TLG 4329 003 :: PHILOSOPHUS ANONYMUS :: Ἀνεπιγράφου φιλοσόφου περὶ τῆς θείας καὶ ἱερᾶς τέχνης φιλοσόφων (e codd. Venet. Marc. 299, fol. 181r + Paris. B.N. gr. 2329,fol. 180v)

PHILOSOPHUS ANONYMUS Alchem.
(A.D. 7/8)

Ἀνεπιγράφου φιλοσόφου περὶ τῆς θείας καὶ ἱερᾶς τέχνης φιλοσόφων (e codd. Venet. Marc. 299, fol. 181r + Paris. B.N. gr. 2329,fol. 180v)

Source: Berthelot, M., Ruelle, C.É. (eds.), Collection des anciens alchimistes grecs, vol. 2. Paris: Steinheil, 1888 (repr. London: Holland Press, 1963): 433–441.

Citation: Volume — page — (line)

11tΑΝΕΠΙΓΡΑΦΟΥ ΦΙΛΟΣΟΦΟΥ
12 Τὸ ὠὸν τετραμερές ἐστιν κατὰ φύσιν ἐκ τῶν εἰρημένων συγ‐ κείμενον μορίων. Εἰσὶν οὖν αἱ πᾶσαι διαφοραὶ τῶν γενικῶν ποιήσεων ρλεʹ, ὧν οὔτε πλείονας, οὔτε ἥττονας τῶν ἐνδεχομένων ἔστιν ἰδεῖν,
15ἐπὶ τῆς τῶν εἴδει ἢ γένει μιᾶς ἀληθεστάτης ὕλης τῆς κατὰ τῶν τεσσάρων ἢ εʹ βιβλίων χωρούσης τιμιωτάτων τῆς ἐπιστήμης ἀργύ‐
ρου, χρυσοῦ, μαργάρων, λίθων τε καὶ πορφύρας. Εἰδικαὶ δὲ ὑπάρ‐433

2

.

434

χουσι μέθοδοι πλείους, πρὸς τὴν τῶν μετιόντων εὐμέθοδον ἢ καὶ ἀμέθοδον· ὧν ἔνιοι καὶ παρ’ ἡμῶν ἀνεγράφησαν· αἱ δὲ καθ’ ἕκαστα καὶ ἄτομοι πάντως καὶ ἄπειροι, καθὼς ἔστιν εὑρεῖν ἀπειρίαν ἀτόμων. Ὥσπερ δὲ τεσσάρων ὄντων μουσικῶν γενικωτάτων στοχῶν,
5Α Β Γ Δ, γίνονται παρ’ αὐτῶν τῷ εἴδει διάφοροι στοχοὶ κδʹ, κέντροι καὶ ἶσοι καὶ πλάγιοι, καθαροί τε καὶ ἄηχοι 〈καὶ παράηχοι〉· καὶ ἀδύνατον ἄλλως ὑφανθῆναι τὰς κατὰ μέρος ἀπείρους μελωδίας τῶν ὕμνων ἢ θεραπειῶν, ἢ ἀποκαλύψεων, ἢ ἄλλου σκέλους τῆς ἱερᾶς ἐπιστήμης, καὶ οἷον ῥεύσεως ἢ φθορᾶς ἢ ἄλλων μουσικῶν παθῶν
10ἐλευθέρας, τοῦτο κἀνταῦθα ἔστιν εὐρεῖν τὸν δυνατὸν ἐπὶ τῆς μιᾶς καὶ ἀληθοῦς κυριωτάτης ὕλης, τῆς ὀρνιθογονίας. Καὶ τὸ αὐλούμενον ἅπαν ἢ κιθαριζόμενόν ἐστιν ἢ ἀπὸ τῶν τεσσάρων συγκείμενον στοχῶν, ἢ ἀπὸ τῶν τριῶν, ἢ ἀπὸ τῶν δύο μόνων, ἢ ἐξ ἑνός. Καὶ ὅταν ἐκ τῶν τριῶν ὑπάρχῃ συγκείμενον, ἐξ
15ἀνάγκης ἐστὶν ἢ ἀπὸ ἐνὸς, καὶ δύο, καὶ τριῶν, ἢ ἀπὸ δύο καὶ τεσσάρων καὶ ἑνός· ἢ ἀπὸ τεσσάρων καὶ ἑνὸς, καὶ δύο. Καὶ ὁπό‐
ταν ᾖ ἀπὸ δύο συγκείμενον τὸ μέλος πάντως, ἢ ἀπὸ ἑνὸς καὶ δύο434

2

.

