TLG 4329 002 :: PHILOSOPHUS ANONYMUS :: Ἀνεπιγράφου φιλοσόφου κατὰ ἀκολουθίαν χρήσεως ἐμφαῖνον τὸ τῆς χρυσοποιίας συνεπτυγμένον σὺν θεῷ (e cod. Venet. Marc. 299, fol.79r) PHILOSOPHUS ANONYMUS Alchem. Ἀνεπιγράφου φιλοσόφου κατὰ ἀκολουθίαν χρήσεως ἐμφαῖνον τὸ τῆς χρυσοποιίας συνεπτυγμένον σὺν θεῷ (e cod. Venet. Marc. 299, fol.79r) Citation: Volume — page — (line) | ||
3t | ΤΟΥ ΑΥΤΟΥ ΑΝΕΠΙΓΡΑΦΟΥ | |
---|---|---|
4t | ΦΙΛΟΣΟΦΟΥ ΚΑΤΑ ΑΚΟΛΟΥΘΙΑΝ ΧΡΗΣΕΩΣ ΕΜΦΑΙΝΟΝ | |
5t | ΤΟ ΤΗΣ ΧΡΥΣΟΠΟΙΙΑΣ ΣΥΝΕΠΤΥΓΜΕΝΟΝ ΣΥΝ ΘΕῼ | |
6 | Ἐπεὶ δὲ περὶ τῶν τῆς χρυσοποιΐας συνεπτυξάμεθα θεωρημάτων· πρότερον, περὶ τῶν αὐτῆς διαληψόμεθα τοὺς κορυφαίους τινὰς εἶναι φάσκοντες. Πρῶτος τοίνυν Ἑρμῆς ὁ Τρισμέγιστος προσαγορευόμενος ἀναφέρεται, προσενεγκάμενος τὴν ἐπωνυμίαν διὰ τὸ κατὰ τρεῖς τινας τῆς | |
10 | δυνάμεως ἐνεργείας τὴν παροῦσαν ποίησιν γινομένην, ἀλλὰ καὶ τῶν ἔξω ταύτης κατὰ τρεῖς διεστώσας τῶν ὄντων οὐσίας ἀνακρῖναι, οὗτος πρῶτος γενόμενος συγγραφεὺς τοῦ μεγάλου τούτου μυστηρίου, ἀκό‐ λουθον ἔσχεν Ἰωάννην ἀρχιερέα γενόμενον τῆς ἐν εὐαγίᾳ τυθίας καὶ | |
τῶν ἐν αὐτῇ ἀδύτων. | 424 | |
2.425 | Μετὰ τοῦτον Δημόκριτος τρίτος ἀνεφάνη περιβόητος φιλόσοφος ἐξ Ἀβδήρων μὲν, τῶν δὲ πρὸ αὐτοῦ ὑποφητῶν ἀγαθώτατος. Μετὰ τοῦτον Ζώσιμός τις πολυμαθέστατος ἐπιφημίζεται. Οὗτοι οἰκουμενικοὶ πανεύφημοι φιλόσοφοι καὶ ἐξηγηταὶ τοῦ Πλά‐ | |
5 | τωνος καὶ Ἀριστοτέλους, διὰ διαλεκτικῶν δὲ θεω‐ ρημάτων, Ὀλυμπιόδωρος καὶ Στέφανος, οἵ τινες ἔτι σκεψάμενοι καὶ τὰ περὶ τῆς χρυσοποιΐας μεγάλα ὑπομνήματα μετὰ μεγίσ‐ των ἐγκωμίων συνεγράψαντο, πιστωσάμενοι τοῦ μυστηρίου τὴν ποίησιν. | |
10 | Τούτων ἡμεῖς ἐντυχόντες τὰς πανσόφους βίβλους, ἐκ πείρας καὶ τριβῆς κατανοήσαντες, τὴν τῶν ὄντων λεγομένην περίνοιαν ἀνα‐ μιμνήσκομεν ἑαυτοῖς ὡς ἀναγκαῖα καὶ ἀληθῆ εἰσιν. Ὥσπερ εἰ μο‐ λιβδάσημός τις χαλκοῦ ἐμυσταγώγησαν· σύμφωνοι γὰρ ἅπαντες κατέστησαν, τὰ περὶ μολιβδοχάλκου διαγεγραφότες, καὶ ἐπεκκλησίᾳ | |
