TLG 4319 064 :: ZOSIMUS :: Περὶ τοῦ θείου ὕδατος (e codd. Venet. Marc. 299, fol. 113v; Paris. B.N. gr. 2325, fol. 86r + 2327, fol. 83r; Laur. gr.86.16, fol. 88v) ZOSIMUS Alchem., fiq frater Theosebeiae Περὶ τοῦ θείου ὕδατος (e codd. Venet. Marc. 299, fol. 113v; Paris. B.N. gr. 2325, fol. 86r + 2327, fol. 83r; Laur. gr.86.16, fol. 88v) Dup. 4319 008 Citation: (Line) | ||
1t | Περὶ τοῦ αὐτοῦ θείου ὕδατος | |
---|---|---|
1 | Λαβὼν ᾠὰ ὅσα βούλει ἔκζεσον καὶ κλάσας αὐτὰ ἔξελε ἅπαν αὐτῶν τὸ λευκόν· τὰ δὲ ὄστρακα αὐτῶν μὴ χρήσῃ. Λαβὼν δὲ ἀγγεῖον ὑάλινον ἀρσενόθηλυ, τὸ καλούμενον ἄμβικα, βάλε ἐν αὐτῷ τοὺς κρόκους τῶν ᾠῶν | |
5 | σταθμῷ χρώμενος τοιῷδε· τῇ οὐγγίᾳ τῶν κρόκων ἐπίβαλε ἐκ τοῦ ὀστράκου τῶν ᾠῶν κεκαυμένου ὑπάρχοντος κεράτια βʹ, μὴ πλεῖον ἢ ἔλαττον, ἀλλὰ καθὼς γέγραπται. Εἶτα λειώσας καὶ λαβὼν ἕτερα ᾠὰ καὶ κλάσας αὐτὰ βάλε ἐν τῷ βίκῳ, ἅμα μετὰ τῶν κρόκων τῶν λελειωμένων ἵνα τὰ | |
10 | ἀκέραια ᾠὰ χωννύηται εἰς τὰ κρόκα. Καὶ περιπηλώσας | |
τὸν ἄμβικα καὶ τὸ μαστάριον σὺν τῷ ῥογίῳ ἀσφαλείᾳ πολλῇ οἰκονομήσας στέατι σὺν γύψῳ ἢ προπόλει ἢ ἐλαιοκονίᾳ ἢ ὡς βούλει, δὸς ὀπτᾶσθαι ἐν ἱππείᾳ κόπρῳ ἢ ὀνείᾳ ἢ πρισματοκαύστου ἢ κουκουμοκανδήλης ἢ οἵᾳ | 30 | |
15 | δήποτε συμμέτρῳ θερμασίᾳ, εἴ τι βαστάζει χεὶρ ἀνθρώ‐ που. Ἔστω δὲ καὶ ὁ τόπος ὅπου ἂν τὰ ἐργαλεῖα κέηται ἀπήνεμος, ἔχων τὰ φῶτα ἀνατολικὰ ἢ νότια, μὴ δυτικὰ ἢ ἀρκτικὰ [ἢ βόρεια ἢ Θρᾳκικὰ] διὰ τὴν διάψυξιν, καὶ δὸς ὀπτᾶσθαι ἡμέρας ιδʹ ἢ καʹ ἕως ἂν τῶν αἰθαλῶν παύσηται | |
20 | ἡ ἀναγωγή. Περιφίμου δὲ τὰς ἁρμογὰς τοῦ ἐργαλείου ἀσφαλῶς ὅπως ἡ ὀσμὴ φυλαχθῇ. Ἐπὰν γὰρ ἐκβῇ, ἀπώλετο ἡ τέχνη· δυσώδης γάρ ἐστιν ἡ ὀσμὴ πάνυ, καὶ αὕτη ἡ ὀσμὴ ὑπάρχει ἡ τέχνη. Τὸ μὲν οὖν πρῶτον ἀνερχόμενον ὕδωρ ἐστὶν † Δʹʹ | |
25 | τάξει δακρύου δύσοσμον ἄσβεστος μόνη†. Εἶτα παυσα‐ μένης τῆς ἀναγωγῆς τοῦ ὕδατος αἴρεις τὸ ῥογίον ἐν ᾧ ἦλθε τὸ ὕδωρ καὶ περιφιμοῖς ἀσφαλῶς φυλάττων αὐτό. Τὸν δὲ ἄμβικα ἀνακαλύψας φράσσεις τὰς ῥῖνας διὰ τὴν ὀσμὴν καὶ εὑρήσεις τὰς ἐν τῷ θηλυκῷ πατελλίῳ οὔσας | |
30 | σκωρίας νεκράς. Μὴ ἀπείπῃς δὲ τὸν νεκρὸν εἰς ἀνάστασιν ἐλθεῖν, ἀλλὰ προσδόκα τοῦ ἀπεγνωσμένου τὴν ἀνάστα‐ σιν. Εἶτα πρόσμιξον τῇ σποδῷ κρόκα ἕτερα ᾠῶν, ὡς ἐπὶ τῆς σαπωναρικῆς τέχνης καὶ συλλείου τὰ ὑγρὰ μετὰ τῶν | |
ξηρῶν καὶ βάλε ἐν ἄμβικι καὶ ποίησον ὡς προτέτακται, | 31 | |
