TLG 4328 003 :: PHILOSOPHUS CHRISTIANUS :: Τίς ἡ τῶν ἀρχαίων διαφωνία (e cod. Venet. Marc. 299, fol. 101v) PHILOSOPHUS CHRISTIANUS Alchem. Τίς ἡ τῶν ἀρχαίων διαφωνία (e cod. Venet. Marc. 299, fol. 101v) Citation: Volume — page — (line) | ||
9t | ΤΙΣ Η ΤΩΝ ΑΡΧΑΙΩΝ ΔΙΑΦΩΝΙΑ | |
---|---|---|
10 | Τοῦτο δὲ μᾶλλον πρὸς συμπάθειαν πεποιήκασιν ὅπως μὴ ὁ εὑρίσκων φθονήσας τοῖς ἀνθρώποις ἐξαφανίσῃ τὴν βίβλον, καὶ τὸ κηρίον τῆς ἐπιστήμης ἀπολεῖται. Τούτου γὰρ ἁλόντος ἡ σύμπασα συναλίσκεται τέχνη, κατὰ τὸν σοφώτατον Ζώσιμον. Ἐντεῦθεν πολλὴ κατέλαβεν ἀπορία τοὺς ἐντυγχάνοντας· ἑνὸς γὰρ | |
15 | ὄντος κατὰ ἀλήθειαν τοῦ φυσικοῦ τε καὶ γενικοῦ ὕδατος, καὶ μιᾶς τέχνης, τουτέστιν τὰς οἰκονομίας αὐτοῦ πολλὰς εὑρίσκοντες ἄνθρω‐ ποι. Τούτου δὲ ἐπλανήθησαν αἰδοῖ καὶ πίστει κατεχόμενοι τῶν βιβλίων, | |
καὶ μηδὲν ὅλως ἀνύσαντες, ἐξ ἀνάγκης τὰς γραφὰς ἐλοιδόρησαν ἅμα | 400 | |
2.401 | τῇ τέχνῃ καὶ τοῖς διδασκάλοις. Οὔτε οὖν οἱ διδάσκαλοι κατὰ τὸν οἰκεῖον σκοπὸν αἴτιοι τῆς πλάνης γεγόνασι τοῖς νέοις, οὔτε οἱ νέοι μὴ εὑρόντες ἠδίκησαν, τοὺς παλαιοὺς λοιδορήσαντες· μεγάλη γάρ ἐστι θεὸς Ἀνάγκη, κατὰ τὸν ποιητικὸν μῦθον. | |
5 | Τί οὖν ἔδει ποιεῖν τὸν φιλαληθῆ Ζώσιμον φιλανθρώπως γράφειν ἐθέλοντα, ἢ διαστέλλειν τῶν πάλαι τὰς ἐκδόσεις καὶ τὸ ἀσύμφωνον αὐτῶν εἰς συμφωνίαν ἄγειν καὶ διαρρήδην βοᾶν, ὅτι τὸ κοινῶς μὲν ἅπαντες τὸν κεκρυμμένον τῆς μιᾶς ἐπιστήμης ἐναπέθετο νοῦν τοῖς οἰκείοις συγγράμμασιν, μυθικώτερον δὲ τοὺς καταλόγους τῶν εἰδῶν | |
10 | συνεγράψατο, τοὺς νοήμονας ἅμα καὶ ἀνοήτους ὡς ἑνοῦν διαστείλαντες. Οὐ γὰρ πάντα ἡ σύνεσις, οὐδὲ πάντες χωροῦσιν τὴν ἐπιστήμην ἀκούειν ἁπλῶς. Οἱ δὲ πλείους καὶ γελῶσι περὶ ταύτης, ἀκούοντες τὴν ἀλήθειαν. Τοιγαροῦν καὶ ἡμεῖς συμφώνως τῷ Πανοπολίτῃ κινούμενοι, συμφώνως ἐκείνῳ δοξάσωμεν, περὶ δὲ τῶν διδασκάλων καὶ τῆς ποιή‐ | |
15 | σεως ὑδάτων ἢ ὕδατος· ἓν γάρ ἐστιν ὕδωρ, ὡς ἔφημεν, γενικὸν, τὸ | |
συνεκτικὸν τῆς ἁπάσης ποιήσεως. | 401 |