TLG 4319 063 :: ZOSIMUS :: Περὶ τῆς ἐξατμίσεως τοῦ θείου ὕδατος τοῦ πήσσοντος τὴν ὑδράργυρον (e codd. Venet. Marc. 299, fol. 112r; Paris. B.N. gr. 2325, fol. 84v + 2327, fol. 82r; Laur. gr. 86.16, fol. 86v)

ZOSIMUS Alchem., fiq frater Theosebeiae
(Panopolitanus: A.D. 3–4)

Περὶ τῆς ἐξατμίσεως τοῦ θείου ὕδατος τοῦ πήσσοντος τὴν ὑδράργυρον (e codd. Venet. Marc. 299, fol. 112r; Paris. B.N. gr. 2325, fol. 84v + 2327, fol. 82r; Laur. gr. 86.16, fol. 86v)

Source: Mertens, M. (ed.), Les alchimistes grecs, vol. 4.1 [Zosime de Panopolis. Mémoires authentiques]. Paris: Les Belles Lettres, 1995: 26–29.

Dup. partim 4319 007

Citation: (Line)

1tΠερὶ τῆς ἐξατμίσεως τοῦ θείου ὕδατος
2tτοῦ πήσσοντος τὴν ὑδράργυρον
1 Ἐν τοῖς ὑμετέροις οἴκοις, ὦ γύναι, διὰ τὴν σὴν ἀκοήν ποτε διατρίβων, ἐθαύμαζον μὲν πᾶσαν τὴν τοῦ παρὰ σοὶ καλουμένου στρούκτωρος ἐργασίαν. Ἔκπληξιν δέ μοι ἱκανὴν ἐνέβαλεν ἀντὶ τῶν ἔργων αὐτοῦ· παρῆν μοι
5δὲ καὶ τὸν Πάξαμον ἐκθειάζειν καὶ ᾤμην καὶ τὸν ἴδιον νοῦν ἑκάστου τεχνίτου ὅτι περ ὀλίγας ἀφορμὰς παρὰ τῶν προγενεστέρων λαβόντες, κάλλιον αὐτοὶ ἐπετήδευσαν. Ἦν οὖν τὸ εἰς ἔκπληξίν με ἄξαν ἡ τοῦ ἠθμητοῦ ὀρνιθίου ἕψησις· πῶς πεπωμασμένον ἐκ τῆς αἰθάλης καὶ θέρμης
10ἕψεται καὶ τῆς τοῦ ζωμοῦ ποιότητος ἣ καὶ βαφῆς οὐκ ἀμοιρεῖ; Καὶ τοῦτο θαυμάζων ἐπὶ τὸ ἡμέτερον σπούδασ‐ μα ὁ νοῦς μὲν ἡνιοχεῖται· ἦ ἄρα ἐκ τῆς ἀνδόσεως καὶ αἰθάλης τοῦ θείου ὕδατος δύναται ἕψεσθαι καὶ χρῴζεσθαι τὸ ἡμέτερον σύνθεμα;26
15 Ἐζήτουν δὲ εἴ πού τις ἄρα καὶ τῶν ἀρχαίων τοῦ τοιούτου ὀργάνου μέμνηται καὶ οὐ παρῆν μοι κατὰ τὸν νοῦν. Ἔνθεν ἀθυμῶν καὶ τὰς σὰς περιβλεπόμενος βίβλους εὗρον ἐν ταῖς Ἰουδαϊκαῖς πλησίον τοῦ τεχνοπαραδότου ὀργάνου καλουμένου τριβίκου καὶ ταύτην τὴν τοῦ ὀργά‐
20νου διαγραφήν. Ἔχει δὲ οὕτως ὡς πρόκειται· «Λαβὼν ἀρσενικόν, λεύκανον οὕτως· πηλὸν λιπαρὸν ποίησον πλατὺν ὡς σπεκλαρίου σχῆμα λεπτότατον· καὶ τρῆσον λεπταῖς τρώγλαις κοσκινοειδῶς· καὶ ἐπίθες προσαρηρὼς λοπαδίῳ· εἰς ὃ ἔστω τοῦ θείου μέρος ἕν· εἰς δὲ τὸ
25κόσκινον ἀρσενικὸν ὅσον βούλει· καὶ ἐπιπωμάσας ἑτέρῳ λοπαδίῳ καὶ περιπηλώσας τὰς συμβολὰς 〈ἕψει〉 νυχθήμερα δύο· εὑρήσεις ψιμύθιον· τούτου ἐπίβαλλε τῇ μνᾷ τὸ τέταρτον καὶ ἐκφύσα ὅλην ἡμέραν ἐκ μικροῦ ἐπιβάλλων ἄσφαλτον καὶ ἑξῆς». Καὶ αὕτη μὲν ἡ τοῦ
30ὀργάνου κατασκευή. Ἐγὼ δὲ ἐπὶ τὸ ἡμέτερον ἐλεύσομαι δεικνὺς ἐξ αὐτῆς τῆς γραφῆς ὡς οὐκ ἔστιν ἐξ αὐτῆς λεύκωσις. Ἐπεὶ πῶς δύο νυχθήμερα ἕψεσθαι παρακελεύεται, δυναμένη ὥρας μιᾶς πολὺ θεῖον ἐξατμίσαι; Ἀλλ’ ἐκ τούτου ἀφορμήν σοι
35δίδωσι νοημάτων· ἐμνημόνευσε δὲ καὶ Ἀγαθοδαίμων ὅτι περ τὸ ἀρσενικὸν ὅλον ἐστὶ τὸ σύνθεμα, περὶ οὗ ἐν τῷ ἕκτῳ τῆς ἑψήσεως τῶν Κατ’ ἐνέργειαν ἰσχυρῶς διέλαβον. Ἐμνημόνευσαν δὲ καὶ ἄλλοι πολλοὶ ἀρχαῖοι· τῇ δὲ βουλῇ πολλῇ ἔστω. [Πότε;] Ἡ ἀρχὴ τῆς γραφῆς περὶ27
40τοῦ παρόντος διδάσκει. Φησὶ γὰρ λεύκωσις ἀρσενικοῦ ποιοῦσα ἐν ἐκτάσει· τὸ μὴ ἀρσενικὸν λευκαινόμενον ἐκτείνεται· οὐ δῆτα μὲν 〈...〉 Δημόκριτον τὸν εἰπόντα ὅτι ἐὰν πλεονάσῃ τὰ φῶτα γίνεται ξανθόν. Ἀλλ’ οὐ χρησι‐ μεύσει σοι νῦν· λευκάναι γὰρ βούλει τὰ σώματα.
45 Πῶς δὲ ἄρα ἠλίθιός ἐστί τις ἀνὴρ ὁ μὴ τὸ πᾶν ἐννοῶν εἶδος τοῦ ἀρσενικοῦ· ἦ αἱ τούτου λᾶμναι, καθῶς ἡ προκειμένη γραφὴ φάσκει, ἐὰν λευκανθῶσιν οὕτως, οὐχὶ κατὰ τὴν ἐπιφάνειαν ἔσται μόνον λευκόν· πυρὸς δὲ ὡς μηδὲν φεύξεται, καὶ αὐτὸ καὶ ἡ τούτου ἐπιφάνεια λευκή.