15 | τὰ περὶ μολιβδοχάλκου δὲ κηρύξαντες· ἐν οἷς μετὰ πεῖραν καὶ τρι‐ βὴν, καὶ τὴν τῆς ὕλης διάκρισιν ὑπόμνησιν ποιούμεθα, παρακελευό‐ μενοι ἑαυτοῖς ἀπέχεσθαι πάντων ὁμοῦ τῶν τὴν καυστικὴν δύναμιν ἐχόντων, ἀπό τε πυρὸς καὶ θείου· καὶ πάντων ἀρσενίκων ἡ ἐπιμιξία καὶ σφοδρότης πᾶσαν βλάβην καὶ ἀποτυχίαν ἐργάζονται· προσδέχεσ‐ | |
20 | θαι πάντα εἰ μὴ ἐξιδιάζοντος ὑγρὰν δύναμιν ἔχοντα, πρός τε μίξιν καὶ στοιχείωσιν καὶ τὴν τοῦ μολίβδου σύγκρασιν· σύγκρασιν γάρ | |
φασιν ἣν καὶ συνουσίωσιν ἡμεῖς καλοῦμεν, πρῶτον μὲν διὰ χωνευ‐ | 425 | |
2.426 | τηρίου γενομένην, ὕστερον δὲ καὶ ματτομένην καὶ πλυνομένην. Ἐπείπερ καὶ μαγνησίαν ταύτην ἔνθεν ἐτυμολογοῦσιν ἐκ τοῦ ἀναμίγνυσθαι καὶ μάττεσθαι κατὰ μίαν οὐσίαν καὶ συνουσίωσιν γινομένην τῆς συγ‐ κράσεως. Μάξις δὲ καὶ παντὸς καὶ πάσης καθ’ ὑγρῶν καὶ ὑγροῖς | |
5 | γίνεται, ὡς καὶ τὰ πλυνόμενα μάττεσθαι λέγεται, ἢ πῆλος ὁμοίως καὶ ὡς αὕτως, ἢ λίνα καὶ μετάξια λευκαινόμενα. Διὸ καὶ ὁ μέγας Ὀλυμπιόδωρος ἐν μεγάλῃ καταφάσει ἀποφηνά‐ μενος ἀναγράφει ὡς τοῖς ὑγροῖς ἐπιστεύθη τὸ μυστήριον τῆς χρυσοποιΐας, καὶ ἐν παραδείγμασιν μυρίοις καὶ ὑποτυπώσεσι πλείοσι | |
10 | διὰ ῥείθρων καὶ ῥευμάτων καὶ ῥεύσεων, καὶ ἀπορροιῶν καὶ πλύσεων τῆς καλουμένης ταριχείας καὶ ἀσκήσεως. Ἀναγράφουσι τὴν τοῦ μυστηρίου οἰκονομουμένην τελετὴν εἰς μίαν μὲν ἤτοι καὶ τὴν αὐτὴν ἀναστρέφοντες διάνοιαν τοῦ γίνεσθαι τὰς οὐσίας ἰὸν χρυσοῦν, ὃν ποιῶν φασὶ ποιεῖ, ὁ δὲ μὴ ποιῶν ἰὸν οὐδὲν ποιεῖ. Παχέων γὰρ ὄντων τῶν οὐσιῶν, ἀραιώδη καὶ | |
15 | πνευματικὰ γίνεται, εἰς λεπτὸν μεταβαλλόμενα καὶ ἐξαλλοιούμενα διὰ | |
τῆς ἐν ἀλλήλοις περιχρίσεως, καὶ ἀλληλούχου κατοχῆς. Συγκιρνώμενα | 426 | |
