TLG 4333 001 :: Nicephorus BLEMMYDES :: Νικηφόρου τοῦ Βλεμμύδου περὶ τῆς χρυσοποιίας (fort. auctore Nicephoro Blemmyde alio) (e cod. Paris. B.N. gr. 2509, fol. 137r) Nicephorus BLEMMYDES Alchem., fiq Nicephorus Blemmydes Scr. Eccl., Theol. et Hist. Νικηφόρου τοῦ Βλεμμύδου περὶ τῆς χρυσοποιίας (fort. auctore Nicephoro Blemmyde alio) (e cod. Paris. B.N. gr. 2509, fol. 137r) Citation: Volume — page — (line) | ||
2.452(1t) | ΠΕΡΙ ΤΗΣ ΩΟΧΡΥΣΟΠΟΙΙΑΣ | |
2t | ΗΣ ΜΕΤΗΛΘΕΝ Ο ΣΟΦΩΤΑΤΟΣ ΕΝ ΦΙΛΟΣΟΦΟΙΣ ΚΥΡΙΟΣ | |
---|---|---|
3t | ΝΙΚΗΦΟΡΟΣ Ο ΒΛΕΜΜΙΔΗΣ· | |
4t | ΚΑΙ ΗΥΜΟΙΡΗΣΕ ΤΟΥ ΣΚΟΠΟΥ Τῌ ΣΥΝΕΡΓΕΙᾼ ΤΟΥ ΠΑΝΤΑ ΕΞ ΟΥΚ ΟΝΤΩΝ | |
5t | ΕΙΣ ΤΟ ΕΙΝΑΙ ΠΑΡΑΓΑΓΟΝΤΟΣ ΧΡΙΣΤΟΥ ΤΟΥ ΑΛΗΘΙΝΟΥ ΘΕΟΥ ΗΜΩΝ, | |
6 | ῼ ΠΡΕΠΕΙ ΔΟΞΑ ΕΙΣ ΑΙΩΝΑΣ ΑΙΩΝΩΝ· ΑΜΗΝ. | |
6 | Λαβὼν σὺν θεῷ λίθον οὐ λίθον, ὃν λέγουσι λίθον τῶν σοφῶν, ἐν ᾧ εἰσι τὰ δʹ στοιχεῖα, γῆ, ὕδωρ, ἀὴρ καὶ πῦρ, τουτέστιν ὑγρὸν, θερμὸν, ψυχρὸν καὶ ξηρὸν, λαβὼν οὖν τὸ ἓν τῶν δʹ στοιχείων, ἤ‐ | |
10 | τοι τὴν γῆν, τὸ ψυχρὸν καὶ ξηρὸν, ὅπερ ἐστὶν ὁ φλοιὸς τῶν ὠῶν, πλύνας καὶ καθάρας, ψύξας καὶ τρίψας καλῶς, ἔμβαλε εἰς χύτραν· καὶ φράξας τὸ στόμα τῆς χύτρας μετὰ πηλοῦ πυριμάχου, 〈θὲσ〉 εἰς κάμινον ὑελοψοῦ· καῦσον ἡμέρας ηʹ, ἄχρις ἂν λευκάνῃ· καὶ ἔχε πεφυλαγμένον· αὕτη γάρ ἐστι ἡ περιώνυμος ἄσβεστος. Φύλαξον. | |
15 | Μετὰ δὲ ταῦτα, λαβὼν τὸ ἐνδότερον λευκὸν, θὲς αὐτὸ ἐν κλο‐ | |
κίῳ· καὶ ἐν στόματι τοῦ κλοκίου ἐπίθες ἄγγος μασθωτὸν ὅπερ λέγε‐ | 452 | |
2.453 | ται ἄμβυξ· ἔστω δὲ πεφραγμένον καλῶς, καὶ συντεθειμένον μετὰ γύψου· καὶ ἀνάσπα τοῦτο ὡς ῥοδόσταγμα· καὶ ἔχε πεφυλαγμέ‐ νον ἐν φιάλῃ. Φύλαξον. Εἶτα λαβὼν ἀπὸ τῆς ἀσβέστου μέρος ἓν, καὶ ἀπὸ σταχθέντος | |
