TLG 4337 001 :: HELIODORUS :: Ἡλιοδώρου φιλοσόφου πρὸς Θεοδόσιον τὸν μέγαν βασιλέα περὶ τῆς τῶν φιλοσόφων μυστικῆς τέχνης διὰ στίχων ἰάμβων (e cod.Casselano)

HELIODORUS Alchem. Poeta
(A.D. 4?)

Ἡλιοδώρου φιλοσόφου πρὸς Θεοδόσιον τὸν μέγαν βασιλέα περὶ τῆς τῶν φιλοσόφων μυστικῆς τέχνης διὰ στίχων ἰάμβων (e cod.Casselano)

Source: Goldschmidt, G. (ed.), Heliodori carmina quattuor ad fidem codicis Casselani [Religionsgeschichtliche Versuche und Vorarbeiten 19.2] Giessen: Töpelmann, 1923: 26–34.

  • Cf. et ARCHELAUS Alchem. et Poeta (4339 001)
  • Cf. et HIEROTHEUS Alchem. et Poeta (4332 001)
  • Cf. et THEOPHRASTUS Alchem. et Poeta (4338 001)

Citation: (Line)

1tἩλιοδώρου φιλοσόφου πρὸς Θεοδόσιον τὸν μέγαν βασιλέα
2tπερὶ τῆς τῶν φιλοσόφων μυστικῆς τέχνης.
3tΔιὰ στίχων ἰάμβων.
1Σκῆπτρα γέης μέδοντες οἱ πᾶν ἐμφανὲς μυστιπόλοι ἕποντες ἄκρῳ δακτύλῳ καὶ πανσόφων ἐπῶν τε τὴν γεῦσιν πᾶσαν ποθοῦντες ἅψασθαι μὲν ὡς μυούμενοι
5ἐγκυκλίου παιδείας ἐννοίας σοφὰς αἰνιγμάτων τε καὶ προοιμίων λόγων μαθεῖν σκοπὸν θέλοντες καὶ ἄκρως ἰδεῖν σοφιστικῶν τε κεκαλυμμένων φράσιν καὶ γνῶσιν ὧν ἔφησαν οἷα δὴ ἐπῶν,
10πάσης τιμῆς κρίνουσιν ἀξίους πέλειν τοὺς ἐμπόνως φήσαντας αὐτῶν τοὺς πόνους καὶ δωρεῶν πλείστων τε πάντιμον χάριν νέμουσι καὶ τιμῶσιν εὐκλεῶς πάλιν μάλιστα τοὺς ἄγοντας αὐτοῖς γνησίως
15ἐννοίας οἷον πρακτικῆς σοφιστικῆς
ἐννοίας ἀρχαίων τε ῥητόρων σοφῶν ἠσκημένων μύησιν εἰς γνῶσιν πᾶσαν. ἐπεί συ, θεόστεπτε καὶ σῶφρον μέδων, ποθήσας ὥσπερ γνῶσιν εἰδέναι, πᾶσαν26
20ἐπιστήμην καὶ πρᾶξιν ἔμπειρον δέχου ἔντεχνον ὡς ἔχουσαν εἰσαγωγικὴν τέλειαν ἐκμάθησιν εἰς δόξαν κλέους, γυμναστικῆς παιδείας ἔνθεον τέλος φέρουσαν ἄρρητόν τε κέρδος καὶ κράτος
25εἰς ὠφέλειαν καὶ λύπης ἀπαλλαγὴν τὸν πλοῦτον ἀξίοις τε πέμπουσαν βροτοῖς, πενίας ἄχθος ἐκδιώκουσαν, βίον εὐκλείας ἐμπιπλῶσαν ἀλήκτου, φρένας τέρπουσαν, ἡδύνουσαν εὔνους τῶν φίλων
30ἐχθρῶν δὲ τ’ εἰσάγουσαν ἐκ λύπης φθόνου ἄπαυστον ἄλγος καρδίαις ἕως τέλους. Σὺ οὖν ἄναξ, πανέμφρον εὐσεβέστατε ἄγαλμα παιδείας τε θειοείκελον, πρόσαξον εἰς καθέδραν οἰκειούμενος
35παιδευτὰς ἔμφρονάς τε καὶ ἄνδρας σοφοὺς μύησιν ὡς ἔχοντας ὧν ζητεῖς ἐπῶν. κλῖνον τὸ οὖς σου θᾶττον ἀκροώμενος ὁμιλίας τε ὥσπερ ἐξηγήσεως, τούτων τὰς εὐελπείας ἀσμένως δέχου.
40ἄκουε, ὧν λέγουσι μὲν προσρήσεων, αἰνίγμασι πρόσεχε καὶ τοῖς ῥήμασιν. οὗτοι γὰρ ὄλβον προσφέρουσί σου βίῳ κοσμοῦντες εὐπραγείᾳ τῆς βιώσεως, κράτος σὸν εὐφραίνοντες εὑρήσει λόγων
45μύσται σοφισταὶ ὄντες ὡς ἐχέφρονες, μηδὲν φθονοῦντες τοῖς θέλουσι μανθάνειν ἐγκειμένην μύησιν αὐτῶν ἐν λόγοις, ἀλλ’ ἀφθόνως ἁπλοῦντες ἀξίοις ἔπος
κεκρυμμένης ἐννοίας, ὥστε πλουτέειν27

