TLG 4324 001 :: SYNESIUS :: Συνεσίου φιλοσόφου πρὸς Διόσκορον εἰς τὴν βίβλον Δημοκρίτου, ὡς ἐν σχολίοις (e cod. Venet. Marc. 299, fol. 72v)

SYNESIUS Alchem.
(A.D. 4)

Συνεσίου φιλοσόφου πρὸς Διόσκορον εἰς τὴν βίβλον Δημοκρίτου, ὡς ἐν σχολίοις (e cod. Venet. Marc. 299, fol. 72v)

Source: Berthelot, M., Ruelle, C.É. (eds.), Collection des anciens alchimistes grecs, vol. 2. Paris: Steinheil, 1888 (repr. London: Holland Press, 1963): 56–69.

Citation: Volume — page — (line)

2

.

56

(20t)

ΣΥΝΕΣΙΟΥ ΦΙΛΟΣΟΦΟΥ ΠΡΟΣ ΔΙΟΣΚΟΡΟΝ ΕΙΣ
21tΤΗΝ ΒΙΒΛΟΝ ΔΗΜΟΚΡΙΤΟΥ, ΩΣ ΕΝ ΣΧΟΛΙΟΙΣ56

2

.

57

Διοσκόρῳ ἱερεῖ τοῦ μεγάλου Σαράπιδος ἐν Ἀλεξανδρείᾳ θεοῦ τε συ‐ νευδοκοῦντος Συνέσιος φιλόσοφος, χαίρειν. Τῆς πεμφθείσης μοι ἐπιστολῆς παρὰ σοῦ περὶ τῆς τοῦ θείου Δημοκρίτου βίβλου, οὐκ ἀμελέστερον ἔσχον· ἀλλὰ σπουδῇ πολλῇ
5καὶ πόνῳ ἐμαυτὸν βασανίσας, ἔδραμον πρὸς σέ. Ἐν ᾧ οὖν πρόκειται ἡμῖν εἰπεῖν τίς ἂν εἴη ὁ ἀνὴρ ἐκεῖνος ὁ φιλόσοφος. Δημόκριτος ἐλθὼν ἀπὸ Ἀβδήρων φυσικὸς ὢν, καὶ πάντα τὰ φυσικὰ ἐρευνήσας καὶ συγγραψά‐ μενος τὰ ὄντα κατὰ φύσιν. Ἄβδηρα δέ ἐστι πόλις Θρᾴκης· ἐγένετο δὲ ὁ ἀνὴρ λογιώτατος, ὃς ἐλθὼν ἐν Αἰγύπτῳ ἐμυσταγωγήθη παρὰ τοῦ μεγά‐
10λου Ὀστάνου ἐν τῷ ἱερῷ τῆς Μέμφεως, σὺν καὶ πᾶσι τοῖς ἱερεῦσιν Αἰγύπτου. Ἐκ τούτου λαβὼν ἀφορμὰς, συνεγράψατο βίβλους τέσσαρας βαφικὰς, περὶ χρυσοῦ καὶ ἀργύρου, καὶ λίθων, καὶ πορφύρας· λέγω δὴ τὰς ἀφορμὰς λαβὼν, συνεγράψατο παρὰ τοῦ μεγάλου Ὀστάνου. Ἐκεῖ‐ νος γὰρ ἦν πρῶτος ὁ γράψας ὅτι ἡ φύσις τῇ φύσει τέρπεται, καὶ ἡ
15φύσις τὴν φύσιν κρατεῖ, καὶ ἡ φύσις τὴν φύσιν νικᾷ, καὶ τὰ ἑξῆς. Ἀλλ’ ἡμῖν ἀναγκαῖόν ἐστι τὰ τοῦ φιλοσόφου ἀνιχνεῦσαι καὶ μαθεῖν τίς ἡ γνώμη καὶ ποία ἡ τάξις τῆς ἐν αὐτῷ ἀκολουθίας. Ὅτι μὲν οὖν δύο καταλόγους ἐποιήσατο, δῆλον ἡμῖν γέγονεν, λευ‐ κοῦ καὶ ξανθοῦ· καὶ πρῶτον μὲν τὰ στερεὰ κατέλεξεν, ἔπειτα δὲ τοὺς
20ζωμοὺς, τουτέστιν τὰ ὑγρά· καίτοι μηδενὸς τούτων προσλαμβανο‐ μένου ἐπὶ τῆς τέχνης. Αὐτὸς γὰρ μαρτυρεῖ λέγων περὶ τοῦ μεγά‐
λου Ὀστάνου ὅτι οὗτος ὁ ἀνὴρ οὐκ ἐκέχρητο ταῖς τῶν Αἰγυπτίων57

2

.

