TLG 4319 065 :: ZOSIMUS :: Ζωσίμου τοῦ θείου περὶ ἀρετῆς·περὶ συνθέσεως ὑδάτων 〈πρᾶξις αʹ〉 (e codd. Venet. Marc. 299, fol. 92v, 115r; Paris. B.N. gr.2325, fol. 88r + 2327, fol. 84v; Laur. gr. 86.16, fol. 90v) ZOSIMUS Alchem., fiq frater Theosebeiae Ζωσίμου τοῦ θείου περὶ ἀρετῆς·περὶ συνθέσεως ὑδάτων 〈πρᾶξις αʹ〉 (e codd. Venet. Marc. 299, fol. 92v, 115r; Paris. B.N. gr.2325, fol. 88r + 2327, fol. 84v; Laur. gr. 86.16, fol. 90v) Dup. 4319 002 Citation: (Line) | ||
1t | Ζωσίμου τοῦ θείου | |
---|---|---|
2t | περὶ ἀρετῆς· | |
3t | περὶ συνθέσεως ὑδάτων, | |
4t | 〈πρᾶξισ〉 αηʹ | |
1 | Θέσις ὑδάτων καὶ κίνησις καὶ αὔξησις καὶ ἀποσω‐ μάτωσις καὶ ἐπισωμάτωσις καὶ ἀποσπασμὸς πνεύματος ἀπὸ σώματος καὶ σύνδεσμος πνεύματος μετὰ σώματος οὐ ξένων ἢ ἐπεισάκτων φύσεων ἀλλ’ αὐτὴ καὶ μόνον εἰς | |
5 | ἑαυτὴν ἡ μονοειδὴς φύσις κέκτηται τά τε στερεόστρακα | |
τῶν μετάλλων καὶ τὰ ὑγρόδρυα τῶν βοτανῶν. | 34 | |
7t | a | |
7 | Καὶ ἐν τούτῳ τῷ μονοει‐ δεῖ τῷ πολυχρώμῳ σχημα‐ τίζεται ἡ τοῦ παντὸς | |
10 | πολυύλικτος παμποικιλία καὶ ζήτησις· ὅθεν καὶ σεληνιαζομένης τῆς φύσε‐ ως τῷ μέτρῳ τῷ χρονικῷ ὑποβάλλει τὴν λῆξιν καὶ | |
15 | τὴν αὔξησιν δι’ ἧς ὑποφεύ‐ | |
γει ἡ φύσις. | Column end | |
7bist | b | |
7bis | Καὶ ἐν τούτῳ τῷ μονοει‐ | |
8bis | δεῖ καὶ πολυχρώμῳ σχή‐ | |
9bis | ματι σῴζεται ἡ τῶν πάντων | |
10bis | πολύλεκτος καὶ παμποίκι‐ | |
11bis | λος ζήτησις· ὅθεν καὶ | |
12bis | σεληνιαζομένης τῆς φύσε‐ | |
13bis | ως τῷ μέτρῳ τῷ χρονικῷ | |
14bis | ὑποβάλλεται καὶ τὴν λῆξιν | |
15bis | καὶ τὴν αὔξησιν δι’ ἧς ἱπ‐ | |
16bis | πεύει ἡ φύσις.ʼ | |
17 | Καὶ ταῦτα λαλῶν ἀπεκοιμήθην· καὶ ὁρῶ ἱερουργόν τινα ἑστῶτα ἔμπροσθεν μοῦ ἐπάνω βωμοῦ φιαλοειδοῦς. Ἔνθα δεκαπέντε κλίμακας πρὸς ἀνάβασιν εἶχεν ὁ αὐτὸς | |