(50)

καὶ ποιέειν ἄριστον ἐκ πόνων λόγον καρποὺς θεῷ ἱλασμὸν εἰς ὀφλημάτων. Πρόσελθε γοῦν, σοφιστά, τοῖς ἐμοῖς λόγοις, τοῖς ἐμπόνως ῥηθεῖσιν ἐκ πλείστων πόνων, καὶ νουνεχῶς ἄκουε ῥημάτων πλοκὰς
55καὶ συνθέσεις ἐννοίας ὡς μυσταρχικῶς ἐχούσας εὔληπτον 〈τὴν〉 ἀρρήτων λόγων ἔκφανσιν εὔγνωστόν τε τοῖς φιλεμπόνως ζητοῦσι καὶ πονοῦσι νυκτὸς ἡμέρας μυσταρχικῆς τέχνης τε θείας ἱερᾶς
60τεχνουργίας τὴν πεῖραν ἐκ θείας ῥοπῆς ἄριστον ἐκπληροῦσαν ἀρχὴν καὶ τέλος. οὕτως πρόσεστί μοι γὰρ ἄρξασθαι λέγειν ἀρχὴν λόγου. πάρειμι δ’ ὁ σκοπῶν ἔπος τεύξεται τὴν σύνταξιν ἐξ εἴδους ἑνὸς
65φέροντος εἰς δήλωσιν ὡς οὐκ ἄλλοθεν, ἀλλ’ ἐκ μιᾶς 〈γε〉 φύτλης τὸ κοσμούμενον τῆς ἐκθεούσης ἐκ θαλάσσης εἰς θέαν βασταζομένης ὥσπερ ἀτμὸς εἰς νέφος, ὑγροῦ τε θερμοῦ [τῇ] ἑνώσει καὶ συμπλοκῇ,
70ἑνουμένων ἀμφοῖν μὲν εἰς μίαν κρᾶσιν, ταύτης φυλαττούσης δὲ τῶν ἄμφω γένος. τοῦ ἄρρενος πρὸς θῆλυ καὶ τερπομένων ζεύξει τελούντων εἶδος ἀλλοῖον θέας, γαλακτίτου πυρροῦ τε γεννᾶται γόνος.
75συλλαμβάνουσα μὲν βρέφος συνουσίας ἐξ ἄρρενος θήλεια τίκτουσα κλέους τέρας βροτοῖσι, πλῆρες ὄλβου καὶ κράτους. ἄγει ξένον πάμπλουτον ἠγαπημένον, ποθούμενον φιλητὸν ὡς ζητούμενον
80καὶ μηδ’ ὅλως τῇ πείρᾳ τοῖς ἀναξίοις ἔκφαινον αὐτοῦ [τὴν] ὄψιν, ἀλλ’ οὕτως μένει
κρυπτὸν πρόσωπον γαστρὸς ἐντὸς μητέρος. τῇ λευκότητι τῆς δὲ φαιδρᾶς οὐσίης θησαυρὸς ὡς ποικιλτὸς ἐκφεύγει χεροῖν28
85ἁφήν, ὁρᾶν δὲ κάλλος οὐδεὶς ἰσχύει ἐν κοιλίῃ τῆς μητρὸς, ἀλλ’ αὐτὸς βοᾷ· Πάρειμι τοῖς ζητοῦσιν ἐν μέσῳ πέλων, ὁρῶντες ἀγνοοῦσιν, ὅνπερ τοῖς κόποις ζητοῦσι καὶ μοχθοῦσιν ὡς πλανώμενοι
90ἐκεῖσε, ὧδε ἀσχολοῦνται εἰς κενόν. ἐγὼ δὲ ὡς ὑπουργὸς ἠτιμωμένος δοῦλός τε πάντων οὐδαμοῦ ἀφίσταμαι. κτηνῶν γάρ εἰμι δοῦλος, εὑρήσεις δέ με, ὅπου δ’ ἂν οἰκήσωσιν ἄνθρωποι ὅλως,
95μὴ οὖν πορευθεὶς μακρὰν ἐκτέμνων ὁδόν. οὐ γὰρ πέλω εἰς πόντον, εἰ ἐκεῖσε μὲν ἐκ τῆς θαλάσσης εἰς νέφος εὑρίσκομαι. βαίνω γὰρ ὥσπερ ἀτμὸς ἐκ πόντου μέσου νέφη ἔχων χιτῶνα καὶ καλύπτομαι

