TLG 4361 008 :: APOMASAR :: De revolutionibus nativitatum

APOMASAR Astrol., vel Albumasar vel Albumasir vel Abumasar (= Abu Ma’shar Ja’far ibn Muhammad al Balkhi) fiq [Palchus]
(Persicus: A.D. 8–9)

De revolutionibus nativitatum

Source: Pingree, D. (ed.), Albumasaris de revolutionibus nativitatum. Leipzig: Teubner, 1968: 1–239.

Citation: Page — (line)

1

(1t)

〈ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΕΤΩΝ ΕΝΑΛΛΑΓΗΣ〉
2Τμῆμα πρῶτον περιέχον λόγους ἐννέα αʹ Περὶ ἐναλλαγῆς τῶν γενεθλίων βʹ Περὶ ἀνατροπῆς τῶν μὴ δεχομένων αὐτήν
5γʹ Τίς ὠφέλεια ἡ ἀπὸ τῆς ἐναλλαγῆς τῶν ἐτῶν δʹ Περὶ τῆς τῶν ἀστέρων διαθέσεως 〈ἐν〉 τῇ ἐναλλαγῇ εʹ Περὶ σχηματογραφίας τῆς ἐναλλαγῆς ϛʹ Περὶ ἡλικίας τοῦ ἀνθρώπου καὶ λοιπῶν τινων ζʹ Ὅσα δεῖ προγνῶναι τὸν ἐπιστήμονα πρὸ τοῦ ἀπο‐
10
τελεῖσθαι Τὸ δεύτερον τμῆμα περιέχον λόγους ιγ αʹ Περὶ ἀριθμοῦ τῶν σημαινόντων τὸ ἔτος βʹ Καὶ τῶν σημαντικῶν τῆς ψυχῆς γʹ Καὶ τῶν σημαντικῶν τοῦ σώματος
15δʹ Καὶ τοῦ ζῳδίου τῆς ἐναλλαγῆς ἤγουν ἔνθα κατήντησεν ὁ χρόνος εʹ Περὶ τοῦ σαλχαδάη ἤτοι τοῦ κυρίου τοῦ ἔτους καὶ τῆς σημασίας αὐτοῦ καὶ περὶ ὧν δηλοῦσιν οἱ ἀστέρες οἱ ἐφορῶντες αὐτόν
20ϛʹ Περὶ τῆς σημασίας τοῦ τόπου ἐν ᾧ ἐστιν ὁ σαλχοδάης κατὰ τὴν τοῦ χρόνου ἐναλλαγήν ζʹ Περὶ τοῦ ὡροσκόπου τοῦ ἔτους καὶ τοῦ κυρίου αὐτοῦ καὶ ἧς ἔχει κοινωνίας πρὸς τὸν τόπον ἔνθα κατήντησεν ἡ ἐναλλαγὴ καὶ τὸν σαλχαδάην, ἔτι δὲ καὶ πρὸς
25ἕτερον1

2

Τμῆμα τρίτον περιέχον λόγους δέκα αʹ Περὶ ἀναγνώσεως ἐτῶν καὶ τοῦ τόπου τοῦ μερισμοῦ
καὶ τοῦ ἐπιμερίζοντος καὶ τοῦ κοινωνοῦντος αὐτῷ βʹ Περὶ ὧν σημαίνουσιν οἵ τε ἀγαθοποιοὶ ἐπιμερίζοντες
5 καὶ οἱ κακοποιοὶ καὶ οἱ κοινωνοῦντες κατά τε ὅριον καὶ κατὰ τὰς ἀκτῖνας γʹ Καὶ περὶ τῆς παραδόσεως τοῦ ἑνὸς πρὸς τὸν ἕτερον δʹ Περὶ τῆς σημασίας τῶν ἀστέρων ὅτε ὁ μὲν εἷς αὐτῶν ἐπιμερίζει, ὁ δὲ κοινωνεῖ αὐτῷ
10 εʹ Περὶ τῆς σημασίας τοῦ χρονοκράτορος καὶ τοῦ
ἐπιμερίζοντος 〈καὶ〉 τοῦ ὡροσκόπου ϛʹ Περὶ ὧν εἶπον οἱ Ἰνδοὶ περὶ τοῦ νουπεῦχρες καὶ περὶ
ὧν σημαίνει ἀγαθῶν καὶ κακῶν Τμῆμα τέταρτον περιέχον λόγους ζ
15 αʹ Περὶ τῆς περιόδου τῶν ζ ἀστέρων τῆς λεγομένης
φαρταρίας βʹ Καὶ περὶ τοῦ Ἀναβιβάζοντος καὶ Καταβιβάζοντος Τμῆμα πέμπτον περιέχον λόγους η αʹ Περὶ τῆς ἀποκατα〈στά〉σεως τῶν ἀστέρων ἐν ταῖς
20
τῶν χρόνων ἐναλλαγαῖς εἰς τοὺς ἰδίους τόπους καὶ
τῆς εἰς ἀλλήλους αὐτῶν ἐπεμβάσεως Τμῆμα ἕκτον περιέχον λόγους ϛ αʹ Περὶ τῆς σημασίας τοῦ κυρίου τῆς περιόδου βʹ Περὶ τοῦ περιπάτου τῶν οἴκων καὶ τοῦ περιπάτου τῶν
25 μοιρῶν γʹ Περὶ τῆς σημασίας τοῦ ζῳδίου ἔνθα κατήντησεν ὁ χρόνος δʹ Καὶ τοῦ ὡροσκόπου τῆς ἐναλλαγῆς ὅτε τύχοι εἶναί
τις τῶν κατὰ πῆξιν οἴκων2

3

εʹ Περὶ τῆς σημασίας τῶν ζ ἀστέρων καὶ τοῦ Ἀνα‐ βιβάζοντος καὶ Καταβιβάζοντος καθ’ ἕνα ἕκαστον οἶκον ἐν τῇ ἐναλλαγῇ ϛʹ Περὶ τῆς σημασίας τοῦ κατὰ πῆξιν ἀστέρος ὅτε
5
ὁ χρόνος 〈ἔλθοι〉 εἰς τὸ ζῴδιον ἔνθα ἦν ζʹ Περὶ τοῦ συσχηματισμοῦ τῶν ἀστέρων πρὸς ἀλλή‐
λους καὶ τῆς ἀπορροίας αὐτῶν Τμῆμα ἕβδομον αʹ Περὶ μεταστάσεως τῶν ἀστέρων καὶ τοῦ Ἀναβιβά‐
10
ζοντος καὶ Καταβιβάζοντος καθ’ ἕνα ἕκαστον οἶκον Τμῆμα ὄγδοον περιέχον λόγους ε αʹ Περὶ σημασίας τῶν ἀστέρων ὅτε εὑρεθῶσιν ἐν τοῖς
ἰδίοις ὁρίοις καὶ ἐν ἀλλοτρίοις, καὶ ὅτε τύχωσιν ἐν
τοῖς νεφελοειδέσι τόποις καὶ ἐν τοῖς λοιποῖς τόποις
15
τοῦ ζῳδιακοῦ Τμῆμα ἔννατον περιέχον λόγους ἐννέα αʹ Περὶ τῆς σημασίας τῶν μηνῶν καὶ τῆς ἐναλλαγῆς
αὐτῶν, καὶ περὶ τῆς διαθέσεως τῶν ἀστέρων καὶ τῆς
σημασίας 〈ἐν〉 τῷ τετάρτῳ τόπῳ, καὶ περὶ ὡρῶν
20καὶ ἡμερῶν, καὶ περὶ χρόνου κλιμακτηρικοῦ, καὶ περὶ
ἰδίων ἐξετάσεων τῶν ἐν τῷ ἔτει γινομένων3

4

Εἰ τάχα δὲ ἐν τούτῳ τῷ βιβλίῳ πεποιήκαμεν τὰς τοιαύτας διαιρέσεις καὶ 〈διὰ〉 σαφῶν λέξεων ταύτας ἐσαφηνίσαμεν, ἀλλ’ οὖν ἐν τῇ χρήσει καὶ τοῖς ἀποτελέ‐ σμασι τῶ〈ν〉 ἐναλλα〈γῶν〉 πολλὴ δυσχέρεια ἔσται τοῖς
5ταύτην μετιοῦσι τὴν τέχνην· καὶ διὰ τοῦτο ἕτερον βιβλίον ἐξεθέμεθα διὰ παραδειγμάτων ἐν ᾧ ἐσαφηνίσαμεν ἅπερ διέγνωμεν εἶναι δυσχερῆ.
8t〈ΛΟΓΟΣ ΠΡΩΤΟΣ〉
9t〈Πρῶτον〉. Περὶ τῆς ἐναλλαγῆς τῶν γενεθλίων
10 Τοῦ Ἡλίου ὄντος ἔν τινι τόπῳ κατὰ τὸν τοῦ γενεθλίου καιρόν, καὶ κινουμένου ἐν τῷ ζῳδιακῷ, καὶ διερχομένου τξ μοίρας, καὶ ἀποκαθισταμένου διὰ τξε ἡμερῶν καὶ μορίου, γίνεται τῷ γεννηθέντι ἔτος αʹ, καὶ ἄρχεται τὸ βʹ ἔτος· ἐν τῇ βʹ ἀποκαταστάσει ἄρχεται τὸ γʹ ἔτος, καὶ
15ἑξῆς ὁμοίως. δεῖ οὖν ἐν τῇ ἐναλλαγῇ τοῦ ἔτους στῆσαι τὸν ὡροσκόπον καὶ ποιῆσαι τοὺς ιβ τόπους καὶ ἐκθέσθαι τὰς ἐποχὰς τῶν ἀστέρων. παραλ〈λ〉άσσονται γὰρ οἱ ὡροσκόποι ἐν ταῖς τῶν χρόνων ἐναλλαγαῖς καὶ αἱ τῶν ἀστέρων ἐποχαί.
καὶ τὸ μὲν πρῶτον ἔτος δηλοῦσιν 〈ὁ ὡροσκόπος καὶ〉 οἱ4

5

κατὰ πῆξιν ἀστέρες, εἶτα τὸ βʹ σημαίνει ὁ βʹ τόπος, τὸ δὲ γʹ ὁ γʹ, τὸ δὲ δʹ ὁ δʹ, καὶ ἑξῆς ὁμοίως. ἐπειδὴ παραλλάσσε‐ ται τὸ ζῴδιον τῆς ἐναλλαγῆς καὶ ὁ ὡροσκόπος τῆς ἐναλ‐ λαγῆς καὶ οἱ τόποι τῶν ἀστέρων, διὰ τοῦτο διάφορα
5γίνεται τὰ περὶ τοὺς ἀνθρώπους συμβαίνοντα.
6tΔεύτερον. Ἀνατροπὴ τῶν μὴ δεχομένων τὸ ἔτος,
7tκαὶ ἀπόδειξις τούτου καὶ τῶν μηνῶν καὶ ἡμερῶν
8 Τινὲς τῶν ἀνθρώπων ἐξενίσθησαν τοὺς λόγους τῶν ἀρ‐ χαίων τοὺς περὶ τοῦ ἡλιακοῦ ἔτους, καὶ εἶπον, διὰ τί τῇ κινή‐
10σει τοῦ Ἡλίου τῇ ἀποκαταστατικῇ ἐχαρακτήρισαν τὸ ἔτος, καὶ οὐχὶ τῇ διαμέτρῳ ἢ ἑτέρῳ τινὶ τόπῳ; ἕτερον δὲ εἶπον· τοῦ χρόνου ὄντος ιβ μηνῶν, διὰ τί τὸν Ἥλιον μόνον ἔλαβον εἰς τὴν ἐναλλαγὴν τῶν ἐτῶν, καὶ οὐχὶ τὴν ἀποκατάστασιν τῆς Σελήνης τὴν διὰ ιβ περιόδων εἰς τὸν οἰκεῖον τόπον
15τῆς καταρχῆς; καὶ πρὸς μὲν τοὺς πρώτους ῥητέον ὅτι ὁ ἐνιαυτὸς διαιρεῖται εἰς καιροὺς δ ἔαρ, θέρος, φθινόπωρον, χειμῶνα. τούτων οὖν τῶν καιρῶν πληρουμένων, ἀποκαθ‐ ίσταται ὁ ἐνιαυτὸς εἰς τὴν πρώτην διάθεσιν, καὶ εἰ ἐλλείπει τι τοῦ τοιούτου καιροῦ, ἐλλιπὴς ἔσται καὶ ὁ
20ἐνιαυτός. τελειοῦνται οὖν αἱ ὧραι διὰ τῆς ἐν τοῖς ιβ ζῳδίοις πορείας τοῦ Ἡλίου· ἀποκαθισταμένου γὰρ αὐτοῦ εἰς τὸν
ἐξ ἀρχῆς τόπον, ἀποκαθίστανται καὶ αἱ ὧραι. τὸ αὐτὸ δὲ5

6

γίνεται καὶ ἐν τῇ δευτέρᾳ ἀποκαταστάσει· 〈ἐν δὲ τῇ ἀποκαταστάσει〉 τῆς Σελήνης ἢ ἑτέρου ἀστέρος οὐ γίνεταί τι τοιοῦτον οὔτε μὴν ἀποκαθίσταται ὁ καιρός. διὰ τοῦτο ἐχαρακτήρισαν τὸ ἔτος τῇ κινήσει τοῦ Ἡλίου καὶ τῇ
5ἀποκαταστάσει αὐτοῦ. καὶ γεγόνασιν οἱ δ καιροὶ μέρη τοῦ χρόνου καὶ διῃρέθησαν οἱ ιβ μῆνες κατὰ τὰ ιβ ζῴδια. ἔτι δὲ ἐπεὶ ὁ ἐνιαυτὸς διαιρεῖται εἰς δ καιρούς, ἕκαστος δὲ καιρὸς ἀρχὴν ἔχει καὶ μέσον καὶ τελευτήν, ἐπιβάλλουσι καθ’ ἕκαστον καιρὸν ζῴδια γ ἅτινα τετράκις πολυπλασια‐
10ζόμενα γίνονται ιβ. ἔτι δὲ ἐπεὶ καθ’ ἕνα ἕκαστον ἐνιαυτὸν ὁ Ἥλιος τέμνει τξ μοίρας αἵτινες ἐπὶ ιβ μεριζόμεναι ποιοῦσι λ, ἔσται ὁ ἡλιακὸς μὴν μοιρῶν λ. λέγομεν τοίνυν ὡς 〈ὁ〉 Ἥλιος, ὅτε ἄρξεται ἀπό τινος τόπου κινεῖσθαι καὶ διελεύσεται β λεπτὰ καὶ λ δευτερόλεπτα, ποιεῖ ὥραν· ὅτε
15δὲ τελειώσει μοίραν, ποιεῖ ἡμέραν· ὅτε δὲ λ, ποιεῖ μῆνα· ὅτε δὲ τξ, ποιεῖ χρόνον. ὅμως τινὲς τῶν ὡρῶν καὶ τῶν ἡμερῶν καὶ τῶν μηνῶν παραλλάττουσι πρὸς ἑτέρας ὥρας καὶ ἡμέρας καὶ μῆνας διὰ τὸ διάφορον τῆς κινήσεως τοῦ
Ἡλίου.6

7

(1t)

Τρίτον. Πρὸς τοὺς ἀνατρέποντας 〈τὰσ〉 τῶν
2tἐτῶν ἐναλλαγάς
3 Τινὲς τῶν ἀνατρεπόντων τὴν ἀστρονομίαν εἶπον μὴ χρείαν εἶναι τῆς τῶν ἐτῶν ἐναλλαγῆς, πείθειν ἐπιχειροῦν‐
5τες τὸ τοιοῦτον διὰ β δείξεων· μιᾶς μὲν ὅτι τὰ γενέθλια δηλοῦσι τὰ τῶν ἀνθρώπων καὶ ὁ κατὰ πῆξιν ὡροσκόπος, ματαία ἐστὶν ἡ ἐτῶν ἐναλλαγή· ἑτέρας δὲ ὅτι λέγουσιν ὡς ἡ σημασία τοῦ γενεθλίου ἰσχυροτέρα ἐστὶ τῆς ἐναλλα‐ γῆς. εἰ γοῦν τις ἀστὴρ κατὰ πῆξιν ἐδήλωσεν ὡς ἄνθρωπός
10τις ὑποστήσεται κλιμακτῆρα ἔν τινι ἔτει, εἰ ἐναλλάξει τὸ ἔτος ἐκεῖνο καὶ ὁ ἀστὴρ ἐκεῖνος οὐ δηλώσει σύμπτωμα, ἆρα σχολάσει ὁ κλιμακτὴρ ἢ οὐ σχολάσει; καὶ εἰ μὲν εἴπωσι “σχολάσει”, ἀνατρέπουσιν ἑαυτοὺς λέγοντες τὴν σημασίαν τοῦ γενεθλίου ἰσχυροτέραν εἶναι τῆς σημασίας
15τῆς ἐναλλαγῆς τῶν χρόνων· εἰ δὲ εἴπωσιν “οὐ σχολάσει”,7

8

φαμὲν αὐτοῖς ὡς περιττή ἐστιν ἡ τῶν ἐτῶν ἐναλλαγή. οὓς δὴ καὶ τρισὶν ἀνετρέψαμεν ἀποδείξεσιν. Μιᾷ μὲν ὡς οὐ μιᾷ διαθέσει τοῦ ἀστέρος τεκμαιρόμεθα τοῦ γενησομένου πράγματος, ἀλλὰ δυσὶν ἢ καὶ πλείοσιν.
5ὅτε οὖν δηλώσει ἀστὴρ ἐν τῷ γενεθλίῳ ὡς ἔν τινι ἔτει ἔσται τόδε, δεόμεθα γνῶναι καὶ τὴν διάθεσιν τοῦ ἀστέρος ἐκείνου κατ’ ἐκεῖνο τὸ ἔτος ὡς ἂν ἀκριβῶς διαγνῶμεν τὴν τοῦ πράγματος ἐκείνου ὕπαρξιν. ἡ ἑτέρα δεῖξις πρόεισιν οὕτως, ὡς ὁ ἀστὴρ ὅτε δηλώσει κατὰ πῆξίν τι ἀγαθὸν ἢ
10κακόν, οὐ διαγινώσκεται ἀπὸ τοῦ γενεθλίου ἡ ποσότης ἐκείνου οὔτε ἡ ποιότης ἀκριβῶς. ἔστι γάρ τι ἀγαθὸν μέγα καὶ ἀγαθὸν μέσον καὶ ἀγαθὸν ἐλάχιστον· ὡσαύτως καὶ τὸ κακόν. διαγινώσκεται γὰρ ἑκάστου τὸ μέγεθος καὶ ἡ ὕφεσις ὅτε σκοπηθῇ ἡ διάθεσις τοῦ ἀστέρος κατὰ τὸν και‐
15ρὸν τῆς ἐναλλαγῆς. εἰ γοῦν συνδραμῇ ἡ τοῦ ἀστέρος διά‐ θεσις ἀγαθὴ οὖσα κατά τε τὴν καταρχὴν καὶ κατὰ πάροδον, ἔσται τὸ ἀγαθὸν ἐκεῖνο μέγιστον· εἰ δὲ διαφωνεῖ ἡ καταρχὴ πρὸς τὸ κατὰ πάροδον, ἔσται τὸ ἀγαθὸν ἐλάχιστον· εἰ γὰρ ἀστὴρ κατὰ πῆξιν δηλώσει ἀγαθόν τι ἔσεσθαι τῷ γεννη‐
20θέντι, κἀκείνῳ δὲ τῷ ἔτει οὐ δηλώσει τι ἔσεσθαι ἀγαθόν, οὐ πάντῃ σχολάσει τὸ ἀγαθόν, ἀλλ’ ἔσται τι ἐλάχιστον, μὴ
σχολαζούσης τῆς κατὰ πῆξιν σημασίας διὰ τὴν ἐναλλα‐8

9

γήν, ἀλλὰ φανήσεται ἡ τοῦ ἀστέρος ἐκείνου ἐνέργεια. εἰ μὴ γὰρ εἶχον οἱ ἀστέρες καθ’ ἕκαστον καιρὸν διαφόρους διαθέσεις, οὐκ ἂν ἐδεόμεθα τῆς τῶν χρόνων ἐναλλαγῆς. ἡ δὲ τρίτη δεῖξις τοιῶσδε προχωρεῖ, ὡς ὁ ἀστὴρ σημαίνει
5τὰ παρῳχηκότα καὶ τὰ ἐνεστῶτα καὶ τὰ μέλλοντα. καὶ σημαίνει μὲν τὰ ἐνεστῶτα κατ’ ἐκεῖνον τὸν καιρόν, τὰ δὲ παρῳχηκότα καὶ τὰ μέλλοντα δηλοῖ διὰ τῆς συγκράσεως τοῦ ἐνεστῶτος πρὸς τὸ παρῳχηκὸς ἢ τὸ μέλλον. καὶ συγκρίνομεν πρὸς ἀλλήλους καὶ τεκμαιρόμεθα τοῦ πράγ‐
10ματος ἀκριβέστερον, ὥστε οὐ περιττὴ ἡ τῶν χρόνων ἐναλλαγή. Τινὲς δὲ καὶ οὕτως ἀνέτρεψαν τὰς τῶν χρόνων ἐναλλα‐ γάς, λέγοντες ὡς διὰ τοῦτο ποιῶμεν τὸν περίπατον ὡς ἂν διαγνῶμεν τοὺς χρόνους καθ’ οὓς συνάπτουσιν οἱ σημαντι‐
15κοὶ ἀστέρες καὶ τόποι τοῖς τε ἀγαθοποιοῖς καὶ κακοποιοῖς· καὶ διὰ τοῦτο ἀνόνητός ἐστιν ἡ τῶν χρόνων ἐναλλαγή. ἐσφάλησαν δὲ οἱ τοιοῦτοι περὶ τὰς τοιαύτας ἀνατροπάς· ἀτονοῦντες γὰρ συγκιρνᾶν τὰς διαθέσεις τῶν κατὰ πῆξιν ἀστέρων ταῖς κατὰ πάροδον διαθέσεσιν, προφασίζονται τὰ
20τοιαῦτα. ὅτε γὰρ γένηται τῶν κατὰ πῆξιν ἀστέρων ὁ περί‐9

10

πατος καὶ ἔν τινι χρόνῳ καταντήσει ἐπί τινα σημασίαν, δεῖ διαγινώσκειν καὶ ἔτος ἐκεῖνο ὁποῖόν ἐστι καὶ συγκιρνᾶν τὰ τούτου σχήματα πρὸς τὰ τοῦ γενεθλίου σχήματα. εἰ γὰρ διαγνῷς τὰς διαθέσεις αὐτῶν τὰς ἐν τῇ καταρχῇ καὶ
5οὐ διαγνῷς τὰς ἐν τῇ ἐναλλαγῇ, οὐ δυνήσει διακρῖναι ἀκριβῶς τὰς σημασίας αὐτῶν. δεῖ οὖν ἐξ ἀνάγκης γνῶναι τὰς τῶν ἀστέρων διαθέσεις κατὰ τὸν καιρὸν τῆς ἐναλλαγῆς καὶ συγκρίνειν ταύτας πρὸς τὸ κατὰ πῆξιν διάθεμα καὶ ἀποτελεῖν ἀκριβέστερον.
10 Λέγουσι δὲ καὶ τοιοῦτόν τι ἐπιχείρημα, ὡς ἐν ταῖς ἐναλλαγαῖς τῶν χρόνων τὸ ζῴδιον σκοπεῖται ἔνθα κατήν‐ τησε τὸ ἔτος· ἀπὸ δὲ τοῦ ὡροσκόπου ἔτους οὐ δυνατὸν ἀποτελεῖν. ὅτε γὰρ ψηφισθῇ γενέθλιόν τινος διά τινος κανονίου, εἶτα γένηται ἡ ἐναλλαγὴ τοῦ ἔτους δι’ ἑτέρου
15κανονίου, πολλὴ διαφορὰ γενήσεται περὶ τὴν ὡροσκοποῦ‐ σαν μοῖραν, πολλάκις καὶ περὶ αὐτὸ τὸ ὡροσκοποῦν ζῴδιον καὶ αὐτὴν τὴν ἡμέραν. καὶ ἐπειδὴ περὶ τὰ τοιαῦτα διαφωνοῦσι τὰ κανόνια, οὐκ ἔστιν ἀκριβής, μᾶλλον δὲ ἀκατάληπτος ὑπάρχει ἡ τῶν χρόνων ἐναλλαγή. οὗτοι δὲ
20ἀσυλλογίστως περὶ τοῦ τοιούτου ἀπεφήναντο· πᾶς γὰρ ὁ ἀνατρέπων τὸν ὡροσκόπον τῆς ἐναλλαγῆς ἀγνοεῖ καὶ τὸ
τέλος τοῦ ἔτους καὶ τὴν ἀρχήν, καὶ αὐτὸ τὸ ἔτος ἀγνο‐10

11

εῖται. καὶ τοῦτο πάντων ἀτοπώτατον· δῆλον γάρ ἐστι τὸ τοῦ χρόνου τέλος, καὶ ἡ τοῦ ἑτέρου ἀρχὴ διὰ τῆς ἀπο‐ καταστάσεως τοῦ Ἡλίου πρὸς τὸν οἰκεῖον τόπον γινο‐ μένη. τούτου οὖν διαγινωσκομένου καὶ ὁ ὡροσκόπος τῆς
5ἐναλλαγῆς διαγινώσκεται. διαφωνήσει δὲ τὰ κανόνια διὰ τὸ ἄλλως ἐκλαμβάνεσθαι καὶ ἄλλως τὸ ἐτήσιον δρόμημα τοῦ Ἡλίου, ὥσπερ τὰ Αἰώνια Κανόνια διαφωνοῦσι πρὸς τὸ τοῦ Πτολεμαίου καὶ ἄλλα ἄλλοις, καὶ διὰ τοῦτο γίνεται διαφορὰ περί τε τὰ ὁμαλὰ κινήματα καὶ τὰ ἀνώμαλα. δεῖ
10οὖν ψηφίσαι τοὺς ὡροσκόπους τῶν ἐτῶν διὰ τῶν ὁμαλῶν κινημάτων καὶ τῶν περιόδων δι’ ὧν ἐψηφίσθη τὸ τῆς κατ‐ αρχῆς θεμάτιον ὥστε μὴ διαφωνεῖν. ἀκριβὴς τοίνυν ἐστὶν ὁ τοῦ ἔτους ὡροσκόπος λαμβανόμενος ἀπὸ τοῦ ἐτησίου κινή‐ ματος τοῦ Ἡλίου παρατηρηθέντος παρὰ τοῦ Πτολεμαίου
15δι’ ὧν ἐμνήσθη ὀργάνων ἐν τῇ Μεγάλῃ Συντάξει, εὑρε‐ θείσης τῆς τοῦ Ἡλίου ἀποκαταστάσεως διὰ τξε ἡμερῶν
καὶ τετάρτου λείποντος τριακοσιοστοῦ μέρους ἡμέρας.11

12

(1t)

Τέταρτον. Περὶ ὧν συμβάλλεται πρὸς διά‐
2tγνωσιν τῶν διαθέσεων ἡ τῶν ἐτῶν ἐναλλαγὴ
3tἤτοι περὶ τῆς ὠφελείας τῆς ἀπὸ τῶν ἐναλλαγῶν
4tτῶν ἐτῶν
5 Ἡ μὲν ἀρετὴ τῆς διαγνώσεως κατὰ τοὺς ἀνθρώπους πραγμάτων καὶ διαθέσεων ἀπὸ τῆς τῶν ἐτῶν ἐναλλαγῆς πρόδηλος· ἅπαντα γὰρ τὰ ἔθνη, οἵ τε Βαβυλώνιοι καὶ Πέρσαι καὶ Ἰνδοὶ καὶ Αἰγύπτιοι, καὶ οἱ τούτων βασιλεῖς καὶ ἰδιῶται οὐ πρότερον ἐπεχείρουν τινὶ πράγματι ἔν τινι 〈ἔτει〉 πρὶν
10ἢ ἰδεῖν τὴν ἐναλλαγὴν τοῦ χρόνου τοῦ γενεθλίου αὐτῶν. καὶ εἰ μὲν εὕρισκον τὸν χρόνον ἀγαθόν, ἐπεχείρουν αὐτῷ ἔργῳ· εἰ δὲ ἐναντίον, παρῃτοῦν τὸ αὐτό. οἱ μὲν οὖν βασιλεῖς καὶ τῶν ὑπερεχουσῶν κεφαλῶν τοῦ στρατοῦ τὰ γενέθλια ἑώρων καὶ ἐτήρουν καὶ τὰς τῶν χρόνων αὐτῶν ἐναλλαγάς.
15καὶ εἰ μὲν εὕρισκον τὴν ἐναλλαγὴν τοῦ χρόνου τινὸς αὐτῶν δηλοῦσαν κράτος καὶ νίκην κατ’ ἐχθρῶν, ἀπέστελλον αὐ‐ τούς· εἰ δὲ μή, κατελίμπανον. καὶ οὐ μόνον τούτων τὰ γε‐ νέθλια ἐτήρουν, ἀλλὰ καὶ τῶν πρεσβέων αὐτῶν εἴπερ δηλοῖ εὐόδωσιν ἡ ἐναλλαγὴ τοῦ χρόνου αὐτῶν. καὶ εἰ μὲν εὕρι‐
20σκον σημεῖα εὐοδώσεως, ἀπέστελλον αὐτούς· εἰ δὲ τοὐναν‐12

13

τίον, ἀντ’ ἐκείνων προσεκαλοῦντο ἑτέρους ὧν αἱ ἐναλλα‐ γαὶ τῶν χρόνων ἐδήλουν εὐόδωσιν. ὁμοίως δὲ οἱ βασιλεῖς ὅτ’ ἑώρων ἐν τοῖς γενεθλίοις αὐτῶν κατά τινα χρόνον ἐμποδισμὸν ἔν τινι πράξει, οὐκ ἐπεχείρουν αὐτῇ. ὡσαύτως
5ἐτήρουν αὐτοί τε καὶ ἰδιῶται ἀπὸ τῆς ἐναλλαγῆς τῶν ἐτῶν τὰς λυσιτελούσας αὐτοῖς ἰατρείας καὶ τὰ βρώματα καὶ πόματα καὶ τὰς πράσεις καὶ τὰς ἀγορὰς καὶ πάσας τὰς αὐτῶν καταρχάς, καὶ ἐχρῶντο αὐτοῖς καταλιμπάνοντες τὰ βλάπτοντα ἐν ἐκείνῳ τῷ ἔτει. ἐτεκμαίροντο δὲ τῶν
10πραγμάτων ἀπό τε τῶν οἰκείων γενεθλίων καὶ τῶν ἀλλο‐ τρίων· οἱ γὰρ ἄνδρες τὸ πρὶν βουλόμενοι τεκνογονῆσαι οὐ τὸ οἰκεῖον ἔτος ἐτήρουν μόνον, ἀλλὰ καὶ τὸ γυναικεῖον. καὶ εἰ μὲν τὰ δύο θέματα ἐδήλουν τεκνογονίαν, συνεγί‐ νοντο αὐταῖς· εἰ δὲ μή, ἐπεζήτουν ἑτέρας ὧν τὰ γενέθλια
15τεκνογονίαν ἐδήλουν, ὥστε κατὰ πολὺ λυσιτελὴς καὶ ὠφέλιμος ἡ τῶν χρόνων ἐναλλαγή.
17tΠέμπτον. Περὶ τῆς κατασκευῆς καὶ σχηματο‐
18tποιΐας τῆς ἐναλλαγῆς τοῦ ἔτους καὶ τῶν ταύτῃ
19tἐγγραφομένων
20 Εἰ βούλει ποιῆσαι τὴν σχηματογραφίαν τῆς ἐναλλαγῆς τοῦ ἔτους μετὰ καὶ τῶν ταύτῃ ἐγγραφομένων καὶ ἐρ‐
γάσασθαι ταύτην τελείαν, ποίησον σχῆμα κυκλι‐13

14

κὸν ἢ τετραγωνικόν, καὶ μέρισον τοῦτο εἰς ιβ τμήματα καθὼς οἱ καθ’ ἡμᾶς ἄρτι ποιοῦσι τὰ θέματα. εἶτα γνῶθι τὸν ὡροσκόπον τοῦ ἔτους καὶ τὴν μοῖραν αὐτοῦ καὶ τὸ λεπτόν, καὶ ἀπόγραψαι τοὺς ιβ οἴκους καθεξῆς μετὰ καὶ
5τῶν μοιρῶν αὐτῶν καὶ τῶν λεπτῶν, ἐργαζόμενος ταῦτα διὰ τῶν ὡριαίων χρόνων καὶ τῶν ἀναφορῶν τῆς ὀρθῆς σφαίρας· καὶ ἀπόγραψαι ἐν τῷ τοιούτῳ θέματι τὰς ἐποχὰς τῶν ἀστέρων κατὰ τὸν καιρὸν τῆς ἐναλλαγῆς καὶ τὰ ὑψώ‐ ματα αὐτῶν καὶ τὰ ταπεινώματα καὶ τοὺς ἀναποδισμοὺς
10καὶ τὰς ἀκτινοβολίας καὶ τὰ δωδεκατημόρια, ὡσαύτως καὶ τὰ δωδεκατημόρια τῶν μοιρῶν τῶν οἴκων, καὶ τοὺς κλή‐ ρους καὶ τὸν Ἀναβιβάζοντα καὶ τὸν Καταβιβάζοντα, καὶ ἀπόγραψαι πάντα ἕκαστα ἐν ᾧ ἐστιν οἴκῳ. εἶτα γράψον ἐν τῷ τοιούτῳ θέματι τοὺς κατὰ πῆξιν ἀστέρας καὶ τὰς
15διαθέσεις αὐτῶν καὶ τὰς ἀκτινοβολίας καὶ τὰ δωδεκατη‐ μόρια καὶ τὰ δωδεκατημόρια τῶν οἴκων καὶ τοὺς κλήρους καὶ τὸν Ἀναβιβάζοντα καὶ Καταβιβάζοντα, ταῦτα πάντα κατὰ πῆξιν. εἶτα ἀπόγραψαι καὶ τὸν τόπον τοῦ κατὰ πῆξιν
ὡροσκόπου ὡσαύτως καὶ τὸν τόπον ἔνθα κατέληξεν ἀπὸ14

15

τοῦ κλήρου τῆς τύχης τοῦ κατὰ πῆξιν καὶ τοὺς τόπους ἔνθα κατήντησεν ἡ ἐναλλαγὴ ἀπὸ τῶν κυριωτέρων τόπων τῆς καταρχῆς. εἶτα γράψον ἐν αὐτῷ ἔνθα κατήντησεν ὁ ἐπιμερισμὸς καὶ ὁ ἐπιμερίζων, πρὸς δὲ καὶ ὁ συνεπιμερίζων
5καὶ ὁ κύριος τοῦ φαρτάρου [ἤγουν τοῦ] καὶ ὁ συνεπιμερίζων αὐτῷ καὶ ὁ κύριος τοῦ κύκλου, ἕκαστα ἴδια ἐν ᾧ ἐστι ζῳδίῳ. εἰ δὲ ἐν τῇ μεσουρανούσῃ μοίρᾳ ἢ μετά τινος τῶν δύο φωστήρων ἢ μετά τινος τῶν πλανήτων ἐπὶ κέντρου ὄντος ἀστὴρ ὑπάρχει ἀπλανής, ἀπόγραψαι καὶ τοῦτον.
10ταῦτα δέ σου ποιήσαντος, γενήσεταί σοι ἐν τῷ τοιούτῳ θέματι ιδ ἀστέρες καὶ β Ἀναβιβάζοντες καὶ β 〈Καταβι‐ βάζοντες καὶ〉 ἀκτινοβολίαι τοῦ κατὰ πῆξιν ὡροσκόπου καὶ αἱ ἀκτινοβολίαι τοῦ κατὰ πάροδον ἐν ϙϛ τόποις καὶ τὰ δωδεκατημόρια τῶν ζῳδίων καὶ τῶν ἀστέρων ἐν λη
15τόποις καὶ οἱ κλῆροι, εἴτε πολλοὺς βούλει εἴτε ὀλίγους· πλὴν ὅτε βούλει ἀπογράψασθαι ἔν τισιν οἴκοις τοὺς ἀστέ‐ ρας καὶ ἔχει ὁ εἷς οἶκος πολλοὺς ἀστέρας, δεῖ σε ἀπο‐ γράψασθαι πρότερον τὸν ὀλίγας μοίρας ἐπέχοντα καὶ τελευταῖον θεῖναι τὸν τὰς πλείονας μοίρας τοῦ ζῳδίου
20ἐπέχοντα. τὸ αὐτὸ δὲ δεῖ σε ποιεῖν καὶ ἐπὶ τῶν ἀκτίνων καὶ τῶν κλήρων καὶ τῶν δωδεκατημορίων. ταῦτα ὅτε ποιήσεις
τέλειον ἐξέθου τὸ τῆς ἐναλλαγῆς τοῦ χρόνου θέμα.15

16

(1t)

Ἕκτον. Περὶ τοῦ ὡροσκόπου τοῦ ἔτους καὶ τῶν
2tδιαθέσεων τῶν ἀστέρων κατὰ τὴν ἐναλλαγήν
3 Ὅτε ποιήσεις τὸ θέμα τῆς τοῦ χρόνου ἐναλλαγῆς, ἴδε τὸν ὡροσκόπον ὁποῖός ἐστι τῶν κατὰ πῆξιν οἴκων, καὶ
5εἴτε ἐκ τῶν κέντρων ἐστὶν εἴτε ἐκ τῶν ἐπαναφορῶν εἴτε τῶν ἀποκλιμάτων, καὶ τίς ὑπῆρχεν ἐν αὐτῷ τῶν ἀστέρων κατὰ τὸν τῆς γεννήσεως καιρόν, καὶ ποῖαι ἀκτῖνες καὶ τίνες κλῆροι καὶ τίνων δωδεκατημόρια, καὶ τί〈σ〉 δὲ ἐπιβλέπει αὐτὸν ἐν τοῖς δυσὶ καιροῖς, καὶ τίνες εἰσὶν
10ἐπικρατήτορες αὐτοῦ, καὶ ἐν οἵῳ τόπῳ εἰσὶν ἀπ’ αὐτοῦ, καὶ εἰ ἄρα ὑπάρχουσιν ἐν τόπῳ οἰκείῳ ἢ ἐν ἀλλοτρίῳ, καὶ εἰ ἔχει ὁ ἀστὴρ ἐκεῖνος ἕνα οἶκον ἢ β, καὶ εἰ ἔχει β πότερον τὸν ἕνα αὐτῶν ὁρᾶ ἢ τοὺς β, εἰ δὲ ἕνα οἶκον ἔχει ἆρα ἐπιβλέπει αὐτὸν ἢ οὔ, καὶ εἰ προποδίζει ἢ ἀναπο‐
15δίζει, καὶ εἰ δυνατὸς ὑπάρχει ἢ ἀδύνατος, καὶ εἰ ἐν τῷ ἀπογείῳ αὐτοῦ ὑπάρχει ἢ ἐν τῷ περιγείῳ, καὶ οἷον πλάτος ἐπέχει, καὶ εἰ ἐν τῷ ὑψώματι αὐτοῦ ὑπάρχει ἢ ἐν τῷ τα‐ πεινώματι. σκόπει δὲ καὶ εἰ ἀποκεκλίκασιν ἀλλήλων οἱ ἀστέρες ἢ ἐφορῶσιν ἀλλήλους καὶ τὰς ἀκτῖνας αὐτῶν
20ἀπὸ τῶν ἑπτὰ ἡμερῶν καὶ τὰς συναφὰς αὐτῶν καὶ τὰς ἀλλήλων ὑποδοχὰς καὶ τοὺς συνεργοῦντας ἀλλήλοις ἢ βλάπτοντας καὶ τοὺς ἐναντιουμένους ἢ φιλουμένους καὶ τὰς συγκράσεις ἃς ἔχουσι πρὸς ἀλλήλους καὶ τοὺς τῆς 〈αὐτῆσ〉
αἱρέσεως ἢ παραιρέτας καὶ τὰ δώδεκα τημόρια16

17

αὐτῶν, καὶ ὅπου κατήντησεν ἕκαστος ἐν ταῖς τῶν χρόνων ἐναλλαγαῖς κατὰ δωδέκατον περίπατον, καὶ εἰς τίνα κατήντησε τῶν κατὰ πῆξιν ἀστέρων καὶ εἰς τίνα τῶν κατὰ πάροδον, τῷ αὐτῷ δὲ τρόπῳ καὶ κατὰ τοὺς μῆνας ποῦ
5καταντῶσι. δεῖ δὲ σκοπεῖν καὶ τὰ πρὸς τὸν Ἥλιον τῶν ἀστέρων σχήματα, φημὶ δὴ τό τε ἑῷον καὶ τὸ ἑσπέριον καὶ τὸ ἐγκάρδιον καὶ τὸ ὕπαυγον, ὡσαύτως δὲ καὶ τὸ ἔξαυγον καὶ τὰ λοιπὰ πάθη τῶν ἀστέρων. ταῦτα δὲ δεῖ σκοπεῖν κατά τε πῆξιν καὶ κατὰ πάροδον· πολλάκις γὰρ ὑπάρχει ὁ
10ἀστὴρ κατὰ πῆξιν ἐφορῶν τινα τόπον ἢ ἀστέρα τῶν φιλίων αὐτῶν ἢ ἐναντιουμένων, ἐν δὲ τῇ τῶν χρόνων ἐναλλαγῇ ἀλλοῖος φαίνεται. καὶ διὰ τοῦτο δεῖ προσέχειν τῇ θέσει αὐτοῦ καὶ τοῖς σχήμασιν ἐν ἀμφοτέροις τοῖς καιροῖς ὡς διαφόρου οὔσης τῆς σημασίας.
15tἝβδομον. Περὶ τῆς τῶν ἡλικιῶν διαγνώσεως
16 Δεῖ ἐν ταῖς ἐναλλαγαῖς τῶν ἐτῶν πρῶτον διαγνῶναι τὴν ἡλικίαν τοῦ γεννηθέντος εἴτε παῖς ἐστιν εἴτε νέος εἴτε μεσαιπόλιος εἴτε γέρων εἴτε παρηβηκώς· ἕκαστος γὰρ τῶν ζ ἀστέρων ἔχει φυσικὴν σημασίαν καθ’ ἑκάστην
20ἡλικίαν, καὶ οὐ τὸν αὐτὸν τρόπον λαμβάνεται ἐν ταῖς τῶν χρόνων ἐναλλαγαῖς. καὶ γὰρ ὁ παῖς διὰ λεπτότητα καὶ ἀσθένειαν τῆς οἰκείας φύσεως, πρὸς δὲ καὶ τὴν ἄγνοιαν, ὅτε δηλώσει τις ἀστὴρ περὶ γάμου αὐτοῦ ἢ τεκνογονίας ἢ
ἀγῶνος περὶ πλούτου συναγωγὴν καὶ κτῆσιν οὐσίας ἢ17

18

ἀποδημίας ἢ ἐπιχειρήσεως δυσχερῶν πραγμάτων ἢ πράγ‐ ματα ἀδύνατα αὐτῷ, μὴ ἔχων ὁ τοιοῦτος δύναμιν οἵαν ἔχουσιν οἱ νέοι μήτε ὑπομονὴν μήτε φρόνησιν ἢ οἰκονομίαν, οὐ δύναται δέξασθαι τὰς τῶν ἀστέρων ἐνεργείας· ὡσαύ‐
5τως ὁ παρηβηκὼς καὶ ἠτονηκὼς γέρων, ὅτε δηλώσουσιν οἱ ἀστέρες τεκνογονίαν αὐτοῦ καί τινα ἕτερα ἃ ποιῆσαι ἀδυνατεῖ. διὰ τοῦτο οὖν ἀναγκαῖόν ἐστιν προγνῶναι τὴν ἡλικίαν τοῦ γεννηθέντος ὡς ἂν τὸ ἀποτέλεσμα ᾖ κατὰ ταῦτα.
10 Ἀνέτρεψάν τινες τὸν τοιοῦτον λόγον καὶ εἶπον· ὁρῶμεν τὸ βρέφος καὶ τὸ νεογνὸν παιδίον ὅτι πρὸς γάμον λαμβά‐ νεται καὶ γίνονται αὐτῷ ἀξιώματα καὶ ἐξουσίαι καὶ δοῦλοι καὶ ὑποζύγια· πολλάκις δὲ καὶ ἐν ἀποδημίαις προσλαμ‐ βάνεται, καὶ κληρονομεῖ πλοῦτον ἀξιόλογον, καὶ ἐπικτᾶται
15ἀκίνητον περιουσίαν. ἡμεῖς δὲ λέγομεν ὅτι τὰ τοιαῦτα οὐ δι’ αὑτοῦ πράττει ὁ παῖς, ἀλλὰ διά τινων προνοητῶν αὐ‐ τοῦ οἱονεὶ γονέων ἢ ἑτέρων. ταῦτα δὲ ἐπιγίνεται αὐτῷ, ὅτε δηλοῖ τις ἀστὴρ τὰ τοιαῦτα, ἐκείνου μηδὲν γινώσκον‐ τος ἢ θέλοντος ἢ διακρίνοντος. καὶ κατὰ τοῦτον 〈τὸν〉 τρό‐
20πον φαμὲν αὐτὸν μὴ δύνασθαι τὰ τοιαῦτα ποιῆσαι· καὶ γὰρ οὐδὲ συνουσιάζει οὐδὲ τεκνογονεῖ οὐδὲ δυσχερέσι πράγμασιν ἐπιχειρεῖ δι’ ἑαυτοῦ. ἐν γὰρ τῇ τοιαύτῃ ἡλικίᾳ
πρὸς τὰ τοιαῦτα ἀδυνατεῖ. ὅτε δὲ κατά τινα καιρὸν τῆς18

19

ζωῆς αὐτοῦ ὑπάρχει ἐν τῇ ἀνηκούσῃ ἡλικίᾳ τῷ ἀστέρι ἐκείνῳ, δύναται ἐπιτηδεύεσθαι τὴν σημασίαν τοῦ ἀστέρος. Κυβερνῶσι δὲ οἱ ἀστέρες τὰς ἡλικίας κατὰ τὴν τάξιν τῶν οἰκείων σφαιρῶν ἀρχόμενοι ἀπὸ τῆς κατωτέρω σφαίρας,
5οἱ μὲν ἰσάριθμον κυβερνῶντες καιρὸν τῇ ἐλαχίστῃ αὐτῶν περιόδῳ, οἱ δὲ τῷ ἡμίσει ἢ τῷ δεκάτῳ τῆς ἐλαχίστης ἢ τῆς μέσης αὐτῶν περιόδου. τὴν μὲν οὖν πρώτην τετρα‐ ετίαν κυβερνεῖ ἡ Σελήνη πλησιεστέρα οὖσα τῶν λοιπῶν ἀστέρων ἡμῖν· καὶ γὰρ τὸ ἀσθενὲς τῆς φύσεως τοῦ παιδὸς
10καὶ ἡ ὑγρότης καὶ ἡ ἀπαλότης καὶ ἡ ὀλιγοτροφία καὶ ἡ κακοήθεια καὶ ἡ τῶν πραγμάτων ἄγνοια καὶ ἡ ἀποχὴ τῶν πρακτέων καὶ ἡ ἀπορία τῶν διανοήσεων καὶ τὸ τάχιον τῆς αὐξήσεως καὶ τὸ ἐπιδεκτικὸν τῶν μεταβολῶν δηλοῖ τὴν Σελήνην εἶναι τούτου κυβερνῆτιν. καὶ διακυβερνᾷ
15τοῦτον χρόνους δ ἀπὸ τοῦ καιροῦ τῆς ἐκτέξεως. τέσσαρες δὲ ὑπετέθησαν οἱ τρόφιμοι χρόνοι κατὰ δ στοιχεῖα ἐξ ὧν συνέστηκε τὸ ἡμέτερον σῶμα, ἑνὶ ἑκάστῳ στοιχείῳ ἔτος α· δηλοῖ δὲ ὅτι μόνα τὰ τέσσαρα ἔτη τῆς Σελήνης εἰσίν, ὅτι ὁ παῖς τὴν τοιαύτην τελειώσας ἡλικίαν μεθίσταται
20ἀπὸ τῶν εἰρημένων διαθέσεων ἐπὶ ἑτέραν διάθεσιν. ἕτεροι δὲ εἶπον ὡς ἐπεὶ ἡ Σελήνη δηλοῖ τοὺς τροφίμους ἐνι‐ αυτούς, εἰσὶ δὲ τὰ μέσα αὐτῆς ἔτη λθ ἥμισυ, λαμ‐
βάνομεν τούτων τὸ δέκατον καὶ γίνονται δ ἔγγιστα·19

20

ἔ〈λαβον〉 δὲ τὰ δ ὡς δέκατον εἶναι τῶν μ καὶ τὴν 〈ἥττονα〉 ἀναλογίαν πρὸς ταῦτα τηροῦντα. καὶ εἰ ἐλάβομεν τὸ 〈ιʹ〉 τῶν ἐλαχίστων αὐτῆς ἐτῶν, ἦσαν ἂν β ἥμισυ ἐνιαυτοί, ἀλλ’ οὐχ ὁρῶμεν ἐν τοσούτῳ καιρῷ μετατιθέμενον τὸν
5παῖδα ἀπό τινος διαθέσεως εἰς ἑτέραν διάθεσιν. καὶ εἴ γε ἔλαβον τὸ δέκατον τῶν μεγίστων αὐτῆς ἐτῶν, ια ἂν ἦσαν ἔγγιστα, ἀλλὰ φανερῶς ὁρῶμεν μετατιθέμενον τὸν παῖδα καὶ μετα〈βαλλόμενον〉 πρὸ τοῦ τοιούτου καιροῦ. Εἶτα παραλαμβάνει τὴν δευτέραν ἡλικίαν ὁ Ἑρμῆς καὶ
10κυβερνεῖ ἔτη ι ἤτοι τὸ ἥμισυ τῆς ἐλαχίστης αὐτοῦ περι‐ όδου. τὸ γὰρ ἥμισύ ἐστι πρώτη σχέσις τῶν ἀριθμῶν καὶ μείζων, καὶ δηλονότι διὰ τοσούτων ἐτῶν μετατίθεται ὁ ἄνθρωπος ἀπό τινος διαθέσεως ἐπὶ ἑτέραν διάθεσιν. ἐγνώ‐ σθη δὲ διέπων ὁ Ἑρμῆς τὴν τοιαύτην ἡλικίαν ὡς προσ‐
15εχῶς τῆς Σελήνης ὑπερκείμενος καὶ διὰ τὴν ἐμφαινομένην τῇ ἀνθρωπίνῃ φύσει τηνικαῦτα εὐφυΐαν καὶ διάνοιαν καὶ τῶν πραγμάτων διάκρισιν καὶ τὸ ἄρχεσθαι μανθάνειν καὶ παιδεύεσθαι, καὶ τὸ τέλος ταύτης τῆς ἡλικίας ἐστὶ τέλος
τῆς παιδικῆς ἡλικίας.20

21

Τὴν δὲ τρίτην ἡλικίαν παραλαμβάνει ἡ Ἀφροδίτη καὶ διέπει ἔτη ὀκτὼ κατὰ τὴν ἐλαχίστην αὐτῆς περίοδον. καὶ ἔστιν ἡ τοιαύτη ἡλικία ἀρχὴ τῆς νεανικῆς· παρελήφθη δὲ οὕτως διὰ τὸ ἄνωθεν 〈εἶναι〉 τὴν ἀφροδισιακὴν σφαῖραν
5τῆς ἑρμαϊκῆς καὶ ταύτῃ προσεχῆ. διὰ τοῦτο κινεῖται ἡ ὄρεξις τηνικαῦτα καὶ ἀκατάσχετος ἡ ὁρμὴ αὐτῆς πρὸς τὴν 〈συν〉ουσίαν γίνεται. Τὴν δὲ τετάρτην ἡλικίαν διέπει ὁ Ἥλιος ἔτη ιθ κατὰ τὴν ἐλαχίστην αὐτοῦ περίοδον· ὑπέρκειται γὰρ ἡ σφαῖρα
10αὐτοῦ τῆς ἀφροδισιακῆς προσεχῶς. τηνικαῦτα δὲ εὑρί‐ σκομεν τὸν ἄνθρωπον φιλοῦντα τὴν δόξαν καὶ τὸ ὕψος καὶ μεταστῆναι ἀπὸ διαθέσεως εἰς ἑτέραν κρείττονα διάθεσιν καὶ ἀπὸ τῶν παιδικῶν ἐπὶ τὰς σπουδάς, καὶ κατέχοντα τὰς ἡδονὰς καὶ τὸ παίζειν ἀπαναινόμενον. καὶ ὥσπερ 〈ὁ〉
15Ἥλιος μέσος ἐστὶ τῶν κάτω ἀστέρων καὶ τῶν ἄνω, τὸν αὐτὸν τρόπον καὶ αὕτη ἡ ἡλικία μέση ἐστὶ τῆς παιδικῆς καὶ τῆς γεροντικῆς· καὶ τὸ τέλος αὐτῆς τέλος ὑπάρχει τῆς νεανικῆς ἡλικίας. Εἶτα παραλαμβάνει ὁ Ἄρης 〈τὴν πέμπτην ἡλικίαν〉 καὶ
20διέπει ἔτη ιε· καὶ ἡ ἀρχὴ ταύτης τῆς ἡλικίας ἐστὶν ἀρχὴ
τῆς καθεστηκυίας· καὶ γὰρ ὁ Ἄρης ὑπέρκειται προσεχῶς21

22

τῆς ἡλιακῆς σφαίρας. διὰ τοῦτο ἐν τῇ τοιαύτῃ ἡλικίᾳ οἱ ἄνθρωποι ἀγωνίζονται ἐν τῷ κόσμῳ καὶ φροντίσιν ἑαυ‐ τοὺς περιπείρουσι καὶ κόποις καὶ μερίμναις καὶ μόχθοις καὶ πόνοις, ταλαιπωροῦσι, καὶ τὰς πλείονας ἡδονὰς κατα‐
5λιμπάνουσιν. Εἶτα παραλαμβάνει τὴν ἕκτην ἡλικίαν ὁ Ζεὺς καὶ δι‐ έπει ἔτη ιβ, ὑπερκείμενος προσεχῶς τοῦ Ἄρεως· καὶ ἔστιν ἡ τοιαύτη ἡλικία γεροντική. διὰ τοῦτο γὰρ οἱ ἄνθρωποι τηνικαῦτα καταλιμπ〈άν〉ουσι τοὺς πλείονας κόπους καὶ
10πόνους καὶ μόχθους καὶ ἀγῶνας καὶ τὸ σφαλερῶς ἐπι‐ χειρεῖν, καὶ φροντίζουσιν ἐν τῇ τοιαύτῃ ἡλικίᾳ τῶν καλῶν καὶ ἀγαθῶν πράξεων, καὶ μνημονεύουσι τοῦ ἐκεῖθεν κόσ‐ μου, καὶ χρῶνται ταῖς εὐποιΐαις. Εἶτα παραλαμβάνει τὴν ἑβδόμην ἡλικίαν ὁ Κρόνος καὶ
15διέπει ἄχρι τοῦ τέλους τῆς ζωῆς, ὑπερκείμενος προσεχῶς τοῦ Διός. καὶ διὰ τοῦτο οἱ ἄνθρωποι τηνικαῦτα παρ‐ ακμάζουσι καὶ ἀδυνατοῦσι καὶ ψύχονται τὰ σώματα καὶ ὀκνοῦσι καὶ ἀποροῦσι καὶ ὀλιγοψυχοῦσιν ὥσπερ ἀπαγο‐ ρευούσης τῆς φύσεως, καὶ ἐκκόπτονται τὰς ἐλπίδας καὶ
20ἐπιθυμιῶν ἐστέρηνται καὶ νόσοις πιέζονται.22

23

(1t)

Ὄγδοον. Περὶ τῆς διαθέσεως τῶν ἀστέρων ἐν
2tτοῖς γενεθλίοις καὶ κατὰ πάροδον
3 Ἐν ταῖς ἑπτὰ οὖν ἡλικίαις ταύταις ἕκαστος ἀστὴρ ἐμ‐ φαίνει τὴν οἰκείαν ἐνέργειαν κατὰ τὴν ἀρχῆθεν διάθεσιν
5αὐτοῦ καὶ κατὰ τὴν ἐν τῷ καιρῷ καθ’ ὃν παραλαμβάνει τὴν τῆς ἡλικίας κυβέρνησιν. εἰ οὖν ἐν τοῖς δυσὶ καιροῖς καλῶς ὑπάρχει διατεθειμένος, δηλοῖ πολλὴν λυσιτέλειαν· εἰ δὲ κεκακωμένος εἴη τοῖς δυσὶ καιροῖς, σημαίνει πολλὴν βλάβην· εἰ δὲ διαφωνῶσιν οἱ β καιροί, ὅ τε κατὰ πῆξιν καὶ
10ὁ κατὰ πάροδον, μετρία ἔσται καὶ ἡ ὠφέλεια καὶ ἡ βλάβη. εἰ δέ τις τῶν ἀνθρώπων οὐ καταλάβῃ τὸ γῆρας ὥστε δι‐ ελθεῖν τὰ ἔτη τῶν ἀστέρων, ἀποθανεῖται ἐν τῷ καιρῷ τῆς κυβερνήσεως τοῦ ἀστέρος ἐκείνου οὗ τὴν ἡλικίαν κατέλαβε.
15 Τινὲς δὲ εἶπον ὅτι κυβερνᾷ ὁ Κρόνος τὴν ζʹ ἡλικίαν ἔτη λ· εἰ δὲ ταῦτα παρέλθῃ, πάλιν κυβερνᾶται ὑπὸ τῆς Σελή‐ νης· ἀσθενὴς γὰρ καὶ ὑγρὸς καὶ ὀλιγότροφος καὶ ἀργοκί‐ νητος γίνεται. εἶτα ὑπὸ τοῦ Ἑρμοῦ καὶ καθεξῆς 〈ὡσ〉 προείπομεν, πλὴν εἰ καὶ ἀποκαθίσταται ἡ κυβέρνησις ἐπὶ
20τῆς Σελήνης, ἀλλ’ οὖν οὐ τὰ αὐτὰ ἕξει τῇ ἐξ ἀρχῆς ἡλικίᾳ· οὔτε γὰρ θηλάζει οὔτε γάλακτι τρέφεται. τότε
γὰρ ἐδέξατο τὰς ἐνεργείας τῶν ἀστέρων ἀναλογούσας23

24

αὐτοῦ ἡλικίᾳ· ἐν δὲ τῇ ἐσχάτῃ ἡλικίᾳ ἀδρανῆ καὶ ἀμυδρὰ τὰ τῶν ἀστέρων εἰς αὐτὸν διαβαίνει ἐνεργήματα. Τινὲς δὲ ἐσκόπουν τὰς ἡλικίας, καὶ ἑκάστην ἡλικίαν διῄρουν 〈εἰς τοὺσ〉 ζ ἀστέρας καθὼς καὶ ἐν τῷ φαρταρῇ
5ποιοῦμεν, πλὴν 〈ὅτι οὐκ〉 ἔχει τὸν τρόπον ἐκεῖνον διότι οἱ χρόνοι τοῦ φαρταροῦ τῷ ἀστέρι παρεξεβλήθησαν ἀπὸ τρόπου δι’ οὗ κοινωνοῦσιν ἀλλήλοις πάντες οἱ πλανῆται. ἐτάχθησαν γὰρ κατὰ τὴν τάξιν τῶν ἐν τοῖς ζῳδίοις ὑψω‐ μάτων αὐτῶν, ταῦτα δὲ τὰ ἔτη ὑπάρχουσι κατὰ τὴν ἀπά‐
10θειαν ἑνὸς ἑκάστου ἀστέρος πρὸς μίαν ἑκάστην ἡλικίαν. καὶ διὰ τοῦτο ὅτε ἐστὶν ὁ γεννηθεὶς ἐν κυβερνήσει τινὸς τῶν ἀστέρων κατά τινα ἡλικίαν, μόνῳ ἐκείνῳ τῷ ἀστέρι κυβερνᾶται ᾧ ἀναλογεῖ ἡ φύσις τῆς ἡλικίας.
14tἜννατον. Περὶ τοῦ τίνα δεῖ προγινώσκειν τὸν
15tἀστρολόγον περὶ τοῦ ἔχοντος τὴν ἐναλλαγήν
16 Δεῖ πρὸ τοῦ ἀποτελέσματος τῆς τῶν χρόνων ἐναλλαγῆς γινώσκειν ταῦτα τὰ δ. πρῶτον, ἐν ποίᾳ ἡλικίᾳ ἐστὶν ὁ ἔχων τὴν ἐναλλαγὴν τῶν ἡλικιῶν τῶν ἀστέρων· δεύτερον, ποίας τάξεώς ἐστι τῶν ἀνθρώπων· τρίτον, τὰς διαθέσεις
20αὐτοῦ περὶ ὧν ἐνδέχεται ἀποτελεῖν· τέταρτον, προειδέναι
τινὰ τῶν κατ’ αὐτὸν πραγμάτων. καὶ πρῶτον μὲν χρὴ24

25

εἰδέναι πόσων ἐτῶν ἐστιν ὁ γεννηθείς· τούτῳ γὰρ γνω‐ σθήσεται καὶ ἐν ποίᾳ ἡλικίᾳ ἐστὶν ὁ γεννηθείς, καὶ ὑπὸ ποίου ἀστέρος κυβερνᾶται. εἶπον δὲ ὅτι χρὴ καὶ τὸ τοιοῦτον εἰδέναι, ὅτι πάντες οἱ μοχθηροί, ὅτε ἀτονήσωσι
5πρὸς κατάληψιν μαθήματός τινος, παντὶ τρόπῳ βούλονται ἐξουδενοῦν καὶ διαβάλλειν ἐκεῖνο τὸ μάθημα ἵνα δόξωσι μὴ δι’ ἀδυναμίαν φύσεως τούτου στερηθῆναι, ἀλλὰ διὰ τὸ εἶναι τὸ μάθημα σφαλερὸν καὶ ἄχρηστον· καὶ διὰ τοῦτο παντὶ τρόπῳ σπεύδουσι παραλογίζεσθαι καὶ διαβάλλειν
10τοὺς μετερχομένους αὐτό. τοιγαροῦν θέματα προκομί‐ ζουσί τινες τῶν τοιούτων βρέφους ἢ γέροντος παρηβηκό‐ τος, καὶ ὑποδεικνύουσι τοῦτό τινι τῶν ἀστρονόμων, καὶ ἐρωτῶσιν αὐτὸν περί τινων ἐνεργειῶν ὧν αἱ τοιαῦται ἡλικίαι ἄδεκτοι πρὸς τὸ διαβαλεῖν τὸ μάθημα· καὶ διὰ
15τοῦτο ἀναγκαῖόν ἐστι προειδένει τὸ ἔτος. Δεῖ δὲ ἡμᾶς γινώσκειν καὶ τὰ τοῦ δευτέρου κεφαλαίου, ὅτι δ εἰσιν αἱ τῶν ἀνθρώπων τάξεις· καὶ πρώτη μὲν ἡ
τῶν βασιλέων, δευτέρα δὲ ἡ τῶν 〈εὐγενῶν〉, καὶ τρίτη ἡ25

26

τῶν μέσων, καὶ τετάρτη ἡ τῶν πενήτων. πολλοὶ γὰρ οἱ διαβάλλοντες τὸ μάθημα· καὶ παραλογίζονται τοὺς λο‐ γίους, καὶ προσάγουσιν ἐναλλαγὴν χρόνων [πρὸς] βασι‐ λέως, καὶ οὐ λέγουσιν αὐτοῖς, “Βασιλική ἐστιν ἡ ἐναλ‐
5λαγή”. ἐκεῖνοι δέ, ἀγνοοῦντες ποίας τάξεώς ἐστι τῶν ἀνθρώπων, οὐχ ὡς περὶ βασιλέως ἀποτελοῦσιν, ἀλλ’ ὡς περί τινος τῶν κοινῶν. οἱ δὲ διαλαμβάνουσι τὸ τοιοῦτον πρὸς διαβολὴν τοῦ μαθήματος· τοῦ γὰρ βασιλέως ἐναλ‐ λαγὴ ὅτε ἐστὶν ἀγαθή, δηλοῖ ἐπικράτειαν κατὰ τῶν λοι‐
10πῶν ἐχθρῶν βασιλέων, καὶ ἐκπόρθησιν κάστρων καὶ πό‐ λεων καὶ κλιμάτων, καὶ θησαυρῶν εὕρεσιν· ὅτε δέ ἐστί τινος τῶν κοινῶν ἡ ἐναλλαγή, δηλοῖ ἐχθρῶν ἐπικράτειαν, καὶ βασιλέως πρὸς αὐτὸν προσπάθειαν, καὶ ὑπεροχὴν πρὸς τοὺς τῆς ὁμοίας αὐτῷ τάξεως.
15 Τὸ δὲ τρίτον κεφάλαιον ἦν τὸ γνῶναι τὰς ἐνεργείας ὧν ἐστι δεκτικὸς ὁ τὴν ἐναλλαγὴν ἔχων. τοῦτο δὲ δεῖ εἰδέναι τὸν ἐπιστήμονα μή πως, περιτυχὼν ἐναλλαγῇ γενεθλίου εὐνούχου δηλούσῃ παίδων γονήν, ἀποτελέσῃ τι τοιοῦτον καὶ γελοῖος ὀφθῇ. ἡ γὰρ καταρχὴ τῆς γενέσεως ἐδήλου
20τὸν τοιοῦτον εὐνοῦχον γεγενῆσθαι καὶ ἄπαιδα· πῶς οὖν26

27

δυνήσεται κατά τινα καιρὸν πατὴρ γεγονέναι ὁ καθάπαξ τὸ τοιοῦτον διὰ τῶν τῆς καταρχῆς σχημάτων ἀφαιρεθείς; ὡσαύτως καὶ εἴ ποτε περιτύχοιμεν ἐναλλαγῇ ἔτους παι‐ δὸς δηλούσῃ τεκνογονίαν, οὐ λέγομεν τοῦτον τεκνογο‐
5νῆσαι διὰ δύο αἰτίας· μίαν μὲν ὅτι ὁ ἀστὴρ ὁ κυβερνῶν τὴν ἡλικίαν αὐτοῦ οὐ δηλοῖ δύναμιν τεκνογονίας, ἑτέραν δὲ ὅτι ἡ φύσις αὐτοῦ ἄδεκτός ἐστι τῶν σημασιῶν τῶν ἀστέρων. καὶ γὰρ εἴ τις ἐναλλάξει νεκροῦ ἔτος καὶ ἤδη τὰ σχήματα δηλοῦντά τινα, οὐδὲν περιγενήσεται αὐτῷ
10διὰ τὸ ἄδεκτον εἶναι τῶν τοιούτων. δεῖ οὖν ἀντιδιαστέλλειν τὸ ἀποτέλεσμα καὶ γράφειν ὅτι δηλοῦσιν οἱ ἀστέρες τῷ δεῖνι περιγενέσθαι τόδε καὶ τόδε εἴπερ ὑπάρχει ἐν ἡλικίᾳ δεκτικῇ τῶν τοιούτων ἀποτελεσμάτων· εἰ γὰρ μὴ εἴη δεκτικὴ τῶν τοιούτων, λέγομεν ὡς οἱ ἀστέρες καθολικῶς
15δηλοῦσι τόδε καὶ τόδε, καὶ ὡς ἡ φύσις τοῦ ἀνθρώπου τούτου εἴπερ ἦν δεκτικὴ τῶν τοιούτων, περιεγένοντο ἂν αὐτῷ. Τέταρτον ἦν κεφάλαιον τὸ γινώσκειν τὰ κατὰ τὸν ἔχοντα τὴν ἐναλλαγὴν ὡς ἂν προσφυὲς τῷ προσώπῳ καὶ
20τὸ ἀποτέλεσμα γένηται. λέγομεν γὰρ περὶ τοῦ μὴ ἔχον‐ τος πλοῦτον ὅτι ἐπικτήσεται, περὶ δὲ τοῦ ἔχοντος ὅτι αὐξή‐ σει ὁ πλοῦτος αὐτοῦ. καὶ εἰ μὲν ἔχει ἀδελφούς, τῶν σχη‐ μάτων δηλούντων γένεσιν ἀδελφῶν, λέγομεν προσθήκην γενέσθαι τοῖς ἀδελφοῖς· εἰ δὲ μὴ ἔχει, λέγομεν ὡς γενή‐
25σονται αὐτῷ ἀδελφοί. ὡσαύτως καὶ περὶ τῶν γαιῶν καὶ27

28

ἐξουσιῶν καὶ τῶν ὁμοίων, ἀλλ’ οὐδὲ ἀποτελοῦσι περὶ τοῦ μὴ ἔχοντος κτήματα ἢ προσόδους ὡς καταλυθήσονται τὰ τούτου κτήματα ἢ ὕφεσιν δέξονται αἱ τούτου πρόσοδοι. τινὲς δὲ λέγουσιν ὡς εἰ σημαίνουσι τὰ σχήματά τινι τελευ‐
5τὴν γονέων καὶ οὐκ ἔχει γονεῖς, τελευτήσουσί τινες γέ‐ ροντες ἐν τῷ οἴκῳ αὐτοῦ· καὶ ἐν τῇ καταρχῇ δηλούντων τῶν σχημάτων μὴ τεκνογονεῖν τὸν ἄνθρωπον, ἡνίκα ἐπι‐ γένηται σχῆμα τεκνογονίας, οὐ τεκνογονεῖ, ἀλλὰ υἱοθετήσει τινά· καὶ εἴπερ οὐκ ἔχει κτήματα καὶ δηλοῦσι τὰ σχήματα
10κτημάτων ἀνόρθωσιν, ἔσται τοῦτο ἑτέρῳ τινὶ διὰ μεσι‐ τείας αὐτοῦ· καὶ εἰ γάμον δηλοῦσι τὰ σχήματα, τῆς κατ‐ αρχῆς γάμον μὴ δηλούσης, συνουσιάσει γυναικὶ χωρὶς γά‐ μου· καὶ εἰ δηλοῦσι τὰ σχήματα πρὸς βασιλεῖς οἰκείωσιν, τοιοῦτόν τι τῆς καταρχῆς μὴ ὑποφαινούσης, ὁμιλήσει
15ἄρχουσιν. δεῖ δὲ καὶ τὸν ἐπιστήμονα εἰδέναι εἰ ἔστιν ἡ ἐναλλαγὴ ἀνδρὸς ἢ γυναικὸς ὡς ἂν κατὰ τὴν ἑκάστην φύσιν ἀποτελῇ· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ τὰ κατ’ αὐτούς· πολλάκις γὰρ καὶ γυναῖκες ἄρχουσι πόλεων. δεῖ οὖ καὶ τὰ τοιαῦτα προγινώσκειν. εἰ γὰρ καὶ ἀπὸ τῶν
20γενεθλίων δυνάμεθα διαγνῶναι τὰ τοιαῦτα, ἀλλ’ οὖν ἡ τούτων διάγνωσις καθ’ ἕκαστον ἔτος δυσχερεστάτη ἐστίν.
διαγινώσκεται γὰρ ἀπὸ τῆς ἐναλλαγῆς τοῦ τεθνεότος28

29

τὰ κατὰ παῖδα αὐτοῦ· γίνεται γὰρ ὡσανεὶ δευτέρα σχέσις τοῦ πατρὸς πρὸς τὸν παῖδα μετὰ θάνατον, ὥσπερ δια‐ γινώσκεται τὰ περὶ τοῦ πατρὸς ἐκ τοῦ γενεθλίου τοῦ παι‐
δός, εἰ καὶ τέθνηκεν ὁ παῖς.29

30

(1t)

ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ
2tΠερὶ τοῦ ἀριθμοῦ τῶν σημαντήρων τοῦ ἔτους. αʹ
3 Ἰστέον ὅτι τὸ ἓν ἔτος διαιρεῖται εἰς μῆνας καὶ εἰς ἡμέ‐ ρας καὶ εἰς ὥρας, καὶ ἑκάστῳ τούτων εἰσὶ πολλοὶ σημαν‐
5τῆρες. καὶ οἱ ἀστέρες τῇ διαφορότητι τῶν διαθέσεων αὐτῶν δηλοῦσι ἑκάστοτε διαφόρους διαθέσεις· καὶ οἱ μὲν δηλοῦσι κατὰ τὸν τῆς ἐναλλαγῆς καιρὸν τὴν τοῦ χρόνου ποιότητα, εἴτε ἀγαθὴ εἴτε ἐναντία· ἔστι δὲ αὕτη ἡ σημα‐ σία ἡ καθολική· οἱ δὲ ἰδιοτάτην τινὰ ἔχουσι σημασίαν
10κατά τινα καιρὸν μερικὸν τοῦ ἔτους διὰ τῶν ἐπιβάσεων αἵτινες δηλοῦσι τὰς ἐπιτάσεις καὶ ἀνέσεις τῶν ἀγαθῶν καὶ τῶν κακῶν· οἱ δὲ δηλοῦσι τὴν τῶν μηνῶν ἐναλλαγὴν καὶ τῶν ἡμερῶν· καὶ ἔστιν αὕτη ἡ σημασία μερική. οἱ δὲ σημαντῆρες τοῦ ὅλου ἔτους εἰσὶ ιθ·
15αʹ. τὸ ζῴδιον ἔνθα κατέληξε τὸ ἔτος καὶ ὁ κύριος αὐτοῦ. βʹ. ὁ τόπος τοῦ μερισμοῦ καὶ ὁ ἐπιμερίζων. γʹ. ὁ συνεπιμερίζων αὐτῷ. δʹ. ὁ ἔχων τὸ φαρτὰρ καὶ ὁ συγκοινωνῶν αὐτῷ.
εʹ. ὁ κυριεύων τῆς περιόδου.30

31

ϛʹ. ὁ ὡροσκόπος τῆς ἐναλλαγῆς τοῦ ἔτους καὶ ὁ κύριος αὐτοῦ. ζʹ. ἡ Σελήνη καὶ οἱ συνάπτοντες αὐτῇ ἀστέρες ὄντες ἐν τῷ ζῳδίῳ ἐν ᾧ ἐστιν· εἰ δὲ κενοδρομεῖ, λαβὲ τὸν κύριον
5τοῦ ζῳδίου ἐν ᾧ ἐστιν. ηʹ. ἡ ἐπέμβασις τῶν ἀστέρων εἰς τοὺς κατὰ πῆξιν τό‐ πους αὐτῶν, καὶ ἀλλήλων ἐπ’ ἀλλήλους μετάβασις. θʹ. ὁ χρονοκράτωρ ὅτε τύχῃ ἐν τῇ ἐναλλαγῇ ἔν τινι τόπῳ τῶν δώδεκα.
10 ιʹ. οἱ τόποι τῶν ἀστέρων οἱ ἀπὸ τῶν οἴκων αὐτῶν καὶ οἱ τόποι τῶν οἴκων αὐτῶν ἀπ’ αὐτῶν. ιαʹ. ἡ περίοδος τῶν ἀστέρων καὶ τῶν δώδεκα οἴκων. ιβʹ. τὸ τυχεῖν τὸ χρονικὸν ζῴδιον ἢ τὸν ὡροσκόπον τῆς ἐναλλαγῆς ἔν τινι τόπῳ ἀστέρος τῶν κατὰ πῆξιν.
15 〈ιγʹ. τὸ τυχεῖν τὸ χρονικὸν ζῴδιον ἢ τὸν ὡροσκόπον τῆς ἐναλλαγῆς ἐν τοῖς τόποις τῶν ἀστέρων κατὰ πῆξιν〉, ιδʹ. τὸ εἶναι τὸν ἀστέρα ἐν τῷ γενεθλίῳ ἔν τινι τόπῳ καὶ ἐν τῇ ἐναλλαγῇ ἐν ἑτέρῳ οἴκῳ. ιεʹ. αἱ συναφαὶ τῶν ἀστέρων πρὸς ἀλλήλους.
20 ιϛʹ. ἃ σημαίνει ἕκαστος ἀστὴρ μεταβαίνων ἀπὸ τόπου εἰς τόπον δι’ ὅλου τοῦ χρόνου. ιζʹ. ὅσα σημαίνουσιν οἱ ἀστέρες τυχόντες ἔν τινι ζῳ‐
δίῳ τοῦ ἔτους.31

32

ιηʹ. ὅσα σημαίνει ὁ ἀστὴρ ἐν ἰδίῳ οἴκῳ ὢν ἢ ἐν ἀλλο‐ τρίῳ ἢ ἐν ἰδίῳ ὁρίῳ ἢ ἐν ἀλλοτρίῳ. ιθʹ. περὶ τῆς σημασίας τοῦ Ἀναβιβάζοντος καὶ Καταβι‐ βάζοντος.
5ταῦτά εἰσι τὰ σημαίνοντα τὴν τῶν γενεθλίων ἐναλλα‐ γήν. καὶ ὁ πρῶτος ἰσχυρότερός ἐστι τοῦ ἐφεξῆς, καὶ ὁ βʹ τοῦ τρίτου· ἔδει οὖν διαγνῶναι τοῦτον τὸν λόγον καὶ καθεξῆς εἶναι καὶ περὶ τοὺς λόγους, ἀλλ’ ἡμεῖς εὐσχήμο‐ νος χάριν διδασκαλίας καὶ τῆς συνεπείας τῶν λόγων προ‐
10τάσσομεν ἐνίοτε τὰ ὕστερα τῶν προτέρων καὶ τὰ πρότερα ὑποτάσσομεν τοῖς ὑστέροις. ἔχει μὲν οὖν ἕκαστον τούτων τῶν εἰρημένων ἰδίαν τινὰ σημασίαν, πολλάκις δὲ καί τινας ἑτέρας σημασίας· ἐνίοτε δὲ τὴν αὐτὴν ἔχει σημα‐ σίαν τοῖς κυρίοις τῶν μηνῶν.
15 Τινὲς δὲ τῶν ἀστρολόγων βουλόμενοι ἐρευνῆσαι περὶ τῆς τῶν χρόνων ἐναλλαγῆς ποιοῦσι τὸν περίπατον τούτων ἁπάντων καὶ ἀναλύουσιν εἴς τε μῆνας καὶ ἡμέρας καὶ ὥρας. οὗτοι δὲ σφαλερῶς ἐπεχείρουν τοῖς τοιούτοις διὰ τὸ μὴ ἐπιμένειν τὰς αὐτὰς σημασίας, ἀλλὰ δεῖ τὸν ὡρο‐
20σκόπον τοῦ μηνὸς στῆσαι καὶ τοὺς ἀστέρας ἀπογράψα‐ σθαι καὶ τὰς ἀκτινοβολίας καὶ τὰ δωδεκατημόρια καὶ τοὺς κλήρους, καὶ κατ’ ἐκεῖνα ἀποτελεῖν προσλαμβάνον‐ τας τούς τε κατὰ πῆξιν ἀστέρας καὶ τοὺς τῆς ἐναλλαγῆς. εἰ γὰρ εἷς ἀστὴρ ἐδήλου τὰ τοῦ ἀνθρώπου, ἦν ἂν πᾶσα
25ἕξις αὐτοῦ καὶ διάθεσις καὶ κίνησις κατὰ τὴν τοῦ ἀστέρος32

33

ἐκείνου φύσιν· ἀλλ’ ἐπεὶ πολλοί εἰσιν οἱ σημαίνοντες τὰ τοῦ ἀνθρώπου, διὰ τοῦτο διάφορά ἐστι καὶ τὰ κατ’ αὐτὸν πάθη.
4tΔεύτερον. Περὶ τῶν σημασιῶν τῆς ψυχῆς καὶ τοῦ
5tσώματος καὶ τῶν ἐν ταῖς ἐναλλαγαῖς σημασιῶν
6 Τὰς σημασίας ἃς προείπομεν λαμβάνομέν τινας μὲν ἐπὶ τῶν παθῶν τῆς ψυχῆς, τινὰς δὲ ἐπὶ τῶν ἕξεων τοῦ σώ‐ ματος, τινὰς δὲ ἐπὶ τῶν διαθέσεων καὶ κινήσεων καὶ ἐνερ‐ γειῶν τοῦ ἀνθρώπου κατὰ πάντα καιρόν. καὶ πρῶτον
10μὲν ἐν τῇ ἐναλλαγῇ τοῦ ἔτους δεῖ σκοπεῖν τὴν διάθεσιν τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ τὴν τούτων σύγκρασιν καὶ συμφωνίαν, εἶτα τὰς λοιπὰς διαθέσεις τοῦ ἀνθρώπου κατὰ τὸ ἔτος ἐκεῖνο ἅπαν. δηλοῦσι δὴ τὰ μὲν τοῦ σώμα‐ τος πέντε·
15 αʹ μὲν τὸ τῆς ἐναλλαγῆς ζῴδιον, βʹ τὸ ὅριον ἔνθα κατήντησεν ὁ ἀπὸ τοῦ ὡροσκόπου περίπατος, γʹ τὸ ὅριον ἔνθα κατήντησεν ὁ ἀπὸ τοῦ ἀφέτου περί‐ πατος,
20 δʹ ἡ Σελήνη, εʹ ὁ ὡροσκόπος τῆς τοῦ ἔτους ἐναλλαγῆς. τὰ δὲ τῆς ψυχῆς δηλοῦσιν η. αʹ ὁ κύριος τοῦ ἔτους, βʹ ὁ κύριος τῶν ὁρίων ἔνθα κατήντησεν ὁ ἀπὸ τοῦ
25ὡροσκόπου περίπατος,33

34

γʹ ὁ κύριος τῶν ὁρίων ἔνθα κατήντησεν ὁ ἀπὸ τοῦ ἀφέτου περίπατος, δʹ ὁ συγκοινωνῶν καὶ συνεπιμερίζων τούτοις κατὰ σῶμα ἢ ἀκτινοβολίαν,
5 εʹ ὁ κύριος τοῦ φαρτάρ, ϛʹ ὁ κύριος τῆς περιόδου, ζʹ ὁ ἀστὴρ ὁ δεχόμενος τὴν τῆς Σελήνης συναφὴν ἢ ὁ ἀστὴρ ὁ δεχόμενος τὴν συναφὴν τοῦ κυρίου τοῦ οἴκου αὐτῆς,
10 ηʹ ὁ κύριος τοῦ ὡροσκόπου τῆς ἐναλλαγῆς τοῦ ἔτους. ὅτε οὖν οἱ τοιοῦτοι ἤτοι οἱ σημαίνοντες τὰ τῆς ψυχῆς καὶ τοῦ σώματος ἢ οἱ πλείους αὐτῶν ὑπάρχουσιν ἐν τόποις καλοῖς τοῖς κατὰ τὴν οὐρανίαν θέσιν καὶ ὑπάρχουσιν ἀκά‐ κωτοι, δηλοῦσι τὴν συμφωνίαν τῆς ψυχῆς καὶ τοῦ σώμα‐
15τος καὶ τὴν τούτων εὐεξίαν καὶ διαμονήν· τὰ δὲ λοιπὰ σημειωτικὰ σχήματα δηλοῦσι τὰς κινήσεις καὶ τὰς ἐνερ‐ γείας. εἰ δέ ποτε καιροῦ δηλώσουσί τινα τῶν τῆς ψυχῆς καὶ τοῦ σώματος, ἡ σημασία ἐκείνη οὐκ ἔσται ἀρχέτυπος, ἀλλ’ ἢ κατὰ συμβεβηκός. τὰ δὲ τοιαῦτα ἃ
20προείπομεν σημαίνειν τὰ κατὰ τὴν ψυχὴν καὶ τὸ σῶμα καὶ τὴν πρὸς ἄλληλα τούτων συμφωνίαν δηλοῦσι πρὸς τούτοις καὶ πάσας τὰς λοιπὰς διαθέσεις καὶ κινήσεις, πλὴν ἡ κυρία αὐτῶν καὶ ἰδία σημασία ἐστὶ περί τε τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ οὐκ ἔστιν εὑρεῖν παρά τινι
25τῶν σημαινόντων τὰ λοιπὰ τὰς τοιαύτας σημασίας ἃς
οὗτοι σημαίνουσιν.34

35

(1t)

Τρίτον. Περὶ τοῦ ζῳδίου τῆς ἐναλλαγῆς καὶ
2tτοῦ κυρίου τοῦ ἔτους ἤτοι τοῦ χρονοκράτορος τοῦ
3tλεγομένου Περσιστὶ σαλχαδάη, καὶ ἣν ἔχουσι
4tσημασίαν
5 Δεῖ σε ἐν τῇ τῶν ἐτῶν ἐναλλαγῇ ἰδεῖν τὸν κατὰ πῆξιν ὡροσκόπον καὶ λογίσασθαι ζῴδιον ἓν κατ’ ἔτος ἕν, καὶ ἔνθα καταντήσει, ἐκεῖνο ἔσται τὸ ζῴδιον τῆς ἐναλλαγῆς· καὶ ὁ κύριος αὐτοῦ ἐστιν ὁ χρονοκράτωρ ὃς λέγεται Περσιστὶ σαλχοδάης· εἶτα ἰδεῖν τοῦτο τὸ ζῴδιον ποῖον
10τόπον ἐπεῖχεν ἐν τῷ θέματι τῆς καταρχῆς, ἆρα τῶν τεσσάρων ἦν κέντρων ἢ τῶν ἐπαναφορῶν ἢ τῶν ἀποκλι‐ μάτων, καὶ τίνος μέν ἐστιν οἶκος, τίνος δὲ ὕψωμα, τίνος δὲ τρίγωνον, καὶ ἆρα ἀγαθοποιοῦ ἐστιν ἢ κακοποιοῦ, καὶ τίς ἦν ἐν αὐτῷ ἀστὴρ ἐν τῇ καταρχῇ, τίς δὲ κλῆρος,
15καὶ ποῖον δωδεκατημόριον, καὶ τίς τοῦτον ἐπέβλεπεν ἢ τίς ἀπὸ τῶν ἑπτὰ ἀστέρων τὴν ἀκτῖνα ἐπέβαλε, καὶ ἀπὸ ποίου ζῳδίου καὶ ποίας μοίρας τοῦτον ἔβλεπεν· ἆρα ἀπὸ τῶν συμφώνων αὐτῷ ζῳδίων ἢ τῶν ἐναντιουμένων, τῶν πολυαναφόρων ἢ τῶν ὀλιγοαναφόρων, τῶν ἰσοαναφόρων ἢ
20τῶν ὁμοζώνων, καὶ ἆρα ἀπὸ τῶν λαμπρῶν μοιρῶν ὁ σχηματισμός, ἀπὸ τῶν σκιερῶν καὶ ἀμαυρῶν, καὶ τῶν εὐτυχῶν ἢ τῶν δυστυχῶν, καὶ ἐπὶ ποῖον ὅριον, καὶ ἐπὶ ποῖον δεκανόν, καὶ ἐπὶ ποῖον ἐνατημόριον, καὶ
ἐπὶ ποίαν μοῖραν τῶν λαμπρῶν ἢ τῶν σκιερῶν καὶ35

