TLG 4393 001 :: NONNOSUS :: Fragmenta NONNOSUS Hist., Nonossus Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 178–180.
Citation: Fragment — (line) | ||
1 | Malalas Chron.: Ὁ δὲ βασιλεὺς Ῥωμαίων ἀκούσας παρὰ τοῦ πατρικίου Ῥουφίνου τὴν παρὰ Κωάδου, βα‐ σιλέως Περσῶν, παράβασιν, ποιήσας θείας κελεύσεις | |
5 | κατέπεμψε πρὸς τὸν βασιλέα τῶν Αὐξουμιτῶν· ὅστις βασιλεὺς Ἰνδῶν συμβολὴν ποιήσας μετὰ τοῦ βασιλέως τῶν Ἀμεριτῶν (***) Ἰνδῶν, κατὰ κράτος νικήσας παρέ‐ λαβε τὰ βασίλεια αὐτοῦ καὶ τὴν χώραν αὐτοῦ πᾶσαν, καὶ ἐποίησεν ἀντ’ αὐτοῦ βασιλέα τῶν Ἀμεριτῶν Ἰνδῶν | |
---|---|---|
10 | ἐκ τοῦ ἰδίου γένους Ἀγγάνην διὰ τὸ εἶναι καὶ τὸ τῶν Ἀμεριτῶν Ἰνδῶν βασίλειον ὑπ’ αὐτόν. Καὶ ἀποπλεύ‐ σας ὁ πρεσβευτὴς Ῥωμαίων ἐπὶ Ἀλεξανδρείαν διὰ τοῦ Νείλου ποταμοῦ καὶ τῆς Ἰνδικῆς θαλάσσης κατέφθασε τὰ Ἰνδικὰ μέρη. Καὶ εἰσελθὼν παρὰ τῷ βασιλεῖ | |
15 | τῶν Ἰνδῶν, μετὰ χαρᾶς πολλῆς ἐξενίσθη ὁ βασιλεὺς Ἰνδῶν, ὅτι διὰ πολλῶν χρόνων ἠξιώθη μετὰ τοῦ βασι‐ λέως Ῥωμαίων κτήσασθαι φιλίαν. Ὡς δὲ ἐξηγήσα‐ το (*) ὁ αὐτὸς πρεσβευτὴς, ὅτε ἐδέξατο αὐτὸν ὁ τῶν Ἰνδῶν βασιλεὺς, ὑφηγήσατο τὸ σχῆμα τῆς βασιλι‐ | |
20 | κῆς τῶν Ἰνδῶν καταστάσεως, ὅτι γυμνὸς ὑπῆρχε, καὶ κατὰ τοῦ ζώσματος εἰς τὰς ψύας αὐτοῦ λινόχρυσα ἱμάτια, κατὰ δὲ τῆς γαστρὸς καὶ τῶν ὤμων φορῶν σχιαστὰς διὰ μαργαριτῶν καὶ κλαβία ἀνὰ πέντε, καὶ | |
25 | χρυσᾶ ψέλια εἰς τὰς χεῖρας αὐτοῦ, ἐν δὲ τῇ κεφαλῇ αὐτοῦ λινόχρυσον φακιόλιον ἐσφενδονισμένον, ἔχον ἐξ ἀμφοτέρων τῶν μερῶν σειρὰς τέσσαρας, καὶ μανιάκιν χρυσοῦν ἐν τῷ τραχήλῳ αὐτοῦ· καὶ ἵστατο ὑπεράνω τεσσάρων ἐλεφάντων ἐχόντων ζυγὸν καὶ τροχοὺς δʹ, καὶ | |
