν. ρλγ Ἀναφορὰ τῶν αὐτῶν πρὸς τοὺς βασιλεῖς δηλοῦσα καὶ αὖθις τὴν παρ’ αὐτῶν γεγενημένην καθαίρεσιν Κυρίλλου καὶ Μέμνονος, ἧς ἡ ἀρχή· Ἠλπίσαμεν λύσιν ἔσεσθαι τοῦ Αἰγυπτιακοῦ κλύδωνος. ρλδ Ἀναφορὰ τῶν αὐτῶν πρὸς τὰς βασιλίδας, ἧς ἡ ἀρχή· Ἕτερα γνωρίζειν τῆι ὑμετέραι προσδοκήσαντες εὐ‐ σεβείαι τὰ ἐναντία δηλώσειν ἠναγκάσθημεν.
35ρλε Ἐπιστολὴ τῶν αὐτῶν πρὸς τὸν μάγιστρον καὶ τὸν ἔπαρχον, ἧς ἡ ἀρχή· Εἰς ἔσχατα κακῶν τὸ δὴ λεγό‐ μενον ἐληλάκαμεν. ρλϛ Ἐπιστολὴ τῶν αὐτῶν πρὸς τὸν πραιπόσιτον καὶ τὸν σχολαστικόν, ἧς ἡ ἀρχή· Οὐδὲν ἀπονοίας ἐν τοῖς πλημμελήμασι χαλεπώτερον. ρλζ Ἑτέρα ἀναφορὰ τῶν αὐτῶν πρὸς τὸν βασιλέα περὶ τῶν ὑπὸ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τυπω‐
40 θέντων ἐπὶ τοῖς προδοθεῖσιν αὐτοῖς λιβέλλοις παρὰ Κυρίλλου καὶ Μέμνονος τῶν ἁγιωτάτων, ἧς ἡ ἀρχή· Θρήνων ὡς ἀληθῶς καὶ ὀδυρμῶν καὶ δακρύων ἄξια. ρλη Ἐπιστολὴ τοῦ κόμητος Εἰρηναίου πρὸς τοὺς Ἀνατολικοὺς δηλοῦσα τὰ γεγονότα μετὰ τὴν ἐν Κωνσταντι‐ νουπόλει εἴσοδον αὐτοῦ καὶ τὴν ἀπόδοσιν τῶν ἀναφορῶν, ἧς ἡ ἀρχή· Μόγις μοι νῦν ἐγένετο ἐπι‐ στεῖλαι πρὸς τὴν ὁσιότητα ὑμῶν.
45ρλθ Ἐπιστολὴ συστατικὴ τοῦ ἁγίου Νικηφόρου τοῦ γεγονότος πατριάρχου Κωνσταντινουπόλεως πρὸς Λέοντα τὸν τότε πάππαν Ῥώμης, ἧς ἡ ἀρχή· Μέγας μὲν ὡς ἀληθῶς καὶ ἀξιάγαστος καὶ πάσης εὐφημίας ἐπάξιος ὅστις ποτέ ἐστιν ὁ πιστὸς ἐκεῖνος καὶ φρόνιμος οἰκέτης. in margine manu recentiore additur
ρμ Ἐπιστολὴ τοῦ ἁγίου Κυρίλλου πρὸς ἐπίσκοπον Οὐαλεριανόν = V 119

1,1,7

19

(3)

Τοῦ αὐτοῦ προσφωνητικὸς ταῖς εὐσεβεστάταις βασιλίσι περὶ τῆς ὀρθῆς πίστεως
6Τοῦ αὐτοῦ κατὰ τῶν μὴ βουλομένων ὁμολογεῖν θεοτόκον τὴν ἁγίαν παρθένον Ἴσασιν ἰατρῶν παῖδες προφυλακτικὰ τῶν παθῶν βοηθήματα, τῆι τέχνηι προανα‐ στέλλοντες τὴν μέλλουσαν βλάβην καὶ τῆι τῶν διαφόρων φαρμάκων συνθέσει τὴν τῶν παθῶν νικῶντες ἀγριότητα· προορῶσι καὶ κυβερνῆται πολλάκις τὰς τῶν πνευμάτων μετα‐
10βολὰς ὑπὸ τῆς συνηθείας ὁδηγούμενοι καὶ τὴν προσήκουσαν τῆι χρείαι ποιούμενοι πρόνοιαν ἀναυάγητον τὸ σκάφος τῆι τοῦ θεοῦ συνεργίαι διαφυλάττουσιν. τοσαύτην τῶν ἡμετέρων ψυχῶν ὁ θεὸς ποιούμενος πρόνοιαν, προλέγει τῶν πειρασμῶν ἡμῖν τὸν κίνδυνον, ἵνα μαθόντες πρὸ τῆς πείρας τὴν βλάβην ἀσφαλῶς τὸν ἐκ ταύτης διαφύγωμεν κίνδυνον. οἶδεν γὰρ τὰ πάντα πρὶν γενέσεως αὐτῶν, οὐ στοχασμῶι καθάπερ ἐκεῖνοι τὸ χρήσιμον λογιζό‐
15μενος, ἀλλὰ προγνώσει θεοπρεπεῖ γινώσκων τὰ μέλλοντα. οὕτω καὶ τῆς κρίσεως ἡμῖν ἐπέδειξε πρὸ καιροῦ τὰ κολαστήρια, ὡς ἂν τῶι φόβωι τῶν δεινῶν παιδευθέντες τὴν ἐκ τούτων εὐκόλως τιμωρίαν ἐκφύγωμεν, οὐδὲν δὲ ἧττον καὶ τοῦτο πρὸς τοῖς ἄλλοις προείρηκεν ὡς ἔσονται ψευδόχριστοι καὶ ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, αὐτὸν τὸν μόνον δεσπότην καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι, καὶ πολλοὶ
20ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις, δι’ οὓς ἡ δόξα τῆς ἀληθείας βλασφημηθήσεται, ἵνα τούτων παραγενομένων μηδαμῶς ἀπατώμεθα τοῖς ὀλεθρίοις αὐτῶν ὑποπίπτοντες δόγ‐ μασιν. πεπλήρωται δὲ τῆς προρρήσεως τὸ ἔργον· πολλαὶ γὰρ κατὰ καιρὸν ἐπανέστησαν αἱρέσεις τῆι τοῦ θεοῦ ἐκκλησίαι, τὴν ὀρθὴν παραλύειν πολυτρόπως βιαζόμεναι πίστιν, ὧν ἣ μὲν τὸν τοῦ θεοῦ λόγον ξένον παντάπασιν τῆς πατρώιας οὐσίας λέγειν τετόλμηκεν, ἣ δὲ
25τοῦ πνεύματος τὴν ἀξίαν ἠγνόηκεν, ἣ δὲ τῆς ἐπιδημίας τοῦ λόγου ἠρνήσατο τὴν ἀλήθειαν, ἐσχάτη δὲ πασῶν καὶ καθάπερ τρυγίας τῶν κακῶν, ἡ νῦν ἀναπέφανται βλασφημία μὴ γεγενῆ‐ σθαι τὸν λόγον ἄνθρωπον, ἀλλ’ ἐν ἀνθρώπωι γεννηθέντι ἐκ γυναικὸς ἐνωικηκέναι λέγουσα, ὡς λοιπὸν εἰς δύο τὸν ἕνα Χριστὸν διὰ τοῦτο μερίζεσθαι, εἴς τε θεὸν φημὶ καὶ ἄνθρωπον. ἔστι δὲ τοῦτο τῆς ἀποστολικῆς διδασκαλίας ἀλλότριον, δαιμονικῆς δὲ μᾶλλον ἐπινοίας ἐφεύ‐
30ρεσις. ἄνθρωπον μὲν γὰρ τὸν τοῦ θεοῦ λόγον ἐπὶ συντελείαι τῶν αἰώνων γενόμενον ὁ θεῖος ἡμῖν εὐαγγελίζεται λόγος, οὐκ εἰς ἀνθρώπου μεταβαλόντα φύσιν, ἀλλὰ ταύτην εἰς ἑαυτὸν προσλαβόμενον· ἄτρεπτος γὰρ ὑπάρχει καὶ ἀναλλοίωτος. εἰ δὲ καθάπερ ἐκεῖνοί φασιν, εἰς ἄνθρωπον ἐκ γυναικὸς τεχθέντα ἡ θεία γέγονεν ἐπιφοίτησις, τοῦτο καὶ ἐν τοῖς
προφήταις πᾶσιν ἐγίνετο. ἔδει τοιγαροῦν, εἴπερ οὕτως ἐγένετο, μεμερισμένως ἑκάστου

1,1,7

20

παρὰ τῆι θείαι γραφῆι τὰς ὁμολογίας εὑρίσκεσθαι καὶ τὸν μὲν ἰδίαι καὶ καθ’ ἑαυτὸν ὡς θεοῦ λόγον ἀνυμνεῖσθαι, τὸν δὲ ὡς ἄνθρωπον καὶ ἕνα τῶν καθ’ ἡμᾶς τοῖς ἀνθρώπωι πρέπουσι δοξάζεσθαι λόγοις. ἀλλ’ οὐχ οὕτως ἡμῖν οἱ ἀπόστολοι τὴν θείαν εὐαγγελίαν ἐκήρυξαν, ἀλλ’ ἕνα Χριστὸν θεὸν ὁμοῦ καὶ ἄνθρωπον τὸν αὐτὸν παραδεδώκασιν. καὶ
5τοῦτο σαφῶς ὁ μὲν θεολόγος Ἰωάννης ἐν εὐαγγελίοις διδάσκει λέγων· ἐν ἀρχῆι ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος, εἶτα ἑξῆς ἐπάγων· καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν· ὁ δὲ ἱεροκῆρυξ Παῦλος Ἑβραίοις ἐπιστέλλει λέγων· ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν. ἀκούεις ὅπως ὃ μὲν σάρκα
10γεγενῆσθαι τὸν λόγον, ὁ δὲ πάλιν αὐτὸν τῶν αὐτῶν μετασχόντα εἴρηκεν; εἰ δὲ ἄνθρωπος μὲν ἐκ γυναικὸς ὁ Ἰησοῦς ἐτέχθη, μετὰ δὲ ταῦτα ἡ τοῦ λόγου πρὸς αὐτὸν γέγονεν ἐπι‐ φοίτησις, ἔδει, καθάπερ εἴρηται, δύο καὶ πάντηι μεμερισμένως πρὸς ἅπαν τὰς ὁμολογίας εὑρίσκεσθαι· νυνὶ δὲ τῆς θεοπνεύστου γραφῆς κοινολογούσης τά τε τῆι θεότητι φυσικῶς ἁρμόζοντα καὶ τὰ τῆι τοῦ ἀνθρώπου πρέποντα φύσει, καθαρὰ τῆς ἑνώσεως ἡ οἰκονομία εὑρί‐
15σκεται. ὅταν τοίνυν ἀκούσηις τοῦ ἀποστόλου λέγοντος προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ τὴν ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστο, ἆρ’ οὐκ ἐρυθριᾶις διαιρῶν τοῦ λόγου τὸν Ἰησοῦν; οὐ γὰρ εἶπεν τοῦ μεγάλου θεοῦ τοῦ ἐν Ἰησοῦ Χριστῶι, ἀλλὰ τὸν αὐτὸν θεὸν καὶ Ἰησοῦν ἐκήρυξεν, δι’ ὃ καὶ μίαν τὴν ἐπιφάνειαν εἴρηκεν. ἔστι δὲ ὅτε καὶ τὰ τῆς ἀνθρωπότητος ἴδια τῆι τοῦ θεοῦ
20προσηγορίαι ἡ θεία κηρύττει γραφή. τοῦ γὰρ σωτηρίου πάθους τῆι τῆς θεότητος φύσει οὐδαμῶς νοεῖσθαι δυναμένου, εἰς δὲ τὸ σῶμα παντελῶς τῶν παθημάτων γεγενημένων, διὰ τὸ συνεῖναι ἀχωρίστως καὶ καθ’ ἕνωσιν αὐτῶι τὴν θεότητα εἰ ἔγνωσαν φησὶν ὁ ἀπόστο‐ λος, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. ὁρᾶις ὅπως κοινολογεῖ τῆς ἑνώσεως χάριν τὴν εἰς τὸν Χριστὸν ὁμολογίαν τῆς ἀποστολικῆς διδασκαλίας ὁ λόγος; οὐ
25γὰρ ἄνθρωπος μὲν ψιλὸς Ἰησοῦς ὑπῆρξέν ποτε πρὸ τῆς τοῦ λόγου πρὸς αὐτὸν κοινωνίας τε καὶ ἑνώσεως, ἀλλ’ αὐτὸς ὁ λόγος ἐν αὐτῆι τῆι μακαρίαι παρθένωι γενόμενος τὸν ἴδιον ναὸν ἑαυτῶι ἐκ τῆς οὐσίας τῆς παρθένου ἔλαβεν καὶ προῆλθεν ἐξ αὐτῆς ἄνθρωπος μὲν ἔξωθεν θεωρούμενος, ἔνδοθεν δὲ θεὸς ὑπάρχων ἀληθινός, δι’ ὃ καὶ μετὰ τὸ τεχθῆναι παρθένον τὴν τεκοῦσαν τετήρηκεν, ὅπερ ἐπ’ οὐδενὸς τῶν ἄλλων ἁγίων γεγένηται. ἐπειδὴ γὰρ
30ἐκεῖνοι τὴν φύσιν ὑπῆρχον ἄνθρωποι, ἀνθρωπίνην καὶ ἴσην τὴν γένεσιν ἔλαχον ἅπαντες· οὗτος δὲ ἐπειδὴ κατὰ φύσιν ὑπῆρχεν θεός, προσλαβὼν ἐν χρόνωι ἐσχάτωι καὶ τὸ ἀνθρώ‐ πινον ξένην παρὰ πάντας τὴν ἐκ τῆς παρθένου γένεσιν ἐπεδείξατο. οὐκοῦν εἰκότως καὶ θεοτόκος καὶ παρθενομήτωρ ἡ μακαρία δικαίως ἂν λέγοιτο· οὐ γὰρ ἄνθρωπος ψιλὸς ἦν ὁ τεχθεὶς ἐξ αὐτῆς Ἰησοῦς. πῶς γάρ, ὅπου καὶ τὰ πρὸ τῆς ἐπιδημίας γεγενημένα τῆι
35τούτου ἐνεργείαι καὶ ἐξουσίαι ἡ θεία προσαναφέρει γραφή; καὶ γοῦν Ἰούδας ὁ μακάριος μαθητὴς μεγαλοφώνως ἡμῖν τὴν τοιαύτην παραδέδωκεν πίστιν· τῶν γὰρ πρὸ πολλῶν γενεῶν τῆς ἐκ παρθένου προόδου μεμνημένος οὕτω φησίν· ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι εἰδότας ἅπαντα ὅτι Ἰησοῦς λαὸν ἐκ γῆς Αἰγύπτου σώσας τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν
40ἑαυτῶν ἀρχήν, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀιδίοις ὑπὸ ζόφον τετήρηκεν. εἰ δὲ ἄνθρωπον ψιλὸν ἔτεκεν ἡ μακαρία παρθένος τὸν Ἰησοῦν, τοῦτον δέ φησιν ὁ μαθητὴς τῆς Αἰγυπτίων χειρὸς τὸν
Ἰσραὴλ ἐλευθερώσαντα καὶ ἡγούμενον τοῦ λαοῦ κατὰ τὴν ἔρημον, ὃς καὶ τῶν τεραστίων

1,1,7

21

ἐπετέλει τὰ θαύματα πρὸ τοσούτων γενεῶν τῆς ἐκ παρθένου γεννήσεως, ποῦ τοῦτον ἄρα κατ’ ἐκείνους τοὺς χρόνους ὑπάρχειν δώσουσιν, πότε δὲ τῆς γενέσεως τὴν ἀρχὴν ἐσχηκότα; οὐκέτι γὰρ αὐτοῖς ὁ λόγος συγχωρήσει λέγειν ἐκ τῆς παρθενικῆς προόδου τὴν ἀρχὴν αὐτὸν τοῦ εἶναι εἰληφότα. διδασκέτωσαν τοίνυν οἱ τῶν κακῶν ἐφευρεταὶ δογμάτων πότε τῆς
5γενέσεως τὴν ἀρχὴν οὗτος ὁ ἄνθρωπος ἔσχηκεν, ποῦ δὲ καὶ ἐν τίσιν ἄρα διετέλει τοσούτοις ἔτεσιν. ἀλλ’ οὐκέτι τοῦτον ἄνθρωπον εἶναι τῶν εὖ φρονούντων τις ἐρεῖ, ὃς καὶ τοῖς κατὰ τὸ παλαιὸν ἁμαρτήσασιν καὶ τὸ ἴδιον ἀπολιποῦσιν οἰκητήριον ἔκτοτε τὰς τιμωρίας ὥρισεν καὶ τῆς Αἰγυπτίων χειρὸς τὸν Ἰσραὴλ ἐνδόξως ἐρρύσατο. εἰ τοίνυν κατὰ τὴν αὐτῶν ἔκδοσιν οὔτε ὁ θεὸς λόγος ὑπονοεῖσθαι δύναται διὰ τὸ τὸν ἐκ τῆς παρθένου τεχθέντα
10εἶναι τὸν Ἰησοῦν οὔτε ἄνθρωπος πάλιν ὁ ταῦτα θαυματουργήσας (ξένα γὰρ τῆς ἀνθρώπου φύσεώς τε καὶ δυνάμεως τὰ προειρημένα καθέστηκεν), τίνα λοιπὸν ἐπινοῆσαι οὐσίαν τούτωι καὶ τάξιν δυνήσονται; ἀλλ’ ἡμεῖς τὰ τούτων ῥήματα τοσαύτης ἀνοίας καὶ παραφροσύνης ὁρῶντες μεστὰ καὶ οἷάπερ ἐν ὕπνοις καὶ μέθηι πρὸς αὐτῶν λεγόμενα, τούτοις μὲν κατὰ τὴν τοῦ σωτῆρος ἐροῦμεν φωνήν· πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύνα‐
15μιν τοῦ θεοῦ (δι’ ὃ δὴ ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε, ἀγνωσίαν θεοῦ εἰς τοσοῦτον νοσήσαντες), ὀρθῶς δὲ πάλιν καὶ ὡς προαποδέδοται, τῆς ἑνώσεως νοοῦντες τὴν δόξαν θεόν τε ἀεὶ ὄντα τοῦτον, γενόμενον δὲ ἐπ’ ἐσχάτων καὶ ἄνθρωπον ἐπιστάμενοι ἀτρέπτου καὶ ἀναλλοιώτου φυλαχθείσης αὐτοῦ τῆς θεότητος, αὐτὸν καὶ τότε τῆς ἐξ Αἰγύπτου πορείας τοῦ Ἰσραὴλ σωτῆρα πιστεύωμεν, ἀεὶ μὲν τοῦ πατρὸς ὄντα λόγον καὶ φῶς καὶ ἀπαύγασμα
20καὶ τῆς θεοπρεποῦς δόξης τὴν δυναστείαν ἔχοντα (δι’ ὃ δὴ καὶ ἔλεγεν τᾶι μακαρίωι Μωυσῆι ἐγὼ εἰμὶ ὁ ὤν, καὶ ἐγὼ ὁ θεὸς Ἁβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ), τὴν δὲ τοῦ υἱοῦ προσηγορίαν προσλαβόντα μέν, ὅτε γέγονεν ἄνθρωπος, τῆς δὲ ἑνώσεως χάριν καὶ διὰ τὸ αὐτὸν ἄνθρωπον γεγενῆσθαι, ἀλλ’ οὐκ ἐν ἀνθρώπωι ἐνωικηκέναι καὶ τὰ τότε καὶ τὰ νῦν τῆι Ἰησοῦ καὶ Χριστοῦ προσηγορίαι ἀκολούθως ὑπὸ τῆς θεοπνεύστου
25γραφῆς δοξαζόμενον. Καὶ γοῦν τὴν τοιαύτην ὑπόθεσιν ἔξεστι διὰ πλειόνων θεωρεῖν ὑπὸ τῶν ἁγίων κηρυττομένην ἀνδρῶν, τοῦ μὲν Ἱερεμίου διαρρήδην βοῶντος· οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῶι παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῶι ἠγαπημένωι ὑπ
30αὐτο· μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη, τοῦ δὲ ὑμνογράφου μελωιδοῦντος Δαυίδ· μήτηρ Σιὼν ἐρεῖ ἄνθρωπος, καὶ ἄνθρω‐ πος ἐγεννήθη ἐν αὐτῆι καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστος. τοῦτο γὰρ τί ἂν εἴη ἕτερον, ἀλλ’ ἢ ὅτι αὐτὸς ὑπάρχει θεὸς καὶ ἄνθρωπος; ἄνθρωπον γὰρ καὶ ὕψιστον καὶ θεμελιωτὴν τὸν αὐτὸν ὡμολόγησεν. οὐδὲν δὲ ἧττον καὶ ἐν ἑτέρωι ψαλμῶι ἀδιαίρετον
35τῆς ἑνώσεως φυλάττων τὸν λόγον, τὰ τῆς ἀνθρωπότητος ἴδια ὡς αὐτῶι πάλιν τῶι θεῶι λόγωι ἀναφέρων εὑρίσκεται, οὐ τῶν οὐσιῶν σύγχυσιν ἐργαζόμενος, ἀλλὰ τῆς ἑνώσεως τῶν οὐσιῶν ἐπιγινώσκων τὸν λόγον. λέγει τοιγαροῦν οὕτως ἐν τεσσαρακοστῶι τετάρτωι ψαλμῶι· ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας
40ἀδικίαν· διὰ τοῦτο ἔχρισέν σε, ὁ θεός, ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. ὁρᾶις ὅπως τὸν λόγον θεολογήσας θεόν τε καὶ βασιλέα ὁμολογήσας, οὐ διελὼν οὐδὲ ἕτερον πρόσωπον εἰσενέγκας αὐτῶι καὶ τὸ κεχρίσθαι εἴρηκεν;
λεγέτωσαν οὖν τί ἐστιν τὸ λεγόμενον. πῶς δὲ θεὸς ὢν ὁ λόγος ἐχρίετο, ἀλλ’ ἢ πάντως,

1,1,7

22

ὅτι αὐτὸς ἦν ὁ τὴν τοῦ δούλου μορφὴν ἐνδυσάμενος, ἧι καὶ τὸ χρίσμα λαμβάνειν εἴη ἂν πρεπωδέστατον; κἂν γὰρ λέγωσιν διὰ τὴν πρὸς τὸν ἄνθρωπον ἐνοίκησιν, ὡς αὐτοὶ πλανῶνται, τοῦ λόγου πρόσωπον τὸ χρίσμα λέγεσθαι, μανθανέτωσαν ὅτιπερ ἐνοίκησις οὐκ ἐπὶ τοῦ Χριστοῦ, ἀλλ’ ἐπὶ τῶν προφητῶν καὶ τῶν ἄλλων ἁγίων λέγεται καὶ ὑπερβαίνει
5σφόδρα τοὺς τῆς ἐνοικήσεως ὅρους τὸ λεγόμενον. καὶ γοῦν ἐνοικήσαντος τοῦ θεοῦ ἐν τοῖς ἁγίοις πᾶσιν ἁγιαζομένοις τε καὶ χριομένοις, οὐ λέγεται ὡς αὐτὸς ἁγιαζόμενος ἢ χριόμενος. Εἰ μὲν οὖν καθ’ ὁμοιότητα τῶν ἁγίων καὶ ἐπ’ αὐτοῦ τὴν ἐνοίκησιν λέγουσιν, ἔκδηλος ἡ ἀσέβεια πᾶσιν ἔσται καὶ τῆς ἀποστολικῆς διδασκαλίας παντελῶς ἀλλοτρία. περὶ [μὲν]
10γὰρ τῶν προφητῶν καὶ τοῦ Χριστοῦ διαλεγόμενος ὁ Παῦλος ἀσύγκριτον τούτου πρὸς ἐκείνους διαφορὰν ἡμᾶς ἐδίδαξεν, λέγω δὴ τοῦ λεγομένου κεχρίσθαι. τὸν μὲν γὰρ υἱὸν καὶ τοῦ πατρὸς ἀπαύγασμα καὶ χαρακτῆρα τῆς ὑποστάσεως αὐτοῦ, τοὺς δὲ προφήτας ὠνόμασεν καὶ τό γε θαυμαστὸν ὅτι μετὰ τούτων τῶν ὑψηλῶν τοῦ χρίσματος καὶ αὐτὸς ἐμνημόνευσεν· πολυμερῶς γάρ φησιν, καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας
15τοῖς πατράσιν ἐν τοῖς προφήταις ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλη‐ σεν ἡμῖν ἐν υἱῶι, ὃν ἔθηκεν κληρονόμον πάντων, δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν· ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ φέρων τε τὰ πάντα τῶι ῥήματι τῆς δυνάμεως αὐτο, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾶι τῆς μεγαλωσύνης ἐν
20ὑψηλοῖς. καὶ μετ’ ὀλίγα φησίν· καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· πρὸς δὲ τὸν υἱόν· ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου· ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέν σε, ὁ θεός, ὁ θεός σου ἔλαιον
25ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. θεωρεῖς ὡς σφόδρα ἀλλότριος ἐπὶ τοῦ Χριστοῦ ὁ τῆς ἐνοικήσεως ὅρος; εἰ δὲ λέγουσιν ἐνταῦθα τὴν ἐνοίκησιν μὴ τοῖς ἁγίοις ὁμοίως, ἀλλὰ καθ’ ἕνωσιν τοῦ λόγου πρὸς ἄνθρωπον ἐκ τῆς παρθένου τεχθέντα γεγενῆσθαι, οὐ δυνατὸν μὲν μετὰ τὴν ἀποκύησιν ἕνωσιν ἀληθῆ λέγεσθαι, ἀλλ’ ἢ μόνον τὴν κατὰ χάριν καὶ μετοχὴν τοῦ θεοῦ, ὡς ἐν τοῖς ἁγίοις πάλιν ἐγένετο· εἰ δὲ ἐνταῦθα τὴν ἐνοίκησιν
30ἕνωσιν εἶναι λέγουσιν οὐκ ἐν τῆι παρθένωι, ἀλλὰ μετὰ τὸ τεχθῆναι ἐξ αὐτῆς, φέρε καὶ οὕτω τὸ λεγόμενον ἐξετάσωμεν. εἰ διὰ τοῦτο εἰς τὸ τοῦ λόγου πρόσωπον τὸ χρίσμα εἰ‐ ρῆσθαι λέγουσιν, διὰ τὸ συνεῖναι καὶ ἡνῶσθαι, ὡς αὐτοί φασι, τῶι ἀνθρώπωι τὸν λόγον, πάντως ὅτι μετὰ τὴν ἕνωσιν αὐτὸν κεχρίσθαι λέγειν ἐξ ἀνάγκης ἀπαιτηθήσονται· τὸν γὰρ θεὸν λόγον ὁ προφήτης, ἔτι γε μὴν καὶ ὁ ἀπόστολος θεολογήσας, αὐτῶι καὶ τὸ χρίσμα
35φανερῶς ἀνέθηκεν. εἰ τοίνυν διὰ τὴν ἕνωσιν καὶ τὸ συνεῖναι αὐτὸν τῶι ἀνθρώπωι τὸ τοῦ ἀνθρώπου χρίσμα τῶι λόγωι προσάπτουσιν [οἱ ἅγιοι], μετὰ τὴν ἕνωσιν αὐτὸ τὸ χρίσμα γεγενῆσθαι πάντως ὁμολογήσουσιν· εἰ δὲ μετὰ τὴν ἕνωσιν κέχρισται, τὴν δὲ ἕνωσιν οὐ βούλονται λέγειν πρὶν ἐκ τῆς παρθένου τεχθῆναι, οὐδὲ Χριστοτόκος οὐκέτι πρὸς αὐτῶν ἡ παρθένος ὁμολογηθήσεται. εἰ γὰρ Χριστοτόκος, πάντως ὅτι καὶ θεοτόκος· εἰ δὲ οὐ
40θεοτόκος, οὐδὲ Χριστοτόκος. εἰ γὰρ τὸ χρίσμα μετὰ τὴν ἕνωσιν καὶ διὰ τοῦτο εἰς τὸ τοῦ λόγου πρόσωπον τοῦτο λέγεται, τὴν δὲ ἕνωσιν μετὰ τὴν ἐκ τῆς παρθένου γέννησιν
γεγενῆσθαι λέγουσιν, οὐδὲ Χριστοτόκος οὐκέτι εὑρεθήσεται· εἰ δὲ Χριστοτόκος, καὶ θεοτόκος.

1,1,7

23

τοῦ γὰρ χρίσματος πρὸ τῆς ἑνώσεως μὴ δυναμένου νοεῖσθαι, εἰ Χριστοτόκος ἡ παρθένος ἐν αὐτῆι δὴ τῆς ἑνώσεως γενομένης, οὐκέτι ἄνθρωπον, ὡς αὐτοί φασιν, ἀλλ’ ἑνωθέντα τῶι λόγωι γεννήσασα, θεοτόκος δικαίως ἂν λέγοιτο, εἴ γε, καθὼς ἔμπροσθεν εἴρηται, τὴν ἕνωσιν ἀληθῆ καὶ οὐ καθάπερ ἐν τοῖς ἁγίοις λέγουσιν. τοῦτο δὲ φαμὲν ὅτι οὐ δυνατὸν
5ἕνωσιν ἀληθῆ λέγειν μετὰ τὴν γέννησιν· ἡμεῖς γὰρ οὐκ ἄνθρωπον θεῶι ἑνωθέντα, ἀλλὰ θεὸν τὰ ἀνθρώπινα προσλαβόμενον οἴδαμεν τὸν Χριστόν, λέγω δὴ σῶμα καὶ ψυχὴν καὶ νοῦν τελείως χωρὶς ἁμαρτίας ἐνόντα τῆι ἁγίαι παρθένωι. διὰ τοῦτο κἂν ἄνθρωπον ἀκούσηις τὸν Χριστὸν ὀνομαζόμενον, μὴ ἐπιλανθάνου ὅτι καὶ θεὸς γέγονεν. οὕτως ἐπι‐ στάμενος ὁ μακάριος Παῦλος ποτὲ μὲν ἐκ σπέρματος Δαυίδ, ποτὲ δὲ θεὸν ἐκήρυττεν·
10μνημόνευε γάρ φησιν, Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν καὶ ἐκ σπέρματος Δαυίδ, καὶ πάλιν· ὁ δὲ θεὸς καὶ τὸν κύριον ἤγειρεν καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτο. ἀκούεις τὸν ἐκ σπέρματος Δαυὶδ καὶ ἐκ νεκρῶν ἐγηγερμένον σαφῶς κηρυττόμενον; ὅτε τοίνυν ἐναργῶς ἀποδέδεικται οὐκ ἄν‐ θρωπος, ὡς ἐκεῖνοι νομίζουσιν, ἀλλ’ ὁ ἀίδιος τοῦ θεοῦ λόγος ἐνανθρωπήσας [ἐστὶν] ὁ ἐκ
15τῆς παρθένου προελθών, μεταγινωσκέτωσαν οἱ πεπλανημένοι καὶ τῆς Ἰουδαϊκῆς ἀνοίας ληγέτωσαν· ἐὰν γὰρ μὴ ἐπιστραφῶσιν, τὴν ῥομφαίαν αὐτοῦ κατ’ αὐτῶν στιλβώσει ὁ κύριος. ὅτι γὰρ οὐκ εἰς τέλος αὐτῶν ἀνέξεται [βλασφημούντων] καὶ διὰ μακροθυμίαν ἔτι καὶ νῦν ἀνέχεται βλασφημούντων, ἄκουε τί φησιν διὰ τοῦ μακαρίου προφήτου, τὴν ἐκ τῆς ἀνοχῆς πρὸς τοὺς ἐπιμένοντας τῆι κακίαι ἐπαγομένην ἐκδίκησιν δηλῶν· ἐσιώπησα,
20φησί· μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι; ἐκαρτέρησα ὡς ἡ τίκτουσα· ἐκστήσω καὶ ξηρανῶ ἅμα καὶ ἐρημώσω ὄρη καὶ βουνοὺς καὶ πάντα τὸν χόρτον αὐτῶν ξηρανῶ καὶ θήσω ποταμοὺς εἰς νήσους καὶ ἕλη ξηραν. οὐδὲν δὲ ἧττον καὶ ὁ θειότατος ὑμνωιδὸς ταχεῖαν τῶν ἀσεβῶν διδάσκει τὴν ἀπώλειαν, κἂν πρὸς ὀλίγον διὰ μακροθυμίαν θεοῦ ἰσχύσωσιν· εἶδον γὰρ ἀσεβῆ ὑπερυψούμενον
25καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν· καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτο. ταῦτα γὰρ καὶ τὰ τοιαῦτα κοινὰ πάντων ἐστὶν ὅσοι τῆς εὐσεβείας διασκορπίζειν ἐπιχειροῦσι τὸ ποίμνιον, ὥσπερ οὖν καὶ τῶν προειρημένων αἱρέσεων τὸ τέλος ἐπέδειξεν. τί γὰρ ὤνησεν τῆς Ἀρείου δυσσεβείας ἡ πλάνη; τί δὲ ἡ Εὐνομίου καὶ τῶν τὸ πνεῦμα τὸ ἅγιον βλασφημούν‐
30των καὶ τοῦ Σαμοσατέως Παύλου καὶ τοῦ καλουμένου Ἀπολιναρίου ἡ παραφροσύνη; πάντες γὰρ οὗτοι καὶ ἐν τῶι παρόντι ἐπονείδιστον τέλος ἐσχήκασιν καὶ τῶν ἐκκλησιαστικῶν περι‐ βόλων ἐξώσθησαν, καὶ τῆς ἐν οὐρανοῖς δὲ τῶν πρωτοτόκων ἐκκλησίας ἐξορισθήσονται· ἐξηλείφθησαν γὰρ ἐκ βίβλου ζώντων καὶ μετὰ δικαίων οὐκ ἐγγραφήσονται. τὸ δ’ αὐτὸ καὶ τούτους ἐκδέξεται τέλος, εἰ μὴ ἄρα θᾶττον τῆς ἀνοίας λαβόντες αἴσθησιν ἐπα‐
35νελθεῖν ὅθεν ἐξέπεσαν, σπουδάσουσι, καὶ μάλιστα τοὺς ἀρχηγοὺς τῆς κακοφροσύνης γενο‐ μένους. ἀκούσονται γὰρ μόνον οὐχὶ καὶ τούτων ἕκαστος παρὰ τοῦ σωτῆρος· ὃν τρό‐ πον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρόν, οὕτως οὐδὲ σὺ ἔσηι καθαρός, διότι τὴν γῆν μου ἀπώλεσας καὶ τὸν λαόν μου ἀπέκτεινας· οὐ μὴ μείνηις εἰς τὸν αἰῶνα χρόνον. ἡμεῖς δὲ οἱ τὴν ἑαυτῶν πίστιν ἐπὶ τὴν
40ἀρραγῆ πέτραν οἰκοδομήσαντες βεβαίαν μέχρι τέλους τὴν εὐσέβειαν διαφυλάξωμεν, μηδαμῶς ὑπὸ τῶν ἐναντίων θορυβούμενοι, ἀλλὰ τὴν εἰς τὸν κύριον ἀγάπην ὅπλον ἀνίκητον ἔχοντες, ἐν αὐτῶι καυχώμεθα διὰ παντός, λέγοντες τὰ τοῦ προφήτου ῥήματα καὶ γελῶντες τῶν ἐναντίων τὴν εὐτέλειαν· μεθ’ ἡμῶν ὁ θεός· γνῶτε, ἔθνη, καὶ ἡττᾶσθε, ἰσχυ‐
κότες ἡττᾶσθε. ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε, καὶ ἣν ἂν

1,1,7

24

βουλεύσησθε βουλὴν διασκεδάσει κύριος, καὶ λόγον ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνηι ἐν ὑμῖν, ὅτι μεθ’ ἡμῶν κύριος ὁ θεός. Ἀλλ’ ἰδού, φασίν, ὁ ἀπόστολος φανερῶς αὐτὸν ἄνθρωπον ὡμολόγησεν· Τιμοθέωι γὰρ ἐπιστέλλων οὕτω φησίν· ἄνθρωπος Χριστὸς Ἰησοῦς. τοῦτο δὲ λέγοντες τῶν
5ἀκεραιοτέρων δοκοῦσιν ταράττειν τὸν νοῦν· εἰ γάρ τις συνετῶς τῶι ἀποστολικῶι ἐπιβάλοι ῥητῶι, ἐκ τούτου μάλιστα τοῦ ῥητοῦ τῆς ἀσεβείας αὐτῶν καταψηφίσεται. ἀλλὰ μὴ οὕ‐ τως ἀκρωτηριάζωμεν τὴν λέξιν, ἀλλὰ ὀλίγον τῶν ἔμπροσθεν ἐπιμνησθέντες, ὀρθὴν τῆς οἰκονομίας ἐντεῦθεν τὴν ὁμολογίαν νοῆσαι δυνησόμεθα. τί οὖν φησιν ὁ μακάριος Παῦ‐ λος; εἷς θεὸς φησὶν περὶ τοῦ πατρὸς καὶ περὶ τοῦ υἱοῦ εἷς καὶ μεσίτης θεοῦ καὶ
10ἀνθρώπων. εἰ γάρ, φησίν, καὶ γέγονεν ἄνθρωπος, ἀλλ’ οὐ διὰ τοῦτο δύο αὐτὸν ὑποπτεύειν ὀφείλομεν. ὥσπερ γὰρ θεὸς ἦν πρὸ τῆς ἐπιδημίας ὁ λόγος, οὕτω καὶ γενό‐ μενος ἄνθρωπος καὶ μεσιτεύσας καὶ τῆι ἀνθρώπου φύσει, εἷς πάλιν ἐστίν. διὰ γὰρ τοῦτο μεσίτην αὐτὸν εἴρηκεν θεοῦ καὶ ἀνθρώπων, ὡς ἐξ ἀμφοτέρων τῶν οὐσιῶν ἕνα ὄντα· τὸ γάρ τινων μεσιτεῦον ἀμφοτέρων ἔχεται πάντως. ἔστι τοίνυν μεσίτης θεοῦ
15διὰ τὸ τῆς αὐτῆς οὐσίας ὑπάρχειν τῶι πατρί, ἔστι δὲ πάλιν καὶ ἀνθρώπων μεσίτης διὰ τὸ καὶ τῆς ἀνθρωπείας μετεσχηκέναι φύσεως τελείως χωρὶς ἁμαρτίας. ἄνθρωπον οὖν αὐτὸν ὅταν λέγηι Χριστὸν Ἰησοῦν, μὴ διὰ τοῦτο σκανδαλιζέσθωσαν, ἀλλ’ ἐννοείτωσαν αὐτὸν καὶ κύριον καὶ θεὸν ὀνομαζόμενον μετὰ τοῦ καὶ Χριστὸν πάλιν λέγειν καὶ Ἰησοῦν· ἀκουέτωσαν γὰρ αὐτοῦ τοῦ ἀποστόλου τοῦτο φανερῶς οὕτω κηρύττοντος· προσδεχόμενοι, φησίν,
20τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σω‐ τῆρος ἡμῶν Ἰησοῦ Χριστο, ὃς ἔδωκεν ἑαυτὸν περὶ ἡμῶν. ὁρᾶις ὅπως ἐκεῖ μὲν ἄνθρωπον Χριστὸν Ἰησοῦν λέγει τὸν ὑπὲρ πάντων ἑαυτὸν δεδωκότα, ἐνταῦθα δὲ μέγαν θεὸν Χριστὸν Ἰησοῦν τὸν δόντα πάλιν ἑαυτὸν ὑπὲρ ἡμῶν; διπλῆ γὰρ ἐνταῦθα κατ’ αὐτῶν, μᾶλλον δὲ ὑπὲρ αὐτῶν, εἰ ἐθέλοιεν μεταγινώσκειν, γέγονεν ἡ ἀπόδειξις διὰ τοῦ
25λέγειν καὶ θεὸν καὶ κύριον Ἰησοῦν, ὃν ἐκεῖσε ἄνθρωπον εἴρηκεν, καὶ διὰ τοῦ ἐν ἀμφοτέροις ἑαυτὸν ὑπὲρ ἡμῶν δεδωκότα σημαίνειν. ἄνθρωπος γάρ φησιν, Χριστὸς Ἰησοῦς ὁ δοὺς ἑαυτὸν ὑπὲρ πάντων ἀντίλυτρον, καὶ πάλιν· προσδεχόμενοι τὴν μα‐ καρίαν ἐλπίδα καὶ τὴν ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σω‐ τῆρος ἡμῶν Ἰησοῦ Χριστο, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώση‐
30ται ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας καὶ καθαρίσηι ἑαυτῶι λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων. εἰ δὲ ἄνθρωπος κατ’ ἐκείνους μόνον Χριστὸς Ἰησοῦς ὁ δοὺς ἑαυτὸν ὑπὲρ ἡμῶν καὶ περιποιησάμενος ἡμᾶς ἑαυτῶι λαὸν περιούσιον, ἀνθρώπωι ἄρα λατρεύομεν παραπλησίως τοῖς ἔθνεσιν καὶ τῆι κτίσει λοιπὸν τὴν δεσποτικὴν αὐθεντίαν ἀποδι‐ δόαμεν. ἀλλ’ οὐκ ἔστιν οὕτως, μὴ γένοιτο, ἀλλὰ κύριον καὶ θεὸν ἐπιγινώσκομεν τὸν Χριστόν·
35γέγονεν μὲν γὰρ ἄνθρωπος δι’ ἡμᾶς ὁ τοῦ θεοῦ λόγος μετασχὼν τῆς ἀνθρωπείας φύσεως καὶ γεγέννηται διὰ φιλανθρωπίαν ἄφατον μετὰ ταύτης ἐκ τῆς ἁγίας καὶ ἀπειρογάμου παρθένου, ἀλλ’ ἦν καὶ οὕτω κατὰ φύσιν θεὸς καὶ τοῦ θεοῦ υἱός. διὰ ταύτην τοιγαροῦν τὴν αἰτίαν καλεῖται καὶ ἄνθρωπος, καλεῖται δὲ καὶ θεός, εἷς καὶ ὁ αὐτὸς ὑπάρχων ἐν ἑκατέραι προσηγορίαι Χριστός. ὅτι γὰρ οὐκ ἄνθρωπον, ὡς οὗτοι μυθολογοῦσιν, ὁ Παῦλος ἐκήρυττεν τὸν Χριστόν, ἄκουε Κο‐
40ρινθίοις ἐπιστέλλοντος αὐτοῦ καὶ λέγοντος· οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ
Ἰησοῦν Χριστὸν κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν. ὁρᾶις

1,1,7

25

τῆς ἀποστολικῆς γνώμης τὸν ὅρον; Ἰησοῦν Χριστόν, φησίν, κύριον, ἑαυτοὺς δὲ δούλους κηρύσσομεν. Ῥωμαίοις δὲ πάλιν ἐπιστέλλων οὕτω φησίν· ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας· ἀμήν. εἰ δὲ ἄνθρωπον ἠπίστατο τὸν Χριστόν, ἔδει λέγειν ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ἐν
5ὧι ὁ ἐπὶ πάντων θεός· νῦν δὲ τοῦτο μὲν οὐκ εἴρηκεν, θεὸν δὲ τὸν Χριστὸν ἐπὶ πάντων μεγαλοφώνως ἀπέφηνεν. οὐ μὴν [δὲ] ἀλλά γε κἀκεῖνο διασκεψώμεθα ὡς εἰ μὴ θεὸν ἅμα καὶ ἄνθρωπον ἠπίστατο τὸν Χριστόν, οὐκ ἂν ἔλεγεν τὸ κατὰ σάρκα· τοῦτο γὰρ φανερῶς ἐπὶ τοῦ μὴ μόνον ἀνθρώπου, ἀλλὰ καὶ καθ’ ἕτερόν τι τὴν οὐσίαν ὄντος λέγεται, ὥσπερ οὖν καὶ ἐπήγαγεν ὁ ὢν ἐπὶ πάντων θεός· διπλῆν γὰρ ἐνταῦθα τὴν περὶ τοῦ
10σωτῆρος ἡμῶν ὁμολογίαν παραδέδωκεν, καὶ τὸ κατὰ σάρκα ἐπιδείξας καὶ θεὸν ἀνακηρύξας. ὅνπερ γὰρ τρόπον ὁ ἐπὶ γῆς βασιλεὺς εἴ ποτε ἐν ὑπάτου σχήματι προελθεῖν βουληθείη, οὐ διὰ τοῦτο τοῦ εἶναι βασιλεὺς πέπαυται οὔτε μὴν τὴν προτέραν αὐθεντίαν ἀπώλεσεν, ἀλλ’ εἷς καὶ ὁ αὐτὸς ὑπάρχει, πρὸς τῆι βασιλείαι καὶ τὸ τῆς ὑπατείας ἔχων ἀξίωμα, κἂν εἴ τις ὀνομάσοι βασιλέα, οἶδεν ὡς αὐτός ἐστιν ὁ καὶ τὸ τοῦ ὑπάτου σχῆμα περιβαλλόμενος, πάλιν
15τε εἰ ὕπατον τὸν αὐτὸν ὀνομάσοι, τὸν αὐτὸν οἶδεν καὶ βασιλέα ὑπάρχοντα, οὕτως ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἦν μὲν ἀεὶ τοῦ θεοῦ υἱός, θεὸς ὑπάρχων ἀληθινός, προσλαβὼν δὲ ἐν ὑστέροις χρόνοις καὶ τὸ ἀνθρώπινον, εἷς καὶ ὁ αὐτὸς ὑπάρχει, κἂν θεὸς λέγηται κἂν ἄνθρωπος κἂν Ἰησοῦς. Τούτων δὲ οὕτως ἐχόντων, φέρε καὶ τὴν κυριακὴν εἰς μέσον φωνὴν ἀγάγωμεν, ἐφ’
20ἧι μάλιστα καὶ θρασύτερον ἡμῖν ἐφίστανται, λέγοντες ὡς αὐτὸς ἐν τοῖς εὐαγγελικοῖς κη‐ ρύγμασιν ἄνθρωπον ἑαυτὸν ὡμολόγησεν λέγων· τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρω‐ πον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; εἰ δέ τις φιλαλήθως τοῖς εὐαγγελικοῖς ἐπιβάλοι χωρίοις, ἔνθα τοῦτο λελάληκεν ὁ σωτήρ, σφόδρα καταγνώσεται τῆς κακοτεχνούσης γνώμης αὐτῶν καὶ φιλεγκλήμονας δικαίως ἀποκαλέσει καὶ συκοφάντας· τοσαῦτα γὰρ λελά‐
25ληκεν πρὸ ταύτης τῆς λέξεως, θεὸν ἑαυτὸν ἀποφαίνων καὶ θεοῦ υἱόν, ὡς καὶ αὐτοὺς τότε τοὺς Ἰουδαίους, ἐπείπερ ἐτύφλωττον τῆς διανοίας τὸ ὄμμα, διὰ τοῦτο μάλιστα βούλεσθαι αὐτὸν ἀναιρεῖν. καὶ πάντα ἐκεῖνα σιωπῆι παραδιδόντες ταύτην ἁρπάζουσι τὴν λέξιν, ὅμοιόν τι ποιοῦντες τοῖς τότε Φαρισαίοις. κἀκεῖνοι γὰρ διδάσκοντι τῶι σωτῆρι προσέμενον οὐ πιστεύειν ἐθέλοντες καὶ διδάσκεσθαι, ἀλλὰ θηρεῦσαί τι ἐκ τοῦ στόματος αὐτοῦ βουλό‐
30μενοι, ὡς ὁ εὐαγγελιστὴς ἱστορεῖ, ὥσπερ οὖν καὶ οὗτοι νῦν ἀναγινώσκουσιν, μᾶλλον δὲ περιεργάζονται τὰς θείας γραφάς, ἵνα τι κατηγορεῖν εὕρωσιν τοῦ τὴν ψυχὴν ὑπὲρ αὐτῶν τεθεικότος. τί δὲ ἐν τοῖς πρὸ ταύτης τῆς φωνῆς ἔλεγεν, κατανοήσωμεν. ὁ πατήρ μου, φησίν, ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι. καὶ πατέρα ἴδιον ἔλεγεν τὸν θεόν, ἴσον ἑαυτὸν ποιῶν τῶι θεῶι τὰ αὐτὰ τῶι πατρὶ παραπλησίως δημιουργοῦντα· ἃ γὰρ
35ἂν ἐκεῖνος, φησί, ποιῆι, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιε, καὶ ὅτι τὴν κρίσιν αὐτῶι πᾶσαν δέδωκεν ὁ πατήρ, ἵνα πάντες τιμῶσι τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα, καὶ ἔρχεται ὥρα καὶ νῦν ἔστιν, ὅτε οἱ νεκροὶ ἀκούσουσιν τῆς φωνῆς τοῦ υἱοῦ τοῦ ἀνθρώπου, καὶ οἱ ἀκούσαντες ζήσουσιν. εἶτα ἵνα μὴ τὰ θεο‐ πρεπῆ ταῦτα ἀκούοντες σκανδαλίζωνται διὰ τὴν σάρκα, ὅτι ἄνθρωπος ὁρώμενος τοιαῦτα
40ἐφθέγγετο, ἑξῆς ἐπάγει μετ’ ὀλίγα καί φησιν ὅτι υἱὸς ἀνθρώπου ἐστίν· μὴ θαυμά‐

1,1,7

26

ζετε τοῦτο. καὶ γὰρ καὶ ταύτης τῆς εἰρημένης φωνῆς ὅτι οἱ ἀκούσαντες ζή‐ σουσιν ** ἔρχεται ὥρα ὅτε καὶ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως τὸ μὲν [γὰρ] πρότερον εἰρημένον ὅτι
5ἔρχεται ὥρα καὶ νῦν ἔστιν, καὶ τὸ οἱ ἀκούσαντες ζήσονται, περὶ τῶν κατὰ τὸν καιρὸν ἐκεῖνον ἀναστάντων νεκρῶν εἰρῆσθαι, τὸ δὲ πάντες οἱ ἐν τοῖς μνημείοις τὴν ἀναστάσιμον τῆς ἐνδόξου παρουσίας αὐτοῦ σημαίνειν ἡμέραν. καὶ μετ’ ὀλίγα δὲ πάλιν φησίν· ἐγὼ εἰμὶ ὁ ἄρτος τῆς ζωῆς. ἀλλὰ ταῦτα πάντα ὥσπερ οὐκ ἀκούοντες, μᾶλλον δὲ ἐθελοκωφοῦντες παραπέμπονται, ταύτην δὲ τὴν φωνὴν τὴν λέγουσαν νῦν δὲ
10ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, περιφέ‐ ρουσιν πρὸς τὸ τῶν ἀκεραιοτέρων διαταράττειν τὸν νοῦν. ἐχρῆν δὲ αὐτούς, εἴπερ ἦσαν ὀρθοί, τοῦτο λογίζεσθαι ὅτιπερ ὁ τὰ προειρημένα λαλήσας αὐτὸς καὶ ταύτην εἴρηκεν τὴν φωνήν, καὶ μὴ διὰ ταύτην τῶν τοσούτων ὥσπερ ἐπιλανθανομένους σκανδαλίζεσθαι [διὰ ταύτην]. κἀκεῖνοι γὰρ ἄνθρωπον ὁρῶντες καὶ τὰς θεοπρεπεῖς φωνὰς ἀκούειν οὐκ ἀνε‐
15χόμενοι ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; καὶ πάλιν αὐτῶι προσήιεσαν λέγοντες· τίνα σεαυτὸν ποιεῖς; καὶ πάλιν· πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἁβραὰμ γινώσκεις; καὶ ἐχρῆν μὲν τοῖς ἤδη προειρημένοις ἀρκεῖσθαι καὶ μηδὲν πλέον ἐπιζητεῖν· οἱ γὰρ λογισμὸν ὀρθὸν ἔχειν σπου‐ δάζοντες περὶ τὴν τῶν θείων γραφῶν ἀκρόασιν εὐγνωμόνως λέξουσιν ὡς οὐδὲν ἄτοπον
20εἴη θεὸν ὁμοῦ καὶ ἄνθρωπον ὄντα, ὅτε ταῦτα λελάληκεν, ποτὲ μὲν θεόν, ποτὲ δὲ ἄνθρωπον ὀνομάζεσθαι, οὐδαμῶς ἑκατέρας προσηγορίας τὴν ἑτέραν ἀθετούσης· ἐπειδὴ δὲ ἔνεστι καὶ ἑτέρωθεν τοῦτο θεωρῆσαι ὡς οὐκ ἄνθρωπος νοεῖσθαι διὰ τοῦτο ὀφείλει κατὰ τὴν τούτων ὑπόνοιαν, τοῦτο καθ’ ἑαυτοὺς λογισώμεθα. μετὰ τὸ πρᾶξαι τοὺς Ἰουδαίους τοῦτο ὅπερ ἐνταῦθα αὐτοὺς ἐμέμφετο ὁ κύριος, λέγω δὴ τὸ σωτήριον πάθος, εἰ ἄρα ὡς ἄνθρωπον
25ἀποκτείναντες κατεκρίθησαν, τότε [γὰρ] ἂν δυνηθείη λόγον ἔχειν τὸ ὑπ’ αὐτῶν λεγόμενον· εἰ δὲ ὡς κατὰ δεσπότου καὶ κυρίου τολμήσαντες κατεδικάσθησαν, δῆλον ὡς ματαίαν ὑπό‐ νοιαν ἑαυτοῖς ἐπλάσαντο, ἄνθρωπον νομίσαντες εἶναι, κἂν ἐνοικεῖν εἰς αὐτὸν τὸν λόγον λέγωσιν. ὁ μὲν οὖν μακάριος Παῦλος περὶ τῶν σταυρωσάντων διαλεγόμενος κυριοκτό‐ νους αὐτοὺς ἐναργῶς παρίστησιν, αὐταῖς λέξεσιν γράφων οὕτως· εἰ γὰρ ἔγνωσαν,
30οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν· καὶ αὐτὸς δὲ ὁ κύριος ἐν τῆι τοῦ ἀμπελῶνος παραβολῆι ἀπεσταλκέναι φησὶν τὸν οἰκοδεσπότην τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργούς, καὶ ὃν μὲν ἔδειραν, φησίν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβό‐ λησαν, οἱ γεωργοὶ δηλονότι, ὕστερον δὲ ἀπεσταλκέναι φησὶν αὐτὸν τὸν υἱόν, ὃν οἱ γε‐ ωργοὶ θεασάμενοι εἶπον πρὸς ἑαυτούς· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀπο‐
35κτείνωμεν αὐτὸν καὶ σχῶμεν αὐτοῦ τὴν κληρονομίαν, καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν. εἰ τοίνυν ὁ μὲν ἀπόστολος κύριον τῆς δόξης τὸν ἐσταυρωμένον ὁμολογεῖ, αὐτὸς δὲ ὁ σωτὴρ τοὺς μὲν προφήτας δού‐ λους ἀπεσταλμένους διδάσκει, ἑαυτὸν δὲ τοῦ δεσπότου τῶν δούλων υἱόν, τίς ἔτι τολμήσει λέγειν ὡς ἄνθρωπος ἦν ὁ λέγων νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι καὶ οὐχὶ μᾶλλον
40θεὸς ἐνηνθρωπηκώς; καὶ μάλισθ’ ὅταν καὶ τὰ θεοπρεπῆ ἔργα τῆι ἀνθρώπου προσηγορίαι λεγόμενα ἀκούηι μέλλοντα γίνεσθαι· ἔρχεται γὰρ ὥρα καὶ νῦν ἔστιν, ὅτε οἱ νεκροὶ ἀκούσουσιν τῆς φωνῆς τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ οἱ ἀκούσαντες ζή‐
σουσι καὶ ὅταν ἔλθηι, φησίν, ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῆι βασιλείαι αὐτοῦ

1,1,7

27

καὶ πάντες οἱ ἄγγελοι μετ’ αὐτο, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτο, τὴν δικαίαν ἅπασιν ἐπιφέρων κρίσιν, καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου. ἀκούεις φανερῶς τὸν θεὸν λόγον τῆι ἀνθρώπου προσηγορίαι διὰ τὴν πρὸς τὴν σάρκα ἕνωσιν ὀνομαζόμενον; τίς
5γὰρ ἂν εἴη ἕτερος ἐκ τοῦ οὐρανοῦ καταβάς; μηκέτι οὖν σκανδαλίζου, ὅταν λέγηι νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἀλλ’ ἐννοῶν τὴν οἰκονομίαν εὐσεβῶς δέχου τὸ λεγόμενον. ἐκ τούτων γὰρ τῆς ἑνώσεως μά‐ λιστα ἡ οἰκονομία δείκνυται καὶ ὅτι κἂν ἄνθρωπος ὀνομάζηται, οὐ δίχα τῆς θεότητος ὀφείλει καθ’ ἑαυτὸν ἄνθρωπος ὀνομάζεσθαι. τίς γὰρ τολμήσει λέγειν ἄνθρωπον καὶ
10ταῦτα ἐνεργήσειν τὰ προειρημένα, λέγω δὴ τὴν ἐξ οὐρανοῦ μέλλουσαν ἔσεσθαι παρουσίαν αὐτοῦ καὶ τὴν περὶ πάντων δικαίαν κρίσιν; τοῦ ἱεροψάλτου μάλιστα Δαυὶδ ἄιδοντος· σοὶ πρέπει ὕμνος, ὁ θεός, ἐν Σιὼν καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλήμ. εἰσάκουσον προσευχῆς, πρὸς σὲ πᾶσα σὰρξ ἥξει. τί γὰρ ἕτερόν ἐστιν τοῦτο ἀλλ’ ἢ ὅπερ τὸν υἱὸν τοῦ ἀνθρώπου ποιήσειν μεμαθήκαμεν; τότε γάρ φησιν, καθίσει
15ἐπὶ θρόνου δόξης αὐτοῦ καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη. ὁρᾶις ὅπως τοῦ Δαυὶδ ὡς πρὸς θεὸν λέγοντος πρὸς σὲ πᾶσα σὰρξ ἥξει, εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου τοῦτο πληροῦσθαι μέλλον ἀποδέδεικται; θεὸς οὖν ἐστιν ἄρα ἐνανθρωπήσας ὁ ἐκ Μαρίας τεχθείς, τῶν θείων ἡμῖν γραφῶν τοῦτο διὰ πολλῶν ἀποδείξεων ἐναργῶς ἐμφαινουσῶν, θεοτόκος δὲ πάντως καὶ αὐτὴ ἡ καλλιπάρθενος, κἂν οὗτοι μὴ βού‐
20λωνται. εἰ γὰρ ἄνθρωπος ἦν ὁ ἐξ αὐτῆς προελθὼν Ἰησοῦς Χριστός, πῶς ὁ Παῦλος Γαλάταις ἐπιστέλλων ἔγραφεν· Παῦλος ἀπόστολος οὐκ ἀπ’ ἀνθρώπων οὐδὲ δι’ ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστο; δῆλον ὡς οὐκ ἄνθρωπος μόνον, ἀλλὰ θεὸς ἐνηνθρωπηκώς ἐστιν· μὴ τοίνυν σκανδαλιζέσθωσαν ἐπὶ ταῖς τοιαύταις φωναῖς οἱ ἀπαίδευτοι, ἀλλὰ διδασκέσθωσαν τοῦ θείου μυστηρίου τὴν οἰκονομίαν καὶ προσκυνείτωσαν
25λοιπὸν τὸν Χριστὸν μετὰ τῶν ἀγγέλων καὶ αὐτοί. ὅταν γάρ φησιν, εἰσαγάγηι τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· καὶ προσκυνησάτωσαν αὐτῶι πάντες ἄγγελοι θεο, καὶ ἐν τῶι ὀνόματι δὲ Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πᾶσα γλῶσσα ἐξομολογή‐ σεται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός. μνημονευέτωσαν
30Χριστὸν Ἰησοῦν κύριον ὁμολογούμενον καὶ μὴ ταραττέσθωσαν ὅταν ἄνθρωπον διὰ τὴν οἰκονομίαν ἀκούωσιν. Οὕτω νοείτωσαν καὶ τὰ διά τινα χρείαν ἢ οἰκονομίαν περὶ αὐτοῦ εἰρημένα, οἷόν ἐστιν καὶ τὸ ὑπὸ Πέτρου τοῦ ἀποστόλου λεγόμενον. Ἰησοῦν γάρ φησιν τὸν Ναζωραῖον ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ εἰς ὑμᾶς πρὸς Ἰουδαίους διαλεγόμενος ὁ
35Πέτρος· χρὴ γὰρ τὸν τοῖς θείοις λογίοις ἐντυγχάνοντα καὶ τὰ πρόσωπα θεωρεῖν καὶ τὸν χρόνον καὶ διὰ ποίαν αἰτίαν ἕκαστον εἴρηται, λογίζεσθαι· οὕτω γὰρ ἑκάστωι ῥητῶι τὴν πρέπουσαν ἐφαρμόσαι θεωρίαν τις τῆι τοῦ πνεύματος δυνήσεται χάριτι. ἐπεὶ οὖν καὶ τοῦτο τὸ ῥητὸν ἐκεῖνοι πρὸς σύστασιν τῆς ἑαυτῶν δυσσεβείας προβάλλονται, ἴδωμεν τί δήποτε ὁ Πέτρος οἰκονομῆσαι βουλόμενος οὕτω λελάληκεν, μᾶλλον δὲ αὐτὸν ἐπερωτήσωμεν
40τὴν αἰτίαν ἀπαγγεῖλαι ἡμῖν, δι’ ἣν οὕτω λέγειν προήχθη. τί φής, ὦ μακάριε; ἄνθρωπον κηρύττεις τὸν Χριστὸν καὶ τούτωι πιστεύειν ἡμᾶς ἀναπείθεις, ἵνα κτίσματι λατρεύειν δι‐ δάξηις; καὶ μὴν ἕτερος ἀπόστολος μέμφεται τοὺς τῆι κτίσει λατρεύειν ἐθέλοντας. εἶτα πῶς αὐτὸς ἐρωτηθεὶς παρ’ αὐτοῦ τίνα ἐνόμιζες εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀπεκρίθης σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος; καίτοι τότε ἡ πεῦσις τοῖς μὴ σφόδρα εἰδόσι τῆς
45οἰκονομίας τὸ μυστήριον τάχα καί τινα τοιαύτην ἔννοιαν ἐμποιεῖν ἠδύνατο, λέγω δὴ τοῦ

1,1,7

28

ἄνθρωπον αὐτὸν νομίσαι· τίνα γὰρ ἔλεγεν, οἱ ἄνθρωποι λέγουσιν εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; καὶ τότε μὲν υἱὸν ἀνθρώπου ἀκούων αὐτόν, τὸν υἱὸν τοῦ θεοῦ αὐ‐ τὸν εἶναι ἔλεγες· νῦν δὲ μετὰ τὸ ἄλλων πολλῶν σημείων θεάσασθαι δύναμιν, μετὰ τὸ καὶ τῆς μακαρίας αὐτοῦ ἀναστάσεως καὶ τῆς εἰς οὐρανὸν ἀνόδου ἐν πείραι γενέσθαι ἄνθρωπον
5αὐτὸν εἶναι λέγεις; καὶ μή τις οἰέσθω δύνασθαι καὶ τότε ὡς περὶ ἀνθρώπου λέγειν αὐτὸν τὸ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ὡς καὶ τῶν ἁγίων χρη‐ ματιζόντων υἱῶν θεοῦ. οὐ γὰρ ἁπλῶς εἶπεν· σὺ εἶ υἱὸς θεοῦ, ἀλλὰ σὺ εἶ ὁ υἱὸς τοῦ θεο· ἡ γὰρ τοῦ ἄρθρου προσθήκη δείκνυσι τὸν ἕνα καὶ μόνον ἀληθινὸν υἱὸν ὁμολογῆσαι τὸν Πέτρον. πρὸς ταῦτα δὲ τοιούτοις μόνον οὐχὶ αὐτὸς ὁ μακάριος Πέτρος ἀπήντησεν
10ἂν ῥήμασιν· μὴ τοῦτο νομίσητέ με εἰρηκέναι ὅτιπερ ἄνθρωπος καθ’ ἡμᾶς εἷς ἐστιν ὁ Χρι‐ στός· οὐ τοῦτό ἐστιν ὃ φημί, πρᾶγμα δέ τι οἰκονομῶ θαυμαστὸν καὶ παράδοξον. καὶ ποῖον τοῦτό ἐστιν; τῆι καθόδωι τοῦ πνεύματος περιηχηθεὶς τῶν Ἰουδαίων ὁ δῆμος συνέ‐ δραμεν πρὸς ἡμᾶς· εὑρὼν οὖν καιρὸν ἁλιείας ἀνθρώπων εἶναι τότε, εἶτα φανερῶς αὐτοῖς καὶ ἀπ’ εὐθείας οὐ δυνάμενος τὸν Χριστὸν θεὸν ἀνακηρύττειν, ἐπείπερ αὐτὸν πρὸ ὀλίγου
15σταυρώσαντες ἦσαν καὶ βαρὺ αὐτοῖς διὰ τοῦτο τὸ πρᾶγμα ἐφαίνετο, κρύπτω τὸ ἄγκιστρον τοῦ λόγου, καθάπερ ἐπὶ τῶν ἰχθύων τῆι τροφῆι, τοῖς ταπεινοτέροις τούτοις ῥήμασιν καὶ τὸν Ἰησοῦν Ναζωραῖον ὀνομάζω καὶ ἐσταυρωμένον καὶ ὅτι ὁ θεὸς ἤγειρεν αὐτὸν ἐκ νε‐ κρῶν, καὶ οὕτω κεκαλυμμένως εἰσφέρω καὶ τὴν θεολογίαν αὐτοῦ, καὶ ταύτην μετά τινος τέχνης. τοὺς γὰρ Δαυὶδ αὐτοὺς ὑπομιμνήσκω λόγους, ἐπείπερ τὰ ἐκείνου μᾶλλον ἀνυ‐
20πόπτως ἐδέχοντο, καὶ δι’ ἐκείνων πάλιν τῆι τοῦ θεοῦ δυνάμει τὸ πᾶν ἀνατίθημι, ἵν’ οὕτω κατὰ μικρὸν αὐτοὺς καταδέξασθαι ποιήσω τὸ σωτήριον κήρυγμα, οὗ δὴ γενομένου καὶ εἰς κατάνυξιν ἐλθόντων αὐτῶν φανερώτερόν πως αὐτὸν λοιπὸν θεὸν ἐπιδείξω διὰ τῆς τοῦ βαπτίσματος τούτου εἰς τὸ ὄνομα αὐτοῦ προστάξεως, ἄφεσιν ἁμαρτιῶν αὐτοῖς τοῦτο χα‐ ρίζεσθαι δυνάμενον διδάξας. καὶ ὅρα σύνεσιν ἀποστολικήν. Ἰησοῦν, φησίν, τὸν
25Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις οἷς ἐποίησεν δι’ αὐτοῦ ὁ θεὸς ἐν μέσωι ὑμῶν. καὶ ἀπὸ θεοῦ ἀποδεδειγμένον λέγει καὶ τὸν θεὸν ταῦτα δι’ αὐτοῦ ἐνεργήσαντα, ἵνα τῆι τοῦ πατρὸς προσηγορίαι πείσηι αὐτοὺς καὶ αὐτὸν τὸν Ἰησοῦν καὶ τὰ ἔργα αὐτοῦ καταδέξασθαι, ὡς ἐκείνου δι’ αὐτοῦ ταῦτα ποιοῦντος, λέγω δὴ τοῦ πατρός. οἷς ἐποίησεν γάρ
30φησίν, δι’ αὐτοῦ ὁ θεός, εἶτα τοῦ σταυροῦ μνημονεύσας καὶ τὴν ἀνάστασιν εἰσφέρει, καὶ ταύτην ὡς παρὰ τοῦ πατρὸς πάλιν γεγενημένην, ἵνα διὰ τούτου πάλιν καὶ αὐτὴν αὐ‐ τοὺς καταδέξασθαι ποιήσηι, καὶ λοιπὸν ὥσπερ κεκαλυμμένως αὐτοῖς καὶ τὴν θεολογίαν εἰσφέρει· εἰρηκὼς γὰρ ὃν ὁ θεὸς ἀνέστησεν λύσας τὰς ὠδῖνας τοῦ θανάτου, ἐπάγει· καθ’ ὅτι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτο. οὐκέτι λοιπὸν
35ὡς περὶ ἀνθρώπου τοῦτο· εἰ γὰρ ἄνθρωπος ἦν, πάντως ὅτι καὶ κρατεῖσθαι ἠδύνατο ὑπὸ τοῦ θανάτου· ἀλλὰ τοῦτο εἰρηκὼς καταφεύγει ταχέως ἐπὶ τὴν προφητικὴν μαρτυρίαν, ἵνα μηκέτι ὡς παρ’ αὐτοῦ, ἀλλ’ ὡς παρὰ τοῦ προφήτου μᾶλλον ἀκούοντες προθυμότερον δέ‐ ξωνται τὸ λεγόμενον, καί φησιν· Δαυὶδ γὰρ λέγει εἰς αὐτόν· προωρώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντὸς καὶ τὰ ἑξῆς. ὅρα μεθ’ ὅσης τέχνης αὐτοῖς τὴν
40κυριολογίαν εἰσήγαγεν. εἶτα τὴν μαρτυρίαν πληρώσας, πάλιν αὐτῶν ὥσπερ τὸν λογισμὸν καταστέλλων, ἐπειδήπερ φανερώτερον αὐτὸν ἐθεολόγει, ἐπὶ τὴν τοῦ πατρὸς πάλιν κατα‐ τρέχει προσηγορίαν καί φησιν· ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι
καὶ κύριον καὶ Χριστὸν ὁ θεὸς ἐποίησεν τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς

1,1,7

29

ἐσταυρώσατε, καὶ αἰτησάντων αὐτῶν λοιπὸν ἐκείνων, τί ποιῆσαι ὤφειλον, βαπτισθῆναι αὐτοῖς προσέταξεν ἐπὶ τῶι ὀνόματι αὐτοῦ καὶ ἄφεσιν ἁμαρτιῶν διὰ τούτου λαμβάνειν, τῆι τῶν ἁμαρτιῶν ἀφέσει τὴν κυριότητα αὐτοὺς ἐννοῆσαι ποιῶν, διὰ δὲ τοῦ λέγειν ὁ θεὸς ἐποίησεν τὴν ἐκείνων ἀποκλείων ἐναντιολογίαν. ὅτι γὰρ πρόσφατον ἡμῖν κύριον ὁ
5πατὴρ οὐκ ἐποίησεν, οὐδένα οἶμαι τῶν εὖ φρονούντων ἀντερεῖν. καὶ γὰρ οὐχ ὥς τινες ἀνοήτως εἰς τὴν τοῦ υἱοῦ θεότητα τὸ ῥητὸν ἐκλαμβάνουσιν, οὕτως εἴρηκεν· οὐ γὰρ περὶ τῆς ὑπάρξεως αὐτοῦ σκοπὸς ἦν τῶι ἀποστόλωι διαλέγεσθαι, ἀλλὰ περὶ τῆς μετὰ τὴν ἀνά‐ στασιν δόξης. τὸ οὖν κύριον αὐτὸν ἐποίησεν, ἀντὶ τοῦ κυριότητα καὶ Χριστοῦ δόξαν αὐτῶι δέδωκεν, οὐχ ὅτι δόξαν ἐπίκτητον ἔλαβεν ὁ υἱός, ἀλλ’ ἐκείνοις διὰ τὴν προει‐
10ρημένην οἰκονομίαν οὕτως διαλεγόμενος ὅτι οὕτω πιστεύειν εἰς αὐτὸν ὀφείλετε ὡς Χριστῶι καὶ κυρίωι προσιόντες. ὅτι γὰρ οὐκ ἄνθρωπος καθ’ ἡμᾶς γεγεννημένος χωρὶς τῆς τοῦ λόγου ἑνώσεως Ἰησοῦς ὁ Ναζωραῖος ὁ τὸ ἴδιον ὑπὲρ ἡμῶν αἷμα ἐκχεῖσθαι καταδεξάμενος, ἄκουε σαφῶς τοῦ ἀποστόλου Παύλου τοῖς Ἐφεσίων διδασκάλοις τοῦτο φανερὸν καθι‐ στῶντος· προσέχετε γάρ φησιν, ἑαυτοῖς καὶ παντὶ τῶι ποιμνίωι ἐν ὧι ὑμᾶς
15τὸ πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ θεο, ἣν περιεποιήσατο διὰ τοῦ αἵματος τοῦ ἰδίου. ἀκούεις θεὸν φανερῶς ὑπὸ τοῦ ἀποστόλου τὸν ἐσταυρωμένον κηρυττόμενον; ποιμαίνειν γάρ φησιν τὴν ἐκκλησίαν τοῦ θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ αἵματος τοῦ ἰδίου, οὐχ ὅτι τῆι φύσει τῆς θεότητος ἔπασχεν, ἀλλ’ ὅτι τὰ τῆς σαρκὸς αὐτοῦ πάθη εἰς αὐτὸν ἀναφέρεται διὰ τὸ μὴ ἀνθρώπου
20τινὸς εἶναι ταύτην, ἀλλ’ αὐτοῦ τοῦ λόγου ἰδίαν σάρκα. εἰ τοίνυν θεοῦ αἷμα τὸ αἷμα λέγεται, δῆλον ὡς θεὸς ἦν σάρκα περικείμενος. Εἰ δὲ ἐπιμένοιεν λέγοντες· ποῦ τῆς γραφῆς θεοτόκος ἡ παρθένος ὠνόμασται; ἀκουέ‐ τωσαν σαφῶς τοῦτο τοῦ ἀγγέλου τοῖς ποιμέσιν εὐαγγελιζομένου καὶ λέγοντος ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ὅς ἐστιν Χριστὸς κύριος, οὐ λέγει δὲ ὃς ἔσται κύριος ἢ
25ἐν ὧι ὁ κύριος ἐνοικήσειν μέλλει, ἀλλ’ ὅς ἐστιν κύριος. ἰδοὺ τοίνυν κύριον φανερῶς τὸν τεχθέντα ὁ ἄγγελος εὐαγγελίζεται, εἶτα καὶ σημεῖον ὥσπερ αὐτοῖς τῆς τοῦ κυρίου θέας παρεχόμενος εὑρήσετε, φησίν, βρέφος ἐσπαργανωμένον καὶ κείμενον ἐν φά‐ τνηι, παραπλήσιά τε τῶι ἀγγέλωι καὶ ὁ Πέτρος κηρύττων, ὅτε πρὸς τὸν Κορνήλιον εἰ‐ σῆλθεν, ἔλεγεν· τὸν λόγον ἀπέστειλεν τοῖς υἱοῖς Ἰσραὴλ εὐαγγελιζόμενος
30εἰρήνην διὰ Ἰησοῦ Χριστο· οὗτός ἐστι κύριος πάντων. ὁρᾶις πῶς τὸν λόγον ἀντὶ τοῦ τὸ σωτήριον κήρυγμα διὰ Ἰησοῦ Χριστοῦ ἀπεστάλθαι φησὶν καὶ δεικνὺς αὐ‐ τοῖς τίς εἴη Ἰησοῦς Χριστός, οὗτός ἐστιν, ἔφη, πάντων κύριος; ὁρᾶις τὸ βρέφος κύριον 〈ὀνομαζόμενον〉 καὶ ὑπὸ τοῦ ἀγγέλου καὶ ὑπὸ τοῦ Πέτρου; οὐκοῦν θεοτόκος ἀναμφι‐ βόλως ἡ τὸν κύριον γεννήσασα. οὕτως αὐτὴν καὶ ἡ τοῦ μακαρίου βαπτιστοῦ μήτηρ ὑπὸ
35πνεύματος ἁγίου κινουμένη προσηγόρευσεν· ἐπλήσθη γάρ φησιν, ἡ Ἐλισάβετ πνεύ‐ ματος ἁγίου καὶ ἀνεβόησεν· εὐλογημένη σὺ ἐν γυναιξὶν καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, καὶ πόθεν μοι τοῦτο ἵνα ἡ μήτηρ τοῦ κυρίου μου ἔλθηι πρός με; τίς ἐπὶ τοσοῦτον μέμηνεν, ὡς μὴ βούλεσθαι μετὰ τῶν εὐαγγελίων θεοτόκον ἀποκαλεῖν τὴν ἁγίαν παρθένον; μὴ τοίνυν τῶν ἀκεραιοτέρων τὰς ἀκοὰς θορυβεί‐
40τωσαν παιδίον καὶ βρέφος ὀνομάζοντες, ἵνα μὴ κατ’ ὀλίγον καὶ πᾶσαν αὐτοῦ τὴν ἐπιδη‐ μίαν ἀρνήσωνται· ὠνόμασται γὰρ βρέφος ὑπὸ τοῦ ἀγγέλου, ἀλλ’ ἅμα καὶ κύριος. μηδ’ ἐν τούτωι δὲ πάλιν ψιθυριζέτωσαν τὸ πάθος προβαλλόμενοι καὶ τὴν ἀνάστασιν καὶ ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν. ἤδη μὲν γὰρ καὶ ἐν τοῖς προλαβοῦσιν ἀποδέδεικται τῆς οἰκονομίας
ὁ λόγος, πλὴν εἰ καὶ φανερώτερον μανθάνειν βούλονται τίς ὁ ἐσταυρωμένος ὑπῆρχεν,

1,1,7

30

ἀκουέτωσαν τοῦ τῆς οἰκουμένης διδασκάλου τοῦτο Κορινθίοις ἐπιστέλλοντος· ἐγὼ γάρ φησι, παρέλαβον ἀπὸ τοῦ κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ κύριος Ἰησοῦς ἐν τῆι νυκτὶ ἧι παρεδίδοτο, ἔλαβεν ἄρτον καὶ τὰ ἑξῆς. θεωρεῖς τὸν ὑπὲρ ἡμῶν παθόντα κύριον φανερῶς κηρυττόμενον; εἰ δὲ καὶ τὸ ὁ θεὸς αὐτὸν ἤγειρεν
5ἐκ νεκρῶν σκανδαλίζει τοὺς ἀνθρώπους ὡς περὶ ἀνθρώπου λεγόμενον, αὐτοῦ πάλιν τοῦ ἀποστόλου καὶ ταύτην ἀκουέτωσαν ἀναιροῦντος τὴν ὑπόνοιαν. οἰκονομικῶς γὰρ τὰ τοιαῦτα ἐν ταῖς ἁγίαις εἴρηται γραφαῖς· ὅτι γὰρ κύριος ἦν ὁ τῆι σαρκὶ καὶ πάσχων καὶ ἀνιστάμενος καὶ οὐχ, ὡς αὐτοί φασιν, ἄνθρωπος ἐνοίκησιν ἔχων τοῦ λόγου, ἀκουέτωσαν τοῦ Παύλου Ῥωμαίοις οὕτω παρρησίαι γράφοντος περὶ τοῦ Ἁβραάμ· οὐκ ἐγράφη δι
10αὐτὸν μόνον, ἀλλὰ καὶ δι’ ἡμᾶς, οἷς μέλλει λογίζεσθαι τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν κύριον ἡμῶν ἐκ νεκρῶν. ἤκουσας τὸν ἐγει‐ ρόμενον κύριον προσαγορευόμενον· μηκέτι σκανδαλίζου ἐπὶ τοῖς οἰκονομικῶς λεγομένοις. Καὶ τοῦτο δὲ τοῖς εἰρημένοις προσθεῖναι ἀναγκαῖον ὑπάρχει, ἵνα μή τις ὑπολάβηι χάριτι καὶ αὐτὸν καθάπερ ἡμᾶς θεὸν καὶ κύριον καὶ υἱὸν προσαγορευόμενον. ἡμεῖς μὲν
15γὰρ εἰ καὶ καλούμεθα θεοί, ἀλλὰ πάλιν ἀκούομεν καὶ τῆς ἀσθενείας ἡμῶν τὸ μέτρον· ἐγὼ γὰρ εἶπα, φησίν, θεοὶ ἐστὲ καὶ υἱοὶ ὑψίστου, ἀλλ’ εὐθέως ἐπάγει· ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνήισκετε, καὶ δῆλον ὡς τὴν προσηγορίαν κατὰ χάριν ἐσχήκαμεν, αὐτὸς δὲ οὐχ οὕτως, ἀλλὰ μετὰ τῆς θεοπρεποῦς δόξης καὶ τὴν προσηγορίαν ἔχει. καλεῖ‐ ται γὰρ οὐχ ἁπλῶς θεός, ἀλλὰ θεὸς ἐπὶ πάντων καὶ εὐλογητὸς εἰς τοὺς αἰῶνας, καλεῖται
20δὲ πάλιν καὶ κύριος, οὐκ ὀνόματι μόνον ὥσπερ ἡμεῖς, ἀλλὰ κύριος τῆς δόξης καὶ κύριος πάντων, ὡς ὁ Πέτρος ἐδίδαξεν· λεγόμενος δὲ καὶ υἱός, οὐδὲ τοῦτο καθάπερ ἡμεῖς ἁπλῶς υἱός, ἀλλὰ υἱὸς μόνος καὶ ἀληθινὸς κατ’ οὐσίαν, ὥς φησιν Ἰωάννης· καὶ ἐσμὲν ἐν τῶι ἀληθινῶι θεῶι καὶ ἐν τῶι υἱῶι αὐτο· οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ ζωὴ αἰώνιος. φανερώτερον δὲ τοῦτον καὶ ὁ ἀπόστολος Παῦλος ἀπὸ τῶν πολλῶν
25διορίζει ὡς μόνον καὶ κατὰ ἀλήθειαν υἱόν· λέγει γὰρ οὕτως· καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι θεο, εἴτε ἐν οὐρανῶι εἴτε ἐπὶ τῆς γῆς, ὥσπερ εἰσὶν θεοὶ πολλοὶ καὶ κύριοι πολλοὶ λεγόμενοι, πάλιν, ἵνα νοῆις· ἀλλ’ ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα. ὁρᾶις ὡς οὐ μετὰ πάντων αὐτὸς κύριος ἢ θεὸς ὀνομάζεται, ἀλλὰ μόνος τῶι πατρὶ συνδο‐
30ξάζεται, ὡς ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχων; Καιρὸς δὲ λοιπὸν καὶ τὴν ἑτέραν τοῦ ἀποστόλου μαρτυρίαν εἰς μέσον παραγαγεῖν, τοῦτον τὸν ἀληθινὸν υἱὸν δεικνῦσαν ἄνθρωπον εἶναι τὸν ἐκ τῆς καλλιπαρθένου τεχθέντα, ἔχει δὲ οὕτως· ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικός. μηδεὶς δὲ τοῦτο λέγειν ἐρυθριάτω·
35οὐδεμίαν γὰρ ὕβριν τοῦτο τῶι λόγωι φέρει, φιλανθρωπίαν δὲ μᾶλλον καὶ δόξαν διὰ τοῦτο ἄπειρον καὶ ἀμέτρητον. ὅτι γὰρ οὐδὲν ἐκ τούτου ὁ λόγος ἐβλάπτετο, ἄψαυστος ὑπάρχων τὴν φύσιν καὶ ἀπαθὴς καὶ ἀπερίγραφος, ἀρρήτωι δὲ φιλανθρωπίαι τὸ πρᾶγμα διήνυσεν, ἄκουε πάλιν αὐτοῦ τοῦ Παύλου τοῦτο διδάσκοντος· Ἰησοῦς Χριστός, φησίν, χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. τὸ γὰρ χθὲς λέγων τὴν προαιώ‐
40νιον αὐτοῦ σημαίνει δόξαν, τὸ δὲ σήμερον ἐνεστῶτος καιροῦ ποιεῖται σημαντικόν, καὶ ὅτι οὐκ ἐτράπη, ἀλλ’ ὅτι ὁ αὐτὸς ἔμεινεν, καὶ ἐν σαρκὶ γενόμενος, καὶ ἔσται εἰς τοὺς αἰῶνας, ἐπήγαγεν, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. ὅτε τοίνυν ταῦτα οὕτως ἔχει, φιλανθρωπίαι μεγάληι τὴν εἰς ἡμᾶς ἀγάπην ἐνεδείξατο καὶ κεκοινώνηκεν τῆι ἡμετέραι
φύσει, ἵνα ἀναστήσηι αὐτὴν καὶ τῆς ὑπὸ τὸν διάβολον ἀπαλλάξηι δουλείας. μηδεὶς οὖν

1,1,7

31

αἰσχυνέσθω παιδίον ἀκούων καὶ βρέφος καὶ ὅσα ἀνθρωπινώτερον περὶ αὐτοῦ γέγραπται· ὑπέμεινεν γὰρ πάντα οὐ δι’ ἑαυτόν, ἀλλὰ δι’ ἡμᾶς, πανταχοῦ τὸ πρέπον φυλάττων τῆι ἀνθρωπείαι φύσει, ἵνα μὴ φαντασία ἡ οἰκονομία νομίζηται. οὐκοῦν κἂν ἀκούσηις ὅτι παραλαμβάνει αὐτὸν ὁ μακάριος Ἰωσὴφ καὶ φεύγει εἰς Αἴγυπτον, μὴ αἰσχύνην αὐτὸ νόμιζε,
5τὴν δὲ οἰκονομίαν ἐννόει. καὶ γὰρ οὐ τότε μόνον τοῦτο περὶ αὐτοῦ γέγραπται, ἀλλὰ καὶ ὅτε εἰς τὸν τριακοστὸν ἐνιαυτὸν ἐλθὼν ἤρξατο κηρύττειν καὶ διδάσκειν καὶ τῶν θαυ‐ μασίων ἐπετέλει τὴν δύναμιν, πάλιν τοιαῦτα περὶ αὐτοῦ γεγραμμένα εὑρίσκομεν. ἀκού‐ σας γάρ φησιν, ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν, καὶ ἕτερα δὲ τοιαῦτα ἔστιν εὑρεῖν. ἀλλ’ οὐ φόβωι τοῦτο ἐποίει οὐδὲ τότε οὐδὲ νῦν, ἀλλὰ
10τὸν πρέποντα καιρὸν ἀναμένων τοῦ σωτηρίου πάθους· ἔδει γὰρ πρῶτον διαλάμψαι τὸ κήρυγμα καὶ πάντα ἐπιτελέσαι ὅσα ἐβούλετο, καὶ τότε καὶ ἐπὶ τὸ σωτήριον πάθος ἐλθεῖν, ὃ δὴ καὶ γέγονεν. ὅτι δὲ οὐ φόβωι καὶ δειλίαι τοῦτο ἐγίνετο, δῆλον ἀφ’ ὧν πεποίηκεν, ὅτε παραδοθῆναι οὐκ ἐβούλετο. καὶ γὰρ τῶν Ἰουδαίων αὐτὸν τότε κατακρημνίσαι θελη‐ σάντων, αὐτός, φησίν, διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο, καὶ ἄλλοτε δέ,
15φησίν, πιάσαι αὐτὸν θελόντων, οὐδείς, φησίν, ἐπέβαλεν ἐπ’ αὐτὸν τὰς χεῖρας, ὅτι οὔπω ἐλήλυθεν ἡ ὥρα αὐτο. πλὴν ἀλλὰ καὶ ἀχείρωτος εἶναι δυνάμενος ὡς θεός, πάλιν διὰ τὸ ἀνθρώπινον ὑπανεχώρει, ἵνα φαίνηται κατὰ ἀλήθειαν γενόμενος ἄνθρω‐ πος. εἰ δὲ λέγοι τις· διὰ τί μὴ καὶ τότε ὅτε παιδίον ἦν, δι’ ἑαυτοῦ τὴν ἐπιβουλὴν ἐξέκλινεν, ἀλλ’ ἀγγέλου χρηματίζοντος; μανθανέτω ὡς καὶ τότε αὐτοῦ ἦν τὸ ἔργον, ἀλλ’
20ἵνα μὴ τῆς οἰκονομίας τοσοῦτον παραλύσηι τὸν λόγον διὰ τὴν ἡλικίαν, διὰ τοῦτο δι’ ἀγγέλου τὸ πρᾶγμα πεποίηκεν. ὅτι δὲ τὰ πρέποντα σώιζειν βουλόμενος πάντα οἰκο‐ νομικῶς ἐποίει καὶ συνεχώρει τῆι σαρκὶ δεικνύειν τὰ αὐτῆι ἀκόλουθα, πληροφορήσει σε πάλιν αὐτός. ὅτε γὰρ ὁ μακάριος βαπτιστὴς αὐτῶι ἔλεγεν· ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, ἀπεκρίνατο πρὸς αὐτὸν ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν
25πληρῶσαι πᾶσαν δικαιοσύνην. ὁρᾶις ὅτι καὶ τὸ βάπτισμα καὶ πάντα τὰ πρέποντα οἰκονομῶν κατεδέχετο; ὅταν τοίνυν ἀκούσηις παιδίον καὶ βρέφος καὶ ὅσα ἀνθρωπινώ‐ τερον περὶ αὐτοῦ γέγραπται, καθὼς προείρηται, μηδέποτε δίχα τῆς θεότητος αὐτὸν ὄντα ὑπολάμβανε· καὶ γὰρ καὶ ἄνθρωπος λεγόμενος, δείκνυται θεὸς ὑπάρχων, ὡς πολλάκις ἀπο‐ δέδεικται. ἐπιμαρτυρήσει δὲ πρὸς τοῦτο τοῖς εἰρημένοις καὶ ὁ μακάριος βαπτιστὴς οὕτω
30λέγων περὶ αὐτοῦ· ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν κἀγὼ οὐκ ἤιδειν αὐτόν. πῶς οὖν ἄνδρα λέγων αὐτόν, πρῶτον ἑαυτοῦ φησιν αὐτὸν εἶναι; καὶ μὴν κατὰ τὸν τῆς οἰκονομίας χρόνον αὐτὸς πρῶτος ὁ μακάριος βαπτιστὴς γεγεννημένος εὑρίσκεται. ὅτε γὰρ ὁ Γαβριὴλ τῆι θεοτόκωι Μαρίαι τὴν ἄχραντον σύλληψιν εὐηγγελίζετο, ἕκτον ἔλεγεν ἤδη μῆνα τὴν Ἐλισάβετ ἔχειν συνει‐
35ληφυῖαν τὸν βαπτιστήν. πῶς οὖν ἄνδρα λέγων πρῶτόν φησιν αὐτὸν ἑαυτοῦ ὄντα, εἰ μήτι θεὸν φανερῶς ἐνανθρωπήσαντα αὐτὸν ἠπίστατο; ὀπίσω μου γάρ φησιν, ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. πῶς δὲ εἰ πρῶτος ἦν, ἔμπροσθεν ὕστερον ἐγένετο; τῆι φανερώσει καὶ τῆι γνώσει τῆι πρὸς τὸν λαόν. πρὶν μὲν γὰρ ἐπὶ τὸ κηρύττειν παρέλθηι, οὐ σφόδρα ἦν τοῖς πολλοῖς γνώριμος, ὁ δὲ βαπτιστὴς
40ἤδη καὶ ἐκήρυττεν καὶ ἐβάπτιζεν πρὸ αὐτοῦ· ὅτε δὲ λοιπὸν καὶ ὁ κύριος ἤρξατο κηρύττειν καὶ τὰ θαύματα ἐπιτελεῖν, ἔμπροσθεν, τουτέστιν μᾶλλον τοῦ βαπτιστοῦ τὰ πρωτεῖα ἔφερεν. καὶ ὅτι τοῦτό ἐστιν τὸ ἔμπροσθεν, ἄκουε τί πρὸς τὸν Ἰωάννην οἱ αὐτοῦ μαθηταὶ ἔλεγον· ῥαββ, ὃς ἦν μετὰ σοῦ ἐν τῶι Ἰορδάνηι, ὧι σὺ μεμαρτύρη‐ κας, ἴδε οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν. θεωρεῖς πῶς
45καὶ ἄνδρα καὶ πρῶτον αὐτὸν ἐκήρυξεν;

1,1,7

32

Εἰ δὲ τῆι προλαβούσηι κεκαρωμένοι μέθηι ἔτι καὶ νῦν ἀναβάλλονται τῆι ἀληθείαι πείθε‐ σθαι οἱ πεπλανημένοι, φέρε κἀκείνην αὐτοῖς τὴν μαρτυρίαν εἰς μέσον ἀγάγωμεν, πρὸς ἣν ἀντειπεῖν οὐδὲ αὐτοὶ οἱ τὰ αὐτὰ αὐτοῖς ὑπειληφότες Ἰουδαῖοι καὶ νομίζοντες ἄνθρωπον εἶναι ψιλὸν οὐκέτι ἠδυνήθησαν· ποία δὲ αὕτη ἐστίν; αὐτὸς τότε τοὺς Φαρισαίους ὁ κύριος
5ἠρώτησεν λέγων· τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστο; τίνος υἱός ἐστιν; τῶν δὲ ἀποκριναμένων τοῦ Δαυίδ, ἔφη πρὸς αὐτούς· πῶς οὖν Δαυὶδ ἐν πνεύματι καλεῖ αὐτὸν κύριον λέγων· εἶπεν ὁ κύριος τῶι κυρίωι μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν; ὁρᾶις φανερῶς πῶς
10κύριον τοῦ Δαυὶδ ἑαυτὸν ἀπέδειξεν· πῶς οὖν ὁ ἐκ σπέρματος Δαυὶδ κύριος αὐτοῦ εἶναι ἠδύνατο καὶ τοῦ πατρὸς σύνθρονος, εἰ μὴ ὅτι θεὸς ἦν τὰ ἀνθρώπινα περιβαλόμενος; υἱὸν γὰρ Δαυὶδ καὶ κύριον τὸν ἐκ τῆς παρθένου τεχθέντα, τουτέστιν ἑαυτὸν ἀπέδειξεν, ἀλλ’ ἐκεῖνοι μὲν ταύτην τὴν μαρτυρίαν ἀκούσαντες ἀνετράπησαν καὶ τοῦ ἀντιλέγειν ἐπαύσαντο, ὡς ὁ εὐαγγελιστὴς ἱστορεῖ· οὐδεὶς γάρ φησιν, ἠδύνατο ἀποκριθῆναι αὐτῶι
15λόγον οὐδὲ ἐτόλμησεν ἀπ’ ἐκείνης τῆς ὥρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι. γένοιτο δὲ καὶ τούτους κἂν ὀψέ ποτε τῆς ἀνοίας ἀποστάντας ἐπιγνῶναι τῆς εὐσεβείας τὸ κήρυγμα, ἡμεῖς δὲ ταύτης ἐχώμεθα τῆς πίστεως, ἀγαπητοί, διὰ παντός· ταύτην καὶ ἐν διανοίαι κατέχωμεν καὶ τῆι γλώττηι φανερῶς καὶ μετὰ παρρησίας κηρύττωμεν, πάντα διὰ ταύτην ὑπομένειν προθύμως ἀνεχόμενοι. αὕτη γὰρ προφητῶν μέν ἐστιν πρόρρησις,
20ἀποστόλων δὲ κήρυγμα καὶ τῆς τῶν οὐρανῶν βασιλείας πρόξενος, αὕτη τῆς αἰωνίου ζωῆς ὁδηγός, αὕτη τῶν πατέρων ὁ πλοῦτος, αὕτη καὶ ἡμῶν ὁ ἀληθινὸς θησαυρός, ὑπὲρ οὗ πάντα πωλεῖν καὶ προέσθαι δίκαιον. τοῦτον εἴ τις ἡμῶν ἀποσυλῆσαι θελήσοι, ἀποστρε‐ φώμεθα ὡς Χριστομάχον καὶ τῆς ἡμετέρας σωτηρίας ἐχθρόν, πειθόμενοι τῶι παραγγέλλοντι ἀποστόλωι· κἂν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ὑμῖν παρ’ ὃ
25εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. Τοῦ αὐτοῦ ἑρμηνεία εἰς τὸ ἐν Νικαίαι σύμβολον Σάκρα ἀποσταλεῖσα τῶι ὁσιωτάτωι Κυρίλλωι Κελεστίνου ἀρχιεπισκόπου Ῥώμης πρὸς τὸν ἀρχιεπίσκοπον Κύριλλον Τοῦ αὐτοῦ πρὸς Νεστόριον
30Τοῦ αὐτοῦ πρὸς τὸν κλῆρον καὶ τὸν λαὸν Κωνσταντινουπόλεως ἐπιστολή Τοῦ αὐτοῦ πρὸς Ἰωάννην τὸν Ἀντιοχείας ἐπίσκοπον Κυρίλλου πρὸς Νεστόριον, ἡνίκα ἔμαθεν αὐτὸν κακῶς φρονεῖν Νεστορίου πρὸς Κύριλλον Κυρίλλου πρὸς Νεστόριον
35 Νεστορίου πρὸς Κύριλλον Κυρίλλου πρὸς τοὺς ἐγγράφος αὐτὸν αἰτιασαμένους ὅτιπερ οὐ σεσιώπηκεν ἐξ ἀκοῆς μαθὼν ἕρπειν ἐπὶ τὸ χεῖρον τὴν δυσσεβῆ Νεστορίου διδασκαλίαν Τοῦ αὐτοῦ ἐπιστολὴ πρός τινα ζηλωτὴν περὶ Νεστορίου Τοῦ αὐτοῦ πρὸς Ἰωάννην τὸν Ἀντιοχείας
40Ἰωάννου ἐπισκόπου Ἀντιοχείας πρὸς τὸν ἁγιώτατον Κύριλλον
Κυρίλλου πρὸς Ἰουβενάλιον ἐπίσκοπον Ἱεροσολύμων

1,1,7

33

Ὁμιλία Πρόκλου ἐπισκόπου Κυζίκου λεχθεῖσα ἐν Κωνσταντινουπόλει καθεζο‐ μένου Νεστορίου εἰς τὴν ἐνανθρώπησιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὅτι θεοτόκος ἐστὶν ἡ ἁγία παρθένος Μαρία καὶ ὅτι ὁ τεχθεὶς οὔτε θεὸς γυμνὸς οὔτε ἄνθρωπος ψιλός, ἀλλ’ Ἐμμανουὴλ τυγχάνει, θεὸς καὶ ἄνθρωπος ἀσυγχύτως καὶ ἀμεταβλήτως
5ὑπάρχων· εἶπε δὲ αὐτήν, ὅτε ἦν ἐπίσκοπος Νεστόριος, προτραπεὶς παρ’ αὐτοῦ Ἰωάννου ἐπισκόπου Ἀντιοχείας πρὸς Νεστόριον, ἐν ἧι μακάριον ἀποκαλεῖ Θεόδωρον τὸν αἱρετικόν Διαμαρτυρία προτεθεῖσα ἐν Κωνσταντινουπόλει Τοῦ αὐτοῦ Κυρίλλου πρὸς τὸν κλῆρον καὶ τὸν λαὸν Κωνσταντινουπόλεως
10Τοῦ αὐτοῦ πρὸς Νεστόριον
12Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας πρὸς τοὺς τολμῶντας συνηγορεῖν τοῖς Νεστορίου δόγμασιν ὡς ὀρθῶς ἔχουσιν Οἱ τῶι παναγίωι θεῶι τὴν ἑαυτῶν διάνοιαν παραστήσαντες καὶ τοῖς τῆς ἀληθείας
15δόγμασιν συνειπεῖν ἡιρημένοι παραιτοῦνται μὲν τὰς βεβήλους κενοφωνίας τῶν ἀνοσίων αἱρετικῶν, ἐνερείσαντες δὲ τὸν ἔσω καὶ κεκρυμμένον τῆς καρδίας ὀφθαλμὸν τῆι θεοπνεύστωι γραφῆι οὕτω τε αὐτὸν πλουσίως ἀναμεστώσαντες ἐννοιῶν ἀγαθῶν τοῖς τὰ ὀρθὰ διαστρέ‐ φουσιν ἀντανίστανται καὶ μάλα νεανικῶς, μόνον οὐχὶ λέγοντες· ζηλοῦντες ἐζηλώσαμεν τῶι κυρίωι. Νεστορίου τοίνυν πολλάς τε καὶ διαφόρους καταχέοντος δυσφημίας τοῦ πάντων
20ἡμῶν σωτῆρος Χριστοῦ καὶ οἷον ἐκ βάθρων ἀναμοχλεύοντος τὸ σεπτὸν καὶ μέγα τῆς ἐνανθρωπήσεως μυστήριον, οὐκ ἀκίνδυνον εἰδότες τὸ ἐπί γε τούτοις ἑλέσθαι σιγᾶν συμβουλεύ‐ σαντές τε πλειστάκις αὐτῶι τῶν τοιούτων ἀποσχέσθαι δυσφημιῶν, ὀνήσαντες δὲ παντελῶς οὐδέν, κεχωρήκαμεν ἀναγκαίως ἐπὶ τὸ χρῆναι συναθλεῖν τοῖς τῆς εὐσεβείας δόγμασιν. ἀπολεξάμενοι δὲ κεφάλαιά τινα τῶν ἐκείνου δυσφημιῶν, ταῦτα χρησίμως ἀνεθεματίσαμεν
25ἤτοι τοὺς φρονεῖν ἐθέλοντας αὐτά, πειθόμενοι λέγοντι τῶι μακαρίωι Παύλωι· εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω· ἀλλὰ κἂν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ὑμᾶς παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω. ἀλλ’ οὐκ οἶδ’ ὅπως δεδυσφορήκασι τινὲς ἐπὶ τούτωι λίαν, ἢ ὁμόφρονες ὄντες ἐκείνωι καὶ ἰσογνώμονες ἢ προσποιούμενοι μὲν παραιτεῖσθαι τὴν ὁμοδοξίαν, πειρώμενοι
30δὲ διὰ τρόπου παντὸς ἐπικουρεῖν αὐτῶι καὶ ποιεῖσθαι κατεστυγημένους τοὺς τῶι σωτῆρι Χριστῶι συνηγορεῖν ἐθέλοντας. ἀλλ’ ἦν ἀκόλουθον ἐννοεῖν ὅτι τὸ τοῖς ἑτεροδιδασκα‐ λοῦσιν ἐπιτιμᾶν προυξένησεν ἂν αὐτοῖς τῆς εἰς Χριστὸν ἀγάπης τὸ γνήσιον· νῦν δὲ πεπρά‐ χασι μὲν οὐχ ὅπερ ἦν ἄμεινον· πολλοῦ γε καὶ δεῖ· πεποίηνται δὲ πολεμιωτάτους ὧν εἰ
γεγόνασι ζηλωταί, ἀνεδήσαντο ἂν σὺν αὐτοῖς τῆς ἀφθαρσίας τὸν στέφανον. ἐπιλαμβά‐

1,1,7

34

νονται τοίνυν τῶν ἀναθεματισμῶν ὡς οὐκ εὖ γεγονότων καὶ δὴ καὶ ἑκάστωι παραθέντες ἐγγράφως τὰ τῆς ἑαυτῶν διανοίας εὑρήματα καὶ ἀσυνέτους τινὰς εἰκαιομυθίας, συναρ‐ πάσειν οἴονται τοὺς ἐντευξομένους καὶ ἀβασανίστως τοῖς παρ’ αὐτῶν ἐντυγχάνοντας λόγοις. ἦν οὖν ἀναγκαῖον καὶ ἡμᾶς αὐτοὺς ἀντιπαρεξάγειν τὸ ἀληθὲς καὶ ἀποκρούεσθαι
5τὴν κατάρρησιν ἀποφῆναί τε φιλοσκώμμονας ἢ γοῦν ἀληθείας ἐρευνητὰς τοὺς δι’ ἐναντίας. προτάξαντες τοίνυν ἕκαστον τῶν ἀναθεματισμῶν, εἶτα τούτοις τὰ παρ’ ἐκείνων συντε‐ θειμένα συντάξαντες, παρεζεύξαμεν τὰ παρ’ ἑαυτῶν, τοῖς τῶν θείων γραφῶν ἐπιστήμοσι δικασταῖς οἱονεὶ χρώμενοι καὶ ψῆφον αἰτοῦντες ὀρθήν τε καὶ ἀνεπίπληκτον παρὰ τῶν εἰδότων τὴν ἀλήθειαν.
10Ἀναθεματισμὸς α Εἴ τις οὐχ ὁμολογεῖ θεὸν εἶναι κατὰ ἀλήθειαν τὸν Ἐμμανουὴλ καὶ διὰ τοῦτο θεοτόκον τὴν ἁγίαν παρθένον (γεγέννηκεν γὰρ σαρκικῶς σάρκα γεγονότα τὸν ἐκ θεοῦ λόγον), ἀνά‐ θεμα ἔστω. Μέμψις αἱρετικῶν
15 Καὶ τίς σαρκικῶς σάρκα γεγονότα τὸν ἐκ θεοῦ λόγον ἀποτετέχθαι συνομολογήσειεν 〈ἄν〉; εἰ γὰρ σαρκικῶς ἐγέννησεν, οὐκέτι κατὰ παρθένον. καὶ ποῦ θήσομεν τὸ πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι, σαρκικῶς κατ’ αὐτὸν τῆς παρθένου καὶ οὐ θεοπρεπῶς γεννησάσης; καὶ πῶς ταύτην ἀστὴρ παρα‐ δόξως φαινόμενος κατεμήνυεν, μάγοι δὲ ἐκ Περσίδος δι’ αὐτοῦ ὁδηγούμενοι παρήιεσαν
20τὸν τεχθέντα ζητοῦντες καὶ εὑρόντες ἔφερον δῶρα καὶ τῶι νοουμένωι καὶ τῶι φαινομένωι πρόσφορα ἄγγελοί τε οὐρανόθεν κατελθόντες τὴν γέννησιν μετὰ ποιμένων ἀναμιγέντες ἐχόρευον λέγοντες· δόξα ἐν ὑψίστοις θεῶι καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία; ταῦτα τίνος μηνύματα, σαρκικῆς ἢ θεοπρεποῦς γεννήσεως; ἄλλως τε εἰ ἀβασανίστως ταῖς φωναῖς ἐμβάλοιμεν, καὶ τροπὴν τοῦ λόγου καὶ μεταβολὴν τὴν εἰς σάρκα
25φαντασθησόμεθα καὶ οὕτως καὶ ἁμαρτίαν καὶ κατάραν αὐτὸν γεγενῆσθαι ὑποληψόμεθα, εἰ τοῖς ἑπομένοις ἢ ἡγουμένοις τῶν κειμένων καὶ αὐτῆι τῆι συνηθείαι τῆς γραφῆς μὴ προσέ‐ χοιμεν. ἀλλὰ γὰρ τὸ γενέσθαι σάρκα τὸν λόγον τὴν ἐν τῆι σαρκὶ σκήνωσιν καλῶς ἐκλαμβάνομεν κατὰ τὴν τῶν εὐαγγελίων διάνοιαν. Ἀπολογία ὀρθοδόξου
30 Τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ τὸ μυστήριον ὁ πάνσοφος Ἰωάννης διατρανοῖ γεγραφώς· καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν. ταῦτα συνέντες ὀρθῶς οἱ μακάριοι πατέρες οἱ κατὰ καιροὺς ἐν τῆι Νικαέων συνειλεγμένοι αὐτὸν ἔφασαν τὸν ἐκ θεοῦ πατρὸς φύντα λόγον τὸν δι’ οὗ τὰ πάντα πεποίηκεν ὁ πατήρ, τὸ φῶς τὸ ἐκ τοῦ φωτός, τὸν θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, σαρκωθῆναί τε
35καὶ ἐνανθρωπῆσαι, τουτέστιν ἑνωθῆναι σαρκὶ ψυχὴν ἐχούσηι τὴν λογικὴν καὶ ἄνθρωπον γενέσθαι μετὰ τοῦ καὶ ἀπομεῖναι θεόν. ὅτι δὲ ἀτρέπτως τε καὶ ἀσυγχύτως τὸ τῆς
ἑνώσεως πέπρακται χρῆμα, μεμενηκότος, ὡς ἔφην, τοῦ θεοῦ λόγου τοῦθ’ ὅπερ ἐστί, καὶ

1,1,7

35

εἰ γέγονε σάρξ (ἀναλλοίωτος γὰρ κατὰ φύσιν ἐστίν), οὐδενὶ τῶν ὄντων ἀμφίβολον· τὸ γὰρ σαρκοῦσθαι λεγόμενον οὐκ εἰς σαρκὸς τρέπεται φύσιν, ἀλλ’ ἕτερόν τι νοεῖται παρ’ αὐτὴν ὑπάρχον καὶ ἑνωθὲν αὐτῆι. οὕτω φρονοῦντες οἱ μακάριοι πατέρες θεοτόκον ὠνόμασαν τὴν ἁγίαν παρθένον· πεπιστεύκασι γὰρ ὅτι σαρκωθέντα τε καὶ ἐνανθρωπήσαντα
5γεγέννηκεν τὸν υἱὸν τὸν δι’ οὗ τὰ πάντα πεποίηκεν ὁ πατήρ. ὁ δὲ τῶν νέων ἡμῖν δυσφη‐ μιῶν εὑρετὴς Νεστόριος τῆι τοιᾶιδε μαχόμενος δόξηι κατακιβδηλεύει μὲν ὡς οὐκ οὖσαν ἀληθῆ τὴν θεοτόκος φωνήν, ἔφη δὲ οὕτως Ἠρώτησα, φησίν, πολλάκις αὐτούς· τὴν θεότητα λέγετε γεγεννῆσθαι ἐκ τῆς μακαρίας παρθένου; ἀποπηδῶσιν εὐθὺς πρὸς τὸ ῥῆμα· καὶ τίς, φησίν, τοσαύτην βλασφημίαν νοσεῖ,
10ὡς ἐκείνην τὴν γεννήσασαν τὸν ναόν, λέγειν παρὰ τοῦ πνεύματος τὸν θεὸν ἐν ἐκείνηι ἐκτίσθαι; εἶτα ὅταν ἐπαγάγω· τί οὖν ἄτοπον ἡμεῖς λέγομεν συμβουλεύοντες φεύγειν τὴν φωνὴν καὶ ἔρχεσθαι ἐπὶ τὸ κοινὸν σημαινόμενον τῶν δύο φύσεων; τότε νομίζεται αὐτοῖς εἶναι βλάσφημον τὸ λεγόμενον. ἢ ὁμολόγησον σαφῶς θεότητα γεγεννῆσθαι ἐκ τῆς μακαρίας Μαρίας ἢ φεύγων ὡς βλάσφημον τὴν φωνὴν τί τὰ αὐτά μοι λέγων ὑπο‐
15κρίνηι μὴ λέγειν; Περιιστάντος τοίνυν ἐκείνου, μᾶλλον δὲ ἀναπείθοντος ἀνοσίως τοὺς θεοτόκον λέγοντας τὴν παρθένον εἰς τὸ δεῖν ὁμολογεῖν σαρκὸς γενέσθαι καρπὸν γυμνήν τε καὶ κατὰ μόνας τὴν τῆς θεότητος φύσιν καὶ τῆς ὑπάρξεως τὴν ἀρχὴν ἐκ γυναικὸς ἐσχηκέναι τὸν τοῦ θεοῦ λόγον, πληροφορεῖν ἐθέλοντες ὅτι τῆς τοιᾶσδε δόξης ἀλλότριοι παντελῶς καθεστή‐
20καμεν (οὐ γὰρ οὕτω λεληρήκαμεν, ὡς ἑλέσθαι φρονεῖν παρ’ ὃ δεῖ φρονεῖν), ἀποτεκεῖν ἔφημεν τὴν παρθένον σάρκα γεγονότα κατὰ τὰς γραφὰς τὸν τοῦ θεοῦ λόγον, τουτέστιν ἄνθρωπον, ἀποτεκεῖν δὲ αὐτὸν σαρκικῶς, τουτέστιν κατὰ σάρκα. ὁ μὲν γὰρ θεὸς καὶ πατὴρ θεικῶς γεγέννηκεν ἐξ ἑαυτοῦ θεὸν ὄντα τὸν υἱόν· ἐπειδὴ δὲ τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, γεγέννηκεν ἡ παρθένος, ὡς σὰρξ ὑπάρχουσα, σαρκικῶς·
25τὸ δὲ σαρκικῶς εἰπεῖν οὐκ ἀναιροῦντός ἐστιν τῆς γεννήσεως τὸ παράδοξον οὔτε μὴν ἀνατρέποντος τοῦ ἁγίου πνεύματος τὴν ἐνέργειαν, δι’ ἧς ἐν μήτραι διέπλασεν τὸ τεχθέν, διδά‐ σκοντος δὲ μᾶλλον ὅτι ὥσπερ θεὸς τίκτει θεικῶς ἤτοι θεοπρεπῶς κατὰ τὴν ἰδίαν φύσιν, οὕτω καὶ ἄνθρωπος ἀνθρωπίνως ἤτοι σὰρξ σαρκικῶς. θεὸς δὲ ὢν κατὰ φύσιν ὁ λόγος, καίτοι σὰρξ γεγονώς, προῆλθεν θεοπρεπῶς, τουτέστιν ὡς ἂν πρέποι τῶι γε ὄντι κατὰ
30ἀλήθειαν θεῶι. μόνος γὰρ ἔσχεν μητέρα τὴν ἀπειρόγαμον καὶ τετήρηκεν παρθένον τὴν τεκοῦσαν αὐτὸν κατὰ σάρκα. θαυμάζω δὲ ὅτι θεοτόκον ὀκνοῦντες εἰπεῖν τὴν ἁγίαν παρθένον θεοπρεπῶς αὐτὴν γεννῆσαί φασιν· οὐ γὰρ ἄνθρωπος κοινὸς τίκτεται θεοπρεπῶς. δῶρα δὲ προσκεκομίσθαι φασὶν παρὰ τῶν μάγων τὰ πρόσφορα καὶ τῶι νοουμένωι καὶ τῶι φαινομένωι, διαιροῦντες εἰς δύο δὴ πάλιν μετὰ τὴν ἕνωσιν τὸν ἕνα κύριον Ἰησοῦν Χριστόν·
35ὁ γὰρ νοούμενος γέγονεν ὁρατός, οὐ μεταβολῆι φύσεως, ἀλλ’ ἑνώσει τῆι πρὸς τὸ ὁρώμενον σῶμα. καὶ γοῦν αὐτόπτας καὶ ὑπηρέτας γενέσθαι τοῦ λόγου τοὺς ἁγίους ἀποστόλους τὸ γράμμα φησὶ τὸ ἱερόν· καίτοι πῶς οὐ παντί τωι σαφὲς ὥς ἐστιν ἀσώματος τε καὶ
ἀναφὴς ὁ ἐκ θεοῦ πατρὸς λόγος; ἀλλ’ εὑρίσκω λέγοντας τοὺς ἁγίους μαθητάς· ὃ ἦν

1,1,7

36

π’ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν, ὃ ἐθεασάμεθα τοῖς ὀφθαλμοῖς ἡμῶν καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς. πρόσ‐ φορα τοίνυν τὰ δῶρα τῶι ἑνί, τουτέστι Χριστῶι· καὶ γάρ ἐστιν ἐν ταυτῶι θεός τε ὁμοῦ καὶ ἄνθρωπος ὁ αὐτός. ταύτηι τοι τεχθέντος αὐτοῦ χοροστασίαι μὲν ἦσαν τῶν ἁγίων
5ἀγγέλων, στρατιαὶ δὲ πνευμάτων σωτῆρα καὶ λυτρωτὴν λεγόντων αὐτόν. ἐπειδὴ δὲ τοῦ εὐαγγελιστοῦ λέγοντος ὁ λόγος σὰρξ ἐγένετο, δεδιέναι φασὶ μὴ ἄρα πως τοῦ ἐγένετο τὴν ἰδίαν σώιζοντος δήλωσιν τροπή τις νοοῖτο περὶ τὴν θείαν τοῦ λόγου γενέσθαι φύσιν, ἐπαινῶ μὲν τὸ δεῖμα, θαυμάζω δὲ ὅτι παραιρούμενοι τὴν λέξιν τὴν ἀληθῆ τε καὶ ἀναγκαίαν δήλωσιν οὕτω γενέσθαι φασὶ σάρκα τὸν λόγον, ὡς ἂν εἰ λέγοιτο γενέσθαι κατάρα καὶ
10ἁμαρτία. εἶτα πῶς οὐκ ἔδει νουνεχεστάτους ὄντας ὁρᾶν ὅτι τὸ ἐγένετο τεθεικὼς ὁ μακάριος εὐαγγελιστὴς ἁπάσης τροπῆς ὑπόνοιαν ἀναιρεῖ, προσεπενεγκὼν εὐθὺς τὸ καὶ ἐσκήνωσεν ἐν ἡμῖν; ἄτοπον δὲ καὶ ἑτέρως τὸ λέγειν ἀποτολμᾶν οὕτω γενέσθαι σάρκα τὸν λόγον, ὡς γενέσθαι λέγεται κατάρα καὶ ἁμαρτία. οὐ γὰρ αὐτόχρημα γέγονε κατάρα οὔτε μὴν ἁμαρτία, ἀλλ’ ἐν τοῖς ἀνόμοις ἐλογίσθη δίκαιος ὤν, ἵνα καταργήσηι τὴν
15ἁμαρτίαν, καὶ κεχρημάτικεν ἐπικατάρατος ὁ εὐλογῶν τὴν κτίσιν, ἵνα λύσηι τὴν καθ’ ἡμῶν ἀρὰν καὶ ἀπαλλάξηι δίκης τοὺς πιστεύοντας εἰς αὐτόν. οὐκοῦν οὐ γέγονεν κατὰ ἀλήθειαν κατάρα καὶ ἁμαρτία, κεχρημάτικε δὲ ταῦτα, ἵνα καταργήσηι κατάραν καὶ ἁμαρτίαν. οὐκοῦν εἰ οὕτω γέγονε σάρξ, κατήργηκεν ἄρα τὴν σάρκα καθὰ καὶ τὴν ἀρὰν καὶ τὴν ἁμαρ‐ τίαν, καὶ οὔτε γέγονεν ἄνθρωπος οὔτε μὴν ἐσαρκώθη κατὰ ἀλήθειαν, ἀλλ’ ἐν δοκήσει μόνηι
20τὸ μυστήριον καὶ ἐν ψιλοῖς ὀνόμασιν ὁ τῆς ἐνανθρωπήσεως εὑρίσκεται τρόπος, ἀνήιρηται δὲ εἰς ἅπαν καὶ ἡ τῆς ἀναστάσεως ἐλπίς. εἰς τὸν τίνος οὖν ἄρα θάνατον βεβαπτίσμεθα; ποῦ τὸ ῥῆμα τῆς πίστεως, ὃ κηρύσσομεν; ὁμολογήσαντες γὰρ ὅτι κύριος Ἰησοῦς, καὶ πιστεύσαντες ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωιζόμεθα. ἆρ’ οὖν εἰς ἕνα τῶν καθ’ ἡμᾶς καὶ κοινὸν ἄνθρωπον ἡ πίστις, οὐκέτι δὲ τὸν ἐν ἀνθρωπείαι μορφῆι
25πεφηνότα δι’ ἡμᾶς προσκυνοῦμεν λόγον; οὐκ ἔλαβεν τὴν τοῦ δούλου μορφὴν ὁ ἐλεύθερος ὡς θεός; οὐ τεταπείνωκεν ἑαυτὸν ὁ τοῖς τῆς θεότητος ὑψώμασι διαπρέπων; ὁ ἐν μορφῆι καὶ ἰσότητι τοῦ πατρὸς οὐ καθῆκεν ἑαυτὸν εἰς κένωσιν, καίτοι διανέμων ἐξ ἰδίου πληρώματος τῆι κτίσει τὰ ἀγαθά; ἄπαγε τῆς δυσβουλίας· ἑτέρως ἡμᾶς μεμυσταγωγήκασιν οἱ μακάριοι πατέρες. σαρκωθῆναι γὰρ καὶ ἐνανθρωπῆσαι κατὰ ἀλήθειαν αὐτὸν ἔφασαν
30τὸν ἐκ θεοῦ πατρὸς λόγον ἀτρέπτως τε καὶ ἀσυγχύτως· ἀπόρρητος δὲ παντελῶς τῆς οἰκο‐ νομίας ὁ τρόπος. μάρτυρας δὲ τῶν εἰρημένων τοὺς αὐτῶν ποιήσομαι λόγους. Πέτρου μάρτυρος ἐπισκόπου Ἀλεξανδρείας Ὅθεν καὶ ὁ εὐαγγελιστὴς ἀληθεύει λέγων· ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκή‐ νωσεν ἐν ἡμῖν, τότε δηλονότι ἀφ’ οὗ ὁ ἄγγελος ἠσπάσατο τὴν παρθένον εἰπών·
35χαῖρε κεχαριτωμένη, ὁ κύριος μετὰ σο. τὸ γὰρ ὁ κύριος μετὰ σοῦ νῦν ἔστιν ἀκοῦσαι τοῦ Γαβριὴλ ἀντὶ τοῦ ὁ θεὸς λόγος μετὰ σοῦ· σημαίνει γὰρ αὐτὸν γεννώ‐
μενον ἐν μήτραι καὶ σάρκα γινόμενον, καθὼς γέγραπται· πνεῦμα ἅγιον ἐπελεύσεται

1,1,7

37

ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· δι’ ὃ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεο. Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας Ὅθεν καὶ γεννωμένης τῆς σαρκὸς ἐκ τῆς θεοτόκου Μαρίας, αὐτὸς λέγεται γεγεννῆσθαι
5ὁ τοῖς ἄλλοις γένεσιν εἰς τὸ εἶναι παρέχων, ἵνα τὴν ἡμῶν εἰς ἑαυτὸν μεταθῆι γέννησιν. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ἐπίκτητον ἐπιστολῆς Πῶς δὲ καὶ ἀμφιβάλλειν ἐτόλμησαν οἱ λεγόμενοι Χριστιανοὶ εἰ ὁ ἐκ Μαρίας προελθὼν κύριος υἱὸς μὲν τῆι οὐσίαι καὶ φύσει τοῦ θεοῦ ἐστιν, τὸ δὲ κατὰ σάρκα ἐκ σπέρματός ἐστι Δαυίδ, σαρκὸς δὲ τῆς ἁγίας Μαρίας, τινὲς δὲ ἄρα οὕτω τολμηροὶ γεγόνασιν, ὥστε εἰπεῖν
10τὸν Χριστὸν τὸν σαρκὶ παθόντα καὶ ἐσταυρωμένον μὴ εἶναι κύριον καὶ σωτῆρα καὶ θεὸν καὶ υἱὸν τοῦ πατρός; ἢ πῶς Χριστιανοὶ θέλουσιν ὀνομάζεσθαι οἱ λέγοντες εἰς ἄνθρωπον ἅγιον ὡς ἐπὶ ἕνα τῶν προφητῶν ἐληλυθέναι τὸν λόγον καὶ μὴ αὐτὸν ἄνθρωπον γεγονέναι λαβόντα ἐκ Μαρίας τὸ σῶμα, ἀλλ’ ἕτερον εἶναι τὸν Χριστὸν καὶ ἕτερον τὸν τοῦ θεοῦ λόγον τὸν πρὸ Μαρίας καὶ πρὸ αἰώνων υἱὸν ὄντα τοῦ πατρός; ἢ πῶς εἶναι Χριστιανοὶ δύ‐
15νανται οἱ λέγοντες ἄλλον εἶναι τὸν υἱὸν καὶ ἄλλον τὸν τοῦ θεοῦ λόγον; Ταύταις ἡμεῖς ταῖς τῶν ἁγίων πατέρων ἑψόμεθα δόξαις· εἰ δέ τις ἑτεροδιδασκαλεῖ καὶ ἑτερόφρων ἐστίν, ἔξω τῆς εἰς εὐθὺ καὶ βασιλικῆς φέρεται τρίβου. ὅτι δὲ καὶ τὸ σαρκικῶς λέγεσθαι γεννηθῆναι Χριστὸν οὐκ ἀσύνηθες τοῖς ἁγίοις πατράσιν, ἔστι δὲ δὴ μᾶλλον καὶ ἑτέροις ἐντριβὴς ἡ λέξις, οὐδὲν ἧττον ἡμῖν ἀληθὲς ὑπάρχον ἀποφαίνει τὸ
20ὑποτεταγμένον ῥητόν, ἔχει δὲ οὕτως Ἰκονίου ἐπισκόπου Εἰ μὴ γὰρ ἐκεῖνος ἐγεννήθη σαρκικῶς, οὐκ ἂν σὺ ἐγεννήθης πνευματικῶς· εἰ μὴ ἐκεῖνος ἠνέσχετο τῆς τοῦ δούλου μορφῆς, οὐκ ἂν σὺ τὴν δόξαν τῆς υἱοθεσίας ἐκέρδανας. Δηλοῖ δὲ κἀνταῦθα τὸ σαρκικῶς τὸ κατὰ σάρκα, καθάπερ ἀμέλει τὸ θεικῶς τὸ κατὰ
25θεότητα. Ἀναθεματισμὸς γ Εἴ τις ἐπὶ τοῦ ἑνὸς Χριστοῦ διαιρεῖ τὰς ὑποστάσεις μετὰ τὴν ἕνωσιν, μόνηι συνάπτων αὐτὰς συναφείαι τῆι κατὰ τὴν ἀξίαν ἢ γοῦν αὐθεντίαν ἢ δυναστείαν, καὶ οὐχὶ δὴ μᾶλλον
συνόδωι τῆι καθ’ ἕνωσιν φυσικήν, ἀνάθεμα ἔστω.

