TLG 4334 001 :: [ISIS Prophetissa] :: Ἴσις προφῆτις τῷ υἱῷ Ὥρῳ (redactio prima) (e cod. Paris. B.N. gr. 2327, fol. 256r)

[ISIS Prophetissa] Alchem.
(A.D. 1?)

Ἴσις προφῆτις τῷ υἱῷ Ὥρῳ (redactio prima) (e cod. Paris. B.N. gr. 2327, fol. 256r)

Source: Berthelot, M., Ruelle, C.É. (eds.), Collection des anciens alchimistes grecs, vol. 2. Paris: Steinheil, 1888 (repr. London: Holland Press, 1963): 28–33.

Cf. et 4334 002

Citation: Volume — page — (line)

2

.

28

(20t)

ΙΣΙΣ ΠΡΟΦΗΤΙΣ Τῼ ΥΙῼ ΑΥΤΗΣ.
21Ἴσις προφῆτις τῷ υἱῷ Ὥρῳ. Ἀπιέναι σου μέλλοντος, ὦ τέκ‐
νον, ἐπὶ ἀπίστου Τύφωνος μάχης καταγωνίσασθαι περὶ τοῦ πατρός28

2

.

29

σου βασιλείας, γενομένης μου 〈εἰσ〉 Ὁρμανουθὶ, ἱερᾶς τέχνης Αἰγύ‐ πτου, καὶ ἐνταῦθα ἱκανὸν χρόνον διέτριβον. Κατὰ δὲ τὴν τῶν καιρῶν παραχώρησιν, καὶ τὴν τῆς φευρικῆς κινήσεως ἀναγκαίαν φορὰν συνέβη τινὰ τῶν ἐν τῷ πρώτῳ στερεώματι διατρίβοντα τὸν ἕνα τῶν
5ἀγγέλων, ἄνωθεν ἐπιθεωρήσαντά με βουληθῆναι τῆς πρὸς ἐμὲ μίξεως κοινωνίαν ποιῆσαι. Φθάσαντος δὲ αὐτοῦ καὶ εἰς τοῦτο γίγνεσθαι μέλλοντος, οὐκ ἐπέτρεπον ἐγὼ, πυνθάνεσθαι βουλομένη τὴν τοῦ χρυσοῦ καὶ ἀργύρου κατασκευήν. Ἐμοῦ δὲ τοῦτο αὐτῷ ἐρωτησάσης, 〈οὐκ〉 ἔφη ὁ αὐτὸς ἐφιέσθαι περὶ τοῦτο ἐξειπεῖν, διὰ τὴν τῶν μυστη‐
10ρίων ὑπερβολὴν, τῇ δὲ ἑξῆς ἡμέρᾳ παραγίγνεσθαι τὸν τούτου μείζονα ἄγγελον Ἀμναήλ· κἀκεῖνον ἱκανὸν εἶναι περὶ τῆς τούτων ζητήσεως ἐπίλυσιν ποιήσασθαι. Ἔλεγεν δὲ [περὶ] σημεῖον αὐτοῦ ἑλεῖν αὐτὸν ἐπὶ τῆς κεφαλῆς, καὶ ἐπιδείκνυσθαι κεράμιον ἀπίσσωτον ὕδατος διαυγοῦς πλῆρες. Ἐβού‐
15λετο τὸ ἀληθὲς λέγειν. Τῇ δὲ ἑξῆς ἡμέρᾳ ἐπεμφανήσας καὶ τοῦ ἡλίου μέσον δρόμον ποιοῦντος, κατῆλθεν ὁ τούτου μείζων Ἀμναὴλ τῷ αὐτῷ περὶ ἐμὲ λειφθεὶς πόθῳ οὐκ ἀνέμενεν· ἀλλ’ ἔσπευδεν ἐφ’ οὗ καὶ παρῆν, ἐγὼ δὲ οὐχ ἧττον ἐφρόντιζον περὶ τούτων ἐρευνᾶν.
20 Ἐγχρονίζοντος δὲ αὐτοῦ, οὐκ ἐπεδίδουν ἑαυτὴν, ἀλλ’ ἐπεκράτουν τῆς τούτου ἐπιθυμίας ἄχρις ἂν τὸ σημεῖον τὸ ἐπὶ τῆς κεφαλῆς ἐπιδείκνυται καὶ τὴν τῶν ζητουμένων μυστηρίων παράδοσιν ἀφθόνως καὶ ἀληθῶς ποιήσηται. Λοιπὸν οὖν καὶ τὸ σημεῖον ἐπεδείκνυτο καὶ τῶν μυστηρίων
25ἤρχετο καὶ ἐπὶ παραγγελίας καὶ ὅρκους ἐκχωρίσας ἔλεγεν·29

2

.