30 | ἐπάνω ὡς ὄχημα ὑψηλὸν ἠμφιεσμένον χρυσέοις πετά‐ λοις, ὥσπερ ἐστὶ τὰ τῶν ἀρχόντων τῶν ἐπαρχιῶν ὀχή‐ ματα ἀργύρῳ ἠμφιεσμένα. Καὶ ἵστατο ἐπάνω ὁ βασιλεὺς τῶν Ἰνδῶν βαστάζων σκουτάριον μικρὸν κεχρυσωμένον καὶ δύο λαγκίδια καὶ αὐτὰ κεχρυσωμένα κατέχων ἐν | |
35 | ταῖς χερσὶν αὐτοῦ. Καὶ οὕτως ἵστατο πᾶσα ἡ σύγκλη‐ τος αὐτοῦ μεθ’ ὅπλων, (καὶ αὐλοὶ) ᾄδοντες μέλη μου‐ σικά. Καὶ εἰσενεχθεὶς ὁ πρεσβευτὴς Ῥωμαίων κλίνας τὸ γόνυ προσεκύνησε· καὶ ἐκέλευσεν ὁ βασιλεὺς Ἰνδῶν | |
40 | ἀναστῆναί με καὶ ἀναχθῆναι πρὸς αὐτόν. Καὶ δεξάμενος τὴν τοῦ βασιλέως Ῥωμαίων σάκραν κατεφίλησε τὴν σφραγῖδα. Δεξάμενος δὲ καὶ τὰ δῶρα τὰ πεμφθέντα ὑπὸ τοῦ βασιλέως ἐξεπλάγη. Λύ‐ | |
45 | σας δὲ καὶ ἀναγνοὺς δι’ ἑρμηνέως τὰ γράμματα, εὗρε περιέχοντα ὥστε ὁπλίσασθαι αὐτὸν κατὰ Κωάδου, βα‐ σιλέως Περσῶν, καὶ τὴν πλησιάζουσαν αὐτῷ χώραν ἀπολέσαι καὶ τοῦ λοιποῦ μηκέτι συνάλλαγμα ποιῆσαι μετ’ αὐτοῦ, ἀλλὰ δι’ ἧς ὑπέταξε χώρας τῶν Ἀμεριτῶν | 178 |
1(50) | Ἰνδῶν διὰ τοῦ Νείλου ἐπὶ τὴν Αἴγυπτον ἐν Ἀλεξαν‐ δρείᾳ τὴν πραγματείαν ποιεῖσθαι. Καὶ εὐθέως ὁ βασι‐ λεὺς Ἰνδῶν Ἐλεσβόας ἐπ’ ὄψεσι τοῦ πρεσβευτοῦ Ῥωμαίων ἐκίνησε πόλεμον κατὰ Περσῶν, προπέμψας δὲ τοὺς ὑπ’ | |
55 | αὐτὸν Ἰνδοὺς Σαρακηνοὺς, ἐπῆλθε τῇ Περσικῇ χώρᾳ ὑπὲρ Ῥωμαίων, δηλώσας τῷ βασιλεῖ Περσῶν τοῦ δέ‐ ξασθαι τὸν βασιλέα Ἰνδῶν πολεμοῦντα αὐτῷ καὶ ἐκ‐ πορθῆσαι πᾶσαν τὴν ὑπ’ αὐτοῦ βασιλευομένην γῆν. Καὶ πάντων οὕτως προβάντων, ὁ βασιλεὺς Ἰνδῶν κρατήσας | |
60 | τὴν κεφαλὴν τοῦ πρεσβευτοῦ Ῥωμαίων, δεδωκὼς εἰρή‐ νης φίλημα, ἀπέλυσεν ἐν πολλῇ θεραπείᾳ. Κατέπεμψε γὰρ καὶ σάκρας διὰ Ἰνδοῦ πρεσβευτοῦ καὶ δῶρα τῷ βασιλεῖ Ῥωμαίων. | |
t2 | PHOTIUS BIBL. COD. 3: | |
2 | Ἀνεγνώσθη Νοννόσου ἱστορία· ἐν ᾗ διαλαμβάνεται πρεσβεία αὐτοῦ πρός τε Αἰθίοπας καὶ Ἀμερίτας καὶ Σαρακηνοὺς τὰ ἰσχυρότερα τῶν τότε ἐθνῶν, ἔτι δὲ καὶ πρὸς ἄλλα ἀνατολικὰ ἔθνη. Ἰουστινιανὸς δὲ τὸ τηνικαῦτα | |
