TLG 4328 001 :: PHILOSOPHUS CHRISTIANUS :: Τοῦ Χριστιανοῦ περὶ εὐσταθείας τοῦ χρυσοῦ (e cod. Venet. Marc. 299, fol. 110r) PHILOSOPHUS CHRISTIANUS Alchem. Τοῦ Χριστιανοῦ περὶ εὐσταθείας τοῦ χρυσοῦ (e cod. Venet. Marc. 299, fol. 110r) Citation: Volume — page — (line) | ||
2.395(1t) | ΤΟΥ ΧΡΙΣΤΙΑΝΟΥ ΠΕΡΙ ΕΥΣΤΑΘΕΙΑΣ ΤΟΥ ΧΡΥΣΟΥ | |
2 | Τῆς δευτέρας πραγματείας ἄρτι τὸν λόγον πεποιημένος, καὶ τῶν λίθων τὰς μεθόδους ἀφθόνως ἐκθέμενος, ἐπὶ τὴν τρίτην ἥκω πραγμα‐ τείαν, προδιηγούμενος τι χρήσιμον τῇ γραφῇ· ἔστι δὲ τοῦτο. Τὰ θειώδη | |
---|---|---|
5 | ὑπὸ τῶν θειωδῶν κρατοῦνται, καὶ τὰ ὑγρὰ ὑπὸ τῶν καταλλήλων ὑγρῶν. Τοῦτο μὲν τὸ προοίμιον ὁ ἐξ Ἀβδήρων σοφιστὴς ἐν τῇ τετάρτῃ τέθεικεν πραγματείᾳ, δεικνὺς ὅτι αὐτό ἐστιν καὶ ὑγρὸν καὶ κατάλληλον ὑγρὸν καὶ θειῶδες· ὅτι τὸ κηρίον τῆς οἰκονομίας τὸ κρατεῖσθαι τὰ θειώδη ὑπὸ | |
τῶν θειωδῶν, καὶ τὰ ὑγρὰ ὑπὸ τῶν καταλλήλων ὑγρῶν. Ἡ γὰρ φύσις | 395 | |
2.396 | τῇ φύσει τέρπεται· οὕτως καὶ ἡ φύσις τῇ φύσει νικᾷ, καὶ ἡ φύσις τὴν φύσιν κρατεῖ, καθὼς αὐτός τε καὶ Ὀστάνης ὁ διδάσκαλος ἔφασαν. Ἡμεῖς δὲ, ταῖς ἐκείνων ἑπόμενοι παραδόσεσιν, τῷ αὐτῷ προοιμίῳ τῆς περὶ χρυσοῦ καὶ ἀργύρου πραγματείας τετάχαμεν, οὐκ ἀλλοτριοῦν‐ | |
5 | τες αὐτῷ τῶν τεσσάρων, ἤτοι τῶν ὅλων βιβλίων τῆς τέχνης, τοῦτο γὰρ ἀδύνατον, ἀλλ’ ἐν μέσῳ αὐτῷ θέντες κυριώτερον, ἀποδείξομεν οἷά τε κέντρον κύκλου τὰς εὐθείας γραμμὰς ὑπὸ τὴν ἔσω περιφέρειαν ἴσα ποιοῦ‐ σιν, καὶ οἶά τε πηγὴ ἀέναος ἐν μέσῳ παραδείσου βλύζουσα πότιμον νάμα καὶ γόνιμον, τῷ παντὶ χαριζόμενοι, καὶ οἷά τε ἥλιον | |
10 | μεσημβρινὸν ἐν μεσουρανήματι ὄντα ἑνὶ τῶν τεσσάρων κέντρων ἄνευ σκιᾶς ἅπαν τὸ ὑπὲρ γῆν ἡμισφαίριον καταυγάζοντα. Ἡ σελήνη ὡς αὕτως τὴν ὑπ’ οὔρανον καταλάμπουσα, καὶ τὸ ἀμηδὲς τῆς νυκτὸς ἀφανί‐ ζουσα, πλησιφαῶν τῶν δίσκων ἅπαντα τοῦ ἡλιακοῦ στησαμένη φω‐ τός. Ἄνευ γὰρ τῶν ὑγρῶν τοῦ φιλοσόφου τελευθῆναί τι τῶν ποθουμένων | |
15 | ἀμήχανον. | |
Ἀλλ’ ἐπὶ καιροῦ, τὸν λόγον τῆς πρώτης αὐτοῦ τάξεως μνησθη‐ | 396 | |