36

ἀμαυρῶν κατήντησεν ἡ ἀκτίς. εἶτα ἴδῃς τὸ ζῴδιον τῆς ἐν‐ αλλαγῆς, ἆρα ἐν τῇ καταρχῇ ἀπόκλιμα ἦν καὶ οὐκ ἐφορᾶται παρὰ τῶν ἀκτίνων τῶν ἀστέρων. εἶτα σκόπησον ἐν τῇ ἐν‐ αλλαγῇ τοῦ ἔτους εἰ ἔστιν ἐν τῷ τῆς ἐναλλαγῆς ζῳδίῳ
5ἀστὴρ κατὰ πάροδον ἢ ἀστέρος ἀκτὶς ἢ δωδεκατημόριον, καὶ εἰ ἐφορᾶται παρά τινος ἢ ἀσύναπτός ἐστι πρὸς ἅπαν‐ τας· καὶ εἰ ἐφορᾶται παρά τινων ἢ πάντων, ἀπὸ ποιῶν μοιρῶν ἐφορᾶται, καὶ ποῦ ἦσαν ἐν τῇ καταρχῇ οἱ ἐφορῶν‐ τες ἀστέρες, ποῦ δὲ κατὰ πάροδον, καὶ πῶς ἦσαν ἐν τῇ
10καταρχῇ, πῶς δέ εἰσιν ἐν τῇ ἐναλλαγῇ. καὶ γνῶθι ἑκάστου διάθεσιν, καὶ μάλιστα τὴν διάθεσιν τοῦ χρονοκράτορος καθὼς προείπομεν. εἰ μὲν οὖν ἐστι τὸ ζῴδιον τῆς ἐναλλα‐ γῆς ἀκάκωτον παρά τε τῶν κατὰ πῆξιν ἀστέρων καὶ τῶν κατὰ πάροδον, ὑπάρχει δὲ καὶ ὁ κύριος αὐτοῦ κατά
15τε πῆξιν καὶ κατὰ πάροδον προποδίζων, καὶ ἐν τῇ οἰκείᾳ αἱρέσει εἴτε ἡμερινὸς εἴη ἢ νυκτερινός, καὶ ἐν τόπῳ ἔνθα λόγους τινὰς ἔχει, καὶ ἐνδύναμος ὑπάρχει καθ’ ἑαυτὸν ὡσαύτως καὶ οἱ ἐφορῶντες ἀστέρες, καὶ ἐν καλῷ τόπῳ ἑστήκοι ἀπό τε τοῦ ὡροσκόπου τῆς καταρχῆς καὶ τοῦ
20ζῳδίου τῆς ἐναλλαγῆς καὶ τοῦ ὡροσκόπου τῆς ἐναλλαγῆς, τότε δηλοῖ σώματος σωτηρίαν τοῦ ἔχοντος τὴν ἐναλλαγὴν καὶ εὐφροσύνην καὶ θυμηδίαν ἐπ’ ἐκείνοις τοῖς πράγμασιν ὧν ἐστι σημαντικὸς ὁ χρονοκράτωρ καὶ οἱ συναπτίζοντες αὐτῷ ἀστέρες κατά τε πῆξιν καὶ κατὰ πάροδον, οἷον πλού‐
25του καὶ ἀξίας καὶ δόξης καὶ κτήσεως ἀκινήτων καὶ παιδο‐ ποιΐας καὶ ἐπικτήσεως δούλων καὶ τέρψεως γυναικῶν κατὰ
τὰς κράσεις τῶν ἀστέρων καὶ τοὺς οἴκους ἐν οἷς ὑπάρχουσιν.36

37

Εἰ δὲ ὁ κύριος τοῦ ἔτους ἐν μὲν τῷ κατὰ πῆξιν ὡροσκόπῳ ἀγαθυνόμενος ᾖ, ἐν δὲ τῇ ἐναλλαγῇ κακύμενος εἴτε διὰ τὸ ἀναποδίζειν εἴτε διὰ τὸ ὕπαυγον εἶναι ἢ διὰ τὸ ἐν ἀλλο‐ τρίῳ τόπῳ τυχεῖν ἢ διὰ τὸ ἑσπέριον ὑπάρχειν ἢ διὰ τὸ
5συνοδεύειν κακοποιῷ ἢ σχηματίζεσθαι αὐτῷ ἢ διὰ τὸ παρ’ αἵρεσιν εἶναι καὶ τὰ τοιαῦτα, δηλοῖ ὡς ἐν ἐκείνῳ τῷ ἔτει ἀμυδραὶ καὶ ἀσθενεῖς ἔσονται αὐτοῦ 〈τοῦ〉 ἀστέρος ἐνέργειαι καὶ ἀναλόγως τῇ τοῦ ἀστέρος ἀπὸ τῶν εἰρημένων διαθέσεων κακώσει. εἰ δὴ ὁ τοῦ ἔτους κύριος κατὰ μὲν
10πῆξιν κεκακωμένος ᾖ, κατὰ δὲ τὴν ἐναλλαγὴν καλῶς διακείμενος, δηλοῖ μετρίως ἀγαθύνεσθαι τὰ τοῦ ἔχοντος τὴν ἐναλλαγὴν καὶ ἀνακαινισθήσεται εὐφροσύνη· μεγάλη γὰρ ἡ δύναμις τοῦ χρονοκράτορος εἰς τὰ τοῦ ἔτους ἀπο‐ τελέσματα. εἰ δὲ ὁ χρονοκράτωρ ἐν τῇ καταρχῇ καὶ ἐν τῇ
15τοῦ ἔτους ἐναλλαγῇ ὁμοῦ κεκακωμένος ᾖ, ἐπίτασιν δηλοῖ τῆς βλάβης κατὰ τὴν οἰκείαν σημασίαν. Σὺν τούτοις ἰδὲ τὸν αὐτὸν χρονοκράτορα ἐν ποίῳ τόπῳ ἐστὶ τοῦ θέματος τῆς τε καταρχῆς καὶ τῆς ἐναλλαγῆς, καὶ ἆρά ἐστιν ἀκάκωτος ἢ κεκακωμένος. εἰ μὲν οὖν ἐστιν ἐν
20τοῖς δυσὶ καιροῖς ἐν τόποις ἀγαθοῖς καὶ ἀκάκωτος, δηλοῖ ἐπιτυχίαν ἀγαθῶν καὶ ὠφέλειαν. εἰ δὲ ἐν μὲν τῇ καταρχῇ
εὖ διακείμενός ἐστιν ὡσαύτως καὶ ἐν τῇ ἐναλλαγῇ, μήπω37

38

δὲ συσχηματίζεται ἀγαθοποιοῖς, δηλοῖ ὡς τεύξεται μὲν τῶν ἀγαθῶν, μειωθήσονται δὲ καὶ ἐλαττωθήσονται κατ’ ὀλίγον. εἰ δὲ ἔν τε τῇ καταρχῇ καὶ τῇ ἐναλλαγῇ κεκακω‐ μένος ᾖ καὶ ἀποκεκλικώς, συσχηματίζεται δέ τισιν ἀγα‐
5θοποιοῖς, δηλοῖ εὑρήσειν μὲν ἀγαθὰ καὶ ἐλαχίστην ὠφέ‐ λειαν πραγμάτων μέντοι μηδαμινῶν καὶ εὐτελῶν. εἰ δὲ ὁ χρονοκράτωρ κεκακωμένος ᾖ τοῖς δυσὶ καιροῖς, ἐπίκεν‐ τρος δὲ ὑπάρχει τῷ θέματι τῆς ἐναλλαγῆς καὶ κακωθῇ ὑπὸ τοῦ ἀστέρος ἀπὸ τετραγώνου ἢ διαμέτρου, δηλοῖ
10περιστάσεις καὶ ἐναντιώματα καὶ συμπτώματα περιφανεῖν ἐν ἐκείνῳ τῷ ἔτει. εἰ δὲ ὁ κακοποιὸς ἐκεῖνος ἀναποδίζει ἢ φέρεται πρὸς τὸ ὕπαυγον, δηλοῖ ὡς ἡ ἀνάγκη ἐπιβρίσει αὐτῷ ἀπό τινος ἀναλόγου πράγματος. εἰ δὲ ἐν τοῖς δυσὶ καιροῖς ὑπάρχει κεκακωμένος καὶ ἐπίκεντρος, αὔξει μεί‐
15ζονα τὰ δεινά. εἰ δὲ ὁ χρονοκράτωρ τοῖς δυσὶ καιροῖς οὐχ ὑπάρχει ἐπίκεντρος, ἀλλὰ κεκακωμένος καὶ τὸν ὡρο‐ σκόπον ἐφορῶν, ἐλαττωθήσεται τὸ δεινὸν καὶ οὐ περίφημον καὶ διαβόητον γενήσεται, ἀλλὰ μόνοις τοῖς συγγενέσι καὶ τοῖς οἰκείοις γνωστόν. εἰ δὲ ἐν τοῖς τέσσαρσι τόποις ὑπ‐
20άρχει τοῖς μὴ ἐφορῶσι τὸν ὡροσκόπον, ἤτοι τῷ βʹ, τῷ ϛʹ,
τῷ ηʹ, τῷ ιβʹ, ἔσται τὸ σύμπτωμα λαθραῖον καὶ κρύφιον38

39

καὶ πᾶσιν ἀδιάγνωστον. εἰ δὲ ἀποκεκλικὼς μὲν ᾖ καθὼς εἴπομεν ἀπὸ τοῦ ὡροσκόπου, ἐφορᾶται δὲ παρά τινος ἐπικέντρου ἀστέρος, φανήσεται τὸ σύμπτωμα μετὰ τὸ ἐπί τινα καιρὸν κρυβῆναι. εἰ δὲ πάλιν ἐκεῖνος ὁ ἀστὴρ συνάπτει
5ἑτέρῳ ἀστέρι ἐπικέντρῳ, αὐτὸς ὁ τὴν ἐναλλαγὴν ἔχων ἐκφαυλίσει τὰ περὶ αὑτοῦ. σκόπει δὲ καὶ τὰς συνόδους τοῦ χρονοκράτορος πρὸς τοὺς ἀστέρας καὶ τὰς ἀκτινοβολίας καὶ τοὺς κλήρους καὶ τὰ δωδεκατημόρια, καὶ οὕτως ἀπο‐ φαίνου.
10tΤέταρτον. Περὶ τῆς χρονοκρατορίας τοῦ Κρόνου
11tὅτε ἀγαθυνόμενος ᾖ
12 Ὁ μὲν Κρόνος φύσει ἐστὶ κακοποιὸς καὶ φθοροποιός, ὁ δὲ Ζεὺς φύσει ἀγαθοποιὸς καὶ ἀγαθῶν δηλωτικός· πολλά‐ κις δὲ ὁ κακοποιὸς δηλοῖ εὐτυχίαν, ὁ δὲ ἀγαθοποιὸς δηλοῖ
15δυστυχίαν κατὰ τὰς διαφόρους αὐτῶν διαθέσεις. καὶ ὁ μὲν κακοποιὸς κακῶς διακείμενος διά τε τὴν οἰκείαν φύσιν καὶ τὴν ἐναντίαν διάθεσιν δηλοῖ λύμας καὶ βλάβας· εἰ δὲ συσχηματισθῇ ἑτέρῳ τινὶ ἀστέρι κακῶς κἀκείνῳ δια‐ κειμένῳ, ἐπιταθήσεται ἡ τούτου βλάβη· ὅτε δὲ τύχῃ ὁ
20κακοποιὸς εὖ διακείμενος, οὐ βλαβήσεται διὰ τοῦ τριγώ‐ νου καὶ 〈ἑξαγώνου〉 σχήματος, ἀλλὰ μᾶλλον ἀγαθὰ σημαί‐ νει. καὶ ὁ ἀγαθοποιὸς ὅτε κακῶς διάκειται καὶ ἀδυναμίαν
ἔχει, ἀδυνατοῦσι καὶ αἱ τούτου σημασίαι· εἰ δὲ οὕτως39

40

ἔχοντι ἐπιβλέψει αὐτῷ κακοποιός, δέχεται ἀπ’ ἐκείνου τὴν κακοποίησιν καὶ διενεργεῖ τὰς τοῦ κακοποιοῦ ἐνεργείας ὁ ἀγαθοποιὸς διὰ τὴν σύγκρασιν. Ὁ μὲν οὖν Κρόνος ὅτε κακῶς διάκειται καὶ συσχηματισθῇ
5τούτῳ ὁ Ζεὺς ἤ τινες τῶν ἀγαθοποιῶν, ἐλαττοῦσι τὴν κα‐ κίαν αὐτοῦ. τοιγαροῦν ὁ Κρόνος χρονοκράτωρ γινόμενος καὶ κατά τε πῆξιν καὶ κατὰ πάροδον ἀνατολικὸς ὢν καὶ προποδίζων ἐν ἰδίῳ οἴκῳ ἢ ὑψώματι ἢ ἔν τισι τόποις ὢν ἐν οἷς ἔχει λόγον ἢ ἔν τινι τόπῳ τῶν φίλων αὐτοῦ καὶ συν‐
10εργῶν καὶ ἐν καλῷ τόπῳ τῆς τῶν οἴκων διαιρέσεως καὶ ἐν ἰδίᾳ αἱρέσει ποιεῖ τὸν ἔχοντα τὴν ἐναλλαγὴν διοικητὴν λυσι‐ τελῶν καὶ ὠφελίμων πραγμάτων καὶ εὐοδούμενον ἐν αὐ‐ τοῖς καὶ ἐνδύναμον καὶ ὑπομονητικόν, καὶ μάλιστα συνεργεῖ εἰς τὰς τῶν γαιῶν καὶ τῶν χωρίων διοικήσεις καὶ εἰς τὰς
15οἰκοδομὰς καὶ τὰς ἐπικτήσεις αὐτῶν καὶ τὰς τῶν οἴκων ἀνορθώσεις καὶ τὰς τῶν ὑδάτων μετοχ〈ετ〉εύσεις καὶ τὰς φυτείας τῶν δένδρων. εἰ δέ ἐστιν ὁ ἄνθρωπος τῶν ἀρχόντων ἢ τῶν βασιλέων καὶ τύχῃ ὁ Κρόνος οὑτωσὶ διακείμενος καὶ τριγωνίζων ἐν τῇ καταρχῇ τὸν Δία, δηλοῖ ὡς ἐν ἐκείνῳ τῷ
20ἔτει κτίσει πόλεις καὶ παλάτια καὶ περιτειχίσει ταῦτα καὶ ὑψώσει τὰ τείχη καὶ ἀνακαινίσει κήπους καὶ ἀγωγοὺς ποιή‐ σει καὶ διορύξει ῥύακας καὶ τὰ διεφθαρμένα ἀνακαινίσει· εἰ δὲ ἐν τῇ καταρχῇ μὴ τριγωνίζει, ἀλλὰ ἑξαγωνίζει τὸν
Δία, ἥττονα ἔσται τὰ τοιαῦτα. εἰ δὲ ὁ Ζεὺς καὶ κατὰ πάρ‐40

41

οδον ἐφορᾷ τοῦτον ἀπὸ τριγώνου ἢ ἑξαγώνου, ἐπιβλέπει 〈δὲ〉 τοῦτον καὶ ἐν τῇ καταρχῇ, δηλοῖ πρὸς τούτοις καὶ ὡς διὰ τιμῆς ἔσται καὶ ἐν εὐφροσύνῃ διάξει καὶ ὡς ἐπικτήσεται πλοῦτον πολὺν καὶ εὐχαριστηθήσεται καὶ ὠφεληθήσεται
5διὰ πάντων αὐτοῦ τῶν ἔργων, καὶ εἰ ἕξει παῖδα, εὐφραν‐ θήσεται ἐπὶ τῷ οἰκείῳ παιδί. εἰ δὲ τύχῃ ὁ Κρόνος κατά τε πῆξιν καὶ κατὰ πάροδον ἐν ζῳδίοις βασιλικοῖς τῷ Διῒ συσχηματιζόμενος, κυβερνήσει ὁ ἔχων τὴν ἐναλλαγὴν κατ’ ἐκεῖνον τὸν χρόνον βασιλικὰ ἔργα· τὸ δ’ αὐτὸ σημαίνει καὶ
10εἰ συνοδεύει τῷ Διΐ. δεῖ δὲ σὺν τούτοις ἐπιτηρεῖν καὶ τὰς ἀκτῖνας καὶ τοὺς κλήρους καὶ τὰ δωδεκατημόρια κατ’ ἐκεῖνον τὸν χρόνον τῆς [τε] καταρχῆς καὶ τὰς κατὰ πάρ‐ οδον, καὶ τίνι τούτων σύνεστιν ὁ Κρόνος, καὶ τίνα τούτων ἐφορᾷ ἐν τοῖς δυσὶ καιροῖς· [καὶ] τὰ τοιαῦτα γὰρ ἔχουσι
15σημασίας. εἰ μὲν οὖν ἔχει λόγον ὁ Κρόνος ἐν ᾧ ἐστι τόπῳ ἢ κυριεύει τοῦ οἴκου ἐν ᾧ ἐστιν ὁ κλῆρος 〈τῆς τύχησ〉 ἢ ἐπιβλέπει τὸν κλῆρον ἀπὸ ζῳδίου ἔνθα ἔχει λόγον, περι‐ γενήσεται αὐτῷ ἡ ὠφέλεια ἀπό τινος μέρους γνωρίμου ἢ ἀπό τινος φίλου· εἰ δὲ ἐν ἀλλοτρίῳ τόπῳ ὑπάρχει, γενή‐
20σεται ὠφέλεια ἀπὸ ξένου προσώπου. Εἰ μὲν οὖν ὁ Κρόνος χρονοκράτωρ καὶ ὑπάρχουσιν αὐτός τε καὶ ὁ Ἄρης ἀγαθυνόμενοι κατά τε πῆξιν καὶ κατὰ πάρ‐ οδον, ἐφορᾷ δὲ τοῦτον ὁ Ἄρης ἀπὸ τριγώνου ἢ ἑξαγώνου σχήματος καὶ προσδέχονται ἀλλήλους, ἔσται ὁ ἔχων τὴν
25ἐναλλαγὴν ἐν ἐκείνῳ τῷ χρόνῳ ἐπιχειρῶν πράγμασι βιω‐41

42

φελέσι καὶ προστεθήσεται ὁ πλοῦτος αὐτοῦ καὶ ἡ δόξα καὶ ὁμιλήσει βασιλεῦσι καὶ εὐφρανθήσεται ἐπ’ ἀδελφοῖς καὶ εὖ ἕξει τὰ κατ’ αὐτούς. εἰ δὲ συνοδεύσει αὐτῷ ὁ Ἄρης ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχωσιν ἀκάκωτοι, ἔσται ἐν ἐκείνῳ τῷ
5χρόνῳ εὖ ἔχειν καὶ ἐπιτήδειος εἰς τὸ συμβουλεύεσθαι καὶ εὐστόχως ἐπιβάλλειν τοῖς πράγμασιν καὶ εὐχερεῖς ἔσονται αὐτοῦ αἱ δουλεῖαι καὶ εὐμετάδοτος ἔσται καὶ πολυέξοδος. Εἰ δὲ ὁ Κρόνος ἔσται χρονοκράτωρ καὶ ὑπάρχουσιν αὐτός τε καὶ ὁ Ἥλιος ἀκάκωτοι ἐν τοῖς δυσὶ καιροῖς,
10ἐφορῶντος αὐτὸν τοῦ Ἡλίου ἀπὸ σχήματος ἑξαγώνου, ἐξ‐ αύγου ὄντος τοῦ Κρόνου, δηλοῖ τῷ ἔτει ἐκείνῳ προσθήκην δόξης καὶ ὠφέλειαν τοῦ πατρὸς καὶ παρὰ βασιλέων ὠφέ‐ λειαν· εἰ δὲ ἐκ τριγώνου τοῦτον ἐφορᾷ ὁ Ἥλιος, τοῦ Κρό‐ νου ἀρχομένου ἀναποδίζειν, ἥττονα ἔσται τὰ ἀγαθά. εἰ δὲ
15ἐν ἑνὶ τῶν β καιρῶν ἐφορᾷ τοῦτον ὁ Ἥλιος ἀπὸ τετραγώνου ἢ διαμέτρου, ἐλαττοῦται τὰ ἀγαθά. Εἰ δὲ τοῦ Κρόνου ὄντος χρονοκράτορος αὐτός τε καὶ ἡ Ἀφροδίτη ἀγαθύνονται κατὰ πῆξιν καὶ κατὰ πάροδον καὶ συσχηματισθῇ τούτῳ ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τριγώνου
20ἢ ἑξαγώνου, ἀγαθύνεται δὲ καὶ ὁ κλῆρος τοῦ γάμου, ἐν ἐκείνῳ τῷ ἔτει εὐφρανθήσεται ἐπὶ γυναιξὶ καὶ προστεθή‐ σεται τῷ καλλωπισμῷ καὶ τῇ πλάστρᾳ καὶ ἁβρὸς ἔσται ὁ
τούτου πλοῦτος, ἀγαπήσει δὲ καὶ ζωγραφίας καὶ τορεύ‐42

43

σεις ἐν τοῖς οἴκοις. εἰ δὲ ἐν τῷ ἑνὶ καιρῷ τοιου〈το〉‐ τρόπως διάκεινται, οὐ πάνυ τι ἄκρατα ἔσονται τὰ ἀγαθά, ἀλλὰ φθονήσουσιν αὐτῷ τινες καὶ καταμέμψονται αὐτοῦ καὶ λυπηθήσεται διὰ γυναῖκας καὶ γυναικώδεις ἄνδρας
5καὶ δυσχερῶς τεύξεται τῶν ἀφροδισίων καί τις τῶν αὐτοῦ γυναικῶν λυπηθήσεται καὶ διαφθαρήσεταί τι τῆς κινητῶν αὐτοῦ ὑποστάσεως ἢ τῶν μυριστικῶν αὐτοῦ καὶ διὰ μέσης τῆς χαρᾶς λυπηθήσεται καὶ διὰ μέσης τῆς παιδιᾶς σκαν‐ δαλισθήσεται.
10 Εἰ δὲ ὁ Κρόνος ᾖ χρονοκράτωρ καὶ ἀγαθύνονται αὐτός τε καὶ ὁ Ἑρμῆς κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ συσχηματίζεται αὐτῷ τριγωνικῶς ἢ ἑξαγωνικῶς καὶ προσ‐ δέχεται ὁ ἕτερος τὸν ἕτερον, ὑπάρχουσι δὲ καὶ ὁ κλῆρος τῶν δούλων καὶ ὁ κλῆρος τῶν τέκνων καὶ ὁ κλῆρος τῆς
15πράξεως εὖ διακείμενοι ἅμα τοῖς κυρίοις αὐτῶν, ἐν ἐκείνῳ τῷ ἔτει διὰ τιμῆς ἔσται καὶ εὐσταθὴς ὑπάρξει καὶ σχολάσει περὶ τὴν ἀνάγνωσιν τῶν γραφῶν καὶ τὰς ψηφηφορίας καὶ τὰ μαθήματα καὶ εὐφρανθήσεται ἐπὶ τέκνοις καὶ δούλοις. εἰ δὲ συνοδεύσει αὐτῷ ὁ Ἑρμῆς ἐν τοῖς δυσὶ καιροῖς, ἔσται
20πανευφυέστατος τῷ ἔτει ἐκείνῳ. εἰ δὲ ἐν τῷ ἑνὶ καιρῷ τοι‐ 〈ουτ〉οτρόπως διάκεινται, ἐλαττοῦνται πάντα ὅσα εἴπομεν. Εἰ δὲ ὁ Κρόνος ᾖ χρονοκράτωρ καὶ ἀγαθύνεται ἅμα τῇ Σελήνῃ κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ τριγωνισθῇ παρ’ αὐτῆς ἢ ἑξαγωνισθῇ ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχει
25ἡ Σελήνη ἐν τοῖς φωσὶ καὶ τοῖς ἀριθμοῖς προσθετική,43

44

προστεθήσεται ἐν ἐκείνῳ τῷ χρόνῳ ὁ πλοῦτος αὐτοῦ καὶ ἡ δόξα καὶ κτήματα καὶ οἰκειωθήσεται βασιλεῦσι καὶ παρὰ πολλῶν ἐπαινεθήσεται καὶ εὐφρανθήσεται ἐπὶ μητράσι καὶ γυναιξί. εἰ δὲ ἐπιβλέψει τοῦτον ἐν τῷ ἑνὶ καιρῷ καὶ ὑπ‐
5άρχουσι κεκακωμένοι, ἐλαττοῦνται πάντα ὅσα προείπομεν.
6tΠέμπτον. Περὶ τοῦ Κρόνου ὅτε ᾖ χρονοκράτωρ
7tκαὶ ὑπάρχει κεκακωμένος
8 Ὅτε ἐστὶν ὁ Κρόνος χρονοκράτωρ καὶ ὑπάρχει κεκακω‐ μένος κατά τε πῆξιν καὶ κατὰ πάροδον, ἀποκεκλικὼς καὶ
10ἐν τόπῳ κακῷ καὶ ἐν ἀλλοτρίῳ ζῳδίῳ καὶ ὕπαυγος ᾖ ἢ ἀναποδίζων, καὶ μάλιστα ἐὰν ᾖ ἐν τῷ ἐναντιώματι αὐτοῦ μὴ βοηθούμενος παρὰ τοῦ Διὸς εἴτε κατὰ σχῆμα εἴτε κατὰ σύγκρασιν διὰ τῶν ἰσοδυναμούντων ζῳδίων, καὶ ὑπάρχει νυκτερινὴ ἡ ἐναλλαγή, καὶ ὑπάρχει ὑπὲρ γῆν εἴτε ἐν τῷ
15ζʹ εἴτε ἐν τῷ μεσουρανήματι, εἴτε τῆς ἐναλλαγῆς ἡμερινῆς οὔσης ὑπάρχει ὑπὸ γῆν καὶ μάλιστα ἐν τῷ ὑπογείῳ, δηλοῖ τῷ ἔτει ἐκείνῳ βλάβην ἐν τοῖς γέρουσι τοῦ οἴκου καὶ τοῖς πατράσι καὶ τοῖς πάπποις· καὶ εἰ ἔστι τὸ ζῴδιον ἄρρεν, ἔσται τὸ σύμπτωμα περὶ τοὺς ἄρρενας· εἰ δὲ θῆλυ, περὶ τὰς
20θηλείας· εἰ δέ ἐστιν ἐν δισώμῳ ζῳδίῳ, περὶ ἀμφότερα. σὺν τούτοις δηλοῖ ὅτι ὁ τὴν ἐναλλαγὴν ἔχων ὑποστήσεται μεγά‐
λα συμπτώματα καὶ νόσους μακρὰς ἀπὸ ὑγρότητος καὶ44

45

ῥιγοπυρέτων καὶ τρόμου σώματος καὶ δυσουρίας καὶ με‐ λαγχολικῶν νοσημάτων καὶ ἑκτικῶν πυρετῶν καὶ τῶν τοιούτων· σημαίνει δὲ καὶ βλάβην ἐν τοῖς κτήμασι καὶ τῷ πλούτῳ καὶ τοῖς ἀγροῖς καὶ τοῖς ὕδασι καὶ ἐν πάσῃ
5αὐτοῦ τῇ ὑποστάσει τῇ τε κινητῇ καὶ τῇ ἀκινήτῳ καὶ ἀρ‐ γίαν ἐν τοῖς ἐπιχειρήμασι καὶ δυσεντερίαν, ὁμιλήσει δὲ φειδωλοῖς ἀνθρώποις καὶ δολίοις, καὶ μάλιστα εἰ στηρίζει. εἰ δὲ ὁ Κρόνος οὕτως ἔχων ὑπάρχει ἐν ἀλλοτρίῳ ζῳδίῳ, ὑποστήσεται ταῦτα ἐπὶ γαίης ἀλλοδαπῆς. εἰ δέ ἐστιν ὁ Κρό‐
10νος ἐν φιλίῳ τόπῳ, ὑποστήσεται ταῦτα παρὰ φίλων. εἰ δὲ ὁ κύριος τοῦ οἴκου τοῦ Κρόνου ἐφορᾷ αὐτὸν κατὰ πῆξιν, πείσεται ταῦτα παρὰ παλαιοῦ ἐχθροῦ· εἰ δὲ κατὰ πάροδον ἐφορᾷ τοῦτον, βλαβήσεται παρὰ νέου ἐχθροῦ· εἰ δὲ καὶ κατὰ πῆξιν καὶ κατὰ πάροδον ἐφορᾷ τοῦτον, βλαβήσεται
15παρ’ ἀμφοῖν. καὶ ἐν τοῖς τρισὶ τρόποις οἷς ἔφαμεν γνωστὸς ἔσται αὐτῷ πρότερον ὁ ἐχθρός. Εἰ δὲ ὁ Κρόνος ὢν χρονοκράτωρ κατά τε πῆξιν καὶ κατὰ πάροδον ὑπάρχει ὕπαυγος, δηλοῖ τῷ ἔτει ἐκείνῳ διαμάχας καὶ φόβους ἀπὸ ἐξουσιαστοῦ καὶ νόσον
20ἐν κρυφίῳ τόπῳ καὶ βλάβην ἀπὸ πατρῶν καὶ πάππων καὶ γερόντων κατὰ τὴν τοῦ κυρίου φυσικὴν ἰδιότητα. καὶ εἰ μὲν ὑπάρχει ὁ Ἥλιος δυναμικώτερος, ἐπιταθήσεται τὰ τῆς βλάβης· εἰ δὲ ἀδυνατώτερος, ἐλαττωθήσεται. εἰ δὲ τοιουτοτρόπως ὁ Κρόνος διακείμενος συνοδεύσει ἀστέρι ἢ
25ἀκτῖνι ἀστέρος ἢ κλήρῳ ἢ δωδεκατημορίῳ ἢ ἐναντίῳ σχή‐45

46

ματι ἐπιβλέψει τούτους κατὰ πῆξιν ἢ κατὰ πάροδον, δηλοῖ διαφθορὰν καὶ ἐρήμωσιν τοῦ εἴδους ἐκείνου· ὅτε μέντοι ὁ Κρόνος δηλώσει ἐναντία, ὑπάρχει δὲ ἡ ἐναλλαγὴ ἡμερινή, διὰ τὸ ἐν τῇ οἰκείᾳ αἱρέσει εἶναι τάχιον ἐλεύσεται τὰ
5δεινά. Εἰ δὲ τοῦ Κρόνου χρονοκράτορος ὄντος καὶ ὁ Ζεὺς σὺν αὐτῷ κεκακωμένος ᾖ κατά τε πῆξιν καὶ κατὰ πάροδον, ἑξαγωνίζει δὲ τοῦτον ἢ τριγωνίζει ὢν ἐν τόπῳ φαύλῳ, δηλοῖ τῷ χρόνῳ ἐκείνῳ κατάλυσιν οἰκίας τινὸς αὐτοῦ ἢ
10κτήματος καὶ ἀπώλειαν μέρους πλούτου καὶ ἀδοξίαν καὶ ἀμέλειαν περὶ τὰ δέοντα. εἰ δὲ ἐν τοῖς δυσὶ καιροῖς ἐφορᾷ τοῦτον ἀπὸ τετραγώνου καὶ ὑπάρχουσιν ἄμφω κεκακω‐ μένοι, δηλοῖ ἐλάττωσιν πλούτου τῷ ἔτει ἐκείνῳ καὶ δυσ‐ χέρειαν ἐν πᾶσι τοῖς ἐπιχειρήμασι· βλαβήσονται δὲ καὶ οἱ
15γονεῖς αὐτοῦ. εἰ δὲ ὁ Ζεὺς ἀπὸ διαμέτρου ἴδῃ ἐν τοῖς δυσὶ καιροῖς τὸν Κρόνον καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ἔσται ἐν ἐκείνῳ τῷ ἔτει δυσχέρειαν ἔχων ἐν πᾶσι τοῖς ἐπιχειρήμασι καὶ λυπηθήσεται διὰ τέκνα. εἰ δὲ ἐν τοῖς δυσὶ καιροῖς συνοδεύσουσι, δηλοῖ ἀπώλειαν πλούτου καὶ ζημίαν
20καὶ ἔριδας· εἰ δὲ ἥ τε σύνοδος καὶ οἱ σχηματισμοὶ ὑπ‐ άρχουσιν ἐν ἑνὶ καιρῷ, κουφότερα ἔσται τὰ δεινά. Εἰ δὲ ὁ Κρόνος ὑπάρχει χρονοκράτωρ καὶ ὦσιν αὐτός τε
καὶ ὁ Ἄρης κεκακωμένοι κατά τε πῆξιν καὶ πάροδον καὶ46

47

συσχηματισθῇ τούτῳ οἱῳδήποτε σχήματι καὶ ὑπάρχουσιν ἀμφότεροι ἐν ἀνθρωποειδέσι ζῳδίοις, δηλοῖ συμπτώματα γενέσθαι περὶ τὸν ἔχοντα τὴν ἐναλλαγὴν τῷ ἔτει ἐκείνῳ καὶ φυλακὴν παρὰ ἐχθρῶν ἢ παρά τινος τῶν στρατηγῶν·
5λυπηθήσεται δὲ καὶ δι’ ἀδελφούς. εἰ δὲ ἐκ τριγώνου ἢ ἑξαγώνου ἐφορᾷ ὁ Ἄρης τὸν Κρόνον ἐν τοῖς δυσὶ καιροῖς καὶ ὦσι κεκακωμένοι, δηλοῖ ἀμέλειαν τῷ ἔτει ἐκείνῳ ἀδελφῶν καὶ πάθῃ ὁ ἔχων τὴν ἐναλλαγὴν συμφορὰν μεγί‐ στην ἅμα τοῖς ἀδελφοῖς αὐτοῦ. εἰ δὲ ὁ Ἄρης ἀπὸ τετρα‐
10γώνου τοῦτον θεάσηται ἐν τοῖς δυσὶ καιροῖς, καθυπερτερεῖ δὲ τοῦτον ὁ Κρόνος, ἀρρωστήσει ἀπὸ θερμασίας καὶ πυ‐ ρετοῦ καὶ φθαρήσεται ἡ περιουσία τοῦ πατρὸς αὐτοῦ καὶ τελευτήσει τις τῶν ἀδελφῶν αὐτοῦ· εἰ δὲ ὁ Ἄρης καθ‐ υπερτερεῖ τὸν Κρόνον, φθονήσει τοῖς συγγενέσι αὐτοῦ καὶ
15ἀρρωστήσει ἀρρωστίαν μεγίστην καὶ τὰ κατ’ αὐτὸν κακῶς διατεθήσεται, πρὸς δὲ καὶ τὰ κατὰ τὸν πατέρα αὐτοῦ. εἰ δὲ ὁ Ἄρης ἐν τοῖς δυσὶ καιροῖς ἐπιβλέψει τοῦτον ἀπὸ διαμέτρου καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ἐλαττω‐ θήσεται ἐν τῷ ἔτει ἐκείνῳ ὁ πλοῦτος αὐτοῦ καὶ μέγιστα
20ὑποστήσεται συμπτώματα καὶ ἀρρωστήσει καὶ ὑποστή‐ σεται ἀνάγκας διὰ φθόνον καὶ συκοφαντίαν καὶ διαφορὰς ἕξει μετὰ τῶν συγγενῶν αὐτοῦ· καὶ εἰ ὑπάρχουσιν ἐν ὑδατώ‐ δει ζῳδίῳ, ἔσονται τὰ συμπτώματα ἀπὸ ὕδατος καὶ ὑγρό‐ τητος· εἰ δὲ ἐν τετραπόδῳ, ἔσται τὸ σύμπτωμα ἀπὸ κρούσ‐
25ματος ἢ δήγματος ἢ δηλητηρίου. εἰ δὲ συνοδεύσει τούτῳ
ὁ Ἄρης ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω κεκα‐47

48

κωμένοι, ἔσται τῷ ἔτει ἐκείνῳ πολύσπορος καὶ κακοήθης καὶ κακῶς διοικῶν καὶ δυσχερεῖς ἔχων τὰς ἐπιχειρήσεις καὶ οἱ μέγιστοι αὐτοῦ ἀδελφοὶ βλαβήσονται· εἰ δὲ καλῶς ἔχου‐ σιν ἐν τοῖς δυσὶ καιροῖς, μέτρια ἔσται τὰ δεινά.
5 Εἰ δὲ ὁ Κρόνος ἐστὶν χρονοκράτωρ καὶ ᾖ ἅμα τῷ Ἡλίῳ κεκακωμένος κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ συσχη‐ ματισθῇ τούτῳ ἀφ’ οἱουδήποτε σχήματος, δηλοῖ τῷ ἔτει ἐκείνῳ λύπας καὶ ὕβρεις καὶ συκοφαντίας καὶ βλάβην τῶν πατρῶν καὶ ἐλάττωσιν τοῦ πλούτου αὐτοῦ. εἰ δέ ἐστι μετὰ
10τοῦ κλήρου τοῦ πατρὸς ἢ μετὰ τοῦ κυρίου αὐτοῦ ἢ κακοῦνται παρ’ ἑτέρων, δηλοῖ βλάβην τῶν πατρῶν καὶ τῶν θείων ἢ βλαβήσεται παρ’ ἐκείνων ὁ ἔχων τὴν ἐναλλαγὴν ἢ ἐξ αἰτίας αὐτῶν. εἰ ὁ Ἥλιος ἐφορᾷ τὸν Κρόνον ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τριγώνου ἢ ἑξαγώνου καὶ ὑπάρχουσιν
15〈ἄμφω〉 κεκακωμένοι, καὶ μάλιστα νυκτερινῆς οὔσης τῆς ἐναλλαγῆς, βλαβήσεται αὐτός τε καὶ ὁ πατὴρ αὐτοῦ ἐν ἐκείνῳ τῷ χρόνῳ βλάβας διαφόρους εἴς τε πλοῦτον καὶ εἰς τὴν ἀξίαν καὶ περιεσπασμένος ἔσται. εἰ δὲ 〈ὁ〉 Ἥλιος ἐφορᾷ τὸν Κρόνον ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τετραγώνου
20καὶ ὑπάρχουσιν 〈ἄμφω〉 κεκακωμένοι καὶ ἐπιδεκατεύει τοῦ‐ τον ὁ Ἥλιος, ἀφανισθήσεται τῷ ἔτει ἐκείνῳ πάντα ὅσα ἐκληρονόμησεν ἀπὸ πατρῶν καὶ ἀρρωστήσει ψυχρὰς ἀρρωστίας· ἴσως δὲ καὶ ἱερᾷ νόσῳ περιπεσεῖται καὶ πό‐ νοις καὶ μόχθοις δεινοπαθήσει. εἰ δὲ ὁ Κρόνος ἐπιδεκα‐
25τεύει τὸν Ἥλιον, ὑποστήσεται λύπας ἐν αἷς ἀπορήσει καὶ48

49

φυλακῇ ἐμπεσεῖται καὶ αἰχμαλωτισθήσεται καὶ ἀργήσει ἐκ πάντων τῶν λυσιτελούντων ἔργων. εἰ δὲ ὁ Ἥλιος ἐπι‐ βλέψει τοῦτον ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ διαμέτρου καὶ ὑπ‐ άρχουσιν ἄμφω κεκακωμένοι, γενήσεται περί τε αὐτὸν καὶ
5τὸν πατέρα αὐτοῦ πάθος χρόνιον. εἰ δὲ ὁ Κρόνος ἐν τοῖς δυσὶ καιροῖς ὕπαυγός ἐστιν, ἐν ἐκείνῳ τῷ χρόνῳ σκορπίσει τὸν πλοῦτον τοῦ πατρὸς αὐτοῦ καὶ ἔσται ἐναντία ἡ ἀπό‐ βασις τῶν κατ’ αὐτὸν πραγμάτων· εἰ δὲ νυκτερινή ἐστιν ἡ ἐναλλαγή, χεῖρον ἔσται· πείσεται γὰρ αὐτός τε καὶ ὁ πατὴρ
10αὐτοῦ καὶ οἱ ἀδελφοὶ ἐναντία πολλά. εἰ δὲ ὁ Ἥλιος ἐλαττό‐ νων ἐστὶ μοιρῶν, χείρων ἐν πᾶσι τοῖς εἰρημένοις· ἐκπε‐ σεῖται γὰρ τῆς ἀξίας αὐτοῦ καὶ ἕτοιμος ἔσται πρὸς πᾶσαν ἔριδα καὶ φιλονεικίαν καὶ πόλεμον. εἰ δὲ εἴτε σύνοδος εἴτε σχηματισμὸς ἐν τῷ ἑνὶ μόνῳ ἐστὶ καιρῷ καὶ ὑπάρχουσιν
15ἀκάκωτοι, ἐλάττονα ἔσται τὰ δεινά. Εἰ δὲ ὁ Κρόνος ἐστὶ χρονοκράτωρ καὶ ὑπάρχει ἅμα τῇ Ἀφροδίτῃ κεκακωμένος κατά τε πῆξιν καὶ κατὰ πάροδον, συσχηματίζεται δὲ τούτῳ ἡ Ἀφροδίτη, κακοῦται δὲ καὶ ὁ κλῆρος τοῦ γάμου ἢ ὁ κύριος αὐτοῦ διὰ συνόδου τῶν
20κακοποιῶν ἢ συσχηματισμοῦ αὐτῶν, πείσονται αἱ γυναῖκες πολλὰ δεινὰ ἢ προφάσει αὐτῶν πείσεται ἐκεῖνος καὶ γενή‐ σεται βλάβη εἰς τὰ μυριστικὰ αὐτοῦ καὶ τὰ ἐφαπλώματα καὶ τὰ χρήματα. εἰ δὲ ἐν τοῖς δυσὶ καιροῖς ἐφορᾷ τοῦτον ἀπὸ τριγώνου ἢ ἑξαγώνου καὶ ὦσι κεκακωμένοι, ῥυπαροῖς
25ἐνδιατρίψει τόποις τῷ ἔτει ἐκείνῳ καὶ φθαρήσονται τὰ
τούτου χρήματα καὶ ἔσται τεθολωμένος τὴν βιοτὴν καὶ49

50

φιλιωθήσεται εὐτελέσιν ἀνδράσιν καὶ εὐτελέσι γυναιξὶ καὶ βλαβήσεται διὰ εὐτελῶν ἀνδρῶν καὶ γυναικῶν. εἰ δὲ ἐφορᾷ τοῦτον ἡ Ἀφροδίτη ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τετραγώνου καὶ ὑπάρχωσιν ἄμφω κεκακωμένοι, τοῦ Κρόνου καθυπερ‐
5τεροῦντος, ὁ ἔχων τὴν ἐναλλαγὴν οὐκ εὐφρανθήσεται τῷ χρόνῳ ἐκείνῳ ἐπὶ γυναιξίν, ἀλλά τινες ἐξ αὐτῶν βλαβή‐ σονται ἢ μάχην ἕξει μετ’ αὐτῶν καὶ χωρισμὸν καὶ ἀπο‐ σχισμόν· εἰ δὲ ἡ Ἀφροδίτη καθυπερτερεῖ τὸν Κρόνον, ὑπο‐ ταγήσονται αὐτῷ αἱ γυναῖκες καὶ ἀγαπήσουσιν αὐτὸν
10ὡσαύτως ἀγαπηθήσονται καὶ παρ’ αὐτοῦ. εἰ δὲ ἡ Ἀφρο‐ δίτη ἐπίδῃ τοῦτον ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ διαμέτρου καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ἐν ἐκείνῳ τῷ χρόνῳ ἔσται ἀθυμῶν καὶ ὀλιγοεύφραντος καὶ βλαβήσεται παρὰ γυναι‐ κῶν ἢ ἀρρωστήσει ἢ τελευτήσει τις τῶν γυναικῶν αὐτοῦ.
15εἰ δὲ συνοδεύσει τούτῳ ἡ Ἀφροδίτη ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσι κεκακωμένοι, ἐν ἐκείνῳ τῷ χρόνῳ πόρναις γυναιξὶ συνουσιάσει καὶ εὐτελέσιν ἢ γυναῖκα προσλήψεται στείραν ἢ ἀφ’ ἑτέρας εἰς ἑτέραν μεταβήσεται καὶ οὔτε αὐτὸν ἀγαπήσουσιν οὔτε αὐτὸς ἀγαπήσει αὐτάς· εἰ δὲ
20συνοδεύσει αὐτῷ ἡ Ἀφροδίτη ἢ συσχηματισθῇ ἐν τῷ ἑνὶ καιρῷ, ἔσται τὰ τοιαῦτα ἐλάττονα. Εἰ δὲ ὁ Κρόνος ἐστὶ χρονοκράτωρ καὶ ὑπάρχουσιν αὐ‐ τός τε καὶ ὁ Ἑρμῆς κεκακωμένοι κατὰ τε πῆξιν καὶ κατὰ πάροδον καὶ ἐπιβλέψει τοῦτον ἀφ’ οἱουδήποτε σχήματος ὁ
25Ἑρμῆς καὶ ὑπάρχει ὁ κλῆρος τῶν τέκνων ἢ ὁ κλῆρος τῶν50

51

δούλων ἢ ὁ κλῆρος τῆς πράξεως ἢ οἱ κύριοι αὐτῶν κεκακωμένοι, δηλοῖ τῷ ἔτει ἐκείνῳ βλάβην καὶ δια‐ φθορὰν καὶ λύπας καὶ ἀκηδίας καὶ ἐπιμελείας καὶ φρον‐ τίδας ἕνεκε τῶν δούλων καὶ τῶν τέκνων καὶ τῶν κοινω‐
5νῶν καὶ τῶν ἀνὰ χεῖρα πραγμάτων ἢ πείσεται ταῦτα ἐξ αἰτιῶν τοιούτων καὶ διὰ κυβερνήσεις ἐναντίας καὶ ἀσυνέ‐ τους. εἰ δὲ ἐπιβλέψει τοῦτον ὁ Ἑρμῆς ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τριγώνου ἢ ἑξαγώνου καὶ ὑπάρχουσιν ἄμφω κεκακω‐ μένοι, ὑποστήσεται λύπας διὰ ψήφους καὶ γράμματα καὶ
10μαθήματα καὶ πλοῦτον καὶ ἔσται ῥάθυμος καὶ ἀμελὴς καὶ κακοδιεξάγωγος καὶ τοῦ οἰκείου συμφέροντος ἀμελῶν. 〈εἰ δὲ ὁ〉 Ἑρμῆς ἔπιδε τοῦτον ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τετρα‐ γώνου καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, καθυπερτερεῖ 〈δὲ〉 ὁ Κρόνος τὸν Ἑρμῆν, ὑποστήσεται λύπας καὶ συμ‐
15πτώματα ἐν τῇ βιοτῇ αὐτοῦ καὶ τῷ πλούτῳ καὶ ἀπολέσει τὴν πρᾶξιν ἣν ἐνεχειρίζετο καὶ δουλεύσει τισὶ διὰ τὴν εἰς αὐτοὺς χρείαν καὶ ὑποστήσεται ἀνάγκας διὰ λόγους καὶ ἀλγήσει τὸ στόμα ἢ τὸ ὠτίον· εἰ δὲ ὁ Ἑρμῆς καθυπερτε‐ ρεῖ τοῦτον, ἐλάττονα ἔσται τὰ δεινά. εἰ δὲ διαμετρήσει τοῦ‐
20τον ὁ Ἑρμῆς ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, γενήσεται ἄλγημα ἐν τῷ στόματι αὐτοῦ καὶ τῇ γλώσσῃ καὶ βλαβήσεται διὰ λόγους καὶ παρεμποδισθή‐ σεται ἐν ταῖς πράξεσιν αὐτοῦ καὶ ἔσται τὴν κράσιν ψυχρὸς καὶ ὁ νοῦς αὐτοῦ διεφθαρμένος, πρὸς δὲ καὶ ἡ διάνοια·
25ἀρρωστήσει δὲ δι’ ἐμπνευμάτωσιν καὶ λυπηθήσεται διά
τινα κλοπὴν καὶ ὑποστήσεται ἀνάγκας περὶ πάντων τῶν51

52

ἀντεριζόντων αὐτῷ καὶ ἐκκοπήσονται αἱ ἐλπίδες αὐτοῦ καὶ τὸν ἐρημικὸν ἀσπάσεται βίον καὶ λυπηθήσεται διὰ πλοῦ‐ τον καὶ διά τινα παρῳχηκότα πράγματα. εἰ δὲ συνοδεύσει τούτῳ ὁ Ἑρμῆς ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω
5κεκακωμένοι, ὑποστήσεται λύπας διαφόρους καὶ ἔσται 〈ἄπονος καὶ φοβερὸσ〉 [καὶ] τοὺς λόγους 〈καὶ τὰς πρά‐ ξεισ〉 καὶ κατακυριεύσουσιν αὐτοῦ πονηροὶ λογισμοὶ καὶ τεταραγμένος ἔσται τὸν νοῦν καὶ λέγων οὐ πιστευθήσεται παρὰ πολλῶν καὶ ἀρρωστήσει καὶ βλαβήσονται οἱ παῖδες
10αὐτοῦ καὶ οἱ δοῦλοι καὶ πᾶν εἶδος κακῶν ὑποστήσεται τῷ ἔτει ἐκείνῳ. σὺν τούτοις δὲ πᾶσιν εἰ συνοδεύσει τούτῳ ἢ συσχηματίζεται ἐν τῷ ἑνὶ καιρῷ ἢ ὑπάρχουσιν ἀκάκωτοι, ἔσται πάντα τὰ ῥηθέντα ἐλάττονα. Εἰ δὲ ὁ Κρόνος ἐστὶ χρονοκράτωρ καὶ ὑπάρχουσιν
15αὐτός τε καὶ ἡ Σελήνη κεκακωμένοι κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ συσχηματίζονται ἀλλήλοις ἐν τοῖς β και‐ ροῖς οἱῳδήποτε σχήματι, μάλιστα δὲ εἰ καὶ ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς ἀφαιρετική ἐστι τοῖς τε φωσὶ καὶ τοῖς ἀριθμοῖς, δηλοῖ τῷ ἔτει ἐκείνῳ σωματικὴν ἀρρωστίαν καὶ
20λύπας ἕνεκε μητέρων καὶ διὰ φήμας ἐναντίας. εἰ δὲ ἐπι‐ βλέψει τοῦτον ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τριγώνου
ἢ ἑξαγώνου καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ὑπο‐52

53

στήσεται λύπας τῷ ἔτει ἐκείνῳ προφάσει ἀρχόντων καὶ βασιλέων καὶ περὶ πολλῶν κατηγορηθήσεται. εἰ δὲ συ‐ σχηματισθῇ τούτῳ ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τετραγώνου καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, καθυπερ‐
5τερεῖ δὲ ταύτην ὁ Κρόνος, ἔσται ῥάθυμος καὶ ἀκατευ‐ όδωτος ἐν οἷς πράττει καὶ διασκορπίσει τὸν πλοῦτον τῶν γονέων αὐτοῦ· εἰ δὲ ἡ Σελήνη τὸν Κρόνον καθυπερτερεῖ, μάχαις προσπαλαίσει καὶ ἔχθρας καὶ διαφορὰς πρός τινας ἕξει καὶ νοσήσει καὶ τὸν πλοῦτον τῶν γονέων σκορπίσει
10καὶ διὰ τέκνον λυπηθήσεται. εἰ δὲ ἡ Σελήνη κατὰ τὸν καιρὸν τῆς ἐναλλαγῆς ἐν θηλυκῷ ὑπάρχει ζῳδίῳ, ἐχθρῶς διακείσεται πρὸς αὐτὸν ἡ τούτου ὁμευνέτις καὶ ἐπιζητή‐ σει τὴν βλάβην αὐτοῦ. εἰ δὲ ἡ Σελήνη ἐπιβλέψει τῷ Κρόνῳ ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ διαμέτρου καὶ ὑπάρχου‐
15σιν ἄμφω κεκακωμένοι, ἐνσκήψει νόσος τοῖς γονεῦσιν αὐτοῦ ἐν τόπῳ κρυφίῳ καὶ καταναλωθήσεται παρ’ αὐτοῦ ἡ περιουσία αὐτοῦ καὶ ἔσται κακοήθης καὶ λυπηρὸς καὶ βλαβήσεται ἐν τῷ πλούτῳ αὐτοῦ καὶ τῇ βιοτῇ· εἰ δὲ ἄμφω ἐν τετράποσιν ὑπάρχουσι ζῳδίοις, πείσεται δεινὰ
20ἀπὸ τετραπόδων· τῷ αὐτῷ δὲ τρόπῳ ἀποτελεστέον καὶ εἰ ἐν θηριώδεσιν ὑπάρχουσι ζῳδίοις ἢ ἀνθρωποειδέσιν. εἰ δὲ συνοδεύσει τούτῳ ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, δηλοῖ νόσον τῆς μητρὸς καὶ ἀδυναμίαν αὐτῆς. εἰ δὲ συνοδεύσει ἢ συσχη‐
25ματίζεται τούτῳ ἡ Σελήνη ἐν τῷ ἑνὶ καιρῷ ἢ ὑπάρχουσιν
ἄμφω ἀκάκωτοι, ἔσται τὰ εἰρημένα ἐλάττονα.53

54

Καὶ αὗται μέν εἰσιν αἱ τοῦ Κρόνου σημασίαι ὅτε χρονο‐ κράτωρ ἐστὶ καὶ ὑπάρχει ἀκάκωτος ἐν τοῖς δυσὶ καιροῖς καὶ ἐπιβλέψουσιν τοῦτον ἀγαθοποιοί, καὶ ὅτε ὑπάρχει κεκακωμένος ἐν τοῖς δυσὶ καιροῖς καὶ συσχηματισθῶσι
5τούτῳ κακοποιοί. εἰ δὲ ὁ τοιοῦτος ἀστὴρ χρονοκράτωρ ἐστὶ καὶ ὑπάρχει ἀκάκωτος ἐν τοῖς δυσὶ καιροῖς, ἐφορᾷ δὲ τοῦτον ἀστὴρ κακυνόμενος, ἐλαττοῦται ἡ σημασία τῶν δηλουμένων ἀγαθῶν· εἰ δέ ἐστιν ὁ σχηματισμὸς ἀπὸ τρι‐ γώνου ἢ ἑξαγώνου, οὐκ ἐλαττώσει μέν, μετὰ κόπου δὲ
10γενέσθαι παρασκευάσει· εἰ δὲ ἀπὸ τετραγώνου ἢ δια‐ μέτρου ἐστὶν ὁ συσχηματισμός, ἐλάττωσιν δηλοῖ καὶ βλά‐ βην. εἰ δὲ ὁ Κρόνος χρονοκράτωρ ὢν καὶ ἐν τοῖς δυσὶ καιροῖς κεκακωμένος [οὐ] συσχηματισθῇ ἀστέρι ἀγαθυ‐ νομένῳ, καὶ αὐτὸς ἀγαθύνεται· εἰ δὲ ὁ σχηματισμός ἐστιν
15ἀπὸ τριγώνου ἢ ἑξαγώνου, ἔσται τὸ ἀγαθὸν πολὺ πλὴν μετὰ κόπου καὶ λύπης. εἰ δὲ ὁ ἀστὴρ ἐφορῶν κατὰ μὲν τὸν ἕνα καιρὸν ὑπάρχει ἀγαθυνόμενος, κατὰ δὲ τὸν ἕτερον κακυνόμενος, ἀφαιρεῖται τῆς οἰκείας σημασίας μετρίως εἴτε ἀγαθή ἐστιν εἴτε κακή. εἰ δὲ τὸν χρονοκράτορα
20ἐπιβλέψει τις κατὰ πῆξιν τῶν ἀστέρων ἀπὸ τετραγώνου ἢ διαμέτρου καὶ ἐν τῷ καιρῷ τῆς ἐναλλαγῆς ἐπιβλέψει τοῦτον ἀπὸ ἑξαγώνου ἢ τριγώνου, δεῖ συγκιρνᾶν τὰ ἀπο‐ τελέσματα· ὁ γὰρ τριγωνισμὸς μείζονα δύναμιν ἔχει εἰς τὸ βλάπτειν ἤπερ τὸ τετράγωνον, πλὴν εἰς τὰς ἔχθρας
25ἀσθενέστερόν ἐστι τοῦ τετραγώνου. εἰ δὲ ἐπιβλέψουσι τὸν χρονοκράτορα διάφοροι ἀστέρες, δεῖ ἀποτελεῖν περὶ
ἑκάστου αὐτῶν κατὰ τὴν οἰκείαν διάθεσιν καὶ σημασίαν54

55

καὶ τὸν τόπον καθὼς προείπομεν. ἡ δὲ πρὸς τοὺς ἀστέρας σύνοδος τοῦ χρονοκράτορος καὶ αἱ σύνοδοι τῶν ἀστέρων πρὸς ἀλλήλους εἰ μὲν γένωνται σύμφωνοι, δηλοῦσιν ἀγαθὰ καὶ εὐτυχίαν· εἰ δὲ ἀσύμφωνοι, δηλοῦσιν ἐναντία. τὸ δὲ
5μέγεθος καὶ ἡ ποιότης τοῦ ἀποτελέσματος διαγινώσκε‐ ται ἀπὸ τοῦ χρονοκράτορος αὐτοῦ καθ’ ἑαυτὸν καὶ ἀπὸ τῶν συσχηματιζομένων αὐτῷ ἀστέρων ἢ συνοδευόντων καὶ τῆς τοποθεσίας αὐτῶν. Ὁ μὲν οὖν [ὁ] Κρόνος εἰ ὑπάρχει κατά τε πῆξιν καὶ κατὰ
10πάροδον κεκακωμένος καθὼς προείπομεν, πολλὰ ποιήσει δυσχερῆ τῷ ἔτει ἐκείνῳ καὶ ἐπιτείνει τὴν κακοπάθειαν· εἰ δὲ 〈ὁ〉 Κρόνος ἐν μὲν τῇ ἐναλλαγῇ κακοῦται, κατὰ 〈δὲ〉 πῆ‐ ξιν εὖ ἔχει, ἐλαττοῖ τὰ δεινά· εἰ δὲ σὺν τούτῳ καὶ ἀγαθο‐ ποιοὶ τούτῳ συσχηματισθῶσι, τέλεον ῥυσθήσεται ἐκ τῶν
15κινδύνων ὁ τὴν ἐναλλαγὴν ἔχων, καὶ μάλιστα ἡμερινῆς ταύτης οὔσης καὶ τοῦ Κρόνου ὑπὲρ γῆν διοδεύοντος· εἰ δὲ κατὰ πῆξιν κεκακωμένος ἐστίν, ἀγαθύνεται δὲ κατὰ τὸν καιρὸν τῆς ἐναλλαγῆς, ἕξει μεσότητα τὰ δεινά. ὅτε δηλώσει ὁ ἀστὴρ ἀγαθόν τι ἢ κακὸν κατὰ πῆξιν καὶ δη‐
20λώσει πάλιν τὸ αὐτὸ κατὰ πάροδον, ἔσται τοιοῦτον τέ‐ λειον καὶ πολὺ καὶ ἰσχυρὸν καὶ ἀμετάθετον· εἰ δὲ κατὰ πῆξιν σημαίνει τι ἔσεσθαι, κατὰ πάροδον δηλοῖ δὲ πάλιν τὸ αὐτὸ μὴ ἔσεσθαι, ἢ ἀνάπαλιν κατὰ μὲν πάροδον δηλώ‐ σει τι ἔσεσθαι, κατὰ δὲ πῆξιν μὴ γενέσθαι, ποίησον
25ἀντεξέτασιν τῶν β σημασιῶν καὶ πρὸς τὴν ἰσχυροτέραν ἀποφαίνου. εἰ δὲ ἰσάζουσι, μέσον ἔσται καὶ τὸ ἀποτέλε‐ σμα· ἐὰν μὲν οὖν ἡ κατὰ πῆξιν σημασία δυνατωτέρα ἐστίν, ὑπερβαίνει τὸ ἀποτέλεσμα τὴν μεσότητα· εἰ δὲ ἡ κατὰ πάροδον σημασία ἰσχυροτέρα ἐστίν, ὑποβαίνει. εἰ δὲ μόνη
30ἡ ἐναλλαγὴ δηλώσει τι ἀνισχύρως, ἔσται μηδαμινὸν καὶ55

56

εὐτελὲς τὸ ἀποτέλεσμα ἢ μόνη κίνησις ἀτέλεστος γενήσε‐ ται. σὺν τούτοις πᾶσιν αἱ σημασίαι τῶν ἐναλλαγῶν μέχρις ἑνὸς ἔτους περιορίζονται ἢ ἄχρις ὅτου ὁ σημειωτι‐ κὸς ἀστὴρ ἐνδύναμος ᾖ. ὅτε δὲ σημαίνει ὁ ἀστὴρ ὁ συ‐
5σχηματιζόμενος τῷ χρονοκράτορι ἀγαθόν τι ἢ κακόν, τότε ἐνδείξεται τὴν οἰκείαν σημασίαν, ὅτε κυβερνήσει μέρος τι τῶν καιρῶν τοῦ ἔτους, καὶ μάλιστα ὅτε συσχη‐ ματισθῇ ἐν ἐκείνῳ τῷ καιρῷ τῷ χρονοκράτορι ἢ τῷ ζῳ‐ δίῳ ἐν ᾧ ἦν κατὰ πῆξιν ὁ χρονοκράτωρ ἢ κατὰ πάροδον
10ἢ ἐπιβλέψει τῷ ζῳδίῳ τῆς ἐναλλαγῆς ἢ τῷ ὡροσκόπῳ καὶ τῷ κυρίῳ αὐτοῦ ἢ τῷ κυβερνήτῃ τοῦ μηνὸς ἢ τῷ κυβερ‐ νήτῃ τῆς ἡμέρας. Καὶ αὗται μέν εἰσιν αἱ τοῦ Κρόνου σημασίαι καθ’ ἑαυτὸν καὶ τῶν συσχηματιζομένων αὐτῷ ἀστέρων ἢ τῶν συν‐
15οδευόντων· εἰσὶ δὲ τρόποι η· εἷς μὲν ὅτε ἀγαθύνεται καθ’ ἑαυτὸν ὁ ἀστήρ· ἕτερος ὅτε κακύνεται· γʹ καὶ δʹ ὅτε κακύνεται ἀπὸ ἑτέρων ἀστέρων καὶ ἀγα‐ θύνεται·
20 εʹ ὅτε καθ’ ἑαυτὸν μὲν ἀγαθύνεται, παρ’ ἑτέρων δὲ ἀστέρων οὐκ ἀγαθύνεται· ϛʹ ὅτε καθ’ ἑαυτὸν κακύνεται, ὑπὸ δὲ τοῦ συσχηματί‐ ζεσθαι ἀγαθοποιοῖς ἀγαθύνεται· ζʹ ὅτε συνοδεύουσιν αὐτῷ οἱ ἀστέρες·
25ηʹ ἡ τοποθεσία αὐτοῦ περὶ ἧς ὅσον οὔπω λεκτέον.56

57

(1t)

〈Ἕκτον〉. Περὶ τῆς σημασίας τοῦ Κρόνου ὅτε
2tὑπάρχει χρονοκράτωρ ἀπὸ τῶν τόπων ἐν οἷς
3tτυγχάνει
4Ὅτε ἐστὶ χρονοκράτωρ ὁ Κρόνος καὶ τύχῃ ἐν τοῖς δυσὶ
5καιροῖς ἀκάκωτος ἐν ἰδίῳ οἴκῳ ἢ ὑψώματι ἢ τριγώνῳ καὶ ὑπάρχει ἐπίκεντρος εἴτε πρὸς τὸ κατὰ πῆξιν θεμάτιον εἴτε πρὸς τὸ κατὰ τὸ ζῴδιον τῆς ἐναλλαγῆς εἴτε πρὸς τὸν ὡροσκόπον τῆς ἐναλλαγῆς, καὶ εἰ μὲν τύχῃ τὸ κέντρον ἐκεῖνο τὸ μεσουρανοῦν, ἐκείνῳ τῷ ἔτει ἐπικτήσεται κτή‐
10ματα καὶ κτίσει κτίσματα καὶ ὀχετοὺς διορύξει· καὶ εἴπερ ἐστὶν ἐν ἀλλοτρίῳ ζῳδίῳ, ἐγχειρισθήσεται ταῦτα παρ’ ἑτέρου προσώπου ὡς πιστὸς καὶ ἐπιστάτης καὶ ἐπαινεθήσεται καὶ εὑρήσει κέρδος· εἰ δὲ ἐν ἀλλοτρίῳ ᾖ ζῳδίῳ καὶ σὺν τούτῳ κεκακωμένος, εἰ μὲν μετρία ἡ κάκω‐
15σις ᾖ, μέμψεις ἕξει διὰ τὰ τοιαῦτα· εἰ δὲ μείζων, καὶ βλάβην. Εἰ δὲ ὑπάρχει χρονοκράτωρ ὁ Κρόνος καὶ ᾖ ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ ιαʹ ἢ τῷ εʹ ἀκάκωτος καὶ ἐν τῷ ἰδίῳ οἴκῳ, εὐφρανθήσεται τῷ ἔτει ἐκείνῳ ἐπὶ τοῖς οἰκείοις φίλοις καὶ
20πακτεύσεταί τινα καὶ κτίσει καὶ προνοήσεται ἐγγαίων· εἰ δὲ ἐν ἀλλοτρίῳ ἐστὶ ζῳδίῳ, λυπηθήσεται διὰ τέκνα καὶ φίλους καὶ ψόγον ὑποστήσεται καὶ στενοχωρίαν ἐν τῇ ὑποστάσει. εἰ δὲ πρὸς τούτῳ καὶ ἀναποδίζει, καταλυθή‐ σεται οἴκημα αὐτοῦ καὶ ἐλαττωθήσεται ὁ πλοῦτος αὐτοῦ
25καὶ αἱ εἴσοδοι. εἰ δὲ ὁ Ἄρης ἐπιβλέψει τοῦτον ἐναντίῳ σχήματι, βλαβήσεται ὁ πλοῦτος αὐτοῦ καὶ φθαρήσονται
οἱ φίλοι αὐτοῦ καὶ λυπηθήσεται ἐπὶ τέκνοις.57

58

Εἰ δὲ ὁ Κρόνος ὑπάρχει χρονοκράτωρ καὶ ᾖ ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ τρίτῳ ἢ ἐν τῷ ἐννάτῳ ἐν ἰδίῳ οἴκῳ καὶ ἀκάκωτος, παρέξει ἔργον ἐν ἐκείνῳ τῷ ἔτει ἐφ’ ᾧ ἐλπίσει μισθὸν παρὰ Θεοῦ καὶ ὠφέλειαν παρά τινος τῶν ἀνθρώ‐
5πων ἐν τῷ μέλλοντι καὶ κτίσει τινὰ κτίσματα ἑαυτῷ ἤ τινι τῶν παρ’ αὐτοῦ προνοουμένων καὶ ἀποδημήσει εἴς τινα χώραν ἐγνωσμένην αὑτῷ καὶ κοπιάσει δι’ ἐλπιζομέ‐ νην ὠφέλειαν καὶ προνοήσεται συγγενῶν καὶ ἀδελφῶν καὶ ξένων· καὶ εἴπερ ἐστὶν ἐν τοῖς δυσὶ τούτοις τόποις, ὑπάρ‐
10χουσι δὲ ἀλλότριοι, δηλοῖ [κατὰ] τὰ τοιαῦτα πλὴν ἀπο‐ δημήσει μακρὰν ἀποδημίαν καὶ ὠφεληθήσεται ἐν αὐτῇ. εἰ δὲ μετρίως ᾖ κεκακωμένος, ἐναντίαι περὶ αὐτοῦ φῆμαι γενήσονται διὰ τὸ δόγμα καὶ τὴν θρησκείαν καὶ ἐννοίαις περιπεσεῖται, ξενιτείαν δεινὴν πείσεται, καὶ ἕξει διαφορὰς
15πρὸς συγγενεῖς καὶ ἰδίους. εἰ δὲ ὁ Κρόνος ἀναποδίζει, ταραχθήσεται ἡ διάνοια αὐτοῦ καὶ ἐνδοιάσει περὶ τοῦ δόγματος καὶ πράξει πρᾶξιν δι’ ἣν ὑπολήψονταί τινες περὶ αὐτοῦ ὡς ἀσεβὴς ἔσται. εἰ δὲ ἐν τοιαύτῃ καταστάσει ὄντος τοῦ Κρόνου ἐπιβλέψει τοῦτον καὶ ὁ Ἄρης ἐν‐
20αντίῳ σχήματι, ὑποστήσεται βλάβην ἀπὸ κλοπῆς ἢ πυρός. Εἰ δὲ χρονοκράτωρ ὢν ὁ Κρόνος ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἀκάκωτος ἐν τῷ βʹ οἴκῳ ἐν ἰδίῳ 〈οἴκῳ〉, προσ‐ τεθήσεται ὁ πλοῦτος αὐτοῦ τῷ ἔτει ἐκείνῳ καὶ εὖ ἕξει τὰ κατ’ αὐτοῦ· εἰ δὲ ἐν ἀλλοτρίῳ ὑπάρχει ζῳδίῳ, προστεθή‐
25σεται ὁ πλοῦτος αὐτοῦ ἐκ πόρου ἀνελπίστου καὶ ἀγνώ‐ στου καὶ [προφάσει] διὰ σπορᾶς εὐτυχήσει. εἰ δὲ πρὸς τούτῳ κεκακωμένος ἐστί, φθαρήσεται ὁ πλοῦτος αὐτοῦ
ἀπὸ ποντισμοῦ.58

59

Εἰ δὲ χρονοκράτωρ ὢν ὁ Κρόνος ἐν τοῖς δυσὶ καιροῖς ὑπάρχει ἐν τῷ ηʹ ἐν οἴκῳ ἰδίῳ, προφάσει νεκρικῶν ὠφε‐ ληθήσεται τῷ ἔτει ἐκείνῳ· εἰ δὲ κεκακωμένος ἐστίν, ἐλατ‐ τωθήσεται ὁ πλοῦτος αὐτοῦ καὶ λυπηθήσεται δι’ ἀποι‐
5χομένων. Εἰ δὲ ὁ τοιοῦτος ἀστὴρ χρονοκράτωρ ὢν ἐν τοῖς δυσὶ καιροῖς ὑπάρχει ἐν τῷ ϛʹ ἀκάκωτος, ἐν ἐκείνῳ τῷ ἔτει ἀρρωστήσει μακρὰς ἀρρωστίας ἀπὸ ψυχρότητος καὶ ὑγρότητος· εἰ δὲ κεκακωμένος ἐστί, φρενίτιδας καὶ νόσους
10μακράς· καὶ εἰ ἐφορῶσι τοῦτον ἀγαθοποιοί, ὑγιανεῖ καὶ ὠφεληθήσεται ταῖς ἰατρείαις. εἰ δὲ σὺν τούτῳ ὑπάρχει κεκακωμένος ὁ κύριος τοῦ ϛʹ τόπου, ἀπολεσθήσονται τὰ ὑποζύγια αὐτοῦ καὶ οἱ δοῦλοι αὐτοῦ· εἰ δὲ ἀκάκωτος ὑπάρχει ὁ κύριος τοῦ ϛʹ τόπου, ἀρρωστήσουσι μέν, ἀλλὰ
15σωθήσονται. Εἰ δὲ ἐν τοῖς δυσὶ καιροῖς ὑπάρχει ἐν τῷ ιβʹ ἐν ἰδίῳ οἴκῳ 〈ἀκάκωτοσ〉, ἐπικρατήσει τῶν ἐχθρῶν καὶ φιλιω‐ θήσονται αὐτῷ καὶ ἐπαινήσουσιν αὐτὸν πλὴν οὐ φροντίσει τῶν βιωφελῶν πραγμάτων· εἰ δὲ ἐν ἀλλοτρίῳ τόπῳ ἐστὶν
20ἢ ἀναποδίζων, εἱρκτῇ καὶ φρουρᾷ περιπεσεῖται καὶ ἀνάγ‐ κας ὑποστήσεται παρὰ τῶν ἐχθρῶν αὐτοῦ. εἰ δὲ κεκακω‐ μένος ἐστὶν ἢ τῷ Ἄρει συσχηματιζόμενος ἐναντίῳ σχή‐ ματι, καὶ τιμωρίαν καὶ βλάβην μεγίστην ὑποστήσεται. Εἰ δὲ ὁ Κρόνος χρονοκράτωρ ὢν ὑπάρχει ἐν ἑνὶ τῶν τεσ‐
25σάρων ἀποκλιμάτων τῶν ἀσυνδέτων τῷ ὡροσκόπῳ — ἤτοι τῷ βʹ, τῷ ϛʹ, τῷ ηʹ, τῷ ιβʹ — καὶ ὑπάρχει κεκακωμένος,
δηλοῖ σχολὴν καὶ νωχελίαν καὶ ἀπόγνωσιν τῶν ἐλπιζομέ‐59

60

νων καὶ τῶν βιωφελῶν πραγμάτων· εἰ δὲ σὺν τούτοις καὶ ἐν ἀλλοτρίῳ ἐστὶ τόπῳ, ἐπιταθήσεται τὰ δεινὰ καὶ ἀνάγ‐ κας ὑποστήσεται καὶ εἴπωσί τινες τὰ κακὰ καὶ κατηγορή‐ σουσιν αὐτῷ καὶ ἀρρωστήσει νόσον ἀπὸ ψυχρότητος καὶ
5ὑγρότητος ἢ ἀπὸ ψυχρότητος καὶ ξηρότητος. εἰ δὲ ἐν τοῖς τοιούτοις τόποις ὢν ὑπάρχει ἀνατολικὸς ἢ ἐν ἰδίῳ οἴκῳ, ἐν εὐεξίᾳ ὑπάρξει πλὴν ἔσται εὔκαιρος σχολὴν ἄγων. Εἰ δὲ ὁ Κρόνος ἐστὶ κατὰ μὲν πῆξιν ἔν τινι τόπῳ, κατὰ δὲ πάροδον εὑρεθῇ ἐν τῷ αὐτῷ τόπῳ εἴτε ἀπὸ τοῦ ζῳδίου
10τῆς ἐναλλαγῆς εἴτε ἀπὸ τοῦ ὡροσκόπου τοῦ ἔτους, πλείονα ἕξει τὴν σημασίαν καὶ βεβαιοτέραν καὶ ἐκφαντικωτέραν τὴν φύσιν ἐνδείξεται τοῦ τόπου, καὶ μάλιστα εἰ ἐφορᾷ τὸν τόπον τῆς καταρχῆς. εἰ δὲ ἐν ἄλλῳ μέν ἐστι τόπῳ κατὰ πῆξιν, ἐν ἑτέρῳ δὲ κατὰ πάροδον, ποίησον σύγκρασιν
15κατὰ τὰς μεθοδείας ἅς σοι ὑπέδειξα τῶν τόπων ὡς· ἂν βέβαιον ὑπάρχῃ σοι τὸ ἀποτέλεσμα. τοιουτοτρόπως οὖν στοχάζου καὶ τὰς σημασίας τῶν λοιπῶν ἀστέρων ἀπὸ τῆς τῶν τόπων ἐν οἷς εἰσι διαθέσεως. καὶ ἡμεῖς δὴ καθ‐ άπερ ἐμνήσθημεν τοῦ Κρόνου καὶ τῆς σημασίας αὐτοῦ,
20ἰδίᾳ καὶ τῆς τῶν ἀστέρων πρὸς αὐτὸν συσχηματίσεως ἢ συνόδου καὶ τῆς τῶν τόπων θέσεως, οὕτως μνημονεύσο‐ μεν καὶ τῶν λοιπῶν ἀστέρων.
23t〈Ἕβδομον〉. Περὶ τῆς σημασίας τοῦ Διὸς ὅτε
24tὑπάρχει χρονοκράτωρ καὶ ᾖ ἀκάκωτος
25 Ὅτε ἐστὶ χρονοκράτωρ ὁ Ζεὺς καὶ ὑπάρχει ἀκάκωτος κατά τε πῆξιν καὶ κατὰ πάροδον, ἐν ἐκείνῳ 〈τῷ ἔτει〉 φιλιωθήσεται βασιλεῦσι καὶ ἄρχουσι καὶ ἔσται καλῶς διοικῶν τὰ ἑαυτοῦ καὶ ὁδηγούμενος ἐπὶ τὰ συμφέροντα
ἔχων τὴν ἀπόβασιν ἀγαθήν, ἐν ἡσυχίᾳ διάγων60

61

τι πρὸς πάντας φιλίᾳ· προστεθήσεται δὲ ἡ δόξα αὐτοῦ καὶ ἐπαινεθήσεται παρὰ πολλῶν καὶ μεταχειρισθήσεται πρᾶξιν ἐν τῇ ἰδίᾳ πατρίδι· εἰ δὲ σημαίνει ἡ καταρχὴ τεκνογονίαν, ἕξει τέκνον ἐν ἐκείνῳ τῷ χρόνῳ· καὶ ὠφε‐
5ληθήσεται καὶ εὐφρανθήσεται ἀπὸ διαφόρων καὶ ἐπικτή‐ σεται πλοῦτον ἀπὸ δωρεῶν καὶ ἀφ’ ἑτέρων, πολλάκις δὲ καὶ κληρονομήσει τὸν ἴδιον πατέρα· εἰ δέ ἐστιν ὁ ἔχων τὴν ἐναλλαγὴν ἐν ἀξιώματι περιδόξῳ, ἐν ἐξουσίᾳ ἔσται τῷ ἔτει ἐκείνῳ καὶ ἄρξει πολλῶν καὶ ἐπικτήσεται πάμ‐
10πολλα· εἰ δὲ τῆς 〈μέσησ〉 τύχης ἐστὶν ὁ τὴν ἐναλλαγὴν ἔχων, ἐν ἐκείνῳ τῷ ἔτει ἄρξει τῷν ὁμοίων αὐτῷ καὶ εὐφρανθήσεται ἐπὶ διαφόροις πράγμασι καὶ κέρδεσι καὶ εὐτυχίαις, καὶ μάλιστα ἐὰν ὁ Ζεὺς ὑπάρχῃ ἐν ἰδίῳ οἴκῳ ἢ ὁρίῳ ἢ τριγώνῳ. ἰδὲ δὲ καὶ τὰς ἀκτῖνας καὶ τοὺς κλήρους
15καὶ τὰ δωδεκατημόρια οἷς συνοδεύει ὁ Ζεὺς ἢ ἐφορᾷ ἐν τοῖς δυσὶ καιροῖς· εἰ γὰρ ἀγαθῷ σχήματι συσχηματίζε‐ ται τούτοι, δηλοῖς ὠφέλειαν κατὰ φύσιν ἐκείνων. Εἰ δέ ἐστιν ὁ Ζεὺς χρονοκράτωρ καὶ ὑπάρχουσιν αὐτός τε καὶ ὁ Ἄρης ἀκάκωτοι κατά τε πῆξιν καὶ κατὰ πάροδον,
20συσχηματίζονται δὲ ἀλλήλοις ἀπὸ τριγώνου ἢ ἑξαγώνου σχήματος, ἔσται ὁ ἔχων τὴν ἐναλλαγὴν ἐν ἐκείνῳ τῷ ἔτει αὐθεντικὸς εἰδήμων τῶν πρακτέων καὶ προσκείμενος τοῖς ἔργοις, τεύξεται δὲ τιμῆς καὶ ἀξίας ὑψηλῆς καὶ ὠφελείας ἀπό τινος ἀρχῆς καὶ φημήσει τοῦτον ὁ κοινὸς λαὸς τοῖς
25ἐπαίνοις. εἰ δὲ συνοδεύει τούτῳ ὁ Ἄρης ἐν τοῖς δυσὶ και‐ ροῖς καὶ ὑπάρχουσιν οἱ β ἀκάκωτοι, ἐν ἐκείνῳ τῷ ἔτει λήψεται βαθμὸν καὶ ἀξίαν ἐν τῇ ἰδίᾳ πατρίδι καὶ ἔσται εὔθυμος· εἰ δὲ ἐν ἀλλήλων οἴκοις ὦσιν ἀκάκωτοι, ἔσται τῷ
ἔτει ἐκείνῳ ἐνδύναμος καὶ τεύξεται ἐξουσίας. εἰ δὲ ἐν τῷ61

62

ἑνὶ καιρῷ συνοδεύσει τούτῳ ὁ Ἄρης ἢ συσχηματίζεται, ἔσται ἐλάττονα τὰ εἰρημένα. Εἰ δὲ τοῦ Διὸς χρονοκράτορος ὄντος ὑπάρχει καὶ ὁ Ἥλιος ἅμα τούτῳ ἀκάκωτος κατά τε πῆξιν καὶ κατὰ
5πάροδον, συσχηματίζονται δὲ ἀλλήλοις ἀπὸ ἑξαγώνου, ἐπιταθήσεται ἡ εὐτυχία τῷ ἔτει ἐκείνῳ τοῦ ἔχοντος τὴν ἐναλλαγὴν καὶ ἐν ἀνέσει βίου ἔσται καὶ τεύξεται γάμου χρηστοῦ καὶ τέκνου ἀγαθοῦ· εἰ δὲ ἐκ τριγώνου ὁ Ἥλιος συσχηματίζεται τούτῳ ἀναποδίζοντι ἢ ἐν τῷ 〈ἑνὶ〉 καιρῷ
10τούτῳ συσχηματίζεται, ἔσται τὰ εἰρημένα ἐλάττονα. εἰ δὲ συνοδεύσει ὁ Ἥλιος τούτῳ ἐν τοῖς δυσὶ καιροῖς ὥστε τοῦτον ἑῷον εἶναι, τεύξεται ἀξίας καὶ διαφόρων ὠφελειῶν καὶ εὐφρανθήσονται ἐπ’ αὐτῷ οἱ γονεῖς αὐτοῦ καὶ ὠφελη‐ θήσονται δι’ αὐτοῦ. εἰ δὲ ἐν τῷ ἑνὶ καιρῷ συνοδεύσει τού‐
15τῳ καὶ ὑπάρχει ἑῷος, ἐλάττονα ἔσται τὰ εἰρημένα. εἰ δὲ συνοδεύσει τούτῳ ὁ Ἥλιος ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρ‐ χει ὕπαυγος, ὑποστήσεται ἀνάγκας τῷ ἔτει ἐκείνῳ κατὰ τὰς σημασίας τοῦ Διός. εἰ δὲ 〈ὁ〉 Ἥλιος ὑπάρχει δυνα‐ μικώτερος καὶ κακώμενος, πλείων ἔσται ἡ κάκωσις καὶ
20δέος μή ποτε τελευτήσει· εἰ δὲ ἀκάκωτός ἐστιν ὁ Ἥλιος, ἔσται ἐλάττονα τὰ κακά. εἰ δὲ καὶ ὁ Ζεὺς δυναμικώτερος ᾖ, ἐλάττων ἔσται ἡ διαφθορά. Εἰ δὲ ὁ Ζεὺς ὑπάρχει χρονοκράτωρ καὶ ὑπάρχουσιν αὐτός τε καὶ ἡ Ἀφροδίτη ἀκάκωτοι κατά τε πῆξιν καὶ
25κατὰ πάροδον, καὶ συσχηματισθῇ τούτῳ ἡ Ἀφροδίτη οἱῳδήποτε σχήματι, δηλοῖ τῷ ἔτει ἐκείνῳ προσθήκην πλούτου ἀπὸ γυναικῶν καὶ διὰ μεσιτείας ἐνδόξων ἀνδρῶν
καὶ περιφανῶν καὶ φίλων καὶ εὐφρανθήσεται ἐπὶ62

63

γυναιξὶ καὶ ὠφεληθήσεται ἐξ αὐτῶν. εἰ δὲ συσχηματίζε‐ ται τούτῳ ἡ Ἀφροδίτη ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τριγώνου ἢ ἑξαγώνου καὶ ὑπάρχουσιν ἄμφω ἀκάκωτοι, ἐν ἐκείνῳ τῷ ἔτει προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ ἡ ἀξία καὶ ὁ
5πλοῦτος καὶ ὁ ἱματισμὸς καὶ ὁ καλλωπισμὸς καὶ ἡ εὐφρο‐ σύνη καὶ ἡ ἀγαλλίασις, καὶ ταῦτα προφάσει γυναικῶν· πολλάκις δὲ τεχθήσεται αὐτῷ παιδίον ἢ εὐφρανθήσεται ἐπὶ οἰκείῳ παιδὶ ἢ ὠφεληθήσεται διὰ παίδων βασιλέων. εἰ δὲ λόγον ἔχει ἡ Ἀφροδίτη ἐν ᾧ ἐστι ζῳδίῳ, ἔσται ἡ
10ὠφέλεια ἀπό τινων γνωρίμων καὶ φίλων καὶ μάλιστα γυ‐ ναικῶν· εἰ δὲ ἐν ἀλλοτρίῳ ὑπάρχει ζῳδίῳ, ἔσται ἡ ὠφέ‐ λεια ἀπὸ ξένων ἢ ἐχθρῶν ἀνδρῶν καὶ γυναικῶν. εἰ δὲ συνοδεύει τούτῳ ἡ Ἀφροδίτη ἐν τοῖς δυσὶ καιροῖς καὶ ὦσιν οἱ β ἀκάκωτοι, ἐν ἐκείνῳ τῷ ἔτει ὁ τὴν ἐν‐
15αλλαγὴν ἔχων εὔκλειαν ἐπικτήσεται παρὰ τοῖς ἐξουσια‐ σταῖς καὶ διοικηταῖς καὶ ἔντιμος ἔσται παρὰ ἀνθρώποις καὶ φίλους ἐπικτήσεται πλείονας τῶν προτέρων καὶ ἐπαι‐ νεθήσεται παρὰ πολλῶν ἐπ’ ἀγαθοῖς [καὶ φίλους ἐπικτή‐ σεται κρείττονας τῶν προτέρων] καὶ ὠφεληθήσεται προ‐
20φάσει θαυμάτων καὶ τεράτων καὶ τόπων ἐκκλησιαστι‐ κῶν καὶ ἱλαστηρίων καὶ εὐφρανθήσεται ἐπὶ γυναιξὶ καὶ γάμῳ καὶ τέκνοις. εἰ δὲ διαμετρήσει τοῦτον ἡ Ἀφροδίτη ἢ τὰ εἰρημένα σχήματα ἐν τῷ ἑνὶ καιρῷ ὑπάρχουσιν, ἐλάτ‐ τονα ἔσται ἅπαντα τὰ δηλωθέντα.
25 Εἰ δὲ τοῦ Ζηνὸς ὄντος χρονοκράτορος συσχηματίζεται τούτῳ ὁ Ἑρμῆς ἀκάκωτος ὢν καὶ αὐτὸς κατά τε πῆξιν καὶ κατὰ πάροδον ἀπὸ τριγώνου ἢ ἑξαγώνου, ἐν ἐκείνῳ
τῷ χρόνῳ ὁ τὴν ἐναλλαγὴν ἔχων ἐπικτήσεται δι’ ἐμπει‐63

