TLG 4328 012 :: PHILOSOPHUS CHRISTIANUS :: Τίς ἡ ἐν ἀποκρύφοις τῶν παλαιῶν ἐκδιδομένη τάξις (e cod. Venet. Marc. 299, fol. 124v)

PHILOSOPHUS CHRISTIANUS Alchem.
(Alexandrinus: A.D. 6)

Τίς ἡ ἐν ἀποκρύφοις τῶν παλαιῶν ἐκδιδομένη τάξις (e cod. Venet. Marc. 299, fol. 124v)

Source: Berthelot, M., Ruelle, C.É. (eds.), Collection des anciens alchimistes grecs, vol. 2. Paris: Steinheil, 1888 (repr. London: Holland Press, 1963): 415–421.

Citation: Volume — page — (line)

10tΤΙΣ Η ΕΝ ΑΠΟΚΡΥΦΟΙΣ ΤΩΝ ΠΑΛΑΙΩΝ
11tΕΚΔΙΔΟΜΕΝΗ ΤΑΞΙΣ
12 Ἀρκτέον ἔνθεν λοιπὸν τῆς ἐξ ἀδύτων πιστῆς οἰκονομίας. Λαβὼν τὴν ὀρνιθείαν γονὴν σώαν, ἀμόλυντον, ἄσπιλον, δίελε ταύτην ὡς ἐπὶ τῶν καρυκίων. Χρειώδης γὰρ ἡμῖν ἐν πολλοῖς ἡ μαγει‐
15ρικὴ τέχνη καθέστηκεν. Εἶτα ἐν δυσὶ χυτριδίοις μέρος ἑκάτερον τῶν
ὑγρῶν ἐμβαλὼν, ποίησον τὴν διὰ τῶν μασθωτῶν ὀργάνων ἐκμύζησιν415

2

.

416

ἄχρι μηκέτι ἄνεισιν ἀτμός· ἀλλὰ πᾶσα ἡ λειπομένη ἐν τοῖς πατελλίοις ἐντέριον γίνεται μέλαν καὶ ἄψυχον, καὶ νεκρὰ, καὶ ὡς εἰπεῖν ἄπνους. Μάλιστα οἱ ἀπὸ τῶν σκολιῶς ἐκδέδωκαν, ἵνα μὴ γυμνοῖς θηράσαντες οἱ τοῦ φθόνου συνήθεις μόνοι παρ’ ἑαυτοῖς εὐδαιμονοῖεν
5τὴν γραφὴν ἀπαλείψαντες. Ἔνθεν οὐ μόνον διὰ πολλῶν ὀνομάτων καὶ εἰδῶν τοῖς ἀκροαταῖς αὐτὴν διεχάραξαν, ἀλλά γε καὶ τάξεων ἀναριθμήτων ἐργασίαν παρέδωκαν, μιᾶς τῆς αὐτῆς οὔσης κυρίως τῆς ὕλης, καὶ μίας ἐνεργείας· γυμνάσαι θέλοντες φρένας τῶν νέων ὑπολείμματά τε καὶ σπέρματα ταύτης, τῷ βίῳ
10καταλιπεῖν. Χαμαιρεπῆ δὲ καὶ ἰλυσπώμενον ἔχοντες ἄνθρωποι λογισ‐ μὸν ᾠήθησαν εἶναι κατὰ τὸ πρόχειρον τὰς γραφὰς τῶν ἀρχαίων, καὶ μᾶλλον δι’ αὐτῶν ὑλομανεῖς ἐγενήθησαν. Εὐσεβέστερον δὲ κινη‐ θέντες οἱ μετ’ ἐκείνους διδάσκαλοι διὰ μιᾶς ὕλης καὶ χειρουργίας τὴν [ὕλην] ἐπιστήμην παρέθηκαν ἑτέροις, οὐδὲ τὸν φθόνον τὴν αὐτῆς
15ποιησάμενοι κρύψιν, ὧν ἐστιν Πετάσιος καὶ Συνέσιος οἱ θαυ‐ μάσιοι. Τούτων γὰρ ὁ μὲν τοῦ ἀρσενίκου ποιησάμενος μόνου καιρίαν τὴν μνήμην, πολυσχιδῶς αὐτοῦ παραδίδωσιν τὰς οἰκονομίας, αὐτὸ πρὸς αὐτὸ καλῶς μετρήσας τε καὶ συμπλέξας, ἵνα σαφῶς ἐπιδείξῃ τοῖς πᾶσιν ὅ τι τοῖς φυσικοῖς ἕπεται, καὶ αὐτὸς φιλοσόφοις βοῶσιν·
20«Ἡ φύσις τῇ φύσει τέρπεται, καὶ ἡ φύσις τὴν φύσιν νικᾷ.» Ὁ δὲ διὰ τοῦ ποντίου ῥᾶ ῥᾴστας ποιήσεις τῶν ὑδάτων ἐνέφηνεν κυρίας εἶναι
μόνας τῆς ἀληθοῦς ἐπιστήμης.416