435

ἐστὶν, ἢ ἀπὸ δύο καὶ τριῶν, ἢ ἀπὸ γʹ καὶ δʹ, ἢ ἀπὸ τεσσάρων καὶ ἑνὸς, ἢ ἀπὸ ἑνὸς καὶ γʹ ἢ ἀπὸ δύο καὶ τεσσάρων, ἢ ἀπὸ ἑνὸς καὶ δύο. Καὶ ὅταν δὲ ἀπὸ μόνου συντεθῇ στοχοῦ ἑνὸς, ὁμολο‐ γούμενον ἢ ἀπὸ ἑνός ἐστιν ἢ ἀπὸ δύο ἢ ἀπὸ τριῶν ἢ ἀπὸ τεσσά‐
5ρων· καὶ ἄλλως εἶναι ἀδύνατον καὶ ἐξ ἑνὸς τῶν εἰρημένων σκελῶν· καὶ παρὰ ταῦτα οὐκ ἔστιν. Οὕτω κἀνταῦθα λογιστέον ἐπὶ τῆς καθ’ εἱρμὸν ἐπιστήμης· καὶ τὸ ἀδύνατον ἐκδέχεσθαι δεῖ ἐξ ἀνάγκης ἐν ταῖς παρατροπαῖς. Καὶ ὃν τρόπον ἐπὶ τῶν μουσικῶν τὸ σόλοικον ὁρᾶται καὶ τοῦ
10μέλους τὸ πάθος, εἴ τις ἀπὸ ἑνὸς στοχοῦ ἀρξάμενος ἀθρόως ἐπὶ τῶν τριῶν ἢ τῶν ἐπέκεινα δράμοι, καὶ τοὐναντίον, ἢ ἀπὸ δύο πρὸς τέσ‐ σαρα, εἰ τύχοι, καὶ ἀνάπαλιν καὶ τούτων ἀπὸ καθάρου πρὸς κέντρον· καὶ τὸ ἐναλλὰξ τῶν πλαγίων καὶ τῶν ἴσων ὑπεριδὼν, ἢ ἀπὸ ἑνὸς κέντρου πρὸς δύο, ἢ γʹ ἢ δʹ κέντρου, ἢ ἀπὸ ἴσου πρὸς ἶσον, ἢ ἐκ
15πλαγίων πρὸς πλάγιον, ἢ ἀήχου πρὸς ἦχον, ἢ παράηχον ἑαυτῷ, ἢ γʹ ἤ τινος τῶν λοιπῶν 〈ἢ〉 τοὐναντίον· πολλὴ γὰρ ἐπὶ τούτων ἁπάν‐ των καὶ τῶν ὁμοίων ἐστὶν ἡ διάστασις καὶ ὑψηλοταπεινότης, καὶ φθοραὶ καὶ νεκρώσεις ἐν ἅπασι ταῖς ἐπηρείαις εὑρίσκονται ταῖς τοι‐ αύταις.
20Διότιπερ οἰκεῖα οἰκείων ὑπερέχειν ἔφασαν οἱ διδάσκαλοι τῆς435

2

.