58

ἐπιβολαῖς, οὐδὲ ὀπτήσεσιν ἀλλ’ ἔξωθεν διέχριε τὰς οὐσίας, καὶ πυρῶν, εἰσέκρινε τὸ φάρμακον. Εἶπε δὲ ὄτι ἔθος ἐστὶν Πέρσαις τοῦτο ποιεῖν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν, ὅτι εἰ μὴ ἐκλεπτύνῃς τὰς οὐσίας, καὶ ἀναλύσῃς, καὶ ἐξυδατώσῃς, οὐδὲν ποιήσεις.
5 Ἔλθωμεν οὖν ἐπὶ τὴν τοῦ ἀνδρὸς ῥῆσιν, καὶ ἀκούσωμεν αὐ‐ τοῦ λέγοντος. Λέγεται δὲ καὶ τὸ πόντιον ῥά. Βλέπε τοσαύτην παρα‐ τήρησιν τοῦ ἀνδρός· ἀπὸ βοτανῶν ἠνίξατο, ἵνα μηνύσῃ τὸ ἄνθος. Αἱ γὰρ βοτάναι ἀνθοφόροι εἰσίν. Εἶπε δὲ καὶ τὸ πόντιον ῥὰ, ὡς ὅτι ὁ Πόντος καταρρέοιτο ὑπὸ τῶν ποταμῶν καὶ πάντες οἱ ποταμοὶ
10εἰς αὐτὸν καταρρέουσι. Κατάδηλον οὖν ἡμῖν ποιούμενος, σημαίνει τὴν ἐξυδάτωσιν καὶ ἄχλυσιν καὶ λεπτυσμὸν τῶν σωμάτων, ἤτοι οὐσιῶν. Διόσκορος λέγει. Καὶ πῶς εἶπεν ὅτι ὀρκία ἡμῖν ἔθετο μηδενὶ σαφῶς ἐκδοῦναι; —Καλῶς εἶπε «μηδενί», τουτέστι μηδενὶ τῶν ἀμυήτων· τὸ
15γὰρ «μηδενὶ» οὐ κατὰ παντὸς κατηγορεῖται· αὐτὸς γὰρ περὶ τῶν μεμυημένων καὶ γεγυμνασμένον τὸν νοῦν ἐχόντων εἶπε. Βλέπε γὰρ ἐν τῇ εἰσβολῇ τῆς χρυσοποιίας, τί εἶπεν ὑδράργυρος ἡ ἀπὸ κινναβάρεως, χρυσόκολλα. Διόσκορος. Καὶ τοιούτων χρεία ἐστί;
20 Συνέσιος. Οὐχὶ, Διόσκορε. Διόσκορος. Ἀλλὰ τίνος ἐστὶ χρεία; —Ἤκουσας, καὶ πάλιν ἄκουσον. Ἡ ἀνάλυσίς ἐστι τῶν σωμάτων, ἴνα ἀναλύσῃς αὐτὰ καὶ ὕδατα αὐτὰ ποιήσῃς, καὶ ῥεύ‐
σωσι καὶ ἀχλυωθῶσι καὶ λεπτυνθῶσι. Τοῦτο δὲ καλεῖται ὕδωρ58

2

.

59

θεῖον, καὶ ὑδράργυρος, καὶ χρυσόκολλα, καὶ θεῖον ἄπυρον. Καὶ ὅσα ἄλλα ὀνόματά εἰσιν. ἡ γὰρ λεύκωσις καῦσίς ἐστι, καὶ ἡ ξάνθωσις, ἀναζωοπύρησις· αὐτὰ γὰρ ἑαυτὰ καίουσι, καὶ αὐτὰ ἑαυτὰ ἀναζωπυροῦσιν· Ὁ δὲ φιλόσοφος πολλοῖς ὀνόμασιν ἐκάλεσεν
5αὐτὰ, ποτὲ μὲν ἑκινῶς, ποτὲ δὲ πληθυντικῶς, ἵνα γυμνάσῃ ἡμᾶς, καὶ ἴδῃ εἰ ἔσμεν νοήμονες. Εἴρηκε γὰρ ὑποκατιὼν οὕτως· «Ἐὰν ᾖς νοήμων καὶ ποιήσῃς ὡς γέγραπται, ἔσῃ μακάριος· νικήσεις γὰρ μεθόδῳ πενίαν, τὴν ἀνίατον νόσον.» Ἀποδιαπεμπόμενος οὖν καὶ ἀποπερισπῶν ἡμᾶς τῆς ματαίας πλάνης, ὤστε ἀπαλλαγῆναι ἡμᾶς
10τῆς πολυύλου φαντασίας. Πρόσεχε δὲ ἐν τῇ εἰσβολῇ τῆς βίβλου τί εἶπεν· «Ἥκω δὴ κἀγὼ ἐν Αἰγύπτῳ φέρων τὰ φυσικὰ, ὅπως τῆς πολλῆς ὕλης καταφρονήσητε.» Φυσικὰ δὲ εἴρηκε τὰ στερεὰ σώματα. Εἰ μὴ γὰρ αὐτὰ ἀναλυθῶσι, καὶ πάλιν παγῶσιν, οὐδὲν εἰς πέρας προσέλθοι τοῦ πράγματος.
15 Καὶ ἵνα νοήσωμεν ὅτι ἐκ τῶν στερεῶν λαμβάνεται τὰ ὕδατα, τουτέστι τὸ ἄνθος, ὄρα πῶς εἶπε· «Τὰ δὲ ἐν ζωμοῖς, κρόκον κιλίκιον, καὶ ἀριστολοχίαν,» καὶ τὰ ἑξῆς. Τὰ ἄνθη εἰπὼν, ἐδήλωσεν ἡμῖν ὄτι ἐκ τῶν στερεῶν τὰ ὕδατα λαμβάνεται. Καὶ ἵνα ἡμᾶς πείσῃ ὄτι ταῦτα οὕτως ἔχει μετὰ τὸ εἰπεῖν, οὖρον ἄφθορον,
20καὶ ὕδωρ ἀσβέστου, καὶ ὕδωρ σποδοκπάμβης, καὶ ὕδωρ φέκλης, καὶ ὕδωρ στυπτηρία, καὶ ἐπὶ τέλει εἶπε κυνὸς γάλα. Καὶ δῆλον ἡμῖν ἐστιν ὄτι τὸ ἐκ τοῦ κοινοῦ ἀναφερόμενον· τὰ γὰρ λυτικὰ τῶν σωμάτων προσήνεγκεν, ὕδωρ νίτρου, καὶ ὕδωρ φέκλης. Καὶ ὄρα πῶς εἶπεν· Αὐτὴ ἡ ὕλη τῆς χρυσοποιίας,
25ταῦτά εἰσι τὰ μεταλλοιοῦντα τὴν ὕλην καὶ μεταλλεύοντα καὶ πυρί‐

2

.

