TLG 4331 001 :: HIEROTHEUS :: Ἱεροθέου περὶ τῆς ἱερᾶς τέχνης (e cod. Paris. B.N. gr. 2249, fol. 94r) HIEROTHEUS Alchem., fiq Hierotheus Alchem. et Poeta Ἱεροθέου περὶ τῆς ἱερᾶς τέχνης (e cod. Paris. B.N. gr. 2249, fol. 94r) Citation: Volume — page — (line) | ||
2.450(9t) | ΙΕΡΟΘΕΟΥ ΠΕΡΙ ΤΗΣ ΙΕΡΑΣ ΤΕΧΝΗΣ | |
10 | 〈Λαβὼν〉 σιδήρου στομωμένου μέρος αʹ, στίμεως ἰταλικοῦ μέρος αʹ, πάντα λείωσον καὶ νιτρελαίῳ, κατασπῶν ἔχε καὶ ἴσῳ αὐτοῦ χαλκῷ ἰταλικῷ χώνευε· καὶ ῥινίσας ποίει μάλαγμα σὺν χρυσῷ, καὶ ἔασον ἡμέρας γʹ, καὶ λάβε θείου μέρος αʹ, μύσεως μέρος αʹ, λείωσον· καὶ λαβὼν τὸ μάλαγμα, στρῶσον, ἐπίστρωσον αὐτὸ, καὶ κατάσπα· καὶ τοῦ‐ | |
---|---|---|
15 | τον λαβὼν μέρη γʹ, χρυσὸν μέρος αʹ, χώνευσον καὶ εὑρήσεις ὃ ζητεῖς. Εἰ δὲ βούλει βέλτιον γενέσθαι, οἰκονόμησον τὸ μάλαγμα καὶ ταρίχευσον ἀφρόνιτρον, ἕως οὗ γένηται ῥευστὸν 〈ὡσ〉 ὑδράργυρος· | |
τοῦτο αἰθάλιζε ζʹ, καὶ διχοτόμησον εἰς δύο μέρη· καὶ τὸ μὲν ἓν μέρος | 450 | |
2.451 | εἰσάγαγε ἐν τῇ σήψει, ἕως οὗ γένηται ὕδωρ, τὸ δὲ ἄλλο ἥμισυ σύμμι‐ ξον αὐτῷ χρυσῷ τὸ τρίτον αὐτοῦ μέρος καὶ χαλκοῦ ἰταλικοῦ καὶ σιδή‐ ρου κατασπασθέντος κατὰ τῆς πρώτης συντάξεως τὸ ϛον μέρος. Ταῦτα πάντα λειῶν, πότιζε τῷ ὕδατι τῆς ὑδραργύρου ὃ ἔλυσας, καὶ πα‐ | |
5 | ρόπτα. Οὕτω ποίησον ἕως οὗ ἀναλωθῇ τὸ ὕδωρ, καὶ σύμμιξον αὐτῷ ὀλίγον θεῖον, ἵνα διαδύῃ τὸ φάρμακον, καὶ εἴσκρινε. Οὕτως οἰκονόμει ἕως οὗ γένηται κιννάβαρις. Τοῦτο χρῶ, συνεργοῦντος Ἐμμανοὴλ τοῦ ζωαρχικοῦ, τοῦ θεοῦ λόγου, καὶ ἀπαύγασμα τοῦ ἁγίου πνεύματος· αὐτὸς γάρ ἐστιν ὁ | |
10 | σωτὴρ καὶ δοτὴρ καὶ αἴτιος πάντων ἀγαθῶν. Δι’ αὐτοῦ τελεῖται τοῖς πιστοῖς καὶ ἀξίοις τοῦτο τὸ θεῖον μυστήριον, τὸ ψυχῆς ἴαμα, καὶ παν‐ τὸς μόχθου λύτρον. Ἄλλος τις τοῦτο εὑρηκὼς καὶ δοθεὶς παρὰ Θεῷ, καὶ οἰκονομῶν, καὶ τυχῶν τῶν ἐφιεμένων, δέδεται ὑπὸ τοῦ ὑψίστου Ἐμμανουὴλ, ὑπουργὸς καὶ οἰκονόμος αὐτοῦ γενήσεται ἐν ταύτῃ τῇ | |
15 | θείᾳ τέχνῃ, καὶ ἐν ἅπασι, καὶ τὸ δέκατον μέρος εἰς οἰκοδομὴν τῶν ἁγίων ἐκκλησιῶν, καὶ εἰς περιποίησιν πτωχῶν, ὑπέρ τε αὐτοῦ καὶ ὑπὲρ τῶν ἐμῶν ἀναγκῶν ἐγκλημάτων ποιήσαντος καὶ μέσον βίου διάγεσθαι, ἵνα ἀφθόνως ἡ ὕπαρξις αὐτοῦ γενήσεται, καὶ μήτε χρημάτων καὶ ὑψαυ‐ χίαν καὶ δαψιλῶν πραγμάτων κομίσειεν, μηδὲ πενίαν αὖθις ἐνδεί‐ | |
20 | ξηται, τὸ χαλεπὸν πάθος καὶ ἀνίατον, μᾶλλον δὲ λάμπων καὶ πλουτῶν ἐν θείαις ἀρεταῖς καὶ ἁγναῖς πράξεσιν, ἐν ταπεινοσοφροσύνῃ καὶ ἐλεη‐ μοσύνῃ, καὶ ἀγαπῇ ἀνυποκρίτῳ λιταῖς ποιούμενος ὑπὲρ ἐμοῦ τοῦ ταῦτα ἀφθόνως καὶ ἁπλῶς ἐκθήσαντος, ἵνα τύχωμεν ἄμφω τῆς ἀκηράτου καὶ αἰωνίου βασιλείας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· ἧς γένοιτο τυχεῖν πάν‐ | |
25 | τας ἡμᾶς δι’ ἐντεύξεων καὶ λιταῖς τῆς παναμώμου καὶ θεοτόκου Μα‐ ρίας, καὶ Ἰωάννου τοῦ τρισμάκαρος καὶ προδρόμου, ἅμα τε καὶ τῆς ἀκηράτου ὁμηγύρεως τῶν θείων ἀποστόλων προφητῶν τε αὖθις καὶ | |
πάντων τῶν ἁγίων γένοιτο· ἀμήν. | 451 |