TLG 4319 062 :: ZOSIMUS :: Ζωσίμου περὶ ὀργάνων καὶ καμίνων (e codd. Venet. Marc. 299, fol. 186r, 195r + Paris. B.N. gr. 2327, fol. 83r + Laur. gr. 86.16,fol. 88r) ZOSIMUS Alchem., fiq frater Theosebeiae Ζωσίμου περὶ ὀργάνων καὶ καμίνων (e codd. Venet. Marc. 299, fol. 186r, 195r + Paris. B.N. gr. 2327, fol. 83r + Laur. gr. 86.16,fol. 88r) Dup. partim 4319 007, 047, 050 Citation: (Line) | ||
1t | Ζωσίμου περὶ ὀργάνων καὶ καμίνων | |
---|---|---|
1 | Ἐπειδὴ ἑξῆς ὁ λόγος ἡμῖν περὶ καμίνων καὶ καταβαφῆς πρόκειται, οὐ βούλομαι πρὸς σὲ ποιεῖσθαι ἐμπεσοῦσαν ταῖς ἄλλων γραφαῖς. Καὶ γὰρ παρὰ Μαρίᾳ ἡ τῆς ὁρωμένης καμίνου κεῖται διαγραφὴ ἧς ὁ Φιλόσοφος | |
5 | οὐκ ἐμνημόνευσεν, εἰ μὴ μόνον πρισμάτων, καὶ τῶν ἄλλων περὶ ὧν ἠρέμα ἐν τῷ περὶ ποσότητος πυρὸς ὑπομνήματι διέλαβον. Ἑώρακα εἰς τὸ ἱερὸν Μέμφιδος ἀρχαῖον κατὰ μέρος κειμένην τινὰ κάμινον ἣν οὐδὲ συνθεῖναι εὗρον οἱ μύσται | |
10 | τῶν ἱερῶν. Ἔρρωσο. Πολλαὶ μὲν οὖν ὀργάνων κατασκευαὶ γεγραμμέναι εἰσὶν τῇ Μαρίᾳ, οὐ μόνον ὑδάτων θείου, ἀλλὰ καὶ κηροτακίδων εἴδη πολλὰ καὶ καμίνων. Τὰ οὖν τοῦ θείου ὄργανα πρὸ πάντων ἀναγκαῖον ἐκδοῦναι, | |
μάλιστα ἐπειδὴ καὶ αὐτῶν πρὸ πάντων χρεία. | 23 | |
15 | Ἵνα οὖν μὴ δόξῃ τι λείπειν τοῖς σοῖς γράμμασιν, ἔστω παρὰ σοὶ καὶ ἡ κάμινος Μαρίας, ἧς καὶ ὁ Ἀγαθο‐ δαίμων ἐμνημόνευσεν ἐν τῷ λόγῳ οὕτως 〈...〉. Ἡ δὲ τῆς κηροτακίδος τοῦ κρεμαστοῦ θείου τάξις οὕτως γίνεται. Λαβὼν φιάλην, σμύρισον ἢ λίθῳ παράτεμε τὸ μέσον | |
20 | κυκλοτερῶς τὸν πυθμένα τῆς φιάλης, ἵνα ἐμβῇ κάτω ὀξύβαφον σύμμετρον. Καὶ βαλὼν ὀστράκινον ἄγγος λεπτὸν προσηρμοσμένον τῇ φιάλῃ ἵνα ᾖ κρεμαστὸν ἐκ τῆς φιάλης ἄνωθεν ἀπ’ αὐτῆς ἀντεχόμενον· 〈...〉 φθανέτω δὲ ἐπὶ τὴν σιδηρᾶν κηροτακίδα. Καὶ ἐπιθεὶς ὃ βούλει | |