5 | ὕδατος μέρη ἐννέα, ἑνώσας, ἔμβαλε. Καὶ φράξον ἀσφαλῶς ὡς τὸ πρότερον· καὶ ἀνάσπα τοῦτο ὡς ῥοδόσταγμα. Ἔστω δὲ κλοκίον τοῦτο ὑέλινον· τὸ γὰρ πρῶτον ὀστράκινον ὀφείλει εἶναι. Καὶ τὸ ἀποσταχθὲν στρέψον πάλιν εἰς τὴν αὐτὴν τέφραν· καὶ ἔξελε καὶ βάλε πάντα ὁμοῦ εἰς φιάλην ὑέλινον· καὶ τὸ στόμα αὐτῆς φράξον | |
10 | μετὰ πανίου καὶ γύψου καλῶς· καὶ χῶσον ἐν κόπρῳ ἱππείᾳ ἡμέρας μʹ· εἰ δ’ ἔστι σποδὸς, ἡμέρας καʹ. Φύλαξον. Εἶτα ἐκβαλὼν τοῦ κόπρου, ἔμβαλε τῷ κλοκίῳ, καὶ ἀνάσπα ὡς πρότερον, καὶ πάλιν ὁμοῦ πάντα λαβὼν, τό τε ὕδωρ καὶ τὴν ὕλην βάλε εἰς φιάλην ὑέλινον, καὶ σῆψον ἐν κόπρῳ ἱππείᾳ ὡς τὸ πρό‐ | |
15 | τερον· καὶ ἐξελὼν τῆς κόπρου, θὲς αὐτὰ ὁμοῦ ἐν κλο‐ κίῳ, καὶ ἀνάσπα ὡς τὸ πρότερον, καὶ ἔχε ἐν φιάλῃ. Φύλαξον. Τοῦτο λέγεται ὕδωρ θεῖον, καὶ ὕδωρ ἀσβέστου, καὶ ὕδωρ θαλάσσιον, καὶ ὄξος, καὶ ὑδράργυρος, καὶ γάλα παρθένου, καὶ οὖρον παιδὸς ἀφθόρου, καὶ ὕδωρ στυπτηρίας, καὶ ὕδωρ σποδοκράμβης, καὶ | |
20 | ὕδωρ νίτρου, καὶ ὕδωρ πρωτοστάκτου, καὶ ἕτερα ὀνόματα. Τοῦτο | |
ὑπάρχει τὸ θεῖον ὕδωρ δι’ οὗ λευκαίνεται τὸ σῶμα τῆς μαγνησίας, | 453 | |
2.454 | ὅπερ λέγουσι χαλκὸν κεκαυμένον, ὅπερ ἐστὶν ἡ τέφρα ἡ μέλλουσα γενέσθαι ἀπὸ τοῦ κροκοῦ τῶν ὠῶν. Ὀφείλει δὲ λαβεῖν ἕτερα φροῦστρα ἄκαυστα ὠῶν, καὶ τρίψαι καλῶς, καὶ βαλεῖν αὐτὰ ἐν κλοκίῳ ὑελίνῳ, καὶ ὕδωρ ἀνάσπαστον χωρὶς | |
5 | ἀσβέστου ἅπαξ. Ἔστω δὲ ἀπὸ ὕδατος τούτου ὅσον μέρη τρία, οἱ δὲ φλοιοὶ μέρος ἕν. Καὶ τοῦτο στάξον πάλιν τρὶς, χωρὶς σήψεως· καὶ κατὰ μίαν στάξιν, ῥίψον τοὺς φλοιοὺς, καὶ βάλε ἑτέρους τὸ αὐτὸ ποσόν· τῆς δὲ τρίτης φορᾶς ἔχε ἐν φιάλῃ ἀποτιθέμενον. Εἶτα λαβὼν ἄσβεστον νεαρὰν, μίξον ταύτην μετὰ ὕδατος τούτου | |