30

Ὁρκίζω σε εἰς οὐρανὸν, γῆν, φῶς καὶ σκότος. Ὁρκίζω σε εἰς πῦρ καὶ ὕδωρ καὶ ἀέρα καὶ γῆν. Ὁρκίζω σε εἰς ὕψος οὐρανοῦ καὶ γῆς καὶ Ταρτάρου βάθος. Ὁρκίζω σε εἰς Ἑρμῆν, καὶ Ἀνου‐ βὶν, ὕλαγμα τῶν Κερκόρου, δράκοντα τὸν φύλακα. Ὁρκίζω σε
5εἰς τὸ πορθμεῖον ἐκεῖνο, καὶ 〈δι’〉 Ἀχέροντα ναυτίλον. Ὁρκίζω σε εἰς τὰς τρεῖς ἀνάγκας καὶ μάστιγας καὶ ξίφος. Τούτοις με ἐφορκίσας παρήγγειλεν μηδενὶ μεταδιδόναι εἰ μὴ μόνον τέκνῳ καὶ φίλῳ γνησίῳ, ἵνα ᾖ αὐτὸς σὺ, καὶ σὺ ᾖ αὐτός. Παρελθὼν οὖν σκόπησον καὶ ἐρώτησον Ἀχά‐
10ραντον γεωργὸν, καὶ μάθε 〈ἀπ’〉 αὐτοῦ τί μέν ἐστιν τὸ σπει‐ ρόμενον, τί δὲ καὶ τὸ θεριζόμενον, καὶ μάθῃς ὅτι σπεῖρον τὸν σῖτον καὶ θερίσει· καὶ ὁ σπείρων τὴν κριθὴν ὁμοίως καὶ κριθὴν θερίσει. Ταῦτα, τέκνον, διὰ προοίμιον ἀκηκοὼς, ἐννόησον τὴν τού‐
15των ὅλην δημιουργίαν τε καὶ γέννησιν· καὶ γνῶθι ὅτι ἄνθρωπος ἄνθρωπον οἶδεν σπείρειν, καὶ ὁ λέων λέοντα, καὶ ὁ κύων κύνα. Εἰ δέ τι τῶν παρὰ φύσιν συμβαίνει γενέσθαι ὥσπερ τέρας γεννᾶ‐ ται καὶ οὐχ ἕξει σύστασιν· ἡ γὰρ φύσις τὴν φύσιν τέρπεται, καὶ ἡ φύσις τὴν φύσιν νικᾷ.
20 Αὐτῇ οὖν δυνάμεως θείας μετεσχηκότες καὶ παρουσίας εὐτυ‐ χήσαντες, κἀκείνοις προσλαμπομένοις αὐτοῖς ἐξ αἰτήσεως, ἐξ ἄμμων, καὶ οὐκ ἐξ ἄλλων οὐσιῶν. κατασκευάσαντες, ἐπέτυχον διὰ τὸ τῆς οὔσης φύσεως ὑπάρχειν τὴν προσβαλλομένην ὕλην τοῦ κατα‐ σκευαζομένου, Ὡς γὰρ προεῖπον ὅτι ὁ σῖτος σῖτον γεννᾷ, καὶ
25ἄνθρωπος ἄνθρωπον σπείρει, οὕτως καὶ ὁ χρυσὸς χρυσὸν θερίζει,
τὸ ὅμοιον τὸ ὅμοιον. Ἐφανερώθη νῦν δὲ τὸ μυστήριον.30

2

.

31

Καὶ λαβὼν ὑδράργυρον, πῆξον αὐτὴν ἢ διὰ βωλίου, ἢ διὰ σώματος μαγνησίας, ἢ διὰ θείου, καὶ ἔχε, τοῦτό ἐστιν τὸ χλιαρο‐ παγές. Μίξις εἰδῶν· τοῦ μολύβδου τοῦ χλιαροπαγοῦς μέρος αʹ, καὶ λευκολίθου μέρη δύο, καὶ ὁμολίθου μέρος αʹ, καὶ ξαν‐
5θῆς σανδαράχης μέρος αʹ, καὶ βατραχίου μέρος αʹ. Ταῦτα συμ‐ μίξας τῷ μολύβδῳ μὴ σκορπισθέντι ἀναχώνευσον τρίς. ΜΙΞΙΣ ΛΕΥΚΟΥ ΦΑΡΜΑΚΟΥ ΟΠΕΡ ΕΣΤΙ ΛΕΥΚΩΣΙΣ ΠΑΝΤΩΝ ΤΩΝ ΣΩΜΑΤΩΝ. —Λαβὼν ὑδράργυρον τὴν διὰ χαλκοῦ γενο‐ μένην λευκὴν, καὶ λαβὼν ἐξ αὐτῆς μέρος αʹ, καὶ τῆς μαγνησίας τῆς
10ἐκζευχθείσης μετὰ τῶν ὑδάτων μέρος αʹ, καὶ τῆς φέκλης τῆς θεραπευθείσης μετὰ τοῦ χυμοῦ τοῦ κίτρου μέρος αʹ, καὶ τοῦ ἀρσε‐ νίκου τοῦ λειωθέντος μετὰ τοῦ οὔρου τοῦ ἀφθόρου 〈παιδὸσ〉 μέρος αʹ, καὶ τῆς καδμείας μέρος αʹ, καὶ τοῦ πυρίτου μετὰ τῆς λιθαρ‐ γύρου μέρος αʹ, καὶ ψιμυθίου τοῦ ὀπτηθέντος μετὰ τοῦ θείου
15μέρος αʹ, καὶ λιθαργύρου τῆς μετὰ ἀσβέστου μέρη δύο, καὶ σποδιᾶς κωβαθίων μέρος αʹ. Ταῦτα πάντα λείου σὺν ὄξει δριμυτάτῳ λευκῷ καὶ ξηράνας ἔχεις τὸ φάρμακον λευκόν. Ἔπειτα λαβὼν χαλκὸν καὶ σίδηρον, χώνευσον, εἶτα ἐπίβαλε κατ’ ὀλίγον· λειούμενα ταῦτα· θείου μέρος ἓν, μαγνησίας μέρη ιʹ
20ἕως ἂν γένηται εὔθρυπτος ὁ σίδηρος, καὶ τρίψας ἔχεις. Καὶ λαβὼν χαλκοῦ κέρας θερμέλατον, χώνευσον ἐξ αὐτοῦ μέρη δʹ, καὶ ἐπί‐ βαλλε αὐτῷ τοῦ τριφθέντος σιδήρου μέρος αʹ, κατ’ ὀλίγον ἐπιβάλ‐ λων καὶ κινῶν, ἕως οὗ συνενωθῇ καὶ ὁ σίδηρος καὶ ὁ χαλκός.
Εἶτα λαβὼν ἐκ τούτου λίτραν αʹ, χώνευσον, ἐπιβαλὼν31