2.427 | γὰρ καὶ ἐν ἀλλήλοις περιχριόμενα, ἑαυτά τε διαφθείρει, καὶ ἄλληλα πάλιν ἀναγεννᾷ, ὥσπερ καὶ αὐτὸς Δημόκριτος, ὡς πρὸς ἡμᾶς καὶ βασιλέα προσφωνῶν, φησί· «τοῦτο δὲ γίνωσκε, βασιλεῦ, καὶ ἡμεῖς ἄρχοντες, καὶ ἱερεῖς, καὶ προφῆται, ὅτι εἰ μή τις τὰς οὐσίας καταμάθοι | |
5 | καὶ τὰς οὐσίας κεράσοι, καὶ τὰς εἴδη νοήσει, καὶ τὰ γένη συνάψει τοῖς γένεσιν, εἰς μάτην κάμνει καὶ εἰς ἀνόνητα μοχθεῖ· ἀλλήλαις γὰρ αἱ φύσεις χαίρουσιν, καὶ ἀλλήλαις τέρπονται, καὶ ἀλλήλαις φθείρουσι, καὶ ἀλλήλας ἀποστρέφονται, καὶ ἀλλήλας πάλιν γεννῶσιν. Πρὸς ἃ καὶ νῦν ἡμᾶς δεῖ ἀναστρέφοντας συννοεῖν ὅτι τὰς οὐσίας | |
10 | ἐκελεύετε μαθεῖν, καὶ τὰς οὐσίας κεράσαι, ἀντὶ τοῦ εἰπεῖν αὐτὰς τὰς ἀρχικὰς καὶ ἀκατεργάστους τῶν χυτῶν φύσεις, ὡς γένη τῶν εἰδῶν προϊσταμένας αὐτὰς δεῖ κεράσαι, καὶ οὐχὶ τὰ πάντων παράγωγα εἴδη. Τὰ γὰρ εἴδη, φησὶν, δεῖ νοεῖν ὅτι ἅπαξ κατεργασθέντα τοῦ εἶναι γένη ἐξέπεσαν, ἀπολέσαντα τὴν οὐσιώδη αὐτῶν ἰδιότητα δικαίως ἐν ἐπανα‐ | |
15 | λήψει· μετὰ τὸ εἰπεῖν τὰς οὐσίας κεράσαι, ἐπιφέρει λέγων· «καὶ τὰ γένη συνάψαι τοῖς γένεσιν». Οὐκοῦν τὰ μὲν εἴδη νοοῦντας παρατρέχειν, τὰ δὲ γένη λαμ‐ βάνοντας αὐτὰ συνάψαι κατὰ τὰς πρωτουργοὺς αὐτῶν καὶ ἀκατερ‐ γάστους οὐσίας συγκιρνωμένας. Ἡ γὰρ φύσις, φησὶ, τῇ φύσει χαίρει, | |
20 | καὶ ἡ φύσις τῇ φύσει τέρπεται, ὡς μιᾶς πρὸς μίαν σύνδρομον ἐχούσης τὴν σύγκρασιν, καὶ ἀνεμποδίστως ἀναπτομένης καὶ συνου‐ σιωμένης· τὰ γὰρ παράγωγα ἤδη διαγενόμενα παρεμποδίζεται ἐκ | |
τῶν προσυμμίξεων συνουσιοῦσθαι, καὶ ἐντεῦθεν συνκιρνᾶσθαι οὐ δύναται, | 427 | |
2.428 | οἷον ἡ λεπὶς τοῦ χαλκοῦ ἢ ὁ ἰὸς τοῦ χαλκοῦ καλούμενος ἰατρικῶς κεκαυμένος, χαλκοῦς ἴδιος ὦν τοῦ χαλκοῦ καὶ ἐκ τοῦ γένους αὐτοῦ κατεργασθεὶς παρεμποδίζεται καὶ συγκιρνᾶσθαι καὶ συνουσιοῦσθαι οὐ δύνανται. Τοιοῦτον δὲ καὶ ἡ λιθάργυρος καὶ ἡ καδμία καὶ τὸ ψι‐ | |
