TLG 4340 001 :: SALMANAS :: Μέθοδος δι’ ἧς ἀποτελεῖται ἡ σφαιροειδὴς χάλαζα κατασκευασθεῖσα παρὰ τοῦ ἐν τεχνουργίᾳ περιβοήτου Ἄραβος τοῦ Σαλμανᾶ (e cod.Paris. B.N. gr. 2327, fol. 141r)

SALMANAS Alchem.
(Arabus: A.D. 9–10)

Μέθοδος δι’ ἧς ἀποτελεῖται ἡ σφαιροειδὴς χάλαζα κατασκευασθεῖσα παρὰ τοῦ ἐν τεχνουργίᾳ περιβοήτου Ἄραβος τοῦ Σαλμανᾶ (e cod.Paris. B.N. gr. 2327, fol. 141r)

Source: Berthelot, M., Ruelle, C.É. (eds.), Collection des anciens alchimistes grecs, vol. 2. Paris: Steinheil, 1888 (repr. London: Holland Press, 1963): 364–367.

Citation: Volume — page — (line)

2

.

364

(5t)

ΜΕΘΟΔΟΣ ΔΙ’ ΗΣ ΑΠΟΤΕΛΕΙΤΑΙ Η ΣΦΑΙΡΟΕΙΔΗΣ ΧΑΛΑΖΑ,
6tΚΑΤΑΣΚΕΥΑΣΘΕΙΣΑ ΠΑΡΑ ΤΟΥ ΕΝ ΤΕΧΝΟΥΡΓΙΑ ΠΕΡΙΒΟΗΤΟΥ ΑΡΑΒΟΣ
7tΤΟΥ ΣΑΛΜΑΝΑ
8 Λαβὼν λεπτοτάτας χαλάζας, ἔμβαλε αὐτὰς ἐν ὑάλῳ· καὶ ἐπίβαλε ἐπ’ αὐτῷ κίτριον ζωμὸν ὥστε σκεπασθῆναι ταύτας ὑπ’ αὐτοῦ· ἐπάνω
10δὲ τοῦ τοιούτου ζωμοῦ, ἐπίρρανον βρύου κινστέρνης κεκαυμένου καὶ τετριμμένου καλῶς μέρος ὀλίγον. Εἶτα πώμασον αὐτὸ· καὶ ἐπιχρίσας ἀσφαλῶς τὸ ἐν τῷ στόματι αὐτοῦ πῶμα μετὰ τοῦ ᾠκονομημένου πηλοῦ, κρέμασον τὸν τοιοῦτον ὕαλον, ἐπὶ τῷ θερμαίνεσθαι ὑπὸ τοῦ ἡλίου ἐν τοῖς ὑπὸ κύνα καύμασιν, ἐπὶ ἡμέραν μίαν· καθ’ ὥραν δὲ
15λάμβανε τὸν τοιοῦτο ὕαλον, καὶ κίνει συχνῶς ὥστε συγκινεῖσθαι τούτῳ καὶ τὰς τοιαύτας ἔνδον χαλάζας αὐτοῦ. Τῇ δὲ ἐπαύριον ἀνακαλύψας τὸ ἐν αὐτῷ πῶμα, διύλισον τὸν ζωμὸν ἠρέμα ὥστε μὴ χεθῆναι σὺν αὐτῷ τι ἀπὸ τῆς οὐσίας τοῦ συνθέματος τῶν τοιούτων χαλαζῶν. Καὶ ἐπίβαλε ἐν αὐτῷ ἕτερον ζωμὸν τοιοῦτον, καὶ ποίησον αὖθις ὡς τὸ πρότερον· καὶ
20οὕτω ποίησον ἐκ τρίτου. Ὅταν δὲ ἴδῃς ὅτι κατεμοσχεύθη τὸ τῶν
χαλαζῶν σύνθεμα καὶ κατεπόθη ὁ ζωμὸς ὑπ’ αὐτοῦ, ἐπίβαλε ἐπ’ αὐτοῦ364

2

.

