TLG 4328 009 :: PHILOSOPHUS CHRISTIANUS :: Ὅτι τετραχῶς διαιρουμένης τῆς ὕλης, διάφοροι ἀπογίνονται τῶν ποιήσεων αἱ τάξεις (e cod. Venet. Marc. 299, fol. 121v) PHILOSOPHUS CHRISTIANUS Alchem. Ὅτι τετραχῶς διαιρουμένης τῆς ὕλης, διάφοροι ἀπογίνονται τῶν ποιήσεων αἱ τάξεις (e cod. Venet. Marc. 299, fol. 121v) Citation: Volume — page — (line) | ||
11t | ΟΤΙ, ΤΕΤΡΑΧΩΣ | |
---|---|---|
12t | ΔΙΑΙΡΟΥΜΕΝΗΣ ΤΗΣ ΥΛΗΣ, ΔΙΑΦΟΡΟΙ ΑΠΟΓΙΝΟΝΤΑΙ ΤΩΝ | |
13t | ΠΟΙΗΣΕΩΝ ΑΙ ΤΑΞΕΙΣ | |
14t | ΤΩΝ ΟΙΚΕΙΩΝ ΜΕΡΩΝ, ΠΟΤΕ ΜΕΝ ΔΙΧΑΖΟΜΕΝΩΝ, ΠΟΤΕ ΔΕ | |
15t | ΣΥΜΙΙΛΕΚΟΜΕΝΩΝ ΑΛΛΗΛΟΙΣ | |
16 | Τῆς εἰς τέσσαρας μοίρας διαι‐ | 409 |
2.410 | ρουμένης, ὄστρακόν φημι καὶ ὑμένα, λευκόν τε καὶ ξανθὸν, εὐλόγως αἱ διάφοροι ἀπεκυήθησαν τάξεις, γενικαί τε καὶ εἰδικαί. Καὶ καθ’ ἕκαστα μὲν γὰρ τῇ ἀρχῇ διαιροῦσιν εἰς τὴν τῶν ὑγρῶν ἐκ τῶν στερεῶν τῇ διὰ τῶν ἀμβύκων ποιήσει τῶν ὑδάτων. Ἔπειτα ἡ ἕνωσις αὐτῶν ἐν τῇ | |
5 | θυείᾳ· καὶ πάλιν ἐν ταῖς πλύσεσι χωρισμὸν, ἕως οὗ φύγῃ, κατὰ Δημόκριτον, τοῦ στίμμεως ἡ μελανία, μετὰ δὲ ταῦτα, τὰ μέρη· καὶ τότε διχάζεται τὸ πᾶν γενόμενον φάρμακον οὐκέτι εἰς τὰ οἰκεῖα μέρη, καθάπερ τὸ πρότερον διαιρούμενον. Τοῦτο γὰρ πάντη ἀδύνατον γενέσθαι μετὰ τὴν σύνθεσιν ἐκ τῆς ἐμπλαστρώδους ἰώσεώς τε καὶ μίξεως | |
10 | ἀμφοτέρων. Εἶτα τοῦ φαρμάκου τὸ ἥμισυ πλείοσιν ὑγροῖς συνενούμενον ὡς εἰ ⸔ τῇ 𐆄 ποιεῖ τὸ καλούμενον χρυσοζώμιον ἢ ἀργυροζώμιον ἢ μελάνθιον, ὅπερ τὸ ἀλλὸ ἥμισυ περιπλακὲν ταῖς ἄγαν λειώσεσιν, ἀποτελεῖ τὸ ζητούμενον· κἀντεῦθεν ἐφάνησαν τὰ ἐκ τῶν διαιρέσεων σκέλη, καὶ τὰ | |
15 | μέρη τῆς ὕλης ἀναγκαίως μεθαρμοζόμενα. | 410 |