TLG 4328 010 :: PHILOSOPHUS CHRISTIANUS :: Πόσαι εἰσὶν αἱ κατ’ εἶδος καὶ γένος διαφοραὶ τῶν ποιήσεων (e cod. Venet. Marc. 299, fol. 122r) PHILOSOPHUS CHRISTIANUS Alchem. Πόσαι εἰσὶν αἱ κατ’ εἶδος καὶ γένος διαφοραὶ τῶν ποιήσεων (e cod. Venet. Marc. 299, fol. 122r) Citation: Volume — page — (line) | ||
16t | ΠΟΣΑΙ ΕΙΣΙΝ ΑΙ ΚΑΤ’ ΕΙΔΟΣ ΚΑΙ ΓΕΝΟΣ | |
---|---|---|
17t | ΔΙΑΦΟΡΑΙ ΤΩΝ ΠΟΙΗΣΕΩΝ | |
18 | Τετραμεροῦς ὑπαρχούσης τῆς ὕλης, ὡς ἔφημεν, τῶν τάξεων λοιπὸν, αἱ μὲν ἐκ τοῦ παντὸς συνετέθησαν, αἱ δὲ ἀπὸ τῶν τριῶν | |
20 | τούτων μοιρῶν, αἱ δὲ ἀπὸ τῶν δύο μόνον, αἱ δὲ ἀπὸ μέρους ἑνός | 410 |
2.411 | εἰσιν. Καὶ τούτων αἱ μὲν ὡς ἀπὸ ὕδατος, ὑγροῦ σβεννυμένου σιδή‐ ρου, αἱ δὲ ὡς ἀπὸ ξηρῶν ὡς ἐπὶ τῶν ἰατρικῶν ξηρίων, αἱ δὲ σύν‐ θετον ἔχουσι τὴν φύσιν, ὡς αἱ μολυντικαὶ τῶν ἐμπλάστρων, καὶ τὰ ἐπιχρίσματα καὶ τὰ ζωγραφικὰ πάντα. Καὶ αἱ μὲν ὡς διὰ πυρὸς | |
5 | ὀπτουμένων τῶν εἰδῶν ἢ ἀμβυκιζομένων, ἢ ἄλλως πως τῷ πυρὶ προσομιλούντων, ἢ τελείως ἄνευ πυρὸς λειουμένων, ἢ ἐξυδαρουμέ‐ νων, ἢ ἐν ψυχροῖς ἀποτιθεμένων μετὰ τὴν ἔκλυσιν, ἢ κατὰ μετο‐ χὴν ἀμφοτέρων λειουμένης τῆς ὕλης, καὶ ἐν ταῖς τοῦ χρυσοκόλλου φλογώσεσιν ξηραινομένης, ἢ ταριχευομένης αὐτόθι, σηπομένης τε | |
10 | πολλάκις, ἢ δι’ ὀργάνου ἀνακομιζομένης ἐν ταῖς τῶν λόγων ἰόνθοις. Οὕτω γὰρ οὔτε πάντη κεχώρισται τοῦ πυρὸς διὰ τὰς πυροσχεδεῖς ἐνεργείας, οὔτε πυρὶ προσωμίλησεν. Ἐκ μὲν οὖν τοῦ παντὸς θʹ γενικαὶ ἀναφαίνονται τάξεις, τρεῖς μὲν ἄνευ πυρὸς τὸ πᾶν ἀπαρτίζουσι σύνθεμα, ξηρὸν, ἢ ὑγρὸν, ἢ | |
15 | οὐδέτερον, τρεῖς δὲ μετὰ πυρὸς ὁμοίως ξηρὸν, ἢ ὑγρὸν, ἢ μέσον ἀποτελοῦσαι τὸ φάρμακον, τρεῖς δὲ τῇ συνθέτῳ ποιήσει, ξηρὸν, ἢ ὑγρὸν, ἢ οὐδέτερον κατασκευάζουσαι σύνθεμα. Ἐκ δὲ τῶν τριῶν τῆς ὕλης μορίων λϛʹ δείκνυνται γενικαὶ τάξεις ποιήσεων, δι’ ὠμῶν, ἢ ἑφθῶν εἰδῶν, ἢ μέσων ἀπαρτιζόμεναι. Καὶ | |