436

ἐπιστήμης ἐκείνης ἐπὶ παντὸς στοχοῦ τῶν κυρίως κέντρων τοῦ ἑαυ‐ τοῦ μεσοκέντρου καὶ τῶν ἐπέκεινα καθαρῶν τοῦ ὑστερουμένου κέν‐ τρου, καὶ τὸν τρίτον τοῦ δευτέρου ὁμοίως, καὶ τὸν τρίτον τοῦ τετάρτου. Καὶ μεγίστας καὶ ἀτάκτους τὰς ἐμβάσεις καὶ ἀποβάσεις
5τῶν στοχῶν ποιούμενος ἐπὶ τῶν μελωδιῶν γέλωτα πλεῖστον ἕνεκεν τῶν εἰρημένων καρπίζεται παθῶν, καὶ παρὰ τῶν ἐπιστημόνων ἀξίως ὅσοι περὶ παθῶν ἡμᾶς ἐκδιδάσκουσιν λόγοις σαφῶς. Οὕτω κἀνταῦθα φυλακτέον τὴν ἀταξίαν ἐν πᾶσι τοῖς εἰρημένοις. Εἰ γὰρ τῆς ἀπομελανώσεως ἢ ξανθώσεως ὀστράκων ἅψεται, τῆς τῶν
10λεκίθων ἰώσεως ἢ ἄλλης αὐτῶν οἰκονομίας, μὴ κατὰ πόδα βαδίσας ἢ πρὸ λευκώσεως αʹ ἢ βʹ ἢ γʹ τῶν μερῶν ἢ τοῦ παντὸς ἄρξηται τῆς ἰώσεως αὐτῶν, ἢ τῶν ὁμοτεριζόντων, ἢ ἀπὸ τῶν ἠλέκτρων ἀρχόμενος, ἀθρόως ἄρξηται τοῦ ξανθοῦ ἢ τὴν αʹ ὑδράργυρον ὑπερι‐ δὼν τὴν διὰ τῶν ἀμβύκων ἐπὶ τὴν μέσην ἢ τὴν ἐσχάτην βαδίσοι,
15ἢ τὰς λειώσεις τελῶν τὰς πρώτας, εὐθέως τὰς τελευταίας ἐργά‐ σαιτο, ἢ τὸ ἐναλλὰξ τῶν εἰρημένων ἁπάντων, ἢ ἄλλο τι δράσοι παρὰ τὴν δέουσαν τάξιν, ἐπιζήμιον ἕξει τῆς αὐθαδείας τὸ ἔργον, καὶ λέγωτος ἄξιον.
[Οὐχ] ὥσπερ δὲ ἐπὶ τῶν μορίων τῆς ὕλης ἔφαμεν τὰς εἰρη‐436

2

.

437

μένας διαφορὰς τῶν ποιήσεων ἕνεκεν τῆς αὐτῶν διαιρέσεως, οὕτω καὶ ἐπὶ τῶν οἰκονομιῶν δυνήσεταί τις μέν· τοὐναντίον γὰρ ἔστιν ἰδεῖν ἐπὶ τῆς καθ’ εἱρμὸν οἰκονομίας ἓν τὸ εἶδος καὶ μίαν οὐσίαν τὴν φύσιν αὐτῆς. Ἔνθεν ὁ ἱερώτατος Ζώσιμος ὑπομνηματίζων τὸ
5«μιᾶς φύσεως νικώσης τὸ πᾶν», καὶ «ἑνὸς ὄντος τοῦ φυσικοῦ, ἀλλ’ οὐκ εἴδους, ἀλλὰ τέχνης». Εἰ δέ τις καλεῖν ἐθέλοι τὰ εἴδη τῶν κδʹ στοχῶν ἓξ ἔχειν καὶ μόνον γενικὰ, καθαρὸν, πλάγιον, ἶσον, κέντρον, ἢ ἄηχον, ἢ παράηχον, ὡς διαιρούμενα εἰς αʹ καὶ βʹ καὶ γʹ καὶ δʹ καλείτω. Περὶ γὰρ τῶν τοιούτων οὐ πρόκειται λέγειν ἡμῖν
10ἀρτίως. Ὁμοίως καὶ περὶ χυμευτικῆς ὕλης καὶ εἴδους τὰ παρα‐ πλήσια τοῖς βουλομένοις ἔξεστιν ἐννοεῖν, ἑνικωτάτην μὲν ὕλην, τὸ ἁπλῶς, χιμευτικὸν δὲ εἶδος, τὴν ἁπλῶς οἰκονομίαν ὡς τὸν ἁπλῶς στοχὸν, ἤτοι ἀπλῶς ὄργανον μουσικόν· ὑποβεβηκυῖαν δὲ καὶ γενι‐ κὴν ὕλην τὸ τῶν χηνείων καὶ τὸ τῶν κατοικιδίων, καὶ εἴδη ὑποβε‐
15βηκότα, τὸ διὰ πυρὸς, τὸ ἄνευ πυρὸς, τὸ διὰ τῶν ἀμφοτέρων. Ταὐτὸν γὰρ καὶ ὑπάλληλα γένη τυγχάνουσιν· ὡς αὕτως καὶ ἐπὶ τῆς μουσικῆς γενικὰ μὲν καὶ εἰδικά εἰσιν ὄργανα καὶ μέρη τῆς ἐπιστήμης, τό τε ναυστὸν καὶ τὸ αὐλητικὸν, καὶ τὸ κιθαρικὸν καὶ
ἡ τετρακτὺς τῶν στοχῶν. Εἴδη δὲ τούτων καὶ γένη τῶν ὑποβεβη‐437

2

.