2

.

417

Ἀλλ’ ὅμως καὶ οὗτοι κατὰ μὲν τὰς μεθόδους ἕνεκεν σαφηνείας εὐδοκιμοῦσιν, κατὰ δὲ τὴν ὕλην βραχὺ συσκιάσαντες ἐλύπησαν τοὺς ἀκροατάς. Πῶς γὰρ, οἴονται, ἦν κατὰ τὸ πρόχειρον, εἰ τὸ πόντιον ῥᾶ, ἢ τὸ ἀρσένικον τὰς τηλικαύτας ἐπαγγελίας ποιῆσαι, τῆς ὀρνιθείας γονῆς
5μόνης κατεργαζομένης τὸ πᾶν, ὡς ἐν τῇ κατὰ πλάτος δογματικῇ πλουσίως ἐδείξαμεν; Ἀλλ’ ὁ μὲν τὸ ἀρρενογόνον καὶ τὸ καθεκτικὸν, τουτέστι τὸν χαλκὸν καὶ τὸ χρυσαυγὲς ἠνίξατο διὰ τῆς τοῦ ἀρσενίκου προσηγορίας· ὁ δὲ διὰ τοῦ ποντίου ῥᾶ τὸ καθεκτικὸν ὕδωρ καὶ γόνιμον τῆς τέχνης· κατάρρυτος
10γὰρ ὁ πόντος καὶ πλῆθος ἰχθύων καὶ παροικίαν βαρβάρων, φονικὸν δέ τι χρῆμά ἐστιν χαλκὸς ἀναιρῶν τοὺς ἀπείρους αὐτῷ προσιόντας. Ὅθεν καὶ πρὸς κοίμησιν βίου ποιεῖ, διδόμενος ὀρόβου ἢ σησάμου τὸ μέγεθος, ὡς οἱ ἀρχαῖοί φασιν. Ἵνα μὴ οὖν ἄπειρος ἡ τέχνη καὶ πάντη ἄληπτος δόξῃ τοῖς πᾶσιν,
15πλατεῖά τις οὖσα κατὰ ἀλήθειαν καὶ οὐκ ἄπειρος, ἀναγκαίως ἐπὶ τὸ γράφειν ὡρμήσαμεν· καὶ ταῦτα πολὺ τῆς ἐκείνων συνέσεως ἀπολιμ‐ πανόμενοι καὶ ἀμελῶς τοῖς αὐτῶν ἐντυγχάνοντες πόνοις. Τὸ φιλάνθρω‐ πον δὲ καὶ σκοτεινὸν τῶν εἰρημένων πραγμάτων μιμήσασθαι θέλοντες, τὴς μὲν γνησίας ὕλης ἐπεδραξάμεθα, πλείοσι δὲ χειρουργίαις αὐτὴν
20ἰατρεύσαμεν, ἃς ἐμφρόνως ἀναγινώσκοντες, οὐκ ἔξω τοῦ σκοποῦ τῆς ἀληθείας ἐν πάσαις ὀφθήσονται. Μίαν γὰρ καὶ τὴν αὐτὴν διαγράφουσι μέθοδον, μέλανσίν τε καὶ λεύκωσιν, ξάνθωσίν τε καὶ ἴωσιν, μερικὴν τοῦ συνθέματος τὴν συγγάμησιν ἔχουσαν τοῦ παντὸς, ὧν ἄνευ γενέσθαι τι τῶν χρησίμων τῶν ἀδυνάτων ἐστίν.
25Ἵνα μὴ δὲ τὰ αὐτὰ καὶ ἡμεῖς τοῖς ποιοῦσι πάθοιμεν,417