60

μαχα ποιοῦντα· ἐκτὸς γὰρ τούτων οὐδέν ἐστιν ἀσφαλές. Ἐὰν οὖν ᾖς νοήμων καὶ ποιήσῃς ὡς γέγραπται, ἔσῃ μακάριος. Διόσκορος. Καὶ πῶς ἔχω νοῆσαι, φιλόσοφε, τὴν μέθοδον παρὰ σοῦ βούλομαι μαθεῖν. Ἐὰν γὰρ ἀκολουθήσω τοῖς εἰρημένοις,
5οὐδὲν ὀνήσομαί τί παρ’ αὐτῶν. —Ἄκουσον, Διόσκορε, αὐτοῦ λέγοντος, καὶ ὄξυνόν σου τὸν νοῦν, Διόσκορε, καὶ βλέπε πῶς λέγει· «Ἔκστρεψον αὐτῶν τὴν φύσιν, ἡ γὰρ φύσις ἔνδον κέκρυπται.» —Ὦ Συνέσιε, τίνα ἐκστροφὴν λέγει;
10 —Τὴν τῶν σωμάτων λέγει. —Καὶ πῶς αὐτὴν ἐκστρέψω; ἢ πῶς φέρω τὴν φύσιν ἔξω; —Ὄξυνόν σου τὸν νοῦν, Διόσκορε, καὶ πρόσεχε πῶς λέγει. Ἐὰν οὖν οἰκονομήσῃς ὡς δεῖ, φέρεις τὴν φύσιν ἔξω. Γῆ χία καὶ ἀστε‐ ρίτης, καδμία λευκὴ, καὶ τὰ ἑξῆς. Βλέπε πόση παρατήρησις τοῦ
15ἀνδρὸς, πῶς πάντα λευκὰ ἠνίξατο, ἵνα δείξῃ τὴν λεύκωσιν. Ὃ λέγει οὖν, Διόσκορε, τοιοῦτόν ἐστι· Βάλε τὰ σώματα μετὰ τῆς ὑδραρ‐ γύρου, καὶ ῥίνησον εἰς λεπτόν· καὶ ἀναλάμβανε ὑδράργυρον ἑτέραν· πάντα γὰρ ἡ ὑδράργυρος εἰς ἑαυτὴν ἕλκει· καὶ ἔασον πεφθῆναι ἡμέρας τρεῖς ἢ τέσσαρας· καὶ βάλε αὐτὴν εἰς βωτάριον ἐπὶ θερμοσ‐
20ποδιᾶς μὴ ἐχούσης τὸ πῦρ διάπυρον, ἀλλὰ ἐπὶ θερμοσποδιὰν πραεῖαν· ὅ ἐστι κηροτακίς. Ταύτῃ οὖν τῇ ἀναδόσει τοῦ πυρὸς, συναρμόζεται τῷ βωταρίῳ ὑέλινον ὄργανον ἔχον μαστάριον, ἐπὶ τὰ ἄνω προσέχον,
καὶ ἐπικέφαλα κείσθω. Καὶ τὸ ἀνερχόμενον ὕδωρ διὰ τοῦ μαζοῦ59

2

.

61

δέχου καὶ ἔχε καὶ σῆψον. Τοῦτο λέγεται ὕδωρ θεῖον. Αὕτη ἐστὶν ἐκστροφή· ταύτῃ τῇ ἀγωγῇ φέρεις ἔξω τὴν ἔνδον κεκρυμμένην· αὕτη καλεῖται λύσις σωμάτων. Τοῦτο ὅταν σαπῇ, καλεῖται ὄξος, καὶ οἶνος ἀμηναῖος, καὶ τὰ ὅμοια.
5 Καὶ ἵνα θαυμάσῃς τὴν τοῦ ἀνδρὸς σοφίαν, βλέπε πῶς δύο καταλόγους ἐποιήσατο, χρυσοποιΐας καὶ ἀργυροποιΐας, καὶ πάλιν δύο ζωμοὺς, τὸν μὲν ἕνα ἐν τῷ ξανθῷ, καὶ τὸν ἕνα ἐν τῷ λευκῷ, τουτέστι χρυσὸν καὶ ἄργυρον, καὶ ἐκάλεσε τὸν τοῦ χρυσοῦ κατάλογον χρυσοποιΐαν, τὸν δὲ τοῦ ἀργύρου, ἀργυροποιΐαν.
10 〈Διόσκορος.〉 Πάνυ καλῶς ἔφης, ὦ φιλόσοφε Συνέσιε· καὶ ποῖον πρῶτόν ἐστι τῆς τέχνης, τὸ λευκάναι ἢ τὸ ξανθῶσαι; Συνέσιος. Μᾶλλον τὸ λευκάναι. Διόσκορος. Καὶ διὰ τί τὴν ξάνθωσιν εἶπε πρῶτον; —Ἐπειδὴ προτετίμηται ὁ χρυσὸς τοῦ ἀργύρου.
15 —Καὶ οὕτως ὀφείλομεν ποιῆσαι, Συνέσιε; —Οὔ, Διόσκορε, ἀλλὰ γυμνάσαι ἡμῶν τὸν νοῦν καὶ τὰς φρένας· οὕτω συνετάγησαν· ἄκουσον αὐτοῦ λέγοντος· «Ὡς νοήμοσιν ὑμῖν ὁμιλῶ, γυμνάζων ὑμῶν τὸν νοῦν». Ἐὰν δὲ βούλῃ τὸ ἀκριβὲς γνῶναι, πρόσεχε εἰς τοὺς δύο καταλόγους, ὅτι πρὸ πάντων ἡ ὑδράργυρος
20ἐτάγη, καὶ ἐν τῷ ξανθῷ, τουτέστιν χρυσῷ, καὶ ἐν τῷ λευκῷ, τουτέστιν ἀργύρῳ. Καὶ ἐν μὲν τῷ χρυσῷ εἶπεν· ὑδράργυρος ἡ ἀπὸ κινναβάρεως, ἐν δὲ τῷ λευκῷ εἶπεν· ὑδράργυρος ἡ ἀπὸ ἀρσενίκου, ἢ σανδαράχης, καὶ τὰ ἑξῆς.
Διόσκορος εἶπε· Διάφορος οὖν ἐστιν ἡ ὑδράργυρος;60