10 | καλῶς. Ἔστω δὲ τὸ ὕδωρ τοῦτο μέρη τρία, καὶ ἡ ἄσβεστος μέρος ἕν· καὶ τοῦτο θὲς ἐν φιάλῃ. Καὶ φράξον τὸ στόμα τῆς φιάλης καλῶς, καὶ σῆψον εἰς κόπρον ἱππείαν ἡμέρας μʹ· εἰ δέ ἐστι σποδὸς, καʹ. Εἶθ’ οὕτω λαβὼν κροκὰ τῶν ὠῶν, θὲς αὐτὰ ἐν κλοκίῳ ὀστρακίνῳ, καὶ στάξον ταῦτα ὡς ῥοδόσταγμα μετὰ πυρὸς δυνατοῦ· τῶν γὰρ | |
15 | προειρημένων τὸ πῦρ ἔστω μαλακώτερον. Ἔστω δὲ τὸ περίφραγμα καλῶς ποιηθέν· καὶ δέχου ἐπ’ αὐτῶν ἔλαιον κόκκινον. Τοῦτο τὸ ἔλαιον λαβὼν, ἕνωσον μετὰ τῆς σεσημμένης ἀσβέσ‐ του τῆς εἰρημένης τῶν φλοιῶν· ἔστω δὲ ἀπὸ τῆς λελεγμένης ἀσβέσ‐ του μέρος αʹ, καὶ ἀπὸ τοῦ ἐλαίου μέρη γʹ· καὶ τοῦτο ποίησον ὡς τὸ | |
20 | τῆς ἀσβέστου ὕδωρ, τουτέστι στάξον καὶ σῆψον· καὶ πάλιν στάξον καὶ σῆψον· καὶ στάξας, ἔχε τέλειον. Φύλαξον. Τὴν δὲ ἀπομένουσαν τέφραν τῶν κροκῶν λεύκανον μετὰ τοῦ | |
αου θείου ὕδατος τῆς ἀσβέστου· αὕτη γάρ ἐστιν ἡ μαγνησία. | 454 | |
2.455 | Ταύτης τῆς μαγνησίας λαβὼν μέρη δʹ, καὶ ἀπὸ τῆς ἀσβέστου τῆς ἀπομεινάσης ἐν τῷ κλοκίῳ μέρος αʹ, ἤγουν τὸ εον, τρίψον καλῶς ἀμφότερα ἐν μαρμάρῳ ὥστε ἀραιωθῆναι καὶ λεπτυνθῆναι τελείως μετὰ ὀλίγου ὕδατος τοῦ ἀπὸ τῆς ἀσβέστου, καθὼς ποιοῦσιν οἱ | |
5 | ζωγράφοι· καὶ ψύξας, βάλε ἀπ’ αὐτοῦ ἐν κλοκίῳ μέρος ἓν, καὶ ἀπὸ τοῦ ὕδατος τῆς ἀσβέστου μέρη γʹ. Ἔστω γοῦν ἐνταῦθα τὸ κλοκίον ὑέλινον· καὶ ἀνάσπα τοῦτο ὡς ῥοδόσταγμα, καὶ δέχου τὸ σταχθὲν ἅπαν ἐν ἀγγείῳ ὑελίνῳ. Εἶθ’ οὕτω τὸ ἐναπομεῖναν ξηρὸν ἐν τῷ κλοκίῳ πάλιν βάλε ἐν | |
10 | μαρμάρῳ· καὶ τρίβε τοῦτο ὀλίγον πρὸς ὀλίγον μετὰ τοῦ ἀποσταχθέντος ἐξ αὐτοῦ· καὶ ἔασον τοῦτο ξηρανθῆναι ἐν σκιᾷ· καὶ τοῦτο ποίει ἄχρις οὗ δαπανηθῇ ἅπαν τὸ σταχθὲν ὑγρόν. Εἶτα τρίψας αὐτὸ τὸ ξηρίον, θὲς ἐν κλοκίῳ, καὶ μετ’ αὐτοῦ ἕτερον ὕδωρ ἀσβέστου. Ἔστω δὲ τὸ ὕδωρ μέρη τρία καὶ τὸ ξηρὸν μέρος | |