5 | μύθιον, ἴδια ὄντα τῆς μολίβδου, καὶ αὐτὰ ἕκαστον παρεμποδίζεται συγκιρνᾶσθαι καὶ συνουσιοῦσθαι οὐ δύνανται καὶ τὰ ἀπὸ μολίβδου γενόμενα. Μόλιβδος δὲ πρὸς μόλιβδον οὐ παρεμποδίζεται συγκιρνᾶσ‐ θαι, οὐδὲ μὴν μόλιβδος κατὰ χαλκοῦ ἐπιβαλλόμενος. Κἀντεῦθεν μεγάλην διάγνωσιν ηὕραμεν, ὅτι τῶν οὐσιῶν ἡ | |
10 | σύγκρασις γίνεται καὶ τῶν γενῶν ἡ συναφὴ, οὐχὶ δὲ καὶ τῶν εἰδῶν, ὡς κατὰ τόπον ὄντας ἡμέτερον εἰδέναι ὅτι οὐσίας καὶ γένη καὶ φύσεις καθ’ ἑνὸς σημαινούσας ἤγαγεν ὁ φιλόσοφος. Διὰ γὰρ τοῦ λέγειν «τὰς οὐσίας κεράσαι», καὶ «τὰ γένη συνάψαι τοῖς γένεσιν», καὶ ὅτι «ἀλλήλαις αἱ φύσεις χαίρουσιν», παραδίδωσιν ὡς καθ’ ἓν | |
15 | σημαινόμενόν ἐστιν οὐσία καὶ γένος καὶ φύσις· ὡς ἐξ ἀνάγκης δεῖ μαθεῖν πρῶτον τὰς φύσεις, τὰ γένη, τὰ εἴδη, τὰς συγγενείας, τὰς συμπαθείας, τὰς ἀντιπαθείας, τὰς κράσεις, τὰς διαστάσεις, τὰς φιλιώσεις, τὰς ἔχθρας, τὰς ἀποστροφὰς, καὶ εἴ τι τοιοῦτον, καὶ οὕτως ἐπὶ τὸ προκείμενον σύνθεμα ἐλθεῖν, ὡς ὁ ἀγαθώτατος Δημό‐ | |
20 | κριτος ταῦτα συγκεφαλαιούμενός φησιν. Οὐδὲν γὰρ ἀγνοεῖν χρὴ ὅτι κατὰ συμπάθειαν φυσικὴν ὁ μαγ‐ | |
νήτης λίθος τὸν σίδηρον ἕλκει πρὸς ἑαυτὸν, οὐδὲ ὅτι κατὰ ἀντιπάθειαν | 428 | |
2.429 | τὸ σκόροδον προστριβόμενον κατὰ τὸν μαγνήτην κωλύει αὐτὸν τῆς τοιαύτης φυσικῆς ἐνεργείας. Εἰ δὲ καὶ σύγκρασις γίνεται ὕδατος πρὸς οἶνον ἀναχεομένου, ἐλαίου δὲ πρὸς ὕδωρ διάστασις, οὐ τὰ κατὰ συμ‐ πάθειαν φυσικὴν ἔχοντα πρὸς ἄλληλα καταλιμπάνοντες, τὰ κατὰ | |
5 | ἀντιπάθειαν ἐλαμβάνομεν. Κατὰ συμπάθειαν οὖν φυσικὴν, καὶ κατὰ συγγένειαν οὐσιώδη πάντα τὰ χυτὰ συγκιρνᾶται καὶ συνουσιοῦται φιλικῶς περιχαροῦντα ἐν ἀλλήλοις, καὶ σώζοντα τὴν οἰκείαν συνύπαρξιν. Καὶ κατὰ ἀντι‐ πάθειαν καὶ ἔχθραν καὶ ἀποστροφήν· πάντα δὲ τὰ θετὰ φυσικῶς, εἰ | |
