TLG 4326 001 :: PAPPUS :: Πάππου φιλοσόφου 〈ὅρκος〉 (e cod. Venet. Marc. 299, fol. 184v)

PAPPUS Alchem.
(A.D. 7/8)

Πάππου φιλοσόφου 〈ὅρκος〉 (e cod. Venet. Marc. 299, fol. 184v)

Source: Berthelot, M., Ruelle, C.É. (eds.), Collection des anciens alchimistes grecs, vol. 2. Paris: Steinheil, 1888 (repr. London: Holland Press, 1963): 27–28.

Citation: Volume — page — (line)

2

.

27

(18t)

ΠΑΠΠΟΥ ΦΙΛΟΣΟΦΟΥ 〈ΟΡΚΟΣ〉
19Ὅρκῳ οὖν ὄμνυμί σοι τὸν μέγαν ὅρκον, ὅστις ἂν σὺ ᾖ
20θεόν φημι τὸν ἕνα, τὸν εἴδει καὶ οὐ τῷ ἀριθμῷ, τὸν ποιήσαντα27

2

.

28

τὸν οὐρανὸν καὶ τὴν γῆν, τῶν τε στοιχείων τὴν τετρακτὺν καὶ τὰ ἐξ αὐτῶν, ἔτι δὲ καὶ τὰς ἡμετέρας ψυχὰς λογικάς τε καὶ νοερὰς, ἁρμόσαντα σώματι, τὸν ἐπὶ ἁρμάτων χερουβικῶν ἐποχούμενον, καὶ ὑπὸ ταγμάτων ἀγγελικῶν ἀνυμνούμενον.
5 Ὅτι τινὲς λεκίθιον συνελείωσαν τοῖς ὁμογενέσιν ὑγροῖς τῇ 𐆄 τοῦ σώματος κοτύλην ὕδατος βάλλοντες καὶ περισφίγ‐ ξαντες ἔδωκαν ταῖς πυρίαις, καὶ τελειώσαντες ἀνεῖλαν τὸν ἰόν· καὶ ἐξαιθριάσαντες προσέπλεξαν τῷ κηρίῳ 〈καὶ〉 θείῳ· καὶ οὕτως ἐκπυ‐ ρώσαντες τελειότητι καὶ συμμέτροις πυρίαις, τουτέστιν λειώσεσιν ἢ
10ὀπτήσεσιν ἀνελόμενοι τὸ ξηρίον ἀπέθεντο ἐν ἀγγείοις ὑελίνοις, κρε‐ μάσαντες ἐν οἴκῳ θερμῷ, καὶ μᾶλλον ἀνατολικὰ ἔχοντι φῶτα ἤπερ δυτικά, καὶ νότια μᾶλλον ἢ βόρρεια, ὡς ἐντέταλκα κατὰ πλάτος Στέφανον τὸν θεοφιλέστατον, ἐξεθέμεθα καὶ τῇ κατ’ ἐπιτομὴν ἡμῶν πραγματείᾳ πρὸς Μοϋσέα τὸν τρισεύμοιρον.
15 Ἐπείπερ γοῦν γραφὴν εὖ ἐκτίσαμεν· ἐὰν γὰρ τὸν βορρὰν ἴδῃς ὑγρὸν ὑπερβλέπειν, ὥς φησιν ἐν τῷ περὶ θείου ἀθίκτου ὕδατι λόγῳ, τῷ ἁλμώδει, καὶ νιτρώδει καὶ στιμμώδει καὶ χαλκανθώδει τῆς ἰώσεως τάχιον ἀναλύοντα· ἐνταῦθα τὴν νέκρωσιν ἠνίξατο,
καὶ πλήρωσιν τοῦ παντὸς λόγου.28