2

.

62

Συνέσιος. Ναὶ, διάφορός ἐστι, μία οὖσα. Διόσκορος. Καὶ, εἰ μία ἐστὶ, πῶς ἐστι διάφορος; Συνέσιος. Ναὶ, διάφορος γίνεται καὶ μεγίστην δύναμιν ἔχει. Οὐκ ἤκουσας τοῦ Ἑρμοῦ λέγοντος· «Τὸ κηρίον τὸ λευκὸν, καὶ τὸ
5κηρίον τὸ ξανθόν»; Διόσκορος. Ναὶ, ἤκουσα· ὅπερ δὲ βούλομαι μαθεῖν, Συνέσιε, τοῦτο με δίδαξον τὸ ποίημα. Πάντως αὕτη τὰ εἴδη πάντων δέχε‐ ται; Συνέσιος. Ἐνόησας, Διόσκορε· ὥσπερ γὰρ ὁ κηρὸς, οἷον δ’ ἂν
10προσλαμβάνῃ χρῶμα δέχεται, οὕτω καὶ ἡ ὑδράργυρος, φιλόσοφε, αὕτη λευκαίνει πάντα, καὶ πάντων τὰς ψυχὰς ἕλκει, καὶ ἑψεῖ αὐτὰ καὶ ἐπισπᾶται. Διοργανιζομένη οὖν καὶ ἔχουσα ἐν ἑαυτῇ τὰς ὑγρότητας πάντως, καὶ σῆψιν ὑφισταμένη ἀμείβει πάντως τὰ χρώματα, καὶ ὑποστατικὴ γίνεται, ἀνυποστάτων αὐτῶν ὑπαρχόντων.
15μᾶλλον δὲ, ἀνυποστάτου αὐτῆς ὑπαρχούσης τότε καὶ κατόχιμος γίνεται ταῖς οἰκονομίαις ταῖς διὰ τῶν σωμάτων καὶ τῶν ὑλῶν αὐτῶν. Διόσκορος. Καὶ ποῖά εἰσι ταῦτα τὰ σώματα καὶ αἱ ὕλαι αὐτῶν; Συνέσιος. Ἡ τετρασωμία, καὶ τούτων τὰ συγγενῆ.
20 Διόσκορος. Καὶ ποῖά εἰσι τὰ τούτων συγγενῆ; Συνέσιος. Ἤκουσας ὅτι αἱ ὕλαι αὐτῶν ψυχαὶ αὐτῶν εἰσι; Διόσκορος. Καὶ αἱ ὕλαι οὖν ψυχαὶ αὐτῶν εἰσι; Συνέσιος. Ναί· ὥσπερ γὰρ ὁ τέκτων, ἐὰν λάβῃ ξύλον 〈καὶ ποιῇ θρόνον〉 ἢ δίφρον, ἢ ἄλλο τι, μόνον τὴν ὕλην ἐργάζε‐
25ται, οὕτω καὶ ἡ τέχνη αὕτη, ὦ φιλόσοφε, ἐπειδὴ ἔτεμεν αὐτά. Ἄκουσον, ὦ Διόσκορε. Ὁ λιθοξόος ξέει τὸν λίθον, ἢ πρίζει, ἵνα
ἐπιτήδειος γένηται εἰς τὴν χρείαν αὐτοῦ· ὁμοίως καὶ ὁ τέκτων61

2

.