25 | πέταλον ἢ ὃ ἂν ἡ γραφὴ αἰτῇ ὑπὸ τὸ ἄγγος καὶ ὑπὸ τὴν κηροτακίδα, ἅμα τῇ φιάλῃ ἵνα ἔσωθεν βλέπῃς. Καὶ συμπεριπηλώσας τὰς ἁρμογὰς ἕψε ἐφ’ ἃς λέγει ὥρας ἢ ἡμέρας ἡ τάξις. Τοῦτό ἐστι τὸ κρεμαστὸν θεῖον, καὶ κρεμαστὸν ἀρσενικὸν ὁμοίως. Δίδου τρυμαλιὰν λεπτὴν | |
30 | βελόνης μέσον τοῦ ἄγγους· ὑαλῇ ἄλλῃ φιάλῃ πώμαζε. †Ἤτω δὲ τὸ ἄγγος τὸ ὀστράκινον 〈οὐκ〉 ἐοικὸς τοῖς τῶν ὀρβίων κύβοις, ἄλλ’ ἐοικὸς τοῖς τῶν ἀγγείων κύβοις†. Ἡ δὲ κάμινος φουρνοειδής, φησὶν ἡ Μαρία, ἔχουσα ἄνω τρεῖς μύζους ἢ ἀνοχὰς ἢ σύροντας. Καῦσον δὲ | |
35 | καλάμοις ἑλληνικοῖς κατὰ πρόσβασιν νυχθήμερα δύο ἢ τρία πρὸς ὃ ἔχει ἡ βαφὴ καὶ ἄφες ἀποφρυγῆναι ἐν τῇ καμίνῳ. Κατάσπα δὲ δι’ ὅλης ἡμέρας ἄσφαλτον ἐπιβάλλων ἃ οἶδας καὶ χαλκὸν λευκὸν ἢ ξανθόν. Δύναται | |
δὲ ὧδε γενέσθαι 〈...〉. | 24 | |
40 | Καὶ τὸ ἠθμοειδὲς ὄργανον λευκαίνει, ξανθοῖ, ἰοῖ, παροπτᾷ ἀνθίσματα, ποιεῖ μαλαγμάτων καταβαφάς, καὶ ὅσα ἂν ἐπινοῇς. Ἡ δὲ ποίησις αὐτῆς αὕτη 〈...〉. Ὀπὴν ἔχει τὸ ὀστράκινον ἄγγος καλύπτον τὴν φιάλην τὸ ἐπὶ τὴν κηροτακίδα, ἵνα περιβλέπῃ εἰ ἐλευ‐ | |
45 | κάνθη ἢ ἐξανθώθη· ἡ δὲ ὀπὴ τοῦ ὀστράκου ἐπιπωμάζεται φιάλῃ ἑτέρᾳ ἵνα μὴ δι’ αὐτῆς τι ἐκπνεύσῃ. Τὸ δ’ αὐτὸ ποιεῖ καὶ τὸ καρκινοειδὲς αὐτοῦ, ἕψει αὐτό, ὄπτα, ὅ ἐστι μονοήμερον. Ἐὰν δὲ ἄλλη ἡ ἕψησις καὶ ἄλλη ἡ ὄπτησις, δύο καμινίων χρεία, πρῶτον φανῶν ἢ ληκύθων, ἔπειτα | |
(50) | κηροτακίδων ἢ †πυξάδων† ἢ βουκλῶν. Ἐὰν δὲ καρκινοει‐ δὲς ἢ ὅμοια αὐτῷ ἑψηθῆναι ἐπιτιθῶνται τῇ κηροτακίδι ἢ ἐκτείνωνται, ποιοῦν ὡς ἄρρευστον. [Ἔλεγεν ὁ ἀρχαῖος Ζώσιμος· μίαν τάξιν οἶδα ἐγὼ δύο ἔργα ἔχουσαν· μία μὲν ἵνα ῥεύσῃ διὰ τῆς †ῥιτῆς† καὶ | |
55 | δευτέρα ἵνα ξηρανθῇ ὑγρότης μολύβδου· †σώαν ἀκέρεαν | |
καὶ ἀκένοτη† πηχθήσεται γὰρ καὶ ξηρανθήσεται αὕτη.] | 25 |