20 | βωμός· ἔνθα ὁ ἱερεὺς ἵστατο. Καὶ φωνῆς ἄνωθεν ἤκουσα λεγούσης μοι· «Πεπλήρωκα τὸ κατιέναι με ταύτας τὰς δεκαπέντε σκοτοφεγγεῖς κλίμακας καὶ ἀνιέναι με τὰς φωτολαμπεῖς κλίμακας. Καὶ ἔστι καὶ ὁ ἱερουργῶν και‐ νουργῶν με ἀποβαλλόμενος τὴν τοῦ σώματος παχύτητα· | |
25 | καὶ ἐξ ἀνάγκης ἱερατευόμενος πνεῦμα τελοῦμαι». Καὶ | |
ἀκούσας τῆς φωνῆς αὐτοῦ ἐν τῷ φιαλοβωμῷ ἑστῶτος, ἠρώτουν μαθεῖν παρ’ αὐτοῦ τίς ὑπάρχει· ὃ δὲ ἰσχνο‐ φώνως ἀπεκρίνατό μοι λέγων· «Ἐγώ εἰμι ὁ Ἰῶν, ὁ ἱερεὺς τῶν ἀδύτων, καὶ βίαν ἀφόρητον ὑπομένω. Ἦλθε | 35 | |
30 | γάρ τις περὶ τὸν ὄρθρον δρομαίως καὶ ἐχειρώσατό με μαχαίρᾳ διελών με, διασπάσας κατὰ σύστασιν ἁρμονίας καὶ ἀποδερματώσας πᾶσαν τὴν κεφαλήν μου τῷ ξίφει τῷ ὑπ’ αὐτοῦ κρατουμένῳ. Τὰ ὀστέα ταῖς σαρξὶν συνέπλε‐ ξεν, καὶ τῷ πυρὶ τῷ διὰ χειρὸς κατέκαιεν ἕως ἂν ἔμαθον | |
35 | μετασωματούμενος πνεῦμα γενέσθαι. Καὶ αὕτη μού ἐστιν ἡ ἀφόρητος βία». Καὶ ὡς ἔτι ταῦτά μοι διελέγετο καὶ ἐξεβιαζόμην αὐτὸν εἰς τὸ λέγειν, ὥσπερ αἷμα γεγόνασιν οἱ ὀφθαλμοὶ αὐτοῦ καὶ ἤμεσεν πάσας τὰς σάρκας αὐτοῦ. Καὶ εἶδον αὐτὸν ὡς τοὐναντίον ἀνθρωπάριον κολοβὸν καὶ | |
40 | τοῖς ὀδοῦσιν ἑαυτοῦ ἑαυτὸν μασσώμενον καὶ συμπίπτον‐ τα. Καὶ φοβηθεὶς διυπνίσθην καὶ ἐνεθυμήθην· «Μὴ οὕτως ἆρά ἐστιν ἡ τῶν ὑδάτων θέσις;». Καὶ ἔδοξα πείθειν ἑαυτὸν νενοηκέναι καλῶς. Καὶ πάλιν ἀπεκοιμήθην. Καὶ εἶδον τὸν αὐτὸν φια‐ | |
45 | λοβωμὸν καὶ ἐπάνω ὕδωρ κοχλάζον καὶ πολὺν λαὸν εἰς αὐτὸν ἄπειρον ὄντα. Καὶ οὐκ ἦν τις ἵνα ἐρωτήσω αὐτὸν ἔξω τοῦ βωμοῦ. Καὶ ἀνέρχομαι ἐπὶ τὸ ἰδέσθαι τὴν θέαν εἰς τὸν βωμὸν καὶ ὁρῶ πεπολιωμένον ξυρουργὸν ἀνθρωπά‐ ριον λέγοντά μοι· «Τί σκοπεῖς;». Καὶ ἀπεκρινάμην | 36 |