64

ρίας καὶ πραγματειῶν καὶ πράσεως καὶ ἀγορασίας καὶ γραμμάτων καὶ διοικήσεως καὶ οἰκονομίας· ἔσται δὲ τῶν μυστηρίων συντη〈ρητικὸσ〉 καὶ τοῦ πλούτου φυλακτι‐ κὸς πεπυκνωμένος καὶ συνετὸς καὶ διάγνωσιν ἱκανὴν ἔχων
5τῶν πραγμάτων· ὑπερτερήσει τε τῶν κατ’ αὐτὸν διὰ τῆς ἀξίας καὶ τῆς δόξης καὶ τῶν γραμμάτων καὶ τῶν διορισμῶν καὶ τῆς διαγνώσεως, ἐγχειρισθήσεται δὲ καὶ διοικήσεις πραγμάτων τινῶν ἀρχόντων καὶ ἔσται ἐπαινετὸς παρὰ πᾶσιν ἀνθρώποις καὶ ἀρεστὸς αὑτῷ ἐπιμενεῖ καὶ προσκαρτερή‐
10σει ταῖς εὐχαῖς καὶ τοῖς ὁμοίοις τούτοις καὶ τῷ δόγματι· καὶ εἰ μέν ἐστιν ὁ τὴν ἐναλλαγὴν ἔχων τῆς κάτω τύχης καὶ τῶν βαναύσων, ὠφεληθήσεται διὰ τῆς τέχνης αὐτοῦ καὶ τοῦ ἔργου τῶν χειρῶν αὐτοῦ. καὶ εἴπερ συνοδεύσει τούτῳ ὁ Ἑρμῆς ἐν τοῖς δυσὶ καιροῖς, ὑπάρχουσι δὲ καὶ οἱ δύο ἀκάκω‐
15τοι, ὠφεληθήσεται ἐν ἐκείνῳ τῷ ἔτει καὶ προστεθήσεται ὁ βίος αὐτοῦ καὶ ἡ πρὸς Θεὸν πίστις καὶ ἡ λογικότης καὶ τὸ ἐπίβουλον τῆς διανοίας καὶ τὸ ῥητορικώτερον ἐν λόγοις καὶ ὠφεληθήσεται διὰ τῶν τοιούτων ὡσαύτως ὠφεληθή‐ σεται καὶ δι’ ἑτέρων πραγμάτων διαφόρων, συνομιλήσει
20δὲ καὶ μεγαλοδόξοις νοταρίοις καὶ ἐγχειρισθήσεται τὴν διοίκησιν τῶν πραγμάτων αὐτῶν. εἰ δὲ τῷ ἑνὶ καιρῷ συν‐ οδεύσει τούτῳ ὁ Ἑρμῆς ἢ ἑτέρῳ σχηματισθῇ σχήματι, ἀφαιρεῖται ἐκ πάντων ὧν προείπομεν. Εἰ μὲν ὁ Ζεύς ἐστι χρονοκράτωρ καὶ ὑπάρχουσιν αὐτός
25τε καὶ ἡ Σελήνη ἀκάκωτοι κατά τε πῆξιν καὶ κατὰ πάρ‐
οδον, συσχηματίζονται δὲ ἀλλήλοις ἀπὸ τριγώνου ἢ ἑξα‐64

65

γώνου, δηλοῖ ὡς ἐν ἐκείνῳ τῷ ἔτει προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ ἡ ἀξία καὶ ἐπικτήσεται παρὰ ἀνθρώπων εὐφη‐ μίαν καὶ ἔπαινον καὶ οἱῳδήποτε ἐπιχειρήσει ἔργῳ ἢ οἱᾳδή‐ ποτε πράξει, τελειωθήσεται· καὶ εἰ ἐπιζητεῖ τεκνογονίαν,
5τεχθήσονται αὐτῷ τέκνα τῷ ἔτει ἐκείνῳ ἢ συλλήψονται αἱ τούτου γυναῖκες· καὶ κληρονομήσει τοῦ πατρῴου πλού‐ του· καὶ 〈εἴ〉 ἐστιν ὁ ἔχων τὴν ἐναλλαγήν τις τῶν βασι‐ λέων, εἰ τύχῃ δὲ καὶ ἡ Σελήνη αὐξιφωτοῦσα, τεύξεται δόξης ἀξιολόγου· εἰ δὲ τῆς μέσης ὑπάρχει τύχης, ἐγχει‐
10ρισθήσεταί τινα ἀρχὴν κατὰ πλήθους λαοῦ καὶ χρήσεται εἰς αὐτοὺς δικαιοσύνῃ καὶ τὸν εὐϋπόληπτον καὶ ἄμεμπτον ἀσπάσεται βίον· εἰ δ’ ἐστι τῆς κάτω τύχης, ὑπερτερήσει τῶν ὁμοίων αὐτῷ κατὰ τὴν τύχην καὶ προτερήσει ἐν ἐκεί‐ νοις οἷς προείπομεν· σημαίνει δὲ καὶ ὡς ὠφεληθήσεται
15διὰ πράσεως καὶ ἀγορασίας καὶ πραγματειῶν. καὶ εἴπερ συνοδεύσει τούτῳ ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν οἱ β ἀκάκωτοι, προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ ἡ ἀξία καὶ ὁ πλοῦτος, καὶ μάλιστα ἐὰν ἡμερινὴ ὑπάρχῃ ἡ ἐναλλαγή. εἰ δὲ συνοδεύει τούτῳ ἡ Σελήνη ἢ
20ἑτέρῳ συσχηματισθῇ σχήματι καθ’ ἕνα τῶν δύο καιρῶν, ἀφαιρεῖται ἐκ πάντων ὧν προείπομεν. Περὶ δὲ τοῦ σχηματισμοῦ τῶν ἀστέρων πρὸς τὸν Δία ἀπὸ τετραγώνου ἢ διαμέτρου ἀκακώτων καὶ αὐτῶν παρ‐ εχόντων οὐδὲν διεξήλθομεν δι’ αἰτίαν τοιαύτην, ἐπειδὴ ἐν
25τῷ τοιούτῳ τμήματι περὶ ἀγαθύνσεως διελάβομεν τοῦ Διὸς καὶ τῶν σὺν αὐτῷ ἀστέρων, τὰ δὲ τετράγωνα καὶ διάμετρα τὰ πρὸς αὐτὸν τῶν ἀστέρων πολλάκις ἐναντία τινὰ δηλοῖ περὶ ὧν μὲν νῦν οὐ πρόκειται λέγειν,
ἐν δὲ τοῖς ἐφεξῆς ἀριδηλότερον σαφηνίσονται.65

66

(1t)

〈Ὄγδοον〉. Περὶ τῆς σημασίας τοῦ Διὸς ὅτε
2tὑπάρχει χρονοκράτωρ καὶ ᾖ κεκακωμένος
3 Ὅτε ὑπάρχει ὁ Ζεὺς χρονοκράτωρ καὶ τύχῃ κατά τε πῆξιν καὶ κατὰ πάροδον ἀναποδίζων ἢ ὕπαυγος ἢ ἐν ἀλ‐
5λοτρίῳ τόπῳ ἢ ἑσπέριος ἢ ἐν οἴκῳ κακοποιοῦ ἢ ἀποκεκλι‐ κὼς τῶν κέντρων καὶ ἐν τόποις ἐναντίοις, ἀφαιρεῖται τὴν φαιδρότητα τοῦ ἔχοντος τὴν ἐναλλαγὴν καὶ ἐλαττοῖ τὴν εὐτυχίαν αὐτοῦ καὶ καταβάλλει τὴν δόξαν αὐτοῦ καὶ προσ‐ τίθησι ταῖς λύπαις αὐτοῦ· δηλοῖ δὲ καὶ πλῆθος ἐξόδων
10καὶ πλούτου κένωσιν ἄκαιρον, καὶ ταῦτα ἑκούσια καὶ αὐτο‐ προαίρετα βουλήσει διὰ τὸ ἐφίεσθαι τοῦ παρὰ τῶν πολ‐ λῶν ἐπαίνου· λυπηθήσεται δὲ διὰ γονεῖς καὶ παῖδας καί τινα ἔνδοξα πρόσωπα καὶ διάφορα πράγματα καὶ διὰ τὸ βίαιον τοῦ κατ’ αὐτὸν βίου, καὶ μάλιστα εἰ τύχῃ ὁ Ζεὺς
15ἐν τῷ ϛʹ. εἰ δὲ συνοδεύσουσι τούτῳ οἱ κακοποιοὶ ἢ συσχη‐ ματισθῶσιν ἀπὸ τετραγώνου ἢ διαμέτρου 〈ἢ〉 καθυπερ‐ τεροῦσιν αὐτὸν ὄντα κεκακωμένον καὶ ἐν τῷ τόπῳ τῶν γονέων ἢ ἐν τῷ τόπῳ τῶν τέκνων ἢ ἔχοντα λόγον ἐν τοῖς τοιούτοις τόποις, τύχῃ δὲ ὁ κλῆρος τοῦ πατρὸς καὶ ὁ κλῆ‐
20ρος τῆς μητρὸς καὶ ὁ κλῆρος τῶν τέκνων ἢ οἱ κύριοι αὐτῶν κεκακωμένοι, δηλοῖ ὡς ὁ τῆν ἐναλλαγὴν ἔχων λυ‐ πηθήσεται διὰ θάνατον παίδων ἢ πατρὸς ἢ μητρὸς κατὰ τὴν φύσιν τοῦ ζῳδίου ἐν ᾧ ἐστιν ὁ Ζεὺς ἢ τὴν φύσιν τοῦ κλήρου καὶ τοῦ κυρίου αὐτοῦ. εἰ δὲ συνοδεύσει τινὶ τῶν
25κλήρων ἤ τινι τῶν ἀκτίνων ἢ δωδεκατημορίων ἐν τοῖς δυσὶ καιροῖς ἢ ἐπιβλέψει τούτοις ἐναντίῳ σχήματι, δηλοῖ λύπας καὶ ἀκαταστασίας ἐπ’ ἐκείνοις ὧν εἰσι δηλωτικὰ τὰ προειρη‐ μένα. σκεπτέον δὲ καὶ τοὺς πρὸς αὐτὸν σχηματισμοὺς τῶν ἀστέρων καὶ τὰς συνόδους· εἰ γὰρ τοιου〈το〉τρόπως δια‐
30κείμενον θεάσονται αὐτὸν οἱ κακοποιοὶ ἀστέρες ἀπὸ τρι‐66

67

γώνου ἢ ἑξαγώνου, οὐ δηλώσει μέγιστον σύμπτωμα διὰ τὸ τοῦ σχηματισμοῦ σύμφωνον καὶ τὸ φίλιον τῆς κρά‐ σεως, πλὴν διὰ τὴν οἰκείαν ἀδυναμίαν καὶ τὴν κάκωσιν οὐ δύναται καταλαβεῖν τὸ τῆς εὐτυχίας τέλειον. ὁ δὲ κεκα‐
5κωμένος ἀστὴρ προστίθησι τῇ κακώσει αὐτοῦ ἐπ’ ἐκεί‐ νοις τοῖς πράγμασιν ὧν ἐστι δηλωτικός· λυπηθήσεται γὰρ ὁ τὴν ἐναλλαγὴν ἔχων ἐπὶ τοῖς τοιούτοις καὶ μόχθον καὶ κόπον ὑποστήσεται· τὸ δὲ τετράγωνον καὶ διάμετρος τὸ ἀνάπαλιν, περὶ ὧν ἐν τοῖς ἑξῆς ἐροῦμεν.
10 Τοῦ μὲν οὖν Διὸς ὄντος χρονοκράτορος καὶ τοῦ Ἄρεως εὖ ἔχοντος κατὰ πῆξιν καὶ 〈κατὰ πάροδον〉, συσχηματιζομέ‐ νου τούτου ἐκ τετραγώνου καὶ καθυπερτεροῦντος αὐτὸν τοῦ Διός, στηρίζεται ἡ βάσις αὐτοῦ καὶ ἄρξει τῆς ἰδίας πόλεως πολλάκις καὶ τεύξεται παρὰ βασιλέων καὶ στρατη‐
15γῶν ἀξίας καὶ ὠφελείας, πλὴν λυπηθήσεται διὰ τέκνα καὶ πλοῦτον καί τι μέρος βλαβήσεται 〈πλούτου〉 τῶν γονέων αὐτοῦ. εἰ δὲ συσχηματισθῶσιν τοιούτῳ σχήματι ἐν τοῖς δυσὶ καιροῖς καὶ τύχωσιν ἄμφω κεκακωμένοι, ἀφαιρεῖται ἃς προείπομεν εὐτυχίας καὶ ὑποστήσεται ὁ τὴν ἐναλλα‐
20γὴν ἔχων ἐναντιότητας καὶ ἐξόδους ἀφορήτους. εἰ δὲ ὁ Ἄρης καθυπερτερεῖ αὐτοῦ καὶ ὦσιν οἱωσδήποτε, βλαβή‐ σεται ὁ τὴν ἐναλλαγὴν ἔχων παρὰ μεγιστάνων καὶ ἐξου‐ σιαστῶν καὶ ἀρχόντων τῶν μετάλλων· λυπηθήσεται δὲ καὶ διὰ στέρησιν ὠφελειῶν καὶ πλούτου καὶ ἀναστροφῆς
25καὶ τέκνου καὶ διά τινα δόλον καὶ πανουργίαν καὶ φθόνον καὶ συκοφαντίαν καὶ ἔριδα καὶ πλεονάσει ὁ κόπος αὐτοῦ· πρὸς τούτοις εἰ ἀκάκωτοι ὦσι συσχηματιζόμενοι τοιούτῳ
σχήματι ἐν τοῖς δυσὶ καιροῖς, ἔσται ἐλάττονα τὰ δεινά. εἰ67

68

δὲ ἐπιβλέψει τοῦτον ὁ Ἄρης ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ δια‐ μέτρου καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ὑποστήσεται τῷ ἔτει ἐκείνῳ λύπας διὰ δόξαν καὶ γυναῖκας καὶ τέκνα καὶ [καὶ] ὄψεται θάνατόν τινος τῶν ἀντιλαμβα‐
5νομένων παρ’ αὐτοῦ· ἴσως δὲ καὶ συζευχθήσεται γυναικὶ ἢ τεχθήσεται αὐτῷ παῖς· πληθύνουσι δὲ αἱ ἔριδες αὐτοῦ καὶ τὰ κατ’ αὐτὸν πράγματα συνταραχθήσονται καὶ δια‐ φθερεῖ πλοῦτον καὶ ἐπικτήσεται ἕτερον· κἀκείνῳ τῷ ἔτει ἕξει ἀκαταστασίας ἄχρις τῆς ἡμισείας αὐτοῦ. εἰ δὲ ἄμφω
10ὑπάρχουσιν ἀκάκωτοι ἐν τοῖς δυσὶ καιροῖς, ὀλίγα τινὰ τῶν προφασισθέντων συμβήσεται ἢ προφάσει τῶν τοιού‐ των πολλὰς ὀχλήσεις καὶ κινήσεις ὑποστήσεται καὶ ὑπο‐ πτεύσει παθεῖν μέγιστα ἐναντιώματα, πλὴν οὐ πείσεται. Εἰ δὲ τοῦ Διὸς ὄντος χρονοκράτορος ὑπάρχει σὺν αὐτῷ
15ὁ Ἥλιος ἀκάκωτος κατά τε πῆξιν καὶ κατὰ πάροδον, 〈συσχηματίζεται δὲ τούτῳ ἐκ τετραγώνου καὶ〉 ἐπιδε‐ 〈κατεύει〉 τοῦτον ὁ Ἥλιος, προστεθήσεται ἐν ἐκείνῳ τῷ ἔτει ἡ δόξα αὐτοῦ καὶ ἡ δόξα τοῦ πατρὸς αὐτοῦ καὶ ὠφε‐ ληθήσεται ἐν διαφόροις πράγμασιν· εἰ δὲ κεκακωμένοι
20εἰσίν, ὑποστήσεται αὐτός τε καὶ οἱ γονεῖς αὐτοῦ ἔνδειαν καὶ στενοχωρίαν ἐν πλούτῳ καὶ ξενωθήσονται καὶ ἀπο‐ δημήσουσιν ἀποδημίαν ἀνεύφραντον καὶ πρὸς ὑπερέχοντα πρόσωπα διαφορὰς ἕξουσιν· ἔσται δὲ τὰ τοιαῦτα πρόσ‐ ωπα γνώριμα αὐτοῖς ἢ γειτονοῦντα ἢ συγγενικὰ καὶ φθονη‐
25〈θή〉σονται παρ’ αὐτῶν. εἰ δὲ ὁ Ζεὺς ἐπιδεκατεύει τὸν68

69

Ἥλιον καὶ ὑπάρχωσιν ἄμφω ἀκάκωτοι ἐν τοῖς δυσὶ και‐ ροῖς, εὑρήσει ὁ τὴν ἐναλλαγὴν ἔχων ἀγαθὰ τῷ ἔτει ἐκείνῳ — πρὸς δὲ καὶ οἱ γονεῖς αὐτοῦ — καὶ ὠφελείας καὶ δό‐ ξας καὶ ἀξίας καὶ τιμὴν ὑπερέχουσαν· εἰ δὲ κεκακωμένοι
5εἰσί, λυπηθήσονται ταῖς τῶν τοιούτων προφάσεσι. εἰ δὲ ὁ Ἥλιος ἐπιβλέπει τοῦτον ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ διαμέτρου καὶ [ὑ] ὑπάρχουσιν ἄμφω ἀκάκωτοι, ἔσται ἐν ἐκείνῳ τῷ ἔτει εὐφρόσυνος ἐν πᾶσι τοῖς κατ’ αὐτὸν καὶ προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ ἐγχειρισθήσεται παρὰ ἐξουσιαστοῦ καὶ
10παρά τινων ἐνδόξων προσώπων μυστικὰς ὑποθέσεις καὶ συμβουλεύσονται τούτῳ οἱ βασιλεῖς εἰς τὰς οἰκείας ὑπο‐ θέσεις καὶ ὑπακούσουσι ταῖς βουλαῖς αὐτοῦ· εἰ δὲ τῷ προειρημένῳ συσχηματισθῶσι σχήματι καὶ ὑπάρχουσι κε‐ κακωμένοι, οὐ μόνον ἐλαττωθήσεται πάντα τὰ προειρη‐
15μένα, ἀλλὰ καὶ βλάβην τῇ προφάσει τῶν τοιούτων ἕξου‐ σιν. Εἰ δὲ τοῦ Διὸς ὄντος χρονοκράτορος ὑπάρχουσιν αὐτός τε καὶ ἡ Ἀφροδίτη ἀκάκωτοι κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ συσχηματισθῶσιν ἀλλήλοις ἀπὸ τετραγώ‐
20νου, τοῦ Διὸς ἐπιδεκατεύοντος αὐτήν, ἐν ἐκείνῳ τῷ ἔτει προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ ὠφεληθήσεται διὰ γυ‐ ναικῶν καὶ ἔσται εὐβίοτος καὶ χρήσεται καθαρότητι καὶ ἀνθέξεται τοῦ οἰκείου δόγματος καὶ τῶν ἑπομένων αὐτῷ καὶ ἔργα ποιήσει ὁσιότητος καὶ δικαιοσύνης· εἰ δὲ ὑπ‐
25άρχουσι κεκακωμένοι, ὑποστήσεται πειρασμοὺς προφάσει τῶν εἰρημένων. εἰ δὲ ἡ Ἀφροδίτη ἐπιδεκατεύει τὸν Δία καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι ἐν τοῖς δυσὶ καιροῖς,
ἀγωνισθήσεται ὁ ἔχων τὴν ἐναλλαγὴν τῷ ἔτει ἐκείνῳ περὶ69

70

τὰς παιδιὰς καὶ περὶ τὴν τῶν γυναικῶν ὁμιλίαν δι’ ἃς καὶ λυπηθήσεται· κτήσεται δὲ καὶ παρ’ ἑτέρων γυναικῶν πλοῦτον· βλάψει δὲ καί τινας καὶ ἀγανακτήσει ἐπί τινι τῶν φίλων αὐτοῦ καί τινα τῶν χρημάτων αὐτοῦ διαφθαρήσον‐
5ται ὡσαύτως καὶ τῶν ἐδεσμάτων· εἰ δὲ ἄμφω ὑπάρχουσιν ἀκάκωτοι, ὠφεληθήσεται καὶ εὐφρανθήσεται ἐπὶ πᾶσιν οἷς προείπομεν. εἰ δὲ ἐκ διαμέτρου ἐπιβλέψει τοῦτον ἡ Ἀφροδίτη ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω ἀκάκωτοι, προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ εὐχαρι‐
10στηθήσεται παρὰ πολλῶν καὶ ἐπαινεθήσεται καὶ ἀγαπη‐ θήσεται καὶ ἄρξει τῶν ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἐπικτή‐ σεται πλοῦτον καὶ συντηρήσει αὐτόν· εἰ δὲ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ἐλαττωθήσονται πάντα ὅσα προ‐ είπομεν καὶ λυπηθήσεται τῇ τούτων προφάσει.
15 Εἰ δὲ ὁ Ζεύς ἐστι χρονοκράτωρ καὶ ὑπάρχουσιν αὐτός τε καὶ ὁ Ἑρμῆς ἀκάκωτοι κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ συσχηματισθῶσιν ἀλλήλοις ἀπὸ τετρα‐ γώνου, τοῦ Διὸς ἐπιδεκατεύοντος αὐτόν, προστεθήσεται ὁ τὴν ἐναλλαγὴν ἔχων τῇ μαθήσει τῶν γραμμάτων καὶ
20συνεργήσει πολλοῖς καὶ διὰ τὴν ἐνέργειαν αὐτοῦ ἐπικτή‐ σεται ἀγαθὰ καὶ ὠφέλειαν· εἰ δὲ ὑπάρχωσιν ἄμφω κεκα‐ κωμένοι, ἐλαττωθήσεται τὰ εἰρημένα καὶ λυπηθήσεται προφάσει αὐτῶν. εἰ δὲ ὁ Ἑρμῆς ἐπιδεκατεύει τοῦτον ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ἐστε‐
25νοχωρημένος ἔσται κατὰ τὴν τοῦ πλούτου ἐπίκτησιν· εὐφρανθήσεται δὲ καὶ ἐπὶ κέρδει εὐτελεῖ καὶ ὠφελείᾳ
μηδαμινῇ καὶ ἔσται ἀχάριστος πρὸς τοὺς ἀνθρώπους καὶ70

71

δυσχεραίνων ἐπὶ τῇ σὺν τούτοις ἀναστροφῇ καὶ βλάψει τινὰς καὶ ἀδικήσει· εἰ δὲ ἀκάκωτοι ὦσιν, ὠφεληθήσεται καὶ εὐφρανθήσεται ἐπὶ πᾶσιν οἷς προείπομεν. εἰ δὲ ὁ Ἑρμῆς ἐπιβλέψει τὸν Δία ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ δια‐
5μέτρου καὶ ὑπάρχουσιν ἄμφω ἀκάκωτοι, προστεθήσεται ἐν ἐκείνῳ τῷ ἔτει ἡ τούτου παίδευσις καὶ ἡ γνῶσις καὶ διαγνώσεται μυστήρια κρύφια καὶ μεταχειρίσ[θησ]εται πράσεις καὶ ἀγορασίας καὶ ἐπαινεθήσεται παρὰ πολλῶν καὶ ἀγαπηθήσεται παρὰ τῶν ἐν τῷ οἴκῳ αὐτοῦ· εἰ δὲ
10ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ἐλαττωθήσονται πάντα ὅσα προείπομεν καὶ ἕνεκε τούτων λυπηθήσεται. Εἰ δὲ τοῦ Διὸς ὄντος χρονοκράτορος αὐτός τε καὶ ἡ Σελήνη ἀκάκωτοι κατά τε πῆξιν καὶ κατὰ πάροδον, συσχη‐ ματίζονται δὲ ἀλλήλοις ἀπὸ τετραγώνου, καθυπερτερεῖ δὲ
15ταύτην ὁ Ζεὺς εἴτε νυκτερινή ἐστιν ἡ ἐναλλαγὴ εἴτε ἡμε‐ ρινή, ὁ τὴν ἐναλλαγὴν ἔχων καὶ οἱ γονεῖς αὐτοῦ ἐν ἀγαθοῖς ἔσονται τῷ ἔτει ἐκείνῳ καὶ παρὰ πάντων ἐπαινούμενοι· ὠφεληθήσονται δὲ καὶ 〈παρὰ〉 συγγενῶν καὶ προσθήκην δέξονται δόξης· εἰ δὲ κεκακωμένοι εἰσίν, ὕφεσιν δέξονται
20τὰ εἰρημένα καὶ τῇ τούτων προφάσει λυπηθήσονται. εἰ δὲ ἡ Σελήνη καθυπερτερεῖ αὐτὸν καὶ ὑπάρχουσιν ἀκάκω‐ τοι, ἐπαινεθήσονται παρὰ πολλῶν καὶ τιμηθήσονται παρὰ ἀρχόντων καὶ ἰδιωτῶν· εἰ δὲ κεκακωμένοι εἰσίν, ἐλλείψουσι τὰ εἰρημένα καὶ ἔριδας ὑποστήσονται καὶ δόξης καὶ πλού‐
25του ἐλάττωσιν καὶ ἁμαρτήσονται περὶ τῆς ἰδίας οἰκονο‐
μίας. εἰ δὲ ἐφορᾷ τοῦτον ἡ Σελήνη ἀπὸ διαμέτρου ἐν τοῖς71

72

δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω ἀκάκωτοι, εἰ δὲ ἡ Σελήνη ἐλαττόνων μοιρῶν, ἐν ἐκείνῳ τῷ ἔτει προστεθήσε‐ ται ἡ δόξα αὐτοῦ καὶ ἐπικτήσεται πλοῦτον καὶ εὐφρανθή‐ σεται ἐπὶ συγγενέσι καὶ τέκνοις καὶ ὁμιλήσει βασιλεῦσι
5καὶ ἄρχουσι καὶ ἐν εὐεξίᾳ ἔσται καὶ οἴησιν ἕξει περὶ αὐτοῦ καὶ τῷ οἰκείῳ λογισμῷ ἀρκεσθήσεται μὴ συμβουλευόμενος ἑτέρῳ· εἰ δὲ καὶ ἀποδημήσει, ὑποστρέψει· εἰ δὲ κεκακω‐ μένοι ὦσιν ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχει ἡ Σελήνη πλειόνων μοιρῶν, ἐλάττωσιν ὑποστήσεται πλούτου καὶ
10λυπηθήσεται διὰ διαφόρους αἰτίας καὶ μάλιστα κατὰ τὴν τοῦ χρόνου ἀρχήν. Περὶ δὲ τοῦ συσχηματισμοῦ τοῦ Κρόνου πρὸς αὐτὸν προείπομεν ἐν οἷς διεξήλθομεν περὶ τῆς τοῦ Κρόνου δια‐ θέσεως. καὶ αὗται μέν εἰσιν αἱ τοῦ Διὸς σημασίαι ὅτε ἀγα‐
15θύνεται καὶ συνοδεύουσιν αὐτῷ ἢ συσχηματίζονται ἀστέ‐ ρες ἀγαθοποιοὶ ἢ ὅτε κακύνεται καὶ συνοδεύουσι τούτῳ ἢ ἐφορῶσιν ἀστέρες κακοποιοί. εἰ δὲ ἀγαθυνόμενος ὁ Ζεὺς ἐφορᾶται ὑπὸ ἀστέρος κακοποιοῦ ἢ κακυνόμενος συσχη‐ ματίζεται ἀστέρι ἀγαθοποιῷ, τὰ αὐτὰ σημαίνει οἷα καὶ
20ἐπὶ τοῦ Κρόνου προείπομεν.
21t〈Ἔννατον〉. Περὶ τῆς σημασίας τοῦ Διὸς χρονο‐
22tκράτορος ὄντος κατὰ τὴν ἐν τοῖς τόποις αὐτοῦ
23tπάροδον
24Ὅτε ὑπάρχει χρονοκράτωρ ὁ Ζεὺς καὶ ᾖ κατά τε πῆξιν
25καὶ κατὰ πάροδον ἀκάκωτος καὶ ἐν ἰδίῳ οἴκῳ ἢ72

73

ἐν ᾧ ἔχει λόγον καὶ ὑπάρχει ἐν ἑνὶ τῶν τεσσάρων κέντρων εἴτε τῶν κατὰ πῆξιν εἴτε τῶν κατὰ πάροδον τῆς ἐναλλα‐ γῆς εἴτε τῶν κατὰ τὸν ὡροσκόπον τῆς ἐναλλαγῆς, ἔσται περίφημος ἐν ἐκείνῳ τῷ ἔτει καὶ προστεθήσεται ἡ δόξα
5αὐτοῦ καὶ ἡ ἀξία καὶ ὁ πλοῦτος. καὶ εἰ μέν ἐστιν ἐν τῷ μεσουρανίσματι, ἔσονται τὰ τοιαῦτα προφάσει μεγιστάνων· εἰ δὲ ἐν τῷ ὡροσκόπῳ, ἐξ ἰδίας κινήσεως καὶ ἀγῶνος καὶ οἰκείου ἔργου· εἰ δὲ ἐν τῷ δύνοντι, ἔσται τὰ τοιαῦτα προφάσει γυναικῶν καὶ ἐναντίων· εἰ δὲ ἐν τῷ ὑπογείῳ,
10προφάσει γονέων καὶ συγγενῶν καὶ ἐγγαίων καὶ οἰκημά‐ των. εἰ δὲ ἐν τοῖς τοιούτοις τόποις ὑπάρχει κεκακωμένος ἢ ἀναποδίζων, δηλοῖ δόξης ὕφεσιν καὶ διαφθορὰν πλούτου καὶ ἀμέλειαν αὐτοῦ περὶ τὰς ἐπικτήσεις· λυπηθήσεται δὲ κατὰ τὴν σημασίαν τοῦ κέντρου ἐν ᾧ ἐστιν.
15 Εἰ δὲ ὁ Ζεὺς χρονοκράτωρ ὢν καὶ ἐν τοῖς δυσὶ καιροῖς ἀκάκωτος ὑπάρχει ἐν τῷ ιαʹ, ἐν ἐκείνῳ τῷ χρόνῳ ἔσται εὐβίωτος καὶ ἐν ἀνέσει πάσῃ καὶ παρὰ πολλῶν ἐπαινε‐ θήσεται καὶ ὠφεληθήσονται οἱ φίλοι αὐτοῦ δι’ αὐτοῦ· εἰ δὲ κεκακωμένος ἐστίν, ἔσται πολύφροντις καὶ κακοϋπόληπτος,
20μὴ ποιῶν ἔργον ὠφέλιμον· λυπηθήσεται δὲ καὶ διὰ φίλους καὶ διά τινας ἐλπίδας. Εἰ δὲ ὁ Ζεὺς χρονοκράτωρ ὢν ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ 〈εʹ〉 ἀκάκωτος, τέκνων εὐμοιρήσει γονῆς
εἴπερ ἡ καταρχὴ ἐδήλου τέκνων γένεσιν· καὶ εὐφραν‐73

74

θήσεται ἐπὶ τέκνοις εἴ γε ἔχει τέκνα· εἰ δὲ κεκακω‐ μένος ἐστί, λυπηθήσεται διὰ τέκνα καί τινας πρεσβείας καὶ δεξιώματα. Εἰ δὲ ὁ Ζεὺς χρονοκράτωρ ὢν ἐν τοῖς δυσὶ καιροῖς
5ὑπάρχει ἐν τῷ θʹ ἢ τῷ τρίτῳ ἀκάκωτος, ἐπαινεθήσεται τῷ ἔτει ἐκείνῳ ἐπ’ εὐσεβείᾳ καί τινα ποιήσεται ἀποδημίαν ἕνεκε τῆς πρὸς Θεὸν θρησκείας καὶ ἐπαινεθήσεται παρὰ πολλῶν καὶ εὐφρανθήσεται ἐπ’ ἀδελφοῖς καὶ ἐπὶ φήμαις τισίν· εἰ δὲ κεκακωμένος ἐστίν, ἔσται κενόδοξος ἐν ἐκείνῳ
10τῷ ἔτει καὶ φήμας δέξεται ἐναντίας καὶ βλάβας καὶ λύπας δέξεται προφάσει ἀδελφῶν καὶ καταφρονήσει τῆς ἰδίας πίστεως καὶ ἐνδοιάσει περὶ αὐτῆς· εἰ δὲ καὶ ἀποδημήσει, πράγμασιν ἀπευκταίοις συναντήσει. Εἰ δὲ ὁ Ζεὺς ἀκάκωτος ὢν ὑπάρχει ἐν τοῖς δυσὶ και‐
15ροῖς ἐν τῷ βʹ ἢ τῷ ηʹ τόπῳ ἀργίαν καὶ σχολὴν δηλοῖ, πλὴν τεύξεται ὠφελειῶν τινων ἄνευ ζητήσεως καὶ χωρὶς ἀγῶνος ἢ προφάσει νεκρῶν· εἰ δὲ κεκακωμένος ἐστίν, δη‐ λοῖ ἐξόδους πολλὰς ἀπροαιρέτους καὶ λύπας καὶ ἔριδας προφάσει ἐπικτήσεως πλούτου.
20 Εἰ δὲ ὁ Ζεὺς χρονοκράτωρ ὢν ὑπάρχει ἐν τοῖς δυσὶ και‐ ροῖς ἐν τῷ ϛʹ ἢ τῷ ιβʹ τόπῳ ἀκάκωτος, ἐπαινεθήσεται παρά τινος εὐτελοῦς καὶ συρφετώδους ὄχλου καὶ ὠφελη‐ θήσεται δι’ ἐναποκλείστων καὶ εἰρηνεύσει μετὰ οἰκείων
ἐχθρῶν· εἰ δὲ κεκακωμένος ὑπάρχει ἐν τοῖς δυσὶ τόποις74

75

τούτοις, νόσους ὑποστήσεται πνευματώδεις καὶ ἑτέρας τινὰς καὶ λύπας ἕνεκεν ἐχθρῶν καὶ φυλακήν. Εἰ δὲ ὁ Ζεὺς κατὰ πῆξιν ἔν τινι τόπῳ ὢν τύχῃ ἐν ἑτέρῳ τόπῳ κατὰ τὸν καιρὸν τῆς ἐναλλαγῆς εἴτε τὴν αὐτὴν διά‐
5θεσιν ἔχων τῇ κατὰ πῆξιν διαθέσει ἢ καὶ ἑτεροῖαν, δεῖ σε σύγκρασιν ποιήσασθαι τῶν διαθέσεων αὐτοῦ τῶν ἐν τοῖς δυσὶ καιροῖς καθὼς προείπομεν ἐν τῷ περὶ τοῦ Κρόνου λόγῳ καὶ κατὰ [πῆξιν] ταύτην ἀποφήνασθαι. εἰ δὲ ὁ Ζεὺς χρονοκράτωρ ὢν ὑπάρχει μάλιστα κατὰ τὸν τῆς
10ἐναλλαγῆς καιρὸν ἐν τοῖς τέσσαρσι τόποις τοῖς ἀσυνδέτοις τῷ ὡροσκόπῳ, ἐν ἐκείνῳ τῷ ἔτει ὁ τὴν ἐναλλαγὴν ἔχων ἄδοξος ἔσται καὶ οὐ προστεθήσεται αὐτῷ ὠφέλεια καὶ πολλοὶ τῶν φίλων αὐτοῦ καὶ γνωρίμων περιφρονήσουσιν αὐτόν· καταγενήσεται δὲ καὶ περί τινα ἀλυσιτελῆ
15αὐτῷ πράγματα· τῶν δὲ ὠφελίμων μικρὸν ἢ μηδαμινὸν ποιήσεται λόγον· εἰ δὲ κεκακωμένος ἐστὶν ἐν τοῖς τοιού‐ τοις τόποις, ὑποστήσεται λύπας τῇ τῶν τοιούτων προφάσει.
18t〈Δέκατον〉. Περὶ τῆς σημασίας τοῦ Ἄρεως ὅτε
19tχρονοκράτωρ ἐστὶ καὶ ἀκάκωτος
20 Ὅτε ἐστὶ χρονοκράτωρ ὁ Ἄρης καὶ ὑπάρχει κατά τε πῆξιν καὶ κατὰ πάροδον ἐν τῷ οἰκείῳ φωτὶ προποδίζων καὶ προσθετικὸς τοῖς ἀριθμοῖς καὶ ἐν ἀγαθοῖς τόποις καὶ
ἐν οἰκείᾳ αἱρέσει καὶ ἐν ζῳδίῳ ἐν ᾧ ἔχει λόγον, ποιεῖ τὸν75

76

ἔχοντα τὴν ἐναλλαγὴν ἐνδύναμον τὴν ψυχὴν καὶ ἀποτρέπει πάντα ὄκνον καὶ ῥαθυμίαν καὶ λύπην, καὶ ἀγχίνους ἔσται καὶ εὐεπίβουλος καὶ πρόθυμος περὶ τὰ ἔργα καὶ ἀνυστικὸς πραγμάτων διαφόρων καὶ δραστήριος ἐν τοῖς ἔργοις καὶ
5ἀγωνιστικὸς περὶ τὰς ἐπικτήσεις καὶ τεύξεται τῶν ἐπι‐ ζητουμένων παρὰ τῶν ἐξουσιαστῶν καὶ ἔνδοξος ἔσται παρὰ τοὺς κατ’ αὐτὸν καὶ μεγάλας ὠφεληθήσεται ὠφελείας ἐξ ὧν διαπράττεται καὶ ἡ ἀπόβασις τῶν κατ’ αὐτὸν πραγμά‐ των ἔσται ἀγαθή. εἰ δὲ ἀκάκωτος ὢν ὁ Ἄρης ἐν ἀλλοτρίῳ
10ὑπάρχει ζῳδίῳ ἔσται ἡ ὠφέλεια αὐτοῦ παρὰ ἐπηλύδων καὶ ξένων· εἰ δὲ ἐν οἰκείῳ ζῳδίῳ ὑπάρχει, γενήσεται ἡ ὠφέ‐ λεια παρὰ φίλων καὶ γνωρίμων. καὶ εἰ ἔστιν ἐν ἀνθρω‐ ποειδεῖ ζῳδίῳ, ἐπικτήσεται παρὰ ἀνθρώπων φιλίας καὶ εὐφροσύνην καὶ ὠφεληθήσεται δι’ αὐτῶν καὶ ἐπαινεθή‐
15σεται· καὶ εἰ ἔστιν ἐν ὑδατώδει ζῳδίῳ, ἔσται ἡ ὠφέλεια προφάσει ὑδάτων καὶ ὑγρῶν· καὶ τοιου〈το〉τρόπως στοχά‐ ζου καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων. πρόσεχε δὲ καὶ ταῖς ἀκ‐ τινοβολίαις καὶ τοῖς κλήροις καὶ τοῖς δωδεκατημορίοις οἷς συνοδεύει ὁ Ἄρης ἢ συσχηματίζεται ἐν τοῖς δυσὶ καιροῖς
20σχήμασι συμφώνοις καὶ φίλοις καὶ ποίαν σημασίαν ἔχουσιν οἱ κύριοι αὐτῶν· καὶ κατ’ ἐκεῖνο τὸ εἶδος ἀποφαίνου τὴν ὠφέλειαν. Εἰ δέ ἐστιν ὁ Ἄρης χρονοκράτωρ καὶ ὑπάρχει ἅμα τῷ Διῒ ἀκάκωτος κατά τε πῆξιν καὶ κατὰ πάροδον ἢ συσχη‐
25ματίζεται τούτῳ ἀπὸ τριγώνου ἢ ἑξαγώνου, ὑπάρχει δὲ
ὁ τὴν ἐναλλαγὴν ἔχων ἐκ τῶν πολυχρονίων τὴν εὐτυχίαν,76

77

προστεθήσεται ἡ εὐτυχία αὐτοῦ καὶ ἡ δόξα καὶ οἱ ὑπ‐ ήκοοι καὶ οἱ ὑποχείριοι καὶ οἱ ὀπαδοὶ καὶ ὁ στρατὸς καὶ ὁδηγήσει στρατεύματα καὶ ἄρξει ἀνθρώπων πολλῶν καὶ ὑποταγήσονται αὐτῷ οἱ ἐχθροὶ αὐτοῦ· εἰ δέ ἐστιν ὁ Ἄρης
5ἐν τῷ Κριῷ ἢ ἐν τῷ Αἰγοκέρωτι, ἄρξει τῶν ἐχθρῶν αὐτοῦ καὶ προστεθήσεται ἡ δύναμις αὐτοῦ καὶ ἡ συμμαχία καὶ τὰ ὑποζύγια καὶ τὰ ὅπλα καὶ πάντα ὅσα ὁ Ἄρης δηλοῖ. εἰ δέ ἐστιν ὁ τὴν ἐναλλαγὴν ἔχων τῆς μέσης τύχης καὶ ὧν ὁ κατὰ πῆξιν ὡροσκόπος οὐ δηλοῖ τηλικαύτας εὐτυχίας,
10φιλιωθήσεταί τισιν ἐνδόξοις καὶ περιφανέσι καὶ στρατηγοῖς καὶ στρατιωτικοῖς μεγάλοις προσώποις καὶ ὠφεληθήσεται δι’ αὐτῶν· εἰ δὲ τῆς κάτω ἐστὶ τύχης, τεύξεται ὠφελείας 〈παρὰ〉 στρατιωτικῶν προσώπων καὶ παρὰ τῶν μετερχο‐ μένων [παρὰ] τὰς ἀρεϊκὰς τέχνας. ἐπισκέπτου καὶ τὸ
15ζῴδιον ἐν ᾧ ἐστιν ὁ Ἄρης κατά τε πῆξιν καὶ κατὰ πάροδον εἴτε τῶν βασιλικῶν ζῳδίων ἐστὶν εἴτε τῶν τῆς μέσης τύχης εἴτε τῶν εὐτελῶν, καὶ ποίει σύγκρασιν αὐτοῦ τε καὶ τῆς φύσεως τοῦ ζῳδίου. Εἰ δὲ ὁ Ἥλιος ἐφορᾷ τοῦτον ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ
20τριγώνου ἢ ἑξαγώνου καὶ ὑπάρχουσιν ἄμφω ἀκάκωτοι, προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ ἡ εὐτυχία καὶ ὁ πλοῦτος· γάμῳ προσομιλήσει καὶ τέκνων τεύξεται καὶ προσθήκην δόξης ἐπικτήσεται παρὰ ἐξουσιαστῶν καὶ μεγιστάνων καὶ στρατιωτῶν καὶ στρατηγῶν καὶ παρὰ πολλῶν ἐπαινε‐
25θήσεται.77

78

Εἰ δὲ ἡ Ἀφροδίτη ἐφορᾷ τοῦτον ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τριγώνου ἢ ἑξαγώνου καὶ ὑπάρχουσιν ἄμφω ἀκάκωτοι, ὑπάρχει δὲ καὶ ὁ κύριος τοῦ κλήρου τοῦ γάμου ἐν τῷ ζʹ συσχηματιζόμενος ἀγαθοποιοῖς, προστεθήσεται ὁ
5πλοῦτος αὐτοῦ καὶ αἱ ὠφέλειαι καὶ γάμῳ συναφθήσεται καὶ ἐνηδυνθήσεται τῇ τῶν γυναικῶν ὁμιλίᾳ καὶ τῇ τούτων συνουσίᾳ καὶ εὐφρανθήσεται ἐπ’ αὐταῖς καὶ ὠφεληθήσεται δι’ αὐτῶν καί τισι συνουσιάσει κρύφα καὶ προσθήκην δέξονται τὰ τέκνα αὐτῶν ὡσαύτως καὶ ὁ ἱματισμ[εν]ὸς καὶ
10φιλιωθήσεται ἄρχουσι καὶ ἐξουσιασταῖς καὶ γυναιξίν· εἰ δὲ ὁ Ἄρης καὶ ἡ Ἀφροδίτη εἰσὶν ἐν ζῳδίῳ ἐν ᾧ ἔχουσι λόγον, ἔσται ταῦτα προφάσει τῆς γυναικὸς αὐτοῦ ἢ τῶν γνωρίμων αὐτοῦ· εἰ ἐν ἀλλοτρίῳ ζῳδίῳ εἰσίν, ἔσται ταῦτα ἐν ἀλλοτρίᾳ γῇ καὶ διὰ ξένων προσώπων.
15 Εἰ δὲ ὁ Ἑρμῆς θεωρήσει τοῦτον ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τριγώνου ἢ ἑξαγώνου καὶ ὦσιν ἀμφότεροι ἀκάκωτοι, προστεθήσεται ἡ εὐφυΐα καὶ ἡ ἀγχίνοια τοῦ τὴν ἐναλλα‐ γὴν ἔχοντος καὶ ἀγωνιστικός ἐστι περὶ τὰ πρακτέα καὶ ταχυκίνητος περὶ τὰ πράγματα καὶ ἐπαινούμενος καὶ
20προστεθήσεται ἡ λογιότης αὐτοῦ καὶ ἡ παίδευσις καὶ ἡ γνῶσις καὶ ἡ κατανόησις. Καὶ ἐὰν ἐπιθεωρήσῃ τοῦτον ἡ Σελήνη ἐν τοῖς δυσὶ και‐ ροῖς ἀπὸ τριγώνου ἢ ἑξαγώνου καὶ ὑπάρχουσιν ἄμφω ἀκά‐ κωτοι, ᾖ δὲ καὶ ἡ ἐναλλαγὴ νυκτερινὴ καὶ ἡ Σελήνη
25λειψιφωτοῦσα, σημαίνει ἐπίκτησιν ἀγαθῶν καὶ ὠφελείας78

79

καὶ εὐόδωσιν ἐν ταῖς ἀνὰ χεῖρα δουλείαις καὶ εὐφροσύνην ἐφ’ οἷς μεταχειρίζεται πράγμασι. τῆς δὲ συνοδίας τῶν ἀστέρων πρὸς αὐτὸν καὶ τῶν λοιπῶν σχματισμῶν οὐκ ἐμνήσθη διὰ τὸ ἐναντίον δηλοῦν, τοῦ προκειμένου σκόπου
5ὄντος περὶ σχημάτων ἀγαθῶν.
6t〈ιαʹ〉. Περὶ τῆς τοῦ Ἄρεως σημασίας ὅτε ἐστὶ
7tχρονοκράτωρ καὶ ὑπάρχει κεκακωμένος
8 Ὅτε ἐστὶν ὁ Ἄρης χρονοκράτωρ καὶ ὑπάρχει κατά τε πῆξιν καὶ κατὰ πάροδον ἀναποδίζων ἢ ὕπαυγος ἢ ἐγκάρ‐
10διος ἢ ἑσπέριος ἢ ἐν ἀλλοτρίῳ τόπῳ καὶ τῶν κέντρων ἀποκεκλικὼς καὶ ἐν κακοῖς τόποις, δηλοῖ τῷ ἔτει ἐκείνῳ ὀξυθυμίαν τοῦ ἔχοντος τὴν ἐναλλαγὴν καὶ τοῦ φρονήματος αὐτοῦ κλυδωνισμὸν καὶ ταραχὴν καὶ ἀφροσύνην τοῦ λογισ‐ μοῦ καὶ τὸ ταραχῶδες τῆς διανοίας καὶ τὸ πεφυρμένον καὶ
15τὸ ἄπορον ἐν τοῖς πρακτέοις· βλαβήσεται δὲ ἀπὸ θηρίων καὶ ἀλόγων καὶ πυρὸς καὶ θερμασίας καὶ αἵματος καὶ νό‐ σων διαφόρων καὶ ἀποδημιῶν ἀσυμφόρων καὶ ἀχρήστων ξενιτειῶν καὶ βλάβην τῶν ἀδελφῶν τῶν τε ἀρρένων καὶ τῶν θηλείων· ταῦτα δὲ πάντα γενήσονται κατὰ τὴν ση‐
20μασίαν τοῦ Ἄρεως καὶ τοῦ ζῳδίου ἐν ᾧ ἐστι. καὶ εἰ μέν ἐστιν ὕπαυγος, δηλοῖ βλάβην ἀπὸ πυρὸς καὶ ἐμπρησμοῦ καὶ κλοπῆς καὶ κρυφίων πραγμάτων καὶ σκαιωρημάτων
καὶ δόλων καὶ νόσων ἐνδοτέρων· εἰ δὲ κακοῦται ὁ Ἄρης79

80

ἑτέρῳ προσώπῳ ὧν προείπομεν, δεῖ ποιῆσαι σύγκρασιν 〈αὐτοῦ〉 καὶ τοῦ ζῳδίου ἐν ᾧ εἰσιν αὐτός τε καὶ 〈ὁ〉 βλάπ‐ τω〈ν αὐτὸν〉 κακοποιός· καὶ κατὰ τοῦτο ἀποτελεῖν. εἰ μὲν γὰρ ὦσιν ἐν ἀνθρωποειδέσι ζῳδίοις, ἔσται ἡ βλάβη ἀπό
5τινων ἔργων οἰκείων καί τινων λόγων ἰδίων καὶ μάχης καὶ ἀδικίας καὶ ἐχθρῶν καὶ κλοπῆς καὶ λῃστουργίας· εἰ δὲ σὺν τούτοις ὁ Ἄρης στηρίζει ἢ βραδυκίνητός ἐστιν, ἐπιτείνει τὰ δεινά· δηλοῖ δὲ καὶ πληγὰς καὶ δεσμὰ καὶ φυλακὴν καὶ ὀργάς, καὶ μάλιστα εἰ ὑπάρχει ἐν ἐχθροῦ ζῳδίῳ. εἰ δέ ἐστιν
10ἐν ζῳδίῳ θηριώδει ἢ ἑρπετώδει, ἔσται ἡ βλάβη ἀπὸ θηρίων καὶ ἑρπετῶν· εἰ δέ ἐστιν ἐν ἑτέρῳ ζῳδίῳ, δηλοῖ ῥεῦσιν αἵματος καὶ τραύματα καὶ ἑλκώσεις καὶ καυστηρίας ἀπὸ πυρὸς καὶ νόσους ἀπὸ θερμότητος καὶ ἀποδημίας ἀχρή‐ στους. εἰ δὲ πρὸς τούτοις ὑπάρχει ἐν ἰδίῳ οἴκῳ ἢ ἐν οἴκῳ
15φίλου αὐτοῦ, ἔσται μετριωτέρα ἡ βλάβη καὶ ἀπό τινος γνωρίμης ὑποθέσεως· εἰ δὲ ἐν ἀλλοτρίῳ ζῳδίῳ ὑπάρχει ἢ ἐν οἴκῳ ἐχθροῦ, δυναμικώτερα καὶ ἐπιμονώτερα ἔσται τὰ κακά. εἰ δὲ ἐν οἰκείᾳ αἱρέσει ἐστίν, ὀλίγη ἔσται ἡ βλάβη. εἰ δὲ κεκακωμένος ὢν ὑπάρχει καὶ ἐπίκεντρος,
20πλείων ἔσται ἡ διαφθορά. ἐπισκέπτου δὲ καὶ τὰς ἀκτῖνας καὶ τοὺς κλήρους καὶ τὰ δωδεκατημόρια οἷς συνοδεύει ὁ
Ἄρης ἢ συσχηματίζεται ἐν τοῖς δυσὶ καιροῖς ἐναντίῳ σχή‐80

81

ματι· δηλοῦσι γὰρ καὶ ταῦτά τινα συμπτώματα. ὅτε οὖν δηλώσει τι ὁ Ἄρης σύμπτωμα ἐν ταῖς νυκτεριναῖς ἐναλ‐ λαγαῖς, ταχέως διαλυθήσεται· εἰ δὲ τοῦ Ἄρεως ὄντος χρονοκράτορος ἐπιβλέψει τοῦτον ἀστὴρ κεκακωμένος ἐν
5τοῖς δυσὶ καιροῖς ἀπὸ τριγώνου ἢ ἑξαγώνου, παρεισάγει τῷ ἔχοντι τὴν ἐναλλαγὴν βλάβην κατὰ τὴν οἰκείαν φύσιν. Εἰ δὲ τοῦ Ἄρεως ὄντος χρονοκράτορος ὑπάρχει καὶ ὁ Ἥλιος ἅμα τούτῳ κεκακωμένος κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ ἐφορᾷ τοῦτον ἀπὸ τετραγώνου, τοῦ Ἄρεως
10καθυπερτεροῦντος αὐτόν, ἔσται ὁ ἔχων τὴν ἐναλλαγὴν ἐπισπούδατος καὶ ἀλόγιστος καὶ ἐριστικὸς καὶ περίλυπος, φροντίζων περὶ διαφόρων πραγμάτων καὶ περὶ πλούτου καὶ ἀναλωμάτων, καὶ σύμπτωμα γενήσεται δεινὸν περὶ τὰ τέκνα αὐτοῦ ἢ ἀπολεσθήσεταί τις ἐξ αὐτῶν, καὶ μάλιστα
15εἰ ὑπάρχει ἡμερινὴ 〈ἡ〉 ἐναλλαγὴ καὶ ὑπάρχουσιν ἀμφό‐ τεροι ὑπὲρ γῆν. εἰ δὲ ὁ Ἥλιος καθυπερτερεῖ αὐτόν, περι‐ πεσεῖται νόσοις καὶ κλιμακτῆρσι διαφόροις καὶ δεηθή‐ σεταί τινος τῶν ἐξουσιαστῶν καὶ ὑποστήσεται παρ’ αὐτοῦ βλάβας. εἰ δὲ ὁ Ἥλιος ἐφορᾷ τοῦτον ἐν τοῖς δυσὶ καιροῖς
20ἡμέρας ἀπὸ διαμέτρου, κεκακωμένων ἀμφοῖν ὄντων, ὑπο‐ στήσεται τῷ ἔτει ἐκείνῳ λύπας καὶ διάφορα συμπτώματα καὶ πεσεῖται ἀπὸ ὕψους καὶ ὑποστήσεται ὁ πατὴρ αὐτοῦ σύμπτωμα ἐναντίον ἢ βιαίῳ τελευτήσει θανάτῳ· εἰ δὲ νυκτερινή ἐστιν ἡ ἐναλλαγή, ἔσται ῥάθυμος καὶ μηδὲν
25κατορθῶν, ἀλλὰ καὶ εἴ τινος κατάρξεται ἔργου, οὐ τελειώ‐ σει αὐτό· καταναλώσει δὲ πλοῦτον καὶ ὑποστήσεται στενοχωρίαν ἐν τοῖς ἀνὰ χεῖρα. εἰ δὲ συνοδεύσει τούτῳ
ὁ Ἥλιος ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω κεκα‐81

82

κωμένοι, ἔσται ἐν ἐκείνῳ τῷ χρόνῳ πολυμετάμελος, μὴ ἐπιμένων τινὶ πράγματι, καὶ μεμφθήσεται παρὰ πολλῶν καὶ ψεχθήσεται καὶ διαφόρους λύπας ὑποστήσεται· ἴσως δὲ καὶ 〈παρὰ〉 σιδήρου ἢ πυρὸς ἢ ὀργῆς βασιλικῆς πειρα‐
5θήσεται καὶ τὸν πατρικὸν διασκεδάσει πλοῦτον καὶ ἀλγή‐ σει τοὺς ὀφθαλμοὺς ἢ σύμπτωμα περὶ τούτους γενήσεται καὶ κλιμακτῆρα ὑποστήσεται μέγαν ὁ πατὴρ αὐτοῦ ἢ φθαρήσεται, καὶ μάλιστα εἰ ὑπάρχει ἐπίκεντρος ἢ κέντρῳ ἐπαναφερόμενος. εἰ δὲ συνοδεύει αὐτῷ ὁ Ἥλιος ἢ συσχη‐
10ματίζεται ἐν τῷ ἑνὶ καιρῷ, ἔσται τὰ ῥηθέντα ἐλάττονα. Εἰ δὲ ὁ Ἄρης χρονοκράτωρ ὢν ἅμα τῇ Ἀφροδίτῃ ὑπάρχει κεκακωμένος κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ συσχη‐ ματισθῶσιν ἀλλήλοις ἀπὸ τετραγώνου, τοῦ Ἄρεως καθ‐ υπερτεροῦντος αὐτήν, λυπηθήσεται ὁ τὴν ἐναλλαγὴν ἔχων
15προφάσει γυναικῶν καὶ ἐχθρῶν καὶ ἀνακαινισθήσονται αὐτῷ ἔχθραι καὶ βλαβήσεται, δι’ αὐτῶν· συνουσιάζει δὲ δουλίσιν ἢ διὰ γάμον καὶ συνουσίαν ἐπιχειρήσει αἰσχροῖς πράγμασιν. εἰ δὲ ἡ Ἀφροδίτη 〈καθυπερτερεῖ αὐτόν, ἀμ‐ φοτέρων τοιουτοτρόπως διακειμένων, ἔσται τὰ ῥηθέντα,
20πλὴν ἐλάττονα καὶ βελτίονα. εἰ δὲ ἡ Ἀφροδίτη〉 ἐφορᾷ82

83

τοῦτον ἐν τοῖς δυσὶ καιροῖς ἐκ διαμέτρου καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ἔσται τῷ ἔτει ἐκείνῳ πολυμετάβλητος καὶ λυπηθήσεται προφάσει τέκνων καὶ ἐχθρῶν καὶ γυναι‐ κῶν καί τινες τούτων νοσήσουσιν ἢ τελευτήσουσιν. εἰ δὲ
5συνοδεύει τούτῳ ἡ Ἀφροδίτη ἐν τοῖς δυσὶ καιροῖς, ἀμφο‐ τέρων κεκακωμένων, τὰ αὐτὰ δηλοῖ οἷς ἐπὶ τοῦ τετραγω‐ νισμοῦ εἴπομεν· εἰ δὲ συνοδεύει τούτῳ ἡ Ἀφρο‐ δίτη ἢ συσχηματίζεται ἐν τῷ ἑνὶ καιρῷ ἢ ἀκάκωτοι ἄμφω ὑπάρχουσιν, ἐλάττονα ἔσται τὰ δεινά.
10 Εἰ δὲ τοῦ Ἄρεως ὄντος χρονοκράτορος ὑπάρχουσιν αὐτός τε καὶ ὁ Ἑρμῆς κεκακωμένοι κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ συσχηματίζονται ἀλλήλοις ἐκ τετραγώνου, τοῦ Ἄρεως ἐπιδεκατεύοντος, ἐν ἐκείνῳ τῷ ἔτει βλάψει τινὰς βλάβην φανερὰν ἄνευ τῆς οἱασοῦν προφάσεως καὶ συκο‐
15φαντήσει τινὰς καὶ κατηγορήσει καὶ μάχας ἕξει πολλάκις μετά τινων διά τινας οἰκονομίας καὶ βλαβήσεται τὰ μέγι‐ στα προφάσει αὐτῶν καὶ προφάσει λόγων καὶ κατηγορη‐ θήσεται ἐφ’ οἷς οὔτε ἔπραξεν οὔτε ἐλάλησε, καὶ μάλιστα εἰ ἡμερινὴ ὑπάρχει ἡ ἐναλλαγὴ διὰ τὸ παραιρέτην εἶναι [τὸν]
20τοῦτον τοῦ Ἄρεως· εἰ δὲ νυκτός ἐστιν ἡ ἐναλ‐ λαγή, ἐλαττοῦται πάντα ὅσα προείπομεν. εἰ δὲ ὁ τοῦ Ἑρμοῦ καθυπερτερεῖ τὸν τοῦ Ἄρεως, ἐν ἐκείνῳ τῷ ἔτει ἀδικήσει τινὰς καὶ κακοϋπόληπτος ἔσται καὶ ἁψίκορος καὶ μνησί‐ κακος καὶ ἅρπαξ τῶν πραγμάτων καὶ ἀγωνιστικὸς περὶ
25τὴν τοῦ πλούτου συναγωγήν. εἰ δὲ 〈ὁ〉 τοῦ Ἑρμοῦ ἐφορᾷ83

84

τοῦτον ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ διαμέτρου καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ἔσται ἐν ἐκείνῳ τῷ ἔτει ἀναιδὴς καὶ ἀναίσχυντος, τὸ ψεῦδος ἀσπαζόμενος καὶ τὴν ἀλήθειαν ἀποστρεφόμενος καὶ ἐπιχειρῶν δόλοις καὶ πανουργίαις·
5ἴσως δὲ καὶ δηλητήρια ψηλαφήσει διὰ τὸ βλάψαι τινὰς καὶ στενοχωρηθήσεται ἡ εἴσοδος αὐτοῦ καί τινας ἐγγυή‐ σεται καὶ ἕξει διὰ ταῦτα φιλονεικίας καὶ κρίσεις καὶ βλαβήσεται προφάσει τῶν τοιούτων. εἰ δὲ ἔχει ὁ Κρόνος 〈λόγον〉 εἰς τὸν τοῦ Ἑρμοῦ τόπον, φεύξεται ὁ τὴν ἐναλ‐
10λαγὴν ἔχων ἀπὸ τῆς ἰδίας πατρίδος. εἰ δὲ συνοδεύει τού‐ τῳ ὁ Ἑρμῆς ἐν τοῖς δυσὶ καιροῖς, ἐν ἐκείνῳ τῷ ἔτει προσ‐ τεθήσεται ἡ γνῶσις αὐτοῦ καὶ ἀσπάσεται τοὺς δόλους καὶ τὰς πανουργίας καὶ τὰ ψεύδη καὶ τὰς φιλονεικίας. καὶ ἐὰν ὑπάρχωσι κεκακωμένοι, βλαβήσεται προφάσει τῶν τοιού‐
15των· εἰ δὲ ἀγαθύνονται, ὠφεληθήσεται δι’ αὐτῶν καὶ ἐπαινεθήσεται καὶ τεύξεται ὧν ἐπιθυμεῖ. εἰ δὲ ἄμφω κε‐ κακωμένοι εἰσὶ καὶ ὕπαυγοι, κλέπταις προσομιλήσει καὶ ἐπιτηδεύσεται πλαστὰ γράμματα· εἰ δὲ ἀγαθύνονται, ὠφεληθήσεται προφάσει τῶν τοιούτων. εἰ δὲ συνοδεύει ὁ
20Ἑρμῆς τῷ Ἄρεϊ εἴτε συσχηματίζεται ἐν τῷ ἑνὶ καιρῷ, ἐλάττονα ἔσται τὰ εἰρημένα. Εἰ δὲ τοῦ Ἄρεως ὄντος χρονοκράτορος ὑπάρχει ἅμα καὶ ἡ Σελήνη κεκακωμένη κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ συσχηματίζονται ἀλλήλοις ἀπὸ τετραγώνου, τοῦ Ἄρεως
25καθυπερτεροῦντος, ἐν ἐκείνῳ τῷ ἔτει βλαβήσεται ἡ μήτηρ
αὐτοῦ καὶ στενωθήσεται ὁ πλοῦτος αὐτοῦ καὶ ὄψεται84

85

θάνατόν τινος τῶν φιλουμένων παρ’ αὐτοῦ ἤ τινος τῶν συγγενῶν αὐτοῦ ἢ ἀρρωστίαν ἕξει περὶ τὸν ἐγκέφαλον δι’ ἧς καὶ παραφρονήσει, καὶ μάλιστα ἐὰν ὁ Ἄρης ἐν ὁρίοις τοῦ Κρόνου ᾖ καὶ ἡ Σελήνη ἐν ὁρίοις τοῦ Ἄρεως ἢ τοῦ
5Ἑρμοῦ. εἰ δὲ καθυπερτερεῖ ἡ Σελήνη τὸν τοῦ Ἄρεως, βλα‐ βήσεται ἐν ἐκείνῳ τῷ ἔτει ἡ μήτηρ αὐτοῦ 〈καὶ ἡ μήτηρ τε καὶ αὐτὸσ〉 στενοχωρηθήσονται περὶ τὸν πλοῦτον. εἰ δὲ διαμετρήσει τοῦτον ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, δεινῇ περιπεσεῖται νόσῳ
10καὶ τμηθήσεται μόριόν τι αὐτοῦ διὰ σιδήρου καὶ λύπας ὑποστήσεται προφάσει γυναικῶν. εἰ δὲ συνοδεύσει τούτῳ ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω κεκα‐ κωμένοι, ἔσται πολύκοπος καὶ ἀρρωστήσει δεινῶς καὶ τμηθήσεται μέλος αὐτοῦ διὰ σιδήρου· εἰ δὲ συνοδεύσει
15τούτῳ ἡ Σελήνη ἐν τῷ ἑνὶ καιρῷ ἢ ἀκάκωτοι ὦσιν ἀμφό‐ τεροι, ἔσται ἐλάττονα τὰ δεινά.
17t〈ιβʹ〉. Περὶ τῆς σημασίας τῶν τόπων ἐν οἷς τύχῃ
18tὁ Ἄρης χρονοκράτωρ ὤν
19Ὅτε ἐστὶν ὁ Ἄρης χρονοκράτωρ καὶ ὑπάρχει κατά τε
20πῆξιν καὶ κατὰ πάροδον [καὶ ὑπάρχει] ἀκάκωτος ἐν ἑνὶ85

86

τῶν τεσσάρων κέντρων, ἐν ἐκείνῳ τῷ ἔτει ὁ τὴν ἐναλλαγὴν ἔχων τεύξεται ὧν βούλεται ἀπὸ τῶν ἐξουσιαστῶν καὶ τῶν στρατιωτῶν καὶ ἔσται φοβερὸς παρὰ τοῖς ὁμοίοις αὐτῷ, νικητὴς τῶν ἐναντιουμένων αὐτῷ, ἐπαινετὸς ἐν
5πάσαις ταῖς ἀναστροφαῖς αὐτοῦ, καὶ εὑρήσει ἀξίαν καὶ δόξαν· εἰ δὲ μεσουρανεῖ, τεύξεται παρὰ βασιλέως ὧν βούλεται· καὶ εἰ ἐν ἑτέρῳ τόπῳ ἐστίν, ἔσται αὐτῷ τὰ ἀγαθὰ κατὰ τὴν τοῦ κέντρου φύσιν. εἰ δὲ κεκακωμένος ἐστὶν ἐν τοῖς κέντροις κατά τε πῆξιν καὶ κατὰ πάροδον, ἢ
10ἐμπρησμὸν ὑποστήσεται ἢ λῃστείαν ἢ ἀπὸ αἵματος ἀρρω‐ στήσει ἢ ἀπὸ θερμῆς τινος διαθέσεως. εἰ δὲ ἀναποδίζει, φεύξεται ἀπὸ τῆς ἰδίας πατρίδος καὶ κινδύνους ὑποστήσε‐ ται καὶ δέος μὴ καὶ ἀπὸ σιδήρου πάθῃ καὶ ἐξόδους ὑπο‐ στήσεται προφάσει ἀποδημιῶν καὶ τέκνων, καὶ μάλιστα
15ἐὰν ἡμερινὴ τυγχάνῃ ἡ ἐναλλαγὴ καὶ ὑπάρχει ἐν τῷ μεσ‐ ουρανήματι· εἰ δὲ ἐν τῷ δύνοντί ἐστι, συμβήσονται αὐτῷ νόσοι καὶ διὰ σιδήρου τομαὶ καὶ λύπαι διάφοροι, πλὴν ἐπικρατήσει τῶν ἐχθρῶν αὐτοῦ· εἰ δὲ ἐν τῷ δʹ ἐστί, δια‐ φθαρήσεται οἰκήματα αὐτοῦ καὶ ὁ οἶκος ἐν ᾧ καταμένει
20καὶ πλοῦτον καταναλώσει καὶ συμφορὰς ὑποστήσεται 〈διὰ〉 διαφόρους αἰτίας, ὕστερον δὲ τούτων ἀπαλλαγήσεται. Εἰ δέ ἐστιν ὁ Ἄρης χρονοκράτωρ καὶ ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ ιαʹ τόπῳ ἢ ἐν τῷ εʹ ἀγαθυνόμενος καὶ ἀκάκωτος, δηλοῖ εὐφροσύνην διὰ συγγενῶν καὶ προσθήκην
25τέκνων καὶ δόξης καὶ ἀξίας προφάσει φίλων καὶ ἔσται ταῦτα πάντα αὐτῷ διὰ στρατιωτικῶν προσώπων· ὠφελη‐ θήσονται δὲ καὶ διὰ ἔργων πυρὸς καὶ αἵματος καὶ φρονή‐
σει περὶ ἀποδημίας πολλάκις, ἴσως δὲ οὐ τελεσθήσεται.86

87

εἰ δὲ ὁ Ἄρης τύχῃ ἐπίκεντρος ἢ ἐν τοῖς δυσὶ τόποις τού‐ τοις ἀκάκωτος καθὼς προείπομεν καὶ τύχῃ ὁ τὴν ἐναλλα‐ γὴν ἔχων ἐπὶ ξένης πόρρωθεν τῆς οἰκείας πατρίδος, ὑπο‐ στρέψει εἰς αὐτήν· εἰ δὲ ἐν τοῖς δυσὶ τόποις τούτοις
5ὑπάρχει ὁ Ἄρης κεκακωμένος, λύπας δηλοῖ καὶ φροντίδα παρὰ συγγενῶν καὶ τέκνων καὶ ἔχθρας φίλων. Εἰ δὲ ὁ Ἄρης χρονοκράτωρ ὢν ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ θʹ ἢ τῷ γʹ ἀκάκωτος, ἀποδημήσει ὁ τὴν ἐναλλαγὴν ἔχων καὶ εὑρήσει ἀγαθὰ καὶ ἔσται δυνατὸς καὶ
10ἐπαινούμενος ἐν τῇ ἀποδημίᾳ αὐτοῦ· εἰ δὲ κεκακωμένος ἐστί, κατηγορηθήσεται ἐπί τισι πράγμασιν ὧν τὰ μὲν ἔσται ἀληθῆ, τὰ δὲ ψευδῆ, καὶ ἀποδημήσει καὶ ζημιω‐ θήσεται καὶ ἀνάγκας ὑποστήσεται καὶ ἀρρωστήσει ἀπὸ θερμῆς νόσου καὶ ἀπὸ κινδύνου καὶ ἀπὸ θηρίων βλαβή‐
15σεται, καὶ μάλιστα ἐὰν ὁ Ἄρης ὑπάρχει ἐν τῷ Λέοντι ἢ ἐν τῷ Σκορπίῳ. Εἰ δὲ 〈ὁ〉 Ἄρης ὑπάρχει χρονοκράτωρ καὶ ἔστιν ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ βʹ ἀκάκωτος, τεύξεται ἀγαθῶν καὶ ὠφεληθήσεται ἀπὸ πόρων ἀγνώστων· εἰ δὲ κεκακωμένος
20ἐστί, διασκορπίσει τὸν οἰκεῖον πλοῦτον καὶ διασκεδάσει. Εἰ δὲ ὁ Ἄρης ὢν χρονοκράτωρ ὑπάρχει ἐν τοῖς δυσὶ και‐
ροῖς ἐν τῷ ηʹ ἀκάκωτος, ὠφέλειαν ποιήσει ἀπὸ νεκρικῶν87

88

καὶ κληρονομιῶν· εἰ δὲ ἐν αὐτῷ ἐστι κεκακωμένος, προ‐ φάσει τῶν τοιούτων ὁ τὴν ἐναλλαγὴν ἔχων διαφορὰς ἕξει καὶ ἔριδας καὶ τὸν ἴδιον διασκορπίσει πλοῦτον. Εἰ δὲ ὁ Ἄρης ἐστὶ χρονοκράτωρ καὶ ὑπάρχει ἐν τοῖς
5δυσὶ καιροῖς ἐν τῷ ιβʹ ἀγαθυνόμενος καὶ ἀκάκωτος, ἔσται ἐν ἐκείνῳ τῷ ἔτει ὁ τὴν ἐναλλαγὴν ἔχων μὴ σχολάζων ἐν τοῖς βιωφελέσι πράγμασιν· ὠφεληθήσεται δὲ διὰ γο‐ νέων καὶ ἀμεριμνίαν ἕξει ἀπὸ τῶν ἐχθρῶν αὐτοῦ· εἰ δὲ ἐν αὐτῷ ὑπάρχει κεκακωμένος, βλάβας ὑποστήσεται τῇ
10προφάσει τῶν τοιούτων. Εἰ δὲ ὁ Ἄρης ὢν χρονοκράτωρ ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ ϛʹ ἀκάκωτος καὶ ἀγαθυνόμενος, εὐεξίαν ἕξει ἐν τῷ σώματι, καθυπερτερήσει δὲ καὶ τῶν ἐναντιουμένων αὐτῷ· εἰ δὲ ἐν αὐτῷ ὑπάρχει κεκακωμένος, νόσους ἕξει
15ἀπὸ θερμότητος καὶ ὑγρότητος καὶ ζέσεως αἵματος· εἰ δὲ ἐπιβλέψει τοῦτον ὁ Κρόνος, γενήσεται σὺν τούτοις καὶ πύον καὶ νόσος ἀπὸ μελαίνης χολῆς. Εἰ δὲ ὁ Ἄρης ὑπάρχει κατὰ πῆξιν ἔν τινι τόπῳ τρόπον τινὰ διατεθειμένος, ὑπάρχει δὲ καὶ κατὰ πάροδον ἐν τῷ
20καιρῷ τῆς ἐναλλαγῆς ἐν ἐκείνῳ τῷ τόπῳ ἀπὸ τοῦ ζῳδίου ἐν ᾧ κατήντησε τὸ ἔτος ἢ ἀπὸ τοῦ ὡροσκόπου τῆς ἐναλ‐ λαγῆς, ἐφορᾷ δὲ τὸν κατὰ πῆξιν αὐτοῦ τόπον ἢ ὑπάρχει ἐν αὐτῷ, ἔσται τὰ τούτου ἀποτελέσματα πάνυ ἰσχυρά· εἰ δὲ παραλ〈λ〉άσσει, δεῖ σύγκρασιν ποιήσασθαι τῶν σημα‐
25σιῶν τῶν τόπων καθὼς προεδείξαμεν.88

89

(1t)

〈ιγʹ〉. Περὶ τῆς σημασίας τοῦ Ἡλίου
2tὅτε ἐστὶ χρονοκράτωρ καὶ ἀκάκωτος
3 Ὅτε τύχῃ ὁ Ἥλιος χρονοκράτωρ, οὐ λαμβάνομεν αὐτὸν τὸν Ἥλιον κατὰ πρῶτον λόγον εἰς τὸ ἀποτελέσαι περὶ τοῦ
5ἔτους ἐκείνου, ἀλλ’ ὁρῶμεν τὸ ζῴδιον ἐν ᾧ κατήντησεν ὁ περίπατος ἀπὸ τοῦ ἀ〈φ〉έτου εἴτε αὐτὸς ὁ Ἥλιος ἀφέτης ἐστὶν εἴτε τις ἕτερος, προσλαμβάνοντες σὺν αὐτῷ καὶ τὸν κατὰ πῆξιν ἀστέρα ἢ τὸν κατὰ πάροδον καὶ τὸν συσχη‐ ματιζόμενον τῷ Ἡλίῳ ἀστέρα μέχρις ὅτου ἐν τῷ ζῳδίῳ
10ἐκείνῳ ὑπάρχει ὁ Ἥλιος. εἶτα ὁρῶμεν ἐν ᾧ τόπῳ ἐστὶν ὁ Ἥλιος καὶ προσλαμβάνομεν κατὰ δεύτερον λόγον τὰ ἐξ αὐτοῦ ἀποτελέσματα. καὶ εἰ μὲν ὑπάρχει κατά τε πῆξιν καὶ κατὰ πάροδον ἀκάκωτος ἐν τῷ ἰδίῳ οἴκῳ ἢ τῷ ὑψώ‐ ματι ἢ ἐν ἑτέρῳ τόπῳ ἐν ᾧ ἔχει λόγον καὶ ὑπάρχει ὑπὲρ
15γῆν ἐν ἀγαθοῖς τόποις, δηλοῖ τῷ ἔτει ἐκείνῳ ἐγγύτητα πρὸς τοὺς βασιλεῖς καὶ ἐπιτυχίαν ἀξίας καὶ βαθμοῦ περι‐ φανοῦς καὶ προσθήκην δόξης καὶ πλούτου καὶ ἀδελφῶν· ἐπαινεθήσεται δὲ καὶ παρὰ πολλῶν καὶ ἐν συνόδοις καὶ ἀγωνίσεται περὶ τὰ οἰκεῖα ἔργα καὶ τοὺς λόγους καὶ τὴν
20γνῶσιν καί τινας μὲν βλάψει, τινὰς δὲ ὠφελήσει, καὶ προσ‐ τεθήσεται τῇ δουλείᾳ τῶν ἐξουσιαστῶν καὶ εὖ ἕξει τὰ κατὰ τοὺς γονεῖς αὐτοῦ καὶ τὰ κατὰ τοὺς μέσους ἀδελφούς. δεῖ δὲ προσέχειν ταῖς ἀκτινοβολίαις καὶ τοῖς κλήροις καὶ τοῖς δωδεκατημορίοις οἷς συνοδεύει ὁ Ἥλιος ἢ συσχη‐
25ματίζεται ἐν τοῖς δυσὶ καιροῖς· σημαίνει γὰρ τὰ ἀποτε‐
λέσματα τὰ κατὰ φύσιν ἐκείνων.89

90

Εἰ δὲ ὁ Ἥλιός ἐστι χρονοκράτωρ καὶ συσχηματίζεται τούτῳ ἡ Ἀφροδίτη ἑξαγωνικῶς κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ εἴσιν ἄμφω ἀκάκωτοι, ἐπαινεθήσεται παρὰ πολλῶν τῷ ἔτει ἐκείνῳ ὁ τὴν ἐναλλαγὴν ἔχων καὶ ἔσται
5εὐκυβέρνητος καὶ προστεθήσεται ἡ γνῶσις αὐτοῦ καὶ εὐ‐ οδούμενος ἔσται ἔν τε λόγοις καὶ ἔργοις καὶ ὄψεται ὀνείρους ἐναργεῖς καὶ ἀληθεῖς. εἰ δὲ συνοδεύσει τούτῳ ἡ Ἀφρο‐ δίτη ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω ἀκάκω‐ τοι, ὑπάρχει δὲ καὶ ἡ ἐναλλαγὴ νυκτερινὴ καὶ ἡ Ἀφροδίτη
10ἑσπερία ἢ τῆς ἐναλλαγῆς ἡμερινῆς οὔσης ὑπάρχει ἐκείνη ἑῴα καὶ κατ’ ἄμφω τὰς διαθέσεις πόρρωθεν ἔχουσα τῶν ἡλιακῶν ἀκτίνων καὶ φαινομένη, ἐν ἐκείνῳ τῷ ἔτει τεύξε‐ ται εὐεργεσιῶν παρὰ βασιλέων τέκνων καὶ βασιλέων καὶ ἐπαινεθήσεται παρὰ πολλῶν καὶ εὐστοχώτατος ἔσται ἐν
15πάσαις ταῖς ἀναστροφαῖς αὐτοῦ, εὐφρανθήσεται δὲ καὶ ἐπί τισιν ἀφροδισιακοῖς ἔργοις· εἰ δὲ παραλ〈λ〉άσσει τὰ τῆς ἐναλλαγῆς κατά τε τὴν νύκτα καὶ τὴν ἡμέραν, ὑπ‐ άρχει δὲ ὅμως ἡ Ἀφροδίτη σὺν τῷ Ἡλίῳ μὴ ὕπαυγος, ἀφαιρεῖται τῶν ῥηθέντων τινά.
20 Εἰ δὲ 〈ὁ〉 Ἥλιος ὑπάρχει χρονοκράτωρ καὶ ὑπάρχει ἅμα τῷ Ἑρμῇ ἀκάκωτος κατά τε πῆξιν καὶ κατὰ πάροδον, πόρρωθεν μέντοι ᾖ ὁ Ἑρμῆς τῶν ἀκτίνων αὐτοῦ εἴτε ἑῷος εἴτε ἑσπέριος, ἐν ἐκείνῳ τῷ ἔτει ἐγχειρισθήσεταί τινα ἀρ‐ χὴν καὶ κυριεύσει πολλῶν καὶ 〈προσ〉κείσεται τῷ ἀναγινώ‐
25σκειν καὶ τῷ γράφειν καὶ ὁμιλήσει νοταρίοις ἐνδόξοις καὶ ἐπαινούμενος ἔσται παρὰ πολλῶν καὶ μακαριζόμενος παρὰ
πάντων καὶ ὠφεληθήσεται διὰ δούλων καὶ ὑπουργῶν.90

91

Εἰ δὲ τοῦ Ἡλίου ὄντος χρονοκράτορος ἐπιβλέψει τούτῳ ἡ Σελήνη ἀπὸ τριγώνου ἢ ἑξαγώνου κατά τε πῆξιν καὶ [καὶ] κατὰ πάροδον, ἐπικτήσεται πλοῦτον ἀξιόλογον καὶ προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ τεκνογονήσει καὶ ἔσται
5ἐν ἀγαθοῖς μεταχειριζόμενος τὰ πράγματα ἃ σημαίνει ἡ Σελήνη. εἰ δὲ ἐπιβλέψει τούτῳ ἡ Σελήνη ἐν τοῖς δυσὶ και‐ ροῖς ἀπὸ τετραγώνου καὶ ὑπάρχουσιν ἄμφω ἀκάκωτοι, τεύξεται τιμῆς καὶ πλούτου καὶ διαφόρων ὠφελειῶν καὶ ἐπαινεθήσεται παρὰ πολλῶν καὶ εὐτυχήσει ἐν ταῖς διοική‐
10σεσιν. εἰ δὲ συσχηματισθῇ τούτῳ ἡ Σελήνη ἀπὸ διαμέ‐ τρου ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω ἀκάκω‐ τοι, πληθυνθήσονται ἔριδες αὐτοῦ καὶ αἱ μάχαι καὶ ἔσται πολύλογος καὶ καθυπερτερήσει τῶν ἐχθρῶν αὐτοῦ. εἰ δὲ συνοδεύσει τούτῳ ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρ‐
15χουσιν ἄμφω ἀκάκωτοι, ὑπάρχει δὲ πόρρωθεν τῶν αὐγῶν αὐτοῦ ἡ Σελήνη, τὰ αὐτὰ δηλοῖ ἅπερ καὶ ἐπὶ τοῦ ἑξαγώ‐ νου εἴπομεν, πλὴν ὑποστήσεται λύπας ὧν ἡ ἀπόβασις εἰς ἀγαθὸν γενήσεται, χρήσεται δὲ καὶ δόλοις καὶ πράγμασι κρυφίοις· εἰ δὲ ὕπαυγός ἐστιν ἡ Σελήνη ἐν τοῖς δυσὶ και‐
20ροῖς καὶ ὑπάρχουσιν ἄμφω ἀκάκωτοι, προσκείσεται τῷ συρράπτειν δόλους καὶ δολιεύεσθαι καὶ ἀδικεῖν καὶ ἀπὸ τῶν τοιούτων βλαβήσεται. σὺν τούτοις πᾶσιν ὅτε ὑπάρ‐ χουσιν οἱ ἀστέρες ἐγκάρδιοι καὶ ἀκάκωτοι, ἀγαθὰ ἔσται
τὰ δηλούμενα· εἰ δὲ κεκακωμένοι, τὸ ἐναντίον.91

92

(1t)

〈ιδʹ〉. Περὶ τῆς χρονοκρατορίας τοῦ Ἡλίου
2tὅτε ἐστὶ κεκακωμένος
3 Ὅτε ἐστὶ χρονοκράτωρ ὁ Ἥλιος, προείπομεν ὅτι τοῦ ἐπιμερίζοντός ἐστιν ἡ σημασία καὶ τοῦ κυρίου τοῦ ζῳ‐
5δίου ἐν ᾧ ἐστιν ὁ ἐπιμερισμὸς ἀπὸ τοῦ ἀφέτου, κοινω‐ νούντων αὐτοῖς καὶ ὧν προείπομεν πρότερον. εἰ δὲ ὁ Ἥλιός ἐστι κεκακωμένος, δηλοῖ ὡς ὁ τὴν ἐναλλαγὴν ἔχων ὑπο‐ στήσεται ἀνάγκας ἐξ ὧν προφάσεων προείπομεν καὶ κα‐ κῶς ἕξει τὰ κατὰ τοὺς γονεῖς καὶ τὰ περὶ τῆς δόξης καὶ
10τῆς ἀξίας τοῦ τὴν ἐναλλαγὴν ἔχοντος. δεῖ δὲ ἐπιτηρεῖν τὰς πρὸς τὰς ἀκτῖνας καὶ τοὺς κλήρους συνόδους αὐτοῦ καὶ τὰ δωδεκατημόρια· κατὰ γὰρ τὰ γένη τῶν σημασιῶν αὐτῶν ἔσται ἡ κάκωσις. Εἰ γοῦν ὁ Ἥλιος ὑπάρχει χρονοκράτωρ καὶ ἐπιθεωρήσει
15τοῦτον ἡ Ἀφροδίτη κατά τε πῆξιν καὶ κατὰ πάροδον ἀπὸ ἑξαγώνου καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, δηλοῖ ὅτι λυπηθήσεται προφάσει ἐξουσιαστῶν καὶ γυναικῶν καὶ χρημάτων καὶ ἔσται ἐν ἀκηδίᾳ καὶ πολλῇ λύπῃ καὶ ὑπ‐ άρξει κακοκυβέρνητος καὶ παρὰ πολλῶν ψεχθήσεται καὶ
20κατηγορηθήσεται. εἰ δὲ συνοδεύει τούτῳ ἡ Ἀφροδίτη ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ὑπ‐ άρχει δὲ ἡ Ἀφροδίτη ὕπαυγος, ὑποστήσεται παρὰ γυναικῶν καὶ προφάσει αὐτῶν καὶ παρὰ ἐχθρῶν καὶ διὰ πλοῦτον καὶ τέκνα λύπας καὶ κακοπαθήσει τὸ σῶμα διὰ νόσον καὶ
25κατηγορηθήσεται παρὰ πολλῶν καὶ χρήσεται δόλοις καὶ92