10 | καὶ πάντα τὰ χυτὰ διαφθείρει τῶν τοιούτων τὴν ὕπαρξιν· ὃ καὶ προείπομεν πάντων τούτων ἀπέχεσθαι. Προσλαμβάνει δὲ· «τὰ χυτὰ σώματα ἀλλήλοις χαίροντα, καὶ ἐν ἀλλήλοις ἐπισπώμενα»· ἐπείπερ καὶ ὡς ἐν ἀφορισμῷ ὁ πολυμαθέστατος Ζώσιμος ἐκφανέστατά φησιν. Αὐτὸ γὰρ τὸ μυστήριον τὸ τῆς χρυσοβαφῆς, σώματα ὄντα, πνεῦμα | |
15 | γίνεται, ἵνα ἐν ταῖς καταβαφαῖς τοῦ πνεύματος βάψῃ, καὶ μὴ ἐπε‐ νέγκῃ ἐπισταθμίαν. Ὡς ἐμάθομεν ἤδη ὅτι σώματα κατὰ τὴν σύγκρασιν τοῦ μολιβ‐ δοχάλκου ὑδραργύρῳ κατηγλαϊσμένα πνεῦμα γίνεται, ἀνθ’ ὧν καὶ πρότερον ἐξυδατοῦται, καθεψεῖται καὶ διὰ ῥεύσεως τῆς κατὰ τὴν | |
20 | ταριχείαν καὶ ἄσκησιν τῆς κατ’ αὐτὸ ἅμα γενομένης, μεταβάλλει | 429 |
2.430 | καὶ ἐξαλλοιοῦται ἐκ τοῦ σώματος πεφυκέναι εἰς ἀσώματον ὑπερ‐ φυίαν, ἐκ τοῦ μολιβδοχάλκου χρώματος, ἐπὶ τὸ χρύσοπτον πάντα γίνεται. Οὕτω γὰρ καὶ περὶ τούτου τρανότερον ὁ θεῖος Ὀλυμπιόδωρος | |
5 | ἐκ τῶν ἡνῶν εὐμαρῶς τοῦ χρυσορυχήτου περιάγων τὸν ῥοῦν, ἐν μικρο‐ λόγῳ φησί· «χαλκὸς, μόλιβδος, ἐτήσιος λίθος» ἐξ ἧς οὖν ὁμο‐ ρευστήσαντος ποιεῖ τούτοις τὴν διὰ πυρός· δι’ ὧν καὶ νῦν σημειού‐ μεθα ὅτι διὰ τοῦ λέγειν τὸ «〈χαλκὸσ〉 μόλιβδος, ἐτήσιος λίθος» παραδίδωσιν δι’ αὐτῶν γίνεσθαι τὸ πᾶν τοῦ μυστηρίου, καὶ αὐτὸ | |
10 | διὰ πυρός· τὸ γὰρ «ἐξ ἴσου ὁμορευστήσαντα», οὐχ ὕλης προσθή‐ κην ὑποβάλλει, ἀλλὰ τὴν τῆς ὕλης ῥεῦσιν· διὰ γὰρ τοῦ λέγειν «ὀμορευστήσαντα», δείκνυσιν ὅτι τῶν τριῶν ἅμα καὶ κατ’ αὐτὸ γινομένων ῥεῦσαι ποιεῖν δεῖ. Καὶ πρότερον τὸ ἐξ ἴσου προκείμενον συγκεφαλοίωσιν ἔχει, ὅτι οὐχὶ τὸ μὲν ἓν ῥεῦσαι ποιεῖν χρὴ, ἢ τὰ | |
15 | δύο μόνα, ἀλλ’ ἐξ ἴσου ὁμοῦ τὰ τρία ἐν μιᾷ συγκράσει γενόμενα. Διὰ γὰρ τοῦ λέγειν «ὁμορευστήσαντα», τοῦτο δείκνυσιν, τὸ ὁμοῦ καὶ κατ’ αὐτὸ ἅμα ἑξῆς δεῖ ποιεῖν ῥεῦσαι αὐτά· τότε γὰρ καὶ χρύσοπτα πάντα ποιεῖ, ἐν οἷς ἐπιβληθήσεται ἢ ἐπιχρισθήσεται. Καὶ μὴ ἀπιστῆν τοῦτο, ἀλλ’ ἐπισημειώσασθαι ὅτι ὡς μίαν | |
20 | κατὰ φύσιν τὴν ὕλην, καὶ τὴν μέθοδον τῆς οἰκονομίας ἀπεφήνατο. Ἐπὰν | 430 |
