TLG 4334 002 :: [ISIS Prophetissa] :: Ἴσις προφῆτις τῷ υἱῷ Ὥρῳ (redactio secunda) (e cod. Paris. B.N. gr. 2250, fol. 217r) [ISIS Prophetissa] Alchem. Ἴσις προφῆτις τῷ υἱῷ Ὥρῳ (redactio secunda) (e cod. Paris. B.N. gr. 2250, fol. 217r) Cf. et 4334 001 Citation: Volume — page — (line) | ||
4t | ΙΣΙΔΟΣ, ΒΑΣΙΛΙΣΣΗΣ ΑΙΓΥΠΤΟΥ ΚΑΙ ΓΥΝΑΙΚΟΣ | |
---|---|---|
5t | ΟΣΙΡΙΔΟΣ, ΠΕΡΙ ΤΗΣ ΙΕΡΑΣ ΤΕΧΝΗΣ ΠΡΟΣ ΤΟΝ ΥΙΟΝ | |
6t | ΑΥΤΗΣ ΤΟΝ ΩΡΟΝ. | |
7t | ΙΣΙΣ ΠΡΟΦΗΤΙΣ, ΤΩι ΥΙΩι ΑΥΤΗΣ ΩΡΩι | |
8 | Σὺ μὲν ἐβουλήθης, ὦ τέκνον, ἀπιέναι ἐπὶ τῆς τοῦ Τύφωνος μάχης, ὥστε καταγωνίσασθαι περὶ τῆς τοῦ πατρός σου βασι‐ | |
10 | λείας. Ἐγὼ δὲ μετὰ τὴν σὴν ἀποδημίαν, παρεγενόμην εἰς Ὁρμα‐ νουθὶ, ὅπου ἡ ἱερὰ τέχνη τῆς Αἰγύπτου μυστικῶς κατασκευάζεται. Ἐνταῦθα δὲ, ἱκανὸν χρόνον διατρίψασα, ἐβουλόμην παραχωρῆσαι. Ἐν δὲ τῷ ἀναχωρεῖν με ἐπιτεθεώρηκέ μέ τις τῶν προφητῶν ἢ τῶν ἀγγέλων ὃς διέτριβεν ἐν τῷ πρώτῳ στερεώματι, | |
15 | ὃς προσελθὼν ἐμοὶ, ἐβούλετο μίξεως κοινωνίαν πρὸς ἐμὲ ποιῆσαι. Ἐγὼ δὲ οὐκ ἐπέτρεπον αὐτῷ εἰς τοῦτο γίνεσθαι μέλλοντι, ἀλλ’ ἀπῄτουν ἀπ’ αὐτοῦ τὴν τοῦ χρυσοῦ καὶ ἀργύρου κατασκευήν. Αὐτὸς δέ μοι ἀπεκρίνατο οὐκ ἐξεῖναι αὐτῷ περὶ τούτου ἐξειπεῖν διὰ τὴν τοῦ μυστηρίου ὑπερβολήν. | |
20 | Τῇ δὲ ἑξῆς ἡμέρᾳ, ἧλθε πρὸς μὲ ὁ πρῶτος ἄγγελος καὶ προ‐ φήτης αὐτῶν καλούμενος Ἀμναήλ. Ἐγὼ δὲ πάλιν αὐτὸν | |
περὶ τῆς τοῦ χρυσοῦ καὶ ἀργύρου κατασκευῆς ἐπηρώτων. Ἐκεῖνος | 33 | |
2.34 | δέ μοι ἐπεδείκνυέ τι σημεῖον ὅπερ εἶχεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ κεράμιόν τι ἀπίσσωτον πλῆρες ὕδατος διαυγοῦς, ὅπερ εἶχεν ἐν ταῖς χερσὶ, καὶ οὐκ ἐβούλετο τὸ ἀληθὲς εἰπεῖν. Τῇ δὲ ἑξῆς ἡμέρᾳ, πάλιν ἐλθὼν πρὸς ἐμὲ κατελήφθη τοῦ | |