438

κότων ἓξ μὲν ἐπὶ τῆς ἐπιστήμης, ἅτινά εἰσιν καθαρὸς, πλάγιος, ἶσος, κέντρος, ἄηχος καὶ παράηχος. Ὄργανα μὲν κιθαρικὰ τὰ πολλὰ τοῖς εἴδεσιν διαφέροντα· ἔστι γὰρ πλινθίον τὸ διὰ τῶν λβʹ, λύρα ἡ διὰ τῶν ἐννέα, ἀχιλλιακὸν, τὸ
5διὰ καʹ ἐπαγωγῆς, ψαλτήριον τὸ διὰ τῶν ιʹ ἢ ἔλαττον, ἢ λʹ ἣ μʹ ἢ πλεῖον, τὸ ἀπὸ γʹ ἢ δʹ ἢ εʹ. Καὶ τὸ διὰ τῶν λβʹ τό τε οἰκεῖον τῶν θείων δυνάμεων πλινθίον, ὅπερ κυρίως ἁρμόττει ψυχαῖς, καὶ πρὸς σωματικῶν δυνάμεων φιλίαν, ὅπερ ἀνήκει μᾶλλον τοῖς σώμασιν· αὐλητικὸν, διὰ χαλκοῦ μὲν, τὸ καλούμενον μέγιστον ὄργανον ψαλ‐
10τήριον, καὶ χειρόργανον, καὶ καβιθακάνθιον ἑπτὰ δακτύλων, καὶ πανδούριον, τὸ νάδιόν τε καὶ σάλπιγξ, καὶ κορνίκες· ἄνευ δὲ χαλ‐ κοῦ, μονοκάλαμον, δικάλαμον, πολυκάλαμον, καὶ ῥὰξ τετρώρεον καὶ τὸ πλάγιον. Ναυστὰ δὲ καλοῦμεν ἢ κύμβαλα χειρῶν, ἢ ποδῶν, ὀξύβαφά τε χαλκὰ καὶ ὑέλινα. Καὶ τὸ σύνθεμα τὸν ἐκ πλειόνων
15μετάλλων· ὅπερ ὁ ἐννοῶν τὴν τῶν κδʹ 〈στοχῶν?〉 ἐνέργειαν οἶδεν
ἀποτελεῖν.438

2

.

439

Καὶ ἔτι ἄλλο Ξενοκράτης ὁ θεῖος δέδωκεν· τῶν δὲ χηνίων καὶ τῶν ἡμεροπόρων τέσσαρα πάλιν εἴδη, καὶ ὑποβεβηκότα τυγχάνουσιν, λευκὸν καὶ ξανθὸν, ὑμὴν καὶ τὸ ἔλικτρον. Κἀντεῦθεν αἱ κατ’ εἶδος διαφοραὶ τῶν ποιήσεων ἐδείχθησαν μιγεῖσαι τῇ ἐπιστήμῃ, καθὼς αἱ
5εἰρημέναι διαφοραὶ τῶν στοχῶν καὶ τῶν μελωδιῶν τὰ εἰδικώτατα εἴδη. Ὥσπερ γὰρ τοῖς μέρεσι τῆς χυμευτικῆς ὕλης ἡ τέχνη συγγενομένη καὶ πολλὰ καὶ διάφορα τῶν ποιήσεων τὰ εἴδη ἀπέδειξεν, οὕτω καὶ τὸ τῆς μουσικῆς θεοδώρητον ἀγαθὸν, τοῖς ὑλικοῖς μιγνύμενον εἴδεσιν, πλείονας εἰδῶν διαφορὰς ἀπεκύησεν.
10 Ὅτι οὐ μόνον ξηρίον εἰσὶν αἱ εἰρημέναι διαφοραὶ, ἀλλὰ τοσαῦται κατ’ εἶδος καὶ ὑγρῶν καὶ ξηρῶν καὶ μέσων ἀπογεννῶνται ποιήσεις. Πασῶν γὰρ τῶν εἰρημένων ἐν ξηρίοις κατ’ εἶδος δια‐ φορῶν ἰσαρίθμους εὑρήσομεν ἐξ ὑγρῶν καὶ μέσων φαρμάκων διαιρέσεις, ἀνασπωμένων δι’ ὀργάνων, καὶ μὴ ἀνασπωμένων, ἀλλ’ ἢ διὰ ῥάκους
15ἐκθλιβομένων ἢ ἑτέρως πως ἐξυδαρουμένων· ὡς καὶ τοῦτο τοῖς ὑλικοῖς ἑνούμενον στερεοῖς καὶ μέσην ἀποτελοῦν τὴν κρᾶσιν μετὰ τὴν ἴωσιν, αὖθις ἐκλειούμενον, καὶ λίαν ὑγρὰν ἔχει τὴν ὕπαρξιν. Οὐ γὰρ μόναι αἱ δύο μοῖραι τῶν ὠῶν ὑδραργυρίζεσθαι δύναιντο, ῥευστῆς ὑπαρχούσης φύσεως, κατὰ τὸ πλέον τὴς οἰκείας γενέσεως, ἀλλὰ καὶ αἱ πρῶται δύο
20ξηραὶ, κατὰ τὸ πλεονάζον ὑπάρχουσαι φύσεως, ὑδραργυρίζεσθαι οὐκ ἀδυνατοῦσιν· ὡς καὶ πᾶν σῶμα φυσικὸν ἐκ τῶν τεσσάρων στοιχείων κεκραμένον ἔχον τὴν ὕπαρξιν, ἀνίσως ἢ ἴσως.
Ἐκμυζοῦνται οὖν καὶ ἀπὸ τῶν στερεῶν οὐσιῶν τὰ ὑγρὰ, ὡς κἂν439