93

πανουργίαις καί τισι κρυφίοις καὶ διὰ ἀφροδισιακὰ ἔργα βλαβήσεται. Εἰ δὲ ὁ Ἥλιος ὑπάρχει χρονοκράτωρ καὶ συνοδεύσει ὁ Ἑρμῆς κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ ὑπάρχουσιν
5ἄμφω κεκακωμένοι ἢ ὕπαυγος ὁ τοῦ Ἑρμοῦ, ὑποστήσεται λύπας καὶ βλάβας διαφόρους παρὰ ἐξουσιαστοῦ καὶ παρά τινων δυναστευόντων καί τις τῶν δυναστῶν ὀργισθήσεται κατ’ αὐτοῦ· προστεθήσεται δὲ μηχανογραφίαις καὶ ἐπι‐ τηδεύμασι καὶ γραφαῖς καὶ ἐξουσιασταῖς καὶ ὑποχείριος
10ἔσται τινὸς καὶ ἔριδας ἕξει 〈διὰ〉 διαφόρους ὑποθέσεις καὶ λυπηθήσεται διὰ τέκνα καὶ δούλους καὶ ὑπηκόους. Εἰ δὲ ὁ Ἥλιος ὑπάρχων χρονοκράτωρ σχηματισθῇ τῇ Σελήνῃ κατά τε πῆξιν καὶ κατὰ πάροδον ἀπὸ τριγώνου ἢ ἑξαγώνου καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ἀφαιρεῖ‐
15ται διὰ τὸ σύμφωνον σχῆμα ἐξ ὧν εἴπομεν δεινῶν, πλὴν ἔσται πολυτάραχος καὶ πολλὰ ἐγχειριζόμενος ἔργα. εἰ δὲ ἡ Σελήνη ἐπιβλέψει τοῦτον ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τετρα‐ γώνου καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ἐξενεχθή‐ σεται εἰς ἔριδας καὶ νόσους καὶ διαφθαρήσεται ὁ βίος
20αὐτοῦ καὶ λυπηθήσεται διὰ πλοῦτον καὶ καταδυναστεύ‐ σουσιν αὐτοῦ τινες καὶ φθονη〈θή〉σεται παρὰ πολλῶν, πλὴν δυνήσεται βλάψαι οὓς βούλεται. εἰ δὲ ἐπιβλέψει τοῦτον ἡ Σελήνη ἀπὸ διαμέτρου ἐν τοῖς δυσὶ καιροῖς καὶ
ὑπάρχουσιν ἄμφω κεκακωμένοι, χωρήσει εἰς ἔριδας καὶ93

94

διενέξεις καὶ βλαβήσεται παρά τινος δυνάστου πολλάκις καὶ ὀργισθήσεται κατ’ αὐτοῦ καὶ λυπηθήσεται διά τινας γυναῖκας καὶ συγγενεῖς καὶ τέκνα καὶ πλοῦτον. εἰ δὲ συν‐ οδεύσει τούτῳ ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς, ὕπαυγος
5οὖσα, φόβους ὑποστήσεται καὶ διαφόρους βλάβας καὶ λυπηθήσεται παρά τινος τῶν ἐξουσιαστῶν καὶ προφάσει γονέων. εἰ δὲ οἱ δηλωθέντες σχηματισμοὶ ἐν τῷ ἑνὶ ὑπ‐ άρχουσι καιρῷ, ἀσθενέστερα ἔσται τὰ ἀποτελέσματα.
9t〈ιεʹ〉. Περὶ τῆς σημασίας τοῦ Ἡλίου ὅτε ἐστὶ
10tχρονοκράτωρ καὶ ὑπάρχει ἔν τινι τόπῳ τοῦ δια‐
11tθέματος
12 Ὅτε ὑπάρχει ὁ Ἥλιος χρονοκράτωρ καὶ ᾖ κατά τε πῆξιν καὶ κατὰ πάροδον ἀκάκωτος καὶ ἐπίκεντρος, ἔσται ὁ τὴν ἐναλλαγὴν ἔχων τῷ ἔτει ἐκείνῳ περίδοξος καὶ εὑρήσει
15ἀγαθὰ καὶ ἐπαινεθήσεται παρὰ πολλῶν. εἰ δέ ἐστιν ἐν τῷ ὡροσκόπῳ ἢ τῷ μεσουρανήματι, προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ περίφημος ἔσται παρὰ τοῖς ὁμοίοις αὐτῷ καὶ τεύξεται ἀγαθῶν παρὰ βασιλέως· καὶ εἴπερ ἐστὶν ἐν τῷ ζʹ, ἐγχειρισθήσεται διαφόρους κυβερνήσεις καὶ κατακυ‐
20ριεύσει τῶν ἐχθρῶν καὶ ἐν εὐρωστίᾳ ἔσται καὶ ὠφεληθή‐ σεται παρὰ γυναικῶν· εἰ δὲ ὑπάρχει ἐν τῷ δʹ, ὠφεληθή‐ σεται προφάσει οἰκημάτων καὶ γονέων καὶ γερόντων. εἰ
δὲ ὁ Ἥλιος ἐν τοῖς δυσὶ καιροῖς ὑπάρχει ἐν τοῖς τοιούτοις94

95

τόποις κεκακωμένος, βλαβήσεται κατὰ τὴν σημασίαν τοῦ κέντρου ἐν ᾧ ἐστι καὶ φόβους ὑποστήσεται παρὰ βασιλέως. Εἰ δέ ἐστιν ὁ Ἥλιος χρονοκράτωρ καὶ ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ ιαʹ ἢ τῷ εʹ ἀκάκωτος, ἔσται
5ὁ τὴν ἐναλλαγὴν ἔχων ἐν ἐκείνῳ τῷ ἔτει τρυφῶν διά τε τροφῶν καὶ ἱματισμῶν καὶ ὠφεληθήσεται διὰ φίλων καὶ εὐφρανθήσεται ἐπὶ τέκνοις ἢ προστεθήσεται τέκνον καὶ πλείων ἡ εἰσφορὰ αὐτοῦ γενήσεται καὶ δέξεται δεξιώ‐ ματα καὶ διαφόρους ἐπιστολάς. εἰ δ’ ἐστιν ἐν τοῖς δυσὶ
10τόποις τοῖς εἰρημένοις κεκακωμένος, λυπηθήσεται προ‐ φάσει τέκνων καί τινων ἐχόντων ἐξουσίαν· κακώσουσι γὰρ αὐτοὶ καὶ ἐναντιωθήσεται τούτοις καὶ λυπηθήσεται διὰ τέκνα. Εἰ δέ ἐστιν ὁ Ἥλιος χρονοκράτωρ καὶ ὑπάρχει ἐν τοῖς
15δυσὶ καιροῖς ἐν τῷ θʹ ἢ τῷ γʹ τόπῳ ἀκάκωτος, ἀποδη‐ μήσει προφάσει ἐξουσιαστοῦ καὶ ἐπαινεθήσεται παρὰ πολ‐ λῶν ἐν πιστότητι καὶ ὠφεληθήσονται δι’ αὐτοῦ οἵ τε ἀδελφοὶ καὶ οἱ συγγενεῖς· ὁμοίως δὲ καὶ οὗτος ὠφεληθή‐ σεται παρ’ αὐτῶν. εἰ δέ ἐστι κεκακωμένος ἐν τοῖς ῥηθεῖσι
20τόποις, λοιδορηθήσεται παρὰ πολλῶν ἕνεκε δογμάτων καὶ ποιήσει ἀνόνητον ἀποδημίαν ἐν ᾗ καὶ βλαβήσεται καὶ λυπηθήσεται διά τινων ἀποδήμων καὶ δι’ ἀδελφῶν καὶ συγγενῶν. Εἰ δέ ἐστιν ὁ Ἥλιος χρονοκράτωρ καὶ ὑπάρχει ἐν τοῖς
25δυσὶ καιροῖς ἐν τῷ βʹ ἢ ἐν τῷ ηʹ ἀκάκωτος, δηλοῖ ἡσυχίαν
καὶ ἠρεμίαν ἐν ἐκείνῳ τῷ ἔτει καί τινες εἰσφοραὶ αὐτῷ95

96

ἔσονται χωρὶς κόπου καὶ μόχθου. εἰ δὲ κεκακωμένος ἐστὶ ἐν τοῖς δυσὶ καιροῖς, εὐκαιρίαν δηλοῖ ἤγουν σχολὴν καὶ ὀλιγωφέλειαν καὶ κακουχίαν ἐν ταῖς περὶ τὸν βίον ἀνα‐ στροφαῖς καὶ ἀμέλειαν καὶ ῥαθυμίαν καὶ περιφρόνησιν
5τῶν δεόντων. Εἰ δ’ ἐστιν ὁ Ἥλιος χρονοκράτωρ καὶ ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ ϛʹ ἀκάκωτος, δηλοῖ ἠρεμίαν καὶ σω‐ τηρίαν. εἰ δὲ κεκακωμένος ἐστί, δηλοῖ νόσον ἀπὸ θερμό‐ τητος καὶ ξηρότητος καὶ ἀλγηδόνα περὶ τὰ ἄνω μέρη
10τοῦ σώματος καὶ ἐν τῇ κεφαλῇ καὶ ἐν τοῖς ὀφθαλμοῖς. Εἰ δ’ ἐστιν ὁ Ἥλιος χρονοκράτωρ καὶ ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ ιβʹ ἀκάκωτος, δηλοῖ ὡς ἀκάκωτος ἔσται παρὰ τῶν ἐχθρῶν. εἰ δὲ κεκακωμένος ἐστί, δηλοῖ συνοχὴν καὶ λύπας καὶ ἐξορίαν. εἰ δὲ ὁ Ἥλιος ὑπάρχει
15κατά τε πῆξιν καὶ κατὰ πάροδον ἐφ’ ὁμοίας διαθέσεως, ἔσται τὰ ἀποτελέσματα βεβαιότερα· εἰ δὲ παραλ〈λ〉άσσει, ἔσται ἀσθενέστερα.
18t〈ιϛʹ〉. Περὶ τῆς σημασίας τῆς Ἀφροδίτης ὅτε
19tὑπάρχει χρονοκράτωρ καὶ ᾖ ἀκάκωτος
20 Ὅτε ἐστὶν ἡ Ἀφροδίτη χρονοκράτωρ καὶ ὑπάρχει ἀκά‐ κωτος κατά τε πῆξιν καὶ κατὰ πάροδον ἐν ἰδίῳ οἴκῳ ἢ ἐν τόπῳ ἐν ᾧ ἔχει λόγον, ἐν ἐκείνῳ τῷ ἔτει ὁ τὴν ἐναλλα‐ γὴν ἔχων ἔσται 〈ἐν〉 εὐφροσύνῃ καὶ παιδιαῖς καὶ ἀκροάσει
μελῳδιῶν καὶ συνουσίαις καὶ ἱματισμῶν περιβολῇ καὶ96

97

μύρων χρίσει· ὁμιλήσει δὲ φίλοις καὶ ἐπικτήσεται καὶ ἑτέρους φίλους καὶ συζευχθήσεται γυναικὶ καὶ χρήσεται καλλωπισμοῖς. καὶ εἰ μέν ἐστιν ἐν τῷ ἰδίῳ οἴκῳ, περιγε‐ νήσονται αὐτῷ τὰ ἀγαθὰ ἀπό τινος γνωρίμου προσώπου·
5εἰ δὲ ἐν ἀλλοτρίῳ, καὶ ἐπὶ ξένης καὶ διὰ ξένου προσώπου. ἐπισκεπτέον δὲ καὶ τὰς ἀκτινοβολίας καὶ τοὺς κλήρους καὶ τὰ δωδεκατημόρια οἷς συνοδεύει ἡ Ἀφροδίτη ἢ συσχημα‐ τίζεται ἐν τοῖς δυσὶ καιροῖς συμφώνῳ σχήματι· δηλοῖ γὰρ εὐεξίαν καὶ εὐτυχίαν κατὰ τὴν σημασίαν αὐτῶν.
10 Καὶ εἰ ἔστιν ἡ Ἀφροδίτη χρονοκράτωρ καὶ ὑπάρχουσιν αὐτή τε καὶ ὁ Ἑρμῆς κατά τε πῆξιν καὶ κατὰ πάροδον ἀκάκωτοι, τοῦ Ἑρμοῦ ἐφορῶντος αὐτὴν ἀπὸ ἑξαγώνου, ἐν ἐκείνῳ τῷ ἔτει ἀσπάσεται τὰς παιδιὰς καὶ τὰς ἡδονὰς καὶ προστεθήσονται τὰ τέκνα αὐτοῦ καὶ αἱ γυναῖκες· ὁμι‐
15λήσει δὲ καὶ γυναιξὶ πεπαιδευμέναις καὶ ὡραίαις καὶ ἀσχοληθήσεται ἐν εὐφροσύναις ἐπ’ αὐταῖς καὶ ἐγκαλλω‐ πισμοῖς· ὁμιλήσει δὲ καὶ ἀνδράσι πεπαιδευμένοις καὶ λο‐ γίοις καὶ ἀστείοις καὶ πολιτικοῖς καί τινα ἐπιγνώσεται τῶν κεκρυμ〈μ〉ένων μυστηρίων καί ποτε λυπηθήσεται
20δι’ ἃ προείπομεν. εἰ δὲ ἐφορᾷ ταύτην ὁ Ἑρμῆς ἀπὸ τετρα‐ γώνου ἐν τοῖς δυσὶ καιροῖς, τοῦ Ἑρμοῦ καθυπερτεροῦν‐ τος αὐτὴν ἢ καὶ τῆς Ἀφροδίτης καθυπερτερούσης αὐτόν, ἐν ἐκείνῳ τῷ ἔτει ἀγαπηθήσεται παρὰ πολλῶν καὶ προσ‐
τεθήσεται τῇ τε παιδεύσει καὶ τοῖς γράμμασι καὶ τοῖς97

98

μαθήμασι καὶ τοῖς καλλωπισμοῖς καὶ ταῖς ζωγραφίαις καὶ προστεθήσεται ἡ ἀξία αὐτοῦ καὶ εὐφρανθήσεται ἐπὶ γυναιξὶν ὡραιοτάταις, πλὴν λυπηθήσεται κατά τινας καιροὺς διά τινας περικοπάς. εἰ δὲ συνοδεύσει ταύτῃ
5ὁ Ἑρμῆς ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω ἀκά‐ κωτοι, ἐν ἐκείνῳ τῷ ἔτει ἀσπάσεται παιδιὰς καὶ τὰς εὐφροσύνας καὶ προσανάκειται γυναιξὶ πεπαιδευμέναις καὶ εὐφρανθήσεται ἐπ’ αὐταῖς καὶ ἐπὶ τέκνοις καὶ ἐπιτηδεύ‐ σεται συνθέσεις λόγων καὶ ἁρμονίας πραγμάτων τινῶν
10καὶ ζωγραφίας καὶ τορνεύσεις καὶ μυρωδίας καὶ προσ‐ τεθήσεται ἡ εὐφυΐα αὐτοῦ καὶ εὐεργετήσει πολλοὺς καὶ διαγνώσεται πολλὰ τῶν ἀποκρύφων μυστηρίων καὶ κόπον ὑποστήσεται καὶ ἀποδημίαν ποιήσει. Εἰ δὲ ἡ Ἀφροδίτη ἐστὶ χρονοκράτωρ καὶ σχηματισθῇ
15ταύτῃ ἡ Σελήνη κατά τε πῆξιν καὶ κατὰ πάροδον ἀπὸ τριγώνου ἢ ἑξαγώνου, ἐν ἀγαλλιάσει ἔσται τῷ ἔτει ἐκείνῳ καὶ εὐφρανθήσεται ἐπὶ γυναιξὶν οἰκείαις τε καὶ ἀλλοτρίαις· ἴσως καὶ παίδων ἐρασθήσεται καὶ παιδιαῖς χρήσεται. εἰ δὲ ἀπὸ τετραγώνου συσχηματισθῇ ταύτῃ ἡ Σελήνη, καθ‐
20υπερτερεῖ 〈δὲ〉 αὐτήν, προστεθήσεται ὁ πλοῦτος ἐν ἐκείνῳ τῷ ἔτει καὶ λυπηθήσεται διὰ γυναῖκας καὶ ἡδονάς· εἰ δὲ ἡ Ἀφροδίτη καθυπερτερεῖ ταύτην, ἔσται ἐν ἐκείνῳ τῷ ἔτει ἀγαπώμενος παρὰ πολλῶν καὶ εὐοικονόμητος· πάλιν λυπηθήσεται διὰ γάμον καὶ γυναῖκας καὶ συνουσιάσει
25γυναιξὶν ἀγενέσι καὶ εὖ ἕξει τὰ κατὰ τὴν μητέρα αὐτοῦ.
εἰ δὲ ἡ Σελήνη ἐπιβλέψει ταύτην ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ98

99

διαμέτρου, προφάσει γυναικῶν καὶ τέκνων λυπηθήσεται. εἰ δὲ συνοδεύσει ταύτῃ ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς, ἔσται ἱλαρὸς καὶ εὐπαίδευτος καὶ ἀγωνισθήσεται περὶ ἀλλοτρίας γυναῖκας, τῶν οἰκείων γυναικῶν καταφρονήσας,
5καὶ ἀκηδιάσει πρὸς αὐτάς·
6t〈ιζʹ〉. Περὶ τῆς Ἀφροδίτης ὅτε ἐστὶ χρονοκρά‐
7tτωρ καὶ ὑπάρχει κεκακωμένη
8 Ὅτε ἐστὶν ἡ Ἀφροδίτη κεκακωμένη καὶ ὑπάρχει χρονο‐ κράτωρ κατά τε πῆξιν καὶ κατὰ πάροδον, πρὸς δὲ εἰ
10ὑπάρχει ἐν ἀλλοτρίῳ ζῳδίῳ, πείσεται ἐν ἐκείνῳ τῷ ἔτει λύπας καὶ μεγάλας περιστάσεις καὶ φανερὰς ἐν πάσαις ταῖς ἀφροδισιακαῖς ὑποθέσεσι· λυπηθήσεται δὲ ἐπὶ φί‐ λοις καὶ τέκνοις καὶ γυναιξὶ καὶ χάριν καλλωπισμοῦ καὶ παιδιᾶς καὶ ἱματισμοῦ καὶ βρωμάτων καὶ πομάτων. καὶ
15εἰ μὲν ἔχει λόγον τινὰ ἐν τῷ ζῳδίῳ ἐκείνῳ, λυπηθήσεται διὰ γυναῖκας· εἰ δὲ οὐκ ἔχει, λυπηθήσεται περὶ ἀλλο‐ τρίων. εἰ δέ ἐστιν ἐν ζῳδίῳ ἐχθροῦ αὐτῆς, ὑποστήσεται τὰ τοιαῦτα παρὰ ἐχθρῶν καὶ προφάσει αὐτῶν· εἰ δὲ ἐν ζῳδίῳ φίλου αὐτῆς, πείσεται τὰ τοιαῦτα παρὰ φίλου. εἰ
20δὲ μὴ ἔστι τὸ ζῴδιον ἐν ᾧ ὑπάρχει ἀνθρωποειδές, δηλοῖ ἀσθένειαν σώματος καὶ νόσον καὶ λύπας ἐπί τε γυναιξὶ καὶ μητράσι καὶ τοῖς κατ’ αὐτὰς πράγμασιν· καὶ εἰ ἀνα‐
ποδίζει ἡ Ἀφροδίτη ἤ ἐστιν ὕπαυγος, βεβαιοῖς τὰ προειρη‐99

100

μένα καὶ θολωθήσεται ἡ εὐφροσύνη αὐτοῦ καὶ αἱ ἡδοναὶ καὶ λυπηθήσεται δι’ αὐτὰς καὶ ὑποστήσεται βλάβας προ‐ φάσει τρυφῆς· εἰ δὲ τοιου〈το〉τρόπως διακειμένη ὑπ‐ άρχει μετὰ τοῦ κλήρου τοῦ γάμου, δηλοῖ ἀθυμίας ἕνεκε
5γυναικῶν. δεῖ δὲ καὶ τὰς ἀκτινοβολίας καὶ τοὺς κλήρους καὶ τὰ δωδεκατημόρια ἐπισκοπεῖν οἷς συνοδεύει ἡ Ἀφρο‐ δίτη ἢ οἷς συσχηματίζεται σχήματι ἐναντίῳ. εἰ δέ ἐστιν ἡ Ἀφροδίτη χρονοκράτωρ καὶ ὑπάρχει κεκακωμένη, δηλοῖ κάκωσιν ἐν οἷς σημαίνει πράγμασιν.
10 Εἰ δὲ χρονοκράτωρ οὖσα ἡ Ἀφροδίτη ὑπάρχει ἅμα τῷ Ἑρμῇ κεκακωμένη κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ συσχηματισθῇ τούτῳ ἑξαγωνικῶς, δηλοῖ λύπας καὶ ταρα‐ χὰς ἐν οἷς ἐσήμαινον πράγμασιν ὅτε συνεσχηματίζοντο ἀκάκωτοι ὄντες. εἰ δὲ συσχηματισθῇ ὁ Ἑρμῆς τῇ Ἀφρο‐
15δίτῃ τετραγωνικῶς καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, λυπηθήσεται καὶ βλαβήσεται καὶ κακόφημος ἔσται προ‐ φάσει γυναικῶν καὶ οἰκονομιῶν καὶ ἐπὶ πᾶσιν οἷς ἐσή‐ μαινον πράγμασιν ὅτε τοιου〈το〉τρόπως ἐσχηματίζοντο ἀκάκωτοι ὄντες. εἰ δὲ συνοδεύει ταύτῃ ὁ Ἑρμῆς ἐν τοῖς
20δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ἀγωνι‐ σθήσεται ἐπὶ γυναιξὶ καὶ παιδιαῖς καὶ εὐφροσύναις καὶ βλαβήσεται ἕνεκεν αὐτῶν, ἔστι δὲ καὶ ἕνεκε γραμμάτων καὶ νοταρικῶν, καὶ ἐπὶ πᾶσι τοῖς πράγμασιν οἷς ἐσήμαναν τοιούτῳ συσχηματισθέντες σχήματι καὶ ἀκά‐
25κωτοι ὄντες.100

101

Εἰ δὲ ὑπάρχει ἡ Ἀφροδίτη χρονοκράτωρ καὶ ἅμα αὐτῇ ὑπάρχει ἡ Σελήνη κεκακωμένη κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ συσχηματισθῇ ταύτῃ τριγωνικῶς ἢ ἑξαγω‐ νικῶς, ἐν ἐκείνῳ τῷ ἔτει πολυποίκιλος ἔσται περὶ τὰς
5συνουσίας καὶ τὰς γυναῖκας καὶ πείσεται λύπας ἕνεκεν αὐτῶν τε καὶ μητρῶν καὶ ἐπελεύσονται αὐτῷ φῆμαι λυ‐ πηραὶ διάφοροι καὶ ἐμποδισθήσεται περὶ τὰς εὐφροσύνας αὐτοῦ καὶ τὰς ἡδονάς. εἰ δὲ ἡ Σελήνη ἐπιβλέψει ταύτην ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τετραγώνου καὶ ὑπάρχουσιν
10ἄμφω κεκακωμέναι, τῆς Σελήνης καθυπερτερούσης αὐ‐ τήν, βλαβήσεται ἕνεκε γυναικῶν καὶ λυπηθήσεται ἕνεκε πλούτου· εἰ δὲ καθυπερτερεῖ ταύτην ἡ Ἀφροδίτη, κακο‐ οικονόμητος ἔσται καὶ λυπηθήσεται διὰ βίον καὶ γάμον καὶ γυναιξὶν εὐτελέσι συνευνασθήσεται. εἰ δὲ διαμετρήσει
15ταύτην ἡ Σελήνη, λυπηθήσεται ἕνεκε γάμου καὶ ἀρρω‐ στήσει ἢ τελευτήσει τις τῶν παίδων αὐτοῦ. εἰ δὲ συν‐ οδεύσει ταύτῃ ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς, ἀκηδιάσει καὶ 〈λυ〉πηθήσεται παρά τινων λογίων, κεκακωμένων οὐσῶν δηλονότι, καὶ διαφορὰν ἕξει μετὰ τῶν συγγενῶν καὶ οὗτος
20μὲν ἀλλοτρίαις μιγήσεται γυναιξίν, αἱ δὲ γυναῖκες αὐτοῦ ἀλλοτρίοις ἀνδράσι. καὶ εἰ ἔστιν ὁ συσχηματισμὸς ἐν τῷ
ἑνὶ καιρῷ, ἀσθενέστερα ἔσται τὰ ἀποτελέσματα.101

102

(1t)

〈ιηʹ〉. Περὶ τῆς Ἀφροδίτης ὅτε ἐστὶ χρονοκράτωρ
2tκαὶ ὑπάρχει ἔν τινι τόπῳ τοῦ διαθέματος
3 Ὅτε ἐστὶν ἡ Ἀφροδίτη χρονοκράτωρ καὶ ὑπάρχει κατά τε πῆξιν καὶ κατὰ πάροδον ἐν τοῖς τέσσαρσι κέντροις ἀκά‐
5κωτος, δηλοῖ ὡς ὁ τὴν ἐναλλαγὴν ἔχων εὐφρανθήσεται διὰ διαφόρους αἰτίας καὶ χαρὰν ἕξει ἀπὸ ἐξουσιαστοῦ καὶ ἀρχόντων καὶ προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ ὁ πλοῦτος καὶ τὰ ζῷα καὶ ταῖς πύλαις τῶν βασιλέων προσκαρτερή‐ σει καὶ διαφόρων ἱματισμῶν ἐπαπολαύσει καὶ εὐφρανθή‐
10σεται ἐπὶ γυναιξὶ καὶ παχυνθήσεται ἡ συνουσία αὐτοῦ καὶ τεύξεται τῶν ἐπιθυμιῶν αὐτοῦ καὶ προστεθήσεται ἡ ἀκίνητος αὐτοῦ περιουσία. εἰ δὲ ἀναποδίζει ἐν τοῖς τοιού‐ τοις τόποις, τεύξεται μὲν τῶν προειρημένων πλὴν ἀπὸ τρόπων ἀσέμνων· εἰ δὲ ὑπάρχει ἐν τοῖς τοιούτοις τόποις
15κεκακωμένη, ἔσται τεταραγμένος περὶ τὸν οἰκεῖον βίον καί τινας ὑποστήσεται ζημίας καί τινες λοιδορήσουσιν αὐτὸν καὶ φιλονεικίας ἕξει πρός τινας καὶ λύπας καὶ ἀθυ‐ μίας κατὰ τὴν φύσιν τοῦ κέντρου ἐν ᾧ ὑπάρχει. καὶ εἰ μὲν κακοῦται ὑπὸ τοῦ Κρόνου, νόσοις περιπεσεῖται ψυχραῖς δια‐
20φόροις καὶ ἐναντίαις ὡς ἐπιληπτικοῖς πάθεσι καὶ ῥίγεσι καὶ φρενίτισιν· εἰ δὲ ὑπὸ τοῦ Ἄρεως κακοῦται, λυπη‐
θήσεται προφάσει γυναικῶν καὶ συνουσίας καὶ ἐμπρησμὸν102

103

ὑποστήσεται ἢ λῃστευθήσεται καὶ ζέσις αἵματος περὶ αὐτὸν γενή〈σε〉ται· καὶ εἰ ἐν τῷ τετάρτῳ ἐστί, θάνατον ὄψεται γυναικός. Ὅτε δέ ἐστι χρονοκράτωρ ἡ Ἀφροδίτη καὶ ὑπάρχει ἐν
5τοῖς δυσὶ καιροῖς ἐν τῷ ιαʹ ἢ τῷ εʹ ἀκάκωτος, προσθήκην ἕξει φίλων καὶ γυναικῶν καὶ πραγμάτων καὶ εὐφρανθή‐ σεται ἐπὶ τέκνοις ἢ ἕξει τέκνον. εἰ δὲ κεκακωμένη ἐστί, λυπηθήσεται ἀναιτίως ἢ διὰ γυναῖκας καὶ τέκνον καὶ ἐχθροὺς ποιήσει τοὺς φίλους.
10 Εἰ δὲ ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ θʹ ἢ ἐν τῷ γʹ τόπῳ ἀκάκωτος, ἀποδημήσει τῷ ἔτει ἐκείνῳ καὶ εὑρήσει ἀγαθὰ ἐν τῇ ἀποδημίᾳ καὶ ἐπαινεθήσεται παρὰ πολλῶν καὶ ὠφεληθήσεται [διὰ πολλῶν καὶ ὠφεληθήσεται] δι’ ἀδελφῶν καὶ συγγενῶν καί τις τῶν γυναικῶν αὐτοῦ ἀπο‐
15δημήσει. εἰ δέ ἐστι κεκακωμένη, ἀποδημήσει ἀσύμφορον ἀποδημίαν καὶ ὡς ἄπιστον αὐτὸν δοξάσουσί τινες καὶ φιλονεικήσει τοῖς φίλοις αὐτοῦ καὶ μέρος τοῦ πλούτου αὐτοῦ ἀπολεσθήσεται. Εἰ δὲ ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ ηʹ ἢ τῷ βʹ ἀκά‐
20κωτος, ὠφεληθήσεται παρὰ εὐτελῶν ἀνθρώπων ἢ ἀπὸ κακῆς πράξεως· ἰδίως δὲ ἐν τῷ ηʹ σημαίνει πλῆθος ἐξ‐ όδων. εἰ δὲ κεκακωμένη ἐστὶν ἐν τῷ βʹ, σημαίνει ἀμέ‐ λειαν αὐτοῦ καὶ ῥαθυμίαν καὶ πλούτου ἐλάττωσιν· εἰ δὲ ἐν τῷ ηʹ, δηλοῖ ἀνωφέλειαν καὶ διαμάχας.
25Εἰ δὲ ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ ϛʹ ἢ τῷ ιβʹ ἀκά‐
κωτος, ὠφεληθήσεται διὰ εὐτελῶν ἀνθρώπων καὶ προ‐103

104

φάσει φαρμάκων. εἰ δέ ἐστι κεκακωμένη ἐν τῷ ϛʹ, δηλοῖ νόσον — τῆς μὲν κακώσεως οὔσης παρὰ τοῦ Κρόνου ἀπὸ μελαίνης χολῆς, παρὰ τοῦ Ἄρεως ἀπὸ αἵματος, παρὰ δὲ 〈τοῦ〉 Ἡλίου ἀπὸ θερμότητος. εἰ δέ ἐστι κεκακωμένη ἐν
5τῷ ιβʹ, λυπηθήσεται παρὰ ἐχθρῶν καὶ συνοχὴν ὑποστήσεται. Καὶ εἰ μέν ἐστι κατὰ πῆξιν ἡ Ἀφροδίτη καὶ κατὰ πάρ‐ οδον ὁμοίαν ἔχουσα διάθεσιν καὶ τῷ αὐτῷ τόπῳ ὑπάρχου‐ σα, βεβαιότερα ἔσται τὰ ἀποτελέσματα· εἰ δὲ πα〈ραλ〉‐
10λάσσει, ἀσθενέστερα. ὅτε δὲ ὑπάρχει ἡ Ἀφροδίτη κατὰ τὴν ἐναλλαγὴν ἐν ἀποκλίματι, δηλοῖ ὡς ἡ εὐφροσύνη τοῦ τὴν ἐναλλαγὴν ἔχοντος συγχυθήσεται καὶ βλαβήσεται διὰ βρωμάτων καὶ πομάτων, καὶ μάλιστα εἰ ὁ χρόνος κατέλη‐ ξεν ἐπὶ τὸν τόπον τοῦ Κρόνου ἢ ὁ Κρόνος ὑπάρχει ἔν τινι
15κέντρῳ τῆς ἐναλλαγῆς.
16t〈ιθʹ〉. Περὶ τῆς σημασίας τοῦ Ἑρμοῦ ὅτε ὑπάρχει
17tχρονοκράτωρ καὶ ᾖ ἀκάκωτος
18 Ὅτε ὑπάρχει ὁ Ἑρμῆς χρονοκράτωρ καὶ τυγχάνει ἀκά‐ κωτος κατά τε πῆξιν καὶ κατὰ πάροδον, δηλοῖ τῷ ἔτει
20ἐκείνῳ ἐπίκτησιν πλούτου καὶ ἔπαινον παρὰ πολλῶν καὶ ὠφέλειαν προφάσει ἐμπορίας καὶ συνέσεως καὶ γνώσεως καὶ παιδεύσεως καὶ λόγων καὶ διαλέξεων καὶ ἔριδος καί τινων οἰκονομιῶν· ἀρεστὸς δὲ ὀφθήσεται παρὰ πᾶσι καὶ
ἐπαινεθήσεται παρὰ πολλῶν. δεῖ δὲ ἐφορᾶν καὶ τὰς ἀκτῖ‐104

105

νας καὶ τοὺς κλήρους καὶ τὰ δωδεκατημόρια οἷς συνοδεύει ἢ συσχηματίζεται ὁ Ἑρμῆς [κατά τε πῆξιν καὶ κατὰ πάρ‐ οδον] ἐν τοῖς δυσὶ καιροῖς· δηλοῖ γὰρ εὐτυχίαν ἐν ἐκεί‐ νοις τοῖς πράγμασιν οἷς σημαίνουσιν.
5 Ὅτε δέ ἐστιν ὁ Ἑρμῆς χρονοκράτωρ καὶ ὑπάρχουσιν αὐτός τε καὶ ἡ Σελήνη ἀκάκωτοι κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ συσχηματίζονται ἀλλήλοις ἀπὸ τριγώνου ἢ ἑξαγώνου σχήματος, ὁ τὴν ἐναλλαγὴν ἔχων μετελεύσεται διάφορα μαθήματα. καὶ εἰ συσχηματίζει τούτῳ ἡ Σελήνη
10ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τετραγώνου καὶ ὑπάρχουσιν ἄμφω ἀκάκωτοι, τοῦ Ἑρμοῦ καθυπερτεροῦντος αὐτήν, προστεθήσεται ἡ γνῶσις αὐτοῦ καὶ ἡ φρόνησις καὶ λυπη‐ θήσεται διὰ πολλούς· εἰ δὲ ἡ Σελήνη καθυπερτερεῖ αὐτόν, κοῦφος ἔσται ἐν ἐκείνῳ τῷ ἔτει καὶ πεφυρμένος καὶ
15ἄστατος ἐπὶ πᾶσιν. εἰ δὲ ἡ Σελήνη ἐφορᾷ τοῦτον ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ διαμέτρου καὶ ὑπάρχουσιν ἄμφω ἀκά‐ κωτοι, ἔχθραν ἕξει πρός τινας καὶ καθυπερτερήσει πάν‐ των τῶν ἀντιτασσομένων αὐτῷ καὶ ἐριζόντων. εἰ δὲ συν‐ οδεύσει τούτῳ ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχου‐
20σιν ἄμφω ἀκάκωτοι, ἐν ἐκείνῳ τῷ ἔτει προστεθήσεται ἡ παίδευσις αὐτοῦ καὶ ἡ γνῶσις καὶ μεταδώσει πολλοῖς τῆς οἰκείας γνώσεως καὶ ἔσται ἐπαινετὸς καὶ ὁμιλήσει τισὶν εὐτελέσιν ἀνθρώποις· καὶ εἰ ἔχει μητέρα, προστεθή‐ σεται ἡ παίδευσις αὐτῆς καὶ ἡ φρόνησις καὶ ἡ οἰκονομία
25σὺν πᾶσι τούτοις. εἰ ὁ σχηματισμός ἐστιν ἐν τῷ ἑνὶ
καιρῷ, πολὺ μέρος ἀφαιρεῖται τῆς σημασίας.105

106

(1t)

〈κʹ〉. Περὶ τοῦ Ἑρμοῦ ὅτε ἐστὶ χρονοκράτωρ καὶ
2tὑπάρχει κεκακωμένος
3 Ὅτε ἐστὶν ὁ Ἑρμῆς χρονοκράτωρ καὶ ὑπάρχει κεκακω‐ μένος κατά τε πῆξιν καὶ κατὰ πάροδον, ὑποστήσεται τῷ
5ἔτει ἐκείνῳ διαφόρους βλάβας προφάσει τέκνων ἢ δού‐ λων ἢ εὐτελῶν ἀνθρώπων ἢ μαθημάτων ἢ κοινωνῶν καὶ ψήφων καὶ νοταρίων καὶ γραμμάτων καὶ οἰκονομιῶν καὶ λόγων καὶ ἔριδος καὶ φιλονεικίας· ἐκκοπήσεται δὲ καὶ ἡ ἐλπὶς αὐτοῦ καὶ ἀπογνώσεται πᾶσαν ὠφέλειαν. εἰ δέ ἐστιν
10ὁμοῦ κεκακωμένος καὶ ἑσπέριος ἅμα τῷ κλήρῳ τῶν τέκ‐ νων, πείσονται τὰ τέκνα αὐτοῦ καὶ οἱ δοῦλοι ἐναντίως· εἰ δὲ συνοδεύει τῷ κλήρῳ τῶν φίλων, ἔσται ἡ βλάβη παρὰ φίλων· εἰ δέ ἐστι μετὰ τοῦ κλήρου τῆς πράξεως ἢ τῆς ἐξουσίας, βλαβήσεται παρά τινος ἐξουσιαστοῦ καὶ δεσμὰ
15σιδηρᾶ περιβληθήσεται καὶ βλάβας διαφόρους ὑποστή‐ σεται· εἰ δὲ ἑῷός ἐστιν, ἔσται ἐλάττονα τὰ εἰρημένα. Ὅτε δὲ ὑπάρχει χρονοκράτωρ καὶ κακοῦται ἅμα τῇ Σελήνῃ κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ συσχηματί‐ ζονται ἀλλήλοις ἀπὸ τριγώνου ἢ ἑξαγώνου, λύπας ὑπο‐
20στήσεται προφάσει ἀποδημίας καὶ φίλων ἢ μαθημάτων ἢ ἀπωλείας τινῶν. εἰ δὲ ἐκ τετραγώνου, λυπηθήσεται παρὰ πολλῶν προφάσει γραμμάτων καὶ ἀποκλεισθήσεται
ἢ δεσμηθήσεται· καὶ εἰ ἐπιδεκατεύει τοῦτον ἡ Σελήνη,106

107

ἔσται δειλὸς τῷ ἔτει ἐκείνῳ καὶ ἄστατος. εἰ δὲ ἀπὸ δια‐ μέτρου συσχηματίζονται ἀλλήλοις κεκακωμένοι, ἔσται δειλὸς καὶ ἔριδας ἕξει καὶ ἔχθρας. εἰ δὲ συνοδεύει τούτῳ ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς, παλίμβολος ἔσται καὶ
5πλάσεται ψευδῆ τινα καὶ βλαβήσεται διὰ εὐτελῶν ἀνθρώ‐ πων. τὰ δὲ περὶ τοῦ συσχηματισμοῦ τοῦ Ἑρμοῦ μετὰ τῶν λοιπῶν ἀστέρων προείπομεν· σὺ δὲ διάκρινε τῷ νῷ τὰς μίξεις τῶν ἀποτελεσμάτων.
9t〈καʹ〉. Περὶ τῆς σημασίας τοῦ Ἑρμοῦ
10tὅτε ἐστὶ χρονοκράτωρ καὶ ὑπάρχει ἔν τινι τόπω
11tτοῦ διαθέματος
12 Ὅτε ἐστὶν ὁ Ἑρμῆς χρονοκράτωρ καὶ ὑπάρχει ἐπίκεν‐ τρος κατά τε πῆξιν καὶ κατὰ πάροδον ἀκάκωτος, ὁ τὴν ἐναλλαγὴν ἔχων εὑρήσει ἀξίαν καὶ δόξαν καὶ ὠφέλειαν
15ἀπὸ γραμμάτων καὶ ἐμπορίαν καὶ ἐξουσιαστοῦ δουλείαν· προστεθήσεται δὲ ἡ γνῶσις αὐτοῦ καὶ ἐπικτήσεται μαθή‐ ματα καὶ ἐπαινεθήσεται διὰ ταῦτα, καὶ μάλιστα ἐὰν ὡροσκοπῇ ἢ μεσουρανῇ. εἰ δὲ κεκακωμένος ἐστὶν ἐν τοῖς τοιούτοις τόποις, συναντήσουσιν αὐτῷ τῷ ἔτει ἐκείνῳ
20λυπηρὰ προφάσει γραμμάτων καὶ ψήφων καὶ νοσήσει καὶ εἴ τινι ἐπιχειρήσει ἐμπορίᾳ, ζημιωθήσεται· ἐν δὲ τῷ ζʹ ὢν ἢ τῷ δʹ δηλοῖ ἔριδας πρὸς συγγενεῖς· καὶ εἰ ἀναποδί‐ ζει, κατηγορηθήσεται διὰ συνουσίας καὶ νοσήσει νόσον
κατὰ τὴν φύσιν τοῦ κακοῦντος αὐτὸν ἀστέρος.107

108

Εἰ δὲ ὁ Ἑρμῆς ἐν τοῖς δυσὶ καιροῖς ὑπάρχει ἐν τῷ ιαʹ τόπῳ ἢ τῷ εʹ ἀκάκωτος, τεύξεται πολλῶν ἀγαθῶν τῷ ἔτει ἐκείνῳ καὶ φιλιωθήσεται δυνάσταις καὶ ἐξουσια‐ σταῖς καὶ κερδήσει ἐν ταῖς ἐμπορίαις καὶ ταῖς πράσεσι καὶ
5ταῖς ἀγορασίαις· καὶ εἰ ἔχει τέκνον, εὐφρανθήσεται ἐπ’ αὐτῷ ἢ γενήσεται αὐτῷ παιδίον, εἴπερ τὸ γενέθλιον αὐτοῦ δηλώσει παίδων γένεσιν. εἰ δὲ ὑπάρχει ἐν τοῖς τοιούτοις τόποις κεκακωμένος, ἐχθρανθήσονται αὐτῷ οἱ φίλοι αὐτοῦ καὶ βραδυνόητος ἔσται· καὶ εἰ ἔχει παῖδα,
10ἀρρωστήσει, ἴσως δὲ καὶ τελευτήσει· καὶ εἰ ἀναποδίζει ὁ Ἑρμῆς, ἔσται ὁ τῆν ἐναλλαγὴν ἔχων ἐν ἀπορίᾳ τοῦ δέοντος πραχθῆναι. Εἰ δέ ἐστιν ἐν τῷ θʹ ἢ ἐν τῷ τρίτῳ, ἀποδημήσει τῷ ἔτει ἐκείνῳ καὶ ὄψεται ἐν τῇ ἀποδημίᾳ αὐτοῦ ἀγαθά,
15ἀκάκωτος ὢν δηλονότι κατά τε πῆξιν καὶ κατὰ πάροδον· θεάσεται δὲ καὶ ὀνείρους ἐναργεῖς καὶ ἐπαινεθήσεται ἐπὶ δόγματι καὶ πίστει καὶ φρονήσει καὶ ἀρίσταις οἰκονο‐ μίαις καὶ διαγνώσεται ἀκριβῶς τὰ πράγματα καὶ ὠφελη‐ θήσονται δι’ αὐτοῦ οἵ τε ἀδελφοὶ αὐτοῦ καὶ οἱ γνωστοί.
20εἰ δὲ κεκακωμένος ἐστὶν ἐν τοῖς τοιούτοις τόποις κατὰ τοὺς δύο καιρούς, ἀποδημήσει τῷ ἔτει ἐκείνῳ καὶ ὑποστή‐ σεται βλάβην ἐν τῇ ἀποδημίᾳ καὶ ἐνδοιασμὸν ἕξει περὶ τῆς ἰδίας πίστεως καὶ διὰ ταῦτα λοιδορηθήσεται καὶ ὄψε‐
ται ὀνείρους ταραχώδεις καὶ ζημιωθήσεται ἐν ταῖς ἐμπο‐108

109

ρίαις καὶ ἐν ταῖς πράσεσι καὶ ἀγορ〈ασί〉αις καὶ μάχην ἕξει πρὸς τοὺς ἀδελφοὺς καὶ τοὺς συγγενεῖς. Εἰ δέ ἐστιν ὁ Ἑρμῆς ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ βʹ ἢ ηʹ τόπῳ ἀκάκωτος, ὠφεληθήσεται διὰ πράσεως καὶ ἀγο‐
5ρασίας καὶ εὖ ἕξει τὰ κατ’ αὐτόν. εἰ δέ ἐστι κεκακωμένος, ζημιωθήσεται καὶ ἐν ταῖς οἰκονομίαις αὐτοῦ ἐσφαλμένος ἔσται καὶ ἔριδας ἕξει διὰ πλοῦτον. Εἰ δὲ ὁ Ἑρμῆς ἐν τοῖς δυσὶ καιροῖς ὑπάρχει ἐν τῷ ιβʹ ἢ τῷ ϛʹ ἀκάκωτος, ἐν ἐκείνῳ τῷ ἔτει ἀμελὴς ἔσται περὶ τὴν
10ἐπίκτησιν τοῦ πλούτου καὶ ῥάθυμος περὶ τὰς ἐμπορίας καὶ τὰς ὠφελείας· ἐπικτήσεται δὲ ταύτας παρά τινων εὐτελῶν ἀνθρώπων καὶ πάσης πράξεως μηδαμινῆς καὶ εὐτελοῦς. εἰ δέ ἐστιν ἐν τοῖς δυσὶ καιροῖς κεκακωμένος, συμβήσον‐ ται αὐτῷ νόσοι κατὰ τὴν φύσιν τοῦ ἀστέρος τοῦ κακοῦν‐
15τος αὐτόν· εἰ μὲν γὰρ ὁ Κρόνος τοῦτον κακοῖ, νοσήσει ἐμπνευματώσεις καὶ διὰ ψυχρότητος καὶ ἀρθρίτιδος καὶ νεύρων καὶ φλεβῶν ἀλγηδόνα· εἰ δὲ ὁ Ἄρης τοῦτον κακοῖ, νοσήσει ἀπὸ πλεονασμοῦ αἵματος καὶ τῶν ὁμοίων καὶ κατεσχηθήσεται ἐφ’ οἷς οὐκ ἔπραξε καὶ κατηγορηθήσεται
20ἐφ’ οἷς οὐκ ἔδρασε καὶ συνοχὰς καὶ λύπας ὑποστήσεται. Καὶ εἴπερ ἐστὶν ὁ Ἑρμῆς κατὰ πῆξιν ἔν τινι τόπῳ τοῦ διαθέματος, ὑπάρχει 〈δὲ〉 ἐν τῷ τῆς ἐναλλαγῆς διαθέματι
ἐν τῷ τοιούτῳ τόπῳ καὶ τοιου〈το〉τρόπως διακείμενος,109

110

βεβαιότερα ἔσται τὰ ἀποτελέσματα. εἰ δὲ παραλ〈λ〉άσσει, δεῖ μιγνύειν ταῦτα 〈καὶ〉 κατὰ τὴν κρᾶσιν ἀμφοτέρων ἀποφαίνεσθαι.
4t〈κβʹ〉. Περὶ τῆς Σελήνης ὅτε ὑπάρχει χρονοκρά‐
5tτωρ καὶ ᾖ ἀκάκωτος
6 Ὅτε ἐστὶν ἡ Σελήνη χρονοκράτωρ, τὰ ἀποτελέσματα ἔσον‐ ται κατὰ τὴν διάθεσιν τοῦ ἐπιμερίζοντος καὶ τοῦ κυρίου τοῦ ζῳδίου ἐν ᾧ ἐστιν ὁ ἐπιμερισμὸς ἀπὸ τοῦ ἀφέτου, οἱοσδή‐ ποτέ ἐστιν ὁ ἀφέτης. συμπαραλαμβάνομεν δὲ κοινωνὸν καὶ
10τὸν ἀστέρα ὄντα εἴτε κατὰ πῆξιν εἴτε κατὰ πάροδον ἐν τῷ Καρκίνῳ καὶ τὸν ἀστέρα ᾧ συνάπτει ἡ Σελήνη οὖσα ἐν ᾧ ἔτυχε ζῳδίῳ· καὶ εἰ μὲν συνάπτει δυσὶν ἄστροις, μερί‐ ζομεν τὸν ἐνιαυτὸν εἰς δύο· εἰ δὲ τρισίν, εἰς γ· εἰ δὲ πλείοσι, κατὰ τούτους· καὶ ἀποτελοῦμεν καθ’ ἕκαστον ἀστέρα ὡς
15ἔστι διακείμενος. προσλαμβάνομεν δὲ εἰς μαρτυρίαν καὶ τὰ κατ’ αὐτὴν τὴν Σελήνην· εἰ μὲν γὰρ καλῶς διάκειται, δηλοῖ καλῶς ἕξειν τὸν τὴν ἐναλλαγὴν ἔχοντα περὶ ἃ σημαίνει ἡ Σελήνη· εἰ δὲ κακῶς, τοὐναντίον καὶ νόσους. καὶ εἰ μέν ἐστιν ἡ Σελήνη βορεία καὶ προσθετικὴ τοῖς ἀριθ‐
20μοῖς, δηλοῖ ἀγαθά· εἰ δὲ νοτία καὶ ἀφαιρετικὴ τοῖς ἀριθ‐ μοῖς, ἐναντία, καὶ μάλιστα εἰ λειψιφωτεῖ. δεῖ δὲ ἐπιτηρεῖν καὶ τὰς συνόδους αὐτῆς πρός τε τὰς ἀκτῖνας καὶ τοὺς κλήρους καὶ τὰ δωδεκατημόρια τῶν ἀστέρων· τὰς δὲ σημασίας αὐτῆς ἃς σημαίνει συσχηματιζομένη πρὸς τοὺς
25ἀστέρας προείπομεν.110

111

Δεῖ δὲ ὁρᾶν καὶ τὸ ζῴδιον ἐν ᾧ ἐστιν ἡ Σελήνη κατὰ τὸν καιρὸν τῆς ἐναλλαγῆς· ἔχει γὰρ δύναμιν ἴσην τῷ ὡροσκόπῳ τοῦ ἔτους. καὶ εἰ ἔστιν ἐν τῷ οἰκείῳ ζῳδίῳ ἀγαθυνομένη, πάντα ὅσα προκατάρξεται ἐν ἐκείνῳ τῷ ἔτει εὐοδωθή‐
5σεται· εἰ δὲ κεκακωμένη ἐστίν, δηλοῖ συνοχὰς κατὰ τὴν φύσιν τοῦ κακοῦντος ἀστέρος. εἰ δὲ κενοδρομεῖ καὶ ὑπ‐ άρχει ἐν ζῳδίῳ τοῦ Κρόνου, ὠφεληθήσεται διὰ γαιῶν καὶ φρεάτων καὶ φυτῶν, ἀκωκάτου ὄντος αὐτοῦ· εἰ δὲ κεκα‐ κωμένος ἐστί, δηλοῖ συμφορὰς καὶ λύπας καὶ τραύματα.
10καὶ εἰ ἔστιν ἐν τῷ οἴκῳ τοῦ Διὸς ἀκακώτου ὄντος, ἐπαι‐ νεθήσεται παρὰ πολλῶν καὶ εἰς τέλος παράξει πάντα ὅσα κατάρξεται καὶ κληρονομήσει πλοῦτον πατρικὸν καὶ πρᾶξιν ἐγχειρισθήσεται· εἰ δὲ κεκακωμένος ἐστίν, δηλοῖ λύπας διαφόρους καὶ κατηγορηθήσεται παρά τινων. εἰ δὲ
15ὑπάρχει ἐν τῷ οἴκῳ τοῦ Ἄρεως, αὐτοῦ μεσουρανοῦντος τοῦ Ἄρεως, δηλοῖ βλάβας ἀπὸ ὑποζυγίων καὶ σώματος τομὴν διὰ σιδήρου καὶ ῥύσιν αἵματος. Οὐ μόνον δὲ δεῖ ἐπισκοπεῖν τὴν Σελήνην ὅτε ἐστὶ χρονο‐ κράτωρ ἐν τίνος ζῳδίῳ ἐστίν, ἀλλὰ καὶ ὅτε ἕτερος ἀστήρ
20ἐστι χρονοκράτωρ, καὶ αὐτὸν δεῖ τηρεῖν τὸν χρονοκράτορα ἐν τίνος ζῳδίῳ ἐστίν. εἰ μὲν γάρ ἐστιν ἐν οἴκῳ Κρόνου ἀκακώτου ὄντος — αὐτοῦ τοῦ Κρόνου δηλονότι — δηλοῖ ἀγαθά· εἰ δὲ κεκακωμένος, ἐναντίον· τὸ αὐτὸ καὶ ἐπὶ τῶν λοιπῶν ἀστέρων. ὅτε δὲ ἀστὴρ ἐπιδεκατεύσει τὸν χρονοκρά‐
25τορα, ἐκφαίνει τὴν ἐνέργειαν αὐτοῦ. εἰ γὰρ τὸν Δῖα χρονο‐111

112

κράτορα ὄντα ἐπιδεκατεύσει ὁ Ἥλιος, δίδωσιν ἐξουσίαν· εἰ δὲ τὸν Ἄρεα, ποιεῖ ἀποδημίαν· καὶ εἰ μὲν ἀκάκωτός ἐστιν ὁ Ἥλιος, ἔσται ἀγαθὴ ἡ ἀποδημία· εἰ δὲ κεκακωμένος, τὸ ἐναντίον. εἰ δὲ ὁ Κρόνος ἐπιδεκατεύσει τὸν Ἥλιον ὄντα
5ἐν τῷ ιβʹ, δηλοῖ ἐναντία καὶ ἀχρήστους ἀποδημίας καὶ ἐξορίας ἀπὸ τόπου εἰς τόπον καὶ φυλακὰς καὶ συνοχάς.
7t〈κγʹ〉. Περὶ τῆς σημασίας τοῦ ὡροσκόπου τῆς
8tἐναλλαγῆς καὶ τοῦ κυρίου αὐτοῦ
9Δευτέραν ἔχει δύναμιν μετὰ τὸν ἐνιαυτοκράτορα ὁ ἐπι‐
10μερίζων, ἀλλ’ ἡμεῖς ἐμνήσθημεν τοῦ ὡροσκόπου τοῦ ἔτους καὶ τοῦ κυρίου αὐτοῦ διὰ τὸ ἔχειν κοινωνίαν τούτους πρός τε τὸ ζῴδιον τῆς ἐναλλαγῆς καὶ πρὸς τὸν κύριον αὐτοῦ ὡς ἂν καθ’ εἱρμὸν ὁ λόγος προβῇ. δεῖ οὖν σε γνῶναι τὸν ὡροσκόπον τοῦ ἔτους καὶ τὸν τόπον τοῦ κυρίου αὐτοῦ
15καὶ τοὺς τόπους τῶν λοιπῶν ἀστέρων· αἱ γὰρ δυνάμεις τῶν ἀστέρων τῶν κατὰ πῆξιν καὶ κατὰ πάροδον διαγινώσκον‐ ται ἀπὸ τοῦ θέματος τοῦ ἔτους καὶ τῶν κέντρων αὐτοῦ καὶ τῶν λοιπῶν τόπων. ἕκαστος γὰρ τόπος ἔχει ἰδίαν σημασίαν· καὶ τὰ μὲν κέντρα δηλοῖ τά τε σωματικὰ καὶ
20τὴν δόξαν καὶ τὰ τῶν γυναικῶν καὶ τὰ τῶν γονέων, τὰ δὲ ἑπόμενα δηλοῖ τὰ κατὰ τὸν πλοῦτον καὶ τὰ τέκνα καὶ τοὺς
νεκροὺς καὶ τὴν εὐτυχίαν καὶ τοὺς φίλους καὶ τὴν εὐφημίαν,112

113

τὰ δὲ ἀποκλίματα δηλοῖ τούς τε ἀδελφοὺς καὶ τὰς νόσους καὶ τὰς ἀποδημίας καὶ τοὺς ἐχθροὺς καὶ τὰς ἔριδας καὶ τὰς δυσφημίας καὶ τὰς συνοχὰς καὶ τὰς φυλακάς. πάρεστι δὲ ἑκάστῳ ἰδία τις σημασία δήλη τοῖς ἀκριβῶς μεταχειρι‐
5ζομένοις τὴν ἀστρονομίαν. Ἐκφαίνει δὲ τὴν σημασίαν ἑκάστου οἴκου ὁ ἀστὴρ ὁ ἐπεμβαίνων αὐτῷ. ὁ γοῦν κύριος τοῦ ὡροσκόπου τοῦ ἔτους κατὰ τὸν καιρὸν τῆς ἐναλλαγῆς ἀκάκωτος ὢν καὶ ἐν τῷ οἰκείῳ φωτί, ὁ τὴν ἐναλλαγὴν ἔχων εὑρήσει ἀγαθὰ καὶ
10δόξαν· καὶ εἰ ὑπάρχει ἐν τῷ ὡροσκόπῳ ἢ ἐν τῷ μεσου‐ ρανίσματι, ἔσται ἐρρωμένος ἐν τῷ σώματι καὶ τεύξεται ἀξίας καὶ βαθμοῦ· εἰ δέ ἐστιν ἐν τῷ ζʹ ἢ τῷ δʹ, προσ‐ τεθήσονται οἱ συγγενεῖς αὐτοῦ καὶ αἱ γυναῖκες καὶ οἱ ὑπ‐ ήκοοι. εἰ δὲ κεκακωμένος ἐστὶν ἐν τοῖς τοιούτοις τόποις,
15βλαβήσεται παρὰ τοιούτων προσώπων. εἶτα δεῖ ἐφορᾶν ἐν ποίῳ τόπῳ ἐστὶ τοῦ διαθέματος, καὶ τίσι τῶν ἀστέρων συνάπτει ἢ τίνες συνάπτουσιν αὐτῷ, καὶ τίνα ἔχει μόνος σημασίαν, τίνα δὲ ἕξει σημασίαν συγκρινόμενος τῷ ἐνιαυτοκράτορι καὶ τῷ ὡροσκόπῳ τῆς καταρχῆς καὶ
20τῷ κυρίῳ αὐτοῦ καὶ τῇ Σελήνῃ καὶ τοῖς λοιποῖς ἄστροις καὶ τοῖς τόποις τῶν ἀγαθοποιῶν ἢ κακοποιῶν τοῖς τε κατὰ πῆξιν ἢ τοῖς κατὰ πάροδον. ὅτε οὖν ἐστιν ἐν τῷ ὡροσκόπῳ τοῦ ἔτους κακοποιός, ἔσται λίαν κακός, καὶ μάλιστα εἰ βλάπτει τὴν Σελήνην ἢ τὸν ἐνιαυτοκράτορα. εἰ μὲν οὖν
25ἐστιν ὁ Ἄρης, δηλοῖ ὡς οἱ ἐχθροὶ αὐτοῦ ἀδικήσουσιν113

114

αὐτόν· εἰ δὲ ὁ Κρόνος ἐστί, δηλοῖ νόσον καὶ βλάβας καὶ φυλακὴν καὶ συνοχὰς καὶ τὰ ὅμοια. Δεῖ δὲ προσλαμβάνειν τούτοις καὶ τὴν φύσιν τοῦ ζῳ‐ δίου εἰ ἔστι τις τῶν κακοποιῶν ἐν τοῖς τετραγώνοις
5τοῦ ὡροσκόπου τοῦ ἔτους. αὐτὸς δὲ ὁ κύριος τοῦ ὡρο‐ σκόπου τοῦ ἔτους ἐν ἀγαθῷ τόπῳ καὶ μετὰ ἀγαθῶν συ‐ σχηματιζόμενος τῷ ὡροσκόπῳ, πολλὰ ἀφαιρεῖται τῶν δυσχερῶν ὧν ἐσήμανεν ὁ κακοποιός. εἰ οὖν ἐστί τις τῶν β κακοποιῶν ἐν τῷ ὡροσκόπῳ τοῦ ἔτους, ὁ δὲ ἕτερος ἐν τῷ
10κατὰ πῆξιν ὡροσκόπῳ, δηλοῖ ἐναντίον εἶναι τὸ ἔτος καὶ πάνυ χαλεπώτατον· εἰ δὲ ὁ εἷς αὐτῶν τυγχάνοι ἀγαθοποιός, πολὺ ἀφαιρεῖται τῆς χαλεπότητος. εἰ μὲν οὖν ἐστιν ἐν τῷ ὡροσκόπῳ τῆς καταρχῆς κακοποιός, καταντήσει 〈δὲ〉 τὸ ἔτος μέχρις ἐκείνου, τύχῃ δὲ ὡροσκόπον εἶναι τοῦ
15ἔτους τὸ ζῴδιον ἐκεῖνο, ἐφορᾶται δὲ κατὰ πάροδον ὑπὸ κακοποιοῦ ἀσυμφώνῳ σχήματι, εἰ καὶ οἱ λοιποὶ ἀστέρες τύχωσιν ἀκάκωτοι, ὁμῶς τῷ ἔτει ἐκείνῳ ὑποστήσεται βλά‐ βας καὶ νόσους κατὰ τὴν τοῦ κακοποιοῦ φύσιν. εἰ δὲ οὕτως ἔχει ὁ κακοποιὸς ὡς προείρηται καὶ σὺν τούτῳ ὁ κύριος
20τοῦ ὡροσκόπου τῆς ἐναλλαγῆς ἢ ὁ κύριος τοῦ ζῳδίου τοῦ ἔτους κακοῦται, δέος μὴ καὶ τελευτήσῃ· εἰ δὲ ὁ κακοποιὸς ἐκεῖνος ἐν τῷ δʹ ὑπάρχει, κακοῦται 〈δὲ〉 παρ’ αὐτοῦ ὁ κύριος τοῦ ἔτους, πλείων ἔσται ὁ φόβος. εἰ δὲ ἀντὶ κακοποιοῦ ἐστιν ἀγαθοποιὸς ἐν τῷ τόπῳ, δηλοῖ
25ὑγείαν καὶ σωτηρίαν καὶ εὐφροσύνην καὶ ἐπίκτησιν ἀγαθῶν
κατὰ τὴν φύσιν τοῦ ἀγαθοποιοῦ. εἰ δὲ ὁ Ἄρης καὶ ὁ Κρόνος114

115

μεσουρανοῦσιν ἐν τῷ θέματι τῆς ἐναλλαγῆς, ποιοῦσιν ἀπραξίαν καὶ ὄκνον καὶ ῥαθυμίαν καὶ ἀνωφέλειαν δι’ ὅλου τοῦ ἔτους καὶ καταναλώσει πλοῦτον ἀχρήστως καὶ ἀν‐ ωφελῶς· εἰ δὲ ἕτερος ἀστήρ, ἐν ἐκείνῳ τῷ ἔτει δηλοῖ γενέ‐
5σθαι ἀγαθόν, ἔσται εὐμετάτρεπτον καὶ ταχυκατάληπτον. ὅτε δέ ἐστιν ὁ Ἥλιος ἢ ἡ Σελήνη ἐν τῇ ἐναλλαγῇ μετὰ τοῦ Κρόνου ἐπίκεντρος ἐν τῷ δʹ τόπῳ δηλοῖ θάνατον πατρὸς ἢ μητρός. Ὅτε δὲ καταντήσει τὸ ἔτος εἰς τόπον ἀγαθόν, ὑπάρχει
10δὲ ὁ κύριος τοῦ ἔτους ἐν τόπῳ κακῷ, ἢ καταντήσει τὸ ἔτος εἰς τόπον κακόν, ὑπάρχει δὲ ὁ κύριος αὐτοῦ ἐν τόπῳ ἀγαθῷ, δηλοῖ μεσότητα τῶν τε ἀγαθῶν καὶ τῶν κακῶν. ὅτε δὲ καταντήσει τὸ ἔτος εἰς κακοποιόν, τύχῃ δὲ ἐκεῖνος ὁ κακοποιὸς ὡροσκόπος ἐν τῷ θέματι τῆς ἐναλλαγῆς, βλάβην
15δηλοῖ. ὅτε δὲ καταντήσει τὸ ἔτος ἐπὶ τὸ μεσουράνισμα τῆς καταρχῆς, τύχωσι δὲ ἐκεῖσε κακοποιοί, βλάπτουσι τὴν πρᾶξιν. εἰ δὲ καταντήσει τὸ ἔτος εἰς τὸν βʹ τόπον καὶ ὑπάρχει ἐν αὐτῷ κατὰ πῆξιν κακοποιός, δηλοῖ ζημίας καὶ ἐξόδους ἀκαίρους, καὶ μάλιστα εἰ ἐπίκεντροι ὦσιν οἱ κακο‐
20ποιοὶ ἐν τῇ ἐναλλαγῇ τοῦ ἔτους ἐκείνου ἢ τοῖς κέντροις ἐπ‐ αναφερόμενοι· εἰ γὰρ ἐν τοῖς ἀποκλίμασιν ὦσιν, ἔσται ῥᾳ‐ διώτερα. ὅτε δὲ καταντήσει τὸ ἔτος ἐπὶ τὸν τῆς ἀποδημίας
τόπον, ὑπάρχει δὲ ἐκεῖσε κατὰ πῆξιν ὁ Κρόνος καὶ κατὰ115

116

πάροδον ἐπιβλέπει τοῦτον ἀσυμφώνως, ἐφορᾷ δὲ καὶ τὴν Σελήνην ἀπὸ τετραγώνου, τύχῃ δὲ καὶ ὁ Ἄρης στηρίζων ἐν τῷ κατὰ πῆξιν ὡροσκόπῳ, ὑπάρχει δὲ καὶ ὁ Ζεὺς ἐν τῷ ὡροσκόπῳ τοῦ ἔτους, ὁ μὲν ὡροσκόπος τοῦ Διὸς δηλοῖ
5ὕψος καὶ ἐξουσίαν καὶ δυναστείαν, πλὴν οὐκ ἔσται ἡ ψυχὴ αὐτοῦ ἀρεσκομένη ἐν τῇ πράξει· ὁ δὲ Κρόνος καὶ 〈ὁ〉 Ἄρης δηλοῦσι βλάβην καὶ συνοχὴν καὶ φυλακὴν καὶ τιμωρίαν καὶ φόβον ἀπὸ λῃστῶν καὶ ἔχθρας καὶ ἀδικίας καὶ κλαυθμοὺς καὶ οἰμωγάς. εἰ δὲ τύχῃ τὸ ζῴδιον τοῦ
10ἔτους τῆς ἐναλλαγῆς ἕκτον εἶναι ἐν τῷ θέματι τῆς ἐναλλα‐ γῆς καὶ ἐφορῶσι τοῦτο κακοποιοί, μηδενὸς ἀγαθοποιοῦ τοῦτο ἐπιβλέποντος, δηλοῖ νόσον δεινήν. ὅτε δὲ καταν‐ τήσει τὸ ἔτος εἰς τὸν ἕκτον τόπον εἴτε εἰς τὸν δω‐ δέκατον εἴτε εἰς τὸν δʹ εἴτε εἰς τὸν ζʹ εἴτε εἰς τὸν ηʹ, οὐκ
15ἀγαθὸν ἔσται, καὶ μάλιστα ἐὰν ὁ κύριος αὐτοῦ ἐν τῷ καιρῷ τῆς ἐναλλαγῆς ἑσπέριος ὑπάρχει ἢ ἀναποδίζων ἢ ὕπαυγος ἢ κακοποιῷ συσχηματιζόμενος. εἰ δὲ καταντήσει τὸ ἔτος ἐπὶ τὸν βʹ τόπον τῆς καταρχῆς, ὑπάρχει 〈δὲ〉 ἡ Ἀφροδίτη κυρία τοῦ ἔτους καὶ τύχῃ ἅμα 〈τῷ〉 Κρόνῳ ἐν
20τῷ ὑπογείῳ κέντρῳ, ὡροσκόπος δ’ ἔσται τῆς ἐναλλαγῆς ὁ κατὰ πῆξιν ηʹ τόπος, δηλοῖ συνοχὰς καὶ βλάβας δεινάς. ὅτε δὲ καταντήσει τὸ ἔτος εἰς τὸν δωδέκατον τόπον τῆς καταρχῆς καὶ ὑπάρχει κύριος τούτου ὁ Ζεὺς καὶ τύχῃ εἶναι τοῦτον ἅμα τῷ Κρόνῳ ἐν τῷ ζʹ, ἀναποδίζοντος τοῦ
25Κρόνου, ὑπάρχει δὲ καὶ ὁ Ἄρης ἐν τῷ ὑπὸ γῆν κέντρῳ,
δηλοῖ μεγάλας βλάβας καὶ κινδύνους θανάτου ἐγγύς.116

117

ὅτε δὲ καταντήσει τὸ ἔτος εἰς τὸν τόπον τοῦ γάμου, τύχωσι δὲ κατὰ τὸν καιρὸν τῆς ἐναλλαγῆς ὁ κύριος αὐτοῦ καὶ ἡ Σελήνη ἐναντιούμενοι τοῖς τριγώνοις αὐτῶν ἢ τοῖς ὑψώ‐ μασιν, ὁ τὴν ἐναλλαγὴν ἔχων μισήσει τὴν οἰκείαν πατρίδα
5καὶ ἀποδημήσει εἰς ἀλλοτρίαν χώραν· ὅτε δὲ τύχῃ ὁ κύριος τοῦ ἔτους ἐν τῷ δυτικῷ κέντρῳ κεκακωμένος, δηλοῖ φυγὴν ἀπὸ τῆς πατρίδος καὶ κλιμακτῆρας βαρεῖς. ὅτε δὲ καταντή‐ σει τὸ πατρικὸν ἔτος ἀπό τινος τόπου σημαίνοντος τὰ τοῦ πατρὸς εἴς τινα τόπον καὶ τύχῃ ὁ κύριος αὐτοῦ συνοδεύων
10τῷ κυρίῳ τοῦ τρίτου τόπου ἀπὸ τοῦ ὡροσκόπου τῆς καταρχῆς, δηλοῖ ὡς ὁ πατὴρ τεύξεται παιδὸς καὶ ὁ παῖς τεύξεται ἀδελφοῦ. ὅτε δὲ τύχῃ εἴτε τὸ ζῴδιον τοῦ ἔτους εἴτε ὁ ὡροσκόπος τῆς ἐναλλαγῆς ὁ αὐτὸς τῷ ὡροσκόπῳ τῆς καταρχῆς, ὑπάρχει δὲ εἷς τῶν δύο φωστήρων κύριος
15τοῦ ἔτους καὶ ἐκλείπει ἢ μετὰ τοῦ Καταβιβάζοντός ἐστι, τοῦ Κρόνου αὐτὸν ἐφορῶντος, δηλοῖ βλάβας καὶ στάσεις παρὰ τοῦ κοινοῦ λαοῦ πρὸς αὐτόν. ὅτε δὲ τύχῃ ὁ τῶν τέκνων τόπος κατὰ πῆξιν ὁ Τοξότης, τύχῃ δὲ ὁ Τοξότης ὡροσκόπος τῆς ἐναλλαγῆς καὶ ἐν αὐτῷ ὁ Κρόνος κατὰ
20πάροδον, τύχωσι δὲ ὁ Ζεὺς καὶ ὁ Ἄρης καὶ ὁ Ἑρμῆς καὶ ἡ Ἀφροδίτη ἐν τῷ Λέοντι τῷ κατὰ πῆξιν ὡροσκόπῳ, ἐφορᾷ δὲ ὁ Ἄρης τὴν Σελήνην ἀπὸ διαμέτρου μοιρικῶς, δηλοῖ φόβον καὶ φυλακὴν καὶ συνοχὰς καὶ βλάβην παίδων καὶ
σωτηρίαν ὕστερον. ὅτε δὲ τύχῃ ὁ εʹ τόπος κατὰ πῆξιν117

118

οἶκος τοῦ Κρόνου, γένηται δὲ κατὰ πάροδον ὑπόγειον κέντρον, δηλοῖ παίδων θάνατον ἢ μεγίστην βλάβην. εἰ δὲ καταντήσει τὸ ἔτος εἰς τὸν τοιοῦτον εʹ τόπον, ὑπάρχει δὲ ὁ Κρόνος κύριος ὢν τοῦ ἔτους ἀκάκωτος, βλάβην δηλοῖ
5παιδὸς ὀλίγην. ὅτε δὲ καταντήσει τὸ ἔτος εἰς τὸν τόπον ἐν ᾧ ἦν κατὰ πῆξιν ὁ Κρόνος ἢ ὁ Ἄρης, τύχῃ δὲ ἐν τῷ θέματι τῆς ἐναλλαγῆς τετράγωνος τοῦ ὡροσκόπου, δηλοῖ βλάβας καὶ ἀδικίας καὶ ἐμποδισμοὺς περὶ τὸν βίον. ὅτε δὲ τύχῃ ὁ κύριος τοῦ ἔτους ὁ Κρόνος ἢ ὁ Ἄρης καὶ ὑπάρχει
10ὡροσκοπῶν ἐν τῷ τῆς ἐναλλαγῆς ὡροσκόπῳ, μὴ μέντοι ἐν τόποις ἐν οἷς ἔχει λόγους οἰκοδεσπότου, καὶ μάλιστα εἰ κατὰ πῆξιν ὑπάρχει ἐν τῷ ὡροσκόπῳ ἢ ἐν τῷ διαμέτρῳ αὐτοῦ ἢ ἐν τῷ τετραγώνῳ, ὁ μὲν Κρόνος δηλοῖ νόσους καὶ μακρὰς ἀρρωστίας, ὁ δὲ Ἄρης δηλοῖ φόβον καὶ φυλακὴν
15καὶ βλάβην ἐν τῷ πλούτῳ. ὅτε δ’ ἐστιν ὁ Κρόνος κύριος τοῦ ἔτους καὶ ὑπάρχει ὑπὸ γῆν, καταντήσει δὲ ὁ Ἄρης ἐπὶ τὸν ἑαυτοῦ κατὰ πῆξιν τόπον καὶ τύχῃ συνοδεῦσαι ἐκεῖσε τῷ Κρόνῳ, ὑπάρχει δὲ ὁ κύριος τοῦ ὡροσκόπου τῆς ἐναλλα‐ γῆς ἐν τῷ ζʹ τόπῳ ἢ ὕπαυγος καὶ τύχωσιν οἱ ἀγαθοποιοὶ
20ἐν ἀποκλίμασιν, δηλοῖ βλάβην καὶ συνοχὴν δι’ ὅλου τοῦ ἔτους. ὅτε δὲ καταντήσει τὸ ἔτος ἐπὶ τὸν τόπον τοῦ Διὸς καὶ ὑπάρχει κατὰ πάροδον ἀκάκωτος, ἐφορῶν τὸν κατὰ πῆξιν
αὐτοῦ τόπον, τύχῃ δὲ καὶ ὁ κύριος τοῦ ἔτους ἀποκεκλικώς,118

119

δηλοῖ εὐτυχίαν καὶ δαψιλῆ ἀγαθά, καὶ ἕξει ὁ Ζεὺς πολλὴν σημασίαν ἐν τῷ ἔτει ἐκείνῳ. ὅτε δὲ τύχῃ ὁ ὡροσκόπος τῆς ἐναλλαγῆς τὸ ζῴδιον ἐν ᾧ ἦν ἐν τῇ καταρχῇ κακοποιὸς ἢ τὸ ζῴδιον τοῦ ἔτους, λαβὲ τὸν κακοποιὸν ἐκεῖνον ὡς
5χρονοκράτορα, καὶ μάλιστα ἐὰν ὁ κύριος τοῦ ζῳδίου τοῦ ἔτους ἢ ὁ κύριος τοῦ ὡροσκόπου τῆς ἐναλλαγῆς μὴ ἐφορᾷ τὸν ἴδιον οἰκοδεσπότην. ὅτε δέ ἐστιν ὁ Ἄρης κύριος τοῦ ἔτους καὶ καταντήσει κατὰ πάροδον ἐπὶ τὸν τόπον τοῦ κατὰ πῆξιν Ἄρεως, ὑπάρχει δὲ ὁ Ἄρης ἐν τῇ τοῦ
10ἔτους ἐναλλαγῇ ἐπίκεντρος ἢ ἐπαναφερόμενος τοῖς κέν‐ τροις καὶ τὴν Ἀφροδίτην ἐπιδεκατεύων, τῶν ἀγαθοποιῶν ἀποκεκλικότων, δηλοῖ σκληρότητα τοῦ ἔτους καὶ φόβον καὶ συνοχὰς καὶ φυλακὰς καὶ βλάβας παρ’ ἡγεμόνων καὶ ἀρχόντων. ὅτε δὲ τύχῃ ὡροσκόπος τοῦ ἔτους τὸ ζῴδιον
15ἐν ᾧ ἦν ὁ Ἥλιος ἢ ἡ Σελήνη, δεῖ λαμβάνειν τὸν οἰκοδεσ‐ πότην τοῦ φωστῆρος τοῦ ἔχοντος σημασίαν πρὸς τὸ ἔτος. ὅτε δέ εἰσιν ὁ Ἥλιος καὶ ἡ Σελήνη κεκακωμένοι ἐν τῇ τοῦ ἔτους ἐναλλαγῇ καὶ ὑπάρχουσιν ἐν τῷ ζʹ τόπῳ ἢ ἐν τῷ δʹ τοῦ θέματος τῆς ἐναλλαγῆς, καὶ μάλιστα εἰ ὑπάρχουσι
20μετὰ τοῦ Ἀναβιβάζοντος ἢ τοῦ 〈Καταβιβάζοντοσ〉, δηλοῦ‐ σι θάνατον τῶν γονέων, καὶ μάλιστα εἰ καὶ κατὰ πῆξιν ἐδήλωσαν τὰ κατ’ αὐτούς. ὅτε δέ ἐστιν ὁ Ζεὺς ἐν τῇ ἐναλ‐ λαγῇ ἐν τῷ Αἰγοκέρωτι καὶ κακοῦται παρά τε τοῦ Κρόνου
καὶ τοῦ Ἄρεως καὶ τοῦ Ἡλίου, δηλοῖ βλάβας καὶ διαφθο‐119

120

ράν. ὅτε δὲ ὑπάρχει κακοποιὸς μετὰ τοῦ χρονοκράτορος ἐν τῷ ὡροσκόπῳ τῆς καταρχῆς καὶ κακοῖ τὴν Σελήνην, δηλοῖ κακίαν τοῦ ἔτους. ὅτε δὲ ἀναποδίζει ὁ κύριός τινος τῶν κατὰ πῆξιν τόπων ἢ τῶν κατὰ πάροδον ἢ ὕπαυγος
5ὑπάρχει ἢ κακοῦται παρά τινος τῶν κακοποιῶν ἢ ἔν τινι ἐναντίῳ τόπῳ ὑπάρχει, δηλοῖ βλάβην κατὰ τὴν σημασίαν τοῦ τόπου ἐκείνου εἴτε περὶ πλούτου δηλοῖ ὁ τόπος ἢ περὶ ἐγγαίων ἢ ἑτέρων τινῶν. Ὅτε δέ ἐστιν ὁ κύριος τοῦ ἔτους κακοποιὸς καὶ ὑπάρχει
10κατὰ πῆξιν ἐν τῷ ϛʹ τόπῳ, βλάπτει δὲ κατὰ πάροδον τὴν Σελήνην, ἐφορῶσι δὲ τὴν Σελήνην ἀγαθοποιοὶ κατὰ πάρ‐ οδον ἀπὸ ἀγαθῶν τόπων, ὑπάρχει δὲ κακοποιὸς ἐν τῷ ὡροσκόπῳ τοῦ ἔτους, δηλοῖ βλάβας μεγίστας καὶ μακρὰν νόσον. ὅτε δέ ἐστιν ὁ κύριος τοῦ ἔτους ἀγαθοποιός, ὑπάρ‐
15χει δὲ ἐν τῷ ὡροσκόπῳ τῆς ἐναλλαγῆς κακοποιὸς καὶ ἐν τῷ δύνοντι ἕτερος κακοποιός, κακοῦται δὲ ἡ Σελήνη παρά τινος αὐτῶν ἢ ἑτέρου, δηλοῖ βλάβην δεινοτάτην παρ’ ἐχθρῶν καὶ ζημίαν μεγίστην· τμηθήσεται δὲ καὶ μέλος αὐτοῦ καὶ δέος ἔσται περὶ τῆς ψυχῆς αὐτοῦ, καὶ μάλιστα
20μὴ ἐφορῶντος ἀγαθοποιοῦ τὸν ὡροσκόπον. ὅτε δέ ἐστιν ὁ κύριος τοῦ ἔτους ἀγαθοποιὸς καὶ ἀναποδίζει, ἐφορῶσι δὲ αὐτὸν ὁ Ἄρης κατὰ πάροδον ἀπὸ διαμέτρου καὶ ἡ Σελήνη ἀπὸ τετραγώνου, κακοῦται δὲ καὶ ὁ ὡροσκόπος τοῦ ἔτους εἴτε διὰ τοῦ Ἡλίου εἴτε διά τινος τῶν συνδέσμων,
25τοῦ κυρίου αὐτοῦ μὴ ἐφορῶντος αὐτόν, δηλοῖ βλάβας μεγίστας ἐν τῷ σώματι καὶ παρὰ ἐχθρῶν καὶ λῃστῶν καὶ ζημίας καὶ ἀπώλειαν πλούτου. ὅτε δέ ἐστιν ὁ Κρόνος
κύριος τοῦ ἔτους καὶ ἀποκαταστῇ εἰς τὸν κατὰ πῆξιν αὐτοῦ120

121

τόπον καὶ διαμετρήσει τοῦτον κατὰ πάροδον ὁ Ἄρης, δηλοῖ βλάβην κατὰ τὴν σημασίαν τοῦ οἴκου ἐν ᾧ τύχῃ ὁ Κρόνος· εἰ δέ ἐστιν ἐν τῷ ὡροσκόπῳ τῆς ἐναλλαγῆς ἢ μετὰ τῆς Σελήνης, δηλοῖ βλάβην σωματικήν. ὅτε δέ εἰσιν
5ὁ κύριος τοῦ ἔτους καὶ ὁ ὡροσκόπος τῆς ἐναλλαγῆς καὶ ὁ κύριος αὐτοῦ καὶ ἡ Σελήνη κεκακωμένοι παρά τινος τῶν κακοποιῶν ἀπὸ συνόδου ἢ τετραγώνου ἢ διαμέτρου, δηλοῖ διαφθορὰν αὐτοῦ καὶ ἐπικράτησιν τῶν ἐχθρῶν αὐτοῦ καὶ ζημίαν πλούτου· εἰ δὲ ὁ Ζεὺς ἢ ἡ Ἀφροδίτη συνυπάρχει
10τῇ Σελήνῃ ἢ τῷ χρονοκράτορι, ῥυσθήσεται 〈ἀπὸ〉 τῶν δεινῶν ἐκείνων. ὅτε δέ ἐστιν ἡ Σελήνη κατὰ πάροδον ἐν τῷ Καρκίνῳ καὶ ὁ Ἥλιος ἐν τῷ Κριῷ καὶ κακοῦνται παρὰ τοῦ Ἄρεως ἀπὸ τοῦ Αἰγοκέρωτος, δηλοῖ βλάβας καὶ διαφθοράς. ὅτε δέ ἐστιν ἡ Σελήνη κατὰ πάροδον ἐν
15ζῳδίῳ ἀρρενοειδεῖ καὶ κακοῦται ὁμοῦ παρά τε τοῦ Κρόνου καὶ τοῦ Ἄρεως, ὑπάρχει δὲ καὶ ὁ κύριος τοῦ τόπου κακο‐ ποιός, δηλοῖ ἐναντιότητας καὶ βλάβας. ὅτε δὲ ὁ κύριος τοῦ ἔτους βλάπτεται παρά τινος κακοποιοῦ, ἔσται ἐπίφοβον τὸ ἔτος καὶ πολυμέριμνον καὶ ἐπιζήμιον· εἰ δὲ συσχη‐
20ματισθῇ τούτῳ ὁ Ζεύς, δηλοῖ τῶν τοιούτων ἀποσόβησιν. Ὅτε δέ ἐστιν ὁ Ἑρμῆς κύριος τοῦ ἔτους καὶ ὑπάρχει κεκακωμένος παρὰ τοῦ Ἄρεως καὶ ἐν τῷ δʹ τόπῳ τοῦ ὡρο‐ σκόπου τῆς ἐναλλαγῆς ἢ ἐν τῷ δʹ τόπῳ τοῦ ζῳδίου τοῦ ἔτους ἢ ἐν τῷ δʹ τόπῳ τοῦ κατὰ πῆξιν ὡροσκόπου,
25δηλοῖ θάνατον τῶν ἀδελφῶν· ὡσαύτως, ὅτε ἐστὶν ὁ Ἑρμῆς
κύριος τοῦ ἔτους καὶ ὑπάρχει κεκακωμένος παρὰ τοῦ121