2.397 | σόμεθα, καὶ ἔπειτα καὶ ἡμεῖς ταῖς ἐννοίαις ἐκείνου πειθόμενοι, καὶ ὃ δ’ ἂν ἐκινήθημεν, ἐροῦμεν. Λαβὼν, φησὶν, ὑδράργυρον, πῆξον τῷ τῆς μαγνησίας σώματι, ἢ τῷ τοῦ ἰταλικοῦ στίμμεως σώματι, ἢ θείῳ ἀπύρῳ, ἢ ἀφροσελήνῳ, ἢ τιτάνῳ ὀπτῷ, ἢ στυπτηρίᾳ τῇ ἀπὸ Μήλου, ἢ ὡς ἐπι‐ | |
5 | νοεῖς. Τούτων ἀκηκοὼς ὁ θεσπέσιος Ζώσιμος ὑδράργυρον μέντοι θεῖον ὕδωρ παρεγράφη τὸ ἐν ταῖς βούκλαις ἀποτιθέμενον· σῶμα δὲ μαγνησίας ἐντὸς κατ’ ἐνέργειαν κέκληκεν τὸ οἰκονομηθὲν λευκὸν σύν‐ θεμα, στίμμεως δὲ τῷ ἰταλικῷ, καὶ ἀσβέστῳ, καὶ στυπτηρίᾳ τῇ ἀπὸ Μήλου, καὶ τὰ λοιπὰ, τῷ θείῳ ὕδατι. Ἐγὼ, φησὶν, ἐννόω· συλλήβδην | |
10 | δὲ περὶ πάσης τῆς τάξεως εἴρηκεν οὕτως. Ἐν τῇ ἀρχῇ τὸ πέρας τῆς τέχνης ἀπέδειξεν· πρὸς ὃν ἐροῦμεν· Τίς ἡ αἰτία τοῦ λόγου; φράσαι, διδάσκαλε· τίνος χάριν, τοῦ φιλοσόφου λέγοντος ἐν τῇ πρώτῃ τῶν αὐτοῦ τάξεων· «Λαβὼν ὑδράργυρον, πῆξον τῷ τῆς μαγνησίας σώματι», σὺ λέγεις ὅτι τῷ λόγῳ τὸ πέρας τῆς τέχνης ἐνέφηνεν; | |
15 | Τί δή ποτε οὖν τοσαῦται βίβλοι καὶ δημονοκλησίαι, καὶ καμίνων καὶ ὀργάνων κατασκευαὶ τοῖς παλαιοῖς ἀνεγράφησαν, πάντων τῶν, ὡς σὺ φῆς, ὄντων ῥᾳδίων τε καὶ συντόμων; Πολλάκις, εἶπεν, ὦ φοιτητὰ τῶν Δημοκριτείων λόγων, τάχα ἵνα ὑμῶν γυμνάσῃ τὰς φρένας. Ὁ νοῦς γὰρ ἐὰν εὕρῃ ὁδὸν, ἑαυτὸν φάναι, πάντα γινώσκει κατὰ μετοχὴν, | |
20 | οὐκ ἐκ φύσεως. Οὐ γάρ ἐστιν ἄνθρωπος φύσει θεὸς, ἀλλὰ εἰκὼν τοῦ εἰπόντος θεοῦ πρὸς τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον· «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν.» — «Τί γὰρ ἔχεις ὃ | |
οὐκ ἔλαβες; φησὶν ὁ τῆς εὐσεβείας κήρυξ, ὁ ἀπόστολος Παῦλος. Εἰ δὲ | 397 | |
2.398 | καὶ ἔλαβες, τί καυχᾶσαι, ὡς μὴ λαβὼν;» Οἷόν τινι συνόδῳ φράζων, καὶ ὁ Ἰάκωβος ὁ θεόπνευστος ἔλεγεν· «Πᾶσα δόσις ἀγαθὴ, καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστιν, καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων», καθὰ καὶ αὐτὸς ὁ τῶν ὅλων θεὸς καὶ κύριος ἡμῶν καὶ διδάσκαλος | |