63

τὸ ξύλον πρίζει καὶ ξέει, ὥστε γενέσθαι θρόνον ἢ δίφρον, καὶ οὐδὲν 〈ἄλλο〉 χαρίζεται ὁ τεχνίτης εἰ μὴ μόνον τὸ εἶδος· οὐδὲν γὰρ 〈ἄλλο〉 ἐστὶν εἰ μὴ ξύλον· ὁμοίως καὶ 〈ὁ〉 χαλκὸς γίνεται ἀνδριὰς 〈ἢ κύκλοσ〉 ἢ ἄλλο 〈τι〉 σκεῦος, τοῦ τεχνίτου αὐτὸ μόνον τὸ εἶδος χαριζομένου·
5οὕτως οὖν καὶ ἡ ὑδράργυρος φιλοτεχνουμένη ὑφ’ ἡμῶν πᾶν εἶδος αὐτὴ ἀναδέχεται καὶ πεδηθεῖσα, ὡς εἴρηται, ἐν τετραστοίχῳ σώματι ἰσχυρὰ καὶ ἀδίωκτος μένει, κρατοῦσα καὶ κρατουμένη. Διὰ τοῦτο καὶ Πιβήχιος πολλὴν συγγένειαν ἔχειν ἔλεγεν. Διόσκορος. Καλῶς ἐπέλυσας, φιλόσοφε· ἐδίδαξάς με, φιλόσοφε.
10Βούλομαι οὖν ἐπὶ τὴν τοῦ ἀνδρὸς ἀναδραμεῖν ῥῆσιν, καὶ ἐξ ἀπαρ‐ χῆς εἰδέναι τὰ ὑπ’ αὐτοῦ λελοξευμένα ὡς εἰρημένα· Ὑδράργυρος ἡ ἀπὸ κινναβάρεως· πᾶσα οὖν ὑδράργυρος ἀπὸ σωμάτων γίνε‐ ται. Οὗτος δὲ κιννάβαρις εἶπεν, ὡς δῆλον αὐτὴν ἀπὸ κινναβάρεως οὖσαν; Καίτοι γε ἡ κιννάβαρις ὑδράργυρος ξανθή ἐστιν, αὕτη δὲ λευκὴ, ἡ
15ὑδράργυρος. Συνέσιος. Ἐνεργείᾳ μὲν λευκὴ ὑπάρχει ἡ ὑδράργυρος, δυνάμει δὲ ξανθὴ γίνεται. Διόσκορος. Μὴ ἄρα τοῦτο ἔλεγεν ὁ φιλόσοφος· ὦ φύσεις οὐράνιοι, φύσεων δημιουργοὶ ταῖς μεταβολαῖς νικῶσαι τὰς φύσεις;
20 —Ναὶ, διὰ τοῦτο εἴρηκεν· εἰ μὴ γὰρ ἐκστραφῇ, ἀδύνατον γενέσθαι τὸ προσδοκώμενον καὶ μάτην κάμνουσιν οἱ τὰς ὕλας ἐξερευνῶντες, καὶ μὴ φύσεις σωμάτων μαγνησίας ζητοῦντες. Ἔξεστι γὰρ τοῖς ποιη‐
ταῖς καὶ συγγραφεῦσι τὰς αὐτὰς λέξεις, ἄλλως τε καὶ ἄλλως σχηματί‐62

2

.

64

ζειν. Σῶμα οὖν μαγνησίας εἴρηκε τουτέστιν τὴν μίξιν τῶν οὐσιῶν· καὶ διὰ τοῦτο ὑποκατιὼν ἔφη ἐν τῇ εἰσβολῇ τῆς ποιήσεως τοῦ χρυσοῦ· Λαβῶν ὑδράργυρον, πῆξον τῷ τῆς μαγνησίας σώματι. Διόσκορος. Ἰδοὺ οὖν προτετίμηται ἡ ὑδράργυρος;
5 Συνέσιος. Ναὶ, διὰ ταύτης γὰρ τὸ πᾶν ἀνασπᾶται, καὶ πάλιν προστίθεται, καὶ κατὰ βαθμὸν ἑκάστης οἰκονομίας τετύχηκεν χρυσό‐ κολλα ἤτοι βατράχιον, ἐν δὲ τοῖς χλωροῖς λίθοις εὑρίσκεται. —Καὶ τίς ἂν εἴη χρυσόκολλα ἤτοι βατράχιον· τίς ἡ σημασία ὅτι καὶ ἐν τοῖς χλωροῖς λίθοις εὑρίσκεται;
10 —Ἀναγκαῖον οὖν ἡμῖν ἐστι ζητῆσαι. Ὀφέλλομεν οὖν εἰδέναι πρῶ‐ τον ὅσα ἀπὸ χρωμάτων εἰσὶ χλωρῶν. Φέρε δὴ ὡς ἀπὸ ἀνθρώπου εἴπωμεν. Προτετίμηται γὰρ ὁ ἄνθρωπος πάντων τῶν ζώων τῶν ἐπὶ τῆς γῆς. Λέγομεν οὖν [ὅτι] ὠχριάσαντα τοῦτον χλωρὸν γεγονέναι, καὶ δῆλον ὅτι ὡς ὤχρα τὸ εἶδος μεταβάλλεται, ὅ ἐστιν ἐπὶ τὸ χρυ‐
15σίζον· μᾶλλον δὲ καὶ αὐτὸ, τουτέστι τὸ λέπος τοῦ κιτρίου τὸ τῆς ὠχρότητος εἶδος. Τοῦτο δὲ καὶ ὑποκατιὼν εἶπεν «ἀρσένικον ξανθὸν», ἵνα δείξῃ τὸ τῆς ὠχρότητος εἶδος. Ἵνα δὲ ἴδῃς πῶς μετὰ παρατηρήσεως πολλῆς μερικῶς εἴρηκε τοῦτο, πρόσεχε τὸν νοῦν πῶς λέγει· Ὑδράργυρος ἡ ἀπὸ
20κινναβάρεως σῶμα μαγνησίας· εἶτα ἐπιφέρει τὴν χρυσόκολλαν, κλαυδιανὸν, ἀρσένικον, ὄνομα πάλιν ἐπήγαγεν ἀρσενικὸν, ἵνα διέλῃ αὐτὸ ἀπὸ τῶν θηλυκῶν, καὶ μετὰ τὸν κλαυδιανὸν, ἀρσένικον τὸ ξανθὸν, τὰ ξανθὰ δύο προσθεὶς ὀνόματα δύο θηλυκὰ, ἔπειτα δύο ἀρσενικά. Δεῖ οὖν ἡμᾶς ἐξιχνεῦσαι καὶ ἰδεῖν τί ἂν εἴη τοῦτο. Ὡς
25ἐγὼ κεκίνημαι, Διόσκορε· ἐνταῦθα σήπει τὸν χρυσὸν, εἶτα ἐπαναλαμ‐ βάνει καδμείαν, εἶτα ἀνδροδάμαντα· καὶ ὁ ἀνδροδάμας καὶ ἡ καδμεία
ξηρά εἰσι. Καὶ δείκνυσι τὴν ξηρότητα τῶν σωμάτων· καὶ ἵνα εὔδηλον63