(50) | αὐτῷ ὅτι θαυμάζω τοῦ ὕδατος τὸν βρασμὸν καὶ τῶν ἀνθρώπων συγκαιομένων καὶ ζώντων. Καὶ ἀπεκρίνατό μοι λέγων· «Αὕτη ἡ θέα ἣν ὁρᾷς εἴσοδός ἐστιν καὶ ἔξοδος καὶ μεταβολή». Ἐπηρώτησα οὖν αὐτὸν πάλιν· «Ποία μεταβολή;». Καὶ ἀπεκρίνατό μοι λέγων· «Τόπος ἀσ‐ | |
55 | κήσεως τῆς λεγομένης ταριχείας· οἱ γὰρ θέλοντες ἄνθρω‐ ποι ἀρετῆς τυχεῖν ὧδε εἰσέρχονται καὶ γίνονται πνεύματα φυγόντες τὸ σῶμα». Ἔλεγον οὖν αὐτῷ· «Καὶ σὺ πνεῦμα εἶ;». Καὶ ἀπεκρίνατό μοι λέγων· «Καὶ πνεῦμα καὶ φύλαξ πνευμάτων». Καὶ ἐν τῷ ὁμιλεῖν ἡμᾶς ταῦτα καὶ | |
60 | προστιθεμένου τοῦ βρασμοῦ καὶ τοῦ λαοῦ ὀλολύζοντος, εἶδον ἄνθρωπον χαλκοῦν δέλτον μολυβδίνην κατέχοντα ἐν τῇ χειρὶ αὐτοῦ· καὶ ἐξεῖπεν τῇ φωνῇ βλέπων τὴν δέλτον· «Τοῖς ἐν ταῖς κολάσεσι πᾶσιν ἐπιτρέπω κα‐ θεσθῆναι καὶ ἕκαστον ἐν τῇ χειρὶ αὐτοῦ λαβεῖν δέλτον | |
65 | μολυβδίνην καὶ χειρὶ γράφειν καὶ τὰς ὄψεις 〈ἔχειν〉 ἄνω καὶ τὰ στόματα ὑμῶν ἀνεῳγμένα ἕως ἂν αὐξήσῃ ἡ σταφυλὴ ὑμῶν». Καὶ τῷ λόγῳ τὸ ἔργον ἠκολούθει. Καὶ λέγει μοι ὁ οἰκοδεσπότης· «Ἐθεώρησας, ἐξέτεινας τὸν αὐχένα σου ἄνω καὶ εἶδες τὸ πραχθέν». Καὶ εἶπον ὅτι | 37 |
70 | εἶδον καὶ λέγει μοι ὅτι τοῦτον ὃν εἶδες χαλκάνθρωπον καὶ τὰς ἰδίας σάρκας ἐξεμοῦντα, οὗτός ἐστιν ὁ ἱερουργῶν καὶ ἱερουργούμενος, καὶ αὐτῷ ἐδόθη ἡ ἐξουσία τοῦ ὕδατος τούτου καὶ τῶν τιμωρουμένων. Καὶ ταῦτα ἐμφαντασθεὶς διυπνίσθην πάλιν καὶ | |
75 | εἶπον πρὸς ἑαυτόν· «Τίς ἡ αἰτία τῆς ὀπτασίας ταύτης; μὴ ἆρα τοῦτό ἐστιν τὸ ὕδωρ τὸ λευκόν, τὸ καὶ ξανθόν, τὸ κοχλάζον, τὸ θεῖον;». Καὶ ηὗρον ὅτι μᾶλλον καλῶς ἐνόησα, καὶ εἶπον ὅτι καλὸν τὸ λέγειν καὶ καλὸν τὸ ἀκούειν, καλὸν τὸ διδόναι καὶ καλὸν τὸ λαμβάνειν, καλὸν | |
80 | τὸ πενητεύειν καὶ καλὸν τὸ πλουτεῖν. Καὶ πῶς ἡ φύσις μανθάνει διδόναι καὶ λαμβάνειν; Δίδωσι ὁ χαλκάνθρωπος καὶ λαμβάνει ὁ ὑγρόλιθος. Δίδωσι τὸ μέταλλον καὶ λαμβάνει ἡ βοτάνη. Διδοῦσιν οἱ ἀστέρες καὶ λαμβάνει τὰ ἄνθη. Δίδωσιν ὁ οὐρανὸς καὶ λαμβάνει ἡ γῆ. Διδοῦσιν αἱ | |