35 | ἀλλάσσων τὸ δοχεῖον τοῦ ὕδατος, τοῦτ’ ἔστι τὸ ῥογίον. Τοῦτο ποίει ἐπὶ τρὶς καὶ ὄψει τὸ μὲν πρῶτον ὕδωρ λευκὸν ὡς προγέγραπται, ὃ καὶ οἱ ἀρχαῖοι ὄμβριον ὕδωρ ἐκάλεσαν· τὸ δὲ δεύτερον ὕδωρ ξανθόχλωρον, ὃ καὶ ῥαφάνινον ἔλαιον εἰρήκασι· τὸ δὲ τρίτον ὕδωρ μελάγχλω‐ | |
40 | ρον, ὃ καὶ κίκινον ἔλαιον ἐκάλεσαν. Ὁμοίως καὶ αἱ σκωρίαι αἱ ἐν τῷ πατελλίῳ οὖσαι· εἰς μὲν τὴν πρώτην ἀποκάλυψιν, εὑρήσεις τὴν σκωρίαν μελαντέραν· εἰς δὲ τὴν δευτέραν, λευκήν· εἰς δὲ τὴν τρίτην, ξανθήν. Μετὰ οὖν τὴν πρώτην καὶ δευτέραν καὶ τρίτην ἀνάσπασίν τε | |
45 | καὶ ἀποκάλυψιν, συνενοῖς τῶν τριῶν ἀνασπάσεων τὰ ὕδατα—τοῦτ’ ἔστι τὰ ἐν αὐτοῖς ὄντα θεῖα ὕδατα—ἐν τῇ σκωρίᾳ τῇ ὑπολιμπανομένῃ ἐν τῇ θηλείᾳ. Καὶ μετὰ ταῦτα λαβὼν βῖκον ὑάλινον, χάλασον τὰ ὄντα ἐν τῷ ἄμβικι ἐν αὐτῷ καὶ πωμάσας τὸν βῖκον ὀστράκῳ γεγα‐ | |
(50) | νωμένῳ ἰσομέτρῳ τοῦ χείλους τοῦ βίκου, περιφίμου ἀσφαλείᾳ οἵᾳ βούλει, μάλιστα δὲ πυριμάχῳ πηλῷ τὸ ἄγγος περιχρίων· καὶ ἔασον τοῦτο ἐν βολβίτοις καμίνου ἡμέρας μαʹ, ἵνα σήψεως γενομένης ἐξομοιωθῇ τὸ βαπτό‐ μενον τῷ βάπτοντι καὶ κρατήσῃ ἡ φύσις τὴν φύσιν. Οὕτω | |
55 | γὰρ τὰ θειώδη ὑπὸ τῶν θειωδῶν κρατοῦνται καὶ τὰ ὑγρὰ ὑπὸ τῶν καταλλήλων ὑγρῶν. | |
Καὶ μηκέτι φρόντιζε σταθμοῦ, μήτε νεαρὰ ᾠὰ ἢ τοὺς κρόκους αὐτῶν, πλὴν τὰ ὑγρὰ μετὰ τῶν ξηρῶν ὡς προγέγραπται συλλειώσας, ἔγκρυπτε ἐν τῷ βίκῳ. Καὶ | 32 | |
60 | μετὰ τὴν μαʹ ἡμέραν, ἀποκάλυψον τὸν βῖκον καὶ εὑ‐ ρήσεις ἐν αὐτῷ σύνθεμα ὁλοπράσινον, τοῦτ’ ἔστιν εἰς ἰὸν μετατραπέν. Ὁ γὰρ ἰὸν ποιῶν οἶδε τί ποιεῖ, καὶ ὁ μὴ ποιῶν ἰὸν οὐδὲν ποιεῖ. Μετὰ δὲ τὴν μαʹ ἡμέραν ἆρον τὸν βῖκον ἐκ τῆς θέρμης καὶ ἔασον αὐτὸν ἡμέρας εʹ χωρὶς | |
65 | θέρμης ὁποιασοῦν καὶ μετὰ τὰς εʹ ἡμέρας, ἀνάσπα διὰ τῶν ἀμβίκων ἐπὶ πρισματοκαύστου ἀνθράκων τὸ θειότα‐ τον ὕδωρ, ὃ καὶ δεξάμενος οὐ χειρί, ἀλλά τινι ὑαλίνῳ σκεύει. Εἶτα λαβὼν ὕδωρ, βάλλε εἰς τὸν βῖκον ὡς προγέγραπται καὶ ὄπτα ἐπὶ ἡμέρας βʹ ἢ γʹ· καὶ ἐξελών, | |
70 | λείωσον καὶ τίθει ἐν ἡλίῳ διὰ μύακος. Ἐπὰν δὲ πήξῃ ὥσπερ σαπώνιον, πυρώσας ἀργύρου οὐγγίαν αʹ βάλε ἐκ τοῦ πηχθέντος ὕδατος, τοῦτ’ ἔστι τοῦ ξηρίου, κεράτια βʹ καὶ ἔσται σοι χρυσός. [Ἡ δὲ ποσότης πασῶν τῶν ἡμερῶν τῆς τέχνης | |
75 | περιίσταται εἰς ἡμέρας ριʹ, καθὼς Ζώσιμος καὶ Χριστια‐ νὸς καὶ Στέφανος ἔφασαν. Ἐγὼ δὲ ἐκ πάντων ὡσεὶ μέλισσα καλῶς ἀναλεξάμενος καὶ ἐκ πολλῶν ἀνθέων στέφανον πλέξας, ἀνεθέμην σοι, τῷ δεσπότῃ μου. Ἑξῆς δέ σοι καὶ τὰ ἐργαλεῖα ὑποθήσομαι οἱάπερ εἰσίν. Ἔρρωσ‐ | |
80 | θε ἐν Χριστῷ Ἰησοῦ τῷ Θεῷ ἡμῶν πάντοτε νῦν καὶ ἀεὶ καὶ | |
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.] | 33 |