5 | ἔρωτος πρὸς ἐμὲ, καὶ ἔσπευδεν ἐφ’ ᾧ παρῆν. Ἐγὼ δὲ οὐκ ἐφρόντιζον αὐτοῦ· ἐκεῖνος δὲ ἀεί με ἐπείρα, καὶ παρεκάλει. Ἐγὼ δὲ οὐκ ἐπεδίδουν ἐμαυτὴν, ἀλλ’ ἐπεκράτουν αὐτὸν τῆς τούτου ἐπιθυμίας ἄχρις ἂν τὸ σημεῖον τὸ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἐπιδείξηται, καὶ τὴν τῶν ζητουμένων μυστηρίων παρά‐ | |
10 | δοσιν ἀφθόνως καὶ ἀληθῶς ποιήσηται. Λοιπὸν οὖν καὶ τὸ σημεῖον ἐπεδείκνυτο καὶ τῶν μυστηρίων ἡ παράδοσις ἐποιεῖτο, ἀρξαμένου αὐτοῦ πρότερον λέγειν παραγγελίας καὶ ὅρκους πρὸς ἐμὲ οὕτως. Ὁρκίζω σε κ.τ.λ. Ὁρκίζω | |
15 | σε εἰς Ἑρμῆν καὶ Ἄνουβιν καὶ εἰς ὕλαγμα τοῦ κερκουροβόρου δρά‐ κοντος καὶ κυνὸς τρικεφάλου τοῦ Κερβέρου τοῦ φύλακος τοῦ ᾍδου. Ὁρκίζω σε εἰς τὸν πορθμέα ἐκεῖνον, καὶ 〈δι’〉 Ἀχέροντα ναυτίλον. Ὁρκίζω σε κ.τ.λ. Τούτοις πᾶσί με ἐφορκίσας παραγγέλλειν ἐπεχείρησε μηδενὶ | |
20 | μεταδιδόναι εἰ μὴ μόνον τέκνῳ καὶ φίλῳ γνησίῳ. Σὺ δὲ αὐτὸς, ὦ τέκνον, ἄπελθε πρός τινα γεωργὸν, καὶ ἐρώτησον αὐτὸν τί μέν ἐστι τὸ σπειρόμενον, τί δέ ἐστι τὸ θεριζόμενον, καὶ μαθήσῃ ἀπ’ αὐτοῦ ὅτι ὁ σπείρων σῖτον σῖτον καὶ θερίζει, καὶ ὁ σπείρων κριθὴν κριθὴν καὶ θερίζει. | |
25 | Καὶ ταῦτα, ὦ τέκνον, διὰ προοιμίου ἀκηκοώς κ.τ.λ. ἡ γὰρ φύσις τὴν φύσιν τέρπει, καὶ ἡ φύσις τὴν φύσιν νικᾷ. Δεῖ οὖν ἐξ ἄμμων καὶ οὐκ ἐξ ἄλλων οὐσιῶν κατασκευάζειν | |
τὴν ὕλην. Ὡς γὰρ προεῖπον ὅτι ὁ σῖτος τὸν σῖτον γεννᾷ καὶ ὁ | 34 | |
2.35 | ἄνθρωπος τὸν ἄνθρωπον, οὕτω καὶ ὁ χρυσὸς τὸν χρυσόν. Καὶ ἰδού σοι πᾶν τὸ μυστήριον. Λαβὼν οὖν ὑδράργυρον, πῆξον αὐτὴν ἢ διὰ βωλίου, ἢ διὰ σώματος μαγνησίας, ἢ διὰ θείου, καὶ ἔχε· τοῦτό ἐστι τὸ χλιαρο‐ | |
5 | παγὲς κατὰ τὰς μίξεις τῶν εἰδῶν· τοῦ μολύβδου χλιαροπαγοῦς | |
μέρος ἕν, κ.τ.λ. | 35 |