2.431 | γὰρ «χαλκὸς, μόλιβδος» τὸν μολιβδόχαλκον, ὡς ὕλην ὑποκειμένην ὑπογράφει. Καὶ γὰρ, ὥς φησιν ὁ Δημόκριτος, «πολλὴν συγγένειαν ἔχει ὁ μόλιβδος πρὸς τοὺς ζωμούς.» Καὶ πάλιν· «ἐπὰν γὰρ τῆς φύσεως, φησὶ, τῆς μολίβδου μετάσχῃ, ἄφευκτον εὑρίσκεται· ὡς κἀντεῦθεν | |
5 | ἐπίμνησιν δεῖ λαμβάνειν ὅτι διὰ τοῦτο φεύγει ἡ διὰ μόνου τοῦ χαλκοῦ κατασκευαζομένη βαφὴ, διὰ τὸ μὴ μετέχειν τῆς φύσεως τῆς μολίβδου οἰκονομίας.» Διὰ τοῦ λέγειν «χαλκὸς, μόλιβδος», τὴν ὕλην γινομένην ὑποβάλλει. Διὰ δὲ τὸ ἐπιφέρειν «ἐτήσιος λίθος», τὴν δι’ οὗ γίνεται περιουσίαν δηλοῖ. Πᾶν γὰρ γινόμενον δι’ ἄλλου πάντως γίνεται· | |
10 | κατ’ αὐτὸ γὰρ οὐδὲν γίνεται· γενόμενον δὲ δι’ ἄλλου πάντως γίνεται. Καὶ οὐκοῦν ὁ ἐτήσιος λίθος «δι’ οὗ γίνεται ὁ μολιβόχαλκος» προστί‐ θεται. Τί δὲ οὗτός ἐστιν; κατ’ οὐσίαν. Καὶ διὰ τί «λίθος» νῦν ἐπισκέ‐ ψασθαι χρὴ, ἵνα μὴ λήθης βυθοῖς περιπίπτοντες, διαλάθοιμεν τὸ σημαι‐ νόμενον. | |
15 | Εἰώθασι τοίνυν οἱ ἀρχαῖοι τὰ πολλὰ ἐκ παραθέσεως ἐξαγγέλλειν· ὡς καὶ ὧδε κατὰ παράθεσιν διαγορεύουσι, λίθον καλοῦντες, διὰ τὸ λιτὸν μὲν εἶναι αὐτόν. Οὐδὲ γὰρ ὡς δένδρον τι δρᾶν καὶ ἐκφύειν δύναται· ἀλλ’ ὅτι ἀεὶ λιτὸς μένει οἷον ἁπλοῦς κατὰ τὴν τῆς φύσεως περιουσίαν· καὶ ἀναβάλλει ταύτην λίθος, διὰ τὴν ἁπλῆν αὐτοῦ ἰδιότητα. Οὐ γὰρ | |
20 | καθ’ αὑτὴν μένουσα ἡ φύσις τοῦ θείου ὕδατος δρᾶν τι δύναται, ἀλλὰ μετὰ ἄλλων συντιθεμένη τῶν σύνθετον ἐχόντων τὴν οὐσίαν, τότε δρᾷ καὶ ποιεῖ, καὶ τὰ μεγάλα ταῦτα ἐργάζεται· Ἔοικε γὰρ τὰ στερεὰ | |
σύνθετα εἶναι, καὶ εἰ μὴ ταῦτα συμπλακείη τοῖς ὑγροῖς, οὐδὲν ποιεῖν | 431 | |
2.432 | δύναται, τοῦ δημιουργοῦ θείου τὸ σόφισμα τοῦτο ἐξευρόντος, ἵνα τὰ στερεὰ διὰ τῶν ὑγρῶν γίνωνται. Οὐκοῦν ὁ ἐτήσιος λίθος διὰ τὸ λιτὸν τῆς ἁπλῆς αὐτοῦ περιου‐ σίας, λίθος λέγεται, κατὰ τροπὴν τοῦ Θ στοιχείου εἰς τὸ Τ γραφό‐ | |