1,1,7

38

Μέμψις αἱρετικῶν Πάλιν αὐτὸν τῶν αὐτοῦ ὑπομνήσωμεν λόγων δεικνύντες αὐτὸν δύο ὑποστάσεις λέ‐ γοντα ἐν οἷς φησιν ἐν τῶι πρώτωι τόμωι· οὐκοῦν ὅσον εἰς ἰδίαν φύσιν, οὐχ ἡγίασται μόνος ὁ ἐκ θεοῦ πατρὸς λόγος· εἰ δὲ δή τις οἴοιτο τὸν ἐκ τῆς ἁγίας παρθένου γεγεννη‐
5μένον κεχρίσθαι τε καὶ ἡγιάσθαι μόνον, ταύτηι τοι καὶ ὠνομάσθαι Χριστόν. πῶς οὖν ὡς ἐπιλαθόμενος τῶν ἑαυτοῦ εἰς μίαν ὑπόστασιν συνάγει συγχέων τὰς φύσεις, φυσικὴν τὴν θείαν ἕνωσιν ἀποκαλῶν; καὶ τίς ποτε παραδέξεται φυσικὴν τὴν θείαν ἕνωσιν τοῦ μυστηρίου τῆς οἰκονομίας; εἰ γὰρ φυσικὴ ἡ ἕνωσις, ποῦ ἡ χάρις; ποῦ τὸ θεῖον μυστήριον; αἱ γὰρ φύσεις, ὡς δεδιδάγμεθα, ἅπαξ παρὰ τοῦ τάξαντος θεοῦ ταγεῖσαι ἀνάγκαις ἀκολου‐
10θίας δουλεύουσιν. ἢ καὶ ἔσται πάλιν κατὰ ἀνακύκλησιν καὶ φύσεως ἀκολουθίαν τὸ τῆς οἰκονομίας χρῆμα κατὰ τὸν λῆρον καὶ τὰ μυθώδη τῆς χιλιονταετηρίδος τοῦ δυσωνύμου Ἀπολιναρίου διδάγματα; Ἀπολογία ὀρθοδόξου Ὁ θεσπέσιος Παῦλος τὸ τίνα δὴ τρόπον γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ θεοῦ
15λόγος, ἐναργὲς ἅπασι καθιστὰς ὡς οἰκονόμος μυστηρίων θεοῦ καὶ αὐτὸν ἔχων ἐν ἑαυτῶι λαλοῦντα Χριστόν, οὐ γὰρ δή που ἀγγέλων ἐπιλαμβάνεται, φησίν, ἀλλὰ σπέρ‐ ματος Ἁβραὰμ ἐπιλαμβάνεται· ὅθεν ὤφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν θεόν. ἡμεῖς δὲ ταῖς εἰς ὀρθότητα ψήφοις στεφανοῦντες τὸ εἰρημένον ἑπόμενοί τε πανταχοῦ ταῖς
20θεοπνεύστοις γραφαῖς καὶ τὰς τῶν θεηγόρων φωνὰς τοῦ παντὸς ἀξιοῦντες θαύματος, μᾶλλον δὲ καὶ θείους ἡγούμενοι νόμους, οὐ τῆς τῶν ἁγίων ἀγγέλων οὔτε μὴν τῆς ἑαυτοῦ φύσεως ἐπιλαβέσθαι φαμὲν τὸν ἐκ θεοῦ πατρὸς λόγον, πεπιστεύκαμεν δὲ ὅτι κατά γε τὸ τοῖς ἱεροῖς γράμμασιν δοκοῦν ἐπισκιάσας τῆι ἁγίαι παρθένωι, ἅτε δὴ καὶ δύναμις ὢν τοῦ ὑψίστου πατρός, ἔπλασεν ἑαυτῶι σῶμα τὸ ἐξ αὐτῆς, πλὴν δι’ ἐνεργείας τοῦ ἁγίου πνεύ‐
25ματος, καὶ γέγονεν ἄνθρωπος καὶ κεχρημάτικέ γε καὶ υἱὸς Ἁβραὰμ καὶ Δαυίδ, οὐκ ἀπολέσας διὰ τὸ ἀνθρώπινον τὸ εἶναι κατὰ ἀλήθειαν υἱὸς τοῦ θεοῦ καὶ πατρός, μεμενηκὼς δὲ μᾶλλον, καὶ εἰ γέγονε σάρξ, ἐν φύσει τε καὶ ὑπεροχῆι καὶ δόξηι θεότητος· ἀναλλοίωτος γάρ ἐστι καὶ τροπῆς ἀμείνων ὡς θεός. ἔστι τοίνυν εἷς τε καὶ ὁ αὐτὸς υἱὸς καὶ κύριος καὶ πρὸ τῆς σαρκώσεως καὶ μετὰ τὴν σάρκωσιν, καὶ τὸ διαιρεῖν εἰς υἱοὺς δύο τὸν ἕνα καὶ τὸ τῆς
30ἀληθοῦς ἑνώσεως παραλύειν χρῆμα, διιστάντας ἀνὰ μέρος καὶ τιθέντας ἰδικῶς ἄνθρωπον καὶ ἰδικῶς θεόν, δυσσεβείας ἔχει τῆς ἀνωτάτω γραφήν. ὀλίγα δὲ τούτου πεφροντικὼς
Νεστόριος τετόλμηκεν εἰπεῖν αὐταῖς λέξεσιν οὕτως

1,1,7

39

Τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῶι Ἰησο, ὃς ἐν μορφῆ θεοῦ ὑπάρχων ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβών. οὐκ εἶπεν τοῦτο φρο‐ νείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν τῶι θεῶι λόγωι, ὃς ἐν μορφῆι θεοῦ ὑπάρχων μορφὴν δούλου ἔλαβεν· ἀλλὰ λαβὼν τὸ Χριστός, ὡς τῶν δύο φύσεων προσηγορίαν σημαντικήν, ἀκινδύνως
5αὐτὸν καὶ δούλου μορφὴν λαβεῖν καὶ θεὸν ὀνομάζει, τῶν λεγομένων εἰς τὸ τῶν φύσεων ἀλήπτως μεριζομένων διπλοῦν. Ἐν ἑτέραι δὲ πάλιν ἐξηγήσει φησίν Ἵνα ἐν τῶι ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψηι ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς
10Χριστός. διὰ τὸν φοροῦντα τὸν φορούμενον σέβω· διὰ τὸν κεκρυμμένον προσκυνῶ τὸν φαινόμενον. ἀχώριστος τοῦ φαινομένου θεός· διὰ τοῦτο τοῦ μὴ χωριζομένου τὴν τιμὴν οὐ χωρίζω. χωρίζω τὰς φύσεις, ἀλλ’ ἑνῶ τὴν προσκύνησιν. Καὶ ἐν ἐξηγήσει πάλιν ἑτέραι Εἰπὲ τὸν ἀναλαβόντα ὅτι θεός. πρόσθες τὸν ἀναληφθέντα ὅτι δούλου μορφή·
15ἐπάγαγε μετὰ ταῦτα τὸ τῆς συναφείας ἀξίωμα, ὅτι τῶν δύο ἡ αὐθεντία κοινή· ὅτι τῶν δύο ταυτὸν τὸ ἀξίωμα, τῶν φύσεων μενουσῶν, ὁμολόγει τὴν τῆς ἀξίας ἑνότητα. Ὁρᾶις πανταχῆι διορίζοντα μὲν ἀλλήλων τὰς φύσεις, ἑνοῦντα δέ, ὥς φησιν, τὴν προσκύνησιν καὶ κοινὴν αὐθεντίαν ὀνομάζοντα καὶ τὴν τῆς ἀξίας ἑνότητα μόνης. τὸ δὲ κοινὸν οὐχ ἑνὶ κοινὸν εἴη ἄν, ἀλλὰ δύο που πάντως ἢ πλείοσιν ἰδικῶς τε καὶ ἀνὰ μέρος
20θεωρουμένοις. ἀνθ’ ὅτου δὴ οὖν τοσαύτην πεποίηνται τὴν κατάρρησιν τοῦ τὰ τοιάδε καλῶς ἀναθεματίσαντος λόγου; τί τὸ ἄτοπον, εἰ τοῖς βδελυροῖς καὶ ἀπηχεστάτοις Νε‐ στορίου λόγοις τὰ τῆς εὐσεβείας ἀντεγείροντες δόγματα τῆς τῶν ἀδελφῶν ἀσφαλείας φροντίδα τὴν δέουσαν πεποιήμεθα; Ἐπειδὴ δέ φασιν ἐμὲ τοῖς ἐμαυτοῦ μάχεσθαι λόγοις, παρακομίζουσι δὲ πρὸς ἀπόδειξιν
25μέρος τῆς ἐπιστολῆς ἧς γέγραφα πρὸς τοὺς ἁγίους μοναστάς, δεῖν ὠιήθην τὰ εἰκότα καὶ πρός γε τοῦτο εἰπεῖν. φασὶ γὰρ ὅτι δύο καὶ αὐτὸς ὠνόμασεν ὑποστάσεις, καὶ ἀποχρή‐ σειν αὐτοῖς εἰς ἔλεγχον τοῦ καὶ ἡμᾶς ἑλέσθαι ταυτὸ εἰπεῖν αὐτοῖς αὐτὸ δὴ τοῦτο νομί‐ ζουσιν. παραθεὶς οὖν ἀναγκαίως τὸ τῆς ἐπιστολῆς μέρος, προσεποίσω μετὰ τοῦτο τὰ δι’ ὧν ἂν γένοιτο ψευδομυθεῖν ἡιρημένους ἀποφῆναι πανταχοῦ. ἔχει δὲ οὕτως
30 Οὐκοῦν ὅσον εἰς ἰδίαν φύσιν, οὐχ ἡγίασται κατὰ μόνας ὁ ἐκ θεοῦ πατρὸς λόγος· εἰ δὲ δή τις οἴοιτο τὸν ἐκ τῆς ἁγίας παρθένου γεγεννημένον κεχρίσθαι τε καὶ ἡγιάσθαι μόνον, ταύτηι τοι καὶ ὠνομάσθαι Χριστόν, λεγέτω παρελθὼν εἰ ἀπόχρη τὸ χρίσμα πρὸς τὸ ἀπο‐ φῆναι τὸν χριόμενον ἰσοκλεᾶ καὶ ὁμόθρονον τῶι πάντων ἐπέκεινα θεῶι. Ἐπειδὴ γὰρ τὸν ἐκ θεοῦ λόγον ἰδικῶς ὠνομάσθαι Χριστὸν ὁ τῶν νέων ἡμῖν βλασφημιῶν
35εὑρετὴς Νεστόριος διαβεβαιοῦται συχνῶς, ἰδικῶς δὲ καὶ ἀνὰ μέρος Χριστὸν ἕτερον τὸν ἐκ τῆς ἁγίας παρθένου γεγεννημένον, κατακιβδηλεύοντες τὴν δόξαν ὡς ἀκαλλῆ καὶ ἀσύφηλον καὶ τῆς
ἀληθείας ἐξωικισμένην, οὔτε τὸν ἐκ θεοῦ πατρὸς λόγον κατὰ μόνας νοούμενον κεχρίσθαι

1,1,7

40

τῶι ἐλαίωι τῆς ἀγαλλιάσεως διαβεβαιούμεθα οὔτε μὴν ἰδίαι τε καὶ κατὰ μόνας ὡς ἄνθρωπον καὶ ἕτερον ὄντα υἱὸν παρὰ τὸν ἐκ θεοῦ λόγον τὸν ἐκ τῆς ἁγίας παρθένου, ἕνα δὲ μᾶλλον χρῆναι πρὸς ἁπάντων ὁμολογεῖσθαι Χριστὸν διισχυριζόμεθα σαρκωθέντα καὶ ἐναν‐ θρωπήσαντα τὸν μονογενῆ τοῦ θεοῦ λόγον· εἷς γὰρ κύριος, μία πίστις, ἓν βά‐
5πτισμα. ἔστιν τοίνυν οὐδενὶ τῶν ὀρθὰ φρονεῖν εἰωθότων ἀσυμφανὲς ὅτι παραχα‐ ράττουσι τῶν παρ’ ἐμοῦ γεγραμμένων τὴν διάνοιαν καὶ συκοφαντοῦσι κἀν τούτωι τὴν ἀλήθειαν. καὶ καθ’ ἕτερον δὲ τρόπον ἀπλημμελὲς εἴη ἂν καὶ μάλα εἰκότως, ἀμοιρήσειεν δ’ ἂν καὶ μώμου παντὸς τὸ εἰδέναι τυχὸν ὡς ἑτέρα μέν ἐστιν κατὰ φύσιν ἰδίαν ἡ σὰρξ παρά γε τὸν ἐκ θεοῦ πατρὸς φύντα λόγον, ἕτερος δὲ αὖ κατά γε τὸν τῆς ἰδίας φύσεως
10λόγον ὁ μονογενής· ἀλλ’ οὐ τὸ εἰδέναι ταῦτα μερίζειν ἐστὶ τὰς φύσεις μετὰ τὴν ἕνωσιν. εἰ δὲ δή τις βούλοιτο τὴν τοῦ μυστηρίου δύναμιν ἀκριβεῖ διανοίας ὄμματι κατασκέπτεσθαι, καταθρήσειεν ἂν ὅτι, καθάπερ ἔφην ἐν ἀρχαῖς, οὐ τῆς ἑαυτοῦ φύσεως ἐπελάβετο θεὸς ὢν ὁ λόγος, ἀλλὰ σπέρματος Ἁβραάμ· οὐχ ὁμοούσιον δὲ τῶι ἐκ θεοῦ φύντι λόγωι τὸ ἐκ σπέρματος Ἁβραὰμ ἅγιον σῶμα, ὅπερ ἐκ τῆς μακαρίας παρθένου λαβὼν προῆλθεν ἄνθρωπος,
15ἵνα τοῖς ἀδελφοῖς ὁμοιωθῆι καὶ χρηματίσηι πρωτότοκος ὁ μονογενής. ἀλλ’ εἰ καί ἐστιν ἑτεροφυὲς τὸ σῶμα παρά γε τὸν ἐκ θεοῦ πατρὸς λόγον, ἀλλ’ οὖν εἷς Χριστὸς καὶ υἱὸς καὶ θεὸς καὶ κύριος, καὶ εἰ γέγονε σάρξ, καὶ τὸν τῆς ἀληθοῦς ἑνώσεως τρόπον παραλύειν οὐκ ἀζήμιον διιστάντας εἰς δύο τὰς ὑποστάσεις, ἀποφοιτώσας μὲν ἀλλήλων εἰς τὸ ἰδίαι τε εἶναι καὶ ἀνὰ μέρος, ἐχούσας δὲ μόνην συνάφειαν τὴν ἔξωθέν τε καὶ ὡς ἐν τάξει τιμῆς.
20 Εἰ δὲ δὴ λέγοιμεν φυσικὴν τὴν ἕνωσιν, τὴν ἀληθῆ φαμέν, ἔθος ἐχούσης τῆς θεο‐ πνεύστου γραφῆς οὕτω κεχρῆσθαι τῆι λέξει. γράφει γάρ πού τισιν ὁ θεσπέσιος Παῦλος· καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιπο· καὶ οὐ δή που φαίη τις ἂν ὑφεστάναι κατὰ φύσιν τὴν θείαν ὀργήν, ὥστε καὶ αὐτῆς γεννήματα νοεῖσθαι τοὺς ἁμαρτά‐ νοντας, ἢ πάντηι τε καὶ πάντως ἐσόμεθα σύμφρονες τοῖς τὴν Μανιχαίων νοσοῦσιν μανίαν.
25ἀλλὰ τὸ φύσει δηλοῖ τὸ κατὰ ἀλήθειαν. οὐκοῦν οὐ συγχέοντες τὰς φύσεις οὔτε μὴν ἀλλήλαις αὐτὰς ἀναφύροντες, καθά φασιν οἱ δι’ ἐναντίας, φυσικὴν φαμὲν γενέσθαι τὴν ἕνωσιν, ἀλλ’ ἐκ δύο πραγμάτων ἀνομοίων, θεότητός τε καὶ ἀνθρωπότητος, τὸν ἕνα γενέσθαι Χριστὸν καὶ υἱὸν καὶ κύριον διαβεβαιούμεθα πανταχοῦ. τῶν δὲ Ἀπολιναρίου δογμάτων οὐδεὶς παντελῶς ἡμῖν ὁ λόγος· τοὺς γὰρ ἅπαξ κατακεκριμένους ὡς παραχαράττοντας τὴν
30ἀλήθειαν ἀποστρέφεσθαι χρή. Ἀναθεματισμὸς δ Εἴ τις προσώποις δυσὶν ἢ γοῦν ὑποστάσεσιν τάς τε ἐν τοῖς εὐαγγελικοῖς καὶ ἀπο‐ στολικοῖς συγγράμμασιν διανέμει φωνὰς ἢ ἐπὶ Χριστῶι παρὰ τῶν ἁγίων λεγομένας ἢ παρ’ αὐτοῦ περὶ ἑαυτοῦ καὶ τὰς μὲν ὡς ἀνθρώπωι παρὰ τὸν ἐκ θεοῦ λόγον ἰδικῶς νοουμένωι
35προσάπτει, τὰς δὲ ὡς θεοπρεπεῖς μόνωι τῶι ἐκ θεοῦ πατρὸς λόγωι, ἀνάθεμα ἔστω.

1,1,7

41

Μέμψις αἱρετικῶν Ἀκόλουθον κἀνταῦθα τῶν αὐτοῦ θεσπισμάτων αὐτὸν ὑπομνῆσαι, ἐν οἷς φησιν· κἂν ἀκούσηις ὅτι προέκοπτεν ἡλικίαι καὶ σοφίαι καὶ χάριτι, μὴ σοφὸν ἐξ ἐπιδόσεως γενέσθαι νομίσηις τὸν τοῦ θεοῦ λόγον μηδ’ αὖ ἐκεῖνο φληνάφως τολμήσηις εἰπεῖν ὅτι τὸ
5προκόπτειν ἐν ἡλικίαι καὶ σοφίαι καὶ χάριτι τῶι ἀνθρώπωι προσάψομεν. ἀλλ’ εἰ καὶ ἀρνεῖται ἐνταῦθα τὴν τῆς γραφῆς μαρτυρίαν διδάσκουσαν ὅτι κατὰ τὴν τῆς φαινομένης σαρκὸς τοῦ κυρίου τὰ τῆς προκοπῆς ἐγίνετο, ἀλλ’ οὐ καιρὸς νῦν τοῦτο διελέγχειν ἐπειγο‐ μένοις ἐπὶ τὸ προκείμενον κεφάλαιον· τοῦ γὰρ δεῖξαι δύο ὑποστάσεις αὐτὸν λέγοντα καὶ ἑαυτῶι ἐναντιούμενον, παρεθήκαμεν τὰ πάλαι αὐτῶι εἰρημένα. ὡς δὲ προσώποις δυσὶν
10ἢ ὑποστάσεσιν δυσὶν ἢ υἱοῖς δυσίν, διαιροῦντας τὴν ἕνωσιν ἢ γοῦν τὸν ἕνα υἱόν, τὰς φωνὰς ἐφαρμόζειν οὐ δεῖ· ἀδιαίρετος γὰρ καὶ ἀχώριστος ἡ ἄκρα ἕνωσις καὶ ὁ εἷς υἱὸς κατὰ πάντα καὶ λόγον καὶ τρόπον καὶ ἔννοιάν ἐστιν. τῆς δὲ ἄκρας ἑνώσεως φυλαττο‐ μένης καὶ τοῦ ἑνὸς υἱοῦ καὶ Χριστοῦ καὶ κυρίου ὁμολογουμένου, περὶ τὸν ἕνα καὶ τὸν αὐτὸν υἱὸν ἐκλαμβάνεσθαι χρὴ τὰ λεγόμενα. κατὰ μέντοι τὴν τῶν ἑνωθεισῶν φύσεων
15δύναμιν ἐφαρμόζεσθαι πρέπει τῶι ἑνὶ υἱῶι τὰ λεγόμενα· τὸ δὲ μὴ διαιρεῖν τὰς ἐν τοῖς εὐαγγελίοις φωνὰς ἢ τὰς παρ’ αὐτοῦ τοῦ κυρίου περὶ ἑαυτοῦ εἰρημένας ἢ τὰς ἐν τοῖς ἀποστολικοῖς συγγράμμασιν κειμένας, ποίαν ὑπερβολὴν οὐχ ὑπεραίρει; εἰ γὰρ μὴ διαι‐ ροῦμεν τὰς φωνάς, πῶς ἂν ἀντιβλέψαιμεν τοῖς Εὐνομίου καὶ Ἀρείου πάντα ὡς εἰς μίαν φύσιν εἰρημένα συμφύρουσιν καὶ τὰ ταπεινὰ τῆς ἀνθρωπότητος εἰς τὴν ὑψηλοτάτην τῆς
20ἀκηράτου θεότητος φύσιν βλασφήμως ἀνάγουσιν; ἢ πῶς νοήσομεν τὰς τοῦ κυρίου φωνὰς διὰ τὴν τῆς φαινομένης σαρκὸς φύσιν εἰπόντος· οὐκ ἦλθον τὸ ἐμὸν θέλημα ποιῆσαι καὶ τὸ ἐντολὴν ἔλαβον τί εἴπω καὶ τί λαλήσω καὶ τὸ ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐδὲν ποιῶ καὶ τὸ πορεύομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν καὶ τὰ λοιπὰ ὅσα τοιαῦτα; ἀδιαιρέτων τῶν φωνῶν, ὥσπερ καὶ
25τῶν φύσεων, μενουσῶν, ἔσται κατ’ αὐτὸν τοῦ μονογενοῦς θεοῦ θεὸς ὁ πατήρ, λειτουργὸς δὲ καὶ διάκονος τῶν πατρικῶν προσταγμάτων ὁ υἱὸς κατὰ τὴν θεότητα. καὶ εἰ τὰ τα‐ πεινὰ εἰς τὴν τῆς θεότητος φύσιν ἐκλάβοιμεν, τίνι τὸ ἐγὼ καὶ ὁ πατὴρ ἓν ἐσμέν ἁρμόσομεν καὶ τὸ ὁμοίως αὐτὸν ποιεῖν τῶι πατρὶ καὶ τὸ ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκρούς, οὕτως καὶ ὁ υἱὸς οὓς θέλει, καὶ οὐχ οὓς προστάσσεται, ζωο‐
30ποιε; ἀλλ’ ἔστιν ὀρθῶς κατὰ τὴν αὐτοῦ τοῦ κυρίου φωνὴν πατὴρ καὶ θεὸς ὁ πατήρ, θεὸς μὲν τῆς ἐν ὑστέροις καιροῖς ἐκ σπέρματος Δαυὶδ σαρκός, πατὴρ δὲ τοῦ ἐξ αὐτοῦ ἀπαθῶς τε καὶ ἀιδίως γεννηθέντος θεοῦ λόγου, τῆς υἱότητος ἐν τῶι μοναδικῶι τύπωι φυ‐ λαττομένης τε καὶ ὁμολογουμένης. πῶς δ’ αὖ νοήσωμεν τὸ ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἁβραὰμ γενέσθαι, ἐγὼ εἰμὶ καὶ τὸ πάντα δι’ αὐτοῦ ἐγένετο, ἀδιαι‐
35ρέτων τῶν φωνῶν μενουσῶν; ἆρα περιάψομεν τὴν φωνὴν τῆι φύσει τῆι ἐκ σπέρματος Δαυὶδ ἐν ὑστέροις καιροῖς γενομένηι, τὸ πρὸ τοῦ Ἁβραὰμ καὶ Δαυὶδ εἶναι καὶ πάντα δι’ αὐτῆς γενέσθαι; ἦ φήσομεν εὐσεβῶς, τῶν φύσεων ἀσυγχύτων μενουσῶν καὶ τῆς ἑνώσεως
ἀδιαιρέτου ὁμολογουμένης, τὰς φωνὰς ἐφαρμόζεσθαι κατὰ τὴν τῶν ἑνωθεισῶν φύσεων δύ‐

1,1,7

42

ναμιν, ὡς προείρηται, εἰς ἕνα μὲν τὸν υἱὸν καὶ κύριον καὶ Χριστόν, ἀλλ’ οὐκ εἰς μίαν φύσιν τὰ πάντα συναιροῦντες; ὡς καὶ ἐξ ἑνὸς τῶν φύσεων ὀνόματος ἑκατέρας νοεῖσθαι διὰ τὸ τῆς ἑνώσεως ἄκρον καὶ ἡμῖν ἀκατάληπτον, ὥς που καὶ τὸ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου,
5ὁ ὢν ἐν τῶι οὐρανῶι καὶ τὸ ἐὰν οὖν ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαί‐ νοντα ὅπου ἦν τὸ πρότερον. οὐχὶ ἐκ τῆς προσηγορίας τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ τὸν αὐτῶι ἀσυγχύτως τε ἅμα καὶ ἀχωρίστως συνημμένον νοοῦμεν; εἰ γὰρ καὶ υἱὸν ἀνθρώπου ὠνόμαζε διὰ τὴν τῆς προσληφθείσης καὶ φαινομένης σαρκὸς φύσιν, ἀλλὰ διὰ τῶν παρ’ αὐτοῦ τελουμένων θεὸν ἑαυτὸν παρεδείκνυ. καὶ πάλιν· Ἰησοῦς Χριστός,
10δι’ οὗ τὰ πάντα καὶ πάλιν· Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. εἰ χθὲς καὶ σήμερον, πῶς δι’ αὐτοῦ τὰ πάντα; εἰ δὲ δι’ αὐτοῦ τὰ πάντα, πῶς χθὲς καὶ σήμερον; ἀλλὰ καὶ τὸ πάντα δι’ αὐτοῦ ἀληθές, καὶ τὸ χθὲς καὶ σήμερον πιστόν, καὶ τὸ ὁ αὐτὸς εἰς τοὺς αἰῶνας ἀληθινόν, ἐὰν κατὰ τὸ τῶν ἑνωθεισῶν ἀσυγχύτως τε καὶ ἀχωρίστως φύσεων διάφορον τὰς φωνὰς ἐφαρμόζωμεν, νο‐
15οῦντες κατὰ μὲν τὸ φαινόμενον χθὲς καὶ σήμερον, κατὰ δὲ τὸ νοούμενον εἰς τοὺς αἰῶνας, κατὰ δὲ τὸ τῆς υἱότητος μοναδικὸν ἕνα καὶ τὸν αὐτόν. Ἀπολογία ὀρθοδόξου Σκοπός, ὡς ἔοικε, τοῖς ἐθέλουσιν ἀπερισκέπτως ἐπιτιμᾶν τοῖς παρ’ ἡμῶν χρειωδέστατά τε καὶ ἀναγκαίως γεγονόσιν ἀναθεματισμοῖς φρονεῖν μὲν ἢ λέγειν τῶν ἀληθινῶν οὐδέν,
20φιλοψογίας δὲ μόνης ἀπόδειξιν ἐναργῆ ποιεῖσθαι τὸ χρῆμα· ἦ γὰρ ἂν ἰσχνόν τε καὶ ἀκριβῆ τοῖς γεγραμμένοις τὸν οἰκεῖον ἐνερείσαντες νοῦν οὐκ ἠγνόησαν ὅτι κρατύνουσι ταῖς παρ’ ἑαυτῶν ψήφοις καὶ δι’ ὧν πεποίηνται λόγων τὸν ἀναθεματισμὸν καὶ οὐχὶ δὴ μᾶλλον ἀνε‐ πιστημόνως αὐτὸν γεγονότα καταδεικνύουσιν. καὶ τίνα τρόπον, ἐρῶ. ὁ χρηστὸς ἡμῖν Νεστόριος ἔφη τι τοιοῦτον ἐπ’ ἐκκλησίας ἐξηγούμενος
25 Ἵνα δὲ αὐτὸ σαφέστερον καὶ πᾶσιν εὐληπτότερον εἴπω, τοῖς Ἀρείου καὶ Εὐνομίου καὶ Ἀπολιναρίου καὶ πάντων τοῖς χοροῖς τῶν τῆς τοιαύτης φατρίας σπουδὴ τὸ θεοτόκος εἰσάγειν, ὡς κράσεως γινομένης καὶ τῶν φύσεων μὴ διαιρουμένων μηδὲν τῶν εὐτελῶν εἰς τὴν ἀνθρωπότητα λαμβάνεσθαι καὶ χώραν αὐτοὺς λοιπὸν κατὰ τῆς θεότητος ἔχειν, ὡς πάντων τῶν λεγομένων παρ’ ἑνὸς λεγομένων.
30 Τούτων ὡδὶ λελεγμένων, χρειωδέστατα παρ’ ἡμῶν γέγονεν ὁ ἀναθεματισμός, οὐκ ἐφιεὶς εἰς δύο μερίζεσθαι πρόσωπά τε καὶ ὑποστάσεις τὸν ἕνα κύριον Ἰησοῦν Χριστόν. ὅτι δὲ καὶ αὐτοὶ τοῖς παρ’ ἡμῶν συμφέρονται λόγοις, δῆλον ἂν εἴη δήπουθεν ἐξ ὧν γε‐
γράφασι καὶ φρονεῖν ἐγνώκασιν· ἔχει δὲ οὕτως

1,1,7

43

Ὡς δὲ προσώποις δυσὶν ἢ ὑποστάσεσι δυσὶν ἢ υἱοῖς δυσίν, διαιροῦντας τὴν ἕνωσιν ἢ γοῦν τὸν ἕνα υἱόν, τὰς φωνὰς ἐφαρμόζειν οὐ δεῖ· ἀδιαίρετος γὰρ καὶ ἀχώριστος ἡ ἄκρα ἕνωσις καὶ ὁ εἷς υἱὸς κατὰ πάντα καὶ λόγον καὶ τρόπον καὶ ἔννοιάν ἐστιν. τῆς δὲ ἄκρας ἑνώσεως φυλαττομένης καὶ τοῦ ἑνὸς υἱοῦ καὶ Χριστοῦ καὶ κυρίου ὁμολογουμένου,
5περὶ τὸν ἕνα καὶ τὸν αὐτὸν υἱὸν ἐκλαμβάνεσθαι χρὴ τὰ λεγόμενα. κατὰ μέντοι τὴν τῶν ἑνωθεισῶν φύσεων δύναμιν ἐφαρμόζεσθαι πρέπει τῶι ἑνὶ υἱῶι τὰ λεγόμενα. Οὐκοῦν τῆς εἰς ἄκρον ἑνώσεως σωιζομένης, ποία παρείσδυσις ἢ γοῦν φαντασία τομῆς παρεισκρίνοιτο ἂν ἔτι; καὶ ὁ μερίζειν ἀποτολμῶν πῶς οὐκ ἔξω φέρεται τῆς εὐθείας ὁδοῦ καὶ τῶν τῆς εὐσεβείας δογμάτων εἰς ἅπαν ἀποφοιτᾶι; τί οὖν φησιν ὁ ἀναθεματισμός;
10εἴ τις μερίζει τὰς φωνὰς κατά γε τουτονὶ τὸν τρόπον, ὡς τὰς μὲν ὡς ἀνθρώπωι παρὰ τὸν ἐκ θεοῦ λόγον ἰδικῶς νοουμένωι προσάπτειν, τὰς δὲ ὡς θεοπρεπεῖς μόνωι τῶι ἐκ θεοῦ λόγωι, ἔστω ἀνάθεμα. εἰ μὲν οὖν οἱ διιστάντες καὶ διορίζοντες εἰς ἄνθρωπον ἰδικῶς τε καὶ ἀνὰ μέρος καὶ εἰς θεὸν λόγον ἰδικῶς καὶ ἀνὰ μέρος οὐ μερίζουσι τὸν ἕνα Χριστὸν οὐδὲ δύο λέγουσιν υἱούς, ἀγανακτείτωσαν καθ’ ἡμῶν οἱ φιλεγκλήμονες· εἰ δὲ τομὴ καὶ
15διαίρεσις τὸ οὕτω φρονεῖν ἐστιν, κατὰ τίνα τρόπον τοῖς παρ’ ἡμῶν λόγοις ἐπιτιμᾶν ἐγνώ‐ κασι, καίτοι καὶ αὐτοί, καθά φασιν, ἀδιαίρετόν τε καὶ ἕνα κατὰ ἄκραν ἕνωσιν ὁμολογοῦντες ὑπάρχειν τὸν Ἐμμανουήλ; τὸ μὲν οὖν ἐμφρόνως ἑκάστην φωνὴν ἢ ἐπὶ Χριστῶι κειμένην ἢ καὶ παρ’ αὐτοῦ τυχὸν εἰρημένην ἐκλαμβάνεσθαι δεῖν, ἐπαινέσαιμ’ ἂν καὶ αὐτὸς ἐγὼ καὶ ἅπας τις οὖν οἶμαι τῶν ὀρθὰ φρονεῖν εἰωθότων· αἳ μὲν γάρ εἰσι θεοπρεπεῖς, αἳ δὲ τῆι
20μετὰ σαρκὸς οἰκονομίαι μᾶλλον ἁρμοδιώτεραι· ἐπειδὴ δέ ἐστιν εἷς καὶ ὁ αὐτός, θεός τε ὁμοῦ καὶ ἄνθρωπος, ταύτηι τοι καὶ λίαν ὀρθῶς ποτὲ μὲν θεικῶς, ποτὲ δὲ καὶ ἀνθρωπίνως ποιεῖται τοὺς λόγους. πλὴν τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ ταύτας τε κἀκείνας εἶναι φωνὰς διισχυριζόμεθα, οὔτε ψιλοῦντες θεότητος τὸν ἐκ τῆς ἁγίας παρθένου ναὸν οὔτε μὴν ἄσαρκον εἰδότες τὸν ἐκ θεοῦ πατρὸς λόγον μετὰ τὴν ἄρρητον ἕνωσιν.
25 Θαυμάζω δὲ ὅτι καίτοι πολυπραγμονοῦντες ἄγαν καί, ὥς γε νομίζουσι, λεπτῶς βα‐ σανίζοντες τὰς ἐμὰς ἐπιστολάς, τὰ μὲν ὅσα ἐστὶν ἐν αὐταῖς χρήσιμά τε καὶ ἀναγκαῖα πρὸς ἀπόδειξιν τῆς τῶν δογμάτων ὀρθότητός τε καὶ ἀκριβείας, ἐθελονταὶ παρατρέχουσιν, ἐπιπη‐ δῶσι δὲ καὶ μάλα γοργῶς τοῖς κἂν γοῦν ἰσχνὴν ἔχουσιν ὑποψίαν, κατά γε τὸ αὐτοῖς δο‐ κοῦν, εἰς τὸ δύνασθαι δι’ αὐτῶν τὰς καθ’ ἡμῶν ποιεῖσθαι συκοφαντίας. μεμνήσομαι δὲ
30τῶν ἐμαυτοῦ ῥημάτων· γέγραφα γὰρ οὕτως ἐν τῆι πρὸς Νεστόριον ἐπιστολῆι Τὰς δέ γε ἐν τοῖς εὐαγγελίοις τοῦ σωτῆρος ἡμῶν φωνὰς οὔτε ὑποστάσεσι δυσὶν οὔτε μὴν προσώποις δυσὶ καταμερίζομεν (οὐ γάρ ἐστι διπλοῦς ὁ εἷς καὶ μόνος Χριστός, κἂν ἐκ δύο νοῆται καὶ διαφόρων πραγμάτων εἰς ἑνότητα τὴν ἀμέριστον συνενηνεγμένος, καθάπερ ἀμέλει καὶ ἄνθρωπος ἐκ ψυχῆς νοεῖται καὶ σώματος καὶ οὐ διπλοῦς μᾶλλον, ἀλλ’
35εἷς ἐξ ἀμφοῖν), ἀλλὰ τάς τε ἀνθρωπίνας καὶ πρός γε τούτωι τὰς θεικὰς παρ’ ἑνὸς εἰρῆσθαι διακεισόμεθα φρονοῦντες ὀρθῶς. ὅταν μὲν γὰρ θεοπρεπῶς λέγηι περὶ ἑαυτοῦ ὁ ἑωρα‐
κὼς ἐμὲ ἑώρακε τὸν πατέρα καὶ ἐγὼ καὶ ὁ πατὴρ ἓν ἐσμέν, τὴν θείαν αὐτοῦ

1,1,7

44

καὶ ἀπόρρητον ἐννοοῦμεν φύσιν, καθ’ ἣν ἕν ἐστι πρὸς τὸν ἑαυτοῦ πατέρα διὰ τὴν ταυτότητα τῆς οὐσίας εἰκών τε καὶ χαρακτὴρ καὶ ἀπαύγασμα τῆς δόξης αὐτοῦ· ὅταν δὲ τὸ τῆς ἀνθρω‐ πότητος μέτρον οὐκ ἀτιμάζων τοῖς Ἰουδαίοις προσλαλῆι νῦν δέ με ζητεῖτε ἀποκτεῖ‐ ναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, πάλιν οὐδὲν ἧττον αὐτὸν τὸν
5ἐν ἰσότητί τε καὶ ὁμοιότητι τοῦ πατρὸς θεὸν λόγον καὶ ἐκ τῶν τῆς ἀνθρωπότητος αὐτοῦ μέτρων ἐπιγινώσκομεν. εἰ γάρ ἐστιν ἀναγκαῖον τὸ πιστεύειν ὅτι θεὸς ὢν φύσει γέγονε σὰρξ ἢ γοῦν ἄνθρωπος, ἐψυχωμένης ψυχῆι λογικῆι τῆς σαρκός, ποῖον ἂν ἔχοι λόγον τὸ ἐπαισχύνεσθαί τινα ταῖς παρ’ αὐτοῦ φωναῖς, εἰ γεγόνασιν ἀνθρωποπρεπῶς; εἰ γὰρ παραιτοῖτο τοὺς ἀνθρώπωι πρέποντας λόγους, τίς ὁ ἀναγκάσας γενέσθαι καθ’ ἡμᾶς ἄν‐
10θρωπον; ὁ δὲ καθεὶς ἑαυτὸν δι’ ἡμᾶς εἰς ἑκούσιον κένωσιν, διὰ ποίαν αἰτίαν παραι‐ τοῖτο ἂν τοὺς τῆι κενώσει πρέποντας λόγους; ἑνὶ τοιγαροῦν προσώπωι τὰς ἐν τοῖς εὐαγγελίοις πάσας ἀναθετέον φωνάς, ὑποστάσει μιᾶι τῆι τοῦ λόγου σεσαρκωμένηι· κύριος γὰρ εἷς Ἰησοῦς Χριστὸς κατὰ τὰς γραφάς. Οὐκοῦν καὶ ὡς ἀπό γε τῶν ἤδη προγεγραμμένων, οὐκ ἠγνοηκότες μὲν ἁλωσόμεθα
15τὴν οἰκονομίαν τὴν ἑκάστηι πρέπουσαν φωνῆι, οὐκ ἐφιέντες δὲ μᾶλλον τοῖς ψυχικοῖς καὶ πνεῦμα μὴ ἔχουσι δύο νοεῖν ἢ λέγειν υἱούς, διαιροῦντας ἀλλήλων τὰς ὑποστάσεις μετὰ τὴν ἀδιάσπαστον ἕνωσιν. Ἐπειδὴ δὲ βραχύ τι μέρος λαβόντες ἐξ ἡμετέρας ἐπιστολῆς τεθείκασιν ἐκ ἀρχῆι τῶν ἰδίων λόγων, ἀπειλοῦντες ἡμᾶς ἐπὶ καιροῦ διελέγχειν ὡς οὐ μετρίως ἡμαρτηκότας εἰς τὸν
20ἐκ θεοῦ πατρὸς λόγον καὶ τῆι αὐτοῦ φύσει τὴν τῆι σαρκὶ πρέπουσαν αὔξην τε καὶ προ‐ κοπὴν ἀβουλότατα προσνενεμηκότας, φέρε καὶ πρός γε ταυτὶ τὰ εἰκότα λέγωμεν, ὅλον πα‐ ραθέντες τῆς ἐπιστολῆς τὸ μέρος. δεδιότες γὰρ αὐτοὶ τὴν ἀλήθειαν καὶ συναρπάζοντες τοὺς ἀκροωμένους, μέρος τι τεθείκασιν, ὅπερ αὐτοῖς ἐδόκει χρειωδέστατον εἶναι πρὸς τὸ δύνασθαί τε καὶ μὴν καὶ δοκεῖν εὐλόγως τὰς καθ’ ἡμῶν ποιεῖσθαι συκοφαντίας· ἔχει δὲ
25οὕτως τὸ εἰρημένον Κἂν ἀκούσηις ὅτι προέκοπτεν ὁ Ἰησοῦς ἡλικίαι καὶ σοφία καὶ χάριτι, μὴ σοφὸν ἐξ ἐπιδόσεως γενέσθαι νομίσηις τὸν τοῦ θεοῦ λόγον, διαμέμνησο δὲ μᾶλλον γεγραφότος ὡδὶ τοῦ θεσπεσίου Παύλου· Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία. μηδ’ αὖ ἐκεῖνο φληνάφως τολμήσηις εἰπεῖν ὅτι τὸ προκόπτειν ἐν ἡλικίαι τε καὶ σοφία καὶ χάριτι τῶι ἀνθρώπωι προ‐
30σάψομεν· τοῦτο γάρ, οἶμαι, ἐστὶν ἕτερον οὐδὲν ἢ διελεῖν εἰς δύο τὸν ἕνα Χριστόν. ἀλλ’ ὥσπερ ἔφην ἀρτίως, προαιώνιος ὢν υἱὸς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς εἰς υἱὸν ὡρίσθαι λέγεται θεοῦ, τῆς ἰδίας σαρκὸς τὴν γέννησιν οἰκειούμενος οἰκονομικῶς. οὕτω καὶ ὑπάρχων σοφία τοῦ γεγεννηκότος, προκόπτειν ἐν σοφίαι λέγεται, καίτοι παντέλειος ὢν ὡς θεός, τὰ τῆς ἀνθρωπότητος ἴδια διὰ τὴν εἰς ἄκρον ἕνωσιν εἰς ἑαυτὸν εἰκότως ἀναλαβών.
35Ἀνθ’ ὅτου δὴ οὖν θεοῦ λέγοντος κρίμα δίκαιον κρίνατε, παραλογίζονται τὴν

1,1,7

45

ἀλήθειαν; οὔτε γὰρ μερισμὸν τῶν ὑποστάσεων μετὰ τὴν ἕνωσιν δογματίζομεν οὔτε τὴν τῆς θεότητος φύσιν αὔξης τε καὶ προκοπῆς δεδεῆσθαι φαμέν, ἐκεῖνο δὲ μᾶλλον ὅτι κατ’ οἰκείωσιν οἰκονομικὴν ἑαυτοῦ πεποίηται τὰ ἴδια τῆς σαρκός, ὡς σὰρξ γεγονὼς κατὰ τὰς γραφάς.
5 Ὅτι δὲ τῆι τοιᾶιδε πίστει τε καὶ δόξηι καὶ ὁ τῶν ἁγίων πατέρων συνάιδει χορός, ἐπιδεῖξαι πειράσομαι, παραθεὶς εἰς πληροφορίαν ἐξηγήσεως μέρος γενομένης κατὰ καιροὺς παρὰ τοῦ τῆς μακαρίας μνήμης Ἀττικοῦ· ἔχει δὲ οὕτως Σήμερον Χριστὸς ὁ δεσπότης τὴν τῆς φιλανθρωπίας γέννησιν ἀνεδέξατο· τὴν γὰρ τῆς θεικῆς ἀξίας προυπῆρχεν.
10 Εἶτα τούτοις ἐπιφέρει πάλιν· Ὁ τῆς φιλανθρωπίας λόγος κενοῦται, ἀκένωτος τὴν φύσιν τυγχάνων· ἑαυτὸν γὰρ ἐκένωσεν, μορφὴν δούλου λαβών. ὁ ἄσαρκος διὰ σὲ σαρκοῦται· ὁ γὰρ λόγος σὰρξ ἐγένετο. ὁ ἁφῆι μὴ ὑποπίπτων διὰ τὸ τῆς φύσεως ἀσώματον ψηλαφᾶται· ὁ ἄναρχος ὑπὸ ἀρχὴν γίνεται σωματικήν· ὁ τέλειος αὔξει· ὁ ἄτρεπτος προκόπτει· ὁ πλούσιος ἐν καταλύματι γίνεται· ὁ περιβάλλων τὸν οὐρανὸν ἐν
15νεφέλαις σπαργανοῦται· ὁ βασιλεὺς ἐν φάτνηι τίθεται. Ὅτι δὲ διαιρεῖν τὰς ὑποστάσεις μετὰ τὴν ἕνωσιν οὐκ ἀπλημμελές, μᾶλλον δὲ ἀνα‐ τρεπόντων ἐστὶν τὸ σεπτὸν τῆς ἐνανθρωπήσεως μυστήριον, οὐδὲν ἧττον εἰσόμεθα, τοῖς ἐντεταγμένοις ἐντυγχάνοντες ῥητοῖς Ἰουλίου τε καὶ Φήλικος τῶν ἀφηγησαμένων κατὰ και‐ ροὺς τῆς Ῥωμαίων ἐκκλησίας.
20Ἰουλίου ἐπισκόπου Ῥώμης Κηρύσσεται δὲ εἰς συμπλήρωσιν τῆς πίστεως καὶ σαρκωθεὶς ἐκ παρθένου Μαρίας ὁ τοῦ θεοῦ υἱὸς καὶ σκηνώσας ἐν ἀνθρώποις, οὐκ ἐν ἀνθρώπωι ἐνεργήσας (τοῦτο γὰρ ἐπὶ προφητῶν ἐστι καὶ ἀποστόλων), τέλειος θεὸς ἐν σαρκὶ καὶ ἄνθρωπος τέλειος ἐν πνεύματι· οὐ δύο υἱοί, εἷς μὲν γνήσιος υἱὸς ἀναλαβὼν ἄνθρωπον, ἕτερος δὲ θνητὸς ἄνθρωπος ἀνα‐
25ληφθεὶς ὑπὸ θεοῦ, ἀλλ’ εἷς μονογενὴς ἐν οὐρανῶι, μονογενὴς ἐπὶ γῆς θεός. Φήλικος τοῦ ἁγιωτάτου ἐπισκόπου καὶ μάρτυρος Ῥώμης Περὶ δὲ τῆς σαρκώσεως τοῦ λόγου καὶ πίστεως, πιστεύομεν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν ἐκ παρθένου Μαρίας γεννηθέντα ὅτι οὗτός ἐστιν ὁ τοῦ θεοῦ ἀίδιος υἱὸς καὶ λόγος καὶ οὐκ ἄνθρωπος ὑπὸ θεοῦ ἀναληφθείς, ἵν’ ἕτερος ἦι παρ’ ἐκεῖνον· οὐδὲ
30γὰρ ἄνθρωπον ἀνέλαβεν ὁ τοῦ θεοῦ υἱός, ἵνα ἦι ἕτερος παρ’ αὐτόν, ἀλλὰ θεὸς ὢν τέλειος
γέγονεν ἅμα καὶ ἄνθρωπος τέλειος, σαρκωθεὶς ἐκ παρθένου.

1,1,7

46

Ἀναθεματισμὸς ζ Εἴ τίς φησιν ὡς ἄνθρωπον ἐνηργῆσθαι παρὰ τοῦ θεοῦ λόγου τὸν Ἰησοῦν καὶ τὴν τοῦ μονογενοῦς εὐδοξίαν περιῆφθαι ὡς ἑτέρωι παρ’ αὐτὸν ὑπάρχοντι, ἀνάθεμα ἔστω. Μέμψις αἱρετικῶν
5 Ἐνηργῆσθαι τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὑπὸ τοῦ πνεύματος ὡς ἄνθρωπον ἁπλῶς ἢ ὡς προφήτην ἢ ὡς ἀπόστολον οὐδεὶς ἂν ὁμολογήσειεν· τὰς μέντοι ἀποστολικὰς φωνὰς περὶ αὐτοῦ διὰ τὴν τῆς φαινομένης σαρκὸς φύσιν εἰρημένας οὔτ’ ἀρνησόμεθα οὔτ’ ἂν ἐξαλείψαιμεν, ποτὲ μὲν λεγούσας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτο, ἣν ἐνήργησεν ἐν τῶι Χριστῶι, ἐγείρας αὐτὸν ἐκ νεκρῶν, καὶ πάλιν
10ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καὶ πάλιν τῆι δυνάμει τοῦ θεοῦ ὑψωθείς, καὶ ὅσα τοιαῦτα. ἀλλ’ εἰ καὶ ταῦτα πρόσκειται διὰ τὸ φαινόμενον, οὐδεὶς ἂν ἐκλάβοι ἢ ὡς ἄνθρωπον ἁπλῶς αὐτὸν ἐνεργούμενον ἢ ὡς δίκαιον ἢ ὡς προφήτην ἢ ὡς ἀπόστολον. οὔτε οὖν τὰς θείας φωνὰς ἐξαλείφομεν ἢ ἀρνούμεθα ἢ ἀμαθῶς τε ὁμοῦ καὶ βλασφήμως ἀναθεματίζομεν, εἰρημένας καὶ κειμένας διὰ τὴν τῆς
15φαινομένης σαρκὸς φύσιν, οὔτε ὡς ἄνθρωπον ἁπλῶς ἢ ὡς δίκαιον ἢ προφήτην ἢ ἀπό‐ στολον ἐνηργῆσθαι φήσομεν· οὐ γὰρ ἔλεγεν· τάδε λέγει κύριος, ἀλλ’ ὡς υἱὸς νομοθετῶν ἐγὼ δὲ λέγω ὑμῖν. Ἀπολογία ὀρθοδόξου Καὶ νῦν ἡμῖν οὐδὲν ἧττον διὰ τῶν ἴσων ἔρχεται λόγων τῆς ἀπολογίας ὁ τρόπος·
20εἷς μὲν γάρ ἐστιν ὁμολογουμένως ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ αὐτὸς εἶναι πεπιστευ‐ μένος καὶ ἐκ θεοῦ πατρὸς λόγος ἀίδιός τε καὶ προαιώνιος καὶ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς ἄνθρωπος ἐκ γυναικὸς παράδοξον ἐσχηκὼς τὴν κατὰ σάρκα γέννησιν. ἀλλ’ εἷς ὑπάρχων υἱὸς καὶ θεὸς καὶ κύριος εἰργάζετο τὰς θεοσημείας διὰ τῆς ὑπὲρ ἄνθρωπον ἰσχύος, πληροφορῶν ὅτι καὶ εἰ γέγονεν σάρξ, ἀλλ’ οὐδὲν ἧττόν ἐστιν καὶ οὕτω θεὸς ἀληθινὸς καὶ
25δύναμις τοῦ πατρός. οὐ γὰρ πέπαυται τοῦ εἶναι ὃ ἦν, γενόμενος ἄνθρωπος. ἐπλήρου τοιγαροῦν τὰ παράδοξα, τοῦτο μὲν δαιμονίοις ἐπιτιμῶν καὶ συντρίβων τὸν σατανᾶν, τοῦτο δὲ τυφλοῖς τὸ φῶς ἐνιείς, νεκροὺς ἀνιστάς, θάλασσαν ἀγριαίνουσαν ἑνὶ κατευνάζων ῥήματι, οὐχ ὡς ἄνθρωπόν τινα καὶ ἕτερον ὄντα κατὰ μόνας Χριστὸν δοξάζεσθαι ποιῶν καθάπερ ἀμέλει καὶ ἕνα τῶν ἁγίων προφητῶν ἢ γοῦν ἀποστόλων, ἀλλ’ ἑαυτῶι τὴν δόξαν πραγμα‐
30τευόμενος, ἵνα παρὰ πάντων πιστεύηται θεὸς ὢν φύσει, καὶ εἰ γέγονεν ἄνθρωπος. ἦν οὖν ἄρα τῶν ἐκτοπωτάτων ἀνασχέσθαι Νεστορίου λέγοντος Κοιναὶ γὰρ τῆς τριάδος αἱ ἐνέργειαι καὶ μόναις ὑποστάσεσι τὴν διαίρεσιν ἔχουσαι. ἡ γοῦν τοῦ μονογενοῦς εὐδοξία ποτὲ μὲν τῶι πατρὶ περιῆπται, ποτὲ δὲ τῶι πνεύματι, ποτὲ
δὲ τῆι Χριστοῦ δυναστείαι.

1,1,7

47

Οὐκοῦν ἢ δεικνύτωσαν οἱ ἐπιτιμᾶν ἐθέλοντες ἕτερον ἡμῖν Χριστὸν ἰδίαι τε καὶ ἀνὰ μέρος ὑπάρχοντα καὶ νοούμενον, ὧι τὴν ἑαυτοῦ δυναστείαν περιῆψεν ὁ μονογενὴς τοῦ θεοῦ λόγος, ὡς ἕτερος ὢν παρ’ αὐτὸν ἰδικῶς υἱός· ἢ εἰ μή ἐστιν ἕτερος καὶ ἕτερος, ἀλλ’ εἷς τε καὶ ὁ αὐτὸς καὶ ἐκ πατρὸς μονογενὴς καὶ ἐκ γυναικὸς ἄνθρωπος κατὰ σάρκα, πῶς ἦν
5ἀκόλουθον ἑλέσθαι σιγᾶν καὶ οὐχὶ δὴ μᾶλλον ἀνταναστῆσαι πάλιν τῆς ἀληθείας τὴν δύναμιν τοῖς παρ’ ἐκείνου βατταρισμοῖς τῶν τῆς εὐσεβείας δογμάτων τὸ κάλλος παρασημαίνουσιν; Ἦν μὲν οὖν καὶ ἔστιν θεὸς ὁ υἱός· ἐπειδὴ δὲ ἅπαξ τὸ τῆς ἀνθρωπότητος ὑπέδυ μέ‐ τρον, οὐκ ἀπόβλητον ἐποιήσατο τὴν οἰκονομίαν, ὑπέμεινε δὲ πάντα διὰ τὴν κένωσιν ἐθε‐ λοντὴς δι’ ἡμᾶς. ταύτηι τοι, καίτοι κατὰ φύσιν ὑπάρχων ζωή, ζωοποιεῖσθαι λέγεται
10παρὰ τοῦ πατρὸς καὶ τῆς δόξης κύριος ὢν δόξαν λέγεται λαβεῖν. ἔφη γοῦν ὁ Ἑβραῖος ἐξ Ἑβραίων, ὁ νομομαθὴς ἀληθῶς καὶ ἐκ φυλῆς Βενιαμίν· Παῦλος ἀπόστολος οὐκ ἀπ’ ἀνθρώπων οὐδὲ δι’ ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ θεοῦ πα‐ τρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῶι δόντος. ἀλλὰ καίτοι λεγόμενος δόξαν λαβεῖν παρὰ τοῦ πατρός, διήκοντος τοῦ πράγματος ἐπὶ τὸ τῆς ἀνθρωπό‐
15τητος μέτρον, οἶδεν ἑαυτὸν ἔχοντα, καθὸ καὶ νοεῖται καὶ ἔστι θεός, τὸ ὑπὲρ κτίσιν ἀξίωμα. ἔφη γοῦν· πάντα μοι παρεδόθη παρὰ τοῦ πατρός μου, καὶ οὐδεὶς ἐπιγι‐ νώσκει τίς ἐστιν ὁ υἱὸς εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει τίς ἐστιν εἰ μὴ ὁ υἱὸς καὶ ὧι ἐὰν ὁ υἱὸς ἀποκαλύψηι. ἀλλ’ ἴσως ἐρεῖ τις τῶν φιλομαθεστέρων· εἰ πάντα σοι παρεδόθη παρὰ τοῦ πατρὸς ὡς δόξης δεδεημένωι καὶ
20δοτὸν ἔχειν ὀφείλοντι τὸ κατὰ πάντων κράτος διὰ τὸ ἀνθρώπινον, πῶς ἀνέφικτον ἔτι ταῖς ἀνθρώπων διανοίαις εἶναι φὴς τὸ εἰδέναι σε καθάπερ ἀμέλει καὶ τὸν πατέρα; ἀλλὰ ναί, φησίν, οὐ μέχρι τῶν ὁρωμένων ἡ ἐπ’ ἐμοὶ συστέλλεται γνῶσις. εἰμὶ γὰρ θεὸς ἐν σαρκὶ καὶ αἵματι, κατὰ μὲν τὴν σάρκα γινωσκόμενος, κατὰ δὲ τὴν τῆς θεότητος φύσιν τε καὶ δόξαν ἰσομέτρως ἔχων τῶι θεῶι καὶ πατρὶ καὶ νοῦ καὶ λόγου παντὸς ἐπέκεινα τρέχων.
25οὐκοῦν (ἀνθέξομαι γὰρ τῆς τῶν προκειμένων ἐννοίας) οὔτε τὰς ἀποστολικὰς ἀναιροῦμεν φωνάς, μὴ γένοιτο, οὔτε μὴν ἕτερα ἄττα παρὰ τὸ εἰκὸς ἢ φρονοῦντες ἢ λέγοντες τοῖς τῆς ἐνανθρωπήσεως ἀντιπράττομεν λόγοις, ἑπόμενοι δὲ πανταχοῦ τοῖς ἱεροῖς γράμμασι καὶ ταῖς τῶν θεηγόρων φωναῖς τὸ χρῆναι κρατεῖν ἀπονέμοντες, ἀντανιστάμεθα μόνοις τοῖς τὰ ὀρθὰ τῆς ἐκκλησίας δόγματα διαστρέφουσιν.
30 Ὅτι δὲ ὁ πατὴρ ἐκ νεκρῶν ἀναστῆσαι λέγεται τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἐνεργουμένου δηλονότι περὶ τὴν σάρκα αὐτοῦ τοῦ πράγματος, οὐκ ἂν ἐνδοιάσειέ τις. αὐτὸς δὲ ὑπάρχων ἡ ζωοποιός τε καὶ ἐνεργὴς δύναμις τοῦ πατρός, τὸν ἴδιον ἐζωοποίει ναὸν κατὰ τὸ λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. ἦν οὖν ἄρα τὸ ζωοποιούμενον οὐκ ἀλλότριον οὔτε μὴν ἑνὸς τῶν καθ’ ἡμᾶς ἀνθρώπων,
35ἀλλ’ ἴδιον αὐτοῦ τοῦ λόγου σῶμα. Ἀναθεματισμὸς η Εἴ τις τολμᾶι λέγειν τὸν ἀναληφθέντα ἄνθρωπον συμπροσκυνεῖσθαι δεῖν τῶι θεῶι
καὶ συνδοξάζεσθαι καὶ συγχρηματίζειν θεὸν ὡς ἕτερον ἑτέρωι καὶ οὐχὶ δὴ μᾶλλον μιᾶι

1,1,7

48

προσκυνήσει τιμᾶι τὸν Ἐμμανουὴλ καὶ μίαν αὐτῶι τὴν δοξολογίαν ἀνάπτει, καθὸ γέγονεν σὰρξ ὁ λόγος, ἀνάθεμα ἔστω. Μέμψις αἱρετικῶν Τὸ συμπροσκυνεῖσθαι καὶ συνδοξάζεσθαι ὡς περὶ προσώπων ἢ ὑποστάσεων ἢ υἱῶν
5δύο οὐ λέγομεν, ὡς τῆι σαρκὶ ἑτέρως τῆς προσκυνήσεως γινομένης καὶ τῶι θεῶι λόγωι ἑτέρως· ἀλλὰ μᾶλλον μίαν προσκύνησιν καὶ τὰ λοιπὰ ὡς ἑνὶ υἱῶι προσφέρομεν, καὶ τὸ σύν πρόσκειται, ὡς καὶ αὐτὸς ἐν τῶι πρώτωι τόμωι λέγει· καίτοι γὰρ ἀεὶ συνεδρεύων ὡς λόγος τῶι ἰδίωι πατρὶ καὶ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῶι κατὰ φύσιν ὑπάρχων, πάλιν ἤκουε λέγοντος καὶ μετὰ σαρκός· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου
10ὑποπόδιον τῶν ποδῶν σου. οὕτω καὶ προσκυνεῖσθαι φαμὲν αὐτὸν πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων. πρὸς οὖν ταῦτα φαμὲν ὡς πάνυ ἐπιστημονικῶς ἐπέ‐ σκηψε τοῖς σὺν τῆι σαρκὶ προσκυνεῖν τῶι ἑνὶ καὶ τῶι αὐτῶι υἱῶι βουλομένοις, ὡς ἑτέρου τινὸς ὄντος παρὰ τὸ σύν τοῦ μετά, ὅπερ αὐτὸς ἔθηκεν, ὡς προείρηται, λέγων αὐτὸν μετὰ σαρκὸς δεῖν προσκυνεῖσθαι, ἀπαγορεύων δὲ συμπροσκυνεῖσθαι τῆι θεότητι τὴν σάρκα.
15Ἀπολογία ὀρθοδόξου Νουνεχεστάτους ἡμᾶς ὁ θεσπέσιος Παῦλος ἀποφαίνει, λέγων ἑαυτοὺς δοκιμάζετε εἰ ἐστὲ ἐν τῆι πίστει. νοῦς μὲν γὰρ ὁ ἀνθρώπινος ὑπὸ φιλαυτίας ἔσθ’ ὅτε κἂν εἰ ἔξω φέροιτο τῆς εὐθείας ὁδοῦ καὶ τῶν τῆς ἀληθείας δογμάτων ἀποφοιτῶσαν ἔχοι τὴν κίνησιν, τῶν ἰδίων ἐννοιῶν καθορίζειν τὸ ἀπηχὲς ὀκνεῖ πως ἀεὶ καὶ δέδιεν· ἑαυτόν γε μὴν
20ἐπανορθώσεται καὶ μάλα ῥαιδίως, τοὺς τῶν ἁγίων πατέρων πολυπραγμονήσας πόνους, οἳ καὶ ἐπ’ ὀρθότητί τε καὶ ἀκριβείαι δογμάτων διαβόητον ἔχουσιν παρὰ πάντων τὴν εὐφημίαν. τότε τὴν οἰκείαν εὐτεχνῶς δοκιμάσει πίστιν· σκοπὸς γὰρ ἅπασι τοῖς ἀρτίοις τὴν φρένα ταῖς ἐκείνων ἕπεσθαι δόξαις, ὅτι καὶ αὐτοὶ τῆς τε ἀποστολικῆς καὶ εὐαγγελικῆς παραδόσεως τὸν οἰκεῖον ἐμπλήσαντες νοῦν καὶ τὸν ἐπὶ τῆι πίστει λόγον ὀρθῶς τε καὶ ἀμωμήτως ἐκ
25τῶν ἱερῶν γραμμάτων εὖ μάλα κατωρθωκότες φωστῆρες ἦσαν ἐν κόσμωι, λόγον ζωῆς ἐπέχοντες κατὰ τὸ γεγραμμένον. γράφει τοίνυν ὁ τῆς ἀοιδίμου μνήμης πατὴρ ἡμῶν ἐπίσκοπος Ἀθανάσιος περὶ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ Ὁμολογοῦμεν καὶ εἶναι αὐτὸν υἱὸν τοῦ θεοῦ καὶ θεὸν κατὰ πνεῦμα, υἱὸν ἀνθρώπου κατὰ σάρκα, οὐ δύο φύσεις τὸν ἕνα υἱόν, μίαν προσκυνητὴν καὶ μίαν ἀπροσκύνητον, ἀλλὰ
30μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην καὶ προσκυνουμένην μετὰ τῆς σαρκὸς αὐτοῦ μιᾶι προσκυνήσει· οὐδὲ δύο υἱούς, ἄλλον μὲν υἱὸν θεοῦ ἀληθινὸν καὶ προσκυνούμενον, ἄλλον δὲ ἐκ Μαρίας ἄνθρωπον μὴ προσκυνούμενον, κατὰ χάριν υἱὸν θεοῦ γενόμενον, ὡς καὶ ἄνθρωποι. Καὶ μεθ’ ἕτερα πάλιν· Ὁ τοίνυν γεννηθεὶς ἐκ τῆς παρθένου Μαρίας, υἱὸς θεοῦ φύσει
35καὶ θεὸς ἀληθινός, καὶ οὐ χάριτι καὶ μετουσίαι κατὰ σάρκα μόνον τὴν ἐκ Μαρίας ἄνθρωπος,
κατὰ δὲ πνεῦμα αὐτὸς υἱὸς θεοῦ καὶ θεός.

1,1,7

49

Καὶ πάλιν· Εἰ δέ τις παρὰ ταῦτα ἐκ τῶν θείων γραφῶν διδάσκει, ἕτερον λέγων υἱὸν τοῦ θεοῦ καὶ ἕτερον τὸν ἐκ Μαρίας, κατὰ χάριν υἱοποιηθέντα ὡς ἡμεῖς, ὡς εἶναι δύο υἱούς, ἕνα κατὰ φύσιν υἱὸν τοῦ θεοῦ τὸν ἐκ θεοῦ καὶ ἕνα κατὰ χάριν τὸν ἐκ Μαρίας ἄνθρωπον, ἢ εἴ τις τὴν τοῦ κυρίου ἡμῶν σάρκα ἄνωθεν λέγει καὶ μὴ ἐκ τῆς παρθένου Μαρίας, ἢ
5τραπεῖσαν τὴν θεότητα εἰς σάρκα ἢ συγχυθεῖσαν ἢ ἀλλοιωθεῖσαν ἢ παθητὴν τὴν τοῦ κυ‐ ρίου θεότητα, ἢ ἀπροσκύνητον τὴν τοῦ κυρίου ἡμῶν σάρκα ὡς ἀνθρώπου καὶ μὴ προσκυ‐ νητὴν ὡς κυρίου καὶ θεοῦ σάρκα, τοῦτον ἀναθεματίζει ἡ ἁγία καὶ καθολικὴ ἐκκλησία, πει‐ θομένη τῶι θείωι ἀποστόλωι λέγοντι· εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελά‐ βετε, ἀνάθεμα ἔστω.
10 Ταῦτα φρονοῦντος καὶ γεγραφότος ἡμῖν τοῦ ἀνδρός, ὁ τῆι Χριστοῦ δόξηι πολεμεῖν ἡιρημένος καὶ ἀπύλωτον ἐπ’ αὐτῶι τὴν γλῶσσαν ἀνεὶς Νεστόριος οὕτω που πάλιν φησίν Ὁμολογῶμεν τὸν ἐν ἀνθρώπωι θεόν· σέβωμεν τὸν τῆι θείαι συναφείαι τῶι θεῶι λόγωι συμπροσκυνούμενον ἄνθρωπον. Ἆρ’ οὐκ ἐναργῶς θεοφόρον ἄνθρωπον ὀνομάζει Χριστὸν καὶ συνάφειαν ἁπλῶς ἀν‐
15θρώπου φησὶ γενέσθαι πρὸς θεὸν κατ’ ἐκεῖνο τάχα που τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς ὁ κολλώμενος τῶι κυρίωι ἓν πνεῦμά ἐστιν; καίτοι πῶς οὐκ ἀληθὲς ὅτι μᾶλλον ἦν ὁ αὐτὸς θεός τε ὁμοῦ καὶ ἄνθρωπος, καὶ οὐκ ἄνθρωπός τις ἀνὰ μέρος τε καὶ ἰδικῶς νοούμενος καὶ σχετικὴν ἔχων συνάφειαν πρὸς θεόν; μετὰ γάρτοι τὴν ἄφραστον ἕνωσιν κἂν εἴ τις λέγοι θεὸν τὸν Ἐμμανουήλ, ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον τὸν τοῦ θεοῦ
20λόγον νοεῖσθαι πρέπει, κἂν ἄνθρωπον ὀνομάσηι, ἀλλ’ οἴδαμεν μετὰ τούτου καὶ λόγον ὄντα αὐτὸν τοῦ πατρός. ἔστι τοίνυν ἕτερον τὸ ἕνα λέγειν υἱὸν μετὰ τῆς ἑνωθείσης αὐτῶι σαρκὸς τὸν ἐκ θεοῦ πατρὸς λόγον καὶ ὁμοίως ἕτερον τὸ ἐν ἀνθρώπωι λέγειν εἶναι θεὸν καθάπερ ἀμέλει καὶ ἐν προφήταις ἦν ἢ γοῦν καὶ ἐν ἡμῖν αὐτοῖς διὰ τοῦ ἁγίου πνεύματος. ἀκινδύνως δὲ καὶ ἀλήπτως, ὥς γε οἶμαι, φαίη τις ἂν ὅτι ὁ σαρκωθεὶς τοῦ θεοῦ λόγος,
25ὡς εἷς ὑπάρχων υἱός, οὐχὶ δίχα τῆς ἑαυτοῦ σαρκός, μετ’ αὐτῆς δὲ μᾶλλόν ἐστιν προσκυ‐ νητός, καθάπερ ἀμέλει καὶ ἡ τοῦ ἀνθρώπου ψυχὴ μετὰ τοῦ ἰδίου τιμᾶται σώματος κλήσει τε μιᾶι τὸ ἐξ ἀμφοῖν ὡς ἓν σημαίνεται ζῶιον. ὅταν τοίνυν περὶ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ τοὺς λόγους ποιεῖσθαι προθυμούμενος διέληις εἰς δύο τὸν ἕνα καὶ ἄν‐ θρωπον ἰδικῶς καὶ ἀνὰ μέρος νοούμενον ἀποφήνηις, εἶτα τοῦτον συμπροσκυνεῖσθαι δεῖν
30καὶ συγχρηματίζειν θεὸν ὡς ἑτέρωι παρ’ αὐτὸν ὑπάρχοντι Χριστῶι τῶι ἐκ θεοῦ κατὰ φύσιν υἱῶι τολμήσηις εἰπεῖν, τίς ὁ καρτερῆσαι δυνάμενος καὶ τὴν οὕτω προφανῆ κατ’ αὐτοῦ γλωσσαλγίαν σιωπῆι παρατρέχων; ἔδει γὰρ μᾶλλον εἰπεῖν· σέβωμεν τὸν τοῦ θεοῦ λόγον γενόμενον ἄνθρωπον καὶ χρηματίζοντα θεὸν καὶ ἐν ἀνθρωπότητι προσκυνούμενον, ὅτι καὶ
φύσει θεός ἐστιν καὶ ἐκ θεοῦ πέφηνε πατρός.

1,1,7

50

Ἀλλὰ γὰρ ναί, φασὶν οἱ δι’ ἐναντίας, ἁλώσηι που καὶ αὐτὸς ἐν ἐπιστολῆι γεγραφὼς ὅτι συνήδρευσεν ὁ υἱὸς τῶι πατρὶ μετὰ τῆς ἰδίας σαρκός· εἶτα πῶς ἐπιλαμβάνηι τοῦ λέγοντος ὅτι χρὴ συμπροσκυνεῖσθαι τὸν ἄνθρωπον τῶι θεῶι λόγωι καὶ συγχρηματίζειν θεόν; ταυτὸν γάρ ἐστιν εἰπεῖν καὶ τὸ σύν καὶ τὸ μετά. οὐκοῦν ἠγνοηκότας ἐλέγχωμεν τῶν
5εἰρημένων τὴν δύναμιν καὶ τῆι τῶν πραγμάτων οὐκ ἐνορῶντας φύσει. ὅταν μὲν γὰρ ἐφ’ ἑνὸς προσώπου καὶ φύσεως ἢ γοῦν ὑποστάσεως μιᾶς βασανίζων ὁ λόγος τὰ ἐξ ὧν ἐστιν ἤτοι σύγκειται φυσικῶς, ἐπιφέρηι τὸ σύν ἤτοι τὸ μετά, τετήρηκε τῶι σημαινομένωι καὶ οὕτω τὸ ἓν εἶναι κατὰ σύνθεσιν καὶ οὐκ εἰς δύο διηιρημένως διοριεῖ· ὅταν δὲ προ‐ διηιρημένων ὑποστάσεων εἰς δύο, καὶ πρός γε τὸ δεῖν ἀνὰ μέρος ἑκατέραν νοεῖσθαι καὶ
10ἰδικῶς τὸ σύν ἢ γοῦν τὸ μετά λέγηται, τότε δυοῖν ἢ καὶ ἔτι πλειόνων αὐτὸ καὶ οὐχ ἑνὸς κατὰ σύνθεσιν ποιεῖσθαι φαμὲν τὴν δήλωσιν. οἷον εἰ λέγοιμι τυχὸν συντιμᾶσθαι τῶι ἰδίωι σώματι τὴν τοῦ ἀνθρώπου ψυχήν, εἴ τις γένοιτο παρά του τιμὴ περὶ τὸν ἕνα ἄνθρω‐ πον, ὅς ἐστιν ἐξ ἀμφοῖν, ἢ γοῦν εἴ τις λέγοι τὴν ψυχὴν ἓν εἶναι ζῶιον μετὰ τοῦ ἰδίου σώματος, οὐχὶ πάντως εἰς ἀνθρώπους δύο διοριεῖ τὸν ἕνα, φαίνεται δὲ μᾶλλον οὐκ ἠγνοη‐
15κὼς τὰ ἐξ ὧν ἐστιν ἤτοι σύγκειται φυσικῶς. ὅταν δὲ εἴπω· Πέτρος τε καὶ Ἰωάννης συγχρηματίζουσιν ἄνθρωποι ἢ γοῦν ὅτι μετὰ Πέτρου καὶ Ἰωάννης ἀνέβαινεν εἰς τὸ ἱερόν, οὐκέτι τὸ σύν ἢ γοῦν τὸ μετά τὴν ἑνός τινος ποιεῖται δήλωσιν. οὐ γὰρ συντέθειται Πέτρος Ἰωάννηι, ἀλλ’ οὐδὲ εἰς ἑνὸς ἀνθρώπου σύστασιν τελοῦσιν ἀμφότεροι. τί τοίνυν σοφίζονται τὴν ἀλήθειαν, διαιροῦντες ἀμαθῶς εἰς δύο Χριστοὺς τὸν ἕνα; εἰ δὲ νομί‐
20ζουσιν ὅτι συνεδρεύειν λέγοντες τῶι πατρὶ τὸν υἱὸν μετὰ τοῦ ἰδίου σώματος δύο νοεῖσθαι δεδώκαμεν υἱούς, ἐρευνάτωσαν εἰ μὴ ἕνα λέγοντες υἱὸν μιᾶι συνεδρεύσει τετιμῆσθαι φαμὲν καὶ οὐ δυσὶ μᾶλλον, ὡς μίαν μὲν καὶ ἰδικὴν ἐκνενεμῆσθαι τῶι σώματι, ἑτέραν δὲ πάλιν καὶ ἰδικὴν τῶι λόγωι. ἀλλ’ οὐκ ἂν ἔχοιεν ἐπιδεῖξαι τοῦτο· πῶς γὰρ ἢ πόθεν; ἕνα γὰρ ὄντα μετὰ τῆς ἰδίας σαρκὸς τὸν υἱὸν θεόν τε ὁμοῦ καὶ ἄνθρωπον τὸν αὐτὸν μιᾶι συνεδρεύσει
25τῆι πρὸς τὸν πατέρα διαπρέπειν διαβεβαιούμεθα. τό γε μὴν συμπροσκυνεῖσθαι λέγειν ἄνθρωπον θεῶι καὶ συγχρηματίζειν θεὸν δύο που πάντως ὁμολογεῖν ἐστιν τοὺς προσκυ‐ νουμένους ἢ καὶ ἀλλήλοις συγχρηματίζοντας. εὐήθης δὲ λίαν καὶ τῶν εἰς ὀρθότητα καὶ ἀλήθειαν ἐννοιῶν ἀλλότριος παντελῶς ὁ τοιόσδε λόγος. γέγονε τοίνυν ὁ ἀναθεματισμὸς κατὰ τῶν ὁλοτρόπως διοριζόντων τὸν Ἐμμανουὴλ εἰς ἄνθρωπον ἰδικῶς καὶ θεὸν λόγον
30ἰδικῶς· ἕνα γὰρ ἡμῖν αὐτὸν ὁ τῶν θεηγόρων ἐκήρυξεν λόγος καὶ τῶν ἱερῶν γραμμάτων ἡ ἀκιβδήλευτος γνῶσις. Ἀναθεματισμὸς θ Εἴ τίς φησιν τὸν ἕνα κύριον Ἰησοῦν Χριστὸν δεδοξάσθαι παρὰ τοῦ πνεύματος, ὡς ἀλλοτρίαι δυνάμει τῆι δι’ αὐτοῦ χρώμενον καὶ παρ’ αὐτοῦ λαβόντα τὸ ἐνεργεῖν δύνασθαι
35κατὰ πνευμάτων ἀκαθάρτων καὶ τὸ πληροῦν εἰς ἀνθρώπους τὰς θεοσημείας, καὶ οὐχὶ δὴ
μᾶλλον ἴδιον αὐτοῦ τὸ πνεῦμά φησι, δι’ οὗ καὶ ἐνήργηκε τὰς θεοσημείας, ἀνάθεμα ἔστω.

1,1,7

51

Μέμψις αἱρετικῶν Αὖθις καλὸν τὰ πάλαι αὐτῶι εἰρημένα εἰς μέσον ἀγαγεῖν καὶ ἴσως ἐπιλελησμένον τῶν αὐτοῦ αὐτὸν ὑπομνῆσαι· οὐ γὰρ μόνον τὸν κύριον τὰ σημεῖα ἐν πνεύματι ποιεῖν ἀπεφήνατο, ἀλλὰ δὴ καὶ αὐτὸν τεθνεῶτα ζωοποιηθῆναι πνεύματι, ἐν οἷς φησιν ἐν τῶι
5πρώτωι τόμωι Εἰ τοίνυν οὐ πέπονθεν τὸ τεθνάναι σαρκικῶς κατὰ τὰς γραφάς, οὐδὲ ἐζωοποιήθη πνεύματι. Σκοπεῖν δὲ δεῖ τὴν αὐτοῦ πρὸς ἑαυτὸν ἐναντιότητα, ἐν μὲν τοῖς ἀναθεματισμοῖς αὐ‐ τοῦ ἀπαγορεύσαντος τὸν κύριον ἐν πνεύματι θεοῦ δαίμονας ἐκβάλλειν καὶ τὰ ἄλλα σημεῖα
10ποιεῖν καὶ τὴν ἐν τοῖς εὐαγγελίοις κειμένην ἔγγραφον τοῦ κυρίου φωνὴν ἀθετοῦντος, εἰ‐ πόντος εἰ δὲ ἐν πνεύματι θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια. ἀλλ’ ἡμεῖς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ τῆι οἰκείαι δυνάμει καὶ τῆι τοῦ πνεύματος ἐνεργείαι ἐπι‐ τελέσαι τὰ σημεῖα ὁμολογοῦμεν· οὐ γὰρ ὡς οὐκ ἔχοντα ἰδίαν δύναμιν χρᾶσθαι τῆι δυνάμει τοῦ ἁγίου πνεύματος. μὴ συνεῖναι δὲ τὸ πνεῦμα τὸ ἅγιον ἀρνουμένων ἐστίν, ὡς οἶμαι,
15τὰς θείας γραφάς. κἂν γάρ που ἡ θεία γραφὴ λέγηι τὸν πατέρα ἐπιτελεῖν τὰ ἔργα τῶν θαυμάτων, δι’ ὧν φησιν ὁ πατὴρ ὁ μένων ἐν ἐμο, αὐτὸς ποιεῖ τὰ ἔργα ἃ ἐγὼ ποι, ὁ υἱός ἐστιν ὁ ποιῶν· πάντα γὰρ τὰ τοῦ πατρὸς τοῦ υἱοῦ· κἂν τὸ πνεῦμα λέγηι ποιεῖν, δι’ ὧν φησιν εἰ δὲ ἐγὼ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ὁ κύ‐ ριός ἐστιν ὁ ποιῶν ἐν πνεύματι. οὐδὲ γὰρ ἠλλοτρίωται ὁ υἱὸς τοῦ πατρὸς ἢ τοῦ
20πνεύματος οὐδὲ κεχωρισμέναι καὶ ἰδιάζουσαί που αἱ τῆς τριάδος ἐνέργειαι, ἀλλ’ οἰκεία τῆς τριάδος ἡ ἑκάστης ὑποστάσεως ἐν τῆι γραφῆι λεγομένη ἐνέργεια, ὥς που καὶ πᾶσαν τὴν κτίσιν ποτὲ μὲν λέγει ἡ γραφὴ τοῦ υἱοῦ ἔργον, λέγουσα τῶι λόγωι κυρίου οἱ οὐ‐ ρανοὶ ἐστερεώθησαν, ποτὲ δὲ τοῦ πνεύματος, δι’ ὧν ἐπάγει καὶ τῶι πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. ἀλλ’ οὐχ ὡς ἀδυνατοῦντος τοῦ
25πατρὸς τὰ πάντα ποιῆσαι δημιουργεῖ καὶ ὁ υἱός, οὐδ’ αὖ πάλιν ὡς ἀσθενοῦντος τοῦ υἱοῦ εἰς τὴν δημιουργίαν συμπαραλαμβάνεται τὸ πνεῦμα (ἀληθὲς γὰρ τὸ πάντα δι’ αὐτοῦ ἐγένετο)· ἀλλ’ ἵνα τὸ τῆς τριάδος ὁμοούσιον καὶ ὁμότιμον καὶ ὁμοδύναμον ἡμῖν παρα‐ στήσηι, λέγει τὰ αὐτὰ ποτὲ μὲν ὑπὸ τοῦ πατρός, ποτὲ δὲ ὑπὸ τοῦ υἱοῦ, ποτὲ δὲ ὑπὸ τοῦ ἁγίου πνεύματος γεγενῆσθαι· οὕτω γὰρ καὶ μιᾶς τινος οὐσίας [θείας] ἠρτῆσθαι πάντα
30νοοῦμεν. ὡς γὰρ λόγος ἐνούσιος ἐνυπόστατος ὁ μονογενὴς ἐξ αὐτῆς ἀπαθῶς ἐγεννήθη, καὶ τὸ πνεῦμα δὲ καὶ αὐτὸ ἐξ αὐτῆς ἐκπορευόμενον ἐν ἰδίαι ὑποστάσει τυγχάνει, ὡς τὴν μίαν οὐσίαν ἐν τρισὶν ὑποστάσεσιν χαρακτηρίζεσθαι καὶ μηδ’ ἑτέραν αὐτῶν τῶι τῆς οὐσίας λόγωι ἠλλοτριωμένην θεωρεῖσθαι, μόναις δὲ ἰδιότησιν χαρακτηριστικαῖς εἴτ’ οὖν διοριστι‐ καῖς ἀλλήλων νοεῖσθαι. πῶς οὖν ἰδιάζουσα ἐνέργεια ὧν μία καὶ ἡ οὐσία καὶ ἡ δύναμις
35καὶ ἡ βούλησις; ὧν γὰρ ταῦτα κοινά, μία πάντως καὶ ἐνέργεια. Ἀπολογία ὀρθοδόξου Ἆρα μοι μαρτύρων δεήσει φωνῆς πρὸς τὸ ἀποφῆναι τοὺς δι’ ἐναντίας εἰκαιολογεῖν
ἐθέλοντας καὶ ταῖς καθ’ ἡμῶν δυσφημίαις ἀπερισκέπτως χρωμένους; ἀλλ’ οἶμαι τουτὶ

1,1,7

52

καὶ μόνος ὁ παρ’ αὐτῶν διαδείξει λόγος. ἐν μὲν γὰρ τῶι προκειμένωι ἀναθεματισμῶι διισχυρισάμεθα σαφῶς ἴδιον εἶναι τοῦ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιον καὶ μὴν ὅτι δι’ αὐτοῦ τετέλεκε τὰς θεοσημείας· οἳ δέ, καίτοι πλειστάκις ἐπιλήσμονά με τῶν ἐμαυτοῦ λόγων γε‐ νέσθαι διισχυριζόμενοι, προήκουσιν εἰς τοῦτο νωθείας αὐτοὶ καὶ μὴν καὶ ἀβελτηρίας, ὡς
5οἴεσθαί με λέγειν οὐ διὰ τοῦ πνεύματος ἐκβάλλειν τὸν Ἰησοῦν τὰ δαιμόνια. ἆρ’ οὐκ ἐναργὴς συκοφαντία τοῦτό γε; εἰ μὲν γὰρ οὐκ ἀξιοῦσιν ὁμολογεῖν θεοσημείας εἶναι τρόπον τὸ ἐκβάλλεσθαι τὰ δαιμόνια, λεγόντων ἃ βούλονται, ποιείσθωσαν κατ’ ἐμοῦ τὸ χρῆμα γρα‐ φήν, ἐγκαλείτωσαν ὅτι μὴ τοῦτο ἔφην ἐναργῶς, σιωπήσας τὰς θεοσημείας· εἰ δὲ ὁμοῦ τοῖς ἄλλοις καὶ τὸ ἐκβάλλεσθαι τὰ δαιμόνια τρόπος ἂν εἴη καὶ οὐκ ἀθαύμαστος τῆς θεο‐
10σημείας, τί δή ποτε μεθέντες ὡς ἀκερδὲς τὸ ἑλέσθαι μᾶλλον εὐστομεῖν καὶ τὸ χρῆναι λαλεῖν τὴν ἀλήθειαν ὡς ἕωλον παραιτούμενοι, τὸ τῆς καθ’ ἡμῶν ἀθυροστομίας τετιμήκασι χρῆμα καὶ οὐκ ἐν μικρῶι πεποίηνται λόγωι τὸ οὕτω κατεψεγμένον παρά τε θεῶι καὶ ἀνθρώποις; ἐπιλελῆσθαι δέ μοι δοκοῦσιν λέγοντος τοῦ Χριστοῦ πῶς ἐρεῖς τῶι ἀδελφῶι σου· ἀδελφ, ἄφες ἐκβάλω τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ ἰδοὺ ἡ δοκὸς
15ἐν τῶι σῶι ὀφθαλμῶι; ὑποκριτ, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ σοῦ ὀφθαλμο, καὶ τότε περιβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου. Ὅτι μὲν οὖν ὁμοούσιός τέ ἐστιν ἡ ἁγία τριὰς ἰσοσθενής τε καὶ ἰσουργός, οὐ διά γε τοῦ παρ’ ὑμῶν ἐγνώκαμεν λόγου, πεπληροφορήμεθα δὲ μᾶλλον ἐκ τῆς θεοπνεύστου γραφῆς·
20ὅτι δὲ κατ’ οὐδένα τρόπον τοῖς τῆς ὀρθῆς πίστεως διαλυμανεῖται λόγοις, ὀνίνησι δὲ μᾶλλον ὁ προκείμενος ἀναθεματισμός, ἀταλαίπωρον ἰδεῖν. τοὺς γάρτοι διαιροῦντας τὸν ἕνα κύριον Ἰησοῦν Χριστὸν μερίζοντάς τε αὐτόν, ὡς ἤδη πλειστάκις εἰρήκαμεν, εἰς ἄνθρωπον ἰδικῶς καὶ εἰς θεὸν λόγον ἰδικῶς, ὡς δύο νοεῖσθαι πρόσωπά τε καὶ ὑποστάσεις διεσχοι‐ νισμένας ἀλλήλων, τοῦτο δρᾶν οὐκ ἐᾶι οὔτε μὴν ἐφίησι λέγειν ὡς ἕνα κοινὸν ἄνθρωπον
25ἐνηργῆσθαι παρὰ τοῦ πνεύματος τὸν Ἰησοῦν πρός γε τὸ δύνασθαι κατορθοῦν τὰς θεοση‐ μείας· ἐπεὶ κατ’ οὐδένα διοίσει τρόπον τῶν ἁγίων ἀποστόλων ἢ γοῦν προφητῶν, οἳ διὰ τῆς ἄνωθεν ἡμερότητος τῶν θείων χαρισμάτων ἀναπιμπλάμενοι φαῖεν ἂν εἰκότως· χάριτι θεοῦ ἐσμὲν ὃ ἐσμέν. ἀλλὰ τοῖς μὲν ἁγίοις ἀνδράσιν, οἷς ἡ τῶν παρὰ θεοῦ χαρισμάτων ἐμπρέπει διανομή, ἁρμόσειεν ἂν εἰκότως ἡ τοιάδε φωνή, Χριστῶι δὲ οὐκέτι. ἴδιον γὰρ
30αὐτοῦ τὸ πνεῦμά ἐστι τὸ ἅγιον, καθάπερ ἀμέλει καὶ τοῦ θεοῦ καὶ πατρός· ἐνεργεῖ δὲ ὥσπερ ὁ πατὴρ διὰ τοῦ πνεύματος, οὕτως καὶ αὐτός. καὶ γοῦν, καίτοι λέγων Ἰουδαίοις πολλὰ καλὰ ἔργα ἔδειξα ὑμῖν παρὰ τοῦ πατρός μου, καὶ π’ ἐμαυτοῦ οὐ λαλ, ὁ δὲ πατὴρ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός, ἔφη που πάλιν· εἰ δὲ ἐγὼ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια, τὴν διὰ τοῦ πνεύματος ἐνέργειαν
35ἀνατιθεὶς ἑαυτῶι τε καὶ τῶι πατρὶ διὰ τὴν ταυτότητα τῆς οὐσίας. καὶ πολὺς μὲν ἂν γένοιτο καὶ μακρὸς ὁ περὶ τούτων λόγος, δεῖ δὲ οἶμαι καιροῦ τοῦ καθήκοντος τοῖς ἐθέ‐ λουσιν κατευρύνειν αὐτόν. οὐκοῦν οὐχ ὡς ἀλλοτρίαι δυνάμει τῆι διὰ πνεύματος ἐνηργῆ‐ σθαι φαμὲν τὸν Ἐμμανουήλ, ἀποκεχρῆσθαι δὲ μᾶλλον αὐτῆι θεικῶς καὶ ἰδίαν ἔχειν τὴν τοῦ ὁμοουσίου πνεύματος. οἱ μὲν γὰρ μακάριοι μαθηταὶ τὰ σημεῖα ποιοῦντες ἔλεγον· ἄνδρες,
40τί ἡμῖν προσέχετε ὡς ἰδίαι δυνάμει ἢ εὐσεβείαι πεποιηκόσι τοῦ περιπατεῖν

1,1,7

53

τὸν τῆι ὡραίαι πύληι προσιζήσαντα χωλόν; ἴδιον δὲ Χριστοῦ τὸ πνεῦμα αὐτοῦ. τοῖς γε μὴν κατασκώπτειν ἐθέλουσι τὰ παρ’ ἡμῶν ἐκεῖνο φαμέν· εἰ μὲν γὰρ οὐκ ἀπάιδει ταῖς αὐ‐ τῶν διανοίαις τὸ μερίζεσθαι τὸν ἀμέριστον καὶ ὡς κοινὸν ἄνθρωπον ἐνεργεῖσθαι λέγειν διὰ τοῦ πνεύματος τὸν Ἰησοῦν, οὐ πολὺς τῶν οὕτω διακειμένων ὁ λόγος· εἰ δὲ Χριστὸν ἕνα
5καὶ υἱὸν καὶ κύριον ὁμολογοῦσιν ὑπάρχειν, τὸν αὐτὸν ὄντα θεόν τε ὁμοῦ καὶ ἄνθρωπον, πιστευέτωσαν μεθ’ ἡμῶν ὡς οὐκ ἐνεργεῖται μᾶλλον ὡς κρείττονι παρ’ αὐτὸν καὶ ἀλλοτρίαι δυνάμει τῆι διὰ τοῦ πνεύματος, ἐνεργεῖ δὲ μᾶλλον αὐτὸς τὰς θεοσημείας ὡς δι’ ἰδίου πνεύ‐ ματος, ἐν ὧι καὶ πᾶσα τῶν γενητῶν ἡ δύναμις· πεπαύσονται γὰρ οὕτω διαλοιδορούμενοι μάτην καὶ τοὺς τῆς βασκανίας ὀδόντας ἡμῖν ἐπιτρίζοντες.
10Ἀναθεματισμὸς ι Ἀρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν γεγενῆσθαι Χριστὸν ἡ θεία λέγει γραφή, προσκεκόμικε δὲ ὑπὲρ ἡμῶν ἑαυτὸν εἰς ὀσμὴν εὐωδίας τῶι θεῶι καὶ πατρί. εἴ τις τοίνυν ἀρχιερέα καὶ ἀπόστολον ἡμῶν γενέσθαι φησὶν οὐκ αὐτὸν τὸν ἐκ θεοῦ λόγον, ὅτε γέγονε σὰρξ καὶ καθ’ ἡμᾶς ἄνθρωπος, ἀλλ’ ὡς ἕτερον παρ’ αὐτὸν ἰδικῶς ἄνθρωπον ἐκ γυναικός,
15ἢ εἴ τις λέγει ὑπὲρ ἑαυτοῦ προσενεγκεῖν αὐτὸν τὴν προσφορὰν καὶ οὐχὶ δὴ μᾶλλον ὑπὲρ μόνων ἡμῶν (οὐ γὰρ ἂν ἐδεήθη προσφορᾶς ὁ μὴ εἰδὼς ἁμαρτίαν), ἀνάθεμα ἔστω. Μέμψις αἱρετικῶν Εἰ ἀρχιερεὺς ὁ θεὸς λόγος, τίνι θεῶι αὐτοῦ ἢ ποίωι τὰ τῆς θεραπείας προσφέρει; ἀλλ’ ἐπελάθετο τοῦ μακαρίου Παύλου εἰπόντος· οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνά‐
20μενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειραμένον δὲ κατὰ πάντα [καθ’ ὁμοιότητα] χωρὶς ἁμαρτίας. τίς οὖν ἐστιν ὁ πεπειραμένος; ὁ θεὸς λόγος ἢ ἡ ἀνθρωπεία φύσις, τὸ τοῦ Δαυὶδ σπέρμα; καὶ πάλιν· οὐχ ἑαυτῶι τις λαμβάνει τὴν τιμήν, ἀλλ’ ὁ καλούμενος ὑπὸ τοῦ θεο, καθώσπερ καὶ Ἀαρών· οὕ‐ τως καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασεν γενέσθαι ἀρχιερέα. τίς οὖν ὁ
25τῶι Ἀαρὼν κατὰ τὸ τῆς ἱερωσύνης ἀξίωμα καὶ τῶι μὴ ἀφ’ ἑαυτοῦ λαμβάνοντι τὴν τιμήν, ἀλλὰ καλουμένωι ὑπὸ τοῦ θεοῦ καὶ εἰς τὴν ἀξίαν τῆς ἱερωσύνης ἀναβαίνοντι συγκρινόμενος; ἡ θεία φύσις ἡ τῶι πατρὶ συναίδιος, ἡ πάντα τὰ τοῦ πατρὸς ἴδια ἔχουσα; καὶ εἰς ποῖον ἀξίωμα μεῖζον ἑαυτῆς ἀνέβαινεν; καὶ φήσομεν τὴν ἱερωσύνην ἀξιωτέραν τῆς θείας φύ‐ σεως ὑπάρχειν, πρὸς ἣν οὐκ ἀφ’ ἑαυτοῦ, ἀλλὰ καλούμενος ὑπὸ τοῦ θεοῦ κατ’ αὐτὸν ἀνέ‐
30βαινεν καὶ δι’ αὐτῆς ἐδοξάζετο; ἢ ἡ ἐκ σπέρματος Δαυίδ, ἡ γενομένη καὶ ὁρισθεῖσα; ἧι καὶ ὤμοσεν ὁ θεὸς κατὰ τὸν ψαλμωιδὸν δώσειν εἰς τὸν αἰῶνα τὸ τῆς ἱερωσύνης· ὤμοσε γάρ φησιν, κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. ἡ θεότης τοῦ μονογενοῦς ἐνωμότους ὑποσχέσεις παρὰ τοῦ θεοῦ ἐλάμβανεν λήψεσθαι τὴν ἱερωσύνην εἰς τὸν αἰῶνα καὶ παρ’ αὐτῆς δοξασθήσεσθαι;
35καὶ τίς ἡμῶν 〈ἂν〉 ἀνάσχοιτο ταῦτα λεγόντων ἢ νοούντων, καὶ οὐ κατευτελίσει ἡμᾶς θεὸν εἰσά‐

1,1,7

54

γοντας χειροτονούμενον ἀρχιερέα καὶ ἐνωμότους συνθήκας λαμβάνοντα καλεῖσθαί τε εἰς τὸ τῆς ἱερωσύνης ἀξίωμα καὶ οὐχ ἑαυτῶι λαμβάνοντα τὴν τιμήν, ἀλλ’ εἰς ταύτην καλούμενον καὶ συγκρινόμενον τῶι πρώτωι τὴν ἱερωσύνην λαβόντι; καὶ πάλιν φησί· καθὼς καὶ ἐν ἑτέρωι λέγει· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.
5καὶ τίς πάλιν κατὰ τὴν ἱερωσύνην τοῦ Μελχισεδὲκ ἀπείκασται; ἆρα ὅσιον τὸν θεὸν λόγον ὑπολαμβάνειν ἢ τὴν ἐξ ἡμῶν ληφθεῖσαν σάρκα τὴν αὐτῶι ἀχωρίστως τε ἅμα καὶ ἀσυγχύ‐ τως συνημμένην; καὶ πάλιν φησίν· ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώιζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων. ἆρα ὁ θεὸς λόγος δεήσεις καὶ ἱκετηρίας
10καὶ μετὰ κραυγῆς ἰσχυρᾶς πρός τινα δυνάμενον σώιζειν αὐτὸν προσφέρων εἰσηκούσθη ἀπὸ τῆς εὐλαβείας καὶ ἔμαθεν ἀφ’ ὧν ἔπαθε τὴν ὑπακοήν; εἰ τοίνυν ὁ θεὸς λόγος ἀρχιερεύς, καὶ ἔμαθεν ἀφ’ ὧν ἔπαθεν αὐτός, καὶ ἐτελειώθη. ἀλλὰ μὴ ταρασ‐ σέσθω ὑμῶν ἡ διάνοια περὶ τοῦ παθόντος ἀκούσασα καίπερ ὢν υἱός. οὐ γὰρ δύο υἱοὺς φαμέν, τόν τε παθόντα καὶ τὸν ἀπαθῆ μείναντα· οὐ γὰρ κεχωρισμένως καὶ ἰδιαζόντως
15τῆς θεότητος τὸ ἐκ σπέρματος Δαυὶδ υἱὸς ὠνόμασται, ὡς οὐδὲ ἡ θεότης μετὰ τὴν ἕνωσιν ἄνευ τῆς φαινομένης σαρκὸς υἱὸς προσηγόρευται. τὸ γὰρ τῆς υἱότητος μετὰ τὴν ἕνωσιν ἑκατέραις ταῖς φύσεσιν ἓν οὐ κεχωρισμέναις ἀλλήλων· οὐ γὰρ μετὰ τὴν ἕνωσιν χωρισμὸς ἐπεγένετο· μένει γὰρ αἰώνιος ἡ ἕνωσις. ἀλλὰ γὰρ καὶ ἐν τοῖς πάθεσιν τῆς σαρκὸς ἡ θεότης ἀχώριστος, ἀπαθὴς μένουσα, καὶ τὰ θεοπρεπῆ διὰ τῆς σαρκὸς ἐπετελεῖτο. ὅθεν
20ἕνα καὶ τὸν αὐτὸν υἱὸν ὁμολογοῦμεν, ἀσυγχύτων τῶν φύσεων μενουσῶν, οὐκ ἄλλον καὶ ἄλλον λέγοντες, μὴ γένοιτο, ἀλλ’ ἕνα καὶ τὸν αὐτόν. ἀρχιερέα οὖν καὶ ἀπόστολον ἡμῶν γεγενῆσθαι τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν κατὰ τὰς θείας γραφὰς οὐδεὶς ἂν οὐχ ὁμολογήσειεν, οὐ κεχωρισμένον μέντοι ἰδικῶς ἄνθρωπον ἐκ γυναικὸς τοῦ ἐκ θεοῦ πατρὸς λόγου, ὡς εἶναι τὸ ἐκ σπέρματος Δαυὶδ ἡνωμένον ἀσυγχύτως ἀφράστως καὶ ἀχωρίστως
25τῶι ἐκ πατρὸς λόγωι, ἀρχιερέα πεπειραμένον κατὰ πάντα χωρὶς ἁμαρτίας καὶ μαθόντα φ’ ὧν ἔπαθεν, τὴν ὑπακοήν, προσκεκομικότα δὲ τῶι θεῶι καὶ πατρὶ οὐχ ὑπὲρ ἑαυτοῦ, ἀλλ’ ὑπὲρ ἡμῶν μόνων τὴν οἰκείαν σάρκα. οὐ γὰρ ἀμαθῶς φήσομεν τὸν θεὸν λόγον ἀρχιερέα καὶ προσκεκομικέναι ἑαυτὸν τῶι θεῶι καὶ πατρί· οὐ γὰρ τῆς τοῦ μο‐ νογενοῦς θεότητος θεὸς ὁ πατήρ, ἀλλὰ πατήρ.
30Ἀπολογία ὀρθοδόξου Ἐπὶ καιροῦ δὴ πάλιν εἰρήσεται πρὸς ἡμῶν τοῖς δι’ ἐναντίας· ἕως πότε χωλα‐ νεῖτε ἐπ’ ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; χρὴ γὰρ ὑμᾶς ὑγιᾶ καὶ ἀρτίως ἔχοντα πρὸς εἴδησιν ἀκριβῆ τῶν τῆς εὐθείας δογμάτων ἔχειν τὸν νοῦν, οὐ ταῖς διψυχίαις χωλεύοντα καὶ πολὺ νοσοῦντα τὸ ἄναλκι καὶ ὀρθὰ βαίνειν οὐκ ἀνεχόμενον· ἀκατάστατος γὰρ ὁ δίψυχος
35ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ οὐκ ἄν τι λάβοι παρὰ τοῦ κυρίου. καὶ ταῦτα φημὶ
τεθαυμακὼς ἄγαν τοὺς δι’ ἐναντίας ἀνέδην οὕτω καὶ προαλῶς ἐπιπλήττειν ἐθέλοντας τῶι

1,1,7

55

προκειμένωι καὶ νῦν ἀναθεματισμῶι. καὶ τὸ ἀπεικὸς οὐδέν, εἰ μὴ βούλονται τὸν ἐκ θεοῦ πατρὸς λόγον ὀνομάζεσθαι πρὸς ἡμῶν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν, ὅτε γέγονεν ἄνθρωπος· οἱ γὰρ ὅλως τὴν κατὰ σάρκα γέννησιν αὐτοῦ συκοφαντεῖν πειρώμενοι καὶ ἀπόβλητον, ὡς οὐκ ἀληθῆ, ποιεῖσθαι τολμήσαντες οὐκ ἀνεχόμενοί τε θεοτόκον εἰπεῖν
5τὴν ἁγίαν παρθένον, πῶς οὐ παραιτήσονται τῆς οἰκονομίας τοὺς τρόπους; ἀκουέτωσαν τοίνυν τὸ διὰ τῆς Ἡσαίου φωνῆς ἐὰν μὴ πιστεύσητε, οὐδ’ οὐ μὴ συνῆτε. ὁ μὲν γὰρ θεσπέσιος εὐαγγελιστὴς Ἰωάννης μέγα τι καὶ ἐξαίσιον κατεβρόντησε τῆς ὑπ’ οὐ‐ ρανόν, σάρκα λέγων γεγενῆσθαι τὸν λόγον· οἱ δὲ τῆς ἀληθείας τὴν δύναμιν ὑποκλέπτοντες οὕτω σάρκα γενέσθαι φασὶν αὐτόν, ὡς ἂν νοοῖτο γενέσθαι κατάρα καὶ ἁμαρτία. καὶ
10περὶ μὲν τούτων ἤδη φθάσαντες εἴπομεν ἅπερ ἦν εἰκὸς ἕωλον αὐτοῖς ἀποφαίνειν δύνασθαι τὸν ἔν γε τουτοισὶ λόγον, πρὸς δέ γε τοὺς φιλαιτίους εἰς τὸ παρὸν ἐκεῖνο φαμέν· μάθετε ἀκούειν στενοχωρούμενοι· καταδέξασθε τοῦ κατὰ Χριστὸν μυστηρίου τὸν θεμέλιον, τῆς οἰ‐ κονομίας τὰς πρώτας ἀρχὰς καὶ αὐτήν, ἵν’ οὕτως εἴπω, τὴν εἰσβολήν· πιστεύσατε μεθ’ ἡμῶν, μᾶλλον δὲ τοῖς ἱεροῖς γράμμασιν· δότε δὴ δότε τῆς ἀληθείας τὴν ψῆφον, ὁμολο‐
15γοῦντες ὅτι αὐτὸς ὁ μονογενὴς τοῦ θεοῦ λόγος ὁ ἐν κόλποις ὢν τοῦ πατρός, ὁ δι’ οὗ τὰ πάντα καὶ ἐν ὧι τὰ πάντα, γέγονε σάρξ, οὐ τροπὴν ἢ φυρμὸν ὑπομείνας, ἀλλ’ ὢν ἀεὶ τοῦτο κατὰ φύσιν ὅπερ ἦν τε καὶ ἔστι καὶ ἔσται· γέγονε δὲ σάρξ, γέννησιν ὑπομείνας ἐκ τῆς ἁγίας παρθένου, τὴν κατὰ σάρκα φημί, καὶ κεχρημάτικεν υἱὸς ἀνθρώπου καὶ παραπλη‐ σίως ἡμῖν μετέσχεν αἵματος καὶ σαρκός. οὕτω διατεθειμένοις καὶ τὴν οὕτω σεπτὴν καὶ
20ἀληθεστάτην πίστιν εἰσδεξαμένοις πάντα φανεῖται τὰ ἐφεξῆς βάσιμά τε καὶ ἱππήλατα καὶ οὐδὲν ἄναντες ἢ τραχύ· γέγραπται γὰρ ὅτι πάντα ἐνώπια τοῖς συνιοῦσιν καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Χρῆναι δὲ οἶμαι καὶ νῦν ἡμᾶς τὴν αἰτίαν εἰπεῖν δι’ ἣν γέγονεν ὁ ἀναθεματισμός. ὁ γάρτοι πάντα διακυκήσας ἄνω τε καὶ κάτω τὰ πάντα συγχέας Νεστόριος ἔφη τι τοι‐
25οῦτον περὶ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ Ἀπεστάλη κηρῦξαι αἰχμαλώτοις ἄφεσιν· οὗτος ὁ πιστὸς τῶι θεῶι πεποιημένος ἀρχιε‐ ρεύς (ἐγένετο γὰρ οὗτος, οὐκ ἀιδίως ἦν)· οὗτος ὁ κατὰ μικρὸν εἰς ἀρχιερέως, αἱρετικέ, προκόψας ἀξίωμα. Ἕτερα δὲ τούτοις ἀδελφὴν ὠδίνοντα τὴν ἀσέβειαν προσεπάγει πολλά. τίς οὖν ἄρα
30τῶν οὕτως αἰσχρῶν ἐπακούσας λόγων οὐ πάντα ἂν ἕλοιτο παθεῖν ἢ τὴν τῶι θεῶι κατε‐ στυγημένην ἀγαπῆσαι σιγήν; ἀπέθανεν ὑπὲρ ἡμῶν ὁ Χριστός, αἰσχύνης καταφρονήσας σταυρὸν ὑπέμεινεν καὶ τὸν κατὰ σάρκα θάνατον· εἶτα ἡμεῖς οὐδὲ ταῖς εἰς λόγους εὐνοίαις ἀμειψόμεθα τὸν εὐεργέτην, ἀλλ’ ἡσυχῆι καθεδούμεθα τῶν οὕτως ἐκτόπων δυσφημιῶν ἀκροώ‐ μενοι ἢ τάχα που καὶ μεριζόμενοι τῆς κατ’ αὐτοῦ γλωσσαλγίας τὰ ἐγκλήματα; τί φὴς ὦ
35οὗτος; προέκοπτεν εἰς ἀρχιερέα κατὰ βραχύ; καίτοι κεκένωκεν ἑαυτὸν θεὸς ὢν ὁ λόγος· ἔλαβεν δούλου μορφὴν ὁ ἐλεύθερος κατὰ φύσιν· τεταπείνωκεν ἑαυτὸν ὁ παντὸς ἐπέκεινα
γενητοῦ καὶ τοῖς τῆς θεότητος ἐπαυχῶν ὑψώμασιν. εἰ δὲ προέκοψεν, κατὰ τίνα κεκέ‐