122

Ἄρεως ἐν τῷ δύνοντι κέντρῳ, δηλοῖ θάνατον ὁμοίως τῶν ἀδελφῶν. ὅτε δέ ἐστιν ὁ κύριος τοῦ ἔτους κατὰ πῆξιν ἐν τῷ δεκάτῳ, ἐν δὲ τῷ καιρῷ τῆς ἐναλλαγῆς ὡσαύ‐ τως ἐν τῷ δεκάτῳ, δηλοῖ — ἢ ἐν τῷ ιαʹ ὑπὸ ἀγαθοποιῶν
5ὁρώμενος — εὕρεσιν πλούτου καὶ δυναστείας· ὅτε δέ ἐστιν ὁ κύριος τοῦ ἔτους ἐν τῷ δεκάτῳ κατὰ πῆξιν καὶ κατὰ πάρ‐ οδον, δηλοῖ ἐπιτυχίαν ἐξουσίας τινός. ὅτε δέ ἐστιν ὁ κύριος τοῦ ἔτους κατὰ πῆξιν ἐν ἀποκλίματι καὶ ὕπαυγος καὶ κατὰ πάροδον ἐν τῷ ϛʹ ἢ ἐν τῷ ηʹ ἢ ὕπαυγος καὶ τῷ Κρόνῳ
10συσχηματιζόμενος, δηλοῖ διαδοχὴν πράξεως καὶ εὐκαιρίαν καὶ ἀρδείαν, ἔτι δὲ καὶ συμπτώματα θανάτῳ παρόμοια. Ὅτε δέ ἐστιν ὁ Ζεὺς κατὰ πῆξιν ἀκάκωτος, ἐν δὲ τῇ ἐναλλαγῇ ἐπίκεντρος καὶ ἐφορῶν τὸν κύριον τοῦ ἔτους, δηλοῖ ἐπιτυχίαν βαθμοῦ καὶ τιμῆς παρά τε ἐξουσιαστῶν καὶ
15βασιλέων· ἐγχειρισθήσεται δὲ καὶ πράξεις ὠφελίμους καὶ εὐοδωθήσεται ἐν ταῖς πράξεσιν αὐτοῦ καὶ ταῖς οἰκονο‐ μίαις. ὅτε δέ ἐστιν ὁ κύριος τοῦ ἔτους ἑσπέριος καὶ ἐν οἴκῳ ἐχθροῦ αὐτοῦ ἢ ἐν τῷ ϛʹ ἢ ἐν τῷ ιβʹ, τῷ Κρόνῳ ἢ τῷ Ἄρεϊ συσχηματιζόμενος, τοῦ Διὸς ἀποκεκλικότος καὶ
20μὴ ὁρῶντος τὴν Σελήνην μήτε μὴν τὸν κύριον τοῦ ἔτους, δηλοῖ ὑποστῆναι ἀτιμίας καὶ ὕβρεις παρ’ ἐχθρῶν. ὅτε δὲ καταντήσει τὸ ἔτος εἰς τὸ ὑπόγειον κέντρον ἢ εἰς τὸ δυτικὸν κέντρον καὶ τύχῃ ὁ Κρόνος ἐκεῖσε ἢ ἐφορῶν τὸν τοιοῦτον τόπον ἐναντίῳ σχήματι, δέος μή ποτε τελευτή‐
25σῃ ὁ τὴν ἐναλλαγὴν ἔχων.
Κανὼν δὲ ἔστω σοι τοιοῦτος ἐν ταῖς τῶν ἐτῶν ἐναλ‐122

123

λαγαῖς. ὅτε εὕρης ἐν τῷ ὡροσκόπῳ τῆς ἐναλλαγῆς κακο‐ ποιὸν καὶ βλάπτει κατὰ πῆξιν ὁ κακοποιὸς τὸν ὡρο‐ σκόπον ἢ τὴν Σελήνην ἢ τὰ κέντρα, γίνωσκε ὅτι μεγίστην ἐπάγει τὴν κάκωσιν. εἰ δὲ ὁ τοιοῦτος κακοποιὸς ὡρο‐
5σκοπεῖ κατὰ πάροδον ἢ βλάπτει τινὰ τῶν τόπων τοῦ θέματος, εὕρης δὲ τοῦτον ὅτι οὐκ ἔβλαπτεν ἐν τῇ καταρχῇ τὸν τοιοῦτον τόπον, μετρίαν ἴσθι τοῦτον ποιεῖν τὴν βλά‐ βην. ὅτε δέ ἐστιν ὁ κακοποιὸς ἑῷος καὶ ἀγαθοποιῷ συσχηματιζόμενος καὶ λόγον ἔχει πρὸς τὸν ὡροσκόπον ἢ
10τὴν Σελήνην, ὠφέλειαν ἐπάγει διὰ μόχθων καὶ κόπων. ὅτε δὲ ὡροσκοποῦσιν οἱ ἀγαθοποιοὶ ἐν τῇ ἐναλλαγῇ ἢ ἐπεμ‐ βῶσι τόποις τισὶ τῶν κατὰ πῆξιν ἀστέρων, μετρίαν δη‐ λοῦσιν ὠφέλειαν, εἰ μή γε ἐν τῇ καταρχῇ συμφώνῳ σχήματι ἑώρων τὸν τόπον ἐκεῖνον. ὅτε δὲ ἀναποδίζει
15ἀγαθοποιὸς ἢ ὕπαυγός ἐστιν ἢ ἀποκεκλικώς, ἀσθενεστέρα γίνεται ἡ δόσις αὐτοῦ. ὅτε δέ ἐστιν ὁ ὡροσκόπος τῆς ἐναλλαγῆς ζῴδιον ἐν ᾧ ἦν κατὰ πῆξιν κακοποιὸς ἢ ἐν ἀμφοτέροις ὑπάρχουσι κακοποιοί, δηλοῖ μετάβασιν τόπου καὶ φυγὰς καὶ ἀπωλείας. ὅτε δὲ ὑπάρχει κακοποιὸς κατὰ
20πῆξιν συσχηματιζόμενος ἀγαθοποιῷ, εἶτα συνοδεύσει τῷ ἀγαθοποιῷ ἐκείνῳ ἐν τῷ καιρῷ τῆς ἐναλλαγῆς ἢ συσχη‐ ματισθῇ τούτῳ ἀπὸ τετραγώνου ἢ διαμέτρου, δηλοῖ βλά‐
βην πολλήν.123

124

(1t)

〈ΛΟΓΟΣ ΤΡΙΤΟΣ〉
2tΠερὶ τῶν περιπάτων τῶν ἐν ταῖς ἐναλλαγαῖς
3tλαμβανομένων· διαιρεῖ〈ται〉 δὲ εἰς τμήματα δέκα,
4tὧν πρῶτον τμῆμα περί τε τοῦ περιπάτου καὶ τοῦ
5tμερισμοῦ καὶ τοῦ ἐπιμερίζοντος καὶ τοῦ κοινω‐
6tνοῦντος ἀστέρος τῷ ἐπιμερίζοντι
7 Δεῖ ἐν ταῖς ἐναλλαγαῖς τῶν χρόνων πολλῶν τόπων ποιῆσαι περίπατον — τῶν μὲν κατὰ πῆξιν, τῶν δὲ κατὰ πάροδον. ἔχει γὰρ ἕκαστος ἰδίαν σημασίαν ἥνπερ ὁ ἕτερος
10οὐ σημαίνει. εἰ γὰρ δηλώσει κατὰ πῆξιν ἀστὴρ ἢ τόπος ἀγα‐ θὸν ἢ κακόν, τότε ἐμφαίνεται ἡ σημασία ὅτε κυριεύσει ὁ ἀστὴρ τοῦ μερισμοῦ κατά τινας ἐτῶν περιόδους καὶ ὅτε κυβερνήσει σωματικῶς ἢ ἀκτινοβολικῶς ἢ καταντήσει εἰς τοὺς ἀγαθοποιοὺς ἢ κακοποιούς. δεῖ οὖν τῶν ε ἀφετῶν ποιεῖν
15τὸν περίπατον ἰδίᾳ· ὁ μὲν πρῶτος ἀφέτης δηλοῖ τὸν χρό‐ νον τῆς ζωῆς καὶ τὰς νόσους καὶ τοῦ θανάτου ποιότητα, οἱ δὲ λοιποὶ ἀφέται δηλοῦσιν ὑγείαν ἢ νόσον ἢ συμπτώματα καὶ τὰ λοιπὰ πάθη ὧν ἐν τοῖς ἑξῆς μνημονεύσομεν. ὡσαύ‐ τως δεῖ ποιεῖν τὸν περίπατον τῶν κλήρων πάντων καὶ τῶν
20δωδεκατημορίων καὶ τῶν δώδεκα [των] τόπων κατά τε πῆξιν καὶ κατὰ πάροδον, ποιεῖν δὲ καὶ τὰ θέματα τῶν μηνῶν καὶ ποιεῖν τὸν περίπατον τούτων καὶ λαμβάνειν τὰς
μὲν μοίρας ἐπὶ τοῦ κατὰ πῆξιν ὡροσκόπου ἀντὶ ἐτῶν, ἐπὶ124

125

δὲ τοῦ θέματος τῆς ἐναλλαγῆς ἀντὶ μηνῶν ἢ ἡμερῶν, ἐπὶ τοῦ θέματος δὲ τῶν μηνῶν ἀντὶ ἡμερῶν ἢ ὡρῶν. Τὸν δὲ περίπατον πρὸς τὸ γνῶναι τὸν τόπον τοῦ μερισμοῦ καὶ τὸν ἐπιμερίζοντα ἐν ταῖς τῶν χρόνων ἐν‐
5αλλαγαῖς οὕτως ποιητέον. ἰδὲ τὴν μοῖραν τοῦ ὡροσκόπου τῆς καταρχῆς τίνος ὅριόν ἐστιν ἀστέρος καὶ πόσον κατα‐ λέλειπται ἐκ τῶν μοιρῶν τῶν ὁρίων τοῦ ἀστέρος, καὶ μετά‐ στρεψον ταύτας ἐπὶ τὰς μοίρας τῶν ἀναφορῶν τῆς πόλεως ἐν ᾗ ὁ τεχθεὶς ἐγεννήθη, καὶ τὰ γινόμενα ἀπόγραψον· εἶτα
10ἰδὲ τὰ ἑπόμενα ὅρια πόσων μοιρῶν εἰσι, καὶ μετάστρεψον καὶ ταύτας ἐπὶ τὰς ἀναφορικάς, καὶ οὕτως ποίει καθ’ ἕκαστα ὅρια ἀπό τε τοῦ ὡροσκόπου καὶ τῶν λοιπῶν ἀφετῶν, ἔτι δὲ καὶ τῶν ἀστέρων καὶ τῶν κλήρων ὡς ἂν γένηται τέλειος ὁ περίπατος. τὸ δὲ ὅριον ἔνθα καταντᾷ
15τὸ ἔτος, ἐκεῖνό ἐστιν ὁ τοῦ μερισμοῦ τόπος· ὁ δὲ κύριος αὐτοῦ ἐστιν ὁ ἐπιμερίζων, εἴτε ἐφορᾷ τοῦτον εἴτε καὶ μή. Τοῦ δὲ ὡροσκόπου καὶ τῶν ἐν τῷ ὡροσκόπῳ γίνεται ὁ περίπατος διὰ τῶν ἀναφορῶν τῆς πόλεως ἐν ᾗ τις ἐγεν‐ νήθη· τῶν δὲ ἐν τῷ μεσουρανίσματι ἢ ἐν τῷ δʹ τόπῳ
20γίνεται ὁ περίπατος διὰ τῶν τῆς ὀρθῆς σφαίρας ἀνα‐ φορῶν· τῶν δὲ 〈ἐν〉 ἑτέροις τόποις γίνεται ὁ περίπατος καθὼς προεδείξαμεν ἐν τοῖς ἡμετέροις συγγράμμασιν.
καὶ ἰδὲ πόσαι μοῖραι συνάγονται, καὶ ποίει ἑκάστην μοῖραν125

126

ἔτος ἕν, καὶ τὰ ε λεπτὰ μῆνα, καὶ τὸ λεπτὸν ἡμέραι ϛ, καὶ τὰ ι δευτέρα λεπτὰ ἡμέραν, καὶ τὰ κε τρίτα λεπτὰ ὥραν μίαν. οἱ δὲ Πέρσαι ὠνόμαζον τὸν ἐπιμερίζοντα τὸν ἀπὸ τοῦ περιπάτου τῆς μοίρας τοῦ ὡροσκόπου διὰ τῶν ἀνα‐
5φορῶν ζαμοκτάρ, καὶ τῷ τοιούτῳ ὀνόματι οὐκ ὠνόμαζον ἕτερον ἐπιμερίζοντα. Δεῖ δέ σε ποιοῦντα τὸν περίπατον τῶν ὁρίων ἐπι‐ σκέψασθαι καὶ τοὺς τόπους τῶν ἀστέρων καὶ τὰς ἀκτινο‐ βολίας. πολλάκις γὰρ τυγχάνει ἐν τῷ τόπῳ σῶμα ἀστέρος
10ἢ ἀκτίς· καὶ ὅτε καταντήσει ὁ περίπατος ἐπί τινα τούτων, κοινωνὸν ὁ τοιοῦτος ἀστὴρ προσλαμβάνεται τῷ ἐπι‐ μερίζοντι ἕως ὅτου συναντήσει ἕτερος ἀστὴρ σωματικῶς ἢ ἀκτινοβολικῶς, καὶ τότε μεθίσταται ἡ κυβέρνησις ἀπὸ τοῦ αʹ ἀστέρος ἐπὶ τὸν βʹ· καὶ γίνεται οὗτος 〈ὁ〉 κοινω‐
15νὸς τοῦ ἐπιμερίζοντος εἴτε σωματικῶς εἴτε ἀκτινοβολικῶς γένηται ἡ συνάντησις. δεῖ δέ σε γινώσκειν καὶ τοὺς τόπους τῶν κλήρων καὶ τῶν δωδεκατημορίων καὶ ἔνθα κατήντησεν ὁ περίπατος αὐτῶν. ὅτε γὰρ εἴτε 〈εἰσ〉 ἀγαθοποιοὺς εἴτε εἰς κακοποιοὺς καταντήσει σωματικῶς ἢ ἀκτινοβολικῶς,
20ἐμφαίνεται ἡ σημασία αὐτῶν εἴτε καλὴ εἴτε φαύλη. Ποιητέον οὖν ὑπόδειγμα πρὸς δήλωσιν τοῦ περιπάτου καὶ τοῦ μερισμοῦ καὶ τοῦ ἐπιμερίζοντος καὶ τὴν κυβέρ‐ νησιν τῶν κλήρων καὶ τῶν δωδεκατημορίων. ἐγεννήθη τις ἐν τῷ δʹ κλίματι ἔν τινι πόλει ἧς τὸ πλάτος λϛ. ἦν δὲ 〈ὁ〉
25ὡροσκόπος ὁ Ταῦρος μοίραις β λεπτοῖς νδ, καὶ ἡ Σελήνη
ἐν αὐτῷ μοίραις ιβ λεπτοῖς μγ· ὁ δὲ Ἄρης ἐν τῷ Λέοντι126

128

μοίραις ι λεπτοῖς κθ, 〈ὁ δὲ〉 Ἥλιος ἐν Λέοντι μοίραις ιε λεπτοῖς νζ, ὁ 〈δὲ〉 Ἑρμῆς ἐν τῷ Λέοντι μοίραις κβ λεπ‐ τοῖς ζ ἀναποδίζων, 〈ἡ δὲ〉 Ἀφροδίτη ἐν Ζυγῷ μοίραις β
λεπτοῖς νδ, 〈ὁ δὲ〉 Ζεὺς 〈ἐν〉 Αἰγοκέρωτι μοίραις κ127

129

λεπτοῖς κϛ ἀναποδίζων, 〈ὁ δὲ〉 Κρόνος 〈ἐν〉 Ὑδροχόῳ μοίραις κγ λεπτοῖς κϛ ἀναποδίζων, ὁ δὲ Ἀναβιβάζων 〈ἐν〉 Παρθένῳ μοίραις κα λεπτοῖς κδ. ἐποιήσαμεν δὲ καὶ θέ‐ μα[τα] καὶ τὰς ἀκτινοβολίας ἐτάξαμεν ἐν αὐτῷ καὶ τὰ λοιπά,
5ἀρκεσθέντες εἰς τὸ παρὸν ὑπόδειγμα ταῖς ἐποχαῖς τῶν ζ ἀστέρων καὶ ταῖς ἀκτινοβολίαις καὶ τοῖς κλήροις τοῖς ἐμπεσοῦσιν εἰς τὸν ὡροσκόπον ὡς ἂν εὐχερεστέρα γένηται ἡ τούτων διάγνωσις. Βουληθεὶς οὖν διαγνῶναι τόν τε τόπον τοῦ ἐπιμερισμοῦ
10καὶ τὸν ἐπιμερίζοντα ὃς ὀνομάζεται ζαμοκτάρ, καὶ ποιῆσαι τὸν περίπατον τῆς μοίρας τοῦ ὡροσκόπου πρὸς τὸ γνῶ‐ ναι πότε καταλαμβάνει τά τε τῶν ἀγαθοποιῶν καὶ τῶν κακοποιῶν σώματα καὶ τὰς ἀκτῖνας καὶ τὰ δωδεκατη‐ μόρια καὶ τοὺς κλήρους, εὗρον τὸν ὡροσκόπον Ταῦρον
15μοίραις β λεπτοῖς νδ ὅπερ ἦν ὅριον τῆς Ἀφροδίτης, καὶ οὐχ εὗρον ἀπὸ τῆς ἀρχῆς τοῦ ζῳδίου καὶ μέχρι τῆς ὡρο‐ σκοπούσης μοίρας σῶμα ἀστέρος ἢ ἀκτῖνα. καὶ εἴ γε εὗρόν τι τοιοῦτον, εἶπον ἂν ὡς ἡ μοῖρα τοῦ ὡροσκόπου διέπεται ὑπὸ τοῦ ἀστέρος ἐκείνου καὶ ἐλάμβανον τὸν ἀστέρα κοι‐
20νωνὸν τοῦ ζαμοκτὰρ ἤτοι τοῦ ἐπιμερίζοντος. ἐπεὶ δὲ ἀπ’ ἀρχῆς τοῦ ζῳδίου ἄχρις τῆς ὡροσκοπούσης μοίρας οὐχ εὗρον οὔτε σῶμα ἀστέρος οὔτε ἀκτῖνα, προσελαβόμην
μόνην τὴν Ἀφροδίτην ἐπιμερίζουσαν.128

130

Εὗρον δὲ μεταξὺ τῆς ὡροσκοπούσης μοίρας καὶ τοῦ κλήρου τῆς ἀνδρείας μοίρας δ λεπτὰ κ, γινόμενα διὰ τῶν ἀναφορῶν τοῦ δʹ κλίματος μοίρας γ λεπτὰ β. ἐπιμερίζει οὖν ἡ Ἀφροδίτη κατὰ τὰ ὅρια αὐτῆς ἔτη γ ἡμέρας ιβ· εἶτα
5κολλᾷ ἡ μοῖρα τοῦ ὡροσκόπου τῷ κλήρῳ τῆς ἀνδρείας καὶ τῆς τόλμης, ἔτι καταλειπομένων τῇ Ἀφροδίτῃ ἐκ τῶν ὁρίων αὐτῆς λεπτῶν μϛ, γινομένων διὰ τῶν ἀναφορῶν λεπτῶν λβ καὶ ιβ δευτέρων λεπτῶν. καὶ διὰ τοῦτο εἴπομεν ὡς ἡ Ἀφροδίτη διέπει τῷ οἰκείῳ ἐπιμερισμῷ τὸν κλῆρον
10τῆς ἀνδρείας καὶ τῆς τόλμης μῆνας ϛ ἡμέρας ιγ· ὁμοῦ τὰ πάντα ἔτη γ μῆνες ἓξ ἡμέραι εἰκοσιπέντε ἔγγισ〈τα〉. Εἶτα καταντᾷ ὁ περίπατος εἰς τὰ ὅρια τοῦ Ἑρμοῦ, καὶ λαμβάνομεν τοῦτον ἐπιμερίζοντα· καὶ διοικεῖ τὸν κλῆρον τῆς ἀνδρείας καὶ τῆς τόλμης ἔτος α καὶ ἡμέρας η ἔγγιστα.
15καταλαμβάνει 〈δὲ〉 ὁ περίπατος ἐπὶ τὴν ἑξάγωνον ἀκτῖνα τοῦ Κρόνου μετὰ ἔτη δ καὶ μῆνας ζ καὶ ἡμέρας γ ἔγγιστα, καὶ κυβερνᾷ ὁ Κρόνος διὰ τῆς ἑξαγωνικῆς αὐτοῦ ἀκτῖνος ἐν τῷ ἐπιμερισμῷ τοῦ Ἑρμοῦ τὸν κλῆρον τῆς ἀνδρείας καὶ τῆς τόλμης ἔτος ἓν μῆνας ι ἡμέρας ιζ ἔγγιστα. καὶ τότε
20συναντᾷ ὁ κλῆρος τῆς προκοπῆς καὶ τῆς νίκης ἤτοι μετὰ ἔτη ϛ καὶ μῆνας ϛ καὶ ἡμέρας κβ ἔγγιστα, καὶ κυβερνᾷ ὁ Κρόνος διὰ τῆς ἑξαγωνικῆς αὐτοῦ ἀκτῖνος τοὺς δύο κλήρους, τόν τε κλῆρον τῆς ἀνδρείας καὶ τῆς τόλμης καὶ τὸν κλῆρον τῆς προκοπῆς καὶ τῆς νίκης, σὺν καὶ τῷ ἐπιμερισμῷ τοῦ
25Ἑρμοῦ, μῆνας ε ἡμέρας κθ, ὁμοῦ γινόμενα ἔτη ζ ἡμέρας κα ἔγγιστα. εἶτα παραλαμβάνει ἡ Σελήνη τὴν κυβέρνησιν σωματικῶς ἀπὸ τῆς ἑξαγωνικῆς ἀκτῖνος τοῦ Κρόνου, καὶ
διοικεῖ τοὺς β κλήρους τῷ οἰκείῳ σώματι καὶ τῷ ἐπιμερι‐129

131

σμῷ τοῦ Ἑρμοῦ μῆνας ια ἡμέρας ιϛ· καὶ τελειοῦται ὁ ἐπι‐ μερισμὸς τοῦ Ἑρμοῦ μετὰ ἔτη ζ μῆνας ια ἡμέρας κζ ἔγγιστα. Εἶτα μεταβαίνει ὁ ἐπιμερισμὸς εἰς τὸν Δία, καὶ διοικεῖ
5ἅμα τῇ Σελήνῃ τὸν κλῆρον τῆς ἀνδρείας καὶ τῆς τόλμης καὶ τὸν κλῆρον τῆς προκοπῆς καὶ τῆς νίκης μῆνας δ ἡμέρας κδ· καὶ καταντᾷ ὁ περίπατος εἰς τὸν κλῆρον τῆς φρονήσεως καὶ τῆς συνέσεως μετὰ ἔτη η μῆνας δ ἡμέρας κ καὶ α ἔγγιστα. εἶτα κυβερνᾷ ἡ Σελήνη σωματικῶς διὰ
10τοῦ ἐπιμερισμοῦ τοῦ Διὸς τὸν κλῆρον τῆς φρονήσεως καὶ τῆς συνέσεως καὶ τοὺς δύο κλήρους τοὺς πρώτους ὧν ἐμνήσθη‐ μεν — λέγω δὴ τὸν κλῆρον τῆς ἀνδρείας καὶ τῆς τόλμης καὶ τὸν κλῆρον τῆς προκοπῆς καὶ τῆς νίκης — ἔτος ἓν μῆνας ϛ ἡμέρας η. καὶ παραλαμβάνει τὴν σωματικὴν κυβέρνησιν
15τῆς Σελήνης τὸ δεξιὸν τετράγωνον τοῦ Ἄρεως μετὰ ἔτη θ μῆνας ια ἔγγιστα, καὶ κυβερνᾶ ὁ Ἄρης τοὺς κλήρους διὰ τῆς τετραγωνικῆς αὐτοῦ ἀκτῖνος καὶ τοῦ ἐπιμερισμοῦ τοῦ Διὸς ἄχρι τῶν ιδ ἐτῶν καὶ μηνῶν β καὶ τριῶν ἡμερῶν ἔγγιστα.
20 Εἶτα μεθίσταται ὁ ἐπιμερισμὸς ἐπὶ τὸν Κρόνον, καὶ διοικεῖ ὁ Ἄρης τοὺς τρεῖς κλήρους διὰ τῆς τετραγωνικῆς αὐτοῦ ἀκτῖνος καὶ τοῦ ἐπιμερισμοῦ τοῦ Κρόνου ἔτη β μῆ‐ νας ϛ ἡμέρας ϛ ἔγγιστα. καὶ παραδίδωσι τὴν κυβέρνησιν τῇ τριγωνικῇ ἀκτίνι τοῦ Διὸς μῆνας ὀκτὼ ἡμέρας η ἔγγιστα.
25εἶτα κυβερνᾷ ὁ Ζεὺς τοὺς τρεῖς κλήρους τῇ τριγωνικῇ αὐτοῦ ἀκτίνι καὶ τῷ ἐπιμερισμῷ τοῦ Κρόνου ἄχρις ὅτου παραδώ‐ σει τῇ τετραγωνικῇ ἀκτίνι τοῦ Ἡλίου τὴν κυβέρνησιν· καὶ τοιου〈το〉τρόπως γίνονται οἱ περίπατοι, συγκοινωνούντων τοῖς ὁριοκράτορσι τῶν σωμάτων τῶν ἀστέρων καὶ τῶν
30ἀκτίνων. τοὺς δὲ κλήρους καὶ τὰ δωδεκατημόρια ὁμοίως130

132

μετακινοῦμεν διὰ τοῦ περιπάτου ἄχρι τέλους ζωῆς τοῦ ἀνθρώπου. πολλάκις δὲ τυγχάνει διάφορά τινα ἐν τῷ ὁρίῳ τοῦ ἀστέρος ἢ ἐν τῇ κυβερνήσει τοῦ σώματος τοῦ ἀστέρος ἢ τῆς ἀκτῖνος αὐτοῦ. καὶ εἰ μέν ἐστιν ὁ διοικῶν ἤτοι ὁ
5κυβερνῶν ταῦτα ἀστὴρ ἀγαθοποιός, σημαίνει ἀγαθὰ κατὰ τὴν οἰκείαν φύσιν· εἰ δὲ κακοποιός, ἐναντία· εἰ δὲ διοικοῦσι διάφοροι ἀστέρες, ποίησον σύγκρασιν τῆς σημασίας αὐτῶν.
8tΤμῆμα δεύτερον. Περὶ τῶν σημασιῶν τῶν ἀγα‐
9tθοποιῶν καὶ κακοποιῶν ὁριοκρατόρων καὶ τῶν
10tκοινωνούντων αὐτοῖς εἴτε διὰ τοῦ οἰκείου σώμα‐
11tτος εἴτε διὰ τῆς οἰκείας ἀκτῖνος
12 Τοῖς ἐπιμερίζουσιν ἀγαθοποιοῖς τε καὶ κακοποιοῖς ἰδία τις πρόσεστι σημασία ἐν τῇ διοικήσει τοῦ ἐπιμερισμοῦ ὡσαύτως καὶ τοῖς κοινωνοῦσι διά τε τοῦ σώματος καὶ
15τῶν ἀκτίνων καὶ δύναμις παράδοξος· καὶ ἔχουσι σημασίαν ἐξαίρετον καὶ κρείττονα τοῦ χρονοκράτορος. ὁ γὰρ χρονο‐ κράτωρ τὰ τοῦ ἑνὸς χρόνου μόνα δηλοῖ συμπτώματα, ὁ δὲ ἐπιμερίζων δηλοῖ τὰ ἐν διαφόροις χρόνοις δηλούμενα πάθη ὡσαύτως καὶ ὁ συγκοινωνῶν αὐτῷ, συνεπιμαρτυρούντων
20αὐτῷ τοῦ τε ζῳδίου τῆς ἐναλλαγῆς τοῦ ἔτους καὶ τοῦ κυρίου αὐτοῦ καὶ τῆς Σελήνης καὶ τῶν λοιπῶν ὧν προ‐ είπομεν. δεῖ οὖν ἐπιβλέπειν τὸν τόπον τοῦ μερισμοῦ καὶ
σκοπεῖν τίνος ὅριόν ἐστι καὶ πῶς διάκειται ὁ τούτου131

133

κύριος κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ εἰ ἑῷος ἢ ἑσπέριος καὶ εἰ προποδίζων ἢ ἀναποδίζων καὶ εἰ εὖ διάκειται ἢ κακῶς καὶ ἐν ποίῳ μέν ἐστι τόπῳ τὸ ὅριον ἀπὸ τοῦ ὡροσκόπου τῆς καταρχῆς, ἐν ποίῳ δὲ ζῳδίῳ τοῦ
5ἔτους, καὶ ἐν ποίῳ ἀπὸ τοῦ ὡροσκόπου τῆς ἐναλλαγῆς, καὶ τίνος οἶκος ἢ ὕψωμα ἢ τρίγωνον ἢ δεκανός ἐστι τὸ ζῴδιον ἐν ᾧ ὑπάρχει ὁ ἐπιμερισμὸς καὶ τίς τῶν ἀγαθοποιῶν ἢ κακοποιῶν ἦν ἐν αὐτῷ κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ τίνα ἕκαστος ἔχει δύναμιν ἢ ἀδυναμίαν καὶ τίνα εἶχε
10κατὰ πῆξιν καὶ τίνα κατὰ πάροδον καὶ εἰ ἀγαθὰ ἐσήμανεν ἢ ἐναντία καὶ 〈εἰ〉 ἀγαθοποιός ἐστιν ἢ κακοποιός· ὡσαύτως ἐπισκεπτέον τίνες ἐπιβάλλουσι τὰς ἀκτῖνας τῶν ἀστέρων καὶ ἐν τίνος ἀκτίνι τρέχει ὁ ἐπιμερίζων καὶ τίς ἀστὴρ κατά τε πῆξιν καὶ κατὰ πάροδον ἦν ἐν τοῖς ὁρίοις αὐτοῦ.
15Ἐπισκεπτέον δὲ καὶ τὰ ἑπτὰ εἴδη τῶν ἐπιμερισμῶν· πρῶτον μὲν εἰ ἔστι μεμονωμένος ὁ ἐπιμερίζων καὶ ἀγαθοποιός. βʹ. εἰ ἔστι μεμονωμένος καὶ κακοποιός. γʹ. εἰ ὁ μὲν ἐπιμερίζων ἐστὶ κακοποιός, ὁ δὲ κοινωνῶν
20 αὐτῷ ἀγαθοποιός. δʹ. εἰ ὁ ἐπιμερίζων ἐστὶν ἀγαθοποιός, ὁ δὲ κοινωνῶν αὐτῷ κακοποιός. εʹ. εἰ ὁ ἐπιμερισμός ἐστι κοινὸς ἀγαθοποιοῦ καὶ κακο‐ ποιοῦ.
25ϛʹ. εἰ ὁ ἐπιμερίζων καὶ ὁ κοινωνὸς αὐτοῦ ὦσιν ἄμφω κακοποιοί.
ζʹ. ἐὰν ἄμφω ἀγαθοποιοί.132

134

αʹ. Εἰ γοῦν ἐστιν ἐπιμερίζων ἀγαθοποιὸς καὶ ἐπὶ δια‐ φόροις ἔτεσι κυβερνῶν καὶ εὖ διακείμενος κατά τε πῆξιν καὶ ἐν τῷ θέματι τῆς ἐναλλαγῆς, ὑπάρχουσι δὲ καὶ ὁ χρονοκράτωρ καὶ ἡ Σελήνη καὶ ὁ κύριος τοῦ ὡροσκόπου
5τῆς ἐναλλαγῆς ἀκάκωτοι, δηλοῦσιν ἀγαθὰ καὶ προδήλους εὐτυχίας καὶ περιφήμους καὶ διαβοήτους· εἰ δὲ καὶ κατὰ πῆξιν ὑπάρχει τοιουτοτρόπως καὶ κατὰ πάροδον ὁμοίως, ἐπιταθήσεται τὰ τῆς εὐτυχίας. εἰ δὲ ὁ ἐπιμερίζων ἐστὶν ἀγαθοποιὸς καὶ ὑπάρχει κεκακωμένος κατὰ πῆξιν ἢ ἐν
10τόπῳ ἐναντίῳ ἢ τύχωσι ὁ χρονοκράτωρ καὶ ἡ Σελήνη καὶ ὁ ὡροσκόπος τῆς ἐναλλαγῆς κεκακωμένοι, δηλοῖ ἐναντιό‐ τητας ἐν τοῖς χρόνοις ἐκείνοις. εἰ δὲ κατὰ μὲν πῆξιν κακοῦ‐ ται ὁ τόπος τοῦ ἐπιμερισμοῦ, κατὰ δὲ πάροδον ἀγαθύνεται, μετρίως ἔσται αὐτῷ τὰ ἀγαθὰ τῷ ἔτει ἐκείνῳ· εἰ δὲ
15κατὰ μὲν πῆξιν ἀγαθύνεται, ἐν δὲ τῇ ἐναλλαγῇ κακύνεται, ἐλάττονα μὲν ἔσται τὰ ἀγαθὰ πλὴν οὐ πάντῃ ἀκυρωθή‐ σεται διὰ τοῦ τὴν σημασίαν τοῦ κατὰ πῆξιν σχήματος στερροτέραν καὶ βεβαιοτέραν εἶναι τῆς κατὰ πάροδον· εἰ δὲ μερικῶς μὲν κακοῦται, μερικῶς δὲ ἀγαθύνεται, τοιουτο‐
20τρόπως ἔσται καὶ τὰ ἀποτελέσματα. ὡσαύτως δὲ δεῖ σε ἐπισκέπτεσθαι καὶ τοὺς ἐπιμερίζοντας καὶ τοὺς διέ‐ ποντας καὶ τὰς λοιπὰς σημασίας τῶν ἀστέρων τῶν ἐχόν‐ των λόγον τινὰ ἐν τῷ ἔτει. Δεύτερον εἴπομεν εἶδος τὸ εἶναι τὸν ἐπιμερίζοντα κακο‐
25ποιὸν καὶ μόνον τὰ τῆς κυβερνήσεως σημαίνοντα καὶ 〈τὸ〉133

135

εἶναι κατὰ πῆξιν ἀκάκωτον ἐν τόπῳ ἀγαθῷ ἢ ἐν ζῳδίῳ ἐν ᾧ ἔχει λόγον ἢ ἐν ζῳδίῳ τῶν φίλων αὐτοῦ ἀστέρων ἢ ἐν ζῳδίῳ ἀγαθοποιοῦ ἐφορώμενον ὑπὸ ἀστέρων ἀγαθο‐ ποιουμένων καὶ τὸ τὸν ἐπιμερίζοντα τοιουτοτρόπως δια‐
5κεῖσθαι ἐν τῇ ἐναλλαγῇ τῶν ἐτῶν ἐφορώμενον ὑπὸ ἀγαθο‐ ποιῶν καὶ 〈τὸ〉 τὸν χρονοκράτορα καὶ τὴν Σελήνην καὶ τὸν ὡροσκόπον τῆς ἐναλλαγῆς καὶ τὸν κύριον αὐτοῦ ἀγαθύνε‐ σθαι. τοιουτοτρόπως γὰρ διακειμένων ἁπάντων, ὁ κακο‐ ποιὸς ἐκεῖνος ὥσπερ τὴν οἰκείαν φύσιν ἀπαρνησάμενος νίκης
10καὶ τροπαίων καὶ εὐτυχιῶν αἴτιος γίνεται. εἰ δὲ ὁ ἐπιμερι‐ σμός ἐστι κακοποιοῦ καὶ ὑπάρχει κατά τε πῆξιν καὶ ἐν τῇ ἐναλλαγῇ τῶν ἐτῶν οἷς ἐπιμερίζει κακυνόμενος καὶ μὴ ἐφορᾶται τὸ ὅριον ἐκεῖνο εἴτε κατὰ πῆξιν εἴτε κατὰ πάροδον ὑπὸ ἀγαθοποιοῦ, ὑπάρχει δὲ σὺν τούτοις καὶ ἡ Σελήνη
15κεκακωμένη ἐν τοῖς ὡροσκόποις τῶν ἐναλλαγῶν τῶν ἐτῶν καὶ τῶν κυρίων αὐτῶν τετραγωνιζομένων ἢ δια‐ μετρουμένων παρὰ τῶν κακοποιῶν, τεθνήξεται ὁ γεννη‐ θεὶς ἐν ἐκείνῳ τῷ ἐπιμερισμῷ καὶ κατ’ ἐκεῖνο τὸ ἔτος ἐν ᾧ πάντα τὰ τοιαῦτα συμπεσοῦνται σχήματα. τὰ δὲ κατὰ
20πῆξιν σχήματα ὡς εἴπομεν ἐπικρατέστερά ἐστι τῶν κατὰ τὴν ἐναλλαγὴν καὶ πλεῖον τούτων δυνάμενα εἴς τε τὸ ἀγαθύνειν καὶ 〈τὸ〉 κακοποιεῖν. Τρίτον ἔφημεν εἶδος τὸ ὑπάρχειν τὸν ἐπιμερίζοντα κακο‐ ποιόν, τὸν δὲ κοινωνοῦντα αὐτῷ σωματικῶς ἢ ἀκτινο‐
25βολικῶς ἀγαθοποιόν. καὶ εἴ γε τοιοῦτόν ἐστι τὸ σχῆμα,134

136

ὁ μὲν ἀγαθοποιὸς ῥύσεται τὸν ἔχοντα τὴν ἐναλλαγὴν ἀπὸ θανάτου, ὁ δὲ κακοποιὸς περιστάσεσι τοῦτον ὑποβαλεῖ καὶ ἔσται τὰ κατ’ αὐτὸν συγκεκραμένα ἀγαθὰ κακοῖς· καί ποτε μὲν στενοχωρηθήσεται, ποτὲ δὲ κουφισθήσεται
5καὶ πλατυνθήσεται· καὶ ἐνίοτε μὲν νο〈σ〉ήσει, ἐνίοτε δὲ ἐπαπολαύσει ὑγείας· καί ποτε μὲν λυπηθήσεται, καὶ πάλιν χαρήσεται· καί τινι μὲν καιρῷ συμπτώμασι περιπεσεῖ‐ ται, ἐν δ’ ἑτέρῳ σωθήσεται καὶ εὐοδωθήσεται. ὑποδείγ‐ ματος χάριν. Κρόνος ἔν τινι γενεθλίῳ ἐπιμερίζων, ἐκοι‐
10νώνει αὐτῷ κατὰ τὸν ἐπιμερισμὸν ἡ Ἀφροδίτη ἀκτινο‐ βολικῶς, καὶ ἄμφω οἱ ἀστέρες ἦσαν ἰσοδύναμοι. διὰ μὲν οὖν τὴν φύσιν τῆς Ἀφροδίτης καὶ τὸ ταύτης ἀγαθοποιὸν 〈εἶναι〉, εὑρήσει πλοῦτον ὁ τὴν ἐναλλαγὴν ἔχων καὶ γυναικὶ συναφθήσεται καὶ παῖδας ἕξει· διὰ τὴν τοῦ Κρό‐
15νου φύσιν τεθνήξονται ὁ τούτου παῖς καὶ ἡ γυνὴ καὶ κλαύ‐ σει μεγάλως καὶ λυπηθήσεται ἐπὶ τούτοις· εἰ δὲ δυνα‐ μικωτέρα ἐστὶ ἡ Ἀφροδίτη, θάνατον οὐ δηλοῖ. εἰ δὲ ὁ ἐπιμερισμός ἐστί τινος τῶν κακοποιῶν, συνεπιμερίζει 〈δὲ〉 αὐτῷ σῶμα ἀγαθοποιοῦ ἢ ἀκτίς, ἐφορᾶται δὲ κατὰ
20πῆξιν παρά τινος κακοποιοῦ ὁ ἐπιμερίζων, τύχωσι δὲ καὶ τὸ ζῴδιον τοῦ ἔτους καὶ ὁ ὡροσκόπος τῆς ἐναλλαγῆς καὶ οἱ κύριοι αὐτῶν κεκακωμένοι παρὰ τοῦ τοιούτου κακο‐ ποιοῦ κατὰ πῆξιν, τύχῃ δὲ καὶ ἀποκαταστατικὸς ἐν τῷ καιρῷ τῆς ἐναλλαγῆς, εὑρέθη〈σαν〉 δὲ καὶ ἡ Σελήνη καὶ
25τὸ ὅριον ἐν ᾧ ἐστιν ὁ ἐπιμερισμὸς ἐν ἐκείνοις τοῖς ἔτεσιν135

137

ἐν τόπῳ ἐναντίῳ ἢ κεκακωμένοι καὶ ἀβοήθητοι παρὰ τῆς τῶν ἀγαθοποιῶν μαρτυρίας, πάνυ κακὸν τὸ σχῆμα τὸ τοιοῦτον καὶ ἢ ἀποθανεῖται ἢ τῷ θανάτῳ πλησιάσει· εἰ δὲ ὁ ἐπιμερισμός ἐστι κακοποιοῦ καὶ οὐκ ἐνυπάρχει αὐτῷ
5κατὰ πῆξιν σῶμα ἀγαθοποιοῦ ἢ ἀκτὶς καὶ τύχῃ κατὰ πάρ‐ οδον ἐκεῖσε ὁ κακοποιὸς ἢ ἀκτὶς τοῦ κακοποιοῦ, δηλοῖ πάνυ χαλεπὰ συμπτώματα· εἰ δὲ σὺν τούτοις τὸ ζῴδιον τοῦ ἔτους καὶ ὁ ὡροσκόπος τῆς ἐναλλαγῆς καὶ οἱ τούτων κύριοι κακοῦνται, πρὸς δὲ καὶ ἡ Σελήνη ὑπὸ κακοποιῶν
10ὁρᾶται, μεῖζον ἔσται τὸ σύμπτωμα καὶ ἢ τεθνήξεται τῷ ἔτει ἐκείνῳ ἢ πλησίον ἥξει θανάτου. Τέταρτον εἴπομεν εἶδος τὸ εἶναι τὸν ἐπιμερίζοντα ἀγαθοποιόν, τὸν δὲ συνεπιμερίζοντα αὐτῷ κακοποιόν. καὶ εἰ τοιοῦτόν ἐστι τὸ σχῆμα, σύγκρασιν δηλοῖ τῶν κατ’
15αὐτὸν καὶ μεσότητα ἀγαθῶν τε καὶ φαύλων καὶ χαρᾶς καὶ λύπης καὶ νόσου καὶ ὑγείας. εἰ δὲ ὁ ἐπιμερισμός ἐστιν ἀγαθοποιοῦ καὶ συνεπιμερίζει αὐτῷ κακοποιός, σχημα‐ τίζεται δὲ ὁ κακοποιὸς ἐνεῖνος κατὰ πῆξιν ἀγαθοποιῷ καὶ τύχῃ ὁ ἀγαθοποιὸς ἐκεῖνος ἐν τῷ ζῳδίῳ τοῦ ἔτους
20ἢ τῷ ὡροσκόπῳ τῆς ἐναλλαγῆς ἢ οἱ κύριοι αὐτῶν ἀγαθυ‐ νόμενοι ὑπ’ ἐκείνου τοῦ ἀγαθοποιοῦ, καὶ τύχωσιν ἡ Σελή‐ νη καὶ τὸ ὅριον ἐν ᾧ ὑπάρχει ὁ ἐπιμερισμὸς ἐν ἀγαθοῖς τόποις, δηλοῖ ἀγαθὰ πολλὰ καὶ εὐτυχίας προδήλους,
ἀλλὰ διὰ τὴν κοινωνίαν τοῦ κακοποιοῦ ἔσται σύμμετρα τὰ136

138

ἀγαθά. εἰ δὲ 〈ὁ〉 ἐπιμερισμός ἐστιν ἀγαθοποιοῦ καὶ ὑπάρ‐ χει ἐν αὐτῷ κακοποιὸς ἐν τῷ καιρῷ τῆς ἐναλλαγῆς ἢ ἀκτὶς κακοποιοῦ, διὰ μὲν τὸν ἐπιμερισμὸν τοῦ ἀγαθοποιοῦ δηλοῖ 〈εὐ〉τυχίαν, διὰ δὲ τὴν ἀκτῖνα τοῦ κακοποιοῦ δηλοῖ ἐν‐
5αντιότητας, καὶ μάλιστα ἐὰν ὁ ἐπιμερίζων καὶ οἱ κύριοι τῶν ἐτῶν καὶ ἡ Σελήνη κεκακωμένοι ὑπάρχουσι καὶ ἐν τόποις ἀνοικείοις. Πέμπτον εἴπομεν εἶδος τὸ εἶναι ἐπιμερισμὸν ἀστέρος ἀγα‐ θοποιοῦ εἴτε κακοποιοῦ· ὑπάρχει δὲ ὁ ἐπιμερισμὸς κατὰ
10πῆξιν ἐν τόπῳ ἀνοικείῳ καὶ ἐν αὐτῷ κακοποιὸς ἢ ἀκτὶς κακοποιοῦ ἐξ οἱουδήποτε συσχηματισμοῦ καὶ οὐκ ἐπιβλέ‐ πεται τὸ ὅριον ὑπό τινος τῶν ἀγαθοποιῶν ἐνδυνάμου ἢ ἐφ‐ ορᾶται μὲν ὑπὸ ἀγαθοποιοῦ, ἀλλ’ ἀμυδρῶς καὶ ἐλαττόνων ὑπάρχει μοιρῶν ἤπερ ὁ κακοποιός, τύχῃ δὲ ἐν τοῖς ζῳδίοις
15ἐν οἷς ὑπάρχει ὁ ἐπιμερισμὸς κατὰ πῆξιν κακοποιὸς βλά‐ πτων ἅμα καὶ τὸν ἐπιμερίζοντα κατὰ πῆξιν ἢ τὸ ζῴδιον τοῦ ἔτους ἢ τὸν ὡροσκόπον τῆς ἐναλλαγῆς ἢ τοὺς δύο κυρίους αὐτῶν καὶ γένηται ἀποκαταστατικὸς ἐν τῇ ἐναλλαγῇ ὅτε καταντήσει ὁ ἐπιμερισμὸς εἰς τὸ σῶμα τοῦ ἀστέρος
20ἐκείνου ἢ τὴν ἀκτῖνα, ἀπαράβατος ὁ ἄνθρωπος ἐκεῖνος φονευθήσεται. εἰ δὲ ὁ ἐπιμερισμός ἐστί τινος ἀγαθοποιοῦ ἢ κακοποιοῦ, ὑπάρχει δὲ ἐν αὐτῷ σῶμα ἀγαθοποιοῦ ἢ ἀκτὶς καὶ ἐνυπάρχει αὐτῷ πάλιν σῶμα κακοποιοῦ ἢ ἀκτίς, τύχωσι δὲ καὶ οἱ κύριοι τῶν ἐτῶν ἐκείνων ἀγαθυνόμενοι
25ἅμα τῷ ἐπιμερίζοντι καὶ τῇ Σελήνῃ, περιπεσεῖται μὲν137

139

δυσχερέσι [σὶ] πλὴν σωθήσεται· εἰ δὲ ὑπάρχουσι τὰ ἀγα‐ θὰ σχήματα ἀμυδρά, τὰ δὲ ἐναντία ἐπικρατέστερα, οὐ σωθήσεται· εἰ δὲ τοιουτοτρόπως ἔχουσι τὰ προειρημένα σχήματα, ὑπάρχει δὲ κακοποιὸς ἐν τῷ ὁρίῳ ἢ ἀκτὶς
5κακοποιοῦ κατὰ τὸν καιρὸν τῆς ἐναλλαγῆς, οὐ σωθήσεται πλὴν ἐντίμως ἀποθανεῖται. Ἕκτον εἴπομεν εἶδος τὸ εἶναι τὸν ἐπιμερισμὸν κακο‐ ποιοῦ, διέποντος ἤτοι κυβερνῶντος σώματος κακοποιοῦ ἢ ἀκτῖνος· καὶ τὸ τοιοῦτον σχῆμα δηλοῖ περιστάσεις μεγά‐
10λας καὶ σωμάτων νόσους καὶ ἐμποδισμοὺς περὶ τὰς τοῦ βίου ἀναστροφάς, δέος δὲ μή ποτε τελευτήσῃ ἐν τῷ ἔτει ἐν ᾧ ὁ ἐπιμερίζων καὶ ἡ Σελήνη καὶ ὁ ὡροσκόπος τῆς ἐναλλαγῆς καὶ ὁ κύριος αὐτοῦ καὶ ὁ χρονοκράτωρ ὑπάρ‐ χουσι κεκακωμένοι, καὶ μάλιστα ὅτε τὸ ζῴδιον ἐν ᾧ ἐστιν
15ὁ ἐπιμερισμὸς ἦν τόπος κακοποιοῦ κατὰ πῆξιν ἢ κατὰ πάροδον κατὰ τὸν καιρὸν τῆς ἐναλλαγῆς. εἰ δὲ ὁ ἐπιμερί‐ ζων ἐστὶ κακοποιὸς καὶ συνεπιμερίζει τούτῳ κακοποιὸς εἴτε κατὰ σῶμα εἴτε κατ’ ἀκτῖνα, καὶ κατὰ τὸν καιρὸν τῆς ἐναλλαγῆς ἀκτινοβολήσει τοῦτον ἀγαθοποιός, οὐ
20ῥύσεται τὸν ἄνθρωπον ἀπὸ θανάτου, πλὴν ἔσται ἔντιμος ἐν τῇ νόσῳ αὐτοῦ καὶ εὖ ἕξει τὰ κατ’ αὐτὸν μέχρι τοῦ καιροῦ τοῦ θανάτου· εἰ δὲ ἐν τῷ καιρῷ τῆς ἐναλλαγῆς ἐπιβάλλει κακοποιὸς τὴν ἀκτῖνα αὐτοῦ, ὑποστήσεται ἀνάγκην πρὸ τοῦ θανάτου καὶ βασανισθήσεται ἐν τῇ νόσῳ
25καὶ βαρετὸς ἔσται τοῖς νοσοκομοῦσιν αὐτὸν καὶ τελευτήσει138

140

τελευτὴν ἐναντίαν· καὶ εἴπερ εἰσὶν οἱ προδηλωθέντες σημαντῆρες ἐν οἰκείοις τόποις, ἔσται ὁ θάνατος αὐτοῦ ἐν τῇ οἰκείᾳ πατρίδι παρὰ τοῖς συγγενέσιν αὐτοῦ· εἰ δ’ ἐν ἀλλοτρίοις, ἔσται παρὰ ἀλλοτρίοις.
5 Ἕβδομον εἶδος ἦν τὸ εἶναι τὸν ἐπιμερισμὸν ἀγαθο‐ ποιοῦ συνεπιμερίζοντος ἀγαθοῦ κατὰ σῶμα ἢ ἀκτινο‐ βολίαν καὶ 〈τὸ〉 ἀγαθύνεσθαι ἀμφοτέρους· καὶ ὅτε ἐστὶ σχῆμα τοιοῦτον, ἔσονται οἱ χρόνοι ἐκεῖνοι εὐτυχεῖς καὶ διαβόητοι ἐπ’ ἀγαθοῖς, καὶ μάλιστα 〈εἰ〉 ὅ τε ἐπιμερίζων
10καὶ τὸ ζῴδιον τοῦ ἔτους καὶ ὁ κύριος αὐτοῦ καὶ ὁ ὡρο‐ σκόπος τῆς ἐναλλαγῆς καὶ ἡ Σελήνη ἀκάκωτοι ὑπάρχουσι, καὶ μάλιστα ἐὰν ὁ ἐπιμερίζων καὶ ὁ κύριος τοῦ ἔτους ἀκτινοβολήσωσι τὸ ὅριον ἐκεῖνο· εἰ δὲ ὁ μὲν κακοῦται, ὁ δὲ ἀγαθύνεται, ἔσται σύμμικτα τὰ ἀποτελέσματα. εἰ δὲ
15ὁ ἐπιμερισμός ἐστί τινος ἀγαθοποιοῦ, συνεπιμερίζει δὲ τούτῳ σωματικῶς ἢ ἀκτινοβολικῶς κατὰ πῆξιν ἀγαθο‐ ποιός, τύχῃ δὲ κατὰ τὸν καιρὸν τῆς ἐναλλαγῆς ἐν τῷ τό‐ πῳ κακοποιὸς ἢ ἀκτὶς κακοποιοῦ, τεύξεται μὲν ὁ ἄνθρω‐ πος ἀγαθῶν, πλὴν οὐκ ἀδεῶς ἐπαπολαύσει τούτων, ἀλλὰ
20θορυβηθήσεται κατὰ τὴν φύσιν τοῦ κακοποιοῦ. πολλάκις δέ ἐστιν ὁ ἐπιμερισμὸς ὅριόν τινος ἀστέρος καὶ αὐτὸς 〈ὁ〉 ἀστὴρ συνεπιμερίζει σωματικῶς ἢ ἀκτινοβολικῶς ἐπὶ χρόνοις τισί, μεθίσταται δὲ ἔν τινι ἔτει ὁ ἐπιμερισμὸς εἰς ἕτερον ἐπιμερισμὸν καὶ παραδίδωσιν ὁ ἐπιμερίζων
25ἑτέρῳ ἐπιμερίζοντι, καὶ συνίστανται τρόποι ἕξ. πρῶτος τὸ ὅριον ὅπερ λέγεται πρῶτος ἐπιμερισμός. δεύτερος ὁ παραδιδοὺς τὸν ἐπιμερισμὸν ὃς λέγεται πρῶ‐
τος ἐπιμερίζων.139

141

τρίτος τὸ ὅριον εἰς ὃ μετέστη ὁ ἐπιμερισμός. δʹ ὁ ἐπιμερίζων ὁ βʹ. εʹ ὁ συνεπιμερίζων σωματικῶς ἢ ἀκτινοβολικῶς. Οὗτοι δὲ οἱ ἓξ τρόποι ἐν τῷ καιρῷ τῆς παραδόσεως καὶ
5παραλήψεως διαιροῦνται εἰς ἑτέρους τρόπους κδ, ὧν τέσ‐ σαρές εἰσι τῶν ἐπιμεριζόντων ἰδίᾳ· καὶ ὁ μὲν πρῶτός ἐστι τὸ μεθίστασθαι τὸν ἐπιμερι‐ σμὸν ἀπὸ ὁρίου ἀγαθοποιοῦ ἐπὶ ὅριον ἀγαθοποιοῦ. ὁ δὲ δεύτερος τὸ μεθίστασθαι ἀπὸ ὁρίου κακοποιοῦ
10ἐπὶ ὅριον κακοποιοῦ. τρίτος τὸ μεθίστασθαι ἀπὸ ὁρίου ἀγαθοποιοῦ ἐπὶ ὅριον κακοποιοῦ. δʹ τὸ μεθίστασθαι ἀπὸ ὁρίου κακοποιοῦ ἐπὶ ὅριον ἀγαθοποιοῦ.
15 Ἕτεροι δὲ τέσσαρες τρόποι συνίστανται ἀπὸ τῶν ἐπιμεριζόντων ἀγαθοποιῶν ἢ κακοποιῶν καὶ τῆς παρα‐ δόσεως καὶ τῆς παραλήψεως αὐτῶν· καὶ πρῶτος ὅτε παραδίδωσιν ἀγαθοποιὸς ἀγαθοποιῷ. δεύτερος ὅτε παραδίδωσι κακοποιὸς ἀγαθοποιῷ.
20τρίτος ὅτε παραδίδωσιν ἀγαθοποιὸς κακοποιῷ.140

142

δʹ ὅτε παραδίδωσι κακοποιὸς κακοποιῷ. Καὶ ἕτεροι η τρόποι λαμβανόμενοι ἐκ τῶν ἐπιμεριζόν‐ των καὶ συνεπιμεριζόντων αὐτοῖς ἀγαθοποιῶν ἢ κακο‐ ποιῶν σωματικῶς ἢ ἀκτινοβολικῶς·
5 ὧν πρῶτος τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἀπὸ ὁρίου ἀγαθοποιοῦ ἐπὶ ὅριον ἀγαθοποιοῦ συνεπιμερίζον‐ τος ἀγαθοποιοῦ. δεύτερος τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἀπὸ ὁρίου ἀγαθοποιοῦ ἐπὶ ὅριον ἀγαθοποιοῦ συνεπιμερίζοντος
10κακοποιοῦ. τρίτος τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἀπὸ ὁρίου κακοποιοῦ ἐπὶ ὅριον ἀγαθοποιοῦ συνεπιμερίζοντος ἀγα‐ θοποιοῦ. δʹ τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἀπὸ ὁρίου κακο‐
15ποιοῦ ἐπὶ ὅριον ἀγαθοποιοῦ συνεπιμερίζοντος κακο‐ ποιοῦ. εʹ τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἀπὸ ὁρίων ἀγαθο‐ ποιῶν ἐπὶ ὅρια κακοποιῶν συνεπιμερίζοντος ἀγαθοποιοῦ. ϛʹ τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἀπὸ ὁρίων ἀγαθο‐
20ποιοῦ ἐπὶ ὅρια κακοποιοῦ συνεπιμερίζοντος κακοποιοῦ. ζʹ τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἀπὸ ὁρίων κακο‐ ποιοῦ ἐπὶ ὅρια κακοποιοῦ συνεπιμερίζοντος ἀγαθοποιοῦ. ηʹ τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἀπὸ ὁρίων κακο‐
ποιοῦ ἐπὶ ὅρια κακοποιοῦ συνεπιμερίζοντος κακοποιοῦ.141

143

Συνίστανται δὲ καὶ ἕτεροι ὀκτὼ τρόποι τῶν ἐπιμερι‐ ζόντων ἀγαθοποιῶν τε καὶ κακοποιῶν σωματικῶς ἢ ἀκτινοβολικῶς ἔν τε ταῖς παραδόσεσι καὶ ταῖς παραλή‐ ψεσιν·
5 ὧν πρῶτος τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἀπὸ ἀγαθοποιοῦ ἐπὶ ἀγαθοποιὸν ἐν ὁρίοις ἀγαθοποιοῦ. δεύτερος τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἀπὸ [ὁρίου] ἀγαθοποιοῦ ἐπὶ ἀγαθοποιὸν ἐν ὁρίοις κακοποιοῦ. τρίτος τὸ μεθίστασθαι ἀπὸ 〈κακοποιοῦ ἐπὶ〉 ἀγαθοποιὸν
10ἐν ὁρίοις ἀγαθοποιοῦ. δʹ τὸ μεθίστασθαι ἀπὸ κακοποιοῦ εἰς ἀγαθοποιὸν ἐν ὁρίοις κακοποιοῦ. εʹ τὸ μεθίστασθαι ἀπὸ ἀγαθοποιοῦ ἐπὶ κακοποιὸν ἐν ὁρίοις ἀγαθοποιοῦ.
15 ϛʹ τὸ μεθίστασθαι ἀπὸ ἀγαθοποιοῦ ἐπὶ κακο‐ ποιὸν ἐν ὁρίοις κακοποιοῦ. ζʹ τὸ μεθίστασθαι ἀπὸ κακοποιοῦ ἐπὶ κακοποιὸν ἐν ὁρίοις ἀγαθοποιοῦ. ηʹ τὸ μεθίστασθαι ἀπὸ κακοποιοῦ ἐπὶ κακοποιὸν ἐν
20ὁρίοις κακοποιοῦ. Κατὰ τοὺς κδ οὖν τρόπους τούτους γίνονται αἱ μετα‐ θέσεις· συνίστανται δὲ καὶ τῶν σημασιῶν αὐτῶν τρόποι ιβ κατὰ συζυγίαν λεγόμενοι· ὧν πρῶτος τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἀπὸ ὁρίων
25ἀγαθοποιῶν ἐπὶ ὅρια ἀγαθοποιῶν ἢ παραδοῦναι σῶμα ἢ142

144

ἀκτῖνα ἀγαθοποιοῦ σώματι ἢ ἀκτῖνι ἑτέρου ἀγαθοποιοῦ· ταῦτα γὰρ ἐπίμονον δηλοῖ τὴν εὐτυχίαν 〈καὶ〉 μετάβασιν ἀπὸ εὐτυχίας ἐπὶ εὐτυχίαν. δεύτερος τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἢ τὸν ἐπι‐
5μερίζοντα ἀπὸ κακοποιοῦ ἐπὶ ἀγαθοποιόν· καὶ δηλοῖ μετάβασιν ἀπὸ δυστυχίας καὶ ταπεινότητος ἐπὶ δόξαν καὶ ὕψος. τρίτος τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἢ τὸν ἐπιμερί‐ ζοντα ἀπὸ ἀγαθοποιοῦ ἐπὶ κακοποιόν· καὶ δηλοῖ μετά‐
10βασιν ἀπὸ ἀγαθῶν ἐπὶ κακὰ καὶ ἐπὶ φόβους θανάτου. δʹ τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν καὶ τὸν ἐπιμερί‐ ζοντα ἀπὸ κακοποιοῦ ἐπὶ κακοποιόν· καὶ δηλοῖ κατ’ ἐκεῖνον τὸν καιρὸν ἐγκυλινδεῖσθαι τὸν ἄνθρωπον ἀπὸ κακοῦ εἰς κακὸν καὶ ἀπὸ συμπτωμάτων εἰς συμπτώματα
15καὶ φόβους θανατικούς. Καὶ οὗτοι μὲν οἱ τέσσαρες τρόποι ἁπλᾶς συζυγίας εἰσίν· οἱ δὲ ἕτεροι η συζυγίας διπλῆς· ὧν πρῶτος τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἀπὸ ὁρίων ἀγαθοποιοῦ ἐπὶ ὅρια ἀγαθοποιοῦ ἐπιμερίζοντος
20ἀγαθοποιοῦ καὶ παραδοῦναι τὸν ἐπιμερίζοντα ἀγαθο‐ ποιὸν ὄντα ἑτέρῳ ἀγαθοποιῷ ἐν ὁρίοις ἀγαθοποιοῦ· δη‐
λοῖ γὰρ ἐν ἐκείνῳ τῷ ἔτει εὐτυχίαν καὶ δαψίλειαν ἀγαθῶν.143

145

βʹ τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἀπὸ ὁρίων ἀγα‐ θοποιῶν ἐπὶ ὅρια [ἐπὶ ὅρια] ἀγαθοποιῶν ἐπιμερίζοντος κακοποιοῦ ἢ παραδοῦναι ἀγαθοποιὸν ἀγαθοποιῷ ἐν ὁρίοις κακοποιοῦ· δηλοῖ γὰρ ἐν ἐκείνῳ τῷ ἔτει διὰ τὴν τῶν
5ἀγαθοποιῶν ἐπικράτειαν εὐτυχίαν πλὴν οὐκ ἄκρατον καὶ ἀκηλίδωτον διὰ τὴν τοῦ κακοποιοῦ φύσιν. γʹ τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἀπὸ ὁρίων κακο‐ ποιῶν ἐπὶ ὅρια ἀγαθοποιῶν ἐπιμερίζοντος ἀγαθοποιοῦ ἢ παραδοῦναι κακοποιὸν ἀγαθοποιῷ ἐν ὁρίοις ἀγαθο‐
10ποιοῦ· δηλοῖ δὲ ἐν τῷ τοιούτῳ ἔτει ἀπὸ δυστυχίας μετά‐ βασιν ἐπὶ εὐτυχίαν. δʹ τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἀπὸ ὁρίων κακο‐ ποιοῦ ἐπὶ ὅρια ἀγαθοποιοῦ συνεπιμερίζοντος κακοποιοῦ ἢ παραδοῦναι κακοποιὸν ἀγαθοποιῷ ἐν ὁρίοις κακοποιοῦ·
15καὶ δηλοῖ τῷ τοιούτῳ ἔτει μεσότητα κατά τε εὐτυχίαν καὶ δυστυχίαν καὶ ἐν ἀγαθοῖς 〈καὶ〉 κακοῖς, πλὴν τὰ καλὰ ἔσται ἐπικρατέστερα. εʹ τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἀπὸ ὁρίων ἀγαθο‐ ποιῶν ἐπὶ ὅρια κακοποιῶν συνεπιμερίζοντος ἀγαθο‐
20ποιοῦ ἢ παραδοῦναι ἀγαθοποιὸν κακοποιῷ ἐν ὁρίοις ἀγα‐ θοποιοῦ· καὶ δηλοῖ τῷ ἔτει ἐκείνῳ μεσότητα ἀγαθῶν τε καὶ πονηρῶν, καὶ τὰ κακὰ ἔσται ἐπικρατέστερα. ϛʹ τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἀπὸ ὁρίων ἀγαθο‐
ποιῶν ἐπὶ ὅρια κακοποιοῦ συνεπιμερίζοντος κακοποιοῦ144

146

ἢ παραδοῦναι τὸν ἐπιμερίζοντα ἀγαθοποιὸν ὄντα κακο‐ ποιῷ ἐν ὁρίοις κακοποιοῦ· καὶ δηλοῖ ἐν τῷ τοιούτῳ ἔτει ἐναντιότητας καὶ βλάβας πολλὰς καὶ συμπτώματα καὶ φόβους θανατικούς.
5 ζʹ τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἀπὸ ὁρίων κακο‐ ποιῶν ἐπὶ ὅρια κακοποιοῦ συνεπιμερίζοντος ἀγαθοποιοῦ ἢ παραδοῦναι κακοποιὸν κακοποιῷ ἐν ὁρίοις ἀγαθοποιοῦ καὶ δηλοῖ τῷ ἔτει ἐκείνῳ βλάβας μεγίστας καὶ φόβους ἀπὸ θανάτου.
10 ηʹ τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἀπὸ ὁρίων κακο‐ ποιοῦ ἐπὶ ὅρια κακοποιοῦ ἐπιμερίζοντος κακοποιοῦ ἢ παραδοῦναι κακοποιὸν κακοποιῷ ἐν ὁρίοις κακοποιοῦ· καὶ σημαίνει τῷ τοιούτῳ ἔτει εἴδη πολλὰ ἐναντιώσεων καὶ θανάτου φόβους. καὶ τὸ μεῖζον κακὸν τὸ εἶναι πάντας
15κακοποιούς. Τὸ δὲ εἶδος τῶν ἀγαθῶν καὶ τῶν κακῶν διαγινώσκεται ἀπό τε τῆς τοῦ ἀστέρος φύσεως καὶ τῆς φύσεως τοῦ οἴκου αὐτοῦ καὶ τοῦ τόπου κατά τε πῆξιν καὶ κατὰ πάροδον. ἰσχυροτέραν δὲ δύναμιν ἔχει τῶν τριῶν ὁ ἐπιμερίζων,
20δευτέραν δὲ ὁ συνεπιμερίζων σωματικῶς· τὸ γὰρ ἀκτινο‐ βολικὸν ἀδρανές. τῶν δὲ ἀκτινοβολιῶν δυνατωτέρα ἡ διάμετρος, εἶτα ἡ τετράγωνος, εἶτα ἡ τρίγωνος· ἡ δὲ ἑξά‐ γωνος ἀσθενεστάτη. ταῦτα δὲ ἃ προείπομεν περὶ τοῦ συν‐ επιμερίζοντος οὐ δεῖ λαμβάνειν κατὰ πάροδον, ἀλλὰ κατὰ
25πῆξιν. Ὅτε δὲ καταντήσει ὁ περίπατος ἀπό τε τοῦ ὡρο‐ σκόπου καὶ τῶν λοιπῶν ἀφετῶν ἐπί τινα τῶν ἀπλανῶν ἀστέρων τῶν σημαινόντων εὐτυχίαν, ὁ δὲ τοιοῦτος ἀστὴρ προεδήλου κατὰ τὴν πῆξιν εὐτυχίαν, τὸ τηνι‐
30καῦτα ἐνδείξεται τὴν οἰκείαν ἐνέργειαν. εἰ δὲ κατὰ πῆξιν145

147

οὐκ εἶχέ τινα σημασίαν, μέρος τι παρεισφέρει εὐτυχίας κατὰ τὴν φύσιν τοῦ πλανήτου ἀστέρος οὕτινος ὁ ἀπλανὴς τῇ κράσει συγκέκραται. ὅτε δὲ καταντήσει ὁ περίπατος ἐπί τινα κακοποιὸν ἀστέρα τῶν ἀπλανῶν τὸν δηλοῦντα
5τύφλωσιν ὀμμάτων ἢ βιαιοθανασίας καὶ φόνους, ἀναφανή‐ σεται τηνικαῦτα μέρος τι τῆς ἐνεργείας τοῦ ἀστέρος. Ὅσα δὲ προείπομεν ἐν τῷ παρόντι ἡμῶν συγγράμματι ὅτι δηλοῦσι θάνατον τοῦ τὴν ἐναλλαγὴν ἔχοντος ἔν τε τοῖς ἐπιμερισμοῖς καὶ τοῖς περιπάτοις τότε γενήσονται ὅτε
10καὶ οἱ χρόνοι ἐκεῖνοι συμφωνήσουσι τῷ ἀριθμῷ τῶν χρό‐ νων τῆς ζωῆς ὧν ἐδήλου κατὰ πῆξιν ὁ ἀφέτης ἢ τούτων ἐγγύς· τὸ δ’ αὐτὸ νοείσθω σοι ἐπί τε θανάτου γονέων καὶ ἀδελφῶν καὶ ἑτέρων. εἰ γὰρ ἡ ἐναλλαγὴ τοῦ χρόνου θά‐ νατον δηλοῖ καὶ ἀπώλειαν, οὐ τύχῃ δὲ τὸ τηνικαῦτα τὸ
15πλήρωμα τῶν ἐτῶν ὧν ἐσήμανεν ὁ ἀφέτης, θάνατος μὲν οὐ γενήσεται, σύμπτωμα δὲ μέγα καὶ κινδυνῶδες.
17t〈Τρίτον〉. Περὶ τῆς σημασίας τοῦ Κρόνου ἐπι‐
18tμερίζοντος καὶ περὶ τοῦ συνεπιμερισμοῦ τῶν
19tἀστέρων πρὸς αὐτόν
20 Ὅτε ποιήσεις τὸν περίπατόν τινος τῶν ἀφετῶν, ἢ τοῦ Ἡλίου ἢ τῆς Σελήνης ἢ τοῦ ὡροσκόπου ἢ τοῦ κλήρου τῆς τύχης ἢ τῆς μοίρας τῆς συνόδου ἢ τῆς μοίρας τῆς πανσελή‐
νου, γνῶθι τὸν ἐπιμερίζοντα εἴτε σωματικῶς εἴτε ἀκτινο‐146

148

βολικῶς. ἔχει γὰρ ἕκαστος ἰδίαν σημασίαν ἀγαθῶν ἢ κακῶν· καὶ δυναμικώτερος μὲν τῶν ἄλλων ὁ ἐπιμερίζων ἀπὸ τοῦ ἀφέτου, εἶτα ὁ συνεπιμερίζων αὐτῷ· οἱ δὲ λοιποὶ ἀδρανεῖς εἰσι τὴν δύναμιν.
5 Ὅτε οὖν ἐπιμερίζει ὁ Κρόνος μή τινος ἀστέρος ἐκεῖνα τὰ ὅρια ἀκτινοβολοῦντος μήτε τὸν Κρόνον ἐφορῶντος, δηλοῖ τῷ ἔτει ἐκείνῳ νόσους μακρὰς ἀπὸ ψυχρότητος καὶ παχέος φλέγματος καὶ βλάβης γαστρὸς καὶ λιθιάσεως καὶ φθίσεως καὶ οἰδήματος καὶ μελαγχολικῶν νόσων καὶ
10φροντίδων καὶ κατηφείας καὶ στυγνότητος καὶ μεταμε‐ λείας καὶ συγχύσεως καὶ βίας καὶ ἐκεχειρίας τῶν ὠφελί‐ μων πράξεων καὶ πλήθους ἐρίδων καὶ ἀθυμίας ἐπί τισι γεγονόσι καὶ κακοοικονομίας. Εἰ δὲ ὁ αὐτὸς Κρόνος ἐπιμερίζων ἐπιβλέπει τὰ ὅρια, δηλοῖ
15θάνατον τοῦ ἔχοντος τὸ γενέθλιον ἐν ἐκείνῳ τῷ ἐπιμερι‐ σμῷ. εἰ δὲ ὁ Ζεὺς συνεπιμερίζει αὐτῷ, δηλοῖ ἀνάλυσιν τῶν κακῶν καὶ βλάβην τοῦ γεννηθέντος ἀπὸ γονέων καὶ παίδων. εἰ δὲ ὁ Ἄρης συνεπιμερίζει τούτῳ, δηλοῖ συμπτώματα καὶ βλάβας ἀπὸ ἀδελφῶν· εἰ δὲ ὁ Ἄρης συσχηματίζεται τῷ
20Κρόνῳ μὴ ἐφορώντων τῶν ἀγαθοποιῶν, θάνατον δηλοῖ καὶ νόσους τινὰς καὶ ἐγκεφάλων βλάβην καὶ νεύρων, ἐπι‐ κρατήσουσι 〈δὲ〉 οἱ ἐχθροὶ αὐτοῦ. εἰ δὲ συνεπιμερίζει τῷ Κρόνῳ ὁ Ἥλιος ἀκάκωτος ὤν, δηλοῖ θανάτου μὲν ῥυσθῆναι τὸν ἄνθρωπον, λύπας δὲ ὑποστῆναι· ἴσως δὲ
25ὁ πατὴρ αὐτοῦ τελευτήσει καὶ διαφόρους ὑποστήσεται147

149

λύπας. εἰ δὲ συνεπιμερίζει αὐτῷ ἡ Ἀφροδίτη, συζευχθή‐ σεται γυναικὶ καὶ τεχθήσεται αὐτῷ παῖς καὶ λύπας ὑπο‐ στήσεται καί τις τῶν παίδων αὐτοῦ τελευτήσει καὶ τῶν γυ‐ ναικῶν. εἰ δὲ συνεπιμερίζει τούτῳ ὁ Ἑρμῆς, δηλοῖ βλάβην
5παρὰ δούλων καὶ διὰ μαθήσεις καὶ ψηφηφορίας καὶ γρα‐ φὰς καὶ τὰς δόσεις καὶ τὰς λήψεις καὶ τὰς πράσεις καὶ τὰς ἀγορα〈σία〉ς· εἰ δὲ ὁ Ἑρμῆς ἀκτινοβολεῖ τὸν τόπον ἐκεῖνον καὶ ἐφορᾶται παρὰ τοῦ Ἄρεως, δηλοῖ βλάβην διὰ ψεῦδος καὶ πλαστογραφίας καὶ σκαιωρίας καὶ δόλους καὶ διά τινας
10λόγους ἢ πράξεις. εἰ δὲ συνεπιμερίζει τούτῳ ἡ Σελήνη, δηλοῖ πλῆθος φροντίδων καὶ ἀθυμιῶν καὶ βίου ἀνωμαλίας καὶ συνταράξεως πραγμάτων καὶ οἰκονομιῶν καὶ πᾶν ὃ ἐγχειρίσει ἐμποδισθήσεται καὶ ἢ ἡ μήτηρ αὐτοῦ ἢ αἱ ἀδελ‐ φαὶ αὐτοῦ τελευτήσουσιν· εἰ δὲ μὴ τελε〈υ〉τήσουσιν, ὑπο‐
15στήσονται κλιμακτῆρας βαρεῖς· καὶ ἐν τῷ τοιούτῳ καιρῷ ἐν πάσαις ταῖς αὐτοῦ πράξεσιν ἐμποδισθήσεται. Εἰ δὲ ὁ Κρόνος ἐπιμερίζων ὑπάρχει κατὰ πῆξιν ἀκάκω‐ τος καὶ ἐν τόπῳ ἀγαθῷ, ἐφορᾶται δὲ ὑπὸ τοῦ Διός, δηλοῖ ὡς ὁ γεννηθεὶς ὠφεληθήσεται διά τι τῶν κειμηλίων καὶ
20διά τινων ἀρχαίων πραγμάτων ὡσαύτως καὶ δι’ ἐγγαίων καὶ οἰκημάτων καὶ διὰ πάντων τῶν πραγμάτων ὧν ἐπέχει ὁ Κρόνος. τότε δὲ γίνεται μάλιστα ἡ ἐπισημασία τῶν ἀστέρων ὅτε ἀκτινοβολήσουσι τὸ ὅριον ἐκεῖνο καθὼς
εἴπομεν καὶ πρότερον.148

150

(1t)

〈Τέταρτον〉. Περὶ τῆς σημασίας τοῦ Ζηνὸς ὅτε
2tὑπάρχει ἐπιμερίζων καὶ τῆς συνεπισημασίας τῶν
3tσυνεπιμεριζόντων αὐτῷ ἀστέρων
4Ὅτε ἐπιμερίζει ὁ Ζεὺς μὴ συνεπιμερίζοντος αὐτῷ τινος
5τῶν ἀστέρων ἢ ἐφορῶντος, ὑπάρχει δὲ ἐν τῷ κατὰ πῆξιν θέματι ἐν ἀγαθῷ τόπῳ, δηλοῖ συζευχθήσεσθαι τὸν τοιοῦ‐ τον γυναικὶ ἀγαθῇ ἐν τῷ καιρῷ τοῦ ἐπιμερισμοῦ καὶ γνησίους 〈εἶναι〉 αὐτοῦ παῖδας· καὶ συνομιλήσει βασι‐ λεῦσι καὶ ἄρχουσι καὶ ἐνδόξοις 〈συμ〉πολίταις αὐτοῦ καὶ
10προστεθήσεται ἡ ἀξία αὐτοῦ καὶ ἡ δόξα καὶ ἡ τιμή. καὶ εἰ μέν ἐστιν ὁ γεννηθεὶς τῆς μέσης τύχης, ἄρξει τῶν τῆς αὐτῆς τάξεως ὑπαρχόντων καὶ κυριεύσει αὐτῶν ἐν τῇ ἰδίᾳ πατρίδι καὶ πλοῦτον ἐπικτήσεται· εἰ δὲ τῆς ἄνω τύχης ὑπάρχει, τεύξεται ἐξουσίας κατὰ πόλεων καὶ θε‐
15μάτων καὶ τῶν ἐν αὐτοῖς οἰκούντων καὶ προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ ὁ πλοῦτος καὶ γεννηθήσεται παιδίον ἢ τῷ παιδὶ αὐτοῦ παῖς. Εἰ δὲ συνεπιμερίζει τούτῳ ὁ Κρόνος, δηλοῖ ὡς διαφθείρει τὸν πατρῷον πλοῦτον καὶ τὸν προγονικὸν καὶ
20συγγενικὸν τὸν ἀπὸ τοῦ πατρὸς καὶ βλαβήσεται παῖς αὐτοῦ καὶ οἱ γονεῖς καὶ λυπηθήσεται καὶ ἀθυμήσει καὶ κλαύσεται καὶ ἀργία ἔσται ἐν ταῖς πράξεσι αὐτοῦ καὶ ὅσα
ἐπιζητεῖ ἐμποδισθήσεται καὶ [μὴ] κακοοικονόμητος ἔσται149

151

καὶ νοσήσει διαφόρους νόσους καὶ ἀνακλιθήσεται. εἰ δὲ συνεπιμερίζει τῷ Διῒ ὁ Ἄρης, δηλοῖ σύγχυσιν ὧν εἴπομεν ἀγαθῶν ὧν σημαίνει ὁ Ζεὺς καὶ ἐλάττωσιν καὶ ὕφεσιν αὐτῶν. εἰ δὲ ὁ Ἥλιος συνεπιμερίζει τῷ Διΐ, δηλοῖ κυριεῦ‐
5σαι αὐτὸν ἀρχῆς τινος καὶ πράξεως καὶ προστεθῆναι τὸν πλοῦτον αὐτοῦ καὶ τὴν εὐτυχίαν καὶ τὴν δόξαν καὶ τὴν ἀξίαν καὶ ὁμιλῆσαι ἄρχουσι καὶ βασιλεῦσι· καὶ πολλοὶ τῇ πύλῃ αὐτοῦ προσελεύσονται καὶ τούτου δεηθήσονται καὶ ἔντιμος ἔσται καὶ ἀνώτερος πάσης βλάβης καὶ μακαριστὸς
10καὶ εὐφρανθήσεται ἐπὶ γονεῦσι καὶ πάπποις καὶ συγγε‐ νέσι καὶ ἐπὶ διαφόροις πράγμασι καὶ κλῆρον ἐπικτήσεται γονικόν. εἰ δὲ συνεπιμερίζει τῷ Διῒ ἡ Ἀφροδίτη, δηλοῖ τοῦτον συζευχθῆναι γυναικὶ ἀγαθῇ συγγενίδι ἢ ἐνδόξῳ καὶ ἐπικτήσασθαι παῖδα ἀγαθὸν καὶ εὐφρανθήσεσθαι ἐπὶ
15γυναιξὶ καὶ ὠφεληθήσεσθαι δι’ αὐτῶν καὶ προσκείσεσθαι μελοποιΐαις καὶ παιδιαῖς καὶ ἀπολαύσεσιν καὶ τεύξεσθαι εὐτυχιῶν ἀξιολόγων· εἰ δὲ κατὰ πῆξιν συσχηματίζεται ὁ Ζεὺς τῇ Ἀφροδίτῃ, προστεθήσεται ἡ εὐτυχία αὐτοῦ καθ’ ἑκάστην ἡμέραν καὶ ἀξιόλογον ἐπικτήσεται πλοῦτον καὶ
20προστεθήσεται ὁ ἱματισμὸς αὐτοῦ καὶ βασιλικὰ ἐνδύσε‐ ται ἱμάτια καὶ σχῆμα περιτεθήσεται βασιλέως καὶ πλη‐ θυνθήσεται ἡ εὐφροσύνη αὐτοῦ· εἰ δὲ τῆς μέσης ἐστὶ τύχης ὁ ἄνθρωπος, μετρίως τῶν τοιούτων τεύξεται. εἰ δὲ συνεπιμερίζει τῷ Διῒ ὁ Ἑρμῆς καὶ ὑπάρχει ἀκάκωτος,
25δηλοῖ εὐφροσύνην καὶ ὠφέλειαν διὰ μαθημάτων καὶ παι‐ δεύσεως καὶ προσθήκην ῥητορείας καὶ σοφίας καὶ φιλιω‐
θήσεται ἐνδόξοις καὶ περιφανέσι [καὶ οὐ ξηρίοις] καὶ150

152

διοικηταῖς τῶν πραγμάτων καὶ ἔσται εὐεπίτευκτος καὶ εὐεπήβολος ἐν ταῖς οἰκονομίαις αὐτοῦ καὶ ταῖς πράξεσι καὶ εὐοδωθήσεται ἐν ταῖς ἀνὰ χεῖρα αὐτοῦ δουλείαις καὶ εὐφρανθήσεται ἐπὶ τέκνοις καὶ προστεθήσεται ἡ εὐτυχία
5αὐτοῦ καὶ βελτιωθήσεται ἐν τῷ δόγματι αὐτοῦ· εἰ δὲ ὁ Ἑρμῆς ἐστι κεκακωμένος, ἔσται ἐλάττονα τὰ εἰρημένα καὶ τεύξεται μὲν τούτων, πλὴν σύγχυσιν ὑποστήσεται δι’ αὐτά. εἰ δὲ συνεπιμερίζει τῷ Διῒ ἡ Σελήνη, δηλοῖ ὑγείαν σώματος καὶ εὐεξίαν καὶ δόξαν καὶ εὐτυχίαν· καὶ εὐφραν‐
10θήσεται ἐπὶ ἀδελφαῖς καὶ μητρὶ καὶ τεύξεται ὧν ἤλπιζε καὶ ἐπαινεθήσεται παρὰ πολλῶν καὶ οἰκειωθήσεται βασιλεῦσι καὶ πρόθυμος ἔσται ἐν τοῖς ἔργοις αὐτοῦ.
13t〈Πέμπτον〉. Περὶ τοῦ ἐπιμερισμοῦ τοῦ Ἄρεως
14tκαὶ τῶν συνεπιμεριζόντων αὐτῷ ἀστέρων
15 Ὅτε ἐπιμερίζει ὁ Ἄρης μηδενὸς συνεπιμερίζοντος αὐτῷ ἀστέρος μήτε μὴν ἐπιμαρτυροῦντος, τύχῃ δὲ κατὰ πῆξιν ἀκάκωτος (ἰδὲ καὶ εἰ μέν ἐστιν ὁ γεννηθεὶς τύχης περι‐ φανοῦς), δηλοῖ στρατηγίας μεγίστας καὶ ἀρχὴν παμμεγέ‐ θη· καὶ πλῆθος στρατιωτῶν καὶ ἰδιωτῶν ἐπισυναχθή‐
20σεται τῇ πύλῃ αὐτοῦ καὶ προστεθήσεται ἡ ἀνδρεία αὐτοῦ καὶ τὰ ὅπλα καὶ τὰ ὑποζύγια· ἱππασίᾳ τε χρήσεται καὶ κατακυριεύσει τῶν ἐχθρῶν αὐτοῦ· χρυσόν τε καὶ ἄργυρον ἐπικτήσεται καὶ πλοῦτον δαψιλῆ καὶ τροπαιοῦχος ἔσται·
πολέμοις τε χρήσεται καὶ θράσει καὶ ἀδικίᾳ· εἰ δὲ τῆς151