(100)

σκότει ὁμίχλης καὶ μέλανσίς με σκέπει. ἀνέρχομαι δὲ καπνὸς ὡς λεπτὸς πάνυ, ἀὴρ ἔχει με κρύπτων ἐν αὑτῷ ὅλον. εὑρίσκομαι δ’ ἔκλαμπρος, ἔκστιλβος λίαν, πλύσει ὅτ’ [ἂν] ἐκπλυνεῖς με 〈καὶ〉 θείῳ πυρὶ
105ἕψων παροπτῶν καὶ ὕδωρ τὸ πόντιον μέτρῳ χέων μου εἰς πρόσωπον αὖ πάλιν, διχῶς μερίζομαι γὰρ εἰς τρεῖς γίνομαι κάτω ἄνω τε πατρὶ καὶ τῇ τεξάσῃ. αὕτη με λευκὴ γεννᾷ τῶν σπλάγχνων μέσον,
110πατὴρ δ’ ὁ φύσας πύρρος ἐξελεύσεται θνήσκων βίου· ἐγὼ γὰρ αὐτὸν ὡς φονεὺς κτείνω ἐῶν ἔξοικον ὀρφανὸν πάλιν ὕλης, ἐν ᾗ ὑπῆρχεν, ἴχνος μὴ φέρειν. λαβὼν δ’ ἀπ’ αὐτοῦ σθένος εὑρεθήσομαι
115κρεῖττον ἔχων τὴν σφῶν τε μορφὴν εἰκόνος ξανθὸν φέρων τὸ εἶδος, ἀλλὰ πρὸς βραχὺ ὀφθήσομαι μέλας δὲ ποικιλόχρωμος βρύων χρυσόσπερμόν τε καὶ χρυσόζωμον, ὃ καὶ χρύσανθον εἶδος [ἐκ] μετάλλου χρυσῆς29
120ποικιλόμορφον ὠχρὸν ἀργυρόχρυσον χρυσάργυρον ξανθόχρουν αὖθις πόρφυρον. ὡς κιτρινοπράσιόν τε πυρ[ρ]οφεγγίτης χρυσοῦ κόραλλός εἰμι ταύτας ἐκφέρων τὰς χροιὰς ἄνθη πάντα καὶ χλοηφορῶ.
125ὅταν δὲ ἴδῃς ταύτας εἰς τὸ ἐμφανὲς μορφῆς ἐμῆς τὰς χροιὰς ἐκμορφουμένας, πρόσελθε γεννηθέντι παιδίῳ νέῳ ἐμοὶ μελάνσει ὄντι ὡς κεκρυμμένῳ σκότει ἀφαύστῳ οἷα καὶ τῇ ἀχλύϊ,
130ἀλλ’ ἔνδον ἐκστίλβοντι καὶ κεκασμένῳ. γάλακτι ἐκθήλαζε μασθῶν μητρῴων θηλῆς ἀμέλγων γάλακτος πότιζέ με, θρέψον με μικρὰ μικρά· νήπιος πέλω, ἕως ἂν ἔλθῃ ἰσχὺς ἐκτρέφουσά με,
135ἄγουσα εἰς ἀνδρεῖον εὖ ῥυθμὸν μελῶν, εἰς σχῆμα δ’ αὖ τέλειον εὔμορφον πάνυ. ἐγὼ γὰρ ἁδρυνθεὶς μὲν λεπτυνθήσομαι, τραφεὶς λίαν ξιφικῶς ἀκμάσω νέος τῇ ποιότητι τεσσάρων τῶν στοχείων
140καὶ ἐν νέφει ὡς λεπτὸς ἀτμὸς ἵζομαι. ἀὴρ γὰρ εἰς κόλπους με θάλπων βαστάσει, ἔνδον δέ μου ἔχων πῦρ ὑψωθήσομαι, ἀρθεὶς ἕως εἰς ὕψος ὄμβρος ἔσομαι, οἵη τε γέα ξηρὰ θεῖόν μου νᾶμα
145φύτλης ἐμῆς γεννηθέν, ὥσθ’ ὑπερφυῶς
τῶν στοιχείων τὴν ποιὰν εὐκρατῶς ἔχειν κατακλύσαι ἀρδείᾳ γῆν, ἐκβλαστάνειν χλοηφόρους παντοίας ἀνθῶν ἰδέας. πυκνούμενος γὰρ ἀτμὸς ἐκ γῆς εἰς νέφος30

