TLG 4319 067 :: ZOSIMUS :: Ποίημα τοῦ Ζωσίμου (πρᾶξις γʹ) (e codd. Paris. B.N. gr. 2327, fol. 88r + Laur. gr. 86.16, fol. 95r) ZOSIMUS Alchem., fiq frater Theosebeiae Ποίημα τοῦ Ζωσίμου (πρᾶξις γʹ) (e codd. Paris. B.N. gr. 2327, fol. 88r + Laur. gr. 86.16, fol. 95r) Dup. 4319 005 Citation: (Line) | ||
1t | Ποίημα τοῦ αὐτοῦ Ζωσίμου, | |
---|---|---|
2t | πρᾶξις γʹ | |
1 | Καὶ πάλιν κατενόησα τὸ θεῖον καὶ ἱερὸν φιαλοβω‐ μόν, καὶ εἶδόν τινα ἱεροπρεπῆ λευκοποδήρη ἐνδεδυμένον ἱερουργοῦντα τὰ φοβερὰ ἐκεῖνα μυστήρια καὶ εἶπον· «Ἆρα τίς ἐστιν οὗτος;». Καὶ ἀποκριθεὶς εἶπέν μοι· | |
5 | «Οὗτός ἐστιν ὁ ἱερεὺς τῶν ἀδύτων· οὗτος βούλεται αἱματῶσαι τὰ σώματα καὶ ὀμματῶσαι τὰ ἀόμματα καὶ τὰ νενεκρωμένα ἀναστῆσαι». Καὶ οὕτως πάλιν πεσὼν ἐκοιμήθην ἄλλον ὀλίγον, καὶ αὐτόθι ἐν τῷ ἐπανέρχεσθαί με ἐπὶ τὴν τετάρτην | |
10 | κλίμακα, εἶδον κατὰ ἀνατολὰς ἐρχόμενον κατέχοντα ἐν | |
τῇ χειρὶ αὐτοῦ μάχαιραν, καὶ ἄλλος ὀπίσω αὐτοῦ φέρων περιηγκωνισμένον τινὰ λευκοφόρον καὶ ὡραῖον τὴν ὄψιν οὗ τὸ ὄνομα [αὐτοῦ] ἐκαλεῖτο μεσουράνισμα κινναβά‐ ρεως. Καὶ ὡς πλησίον ἦλθον τῶν κολάσεων, λέγει ὁ τὴν | 46 | |
15 | μάχαιραν κρατῶν· «Περίτεμε αὐτοῦ τὴν κεφαλὴν καὶ τὰ κρέατα αὐτοῦ θῦσον ἀνὰ μέρος καὶ τὰς σάρκας αὐτοῦ ἀνὰ μέρος ὅπως αἱ σάρκες αὐτοῦ πρῶτον ἑψηθῶσιν ὀργανικῶς καὶ τότε τῇ κολάσει παραπορευθῶσιν». Καὶ οὕτως πάλιν ἔξυπνος γενόμενος εἶπον· «Καλῶς ἐπενό‐ | |
20 | ησα καὶ οἱ περὶ ταῦτά εἰσιν τὰ ὑγρὰ τῆς μεταλλικῆς». Καὶ πάλιν ὁ βαστάζων τὴν μάχαιραν ἔφη· «Πεπληρώκα‐ τε τὴν κάτω ἑπτακλίμακα». Ὁ δὲ ἕτερος ἔφη· «Ἅμα τῷ ἐκβαλεῖν τοὺς μολύβδους δι’ ὑγρῶν πάντων ἡ τέχνη | |
πεπλήρωται». | 47 |