1,1,7

56

νωται τρόπον; ἢ πῶς ἑαυτὸν καθῆκεν εἰς ταπείνωσιν; τιμῆς ἆρα καὶ δόξης αὐτῶι προ‐ μνήστριαν γενέσθαι φαίη τις ἂν τὴν κένωσιν; εἶτα πῶς ἔτι κένωσις τὸ χρῆμά ἐστιν; Ἀλλὰ ναί, φασίν, εἰ αὐτὸς ὁ ἐκ θεοῦ πατρὸς λόγος γέγονεν ἀρχιερεύς, τίς ἄρα ἐστὶν ὁ μείζων αὐτοῦ καὶ τῆι τῆς ἱερουργίας λειτουργίαι θεραπευόμενος; οὐκοῦν (ἐρῶ δή τι
5πάλιν) πίστευσον ὅτι καίτοι θεὸς κατὰ φύσιν ὑπάρχων καὶ ἐν μορφῆι τοῦ πατρὸς ὁ υἱὸς οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῶι, ἀλλ’ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών. εἰ δὲ γέγονεν ἄνθρωπος, ἔλαβεν δὲ καὶ δούλου μορφήν, πῶς ἡγήσεται μικρὸν καὶ τοῖς τῆς οἰκονομίας λόγοις ἀνάρμοστον τὸ χρηματίσαι καὶ ἀπόστολος καὶ ἀρχιε‐ ρεύς; καὶ ὁ τῆς καθ’ ἡμᾶς ἀνθρωπότητος τὸ μέτρον οὐκ ἀτιμάσας πῶς ἂν ἀπόβλητα ποιή‐
10σαιτο τὰ ἀνθρώπινα; καὶ ἦν μὲν ἴσως χαλεπὸν οὐδὲν καὶ διὰ πλειόνων ἔτι λόγων ἐλθεῖν καὶ μακροτέραν εἰς τοῦτο κατατεῖναι τὴν ἀφήγησιν· μεθεὶς δὲ τοῦτο πρὸς τὸ παρόν, τοὺς παρ’ αὐτῶν γεγονότας παροίσω λόγους· γεγράφασι γὰρ ὡδί Ἀλλὰ μὴ ταραττέσθω ὑμῶν ἡ διάνοια περὶ τοῦ παθόντος ἀκούσασα καίπερ ὢν υἱός. οὐ γὰρ δύο υἱοὺς φαμέν, τόν τε παθόντα καὶ τὸν ἀπαθῆ μείναντα· οὐ γὰρ κε‐
15χωρισμένως καὶ ἰδιαζόντως τῆς θεότητος τὸ ἐκ σπέρματος Δαυὶδ υἱὸς ὠνόμασται, ὡς οὐδὲ ἡ θεότης μετὰ τὴν ἕνωσιν ἄνευ τῆς φαινομένης σαρκὸς υἱὸς προσηγόρευται. Καὶ πάλιν· Ὅθεν ἕνα καὶ τὸν αὐτὸν υἱὸν ὁμολογοῦμεν, ἀσυγχύτων τῶν φύσεων μενουσῶν, οὐκ ἄλλον καὶ ἄλλον λέγοντες, μὴ γένοιτο, ἀλλ’ ἕνα καὶ τὸν αὐτόν. ἀρχιερέα 〈οὖν〉 καὶ ἀπόστολον ἡμῶν γεγενῆσθαι τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν κατὰ τὰς
20θείας γραφὰς οὐδεὶς ἂν οὐχ ὁμολογήσειεν, οὐ χωριζόμενον μέντοι ἰδικῶς ἄνθρωπον ἐκ γυναικὸς τοῦ ἐκ θεοῦ πατρὸς λόγου. Οὐκοῦν εἰ ἕνα φασὶν υἱόν, κατ’ οὐδένα τρόπον διαιροῦντες εἰς δύο τό τε ἐκ σπέρματος Δαυὶδ καὶ τὸν ἐκ θεοῦ πατρὸς λόγον, πῶς οὐκ ἀδικοῦσι τὸ μυστήριον, μερίζοντες τὴν οἰκονομίαν θεῶι καὶ ἀνθρώπωι, καὶ οὐχὶ δὴ μᾶλλον τὸν ἕνα καὶ τὸν αὐτὸν καὶ θεὸν εἶναί
25φασιν καὶ ἄνθρωπον, ὡς εἶναι πάντα αὐτοῦ, τά τε θεοπρεπῆ καὶ τὰ ἀνθρώπινα; ὅταν γάρ τι τῶν ὅτι μάλιστα θεοπρεπεστάτων λέγηται περὶ αὐτοῦ, τοῦτο δὴ πάντως καὶ ἀληθὲς εἶναι φαμέν, θεὸν γὰρ ἴσμεν αὐτόν· κἂν ἀνθρώπινόν τι τὸ λαλούμενον ἦι, καὶ οὕτως συννεύσομεν. ὁμολογοῦμεν γὰρ ὅτι θεός ἐστιν ἐν σαρκὶ καὶ αἵματι, καὶ τὸ τῆς ἀνθρω‐ πότητος μέτρον διὰ τῶν ἀνθρωπίνων ἐπιγινώσκομεν. χίλιαι μὲν γὰρ χιλιάδες ἁγίων
30ἀγγέλων λειτουργοῦσιν αὐτῶι καὶ τὸν θεῖον αὐτοῦ θρόνον περιεστᾶσι τὰ σεραφίμ· ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος, κεχρημάτικε καὶ ἀρχιερεύς, οὐχ ὡς μείζονι θεῶι προσκομίζων τὴν ἱερουργίαν, ἀλλ’ ἑαυτῶι τε καὶ τῶι πατρὶ τῆς πίστεως ἡμῶν τὴν ὁμολογίαν πραγματευό‐ μενος. ἐρυθριᾶις ἀκούων ὅτι κεχρημάτικεν ἱερεύς, διὰ τὸ ἀνθρώπινον· εἶτα πῶς οὐ τεθαύμακας ὅτι μὴ κατὰ τὸ τῶν ἱερέων ἔθος ἑτέρωι ποιεῖται τῆς ἱερουργίας τὸν τρόπον,
35ἑαυτῶι δὲ μᾶλλον, ὡς ἔφην, καὶ τῶι πατρί; ὅταν εἴπηις οὐκ ἄξιον εἶναι θεοῦ τὸ ἱερουργεῖν, σύμφημι κἀγώ· ἀλλ’ εἰ μόνος ἦν καὶ δίχα σαρκὸς ὁ λόγος, ἔφης ἂν ὀρθῶς· ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος, ὅρα καὶ ἱερουργοῦντα διὰ τὸ ἀνθρώπινον καὶ ἐν τοῖς ὑπὲρ κτίσιν ἀξιώμασιν ὡς θεόν· συνεδρεύει γὰρ τῶι θεῶι καὶ πατρί. ὅρα τοίνυν αὐτὸν ἱερα‐
τεύοντα μὲν κατὰ τὸ ἀνθρώπινον, συνεδρεύοντα δὲ ὡς θεόν. τί γάρ φησιν ὁ μακάριος

1,1,7

57

Παῦλος; τοιοῦτον ἔχομεν ἀρχιερέα ὃς ἐκάθισεν ἐν δεξιᾶι τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς ὑψηλοῖς. εἰδότες τοίνυν ὅτι θεὸς ὢν γέγονεν ἄνθρωπος, ἔστι δὲ εἷς καὶ ὁ αὐτὸς υἱός, αὐτῶι πάντα προσνεμοῦμεν ὡς ἑνὶ καὶ τοὺς τῆς οἰκονομίας οὐκ ἀγνοήσομεν τρόπους, τὴν τῶν ἐννοιῶν δύναμιν εὐτεχνῶς καὶ ἐμφρόνως ἀεὶ περιτρέ‐
5ποντες εἰς τὴν ὑπακοὴν αὐτοῦ. Ἀναθεματισμὸς ια Εἴ τις οὐχ ὁμολογεῖ τὴν τοῦ κυρίου σάρκα ζωοποιὸν εἶναι καὶ ἰδίαν αὐτοῦ τοῦ ἐκ θεοῦ πατρὸς λόγου, ἀλλ’ ὡς ἑτέρου τινὸς παρ’ αὐτόν, συνημμένου μὲν αὐτῶι κατὰ τὴν ἀξίαν ἢ γοῦν ὡς μόνην θείαν ἐνοίκησιν ἐσχηκότος, καὶ οὐχὶ δὴ μᾶλλον ζωοποιόν, ὡς ἔφην,
10ὅτι γέγονεν ἰδία τοῦ λόγου τοῦ τὰ πάντα ζωογονεῖν ἰσχύοντος, ἀνάθεμα ἔστω. Μέμψις αἱρετικῶν Ἰδίαν γενέσθαι τὴν δεσποτικὴν σάρκα τοῦ λόγου διὰ τῆς ἑνώσεως ὁμολογεῖσθαι καλόν, νοοῦντας μέντοι ἐξ ἡμῶν αὐτὴν προσειλῆφθαι. περιττὸν δὲ τὸ ἐπάγειν καὶ οὐχ ἑτέρου τινὸς παρ’ αὐτόν, εἰ μὴ ἄρα ἐξαιρεῖ αὐτὴν τοῦ ἐξ ἡμῶν εἰλῆφθαι. τὸ γὰρ συνεχῶς
15λέγειν αὐτὸν ἰδίαν ἐξαιροῦντός ἐστιν τὴν δεσποτικὴν σάρκα 〈τοῦ〉 εἶναι τῆς ἡμετέρας φύ‐ σεως. καὶ ποῦ τὸ καύχημα ἡμῶν; διὰ τίνος λέγει ὁ Παῦλος συνήγειρεν ἡμᾶς καὶ συνεκάθισεν ἡμᾶς; καὶ τίνος γὰρ τῶν ἀνθρώπων ἑτέρου ἡ ἑκάστου σάρξ; οὐχὶ ἕκαστος ἡμῶν κοινὴν μὲν ἔχει σάρκα ἑκάστωι τῶι τοῦ ὁμοουσίου λόγωι, ἰδίαν δὲ τῶι τὴν ἑκάστου μὴ εἶναι ἑτέρου ἢ μόνου οὗ ἐστιν σάρξ; τί οὖν αὐτῶι βούλεται τὸ ἰδίαν ὡς
20ἕτερόν τι λέγοντι; εἰ γὰρ νοεῖ τὴν δεσποτικὴν σάρκα ἐκ τῆς ἡμετέρας εἰλῆφθαι, νοεῖ δὲ ὡς ἡ ἑκάστου σὰρξ ἐκείνου ἐστὶν ἰδία οὗ [καί] ἐστιν σάρξ, καὶ οὐχ ἑτέρου, τί ὥς τι ξένον λέγει ἰδίαν αὐτὴν εἶναι; ἢ δῆλον ὅτι δι’ ἐπικαλύμματος οὐ λέγει αὐτὴν ἐκ τῆς ἡμετέρας φύσεως εἰλῆφθαι; ὡς σαφέστερον λέγει ἐν τῶι πρώτωι αὐτοῦ τόμωι· καὶ τὸ βρέφος, φησίν, ἦν οὐ καθ’ ἡμᾶς, τουτέστιν οὐκ ἐν ψιλῆι καὶ μόνηι τῆι πρὸς ἡμᾶς ὁμοιότητι, ἀλλ’
25ἐν ἀνθρωπότητι μὲν διὰ τὴν σάρκα, θεῖον δὲ ὡς ὑπὲρ ἡμᾶς καὶ ἐξ οὐρανοῦ. καὶ πάλιν ἐν τῶι δευτέρωι τόμωι, καθά φησιν· σῶμα γὰρ ἦν οὐχ ἑτέρου τινὸς τῶν καθ’ ἡμᾶς, ἴδιον δὲ μᾶλλον αὐτοῦ τοῦ ἐκ πατρὸς ὄντος λόγου τὸ γεννηθὲν ἐξ αὐτῆς. τίς γὰρ εἶπέν ποτε ὅτι ἑτέρου τινὸς τῶν ἀπ’ αἰῶνος ἀνθρώπων γέγονεν ἡ δεσποτικὴ σάρξ, τυχὸν ἢ τοῦ Ἄβελ ἢ Νῶε ἢ Ἠλία ἤ τινος τῶν ἀπ’ αἰῶνος ἀνθρώπων; οὐ μόνον δὲ περὶ τῆς δεσπο‐
30τικῆς σαρκὸς ἀποφαινόμεθα ὡς οὐ γέγονεν ἑτέρου τινὸς τῶν ἀπ’ αἰῶνος ἀνθρώπων, ἀλλ’ αὐτοῦ τοῦ κυρίου ἰδία καὶ μόνη, ἡ ἀσυγχύτως καὶ ἀχωρίστως ἑνωθεῖσα τῶι θεῶι λόγωι· ἀλλ’ οὐδ’ ἡ ἑνὸς ἑκάστου ἡμῶν σὰρξ γέγονέ ποτε, ὡς ἔφαμεν, ἑτέρου τινος πλὴν ἐκείνου οὗ ἐστιν σάρξ. τούτου τοίνυν παρὰ πᾶσιν τοῖς τῆς ἐκκλησίας ὁμολογουμένου, τί αὐτῶι
βούλεται τὸ συνεχῶς ἰδίαν αὐτὴν λέγειν, εἰ μὴ ἄρα ἐξαιρεῖ αὐτὴν τοῦ εἶναι τῆς ἡμετέρας

1,1,7

58

φύσεως; πῶς δὲ καὶ ἀπαγορεύει μὴ δεῖν λέγεσθαι συνημμένου μὲν αὐτῶι κατὰ τὴν ἀξίαν καὶ τὴν αὐθεντίαν, αὐτὸς λέγων ἐν τῶι πρώτωι τόμωι· οὕτω γὰρ καὶ ἡμεῖς τῆι αὐτοῦ πτωχείαι πεπλουτήκαμεν, ἀνακομισθείσης ἐν αὐτῶι τῆς ἀνθρωπείας φύσεως εἰς ἀξίωμα τὸ θεοπρεπές; ἀλλ’ ἡμεῖς εἴπωμεν αὐτῶι ἐναντιουμένωι καὶ ἑαυτῶι· εἰ τοίνυν αἱ φύσεις
5μένουσιν ἀσύγχυτοι, μένει δὲ καὶ ἡ ἕνωσις, φαμὲν δὲ τὰ τῆς προσκυνήσεως καὶ δυνάμεως καὶ ἀξίας καὶ αὐθεντίας ὡς ἑνὶ υἱῶι προσφέρεσθαι ἄξιον, μενουσῶν τῶν φύσεων ἐν τῆι ἑνώσει ἀσυγχύτων, τί ὑπολείπεται ἕτερον ὃ ἀκριβεστέραν τὴν ἕνωσιν χαρακτηρίζει; καὶ δώσομεν καὶ συνθησόμεθα, ἐκτὸς τῆς τῶν φύσεων συγχύσεως· ἀλλὰ πρόδηλον ὡς οὐδὲν αὐτῶι ἐξαρκεῖ εἰς τὸ τῆς ἑνώσεως ἄκρον, μὴ τὰς φύσεις συγχέοντι. ἀλλ’ ἡμεῖς
10τὰς μὲν φύσεις οὔσας ἀσυγχύτους φυλάσσομεν καὶ τὴν ἕνωσιν ἄκραν καὶ θείαν καὶ ἡμῖν ἀκατάληπτον ὁμολογοῦμεν, πάντα εἰς δοξολογίαν ὡς θεῶι καὶ ἑνὶ υἱῶι προσφέροντες καὶ λέγοντες αὐτῶι τὴν τοῦ μακαρίου Πέτρου φωνήν· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεο. Ἀπολογία ὀρθοδόξου Κατεθήγοντό ποτε πρὸς ἀνοσίους ὀργὰς οἱ τάλανες Ἰουδαῖοι, τοῖς τοῦ φθόνου βέλεσι
15τὸν νοῦν κατηκοντισμένοι· ἐπειδὴ δὲ πρὸς τούτωι καὶ τὰς βεβήλους ἐπέφερον χεῖρας τῶι πάντων ἡμῶν σωτῆρι Χριστῶι, τῶν τοιούτων αὐτοὺς τολμημάτων τὰς αἰτίας εἰπεῖν διεκε‐ λεύετο, λέγων· πολλὰ καλὰ ἔργα ἔδειξα ὑμῖν ἐκ τοῦ πατρός μου· διὰ ποῖον αὐτῶν ἔργον ἐμὲ λιθάζετε; οἳ δὲ ἧκον εἰς τοῦτο δυσβουλίας τε ὁμοῦ καὶ ἀνο‐ σιότητος ἐννοιῶν, ὥστε καὶ τοῖς τῆς δυσφημίας ἐγκλήμασιν περιβάλλειν ἐπιχειρεῖν· ἔφασκον
20γάρ· περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν. ἔφη δέ που πρὸς αὐτοὺς ὁ σωτήρ· οὐκ ἔστι γεγραμμένον ἐν τῶι νόμωι ὑμῶν· ἐγὼ εἶπα, θεοὶ ἐστ; εἰ ἐκείνους εἶπεν θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφ· ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε
25ὅτι βλασφημεῖς, ὅτι εἶπον· υἱὸς θεοῦ εἰμ; περιεργαζόμενοι δὲ ἡμεῖς τῆς ἐνθάδε λεγομένης ἀποστολῆς τὸν τρόπον, ἐκ τῶν ἱερῶν γραμμάτων τὴν ἐπὶ τῶιδε γνῶσιν ἐρανιζόμεθα. ἔφη τοίνυν αὐτὸς διὰ φωνῆς Ἡσαίου· πνεῦμα κυρίου ἐπ’ ἐμ, οὗ εἵνεκεν ἔχρισέν με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέν με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν. ἀπεστάλθαι δὲ φαμὲν τὸν υἱὸν
30παρὰ τοῦ θεοῦ καὶ πατρὸς γενόμενον ἄνθρωπον· πρέποι γὰρ ἂν καὶ μάλα ὀρθῶς τοῖς τῆς κενώσεως μέτροις τὸ τῆς ἀποστολῆς ὄνομά τε καὶ χρῆμα. ἀπεστάλη δέ, ὡς ἔφην, οὐ γυμνὸς καὶ ἄσαρκος ὁ ἐκ θεοῦ πατρὸς λόγος, γέννησιν δὲ μᾶλλον ὑπομείνας τὴν κατὰ σάρκα ἤτοι σῶμα λαβὼν ἐκ τῆς ἁγίας παρθένου, τοῦτό τε ἀφράστως καὶ ἀσυγχύτως ἑνώσας ἑαυτῶι, καθὰ πλειστάκις εἰρήκαμεν, ἐπέφανεν ἡμῖν θεὸς κύριος κατὰ τὰς γραφάς.
35ἴδιον οὖν τὸ σῶμα φαμὲν γενέσθαι τοῦ λόγου καὶ οὐκ ἀνθρώπου τινὸς ἰδικῶς καὶ κεχω‐
ρισμένως ἑτέρου παρ’ αὐτὸν νοουμένου Χριστοῦ καὶ υἱοῦ, ὥσπερ δὲ ἴδιον ἡμῶν ἑκάστου

1,1,7

59

λέγεται σῶμα τὸ ἰδικῶς αὐτοῦ, οὕτω καὶ ἐπὶ τοῦ ἑνὸς Χριστοῦ νοητέον. καίτοι γὰρ ὑπάρχον τοῖς ἡμετέροις σώμασιν ὁμογενὲς ἢ γοῦν ὁμοούσιον (γεγέννηται γὰρ ἐκ γυναικός), ἴδιον αὐτοῦ, ὡς ἔφην, νοεῖται καὶ λέγεται. ἐπειδὴ δὲ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ ἐκ θεοῦ πατρὸς λόγος, ζωοποιὸν ἀπέφηνε τὴν ἑαυτοῦ σάρκα· ταύτηι τοι γέγονεν ἡμῖν εὐλογία
5ζωοποιός. καὶ γοῦν ἔφασκεν ὁ Χριστός· ἀμὴν λέγω ὑμῖν, ἐγὼ εἰμὶ ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς καὶ ζωὴν διδοὺς τῶι κόσμωι. καὶ πάλιν· καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. καὶ πάλιν· ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῶι. ἄθρει δὴ οὖν ὅπως πανταχοῦ ἑαυτοῦ σῶμα τὸ ἐκ γυναικὸς ὀνομάζει
10διὰ τὴν εἰς ἄκρον ἕνωσιν. τοῦτον ἔχοντος τοῦ μυστηρίου τὸν λόγον, ἐν ἐξηγήσει πάλιν ἰδίαι φησὶν ὁ Νεστόριος Ἀκούσατε τοίνυν προσέχοντες τοῖς ῥητοῖς· ὁ τρώγων μου, φησί, τὴν σάρκα· μνημονεύετε ὅτι περὶ τῆς σαρκός ἐστι τὸ λεγόμενον καὶ ὅτι οὐ παρ’ ἐμοῦ προστέθειται τὸ τῆς σαρκὸς ὄνομα, ὥστε μὴ δοκεῖν ἐκείνοις παρερμηνεύειν. ὁ τρώγων μου τὴν
15σάρκα καὶ πίνων μου τὸ αἷμα· μὴ εἶπεν· ὁ τρώγων μου τὴν θεότητα καὶ πίνων μου τὴν θεότητα; ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῶι· μνημονεύετε ὅτι περὶ τῆς σαρκὸς τὸ λεγόμενον. καθὼς ἀπέστειλέ με ὁ ζῶν πατήρ, ἐμὲ τὸν φαινόμενον. ἀλλ’ ἐνίοτε παρερμηνεύω· ἀκού‐ σωμεν ἐκ τῶν ἐφεξῆς· καθὼς ἀπέστειλέν με ὁ ζῶν πατήρ. ἐκεῖνος λέγει τὴν
20θεότητα, ἐγὼ τὴν ἀνθρωπότητα· ἴδωμεν τίς ὁ παρερμηνεύων. καθὼς ἀπέστειλέν με ὁ ζῶν πατήρ. λέγει ὁ αἱρετικός· ἐνταῦθα τὴν θεότητα λέγει· ἀπέστειλεν ἐμ, τὸν θεὸν λόγον, ὁ ζῶν πατὴρ κατ’ ἐκείνους κἀγὼ ζ, ὁ θεὸς λόγος, διὰ τὸν πατέρα. Εἶτα μετὰ τοῦτο· καὶ ὁ τρώγων με κἀκεῖνος ζήσεται· τίνα ἐσθίομεν, τὴν
25θεότητα ἢ τὴν σάρκα; Περὶ μὲν οὖν τῶν οὕτως ἐκτόπως καὶ ἀτημελῶς αὐτῶι πεφλυαρημένων μακρὸς ἤδη παρ’ ἡμῶν πεποίηται λόγος· τί δ’ ἂν βούλοιτο νοεῖν, οὐ τὸν θεὸν λόγον ἀπεστάλθαι λέγων σαρκωθέντα καὶ ἐνανθρωπήσαντα, τιθεὶς δὲ δὴ πάλιν ἰδίαι τε καὶ ἀνὰ μέρος, ὡς αὐτός φησι, τὸν φαινόμενον, οὐκ ἔχω λέγειν, μᾶλλον δὲ καὶ ἐναργὲς ἤδη τὸ σόφισμα. τὸν
30γὰρ τῆς ἑνώσεως παραλύει τρόπον, ἵνα κοινὸν εὑρίσκηται τὸ σῶμα Χριστοῦ, οὐκέτι δὲ ἴδιον ἀληθῶς τοῦ πάντα ζωοποιεῖν ἰσχύοντος. μικρὰ μὲν ὁμολογουμένως τῶι θεῶι λόγωι πάντα ἐστὶ τὰ ἀνθρώπινα· ἐπειδὴ δὲ κατηξίωσε δι’ ἡμᾶς τὴν τῶι κόσμωι σωτήριον ὑπο‐ μεῖναι κένωσιν, κἂν ἀπεστάλθαι λέγηται κηρύξων αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν,
δοξάζεται μᾶλλον ὡς ὑπενεγκὼν τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ ταπεινόν, καὶ οὐκ ἂν οἶμαί

1,1,7

60

τις διαμωμήσαιτο τῶν εὖ φρονεῖν εἰωθότων ὅτι καθῆκεν ἑαυτὸν ἐν τοῖς καθ’ ἡμᾶς δι’ ἡμᾶς. ἆρ’ οὖν ὡς ἕτερόν τινα υἱὸν καὶ Χριστὸν παρὰ τὸν ἐκ θεοῦ λόγον τὸν φαινόμενον εἶναι διαβεβαιούμενος, ὧι καὶ μόνωι τὸ τῆς ἀποστολῆς προσνενέμηκε χρῆμα, οὐκ ἀνθρωποφαγίαν ἡμῶν ἀποφαίνει τὸ μυστήριον, περιιστὰς ἀνοσίως εἰς ἐξιτήλους ἐννοίας τῶν πιστευσάντων
5τὸν νοῦν καὶ λογισμοῖς ἀνθρωπίνοις ὑποφέρειν ἐπιχειρῶν ἃ μόνηι καὶ ἀζητήτωι πίστει καταλαμβάνεται; οὐ γὰρ ἐπειδήπερ οὐκ ἐσθίεται θεότητος φύσις, διὰ τοῦτο κοινὸν εἶναι φαίη τις ἂν τὸ ἅγιον σῶμα Χριστοῦ. εἰδέναι δὲ ἀναγκαῖον ὅτι, καθὰ φθάσαντες εἴπομεν, ἴδιόν ἐστι σῶμα τοῦ τὰ πάντα ζωογονοῦντος λόγου· ἐπειδὴ δέ ἐστι σῶμα ζωῆς, ζωοποιόν ἐστι. δι’ αὐτοῦ γὰρ τοῖς θνητοῖς ἡμῶν σώμασιν ἐνίησι τὴν ζωὴν ὁ υἱὸς καὶ καταργεῖ
10τοῦ θανάτου τὸ κράτος. ζωοποιεῖ δὲ ἡμᾶς κατὰ τὸν ἴσον τρόπον καὶ τὸ ἅγιον πνεῦμα Χριστοῦ· τὸ γὰρ πνεῦμά ἐστιν τὸ ζωοποιοῦν κατὰ τὴν αὐτοῦ τοῦ σωτῆρος φωνήν. Λυπεῖ δὲ οὐδὲν ὑπέρ γε τοῦ μὴ δοκεῖν ἐμέ τε καὶ μόνον ἴδιον ὀνομάζειν τὸ σῶμα τοῦ λόγου, καὶ τὰς τῶν ἁγίων πατέρων παραθεῖναι χρήσεις, ἵν’ ἴδοιεν οἱ δι’ ἐναντίας ὡς μάτην ἡμῶν κατακεκράγασιν ἑπομένων πανταχοῦ ταῖς ἐκείνων φωναῖς. ἔφη τοίνυν ὁ
15πανεύφημος ἡμῶν πατὴρ καὶ ἐπίσκοπος Ἀθανάσιος ἐν τῶι Περὶ τῆς ἁγίας τριάδος λόγωι Καὶ ἐδείκνυτο ὅτι μὴ φαντασίαι, ἀλλὰ ἀληθῶς ἔχων ἦν σῶμα. ἔπρεπε δὲ τὸν κύριον, ἐνδιδυσκόμενον ἀνθρωπίνην σάρκα, ταύτην μετὰ τῶν ἰδίων παθῶν αὐτῆς ὅλην ἐν‐ δύσασθαι, ἵν’ ὥσπερ ἴδιον αὐτοῦ λέγομεν εἶναι τὸ σῶμα, οὕτω καὶ τὰ τοῦ σώματος πάθη ἴδια μόνον αὐτοῦ λέγηται, εἰ καὶ μὴ ἥπτετο κατὰ τὴν θεότητα αὐτοῦ.
20 Καὶ πάλιν· Ταῦτα ἀναγκαίως προεξητάσαμεν, ἵν’ ἐὰν ἴδωμεν αὐτὸν ὡς δι’ ὀργάνου τοῦ ἰδίου σώματος θεικῶς πράττοντα ἢ λέγοντα, γινώσκωμεν ὅτι θεὸς ὢν ταῦτα ἐργάζεται. Καὶ ταῦτα μὲν ὁ μακάριος πατὴρ ἡμῶν Ἀθανάσιος· πλὴν κἂν ἴδιον λέγηται τοῦ λόγου τὸ σῶμα, ἀλλ’ οὖν ἐστιν ἐκ γυναικὸς καὶ τοῖς ἡμετέροις συγγενές, καθὸ νοεῖται σάρξ. καὶ ὁ μὲν μακάριος Παῦλος ὁ πρῶτος ἄνθρωπος, φησίν, ἐκ γῆς χοικός, ὁ δεύ‐
25τερος ἐξ οὐρανο. αὐτὸς δὲ ὁ Χριστός οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, φησίν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου. φαμὲν δὲ ὅτι οὐκ ἐξ οὐρανοῦ τὸ σῶμα τὸ ἑνωθὲν αὐτῶι κατενεγκὼν ὁ λόγος τοιάδε φησίν· ἐπειδὴ δὲ ἄνωθεν ὢν αὐτὸς καὶ ἐξ οὐρανοῦ ἴδιον ἐποιήσατο τὸ ἑνωθὲν αὐτῶι σῶμα ἀφράστως ἀπερινοήτως ἀτρέπτως τε καὶ ἀσυγχύτως, ταύτηι τοι καὶ ἐξ οὐρανοῦ φησιν ἑαυτόν, καὶ
30ὅτε γέγονεν υἱὸς ἀνθρώπου. ὀρθῶς τοιγαροῦν καὶ ἀμωμήτως ἔχοντος ἡμῖν τοῦ λόγου, ποία τις ἄρα τοῖς φιλοψογεῖν ἐθέλουσιν εὑρεσιλογίας τῆς καθ’ ἡμῶν ἡ πρόφασις, εἰ μάχεται ταῖς τινων δυσφημίαις ὁ ἀναθεματισμός, τῶι ψεύδει τὸ ἀληθὲς ἀντεξάγων; οἶμαι δὲ
ἔγωγε κατ’ οὐδένα τρόπον ἡμαρτηκέναι τοῦ πρέποντος, εἰ Χριστὸν ἔφην ὑπὲρ ἡμᾶς· εἰ γὰρ

1,1,7

61

καὶ γέγονεν ἄνθρωπος ὁ τοῦ θεοῦ λόγος, ἀλλ’ ἔστιν καὶ οὕτως οὐχ ὑπέρ γε μόνους ἡμᾶς, ἀλλὰ καὶ ὑπὲρ πᾶσαν τὴν κτίσιν. οὐ γὰρ μόνον ἄνθρωπος νοεῖται καθ’ ἡμᾶς, ἀλλ’ ὁ αὐτὸς καὶ θεὸς ἄνωθεν καὶ ἐξ οὐρανοῦ. Ἀναθεματισμὸς ιβ
5 Εἴ τις οὐχ ὁμολογεῖ τὸν τοῦ θεοῦ λόγον παθόντα σαρκὶ καὶ ἐσταυρωμένον σαρκὶ καὶ θανάτου γευσάμενον σαρκὶ γεγονότα τε πρωτότοκον ἐκ τῶν νεκρῶν, καθὸ ζωή τέ ἐστι καὶ ζωοποιός, ἀνάθεμα ἔστω. Μέμψις αἱρετικῶν Πάλιν ἐνταῦθα τῶν αὐτοῦ λόγων αὐτὸν ὑπομιμνήσκομεν, ὡς πάντηι ἀπαθῆ τὴν θείαν
10φύσιν λέγει ἐν τῶι πρώτωι τόμωι φάσκων οὕτως· εἷς οὖν ὁ πάντων ἀξιώτερος τὴν ἰδίαν ὑπὲρ πάντων τέθεικε ψυχὴν καὶ συγχωρεῖ μὲν οἰκονομικῶς καταβιβάζεσθαι πρὸς βραχὺ τῶι θανάτωι τὴν σάρκα, κατήργηκε δὲ πάλιν αὐτὸν ὡς ζωή, παθεῖν οὐκ ἀνασχόμενος τὸ παρὰ φύσιν ἰδίαν. εἴπωμεν οὖν αὐτῶι ἐναντιολογοῦντι· πῶς οὖν ὁ τὴν σάρκα συγχωρῶν πρὸς βραχὺ τῶι θανάτωι καταβιβάζεσθαι καὶ καταργῶν τὸν θάνατον ὡς ζωή, οὐκ ἀνεχό‐
15μενος παθεῖν τὸ παρὰ φύσιν ἰδίαν, νῦν κατὰ σὲ πάσχει διὰ τῆς σαρκός; ἀλλ’ οὐκ ἔπαθεν ὁ θεὸς τῆι σαρκὶ συνημμένος, ἀλλ’ ἡ σὰρξ ἡνωμένη τῶι θεῶι λόγωι κατὰ τὴν αὐ‐ τοῦ συγχώρησιν τὰ οἰκεῖα ὑπέμεινεν. οὐ γὰρ ἂν μὴ αὐτοῦ συγχωροῦντος πάθος ἢ θάνατος ἐπεγένετο· εἰ γὰρ ψυχῆς παρούσης οὐκ ἐπιγίνεται θάνατος, πῶς ἂν θεοῦ παρόντος καὶ οὐ μόνον παρόντος ἁπλῶς, ἀλλὰ καὶ συνημμένου κατ’ ἄκραν τινὰ ἕνωσιν καὶ αὐτῶι
20μόνωι καταληπτὴν ἠνώχλει τῶι οἰκείωι ναῶι, μὴ συγχωροῦντος αὐτοῦ, ἢ πάθος ἢ θάνατος; ἀλλὰ γὰρ οὐχ ἡ θεότης τῆι σαρκὶ συνημμένη ἔπαθεν, ἀλλ’ ἡ σὰρξ συγχωρούσης αὐτῆς τὰ οἰκεῖα ὑπέμεινεν. ἀλλ’ ὅτι κακούργως αὐτῶι κεῖται τὸ ἔπαθε σαρκί πρὸς πλάνην τῶν ἀφελεστέρων, πρόδηλον αὐτόθεν. οὐ γὰρ ἐφύλαξε τὸ ἀπαθὲς τῆι θείαι φύσει ὁ εἰπὼν ἔπαθεν σαρκί· τὸ γὰρ ἔπαθε σαρκί οὐδὲν ἕτερόν ἐστιν ἢ μετὰ σαρκὸς παθεῖν, κἂν οὖν
25μετὰ τῆς σαρκὸς ἔπαθεν, παθητὸς ὡμολόγηται. ἢ γὰρ κατὰ φύσιν ἔχων τὸ παθεῖν ἔπαθεν ἢ παρὰ φύσιν. καὶ εἰ μὲν κατὰ φύσιν ἔπαθεν, ἔσται καὶ ὁ πατὴρ παθητός, ὁμοούσιος ὢν τῶι υἱῶι (ἀνάγκη γὰρ προσεῖναι πάντα τῶι γεγεννηκότι ὅσα τῶι γεννηθέντι πρόσεστιν)· ἢ ὁμολογοῦμεν αὐτὸν μὲν πεπονθέναι ἐπιτηδείως ἔχοντα πρὸς τὸ πάθος, τὸν δὲ πατέρα παθεῖν μὴ ἐπιδέχεσθαι. ἀλλ’ οὕτως λέγοντες συναινέσομεν αἱρετικοῖς λέγουσι
30τὴν θεότητα τοῦ μονογενοῦς παθητήν, τὴν δὲ τοῦ πατρὸς μὴ ἐπιδέχεσθαι πάθος, ὅθεν καὶ τὸ ἑτεροούσιον λέγουσιν. εἰ δὲ φήσουσι παρὰ φύσιν αὐτὸν πεπονθέναι, ἐροῦμεν· καὶ ποῖον πάθος ἰσχυρότερον τῆς θείας φύσεως, ὥστε εἰς τὸ παρὰ φύσιν πάθος ἑλκύσαι τὸν
κατὰ φύσιν ἀπαθῆ; ἀλλά φησιν· αὐτοῦ βούλησις. ἀλλὰ φαμέν· ἡ αὐτοῦ βούλησις

1,1,7

62

ἀπαθής, ζητοῦμεν δὲ πάθος τὸ τὴν ἀπαθῆ φύσιν εἰς τὴν αὐτοῦ ἐμπάθειαν μετενέγκαν. ἄλλως τε καὶ ἡ θεία βούλησις ἐκεῖνα θέλει τὰ αὐτῆι πρέποντα. καὶ τί, φησίν, πρεπω‐ δέστερον τοῦ σῶσαι τὸ τῶν ἀνθρώπων γένος; καὶ πῶς ἔμελλε τὸ τῶν ἀνθρώπων γένος περισώιζεσθαι, αὐτὸ εἰς ἀπάθειαν μεταβαῖνον ἢ τὴν θείαν καὶ ἀπαθῆ φύσιν εἰς πάθος
5κατασπῶν; πάντως γὰρ ὡς ἰσχυροτέρα εἰς τὸ ἑαυτῆς ἐμπαθὲς μετέστησε τὸ ἀπαθές. καὶ τίς ὄνησις τῶι παθητῶι, εἰ καὶ τὸ ἀπαθὲς παθητὸν γένοιτο; σωτηρία δὲ τοῦ πα‐ θητοῦ οὐχ ἡ τοῦ ἀπαθοῦς πρὸς αὐτὸ διὰ τοῦ πάθους κοινωνία· τοῦτο γὰρ μᾶλλον αὔξησις τοῦ κακοῦ, οὐκ ἀναίρεσις· τῶι γὰρ ὁμοίωι τὸ ἕτερον οὐκ ἀναιρεῖται, ἀλλ’ αὐξάνεται. τίς οὖν ἡ σωτηρία τοῦ παθητοῦ; ὡς ἔφαμεν, οὐχ ἡ τοῦ ἀπαθοῦς πρὸς αὐτὸ κοινωνία,
10ἀλλ’ ἡ αὐτοῦ πρὸς τὸ ἀπαθὲς μετάστασις· ὃ καὶ πεποίηκεν ὁ δεσπότης Χριστός, οὐκ αὐτὸς κατὰ τὴν θεότητα εἰς πάθος καταβιβασθείς, ἀλλὰ καὶ τὴν ἀνθρωπότητα πᾶσαν διὰ τῆς ἁγίας σαρκὸς εἰς ὕψος ἐγείρας καὶ τὴν χαμαὶ κειμένην εἰς οὐρανοὺς ἀνελκύσας καὶ τὴν ἀπαρρη‐ σίαστον πρώην υἱοθεσίας ἀξιώσας. τίς δὲ ἐχρεώστει τὸν ἐκ τῆς παρακοῆς θάνατον; πάντως ἡ ἀνθρωπεία φύσις, οὐχ ἡ θεία. τίνα οὖν ἀκόλουθον ἦν ἀποδοῦναι τὸν τῆς
15παρακοῆς θάνατον; Ἀπολογία ὀρθοδόξου Ἀξιάγαστος ἀληθῶς τῆς ἀληθείας ἡ δύναμις καὶ μάρτυς ἡ πεῖρα· οὐ γάρ μοι μακροῦ δεήσει λόγου πρὸς ἀπολογίαν ἢ γοῦν ἀναπείθειν οἵου τε τοὺς ἠπατημένους, οἰομένους ὅτι παθητὴν εἶναι φαμὲν τὴν θείαν τοῦ λόγου φύσιν, ἅπαξ τῶν δι’ ἐναντίας καταβεβληκότων
20αὐτόθεν διωμολογηκότων τε καὶ μάλα σαφῶς ὡς ἀλλότριοι καὶ ἔξω που τῶν ἐπί γε του‐ τοισὶ καθεστήκαμεν ἐγκλημάτων. ἐπειδὴ δὲ ἀνυπόθετον λῆμμα κατὰ τὸ αὐτοῖς δοκοῦν προθέντες ἀβούλως καὶ πικροῖς ἐννοιῶν εὑρήμασιν χρώμενοι πειρῶνται δεικνύειν τῆς ἐνούσης αὐτοῖς ἀγχινοίας τὴν δείνωσιν, κατασκευάζουσι δὲ καὶ μάλα γοργῶς ἀποφαίνοντες ἀπαθῆ κατ’ ἰδίαν φύσιν τὸν τοῦ θεοῦ λόγον, ἀκουέτωσαν πρὸς ἡμῶν ὅτι πυκτεύουσι μάτην καὶ
25δέρουσιν εἰς ἀέρα μηδενὸς αὐτοῖς ἀντεξάγοντος εἰς τοῦτο μήτε μὴν φρονοῦντος τὰ ἐναντία. τί τοίνυν ἱδροῦσι μάτην καὶ διατείνονται περιττά; τίς οὕτως ἐμβρόντητος, ὡς τῆς ἀνω‐ τάτω πασῶν οὐσίας τὸ ἐμπαθὲς καθορίζειν καὶ εἰς τὴν τῶν ποιημάτων ἀσθένειαν κατα‐ σείειν ἀποτολμᾶν τὸ παντὸς ἐπέκεινα γενητοῦ καὶ ἀσώματον; ἐπειδὴ δὲ ὁ τοῦ μυστη‐ ρίου λόγος ἄνθρωπον οἶδεν γενόμενον οἰκονομικῶς τὸν ἐκ θεοῦ κατὰ φύσιν υἱὸν μονογενῆ
30ἴδιόν τε ὑπάρχειν αὐτοῦ διαβεβαιούμεθα τὸ ἐκ τῆς μακαρίας παρθένου ληφθὲν ἅγιον σῶμα,

1,1,7

63

ταύτηι τοι καὶ μάλα ὀρθῶς κατ’ οἰκείωσιν οἰκονομικὴν αὐτοῦ λέγεσθαι φαμὲν τὰ τῆς σαρκὸς πάθη, τετηρηκότες πανταχοῦ τῆι αὐτοῦ φύσει τὸ ἀπαθές· θεὸς γάρ ἐστιν ἐκ θεοῦ. ὅταν τοίνυν σαρκὶ λέγηται παθεῖν, οὐκ αὐτὸς εἰς ἰδίαν φύσιν νοεῖται παθὼν καθὸ θεός ἐστιν, ἰδιοποιούμενος δὲ μᾶλλον τὸ πάθος· αὐτοῦ γὰρ γέγονεν τὸ ἑνωθὲν αὐτῶι σῶμα, καθάπερ
5ἔφην ἀρτίως. διὰ τοῦτο καὶ ὁ θεσπέσιος Παῦλος αὐτὸν τὸν δι’ οὗ τὰ πάντα καὶ ἐν ὧι τὰ πάντα πεποίηκεν ὁ πατήρ, πρωτότοκον ἐκ νεκρῶν γενέσθαι φησίν. γράφει δὲ οὕτως Εὐχαριστοῦντες τῶι πατρὶ τῶι ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῶι φωτ, ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ
10σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτο, ἐν ὧι ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν· ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐκ αὐτῶι ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι, τὰ πάντα δι’ αὐτοῦ
15καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐ‐ τῶι συνέστηκεν, καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας· ὅς ἐστιν ἀρχ, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων, ὅτι ἐν αὐτῶι ηὐδόκησεν πᾶν τὸ πλήρωμα κατοικῆσαι καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος
20τοῦ σταυροῦ αὐτοῦ εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς. Ἄθρει δὴ οὖν ὅπως δι’ αὐτοῦ τὰ πάντα πεποιῆσθαι λέγων ὁρατὰ καὶ ἀόρατα θρό‐ νους τε καὶ ἐξουσίας αὐτὸν δεδόσθαι φησὶν τῆι ἐκκλησίαι κεφαλὴν καὶ πρωτότοκον ἐκ νεκρῶν γενέσθαι διισχυρίζεται ἀποκαταλλαχθῆναί τε τὰ πάντα δι’ αὐτοῦ εἰς αὐτὸν εἰρη‐ νεῦσαί τε διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρα‐
25νοῖς. εἶτα τίς ὁ ἐνδοιάζων καὶ μετὰ τοῦτο ἔτι καὶ δεδιὼς εἰκῆι μὴ ἄρα πως παθητὴν τὴν τοῦ υἱοῦ φύσιν ὁ τοῦ μυστηρίου λόγος ἀποφήνηι, ὅταν λέγηται σαρκὶ παθεῖν; ἰδιο‐ ποιεῖται γάρ, ὡς ἔφην, τὰ τοῦ ἰδίου σώματος πάθη. τοῦτο φρονεῖν ἐδόκει καὶ τῶι θεσπεσίωι Πέτρωι λέγοντι· Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκ. ἕτερον δὲ τὸ σαρκὶ λέγεσθαι παθεῖν καὶ ἕτερον ὁμοίως τὸ παθεῖν λέγεσθαι τῆι τῆς θεότητος φύσει.
30ἐπειδὴ γάρ ἐστιν ὁ αὐτὸς θεός τε ὁμοῦ καὶ ἄνθρωπος, ἀπαθὴς μὲν τό γε ἧκον εἰς τὴν τῆς θεότητος φύσιν, παθητὸς δὲ κατὰ τὸ ἀνθρώπινον, τί τὸ ἄτοπον, εἰ τῶι παθεῖν πεφυ‐ κότι λέγεται παθεῖν, τῶι παθεῖν οὐκ εἰδότι μεμενηκὼς ἀπαθής; ὅτι δὲ τῆι τοιᾶιδε πίστει καὶ ὁ τῶν ἁγίων πατέρων διέπρεψε χορός, ἐξ αὐτῶν εἰσόμεθα πάλιν ὧν γεγράφασιν αὐτοί, τὴν τοῦ σωτῆρος τηρήσαντες ἐντολήν· διεμέμνηντο γὰρ λέγοντος δωρεὰν ἐλάβετε,
35δωρεὰν δότε.

1,1,7

64

Γρηγορίου τοῦ μακαριωτάτου ἐπισκόπου Νύσης Τοῦτο φρονείσθω, φησίν, ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῶι Ἰησο· ὃς ἐν μορφῆι θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῶι, ἀλλ’ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών. τί πτωχότερον ἐπὶ θεοῦ τῆς τοῦ
5δούλου μορφῆς; τί ταπεινότερον ἐπὶ τοῦ βασιλέως τῶν ὅλων ἢ τὸ εἰς κοινωνίαν τῆς πτωχῆς ἡμῶν φύσεως ἑκουσίως ἐλθεῖν; ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων τὴν τῆς δουλείας μορφὴν ὑποδύεται· ὁ κριτὴς τοῦ παντὸς ὑπόφορος τοῖς δυναστεύουσι γίνεται· ὁ τῆς κτίσεως κύριος ἐν σπηλαίωι κατάγεται· ὁ τοῦ παντὸς περι‐ δεδραγμένος οὐχ εὑρίσκει τόπον ἐν τῶι καταλύματι, ἀλλ’ ἐν φάτνηι τῶν ἀλόγων παραρρί‐
10πτεται· ὁ καθαρὸς καὶ ἀκήρατος τὸν τῆς ἀνθρωπίνης φύσεως καταδέχεται ῥύπον καὶ διὰ πάσης τῆς πτωχείας ἡμῶν διεξελθὼν μέχρι τῆς τοῦ θανάτου πρόεισι πείρας. ὁρᾶτε τῆς ἑκουσίου πτωχείας τὸ μέτρον· ἡ ζωὴ θανάτου γεύεται· ὁ κριτὴς εἰς κριτήριον ἄγεται· ὁ τῆς ζωῆς τῶν ὄντων κύριος ἐπὶ τῆι ψήφωι τοῦ δικάζοντος γίνεται· ὁ πάσης τῆς ὑπερ‐ κοσμίου δυνάμεως βασιλεὺς τὰς τῶν δημίων οὐκ ἀπωθεῖται χεῖρας.
15Βασιλείου ἐπισκόπου Καισαρείας Οὐ γὰρ τοσοῦτον οὐρανὸς καὶ γῆ καὶ τὰ μεγέθη τῶν πελαγῶν καὶ τὰ ἐν ὕδασι διαι‐ τώμενα καὶ τὰ χερσαῖα τῶν ζώιων καὶ φυτὰ καὶ ἀστέρες καὶ ἀὴρ καὶ ὧραι καὶ ἡ ποικίλη τοῦ παντὸς διακόσμησις τὸ ὑπερέχον τῆς ἰσχύος συνίστησιν ὅσον τὸ δυνηθῆναι τὸν θεὸν τὸν ἀχώρητον ἀπαθῶς διὰ σαρκὸς συμπλακῆναι τῶι θανάτωι, ἵν’ ἡμῖν τῶι ἰδίωι πάθει τὴν
20ἀπάθειαν χαρίσηται. Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας Καὶ ἐδείκνυτο ὅτι μὴ φαντασίαι, ἀλλὰ ἀληθῶς ἔχων ἦν σῶμα. ἔπρεπε δὲ τὸν κύριον ἐνδιδυσκόμενον ἀνθρωπίνην σάρκα, ταύτην μετὰ τῶν ἰδίων παθῶν αὐτῆς ὅλην ἐνδύσασθαι, ἵν’ ὥσπερ ἴδιον αὐτοῦ λέγομεν εἶναι τὸ σῶμα, οὕτω καὶ τὰ τοῦ σώματος
25πάθη ἴδια μόνον αὐτοῦ λέγηται, εἰ καὶ μὴ ἥπτετο κατὰ τὴν θεότητα αὐτοῦ. εἰ μὲν οὖν ἑτέρου τὸ σῶμα, ἐκείνου ἂν λέγοιτο καὶ τὰ πάθη· εἰ δὲ τοῦ λόγου ἡ σάρξ (ὁ γὰρ λόγος σὰρξ ἐγένετο), ἀνάγκη καὶ τὰ τῆς σαρκὸς πάθη λέγεσθαι αὐτοῦ, οὗ καὶ ἡ σάρξ ἐστιν. οὗ γὰρ λέγεται τὰ πάθη, οἷά ἐστι μάλιστα τὸ κατακριθῆναι, τὸ μαστιγωθῆναι, τὸ διψᾶν καὶ ὁ σταυρὸς καὶ ὁ θάνατος καὶ αἱ ἄλλαι τοῦ σώματος ἀσθένειαι, τούτου καὶ τὸ κατόρθωμα
30καὶ ἡ χάρις ἐστίν. διὰ τοῦτο τοίνυν ἀκολούθως καὶ πρεπόντως οὐκ ἄλλου ἀλλὰ τοῦ

1,1,7

65

κυρίου λέγεται τὰ τοιαῦτα πάθη, ἵνα καὶ ἡ χάρις παρ’ αὐτοῦ ἦι καὶ μὴ ἀνθρωπολάτραι γινώμεθα, ἀλλὰ ἀληθῶς θεοσεβεῖς, ὅτι μηδένα τῶν γενητῶν μηδὲ κοινόν τινα ἄνθρωπον, ἀλλὰ τὸν ἐκ θεοῦ φύσει καὶ ἀληθινὸν υἱόν, τοῦτον καὶ γενόμενον ἄνθρωπον, οὐδὲν ἧττον κύριον αὐτὸν καὶ θεὸν καὶ σωτῆρα ἐπικαλούμεθα.
5 Ἀπόχρη τοίνυν εἰς πληροφορίαν, ὥς γε οἶμαι, τοῖς ἀρτίφροσι τὰ προτεθέντα ῥητά, τοῦ θείου νόμου διαρρήδην λέγοντος· ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα. εἰ δὲ δή τις βούλοιτο καὶ μετὰ τοῦτο ἔτι φιλονεικεῖν, ἀκουέτω πρὸς ἡμῶν· αὐτὸς ἴθι τὴν κατὰ σαυτόν, ἡμεῖς δὲ οἱ τῆι ἀληθείαι προσκείμενοι τοῖς τε ἱεροῖς γράμμασι καὶ τῆι τῶν ἁγίων πατέρων ἑψόμεθα πίστει. κερδανοῦμεν γὰρ
10οὕτω τῆς ἄνω κλήσεως τὸ βραβεῖον ἐν Χριστῶι, δι’ οὗ καὶ μεθ’ οὗ τῶι θεῶι καὶ πατρὶ ἡ δόξα σὺν ἁγίωι πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν. Κυρίλλου πρὸς τὰ παρὰ Θεοδωρίτου εἰρημένα κατὰ τῶν ἀναθεματισμῶν. secuntur Apologeticus XII capitulorum contra Theodoretum et Solutiones ex recensione Ψ
15 Ἔκθεσις τῶν τιη ἁγίων πατέρων Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀλη‐ θινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῶι πατρί, δι’ οὗ τὰ πάντα
20ἐγένετο τά τε ἐν τῶι οὐρανῶι καὶ τὰ ἐν τῆι γῆι, τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα καὶ ἀνα‐ στάντα τῆι τρίτηι ἡμέραι, ἀνελθόντα εἰς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ ἅγιον πνεῦμα. Τοὺς δὲ λέγοντας ‘ἦν ποτε ὅτε οὐκ ἦν‘ καὶ ‘πρὶν γεννηθῆναι οὐκ ἦν‘ καὶ ὅτι ἐξ οὐκ
25ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, τούτους ἀναθεματίζει ἡ ἀποστολικὴ καὶ καθολικὴ ἐκκλησία. Ἔκθεσις τῶν τι καὶ ὀκτὼ πατέρων κατὰ Παύλου τοῦ Σαμοσατέως Τὸ σύμβολον τῶν ἑκατὸν πεντήκοντα Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς ὁρατῶν τε
30πάντων καὶ ἀοράτων· καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῶι πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο,
τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν

1,1,7

66

καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου καὶ ἐνανθρωπήσαντα σταυ‐ ρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ ταφέντα καὶ ἀναστάντα τῆι τρίτηι ἡμέραι κατὰ τὰς γραφὰς καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐν δεξιᾶι τοῦ πατρὸς καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται
5τέλος· καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, τὸ κύριον καὶ ζωοποιόν, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευό‐ μενον, τὸ σὺν πατρὶ καὶ υἱῶι συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν· εἰς μίαν καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν. ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. προσδοκῶ ἀνάστασιν νεκρῶν καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος· ἀμήν.
10Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας ἑρμηνεία εἰς τὸ σύμβολον Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀλη‐ θινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῶι πατρί, δι’ οὗ τὰ πάντα
15ἐγένετο τά τε ἐν τῶι οὐρανῶι καὶ τὰ ἐπὶ τῆς γῆς, ὁρατά τε καὶ ἀόρατα, τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα, σαρκωθέντα, ἐνανθρωπήσαντα, τουτέστι γεννηθέντα τελείως ἐκ Μαρίας τῆς ἀειπαρθένου διὰ πνεύματος ἁγίου, σῶμα καὶ ψυχὴν καὶ νοῦν καὶ πάντα ὅσα ἐστὶν ἀνθρώποις, χωρὶς ἁμαρτίας ἀληθινῶς καὶ οὐ δοκήσει ἐσχηκότα, παθόντα, τουτέστιν σταυρωθέντα, ταφέντα καὶ ἀναστάντα τῆι τρίτηι ἡμέραι καὶ
20ἀνελθόντα εἰς οὐρανοὺς ἐν αὐτῶι τῶι σώματι ἐνδόξως καθίσαντα ἐν δεξιᾶι τοῦ πατρός, ἐρχόμενον ἐν αὐτῶι τῶι σώματι ἐν δόξηι κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. καὶ πιστεύομεν εἰς τὸ πνεῦμα τὸ ἅγιον τὸ οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ, ἀλλ’ ὁμοούσιον ὂν πατρὶ καὶ υἱῶι, τὸ ἄκτιστον, τὸ τέλειον, τὸ παράκλητον, τὸ λαλῆσαν ἐν νόμωι καὶ ἐν προφήταις καὶ ἐν εὐαγγελίοις, καταβὰν ἐπὶ τὸν Ἰορδάνην, κηρῦξαν ἐν ἀπο‐
25στόλοις, οἰκοῦν ἐν ἁγίοις. καὶ πιστεύομεν εἰς μίαν μόνην ταύτην καθολικὴν καὶ ἀπο‐ στολικὴν ἐκκλησίαν, εἰς ἓν βάπτισμα μετανοίας καὶ ἀφέσεως ἁμαρτιῶν, εἰς ἀνάστασιν νε‐ κρῶν, εἰς κρίσιν αἰώνιον ψυχῶν τε καὶ σωμάτων, εἰς βασιλείαν οὐρανῶν καὶ εἰς ζωὴν αἰώνιον. Τοὺς δὲ λέγοντας ὅτι ἦν ποτε ὅτε οὐκ ἦν ὁ υἱὸς ἢ ἦν ποτε ὅτε οὐκ ἦν τὸ ἅγιον πνεῦμα
30ἢ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας, φάσκοντας εἶναι τὸν υἱὸν τοῦ θεοῦ ἢ τὸ πνεῦμα τὸ ἅγιον τρεπτὸν ἢ ἀλλοιωτόν, τούτους ἀναθεματίζομεν, ὅτι αὐτοὺς ἀναθεματίζει ἡ καθολικὴ μήτηρ ἡμῶν καὶ ἀποστολικὴ ἐκκλησία. καὶ ἀναθεματίζομεν πάντας τοὺς μὴ ὁμολογοῦντας ἀνάστασιν σαρκὸς καὶ πᾶσαν αἵρεσιν, τουτέστι τοὺς μὴ ὄντας ἐκ ταύτης τῆς πίστεως τῆς ἁγίας καὶ μόνης καθολικῆς ἐκκλησίας.
35Ἀρχὴ τῆς συνόδου Σάκρα βασιλική Ἴσον θείου γράμματος ἀναγνωσθέντος τῆι συνόδωι παρὰ τοῦ κόμητος Κανδιδιανοῦ
Gesta primae sessionis

1,1,7

67

Ἡ καθαίρεσις ἡ πεμφθεῖσα αὐτῶι τῆι ἐπαύριον τοῦ καθαιρεθῆναι αὐτόν Ἐπίσταλμα πεμφθὲν πρὸς τοὺς κληρικοὺς καὶ οἰκονόμους τῆς ἐκκλησίας Κων‐ σταντινουπόλεως ἐν αὐτῆι τῆι ἡμέραι ἐν ἧι καὶ αὐτῶι ἐπεστάλη Τοῦ αὐτοῦ πρὸς Ἀκάκιον ἐπίσκοπον Βερροίας περὶ τοῦ αἱρετικοῦ Νεστορίου
5Ἀκακίου ἐπισκόπου πρὸς Κύριλλον Λίβελλοι ἐπιδοθέντες τῆι ἁγίαι συνόδωι παρὰ τῶν ἁγιωτάτων ἐπισκόπων Κυρίλλου Ἀλεξανδρείας καὶ Μέμνονος Ἐφέσου Ἴσον ἀναφορᾶς παρὰ τῆς ἁγίας συνόδου πρὸς τοὺς εὐσεβεστάτους βασιλέας περὶ τῶν Ἀνατολικῶν
10Γράμματα ἀποσταλέντα παρὰ τῆς ἁγίας συνόδου τοῖς καθ’ ἑκάστην ἐπαρχίαν τε καὶ πόλιν ἐπισκόποις πρεσβυτέροις διακόνοις καὶ λαικοῖς περὶ τῶν Ἀνατολικῶν Ἴσον ὑπομνήματος πραχθέντος ἐπὶ παρουσίαι τῶν ἀπὸ Ῥώμης ἐλθόντων ἐπι‐ σκόπων καὶ πρεσβυτέρου Ἴσον ἀναφορᾶς πρὸς τοὺς εὐσεβεῖς βασιλέας παρὰ τῆς ἁγίας συνόδου περὶ
15τῶν ἀπὸ Ῥώμης ἐλθόντων ἐπισκόπων τε καὶ πρεσβυτέρου διὰ τοῦ διακόνου Εὐτυχοῦς Ἴσον σάκρας ἀποσταλείσης διὰ Ἰωάννου τοῦ κόμητος τῶν σακρῶν παρὰ τῶν εὐσεβεστάτων βασιλέων τῆι ἁγίαι καὶ μεγάληι συνόδωι
20Ἴσον ἐπιστολῆς τοῦ μεγαλοπρεπεστάτου κόμητος τῶν σακρῶν Ἰωάννου γραφείσης ἀπὸ Ἐφέσου Εἰς εὐσέβειαν συντελεῖν ἐπιστάμενος τὸ θείοις ἐξυπηρετεῖσθαι τύποις, ἅπαντα κατὰ σκοπὸν τῆς ἀχράντου κορυφῆς κατὰ δύναμιν πέπραχα· τίνα δέ ἐστι τὰ παρακολουθήσαντα, ἐντεῦθεν μαθήσεσθε. πολλῶι πόνωι καὶ τάχει χρησάμενος, τῆι πρὸ τοσῶνδε τὴν Ἐφεσίων
25κατέλαβον πόλιν (θᾶττον δ’ ἂν παρεγενόμην, εἰ μὴ παρεμποδὼν διάφορα γέγονε πράγματα, ἅπερ, σὺν θεῶι δὲ εἰρήσθω, παραγενόμενος κατὰ πρόσωπον ἀφηγήσομαι τῶι ὑμετέρωι μεγέθει) εὐθέως τε αἰδεσίμως τοὺς ἐντεῦθεν κἀκεῖθεν ἁγιωτάτους ἐπισκόπους συνελθόντας ἠσπασάμην· μέρη γὰρ ἀποκαλεῖν προσήκει διὰ τὴν προσοῦσαν αὐτοῖς διχόνοιαν. τεταραγ‐ μένων δὲ ἁπάντων καὶ Κυρίλλου καὶ Μέμνονος ἑαυτοὺς ἀσφαλισαμένων, δι’ ἐμαυτοῦ τοῖς
30συνελθοῦσι παρήγγειλα, καὶ δι’ ἑτέρων δὲ τοῖς ἀποῦσιν ἐφανέρωσα, ὥστε τῆι ἑξῆς δίχα τινὸς ἀναβολῆς ἅπαντας συνελθεῖν εἰς τὸ ἐμὸν καταγώγιον. ὑπὲρ δὲ τοῦ μὴ συμπληγάδα τινὰ γενέσθαι, ἀναμὶξ αὐτῶν συνιόντων (ἐχρῆν γὰρ καὶ τοῦτο προσδοκᾶν διὰ τὴν προσγενομένην αὐτοῖς οὐκ οἶδα πόθεν ἀγριότητα), τὰς εἰσόδους διένειμα. παραγενομένου δὲ Νεστορίου ἅμα τῆι ἕωι 〈καὶ〉 μετ’ οὐ πολὺ καὶ Ἰωάννου τοῦ θεοσεβεστάτου ἐπισκόπου ἅμα τοῖς σὺν
35αὐτῶι ἁγιωτάτοις ἐπισκόποις, παραγίνεται καὶ Κύριλλος μετὰ πάντων τῶν θεοσεβεστάτων ἐπισκόπων, ἀπολιμπανομένου δὲ μόνου Μέμνονος. πολὺς μὲν τάραχος καὶ θόρυβος ἐγίνετο, φασκόντων τῶν μετὰ Κυρίλλου συνελθόντων μηδαμῶς ὑποστήσεσθαι μηδὲ τὴν θέαν τὴν Νεστορίου τοῦ παρ’ αὐτῶν καθαιρεθέντος· συνελθόντων δὲ ὅμως, τὴν ἀνάγνωσιν τῶν θείων τύπων ἐβουλόμην ποιήσασθαι. φασκόντων δὲ τῶν συναινούντων Κυρίλλωι μήτε δίχα Κυ‐
40ρίλλου γενέσθαι τὴν ἀνάγνωσιν τῶν θείων καὶ φοβερῶν τύπων μήτε παρόντος Νεστορίου μήτε μὴν τῶν ἐκ τῆς Ἀνατολῆς συνελθόντων ὁσιωτάτων ἐπισκόπων καὶ πολλῆς περὶ τούτου στάσεως γιγνομένης, μᾶλλον δὲ πολέμου καὶ μάχης, τὰ αὐτὰ διεδέξαντο λέγοντες 〈καὶ〉 οἱ ἅμα
Ἰωάννηι τῶι θεοφιλεστάτωι συνιστάμενοι ἁγιώτατοι ἐπίσκοποι, διαβεβαιωσάμενοι καὶ αὐτοὶ

1,1,7

68

Κύριλλον μὴ χρῆναι παρεῖναι τῆς ἀναγνώσεως γιγνομένης τῶν θείων τύπων, ἅτε δὴ καὶ αὐτοῦ ἅμα Μέμνονι καθαιρεθέντος παρ’ αὐτῶν. πολλῆς δὲ περὶ τούτου φιλονεικίας γιγνομένης καὶ τοῦ πλείστου τῆς ἡμέρας ἀναλωθέντος διαστήματος, συμφέρειν ἐδοκίμασα ἄνευ Κυρίλλου καὶ Νεστορίου τοῖς λοιποῖς φανερὰς γενέσθαι τὰς βασιλικὰς ψήφους, ἐπειδήπερ οὐδὲ τοῖς
5μνημονευθεῖσι παρὰ τῶν δεσποτῶν τῆς οἰκουμένης ἐγέγραπτο. ἀνανευσάντων δὲ καὶ πρὸς τοῦτο τῶν θεοφιλεστάτων ἐπισκόπων τῶν ἅμα Κυρίλλωι συνελθόντων καὶ μὴ βουλομένων μηδὲ μετὰ τῶν ἅμα τῶι θεοφιλεστάτωι Ἰωάννηι παραγενομένων τὰς ἀκοὰς ὑποσχεῖν διὰ τὸ φάσκειν αὐτοὺς ἀκανονίστως τὴν καθαίρεσιν πεποιηκέναι Κυρίλλου καὶ Μέμνονος, μόλις ἐξ‐ ίσχυσα πειθοῖ καὶ βίαι, εἰ δεῖ τἀληθέστερον εἰπεῖν, χρησάμενος, χωριζομένων Νεστορίου καὶ
10Κυρίλλου, παρασκευάσαι τὴν σύνοδον ἅπασαν ἀκροάσασθαι τῆς βασιλικῆς διατυπώσεως. συν‐ ελαθέντων τοιγαροῦν ἁπάντων, πεποίημαι τὴν ἀνάγνωσιν τῶν σεβασμίων συλλαβῶν, ἐν αἷς καθήιρηνται Νεστόριος καὶ Κύριλλος καὶ Μέμνων. εὐμενῶς δὲ δεξαμένων τὴν ἀνάγνωσιν καὶ ἐπευφημησάντων τῶν ἅμα Ἰωάννηι τῶι εὐλαβεστάτωι συνελθόντων, οἱ ἅμα Φλαβιανῶι τῶι εὐλαβεστάτωι συνελθόντες, ὡς ἀκανονίστως τῆς καθαιρέσεως Κυρίλλου καὶ Μέμνονος
15γενομένης, τῆς ἀκροάσεως βαρέως ἐπήκουσαν. οὕτω δὴ τῆς ἀναγνώσεως γενομένης περὶ δείλην ἑσπέραν, ὑπὲρ δὲ τοῦ μὴ τάραχον γενέσθαι μείζονα, Νεστόριον μὲν ὑπεδέξατο φυλάξων ὁ μεγαλοπρεπέστατος κόμης τῶν καθωσιωμένων δομεστίκων Κανδιδιανὸς ὁ ἐν ἅπασι τοῖς παρ’ ἐμοῦ βουλευομένοις καὶ πραττομένοις παρών, Κύριλλον δὲ φυλαχθησόμενον καὶ αὐτὸν παραδέδωκα τῶι περιβλέπτωι κόμητι καὶ πραιποσίτωι Ἰακώβωι τῆς τετάρτης σχολῆς. ἐπειδὴ
20δὲ ἀπῆν, ὡς προείρηται, Μέμνων, μεταστειλάμενος τὸν οἰκονόμον καὶ τὸν ἔκδικον καὶ τὸν πρωτοδιάκονον τῆς κατ’ Ἔφεσον ἁγιωτάτης ἐκκλησίας, αὐτὰ ταῦτα φανερὰ πεποίηκα ὡς κα‐ θήιρηται Μέμνων ὁ μνημονευθεὶς μετὰ τῶν προειρημένων, ἐχεγγυησάμενος αὐτοῖς τὰ ἐκκλη‐ σιαστικὰ χρήματα ἰδίωι φυλάττειν κινδύνωι μετὰ πάσης ἀσφαλείας. τούτων οὕτω παρα‐ κολουθησάντων, ἐπειδήπερ ἐχρῆν με καὶ εὐχαῖς σχολάσαι, κατήιειν ἐπὶ τὴν ἁγιωτάτην ἐκ‐
25κλησίαν· μαθὼν δὲ ἐν τῶι ἐπισκοπείωι διάγειν Μέμνονα, ἀποστέλλω τὸν ἐξυπηρετούμενόν μοι πριμικήριον τῶν καθωσιωμένων παλατίνων πρὸς τὸν μνημονευθέντα, ὥστε συντυχίαν γοῦν ποιήσασθαι πρός με καὶ μαθεῖν εἴ γε παντελῶς ἀρνεῖται τὴν ὡς ἐμὲ ἄφιξιν. ὃ δὲ ἀνυπερθέτως παραγενόμενος καὶ ἐγκληθεὶς παρ’ ἐμοῦ ἀνθ’ ὅτου ὑπὸ τὴν ἕω μὴ παρεγένετο, ἔφησεν ἀρρωστίαι κατεσχῆσθαι καὶ διὰ τοῦτο μὴ παραγεγενῆσθαι· μὴ ἀνασχόμενος δὲ δευτέρας
30παραινέσεως ἢ συμβουλῆς, ἔφθασε τοὺς ἐμοὺς λόγους καὶ εἰς τὴν ἐμὴν ὥρμησεν οἰκίαν, εἴξας τοῖς θείοις καὶ βασιλικοῖς προστάγμασιν. παραδέδοται τοιγαροῦν καὶ αὐτὸς τῶι αὐ‐ τῶι περιβλέπτωι κόμητι Ἰακώβωι καὶ φυλάττεται παρά τε σκουταρίων καθωσιωμένων παρά τε αἰδεσιμωτάτων παλατίνων. ταῦτα τὰ ἐν τῆι πρώτηι ἡμέραι παρ’ ἐμοῦ πραχθέντα· ἐπειδὴ δὲ καὶ περὶ εἰρήνης ἐχρῆν με λόγους προσαγαγεῖν τοῖς θεοφιλεστάτοις ἐπισκόποις ὑπὲρ
35τοῦ μὴ αἱρέσεις καὶ σχίσματα τῆι ὀρθοδόξωι ἐγγενέσθαι θρηισκείαι, καὶ εἰς τούτους ἐμαυτὸν καθῆκα τοὺς λόγους καὶ παντὶ σθένει τὰ δυνατὰ σπουδάσω διαπράξασθαι, συνευδοκοῦντος τοῦ κρείττονος καὶ τῆς εὐσεβείας καὶ τοῦ ὀρθοῦ σκοποῦ τοῦ δεσπότου τῆς οἰκουμένης, εἰ καὶ ὅτι μάλιστα ἀκηρύκτους καὶ ἀσπόνδους συνορῶ πρὸς ἀλλήλους καθεστάναι τοὺς θεοφιλε‐ στάτους ἐπισκόπους, οὐκ οἶδ’ ὅθεν εἰς τοῦτο λύπης τε καὶ τραχύτητος αὐτῶν ἐληλυθότων. εἴ
40τι δὲ πλέον πραχθείη, ἢ δι’ ἐμαυτοῦ ἢ διὰ γραμμάτων σὺν εὐμενείαι τοῦ κρείττονος μετὰ πολλοῦ τοῦ τάχους φανερὸν ποιήσω τῶι ὑμετέρωι μεγέθει. Ἴσον ἐπιστολῆς τοῦ ἀρχιεπισκόπου Κυρίλλου γραφείσης τοῖς ἐν Κωνσταντινουπόλει εὐλαβεστάτοις ἐπισκόποις Θεοπέμπτωι Ποταμίωνι καὶ Δανιὴλ ὑπὲρ ὧν πέπονθε συσκευῶν τῶν κατὰ Νεστόριον καὶ Ἰωάννην χάριν, ὅτε παρεγένετο ἐν Ἐφέσωι ὁ
45κόμης τῶν σακρῶν Ἰωάννης

1,1,7

69

Ἴσον ἀναφορᾶς τῆς ἁγίας συνόδου πρὸς τὴν σάκραν τὴν ἀναγνωσθεῖσαν παρὰ τοῦ μεγαλοπρεπεστάτου κόμητος τῶν σακρῶν Ἰωάννου
5Ἴσον ἀναφορᾶς τῶν Ἀνατολικῶν ἀντιγραφείσης πρὸς τὴν προγεγραμμένην σάκραν τὴν διὰ τοῦ κόμητος Ἰωάννου Μακαρίσαι ἄν τις εἰκότως τοὺς νῦν ἀνθρώπους ἢ τοὺς τὴν ἡμετέραν προειληφότας γενεὰν ὑπὸ τοῦ ὑμετέρου κράτους κυβερνωμένους. μυρίαις γὰρ φροντίσιν ἡ ὑμετέρα εὐσέβεια ὑπὲρ τῆς οἰκουμένης χρωμένη τὴν ὑπὲρ τῆς εὐσεβοῦς θρηισκείας πάντων τῶν ἄλλων
10προτέθεικε, προτιμᾶι δὲ τὸ ὑμέτερον πανύμνητον κράτος τὰ τοῦ θεοῦ πάντων τῶν ἐπὶ γῆς, ἐπειδὴ ἡ εἰς αὐτὸν πίστις τῶν ὑμετέρων ἐννοιῶν τε καὶ πράξεων ἐπικρατοῦσα πρὸς ἅπαντα ὑμῶν τῆι εὐσεβείαι τὰ καλὰ συνεργεῖ. ταῦτα οὕτως ἔχειν ἀεὶ μὲν ἐκ τῶν συμβαινόντων μανθάνομεν, μάλιστα δὲ ἐπὶ τοῦ παρόντος καιροῦ τοῦτο καταφανὲς γεγένηται. ὡς γὰρ τὰ τῶν ἱερέων ἀδόκητοι διέλαβον ταραχαί, ἑκάστων ἑκάστοις συρραγέντων, καὶ ἐσαλεύθη τὸ κοι‐
15νὸν τοῦ ἡμετέρου συστήματος, τοῦ Αἰγυπτίου συνήθως τὴν οἰκουμένην ταράξαντος, τὸ τῆς ὑμετέρας εὐσεβείας φοιτῆσαν θέσπισμα διὰ τοῦ πάντα μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου κόμητος τῶν ἁπανταχοῦ λαργιτιόνων Ἰωάννου ἱκανὸν ὑπάρχει πάντων καταστεῖλαι τὰς ματαίας φλεγμονάς, εἴπερ σωφρονεῖν βουλοίμεθα. ἐκεῖνο δὲ πάντων μεῖζον τὸ προστάξαι ὑμῶν τὸ κράτος ἐν αὐτοῖς τοῖς γράμμασιν ἀνελεῖν μὲν τὰ σκάνδαλα τὰ τῆι ὀρθῆι πίστει παρά τινων
20ἐπισυρέντα, κανόνι δὲ καὶ γνώμονι χρήσασθαι τῆι ἐν Νικαίαι ὑπὸ τῶν πατέρων ἐκτεθείσηι πάλαι ποτὲ πίστει, ἥτις, οὔτε ἐλλιπές τι οὔτε περιττὸν ἔχουσα, σύντομον τὴν σωτηρίαν χαρίζεται, ῥήμασιν ὀλίγοις τὸ πᾶν διαλαβοῦσα τῶν ὅσα αἱ θεῖαι γραφαὶ ἡμῖν περὶ εὐσεβείας παραδεδώ‐ κασιν, καὶ ἐξοικίσασα τὰ τῶν καινουργεῖν ἡμῖν βουλομένων καὶ πεπλανημένων φρονήματα. τούτου χάριν δεξάμενοι τῆς ὑμετέρας εὐσεβείας τὰ γράμματα, θεασάμενοι τὸν σκοπὸν τοῦ
25ὑμετέρου κράτους τῆι ὀρθῆι πίστει τῶν πατέρων συμβαίνοντα, ἐσπουδάσαμεν τὰ ἔναγχος ὑπὸ Κυρίλλου ἐκτεθέντα κεφάλαια κατὰ τῆς εὐαγγελικῆς καὶ ἀποστολικῆς διδασκαλίας ἐκβαλεῖν, ἐν οἷς πάντας τούς τε νῦν ὄντας τούς τε πάλαι ποτὲ γεγενημένους ἁγίους ἀναθεματίσαι ἐτόλμησε, τινὰ δὲ ἐπὶ τοῦ παρόντος, ὥσπερ καιροῦ δραξάμενος τῆς παρούσης ἐπισκοπικῆς ταραχῆς, συ‐ νεργὸν τὴν τῶν πολλῶν ἀπειρίαν λαβών, ἐνίων δὲ καὶ νόσον πάλαι μὲν κρυπτομένην, νῦν δὲ
30φανερὰν γενομένην περιδρομῆς αὐθαδείαι, συνοδικῆι αὐθεντίαι κυρῶσαι ἐπεχείρησε. ταῦτα δὲ ὡς ἔγνω τὸ ὑμέτερον κράτος, καὶ ὁ θεοφιλέστατος καὶ ἁγιώτατος πατὴρ ἡμῶν καὶ ἐπί‐ σκοπος Ἀκάκιος διὰ γραμμάτων ἐδίδαξε τὴν ἁγίαν σύνοδον ὅτι τῆι Ἀπολιναρίου δυσσεβείαι συμβαίνει· οἶδε δὲ ταῦτα σαφῶς ἀνὴρ δέκα μὲν πρὸς τοῖς ἑκατὸν ἔτεσι βεβιωκώς, πάντα δὲ τὸν βίον ἐν ἀποστολικοῖς ἱδρῶσι καταναλώσας καὶ συνόδοις πλείσταις συγγενόμενος καὶ τοὺς
35τὰ Ἀπολιναρίου φρονοῦντας πλησίον ἀεὶ ἐσχηκώς, ὅθεν ῥαιδίως ἐδυνήθη φωρᾶσαι ὡς ἐκείνης τυγχάνει τῆς κακοδοξίας τὰ προειρημένα κεφάλαια. ταῦτα καὶ τοὺς ἤδη ἀπατηθέντας ἐπι‐ σκόπους καὶ καθυπογράψαι αὐτοῖς ἀνασχομένους παρεκαλέσαμεν σὺν τῶι μεγαλοπρεπεστάτωι καὶ ἐνδοξοτάτωι κόμητι Ἰωάννηι ἐκβαλεῖν καὶ ἀλλοτριῶσαι τῆς ὀρθοδόξου πίστεως καὶ σὺν ἡμῖν καθυπογράψαι τῆι τῶν πατέρων τῶν ἐν Νικαίαι συναθροισθέντων ὀρθοδόξωι πίστει, καὶ
40πεῖσαι μὴ δυνηθέντες διὰ τὴν γεγενημένην κακὴν αὐτῶν πρόληψιν, ἠναγκάσθημεν καθ’ ἑαυ‐ τοὺς ἀκέραιον τὴν ὀρθὴν ἐκείνην καθομολογῆσαι πίστιν καὶ ταύτηι καθυπογράψαι καὶ ἐκβα‐ λεῖν ἐγγράφωι ὁμολογίαι τὴν περιττὴν ἐκείνην κακοδοξίας γέμουσαν τῶν κεφαλαίων ἔκθεσιν. ἀρκεῖ γὰρ ἡ τῶν ὀλίγων ἐκείνων ῥημάτων τῆς ὀρθῆς πίστεως ὁμολογία καὶ πᾶσαν τὴν αἱ‐
ρετικὴν πλάνην ἐλέγξαι καὶ τὴν ἀλήθειαν τοὺς βουλομένους διδάξαι. οὔτε γὰρ ἐν τοῖς

1,1,7

70

περὶ τῆς θεότητος τοῦ μονογενοῦς ἡ προειρημένη τῶν πατέρων πίστις ἀφῆκε τῆιδε κἀκεῖσε φέρεσθαι, ἀλλὰ τὸ ὁμοούσιον κηρύξασα ἀπαρασαλεύτους τὰς τῶν πιστῶν διεφύλαξε διανοίας, τὴν Ἀρειανικὴν καθελοῦσα αἵρεσιν, καὶ περὶ τῆς οἰκονομίας τοὺς ἀκριβεῖς παρέδωκεν ὅρους, τό τε ἄτρεπτον καὶ ἀναλλοίωτον τῆς θεότητος τοῦ μονογενοῦς ἡμᾶς ἐκδιδάξασα καὶ τὸ μὴ
5ψιλὸν ἄνθρωπον εἶναι τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἀλλ’ ὄντως υἱὸν τοῦ θεοῦ πεπεῖ‐ σθαι διαγορεύσασα, συνωιδὰ ταῖς θείαις καὶ ἁγίαις γραφαῖς ἀποφηναμένη· ὅθεν καὶ ἡμεῖς ἐκείνοις ἀκολουθοῦντες τῆι μὲν πίστει καὶ τῆι ἐκθέσει τῆς ὁμολογίας οὔτε προστίθεμέν τι οὔτε ἀφαιροῦμεν, ἀρκούσης πρὸς ἅπαντα τῆς τῶν πατέρων ἐκθέσεως. ἐπειδὴ δὲ προστετάχατε, εὐσεβέστατοι βασιλεῖς, μετὰ τὴν συγκατάθεσιν ταύτην τῆς ἀρραγοῦς πίστεως καὶ περὶ τῆς
10ἁγίας καὶ θεοτόκου παρθένου γνωρισθῆναι ὑμῶν τῆι ἀνυπερβλήτωι εὐσεβείαι (τοῦτο γὰρ ἡμῖν ἀπήγγειλεν ὁ μεγαλοπρεπέστατος καὶ ἐνδοξότατος κόμης Ἰωάννης), καὶ τοῦτο, τὴν παρὰ τοῦ θεοῦ αἰτήσαντες βοήθειαν (μεῖζον γὰρ ἢ κατὰ ἄνθρωπον τὸ τοιούτοις ἐγχειρεῖν), γνωρίζομεν τῆι ὑμετέραι εὐσεβείαι ἃ ἀπὸ τῶν θείων δεδιδάγμεθα γραφῶν, τῆι ὁμολογίαι τῆς οἰκείας ἀσθε‐ νείας ἀποκλείοντες τοῖς ἐπιφύεσθαι βουλομένοις ἐν οἷς [τὲ] τὰ ὑπὲρ ἄνθρωπον διασκεπτό‐
15μεθα. ὁμολογοῦμεν τοιγαροῦν τὸν κύριον ἡμῶν. Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον ἐκ ψυχῆς λογικῆς καὶ σώματος, πρὸ αἰώνων μὲν ἐκ τοῦ πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ’ ἐσχάτων δὲ τῶν ἡμερῶν ἐκ Μαρίας τῆς παρθένου κατὰ τὴν ἀνθρωπότητα, ὁμοούσιον τῶι πατρὶ τὸν αὐτὸν κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρωπότητα· δύο γὰρ φύσεων ἕνωσις γέγονε, δι’ ὃ ἕνα Χριστόν,
20ἕνα υἱόν, ἕνα κύριον ὁμολογοῦμεν. κατὰ ταύτην τὴν τῆς ἀσυγχύτου ἑνώσεως ἔννοιαν ὁμο‐ λογοῦμεν τὴν ἁγίαν παρθένον θεοτόκον διὰ τὸ τὸν θεὸν λόγον σαρκωθῆναι καὶ ἐνανθρω‐ πῆσαι καὶ ἐξ αὐτῆς τῆς συλλήψεως ἑνῶσαι ἑαυτῶι τὸν ἐξ αὐτῆς ληφθέντα ναόν. ταῦτα διδαχθέντες παρὰ τῶν θεολόγων ἀνδρῶν, εὐαγγελιστῶν καὶ ἀποστόλων καὶ προφητῶν καὶ τῶν κατὰ καιρὸν γενομένων τῆς εὐσεβοῦς πίστεως διδασκάλων, ὡς ἐν κεφαλαίωι ἐξεθέμεθα,
25παρακαλοῦντες καὶ ἱκετεύοντες τὸ ὑμέτερον κράτος συνήθως ὑπερασπίσαι τῆς εὐσεβοῦς θρηι‐ σκείας κινδυνευούσης διαφθαρῆναι ὑπὸ τῆς ἐπισκηψάσης νόσου ἐκ τῶν Αἰγυπτιακῶν κεφα‐ λαίων καὶ θεσπίσαι πάντας τοὺς προεστῶτας τῶν ἁγίων ἐκκλησιῶν ἱερέας ἐκβαλεῖν μὲν τὰ ἐπὶ λύμηι τῶν ἐκκλησιῶν ἐπεισαχθέντα τῆι ὀρθοδόξωι πίστει παρὰ τοῦ προειρημένου Κυρίλλου κεφάλαια, μόνηι δὲ τῆι ὑπὸ τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι συναθροισθέντων ὁμολογίαι
30καθυπογράψαι. οὐδὲ γὰρ ἔνεστιν ἄλλως τὴν εἰρήνην βραβευθῆναι ταῖς τοῦ θεοῦ ἐκκλη‐ σίαις, μὴ ἐκείνης τῆς δυσσεβοῦς ἐκβαλλομένης ἐκθέσεως. Ἴσον ἀναφορᾶς σταλείσης παρὰ τῆς ἁγίας συνόδου πρὸς τὸν εὐσεβέστατον βασιλέα Θεοδόσιον Ἐπιστολὴ σταλεῖσα παρὰ τῆς ἁγίας συνόδου τοῖς ἐν Κωνσταντινουπόλει ἐπισκό‐
35ποις πρεσβυτέροις καὶ διακόνοις Ἴσον ἐπιστολῆς Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας γραφείσης πρὸς τὸν κλῆρον καὶ τὸν λαὸν Κωνσταντινουπόλεως Ἴσον ἐπιστολῆς γραφείσης παρὰ Μέμνονος ἐπισκόπου Ἐφέσου πρὸς τὸν κλῆρον Κωνσταντινουπόλεως
40Δέησις καὶ ἱκεσία παρὰ τοῦ κλήρου Κωνσταντινουπόλεως ὑπὲρ τῆς ἐν Ἐφέσωι
ἁγίας συνόδου

1,1,7

71

Ἴσον ἐπιστολῆς γραφείσης παρὰ τῆς ἁγίας συνόδου πρὸς τὸν ἀρχιεπίσκοπον τῆς Ῥώμης Κελεστῖνον δηλοῦσα πάντα τὰ πραχθέντα ἐν αὐτῆι τῆι Ἐφεσίων ἁγίαι καὶ μεγάληι συνόδωι
5Ἐπιστολὴ Ἀντιόχου ἐπάρχου πραιτωρίων πρὸς Νεστόριον χάριν τοῦ ἀπελθεῖν αὐτὸν εἰς τὸ ἰδικὸν αὐτοῦ ἐν Ἀνατολῆι μοναστήριον ὡς βεβαιωθείσης τῆς καθαιρέσεως αὐτοῦ Τὰ διὰ τῆς συνόδου γενέσθαι δόξαντα κρίνειν ἐπὶ πλεῖστον ἀνεβαλόμεθα, καίτοι σφόδρα πολλῶν αἰτιωμένων καὶ ἐνοχλούντων· ἐπειδὴ δὲ γράμματα ἡμῖν τῆς σῆς ὁσιότητος ἀπεδόθη δηλοῦντα ἀηδῆ γεγονέναι τὴν ἐν Ἐφέσωι διατριβὴν καὶ καταθύμιον εἶναι λοιπὸν τῆι σῆι θεο‐
10σεβείαι τὴν ἐκδημίαν, ἀπεστείλαμεν τοὺς ὑπηρετήσασθαι διὰ τῆς ὁδοῦ πάσης ὀφείλοντας, εἴτε πλεῦσαι εἴτε διὰ τῆς Ἀσίας ἢ τῆς Ποντικῆς ὁδεῦσαι δόξειεν, ὥστε μέχρι τοῦ μοναστηρίου ὑπηρετήσασθαι. καὶ ἀγγαρείας δὲ καὶ ἀννόνας πεπόμφαμεν, παρὰ τῆς τοῦ θεοῦ φιλαν‐ θρωπίας αἰτοῦντες ὑγιαίνειν σου τὴν ὁσιότητα καὶ διάγειν καταθυμίως. παραμυθίας γάρ σε μὴ χρήιζειν πιστεύομεν, πρὸς τὴν ἔμφρονά σου ψυχὴν ὁρῶντες καὶ τὰ μυρία πλεονεκτήματα.
16Ἐπιστολὴ Νεστορίου ἣν ἀντέγραψε τῶι αὐτῶι ἐπάρχωι Ἀντιόχωι Ἐδεξάμεθα τῆς σῆς μεγαλοπρεπείας τὰ γράμματα, ἐν οἷς παρὰ τοῦ εὐσεβεστάτου καὶ πανυμνήτου βασιλέως μεμαθήκαμεν ἡμῶν τὴν ἐπὶ τοῦ μοναστηρίου προστετάχθαι διαγωγήν, καὶ τὸ τῆς διατυπώσεως ἠσπασάμεθα δῶρον· οὐδὲν γὰρ ἡμῖν τοῦ δι’ εὐσέβειαν ἰδιασμοῦ προ‐
20τιμότερον. ἐκεῖνο δὲ τὴν ὑμετέραν παρακαλῶ μεγαλόνοιαν τὰς περὶ τῆς θρηισκείας πρὸς τὸν εὐσεβέστατον βασιλέα συνεχῶς ὑπομνήσεις ποιεῖσθαι ὥστε τῶν κατεγνωσμένων παρὰ τῆς εὐσεβείας τῆς αὐτοῦ Κυρίλλου φλυαριῶν διὰ βασιλικοῦ γράμματος δημοσιεῦσαι ταῖς τῶν ὀρθο‐ δόξων ἐκκλησίαις πανταχοῦ τὴν κατάγνωσιν, ἵνα μὴ τὸ χωρὶς γραμμάτων τοῦ εὐσεβοῦς βασι‐ λέως λέγεσθαι τὰ Κυρίλλου παρ’ αὐτοῦ κατεγνῶσθαι τοῖς ἁπλουστέροις σκανδάλων παράσχηται
25πρόφασιν ὡς οὐ μετὰ ἀληθείας λεγόμενα. καὶ ταῖς σαῖς δὲ πρέπον ἂν εἴη φρεσὶ τὰ δυνατὰ τῆι τῆς ἀληθείας συνεισφέρειν συνηγορίαι· ἀρκεῖ γὰρ τοσοῦτον εἰπεῖν πρὸς σὲ τὸν διὰ πάντων ὧν ἐπιστεύθης, εὐδόκιμον. Ἴσον σάκρας σταλείσης Φλαβιανῶι ἐπισκόπωι Φιλίππων ἐλθόντι ἐν Χαλκηδόνι σὺν τοῖς λοιποῖς τοῖς ἀπὸ τῆς ἁγίας συνόδου σὺν αὐτῶι σταλεῖσιν
30 Αὐτοκράτορες Καίσαρες Θεοδόσιος καὶ Οὐαλεντινιανὸς νικηταὶ τροπαιοῦχοι μέγιστοι ἀεισέ‐ βαστοι αὔγουστοι τῶι εὐλαβεστάτωι Φλαβιανῶι ἐπισκόπωι Φιλίππων. Γνόντες παρὰ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου κόμητος τῶν θείων ἡμῶν λαργιτιόνων Ἰωάννου ἀνωμα‐ λίαι περιπεπτωκότα τὴν σὴν θεοσέβειαν, οὐχ ὡς ἔτυχεν ἐφροντίσαμεν. εἰ γὰρ καὶ ἐναντία τινὰ τῆι ἡμετέραι γαληνοτάτηι προθέσει ἀπέβη ἀπὸ τῆς τῶν ἁγιωτάτων καὶ θεοσεβεστάτων
35ἐπισκόπων διχονοίας, ὥστε μὴ αὐτόθι τυπωθῆναι τὰ τῆς εἰρήνης, μάλιστα τῆς σῆς ἁγιωσύνης ἐκεῖσε παραγενομένης, ὅμως χαίρομεν μεμαθηκότες ῥαίσασάν σου τὴν θεοσέβειαν εἰς τὴν Χαλκηδονέων ἐληλυθέναι, δι’ ἧς τὰ προλαβόντα πταίσματα προσδοκῶμεν θεοῦ ἐπινεύοντος διόρθωσιν τὴν τῆι ἐκκλησιαστικῆι εἰρήνηι καὶ τῆι ἡμετέραι εὐσεβείαι πρέπουσαν λήψεσθαι. ἔσο τοιγαροῦν ἐν τῆι μνημονευθείσηι πόλει ἐν τῶι μεταξὺ τὰς συνήθεις εὐχὰς ὑπὲρ τῆς
40εὐσεβείας ἡμῶν ἐκτελῶν καὶ τῆι ἡμετέραι περὶ σὲ σχέσει πεποιθώς. ὁ θεός σε διαφυλάττοι
πολλοῖς χρόνοις, πάτερ ἁγιώτατε καὶ εὐλαβέστατε.

1,1,7

72

Ἐντολὴ πραχθεῖσα παρὰ τῆς ἁγίας συνόδου τοῖς ἀποσταλεῖσι παρ’ αὐτῆς ἐν Κωνσταντινουπόλει εὐλαβεστάτοις ἐπισκόποις, ὥστε αὐτοὺς δικάσασθαι τοῖς ἀπὸ τῆς Ἀνατολῆς Ἀναφορὰ πρὸς τοὺς βασιλεῖς σταλεῖσα διὰ Ἰουβεναλίου Φίρμου Φλαβιανοῦ
5Ἀρκαδίου Θεοδότου Ἀκακίου Εὐοπτίου τῶν θεοφιλεστάτων ἐπισκόπων καὶ Φιλίππου τοῦ εὐλαβεστάτου πρεσβυτέρου, εἰς οὓς καὶ τὸ προτεταγμένον ἐντολικὸν γέγονε Ἐντολὴ πραχθεῖσα παρὰ τῶν Ἀνατολικῶν τοῖς ἀποσταλεῖσι παρ’ αὐτῶν ἐν Κωνσταντινουπόλει ἐπισκόποις ὥστε δικάσασθαι μετὰ τῶν ἀποσταλέντων παρὰ τῆς οἰκουμενικῆς συνόδου ὀρθοδόξων ἐπισκόπων ἐν τῆι αὐτῆι Κωνσταντινουπόλει
10Ἔκθεσις πίστεως ἣν ἐκθέμενοι οἱ Ἀνατολικοὶ ἐπίσκοποι καὶ οἱ σὺν αὐτοῖς καὶ ὑπογράψαντες αὐτῆι δεδώκασι τοῖς παρ’ αὐτῶν σταλεῖσιν ἐν Κωνσταντινουπόλει
14Δέησις πρώτη τῶν ἑπτὰ Ἀνατολικῶν ἐπισκόπων σταλεῖσα τῶι βασιλεῖ ἀπὸ Χαλκηδόνος
15διὰ τὸ μὴ συγχωρηθῆναι αὐτοὺς εἰσελθεῖν ἐν Κωνσταντινουπόλει Εὐκτὸν ἦν μηδὲ παρ’ ἑτέρου τινὸς ἐπὶ προσδοκίαις ἀτόποις τοὺς τῆς εὐσεβείας προδίδο‐ σθαι λόγους, μήτι γε δὴ παρὰ τῶν ἱερατεύειν λαχόντων καὶ προστατεῖν ἐκκλησιῶν· οὓς οὐκ ἴσμεν ὅπως προεδρίας ἔρως καὶ φιλαρχία καὶ ψυχραί τινες ὑποσχέσεις κατήγαγον εἰς τὸ πάντων μὲν ὁμοῦ τῶν Χριστιανικῶν παραγγελμάτων ὑπεριδεῖν, μόνωι δὲ σκοπῶι δουλεύειν
20ἀνδρὸς ἐκ προλήμματος πάντα ἐλπίσαντος ἑαυτῶι τε καὶ τοῖς πρὸς τοῦτο αὐτῶι συνεργήσασι κατορθώσειν, φαμὲν δὲ τοῦ Ἀλεξανδρέως Κυρίλλου, ὃς ἐρεσχελίας ἕνεκα μόνης αἱρετικὰ ταῖς ἁγίαις τοῦ θεοῦ ἐκκλησίαις ἐπεισάγων δόγματα καὶ ταῦτα ἐλεγχθήσεσθαι προσδοκήσας διὰ μόνης τῆς Μέμνονος ὑπουργίας καὶ τῆς τῶν προλεχθέντων συμπράξεως ἐπισκόπων διαφεύ‐ ξεσθαι ἤλπισε τὰς ἐπὶ τοῖς ἡμαρτημένοις εὐθύνας. δι’ ὃ καὶ σφόδρα ἡσυχίας ἐρῶντες καὶ ἐν
25τοῖς λοιποῖς κεκρικότες φιλοσοφεῖν, τὴν δὲ ἐπὶ τούτοις ἡσυχίαν καὶ φιλοσοφίαν τῆς πίστεως νομίσαντες προδοσίαν, ἐπὶ τοὺς μόνους μετὰ τὴν ἄνωθεν δύναμιν τῆς οἰκουμένης σωτῆρας ὑμᾶς τὴν ἱκεσίαν τρέπομεν, τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας ὑμῖν ἰδικῶς προσήκειν ἡγού‐ μενοι, ὡς καὶ μέχρι τοῦδε αὐτὴν φυλάξασι καὶ δι’ αὐτῆς σφόδρα πεφυλαγμένοις. τὴν δὲ ἱκεσίαν ταύτην προσάγομεν ὡς καὶ ἐνώπιον τοῦ παναγίου θεοῦ μέλλουσαν παρέξειν ἀπολογίαν
30ἡμῖν, εἰ μηδὲν τῶν ὑπὲρ τῆς θρηισκείας ὀκνήσοιμεν, ἀλλὰ καὶ τῆι σῆι εὐσεβείαι τοὺς ὑπὲρ αὐτῆς λόγους ἀποκαλύψαιμεν. οὐ γὰρ ἔστι τι πλέον ἐν Χριστιανικοῖς καιροῖς ἱερέας ποιῆσαι πλὴν τοῦ τὸν οὕτω πιστὸν βασιλέα μαρτύρασθαι, εἰ καὶ μυριάκις εἴημεν πρόθυμοι τήν τε ζωὴν ἡμῶν καὶ τὰ σώματα τοῖς ὑπὲρ τῆς πίστεως ἀγῶσιν ἐκδοῦναι. διόπερ ἐπὶ τοῦ πάντας ἐφορῶντος θεοῦ καὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ μέλλοντος κρίνειν ἅπαντας ἐν δικαιο‐
35σύνηι καὶ τοῦ ἁγίου πνεύματος, οὗ τῆι χάριτι τὴν βασιλείαν εὐθύνετε, καὶ τῶν ἐκλεκτῶν ἀγγέλων τῶν φρουρούντων ὑμᾶς, οὓς παρεστῶτας ὄψεσθε τῶι φοβερῶι θρόνωι καὶ τὸν φρικτὸν ἐκεῖνον ἁγιασμὸν διηνεκῶς τῶι θεῶι προσφέροντας, ὃν νῦν τινὲς παραχαράττειν ἐπιχειροῦσιν, ἐπα‐ μῦναι τῆι εὐσεβείαι πολιορκουμένηι καὶ κελεῦσαι τὰ ἐπεισαχθέντα τῆι πίστει αἱρετικὰ κεφά‐ λαια ἐκβληθῆναι, ἃ παντελῶς ἀλλότρια ὑπάρχει τῶν ὀρθῶν δογμάτων καὶ ταῖς τῶν αἱρετικῶν
40κακοδοξίαις συμβαίνει, ἢ εἴ τις τῶν συνθεμένων καὶ ὑπογραψάντων αὐτοῖς καὶ μετὰ τὴν

1,1,7

73

ἐπαγγελθεῖσαν παρ’ ἡμῶν συγγνώμην φιλονεικεῖν ἔτι βούλοιτο, κελεύσατε τοῦτον εἰς μέσον ἐλθεῖν καὶ προφανῶς τούτων ὑπὸ τοῖς ἐκκλησιαστικοῖς ἐπιτιμίοις ὑπερμαχεῖν τῆς σῆς κρινούσης εὐσε‐ βείας. οὐδὲν γὰρ ἂν εἴη σοί, βασιλεῦ, τοῦδε βασιλικώτερον, ὑπὲρ οὗ καὶ πρὸς Πέρσας ἤδη καὶ πρὸς ἑτέρους βαρβάρους ἔσπευσας ἐπανελέσθαι πολέμους, ἀντιδιδόντος σοι τοῦ Χρι‐
5στοῦ τὰς ἀκμητὶ νίκας τῆς ὑπὲρ αὐτοῦ προθυμίας. γενέσθαι δὲ ἐπὶ τῆς σῆς εὐσεβείας ἐγγράφως τὰς ζητήσεις παρακαλοῦμεν· οὕτω γὰρ ἂν εὐκολώτερον διαγνωσθεῖεν τε καὶ εἰς τὸν ἑξῆς ἅπαντα χρόνον διελεγχθεῖεν οἱ ἁμαρτάνοντες. εἰ δέ τις, τοὺς ὑπὲρ ὧν πεπλημ‐ μέληκε λόγους ὀκνῶν, κρατεῖν τῆς ὀρθῆς πίστεως ἐξ ἐπιτάγματος βούλοιτο, τῆς σῆς ἂν εἴη δικαιοκρισίας σκοπεῖν εἰ μὴ καὶ αὐτὴν τὴν προσηγορίαν διδασκάλων ἀποβεβλήκασιν οἱ περὶ
10ὧν εἰσάγουσι δογμάτων ὀκνοῦντες διαγωνίζεσθαι καὶ οὔτε συνίστασθαι τοῖς εἰρημένοις ἐθέ‐ λοντες, ὡς ἂν μὴ διελεγχθεῖεν ἠσεβηκότες, οὔτε ἐκβαλεῖν ἀξιοῦντες αὐτά, ὡς ἂν μὴ ἄκαρπος αὐτοῖς ἡ πρὸς ἀλλήλους γένοιτο σύμφραξις. μεμελετῆσθαι γὰρ δή τινας αὐτοῖς ὑπὲρ τῆς ἀσεβείας ταύτης προεδριῶν ἀντιδόσεις καὶ τύπους ἄλλους ἐπὶ τῆι τῶν κανόνων διαφθορᾶι, καὶ διὰ τῶν ἐπιχειρηθέντων ἤδη δεδήλωται καὶ ἀκριβέστερον ἐλεγχθήσεται, εἰ μὴ τὸ σὸν ἀντισχῆι
15κράτος· καὶ ὄψεται αὐτοὺς ἡ σὴ εὐσέβεια μετ’ οὐ πολὺ τὸν τῆς προδοσίας ταύτης μισθὸν ὥσπερ σκῦλα τῆς τοῦ Χριστοῦ πίστεως νείμασθαι βουλομένους. ἡμεῖς δὲ ἤδη μὲν τινῶν παρὰ τοῦ εὐλαβεστάτου Ἰουβεναλίου τοῦ Ἱεροσολυμιτῶν πρώην ἐγχειρισθέντων ἡσυχάσαμεν, καίτοι τῶν κανόνων ὑπερμαχεῖν ὀφείλοντες, ὡς ἂν μὴ δόξαιμεν τιμῆς ἕνεκα οἰκείας ἀλγεῖν, καὶ νῦν αὐτοῦ σπουδάς τινας καὶ φαντασίας τοιαύτας κατὰ Φοινίκης ἑκατέρας καὶ Ἀραβίας οὐκ ἀγνο‐
20οῦμεν· οὐ μὴν περὶ τούτων τέως ἐσμὲν οἷοι διαγωνίζεσθαι, οἵ γε καὶ τῶν πόλεων αὐτῶν ὧν τὴν λειτουργίαν ἐγκεχειρίσμεθα, καὶ αὐτῆς, εἰ δεήσειε, τῆς ζωῆς μᾶλλον ἂν ἀποσταίημεν ἢ τῆς ὑπὲρ τῆς πίστεως προθυμίας. ἀλλὰ πρὸς μὲν τὰς τούτων ἐλπίδας τήν τε τοῦ θεοῦ καὶ τὴν τῆς σῆς εὐσεβείας ἀντιστήσομεν κρίσιν· νυνὶ δὲ ἱκετεύομεν μόνην καὶ πρώτην τὴν εὐσέβειαν φροντισθῆναι καὶ μὴ τὴν ἐπὶ τοῦ τῆς ἁγίας λήξεως Κωνσταντίνου μόλις ποτὲ τῆς
25ὀρθοδόξου θρηισκείας γεγονυῖαν ἔκλαμψιν καὶ διὰ τῶν τρισμακαρίων πάππου τε καὶ πατρὸς τῆς σῆς εὐσεβείας βεβαιωθεῖσαν, παρὰ δὲ τοῦ σοῦ κράτους εἴς τε ἕτερα ἔθνη βαρβαρικὰ καὶ εἰς τὴν Περσῶν χώραν κρατυνθεῖσαν ἐν αὐτοῖς κάμνειν τοῖς βασιλείοις καὶ παρὰ τῆι ὑμετέραι θολοῦσθαι γαληνότητι. οὐ γὰρ διπλᾶς Χριστιανισμοῦ πέμψεις, βασιλεῦ, εἰς Περσίδα διδα‐ σκαλίας, οὐδέ τι μέγα διχονοούντων 〈ἡμῶν〉 καὶ οὐδενὸς διακρίνοντος παρ’ ἐκείνοις νομισθήσεται
30τὸ ἡμέτερον, οὐδὲ διπλοῖς εὐαγῶς κοινωνήσει τις λόγοις ἢ μυστηρίοις οὐδὲ μὴν εὐσεβῶς τοσούτων ἀποστήσεται πατέρων καὶ ἁγίων ἀκαταγνώστων, ἀλλ’ οὐδὲ τὰ τῆς βασιλείας χρηστὰ ταῖς τῶν ἀλλήλοις ἐναντία φρονούντων εὐχαῖς ἐπιγραφήσεται, οὐδὲ μικρὸς ὁ γέλως ἔσται ὃν τοῖς ἐχθροῖς τῆς εὐσεβείας ὀφλήσομεν, καὶ μυρίας δὲ ἄλλας τῆς πονηρᾶς ἄν τις φιλονεικίας αὐτῶν καταλέ‐ ξειε βλάβας. εἰ δὲ ἔστιν ὁ μικρὸν οὕτως τὴν πρὸς τὰ ἐπουράνια σχέσιν ἡγούμενος, πᾶς
35μὲν ἕτερος ἔστω μᾶλλον ἢ ὧι πᾶσαν τῆς οἰκουμένης τὴν ἐξουσίαν δέδωκεν ὁ θεός, ἡμῖν δὲ εὐχὴ παρὰ τῆς σῆς δέξασθαι εὐσεβείας κρίσιν· ὁδηγήσει γὰρ πρὸς τὴν ἀκριβῆ τῶν ζητουμένων σύλληψιν τὴν σὴν διάνοιαν ὁ θεός. εἰ δέ τι τὸ νῦν διακωλῦόν ἐστι (οὐ γὰρ πάντα ἡμῖν ἐφικτὰ ὅσα τῆι σῆι περὶ τῶν πραγμάτων εὐσεβείαι), τὴν γοῦν ἐπὶ τὰ οἰκεῖα ἀναχώρησιν εὐ‐ μαρῶς ἡμῖν ὑπάρξαι καὶ ἀσφαλῶς παρὰ τῆς σῆς αἰτοῦμεν γαληνότητος· οὐ γὰρ μικρὰ τὰς
40ἐγχειρισθείσας ἡμῖν πόλεις ἐκ τῆς τοιαύτης βλαπτομένας ὁρῶμεν τριβῆς, οὐδενὸς ἐνταῦθα προβαίνοντος διὰ τοὺς φιλονεικεῖν, ὡς ἔοικεν, καὶ πρὸς τὴν 〈σὴν〉 εὐσέβειαν αἱρου‐
μένους.

