TLG 4328 007 :: PHILOSOPHUS CHRISTIANUS :: Ἀπορία. Τὸ ἓν ἀβύσσαιον ὕδωρ ἐν τῷ ἀριθμῷ δεικνύειν ἐθέλουσα ἡ τούτου ἐπίλυσις (e cod. Venet. Marc. 299, fol. 120r)

PHILOSOPHUS CHRISTIANUS Alchem.
(Alexandrinus: A.D. 6)

Ἀπορία. Τὸ ἓν ἀβύσσαιον ὕδωρ ἐν τῷ ἀριθμῷ δεικνύειν ἐθέλουσα ἡ τούτου ἐπίλυσις (e cod. Venet. Marc. 299, fol. 120r)

Source: Berthelot, M., Ruelle, C.É. (eds.), Collection des anciens alchimistes grecs, vol. 2. Paris: Steinheil, 1888 (repr. London: Holland Press, 1963): 407–408.

Citation: Volume — page — (line)

7tΑΛΛΗ ΑΠΟΡΙΑ
8tΤΟ ΕΝ ΑΒΥΣΣΑΙΟΝ ΥΔΩΡ ΕΝ ΤΩ ΑΡΙΘΜΩ ΔΕΙΚΝΥΕΙΝ ΕΘΕΛΟΥΣΑ.
9tΗ ΤΟΥΤΟΥ ΕΠΙΛΥΣΙΣ
10 Ἕτεροι δέ φασιν ὅτι πολυσύνθετόν ἐστιν τὸ ὕδωρ, ἀπὸ δύο μονάδων συνθέτων γινόμενον· ὡς πάντα τὰ φυσικά τε καὶ τεχνικὰ πράγματα, πλοῖον, εἰ τύχοι, καὶ οἶκος, ὡς καὶ ὁ κόσμος εἷς ἐστιν τῷ ἀριθμῷ, ἐκ πολλῶν συνιστάμενος. Διὸ καί φησιν Ἑρμῆς ὅτι πολλὰ ὄντα ἓν λέγεται. Φάσκουσιν δὲ καὶ τοῦτο πρὸς συνηγο‐
15ρίαν τοῦ λόγου τοῦ αὐτῶν οὕτως· «Τῷ ἀριθμῷ ἓν τριττὴν ἔχει τὴν σημασίαν·» λέγεται γὰρ ἓν τῷ ἀριθμῷ τὸ κατὰ συνέχειαν, ὡς τὸ δεκάπηχυ ξύλον, ὅπερ διὰ τὴν τῶν μορίων συνέχειαν ἕν ἐστι κατ’ ἐνέργειαν, δυνάμει δὲ πλείονα, διὰ τὸ ἐπ’ ἄπειρον ἐνδεχομένως τοῦτο διαιρετὸν λέγεται. Πάλιν ἓν τῷ ἀριθμῷ ὁμωνύμως ὡς ὁ ἀσ‐
20τρῷος κύων, καὶ ὁ θαλάσσιος, καὶ ὁ χερσαῖος· μίαν γὰρ ἔχουσι407

2

.

408

προσηγορίαν οἱ τρεῖς· ὁμοίως ἓν τῷ ἀριθμῷ ἐστιν καὶ ὄνομα. Καὶ ἔστιν τὸ ἁπλοῦν καὶ ἀσυνδύαστον, ὡς ἓν πνεῦμα, καὶ ψυχὴ μία, καὶ ἄγγελος εἷς. Τὸ τοίνυν θειότατον ὕδωρ τῆς τέχνης, ὅπερ «ἀβύσσαιον»
5καλεῖται παρὰ τοῦ διδασκάλου ἕν ἐστιν κατὰ συνέχειαν, σύνθετον ἐκ δύο μονάδων, καὶ οὐχ ἁπλοῦν· ὅπερ οὐκ ἀγνοῶν ἔλεγεν ὁ Ἑρμῆς ὅτι, πολλὰ ὄντα, ἓν λέγεται, ὡς δυναμένον εἰς πλείονα τῷ εἴδει καὶ τῷ ἀριθμῷ διαιρεῖσθαι, ὡς ὁ κόσμος εἷς ἐστιν. Καὶ οὐχὶ τούτοις οὐκ ἀκολουθεῖν χρεὼν ἡμᾶς τοὺς ἐθέλοντας μυστικῶς, καὶ οὐ μυθι‐
10κῶς διδάσκεσθαι τὴν ἀλήθειαν. Οὐ γὰρ οἷόν τε τὸ αὐτὸ ὕδωρ εἶναι καὶ ξανθὸν ἅμα καὶ λευκὸν καὶ μέλαν, ὥσπερ οὐδὲ τὸν αὐτὸν ἄνδρα λευκὸν ἅμα καὶ μέλανα καὶ φαιὸν, ἢ ἄλλο χρῶμα. Ἀλλ’ οὐδὲ τὸ ἓν σύνθετον ἐνδέχεται, πλείονά τε ἅμα εἶναι καὶ ἕν; Ἰδοὺ γὰρ ἄνθρωπος ἕκαστος, σύνθετος ὢν ἐκ
15ψυχῆς λογικῆς καὶ τοῦ σώματος, ἕνα τὸν ὁρισμὸν ἔχει καὶ οὐ πολ‐ λοὺς, ὅθεν οὐ δύναται πλεῖον εἴς τε ἅμα καὶ εἷς· ἢ γὰρ ἂν καὶ πλείονας ἔχει τοὺς ὁρισμοὺς, διότι ἑκάστη φύσις τὸν ἑαυτῆς ἔσωζεν ὁρισμόν. Εἰ γὰρ καὶ πλείονά εἰσιν τὰ μέρη τῶν συνθέτων, ὅθεν συ‐ νάγονται καὶ ἶσα καὶ δύνανται διαιρεῖσθαι πολλάκις. Ἀλλ’ ἕκαστον
20αὐτῶν μετὰ σύνθεσιν ἕν ἐστι καὶ οὐ πλείονα. Εἰ δὲ πλείονα εἴη, οὐκέτι εἴη τὸ σύνθετον· εἰ γὰρ ἀναλύσεις τὸν αὐτὸν ἄνθρωπον εἰς σῶμα καὶ ψυχὴν καὶ τὰ ἐξ ὧν συνετέθη, οὐχ εὑρήσεις ἔτι τὸν
ἄνθρωπον· οὐδὲν γὰρ ἐξ αὐτῶν καθ’ αὑτὸ πέφυκεν ἄνθρωπος.408