2

.

440

εἴσφορα ἐλάχιστα ὦσιν, ἢ διὰ τῶν ἀμβύκων, ὁμοίως τοῖς κατὰ τὸ μᾶλ‐ λον ὑγροῖς ἐκ χυδαίου κεκραμένοις, ἢ σβεννύμενα τοῖς κατὰ φύσιν ὑγροῖς, καὶ χρόνῳ σηπόμενα καὶ ἀναλυόμενα, ἅπερ καὶ διχαζόμενα οἰκονομοῦνται διὰ τοῦ γερανίου ἢ ἄνευ τοῦ μασθωτοῦ· καὶ μίγνυν‐
5ται ἀλλήλοις τὰ μέρη τὰ συμφυῆ, τό τε σεσηπός φημι καὶ τὸ ἄσηπτον. Καὶ εἰ μὲν ἐξ ὑγρῶν μόνων ἐθέλοι καταβαφὴν κατεργάσασθαι τῇ σήψει τούτων, οὐκ ἐπάγει τὴν λείωσιν, ἀλλὰ ὕδωρ ὕδατι μιγνὺς τε‐ λειοῖ τὸ φάρμακον, τὰς ἀποκαθημένας στερεὰς οὐσίας αὐτῶν ἀποδιελὼν, καθὼς ὁ μέγας Συνέσιος διεσάφησεν.
10 Εἰ δὲ διὰ τὴν φύσιν μίξας τε πάλιν ὁμοειδέσιν ὑγροῖς διχάζει καὶ σήπει, καὶ ἀνασπᾷ καὶ σωματοῖ τὰ μέρη, καὶ τὸ ζητούμενον ἕξει σαφῶς. Εἰ δὲ τούτων ἑτεροῖον βούλεται φάρμακον ἐκτελεῖν, πάντα τελέσας τὰ ἐπὶ τῶν ξηρίων, ἐπ’ ἔσχατον δεῖ σε τὸ χωνίδιον ἐπαίροντα τῇ λαβίδι διὰ τῶν πλευρῶν ἰσχυρῶς, καὶ ἐκκαλύπτοντα τὸ
15πῶμα σιδήρῳ τῷ εἰς τοῦτο φιλοτεχνηθέντι, καὶ ἀποφυσήσαντα πάντα ἐκ τοῦ χωνιδίου τῶν αἰθαλῶν καταρρίπτειν κατὰ τοῦ καθαρωτάτου ὕδατος ἀποκαλύπτοντα τὸν κρατῆρα, δηλαδὴ σπόγγῳ ἢ ῥάκει καθαρῷ κάτωθεν πρὸ δακτύλου τοῦ πυθμένος ἀντεχόμενον, ἐὰν ῥάκος ᾖ ἀποκρεμώμενον ἐκ τῶν τεσσάρων οὐάτων τῆς ὑελῆς ἢ ὀστρα‐
20κίνης κρατηρίης. Ἔστω δὲ καὶ τὸ ὕδωρ καθαρὸν, ἢ ὑέτιον, ὑλιστόν· ἐπὰν γὰρ τὸ ὕδωρ ἀκάθαρτον ᾖ, εὐθὺς ὁ λίθος μιαίνεται. Δεῖ οὖν καὶ τὸ ὕδωρ καὶ τὰς χεῖρας πάντοτε καθαρὰς ἔχειν, διὰ τὸ τοῦ λίθου ἐλευθέριον. Ἔπειτα ἀνασπάσαντες αὐτὸν ἐκ τοῦ ὕδατος χερσὶ καθαραῖς,
25οἱ μὲν διὰ τοῦ ἑαυτῶν στόματος ἀναρροφῶντες αὐτὸν ἐφέλκονται, ὃ κατέπιεν ὑγρόν. Εἶτα σπόγγῳ ἐπάνω καὶ ὑποκάτω συγκαλύψαντες
θερμοβάριον μικρὸν τιθέασιν, ἵνα τῇ ἰδίᾳ ἑαυτοῦ φύσει ὁ σπόγγος ἐφελ‐440