1,1,7

74

(3)

Δέησις τῶν αὐτῶν δευτέρα σταλεῖσα τῶι βασιλεῖ ἀπὸ Χαλκηδόνος Πολλάκις ἤδη τὴν ὑμετέραν εὐσέβειαν καὶ δι’ ἑαυτῶν καὶ δι’ ὧν ἀνηνέγκαμεν, ἐδιδάξαμεν
5ὡς διαφθαρῆναι κινδυνεύει τῆς ὀρθοδοξίας τὸ δόγμα καὶ διασπάσαι μηχανῶνται τῆς ἐκκλησίας τὸ σῶμα οἱ πάντα ἄνω καὶ κάτω πεποιηκότες καὶ πάντα μὲν θεσμὸν ἐκκλησιαστικόν, 〈πάντα δὲ νόμον βασιλικὸν〉 πατήσαντες καὶ πάντα ἄρδην συγχέαντες, ἵνα τὴν ἐκτεθεῖσαν αἵρεσιν ὑπὸ Κυρίλλου τοῦ Ἀλεξανδρέως κρατύνωσιν. ὡς γὰρ ἐκλήθημεν ὑπὸ τῆς ὑμετέρας εὐσεβείας εἰς τὴν Ἔφεσον ἐπὶ τῶι τὰ ἀναφυέντα ζητήματα ἐξετάσαι καὶ τὴν εὐαγγελικὴν καὶ ἀποστολικὴν
10ὑπὸ τῶν μακαρίων πατέρων ἐκτεθεῖσαν βεβαιῶσαι πίστιν, μηδέπω πάντων παραγενομένων τῶν συγκληθέντων ἐπισκόπων, μερικὸν συνέδριον πεποιηκότες, τὰ αἱρετικὰ ἐκεῖνα κεφάλαια τὰ τῆι Ἀρείου καὶ Εὐνομίου καὶ Ἀπολιναρίου δυσσεβείαι συμβαίνοντα ἐπὶ ὑπομνημάτων ἐγγράφως ἐκύρωσαν καὶ τοὺς μὲν ἀπατήσαντες, τοὺς δὲ φοβήσαντες, ἑτέρους δὲ ἐπὶ αἱρέσεσιν ἐγκαλου‐ μένους 〈ἀκρίτουσ〉 εἰς κοινωνίαν δεξάμενοι καὶ ἄλλοις ἀκοινωνήτοις μισθὸν δεδωκότες τῆς ἀκοι‐
15νωνησίας τὴν λύσιν, ἑτέρους δὲ ἐλπίσιν ἀρχῆς οὐ προσηκούσης ἀναπτερώσαντες, πλῆθος ἑαυτοῖς συνήθροισαν, ὥσπερ οὐκ εἰδότες ὅτι τὴν εὐσέβειαν οὐ πλῆθος ἀλλὰ ἀλήθεια δείκνυσιν. ἀνε‐ γνώσθη πάλιν γράμματα τῆς ὑμετέρας εὐσεβείας διὰ τοῦ μεγαλοπρεπεστάτου κόμητος Κανδι‐ διανοῦ σημαίνοντα ὡς χρὴ ἀδελφικῶς καὶ εἰρηνικῶς τὰ ἀναφυέντα ἐξετασθῆναι ζητήματα, πάντων δὲ συνελθόντων τῶν συγκληθέντων θεοφιλεστάτων ἐπισκόπων· οὐδὲν ὤνησεν ἡ ἀνά‐
20γνωσις. ἀφίκετο ὁ καθωσιωμένος Παλλάδιος ὁ μαγιστριανὸς ἕτερα γράμματα τοῦ ὑμετέρου κράτους κομίζων δηλοῦντα ὡς χρὴ ἀνατραπῆναι πάντα τὰ μερικῶς γεγενημένα καὶ ἄνωθεν συγκροτηθῆναι τὸ συνέδριον καὶ τὸ ἀληθὲς βεβαιωθῆναι δόγμα· κατεφρονήθη συνήθως καὶ τοῦτο τὸ εὐσεβὲς ὑμῶν θέσπισμα παρὰ τῶν πάντα τολμώντων. παρεγένετο αὖθις ὁ μεγαλο‐ πρεπέστατος μάγιστρος Ἰωάννης, κόμης ὢν τηνικαῦτα τῶν ἁπανταχοῦ λαργιτιόνων, ἕτερα
25πάλιν κομίζων γράμματα σημαίνοντα ὡς τῶν τριῶν αἱ καθαιρέσεις ἐδέχθησαν παρὰ τοῦ ὑμετέρου κράτους καὶ ὅτι χρὴ τὰ μὲν ἀναφυέντα σκάνδαλα περιαιρεθῆναι, μόνην δὲ τὴν ἐν Νικαίαι ἐκτεθεῖσαν πίστιν ὑπὸ τῶν μακαρίων καὶ ἁγίων πατέρων παρὰ πάντων βεβαιωθῆναι· παρεβάθη καὶ οὗτος συνήθως ὁ νόμος ὑπὸ τῶν πάντα παιζόντων. οὐ γὰρ ἐπαύσαντο καὶ μετὰ τὴν ἀνάγνωσιν καὶ κοινωνοῦντες τοῖς καθαιρεθεῖσι καὶ μεμνημένοι αὐτῶν ὡς ἐπι‐
30σκόπων, οὐδὲ ἠνέσχοντο ἐκβαλεῖν τὰ ἐπὶ λύμηι καὶ διαφθορᾶι τῆς εὐσεβοῦς πίστεως ἐκτεθέντα κεφάλαια, καὶ ταῦτα πολλάκις ὑφ’ ἡμῶν πρὸς διάλεξιν προσκληθέντες· ἑτοίμους γὰρ εἴχομεν τὰς ἀποδείξεις τῶν αἱρετικῶν κεφαλαίων. καὶ μαρτυρεῖ τούτοις ὁ προειρημένος μεγαλο‐ πρεπέστατος μάγιστρος, καὶ τρὶς καὶ τετράκις καὶ ἡμᾶς καὶ αὐτοὺς συγκαλέσας καὶ τοῦτο ἡμῶν προτεινάντων ἀκούσας. ἐδέησε μετὰ ταῦτα διὰ τὴν ἐκείνων ἀπείθειαν ἐνταῦθα ἡμᾶς
35κληθῆναι· παρεγενόμεθα οὐδὲ πρὸς βραχὺ ἀναβαλόμενοι· οὐκ ἐπαυσάμεθα ἀφ’ οὗ παρεγενό‐ μεθα, καὶ ἐπὶ τῆς ὑμετέρας εὐσεβείας καὶ ἐπὶ τοῦ λαμπροῦ κονσιστορίου παρακαλοῦντες ἀνα‐ δέξασθαι αὐτοὺς τὸν ὑπὲρ τῶν κεφαλαίων ἀγῶνα καὶ ἐλθεῖν εἰς διάλεξιν ἢ 〈γοῦν〉 ἐκβαλεῖν αὐτὰ ὡς ἀλλότρια τῆς ὀρθοδόξου πίστεως καὶ ἐμμεῖναι τῆι ἐκθέσει μόνηι τῆς πίστεως τῶν μακα‐ ρίων πατέρων τῶν ἐν Νικαίαι συνεληλυθότων. καὶ οἳ μὲν οὐδέτερον τούτων ποιῆσαι
40θελήσαντες, ἀλλ’ ἐπιμείναντες τῆι αἱρετικῆι ταύτηι φιλονεικίαι, ἐκκλησιάζειν καὶ ἱερατεύειν συνε‐ χωρήθησαν· ἡμεῖς δὲ ἀσύνακτοι μεμενηκότες τοσοῦτον χρόνον 〈καὶ〉 ἐν Ἐφέσωι καὶ ἐνταῦθα καὶ μυρίους κἀκεῖ καὶ ἐνθάδε κινδύνους ὑπομένοντες καὶ ὑπὸ δούλων σχῆμα μοναχικὸν περι‐
βεβλημένων καταλευσθέντες καὶ μικροῦ δεῖν ἄρδην διαφθαρέντες ἐστέρξαμεν ὡς ὑπὲρ εὐσε‐

1,1,7

75

βείας ἅπαντα ὑπομένοντες. μετὰ ταῦτα ἔδοξε τῶι ὑμετέρωι κράτει αὖθις καὶ ἡμᾶς καὶ ἐκείνους συγκαλέσαι καὶ καταναγκάσαι τοὺς ἀπειθοῦντας εἰς τὴν ἐξέτασιν ἐλθεῖν τῶν δογμά‐ των. τούτου ἔσεσθαι προσδοκωμένου, ἡ εὐσέβειά σου εἰς τὴν πόλιν ἀφίκετο καὶ τοὺς μὲν ἐπὶ αἱρέσει κατηγορουμένους καὶ διὰ τοῦτο τοὺς μὲν καθαιρεθέντας ὑφ’ ἡμῶν, τοὺς δὲ ἀκοι‐
5νωνησίαι ὑποβληθέντας, λοιπὸν δὲ καὶ ὑπὸ τὸν κανόνα γεγενημένους προσέταξε τὴν πόλιν καταλαβεῖν καὶ ἱερουργῆσαι καὶ χειροτονῆσαι· ἡμᾶς δὲ τοὺς τὸν ὑπὲρ εὐσεβείας ἀναδεξαμένους ἀγῶνα καὶ πάντα κίνδυνον ὑπὲρ τῶν ὀρθῶν δογμάτων ὑποστῆναι προαιρουμένους οὔτε εἰ‐ σελθεῖν εἰς τὴν πόλιν ἐκέλευσε καὶ τῆι πολεμουμένηι συμμαχῆσαι πίστει καὶ ὑπὲρ τῶν ὀρθῶν ἐνστῆναι δογμάτων οὔτε τὰ οἰκεῖα καταλαβεῖν ἐπέτρεψεν, ἀλλ’ ἐσμὲν ἐν τῆι Χαλκηδόνι ἀνιώ‐
10μενοι καὶ στένοντες ἐπὶ τῶι μελετωμένωι τῆς ἐκκλησίας σχίσματι. τούτου χάριν ὡς μη‐ δεμιᾶς τυγχάνοντες ἀποκρίσεως, ἀναγκαῖον ὠιήθημεν διὰ τῶνδε τῶν γραμμάτων διδάξαι τὴν ὑμετέραν εὐσέβειαν ἐνώπιον τοῦ θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ καὶ τοῦ ἁγίου πνεύματος ὡς εἰ χειροτονηθείη τις πρὸ τῆς διορθώσεως τῶν ὀρθῶν δογμάτων παρὰ τῶν τὰ αἱρετικὰ φρονούντων, ἀνάγκη πᾶσαν ἐκκλησίαν μερισθῆναι, καὶ κλήρων καὶ λαῶν σχιζομένων καὶ
15κατ’ ἀλλήλων χωρούντων· οὐδεὶς γὰρ τῶν εὐσεβούντων ἀνέξεται τοῖς τὰ αἱρετικὰ θρηισκεύουσι κοινωνῆσαι καὶ τὴν οἰκείαν προέσθαι σωτηρίαν. τούτου δὲ ἐσομένου, ἡ ὑμετέρα εὐσέβεια παρὰ τὸν οἰκεῖον πρᾶξαι σκοπὸν ἀναγκασθήσεται· καὶ γὰρ τὸ σχίσμα παρὰ γνώμην ἴσως κρατυνεῖ καὶ τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγωνιζομένους λυπήσει, οὐκ ἀνεξομένους τὰς οἰκείας προδοῦναι ψυχὰς καὶ συνθέσθαι τοῖς τὰ δυσσεβῆ Κυρίλλου δόγματα ἐκδικεῖν φιλονεικοῦσι.
20πολλοὶ δὲ οἱ τῆς εὐσεβείας ὑπερμαχοῦντες, ἡμεῖς τε οἱ τῆς Ἀνατολικῆς διοικήσεως ἅπαντες καὶ αἱ σὺν ἡμῖν ἐπαρχίαι ἔκ τε τῆς Ποντικῆς καὶ Ἀσιανῆς καὶ Θραικικῆς διοικήσεως καὶ τοῦ Ἰλλυρικοῦ καὶ τῶν Ἰταλιῶν. οὐδὲ γὰρ ἐκεῖνοι τοῖς Κυρίλλου συνθέσθαι δόγμασιν ἀνέξονται, οἵτινες καὶ τῆι ὑμετέραι εὐσεβείαι βίβλον τοῦ μακαριωτάτου Ἀμβροσίου ἀπέστειλαν ἐναντία τῆι ἀναφυείσηι ταύτηι θρηισκείαι διδάσκουσαν. ἵνα τοίνυν μή τι τοιοῦτο γένηται καὶ
25πλέον ἡ ὑμετέρα εὐσέβεια ἀθυμήσηι, ἀντιβολοῦμεν ἱκετεύομεν παρακαλοῦμεν θεσπίσαι μὴ πρότερον τὴν χειροτονίαν γενέσθαι, ἕως ἂν τύπον τὰ τῆς ὀρθοδόξου πίστεως λάβηι, ἧς ἕνεκα καὶ συνήγαγεν ἡμᾶς ἡ φιλόχριστος ὑμῶν κορυφή.
30Δέησις τῶν αὐτῶν τρίτη σταλεῖσα ὁμοίως ἀπὸ Χαλκηδόνος Οὐκ εἰς ταῦτα καταντήσειν τῆς ὑμετέρας εὐσεβείας προσεδοκῶμεν τὴν κλῆσιν. ἐκλή‐ θημεν γὰρ ἐντίμως ὡς ἱερεῖς παρὰ βασιλέως καὶ ἐκλήθημεν ἐπὶ βεβαιώσει τῆς τῶν ἁγίων πατέρων πίστεως, δι’ ὃ καὶ ὡς βασιλεῖ εὐσεβεῖ ὑπακούσαντες ἤλθομεν καὶ ἐλθόντες οὔτε τῆς ἐκκλησιαστικῆς ἐξέστημεν ἀκολουθίας οὔτε τῶν ὑμετέρων κατεφρονήσαμεν θεσπισμάτων,
35ἀλλὰ διετελέσαμεν ἀφ’ ἧς ἡμέρας εἰς τὴν Ἐφεσίων ἀφικόμεθα, μέχρι τῆς σήμερον τοῖς ὑμετέροις ἑπόμενοι νεύμασιν. ἀλλ’ οὐδὲν ἡμᾶς, ὡς ἔοικεν, ὤνησεν κατὰ τὸν παρόντα βίον ἡ εὐταξία, μᾶλλον δὲ καὶ τὰ μέγιστα, ὡς ὁρῶμεν, ἔβλαψεν. ἡμεῖς μὲν γὰρ οἱ ταύτηι χρησάμενοι μέχρι μὲν τοῦ παρόντος ἐν τῆι Χαλκηδόνι ἐπεχόμενοι διηγάγομεν, νῦν δὲ ἀπε‐ λύθημεν ἐπὶ τὰ οἰκεῖα· οἱ δὲ πάντα συγχέαντες καὶ ταραχῆς τὴν οἰκουμένην ἐμπλήσαντες
40καὶ τὰς ἐκκλησίας διασπάσαι φιλονεικοῦντες καὶ τῆι εὐσεβείαι προφανῶς πολεμοῦντες ἱερουργοῦσιν, ἐκκλησιάζουσι, τῆς ἀθέσμως ἐλπιζομένης χειροτονίας τὸ κῦρος ἔχουσιν, ὡς νομίζουσι, στάσεις ἐν ταῖς ἐκκλησίαις ἐγείρουσι, τὰ εἰς τὰς χρείας τῶν πενήτων καρπο‐
φορούμενα εἰς τοὺς οἰκείους ἀναλίσκουσι στασιώτας. καὶ μὴν οὐκ ἐκείνων μόνον, ἀλλὰ

1,1,7

76

καὶ ἡμῶν βασιλεύεις. μέρος γὰρ οὐ μικρὸν τῆς σῆς βασιλείας ἡ Ἀνατολὴ τυγχάνει, ἐν ἧι ἀεὶ τὰ τῆς ὀρθοδοξίας διέλαμψε, πρὸς δὲ ταύτηι καὶ αἱ λοιπαὶ ἐπαρχίαι καὶ διοικήσεις ἐξ ὧν συνηθροίσθημεν. μὴ τοίνυν παρίδηι τὸ ὑμέτερον κράτος τὴν πίστιν διαφθειρομένην, εἰς ἣν καὶ ὑμεῖς ἐβαπτίσθητε καὶ οἱ ὑμέτεροι πρόγονοι, εἰς ἣν ἐπάγη τὰ τῆς ἐκκλησίας
5θεμέλια, δι’ ἣν οἱ τρισμακάριοι μάρτυρες μυρία θανάτων εἴδη μεθ’ ἡδονῆς κατεδέξαντο, μεθ’ ἧς καὶ βαρβάρους ἐνικήσατε καὶ τυράννους κατελύσατε, ἧς καὶ ἐν τῶι νῦν τὴν Ἀφρικὴν καταλαβόντι χρήιζετε πολέμωι. ἔσται γὰρ ὑμῖν ὁ τῶν ὅλων θεὸς σύμμαχος, ἐὰν τῶν εὐσεβῶν δογμάτων αὐτοῦ ὑπερασπίσητε καὶ κωλύσητε ῥαγῆναι τῆς ἐκκλησίας τὸ σῶμα· ῥαγήσεται γάρ, εἰ τὸ ἐπεισαχθὲν τῆι πίστει ὑπὸ Κυρίλλου καὶ κυρωθὲν ὑπὸ τῶν ἄλλων
10αἱρετικῶν φρόνημα κρατυνθείη. ταῦτα πολλάκις μὲν ἤδη ἐνώπιον τοῦ θεοῦ καὶ ἐν Ἐφέσωι καὶ ἐνταῦθα διεμαρτυράμεθα καὶ τὴν ὑμετέραν εὐσέβειαν ἐδιδάξαμεν, ἀπολογίαν ἑαυτοῖς ἐπὶ τοῦ θεοῦ τῶν ὅλων πορίζοντες· ἀπαιτεῖ γὰρ καὶ τοῦτο παρ’ ἡμῶν, ὡς αἱ θεῖαι γραφαὶ αἵ τε προφητικαὶ καὶ ἀποστολικαὶ διδάσκουσι. καὶ γὰρ ὁ μακάριος Παῦλος βοᾶι· δια‐ μαρτύρομαι ἐνώπιον τοῦ θεοῦ τοῦ ζωογονοῦντος τοὺς νεκροὺς καὶ τοῦ
15κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, καὶ τῶι Ἰεζεκιὴλ ὁ θεὸς παρεγγυᾶι διαστείλασθαι τοῖς ἐν τῶι λαῶι καὶ ἀπειλὴν τίθησι λέγων· ἐὰν μὴ διαστείληι, τὸ αἷμα τῶν ἀπολλυμένων ἐκ χειρός σου ζητήσω. τοῦτο τὸ κρίμα δεδιότες, ἀναγκαῖον ὠιήθημεν αὖθις διδάξαι τὸ ὑμέτερον κράτος ὡς τὰ Ἀπο‐ λιναρίου καὶ Ἀρείου καὶ Εὐνομίου διδάσκουσιν ἐν ταῖς ἐκκλησίαις οἱ ἐκκλησιάζειν συγχωρη‐
20θέντες καὶ ἀθέσμως καὶ παρὰ τοὺς κανόνας ἱερουργοῦντες καὶ διαφθείρουσι τὰς ψυχὰς τῶν εἰσερχομένων, εἴ τις ἄρα καὶ ἀκούειν αὐτῶν ἀνέχεται. διὰ γὰρ τὴν θείαν χάριν τὴν πάντων ἀνθρώπων κηδομένην καὶ πάντας βουλομένην σωθῆναι τὸ πλεῖστον τοῦ λαοῦ ὑγι‐ αίνει καὶ τῶν εὐσεβῶν ὑπεραγωνίζεται δογμάτων, δι’ οὓς μάλιστα ἀλγοῦμεν καὶ κεντούμεθα τὴν ψυχήν, δεδιότες μὴ κατὰ μικρὸν ἡ ἐπισκήψασα νόσος τῶν πλείστων ἐπιλάβηται καὶ
25κοινὸν γένηται τὸ κακόν. ταῦτα ἡμεῖς τὴν ὑμετέραν ἀναδιδάσκομεν γαληνότητα καὶ δι‐ δάσκοντες οὐ παυσόμεθα καὶ εὐχόμεθα ἐπινεῦσαι ταῖς ἡμετέραις ἱκεσίαις τὸ ὑμέτερον κράτος καὶ μηδὲν ἐᾶσαι ἐπεισενεχθῆναι τῆι τῶν ἁγίων πατέρων πίστει τῶν ἐν Νικαίαι συνεληλυ‐ θότων. εἰ δὲ καὶ μετὰ ταύτην ἡμῶν τὴν δέησιν καὶ τὴν ἐπὶ τοῦ θεοῦ διδασκαλίαν μὴ προσδέξεται ἡ ὑμετέρα εὐσέβεια, ἡμεῖς καὶ τὸν κονιορτὸν τῶν ποδῶν τιναξόμεθα καὶ βοη‐
30σόμεθα μετὰ τοῦ μακαρίου Παύλου· καθαροὶ ἡμεῖς ἀπὸ τοῦ αἵματος πάντων. οὐ γὰρ ἐπαυσάμεθα νύκτωρ καὶ μεθ’ ἡμέραν ἀφ’ οὗ εἰς τήνδε τὴν εὐλογημένην παρεγενό‐ μεθα σύνοδον, καὶ βασιλέα καὶ ἄρχοντας καὶ στρατιώτας καὶ ἱερέας καὶ λαικοὺς διαμαρτυ‐ ρόμενοι μὴ προέσθαι τὴν παραδοθεῖσαν ἡμῖν ὑπὸ τῶν πατέρων εὐσέβειαν.
36Ἐπιστολὴ τῶν αὐτῶν πρὸς τοὺς ἰδίους τοὺς ἐν Ἐφέσωι Τῆι ἁγιωτάτηι καὶ θεοφιλεῖ συνόδωι τῆι ἐν Ἐφέσωι Ἰωάννης Ἰωάννης Παῦλος Μα‐ κάριος Ἀπρίγγιος Θεοδώρητος ἐν κυρίωι χαίρειν. Παραγενόμενοι εἰς τὴν Χαλκηδόνα (εἰς γὰρ τὴν Κωνσταντινούπολιν οὔτε ἡμεῖς οὔτε οἱ ἐναντίοι συνεχωρήθημεν εἰσελθεῖν διὰ τὰς
40στάσεις τῶν καλῶν μοναζόντων), περιηχήθημεν ὅτι πρὸ ὀκτὼ ἡμερῶν τοῦ ἐπιστῆναι ἡμᾶς
ἦν δόξαν τῶι εὐσεβεστάτωι βασιλεῖ τὸν κύριον Νεστόριον ἀπὸ τῆς Ἐφέσου ἀπολυθῆναι

1,1,7

77

ὅπου βούλεται ἀπελθεῖν, καὶ σφόδρα ἠλγήσαμεν τὴν ψυχήν, εἴ γε ἀληθές, ὅτι τὰ ἀκρίτως καὶ ἀθέσμως γεγενημένα τέως δοκεῖ κρατεῖν. ἡμᾶς δὲ γινωσκέτω ὑμῶν ἡ ὁσιότης ἐκθύμως ὑπὲρ τῆς πίστεως ἀγωνίζεσθαι καὶ μέχρι θανάτου τοῦτον αἱρεῖσθαι τὸν ἀγῶνα· προσδοκῶμεν δὲ σήμερον, τοῦτ’ ἐστὶ τῆι ἑνδεκάτηι τοῦ Γορπιαίου μηνὸς περᾶν τὸν εὐσε‐
5βέστατον βασιλέα ἡμῶν εἰς Ῥουφινιανὰς κἀκεῖ τῆς ὑποθέσεως διακούειν. εὐξάσθω τοίνυν ἡ ὑμετέρα ἁγιότης συμπρᾶξαι ἡμῖν τὸν δεσπότην Χριστόν, ἵνα δυνηθῶμεν τῶν ἁγίων πα‐ τέρων κρατῦναι τὴν πίστιν καὶ τὰ ἐπὶ λύμηι τῆς ἁγίας ἐκκλησίας ἀναφυέντα κεφάλαια πρόρριζα ἀνασπάσαι. τὰ αὐτὰ δὲ καὶ τὴν ὑμετέραν ὁσιότητα καὶ φρονῆσαι καὶ ποιῆσαι παρακαλοῦμεν καὶ ἐμμεῖναι τῆι καλῆι ὑμῶν ὑπὲρ τῆς ὀρθοδόξου πίστεως προθυμίαι. ὅτε
10δὲ ἐγράφη ἡ ἐπιστολή, οὔπω ἦν ἀπαντήσας ὁ κύριος Ἱμέριος· τάχα γὰρ ἀνωμάλησε κατὰ τὴν ὁδόν. μηδὲν δὲ ὑμῶν τοῦτο τὴν θεοσέβειαν διαταράξηι· ἐλπίζομεν γὰρ ὅτι καὶ τὰ λυπηρὰ σβεσθήσεται καὶ ἡ ἀλήθεια ἀναλάμψει, τῆς ὑμετέρας θεοσεβείας προθύμως συνα‐ γωνιζομένης ἡμῖν.
16Ἄλλη ἐπιστολὴ τῶν αὐτῶν πρὸς τοὺς αὐτούς Διὰ τῶν εὐχῶν τῆς ὑμετέρας ὁσιότητος γέγονεν ἡμῖν συντυχία πρὸς τὸν εὐσεβέστατον ἡμῶν βασιλέα καὶ τῆς θείας ῥοπῆς τυχόντες περιεγενόμεθα τέως τῶν τὰ ἐναντία φρονούν‐ των ἐν τοῖς ἀγῶσιν, ὡς πάντα μὲν τὰ ἡμέτερα δεχθῆναι παρὰ τῶι φιλοχρίστωι ἡμῶν βα‐
20σιλεῖ, τὰ δὲ ὑπ’ ἐκείνων λεχθέντα ἄδεκτα φανῆναι καὶ ἀνακόλουθα. ἄνω γὰρ καὶ κάτω Κυρίλλου μνημονεύοντες καὶ παρακαλοῦντες αὐτὸν κληθῆναι καὶ αὐτὸν ὑπὲρ ἑαυτοῦ ἀπολο‐ γήσασθαι, μέχρι τοῦ παρόντος οὐκ ἔπεισαν, ἀλλ’ ἤκουσαν ὡς χρὴ τὸν περὶ τῆς εὐσεβείας κινηθῆναι λόγον καὶ κρατυνθῆναι τὴν πίστιν τῶν μακαρίων πατέρων. διηλέγξαμεν δὲ καὶ Ἀκάκιον καταθέμενον ἐπὶ ὑπομνημάτων παθητὴν εἶναι τὴν θεότητα, καὶ τοσοῦτον ἐδυσχέ‐
25ρανεν ὁ εὐσεβὴς ἡμῶν βασιλεύς, ὡς τινάξασθαι τὴν πορφυρίδα καὶ εἰς τοὐπίσω χωρῆσαι διὰ τὸ τῆς βλασφημίας μέγεθος. εἴδομεν δὲ καὶ ὅλον τὸ κονσιστόριον σφόδρα ἡμᾶς ἀποδεξάμενον ὡς ὑπὲρ εὐσεβείας ἀγωνιζομένους. ἔδοξε τοίνυν τῶι εὐσεβεστάτωι ἡμῶν βασιλεῖ ἕκαστον ἐκθέσθαι τὸ οἰκεῖον φρόνημα καὶ προσενεγκεῖν αὐτοῦ τῆι εὐσεβείαι, ἀπε‐ κρινάμεθα δὲ ἡμεῖς ὅτι ἑτέραν ἔκθεσιν ἀδύνατον ἡμᾶς ποιῆσαι πλὴν τῆς ἐν Νικαίαι γενο‐
30μένης ὑπὸ τῶν μακαριωτάτων πατέρων, καὶ συνήρεσεν αὐτοῦ τῶι κράτει. πρόκειται τοίνυν ἐκείνην ἐν ἧι ὑπέγραψεν ὑμῶν ἡ ὁσιότης, προσενεγκεῖν αὐτοῦ τῆι εὐσεβείαι. ὁ δὲ λαὸς ἅπας ὁ Κωνσταντινουπόλεως ἀπαύστως πρὸς ἡμᾶς περᾶι, δεόμενος γενναίως ὑπὲρ τῆς πίστεως ἀγωνίσασθαι, καὶ πολὺν ἔχομεν κάματον ἐπέχειν αὐτούς, ἵνα μὴ δόξωμεν πρό‐ φασιν διδόναι τοῖς ἐναντίοις. ἀπεστείλαμεν δὲ ὑμῶν τῆι θεοσεβείαι τὸ ἴσον τῆς ἐκθέ‐
35σεως, ἵνα δύο ἀντίγραφα ποιῆσαι καταξιώσητε καὶ τοῖς δύο καθυπογράψητε.
38Ἀντίγραφα τῶν ἐν Ἐφέσωι Ἀνατολικῶν πρὸς τοὺς ἐν Κωνσταντινουπόλει Τοῖς τὰ πάντα θεοφιλεστάτοις καὶ ἁγιωτάτοις καὶ ὁσιωτάτοις συλλειτουργοῖς Ἰωάννηι
40Ἰωάννηι Ἱμερίωι Παύλωι Μακαρίωι Ἀπριγγίωι Θεοδωρήτωι Ἑλλαδίωι ἐπισκόποις ἡ ἐν Ἐφέσωι

1,1,7

78

συγκροτηθεῖσα σύνοδος ἐν κυρίωι χαίρειν. Μαθόντες τοὺς γενομένους ὑμῖν ἀγῶνας ὑπὲρ τῆς εὐσεβείας μετὰ τῆς θείας χάριτος ἐπὶ τοῦ φιλοχρίστου καὶ εὐσεβεστάτου βασιλέως ἡμῶν, ἔγνωμεν διὰ τῆς πείρας ὡς οὐκ ἐγκαταλέλοιπεν ὁ δεσπότης Χριστὸς τὰς ἐκκλησίας αὐτοῦ, ὅς γε καὶ ὑμῖν τοῖς ὀρθοδόξοις πρέπουσαν χάριν παρέσχε καὶ τῶν δι’ ἐναντίας πολλὴν
5αἰσχύνην κατέχεε καὶ τὸν εὐσεβέστατον ἡμῶν βασιλέα τῆι ὀρθοδόξωι πίστει τῆς ἁγιωτάτης ἐκκλησίας προσθέσθαι παρεσκεύασε. καὶ θαρροῦμεν ὡς καὶ ὑμῶν μετὰ τῆς ἐπιβαλλούσης ἱερεῦσι Χριστοῦ παρρησίας ἀγωνιζομένων καὶ τῆς τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως ζωῆς ὑπὸ τοῦ θεοῦ σωιζομένης εἰρηνικὸν πέρας ἕξει τὰ τῆς ὑποθέσεως καὶ στηλιτευθήσεται μὲν τὰ τῆς αἱρέσεως, ἀναλάμψει δὲ πάλιν κατὰ πᾶσαν τὴν οἰκουμένην ἐν ταῖς ἐκκλησίαις ἡ τῶν
10ἁγίων πατέρων ὀρθόδοξος πίστις. οὐ παύονται δὲ οἱ δι’ ἐναντίας τῆι συνήθει τυραννίδι κεχρημένοι μέχρι τοῦ παρόντος διὰ τὸ μηδεμιᾶς ἀγανακτήσεως πειραθῆναι· πανταχοῦ γὰρ ἐν ταῖς ἐκκλησίαις τὰς ἀθεμίτους καθαιρέσεις διαπεμπόμενοι ταράσσουσι καὶ τοὺς κλήρους καὶ τοὺς λαούς. ὑπεγράψαμεν δὲ εἰς τὰ δύο ἰσότυπα τὰ παρὰ τῆς ὑμετέρας ὁσιότητος ἀποσταλέντα, ὑπὲρ ὧν παρακαλοῦμεν μέχρις αἵματος ἀντικαταστῆναι ὑμᾶς, ὑπὲρ τῆς ἀλη‐
15θείας ἀγωνιζομένους πρὸς τὴν ἀναφυεῖσαν ἀσέβειαν, εἰδότας ὡς σύμφωνοι τῆς ὑμετέρας ὁσιότητος ὄντες ἕτοιμοι ἐσμὲν πρότερον τὰς ψυχὰς ἀποθέσθαι ἢ δέξασθαί τι τῶν αἱρετικῶν κεφαλαίων Κυρίλλου τοῦ Ἀλεξανδρέως. τὰ δὲ κατὰ τὸ ἠδικημένον πρόσωπον γνόντες, εἰς πᾶσαν ἀφασίαν κατέστημεν· οἱ γὰρ καθελόντες αὐτὸν ἐν αὐτοῖς τοῖς αἱρετικοῖς ὑπο‐ μνήμασι τὰ κεφάλαια τὰ αἱρετικά, ὡς ἴστε, συνῆψαν τῆι τῶν πατέρων πίστει, καὶ ταύτηι
20δείξαντες αὐτοὺς αἱρετικοὺς καὶ τῆς ὀρθοδόξου πίστεως ἀλλοτρίους. πῶς οὖν ἐνδέχεται, παρακαλῶ, ἀμφότερα ταῦτα συνελθεῖν ὄντα ἐναντία, τήν τε καθαίρεσιν τά τε κεφάλαια; εἰ γὰρ ἀξιόπιστοί εἰσι καθελόντες, ἀξιόπιστοι ἔσονται καὶ ἐν οἷς ἐξέθεντο αἱρετικοῖς κεφα‐ λαίοις· εἰ δὲ τὰ κεφάλαια ἐλέγχει αὐτοὺς αἱρετικούς, αἱρετικῶν πάντως καὶ ἡ καθαίρεσις. ταῦτα δὲ προσεφωνήσαμεν καὶ πρὸς τὸν εὐσεβέστατον ἡμῶν βασιλέα, ἀποστείλαντες τῆι
25ὑμετέραι ὁσιότητι, ἵνα τὸ δοκοῦν διαπράξησθε. ἀγωνιῶμεν γὰρ ὡς ἐπὶ τῆς ἀληθείας αὐτῆς, μὴ τῆς καθαιρέσεως τῆς ὑπὸ τῶν αἱρετικῶν γεγενημένης κρατούσης ἰσχύν τινα ἔχηι καὶ τὰ αἱρετικὰ κεφάλαια καὶ τὰ ἄλλα τὰ παρ’ ἐκείνων κατὰ πολλῶν ἱερέων γεγενη‐ μένα· ἅπερ ἅπαντα μαθοῦσαν ὑμῶν τὴν ὁσιότητα θαρροῦμεν ἐκεῖνα ποιήσειν ἃ καὶ πάντα τὰ γενόμενα κατὰ πάντων ὑπὸ τῶν αἱρετικῶν ἀκυρώσει, εἴτε καθαίρεσιν εἴτε ἀκοινωνησίαν,
30διά τε συνοδικοῦ γράμματος καὶ βασιλικοῦ θεσπίσματος. οὐκ ἀγνοεῖ γὰρ ὑμῶν ἡ θεο‐ σέβεια ὡς ἔχομεν τινὰς τῶν ἐπισκόπων μεθ’ ἡμῶν μεμονωμένους ἐν ταῖς ἑαυτῶν ἐπαρχίαις. ἀπεστείλαμεν δὲ τῆι ὑμετέραι ὁσιότητι καὶ τὴν πρόσφατον γενομένην ἑρμηνείαν ὑπὸ τοῦ Ἀλεξανδρέως τῶν αἱρετικῶν κεφαλαίων, ἀκριβέστερον καὶ δι’ αὐτῆς δείξαντος τὴν ἑαυτοῦ ἀσέβειαν. καθὼς δὲ παρεκαλέσαμεν ὑμῶν τὴν ὁσιότητα, καταξιώσατε φροντίσαι ταχέως
35ἡμᾶς ἀπολυθῆναι, μάλιστα τοῦ χειμῶνος ἐπικειμένου.
38Ἀναφορὰ τῶν ἐν Ἐφέσωι Ἀνατολικῶν καὶ τῶν σὺν αὐτοῖς πρὸς τὸν βασιλέα Τοῖς εὐσεβεστάτοις καὶ φιλοχρίστοις βασιλεῦσι Θεοδοσίωι καὶ Οὐαλεντινιανῶι αὐγού‐
40στοις παρὰ τῆς ἁγίας συνόδου τῆς ἐν Ἐφέσωι συγκροτηθείσης. Διδαχθέντες ἐκ γραμ‐
μάτων τῶν ἁγιωτάτων καὶ θεοφιλεστάτων συλλειτουργῶν ἡμῶν τῶν ὑπὲρ ὅλης τῆς συνόδου

1,1,7

79

καταλαβόντων τὸ εὐσεβὲς ὑμῶν στρατόπεδον τήν τε μετ’ εὐμενείας γενομένην εἴσοδον αὐ‐ τῶν ἐπὶ τῆς ὑμετέρας εὐσεβείας καὶ τὸν ὑπὲρ τῆς ὀρθοδοξίας ζῆλον τοῦ ὑμετέρου κράτους, ἥσθημεν ὡς τοῖς προειρημένοις παρόντες καὶ τὸ γαληνὸν τῆς ὑμετέρας εὐσεβείας πρόσωπον ἅμα αὐτοῖς ἐποπτεύοντες. ἔγνωμεν γὰρ πῶς τὰ μὲν παρὰ τῶν ἐναντίων ἄδεκτα γέγονε
5τῆι ὑμετέραι δικαιοκρισίαι, ἡ δὲ τῶν ἁγίων πατέρων τῶν κατὰ Νίκαιαν πίστις, ὑπὲρ ἧς καὶ οἱ παρόντες θεοφιλέστατοι ἐπίσκοποι καὶ ἡμεῖς ἀγωνιζόμεθα, ἀποδοχῆς ἠξιώθη, καὶ πιστεύ‐ ομεν οὕτω τοῦ θεοῦ ἐξηρτημένης ὑμῶν τῆς εὐσεβείας μηδαμῶς παρασαλευθήσεσθαι παρὰ τῶν ἐπιχειρησάντων τὴν ἀποστολικὴν πίστιν, δι’ ἧς ἄνωθεν ἐκ προγόνων βασιλεύει τε τὸ ὑμέτερον κράτος καὶ πᾶν τὸ ἀλλόφυλον ὑποχείριον ἔχει, καὶ ἐπὶ τούτοις τὰς εὐχαριστηρίους
10φωνὰς καὶ τὰς ὑπὲρ τῆς ὑμετέρας εὐσεβείας ἐκτενεῖς δεήσεις εἰωθότως ἀνεπέμψαμεν μετὰ πολλῆς τῆς περιχαρείας τῶι δεσπότηι Χριστῶι. ἐπειδὴ δὲ πολλή τίς ἐστιν ἐπὶ τοῦ εὐσε‐ βοῦς ὑμῶν κράτους παρρησία τοῖς ἱερεῦσι, θαρροῦμεν καὶ τὰ εἰς ἀθυμίαν ἡμᾶς ἐμβάλλοντα καὶ ἀγωνίαν διδάξαι τὸ ὑμέτερον κράτος καὶ τούτων αἰτῆσαι τὴν ἴασιν· ὅθεν δεόμεθα καὶ προκυλινδούμεθα τῶν ὑμετέρων ἰχνῶν μετὰ μακροθυμίας προσπίπτοντας ἡμᾶς τῆι ὑμετέραι
15εὐσεβείαι δέξασθαι, δίκαια αἰτοῦντας περὶ τοῦ ἠδικημένου προσώπου παρὰ τῶν τὰ αἱρετικὰ κεφάλαια Κυρίλλου τοῦ Ἀλεξανδρέως δεδεγμένων καὶ εἰς αὐτὸ τὸ θεῖον ἠσεβηκότων. οἱ γὰρ ἐπεισαγαγόντες τὰ αἱρετικὰ κεφάλαια καὶ θολώσαντες τὴν τῶν ἁγίων πατέρων πίστιν τό γε αὐτῶν μέρος ἐν αὐτοῖς τοῖς ὑπομνήμασι καὶ τὴν ἀθέμιτον καθαίρεσιν πεποιήκασι, καὶ πιστεύομεν μὴ φανήσεσθαι τῆι ἀπροσκλινεῖ ὑμῶν καὶ ὀρθῆι κρίσει δίκαιον ἐκείνων
20στῆναι τὴν κατάκρισιν, οὓς κατακρίνεσθαι χρὴ σαφῶς ἐληλεγμένους αἱρετικούς. τὰ δὲ κατὰ μέρος παρακολουθήσαντα παρ’ ἐκείνων καὶ κατὰ τῶν ἐκκλησιαστικῶν θεσμῶν καὶ κατὰ τῶν εὐσεβεστάτων ὑμῶν γραμμάτων ἤδη παρὰ πολλῶν μεμάθηκε τὸ ὑμέτερον κράτος, τοῦ παρ’ αὐτῶν ἠδικημένου ἐν μηδενὶ μήτε τοῖς ὑμετέροις θεσπίσμασιν ἀντιπεσόντος καὶ τὴν ἐκκλησιαστικὴν πίστιν ὀρθοδόξως κηρύττοντος. εἰ γὰρ καὶ μυριάκις φεύγων τὰς ταραχὰς
25αὐτὸς ἰδιάζειν βούλεται, δέος μή τι τῆι πίστει γένηται βλάβος τῶι τὴν ἄθεσμον ἐκείνην καθαίρεσιν παρὰ τῶν τὰ αἱρετικὰ κεφάλαια ἐπεισαγαγόντων γεγενῆσθαι.
29Ἐπιστολὴ Θεοδωρήτου ἐπισκόπου Κύρου πρὸς Ἀλέξανδρον τὸν Ἱεραπόλεως γραφεῖσα
30ἀπὸ Χαλκηδόνος Οὐ κατελίπομεν εἶδος, οὐκ ἐπιεικείας, οὐ τραχύτητος, οὐ παρακλήσεως, οὐ καταβοήσεως, ὧι οὐκ ἐχρησάμεθα ἐπὶ τοῦ εὐσεβεστάτου βασιλέως καὶ τοῦ λαμπροῦ κονσιστορίου διαμαρ‐ τυρόμενοι ἐνώπιον τοῦ θεοῦ τοῦ τὰ πάντα ἐφορῶντος καὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ μέλλοντος κρίνειν ἐν δικαιοσύνηι τὴν οἰκουμένην καὶ τοῦ ἁγίου πνεύματος καὶ τῶν ἐκλεκτῶν
35αὐτοῦ ἀγγέλων μὴ παροφθῆναι διαφθειρομένην τὴν πίστιν ὑπὸ τῶν τὰ αἱρετικὰ κεφάλαια δεξαμένων καὶ τούτοις καθυπογράψαι τετολμηκότων, ἀλλὰ κελεῦσαι μόνον τὴν ἐν Νικαίαι ἐκτεθῆναι καὶ ἐκβληθῆναι τὴν ἐπεισαχθεῖσαν αἵρεσιν ἐπὶ λύμηι καὶ διαφθορᾶι τῆς εὐσεβείας. καὶ μέχρι τῆς σήμερον ἡμέρας οὐδὲν ἀνύσαι ἠδυνήθημεν, τῆιδε κἀκεῖσε τῶν ἀκροατῶν περι‐ φερομένων καὶ νῦν μὲν ἐπαινούντων τὰ ἡμέτερα, νῦν δὲ μεταπειθομένων. ἀλλ’ ὅμως
40οὐδὲν ἡμᾶς τούτων μετέπεισε τῆς προκειμένης ἐνστάσεως ἐκστῆναι, ἀλλ’ ἐχόμεθα τούτου, σὺν θεῶι δὲ εἰρήσθω· πεπείκαμεν γὰρ μεθ’ ὅρκου τὸν εὐσεβέστατον ἡμῶν βασιλέα ὡς
ἀδύνατον Κύριλλον καὶ Μέμνονα δι’ ἡμῶν ἀποκαταστῆναι καὶ ὡς ἀμήχανον ἡμᾶς κοινω‐

1,1,7

80

νῆσαι τοῖς ἄλλοις, μὴ ἐκβαλοῦσι πρότερον τὰ αἱρετικὰ κεφάλαια. ἡμεῖς μὲν οὖν τοῦτον ἔχομεν τὸν σκοπόν· σπουδὴ δέ ἐστι τοῖς τὰ ἑαυτῶν ζητοῦσιν, οὐχὶ δὲ τὰ Χριστοῦ Ἰησο, ἀποκαταστῆσαι αὐτοὺς καὶ παρὰ γνώμην ἡμετέραν. ἀλλ’ οὐδὲν ἡμῖν τούτου μέλει· ὁ γὰρ θεὸς τὴν ἡμετέραν πρόθεσιν ἀπαιτεῖ καὶ τὴν δύναμιν ἐξετάζει καὶ τῶν παρὰ γνώμην
5γινομένων οὐκ εἰσπράττεται δίκας. περὶ δὲ τοῦ φίλου ἴστω σου ἡ ἁγιότης ὡς εἴ ποτε αὐτοῦ μνήμην ἐποιησάμεθα ἢ ἐπὶ τοῦ εὐσεβεστάτου βασιλέως ἢ ἐπὶ τοῦ λαμπροῦ κονσιστορίου, καθοσιώσεως ἐκρίθημεν· τοσαύτη ἐστὶ τῶν ἔσω πρὸς αὐτὸν ἡ ἀπέχθεια. καὶ τὸ πάντων χαλεπώτατον ὅτι αὐτὸς ὁ εὐσεβέστατος βασιλεὺς πάντων μάλιστα ἀποστρέφεται τὸ ὄνομα, φανερῶς ἡμῖν λέγων ὅτι περὶ τούτου μηδείς μοι μηδὲν λεγέτω· τύπον γὰρ ἅπαξ τὰ κατ’
10αὐτὸν ἔλαβεν. ἀλλ’ ὅμως εἰ ἐνταῦθα ἐσμέν, οὐ παυσόμεθα πάσηι δυνάμει καὶ τούτου τοῦ μέρους φροντίζοντες, εἰδότες τὴν γενομένην εἰς αὐτὸν ὑπὸ τῶν ἀθέων ἀδικίαν. σπου‐ δάζομεν δὲ καὶ ἡμεῖς ἀπαλλαγῆναι ἐντεῦθεν καὶ τὴν ὑμετέραν ἀπαλλάξαι θεοσέβειαν· οὐδὲν γάρ ἐστιν ἐλπίσαι χρηστὸν ἐντεῦθεν τῶι πάντας πληροφορηθῆναι τῶι χρυσῶι καὶ φιλονεικεῖν αὐτοὺς τοὺς κριτὰς μίαν εἶναι φύσιν θεότητος καὶ ἀνθρωπότητος. ὁ δὲ λαὸς ἅπας σὺν θεῶι
15ὑγιαίνει καὶ ἀπαύστως πρὸς ἡμᾶς ἐξέρχεται, ἠρξάμεθα δὲ αὐτοῖς καὶ διαλέγεσθαι καὶ ἐπετελέσα‐ μεν συνάξεις μεγίστας καὶ τέταρτον αὐτοῖς διελέχθην εὐχαῖς τῆς σῆς θεοσεβείας περὶ τῆς πίστεως καὶ μετὰ τοσαύτης ἤκουσαν ἡδονῆς, ὡς μέχρις ὥρας ἑβδόμης μὴ ἀποστῆναι, ἀλλ’ ἀνέχεσθαι τῆς τοῦ ἡλίου θερμότητος. ἐν γὰρ τῆι αὐλῆι μεγίστηι οὔσηι καὶ τέσσαρας ἐχούσηι στοὰς πλῆθος ἠθροίσθη καὶ ἡμεῖς ἄνωθεν ἐκ τῶν διστέγων τὰς διαλέξεις ἐποιησάμεθα. ὁ δὲ
20κλῆρος ἅπας μετὰ τῶν καλῶν μοναζόντων σφόδρα ἡμῖν πολεμεῖ, ὡς καὶ γενέσθαι μίαν συμβολήν, ἡνίκα ἀπὸ Ῥουφινιανῶν μετὰ τὴν συντυχίαν τοῦ εὐσεβεστάτου βασιλέως ἐπανή‐ ειμεν, καὶ πολλοὺς τραυματισθῆναι καὶ τῶν μεθ’ ἡμῶν λαικῶν καὶ τῶν ψευδομοναζόντων. ἔγνω δὲ ὁ εὐσεβέστατος βασιλεὺς ὡς πλῆθος ἀθροίζεται πρὸς ἡμᾶς, καὶ μόνοις ἡμῖν συντυχὼν ἔφη· Ἔγνων ὅτι παρασυνάγετε. εἶπον δὲ αὐτῶι· Ἐπειδὴ ἔδωκας παρρη‐
25σίαν, μετὰ συγγνώμης ἄκουσον. δίκαιον τοὺς μὲν αἱρετικοὺς καὶ ἀκοινωνήτους ἐκκλησιάζειν, ἡμᾶς δὲ τοὺς ὑπὲρ τῆς πίστεως ἀγωνιζομένους καὶ διὰ τοῦτο ἐκείνους ἀκοινωνήτους πεποιηκότας μὴ εἰσιέναι εἰς ἐκκλησίαν; ὃ δὲ ἔφη· Κἀγὼ τί ποιήσω; ἀπεκρινάμην τοίνυν αὐτῶι· Ὃ ἐποίησεν ὁ μάγιστρός σου κόμης ὢν λαργιτιόνων ἐν Ἐφέσωι. εὑρὼν γὰρ ἐκείνους μὲν συναγομένους, ἡμᾶς δὲ μὴ συναγομένους, ἐπέσχεν αὐτοὺς λέγων ὡς
30ἐὰν μὴ εἰρηνεύσητε, οὐ μὴ συγχωρήσω ἑνὶ μέρει συναχθῆναι. καὶ ἐχρῆν καὶ τὴν σὴν εὐσέβειαν προστάξαι ἐνταῦθα τῶι ἐπισκόπωι μὴ συγχωρῆσαι μήτε ἐκείνοις μήτε ἡμῖν συναχθῆναι, ἕως ἂν συμβῶμεν, ἵνα ἡ δικαία σου ψῆφος γνώριμος ἅπασι γένηται. πρὸς ταῦτα ἔφη ὅτι ἐγὼ προστάσσειν ἐπισκόπωι οὐ δύναμαι. ἀπεκρινάμην τοίνυν ἐγώ· Οὐκοῦν μηδὲ ἡμῖν ἐπιτάξηις, καὶ λαμβάνομεν ἐκκλησίαν καὶ συναγόμεθα καὶ γνώσεταί σου ἡ εὐσέ‐
35βεια ὡς πολλῶι πλείους οἱ μεθ’ ἡμῶν ὑπὲρ τοὺς μετ’ αὐτῶν. πρὸς δὲ τούτοις εἴπαμεν αὐτῶι ὅτι ἡ ἡμετέρα σύναξις οὔτε ἀνάγνωσιν ἔσχε τῶν ἁγίων γραφῶν οὔτε προσφοράν, μόνας δὲ λιτὰς ὑπὲρ τῆς πίστεως καὶ τοῦ ὑμετέρου κράτους καὶ τὰς περὶ τῆς εὐσεβείας διαλέξεις. ἀπεδέξατο οὖν καὶ τέως οὐκ ἐκώλυσε τοῦτο γίνεσθαι. αὔξονται οὖν αἱ συνάξεις, τοῦ πλήθους περῶντος πρὸς ἡμᾶς καὶ μεθ’ ἡδονῆς ἁπάσης τῆς διδασκαλίας
40ἀκούοντος. εὐξάσθω τοίνυν ἡ ὑμετέρα θεοσέβεια τέλος λαβεῖν τὴν ὑπόθεσιν τῶι θεῶι ἀρέσκον· ἡμεῖς γὰρ καθ’ ἑκάστην ἡμέραν ἐν κινδύνωι ἐσμέν, καὶ τὰς ἐφόδους τῶν μονα‐
ζόντων καὶ τῶν κληρικῶν ὑφορώμενοι καὶ τῶν κρατούντων τὴν εὐκολίαν ὁρῶντες.

1,1,7

81

(3)

Ἐπιστολὴ τῶν ἐν Κωνσταντινουπόλει σταλέντων Ἀνατολικῶν πρὸς τοὺς ἰδίους τοὺς ἐν Ἐφέσωι
5 Κυρίοις τιμιωτάτοις καὶ θεοφιλεστάτοις ἐπισκόποις τοῖς ἐν Ἐφέσωι διάγουσιν Ἰωάννης Ἰωάννης Ἱμέριος Παῦλος Μακάριος Ἀπρίγγιος Θεοδώρητος. Πέμπτης εἰσόδου τετυχηκότες καὶ πολλὰ περὶ τῶν αἱρετικῶν κεφαλαίων ζυγομαχήσαντες καὶ ὀμωμοκότες πολλάκις τῶι εὐσεβεστάτωι βασιλεῖ ὡς ἀδύνατον ἡμᾶς κοινωνῆσαι τοῖς τὰ ἐναντία φρονοῦσι, μὴ ἐκβαλ‐ λομένων τῶν κεφαλαίων, καὶ ὅτι οὐδ’ ἂν ἐκβάληι Κύριλλος τὰ κεφάλαια, δεχθήσεται παρ’
10ἡμῶν διὰ τὸ αἱρεσιάρχην αὐτὸν τῆς ἀσεβοῦς ταύτης αἱρέσεως γενέσθαι, οὐδὲν τέως ἠνύσαμεν τῶι καὶ τοὺς ἐναντίους ἐνίστασθαι καὶ τοὺς ἀκούοντας μὴ ἐπιπλήττειν τοῖς ἀναιδῶς ἀντιπίπτουσι μηδὲ ἀναγκάζειν αὐτοὺς εἰς ἐξέτασιν ἐλθεῖν καὶ διάλεξιν. φεύγουσι γὰρ ἐκεῖνοι παντελῶς τὴν περὶ τῶν κεφαλαίων βάσανον καὶ οὐδ’ ὅλως διαλεχθῆναι περὶ τούτων ἀνέχονται, ἡμεῖς δὲ διὰ τὰς ὑμετέρας εὐχὰς μέχρι θανάτου ἕτοιμοι ἐσμὲν ἐνστῆναι
15καὶ μήτε Κύριλλον δέξασθαι μήτε τὰ ὑπ’ αὐτοῦ ἐκτεθέντα κεφάλαια μήτε τούτοις κοινωνῆσαι, πρὶν ἢ ἐκβληθείη τὰ κακῶς ἐπεισαχθέντα τῆι πίστει. παρακαλοῦμεν τοίνυν καὶ τὴν ὑμετέραν ἁγιωσύνην τὰ αὐτὰ ἡμῖν φρονεῖν καὶ τὸν αὐτὸν ἐπιδείκνυσθαι τόνον· ὑπὲρ γὰρ τῆς εὐσεβείας ἐστὶν ἡμῖν ὁ ἀγών, ἣν μόνην ἔχομεν ἐλπίδα καὶ δι’ ἣν προσδοκῶμεν τῆς τοῦ σωτῆρος ἡμῶν ἀπολαύσεσθαι εὐμενείας ἐν τῶι μέλλοντι βίωι. περὶ τοῦ θεοφι‐
20λεστάτου καὶ ἁγιωτάτου ἐπισκόπου Νεστορίου ἴστω ὑμῶν ἡ θεοσέβεια ὡς σπουδὴ ἡμῖν ἐγένετο παρεμβαλεῖν τὸν περὶ αὐτοῦ λόγον καὶ τέως οὐκ ἰσχύσαμεν τῶι πάντας καὶ πρὸς αὐτὸ τὸ ὄνομα ἀπεχθῶς διακεῖσθαι, σπουδάζομεν δὲ ὅμως καὶ τούτων οὕτως ἐχόντων, εἰ ἐπιλαβώμεθα καιροῦ καὶ τῆς τῶν ἀκουόντων εὐμενείας, καὶ τοῦτο ποιῆσαι, τοῦ θεοῦ δηλονότι συνεργοῦντος ἡμῶν τῶι σκοπῶι. ἵνα δὲ μηδὲ τοῦτο ἀγνοήσηι ὑμῶν ἡ ὁσιότης, γινώσκετε
25ὡς θεασάμενοι τοὺς Κυριλλιανοὺς τυραννίδι καὶ ἀπάτηι καὶ κολακείαι καὶ δώροις πάντας ὡς ἔπος εἰπεῖν ἀπατήσαντας, πολλάκις τὸν εὐσεβέστατον βασιλέα παρεκαλέσαμεν καὶ τοὺς μεγαλοπρεπεστάτους ἄρχοντας ὥστε καὶ ἡμᾶς ἐπὶ τὴν Ἀνατολὴν ἀπολυθῆναι καὶ τὴν ὑμετέραν θεοσέβειαν ἐπὶ τὰ οἰκεῖα, ἐννοοῦντες τοῦτο ὅτι μάτην παραβραδύνομεν οὐδὲν περὶ τῶν προκειμένων ἀνύοντες διὰ τὸ Κύριλλον παντάπασι φεύγειν τὴν πρὸς ἡμᾶς διάλεξιν,
30εἰδότα τὸ φανερὸν τῶν ἐλέγχων τῶν βλασφημιῶν ὧν ἐν τοῖς δώδεκα κεφαλαίοις αὐτοῦ ἐξέθετο. ἔδοξε δὲ τῶι εὐσεβεστάτωι βασιλεῖ μετὰ πολλὰς παρακλήσεις ἕκαστον ἡμῶν ἐπὶ τὰ ἴδια ἐπανελθεῖν ἐπὶ τῶι καὶ τὸν Αἰγύπτιον καὶ Μέμνονα τὸν Ἐφέσιον ἐν τῶι τόπωι αὐτῶν μεῖναι· οὕτω γὰρ ἠδυνήθη ὁ Αἰγύπτιος πάντας τυφλῶσαι διὰ τῶν δώρων αὐτοῦ, ὡς αὐτὸν μὲν μυρία δράσαντα κακὰ ἐπὶ τὸν θρόνον αὐτοῦ ἐπανελθεῖν, τὸν δέ γε
35ἀναίτιον ἄνδρα ἐπὶ τὴν μονὴν αὐτοῦ ἀπολυθῆναι. Πᾶσαν τὴν σὺν ὑμῖν ἀδελφότητα ἡμεῖς τε καὶ οἱ σὺν ἡμῖν πλεῖστα προσαγο‐ ρεύομεν. Ἰωάννης ἐπίσκοπος Ἀντιοχείας τῆς Ἀνατολῆς ἐρρῶσθαι ὑμᾶς ἐν κυρίωι εὔχομαι,
κύριοι θεοφιλέστατοι καὶ ὁσιώτατοι. ὑπέγραψαν δὲ καὶ οἱ ἄλλοι ὁμοίως.

1,1,7

82

(3)

Μέρος ὁμιλίας Θεοδωρήτου ἐπισκόπου Κύρου λεχθείσης ἐν Χαλκηδόνι ἐν τῶι μέλλειν αὐτοὺς ἐκδημεῖν
5 Χριστὸς ἡμῖν ἡγείσθω τοῦ λόγου, δι’ ὃν αὐτοί τε οἱ λόγοι καὶ ἡμεῖς οἱ τῶν θείων αὐτοῦ λογίων διάκονοι· Χριστὸς ὁ κείμενος εἰς πτῶσιν πολλῶν καὶ ἀνάστασιν καὶ εἰς σημεῖον ἀντιλεγόμενον πάλαι μὲν τῶι σαρκικῶι Ἰσραήλ, νυνὶ δὲ καὶ τῶι πνευματικῶι· Χριστὸς ὁ τοῖς μὲν ἀπίστοις λίθος προσκόμματος καὶ πέτρα σκαν‐ δάλου, μὴ καταισχύνων δὲ τοὺς πιστεύοντας· Χριστὸς ὁ πολυτελὴς λίθος, ὁ θεμέλιος κατὰ
10τὴν Ἡσαίου φωνήν· Χριστός, ὁ λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, καὶ γενόμενος εἰς κεφαλὴν γωνίας· Χριστὸς ὁ τῆς ἐκκλησίας θεμέλιος· Χριστὸς ὁ λίθος ὁ τμηθεὶς ἄνευ χειρῶν καὶ γενόμενος εἰς ὄρος μέγα καὶ καλύψας τὴν οἰκουμένην κατὰ τὴν τοῦ Δανιὴλ προφητείαν· Χριστός, ὑπὲρ οὗ καὶ μεθ’ οὗ καὶ δι’ ὃν πολεμούμεθα καὶ δι’ ὃν τῆς βασιλίδος κεκωλύμεθα πόλεως, ἀλλὰ τῆς τῶν οὐρανῶν βασιλείας οὐκ ἐστερήμεθα,
15ἀλλὰ πόλιν ἔχομεν τὴν ἐπουράνιον Ἱερουσαλήμ, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεὸς κατὰ τὴν τοῦ Παύλου φωνήν· Χριστός, δι’ ὃν τῶν φοβερῶν τῆς Προποντίδος κατατολμᾶτε κυ‐ μάτων, ἵνα τῆς ἡμετέρας φωνῆς εἰσακούσητε, ἴνδαλμα νομίζοντες εἶναι τῆς τοῦ ὑμετέρου ποιμένος φωνῆς. ἐφίεσθε γὰρ ἀκοῦσαι τῶν τερπνῶν τοῦ ποιμένος ὑμῶν συριγμάτων, ποιμένος ὃν οἱ συμποιμένες καλάμοις κατέσφαξαν, ὡς νομίζουσι· πρὸς οὓς ὁ θεὸς διὰ τοῦ
20προφήτου βοᾶι τὸ ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, ἐμόλυναν τὴν μερίδα μου· ἔθεντο τὴν μερίδα μου τὴν ἐπιθυμητὴν εἰς ἔρημον ἄβατον. λεγέτω περὶ αὐτῶν καὶ δι’ ἑτέρου προφήτου· κατὰ τὸ πλῆθος αὐτῶν, οὕτως ἥμαρτόν μοι· τὴν δόξαν αὐτῶν εἰς ἀτιμίαν θήσομαι. λεγέτω καὶ δι’ ἑτέρου πάλιν προ‐ φήτου· οὐαὶ τέκνα ἀποστάται· ἐποιήσατε βουλήν, καὶ οὐ δι’ ἐμο· καὶ συν‐
25θήκας, καὶ οὐ διὰ τοῦ πνεύματός μου, προσθεῖναι ἁμαρτίας ἐφ’ ἁμαρτίαις. ἐπιστράφητε οἱ τὴν βαθεῖαν βουλὴν βουλευσάμενοι καὶ ἄνομον. λεγέτω πρὸς αὐτοὺς [καὶ] Ἡσαίας· αἱ γὰρ χεῖρες ὑμῶν μεμολυσμέναι αἵματι καὶ οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις· ἡ γλῶσσα ὑμῶν ἐλάλησεν ἀνομίαν καὶ τὸ στόμα ὑμῶν ἀδικίαν μελετᾶι· οὐδεὶς λαλεῖ δίκαια, ὅτι κύουσι πόνον καὶ
30τίκτουσιν ἀνομίαν. ὠιὰ ἀσπίδων ἔρρηξαν καὶ ἱστὸν ἀράχνης ὑφαίνουσιν. ὁρᾶτε κατηγορίαν κακίας καὶ τοῦ σαθροῦ τῆς κακίας τὸν ἔλεγχον, ὠιὰ ἀσπίδων καὶ ἱστὸν ἀράχνης, τὸ μὲν κύημα τῆς κακίας, τὸ δὲ διάταγμα τῆς ἀσθενείας. ὠιὰ ἀσπί‐ δων τῆς κακίας τὸ εἶδος, ἱστὸς ἀράχνης τῆς ἀσθενείας ὁ ἔλεγχος. καὶ ὁ μέλλων τῶν ὠιῶν αὐτῶν φαγεῖν συντρίψας οὔριον εὗρεν. εἶδες κακίαν ἀσθενοῦσαν; εἶδες
35τὸν ἀδικούμενον μὴ ἀδικούμενον; εἶδες τὸν πολεμούμενον στεφανούμενον; καὶ ὁ μέλλων τῶν ὠιῶν αὐτῶν φαγεῖν συντρίψας οὔριον ηὗρεν, οὔριον δὲ τί ἐστιν; ἄγονον, ἀντὶ τοῦ ἀτέλεστον. Ἡσαία, κήρυξον ἡμῖν καὶ τῆς κακίας τὸ εἶδος ** καὶ ἐν αὐ‐ τῶι βασιλίσκος. τὸ γὰρ θαυμαστὸν ὅτι καὶ βασιλίσκος ἐν αὐτῶι καὶ οὔριον· βασι‐
λίσκος δὲ τὴν κακίαν σημαίνει. ἐπειδὴ γὰρ τοῦτο τὸ θηρίον πικρότατόν ἐστι πάντων

1,1,7

83

τῶν ἑρπετῶν, τούτωι ἀπεικάζει τῆς κακίας τὸ γέννημα. οὔριον δὲ τὸ αὐτὸ πάλιν διὰ τὸ ἀσθενὲς τῆς κακίας. εἶτα ἡ ἀπόφασις· ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον οὐδὲ μὴ περιβάλωνται ἀπὸ τῶν ἔργων τῶν χειρῶν αὐτῶν. διὰ τί; ὅτι τὰ ἔργα αὐτῶν ἔργα ἀνομίας. εἰπὲ τὸ εἶδος τῆς ἀνομίας· οἱ πόδες αὐτῶν εἰς
5κακίαν τρέχουσιν. ἐπὶ τῶι τί ποιῆσαι; καὶ ταχινοί εἰσι τοῦ ἐκχέαι αἷμα. τί πρὸς τούτοις; σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν· αἱ γὰρ τρίβοι αὐτῶν διεστραμμέναι, ἃς διοδεύουσι, καὶ ὁδὸν εἰρήνης οὐκ οἴδασιν. ἀληθῶς θρήνων ἄξια ταῦτα, τὸ ἱερέας καθ’ ἱερέων τοιαῦτα λέγειν· λέγομεν δὲ οὐκ ἐκείνων τοσοῦτον κατηγοροῦντες ὅσον ὑμῶν προνοούμενοι.
10 Καὶ μεθ’ ἕτερα· Ἀληθῶς ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτωι καὶ ἔφριξεν ἐπὶ πλεῖον ἡ γ, λέγει κύριος, ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λάος μου. ἐμ, φησίν, ἐγκατέλιπον, πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν. λεγέτω πρὸς αὐτοὺς ὁ θεὸς διὰ Ἱερεμίου τοῦ προφήτου· διέλθετε εἰς νήσους Χεττιεὶμ καὶ ἴδετε [καὶ εἰς
15Κηδὰρ ἀποστείλατε καὶ νοήσατε σφόδρα, εἰ γέγονε τοιαῦτα. ποῖα τοιαῦτα; εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν. διέλθετε εἰς νήσους Χεττιείμ]. οὐ θέλετε, φησί, τῶν ἐμῶν ἀνέχεσθαι ῥημάτων, οὐκ ἀνέχεσθε τῶν προφητῶν, οὐ δέχεσθε τὸν νόμον, οὐ πιστεύετε ταῖς θείαις γραφαῖς; λάβετε Ἑλλήνων παῖδας διδασκάλους, πορεύεσθε εἰς τὰ ἔθνη καὶ μάθετε πῶς τιμῶνται παρ’ αὐτῶν οἱ νομιζόμενοι θεοί, καὶ ταῦτα μὴ ὄντες
20θεοί. διέλθετε εἰς νήσους Χεττιεὶμ καὶ ἴδετε καὶ εἰς Κηδὰρ ἀποστείλατε καὶ νοήσατε σφόδρα εἰ γέγονε τοιαῦτα. ποῖα τοιαῦτα; εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν. ποίους τούτους; καὶ αὐτοὶ οὐκ εἰσὶ θεο. καὶ τίνος ἕνεκα ταῦτα λέγεις; ὁ δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐτο, ἐξ ἧς οὐκ ὠφεληθή‐ σεται. ταῦτα καὶ περὶ τούτων ἁρμόττει λέγεσθαι. Ἑλλήνων παῖδες ξύλα καὶ λίθους
25τιμῶντες ἀθάνατα ταῦτα προσαγορεύουσι, σὺ δὲ ἐκείνοις διαγορεύων ἐκεῖνα μὴ προσκυνεῖν, ἀλλὰ τὸν μόνον ἀληθινὸν θεόν, τὸν στήσαντα 〈τὰ〉 ὄρη σταθμῶι καὶ τὰς νάπας ζυγῶι, τὸν μετρήσαντα τῆι χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῆι καὶ πᾶσαν τὴν γῆν δρακ, τὸν στήσαντα τὸν οὐρανὸν ὡς εἰ καμάραν, τὸν κατέχοντα τὸν γῦρον πάσης τῆς γῆς καὶ τοὺς ἐνοικοῦντας ἐν αὐτῆι ὡς εἰ ἀκρίδας, τὸν ταῦτα πάντα λόγωι πε‐
30ποιηκότα καὶ ἐν μιᾶι καιροῦ ῥοπῆι παραστήσαντα τὰ μὴ ὄντα ὡς ὄντα καὶ δεδωκότα τοῖς μὴ οὖσι τὸ εἶναι βουλήματι μόνωι, ὥσπερ ἐπιλαθόμενος τούτων ἁπάντων, πάθεσί τε ὑπο‐ βάλλεις καὶ ὡς παθητὸν θεὸν προσκυνεῖσθαι νομοθετεῖς; καὶ Ἑλλήνων μέν, ὡς προείρηται, παῖδες ἀπληστίαν νοσοῦντες καὶ τὸν οὐρανὸν ἀπαθῆ καλοῦσι καὶ τὸν ἥλιον ἀπαθῆ προσα‐ γορεύουσι καὶ τοὺς ἀστέρας ἀθανάτους νομοθετοῦσι καὶ τὴν γῆν, ἣν πατοῦσι, θεοποιοῦσιν·
35ἡμεῖς δὲ τὸν ἀόρατον, τὸν ἀγένητον, τὸν ἀκατάληπτον, τὸν ἀπερινόητον παθητὸν εἶναι πιστεύσομεν; μὴ γένοιτο, σῶτερ ἡμέτερε καὶ εὐεργέτα· μὴ οὕτως ἀποστάται εἴημεν τῆς σῆς προσκυνήσεως· μὴ οὕτως ἀγνοήσαιμεν τὴν σὴν φύσιν· μὴ οὕτως ἀγνωμονήσαιμεν περὶ τὰς σὰς δωρεὰς μηδὲ ὑπολάβωμεν παθητὸν τὸν ἡμέτερον ἐλευθερωτήν, τὸν ἡμᾶς ἐκ παθῶν εἰς ἀπάθειαν μεταγαγόντα, τὸν τοῖς παθητοῖς τὸ ἀπαθὲς χαρισάμενον. ταύτην
40καὶ ὑπὲρ ἡμῶν καὶ ὑπὲρ ὑμῶν τὴν πρεσβείαν προσφέρομεν τῶι θεῶι, ὧι ἡ δόξα εἰς τοὺς
αἰῶνας. ἀμήν.

1,1,7

84

(3)

Ὁμιλία Ἰωάννου ἐπισκόπου Ἀντιοχείας ῥηθεῖσα ἐν Χαλκηδόνι μετὰ τὸ ὁμιλῆσαι Θεοδώρητον Νόμος ἐστὶν ἱερὸς τοῖς πατράσιν ἀνατιθέναι τὰ τῶν παίδων· ἐμὸς τοίνυν ἐστὶ
5Γαλαὰδ καὶ ἐμός ἐστι Μανασσῆς, μᾶλλον δὲ οὐκ ἐμοί, ἀλλὰ τοῦ θεοῦ τοῦ τὴν ἱερὰν ὑμῶν πρὸς ἡμᾶς συναθροίσαντος ποίμνην καὶ τὴν ὑπὲρ εὐσεβείας ἔνστασιν αὐτῆι μετὰ τῶν ἄλλων δωρησαμένου. ἐγὼ δὲ τοσοῦτον ἐν ὑμῖν ἀνέστην εἰπεῖν ὅσον ἀσπάσασθαι ὁμοῦ καὶ συντάξασθαι. ἀπαίρομεν γὰρ παρ’ ὑμῖν μένοντες καὶ πάλιν μεθ’ ὑμῶν ἐσμὲν πρὸς τοὺς ἀδελφοὺς τοὺς ὑμετέρους ἀπαίροντες. φοιτᾶι γὰρ ἀνεμποδίστως πανταχοῦ τῆς
10ἀγάπης ἡ φύσις. ἀσπάζομαι ὑμᾶς καὶ παρακαλῶ εἰρήνην ἔχειν πρὸς τὸν θεὸν τοὺς πρότερον μὲν πιστούς, νῦν δὲ καὶ ὁμολογητάς. πᾶς ὃς πέπεισται μεγάλης ἐπειλῆφθαι περιουσίας, ἀνδρείως ἀγωνίζεται καὶ ὑπὲρ ὧν κέκτηται, πονεῖν οὐκ ὀκνεῖ, ἵνα μὴ προδῶι τὰ κτηθέντα· μηδεὶς οὖν ὑμᾶς τὴν πατρώιαν ἀφέληται πίστιν, ἣν καὶ ἡμεῖς ὡς παρακατα‐ θήκην τέκνοις παρατιθέμεθα. ἀπίδετε εἰς τοὺς προγόνους, οὓς οὔτε βάσανοι οὔτε θάνατος
15οὔτ’ ἄλλο τι τῶν ἀνθρωπίνων ἴσχυσεν ἀφελέσθαι τὸ τῆς πίστεως γνήσιον, ἐφ’ ἡμῶν δὲ μικραὶ μὲν αἱ ἀπειλαί, μέγας δὲ ὁ μισθός· μικρὰ τὰ παθήματα, ἀλλ’ οἱ στέφανοι μεγάλοι. μηδεὶς ὑμᾶς τὴν παρα〈κατα〉θήκην συλήσηι, λέγω δὴ τὴν τῶν δογμάτων ἀκρίβειαν· μηδεὶς ὑμᾶς πείσηι φρονεῖν θεότητα παθητὴν μηδὲ σώματος καὶ θεότητος φύσιν μίαν. ἣ μὲν γάρ ἐστιν αὐτοθεία οὐσία, τὴν δὲ ἔλαβε· δι’ ὃ συνάφειαν κηρύττομεν καὶ οὐ σύγχυσιν,
20ἕνωσιν, οὐ κρᾶσιν. θεὸς τοῦτο δι’ ἐκεῖνο· υἱὸς τοῦτο δι’ ἐκεῖνο· πάντα τοῦτο δι’ ἐκεῖνο· προσκυνεῖται μετ’ ἐκείνου· δεδόξασται μετ’ ἐκείνου· καὶ τούτωι συνημμένον ἀχωρίστως ἀεί, ἀπαρχὴ χρηματίζει τῆς ἡμετέρας φύσεως. ταῦτα φυλάττετε, καὶ ὁ θεὸς τῆς εἰρήνης ἔσται μεθ’ ὑμῶν, ἀντιλαμβανόμενος ὑμῶν ὃν ἐπίσταται τρόπον. αὐτῶι ἡ δόξα εἰς τοὺς αἰ‐ ῶνας. ἀμήν.
28Ὑπομνήματα πραχθέντα παρὰ τῆι ἐν Ἐφέσωι ἁγίαι συνόδωι ἐπὶ τῆι βεβαιώσει τοῦ συμ‐ βόλου τῶν ἐν Νικαίαι ἁγίων πατέρων καὶ ἐπὶ τῶι ἐπιδοθέντι λιβέλλωι παρὰ Χαρισίου
30πρεσβυτέρου Τοῖς μετὰ τὴν ὑπατείαν τῶν δεσποτῶν ἡμῶν Φλαυίου Θεοδοσίου τὸ ιγ καὶ Φλαυίου Οὐαλεντινιανοῦ τὸ τρίτον τῶν αἰωνίων αὐγούστων τῆι πρὸ δεκαμιᾶς Καλανδῶν Αὐγούστων, ἥτις ἐστὶ κατ’ Αἰγυπτίους Ἐπιφὶ κη, συνόδου συγκροτηθείσης ἐν τῆι Ἐφεσίων μητροπόλει ἐκ θεσπίσματος τῶν θεοφιλε‐
35στάτων καὶ φιλοχρίστων βασιλέων καὶ καθεσθέντων ἐν τῶι ἐπισκοπείωι τοῦ θεοσεβεστάτου ἐπισκόπου Μέμνονος τῶν θεοφιλεστάτων καὶ θεοσεβεστάτων ἐπισκόπων Κυρίλλου Ἀλεξανδρείας, διέποντος καὶ τὸν τόπον τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου
ἀρχιεπισκόπου τῆς Ῥωμαίων ἐκκλησίας Κελεστίνου

1,1,7

85

καὶ Ἰουβεναλίου Ἱεροσολύμων καὶ Μέμνονος τῆς Ἐφεσίων καὶ Φλαβιανοῦ Φιλίππων, ἐπέχοντος καὶ τὸν τόπον Ῥούφου τοῦ εὐλαβεστάτου ἐπι‐ σκόπου τῆς Θεσσαλονικέων
5καὶ Φίρμου Καισαρείας Καππαδοκίας πρώτης Θεοδότου Ἀγκύρας Γαλατίας Ἀκακίου Μελιτηνῆς Ἐρεννιανοῦ Μύρων τῆς Λυκίας Ἰκονίου Γορτύνης τῆς Κρήτης
10Περιγένους Κορίνθου τῆς Ἑλλάδος Κύρου Ἀφροδισιάδος τῆς Καρίας Οὐαλεριανοῦ Ἰκονίου Ἡσυχίου Παρίου Ἑλλανίκου Ῥόδου
15Δυνατοῦ Νικοπόλεως Ἠπείρου παλαιᾶς Εὐχαρίου Δυρραχίου Ἠπείρου νέας Περρεβίου Φαρμάλου Εὐδοξίου Χώματος τῆς Λυκίας Σιλουανοῦ Χερετάπων Φρυγίας
20Βερινιανοῦ Πέργης τῆς Παμφυλίας Ἀμφιλοχίου Σίδης Ἐπιφανίου Κρατίας Ὁνωριάδος Γρηγορίου Κερασοῦντος Πόντου Πολεμωνιακοῦ Σεννεκίωνος Σκόδρων
25Δαλματίου Κυζίκου Δοκιμασίου Μαρωνείας τῆς Θράικης Ἰωάννου Προικοννήσου Δανιήλου Κολωνείας Καππαδοκίας δευτέρας Ῥωμανοῦ Ῥαφίας
30Παυλινιανοῦ Μαιουμᾶ Παύλου Ἀνθηδόνος Φίδου Ἰόππης Αἰανοῦ Συκαμαζόνος Θεοδώρου Γαδάρων
35Λητοίου Λιβιάδος Ἀπελλᾶ Ἐλούσης Θεοδώρου Ἀρινδηλῶν Πέτρου Παρεμβολῆς Ἰωάννου Αὐγουστοπόλεως
40Σαιδᾶ Φαινοῦς Ῥουφίνου Γάβων
Ἀνυσίου Θηβῶν

1,1,7

86

Καλλικράτους Ναυπάκτου Δομνίνου Ὀποῦντος Νικίου Μεγάρων Ἀγαθοκλέους κολωνειας
5Φίληκος Ἀπολλωνίας καὶ Βελλίδος Θεοδώρου Δωδώνης Ἀνδηρίου Χερρονήσου Κρήτης Κυρίλλου Κοίλων τῆς Χερρονήσου Παύλου Λάμπης
10Ζηνοβίου Κνωσσοῦ Λουκιανοῦ Τοπείρου Θράικης Ἐννεπίου Μαξιμιανουπόλεως Σεκουνδιανοῦ Λαμίας Δίωνος Θηβῶν Θεσσαλίας
15Θεοδώρου Ἐχιναίου Μαρτυρίου Ἰλίστρων Θωμᾶ Δέρβης Ἀθανασίου παρωσίθου Θεμιστίου Ἰασσοῦ
20Ἀφθονήτου Ἡρακλείας Φιλητοῦ Ἀμυζόνος Ἀπελλᾶ Κιβύρας Σπουδασίου Κεράμων Ἀρχελάου Μύνδου
25Φανία Ἁρπάσων Προμαχίου Ἀλινδῶν Φιλίππου Περγάμων τῆς Ἀσίας Μαξίμου Κύμης Δωροθέου Μυρίνης
30Μαξίμου Ἀσσοῦ Εὐπόρου Ὑπαίπων Ἀλεξάνδρου Ἀρκαδιουπόλεως Εὐτυχίου Θεοδοσιοπόλεως Ῥόδωνος Παλαιᾶς πόλεως
35Εὐτροπίου Εὐάζων Ἀφοβίου Κολόης Νεστορίου Σιών Ἡρακλέωνος Τράλλεων Θεοδότου Νύσης
40Θεοδώρου Ἀνινήτου Τιμοθέου Βριούλων
Θεοδοσίου Μασταύρων

1,1,7

87

Τυχικοῦ Χύτρων Εὐσεβίου Κλαζομενῶν Εὐθαλίου Κολοφῶνος Μοδέστου Ἀναίων
5Θεοδοσίου Πριήνης Εὐσεβίου Μαγνησίας Σιπύλων Σαπρικίου Πάφου τῆς Κύπρου Ζήνωνος Κουρίου τῆς Κύπρου Ῥηγίνου Κωνσταντείας
10Εὐαγρίου Σόλων Καισαρίου χωρεπισκόπου Τριβωνιανοῦ Ἀσπένδου τῆς Παμφυλίας Νουνεχίου Σέλγης Σόλωνος Καραλλίας
15Ἀκακίου Κοτεννῶν Νησίου Κορυβρασσοῦ Ματιδιανοῦ Κορακησίου Νεκταρίου Σεννέων Εὐτροπίου Ἐτεννῶν
20Ταριανοῦ Λύρβης Εὐσεβίου Ἀσπόνων τῆς Γαλατίας Φιλουμένου Κίννης [Στρατηγίου] Εὐσεβίου τῆς Ἡρακλείας Ὁνωριάδος
25Παραλίου Ἀνδραπῶν τῆς Ἑλενοπόντου Ἑρμογένους Ῥινοκουρούρων Εὐοπτίου Πτολεμαίδος τῆς Πενταπόλεως Εὐσεβίου Πηλουσίου Ἀδελφίου Ὀνούφεως
30Παύλου Φραγώνεως Φοιβάμμωνος Κοπτοῦ Μακαρίου Μετήλεως Ἀδελφίου Σάεως Μακεδονίου Ξόεως
35Μαρίνου Ἡλιουπολιτῶν Μητροδώρου Λεόντων Μακαρίου Ἄντεως Πέτρου Ὀξυρύγχου Στρατηγίου Ἀθριβίδος
40Ἀθανασίου Παράλου Σιλουανοῦ Κοπριθίδος
Ἰωάννου Ἡφαίστου

1,1,7

88

Ἀριστοβούλου Θμούεως Θέωνος Σεθροίτου Λαμπετίου Κασίου Κύρου Ἀχαιοῦ
5Πουπλίου Ὀλβίας Σαμουήλου Δύσθεως Ζηνοβίου Βάρκης Ζήνωνος Τευχείρων Σωπάτρου Σεπτιμιακῆς
10Εὐσεβίου Νειλουπόλεως Ἡρακλείδου Ἡρακλεοῦς Χρυσαορίου Ἀφροδιτοῦς Ἀνδρέου Ἑρμουπόλεως μεγάλης Σαβίνου Πανός
15Ἁβραὰμ Ὀστρακίνης Ἱέρακος Ἀφναίου Ἀλυπίου Σελή Ἀλεξάνδρου Κλεοπατρίδος Ἰσαὰκ Ταβᾶ
20Ἄμμωνος Βουτοῦ Ἡρακλείου Θύνεως Ἰσαὰκ Ἑλεαρχίας Ἡρακλείου Ταμιαθίδος Θεωνᾶ Ψίγχους
25Ἀμμωνίου Πανεφύσου Εὐγενίου Ἀπολλωνιάδος Καλλινίκου Ἀπαμείας Πέτρου Προύσης τῆς Βιθυνίας Βεσούλα διακόνου Καρθαγένης
30 Ἀρκαδίου καὶ Προιέκτου τῶν θεοσεβεστάτων ἐπισκόπων καὶ πρεσβευτῶν καὶ τοῦ θεοσεβεστάτου πρεσβυτέρου Φιλίππου τοῦ ἀποστολικοῦ θρόνου Ῥωμαίων καὶ ληγάτου Πέτρος πρεσβύτερος Ἀλεξανδρείας καὶ πριμικήριος νοταρίων εἶπεν· Ἡ ἁγία καὶ μεγάλη σύνοδος ὑμῶν πᾶσαν τιθεμένη πρόνοιαν τῆς ὀρθῆς καὶ ἀποστολικῆς πίστεως καὶ τῶν τῆς
35ἀληθείας δογμάτων, προνοοῦσα δὲ καὶ τῆς καταστάσεως καὶ εὐταξίας τῶν ἐκκλησιῶν, ὅρον
ἐξήνεγκεν, ὃν καὶ μετὰ χεῖρας ἔχοντες, εἰ παρίσταται τῆι ὁσιότητι ὑμῶν, ἀναγνωσόμεθα.

1,1,7

89

Ἡ ἁγία σύνοδος εἶπεν· Ὁ ἐξενεχθεὶς ὅρος παρὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς ταύτης συνόδου ἀναγινωσκέσθω καὶ ἐμφερέσθω τοῖς πραττομένοις. Ἡ ἐν Νικαίαι σύνοδος πίστιν ἐξέθετο ταύτην· Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντο‐ κράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν
5υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῶι πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο τά τε ἐν τῶι οὐρανῶι καὶ τὰ ἐν τῆι γῆι, τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα καὶ ἀναστάντα τῆι τρίτηι ἡμέραι, ἀνελθόντα εἰς τοὺς οὐρανούς,
10ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ ἅγιον πνεῦμα. τοὺς δὲ λέγοντας ‘ἦν ποτε ὅτε οὐκ ἦν‘ καὶ ‘πρὶν γεννηθῆναι οὐκ ἦν‘ καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. Τῆι μὲν οὖν ἁγίαι ταύτηι πίστει πάντας συντίθεσθαι προσήκει· ἔχει γὰρ εὐσεβῶς καὶ
15ἀποχρώντως εἰς ὠφέλειαν τῆς ὑπ’ οὐρανόν. ἐπειδὴ δὲ τινὲς προσποιοῦνται μὲν ὁμολο‐ γεῖν αὐτὴν καὶ συντίθεσθαι, παρερμηνεύουσι δὲ τῶν ἐννοιῶν τὴν δύναμιν ἐπὶ τὸ αὐτοῖς δοκοῦν καὶ σοφίζονται τὴν ἀλήθειαν, πλάνης ὄντες υἱοὶ καὶ ἀπωλείας τέκνα, ἐδέησεν ἀναγκαίως ἁγίων πατέρων καὶ ὀρθοδόξων παραθέσθαι χρήσεις πληροφορῆσαι δυναμένας τίνα τε τρόπον νενοήκασιν αὐτὴν καὶ κηρῦξαι τεθαρρήκασιν, ὥστε δηλονότι καὶ πάντας
20τοὺς ὀρθὴν καὶ ἀμώμητον ἔχοντας πίστιν οὕτω καὶ νοεῖν καὶ ἑρμηνεύειν καὶ κηρύττειν αὐτήν. Πέτρος πρεσβύτερος Ἀλεξανδρείας καὶ πριμικήριος νοταρίων εἶπεν· Ἐπειδὴ μετὰ χεῖρας ἔχομεν καὶ βιβλία τῶν ἁγιωτάτων καὶ ὁσιωτάτων πατέρων καὶ ἐπισκόπων καὶ διαφόρων μαρτύρων, ἐπελεξάμεθα δὲ ἐκ τούτων ὀλίγα κεφάλαια, εἰ παρίσταται, ἀναγνωσόμεθα. Φλαβιανὸς ἐπίσκοπος Φιλίππων εἶπε· Καὶ ταῦτα ἀναγνωσθέντα ἐμφερέσθω.
25 Καὶ ἀνεγνώσθη οὕτως Πέτρου τοῦ ἁγιωτάτου ἐπισκόπου καὶ μάρτυρος ἐκ τοῦ Περὶ θεότητος βιβλίου Ἐπεὶ καὶ ἀληθῶς ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο (ὅθεν καὶ χάριτι ἐσμὲν σεσωσμένοι κατὰ τὸ ἀποστολικὸν ῥητὸν καὶ τοῦτο, φησίν, οὐκ ἐξ ἡμῶν· θεοῦ τὸ δῶρον, οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται), θελήματι θεοῦ
30ὁ λόγος σὰρξ γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος οὐκ ἀπελείφθη τῆς θεότητος. οὐδὲ γὰρ ἵνα τῆς δυνάμεως αὐτοῦ ἢ δόξης τέλεον ἀποστῆι, πτωχεύσας πλούσιος ὤν, τοῦτο ἐγένετο, ἀλλ’ ἵνα καὶ τὸν θάνατον ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν ἀνα‐ δέξηται, δίκαιος ὑπὲρ ἀδίκων, ὅπως ἡμᾶς προσαγάγηι τῶι θεῶι, θανατω‐
θεὶς μὲν σαρκ, ζωοποιηθεὶς δὲ πνεύματι.

1,1,7

90

Καὶ μεθ’ ἕτερα· Ὅθεν καὶ ὁ εὐαγγελιστὴς ἀληθεύει λέγων· ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, τότε δηλονότι ἀφ’ οὗ ὁ ἄγγελος ἠσπάσατο τὴν παρθένον εἰπών· χαῖρε κεχαριτωμένη, ὁ κύριος μετὰ σο. τὸ γὰρ ὁ κύριος μετὰ σοῦ νῦν ἔστιν ἀκοῦσαι τοῦ Γαβριὴλ ἀντὶ τοῦ ὁ θεὸς λόγος μετὰ σοῦ· σημαίνει γὰρ αὐτὸν γεν‐
5νώμενον ἐν μήτραι καὶ σάρκα γιγνόμενον, καθὼς γέγραπται· πνεῦμα ἅγιον ἐπελεύ‐ σεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· δι’ ὃ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεο. Καὶ πάλιν μεθ’ ἕτερα· Ὁ δὲ θεὸς λόγος παρὰ τὴν ἀνδρὸς ἀπουσίαν κατὰ βούλησιν τοῦ τὰ πάντα δυναμένου κατεργάσασθαι θεοῦ γέγονεν ἐν μήτραι τῆς παρθένου σὰρξ μὴ
10δεηθεὶς τῆς ἀνδρὸς ἐνεργείας ἢ παρουσίας. ἐνεργέστερον γὰρ τοῦ ἀνδρὸς ἐνεποίησεν ἡ τοῦ θεοῦ δύναμις ἐπισκιάσασα τῆι παρθένωι σὺν τῶι ἐπεληλυθότι ἁγίωι πνεύματι. Ἀθανασίου τοῦ ἁγιωτάτου γενομένου ἐπισκόπου Ἀλεξανδρείας ἐκ τοῦ Κατὰ Ἀρειανῶν βιβλίου Πολλοὶ γοῦν ἅγιοι γεγόνασι καὶ καθαροὶ πάσης ἁμαρτίας, Ἱερεμίας δὲ καὶ ἐκ κοιλίας ἡγιάσθη καὶ Ἰωάννης ἔτι κυοφορούμενος ἐσκίρτησεν ἐν ἀγαλλιάσει ἐπὶ τῆι φωνῆι τῆς θεο‐
15τόκου Μαρίας· καὶ ὅμως ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωυσέος καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῶι ὁμοιώματι τῆς παραβάσεως Ἀδὰμ καὶ οὕτως ἔμενον οὐδὲν ἧττον οἱ ἄνθρωποι θνητοὶ καὶ φθαρτοί, δεκτικοὶ τῶν ἰδίων τῆς φύσεως παθῶν. νῦν δὲ τοῦ λόγου γενομένου ἀνθρώπου καὶ ἰδιοποιουμένου τὰ τῆς σαρκός, οὐκέτι ταῦτα τοῦ σώματος ἅπτεται διὰ τὸν ἐν αὐτῶι γενόμενον λόγον, ἀλλ’ ὑπ’ αὐτοῦ μὲν
20ἀνήλωται, λοιπὸν δὲ οἱ ἄνθρωποι οὐκέτι κατὰ τὰ ἴδια πάθη μένουσιν ἁμαρτωλοὶ καὶ νεκροί, ἀλλὰ κατὰ τὴν τοῦ λόγου δύναμιν ἀναστάντες ἀθάνατοι καὶ ἄφθαρτοι ἀεὶ διαμένουσιν. ὅθεν καὶ γεννωμένης τῆς σαρκὸς ἐκ τῆς θεοτόκου Μαρίας αὐτὸς λέγεται γεγεννῆσθαι ὁ τοῖς ἄλλοις γέννησιν εἰς τὸ εἶναι παρασχών, ἵνα τὴν ἡμῶν εἰς ἑαυτὸν μεταθῆι γέννησιν καὶ μηκέτι ὡς γῆ μόνη ὄντες εἰς γῆν ἀπέλθωμεν, ἀλλ’ ὡς τῶι ἐξ οὐρανοῦ λόγωι συναφθέντες
25εἰς οὐρανὸν ἀναχθῶμεν παρ’ αὐτοῦ. οὐκοῦν οὕτως καὶ τὰ ἄλλα πάθη τοῦ σώματος οὐκ ἀπεικότως εἰς ἑαυτὸν μετέθηκεν, ἵνα μηκέτι ὡς ἄνθρωποι, ἀλλ’ ὡς ἴδιοι τοῦ λόγου τῆς αἰωνίου ζωῆς μετασχῶμεν. οὐκέτι γὰρ κατὰ τὴν προτέραν γένεσιν ἐν τῶι Ἀδὰμ πάντες ἀποθνήισκομεν, ἀλλὰ λοιπὸν τῆς γενέσεως ἡμῶν καὶ πάσης τῆς σαρκικῆς ἀσθενείας μετα‐ τεθέντων εἰς τὸν λόγον ἐγειρόμεθα ἀπὸ γῆς, λυθείσης τῆς δι’ ἁμαρτίαν κατάρας διὰ τὸν ἐν
30ἡμῖν ὑπὲρ ἡμῶν γενόμενον κατάραν. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ἐπίκτητον ἐπιστολῆς Πῶς δὲ καὶ ἀμφιβάλλειν ἐτόλμησαν οἱ λεγόμενοι Χριστιανοὶ εἰ ὁ ἐκ Μαρίας προελθὼν κύριος υἱὸς μὲν τῆι οὐσίαι καὶ φύσει τοῦ θεοῦ ἐστι, τὸ δὲ κατὰ σάρκα ἐκ σπέρματός ἐστι Δαυίδ, σαρκὸς δὲ τῆς ἁγίας Μαρίας, τινὲς δὲ ἄρα οὕτω τολμηροὶ γεγόνασιν ὥστε εἰπεῖν
35τὸν Χριστὸν τὸν σαρκὶ παθόντα καὶ ἐσταυρωμένον μὴ εἶναι κύριον καὶ σωτῆρα καὶ θεὸν καὶ υἱὸν τοῦ πατρός; ἢ πῶς Χριστιανοὶ θέλουσιν ὀνομάζεσθαι οἱ λέγοντες εἰς ἄνθρωπον ἅγιον ὡς ἐπὶ ἕνα τῶν προφητῶν ἐληλυθέναι τὸν λόγον καὶ μὴ αὐτὸν ἄνθρωπον γεγονέναι λαβόντα ἐκ Μαρίας τὸ σῶμα, ἀλλ’ ἕτερον εἶναι τὸν Χριστὸν καὶ ἕτερον τὸν τοῦ θεοῦ λόγον τὸν πρὸ Μαρίας καὶ πρὸ αἰώνων υἱὸν ὄντα τοῦ πατρός; ἢ πῶς εἶναι Χριστιανοὶ δύ‐
40νανται οἱ λέγοντες ἄλλον εἶναι τὸν υἱὸν καὶ ἄλλον τὸν τοῦ θεοῦ λόγον; Καὶ μεθ’ ἕτερα πάλιν· Οὐ θέσει δὲ ταῦτα ἐγίνετο, μὴ γένοιτο, ὥς τινες πάλιν ὑπέ‐
λαβον, ἀλλ’ ὄντως ἀληθείαι ἀνθρώπου γενομένου τοῦ σωτῆρος ὅλου τοῦ ἀνθρώπου σωτηρία

1,1,7

91

ἐγίνετο. εἰ γὰρ θέσει ἦν ἐν τῶι σώματι ὁ λόγος κατ’ ἐκείνους, τὸ δὲ θέσει λεγόμενον φαντασία ἐστίν, εὑρίσκεται δοκήσει καὶ ἡ σωτηρία καὶ ἡ ἀνάστασις τῶν ἀνθρώπων λεγο‐ μένη κατὰ τὸν ἀσεβέστατον Μανιχαῖον. ἀλλὰ μὴν οὐ φαντασία ἡ σωτηρία ἡμῶν οὐδὲ σώματος μόνου, ἀλλ’ ὅλου ἀνθρώπου, ψυχῆς καὶ σώματος, ἀληθῶς ἡ σωτηρία γέγονεν·
5ἀνθρώπινον φύσει τὸ ἐκ Μαρίας κατὰ τὰς θείας γραφὰς καὶ ἀληθινὸν ἦν τοῦ σωτῆρος. Ἰουλίου τοῦ ἁγιωτάτου γενομένου ἐπισκόπου Ῥώμης ἐκ τῆς πρὸς Προσδόκιον ἐπιστολῆς Κηρύσσεται δὲ εἰς συμπλήρωσιν τῆς πίστεως καὶ σαρκωθεὶς ἐκ παρθένου Μαρίας ὁ τοῦ θεοῦ υἱὸς καὶ σκηνώσας ἐν ἀνθρώποις, οὐκ ἐν ἀνθρώπωι ἐνεργήσας (τοῦτο γὰρ ἐπὶ προφητῶν ἐστι καὶ ἀποστόλων), τέλειος θεὸς ἐν σαρκὶ καὶ ἄνθρωπος τέλειος ἐν πνεύματι·
10οὐ δύο υἱοί, εἷς μὲν γνήσιος υἱὸς ἀναλαβὼν ἄνθρωπον, ἕτερος δὲ θνητὸς ἄνθρωπος ἀνα‐ ληφθεὶς ὑπὸ θεοῦ, ἀλλ’ εἷς μονογενὴς ἐν οὐρανῶι, μονογενὴς ἐπὶ γῆς 〈θεόσ〉. Φίληκος τοῦ ἁγιωτάτου ἐπισκόπου Ῥώμης καὶ μάρτυρος ἐκ τῆς πρὸς Μαξιμῖνον τὸν ἐπίσκοπον καὶ τὸν κλῆρον τῆς Ἀλεξανδρείας ἐπιστολῆς Περὶ δὲ τῆς σαρκώσεως τοῦ λόγου καὶ πίστεως, πιστεύομεν εἰς τὸν κύριον ἡμῶν
15Ἰησοῦν τὸν Χριστὸν τὸν ἐκ τῆς παρθένου Μαρίας γεννηθέντα ὅτι αὐτός ἐστιν ὁ τοῦ θεοῦ ἀίδιος υἱὸς καὶ λόγος καὶ οὐκ ἄνθρωπος ὑπὸ θεοῦ ἀναληφθείς, ἵν’ ἕτερος ἦι παρ’ ἐκεῖνον. οὐδὲ γὰρ ἄνθρωπον ἀνέλαβεν ὁ τοῦ θεοῦ υἱός, ἵνα ἦι ἕτερος παρ’ αὐτόν, ἀλλὰ θεὸς ὢν τέλειος γέγονεν ἅμα καὶ ἄνθρωπος τέλειος, σαρκωθεὶς ἐκ παρθένου. Θεοφίλου τοῦ ἁγιωτάτου ἐπισκόπου Ἀλεξανδρείας ἐκ τῆς ε ἑορταστικῆς ἐπιστολῆς
20 Ἔστι γὰρ καὶ νῦν τῶν τότε θαυμάτων τὰ λείψανα. μὴ ἀπιστείτωσαν ὅτι δύναμις θεοῦ ἰσχύει ποιεῖν παρθένον ἀποτίκτειν, ἐν ἧι γενόμενος ὁ ζῶν τοῦ θεοῦ λόγος διὰ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν (ἄλλως γὰρ ἡμῖν συνομιλεῖν αὐτὸν ἐγγύτερον οὐχ οἷόν τε ἦν), ἵνα μὴ ἐξ ἡδονῆς καὶ ὕπνου, καθάπερ ἐπὶ τῶν ἄλλων ἀνθρώπων ἔχει, δέξηται σῶμα, τὸ ἐν ὁμοι‐ ώματι τούτου λαμβάνει ἐκ παρθένου τικτόμενος ἄνθρωπος, φαινόμενος μὲν ὡς ἡμεῖς κατὰ
25τὴν δουλείαν μορφήν, ἐκ δὲ τῶν ἔργων ἀποδεικνύμενος ὅτι τῶν ἁπάντων δημιουργὸς καὶ κύριός ἐστι, πράττων ἔργα θεοῦ. Τοῦ αὐτοῦ ἐκ τῆς ἕκτης ἑορταστικῆς ἐπιστολῆς Οἷα γὰρ τῶν τεχνιτῶν οἱ ἄριστοι οὐκ ἐν τιμίαις μόνον ὕλαις τὴν τέχνην ἐκφαίνουσι θαυμαζόμενοι, ἀλλ’ εὐτελοῦς πηλοῦ καὶ κηροῦ διαλυομένου πολλάκις ἐπειλημμένοι τῆς ἐπι‐
30στήμης ἑαυτῶν ἀποδεικνύουσι τὴν δύναμιν πολλῶι μᾶλλον ἐπαινούμενοι, οὕτως ὁ πάντων ἀριστοτέχνης, ὁ ζῶν καὶ ἐνεργὴς τοῦ θεοῦ λόγος, τάξεως ἁρμονίαι διακοσμήσας τὰ σύμπαντα, οὐχ οἷά τινος τιμίας ὕλης, οὐρανίου λαβόμενος σώματος πρὸς ἡμᾶς ἀφῖκται, ἀλλ’ ἐν πηλῶι τὸ μέγα τῆς ἑαυτοῦ δείκνυσι τέχνης, τὸν ἐκ πηλοῦ πλασθέντα διορθούμενος ἄνθρωπον αὐτὸς ἐκ παρθένου καινοπρεπῶς προιὼν ἄνθρωπος, τῶι μὲν τρόπωι τῆς γενέ‐
35σεως διαλλάττων, τὴν δὲ κατὰ πάντα πρὸς ἡμᾶς χωρὶς ἁμαρτίας οὐκ ἐκφεύγειν κρίνας ὁμοίωσιν, τικτόμενος σπαργανούμενος τιθηνούμενος, βρέφος ἐν φάτνηι κείμενος, τῆς φύσεως
ἡμῶν τὴν ἀσθένειαν ἐκδεχόμενος διὰ τὰς προλαβούσας αἰτίας. ἀλλ’ ἔτι βρέφος ὤν,

1,1,7

92

ὁμοῦ καὶ τὸν ἐχθρὸν καὶ τὴν τούτου θορυβεῖ φάλαγγα, μάγους ἕλκων ἐπὶ μετάνοιαν καὶ παρασκευάζων τοῦ ἀποστείλαντος αὐτοὺς περιφρονεῖν βασιλέως. Κυπριανοῦ τοῦ ἁγιωτάτου ἐπισκόπου καὶ μάρτυρος ἐκ τοῦ Περὶ ἐλεημοσύνης, ἑρμηνεία Πολλαὶ καὶ μέγισται τυγχάνουσιν, ἀγαπητοὶ ἀδελφοί, αἱ θεῖαι εὐεργεσίαι ἀφ’ ὧν τὴν
5ἡμετέραν σωτηρίαν ἡ τοῦ θεοῦ πατρὸς καὶ 〈Χριστοῦ〉 δαψιλὴς καὶ πλουσία φιλανθρωπία εἰργάσατο καὶ ἀεὶ ἐργάζεται, δι’ ὃ φυλάξαι ἡμᾶς καὶ ζωοποιῆσαι ὁ πατὴρ τὸν υἱὸν ἔπεμψεν, ἵνα ἡμᾶς ἀνακαινίσηι, καὶ πεμφθεὶς ὁ υἱὸς ἠθέλησεν υἱὸς ἀνθρώπου γενέσθαι, ὅπως ἡμᾶς υἱοὺς θεοῦ καταστήσηι. ἐταπείνωσε τοίνυν ἑαυτόν, ἵνα τὸν λαὸν τὸν ἀπερριμμένον ἀνακτήσηται· τετραυμάτισται, ἵνα τὰ ἡμετέρα τραύματα θεραπεύσηι· ἐδούλευσεν, ὅπως ἐκ
10δουλείας εἰς ἐλευθερίαν τοὺς δουλεύοντας ἀγάγηι· θάνατον ὑπέστη, ἵνα τοῖς θνητοῖς τὴν ἀθανασίαν ἀποδῶι. Ἀμβροσίου τοῦ ἁγιωτάτου γενομένου ἐπισκόπου Μεδιολάνων, ἑρμηνεία Εἰ ἐμοὶ οὐ πιστεύουσι, πιστεύσωσι τῶι ἀποστόλωι λέγοντι· ὅτε δὲ ἦλθε τὸ πλή‐ ρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ γενόμενον ἐκ γυ‐
15ναικός, γενόμενον ὑπὸ νόμον. τὸν υἱὸν φησὶν αὐτο, οὐχ ἕνα τῶν πολλῶν οὐ κοινόν, ἀλλ’ ἑαυτοῦ· τῆς αἰδίου γεννήσεως τὴν ἰδιότητα ἐσήμανε. τοῦτον μετὰ ταῦτα γενόμενον ἐκ γυναικὸς κατασκευάζει, ὅπως τὸ γενέσθαι οὐ τῆι θεότητι, ἀλλὰ τῶι προσληφθέντι σώματι περιγράψηι, γενόμενον ἐκ γυναικὸς διὰ τῆς προσληφθείσης σαρκός, γενόμενον ὑπὸ νόμον διὰ τῆς τοῦ νόμου φυλακῆς. ἡ γὰρ θειοτάτη αὐτοῦ
20γέννησις πρὸ τοῦ νόμου, αὕτη δὲ μετὰ τὸν νόμον. Τοῦ αὐτοῦ Σιωπήσωσι τοίνυν αἱ ἀπὸ τῶν λόγων μάταιαι ζητήσεις, ὅτι ἡ τοῦ θεοῦ βασιλεία, καθὼς γέγραπται, οὐκ ἐν πειθοῖς λόγων ἀνθρωπίνων ἐστίν, ἀλλ’ ἐν ἀποδείξει δυνάμεως. φυλάξωμεν τὴν διαφορὰν τῆς θεότητος καὶ τῆς σαρκός. εἷς ἐν ἑκατέρωι λαλεῖ ὁ τοῦ
25θεοῦ υἱός, ὅτι ἐν αὐτῶι ἡ ἑκατέρα φύσις ἐστίν. ὁ αὐτὸς λαλεῖ καὶ οὐκ ἐν ἑνὶ πάντοτε διαλέγεται τρόπωι. πρόσχες ἐν αὐτῶι νυνὶ μὲν δόξαν θεοῦ, νυνὶ δὲ ἀνθρώπου πάθη, ὅτι ὡς θεὸς διδάσκει τὰ θεῖα, ἐπεὶ λόγος ἐστίν, ὡς δὲ ἄνθρωπος λέγει τὰ ἀνθρώπινα, ἐπεὶ ἐν τῆι ἐμῆι οὐσίαι διελέγετο. οὗτός ἐστιν ὁ ἄρτος ὁ ζῶν, ὃς κατέβη ἐξ οὐρανοῦ· οὗτος ὁ ἄρτος ἡ σάρξ ἐστι, καθὼς αὐτὸς ἔφη· οὗτος ὁ ἄρτος ὃν ἐγὼ δώσω, ἡ σάρξ μού
30ἐστιν. οὗτός ἐστιν ὁ καταβάς· οὗτός ἐστιν ὃν ὁ πατὴρ ἡγίασε καὶ ἔπεμψεν εἰς τὸν κόσμον. οὐδὲ αὐτὸ τὸ γράμμα ἡμᾶς διδάσκει τοῦ ἁγιασμοῦ μὴ τὴν θεότητα χρείαν
ἐσχηκέναι, ἀλλὰ τὴν σάρκα.

1,1,7

93

Γρηγορίου τοῦ μεγάλου ἁγιωτάτου ἐπισκόπου γενομένου Ναζιανζοῦ Μὴ ἀπατάτωσαν οἱ ἄνθρωποι μηδὲ ἀπατάσθωσαν, ἄνθρωπον ἄνουν δεχόμενοι τὸν κυριακόν, ὡς αὐτοὶ λέγουσι, μᾶλλον δὲ τὸν κύριον ἡμῶν καὶ θεόν. οὐδὲ γὰρ τὸν ἄν‐ θρωπον χωρίζομεν τῆς θεότητος, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν δογματίζομεν, πρότερον μὲν οὐκ
5ἄνθρωπον, ἀλλὰ θεὸν καὶ υἱὸν μόνον καὶ προαιώνιον, ἀμιγῆ σώματος καὶ τῶν ὅσα σώ‐ ματος· ἐπὶ τέλει δὲ καὶ ἄνθρωπον, προσληφθέντα ὑπὲρ τῆς ἡμετέρας σωτηρίας, παθητὸν σαρκί, ἀπαθῆ θεότητι· περιγραπτὸν σώματι, ἀπερίγραπτον πνεύματι· τὸν αὐτὸν ἐπίγειον καὶ οὐράνιον, ὁρώμενον καὶ νοούμενον, χωρητὸν καὶ ἀχώρητον, ἵν’ ὅλωι ἀνθρώπωι τῶι αὐτῶι καὶ θεῶι ὅλος ἄνθρωπος ἀναπλασθῆι πεσὼν ὑπὸ τὴν ἁμαρτίαν.
10 Εἴ τις οὐ θεοτόκον τὴν Μαρίαν ὑπολαμβάνει, χωρίς ἐστι τῆς θεότητος. Εἴ τις ὡς διὰ σωλῆνος τῆς παρθένου δραμεῖν, ἀλλὰ μὴ ἐν αὐτῆι διαπεπλάσθαι [λέγοι] θεικῶς ἅμα καὶ ἀνθρωπικῶς, θεικῶς μὲν ὅτι χωρὶς ἀνδρός, ἀνθρωπικῶς δὲ ὅτι νόμωι κυή‐ σεως, [ἀνάθεμα ἔστω.] εἴ τις διαπεπλάσθαι λέγει τὸν ἄνθρωπον, εἶθ’ ὑποδεδυκέναι θεόν, κατάκριτος· οὐ γὰρ
15γέννησις θεοῦ τοῦτό ἐστιν, ἀλλὰ φυγὴ γεννήσεως. Εἴ τις εἰσάγει δύο υἱούς, ἕνα μὲν τὸν ἐκ τοῦ θεοῦ καὶ πατρός, δεύτερον δὲ τὸν ἐκ τῆς μητρός, ἀλλ’ οὐχὶ ἕνα καὶ τὸν αὐτόν, τῆς υἱοθεσίας ἐκπέσοι τῆς ἐπηγγελμένης τοῖς ὀρθῶς πιστεύουσι. φύσεις μὲν γὰρ δύο θεὸς καὶ ἄνθρωπος, ἐπεὶ καὶ ψυχὴ καὶ σῶμα· υἱοὶ δὲ οὐ δύο οὐδὲ θεοί. οὐδὲ γὰρ ἐνταῦθα δύο ἄνθρωποι, εἰ καὶ οὕτως ὁ Παῦλος τὸ
20ἐντὸς τοῦ ἀνθρώπου καὶ τὸ ἐκτὸς προσηγόρευσε, καὶ εἰ δεῖ συντόμως εἰπεῖν, ἄλλο μὲν καὶ ἄλλο τὰ ἐξ ὧν ὁ σωτήρ, εἴπερ μὴ ταυτὸν τὸ ἀόρατον τῶι ὁρατῶι καὶ τὸ ἄχρονον τῶι ὑπὸ χρόνον· οὐκ ἄλλος δὲ καὶ ἄλλος, μὴ γένοιτο· τὰ γὰρ ἀμφότερα ἓν τῆι συγκράσει, θεοῦ μὲν ἐνανθρωπήσαντος, ἀνθρώπου δὲ θεωθέντος ἢ ὅπως ἄν τις ὀνομάσειε. λέγω δὲ ἄλλο καὶ ἄλλο ἔμπαλιν ἢ ἐπὶ τῆς τριάδος ἔχει. ἐκεῖ μὲν γὰρ ἄλλος καὶ ἄλλος, ἵνα μὴ τὰς ὑπο‐
25στάσεις συγχέωμεν, οὐκ ἄλλο δὲ καὶ ἄλλο· ἓν γὰρ τὰ τρία καὶ ταυτὸν τῆι θεότητι. Εἴ τις ὡς ἐν προφήτηι λέγει κατὰ χάριν ἐνηργηκέναι, ἀλλὰ μὴ κατ’ οὐσίαν συνῆφθαι καὶ συναναπεπλάσθαι, εἴη κενὸς τῆς κρείττονος ἐνεργείας, μᾶλλον δὲ πλήρης τῆς ἐναντίας. Εἴ τις οὐ προσκυνεῖ τὸν ἐσταυρωμένον, ἀνάθεμα ἔστω καὶ τετάχθω μετὰ τῶν θεοκτόνων.
30 Εἴ τις ἐξ ἔργων τετελειωμένον ἢ μετὰ τὸ βάπτισμα ἢ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν υἱοθεσίας ἠξιῶσθαι λέγει καθάπερ [οὓς] Ἕλληνες παρεγγράπτους εἰσάγουσιν, ἀνάθεμα ἔστω. τὸ γὰρ ἠργμένον ἢ προκόπτον ἢ τελειούμενον οὐ θεός, κἂν διὰ τὴν κατὰ μικρὸν αὔξησιν οὕτως λέγηται. Βασιλείου τοῦ ἁγιωτάτου γενομένου ἐπισκόπου Καισαρείας τῆς πρώτης Καππαδοκίας
35 Οὐ γὰρ τοσοῦτον οὐρανὸς καὶ γῆ καὶ τὰ μεγέθη τῶν πελαγῶν καὶ τὰ ἐν ὕδασι διαι‐ τώμενα καὶ τὰ χερσαῖα τῶν ζώιων καὶ φυτὰ καὶ ἀστέρες καὶ ἀὴρ καὶ ὧραι καὶ ἡ ποικίλη τοῦ παντὸς διακόσμησις τὸ ὑπερέχον τῆς ἰσχύος συνίστησιν ὅσον τὸ δυνηθῆναι τὸν θεὸν τὸν ἀχώρητον ἀπαθῶς διὰ σαρκὸς συμπλακῆναι τῶι θανάτωι, ἵνα ἡμῖν τῶι ἰδίωι πάθει τὴν
ἀπάθειαν χαρίσηται.

1,1,7

94

Γρηγορίου ἁγιωτάτου ἐπισκόπου Νύσης Τοῦτο γὰρ φρονείσθω, φησίν, ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῶι Ἰησο· ὃς ἐν μορφῆι θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῶι, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών. τί πτωχότερον ἐπὶ θεοῦ τῆς τοῦ
5δούλου μορφῆς; τί ταπεινότερον ἐπὶ τοῦ βασιλέως τῶν ὄντων ἢ τὸ εἰς κοινωνίαν τῆς πτωχῆς ἡμῶν φύσεως ἑκουσίως ἐλθεῖν; ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ ὁ κύριος τῶν κυριευόντων τὴν τῆς δουλείας μορφὴν ὑποδύεται· ὁ κριτὴς τοῦ παντὸς ὑπόφορος τοῖς δυναστεύουσι γίνεται· ὁ τῆς κτίσεως κύριος ἐν σπηλαίωι κατάγεται· ὁ τοῦ παντὸς περι‐ δεδραγμένος οὐχ εὑρίσκει τόπον ἐν τῶι καταλύματι, ἀλλ’ ἐν φάτνηι τῶν ἀλόγων παραρρί‐
10πτεται· ὁ καθαρὸς καὶ ἀκήρατος τὸν τῆς ἀνθρωπίνης φύσεως καταδέχεται ῥύπον καὶ διὰ πάσης τῆς πτωχείας ἡμῶν διεξελθὼν μέχρι τῆς τοῦ θανάτου πρόεισι πείρας. ὁρᾶτε τῆς ἑκουσίου πτωχείας τὸ μέτρον· ἡ ζωὴ θανάτου γεύεται· ὁ κριτὴς εἰς κριτήριον ἄγεται· ὁ τῆς ζωῆς τῶν ὄντων κύριος ἐπὶ τῆι ψήφωι τοῦ δικάζοντος γίνεται· ὁ πάσης τῆς ὑπερκο‐ σμίου δυνάμεως βασιλεὺς τὰς τῶν δημίων οὐκ ἀπωθεῖται χεῖρας. πρὸς τοῦτό σοι,
15φησί, τὸ ὑπόδειγμα τῆς ταπεινοφροσύνης βλεπέτω τὸ μέτρον. Ἀττικοῦ ἐπισκόπου Κωνσταντινουπόλεως Σήμερον Χριστὸς ὁ δεσπότης τὴν τῆς φιλανθρωπίας γέννησιν ἀνεδέξατο· τὴν γὰρ τῆς θεικῆς ἀξίας προυπῆρχεν. Εἶτα τούτοις ἐπιφέρει πάλιν· Ὁ τῆς φιλανθρωπίας λόγος κενοῦται, ἀκένωτος τὴν
20φύσιν τυγχάνων· ἑαυτὸν γὰρ ἐκένωσε μορφὴν δούλου λαβών. ὁ ἄσαρκος διὰ σὲ σαρκοῦται· ὁ γὰρ λόγος σὰρξ ἐγένετο. ὁ ἁφῆι μὴ ὑποπίπτων διὰ τὸ τῆς φύ‐ σεως ἀσώματον ψηλαφᾶται· ὁ ἄναρχος ὑπὸ ἀρχὴν γίνεται σωματικήν· ὁ τέλειος αὔξει· ὁ ἄτρεπτος προκόπτει· ὁ πλούσιος ἐν καταλύματι γίνεται· ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νε‐ φέλαις σπαργανοῦται· ὁ βασιλεὺς ἐν φάτνηι τίθεται.
25Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου Ἐπειδὴ γὰρ ὁ αὐτὸς καὶ βασιλεὺς καὶ θεὸς καὶ νεκρώσεως διὰ τὴν τοῦ πάθους οἰ‐ κονομίαν γευσάμενος, τὰ δῶρα τῶν μυστηρίων ἐστὶν αἰνίγματα. προσφέρουσι χρυσόν· γνωρίζουσι γὰρ αὐτὸν βασιλέα. προσφέρουσι λίβανον· θεῶι γὰρ ἴσασι προσφέροντες.
προστιθέασι καὶ σμύρναν διὰ τὴν ἐν τῶι μυστηρίωι τοῦ πάθους νέκρωσιν.