(150)

ἐξ ὑγρᾶς οὐσίας τε θᾶττον γίνεται ὕδωρ βρέχον τὴν γαῖαν, [ἐκ] βλαστάνει γένη τῶν ἀνθέων παντοῖα καὶ καρποφορεῖ. οὕτως γὰρ ἡ τῆς ξηρᾶς ἐκλυθήσεται φύσις πρὸς ὑγρὰν ἐκρέουσα καὶ νᾶμα
155ὑπερφυῶς εἰς θεῖον ἐκτραπήσεται καὶ τὴν μέλανσιν λευκότητα ποιέει. αὕτη γὰρ ἡ λεύκωσίς ἐστι δευτέρα, ἥνπερ ποθοῦσι τῶν σοφῶν ἀνδρῶν γόνος ἰδεῖν, ὅταν μέλανσις ἐκ γαίας τραφῇ
160τῆς ὥσπερ οὔσης νεκρᾶς ἐξ ὕλης πάχους εἰς φαιδρὸν ὄμμα λευκότητος ὡς χιὼν τὸ θεῖον ἐκβλύζουσα νέκταρ ἐκ μέσου τῆς γαίας ὡς φέρουσα τὸ ζητούμενον ἀφροσελήνης ξανθὸν ἐντὸς γαστέρος.
165τὸ κάλλος ἐξαστράπτον αὐγὰς ἐκφέρει, λευκὴν μὲν ὄψιν δεικνὺς ἔκστιλβον πάνυ χρυσάνθιον κόραλλον ἀλλ’ ἀσώματον εὐειδὲς εὐέκλαμπρον ἀστραπήχροον ζώνας χρυσιζούσας τε καὶ χλοηφόρους,
170πέμπον σέλας καὶ λάμψιν αὖθις ἡλίου λεύκωσιν ὡς κάλυμμα ἔξωθεν φέρον, ἔνδον δὲ τοῖς βλέπουσιν ὥσπερ πυρφόρος λαμπτὴρ φλογηφόρος τε φεγγίτης μέγας τὰς τῶν λίθων ποικίλας ἐκπέμπων χροὰς,
175ὡς ἄμπελον χλωρὸν μὲν εἶδος τῶν φύλλων ὡραῖον εὐειδὲς μὲν ἄνθος βλαστάνων, ἐκ τεττάρων κλάδων δὲ συνηνωμένων ὁμοῦ μίαν πρὸς ῥίζαν εὔκαρπον φέρειν πέπειρον ἀρδευθέντα βότρυν ὡς μέλι
180τὴν ποιότητα γεύσεως κεκτημένον λευκὸν πάνυ πρόσχημα καὶ μορφὴν ἔχει. οὗτος δὲ λευκὸς βότρυς εὐθαλὴς πέλων λειούμενος ταῖς χερσὶν οἶνον βλυστάνει πυρρὸν μὲν ὥσπερ αἷμα, γεύσει εὔκρατον,31
185εὔοσμον, ἐξ οὗ βάπτεται ἡ πορφύρα τῇ κογχύλῃ μιχθεῖσα πόντου ἐκ μέσου, ἐρυθρά. ὥσπερ ἀτμὸς εἰς νέφος θέ[σ]ει, ἀνέρχεται γὰρ ἐκ θαλάσσης ἐκφᾶναι νυμφοστολούσης παρθένου φαιδρὸν γάλα
190βρέφους νέου τεχθέντος εἰς διατροφήν. ἁδρυνθὲν ἔσται γὰρ τεκούσῃ 〈σύ〉ζυγος, ζευχθεὶς δὲ ταύτῃ αὖθις ὡς νικηφόρος ὀφθήσεται τὸ θῆλυ ἐκκαλούμενος πρὸς συμπλοκῆς ἕνωσιν εἰς συνουσίαν.
195ταύτης ἑνωθείσης δὲ φαιδρῶς ἄρρενι πρὸς δευτέραν πλοκήν τε καὶ μῖξιν πάλιν ἔσται ὅλως ἔκστιλβος, ἀχλὺν τοῦ σκότους, ὕλην γεώδη ἐκβάλλουσα εἰς τέλος καὶ μίγνυται εἰς ζεῦξιν, οὐκ ἀφίσταται

(200)