2

.

65

αὐτὸ ποιήσῃ, ἐπήνεγκε στυπτηρίαν ἐκσηπτωθεῖσαν. Βλέπε πόση σοφία τοῦ ἀνδρός· ἵνα καὶ οἱ ἐχέφρονες νοήσωσι πῶς αὐτοὺς ἐδίδαξεν εἰπὼν στυπτηρίαν ἐκσηπτωθεῖσαν· τάχα δὲ τοῦτο καὶ τοὺς ἀμυήτους ὤφειλε πείθειν. Ἵνα δὲ καὶ βεβαιότερά σοι γένηται, εὐθέως ἐπήγαγε θεῖον
5ἄπυρον, ὅ ἐστι θεῖον ἄκαυστον, τὸ πᾶν, τουτέστι τὰ ξηρανθέντα εἴδη, κάτω, ὅ ἐστι τὰ σώματα ἓν γεγονότα, θεῖον ἄκαυστον κέκλη‐ κεν. Καὶ μετέπειτα ἐπιφέρεται πυρίτης ἀπολελυμένος, μηδένα τῶν ἄλλων ἀπροσδιορίστως ἐπιβεβαιῶν. Τοῦτο ἀληθὲς ὑπάρχει ὅτι τὰ ἀπομείναντα ξηρά· καὶ ταῦτα ἀποδιαιρῶν ἐπιφέρει σίνωπιν ποντι‐
10κὴν, μεταβὰς ἀπὸ τῶν ξηρῶν ἐπὶ τὰ ὑγρὰ, σίνωπιν εἴρηκεν, ἀλλὰ [διὰ] τὴν ποντικήν. Εἰ γὰρ μὴ ἦν προσθεὶς τὸ ποντικὴν, οὐκ ἂν ἐν ἐπιγνώσει ἐγένετο. Ἐπιβεβαιούμενος δὲ, ἐπήνεγκεν ὕδωρ θείου ἄθικ‐ τον τὸ ἀπὸ μόνου θείου, θεῖον. Διόσκορος. Καλῶς ἐπέλυσας, φιλόσοφε, ἀλλὰ πρόσεχε πῶς
15εἶπεν, ἐὰν ἀπολελυμένως τὸ δι’ ἀσβέστου. Συνέσιος. Ὦ Διόσκορε, οὐ προσέχεις τὸν νοῦν. Ἡ ἄσβεστος λευκή ἐστι, καὶ τὸ ἐκ ταύτης ὕδωρ τὸ ἀπ’ αὐτῆς λευκόν ἐστι, καὶ στύφον· καὶ τὸ θεῖον, θυμιώμενον, λευκαίνει. Σαφηνείας οὖν χάριν εὐθέως ἐπήγαγε θείου αἰθάλην. Οὐχὶ δῆλα ἡμῖν ταῦτα
20ποιῶν; Διόσκορος. Ναί· καλῶς εἴρηκας· καὶ μετὰ τοῦτο σῶρι ξανθὸν, καὶ χάλκανθον ξανθὸν, καὶ κιννάβαριν.
Συνέσιος. Τὸ σῶρι καὶ ἡ χάλκανθος, ξανθά; πῶς; οὐκ ἀγνοεῖς ὡς64

2

.