2

.

32

αὐτῷ τοῦ λευκοῦ φαρμάκου 𐆄 γʹ κατὰ μικρὸν, ἕως ἂν γένηται ὑπόλευκον τριπτόν. Καὶ λαβὼν ἀπὸ τῆς χώνης, μίξον αὐτῷ ὑδραρ‐ γύρου μέρος αʹ, καὶ αὐτοῦ μέρη δύο· καὶ ποίησον αὐτὸ ὀνύχου πάχος. Εἰ δὲ μὴ πάνυ ἐλαύνεται, χώνευσον αὖθις, καὶ γίνεται ὡς
5κηρός. Εἶτα κατασκευάσας τὸν ζωμὸν τοῦ ἡλιοκοσμίου καὶ ἡλιοκογ‐ χυλίου χωρὶς χαλκάνθου, καὶ χωνῆς τρύγου καὶ βαλὼν ἐν ὑελίνῳ τὰ πέταλα, ἀπόθου ἡμέρας λεʹ, ἕως ἂν συσσαπῇ. Εἶτα καὶ ἀνελόμενος ἔχε.
10 Εἶτα λαβὼν τὸ λευκὸν φάρμακον τὸ διὰ ὑδραργύρου, καὶ μαγνησίας, καὶ φέκλης, καὶ ἀρσενίκου, καὶ καδμείας, καὶ πυρίτου, καὶ ψιμυθίου, καὶ λαβὼν ὑδράργυρον, μίξον αὐτῇ τὸν ζωμὸν τοῦ σιδηροχάλκου καὶ τὰ εἴδη. Ἔστω δὴ ὁ ζωμὸς ἐπιπολάζων τοῦ φαρμάκου δακτύλους δύο, καὶ ἔασον ἡμέρας ιεʹ ἐν σκιᾷ σαπῆναι,
15καὶ ἔχε ἀποκείμενον. Ὅτε δὲ μέλλεις λευκαίνειν τι τῶν σωμάτων, οὕτως ποίει. Λαβὼν ὑδράργυρον καὶ στάκτην ἀσβέστου καὶ οὖρον, καὶ γάλα αἴγειον, καὶ νίτρον, καὶ ἅλας, λείου καὶ λεύκαινε. Ἐξ ἴσου δὲ ἔγνωσται ὅτι καὶ τὰ μέλλοντα σοι ῥηθήσεσθαι,
20〈αἱ〉 διπλώσεις τε καὶ καταβαφαὶ καὶ οἰκονομίαι πᾶσαι, καὶ πᾶν ὅ τι οὖν εἰς ἕνα νοῦν, καὶ 〈εἰσ〉 ἓν ἔργον συντείνουσιν. Νόησον οὖν τὸ μυστήριον, τέκνον, τοῦ φαρμάκου τῆς χήρας. Ἡ δὲ αἰθάλη οὕτως αἴρεται. Λαβὼν ἀρσένικον, ἕψει ἐν
ὕδατι, καὶ βαλὼν ἐν τῷ ἰγδίῳ, λείου μετὰ στάχεως σὺν ἐλαίῳ32

2

.

33

ὀλίγῳ, καὶ βαλὼν ἐν λωπάδι καὶ φιάλῃ, ἐπάνω πύλης ἐπιτίθου ἐπ’ ἀνθράκων, ἕως οὗ ἔλθῃ ἡ αἰθάλη. Ὁμοίως καὶ τὴν σανδα‐
ράχην ποίει.33