2

.

418

ἄπειρον εἰσηγούμενοι ποιήσεων ὄγκον, καὶ τοῖς ὁμοίοις ἐγκλήμασι περι‐ πέσωμεν, ἐπὶ τὴν παροῦσαν ἥκομεν συγγαρφὴν, πασῶν τῶν πράξεων ὑπάρχουσαν σύνοψιν, ἐν ᾗ τὰς γενικωτάτας αὐτῶν, ὡς εἰπεῖν, ἐνεθήκαμεν, δι’ ὧν αἱ κατ’ εἶδος καὶ ὅτι ἀληθεῖς εὑρεθήσονται· διαιρετικῷ δὲ τρόπῳ
5συνήθως διὰ τὸ σαφὲς καὶ ἐνταῦθα χρησώμεθα. Τὴν γὰρ τοιαύτην μέ‐ θοδον οὐδὲν καυχήσεται φυγὼν, ὡς Πλάτωνι τῷ σοφῷ καὶ τῇ ἀληθείᾳ δοκεῖ. Καταληπτικὴ γάρ ἐστιν ἀληθείας καὶ ψεύδους. Καὶ τὰ χωλεύ‐ οντα δὲ σκέλη τῆς διαιρέσεως τοῖς ἐρρωμένοις συντάττεται, διὰ τὸ ταύτης ἀνελλειπές.
10 Μετὰ δὲ τὴν διαιρέσεως τῶν τάξεων ἔκθεσιν γραμμικαῖς δεί‐ ξεσι, καὶ αὖθις τὸν λόγον κοσμήσαντες, τὸ ἀκριβὲς ὑμῖν καὶ τοῖς νοήμοσιν ἑκατέρωθεν παραστήσομεν, τὴν ἐν ἀδύτοις ἢ ταμείοις ἱεροῖς τῶν ψυχῶν ἐμφανίζοντες ποίησιν. Τὰς μὲν οὖν κατ’ ἀριθμὸν ἀπεί‐ ρους τῇ ταυτότητι τῶν εἰδῶν συνεροῦμεν· τὰς δὲ κατ’ εἶδος πολλὰς
15τοῖς γένεσιν συλλαμβάνομεν, καὶ ταύτας ταῖς γε ἀπὸ λεκίθων, ἥν τινα σπόδιον οἱ τῆς τέχνης ὀνομάζουσιν συγγραφεῖς. Ταύτην βαλὼν ἐν θυείᾳ, λείωσον εὐτόνως, καὶ χωνοποιήσας καὶ πλύνας ὕδασι θαλαττίοις λευκοῖς, ἕως οὗ ἀφέλῃ τὴν τοῦ κεκαυμένου ἰοχάλκου μελανίαν, ἥ ἐστιν αὐτῷ λεύκωσις πρώτη καὶ ἀπομελανισμὸς
20τῶν εἰδῶν. Οὕτω γὰρ δεκτικὰ γίνεται τῶν χρωμάτων· ὥσπερ δὲ χοοποιηθεὶς ὅ ἐστιν λάχιον ὃ καλοῦσιν λαχὰν οἱ λαχωταὶ, τουτέστιν οἱ ἰνδικοβάφοι. Λοιπὸν εὐμόρφως διὰ νίτρου καὶ θερμοῦ
ὅλον ἀφίεισιν ἑαυτοῦ τὸ εἶδος τὸ αἱμωπὸν, καὶ ἐν ἀσκαλωνίτιδι γάσ‐418

2

.