5 | τὴν Ῥωμαϊκὴν περιεῖπε πολιτείαν· φύλαρχος δὲ τῶν Σαρακηνῶν ἐχρημάτιζε Κάϊσος, ἀπόγονος Ἀρέθα, καὶ αὐτοῦ φυλάρχου γεγενημένου, πρὸς ὃν ὁ Νοννόσου πάπ‐ πος ἐπρεσβεύσατο, παρὰ Ἀναστασίου τότε βασιλεύοντος ἀποσταλεὶς, καὶ τὰ πρὸς εἰρήνην ἐσπείσατο. Οὐ μὴν | |
10 | ἀλλὰ καὶ ὁ πατὴρ Νοννόσου (Ἀβράμης δ’ ἦν αὐτῷ ὄνομα) πρὸς Ἀλαμούνδαρον φύλαρχον Σαρακηνῶν ἐπρεσβεύσατο, καὶ δύο στρατηγοὺς Ῥωμαίων, Τιμό‐ στρατον καὶ Ἰωάννην, νόμῳ πολέμου συλληφθέντας, ἀνεσώσατο, Ἰουστίνῳ δὲ τῷ βασιλεῖ τὴν τῶν στρατηγῶν | |
15 | διηκονεῖτο ἀνάρρυσιν. Ὁ μέντοι Κάϊσος, πρὸς ὃν ἐστέλ‐ λετο Νόννοσος, δύω γενῶν ἡγεῖτο τῶν παρὰ τοῖς Σα‐ ρακηνοῖς ἐπισημοτάτων, Χινδηνῶν καὶ Μααδηνῶν. Πρὸς τοῦτον δὴ τὸν Κάϊσον καὶ ὁ Νοννόσου πατὴρ, πρὶν ἢ Νόννοσον πρεσβεύειν αἱρεθῆναι, Ἰουστινιανοῦ πέμ‐ | |
20 | ποντος, ἀπέσταλτο, καὶ εἰρηνικὰς ἔθετο σπονδάς· ὥστε καὶ τὸν υἱὸν Καΐσου (Μαυίας δὲ ἐκαλεῖτο) ὅμηρα λα‐ βεῖν, καὶ πρὸς Ἰουστινιανὸν ἐς Βυζάντιον ἀποκομίσαι. Μεθ’ ὃν χρόνον ἐπρεσβεύσατο Νόννοσος ἐπὶ δυσὶ τού‐ τοις, Κάϊσον, εἰ δυνατὸν, πρὸς βασιλέα ἀγαγεῖν, καὶ | |
25 | πρὸς τὸν τῶν Αὐξουμιτῶν ἀφικέσθαι βασιλέα· Ἐλε‐ σβαᾶς δὲ τότε ἐκράτει τοῦ ἔθνους· καὶ πρὸς τούτοις καὶ εἰς τοὺς Ἀμερίτας παραγενέσθαι. Ἡ δὲ Αὔξουμις πόλις ἐστὶ μεγίστη καὶ οἷον μητρόπολις τῆς ὅλης Αἰθιοπίας· κεῖται δὲ μεσημβρινωτέρα καὶ ἀνατολικωτέρα τῆς Ῥω‐ | |
30 | μαίων ἀρχῆς. Ὁ δὲ Νόννοσος πολλὰς μὲν ἐπιβουλὰς ἐθνῶν ὑποστὰς, πολλὰς δὲ θηρίων χαλεπότητας παρὰ τὴν ὁδὸν, καὶ πολλαῖς δυσχωρίαις καὶ ἀπορίαις πολλά‐ κις περιπεσὼν, ὅμως καὶ τὰ δόξαντα ἐξετέλεσε καὶ σῶος τῇ πατρίδι ἀποδίδοται. | |
35 | Ὅτι Κάϊσος, Ἀβράμου πάλιν πρὸς αὐτὸν πρεσβεύ‐ σαντος, πρὸς τὸ Βυζάντιον παραγίνεται, καὶ τὴν ἰδίαν φυλαρχίαν Ἄμβρῳ καὶ Ἰεζίδῳ τοῖς ἀδελφοῖς διανει‐ μάμενος, αὐτὸς τὴν Παλαιστινῶν ἡγεμονίαν παρὰ βα‐ σιλέως ἐδέξατο, πλῆθος πολὺ τῶν ὑποτεταγμένων αὑτῷ | |