τῇ δευτέρᾳ πλοκῇ τε θᾶττον ἐκτελεῖ πρώτης κλειδὸς πλήρωσιν ὡς καὶ τὸ στέφος λευκώσεως πληροῦσα ἔργον δευτέρας χρῄζουσα μηδὲν εἰς τελείωσιν πάλιν τὸ σῶμα λευκαίνειν πᾶν, οἷον καὶ θέλει,
205τῶν τεσσάρων βάπτουσα σωμάτων φύσιν, λευκὴν φέρουσα καὶ διώκουσα σκότος τὸ ἐμφωλεῦον ὡς κάλυμμα ἀχλύος ἔκστιλβον ἔκλαμπρόν τε δείκνυσι, πλέον φωτὸς σελήνης ταῦτα λευκαίνει ὅλα
210νικῶντα λευκότητι λεύκωσιν πᾶσαν. ἑξῆς τε δευτέρα κλεὶς ἄρχεται πάλιν ξανθώσεως λεύκωσιν εἰς ξανθὸν φέρειν ξανθόν τε δεικνύουσα τῆς μορφῆς ὅλον.
ἐργάζεται γὰρ αὖθις ὥσπερ καὶ πάλαι.32
215οὕτως γὰρ ἡ ξάνθωσις εἰς πέρας φέρει ἄριστον ἐκπλήρωμα κεκοσμημένον πληρουμένων τῶν βαθμῶν εἱρμὸν καὶ τέλος. ὥσπερ γὰρ ἡ λεύκωσις οὕτως γίνεται ξανθώσεως τὸ ἔργον ἐκπληρούμενον,
220εἰς κέρδος ὄλβιόν τε τὸν κόπον φέρει καὶ χαρμονὴν πάμπλουτον, ἐξάγει κόπους, πάροιθεν οὓς ἔσπειρας, ὥστε πλουσίως τῶν δραγμάτων πλέον μὲν ἐκφέρειν φόρους καὶ δεικνύει τὸν μισθὸν εὐφραδέστατον
225εἰς ἐκβολὴν πενίας αὖθις εὕρεσιν πλούτου τε καὶ ὄνησιν ἔνθεον βίῳ. οὕτω γὰρ εὐπραγοῦντες ὀφθῶμεν σοφοὶ χρῄζοντες ὧδε μηδὲν ἔκ τινος βροτοῦ, μὴ ἀσχολούμενοι δὲ πάμπαν ἐν βίῳ,
230ἀλλ’ ἢ θεῷ λατρείας αἶνον προσφέρειν, στέργειν ποθεῖν τε τρυφὴν ἡτοιμασμένην ἄπονον χαρὰν καὶ δόξαν, ἔνθεον χάριν, πτωχοῖς νέμειν δέοντα καὶ πάντας θέλειν σώζειν τε καὶ λύτρωσιν ἐξ ὀργῆς νέμειν