1,1,7

95

Τοῦ αὐτοῦ Εἰ μὴ γὰρ ἐκεῖνος ἐγεννήθη σαρκικῶς, οὐκ ἂν σὺ ἀνεγεννήθης πνευματικῶς. εἰ μὴ ἐκεῖνος ἠνέσχετο τῆς τοῦ δούλου μορφῆς, οὐκ ἂν σὺ τὴν δόξαν τῆς υἱοθεσίας ἐκέρδανας· διὰ τοῦτο γὰρ ἐπὶ γῆς ὁ ἐπουράνιος, ἵνα σὺ εἰς οὐρανοὺς ἀναχθῆις ὁ ἐπίγειος. διὰ
5τοῦτο Χριστὸς ἑαυτὸν ἐκένωσεν, ἵνα ἡμεῖς πάντες ἐκ τοῦ πληρώματος αὐτοῦ λάβωμεν. ὁ ἐκείνου θάνατος σὴ γέγονεν ἀθανασία· τὸ τοῦ δεσπότου πάθος τοῦ δούλου γέγονεν ὕψωμα· σὺ δὲ τὴν εὐεργεσίαν λαμβάνεις βλασφημίας ἐφόδιον. Ὁμοίως Ἀττικοῦ γενομένου ἐπισκόπου Κωνσταντινουπόλεως Εἴ τινα διακρίνοι ἡ τοῦ μονογενοῦς ἐνανθρώπησις καὶ παρθένου κύησις καὶ παθῶν
10κοινωνία καὶ σταυρὸς καὶ πάθος καὶ θάνατος, μανθάνων γινωσκέτω πρόξενα ταῦτα τῆς οἰκουμενικῆς σωτηρίας, ἀλλὰ μὴ ἀνάξια τῆς φιλανθρωπίας τοῦ κρείττονος. εἰ γὰρ αἰσχρὸν θεῶι τὸ παρθένον οἰκῆσαι, αἰσχρότερόν που πάντως καὶ τὸ ποιῆσαι· εἰ δὲ δημιουργῶν οὐχ ὑβρίσθη, οὐδὲ οἰκῆσαι τὸ δημιούργημα αἰσχύνης ἄξιον ἔκρινε. καὶ εἰ τὸ παθεῖν κακόν, τὸ παθῶν ἀπαλλάξαι ἡλίκον; ὥστε καὶ τέθνηκεν 〈ἀθανάτωι〉 θανάτωι θανατώσας τὸν θά‐
15νατον, καὶ ἀνέστη τὴν ἡμετέραν πρυτανεύων ἀνάστασιν, καὶ ταῦτα πάντα δέχεται οὐ φύσει θεότητος, ἀλλὰ προσλήψει σαρκός, τῆι μὲν ἐν ἀσύλοις τῆς οἰκείας ἀπαθείας οἰκῶν, τῆι δὲ τὰ πάντα παθών τε καὶ ὑπομείνας, ὡς ἂν γένοιτο πολιτείας ἀρίστης ἡγεμών τε καὶ νο‐ μοθέτης. Κατὰ θέσπισμα τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων βασιλέων Θεοδοσίου καὶ Οὐαλεν‐
20τινιανοῦ συναχθείσης ἐν τῆι Ἐφεσίων μητροπόλει ἐξ ἁπάσης ὡς ἔπος εἰπεῖν τῆς οἰκου‐ μένης τῆς ἁγίας ταύτης συνόδου τῶν θεοσεβεστάτων ἐπισκόπων τῶν ἁπανταχοῦ ἁγίων ἐκκλησιῶν καὶ συνεδρευούσης ὁριζούσης τε κρατεῖν καὶ βεβαίαν εἶναι τὴν πίστιν τὴν ἐκτε‐
θεῖσαν διὰ τοῦ ἁγίου πνεύματος παρὰ τῶν ἁγίων πατέρων τῶν κατὰ καιροὺς ἐν τῆι Νι‐

1,1,7

96

καέων πόλει συνειλεγμένων, ὄντων τὸν ἀριθμὸν τριακοσίων δέκα καὶ ὀκτώ, τυπούσης τὲ τὰ περὶ τούτου καθ’ ὃν ἔδει τρόπον, Χαρίσιός τις ὀνόματι πρεσβύτερος καὶ οἰκονόμος γε‐ γονὼς τῆς Φιλαδελφέων πόλεως ἁγίας ἐκκλησίας ἐδίδαξεν ὅτι τινὲς τῶν ἀπὸ Λυδίας ὁρμω‐ μένων αἱρετικῶν ἠθέλησαν τὴν μὲν ἑαυτῶν ἀφεῖναι πλάνην, ἐπιστρέψαι δὲ πρὸς τὸ τῆς
5ἀληθείας φῶς καὶ μυσταγωγηθῆναι τὰ τῆς καθολικῆς ἐκκλησίας ὀρθά τε καὶ εὐσεβῆ δόγματα· εἶτα δέον αὐτοὺς ἐπὶ τὴν ἀλήθειαν χειραγωγηθῆναι μειζόνως ἠπάτηνται καὶ οἷον ἐκ βόθρου πεπτώκασιν εἰς χείρονα βόθρον. ἐδίδαξε γὰρ ὅτι Ἀντώνιος καὶ Ἰάκωβος, πρεσβυτέρων ἔχοντες ὄνομα, κατῆλθον ἀπὸ τῆς Κωνσταντινουπόλεως ἐπιστολὰς ἔχοντες παραθέσεως παρὰ Ἀναστασίου τινὸς καὶ Φωτίου, συνόντων τὸ τηνικάδε τῶι αἱρετικῶι Νεστορίωι, καὶ αὐτῶν
10δὲ πρεσβυτέρων ἐχόντων ὄνομα, καὶ δέον τήν τε ἀποστολικὴν καὶ εὐαγγελικὴν παράδοσιν τῆς πίστεως ἣν καὶ ἐξέθεντο κατὰ καιροὺς οἱ πατέρες οἱ ἐν τῆι Νικαέων συνελθόντες, παρα‐ θεῖναι τοῖς ἐκ πλάνης ἐπιστρέφουσιν εἰς ἀλήθειαν καὶ ἀπὸ τοῦ σκότους εἰς τὸ φῶς ἔρχεσθαι ζητοῦσι, προσεκόμισαν ἔκθεσίν τινα δογμάτων ἀσεβῶν ὡς ἐν τάξει συμβόλου συντεθειμένην καὶ ταύτηι καθυπογράψαι παρεσκεύασαν τοὺς ἀθλίους ἐκείνους, πάντα τρόπον ἀσεβείας
15νικῶντες ἐν τούτωι. ὑπὲρ δὲ σαφηνείας ἀκριβοῦς τῶν εἰρημένων ἐντέτακται ὁ ἐπιδοθεὶς λίβελλος παρὰ τοῦ μνημονευθέντος πρεσβυτέρου Χαρισίου καὶ ἡ τῆς ἀσεβοῦς ἐκείνης ἔκθεσις κακοδοξίας ἡ περὶ τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ μεθ’ ὑπογραφῆς τῶν ἠπατημένων. Τῆι ἁγιωτάτηι καὶ θεοφιλεῖ συνόδωι οἰκουμενικῆι συνελθούσηι ἐν τῆι Ἐφεσίων μη‐
20τροπόλει παρὰ Χαρισίου πρεσβυτέρου καὶ οἰκονόμου Φιλαδελφείας. Εὐχὴ μὲν ἅπασι τοῖς εὖ φρονοῦσι τιμὴν ἀεὶ καὶ πρέπουσαν αἰδῶ πνευματικοῖς μάλιστα πατράσι καὶ διδα‐ σκάλοις ἀπονέμειν· εἰ δέ που συμβῆι τοὺς διδάσκειν ὀφείλοντας τοιαῦτα τοῖς ὑπηκόοις ἐνηχεῖν περὶ τῆς πίστεως οἷα τὰς ἁπάντων ἀκοὰς καὶ καρδίας καταβλάπτει, ἀνάγκη τὴν τάξιν ἀνταλλάττεσθαι καὶ τοὺς κακῶς διδάσκειν ἑλομένους ὑπὸ τῶν ἡσσόνων διελέγχεσθαι.
25ἐπεὶ οὖν εἷς τούτων ὑπάρχει Νεστόριος ὁ τῆς ἰδίας κακοδοξίας τοὺς καρποὺς δρεπόμενος, ὃς κάκιστα περὶ τῆς εἰς Χριστὸν πίστεως διακείμενος διδάξας τε πολλάκις ἃ μὴ προσῆκε, πᾶσαν ὁμοῦ τὴν ὑφ’ ἥλιον διετάραξεν, ὡς καὶ τοὺς φιλοχρίστους βασιλέας ἀναγκασθῆναι θεσπίσαι τὴν ὑμετέραν ἁγιωσύνην ἐνταῦθα συνελθοῦσαν τὰ τῆς ὀρθοδοξίας ἐπικρατῦναι δόγματα καὶ τοῦτο διὰ τὴν οἰκείαν φιλανθρωπίαν ὁ δεσπότης θεὸς παρασχὼν ἅπαντας
30ὑμᾶς τοὺς ἁγίους πατέρας ἐνταῦθα συνήγαγε τοῦ προλεχθέντος ἕνεκεν, τούτου χάριν ἐγὼ τῆι ὑμετέραι προσπίπτων ὁσιότητι διδάσκω ὡς οὐ μόνος αὐτός, ἀλλὰ γὰρ καὶ οἱ τούτου συμμέτοχοι τῆς ἀσεβείας Ἀναστάσιος καὶ Φώτιος οἱ πρεσβύτεροι, τὴν αὐτὴν καὶ ἐν ταῖς ἄλλαις πόλεσι κακοπιστίαν διασπαρῆναι παρασκευάζοντες, Ἰάκωβόν τινα τὰ ὅμοια αὐτοῖς
φρονοῦντα συνεκρότησαν καὶ συγκροτοῦσι μέχρι τοῦ δεῦρο, τραπέζης καὶ παρρησίας αὐτῶι

1,1,7

97

μεταδιδόντες· ὃν καὶ διὰ γραμμάτων ἤδη ὡς ὀρθόδοξον συνέστησαν τοῖς θεοσεβεστάτοις τῆς Λυδῶν ἐπισκόποις. τοιαῦτα δὲ τούτωι τετόλμηται ἃ τὴν ὑμετέραν πάντως ἁγιω‐ σύνην μαθοῦσαν κινήσει πρὸς κανονικὴν κατ’ αὐτοῦ τιμωρίαν καὶ κατὰ τῶν αὐτὸν συγκρο‐ τούντων. τὴν γὰρ Φιλαδελφέων πόλιν τῆς Λυδίας καταλαβὼν καὶ τινὰς τῶν ἁπλουστέρων
5ἀπατήσας (κληρικοὶ δὲ οὗτοι), τὴν τῶν ἐν Νικαίαι ἁγίων πατέρων ἔκθεσιν τῆς πίστεως ἐξουθενώσας, ἑτέραι τινὶ πίστεως ἐκθέσει, μᾶλλον δὲ ἀπιστίας καθυπογράψαι παρεσκεύασε. καὶ δὴ τοῦτο πεποιήκασιν, ὡς ἁπλούστεροι καθυπογράψαντες ὅτι δὴ ταύτηι στοιχοῦμεν, φησί, τῆι ὀρθοδόξωι πίστει· ἥτις ἔκθεσις αἱρετικῆς βλασφημίας πεπληρωμένη ἔχουσά τε τὰς τῶν ὑπ’ αὐτοῦ συναρπαγέντων ὑπογραφὰς σώιζεται, ἣν ἀξιῶ ἀναγνωσθῆναι ἐπὶ τῆς ὑμε‐
10τέρας ὁσιότητος πρὸς τὸ νοηθῆναι τὴν ὑπ’ αὐτῶν μελετηθεῖσαν τῆς ὀρθοδοξίας ἀνατροπήν, οὐ μόνον δέ, ἀλλὰ καὶ τὰ γράμματα τῶν προλεχθέντων, ἔνθα Ἰακώβωι μὲν τῶι αἱρετικῶι τοιαῦτα τολμήσαντι μαρτυροῦσιν ὀρθοδοξίαν, ἐμὲ δὲ ὡς αἱρετικὸν τῆς κοινωνίας καὶ λει‐ τουργίας ἐκώλυσαν, εὐσεβῶς φρονοῦντα καθὼς ὑποτέτακται. τούτων γὰρ ἀναγνωσθέν‐ των, μαθήσεται πάντως ἡ ὑμετέρα θεοφίλεια τὰ κατὰ τῆς ὀρθοδοξίας ὑπ’ αὐτῶν τολμηθέντα,
15ἅτινα ὁ θεὸς διὰ τῆς ὑμετέρας ἁγιωσύνης εἰς τέλος καταργήσει. Πιστεύω εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, κτίστην πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, ὁμοούσιον τῶι πατρί, τὸν δι’ ἡμᾶς καὶ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν, σαρκωθέντα, γεννηθέντα ἐκ τῆς ἁγίας
20παρθένου, ἐνανθρωπήσαντα, σταυρωθέντα ὑπὲρ ἡμῶν, ἀποθανόντα, ἀναστάντα τῆι τρίτηι ἡμέραι, ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ πνεῦμα τῆς ἀληθείας, τὸν παράκλητον, ὁμοούσιον πατρὶ καὶ υἱῶι, καὶ εἰς ἁγίαν κα‐ θολικὴν ἐκκλησίαν· εἰς ἀνάστασιν νεκρῶν· εἰς ζωὴν αἰώνιον. Ἐγὼ Χαρίσιος δέδωκα τοὺς λιβέλλους ὡς προγέγραπται, ὑπογράψας χειρὶ ἐμῆι.
25Ἴσον τῆς ἐκθέσεως τοῦ παραπλασθέντος συμβόλου Τοὺς ἢ νῦν πρῶτον παιδευομένους τῶν ἐκκλησιαστικῶν δογμάτων τὴν ἀκρίβειαν ἢ ἔκ τινος αἱρετικῆς πλάνης μεθίστασθαι βουλομένους ἐπὶ τὴν ἀλήθειαν διδάσκεσθαι προσήκει καὶ ὁμολογεῖν ὅτι πιστεύομεν εἰς ἕνα θεὸν πατέρα ἀίδιον, οὐχ ὕστερον ἀρξάμενον τοῦ εἶναι,
ἀλλ’ ἄνωθεν ὄντα ἀίδιον θεόν, οὔτε μὴν ὕστερον γεγονότα πατέρα, ἐπειδήπερ ἀεὶ θεός τε

1,1,7

98

ἦν καὶ πατήρ. πιστεύομεν δὲ καὶ εἰς ἕνα υἱὸν θεοῦ μονογενῆ, ἐκ τῆς οὐσίας ὄντα τοῦ πατρός, ὡς ὄντως υἱὸν καὶ τῆς αὐτὴς οὐσίας ὄντα τοῦ οὗπερ ἔστι τε καὶ πιστεύεται υἱός. καὶ εἰς τὸ πνεῦμα δὲ τὸ ἅγιον, ἐκ τῆς θεοῦ τυγχάνον οὐσίας, οὐχ υἱόν, θεὸν δὲ ὂν τῆι οὐσίαι, ὡς ἐκείνης ὂν τῆς οὐσίας ἧσπερ ἐστὶν ὁ θεὸς καὶ πατήρ, ἐξ οὗπερ κατ’ οὐσίαν
5ἐστίν. ἡμεῖς γάρ φησιν, οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεο, τῆς μὲν κτίσεως αὐτὸ χωρίσας ἁπάσης, θεῶι δὲ συνάψας, ἐξ οὗπερ κατ’ οὐσίαν ἐστὶν ἰδιάζοντι λόγωι παρὰ πᾶσαν τὴν κτίσιν, ἣν οὐ κατ’ οὐσίαν, ἀλλ’ αἰτίαι δημιουργίας ἐκ θεοῦ νομίζομεν εἶναι, καὶ οὔτε υἱὸν νομίζοντες οὔτε δι’ υἱοῦ τὴν ὕπαρξιν εἰληφός. ὁμολογοῦμεν δὲ πατέρα τέλειον προσώπωι καὶ υἱὸν ὁμοίως, καὶ πνεῦμα
10δὲ ἅγιον ὡσαύτως, σωιζομένου τοῦ λόγου τῆς εὐσεβείας ἡμῖν τῶι πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον μὴ τρεῖς τινας οὐσίας διαφόρους νομίζειν, ἀλλὰ μίαν τῆι ταυτότητι τῆς θεό‐ τητος γνωριζομένην. Χρὴ δὲ καὶ περὶ τῆς οἰκονομίας ἣν ὑπὲρ τῆς ἡμετέρας σωτηρίας ἐν τῆι κατὰ τὸν δεσπότην Χριστὸν οἰκονομίαι ὁ δεσπότης ἐξετέλεσε θεός, εἰδέναι ὅτι ὁ θεὸς λόγος ἄνθρωπον
15εἴληφε τέλειον ἐκ σπέρματος ὄντα Ἁβραὰμ καὶ Δαυὶδ κατὰ τὴν διαγόρευσιν τῶν θείων γραφῶν, τοῦτο ὄντα τὴν φύσιν ὅπερ ἦσαν ἐκεῖνοι ὧνπερ ἐκ σπέρματος ἦν, ἄνθρωπον τέλειον τὴν φύσιν, ἐκ ψυχῆς τε νοερᾶς καὶ σαρκὸς συνεστῶτα ἀνθρωπίνης· ὃν ἄνθρωπον ὄντα καθ’ ἡμᾶς τὴν φύσιν, πνεύματος ἁγίου δυνάμει ἐν τῆι τῆς παρθένου μήτραι διαπλα‐ σθέντα γενόμενον τε ἐκ γυναικὸς καὶ γενόμενον ὑπὸ νόμον, ἵνα πάντας ἡμᾶς
20ἐξαγοράσηι τῆς τοῦ νόμου δουλείας, τὴν πόρρωθεν προωρισμένην υἱοθεσίαν ἀπολα‐ βόντας, ἀπορρήτως συνῆψεν ἑαυτῶι, θανάτου μὲν αὐτὸν κατὰ νόμον ἀνθρώπων πειραθῆναι παρασκευάσας, ἐγείρας δὲ ἐκ νεκρῶν καὶ ἀναγαγὼν εἰς οὐρανὸν καὶ καθίσας ἐκ δεξιῶν τοῦ θεοῦ, ὅθεν δὴ ὑπεράνω πάσης ὑπάρχων ἀρχῆς τε καὶ ἐξουσίας καὶ κυριότητος καὶ δυνάμεως καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐκ ἐν τῶι
25αἰῶνι τούτωι μόνον, ἀλλὰ καὶ ἐν τῶι μέλλοντι, τὴν παρὰ πάσης τῆς κτίσεως δέχεται προσκύνησιν ὡς ἀχώριστον πρὸς τὴν θείαν φύσιν ἔχων τὴν συνάφειαν, ἀναφορᾶι θεοῦ καὶ ἐννοίαι πάσης αὐτῶι τῆς κτίσεως τὴν προσκύνησιν ἀπονεμούσης. καὶ οὔτε δύο φαμὲν υἱοὺς οὔτε δύο κυρίους, ἐπειδὴ εἷς υἱὸς κατ’ οὐσίαν ὁ θεὸς λόγος, ὁ μονογενὴς υἱὸς τοῦ πατρός, ὧιπερ οὗτος συνημμένος τε καὶ μετέχων υἱότητος κοινωνεῖ τῆς υἱοῦ προση‐
30γορίας τε καὶ τιμῆς, καὶ κύριος κατ’ οὐσίαν ὁ θεὸς λόγος, ὧι συνημμένος οὗτος κοινωνεῖ

1,1,7

99

τῆς τιμῆς. καὶ διὰ τοῦτο οὔτε δύο φαμὲν υἱοὺς οὔτε δύο κυρίους, ἐπειδή, δήλου τοῦ κατ’ οὐσίαν ὄντος κυρίου τε καὶ υἱοῦ, ἀχώριστον ἔχων πρὸς αὐτὸν τὴν συνάφειαν ὁ ὑπὲρ τῆς ἡμετέρας ληφθεὶς σωτηρίας [ἕνεκεν] συναναφέρεται τῆι τε ὀνομασίαι καὶ τῆι τιμῆι τοῦ τε υἱοῦ καὶ τοῦ κυρίου, οὐχ ὥσπερ ἡμῶν ἕκαστος καὶ καθ’ ἑαυτὸν ὑπάρχων υἱός, ὅθεν δὴ
5καὶ πολλοὶ υἱοὶ κατὰ τὸν μακάριον λεγόμεθα Παῦλον, ἀλλὰ μόνος ἐξαίρετον ἔχων τοῦτο ἐν τῆι πρὸς τὸν θεὸν λόγον συναφείαι τῆς τε υἱότητος καὶ τῆς κυριότητος μετέχων ἀναιρεῖ μὲν πᾶσαν ἔννοιαν δυάδος υἱῶν τε καὶ κυρίων, παρέχει δὲ ἡμῖν ἐν τῆι πρὸς τὸν θεὸν λόγον συναφείαι πᾶσαν ἔχειν αὐτοῦ τήν τε πίστιν καὶ τὴν ἔννοιαν καὶ τὴν θεωρίαν, ὑπὲρ ὧν δὴ καὶ τὴν προσκύνησιν ἀναφορᾶι θεοῦ παρὰ πάσης δέχεται τῆς κτίσεως.
10 Ἕνα τοίνυν τὸν υἱὸν φαμὲν καὶ κύριον Ἰησοῦν Χριστόν, δι’ οὗ τὰ πάντα ἐγένετο, πρωτοτύπως μὲν τὸν θεὸν λόγον νοοῦντες τὸν κατ’ οὐσίαν υἱὸν θεοῦ καὶ κύριον, συνεπι‐ νοοῦντες δὲ τὸ ληφθέν, Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὃν ἔχρισεν ὁ θεὸς πνεύματι καὶ δυνάμει, ὡς ἐν τῆι πρὸς τὸν θεὸν λόγον συναφείαι υἱότητός τε μετέχοντα καὶ κυριότητος· ὃς καὶ δεύτερος Ἀδὰμ κατὰ τὸν μακάριον καλεῖται Παῦλον ὡς τῆς αὐτῆς μὲν φύσεως
15ὑπάρχων τῶι Ἀδάμ, ἀναδείξας δὲ ἡμῖν τὴν μέλλουσαν κατάστασιν, καὶ τοσαύτην ἔχων πρὸς ἐκεῖνον τὴν διαφορὰν ὅσηπερ ἂν γένοιτο τοῦ τὰ ἀπόρρητα χορηγοῦντος ἐπὶ τῆς μελλούσης καταστάσεως ἀγαθὰ πρὸς τὸν τῶν παρόντων λυπηρῶν δεδωκότα τὴν ἀρχήν. τὸν ὅμοιον δὲ τρόπον καὶ δεύτερος ἄνθρωπος καλεῖται ὡς τὴν δευτέραν κατάστασιν ἐκφήνας, ἐπειδὴ τῆς μὲν προτέρας ἀρχὴ γέγονεν ὁ Ἀδὰμ τῆς θνητῆς καὶ παθητῆς καὶ πολλῶν γεμούσης
20ὀδυνηρῶν, ἐν ὧι δὴ καὶ τὴν πρὸς αὐτὸν εἰλήφαμεν ὁμοίωσιν, τὴν δευτέραν δὲ ἀνέδειξεν ὁ δεσπότης Χριστός, ὃς ἐξ οὐρανῶν ἐπὶ τοῦ μέλλοντος φανεὶς ἅπαντας ἡμᾶς εἰς τὴν κοι‐ νωνίαν ἄξει τὴν οἰκείαν. ὁ γὰρ πρῶτος, φησίν, ἄνθρωπος ἐκ γῆς χοικός, ὁ δεύτερος ἄνθρωπος ὁ κύριος ἐξ οὐρανο, τουτέστιν ἐκεῖθεν ἀναφαίνεσθαι μέλλων ἐπὶ τῶι πάντας εἰς μίμησιν ἀγαγεῖν ἑαυτοῦ, ὅθεν ἐπάγει· οἷος ὁ χοικός, τοιοῦτοι
25καὶ οἱ χοικο· καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοικο, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. ἐν τούτωι δὴ φαινομένωι τε καὶ παρὰ πάντων ὁρωμένωι τῶν κρίνεσθαι μελλόντων ἐν ἀφανεῖ τυγχάνουσα ποιήσεται τὴν κρίσιν ἡ θεία φύσις κατὰ τὸν μακάριον Παῦλον τὸν λέγοντα· τοὺς γὰρ χρόνους τῆς ἀγνοίας ἡμῶν ὑπεριδὼν ὁ θεὸς
30τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις πᾶσι πανταχοῦ μετανοεῖν, καθότι ἔστησεν ἡμέραν ἐν ἧι μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνηι ἐν
ἀνδρὶ ὧι ὥρισεν, πίστιν παρασχὼν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.

1,1,7

100

Αὕτη τῶν ἐκκλησιαστικῶν δογμάτων ἡ διδασκαλία καὶ πᾶς ὁ ἐναντία τούτοις φρονῶν ἀνάθεμα ἔστω. πᾶς ὁ μὴ δεχόμενος τὴν σωτήριον μετάνοιαν ἀνάθεμα ἔστω. πᾶς ὁ μὴ ποιῶν τὴν ἁγίαν ἡμέραν τοῦ πάσχα κατὰ τὸν τῆς ἁγίας καὶ καθολικῆς ἐκκλησίας θεσμὸν ἀνάθεμα ἔστω.
5 Βούδιος Ἰουνικοῦ Φιλαδελφεύς, τεσσαρεσκαιδεκατίτης, ἐπιγνοὺς τὴν ἀληθῆ πίστιν τῆς ὀρθοδοξίας καὶ παρακαλέσας τὸν ἁγιώτατον ἐπίσκοπον Θεοφάνιον προσῆλθον τῆι ἁγιωτάτηι καὶ καθολικῆι ἐκκλησίαι καὶ ἀναθεματίζω πᾶσαν αἵρεσιν, ἐξαιρέτως δὲ τὴν τῶν τεσσαρεσκαι‐ δεκατιτῶν, εἰς ἣν τὸ πρότερον ἐπλανώμην, καὶ συντίθεμαι τῆι προγεγραμμένηι ἐκθέσει τῆς ὀρθοδόξου πίστεως, ἀναθεματίζων καὶ τοὺς μὴ ποιοῦντας τὴν ἁγίαν ἡμέραν τοῦ πάσχα
10καθὼς ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία ποιεῖ, ἐξομνύμενος τὴν ἁγίαν καὶ ὁμοού‐ σιον τριάδα καὶ τὴν εὐσέβειαν καὶ νίκην τῶν δεσποτῶν τῆς οἰκουμένης Φλαυίου Θεοδοσίου καὶ Φλαυίου Οὐαλεντινιανοῦ τῶν αἰωνίων αὐγούστων· εἰ δέ τι τούτων παρασαλεύσω ποτέ, ὑποκεῖσθαί με τῆι τῶν νόμων αὐστηρίαι. καὶ ὑπαναγνωσθείσης μοι τῆς ἐκθέσεως ὑπέ‐ γραψα διὰ Ἡσυχίου Φιλαδελφέως βουλευτοῦ διὰ τὸ γράμματά με μὴ εἰδέναι.
15 Ἡσύχιος Κερδανεπίου Φιλαδελφεὺς βουλευτής, τεσσαρεσκαιδεκατίτης, ἐπιγνοὺς τὴν ἀληθῆ πίστιν τῆς ὀρθοδοξίας καὶ παρακαλέσας προσῆλθον τῆι ἁγιωτάτηι καὶ καθολικῆι ἐκ‐ κλησίαι καὶ ἀναθεματίζω πᾶσαν αἵρεσιν, ἐξαιρέτως δὲ τὴν τῶν τεσσαρεσκαιδεκατιτῶν καὶ συντίθεμαι τῆι προγεγραμμένηι ἐκθέσει τῆς ὀρθοδόξου πίστεως, ἀναθεματίζων καὶ τοὺς μὴ ποιοῦντας τὴν ἁγίαν ἡμέραν τοῦ πάσχα καθὼς ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία
20ποιεῖ, ἐξομνύμενος τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα καὶ τὴν εὐσέβειαν καὶ νίκην τῶν φι‐ λοχρίστων βασιλέων Φλαυίου Θεοδοσίου καὶ Φλαυίου Οὐαλεντινιανοῦ τῶν αἰωνίων αὐγού‐ στων· εἰ δέ τι τούτων παρασαλεύσω ποτέ, ὑποκεῖσθαί με τῆι τῶν νόμων αὐστηρίαι. καὶ ὑπέγραψα χειρὶ ἐμῆι. Ῥουφῖνος δὶς Φιλαδελφεύς, τεσσαρεσκαιδεκατίτης, ἐπιγνοὺς τὴν ἀληθῆ πίστιν τῆς ὀρθο‐
25δοξίας, παρεκάλεσα προσπίπτων τῆι ἁγιωτάτηι καὶ καθολικῆι ἐκκλησίαι καὶ ἀναθεματίζω πᾶσαν αἵρεσιν, ἐξαιρέτως δὲ τὴν τῶν τεσσαρεσκαιδεκατιτῶν, καὶ συντίθεμαι μετὰ παντὸς τοῦ οἴκου μου τῆι προγεγραμμένηι ἐκθέσει τῆς ὀρθοδόξου πίστεως, ἀναθεματίζων καὶ τοὺς μὴ ποι‐
οῦντας τὴν ἁγίαν ἡμέραν τοῦ πάσχα καθὼς ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία ποιεῖ,

1,1,7

101

ἐξομνύμενος τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα καὶ τὴν εὐσέβειαν καὶ νίκην τῶν φιλοχρίστων βασιλέων Φλαυίου Θεοδοσίου καὶ Φλαυίου Οὐαλεντινιανοῦ τῶν αἰωνίων αὐγούστων· εἰ δέ τι τούτων παρασαλεύσω ποτέ, ὑποκεῖσθαί με μετὰ παντὸς τοῦ οἴκου μου τῆι τῶν νόμων αὐστηρίαι. καὶ ὑπαναγνωσθείσης μοι τῆς ἐκθέσεως καὶ ἀρεσάσης, ὑπέγραψα τῆι οἰκείαι
5ἐμαυτοῦ γνώμηι καὶ προαιρέσει. Εὐγένιος δὶς Φιλαδελφεύς, τεσσαρεσκαιδεκατίτης, ἐπιγνοὺς μετὰ παντὸς τοῦ οἴκου μου τὴν ἀληθῆ τῆς ὀρθοδοξίας πίστιν, παρακαλέσας τὸν ἁγιώτατον ἐπίσκοπον Θεοφάνιον, προσῆλθον τῆι ἁγιωτάτηι καθολικῆι ἐκκλησίαι καὶ ἀναθεματίζω πᾶσαν αἵρεσιν, ἐξαιρέτως δὲ τὴν τῶν τεσσαρεσκαιδεκατιτῶν καὶ τοὺς μὴ ποιοῦντας τὴν ἡμέραν τοῦ πάσχα καθὼς ἡ
10ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία ποιεῖ, καὶ συντίθεμαι μετὰ παντὸς τοῦ οἴκου μου τῆι προγεγραμμένηι ἐκθέσει τῆς ὀρθοδόξου πίστεως, ἐξομνύμενος τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα καὶ τὴν εὐσέβειαν καὶ νίκην τῶν φιλοχρίστων βασιλέων Φλαυίου Θεοδοσίου καὶ Φλαυίου Οὐαλεντινιανοῦ τῶν αἰωνίων αὐγούστων· εἰ δέ τι τούτων παρασαλεύσω ποτέ, ὑποκεῖσθαί με μετὰ παντὸς τοῦ οἴκου μου τῆι τῶν νόμων αὐστηρίαι. καὶ ὑπαναγνω‐
15σθείσης μοι τῆς ἐκθέσεως καὶ ἀρεσάσης, ὑπέγραψα χειρὶ ἐμῆι. Φαυστῖνος λαικὸς δὶς Φιλαδελφεύς, τεσσαρεσκαιδεκατίτης, ἐπιγνοὺς τὴν ἀληθῆ πίστιν τῆς ὀρθοδοξίας, παρακαλέσας τὸν ἁγιώτατον ἐπίσκοπον Θεοφάνιον, προσῆλθον τῆι καθολικῆι ἐκκλησίαι καὶ ἀναθεματίζω πᾶσαν αἵρεσιν, ἐξαιρέτως δὲ τὴν τῶν τεσσαρεσκαιδεκατιτῶν, εἰς ἣν πρότερον ἐπλανώμην, καὶ συντίθεμαι τῆι προγεγραμμένηι ἐκθέσει τῆς ὀρθοδόξου πίστεως,
20ἀναθεματίζων καὶ τοὺς μὴ ποιοῦντας τὴν ἁγίαν ἡμέραν τοῦ πάσχα καθὼς ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία ποιεῖ, ἐξομνύμενος τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα καὶ τὴν εὐσέ‐ βειαν καὶ νίκην τῶν δεσποτῶν τῆς οἰκουμένης Φλαυίου Θεοδοσίου καὶ Φλαυίου Οὐαλεντι‐ νιανοῦ τῶν αἰωνίων αὐγούστων· εἰ δέ τι τούτων παρασαλεύσω ποτέ, ὑποκεῖσθαί με τῆι τῶν νόμων αὐστηρίαι. καὶ ὑπαναγνωσθείσης μοι τῆς ἐκθέσεως, προσελθὼν μετὰ παντὸς
25τοῦ οἴκου μου τῆι εὐσεβεῖ ταύτηι πίστει ὑπέγραψα χειρὶ ἐμῆι. Δαμάλιος καὶ Ἀλέξανδρος, χεῖρα χρησάμενοι παρὰ Εὐτροπίου υἱοῦ Θεοδώρου τοῦ εὐλαβεστάτου διακόνου, ἐπιγνόντες τὴν ὀρθοδοξίαν καὶ παρακαλέσαντες τὸν εὐλαβέστατον ἐπίσκοπον Θεοφάνιον, προσήλθομεν τῆι καθολικῆι ἐκκλησίαι, ἀναθεματίζοντες πᾶσαν αἵρεσιν, ἐξαιρέτως δὲ τὴν τῶν τεσσαρεσκαιδεκατιτῶν, ἐν ἦι ἐπλανώμεθα, καὶ τοὺς μὴ ποιοῦντας
30τὴν ἁγίαν ἡμέραν τοῦ πάσχα καθὼς οἱ ὀρθόδοξοι. καὶ ὑπαναγνωσθείσης ἡμῖν τῆς ἐκ‐ θέσεως, ἐξομοσάμενοι τὸν σεβάσμιον ὅρκον τῆς ἁγίας τριάδος καὶ τὴν νίκην καὶ σωτηρίαν τῶν δεσποτῶν τῆς οἰκουμένης Φλαυίου Θεοδοσίου καὶ Φλαυίου Οὐαλεντινιανοῦ τῶν αἰω‐ νίων αὐγούστων μὴ παρασαλεῦσαί τι τῶν προγεγραμμένων καὶ πιστεύσαντες μετὰ τῶν οἴκων ἡμῶν, ὑπεγράψαμεν.
35Φλάυιος Νυμφιδιανὸς δὶς Φιλαδελφεύς, σχολαστικός, πᾶσι τοῖς δόγμασι καὶ τοῖς ἔθεσι

1,1,7

102

τοῖς οὖσι μὲν τῆς τῶν τεσσαρεσκαιδεσκατιτῶν αἱρέσεως, μὴ προσδεχομένοις δὲ τὰ παρὰ τῆς ὀρθοδόξου πίστεως ἀποτάττομαι, ὁμολογῶν κοινωνεῖν τῆι ὀρθοδόξωι πίστει ἐν πᾶσι καὶ ταύτην προσδέχεσθαι. Πολυχρόνιος Τατιανοῦ Φιλαδελφεύς, χεῖρα χρησάμενος παρὰ Φλαυίου Ἡσυχίου Κερδα‐
5νεπίου Φιλαδελφέως βουλευτοῦ διὰ τὸ βραδέως με γράφειν, ἐπιγνοὺς τὴν ὀρθοδοξίαν καὶ παρακαλέσας τὸν εὐλαβέστατον ἐπίσκοπον Θεοφάνιον, προσῆλθον τῆι καθολικῆι ἐκκλησίαι, ἀναθεματίσας πᾶσαν αἵρεσιν, ἐξαιρέτως δὲ τὴν τῶν τεσσαρεσκαιδεκατιτῶν, ἐν ἧι ἐπλα‐ νώμην, καὶ τοὺς μὴ ποιοῦντας τὴν ἁγίαν ἡμέραν τοῦ πάσχα καθὼς οἱ ὀρθόδοξοι. καὶ ὑπαναγνωσθείσης μοι τῆς ἐκθέσεως, ἐξωμοσάμην τὸν σεβάσμιον ὅρκον τῆς ἁγίας τριάδος
10καὶ τὴν νίκην καὶ σωτηρίαν τῶν δεσποτῶν τῆς οἰκουμένης Φλαυίου Θεοδοσίου καὶ Φλαυίου Οὐαλεντινιανοῦ τῶν αἰωνίων αὐγούστων μὴ παρασαλεῦσαί τι τῶν προγεγραμμένων, καὶ πιστεύσας μετὰ παντὸς τοῦ οἴκου μου, συμφωνεῖ μοι πάντα τὰ προγεγραμμένα. Εὐστάθιος Μαρκέλλου Φιλαδελφεύς, χρυσοχόος, τεσσαρεσκαιδεκατίτης, ἐπιγνοὺς τὴν ὀρθοδοξίαν καὶ παρακαλέσας τὸν ἁγιώτατον ἐπίσκοπον Θεοφάνιον, προσῆλθον οἰκείαι τῆι
15ἐμαυτοῦ γνώμηι καὶ προαιρέσει τῆι ἁγίαι τοῦ θεοῦ καθολικῆι καὶ ὀρθοδόξωι ἐκκλησίαι καὶ ἀναθεματίζω πᾶσαν αἵρεσιν, ἐξαιρέτως δὲ τὴν τῶν τεσσαρεσκαιδεκατιτῶν καὶ τοὺς μὴ ποιοῦντας τὴν ἁγίαν ἡμέραν τοῦ πάσχα καθὼς οἱ ὀρθόδοξοι, καὶ ἐξωμοσάμην τὴν ἁγίαν τριάδα καὶ τὴν εὐσέβειαν τῶν φιλοχρίστων βασιλέων Φλαυίου Θεοδοσίου καὶ Φλαυίου Οὐ‐ αλεντινιανοῦ τῶν αἰωνίων αὐγούστων, εἰ παρασαλεύσω τι τῶν προγεγραμμένων, ὑπεύθυνον
20εἶναί με τῆι τῶν νόμων αὐστηρίαι. καὶ ὑπέγραψα χειρὶ ἐμῆι. Εὐτύχιος δὶς Φιλαδελφεὺς ἐπιγνοὺς τὴν ὀρθοδοξίαν καὶ παρακαλέσας τὸν ἁγιώτατον ἐπίσκοπον Θεοφάνιον, προσῆλθον οἰκείαι τῆι ἐμαυτοῦ γνώμηι καὶ προαιρέσει τῆι ἁγίαι τοῦ θεοῦ καθολικῆι καὶ ὀρθοδόξωι ἐκκλησίαι καὶ ἀναθεματίζω πᾶσαν αἵρεσιν, ἐξαιρέτως δὲ τὴν τῶν τεσσαρεσκαιδεκατιτῶν καὶ τοὺς μὴ ποιοῦντας τὴν ἁγίαν ἡμέραν τοῦ πάσχα καθὼς οἱ
25ὀρθόδοξοι, καὶ ἐξωμοσάμην τὴν ἁγίαν τριάδα καὶ τὴν εὐσέβειαν τῶν φιλοχρίστων βασιλέων Φλαυίου Θεοδοσίου καὶ Φλαυίου Οὐαλεντινιανοῦ τῶν αἰωνίων αὐγούστων, εἰ παρασαλεύσω τι τῶν προγεγραμμένων, ὑποκεῖσθαί με τῆι τῶν νόμων αὐστηρίαι. καὶ ὑπέγραψα χειρὶ ἐμῆι. Στρατόνικος Ἀμμωνίου Φιλαδελφεύς, τεσσαρεσκαιδεκατίτης, ἐπιγνοὺς τὴν ὀρθοδοξίαν
30καὶ παρακαλέσας τὸν ἁγιώτατον ἐπίσκοπον Θεοφάνιον, προσῆλθον τῆι ἁγίαι τοῦ θεοῦ κα‐
θολικῆι τῶν ὀρθοδόξων ἐκκλησίαι καὶ ἀναθεματίζω πᾶσαν αἵρεσιν, ἐξαιρέτως δὲ τὴν τῶν

1,1,7

103

τεσσαρεσκαιδεκατιτῶν καὶ τοὺς μὴ ποιοῦντας τὴν ἁγίαν ἡμέραν τοῦ πάσχα καθὼς οἱ ὀρθό‐ δοξοι καὶ ἐξωμοσάμην τὴν ἁγίαν τριάδα καὶ τὴν εὐσέβειαν τῶν φιλοχρίστων βασιλέων Φλαυίου Θεοδοσίου καὶ Φλαυίου Οὐαλεντινιανοῦ τῶν αἰωνίων αὐγούστων, εἰ παρασαλεύσω τι τῶν προγεγραμμένων, ὑποκεῖσθαί με τῆι τῶν νόμων αὐστηρίαι. καὶ ὑπέγραψα διὰ
5τοῦ ἐγγόνου μου Ἀλεξάνδρου διὰ τὸ μὴ εἰδέναι με γράμματα. Θεοδώρητος καὶ Ἀλέξανδρος καὶ Φιλάδελφος ὑπογράψαντες δι’ ἑνὸς ἡμῶν τοῦ Ἀλεξάν‐ δρου, ἐπιγνόντες τὴν ὀρθοδοξίαν καὶ παρακαλέσαντες τὸν ἁγιώτατον ἐπίσκοπον Θεοφάνιον, προσήλθομεν τῆι ἁγίαι τοῦ θεοῦ καθολικῆι καὶ ἀποστολικῆι ἐκκλησίαι τῶν ὀρθοδόξων καὶ ἀναθεματίζομεν πᾶσαν αἵρεσιν, ἐξαιρέτως δὲ τὴν τῶν λεγομένων Καθαρῶν καὶ τοὺς μὴ
10ποιοῦντας τὴν ἁγίαν ἡμέραν τοῦ πάσχα καθὼς οἱ ὀρθόδοξοι καὶ ἐξωμοσάμεθα τὴν ἁγίαν τριάδα καὶ τὴν εὐσέβειαν καὶ νίκην τῶν δεσποτῶν τῆς οἰκουμένη Φλαυίου Θεοδοσίου καὶ Φλαυίου Οὐαλεντινιανοῦ τῶν αἰωνίων αὐγούστων, εἰ παρασαλεύσομέν τι τῶν προγεγραμ‐ μένων, ὑποκεῖσθαι ἡμᾶς τῆι τῶν νόμων αὐστηρίαι. καὶ ὑπαναγνωσθείσης ἡμῖν τῆς ἐκθέσεως ταύτης, ὑπεγράψαμεν.
15 Μαρῖνος Εὐηθίου χεῖρα χρησάμενος παρὰ Νεωτερίου ἀναγνώστου τῶν ὀρθοδόξων, ἐπιγνοὺς τὴν ὀρθοδοξίαν καὶ παρακαλέσας τὸν ἁγιώτατον ἐπίσκοπον Θεοφάνιον, προσῆλθον τῆι ἁγίαι καθολικῆι καὶ ἀποστολικῆι ἐκκλησίαι καὶ ἀναθεματίζω πᾶσαν αἵρεσιν καὶ τοὺς μὴ ποιοῦντας τὴν ἡμέραν τοῦ πάσχα καθὼς οἱ ὀρθόδοξοι· ἐξωμοσάμην τὸν θεῖον ὅρκον, καὶ εἰ παρασαλεύσω τι τῶν προγεγραμμένων, ὑποκεῖσθαί με τῆι τῶν νόμων αὐστηρίαι. καὶ
20ὑπέγραψα. Παδίκιος Φιλαδελφεὺς ὑπέγραψα χειρὶ ἐμῆι· ἐπιγνοὺς τὴν ὀρθοδοξίαν καὶ παρακαλέσας τὸν ἁγιώτατον ἐπίσκοπον Θεοφάνιον, προσῆλθον τῆι ἁγίαι τοῦ θεοῦ καθολικῆι καὶ ἀποστο‐ λικῆι τῶν ὀρθοδόξων ἐκκλησίαι καὶ ἀναθεματίζω πᾶσαν αἵρεσιν, ἐξαιρέτως δὲ τὴν τῶν τεσσαρεσκαιδεκατιτῶν καὶ τοὺς μὴ ποιοῦντας τὴν ἁγίαν ἡμέραν τοῦ πάσχα καθὼς οἱ ὀρθό‐
25δοξοι καὶ ἐξωμοσάμην τὸν σεβάσμιον ὅρκον, εἰ παρασαλεύσω τι τῶν προγεγραμμένων, ὑποκεῖσθαί με τῆι τῶν νόμων αὐστηρίαι. καὶ ὑπαναγνωσθείσης μοι τῆς ἐκθέσεως, ὑπέγραψα χειρὶ ἐμῆι. Κυριακὸς Φιλαδελφεύς, τῆς τῶν Ναυατιανῶν αἱρέσεως, ἐπιγνοὺς τὴν ὀρθοδοξίαν καὶ παρακαλέσας τὸν ἁγιώτατον ἐπίσκοπον Θεοφάνιον, προσῆλθον τῆι ἁγίαι τοῦ θεοῦ καθολικῆι
30τῶν ὀρθοδόξων ἐκκλησίαι καὶ ἀναθεματίζω πᾶσαν αἵρεσιν, ἐξαιρέτως δὲ τὴν τῶν Καθαρῶν καὶ ἐξωμοσάμην τὸν σεβάσμιον ὅρκον, εἰ παρασαλεύσω τι τῶν προγεγραμμένων, ὑποκεῖσθαί με τῆι τῶν νόμων αὐστηρίαι. καὶ ὑπαναγνωσθείσης μοι τῆς ἐκθέσεως ταύτης, ὑπέγραψα διὰ Εὐσεβίου τοῦ Καλλιοπίου Σύρου. Εὐξένιος Φιλαδελφεύς, Ναυατιανός, ἐπιγνοὺς τὴν ὀρθοδοξίαν καὶ παρακαλέσας τὸν
35ἁγιώτατον ἐπίσκοπον Θεοφάνιον, προσελθὼν τῆι ἁγίαι τοῦ θεοῦ καθολικῆι τῶν ὀρθοδόξων

1,1,7

104

ἐκκλησίαι, ἀναθεματίζω πᾶσαν αἵρεσιν καὶ ἐξωμοσάμην τὸν σεβάσμιον ὅρκον μὴ παρασα‐ λεῦσαί τι τῶν προγεγραμμένων. καὶ ὑπέγραψα χειρὶ ἐμῆι. Διομήδης οἰκῶν ἐν κώμηι Κάκκαβα, ἐπιγνοὺς τὴν ὀρθόδοξον πίστιν καὶ παρακαλέσας τὸν ἁγιώτατον ἐπίσκοπον Θεοφάνιον, προσῆλθον ἑκουσίαι τῆι ἐμαυτοῦ γνώμηι καὶ αὐθαι‐
5ρέτωι προαιρέσει τῆι ἁγίαι καθολικῆι καὶ ἀποστολικῆι ἐκκλησίαι καὶ ἀναθεματίζω πᾶσαν αἵρεσιν, ἐξαιρέτως δὲ τὴν τῶν τεσσαρεσκαιδεκατιτῶν, εἰς ἣν τὸ πρὶν ἐπλανώμην, καὶ ἐξό‐ μνυμι τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα καὶ τὴν νίκην καὶ εὐσέβειαν τῶν δεσποτῶν τῆς οἰκουμένης ἐμμεῖναί με τοῖς προγεγραμμένοις καὶ μὴ παρασαλεῦσαί τι, ἀλλ’ ἐν πᾶσι δια‐ φυλάττειν ἐμμένοντα τῆι ὀρθοδόξωι πίστει· εἰ δὲ φανείην ποτὲ παρασαλεύων τι τῶν προ‐
10γεγραμμένων, ὑποκεῖσθαί με τῆι τῶν νόμων αὐστηρίαι. ἐπακούσας τῆς ἐκθέσεως ὑπέ‐ γραψα χειρὶ ἐμῆι. Ἰουλιανὸς δὶς Φιλαδελφεύς, ἐπιγνοὺς τὴν ὀρθοδοξίαν, προσῆλθον τῆι ἁγίαι τοῦ θεοῦ καθολικῆι τῶν ὀρθοδόξων ἐκκλησίαι καὶ ἀναθεματίζω πᾶσαν αἵρεσιν, ἐξαιρέτως δὲ τὴν τῶν τεσσαρεσκαιδεκατιτῶν καὶ ἐξόμνυμι τὸν σεβάσμιον ὅρκον καὶ τὴν εὐσέβειαν τῶν φιλοχρίστων
15βασιλέων, εἰ παρασαλεύσω τι τῶν προγεγραμμένων, ὑποκεῖσθαί με τῆι τῶν νόμων αὐστηρίαι. καὶ ἀρεσθεὶς ὑπέγραψα διὰ Μαρτυρίου ἀναγνώστου. Εὐτύχιος χωρίου Αὔλακος, ἔξαρχος τῆς τῶν τεσσαρεσκαιδεκατιτῶν αἱρέσεως, ἐπιγνοὺς τὴν ἀληθῆ πίστιν τῆς ὀρθοδοξίας καὶ παρακαλέσας τὸν ἁγιώτατον ἐπίσκοπον Θεοφάνιον καὶ τὸν εὐλαβέστατον χωρεπίσκοπον Ἰάκωβον καὶ τὸν εὐλαβέστατον πρεσβύτερον καὶ οἰκονόμον
20Χαρίσιον, προσῆλθον τῆι ἁγίαι καθολικῆι ἐκκλησίαι καὶ ἀναθεματίζω πᾶσαν αἵρεσιν, ἐξαιρέτως δὲ τὴν τῶν τεσσαρεσκαιδεκατιτῶν, εἰς ἣν τὸ πρότερον ἐπλανώμην, καὶ συντίθεμαι τῆι προ‐ γεγραμμένηι ἐκθέσει τῆς ὀρθοδόξου πίστεως, ἀναθεματίζων καὶ τοὺς μὴ ποιοῦντας τὴν ἁγίαν ἡμέραν τοῦ πάσχα καθὼς ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία ποιεῖ, ἐξομνύμενος τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα καὶ τὴν εὐσέβειαν καὶ νίκην τῶν δεσποτῶν τῆς οἰκουμένης
25Φλαυίου Θεοδοσίου καὶ Φλαυίου Οὐαλεντινιανοῦ τῶν αἰωνίων αὐγούστων· εἰ δέ τι τούτων παρασαλεύσω ποτέ, ὑποκεῖσθαί με τῆι τῶν νόμων αὐστηρίαι. καὶ ὑπέγραψα χειρὶ ἐμῆι. Πατρίκιος δευτερόπρεσβυς κώμης Παραδιοξύλου, χεῖρα χρησάμενος παρὰ Μαξίμου τοῦ συμπρεσβυτέρου διὰ τὸ ἐμὲ γράμματα μὴ εἰδέναι, ἐπιγνοὺς τὴν ἀληθῆ πίστιν τῆς ὀρθοδοξίας
καὶ παρακαλέσας τὸν ἁγιώτατον καὶ θεοφιλέστατον ἐπίσκοπον Θεοφάνιον καὶ τὸν εὐλαβέ‐

1,1,7

105

στατον χωρεπίσκοπον Ἰάκωβον καὶ τὸν εὐλαβέστατον πρεσβύτερον καὶ οἰκονόμον Χαρίσιον ἀξιώσας καὶ παρακαλέσας προσφάτως κοινωνῆσαι τῆι ἁγίαι τοῦ θεοῦ καθολικῆι ἐκκλησίαι τῆς τῶν ὀρθοδόξων πίστεως καὶ ἀναθεματίζω πᾶσαν αἵρεσιν, ἐξαιρέτως δὲ τὴν τῶν τεσσα‐ ρεσκαιδεκατιτῶν καὶ τοὺς μὴ ποιοῦντας τὴν ἡμέραν [τοῦ θεοῦ] τὴν ἁγίαν τοῦ πάσχα καθὼς
5ἡ καθολικὴ τοῦ θεοῦ ἐκκλησία, καὶ ἐξωμοσάμην τὴν ἁγίαν καὶ ζωοποιὸν τριάδα καὶ τὴν εὐσέβειαν καὶ νίκην τῶν δεσποτῶν τῆς οἰκουμένης Φλαυίου Θεοδοσίου καὶ Φλαυίου Οὐαλεν‐ τινιανοῦ τῶν αἰωνίων αὐγούστων· εἰ δέ τι τούτων παρασαλεύσω, ὑποκείσομαι τῆι τῶν νόμων αὐστηρίαι. Ζήνων χωρίου Σαγαρίου Πυθᾶ, τῆς τῶν τεσσαρεσκαιδεκατιτῶν αἱρέσεως, ἐπιγνοὺς
10τὴν ἀληθῆ πίστιν τῆς ὀρθοδοξίας καὶ παρακαλέσας τὸν ἁγιώτατον ἐπίσκοπον Θεοφάνιον καὶ τὸν εὐλαβέστατον χωρεπίσκοπον Ἰάκωβον καὶ τὸν εὐλαβέστατον πρεσβύτερον καὶ οἰκο‐ νόμον Χαρίσιον, προσῆλθον τῆι ἁγίαι καὶ καθολικῆι ἐκκλησίαι καὶ ἀναθεματίζω πᾶσαν αἵρεσιν, ἐξαιρέτως δὲ τὴν τῶν τεσσαρεσκαιδεκατιτῶν, εἰς ἣν τὸ πρότερον ἐπλανώμην, καὶ συντίθεμαι τῆι προγεγραμμένηι ἐκθέσει τῆς ὀρθοδοξίας, ἀναθεματίζων καὶ τοὺς μὴ ποιοῦντας
15τὴν ἁγίαν ἡμέραν τοῦ πάσχα καθὼς ἡ ἁγία καθολικὴ ἐκκλησία ποιεῖ, ἐξομνύμενος τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα καὶ τὴν εὐσέβειαν καὶ νίκην τῶν δεσποτῶν τῆς οἰκουμένης Φλαυίου Θεοδοσίου καὶ Φλαυίου Οὐαλεντινιανοῦ τῶν αἰωνίων αὐγούστων· εἰ δέ τι τούτων παρασα‐ λεύσω ποτέ, ὑποκεῖσθαί με τῆι τῶν νόμων αὐστηρίαι. τὴν δὲ χεῖρα ἔχρησα ὑπὲρ αὐτοῦ Φλαύιος Παλλάδιος διὰ τὸ αὐτὸν παρόντα λέγειν γράμματα μὴ εἰδέναι.
20 Τούτων τοίνυν ἀναγνωσθέντων, ὥρισεν ἡ ἁγία σύνοδος ἑτέραν πίστιν μηδενὶ ἐξεῖναι προφέρειν ἢ γοῦν συγγράφειν ἢ συντιθέναι παρὰ τὴν ὁρισθεῖσαν παρὰ τῶν ἁγίων πατέρων τῶν ἐν τῆι Νικαέων συναχθέντων σὺν ἁγίωι πνεύματι· τοὺς δὲ τολμῶντας ἢ συντιθέναι πίστιν ἑτέραν ἢ γοῦν προκομίζειν ἢ προφέρειν τοῖς ἐθέλουσιν ἐπιστρέφειν εἰς ἐπίγνωσιν τῆς ἀληθείας ἢ ἐξ Ἑλληνισμοῦ ἢ ἐξ Ἰουδαισμοῦ ἢ γοῦν ἐξ αἱρέσεως οἱασδηποτοῦν, τού‐
25τους, εἰ μὲν εἶεν ἐπίσκοποι ἢ κληρικοί, ἀλλοτρίους εἶναι τοὺς ἐπισκόπους τῆς ἐπισκοπῆς

1,1,7

106

καὶ τοὺς κληρικοὺς τοῦ κλήρου· εἰ δὲ λαικοὶ εἶεν, ἀναθεματίζεσθαι. κατὰ τὸν ἴσον δὲ τρόπον, εἰ φωραθεῖέν τινες εἴτε ἐπίσκοποι εἴτε κληρικοὶ εἴτε λαικοὶ ἢ φρονοῦντες ἢ διδά‐ σκοντες τὰ ἐν τῆι προκομισθείσηι ἐκθέσει παρὰ Χαρισίου τοῦ πρεσβυτέρου περὶ τῆς ἐναν‐ θρωπήσεως τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ ἢ γοῦν τὰ μιαρὰ καὶ διεστραμμένα Νεστορίου
5δόγματα, ἃ καὶ ὑποτέτακται, ὑποκείσθωσαν τῆι ἀποφάσει τῆς ἁγίας ταύτης καὶ οἰκουμενικῆς συνόδου, ὥστε δηλονότι τὸν μὲν ἐπίσκοπον ἀλλοτριοῦσθαι τῆς ἐπισκοπῆς καὶ εἶναι καθηι‐ ρημένον, τὸν δὲ κληρικὸν ὁμοίως ἐκπίπτειν τοῦ κλήρου· εἰ δὲ λαικός τις εἴη, καὶ οὗτος ἀναθεματιζέσθω καθὰ προείρηται. Ἐκ τοῦ βιβλίου αὐτοῦ Νεστορίου τετράδος ιζ εἰς δόγμα
10 Ὅταν οὖν ἡ θεία γραφὴ μέλληι λέγειν ἢ γέννησιν τοῦ Χριστοῦ τὴν ἐκ τῆς μακαρίας παρθένου ἢ θάνατον, οὐδαμοῦ φαίνεται τιθεῖσα τὸ θεός, ἀλλ’ ἢ Χριστός ἢ υἱός ἢ κύριος, ἐπειδὴ ταῦτα τὰ τρία τῶν φύσεων ἐστὶ σημαντικὰ τῶν δύο, ποτὲ μὲν ταύτης, ποτὲ δὲ ἐκείνης, ποτὲ δὲ ταύτης κἀκείνης. οἷόν τι λέγω, ὅταν τὴν ἐκ παρθένου γέννησιν ἡμῖν ἡ γραφὴ διηγῆται, τί λέγει; ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτο. οὐκ εἶπεν·
15ἐξαπέστειλεν ὁ θεὸς τὸν θεὸν λόγον, ἀλλὰ λαμβάνει τὸ ὄνομα τὸ μηνῦον τὰς φύσεις τὰς δύο. ἐπειδὴ γὰρ ὁ υἱὸς ἄνθρωπός ἐστι καὶ θεός, λέγει· ἐξαπέστειλε τὸν υἱὸν αὐ‐ τοῦ γενόμενον ἐκ γυναικός, ἵν’ ὅταν ἀκούσηις τὸ γενόμενον ἐκ γυναικός, εἶτα ἴδηις τὸ ὄνομα προκείμενον τὸ μηνῦον τὰς φύσεις τὰς δύο, τὴν γέννησιν τὴν ἐκ τῆς μα‐ καρίας παρθένου υἱοῦ μὲν καλῆις· υἱὸν γὰρ ἐγέννησε θεοῦ καὶ ἡ Χριστοτόκος παρθένος,
20ἀλλ’ ἐπειδήπερ ὁ υἱὸς τοῦ θεοῦ διπλοῦς ἐστι κατὰ τὰς φύσεις, οὐκ ἐγέννησε μὲν τὸν υἱὸν τοῦ θεοῦ, ἀλλ’ ἐγέννησε τὴν ἀνθρωπότητα, ἥτις ἐστὶν υἱὸς διὰ τὸν συνημμένον υἱόν. Ὁμοίως τοῦ αὐτοῦ τετράδος κα Βλέπε τὸ συμβαῖνον, αἱρετικέ. οὐ φθονῶ τῆς φωνῆς τῆι Χριστοτόκωι παρθένωι, ἀλλ’ οἶδα σεβασμίαν τὴν δεξαμένην θεόν, δι’ ἧς προῆλθεν ὁ τῶν ὅλων δεσπότης, δι’ ἧς
25ἀνέλαμψεν ὁ τῆς δικαιοσύνης ἥλιος. πάλιν ὑποπτεύω τὸν κρότον· πῶς τὸ προῆλθεν ἐνοήσατε; οὐκ εἴρηταί μοι τὸ προῆλθεν ἀντὶ τοῦ ἐγεννήθη· οὐ γὰρ οὕτω ταχέως ἐπι‐ λανθάνομαι τῶν ἰδίων. τὸ προελθεῖν τὸν θεὸν ἐκ τῆς Χριστοτόκου παρθένου παρὰ τῆς
θείας ἐδιδάχθην γραφῆς, τὸ δὲ γεννηθῆναι θεὸν ἐξ αὐτῆς οὐδαμοῦ ἐδιδάχθην.

1,1,7

107

Καὶ μεθ’ ἕτερα· Οὐδαμοῦ τοίνυν ἡ θεία γραφὴ θεὸν ἐκ τῆς Χριστοτόκου παρθένου λέγει γεγεννῆσθαι, ἀλλὰ Ἰησοῦν Χριστὸν υἱὸν κύριον. ταῦτα πάντες ὁμολογῶμεν· ἃ γὰρ ἐδίδαξεν ἡ θεία γραφή, ἄθλιος ὁ μὴ εὐθὺς δεχόμενος. ἐγερθεὶς παράλαβε τὸ παι‐ δίον καὶ τὴν μητέρα αὐτο. αὕτη τῶν ἀγγέλων ἡ φωνή· τάχα δὲ μᾶλλον σοῦ τὰ
5κατὰ τὴν γέννησιν ἤιδεσαν οἱ ἀρχάγγελοι. ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτο. οὐκ εἶπεν· ἐγερθεὶς παράλαβε τὸν θεὸν καὶ τὴν μητέρα αὐτοῦ. Ὁμοίως τοῦ αὐτοῦ τετράδος κδ Ὅπερ οὖν ἐλέγομεν μὴ φοβηθῆις παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῆι γεννηθέν εἴτε διὰ τοῦ ἑνὸς νῦ εἴτε διὰ τῶν δύο, τῶι νοήματι οὐδὲν
10λυμαίνεται (τὸ γὰρ ἐν αὐτῆι τεχθὲν ἐκ πνεύματός ἐστιν ἁγίου), ἐὰν δὲ εἴπωμεν ὅτι ὁ θεὸς λόγος ἐγεννήθη ἐν τῆι γαστρί. ἄλλο γάρ ἐστι τὸ συνεῖναι τῶι γεννωμένωι καὶ ἄλλο τὸ γεννᾶσθαι. τὸ γὰρ ἐν αὐτῆι, φησί, γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου, τουτέστι τὸ πνεῦμα τὸ ἅγιον ἔκτισε τὸ ἐν αὐτῆι. εἶδον οὖν οἱ πατέρες, ὡς ἐπιστήμονες τῶν θείων γραφῶν, ὅτι ἐὰν ἐπὶ τοῦ σαρκωθέντος θῶμεν τὸ γεννηθέντα, εὑρίσκεται ἢ υἱὸς
15τοῦ πνεύματος ὁ θεὸς λόγος ἢ δύο πατέρας ἔχων, ἢ διὰ τοῦ ἑνὸς νῦ εὑρεθήσεται ὁ θεὸς λόγος κτίσμα τοῦ πνεύματος ὤν. φεύγοντες οὖν τὴν τῆς γεννήσεως λέξιν, ἔθηκαν ‹τὸν κατελθόντα δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν καὶ σαρκωθέντα›. τί ἐστι σαρκωθέντα; οὐ τραπέντα ἀπὸ τῆς θεότητος εἰς σάρκα· τῶι σαρκωθέντα ἐκ πνεύ‐ ματος ἁγίου ἠκολούθησαν τῶι εὐαγγελιστῆι. καὶ γὰρ ὁ εὐαγγελιστὴς ἐλθὼν εἰς τὴν
20ἐνανθρώπησιν ἔφυγε γέννησιν εἰπεῖν ἐπὶ τοῦ λόγου καὶ τέθεικε σάρκωσιν. ποῦ; ἄκουσον· καὶ ὁ λόγος σὰρξ ἐγένετο. οὐκ εἶπεν· ὁ λόγος διὰ σαρκὸς ἐγεννήθη· ὅπου μὲν γὰρ μνημονεύουσιν ἢ οἱ ἀπόστολοι ἢ οἱ εὐαγγελισταὶ τοῦ υἱοῦ, τιθέασιν ὅτι ἐγεννήθη ἐκ γυναικός. πρόσεχε τῶι λεγομένωι, παρακαλῶ. ὅπου λέγουσι τὸ ὄνομα τοῦ υἱοῦ καὶ ὅτι ἐγεννήθη ἐκ γυναικός, τιθέασι τὸ ἐγεννήθη· ὅπου δὲ μνημονεύουσι τοῦ λόγου, οὐδεὶς
25αὐτῶν ἐτόλμησεν εἰπεῖν γέννησιν διὰ τῆς ἀνθρωπότητος. ἄκουε· ὁ μακάριος εὐαγγε‐ λιστὴς Ἰωάννης ἐλθὼν εἰς τὸν λόγον καὶ τὴν ἐνανθρώπησιν τὴν αὐτοῦ, ἄκουσον οἷά φησιν· ὁ λόγος σὰρξ ἐγένετο, τουτέστιν ἀνέλαβε σάρκα, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, του‐ τέστι τὴν ἡμετέραν ἐνεδύσατο φύσιν 〈καὶ〉 ἐνώικησεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτο, τοῦ υἱοῦ. οὐκ εἶπεν· ἐθεασάμεθα τὴν γέννησιν τοῦ λόγου.
30Ὁμοίως τοῦ αὐτοῦ τετράδος ιε εἰς δόγμα Οὕτω καὶ τὸν κατὰ σάρκα Χριστὸν ἐκ τῆς πρὸς τὸν θεὸν λόγον συναφείας θεὸν ὀνομάζομεν, τὸ φαινόμενον εἰδότες ὡς ἄνθρωπον. ἄκουσον ἀμφότερα τοῦ Παύλου κη‐ ρύττοντος· ἐξ Ἰουδαίων, φησίν, ὁ Χριστὸς τὸ κατὰ σάρκα ὁ ὢν ἐπὶ πάντων θεός. ὁμολογεῖ τὸν ἄνθρωπον πρότερον καὶ τότε τῆι τοῦ θεοῦ συναφείαι θεολογεῖ τὸ φαινόμενον,
35ἵνα μηδεὶς ἀνθρωπολάτρην τὸν Χριστιανισμὸν ὑποπτεύηι.

1,1,7

108

Ὁμοίως τοῦ αὐτοῦ τετράδος κζ Ἀλλ’ ὥσπερ ἐλέγομεν θεὸν τὸν πάντων δημιουργὸν καὶ θεὸν τὸν Μωυσέα θεὸν γάρ φησι τέθεικά σε τοῦ Φαραώ) καὶ υἱὸν τὸν Ἰσραὴλ τοῦ θεοῦ (υἱὸς γάρ φησι πρω‐ τότοκός μου Ἰσραήλ) καὶ ὥσπερ ἐλέγομεν Χριστὸν τὸν Σαούλ (οὐ μὴ γάρ φησιν
5ἐπιβάλω τὴν χεῖρά μου ἐπ’ αὐτόν, ὅτι Χριστὸς κυρίου ἐστίν) καὶ τὸν Κῦρον ὡσαύτως (τάδε λέγει φησὶ κύριος τῶι Χριστῶι μου Κύρωι) καὶ τὸν Βαβυλώνιον ἅγιον (ἐγὼ γάρ φησι συντάξω αὐτοῖς· ἡγιασμένοι εἰσὶ κἀγὼ ἄγω αὐτούς), οὕτω λέγομεν καὶ τὸν δεσπότην Χριστὸν καὶ θεὸν καὶ υἱὸν καὶ ἅγιον καὶ Χριστόν· ἀλλ’ ἡ μὲν κοινωνία τῶν ὀνομάτων ὁμοία, οὐχ ἡ αὐτὴ δὲ ἀξία.
10Ὁμοίως τοῦ αὐτοῦ τετράδος ιε Τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῶι Ἰησο, ὃς ἐν μορφῆι θεοῦ ὑπάρχων ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών. οὐκ εἶπε· τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν τῶι θεῶι λόγωι, ὃς ἐν μορφῆι θεοῦ ὑπάρχων μορφὴν δούλου ἔλαβεν· ἀλλὰ λαβὼν τὸ Χριστός ὡς τῶν δύο φύσεων προσηγορίαν σημαντικήν, ἀκινδύνως αὐτὸν
15καὶ δούλου μορφήν, ἣν ἔλαβε, καὶ θεὸν ὀνομάζει, τῶν λεγομένων εἰς τὸ τῶν φύσεων ἀλήπτως μεριζομένων διπλοῦν. Ὁμοίως τοῦ αὐτοῦ τετράδος ιϛ Ἵνα ἐν τῶι ὀνόματι Ἰησο, φησί, πᾶν γόνυ κάμψηι ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος
20Ἰησοῦς Χριστός. διὰ τὸν φοροῦντα τὸν φορούμενον σέβω· διὰ τὸν κεκρυμμένον προσκυνῶ τὸν φαινόμενον. ἀχώριστος τοῦ φαινομένου θεός· διὰ τοῦτο τοῦ μὴ χωρι‐ ζομένου τὴν τιμὴν οὐ χωρίζω. χωρίζω τὰς φύσεις, ἀλλ’ ἑνῶ τὴν προσκύνησιν. Ὁμοίως τοῦ αὐτοῦ τετράδος ιζ εἰς δόγμα Ἦν μὲν γὰρ ὁ θεὸς λόγος καὶ πρὸ τῆς ἐνανθρωπήσεως καὶ υἱὸς καὶ θεὸς καὶ συνὼν
25τῶι πατρί, ἀνέλαβε δὲ ἐν ὑστέροις καιροῖς τὴν τοῦ δούλου μορφήν. ἀλλ’ ὢν πρὸ τού‐ του υἱὸς καὶ καλούμενος, μετὰ τὴν ἀνάληψιν οὐ δύναται καλεῖσθαι κεχωρισμένος υἱός, ἵνα μὴ δύο υἱοὺς δογματίσωμεν· ἀλλ’ ἐπειδήπερ ἐκείνωι συνῆπται τῶι ἐν ἀρχῆι ὄντι υἱῶι τῶι πρὸς αὐτὸν συναφθέντι, οὐ δύναται κατὰ τὸ ἀξίωμα τῆς υἱότητος διαίρεσιν δέξασθαι, κατὰ τὸ ἀξίωμα φημὶ τῆς υἱότητος, οὐ κατὰ τὰς φύσεις. διὰ τοῦτο καὶ Χριστὸς ὁ θεὸς
30λόγος ὀνομάζεται, ἐπειδήπερ ἔχει τὴν συνάφειαν τὴν πρὸς τὸν Χριστὸν διηνεκῆ. Ὁμοίως τοῦ αὐτοῦ τετράδος ιε εἰς δόγμα Ἀσύγχυτον τοίνυν τὴν τῶν φύσεων τηρῶμεν συνάφειαν· ὁμολογῶμεν τὸν ἐν ἀν‐ θρώπωι θεόν· σέβωμεν τὸν τῆι θείαι συναφείαι τῶι παντοκράτορι θεῶι συμπροσκυνούμενον
ἄνθρωπον.

1,1,7

109

Ὁμοίως τοῦ αὐτοῦ τετράδος ϛ Σκόπει καὶ τὸ τούτοις εὐθὺς συναπτόμενον· ἵνα ἐλεήμων, φησί, γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν θεόν. ἐν ὧι γὰρ πέπονθεν αὐτὸς πει‐ ρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι. οὐκοῦν ὁ παθὼν ἀρχιερεὺς
5ἐλεήμων· παθητὸς δὲ ὁ ναός, οὐχ ὁ ζωοποιὸς τοῦ πεπονθότος θεός. Ὁμοίως τοῦ αὐτοῦ τετράδος κζ Ἵνα μάθητε, φησίν, ὡς σφοδρά τις τῆς θεότητος ὑπῆρχε συνάφεια, καὶ ἐν βρέφει τῆς δεσποτικῆς καθορωμένης σαρκός. ἦν γὰρ ὁ αὐτὸς καὶ βρέφος καὶ τοῦ βρέφους δεσπότης. ἐπηινέσατε τὴν φωνήν· ἀλλὰ μηδὲ αὐτὴν ἀβασανίστως κροτεῖτε. εἶπον
10γάρ· ὁ αὐτὸς ἦν βρέφος καὶ τοῦ βρέφους οἰκήτωρ. Ὁμοίως τοῦ αὐτοῦ τετράδος α Κοιναὶ γὰρ αἱ τῆς τριάδος ἐνέργειαι καὶ μόναις ὑποστάσεσι τὴν διαίρεσιν ἔχουσαι. ἡ γοῦν τοῦ μονογενοῦς εὐδοξία ποτὲ μὲν τῶι πατρὶ περιῆπται (ἔστι γάρ φησιν, ὁ πατήρ μου ὁ δοξάζων με), ποτὲ δὲ τῶι πνεύματι (τὸ πνεῦμα γάρ φησι, τῆς ἀληθείας
15ἐμὲ δοξάσει), ποτὲ δὲ τῆι Χριστοῦ δυναστείαι. Ὁμοίως τοῦ αὐτοῦ τετράδος ιϛ Περὶ τοῦ Ἰησοῦ λέγων· Οὗτος ὁ λέγων· θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέ‐ λιπες; οὗτος ὁ τριήμερον τελευτὴν ὑπομείνας· προσκυνῶ δὲ σὺν τῆι θεότητι τοῦτον ὡς τῆς θείας συνεργὸν αὐθεντίας.
20 Καὶ μεθ’ ἕτερα· Διὰ τὸν φοροῦντα τὸν φορούμενον σέβω· διὰ τὸν κεκρυμμένον προσκυνῶ τὸν φαινόμενον. ἀχώριστος τοῦ φαινομένου θεός· διὰ τοῦτο τοῦ μὴ χωρι‐ ζομένου τὴν τιμὴν οὐ χωρίζω. χωρίζω τὰς φύσεις, ἀλλ’ ἑνῶ τὴν προσκύνησιν. οὐ καθ’ ἑαυτὸ θεὸς τὸ πλασθὲν ἐπὶ μήτρας· οὐ καθ’ ἑαυτὸ θεὸς τὸ κτισθὲν ἐκ τοῦ πνεύματος· οὐ καθ’ ἑαυτὸ θεὸς τὸ ταφὲν ἐπὶ μνήματος· οὕτω γὰρ ἂν ἦμεν ἀνθρωπολάτραι καὶ νεκρο‐
25λάτραι σαφεῖς. ἀλλ’ ἐπειδήπερ ἐν τῶι ληφθέντι θεός, ἐκ τοῦ λαβόντος ὁ ληφθείς, ὡς τῶι λαβόντι συναφθείς, συγχρηματίζει θεός. Ὁμοίως τοῦ αὐτοῦ τετράδος γ κατὰ αἱρετικῶν Περὶ τοῦ πνεύματος λέγων· Πῶς γὰρ ἂν εἴη δοῦλον, φησί, τὸ μετὰ υἱοῦ καὶ πατρὸς ἐργαζόμενον; κἂν ζητῆι τις τὰς τοῦ πνεύματος πράξεις, εὑρήσει τῶν τοῦ υἱοῦ καὶ πα‐
30τρὸς κατ’ οὐδὲν λειπομένας, οὐχ ὡς τῆς μιᾶς μεριζομένης θεότητος, ἀλλὰ τῆς θείας γραφῆς τὰ τῆς μιᾶς ἰσχύος καὶ καθ’ ἑκάστην μεριζομένης ὑπόστασιν εἰς ἀπόδειξιν τοῦ τῆς τριάδος
ὁμοίου. καί μοι σκόπει τὸ ὅμοιον ἐκ τῶν ἐν ἔργοις καιρίων ἀρξάμενον. ὁ θεὸς

1,1,7

110

λόγος ἐγένετο σὰρξ καὶ ἐσκήνωσεν ἐν ἡμῖν. συνεκάθισεν ἑαυτῶι τὴν ἀνα‐ ληφθεῖσαν ὁ πατὴρ ἀνθρωπότητα· εἶπε γάρ φησιν, ὁ κύριος τῶι κυρίωι μου· κάθου ἐκ δεξιῶν μου. τὴν τοῦ ἀναληφθέντος τὸ πνεῦμα κατελθὸν συνεκρότησε δόξαν· ὅταν γάρ φησιν, ἔλθηι τὸ πνεῦμα τῆς ἀληθείας, ἐκεῖνος ἐμὲ δοξάσει.
5Ὁμοίως τοῦ αὐτοῦ τετράδος ϛ Περὶ Χριστοῦ λέγων ὅτι ἀπεστάλη κηρῦξαι αἰχμαλώτοις ἄφεσιν ὡς [ὁ] ἀπόστολος, ἐπιφέρει καί φησιν· Οὗτος ὁ πιστὸς τῶι θεῶι πεποιημένος ἀρχιερεύς (ἐγένετο γὰρ οὗτος, οὐκ ἀιδίως προῆν)· οὗτος ὁ κατὰ μικρὸν εἰς ἀρχιερέως, αἱρετικέ, προκόψας ἀξίωμα. καὶ ἄκουε σαφεστέρας σοι τοῦτο διαβοώσης φωνῆς· ἐν ταῖς ἡμέραις,
10φησί, τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώιζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσε‐ νεγκὼν καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὢν υἱός, ἔμαθεν ἀφ’ ὧν ἔπαθεν, τὴν ὑπακοὴν καὶ τελειωθεὶς ἐγένετο τοῖς ὑπακούουσιν αὐτῶι πᾶσιν αἴτιος σωτηρίας αἰωνίου. τελειοῦται δὲ τὸ κατὰ μικρὸν προκόπτον,
15αἱρετικέ. περὶ οὗ καὶ Ἰωάννης ἐν τοῖς εὐαγγελίοις βοᾶι· Ἰησοῦς προέκοπτεν ἡλικίαι καὶ σοφίαι καὶ χάριτι· οἷς σύμφωνα καὶ Παῦλος φθεγγόμενος τελειωθείς, φησίν, ἐγένετο πᾶσι τοῖς ὑπακούουσιν αὐτῶι αἴτιος σωτηρίας αἰωνίου, προσαγορευθεὶς ὑπὸ τοῦ θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ. Καὶ μεθ’ ἕτερα· Καὶ ἀρχιερεὺς κεκλημένος. τί οὖν ἀνθερμηνεύεις τῶι Παύλωι, τὸν
20ἀπαθῆ θεὸν λόγον ἐπιγείωι καταμιγνὺς ὁμοιώματι καὶ παθητὸν ἀρχιερέα ποιῶν; Ὁμοίως τοῦ αὐτοῦ τετράδος ζ Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῶι ποιήσαντι αὐτόν.
25 Καὶ μεθ’ ἕτερα· Ὄντος οὖν ἡμῖν τούτου μόνου ἀρχιερέως συμπαθοῦς καὶ συγγενοῦς καὶ βεβαίου, τῆς εἰς αὐτὸν μὴ παρατρέπεσθε πίστεως. αὐτὸς γὰρ ἡμῖν τῆς ἐπηγγελμένης εὐλογίας ἐκ σπέρματος Ἁβραὰμ ἀπεστάλη ὡς ὑπὲρ ἑαυτοῦ καὶ τοῦ γένους τὴν τοῦ σώματος θυσίαν συνεπαγόμενος. Σημειωτέον ὅτι ὁμολογήσας πάντα ἀρχιερέα δεῖσθαι θυσίας καὶ ὑπεξελὼν τὸν Χριστὸν
30ὡς μὴ δεόμενον, ἐν τούτοις φησὶν ὑπὲρ ἑαυτοῦ προσφέρειν καὶ τοῦ γένους τὴν θυσίαν. Ὁμοίως τοῦ αὐτοῦ τετράδος δ Ἀκούσατε τοίνυν προσέχοντες τοῖς ῥητοῖς. ὁ τρώγων μου, φησί, τὴν σάρκα. μνημονεύετε ὅτι περὶ τῆς σαρκός ἐστι τὸ λεγόμενον καὶ ὅτι οὐ παρ’ ἐμοῦ προστέθειται τὸ τῆς σαρκὸς ὄνομα, ὥστε μὴ δοκεῖν ἐκείνοις παρερμηνεύειν. ὁ τρώγων μου τὴν
35σάρκα καὶ πίνων μου τὸ αἷμα. μὴ εἶπεν· ὁ τρώγων μου τὴν θεότητα καὶ πίνων

1,1,7

111

μου τὴν θεότητα; ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῶι. Καὶ μεθ’ ἕτερα· Ἀλλ’ ἐπὶ τὸ προκείμενον. ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῶι. μνημονεύετε ὅτι περὶ τῆς
5σαρκὸς τὸ λεγόμενον. καθὼς ἀπέστειλέ με ὁ ζῶν πατήρ, ἐμὲ τὸν φαινόμενον. ἀλλ’ ἐνίοτε παρερμηνεύω· ἀκούσωμεν ἐκ τῶν ἑξῆς. καθὼς ἀπέστειλέ με ὁ ζῶν πατήρ. ἐκεῖνος λέγει τὴν θεότητα, ἐγὼ τὴν ἀνθρωπότητα· ἴδωμεν τίς ὁ παρερμηνεύων. καθὼς ἀπέστειλέ με ὁ ζῶν πατήρ. λέγει ὁ αἱρετικός· ἐνταῦθα τὴν θεότητα λέγει· ἀπέστειλέ με, φησί, τὸν θεὸν λόγον. καθὼς ἀπέστειλέ με ὁ ζῶν
10πατήρ, κατ’ ἐκείνους κἀγὼ ζ, ὁ θεὸς λόγος, διὰ τὸν πατέρα. εἶτα τὸ μετὰ τοῦτο· καὶ ὁ τρώγων με κἀκεῖνος ζήσεται. τίνα ἐσθίομεν, τὴν θεότητα ἢ τὴν σάρκα; Ὁμοίως τοῦ αὐτοῦ τετράδος ιϛ Καὶ ὅλως, φησίν, εἰ πᾶσαν ὁμοῦ τὴν καινὴν μεταλλεύοις, οὐκ ἂν εὕροις οὐδαμοῦ
15παρὰ ταύτηι τὸν θάνατον τῶι θεῶι προσαπτόμενον, ἀλλ’ ἢ Χριστῶι ἢ υἱῶι ἢ κυρίωι. τὸ γὰρ Χριστός καὶ τὸ υἱός καὶ τὸ κύριος, ἐπὶ τοῦ μονογενοῦς παρὰ τῆς γραφῆς λαμβα‐ νόμενον, τῶν φύσεων ἐστὶ τῶν δύο σημαντικὸν καὶ ποτὲ μὲν δηλοῦν τὴν θεότητα, ποτὲ δὲ τὴν ἀνθρωπότητα, ποτὲ δὲ ἀμφότερα, οἷον ὅταν Παῦλος ἐπιστέλλων κηρύττηι ἐχθροὶ ὄντες κατηλλάγημεν τῶι θεῶι διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτο, τὴν ἀνθρω‐
20πότητα βοᾶι τοῦ υἱοῦ· ὅταν δὲ λέγηι πάλιν ὁ αὐτὸς πρὸς Ἑβραίους ὁ θεὸς ἐλάλησεν ἡμῖν ἐν υἱῶι, δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησε, τὴν θεότητα δηλοῖ τοῦ υἱοῦ. οὐδὲ γὰρ 〈ἡ〉 σὰρξ δημιουργὸς τῶν αἰώνων ἡ μετ’ αἰῶνας δημιουργηθεῖσα πολλούς. Καὶ μεθ’ ἕτερα· Οὐδὲ θεότης ἀδελφὸν τὸν Ἰάκωβον ἔσχεν οὐδὲ τὸν τοῦ θεοῦ λόγου καταγγέλλομεν θάνατον, τὸ δεσποτικὸν αἷμά τε καὶ σῶμα σιτούμενοι.
25Ὁμοίως τοῦ αὐτοῦ τετράδος κγ Προσέχω, φησί, τοῖς ἡμετέροις δήμοις εὐλάβειαν μὲν πολλὴν κεκτημένοις καὶ θερμο‐ τάτην εὐσέβειαν, ὑπὸ δὲ τῆς περὶ τὸ δόγμα θεογνωσίας ἀγνοίας ὀλισθαίνουσι. τοῦτο δὲ οὐκ ἔγκλημα τῶν λαῶν, ἀλλὰ (πῶς ἂν εὐπρεπῶς εἴποιμι;) τοῦ μὴ ἔχειν τοὺς διδασκάλους καιρὸν καί τι τῶν ἀκριβεστέρων ὑμῖν παραθέσθαι δογμάτων.
30 Πέτρος πρεσβύτερος Ἀλεξανδρείας καὶ πριμικήριος νοταρίων εἶπεν· Ἰδοὺ φανερῶς ἐν τούτοις φησὶν ὅτι τῶν πρὸ αὐτοῦ διδασκάλων οὐδεὶς ταῦτα ἐλάλησε τοῖς λαοῖς. Κύριλλος ἐπίσκοπος Ἀλεξανδρείας ὑπέγραψα: —
ARCADIVS EPISCOPVS ET LEGATVS SEDIS 〈APOS〉TOLICAE SVBSCRIBSI: —

1,1,7

112

Ἰουβενάλιος ἐπίσκοπος Ἱεροσολύμων ὑπέγραψα: — PROIECTVS EPISCOPVS LEGATVS SEDIS APOSTOLICAE SVBSCRIBSI: — FILIPPVS PRESBYTER SEDIS APOSTOLICAE LEGATVS SVBSCRIBSI: — Φίρμος ἐπίσκοπος Καισαρείας ὑπέγραψα: —
5Θεόδοτος ἐπίσκοπος Ἀγκύρας ὑπέγραψα: — Βερινιανὸς ἐπίσκοπος τῆς Περγαίων μητροπόλεως ὑπέγραψα διὰ Τιμοθέου ἐπισκό‐ που: — Σεβῆρος ἐπίσκοπος Συνάδων ὑπέγραψα: — Περιγένης ἐπίσκοπος Κορίνθου ὑπέγραψα: —
10Ἰκόνιος ἐπίσκοπος Γορτύνης τῆς Κρήτης ὑπέγραψα: — Μέμνων ἐπίσκοπος Ἐφέσου ὑπέγραψα: — Ῥηγῖνος ἐπίσκοπος Κωνσταντείας Κύπρου ὑπέγραψα: — Ἀκάκιος ἐπίσκοπος Μελιτηνῆς ὑπέγραψα: — Παλλάδιος ἐπίσκοπος Ἀμασείας ὑπέγραψα: —
15Ἐρεννιανὸς ἐπίσκοπος Μύρων ὑπέγραψα: — Οὐαλεριανὸς ἐπίσκοπος Ἰκονίου ὑπέγραψα: — Πίος ἐπίσκοπος τῆς Πισινουντίων μητροπόλεως ὑπέγραψα: — Κῦρος ὁ ἐλάχιστος ἐπίσκοπος Ἀφροδισιάδος ὑπέγραψα: — Ἀμφιλόχιος ἐπίσκοπος τῆς Σιδηνῶν μητροπόλεως ὑπέγραψα: —
20Μαιόνιος ἐπίσκοπος τῆς ἐν Σάρδεσιν ἐκκλησίας Λυδίας ὑπέγραψα: — Ἑλλάνικος ἐπίσκοπος Ῥόδου ὑπέγραψα: — Δαλμάτιος ἐπίσκοπος Κυζίκου ὑπέγραψα: — Φλαβιανὸς ἐπίσκοπος Φιλίππων ὑπέγραψα: — Ἀριστόνικος ἐπίσκοπος τῆς Λαοδικέων ὑπέγραψα: —
25Παράλιος ἐλέει Χριστοῦ ἐπίσκοπος Ἀνδράπων ὑπέγραψα: — Ἰνδούας ἐπίσκοπος Σμύρνης ὑπέγραψα: — Ὀλύμπιος ἐπίσκοπος πόλεως Κλαυδιουπόλεως ὑπέγραψα διὰ τῶν ἐπισκόπων Ἐπι‐ φανίου καὶ Εὐσεβίου: — Δυνατὸς ἐπίσκοπος Νικοπόλεως τῆς Ἠπείρου ὑπέγραψα: —
30Δομνῖνος ἐπίσκοπος πόλεως Κοτυαείου ὑπέγραψα: — Εὐστάθιος ἐπίσκοπος πόλεως Δοκιμίου ὑπέγραψα: — Ἐπιφάνιος ἐπίσκοπος πόλεως Κρατίας ὑπέγραψα: — Γρηγόριος ἐπίσκοπος πόλεως Κερασοῦντος ὑπέγραψα: — Ἑλλάδιος ἐπίσκοπος Ἀτραμύτου ὑπέγραψα: —
35Ἀνύσιος ἐπίσκοπος πόλεως Θηβῶν τῆς Ἑλλάδος ὑπέγραψα: — Δομνῖνος ἐπίσκοπος πόλεως Ὀποῦντος ὑπέγραψα: — Καλλικράτης ἐπίσκοπος πόλεως Ναυπάκτου ὑπέγραψα: — Νικίας ἐπίσκοπος πόλεως Μεγάρων ὑπέγραψα: — Καλλίνικος ἐπίσκοπος Ἀπαμείας ὑπέγραψα: —
40Πέτρος ἐλάχιστος τῶν ἐπισκόπων Προύσης ὑπέγραψα: —

1,1,7

113

Εὐπρέπιος ἐπίσκοπος Βύζης ὑπέγραψα: — Δίων ἐπίσκοπος τῆς Θηβαίων πόλεως ὑπέγραψα: — Περρέβιος ἐπίσκοπος τῶν Θεσσαλικῶν σαλτῶν ὑπέγραψα: — Παῦλος ἐπίσκοπος πόλεως Ἀνθηδόνος ὑπέγραψα: —
5Θεόδωρος ἐπίσκοπος πόλεως τῶν Ἀνινησίων ὑπέγραψα: — 〈Εὐσέβιος ἐπίσκοπος Ἡρακλείας ὑπέγραψα: —〉 Ἰωάννης ἐπίσκοπος τῆς Λέσβου τῶν Σεληνιακῶν αἰγιαλῶν ὑπέγραψα: — Θωμᾶς ἐπίσκοπος Δέρβης ὑπέγραψα: — SENECION EPISCOPVS SCODRINAE CIVITATIS SVBSCRIBSI: —
10Τριβουνιανὸς ἐπίσκοπος τῆς ἐν Πριμοπόλει ἁγίας ἐκκλησίας ὑπέγραψα: — Μαρτύριος ἐπίσκοπος πόλεως Ἰλίστρων ὑπέγραψα: — Νήσιος ἐπίσκοπος Κολυβράσσου ὑπέγραψα: — Ἀκάκιος ἐπίσκοπος Κοτεννῶν ὑπέγραψα: — Ἀβλάβιος ἐπίσκοπος πόλεως Ἀμορίου ὑπέγραψα: —
15Φίλιππος ἐπίσκοπος Περγάμου ὑπέγραψα: — Ἡρακλέων ὁ καὶ Θεόφιλος ἐπίσκοπος πόλεως Τράλλεων ὑπέγραψα: — Δάφνος ἐπίσκοπος πόλεως Μαγνησίας 〈Μαιάνδρου〉 ὑπέγραψα: — Εὐσέβιος ἐπίσκοπος Μαγνησίας πόλεως Σιπύλου ὑπέγραψα: — Ἀνδήριος ὁ ἐλάχιστος ἐπίσκοπος Χερσονήσου ὑπέγραψα: —
20Παῦλος ὁ ἐλάχιστος ἐπίσκοπος πόλεως Λάμπης ὑπέγραψα: — Εὐτρόπιος ὁ ἐλάχιστος τῶν ἐπισκόπων πόλεως Εὐάζων ὑπέγραψα: — Σεβῆρος ἐλάχιστος ἐπίσκοπος ἐπαρχίας Πισιδίας πόλεως Σωζοπόλεως ὑπέ‐ γραψα: — Σιλβανὸς ἐπίσκοπος πόλεως Χερετάπων ὑπέγραψα: —
25Κόμοδος ὁ ἐλάχιστος ἐπίσκοπος Τριπόλεως ὑπέγραψα: — Κωνστάντιος ἐπίσκοπος τῆς Διοκλητιανῶν πόλεως ὑπέγραψα: — Νεστόριος ἐπίσκοπος Σιὼν ὑπέγραψα: — Ἀφόβιος ὁ ἐλάχιστος ἐπίσκοπος Κολόης ὑπέγραψα: — **
30Παῦλος ἐπίσκοπος τῆς Δαλδιανῶν πόλεως ὑπέγραψα: — Λιμένιος ἐπίσκοπος τῆς Σεττηνῶν πόλεως ὑπέγραψα: — Δωρόθεος ἐπίσκοπος πόλεως Μυρίνης ὑπέγραψα: — Θεόδωρος ἐπίσκοπος πόλεως Ἀτταλείας 〈ὑπέγραψα〉: —
Ἀφθόνητος ὁ ἐλάχιστος ἐπίσκοπος τῆς Ἡρακλεωτῶν Λάτμου πόλεως ὑπέγραψα: —

1,1,7

114

Σπουδάσιος ὁ ἐλάχιστος ἐπίσκοπος Κεράμου ὑπέγραψα: — Φιλητὸς ὁ ἐλάχιστος ἐπίσκοπος Ἀμυζόνος ὑπέγραψα: — Δοκιμάσιος ἐπίσκοπος πόλεως Μαρωνείας ὑπέγραψα: — Ἐννέπιος ἐπίσκοπος πόλεως Μαξιμιανουπόλεως ὑπέγραψα: —
5Εὐθάλιος ἐπίσκοπος πόλεως Κολοφῶνος ὑπέγραψα: — Λουκιανὸς ἐπίσκοπος πόλεως Τοπείρου ὑπέγραψα: — Ῥουφῖνος ἐπίσκοπος πόλεως Γαβῶν ὑπέγραψα: — Ῥωμανὸς ἐπίσκοπος πόλεως Ῥαφείας ὑπέγραψα: — Φίδος ἐπίσκοπος Ἰόππης ὑπέγραψα: —
10Ἡσύχιος ἐπίσκοπος πόλεως Παρίου ὑπέγραψα: — Τιμόθεος ἐπίσκοπος πόλεως Τερμησοῦ 〈καὶ〉 Εὐδοκιάδος ὑπέγραψα: — Εὐχάριος ἐπίσκοπος πόλεως Δυρραχίου ὑπέγραψα: — Εὐάγριος ἐπίσκοπος πόλεως Σόλων τῆς Κύπρου ὑπέγραψα: — Νεκτάριος ἐπίσκοπος πόλεως Κάσων ὑπέγραψα: —
15Ἀγαθοκλῆς ἐπίσκοπος πόλεως Κορωνείας ὑπέγραψα: — Ἀιανὴς ἐπίσκοπος Συκαμαζόνος ὑπέγραψα: — Αἰδέσιος ἐπίσκοπος Ἰσίνδων ὑπέγραψα: — Σεκουνδιανὸς ἐπίσκοπος πόλεως Λαμίας ὑπέγραψα: — Νουνέχιος ἐπίσκοπος πόλεως Σέλγης ὑπέγραψα: —
20Ματιδιανὸς ἐπίσκοπος Κορακησίου ὑπέγραψα: — Κύριλλος ἐπίσκοπος Κοίλων ὑπέγραψα διὰ χειρὸς Ἑλλησπόντου πρεσβυτέρου: — Σαπρίκιος ἐπίσκοπος Πάφου τῆς Κύπρου ὑπέγραψα: — Θεμίστιος ἐλάχιστος ἐπίσκοπος πόλεως Ἰασσοῦ ὑπέγραψα: — Προμάχιος ὁ ἐλάχιστος ἐπίσκοπος πόλεως Ἀλινδῶν ὑπέγραψα: —
25Εὐδόξιος ἐπίσκοπος πόλεως Χώματος ὑπέγραψα: — Λιβάνιος ἐπίσκοπος Παλαιᾶς πόλεως ὑπέγραψα: — Ταριανὸς ἐπίσκοπος πόλεως Λύρβης ὑπέγραψα: — Ἀλέξανδρος ἐπίσκοπος Ἀρκαδιουπόλεως ὑπέγραψα: — Θεόδοτος ἐπίσκοπος Νύσης ὑπέγραψα: —
30Ῥόδων ἐπίσκοπος Παλαιᾶς πόλεως ὑπέγραψα: — Τυχικὸς ὁ ἐλάχιστος 〈ἐπίσκοποσ〉 τῆς Ἐρυθραίων πόλεως ὑπέγραψα: — Εὐγένιος ἐπίσκοπος πόλεως Ἀπολλωνιάδος ὑπέγραψα: — Ἀέτιος ἐπίσκοπος πόλεως Παιονίων Ἑλλησπόντου ὑπέγραψα: — Τιμόθεος ἐπίσκοπος Γέρμης Ἑλλησπόντου ὑπέγραψα: —
35Ἀρχέλαος ἐλάχιστος ἐπίσκοπος Μύνδου ὑπέγραψα: —
Ἀπελλᾶς ὁ ἐλάχιστος 〈ἐπίσκοποσ〉 Κιβύρας ὑπέγραψα: —

1,1,7

115

Φιλάδελφος ὁ ἐλάχιστος ἐπίσκοπος τῆς Γρατιανοπόλεως ὑπέγραψα: — Εὐθήριος ὁ ἐλάχιστος ἐπίσκοπος τῆς Στρατονικέων Λυδίας ὑπέγραψα: — Ἰωάννης ὁ ἐλάχιστος ἐπίσκοπος τῆς Αὐρηλιουπολιτῶν πόλεως ὑπέγραψα: — Μάξιμος ὁ ἐλάχιστος ἐπίσκοπος Κύμης ὑπέγραψα: —
5Μόδεστος ἐπίσκοπος τῆς Ἀνεατῶν πόλεως ὑπέγραψα: — Θεοδόσιος ὁ ἐλάχιστος ἐπίσκοπος πόλεως Μασταύρων ὑπέγραψα: — Θωμᾶς ἐπίσκοπος Οὐαλεντινιανουπόλεως ὑπέγραψα: — Εὐσέβιος ἐπίσκοπος Κλαζομενῶν ὑπέγραψα: — Εὐσέβιος ἐπίσκοπος Ἀσπώνων ὑπέγραψα: —
10Εὐπόριος ἐπίσκοπος Ὑπαίπων ὑπέγραψα: — Σαίδος ἐπίσκοπος Φαινοῦς ὑπέγραψα: — Δόμνος ἐπίσκοπος πόλεως Ὁρκιστοῦ ὑπέγραψα: — Ἰωάννης ἐπίσκοπος Αὐγουστοπόλεως ὑπέγραψα: — Πέτρος ἐπίσκοπος Παρεμβολῶν ὑπέγραψα: —
15Νατίρας ἐπίσκοπος Γάζης ὑπέγραψα: — Ζήνων ἐπίσκοπος Κουρίου τῆς Κύπρου ὑπέγραψα: — Εὐόπτιος ἐπίσκοπος Πτολεμαίδος τῆς Πενταπόλεως ὑπέγραψα: — Μακάριος ἐπίσκοπος Μετηλιτῶν ὑπέγραψα: — Εὐσέβιος ἐπίσκοπος Πηλουσίου ὑπέγραψα: —
20Ἑρμογένης ἐπίσκοπος Ῥινοκουρούρων ὑπέγραψα: — Μαρῖνος ἐπίσκοπος Ἡλιουπόλεως ὑπέγραψα: — Ἰωάννης ἐπίσκοπος Ἡφαίστου ὑπέγραψα: — Ἡράκλειος ἐπίσκοπος Ταμιάθεως ὑπέγραψα: — Στρατήγιος ἐπίσκοπος Ἀθρίβεως ὑπέγραψα: —
25Ἀριστόβουλος ἐπίσκοπος Θμούεως ὑπέγραψα: — Θέων ἐπίσκοπος Ἡρακλεοῦς τοῦ Σεθροίτου ὑπέγραψα: — Σόλων ἐπίσκοπος Καραλλίων ὑπέγραψα: — Ἀλύπιος ἐπίσκοπος πόλεως Σελῆ ὑπέγραψα: — Μακεδόνιος ἐπίσκοπος Ξόεως ὑπέγραψα: —
30Πέτρος ἐπίσκοπος Ὀξυρύγχου ὑπέγραψα: — Μητρόδωρος ἐπίσκοπος Λεόντων ὑπέγραψα: — Παῦλος ἐπίσκοπος Φραγώνεως ὑπέγραψα: — Ἀμμώνιος ἐπίσκοπος Πανεφύσου ὑπέγραψα: — Πούπλιος ἐπίσκοπος Ὀλβίων ὑπέγραψα: —
35Ἱέρακις ἐπίσκοπος Ἀφναίου ὑπέγραψα: — Σαμουὴλ ἐπίσκοπος Δύσθεως ὑπέγραψα: — Σώπατρος ἐπίσκοπος τῆς Λιβύης Σεπτιμιακῆς ὑπέγραψα: —
Ἰσαὰκ ἐπίσκοπος Ἑλεαρχίας ὑπέγραψα: —

1,1,7

116

Ἰσαὰκ ἐπίσκοπος πόλεως Ταυᾶ ὑπέγραψα: — Ἡράκλειος ἐπίσκοπος Θύνεως ὑπέγραψα: — Θεωνᾶς ἐπίσκοπος Ψίγχους ὑπέγραψα: — Κῦρος ἐπίσκοπος Ἀχαιῶν ὑπέγραψα: —
5Εὐλόγιος ἐπίσκοπος Τερενούθεως ὑπέγραψα: — Ἀλέξανδρος ἐπίσκοπος Κλεοπάτριδος ὑπέγραψα: — Σιλουανὸς ἐπίσκοπος Κοπρίθεως ὑπέγραψα· ἐγὼ δὲ Ἡράκλειος ἐπίσκοπος ὑπέγραψα ὑπὲρ αὐτοῦ διὰ τὸ κακοῦσθαι αὐτόν: Ἀδέλφιος ἐπίσκοπος Ὀνούφεως ὑπέγραψα: —
10Ἁβραὰμ ἐπίσκοπος πόλεως Ὀστρακίνης ὑπέγραψα: — Ἀθανάσιος ἐπίσκοπος τῆς Παράλου ὑπέγραψα: — Ἀδέλφιος ἐπίσκοπος Σάεως ὑπέγραψα: — Λαμπέτιος ἐπίσκοπος τοῦ Κασίου ὑπέγραψα: — Χρυσαόριος ἐπίσκοπος Ἀφροδιτοῦς ὑπέγραψα: —
15Ἄμμων ἐπίσκοπος Βουτῶν ὑπέγραψα: — Εὐτύχιος ἐπίσκοπος Θεοδοσιουπόλεως ὑπέγραψα: — Βενάντιος ἐπίσκοπος Ἱεραπόλεως μητροπόλεως ὑπέγραψα· ὑπέγραψα δὲ διὰ τοῦ νοταρίου μου Θεοδοσίου: — 〈Ζηνόβιος ἐπίσκοπος πόλεως Βάρκης ὑπέγραψα: —〉
20Ζήνων ἐπίσκοπος πόλεως Τευχείρων ὑπέγραψα: — Εὐσέβιος ἐπίσκοπος Νειλουπόλεως ὑπέγραψα: — Ἡρακλείδης ἐπίσκοπος Ἡρακλεοῦς ἄνω ὑπέγραψα: — Μακάριος ἐπίσκοπος Ἀντέου ὑπέγραψα: — Σαβῖνος ἐπίσκοπος Πανὸς ὑπέγραψα: —
25Ἀθανάσιος ἐπίσκοπος τῆς Σκηψίων πόλεως ὑπέγραψα: — Φιλούμενος ἐπίσκοπος Κίννης ὑπέγραψα: — FELIX EPISCOPVS CIVITATVM APOLLONIENSIVM SVBSCRIBSI: — Τιμόθεος ἐπίσκοπος ἐπαρχίας Σκυθίας πόλεως Τομέων ὑπέγραψα: — Ζηνόβιος ἐπίσκοπος πόλεως Κνωσσοῦ ὑπέγραψα: —
30Παυλῖνος ἐπίσκοπος τοῦ Μαιουμᾶ ὑπέγραψα: — Φοιβάμμων ἐπίσκοπος τοῦ Κοπτοῦ ὑπέγραψα: — Παβίσκος ἐπίσκοπος Ἀπόλλωνος ὑπέγραψα: — Ἀνδρέας ἐπίσκοπος Ἑρμουπόλεως ὑπέγραψα: — Φανίας ὁ ἐλάχιστος ἐπίσκοπος Ἁρπάσων ὑπέγραψα: —
35Θεοσέβιος ἐπίσκοπος Πριήνης ὑπέγραψα: — Μάξιμος ἐπίσκοπος ἀσίας ὑπέγραψα: — Θεόκτιστος ἐπίσκοπος Φωκείας ὑπέγραψα: —
Ἑρμόλαος ἐλάχιστος ἐπίσκοπος Ἀττουδαίων ὑπέγραψα: —

1,1,7

117

Θεόδωρος ἐπίσκοπος Γαδάρων ὑπέγραψα χειρὶ Αἰθερίου ἀρχιδιακόνου: — Ἀθανάσιος ἐπίσκοπος Πάρου τῆς νήσου ὑπέγραψα: — Παῦλος ἐπίσκοπος Ὀρύμνων ὑπέγραψα: — Τιμόθεος ἐπίσκοπος Βριούλων ὑπέγραψα: —
5Δανιὴλ ἐπίσκοπος Κολωνείας Καππαδοκίας ὑπέγραψα: — Ἀσκληπιάδης ἐπίσκοπος τῆς Τραπεζοπολιτῶν ὑπέγραψα: — Θεόδωρος ἐπίσκοπος πόλεως Ἐχίνου ὑπέγραψα: — BESSVLA[S] DIACONVS ECCLESIAE CARTAGENIENSIVM SVBSCRIBSI: — Στέφανος ἐπίσκοπος Τέω πόλεως Ἀσίας ὑπέγραψα: —
10Καισάριος χωρεπίσκοπος πόλεως Ἄρκης ὑπέγραψα: — Θεόδουλος ἐπίσκοπος Ἑλούσης ὑπέγραψα: — Θεόδωρος ἐπίσκοπος Ἀρινδηλῶν ὑπέγραψα: — Λητόιος ἐπίσκοπος Λιβιάδος ὑπέγραψα: — Ἀριστόκριτος ἐπίσκοπος Ὀλύμπου ὑπέγραψα: —
2Ὅρος τῆς αὐτῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς ἐν Ἐφέσωι κατὰ τῶν δυσσεβῶν Μεσσαλιανιτῶν ἢ γοῦν Εὐχιτῶν Συνελθόντες ἐφ’ ἡμῶν οἱ εὐλαβέστατοι καὶ θεοφιλέστατοι ἐπίσκοποι Οὐαλεριανὸς καὶ
5Ἀμφιλόχιος καὶ σκέψιν προθέντες κοινὴν περὶ τῶν λεγομένων ἐν τοῖς τῆς Παμφυλίας μέρεσι Μεσσαλιανιτῶν εἴτ’ οὖν Εὐχιτῶν ἢ γοῦν Ἐνθουσιαστῶν εἴτε ὁπωσοῦν ἡ μιαρωτάτη τῶν μνημονευθέντων αἵρεσις σαφηνισθείη, ἡμῶν δὲ διασκοπούντων, προεκόμισεν ὁ εὐλαβέστατος καὶ θεοσεβέστατος ἐπίσκοπος Οὐαλεριανὸς χαρτίον συνοδικὸν περὶ τούτων αὐτῶν συνταχθὲν ἐν τῆι μεγάληι Κωνσταντινουπόλει ἐπὶ τοῦ τῆς μακαρίας μνήμης Σισιννίου· ὃ καὶ ἀνα‐
10γνωσθὲν ἐπὶ πάντων ἔδοξεν εὖ πεποιῆσθαι καὶ ὀρθῶς ἔχειν. καὶ συνήρεσεν ἅπασιν ἡμῖν καὶ τοῖς θεοφιλεστάτοις ἐπισκόποις Οὐαλεριανῶι καὶ Ἀμφιλοχίωι καὶ πᾶσι τοῖς τῶν Παμφύλων καὶ Λυκαόνων ἐπαρχιῶν εὐλαβεστάτοις ἐπισκόποις τὰ ἐν τῶι συνοδικῶι χαρτίωι τυπωθέντα κρατεῖν ἅπαντα καὶ κατὰ μηδένα τρόπον παραβαίνεσθαι αὐτά, βεβαίων ὄντων δηλαδὴ καὶ τῶν πεπραγμένων ἐν Ἀλεξανδρείαι, ὥστε τοὺς ὄντας κατὰ πᾶσαν ἐπαρχίαν τῆς Μεσσαλια‐
15νῶν ἢ γοῦν Ἐνθουσιαστῶν αἱρέσεως ἢ καὶ ἐν ὑποψίαις τῆς τοιαύτης νόσου γεγενημένους, εἴτε κληρικοὶ εἶεν εἴτε λαικοί, μεθοδεύεσθαι, καὶ ἀναθεματίζοντας κατὰ τὰ ἐν τῶι μνημονευ‐ θέντι συνοδικῶι διηγορευμένα ἐγγράφως, μένειν τοὺς μὲν κληρικοὺς ἐν τῶι κλήρωι, τοὺς δὲ λαικοὺς ἐν τῆι κοινωνίαι τῆς ἐκκλησίας· ἀνανεύοντας δὲ πρὸς τοῦτο καὶ μὴ ἀναθεματίζοντας, τοὺς μὲν πρεσβυτέρους καὶ διακόνους καὶ τοὺς ἕτερόν τινα βαθμὸν ἔχοντας ἐν ἐκκλησίαι
20ἐκπίπτειν καὶ κλήρου καὶ βαθμοῦ καὶ κοινωνίας, τοὺς δὲ λαικοὺς ἀναθεματίζεσθαι· μονα‐

1,1,7

118

στήρια δὲ μὴ συγχωρεῖσθαι ἔχειν τοὺς ἐλεγχομένους ὑπὲρ τοῦ μὴ τὸ ζιζάνιον ἐκτείνεσθαι καὶ ἰσχύειν· πράττεσθαι δὲ ταῦτα παντὶ σθένει χρωμένων τῆς ἐπὶ τούτων σπουδῆς αὐτῶν τε τῶν θεοφιλεστάτων ἐπισκόπων Οὐαλεριανοῦ καὶ Ἀμφιλοχίου καὶ τῶν κατὰ πᾶσαν τὴν ἐπαρχίαν εὐλαβεστάτων ἐπισκόπων. συνήρεσε δὲ πρὸς τούτοις ἀναθεματισθῆναι τὸ βι‐
5βλίον τὸ προφερόμενον τῆς μιαρᾶς ἐκείνης αἱρέσεως τὸ λεγόμενον παρ’ αὐτοῖς Ἀσκητικόν, τὸ προκομισθὲν παρὰ τοῦ εὐλαβεστάτου καὶ θεοφιλεστάτου ἐπισκόπου Οὐαλεριανοῦ, ὡς παρὰ τῶν αἱρετικῶν ἐκτεθέν, καὶ εἴ τι ἕτερον σύνταγμα τῆς ἐκείνων ἀνοσιότητος εὑρίσκοιτο παρά τισι, καὶ τοῦτο εἶναι ἀνάθεμα. ἐπὶ τούτοις ἀλλήλοις συμβεβηκότων τότε εἰς ὁμο‐ ψυχίαν καὶ κοινωνίαν καὶ διάθεσιν, ἀναγκαῖον ἦν ἐγγράφως τὰ δόξαντα φανερὰ καταστῆσαι·
10εἰ δὲ δή τις γένηται ζήτησις περὶ τούτων ἐν τῶιδε τῶι πράγματι αὐτοῖς τε τοῖς θεοσεβε‐ στάτοις ἐπισκόποις Οὐαλεριανῶι καὶ Ἀμφιλοχίωι καὶ τοῖς κατὰ πᾶσαν τὴν ἐπαρχίαν εὐλα‐ βεστάτοις ἐπισκόποις καὶ εἴ τι δόξειεν ἀνακύπτειν τῶν δυσχερῶν ἢ ἀμφισβητησίμων, εὖ ἔδοξεν ἔχειν παραληφθέντων τῶν θεοσεβεστάτων ἐπισκόπων ἢ Λυκίων ἢ Λυκαόνων, οὐκ ἀπολιμπανομένου τοῦ μητροπολίτου ἧς ἂν ἕλοιντο ἐπαρχίας, εἰς τύπον ἀνάγεσθαι τὸν δέοντα
15διὰ τῆς αὐτῶν μεσιτείας τὰ κινούμενα.
17Ἴσον ὑπομνημάτων περὶ τῶν Κυπρίων ἐπισκόπων Τοῖς μετὰ τὴν ὑπατείαν τῶν δεσποτῶν ἡμῶν Φλαυίου Θεοδοσίου τὸ ιγ καὶ Φλαυίου Οὐαλεντινιανοῦ τὸ γ τῶν αἰωνίων αὐγούστων πρὸ μιᾶς Καλανδῶν Σεπτεμβρίων, συνόδου
20συγκροτηθείσης κατὰ θεοῦ χάριν καὶ θέσπισμα τῶν θεοφιλεστάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων κατὰ τὴν Ἐφεσίων μητρόπολιν ἐν τῆι ἁγίαι ἐκκλησίαι τῆι καλουμένηι Μαρίαι, Ῥηγῖνος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας τῆς κατὰ Κωνστάντειαν τῆς Κύπρου εἶπεν· Ἐπειδὴ διαταράττουσι τινὲς τὰς παρ’ ἡμῖν ἁγιωτάτας ἐκκλησίας, ἀξιῶ τὸν λίβελλον ὃν μετὰ χεῖρας ἔχω, ὑποδεχθέντα ἀναγινώσκεσθαι.
25 Ἡ ἁγία σύνοδος εἶπεν· Ὁ προκομισθεὶς λίβελλος ὑποδεχθεὶς ἀναγινωσκέσθω. Τῆι ἁγιωτάτηι καὶ ἐνδόξωι καὶ μεγάληι συνόδωι τῆι χάριτι τοῦ θεοῦ καὶ νεύματι τῶν θεοφιλεστάτων ἡμῶν βασιλέων εἰς τὴν Ἐφεσίων θεοφύλακτον συναχθείσηι μητρόπολιν ἀξίωσις παρὰ Ῥηγίνου καὶ Ζήνωνος καὶ Εὐαγρίου ἐπισκόπων τῆς Κύπρου. Ἔκπαλαι μὲν καὶ ὁ ἅγιος ἡμῶν πατὴρ καὶ ἐπίσκοπος γεγονὼς Τρωίλος μυρία πέπονθεν ὑπὸ τοῦ
30Ἀντιοχέων κλήρου καὶ τοῦ θεοσεβεστάτου ἐπισκόπου Θεοδότου, βίαν οὐ τὴν τυχοῦσαν ὑπομείνας μέχρι καὶ πληγῶν, ἃς οὐκ ἦν προσῆκον οὐδὲ μαστιγίας ἀνθρώπους ὑπομένειν, ἀθέσμως καὶ παραλόγως καὶ ἀκανονίστως. δι’ ἑτέραν μὲν 〈γὰρ〉 ὑπόθεσιν ἀφικομένου, ἐκείνης δὲ αἴσιον λαβούσης τέλος ἀποχρησάμενοι τῆι ἀφίξει βιάζεσθαί τε ἤθελον καὶ ὑποτάττειν ἑαυ‐ τοῖς τοὺς ἐν τῆι νήσωι ἁγίους ἐπισκόπους παρὰ τοὺς κανόνας τοὺς ἀποστολικοὺς καὶ τοὺς
35ὅρους τοὺς τῆς κατὰ Νίκαιαν ἁγιωτάτης συνόδου, καὶ νῦν γνόντες ὡς ὁ μακάριος τέλει τοῦ βίου ἐχρήσατο, παρεσκεύασαν τὸν μεγαλοπρεπέστατον στρατηλάτην Διονύσιον ἐπιστεῖλαι τῶι τε ἄρχοντι τῆς ἐπαρχίας προστάγματα καὶ τῶι ἁγιωτάτωι τῆς Κωνσταντιέων ἐκκλησίας κλήρωι γράμματα δημόσια, ἅτινα καὶ μετὰ χεῖρας ἔχομεν καὶ ἕτοιμοι ἐσμὲν τῆι ὑμετέραι ἐπιδεικνύειν ἁγιωσύνηι. τούτου χάριν δεόμεθα καὶ καθικετεύομεν μηδεμίαν [ἡμᾶς] καινο‐
40τομίαν συγχωρεῖν εἰσπράττεσθαι τοὺς οὐδὲν ἀτόλμητον ἡγουμένους, ἀνθρώπους ἄνωθεν καὶ
ἐξ ἀρχῆς βουληθέντας παρὰ κανόνας ἐκκλησιαστικοὺς καὶ θεσμοὺς τοὺς ἐκτεθέντας παρὰ

1,1,7

119

τῶν ἁγιωτάτων πατέρων τῶν ἐν τῆι Νικαέων συνελθόντων μεγάληι καὶ ἁγίαι συνόδωι τοῖς οὐδὲν προσήκουσιν ἐπιβαίνειν ἐθέλοντας ὅροις. ὡς γὰρ ἔφημεν, οὐκ ἂν παρωρμήθη σήμερον ὁ μεγαλοπρεπέστατος στρατηλάτης Διονύσιος, ἀνὴρ τὴν τῶν τακτικῶν φροντίδα μόνην ἐμπεπιστευμένος, καὶ ἃ μὴ προσήκει αὐτῶι, προσελάβετο, πρὸς τὰ ἐκκλησιαστικὰ
5πράγματα μηδένα λόγον ἔχων, εἰ μή γε ὑπὸ τῶν ὁσιωτάτων τῶν ἐκεῖσε συναχθέντων ἐπι‐ σκόπων καὶ τοῦ κλήρου αὐτῶν ἀπατηθεὶς νενόμικεν εἶναι κανονικόν, ὡς καὶ τὰ προστάγματα αὐτοῦ διαλαλεῖ, τὸ δίχα τῆς αὐτῶν γνώμης μὴ καθίστασθαι ἐν Κωνσταντείαι τῆι μητροπόλει τῆς Κύπρου ἐπίσκοπον. ἀξιοῦμεν δὲ αὐτὰ τὰ γράμματα τοῦ μεγαλοπρεπεστάτου στρα‐ τηλάτου ἀναγινώσκεσθαι καὶ τὰ ἐπιτάγματα καὶ σύμπαντα ὁμοῦ τὰ ἐπὶ ταύτηι τῆι τραγωι‐
10δίαι ἀποσταλέντα τε καὶ πεπραγμένα, ἵνα ἐξ αὐτῶν γνῶι ἡ ἁγία ὑμῶν καὶ μεγάλη σύνοδος τὴν ἀνύποιστον βίαν τὴν γεγενημένην· καὶ γὰρ οὐχ ὁ τυχὼν θόρυβος κατείληφε πᾶσαν τὴν μητρόπολιν. προσέτι γνωρίζομεν τῆι ὑμετέραι ἁγίαι συνόδωι ὅτι μετὰ τῶν τοῦ ἐνδοξο‐ τάτου στρατηλάτου γραμμάτων καὶ διάκονος ἀπεστάλη τῆς Ἀντιοχέων ἁγίας ἐκκλησίας. δι’ ὃ καθικετεύομεν καὶ προσπίπτομεν τοῖς ὑμετέροις ἁγίοις ἴχνεσι, κανονικῆι ψήφωι καὶ
15νῦν, ὥσπερ καὶ ἐξ ἀρχῆς ἀπό τε τῶν ἀποστολικῶν χρόνων καὶ τῶν θεσμῶν καὶ κανόνων τῆς ἁγιωτάτης καὶ μεγάλης συνόδου τῆς κατὰ Νίκαιαν ἄτρωτος καὶ ἀνεπιβούλευτος καὶ ἐλευθέρα πάσης καταδυναστείας διατετέλεκεν ἡ ἡμετέρα σύνοδος ἡ κατὰ Κύπρον, οὕτω καὶ νῦν τῆι ὑμετέραι ἀδεκάστωι καὶ δικαιοτάτηι ψήφωι καὶ τῶι ὑμετέρωι θεσμῶι ὑπάρξαι ἡμῖν δίκαιον.
20 Ῥηγῖνος ἐπίσκοπος Κωνσταντείας τῆς Κύπρου ὑπέγραψα χειρὶ ἐμῆι. Ζήνων ἐπίσκοπος τῆς κατὰ τὸ Κούριον ἁγίας τοῦ θεοῦ ἐκκλησίας τῆς Κύπρου ὑπέ‐ γραψα χειρὶ ἐμῆι. Εὐάγριος ὁ ἐλάχιστος ἐπίσκοπος τῆς κατὰ Σόλους τῆς Κύπρου ἁγίας τοῦ θεοῦ ἐκκλη‐ σίας ὑπέγραψα χειρὶ ἐμῆι.
25 Ῥηγῖνος ἐπίσκοπος εἶπεν· Ἐπειδὴ καὶ πρόσταγμα ἐπιφερόμεθα τοῦ μεγαλοπρεπεστάτου στρατηλάτου Διονυσίου γραφὲν πρὸς τὸν λαμπρότατον ἄρχοντα τῆς ἐπαρχίας, ἀξιῶ γενέσθαι αὐτοῦ τὴν ἀνάγνωσιν. Ἡ ἁγία σύνοδος εἶπεν· Ἀναγινωσκέσθω καὶ τὸ τοῦ μεγαλοπρεπεστάτου Διονυσίου πρόσταγμα.
30 FLAVIVS DIONYSIVS VIR CLARISSIMVS ET MAGNIFICENTISSIMVS MAGI VTRIVS‐ QVE MILITIAE THEODORO VIRO CLARISSIMO CONSVL PROVINCIAE CYPRI. IMPE‐ RIALIS AVCTORITAS MVLTAS OB CAVSAS ET MAXIME ECCLESIASTICAS REVERENTISSI‐ MOS ANTISTITES EFESVM CONVENIRE DIVINIS APICIBVS DISPOSVIT PROROGATIS. QVIA ITAQVE CONPERIMVS CONSTANTIAE CIVITATIS ANTISTITEM A PRAESENTI VITA
35MIGRASSE ET DIEM SIBI PRAEFINITVM COMPLESSE, NECESSARIAM HANC AD TE AVC‐ TORITATEM ESSE CENSVIMVS EMITTENDAM, SCILICET VT NE QVIS SINE CONSCIENTIA VEL DISPOSITIONE REVERENTISSIMI CONVENTVS AVDEAT IN DEFVNCTI LOCVM ALI‐ QVEM NOMINARE. EXPECTARI NAMQVE CONVENIT FORMAM QVAM TOT REVEREN‐ TISSIMORVM EPISCOPORVM DABIT ADSENSVS. SICVT ENIM DICTVM EST, HARVM
40GRATIA RERVM MEMORATI RELIGIOSISSIMI VIRI CONVENIRE PRAECEPTI SVNT. SI ITAQVE MOTVM CONTVMACIBVS DEBITVM TAM TVA GRAVITAS QVAM OFFICIVM OB‐
TEMPERANS SIBI DESIDERAT EVITARE, ID MODIS OMNIBVS PROHIBEBIT NEC ALI‐

1,1,7

120

QVEM, QVOD DICTVM EST, PROVEHI PATIATVR ANTE AVCTORITATEM HORVM QVORVM INTERESSE REVERENTISSIMORVM DICITVR SACERDOTVM. QVODSI HAS AVCTORI‐ TATES EIVS DE QVO AGITVR ORDINATIO PRAECESSIT ANTISTITIS, EVM PRO CAELESTI ORACVLO AD EFESVM SICVT ALIOS FACIAS PERVENIRE. NEC ENIM IGNORARE
5DEBES QVOD SI SECVS ALIQVID FVERIT PERTEMPTATVM, TV QVIDEM QVINQVE LIBRAS AVRI, OFFICIVM VERO ALIAS TOT FISCI VIRIBVS INFERRE COGIMINI. VT AVTEM HAEC QVAE PRO POSTVLATIONE RELIGIOSISSIMORVM ANTISTITVM VIDENTVR ESSE DISPOSITA, MATVRVM SORTIANTVR EFFECTVM, MATVRIVM ET ADELFIVM IVSSIMVS EX OFFICIO SPECIALITER DESTINARI. DATA DVODECIMO CALENDAS IVNIAS AN‐
10TIOCHIAE. Ἑρμηνεία Φλάυιος Διονύσιος ὁ λαμπρότατος καὶ μεγαλοπρεπέστατος μάγιστρος ἑκατέρας στρα‐ τείας Θεοδώρωι τῶι λαμπροτάτωι ὑπατικῶι τῆς Κυπρίων χώρας. Ἡ βασιλικὴ αὐθεντία διὰ πολλὰς αἰτίας καὶ μάλιστα ἐκκλησιαστικὰς τοὺς εὐλαβεστάτους ἐπισκόπους κατ’ Ἔφεσον
15συνελθεῖν θείαις ἐκτεθείσαις διετύπωσε κεραίαις. ἐπειδὴ τοίνυν ἔγνωμεν τὸν ἐπίσκοπον Κωνσταντείας τῆς πόλεως ἐκ τοῦ παρόντος μεταστῆναι βίου καὶ τὴν προορισθεῖσαν αὐτῶι ἡμέραν πεπληρωκέναι, ἀναγκαίαν ταύτην τὴν αὐθεντίαν πρὸς σὲ πεμπτέαν εἶναι δηλαδὴ ἐκρίναμεν, ἵνα μή τις χωρὶς συνειδήσεως ἢ διατυπώσεως τῆς εὐλαβεστάτης συνόδου τολ‐ μήσοι εἰς τὸν τοῦ τελευτήσαντος τόπον τινὰ ὀνομάσαι. πρέπει γὰρ ἀναμεῖναι τὸν τύπον
20ὃν τῶν τοιούτων εὐλαβεστάτων ἐπισκόπων ἡ συναίνεσις δοίη. ὡς γὰρ λέλεκται, τούτων χάριν τῶν πραγμάτων οἱ μνημονευθέντες θεοφιλέστατοι ἄνδρες συνελθεῖν παρηγγέλθησαν. ἐὰν τοίνυν τὴν τοῖς φιλονείκοις ὀφειλομένην κίνησιν τοῦτο μὲν ἡ σὴ στιβαρότης, τοῦτο δὲ καὶ ἡ πειθομένη αὐτῆι τάξις σπεύδηι ἐκφυγεῖν, τοῦτο πᾶσι τρόποις κωλύσει καὶ μή τινα, ὡς εἴρηται, προελθεῖν ἀνάσχηται πρὸ τῆς αὐθεντίας τῶν μεσιτευόντων εὐλαβεστάτων ἐπι‐
25σκόπων. διὸ εἰ ταύτας τὰς αὐθεντίας προέλαβεν ἡ τοῦ ἀμφισβητουμένου ἐπισκόπου χειροτονία, τοῦτον κατὰ τὸ οὐράνιον ἀπόφθεγμα εἰς Ἔφεσον ὡς τοὺς ἄλλους ποιήσεις παραγενέσθαι. οὐ γὰρ ὀφείλεις ἀγνοεῖν ὅτι περ εἰ ἀλλοίως τι δοκιμασθῆι γενέσθαι, σὺ μὲν πέντε χρυσίου λίτρας, ἡ δὲ τάξις ἄλλας τοσαύτας τῶι δημοσίωι εἰσκομίσαι καταναγκασθῆτε. ὅπως δὲ ταῦτα τὰ κατὰ τὴν τῶν εὐλαβεστάτων ἐπισκόπων αἴτησιν δόξαντα διατυποῦσθαι
30ταχεῖαν κληρώσωνται ἄνυσιν, Ματούριον καὶ Ἀδέλφιον ἐκελεύσαμεν ἐκ τῆς τάξεως ἰδικῶς ἀποσταλῆναι. ἐδόθη πρὸ ιβ Καλανδῶν Ἰουνίων ἐν Ἀντιοχείαι. Ῥηγῖνος ἐπίσκοπος εἶπεν· Ἔστι καὶ ἕτερον πρόσταγμα τοῦ αὐτοῦ μεγαλοπρεπεστάτου στρατηλάτου Διονυσίου γραφὲν πρὸς τὸν εὐλαβέστατον κλῆρον τῆς Κωνσταντιέων μητρο‐ πόλεως, καὶ ἀξιῶ καὶ τοῦτο ἀναγνωσθῆναι.
35 Ἡ ἁγία σύνοδος εἶπεν· Ἀναγνωσθὲν καὶ τοῦτο ἐμφερέσθω τῆι πράξει τῶν ὑπο‐ μνημάτων. Φλαύιος Διονύσιος ὁ μεγαλοπρεπέστατος καὶ ἐνδοξότατος κόμης καὶ στρατηγὸς ἑκα‐ τέρας δυνάμεως καὶ ἀπὸ ὑπάτων τοῖς εὐλαβεστάτοις κληρικοῖς τῆς ἁγιωτάτης ἐκκλησίας τῆς ἐν τῆι μητροπόλει Κωνσταντείαι τῆς Κύπρου. Οἶδε καὶ ἡ ὑμετέρα θεοσέβεια ὡς οἱ
40τροπαιοῦχοι καὶ καλλίνικοι δεσπόται τῆς οἰκουμένης τοὺς ὁσιωτάτους καὶ ἁγιωτάτους εἰς Ἔφεσον συνελθεῖν ἐθέσπισαν ἐπισκόπους διὰ πολλὰς μὲν καὶ ἄλλας, μάλιστα δὲ τὰς ἐκ‐ κλησιαστικὰς αἰτίας. ἐπεὶ οὖν ἔγνωμεν, αὐτῶν τῶν ἁγιωτάτων ἐπισκόπων ἡμᾶς τῶν
ἐνταῦθα συνελθόντων διδαξάντων, ὡς ὁ γενόμενος ὑμῶν μακαριώτατος ἐπίσκοπος κατὰ

1,1,7

121

βούλησιν κεκοίμηται θεικήν, ἀναγκαῖον ὠιήθην δῆλον ὑμῶν τῆι εὐλαβείαι ποιῆσαι καὶ πα‐ ρεγγυῆσαι [καὶ] παραφυλάξασθαι ὑμᾶς τοῦ μηδένα παρά τινος εἰς ἐπίσκοπον ψηφισθῆναι ἢ καὶ χειροτονηθῆναι· πάντως γὰρ καὶ περὶ τούτου δοθήσεται τύπος· ἀλλ’ ἀναμείνατε τὸν ἐντεῦθεν δοθησόμενον ὅρον. ἀκόλουθον γὰρ καὶ τῶι ἐκκλησιαστικῶι πρέπον θεσμῶι τὸ
5τοῖς ἁγίοις πατράσι τὰ τῶν πατέρων φυλάσσειν. εἰ δὲ καὶ ἄρα πρὸ τῶν ἡμετέρων γραμμάτων συνέβη τινὰ ἐνθρονιασθῆναι, ὅπερ οὐκ οἰόμεθα, τοῦτον μετὰ τῶν ἄλλων εὐλα‐ βεστάτων ἀνδρῶν εἰς τὴν Ἔφεσον κατὰ τὰ θειωδῶς θεσπισθέντα ὑπομνήσατε παραγενέσθαι, οὐκ ἀγνοοῦντες ὡς ἀκολουθήσει μὲν ἔπαινος τοῖς πειθομένοις, ἀπειθοῦντας δὲ ὁ προσήκων καὶ παρὼν προσηκόντως διορθώσεται τύπος.
10 Ἡ ἁγία σύνοδος εἶπε· Τὰ μὲν ἀναγνωσθέντα φανερά· ἐπειδὴ δὲ ἡ αἰτία ἡ κινήσασα τὸν μεγαλοπρεπέστατον καὶ ἐνδοξότατον στρατηλάτην Διονύσιον πρὸς τὸ ταῦτα ἐπιστεῖλαι ἀμυδρότερον ἔγκειται τοῖς προστεταγμένοις, διδασκέτωσαν οἱ παρόντες θεοφιλέστατοι ἐπί‐ σκοποι τῶν ἁγίων ἐκκλησιῶν τῶν ἐν τῆι Κύπρωι σαφέστερον, τί τὸ κινῆσαν τὸν μεγαλο‐ πρεπέστατον στρατηλάτην πρὸς τὸ ταῦτα ἐκπέμψαι τὰ προστάγματα.
15 Ζήνων ἐπίσκοπος πόλεως Κουρίου τῆς Κύπρου εἶπε· Καὶ ὁ τῆς μακαρίας μνήμης Σαπρίκιος ὁ ἐπίσκοπος ὁ σὺν ἡμῖν παραγενόμενος ταύτης ἕνεκα τῆς χρείας ἐληλύθει. ἐπεὶ οὖν μετέστη τοῦ βίου, ἀναγκαίως ἡμεῖς διδάσκομεν τὴν ἁγίαν ὑμῶν καὶ οἰκουμενικὴν σύνοδον ὅτι γε καθ’ ὑποβολὴν τοῦ Ἀντιοχέως ἐπισκόπου καὶ κλήρου ὁ μεγαλοπρεπέστατος στρατηλάτης τὰ προστάγματα ἐξαπέστειλε τῶι τε ἄρχοντι καὶ τῶι κλήρωι.
20 Ἡ ἁγία σύνοδος εἶπε· Τί βουλομένου τοῦ Ἀντιοχέως; Εὐάγριος ἐπίσκοπος Σόλων τῆς Κύπρου εἶπε· Κατέχειν τὴν ἡμετέραν νῆσον καὶ ἁρπάζειν εἰς ἑαυτὸν τὰς χειροτονίας ἐπιχειροῦντος παρά γε τοὺς κανόνας καὶ τὴν ἄνωθεν καὶ ἐξ ἀρχῆς κρατήσασαν συνήθειαν. Ἡ ἁγία σύνοδος εἶπεν· Οὐδέποτε οὖν φαίνεται ὁ τῆς Ἀντιοχέων χειροτονήσας ἐπί‐
25σκοπον ἐν τῆι Κωνσταντείαι; Ζήνων ἐπίσκοπος Κουρίου τῆς Κύπρου εἶπεν· Ἀπὸ τῶν ἁγίων ἀποστόλων οὐδέποτε ἔχουσι δεῖξαι ὅτι ἐπέστη Ἀντιοχεὺς καὶ ἐχειροτόνησεν οὔτε ἐπεκοινώνησέ ποτε τῆι νήσωι χειροτονίας χάριν οὔτε ἕτερός τις. Ἡ ἁγία σύνοδος εἶπε· Μέμνηται ἡ ἁγία σύνοδος τοῦ κανόνος τῶν ἁγίων πατέρων
30τῶν ἐν Νικαίαι συναχθέντων κατ’ ἐκεῖνο καιροῦ φυλάττοντος ἑκάστηι ἐκκλησίαι τὰ πρεσβεῖα, ἔνθα μέμνηται καὶ τῆς Ἀντιοχέων πόλεως. διδάσκετε τοίνυν εἰ μὴ ἐξ ἔθους ἀρχαίου τὸ δίκαιον τοῦ χειροτονεῖν παρ’ ὑμῖν ἔχει ὁ τῆς Ἀντιοχέων ἐκκλησίας ἐπίσκοπος. Ζήνων ἐπίσκοπος εἶπε· Φθάσαντες κατεθέμεθα ὡς οὐδέποτε ἐπέστη οὔτε μὴν ἐχειρο‐ τόνησέ ποτε οὔτε ἐν τῆι μητροπόλει οὔτε ἐν ἑτέραι πόλει, ἀλλ’ ἡ σύνοδος ἡ τῆς ἡμετέρας
35ἐπαρχίας συναγομένη κατὰ τοὺς κανόνας καθιστᾶι τὸν παρ’ ἡμῖν μητροπολίτην, καὶ ἀξιοῦμεν τὴν ὑμετέραν ἁγίαν σύνοδον ἐπιψηφίσασθαι τούτοις καὶ βεβαιῶσαι ταῦτα, ὥστε τὰ ἀρχαῖα ἔθη τὰ κρατήσαντα ταῦτα καὶ νῦν κρατεῖν καὶ μηδεμίαν καινοτομίαν ὑπομένειν παρά τινων τὴν ἡμετέραν ἐπαρχίαν. Ἡ ἁγία σύνοδος εἶπε· Διδασκέτωσαν καὶ πάλιν οἱ θεοφιλέστατοι ἐπίσκοποι· Τρωίλος
40ὁ τῆς ὁσίας καὶ μακαρίας μνήμης ὁ νῦν ἀναπαυσάμενος ἢ ὁ πρὸ αὐτοῦ ὁ τῆς ἁγίας μνήμης Σαβῖνος ἢ ὁ πρὸ ἐκείνων ἀοίδιμος Ἐπιφάνιος παρὰ ποίας συνόδου κεχειροτόνηνται; Ζήνων ἐπίσκοπος εἶπε· Καὶ οὗτοι οἱ νῦν μνημονευθέντες ἅγιοι ἐπίσκοποι καὶ οἱ πρὸ αὐτῶν ὁσιώτατοι ἐπίσκοποι καὶ οἱ ἀπὸ τῶν ἁγίων ἀποστόλων, ὄντες πάντες ὀρθόδοξοι, παρὰ τῶν ἐν τῆι Κύπρωι κατέστησαν καὶ οὐδέποτε χώραν ἔσχεν ὁ τῆς Ἀντιοχέων ἐπί‐
45σκοπος ἢ ἕτερός τις εἰς τὴν ἐπαρχίαν τὴν ἡμετέραν χειροτονίαν ποιήσασθαι.

