TLG 4328 005 :: PHILOSOPHUS CHRISTIANUS :: Ἡ τοῦ μυθικοῦ ὕδατος ποίησις (e cod. Venet. Marc. 299, fol. 102r) PHILOSOPHUS CHRISTIANUS Alchem. Ἡ τοῦ μυθικοῦ ὕδατος ποίησις (e cod. Venet. Marc. 299, fol. 102r) Citation: Volume — page — (line) | ||
3t | Η ΤΟΥ ΜΥΘΙΚΟΥ ΥΔΑΤΟΣ ΠΟΙΗΣΙΣ | |
---|---|---|
4 | Τὸ δὲ λευκὸν ἢ ξανθὸν ἢ ἑτεροῖον ὑπάρχον τοὺς κενούς ..... | |
5 | Ἐπεὶ οὖν κατὰ τὸ ἐνδεχόμενον ταῖς διαφόροις ἐννοίαις συνηγόρους εὑρήκαμεν καὶ χρήσεις· οὐ ταὐτὸν δὲ μονὰς καὶ δυὰς, διότι ἡ μέν ἐστιν ἀρχὴ παντὸς ἀριθμοῦ, ἡ δὲ πλείους ἀρχὴ καὶ πρώτη κίνησις τῆς μονάδος, καὶ οἷον διχάς τις ὑπάρχουσα, ταύτῃ συμφωνεῖν τε χρεὼν ἀλλήλαις τὰς ἐννοίας ἅπερ ἐπὶ τῶν καλουμένων συνδέσμων οἱ διαζευκ‐ | |
10 | τικοὶ τὴν μὲν φράσιν ἐπισυνδέουσιν, τὴν δὲ διάνοιαν διαιροῦσιν· ἐπεί πως οἷόν τε ἅμα τοὺς αὐτοὺς διαλύειν τε καὶ δεσμεύειν· φέρε λοιπὸν ἑκατέρας λέξεως συντροχάσωμεν τὴν διάνοιαν. Εἰ γὰρ ἐπιστήμων ᾖ οὐ δύναται μάχεσθαι, πολλῷ μᾶλλον οὔτε αὐτὸς ἑαυτόν. Ἀναπτύξωμεν οὖν ἑκάστης λέξεως τὴν ἔννοιαν, ὅτι τοῦτο «τὸ ἓν» τριττὴν ἔχει καὶ οὐ | |
15 | μοναχὴν σημασίαν, κατηγορούμενον γένους, καὶ εἴδους, καὶ ἀριθμοῦ. Γένος μὲν γάρ ἐστιν παντὸς ζώου· εἶδος δὲ πάλιν ἕν ἐστι παντὸς ἀνθρώ‐ | |
που· ἀριθμῷ δὲ εἷς ἐστιν ὁ καθέκαστος βοῦς, ἢ ἵππος, ἢ ἄνθρωπος. Καὶ | 402 | |
2.403 | ἐπείπερ οὐ γέγραφεν ἑνὸς τῷ ἀριθμῷ τὸ ἀβύσσαιον ὕδωρ, οὔτε μὴν τῷ εἴδει ἢ τῷ γένει δυνατόν ἐστιν ἐφ’ ἕκαστον αὐτῶν ἐρείδειν ἡμᾶς τὴν διάνοιαν, ἀλλὰ τῷ μὲν ἀριθμῷ λέγειν ἓν παντελῶς, ἀδύνατον. Οὔτε γὰρ τῷ αὐτῷ δύναται ξανθόν τε καὶ λευκὸν καὶ μέλαν. Ὥσπερ οὐδὲ τὸν | |
5 | αὐτὸν ἄνθρωπον εἶναι δυνατὸν μέλανα καὶ λευκὸν καὶ σιτόχροον, ἢ τὸν Αἰθίοπα καὶ Σκύθην καὶ Ἀθηναῖον, οὕτως οὔτε αὐτῷ τῷ ὕδατι ἐν ταῖς μυρίαις καταριθμῶν τάξεσιν ἐνδέχεται ὑπουργεῖν. Ὁμοίως δὲ καὶ τῷ εἴδει ἑνὸς ἐπί τε λευκοῦ καὶ μέλανος καὶ ξανθοῦ συνθέματος ἀδύνατον, πολλῆς οὔσης τοιαύτης τῶν εἰδῶν ἑτερότητος, μάλιστα ἐπὶ | |
10 | τοῦ ἀθίκτου καὶ διασβέστου καὶ ἀπολελυμένου· ῆ τοίνυν ὥστε λέγειν αὐτὸν ὡς τὸ ἓν εἶναι τῷ ἀριθμῷ, τῶν ἀδυνάτων ἐστιν. Ὁμοίως δὲ καὶ τὸ ἓν ὡς τῷ εἴδει ἀμήχανον ἐνδεῶς, πάντως ἀνάγκη ὁμολογουμένως ἕν ἐστιν τῷ γένει τὸ θεῖον ὕδωρ, τῷδε τῷ γένει ἓν καὶ τῷ εἴδει, πλεῖόν ἐστιν τῷ ἀριθμῷ. | |