20 | αἱ μὲν ἄνευ λεκίθων οἰκονομούμεναι τάξεις εἰσὶν θʹ· αὗται, δίχας πυρὸς τρεῖς ἀποτελοῦσι τάξεις φαρμάκων, ὑγρῶν, ἢ ξηρῶν, ἢ μέσων, αἱ δὲ μετὰ πυρὸς τρεῖς ὁμοίως ἑτέραι, ὑγρὰν, ἢ ξηρὰν, ἢ μέσην· αἱ δὲ διὰ τῶν ἀμφοτέρων τρεῖς πάλιν παραπλησίως χωροῦσαι. Τῶν λευκῶν δὲ 〈χωρὶσ〉 θʹ· καὶ αἱ μὲν ἄνευ πυρὸς ἀποτελοῦ‐ | |
25 | σιν τρεῖς, καθ’ ὃ εἴρηται, ξήρων, ἢ ὑγρῶν συνθεμάτων, ἢ μέσων, αἱ | 411 |
2.412 | δὲ μετὰ πυρὸς ὁμοίως τρεῖς, ἕτεραι δὲ αἱ διὰ τῶν ἀμφοτέρων ὡς αὕτως πάλιν τρεῖς. Ὅτε δὲ τῶν ὑμένων χωρὶς οἰκονομοῦνται τὰ μέρη, παραπλη‐ σίως ἐννέα τάξεις ἀποκυΐσκονται ποιήσεων γενικῶν· τρεῖς μὲν ἄνευ | |
5 | πυρὸς, ὑγροῦ, ἢ μέσου, τρεῖς δὲ μετὰ πυρὸς, καθ’ ὃ εἴρηται, τρεῖς δὲ μετὰ τῶν ἀμφοτέρων. Ὁπότ’ ἂν δὲ πάλιν ἄνευ τῶν ἐλίκτρων οἰκονομοῦνται τὰ εἴδη, εὑρήσεις ἑτέρας θʹ φαρμάκων διαφορὰς, ὑγρῶν, ἢ ξηρῶν, ἢ μέσων, ὠμῶν, ἢ ἑφθῶν ἢ οὐδετέρων, ὡς εἶναι τὰς πάσας λϛʹ. | |
10 | Αἱ δὲ ἀπὸ τῶν δύο μερῶν γινομένων τῆς ὕλης εὑρίσκονται γενικαὶ διαφοραὶ τάξεων νδʹ, ἐννέα μὲν ἐξ ὀστράκου καὶ ὑμένος, διὰ πυρὸς τρεῖς, ἄνευ πυρὸς τρεῖς, ἐκ τῶν ἀμφοτέρων ὁμοίως τρεῖς, ὑγροῦ τε, ἢ ξηροῦ, ἢ μέσου ποιοῦσαι συνθέματα· ὁμοίως ἀπὸ λευκοῦ καὶ ξανθοῦ, καθὼς εἴρηται πλεονάκις· ἐννέα δὲ παραπλησίως ἐξ | |
15 | ὀστράκου τε καὶ λευκοῦ κατὰ τὸν δεδειγμένον τρόπον· ἐννέα δὲ ἀπὸ ὑμένων καὶ λεκίθων. Καὶ πάλιν ὁμοίως θʹ ἐξ ἐλίκτρου καὶ λεκίθων· ἐννέα τε παραπλησίως ἀπὸ ὑμένων καὶ τῶν λευκῶν. Γίνονται οὖν πᾶσαι κατὰ γένος οἰκονομίαι νδʹ. Αἱ δὲ ἀπὸ μόνης μιᾶς μοίρας τῶν ὠῶν εἰσὶν οἰκονομίαι λϛʹ | |
20 | γενικαί· τρεῖς μετὰ πυρὸς, τρεῖς ἄνευ πυρὸς, τρεῖς διὰ τῶν ἀμφοτέρων, ὑγρῶν, ἢ ξηρῶν, ἢ οὐδέτερον ἀποκυΐσκουσαι φάρμακον, ἐξ ὀστράκων μόνων, ἢ ὑμένων, ἢ λευκῶν, ἢ λεκίθων τυγχάνον. Διότι ὑγρὸν τήρει τὸ φάρμακον, εἰς τέλος αὐτὸ μὴ χοοποιῶν ἢ κατὰ τὸν καιρὸν τῆς | |
καταβαφῆς ὕδατι τοῦτο ἐκκλύσας, πάλιν ἐπίχρισον τῇ σκευῇ καὶ | 412 | |
2.413 | πέταλα ἀργυρᾶ καὶ χάλκεα, καὶ πυρώσας εἰσκρίνει τὸ φάρμακον, καθὼς Ζώσιμος ἐν τῷ περὶ θείου ὕδατος διεσαφήνισεν λόγῳ· περὶ ὧν ἁπάντων σχεδὸν ἐν ταῖς πρότερον ἡμῶν σπουδαῖς ἐποιησάμεθα μνήμην. Πλὴν καθολικὸν ἔστω σοι τοῦτο παράγγελμα τὸ πᾶσαν οὐσίαν θείου | |
