TLG 4329 001 :: PHILOSOPHUS ANONYMUS :: Ἀνεπιγράφου φιλοσόφου περὶ θείου ὕδατος τῆς λευκώσεως (e cod. Venet. Marc. 299, fol. 78r) PHILOSOPHUS ANONYMUS Alchem. Ἀνεπιγράφου φιλοσόφου περὶ θείου ὕδατος τῆς λευκώσεως (e cod. Venet. Marc. 299, fol. 78r) Citation: Volume — page — (line) | ||
2.421(6t) | ΑΝΕΠΙΓΡΑΦΟΥ ΦΙΛΟΣΟΦΟΥ ΠΕΡΙ ΘΕΙΟΥ | |
7t | ΥΔΑΤΟΣ ΤΗΣ ΛΕΥΚΩΣΕΩΣ | |
---|---|---|
8 | Ὁ πρῶτος τῆς ταριχείας τρόπος ἐστὶν ὁ τῆς τοῦ θείου λευκώσεως καθόσον ἡ χρεία καλεῖ, τοσοῦτον προδίδοται· τὸ μὲν γὰρ πολὺ | |
10 | τοῦ ὑγροῦ διαχεῖσθαι αὐτὸ ποιεῖ· τὸ δὲ ἐλλείπειν οὐκ ἐᾷ κατεργά‐ ζεσθαι. Οὐκοῦν χρὴ τὰ ὑγρὰ ἐπιβάλλειν καθόσον ἡ χρεία ζητεῖ τοῦ κατεργάζεσθαι τὸ σύνθεμα, καὶ μὴ διαχεῖσθαι μηδὲ συγκεκλεῖσθαι. Ὁ δεύτερος τῆς ταριχείας τρόπος κανονίζεται ἕως τελείας ἀποπλύσεως καὶ ἀποκαθάρσεως. Ὥσπερ γὰρ τὰ ῥυπαρὰ ἱμάτια πλύ‐ | |
15 | νεται ἕως μηκέτι ἀποβάλλει ῥύπον, ἀλλὰ καθαρὰ διαχεῖται τὰ σκάμματα, οὕτως καὶ τὸ καθ’ ἡμᾶς σύνθεμα ἐπὶ τοσοῦτον πλύ‐ νεται ἕως μηκέτι ῥύπον ἐκφέρει. Πέφυκε γὰρ ῥυπαίνεσθαι ἐκ τῆς ἔσωθεν ἀναδόσεως τῆς γεωδεστέρας καὶ παχυτέρας περιουσίας τοῦ | |
σώματος, ἐπεὶ καὶ κρίνεται, καὶ διαφορεῖται κατὰ τὴν θέρμην τοῦ | 421 | |
2.422 | πυρὸς, καὶ ἐντεῦθεν ῥυπαίνεται. Πλύνεται οὖν ἕως ἀποκαθαρθῇ πᾶς ὁ ῥύπος. Ὁ δὲ τρίτος τρόπος τῆς ἀσκήσεως κανονίζεται ὡς οἷόν τε· ὠὰ λελυμένα ὕδατι, βαλλόμενα ἐν τρουλλίῳ· τοιοῦτον γὰρ διαλελυμένον, | |
5 | γινόμενον τὸ σύνθεμα ἐκ τῆς ταριχείας ἀναλαμβάνεται, ὡς καὶ ἐν τρουλλίῳ τῷ ὑελώδει πλώματι· καὶ σφαιροῦται καὶ συνίσταται, καὶ κατ’ αὐτὸ ἀφίεται ὥρας ἓξ, σημειουμένων ἡμῶν, ἵνα μὴ καπνισθῇ. Ὅθεν καὶ ἐν τόπῳ πολυφώτῳ ὁ βωμὸς τῆς ἀσκήσεως γίνεται, ἵνα μὴ διαλανθάνῃ καπνίζων. Ἔστι δὲ καὶ ὁ βωμὸς σωληνοειδὴς, | |
10 | ὄρθιος, διπλοῦς πρὸς τὰ κάτω μὲν τοὺς ἄνθρακας ὑπο‐ φυσῶν, πρὸς τὰ ἄνω δὲ τὸ σύνθεμα ἐπιδεχόμενος ἐπὶ διπλώματος ἐγκείμενον, τὰ ἐν μέσῳ δὲ διαπνεόμενον, ἵνα μὴ ἐκπυρωθῇ. Καὶ πρότερον ὀρθρίζοντες, τὴν λείωσιν ἐπιτείνομεν ταύτην ἕως ὡρῶν ἕξ· καὶ οὕτως πλύνοντες τὰς ἄλλας ἓξ ὥρας ὀπτῶμεν. Καὶ περιψύχεται | |