365

ἕτερον τοιοῦτον ζωμόν. Εἶτα μετὰ τὸ λυθῆναι τὰς τοιαύτας χαλάζας καθόλου, καὶ γενέσθαι σύνθημα ἓν, λαβὼν τὸν τοιοῦτον σύνθημα, ἔμβαλε ἐν σινίῳ, καὶ πλήσας τὸ τοιοῦτον σινίον ὕδατος γλυκέως, τάραξον τὸ τοιοῦτον σύνθημα ἐντὸς τοῦ τοιούτου ὕδατος, καὶ ἔα κατασ‐
5τῆναι τὸ ἐν αὐτῷ ὕδωρ ἐπὶ ὥραν μίαν· καὶ πάλιν διύλισον ἠρέμα· καὶ τοῦτο ποίησον πολλάκις, ἔστ’ ἂν ἀφανισθῇ τέλεον ἡ δριμύτης τοῦ ἐν αὐτῷ κιτρίου ζωμοῦ. Ἔπειτα λάβε τὸ τοιοῦτον σύνθημα, καὶ ἔμβαλε αὐτὸ ἐν πατελλίῳ ὑαλίνῳ, καὶ ἐπιπώμασον τὸ τοιοῦτον πατέλλιον δι’ ἑτέρου πατελλίου
10εὐρυστομωτέρου ὄντος, ὥστε περιλαμβάνεσθαι ὑπὸ τοῦ στόματος αὐτοῦ τὸ στόμα τοῦ κάτω πατελλίου. Ἐχέτω δὲ τὸ ἐπάνω πατέλλιον ὀπὴν ἄνωθεν, ὅπως ἀναπνῇ δι’ αὐτοῦ ἡ ὑγρότης τοῦ συνθήματος. Ἔστω δὲ ἡ τοιαύτη ὀπὴ ἐσκεπασμένη μετὰ πανίου ἀραιοῦ ἐπιλεγομένου χαρερίου· καὶ ἐπίθες ἐν ἡλίῳ αὐτὸ, ἐν τοῖς ὑπὸ κύνα καύμασι· καὶ
15ξηράνας τὸ σύνθημα, φύλαξον τοῦτο. Εἶτα λαβὼν ὑδραργύρου λίτραν μίαν, καὶ ἀπὸ τοῦ οἰκονομηθέντος διὰ τοῦ ἀσβέστου τζαπαρικοῦ, λείωσον ἡμέρας βʹ ἢ γʹ ἢ εʹ ἢ ζʹ· καὶ ἀποξηράνας, αἰθάλωσον καὶ ἀποκάθαρον. Εἰ δ’ οὖν ξηρὸν ὂν ἕνωσον ἐξ αὐτοῦ λίτραν ἡμίσειαν τῇ μιᾷ λίτρᾳ τῆς ὑδραργύρου· κατ’ ὀλίγον
20ὑποτρίβων ἔστ’ ἂν ἀφανισθῇ καὶ οἷον εἰπεῖν καταποθῇ ἡ ὑδράργυρος ἅπασα· καὶ ἀνάσπασον ἐν ὑάλοις μετὰ χαύνου πυρὸς ἔστ’ ἂν ἴδῃς λευκὴν ὡς χιόνα. Εἶτα λαβὼν ἀπὸ τοῦ ξηρανθέντος συνθέματος τοῦ τῶν χαλαζῶν μέρη δʹ, καὶ ἀπὸ τῆς ῥηθείσης ὑδραργύρου μέρη ϛʹ, ἕνωσον ἐντὸς πατελλίου παχέως ὑαλίνου, ἀνατρίβων καὶ λειῶν καλῶς
25μετὰ τριβιδίου ὑαλίνου, ἀρδεύων τῷ λευκῷ ζωμῷ βοτάνης τῆς ἐπιλε‐ γομένης ζωκάρου. Ἔστω δὲ ὡς στέαρ ἡ ζύμη παχεῖα· λείωσον δὲ καλῶς καὶ ἐπιμελῶς· καὶ λαβὼν ἀπὸ τῆς τοιαύτης ζύμης ὅσον βούλει,
βάλον ἐντὸς πανίου λευκοῦ μεταξωτοῦ, καὶ σφαιροποίει εἰς ὃ ἂν βούλει365

2

.