153

μέσης τύχης ἐστὶν ὁ γεννηθείς, δηλοῖ οἰκείωσιν τούτου πρὸς ἐξουσιαστὴν ἐξ οὗ καὶ τεύξεται ὠφελείας καὶ 〈προσ〉‐ τεθήσεται ὁ πλοῦτος αὐτοῦ καὶ ἄρξει τινῶν καὶ ἐπίσημος ἔσται παρὰ τοῖς κατ’ αὐτόν· εἰ δὲ τῆς κάτω τύχης ἐστί,
5φιλιωθήσεται πρός τινας ἄρχοντας καὶ εὐτυχήσει δι’ αὐ‐ τῶν. εἰ δὲ κεκακωμένος ἐστὶν ὁ Ἄρης, δηλοῖ νόσον σωμα‐ τικὴν ἀπὸ θερμότητος καὶ ἀποστημάτων καὶ αἱμορροίας, ἔτι δὲ καὶ λύπας καὶ φιλονεικίας καὶ ἀχρήστους ἀπο‐ δημίας, καὶ μάλιστα ὅτε ὑπάρχει ὁ Ἄρης χρονοκράτωρ
10κεκακωμένος. Εἰ δὲ συνεπιμερίζει τούτῳ ὁ Κρόνος, τύχῃ δὲ συσχημα‐ τιζόμενος αὐτῷ ἐναντίῳ σχήματι, δηλοῖ νόσον μακρὰν καὶ καχεξίαν σώματος καὶ κίνησιν χυμῶν καὶ νωχελίαν ἐν ταῖς πράξεσιν καὶ πλῆθος φροντίδων καὶ φυγὴν ἐκ τῆς
15οἰκίας αὐτοῦ· ἴσως δὲ καὶ περιπεσεῖται ἐχθροῖς αὐτοῦ καὶ διαφόροις συμφοραῖς περιπλακήσεται· εἰ δὲ ὁ Ἄρης καὶ ὁ Κρόνος κεκακωμένοι ὁμοῦ ὦσιν, ἴσως καὶ βιαίῳ θανάτῳ περιπεσεῖται ἢ φόνῳ αἰσχρῷ. εἰ δὲ συνεπιμερίζει τῷ Ἄρει ὁ Ζεὺς καὶ ὑπάρχει ὁ Ἄρης ἀκάκωτος κατὰ πῆξιν
20καὶ ἐν οἴκῳ τοῦ Ζηνὸς ἐφορώμενος ὑπ’ αὐτοῦ, τεύξεται εὐτυχίας μείζονος καὶ μετὰ ἀνέσεως καὶ εὐοδώσεως διευθετήσει τὰς πράξεις αὐτοῦ καὶ δικαιοσύνῃ χρήσεται καὶ ἀρίστῃ τάξει καὶ ἔργοις ἀγαθοῖς, καὶ μάλιστα εἰ ὁ Ἥλιος τὸν Δία ἐφορᾷ κατὰ πῆξιν συμφώνῳ σχήματι·
25τηνικαῦτα γὰρ καὶ πρὸς βασιλεῖς οἰκειωθήσεται. εἰ δὲ κεκακωμένος ὑπάρχει ὁ Ζεύς, ἐναντιώματα ὑποστήσεται
παρὰ διοικητῶν καὶ ἐξουσιαστῶν καὶ ἐχθρανθήσονται152

154

πρὸς αὐτὸν περιφανῆ πρόσωπα καὶ προφάσει τέκνων βλαβήσεται. εἰ δὲ ὁ Ἄρης ἑαυτῷ συνεπιμερίζει καὶ ὑπ‐ άρχει κεκακωμένος, περιπεσεῖται χερσὶν ἐχθρῶν αὐτοῦ καὶ λῃσταῖς καὶ παντοίοις δεινοῖς περιπλακήσεται
5καὶ δέος μή ποτε καὶ τελευτήσῃ. ὁ δὲ ἐπιμερισμός ἐστιν τοῦ Ἄρεως καὶ συνεπιμερίζει τούτῳ ὁ Ἥλιος, βλαβήσεται παρὰ γονέων καὶ βασιλέων καὶ μεγιστάνων καὶ συνοχὰς καὶ φυλακὴν ὑποστήσεται καὶ νόσους ἀπὸ θερμότητος καὶ πυρκαιᾶς· εἰ δὲ κεκακωμένοι εἰσί, δέος μή ποτε καὶ τελευ‐
10τήσῃ. εἰ δὲ τοῦ Ἄρεως ἐπιμερίζοντος συνεπιμερίζει τού‐ τῳ ἡ Ἀφροδίτη, ὑποστήσεται βλάβας παρὰ συγγενῶν καὶ τέκνων ἢ τῇ προφάσει αὐτῶν. εἰ δὲ τοῦ Ἄρεως ἐπιμερί‐ ζοντος συνεπιμερίζει τούτῳ ὁ Ἑρμῆς, πείσεται διαφόρους περιστάσεις καὶ αἰσχύνας καὶ πολλοὶ κατηγορήσουσιν
15αὐτὸν καὶ βλάβας ὑποστήσεται παρὰ τῶν ἐχθρῶν αὐτοῦ καὶ παρά τινων νοταρίων καὶ προφάσει γραμμάτων καὶ ψεύδους καὶ πλαστογραφίας καὶ φιλονεικιῶν καί τινων πράξεων παρ’ αὐτοῦ πραττομένων. εἰ δὲ ὁ ἐπιμερισμός ἐστι τοῦ Ἄρεως καὶ συνεπιμερίζει τούτῳ ἡ Σελήνη,
20ὑποστήσεται νόσους καὶ τῆξιν σώματος καὶ φιλονεικίας διαφόρους καὶ λυπηθήσεται διά τινας οἰκονομίας, ἔτι δὲ καὶ διά τινας πρεσβείας καὶ ἀγγελίας καὶ φήμας καὶ
μητέρα καὶ θηλείας ἀδελφάς.153

155

(1t)

〈Ἕκτον〉. Περὶ τοῦ ἐπιμερισμοῦ τῆς Ἀφροδίτης
2tκαὶ τῶν συνεπιμεριζόν〈των〉 αὐτῇ ἀστέρων
3 Ὅτε ἐπιμερίζει ἡ Ἀφροδίτη μόνη μηδενὸς συνεπιμερί‐ ζοντος αὐτῇ ἀστέρος ἢ συσχηματιζομένου καὶ ὑπάρχει
5ἀκάκωτος, δηλοῖ γάμον ἀγαθὸν καὶ συμφέροντα καὶ εὐφροσύνην ἐπὶ γυναιξὶ καὶ ὠφέλειαν παρὰ τεθηλυμένων ἀνδρῶν οἷον εὐνούχων καὶ τῶν ὁμοίων καὶ παρὰ βασι‐ λέων καὶ υἱῶν βασιλέων καὶ ἐπι[εὐ]τυχίαν εὐτυχιῶν δια‐ φόρων καὶ μάλιστα ἐν τοῖς καιροῖς ἐν οἷς ὑπάρχει χρονο‐
10κράτωρ ἡ Ἀφροδίτη ἢ ἐν ᾧ καιρῷ καταντᾷ ὁ χρόνος εἰς τὸ ζῴδιον ἐν ᾧ ἦν ὁ κλῆρος τοῦ γάμου· καὶ εἰ ἔστιν ὁ γεν‐ νηθεὶς τῆς ἄνω τύχης, ἔσται ἐν ἐκείνῳ τῷ ἐπιμερισμῷ πολύτροφος καὶ ἀφθονίαν βίου ἔχων καὶ προστεθήσον‐ ται αἱ γυναῖκες αὐτοῦ καὶ οἱ φίλοι καὶ εὐφρανθήσεται ἐπ’
15αὐτοῖς, κἀκεῖνοι εὐφρανθήσονται ἐπ’ αὐτῷ, καὶ προσ‐ κείσεται διηνεκῶς ᾄσμασι καὶ μελῳδίαις καὶ ἀγαλλιάσεσι καὶ χαρᾷ· εἰ δὲ τῆς μέσης τύχης ἐστὶν ὁ γεννηθείς, συζευ‐ χθήσεται γυναικὶ καὶ τεύξεται παρὰ γυναικῶν ἢ γυναι‐ κειωδῶν ἀνδρῶν ἀγαθὰ πολλὰ καὶ ὁμιλήσει ὑπερέχουσιν
20ἀνδράσι καὶ λαλήσει μετ’ αὐτῶν ἐν συνεδρίοις παιδείας. Εἰ δὲ ἐπιμερίζει ἡ Ἀφροδίτη καὶ συνεπιμερίζει ταύτῃ ὁ Κρόνος, δηλοῦσιν ἐμπόδια περὶ τὰς πράξεις καὶ κατα‐ φρόνησιν γυναικῶν καὶ λύπας ἕνεκεν αὐτῶν καὶ νόσον ὁμευνέτιδος ἢ θάνατον καὶ ἔριδας ἕξει καὶ διαφορὰς δια‐
25φόρους· εἰ δὲ συνεπιμερίζων ὁ Κρόνος τῇ Ἀφροδίτῃ ἐφορᾷ154

156

αὐτὴν καὶ κακοῖ, δηλοῖ εὐφρανθήσεσθαι τοῦτον ἐπὶ γυναιξὶν ἐπ’ ὀλίγον καιρόν· εἶτα τελευτήσουσι καὶ διὰ τοῦτο πλείονα λύπην ἕξει καὶ συνεχέστερον δακρύσει καὶ στενάξει. εἰ δὲ ὁ ἐπιμερισμός ἐστι τῆς Ἀφροδίτης καὶ
5συνεπιμερίζει ταύτῃ ὁ Ζεύς, ὑπάρχει δὲ ὁ γεννηθεὶς τῆς ἄνω τύχης, δηλοῖ συζευχθήσεσθαι τοῦτον γυναικὶ σώ‐ φρονι καὶ πλουσίᾳ, κειμήλια ἐχούσῃ διάφορα· καὶ μύροις ἀλειφθήσεται εὐωδέσι καὶ ἀνδράσι προσομιλήσει μελο‐ ποιοῖς καὶ παιδεία〈ι〉ς χρωμένοις· εἰ δὲ τῆς μέσης τύχης
10ἐστὶν ὁ γεννηθείς, εὐτυχήσει ἐπὶ τοῖς τοιούτοις μετρίως. εἰ δὲ ἐπιμερίζει ἡ Ἀφροδίτη καὶ συνεπιμερίζει ταύτῃ ὁ Ἄρης, δηλοῦσι νόσον καὶ δεινὴν καὶ ὀξεῖαν ὡς φρενίτιδας καὶ τὰ τοιαῦτα· καὶ τελευτήσει τις τῶν γυναικῶν αὐτοῦ ἢ νοσήσει καὶ βλαβήσεται δι’ αὐτῶν καὶ ἔριδας ἕξει πρὸς
15αὐτὰς καὶ προσκείσεται ἔρωσι καὶ συνουσίαις καὶ ἀχρειω‐ θήσεται διὰ τῶν τοιούτων· εἰ δὲ ὁ Ἄρης κατὰ πῆξιν ἢ κατὰ πάροδον ἐφορᾷ τὴν Ἀφροδίτην καὶ τὸν Ἑρμῆν ἀσυμ‐ φώνῳ σχήματι, δηλοῖ ἔχθρας καὶ μάχας διαφόρους καὶ ἐνστάσεις καὶ αἰσχρὰς αἰτίας· εἰ δὲ ὁ Ζεὺς ἐφορᾷ τὸν
20Ἄρεα ἐν τοῖς δυσὶ καιροῖς, λύει τὰ συμπτώματα. εἰ δὲ συνεπιμερίζει τῇ Ἀφροδίτῃ ὁ Ἥλιος, δηλοῖ δόξαν καὶ προσπάθειαν βασιλέων καὶ ἀρχόντων καὶ ὠφέλειαν παρ’ αὐτῶν καὶ παρὰ γονέων. εἰ δὲ συνεπιμερίζει ἑαυτῇ ἡ Ἀφροδίτη, δηλοῖ ἐπιτυχίαν εὐτυχιῶν κατὰ τὴν φύσιν τῆς
25Ἀφροδίτης· εἰ δὲ κεκακωμένη ἐστίν, ἀτυχιῶν. εἰ δὲ συνεπιμερίζει τῇ Ἀφροδίτῃ ὁ Ἑρμῆς, ὠφεληθήσεται προ‐
φάσει παιδεύσεως καὶ κρυφίων μαθημάτων καὶ λεπτο‐155

157

τάτων οἰκονομιῶν καὶ τεύξεται ὠφελείας διὰ γυναικῶν καὶ ἐπαπολαύσει αὐτῶν, πλὴν πρὸς τοῖς τοιούτοις λοι‐ δορηθήσεται παρά τινων προφάσει ἑταιρίδων. εἰ δὲ συν‐ επιμερίζει τῇ Ἀφροδίτῃ ἡ Σελήνη, συζευχθήσεται συγγε‐
5νίδι γυναικὶ ὡραιοτάτῃ καὶ ἀγαθῇ καὶ συνουσιάσει δια‐ φόροις γυναιξὶ ὡραιοτάταις καὶ ὠφεληθήσεται προφάσει γυναικῶν καὶ τεύξεται ἀξίας καὶ πλούτου.
8t〈Ἕβδομον〉. Περὶ τοῦ ἐπιμερισμοῦ τοῦ Ἑρμοῦ
9tκαὶ τῶν συνεπιμεριζόντων αὐτῷ ἀστέρων
10 Ὅτε ἐπιμερίζει ὁ Ἑρμῆς μηδενὸς 〈συν〉επιμερίζοντος αὐτῷ ἢ συσχηματιζομένου, δηλοῖ προσθήκην γνώσεως καὶ παιδεύσεως καὶ φρονήσεως καὶ πλούτου καὶ προσκείσεται ταῖς γραφαῖς καὶ ταῖς πραγματείαις καὶ τοῖς συναλ〈λ〉άγμασι καὶ εὐφρανθήσεται ἐπί τισιν ἑρμαϊ‐
15καῖς ὑποθέσεσιν· εἰ δὲ κεκακωμένος ἐστί, νοσήσεται δεινὰ διὰ τὰς τοιαύτας ὑποθέσεις. Εἰ δὲ συνεπιμερίζει τούτῳ ὁ Κρόνος, ἔσται ταλαίπωρος τῷ σώματι καὶ νοσήσει νόσον δεινὴν καὶ μακρὰν καὶ αἱ πράξεις αὐτοῦ ἐμποδισθήσονται καὶ ὄκνος ἔσται καὶ
20δυσκίνητος καὶ διαφόροις λύπαις καὶ ἔρισι περιπεσεῖται· εἰ δὲ ἐφορᾷ τοῦτον ὁ Ἄρης ἢ τὸ ὅριον ἔν τισιν ἐναλλαγαῖς τοῦ ἐπιμερισμοῦ ἐκείνου, βλαβήσεται κατὰ πολὺ ὁ γεννη‐ θεὶς καὶ ζημίας ὑποστήσεται καὶ συμφορὰς ἕνεκε λόγων
καὶ συντυχιῶν καὶ φιλονεικιῶν καὶ ἀτόπων οἰκονομιῶν·156

158

εἰ δὲ πρὸς οἷς εἴπομεν ἡ Σελήνη ἐπιβλέπει τὸ ὅριον ἐναν‐ τίῳ σχήματι, μεῖζον ἔσται τὸ κακόν, καὶ μάλιστα εἰ ὁ χρονοκράτωρ κακοποιός ἐστιν. εἰ δὲ συνεπιμερίζει τούτῳ ὁ Ζεύς, δηλοῖ προσθήκην γνώσεως καὶ παιδεύσεως δι’
5ὧν ὠφεληθήσεται καὶ ἐπικτήσεται ὠφελείας καὶ πλοῦτον παρὰ βασιλέων καὶ ἀρχόντων. εἰ δὲ συνεπιμερίζει τούτῳ ὁ Ἄρης, δηλοῖ νόσον δεινὴν καὶ συκοφαντίας καὶ φιλο‐ νεικίας· καὶ κοπάσει τὸν ἴδιον λογισμὸν ἐπὶ βλάβῃ τινῶν καὶ ἔσται ψεγόμενος παρὰ πολλῶν καί τις ἐνσκήψει νόσος
10τῇ κεφαλῇ αὐτοῦ, καὶ μάλιστα εἰ κατὰ πῆξιν ὁ Ἄρης συσχηματίζεται τῷ Ἑρμῇ ἐναντίῳ σχήματι· εἰ δὲ ὁ Κρό‐ νος ἐπιμαρτυρεῖ τῷ Ἄρει ἢ ἐφορᾷ τὸ ὅριον ἢ ὑπάρχει ὁ Καταβιβάζων ἐν τῷ ζῳδίῳ τοῦ ἐπιμερισμοῦ, ἐμπεσεῖται ταῖς χερσὶ τῶν ἐχθρῶν αὐτοῦ καὶ καταδυναστεύσουσιν
15αὐτοῦ καὶ νοσήσει νόσον καθ’ ἣν οἱ ἰατροὶ ἀπορήσουσι καὶ δύσκρατος ἔσται τὸ σῶμα καὶ τὴν κεφαλήν· εἰ δὲ ὁ Ζεὺς ἐπιβλέψει, λύει τὰ δεινά. καὶ 〈εἰ〉 συνεπιμερίζει τῷ Ἑρμῇ ὁ Ἥλιος, δηλοῖ ἐπιτυχίαν πράξεως καὶ προσθήκην δόξης· καὶ ἄρξει πολλῶν καὶ εὐτυχήσει τὰ μέγιστα καὶ προστε‐
20θήσεται ὁ πλοῦτος αὐτοῦ καὶ εὐεπήβολος ἔσται καὶ ἀπο‐ καλυφθήσεται αὐτῷ μυστήρια γνώσεως. εἰ δὲ συνεπιμε‐ ρίζει τῷ Ἑρμῇ ἡ Ἀφροδίτη, δηλοῖ παιδείας καὶ φιλίας καὶ συστάσεις πρός τινας τῶν ἀρχόντων καὶ γνωστικῶν· καὶ γεννηθήσεται αὐτῷ παιδίον καὶ εὐφρανθήσεται ἐπ’ ἀδελ‐
25φοῖς καὶ ἀδελφαῖς καὶ ἡδὺς ἔσται τοῖς λόγοις καὶ οἰκο‐ νομικός, ὁμιλήσει δὲ καὶ γυναιξὶ καὶ εὐφρανθήσεται ἐπ’ αὐταῖς. εἰ δὲ ὁ Ἑρμῆς συνεπιμερίζει ἑαυτῷ καὶ ὑπ‐ άρχει ἀκάκωτος, προδήλους δηλοῖ εὐτυχίας κατὰ τὴν οἰκείαν φύσιν· εἰ δὲ κεκακωμένος ἐστί, το〈ὐ〉ναντίον.
30εἰ δὲ συνεπιμερίζει τῷ Ἑρμῇ ἡ Σελήνη, προστεθήσεται157

159

ἡ γνῶσις αὐτοῦ καὶ ἡ παίδευσις καὶ διαλογίσεται περὶ θείων πραγμάτων καὶ οὐρανίων καὶ προφητικῆς γνώσεως καὶ ἀστρονομίας καὶ ἐπίτευκτος ἔσται καὶ δραστήριος ἐν πᾶσιν οἷς ἐγχειρισθήσεται καὶ ὠφεληθήσεται διὰ τούτων
5καὶ προστεθήσεται ὁ πλοῦτος αὐτοῦ καὶ τὰ κειμήλια. Ταῦτα δὲ ἃ εἴπομεν περὶ τοῦ ἐπιμερίζοντος καὶ συν‐ επιμερίζοντός εἰσι θεμέλιά τινα καὶ κανόνες καθολικοί· εἴσι δὲ καὶ ἕτερά τινα σημαίνοντα τὰ μερικὰ συμπτώματα. εἰ γὰρ ἐπίδῃ τινὰ ἐξ αὐτῶν κατά τινα καιρὸν ἀστὴρ
10ἀγαθοποιὸς ἢ κακοποιός, προστίθησι τοῖς ἀγαθοῖς καὶ ἀφαιρεῖται ἐκ τῶν κακῶν ἢ προστίθησι τοῖς κακοῖς καὶ ἀφαιρεῖται ἐκ τῶν ἀγαθῶν. εἰ γάρ τις ἀστὴρ δηλοῖ εὐτυ‐ χίαν, εἶτα ἕτερος ἀστὴρ κακώσει αὐτόν, μετατρέπει τὴν εὐτυχίαν ἐκείνην εἰς δυστυχίαν, καὶ μάλιστα εἰ ἐπίκεν‐
15τρος εἴη· εἰ δὲ ἀποκεκλικώς, οὐ πάνυ τι ἰσχύει, καὶ μά‐ λιστα εἰ [ἐπίκεντρος ἢ] ἐν τροπικῷ εἴη ζῳδίῳ. εἰ δὲ δηλοῖ βλάβην ἀστήρ τις, ἐφορᾷ δὲ τοῦτον ἀγαθοποιός, τὰ αὐτὰ δηλοῖ τοῖς προειρημένοις. Δεῖ δέ σε ἐφορᾶν καὶ τοὺς τόπους ἐν οἷς εἰσι, καὶ πρὸς
20τούτοις ἀποφαίνεσθαι. οἷον ὁ Ἑρμῆς ἔτυχεν ἐν τῷ ὡρο‐ σκόπῳ ἀκάκωτος, ἔτυχε δὲ καὶ κύριος τοῦ τόπου τῶν ἐχθρῶν καὶ κύριος τοῦ κλήρου τῆς τύχης, ἔτυχε δὲ πάλιν ἐπιμερίζων· δηλοῖ οὖν βλάβας παρ’ ἐχθρῶν καὶ ἔριδας περὶ πλούτου. καὶ οἷον ὁ Κρόνος καὶ ὁ Ζεύς — ἔτυχεν ὁ εἷς
25ἐπιμερίζων, 〈ὁ δὲ ἕτερος συνεπιμερίζων〉, ἔτυχον δὲ ἐχθροὶ ἐν τῇ καταρχῇ· δηλοῦσιν οὖν ἔριδας καὶ ἀκαταστασίας
μετὰ γονέων καὶ συγγενῶν. καὶ οἷον ἡ Ἀφροδίτη καὶ158

160

ὁ Ἄρης — ἔτυχεν ὁ μὲν 〈εἷσ〉 ἐπιμερίζων, ὁ δὲ ἕτερος συνεπι‐ μερίζων, ἔβλαπτε δὲ ὁ εἷς τὸν ἕτερον, καὶ ἦσαν ἐν τοῖς ἀλλήλων οἰκείοις τόποις· καὶ δηλοῦσιν ἔριδας μετὰ τῆς οἰκείας γυναικὸς καὶ κατηγορίαν περὶ πορνείας.
5 Εἰ δὲ δηλοῦσιν οἱ ἀστέρες κατὰ πῆξιν ἐπίμονον τὸ ἀγα‐ θὸν ἢ τὸ κακόν, ἡ μετάβασις καὶ ἡ ἐναλλαγὴ τῶν ὁρίων οὐ μετατίθησι τὰ τοιαῦτα, πλὴν ἀλλοιοῖ ὀλίγην τινὰ ἀλλοίωσιν. τότε δὲ ἐμφανίζει ἕκαστος ἀστὴρ τὰς οἰκείας ἐνεργείας ἀριδηλότερον ἃς ἐδήλου κατὰ πῆξιν ὅτε 〈δηλοῖ
10αὐτὰσ〉 ὁ ἐπιμερισμός. καὶ εἰ ἔστιν κατὰ πῆξιν ἐν στερεῷ ζῳδίῳ, ἐπίμονα ἔσται τὰ ἀγαθὰ ἢ τὰ κακὰ ἐν τῷ καιρῷ τοῦ ἐπιμερισμοῦ· εἰ δὲ ἐν δισώμῳ, ἐπίτασιν καὶ ἄνεσιν ἐπιδέξεται· ἐὰν δὲ ἐν τροπικῷ, κατά τινας και‐ ροὺς ἔσται τὸ σύμπτωμα τοῦ ἐπιμερισμοῦ ἐκείνου.
15 Ὡσαύτως δεῖ ἐπισκοπεῖν καὶ ἐν τῇ ἀρχῇ τοῦ ἐπιμερι‐ σμοῦ ἔνθα ἔτυχεν ὁ ἀστὴρ ὁ ἐπιμερίζων. εἰ γὰρ ἐν στερεῷ ζῳδίῳ τύχῃ ἐν τοῖς δυσὶ τούτοις καιροῖς, ἐπιμονώτερα ἔσται τὰ ἀγαθὰ ἢ τὰ φαῦλα· ὡσαύτως καὶ ἐπὶ τῶν δισ‐ ώμων καὶ τῶν τροπικῶν παλιμβολώτερα. πολλάκις δὲ ἐμ‐
20φαίνει ὁ ἐπιμερίζων ἅπαξ τὴν οἰκείαν ἐνέργειαν, πολλάκις δὲ καὶ δὶς ἢ ὁσάκις ἐπιμερίζει· τὸ αὐτὸ δὲ δεῖ νοεῖν καὶ ἐπὶ τοῦ συνεπιμερίζοντος· εἰ γὰρ ὁ ἐπιμερίζων ἐστὶ κατὰ πῆξιν ἐν στερεῷ ζῳδίῳ, οὐκ ἐφορᾷ δὲ τὸν τόπον τοῦ ἐπιμερισμοῦ, ἅπαξ γίνεται ἡ ἐνέργεια τοῦ ἀστέρος, ὅτε
25δηλαδὴ συμφωνεῖ ὁ ἐπιμερισμὸς τῇ ἀναφορᾷ τοῦ ζῳδίου
ἐν ᾧ ἐστι κατὰ πῆξιν ἢ τῷ ἀριθμῷ τῶν ἐτῶν τῶν μεγίστων159

161

ἢ τῶν μέσων ἢ τῶν ἐλαχίστων. εἰ δὲ ὁ ἐπιμερίζων ἢ ὁ συνεπιμερίζων ὑπάρχουσι κατὰ πῆξιν ἐν δισώμῳ ζῳδίῳ, πολλάκις αἱ σημασίαι αὐτῶν ἀνακαινίζονται· εἰ δὲ ἐν τρο‐ πικῷ εἴησαν ζῳδίῳ, ἔσονται αἱ σημασίαι αὐτῶν καθ’
5ἕκαστον ἐπιμερισμὸν καὶ συνεπιμερισμὸν κατὰ τὴν τοῦ ἀστέρος δύναμιν ἐν τοῖς χρόνοις ἐκείνοις. Τὸ δὲ διαφέρον τῶν διαθέσεων τοῦ ἀνθρώπου ἐν παντὶ ἐπιμερισμῷ ἢ συνεπιμερισμῷ ἔσται κατὰ τὸ διαφέρον τῶν σχημάτων τῶν ἐπιμεριζόντων ἢ συνεπιμεριζόντων ἀστέ‐
10ρων. ἐπιτακτικώτεραι δὲ αἱ ἐνέργειαι αὐτῶν γίνονται ὅτε συμφωνοῦσι τὰ σχήματα αὐτῶν τοῖς σχήμασι τῆς καταρχῆς καὶ ὅτε ἐπιβλέπουσι τὸν τόπον τοῦ μερισμοῦ καὶ τὸν κύριον τοῦ ζῳδίου ἐν ᾧ γέγονεν ὁ ἐπιμερισμὸς καὶ τὸν ὡροσκόπον τῆς καταρχῆς καὶ τὸν κύριον αὐτοῦ ἢ
15τύχῃ ὁ αὐτὸς ἐπιμερίζων καὶ χρονοκράτωρ ἢ τύχῃ καταν‐ τῆσαι τὸ ἔτος εἰς τὸν κατὰ πῆξιν αὐτοῦ τόπον ἢ τὸν κατὰ πάροδον· εἰ δὲ διαφωνήσουσι τὰ τοιαῦτα, ἀσθενῆ ἔσται τὰ ἀποτελέσματα. ὅτε δὲ συμφωνήσουσι [τὰ τοιαῦτα] αἱ σημασίαι τοῦ ἀστέρος τῇ ἀναφορᾷ τοῦ ζῳδίου ἐν ᾧ
20ἦν κατὰ πῆξιν ἢ τοῖς ἔτεσιν αὐτοῦ, τηνικαῦτα ἐνδύναμα ἔσται τὰ ἀποτελέσματα.
22tΤμῆμα ὄγδοον. Περὶ τῆς κοινωνίας τοῦ χρονοκρά‐
23tτορος καὶ τοῦ ἐπιμερισμοῦ αὐτοῦ καὶ τοῦ ἐπιμερί‐
24tζοντος καὶ τοῦ ὡροσκόπου κατὰ τὴν σημασίαν.
25Ὅτε εἰσὶν ὁ ἐπιμερισμὸς καὶ ὁ κύριος αὐτοῦ κατὰ πῆξιν
καὶ κατὰ πάροδον ἐν ἀγαθῷ τόπῳ καὶ ὑπάρχει ἀγαθο‐160

162

ποιὸς ὁ ἐπιμερίζων, δηλοῖ μεγίστην εὐτυχίαν· καὶ ὅτε καταντήσει τὸ ἔτος εἰς τὸν δʹ τόπον μηδενὸς κακοποιοῦ ἐφορῶντος αὐτὸν ἢ τύχῃ τὸν χρονοκράτορα ἐν τῷ τετάρτῳ εἶναι τόπῳ τῆς καταρχῆς ἐν ζῳδίῳ ἐν ᾧ ἔχει λόγον,
5ὑπάρχει δὲ καὶ ὁ ἐπιμερίζων ἀγαθοποιὸς καὶ ἐν αὐτοῖς τοῖς ὁρίοις τοῦ ἐπιμερισμοῦ καὶ κατὰ πῆξιν ἀκάκωτός ἐστιν, ἐφορᾷ δὲ ἡ Σελήνη τὸν κλῆρον τῆς τύχης καὶ συνοδεύει τῷ Διῒ καὶ ἀκάκωτοι ὦσιν ἀμφότεροι, εὑρήσει ὁ τὴν ἐναλλαγὴν ἔχων πλοῦτον πολὺν καὶ εὐτυχίαν διὰ κληρο‐
10νομιῶν καὶ παρακαταθηκῶν καὶ θησαυρῶν. Δεῖ δὲ ἐφορᾶν καὶ τὴν τῆς γενέσεως καταρχήν· καὶ εἴπερ σημαίνει ὅτι εὑρήσει θησαυρὸν ἢ κληρονομίαν, εὑρήσει τὰ τοιαῦτα καὶ ἐξαίφνης πλουτίσει. καὶ εἰ μὲν ὁ Κρόνος ἐστὶν ὁ ἐπιμερίζων, δίδωσι τὰ χωρία καὶ ἀγροὺς
15καὶ κληρονομίαν παρὰ γονέων καὶ πάππων καὶ γερόντων παλαιῶν· εἰ δὲ 〈ὁ〉 Ζεύς, δίδωσι χρυσὸν καὶ ἄργυρον παρὰ ἐξουσιαστῶν καὶ δυναστῶν. εἰ δὲ ὁ χρονοκράτωρ καὶ ὁ ἐπιμερίζων ὑπάρχουσι κακοποιοὶ καὶ εὑρεθῶσιν ἐν τῷ καιρῷ τῆς ἐναλλαγῆς ἐν ἀλλοτρίοις τόποις καὶ συσχηματί‐
20ζεται τούτοις ἀγαθοποιός, δηλοῦσι μὲν ἀγαθά, πλὴν ἐλάχιστα· εἰ δὲ ὁ ἐπιμερίζων ἐστὶν ἐν ἀνθρωποειδεῖ ζῳδίῳ ἐν τῷ ιαʹ καὶ συνῇ τῷ κλήρῳ τῆς τύχης, δηλοῖ πλῆθος εὐποιϊῶν καὶ μεταδόσεων πρὸς πένητα. Ὅτε δ’ ἐστὶν ἐν τῷ καιρῷ τῆς ἐναλλαγῆς ἀστήρ τις
25ἀπλανὴς τῶν δηλούντων εὐτυχίαν ἐν τῷ ὡροσκόπῳ τοῦ ἔτους ἢ τῷ μεσουρανίσματι ἢ ἐν τῇ μοίρᾳ τοῦ ζῳδίου
εἰς ὃ κατήντησε τὸ ἔτος ἢ ἐν τῇ μοίρᾳ τοῦ ἐπιμερισμοῦ161

163

ἢ μετὰ τῶν κυρίων αὐτῶν ἢ μετά τινος τῶν β φωστήρων, δηλοῦσιν εὐτυχίαν τῷ ἔτει ἐκείνῳ. ὅτε δέ τις ἀστὴρ ἀπλανὴς ἔχων φύσιν ἑνὸς ἀστέρος ἢ φύσιν ἀστέρων β 〈ἐστὶν ἔν τινι τόπῳ τῶν δηλωθέντων〉, ὅτε ἐπιμερίζει
5ἀστὴρ ἐκεῖνος οὗ ἔχει τὴν φύσιν ἢ οἱ δύο ἀστέρες κατά τινας τῶν χρόνων, ἐμφανίζουσι τὸ τηνικαῦτα τὴν ἰδίαν ἐνέργειαν. ὅτε δὲ φάνῃ κομήτης ἀστὴρ ἐν τῷ ὡροσκόπῳ τῆς καταρχῆς ἢ ἐν τῷ τοῦ ἔτους ζῳδίῳ ἢ ἐν τῷ ὡρο‐ σκόπῳ τῆς ἐναλλαγῆς ἢ ἐν τῷ ζῳδίῳ ἐν ᾧ ἐστιν ὁ ἐπι‐
10μερισμὸς ἢ ἐν αὐτοῖς τοῖς ὁρίοις τοῦ ἐπιμερισμοῦ ἢ μετὰ τῶν κυρίων τῶν τοιούτων τόπων, εἰ μὲν βασιλεῖς εἶεν, προσταλαιπωρήσουσι πολέμοις καὶ ἀποστατήσουσιν ἀπ’ αὐτῶν τινες καὶ φανήσονται ἐχθροὶ αὐτῶν καὶ νοσή‐ σουσι καὶ κοπιάσουσι καὶ λυπηθήσονται καὶ ἀδικήσουσι
15τὸν ὄχλον, ἴσως δὲ καὶ φθαρήσονται· εἰ δὲ τῶν μέσων εἶεν καὶ τῆς κάτω τύχης, πληθυνθήσονται οἱ ἐχθροὶ αὐτῶν καὶ ὑποστήσονται δεινά. Εἰ δὲ ἐκλείψει ὁ Ἥλιος ἢ ἡ Σελήνη ἔν τινι τόπῳ τῶν δηλωθέντων καὶ ὑπάρχουσιν οἱ κύριοι αὐτῶν ἐν τῷ ζῳδίῳ
20τῆς ἐκλείψεως, δηλοῖ φροντίδας καὶ λύπας καὶ νόσους καὶ ἐχθρῶν ἐπικράτησιν, καὶ μάλιστα εἰ[ς] τὸ ζῴδιον καὶ ὁ
κύριος τοῦ ζῳδίου κακοῦνται. ὅτε δὲ τύχῃ ὁ ὡροσκόπος162

164

τοῦ ἔτους 〈τὸ〉 ζῴδιον ἐν ᾧ ᾖν κακοποιὸς ἐν τῇ καταρχῇ ἢ τὸ ζῴδιον τοῦ ἔτους, λαβὲ τὸν κακοποιὸν ἐκεῖνον ὡς τὸν κύριον τοῦ ὡροσκόπου ἢ ὡς τὸν κύριον τοῦ ἔτους, ἐπεὶ δυναμικώτερός ἐστιν αὐτῶν· τὸ δ’ αὐτὸ
5καὶ ἐπὶ τῶν ἀγαθοποιῶν. Μετὰ τοῦτο δὲ ὅρα τὸν χρονοκράτορα καὶ τὸν ἐπιμερί‐ ζοντα καὶ τὸν συνεπιμερίζοντα· ὅτε δὲ κατὰ πῆξίν ἐστιν ἔν τινι ζῳδίῳ κακοποιοῦ, ὑπάρχει δὲ τὸ ζῴδιον ἐκεῖνο ὁ ὡρο‐ σκόπος τοῦ ἔτους, καὶ κατὰ πῆξιν ὁ κακοποιὸς ἐκεῖνος τύχῃ
10βλάπτων τὸν ἐπιμερίζοντα ἢ τὸ ζῴδιον τοῦ ἔτους ἢ τὸν κύ‐ ριον αὐτοῦ, ἔστι σημεῖον ἐναντίον καὶ βλάπτει κατὰ πολύ. ὅτε δὲ οἱ κακοποιοὶ ἴδωσιν ἐν τῇ ἐναλλαγῇ τὸ ζῴδιον τοῦ ἔτους ἢ τὴν Σελήνην μηδενὸς ἀγαθοποιοῦ ἐφορῶντος, δη‐ λοῦσι βλάβην μεγάλην κατὰ τὴν φύσιν τοῦ χρονοκράτορος
15καὶ τοῦ ἐπιμερίζοντος· ὅτε δὲ μηδεὶς κακοῖ τὸν χρονοκρά‐ τορα ἐν τῇ καταρχῇ, ὑπάρχουσι δὲ ὅ τε χρονοκράτωρ καὶ ὁ ἐπιμερίζων κακοποιοί, συνοδεύει δέ τις ἀγαθοποιὸς τῷ χρονοκράτορι ἢ τετραγωνίζει, οὐ βλάπτει διὰ τὴν φύσιν τοῦ ἀγαθοποιοῦ· τὸ δ’ αὐτὸ καὶ ἐπὶ τοῦ ἐπιμερίζοντος.
20ὅτε δὲ ὑπάρχουσιν ὁ χρονοκράτωρ καὶ ὁ ἐπιμερίζων κακο‐ ποιοί, κακοῦνται δὲ ἐν τῇ ἐναλλαγῇ δι’ ὅλου τοῦ ἔτους, ἀργίαν καὶ ἀνωφελίαν σημαίνουσιν. ὅτε δὲ ὁ ἐπιμερισμὸς καὶ ὁ ἐπιμερίζων εἰσὶ κεκακωμένοι καὶ ἀποκλίνουσιν ἀπὸ τοῦ ὡροσκόπου τοῦ ἔτους, δηλοῦσι περιστάσεις καὶ
25ἀνάγκας πολλάς· καὶ εἰ μέν ἐστιν ὁ Ἑρμῆς κύριος τοῦ
ἔτους, τύχῃ δὲ ἐν τῇ ἐναλλαγῇ μετὰ τοῦ Ἄρεως, δηλοῖ163

165

διαδοχὴν πράξεως, καὶ μάλιστα εἰ κυριεύει τοῦ ἔτους· εἰ δὲ ἐφορᾶται παρὰ τοῦ Διὸς καὶ τύχῃ ἐν ἀγαθῷ τόπῳ καὶ μετὰ τοῦ κλήρου τῆς πράξεως, φημισθήσεται μὲν ἡ δια‐ δοχὴ αὐτοῦ, οὐ μὴν διαδεχθήσεται. ὅτε δέ ἐστιν ὁ χρονο‐
5κράτωρ μετά τινος ἀστέρος, δεῖ συμπεριλαβεῖν τούτῳ καὶ τὴν σημασίαν τοῦ ἀστέρος ᾧ σύνεστιν· ὡσαύτως δεῖ σε ἐπιβλέπειν καὶ τὸν συνόντα ἀστέρα τῷ ἐπιμερίζοντι. εἰ μὲν οὖν κακοποιός ἐστι, δηλοῖ νόσους καὶ βλάβας καὶ πλούτου διασκέδασιν· εἰ δὲ ἀγαθοποιός, εὐπραγίαν δηλοῖ
10καὶ εὐτυχίαν κατὰ τὴν ἰδίαν φύσιν. ὅτε δέ ἐστιν ἀστὴρ κατὰ πῆξιν βλάπτων τὴν καταρχήν, ὅτε γένηται ἀστὴρ ἐκεῖνος ἐν τῇ καταρχῇ τοῦ ἔτους ἐν τῷ κατὰ πῆξιν ὡρο‐ σκόπῳ ἢ ἐν τῷ ὡροσκόπῳ τῆς καταρχῆς ἢ ἐν τῷ κατὰ πῆξιν 〈τόπῳ〉 τῆς Σελήνης ἢ ἐν τῷ κατὰ πάροδον ἢ ἐν τῷ
15τοῦ ἐπιμερισμοῦ τόπῳ ἢ ἐν τοῖς 〈τῶν〉 κυρίων τῶν τοιού‐ των τόπων, δηλοῖ βλάβην δεινήν. ὅτε δὲ κατὰ πῆξιν ἀστὴρ δηλώσει εὐτυχίαν καὶ γένηται κατὰ τὸν καιρὸν τῆς ἐναλλαγῆς ἐν οἷς προείπομεν τόποις, εὐτυχίαν δηλοῖ. ὅτε δέ ἐστιν ὁ ἐπιμερίζων ἀγαθοποιὸς καὶ ὁ κύριος τοῦ
20ὡροσκόπου τῆς ἐναλλαγῆς καὶ ὁ κύριος τῆς Σελήνης ἀγαθοποιοί, ἀποτελέσουσιν ἀγαθά· εἰ δὲ ὁ κύριος τοῦ ζῳδίου τοῦ ἔτους καὶ αὐτὸ τὸ ζῴδιον κακοῦνται, βλάβην καὶ μείωσιν δηλοῦσιν. ὅτε δέ εἰσιν ὁ χρονοκράτωρ καὶ ὁ ἐπιμερίζων ἀγαθοποιοί, ἐν κακῷ δὲ τόπῳ εἰσὶ κατὰ τὸν
25καιρὸν τοῦ ἔτους 〈τῆσ〉 ἐναλλαγῆς ἢ ἀνα〈πο〉δίζουσιν,164

166

ὑπάρχει δέ τις τῶν δύο κακοποιῶν ἐν τῇ ἐναλλαγῇ ὡροσκοπῶν ἢ μεσουρανῶν, δηλοῖ κακότητα τοῦ ἔτους καὶ δυσχέρειαν καὶ νίκην τῶν ἐχθρῶν καὶ τραῦμα ἀπὸ σιδήρου ἢ πτῶσιν ἀπὸ ὑψηλοῦ τόπου καὶ ζημίαν.
5 Ὅτε δὲ κυριεύσουσι τοῦ ἔτους κακοποιοί, ὑπάρχουσι δὲ κατὰ τὸν καιρὸν τῆς ἐναλλαγῆς ἐν τῷ δυτικῷ κέντρῳ ἢ ἐν τόπῳ τοῦ κακοποιοῦ τοῦ βλάπτοντος τὸν χρονοκράτορα ἢ ἐν τῷ τόπῳ τοῦ κακοποιοῦ τοῦ βλάπτοντος τὸ ζῴδιον τοῦ ἔτους, ὑπάρχουσι δὲ ἡ Ἀφροδίτη καὶ ὁ Ἑρμῆς ἐν τῇ ἐναλ‐
10λαγῇ μετὰ τοῦ κακοποιοῦ ἐκείνου, βλάβη γενήσεται περὶ τοὺς συγγενεῖς καὶ τὰ τέκνα. εἰ δὲ καὶ ὁ Ἥλιος καὶ ἡ Σελήνη συνυπάρχουσι τῷ κακοποιῷ, βλάπτονται οἱ γονεῖς ἢ κατὰ τὸ σῶμα ἢ κατὰ τὸν πλοῦτον ἢ κατὰ τὴν ἐξουσίαν ἢ κατὰ τὴν ἀξίαν. ὅτε δέ ἐστιν ὁ κύριος τοῦ [τοῦ] ἐπιμερισμοῦ
15κακοποιός, ὑπάρχει δὲ κατὰ πῆξιν ἐν τῷ τῶν νόσων τόπῳ, καὶ ἐν τῇ ἐναλλαγῇ εὑρεθῇ ἐν κακῷ τόπῳ μετὰ τῶν κακοποιῶν, βλαπτομένης καὶ τῆς Σελήνης, δηλοῖ βλάβας καὶ ἀνάγκας. ὅτε δέ ἐστιν ὁ χρονοκράτωρ κακο‐ ποιὸς καὶ ὑπάρχει ἐν τῷ καιρῷ τῆς ἐναλλαγῆς ἐν τόπῳ
20κακῷ ἀργοκίνητος ἢ ὕπαυγος, ἢ ὑπάρχουσιν ὁ ἐπιμερίζων καὶ ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς ἐν τόπῳ κακῷ ἐφορω‐ μένη ὑπὸ κακοποιῶν, τοῦ χρονοκράτορος ἢ τοῦ ἐπιμερί‐ ζοντος ἐν τῷ ἕκτῳ τόπῳ ὑπάρχοντος, βλάβην δηλοῦσι καὶ συνοχὴν τῷ ἔτει ἐκείνῳ· τὸ δ’ αὐτὸ δηλοῖ ἐὰν ὁ κύριος
25τοῦ ἔτους ἀγαθοποιὸς ᾖ καὶ ὑπάρχει κατὰ πῆξιν καὶ κατὰ
πάροδον κεκακωμένος. ὅτε δὲ καταντήσει τὸ ἔτος165

167

ἐπὶ τὸν ὡροσκόπον τῆς καταρχῆς, εἰ δὲ καὶ μετρίως βλά‐ ψουσιν οἱ κακοποιοί, βλάβην μεγίστην δηλοῦσι, μάλιστα εἰ οὐκ ἐφορᾷ τὸν κύριον τοῦ ἔτους ἀγαθοποιὸς καὶ ὁ ἐπι‐ μερίζων ὑπάρχει κεκακωμένος. ὅτε δέ εἰσιν ὁ χρονο‐
5κράτωρ καὶ ὁ ἐπιμερίζων κακοποιοὶ καὶ ὑπάρχουσιν ἐν τῇ ἐναλλαγῇ ἐν τόπῳ κακῷ διαμετροῦντες τοὺς κακο‐ ποιούς, μὴ ἐφορώντων τῶν ἀγαθοποιῶν τὸν ὡροσκόπον τοῦ ἔτους, ὑπάρχει δὲ καὶ ὁ κλῆρος τῆς τύχης τοῦ ἔτους τῆς ἐναλλαγῆς κεκακωμένος, δηλοῖ δυσχέρειαν τοῦ ἔτους
10καὶ συνοχὰς καὶ βλάβας· εἰ δὲ ὁ Ζεὺς καὶ ἡ Ἀφροδίτη συνοδεύσουσι τῇ Σελήνῃ ἢ ἐφορῶσι, δηλοῦσιν ἀπολύτρω‐ σιν τῶν δεινῶν. ὅτε δὲ καταντήσει τὸ ἔτος ἐπὶ τὸν ὡρο‐ σκόπον τῆς καταρχῆς καὶ διαμετρεῖ τοῦτον κακοποιὸς ἐν τῇ τοῦ ἔτους ἐναλλαγῇ καὶ ὑπάρχουσι κακοποιοὶ ὅ τε
15χρονοκράτωρ καὶ ὁ ἐπιμερίζων καὶ βλάπτουσι τὴν Σελή‐ νην, ὡροσκοποῦσι δὲ ἐν τῇ ἐναλλαγῇ ὅ τε Ἥλιος καὶ ἡ Σελήνη καὶ ὁ Ἑρμῆς καὶ τύχωσι πάντες κεκακωμένοι, δηλοῦσι φόβους καὶ φυλακὰς καὶ φιλονεικίαν καὶ ἔριδας μετὰ τῶν ἐχθρῶν.
20 Ὅτε δέ εἰσιν ὁ χρονοκράτωρ καὶ ὁ ἐπιμερίζων κακοποιοὶ καὶ τύχωσι ὅ τε Ἥλιος καὶ ἡ Σελήνη ἐν τῇ ἐναλλαγῇ ὑπὸ γῆν μὴ ἐφορώμενοι ὑπὸ τῶν ἀγαθοποιῶν, δηλοῦσι νόσον τοῦ ἔχοντος τὴν ἐναλλαγὴν καὶ βλάβην τῶν γονέων καὶ διαφθορὰν τοῦ πλούτου αὐτῶν· ἐὰν δὲ ἐφορᾷ ὁ Ζεὺς ἐν
25τῇ ἐναλλαγῇ τὸν κλῆρον τοῦ πατρός, σωθήσονται καὶ166

168

ὕφεσιν δέξεται ἡ βλάβη. ὅτε δέ ἐστιν ὁ Ζεὺς χρονοκρά‐ τωρ ἢ ἐπιμερίζων καὶ ὑπάρχει ἐν τῇ ἐναλλαγῇ μετὰ τοῦ Κρόνου ὑπὸ γῆν, θάνατον δηλοῖ τῶν τέκνων. ὅτε δέ ἐστιν ὁ ἐπιμερίζων ἀγαθοποιὸς ἢ κακοποιὸς καὶ ὑπάρχει κατὰ
5πῆξιν καὶ κατὰ πάροδον ἀποκεκλικὼς καὶ μὴ ὑπὸ ἀγαθο‐ ποιῶν ἐφορώμενος, τύχωσι δὲ ὅ τε ἐπιμερίζων καὶ ἡ Σελήνη κεκακωμένοι καὶ ὁ χρονοκράτωρ κεκακωμένος καὶ ἐν ἀνοικείῳ τόπῳ, θάνατον δηλοῖ. ὅτε δέ ἐστιν ὁ Κρόνος ἐπιμερίζων καὶ βλάπτουσιν αὐτός τε καὶ ὁ Ἄρης ἐν τῇ
10ἐναλλαγῇ τὸν τόπον τοῦ ἐπιμερισμοῦ, μὴ ἐφορώντων τοιοῦτον τόπον τῶν ἀγαθοποιῶν, θάνατον δηλοῦσιν. ὅτε δὲ καταντήσει τὸ ἔτος ἐπὶ τὸν ὡροσκόπον τῆς καταρχῆς καὶ τύχωσιν ὅ τε ὡροσκόπος τῆς ἐναλλαγῆς καὶ 〈ὁ〉 ὡροσκόπος τῆς καταρχῆς ἓν ζῴδιον, τύχωσι δὲ ὁ ἐπι‐
15μερίζων καὶ ὁ χρονοκράτωρ κακοποιοὶ καὶ ἐν τόποις ἀνοι‐ κείοις, ὑπάρχουσι δὲ καὶ τὰ σχήματα τῶν ἀστέρων τοιαῦ‐ τα ἐν τῇ ἐναλλαγῇ οἷα τὰ τῶν ἀτρόφων γενέσεων, δηλοῦ‐ σιν ἀπόγνωσιν ζωῆς ἐν ἐκείνῳ τῷ ἔτει. Ἀπὸ τοῦ ὡροσκόπου μέχρι τοῦ μεσουρανίσματός ἐστιν
20ἀνατολικὸν τεταρτημόριον καὶ δηλοῖ τὸ πρῶτον τέταρτον τοῦ ἔτους· ἀπὸ δὲ τοῦ μεσουρανίσματος μέχρι τοῦ ἑβδό‐ μου ἐστὶ νότιον καὶ δηλοῖ τὸ δεύτερον τεταρτημόριον τοῦ
ἔτους· ἀπὸ δὲ τοῦ ἑβδόμου μέχρι τοῦ ὑπογείου ἐστὶ167

169

λιβικὸν καὶ δηλοῖ τὸ τρίτον τεταρτημόριον τοῦ ἔτους· ἀπὸ δὲ τοῦ ὑπογείου μέχρι τοῦ ὡροσκόπου ἐστὶ βόρειον καὶ δηλοῖ τὸ δʹ τεταρτημόριον τοῦ ἔτους. δεῖ δὲ ὁρᾶν τὸν χρονοκράτορα καὶ τὸν ἐπιμερίζοντα καὶ τοὺς ἀγαθο‐
5ποιοὺς καὶ τοὺς κακοποιοὺς ἐν ποίῳ τεταρτημορίῳ εἰσίν, καὶ κατὰ τοῦτο ἀποτελεῖν. ὅτε δέ εἰσιν οἱ κακοποιοὶ ἐν τῷ ὡροσκόπῳ ἢ ἐν τῷ ιαʹ ἢ ἐν τῷ μεσουρανίσματι τῆς ἐναλλα‐ γῆς καὶ οἱ ἀγαθοποιοὶ ὑπὸ γῆν, δηλοῦσι δυσχερείας ἐν τῇ ἀρχῇ τοῦ ἔτους, ἀγαθὰ δὲ ἐν τῷ τέλει αὐτοῦ, καὶ μάλιστα
10εἰ ἔστι τὸ ζῴδιον τοῦ ἔτους τροπικόν. πολλάκις δὲ δηλοῦσιν οἱ μὲν ἐπίκεντροι τὰ τῆς ἀρχῆς τοῦ ἔτους, οἱ δὲ ἀποκεκλι‐ κότες τὰ τελευταῖα. Δεῖ δέ σε μὴ μόνον τεκμαίρεσθαι τῶν ἀγαθῶν ἢ τῶν ἐναντίων ἀπὸ τοῦ ἐπιμερίζοντος καὶ συνεπιμερίζοντος καὶ
15τῶν λοιπῶν, ἀλλὰ σκοπεῖν καὶ ποῦ κατήντησαν οἱ κατὰ πῆξιν κλῆροι—ἆρα εἰς ἀγαθοποιοὺς ἢ κακοποιούς—καὶ κατὰ τὰς ἀναφορὰς καὶ κατὰ τοὺς κύκλους ἤτοι κατὰ ζῴδιον ἐνιαυτὸν ἕνα. ἰδὲ δὲ καὶ τὸν χρονοκράτορα καὶ τὸν ἐπιμερί‐ ζοντα καὶ συνεπιμερίζοντα ποίου κλήρου δεσπόζουσι κατά
20τε πῆξιν καὶ κατὰ πάροδον, καὶ κατὰ τοιαῦτα ἀποτέλει. Ὑποδείγματος χάριν. ἦν ὁ κλῆρος τῶν ἀδελφῶν καὶ ὁ κύριος αὐτοῦ ἐν τῷ θέματι τῆς καταρχῆς ἐν τόπῳ ἀνεπι‐
τηδείῳ μετὰ τῶν κακοποιῶν, καὶ ἐσήμανε τὸ τοιοῦτον·168

170

ὡς οἱ ἀδελφοὶ τοῦ γεννηθέντος καὶ ἀδελφαὶ βλαβήσονται ἐν τῷ καιρῷ καθ’ ὃν ὁ κακοποιὸς ἐπιμερίζει ἢ συνεπι‐ μερίζει. εἰ δὲ ὁ κύριος τοῦ κλήρου τοῦ κατὰ πῆξιν βλάπ‐ τει τὸν κύριον τοῦ ὡροσκόπου, βλαβήσεται ὁ γεννηθεὶς
5κατὰ τὸν καιρὸν ἐκεῖνον.
6tΤμῆμα θʹ. Περὶ τῶν λεγομένων νουπαχρατῶν
7tκαὶ τῶν κυρίων αὐτῶν καὶ τοῦ περιπάτου αὐτῶν
8tκαὶ τῆς τρίτης διαιρέσεως αὐτῶν, καὶ περὶ δια‐
9tγνώσεως παντὸς ἐπιμερίζοντος καὶ τῆς σημασίας
10tαὐτοῦ καὶ τῆς σημασίας τοῦ συνεπιμερίζοντος
11tαὐτῷ ἢ κατὰ σῶμα ἢ κατὰ ἀκτῖνα καθὼς οἱ
12tἸνδοὶ ἐξέθεντο.
13 Τῷ μὲν ἐπιμερισμῷ ᾧ προείπομεν ἔναγχος χρῶνται οἵ τε Βαβυλώνιοι καὶ οἱ Πέρσαι καὶ οἱ Αἰγύπτιοι·
15οἱ μέντοι Ἰνδοὶ καὶ οἱ γειτνιάζοντες αὐτοῖς, ἰδόντες ἐν ἑνὶ ἐπιμερισμῷ διάφορα πάθη τοῖς ἀνθρώποις ἐπισυμβαίνον‐ τα, οὐκ ἐποίησαν τὸν ἐπιμερισμὸν κατὰ τὰ ὅρια ὡς οἱ λοι‐ ποί, ἀλλ’ ἐποίησαν τοῦτον κατὰ τὰ νουπάχρατες ὡς ἂν ἀκριβέστερον προβαίνωσι τὰ ἀποτελέσματα. δεῖ οὖν ἐν
20τοῖς περιπάτοις τοῖς δυσὶ χρῆσθαι τρόποις, ἰδίᾳ τῷ ἑνὶ καὶ169

171

ἰδίᾳ τῷ ἑτέρῳ ὡς ἂν ἀκριβεστέρα γένηται ἡ τῶν κατ’ ἔτος γινομένων διάγνωσις. Τὸ δὲ τοιοῦτον ὄνομα τῇ Ἰνδῶν διαλέκτῳ ἑρμηνεύεται τὸ ἔννατον, καὶ ἔστι διακοσίων λεπτῶν ἤτοι τριῶν μοιρῶν
5καὶ τρίτου μοίρας ὀρθῆς· ἔσται οὖν ἐν ἑκάστῳ ζῳδίῳ ἐννέα ἔννατα, ὧν ἕκαστον ἔχει ἴδιον ἐπικρατήτορα. καὶ εἰ μὲν ἐν τῷ ζῳδίῳ ἐστὶ Κριῷ ἢ Λέοντι ἢ Τοξότῃ, ἔσται ἑκάστου πρώτου ἐννάτου ἐν τοῖς τοιούτοις ζῳδίοις κύριος ὁ τοῦ Κριοῦ οἰκοδεσπότης Ἄρης· τοῦ δὲ δευτέρου ἐννάτου
10κυριεύσει ἡ Ἀφροδίτη ἡ κυρία τοῦ Ταύρου· τοῦ δὲ τρίτου ἐννάτου κυριεύσει ὁ Ἑρμῆς ὁ κύριος τῶν Διδύμων· τοῦ δὲ τετάρτου ἡ Σελήνη ἡ κυρία τοῦ Καρκίνου· τοῦ δὲ πέμ‐ πτου ὁ Ἥλιος ὁ κύριος τοῦ Λέοντος· τοῦ δὲ ϛʹ ὁ Ἑρμῆς ὁ κύριος τῆς Παρθένου· καὶ οὑτωσὶ ποιῶν εὑρήσεις τὸν
15κύριον τοῦ ἐννάτου ἐννάτου τὸν Δία τὸν κύριον τοῦ Τοξότου. Εἰ δέ ἐστι τὸ τρίγωνον τοῦ Ταύρου καὶ τῆς Παρθένου καὶ τοῦ Αἰγοκέρωτος, ἔσται ὁ κύριος τοῦ πρώτου ἐννάτου ὁ Κρόνος ὁ κύριος τοῦ Αἰγοκέρωτος· τοῦ δευτέρου ὁ
20Κρόνος ὁ κύριος τοῦ Ὑδροχόου· τοῦ δὲ τρίτου ὁ Ζεὺς ὁ κύριος τῶν Ἰχθύων· καὶ οὑτωσὶ ποιῶν εὑρήσεις τὸν κύριον τοῦ ἐννάτου ἐννάτου ἐν ἑκάστῳ τούτων τῶν ζῳδίων τὸν Ἑρμῆν τὸν κύριον τῆς Παρθένου. εἰ δὲ λάβοις τοὺς Διδύ‐ μους καὶ τὸν Ζυγὸν καὶ τὸν Ὑδροχόον, ποιήσεις πάλιν
25τὴν Ἀφροδίτην κυρίαν τοῦ πρώτου ἐννάτου ὡς κυρίαν τοῦ170

172

Ζυγοῦ· τοῦ δὲ δευτέρου τὸν Ἄρεα ὡς κύριον τοῦ Σκορ‐ πίου· καὶ οὕτως ποιῶν εὑρήσεις τὸν κύριον τοῦ ἐννάτου ἐννάτου τὸν Ἑρμῆν τὸν κύριον τῶν Διδύμων. εἰ δὲ τὸν Καρ‐ κίνον ζητεῖς καὶ τὸν Σκορπίον καὶ τοὺς Ἰχθύας, ἔσται
5κύριος τοῦ πρώτου ἐννάτου ἡ Σελήνη ἡ κυρία τοῦ Καρκί‐ νου· τοῦ δὲ δευτέρου ὁ Ἥλιος ὁ κύριος τοῦ Λέοντος· καὶ τῇ αὐτῇ μεθόδῳ χρώμενος εὑρήσεις τὸν κύριον τοῦ ἐννάτου ἐννάτου τὸν Δία τὸν κύριον τῶν Ἰχθύων. Ἔστι δὲ καὶ ἑτέρα μέθοδος συντομωτέρα τοιαύτη· ἰδὲ
10τὸ ζῴδιον οὗ βούλει διαγνῶναι τοὺς κυρίους τῶν ἐν αὐτῷ ἐννάτων ποίου τριγώνου ἐστίν. εὑρήσεις γὰρ ἀεὶ τὸν κύριον τοῦ τροπικοῦ ζῳδίου τὸν αὐτὸν κύριον ὄντα τοῦ πρώτου ἐννάτου ἐν ἑκάστῳ τῶν τριῶν ζῳδίων, τὸν δὲ κύριον τοῦ ἑξῆς ζῳδίου τὸν αὐτὸν ὄντα κύριον τοῦ
15δευτέρου ἐννάτου, καὶ τὸν τρίτον τοῦ τρίτου· καὶ τῇ αὐτῇ μεθόδῳ χρώμενος εὑρήσεις πάντα τὰ ἔννατα ἐν ἑκάστῳ ζῳδίῳ. τὴν δὲ αἰτίαν τῆς τούτων τῶν ἐννάτων ἐφευ‐ ρέσεως διεσαφήσαμεν κάλλιστά τε καὶ τελειώτατα ἐν ᾗ ἐξεθέμεθα πρὸς τὴν ἀστρονομίαν εἰσαγωγῇ.
20 Τὸν δὲ περίπατον τῶν τοιούτων ἐννάτων ἔν τε τοῖς γενεθλίοις καὶ ἐν ἑτέροις καὶ τὴν διαίρεσιν αὐτῶν τὴν εἰς τὰ τρίτα ὡς ἐν μυστηρίῳ κατεῖχον οἱ Ἰνδοί, μὴ ἀπο‐ καλύπτοντες τοῦτο εἰ μή γε μόνοις τοῖς ἐπ’ ἄκρον ἐλη‐ λακόσι τῆς ἐπιστήμης, ὁρκίζοντες αὐτοὺς πρότερον ἐν
25μυστηρίῳ ἔχειν τὴν τοιαύτην διδασκαλίαν καὶ μὴ ἀνα‐
κοινοῦσθαι ταύτην τοῖς ἀγροικοτέροις, ἀλλὰ μόνοις τοῖς171

173

γινώσκουσι τὸ μέτρον τοῦ μαθήματος καὶ ὅσον ὑπερέχει ὁ ἐπιστήμων τῶν ἄλλων ἀνθρώπων· οἱ δὲ παραλαβόντες τὴν τοιαύτην μέθοδον μεγάλας ὡμολόγουν χάριτας τῷ διδάσκοντι. ὅμως ἡμεῖς τὴν τιμιωτάτην ἡμῶν βίβλον
5βουλόμενοι κοσμῆσαι πάσῃ μεθόδῳ ἐξεθέμεθα καὶ τὴν τοιαύτην μέθοδον. Δεῖ οὖν οὑτωσὶ ταύτῃ χρῆσθαι· μετάγαγε ἕκαστον ἔννατον ἐπὶ τὰς ἀναφορὰς τοῦ κλίματος, καὶ ἑκάστην μοῖραν ἀναφορικὴν ποίησον χρόνον. εἶτα τὰ ἐπισυναχθέντα
10διαίρησον εἰς τρία ἐπίσης, καὶ ποίησον κύριον τῆς πρώτης διαιρέσεως τὸν κύριον αὐτοῦ τοῦ ἐννάτου, καὶ κύριον τῆς δευτέρας τὸν κύριον τοῦ πέμπτου ἀπ’ αὐτοῦ τοῦ ζῳδίου, καὶ κύριον τῆς τρίτης διαιρέσεως τὸν κύριον τοῦ ἐννάτου ἀπ’ αὐτοῦ τοῦ ζῳδίου· καὶ πρῶτον λαβεῖν σημαντῆρα τὸν
15κύριον τῆς πρώτης διαιρέσεως, καὶ δεύτερον τὸν κύριον τοῦ πέμπτου ζῳδίου ἀπὸ τοῦ ζῳδίου τοῦ κυρίου τοῦ ἐν‐ νάτου, εἶτα τὸν κύριον τοῦ ἐννάτου ζῳδίου ἀπ’ αὐτοῦ, εἶτα τὸν κύριον αὐτοῦ τοῦ ἐννάτου. εἰ δὲ ἐργάζῃ, τὰ τῆς τρίτης διαιρέσεως ἄρξαι ἀπὸ τοῦ κυρίου τοῦ ἐννάτου ζῳδίου
20ἀπὸ τοῦ ζῳδίου τοῦ κυρίου τοῦ ἐννάτου. Ὑποδείγματος χάριν. ἐγεννήθη τις ἐν τῷ τετάρτῳ κλί‐ ματι ἔν τινι τόπῳ πλάτος ἔχοντι λϛ, καὶ ἦν ὁ ὡροσκόπος ἡ ἀρχὴ τοῦ Κριοῦ. μετετρέψαμεν οὖν τὸ πρῶτον ἔννατον ἐπὶ τὰς ἀναφοράς, καὶ γεγόνασιν αἱ τρεῖς μοῖραι καὶ τὸ
25τρίτον, μοῖραι β λεπτὰ γ καὶ δεύτερα λεπτὰ κ, γινόμενοι172

174

χρόνοι δύο ἡμέραι κ. ἐμερίσαμεν ταῦτα εἰς τρία, καὶ ἐπέβαλον ἑκάστῃ μερίδι μῆνες η ἡμέραι ϛ ὧραι ιϛ. δεδώ‐ καμεν οὖν τὴν πρώτην ταύτην διαίρεσιν τῷ Ἄρει τῷ κυρίῳ τοῦ Κριοῦ, ὃς καὶ σημαίνει τὰ ἐν τῇ τοιαύτῃ διαι‐
5ρέσει· εἶτα μετ’ αὐτὸν γίνεται ὁ κύριος τῆς δευτέρας διαιρέσεως ὁ Ἥλιος ὁ κύριος τοῦ Λέοντος, καὶ κυβερνᾷ μῆνας η ἡμέρας ϛ ὥρας ιϛ, ὁμοῦ γινόμενα ἔτος α μῆνες δ ἡμέραι ιγ ὧραι η· εἶτα κυριεύει τῆς τρίτης διαι‐ ρέσεως ὁ Ζεὺς ὁ κύριος τοῦ Τοξότου, καὶ διέπει μῆνας
10η ἡμέρας ϛ ὥρας ιϛ, ὁμοῦ ἔτη β ἡμέραι κ. εἰ δὲ ἦν ὁ ὡρο‐ σκόπος ἢ ὁ κάματος ἐν τῇ δευτέρᾳ διαιρέσει τοῦ τοιούτου ἐννάτου, ἠρξάμεθα ἂν ἀπὸ τοῦ Ἡλίου τοῦ κυρίου τοῦ Λέοντος, εἶτα τοῦ Διὸς τοῦ κυρίου τοῦ Τοξότου, εἶτα τοῦ Ἄρεως τοῦ κυρίου τοῦ Κριοῦ καὶ τοῦ πρώτου ἐννάτου. εἰ
15δὲ ἦν ὁ ὡροσκόπος ἢ ὁ κάματος ἐν τῇ τρίτῃ διαιρέσει, ἠρξάμεθα ἂν ἀπὸ τοῦ Διὸς τοῦ κυρίου τοῦ Τοξότου, εἶτα τοῦ Ἄρεως, εἶτα τοῦ Ἡλίου. καὶ οὑτωσὶ γίνεται τὰ τῆς τοιαύτης διαιρέσεως ἐν τῷ πρώτῳ ἐννάτῳ. Εἰ δὲ ἦν ὁ ὡροσκόπος ἢ ὁ κάματος ἐν τῷ δευτέρῳ ἐννά‐
20τῳ τοῦ Κριοῦ ἐν τῇ πρώτῃ διαιρέσει, διείλομεν ἂν καὶ ταύτην εἰς τρία καὶ δεδώκαμεν τὴν κυρίαν τῆς πρώτης διαιρέσεως τῇ Ἀφροδίτῃ τῇ κυρίᾳ τοῦ Ταύρου, τὴν δὲ δευτέραν τῷ Ἑρμῇ τῷ κυρίῳ τῆς Παρθένου, τὴν δὲ τρίτην τῷ Κρόνῳ τῷ κυρίῳ τοῦ Αἰγοκέρωτος. εἰ δὲ ἦν ὁ ὡρο‐
25σκόπος ἢ ὁ κάματος ἐν τῇ δευτέρᾳ διαιρέσει τοῦ ἐννάτου
τούτου, ἠρξάμεθα ἂν ἀπὸ τοῦ Ἑρμοῦ τοῦ κυρίου τῆς173

175

Παρθένου, εἶτα τοῦ Κρόνου τοῦ κυρίου τοῦ Αἰγοκέρωτος, εἶτα τῆς Ἀφροδίτης τῆς κυρίας τοῦ Ταύρου. εἰ δὲ ἦν ὁ ὡροσκόπος ἢ ὁ κάματος ἐν τῇ τρίτῃ διαιρέσει, ἠρξάμεθα ἂν ἀπὸ τοῦ Κρόνου τοῦ κυρίου τοῦ Αἰγοκέρωτος, εἶτα τῆς
5Ἀφροδίτης τῆς κυρίας τοῦ Ταύρου, εἶτα τοῦ Ἑρμοῦ τοῦ κυρίου τῆς Παρθένου. καὶ πληροῦται τὰ τῆς διαιρέσεως τοῦ δευτέρου ἐννάτου τοῦ Κριοῦ. Τὸν αὐτὸν δὲ τρόπον ποιοῦμεν καὶ ἐπὶ τοῦ τρίτου ἐννά‐ του, ὡσαύτως καὶ ἐπὶ τοῦ τετάρτου ἐννάτου τοῦ Κριοῦ,
10διαιροῦντες τοῦτο εἰς τρία καὶ ποιοῦντες κυρίαν τῆς πρώτης διαιρέσεως τὴν Σελήνην τὴν κυρίαν τοῦ Καρκίνου, εἶτα κύριον τῆς δευτέρας διαιρέσεως τὸν Ἄρεα τὸν κύριον τοῦ Σκορπίου, εἶτα κύριον τῆς τρίτης διαιρέσεως τὸν Δία τὸν κύριον τῶν Ἰχθύων. εἰ δὲ ἦν ὁ ὡροσκόπος ἢ ὁ κάματος
15ἐν τῇ δευτέρᾳ διαιρέσει τοῦ τοιούτου ἐννάτου, ἠρξάμεθα ἂν ἀπὸ τοῦ Ἄρεως, εἶτα τοῦ Διός, εἶτα τῆς Σελήνης. εἰ δὲ ἦν 〈ὁ ὡροσκόπος ἢ〉 ὁ κάματος ἐν τῇ τρίτῃ διαιρέσει τοῦ τοιούτου ἐννάτου, ἠρξάμεθα ἂν ἀπὸ τοῦ Διός, εἶτα τῆς Σελήνης, εἶτα τοῦ Ἄρεως. καὶ οὗτοί εἰσιν οἱ κύριοι τοῦ τε‐
20τάρτου ἐννάτου τοῦ Κριοῦ. Εἰ δὲ ἐβουλήθημεν ποιῆσαι τὴν μέθοδον τοῦ πέμπτου ἐννάτου τοῦ Κριοῦ, ἐμερίσαμεν ἂν καὶ τοῦτο εἰς τρία, καὶ τὴν μὲν πρώτην διαίρεσιν ἀπεδώκαμεν ἂν τῷ Ἡλίῳ τῷ κυρίῳ τοῦ Λέοντος, τὴν δὲ δευτέραν τῷ Διῒ τῷ κυρίῳ τοῦ
25Τοξότου, τὴν δὲ τρίτην τῷ Ἄρει τῷ κυρίῳ τοῦ Κριοῦ. εἰ174

176

δὲ ἦν ὁ ὡροσκόπος ἢ ὁ κάματος ἐν τῇ δευτέρᾳ διαιρέσει τοῦ τοιούτου πέμπτου ἐννάτου, ἠρξάμεθα ἂν ἀπὸ τοῦ Διός, εἶτα ἀπὸ τοῦ Ἄρεως, εἶτα ἀπὸ τοῦ Ἡλίου. εἰ δὲ ἦν ὁ ὡροσκόπος ἢ ὁ κάματος ἐν τῇ τρίτῃ διαιρέσει τοῦ
5τοιούτου ἐννάτου, ἠρξάμεθα ἂν ἀπὸ τοῦ Ἄρεως, εἶτα ἀπὸ τοῦ Ἡλίου, εἶτα ἀπὸ τοῦ Διός. Ὅτε δὲ τοιουτοτρόπως ἀποτελεσθῶσι τὰ ἔννατα τοῦ Κριοῦ, μεθίσταται ὁ περίπατος ἐπὶ τὸν Ταῦρον· καὶ διαι‐ ροῦμεν τὸ πρῶτον ἔννατον εἰς τρία, μεθ’ ὃ μετατρέψομεν
10τὰς μοίρας ἐπὶ τὰς ἀναφορὰς τοῦ κλίματος. γενήσονται οὖν κατὰ τὴν προειρημένην μέθοδον κύριος μὲν τῆς πρώτης διαιρέσεως ὁ Κρόνος ὁ κύριος τοῦ Αἰγοκέρωτος, τῆς δὲ δευτέρας ἡ Ἀφροδίτη ἡ κυρία τοῦ Ταύρου, τῆς δὲ τρίτης ὁ Ἑρμῆς ὁ κύριος τῆς Παρθένου. εἰ δὲ ἦν ὁ ὡροσκόπος ἢ
15ὁ κάματος ἐν τῇ δευτέρᾳ διαιρέσει τοῦ Ταύρου, ἠρξάμεθα ἂν ἀπὸ τῆς Ἀφροδίτης τῆς κυρίας τοῦ Ταύρου, εἶτα τοῦ Ἑρμοῦ τοῦ κυρίου τῆς Παρθένου, εἶτα τοῦ Κρόνου τοῦ κυ‐ ρίου τοῦ Αἰγοκέρωτος. εἰ δὲ ἦν ὁ ὡροσκόπος ἢ ὁ κάματος ἐν τῇ τρίτῃ διαιρέσει τοῦ Ταύρου, ἠρξάμεθα ἂν ἀπὸ τοῦ Ἑρ‐
20μοῦ, εἶτα τοῦ Κρόνου, εἶτα τῆς Ἀφροδίτης. καὶ τοιουτοτρό‐ πως ποιοῦμεν τὸν περίπατον τῶν ἐννάτων τῶν ζῳδίων πάν‐ των, διαγινώσκοντες τοὺς κυρίους ἑκάστης διαιρέσεως 〈ἑκάστου〉 ἐννάτου εἴτε ὡροσκοπεῖ τὸ ἔννατον ἐκεῖνο εἴτε εἰς τοῦτο καταντήσει ὁ περίπατος· διαγινώσκονται δὲ τὰ
25πάθη καὶ τὰ ἀποτελέσματα διὰ τῶν τοιούτων.175

177

Οὕτως δεῖ ὁρᾶν τὸν κύριον ἑκάστης διαιρέσεως, πῶς ἦν κατὰ πῆξιν καὶ πῶς κατὰ πάροδον καὶ πῶς ἐν τοῖς δυσὶ καιροῖς καὶ εἰ ἐφορᾶται παρὰ τῆς Σελήνης καὶ τῶν ἀγα‐ θοποιῶν ἢ κακοποιῶν καὶ εἰ ἐφορᾶται πάλιν παρὰ τῶν
5συνεπιμεριζόντων αὐτῷ καὶ εἴτε ἐν δυνάμει ἐστὶν εἴτε ἐν ἀδυναμίᾳ. ὅτε γὰρ ὦσιν ἄμφω ἀκάκωτοι καὶ προσδεχό‐ μενοι ἀλλήλους ἢ πλησιάζοντες ἀλλήλοις ἢ ἐν ἑνὶ ζῳδίῳ ὑπάρχοντες ἢ ἐν μίᾳ μοίρᾳ ἢ τύχωσιν ἐν τῷ τόπῳ τῆς Σελήνης ἢ ἐν τοῖς τόποις τῶν ἀγαθοποιῶν ἢ ταῖς ἀκτῖσιν
10αὐτῶν, εὐτυχίαν δηλοῦσι· καὶ πάλιν ὅτε τύχωσιν οἱ κύριοι τοῦ ἑνὸς ἐννάτου συσχηματιζόμενοι ἀλλήλοις τριγωνικῶς ἢ ἑξαγωνικῶς καὶ ἀκάκωτοι ὄντες, δηλοῦσιν ὠφέλειαν καὶ εὐτυχίαν μεγίστην· εἰ δὲ σὺν τούτοις συσχηματίζον‐ ται ἀλλήλοις τε καὶ τοῖς κυρίοις τῶν οἴκων
15αὐτῶν, βεβαιότερα ἔσται τὰ ἀποτελέσματα καὶ πλείονα τὰ ἀγαθά. εἰ δὲ κακοῦνται καὶ συσχηματίζονται ἀλλήλοις, ἐλάττων ἔσται ἡ βλάβη. εἰ δὲ εἷς ἐξ αὐτῶν ἢ πάντες ἐν ἐκείνῳ τῷ ἐννάτῳ γένωνται, καὶ μάλιστα εἰ συντρέχει ἐκεῖσε εἶναι τὸν ἐπιμερισμὸν ἢ τὴν κατὰ πῆξιν τοῦ ἀστέ‐
20ρος ἀκτῖνα, ὠφεληθήσεται ὁ τὴν ἐναλλαγὴν ἔχων. εἰ δὲ κακοῦνται οἱ ἀστέρες καὶ συνάπτουσι κακοποιοῖς καὶ ὑπάρχουσιν ἐν κακοῖς τόποις καὶ ἔχουσι λόγους ἐν τῷ θα‐ νατικῷ τόπῳ, δηλοῦσιν ἐναντία καὶ θανάτους· ἡ δὲ κά‐
κωσις τοῦ τοιούτου ἐπιμερισμοῦ ἐστι τὸ ἐφορᾶσθαι παρὰ176

178

κακοποιῶν ἢ καταντῆσαι εἰς τόπους κακοποιῶν ἢ εἰς ἀκτῖνας αὐτῶν τάς τε κατὰ πῆξιν καὶ τὰς κατὰ τὴν ἐναλ‐ λαγὴν ἢ ταπεινοῦσθαι τοὺς κυρίους αὐτῶν. Καὶ δεῖ ἅμα ὁρᾶν τούς τε τόπους τῶν ἐπιμερισμῶν καὶ
5τοὺς κυρίους αὐτῶν καὶ τὰς διαθέσεις τῆς Σελήνης. ὡσαύ‐ τως δεῖ ὁρᾶν καὶ τὸν συνεπιμερίζοντα εἴτε τῷ σώματι εἴτε τῇ ἀκτῖνι· καὶ εἰ μέν ἐστιν ἀγαθοποιός, δηλοῖ ἀγαθὰ καὶ εὐτυχίαν· εἰ δὲ κακοποιός, δηλοῖ διαφθορὰν καὶ κάκω‐ σιν κατὰ τὴν φύσιν τοῦ κακοποιοῦ, καθὼς προείπομεν ἐν
10τῇ τῶν ὁρίων διαιρέσει καὶ τῶν συνεπιμεριζόντων τοῖς κυρίοις αὐτῶν. εἰ δὲ ὁ ἐπιμερίζων καὶ ὁ συνεπιμερίζων τῆς αὐτῆς ὦσι φύσεως καὶ συσχηματίζονται ἀλλήλοις συμφώ‐ νῳ σχήματι καὶ ἐφορῶσι τὸν τόπον τοῦ ἐπιμερισμοῦ, δη‐ λοῦσιν ἀγαθά· τοὐναντίον δὲ εἰ ἐναντίως διάκεινται. δεῖ
15οὖν ἐπὶ παντὸς πράγματος ἐφορᾶν τόν τε κύριον τοῦ ἐννάτου καὶ τὸν συνεπιμερίζοντα αὐτῷ εἴτε κατὰ σῶμα ἢ ἀκτινο‐ βολικῶς καὶ τὸν παραδιδόντα καὶ τὸν παραλαμβάνοντα, καὶ τοιουτοτρόπως ἐργάζεσθαι.
19tΤμῆμα δέκατον. Περὶ διαγνώσεως τοῦ χρονο‐
20tκράτορος ἐκ τῶν ἐννάτων κατὰ τὴν Ἰνδῶν δόξαν
21Ὅτε καταντήσει ὁ χρόνος εἴς τι ζῴδιον, λαμβάνουσιν οἱ
Ἰνδοὶ χρονοκράτορα τὸν κύριον τοῦ πρώτου ἐννάτου, εἴτε177

179

εἰς τὴν ἀρχὴν τοῦ ζῳδίου κατήντησεν ἡ ἐναλλαγὴ εἴτε εἰς τὸ τέλος. καὶ τὸν τοιοῦτον χρονοκράτορα ὁρῶσι πῶς ἦν κατὰ πῆξιν καὶ πῶς ἐστιν ἐν τῇ ἐναλλαγῇ καὶ εἰ ἐν τῷ οἴκῳ αὐτοῦ ἐστιν ἢ ἐν τῷ ὑψώματι ἢ ἐν τοῖς ὁρίοις ἢ ἐν τῷ
5οἰκείῳ ἐννάτῳ. καὶ εἰ ἐν ἀλλοτρίῳ ἐστὶ ζῳδίῳ ἢ ἐν καλῷ τόπῳ τυγχάνει μετὰ ἀγαθοποιοῦ ἢ μετὰ τῆς Σελήνης, καὶ κατὰ τὴν διάθεσιν αὐτοῦ ἀπετέλουν τὰ περὶ τοῦ χρόνου παντός. καὶ εἰ μὲν ὁ τοιοῦτος χρονοκράτωρ ἤτοι ὁ κύριος τοῦ πρώτου ἐννάτου ἀγαθυνόμενός ἐστιν ἐν τοῖς δυσὶ και‐
10ροῖς, δηλοῖ ἀγαθά· εἰ δὲ κεκακωμένος, δηλοῖ ἐναντία. Ὑποδείγματος χάριν. κατήντησε τὸ ἔτος εἰς τὴν εἰκόστην μοῖραν τοῦ Ταύρου εἴτε εἰς ἐλάττονα εἴτε εἰς πλείονα· κύριος οὖν τῆς τοιαύτης μοίρας ὁ Κρόνος ὁ κύριος τοῦ πρώτου νουπάχρατες. εἰ δὲ καταντήσει τὸ ἔτος
15τυχὸν ἐπὶ τοὺς Διδύμους εἰς οἱονδήποτε τόπον αὐτῶν, ἔσται ἡ Ἀφροδίτη κυρία τοῦ ἔτους διὰ τὸ κυρίαν αὐτὴν εἶναι τοῦ πρώτου ἐννάτου τῶν Διδύμων· εἰ δὲ τὸ ἔτος καταντήσει ἐπὶ τὸν Καρκίνον, παραλαμβάνουσιν ὡσαύτως οἱ Ἰνδοὶ τὴν Σελήνην κυρίαν τοῦ ἔτους διὰ τὸ κυριεύειν
20αὐτὴν τοῦ πρώτου ἐννάτου τοῦ Καρκίνου.
Τὸ δὲ αἴτιον τοῦ παραλαβεῖν αὐτοὺς χρονοκράτορας178

180

τοὺς κυρίους τοῦ πρώτου νουπάχρατες τῶν ζῳδίων ὅτι ἐσκόπησαν πόσοι νουπάχρατες διῆλθον ἀπὸ τῆς ἡμέρας καθ’ ἣν ἐγεννήθη ὁ γεννηθείς, καὶ ἀπολύουσι τούτους ἀπὸ τοῦ ἐννάτου τοῦ ὡροσκόπου τῆς καταρχῆς ἀνὰ ρη, εἶτα
5πάλιν ρη· καὶ καθ’ ἑκάστην περίοδον ἐκράτουν χρόνον ἕνα καὶ ζῴδιον α. καὶ ἔνθα καταντήσει, ἐκεῖσε ἔσται τὸ ζῴ‐ διον ἔνθα κατήντησε τὸ ἔτος, εἰς ἐκεῖνον τὸν τόπον ἔνθα ἐπερατώθη τὰ ἔννατα. περὶ δὲ τῶν κατὰ μῆνα καὶ τῶν καθ’ ἡμέραν ἀποτελεσμάτων ἀπὸ τῶν ἐννάτων καθὼς ἐδό‐
10ξασαν οἱ Ἰνδοὶ διηγησόμεθα εἰς τὸ μετέπειτα, τοῦ Θεοῦ
θέλοντος.179

181

(1t)

ΛΟΓΟΣ Δʹ
2tἈπὸ τῆς βίβλου τοῦ Ἀπομάσαρ
3tπερὶ τῆς τῶν ἐτῶν ἐναλλαγῆς·
4tπερὶ τῶν φαρταριτῶν ἤτοι τῶν κύκλων,
5tκαὶ διαιρεῖται εἰς τμήματα ζ
6tΤμῆμα πρῶτον. Περὶ τῆς φαρταρίας τοῦ Ἡλίου
7 Ἕκαστος ἀστὴρ τῶν ζ καὶ ὁ Ἀναβιβάζων καὶ ὁ Κατα‐ βιβάζων ἔχουσι χρόνους τινὰς ὡρισμένους καὶ διοικεῖ ἕκαστος ἀστὴρ τὸν γεννηθέντα κατὰ τὴν οἰκείαν φαρτα‐
10ρίαν. τοῦ μὲν οὖν Ἡλίου ἡ φαρταρία ἐστὶν ἔτη ι, τῆς δὲ Ἀφροδίτης η, τοῦ δὲ Ἑρμοῦ ιγ, τῆς δὲ Σελήνης θ, τοῦ δὲ Κρόνου ια, τοῦ Διὸς ιβ, τοῦ Ἄρεως ζ, τοῦ Ἀναβιβά‐ ζοντος τρία, τοῦ δὲ Καταβιβάζοντος β· ὁμοῦ τὰ πάντα οε. Ἐπὶ μὲν οὖν τῶν ἡμερινῶν γενέσεων λαμβάνει τὴν
15κυβέρνησιν τῆς πρώτης φαρταρίας ὁ Ἥλιος, ἔνθα ἂν καὶ
ὑπάρχῃ, εἶτα ἡ Ἀφροδίτη, εἶτα ὁ Ἑρμῆς, εἶτα ἡ Σελήνη,180