419

τρᾳ λίαν ἀνατριβόμενος ταῖς χερσὶν, ὡς ἐπὶ τῶν πλυνομένων ὀσπρίων. Γενόμενος· δὲ λευκὸς, μᾶλλον δὲ ἄχρους, οὕτως ἐλαύνεται σφύραις παιόμενος ἐπὶ μυλικῶν λίθων ἐν τῇ γῇ πεπηγότων, πυκνὰ μετασ‐ τρεφόμενος ἅμα τῷ ξυλαρίῳ ἐν ᾧ ἐνεπάγη, προθερμανθείς. Εἶτα καὶ
5χρωΐζεται παρ’ αὐτὰ ζωγραφικῷ εἴδει λαμβάνον, αὐτόθι σφυροκο‐ πούμενος, ἵνα μὴ ψυγεὶς, ἀμάλακτος γένηται [ψυγεὶς] ἐκ τοῦ ἀέρος, καὶ ἀνέλπιδος γένηται τῶν βαμμάτων. Αἱ γὰρ πυκναὶ τῶν νεανιῶν καὶ συνεχεῖς αὐτῶν πληγαὶ προσφερόμεναι μαλακίζονται πρὸς τὴν εἴσκρισιν τῶν χρωμάτων καὶ τῆς κολοφωνίας τῆς ἀντικατόχου καὶ
10κόλλης αὐτῶν παραλαμβανομένης. Οὕτω καὶ ὁ χαλκὸς ὁ πανώνυμος· οὕτως ἐκλειωθεὶς, τοῖς ὠκεανείοις ἐν χρυσοκόλλᾳ πλυνόμενος ὕδασι καθ’ ὃν πολλάκις εἰρή‐ καμεν τρόπον, ἢ γερανείοις οὔροις, ἢ δρόσοις οὐρανίοις (ταὐτὸν γάρ εἰσιν τὰ εἰρημένα πάντα, μίαν ἔχοντα ἐνέργειαν), ἀπόλυσιν τὴν ἀπὸ
15τῆς νεκρώσεως τοῦ πυρὸς μελανίαν. Καὶ γίνεται λοιπὸν δεκτικὸς τῶν χρωμάτων τῆς τέχνης, σειρωθέντος παντὸς τοῦ ὑγροῦ, λευκού‐ μενος μὲν ἐν θυείᾳ τοῖς ὕδασι τοῖς λευκοῖς πρὸς γένε‐ σιν ἀσήμου καὶ μαργάρων καὶ λίθων καὶ πορφύρας, ξανθούμενος δὲ μετὰ τὴν λεύκωσιν, πρὸς γένεσιν χρυσοῦ καὶ σηρικῆς καὶ δερμάτων,
20πορφυρίου τε χρώματος εἶδος λαμβάνει μετὰ τὴν λεύκωσιν, ἐπεί‐ περ πορφύρας βασιλικῆς ἀπὸ φύκους τε καὶ ἀγχούσης. Καθόλου δὲ χωρὶς τῆς μελανώσεως, ἤτοι ἐβενώσεως, ἐπὶ παν‐ τὸς χρώματος, ἤτοι γενέσεως ξηρίου καὶ φαρμάκου, τὸ σπόδιον πλύ‐
νεται καὶ λευκαίνεται τοῖς ὁμοειδέσιν τῶν ὑποκειμένων ὑγροῖς·419

2

.