85 | βρονταὶ τοῦ ἐκτροχίζοντος πυρός. Καὶ συμπλέκονται τὰ πάντα καὶ ἀποπλέκονται τὰ πάντα. Καὶ μίσγονται τὰ πάντα καὶ συντίθενται τὰ πάντα. Καὶ κιρνᾶται τὰ πάντα καὶ ἀποκιρνᾶται τὰ πάντα. Καὶ βρέχει τὰ πάντα καὶ ἀποβρέχει τὰ πάντα. Καὶ ἀνθεῖ τὰ πάντα καὶ ἐξανθεῖ τὰ | 38 |
90 | πάντα ἐν τῷ φιαλοβωμῷ. Ἕκαστον γὰρ μεθόδῳ καὶ σηκώματι καὶ οὐγκιασμῷ τετραστοίχῳ. Ἡ τῶν ὅλων συμπλοκὴ καὶ ἀποπλοκὴ καὶ ὁ πᾶς σύνδεσμος ἄνευ μεθόδου οὐ γίνεται. Ἡ μέθοδος φυσική ἐστιν καὶ φυσῶσα καὶ ἐκφυσῶσα καὶ τὰς τάξεις τηροῦσα [τῆς μεθόδου], | |
95 | αὔξουσα καὶ λήγουσα. Καὶ τὰ πάντα, ὡς ἐν συντόμῳ, σύμφωνα τῇ διαιρέσει καὶ τῇ ἑνώσει τῆς μεθόδου μηδὲν ὑπολειφθείσης ἐκστρέφει τὴν φύσιν. Ἡ γὰρ φύσις στρεφομένη εἰς ἑαυτὴν στρέφεται. Καὶ αὕτη ἐστὶν ἡ τοῦ παντὸς κόσμου τῆς ἀρετῆς φύσις καὶ σύνδεσμος. | |
(100) | Καὶ ἵνα μὴ διὰ πολλῶν σοι γράφω, φίλτατε, κτίσαι σοι ναὸν μονόλιθον ψιμυθοειδῆ, ἀλαβαστροειδῆ, Προ‐ κοννήσιον, μήτε ἀρχὴν ἔχοντα μήτε τέλος ἐν τῇ οἰκο‐ δομῇ, πηγὴν δὲ ἔσωθεν ἔχοντα ὕδατος καθαρωτάτου καὶ | |
φῶς ἐξαστράπτον ἡλιακόν. Περιέργασαι δὲ πόθεν ἡ | 39 | |
105 | εἴσοδος τοῦ ναοῦ, καὶ λαβὲ ἐπὶ χεῖράς σου ξίφος καὶ οὕτως ζήτει τὴν εἴσοδον. Στενόστομος γάρ ἐστιν ὁ τόπος ὅθεν ἐστὶν ἡ ἄνοιξις τῆς ὁδοῦ καὶ δράκων παράκειται τῇ εἰσόδῳ, φυλάττων τὸν ναόν. Καὶ τοῦτον χειρωσάμενος, πρῶτον θῦσον καὶ ἀποδερματώσας αὐτὸν καὶ λαβὼν τὰς | |
110 | σάρκας αὐτοῦ μετὰ τῶν ὀστέων διέλῃς μέλη μέλη· καὶ συνθεὶς μέλος μέλος μετὰ τῶν ὀστέων πρὸς τὸ στόμιον τοῦ ναοῦ ποίησον ἑαυτῷ βάσιν καὶ ἀνάβηθι καὶ εἴσελθε καὶ εὑρήσεις ἐκεῖ τὸ ζητούμενον χρῆμα. Τὸν γὰρ ἱερέα τὸν χαλκάνθρωπον, ὃν ὁρᾷς ἐν τῇ πηγῇ καθήμενον καὶ τὸ | |
