TLG 4328 006 :: PHILOSOPHUS CHRISTIANUS :: Ἀντίθεσις λέγουσα ὅτι τὸ θεῖον ὕδωρ ἕν ἐστι τῷ εἴδει καὶ ἡ λύσις αὐτῆς (e cod. Venet. Marc. 299, fol. 119r)

PHILOSOPHUS CHRISTIANUS Alchem.
(Alexandrinus: A.D. 6)

Ἀντίθεσις λέγουσα ὅτι τὸ θεῖον ὕδωρ ἕν ἐστι τῷ εἴδει καὶ ἡ λύσις αὐτῆς (e cod. Venet. Marc. 299, fol. 119r)

Source: Berthelot, M., Ruelle, C.É. (eds.), Collection des anciens alchimistes grecs, vol. 2. Paris: Steinheil, 1888 (repr. London: Holland Press, 1963): 405–407.

Citation: Volume — page — (line)

6tΑΝΤΙΘΕΣΙΣ ΛΕΓΟΥΣΑ ΟΤΙ ΤΟ ΘΕΙΟΝ ΥΔΩΡ
7tΕΝ ΕΣΤΙ ΤΩ ΕΙΔΕΙ, ΚΑΙ Η ΛΥΣΙΣ ΛΥΤΗΣ
8 Τινὲς δέ φασιν ἓν εἶναι τῷ εἴδει τὸ ὕδωρ, εἰς μέσον Δημό‐ κριτον ἄγοντες λέγοντα· «Τὸ ἓν εἶδος ποιεῖ τὴν τῶν
10πολλῶν ἐνέργειαν· ἐπεὶ καὶ τὰ πολλὰ ἑνὸς δεῖται τοῦ φυσικοῦ». Καὶ πάλιν· «Τὸ γὰρ ἓν εἶδος διαφόρως οἰκονομηθὲν διαφόρους ἕξει τὰς ἐνεργείας». Πρὸς οὓς ἐροῦμεν ὅτι καλῶς ὁ φιλόσοφος ἔγραψεν. Οὐ γὰρ περὶ τοῦ παντός ἐστιν ὁ λόγος αὐτῷ νῦν, ἀλλὰ κυρίως καὶ ἀληθῶς περὶ τοῦ ἑνὸς εἴδους. Δύναται γὰρ τὰ λευκὰ μόρια ..ν ....ʼ῀ν
15ἠρέμα φλογὶ ἀναγόμενα λευκὸν ὕδωρ ποιεῖν, λευκαίνειν τε τὸ οἰκεῖον ὑπόλειμμα· καὶ τὸ αὐτὸ σηπόμενον μετὰ τῆς λευκανθείσης τέφρας, εἶτα καὶ ἐκμυζούμενον καθεκτικὸν τῆς βαφῆς ὑπάρχειν, σφοδροτέρᾳ τε καύσει προσομιλοῦντα ξανθὸν ὕδωρ ἀποτελοῦσιν πρὸς ξάνθωσιν ἐπιτήδειον. Καὶ τὸ αὐτὸ πάλιν ἰωποιούμενον κατέχει τὰ βάμ‐
20ματα.405

2

.

406

Ἔνθεν ὁ Δημόκριτος τὸ λάβρον πῦρ ἀπηγόρευσεν ἐπὶ τῆς λευκώσεως εἰπών· «Ἀλλ’ οὐ χρησιμεύει σοι νῦν· λευκάναι γὰρ βούλει τὰ σώματα.» Χρωννυμένων ὑπό τε τῆς ἀγχούσης καὶ τοῦ φύκους διχαζόμενον τε καὶ ἰούμενον, πορφύραν ἀήττητον βάπτειν
5ἐπίσταται μαργάρους τε, καὶ ἄνευ βαφῆς ὑπάρχον λευκόν τι, καὶ ἰούμενον μαλάττει, λύει καὶ πήγνυσιν ἐν χρυσοκόλλᾳ τοὺς πλείονας ὄντας μικροὺς ἐνκατεργαζόμενον, μέγιστον· χολὰς δὲ ἰχθύων ἢ ἑτέρων ζώων δεξάμενος ἐπὶ χρώματι ξηρὰς οὔσας, ἢ δρακόντιον αἷμα, ἢ ἄλλο ἕτερον εἶδος βάπτειν λίθους κρυστάλλους καθαροὺς
10ὄντας ἐκ πάσης αἰτίας ποιοῦν σμαράγδους τε καὶ λυχ‐ νίτας, καὶ πλείονας ἑτεροειδεῖς ἐν χωνίοις δυσὶ κρυπτομένους ἐπ’ ἀμφρακίων, ἄχρις οὗ πυρωθῶσιν, καὶ διψῶντες ῥοφήσουσιν τὸ βαφικὸν ὕδωρ ἐν λεκάνῃ ῥιφέντες. Ὁμοίως δὲ καὶ ἡ λέκιθος πρὸς τὸ πλῆθος ἢ τὴν ὀλιγότητα
15τοῦ πυρὸς, διὰ τῶν ἀμβύκων ξανθὸν ἢ λευκὸν ἀφίησιν ὕδωρ, καὶ πάσας τὰς εὑρημένας ἐνεργείας, κάλλιον καὶ μονιμώτερον ἀπεργά‐ ζεται. Οὐκοῦν οὐ περὶ γενικοῦ ὕδατός ἐστιν ὁ λόγος ἐνταῦθα τῷ φιλοσόφῳ, ἀλλὰ περὶ τοῦ εἰδικοῦ λέγοντι· «Τὸ γὰρ ἓν εἶδος δια‐ φόρως οἰκονομηθέν» ... καὶ τὰ ἑξῆς. Ζώσιμος Δημοκρίτῳ ἐγκω‐
20μιάζων βοῶντα τοῖς νέοις, ἔλεγεν οὕτως· «Τί ὑμῖν καὶ τῇ πολλῇ406

2

.

407

ὕλῃ, ἑνὸς ὄντος τοῦ φυσικοῦ, οὐχὶ εἴδους, ἀλλὰ ὕδατος»; Ὁ δὲ τοῦτον ἀποδεχόμενος καὶ τὰς αὐτοῦ τροχιὰς βαδίζειν ἐθέλων ἀεὶ, πῶς ἐναντιοῦτο πρὸς λέξιν, εἰπών· «Οὐχὶ εἴδους» ἐκείνου φάσ‐ κοντος «εἴδους» εὔδηλον ὅτι Δημόκριτος μὲν εἶδος ἔλαβεν τὸ
5προϊὸν ἐκ τοῦ γένους, Ζώσιμος δὲ τοὺς νέους ἐκ τοῦ ὑλικοῦ μετα‐
τάττειν εἴδους ἠπείγετο.407