5 | Ἰησοῦς ὁ Χριστὸς διδάσκων ἡμᾶς λέγει· «Οὐδὲν δύνασθε ἀφ’ ἑαυτῶν λαβεῖν ἐὰν μὴ ᾖ δεδομένον ὑμῖν ἐκ τοῦ πατρὸς τοῦ ἐν οὐρανοῖς. Δεῖ τοίνυν ἡμᾶς αἰτεῖν παρὰ θεοῦ καὶ ζητεῖν καὶ κρούειν, ἵνα λάβωμεν.» «Αἰτεῖτε γὰρ, φησὶν ὁ θεῖος χρησμὸς, καὶ λαμβάνετε, ζητεῖτε καὶ εὑρήσετε, κρούετε καὶ ἀνοιγήσεται ὑμῖν. Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, | |
10 | καὶ ὁ ζητῶν εὑρήσει, καὶ τῷ κρούοντι ἀνοιγήσεται.» Ὁρᾶν δὲ χρὴ τῆς ἐαυτοῦ πολιτείας ἅμα καὶ προθέσεως ἕκαστος τὸ ἀκηρότατόν τε καὶ τῆς αἰτήσεως ἄξιον πρόδρομον, ἵνα πεπαρρησιασμένως αἰτῶν μὴ ἀστοχήσῃ, ὅπως μὴ μάτην παρακαλῇ. Ἐρεῖ γὰρ τὸ θεῖον λόγιον· «Ἐὰν μὴ ἡ καρδία ἡμῶν καταγινώσκῃ ἡμῶν, παρρησίαν | |
15 | ἔχομεν πρὸς τὸν θεόν.» Καὶ πάλιν· «Αἰτεῖτε, καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς δαπανήσητε αὐτὰ, μοιχαλίδες.» Δεῖ οὖν ἡμᾶς ἐν καθαρᾷ συνειδήσει καὶ πράξει καὶ τρόπῳ τὸν θεὸν ἱκετεύειν. Ταῦτα τοῦ φιλοσόφου Ζωσίμου λέγοντος, καὶ καλῶς ἡμᾶς νουθε‐ | |
20 | τήσαντος, τῆς ζητήσεως ἀνθεξόμεθα, τί ἐστιν ὑδράργυρος καὶ τί τὸ σῶμα τῆς μαγνησίας· τὰ γὰρ ἄλλα πάντα ταῦτα τῷ σώματι τῆς μαγνησίας· οὐ γὰρ τὸν Ἢ σύνδεσμον ἐνταῦθα παραλειπτέον τὸν ἀντὶ | |
τοῦ ΚΑῚ διαζευκτικοῦ, ὡς τρεῖς ἢ εʹ ἢ ζʹ ἦν, ὡς εἶναι πᾶσαι τῆς σήψεως | 398 | |
2.399 | πρὸς τὸ τοῦ Δημοκρίτου ιεʹ, καθά φησιν ὁ θεσπέσιος Ζώσιμος ἐν τῷ περὶ θείων ὑδάτων λόγῳ, ὅτι «τὰ δύο θεῖα ἕν ἐστι σύνθεμα.» Δύο τοίνυν ὄντων τῶν ὑδραργύρων καὶ σωμάτων, ἀμάχως τὸ λευκὸν σύνθεμα καὶ τὸ ὕδωρ τοῦ θείου ταὐτόν ἐστιν, ὡς καὶ αὐτῷ | |
5 | Δημοκρίτῳ δοκεῖ λέγειν. Τὸ γοῦν θεῖον θείῳ μιγὲν θείας ποιεῖ τὰς οὐσίας, πολλὴν ἔχοντα τὴν πρὸς ἄλληλα συγγένειαν. Εἰ δὲ καὶ ταῦτα πολλὴν ἔχουσιν τὴν πρὸς ἄλληλα συγγένειαν, δῆλον ὡς τῆς ἑαυτοῦ εἰσι φύσεως· εἰ δὲ τῆς αὐτῆς εἰσι φύσεως, εὔδηλον ὡς μέρη μόνον εἰσὶ τοῦ παντὸς, ἤτοι ἑνὸς συνθέματος. Οὐκοῦν καὶ ζητήσωμεν τί ἂν εἴη | |
10 | τὸ ἓν οὗ μέρη τὰ δύο θεῖα, ἢ θειώδη ὑγρὰ, ἢ κατάλληλα ὑγρὰ τυγχά‐ | |
νοντα. | 399 |