115 | χρῆμα συνάγοντα, ἐκεῖνον δὲ οὐχ ὁρᾷς χαλκάνθρωπον· μετέβη γὰρ τοῦ χρώματος τῆς φύσεως καὶ γέγονεν ἀργυράνθρωπος· ὃν μετ’ ὀλίγον ἐὰν θελήσῃς, ἕξεις χρυσάνθρωπον. Τοῦτο τὸ προοίμιόν ἐστιν εἴσοδος τοῦ ἀνοίγεσθαί | |
120 | σοι τὰ παρακάτω ἄνθη λόγων· καὶ ζητήσεις ἀρετῶν καὶ σοφίας καὶ φρονήσεως, καὶ νοῦ δόγματα, καὶ μέθοδοι δραστικαί, καὶ ἀποκαλύψεις κεκρυμμένων ῥήσεων εἰς φανερὸν γινομένων· καὶ τὸ πᾶν ὁ τῆς ἀρετῆς μεθοδεύει χρόνος. Καὶ τί ἐστιν νικῶσα φύσις τὰς φύσεις; Καὶ | |
125 | ἀποτελεῖται καὶ γίνεται ἰλιγγιῶσα καὶ ἐκθλιβομένη πρὸς | |
τὴν ζήτησιν, κοινὸν πρόσωπον τοῦ παντὸς τῆς ἐργασίας ἐρωμένης ἀναλαμβάνει καὶ τὴν οἰκείαν ὕλην τοῦ εἴδους κατεσθίει. Καὶ εἶθ’ οὕτως πεσοῦσα τοῦ προτέρου σχήμα‐ τος θνῄσκειν οἴεται καὶ ὅταν βαρβαρίζουσα μιμῆται οἷον | 40 | |
130 | ἰουδαϊκὴν †ἔχοντος†, τότε διεκδικήσασα ἑαυτὴν ἡ τάλαι‐ να κουφοτέρα ἑαυτῆς γίνεται, μίξιν ἔχουσα τῶν ἰδίων μελῶν καὶ τὸ ὑγρὸν ἅμα πυρί· καὶ τελεσφορεῖται. Ἐν τούτοις τοῖς νοήμασι τοῦ νοῦ σαφῶς ἐκστρέψας τὴν φύσιν ἐπίστηθι καὶ τὴν πολύϋλον ὡς μονόϋλον | |
135 | λογίζου. Μηδενὶ σαφῶς κατάλεγε τὴν τοιαύτην ἀρετήν, ἀλλ’ αὐτὸς ἑαυτῷ ἀρκέσθητι, μήπως καὶ λέγων ἑαυτὸν ἀνέλῃς. Ἡ γὰρ σιωπὴ διδάσκει τὴν ἀρετήν. Καλὸν ἰδεῖν τῶν τεσσάρων μετάλλων τὰς μεταβολάς, μολύβδου, χαλκοῦ, ἀργύρου, κασσιτέρου, εἰς τὸ γενέσθαι τέλειον | |
140 | χρυσόν. Λαβὼν ἅλας, νότισον θεῖον τὸ ἀγλαΐζον, τὸ κηρομε‐ λές. Δῆσον ὁποτέρων τὴν ἰσχύν, καὶ χάλκανθον μεσίτευε, καὶ ποίησον ὄξος ἐξ αὐτῶν πρωτοζύμιον ἔργου [καὶ χάλκανθον]. Κατὰ βαθμὸν δὲ ἐν τούτοις τὸν λευκοειδῆ | |
145 | δαμάσεις χαλκὸν ἀνάγκῃ καὶ εὑρήσεις μετὰ πέμπτην μέθοδον· ὑπὸ τὰς τρεῖς αἰθάλας ἑξῆς γίνεται ὁ λεγόμενος χρυσός. Ἰδοὺ καὶ τὴν ὕλην δαμάζων ἀπέχεις τὸ μονόει‐ | 41 |
δον τὸ ἐκ πολλῶν εἰδῶν. | 42 |