TLG 4396 001 :: TIMAGETUS :: Fragmenta

TIMAGETUS Hist.
(3 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 519–520.

frr. 1a,b, 2–6 (περὶ λιμένων)

Citation: Fragment — (line)

t1a-6

ΠΕΡΙ ΛΙΜΕΝΩΝ.

1a

Schol. Apoll. Rhod. IV, 259: Τιμάγητος δὲ ἐν αʹ Περὶ λιμένων τὸν Ἴστρον φησὶ καταφέρεσθαι ἐκ τῶν Κελτικῶν ὀρῶν, εἶτα ἐκδιδόναι εἰς Κελτικὴν λίμνην· μετὰ δὲ ταῦτα εἰς δύο σχίζεσθαι τὸ ὕδωρ, καὶ τὸ μὲν
5εἰς τὸν Εὔξεινον πόντον εἰσβάλλειν, τὸ δὲ εἰς τὴν Κελ‐ τικὴν θάλασσαν· διὰ δὲ τούτου τοῦ στόματος πλεῦσαι τοὺς Ἀργοναύτας, καὶ ἐλθεῖν εἰς Τυρρηνίαν. Κατακο‐ λουθεῖ δὲ αὐτῷ καὶ Ἀπολλώνιος.

1b

idem IV, 284: Ἴστρον μιν καλέοντες: Τὸν Ἴστρον φησὶν ἐκ τῶν Ὑπερβορέων καταφέρεσθαι καὶ τῶν Ῥιπαίων ὀρῶν· οὕτω δὲ εἶπεν ἀκολουθῶν Αἰ‐ σχύλῳ ἐν Λυομένῳ Προμηθεῖ λέγοντι τοῦτο· γενόμε‐
5νον δὲ μεταξὺ Σκυθῶν καὶ Θρᾳκῶν σχίζεσθαι· καὶ τὸ μὲν (εἰς τὴν καθ’ ἡμᾶς θάλασσαν ἐκβάλλειν ῥεῖθρον· τὸ δὲ) εἰς τὴν Ποντικὴν θάλασσαν ἐκπίπτειν· τὸ δὲ, εἰς τὸν Ἀδριατικὸν κόλπον .... Οὐδεὶς δὲ ἱστορεῖ, διὰ τούτου τοὺς Ἀργοναύτας εἰσπεπλευκέναι εἰς τὴν ἡμετέραν θά‐
10λασσαν, ἔξω Τιμαγήτου, ᾧ ἠκολούθησεν Ἀπολλώνιος.

2

Idem IV, 306: Καλὸν δὲ διὰ στόμα: Τρία στόματα ἔχει ὁ Ἴστρος· ὧν ἓν λέγεται Καλὸν στόμα, ὥς φησι Τιμάγητος ἐν τῷ Περὶ λιμένων· εἰς ὅ φησι
πλεῦσαι τὸν Ἄψυρτον.519

3

Schol. Apoll. IV, 324: [Ἀγγούρου ὄρεος] Πλη‐ σίον Ἴστρου ποταμοῦ. Μνημονεύει δὲ αὐτοῦ Τιμάγητος ἐν Λιμέσιν.

4

Idem II, 1031: Τὴν Ἀρητιάδα νῆσόν φασιν ὑπὸ Ὀτρήρας τῆς Ἄρεος κατοικισθῆναι. Περὶ δὲ τῶν ἐν αὐτῇ ὀρνέων μέμνηται Τιμάγητος. Εἰσὶ δὲ σιδηρόπτε‐ ροι, αἳ λέγονται Στυμφαλίδες.

5

Idem I, 224: Εἰ δὲ ἐπὶ κίνδυνον αὐτοὺς (τοὺς Ἀρ‐ γοναύτας) ἔπεμπεν ὁ Πελίας, διὰ τί ὁ υἱὸς αὐτοῦ ἐξήρ‐ χετο; καὶ οὗτος μέν φησιν, ἄκοντος τοῦ πατρός. Δη‐ μάγητος δὲ, ὅτι ἐκέλευσεν ὁ Πελίας τὴν Ἀργὼ ἀραιοῖς
5γόμφοις παγῆναι, ἵνα ταχέως ἀπολέσῃ αὐτούς· ὁ δὲ Ἄργος τοὐναντίον πεποίηκεν. Τὸ δὴ πιστὸν ἔχων παρὰ τοῦ τέκτονος ὁ Ἄκαστος ἐπέβη.

6

Stephanus Byz.: Ἀκτή· οὕτως ἡ Ἀττικὴ ἐκαλεῖτο ἀπὸ Ἀκταίου τινός ... Ἔστι καὶ Ἀκτὴ Μαγνησίας, ἀφ’ ἧς Ἄκτιος καὶ Ἐπάκτιος Ἀπόλλων τιμᾶται. Ἔστι καὶ
ἑτέρα Ἀκαρνανίας, ἧς μέμνηται Δημάγητος.520