5 | μενον· καὶ διὰ τὸ δρᾶν καὶ ποιεῖν μέλλειν, ὑγρᾶς εἶναι φύσεως προφέ‐ ρεται, ἵνα καὶ διαλύσῃ καὶ ὁμορευστήσῃ, καθὼς εἴρηται, ὅτι ὁμορευσ‐ τήσαντα χρύσοπτα πάντα ποιεῖ. Ἐὰν γὰρ καὶ, ὡς αὖθις εἴρηται, αὐτὰ καθ’ ἑαυτὰ τὰ στερεὰ φύσει ἄρευστά εἰσι, ῥεῦσαι οὐ δύνανται ἐὰν μὴ τοῖς ῥευστοῖς διαλυθῇ, ἢ ἐξυδατωθῇ. Συνήκατε πάντως ὑμεῖς ὅτι | |
10 | κατὰ παράθεσιν καὶ ἀντίφρασιν λίθος ἑρμηνεύεται ὁ ἐτήσιος, ὁ σίδηρος, ὁ ἄργυρος καταφαινόμενος; Τοῦδε τοῦ ἐτησίου ὄνομα καὶ Συνέσιος πρὸς Διόσκορον διερμηνεύων σαφῶς τὸ θεῖον ὕδωρ ἐξεφώνησεν. Καὶ ἀναστρέψαι χρὴ πρὸς τὰ ὁμορευστήσαντα λέγειν τὸν φιλόσοφον [καὶ] διασκοπῆσαι ὅτι ὁμορευστῆσαι θέλει ῥευμάτων χρείᾳ | |
15 | δυναμένων ἀποχρῆσθαι· ἐπεὶ καὶ πλύνεσθαι συντεθεώρηται, ὡς ἐκεῖνος ὁ Τρισμέγιστος Ἑρμῆς ἀναφέρεται παρὰ τοῖς μεγάλοις ἐκείνοις ἐξη‐ γηταῖς, ἀπ’ αὐτῆς τῆς ῥήσεως ἀναγράφουσιν. Ὡς καὶ μᾶλλον Ὀλυμπιόδωρος λέγων· «Ἄρχεται ἡ ταριχεία ἀπὸ μηνὸς μεχεὶρ εἰκάδος πέμπτης ἕως μεσωρὶ εἰκάδος πέμπτης»· καὶ συναπτόμενος | |
20 | πάλιν· «ὅσα ἂν δύνῃ ταρίχευσαι καὶ πλύναι ὡς ἀφῆσαι αὐτὰ ἐν ἄγγεσιν ἀποκείμενα· ὅσα δύνασαι ποιῆσαι ποίησον, ποίησον διὰ τοῦ | |
ἀναδιπλασιάζειν τὰς καταφατικὰς ἀποφάσεις, πιστούμενοι ὅτι οὕτως | 432 | |
2.433 | δεῖ ποιεῖν, καὶ ταριχεύειν, καὶ πλύνειν, καὶ ἐναφῆναι τοῖς ἄγγεσιν ἀποκείμενα, καὶ μὴ προαρπάζειν ἀπὸ τῆς ταριχείας, καὶ ἔτι θερμὸν ἀποκενοῦν, ἀλλὰ ἐναφίειν ἕως περιψυχθῇ διὰ τὴν τοῦ ἀέρος συνερ‐ γίαν. | |
5 | Καὶ ἐξ ἐτυμολογίας τὰ πολλὰ λέγει ὁ ἀρχαῖος, ἐπισυρόμενος τὴν ἀνάπτυξιν. Κἀνταῦθα γὰρ τὸ ταριχεύειν ἐκ τοῦ τὰ ῥεῖθρα χεύειν ἀναπτύσσεται· ἐπεὶ καὶ συνπακούει τὸ πλύνειν, δηλούσης τῆς σηνεκ‐ φράσεως, ὅτι κατὰ τὰς πλύσεις τὰ ῥεῖθρα χεῖται, ἵνα καθαίρηται τὸ σύνθεμα ἐκ τῆς ἀσκήσεως τοῦ κατὰ τὸν φιαλοβωμὸν ῥυπαινόμενον· | |
10 | τόπον γὰρ τῆς λεγομένης ταριχείας καλεῖ Ζώσιμος ἐν τῇ περὶ ἀρετῆς. | 433 |