235καὶ χεῖρα συμπαθείας ἐκιείνειν πᾶσιν καὶ εὐπραγεῖν καὶ μηδὲν ἔκφαυλον λέγειν ἢ τεκταίνεσθαι σκάνδαλόν τι εἰς πέλας, ἀλλ’ εὐφρονεῖν εἰς πάντας εὐπροσηγόρους εἶναι θέλοντας, κλῆρον ὄλβιον μέγαν
240ζωῆς ἔχειν μιμητὰς ἔργοις ἐνθέοις τοῦ δεσπότου Χριστοῖο θείῳ ἐν λόγῳ πράξει τε φωσφοροῦντας εἶναι ὡς σέλας, μηδὲν λέγειν εἰς πρᾶξιν, ἀλλ’ ἐπιφρονεῖν, πένητας εὐποιΐᾳ συμπαθεῖν, ὅπως
245τὸν πλοῦτον ἐκκενοῦντες εἰς αὐτοὺς ῥᾷον εὕρωμεν ἔργων μισθὸν ἡτοιμασμένον ἐντεῦθεν ἐκδημοῦντες ὡς ἄνδρες σοφοί. οὗτος γάρ ἐστιν εὐσεβείας ἔνθεος
ἀγὼν πόθος τε θερμὸς εἰς θεότροπον33

(250)

ζῆλον τελούμενος ἀνδρείᾳ 〈τῶν〉 φρενῶν καὶ σώματος κάθαρσις ὥσπερ καὶ ψυχῆς. οὕτως γὰρ εὐπραγοῦντες ἀξιόκλεοι ἐσόμεθα πρὸς Χριστὸν ὡς καὶ τῷ στέφει στεφηφοροῦντες αὖθις ἐσθλῶν πράξεων
255σκηπτουχίας τῶν κλήρων ἀξιούμεθα ἐκλάμψεως εἰς δόξαν αἴγλης καὶ φάους τιμῆς σέβας εὔκλειαν εὐσεβεστάτοις ἄναξι πιστοῖς προσφέροντες ἐντίμως τοῖς τὸ κράτος καὶ σκῆπτρα γῆς πιστουμένοις,
260ὡς χριστολάτραις οὖσι δόξης ἐμπλέοις, ὑμνοῦντες εὐλογοῦντες αἰνοῦντες θεὸν ὑπέρθεον, τὸν φωτὸς ὄντα αἴτιον, ζωῆς χορηγὸν καὶ θέλοντα τοὺς βροτοὺς λύτρωσιν εὑρεῖν ὥσπερ ἀμπλακημάτων,
265οὕτως τυχεῖν μέλλουσαν εὔκλειαν πάλιν, καὶ προσφέρειν λατρείαν αὐτῷ τῷ μόνῳ θεῷ λόγῳ σὺν πατρὶ θείῳ πνεύματι εἰς κυκλικοὺς αἰῶνας αἰώνων ἀμήν.
στίχοι σξηʹ.34