1,1,7

122

Ἡ ἁγία σύνοδος εἶπε· Πρᾶγμα παρὰ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς καὶ τοὺς κανόνας τῶν ἁγίων πατέρων καινοτομούμενον καὶ τῆς πάντων ἐλευθερίας ἁπτόμενον προσήγγειλεν ὁ θεοσεβέστατος συνεπίσκοπος Ῥηγῖνος καὶ οἱ σὺν αὐτῶι εὐλαβέστατοι ἐπίσκοποι τῆς Κυπρίων ἐπαρχίας Ζήνων καὶ Εὐάγριος· ὅθεν ἐπειδὴ τὰ κοινὰ πάθη μείζονος δεῖται τῆς
5θεραπείας ὡς καὶ μείζονα τὴν βλάβην φέροντα, εἰ μηδὲ ἔθος ἀρχαῖον παρηκολούθησεν ὥστε τὸν ἐπίσκοπον τῆς Ἀντιοχέων πόλεως τὰς ἐν Κύπρωι ποιεῖσθαι χειροτονίας, καθὰ διὰ τῶν λιβέλλων καὶ τῶν οἰκείων φωνῶν ἐδίδαξαν οἱ εὐλαβέστατοι ἄνδρες οἱ τὴν πρόσοδον τῆι ἁγίαι συνόδωι ποιησάμενοι, ἕξουσιν τὸ ἀνεπηρέαστον καὶ ἀβίαστον οἱ τῶν ἁγίων ἐκκλησιῶν τῶν κατὰ τὴν Κύπρον προεστῶτες, κατὰ τοὺς κανόνας τῶν ὁσίων πατέρων καὶ τὴν ἀρ‐
10χαίαν συνήθειαν δι’ ἑαυτῶν τὰς χειροτονίας τῶν εὐλαβεστάτων ἐπισκόπων ποιούμενοι. τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων διοικήσεων καὶ τῶν ἁπανταχοῦ ἐπαρχιῶν παραφυλαχθήσεται, ὥστε μηδένα τῶν θεοφιλεστάτων ἐπισκόπων ἐπαρχίαν ἑτέραν οὐκ οὖσαν ἄνωθεν καὶ ἐξ ἀρχῆς ὑπὸ τὴν αὐτοῦ ἢ γοῦν τῶν πρὸ αὐτοῦ χεῖρα καταλαμβάνειν, ἀλλ’ εἰ καί τις κατέ‐ λαβεν καὶ ὑφ’ ἑαυτὸν πεποίηται βιασάμενος, τοῦτον ἀποδιδόναι, ἵνα μὴ τῶν πατέρων οἱ
15κανόνες παραβαίνωνται μηδὲ ἐν ἱερουργίας προσχήματι ἐξουσίας τῦφος κοσμικῆς παρεισδύη‐ ται μηδὲ λάθωμεν τὴν ἐλευθερίαν κατὰ μικρὸν ἀπολέσαντες, ἣν ἡμῖν ἐδωρήσατο τῶι ἰδίωι αἵματι ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ πάντων ἀνθρώπων ἐλευθερωτής. ἔδοξεν τοίνυν τῆι ἁγίαι καὶ οἰκουμενικῆι συνόδωι σώιζεσθαι ἑκάστηι ἐπαρχίαι καθαρὰ καὶ ἀβίαστα τὰ αὐ‐ τῆι προσόντα δίκαια ἐξ ἀρχῆς καὶ ἄνωθεν κατὰ τὸ πάλαι κρατῆσαν ἔθος, ἄδειαν ἔχοντος
20ἑκάστου μητροπολίτου τὰ ἴσα τῶν πεπραγμένων πρὸς τὸ οἰκεῖον ἀσφαλὲς ἐκλαβεῖν. εἰ δέ τις μαχόμενον τύπον τοῖς νῦν ὡρισμένοις προκομίσοι, ἄκυρον τοῦτον εἶναι ἔδοξεν τῆι ἁγίαι πάσηι καὶ οἰκουμενικῆι συνόδωι.
24Ἴσον λιβέλλου ἐπιδοθέντος τῆι ἁγίαι συνόδωι παρὰ Εὐπρεπίου ἐπισκόπου Βύζης
25καὶ Ἀρκαδιουπόλεως καὶ Κυρίλλου ἐπισκόπου Κοίλων Τῆι ἁγίαι καὶ οἰκουμενικῆι συνόδωι τῆι κατὰ θεοῦ χάριν καὶ νεῦμα τῶν εὐσεβεστάτων βασιλέων συγκροτηθείσηι ἐν τῆι Ἐφεσίων μητροπόλει παρὰ Εὐπρεπίου ἐπισκόπου Βύζης καὶ Ἀρκαδιουπόλεως καὶ Κυρίλλου Κοίλων. Ἔθος ἐκράτησεν ἀρχαῖον ἐπὶ τῆς Εὐρωπαίων ἐπαρχίας ἕκαστον τῶν ἐπισκόπων καὶ δύο καὶ τρεῖς ἔχειν ὑφ’ ἑαυτὸν πόλεις, ὅθεν ὁ μὲν
30τῆς Ἡρακλείας ἐπίσκοπος ἔχει τήν τε Ἡράκλειαν καὶ τὸ Πάνιον καὶ Ὀρνοὺς καὶ Γάνον, τέσσαρας πόλεις τὸν ἀριθμόν, ὁ δὲ τῆς Βύζης ἐπίσκοπος ἔχει τήν τε Βύζην καὶ Ἀρκαδιού‐ πολιν, ὁ δὲ Κοίλων ὁμοίως ἔχει τήν τε Κοῖλα καὶ Καλλίπολιν, ὁ δὲ Σαυσαδίας ἐπίσκοπος
ἔχει τήν τε Σαυσαδίαν καὶ Ἀφροδισιάδα, δύο τῶν τῆς Εὐρώπης ἐπισκόπων ἄνωθεν καὶ ἐξ

1,1,7

123

ἀρχῆς [τὰς] ἐκκλησίας διοικούντων καὶ μηδέποτε τῶν μνημονευθεισῶν πόλεων ἰδίους δεξα‐ μένων ἐπισκόπους, ἀλλ’ αἳ μὲν ὑπὸ τὸν Ἡρακλείας ἔτυχον ἐξ ἀρχῆς εἶναι, ἣ δὲ ὑπὸ τὸν Βύζης ἐπίσκοπον, ἡ Ἀρκαδιούπολις λέγω· ἡ δὲ Καλλίπολις ὁμοίως ὑπὸ τὸν Κοίλων ἐπί‐ σκοπον. ἐπεὶ οὖν νῦν ὁ τῆς Ἡρακλείας ἐπίσκοπος Φριτιλᾶς τῆς ἁγίας ἀποστατήσας
5συνόδου προσένειμεν ἑαυτὸν Νεστορίωι καὶ τοῖς τὰ αὐτοῦ φρονοῦσιν, ὑφορώμεθα δὲ μή‐ ποτε ὡς δυσμενεῖς ἀμυνόμενος ἡμᾶς ἢ αὐτὸς ἢ οἱ μετ’ αὐτὸν τὴν τῆς Ἡρακλείας ἐπισκοπὴν διοικοῦντες ἔλθωσιν ἐπὶ τὸ χειροτονεῖν ἐπισκόπους παρὰ τὴν ἐξ ἀρχῆς κρατήσασαν συνή‐ θειαν ἐν ταῖς μνημονευθείσαις πόλεσι ταῖς ὑφ’ ἡμᾶς ταῖς μηδέποτε ἰδίους ἐπισκόπους λα‐ βούσαις, τά τε ἀρχαῖα ἔθη καὶ τὴν ἄνωθεν καὶ ἐξ ἀρχῆς κρατήσασαν συνήθειαν παρασα‐
10λεῦσαι βουλόμενοι διὰ τῆς καινοτομίας, δεόμεθα τῆς ὑμετέρας θεοσεβείας ὅρον ἐξενεχθῆναι περὶ τούτου παρὰ τῆς ἁγίας ὑμῶν καὶ μεγάλης συνόδου οἰκείαι τε ὑποσημειώσει βεβαιῶσαι τοῦτον ἐπὶ τῶι μήτε ἡμᾶς τῶν ἡμετέρων ἐκκλησιῶν ἀποστερηθῆναι, ἐν αἷς πλεῖστα κεκμή‐ καμεν, μήτε τὸ ἀρχαῖον ἔθος καὶ ἐν μακρῶι χρόνωι βεβαιωθὲν ὑπό τινος τῶν μνημονευ‐ θέντων παρασαλευθῆναι καὶ πολέμους καὶ μεγίστην ἀταξίαν ἐμποιῆσαι τοῖς τῆς Εὐρώπης
15ἐπισκόποις. καὶ τούτου τυχόντες χάριν εἰσόμεθα τῶι τῶν ὅλων θεῶι τῶι τὴν ὑμετέραν ὁσιότητα ἐνταῦθα συναθροίσαντι ἐπὶ διορθώσει τῶν κατὰ τὴν οἰκουμένην ἐκκλησιῶν. Ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος εἶπεν· Εὔλογος ἡ αἴτησις τῶν θεοφιλεστάτων ἐπι‐ σκόπων Εὐπρεπίου καὶ Κυρίλλου, ἣν δηλοῦσιν οἱ ὑποτεταγμένοι λίβελλοι· ὅθεν καὶ τῶν ἁγίων κανόνων καὶ τῶν ἔξωθεν νόμων τὰ ἔθη τὰ ἀρχαῖα δεχομένων ἐν τάξει νόμου οὐδὲν
20καινοτομηθήσεται περὶ τὰς πόλεις Εὐρώπης, ἀλλὰ κατὰ τὴν παλαιὰν συνήθειαν τελέσουσιν ὑπὸ τοὺς ἐπισκόπους, ὑφ’ οὓς καὶ ἄνωθεν, οὐδενὸς οὔτε τοῦ νῦν ὄντος μητροπολίτου, ὅς γε καὶ ἄλλως ἀφήιρηται τὴν ἐξουσίαν, οὔτε τῶν μετ’ αὐτὸν ἐσομένων δυναμένου τι και‐ νουργῆσαι παρὰ τὴν ἀρχαίαν κατάστασιν.
25Ἴσον ἐπιστολῆς τῆς ἁγίας συνόδου πρὸς τὴν σύνοδον τῆς Παμφυλίας περὶ Εὐσταθίου τοῦ γενομένου αὐτῶν μητροπολίτου Ἡ ἁγία σύνοδος ἡ κατὰ θεοῦ χάριν καὶ νεύμασι τῶν θεοφιλεστάτων βασιλέων ἐν τῆι Ἐφεσίων συγκροτηθεῖσα τῆι ἁγίαι συνόδωι τῆι κατὰ Παμφυλίαν, ἀγαπητοῖς ἀδελφοῖς καὶ συλλειτουργοῖς, ἐν κυρίωι χαίρειν. Μετὰ βουλῆς πάντα ποίει τῆς θεοπνεύστου λεγούσης
30γραφῆς, χρὴ δὴ μάλιστα τοὺς ἱερᾶσθαι λαχόντας μετὰ πάσης ἀκριβείας τὴν ἐφ’ ἅπασι τοῖς πρακτέοις ποιεῖσθαι διάσκεψιν· διαβιοῦν γὰρ οὕτως ἐθέλουσιν ἐν καλῶι τῆς ἐλπίδος κεῖσθαί τε τὰ κατ’ αὐτοὺς καὶ οἷον ἐξ οὐρίας ἐν τοῖς κατ’ εὐχὴν ἀποφέρεσθαι συμβαίνει καὶ πολὺ τό γε εἰκὸς ὁ λόγος ἔχει. ἀλλ’ οἶδεν ἔσθ’ ὅτε δριμεῖα καὶ ἀφόρητος λύπη κατασκήψασα νοῦ καταθολῶσαί τε δεινῶς αὐτὸν καὶ τῆς τῶν δεόντων ἀποκομίσαι θήρας ἀναπεῖσαί τε τὸ
35πεφυκὸς ἀδικεῖν ὥς τι τῶν ὀνησιφόρων ἰδεῖν. τοιοῦτόν τι πεπονθότα τεθεάμεθα τὸν εὐλαβέστατον καὶ θεοσεβέστατον ἐπίσκοπον Εὐστάθιον. κεχειροτόνηται μὲν γάρ, ὡς
μεμαρτύρηται, κανονικῶς, τεθορυβημένος δέ, ὥς φησιν, παρὰ τινῶν καὶ ἀδοκήτοις περι‐

1,1,7

124

στάσεσιν ἐμβεβηκώς, εἶτα ἐκ πολλῆς ἄγαν ἀπραγμοσύνης ἀπειρηκὼς τὴν ἀντίστασιν τῶν ἐπενηνεγμένων αὐτῶι φροντίδων, καὶ διακρούεσθαι τὰς παρὰ τῶν ἐπιφυομένων αὐτῶι δυσφημίας δυνάμενος, παραιτήσεως οὐκ ἴσμεν ὅπως προσεκόμισε βιβλίον. ἔδει γὰρ ὡς ἅπαξ ἐγκεχειρισμένον ἱερατικὴν φροντίδα ταύτης ἔχεσθαι μετ’ εὐρωστίας πνευματικῆς καὶ
5οἷον ἀνταποδύεσθαι τοῖς πόνοις καὶ ἱδρῶτα τὸν ἔμμισθον ἐθελοντὴν ὑπομεῖναι. ἐπειδὴ δὲ ἅπαξ ὀλιγώρως ἔχοντα παρέδειξεν ἑαυτόν, τοῦτο παθὼν ἐξ ἀπραγμοσύνης μᾶλλον ἢ ὄκνου καὶ ῥαθυμίας, κεχειροτόνηκεν ἀναγκαίως ἡ ὑμετέρα θεοσέβεια τὸν εὐλαβέστατον καὶ θεοσε‐ βέστατον ἀδελφὸν ἡμῶν καὶ συνεπίσκοπον Θεόδωρον φροντιοῦντα τῆς ἐκκλησίας· οὐ γὰρ ἦν ἀκόλουθον χηρεύειν αὐτὴν καὶ ἐπιστάτου δίχα διατελεῖν τοῦ σωτῆρος τὰ ποίμνια.
10ἐπειδὴ δὲ προσῆλθεν κλαίων, οὐ περὶ τῆς πόλεως οὐδὲ τῆς ἐκκλησίας φιλονεικῶν τῶι μνη‐ μονευθέντι θεοσεβεστάτωι ἐπισκόπωι Θεοδώρωι, ἐξαιτῶν δὲ τέως τὴν τοῦ ἐπισκόπου τιμὴν καὶ κλῆσιν, συνηλγήσαμεν ἅπαντες τῶι πρεσβύτηι καὶ κοινὸν εἶναι λογισάμενοι τὸ αὐτοῦ δάκρυον ἐσπεύδομεν μαθεῖν εἰ καθαίρεσιν ἔννομον ὑπομεμένηκεν ὁ μνημονευθεὶς ἢ γοῦν ἐπὶ τισὶ τῶν ἀτόπων ἐλήλεγκται παρὰ τινῶν καταφλυαρησάντων αὐτοῦ τῆς ὑπολήψεως. καὶ
15δὴ ἐμάθομεν πεπρᾶχθαι μὲν τοιοῦτον οὐδέν, γενέσθαι δὲ μᾶλλον τῶι μνημονευθέντι ἀντ’ ἐγκλήματος τὴν παραίτησιν· ὅθεν οὐδὲ τῆι ὑμετέραι θεοσεβείαι ἐμεμψάμεθα χειροτονησάσηι δεόντως εἰς τὸν αὐτοῦ τόπον τὸν μνημονευθέντα εὐλαβέστατον ἐπίσκοπον Θεόδωρον. ἐπειδὴ δὲ τῆι ἀπραγμοσύνηι τοῦ ἀνδρὸς οὐ σφόδρα φιλονεικεῖν ἀκόλουθον, ἔδει δὲ μᾶλλον ἐλεῆσαι πρεσβύτην ἔξω καὶ πόλεως τῆς ἐνεγκούσης αὐτὸν καὶ πατρώιων ἐνδιαιτημάτων ἐν
20μακροῖς οὕτω γεγονότα χρόνοις, ἐδικαιώσαμεν καὶ ὡρίσαμεν δίχα πάσης ἀντιλογίας ἔχειν αὐτὸν τό τε τῆς ἐπισκοπῆς ὄνομα καὶ τὴν τιμὴν καὶ τὴν κοινωνίαν, οὕτω μέντοι ὥστε μήτε χειροτονεῖν αὐτὸν μήτε μὴν ἐκκλησίαν καταλαβόντα ἱερουργεῖν ἐξ ἰδίας αὐθεντίας, ἀλλ’ εἰ ἄρα, συμπαραλαμβανόμενον εἴτ’ οὖν ἐπιτρεπόμενον, εἰ τύχοι, παρὰ ἀδελφοῦ καὶ συνεπισκόπου κατὰ διάθεσιν καὶ ἀγάπην τὴν ἐν Χριστῶι. εἰ δέ τι βουλεύσεσθε χρηστό‐
25τερον ἐπ’ αὐτῶι ἢ νῦν ἢ εἰς τὸ μετὰ ταῦτα, ἀρέσει καὶ τοῦτο τῆι ἁγίαι συνόδωι. Ἐπιστολὴ τῶν ἑπτὰ θεοφιλεστάτων ἐπισκόπων τῶν σταλέντων ἐν Κωνσταντινουπόλει παρὰ τῆς ἐν Ἐφέσωι ἁγίας συνόδου πρὸς Κελεστῖνον τὸν ἁγιώτατον πάπαν Ῥώμης ἕνεκεν τοῦ ἁγιωτάτου Μαξιμιανοῦ τοῦ ὑπ’ αὐτῶν χειροτονηθέντος ἐπισκόπου τῆς βασιλευούσης πόλεως Τῶι θεοφιλεστάτωι καὶ ὁσιωτάτωι συλλειτουργῶι Κελεστίνωι Ἰουβενάλιος Ἀρκάδιος
30Φίλιππος πρεσβύτερος Φίρμος Φλαβιανὸς Θεόδοτος Ἀκάκιος Εὐόπτιος Δανιὴλ καὶ ἡ συμπα‐ ροῦσα ἡμῖν ἁγία σύνοδος ἐν κυρίωι χαίρειν. Ἐν πολλοῖς τοῖς προλαβοῦσι χρόνοις γνησίας καὶ ἀπαρατρέπτου τῆς ἱερωσύνης τῆι βασιλευούσηι γενομένης πόλει πολλῶν τε ἐφεξῆς αὐτῆι τὸν θησαυρὸν τῆς πίστεως φυλαξάντων ἀνεπιχείρητον τῶν ἐκ παιδὸς τὴν τῆς ἐκκλησίας ἐν τοῖς πρώτοις βαθμοῖς ἱερωσύνην ἀνελομένων, συμβάντος δέ τινος καὶ ἀρρω‐
35στήματος ἐκ τοῦ ἔπηλύν τινα καὶ οὐ γνήσιον παῖδα τῆς ἐκκλησίας ἐπὶ τὸν τῆς ἀρχιερω‐ σύνης ἀναχθῆναι θρόνον, ἐπισκεψάμενος ὁ σωτὴρ ὁ τὰς ἑαυτοῦ ἐκκλησίας οἰκονομῶν τὸν
μὲν ἀνάξιον καὶ πρὸς ἀπιστίαν ἐξολισθήσαντα τοῦ τῆς ἱερωσύνης ἀπεώσατο θρόνου, πάλιν

1,1,7

125

δὲ ἐκ τῶν οἰκείων θεραπευτῶν τῆς ἐκκλησίας ἐπιλεξάμενος τοῦτον ἐπὶ τὴν ἀρχιερωσύνην ἀνήγαγε, χρόνωι μακρῶι καὶ πείραι λαμπρᾶι ἐν τῶι τοῦ πρεσβυτέρου βαθμῶι τὴν οἰκονομίαν τῆς ἐκκλησίας πληρώσαντα, τὸν θεοφιλέστατον καὶ ἁγιώτατον Μαξιμιανόν, μάρτυρας ἐπα‐ γόμενον τοῦ βίου οὐ τοὺς λογάδας μόνον καὶ περιβλέπτους, ἀλλὰ καὶ αὐτοὺς τοὺς εὐσε‐
5βεστάτους καὶ φιλοχρίστους βασιλέας καὶ τοὺς ἐν τοῖς βασιλείοις τὰ πρῶτα τελοῦντας καὶ τοὺς πενίαι συζῶντας, ὧν ἀξιόπιστος ἡ μαρτυρία τὴν εἰς αὐτοὺς γεγενημένην φιλοτιμίαν τοῦ ἀνδρὸς ἐκβοῶσα, πενίας θεραπευτήν, σωφροσύνης διδάσκαλον ἐγκρατείας τύπον τοῖς τε κατ’ αὐτὸν καὶ τοῖς ἔπειτα παρεχόμενον, ἡσυχίαν τιμῶντα, τὰ δὲ εἰς τὴν τοῦ θεοῦ τε‐ λοῦντα δοξολογίαν φθεγγόμενον, ἀνθοῦντα τῆι πολιᾶι, τοῖς κατορθώμασιν εὐανθέστερον, ἐκ
10κοιλίας Ναζιραῖον, ἕνα σκοπὸν τοῦ βίου πεποιημένον τὴν εἰς τοὺς δεομένους φιλοτιμίαν, οὐ τὰ τῶν ἀρρωστούντων καὶ πενομένων μόνον θεραπεύειν εἰδότα σώματα, ἀλλὰ καὶ τοῖς τελευτῶσιν ὡς ἂν σεμνὴ καὶ τῆι ὁσίαι πρέπουσα ἡ κατάλυσις γένοιτο, προνοήσαντα, μόνην εὑρόντα Χριστιανῶι πρέπουσαν φιλοτιμίαν οὐκ ἐν ἰδίων οἰκοδομημάτων κατασκευαῖς, ἀλλὰ κοινῶι πολυανδρίωι καὶ περιφανεῖ τὰ τῶν ξένων σώματα καὶ τῶν ἀθεραπεύτων τιμήσαντα,
15πλοῦτον ἡγούμενον τὴν θεραπείαν τῶν δεομένων, τριχίνοις ῥακίοις σκεπόμενον καὶ δῆμον ὅλον κοσμοῦντα ταῖς ἀναγκαίαις περιβολαῖς. τράπεζα τούτωι οἵα καὶ τῶν πενήτων, μᾶλλον δὲ κοινὴ πρὸς τοὺς πένητας· οὐδὲν γὰρ ἴδιον, ἀλλὰ πάντα κοινὰ πρὸς τοὺς δεο‐ μένους πεποίηται, Ἐλισσαῖός τις ὄντως ἤ τις ἄλλος ἑστιάτωρ τοιοῦτος, πάντας πλουτῶν, ἴσως μετέχειν τῶν ἑαυτοῦ πρὸς τοὺς πολλοὺς ἀνεχόμενος, γνήσιος τοῦ Χριστοῦ οἰκονόμος,
20κατὰ τὴν εὐαγγελικὴν παράδοσιν ἀφθόνως τὸ σιτομέτριον ἐκ τῶν οἰκείων τοῖς ὁμοδούλοις μεταδιδούς. καὶ τί ἂν τοσοῦτον εἴποιμεν ὅσον αὐτὰ βοᾶι εἰς μαρτυρίαν τὰ πράγματα, ἑκάστης ἡμέρας ἰδίαν αὐτῶι προστιθείσης κατορθωμάτων ὑπόθεσιν; τοῦτον ἐπὶ τὴν ἀρχιερωσύνην ταῖς τοῦ θεοῦ ψήφοις ἠγάγομεν, τῆι πρώτηι ὄψει οἷόν τινα βασιλέα σμήνους πρὸς ἑαυτὸν τοὺς διασκεδασθέντας ἑλκύσαντα, ὡς ἓν εἶναι πάλιν τῆς ἐκκλησίας τὸ σῶμα
25καὶ τῶν ψυχῶν γενέσθαι παραυτίκα θεραπευτὴν τὸν ἐν τοῖς σώμασι τῶν πενομένων τὴν τέχνην ἐπιδειξάμενον· ὧι χρόνον ἐπιμετρηθῆναι πολὺν παρὰ τοῦ χορηγοῦντος τοῖς δεομένοις εὐξάμενος, θεοφιλέστατε, ἀκύμαντον ἡμῖν τε καὶ τοῖς ἔτι τὴν ἐκκλησίαν φυλάξεις, ὑπὸ ἀγαθῶι φρουρουμένην ποιμένι καὶ προκινδυνεύειν ταύτης ἐν τοῖς ὑπὲρ τῆς εὐσεβείας ἀγῶσιν ἐθέλοντι. τὴν δὲ ἐκκλησιαστικὴν ἐπίστασαι ἀκολουθίαν ὥστε καὶ ἐπιστέλλειν καὶ δέχεσθαι
30παρ’ αὐτοῦ κοινωνικὰ γράμματα καὶ μεμνῆσθαι τοῦ ὀνόματος αὐτοῦ ἐν ταῖς μυστικαῖς λει‐ τουργίαις. ἀπεστείλαμεν δὲ ταύτης ἕνεκεν τῆς ὑποθέσεως τὸν εὐλαβέστατον πρεσβύτερον Ἰωάννην καὶ τὸν εὐλαβέστατον διάκονον Ἐπιθυμητόν.
34Ἐπιστολὴ Κελεστίνου τοῦ ἁγιωτάτου ἀντιγραφεῖσα τοῖς αὐτοῖς ὁσιωτάτοις ἐπισκόποις
35 Κελεστῖνος Ἀρκαδίωι Φιλίππωι Ἰουβεναλίωι Φίρμωι Φλαβιανῶι Θεοδότωι Ἀκακίωι Εὐ‐ οπτίωι Δανιήλωι καὶ πᾶσι τοῖς ἐπισκόποις τοῖς ἐν τῆι ἁγίαι συνόδωι παραγενομένοις ἀγα‐ πητοῖς ἀδελφοῖς ἐν κυρίωι χαίρειν. Μόλις ἐπὶ τῶι τέλει τῶν κακῶν ἐχάρημεν· μόλις ἡμῖν πᾶσι κοινῆι ῥητέον· ἡ δεξιά σου, κύριε, δεδόξασται ἐν ἰσχύι· ἡ δεξιά σου χείρ, κύριε, ἔθραυσεν ἐχθρούς. κυρίως γὰρ ἐκεῖνοι συνετρίβησαν οἱ λαλοῦντες
40ἄδικα, ὧν εἴδομεν, ὥς φησιν ὁ Δαυίδ, ἀποφραγέντα τὰ στόματα. τούτου μέντοιγε οὕ‐ τως πιστῶς παρελθόντος τοῦ πράγματος ὑμᾶς ἐκβιβαστὰς μεθ’ ἡμῶν γεγονέναι ὁρῶμεν
τοὺς τῆς πίστεως ἱερέας, οἵτινες συναχθέντες εἰς ἓν καὶ κατὰ τὸν ἀπόστολον οὐ τὰ ὑμέ‐

1,1,7

126

τερα ζητοῦντες, ἀλλὰ τὰ τοῦ Ἰησοῦ Χριστοῦ, τὸ πρᾶγμα τοῦ κοινοῦ δεσπότου ἐπράξατε. ἐφ’ ὑμῶν οὖν περὶ τῆς ὑμετέρας διεξερχόμεθα ἁγιότητος, ὧν εἰς πᾶσαν τὴν γῆν τὸν φθόγγον χαίρομεν ἐξεληλυθέναι, ὁπότε καὶ εἰς τὰ πέρατα τοῦ κόσμου τῆς αὐτῆς κηρυττο‐ μένης ἀληθείας τὰ ῥήματα ὑμῶν διέβη. ὁ θεὸς ἡμῶν οὐκ ἀνέχεται λανθάνειν ὃ παρέσχεν,
5ἐπειδὴ οὐδέποτε αἱ εὐεργεσίαι αἱ ἐπουράνιοι ἀποκρύπτονται. οὕτω τοιγαροῦν γίνεται ὥστε τηλικούτου δώρου ἐπουρανίου φανερουμένου κατὰ τὴν θείαν βούλησιν, ὡς γέγραπται, πάντας ἀνθρώπους σώιζεσθαι καὶ ἔρχεσθαι εἰς γνῶσιν τῆς ἀληθείας. προσφωνῶ οὖν τοῖς νικηταῖς καὶ τοῖς ἐν τῶι πολέμωι μόνην ἀντικρὺ τῶν πολεμίων βαστάσασι τὴν πίστιν, ἥτις, ὡς Ἰωάννης φησὶν ὁ ἀπόστολος, νικᾶι καὶ τὸν κόσμον· ὑμῖν τοῦ αὐτοῦ κυρίως ἀντι‐
10γράφω τὰ ῥήματα, οἵτινες κατὰ τὴν θείαν γραφὴν ὡς πατέρες ἔγνωτε τὸ ἀπ’ ἀρχῆς ὄν, καὶ ὡς νεανίσκοι, ὡς ἔτι ἐστὲ γενναῖοι καὶ τὸ ῥῆμα τοῦ θεοῦ ἐν ὑμῖν μένει, ἐνικήσατε τὸν κακοήθη. τοιούτοις κοινωνοῖς εὐχαριστοῦντες, περὶ ταύτης τῆς ἐκβάσεως οὐδαμῶς ἀμφεβάλομεν· ἔσχε τὴν ψυχὴν τὴν ἡμετέραν θάρσος τοῦ νικῆσαι, οἵτινες ὑμῖν ἑωρῶμεν τοῦ ἐπουρανίου πράγματος τὸ ἄχθος ἐπικεῖσθαι, οὓς πάνυ καλῶς ἠπιστάμεθα κατ’ ἐκεῖνο τὸ
15προφητικὸν μεμισηκέναι συναγωγὴν πονηρευομένων καὶ μετὰ ἀσεβῶν μὴ καθίσαι. ἐγκρα‐ τὴς ἐγενόμην οὗ προσεδόκων, ἐπειδὴ ἄντικρυς ἀδικούντων καὶ διεστραμμένων, ὡς ὁ προ‐ ειρημένος λέγει, ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι. μιᾶι τοίνυν καὶ τῆι αὐτῆι ἀναφορᾶι διὰ τῶν υἱῶν τῶν ἡμετέρων τῶν εὐλαβεστάτων καὶ θεοφιλεστάτων ἀνδρῶν Ἰω‐ άννου τοῦ πρεσβυτέρου καὶ Ἐπιθυμητοῦ τοῦ διακόνου καθαίρεσιν δικαίαν καὶ ἀνύψωσιν
20ἐμάθομεν δικαιοτέραν, ἐκεῖνο ὅπερ ἐν τῶι εὐαγγελίωι ἀνέγνωμεν, παριστῶντες ὅτι ὁ θεὸς ἡμῶν ἀνυψοῖ ταπεινοὺς καὶ καθαιρεῖ δυνάστας ἀπὸ θρόνων, ἀφ’ ἧς ἀποφάσεως ἐκεῖνος ὁ ἡμέτερος σοφώτατος οὐδαμῶς ἐξετράπη, ὃς εἴρηκεν ὑπὸ τοῦ θεοῦ ἡμῶν φυλάττεσθαι τῶν ταπεινῶν τὴν μνήμην, ἀπόλλυσθαι δὲ τὴν τῶν ὑπερηφάνων. ὅπερ πότε οὕτως ὁρᾶται ἀκριβῶς πεπληρωμένον ἢ νῦν; ὅτε ὁ σωτὴρ προθέμενος τοὺς ἀξίους τιμῆσαι, τὰ ὀστᾶ τῶν
25ἀνθρωπαρέσκων διεσκόρπισε καὶ προνοηθέντος ποιμένος ἀξιωτάτου τὸν ἀνήμερον λύκον ἀπὸ τῶν ἰδίων ποιμνίων ὁ ἀμνὸς ὁ ἄμωμος ἐξεώσατο. ἀνέγνωμεν αὐτοῦ τὰ παρὰ τῆς ἀδελφότητος τῆς ὑμετέρας γεγραμμένα ἐγκώμια, καὶ οὐδεὶς ἡμῶν ἠδυνήθη θαυμάσαι, ἐπειδὴ ἐγνωσμένα εἰρήκατε. διήγησις χορηγείσθω τοῖς ἀδήλοις· μαρτυρίαν τὰ ἐγνωσμένα οὐ ζητοῦσι τῶν καλῶν. τοῦτον τῶν πράξεων ἡ παλαίστρα πάντοτε ἐγύμνασε· τοιοῦτον τοῦτον
30ἐδώκαμεν οἷον ἐν τοῖς γράμμασιν ηὕρομεν, τοιοῦτον ἀληθῶς, ἵνα διὰ βραχέων εἴπω, οἷον ὁ διδάσκαλος ἡμῶν εἶναι προστάττει τὸν ἱερέα, ἵνα προσφόρως τῆι πάντων κρίσει ἀξιωθῆι ἀκούειν ἰδοὺ ἀληθῶς ἄνθρωπος Ἰσραηλίτης ἐν ὧι δόλος οὐκ ἔστιν. οὐκ ἄρα τοῖς ἐπαίνοις τοῖς ὑμετέροις εἰς αὐτὸν ταῦτα συμβαίνει; ἄλλως τοιγαροῦν ἅπερ εἰρή‐ κατε, ἀκούετε; τοιοῦτον διάδοχον ἐζήτει ὁ τῆς μακαρίας μνήμης Σισίννιος, ἡ μακαρία
35ἁπλότης, ἵνα τὸν τόπον αὐτοῦ, εἰ μὴ ὁ αὐτοῦ ὅμοιος, μὴ κατάσχηι. καὶ γὰρ κάλλιον πράττομεν, εἰ ἀπεχόμενοι λοιπὸν ἐκείνου τοῦ ἱεροσύλου ὀνόματος τὴν καθέδραν ἐσχολακέναι φαίημεν, πεπρᾶχθαι δὲ θείαι κρίσει ὥστε τούτου τὴν ἐκκλησίαν ἀντὶ θεραπείας ἐπιτυχεῖν. τοιγαροῦν τὴν διχόνοιαν ἐξεῖλε καὶ τὴν ὁμόνοιαν ἀπέδωκε χειροτονηθείς· τί οὐ δυνήσεται παρασχεῖν κατὰ καιροὺς οὗτινος τοῦτο αἱ ἀρχαὶ παρέσχον; ταῦτα περὶ τούτου ἀμοιβαδὸν
40λέγομεν ἃ ἡ εἰρήνη ἀνακαινισθησομένη ἐπιζητεῖ· παρῆμεν καὶ οὐκ ἂν εἴποιμεν ἑαυτοὺς ἀπόντας, ὅτε αὐτοῦ τῆι κεφαλῆι τὰ μυστικὰ ῥήματα ἐπελέγετο, ὅτε ἀπεδίδοτο πᾶσι τῆς ἐπουρανίου χαρᾶς ἡ σωτηρία· τὸ δὴ τελευταῖον, οὐδεὶς ἐκεῖσε τῶν καθολικῶν ἀπελείφθη, ὅπου γε πάντες κοινῆι ἐνίκησαν. πρὸς τούτοις ἐχάρημεν τοῦ φιλανθρωποτάτου καὶ χρι‐
στιανικωτάτου βασιλέως τῆι περὶ τούτου μαρτυρίαι, ὅτι ταῖς ἐπιστολαῖς τῆς ἀγάπης τῆς

1,1,7

127

ὑμετέρας τὴν αὐτοῦ ἀπόφασιν ἑωρῶμεν συμφωνεῖν. καὶ οὐ θαυμαστὸν εἰ ψυχὴ βασιλέως ἡ ἐν χειρὶ οὖσα θεοῦ συνήινεσε τούτοις οὓς αὐτοῦ ἠπίστατο ἱερέας. λέγει γὰρ ὁ λόγος ὁ κοσμικὸς ὁ τὰ θεῖα πράγματα ἐκβιβάζων, ὃς συνεστρατεύσατο τῶι βασιλεῖ· εὐτυχὲς τὸ βασίλειον, ὧι στρατεύεται ὁ ἐκβιβασμὸς τῶν θείων, καὶ οὐδὲ οὗτος ἔλαττον εὐτυχής, ὃν
5οὕτως ἀνακηρύττει ἡ βασιλεία τῶν ἐν τῶι κόσμωι. ταύτηι τῆι μαρτυρίαι ἄξιός ἐστιν ὁ κατασταθησόμενος δοκιμασθῆναι, οὐχ ὁ ἀποδοκιμασθῆναι 〈δυνάμενοσ〉 χειροτονούμενος. οἴδαμεν ποίαι ὁδῶι ὁ ἁγιώτατος ἀδελφὸς καὶ συνεπίσκοπος ἡμῶν Μαξιμιανὸς καὶ ποίοις κατὰ βαθμὸν καμάτοις τῆι ἀξίαι τῆς ἱερωσύνης ἐπέβη. τοῦτον οὐ πλούτου δόξα, οὐ δυναστείας ὄρεξις, ἥτις εἴωθε προσγίνεσθαι τοῖς περιτρέχουσι τῶν τιμῶν τὸ μέγεθος, προ‐
10ήγαγε δὲ ἡ βοήθεια τῶν πενήτων, οἷς ὡς πιστὸς δοῦλος καὶ σοφὸς τροφὴν διδοὺς ἐπὶ πᾶσι τοῖς τοῦ δεσπότου τοῦ ἰδίου κατέστη ἀγαθοῖς· καὶ ὅμως εἰ καὶ ὠρέχθη τῆς ἐπισκοπῆς, οὐκ ἄλλως εἰ μὴ δι’ ἔργον καλόν, ὡς λέγει ὁ ἀπόστολος, ἐπεθύμησεν. οὕτως ὁ θεὸς ἡμῶν καὶ τί βουλόμεθα καὶ διὰ τί, καθορᾶι. τίς ἀμφιβάλλει μὴ δύνασθαι μᾶλλον πράττειν τὸν προκαθήμενον ὅπερ ἠδύνατο καὶ ἐποίει ὁ ὑποκείμενος;
15 Ἐκβέβληται, ἐμισήθη ἐκεῖνος ὁ βλάσφημος· ταύτην τὴν τάξιν ἔχειν οὐκ ἠδύνατο ἣν οὗτος εἶχε, τὴν τῶν σωμάτων λέγω ἐπιμέλειαν, ὅς γε ἐπεχείρει τὰς ψυχὰς τραυματί‐ ζειν. ἐγένετο ἡ πτῶσις αὐτοῦ μεγάλη, οὕτως μεγάλη, ὡς καὶ τῆς φαύλης διδασκαλίας αὐτοῦ. τοίνυν ἐπειδὴ περὶ τῆς τῶν παρελθόντων διορθώσεως χαίρομεν, φυλάξασθαι ἡμᾶς χρὴ εἰς τὸ αὖθις ὥστε μὴ δυνηθῆναι ἐπὶ πλεῖον τὰ ἐκκοπέντα βλαστῆσαι. ἐπικείσθω
20οὖν ἡ ὑμετέρα ἀδελφότης· ἐπειδὴ ἐν οἱωιδηποτοῦν τόπωι ὁ λοιμὸς οὗτος ἐὰν ἦι τοῦ ἡμετέρου σώματος, ἐκεῖ ἀνάγκη τὰ μέλη συντρίβεσθαι καὶ διὰ τῆς ἀνεξικακίας ἡμῶν τὰ πάθη χειρόνως δόξει τῶν προτέρων τρέφεσθαι, ἐγράψαμεν τῆι φιλανθρωπίαι τῆι βασιλικῆι ἵν’ ἐκ μέσης τῆς ὑγείας μακρότερον ἡ ἀσθένεια ἀπαχθῆι. ἔγνωμεν τοῦτον εἰς τὴν Ἀν‐ τιόχειαν ὑποστρέψαι καὶ ἐκεῖσε αὐτῶι, ὅθεν ἐληλύθει, τοῦ βίου παρεσχῆσθαι τὴν ἄδειαν.
25τῶν ἀκάκων ὄλεθρός ἐστιν οὗτος ὁ περιορισμός. ἴδωμεν ἐπιμελέστερον ὅ τι ἠδύνατο ἐκεῖσε τεκεῖν ἅπερ ἐκεῖσε συνελήφθη πρὸ τούτου. οὔκ ἐστι τοὺς γνωρίμους πεῖσαι δυσχερὲς ἐν τοῖς ὀφθαλμοῖς ἐστι τῆς αὐτῆς πόλεως ἡ ἐκκλησία ἥτις διὰ τούτου ἀπώλεσε τὸν ἱερέα καὶ ὅμως κάμνομεν συνιδεῖν τίς τίνι ἐγένετο αἴτιος τοῦ ἁμαρτῆσαι; εἰ μή που ἄρα ἐκεῖνος, ὃ[ν] περὶ τῆς εἰρήνης τῶν ἐκκλησιῶν λέγομεν, ἠπατῆσθαι ἑαυτὸν ἐπιδείξει καταλιπὼν τὸν
30κατακριθέντα. ἀλλὰ τίς ἐκεῖσε ἐλπίσει τινὰ δεδυνῆσθαι διορθώσασθαι, ὅπου γε τὸ ἄκρον ὁρᾶι κατέχον τὸν τῆς διαστροφῆς αὐθέντην, ὅπου γε παρὰ πάντων σέβεται ὁ ἐξό‐ ριστος; μεγάλη ἐστὶν ἐκεῖσε, ὅπερ θρηνοῦντες λέγομεν, ἡ ἀπαγόρευσις τῆς ὑγείας, ὅπου, καθὼς Ἡσαίας λέγει, πᾶσα κεφαλὴ εἰς πόνον καὶ πᾶσα καρδία εἰς λύπην ἀπὸ ποδῶν μέχρι κεφαλῆς. πότε ἐκεῖσε μέλος τι σχεῖν δυνήσεται ἐλπίδα σωτηρίας,
35ἔνθα κινδυνεύει πᾶσα τοῦ σώματος ἡ σύμπηξις; κάμνετε, ἀδελφοὶ γνησιώτατοι, κάμ‐ νετε, παρακαλῶ, ἵν’ ἀληθῶς ἀρθῆι ἐκ τοῦ μέσου ὑμῶν ὁ τοῦτο ποιῶν τὸ ἔργον· μόνη πρέπει τοῖς τοιούτοις ἀνθρώποις ἡ ἐρημία. ποῦ γὰρ ὀφείλει οὗτος εὑρεῖν ἀνάπαυσιν ἀλλαχοῦ ὁ οὕτω διεξελθὼν περὶ τοῦ πανταχοῦ βασιλεύοντος; ἐτελέσθη παρ’ ὑμῶν τὸ σύμπαν πέρας τοῦ πράγματος· νῦν πρακτέον ἐστὶ τὸ ἐνεστὼς καὶ ὑπολεῖπον, ὥστε μὴ εἰς κενὸν
40εἶναι τὸ πεπονημένον ἡμῖν. μακρὰν μὲν διακείμεθα, ἀλλὰ διὰ τῆς φροντίδος τὸ πᾶν ἐγγυτέρω ὁρῶμεν· πάντας ἔχει ἡ τοῦ μακαρίου ἀποστόλου Πέτρου φροντὶς παρόντας, οὐδαμῶς ἑαυτοὺς δυνησόμεθα ἐνώπιον τοῦ θεοῦ ἡμῶν παραιτήσασθαι εἰς ἃ ἐπιστάμεθα. καὶ εἰ καὶ ὅτι μάλιστα ταῦτα ἃ λέγομεν, ἡ ἁγιότης ἡ ὑμετέρα ἐσιώπησεν, ὅμως δ’ οὖν
ἔγνωμεν πάντα ἐπιμελέστερον ἀναζητοῦντες. τηλικούτωι τοίνυν πράγματι τὸ λεῖπον

1,1,7

128

τέλος ταῖς πράξεσι ταῖς ὑμετέραις παρακαλῶ ἀποκρίνασθαι, ἐπειδὴ οὐ θέλομεν κἂν ἐν τῶι τυχόντι γοῦν ὑμᾶς ὑστερῆσαι τοῖς τὰ μέγιστα κατορθώσασι βοηθείαι τῶν τῆς γῆς βασιλέων. τούτοις προστίθεσθε οἷς ἐγράψαμεν εἰδότες γινώσκουσιν καὶ αὐτοῖς τί τοῖς ἰδίοις ὀφείλουσι παρασχεῖν καιροῖς· γινώσκουσιν ὅτι τοῖς θεμελίοις τῆς καθολικῆς πίστεως
5ἡ ἰδία αὐτῶν συνέστηκε βασιλεία, καθαρὰ παρὰ τῶν ἁγίων κληρονόμων τῆς πατρώιας καὶ παππώιας πίστεως ἡ φλὲψ φυλάττεται· βρύει ἀπ’ αὐτῶν ἄφθορος διὰ τῶν ἀπογόνων· οὐδέποτε ταύτην ἐν τούτοις τίς ποτε ἰλὺς συνεθόλωσε· φυλάττει τῆς πηγῆς τῆς ἰδίας τὸν ἀρχαῖον τῆς πίστεως δρόμον, ὅταν τοῦτο ὅπερ εἴληφε τὸ γένος, ὁρᾶται ἐν τοῖς ἐκγόνοις. κύνα καὶ ἐργάτην κακὸν ὁμοῦ διώξωμεν· ποιήσατε παρόντες ὑμεῖς ὅπερ προ‐
10τρεπόμεθα ἡμεῖς ἀπόντες. γενικῶς γὰρ τὴν φροντίδα ταύτην πᾶσι μὲν χρεωστοῦμεν, ἐξαιρέτως δὲ προσῆκον ἡμᾶς Ἀντιοχεῦσι κινδυνεύουσι βοηθῆσαι, οὓς ἡ λοιμώδης νόσος ἐπολιόρκησε. λύσωμεν τῶν συνδέσμων πάντων τὴν πόλιν, ἐν ἧι, ὡς αἱ Πράξεις τῶν ἀποστόλων λέγουσι, χρηματίσαντας πρώτως ἔγνωμεν Χριστιανοὺς ἡμᾶς. πάσηι οὖν δυνάμει τούτους ἐπαμύνωμεν οἷς κατὰ τὴν θρηισκείαν χρεωστεῖν ἡμᾶς γιγνώσκομεν ὃ
15καλούμεθα. Ταύτην τὴν φροντίδα τὴν ἡμετέραν παρόντες ἐδοκίμασαν οἱ θεοφιλέστατοι υἱοὶ καὶ πάνυ ἡμῖν καταθύμιοι Ἰωάννης τε ὁ πρεσβύτερος καὶ Ἐπιθυμητὸς ὁ διάκονος, οὕστινας παραγενομένους πρὸς ἡμᾶς θᾶττον ἀπελύσαμεν, φροντιστικώτερον τοῦτο πράττοντες ἵν’ οὓς ταῖς ἡμέραις τῆς δεσποτικῆς γεννήσεως ἐδεξάμεθα, τούτους τῶι καιρῶι τῆς ἀναστά‐
20σεως τῆς δεσποτικῆς ἀποκαταστήσωμεν. περὶ δὲ τούτων τῶν μετὰ Νεστορίου τὴν αὐτὴν φρονησάντων ἀσέβειαν καὶ κοινωνοὺς ἑαυτοὺς τῶν τούτου ἀσεβημάτων προσθεμέ‐ νων, εἰ καὶ ὅτι μάλιστα γιγνώσκεται ἡ ὑμετέρα κατ’ αὐτῶν ἀπόφασις, ὅμως καὶ ἡμεῖς δογ‐ ματίζομεν τὸ παραστάν. πολλὰ συνορᾶν δεῖ ἐν ταῖς τοιαύταις ὑποθέσεσιν, ἅπερ ἡ ἀποστολικὴ καθέδρα πάντοτε κατεῖδεν. ὃ λέγομεν, τῶν Κελεστιανῶν τὰ ὑποδείγματα
25μαρτυρεῖ, οἵτινες τὴν ἐλπίδα ἀπὸ τῆς συνόδου μέχρι τοῦ νῦν ἐσχήκασιν, ἔχουσι δὲ ἄδειαν τοῦ ἐπανελθεῖν, ἐὰν ἀνανήψωσιν, ὅπερ τούτοις μόνοις οὐ συγκεχώρηται, οἵτινες δικαίως μετὰ τῶν αὐθεντῶν τῆς αἱρέσεως τῶν ἀδελφῶν πάντων τῆι ὑπογραφῆι δείκνυνται κατακε‐ κρίσθαι· ἐκ τοῦ τούτων δέ τινας διὰ τὸ ἔλεος τοῦ θεοῦ ἀριθμοῦ πρὸς ἡμᾶς λοιπὸν ἐπανεληλυθέναι ὁρῶντες χαίρομεν. ὅπερ ταύτηι τῆι γνώμηι γέγονεν, ὥστε οὓς ἡ συνεί‐
30δησις ἡ μεμιγμένη οὐκ ἠδύνατο διακρῖναι, κἂν γοῦν ἀπόφασις χωρίσηι. τούτοις τὴν ὑμετέραν ἀδελφότητα ἀκολουθῆσαι ὑπομιμνήσκω· ὑπόδειγμα ἔστω τούτοις ἡ κεφαλὴ τοῦ μύσους μετὰ τούτων οὓς κατακεκριμένους ὁ συνοδικὸς διαλαλεῖ ὅρος, τοὺς δὲ ὑπολοί‐ πους 〈οὓσ〉 ὡς τὰ τούτου φρονοῦντας ἐν τῆι κοινωνίαι τῆι ἐκκλησιαστικῆι οὐκ ἔχομεν, ἐκβάλλεσθαι τῶν πόλεων τῶν ἰδίων καὶ ἑαυτοὺς ἐν τῶι ἡμετέρωι καταλόγωι γιγνωσκέτω‐
35σαν μὴ ἔσεσθαι, εἰ μή που γε κατὰ τὸν ἐκκλησιαστικὸν καὶ τὸν τῶν Χριστιανικωτάτων βασιλέων ὅρον τὰ κατακεκριμένα μετὰ τῶν οἰκείων αὐθεντῶν κατακρίνοντες ὁμολογήσουσι〈ν ἑαυ〉τοὺς καθολικοὺς ἱερέας· ὅντινα τύπον καὶ περὶ τούτους βουλόμεθα φυλάττεσθαι, οἵτινες ἐν ταῖς ἐκκλησιαστικαῖς ὑποθέσεσι συναρπάζειν τοὺς Χριστιανοὺς βασιλέας θέλουσι καθὼς ὠιήθησαν, καὶ ἄλλωι τρόπωι πάλιν τὰς ἐκκλησίας κατειλήφασιν. τὸν δέ γε Ἀντιοχέων
40ἐπίσκοπον, εἰ ἔχει ἐλπίδα διορθώσεως, παρὰ τῆς ὑμετέρας ἀδελφότητος βουλόμεθα μεθο‐ δευθῆναι, ἵν’ εἰ μὴ ἅπερ φρονοῦμεν, φρονήσει τῶι αὐτῶι τύπωι τὴν καινὴν βλασφημίαν ἐγγράφως ἰδίαι ὁμολογίαι ἀναθεματίζων, γιγνωσκέτω καὶ περὶ αὐτοῦ τὴν ἐκκλησίαν ὁρίσαι
ὅπερ τῆς πίστεως τῆς ἡμετέρας τὸ πρόσχημα παρακελεύεται. πιστεύομεν δὲ τῆι ἐπου‐

1,1,7

129

ρανίωι ἐλεημοσύνηι ὅτι πάντες εἰς τὴν ὁδὸν ἐπαναχθήσονται, εἰ ἀπὸ τοῦ προρρηθέντος τόπου τούτων τῶν κακῶν ἡ κεφαλὴ καὶ ἡ ἀφορμὴ περιαιρεθῆι. καλῶς σωθείητε, ἀδελφοί. Ἐδόθη Εἰδοῖς Μαρτίαις Ἀετίου καὶ Βαλερίου ὑπάτων.
5Τοῦ αὐτοῦ τῶι βασιλεῖ Θεοδοσίωι Τῶι ἐνδοξοτάτωι καὶ γαληνοτάτωι Θεοδοσίωι αὐγούστωι Κελεστῖνος ἐπίσκοπος. Ταῖς ὑποθέσεσι ταῖς ἰδίαις τὴν ἐπουράνιον εὐδοκίαν παρεσχηκέναι ὅπερ ἠλπίζομεν, ἐπέγνωμεν. οὔτε γὰρ ἄλλο ἔσεσθαι αἱ διάνοιαι ἠδύναντο λογίζεσθαι, ὑμῶν ὄντων πιστῶν βασιλέων, ἢ τοῦτο ὅπερ ἀποβὰν ὁρῶντες χαίρομεν, ἵνα τὸ κήρυγμα τὸ κατὰ τοῦ θεοῦ τὸ ἀσεβὲς
10συμπέσηι καὶ μετὰ τοῦ ἰδίου ἀρχηγοῦ ἡ τοῦ καινοῦ δόγματος καταργηθεῖσα φαυλότης ἀπόληται. ἐπηνέχθησαν μὲν τῆι πίστει πόλεμοι καὶ κατὰ τοῦ αἰωνίου βασιλέως ἱεροσύ‐ λων ῥημάτων γένεσις ἐπεχειρήθη· ἀλλ’ ὑμεῖς οἱ τῶι Χριστῶι τῶι θεῶι ἡμῶν τῶι αὐ‐ θέντηι βασιλεῖ συμβασιλεύοντες τοὺς πολεμίους ταύτης τῆς πίστεως τῆι ὑμετέραι ἀνδρείαι ἐνικήσατε, τὸν ἐπουράνιον ἀνακαλούμενοι θρίαμβον, δι’ οὗ τῆι εὐλαβεῖ βασιλείαι τεῖχος
15παράσχητε εἰς τὸ διηνεκές. ἀληθῶς γὰρ προφητικὴ φωνὴ τῆι ὑμετέραι δόξηι συμβαίνει καὶ ἡ βασιλεία ὑμῶν λέγεσθαι δύναται ταύτηι τῆι ὑποθέσει βασιλεία πάντων τῶν αἰώνων, ὅτι ἐκδικηθείσης τῆς πίστεως τοῖς ἀξίοις γνωρίζεται καὶ αὐξομένης τῆς ἁγίας θρηισκείας ἡ παραφυλακὴ τῆς Χριστιανότητος ἡ ἐμφυτευθεῖσα τῆι σῆι εὐσεβείαι πάντοτε αὔξεται, ἐνδοξότατε καὶ γαληνότατε βασιλεῦ αὔγουστε. ἰδοὺ νῦν οἱ οἶκοι τοῦ κυρίου
20εὐχαῖς σχολάζουσι καὶ τὴν ὑμετέραν ἀνὰ πάσας τὰς ἐκκλησίας τῶι θεῶι ἡμῶν προσάγοντες θυσίας παρατίθενται βασιλείαν, οὐδὲν ἀποκινήσαντος ἢ διαταράξαντος τοῦ τολμήματος τοῦ σκανδάλου, εἰ καὶ τὰ μάλιστα ὁ λοιμώδης λόγος ἐπὶ πολὺ τὰς ψυχὰς τῶν ἀνθρώπων τραυ‐ ματίζει. τὴν σωτηρίαν ἅπασι τῶν ἰδίων ψυχῶν, πασῶν τῶν ἐκκλησιῶν προνοοῦντες, ἀπεδώκατε· αὕτη ἐστὶν ἀληθὴς καὶ ἐπαινετὴ τῆς ὑμετέρας βασιλείας ἡ φιλανθρωπία, δι’
25ἧς οὐ γαῖ, οὐκ ἐπαρχίαι, ἀλλὰ πάντων αἱ ψυχαὶ ἐξεδικήθησαν. λογίσασθε ταύτην εἶναι νίκην τὴν παντὶ τῶι κόσμωι σωτήριον, ἥντινα οὐκ ἐκ πολέμων, οὐ ξίφεσιν, ἀλλὰ μόνηι θεοσεβείαι τῆι περὶ θεὸν προσκείμενοι ἐπορίσασθε. μένει ἐνταῦθα τῆς ὑμετέρας δόξης ἡ στήλη καὶ μενεῖ, ὥστε μηδεμίαν αὐτὴν ἡλικίαν, μηδεμίαν χρόνου παλαιότητα ἐξαλεῖψαι· αἰωνία γάρ ἐστιν ἥνπερ ἡ τοῦ αἰωνίου βασιλέως ἀγάπη παρέσχηται. οὕτως ἡ τοῦ Ἁβραὰμ πίστις
30τῶι κόσμωι διαλάμπει, Δαυὶδ τοῦ βασιλέως ὁ ἄξιος περὶ θεοῦ ζῆλος αἰώνιος γέγονε· τοὺς γὰρ ἐχθροὺς τοῦ θεοῦ ἰδίους εἶναι ἐνόμιζεν ἐχθροὺς καὶ ἐμίσει οὓς τῶι θεῶι μισητοὺς εὕρισκε. καὶ Ἠλίας ὁ προφήτης τοὺς τὰ ψευδῆ προφητεύοντας οὐκ ἠρκέσθη ἐλέγξαι, ἀλλ’ οὕτως καὶ εἰς αὐτοὺς ἠθέλησεν ἐκδικῆσαι, ὥστε διώκων αὐτοὺς ἀπολέσαι, οὓς κατε‐ νόει εἰς ἀπώλειαν σπεύδειν τοῦ ἰδίου λαοῦ. ὁμοία σοι μετ’ ἐκεῖνον ἡ δόξα· ἐκεῖνος
35τοῖς τὰ ψευδῆ προφητεύουσιν ἀντέστη, σὺ τοῖς τὰ διεστραμμένα διδάσκουσιν· ἐκεῖνος τοὺς ψευδομένους εἰς τὸν θεὸν προφήτας ἐδίωξε, σὺ τοὺς περὶ τοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν καταγγέλλοντας τὰ ἀσεβῆ ἀπελαύνεις, κἂν δοκῶσιν ἱερεῖς εἶναι· ἐκεῖνος τῆι κολάσει τούτων μόνον προσεῖχεν, ἡ ὑμετέρα εὐσέβεια οὐ τὰ ἀσεβῆ κολάζει μόνον, ἀλλὰ καὶ εὐλαβῆ ἐκδικεῖν σπουδάζει. οὔτε γὰρ ἤρκει ἀπεληλακέναι τὸν λοιμὸν καὶ τὴν φθορὰν ἐξεῶσαι, εἰ μὴ καὶ
40εἰς ὑγείαν τοὺς νοσήσαντας ἀποκαταστήσειας καὶ ζωτικὴν τοῖς παραποιηθεῖσιν οὐσίαν

1,1,7

130

ἐχορήγησας, τοιοῦτον ἐκείνηι τῆι ἐκκλησίαι καθιστῶν ἱερέα, τὸν ἁγιώτατον φημὶ Μαξιμια‐ νόν, ὅς γε πάλαι τούτου ἑαυτὸν ἄξιον τοῦ ἀξιώματος πᾶσι τοῖς γνωρίμοις ἀπέδειξε. γέν‐ νημά τι καὶ ὡσανεὶ τοῦ ἰδίου σώματος μέρος τῆι Ῥωμαίων μαρτυρίαι ἡ ἐκκλησία ἔχουσα, ἥτις τοῦτον πάντοτε ἐν τοῖς ἰδίοις ἔσχε καὶ ἠρίθμησε, φέρει τῶν ἰδίων προγόνων ἔπαθλα,
5οἷς ὁσίως προσεκεκόλλητο. οὕτως γὰρ τῶι τῆς εὐλαβοῦς μνήμης Ἀττικῶι τῶι ὑπὲρ τῆς καθολικῆς πίστεως καθαρῶς πολεμιστῆι ἰσχυρῶι τῆι διανοίαι ὁμοῦ καὶ τῆι ὑπηρεσίαι συνῆν, ὥστε ἔκτοτε τῆς μελλούσης εἰς αὐτὸν ἐπισκοπῆς τὰ σύμβολα προλάμπειν. ἀλλὰ [τί] γίνεται ἀπορρήτωι γνώμηι τῆς ἐπουρανίου θειότητος εἰς τὸ μετὰ ταῦτα ἅπερ δήποτε εἰσί, φυλαχθῆναι καλλίονα, ὥστε καὶ εἰς ἡσυχίαν διά τινων σκανδάλων τῶν ταραττόντων ἐλθεῖν.
10χρεωστεῖται τῆι τοῦ ἀδελφοῦ τοῦ ἐμοῦ δόξηι Μαξιμιανοῦ τοῦ ἐπισκόπου, ὥστε μή τινα αὐτοῦ προτετιμῆσθαι εἰς τοῦτο ὅπερ ὑπομείνασα ἡ πόλις πλανηθεῖσα μετανοεῖν τότε ἤρξατο καὶ νῦν ἐπιλεγέντος αὐτοῦ τῆς ἰδίας πίστεως ἐκείνωι ἑαυτὴν τὸ τέλειον χρεωστεῖν ἤισθετο. Ἀλλὰ τούτωι ἐκείνης τῆς ἐκκλησίας ἱερεῖ ὀψέ ποτε κατὰ τὴν ἰδίαν ἀξίαν ἐπιλεγέντι
15οὕτως, ὡς καὶ συναινέσει τῆς ἁγίας συνόδου τῆς παραγενομένης τὴν χειροτονίαν αὐτὸν ὑποδέξασθαι, πρὸς τὸ τῆς ἐκκλησίας συνθεῖναι τὴν κατάστασιν καὶ πᾶν τραῦμα τῆς φαύ‐ λης αἱρέσεως ἀπὸ ῥιζῶν ἀνασπάσαι, ἵνα μὴ τολμήσηι τὰ ἐκκοπέντα βλαστῆσαι, ἱκετεύομεν καὶ ἐξαιτοῦμεν πρὸ τῆς ἐκείνου ἐπικλήσεως σέ, ὃν παρακαλεῖ, τῆι πίστει τῆι ἡμετέραι, ὡς ἔθος ὑμῖν, παρασχεῖν τὰ ὅπλα. νῦν γάρ ἐστι πᾶσα φυλακὴ ἀντιθετέα αὐτοῦ τῆι δυσσεβείαι, μὴ
20ὁ ἅρπαξ λύκος ἀγριούμενος ὡς ἀποκεκλεισμένος ἀπὸ τῆς τῶν προβάτων τῶν δεσποτικῶν ἀγέλης, πάλιν ὡς ὄφις ὀλισθήσας εἰς τὸν θάνατον παραγένηται τῶν ψυχῶν, διορύξας ἐν ὧι δἂν δυνηθῆι μέρει, ταῖς περιδρομαῖς. οὔτε γὰρ δύναται ἠρεμεῖν ὁ τῆι ἰδίαι ἁρπαγῆι λυσσωδῶς ἐπιθυμῶν ἐπαναπαύεσθαι. ὀχύρωμα τοῖς ὑγιαίνουσιν, τὰ ἰάματα τὰ γεγενη‐ μένα βεβαιώσατε εἶναι ἀσάλευτα τοῖς ῥωσθησομένοις. τῆς ὑμετέρας πίστεως περιστοι‐
25χίσατε τείχεσι τῆς θρηισκείας τῆς καθολικῆς τὴν ἀλήθειαν, δι’ ὧν καὶ οἱ πιστεύοντες ὀχυρωθήσονται καὶ οἱ τῆι τοσαύτηι ἀκολουθήσαντες πλάνηι οὐ μὴ τολμήσωσιν εἰσελθεῖν. οὗτος γὰρ πληρέστατος τῆς νίκης τῆς ὑμετέρας ὁ καρπὸς ἔσται, μηδὲν καταλιπεῖν ὃ εἰσαῦθις ἡ τοῦ θεοῦ ἐκκλησία ὀφείλει εὐλαβεῖσθαι καὶ τηρεῖν. ὃν οὖν ἡ πάντων διέβαλεν ἀπό‐ φασις τῶν ἱερέων ἐν τῶι διαμένειν αὐτὸν προσομιλοῦντα τὰ ἱερόσυλα, τοῦτον ἡ ὑμετέρα
30ἡμερότης ἀπὸ τῆς τῶν πάντων κοινωνίας ἀποκινησάτω, ὥστε ἄδειαν μὴ ἔχειν τοῦ τινας ἀπολλύειν. Τοὺς μέντοιγε εὐλαβεστάτους υἱοὺς τοὺς ἐμοὺς Ἰωάννην τὸν πρεσβύτερον καὶ Ἐπι‐ θυμητὸν τὸν διάκονον τοὺς τοῦ τηλικούτου πράγματος ἀγγέλους μετὰ πάσης τῆς συγχαρ‐ μονῆς τῆς ἐκκλησίας ὑπεδεξάμεθα καὶ ἀναγνωσθένων τῶν γραμμάτων τῆς ὑμετέρας εὐσεβείας
35ἐν τῆι συναγωγῆι τοῦ παντὸς τῶν Χριστιανῶν λαοῦ ἐν τῶι τοῦ μακαριωτάτου ἀποστόλου Πέτρου μαρτυρίωι, τῶι κυρίωι ἡμῶν ὑπὲρ ὑμῶν εὐχὰς ἀπεδώκαμεν. οὕτως γὰρ τοῦ κυρίου συνεργήσαντος πρὸς ἡμᾶς παρεγένοντο, ὡς ἐν αὐτῆι τῆι ἡμέραι ἀπαντῆσαι, ἐν ἧι Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἡ γενέθλιος ἦν ἡ κατὰ σάρκα, ἧι τινι καὶ ἡ ζήτησις εἰσήγετο, καὶ τὴν ἀσέβειαν τοῦ ἡττημένου ὑπὸ πάσης ἅμα τῆς ἐκκλησίας καταισχυνθῆναι.
40Ὁ παντοδύναμος θεὸς τὴν βασιλείαν σου ἐπὶ μήκιστον χρόνου διάστημα διαφυλάξοι,
ἐνδοξότατε καὶ γαληνότατε βασιλεῦ αὔγουστε.

1,1,7

131

(2)

Τοῦ αὐτοῦ τῶι κλήρωι καὶ τῶι λαῶι Κωνσταντινουπόλεως Κελεστῖνος ἐπίσκοπος τῶι κλήρωι καὶ λαῶι Κωνσταντινουπόλεως ἀγαπητοῖς ἀδελφοῖς ἐν κυρίωι χαίρειν. Ἀγαλλίασις μητρός ἐστιν ἡ συναγωγὴ τῶν τέκνων· τοιγαροῦν χαίρει
5ἡ ἐκκλησία οὕτως ἑαυτῆς τὰ τέκνα τὰ ὑπὸ τοῦ διαβόλου σκορπισθέντα πάλιν ἀναγαγοῦσα, ὥστε ἐκ τούτων μηδένα ἀπολωλέναι εἰ μὴ τὸν υἱὸν τῆς ἀπωλείας, ἐπειδὴ αὐτὸν υἱὸν ἴδιον οὐδαμῶς ὁ πατὴρ ἡμῶν ἐπέγνω. ἐκεῖνον γὰρ μιμησάμενος ἐξ οὗ ἦν, ὡς ἀνέγνωμεν, ὑμῶν τῶν νομίμων τοῦ θεοῦ υἱῶν τὴν κληρονομίαν ἐπεχείρει ἀποσπάσαι, οὓς λέγοντος τοῦ ἀποστόλου καὶ κληρονόμους θεοῦ καὶ Χριστοῦ συγκληρονόμους κατὰ τὴν πίστιν ὑμῶν
10ἔσεσθαι πιστεύομεν. οὐ συνεχωρήθη οὖν αὐτῶι κατὰ τούτων βραβεῖα νίκης ἀπενέγ‐ κασθαι, οἵτινες μᾶλλον κατ’ αὐτοῦ χρησάμενοι τοῖς ὅπλοις τῆς πίστεως ἐθριάμβευσαν. νικητὰς ὑμᾶς, ὁμοῦ τοῦ κοινοῦ βασιλέως [εἰς] τὴν κατὰ τοῦ πολεμίου νίκην βοᾶι ὁ τύραννος ἀποκλεισθείς· ἐνίκησεν ἐν ὑμῖν οὗ ἄδηλος γίνεσθαι ἡ θειότης ἐνομίζετο. εἴ γε ἠνείχετο ἡ γέννησις ζήτησιν, ζήτησιν εἴποιμ’ ἂν ἣν ἑαυτῶι ἕκαστος καλῶς πιστεύων ἁπλουστάτως ὀφείλει
15ἀνακαλύπτειν. τίς γὰρ εἰς κρίσιν καλεῖν τολμήσοι τὸν θεὸν καὶ ἐρευνᾶν αὐτὸν ὅπως ἦλθε βοηθήσων; οὐκ ἦν δυσχερὲς τῶι θεῶι δύνασθαι ὃ ἠβούλετο, ὅς γε κατηξίωσεν ἐλευθερῶσαι δυνάμενος. ἀλλὰ πόθεν ἐκείνου τοῖς στέρνοις ἐν τοσαύτηι ἑαυτοῦ τῆι ἀχλύι τὸ φῶς ἰδεῖν; πόθεν ταῖς γηίνοις κακοτεχνίαις τὴν ἐν τοῖς ἀνωτάτω κειμένην συλλέξαι ἀλήθειαν; ταῦτα ἐν ταῖς ἰδίαις σκοτίαις ὁρᾶν οὐ δύνανται οἱ τοῦ λύχνου ἐκείνου
20τὸ ῥῆμα ἀγνοοῦντες, ὅπερ εἶναι φῶς ταῖς τρίβοις αὐτοῦ Δαυὶδ ὁ προφήτης μαρτυρεῖ. μεθ’ οὗ ψαλμωιδοῦ, ὡς προείπομεν, τῆς μητρὸς ἀγαλλιωμένης ἐν τῆι ἰδίαι γαστρὶ ἀνα‐ στρεψάντων οὓς ἡ διάλεξις ἡ μέχρι νῦν γελοιώδης καὶ βλάσφημος ἐτάραττεν, ἆσαι ἐτέρφθη· ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτ; ἁρμοδίως ἐγὼ τούτοις τοῖς ῥήμασι περὶ ἑαυτοῦ χρήσομαι· ἐμαυ‐
25τῶι γὰρ ἐκ τοῦ πλείστου μέρους καὶ τὸ ὅλον τῆς παρούσης ἐκδικῶ χαρᾶς τῆι βοηθείαι τῆς ἁγίας τριάδος, τῆς καθόλου ἐκκλησίας τὴν ἡσυχίαν, ἣν μέχρι τοῦ παρόντος πᾶς ὁ σκανδαλιζόμενος κατέφλεγε καὶ τὸ ἀσθενές τινων ἐποίει ἀβέβαιον. μέμνηται ἡ ἀγάπη ἡ ὑμετέρα πάλαι πρὸς ὑμᾶς μοι περὶ τοῦ πάθους γεγονέναι λόγον· κατεβάλομεν ἃ ὤφειλον σπέρματα ὁ ἱερεὺς εἰς τὰς ψυχὰς τῶν Χριστιανῶν οὔτε ἐμὲ τὸ ἐν ὑμῖν ἐλπι‐
30ζόμενον λήιον ἔσφαλέ τι. τῆι γὰρ ὑπομονῆι τῆι ὑμετέραι αὐτοῖς τοῖς καρποῖς ἐπιδείκ‐ νυσθε τὸ θέρος. τούτοις βασκαῖνον ἐπιμένει τὸ ὀλέθριον ζιζάνιον εἰς τινῶν διανοίας· ὁ ὀλέθριος γεωργὸς πολὺ μακρὰν ἐπιμένει, ἄλλο ἢ ὅπερ ἦν λαβὼν πρὸς τὸ σπεῖραι, εὑρη‐ κὼς ἐσπαρμένον. ἔχομεν ὄντως τῆς πίστεως τῆς ἡμετέρας τὰ σπέρματα, ἅπερ αὐτοῦ τοῦ δεσπότου ὁ λόγος καὶ ἡ τῶν ἀποστόλων διδαχὴ κατεβάλετο· ἅπερ ὁσάκις ταῦτα συμ‐
35βαίνει, αὐτὴ ἡ γῆ οὐχ ὑποδεχομένη, ἀλλὰ ἕτερα ἐπιχεθέντα διαφθείρει. οὐδαμῶς τῆι ἁπλῆι ὑμῶν πίστει ὁ τοῦ θερισμοῦ δεσπότης δυνήσεται ἐπιμέμψασθαι, ὅς γε ἐν τῶι εὐαγ‐ γελίωι τὸν ἀρχηγὸν τοῦ ζιζανίου ἐρωτηθεὶς ἐπέδειξεν. ἐκεῖνοι τότε εἰρήκασιν· ἐν τῶι καλῶι σπέρματι πόθεν ζιζάνια; ἡμεῖς εἴπωμεν· ἐν τοσαύτηι δαψιλείαι πίστεως πόθεν ἡ ἀπιστία; ἀποκρινώμεθα ὅμως ἡμεῖς ἑαυτοῖς τοῖς ῥήμασι τοῦ Χριστοῦ· ἄνθρωπος
40ἐχθρὸς τοῦτο ἐποίησε. πῶς ὑμᾶς ἐγύμνασεν ἡ τῶν προτέρων διδασκάλων παλαί‐ στρα, ἡ στερεότης τῆς ὑμετέρας διανοίας ἐδίδαξε. τὴν ἐπίγνωσιν χρεωστεῖτε αὐτοῖς ταύτης τῆς πλάνης ὧν αὐτὸς ἀνάξιος τῶν ἐπαίνων ἐγένετο, ὅς γε οὕτως ἔνδοξα ἀγαθὰ
παρεῖδεν. οὐκ ἐν μέρει τῆς περιστερᾶς τῆι ἁπλότητι, ἀλλ’ ἐν τῶι ὁλοκλήρωι ἐσπού‐

1,1,7

132

δασε τοῦ ὄφεως τῆι πονηρίαι. καὶ οὐ θαυμαστὸν εἰ ἑτοιμαζόμενος ἀνελεῖν ὁ πονηρὸς τὰς ἁπλουστέρας ψυχὰς ἐκείνωι ἀπατῶντι ἠκολούθησεν, ὃς ἀπατῶν πρῶτος ἀπέκτεινε. τοιγαροῦν ῥήμασιν αὐτὸν ἀνέγνωμεν ἠπατηκέναι, καὶ ἐνταῦθα εἰσαγαγεῖν θάνατον οὐκ ἄλλως εἰ μὴ διὰ ῥημάτων ἐπείρασεν. οὐκ ἀτιμωρητὶ μέντοι τῶι ἰδίωι αὐθέντηι ἐξηκο‐
5λούθησεν, ὁπότε τῶι ὑποδείγματι Ἰούδα τὴν ἐπισκοπὴν αὐτοῦ ἄλλος ἔλαβεν. εὐλόγως ἑκατέρων κρατεῖ μία ἀπόφασις, ἐπειδὴ εἰς ἓν καθὼς ὁρῶμεν, ἑκάτεροι ἥμαρτον. ἴτω τοιγαροῦν ἑκάτερος πρὸ τῶν ὀφθαλμῶν ἡμῶν, τοῦ σωτῆρος ἡμῶν συκοφάντης καὶ προ‐ δότης· ὅμως δ’ οὖν βουλεύεσθαι δυσχερές ἐστιν μεταξὺ τοῦ ζητοῦντος τὴν γέννησιν καὶ τοῦ ἀρχηγοῦ τοῦ θανάτου. ἐπὶ τῶι ἀτοπήματι τῶι ἰδίωι, εἰ καὶ εἰς κενὸν Ἰούδας εὐθὺς
10μετενόησεν, ἔφθασε τὴν ἔξοδον τοῦ παραδιδομένου ἡ τιμωρία τοῦ παραδόντος. οὔκ ἐστιν ἀφανὴς ἡ ἀσέβεια· ἐκεῖνος ὁμολογήσας τὴν ἰδίαν ἁμαρτίαν εὐθέως ἀγχόνην ἐξελέ‐ ξατο, ἐνταῦθα ἡ τῆς ἀσεβείας ἐπιμονὴ μέγα φρονεῖ. οὐδὲ ἐγὼ ταύτηι τῆι ἀπιστίαι δώσω καιρὸν πλάνης· οὔκ ἐστι πλάνη ἡ ἀσέβεια, ἀλλ’ ὄντως ἀσέβειά ἐστι. πᾶς τοιγαροῦν ὅστις τῆι ἐκκλησίαι ἢ τῆι ταύτης ἡσυχίαι διάβολος ὁσάκις ἐβάσκηνεν, αὐτῆς εἴσω τῆς
15τεχθείσης φιλονεικίας ἀκεραίαν ἐφύλαξεν αὐτῆς τῆς φιλονεικίας τὴν ὑπόθεσιν· ποῦ συνε‐ βάλλετο ὁ ἀγὼν οὗτος; ποῦ ἐπονεῖτο, οὐχ ἵνα τῆι θρηισκείαι νικήσηι, ἀλλ’ ἵνα αὐτὴ ἡ θρηισκεία ἡττηθῆι; μέμνησθε πάντως αὐτοῦ, ἐπειδὴ καὶ ἀναγκαῖόν ἐστι μεμνῆσθαι τῶν βλασφημιῶν· ἀλλὰ λοιπὸν λήθην τῶν τοσούτων κακῶν βούλομαι ταῖς ἀγαθαῖς διανοίαις ἐπιτετάχθαι. ἐξαιρείσθω τῶν ψυχῶν ὁ ὑποσυρεὶς τῶν ὀφθαλμῶν· ἀρθήτω δὴ ὁ ἀσεβής,
20ἐπειδὴ οὕτως καλεῖσθαι δεῖ τὸν πλήκτην τοῦ ἐνδοτάτου. ἔσχε πυκνὰς ὁ διεστραμμένος προσομιλητὴς τὰς ἐπιβουλάς· ἔτεινε τόξον συνεχῶς, ὡς ἀνέγνωμεν, καὶ τῶι ἰδίωι στό‐ ματι τὰς ἀκίδας φαρμακώδεις ἠκόντιζεν, οὐδένα δ’ ὅμως ἐκ τοῦ ὑμετέρου ἀριθμοῦ πλῆξαι εὗρεν. ἀναστραφέντα εἰς αὐτὸν τὰ βέλη ὑπέστρεψε μετὰ τὸ μὴ δυνηθῆναι τοξεῦσαι ἐν ἀποκρύφωι τοὺς εὐθεῖς τῆι καρδίαι, καὶ οὐκ ἐξουσίασεν εἰς τοὺς υἱοὺς τοῦ φωτὸς ὁ υἱὸς τῆς
25σκοτίας. ποία ἡμᾶς φροντὶς ὑμῶν ἐν τῶι πολέμωι τῶι ἐμφυλίωι ὄντων, ποία μέριμνα τότε κατέσχεν; ἴσας εἶναι τῶν ἡμερῶν ἡγησάμεθα τὰς νύκτας, ἐπειδὴ ἐν ταῖς τοιαύταις ὑποθέσεσι πᾶς καιρὸς στενός ἐστιν· οὐ τοὺς ὀφθαλμοὺς τῶι ὕπνωι ἐπεκλίναμεν, οὐ τὸν λογισμὸν ἀφήκαμεν εἰς ἡσυχίαν. τίνα γὰρ εἶχεν ἐπιθυμία ὕπνου, οὕτως ἀγρυπνοῦντος τοῦ ἅρπαγος; οἴδαμεν ποῖος ἐν ταῖς μάνδραις φόβος, πόσον ἐν τοῖς περιφράγμασι δέος,
30ὁσάκις τῶν λύκων ἡ γειτονία πεινῶσα διὰ περιδρομῆς εἴσοδον ζητεῖ πρὸς ἁρπαγὴν χαλε‐ παίνουσα καὶ κατὰ τῶν ἀπόντων ἀπειλοῦσα ὄλεθρον. ἡλίκου ἐνταῦθα ὑπὲρ τῆς ἰδίας ἀσφαλείας ἐπαίνου ἡ ἀγέλη ἀξία, ἧς οὐχ ἥψατο σὺν αὐτῆι ὁ ἅρπαξ ἐγκεκλεισμένος; πεφα‐ νέρωται ἡ αἰτία τῆς ἀσφαλείας ταύτης· πρόδηλός ἐστιν ὁ ἀντιστὰς τῶι ἐχθρῶι. νοή‐ σωμεν καὶ ὁμολογήσωμεν πάντες ὅτι ὑμᾶς ἐκεῖνος ἐφύλαξεν ὁ ποιμὴν ὁ ἐν τῶι εὐαγγελίωι
35ἑαυτὸν καλὸν εἶναι λέγων ποιμένα· παρῆν καὶ οὐκ ἐγκατέλιπεν ὑμᾶς ὁ πάσχων ἐν ὑμῖν. εἰς τοῦτον τοιγαροῦν καθ’ ἡμέραν ἠκονᾶτο ἡ γλῶσσα τῆς βλασφημίας· εἰς αὐτὸν τοὺς ὀδόντας τοὺς ἰδίους ὁ ἀσεβὴς προσομιλητὴς ὥπλιζε. ματαίωι δὲ ὅμως πάντοτε διε‐ παίχθη τῶι δήγματι, ὁπότε ἐκείνου τοῦ ποιμένος ἡ ῥάβδος ὑμᾶς παρεκάλει καὶ ἡ βακτηρία, ὃς τὴν ἀγέλην τὴν ἰδίαν παρέδωκεν εἰς βοσκὴν ἀπιὼν εἰς τοὺς οὐρανούς. αὗται ὑμῖν
40μέχρι νῦν οὐκ ἠμείφθησαν αἱ βοσκαί· ταῖς αὐταῖς νομαῖς ἐκορέσθητε· ἀποστολικῶι ὑμᾶς οἱ διδάσκαλοι καὶ εὐσεβεῖ πάντοτε λόγωι ἔθρεψαν. ὅμως ἐπιβλαβὲς ἐγένετο ἀντὶ ὑγιεινοῦ ἐδέσματος δέλεαρ ὑποβαλλόμενον, ὅτε ὁ ἐναντίος ταῖς πεινώσαις ψυχαῖς μεμιγμένας ἀκάν‐ θας ἄνθεσι παρετίθει· καὶ ὅμως ἡ ἀπάτη ὑμᾶς αὕτη οὐκ ἠπάτησεν. οἱ γὰρ Χριστοῦ εὐωδία ὄντες ἐν κυρίωι, ἐμισήσατε τὴν βοτάνην τῆς θανατηφόρου ἀγρώστεως μετὰ τὸ
45ὑμῖν πολὺ μακρὰν ἕτερον πνεῦσαι ἢ εἰώθει· περιεφράξατε τὰς ἀκοὰς ὑμῶν ἀκάνθαις, ἵνα

1,1,7

133

μὴ τῆς ἀδίκου γλώσσης ἀκούσητε. οὐ κατῆλθεν οὖν εἰς τὴν διάνοιαν τὸ προσκροῦσαν τῆι ἀκοῆι οὐδὲ τὸ ἐνδότερον πλῆξαι ἠδυνήθη, ὅπερ τὸ ἐξώτερον οὐ παρεδέξατο. ἐξεκλί‐ νατε τοῦτον ὧιπερ, καθὼς μεμαθήκαμεν, καὶ κατὰ πρόσωπον ἀντέστητε· ἐξεκλίνατε κατὰ τὴν τοῦ μακαρίου Παύλου ἀπόφασιν ἐκεῖνον ὃν ἐγινώσκετε λοιπὸν εἶναι ἔνοχον. ἀνέ‐
5γνωτε γάρ, μᾶλλον δὲ μνημονικῶς ἤδη κατέχετε, ἐπειδὴ μνήμης πάντων ἄξιά ἐστι, τὰ τοῦ τῆς Ἀλεξανδρέων ἐκκλησίας ἱερέως Κυρίλλου, τουτέστι τοῦ καθολικοῦ διδασκάλου πρὸς τοῦτον γράμματα, οἷς αὐτῶι οὕτως ἐπέστειλεν ὥστε θέλειν ἐσπούδασεν αὐτὸν εἶναι διορ‐ θούμενον. ἔδραμε τὸν ὀλισθήσαντα ἐπανακαλέσασθαι [εἰς] ἑταῖρον· ἐπέδωκε τὴν δεξιὰν τῆς ἰδίας διδασκαλίας, ὁμοῦ θέλων πολλοῖς βοηθῆσαι. ἔπληττεν ἀρχαίου ἱερέως τὸν λογι‐
10σμὸν ἐπισκόπου βαμβαίνοντος ἡ πτῶσις τῶν πολλῶν. ἐγίνετο ὃ ἔπραξε, καθὼς γέγραπται, εὐλογημένον τὸ ἔργον κυρίου ἐπιμελῶς. ἐν οὐδενὶ αὐτῶι τῶν καθηκόντων ἐνέλειψε τῶι ἀποστόλωι· ὡς ἀνὴρ ἀποστολικὸς παρεκάλεσεν, ἤλεγξεν, ἐπετίμησεν. ἐκεῖνος δὲ ὁ εἰς τὸ βάθος τῶν ἰδίων βλασφημιῶν τῶι βάρει μεμεθυσμένος, τὴν τοσούτου ἀνδρὸς διδασκα‐ λίαν ἀπωθούμενος καὶ ἀποκεχρημένος τῆι προτροπῆι, εὐμαθὴς εἶναι οὐκ ἠθέλησεν ὁ μηδὲ
15διδάσκαλος εἶναι δυνάμενος· ὑβρίζει τὸν συγκροτοῦντα τὴν ὀρθότητα ὁ τῆς διαστροφῆς συνήγορος· ἐχάρη ἐνταῦθα καὶ οὐκ ἐσκυθρώπασεν ὁ ἀδελφός [καὶ], καθ’ ἑαυτὸν λογιζόμενος ὅτι δικαίως τοῦ ἑαυτοῦ συνδούλου οὐ φείδεται τοῦ οὕτως εὐτελίζοντος τὸν ἑαυτοῦ δεσπό‐ την. εὑρέθη δι’ ἐπιμέλειαν ἐκεῖνος ὁ ἐν τῶι εὐαγγελίωι υἱὸς τοῦ πλουσίου ἢ ὁ πιστὸς δοῦλος· καὶ γὰρ καὶ τὴν πατρώιαν ἐφύλαξεν οὐσίαν καὶ ηὔξησε τὸν ἀριθμὸν τῶν ταλάν‐
20των. οὐ γὰρ διπλασιάσαι μόνον, ἀλλὰ καὶ πολυπλασιάσαι εἴποιμ’ ἂν τὸ κεφάλαιον ὃν ὁρῶμεν καὶ τοῖς μακρὰν οὖσιν εὐσεβεῖ δανείσματι συνεληλυθέναι. ὢ ἁγίας ὑμνήσεως δάνειον· ἡλίκην χάριν ἐπὶ τοῦ κοινοῦ δεσπότου ὁ τῆς πίστεως πραγματευτὴς εὑρήσει Κύ‐ ριλλος, ὅς γε διὰ τὸ τῶν ψυχῶν κέρδος τὸ τῆς πίστεως πρᾶγμα κἀκεῖσε ἐγύμνασεν, ἔνθα ἕτερος ἐπιστεύθη; οὐκ ἄρα οὗτος δικαίως παρὰ τοῦ οἰκοδεσπότου ἀκούσεται· ε,
25δοῦλε ἀγαθὲ καὶ πιστ· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου; ταῦτα τούτωι ἁρμόζει, ὅς γε καὶ τὰ τοῖς ἄλλοις πιστευθέντα ἐφύλαξε. τί ἀκούσεται ἐκεῖνος, τί δὲ ἐρεῖ, ὅταν τοῦ ἐγχειρισθέντος αὐτῶι ταλάντου ὁ λόγος ζητῆται; ὃς εἰκότως ἐνεί‐ χετο τῶι ἐγκλήματι, εἰ καὶ ἦν αὐτὸς μόνος σωθείς, ὑμῶν κἂν εἰ δι’ ἑτέρου ἀπολομένων. οἴδατε πάντως κατὰ τὴν φρόνησιν τὴν ὑμετέραν ποία τιμωρία τοὺς ἀμελεῖς μένει ἱερεῖς,
30οὕς γε ὁ ἀπόστολος προεστάναι καὶ τῶν ἰδίων οἴκων κελεύει ἐπιμελῶς. Ἠλεὶ τοιγα‐ ροῦν καθ’ ἑαυτὸν ἀναίτιος ὤν, τῶι θεῶι διὰ τῶν υἱῶν προσέκρουσε· προσέκρουσεν ὑπὲρ υἱῶν ὁ πατὴρ καὶ ἀρχιερεύς· προσέκρουσεν ἡ ἐξουσία καὶ ἡ εὐσέβεια. εἰ τοίνυν ἐκεῖνος μὴ ἀνα‐ στέλλων τὴν τῶν παίδων τόλμαν ἑάλω, πόσωι μᾶλλον οὗτος προέκρουσε τῶι θεῶι, ὁπότε οὐδὲ ἑαυτοῦ ἐφείσατο; οὐχὶ καὶ ῥάθυμον τοῦτον εἴποιμ’ ἂν καὶ ἀμελῆ· ἔσχετε ἄνθρωπον
35μετὰ τάχους λέγοντα καί, ἐπειδὴ πρὸς εἰδότας λέγω, ἔσχετε ἐγρήγορον ὀλετῆρα. οὔτε δὲ ὁ μακάριος ἀπόστολος Πέτρος ἐγκατέλιπε τὸν οὕτως ἀφορήτως κάμνοντα. ὡς γὰρ ἤδη ὄζον πᾶσιν ἀηδίαν παρεῖχε, χωρισθῆναι τὸ τοιοῦτον τραῦμα ἀπὸ τοῦ ἐκκλησιαστικοῦ σώματος ἔπειθεν, ἐπειδὴ ἐκείνωι ἑπόμεθα ὧι ἀκολουθοῦμεν, ὅς γε οὐδὲ ἀπὸ τῶν ἐλα‐ χίστων τινὰ βούλεται ἀπολέσθαι, πρὸ τοῦ σιδήρου προσηγάγομεν καὶ ἐμβροχήν· ἀλλ’
40ἐκεῖνος θάνατον, ἀπελπίσας ἑαυτοῦ, εἵλετο, ἀποχρησάμενος τῆι ἡμετέραι σπουδῆι. τοι‐ γαροῦν τὴν θεραπείαν ἀποπτύων ἡιρήσατο ἐκκοπῆναι· ἀπηνέγκατο αὐτὸς περὶ ἑαυτοῦ τὴν ἀποστολικὴν ψῆφον, κἂν τοῦτο μεθ’ ἡμῶν φρονῶν, ἵνα ἐκκοπῆι ὁ διαταράττων ἡμᾶς καὶ βουλόμενος διαστρέψαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ. οὐδεμίαν τῆς ἰατρείας βοήθειαν
τῶι ἀρρώστωι, ὡς προείπομεν, ὑστερήσαμεν· οὐκ ἐγένετο σκοπὸς τῆι ἡμετέραι ἀποφάσει

1,1,7

134

ὥστε τῆι ταύτης ταχυτῆτι γενέσθαι αὐτὸν ἡμῖν ἢ ἐθνικὸν ἢ τελώνην· οἴδαμεν ὅπως καὶ ποσάκις τοὺς στελλομένους κατὰ τῶν θείων αἱ γραφαὶ κελεύουσι μεθοδεύεσθαι, ὅπερ νῦν μάλιστα πεπλήρωται. καὶ γὰρ τὸν ὀφείλοντα ἔτι τότε καλεῖσθαι ἀδελφὸν ἀδελφὸς ὑπέμνησεν, ἔπειτα ὁ μονότονος ὑφ’ ἑνὸς καὶ δευτέρου, μᾶλλον δὲ καὶ ὑπὸ πολλῶν μαρτύρων μεθω‐
5δεύθη, ἀκολούθως παρὰ πάσης τῆς ἐκκλησίας, οὐδὲν ἧττον καὶ ἡμετέρωι ῥήματι ἐπετι‐ μήθη. οὐδὲν ἀπέπαντον, οὐδὲν εἰς τοῦτον ἐπράξαμεν ἄωρον, ὃν τῆς θείας διατάξεως ἡ τάξις φυλαχθεῖσα κατεδίκασεν. οὐκ ἠδυνήθημεν περαιτέρω ὑπερθέσθαι, μὴ κατὰ τὸ γεγραμμένον κλέπτηι συντρέχειν δόξωμεν καὶ μετὰ μοιχοῦ τῆς πίστεως τὴν ἡμετέραν τί‐ θεσθαι μερίδα, ὁπότε καὶ ὀφθαλμὸς σκανδαλίζων κελεύεται ἐκβάλλεσθαι. πρὸς ταῦτα
10ἐκεῖνος τοῖς ἐξ ἑτοίμου τοσαυτάκις προσενεχθεῖσιν ἰάμασι πεδίον πρὸς ἀγῶνα ἐπιζητεῖ· ἱερατικὴν ἐξαιτεῖ κρίσιν, εἰς ἣν οὐκ ἤμελλε παραγίνεσθαι· ἐξέρχεται ἀπελευσόμενος εἰς πόλεμον ὁ τῶν παρατάξεων ἡγεμὼν ὡμολογημένος πολέμιος, ὁ διδάσκαλος τῆς πίστεως ἄντικρυς τῆς πίστεως ἐπιφερόμενος ὅπλα ἀπιστίας, ὁ οὐ τοσοῦτον ἀφιγμένος ὅσον ἑωρᾶτο ἀπελαθείς. οὐ ζητῶ ὁποίας τότε πρὸς τὸν θεὸν ἡμῶν εὐχὰς ἐξεχέατε, ὁπότε ἡ ἔκβασις
15διδάσκει τί ἠδυνήθητε εὐχόμενοι ἀνύσαι, μηδὲ ἡμᾶς τῶν γενομένων πραγμάτων νομίζετε ἀγνῶτας, ὧν ἡμῖν τὴν τάξιν τοῦ ἁγίου ἀδελφοῦ ἡμῶν Κυρίλλου ἡ ἀναφορὰ ἐφανέρωσεν. ὑπέμνησε τὸν ἄνθρωπον ἥτις ἀπαραιτήτως αὐτὸν κατὰ τὸ ἔθος ἐκάλει· παρεῖναι κατεφρόνησε. τίς τὸν τὴν σύνοδον ἐπιζητήσαντα ἐπίστευσεν ἀπολειφθήσεσθαι ταύτης; ἐταπεινώθη ἐκεῖσε τοῦ ψεύδους ἡ κουφότης τῶι βάρει τῆς ἀληθείας καὶ ἑαυτὴν οὐκ ἐτόλμησεν ἐν τῆι λαμπηδόνι τῶν ἱερατικῶν
20ἀκτίνων ἡ τοῦ κρυπτομένου ἀπίστου ἀχλὺς ἐγκαταμῖξαι. τὸ φῶς ἐφυγάδευε τὸ σκότος, ἐπειδὴ κοινωνίαν ἀνέγνωμεν [ἐν] τούτοις εἶναι μὴ δύνασθαι· ἀμοιβαδὸν τὰ ἐναντία ἑαυ‐ τοῖς πάντοτε προσκρούει. ποῦ ἐστι τὸ λαληθὲν αὐτῶι ἐν τῆι σκοτίαι, ὥστε ἐξειπεῖν ἐν τῶι φωτὶ καὶ ἐπάνω τῶν δωμάτων κηρῦξαι ὃ ἤκουσεν εἰς τὸ οὖς; ἀλλὰ διὰ τοῦτο ἠθέλησε παρὼν λαθεῖν, ὥστε τὴν ἐκφερομένην ἀπόφασιν κρινούσης τῆς συνειδήσεως τὴν
25αἰδῶ προλαβεῖν. τὸν λύχνον τὸν ἴδιον διὰ τί ἠθέλησεν ἔχειν ὑπὸ τὸν μόδιον, εἰ αὐτὸν καλῶς ἐνόμιζε φαίνειν; πάσηι τῆι ἁγίαι συνόδωι φᾶναι ὤφειλεν, ὥστε ἀπὸ τοῦ ἀλη‐ θινοῦ πάντων φωτὸς δοκιμασθῆναι. οὐ ψεύδεται ἡ θεία ἀπόφασις ὅτι οἱ ἐν τῆι σκο‐ τίαι ὄντες φῶς ἰδεῖν οὐ δύνανται· ἔμεινε κρυπτόμενος καὶ ἐκκλίνων τὴν τῶν ἱερέων σύνο‐ δον ἑαυτὸν τρόπον τινὰ τῆι ἀξίαι ἀπηγόρευσεν. οὕτως ἐκεῖνος ὁ πρωτόπλαστος ἄν‐
30θρωπος Ἀδάμ, τοῦ ἑαυτοῦ ἁμαρτήματος συνίστωρ ὤν, πρὸ προσώπου τοῦ θεοῦ γυμνὸς ἀπε‐ κρύβη, καί 〈ὅ〉 γε οὐκ εἰς αὐτόν, ἀλλ’ εἰς τὰς ἐντολὰς αὐτοῦ ἁμαρτήσας ἐπτοήθη ἐκείνην ἧς κατεφρόνησε, τὴν φωνὴν καὶ φόβωι ἀπατηθεὶς περιέπεσε μετὰ τὸ τῆς ἁπλότητος τὸ θάρσος ἀπολέσθαι τῆι αἰτίαι τῆς παρακοῆς. οὐ συγχωρεῖ ἀμφιβάλλεσθαι περὶ τοῦ ἐγκλήματος ἡ ὁμολογία τῶν κρυπτομένων· οὐδεὶς ἑαυτὸν ἐν ταῖς βαρείαις ὑποθέσεσιν ἀναιτίως ἀποκρύπτει.
35ἔστω οὖν ἐκείνου τοῦ ἀρχηγοῦ τοῦ θανάτου ἡμῶν τοῦ ἀπολέσαντος τὸ ἔνδυμα τῆς τιμῆς καὶ δόξης ἀκολουθήσας οὗτος ὑπόδειγμα, ὃς εὐλόγως τοῦτο μετὰ τοῦ πρώτου ἀνθρώπου Ἀδὰμ ἐποίησεν ἄν, τὴν θεότητα τοῦ ἐσχάτου Ἀδὰμ οὕτως ἀρνησάμενος. οὐκ ἐγένετο πρὸ ὀφθαλμῶν αὐτοῦ ὁ σκυλμὸς τῶν τοσούτων ἱερέων, οὐ τὸ συναχθὲν ἐκ παντὸς σχεδὸν τοῦ κόσμου κοινοβούλιον· ἀπελείφθη τούτων μεθ’ ὧν ἑαυτὸν εἶναι οὐκ ἤιδει. τί αὐτὸν
40ὠφέλησε τούτους ἐκκλῖναι; ἀποφυγεῖν ἠβουλήθη οὓς ἐκφυγεῖν οὐ συνεχωρεῖτο. ποίωι γὰρ λόγωι ἠδύνατο ἐκκλῖναι, διώκοντος ἐκείνου ὧιτινι ἑαυτὸν οὐδεὶς ἀποκρύπτει; ἢ ἐπειδὴ τοιούτοις κοινωνοῖς ἐχρήσατο, ἄνευ ἁμαρτίας ἑαυτὸν εἶναι ὑπολαμβάνων, οὐ κατηξίωσεν ἐνθυμηθῆναι ὅ τις προφήτης βοᾶι· ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ
ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ

1,1,7

135

ἐκεῖ ε· ἐὰν καταβῶ εἰς τὸν ἅιδην, πάρει. ἐκεῖνος βοᾶι ἐλλεῖψαι ἀποφυγὴν ταῖς ἰδίαις ἁμαρτίαις μήτε ταύτας θεὸν δύνασθαι λαθεῖν· ἐκεῖνος αὐτὸν ὁμολογεῖ πανταχοῦ παρεῖναι, ὃν οὗτος ἠγωνίζετο δεῖξαι ἐν τῆι γαστρὶ συλληφθέντα ἀπολιμπάνεσθαι. ὀψὲ γοῦν ἐν τοῖς ἱερεῦσι τοῖς ἑαυτοῦ, ὡς πάντοτε, ζῶν τὸ ἓν καὶ ἅγιον πνεῦμα εἰς πάντας
5ἔστησεν ὃ τοῖς πᾶσι βοηθήσηι. οὐδεμία περὶ ἕλκους ἀναφυομένου ὑπόνοια, ἐπειδὴ ἐπι‐ μελῶς ἀφηιρέθη ὅπερ ἡ χεὶρ ἡ πνευματικὴ περιέκοψεν. ἔκβαλε γάρ φησιν ὁ Σολομών, ἐκ συνεδρίου λοιμὸν καὶ συνεξελεύσεται αὐτῶι νεῖκος. μεθ’ ἑαυτοῦ τὸ σκάνδαλον τὸ ἴδιον, ὅπερ ἐπεισήγαγεν, ἀπηνέγκατο, ἐπειδὴ παρ’ ὑμῖν ὃ εὕρηκε, τοῦτο κατέλιπεν. οὐκ ἠδύνατο λέγοντος τοῦ κυρίου μὴ ἐκριζωθῆναι ἡ φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ, καὶ ἡ
10ἐν ταύτηι πλείονα καρπὸν δοκιμαζομένη φέρειν· ἐφύλαξε τὴν ἄμπελον τὴν ἰδίαν ὁ κύριος τοῦ Ἰσραήλ· ἡ ἄμπελος τοῦ Χριστοῦ οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ διὰ τοῦτο οὔκ ἐστι θαυ‐ μαστὸν εἰ τὸν κλέπτην ὁ οἶκος αὐτοῦ ἐξέφυγεν, οὗ ἀνέγνωμεν μηδὲ ὑπνοῦν μηδὲ νυστάζειν τὸν φύλακα. τί ποιεῖ ὁ ἐπίμονος ἀσεβής; τί αὐτῶι ἀπέμεινεν ἐλπίδος καὶ βοηθείας; οὐκ ἔχει τόπον συγγνώμης, ὧι γέγραπται ὅτι οὔτε ἐνταῦθα οὔτε εἰς τὸ μέλλον δυνήσεται
15αὐτῶι συγχωρηθῆναι. ταπεινοῦται πᾶς ὑψωθείς, τοὐναντίον δὲ ὕψος τίκτει ταπεινότης Χριστιανῶι, ἐπειδὴ τοῦτον αὐτὸς ὁ ἐπ’ αὐτὸν ἐπαναπαυόμενος ὑψοῖ. ἐκείνου διὰ τοῦ προφήτου ῥήματά εἰσιν οὐκ οἰκήσει ἐν μέσωι τοῦ οἴκου μου ποιῶν ὑπερηφανίαν, ὃς διὰ τοῦ ἀποστόλου ἐπαγγέλλεται ἑαυτὸν τὴν μωρὰν τοῦ κόσμου σοφίαν ἀπολλύναι. ἀκουέτω νῦν παρ’ ἡμῶν ὅπερ Παῦλος τότε καὶ ἤδη κηρύσσων ἤκουσε τὰ πολλά σε γράμματα
20εἰς μανίαν ἤγαγεν. ἀπείη μέντοι ἀπ’ αὐτοῦ τοῦτο τὸ ὑπόδειγμα· οὐ γὰρ τὸ περὶ τοῦ διδασκάλου ῥηθὲν ἄξιός ἐστιν ἀκοῦσαι ὁ ἀμαθής. διὰ τί γὰρ ἀντικρὺ τοῦ σκεύους τῆς ἀποβολῆς τὸ σκεῦος τῆς ἐκλογῆς καλοῦμεν εἰς μέσον; ὁπότε εἰς τὸ ἀποδοκιμάσαι τοῦτον ἐκεῖνος ἀρκέσει, ὃν κρεμάμενον μετὰ τοσαῦτα ἀτοπήματα ἐν τῶι σταυρῶι τῆς τιμωρίας ἅμα τῶι Χριστῶι ἡ εὐεργεσία ἐποίησε τὸν δεσπότην ὁμολογῆσαι καὶ μνήμην ἑαυ‐
25τοῦ παρ’ αὐτοῦ ζητεῖν ἐν τῆι βασιλείαι. τούτωι βραχεῖ λόγωι διέλυσεν εἴ τι δἂν ἥμαρτε, τοῖς ἐγκλήμασι τῶν καιρῶν καιροῦ ῥοπῆι συνερχόμενος, καὶ οὐ βραδύνει τὸ ἔπαθλον τὸν ὁμολογοῦντα· εὐθέως αὐτῶι τὸ ἀντίδωρον καὶ ἡ ἀμοιβὴ ὑπακούει. ὁ ἡδέως προσδεχό‐ μενος τὸν οἱαιδήποτε ὥραι ἐπ’ αὐτὸν ἐπιστρεφόμενον μετ’ ἐμοῦ ἔσηι, φησίν, ἐν τῶι παραδείσωι ἐπαγγέλλεται αὐτῶι τῶν μελλόντων τὴν κοινωνίαν τῶι μετ’ αὐτοῦ τὰ πα‐
30ρόντα ὑπομένοντι· ἐγένετο αὐτῶι εἰς δικαιοσύνην ἡ τῆς καρδίας πίστις καὶ εἰς σωτηρίαν ἡ τοῦ στόματος ὁμολογία. ἐκβοᾶν ἐνταῦθα ὁμοῦ καὶ ὀδύρεσθαι ὀφείλομεν ἐν τοσαύτηι ἐναντιότητι πραγμάτων· ἀθέμιτόν ἐστιν τοῦτο ἐπίσκοπον ἀπολωλεκέναι ὅπερ ὁ ληιστὴς ἠδυνήθη εὑρεῖν. ὢ πίστεως καὶ ἀπιστίας ἔπαθλον· ὢ κρίματα θεοῦ, ἄβυσσος πολλή· ὁ ληιστὴς παραδείσου ἠξιώθη καὶ ὁ ἱερεὺς ἐξορίας. σχῶμεν δ’ ὅμως τούτου τοῦ πράγματος
35ἀμφοτέρους ἑρμηνέας· τοῦτον ἐκεῖνος ἐν βασάνοις ὄντα ἐπέγνω, ὃν οὗτος ἐν τιμῆι τυγχά‐ νων ἠγνόησεν. οὐκ ἄρα τοῦτο ἐκεῖνό ἐστι καὶ ἄνθρωπος ἐν τιμῆι ὢν οὐ συνῆκε· παρεσυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις; ποῖόν ἐστιν ἕτερον νοήματος τεκμήριον ἢ τὸ γινώσκειν σοφίαν καὶ ἐπιστήμην καὶ νοεῖν τὰ ῥήματα τῆς φρονήσεως; ἐκείνη ἐστὶν ἀληθὴς σοφία, ἥτις ἀρχὴν λαμβάνει, αὐτοῦ Σολομῶντος λέγοντος, παρὰ τοῦ
40φόβου τοῦ θεοῦ, ἣν ἑαυτὸν μεταξὺ τελείων λαλεῖν ὁ μακάριος Παῦλος διαβεβαιοῦται· ἥντινα οὐχ οὕτω βαρύ ἐστιν, ὅτι αὐτὴν τότε οὐδαμῶς ὁ κόσμος ἐπέγνω, ἢ ὅτι νῦν ὁ ἐπίσκοπος ἠγνόησεν. ἐνταῦθα χρήσομαι τοῦ θεοῦ ἡμῶν διὰ Ἱερεμίου τοῦ προφήτου τοῖς ῥήμασιν· οἱ σέβοντες τὸν νόμον μου ἠγνόησάν με, καὶ τοὺς προφητεύοντας ἐκρότησαν ταῖς χερσὶν
οἱ ἱερεῖς· καὶ διὰ τοῦ αὐτοῦ ἀλλαχοῦ· οἱ ἱερεῖς μου ἔθυσαν μοι πλαστῶς. ἐκέχρητο