40 | σὺν αὑτῷ ἐπαγόμενος. Ὅτι τὰ σανδάλια, φησὶ, νυνὶ λεγόμενα ἀρβύλας ἔλεγον οἱ παλαιοὶ, καὶ τὸ φακιόλιον φασώλιν. Ὅτι τῶν Σαρακηνῶν οἱ πλεῖστοι, οἵ τε ἐν τῷ Φοι‐ νικῶνι καὶ οἱ τοῦ Φοινικῶνος καὶ τῶν ὀνομαζομένων | |
45 | Ταυρηνῶν ὀρῶν ἐπέκεινα, ἱερόν τι χωρίον νομίζου‐ σιν ὁτῳδὴ θεῶν ἀνειμένον, καὶ ἐνταῦθα συλλέγονται κατ’ ἐνιαυτὸν ἕκαστον δίς· ὧν τὴν μὲν τῶν πανηγύρεων | |
αὐτῶν μὴν ὅλος μετρεῖ παρατείνων, σχεδόν που τοῦ ἔαρος κατὰ τὸ μέσον τελουμένην, ὅτε τὸν ταῦρον ὁ ἥλιος | 179 | |
2(50) | ἐπιπορεύεται· ἡ δὲ ἑτέρα πανήγυρις δυσὶ μησὶ παρα‐ τείνεται. Μετὰ θερινὰς τροπὰς ἄγουσι ταύτην. Ἐν ταύ‐ ταις, φησὶ, ταῖς πανηγύρεσιν πᾶσαν ἄγουσιν εἰρήνην, οὐ πρὸς ἀλλήλους μόνον, ἀλλὰ καὶ πρὸς ἅπαντας τοὺς ἐνδημοῦντας ἀνθρώπους· φασὶ δὲ ὅτι καὶ τὰ θηρία πρὸς | |
55 | τοὺς ἀνθρώπους, οὐ μόνον δὲ ἀλλὰ καὶ αὐτὰ πρὸς ἄλ‐ ληλα. Λέγεται δὲ καὶ ἄλλα πολλὰ παράδοξα καὶ μύθων οὐδὲν διαλλάττοντα. Ὅτι διεστηκέναι φησὶ τὴν Ἄδουλιν τῆς Αὐξούμεως πεντεκαίδεκα ἡμερῶν ὁδὸν, ἀπιοῦσι δὲ εἰς τὴν Αὔξου‐ | |
60 | μιν Νοννόσῳ τε καὶ τοῖς μετ’ αὐτοῦ μέγιστον ἐφάνη θέαμα περὶ χωρίον Αὔην προσονομαζόμενον· κεῖται δὲ ἡ Αὔη ἐν μέσῳ τῆς τε τῶν Αὐξουμιτῶν καὶ τῆς τῶν Ἀδουλιτῶν πόλεως· ἐλεφάντων πλῆθος οὐκ ὀλίγον, ἀλλὰ σχεδὸν ὡς χιλιάδων πέντε· ἐνέμοντο δὲ οὗτοι οἱ ἐλέ‐ | |
65 | φαντες ἐν πεδίῳ μεγάλῳ, καὶ πελάζειν αὐτοῖς οὐδενὶ τῶν ἐγχωρίων ἦν εὔκολον οὐδὲ εἴργειν τῆς νομῆς. Τοῦτο μὲν οὖν μεταξὺ τὸ θέαμα αὐτοῖς προσεγεγόνει. Χρὴ δὲ καὶ τὰ περὶ τῆς κράσεως τῶν ἀέρων εἰπεῖν, οἷα ἀπὸ τῆς Αὔης ἐπὶ τὴν Αὔξουμιν διαδέχεται· ἐναν‐ | |