2

.

441

κύσῃ ἐκ τοῦ λίθου τὸ ὑγρὸν, δηλονότι τοῦ σπόγγου χειμῶνος ὥρῃ εὐκράτῳ θερμαίνοντες. Ἔπειτα λαβόντες αὐτὸν, τιθέασιν κατὰ τοῦ χωνιδίου τοῦ αὐτὸν ἀραιώσαντος, προφυσήσαντες ἀκριβῶς τὴν αἰθάλην· καὶ ἐῶσι κεῖσθαι μέχρις ἂν ἀποψυγῇ, δηλαδὴ τῆς θέρμης τοῦ χωνιδίου
5ἀνιμωμένης τὸ ὑπολειφθὲν τοῦ ὕδατος. Αἱ δὲ ἀρχαιότεραι γραφαὶ τὸ ἐπάνω τοῦ χωνιδίου ὑποκάτω κε‐ λεύουσι τίθεσθαι, δηλονότι τοῦ ἔχοντος τὸν λίθον (?) τοῦ ὑποκάτω. Ἄλλοι δὲ ἑνὶ τῶν τριῶν μόνον ἀνιμῶνται τὸ ὑγρὸν τοῦ λίθου ἢ στόματι, ἢ σπόγγῳ ἢ τῷ ἰδίῳ χωνιδίῳ.
10 Ἐπ’ ἂν δὲ πάλιν ἄλλους ἀραιῶσαι βούλωνται, ἐκκακκαβίζουσι τὴν κρατηρίαν πάντα τὰ σύνεγγυς ἀσφαλισάμενοι διὰ τὴν ἀφιπταμένην αἰθάλην· καὶ οὕτως ἰσχυρῶς ἀποφυσῶσιν ἐκ τῆς κρατηρίας πᾶσαν τὴν εἰς τὸ βάθος αἰθάλην, καὶ καθάραντες καὶ ἀναζωοπυρήσαντες πάντας τοὺς ἄνθρακας καὶ προσαναπληρώσαντες ἐς ἄλλων προκεκαθαρμένων
15τοὺς λείποντας. Δεῖ σε γὰρ καὶ τούτους ἔχειν ἐν ἑτοίμῳ, μάλιστα ἐν ταῖς ἀραιώσεσιν καὶ βαφαῖς, ἵνα μὴ ὁ χρόνος παρασυρόμενος ἐν τῇ τού‐ των ἀπεκπυρώσει ἀνωμάλως, ὥσπερ ἔφην, ἐνέγκῃ τὸν λίθον. Ὅταν οὖν ἀναπληρώσωσι καλῶς, τὸ τηνικαῦτα ἀραιοῦσι μέχρις ἂν αὐτοῖς ἀρεστὸν ᾖ. Καὶ οὕτως μὲν ἡ ἀραίωσις.
20 Ἀλλ’ ἐρεῖ τις· «Δεῖξόν μοι καὶ ἐκ τῶν ἀρχαίων γραφῶν ὅτι οὕτως ἔχει.» Ἄκουσον πρώτου χυμευτοῦ. «Λαβὼν, φησίν, λιθοπυ‐ ρίτην, πύρωσον ἐπ’ ἀνθράκων, ἕως, φησὶ, γένηται τῷ πυρὶ ὅμοιος· καὶ ἀνελόμενος, κατάβαψον εἰς ὕδωρ ψυχρὸν, καὶ βάλε αὐτῷ τῷ δακ‐ τύλῳ σου σίαλον· καὶ ἐὰν αὐτὸ ἀναπίῃ, καλῶς ἐπυρώθη· καὶ τότε
25εἰς τὴν βαφὴν κατάθες.»441