66

χλωρὰ εἴη. Αἰνιττόμενος οὖν τὴν τοῦ χαλκοῦ ἐξίωσιν ἤτοι ἐξίχνευσιν, μᾶλλον δὲ τὴν τοῦ παντὸς ἀπὸ χρωμάτων τοῦτο εἴρηκεν· καὶ πάλιν ἐπιβεβαιούμενος, ἐπὶ τοῦ τέλους ἐπήγαγε· «Μετὰ γὰρ τὴν ἀφαίρεσιν τοῦ ἰοῦ, ἥ τις καλεῖται ἐξίωσις, τότε ἐπιβολῆς τῶν ὑγρῶν γενομένης,
5γίνεται βεβαία ξάνθωσις.» Καὶ ὄντως ἡ ἀφθονία τοῦ ἀνδρὸς ἐνταῦθα ἀπεδείχθη Ὅρα γὰρ πῶς εὐθέως συνῆψε τὸν διορισμὸν χρησάμενος, καὶ εἰπών· «Τὰ δὲ ἐν ζωμοῖς εἰσι ταῦτα· κρόκος κιλίκιος, ἀριστολοχία, κνήκου ἄνθος, ἀναγαλλίδος ἄνθος τῆς τὸ κυάνεον ἄνθος ἐχούσης.» Τούτου
10πλέον τί εἶχεν εἰπεῖν, ἢ καταλέξαι, ἵνα πείσῃ ἡμῶν τὰς καρδίας, εἰ μὴ διὰ τὸ εἰπεῖν ἄνθος ἀναγάλλιδος· θαύμασαι γάρ μοι οὐ μόνον ἀναγαλ‐ λίδος, ἀλλὰ καὶ ἄνθος εἶπε· τὸ γὰρ ἀναγαλλίδος ἐμήνυσεν ἡμῖν τὸ ἀναγαγεῖν τὸ ὕδωρ· διὰ γὰρ τοῦ ἄνθους τὰς τούτων ψυχὰς ἀναγαγεῖν, τουτέστι τὰ πνεύματα. Εἰ μὴ γὰρ ταῦτα οὕτως ἔχοι, οὐδέν ἐστι βέβαιον.
15καὶ μάτην δυστυχήσαντες οἱ τάλανες εἰς τὸ πέλαγος τοῦτο ὑπορριπιζό‐ μενοι πολλοῖς κόποις καὶ μογεροῖς ἐμπεσόντες, ἀνόνητοι καθεστῶτες ἔσονται. —Καὶ τί πάλιν ὁ ἄφθονος φιλόσοφος καὶ καλὸς διδάσκαλος ἐπή‐ γαγε ῥὰ ποντικόν;
20 —Βλέπε ἀφθονίαν ἀνδρός. Ῥὰ εἶπεν αὐτὸ, καὶ ἵνα ἡμᾶς πείσῃ, πήγαγε τὸ ποντικόν. Τίς γὰρ ἀνδρῶν φιλοσόφων οὐκ οἶδεν ὅτι ὁ Πόντος κατάρρους ἐστὶν ἐκ τῶν ποταμῶν πάντοθεν περικλυζόμενος; —Ἀληθῶς, Συνέσιε, ἔφρασας, καὶ ηὔφρανάς μου τὴν ψυχὴν σήμε‐ ρον. Οὐκ ἔστι γὰρ μέτρια ταῦτα· τοῦτο δέ σε παρακαλῶ ἵνα ἐπιπλεῖόν
25με διδάξῃς. Διὰ τί ἄνω εἶπε χάλκανθον ξανθὴν, ὧδε ἀπροσδιορίστως,
μετὰ τὴς κυανοῦ χαλκάνθου, ἐπήγαγεν;65

2

.

67

—Ἀλλὰ ταῦτα, ὦ Διόσκορε, τὰ ἄνθη μηνύουσι, χλωρὰ γὰρ ὑπάρ‐ χουσιν. Ἐπειδὴ οὖν τὸ ἀνερχόμενον ὕδωρ δεῖται πήξεως, εὐθέως ἐπήγα‐ γεν· κόμι ἀκάνθης. Εἶτα ἐπάγει· οὖρον ἄφθορον, καὶ ὕδωρ ἀσβέστου, καὶ ὕδωρ σποδοκράμβης, καὶ ὕδωρ στυπτηρίας, καὶ ὕδωρ νίτρου, καὶ
5ὕδωρ ἀρσενίκου καὶ θείου. Βλέπε πῶς πάντα τὰ λυτικὰ καὶ διαφορεῖν δυνάμενα προήνεγκεν, τοῦτο δηλονότι διδάσκων ἡμᾶς τὴν ἀνάλυσιν τῶν σωμάτων. —Ναὶ, καλῶς εἴρηκας. Καὶ πῶς ἐπὶ τέλει εἴρηκε· Κυνὸς γάλα; Ἵνα σοι δείξῃ ὅτι ἀπὸ τοῦ κοινοῦ τὸ πᾶν λαμβάνεται;
10 —Ὅντως ἐνόησας, Διόσκορε. Πρόσεχε δὲ πῶς λέγει· Αὕτη ἡ ὕλη τῆς χρυσοποιΐας ἐστί. —Ποία ὕλη; —Τίς οὐκ οἶδεν ὅτι πάντα φευκτά ἐστιν; Οὔτε γὰρ ὄνειον γάλα, οὔτε κυνὸς γάλα πυριμαχῆσαι δύναται. Τὸ γὰρ ὄνειον γάλα, ἐὰν ἀποθήσῃς
15ἐν τόπῳ ἱκανὰς ἡμέρας, ἀφαντοῦται. —Τί δὲ καὶ τὸ εἰπεῖν· Ταῦτά εἰσι τὰ μεταλλοιοῦντα τὴν ὕλην, ταῦτα καὶ πυρίμαχα ποιεῖ, φευκτῶν αὐτῶν ὄντων· καὶ τό· Ἐκτὸς τούτων οὐδέν ἐστιν ἀσφαλές; —Ἵνα νομίσωσιν οἱ τάλανες ὅτι ἀληθῆ εἰσι ταῦτα. Ἀλλὰ πάλιν
20ἄκουσον αὐτοῦ τί εἶπεν καὶ ἐπιφέρει. Ἐὰν ᾖς νοήμων, καὶ ποιήσῃς ὡς γέγραπται (ἀντὶ τοῦ· Ἐὰν ᾖς σοφὸς, καὶ διακρίνῃς τὸν λογισμὸν ὡς δεῖ κεχρῆσθαι), ἔσῃ μακάριος. —Καὶ τί ἀλλαχοῦ εἶπε; Τοῖς ἐχέφροσιν ὑμῖν λέγω. Δεῖ οὖν ὑμᾶς
γυμνάζειν τὰς φρένας ὑμῶν, καὶ μὴ ἀπατᾶσθαι, ἵνα καὶ τὴν ἀνίατον66

2

.