15 | Καλῶς ἔφησεν ὁ Ζώσιμος· «Τὸ ἓν ὕδωρ δύο μονάδας ὡς συνθέτους συνερχομένας ἀλλήλαις.» Οὕτω γὰρ καὶ ὁ θεῖος ἔφησε χρησμός· «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν.» Προσεπάγει ὁ συγγραφεὺς· «Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς.» Ὥσπερ γὰρ ἐν τῷ ἀριθμῷ ἢ τῷ εἴδει ἀδύνατόν ἐστιν πᾶν | |
20 | ὕδωρ θειῶδες καὶ ἀσφαλτῶδες, νιτρῶδες τε καὶ ἁλιῶδες καὶ πότιμον | |
ἐν τοῖς ὑπὸ σελήνην τὸ ἐν ποταμοῖς ἀένναον, χειμάρροις τε καὶ λίμναις | 403 | |
2.404 | καὶ θαλάσσαις καὶ κρήναις καὶ νέφεσιν, καὶ αὐταῖς τῷ γένει εἶναι, τῷ εἴδει πολλαχῶς ἔχει διαφορὰς καὶ τῷ ἀριθμῷ τὸ ἄπειρον πάντως, οὕτω κἀνταῦθα τὸ ἀπὸ τῆς ὀρνιθογονίας ἐξιωμένον ὕδωρ τῷ γένει ὑπάρχον ἓν, τοῖς εἴδεσι διενήνοχεν, λευκῷ φημι, καὶ μέλαντι, καὶ πυρώδει. | |
5 | Οὐκ ἀφίησιν Ἑρμῆς βοτρυχίτης πυρῶσαι λευκὰ εἴδη τοῦ βοτρυχίτου. Ταῦτα εἶπον· ἀριθμῷ δὲ πλεῖον μηκύνεται, ὁμοίως καὶ τῶν εἰρημένων ἕκαστον. Τῇ λειπομένῃ ἐν τῷ πατελλίῳ τέφρᾳ μιγνυμένου μετὰ κάθαρσιν τε καὶ πλύσιν διχάζεται, καὶ ποιεῖ τὰς δύο συνθέτους μονάδας, | |
10 | τήν τε ἰωμένην καὶ τὴν ὁμοτερίζουσαν, αἵ τινες συνερχόμεναι λειώσει τε καὶ σήψει κατέχουσιν ἀλλήλαις τῇ συνμίξει, καὶ τὸ Πᾶν κατεργάζονται. Διὸ καὶ μᾶλλον ἔξεστι λέγειν ὡς τὸ μὲν ἐναβύσσαιον ὕδωρ τὸ ἀπὸ τῆς λοπάδος ἐστὶν ἀνασπώμενον, αἱ δὲ δύο σύνθετοι μονάδες αἱ συνερ‐ χόμεναι ἀλλήλαις τὰ δύο τοῦ συνθέματος ὑπάρχουσι μέρη, τό τε | |
15 | ἄσηπτον, τὸ στερεὸν, καὶ τὸ σεσηπὸς ὑγρὸν, τὸ ἐκ τῆς χύτρας διὰ τοῦ ὀργάνου λειφθὲν, μετὰ τὸν τεταγμένον τῆς ἰώσεως χρόνον. Ἔνθεν ἡ Ἑβραία προφῆτις ἀνυποστόλως ἐκραύγαξεν· «Τὸ ἓν γίνεται δύο, καὶ τὰ δύο γʹ· καὶ τοῦ γτου τὸ ἓν τέταρτον· ἐν δύο ἕν». Ὅρα πῶς ἓν μᾶλλον τῷ | |
γένει καὶ οὐ τῷ εἴδει ἢ τῷ ἀριθμῷ· ἀπὸ γὰρ τοῦ ἑνὸς προῆλθεν τὸ δύο | 404 | |
2.405 | ἢ τὸ τρία, ἅ τινα πάλιν εἰς μονάδα συστέλλονται. Διὸ καὶ προσεπάγει πάλιν «τὸ ἓν», ἀναδιπλασιάσασα τὴν φωνήν. Ταύτῃ δὲ κατακολου‐ θήσας καὶ Ζώσιμος ἔλεγεν· «Πάντα γὰρ ἐκ μονάδος προέρχεται καὶ εἰς μονάδα καταλήγει», τὴν γενικὴν πρῶτον εἰπὼν μονάδα, εἰς τὸ κατ’ | |
5 | ἀριθμὸν ἔληξεν, τὴν τελείωσιν τοῦ ξηρίου σημάνας. | 405 |