366

μέγεθος. Ἔστωσαν δὲ ἐν τῇ τοιαύτῃ σφαιροποιΐᾳ ἐργαλεῖα τοιαῦτα· δοίδυξ ἀργυροῦς, λαβὶς ἀργυρᾶ, χειροδάκτυλοι ἀργυροῖ· καὶ διὰ τῶν τοιούτων ἐργαλείων, ἐργάζου τὴν τοιαύτην σφαιροποιΐαν. Ἐχέτω δὲ σοῦ ἡ διάνοια προσοχὴν τοιαύτην ὅπως μὴ ἅψηται αὐτὸ ἡ
5χείρ σου, μήτε μὴν οὐδὲ ἀναπνοὴ, μηδὲ κονιορτὸς προσψαύσῃ· φαρμα‐ κεύεται γὰρ καὶ μελαίνεται καὶ μένει ἄχρηστον. Ἔπειτα δῆσον μετὰ ἑψημένης μετάξης τὰς ἐν τοῖς διαλιφεῖσι λευκοῖς μεταξωτοῖς σφαίρας· καὶ οὕτω μίαν ἑκάστην τῶν τοιούτων σφαιρῶν ἐμβαλὼν ἐν ὑάλῳ, κίνει, συχνῶς καὶ ἠρέμα. ἀποκυλίων. Καὶ ἐπὰν ἴδῃς καλῶς σφαιρω‐
10θείσας, λαβὼν, τρύπησον μετὰ σύρματος ἀργυροῦ, καὶ μετὰ τὸ τρυπῆσαι, κίνει αὖθις ἐν τῷ ὑάλῳ. Μετὰ ταῦτα λαβὼν ζωκάρους, ἔμβαλον ἐν τριβλίῳ καθάρῳ· τρίψον στύψιν ὀλίγην· ἐπίρρανον ἐπὶ τὰς σάρκας τούτων· ἀποσφιγ‐ γομένων γὰρ αὐτῶν διὰ τὸ στύφον, ἀποβάλλονται τὸ γλοιῶδες.
15Λαβὼν οὖν ἀπὸ τοῦ γλοιώδους τούτου μέρος ὀλίγον, καὶ ἐμβαλὼν ἐν ὑάλῳ, ἐγκύλιε ἑκάστην τῶν σφαιροειδῶν χαλαζῶν. Ἐχέτω δὲ ἑκάστη σύρμα ἀργύριον, καὶ δέχου ταύτην ἐνδέξιον δι’ αὐτοῦ· καὶ λαβὼν κόσκινον ὃ ταγάριον καλοῦσι, ποίησον ὀπὰς λεπτὰς ἐν αὐτῷ, καὶ πήγνυε ἀπὸ τοῦ ἔνδοθεν μέρους ταῖς τοιαύταις ὀπαῖς τὰ συρμά‐
20τια τὰ ἔχοντα τὰ σφαιροειδεῖς χαλάζας. Ἔπειτα λαβὼν καὶ ἕτερον ταγάριον, ἁρμόζον τῷ ἑτέρῳ, πλῆσον βαμβάκης ἐστιβασμένης, ἐμβα‐ λὼν κούφως καὶ πάνυ περιπεπετασμένως· καὶ λαβὼν τὸ ἔχον τοὺς μαργάρους, ἅρμοσον, καὶ ἔα ξηραίνεσθαι ἐντὸς τοῦ τοιούτου κοσκίνου ἐπὶ ἡμέρας ιʹ. Εἶτα ἔμβαλε ἑκάστην σφαῖραν χαλαζοειδῆ
25ἐν ὑάλῳ βικοειδεῖ, ἀποκυλίων ἐν αὐτῷ, ἔστ’ ἂν γνοίης ὅτι κτυποῦ‐ σιν ὡς λίθοι. Ἔπειτα στίλβωσον αὐτὸ καθὸ καὶ οἱ λίθοι στιλβοῦνται παρὰ τῶν καβατόρων.
Ἔπειτα λαβὼν ἰχθύας λιμναίους ἢ ποταμίους μῆκος ἔχοντας366

2

.