68

νόσον τῆς πενίας ἐκφύγοιμεν, καὶ μὴ νικηθῶμεν ὑπ’ αὐτῆς, καὶ εἰς ματαίαν πενίαν ἐμπεσόντες δυστυχήσωμεν, ἀνόνητοι καθεστῶτες· τοῦ γυμνάζεσθαι τὰς φρένας ὁφείλομεν, καὶ ὀξὺν ἔχειν τὸν νοῦν. —Διὰ τί οὖν ἐπιφέρει τὸ ἐπιβάλλειν;
5 —Οὐ διαλέγει τὰ προλεγόμενα, ἀλλὰ τὰ ἀπὸ τοῦ νοός. Ἀλλὰ πάλιν λέγει ποτὲ μὲν χρυσὸν διὰ τὸν χρυσοκόραλλον, ποτὲ δὲ ἄργυρον διὰ τὸν χρυσὸν, ποτὲ δὲ χαλκὸν διὰ τὸν χρυσὸν, ποτὲ δὲ μόλυβδον ἢ κασσίτερον διὰ τὸν μολυβδόχαλκον. Ἰδοὺ αὐτός [ἐστιν] ὑπὸ τοὺς βαθμοὺς τῆς τέχνης ἀνήγαγεν ἡμᾶς· καὶ μὴ κενεμβατοῦντες εἰς
10βόθρον ἐμπέσωμεν τῆς αὐτῆς ἀγνοίας τῶν σημαινομένων παρ’ αὐτῶν. Πολλὴ γὰρ ὑπάρχει τῷ ἀνδρὶ ἡ σοφία. Μετὰ γὰρ τὸ εἰπεῖν αὐτόν· Αὕτη ἡ ὕλη τῆς χρυσοποιΐας εἰρήσθω, ἐπιφέρει λέγων· Φέρε δὴ καθεξῆς καὶ τὸν τῆς ἀργυροποιΐας λόγον ἀφθόνως ἐξείπωμεν, ἵνα δείξῃ ἡμῖν ὅτι δύο ἐργασίαι· ὅτι καὶ ἡ ἀργυροποιΐα πρὸ πάντων προτετίμηται καὶ
15προτερεύει, καὶ χωρὶς αὐτῆς οὐδὲν γενήσεται. Ἄκουσον αὐτοῦ πάλιν ἐνταῦθα λέγοντος· Ἡ ὑδράργυρος ἡ ἀπὸ ἀρσενίκου ἢ θείου, ἢ ψιμμυθίου, ἢ μαγνησίας, ἢ στίμμεως ἰτα‐ λικοῦ. Καὶ ἄνω μὲν οὖν ἐν τῇ χρυσοποιΐᾳ· Ὑδράργυρος ἡ ἀπὸ κινναβάρεως· ἐνταῦθα δέ· Ὑδράργυρος ἡ ἀπὸ ἀρσενίκου ἢ ψιμμυθίου
20καὶ τὰ ἑξῆς. —Καὶ πῶς ἐνδέχεται ὑδράργυρον ψιμμύθιον γενέσθαι;
—Ἀλλ’ οὐκ ἀπὸ ψιμμιθίου ὑδράργυρον εἶπεν ἵνα λάβωμεν, ἀλλὰ τὴν67

2

.

69

λεύκωσιν τῶν σωμάτων, εἴτουν ἀνάκαμψιν αἰνιττόμενος εἴρηκεν· ὧδε γὰρ τὰ λευκὰ πάντα εἶπεν· ἐκεῖ δὲ τὰ ξανθὰ, ἵνα νοήσωμεν. Ὅρα πῶς εἶπεν· Σῶμα μαγνησίας χρυσοκόραλλον· ἐνταῦθα δὲ σῶμα μαγνησίας, μαγνησίας μόνον ἢ στίμμεως ἰταλικοῦ. Καὶ ταῦτα μὲν
5πρὸς βραχύ τι αὔταρκες ὑμῖν εἰρήσθω. Προγυμνάζεσθαι δὲ τὸν νοῦν χρὴ, ἵνα διαγιγνώσκωμεν τὰς τῆς φύσεως ἐνεργείας περὶ τῶν σπουδαζομένων τῇ τοῦ Θεοῦ συνεργείᾳ. Δεῖ οὖν ὑμᾶς γινώσκειν, 〈ὅτι〉 ταριχεύεσθαι δεῖ τὰ εἴδη πρῶτον καὶ ταῖς χω〈νεύ〉σεσιν ὁμόχροα ἀποτελεῖσθαι εἰς ἓν χρῶμα· καὶ τὰ μὲν δύο ὑδράργυρα ὑδραρ‐
10γυρίζονται καὶ εἰς σῆψιν ἀποχωρίζονται. Θεοῦ δὲ βοηθοῦντος ἄρξομαι
ὑπομνηματίζειν.68