15 | κατὰ τὴν νύκτα ἕως ὄρθρου· τοῦτο γὰρ διηρμηνεύθη, ὡς ἔλεγεν Ἑρμῆς· «ὅσα δύνῃ ταριχεῦσαι καὶ πλῦναι, ἕως ἀφεὶς αὐτὰ ἐν ἄγγεσιν ἀποκείμενα, ὅσα δύνασαι ποιῆσαι, ποίησον.» Ταριχεύεται οὖν ἀπὸ χεομένων τῶν ῥείθρων κατὰ τὰς πλύσεις, καὶ ἀφίεται ἐν ἄγγεσιν ἀποκείμενα κατὰ τὴν ἄσκησιν, διὰ τὸ περι‐ | |
20 | ψύχεσθαι αὐτὸ ἔτι. Εἴπομεν γὰρ τοῦ ζωτικοῦ καὶ ἐμπύρου τὸ θερ‐ | |
μὸν καὶ ψυχρόν. Καὶ ὥσπερ ἡ γέννησις τοῦ ὀρνιθίου φαίνεται ἐκ | 422 | |
2.423 | θερμοῦ κατὰ τὸ πυρρὸν ἀποτελουμένη, διὰ δὲ ψυχροῦ [διὰ] τοῦ κατὰ τὸ λευκὸν τρέφεται, οὕτως καὶ τοῦτο τὸ σύνθεμα, (..ν καλοῦμεν τῶν φιλοσόφων), τῷ θερμῷ τὸ κατὰ τὸ πυρρῶδες ἄμφω τῆς κρά‐ σεως καὶ συνασκήσεως γεννᾶται καὶ συνίσταται· τρέφεται δὲ τῷ | |
5 | ψυχρῷ τὸ κατὰ τὸ λευκὸν καὶ ἀερῶδες διαπνεόμενον. Οὐδὲ γὰρ ἀγνοεῖν χρὴ ὅτι κατὰ τὴν σύγκρασιν, ὡς θερμὸν μὲν τὸ πυρρῶδες στερεὸν σῶμα προτεθεώρηται, ὡς ψυχρὸν δὲ τὸ ἄστηχον λευκὸν ἔν τε τῇ μολίβδῳ καὶ τῇ ἐτησίῳ, καὶ ὁμοίως τὸ θερμὸν ἔν τε τῷ θερ‐ μαίνεσθαι καὶ περιψύχεσθαι κατὰ τὰς διαστάσεις τῆς ἡμέρας καὶ | |
10 | τῆς νυκτός. Ὅρα οὖν πόσης φιλοσοφίας γέμει τὸ παρὸν ἔργον, καὶ ὅτι μετὰ τῆς τοιαύτης θεωρητικῆς καὶ ἐμφιλοσόφου παρατηρήσεως γί‐ νονται τὰ πάντα· ἀπαρατηρήτως δὲ καὶ καταφρονητικῶς οὐδὲν οὐ μὴ γένηται. Φιλεῖ δὲ καὶ Θεὸς τὸν σοφῶς συζῶντα· ἡ | |
15 | ἀμέλεια κατὰ τὴν θεόπνευστον γραφήν· «Ἀνὴρ κατοιόμενος καὶ κατα‐ φρονῶν περανεῖται οὐδέν.» Ταῦτα μὲν ὡς ἡμετέραν ἀνάμνησιν ἀνα‐ γράψαντες, τανῦν σφραγίζομεν, δοξάζοντες καὶ εὐχαριστοῦντες καὶ εὐλογοῦντες τὸν πάντα τῇ αὐτοῦ σοφίᾳ σοφῶς γενέσθαι εὐδοκήσαντα, καὶ ἡμῖν δὲ δωρησάμενον διανοεῖσθαι ἐν τούτοις Θεὸν, ἐν πατρὶ, υἱῷ | |
20 | καὶ ἁγίῳ πνεύματι προσκυνούμενον, λατρευόμενον ὑπὸ πάσης τῆς | 423 |
2.424 | αὐτοῦ κτίσεως, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων | |
ἀμήν. | 424 |