TLG 4319 066 :: ZOSIMUS :: Ζωσίμου πρᾶξις βʹ (e codd. Paris. B.N. gr. 2327, fol. 87v + Laur. gr. 86.16, fol. 93v) ZOSIMUS Alchem., fiq frater Theosebeiae Ζωσίμου πρᾶξις βʹ (e codd. Paris. B.N. gr. 2327, fol. 87v + Laur. gr. 86.16, fol. 93v) Dup. 4319 004 Citation: (Line) | ||
1t | Ζωσίμου | |
---|---|---|
2t | πρᾶξις βʹ | |
1 | Μόλις ποτὲ εἰς ἐπιθυμίαν ἐλθὼν τοῦ ἀναβῆναι τὰς ἑπτὰ κλίμακας καὶ θεάσασθαι τὰς ἑπτὰ κολάσεις καὶ δὴ ὡς ἔχει ἐν μιᾷ τῶν ἡμερῶν ἥνυσα τὴν ὁδὸν τοῦ ἀναβῆναι. Διελθὼν δὲ πολλάκις ἀνῆλθον ἔπειτα εἰς τὴν ὁδὸν καὶ δὴ | |
5 | ἐν τῷ ἐπανέρχεσθαί με, ἀπέτυχον πάσης ὁδοῦ. Καὶ ἐν ἀθυμίᾳ πολλῇ γενόμενος, μὴ ἰδόντος μου πόθεν ἀπελ‐ θεῖν, ἀθυμοῦντος δέ μου, ἐτράπην εἰς ὕπνον. Καὶ θεωρῶ κατὰ τοῦ ὕπνου μου ξυρουργόν τινα ἀνθρωπάριον ἠμφιεσμένον στολὴν ἐρυθρὰν καὶ βασιλικὴν ἐσθῆτα καὶ | |
10 | ἱστάμενον ἔξω τῶν κολάσεων. Καὶ λέγει μοι· «Τί ποιεῖς, ἄνθρωπε;». Ἐγὼ δὲ πρὸς αὐτὸν ἔφην· «Ἵσταμαι ὧδε ὅτι πάσης ὁδοῦ ἀστοχήσας ὑπάρχω πλανώμενος». Ὃ δὲ | |
λέγει μοι· «Ἀκολούθει μοι». Ὧδε ἐξῆλθον, ἠκολούθουν αὐτῷ· πλησίον δὲ γενόμενος τῶν κολάσεων, θεωρῶ τὸν | 43 | |
15 | ὁδηγοῦντά με ἐκεῖνον ξυρουργὸν ἀνθρωπάριον· καὶ ἰδοὺ ἐνεβλήθη ἐν τῇ κολάσει καὶ ὅλον αὐτοῦ τὸ σῶμα ἐδαπανήθη ὑπὸ τοῦ πυρός. Ἰδὼν ἐγὼ ἐξέστην καὶ ἐτρόμαξα ἀπὸ τοῦ φόβου καὶ διυπνίσθην καὶ λέγω ἐν ἑαυτῷ· «Ἆρα τί ἐστι τὸ ὁρώμενον;». Καὶ πάλιν διεσά‐ | |
20 | φησα τὸν λόγον καὶ διακρίνων ὅτι ὁ ξυρουργὸς ἐκεῖνος ἄνθρωπος ὁ χαλκάνθρωπός ἐστιν ἔχων ἐρυθρὰν ἐσθῆτα ἐνδεδυμένος, καὶ εἶπον· «Καλῶς ἐπενόησα· οὗτός ἐστιν ὁ χαλκάνθρωπος· δεῖ δὲ πρῶτον ἐμβαλεῖν αὐτὸν εἰς τὰς κολάσεις». | |
25 | Πάλιν ἐπεθύμησεν ἡ ψυχή μου τοῦ ἀναβῆναι καὶ τὴν τρίτην κλίμακα καὶ πάλιν μόνος τὴν ὁδὸν ἐπο‐ ρευόμην. Καὶ ὡς ἐγενόμην τῶν κολάσεων πλησίον, πάλιν ἐπλανήθην μὴ εἰδὼς τὴν ὁδὸν ἱστάμενος ἀπονενοημένος. Καὶ πάλιν τῷ ὁμοίῳ τρόπῳ θεωρῶ πεπολιωμένον γηραιὸν | |
30 | λευκὸν πάνυ ὥστε ἐκ τῆς πολλῆς λευκότητος αὐτοῦ οἱ ὀφθαλμοὶ ἀπημαυρώθησαν. Τὸ δὲ ὄνομα αὐτοῦ ἐκαλεῖτο Ἀγαθοδαίμων. Καὶ στραφεὶς ὁ πεπολιωμένος ἐκεῖνος θεωρεῖ με ἐπὶ πλείστην ὥραν. Ἐγὼ δὲ τοῦτον ἐπεμε‐ λούμην δεῖξαί μοι εὐθεῖαν ὁδόν. Ὃ δὲ πρός με οὐκ | |
35 | ἀνεστράφη, ἀλλ’ ἥνυσεν τὴν ὁδὸν αὑτοῦ σπουδαίως καὶ διερχόμενος δὲ ἔνθεν κἀκεῖθεν. Ἥνυον σπουδαίως τὸν βωμόν· ὡς οὖν ἥνυσα ἄνω ἐπὶ τοῦ βωμοῦ, θεωρῶ τὸν πεπολιωμένον γηραιὸν καὶ ἐνεβλήθη ἐν τῇ κολάσει. Ὦ οὐρανίων φύσεων δημιουργοί, εὐθὺς ὅλος ὑπὸ τῆς φλο‐ | 44 |
40 | γὸς πυρίφλεκτος γέγονεν, ὧν καὶ τὸ διήγημα, ἀδελφοί, φρικτόν· ἐκ γὰρ τῆς πολλῆς βίας τῆς κολάσεως οἱ ὀφθαλμοὶ αὐτοῦ πληρεῖς αἱμάτων γεγόνασιν. Ἐπηρώ‐ τησα δὲ λέγων αὐτόν· «Τί ἐνταῦθα κατάκεισαι;». Ὃ δὲ μόλις ἀνοίξας τὸ στόμα αὐτοῦ ἔφη μοι· «Ἐγώ εἰμι ὁ | |
45 | μολυβδάνθρωπος καὶ βίαν ὑπομένω ἀφόρητον». Καὶ οὕτως ἐκ πολλοῦ φόβου διυπνίσθην καὶ ἐν ἐμοὶ τὴν αἰτίαν ἠρεύνουν τοῦ πράγματος. Καὶ πάλιν διέκρινα καθ’ ἑαυτὸν καὶ εἶπον· «Καλῶς ἐπενόησα ὅτι οὕτως δεῖ ἐκβαλεῖν τὸν μόλυβδον». [Καὶ ἀληθῶς τὸ ὅραμά ἐστιν | |
(50) | περὶ συνθέσεως τῶν ὑγρῶν.] | 45 |