182

εἶτα ὁ Κρόνος κατὰ τὴν τῶν ζωνῶν αὐτῶν τάξιν. ἐπὶ δὲ τῶν νυκτερινῶν αὐτῶν γενέσεων λαμβάνει τὴν πρώτην φαρταρίαν ἡ Σελήνη, εἶτα ὁ Κρόνος, εἶτα ὁ Ζεύς, εἶτα ὁ Ἄρης κατὰ τὴν προτέραν τάξιν· πλὴν ὅτε κυβερνή‐
5σει τις τῶν ἀστέρων, διέπει αὐτὸς τὸ ζʹ τῶν οἰκείων ἐτῶν, εἶτα κοινωνοῦσιν αὐτῷ οἱ λοιποὶ ἀστέρες ἐπὶ σημασίᾳ τῶν ἀγαθῶν καὶ τῶν κακῶν κατὰ τὸ ζʹ τῆς ἰδίας φαρταρίας. καὶ ἡ μὲν ἀρχὴ ἔσται ἀπὸ τοῦ ἀστέρος τοῦ ἔχοντος τὴν φαρταρίαν, κοινωνεῖ δὲ αὐτῷ πρῶτον ὁ ἑξῆς αὐτῷ
10ὑποκείμενος, εἶτα ὁ ἑπόμενος ἐκείνῳ. ἡ δὲ αἰτία τῆς κοινωνίας τῶν λοιπῶν ἀστέρων πρὸς τὸν ἕνα διότι τὰ ἑκάστου ἀστέρος ἔτη τῆς φαρταρίας παρεξεβλήθησαν ἀφ’ ὧν ἔχει λόγον εἰς τὰ ιβ ζῴδια· ὁ δὲ Ἀναβιβάζων καὶ 〈ὁ〉 Καταβιβάζων ἰδίως διέπουσι μόνοι, μὴ ἐπικοινωνοῦντες
15ἀστέρι τινί, μετὰ τὸ πληρωθῆναι τὰ ἔτη τῶν ζ ἀστέρων καὶ τελειῶσαι τὸν γεννηθέντα ἑβδομήκοντα ἔτη διότι μὴ ἔχουσιν οἴκους. ἔχουσι δὲ καὶ ἑτέρας αἰτίας τὰ ἔτη ταῦτα ὧν μνημονεύσομεν ἐν ἑτέρᾳ βίβλῳ· ἐνταῦθα δὲ τὰς σημασίας διασαφηνίσομεν τῶν διεπόντων τὰ ἔτη τῆς
20φαρταρίας τῶν ἀστέρων.181

183

Ὁ μὲν οὖν ἐν ἡμέρᾳ γεννηθεὶς ἀφ’ ἧς ὥρας γεννηθῇ καὶ μέχρι δέκα ἐτῶν κυβερνᾶται παρὰ τοῦ Ἡλίου. καὶ ὅμως ἐπιμερίζει ὁ αὐτὸς Ἥλιος ἔτος ἓν μῆνας ε ἡμέρας δ ὥρας ϛ ἔγγιστα ἤτοι τὸ ζʹ τῶν οἰκείων ἐτῶν· εἶτα ἐπι‐
5μερίζει ἕκαστος τῶν λοιπῶν ἀστέρων κατὰ τὸ ἕβδομον τῶν οἰκείων ἐτῶν. ὁ μὲν οὖν Ἥλιος ἐπιμερίζων δηλοῖ τὴν ἀνατροφὴν αὐτῷ γενέσθαι καλλίστην εἴπερ ἀκάκωτός ἐστι κατὰ πῆξιν ὁ Ἥλιος, πλὴν κατὰ τὸν πρῶτον καὶ δεύτερον μῆνα λυπηθήσονται οἱ γονεῖς αὐτοῦ· εἶτα
10παρέλθῃ ἡ λύπη αὐτῶν καὶ μετατραπήσεται εἰς εὐφρο‐ σύνην καὶ χαράν. εἰ δὲ ἐπιμερίζει ὁ Ἥλιος κατὰ τὴν οἰκείαν φαρταρίαν, νέου ὄντος τοῦ γεννηθέντος, εὑρήσει παρὰ ἀρχόντων ἀγαθὰ καὶ κυριεύσει τῶν οἰκείων συγγενῶν καὶ προστεθήσεται ὁ πλοῦτος αὐτοῦ καὶ ἡ εὐφροσύνη·
15ἐπιμερίζει δὲ φαρταρικῶς ὁ Ἥλιος ἐν νεότητι ὅτε ἐστὶν ἡ γέννησις νυκτερινή. εἰ δὲ ἐπιμερίζει ὁ Ἥλιος ἐν τῇ γεροντικῇ ἡλικίᾳ, εὐφρανθήσεται ἐπὶ συγγενέσι καὶ τέκ‐ νοις καὶ τεύξεται ἀξιολόγων εὐτυχιῶν· ἐπιμερίζει δὲ ἐν τῇ γεροντικῇ ἡλικίᾳ τότε ὁ Ἥλιος ὅτε ἐστὶν ἡμερινὴ ἡ
20γέννησις καὶ διέλθωσι τὰ οε ἔτη. ὅτε δὲ τύχῃ ὁ Ἥλιος ἐν τῷ ἰδίῳ οἴκῳ ἢ ἐν ὁρίοις Διὸς ἢ ἐν ὁρίοις Ἀφροδίτης καὶ
δηλοῖ εὐτυχίαν, ὅτε ἐπιμερίζει εἴτε ἐν τῇ νεότητι εἴτε ἐν182

184

τῷ γήρει, δηλοῖ εὐτυχίαν καὶ ὑγείαν καὶ εὐφροσύνην καὶ δυσχερειῶν ἀπαλλαγήν· καὶ προστεθήσεται ἡ φρόνησις αὐτοῦ καὶ ἡ ἀξία καὶ συμβούλῳ χρήσονται αὐτῷ οἱ ἄνθρωποι περὶ τὰς οἰκείας πράξεις καὶ ἔσται εὐπρόσ‐
5δεκτος τοῖς λόγοις καὶ διαβήσεται ἡ πρόσταξις αὐτοῦ εἰς τὴν οἰκείαν πατρίδα καὶ εὐεργετήσει τοὺς συμπολίτας αὐτοῦ καὶ ἔσται ἐν ἀγαθοῖς καὶ ἐπικτήσεται χρυσὸν καὶ ἄργυρον καὶ λίθους τιμίους καὶ δῶρα βασιλικά· καὶ ἔνθα ἂν ὑπάρχῃ διὰ τιμῆς ἀχθήσεται καὶ ἐπιθυμήσουσιν αὐτοῦ
10οἱ βασιλεῖς καὶ τῆς ὁμιλίας αὐτοῦ καὶ πολλοὶ τῶν ἀρχόν‐ των προσελεύσονται τῇ πύλῃ αὐτοῦ καὶ κυριεύσει ἐγγαίων καὶ χωρίων καὶ πληθυνθήσονται τὰ δένδρα αὐτοῦ καὶ τέκνα ἕξει· καὶ εἰ ἔστιν αὐτῷ πατήρ, κἀκεῖνος τεύξεται ἀγαθῶν. εἰ δὲ ὁ Ἥλιος κατὰ πῆξίν ἐστιν ἐν τῷ ὡρο‐
15σκόπῳ ἢ ἅμα τῷ κυρίῳ τοῦ ὡροσκόπου ἑῴῳ ὄντι, δηλοῖ εὐτυχίαν μεγίστην. Εἶτα παραλαμβάνει ἡ Ἀφροδίτη τὸν ἐπιμερισμὸν ἐν τῇ τοῦ Ἡλίου φαρταρίᾳ ἔτος ἓν μῆνας ε ἡμέρας δ ὥρας ϛ ἔγγιστα, ὁμοῦ γινόμενα ἔτη δύο μῆνες ι ἡμέραι η καὶ
20ὧραι ιγ ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ προστεθήσεται ὁ ἱματισμὸς αὐτοῦ καὶ τὰ χρήματα καὶ εἰς λόγους συνελεύσεται περὶ γάμων ἢ καὶ συζευχθήσεται γυναικί, εἴ γε δὴ ἡ καταρχὴ τοῦ γενεθλίου αὐτοῦ τοιοῦτόν τι δηλοῖ· ἴσως δὲ καὶ ἀποδημήσει καὶ νόσον κρυφίαν
25ἕξει. εἰ δὲ νυκτερινή ἐστιν ἡ γέννησις, ἀπαλλαγήσεται
λυπηρῶν καὶ πληθυνθήσεται ὁ πλοῦτος αὐτοῦ καὶ εὐφραν‐183

185

θήσεται ἐπὶ γυναιξὶ καὶ τέκνοις καὶ ἀνακαινίσει οἰκοδο‐ μήματα θαυμαστὰ καὶ ἐξωνήσεται προάστεια πολλὰ καὶ εὐμετάδοτος ἔσται καὶ διὰ δικαιοσύνην τινὰ ἀποδημήσει καὶ ὁσιότητα καὶ πρὸς θεῖα ἱλαστήρια· ἔν τισι δὲ μορίοις
5κρυφίοις τοῦ σώματος ἀρρωστίαν ἕξει. εἰ δὲ ὁ Κρόνος καὶ ὁ Ἄρης καὶ ὁ Καταβιβάζων ὦσι μετὰ τῆς Ἀφροδίτης ἢ ἐφορῶσιν αὐτὴν ἀσυμφώνῳ σχήματι, οὐ μόνον ἀφαιρή‐ σουσι τὰ τοιαῦτα, ἀλλὰ καὶ μᾶλλον βλάψουσι προφάσει τῶν τοιούτων.
10 Εἶτα ἐπιμερίζει ὁ Ἑρμῆς ἐν τῇ τοῦ Ἡλίου φαρταρίᾳ χρόνον ἕνα μῆνας ε ἡμέρας δ ὥρας ϛ ἔγγιστα, ὁμοῦ γινό‐ μενα χρόνοι δ μῆνες γ ἡμέραι ιβ ὧραι κ ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ ἀπολέσει τινὰ τῶν χρημάτων αὐτοῦ καὶ βλάψει αὐτόν τις τῶν συγγενῶν
15αὐτοῦ καὶ πεσεῖται ἀπὸ ὑψηλοῦ τόπου ἢ ἐγγὺς ἔλθῃ τοῦ πεσεῖν· ἀλγήσει δὲ καὶ τοὺς ὀφθαλμοὺς καὶ ἀπαλλα‐ γήσεται συντόμως τῆς ὀδύνης. εἰ δὲ νυκτερινή ἐστιν ἡ γέννησις, ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ κατανα‐ λώσει πλοῦτον πολὺν καὶ ἔριδας ἕξει καὶ κόποις προστα‐
20λαιπωρήσει· εἰ δὲ καὶ δημοσιεύσεταί τι, ζημιωθήσεται καὶ
ὀλιγωθήσεται τὸ κέρδος αὐτοῦ καὶ λυπηθήσεται διὰ184

186

πλαστογραφίας καὶ πεσεῖται ἀπό τινος οἰκίας καὶ οὐ βλαβήσεται καὶ αἱμορροΐδας ἕξει καὶ ἀπαλλαγήσεται ἐξ αὐτῶν. Εἶτα ἐπιμερίζει ἡ Σελήνη ἐν τῇ τοῦ Ἡλίου φαρταρίᾳ
5ἔτος ἓν μῆνας ε ἡμέρας δ ὥρας ϛ ἔγγιστα, ὁμοῦ γινόμενα ἔτη ε μῆνες η ἡμέραι ιζ ὧραι γ ἔγγιστα. ἐν τῷ τοιούτῳ οὖν ἐπιμερισμῷ μεταχειριεῖται πράξεις βλαβερὰς καὶ ὠφελη‐ θήσεται ἐν ἄλλοις καὶ κλαπήσεται καὶ ἀγαπήσει τὸ βλέ‐ πειν ὕδατα ἢ διαπλωΐσεται καὶ ἀλγήσει τὴν κεφαλὴν καὶ
10τοὺς ὀφθαλμούς. εἰ δὲ νυκτερινή ἐστιν ἡ γέννησις, ἐπι‐ χειρήσει πράγμασιν ἀνοήτοις καὶ ἐπικτήσεται πλοῦτον καὶ προστεθήσονται αἱ εἴσοδοι αὐτοῦ καὶ ὠφέλειαι καὶ δωροδοκηθήσεται κρυφίως καὶ θαλάττιος γενήσεται ἔμπορος καὶ πλοῦτον καταναλώσει ἀξιόλογον καὶ ἄρχου‐
15σιν ὁμιλήσει καὶ φίλους ἐπικτήσεται καὶ ἀσπάσεται τὸ ἀνεγεῖραι οἰκοδομήματα, κεφαλαλγία τε αὐτῷ δεινὴ ἐπιγενήσεται κατὰ τὸ ἔσχατον τοῦ τοιούτου ἐπιμερισμοῦ. Εἶτα ἐπιμερίζει ὁ Κρόνος ἐν τῇ τοῦ Ἡλίου φαρταρίᾳ ἔτος ἓν μῆνας ε ἡμέρας δ ὥρας ἓξ ἔγγιστα, ὁμοῦ γινόμενα
20ἔτη ζ μῆν εἷς ἡμέραι κα ὧραι δέκα ἔγγιστα. καὶ δηλοῖ λυπηθήσεσθαι τοῦτον ἐν τούτῳ τῷ ἐπιμερισμῷ καὶ βλα‐
βήσεσθαι παρὰ τῶν συγγενῶν αὐτοῦ καὶ ἀλγήσειν τὴν185

187

κοιλίαν αὐτοῦ καὶ ἐμπρησθήσεσθαι ἢ ζεματισθήσεσθαι δι’ ὕδατος θερμοτάτου· ἀλγήσει τε τοὺς ὀφθαλμοὺς καὶ ἀπαλ‐ λαγήσεται τῆς ὀδύνης καὶ μακρὰν ἀποδημήσει ἀποδημίαν καὶ δι’ ὕδατος βλαβήσεται. εἰ δὲ νυκτερινή ἐστιν ἡ γέννησις,
5λυπηθήσεται καὶ ὑπόχυσιν ἕξει περὶ τοὺς ὀφθαλμοὺς καὶ ἀλγήσει τὴν κοιλίαν καὶ διὰ θαλάσσης ἐμπορεύσεται καὶ δι’ ὕδατος βλαβήσεται ὡσαύτως καὶ διὰ πυρὸς ἢ ζέοντος ὕδατος διὰ τὴν φύσιν τοῦ Ἡλίου καὶ τοῦ Κρόνου. Εἶτα ἐπιμερίζει ὁ Ζεὺς ἐν τῇ φαρταρίᾳ τοῦ Ἡλίου ἔτος
10α μῆνας ε ἡμέρας δ ὥρας ϛ ἔγγιστα, ὁμοῦ ἔτη η μῆνες ϛ ἡμέραι κε ὧραι ιζ ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ προστεθήσονται τὰ χρήματα αὐτοῦ καὶ τὰ κειμήλια καὶ ὠφεληθήσεται διὰ τῶν γονέων αὐτοῦ, πλὴν πεσεῖται ἀπὸ τόπου ὑψηλοῦ. εἰ δὲ νυκτερινή ἐστιν ἡ
15γέννησις, προστεθήσεται ἡ ἀξία αὐτοῦ καὶ ἡ δόξα καὶ ἡ εὐτυχία καὶ ἄρξει τῶν ὁμοίων αὐτῷ κατὰ τὴν τύχην· ἐπιχειρήσει δὲ καὶ κτίσμασι καὶ προστεθήσεται ὁ πλοῦ‐ τος αὐτοῦ καὶ εὑρήσει θησαυρὸν ἢ κερδήσει πλοῦτον πολὺν χωρὶς κόπου καὶ καθυπερτερήσει τῶν ἐχθρῶν
20αὐτοῦ, πλὴν πρὸς τῷ τέλει τοῦ ἐπιμερισμοῦ τούτου πεσεῖται ἀπό τινος οἰκίας ἢ ἀπὸ ὑποζυγίου. Εἶτα ἐπιμερίζει ὁ Ἄρης ἐν τῇ φαρταρίᾳ τοῦ Ἡλίου ἔτος α μῆνας ε ἡμέρας δ ὥρας ϛ ἔγγιστα, ὁμοῦ ἔτη ι. καὶ
δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ μεταστήσεται ἀπὸ186

188

διαθέσεως εἰς διάθεσιν καὶ ἀποδημήσει· ἴσως δὲ καὶ γυναικὶ συζευχθήσεται· ὑποστήσεται δὲ καὶ δεινὰ διὰ δῆγμα ἰοβόλου ἢ πτῶσιν ἢ δαρμὸν καὶ ῥύσις αἵματος ἐξ αὐτοῦ γενήσεται· καὶ ταῦτα ἐν τῇ πρώτῃ τετραμήνῳ.
5εἰ δὲ νυκτερινή ἐστιν ἡ γέννησις, ἀπό τινος ἔργου μετα‐ τεθήσεται ἐφ’ ἕτερον καὶ ἀποδημήσει καὶ κόπον ὑποστή‐ σεται πολὺν καὶ ἀγωνισθήσεται ἐπὶ γυναικῶν συνουσίαις καὶ ἐπὶ πορνείαις δι’ ἃς καὶ ὑποστήσεται δεινά· ἀδικήσει δὲ καί τινας καὶ βλαβήσεται παρ’ αὐτῶν· ἅψεται δὲ καὶ
10τοῦ σώματος αὐτοῦ σίδηρος· δηχθήσεται δὲ καὶ ὑπὸ κυνὸς καὶ νοσήσει ἡμέρας ια· καὶ ὁσάκις κακωθῶσιν ὁ Ἄρης καὶ ὁ Ἥλιος, τοσαυτάκις ἐκεῖνος βλαβήσεται.
13t〈Δεύτερον〉. Περὶ τῆς φαρταρίας τῆς Ἀφροδίτης
14Ἡ δὲ Ἀφροδίτη κυβερνᾷ διὰ τῆς οἰκείας φαρταρίας ἔτη
15η, ἐξ ὧν αὐτὴ ἐπιμερίζει τὸ ζʹ ἤτοι ἔτος ἓν μῆνα ἕνα ἡμέρας κα〉 ὥρας ι ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ εὐφρανθήσεται ὁ γεννηθεὶς καὶ χαρήσεται καὶ ὠφεληθήσεται· ἴσως δὲ καὶ γυναικὶ συζευχθήσεται. εἰ δὲ νυκτερινή ἐστιν ἡ γέννησις, χαρήσεται ἐν τῷ τοιούτῳ
20ἐπιμερισμῷ καὶ εὐφρανθήσεται ἐπὶ διαφόροις πράγμασι
καὶ ἐπὶ τῇ ἰδίᾳ γυναικὶ ἢ συζευχθήσεται ἀλλοτρίᾳ γυναικὶ187

189

καὶ γεννηθήσεται αὐτῷ παιδίον εὐτυχὲς καὶ γάμῳ συν‐ άψει υἱοὺς αὐτοῦ καὶ θυγατέρας καὶ ἐπιχειρήσει κτίσμασι καὶ δένδρων φυτείαις καὶ ἐπὶ τοσοῦτον δαψιλευθήσεται ὁ πλοῦτος αὐτοῦ ὥστε καὶ κειμήλια ἀποθεῖναι·
5ἐπικτήσεται δὲ καὶ φίλων τῶν ἐν ἀξίαις καὶ πρᾶξιν μεγίστην ἐγχειρισθήσεται καὶ βασιλεῖς αὐτῷ ἱματισμὸν δωρήσονται. ὡς δέ φησιν ὁ Ἑρμῆς, [ὡς] πέντε μῆνες τοῦ τοιούτου ἐπιμερισμοῦ καὶ κε ἡμέραι κρείττονές εἰσι τῶν λοιπῶν.
10 Εἶτα ἐπιμερίζει ὁ Ἑρμῆς ἐν τῇ φαρταρίᾳ τῆς Ἀφροδίτης ἔτος ἓν μῆνα ἕνα ἡμέρας κα〉 ὥρας ι ἔγγιστα, ὁμοῦ ἔτη β μῆνες τρεῖς ἡμέραι ιβ ὧραι κ ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ κλαπήσεται καὶ ἀπολέσει περιουσίαν καὶ βλαβήσεται καὶ νοσήσει καὶ ἀπὸ τόπου εἰς
15τόπον μεταβήσεται. εἰ δὲ νυκτερινή ἐστιν ἡ γέννησις, πολλὰ ἀναλώσει τῶν ἐπικτηθέντων καὶ ἡττηθήσεται παρὰ τῶν ἐχθρῶν αὐτοῦ καὶ φεύξεται ἐξ αὐτῶν καὶ τοσοῦ‐ τον λυπηθήσεται ὥστε βρωτῶν ἀποσχέσθαι καὶ ποτῶν· ἐπισυμβήσεται δὲ καὶ αὐτῷ νόσος ἀπὸ φαρμάκου πόσεως
20ἢ ἀπὸ χρήσεώς τινος τῶν ἐδεσμάτων. Εἶτα ἐπιμερίζει ἡ Σελήνη ἐν τῇ φαρταρίᾳ τῆς Ἀφρο‐ δίτης ἔτος ἓν μῆνα ἕνα ἡμέρας κα〉 ὥρας ι ἔγγιστα, ὁμοῦ γινόμενα ἔτη τρία μῆνες ε ἡμέραι δ ὧραι ζ ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ εὖ ἕξει τὰ κατ’ αὐτὸν
25καὶ ὁμιλήσει τισὶν ἄρχουσιν· ἴσως δὲ καὶ γυναικὶ συζευ‐
χθήσεται. εἰ δὲ νυκτερινή ἐστιν ἡ γέννησις, δηλοῖ ὡς188

190

ἀπαλλαγήσεται συμφορῶν καὶ ἐπὶ εὐτυχίᾳ ῥέψει τὰ κατ’ αὐτὸν καὶ πρὸς πύλας βαδίσει κρειττόνων καὶ τιμηθήσεται παρὰ ἀρχόντων καὶ ἄρξει τῶν συγγενῶν καὶ ἐπισυνάξει πλοῦτον ἱκανόν· εἰ δὲ οὐκ ἔχει γυναῖκα, λήψεται.
5 Εἶτα ἐπιμερίζει ὁ Κρόνος ἐν τῇ φαρταρίᾳ τῆς Ἀφρο‐ δίτης ἔτος ἓν μῆνα ἕνα ἡμέρας κα〉 ὥρας ι ἔγγιστα, ὁμοῦ γινόμενα ἔτη δ μῆνες ϛ ἡμέραι κε ὧραι ιζ ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ ἔσται πολύκοπος καὶ προσπαλαίσει ταλαιπωρίαις καὶ βλάψει τινὰ τῶν γυναι‐
10κῶν καὶ ὑπὸ γυναικῶν βλαβήσεται. εἰ δὲ νυκτερινή ἐστιν ἡ γέννησις, πληθυνθήσονται αἱ φροντίδες αὐτοῦ καὶ οἱ κόποι καὶ σύγχυσιν ἕξει ὁ βίος αὐτοῦ καὶ οὐκ ὠφεληθήσεται δι’ ὧν πράξει· προσκαλέσεται δὲ καὶ τοὺς οἰκείους ἐπὶ τροφῇ καὶ πότῳ καὶ λυπηθήσεται ἐπ’ αὐτοῖς καὶ τελευ‐
15τήσει ἡ τούτου γυνὴ ἢ μάχαν ἕξει πρὸς αὐτήν· ἴσως δὲ καὶ ἐκτρώσει ἡ γυνὴ αὐτοῦ εἰ ἔστι ἔγγυος καὶ συμμιγή‐ σεται γυναικὶ πόρνῃ ἢ παιδίσκῃ καὶ βλάψει παῖδα αὐτοῦ ἢ παῖδα ἑτέρου. Εἶτα ἐπιμερίζει ὁ Ζεὺς ἐν τῇ φαρταρίᾳ τῆς Ἀφροδίτης
20ἔτος ἓν μῆνα ἕνα ἡμέρας κα〉 ὥρας ι ἔγγιστα, ὁμοῦ ἔτη ε μῆνες η ἡμέραι ιζ ὧραι τρεῖς ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ εὖ ἕξει τὰ κατ’ αὐτὸν καὶ εὐτυχήσει ὁ πατὴρ αὐτοῦ καὶ προστεθήσεται ὁ πλοῦτος αὐτοῦ· εἰ δὲ νυκτερινή ἐστιν ἡ γέννησις, ἀπαλλαγήσεται
25συμφορῶν ὁ γεννηθεὶς καὶ ἐπαινεθήσεται παρὰ πολλῶν καὶ προστεθήσεται ἡ ἀκίνητος αὐτοῦ περιουσία· εἰ δὲ ἡ καταρχὴ τοῦ γενεθλίου αὐτοῦ δηλοῖ εὐτυχίαν, ἐπὶ μέγα
δόξης καταντήσει· εἰ δὲ ἡ Ἀφροδίτη ἐστὶν ἅμα τῷ Ἀνα‐189

191

βιβάζοντι ἢ τῷ Διῒ ἐπίκεντρος, κυριεύσει πολλῶν διά τε γῆς καὶ θαλάσσης. Εἶτα ἐπιμερίζει ὁ Ἄρης ἐν τῇ φαρταρίᾳ τῆς Ἀφροδίτης ἔτος ἓν μῆνα ἕνα ἡμέρας κα〉 ὥρας ι ἔγγιστα, ὁμοῦ ἔτη ϛ
5μῆνες ι ἡμέραι η ὧραι ιγ ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ κοπιάσει πολλάκις καὶ βλάψει τοὺς ἀδελφοὺς αὐτοῦ· ἴσως δὲ καὶ γάμῳ συνελεύσεται. εἰ δὲ νυκτερινή ἐστιν ἡ γέννησις, πολύμοχθος ἔσται καὶ πολύ‐ κοπος καὶ ἀδικήσει τινὰς καὶ βλαβήσονται οἱ τούτου ἀδελ‐
10φοὶ καὶ γάμῳ συνελεύσεται πρός τι πρόσωπον ἀρχοντικόν. Εἶτα ἐπιμερίζει ὁ Ἥλιος ἐν τῇ φαρταρίᾳ τῆς Ἀφρο‐ δίτης ἔτος ἓν μῆνα ἕνα ἡμέρας κα〉 ὥρας ι ἔγγιστα, ὁμοῦ ἔτη η. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ ἀρρωστή‐ σει δεινῶς καὶ συναφθήσεταί τισιν ὑπερέχουσιν καὶ
15προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ ὁ πλοῦτος καὶ προσ‐ δέξεται γυναῖκα πεπαιδευμένην. εἰ δὲ νυκτερινή ἐστιν ἡ γέννησις, νόσῳ περιπεσεῖται δεινῇ καὶ ἀνακλιθήσεται ταύ‐ της καὶ προστεθήσονται οἱ δοῦλοι αὐτοῦ καὶ αἱ δοῦλαι καὶ κόσμον ἀμφιάσεται βασιλικὸν καὶ συναυλισθήσεται βασι‐
20λεῦσι καὶ κυριεύσει τῶν ἐχθρῶν αὐτοῦ καὶ συζευ‐ χθήσεται γυναικὶ συνετωτάτῃ ἢ νοταρίᾳ. εἰ δὲ ἡ Ἀφρο‐ δίτη ἢ ὁ Ἥλιος ἔχει τὴν χρονοκρατορίαν καὶ εἴσιν ἀκάκω‐ τοι, ἐπὶ μέγα δόξης ἀφίξεται· εἰ δὲ ἡ Ἀφροδίτη καλῶς διάκειται, πληθυνθήσονται αἱ ὠφέλειαι αὐτοῦ καὶ συν‐
25ομιλήσει βασιλεῦσιν.190

192

(1t)

〈Τρίτον〉. Περὶ τῆς φαρταρίας τοῦ Ἑρμοῦ.
2 Τοῦ δὲ Ἑρμοῦ ἡ φαρταρία ἐστὶν ἔτη ιγ μετὰ τὴν τῆς Ἀφροδίτης· διέπει δὲ αὐτὸς καὶ τὸ πρῶτον ἕβδομον μέρος, ἤγουν ἔτος ἓν μῆνας ι ἡμέρας η ὥρας ιγ ἔγγιστα.
5καὶ δηλοῖ ὡς ὁ γεννηθεὶς ἐν τῷ πρώτῳ ἡμίσει μέρει τεύξε‐ ται ἀγαθῶν, ἐν δὲ τῷ ἐσχάτῳ περιπεσεῖται κακοῖς καὶ ἀποδημήσει ἀπὸ χώρας εἰς χώραν καὶ πάντα ὅσα ἂν ποιῇ οὐ κατευοδωθήσεται· τελευτήσει δὲ καί τις τῶν οἰκείων αὐτοῦ ἀνθρώπων ἢ ἀλόγων καὶ νοσήσει νόσον ἐν ᾗ οὐκ
10ὠφεληθήσεται διὰ φαρμάκων ἰατρικῶν. εἰ δὲ ὁ Κρόνος κεκακωμένος ὢν ἐφορᾷ αὐτόν, δέος μή ποτε τελευτήσῃ· εἰ δὲ ὁ Ἑρμῆς ἀκάκωτός ἐστιν, ἀφαιρεῖται τὰ δεινά. Εἶτα ἐπιμερίζει ἡ Σελήνη ἐν τῇ τοῦ Ἑρμοῦ φαρταρίᾳ ἔτος ἓν μῆνας ι ἡμέρας η ὥρας ιγ ἔγγιστα, ὁμοῦ ἔτη γ
15μῆνες η ἡμέραι ιζ ὧραι γ ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ ἔσται τεταραγμένος κατὰ τὸν βίον, μὴ ἐνηδυνόμενος βρώσει ἢ πόσει, ἀλλ’ ἑαυτὸν παρεμ‐ πλέκων δεινοῖς· εἰ δὲ καὶ δοῦλον ἀγοράσει, φεύξεται· καὶ εἰ ἐμπορεύσεται, ζημιωθήσεται· εἰ δὲ καὶ ἄρξεται κτίζειν,
20οὐ τελειώσει τὸ κτίσμα αὐτοῦ· εἰ δὲ γυναῖκα ἔχει, ἀπο‐ βαλεῖται αὐτὴν ἢ διαφορὰς ἕξει μετ’ αὐτῆς· εἰ δὲ γυναῖκα οὐκ ἔχει, ζητήσει καὶ οὐδὲν ἀνύσει· καὶ νόσον νοσήσει καὶ πεσεῖται ἀπὸ οἰκίας ἢ ἀπὸ ἀλόγου καὶ μέχρι θανάτου ἐγγίσει.
25Εἶτα ἐπιμερίζει ὁ Κρόνος ἐν τῇ τοῦ Ἑρμοῦ φαρταρίᾳ
ἔτος α μῆνας ι ἡμέρας η ὥρας ιγ ἔγγιστα, ὁμοῦ ἔτη ε191

193

μῆνες ϛ ἡμέραι κε ὧραι ιζ ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ προστεθήσονται οἱ φίλοι αὐτοῦ καὶ ὁ πλοῦτος καὶ εὐμετάδοτος ἔσται καὶ πλοῦτον ἀπο‐ βαλεῖται ἱκανὸν καὶ νοσήσει ἡ γυνὴ αὐτοῦ νόσον δεινὴν
5ἢ τελευτήσει καὶ λυπηθήσεται ἐπ’ αὐτῇ καὶ ἀποδημήσει καὶ ἐν τῇ ἀποδημίᾳ αὐτοῦ κόπον ὑποστήσεται. Εἶτα ἐπιμερίζει ὁ Ζεὺς ἐν τῇ τοῦ Ἑρμοῦ φαρταρίᾳ ἔτος α μῆνας ι ἡμέρας η ὥρας ιγ ἔγγιστα, ὁμοῦ ἔτη ζ μῆνες ε ἡμέραι δ ὧραι ζ ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοι‐
10ούτῳ ἐπιμερισμῷ πλοῦτον κερδήσει ἀπὸ διαφόρων πόρων καὶ ἐπισυνάξει χρυσὸν καὶ ἄργυρον καὶ ἐξοδιάσει πάμ‐ πολλα καὶ πρὸς μεγάλα πρόσωπα ἐναντιωθήσεται καὶ παρ’ αὐτῶν βλαβήσεται καί τινες εὐτελεῖς φιλονεικήσουσιν αὐτῷ· ὕστερον δὲ τῶν τοιούτων ἀπαλλαγάς, ἐγχειρισθή‐
15σεται πρᾶξιν λαμπρὰν καὶ οἰκοδομήσει οἴκημα περιφανές· ψεύδει τε χρήσεται καὶ τοῖς ψευδομένοις φιλιωθήσεται. Εἶτα ἐπιμερίζει ὁ Ἄρης ἐν τῇ τοῦ Ἑρμοῦ φαρταρίᾳ ἔτος ἓν μῆνας ι ἡμέρας η ὥρας ιγ ἔγγιστα, ὁμοῦ γινόμενα ἔτη θ μῆνες τρεῖς ἡμέραι ιβ ὧραι κ ἔγγιστα. καὶ δηλοῖ ὡς
20ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ ἀντιταχθήσεται τοῖς ὑποδεε‐ στέροις αὐτοῦ καὶ καταφεύξεται πρός τινα πρόσωπα ἀξιόλογα καὶ ἀπὸ συμπτώματος περιπεσεῖται εἰς σύμ‐ πτωμα καὶ ἐκφεύξεται ἐκ τούτου καὶ κατακυριεύσει τῶν ἐχθρῶν αὐτοῦ καὶ ἀποδημίαν λυπηρὰν ποιήσει· εἰ δὲ
25καὶ πραγματευθήσεται, ζημιωθήσεται· εἰ δὲ καὶ κοινω‐
νίας συστήσεται πρός τινα, παραμεθήσεται καὶ διὰ πυρὸς192

194

βλαβήσεται καὶ πεσεῖται ἀπὸ ὑψηλοῦ τόπου ἢ ἐγγίσει τῷ πεσεῖν καὶ νοσήσει νόσον δεινὴν ἐν ᾗ βλαβήσεται ἡ κεφαλὴ αὐτοῦ πλὴν ὑγιανεῖ· εἰ δὲ καὶ γάμῳ συνέλθῃ, τελευτήσει ἡ γυνὴ αὐτοῦ ἐν ἐκείνῳ τῷ χρόνῳ καὶ ἡ μήτηρ
5αὐτοῦ τελευτήσει· ἀποκλεισθήσεται δὲ καὶ ὁ πατὴρ αὐτοῦ καὶ πάθεσι δεινοῖς περιπεσοῦνται οἱ γονεῖς αὐτοῦ. Εἶτα ἐπιμερίζει ὁ Ἥλιος ἐν τῇ τοῦ Ἑρμοῦ φαρταρίᾳ ἔτος ἓν μῆνας ι ἡμέρας η ὥρας ιγ ἔγγιστα, ὁμοῦ ἔτη ια μὴν εἷς ἡμέραι κα〉 ὧραι ι ἔγγιστα. ἔσται οὖν ἐν τῇ τοιαύτῃ φαρ‐
10ταρίᾳ εὐφρόσυνος καὶ ἱλαρὸς καὶ ὁσημέραι προκόπτων καὶ πληθυνθήσονται οἱ δουλεύοντες αὐτοῦ καὶ προσλήψεται νοτάριον καὶ ἐπισκεπτίτην καὶ παρὰ βασιλέων πορίσεται πλοῦτον, ἔτι δὲ καὶ παρ’ ἑτέρων προσώπων· εὐεργετήσει δὲ καὶ τοὺς ἐν τῇ οἰκίᾳ αὐτοῦ καὶ πάντας τοὺς συνομιλοῦντας
15αὐτῷ καί τις τῶν ἀδελφῶν αὐτοῦ τελευτήσει· ἴσως δὲ καὶ συνουσιάσει τῇ γυναικὶ τοῦ ἀδελφοῦ αὐτοῦ καὶ τῇ γυναικὶ τοῦ πατρὸς αὐτοῦ. Εἶτα ἐπιμερίζει ἡ Ἀφροδίτη ἐν τῇ τοῦ Ἑρμοῦ φαρταρίᾳ ἔτος ἓν μῆνας ι ἡμέρας η ὥρας ιγ ἔγγιστα, ὁμοῦ
20ἔτη ιγ. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ ἔχθρας ἕξει πρός τινας καὶ γυναιξὶ φιλιωθήσεται καὶ ἐπ’ αὐταῖς εὐφρανθήσεται καὶ ὁμοιωθήσεται αὐταῖς κατά τε τὸν ἱματισμὸν καὶ τῶν μύρων τὴν χρίσιν· συλλήψεται δὲ ἡ τούτου γυνὴ καὶ ἐκτρώσει· εἰ δὲ ἤδη παρῆλθε τὸν καιρὸν
25τῆς συλλήψεως, τελευτήσει υἱὸς αὐτῆς· εἰ δὲ μήτε υἱὸν
ἔχει, ὄψεται θάνατόν τινος τῶν ἐν τάξει υἱοῦ.193

195

(1t)

〈Τέταρτον〉. Περὶ τῆς φαρταρίας τῆς
2tΣελήνης
3 Τῆς Σελήνης ἡ φαρταρία ἐστὶ θ· ἐπιμερίζει δὲ τὸ ἕβδομον μέρος αὕτη ἤτοι ἔτος α μῆνας γ ἡμέρας ιβ ὥρας
5κ ἔγγιστα. καὶ δηλοῖ ὡς παλίμβολος ἔσται ἔν τε τῇ χαρᾷ καὶ τῇ λύπῃ καὶ τῷ πλούτῳ καὶ τῇ πενίᾳ καὶ ἔριδας ἕξει πρὸς τὴν ἰδίαν γυναῖκα καὶ ἀποδημήσει καὶ δεσμη‐ θήσεται· εἶτα αἰφνιδίως ἐπὶ κλέος καὶ δόξαν ἁρπασθήσε‐ ται ἐν ᾗ ἐπικτήσεται πλοῦτον ἀξιόλογον· εἶτα πάλιν
10μετὰ μικρὸν ἀθρόον τῆς δόξης ἐκείνης ἐκπεσεῖται καὶ πάλιν πρὸς αὐτὴν ἐπανακάμψει· καὶ πρὸς τῷ τέλει τού‐ του τοῦ ἐπιμερισμοῦ σύμπτωμα ὑποστήσεται ἀπὸ σιδήρου ἢ σπάθης ἢ ἀποκλεισθήσεται. εἰ δὲ νυκτερινή ἐστιν ἡ γέννησις καὶ ὑπάρχει κεκακωμένη ἡ Σελήνη, ὑποστήσεται
15νόσον καὶ ἐπηρείας· εἰ δὲ ἀκάκωτος, εὐεξίαν ἕξει καὶ ἀγαπηθήσεται παρὰ τῶν γονέων αὐτοῦ καὶ ὠφεληθήσεται. Εἶτα ἐπιμερίζει ὁ Κρόνος ἐν τῇ φαρταρίᾳ τῆς Σελήνης ἔτος ἓν μῆνας γ ἡμέρας ιβ ὥρας κ ἔγγιστα, ὁμοῦ ἔτη β μῆνες ϛ ἡμέραι κε ὧραι ιζ ἔγγιστα. καὶ ἐν τούτῳ τῷ
20ἐπιμερισμῷ ἔριδας ἕξει πρὸς τοὺς βασιλεῖς καὶ ὅσα λέξει ὡς ψευδῆ λογισθήσονται καὶ βλαβήσεται παρὰ τῶν δούλων αὐτοῦ καὶ φεύξονται ἐξ αὐτοῦ καὶ τὰ ζῷα αὐτοῦ ἀπολοῦν‐ ται καὶ ἐξοδιάσει πλοῦτον πολὺν καὶ ἀρρωστήσει καὶ
βλαβήσεται ἐκ πυρὸς ἢ θερμότητος ἢ τομῆς σιδήρου ἐκ194

196

τρίτου, εἶτα σωθήσεται· εἰ δὲ καὶ ἔγγυός ἐστιν ἡ τούτου γυνή, ἐκτρώσει. εἰ δὲ νυκτερινή ἐστιν ἡ γέννησις, ἀρρω‐ στήσει ἀπὸ θερμότητος καὶ βλαβήσεται ἀπὸ πυρὸς ἢ ὕδατος ζέοντος καὶ διὰ σιδήρου ἰατρευθήσεται καὶ μεταστήσεται
5ἀπὸ τόπου εἰς τόπον καὶ ἐν τῇ ἀποδημίᾳ βλαβήσεται καὶ κλοπὴν ὑποστήσεται καὶ παρ’ ἑνὸς τῶν ὑπουργῶν αὐτοῦ βλαβήσεται καί τι τῶν κειμηλίων αὐτοῦ κλαπήσεται. Εἶτα ἐπιμερίζει ὁ Ζεὺς ἐν τῇ τῆς Σελήνης φαρταρίᾳ ἔτος ἓν μῆνας γ ἡμέρας ιβ ὥρας κ ἔγγιστα, ὁμοῦ ἔτη γ μῆνες
10ι ἡμέραι η ὧραι ιγ ἔγγιστα. ἐν τούτῳ δὴ τῷ ἐπιμερισμῷ ἐγχειρισθήσεται πρᾶξιν μεγάλην καὶ ὑψωθήσεται τὸ ὄνομα αὐτοῦ καὶ κερδήσει ἀπὸ τῆς πράξεως αὐτοῦ πλοῦτον ἀξιό‐ λογον καὶ καθυπερτερήσει τῶν ἐχθρῶν αὐτοῦ καὶ ὠφελη‐ θήσεται ἀπὸ γῆς πορρωτάτης καὶ ἀπὸ κτημάτων πεδι‐
15νῶν τε καὶ ὀρεινῶν καὶ φυτεύσει φυτὰ καὶ δούλους καὶ δούλας ἀγοράσει. εἰ δὲ νυκτερινή ἐστιν ἡ γέννησις, προσ‐ τεθήσεται ὁ ἱματισμὸς αὐτοῦ καὶ ὑπηρετήσει τινί. Εἶτα ἐπιμερίζει ὁ Ἄρης ἐν τῇ τῆς Σελήνης φαρταρίᾳ ἔτος ἓν μῆνας γ ἡμέρας ιβ ὥρας κ ἔγγιστα, ὁμοῦ ἔτη ε μὴν
20εἷς ἡμέραι κα〉 ὧραι ι ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ λυπηθήσεται κατὰ πολὺ καὶ δεινοῖς περιπλακήσεται καὶ ἀπολέσει τινὰ τῆς κτήσεως αὐτοῦ καὶ ζημιωθήσεται μεγάλας ζημίας δι’ ἃς καὶ βασανι‐ σθήσεται· εἰ δὲ καὶ ἀποδημήσει, ὀφεόδηκτος γενήσεται ἢ
25ἐν πλοίῳ βλαβήσεται ἢ ἐκ πυρὸς ἢ ὕδατος καὶ ἐγγίσει
θανάτῳ καὶ βλαβήσεται τοὺς ὀφθαλμοὺς καὶ ἐν τοῖς195

197

αἰδοίοις ἄλγημα ἕξει· εἰ δὲ ἐπιβλέψει καὶ ὁ Ἄρης, πλείονα ἔσται τὰ δεινά. εἰ δὲ νυκτερινή ἐστιν ἡ γέννησις, ἀρρωστήσει δεινῶς τούς τε ὀφθαλμοὺς καὶ τὴν κοιλίαν· ἴσως δὲ καὶ δηχθήσεται παρὰ ζῴου ἢ ἀπὸ πυρὸς ἢ
5ὕδατος βλαβήσεται καὶ κλοπὴν ὑποστήσεται καὶ βλα‐ βήσεται παρά τινος τῶν ὑπηρετούντων αὐτῷ. Εἶτα ἐπιμερίζει ὁ Ἥλιος ἐν τῇ φαρταρίᾳ τῆς Σελήνης ἔτος ἓν μῆνας γ ἡμέρας ιβ ὥρας κ ἔγγιστα, ὁμοῦ ἔτη ϛ μῆνες ε ἡμέραι δ ὧραι ϛ ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ
10τοιούτῳ ἐπιμερισμῷ εὐεργετήσει πολλοὺς καὶ διανέμει τὸν ἴδιον πλοῦτον πρός τινας ξένους καὶ ἀλλοδαποὺς καὶ εὐ‐ φρανθήσεται ἐπὶ τοῖς ἔργοις αὐτοῦ καὶ ἄρξει τινῶν καὶ ἢ αὐτὸς ἀρρωστήσει ἢ ἡ γυνὴ αὐτοῦ· τῆς δὲ ἀρρωστίας ἀπαλλαγήσεται δι’ ἡμερῶν λ· εἰ δὲ ἔγγυός ἐστιν ἡ γυνὴ
15αὐτοῦ, ἐκτρώσει καὶ μετὰ τοῦτο συλλήψεται. εἰ δὲ νυκ‐ τερινή ἐστιν ἡ γέννησις, νοσήσει καὶ τόπον ἐκ τόπου ἀμείψεται καὶ προστεθήσεται ἡ τούτου παίδευσις. Εἶτα ἐπιμερίζει ἡ Ἀφροδίτη ἐν τῇ φαρταρίᾳ τῆς Σελήνης ἔτος α μῆνας γ ἡμέρας ιβ ὥρας κ ἔγγιστα, ὁμοῦ ἔτη ζ
20μῆνες ὀκτὼ ἡμέραι ιζ ὧραι γ ἔγγιστα. ἐν τῷ τοιούτῳ οὖν ἐπιμερισμῷ χρήσεται μελῳδίαις καὶ παιδιαῖς καὶ συνου‐ σίαις καί τινες οὐδένες περικυκλώσουσιν αὐτὸν καὶ ἐπαι‐ νέσουσιν καὶ ἐν τῇ ἀρχῇ τούτου τοῦ ἐπιμερισμοῦ εὐφραν‐ θήσεται ἐπὶ δούλοις καὶ προστεθήσεται ἡ δόξα αὐτοῦ.
25Εἶτα ἐπιμερίζει ὁ Ἑρμῆς ἐν τῇ φαρταρίᾳ τῆς Σελήνης
ἔτος ἓν μῆνας γ ἡμέρας ιβ ὥρας κ ἔγγιστα, ὁμοῦ γινόμενα196

198

ἔτη θ. καὶ ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ πράξει τρὶς καὶ διαδεχθήσεται τρὶς καὶ ἔριδας ἕξει πρός τινας καὶ ψεύ‐ σεται κατά τινων καὶ δόλοις χρήσεται ἀφανέσιν καὶ ἐξ‐ οδιάσει πλοῦτον ἀξιόλογον καὶ φοβηθήσεται ἀπὸ ὕδατος
5ἢ πυρός· δεῖ γὰρ ἐν τῇ ἀρχῇ τοῦ ἐπιμερισμοῦ παρατηρεῖ‐ σθαι ἀπὸ τῶν τοιούτων ἡμέρας ιζ· ἀρρωστήσει δὲ καὶ τέκνον αὐτοῦ ἀπὸ μελαίνης χολῆς. εἰ δὲ νυκτερινή ἐστιν ἡ γέννησις, κατηγορηθήσεται καὶ τυφθήσεται καὶ βλαβή‐ σεται παρὰ ὕδατος ἢ πυρὸς καὶ κλαπήσεται.
10t〈Πέμπτον〉. Περὶ τῆς τοῦ Κρόνου φαρταρίας
11 Τοῦ δὲ Κρόνου ἡ φαρταρία ἐστὶν ἔτη ια· ἐπιμερίζει δὲ οὗτος κατ’ ἀρχὰς τὸ ἕβδομον τούτων, ἔτος ἓν μῆνας ϛ ἡμέρας κε ὥρας ιζ ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ πράξει τι ἐφ’ ᾧ μεμφθήσεται καὶ μωρὸς λογι‐
15σθήσεται· φιλονεικήσει τε ματαίως καὶ μῶμον ὑποστήσε‐ ται διὰ θηλεῖα τέκνα καὶ λυπηθήσεται ἐπ’ αὐτοῖς καὶ ἡ ἔξοδος αὐτοῦ πλείων ἔσται τῆς εἰσόδου καὶ ὀλιγωθήσεται ὁ πλοῦτος αὐτοῦ καὶ βλαβήσεται ἡ δόξα αὐτοῦ καὶ ἀρρω‐ στήσει δεινῶς· εἰ δὲ ἐφορᾶται παρὰ τοῦ Ἄρεως, καὶ πυρὸς
20βλάβην ὑποστήσεται ἢ τομὴν σιδήρου. εἰ δὲ νυκτερινή ἐστιν ἡ γέννησις, ὠφεληθήσεται διά τινων προφάσεων ἢ λυπηθήσεται ἐπὶ διαφόροις πράγμασι καί τις τῶν συγγε‐ νῶν αὐτοῦ τεθνήξεται καὶ κατακυριεύσει αὐτοῦ ἡ μωρία
καὶ ἡ ληθιότης καὶ ἡ ἀργία.197

199

Εἶτα ἐπιμερίζει ὁ Ζεὺς ἐν τῇ φαρταρίᾳ τοῦ Κρόνου ἔτος ἓν μῆνας ϛ ἡμέρας κε ὥρας ιζ ἔγγιστα, ὁμοῦ ἔτη γ μὴν εἷς ἡμέραι κα ὧραι ι ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ τιμηθήσεται παρὰ βασιλέων καὶ
5ὠφεληθήσεται καὶ ἀπὸ δόξης εἰς δόξαν μεταβήσεται καὶ πρὸς τέλος τοῦ ἐπιμερισμοῦ ἀποδημήσει καὶ ἀρρωστήσει. εἰ δὲ νυκτερινή ἐστιν ἡ γέννησις, ὠφεληθήσεται διά τινων προφάσεων καὶ γνωρίσει τινὰς δι’ ὧν ὠφεληθήσεται καὶ ἀρρωστήσει καὶ προστεθήσονται οἱ δοῦλοι αὐτοῦ καὶ αἱ
10δοῦλαι ἢ γυναῖκα λήψεται. Εἶτα ἐπιμερίζει ὁ Ἄρης ἐν τῇ φαρταρίᾳ τοῦ Κρόνου ἔτος ἓν μῆνας ϛ ἡμέρας κε ὥρας ιζ ἔγγιστα, ὁμοῦ ἔτη δ μῆνες η ἡμέραι ιζ ὧραι γ ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ κακῶς ἕξει τὰ κατ’ αὐτὸν καὶ ἀνάγ‐
15κας ὑποστήσεται· ἴσως δὲ καὶ πεσεῖται ἀπὸ οἰκίας ἢ ἀλόγου ἢ διαφορὰς ἕξει πρὸς τὴν ὁμευνέτιν αὐ‐ τοῦ· ἐχθρωδῶς δὲ διακείσεται πρὸς πολλοὺς καί τινες τῶν συγγενῶν αὐτοῦ νοσήσουσιν ἢ τέκνον αὐτοῦ τελευτήσει. εἰ δὲ νυκτερινή ἐστιν ἡ γέννησις, διαφόρους ὑποστήσεται
20λύπας καὶ ἔριδας· ἴσως δὲ καὶ ἀφ’ ὑψηλοῦ τόπου πεσεῖται. Εἶτα ἐπιμερίζει ὁ Ἥλιος ἐν τῇ φαρταρίᾳ τοῦ Κρόνου ἔτος ἓν μῆνας ϛ ἡμέρας κε ὥρας ιζ ἔγγιστα, ὁμοῦ ἔτη ϛ μῆνες γ ἡμέραι ιβ ὧραι κ. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ ἐγχειρι‐
25σθήσεται κρίσεις τινῶν καὶ δικάσει μεταξὺ πολλῶν καὶ εὐφρανθήσεται ἐπί τισι πράγμασι καὶ ἀποδημίαν ἕξει καὶ κεφαλαλγίαν νοσήσει καὶ ἔριδας ἕξει πρός τινα προέχοντα αὐτοῦ τῇ ἡλικίᾳ καὶ νικήσει αὐτόν. Εἶτα ἐπιμερίζει ἡ Ἀφροδίτη ἐν τῇ τοῦ Κρόνου φαρταρίᾳ
30ἔτος ἓν μῆνας ϛ ἡμέρας κε ὥρας ιζ ἔγγιστα, ὁμοῦ ἔτη ζ198

200

μῆνες ι ἡμέραι η ὧραι ιγ ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ ψεύσονταί τινες κατ’ αὐτοῦ καὶ ψευδομαρτυρήσουσι καὶ μακρὰν ἔριδα ἕξει καὶ σωθήσεται ἀπ’ αὐτῆς καὶ εὐφρανθήσεται ἐπὶ τῷ θανάτῳ τῶν ἐχθρῶν
5αὐτοῦ ἢ ἐπὶ μεγίστῳ συμπτώματι αὐτῶν καὶ τὴν κοιλίαν ἀλγήσει ἢ τόπον κρύφιον καὶ ὑγιανεῖ καὶ τελευτήσει ἡ γυνὴ αὐτοῦ καὶ ἀρρωστήσει ὁ παῖς αὐτοῦ. Εἶτα ἐπιμερίζει ὁ Ἑρμῆς ἐν τῇ τοῦ Κρόνου φαρταρίᾳ ἔτος α μῆνας ϛ ἡμέρας κε ὥρας ιζ ἔγγιστα, ὁμοῦ ἔτη θ
10μῆνες ε ἡμέραι δ ὧραι ϛ ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ κοπιάσει καὶ ἀποδημήσει ἐπώ‐ δυνον ἀποδημίαν καὶ ἀρρωστήσει ἡ γυνὴ αὐτοῦ καὶ λυπηθήσεται ἐπί τισι γυναιξὶ καὶ ἐπὶ θανάτῳ τινὸς καὶ προστεθήσεται ὁ πλοῦτος αὐτοῦ καὶ ἀπολέσει μέρος ἐξ
15αὐτοῦ καὶ ἐπὶ φίλοις εὐφρανθήσεται καὶ φροντίσει δούλων καὶ ὑποζυγίων, ἔτι δὲ καὶ βιβλίων καὶ διαλέξεων καὶ κοινωνιῶν ἐν οἷς εὖ καὶ κακῶς πείσεται. Εἶτα ἐπιμερίζει ἡ Σελήνη ἐν τῇ τοῦ Κρόνου φαρταρίᾳ ἔτος ἓν μῆνας ϛ ἡμέρας κε ὥρας ιζ ἔγγιστα, ὁμοῦ ἔτη
20ια. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ λυπηθήσεται καὶ νοσήσει αὐτός τε καὶ ὁ παῖς αὐτοῦ ἢ τελευτήσει τέκνον αὐτοῦ καὶ μέσος ἔσται μεγέθους καὶ ταπεινότη‐ τος καὶ ἀποδημήσει μακρὰν ἀποδημίαν ἐν ᾗ πλοῦτον ἐπικτήσεται· ἴσως δὲ καὶ παρὰ πάντα τὸν καιρὸν τοῦ
25ἐπιμερισμοῦ τούτου ἐν ξενιτείᾳ ἔσται καὶ πρὸς τῷ τέλει αὐτοῦ ἐπικτήσεται πλοῦτον ἢ ἑτέρᾳ γυναικὶ συζευ‐
χθήσεται.199

201

(1t)

〈Ἕκτον〉. Περὶ τῆς τοῦ Ζηνὸς φαρταρίας
2 Τοῦ Ζηνὸς ἡ φαρταρία ἐστὶν ἔτη ιβ· ἐπιμερίζει δὲ αὐ‐ τὸς κατ’ ἀρχὰς τὸ ἕβδομον τούτων, ἔτος α μῆνας η ἡμέρας ιζ ὥρας γ ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ
5ἐπιμερισμῷ μεταβήσεται ἀπὸ κακοπαθείας πάσης ἐπὶ καλοπάθειαν καὶ ἀπὸ παντὸς ἀνιαροῦ ἐπὶ πᾶν θυμῆρές τε καὶ ἀσπάσιον καὶ αὐξηθήσεται ἡ εὐτυχία αὐτοῦ καὶ ὁ πλοῦτος καὶ παρὰ βασιλέων ἐπαινεθήσεται καὶ ἀξιο‐ λόγους πράξεις ἐγχειρισθήσεται. εἰ δὲ τύχοι ὁ Ζεὺς ἐν τῇ
10καταρχῇ ἐν ἰδίοις 〈ὁρίοισ〉 ἢ ἐν ὁρίοις τῆς Ἀφροδίτης ἢ ἐν οἰκείῳ τριγώνῳ (οἷον Κριῷ, Λέοντι, Τοξότῃ), μείζων ἔσται ἡ τῶν εὐτυχιῶν σημασία· καὶ εἰ ὁ μὲν γεννηθεὶς τῆς ἄνω τύχης ἐστί, κυριεύσει πόλεων καὶ κλιμάτων καὶ πληθυνθήσεται τὸ ὑπήκοον αὐτοῦ καὶ λήψεται γυναῖκα
15περιφανῆ καὶ δῶρα βασιλέων δέξεται καὶ διαφόρους ἕξει εἰσόδους καὶ πολλοὺς εὐεργετήσει καὶ μεγίστας οἰκοδο‐ μὰς κατασκευάσει. εἰ δὲ ἐν τῷ ἰδίῳ ὑψώματί ἐστιν ὁ Ζεύς, ἐπὶ μεῖζον ἔσται τὰ τῆς εὐτυχίας. Εἶτα ἐπιμερίζει ὁ Ἄρης ἐν τῇ φαρταρίᾳ τοῦ Ζηνὸς ἔτος
20α μῆνας η ἡμέρας ιζ ὥρας γ ἔγγιστα, ὁμοῦ ἔτη τρία μῆνες ε ἡμέραι δ ὧραι ζ ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ ἔσται λελυπημένος καὶ ποιήσει ἐξουσιαστῇ τινι δουλείαν τινὰ δι’ ἧς φοβερὸς γενήσεται,
πλὴν δι’ ἐκείνην τὴν πρᾶξιν ὑποστήσεται δεινὰ συμπτώ‐200

202

ματα, καὶ φοβηθήσεται ἀπὸ ὕδατος καὶ εἰς ἀποδημίαν μακρὰν σταλήσεται καὶ τὰς γυναῖκας ἀσπάσεται καὶ γεννηθήσεται αὐτῷ τέκνον. Εἶτα ἐπιμερίζει ὁ Ἥλιος ἐν τῇ φαρταρίᾳ τοῦ
5Διὸς ἔτος ἓν μῆνας η ἡμέρας ιζ ὥρας γ ἔγγιστα, ὁμοῦ ἔτη ε μὴν εἷς ἡμέραι κα〉 ὧραι ι ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ προστεθήσεται ἡ σύνεσις αὐτοῦ καὶ ἀρχοντικὸς ἔσται καὶ προστεθήσεται ὁ πλοῦτος αὐτοῦ καὶ ἡ εὐτυχία καὶ εὑρήσει θησαυρὸν ἢ κερδήσει πλοῦτον
10ἀπόνως καὶ ἀκόπως καὶ ἔντιμος ἔσται παρὰ πᾶσι καὶ πρᾶξιν ἐγχειρισθήσεται μεγίστην καὶ γεννηθήσεται αὐτῷ παιδίον εὐτυχές. Εἶτα ἐπιμερίζει ἡ Ἀφροδίτη ἐν τῇ τοῦ Ζηνὸς φαρταρίᾳ ἔτος ἓν μῆνας η ἡμέρας ιζ ὥρας γ ἔγγιστα, ὁμοῦ ἔτη ϛ
15μῆνες ι ἡμέραι η ὧραι ιγ ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ συναυλισθήσεται βασιλεῦσι καὶ φι‐ λιωθήσεται τούτοις καὶ εὑρήσει δόξαν καὶ εὐτυχίαν καὶ πλοῦτον ἀνώδυνον καὶ τεθνήξονται οἱ ἐχθροὶ αὐτοῦ· εἰ δὲ βλάπτεται ὁ Ζεὺς ὑπὸ τοῦ Κρόνου καὶ τοῦ Ἄρεως,
20ἐλαττοῦνται πάντα τὰ εἰρημένα. Εἶτα ἐπιμερίζει ὁ Ἑρμῆς ἐν τῇ τοῦ Ζηνὸς φαρταρίᾳ ἔτος α μῆνας η ἡμέρας ιζ ὥρας γ ἔγγιστα, ὁμοῦ ἔτη η μῆνες ἓξ ἡμέραι κε ὧραι ιζ ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιού‐ τῳ ἐπιμερισμῷ ἔσται καλοήθης καὶ οὐδὲν προθυμήσει
25πρᾶξαι καὶ ἕξει πολλοὺς ἐχθροὺς καὶ ἐχθρανθήσονται αὐτῷ οἱ φίλοι αὐτοῦ καὶ λοιδορηθήσεται παρὰ πολλῶν καὶ γυναικὶ συναφθήσεται καὶ ὑπὸ κυνὸς δηχθήσεται ἢ ἑτέρου ζῴου καὶ καταλυθήσεται ἡ οἰκία αὐτοῦ ἢ μέρος
αὐτῆς καὶ πεσεῖται ἀπὸ οἰκίας ἢ ἀπὸ ὑψηλοῦ τόπου.201

203

Εἶτα ἐπιμερίζει ἡ Σελήνη ἐν τῇ φαρταρίᾳ τοῦ Διὸς ἔτος ἓν μῆνας η ἡμέρας ιζ ὥρας γ ἔγγιστα, ὁμοῦ ἔτη ι μῆνες γ ἡμέραι ιβ ὧραι κ ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ ἄρξει πολ‐
5λῶν καὶ τεύξεται ἀνελπίστων ἀγαθῶν καί ποτε μὲν χαρή‐ σεται, ποτὲ δὲ λυπηθήσεται καί τις ἀδελφὸς μείζων αὐτοῦ τεθνήξεται ἐξ οὗ κληρονομήσει κληρονομίαν· ἀποδημή‐ σει δὲ καὶ μακρὰν ἀποδημίαν καὶ λῃσταῖς περιπεσεῖται, καὶ ταῦτα ἐν τῷ πρώτῳ ἔτει.
10 Εἶτα ἐπιμερίζει ὁ Κρόνος ἐν τῇ φαρταρίᾳ τοῦ Διὸς ἔτος α μῆνας η ἡμέρας ιζ ὥρας γ ἔγγιστα, ὁμοῦ ἔτη ιβ. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ μεταδόσεις ποιή‐ σεται διαφόρους καὶ ἀπομακρύνουσιν ἀπ’ αὐτῶν οἱ φίλοι αὐτοῦ καὶ οἰκεῖοι καὶ ἐχθρωδῶς διακείσονται πρὸς αὐτὸν
15καὶ κατ’ αὐτοῦ γενήσονται οἱ πρώην φιλίαν πρὸς αὐτὸν συστησάμενοι· ἴσως δὲ καί τινες ἐξ αὐτῶν ἀποδημήσου‐ σιν· ὑποστήσεται δὲ ὁ γεννηθεὶς φόβους παρὰ βασιλέων καὶ περιστάσεις ἕνεκε τέκνων καὶ ζημιωθήσεται οἴκοθεν πάμπολλα· εἰ δὲ καὶ δανείσει τινὶ πλοῦτον, οὐδέποτε ἀπο‐
20λήψεται αὐτόν, ἀλλ’ εἰ καὶ ἀπολήψεται, μερικῶς καὶ μετὰ βίας πολλῆς· ἐπελεύσονται δὲ τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ λύ‐ παι καὶ φροντίδες ἐφ’ ἡμέραις λ ὑφ’ ὧν πλησίον κινδύνου
ἐλεύσονται.202

204

(1t)

〈Ἕβδομον〉. Περὶ τῆς τοῦ Ἄρεως φαρταρίας
2 Τοῦ δὲ Ἄρεως ἡ φαρταρία ἐστὶν ἔτη ζ· ἐπιμερίζει δὲ οὗτος κατ’ ἀρχὰς τὸ ζʹ τούτων, ἔτος ἕν. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ ἔσται ἄδικος καὶ αὐθάδης καὶ ὡς
5περιπεσεῖται μεγάλῳ πλημμελήματι καὶ μακρᾷ μάχῃ καὶ διεγερθήσονται κατ’ αὐτοῦ οἱ ἐχθροὶ αὐτοῦ καὶ μω‐ μώσουσι τὴν ὑπόληψιν αὐτοῦ παρὰ ἄρχουσι καὶ ἐξουσια‐ σταῖς· βλαβήσεται δὲ καὶ παρὰ τῶν οἰκείων γονέων καὶ σωθήσεται καὶ φόβον ὑποστήσεται ἀπὸ θηρὸς ἢ πυρὸς ἢ
10σιδήρου ἢ ζέοντος ὕδατος ἢ ἀνασκολοπίσεως ἤ τινος τῶν ἀνεσκολοπισμένων· εἰ δὲ σπείρει τινὰ τῷ ἔτει ἐκείνῳ, βλαβήσεται ὁ σπόρος ἀπὸ ὕδατος καὶ ποντισμοῦ· ἀπο‐ δημήσει δὲ καὶ μακρὰν ἀποδημίαν καὶ κεφαλαλγίαν ἕξει ἢ ὀδύνην ὀφθαλμῶν. εἰ δὲ σύνεστιν ὁ Ἄρης τῷ Διῒ ἢ ὁ
15Ζεὺς ἐν ὁρίοις Ἄρεως ᾖ ἢ ἐν ὁρίοις Ἀφροδίτης, βλαβήσε‐ ται παρ’ ἐχθρῶν καὶ σωθήσεται. Εἶτα ἐπιμερίζει ὁ Ἥλιος ἐν τῇ τοῦ Ἄρεως φαρταρίᾳ ἔτος α, ὁμοῦ ἔτη β. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ ἐχθρωδῶς διακείσονται πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ καὶ
20ὡς βλαβήσεται παρά τινος τῶν συγκοινωνῶν αὐτοῦ ἐπὶ ιε ἡμέρας καὶ ἔν τινι κρυφίῳ τόπῳ ἀλγηδόνα ἕξει καὶ πεσεῖται ἀπὸ ὑψηλοῦ τόπου καὶ τεθνήξεται ἡ γυνὴ αὐτοῦ καὶ παραφρονήσει εἷς τῶν παίδων αὐτοῦ ἢ τελευτήσει.
25Εἶτα ἐπιμερίζει ἡ Ἀφροδίτη ἐν τῇ τοῦ Ἄρεως φαρταρίᾳ
ἔτος α, ὁμοῦ ἔτη γ. καὶ ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ προσ‐203

205

κείσεται μελῳδίαις καὶ παιδιαῖς καὶ συναυλισθήσεται πόρναις καὶ φιλονεικήσει πρὸς τὴν γυναῖκα αὐτοῦ καὶ λῃσταῖς ὁμιλήσει καὶ ὠφεληθήσεται δι’ αὐτῶν. Εἶτα ἐπιμερίζει ὁ Ἑρμῆς ἐν τῇ τοῦ Ἄρεως φαρταρίᾳ ἔτος
5α, ὁμοῦ ἔτη δ. καὶ ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ βλαβήσεται καὶ ξενιτεύσει καὶ λυπηθήσεται διὰ τὸ κλαπῆναι καὶ ζη‐ μιωθῆναι καὶ τοῖς φίλοις αὐτοῦ ἐχθρανθήσεται· ἴσως δὲ καὶ ἀπολεσθήσεται ὑπό τινος συμπτώματος. Εἶτα ἐπιμερίζει ἡ Σελήνη ἐν τῇ τοῦ Ἄρεως φαρταρίᾳ
10ἔτος ἕν, ὁμοῦ ἔτη ε. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπι‐ μερισμῷ ἀποκλεισθήσεται καὶ κακοῖς περιπεσεῖται· εἶτα ζημιωθήσεται καὶ ἐξόδους ποιήσεται ἐν οἰκοδομήμασιν· καὶ εἰ ἀγοράσει δοῦλον, τεθνήξεται ἢ φύγει· εἰ δὲ ζῆ ὁ πατὴρ αὐτοῦ, τελευτήσει.
15 Εἶτα ἐπιμερίζει ὁ Κρόνος ἐν τῇ τοῦ Ἄρεως φαρταρίᾳ ἔτος ἕν, ὁμοῦ ἔτη ϛ. ἐν τῷ τοιούτῳ οὖν ἐπιμερισμῷ δεινὰ ὑποστήσεται καὶ ζημίας καὶ τεταρταίῳ περιπεσεῖται καὶ διαζύγιον ποιήσει πρὸς τὴν γυναῖκα αὐτοῦ. Εἶτα ἐπιμερίζει ὁ Ζεὺς ἐν τῇ τοῦ Ἄρεως φαρταρίᾳ ἔτος
20α, ὁμοῦ ἔτη ζ. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ καθυπερτερήσει τῶν ἐχθρῶν καὶ καταφρονήσει πάντων καὶ ὠφεληθήσεται διὰ τῶν φιλονεικιῶν καὶ πληθυνθήσεται ἡ εἴσοδος αὐτοῦ καὶ τεχθήσεται αὐτῷ παιδίον καὶ εὐφραν‐ θήσεται ἐπὶ πᾶσιν.
25 Εἶτα ἐπιμερίζει ὁ Ἀναβιβάζων μόνος ἔτη γ. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ ἔσται εὐτυχὴς καὶ ἄρχουσι φιλιωθήσεται καὶ ἄρξει πολλῶν καὶ ἀγοράσει δούλους καὶ
δούλας καὶ φιλιωθήσεται παρὰ γυναικῶν.204

206

Εἶτα ἐπιμερίζει ὁ Καταβιβάζων μόνος ἔτη β. ἐν τῷ τοιούτῳ οὖν ἐπιμερισμῷ ἐχθρανθήσεται πρὸς τοὺς φίλους αὐτοῦ καὶ ζημιωθήσεται καὶ ἐπὶ γυναικὶ λυπηθήσεται καὶ μωμωθήσεται δι’ αὐτῆς καὶ νοσήσει νόσον δεινήν.
5 Καὶ ἐπὶ μὲν τῶν ἡμερινῶν γενέσεων ἐπιμερίζουσιν οἱ σύνδεσμοι μετὰ τὸν Ἄρεα, ἐπὶ δὲ τῶν νυκτερινῶν μετὰ τὸν Ἑρμῆν. ὅτε δὲ τελειωθῶσι τὰ οε ἔτη, ἀποκαθίσταται ὁ τῆς φαρταρίας ἐπιμερισμὸς εἰς τὸν φωστῆρα ἀφ’ οὗ ἤρξατο ἐν τῇ ἀρχῇ τῆς γενέσεως κατὰ τὴν τάξιν ἣν
10προείπομεν, καὶ προβήσονται τὰ ἀποτελέσματα ἐν τῇ δευτέρᾳ περιόδῳ καθὼς προεσαφηνίσαμεν ἐν τῇ προ‐ τέρᾳ. εἰ δὲ ἢ περαιτέρω ὑπερβήσεται ἡ ζωὴ αὐτοῦ τῶν ἑβδομήκοντα πέντε ἐτῶν ἢ ἐλάττων γενήσεται τῶν οε, ἔσται ὁ θάνατος αὐτοῦ ἐν τῇ φαρταρίᾳ τοῦ ἀστέρος εἰς
15ὃν κατήντησε κατὰ τὴν προεκτεθειμένην μέθοδον. καὶ αὗται μὲν αἱ σημασίαι τῶν ἀστέρων ἐν ταῖς φαρταρίαις αὐτῶν ἴδιαί τε καὶ τῶν ἄλλων κοινωνίαι· δεῖ δὲ πρὸς τού‐ τοις σκοπεῖν καὶ τὰς κατὰ πῆξιν σημασίας αὐτῶν εἴτε ἀγαθυνόμενοι ἦσαν εἴτε κεκακωμένοι, καὶ πρὸς τὴν διά‐
20θεσιν αὐτῶν τὴν ἐν τῇ καταρχῇ ἀποφαίνεσθαι καὶ περὶ
τῶν μερικῶν ἀποτελεσμάτων.205

207

(1t)

〈ΛΟΓΟΣ Εʹ〉
2tΠερὶ τῆς τῶν ἀστέρων ἐπεμβάσεως·
3tδιαιρεῖται δὲ εἰς τμήματα ὀκτώ
4t〈Πρῶτον〉.
5 Ἡ ἐν τῇ ἐναλλαγῇ τῶν ἐτῶν ἐπέμβασις τῶν ἀστέρων ἐπὶ τοὺς κατὰ πῆξιν αὐτῶν τόπους καὶ ἐπὶ τοὺς κατὰ πῆξιν ἑτέρων τόπους ἔχει τινὰς ἀπορρήτους σημασίας ἀγαθῶν τε καὶ κακῶν. ἐπισκοπεῖν οὖν δεῖ τοὺς τόπους αὐτῶν. καταντᾷ γὰρ ὁ ἀστὴρ πολλάκις ἐν τῇ ἐναλλαγῇ τοῦ ἔτους
10εἰς τὴν κατὰ πῆξιν μοῖραν αὐτοῦ, πολλάκις δὲ ἐπὶ τὸ ζῴδιον, οὐ μὴν τὴν μοῖραν. ὅτε δὲ καταντήσει ἐν τῇ τοῦ ἔτους ἐναλλαγῇ ἐπὶ τὴν μοῖραν ἐν ᾗ ἦν κατὰ πῆξιν ἢ εἰς τὸ ὅριον ἐν ᾧ ἦν, τότε ἔσται τελεία ἡ σημασία αὐτοῦ· καὶ εἴπερ ἐστὶν ὁ ἀστὴρ ἐν τῇ τοῦ χρόνου ἐναλλαγῇ ἐν
15ζωδίῳ τινί, εἶτα ἀναποδίζει ἐπὶ τὸν κατὰ πῆξιν αὐτοῦ τόπον, ἔχει καὶ οὕτως σημασίαν τινά. ὅτε δὲ καταντήσει ἐπὶ τόπον ἑτέρου ἀστέρος, τριχῶς ἐπισκεπτέον. Πρῶτον μιγνύειν δεῖ τὰς σημασίας ἀμφοτέρων
τῶν ἀστέρων ὅτε ἐ[υ]φορῶσιν ἀλλήλους, εἶτα τὰς φύσεις206

208

τούτων ἐπισκοπεῖν. ὥσπερ γὰρ ἀγαθοποιὸς ὅταν ἔλθῃ ἐπὶ τόπον ἀγαθοποιοῦ, 〈δηλοῖ τὸ βελτίον·〉 καὶ 〈ὅταν ἔλθῃ〉 ἀγαθοποιὸς ἐπὶ τόπον κακοποιοῦ, ἀγαθύνει [γὰρ] τὴν ἐνέργειαν τοῦ κακοποιοῦ. εἰ δὲ κακοποιὸς ἐπὶ τόπον
5ἀγαθοποιοῦ καταντήσει, διαφθείρει τὴν ἐνέργειαν τοῦ ἀγαθοποιοῦ· εἰ δὲ κακοποιὸς ἐπὶ τόπον κακοποιοῦ κατ‐ αντήσει, ἐπιτείνει τὴν κακίαν αὐτοῦ. γʹ ἐπισκοπεῖν δεῖ τὸ ζῴδιον ἐν ᾧ ἦν κατὰ πῆξιν ὁ ἀστὴρ καὶ ποιῆσαι τοῦτο ὡς ὡροσκόπον καὶ κατ’ ἐκεῖνο ἀποτελεῖν.
10 Ὑποδείγματος χάριν. ὁ Ζεὺς κατὰ πῆξιν ἔν τινι ζῳδίῳ, καὶ ἦν τὸ ζῴδιον ἐκεῖνο οἶκος αὐτοῦ ἢ οἶκος ἑτέρου· ἐπέβη δὲ ἡ Ἀφροδίτη ἐν τῇ τοῦ ἔτους ἐναλλαγῇ τῷ τόπῳ τοῦ Διός. ἐποιήσαμεν οὖν ἕκαστον τὸν οἶκον τοῦ Διὸς ὡς ὡροσκόπον, εἶτα εἴδομεν τοὺς τῆς Ἀφροδίτης οἴκους ἐν
15ποίοις τόποις τυγχάνουσιν ἀπ’ ἐκείνων τῶν οἴκων. ἰδόντες οὖν τὸν Ταῦρον ἑκτὸν ἀπὸ τοῦ Τοξότου, εἴπομεν ὡς ἀρρω‐ στήσει· πάλιν ἰδόντες τὸν Ζυγὸν ὡς ιαʹ τόπος ἐστὶν ἀπὸ
Τοξότου, εἴπομεν ὡς ἐπικτήσεται φίλους. εἶτα ἐποιήσαμεν207

209

ὡς ὡροσκόπον τοὺς Ἰχθύας, καὶ εὑρόντες τὸν Ταῦρον τρίτον ἀπ’ αὐτῶν, εἴπομεν ὡς ἀποδημήσει· καὶ ἐπεὶ ὁ Ζυγὸς ηʹ ἐστιν ἀπὸ τῶν Ἰχθύων, ἐπικτήσεται πλοῦτον ἀπὸ κληρονομίας καί τις τελευτήσει τῶν γνωρίμων αὐτοῦ
5καὶ διὰ τῶν κληρονομιῶν εὐτυχήσει. εἰ δέ γε λόγον πλείονα ἔχει ἡ Ἀφροδίτη πρὸς τὸ ζῴδιον τοῦ ἔτους, τοὺς οἴκους αὐτῆς ποιοῦμεν ὡς ὡροσκόπους καὶ ἀπ’ αὐτῶν ἀριθμοῦ‐ μεν μέχρι τῶν οἴκων τοῦ Διός. Ὁ δὲ καιρὸς ὅτε γίνεται τὸ ἀποτέλεσμα τότε ἐστὶν
10ἡνίκα διοικήσει ὁ ἀστὴρ ὁ ἀποκαταστὰς τὸν μῆνα ἢ τὰς ἡμέρας ἐν τῷ ἔτει ἐκείνῳ. εἰ δὲ ἀστὴρ ἐπὶ τόπῳ ἀστέρος καταντήσει, τότε ἐνδείξεται τὴν ἐνέργειαν ὅτε συσχηματι‐ σθῇ τῷ ἀστέρι ἐκείνῳ. εἰ δὲ βούλει γνῶναι πόσον διαμείνῃ τὸ ἀποτέλεσμα, ἰδὲ ἐὰν κακοποιὸς καταντήσει εἰς τὸν ἴδιον
15τόπον, διπλασίασον τὴν περίοδον αὐτοῦ, καὶ τοσοῦτον και‐ ρὸν λέγε διαμεῖναι τὸ ἀποτέλεσμα· εἰ δὲ μή ἐστιν ἐναντίος ὁ τόπος ἐν τῇ ἐναλλαγῇ, ἅπαξ τὴν περίοδον τοῦ ἀστέρος διαμενεῖ τὸ ἀποτέλεσμα. Ὑποδείγματος χάριν. ἦν ὁ Κρόνος κατὰ πῆξιν ἐν τῷ
20ἑβδόμῳ καὶ ἔτυχεν ἀποκαταστῆναι αὐτὸν ἔν τινι ἐναλλαγῇ καὶ εὑρεθῆναι εἰς τὸν ἕβδομον τόπον τοῦ ζῳδίου τῆς
ἐναλλαγῆς ἢ τὸν ἕβδομον τόπον τοῦ ὡροσκόπου τῆς208

210

ἐναλλαγῆς. λέγομεν οὖν βλαβῆναι τάς τε γυναῖκας αὐτοῦ καὶ τοὺς ἐχθροὺς δὶς τὴν περίοδον τοῦ ἀστέρος. εἰ δ’ ἔτυχεν ἐν τῷ μεσουρανίσματι ἢ ἐν ἀγαθῷ τόπῳ ἑτέρῳ, ἅπαξ τὴν περίοδον διαρκέσει. ὡσαύτως καὶ εἰ καταλλάξει ἀστὴρ
5ἀγαθοποιὸς ἔν τινι τῶν ἐτῶν εἰς τὸν κατὰ πῆξιν αὐτοῦ τόπον, δηλοῖ ἀγαθά. εἰ δὲ καὶ ἐν τῇ καταρχῇ ἢ κατὰ πάροδον τύχῃ ἐν τόπῳ ἀγαθῷ, διττὴν ἐνεργήσει τὴν περίοδον· εἰ δὲ ἐν φαύλῳ, μοναπλήν. Γνώσῃ δὲ τὴν περίοδον οὕτως. εἰ μὲν ἐν τροπικῷ εἴη
10ζῳδίῳ ὁ ἀστήρ, τὴν ἐλαχίστην αὐτοῦ λάβε περίοδον· εἰ δὲ ἐν δισώμῳ, τὴν μέσην· εἰ δὲ ἐν στερεῷ, τὴν μεγίστην. ἕτερος δὲ τρόπος ἐπεμβάσεώς ἐστιν ὅτε τύχῃ ἀστὴρ κατὰ πῆξιν ἔν τινι τόπῳ καὶ κατὰ πάροδον ἐπεμβῇ τῷ τόπῳ ἐκείνῳ ἕτερος ἀστήρ· ἔχει γὰρ σημασίας τινάς. εἰ μὲν οὖν
15συσχηματίζονται ἀλλήλοις ἐν τῇ ἐναλλαγῇ οἱ τοιοῦτοι ἀστέρες, ἐκφαντικωτέραν ποιήσουσιν τὴν ἐνέργειαν καὶ ἐνεργήσουσιν ἐν ταῖς ἑαυτῶν ἀμφοτέρων περιόδοις, καὶ μάλιστα εἰ ἐν τόποις ἀγαθοῖς εἶεν. Ὑποδείγματος χάριν. ἦν ὁ Ζεὺς κατὰ πῆξιν ἐν τροπικῷ
20ζῳδίῳ ἐν τῷ ϛʹ τόπῳ. ἔτυχε δὲ ἔν τι〈νι〉 ἐναλ‐
λαγῇ ἡ Ἀφροδίτη ἐν τῷ τόπῳ τοῦ Διός· ἦν δὲ ὁ τόπος ϛʹ209

211

ἀπὸ τοῦ ἐνιαυσίου ζῳδίου ἢ τοῦ ὡροσκόπου τῆς ἐναλλαγῆς. ἐδήλωσεν οὖν ἡ Ἀφροδίτη ἐπεμβᾶσα τῷ Διῒ ὡς ἐμπνευ‐ μάτωσιν ἕξει ὁ γεννηθεὶς καὶ τῆς τραχείας ἀρτηρίας ὀδύ‐ νην. εἰ μὲν οὖν ἐσχηματίζετο ἡ Ἀφροδίτη τηνικαῦτα
5τῷ Διΐ, ἡνώσαμεν ἂν τὰς τῶν δύο ἀστέρων περιόδους καὶ εἴπομεν ὡς ἐπὶ εἴκοσιν ἡμέρας διαρκέσει τὸ σύμπτω‐ μα· εἰ δὲ μὴ συσχηματίζονται, ἅπαξ τὴν περίοδον τοῦ ἑνὸς διαρκέσει. ὅτε δὲ ἐν τροπικοῖς εἶεν ζῳδίοις, ἴσως καὶ ὥρας δηλώσουσιν ἢ ἡμέρας, καὶ μάλιστα ἐὰν ἀγαθο‐
10ποιοὶ ὦσιν· οἱ γὰρ ἀγαθοποιοὶ ταχίστην δηλοῦσι τὴν τῶν δυσχερῶν ἀπαλλαγήν. τῇ δ’ αὐτῇ μεθόδῳ χρῶ καὶ ἐπὶ παντὸς ἀστέρος ἀποκαθισταμένου εἰς τὸν ἑαυτοῦ τόπον ἐν τῇ ἐναλλαγῇ ἢ ἐφ’ ἑτέρου τόπου ἐπεμβαίνοντος. Εἰ δὲ β ἀστέρες ἢ καὶ πλείονες ἐπεμβῶσι τόπῳ ἀστέ‐
15ρος ἢ ἀστὴρ ἐπεμβῇ β ἀστέρων τόποις, τὸ αὐτὸ ἔσται ἀποτέλεσμα ὅπερ καὶ ἐφ’ ἑκάστου ἰδίᾳ εἴρηται. ὑποδείγματος χάριν. ἦν ἡ Σελήνη κατὰ πῆξιν ἐν τῷ Καρκίνῳ· ἐπέμβη〈σαν〉 οὖν ὅ τε [ὁ] Κρόνος καὶ ὁ Ζεὺς ἔν τινι ἐναλλαγῇ τῷ τόπῳ τῆς Σελήνης εἴπομεν οὖν ὡς ἡ
20τοῦ Κρόνου ἐπέμβασις βλάβας ἐπάγει προφάσεσι γυναι‐ κῶν, ἡ δὲ τοῦ Διὸς εὐεξίαν σώματος καὶ προσθήκην πλούτου καὶ φήμας ἀγαθάς· ἴσως δὲ καὶ τεκνογονήσει. καὶ τῆς μὲν λύπης ἡ διαμονὴ ἔσται κατὰ τὴν τοῦ Κρόνου
περίοδον ἢ ἕως ὅτου ἐξέλθῃ ὁ Κρόνος ἀπὸ τῶν ὁρίων ἐν210

212

οἷς ἐστιν· ὡσαύτως καὶ ἐπὶ τοῦ Διός. εἰ δὲ καὶ ὁ Ζεὺς καὶ ὁ Κρόνος κατὰ πῆξιν ὑπάρχουσιν ἐν τῷ Καρκίνῳ καὶ ἐπεμβῇ τούτοις ἡ Σελήνη κατὰ τὸν καιρὸν τῆς ἐναλλαγῆς, δηλοῖ ἡ μὲν τῆς Σελήνης ἐπὶ τὸν Κρόνον ἐπέμβασις ὡς ὁ
5τὴν ἐναλλαγὴν ἔχων συνουσιάσει προβεβηκυίαις γυναιξίν, ἡ δὲ ἐπὶ τὸν Δία ἐπέμβασις δηλοῖ ὡς ἀποδημήσει ἐπί τινας ὑδατώδεις τόπους καὶ ἀπ’ ἐκείνων ἐφ’ ἑτέρους.
8tΤμῆμα βʹ. Περὶ τῆς ἐπεμβάσεως τοῦ Κρόνου
9tἐφ’ ἑαυτὸν καὶ ἐπὶ τοὺς λοιποὺς ἀστέρας
10 Ὁ Κρόνος ἀποκαταστὰς ἐν τῇ ἐναλλαγῇ εἰς τὸν ἴδιον τόπον καὶ εὖ διακείμενος ἐν τοῖς δυσὶ καιροῖς ἀνακαινίζει πρᾶξιν τῷ γεννηθέντι καὶ ἀπὸ ἀξίας ἀνάγει εἰς ἀξίαν. εἰ δὲ τύχῃ ἐν τῇ ἐναλλαγῇ ἐπίκεντρος, μειζόνων τεύξεται ἀγαθῶν· εἰ μὲν ἐν τῷ μεσουρανίσματι, ἀπὸ ἐξουσιαστῶν·
15εἰ δὲ ἐν τῷ ζʹ, ἀπὸ γυναικῶν καὶ ἐναντίων· καὶ τοιουτο‐ τρόπως ἐν τοῖς ια τόποις. Ὅτε δὲ καταντήσει εἰς τὸν τόπον τοῦ Διὸς ἐν τῇ ἐναλ‐ λαγῇ, τύχῃ δὲ ὁ Κρόνος κατὰ πῆξιν ἢ κατὰ πάροδον κύριος
τοῦ ὡροσκόπου ἢ κύριος τοῦ κλήρου τῆς τύχης ἢ κύριος211