420

λευκὸν ἔχουσι μέλος ἐν χρυσοκόλλῃ ἢ λουτρῷ, ἢ ἄλλῃ τινὶ ἀσινεῖ θέρμῃ λουσαμένῃ καλῶς, ἕως ἂν μὴ ἐπιπολάσῃ τῶν ὑδάτων ἡ μελα‐ νία, ἣν καλοῦσι καὶ γραῦν. Ἐρρωμένης δὲ πάσης μορφῆς σποδοειδοῦς, ἑξῆς ἀπογραϊσθὲν τὸ κασσίτερον. Ἐὰν δὲ μηκέτι ἄνεισιν μελανία,
5ξηραίνεις ἐν ἡλίῳ τὸ σύνθεμα καὶ λειοῖς ἐν θυείᾳ, καὶ χρωΐζεις αὐτὸ λευκοῖς ὕδασι, καὶ γίνεται σφόδρα λευκότατον κηρίον, καθά φησιν ὁ τρισμέγιστος Ἑρμῆς. Τότε λοιπὸν εἶπεν· «Εἰς ἀσήμου κράσιν ἡ σύνθεσις ἄγεται, 〈καὶ〉 τοῦτο διχάζεται· καὶ τὸ μὲν αὐτοῦ σαπὲν μετὰ πλειόνων ὑγρῶν διοργανίζεται ὑδραργυριζόμενον, τὸ δὲ φυλάττεται
10ἄσηπτον, ᾥ τινι συλλειοῦται τὸ σεσηπὸς ὕδωρ. Καὶ γίνεται ξηρίον τὸ ζητούμενον ἀπ’ αἰῶνος.» Εἰ δὲ πρὸς ποίησιν χρυσοῦ μετάγειν τις ἐθέλοι, προλευκάνας ἐφ’ ὧν πρὶν διέλοι, τοῦτο ξανθοῖ, βαλὼν ὕδατα ξανθὰ, καὶ ποιεῖ κηρίον ξανθὸν, ὡς δοκεῖ τῷ Ἑρμ· καὶ τοῦτο δίχα τεμών· «ἐᾶς
15κάτω, καὶ γίνεται·» ὅπερ ἰοποιηθὲν ἄναγε δι’ ὀργάνου, καὶ μίσγεται τῷ ἀσήπτῳ· καὶ δείκνυσι τέλειον τὸ ξηρίον. Ἐπὶ δὲ τῶν μαργάρων· «λευκῷ γὰρ ὕδατι ὕδωρ λευκὸν προσβαλὼν, χαλᾶς ἐν ἄγγεσιν ὑελοῖς ἅμα τοῖς μικροῖς μαργάροις, ἢ ἀφροσελήνῳ, ἢ ἄλλῃ τινὶ ὕλῃ προσφόρῳ· καὶ παραπηλώσας στεατώσας δὲ τὰς
20συμβολὰς, κρύπτεις ἐν ἱππείᾳ ἢ ὁμοίᾳ τινὶ θερμασίᾳ· καὶ λύεται πάντως ὁ λίθος. Πήγνυται δὲ πάλιν ἐν τῷ αὐτῷ ὕδατι ἐν ἡλίῳ τοῖς ὑπὸ κύνα καύμασιν.» Ἐπὶ δὲ λίθων· «βαφῆς τὸ χρῶμα ὃ βούλει τῷ ὕδατι συνενοῖς ἅμα τῷ προσφόρῳ ἰοχάλκῳ, καὶ θερμαίνεις ἐν
ἡλίῳ· χαλᾷς ἐν τῷ βαμματίῳ, καὶ βάψεις.» Ἐπὶ δὲ πορφύρας καὶ420

2

.

421

τῶν λοιπῶν βαμμάτων· «βάλλεται καὶ ἄγχουσα καὶ τὸ φύκος ἐν ὕδασι τοῖς λευκοῖς ἀπὸ λευκῶν τυγχάνουσιν. Καὶ ὅταν τὴν χροιὰν ἐξεμέσωσιν, διχάσας αὐτὸ καὶ ἰοποιήσας ἅμα τῇ στερεᾷ οὐσίᾳ· πᾶς γὰρ ἰόχαλκος ἀπὸ στερεῶν καὶ ὑγρῶν ἔχει τὴν γένεσιν· μίξον
5δὲ ἑτέροις ὕδασιν ὁμοχρόοις, καὶ βάψεις.»421