367

πηλαμύδος, ἢ καὶ ἔλαττον ταύτης, σχίσον αὐτοὺς ἀπὸ τῆς εὐωνύ‐ μου πλευρᾶς, καὶ ἔκβαλε τὰ ἔγκατα αὐτῶν. Καὶ πλῦνον τὸ δοχεῖον τῶν ἐγκάτων τούτων καλῶς, ὥστε μὴ ἐναποληφθῆναι ὕφαιμόν τι ἐν αὐτῷ. Εἶτα λαβὼν τὰς φούσκας τούτων, τρύπησον αὐτὰς, ἐμβαλὼν
5ἐν αὐταῖς νίτρον τετριμμένον καὶ ἐζυμωμένον μετὰ ὕδατος, καὶ ἔα ἐπὶ ὥραν μίαν. Εἶτα πλῦνον τὰς τοιαύτας φούσκας καλῶς μετὰ τοῦ τοιούτου νίτρου, τρίβων αὐτὰς διὰ τῆς χειρός σου. Εἶθ’ οὕτως ἀποκάθαρον αὐτὰς διὰ τοῦ ὕδατος· καὶ μετὰ τὸ ἀποκαθᾶραι, λαβὼν τὰς ἄνω γεγραμμένας σφαιροειδεῖς χαλάζας, ἔμβαλον ἀνὰ μίαν
10ἑκάστην ἐν τῇ φούσκᾳ, καὶ ἀποδέσμει μετὰ μετάξης ἑψημένης, δεσμῶν κατὰ μίαν χάλαζαν ἀνὰ ἕνα δεσμόν. Καὶ οὕτως ἐμβαλὼν τὰς φούσκας σὺν ταῖς ἐν αὐταῖς χαλάζαις ἔνδον τοῦ δοχείου τῶν ἐγκάτων τῶν τοιούτων ἰχθύων, σύρραψον τὰ διασχισθέντα δέρματα αὐτῶν μετὰ μετάξης· καὶ ἐπίθες ταῦτα ἐπὶ κεραμίδος. Ἔχε δὲ
15ἡτοιμασμένον ἐπὶ τούτῳ φουρνάκιον μικρὸν, καὶ ἄναψον τοῦτο καλῶς, ἕως ἂν λευκανθῇ ὑπὸ τῆς πυρώσεως αὐτοῦ. Καὶ οὕτως ἐμβα‐ λὼν ἔνδον τοῦ τοιούτου φουρνακίου τοὺς τοιούτους ἰχθύας ἐπικειμένους ἐπάνω τῆς τοιαύτης κεραμίδος, ἀσφάλισαι τὸ τοιοῦτον φουρνάκιον, καὶ χρίσον τὸ στόμα αὐτοῦ· καὶ ἔασον ὀπτᾶσ‐
20θαι ἐπὶ ὥρας γʹ. Καὶ ἐξελὼν τοὺς τοιούτους ἰχθύας ἀπὸ τοῦ φουρ‐ νακίου, ἔασον χλιανθῆναι· καὶ οὕτως ἔκβαλε ἐξ αὐτοῦ τὰς φούσκας μετὰ τῶν ἐν αὐταῖς χαλαζῶν· καὶ σχίσας ταύτας, ἔξελε τὰς ἐν αὐταῖς χαλάζας ἐξ αὐτῶν, καὶ ἔμβαλε αὐτὰς ἐν σινίῳ, καὶ πλῦνον μετὰ σαπωνίου καὶ θερμοῦ ἀπὸ τῆς λιπότητος τῶν ἰχθύων. καὶ
25εὑρήσεις αὐτὰς τελείας χαλάζας σφαιροειδεῖς, μηδὲν διενηνοχυίας τῶν
κρειττόνων φυσικῶν.367