213

τῆς Σελήνης νυκτὸς ἢ κύριος τοῦ Ἡλίου ἡμέρας, δηλοῖ εὐεξίαν καὶ φίλων προσθήκην καὶ πλούτου καὶ προσόδων. εἰ δὲ οὐκ ἔχει λόγον πρὸς οὓς εἴπομεν τόπους, βλάπτει τὸν πλοῦτον καὶ τὴν ἀκίνητον κτῆσιν καὶ ὁσάκις ἀνα‐
5ποδίσει ἐν ἐκείνῳ τῷ ζῳδίῳ, ἕξει διαφορὰς μετὰ τῶν οἰκείων φίλων. Εἰ δὲ καταντήσει ὁ Κρόνος ἐν τῇ τοῦ ἔτους ἐναλλαγῇ ἐπὶ τὸν τόπον τοῦ Ἄρεως καὶ ἔχει ὁ Κρόνος λόγον εἴτε εἰς τὸν ὡροσκόπον τῆς καταρχῆς εἴτε εἰς τὸν ὡροσκόπον τῆς
10ἐναλλαγῆς εἴτε εἰς τὸν κλῆρον τῆς τύχης, δηλοῖ ἀποδημίαν καὶ χρείαν εἰς ἀδελφοὺς καὶ φίλους καὶ ὠφέλειαν ἐξ αὐτῶν· ἁμαρτήσει δὲ περὶ τὰς οἰκείας πράξεις καὶ ἀργὸς ἔσται ἐν ταῖς ἀνατροφαῖς καὶ πονηροὶ ἔσονται οἱ διαλογισμοὶ αὐ‐ τοῦ καὶ ὀλιγόπιστος ἔσται ἐν τῷ οἰκείῳ δόγματι καὶ
15κατηγορηθήσεται ἕνεκε τούτου. εἰ δὲ λόγον οὐκ ἔχει πρὸς τὰ εἰρημένα ὁ Κρόνος, δεινὰ ὑποστήσεται καὶ λυπηθήσεται δι’ ἀδελφοὺς καὶ φίλους καὶ ἐν ἀποδημίᾳ καὶ ξενιτείᾳ. Εἰ δὲ συνοδεύσει τῷ Ἡλίῳ ἐν τῇ τοῦ ἔτους ἐναλ‐
20λαγῇ καὶ ἔχει λόγον εἰς τοὺς δηλωθέντας τόπους, νόσῳ περιπεσεῖται ὀξείᾳ καὶ ἐπικινδύνῳ καί τινα φόβον ἕξει παρὰ ἐξουσιαστῇ καὶ ἔριδας μετὰ γυναικῶν. εἰ δὲ οὐκ ἔχει λόγον ὁ Κρόνος εἰς τοὺς δηλωθέντας τόπους,
ἔριδας ὑποστήσεται καὶ τελευτήσει μία τῶν γυναικῶν212

214

αὐτοῦ καὶ ἐγγὺς κινδύνου ἐλεύσεται ὁ πατὴρ αὐτοῦ καὶ εἰ δουλεύει τινί, βλαβήσεται ὁ κύριος αὐτοῦ· εἰ δὲ μή, βλαβή‐ σεται περὶ τὴν ἀξίαν αὐτοῦ. Εἰ δὲ καταντήσει ὁ Κρόνος ἐπὶ τὸν τῆς Ἀφροδίτης
5τόπον, ἀποδημήσει ὁ τὴν ἐναλλαγὴν ἔχων καὶ ἐπιχειρή‐ σει συζευχθῆναι γυναικί, ἀλλ’ ἐμποδισθήσεται καὶ ὀλίγη ἔσται ἡ συνουσία αὐτοῦ· εἰ δὲ τεκνογονίαν δηλοῖ τὸ θε‐ μέλιον αὐτοῦ, τεκνογονήσει καὶ ἔρωτι περιπεσεῖται. Εἰ δὲ 〈ὁ〉 Κρόνος ἐν τῇ τοῦ ἔτους ἐναλλαγῇ [εἰ] ἐπὶ τὸν
10τοῦ Ἑρμοῦ τόπον παραγίνηται, βραδυνόητος ἔσται καὶ ἀποδημήσει· εἰ δὲ παῖδας ἔχει, λυπηθήσεται δι’ αὐτοὺς καὶ μεγάλων ἐγχειρήσεων κατατολμήσει καὶ φόβον ἕξει διά τινας πράξεις καὶ βλαβήσεται ὑπὸ τῶν λόγων αὐτοῦ καὶ ἡ ἐμπορία αὐτοῦ καὶ ἡ πρᾶξις πτωθήσεται.
15 Εἰ δὲ ἐπὶ τὸν τῆς Σελήνης τόπον ἥξει ὁ Κρόνος ἐν τῇ τοῦ ἔτους ἐναλλαγῇ, διὰ γυναικείας προφάσεις μεμφθή‐ σεται καὶ καταφρονηθήσεται. εἰ δὲ τύχῃ ἐπίκεντρος ἡ Σελήνη ἐν τῇ ἐναλλαγῇ, μεγίστη ἔσται ἡ βλάβη καὶ κατὰ τὴν τοῦ ζῳδίου φύσιν ἐν ᾧ ἐστιν· εἰ μὲν γὰρ ἐν ἀνθρω‐
20ποειδεῖ ἐστι ζῳδίῳ, παρὰ ἀνθρώπων ἔσται ἡ βλάβη· εἰ δὲ ἐν θηριώδει, παρὰ θηρίων· εἰ δὲ ἐν τῷ Σκορπίῳ, διὰ
ἰοβόλων· εἰ δὲ ἐν τῷ Καρκίνῳ ἢ τοῖς Ἰχθύσι, παρὰ213

215

ἑρπετῶν ὑδατείων καὶ τῶν ὁμοίων· εἰ δὲ ἐν τῷ τῆς κατ‐ αρχῆς ὡροσκόπῳ ἐστὶν ἡ Σελήνη, νόσῳ περιπεσεῖται ἐπικινδύνῳ.
4t〈Τρίτον〉. Περὶ τῆς ἐπεμβάσεως τοῦ Διὸς ἐπὶ τὸν
5tἴδιον τόπον καὶ ἐπὶ τοὺς τῶν ἀστέρων τόπους
6 Εἰ δὲ ὁ Ζεὺς καταντήσει ἐπὶ τὸν τοῦ Κρόνου τόπον, εὐ‐ τυχίαν δώσει καὶ διορθώσεται ἅπερ ὁ Κρόνος ἔβλαψεν ἐν τῇ καταρχῇ· ἔσται δὲ εὐγνωμονέστατος καὶ πιστότατος καὶ εὐοδωθήσεται ἐν ταῖς δουλείαις αὐτοῦ καὶ ἀγαθὰ
10παρὰ φίλων ἕξει καὶ εἰρηνεύσουσι πρὸς αὐτὸν οἱ ἐχθροὶ αὐτοῦ καὶ ἀγαπήσουσιν αὐτόν. Ὅτε δὲ ἀποκαταστῇ ὁ Ζεὺς εἰς τὸν ἴδιον τόπον, ἀνα‐ καινίζει τὰς ἐν τῇ καταρχῇ τῆς γενέσεως εὐτυχίας καὶ πλοῦτον παρέχει ἀπὸ ἀνελπίστου πόρου.
15 Ἐπὶ δὲ τὸν Ἄρεα παραγενόμενος ἀποδημίαν ποιήσει καὶ ὠφέλειαν ἐξ αὐτῆς καὶ ἀπὸ ἐξουσιαστῶν καὶ στρατιωτῶν· ἴσως δὲ καὶ τεκνογονήσει· ὠφεληθήσονται δὲ οἱ ἀδελφοὶ αὐτοῦ ἤ τινες οὓς ἔχει ὡς ἀδελφούς. Ὅτε δὲ τὸν τόπον τοῦ Ἡλίου καταλάβῃ καὶ γένηται ὕπ‐
20αυγος καὶ ἔχει λόγον εἰς τὸν ὡροσκόπον τῆς καταρχῆς
ἢ εἰς τὸ ζῴδιον τοῦ ἔτους, δέος ἐστὶ περὶ τῆς ἀπωλείας214

216

αὐτοῦ ἄχρις ὅτου ἔξαυγος γένηται· εἰ δὲ σωθῇ, ἄχρις οὗ ἔξαυγος γένηται φόβους ὑποστήσεται μόνους παρὰ ἐξουσια‐ στῶν καὶ κρυβήσεται ἀπ’ αὐτῶν καὶ νοσήσει. εἰ δὲ ἔξαυγός ἐστιν ὁ Ζεύς, καὶ εὐτυχήσει.
5 Ὅτε δὲ καταλάβῃ ὁ Ζεὺς τὸν τόπον τῆς Ἀφροδίτης ἐν τῇ ἐναλλαγῇ, νοσήσει καὶ τακήσεται τὸ σῶμα αὐτοῦ καὶ 〈προστεθήσεται〉 ἡ δόξα καὶ πληθυνθήσονται οἱ φίλοι αὐτοῦ καὶ ἐπαινετὸς ἔσται. εἰ δὲ κεκακωμένη ἐστὶν ἡ Ἀφροδίτη, δέος γενήσεται περὶ αὐτοῦ.
10 Ὅτε δὲ καταλάβῃ ὁ Ζεὺς τὸν τόπον τοῦ Ἑρμοῦ, προσ‐ τεθήσεται ἡ γνῶσις αὐτοῦ καὶ ἡ παίδευσις καὶ τεύξεται ἀξίας· εἰ δὲ ἔξαυγός ἐστιν ὁ Ζεύς, πλειόνων τεύξεται ἀγαθῶν. Τῇ δὲ Σελήνῃ ὁ Ζεὺς ἐπεμβὰς εὐεξίαν σώματος δηλοῖ
15καὶ προσθήκην πλούτου καὶ παῖδα καὶ φήμας ἀγαθάς· εἰ δὲ συσχηματισθῇ ὁ Ζεὺς τῇ Σελήνῃ τῆς καταρχῆς, ἀπαλλάσσει παντὸς κακοῦ. Ὅτε δὲ τύχῃ ἐν τῇ ἐναλλαγῇ ἐν τῷ ὡροσκόπῳ ἢ ἐν τῷ εʹ τόπῳ ἢ ἐν τοῖς κυρίοις αὐτῶν ἢ ἐν τῷ τόπῳ τῆς Ἀφρο‐
20δίτης ἢ τῆς Σελήνης ἢ τῷ κλήρῳ τῶν τέκνων, δηλοῖ
γέννησιν παιδός.215

217

(1t)

〈Τέταρτον〉. Περὶ τῆς ἐπεμβάσεως τοῦ
2tἌρεως ἐφ’ ἑαυτόν τε καὶ τοὺς λοιπούς
3 Ὁ Ἄρης ἐπεμβὰς τῷ Κρόνῳ ἐν τῷ καιρῷ τῆς ἐναλλαγῆς προσθήκην ποιεῖ ἀδελφῶν καὶ φίλων καὶ ἀποδημίαν ἀπο‐
5δημήσει πλησίον. εἰ δὲ ἔχει λόγον εἰς τὸ ἔτος ὁ Ἄρης, δηλοῖ ἀργίαν καὶ νωχελίαν· εἰ δὲ ὁ Κρόνος ἔχει λόγον εἰς τὸ ἔτος, νοσήσει ἀπὸ τραύματος. εἰ δὲ ὅ τε [ἐπεμβῇ ὁ] Ἄρης τῷ τόπῳ τοῦ Κρόνου ἐπεμβῇ καὶ ὁ Κρόνος τῷ τόπῳ τοῦ Ἄρεως, δηλοῖ καὶ φυγὴν ἀπὸ πατρίδος.
10 Τῷ δὲ τόπῳ τοῦ Διὸς ἐπεμβὰς ὁ Ἄρης δηλοῖ ἀποδη‐ μίας καὶ ὠφελείας διὰ ὑποζυγίων· ὅτε δηλονότι καὶ ὁ Ζεὺς ἐπεμβῇ τῷ τόπῳ τοῦ Ἄρεως. Εἰς δὲ ἑαυτὸν ἀποκαταστατικὸς γενόμενος καὶ λόγον ἔχων εἰς τὸ ἔτος καὶ καλῶς ἐν τῇ καταρχῇ διακείμενος,
15εὑρήσει ἀξίαν καὶ ἀγαθὰ ὁ τὴν ἐναλλαγὴν ἔχων, καὶ μά‐ λιστα παρὰ στρατιωτῶν. εἰ δὲ ἀποκλίνῃ καὶ τὸν ὡροσκό‐ πον ἐφορᾷ, δηλοῖ ἀποδημίαν καὶ προσθήκην ὑπηρετῶν· εἰ δὲ ἀποκλίνῃ τοῦ ζῳδίου τοῦ ἔτους ἢ τοῦ ὡροσκόπου καὶ ἔχει λόγον πρὸς αὐτόν, εὑρήσει ἀγαθὰ διὰ σιδήρου καὶ αἵματος.
20Τῷ δὲ Ἡλίῳ ἐπεμβὰς ἡμερινῆς οὔσης τῆς ἐναλλαγῆς,
λυπηθήσεται παρὰ ἐξουσιαστοῦ καὶ ἀπὸ θερμότητος216

218

νοσήσει. εἰ δὲ ὁ Ἄρης κύριός ἐστι τοῦ ἔτους καὶ ὑπάρχει ἐν ζῳδίῳ θερμῷ καὶ ξηρῷ, δέος περὶ αὐτοῦ ἀπὸ πυρὸς καὶ θερμότητος· εἰ δὲ ἐν θερμῷ καὶ ὑγρῷ, δέος περὶ σφαγῆς. εἰ δὲ νυκτερινή ἐστιν ἡ ἐναλλαγή, εὐχερῆ ἔσται
5τὰ συμπτώματα. Τῇ δὲ Ἀφροδίτῃ ἐπεμβὰς ὁ Ἄρης δηλοῖ προσθήκην συνουσίας καὶ ὄρεξιν πολλὴν καὶ διέγερσιν πρὸς τὰ γυναικεῖα· καὶ ἀσπάσεται τὴν τρυφὴν καὶ προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ ἡ ἀξία καὶ μεμφθήσεται ἕνεκε γυναικῶν
10καὶ πληθυνθήσονται οἱ φίλοι αὐτοῦ καὶ ἔσται ἐπαινετός. εἰ δὲ ἔχει λόγον ὁ Ἄρης εἰς τὸ ἔτος, νοσήσει ἀπὸ πλησμο‐ νῆς ἐδεσμάτων ἢ ἀπὸ πλήθους συνουσίας· εἰ δὲ ἔχει λόγον εἰς τὸ ἔτος ἡ Ἀφροδίτη, νοσήσει ἐκ φαρμακοποσίας καὶ τῆς τραχείας ἀρτηρίας ὀδύνης· εἰ δὲ πρὸς τούτῳ
15κεκακωμένη ἐστὶν ἡ Ἀφροδίτη, δέος μή ποτε τελευτήσῃ. Εἰ δὲ ἐπὶ τὸν Ἑρμῆν παραγένηται ὁ Ἄρης, πλαστογρα‐ φίαις χρήσεται καί τις τῶν μικρῶν ἀδελφῶν αὐτοῦ τε‐ λευτήσει. Τῇ δὲ Σελήνῃ ἐπεμβὰς ὁ Ἄρης ἐν τόπῳ καλῷ οὔσῃ,
20εὑρήσει ἀξίαν καὶ ἴσως τεκνογονήσει. εἰ δὲ ὁ Ἄρης ἔχει λόγον εἰς τὸ ἔτος, ἀποδημήσει καὶ λυπηθήσεται διὰ συγγενεῖς καὶ γυναῖκας· εἰ δὲ ἐξουσίαν ἔχει, ἀποβαλεῖται
αὐτήν.217

219

(1t)

〈Πέμπτον〉. Περὶ τῆς τοῦ Ἡλίου σημασίας καθ’
2tἕκαστον ζῴδιον
3 Ὅτε ὑπάρχει κατὰ τὸν καιρὸν τῆς ἐναλλαγῆς ὁ Ἥλιος ἐν τῷ Λέοντι, ἔστι 〈δὲ〉 ἐπίκεντρος καὶ ἀκάκωτος καὶ
5ἔχων λόγον εἰς τὸ ἔτος ἢ ἐν τῇ καταρχῇ, ἔσται ὑγιὴς τὸ σῶμα καὶ ὠφεληθήσεται πάμπολλα. εἰ δὲ κεκακωμένος ἐστί, νόσοις περιπεσεῖται· εἰ δὲ ἐν ἀποκλίματί ἐστιν, ἔσονται αἱ νόσοι ἐλαφρότεραι. Εἰ δὲ ἐν τῇ Παρθένῳ ὑπάρχει ὑπὲρ γῆν ὡροσκόπον
10ἐφορῶν καὶ ἔχων τινὰ σημασίαν εἰς τὸ ἔτος, δηλοῖ ἀγῶνα τοῦ ἔχοντος τὴν ἐναλλαγὴν περὶ τὸν πλοῦτον καὶ τὴν παίδευσιν. εἰ δὲ καὶ ἐπιμαρτυρήσωσιν ἀγαθοποιοί, τεύ‐ ξεται τῶν ἐπιχειρημάτων αὐτοῦ· εἰ δὲ κακοποιοί, στερη‐ θήσεται.
15 Εἰ δὲ ὁ Ἥλιος ἐν τῷ Ζυγῷ ὑπάρχει ὑπὲρ γῆν καὶ ἔχων λόγον εἰς τὸ ἔτος, δηλοῖ ἀποδημίαν· ἡ δὲ ἀποδημία ἐστὶ χρηστὴ ἐὰν [δὲ] ὁ Ἥλιος ἀγαθοποιῷ συσχηματισθῇ. Εἰ δὲ ἐν τῷ Σκορπίῳ ὑπάρχει ἐπίκεντρος καὶ ἀκάκωτος, καὶ μάλιστα ἐν τῷ μεσουρανίσματι, καὶ ἔχει λόγον εἰς
20τὸ ἔτος, εὑρήσει ἀξίαν καὶ δόξαν καὶ ἀγαθά. εἰ δὲ ἐν ἀποκλίματι ᾖ τὸν ὡροσκόπον ἐφορῶν, εὑρήσει ἀγαθὰ ὁ
τὴν ἐναλλαγὴν ἔχων καὶ κτίσμασιν ἐπιχειρήσει.218

220

Εἰ δὲ ἐν Τοξότῃ ὑπάρχει καὶ ἔχει λόγον εἰς τὸ ἔτος καὶ ᾖ ἐπίκεντρος καὶ ἀκάκωτος, εὑρήσει ὁ τὴν ἐναλλαγὴν ἔχων ἀγαθὰ καὶ εὐφρανθήσεται καὶ ἴσως τεκνογονήσει. εἰ δὲ κεκακωμένος ἐστί, πληθυνθήσονται αἱ λύπαι αὐτοῦ
5καὶ φόβον ἕξει περὶ παιδὸς αὐτοῦ. Εἰ ἐν τῷ Αἰγοκέρωτί ἐστιν, ἔχει τε λόγον εἰς τὸ ἔτος, δηλοῖ νόσους καὶ λύπας καὶ δυστυχίας καὶ ἐνδείας. Εἰ δὲ ἐν τῷ Ὑδροχόῳ ἐστὶ καὶ ἔχει λόγον εἰς τὸ ἔτος, δηλοῖ γάμον καὶ προσθήκην συγγενῶν καὶ
10ὑπηκόων. εἰ δὲ κεκακωμένος ἐστί, δηλοῖ θανάτους συγ‐ γενῶν καὶ ὑπηκόων καὶ ἔριδας καὶ φιλονεικίας. Εἰ δὲ ἐν τοῖς Ἰχθύσι ἐστὶ κεκακωμένος, δηλοῖ λύπας καὶ θανατηφόρους μερίμνας. εἰ δὲ ἀκάκωτός ἐστι, λυπη‐ θήσεται χωρὶς προφάσεώς τινος.
15 Εἰ δὲ ἐν τῷ Κριῷ ἐστιν ἀκάκωτος καὶ ἔχει λόγον πρὸς τὸ ἔτος, δηλοῖ ἀποδημίαν ἀγαθήν. εἰ δὲ κεκακωμένος ἐστί, δηλοῖ λύπας ἐν τῇ ἀποδημίᾳ καὶ ὀλιγοπιστίαν. Εἰ δὲ ἐν τῷ Ταύρῳ ἐστὶ καὶ ἔχει λόγον εἰς τὸ ἔτος ἀκάκωτος ὤν, ὁμιλήσει ἐξουσιασταῖς καὶ ὠφεληθήσεται
20δι’ αὐτῶν. εἰ δὲ κεκακωμένος ἐστί, λυπηθήσεται καὶ ἀθυμήσει, καὶ μάλιστα ἐὰν ἐπίκεντρος ᾖ. Εἰ δὲ ἐν τοῖς Διδύμοις ἐστὶ καὶ ἔχει λόγον εἰς τὸ ἔτος καὶ ὑπάρχει ἀκάκωτος ὑπὲρ γῆν ἐφορῶν τὸν ὡροσκόπον καὶ τὸ ζῴδιον τῆς ἐναλλαγῆς, δηλοῖ προσθήκην φίλων
25καὶ ἴσως τεχθήσεται αὐτῷ παιδίον. εἰ δὲ κεκακωμένος ἐστί, λυπηθήσεται καὶ αἱ δουλείαι αὐτοῦ ἐμποδισθήσονται. Εἰ δὲ ἐν τῷ Καρκίνῳ ἐστὶ καὶ ἔχει λόγον εἰς τὸ ἔτος καὶ τύχῃ ὑπὸ γῆν, ἐπικρατήσουσιν αὐτῷ οἱ ἐχθροὶ αὐτοῦ,
καὶ μάλιστα ἐὰν οὐκ ἐφορᾷ ἡ Σελήνη.219

221

(1t)

〈Ἕκτον〉. Περὶ τῆς ἐπεμβάσεως τῆς Ἀφροδίτης
2tἐπί τε τὸν τόπον αὐτῆς καὶ ἐπὶ τοὺς 〈τῶν〉 λοι‐
3tπῶν ἀστέρων
4Ὅτε καταλάβῃ ἡ Ἀφροδίτη τὸν κατὰ πῆξιν τόπον τοῦ
5Κρόνου, δηλοῖ ἀγῶνα περὶ τὰ ἀφροδίσια ἔργα. καὶ εἰ μέν ἐστιν ἀκάκωτος, νομίμους ἀσπάσεται συνουσίας· εἰ δὲ κεκακωμένη, αἰσχρὰς δι’ ἃς πολλάκις μεμφθήσεται. καὶ εἰ μέν ἐστιν ἡ Ἀφροδίτη ὑπὸ γῆν, ἔσται τὰ τοιαῦτα ἐν τῷ κρυπτῷ· εἰ δὲ μή, τοὐναντίον. εἰ δὲ λόγον ἔχει ἡ Ἀφρο‐
10δίτη εἰς τὸ ἔτος, λυπηθήσεται διὰ γυναῖκας· ἀσπάσεται δὲ τὰ ὕδατα καὶ τὰ νίμ〈μ〉ατα καὶ τὸ παίζειν σὺν τῷ ὕδατι· εἰ δὲ ὁ Κρόνος ἔχει λόγον εἰς τὸ ἔτος, δηλοῖ ἀπο‐ δημίας καὶ συνουσίας καὶ τεχθήσεται αὐτῷ ἴσως παιδίον ἢ συλλήψεται ἐκ τούτου γυνή.
15 Εἰ δὲ καταλάβῃ τὸν τόπον τοῦ Διός, δηλοῖ πίστιν πολ‐ λὴν καὶ ἀποδημίαν εἰς τοὺς ἱεροὺς τόπους· καὶ κληρονο‐ μήσει πλοῦτον καὶ πρὸς φίλους ἀποδημήσει καὶ νέους φίλους ἐπικτήσεται ἄρχοντας καὶ νοσήσει καὶ ὑγιανεῖ. εἰ δὲ λόγον ἔχει ἡ Ἀφροδίτη εἰς τὸ ἔτος, ἀλγήσει τὸν τράχη‐
20λον· εἰ δὲ ὁ Ζεὺς ἔχει λόγον εἰς τὸ ἔτος, νοσήσει ἀπὸ μελαίνης χολῆς. Εἰ δὲ ἐπεμβῇ τῷ τόπῳ τοῦ Ἄρεως, δηλοῖ ἐπιμέλειαν
περὶ τὰ ἀφροδίσια καὶ τὰ γαμήλια. εἰ δὲ σχηματισθῶσιν220

222

ἀλλήλοις, ἐπιτεύξεται πάντων τῶν ἐπιζητουμένον παρ’ αὐτοῦ ἐν τοῖς τοιούτοις. Εἰ δὲ τῷ τοῦ Ἡλίου τόπῳ ἐπεμβῇ καὶ ἔχει σημασίαν πρὸς τὸ ἔτος καὶ ὑπάρχουσιν ἐπίκεντροι, ἀνάγκας ὑποστή‐
5σεται καὶ δειλιάσει ἐξουσιαστήν· εἰ δὲ ἀποκλίνουσι, νοσή‐ σει ἀπὸ θερμότητος. εἰ δὲ μαρτυρίαν ἔχει ὁ Ἑρμῆς εἰς τὸ ἔτος, προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ τεύξεται ἀξίαν καὶ ἀποδημήσει καὶ ἐρασθήσεται. Εἰ δὲ τῷ τόπῳ αὑτῆς ἐπεμβῇ ἡ Ἀφροδίτη, ἀνακαινίζει
10ἃ ἐσήμανεν ἐν τῇ καταρχῇ· καὶ προστεθήσονται τὰ κειμήλια αὐτοῦ. Εἰ δὲ ἐπεμβῇ τῷ τόπῳ τοῦ Ἑρμοῦ, δηλοῖ δύναμιν λόγου καὶ ῥητορείαν καὶ παίδευσιν. εἰ δὲ λόγον ἔχει ἡ Ἀφροδίτη εἰς τὸ ἔτος, ὁμιλήσει αὐληταῖς καὶ κιθαρω‐
15δοῖς καὶ ἀστείοις. εἰ δὲ κεκακωμένοι ὦσι, βλαβήσεται. Εἰ δὲ 〈τῷ〉 τόπῳ ἐπεμβῇ τῆς Σελήνης καὶ ὑπάρχει ἡ Σελήνη ἀκάκωτος καὶ ἔχει τις αὐτῶν λόγον εἰς τὸ ἔτος, δηλοῖ εὐεξίαν αὐτοῦ τε καὶ τῶν συγγενῶν καὶ ὁμιλίαν ἐξου‐ σιαστῶν καί τινα φίλον ἐπικτήσεται ἴσον ἀδελφῷ.
20t〈Ἕβδομον〉. Περὶ τῆς τοῦ Ἑρμοῦ σημασίας ὅτε
21tἐπεμβῇ ἑαυτῷ καὶ τοῖς λοιποῖς ἀστράσι
22Ὁ δὲ Ἑρμῆς, ὅτε ἐπεμβῇ τῷ κατὰ πῆξιν τόπῳ τοῦ
Κρόνου καὶ ἔχει σημασίαν εἰς τὸ ἔτος καὶ ὑπάρχει ἀκά‐221

223

κωτος, δηλοῖ ἀποδημίαν [οὐ] χρηστήν· καὶ ἴσως τεχθή‐ σεται αὐτῷ παῖς. εἰ δὲ ἔχει σημασίαν ὁ Κρόνος εἰς τὸ ἔτος, δηλοῖ θάνατον παίδων καὶ νόσον τοῦ τὴν ἐναλλαγὴν ἔχοντος καὶ ἀβελτερίαν καὶ ἀπιστίαν καὶ καταφρόνησιν
5τῶν νενομοθετημένων. Εἰ δὲ τῷ Διῒ ἐπεμβῇ καὶ ἔχει τις ἐξ αὐτῶν λόγον εἰς τὸ ἔτος, εὑρήσει ἀξίαν παρά τινος ὑπερέχοντος καὶ προσ‐ τεθήσεται ἡ παίδευσις αὐτοῦ καὶ ἡ πρᾶξις. εἰ δὲ κεκα‐ κωμένοι ὦσι, δηλοῦσι βλάβας καὶ ἔριδας πρὸς ἐχθρούς.
10 Εἰ δὲ τῷ τόπῳ τοῦ Ἄρεως ἐπεμβῇ, δηλοῖ ὡς ὁ τὴν ἐναλ‐ λαγὴν ἔχων ἐπιτηδεύσεται ψεύδη καὶ πλαστο‐ γραφίας. εἰ δὲ ἀναποδίζει τις αὐτῶν, δηλοῖ καὶ κλοπάς. εἰ δὲ σημασίαν ἔχει ὁ Ἑρμῆς εἰς τὸ ἔτος καὶ κακοῦται παρὰ τοῦ Ἄρεως, ἐπικίνδυνον ἔσται τὸ ἔτος. εἰ δὲ σὺν
15τούτοις καὶ ὕπαυγος ᾖ, δέος μή ποτε ἐπὶ ξένης ἀναιρεθῇ. Εἰ δὲ τῷ Ἡλίῳ ἐπεμβῇ καὶ ὑπάρχουσιν ἐπίκεντροι, εὑρή〈σει〉 ἀξίαν καὶ δόξαν, καὶ μάλιστα εἰ μεσουρανοῦσιν. Εἰ δὲ τῇ Ἀφροδίτῃ ἐπεμβῇ καὶ ἔχει λόγον εἰς τὸ ἔτος, δηλοῖ ζήτησιν τῶν μυθωδῶν καὶ τῶν ἐμμέτρων λόγων καὶ
20τῶν μελῳδιῶν. Εἰ δὲ ἐπὶ τὸν οἰκεῖον τόπον ἀποκαταστῇ καὶ ἔχει λόγον εἰς τὸ ἔτος καὶ ὑπάρχει ἐπίκεντρος, δηλοῖ προσθήκην δόξης καὶ πλούτου. εἰ δὲ κεκακωμένος ἐστί, δηλοῖ δια‐
φόρους κακώσεις.222

224

Εἰ δὲ [ἐν] τῇ Σελήνῃ ἐπεμβῇ καὶ ἔχει λόγον εἰς τὸ ἔτος ἡ Σελήνη, δηλοῖ ἀποδημίαν καὶ ἔριδας ἐν ταῖς ὁδοιπορίαις καὶ ἐχθρῶν ἐπαναστάσεις καὶ δειλίαν ἀπ’ αὐ‐ τῶν· εἰ δὲ ἔχει λόγον ὁ Ἑρμῆς εἰς τὸ ἔτος, εὑρήσει ἀγαθὰ
5καὶ πληθυνθήσονται οἱ φίλοι αὐτοῦ καὶ ἔσται ἐπαινού‐ μενος. εἰ δὲ κεκακωμένη ἐστὶν ἡ Σελήνη, λυπηθήσεται δι’ ἃς προείπομεν αἰτίας.
8t〈Ὄγδοον〉. Περὶ τῆς ἐπεμβάσεως τῆς Σελήνης
9tἐπί τε ἑαυτὴν καὶ ἐπὶ τοὺς τόπους τῶν λοιπῶν
10tἀστέρων
11 Ἡ Σελήνη κατὰ τὸν τῆς ἐναλλαγῆς καιρὸν ἐπεμβᾶσα τῷ Κρόνῳ καὶ ἔχουσα μαρτυρίαν εἰς τὸ ἔτος δηλοῖ δια‐ θέσεις ἐρωτικὰς πρός τινας παρηβηκυίας. εἰ δὲ κεκακω‐ μένη ἐστίν, δηλοῖ συνοχὰς καὶ ἔριδας· εἰ δὲ καὶ κλιμα‐
15κτὴρ πρόκειται τῷ ἔτει ἐκείνῳ, ἴσως καὶ τεθνήξεται. εἰ δὲ καὶ ὁ Κρόνος λόγον ἔχει εἰς τὸ ἔτος, δηλοῖ φήμας ἐναντίας καὶ λυπηράς. Ἐπὶ δὲ τὸν τόπον τοῦ Διὸς παραγενομένη καὶ ἀκάκωτος οὖσα δηλοῖ ἀποδημίαν ἐπὶ τόπους ὑδατώδεις, κἀκ τού‐
20των ἐπὶ ἑτέρους. εἰ δὲ κεκακωμένη ἐστί, περιπεσεῖται δεινοῖς καὶ νοσήσει. Ἐπὶ δὲ τὸν [τὸν] τόπον τοῦ Ἄρεως ἐπεμβᾶσα ἀκακώτου ὄντος, εὑρήσει ἐξουσίαν καὶ ἑνωθήσεται στρατ〈ι〉ώταις
καὶ νοσήσει ἀπὸ θερμότητος καὶ αἱμόρροιαν ὑποστήσεται.223

225

εἰ δὲ κεκακωμένος ἐστί, νόσον δεινὴν ὑποστήσεται καὶ φόβους παρὰ ἐξουσιαστῶν καὶ ἀποδημήσει ἄχρηστον ἀπο‐ δημίαν· εἰ δὲ 〈ἡ〉 Σελήνη κεκακωμένη ὑπάρχει κατά τε πῆξιν καὶ ἐν τῇ ἐναλλαγῇ καὶ συνοδεύσει τῷ Ἄρει
5κεκακωμένῳ ὄντι, κατ’ ἐκείνην τὴν ἡμέραν ἐκχυθήσεται τὸ αἷμα αὐτοῦ διά τινος τρόπου καὶ φιλονεικίας ἕξει καὶ ἀδικίας. Εἰ δὲ τῷ Ἡλίῳ ἐπεμβῇ καὶ ἔχει λόγον εἰς τὸ ἔτος, ὑποστήσεται δεινὰ παρὰ ἐξουσιαστοῦ ἢ παρὰ μειζόνων
10προσώπων. εἰ δὲ ὁ Ἥλιος ἔχει λόγον εἰς τὸ ἔτος, τεύξεται ἐξουσίας τινὸς καὶ στερηθήσεται ἴσως ματρὸς ἢ ὁμοίων προσώπων ματρί. Εἰ δὲ τῇ Ἀφροδίτῃ ἐπεμβῇ ἀκάκωτος οὖσα, δηλοῖ ἐμποδισμοὺς περὶ τὰς κινήσεις καὶ λυπηθήσεται διὰ
15συγγενεῖς καὶ ἔσται ἐν ἀναπαύσει καὶ τρυφῇ καὶ ἐπικτήσε‐ ται ἀκίνητον περιουσίαν. εἰ δὲ κεκακωμένη ἐστί, τεύξεται δόξης καὶ ὠφεληθήσονται δι’ αὐτοῦ οἱ συγγενεῖς αὐτοῦ. Ἐπὶ δὲ τὸν 〈Ἑρμῆν παρα〉γενομένη δηλοῖ ἀποδημίαν καὶ βλάβην παρ’ ἐχθρῶν. εἰ δὲ λόγον ἔχει ὁ Ἑρμῆς εἰς
20τὸ ἔτος, εὐ〈τυχήσει τὰ〉 κατ’ αὐτὸν 〈καὶ〉 κερδήσει πλοῦτον καὶ ἐπαινεθήσεται παρὰ πολλῶν. Ἐπὶ δὲ ἑ〈αυτὴν παρα〉γενομένη, νυκτερινῆς οὔσης τῆς
ἐναλλαγῆς, ἔσται ἐν ὑγείᾳ καὶ εὐρωστίᾳ καὶ ἐπικτήσεται224

226

ἐξ 〈ἐξουσιαστοῦ〉. καὶ εἰ ἐφορῶσίν τινες ἀστέρες τὴν Σελήνην, ἐκφανοῦσιν ἕκαστος τὴν οἰκείαν ἐνέργειαν. εἰ δὲ κεκακωμένη ἐστὶν ἡ Σελήνη καὶ καταντήσει εἰς τετράγωνον τοῦ κατὰ πῆξιν αὐτῆς τόπου ἢ διάμετρον,
5〈δηλοῖ βλά〉βην ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. εἰ δὲ καταντήσει κακοποιὸς ἐπὶ τὸν τῆς Σελήνης τόπον ἐν τῇ ἐναλλαγῇ τὴν Σελήνην 〈ἐφορῶν〉, δηλοῖ νόσους καὶ λύπας καὶ στενοχω‐ ρίας, καὶ μάλιστα εἰ κακοποιός ἐστιν ὁ κύριος τοῦ ἔτους καὶ ὑπάρχει ἐν τῇ ἐναλλαγῇ ἐν τόπῳ ἐναντίῳ· εἰ δὲ καὶ
10καταντήσει ἡ Σελήνη εἰς τόπον κακοποιοῦ κατὰ πῆξιν, τὸ αὐτὸ συμβήσεται. ὅτε δέ ἐστιν ἡ Σελήνη ἐν τῇ τοῦ ἔτους ἐναλλαγῇ ἀγαθοποιῷ συσχηματιζομένη ἢ κακο‐ ποιῷ, ὅτε καταντήσει εἰς τὸ σῶμα τοῦ ἀγαθοποιοῦ ἐκείνου ἢ κακοποιοῦ ἢ ἐπὶ ἀκτῖνά τινα ἐξ αὐτῶν, δηλοῖ ἀγαθὰ ἢ
15κακὰ κατὰ τὴν τοῦ ἀστέρος φύσιν. ὅτε δὲ καταντήσει ἡ Σελήνη εἰς ἀστέρα δηλοῦντα κατὰ πῆξιν ἀγαθὸν ἢ κακόν, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐκφανεῖ τὴν ἐνέργειαν. Καὶ ὅτε ἐπεμβῇ ἀστὴρ κατά τινα καιρὸν τῇ μοίρᾳ ἐν ᾗ ἐστιν ὁ ἐπιμερισμὸς ἢ τῷ ἐπιμερίζοντι ἢ τῇ μοίρᾳ τοῦ ὡρο‐
20σκόπου τῆς καταρχῆς ἢ τῇ μοίρᾳ τοῦ ὡροσκόπου τῆς ἐναλ‐
λαγῆς ἢ τῇ μοίρᾳ τοῦ ζῳδίου τοῦ ἔτους ἢ τῇ μοίρᾳ τῆς Σελή‐225

227

νης τῆς καταρχῆς ἢ τῆς ἐναλλαγῆς ἢ ἐπὶ ἀκτῖνας ἀστέρων τινῶν ἢ κλήρους ἢ δωδεκατημόρια ἢ τοὺς κυρίους αὐτῶν, κινεῖ σημασίαν τινὰ κατὰ τὴν οἰκείαν φύσιν· καὶ εἰ ἐπίδῃ ἀστὴρ τόπον ἑτέρου ἀστέρος ἀφ’ οἱουδήτινος
5σχηματισμοῦ, ἀνακαινίζει τὴν σημασίαν αὐτοῦ. καὶ ὅτε ἐπεμβῇ ἀστὴρ ἔχων λόγον εἰς τὸ ἔτος ἐπὶ δωδεκατημόριον ζῳδίου ἢ ἀστέρος, ὧν ἐστι τὸ δωδεκατημόριον, τὰ αὐτὰ δηλοῖ, τὴν σημασίαν τῶν εἰρημένων τοῦ τε ζῳδίου καὶ τοῦ ἀστέρος.
10 Ὑποδείγματος χάριν. τὸ δωδεκατημόριον τοῦ δʹ τόπου πέπτωκεν ἐν τῷ βʹ ζῳδίῳ. λέγομεν οὖν ὡς ὅτε ἐπεμβῇ τῷ τόπῳ ἐκείνῳ ἀστὴρ ἔχων λόγον εἰς τὸ ἔτος, μεταχει‐ ρίσεται τὰ τῶν οἰκημάτων καὶ τοῦ πλούτου· ἔχουσι δὲ καὶ ἑτέραν σημασίαν οἱ ἀστέρες κατὰ τὴν ἀπόστασιν τῶν
15οἴκων τοῦ ἑνὸς ἀπὸ τοῦ ἑτέρου, περὶ ὧν οὐδὲν λέγομεν διὰ τὸ δύνασθαι τὸν μανθάνοντα ἐκ τῶν εἰρημένων κατα‐ στοχάζεσθαι αὐτά. ὅτε δὲ σημαίνουσί τι οἱ ἀστέρες κατὰ πῆξιν ὁμοῦ καὶ κατὰ [τὰ] τὴν ἐναλλαγήν, βεβαιότερα ἔσται τὰ ἀποτελέσματα.
20 Δεῖ δὲ ὁρᾶν ἐν ταῖς ἐπεμβάσεσι τίνι συσχηματίζεται ὁ ἐπεμβαίνων ἀστὴρ τῶν κατὰ πῆξιν ἀστέρων ἢ κατὰ πάροδον. καὶ εἰ μὲν συσχηματίζεται ἀστέρι κατὰ πῆξιν,
δηλοῖ τὸ ἀποτέλεσμα ἔσεσθαι διά τινα προγενομένην226

228

αἰτίαν· εἰ δὲ κατὰ τὴν ἐναλλαγὴν συσχηματίζεται, δηλοῖ διά τινα ἐπιφυεῖ〈σ〉αν αἰτίαν. εἰ δὲ οὐδενὶ συσχηματίζεται τῶν κατὰ πῆξιν ἢ κατὰ πάροδον ἀστέρων, δηλοῖ τὸ ἀπο‐
τέλεσμα ἔσεσθαι ἐξ ἀπροόπτου αἰτίας.227

229

(1t)

ἘΚ ΤΟΥ Θʹ ΛΟΓΟΥ
2tΤμῆμα ζʹ. Περὶ τῶν δηλωτικῶν περὶ τῶν ἡμερῶν
3tκαὶ τῶν ὡρῶν καὶ τῆς τούτων σημασίας
4Τὰς ἡμέρας καὶ τὰς ὥρας εἰς ἐννέα διαιρέσεις διαιροῦ‐
5μεν· ἀρχόμεθα δὲ ἀπὸ τῶν ἡμερῶν τῶν τῆς ἑβδομάδος δηλωτικῶν, αἵτινες συμφωνοῦσι τῷ ἀριθμῷ τῶν ἑπτὰ ἀστέρων. καὶ ὁ μὲν πρῶτος ἐκ τούτων δηλωτικός ἐστιν ἵνα ἐπιβλέπῃ〈σ〉 πρὸς πάσας τὰς ἡμέρας τοῦ κυηθέντος ἀπ’ ἀρχῆς τοῦ καιροῦ τῆς αὐτοῦ γεννήσεως καὶ ἄχρι
10περαιώσεως ἐνιαυτοῦ. καὶ ἐπιμερίζῃς ταύτας κατὰ τὴν ποσότητα τῶν ἑπτά· καὶ ὅσα γίνονται ἀπὸ τοῦ ἐπι‐ μερισμοῦ, ταῦτά εἰσιν αἱ περίοδοι τῶν ἑβδομάδων· ὅσα δὲ λοιπάζονται πρὸς τὸ ἕβδομον ἀριθμόν εἰσιν ἀπὸ τῶν ἡμερῶν τῆς ἑβδομάδος. ἔπειτα ἵνα ἐπιδώσεις ἑνὶ ἑκάστῳ
15ἀστέρι μίαν περίοδον ἐξ ἐκείνων τῶν περιόδων, ἀρξάμενος ἀπὸ τοῦ κυρίου τοῦ ὡροσκόπου [τοῦ κυρίου τῆς], ἔπειτα τῷ ὑποκάτωθεν αὐτοῦ ὄντι ἀστέρι, καὶ οὕτως τῷ μετ’ ἐκεῖνον ὄντι ἄχρι οὗ πληρωθῶσιν αἱ περίοδοι ἐκεῖναι καὶ καταντᾷ ὁ ἀριθμὸς πρὸς τὰς ὑπολοίπους [ἐκείνας] ἡμέρας
20τῆς ἐβδομάδος. καὶ ὁ ἀστὴρ ὁ ἔχων τὰς ἡμέρας ἐκείνας οὕτως κυβερνᾷ τοῦ χρόνου εἰσερχομένου ἐν ταῖς τοιαύταις τοῦ ἀστέρος ἡμέραις· κυβερνᾷ δὲ ὁ ἀστὴρ ἀπ’ ἀρχῆς τοῦ ἔτους ἔστ’ ἂν περαιωθῶσιν αἱ ἡμέραι αὐτοῦ. καὶ οὕτως παραλαμβάνει ὁ μετ’ ἐκεῖνον ἀστήρ, καὶ οὕτως ὁ μετ’
25ἐκεῖνον, καὶ καθεξῆς μέχρις ἂν παραλάβῃ ὁ ἀστὴρ ἐκεῖνος ὁ κύριος τὴν ἀρχὴν τοῦ ἔτους κυβερνῶν· καὶ πάλιν
παραλαμβάνει ὁ μετ’ ἐκεῖνον, ποιῶν οὕτως καθ’ ὅλον τὸν228

230

τῆς ζωῆς αὐτοῦ χρόνον ἔστ’ ἂν καταλάβῃ ἡ κυβέρνησις ἐπ’ αὐτῷ τῷ ζητουμένῳ ἔτει καὶ ταῖς τοῦ ἔτους ζητου‐ μέναις ἡμέραις. ὅτε κυβερνᾷ τις τῶν ἀστέρων μίαν ἑβδομάδα τῶν ἑβδομάδων, αὐτὸς κυβερνᾷ τὴν πρώτην
5ἡμέραν τῆς ἑβδομάδος ἐκείνης, καὶ καθεξῆς. εἶτα ὁ ἀστὴρ ὁ ἔχων τὴν ἡμέραν ἐκείνην κυβερνᾷ ἀπὸ τῆς αὐτῆς ἡμέρας τρεῖς ὥρας καὶ τρία ἕβδομα τῆς μιᾶς ὥρας· ὁ δέ γε μετ’ αὐτὸν ἀστὴρ κυβερνᾷ καὶ αὐτὸς ὁμοίως· καὶ κατὰ τοῦτον τὸν τρόπον γίνεται καὶ ἡ τῶν ὡρῶν ἑκάστου ἀστέρος
10κυβέρνησις μέχρι περαιώσεως τῶν κδ ὡρῶν τοῦ νυχθη‐ μέρου. Ὁ δὲ δεύτερος δηλωτικὸς ἵνα ἐπιβλέπῃς πρὸς τὸν κύριον τῆς περιόδου ὡς ἔχει κατὰ τὸ ζητούμενον ἔτος καθὼς εἰρήκαμεν ἐν τῷ πρώτῳ λόγῳ τοῦ ϛʹ τμήματος καὶ
15δώσεις αὐτῷ ἡμέρας ζ 〈ἀρξάμενοσ〉 ἀπ’ αὐτῆς τῆς πρώ‐ της ἡμέρας τῆς ἐναλλαγῆς τοῦ ἔτους· εἶτα ἐπιδώσεις τῷ ἀστέρι τῷ ὑποκάτωθεν ὄντι τῷ κυρίῳ τῆς περιόδου ἑτέρας ἡμέρας ζ, καὶ καθεξῆς ἔστ’ ἂν περαιωθῶσι αἱ ἑβδομάδες τῶν ἑπτὰ ἀστέρων. πάλιν ἐπανακάμψεις
20πρὸς τὸν κύριον τῆς περιόδου ἄχρι συμπληρώσεως τῶν ἡμερῶν τοῦ τοιούτου ἔτους. 〈ἡ〉 δὲ κυβέρνησις τῶν ἀστέρων ἡ[ν] κυβερνῶ〈σα〉 τὰς ἡμέρας ἑκάστης ἑβδο‐ μάδος τῶν ἡμερῶν τούτων ἢ τῶν ὡρῶν αὐτῶν ἔσται ὡς ἡ προλαβοῦσα κυβέρνησις.
25 Ὁ δὲ τρίτος δηλωτικὸς ἵνα ἐπιβλέπῃς πρὸς πάσας τὰς ἡμέρας τοῦ ἔτους αἵτινές εἰσι τξε καὶ τέταρτον ἡμέρας ἐκτός τινος μέρους τῶν τριακοσίων ἐκ μιᾶς ἡμέρας. καὶ μερίζεις αὐτὰς εἰς ἑβδομάδας αἵτινες καλοῦνται μείζονες ἑβδομάδες, καὶ ἐπιδώσεις μίαν ἑβδομάδα τῶν ἑβδομάδων
30τῶν ἡμερῶν τοῦ ἔτους αἵτινές εἰσι τῷ ἀριθμῷ δύο 〈καὶ πεντήκοντα〉 ἡμέραι καὶ ὧραι δ καὶ ἔγγιστα τοῦ τετάρτου
τῆς ὥρας ἀπ’ ἀρχῆς τῆς πρώτης ἡμέρας τῆς ἐναλλαγῆς229

231

τῷ κυρίῳ τοῦ ὡροσκόπου τῆς ἐναλλαγῆς [τῷ κυρίῳ τοῦ ὡροσκόπου τῆς ἐναλλαγῆς]· εἶτα ἐπιδώσει〈σ〉 τῷ ἑτέρῳ ἀστέρι τῷ ὑποκάτωθεν αὐτοῦ ὄντι ἑτέραν μίαν ἑβδομάδα, καὶ οὕτως τῷ μετ’ αὐτὸν ἔστ’ ἂν τελειωθῇ ἡ κυβέρνησις
5τῶν ἑπτὰ ἀστέρων ἐπὶ ταῖς ὅλαις ἡμέραις τοῦ ἔτους. μερίζεται δ’ αὖθις ἑκάστη ἑβδομὰς τῶν ἑβδομάδων τού‐ των ἐπὶ τοῖς ἑπτὰ ἄστροις πρὸς τὸ ἕβδομον τῆς μείζονος ἑβδομάδος ὅ ἐστιν ἡμέραι ζ καὶ ὧραι ι ἔγγιστα· καὶ καλεῖται ἡ ἑκάστη τούτων ἐλάττων ἑβδομάς. εἶτα παρ‐
10έχεις τῷ ἀστέρι τῷ κυβερνῶντι τὴν μείζονα ἑβδομάδα τὴν μικρὰν ταύτην 〈τὴν〉 πρώτην ἑβδομάδα· εἶτα τὴν δευ‐ τέραν ἑβδομάδα τῷ μετ’ αὐτόν, καὶ καθεξῆς ὅπως ἡ μεγάλη ἑβδομὰς ἐπὶ τοῖς ζ ἄστροις μερισθῇ. ἡ δὲ κυβέρνησις τῶν ἡμερῶν ἐν ἑκάστῃ ἑβδομάδι τῶν ἐλαττόνων ἑβδομάδων
15καὶ τῶν ὡρῶν αὐτῶν παρεκβληθήσεται ὡς εἰρήκαμεν. Ὁ δὲ δʹ δηλωτικὸς ἵνα ἐπιβλέπῃς πρὸς τὰς περιόδους τῶν ἑβδομάδων ὧν πεποίηκας ἐκ πασῶν τῶν ἡμερῶν τοῦ κυηθέντος καὶ τὸ λοιπαζόμενον ἀπὸ τῶν ἡμερῶν τῆς μιᾶς ἑβδομάδος τῶν προρρηθεισῶν παρ’ ἡμῶν 〈καὶ〉
20ἐπιδώσεις ἑνὶ ἑκάστῳ ζῳδίῳ τῶν ζῳδίων περίοδον μίαν ἐξ ἐκείνων τῶν περιόδων· καὶ ἄρξαι ἀπὸ τοῦ ζῳδίου τοῦ κατὰ πῆξιν, εἶτα τῷ τόπῳ τῆς οὐσίας, καὶ οὕτως τῷ οἴκῳ ἢ τῷ τόπῳ τῶν ἀδελφῶν ἄχρι τῶν ιβ ζῳδίων. εἶτα ἐπανακάμψεις πρὸς τὸν ὡροσκόπον τὸν κατὰ πῆξιν
25καὶ οὕτως πληρωθῶσιν αἱ περίοδοι ἐκεῖναι καὶ καταντᾷ ὁ ἀριθμὸς πρὸς τὰς ἐπιλοίπους τῆς ἑβδομάδος ἡμέρας καὶ τὸ ζῴδιον τὸ ἔχον τὰς ἡμέρας ἐκείνας. εἰσέρχεται 〈δὲ〉 ὁ χρόνος ἐν τῇ ἑβδομάδι αὐτοῦ καὶ κυβερνᾷ τὸ ζῴδιον ἐκεῖνο ἀπ’ ἀρχῆς τοῦ ἔτους τὰς ὑπολοίπους τῆς ἑβδομάδος
30ἐκείνης ἡμέρας· εἶτα ἡ μετ’ ἐκείνην τὴν ἑβδομάδα ἑβδο‐ μὰς ἔσται εἰς κυβέρνησιν τοῦ ζῳδίου τοῦ μετ’ ἐκεῖνο τὸ ζῴδιον, καὶ οὕτως τὸ μετ’ ἐκεῖνο. ὡσαύτως ἔσονται αἱ περίοδοι τῶν ἑβδομάδων τῶν ἡμερῶν ἐπὶ
τοῖς ζῳδίοις καθ’ ὅλον τὸ ἔτος καὶ τὸν τῆς ζωῆς τοῦ230

232

ἀνθρώπου χρόνον σύμπαντα [χρόνον]. καὶ ὅτε τι τῶν ζῳδίων κυβερνᾷ ἑβδομάδα μίαν τῶν ἑβδομάδων, αὐτὸ κυβερνᾷ ἀπ’ ἀρχῆς τῆς ἑβδομάδος ἐκείνης ὥρας ιδ· εἶτα τὸ μετ’ ἐκεῖνο ζῴδιον κυβερνᾷ κατὰ τὸν αὐτὸν
5ἀριθμὸν τῶν ὡρῶν, καὶ κατὰ τοῦτον τὸν τρόπον ἔσται ἡ κυβέρνησις τῶν λοιπῶν ζῳδίων καθεξῆς ἕως οὗ πληρωθῇ ἡ ἑβδομὰς τοῦ ζῳδίου ἐκείνου. Ὁ δὲ εʹ δηλωτικός ἐστιν ἵνα ὑφέλῃς ἀπὸ πασῶν τῶν ἡμερῶν τοῦ κυηθέντος δωδεκάδας πρὸς τὸν τῶν ζῳδίων
10ἀριθμόν, καὶ αἱ ἀπολειφθεῖσαι ἡμέραι ἐλάττονες τῶν δώδεκα ἀπολύονται ἀπὸ τοῦ κατὰ πῆξιν ὡροσκόπου, παρέχων ἑκάστῳ ζῳδίῳ ἡμέραν μίαν· καὶ ἐν ᾧ ζῳδίῳ καταντᾷ ὁ ἀριθμός, ἐκεῖνό ἐστι τὸ τὴν ἡμέραν κυβερνῶν ἐκείνην. τὸ τοιοῦτον ζῴδιόν ἐστι τὸ κυβερνῶν αὐτὴν τὴν
15ἡμέραν τῆς [τῆς] τοῦ ἔτους εἰσόδου. εἶτα ἐπιδώσεις τῷ ζῳ‐ δίῳ ἐκείνῳ ἀπ’ ἐκείνης τῆς ἡμέρας κυβέρνησιν ὡρῶν δύο, καὶ τῷ μετ’ ἐκεῖνο κυβέρνησιν ἑτέρων ὡρῶν β, καὶ οὕτως ποιήσεις ἔστ’ ἂν ἀποπληρωθῶσιν αἱ κδ ὧραι πρὸς τὰ ιβ ζῴδια. ἐπιβλέπε δὲ πρὸς τοὺς πάντας τρόπους τούτους
20τοὺς ἐν ταῖς ἑβδομάσι καὶ πρὸς τὴν ἡμέραν τοῦ ζῳδίου τοῦ ἔτους. καὶ εἰ μὲν ὁ κύριος τῆς ἑβδομάδος τοῦ ἔτους καὶ ὁ κύριος τῆς ἡμέρας τοῦ ζῳδίου αὐτοῦ ὦσιν ἀγαθο‐ ποιοὶ ἐν διαθέσει ἀγαθῇ, δηλοῦσι τὸ ἀγαθὸν ἐν ἐκείνῳ τῷ ἔτει· εἰ δὲ ὦσι κακοποιοὶ καὶ ἐν διαθέσει κακῇ, δηλοῦσι
25τὸ κακόν. ὡσαύτως δηλοῦσιν ὅτε κυβερνῶσί τινας τῶν ἑβδομάδων καὶ τῶν ἡμερῶν. Ὁ δὲ ϛʹ δηλωτικὸς ἵνα ἐπιβλέπῃς ἐν τῇ ἐναλλαγῇ τοῦ ἔτους πρὸς τὴν μοῖραν τοῦ ζῳδίου πρὸς ὃ καταντᾷ τὸ ἔτος ἀπὸ τοῦ κατὰ πῆξιν ὡροσκόπου. καὶ εἰ μέν ἐστιν ἐν
30ἐκείνῃ τῇ μοίρᾳ σῶμα ἀστέρος ἢ ἀκτίς, ἔσται ἡ κυβέρνη‐ σις τῶν ἡμερῶν ἐκείνων κυβέρνησις τοῦ τοιούτου ἀστέρος ἔστ’ ἂν καταντηθῇ ὑφ’ ἑτέρου ἀστέρος 〈κατὰ〉 σῶμα ἢ ἀκτῖνα· εἰ δὲ οὐχ εὑρεθῇ σῶμα ἢ ἀκτὶς ἀστέρος, ἔστιν
κυβερνήτης ὁ ὁριοκράτωρ τῆς μοίρας ἐκείνης ἔστ’ ἂν231

233

εὑρεθῇ σῶμα ἀστέρος ἢ ἀκτίς. αἱ δὲ ἡμέραι τῆς κυβερνή‐ σεως ἐπιγινώσκονται οὕτως· ἵνα ἐπιβλέπῃς τὴν ὑπεροχὴν τὴν μέσον τῆς μοίρας τοῦ καταντήματος καὶ τοῦ σώ‐ ματος ἢ τῆς ἀκτῖνος τοῦ ἀστέρος, καὶ τὰς εὑρεθείσας
5μοίρας καὶ τὰ λεπτὰ πολλαπλασιάσεις ἐπὶ ἡμέρας ιβ καὶ λεπτὰ ι καὶ δευτερόλεπτα λ, ἅτινά εἰσιν ἕκτον μιᾶς ἡμέρας καὶ ἥμισυ ἐκ τοῦ δεκάτου 〈τοῦ ἕκτου〉 μιᾶς ἡμέρας, καὶ ἐπὶ τῷ ἀναβιβασθέντι ποσῷ καταντᾷ ἡ κυβέρνησις κατὰ τὸν ἀριθμὸν ἐκείνων τῶν ἡμερῶν τῶν ἀριθμουμένων
10ἀπ’ ἀρχῆς τῆς πρώτης ἡμέρας τῆς ἐναλλαγῆς. καὶ εἰ μὲν ὁ ἀστὴρ πρὸς ὃν καταντᾷ ἡ κυβέρνησίς ἐστιν ἀγαθο‐ ποιός, δηλοῖ τὸ ἀγαθὸν ἐν ἐκείνῳ τῷ καιρῷ ἔστ’ ἂν κυ‐ βερνᾷ· εἰ δὲ κακοποιός, δηλοῖ τὸ κακόν. ὡσαύτως ποιήσεις τὸν περίπατον τῶν μηνῶν τῶν ζῳδίων πρὸς ἣν μοῖραν
15καταντᾷ τὸ ἔτος ἀπό τε τοῦ πατρικοῦ κλήρου καὶ τοῦ μητρικοῦ, καὶ ἀπὸ πάντων τῶν κλήρων καὶ τῶν οἴκων ἤτοι τῶν τόπων αὐτῶν κατὰ πῆξιν, λογιζόμενος ὑπὲρ ἑκάστου ζῳδίου ἔτος ἕν· πρὸς δήλωσιν δὲ τῶν ἡμερῶν τῆς κυβερνήσεως τοῦ τε ἀγαθοῦ καὶ τοῦ ἐναντίου πολλα‐
20πλασιαζόμεναι [δὲ] αἱ λ μοῖραι τοῦ ζῳδίου τοῦ καταν‐ τήματος ἐπὶ ταῖς ῥηθείσαις ιβ ἡμέραις καὶ ι λεπτοῖς 〈καὶ λ δευτερολέπτοισ〉 γίνονται ἡμέραι τξε τέταρτον, αἱ ἡμέ‐ ραι δηλονότι τοῦ ἔτους ἔγγιστα. καὶ δῆλον ἐκ τούτου ὅτι ἑκάστῃ μοίρᾳ τοῦ καταντήματος ἀναλογοῦσιν ἡμέραι ιβ
25καὶ ὧραι δ πέμπτον, αἵτινες ἡμέραι ὀνομάζονται μέγισται. Ὁ δὲ ζʹ δηλωτικὸς ἐπιγινώσκεται οὕτως· ἵνα ἐπι‐ βλέπῃς τὴν μοῖραν τοῦ ὡροσκόπου τῆς ἐναλλαγῆς τοῦ ἔτους καὶ ποιῇς τὴν περίοδον αὐτῆς, παρέχων ἑκάστῃ ἡμέρᾳ λεπτὰ νθ καὶ δευτερόλεπτα η πρὸς τὸ ἐπιγνῶναι
30τὰς διαθέσεις τῶν ἡμερῶν. ποιῇς δὲ τοῦτο ἀπ’ αὐτῆς τῆς ἀρχῆς τῆς μοίρας τοῦ ὡροσκόπου τῆς ἐναλ‐ λαγῆς ἔστ’ ἂν ἐπανακάμψῃς αὖθις πρὸς αὐτὴν κατὰ τὸ τέλος τοῦ ἔτους. εἰ δὲ εὑρεθῇ κατ’ αὐτὴν τὴν μοῖραν τοῦ ὡροσκόπου τῆς ἐναλλαγῆς σῶμα ἀστέρος ἢ ἀκτίς, ἔσται
35ἡ κυβέρνησις τῆς μοίρας τοῦ ὡροσκόπου κυβέρνησις τοῦ
αὐτοῦ ἀστέρος ἔστ’ ἂν συναντᾷ σῶμα ἑτέρου ἀστέρος ἢ232

234

ἀκτῖνα· εἰ δ’ οὐχ εὑρεθῇ σῶμα ἀστέρος ἢ ἀκτὶς ἐν τῇ μοίρᾳ τοῦ ὡροσκόπου, κυβερνήτην ἕξομεν τὸν ὁριοκρά‐ τορα τῆς τοιαύτης μοίρας ἔστ’ ἂν συναντᾷ ἡ μοῖρα πρὸς σῶμα ἢ ἀκτῖνα ἀστέρος. οὕτως γὰρ ὀφείλεις ποιεῖν πρὸς
5πάντας τοὺς περιπάτους τῶν ἀστέρων καὶ τῶν κλήρων καὶ τῶν τόπων ἐν τοῖς ιβ ζῳδίοις ἐπὶ ταῖς ἡμέραις δηλονότι τοῦ ὅλου ἐνιαυτοῦ. καλεῖται δὲ ἡ τοιαύτη κυβέρνησις τῶν μικρῶν ἡμερῶν· ἡ χρῆσις δὲ αὕτη ἐστὶ χρησιμωτάτη διὰ τὸ γίνεσθαι ταύτην κατὰ τὴν ἀνώμαλον κίνησιν τοῦ
10Ἡλίου ἐφ’ ἑκάστῃ ἡμέρᾳ, οὐ πάνυ δὲ ἀκριβεστάτη διὰ τὸ τὸν Ἥλιον πατεῖν ποτε μὲν ἐπέκεινα τῆς μοίρας, ποτὲ δὲ ἔλαττον, τέως δ’ οὖν οὐ πολλὴ ἡ διαφορά. ὅτε δὲ καταντᾷ ἡ κυβέρνησις πρὸς ἀγαθοποιὸν ἀστέρα ἤ ἐστιν ἀγαθοποιὸς ἀστὴρ ὁ κυβερνῶν ἀπὸ τῶν ὁρίων, σημαίνει
15ἀγαθά· εἰ δὲ ἐναντίος, ἐναντία. Ὁ δὲ ηʹ δηλωτικὸς ὁ κυβερνῶν τὰς ἡμέρας τῶν μηνῶν καὶ τὰς ὥρας ἀπὸ τῶν ζῳδίων γινώσκεται κατὰ τρόπους δύο. κατὰ μὲν τὸν πρῶτον ἵνα ἐπιβλέπῃς πρὸς τὴν μοῖραν τοῦ ζῳδίου πρὸς ἣν καταντᾷ ὁ μὴν ἀπὸ τῶν τεσσάρων
20κεφαλαιωδῶν δηλωτικῶν καὶ πρὸς τὴν μοῖραν τοῦ ὡρο‐ σκόπου τοῦ μηνὸς καὶ τὴν μοῖραν τοῦ κλήρου τῆς τύχης τοῦ μηνὸς καὶ τὴν μοῖραν τῆς Σελήνης τοῦ μηνός· καὶ ποιῇς τὸν περίπατον ἑκάστου τούτων λογιζόμενος ἐπὶ ἑκάστῃ μοίρᾳ ἡμέραν μίαν μέχρι περαιώσεως τῶν λ
25ἡμερῶν. καὶ εἰ μὲν βουλόμεθα τὸν περίπατον τοῦ μηνὸς τοῦ ὡροσκόπου ποιῆσαι ὡς εἴρηται, ὀφείλομεν ποιῆσαι ὡς ἀγαθὰ σημαίνειν καταντήσαντα ἐπὶ ἀγαθοποιούς, ὥσπερ ἐναντία καταντήσαντα ἐπὶ κακοποιούς. τὸν αὐτὸν οὖν περίπατον ὀφείλεις ποιεῖν καὶ ἐπὶ τοῖς λοιποῖς ια τόποις
30τοῦ θέματος. κατὰ δὲ τὸν δεύτερον τρόπον ἵνα ἐπι‐ βλέπῃς πρὸς τοὺς ῥηθέντας δηλωτικοὺς καὶ ποιῇς ἀπ’ ἀρχῆς τοῦ τόπου ἑνὸς ἑκάστου τούτων μερισμὸν πρὸς δύο ἥμισυ ἡμέρας ἑκάστῳ ζῳδίῳ, ἀπαριθμῶν τὰς λ
ἡμέρας διὰ τῶν ιβ ζῳδίων, καὶ ἐπιγινώσκῃς ἑκάστου233

235

μερισμοῦ τῶν β ἥμισυ ἡμερῶν τὸ σημαντικὸν τὸ τοιοῦτον [δύο ἥμισυ ἡμερῶν] ζῴδιον. εἶτα ὀφείλεις ποιεῖν ἕτερον μερισμὸν λεπτότερον οἷον [ὅτι] ἵνα μερίσῃς τὰς β ἥμισυ ἡμέρας τὰς γινομένας ὥρας ξ ἐπὶ τοῖς ιβ ζῳδίοις, καὶ
5ἀναλογοῦσιν ἑκάστῳ ζῳδίῳ ὧραι ε. πάρασχε οὖν τὰς τοιαύτας πρῶτας ε ὥρας τῷ ὡροσκόπῳ, τὰς δὲ μετ’ αὐτὰς ἑτέρας ε ὥρας τῷ δευτέρῳ ζῳδίῳ, καὶ καθεξῆς μέχρι περαιώσεως τῶν ιβ ζῳδίων καὶ τῶν ξ ὡρῶν. ὅτε δὲ εὑρεθῇ μὴν ἔχων ἡμέρας λα, ἐπανάκαμψον ἐπὶ τῇ λαʹ
10ἡμέρᾳ καὶ ποίησον τὴν χρῆσιν καθὼς ἄρα πεποίηκας αὐτὴν κατὰ τὴν αʹ ἡμέραν τοῦ μηνός, καὶ οὕτως προχώρει ἐπὶ τὴν ἀρχὴν τοῦ ἑτέρου μηνός, καὶ καθεξῆς. τῇ αὐτῇ οὖν χρήσει χρήσαι ἐπὶ τοῖς η δηλωτικοῖς εἴπερ βούλεσαι λεπτοτέραν διαγνῶναι διάγνωσιν. καὶ ὅτε εὑρεθῇ εἶναι
15τῶν τε ἡμερῶν καὶ τῶν ὡρῶν κυβερνήτην ἀγαθοποιὸν ἀστέρα, ὑπόφαινε ἀγαθά· εἰ δὲ κακοποιόν, ἐναντία. Ὁ δὲ θʹ δηλωτικὸς κυβερνᾷ τὰς ἡμέρας τῶν μηνῶν καὶ τὰς ὥρας διὰ τῶν ἐννατημορίων ἤτοι τῶν νουπαχράτων, ὧν ἡ ἀρχὴ λαμβάνεται ἐν τῇ τοῦ ἔτους εἰσόδῳ. λαμβάνε‐
20ται δὲ ἀπὸ τῶν τριῶν, ἤγουν ἀπὸ τοῦ ζῳδίου τοῦ καταν‐ τήματος, ἀπὸ τοῦ ὡροσκόπου τῆς ἐναλλαγῆς τοῦ ἔτους, καὶ ἀπὸ τῆς Σελήνης. κατὰ τὸ μὲν [τὸ] ἀπὸ τοῦ ζῳδίου τοῦ καταντήματος ὀφείλεις ποιεῖν οὕτως· ἵνα ἐπιβλέπῃς πρὸς τὸν κύριον τοῦ κατα〈ντήματοσ〉 ὅς ἐστιν κύριος τοῦ
25πρώτου ἐννατημορίου [τοῦ ἀπαντήματος] τοῦ ζῳδίου ὡς οἱ Ἰνδοὶ δοξάζουσι, καθὼς ἐδηλώσαμεν ἐν τῷ τρίτῳ τμήματι ταύτης τῆς βίβλου. καὶ ποιήσῃς κυβερνήτην τοῦ αʹ ἐννατημορίου τοῦ ζῳδίου τοῦ καταντήματος αὐτὸν τὸν κύριον τοῦ ζῳδίου, τοῦ δὲ δευτέρου ἐννατημορίου αὐτὸν
30τὸν κύριον τοῦ δευτέρου ζῳδίου ἀπὸ τοῦ καταν‐ τήματος, τοῦ δὲ τρίτου ἐννατημορίου αὐτὸν τὸν κύριον τοῦ τρίτου ζῳδίου ἀπὸ τοῦ καταντήματος, καὶ καθεξῆς ἔστ’ ἂν τελεσθῶσι τὰ θ ἐννατημόρια τοῦ ζῳδίου ἐπὶ τὸν
αʹ μῆνα. ἔπειτα μεταβαίνει ἡ κυβέρνησις κατὰ τὸν κύριον234

236

〈τοῦ〉 μηνὸς ἐπὶ τὴν ἀρχὴν τοῦ ζῳδίου 〈τοῦ〉 δευτέρου ἀπὸ τοῦ καταντήματος, καὶ κυβερνᾷ αὐτὸν ὁ κύριος τοῦ πρώτου ἐννατημορίου τοῦ ζῳδίου, καὶ τοῦ δευτέρου ἐννα‐ τημορίου ὁ κύριος τοῦ τοιούτου ἐννατημορίου ὡς ἐδιδά‐
5χθης ἔστ’ ἂν ἀπαριθμῶσιν ἐπὶ τὸν δεύτερον ὅλον μῆνα τὰ θ ἐννατημόρια τοῦ τοιούτου ζῳδίου. ἡ αὐτὴ χρῆσις ὀφείλει γίνεσθαι καὶ ἐπὶ τοῖς λοιποῖς ζῳδίοις καὶ μησὶν ὥστε γενέσθαι τὸν μερισμὸν τῶν ρη ἐννατημορίων ἐπὶ τοῖς ιβ μησίν, τοῦ πρώτου ἐννατημορίου τοῦ ζῳδίου
10κυβερνῶντος τὸν ὅλον μῆνα καθὼς προείπομεν. εἰ δὲ βουληθῶμεν λεπτοτέραν τὴν ψῆφον ποιῆσαι, μερίζομεν τὸν ἀριθμὸν τοῦ ἑνὸς ἐννατημορίου εἰς τρία μέρη ἴσα, ἑκάστῃ δηλονότι μερίδι 〈λογιζόμενοι〉 ἡμέραν μίαν καὶ ἔννατον ἡμέρας· καὶ τὴν μὲν πρώτην ἡμέραν κυβερνᾷ τὸ
15πρῶτον ἐννατημόριον τοῦ ζῳδίου ἤτοι ὁ κύριος αὐτοῦ 〈τοῦ〉 ἐννατημορίου, τὴν δευτέραν ὁ κύριος τοῦ εʹ ζῳδίου, τὴν τρίτην ὁ κύριος τοῦ ἐννάτου ζῳδίου. εἰ δὲ βουληθῶ‐ μεν λεπτοτέραν τὴν ψῆφον καὶ αὖθις ποιῆσαι, μερίζομεν αὐτὴν τὴν μίαν ἡμέραν καὶ τὸ ἔννατον τῆς ἡμέρας
20εἰς μέρη θ. καὶ κυβερνᾷ ἕκαστον ἐννατημόριον τοῦ μερισμοῦ τοῦ τοιούτου ἕκαστος ἀστὴρ οὕτως· τοῦ μὲν πρώτου ἐννατημορίου ὁ κύριος αὐτοῦ τοῦ πρώτου ἐννα‐ τημορίου τοῦ μερισμοῦ τῶν ὡρῶν, τοῦ δευτέρου ὁ δεύτε‐ ρος, καὶ καθεξῆς καθὼς εἰρήκαμεν ἐπὶ ταῖς ἡμέραις. εἰ δὲ
25βουληθῶμεν λεπτοτέραν ψῆφον ποιῆσαι, μερίζομεν πάλιν ἐπὶ θ τὰς τοιαύτας ὥρας τοῦ ἐννατημορίου, καὶ εὑρίσκομεν τὸν μερισμὸν τῶν λεπτῶν τῶν ὡρῶν, καὶ χρώμεθα καὶ ἐπὶ τούτοις χρήσει οἷαν ἐδηλώσαμεν ἐπὶ ταῖς ἡμέραις καὶ ταῖς ὥραις. αἱ ῥηθεῖσαι γοῦν τρεῖς τρίτον μοῖραι ἑκάστου
30ἐννατημορίου γίνονται ἡμέραι γ καὶ ὧραι θ ἕκτον, ἅτινα πολλαπλασιαζόμενα ἐπὶ τοῖς θ ἐννατημορίοις γίνονται ἡμέραι λ καὶ ὧραι ι ἥμισυ. ὁ αὐτὸς γοῦν ἀριθμὸς παρὰ τοῖς Ἰνδοῖς ἐστι ἑκάστου μηνός, διότι ποιοῦσι τὰς ἡμέρας τῶν
ὅλων μηνῶν τῶν γενεθλιακῶν ἐτῶν ἴσας ὥστε μὴ εἶναι τὸν235

237

ἕνα μῆνα ἐλάττονα ἢ μείζονα τοῦ ἑτέρου. πολλαπλασιαζό‐ μεναι δὲ αἱ λ ἡμέραι καὶ αἱ δέκα ἥμισυ ὧραι ἑκάστου μηνὸς ὡς εἴρηται ἐπὶ τοῖς ιβ μησὶ γίνονται ἡμέραι τξε τέταρτον, τοῦ ἡλιακοῦ ἔτους ἔγγιστα· αἱ δέ γε παρ’
5ἡμῶν ῥηθεῖσαι πᾶσαι ὧραι ἰσημεριναί εἰσιν. Ὑπόδειγμα τῆς τοιαύτης χρήσεως. κατήντησεν ἔτος τινὸς ἀνθρώπου ἐπὶ κ μοίραις Ταύρου· ἔστι δὲ ὁ κύριος τοῦ πρώτου ἐννατημορίου τοῦ Ταύρου Κρόνος ὁ κύριος δηλονότι τοῦ Αἰγοκέρωτος, ὃς Κρόνος κύριος 〈ἦν〉 [ἐπὶ]
10τοῦ ἔτους, καὶ κυβερνᾷ ἡμέρας γ καὶ ὥρας θ ἕκτον. βου‐ λόμενοι δὲ ποιῆσαι λεπτοτέραν τὴν χρῆσιν, ἐμερίσαμεν τὸ τοιοῦτον ἐννατημόριον εἰς τρία μέρη, καὶ ἀναλογοῦσιν ἑκάστῃ μερίδι μοῖρα α λεπτὰ ϛ καὶ δευτερόλεπτα μ. καὶ ὁ μὲν Κρόνος ὁ κύριος τοῦ Αἰγοκέρωτος καὶ ὁ κύριος τοῦ
15πρώτου ἐννατημορίου κυβερνᾷ τὴν πρώτην μερίδα ἥτις ἐστὶν ὡρῶν κζ καὶ ἥμισυ ἐννάτου· ἡ δὲ Ἀφροδίτη ἡ κυρία τοῦ Ταύρου τοῦ εʹ δηλονότι ζῳδίου ἀπὸ τοῦ Αἰγοκέρωτος κυριεύει τοῦ δευτέρου μέρους, ἀριθμοῦ δηλονότι ὡρῶν ὅσων εἰρήκαμεν· τῆς δὲ τρίτης μερίδος κυβερνᾷ ὁ Ἑρμῆς
20ὁ κύριος τῆς Παρθένου τοῦ θʹ δηλονότι ζῳδίου ἀπὸ Αἰγοκέρωτος. εἰ δὲ βουληθῶμεν λεπτοτέραν τὴν χρῆσιν ποιῆσαι, μερίσομεν τὴν τοιαύτην ἑκάστην μερίδα ἐπὶ ἐννέα, καὶ γίνεται ἑκάστη μερὶς λεπτὰ ζ δευτερόλεπτα κε καὶ τριτόλεπτα λγ, γινόμενα ὧραι γ καὶ μέρος τι. καὶ
25κυβερνᾷ ὁ 〈Κρόνος ὁ〉 κύριος τοῦ Αἰγοκέρωτος καὶ ὁ κύριος τοῦ πρώτου ἐννατημορίου τὴν πρώτην ταύτην μερί‐ δα, τῆς δὲ δευτέρας μερίδος καὶ αὖθις ὁ Κρόνος ὁ κύριος τοῦ Ὑδροχόου καὶ κύριος τοῦ βʹ ἐννατημορίου, τῆς δὲ τρίτης μερίδος ὁ Ζεὺς ὁ κύριος τῶν Ἰχθύων καὶ
30κύριος τοῦ τρίτου ἐννατημορίου· κατὰ τοῦτον γοῦν τὸν τρόπον ὀφείλεις ἐπιγνῶναι τοὺς κυρίους τῶν ἐννατημορίων πάσης χρήσεως.
Ἀλλὰ καὶ τοῖς ἐννατημορίοις τοῦ ὡροσκόπου τῆς ἐναλ‐236

238

λαγῆς οὕτως ὀφείλεις χρήσασθαι καθὼς προειρήκαμεν ἐπὶ τῷ ζῳδίῳ τοῦ καταντήματος, ποιῶν τὴν ἀρχὴν τῆς κυβερνήσεως τοῦ ἐννατημορίου ἀπ’ ἀρχῆς τοῦ τοιούτου ζῳδίου τοῦ ὡροσκόπου, καθὼς ἐδηλώσαμεν καὶ ἐπὶ τῷ
5καταντήματι, μὴ ἀποβλέπων πρὸς τὰς εὑρεθείσας τοῦ ζῳδίου μοίρας. τὴν δὲ Σελήνην ὀφείλεις ἰδεῖν ἐν τῇ ἐναλ‐ λαγῇ τοῦ ἔτους ἐν ποίῳ ἐννατημορίῳ ὑπάρχῃ ἀπὸ τῶν ἐννατημορίων τῆς μοίρας τοῦ ζῳδίου ἐν ᾧ ἐστιν, καὶ ποιεῖν τὴν ἀρχὴν τῆς κυβερνήσεως τῶν ἡμερῶν ἀπ’ ἐκείνου τοῦ
10ἐννατημορίου τῆς μοίρας τῆς Σελήνης τοῦ λεγομένου νουπάχρατις. εἶθ’ οὕτως χρήσῃ〈σ〉 τοῖς λοιποῖς καθὼς ἄρα ἐδηλώσαμεν ἐπὶ τῷ ζῳδίῳ τοῦ καταντήματος. ἀλλὰ καὶ ἐπὶ τοῖς ἐννατημορίοις [τοῖς λοιποῖς ἄστροις] τῶν λοιπῶν ἀστέρων οὕτως ὀφείλεις ποιεῖν τὴν χρῆσιν καθὼς
15εἰρήκαμεν καὶ ἐπὶ τῆς Σελήνης ὥστε λαμβάνειν τὴν ἀρχὴν τοῦ ἐννατημορίου ἀπ’ αὐτῆς τῆς μοίρας τοῦ ἀστέρος. Ἐπὶ πᾶσι δὲ τοῖς παρ’ ἡμῶν ῥηθεῖσιν ἐνταῦθα ἐννέα τρόποις περὶ τῆς κυβερνήσεως τῶν ἀστέρων ἐπί τε ταῖς ἑβδομάσι καὶ ταῖς ἡμέραις καὶ ταῖς ὥραις κατὰ τούτους
20τοὺς δύο λόγους ἔσται ἡ σημασία τοῦ κυβερνῶντος ἀστέ‐ ρος· καθ’ ἕνα μὲν λόγον τὸ φανῆναι ἐν ἐκείνῳ τῷ καιρῷ τὸ κατὰ πῆξιν σημανθὲν εἴτε κατὰ τὸν ἐνιαυτὸν εἴτε κατὰ τὸν μῆνα, καθ’ ἕτερον δὲ τὸ φανῆναι μὲν μέρος τοῦ σημαν‐ θέντος κατὰ τὸν τοιοῦτον καιρὸν ἀπὸ τῆς σημασίας τῆς
25οἰκείας φύσεως τῆς διαθέσεως ἧς εὑρεθῇ ἔχων, ἐπὶ πράγμασί τισι ταχέ[ι]ως ἀλλοιούμενον ὥσπερ ὑπὸ εὐνοιῶν τινων καὶ λογισμῶν καὶ φροντίδων καὶ ὁραμάτων. ὅτε δὲ καταλάβῃ ὁ Ἥλιος πρὸς τὴν σημασίαν τῆς ἑβδομάδος ἢ τῆς ἡμέρας ἢ τῆς ὥρας, ἐπενέγκῃ κυρίως τὴν προρρη‐
30θεῖσαν σημασίαν, εἴτε ἀγαθή ἐστιν εἴτε ἐναντία. ὅτε δὲ ἡ ση‐ μασία τῆς ἑβδομάδος ἢ τῆς ἡμέρας ἢ τῆς ὥρας ἢ αὐτῆς τῆς Σελήνης καταλάβῃ ἔν τισι καιροῖς πρός τινα τῶν ἀπλανῶν ἀστέρων ἢ ἔχει τινὰ συνοικείωσιν καὶ ἀναλογίαν παρὰ τὰς
μορφώσεις τῶν λϛ ζῳδίων τῶν τε βορείων καὶ τῶν237

239

νοτίων ὥστε ἵνα καταλάβῃ ὁ τῆς ἑβδομάδος δηλωτικὸς ἢ τῆς ἡμέρας ἢ τῆς ὥρας ἐν μορφῇ τινι, φανερωθήσεται μέρος τι τῆς σημασίας ἐκείνου τοῦ πράγματος. εἰ δὲ κατα‐ λάβῃ εἷς τῶν δηλωτικῶν ἐκ τούτων ἐν μοίρᾳ δηλούσᾳ
5εὐδαιμονίαν ἢ ἐν μοίραις φωτειναῖς ἢ ἐν δεκανοῖς χρω‐ μένοις κατὰ τὸ δερπεζᾶν ἢ ἐν νουπαχράτοις ἢ ἐν δωδε‐ κατημορίοις ἢ ἀκτῖσι τῶν ἀγαθοποιῶν ἢ ἐν κυβερνήσει τινῶν τῶν δηλούντων ἀγαθά, δηλοῖ τινα ὀλίγην προσθήκην εὐδαιμονίας ἐν ἐκείνῳ τῷ καιρῷ· εἰ δὲ ἐν ταῖς σκοτειναῖς
10μοίραις καταλάβῃ ὁ δηλωτικὸς ἢ ἐν μοίρᾳ κενῇ ἢ νεφε‐ λοειδεῖ ἢ ἐν ἀκτῖσι καὶ κλήροις καὶ τόποις κακοῖς, δηλοῖ ἐναντία. Ἡ δὲ ἐναλλαγὴ τῶν ἡμερῶν καὶ ὡρῶν γίνεται 〈οὕτωσ〉. ὅταν ὁ Ἥλιος καταλάβῃ ἐπὶ τὴν δευτέραν μοῖραν 〈ἀπὸ〉
15τῆς κατὰ πῆξιν πρώτης μοίρας, τότε γίνεται ἡ ἐναλλαγὴ τῆς βʹ ἡμέρας, χρώμενος ταῖς μοίραις ἀντὶ ἡμερῶν· ἀλλὰ καὶ ἐπὶ ταῖς ἐναλλαγαῖς τῶν ὡρῶν, τότε γίνεται ἡ ἐναλ‐ λαγὴ τῆς βʹ ὥρας ὅτε κινηθῇ ὁ Ἥλιος λεπτὰ β. εἰ δ’ ἴσως βουληθῶμεν ποιῆσαι ἐναλλαγὴν ἡμερῶν καὶ ὡρῶν καὶ
20εὑρεῖν ὡροσκόπον τῆς τοιαύτης ἐναλλαγῆς καὶ τὰς ἐποχὰς τῶν ἀστέρων, ὀφείλομεν ποιῆσαι καθὼς προεδηλώσαμεν, κἂν οὐκ ἔστι ἀναγκαία ἡ τούτων χρῆσις ὡς ἀρκούντων τῶν ῥηθέντων πάντων ἐν τοῖς δηλωθεῖσι ἐννέα δηλωτικοῖς περί
τε τῶν ἡμερῶν 〈καὶ〉 τῶν ὡρῶν καὶ τῶν λεπτῶν.238