15 | αʹ· καὶ ἀνάσπα τοῦτο, καὶ τρίβε, ὡς εἴρηται, ἄχρι φορῶν εʹ. Τὴν δὲ εην φορὰν λαβὼν ἅπαν τὸ σταχθὲν ὑγρὸν, ἕνωσον μετὰ τοῦ ἐναπομείναντος ξηροῦ· καὶ λαβὼν ἀμφότερα ἐν βικίῳ ὑελίνῳ, χῶ‐ σον εἰς κόπρον ἡμέρας μʹ, ἢ ὅσον βούλει. Εἶτα πάλιν στρέψον αὐτὸ ἐν τῷ κλοκίῳ τῷ ὑελίνῳ, καὶ ἀνάσπα | |
20 | ὡς πρότερον· καὶ ὅταν ἀποσταχθῇ τὸ ἥμισυ τοῦ ὑγροῦ, ἀνοίξας τὸ κλο‐ κίον, στρέψον πάλιν τοῦτο ἐν αὐτῷ· καὶ τοῦτο ποίησον ἄχρι φορῶν εʹ. Εὑρήσεις δὲ τοῦτο τὸ σημεῖον ἐν αὐτῷ, οὐχ ὡς πρότερον ἀποσ‐ τάζον, ἀλλ’ ἀνειμένως καὶ βραδέως. Μετὰ δὲ τὴν εην φορὰν δέχου ἅπαν τὸ σταχθὲν ἐν | |
25 | βικίῳ· καὶ τὸ ἐναπομεῖναν ξηρὸν ἐν τῷ κλοκίῳ θὲς ἐν μαρμάρῳ· καὶ | |
τρίψας τοῦτο μετὰ τοῦ ἐξ αὐτοῦ σταχθέντος ὑγροῦ, καὶ ἔασον ψυγῆναι | 455 | |
2.456 | ἐν σκιᾷ· καὶ τοῦτο ποίει ἕως ἂν πίῃ ἅπαν τὸ ὑγρόν· καὶ ἐν τῷ τρίβειν καὶ ποτίζειν αὐτὸ εὑρήσει ὅτι λευκάνεται· καὶ ἡ λευκότης αὕτη ὑπάρ‐ χει σύμβολον τῆς ἐρυθρότητος. Δεῖ δὲ τοῦτο λευκανθῆναι καλῶς. Εἶθ’ οὕτω θὲς αὐτὸ τὸ λευ‐ | |
5 | κανθὲν ἐν βικίῳ ὑελίνῳ· καὶ θὲς πάλιν εἰς αὐτὸ ἀπὸ τοῦ ὕδατος τῆς ἀσβέστου ὅσον μέρη γʹ· τοῦτο δὲ ἔστω μέρος αʹ. Καὶ ἑνώσας καλῶς, χῶσον ἐν κόπρῳ ἡμέρας ἑτέρας. Εἶθ’ οὕτως ἐκβαλὼν, ἀνάσπα, καὶ δέχου τὸ ὑγρὸν, καὶ στρέ‐ ψον τοῦτο ἐν αὐτῷ, καὶ ἀνάσπα ἐκ δευτέρου· καὶ δέχου ἅπαν τὸ ὑγρὸν, | |
10 | καὶ φύλαξον. Τὸ δὲ ἐναπομεῖναν ἐν τῷ κλοκίῳ εὑρήσεις τοῦτο λευκὸν, μαρμάρῳ παρεμφερές. Τοῦτο λαβὼν, ὁμοίως φύλαξον. Εἶτα λαβὼν ἀπὸ τοῦ μαρμάρῳ παρεμφεροῦς εἴδους μέρος αʹ, καὶ ἀπὸ τοῦ ὕδατος τοῦ ἐξ αὐτοῦ σταχθέντος ἕτερον μέρος αʹ, καὶ ταῦτα ὁμοῦ ἑνώσας καλῶς, θὲς εἰς ὑέλινον κλοκίον μὴ ἔχον ἄμβικα, | |