(50)

Πῶς δὲ οὐκ ἔστιν ἠλίθιον ἀρσενικὸν ἐννοεῖν τὸ λευκαινό‐ μενον, ὅπου καὶ ἐπιβάλλειν αὐτὸ ἐκέλευσεν ἡ γραφὴ καὶ ἐκφυσᾶσθαι, οὐδὲν μολύβδου ἔχοντος τοῦ ἀρσενικοῦ, ἀλλ’ αὐτοῦ διὰ τῆς πυρᾶς ἐξατμιζομένου. Ὅτι δὲ σύνθεμά ἐστι μολυβδώδη ἔχον, οὐ μόνον ἐκφυσᾶν παρα‐
55κελεύεται ἀλλὰ καὶ ἄσφαλτον ἐπιβάλλειν ἵνα τρόπον τινὰ μολυβδώσῃ καὶ καθάρῃ καὶ λιπάνῃ τὸ πᾶν. Καὶ ὅσα μὲν ἔστι μοι λέγειν εἰς τοῦτο, ὑμεῖς ἐστε
μάρτυρες. Ἀλλ’ ἐπειδὴ πολλὰς ἀφορμὰς λαβόντες, λοιπόν ἐστε καὶ διδάσκαλοι· ἀλλὰ τὸ εἰς ἐμὲ ταὐτὸν28
60μέχρις ἐνταῦθα παρακελεύομαι, ἐκδεχόμενος κἀγὼ τοὺς παρ’ ὑμῶν τοῦ τέλους καρπούς. Φησὶ δὲ ἡ γραφὴ ὅτι καὶ εἰς νομίσματα ποιεῖ. Ἔστι δὲ ὁ τρόπος οὗτος καρκι‐
νοειδής.29