1,1,7

136

λοιπὸν ἐκδικίαι καὶ ἐπαίνωι ἐθνῶν, ἐπίσκοπον τοιοῦτον μηδέποτε γεγονέναι μαρτυρούντων. ἀληθῶς ταῦτα καὶ ἀποδεδειγμένως ἔλεγον, ἐπεὶ πότε ἠδύνατο ἐπίσκοπος εὑρεθῆναι ὁ Χρι‐ στιανὸν εἶναι ἑαυτὸν ἀγνοῶν; μέντοιγε διὰ τοῦτο τοῖς ἐχθροῖς προήχθη, ἐπειδὴ οὐδέ‐ ποτε ἀπαρέσκουσι τοῖς πολεμίοις οἱ προδόται. ἠκούσαμεν τοῦτον πράττοντα ἐναντία
5τοῦ νόμου καὶ τῶι ἀδίκωι ποῖαι παραμυθίαι παρείποντο. παρεγένοντο μεταξὺ τῶν ἄλλων καὶ οὐκ ἐγκατέλιπον αὐτὸν οἱ τῆς Κελεστιανῆς ἀδικίας ἐργάται, οὓς τοῦ ὑμνολόγου τοῦ ἡμετέρου διώκει φανερὰ ἀπόφασις· ἐκ πολλοῦ τοιγαροῦν οἱ ἐχθροὶ τοῦ θεοῦ διασπείρονται καὶ ἀπόλλυνται οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. ὡς αὐτὸς λέγει, ὡσανεὶ τροφὴν ἄρτου τὸν λαὸν τὸν δεσποτικὸν κατήσθιον. χωρίζειν γὰρ δύσχερές ἐστιν οὓς τὰ ἀτοπήματα μόνα
10συνῆψεν, ἐπειδὴ μείζονι δεσμοῦνται κόλληι αἱ σπονδαὶ τῶν ἐλαττωμάτων. ποῖον μέντοι τέλος ἐστί; πάντως ἐκεῖνο ὃ ἀνέγνωμεν· ἐκγελάσεται αὐτοὺς ὁ κύριος καὶ ἔσονται μετὰ τοῦτο εἰς πτῶμα ἄτιμον καὶ εἰς ὕβριν ἐν νεκροῖς δι’ αἰῶνος. ἀλλὰ τί ἐπὶ πολὺ ἐνδιατρίβομεν; ἀδολεσχίαν τυχὸν ἐμποιήσει τὸ μηκύνειν λόγον· ἐάσωμεν τοὺς τεθνεῶτας θάψαι τοὺς ἑαυτῶν νεκρούς. ἀκούσατε νῦν καὶ δέξασθε τοῦ
15ὑμετέρου ἁπλοῦ διδασκάλου ῥήματα· ἀκούσατε παρὰ τούτου ἅπερ παρὰ τῶν προγόνων τῶν ἡμετέρων μεθ’ ἡμῶν τυγχάνων πολλάκις ἤκουσεν· ἀκούσατε ἀληθῶς τὰ πολλάκις ἀκου‐ σθέντα καὶ μὴ τὰ σπουδῆι καινότητος ἐφευρεθέντα. τῶι ἡμετέρωι ὑμῖν λαλεῖ στόματι ὁ συγκοινωνός, ἐπειδὴ μίαν πίστιν ἀναγκαῖον ἑνικῶς κηρύττεσθαι. οὐκ ἐνταῦθα εἰς τὸ τούτου πρόσωπον τινὸς μαρτυρίαι χρησόμεθα· παρ’ ἡμῶν ἐδόθη ὁ ἐπιλεγεὶς ἐξ ὑμῶν· οὔκ
20ἐστιν ἄγνωστος, οὐχ ἑτέρωθεν ἀχθείς· ἔσχετε ἐπαινετέαν περὶ τοῦ παρόντος κρίσιν, οὓς τῶι προκρίματι τῶι ἰδίωι ἡ φήμη πάλαι ἠπάτησε τοῦ ἀπόντος. πολλὰ περὶ αὐτοῦ διε‐ ξιέναι οὐκ ἀσφαλές, ἐπειδὴ περισσόν ἐστι τὰ ἐγνωσμένα ἐπαινεῖν· ἡμεῖς μέντοιγε ὑμᾶς τοῖς ὑμετέροις κυρίως ῥήμασιν βουλόμεθα ἐξ ἔθους ὑπομνῆσαι. μηδεὶς ἐν ὑμῖν ἐκεῖνον σαλεύσηι τὸν θεμέλιον, ὃν ἡ ἰσχυρὰ πέτρα καὶ ὁ ἀκρογωνιαῖος λίθος κατεσκεύασεν· οἰκο‐
25δομεῖτε ἐπάνω τούτου, καθολικοί, ὅπερ εἰώθατε. ἐμάθετε τί ἐστιν ἐποικοδομεῖν τὸ μένον καὶ τί μὴ ἐποικοδομεῖν τὸ καυθησόμενον. τοῦτο τῆι ζημίαι, ἐκεῖνο τῶι μισθῶι ἀντιστα‐ θμήσεται, ὅταν τὰ ἔργα ἑκάστου δοκιμάζειν ἄρξηται τοῦ πυρὸς ἡ δοκιμασία. χαίρω ὑμᾶς τῶι θεμελίωι τούτωι οὐ καλάμην, οὐ ξύλα, οὐ χόρτον, ἀλλ’ ἐκεῖνον ἐπιτεθεικέναι τὸν πλοῦ‐ τον ὃν τὸ τῶν ἀρχιτεκτόνων τῶν σοφῶν πρόσταγμα ἐνετέλλετο ἐπιτεθῆναι. καλῶς
30μενεῖτε οἱ οὕτως πεφροντισμένως οἰκοδομοῦντες· τὰ οἰκήματα μεγάλα τὰ τοιαῦτα ἐπαγγέλ‐ λεται ἀναλώματα· χρυσῶι, ἀργύρωι καὶ λίθοις τιμίοις ἐκείνην ὑμῖν τὴν ἀτίμητον κατασκευ‐ άζετε μονήν. οὐδενὶ τιμήματι διατιμῶνται τὰ αἰώνια, ἅτε δὴ μήτε ἀδικίαι μήτε παλαι‐ ότητι διαλυόμενα, ὅτι αὐτὰ ἀπὸ τῆς καταστάσεως τοῦ κόσμου τούτου τοῖς δικαίοις ὁ κύριος ἡτοίμασεν. ἐνδυναμούσθω ἡ χεὶρ τῶν πιστῶν ἡ κεκμηκυῖα· τὰ ὀκλάζοντα, προτρεπο‐
35μένου τοῦ προφήτου, γόνατα στερεούσθω· οἱ ὀλιγόψυχοι ἐπιρρωννύσθωσαν. οὐκ ἔστιν ὃ περαιτέρω φοβηθήσονται. ἰδοὺ νικητὴς ἡμῶν ὁ σωτῆρ ἐφάνη· ἐπέδειξε τῶι ψεύδει ὁ θεὸς τί ἐστιν ὀχλεῖν καὶ ἐπεισιέναι τῆι ἀληθείαι, μετὰ τὸ αὐτὴν τὴν φιλονεικίαν ἐκεῖθεν ἐγγενέσθαι ὅθεν ὑπεισῆλθε. διόπερ, ἀδελφοὶ τιμιώτατοι, διαμείνατε ἐν τούτωι τῶι ὄντι, ἵνα νικήσητε, ἐν ὑμῖν. ἐν τῆι αὐτῆι διανοίαι καὶ τῆι αὐτῆι γνώσει ἐστὲ τέλειοι, ἵνα παρὰ
40τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ὅταν ἔλθηι ἐν τῆι ἑαυτοῦ θεότητι, μὴ τὸ ἀπόστητε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι, ἀλλὰ δεῦτε οἱ εὐλογημένοι δυνηθῆτε ἀκοῦσαι. μενέτω ὁ ἔριφος τὴν ἀπέλασιν τοῦ ἐλευσομένου· ὑμᾶς τοιούτους θέλομεν εὑρεθῆναι, ἵν’ ὅταν εἰς τὸ πῦρ
τοὺς ἑστῶτας ἀπελάσηι ἀπὸ τῶν ἀριστερῶν, ὑμᾶς ἀπὸ τῶν δεξιῶν καλέσηι εἰς τὴν βασι‐

1,1,7

137

λείαν. οὐκ ἀναμένετε ἑτοιμασθῆναι ὅπερ πάλαι ὑμᾶς ἐκδέχεται, ἵνα βασιλεύσητε· στενὴν νῦν εἴσοδον σπουδαίως εἰσέλθετε, ἥτις τούτους δέχεται οἷς οὐδέποτε τὰ εὐρύχωρα ἐβοήθησε. Ταῦτα τῆι ἀγάπηι τῆι ὑμετέραι ὑπὲρ χαρᾶς τῶν καθολικῶν ἀρκείτω εἰρῆσθαι, ὅπερ πολλάκις ἀναγινώσκειν ὑμᾶς βουλόμεθα, ἵνα τῶι θριάμβωι τῆς ὑμετέρας πίστεως χαίροντες
5συνειδῆτε τὸν θεὸν τῆς ἀγάπης καὶ τῆς εἰρήνης εἶναι μεθ’ ὑμῶν. καλῶς σωθείητε, ἀδελφοί. Ἐδόθη Εἰδοῖς Μαρτίαις Ἀετίου καὶ Βαλερίου ὑπάτων. Ἐπιστολὴ Μαξιμιανοῦ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως πρὸς Κύριλλον τὸν ἁγιώτατον κατὰ Νεστορίου καὶ περὶ τῆς οἰκείας χειροτονίας
10Ἀντίγραφον τοῦ ἐν ἁγίοις Κυρίλλου πρὸς τὸν αὐτὸν ἐν ἁγίοις Μαξιμιανόν
12Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς τοὺς ἑπτὰ θεοφιλεστάτους ἐπισκόπους τοὺς ἀπὸ τῆς ἁγίας συ‐ νόδου ἀποσταλέντας καὶ χειροτονήσαντας τῆι Κωνσταντινουπόλει Μαξιμιανὸν τὸν ἁγιώτατον ἐπίσκοπον
15 Κυρίοις ποθεινοτάτοις καὶ θεοσεβεστάτοις ἀδελφοῖς καὶ συλλειτουργοῖς Ἰουβεναλίωι Φλαβιανῶι Ἀρκαδίωι Προιέκτωι Φίρμωι Θεοδότωι Ἀκακίωι καὶ Φιλίππωι πρεσβυτέρωι Κύ‐ ριλλος ἐν κυρίωι χαίρειν. Πεπληροφορήμεθα πάλιν καὶ διὰ πείρας αὐτῆς ἐγνώκαμεν ὅτι ζῆι ἡ ἀλήθεια καὶ νικᾶι κατὰ τὴν τοῦ ἁγίου φωνήν, ἀντιτάττεται δὲ αὐτῆι τὸ σύμπαν οὐδέν, ἔστι δὲ οὕτως εὐσθενεστάτη, ὡς κατεξανίστασθαι παντὸς ἐχθροῦ καὶ τῶν ἀνθε‐
20στηκότων αὐτῆι παραλύειν τὴν δύναμιν. ἰδοὺ γὰρ ἰδοὺ τὰ μὲν τῶν ψευδηγορούντων ἤργησε χείλη καὶ πέπαυται τῶν ἐκτόπων δυσφημιῶν ἡ ἀχλύς, ἀνέλαμψε δὲ τῶν τῆς ἀλη‐ θείας δογμάτων τὸ κάλλος, χειροτονηθέντος ἐπισκόπου κατὰ ψῆφον θεοῦ καὶ βούλησιν διὰ τῆς θεοσεβείας ὑμῶν τοῦ εὐλαβεστάτου καὶ θεοσεβεστάτου Μαξιμιανοῦ, ὃν καὶ μακρὸν ἐκό‐ σμησε γῆρας οὐκ ἐν ῥαιστώναις ὄντα καὶ τρυφαῖς, ἀλλ’ ἐν πόνοις τοῖς ὑπὲρ ἀρετῆς, καὶ
25πλείστη πραγμάτων κατεκόσμησε φροντίς, τῶν ὑπέρ γε τῆς ἀληθείας φημὶ καὶ τῶν τῆς εὐσεβείας δογμάτων. συγχαίρων τοίνυν ἁπάσαις ταῖς ἐκκλησίαις καὶ τοῖς ἐκεῖσε λαοῖς εἴποιμι ἂν εἰκότως· εὐλογητὸς κύριος ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῶι λαῶι αὐτο. οὐ γὰρ ἦν ἀπονυστάξαι τὸν ἀγαθὸν οὕτω ποιμένα, ὥστε καὶ τὴν ἰδίαν θεῖναι ψυχὴν ὑπὲρ τῶν προβάτων· ὡς δὲ ἀεὶ σώιζειν εἰδώς, τὸν μὲν πονηρὸν ἀπε‐
30σόβησε θῆρα τῆς ἱερᾶς τε καὶ θείας αὐλῆς, σοφώτατον δὲ καὶ ἁπάσης ἀρετῆς ἐπιστήμονα τὸν ἐπιστάτην ἀνέδειξεν, ὃν καὶ πιστεύομεν διαπρέψειν ἐν παντὶ καλῶι καὶ εἰς τὸν εὐαγῆ καὶ ἐξαίρετον ἀπευθῦναι βίον τοὺς ὑπὸ χεῖρα λαούς. Ἐρρῶσθαι ὑμᾶς καὶ μνημονεύειν ἡμῶν τῶι κυρίωι εὔχομαι, ἀγαπητοὶ καὶ ποθεινότατοι. Ἐπιστολὴ Μαξιμιανοῦ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως καὶ
35τῶν ἀπὸ τῆς Ἐφέσου ἁγίας συνόδου σταλέντων ἑπτὰ ὁσιωτάτων ἐπισκόπων τῶν καὶ χειροτονησάντων αὐτὸν καὶ τῶν λοιπῶν ἐπισκόπων τῶν ἐνδημούντων τῆι βασίλιδι πόλει σταλεῖσα κατὰ πᾶσαν ἐπαρχίαν Ἐπιστολὴ τῶν αὐτῶν πρὸς τὸν κλῆρον καὶ τὸν λαὸν Τενέδου Τῶι εὐλαβεστάτωι καὶ φιλοχρίστωι κλήρωι καὶ τῶι σεμνοτάτωι βουλευτηρίωι καὶ παντὶ
40τῶι πιστῶι λαῶι τῆς Τενεδίων πόλεως Μαξιμιανὸς Ἰουβενάλιος Φίρμος Ἀρκάδιος Φίλιππος

1,1,7

138

Φλαβιανὸς Θεόδοτος Εὐόπτιος Δανιὴλ καὶ ἡ συμπαροῦσα ἡμῖν ἁγία σύνοδος ἐν κυρίωι χαίρειν. Ἐδιδάχθημεν διὰ λιβέλλων τῶν παρὰ τοῦ ἀγαπητοῦ καὶ εὐλαβεστάτου πρεσβυ‐ τέρου Τιμοθέου καὶ τῶν σὺν αὐτῶι ἐπιδοθέντων ἡμῖν ὅσα Ἀναστασίωι τῶι οὐκ οἶδ’ ὅπως παρὰ τὴν παλαιὰν συνήθειαν γενομένωι ὑμῶν ἐπισκόπωι κατὰ τῆς ὀρθοδοξίας τετόλμηται,
5καὶ ἀποδεξάμενοι τῶν ἐπιδεδωκότων τὸν ζῆλον, γράφομεν παρεγγυῶντες ὑμῖν τὸν αὐτὸν καὶ ὑμᾶς ἀναδέξασθαι ζῆλον καὶ τὸν πάντηι τοῦ θεοῦ ἀλλότριον καὶ τοῦ σώματος τῆς ἐκκλη‐ σίας ξένα ἀπεργασάμενον Ἀναστάσιον καθηιρημένον εἰδέναι. πρὸς γὰρ ταῖς προειρημέναις αἰτιάσεσι καὶ ὑπομνήματα ἡμῖν ἐπεδείχθη πεπραγμένα ἐν τῆι ἁγίαι καὶ οἰκουμενικῆι συνόδωι τῆι ἐν Ἐφέσωι συγκροτηθείσηι, ἐν οἷς ὑπομνήμασιν οἱ ἁγιώτατοι καὶ θεοφιλέστατοι ἐπίσκο‐
10ποι Ῥόδων Ἀρχέλαος Ἀφθόνητος Φιλητὸς Θεμίστιος καὶ ὁ εὐλαβέστατος πρωτοπρεσβύτερος Ἀσκληπιάδης τῆς Ῥοδίων καὶ Εὐσέβιος ὁ πρεσβύτερος καὶ οἰκονόμος τοῦ ἁγίου ἀποστόλου Τιμοθέου μεγίσταις αὐτὸν βλασφημίαις χρήσασθαι κατά τε τῆς ἁγίας καὶ θεοτόκου παρθένου καὶ κατὰ τῆς ἁγίας συνόδου τῆς τε ἐν Νικαίαι πάλαι συγκροτηθείσης καὶ τῆς ἐν Ἐφέσωι διωρίσαντο, πρὸς ὃ κινηθεῖσα ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος τῶι συνοδικῶι γράμματι τῶι
15παρ’ αὐτῆς ἐκπεμφθέντι τὸν αὐτὸν Ἀναστάσιον ὑπέβαλεν, ὅπερ ἐπίσταλμα τοὺς ταῖς βλασφημίαις χρησαμένους καὶ τὰ Νεστορίου φρονοῦντας πάντηι ἀλλοτρίους τοῦ ἱερατικοῦ βαθμοῦ εἶναι ἀπεφήνατο. αἱ δὲ τοῦ εὐλαβεστάτου πρεσβυτέρου Τιμοθέου καὶ τῶν σὺν αὐτῶι δοθεῖσαι αἰτιάσεις προσθεῖναι αὐτὸν τοῖς προειρημένοις ἀσεβήμασι καὶ τοῦτο ἐδίδασκον ὅτι δὴ ἑαυτῶι ἐπιτρέψας καὶ τῶι θρόνωι ἐπεπήδησε καὶ τῆι ἱερουργίαι, ὥστε αὐτὸν μηδὲ
20ἐλπίδα ἀπολογίας ἔχειν ποτέ. εἰδότες οὖν πάντηι αὐτὸν ἀλλότριον εἶναι τοῦ ἐπισκοπικοῦ βαθμοῦ, ἑαυτούς τε καὶ τὴν ἐκκλησίαν καὶ τὰ ἐκκλησιαστικὰ πάντα φυλάξατε, ὑπακούοντες κατὰ τὴν ἀρχαίαν συνήθειαν τῶι τῆς Λέσβου ἐπισκόπωι τῶι εὐλαβεστάτωι Ἰωάννηι, ὧιπερ καὶ ἡμεῖς φροντίζειν ὑμῶν ἐνετειλάμεθα. εἰ δέ τις μετὰ τὸ γράμμα τοῦτο ἕτερόν τι φρονήσειε, καὶ αὐτὸς τοῖς αὐτοῖς ἐπιτιμίοις ὑποβληθήσεται.
25Μαξιμιανὸς ἐπίσκοπος ἐρρῶσθαι ὑμᾶς ἐν κυρίωι εὔχομαι, ποθεινότατοι ἀδελφοί Ἰουβενάλιος ἐπίσκοπος Ἱεροσολύμων ὁμοίως Ἀρκάδιος ἐπίσκοπος ὁμοίως Φίλιππος πρεσβύτερος Ῥώμης ὁμοίως Φλαβιανὸς ἐπίσκοπος Φιλίππων ὁμοίως
30Φίρμος ἐπίσκοπος Καισαρείας ὁμοίως Θεόδοτος ἐπίσκοπος Ἀγκύρας ὁμοίως Ἀκάκιος ἐπίσκοπος Μελιτηνῆς ὁμοίως Εὐόπτιος ἐπίσκοπος Πτολεμαίδος ὁμοίως Δανιὴλ ἐπίσκοπος Κολωνείας ὁμοίως
35Ὀλύμπιος ἐπίσκοπος Κουκκουσσοῦ ὁμοίως Μαρῖνος ἐπίσκοπος Ἡλιουπόλεως ὁμοίως Εὐπρέπιος ἐπίσκοπος Βύζης ὁμοίως Βεσσουλᾶς διάκονος Καρθαγένης ὁμοίως Ῥωμανὸς ἐπίσκοπος Ῥαφείας ὁμοίως
40Σιλβανὸς ἐπίσκοπος Κερατάπων ὁμοίως Παῦλος ἐπίσκοπος Ἀνθηδόνος ὁμοίως Ἀιανὴς ἐπίσκοπος Συκαμαζόνος ὁμοίως Ἀκάκιος Ἀριαραθείας ὁμοίως Ἡσαίας ἐπίσκοπος ὁμοίως
45Σεβῆρος ἐπίσκοπος Κοδουλλίων ὁμοίως Φανίας ἐπίσκοπος Ἁρπάσων ὁμοίως
Χρυσάφιος ἐπίσκοπος Ἄπρων ὁμοίως

1,1,7

139

Λίβελλος Πέτρου ἐπισκόπου Τραιανουπόλεως μετανοητικὸς ἐπιδοθεὶς τοῖς αὐτοῖς ἁγιωτάτοις ἐπισκόποις Τοῖς ἁγιωτάτοις καὶ θεοφιλεστάτοις ἐπισκόποις Μαξιμιανῶι Ἰουβεναλίωι Φλαβιανῶι Φίρμωι Ἀρκαδίωι Φιλίππωι πρεσβυτέρωι Ῥώμης Θεοδότωι Ἀκακίωι Εὐοπτίωι καὶ πάσηι τῆι
5ἁγίαι συνόδωι παρὰ Πέτρου ἐπισκόπου. Πολλοὺς οἶμαι τῶν ἐνταῦθα παρόντων ἁγίων ἐπι‐ σκόπων τὰ κατ’ ἐμὲ σαφῶς ἐπίστασθαι, ὅτι δὴ διὰ τὴν χάριν τοῦ θεοῦ ἄνωθεν καὶ ἐξ ἀρχῆς εἰς τὴν ἁγίαν ταύτην καὶ ὀρθόδοξον ηὐξήθην πίστιν. γενομένης δὲ τῆς κατὰ Νεστόριον ταραχῆς μετὰ τῶν ἄλλων κατέλαβον καὶ αὐτὸς τὴν Ἔφεσον καὶ τὰ μὲν πρῶτα προσδο‐ κήσας εἰρήνην ἔσεσθαι μεταξὺ τῶν μερῶν ἀμφοτέρων συνήμην τῶι μνημονευθέντι, οὐ
10δογμάτων ἕνεκα, ἀλλὰ φιλίας μόνον, μετὰ δὲ τὴν γενομένην αὐτοῦ καθαίρεσιν παραγενό‐ μενοι τινὲς πρὸς ἡμᾶς καὶ συκοφαντήσαντες τὴν ἁγίαν σύνοδον ἔβλαψάν μου τὸ συνειδός, δι’ ἣν αἰτίαν ἐν Ἐφέσωι τυγχάνων οὐ προσῆλθον τῆι ἁγίαι συνόδωι. ἐνταῦθα δὲ παρα‐ γενόμενος ἐσπούδασα μαθεῖν εἴ γε ἀληθῶς ταῦτα λέγεται παρὰ τῆς ἁγίας συνόδου ἅπερ τινές, ὡς νῦν ἔγνων, ἐσυκοφάντησαν. συντετυχηκὼς οὖν ἁγίοις ἐπισκόποις, ὧν εἷς
15ἐστιν ὁ θεοσεβέστατος ἐπίσκοπος Φλαβιανός, καὶ τὸ πλῆττόν μου τὴν συνείδησιν ἐξηγησά‐ μενος, ἐπληροφορήθην παρ’ αὐτοῦ κατὰ πᾶσαν ἀκρίβειαν περὶ ὧν ἀμφέβαλλον, διδαχθεὶς ὑγιῆ καὶ καθαρὰν εἶναι τῆς ὀρθοδοξίας τὴν πίστιν ἣν ἡ ἁγία ὑμῶν σύνοδος καὶ ἡ πάλαι κατὰ τὴν Νικαέων γενομένη ἐκήρυξε. τούτου ἕνεκα πρόσειμι τῆι ὑμετέραι θεοφιλείαι, δεόμενος συγγνῶναί μοι ἐπί τε τῶι χωρισμῶι τῆς ἁγίας συνόδου καὶ ἐφ’ οἷς συναρπασθεὶς
20ὑπέγραψα τῆι γενομένηι ἀθέσμως καὶ ἀκανονίστως ὕβρει τῆς λεγομένης καθαιρέσεως παρὰ Ἰωάννου τοῦ Ἀντιοχέως καὶ τῶν σὺν αὐτῶι 〈κατὰ τῶν〉 ἁγιωτάτων καὶ θεοφιλεστάτων ἐπισκόπων Κυρίλλου καὶ Μέμνονος, συνομολογοῦντός μου καὶ τὸ ὀρθὸν τῆς ἐκκλησίας φρόνημα, ὅπερ καὶ ἡ ὑμετέρα θεοσέβεια φρονεῖ, καὶ μεγάληι φωνῆι τὴν ἁγίαν Μαρίαν θεοτόκον ὀνομάζοντος καὶ Κύριλλον καὶ Μέμνονα τοὺς θεοφιλεστάτους καὶ ὁσιωτάτους ὁμο‐
25λογοῦντος εἶναι ἐπισκόπους καὶ ἠδικῆσθαι παρὰ Ἰωάννου τοῦ Ἀντιοχέως καὶ τῶν σὺν αὐτῶι ἀντιδιαταξαμένων τῆι ἁγίαι καὶ οἰκουμενικῆι συνόδωι. ἀναθεματίζω δὲ καὶ Νε‐ στόριον τὸν αἱρετικὸν τόν ποτε γενόμενον ἐπίσκοπον τῆς μεγαλοπόλεως καὶ τὸ τούτου ἀσεβὲς δόγμα, καὶ πάντας δὲ τοὺς τὰ Νεστορίου φρονοῦντας καὶ μὴ τῆι πίστει τῶν ἁγίων πατέρων ἀκολουθήσαντας, ἀκοινωνήτους ἔχων ἐκείνους οὓς ἡ ἁγία ὑμῶν σύνοδος ἀνενερ‐
30γήτους καὶ ἀφωρισμένους εἶναι προσέταξε, καὶ παρακαλῶ δεχθῆναι εἰς κοινωνίαν, ἐπειδὴ ἐμαυτὸν ἄχρι τοῦ νῦν ἀκοινώνητον ἐφύλαξα κατὰ τὸ ἐπιτίμιον τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου, ἐκδεχόμενος τὴν παρ’ ὑμῶν φιλανθρωπίαν. Πέτρος ἐπίσκοπος τῆς Τραιανουπόλεως μητροπόλεως ἐπέδωκα τούσδε τοὺς λιβέλλους καὶ ὑπέγραψα χειρὶ ἐμῆι.
35Λίβελλος μετανοητικὸς Ἰουλιανοῦ ἐπισκόπου Σαρδικῆς ἐπιδοθεὶς Ῥούφωι ἐπισκόπωι Θεσσαλονίκης καὶ τῆι σὺν αὐτῶι συνόδωι 〈Τοῖσ〉 ἁγίοις καὶ προσκυνητοῖς ἱερεῦσιν Ῥούφωι ἀρχιεπισκόπωι Εὐχαρίωι Σεννεκίωνι Φλαβιανῶι Δομνίνωι Βασιλιανῶι Ἑρμείαι Περεβίωι Μαρκιανῶι Κρισκονίωι Προιέκτωι καὶ Γενναδίωι ἀπὸ Ἰουλιανοῦ ἐπισκόπου Σαρδικῆς. Οὔτε τὴν σὴν λανθάνειν ἡγοῦμαι μακα‐
40ριότητα καὶ πᾶσαν τὴν συμπαροῦσαν σοι ἁγίαν σύνοδον τὰ κατ’ ἐμέ· σαφῶς γὰρ ἴστε ὡς διὰ τὴν χάριν τοῦ θεοῦ ἄνωθεν καὶ ἐξ ἀρχῆς εἰς τὴν ἁγίαν καὶ ὀρθόδοξον ἣν ὑμεῖς
πρεσβεύετε, παρὰ πατέρων διαδεξάμενος ηὐξήθην πίστιν. γενομένης δὲ τῆς κατὰ Νε‐

1,1,7

140

στόριον ταραχῆς, κατὰ θέσπισμα τῶν εὐσεβεστάτων βασιλέων κατέλαβον καὶ αὐτὸς τὴν Ἐφεσίων μητρόπολιν, ἐν ἧι ἀπεδόθη μοι γράμματα τῆς ἁγιότητός σου παρακελευόμενα πάντων μὲν ἐκτὸς τῶν σχισμάτων γίνεσθαι, συντίθεσθαι δὲ τῆι ἐν τῆι ἐν τῆι Νικαέων πόλει ἐκτεθείσηι ὑπὸ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ ἁγίων πατέρων ὀρθοδόξωι πίστει. τὰ
5πρῶτα τοιγαροῦν συνήμην τῶι μνημονευθέντι Νεστορίωι, οὐ δογμάτων χάριν, ἀλλὰ φιλίας ἕνεκα μόνης· μετὰ δὲ τὴν γενομένην αὐτοῦ καθαίρεσιν παραγενόμενοι τινὲς καὶ συκοφαν‐ τήσαντες τὴν ἁγίαν σύνοδον τὴν καθελοῦσαν αὐτὸν βλάβας τινας ψυχικὰς ἐνεποίησαν ἐμοί τε καὶ ἀλλοῖς πολλοῖς ταῖς ἑαυτῶν ματαιολογίαις καὶ διὰ ταύτην τὴν αἰτίαν συναρ‐ παγείς, ὡς ἔφην, ἐν Ἐφέσωι τυγχάνων οὐ προσῆλθον τῆι αὐτῶν ἁγιότητι. ἐνταῦθα
10δὲ παραγενόμενος ἐπείσθην ὡς ἕωλα πάντα ἐτύγχανε τὰ εἰρημένα μοι κατὰ τῆς ἁγίας συνόδου, ἐπληροφορήθην τε σώιζεσθαι παρ’ αὐτῆι ὑγιῆ καὶ καθαρὰν τῆς ὀρθοδόξου πίστεως τὴν ὁμολογίαν ἣν ἥ τε κατὰ τὴν Νικαέων συγκροτηθεῖσα τῶν ἁγίων πατέρων ἐξέθετο πληθὺς καὶ ἡ ὑμῶν ἁγιότης διατελεῖ κηρύττουσα. τούτου ἕνεκα πρόσειμι τῆι ὑμετέραι θεοφιλείαι, δεόμενος συγγνῶναί μοι ἐπί τε τῶι χωρισμῶι τῆς ἁγίας συνόδου καὶ ἐφ’ οἷς
15συναρπασθεὶς ὑπέγραψα τῆι γενομένηι ἀθέσμως καὶ ἀνοσίως καὶ ἀκανονίστως ὕβρει τῆς λεγομένης καθαιρέσεως παρὰ Ἰωάννου τοῦ Ἀντιοχέως καὶ τῶν σὺν αὐτῶι κατὰ τῶν ἁγιωτάτων καὶ θεοσεβεστάτων ἐπισκόπων Κυρίλλου καὶ Μέμνονος, ἀνακηρύττοντός μου δηλαδὴ καὶ τὸ ὀρθὸν τῆς ἐκκλησίας φρόνημα, ὅπερ καὶ ἡ ὑμῶν θεοσέβεια φρονεῖ, καὶ μεγάληι φωνῆι βοῶντος τὴν ἁγίαν Μαρίαν θεοτόκον εἶναί τε καὶ λέ‐
20γεσθαι τῶι τὸν πρὸ τῶν αἰώνων ὄντα θεὸν λόγον, τὸν μονογενῆ τοῦ θεοῦ υἱόν, δι’ οὗ τὰ πάντα ἐγένετο τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, αὐτὸν κατελ‐ θόντα, μένοντα ὅπερ ἦν κατὰ φύσιν, δίχα πάσης τροπῆς καὶ ἀλλοιώσεως ἑνωθέντα σαρκὶ καθ’ ὑπόστασιν τετέχθαι ἐξ αὐτῆς, ὁμολογῶ τε καὶ Κύριλλον καὶ Μέμνονα τοὺς θεοφιλεστάτους καὶ ὁσιωτάτους ἐπισκόπους εἶναι ὀρθοδόξους καὶ κήρυκας τῆς
25ὀρθῆς πίστεως, ἠδικῆσθαι δὲ παρὰ Ἰωάννου τοῦ Ἀντιοχέως καὶ τῶν σὺν αὐτῶι ἀντι‐ διαταξαμένων τῆι ἁγίαι καὶ οἰκουμενικῆι συνόδωι. ἀναθεματίζω μέντοι καὶ Νεστόριον τὸν αἱρετικὸν τόν ποτε γενόμενον τῆς Κωνσταντινουπόλεως ἐπίσκοπον καὶ τὸ τούτου ἀσεβὲς δόγμα ἔτι τε καὶ Πελάγιον καὶ Κελέστιον καὶ Βόνωσον καὶ πάντας τοὺς τὰ ἐκείνων φρονοῦντας καὶ μὴ τῆι πίστει τῶν ἁγίων πατέρων ἀκολουθήσαντας ἀκοινωνήτους τε ἔχω
30κἀκείνους οὓς ἡ ἁγία σύνοδος ἀφωσιωμένους εἶναι καὶ ἀνενεργήτους πάσης ἱερατικῆς λει‐ τουργίας προσέταξε, καὶ παρακαλῶ δεχθῆναι εἰς κοινωνίαν· καὶ γὰρ καὶ ἐμαυτὸν ἄχρι τοῦ νῦν ἀκοινώνητον ἐφύλαξα κατὰ τὸ ἐπιτίμιον τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τὸ ὁρισθὲν παρ’ αὐτῆς καθ’ ἡμῶν τῶν ἀποσχισάντων ἑαυτοὺς καὶ πολυτρόπως πλημμελησάντων, ἐκ‐ δεχόμενος τὴν παρ’ ὑμῶν φιλανθρωπίαν.
35 Ἰουλιανὸς ἐπίσκοπος Σαρδικῆς τούτωι τῶι λιβέλλωι παρ’ ἐμοῦ ὑπαγορευθέντι καὶ ἀναγνωσθέντι ὑπέγραψα καὶ προσήγαγον. Κυρίλλου ἐπισκόπου Ἀλεξανδρείας πρὸς Ἀκάκιον ἐπίσκοπον Βεροίας Κυρίωι μου ἀγαπητῶι ἀδελφῶι καὶ συλλειτουργῶι Ἀκακίωι Κύριλλος ἐν κυρίωι χαί‐ ρειν. Ὀρθῶς εἰρῆσθαι πιστεύων παρὰ τοῦ μακαρίου Παύλου τὸ ἀπόδοτε πᾶσι τὰς
40ὀφειλάς, οὐ διαλέλοιπα κατὰ τὸν παρωιχηκότα καιρόν, ὥς γε ἐμαυτὸν πείθω, τὴν ὀφει‐ λομένην καὶ πρέπουσαν τῆι σῆι τελειότητι τιμὴν καθάπερ ἐν ὀφειλήματος τάξει καθηκόντως ἀποτιννύς· ἔδει γὰρ ἔδει τοῦτο δρᾶν καὶ τὴν οὕτω σεπτὴν πολιὰν ἀεὶ ταῖς προσρήσεσι στε‐
φανοῦν. ὅτι δὲ περὶ παντὸς ἐκκλησιαστικοῦ καὶ ἀναγκαίου πράγματος ἀνεκοινούμην, καὶ

1,1,7

141

τοῦτο οἶμαι τὴν σὴν θεοφιλεστάτην εἰδέναι φρένα· γέγραφα δὲ καὶ περὶ Νεστορίου πλει‐ στάκις ὅτι τὰ πάντα διακυκᾶι καὶ τὴν τῶν ἐκκλησιῶν διαταράττει γαλήνην, ξένοις τισὶ καὶ νεωτάτοις εὑρήμασι λογισμῶν τὸν ὀρθῶς ἔχοντα καὶ ἀβέβηλον ἀληθῶς τῆς τε ἀποστολικῆς καὶ εὐαγγελικῆς παραδόσεως παραχαράττων λόγον. καὶ γοῦν ἐκομισάμην τὰ παρὰ τῆς
5σῆς θεοσεβείας πρὸς τοῦτο γράμματα μόνον οὐχὶ δακρυούσης καὶ οἷον ἐκ προμηθείας τὴν μέλλουσαν ἔσεσθαι τῶν πραγμάτων κατάστασιν ὑφορωμένης. ὅτι δὲ οὐχ ἡμεῖς σύνο‐ δον γενέσθαι παρακεκλήκαμεν, ἀλλ’ ἐκεῖνος αὐτὸς ὁ καὶ τῆς διχονοίας ἐν ἀρχαῖς καταβα‐ λόμενος τὸν θεμέλιον καὶ τῶν ζιζανίων σπορεύς, ἅπασι προδηλότατον. ἀλλ’ οὐδὲ ἐγὼ τῆι Ῥωμαίων ἐκκλησίαι γεγράφηκα κατ’ αὐτοῦ πρῶτος, ἤρξατο δὲ μᾶλλον αὐτὸς καὶ
10τούτου. ἡμῶν γὰρ συμβουλευόντων μὲν αὐτῶι τῶν κατὰ Χριστοῦ δυσφημιῶν ἀπο‐ σχέσθαι μᾶλλον, φρονῆσαι δὲ μεθ’ ἡμῶν ὀρθά, τοῖς ἰδίοις αὐτὸς ἑπόμενος λογισμοῖς, ἐξη‐ γήσεις ἑαυτοῦ διεστραμμένας καὶ μακρὰς συνθεὶς ἐπιστολὰς ἀπέστειλε πρὸς τὸν κύριόν μου τὸν θεοσεβέστατον καὶ εὐλαβέστατον τῆς Ῥωμαίων ἐκκλησίας ἐπίσκοπον Κελεστῖνον, ὃς καὶ τοῖς αὐτοῦ γράμμασιν ἐντυχὼν καὶ ταῖς ἐξηγήσεσι κατέγνω τοσοῦτον εἰκῆι βαττα‐
15ρίζοντος, μᾶλλον δὲ δυσσεβῆ τινα καὶ παλίμφημα λέγοντος κατὰ τοῦ πάντων ἡμῶν σω‐ τῆρος Χριστοῦ, ὥστε καὶ ὅρον ἐξενεγκεῖν ἐπ’ αὐτῶι, γράψαι δὲ καὶ πρός με καὶ πάλιν αὐτὸν ὑπομνῆσαι δι’ ἐπιστολῶν ὥστε ἀποσχέσθαι μὲν τῆς ἑαυτοῦ κακοδοξίας, ἀνθελέσθαι δὲ μᾶλλον τὸ ἐν ὀρθῆι πίστει διαπρέπειν ἐπείγεσθαι. καὶ ἵνα μὴ μακροὺς εἰς τοῦτο δαπανήσας λόγους δόξαιμί πως εἶναι τῆι θεοσεβείαι σου φορτικός, ἐπ’ αὐτὸ πάλιν εἰμι
20τὸ πρᾶγμα, καί (τίνα 〈γὰρ〉 τρόπον ἡ ἁγία σύνοδος ἐν τῆι Ἐφεσίων μητροπόλει συγκε‐ κρότηται, διηγησάμεθα) ἅπαξ ἐκεῖνο φημί· ὤιμην τὴν σὴν ὁσιότητα συνδραμεῖσθαι πάντως ὡς οὐ περί τινος τῶν τυχόντων συγκροτουμένης συνόδου, ἀλλὰ περὶ αὐτῆς τῆς ὀρθῆς πίστεως καὶ τῆς καταστάσεως ἁπασῶν τῶν ἐκκλησιῶν. διατετέλεκα δὲ καὶ κατ’ αὐτὴν τὴν Ἐφεσίων ὁμοῦ τοῖς ἄλλοις ἅπασι θεοσεβεστάτοις ἐπισκόποις τοιαύτας δεχόμενος φή‐
25μας ὅτι τε ἥξει καὶ παρέσται καὶ τοῦτο ἐπήγγελται δρᾶν, ἀλλ’ ἴσως πλεῖστα γέγονε τὰ ἐμποδὼν καὶ πρό γε τῶν ἄλλων τὸ σεπτὸν οὕτω καὶ τίμιον γῆρας καὶ ἡ τοῦ σώματος ἀρρωστία. ἐπειδὴ δὲ ἐγγὺς ὄντες ἀπήγγελλον οἱ ἐκ τῆς Ἀνατολῆς, ἐμάθομεν μόλις τῆς σῆς τελειότητος τὴν παραίτησιν. εἶτα πῶς ἦν ἐξ ἁπάσης ὡς ἔπος εἰπεῖν τῆς Ῥωμαίων ἀρχῆς συναγηγερμένων θεοσεβεστάτων ἐπισκόπων ἑκάστου τε ἀλύοντος ἐπὶ τῆι παρατάσει
30τῶν ἡμερῶν καὶ φάσκοντος τὴν οἰκείαν ἐπείγεσθαι καταλαβεῖν ἐκκλησίαν τε καὶ πόλιν διὰ τὸ πλείστους εἶναι ἐν ἑκάστηι τοὺς αἱρετικοὺς καὶ μὴν καὶ ἑτέρας συμβαίνειν διαστροφάς, γράψαι πρὸς τὴν σὴν ὁσιότητα ἐκ τῆς Ἐφεσίων καὶ ἐκ τοσούτων διαστημάτων αἰτῆσαι συγγνώμην; οὔτε στρατιώτου τρέχοντος ὀξέως (οὐ γὰρ εἴχομεν τὸν ὑπηρετοῦντα πρὸς τοῦτο) οὔτε μὴν [ὡς ἔφην] περιμένοντα τινὸς ἀποδημίαν κληρικοῦ καὶ ἐπάνοδον (πλείστη
35γὰρ ἦν, ὡς ἔφην, τῶν ἀλυόντων πληθύς)· ἤδη γὰρ ἀνεκοινωσάμην τῆι σῆι θεοσεβείαι περὶ τούτων ἁπάντων καὶ πρὶν ἐκδημῆσαι ἀπὸ τῆς Ἀλεξανδρείας. μὴ τοίνυν οἰέσθω με τὸ σὸν θεοφιλὲς ἀλογῆσαι τοσοῦτον τοῦ πρέποντος, ὡς ἑλέσθαι σιωπᾶν ἐπί γε τοῖς οὕτως ἀναγκαιοτάτοις πράγμασιν. μετά γε δὲ τὰ ἐν τῆι συνόδωι πεπραγμένα λελύπημαι λίαν· τινὲς γὰρ τῶν ἐκ τῆς Ἀνατολῆς περιεκόμιζον ἴσον ἐπιστολῆς ὡς γραφείσης παρὰ
40τῆς σῆς ὁσιότητος κατ’ ἐμοῦ πρὸς τὸν εὐσεβέστατον βασιλέα καὶ ὁ τῶν γραμμάτων τύπος οὗτος ἦν ὅτι ὁ τῆς Ἀλεξανδρείας ἐπίσκοπος ἔχθραν ἔχων πρὸς Νεστόριον συνεσκευάσατο αὐτόν, καὶ ἑτερά τινα τούτοις ὁμοίαν ἔχοντα δύναμιν. καὶ εἰ μὲν τῆς σῆς ὁσιότητος τὸ γράμμα ἐστίν, εἰκότως, ὥς γε οἶμαι, λελύπημαι· ποίαν γὰρ ἔχθραν ἐγὼ πρὸς Νεστόριον
ἐσχηκὼς ἰδίαν εὑρίσκομαι; καίτοι χειροτονηθέντος εὐθὺς ἔγραψα τὰ κοινωνικὰ καὶ μεστὴν

1,1,7

142

ἔπεμψα ἐπαίνων πρὸς αὐτὸν ἐπιστολήν· οὐ γὰρ ἤιδειν τὰ ἐσόμενα· εἶτα ὁ σύμπας πρὸς αὐτὸν γέγονέ μοι λόγος οὐ περὶ κοινοῦ πράγματος, ἀλλὰ μόνης τῆς ὀρθῆς πίστεως. εἰ δὲ ἐπλάσαντο τινὲς τὴν ἐπιστολήν, ἀπολογήσονται τῶι θεῶι καὶ τὴν σὴν θεοσέβειαν δια‐ σύραντες κἀμοὶ σιωπῆς καὶ λύπης γεγονότες παραίτιοι. ὅτι δὲ τῶν ἀτόπων οὐδὲν
5ἢ γοῦν ἔξω τοῦ εἰκότος ἢ τῶν πέρα λόγου τοῦ πρέποντος ἡ ἁγία πέπραχε σύνοδος κατὰ τὴν Ἐφεσίων μητρόπολιν, ἐξ αὐτῶν ἔνεστι τῶν πραγμάτων ἰδεῖν. οὐ γὰρ περί τινος ἑτέρου συνεδρεύσαμεν, οὐ καλοῦντος εἰς δίκην ἀδελφοῦ, οὐκ ἀνεχόμενοι τῶν σαλεύειν ἐθε‐ λόντων πράγματα τισίν, ἀλλὰ περὶ μόνης τῆς ὀρθῆς πίστεως τὰς συνόδους ἐποιούμεθα, κρατύνοντες μὲν τὰ τοῖς ἁγίοις πατράσιν ὁρισθέντα περὶ αὐτῆς ἐν τῆι Νικαέων πόλει καὶ
10τὴν ἁγίαν ἐκείνην καὶ μεγάλην σύνοδον παμψηφὶ στεφανοῦντες ὡς ἀκριβῆ καὶ τετορνευ‐ μένον τὸν τῆς ἀμωμήτου πίστεως ὅρον ἐξενεγκοῦσαν, συνομολογοῦντες δὲ καὶ συναινοῦντες ὅτι χρὴ μηδενὶ τρόπωι παρασαλεύειν τι τῶν τεθεσπισμένων, Νεστόριον δὲ καταδικάσαντες ὡς παραχαράττοντα αὐτὴν καὶ ὑπερβαίνοντα ὅρια ἃ ἔθεντο οἱ μακάριοι πατέρες ἡμῶν λαλοῦντος δι’ αὐτῶν τοῦ ἁγίου πνεύματος· οὕτω γὰρ πεπιστεύκαμεν.
15 Πρόσειπε τὴν παρὰ σοὶ ἀδελφότητα· σὲ ἡ σὺν ἡμῖν ἐν κυρίωι προσαγορεύει. Τοῦ αὐτοῦ λόγος ἀπολογητικὸς πρὸς τὸν εὐσεβέστατον βασιλέα Θεοδόσιον ση‐ μαίνων πάντα τὰ πραχθέντα κατὰ τὴν Ἐφεσίων πόλιν
19Θεῖον γράμμα πρὸς τὴν ἐν Ἐφέσωι ἁγίαν σύνοδον ἀπολῦον πάντας τοὺς ἐπισκόπους εἰς
20τὰ ἴδια καὶ ἀποκαθιστῶν Κύριλλον καὶ Μέμνονα τοὺς ἁγιωτάτους ταῖς ἰδίαις ἐκκλησίαις Ἡμεῖς τὴν τῶν ἐκκλησιῶν εἰρήνην ἁπάσης ἄλλης ἀσχολίας προτιμήσαντες, οὐ μόνον διὰ τῶν ἡμετέρων ἀρχόντων, ἀλλὰ καὶ δι’ ἑαυτῶν συναγαγεῖν ὑμᾶς ἐβουλήθημεν, ἀσεβὲς εἶναι καὶ ἀνάξιον τῆς ἡμετέρας βασιλείας πιστεύσαντες τὸ ῥαθυμούντων ἡμῶν καὶ μὴ πάντα ὅσα ἐνδέχεται, ποιούντων διαιρεθῆναι τὰς ἐκκλησίας. ἐπειδὴ δὲ οὔτε ἑνωθῆναι ὑμᾶς
25γεγένηται δυνατὸν οὔτε εἰς τοὺς λόγους τοὺς περὶ τῶν ἀμφισβητουμένων ἐλθεῖν ἠθέλησεν ἡ ὑμετέρα εὐλάβεια, τετυπώκαμεν τοὺς Ἀνατολικοὺς ἐπισκόπους ἀπελθεῖν εἰς τὰς ἑαυτῶν πατρίδας καὶ τὰς ἐκκλησίας καὶ τὴν σύνοδον διαλυθῆναι τὴν ἐν Ἐφέσωι ἐπὶ τῶι Κύριλλον εἰσελθεῖν ἐν Ἀλεξανδρείαι καὶ Μέμνονα μεῖναι ἐν Ἐφέσωι. τοσοῦτον γὰρ δηλοῦμεν τῆι ὑμετέραι θεοσεβείαι ὅτι ἕως ὅτε ζῶμεν, καταγνῶναι τῶν Ἀνατολικῶν οὐ δυνάμεθα· οὐδὲν
30γὰρ ἐπὶ ἡμῶν ἠλέγχθησαν οὐδενὸς αὐτοῖς συζητῆσαι θελήσαντος. εἰ οὖν ἔστι σκοπὸς εἰρήνης, ἑλόμενοι ταύτην ἀφιλονείκως γνωρίσατε ἡμῖν· εἰ δὲ μή γε, εὐθέως πρὸς ἃ γεγρά‐ φαμεν, τῆς ἐκδημίας φροντίσατε, οὐχ ἡμῶν ὄντων αἰτίων, ἀλλὰ τοῦ θεοῦ τοὺς αἰτίους γινώσκοντος. Κελεστίνου ἀρχιεπισκόπου Ῥώμης πρὸς Φλαβιανὸν ἐπίσκοπον Φιλίππων ἐπανελθόντα ἐκ τῆς
35κατ’ Ἔφεσον ἁγίας συνόδου Τῶι ἀδελφῶι ἀγαπητῶι Φλαβιανῶι Κελεστῖνος. Κεχαρισμένα, καὶ γὰρ οὐκ ὀλίγον
μοι προθυμίας ἐπεδαψιλεύσατο, διὰ τῶν τέκνων τῶν ἡμετέρων τῶν εὐλαβεστάτων Ἰωάν‐

1,1,7

143

νου τοῦ πρεσβυτέρου καὶ Ἐπιθυμητοῦ τοῦ διακόνου γράμματα τῆς ἁγιωσύνης σου ὑπεδε‐ ξάμην. τοσοῦτον γάρ μοι χαρᾶς παρεσχήκασιν ὅσον πρὸς τὴν πίστιν τοῦ πράγματος ἡ σὴ ἀδελφότης καμάτου συνεισηνέγκατο. ἐξεπλήρωσας διὰ πάντων τὸν ἱερέα τοῦ κυρίου, ἀγωνισάμενος ὑπὲρ τοῦ κοινοῦ βασιλέως, ἀφ’ οὗ ἀμοιβαδὸν ἐλπίζεσθαι ὀφείλει
5ὑπὸ τῆς σῆς ἀδελφότητος ἡ ἀντίδοσις. ἢ ἀγνοεῖς, ἀδελφὲ τιμιώτατε; ἥντινα σὴν σπουδὴν εἴ τις ὅμοιός σοι μεταχειρίσαι, γινωσκέτω εἶναι κρεῖττον καμάτου, ἵνα τῆι τοῦ θεοῦ ἡμῶν βοηθείαι πάντας οὓς ἑαυτῶι ὁ διάβολος ἐπερείδεται ἐκδικῶν, ὠφελοίημεν. Ξύστου ἀρχιεπισκόπου Ῥώμης πρὸς τὸν αὐτόν Τῶι ἀγαπητῶι ἀδελφῶι Φλαβιανῶι Ξύστος. Νενομισμένον ἐστὶ τῆι ὁσιότητι τῆι
10σῆι τὸν ἀποστολικὸν θρόνον προσεχῶς ὁμιλεῖν· οὕτως γὰρ τὴν θείαν ὡς ἅτε ἱερεὺς δόκιμος ἐξεβίβασας ὑπόθεσιν, ὡς θριαμβεύοντά σε κατὰ τῶν ἐχθρῶν εἰς τὴν πεπιστευμένην σοι ἐκκλη‐ σίαν ἐπανελθεῖν. χαίρωμεν οὖν· ἀνεκαλέσω γὰρ ἀπὸ τοῦ πολέμου τοὺς πιστοὺς στρατιώ‐ τας μετὰ σημείων νικηφόρων, ὁπότε τοῖς τούτου μέρεσι συνηγόρησας, οὗτινος τὸν νόμον οἱ καλῶς δεδιδαγμένοι ἱερεῖς οὐκ ἠδύναντο μὴ εἶναι νικηταί. εἰ καὶ ὅτι μάλιστα γνώ‐
15ριμος ἡμῖν γέγονεν ὁ κάματος τῆς ἀδελφότητος τῆς σῆς ἐκ πολλῶν ἀναφορῶν, ὅμως τὴν σπουδὴν καὶ τὴν ἐγρήγορσίν σου ὁ λόγος τοῦ ἀδελφοῦ καὶ συμπρεσβυτέρου τοῦ ἡμετέρου Φιλίππου πρὸς ἡμᾶς ἐπανελθόντος σαφέστερον ἀνεδίδαξεν. ἀγαλλιῶ τοίνυν, γνησιώτατε ἀδελφέ, τῆι μαρτυρίαι τῆι καθόλου ἀγαλλιῶ· ὀφείλεται ἀπὸ τῆς Ῥωμαίων ἐκκλησίας τοῖς τοσούτοις καμάτοις τῶν σῶν πράξεων εὐχαριστία, ἥντινα διὰ Οὔρσου τοῦ προσφιλεστάτου
20ἡμῖν καὶ ἀπὸ τῶν ἡμετέρων πλευρῶν ὑποδιακόνου ἐκπεμφθέντος ὁ κατὰ πρόσωπον λόγος ἐγκλείει, καὶ τὸ τῆς ἀγάπης ὄφλημα ἀποδιδοὺς τοῖς τῆς διαδοχῆς τύποις καὶ ποιῶν τῆς ἡμετέρας καταστάσεως τὴν γνῶσιν. δίκαιον γὰρ τῆι ἁγίαι σου ψυχῆι ἀμοιβαδὸν τοῦτο παραπλησίως ἐκείνωι κατατιθέναι, οὗτινος τὸ πρόσωπον ἤτοι τὴν ὑπηρεσίαν παρὰ τῆς θείας προνοίας διαδέδεγμαι.
25Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς τὸν ἁγιώτατον ἀρχιεπίσκοπον Κύριλλον Ἥσθην ἐπὶ τοῖς δηλωθεῖσί μοι δι’ ἐπιστολῆς παρὰ τῆς σῆς ὁσιότητος περὶ τῶν ἁγίων καὶ συνεπισκόπων μου, οὓς ὀλίγη χρῆσις καὶ συντυχία, οἷοί τε καὶ ὅσοι εἶεν, ἀπέδειξε. καὶ τάχα ἧττον ἂν τοῖς περὶ αὐτῶν γράμμασιν ἐπιστεύσαμεν, εἰ μὴ τὴν παρ’ αὐτῶν μαρ‐ τυρίαν ἐνίκησεν ἑαυτῆι μαρτυροῦσα ἡ τῶν ἀνδρῶν παρουσία. εἴδομεν ἀληθῶς τοῦ κυ‐
30ρίου ἱερέας· εἴδομεν ἄνδρας μεστοὺς χάριτος πνευματικῆς, ἥτις ἐν πρώτοις παρ’ αὐτοῦ δίδοται τοῦ θεοῦ, ἔτι μὴν αὐτοὺς χαριεστέρους ἡμῖν ἡ τοῦ θεοῦ περὶ ἡμᾶς κρίσις ἀπέδειξεν. ἔσχε γὰρ αὐτοὺς παρόντας ἡ ἡμετέρα χειροτονία καὶ ἐν πᾶσι τοῖς ἀποτελοῦσιν ἱερέα κεκο‐ σμημένοι αὐτὴν ἡμῖν τὴν παρουσίαν ἐνεδείξαντο τῆς σῆς ἁγιότητος, ἣν οὐκ ἄνευ πολλῆς τῆς ἀξίας ἀδελφικῆι ἀεὶ διαθέσει περιπλεκόμεθα. τοσοῦτον γάρ σοι ὀφείλει ἡ κοσμικὴ
35ἐκκλησία, ὅσον σοι πάντες εἰσὶν ὑποχείριοι, ὅς γε πανταχοῦ πάντας νενίκηκας. ἐπιμέ‐ νοντος τοίνυν καὶ ὑγιῶς πάντα ὑποβάλλοντος τοῦ υἱοῦ ἡμῶν Θεμίσωνος τοῦ ἀρχιδιακόνου,
τὰ πρέποντα δεδώκαμεν γράμματα πρὸς τοὺς ἀδελφοὺς καὶ συνεπισκόπους ἡμῶν πρὸς οὓς

1,1,7

144

ἤιτησαν οἱ προειρημένοι συνιερεῖς ἡμῶν. ἤρκει μὲν γὰρ κἀκεῖνα ἃ πρὸ τούτου διά τε τῶν τῆς κατὰ Κωνσταντινούπολιν ἐκκλησίας κληρικῶν καὶ ὕστερον διὰ τῶν διακόνων τῆς σῆς ἁγιότητος ἔμπλεω πάντων ἀναγκαίων ἀπέστειλα· ἑπόμενος δὲ καὶ νῦν τῆι τε ὑπομνήσει τῆς σῆς ἀδελφότητος καὶ τῶι ἡμετέρωι ἔθει οὐ παρέλειψα τὰ ὑγιῶς μοι ὑποβληθέντα, χάριν
5ὁμολογῶν καὶ ἐν εὐεργεσίαις τιθέμενος τοῦτο ὃ πέπεισμαί μοι οὐρανόθεν δεδωρῆσθαι, ἵνα περί τε τῆς ἐμῆς χειροτονίας καὶ τῆς πίστεως τὰ αὐτὰ πρὸς τὴν σὴν ὁμόνοιαν μίξωμεν ῥήματα. Περί τε τοῦ Ἀντιοχείας καὶ τῶν λοιπῶν οἵτινες μετ’ αὐτοῦ ἀκόλουθοι γενέσθαι Νε‐ στορίου ἠθέλησαν, καὶ περὶ πάντων δὲ τῶν παρὰ τὴν ἐκκλησιαστικὴν ἐπιστήμην ἐκκλησίας
10διοικούντων κατειληφότες τοῦτο ὡρίσαμεν φυλακτέον ἵνα, εἰ ἀνανήψειαν καὶ μετὰ τοῦ ἰδίου ἡγεμόνος ἀθετήσειαν ἅπαντα ἅπερ ἡ ἁγία σύνοδος ἡμῶν ἐπιβεβαιούντων ἠθέτησεν, ἐπα‐ νέλθοιεν εἰς τὸ τῶν ἱερέων συνέδριον. ὥσπερ γὰρ ἐπιμένοντες τοῖς προτέροις οὐκ ἠδυ‐ νήθησαν ἐν τῆι ἡμετέραι εἶναι κοινωνίαι, οὕτως βουλόμεθα αὐτοὺς διὰ τὴν ἑνότητα καὶ εἰρήνην τῶν ἐκκλησιῶν ἀπολογουμένους, ὡς εἰρήκαμεν, ὑποδεχθῆναι. αὐτοὶ δὲ καθ’
15ἑαυτῶν εὑρεθήσονται τὴν ἴσην ἀπόφασιν ἐξενεγκάμενοι, εἰ ἔξω μένοντες δείξειαν ἑαυτοὺς πρὸς τὸν καταβληθέντα καὶ ἐξωθηθέντα τοσαύτης ἀσεβείας κοινωνοὺς καὶ μετόχους. Τοῦ αὐτοῦ Χάριν ὁμολογοῦντες τῆι περὶ ἡμᾶς τοῦ θεοῦ ἡμῶν φιλανθρωπίαι ὅτι κατὰ τὸν καιρὸν ἐν ὧι ἡμᾶς εἰς τὸ ὑπερέχον τῆς ἱερωσύνης ἄκρον καλέσαι κατηξίωσεν, ἐδωρήσατο ἡμῖν
20κατὰ τὴν ἰδίαν εὐσέβειαν τὴν παρουσίαν τῶν ἁγίων ἀδελφῶν καὶ συνεπισκόπων ἡμῶν Ἑρμογένους καὶ Λαμπετίου, ἀναγκαίως πρὸς τὴν ὑμετέραν ἀδελφότητα δι’ αὐτῶν ταῦτα τὰ γράμματα μαρτυρούντων ἡμῶν τῆι χειροτονίαι δεδώκαμεν. ἐν τούτοις γὰρ πάντας ὑμᾶς, παρ’ ὧν ἐκεῖνοι ἀπεστάλησαν, παραγεγενῆσθαι πεπιστεύκαμεν, ἐπειδὴ οὐδαμῶς δια‐ στήματι χωρίζονται οὓς συνδεσμεῖ πνευματικὴ χάρις. μεθ’ οἵας δὲ πάντων ὁμονοίας
25κατὰ οἰκονομίαν θείας προνοίας αὕτη ἡ ἡμετέρα γεγένηται χειροτονία, μαθοῦσα καὶ ἡ ὑμε‐ τέρα ἁγιωσύνη καὶ ἐκ τῶν ἡμετέρων γραμμάτων καὶ ἐκ τῆς ἀναφορᾶς τῶν ἀδελφῶν πάντως τὸ δῶρον τῶι παρασχόντι κυρίωι ὑπὲρ ἡμῶν ὁμολογήσει, ἀδελφοὶ ἀγαπητότατοι, ἵνα τῆς ἰδίας ὢν δωρεᾶς φύλαξ τὴν ἐκκλησιαστικὴν εἰρήνην τηρῆσαι καταξιώσηι· ὁ θεὸς ἡμῶν ὁ πάντα εἰς αὐτὸν τὰ ἀνήκοντα οὕτως διοικῶν, ἵνα μηδὲ ἓν λεῖψαι συγχωρήσηι, εὐεργεσίαν
30μοι ἐν τῆι ἀφορμῆι τῆς ἀδελφότητος δέδωκε. διὰ γὰρ τῶν ἁγίων συνιερέων ἡμῶν Ἑρμογένους καὶ Λαμπετίου παραγενομένων τῆι ἡμετέραι χειροτονίαι ταῦτα τὰ γράμματα ἔδοξεν ἀποσταλῆναι πρὸς τὴν σὴν εὐλάβειαν, οἷα δὴ πρὸς τὴν ἁγίαν σύνοδον ἀπεστείλαμεν περὶ τῶν ἑπομένων Νεστορίωι. ὁμολογῶ τοίνυν, σφόδρα ἥσθημεν ὅτι συνέβη ἡμῖν διὰ μιᾶς καὶ τῆς αὐτῆς εὐκαιρίας τά τε περὶ τῆς πίστεως καὶ τὰ περὶ ἡμῶν αὐτῶν ἀνακοινώ‐
35σασθαι· ἅπαντας γὰρ ἔσχε τοὺς ἀδελφοὺς παρόντας ἡ χειροτονία ἡμῶν. τίς γὰρ ἂν ἔδοξε μὴ παραγενέσθαι, ὁπότε ἡ Ἀνατολὴ διὰ τῶν ἰδίων πρεσβυτέρων παρεγένετο καὶ ἐθεάσαντο μίαν πάντων καρδίαν καὶ μίαν ἐν πᾶσι ψυχὴν ἔγνωσαν ὁμόφωνόν τε τοῦ θείου πλήθους φωνήν; οὕτως ἡ κατὰ Ῥώμην ἐκκλησία μίαν ψῆφον ἐφύλαξε τῆι καταστάσει τοῦ τῆς πίστεως κήρυκος, ὥσπερ ἐν αὐτῶι τῶι τῆς πίστεως κηρύγματι μίαν ἀεὶ γνώμην ἐτή‐
40ρησαν. ἐπειδὴ τοίνυν ἀρκεῖ διὰ βραχέων δεδηλῶσθαί μου τὴν χειροτονίαν, λαλητέον

1,1,7

145

λοιπὸν ἡμῖν περὶ ὧν ὁ ἅγιος ἡμῶν ἀδελφὸς Κύριλλος ἀμνημονῶν τῆς ἰδίας ὕβρεως καὶ τῶν καμάτων αἰτεῖ. ἀρκεῖ μὲν γὰρ τὰ ἤδη γραφέντα παρὰ τοῦ τῆς μακαρίας μνήμης τοῦ ἐμὲ προηγησαμένου περὶ τῆς πίστεως ὑπὲρ ἧς χαίρομεν θριαμβεύοντες κατὰ βοήθειαν τοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν, καθ’ οὗ ἡ ζήτησις ἐκεκίνητο· ὅμως ἐπειδὴ οὐκ ὀκνητέον ἀναλαμ‐
5βάνειν πολλάκις τὰ ὑγιῶς ὁρισθέντα, ἀναγκαῖον ἡγησάμην γράφων νῦν πρὸς τὴν σὴν ἀδελφότητα διὰ τῶν ἁγίων ἀδελφῶν καὶ συνεπισκόπων ἡμῶν Ἑρμογένους καὶ Λαμπετίου ταῦτα δηλοῦν διὰ βραχέων ἅπερ πολλῶι ἤδη τῶι λόγωι πάλαι ἡ ἀπόφασις τοῦ ἀποστο‐ λικοῦ ὥρισε θρόνου, καὶ μὴ ἀποκάμηι ἀκούων, ἀλλὰ καὶ ἥδιστα ἀκουέτω ὁ χαίρων ὅτι νενίκηκεν. εἰ γὰρ Νεστόριος ὁ τῶν ἀνοσίων διατριβῶν διδάσκαλος βιβλία ἐκδέδωκε κη‐
10ρύττων τὰ καθαιρετέα, πόσωι μᾶλλον ἡμᾶς δεῖ φαίνεσθαι τῆς πατρικῆς πίστεως φύλακας πάντηι ἀναιροῦντας τὰ καθηιρημένα; ὁ δὲ ἅγιος καὶ συνεπίσκοπος ἡμῶν ἀδελφὸς ὁ προστάτης τῆς Ἀλεξανδρέων ἐκκλησίας δεικνύων ὅπως καὶ ὅσον φροντίζων τῆς πίστεως καταφρονῶν τε τῶν ὕβρεων ἃς ἐνδόξως κατὰ τὸν ἀπόστολον πέπονθε, μᾶλλον διοικηθῆναι τὰς ἐκκλησίας ἢ ἑαυτὸν ἐκδικηθῆναι ἐπιθυμεῖ, αὐτίκα [δὲ] τοῖς ἐν ναυαγίωι κάμνουσιν αἰτεῖ
15ἀνοιχθῆναι λιμένα, ἐκείνου μόνου ἀρκούμενος τῶι θανάτωι, ὃς δοκῶν εἶναι ἐν ἀπαιδευσίαι διδάσκαλος ἐξεδίκει ἑαυτῶι τὰ τοῦ δεσποτικοῦ φόβου πηδάλια, ἀλλ’ ἐπιμένειν τῶι θρόνωι οὐκ ἠδυνήθη, διδάσκειν οὐκ εἰδώς. μόνος οὖν εἴη ναυαγήσας αὐτός, ὃν ἐν τοσαύτηι ὁμίχληι τῶν ἰδίων διδαγμάτων μηδὲν ὁρῶντα τὸ τῆς ἀσεβείας κῦμα προσέρρηξε τῶι σκο‐ πέλωι τῆς καθαιρέσεως. ἔσχε μὲν οὖν πάντας χειμὼν εἷς, ἀλλὰ βυθισθέντος τοῦ ταῦτα
20ἐπινοήσαντος ὑγιασθῆναι βούλεται τοὺς λοιπούς. ἔστι τοίνυν καὶ ἐν ἡμῖν ἡ αὐτὴ ψῆφος· εὐσεβεῖν γὰρ περὶ τούτους βέλτιον εἰς θεὸν ἀσεβεῖν παυσαμένους. ὅθεν δεχθῶσιν οἱ βουλόμενοι εἰς τὴν εὐθεῖαν ἐπανελθεῖν, περὶ ὧν πολυλογεῖν οὐ χρή, τούτων τῶν ὀλίγων ἀρκούντων· γινωσκέτωσαν γὰρ ἔσεσθαι φροντίδα περὶ τὰς καταλειφθείσας παρ’ αὐτῶν ἐκκλησίας, εἰ μὴ αὐτοὶ ἑαυτοῖς βοηθήσουσι τὰ αὐτὰ ἡμῖν φρονεῖν ἐθελήσαντες. περὶ δὲ
25τοῦ Ἀντιοχείας Ἰωάννου ταῦτα ὁρίζομεν ὀφείλειν φυλάττεσθαι, ἅπερ ἔγκειται ταῖς προαπε‐ σταλμέναις ἐπιστολαῖς, ἵνα γνῶι ἐσόμενος εἷς τῶν καθολικῶν, εἰ πάντα τὰ παρὰ τῆς συ‐ νόδου καθαιρεθέντα καθαιρῶν ἀποδείξειεν ἑαυτὸν καθολικὸν ἱερέα. Κάτεχε οὖν ἰσχυρῶς τά τε συνοδικὰ καὶ τὰ παρ’ ἡμῶν ὡρισμένα, ἀδελφὲ ἀγαπητότατε· ἀφίησι γὰρ ὁ ἀδελφὸς τὰς ὕβρεις αἵτινες αὐτῶι χρησιμεύουσιν ἐνώπιον τοῦ κοινοῦ δε‐
30σπότου, ἡ γὰρ τοιαύτη ὕβρις νίκη ἐστίν. ὅθεν ἐπιεικῶς ἤνεγκε πάντων τῶν κέντρων τὰς πληγὰς οὐδὲ ἐκεῖνα αὐτὸν ἐλύπησεν ἐφ’ οἷς νῦν ἥδεται μεμνημένος ὅτι ἠγωνίσατο διὰ στέφανον. οἶδε γὰρ οἷα μένει νικητήρια τοὺς τοιαῦτα νικῶντας. ἀγαλλιάσθω ἐπὶ τῆι κοινωνίαι τοῦ τοιούτου θριάμβου πᾶς ὁ παραγενόμενος, τῆι δὲ ψυχῆι συναινέσας. ταῦτα δὲ εἰς τὴν τῶν γειτνιώντων ἀδελφῶν γνῶσιν βούλομαι πεμφθῆναι διὰ τῆς σῆς εὐλαβείας,
35ἵνα μάθωσι περὶ τοῦ τηλικούτου πράγματος, εἰ καὶ πάλαι πληρέστατα πάντα ὡρίσαντο, μὴ ἀργεῖν ὅμως τὸν ἀποστολικὸν θρόνον. οὐ γὰρ ἐπιτρέπει ἡμᾶς ἠρεμεῖν ἀπὸ τῶν τοιούτων φροντίδων ἡ ὑπὲρ πασῶν τῶν ἐκκλησιῶν μέριμνα. Ἀρχὴ τῶν κεκινημένων ἐπὶ τῆι ἑνώσει τῶν ἐκκλησιῶν Γράμμα βασιλικὸν ἀποσταλὲν διὰ Ἀριστολάου τριβούνου καὶ νοταρίου Ἰωάννηι
40ἐπισκόπωι Ἀντιοχείας περὶ τῆς ἑνώσεως τῶν ἐκκλησιῶν

1,1,7

146

(2)

Γράμμα βασιλικὸν ἀποσταλὲν διὰ τοῦ αὐτοῦ Ἀριστολάου Ἀκακίωι ἐπισκόπωι Βεροίας Ἔργον ἐξ ἀρχῆς τοῦτο τῆς σῆς εὐλαβείας τὸ τὴν ὀρθοδοξίαν καὶ συγκροτεῖσθαι καὶ αὔξεσθαι. ἤδη γὰρ καὶ πρὸ τούτου σῶι πόνωι καὶ καμάτωι 〈τὰ〉 διεσπαρμένα μέλη τῆς
5καθολικῆς καὶ ἀληθοῦς πίστεως καλῶς συνήρμοσται, καὶ νῦν, ἐπειδὴ διαβόλου τινὸς κακο‐ τροπίαι καὶ οὐχ ἁπλῆι οὐδὲ εὐθυνομένηι διδασκαλίαι σπέρματα διχονοίας τοῖς ἡνωμένοις καὶ ἓν καὶ τὸ αὐτὸ φρονοῦσιν ἐμβέβληται, ἀναλαβεῖν σε τὴν ἐγνωσμένην τοῖς πᾶσι δύναμιν προτρέπομεν, ἵνα εὐχαῖς ὁμοῦ ταῖς πρὸς τὸν θεὸν καὶ συμβουλαῖς ταῖς περὶ τοὺς ἱερεῖς συναγαγεῖν καὶ συνάψαι τὰ μεμερισμένα καὶ οὐ δικαίως οὐδὲ ὁσίως εἰς μάχην τραπέντα
10σπουδάσειας. ἔσται δὲ τοῦτο εὐχερῶς, ὥσπερ ἡγούμεθα, τῆι σῆι ἁγιωσύνηι, εἰ τὸν εὐλαβέστατον Ἰωάννην τὸν τῆς Ἀντιοχέων ἐπίσκοπον μὴ φιλονεικῆσαι μηδὲ ἐνστῆναι ἀν‐ θρωπίνηι βουλήσει ἢ πλάνηι προτρέψηι, μᾶλλον δὲ κἀκείνου ἐπείξειας ἀποστῆναι, οὗ δὴ πάντες τὴν ἐπίνοιαν καὶ τὸ τῆς διδασκαλίας καινὸν ἀπομάχονται. πρέπει γὰρ ἐν τούτωι τῶι γήραι καὶ τοῦτον τὸν ἆθλον ἀνύσαι τὴν σὴν θεοσέβειαν, ὃν ἀγωνισάμενος ὧν πάλαι
15γενναίως κατώρθωσας, νικητὴς ἀνακηρυχθήσηι. καὶ τοῦτο εὖ ἴσμεν ὡς εὐχαῖς τε καὶ συμβουλαῖς καὶ αὐθεντίαι διαπράξηι, τὰ δὲ συνήθη καὶ νῦν ἐξαιτοῦμεν ὥστε εὐχαῖς ταῖς πρὸς τὸ κρεῖττον ἐπιμένειν σπουδαιότερον, ὅσον οἷόν τέ ἐστι, καὶ ἐπιπονώτερον τὴν ἐκεῖθεν ἡμῖν τε καὶ τοῖς ἐξ ἡμῶν καὶ πᾶσι τοῖς τῆς βασιλείας τῆς ἡμετέρας πράγμασιν εὐμένειαν καὶ ἐπικουρίαν 〈προ〉καλεῖσθαι.
20Γράμμα βασιλικὸν ἀποσταλὲν διὰ τοῦ αὐτοῦ τῶι μακαρίωι Συμεῶνι τῶι στυλίτηι
22Πρότασις ἐπιδοθεῖσα Ἀκακίωι ἐπισκόπωι Βεροίας παρὰ Ἰωάννου ἐπισκόπου Ἀντιοχείας καὶ τῶν σὺν αὐτῶι καὶ παρ’ αὐτοῦ σταλεῖσα τῶι μακαρίωι Κυρίλλωι διὰ Ἀριστολάου Ἐμμένομεν τῆι πίστει τῶν ἐν Νικαίαι συνεληλυθότων ἁγίων πατέρων τὴν εὐαγγελικὴν
25καὶ ἀποστολικὴν διδασκαλίαν ἐχούσηι καὶ προσθήκης οὐ δεομένηι. σαφῆ δὲ αὐτῆς ποιεῖ τὴν ἔννοιαν καὶ ὁ ἁγιώτατος καὶ μακαριώτατος Ἀθανάσιος ὁ ἐπίσκοπος τῆς Ἀλεξανδρέων καὶ ὁμολογητὴς ἐν τῆι ἐπιστολῆι τῆι πρὸς τὸν μακαριώτατον καὶ θεοφιλέστατον Ἐπίκτητον τὸν ἐπίσκοπον Κορίνθου. ἐμμένομεν τοίνυν καὶ αὐτῆι ὡς ἀκριβῆ ἑρμηνείαν ἐχούσηι τῆς προειρημένης πίστεως. τὰ δὲ πρόσφατον ἐπεισαχθέντα δόγματα ἢ δι’ ἐπιστολῶν ἢ διὰ
30κεφαλαίων ὡς τὸ κοινὸν διαταράξαντα ἐκβάλλομεν, ἀρκούμενοι τῆι παλαιᾶι τῶν πατέρων νομοθεσίαι καὶ πειθόμενοι τῶι εἰπόντι μὴ μέταιρε ὅρια αἰώνια ἃ ἔθεντο οἱ πα‐ τέρες σου.
34Ἐπιστολὴ Ἀκακίου πρὸς Ἀλέξανδρον τὸν Ἱεραπόλεως
35Κατήντησεν ὁ ἀπὸ τῆς Ἀλεξανδρέων, οὐχ ὁ τὰ πάντα θαυμασιώτατος καὶ πιστότατος
Ἀριστόλαος ὁ τριβοῦνος καὶ νοτάριος, ἀλλ’ ὁ εὐγενέστατος μαγιστριανὸς Μάξιμος ὁ συνὼν

1,1,7

147

αὐτῶι· τοῦτον γὰρ ἀπέστειλε πρὸς ἡμᾶς αὐτοῦ τε ἐπαγόμενον γράμματα καὶ τοῦ ἁγιωτάτου ἐπισκόπου Κυρίλλου. καὶ ὁ μὲν ἐν Ῥώμηι ἐπίσκοπος μίαν ἐπιστολὴν πρὸς ἡμᾶς ἔγραψεν, ὁ δὲ Ἀλεξανδρείας τρεῖς ἢ τέσσαρας, ὧν τῆς μιᾶς τὸ ἀντίγραφον ἀπέστειλά σου τῆι θεο‐ σεβείαι. εἰ τοίνυν δυνατὸν σκυλῆναί σε ἕως ἡμῶν, ποιεῖς καλῶς· εἰ δέ, ὡς ἐπέστειλας,
5εἰσέτι ὀδυνᾶσαι τοὺς πόδας, ἐγκύψας τοῖς γράμμασι τοῦ θεοφιλεστάτου ἐπισκόπου Κυρίλλου καὶ γνοὺς ὅσηι ἀκριβείαι ἐχρήσατο τῆς πίστεως ἕνεκα, γράφων πρὸς ἡμᾶς σύνθου τοῖς ὑφ’ ἡμῶν ἀντιγραφομένοις μετὰ γνώμης τοῦ θεοφιλεστάτου καὶ ἁγιωτάτου ἐπισκόπου Ἰωάννου καὶ Παύλου καὶ τῶν λοιπῶν τῶν ἐν Ἀντιοχείαι εὑρισκομένων κυρίων ἐπισκόπων. τὸ δὲ αὐτὸ τῆς ἐπιστολῆς ἀντίγραφον μετὰ γραμμάτων ἐμῶν ἀπέστειλα καὶ τῶι κυρίωι μου τῶι
10θεοφιλεστάτωι ἐπισκόπωι Θεοδωρήτωι, παρακαλέσας αὐτὸν γενέσθαι ἕως ἡμῶν, εἰ δὲ ἐπέ‐ χεται διὰ τὴν αὐτόθι ἐνδημίαν τοῦ μεγαλοπρεπεστάτου στρατοπεδάρχου, γράψαι πρὸς ἡμᾶς ὅτι στοιχεῖ τοῖς ὑφ’ ἡμῶν τυπουμένοις καὶ ἀντιγραφομένοις ἐν Ἀλεξανδρείαι. τοῦ δὲ βαθυτάτου ἡμῶν γήρους φείσασθε, παρακαλῶ, καὶ δότε χεῖρα περὶ πολλοῦ ποιουμένωι περιαιρεθῆναι ἡμῶν τὴν αἰσχύνην ταύτην καὶ τὴν ἀπὸ τῆς διχονοίας ἀφόρητον βλάβην.
15οἴδατε γὰρ ὡς ἐν πᾶσιν ὑμῖν συμπεριηνέχθην καὶ ὅτι ἐν μὲν Ἐφέσωι ὁ θεοφιλέστατος ἐπίσκοπος Παῦλος ὑπέγραφεν ὑπὲρ ἐμοῦ, ἐγὼ δὲ καθάπερ ὑπέθεσθε, ἐπὶ τὸν εὐσεβῆ ἡμῶν ἀνήνεγκα βασιλέα, μνημονεύσας ὡς αἱρετικοῦ τοῦ θεοφιλεστάτου ἐπισκόπου Κυρίλλου, ὃς καὶ ἐπελάβετο ἡμῶν ἐν οἷς πρὸς ἡμᾶς ἔγραψεν, ἠρέμα πῶς ὑπογογγύζων ὅτι ὡς αἱρετικοῦ αὐτοῦ ἐμνημόνευσα ἐν οἷς ἀνήνεγκα ἐπὶ τὸν ἡμερώτατον βασιλέα.
20Πᾶσαν τὴν σὺν σοὶ ἀδελφότητα ἐγώ τε καὶ οἱ σὺν ἐμοὶ προσαγορεύομεν.
22Τοῦ ἐν ἁγίοις Κυρίλλου πρὸς τὸν μακάριον Ἀκάκιον τὸν Βεροίας ἀντίγραφον Κυρίωι μου ἀγαπητῶι ἀδελφῶι καὶ συλλειτουργῶι Ἀκακίωι Κύριλλος ἐν κυρίωι χαίρειν. Πρέπουσαν ἑαυτῆι φροντίδα καὶ νῦν ἡ σὴ ὁσιότης ἀνεδέξατο· σκοπὸς γὰρ αὐτῆι κατὰ τὸ
25ἀγαθὸν θέλημα τοῦ πάντων ἡμῶν σωτῆρος θεοῦ συνάψαι τὰς ἐκκλησίας καὶ ποιῆσαι μὲν ἐκ μέσου τὸ μικροψυχεῖν ἀναπεῖθον τοὺς ὀφείλοντας ὁμογνωμονεῖν, ἅπαν δὲ περιελεῖν τὸ λυποῦν καὶ τοῖς τῆς ἀγάπης περισφίγξαι δεσμοῖς τὰ διεσπασμένα. ἀλλ’ ὡς ἔοικε, τῶν αὐτόθι τινὲς δεδίασι μὲν κατὰ τὸ εἰκὸς τὸ δοκεῖν ἐναργῶς ἀντανίστασθαι τῶι τῆς σῆς τελειότητος σκοπῶι, δρῶσι δὲ τοῦτο ἀσυμφανῶς καὶ οἷον λανθάνειν σπουδάζοντες. τὸ
30γὰρ τοιαῦτα πράττειν καὶ ἀπαιτεῖν ἃ μὴ γενέσθαι δύναται, τί ἕτερόν ἐστιν εἰ μὴ αὐτοῖς πράγμασιν ἀναφωνεῖν ὡς ἀβούλητον αὐτοῖς τὸ τῆς εἰρήνης χρῆμά ἐστι; καὶ ταῦτα φημὶ τὴν διαπεμφθεῖσαν παρὰ τῆς σῆς τελειότητος ἐπιστολὴν ἀναγνούς, δι’ ἧς ἐμάνθανον ἀπαι‐ τεῖν αὐτοὺς πᾶν σύγγραμμα καὶ πᾶσαν ἐπιστολὴν τὴν πρὸ τῆς συνόδου καταγινώσκεσθαι καὶ ἀθετεῖσθαι χρῆναι παρ’ ἡμῶν, συναινέσαι δὲ τῶι συμβόλωι τῆς ὀρθῆς πίστεως τῶι
35ὁρισθέντι κατὰ καιροὺς παρὰ τῶν ἁγίων πατέρων ἐν τῆι κατὰ Νίκαιαν μεγάληι συνόδωι. ἐγὼ δὲ ὅτι μὲν τὸ σεπτὸν ἐκεῖνο τῆς πίστεως σύμβολον ἀπόχρη πρὸς πᾶσαν εἴδησιν ἀγαθήν, ἐνδεῖ δὲ αὐτῶι παντελῶς οὐδέν, φαίην 〈ἂν〉 καὶ συνθήσομαι κἂν εἰ μὴ ἑτέροις δοκεῖ τισι τοῦτο φρονεῖν ἢ λέγειν· τεθαύμακα δὲ λίαν ἐκεῖνο. Νεστορίου γὰρ τὰς πα‐ λιμφήμους ἐκείνας καὶ βδελυρωτάτας ἐρευγομένου φωνὰς κατὰ τοῦ πάντων ἡμῶν σωτῆρος
40Χριστοῦ καὶ τοῦτο ἐπ’ ἐκκλησίας, ἐγράψαμεν ἃ γεγράφαμεν, ἀντιλέγοντες αὐτῶι καὶ ταῖς βεβήλοις αὐτοῦ καινοφωνίαις ἀντεξάγοντες τὴν ἀλήθειαν, καὶ διὰ τὴν τοῦ θεοῦ χάριν καὶ
τοῖς τόμοις ἐντυχόντες ὠφέληνται πολλοὶ καὶ ὀρθῆι συνέσει τετιμήκασι τὰ κατ’ ἐκείνου παρ’

1,1,7

148

ἡμῶν εἰρημένα. ἀλλ’ οὐκ οἶδ’ ὅπως οἱ νῦν ὀφείλοντες τὰ ἐκείνου ἀναθεματίζειν μιαρὰ δόγματα καὶ ἀλλοτριοῦν ἑαυτοὺς τῆς δυσσεβείας αὐτοῦ πρὸς πᾶν τοὐναντίον περιτρέποντες τὴν σπουδὴν ἀφανίζεσθαι ζητοῦσι τὰ κατ’ αὐτοῦ γεγραμμένα. ποῖον ἔχει τοῦτο λόγον; ἐννοείτω γὰρ ἡ σὴ ὁσιότης ὅσην ἔχει τὸ πρᾶγμα τὴν ἀτοπίαν, 〈εἰ〉 οἱ ὑπὲρ τῆς ὀρθῆς
5πίστεως γεγραφότες ἀρνησόμεθα τὰ ἑαυτῶν, μᾶλλον δὲ κατηγορήσομεν τῆς ἑαυτῶν πίστεως; οὐκοῦν εἰ μὴ ὀρθῶς ἔχει τὰ κατὰ Νεστορίου ἤτοι τῶν ἀνοσίων αὐτοῦ δογμάτων γεγραμ‐ μένα, μάτην καθήιρηται καὶ τάχα που φρονεῖ μὲν ἐκεῖνος ὀρθῶς, πεπλανήμεθα δὲ ἡμεῖς οὐ συνενεχθέντες αὐτῶι, γεγραφότες δὲ μᾶλλον οἷς ἔφη, τὰ ἐναντία, καίτοι Νεστορίου πολλαὶ περιφέρονται βίβλοι διακυκῶσαι τὸ πᾶν καὶ διαθορυβοῦσαι τὰς ἐκκλησίας. εἶτα πῶς ἡμεῖς
10ἀφανίσομεν τὰ κατ’ αὐτοῦ κἂν γοῦν ἔσθ’ ὅτε βραχεῖαν τὴν ὄνησιν ἐμποιοῦντα τισί; συ‐ νορᾶι τοίνυν ἡ σὴ πανσύνετος τελειότης ὅτι πρᾶγμα ζητοῦσιν ἀμήχανον καὶ τοσοῦτον ἀφε‐ στήκασι τοῦ κατευνάζειν βούλεσθαι τὴν μεταξὺ κειμένην διχόνοιαν, ὥστε καὶ εἰς ἀρχὰς ἀνατείνειν αὐτὴν ἀκαταλήκτου φιλονεικίας. διὰ τί γὰρ μᾶλλον ἐν τῆι Ἐφεσίων μητροπόλει ἀφιγμένοι οὐ γεγόνασι σύμψηφοι τῆι ἁγίαι συνόδωι κατὰ τοῦ τοσαῦτα καὶ τοιαῦτα δυσσε‐
15βῶς δυσφημήσαντος; εἰ γὰρ καὶ ὑστέρησαν βραχύ, τί τὸ κωλῦον ἦν ἐντυχόντας τοῖς πεπραγμένοις ὑπομνήμασι πληροφορηθῆναι μὲν ὅτι γεγόνασιν ἐνθέσμως, συναινέσαι δέ, ὡς ἔφην, ὀρθῆι καὶ ἀνεπιπλήκτωι τῆι παρὰ πάντων ψήφωι; ἀλλ’ ἐκ τῶν ἐναντίων οὔτε θεὸν ἐννοήσαντες οὔτε τὸν ζῆλον τῶν συνειλεγμένων (οὐ γὰρ περὶ κοινοῦ τινος πράγματος ὁ λόγος ἦν, ἀλλὰ περὶ πίστεως δι’ ἧς σέσωκε τὴν οἰκουμένην ὁ θεὸς καὶ πατὴρ ἐν Χριστῶι),
20πᾶσαν ὠμότητα καὶ πάντα μισαδελφίας τρόπον εἰς ἡμᾶς ἐνεδείξαντο, τοῦτο μὲν τὴν ἁγίαν καὶ οἰκουμενικὴν σύνοδον ἀκοινωνησίαι περιυβρίσαντες καὶ τοῦτο ἀκρίτως, τοῦτο δὲ καὶ οἷον ἀνημέρωι δεξιᾶι τὸ τῆς ἀγριότητος κατωθήσαντες ξίφος ἐμοῦ τε καὶ τοῦ εὐλαβεστάτου ἐπισκόπου Μέμνονος. ὑποκείσθω γὰρ ὅτι κατ’ ἀλήθειαν καὶ παρῆλθέ τι τῶν εἰς ὀρθότητα δογμάτων ἡμᾶς ἢ καθ’ ἑτέρους τρόπους ἔνοχοι τισὶ γεγόναμεν τῶν πταισμάτων· οὐκ ἐχρῆν
25ἀξιωθῆναι λόγου; συντυχίας; μέμψεως; καίτοι Νεστορίου τριετῆ δαπανήσαντος χρό‐ νον ἐν τῶι δυσφημεῖν πάντες ἠνεσχόμεθα, καὶ ἡ σὴ δὲ μεθ’ ἡμῶν ὁσιότης καὶ πάντες συνεβουλεύσαμεν ἀποσχέσθαι μὲν αὐτὸν ἐκείνων, μεταποιεῖσθαι 〈δὲ〉 μᾶλλον τῶν εἰς ὀρθό‐ τητα καὶ ἀλήθειαν ὁρώντων δογμάτων. ἐμμείναντα δὲ καὶ τὰ ἔτι πολλῶι χείρονα τῆς Χριστοῦ δόξης καταφλυαρήσαντα καὶ ἐν αὐτῆι τῆι Ἐφεσίων μητροπόλει, λοιπὸν ὡς ἀνίατον
30ἐσχηκότα τὴν νόσον ἡ ἁγία σύνοδος μετέστησε τῆς ἱερωσύνης. βούλομαι δέ τι τὴν σὴν ὁσιότητα χρησίμως εἰς τὸ παρὸν ὑπομνῆσαι. ὅτε γὰρ κατὰ τὴν μεγάλην Κωνσταντι‐ νούπολιν ἡ ἁγία ὑμῶν σύνοδος συνεκροτήθη, Ἰωάννου τὸ τηνικάδε κατηγορουμένου, εἶτα πέπρακτο τὰ ἐπ’ αὐτῶι παρὰ πολλῶν ὑπομνήματα, μελλούσης ἐκφέρεσθαι τῆς κατ’ αὐτοῦ ψήφου, κἀγὼ ἐτύγχανον τῶν ἑστηκότων εἷς, οἶδα τῆς σῆς ὁσιότητος ἀκούσας τῆι ἁγίαι
35συνόδωι λεγούσης ὅτι εἰ ἤιδειν ὅτι συγγνωσθεὶς Ἰωάννης ἀμείνων ἑαυτοῦ γενήσεται καὶ τῆς ἐνούσης αὐτῶι δυστροπίας ἀποστήσεται; πάντας ἂν ὑμᾶς παρεκάλεσα ὑπὲρ αὐτοῦ. τεθαύμασται δὲ καὶ ἐπὶ τούτωι πάλιν ἡ σὴ ὁσιότης ὡς εἰποῦσα τὸ ἀληθές. τί τοίνυν ἔδει τὴν ἁγίαν ποιῆσαι σύνοδον, ἀμετανόητον εὑροῦσαν καὶ οὕτως ἐνστατικὸν τὸν τῆι ὀρθῆι πίστει μαχόμενον; ἐπειδὴ δέ φασιν ὅτι χρὴ μόνωι συνθέσθαι τῶι συμβόλωι ἤτοι τῆι ἐκθέσει
40τῆς πίστεως τῶν τιη, κἀγὼ πρὸς τοῦτο ἐρῶ ὅτι σκοπὸς γέγονεν εἷς τῆι ἁγίαι καὶ οἰκου‐ μενικῆι συνόδωι τῆι συναχθείσηι κατὰ τὴν Ἐφεσίων μητρόπολιν τοῦ στῆσαι τὸ σύμβολον, ὥστε καὶ πάντας ὁμολογεῖν τε καὶ πιστεύειν οὕτω καὶ διδάσκειν, μήτε προστεθέντος τινὸς μήτε μὴν ὑφηιρημένου. οὐ γὰρ ἔστιν ἐπ’ αὐτῶι προσθεῖναι καὶ ἀπ’ αὐτοῦ οὐκ ἔστιν
ἀφελεῖν· διὰ γάρτοι τοῦτο καὶ Νεστορίου κατεψηφίσατο ὡς μὴ τηρήσαντος αὐτό, παρα‐

1,1,7

149

κεκινηκότος δὲ μᾶλλον καὶ παρασημήναντος καὶ κατ’ οὐδένα μὲν τρόπον ἀκολουθήσαντος αὐ‐ τῶι, ἕτερα δέ τινα καὶ ξένα τῶν τῆς ἐκκλησίας δογμάτων ταῖς τῶν λαῶν ἀκοαῖς ἀνοσίως ἐνσπείραντος. πέπρακται τοίνυν ἐν τῆι Ἐφέσωι περὶ τούτου ἰδικὸν ὑπόμνημα, βεβαιούσης τῆς συνόδου τὴν ἐκτεθεῖσαν πίστιν παρὰ τῶν ἁγίων ἡμῶν πατέρων τῶν ἐν Νικαίαι συνει‐
5λεγμένων κατὰ καιρούς, καὶ πέπομφα τοῦτο πρὸς εὐμάθειαν τῆι σῆι ὁσιότητι· ὅτι γὰρ ὀρθῶς καὶ ἀνεπιπλήκτως ἔχει, διδάξει σαφῶς ἡ ἀνάγνωσις. παρεθήκαμεν δὲ καὶ τῶν ἁγίων καὶ μακαρίων πατέρων χρήσεις, ἵν’ εἰδεῖεν οἱ ἐντυγχάνοντες τίνα τρόπον ἐκεῖνοι νε‐ νοήκασι τὸ τῆς πίστεως σύμβολον, οἳ καὶ ἡμῶν αὐτῶν γεγόνασι μυσταγωγοί. ἤδη τοίνυν τούτου γεγονότος παρὰ πάντων, διὰ τί μὴ μᾶλλον συναινοῦσι καὶ αὐτοί; ἐὰν γὰρ τὸ
10πᾶσιν ἀρέσαν παρὰ πάντων κρατύνηται, κρατήσει πάντως ἡ εἰρήνη, ὑπ’ οὐδενὸς τὸ σύμπαν ἀντιλεγομένη. οὐκοῦν εἰ καὶ πλεῖστα καὶ παγχάλεπα 〈τὰ〉 παρ’ αὐτῶν εἰς ἡμᾶς γεγονότα καὶ πᾶν εἶδος ἀπανθρωπίας ἐπεχειρήθη, ἀλλ’ ἐννοοῦντες τὸ τῶι θεῶι δοκοῦν καὶ ἀρέσκον τῶι εὐσεβεστάτωι καὶ φιλοχρίστωι βασιλεῖ, καὶ αὐτὸ δὲ τὸ τῆς ἐκκλησίας χρήσιμον καὶ τὰς τῆς σῆς ὁσιότητος συμβουλὰς ἁπάσης αἰδοῦς ἀξιοῦντες, εἰκότως ἀφίεμεν ὡς ἀδελφοῖς τὰ
15εἰς ἡμᾶς, ζητοῦμεν δὲ μᾶλλον ὃ πᾶσι δοκεῖ καλῶς καὶ ὀρθῶς ἔχειν, συναρέσκει δὲ καὶ τῶι θεοφιλεστάτωι βασιλεῖ. συναινείτωσαν τῆι καθαιρέσει Νεστορίου, ἀναθεματίζοντες αὐτοῦ τὰς δυσφημίας καὶ τὰ βέβηλα δόγματα, καὶ λοιπὸν ἔτι τὸ κωλῦον οὐδὲν ἐκ μέσου γενέσθαι τὴν διχόνοιαν· ἀπολήψονται γὰρ ἀλλήλας αἱ ἐκκλησίαι, Χριστοῦ τὴν εἰρήνην αὐταῖς βρα‐ βεύοντος.
20 Μὴ γὰρ δὴ τινὲς ἁπλῶς ἀλλοκότους ἐμείτωσαν καθ’ ἡμῶν λόγους, τὰ Ἀπολιναρίου με φρονεῖν ἐπιφημίζοντες ἢ γοῦν τὰ Ἀρείου ἢ Εὐνομίου, καθὰ γεγράφασιν ἐν τῆι Ἐφεσίων. ἐγὼ γὰρ διὰ τὴν τοῦ σωτῆρος χάριν ἀεὶ γέγονα καὶ ὀρθόδοξος, ἐτράφην δὲ καὶ εἰς χεῖρας ὀρθοδόξου πατρὸς καὶ οὔτε τὰ Ἀπολιναρίου πεφρόνηκα πώποτε, μὴ γένοιτο, οὔτε τὰ Ἀρείου ἢ Εὐνομίου οὔτε μὴν τὰ ἑτέρου τινὸς τῶν αἱρετικῶν, ἀναθεματίζω δὲ μᾶλλον αὐτούς. οὐ
25γὰρ ἄψυχον λέγω τὸ σῶμα Χριστοῦ, ὁμολογῶ δὲ ὅτι ἐψύχωτο ψυχῆι λογικῆι, καὶ οὔτε σύγχυσιν ἢ φυρμὸν ἢ ἀνάκρασιν γεγενῆσθαι διισχυρίζομαι, καθά φασι τινές, ἄτρεπτον δὲ καὶ ἀναλλοίωτον ὑπάρχοντα κατὰ φύσιν τὸν τοῦ θεοῦ λόγον ἐπίσταμαι καὶ παντὸς ἀνεπί‐ δεκτον πάθους κατὰ τὴν ἰδίαν φύσιν. ἀπαθὲς γὰρ τὸ θεῖον καὶ τροπῆς ἀποσκίασμα παθεῖν οὐκ ἀνέχεται, ἐρήρεισται δὲ μᾶλλον ἐν ἰδίοις ἀγαθοῖς, ἔχει δὲ καὶ ἀκράδαντον τὴν
30ἐφ’ οἷς ἐστι, διαμονήν. ἕνα δὲ ὄντα Χριστὸν καὶ κύριον τὸν μονογενῆ τοῦ θεοῦ υἱόν, τοῦτον λέγω παθεῖν ὑπὲρ ἡμῶν σαρκὶ κατὰ τὰς γραφὰς ἤτοι κατὰ τὴν τοῦ μακαρίου Πέ‐ τρου φωνήν. ἡ δέ γε τῶν κεφαλαίων δύναμις κατὰ τῶν Νεστορίου δογμάτων γέγραπται μόνων· ἃ γὰρ ἐκεῖνος εἴρηκέ τε καὶ πεφρόνηκεν οὐκ ὀρθῶς, ταῦτα ἐκβάλλει. οἱ δὲ ἀνα‐ θεματίζοντες καὶ ἀρνούμενοι τὴν κακοδοξίαν αὐτοῦ παύσονται τοῖς παρ’ ἡμῶν ἐπιπλήττοντες·
35ὄψονται γὰρ τὰς τῶν κεφαλαίων ἐννοίας κατὰ μόνων τῶν ἐκείνου χωρούσας δυσφημιῶν. ἀποδοθείσης δὲ τῆς κοινωνίας καὶ γενομένης εἰρήνης μεταξὺ τῶν ἐκκλησιῶν, ὅτε καὶ γράφειν ἀδεῶς ἐξέσται τοῖς μὲν αὐτόθι πρὸς ἡμᾶς, ἡμῖν δὲ πάλιν αὐτοῖς, τότε καὶ μάλα ῥαιδίως, εἴ τι περ ὅλως οὐ νενόηται τισὶν ὀρθῶς τῶν παρ’ ἡμῶν γεγραμμένων, τοῦτο καταλευκαν‐
θήσεται. πληροφορήσομεν γὰρ σὺν θεῶι οὐχ ὡς ἔτι μαχομένους, ἀλλ’ ὡς ἀδελφούς, ὅτι

1,1,7

150

πάντα ὀρθῶς ἔχει, καὶ ὧν γεγράφαμεν ἡμεῖς τοῖς Νεστορίου μαχόμενοι δόγμασιν, ἀπᾶιδον οὐδὲν ὅλως ἐστὶν ἢ ταῖς ἁγίαις καὶ θεοπνεύστοις γραφαῖς ἢ γοῦν τῶι ἐκτεθέντι τῆς πίστεως ὅρωι παρὰ τῶν ἁγίων πατέρων, τῶν ἐν Νικαίαι φημὶ συνεδρευσάντων κατὰ καιρούς. ἡμεῖς τοίνυν εἰς εἰρήνην ἔχομεν τὸν σκοπὸν ηὐτρεπίσμεθά τε κατακολουθεῖν τοῖς ὁρισθεῖσι
5παρὰ τοῦ εὐσεβεστάτου καὶ θεοφιλεστάτου βασιλέως, οὕτω δηλονότι ὡς τῆι Νεστορίου καθαιρέσει συναινεῖν ἐθέλουσι καὶ ἀναθεματίζουσιν αὐτοῦ τὰ μιαρὰ δόγματα κοινωνῆσαί τε καὶ εἰς ὁμόνοιαν ἐλθεῖν, Χριστοῦ πρὸς τοῦτο συνείροντος· αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν κατὰ τὰς γραφάς. τῶν δὲ λεγόντων ἐκβάλλεσθαι δεῖν ἃ κατὰ τῶν βεβήλων Νεστορίου δογμάτων ἐγράψαμεν, ἀνάσχοιτο ἂν οὐδείς· ἐναργέστατα γὰρ ἡμᾶς ἀγλώττους εἶναι βού‐
10λονται ταῖς ἐκείνου δυσφημίαις τὴν παρὰ πάντων πραγματευόμενοι σιωπήν. ἢ τάχα ποτὲ καὶ ἡμᾶς ἀναπείσειν οἴονται τὰ ἐκείνου φρονεῖν, εἰ τὰ ἑαυτῶν ἀρνούμεθα ὀρθῶς τε καὶ ἀμωμήτως ἔχοντα καὶ ταῖς ἐκείνου καινοφωνίαις ἀντανιστάμενα; εἰ δὲ τινὲς τῶν αὐτόθι κατὰ τὸ αὐτοῖς δοκοῦν διασύρουσι τινά, παρατρέποντες αὐτῶν ἐφ’ ἃ μὴ δεῖ, τὰς ἐννοίας, ἀλλ’ ἴστωσαν ὅτι παρὰ πάντας τοὺς κατὰ τὴν οἰκουμένην ὄντας θεοσεβεστάτους
15ἐπισκόπους τοῦτο δρῶντες ἁλίσκονται. συνήινεσάν τε γὰρ καὶ συναινοῦσιν ἅπαντες τοῖς παρ’ ἡμῶν ὡς ὀρθῶς ἔχουσί τε καὶ εἰρημένοις, καίτοι τῶν θείων δογμάτων ἀκριβεῖς ὄντες ἐρευνηταί. κἀκεῖνο δὲ πρὸς τούτοις ἡ σὴ θεοσέβεια ἐννοείτω ὅτι χρὴ τὴν εἰρήνην οὕτω συντεθῆναι, ὥστε μηδενὶ ἀπαρέσαι τῶν κατὰ πᾶσαν τὴν Ῥωμαίων ἀρχὴν θεοφιλεστάτων ἐπισκόπων, ἵνα καὶ οἰκουμενικὴ γένηται καὶ μὴ σχίσμα συνάψαντες ἓν ἕτερα πολλὰ ποιή‐
20σωμεν. οὐ γὰρ συναινέσουσι πάντως, εἴ τι γένοιτο παρὰ τὸ εἰκός, καὶ μάλιστα τούτου φροντίσαι χρή. πάντων γὰρ ἐνστάντων ἐν τῆι Ἐφέσωι καὶ οὐκ ἀνασχομένων κοινωνῆσαι τοῖς ἐκ τῆς Ἀνατολῆς, προτεινόντων δὲ ὅτι οὐ πρότερον ἔσται τοῦτο, εἰ μὴ καταδέξαιντο τὴν καθαίρεσιν Νεστορίου καὶ ἀναθεματίσουσιν αὐτοῦ τὰ δόγματα μεθ’ ἡμῶν, πῶς τούτου μὴ γεγονότος τὰ τῆς κοινωνίας στήσεται; τίς δὲ ἡμῶν οὐ καταβοήσεται τὰς ἑαυτῶν
25προδεδωκότων ψυχὰς καὶ ἀρνησαμένων τὴν ὀρθὴν πίστιν καὶ ἃ πᾶσιν ἤρεσεν, ἡμῶν ἐκβα‐ λόντων ὡς οὐκ ὀρθῶς εἰρημένα; ἢ οὐ δεῖ πάντως ἡμᾶς γενομένης εἰρήνης ἐπιστεῖλαι τοῖς ἁπανταχοῦ ἐπισημοτέροις τῶν ἄλλων θεοσεβεστάτων ἐπισκόπων, ὥστε καὶ αὐτοὺς ὁμογνωμονήσαντας ἀποδοῦναι τὴν κοινωνίαν αὐτοῖς; εἶτα τίς ὁ ἀναπείθων αὐτούς, εἴ τι γένοιτο παρὰ τὸ πᾶσι δοκοῦν καὶ τὴν εἰς τοῦτο παρὰ πάντων ἔνστασιν εἰς τὸ χρῆναι
30καθηιρημένον ἔχειν Νεστόριον ἀναθεματίσαι τε τὴν ἐκτοπωτάτην αὐτοῦ διδασκαλίαν, μᾶλλον δὲ φλυαρίαν κατὰ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ; λυπουμένους δὲ σφόδρα καὶ ἀφορήτως ἔχοντας διὰ τὰ κατ’ ἐμοῦ πεπραγμένα παρὰ τῶν ἐκ τῆς Ἀνατολῆς τούς τε ἀπὸ τοῦ κλήρου τῆς Ἀλεξανδρείας, καὶ πάντας δὲ τοὺς κατὰ τὴν Αἰγυπτιακὴν διοίκησιν θεοσε‐ βεστάτους ἐπισκόπους κατεπράυνεν οὕτως ὁ κύριός μου ὁ θαυμασιώτατος τριβοῦνος Ἀρι‐
35στόλαος, ὥστε μοι καὶ λειοτάτην ἀπεργάσασθαι τὴν εἰς τὴν εἰρήνην ὁδὸν καὶ εἰς τοῦτο γνώμης ἐλθεῖν ἅπαντας. καὶ πλείστην ὅσην ὁμολογῶ τῆι θαυμασιότητι αὐτοῦ τὴν χάριν, συνεργασαμένωι πρὸς ἅπαντα καὶ τοῖς καθήκουσι λογισμοῖς ἀφανίσαντι τὸ λυποῦν.
Πρόσειπε τὴν παρὰ σοὶ ἀδελφότητα· σὲ ἡ σὺν ἡμῖν ἐν κυρίωι προσαγορεύει.