5 | ἀπύρου στερέμνιον φυσικὴν οὖσαν, ἡλίῳ τε προταριχεύειν καὶ πλύνειν ἐν γάλακτι, καὶ ἄνευ στερεῶν ἢ ὑγρῶν, ἴωσιν τὴν διὰ συμμέτρου θέρμης ἐκκλίνειν διὰ παντός. Καὶ πᾶν τὸ σεσηπὸς ὕδωρ γίνεσθαι χρὴ, καὶ τούτῳ τῷ ἀσήπτῳ συγγαμίζειν εἴτε ὑγρὸν, εἴτε μὴ ὑγρὸν ἄγαν, ἀλλὰ ξηρὸν ἢ μέσον ὑπάρχον. | |
10 | Μόναι τοίνυν αἱ εἰρημέναι τάξεις τῶν ποιήσεων ρλεʹ ἀναδειχθεῖσαι εἰς ἑαυτῶν μεθόδους γεννώσας προεστήσαντο, τήν τε διὰ μόνου πυρὸς, καὶ τὴν ἄνευ τελείως πυρὸς, καὶ τὴν ἐξ ἀμφοτέρων ξηρῶν, ἢ ὑγρῶν, ἢ μέσων ἀποκυΐσκουσαι φάρμακον. Αἱ δὲ λοιπαὶ κατ’ εἶδός εἰσιν ρκθ τὸν ἀριθμὸν, καὶ ἀδύνατον | |
15 | πλειόνας εὑρεθῆναι. Κἂν γὰρ εἰς ἕτερα γένη ποιήσεων ἢ καὶ εἴδη δόξῃ ἐν ἑαυτῷ καινουργεῖν ἄνευ τῶν εἰρημένων, ἐκστῆναι παντελῶς οὐ δυνήσεται τῶν δεδειγμένων ἡμῖν ἀρτίως γενῶν καὶ εἰδῶν, τάξεων δὲ κατ’ ἀριθμὸν ἀπείρους εὑρίσκων διαφορὰς, οὐδαμῶς ἰλιγγιάσεις γινώσκοντες κἂν ἐκ ποίου εἴδους ἢ γένους ὑπάρχουσιν. Αἱ γὰρ ἄτο‐ | |
20 | μοι ἐργασίαι, κἂν μοιρίαι τυγχάνουσιν ὁμοειδεῖς οὐσίαι, τὸ καινὸν διαφεύγουσιν. Ὥσπερ γὰρ ἐπὶ ἑκάστων τῶν ὄντων εἰδῶν παραπολλοί | |
εἰσι τὰ καθ’ ἕκαστον, οὕτω καὶ ἐπὶ τῆς καλῆς ταύτης φιλοσοφίας | 413 | |
2.414 | ἔστιν ἰδεῖν, πλὴν γνώριμον ἅπασι τοῖς τοιάδε φιλοσοφοῦσιν, ὅτι μία καὶ μόνη τῷ εἴδει ἡ ὕλη τῆς ἐπιστήμης ἐστίν. Καὶ ὥσπερ ἐκείνην διὰ πασῶν ὑλῶν ὁνομάζουσιν οἱ διδάσκαλοι, γυμνάζοντες ὑμῶν τὰς φρένας, οὕτω καὶ ταύτην διὰ πασῶν οἰκονομιῶν προσα‐ | |
5 | γορεύειν εἰώθασιν ταύτας, οὐ μόνον δὲ οἰκονομιῶν, ἀλλὰ καὶ ὑλῶν τὴν ὡς ἀληθῶς μίαν κατ’ εἶδος οἰκονομίαν, ἣν ὁ μεληδωνεὺς καὶ ἄγρυπνος ἀνὴρ ἐκ πασῶν, ὡς ἡ μέλιττα, καλῶς ἀνα‐ λεξάμενος ἀπὸ τῶν ἡμετέρων γραφῶν καὶ τῶν πάλαι γενναίων ἀνδρῶν νικήσει μεθόδῳ πενίαν, τὴν ἀνίαρον νόσον, διότι καὶ ἡμεῖς ταῖς τῶν | |
10 | προτέρων σοφῶν ἐπειράθημεν ἀκολουθῆσαι γραφαῖς. | 414 |