15 | ἀλλὰ σφραγίσας καὶ ἐμφράξας αὐτοῦ τὸ στόμα μετὰ σκεπάσματος μολυβδίνου καλῶς, καὶ τὸ ῥηθὲν ὑέλινον κλοκίον ἀλείψας μετὰ πηλοῦ πυριμάχου λεπτὸν ἄλειμμα. Εἶθ’ οὕτω σόφισον αὐτὸ, καὶ κτῖσον εἰς φουρνάκιον ὡς τὸ τοῦ ῥοδοστάγματος· καὶ ἀντὶ πυρὸς ἀνθράκων, ἅψας λύχνον, θὲς | |
20 | ὑποκάτω αὐτοῦ. Καὶ εἰ μέν εἰσι τὰ ἔνδον ἀνὰ οὐγγίαν αʹ τὸ καυ‐ θὲν, ἤγουν ἐξ ἀμφοτέρων οὐγγ. δύο, χρεία ἐστὶν ἅπτειν τὸν λύχνον ἡμέρας ζʹ, ἤγουν νυχθήμερα ζʹ. Καὶ εἰ μὲν τὸ εἶδος ὑπάρχει ὅσον τὸ ἥμισυ, λοιπὸν ἁψάσθω ἡμέρας δʹ, εἰ δὲ δον, ἡμέρας βʹ. Καὶ μετὰ τὰς ζʹ ἡμέρας, ἀνοίξας τὸ ἄγγος, καὶ τὸ εἶδος ἰδὼν πησσό‐ | |
25 | μενον, ἐπίθες πάλιν ἀπὸ τοῦ πεφυλαγμένου ὕδατος ἑτέραν οὐγγίαν αʹ ὡς τὸ πρότερον. Εἶτα ἅψας τὸν λύχνον ἡμέρας ὅσας εἴρηται, | |
οὕτως ἔσω ποιῶν ἄχρις θʹ φορῶν. | 456 | |
2.457 | Εἶτα ἀνοίξας, εὑρήσεις τὸ γεγονὸς ξανθὸν πεπηγμένον ἔχοντα στάθμην τῆς προσθήκης πάσης ἧς ἐξ ἀρχῆς ἔθηκας εἰς φορὰς θʹ, ἕως τέλους, οὐγγ. ιʹ. Τοῦτο λαβὼν, ἔχε· καὶ ἐξ αὐτοῦ λαβὼν μέρος αʹ, ὅσον | |
5 | οὐγγ. αʹ. Εἶθ’ οὕτω κατασκευάσας διὰ τοῦ πυρὸς, ἤγουν διὰ τῆς τοῦ λύχνου θερμάνσεως, πότισον αὐτὰ θʹ φορὰς, καὶ πάλιν διὰ τοσαύτης στάθμης μετὰ τοῦ θείου ἐλαίου ὡς ἐποίησας μετὰ τοῦ θείου ὕδατος. Εἰς δὲ τὴν ὑστάτην φορὰν, ἤγουν τὴν θην, μέλλεις λαβεῖν | |
10 | ἔλαιον ἐπὶ τοῦ διπλοῦ· καὶ ἅψητον λύχνον δυνατώτερον. Εἶθ’ οὕτως εὑρήσεις τὸ ξηρίον τετελειωμένον, τῇ χροιᾷ ὀξυπόρ‐ φυρον. Τρίψας δὲ αὐτὸ, φύλαξον καλῶς. Ὅτε δὲ Θεοῦ εὐδοκοῦντος θελήσεις τὴν αὐτὴν πεῖραν εἰς φῶς ἀγαγεῖν, λαβὼν ἄργυρον καθαρὸν ὅσον οὐγγ. αʹ, καὶ τοῦτον χωνεύσας | |
15 | ἐν πυρὶ, θὲς ἀπὸ τοῦ ῥηθέντος ξηρίου εἰς αὐτὸν ὅσον στάθμην κο. ἑνὸς, καὶ εὑρήσεις χρυσὸν, λάμποντα καὶ φοτίζοντα τῆς οἰκουμένης τὰ | |
πέρατα. | 457 |