70 | τίως γὰρ περί τε θέρος καὶ χειμῶνα διάκειται. Τοῦ γὰρ ἡλίου τὸν καρκίνον τε καὶ λέοντα καὶ παρθένον διερχο‐ μένου, μέχρι μὲν τῆς Αὔης, ὥσπερ καὶ παρ’ ἡμῖν, θέρος τε καὶ ξηρότης διακρατεῖ τὸν ἀέρα· ἀπὸ δὲ τῆς Αὔης ἐπὶ τὴν Αὔξουμιν καὶ τὴν ἄλλην Αἰθιοπίαν χει‐ | |
75 | μὼν ἐπίκειται σφοδρός· οὐ δι’ ὅλης ἡμέρας, ἀλλὰ γὰρ ἀπὸ μεσημβρίας ἀρχόμενος ἑκάστοτε, συννεφῆ τε τὸν ἀέρα ποιῶν, καὶ ὄμβροις ῥαγδαίοις τὴν χώραν ἐπικλύ‐ ζων. Τηνικαῦτα δὲ ἄρα καὶ ὁ Νεῖλος πολὺς ἐπὶ τὴν Αἴγυπτον ἐρχόμενος πελαγίζει τε καὶ κατάρδει τὴν γῆν. | |
80 | Ὅτε δὲ ὁ ἥλιος τὸν αἰγόκερών τε καὶ ὑδροχόον καὶ ἰχθύας ἐπιπορεύεται, ἀνάπαλιν ὁ ἀὴρ τοῖς μὲν Ἀδου‐ λίταις μέχρι τῆς Αὔης ὄβροις ἐπικλύζει τὴν χώ‐ ραν, τοῖς δὲ ἀπὸ τῆς Αὔης μέχρι Αὐξούμεως καὶ τῆς ἄλλης Αἰθιοπίας θέρος τε, καὶ τὰ ὡραῖα τηνικαῦτα | |
85 | τούτοις ἡ γῆ παραδίδωσιν. Ὅτι ἀπὸ τῆς Φαρσὰν πλέοντι τῷ Νοννόσῳ ἐπὶ τὴν ἐσχάτην τῶν νήσων κατηντηκότι τοιόνδε τι συνέβη, θαῦμα καὶ ἀκοῦσαι. Ἐνέτυχε γάρ τισι μορφὴν μὲν καὶ ἰδέαν ἔχουσιν ἀνθρωπίνην, βραχυτάτοις δὲ τὸ μέγεθος | |
90 | καὶ μέλασι τὴν χρόαν, ὑπὸ δὲ τριχῶν δεδασυσμένοις διὰ παντὸς τοῦ σώματος· εἵποντο δὲ τοῖς ἀνδράσι καὶ γυναῖκες παραπλήσιαι, καὶ παιδάρια ἔτι βραχύτερα τῶν παρ’ αὐτοῖς ἀνδρῶν· γυμνοὶ δὲ ἦσαν ἅπαντες, πλὴν δέρματί τινι μικρῷ τὴν αἰδῶ περιεκάλυπτον οἱ προβε‐ | |
95 | βηκότες ὁμοίως ἄνδρες τε καὶ γυναῖκες. Ἄγριον δὲ οὐδὲν ἐπεδείκνυντο οὐδὲ ἀνήμερον, ἀλλὰ καὶ φωνὴν εἶχον μὲν ἀνθρωπίνην, ἄγνωστον δὲ παντάπασι τὴν διάλεκτον τοῖς τε περιοίκοις ἅπασι καὶ πολλῷ πλέον τοῖς περὶ τὸν Νόννοσον. Διέζων δὲ ἐκ θαλαττίων ὀστρέων καὶ ἰχθύων | |
2(100) | τῶν ἀπὸ τῆς θαλάττης εἰς τὴν νῆσον ἀπορριπτομένων· θάρσος δὲ εἶχον οὐδὲν, ἀλλὰ καὶ ὁρῶντες τοὺς καθ’ ἡμᾶς ἀνθρώπους ὑπέπτησσον, ὥσπερ ἡμεῖς τὰ μείζω τῶν θη‐ | |
ρίων. | 180 |