1,1,7

151

(2)

Ἐπιστολὴ Ἰωάννου ἐπισκόπου Ἀντιοχείας πρὸς Κύριλλον ἀρχιεπίσκοπον Ἀλεξανδρείας περὶ τῆς συμβάσεως διὰ Παύλου πεμφθεῖσα τοῦ Ἐμίσης καὶ μὴ προσδεχθεῖσα παρὰ Κυρίλλου Ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς μυρία μὲν καὶ ἄλλα παραδέδωκε τοῖς
5ἑαυτοῦ μαθηταῖς σωτήρια παραγγέλματα, δύο δὲ ταῦτα ἐναντία μὲν ἐκ διαμέτρου δοκοῦντα εἶναι ἀλλήλοις, πᾶσαν δὲ συμφωνίαν πρὸς ἄλληλα διασώιζοντα, εἰρήνην τε φημὶ καὶ πόλε‐ μον, πόλεμον μὲν τὸν ὑπὲρ αὐτοῦ καὶ τῆς εἰς αὐτὸν εὐσεβοῦς ὁμολογίας, εἰρήνην δὲ τὴν παρ’ αὐτοῦ πρὸς τοὺς αὐτοῦ, καθ’ ἣν ἡ συνάφεια τῶν πανταχοῦ γῆς πιστῶν συνίσταται, μιᾶς ἐκκλησίας νοουμένης τῶν ἐν Ἕλλησι καὶ βαρβάροις πανταχοῦ τῆς οἰκουμένης τὸ εὐ‐
10σεβὲς φρόνημα διασωιζόντων. αὐταῖς δὲ αὐτοῦ χρηστέον μᾶλλον ταῖς παναγίαις φωναῖς, ἐν αἷς καὶ τὸν πόλεμον ἐμβάλλει καὶ τὴν ἑαυτοῦ δίδωσιν ἡμῖν εἰρήνην· οὐκ ἦλθον γάρ φησιν βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν καὶ εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. ὅταν μὲν οὖν διαστασιάζηται ἡ εἰς Χριστὸν εὐσεβὴς ὁμολογία, βελτίων ἐνταῦθα ὁ πόλεμος καὶ τοὺς χρωμένους σώιζειν οἶδεν, οὐ τὰ ἑαυτῶν ἀλλὰ τὰ τοῦ δεσπότου
15διεκδικοῦντας· ὅταν δὲ ἡ εὐσεβὴς εἰς αὐτὸν ἔρρωται πίστις, τότε ἡ τῶν ὁμοφρόνων εἰρήνη τοῦ παντὸς ἐκκλησιαστικοῦ σώματός ἐστιν ὑγίεια. οὐχ ἁπλῶς μοι ταῦτα εἴρηται οὐδ’ ἵνα φιλοτιμήσωμαι (πόρρω γὰρ τοῦτο τοῦ ἐμοῦ ἤθους ἐστίν), ἀλλ’ ἵνα δείξω ὅτι ἡ μὲν διάστασις ἡ πρὸς σέ, θεοφιλέστατε ἀδελφέ, ἐν καιρῶι γεγένηται, ἀληθείας μᾶλλον, οὐ σω‐ ματικοῦ τινος ἕνεκα οὐδ’ ἔχθρας ἢ μικροψυχίας ἡγησαμένης (ἦν γάρ τις ἡμῖν [ἡ] πρὸς
20ἀλλήλους καὶ πλείων τῶν πρὸ ἡμῶν σχέσις τε καὶ διάθεσις, ἣν ἡ κατὰ πρόσωπον συντυχία οὐκ ἐφύτευσεν, ἀλλ’ ἡ τῶν γραμμάτων συνέχεια ὡς κάλλιστά τε καὶ κράτιστα ἱκανῶς συ‐ νεκρότει), ἀλλ’ αἰτίαν ἔλαβε τὴν τῶν κεφαλαίων ἐκείνων ἐκπομπήν, ἣν ὄφελος ἦν μὴ γε‐ νέσθαι. πιστεῦσαι γάρ μοι χρή σου τὴν φιλοθείαν ὡς τοσοῦτον ἡμᾶς ἐξένισεν, ὥστε οὐδὲ ἐνομίσαμεν ταῦτα σὰ εἶναι παρὰ τὴν ἀρχήν (καὶ πάντως που ἔγνω τοῦτο ἡ σὴ ὁσιότης
25ἐξ ἐπιστολῶν ἡμετέρων τῶν πρός τινας γεγραμμένων), ἀλλὰ τινὸς τῶν οὐ τὰ ἡμέτερα, τουτέστι τὰ τῆς ἐκκλησίας πεφρονηκότων. καὶ τοῦτο εὐθὺς ὑπειλήφαμεν, πάνυ ἐπ’ αὐ‐ τοῖς ταραχθέντες. ὧν κεφαλαίων οὐ μικρὰ ἴασις γεγένηται, καὶ ἐλπίδα δὲ ἔτι μᾶλλον ἡμῖν παρέχει τῆς τελείας ἰάσεως τὰ πρόσφατον παρὰ σοῦ γραφέντα, θεοσεβέστατε, ἅτινα ἀπέσταλται μὲν πρὸς τὸν κύριόν μου τὸν θεοσεβέστατον καὶ κοινὸν πατέρα Ἀκάκιον, ηὔφρανε
30δὲ πάντας ὅσοι τῆς ἐκκλησιαστικῆς εἰρήνης εἰσὶν ἐρασταί, ἐφ’ οἷς ὑπερφυῶς καὶ ἡμεῖς ἥσθημεν, εἰ καὶ συνέζευκτο πολλαῖς ταῖς καθ’ ἡμῶν καὶ ἀδελφικαῖς κατηγορίαις. παρεῖχε γὰρ ἡμῖν πληροφορίαν τινὰ οὐ μικρὰν καὶ δεῖται οὐ πολλῆς τῆς προσθήκης, ἀλλ’ ἣν αὐτὸς ὑπέσχου ποιήσασθαι, ἐκεῖνο φήσας ὅτι τῆς εἰρήνης γενομένης ἔτι μᾶλλον ἐκλευκανθήσεται τὰ τῆς πληροφορίας. πλέον δὲ ἡμᾶς κἀκεῖνο ηὔφρανε μαθόντας ὡς καὶ τὴν τοῦ μακα‐
35ρίου καὶ κοινοῦ πατρὸς Ἀθανασίου ἐπιστολὴν περιχαρῶς ἐδέξω, ἱκανὴν οὖσαν τοῖς πᾶσι λῦσαι τὰς ἀμφισβητήσεις τῶι μὴ μόνον ὀρθῶς περιέχειν, ἀλλὰ καὶ ἐκ τῆς ἐκείνου ἀξιο‐ πιστίας περιελεῖν τούτων τὴν σύστασιν. ἔστω γὰρ ἡμῖν οὗτος ἑρμηνεὺς ἀξιόχρεως τῆς ἐν Νικαίαι παρὰ τῶν ἁγίων πατέρων ἐκτεθείσης πίστεως διὰ τὸ εἶναι τινὰς τῶν τε ἐν τῆι ἐκκλησίαι καὶ τῶν ἔξω τῆς ἐκκλησίας, οἳ προβάλλονται μὲν αὐτὴν ὡς μέγα τι τοῖς ἀνθρώ‐
40ποις φέρουσαν ὄφελος, παρατρέπουσι δὲ τινὰ τῶν ἐν αὐτῆι πρὸς τὸν ἴδιον νοῦν καὶ τὸ

1,1,7

152

ἑκάστωι ἁπλῶς παριστάμενον· ἀρκεῖ γὰρ τοσοῦτον εἰπεῖν. τούτων τοιγαροῦν ἠργμένων καλῶς, ἃ μὲν ἦν τῆς γενομένης ἡμῖν πρὸς ἀλλήλους διαφορᾶς, τὸ λοιπὸν πεπαύσθω, κρα‐ τείτω δὲ τὰ τῆς εἰρήνης, καμνόντων τῶν πανταχοῦ τῆς οἰκουμένης λαῶν τοῖς διαφόροις δοξάσμασι καὶ τῆιδε κἀκεῖσε περιελκομένων, οὐκ εἰδότων πολλῶν τῶν περιελκόντων αὐτοὺς
5οὔτε ἃ λέγουσιν οὔτε περὶ τίνων διαβεβαιοῦνται. πλεονάζουσι γὰρ πανταχοῦ αἱ τῶν ἀναθεματισμῶν νιφάδες, ἀκμάζουσι δὲ καὶ λοιδορίαι ἐπινοούμεναι ἀδελφοῖς κατὰ ἀδελφῶν, ἱερεῦσι κατὰ ἱερέων, λαοῖς κατὰ λαῶν. οἳ μὲν γὰρ Ἰουδαίους τοὺς Χριστιανοὺς ἀποκα‐ λοῦσι, καὶ ἔστιν Ἀπολιναρίου καὶ αὕτη κατὰ τῆς καθόλου ἐκκλησίας ἀρχαία λοιδορία, ἣν μετὰ τοῦ φρονήματος οἱ πολλοὶ παρειλήφασιν· ἐκεῖνος γὰρ ὁ δυσσεβὴς καὶ τοῦ θεοῦ
10ἐχθρὸς τοὺς ἀντιτεταγμένους τῆι ἑαυτοῦ πλάνηι, τοὺς τῆς ἐκκλησίας φημὶ πατέρας, Ἰου‐ δαίους ἀποκαλεῖ καὶ οὐκ αἰσχύνεται. οἱ δὲ ἄλλοι τούτους Ἕλληνας καὶ Ἑλλήνων χείρους προσαγορεύουσι, κοινωνοὺς αὐτοῖς πολλάκις τῶν ἀρρήτων γεγενημένους μυστηρίων. καὶ οὐδὲν ἄλλο ἔστιν ὁρᾶν πανταχοῦ τῆς γῆς γινόμενον ἢ ταραχὴν καὶ ἀκήρυκτον πόλεμον καὶ ὀργὴν ἄσχετον καὶ ὠμότητα νικῶσαν πᾶσαν βαρβαρικὴν ἀπανθρωπίαν, καὶ ὁ πάσχων ἐπὶ
15τῆι συντριβῆι τοῦ Ἰωσὴφ οὐκ ἔστιν· ἀλλήλους δάκνομεν καὶ κατεσθίομεν καὶ ὑπ’ ἀλλήλων λοιπὸν ἀνηλώμεθα, ἡδονὴν παρέχοντες τοῖς τῆς εὐσεβείας ἐχθροῖς. καὶ ταῦτα λέγω οὐ τοὺς μὲν αἰτιώμενος, τοὺς δὲ ἐξαιρῶν τῆς αἰτίας, ἀλλ’ ἐπιγράφων τῆι διὰ τὰς κοινὰς ἁμαρ‐ τίας γενομένηι συγχύσει. προκόπτοντος γὰρ τοῦ εὐαγγελίου καὶ τῶν Ἑλλήνων καὶ αἱρε‐ τικῶν μειουμένων, ἀναγκαίως ἡμῖν δυσμεναίνουσιν οἱ τῆς εὐσεβείας ἐχθροί, οἳ τῆς ἐνεστώσης
20ταραχῆς τοῦ καιροῦ δραξάμενοι πάντα ἀδεῶς διέφθειραν· ὅθεν αἰφνίδιον τὰ μὲν σεμνὰ τοῦ Χριστιανισμοῦ πεπάτηται, οἱ δὲ ἐχθροὶ τοῦ θεοῦ ἐξαίφνης ἤχησαν καὶ ἦραν κεφαλὴν καὶ ἐπὶ τὸν λαὸν τοῦ θεοῦ κατεπανουργεύσαντο γνώμην. τούτων πάντων ἕνεκα τὸν μὲν ἐμὸν ἀδελφόν, τῆς δὲ σῆς φιλοθείας ἐραστήν, τὸν κύριον μου τὸν ὁσιώτατον ἐπίσκοπον Παῦλον ἐγώ τε καὶ ὁ κύριός μου ὁ ὁσιώτατος ἐπίσκοπος Ἀκάκιος προετρέψαμεν,
25αὐτὸς δὲ ἥρπασε τὸ δραμεῖν πρὸς τὴν σὴν ὁσιότητα, ἀνὴρ ἀεὶ ἐν τοῖς ἐκκλησιαστικοῖς ὑπάρχων ἐπίσημος καὶ εἰδὼς πράγμασιν εὖ καὶ καλῶς χρῆσθαι καὶ κεκτημένος τὴν πρὸς θεὸν εὐλάβειαν, ἧι χρώμενος πολλὰ πολλάκις τῶι κοινῶι συνεβάλετο ὑπὸ θεοῦ ὁδηγούμενος, μᾶλλον δὲ καὶ συμβαλεῖται διὰ τὴν ἐνυπάρχουσαν αὐτῶι ἔμφυτον προθυμίαν. τοῦτον ἡδέως ἰδεῖν καταξίωσον καὶ θαρρῆσαι ὡσανεὶ καὶ ἐμοὶ καὶ θαρρηθῆναι παρ’ αὐτοῦ ὡς παρ’
30ἐμοῦ καὶ σκοπῆσαι σὺν αὐτῶι τὰ τὴν οἰκουμένην ἀνορθῶσαι δυνάμενα. μὴ γὰρ δὴ το‐ σοῦτος ἔστω σου τῆι φιλοθείαι ὁ λόγος μήτε ἐμοῦ μήτε σοῦ αὐτοῦ, ἀλλὰ τοῦ ὅπως τῶν σκανδάλων περιαιρεθέντων τὴν ἐκκλησίαν τοῦ Χριστοῦ εἰς ἑαυτὴν προσήκει θᾶττον ἐπα‐ νελθεῖν, ὅπως τούτων γενομένων καὶ τὰ τῶι εὐσεβεστάτωι καὶ φιλοχρίστωι βασιλεῖ παρα‐ στάντα περὶ τῆς ἐκκλησιαστικῆς εἰρήνης προβῆι.
35Λίβελλος ἤγουν ὁμολογία ἐπιδοθεῖσα τῶι ἁγιωτάτωι Κυρίλλωι παρὰ Παύλου ἐπι‐ σκόπου Ἐμίσης Ἐπιστολὴ τοῦ μακαρίου Ἰωάννου ἐπισκόπου Ἀντιοχείας πρὸς Κύριλλον τὸν ἁγιώτατον Ὁμιλία Παύλου ἐπισκόπου Ἐμίσης λεχθεῖσα ἐν τῆι μεγάληι ἐκκλησίαι Ἀλεξαν‐
40δρείας καθημένου τοῦ ἁγιωτάτου ἐπισκόπου Κυρίλλου εἰς τὴν γέννησιν τοῦ Χριστοῦ καὶ ὅτι θεοτόκος ἡ ἁγία παρθένος Μαρία καὶ ὅτι οὐ δύο υἱοὺς λέγομεν, ἀλλὰ ἕνα υἱὸν Ἰησοῦν τὸν Χριστόν, καὶ εἰς τὸν ἀρχιεπίσκοπον Κύριλλον ἐγκώμιον Τοῦ αὐτοῦ εὐλαβεστάτου ἐπισκόπου Παύλου ὁμιλία λεχθεῖσα ἐν τῆι αὐτῆι μεγά‐
ληι ἐκκλησίαι εἰς τὴν ἐνανθρώπησιν τοῦ σωτῆρος καὶ εἰς τὸν ἀρχιεπίσκοπον Κύριλλον

1,1,7

153

Ὁμιλία Κυρίλλου τοῦ ἁγιωτάτου ῥηθεῖσα μετὰ τὸ ὁμιλῆσαι τὸν μακάριον Παῦλον τὸν ἐπίσκοπον Κυρίλλου τοῦ ἁγιωτάτου πρὸς τὸν μακάριον Ἰωάννην τὸν Ἀντιοχέα ἐπιστολὴ σταλεῖσα διὰ τοῦ εὐλαβεστάτου ἐπισκόπου Παύλου
5Τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν Κυρίωι μου ἀγαπητῶι ἀδελφῶι καὶ συλλειτουργῶι Ἰωάννηι Κύριλλος ἐν κυρίωι χαίρειν. Εὐφραίνει μὲν λίαν τὸ ἐν μεθέξει γενέσθαι τῶν καλῶν καὶ τοὺς οἵπερ ἂν εἶεν τυχόντες τούτων, λυπεῖ δὲ καὶ σφόδρα ἐν ἴσωι μέτρωι τὸ ἀποστερεῖσθαι δοκεῖν αὐτῶν. τοῦτο ἡμᾶς πεπονθότας ἡ σὴ γινωσκέτω τελειότης· ἥσθην μὲν γὰρ συντυχὼν τῶι εὐλαβεστάτωι
10καὶ θεοφιλεστάτωι ἀδελφῶι καὶ συλλειτουργῶι Παύλωι καὶ τεθαύμακα τοῦ ἀνδρὸς τὸ εἰς ἅπαν δεξιόν, ἐδήχθην δὲ οὐ μετρίως τῆς Ἀλεξανδρέων ἀπαίροντος. καὶ ἦν μὲν ἀνάγκη καὶ οὐχ ἑκόντα παραχωρεῖν τοῦτο δρᾶν ἐθέλοντι· μεμνήσομαι δὴ οὖν τῆς τε ἡδίστης αὐτοῦ συντυχίας καὶ ἀγάπης καὶ θαυμάζων οὐ πεπαύσομαι τήν τε σὴν ὁσιότητα, ὅτι δὴ τὸν οὕ‐ τως εὐδοκιμεῖν εἰωθότα προέτρεψεν ἀφικέσθαι πρὸς ἡμᾶς, καὶ αὐτὸν δὲ τῆς ἀγχινοίας καὶ
15ὅτι τῶν σῶν ἀγαθῶν θερμοτέρους ἡμᾶς κατέστησεν ἐραστάς. Τοῦ αὐτοῦ ὁμοίως πρὸς τὸν αὐτόν Κυρίωι μου ἀγαπητῶι ἀδελφῶι καὶ συλλειτουργῶι Ἰωάννηι Κύριλλος ἐν κυρίωι χαίρειν. Πανσύνετος οὖσα ἡ σὴ ὁσιότης καὶ τοὺς τῶν ἐκκλησιαστικῶν εἰδυῖα θεσμούς, ἐννοεῖ που πάντως ὅτι τῶν πραγμάτων τὰ μέν ἐστιν ἐφ’ ἡμῖν, τὰ δὲ ἐφ’ ἑτέροις καὶ ὅτι ἕκαστος ἡμῶν
20διοικεῖ τὴν ἑαυτοῦ ἐκκλησίαν καὶ τῆς ἐφ’ ἑκάστωι τῶν κινουμένων οἰκονομίας ἀνῆπται τὴν ἐξουσίαν. γεγραφότος τοίνυν τοῦ κυρίου μου τοῦ θεοσεβεστάτου καὶ εὐγηροτάτου Ἀκα‐ κίου τοῦ ἐπισκόπου τῆς Βεροίας 〈τοῖσ〉 ἐν τῆι Κωνσταντινουπόλει ὅτι παρὰ τῆς σῆς ὁσιότητος εἰς τὴν Ἀλεξάνδρειαν ἀπεστάλη ὁ κύριός μου ὁ θεοσεβέστατος ἀδελφὸς καὶ συλλειτουργὸς Παῦλος, καὶ αὐτὸ δὴ τοῦτο καταμηνύσαντος, ἔγραψε πρός με ὁ κύριός μου παραχρῆμα ὁ
25θεοσεβέστατος καὶ ὁσιώτατος ἐπίσκοπος Μαξιμιανός, πλεῖστα μὲν παρεγγυῶν περὶ τοῦ δεῖν νηφαλίως τὰ τῆς τῶν ἐκκλησιῶν εἰρήνης καταθέσθαι θεμέλια, προσθεὶς δὲ ὅτι καθήι‐ ρηνται τινὲς παρά τε αὐτοῦ, καὶ ἑτέρων δὲ πολλῶν παρατυχόντων ἐπισκόπων ἐν τῆι μεγάληι Κωνσταντινουπόλει, καὶ ὀνομαστὶ ἐγγράψας τὰ ὀνόματα, Ἑλλάδιόν τε φημὶ τὸν Ταρσοῦ καὶ Εὐθήριον τὸν Τυάνων καὶ Δωρόθεον τὸν Μαρκιανουπόλεως καὶ Ἱμέριον τὸν Νικομηδείας.
30εἶτα προσεπήγαγεν ὅτι εἰ ἐφαψαίμην τῆς τοιαύτης ὑποθέσεως καὶ παραλύσαιμι τὴν ἐξε‐ νεχθεῖσαν κατ’ ἐκείνων ψῆφον, χωλεύσει πάντως τὰ τῆς εἰρήνης, ἐγγὺς δὲ λοιπὸν ἀπειλῆς ἦσαν αἱ φωναὶ καὶ ἀκοινωνησίαν θέσθαι καὶ πλείστην ἀηδίαν μεταξὺ ἡμῶν τε καὶ αὐτοῦ, εἴ τι καινοτομηθείη παρ’ ἐμοῦ περὶ ταύτην τὴν ὑπόθεσιν. καὶ καθ’ ἕτερον δὲ τρόπον, εἰ δεῖ τὸ ἀληθὲς εἰπεῖν, οὔτε ὑπομνήμασιν ἐνέτυχον τοῖς πεπραγμένοις περὶ αὐτῶν οὔτε
35ἐπὶ τίσι τὴν τῆς καθαιρέσεως ὑπέμειναν ψῆφον, ἴσμεν ἀκριβῶς, καὶ ἦν ἀναγκαῖον, ἐπιση‐ μηναμένου μάλιστα τοῦ αὐτοῦ ὁσιωτάτου ἀνδρός, ἡμᾶς τοῦ πράγματος μὴ ἐφάψασθαι. πολλὰ τοίνυν κέκμηκεν ὁ κύριός μου ὁ θεοσεβέστατος ἐπίσκοπος Παῦλος τοὺς περὶ τούτων πρός με κινῶν λόγους, ἔφην δὲ ταῦτα πρὸς τὴν θεοσέβειαν αὐτοῦ ἃ καὶ νῦν γέγραφα πρὸς τὴν σὴν ὁσιότητα, κἀκεῖνο προσθεὶς ὅτι, σὺν θεῶι φάναι, γενομένης εἰρήνης ἐξέσται λοιπὸν
40ἀδεῶς ὡς ἤδη κοινωνικοῖς ἀνελθεῖν ἢ γοῦν ἀποστεῖλαι εἰς τὴν Κωνσταντινούπολιν καὶ τὰς
ὑπὲρ ἐκείνων παρακλήσεις προσαγαγεῖν, εἴπερ τις ὅλως θεραπείας βεβαιώσεται τρόπος ἐν

1,1,7

154

τοῖς πεπραγμένοις περὶ αὐτῶν ὑπομνήμασιν· οἶμαι δὲ ὅτι οὐδὲ βραδὺς ἔσται ταῖς τῶν παρακαλούντων φωναῖς.
4Τοῦ αὐτοῦ πρὸς Θεόγνωστον καὶ Χαρμόσυνον πρεσβυτέρους καὶ Λεόντιον διάκονον διά‐
5γοντας ἐν Κωνσταντινουπόλει καὶ τὰς ἀποκρίσεις αὐτοῦ ποιουμένους Κύριλλος Θεογνώστωι καὶ Χαρμοσύνωι πρεσβυτέροις καὶ Λεοντίωι διακόνωι ἐν κυρίωι χαίρειν. Περὶ πάντων γράφομεν τῶν πραγμάτων ὑμῖν, εἶτα ὡς οὐδὲν μαθόντες γράφετε θορύβων πληροῦντες ἡμᾶς. οἶδα τοίνυν ἐπιστείλας ὅτι ὁ εὐγηρότατος καὶ θεοσεβέστατος Ἀκάκιος ὁ τῆς Βεροίας προτραπεὶς παρά τινων τῶν ἐκ τῆς Ἀνατολῆς εὐλαβεστάτων ἐπι‐
10σκόπων ἔγραψε πρός με διὰ τοῦ κυρίου μου τοῦ μεγαλοπρεπεστάτου Ἀριστολάου ὅτι χρὴ πάντα ἀφανίσαι τὰ ἐν βίβλοις καὶ ἐπιστολαῖς γεγραμμένα καὶ μόνωι στοιχῆσαι τῶι συμβόλωι τῶι ἐκτεθέντι ἐν τῆι ἁγίαι συνόδωι τῆι ἐν Νικαίαι. ἐγὼ δὲ πρὸς ταῦτα πολύστιχον ἐπι‐ στολὴν πρὸς αὐτὸν ἔγραψα, ἣν καὶ ἐδέξασθε πάντως· τοῦτο γὰρ ἐδίδαξεν ὁ ἀγαπητὸς πρεσβύτερος Εὐλόγιος. καὶ νῦν ἐλθόντος τοῦ εὐλαβεστάτου ἐπισκόπου Παύλου τοῦ τῆς
15Ἐμίσης εἰς τὴν Ἀλεξάνδρειαν, πάντα ἐτυπώθη χρηστῶς μὲν καὶ εἰρηνικῶς, ἀσφαλῶς δὲ καὶ ὡς ἔδει. οὔτε γὰρ τοὺς καθηιρημένους παρὰ τοῦ θεοσεβεστάτου ἐπισκόπου Μαξι‐ μιανοῦ κατεδεξάμεθα ἢ κοινωνικοὺς ἔχειν ἢ ἀπολῦσαι τῆς ἐπενεχθείσης αὐτοῖς ψήφου οὔτε ἁπλῶς τῶι μνημονευθέντι Παύλωι τὴν κοινωνίαν δεδώκαμεν τὴν εἰς πρόσωπον αὐτοῦ μό‐ νου, εἰ μὴ προσήνεγκε πρότερον χάρτην ὁμολογῶν ὅτι καὶ θεοτόκος ἐστὶν ἡ ἁγία παρθένος
20καὶ ὅτι ἀναθεματίζει τὰ Νεστορίου δόγματα. λαβὼν δὲ καὶ εἰπεῖν ἐν τῆι ἐκκλησίαι, μεγάληι τῆι φωνῆι εἴρηκεν ὅτι ὁμολογοῦμεν θεοτόκον τὴν ἁγίαν παρθένον καὶ ὅτι ἀναθεμα‐ τίζομεν τοὺς μὴ λέγοντας τοῦτο καὶ ὅτι εἷς υἱὸς καὶ Χριστὸς καὶ κύριος, οὐ δύο. ἐπειδὴ δὲ οὐκ ἦλθε χάρτην ἔχων ὡς ἀναθεματίζοντος Ἰωάννου τὰ Νεστορίου δόγματα καὶ ὁμολο‐ γοῦντος ὅτι καθηιρημένον ἔχουσιν αὐτόν, ἀλλ’ ἦσαν ἁπλῶς αἱ ἐπιστολαὶ αἱ παρ’ αὐτοῦ
25πεμφθεῖσαι οὐδὲν τῶν ἀναγκαίων ἔχουσαι, ἔφασκον ὅτι οὐ δύναμαι τὴν κοινωνίαν ἀπο‐ δοῦναι αὐτῶι, πρὶν ταῦτα ποιήσει. ὡς δὲ ἀκηδιῶντας εἶδον πρὸς τοῦτο καὶ αὐτὸν τὸν εὐλαβέστατον ἐπίσκοπον Παῦλον ὀλιγωρήσαντα σφόδρα καὶ τὸν κύριον τὸν μεγαλο‐ πρεπέστατον τριβοῦνον καὶ νοτάριον Ἀριστόλαον, λύσιν διδοὺς τῶι πράγματι καὶ ἵνα μὴ νομισθῶμεν παραιτεῖσθαι τὴν εἰρήνην, εἰς ὑπερθέσεις ἔτι μακρὰς πεμπομένου τοῦ πράγμα‐
30τος, ἐγράψαμεν τὰ κοινωνικά. ὑπηγορεύθη δὲ καὶ χάρτης κατὰ γνώμην τοῦ εὐλαβεστάτου ἐπισκόπου Παύλου, ἐν ὧι ὀφείλει ὑπογράψαι καὶ ὁ τῆς Ἀντιοχέων, καὶ συνεξέπεμψα τῶι θαυμασιωτάτωι Ἀριστολάωι δύο κληρικοὺς ὥστε ἐὰν ὑπογράψηι Ἰωάννης τῆι καθαιρέσει Νεστορίου καὶ ἀναθεματίσηι αὐτοῦ τὰ δόγματα, δοῦναι τὰ κοινωνικά· εἰ δὲ μή, παρακατα‐ σχεῖν αὐτά, ἀναδεξαμένου ἐνωμότως τοῦ θαυμασιωτάτου Ἀριστολάου ὅτι οὐ μὴ προδοθῆι
35τὸ χαρτίον. ἔφη δὲ ὅτι ἐὰν μὴ θελήσηι ὑπογράψαι, εὐθυδρομῶ ἐν τῆι Κωνσταντινου‐ πόλει ἀναδιδάσκων τὸν εὐσεβέστατον ἡμῶν βασιλέα ὅτι παρὰ τὴν Ἀλεξανδρέων ἐκκλησίαν οὐδέν, ἀλλ’ ὁ τῆς Ἀντιοχέων ἐκκλησίας ἐστὶν ὁ μὴ ἀγαπήσας τὴν εἰρήνην. μηδένα τοίνυν ἀθυμεῖν συγχωρήσητε· οὐ γὰρ οὕτως λεληρήκαμεν, ὥστε ἀναθεματίσαι τὰ ἑαυτῶν, ἀλλ’ ἐμμένομεν οἷς γεγράφαμεν καὶ φρονοῦμεν. ὀρθὰ γάρ ἐστι καὶ ἀδιάβλητα καὶ ταῖς θείαις
40συμβαίνοντα γραφαῖς καὶ τῆι πίστει τῆι ἐκτεθείσηι παρὰ τῶν ἁγίων ἡμῶν πατέρων.

1,1,7

155

Ἐπιστολὴ Ἰωάννου ἐπισκόπου Ἀντιοχείας πρὸς Κύριλλον Τῶι δεσπότηι μου τῶι θεοφιλεστάτωι καὶ ἁγιωτάτωι συλλειτουργῶι Κυρίλλωι Ἰωάννης ἐν κυρίωι χαίρειν. Ἀπειλήφαμεν ἀλλήλους, δέσποτα, εὐδοκίαι μὲν θεοῦ εἴτ’ οὖν μεσιτείαι τοῦ τὰ πάντα θεοσεβεστάτου ἀμφοτέροις ἡμῖν τοῦ κυρίου Παύλου τοῦ ἐπισκόπου, ἀνδρὸς
5πάντων τῶν καθ’ ἑαυτὸν ἀμελήσαντος, ὅπως ταῖς ἐκκλησίαις τοῦ θεοῦ κατευνασθείη τὰ τῶν ταραχῶν καὶ ἡ θεῶι ἀρεστὴ γένοιτο συνάφεια. ἐπανήκει οὖν ἡμῖν μετὰ εἰρήνης καὶ τὰ ἰδιάζοντα τῆς φιλίας δίκαια γεγένηται παρ’ ἡμῶν ἀπαραλείπτως ἅπαντα πρὸς τὴν σὴν θεοσέβειαν, μικρᾶι ἐναλλαγῆι χρησαμένων ἡμῶν παρὰ τὰ ὑπὸ τῆς σῆς ὁσιότητος ὑπαγο‐ ρευόμενα, οὐ διαφορὰν ἐχούσηι δυνάμεως, ἀλλ’ οἰκονομίας μεταχείρισιν. βούλομαι γάρ,
10μᾶλλον δὲ καὶ εὔχομαι οὐ μόνον ἐμαυτόν, ἀλλὰ καὶ πάντας τοὺς κυρίους τοὺς θεοφιλεστά‐ τους ἐπισκόπους τῆς Ἀνατολῆς συνάψαι τῆι φίληι ἐμοὶ καὶ τιμίαι κεφαλῆι, τῆς σῆς φημὶ γνησιότητος, ἣν περὶ πλείστου μὲν ἐποιούμην, διέκοψε δέ τις βραχὺς χρόνος, εἶτ’ αὖθις πάλιν θεοῦ βουληθέντος πρὸς ἑαυτοὺς ἐπανήλθομεν ἅπαντα σβέσαντες τὰ λυπηρὰ καὶ μηδὲν τὸ σύνολον καταλιπόντες παρ’ ἑαυτοῖς ἔριδος ἢ φιλονεικίας ἄξιον. οὐκ ἀθεεὶ δὲ τοῦτο
15γεγένηται, ἀλλὰ θεοῦ πρυτανεύσαντος καὶ τῶν φιλοχρίστων καὶ εὐσεβεστάτων βασιλέων τῆι αὐτοῖς πρεπούσηι σπουδῆι χρησαμένων. ἀποδεξάσθω οὖν ἡ σὴ θεοσέβεια τοὺς εὐλαβεστάτους Κάσιον καὶ Ἀμμώνιον εἴξαντας ἡμῖν, οὐχ ἵνα σοὶ ἀπειθήσωσιν, ἀλλ’ ὅπως τὰ σοὶ οἰκοδομηθέντα εἰς βεβαίωσιν καὶ πέρας κάλλιστον ἀχθείη. χάριν δὲ ἴσμεν ἐπὶ τούτωι καὶ τῶι κυρίωι μου τῶι θαυμασιωτάτωι καὶ περιβλέπτωι Ἀριστολάωι τῶι τριβούνωι
20καὶ νοταρίωι, ὃς συνεῖδεν ἐκ τῶν παρ’ ἡμῖν κινουμένων πραγμάτων κρεῖττον εἶναι τὸ παρὰ βραχείας συλλαβὰς ἰσχυρῶς καὶ βεβαίως ἀλλήλοις ἡμᾶς συμβῆναι. δέχου οὖν, παρακαλῶ, καὶ τὰ παρ’ ἡμῶν εὖ καὶ καλῶς καὶ πᾶσαν ἰσχὺν ἔχοντα εἰς πληροφορίαν τὴν σὴν οἰκο‐ νομηθέντα μὲν καὶ ἐπεσταλμένα, καὶ μηδείς σε εἰσέλθηι λογισμὸς ὡς ἡμῶν τι ἐν τοῖς προ‐ κειμένοις πανούργως πεπραχότων. ἐπίσταται γὰρ ἡμῶν τὸ συνειδὸς καὶ τὸν ἄνωθεν
25ἕλκει μάρτυρα ὡς οὐ τὰ σὰ σαθρῶς ἐβουλήθημεν, ἀλλὰ τὰ καθ’ ἡμᾶς αὐτοὺς οἰκονομῆσαι πρὸς τὸ συνοῖσον ταῖς τοῦ Χριστοῦ ἐκκλησίαις. ἐροῦσι δὲ οἱ αὐτοὶ εὐλαβέστατοι διά‐ κονοι τὸν τρόπον τῆς οἰκονομίας· πέπρακται γὰρ ἡμῖν ἀπαραλείπτως ἅπαντα, ὡς ἂν μη‐ δεὶς ἔχοι ἀφωσιῶσθαι κατὰ τῆς γενομένης συμβάσεως. δέχου οὖν, παρακαλῶ, ἡδέως τοὺς ἀδελφοὺς εἰρήνης σοι ἀγαθὰ προσκομίζοντας καὶ εὐχέσθω σου ἡ ὁσιότης αἰσίως ταῖς
30τοῦ Χριστοῦ ἐκκλησίαις τὰ πράγματα προβαίνειν. ὥσπερ γὰρ ἑαυτοὺς φέροντες τῶι τῆς διαθέσεως νόμωι ἐπιδεδώκαμέν σοι, οὕτως καὶ σπουδάζομεν καὶ βουλόμεθα, μᾶλλον δὲ καὶ εὐχόμεθα μηδένα τῶν παρ’ ἡμῖν παραλιπεῖν, ὃς οὐ τὰ αὐτὰ ἡμῖν σκέψεται, ἡμῶν σπουδὴν ἐχόντων ἀνεξικάκως καὶ οἰκονομικῶς κατὰ μέρος ἐφέλκεσθαι τοὺς ὀλιγίστης πα‐ ραμυθίας, μᾶλλον δὲ καὶ ὁδηγίας τῆς παρ’ ἡμῶν ἔτι δεομένους ἐπὶ συμφέροντι τῆς καθο‐
35λικῆς ἐκκλησίας καὶ τῶν ἐν αὐτῆι πραγμάτων. εὖ ἴσθι τοιγαροῦν τοὺς αὐτοὺς εἶναι ἡμᾶς οὕσπερ ἤιδεις καὶ πρότερον, μετὰ τῆς αὐτῆς διαθέσεως καὶ πέμπων καὶ δεχόμενος τὰ παρ’ ἡμῶν γράμματα· τοῦτο γὰρ καὶ ἡμᾶς κοσμήσει καὶ τὴν σὴν ὁσιότητα στε‐ φανώσει.
Πᾶσαν τὴν σὺν σοὶ ἀδελφότητα πλεῖστα προσαγορεύομεν.

1,1,7

156

(2)

Τοῦ αὐτοῦ πρὸς πάντας τοὺς τῆς Ἀνατολῆς ἐπισκόπους μηνύουσα τὴν γεγενημένην εἰρήνην Κεκράτηκεν ἡ εὐσέβεια καὶ ἀπίτω πᾶς ὁ τοῦ διαβόλου φθόνος· κεκράτηκεν οὐδεμίαν χώραν τὸ λοιπὸν καταλιποῦσα τοῖς ῥαιδιουργεῖν ἀδεῶς ἐπιχειροῦσι τὴν τῶν προγόνων τῆς
5ἐκκλησίας περὶ πίστεως ἔκθεσιν· κεκράτηκεν οὕτως ὥστε τὴν εὐσεβῆ ὁμολογίαν τῆς θείας ἐνανθρωπήσεως μὴ παρ’ ἡμῖν ἑτέρως, ἑτέρωθι δὲ ἄλλως παραλαμβάνεσθαι. συνεφθά‐ σαμεν γὰρ ἀλλήλοις ἡμεῖς τε καὶ ὁ κύριός μου ὁ θεοφιλέστατος ἐπίσκοπος Κύριλλος, ἓν καὶ τὸ αὐτὸ φρόνημα κατὰ τὸν ἀληθῆ τῶν εὐαγγελίων κανόνα διασώιζοντες. οὐδὲν γὰρ μέσον οὐδὲ ἀμφιβολίας ἄξιον ἐν οἷς ἀπέστειλε πρὸς ἡμᾶς, ἐξέθετο περὶ πίστεως, ἀλλὰ
10πάντα τρανῶς καὶ τηλαυγῶς κατὰ τὰς ἡμετέρας προτάσεις τῆι παρ’ αὐτοῦ πρὸς ἡμᾶς πληροφορίαι ἐνέθηκε. γεγένηται οὖν, σὺν θεῶι φάναι, ἐπὶ τούτοις ἡ κοινωνία καὶ ἡ σύμβασις τῶν πανταχοῦ τῆς οἰκουμένης ἐκκλησιῶν, οὔτε ἡμῶν σαθρῶς ἐπιβάντων τῆς ἐκ‐ κλησιαστικῆς εἰρήνης οὔτε μὴν τοῦ αὐτοῦ θεοφιλεστάτου ἀνδρὸς ἀνασχομένου ἀλλοίαν πρὸς ἡμᾶς ῥῆξαι φωνὴν παρὰ τὸ τῶν θείων γραφῶν βούλημα. οὕτω γὰρ καθαρῶς καὶ ἀδόλως
15ἔλυσε τὴν μεταξὺ ἀμφισβήτησιν, ὥστε μηδεμίαν παρασχεῖν ἀφορμὴν τοῖς περὶ τῶν θείων δογμάτων πρὸς αὐτὸν διαφέρεσθαι βουλομένοις. Δεξώμεθα τοιγαροῦν περιχαρῶς τὴν τῆς εὐσεβοῦς ὁμολογίας συμφωνίαν καὶ μετ’ αὐ‐ τῆς τὴν ἐπ’ αὐτῆι τῆς ἐκκλησίας εἰρήνην, μὴ ἐνδιδόντες λοιπὸν τοῖς ἐπὶ προφάσει εὐσε‐ βείας ζηλωτῶν καὶ σπουδαίων πρόσχημα ἀναδεδέχθαι ἐπιτηδεύουσι. λέλυται γὰρ διὰ
20τὴν χάριν τοῦ Ἰησοῦ πᾶσα περὶ τῆς κατὰ σάρκα τοῦ κυρίου οἰκονομίας ἀντίρρησις καὶ οἱ ἐρεσχελεῖν ἐθέλοντες δῆλοί εἰσιν οὐ τοῦτο ἄνωθεν διεκδικοῦντες, ἀλλὰ ταῖς ἐκκλησίαις τοῦ θεοῦ τῆς ὁμονοίας βασκαίνοντες. οἳ μὲν γὰρ ἐξ ἀληθείας τὸν Χριστὸν κηρύττουσιν, οἳ δὲ ἐξ ἐριθείας, καὶ ἐπίσταται τοῦτο ἐμοῦ πλέον ἡ ὑμετέρα θεοσέβεια. ἦσαν γὰρ ἦσαν καὶ παρὰ τοῖς ἐναντίοις οἱ ἐπαμφοτερίζοντες ἐν τῆι ἐκθέσει τῆς πίστεως, οἷς ἡ μὲν διά‐
25νοια τῆι ἀληθείαι ἐτίθετο, ἡ δὲ γλῶσσα καὶ ἡ σπουδὴ ἐναντία οἷς ἐφρόνουν, ἐπετήδευε πράγματα. ἀπεχθείαι γὰρ καὶ χάριτι ἐδούλευον, ἵν’ ἡμῖν μετὰ προφάσεως πολεμήσωσιν. πάντα ταῦτα λοιπὸν θεοῦ χάριτι ἔσβεσται. ἃ γὰρ ἡμεῖς ὑπηγορεύσαμεν, τὰ μὲν ἐν Ἐφέσωι περὶ τῆς ὀρθῆς πίστεως συνθέντες, τὰ δὲ ἐνταῦθα, ἐν Ἀντιοχείαι φημί, ἐν ἀλλή‐ λοις σκεψάμενοι, ταῦτα οὐ μόνον ἐδέξατο ὁ ὁσιώτατος ἐπίσκοπος Κύριλλος, ἀλλὰ γὰρ καὶ
30ἀνύμνησεν, ἱερὰς ἡμῶν τὰς φωνὰς ἀποκαλέσας καὶ ἀποδεξάμενος καὶ βεβαιώσας οἷς αὐτὸς παραπλησίως ἐξέθετο, συνυφήνας ἡμῖν τὴν πατρώιαν παράδοσιν μικροῦ ἐξ ἀνθρώπων γε‐ νέσθαι, ἵν’ οὕτως εἴπω, κινδυνεύσασαν, κατὰ τὴν αὐτὴν ἐλθὼν ἡμῖν τοῖς Ἀνατολικοῖς καὶ ῥημάτων καὶ νοημάτων καὶ ὀρθῆς πίστεως ἔκθεσιν, οὐδὲν μέσον οὐδὲ ἱκανὸν ἐμποιῆσαι οὐδὲ τὴν σμικροτάτην διάκρισιν τοῖς αὐτοῦ πρὸς ἡμᾶς ἐνθεὶς γράμμασιν, ἀλλὰ διδάξας καὶ
35τοὺς ἔτι τῆι ἀληθείαι ἀνθισταμένους λαμπρᾶι τῆι φωνῆι ὁμολογεῖν μὲν τῶν φύσεων τὸ διάφορον καὶ διαιρεῖν τὰς δύο φωνὰς καταλλήλως ταῖς φύσεσιν ὁμολογουμένης τῆς ἑνὸς προσώπου παρὰ πᾶσι τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ ταυτότητος. καὶ πιστεύω, θεο‐ φιλέστατοι ἀδελφοί, ὡς ἐξαρκέσει τουτὶ τὸ ἀπεσταλμένον, ὡς αὐτὸς ἔφησε, χαρτίον τοῖς πανταχοῦ τῆς οἰκουμένης πιστοῖς, τοῖς μὲν εὐγνώμοσιν ἐμποιῆσαι πληροφορίαν, τοῖς δὲ
40ἀπειθοῦσιν ἐντροπὴν καὶ τὸν ἔσχατον ἐνεγκεῖν ἔλεγχον (παρασκευάσει δὲ καὶ ἐκεῖνο τὸ
προφητικὸν κἀν τοῖς παροῦσι πληρωθῆναι καιροῖς ὅτι γλῶσσαι μογγιλάλων μαθήσονται

1,1,7

157

τρανῶς λαλεῖν), οἷς σπουδὴ τῆι τοῦ ὁσιωτάτου ἀνδρὸς ἀποκεχρημένοις ἀξιοπιστίαι πάντα μὲν συγχέαι ὅσα τοῦ εὐσεβοῦς φρονήματος ἤρτηται, ἀνανεώσασθαι δὲ τὴν τοῦ μιαροῦ καὶ βεβήλου Ἀπολιναρίου δυσσεβῆ αἵρεσιν. Ἀλλ’ ἵνα μὴ μακρολογῶ, αὐτὸ ὑμῶν ἐξέπεμψα τῆι φιλοθείαι τὸ τῆς ἀπολογίας ἐν
5προσχήματι ἐπιστολῆς βιβλίον παρ’ ἐκείνου μὲν συσταθέν, παρ’ ἡμῶν δὲ μετὰ τῆς κοινω‐ νίας ἀνενδοιάστως προσδεχθέν, μᾶλλον δὲ καὶ θαυμασθὲν ἐπὶ τῆι ὀρθότητι τῆς πίστεως, καὶ ἔξεστιν ὑμῖν, γνησιώτατοι ἀδελφοί, ἐντυχεῖν, καὶ πληροφορηθῆναι καὶ δόξαν δοῦναι τῶι παναγίωι θεῶι, ἐφ’ οἷς Αἴγυπτος μὲν τὰ τῆς Ἀνατολῆς, ἡ Ἀνατολὴ δὲ τὰ τῆς Αἰγύπτου φρονεῖ καὶ ἀσπάζεται. ταῖς γὰρ μεθ’ ἡμᾶς γενεαῖς παραπεμφθήσεται ὁμολογία εὐσεβής,
10ἣν οἰκείωι αἵματι καὶ παθήμασι πλείστοις ὅσοις τῆι οἰκουμένηι θεοῦ χάριτι διεφυλάξαμεν. μεμένηκε γὰρ ὁ σπινθὴρ ὁ τῆς πίστεως καί, θεοῦ δόντος καιρόν, μετάρσιον ἤγειρε τὴν τῆς εὐσεβείας φλόγα, ὥστε καταλάμπεσθαι τῶι φωτὶ τῆς θεογνωσίας τούς τε ἐκεῖ τούς τε ἐνθάδε, μᾶλλον δὲ τοὺς πανταχόσε τῆς οἰκουμένης πιστούς, οἷς εὐχὴ καὶ ἐπιθυμία οἶμαι μιᾶς καὶ τῆς 〈αὐτῆσ〉 ὁμολογίας δράξασθαι, ἀνορθούσης πᾶσι τὰ πεπτωκότα φρονήματα.
15ἀπέστειλα δὲ τὴν ἐπιστολὴν συζεύξας καὶ τὴν ἐμὴν ἐπιστολὴν τὴν πρὸς τὸν αὐτὸν θεο‐ σεβέστατον ἐπίσκοπον Κύριλλον, ἵνα γνῶτε ὡς οὐκ αἰσχρῶς οὐδὲ δουλοπρεπῶς τῶι τῆς εὐσεβείας φρονήματι χρησάμενοι ἐπὶ τὴν μακαρίαν ταύτην σύμβασιν ἤλθομεν. παρακαλῶ καὶ αὖθις τὸν θεὸν παρακαλῶ ἐπὶ τούτοις δοξάσαι καὶ κόπους ἡμῖν τὸ λοιπὸν μηδεὶς πα‐ ρεχέτω, οἷς τὸ οἰκοδομεῖν πρέπει, οὐ τὰ καλῶς δόξαντα τῶι θείωι βουλήματι ἀνατρέπειν.
21Τοῦ αὐτοῦ ἀναφορὰ πρὸς τὸν βασιλέα περὶ εἰρήνης σταλεῖσα διὰ Ἀριστολάου Τοῖς θεοφιλεστάτοις καὶ εὐσεβεστάτοις βασιλεῦσιν ἡμῶν τοῖς ἀξίως παρὰ τοῦ θεοῦ τετιμημένοις Θεοδοσίωι καὶ Οὐαλεντινιανῶι αὐγούστοις Ἰωάννης ἐπίσκοπος Ἀντιοχείας τῆς ὑμετέρας Κοίλης Συρίας ἐν κυρίωι χαίρειν. Εὔκαιρον νῦν εἰπεῖν τὸ προφητικὸν ἐκεῖνο
25λόγιον ὅτι ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν· ὅταν γάρ τι θεὸς ποιῆι, πᾶσα ἐν τοῖς πραττομένοις ἕπεται εὐκολία καὶ βουλήματι θείωι ἀνθέστηκεν οὐδείς. ἠβουλήθη νῦν καὶ ηὐδόκησε διὰ τὸν εὐσεβῆ ὑμῶν σκοπὸν καὶ τὰς μακαρίας ταύτας φροντίδας ἃς ὑπὲρ τῆς τοῦ Χριστοῦ ἐκκλησίας τὸ ὑμέτερον ἀναδέδεκται κράτος, τὴν οἰκουμένην πρὸς εἰρήνην συ‐ νάψαι καὶ δοῦναι ἕνωσιν ἐν ἧι οὐκ ἄλλος ἄλλο τι φρονεῖ περὶ τῶν ἐκκλησιαστικῶν δογμά‐
30των, ἀλλ’ ἓν καὶ τὸ αὐτὸ σώιζεται φρόνημα περὶ τῆς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐνανθρωπήσεως. ὁμοφρονοῦμεν γοῦν ἅπαντες καὶ κοινὴ ἡμῖν ὁμολογία γεγένηται, συ‐ νωιδὰ περιέχουσα οἷς ἄνωθεν καὶ ἐξ ἀρχῆς οἱ πατέρες ἐξέθεντο, πληροφορησάντων ἡμῶν ἀλλήλους 〈περὶ ὧν〉 ἡμεῖς ἠμφισβητοῦμεν πρὸς τὸν κύριόν μου τὸν θεοσεβέστατον ἐπί‐ σκοπον Κύριλλον· αὐτὸς δὲ νῦν τὰ παρ’ ἡμῶν δεξάμενος καὶ ἅπερ τῆι σῆι εὐσεβείαι
35συνθέντες ἐπεδώκαμεν ἐν τῆι Χαλκηδονέων πόλει, ταῦτα ἀσμενίσας καὶ καταδεξάμενος πα‐ ραπλησίοις τοῖς ἐνθυμήμασι συνύφανεν ἡμῖν τὴν ὁμολογοῦσαν τῆι ἀποστολικῆι πίστει παρά‐ δοσιν. ἐκβέβληται τοιγαροῦν πᾶσα αἵρεσις καὶ φιλονεικία, τῆς ὑμετέρας εὐσεβείας τῆι οἰκουμένηι ἐρρωμένης, ἧς τὰ σκῆπτρα τῆι εὐσεβεῖ ὁμολογίαι ἐστὶ σύντροφα καίτοι 〈καὶ〉 κεκράτηκε καὶ κρατήσει γε εἰς τὸ διηνεκὲς τῆι θείαι δεξιᾶι συγκροτούμενα. καὶ ὡς ἂν
40ἔχηι ὑμῶν τὸ κράτος εἰδέναι τά τε παρ’ ἡμῶν πρὸς αὐτὸν καὶ αὐτοῦ πρὸς ἡμᾶς, ἐν οἷς

1,1,7

158

ἓν καὶ τὸ αὐτὸ πατρῶιον διασώιζομεν φρόνημα, αὐτὰς ἡμῶν τὰς πρὸς ἀλλήλους ἐπιστολὰς τῶιδε τῶι γράμματι ἡμῶν ὑποτάξαντες ἀπεστείλαμεν, ἐγχειρίσαντες τὴν ἐπιστολὴν τῶι περι‐ βλέπτωι καὶ σπουδῆι πάσηι χρησαμένωι εἰς τὴν ὑπόθεσιν, ὡς ἂν τὸ ὑμέτερον προβαίη βούλημα εὐσεβὲς ὂν καὶ ὅσιον, τῶι τριβούνωι καὶ νοταρίωι Ἀριστολάωι τῶι ὑμετέρωι.
5τούτων οὖν οὕτως ἐχόντων καὶ τῆς πίστεως τὸ ἀναμφισβήτητον λαβούσης, ἐθέμεθα πᾶσιν οἷς προστετάχατε, εὐσεβέστατοι βασιλεῖς, διὰ τοῦ θεοσεβεστάτου ἐπισκόπου Παύλου, ἀνδρὸς ὃν ἴστε καὶ ὑμεῖς, ὡς οἶμαι, εἰρήνηι τε χαίροντος καὶ εἴδησιν οὐ μικρὰν κεκτημένου ἐν τοῖς ἐκκλησιαστικοῖς πράγμασιν. δεδέγμεθα γοῦν καὶ τὴν κατάστασιν τοῦ ὁσιωτάτου καὶ θεοσεβεστάτου ἐπισκόπου Μαξιμιανοῦ, ἀνδρὸς οὗ τὴν ἀρετὴν καὶ τὴν πολιτείαν ἄνωθεν
10ἴσμεν, καὶ καθηιρημένον ἔχομεν Νεστόριον τὸν πάλαι γενόμενον τῆς μεγαλωνύμου πόλεως ἐπίσκοπον, ἀναθεματισμῶι ὑποβάλλοντες ὅσα αὐτῶι ἀλλοτρίως καὶ ξένως εἴρηται ἢ πε‐ φρόνηται πρὸς τὴν ἀποστολικὴν διδασκαλίαν. ἱκετεύομεν δὲ τὴν ὑμετέραν εὐσέβειαν τελείαν παρασχεθῆναι τῶι κόσμωι τὴν ἑορτήν, ὡς μηδεμίαν πόλιν τῆς τοιαύτης ἑορτῆς ἔξω καὶ πανηγύρεως γενέσθαι, καὶ κελεῦσαι τοὺς θεοφιλεστάτους ἐπισκόπους τοὺς ἐν τοῖς προ‐
15λαβοῦσι θορύβοις ἐκβληθέντας ἢ ἐκβεβλῆσθαι δόξαντας εἰς τὸ παλαιὸν ἀποκατασταθῆναι σχῆμα καὶ πάσης ἐνοχλήσεως ἀπηλλάχθαι τοῦ μηδὲ ἓν λείψανον ἀθυμίας καταλειφθῆναι ταῖς τοῦ Χριστοῦ ἐκκλησίαις. ῥάιδιον δὲ τοῦτο ποιῆσαι τῶι ὑμετέρωι κράτει τῶι καὶ παλαιὰ ἔχειν ὑποδείγματα τοιούτων διορθώσεων, αἳ τοὺς μὲν παλαιοὺς θεοφιλεστάτους ἐπισκόπους τοῖς ἑαυτῶν ἀπέδωκαν θρόνοις, τοὺς δὲ ἐν ταραχῆι χειροτονηθέντας σχολάζειν παρεσκεύασαν
20καὶ ἀναμεῖναι τὴν ἐκείνων ἐκ τοῦ βίου μετάστασιν. τούτων γὰρ οὕτω σὺν θεῶι, ὡς ἔφαμεν, εὖ καὶ καλῶς προβάντων, εὐχαὶ καὶ ἱκεσίαι πᾶσιν ἀνθρώποις ὑπὲρ τοῦ ὑμετέρου κράτους γενήσονται· δι’ ὑμᾶς γὰρ καὶ διὰ τὴν ὑμετέραν εὐσέβειαν ταῖς μὲν ἐκκλησίαις ἐδόθη ἡ προτέρα κατάστασις, σέσωσται δὲ τὰ Χριστιανικὰ πράγματα, εἰρηνεύουσι δὲ τὸ λοιπὸν πόλεις καὶ δῆμοι καὶ χῶραι. ἐπιπρέπει γὰρ τῆι ὑμετέραι βασιλείαι τὸ ἀτάραχον
25καὶ οἷοίπερ ἐστὲ ὑμεῖς γαληνοὶ καὶ ἥμεροι, τοιαύτην προσήκει εἶναι καὶ τὴν τῶν πραγμάτων κατάστασιν, κοινῆι πάντων καὶ ἰδίαι ἑκάστου συνέχειν ὀφειλόντων τὴν παρὰ πᾶσαν ταύτην γενομένην προσδοκίαν ἕνωσιν. ἐπαινετὸς γὰρ καὶ παρὰ θεῶι μακάριος ἕκαστος ἐν τῶι μέρει ἀνορθῶν τὰ συγχυθέντα καὶ κατὰ τὴν τοῦ κυρίου φωνὴν μακάριοι οἱ εἰρηνο‐ ποιο, ὅτι αὐτοὶ υἱοὶ θεοῦ κληθήσονται, οὗ τὴν ἄμαχον ἴσμεν δύναμιν καὶ νῦν
30σύνδρομον γενέσθαι τῶι τῆς ὑμετέρας φιλοθείας σκοπῶι. πηγὴ γὰρ ὑμεῖς παντὸς ἀγαθοῦ καὶ προχεῖται ἐκ τῶν ὑμετέρων βασιλείων τὰ τῆς εὐεργεσίας τῆι οἰκουμένηι νά‐ ματα καὶ ἀπολαύουσι τὸ λοιπὸν οἱ τοῦ θεοῦ ἱερεῖς τῆς πρόσθεν ἡσυχίας, ἧς μάλιστα δέονται εἰς τὸ εἰλικρινεῖς καὶ ἐσπουδασμένας τὰς ὑπὲρ τοῦ ὑμετέρου κράτους ποιεῖσθαι προσευχάς.
35Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Ξύστον ἐπίσκοπον Ῥώμης Τῶι δεσπότηι μου τῶι θεοσεβεστάτωι καὶ ἁγιωτάτωι συλλειτουργῶι Ξύστωι Ἰωάννης ἐν κυρίωι χαίρειν. Ἐπὶ καλῶι τῆς οἰκουμένης πεπιστεύκαμέν σου τὴν ὁσιότητα τοῦ ἀπο‐ στολικοῦ ἐπιβεβηκέναι θρόνου· λαμπτῆρα ἕξουσιν αἱ πανταχοῦ γῆς τοῦ Χριστοῦ ἐκκλησίαι, λαμπτῆρα οὐ τὴν Ἑσπέραν μόνην φωτίζοντα, ἀλλὰ γὰρ καὶ τὰς ἐσχατιὰς τῆς οἰκουμένης.
40ὅτι δὲ θεοῦ εὐδοκίαι νομίζομεν τὴν τῆς σῆς ὁσιότητος κατάστασιν γεγονέναι, δηλοῖ καὶ ἡ συμφωνία ἡ ἐπὶ σοὶ τῶν τε λαῶν καὶ τῶν συνεληλυθότων θεοσεβεστάτων ἐπισκόπων ἐπὶ τῆι σῆι χειροτονίαι· τοῦτο γὰρ μεμαθήκαμεν παρὰ τοῦ κυρίου μου τοῦ θεοσεβεστάτου ἐπι‐ σκόπου Κυρίλλου, ἀφ’ ὧν ἴσως ἡ σὴ ὁσιότης πρὸς αὐτὸν ἐπέστειλεν. ὅθεν ὡρμήθην
ἐπὶ τοῦ παρόντος τὰ μὲν κατεπείγοντα εὐθὺς καὶ παραχρῆμα γνωρίσαι, τὰ δὲ εἰς τιμὴν

1,1,7

159

συντελοῦντα τῆς ἀδελφικῆς παρὰ θεῶι διαθέσεως εὐκαίρως πρὸς τὴν σὴν ἀποπληρῶσαι ὁσιότητα, ὅταν, σὺν θεῶι φάναι, δεξώμεθα καὶ τὰ ἐξ ἔθους ἀποστελλόμενα συνοδικά, ἐν οἷς τὰ εὐαγγέλια τῆς σῆς προεδρίας ἡμῖν μηνυθήσεται, ποθεινὰ ὄντα καὶ πάσηι τῆι Ἀνα‐ τολῆι ἐράσμια. ὃ δέ, ὡς φθάσας εἶπον, κατεπεῖγόν ἐστι, τοῦτο ἐντεῦθεν ἤδη κατάδηλόν
5σου ποιῆσαι τῆι ὁσιότητι ὡς ἐκποδὼν πᾶσα αἵρεσις καὶ φιλονεικία, συμβάσεως γενομένης ταῖς πανταχοῦ τοῦ θεοῦ ἐκκλησίαις. ὅσα γὰρ ἦν διαταράττοντα τὸ κοινόν, συμβαίνουσαν τὴν ὁμολογίαν τὴν παρ’ ἡμῶν καὶ τοῦ κυρίου τοῦ ὁσιωτάτου ἐπισκόπου καὶ συλλειτουργοῦ ἡμῶν Κυρίλλου εἴληφε, πληροφορησάντων ἡμῶν καὶ πληροφορηθέντων περὶ τῆς κατὰ σάρκα τοῦ Χριστοῦ οἰκονομίας, ὥστε ὁμογνώμονα εἶναι καὶ ὁμονοῆσαι τῆι τῶν πατέρων πίστει
10μίαν καὶ τὴν αὐτὴν οὖσαν τὴν παρ’ ἡμῶν ἔκθεσιν, ἥντινα χρὴ καὶ τὸν ἀποστολικὸν ἐκεῖνον θρόνον γνῶναι, πατρώιαν οὖσαν, οὗ ἕνεκα αὐτὴν καὶ τῶιδε ἡμῶν τῶι γράμματα ἐντεθεί‐ καμεν, ἔχουσαν οὕτως. Περὶ δὲ τῆς θεοτόκου παρθένου ὅπως καὶ φρονοῦμεν καὶ λέγομεν, τοῦ τε τρόπου τῆς ἐνανθρωπήσεως τοῦ υἱοῦ τοῦ θεοῦ, ἀναγκαίως, οὐκ ἐν προσθήκης μέρει, ἀλλ’ ἐν πλη‐
15ροφορίας εἴδει, ὡς ἄνωθεν ἔκ τε τῶν θείων γραφῶν ἔκ τε τῆς παραδόσεως τῶν ἁγίων πατέρων παρειληφότες ἐσχήκαμεν, διὰ βραχέων ἐροῦμεν, οὐδὲν τὸ σύνολον προστιθέντες τῆι τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι ἐκτεθείσηι πίστει. ὡς γὰρ ἔφθημεν εἰρηκότες, πρὸς πᾶσαν ἐξαρκεῖ καὶ εὐσεβείας γνῶσιν καὶ πάσης αἱρετικῆς κακοδοξίας ἀποκήρυξιν. ἐροῦμεν δὲ οὐ κατατολμῶντες τῶν ἀνεφίκτων, ἀλλὰ τῆι ὁμολογίαι τῆς οἰκείας ἀσθενείας
20ἀποκλείοντες τοῖς ἐπιφύεσθαι βουλομένοις, ἐν οἷς τὰ ὑπὲρ ἄνθρωπον διασκεπτόμεθα. ὁμο‐ λογοῦμεν τοιγαροῦν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον ἐκ ψυχῆς λογικῆς καὶ σώματος, πρὸ αἰώνων μὲν ἐκ τοῦ πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ’ ἐσχάτου δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς παρθένου κατὰ τὴν ἀνθρωπότητα, ὁμοούσιον
25τῶι πατρὶ τὸν αὐτὸν κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρωπότητα. δύο γὰρ φύσεων ἕνωσις γέγονε, δι’ ὃ ἕνα Χριστόν, ἕνα υἱόν, ἕνα κύριον ὁμολογοῦμεν. κατὰ ταύτην τὴν τῆς ἀσυγχύτου ἑνώσεως ἔννοιαν ὁμολογοῦμεν τὴν ἁγίαν παρθένον θεοτόκον διὰ τὸ τὸν θεὸν λόγον σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι καὶ ἐξ αὐτῆς τῆς συλλήψεως ἑνῶσαι ἑαυτῶι τὸν ἐξ αὐτῆς ληφθέντα ναόν. τὰς δὲ εὐαγγελικὰς καὶ ἀποστολικὰς περὶ τοῦ κυ‐
30ρίου φωνὰς ἴσμεν τοὺς θεολόγους ἄνδρας τὰς μὲν κοινοποιοῦντας ὡς ἐφ’ ἑνὸς προσώπου, τὰς δὲ διαιροῦντας ὡς ἐπὶ δύο φύσεων, καὶ τὰς μὲν θεοπρεπεῖς κατὰ τὴν θεότητα τοῦ Χριστοῦ, τὰς δὲ ταπεινὰς κατὰ τὴν ἀνθρωπότητα παραδιδόντας. ἐπὶ τούτοις ἔδοξε καὶ κεκράτηκε κατά τε τὸ θέσπισμα τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων καὶ τὸ κοινῆι ταῖς τοῦ Χριστοῦ ἐκκλησίαις λυσιτελοῦν ἔχειν ἡμᾶς Νεστόριον τὸν πάλαι γενόμενον
35τῆς Κωνσταντινουπόλεως ἐπίσκοπον καθηιρημένον, ἀναθεματίσαι δὲ ὅσα βεβήλως αὐτῶι καὶ φαύλως παρὰ τὴν εὐαγγελικὴν καὶ ἀποστολικὴν πίστιν εἴρηται, συναινέσαι δὲ τῆι χειροτο‐ νίαι τοῦ κυρίου μου τοῦ ὁσιωτάτου ἐπισκόπου Μαξιμιανοῦ, ἀνδρὸς οὗ πεῖραν καὶ ἡ ὑμετέρα θεοσέβεια ἔχει, ὡς ἔγωγε οἶμαι, ὃν ἴσμεν καλόν τε καὶ ἀγαθὸν ἄνωθεν γεγονότα καὶ ἐν ἀρετῆι διαλάμψαντα.
40 Δεξαμένη οὖν ἡ σὴ ὁσιότης ταῦτα ἡμῶν τὰ γράμματα, ἀνυμνείτω τὸν θεόν, ὃς παρ’ ἐλπίδα πᾶσαν καὶ προσδοκίαν ἀνθρωπίνην σπουδῆι καὶ φροντίδι περὶ τὰς ἐκκλησίας τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων συνήθως ταῖς ἑαυτοῦ ἐκκλησίαις ἐβράβευσε τὴν εἰρήνην. ὃς συγχωρεῖ μὲν πολλάκις καὶ συνεχώρησε πρὸς ὀλίγον διαθορυβηθῆναι τὸ κοινὸν τῶν Χριστιανῶν, ὡς ἂν οἱ δόκιμοι φανεροὶ γένωνται, ἐπήγαγε δὲ οὐκ εἰς μακρὰν
45τὴν ἴασιν· οἶδε γὰρ οἶδε τὰ τοιαῦτα συμβαίνοντα βασανίζειν καὶ στεφανίτας ἐργάζεσθαι

1,1,7

160

τοὺς περὶ τὸ εὐσεβὲς στερροὺς καὶ ἐνστηματικούς, τὰ δὲ νόθα καὶ κίβδηλα πολλάκις ἀπὸ τῆς πολλῆς γυμνασίας πρόρριζα ἀναιρεῖν. ὅπερ καὶ νῦν γεγένηται, διαιρέσεως μὲν γε‐ νομένης διὰ τὰς κοινὰς ἡμῶν ἁμαρτίας, συναφείας δὲ διὰ τὴν αὐτοῦ φιλανθρωπίαν καὶ χάριν, καὶ εὐξάσθω σου ἡ ἱερὰ καὶ φιλόθεος ψυχὴ ταύτην ἄνωθεν κρατυνθῆναι καὶ παρὰ
5τοῦ θεοῦ λαβεῖν τὴν βεβαίωσιν· ἐὰν γὰρ ὁ κύριος, φησὶ, μὴ οἰκοδομήσηι οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν. πιστεύομεν δὲ ὅτι τῆς αὐτοῦ οἰκο‐ νομίας τὸ νῦν ἔργον γεγένηται καὶ διακρατήσει αὐτὸ εἰς τὸ διηνεκὲς καὶ μοχλοὶ ἅιδου οὐ κατισχύσουσι τῆς ἐκκλησίας· ἄμαχον γὰρ ἔχει τὴν παρὰ τοῦ σωτῆρος δύναμιν καὶ ἤλεγξε τὴν τοῦ θεοῦ ἐκκλησίαν πειρασμὸς οὐδεὶς πώποτε, τοῦ θεοῦ ἐπιταχύνοντος τὴν βοήθειαν,
10ὃς εἶπε τοῖς ἑαυτοῦ μαθηταῖς ὅτι μεθ’ ὑμῶν εἰμὶ μέχρι τῆς συντελείας τοῦ αἰῶνος. Τοῦ αὐτοῦ καὶ τῶν λοιπῶν ἐπισκόπων τῶν σὺν αὐτῶι ἐπιστολὴ πρὸς Ξύστον ἐπίσκοπον Ῥώμης καὶ Κύριλλον ἐπίσκοπον Ἀλεξανδρείας καὶ Μαξιμιανὸν ἐπίσκοπον Κωνσταντινουπόλεως
15Τοῦ αὐτοῦ ἐπιστολὴ ἑνωτικὴ πρὸς Μαξιμιανὸν ἐπίσκοπον Κωνσταντινουπόλεως σταλεῖσα διὰ Ἀριστολάου τριβούνου Τῶι δεσπότηι μου τῶι θεοφιλεστάτωι καὶ ἁγιωτάτωι συλλειτουργῶι Μαξιμιανῶι Ἰωάννης ἐν κυρίωι χαίρειν. Ἔδει μὲν ἄνωθεν ἡσθέντας ἡμᾶς ὑπερβαλλόντως ἐπὶ τῆι τῆς σῆς θεο‐ σεβείας καταστάσει γράμμασί τε εὐθὺς χρήσασθαι τὴν ἡμετέραν μηνύουσιν ἡδονὴν καὶ τὰ
20τῆς σῆς καταστάσεως εὐαγγέλια ἐν συνοδικοῖς τοῖς εἰωθόσι δέξασθαι· ἀλλ’ ἐπειδὴ πονηρός τις δαίμων τὰ πράγματα οὕτω διετάραξεν, ὥστε τὰ τῆς ἀληθείας πρὸς βραχὺν χρόνον δια‐ κοπῆναι, νῦν ὅτε διὰ τὴν τοῦ θεοῦ χάριν ἡ συνάφεια τῶν ἐκκλησιῶν ἐγένετο, ἐπὶ τὰ κα‐ θήκοντα προθυμότατα ἥκομεν, προσφθεγγόμενοί σου τὴν ὁσιότητα τοῦτο μὲν ἐν γράμμασι, τοῦτο δὲ καὶ διὰ τοῦ κυρίου μου τοῦ θαυμασιωτάτου καὶ περιβλέπτου Ἀριστολάου τοῦ τρι‐
25βούνου καὶ νοταρίου, οὗ τῆς σπουδῆς πολὺς ἐν ταῖς ἐκκλησίαις ἔσται ὁ ἔπαινος, ὡς ἂν καὶ διὰ ζώσης φωνῆς ἔχοιμεν τὴν πρὸς σὲ ἐκπιμπλάναι διάθεσιν· ὃν ὁ κύριος τῆς προε‐ δρίας ἠξίωσεν, ὅπως ἴασιν ἀρκοῦσαν τὰ διαταραχθέντα δέξηται πράγματα, ἀπὸ σοῦ ἤθους καὶ τοῦ προσόντος τῆι σῆι φιλοθείαι προσηνοῦς καὶ φιλαλλήλου λαβόντα τὰς ἀφορμάς. ἀρκεῖ γὰρ πρόθεσις ἀγαθὴ καὶ οἵαν ἡ σὴ κέκτηται ἁγιωσύνη, ἥνπερ ἴσμεν καὶ διὰ πραγμά‐
30των ἄνωθεν παρειλήφαμεν, οὐκ οὖσαν μὲν ὁμόνοιαν φυτεῦσαι, γενομένην δὲ καὶ εἰς τὸ ἀρχαῖον ἀποκαταστᾶσαν ὑπὲρ προσδοκίαν ὀχυρῶσαι. καὶ πάνυ τεθάρρηκα, δέσποτα, ὡς σπουδὴ ἔσται σου τῆι ἁγιωσύνηι ἅπαν μὲν τὸ λυποῦν πρόρριζον ἀνασπάσαι, περιθεῖναι δὲ ἰσχὺν τῆι γενομένηι θεοῦ εὐδοκίαι συμβάσει, ὥστε ἐξεῖναι καὶ νῦν ἐκεῖνο τὸ προφητικὸν μεθ’ ἡδονῆς ἄιδειν λόγιον ἄισατε τῶι κυρίωι ἆισμα καινόν· ἄισατε τῶι κυρίωι,
35πᾶσα ἡ γ. ἐμεγάλυνε κύριος τῶι ὄντι τὴν ἑαυτοῦ χάριν, καὶ ἀποδέδεικται μὲν διὰ πάντων ἀεὶ μέν, μάλιστα δὲ νῦν, ὅτι τὰ παρὰ ἀνθρώποις ἀδύνατα παρὰ τῶι θεῶι δυνατά ἐστι. ταῦτα παρ’ ἡμῶν ὡς ἐν τάχει δεξάσθω σου ἡ θεοσέβεια· μικρὸν δὲ ὕστερον ἀπο‐ σταλήσονται παρ’ ἡμῶν οἱ καὶ βαθμοῦ ἐκκλησιαστικοῦ μετέχοντες, οὓς ἂν ὁ κύριος κατευ‐ θύνηι. ἤνυσε δ’ ἂν τὴν ὁδὸν προθυμότατα καὶ ὁ κύριός μου ὁ θεοσεβέστατος καὶ κοινὸς
40ἡμῶν ἀδελφὸς ἐπίσκοπος Παῦλος ὁ σὸς θερμὸς ἐραστής, εἰ μὴ συνέβη αὐτὸν ἀπὸ πολλοῦ
τῆς ὁδοιπορίας πόνου τὴν ἐσχάτην ὑπομεῖναι ἀσθένειαν, οὗ ῥαίσαντος πληρωθήσεται ἡμῶν

1,1,7

161

καὶ οὗτος ὁ σκοπὸς αὐτοῦ τε κἀμοῦ, καλλίστην ἐπιθυμίαν ἐχόντων ἐμοῦ μὲν ἀποστεῖλαι αὐτόν, αὐτοῦ δὲ δραμεῖν καὶ τὴν φίλην ἡμῖν καὶ ἄνωθεν γνησίαν ἀσπάσασθαι κεφαλήν. καὶ γὰρ θεοῦ τῆι χάριτι ἤρκεσεν, ὥσπερ μεμαθήκατε, τοιαύτην ποιῆσαι τῶι κόσμωι συνά‐ φειαν, ὥστε μηδενὶ τὸ λοιπὸν ἐξεῖναι περὶ φρονήματος ἢ δόγματος ἐκκλησιαστικοῦ μηκέτι
5διαφέρεσθαι, ἀλλὰ στέργειν καὶ ἀγαπᾶν τὴν ἐγγενομένην πληροφορίαν ἡμῖν παρὰ τοῦ κυ‐ ρίου μου τοῦ ἁγιωτάτου ἐπισκόπου Κυρίλλου καὶ αὐτῶι παρ’ ἡμῶν, πρὸς ὃν καὶ συντετέ‐ λεσται ἡμῖν μετὰ πάσης ἀκριβείας καὶ τὰ περὶ τῆς καθαιρέσεως τοῦ ἀσεβοῦς Νεστορίου τοῦ πρώιην γενομένου ἐπισκόπου τῆς μεγαλωνύμου ἐκείνης πόλεως καὶ πρὸς τὴν σὴν ὁμοίως θεοσέβειαν. ἡμεῖς γὰρ σὲ μὲν καὶ τὴν σὴν θεοφίλειαν ἐπιστάμεθα ἐπίσκοπον
10ἄξιον τῆς ἐκκλησιαστικῆς προεδρίας, ἐκεῖνον δὲ γεγυμνῶσθαι ταύτης παντελῶς καὶ ἀναθε‐ ματίσθαι τὰ φαύλως αὐτῶι λεχθέντα ἢ φρονηθέντα παρά τε τὴν πατρώιαν διδασκαλίαν καὶ τὸ ἀποστολικὸν καὶ εὐαγγελικὸν κήρυγμα. καὶ τὰ νῦν παρ’ ἡμῶν ἐκ κοινῆς ὁμολογίας συγκείμενα οἷς ὀφείλουσάν σου τὴν κατὰ θεὸν ἐμμέλειαν ἐντυχεῖν ἀπεστείλαμεν, τὸ ἴσον ὑποτάξαντες τοῖσδε ἡμῶν τοῖς γράμμασι τῶν τε παρ’ ἡμῶν πρὸς τὸν ἁγιώτατον καὶ ὁσιώ‐
15τατον ἐπίσκοπον Κύριλλον ἐπεσταλμένων καὶ τῶν παρ’ αὐτοῦ πρὸς ἡμᾶς ὑπηγορευμένων, ἀφ’ ὧν καὶ ἔξεστιν ὑμᾶς γνῶναι ὡς ἓν καὶ τὸ αὐτὸ τῆι τοῦ θεοῦ χάριτι σώιζομεν φρό‐ νημα καὶ πᾶσα διχονοίας ἢ ἀμφιβολίας ἀνήιρηται πρόφασις, ὁμόλογα καὶ συμβαίνοντα ἡμῶν ἐκθεμένων καὶ προτεινάντων καὶ δεξαμένων διὰ τοῦ κυρίου μου τοῦ θεοσεβεστάτου ἐπι‐ σκόπου Παύλου τῆι ἀποστολικῆι καὶ εὐαγγελικῆι ἐκκλησίαι.
20Ἀκακίου ἐπισκόπου Βεροίας πρὸς Μαξιμιανὸν ἐπίσκοπον Κωνσταντινουπόλεως Τῶι ἁγιωτάτωι καὶ ὁσιωτάτωι δεσπότηι ἐμῶι ἀρχιεπισκόπωι Μαξιμιανῶι Ἀκάκιος ἐν κυρίωι χαίρειν. Ἡ ἐπισκοπὴ τῆς σῆς εὐλαβείας οὐκ ἐδεήθη μελλησμοῦ γνωρίζοντος τίς εἶ καὶ τίς ἔσηι, ἀλλὰ δῆλος καὶ καταφανὴς τοῖς πᾶσι κατέστης παραυτὰ τῶι τὴν χάριν τοῦ θεοῦ ἐπὶ σοὶ ἐπισκηνῶσαι, ὡς πᾶν ὁτιοῦν τῆι ἐπισκοπῆι συνοῖσον τῶν ἐν τῶι ἐκκλησιαστι‐
25κῶι θεσμῶι ἀνελλιπῶς ἐν ἑαυτῶι περιφέρεις, καὶ μετὰ πάντων καὶ πρὸ πάντων δι’ ἔργου μετερχόμενος τὸ ἀποστολικὸν λόγιον τὸ φάσκον τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις, ὅπερ διαιρῶν καὶ διασαφῶν ὁ αὐτὸς ἀπόστολος καὶ δεικνύων ὅσος ἐστὶν ὄγκος τῆς τοῦ λόγου περιουσίας καὶ ὅσον τὸ κλέος τῆς ταπεινοφροσύνης, ἐπάγει λέγων· ἡ γνῶσις φυσιο, ἡ δὲ ἀγάπη οἰκοδομε. ἀπαιτεῖ γὰρ ἡ ἐπισκοπὴ οὐκ ἐπίδειξιν
30ῥημάτων, ἀλλ’ ἐνέργειαν πραγμάτων· ὅθεν καὶ ὁ μακάριος ἀπόστολος Παῦλος δεικνὺς ὅτι τὸ ἔργον τοῦ λόγου τιμιώτερον, πρὸς Κορινθίους ἐπιστέλλων φάσκει· θέλω πέντε λό‐ γους εἰπεῖν ἐν τῶι νοί μου ἢ μυρίους λόγους ἐν γλώσσηι. ἐπεγένετο δέ που ἐκ περιουσίας τῆι 〈σῆι〉 ἐπισκοπῆι καὶ τοῦτο θεοῦ τῆι χάριτι εὐκαίρως, τὰ ἐν τοῖς ἔμπροσθεν οὐκ ἀνεκτὰ καταλαβόντα καὶ τὴν διχόνοιαν ἑκατέροις τοῖς μέρεσιν ἐμποιήσαντα
35ἐπὶ τῆς σῆς θεοσεβείας σβεσθῆναί τε καὶ ἀποσκεδασθῆναι, πληρουμένου τοῦ ἀποστολικοῦ ῥητοῦ τοῦ φάσκοντος αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν, ἐν τῆι σαρκὶ αὐτο, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσηι ἐν ἑαυτῶι εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξηι ἐν
40ἑνὶ τοὺς ἀμφοτέρους σώματι καὶ τὰ ἑξῆς. καὶ ἀπελάβομεν θεοῦ χάριτι πάντες πάντας, ἀναθεματίσαντες τὸν ἀσεβῆ Νεστόριον, μιᾶι πίστει, μιᾶι ἐλπίδι, μιᾶι ἀγάπηι. ὅπως δὲ καὶ τίνα τρόπον ἡ τοῦ θεοῦ χάρις τὴν εἰρήνην τῆι καθόλου ἐκκλησίαι ἐβράβευσε,
μεσιτεύσασα ἑκατέροις τοῖς μέρεσι, τῶι τε πάντα ἁγιωτάτωι ἐπισκόπωι Κυρίλλωι καὶ τῶι

1,1,7

162

τὰ πάντα θεοφιλεστάτωι ἐπισκόπωι Παύλωι, συμπαρόντος τοῦ θαυμασιωτάτου καὶ φιλο‐ χρίστου Ἀριστολάου τοῦ τριβούνου καὶ νοταρίου, παρόντος δὲ κἀμοῦ αὐτοῖς τῆι τοῦ ἐπι‐ στολιμαίου γράμματος ἐγχαραγῆι καὶ εἰσηγουμένου τὰ δυνατά, δι’ οἰκείου μὲν γράμματος ὁ ἁγιώτατος καὶ θεοφιλέστατος ἐπίσκοπος Κύριλλος, ὡσαύτως δὲ καὶ ὁ τὰ πάντα πιστότατος
5καὶ εὐγενέστατος Ἀριστόλαος ὁ νοτάριος καὶ τριβοῦνος, ὧι πλείστας χάριτας ὁμολογοῦμεν ἱκανῶς ἡμῖν δυστραπέλου οὔσης τῆς ὑποθέσεως συμπεριενεχθέντι καὶ τὰ δυνατὰ συνε‐ νεγκαμένωι, διὰ ζώσης φωνῆς διδάξουσί σου ἀνελλιπῶς τὴν θεοσέβειαν. ταῦτα ἐχρῆν μετὰ τῆς ἐγκυκλίου ἐπιστολῆς τῆς παρὰ τῆς ἡμετέρας μικρότητος γραφείσης ἰδικῶι γράμματι ἐνθέντας ἡμᾶς διαπέμψασθαί σου τῆι ἁγιωσύνηι, ἧς ἐγκυκλίου ἐπιστολῆς περιεχούσης τά τε
10γενόμενα σκυθρωπὰ καὶ τὰ ἐπιγενόμενα φαιδρὰ χρὴ τοὺς ἐγγὺς καὶ τοὺς μακρὰν ἀδελφούς τε καὶ συνεπισκόπους ἐπακοῦσαι, προσέτι δὲ καὶ τοὺς ἐν οἱωιδήποτε ἐπιτηδεύματι ἐν καιρῶι τὴν συμπάθειαν ἐπιδειξαμένους καὶ νῦν τὸ ἀποστολικὸν ἀπενεγκαμένους ῥητὸν τὸ φάσκον· εἰ ἀπεθάνομεν σὺν Χριστῶι, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῶι. ἥντινα ἐπιστολὴν 〈τὴν〉, πέπεισμαι, τὰ εἰς εἰρήνην καὶ ὁμόνοιαν, προσέτι δὲ καὶ ἀγαλλίασιν
15συντείνοντα πᾶσιν ὁμοῦ μνηστευομένην προστάξειας τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν θεοσεβε‐ στάτοις ἐπισκόποις διαπεμφθῆναι. Κυρίλλου πρὸς τὸν αὐτὸν Μαξιμιανὸν σταλεῖσα διὰ Ἀριστολάου Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν ἐπιστολὴ δευτέρα Κυρίωι μου ἀγαπητῶι ἀδελφῶι καὶ συλλειτουργῶι Μαξιμιανῶι Κύριλλος ἐν κυρίωι
20χαίρειν. Γράφουσι πρός με οἱ ἀγαπητοί μου οἱ κληρικοὶ ὡσανεὶ τῆς σῆς θεοσεβείας τάχα που καὶ λελυπημένης ὅτι μὴ γέγραφα τίνα τρόπον συντέθειται τὰ τῆς εἰρήνης τῶν ἁγίων ἐκκλησιῶν. ἐγὼ δὲ οὐχ οὕτως εἰμὶ ῥάθυμος περὶ τὰ ἀναγκαῖα τῶν πραγμάτων, ὡς ἑλέσθαι σιγᾶν καὶ μὴ διδάσκειν ἕκαστα σαφῶς οὓς χρὴ ταῦτα εἰδέναι, καὶ πρό γε τῶν ἄλλων τὴν σὴν ὁσιότητα. ἐγράψαμεν οὖν ἀπαραλείπτως καὶ διὰ τοῦ κυρίου μου τοῦ
25θαυμασιωτάτου τριβούνου καὶ νοταρίου Ἀριστολάου· ἐπειδὴ δὲ τεθρυλήκασι τινὲς ὡς δόξαν ἅπασιν ἡμῖν τε καὶ τοῖς κατὰ τὴν Ἀνατολὴν μόνωι συνθέσθαι τῶι συμβόλωι τῶι ἐκτεθέντι παρὰ τῶν ἁγίων καὶ ἀοιδίμων ἡμῶν πατέρων ἐν τῆι Νικαέων, ἀθετουμένων πάντων ὧν γεγρά‐ φαμεν κατὰ τῶν μιαρῶν Νεστορίου δογμάτων, καὶ τάχα που τινὲς ἐπὶ τούτωι καὶ ἐσκανδα‐ λίσθησαν, δεῖν ὠιήθην καὶ διὰ τοῦδε τοῦ γράμματος τὴν σὴν διδάξαι τελειότητα. οὐ γὰρ
30ἀθετήσαντες τὰ ἑαυτῶν συναινοῦμεν τῶι συμβόλωι τῆς ὀρθῆς πίστεως, ἀλλὰ κἀκεῖνα γε‐ γράφαμεν κατὰ σκοπὸν τρέχοντες τῶν ἁγίων πατέρων, οἳ καὶ τὸ τῆς πίστεως ἡμῖν τεθε‐ σμοθετήκασι σύμβολον. ἴσμεν δὲ ὅτι ὀρθοποδοῦμεν ἀληθῶς καὶ οὐκ ἔξω τῆς εὐθείας ἐσμὲν ὁδοῦ, κανόνα τῆς εἰς πᾶν ὁτιοῦν ἀκριβείας τοὺς ἐκείνων ποιούμενοι λόγους. γε‐ γράφασι μὲν γὰρ ἐν ἀρχαῖς οἱ ἐκ τῆς Ἀνατολῆς, μᾶλλον δὲ παρεσκεύασαν γράψαι τὸν
35κύριόν μου τὸν τὰ πάντα ὁσιώτατον ἐπίσκοπον τῆς Βεροιαίων Ἀκάκιον ὅτι πᾶσιν ἀρέσκει μόνωι συνθέσθαι τῶι συμβόλωι καὶ ἀκυρῶσαι τὰς ἐπιστολὰς καὶ τοὺς τόμους οὓς γεγρά‐ φαμεν ταῖς Νεστορίου κενοφωνίαις ἀντανιστάντες τὴν ἀλήθειαν. ἐγὼ δὲ πρὸς τοῦτο μειδιάσας ἔφην ὅτι εἰ ἀφανίζομεν τὰ ἑαυτῶν, καταγινώσκομεν τῆς ἑαυτῶν πίστεως, καὶ οὔτε συνεθέμην οὔτε ἠκύρωσά τι τῶν γεγραμμένων· γέγραπται γὰρ ὀρθῶς καὶ μετὰ τῆς
40ἀληθείας. ἐπειδὴ δὲ ἦλθεν εἰς τὴν Ἀλεξάνδρειαν ὁ εὐλαβέστατος ἐπίσκοπος Παῦλος ὁ

1,1,7

163

τῆς Ἐμίσης, φάσκων ἑτοίμως ἔχειν ἅπαντας καὶ ἀναθεματίζειν τὰ Νεστορίου δόγματα καὶ καταδέχεσθαι τὴν καθαίρεσιν αὐτοῦ, ἀναγκαίως τὰ τῆς κοινωνίας ἔδοξεν ἐπὶ τούτοις βε‐ βαιωθῆναι, κατ’ οὐδένα τρόπον τοῦ συμβόλου τῆς πίστεως ἀδικουμένου παρά τινος. καὶ γὰρ καὶ ἡ ἁγία σύνοδος ἡ ἐν τῆι Ἐφέσωι συναχθεῖσα πάλιν τὸ σύμβολον τῆς πίστεως
5ἐβεβαίωσε καὶ Νεστορίου κατεψηφίσατο τὴν καθαίρεσιν, ὡς παρερμηνεύοντος αὐτοῦ καὶ εἰς τὸν ἴδιον περιέλκοντος σκοπὸν τὴν ὀρθῶς καὶ ἐξητασμένως ἐκτεθεῖσαν τῆς πίστεως ὁμολογίαν παρὰ τῶν ἁγίων ἡμῶν πατέρων. μὴ τοίνυν σκανδαλιζέσθωσαν τινὲς ὅτι βέβαιον ὁμολογοῦμεν τηρεῖν τὸ τῆς πίστεως σύμβολον, ἐν ὧι καὶ ἐβαπτίσθημεν, ἀλλ’ ἐν‐ νοείτωσαν ὅτι τοὺς μὴ τηροῦντας αὐτὸ ταῖς ἐννομωτάταις ὑποφέρουσι ψήφοις οἱ τῶν
10ἁγίων ἐκκλησιῶν κατὰ καιροὺς τὴν φροντίδα πεπιστευμένοι παρὰ τοῦ πάντων ἡμῶν σω‐ τῆρος Χριστοῦ. Πρόσειπε τὴν παρὰ σοὶ ἀδελφότητα· σὲ ἡ σὺν ἡμῖν ἐν κυρίωι προσαγορεύει. Τοῦ αὐτοῦ πρὸς Ἀκάκιον Μελιτηνῆς μεμψάμενον αὐτῶι ὅτι συνέθετο
16Θεοδωρήτου πρὸς Ἰωάννην ἐπίσκοπον Ἀντιοχείας Ὁ πάντα σοφῶς πρυτανεύων θεὸς καὶ τῆς ἡμετέρας προμηθούμενος ὁμονοίας καὶ τῆς τῶν λαῶν κηδόμενος σωτηρίας συναθροισθῆναι ἡμᾶς κατὰ ταὐτὸν παρεσκεύασεν καὶ συμφώνους ἀλλήλοις τὰς ἁπάντων ἔδειξε γνώμας. ἐν κοινῶι γὰρ ἀναγνόντες τὰ Αἰ‐
20γύπτια γράμματα καὶ ἐξετάσαντες αὐτῶν ἀκριβῶς τὴν διάνοιαν, εὕρομεν σύμφωνα τοῖς 〈παρ’ ἡμῶν〉 εἰρημένοις τὰ ἐκεῖθεν ἀπεσταλμένα καὶ ἄντικρυς ἐναντία τοῖς δώδεκα κεφα‐ λαίοις, οἷς μέχρι τοῦ παρόντος ὡς ἀλλοτρίοις τῆς εὐσεβείας πολεμοῦντες διετελέσαμεν. ἐκεῖνα μὲν γὰρ εἶχεν σαρκικῶς σάρκα γεγονότα τὸν ἐκ θεοῦ λόγον καὶ καθ’ ὑπόστασιν ἕνωσιν καὶ σύνοδον τὴν καθ’ ἕνωσιν φυσικὴν καὶ τὸν θεὸν λόγον πρωτότοκον γεγενημένον
25ἐκ νεκρῶν, ἀπηγόρευε δὲ καὶ τῶν περὶ τοῦ κυρίου φωνῶν τὴν διαίρεσιν, καὶ ἕτερα δὲ πρὸς τούτοις εἶχεν τῶν μὲν ἀποστολικῶν σπερμάτων ἀλλότρια, τῶν δὲ αἱρετικῶν ζιζανίων βλα‐ στήματα· τὰ δὲ νῦν ἐπεσταλμένα τῆι εὐαγγελικῆι εὐγενείαι καλλύνεται. θεὸς γὰρ τέλειος καὶ ἄνθρωπος τέλειος ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐν αὐτοῖς ἀναγορεύεται καὶ φύ‐ σεις δύο καὶ τούτων διαφορὰ καὶ ἕνωσις ἀσύγχυτος οὐ κατὰ κρᾶσιν καὶ φυρμόν, ἀλλ’
30ἀπορρήτως καὶ θεοπρεπῶς γενομένη καὶ τῶν φύσεων τὰς ἰδιότητας ἀκράτους διαφυλάξασα, καὶ ἀπαθὴς μὲν ὁ θεὸς λόγος καὶ ἄτρεπτος, παθητὸς δὲ ὁ ναὸς καὶ τῶι θανάτωι πρὸς
ὀλίγον παραδοθεὶς καὶ πάλιν τῆι δυνάμει τοῦ ἑνωθέντος θεοῦ ἐγερθεὶς καὶ τὸ πνεῦμα τὸ

1,1,7

164

ἅγιον οὐκ ἐξ υἱοῦ ἢ δι’ υἱοῦ τὴν ὕπαρξιν ἔχον, ἀλλ’ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, ἴδιον δὲ υἱοῦ ὡς ὁμοούσιον ὀνομαζόμενον. ταύτην τὴν ὀρθότητα ἐν τοῖς γράμμασιν θεασά‐ μενοι καὶ ἐναντίαν ἐκ διαμέτρου τοῖς ἤδη πρότερον γραφεῖσιν εὑρόντες, ὑμνήσαμεν τὸν τὰς ψελλιζούσας γλώσσας ἰατρεύοντα καὶ τὸν ἀπηχῆ φθόγγον εἰς ἠχὴν ἡδεῖαν μεταρρυ‐
5θμίζοντα. Κυρίλλου πρὸς Δυνατὸν ἐπίσκοπον Νικοπόλεως Παλαιᾶς Ἠπείρου Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Εὐσέβιον πρεσβύτερον Τὴν μὲν παρὰ τῆς σῆς εὐλαβείας ἐπιστολὴν ἀνέγνων, εὗρον δὲ λελυπημένην ὡσανεὶ τῆς εἰρήνης τῶν ἐκκλησιῶν συντεθείσης οὐ κατὰ λόγον ἐτεκμηράμην τε ὅτι ἐξ ἀγάπης
10κεκίνηται τὸ σὸν ἐπιεικές, οὐ μὴν ἔοικεν ἀκριβῶς εἰδέναι τὰ δόξαντα. περιφέρουσι μὲν γάρ, ὡς μανθάνω, τινὲς ἐπιστολὰς ὡς πρός με γραφείσας παρὰ τοῦ εὐλαβεστάτου καὶ θεοσεβεστάτου ἐπισκόπου Ἰωάννου, εἰκὸς δὲ αὐτὰς ἢ πεπλασμένας εἶναι ἢ καὶ προσθήκας ἔχειν τὰς τοῖς φρονοῦσι τὰ Νεστορίου καθ’ ἡδονήν. ἐγὼ γὰρ κατὰ τὸ δόξαν τῆι ἁγίαι συνόδωι ἐν τῆι Ἐφεσίων μητροπόλει οὐ πρότερον αὐτῶι τὴν κοινωνίαν ἀποδέδωκα, εἰ μὴ
15ἀνεθεμάτισεν ἐγγράφως τὰ Νεστορίου δόγματα καὶ ὡμολόγησεν ἔχειν αὐτὸν καθηιρημένον καὶ συνέθετο τῆι χειροτονίαι τοῦ εὐλαβεστάτου καὶ θεοσεβεστάτου ἐπισκόπου Μαξιμιανοῦ· κεκμηκότος δὲ μυρία τοῦ θεοσεβεστάτου ἐπισκόπου τῆς Ἐμεσηνῶν Παύλου περὶ τῶν κα‐ θηιρημένων, Ἑλλαδίου τε φημὶ καὶ Εὐθηρίου καὶ Δωροθέου καὶ Ἱμερίου, καὶ παρακαλοῦντος μετὰ τῆς εἰρήνης τῶν ἐκκλησιῶν καὶ τὴν κατ’ αὐτοὺς ὑπόθεσιν τύπον σχεῖν, ἔφην ἀπρο‐
20κρίτως ὅτι οὐδένα τῶν καθηιρημένων ἐγὼ ποιοῦμαι λόγον, ἀλλ’ ἐν τούτωι δεῖ μένειν αὐ‐ τοὺς τῶι σχήματι ἐν ὧι καὶ νῦν εἰσι. συγκεχώρηκα δὲ τὴν εἰς ἐμὲ γενομένην παρ’ αὐ‐ τῶν ὕβριν· οὐ γὰρ ἦν ἀκόλουθον ταύτης ἕνεκα καὶ μόνης τῆς αἰτίας εἰς διχόνοιαν τέμνεσθαι τὰς ἐκκλησίας, τοῦ ἀναγκαιοτέρου πρὸς πέρας ἀγομένου, φημὶ δὴ τοῦ ἀναθεματισθῆναι τὰ Νεστορίου δόγματα καὶ ὁμολογῆσαι τὴν καθαίρεσιν αὐτοῦ τοὺς οὐκ ἀνασχομένους πάλαι
25τοῦτο ποιῆσαι. ὡμολόγησαν δὲ ἐγγράφως ὅτι θεοτόκος ἐστὶν ἡ ἁγία παρθένος καὶ ὅτι αὐτὸς ὁ πρὸ παντὸς αἰῶνος γεννηθεὶς ἐκ τοῦ πατρὸς υἱὸς μονογενὴς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς ἐγεννήθη κατὰ σάρκα ἐκ γυναικὸς καὶ ὅτι ἓν τοῦ υἱοῦ τὸ πρόσωπον καὶ ὅτι τὰς ἀποστολικὰς καὶ εὐαγγελικὰς φωνὰς ἐφαρμόζουσιν οἱ θεολόγοι τὰς μὲν τῆι θεότητι αὐτοῦ, τὰς δὲ τῆι ἀνθρωπότητι πάλιν αὐτοῦ. Νεστόριος μὲν γὰρ διαιρῶν εἰς δύο τὸν
30ἕνα υἱὸν καὶ Χριστὸν καὶ κύριον ἄνθρωπον ἰδικῶς ἐτίθει καὶ κατὰ μόνας υἱὸν καὶ τὸν ἐκ θεοῦ λόγον ἰδικῶς καὶ κατὰ μόνας ἕτερον υἱὸν καὶ ἔφασκεν ὅτι αἳ μὲν τῶν φωνῶν τοῦ ἀνθρώπου εἰσίν, αἳ δὲ τοῦ θεοῦ λόγου· ἡ δὲ ὀρθὴ περὶ Χριστοῦ γνῶσις οὐχ οὕτως ἔχει. ἕνα γὰρ ἴσμεν υἱὸν καὶ Χριστὸν καὶ κύριον, τὸν αὐτὸν θεὸν καὶ ἄνθρωπον, καὶ αὐτοῦ φαμὲν εἶναι καὶ τὴν θεότητα, αὐτοῦ δὲ ὁμοίως καὶ τὴν ἀνθρωπότητα· λαλεῖ γὰρ ποτὲ μὲν
35ὡς θεὸς θεοπρεπῶς, ποτὲ δὲ ὁ αὐτὸς ὡς ἄνθρωπος ἀνθρωποπρεπῶς. ὁμολογησάντων

1,1,7

165

τοίνυν ταῦτα ἐκείνων πῶς οὐ περιττὸν ἦν ἔτι τὸ φιλονεικεῖν τοὺς μὴ θέλοντας κρατῆσαι σχίσμα καὶ εἰς αἵρεσιν ἀποκλῖναι τὰς κατὰ τὴν Ἀνατολὴν ἐκκλησίας; γένοιτο δὲ καὶ τοὺς ἄλλους ἅπαντας οὕτω διατεθῆναι· Ἑλλάδιος γὰρ ὁ ἐν τῆι Ταρσῶι καὶ ἕτεροί τινες εἰ καὶ μὴ φρονοῦσιν ὀρθῶς, οὐδὲν τοῦτο πρὸς τοὺς ὀρθὰ φρονεῖν ἡιρημένους. οἰχέσθωσαν
5γάρ, εἰ βούλονται, δύο καὶ τρεῖς, τῶν ἁπανταχοῦ ἐκκλησιῶν μίαν καὶ τὴν αὐτὴν ἐχουσῶν πίστιν. μὴ ἀγνοείτω δὲ μηδὲ τοῦτο ἡ σὴ θεοσέβεια. ἐλθὼν γὰρ εἰς τὴν Ἀλεξάνδρειαν ὁ μνημονευθεὶς ἐπίσκοπος Παῦλος τῆς Ἐμισηνῶν ἔφασκεν ὅτι κατεψεύσαντο τινὲς τῆς σῆς εὐλαβείας ὡς παθητὴν λεγούσης τὴν τῆς θεότητος φύσιν καὶ ὅτι ἐξ οὐρανοῦ κατήνεγκε τὴν ἑαυτοῦ σάρκα ὁ λόγος καὶ ὅτι μεταβολὴν ὑπέμεινεν εἰς τὴν τῆς σαρκὸς φύσιν. ἔδει
10τοίνυν τὰς τῶν ψευδηγόρων ἀπάτας φανερὰς γενέσθαι τοῖς ἐπιεικεστέροις, ἵνα μὴ ταῦτα θρυλούντων ἐκείνων σκανδαλίζωνται. διὰ τοῦτο γράφων πρὸς τὸν θεοσεβέστατον τῆς Ἀντιοχέων ἐπίσκοπον Ἰωάννην ἐγέλασα τὰς ἐκείνων διαβολάς· οὔτε γὰρ ἐκ μεταβολῆς πρὸς τὸ οὕτω φρονεῖν ἀφῖγμαι οὔτε δὲ ἐν τόμωι ἢ ἐπιστολῆι οὔτε ἐν βιβλίωι εὑρίσκομαί τι τοιοῦτο πώποτε εἰρηκώς. τὸ δὲ τῆς συνουσιώσεως ὄνομα οὐδὲ ὅ τί ποτέ ἐστιν, ἴσμεν
15ὅλως. εἰκὸς δὲ τοὺς τοιαῦτα γράφοντας ἐκεῖσε ἀπολογουμένους περὶ τῆς προπετείας τῆς ἐν τῆι Ἐφέσωι καθ’ ἡμῶν γενομένης εὑρεσιλογεῖν τοιαῦτά τινα, ἵνα μὴ δοκοῖεν κεκι‐ νῆσθαι μάτην· ἐλέγχει γὰρ αὐτοὺς τὸ συνειδός. ἀπολογείσθω τοίνυν ἡ σὴ εὐλάβεια τοῖς ἕτερα ἀνθ’ ἑτέρων ἐκεῖσε λαλοῦσι· πάντα γὰρ γέγονεν ἀσφαλῶς. ὁ δὲ ἀγαπητὸς Κάσιος ὁ διάκονος εἷς ἐστι τῶν ἀπελθόντων ἐν Ἀντιοχείαι καὶ εἰπεῖν δύναται ὅσας ἡμέρας ἐκεῖ
20πεποίηκεν οὐκ ἀποδιδοὺς αὐτῶι τὰ τῆς κοινωνίας γράμματα, εἰ μὴ πρότερον ἐχειρογράφησε περὶ πάντων τούτων. Τοῦ αὐτοῦ πρὸς Εὐλόγιον πρεσβύτερον Ἀλεξανδρείας στατίζοντα ἐν Κωνσταν‐ τινουπόλει Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Ἰωάννην τὸν Ἀντιοχείας ἐπίσκοπον καὶ τὴν συνα‐
25χθεῖσαν ἐκεῖ σύνοδον Πρόκλου ἐπισκόπου Κωνσταντινουπόλεως πρὸς Ἀρμενίους περὶ πίστεως. edidi in appendice t. IIII 2 Κυρίλλου ἴσον ἐπιστολῆς γραφείσης πρὸς τὸν εὐλαβέστατον ἐπίσκοπον Οὐαλε‐ ριανόν
30Τοῦ αὐτοῦ ὑπομνηστικὸν πρὸς τὸν μακαριώτατον ἐπίσκοπον Σούκενσον τῆς Διοκαισαρέων τῶν κατὰ τὴν Ἰσαύρων ἐπαρχίαν περὶ πίστεως Ἀντίγραφον πρὸς τὰς πεύσεις ἡμῶν παρὰ τοῦ αὐτοῦ Κυρίλλου πρὸς τὸν αὐτὸν Σούκενσον Τοῦ ἁγίου Κυρίλλου
35Ἴσον σάκρας γραφείσης πρὸς Ἀκάκιον τὸν Βερροιαίων καὶ Συμεῶνα τὸν Ἀντιο‐ χείας ἀναχωρητὴν καὶ ἄλλας ἐπαρχίας ἰδίαι ἑκάστωι Κυρίλλου ἐπιστολὴ πρώτη ἀπὸ Ῥόδου σταλεῖσα πρὸ τοῦ ἀπαντῆσαι εἰς τὴν σύ‐ νοδον
Τοῦ αὐτοῦ δευτέρα πρὸς τοὺς αὐτοὺς μεθ’ ὃ κατήντησεν

1,1,7

166

Τοῦ αὐτοῦ πρὸς τοὺς αὐτοὺς ἀπὸ Ἐφέσου Ἐπιστολὴ τῆς ἁγίας συνόδου πρὸς τὸν κλῆρον καὶ τὸν λαὸν Κωνσταντινουπόλεως Ὁμιλία Ῥηγίνου ἐπισκόπου Κύπρου ῥηθεῖσα ἐν Ἐφέσωι μετὰ τὴν καθαίρεσιν Νε‐ στορίου
5Ὁμιλία Θεοδότου ἐπισκόπου Ἀγκύρας εἰς τὴν γέννησιν τοῦ σωτῆρος ἀναγνωσθεῖσα ἐν τῆι συνόδωι ἐπὶ τοῦ ἐπισκόπου Κυρίλλου Ἑτέρα τοῦ αὐτοῦ λεχθεῖσα ἐν τῆι ἡμέραι τῆς γεννήσεως τοῦ σωτῆρος ἡμῶν Ἰη‐ σοῦ Χριστοῦ, ὑπανεγνώσθη δὲ καὶ αὐτὴ ἐν τῆι αὐτῆι συνόδωι Ἀκακίου ἐπισκόπου Μελιτηνῆς ὁμιλία λεχθεῖσα ἐν Ἐφέσωι
10Ἐπιστολὴ τῶν ἐν Χαλκηδόνι ὄντων ἐκ τῶν ἀποσχισάντων πρὸς τοὺς ἐν Ἐφέσωι Synodi epistula ad Eulalium Entrechium Acacium Chrysaphium Hieremiam Theodulum Esaiam Βασιλικὸν θέσπισμα τὸ δημεῦον καὶ ἐξορίζον Νεστόριον Ἀντίγραφον ἑρμηνείας βασιλικοῦ θεσπίσματος γραφέντος πρὸς Ἰσίδωρον ἔπαρχον
15πραιτωρίων καὶ ὕπατον περὶ τῆς ἐξορίας Νεστορίου Ἀντίγραφον θείου νόμου Ἐπιστολὴ συνοδικὴ γραφεῖσα ἀπὸ Κωνσταντινουπόλεως Alypii presbyteri epistula ad Cyrillum Ἴσον ἐπιστολῆς τοῦ ἁγίου Κυρίλλου πρὸς Ἀκάκιον ἐπίσκοπον περὶ τοῦ ἀπο‐
20πομπαίου Βασιλικὸς νόμος περὶ τῶν προσφευγόντων ἐν ἐκκλησίαι Ἴσον θείου θεσπίσματος τοῦ εὐσεβεστάτου βασιλέως Θεοδοσίου κατά τε Πορφυ‐ ρίου καὶ Νεστοριανῶν καὶ κατὰ Εἰρηναίου τοῦ Τυρίων ἐπισκόπου Διάταγμα προτεθὲν παρὰ τῶν ἐπάρχων μετὰ τοῦ θείου πραγματικοῦ κατὰ Πορφυ‐
25ρίου καὶ Εἰρηναίου Τοῦ ἁγίου Κυρίλλου προσφωνητικὸς ταῖς εὐσεβεστάταις δεσποίναις Δέησις Βασιλείου διακόνου καὶ λοιπῶν μοναχῶν Κυρίλλου ἐπισκόπου Ἀλεξανδρείας ἐπιστολὴ πρὸς Κελεστῖνον ἐπίσκοπον Ῥώμης Τοῦ αὐτοῦ καὶ τῆς αὐτῆς συνόδου πρὸς τοὺς ἐν Κωνσταντινουπόλει μοναχούς
30Ἀναφορὰ Νεστορίου καὶ τῶν σὺν αὐτῶι ἐπισκόπων πρὸς τὸν βασιλέα περὶ τῶν πεπραγμένων παρὰ τῆι ἁγίαι συνόδωι γραφεῖσα πρὸ τοῦ παραγενέσθαι ἐν Ἐφέσωι τὸν Ἀντιοχείας ἐπίσκοπον Ὑπομνήματα πραχθέντα παρὰ τοῖς Ἀνατολικοῖς ἐπισκόποις, ἐν οἷς καθαιροῦσι Κύριλλον καὶ Μέμνονα τοὺς ἁγιωτάτους καὶ ἀκοινωνήτους ποιοῦσι πάντας τοὺς τῆς
35ἁγίας συνόδου Γράμμα τῶν αὐτῶν τὸ τῆς ἀκοινωνησίας σταλὲν τῆι ἁγίαι συνόδωι Ἀναφορὰ τῶν αὐτῶν πρὸς τὸν βασιλέα, δι’ ἧς ἐμήνυσαν τὰ παρ’ αὐτοῖς πρα‐ χθέντα καὶ τὴν αἰτίαν τοῦ βράδους τῆς ἀφίξεως τοῦ Ἀντιοχείας ἐπισκόπου Ἀναφορὰ πρὸς τὸν βασιλέα Ἰωάννου ἐπισκόπου Ἀντιοχείας καὶ τῶν σὺν αὐτῶι,
40ἣν ἀντέγραψαν διὰ Παλλαδίου μαγιστριανοῦ Ἐπιστολὴ τῶν αὐτῶν πρὸς τὸν Κωνσταντινουπόλεως κλῆρον Ἐπιστολὴ τῶν αὐτῶν πρὸς τὴν ἐν Κωνσταντινουπόλει σύγκλητον
Ἐπιστολὴ τῶν αὐτῶν πρὸς τὸν ἐν Κωνσταντινουπόλει λαόν

1,1,7

167

Ἀναφορὰ τῆς Ἀνατολικῆς συνόδου πρὸς τὸν καλλίνικον βασιλέα δηλοῦσα καὶ αὖθις τὴν γεγενημένην καθαίρεσιν Κυρίλλου καὶ Μέμνονος Ἀναφορὰ τῶν αὐτῶν πρὸς τὸν εὐσεβέστατον βασιλέα ἥνπερ ἔδωκαν μετὰ τῆς ἀναφορᾶς τῆς προγεγραμμένης τῶι μεγαλοπρεπεστάτωι κόμητι Εἰρηναίωι
5Ἀναφορὰ τῶν αὐτῶν πρὸς τὰς βασιλίδας Ἐπιστολὴ τῶν αὐτῶν πρὸς τὸν ἔπαρχον καὶ τὸν μάγιστρον ὁμοίως Ἐπιστολὴ τῶν αὐτῶν πρὸς τὸν πραιπόσιτον καὶ Σχολαστίκιον ὁμοίως Ἀναφορὰ τῶν Ἀνατολικῶν πρὸς τὸν βασιλέα ἧς προέταξαν τὸ σύμβολον τῶν ἐν Νικαίαι ἁγίων πατέρων ἀναγαγόντες τὰ ὑπὸ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου
10τυπωθέντα ἐπὶ τοῖς προδοθεῖσιν αὐτῆι λιβέλλοις παρὰ Κυρίλλου καὶ Μέμνονος τῶν ἁγιωτάτων, ἥτις ἐστάλη Εἰρηναίωι κόμητι καὶ δι’ αὐτοῦ ἀπεδόθη Ἐπιστολὴ γραφεῖσα παρὰ τοῦ κόμητος Εἰρηναίου πρὸς τοὺς Ἀνατολικοὺς περὶ τῶν ἐπὶ τῆι ὑποθέσει πραχθέντων μετὰ τὴν εἴσοδον αὐτοῦ τὴν ἐν Κωνσταντινουπόλει
καὶ τὴν ἀπόδοσιν τῆς ἀναφορᾶς

1,1,7

171

(2)

1. Κυρίλλου ἐπιστολὴ γραφεῖσα πρός τινα ζηλωτὴν περὶ τοῦ αὐτοῦ Νεστορίου = V 20 2. Τοῦ αὐτοῦ πρὸς Εὐλόγιον πρεσβύτερον Ἀλεξανδρείας στατίζοντα ἐν Κωνσταντι‐ νουπόλει = V 132
5 3. Τοῦ αὐτοῦ ἐπιστολὴ δευτέρα πρὸς Νεστόριον = V 4 4. Ὑπομνηστικὸν τοῦ ἁγιωτάτου ἐπισκόπου Κυρίλλου γενόμενον πρὸς Ποσειδώνιον ἀποσταλέντα παρ’ αὐτοῦ ἐν τῆι Ῥώμηι τῶν κατὰ Νεστόριον ἕνεκεν Ἡ Νεστορίου πίστις, μᾶλλον δὲ κακοδοξία ταύτην ἔχει τὴν δύναμιν. φησὶν ὅτι ὁ θεὸς λόγος προεγνωκὼς ὅτι ὁ ἐκ τῆς ἁγίας παρθένου γεννώμενος ἅγιος ἔσται καὶ μέγας,
10εἰς τοῦτο ἐξελέξατο αὐτὸν καὶ παρεσκεύασε μὲν γεννηθῆναι δίχα ἀνδρὸς ἐκ τῆς παρθένου, ἐχαρίσατο δὲ αὐτῶι τὸ καλεῖσθαι τοῖς αὐτοῦ ὀνόμασιν, ὥστε καὶ υἱὸν λέγεσθαι καὶ κύριον καὶ Χριστόν, καὶ παρεσκεύασεν αὐτὸν ὑπὲρ ἡμῶν ἀποθανεῖν καὶ πάλιν ἤγειρεν αὐτόν, ὥστε κἂν ἐνανθρωπῆσαι λέγηται ὁ μονογενὴς τοῦ θεοῦ λόγος, ὅτι συνῆν ἀεὶ ὡς ἀνθρώπωι ἁγίωι τῶι ἐκ τῆς παρθένου, διὰ τοῦτο λέγεται ἐνανθρωπῆσαι. ὥσπερ δὲ συνῆν τοῖς προφή‐
15ταις, οὕτω φησὶ καὶ τούτωι κατὰ μείζονα συνάφειαν. διὰ τοῦτο φεύγει πανταχοῦ τὸ λέγειν τὴν ἕνωσιν, ἀλλ’ ὀνομάζει συνάφειαν, ὅπερ ἐστὶν ὡς ἔξωθεν καὶ ὡς ἂν λέγηι πρὸς Ἰησοῦν ὅτι καθὼς ἤμην μετὰ Μωυσ, οὕτως ἔσομαι καὶ μετὰ σο. κρύπτων δὲ τὴν ἀσέβειαν λέγει ὅτι ἐκ μήτρας συνῆν αὐτῶι. διὰ τοῦτο οὐδὲ θεὸν ἀληθινὸν αὐτὸν εἶναι λέγει, ἀλλ’ ὡς ἐν εὐδοκίαι τοῦ θεοῦ κεκλημένον οὕτως, κἂν κύριος ὀνομασθῆι, οὕτως
20πάλιν αὐτὸν βούλεται κύριον ὡς τοῦ θεοῦ λόγου χαρισαμένου αὐτῶι τὸ καλεῖσθαι καὶ οὕτω. καί φησιν ὅτι ὅταν λέγωμεν ἀποθανεῖν ὑπὲρ ἡμῶν τὸν υἱὸν τοῦ θεοῦ καὶ ἀναστῆναι, ὁ ἄνθρωπος ἀπέθανε καὶ ὁ ἄνθρωπος ἀνέστη καὶ οὐδὲν τοῦτο πρὸς τὸν τοῦ θεοῦ λόγον. καὶ ἡμεῖς μὲν ὁμολογοῦμεν ὅτι καὶ ἀθάνατός ἐστιν ὁ τοῦ θεοῦ λόγος καὶ ζωή ἐστιν, ἀλλὰ πιστεύομεν ὅτι γέγονε σάρξ, τουτέστιν ἑνώσας ἑαυτῶι τὴν σάρκα μετὰ ψυχῆς λογικῆς
25ἔπαθε σαρκὶ κατὰ τὰς γραφὰς καὶ ἐπειδὴ τὸ σῶμα αὐτοῦ πέπονθεν, αὐτὸς λέγεται παθεῖν, καίτοι τὴν φύσιν ἀπαθὴς ὤν, καὶ ἐπειδὴ τὸ σῶμα αὐτοῦ ἀνέστη (οὐ γὰρ εἶδε διαφθορὰν ἡ σὰρξ αὐτοῦ), λέγομεν ὅτι αὐτὸς ἀνέστη ὑπὲρ ἡμῶν· ἐκείνωι δὲ οὐ ταῦτα δοκεῖ, ἀλλά φησιν ὅτι ἀνθρώπου γέγονε τὸ πάθος καὶ ἀνθρώπου ἡ ἀνάστασις καὶ ἐν τοῖς μυστηρίοις σῶμά ἐστιν ἀνθρώπου τὸ προκείμενον, ἡμεῖς δὲ πιστεύομεν ὅτι τοῦ λόγου ἐστὶ σὰρξ ζωο‐
30ποιεῖν ἰσχύουσα διὰ τοῦτο, ὅτι τοῦ τὰ πάντα ζωογονοῦντος λόγου γέγονε σὰρξ καὶ αἷμα. Ταῦτα οὐκ ἀνέχεται λέγειν ἐκεῖνος. Κελέστιον παρεσκεύασεν ἐπιδοῦναι λιβέλλους κατὰ Φιλίππου τοῦ πρεσβυτέρου ἐλέγχοντος αὐτὸν καὶ μηκέτι θελήσαντος συναχθῆναι μετ’
αὐτοῦ διὰ τὴν αἵρεσιν. ἐν δὲ τοῖς λιβέλλοις αἰτίασις ἦν ὅτι Μανιχαῖός ἐστιν. εἶτα

1,1,7

172

κέκληκε τὸν ἄνθρωπον εἰς συνέδριον κἀκεῖνος ἦλθε, πρᾶγμα ποιῶν κανονικόν, ἑτοίμως ἔχων ἀπολογήσασθαι. ἐπειδὴ δὲ οὐδὲν εἶχε δεῖξαι, ὁ Κελέστιος ἀφανῆ ἑαυτὸν κατέστησε καὶ οὐκ εἰσῆλθεν εἰς τὸ συνέδριον. Οὐχ εὑρὼν ταύτην τὴν ἀφορμήν, ἐφ’ ἑτέραν ἐχώρησεν. ἔφη γὰρ ὅτι τίνος ἕνεκεν
5παρασύναξιν ἐποίησας καὶ ἐν τῆι οἰκίαι προσφορὰν ἐτέλεσας; παντὸς σχεδὸν τοῦ κλήρου λέγοντος ὅτι καὶ ἡμῶν ἕκαστος ἐν καιρῶι καὶ χρείαις τοῦτο ποιεῖ, ἐξήνεγκεν ἀπόφασιν καθαιρέσεως κατὰ τοῦ ἀνθρώπου. Ἰδοὺ ἔχεις τόμους ἔχοντας κεφάλαια τῶν βλασφημιῶν Νεστορίου. 5. Cyrilli epistula synodica ad Nestorium = V 6
106 Τοῦ αὐτοῦ ἐπιστολὴ Ἰωάννηι ἐπισκόπωι Ἀντιοχείας = V 13 7. Τοῦ αὐτοῦ ἀπολογητικός = V 118 8. Τοῦ αὐτοῦ πρὸς τὸν μακάριον Ἰωάννην Ἀντιοχείας ἐπιστολὴ σταλεῖσα διὰ τοῦ εὐλαβεστάτου ἐπισκόπου Παύλου = V 127 9. Τοῦ αὐτοῦ πρὸς Ἀκάκιον ἐπίσκοπον Μελετινῆς = V 128
1510. Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Εὐσέβιον πρεσβύτερον = A 130 11. Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Οὐαλεριανὸν ἐπίσκοπον τοῦ Ἰκονίου = V 119 12. Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς τὸν μακαριώτατον Σούκενσον ἐπίσκοπον τῆς Διοκαι‐ σαρέων τῆς κατὰ τὴν Ἰσαύρων ἐπαρχίαν = V 171 13. Ἕτερον ὑπομνηστικὸν ἀντιγραφὲν πρὸς τὰς πεύσεις ἡμῶν παρ’ αὐτοῦ = V 172
2014. Τοῦ αὐτοῦ Μαξίμωι διακόνωι Ἀντιοχείας = R 43 15. Τοῦ αὐτοῦ ὑπομνηστικόν = R 44 16. Τοῦ αὐτοῦ πρὸς τὸν εὐσεβέστατον βασιλέα Θεοδόσιον περὶ τῆς ὀρθῆς πίστεως τῆς εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν = V 7 17. Τοῦ αὐτοῦ Πρόκλωι ἐπισκόπωι περὶ Θεοδώρου = R 39
25 18. Τοῦ αὐτοῦ Ἀκακίωι ἐπισκόπωι Μελιτηνῆς = R 36 COLLECTIO E Collectioni praecedunt et secuntur scriptiones Maximi confessoris 1. δ Ὑπομνηστικὸν τοῦ θεοφιλεστάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου Κυρίλλου πρὸς τὸν μακαριώτατον Σούκενσον ἐπίσκοπον Διοκαισαρέων κατὰ τὴν Ἰσαύρων
30ἐπαρχίαν = V 171 2. ε Ἕτερον ὑπομνηστικὸν ἀντιγραφὲν πρὸς τὰς πεύσεις ἡμῶν παρὰ τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Σούκενσον = V 172 3. ϛ Τοῦ ἁγίου Κυρίλλου ἐπισκόπου Ἀλεξανδρείας πρὸς Νεστόριον ἐπιστολή = V 4 4. ζ Iohannis Antiocheni epistula ad Cyrillum = V 123
355. η Ὁμιλία Παύλου ἐπισκόπου Ἐμεσῶν λεχθεῖσα Χοιὰκ κθ ἐν τῆι μεγάληι ἐκκλησίαι εἰς τὴν γένναν τοῦ Χριστοῦ καὶ ὅτι θεοτόκος ἡ ἁγία παρθένος Μαρία καὶ ὅτι οὐ δύο υἱοὺς λέγομεν, ἀλλ’ ἕνα υἱόν, Ἰησοῦν τὸν Χριστόν, καὶ εἰς τὸν ἀρχιεπίσκοπον Ἀλεξανδρείας ἐγκώμια = V 124 6. θ Τοῦ εὐλαβεστάτου ἐπισκόπου Παύλου Ἐμεσῶν ὁμιλία λεχθεῖσα ἐν τῆι μεγάληι
40ἐκκλησίαι Τυβὶ ϛ εἰς τὴν ἐνανθρώπησιν τοῦ Χριστοῦ καὶ εἰς τὸν ἀρχιεπίσκο‐
πον Κύριλλον ἐγκώμια = V 125

1,1,7

173

7. ι Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας εἰς τὸν προεξηγησάμενον καὶ εἰς τὴν ἐναν‐ θρώπησιν = V 126 8. ια Latina uersio extat in Collectione CT 73. primus edidit A. Mai in Scriptt. uett. t. VIII 149 = Noua bibl. patr. II 113
1Τοῦ ἁγιωτάτου Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας ὁμιλία λεχθεῖσα ἐν τοῖς τοῦ ἁγίου βαπτιστοῦ Ἰωάννου Φαρμουθὶ κη ἰνδ α περὶ τῆς γενομένης ὁμονοίας τῶν ἐκκλησιῶν καὶ κατὰ τοῦ δυσφήμου Νεστορίου Τοὺς εὐσεβείαι συντεθραμμένους καὶ τῶν θείων δογμάτων ἀκριβῆ καὶ τετορνευμένην
5ἔχοντας γνῶσιν γῆν θελητὴν ὁ προφήτης ὀνομάζει λέγων· καὶ ἔσεσθε ὑμεῖς γῆ θε‐ λητ, λέγει κύριος παντοκράτωρ, καὶ μακαριοῦσιν ὑμᾶς πάντα τὰ ἔθνη. γῆν θελητὴν εἶναί φησιν τὴν γονιμωτάτην καὶ εὔκαρπον καὶ καρπῶν ἡμέρων μητέρα καὶ τροφόν· τοιαύτη δὲ πᾶσά ἐστι θεοφιλὴς καὶ ὁσία ψυχή, γεωργὸν ὥσπερ τινὰ καὶ σπορέα παντὸς ἀγαθοῦ τὸν τῶν ὅλων σωτῆρα λαβοῦσα Χριστόν, ὃς καὶ τῶν ἱερῶν ἡμῖν δογμάτων
10ἐναστράπτει τὴν γνῶσιν. ἀλλ’ ὁ πάντων ἐχθρός, τουτέστιν ὁ σατανᾶς ἐγείρει κατὰ και‐ ροὺς τοὺς ἐπισπείροντας τῶι σίτωι τὰ πονηρὰ ζιζάνια· πλὴν κἂν ἀνθήσωσιν, ἀποκείρονται, ἔσται δὲ οὕτω καθαρὸν τὸ χωρίον. ἐκβέβληται τοίνυν ἀπὸ πάσης ἐκκλησίας ὁ ἀσεβὴς Νεστόριος, τὸ πικρὸν ἀληθῶς τοῦ διαβόλου ζιζάνιον, καὶ ὁμογνωμονοῦσι λοιπὸν οἱ κατὰ πᾶσαν ὄντες τὴν οἰκουμένην θεοσεβέστατοι ἐπίσκοποι τὴν ὀρθὴν καὶ μίαν ὁμολογήσαντες
15πίστιν. συνήφθησαν τοίνυν ταῖς παρ’ ἡμῖν ἐκκλησίαις, μᾶλλον δὲ κατὰ πᾶσαν τὴν οἰ‐ κουμένην καὶ αἱ οὖσαι κατὰ τὴν Ἀνατολήν· ὡμολόγησαν γὰρ οἱ θεοσεβέστατοι τῶν ἐκεῖσε ἐπίσκοποι τὴν ὀρθὴν καὶ ἀβέβηλον πίστιν. οἷα δὲ γέγραφε πρός με ὁ θεοσεβέστατος καὶ εὐλαβέστατος ἐπίσκοπος τῆς Ἀντιοχείας Ἰωάννης, οἷα δὲ κἀγὼ πρὸς αὐτὸν ἀντέγραψα, ἀκούσεσθε σὺν θεῶι.
20 9. ιβ Cyrilli epistula ad Iohannem Antiochenum = V 127 10. ιγ Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας πρὸς Εὐλόγιον πρεσβύτερον Ἀλεξανδρείας στασιάζοντα ἐν Κωνσταντινουπόλει = V 132 COLLECTIO HX 1. Ἐπιστολὴ Ἰωάννου ἀρχιεπισκόπου Ἀντιοχείας πρὸς Κύριλλον ἀρχιεπίσκοπον Ἀλε‐
25ξανδρείας περὶ ἑνώσεως = V 123 2. Τούτοις ἑξῆς ὑπετέθη καὶ ἡ διδασκαλία τοῦ ὁσιωτάτου ἐπισκόπου Παύλου τοῦ τῆς Ἐμέσης μεσιτεύοντος καὶ τὴν εἰρήνην βραβεύοντος, ὃς ἐν Ἀλεξανδρείαι γενόμενος οὐ φιλοτιμίας, ἀλλ’ ἀποδείξεως χάριν τοῦ συμφωνῆσαι καὶ τοὺς Ἀνατολικοὺς τῆι οἰκουμενικῆι συνόδωι **
30Ὁμιλία Παύλου ἐπισκόπου Ἐμέσης ἐν Ἀλεξανδρείαι περὶ εἰρήνης Εὐλογητὸς ὁ θεὸς ὅτι νῦν πρῶτον ὑμῖν φθεγγόμενος τῆι τῆς εἰρήνης προσρήσει τὴν
ὑμετέραν κατηξιώθην κατασπάσασθαι εὐλάβειαν, εἰρήνην ἐν τῶι μέρει δεδωκὼς καὶ εἰρήνην

1,1,7

174

ἀντιλαβών, εἰρήνην τὴν πάντων τῶν ἀγαθῶν αἰτίαν, τὴν ἐράσμιον καὶ τῶι θεῶι φίλην, ἣν ὁ δεσπότης Χριστὸς διὰ τοῦ ἁγίου πνεύματος τῆι οἰκουμένηι ἐχαρίσατο· αὐτῶι ἡ δόξα ἅμα τῶι πατρὶ σὺν τῶι ἁγίωι πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. 3. Τοῦ αὐτοῦ ὁμιλία δευτέρα Χοιὰκ κθ ἐν τῆι μεγάληι ἐκκλησίαι εἰς τὴν γένναν τοῦ
5Χριστοῦ καὶ ὅτι θεοτόκος ἡ ἁγία παρθένος Μαρία καὶ ὅτι οὐ δύο υἱοὺς λέγομεν, ἀλλὰ ἕνα υἱὸν Ἰησοῦν Χριστὸν καὶ εἰς τὸν ἐπίσκοπον Ἀλεξανδρείας ἐγκώμια = V 124 4. Τοῦ αὐτοῦ ὁμιλία γ λεχθεῖσα ἐν τῆι μεγάληι ἐκκλησίαι Τυβὶ ϛ εἰς τὴν ἐνανθρώ‐ πησιν τοῦ Χριστοῦ καὶ εἰς τὸν ἀρχιεπίσκοπον Κύριλλον ἐγκώμια = V 125
105. Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας εἰς τὸν προεξηγησάμενον καὶ εἰς τὴν ἐναν‐ θρώπησιν = V 126 6. Τοῦ αὐτοῦ ἐπιστολὴ γραφεῖσα πρὸς Ἰωάννην ἀρχιεπίσκοπον Ἀντιοχείας περὶ τῆς
εἰρήνης = V 127