TLG 4328 002 :: PHILOSOPHUS CHRISTIANUS :: Τοῦ Χριστιανοῦ περὶ τοῦ θείου ὕδατος (e cod. Venet. Marc. 299, fol. 101r) PHILOSOPHUS CHRISTIANUS Alchem. Τοῦ Χριστιανοῦ περὶ τοῦ θείου ὕδατος (e cod. Venet. Marc. 299, fol. 101r) Citation: Volume — page — (line) | ||
12t | ΤΟΥ ΑΥΤΟΥ ΧΡΙΣΤΙΑΝΟΥ ΠΕΡΙ ΤΟΥ ΘΕΙΟΥ | |
---|---|---|
13t | ΥΔΑΤΟΣ | |
14t | ΠΟΣΑ ΤΑ ΕΙΔΗ ΤΟΥ ΓΕΝΙΚΟΥ ΘΕΙΟΥ ΥΔΑΤΟΣ ΚΑΙ ΤΙΣ Ο ΕΠΙ ΤΗΣ | |
15t | ΤΙΤΑΝΟΥ ΛΟΓΟΣ ΚΑΙ ΤΙΝΑ ΤΟΥΤΩΝ ΕΙΣΙ ΤΑ ΟΝΟΜΑΤΑ. | |
16 | Ὁ περὶ τοῦ θείου ὕδατος λόγος, βέλτιστε Σέργιε, πολλοῖς μὲν γέγονεν ἤδη, πολλοῖς δὲ δυσεύρετος διὰ τὸ εἶναι ὑμὰς ἀπειθεῖς καὶ ὀκνηρούς. Πάντες δὲ οἱ συγγραφεῖς τῆς τέχνης αὐτὸ ἐκθειάζουσιν, | |
διττῶς ἐξηγούμενοι, καὶ δυσηγορίαις τῷ ὕδατι τούτῳ κοσμήσαντες, | 399 | |
2.400 | ποτὲ μὲν ἄθικτον, ποτὲ δὲ δι’ ἀσβέστου καλοῦντες, καὶ τούτου ἑκά‐ τερον ἐπὶ ξανθοῦ τε καὶ μέλανος καὶ λευκοῦ, πλὴν εἰς ἔννοιαν πρὸς ἑαυτοὺς διεφώνησαν. Ἐν γὰρ τοῖς καταλόγοις τῶν εἰδῶν, τινὲς τὰ κατόχιμα συνεγράψαντο σαφῶς, μετρίας ἐμφάσεις τῶν | |
5 | οὐχ ἰσταμένων ποιήσαντες· ἕτεροι δὲ ποσῶς αἰνιξάμενοι τὰ κατέ‐ χοντα, τῶν φευγόντων πλουσίως ἐμνήσθησαν· ἄλλοι δὲ πάντων μνησθέντες ἑτέροις εἴδεσιν καὶ οἰκονομίαις ταῦτα διεγράψαντο, οὐ | |
φθόνῳ κατεχόμενοι [πεποιήκασιν], συμπαθείᾳ δὲ μᾶλλον. | 400 |