TLG 4319 059 :: ZOSIMUS :: Excerptum alchemicum (sine titulo) (e cod. Venet. Marc. 299, fol. 186v + 187r, 195r) ZOSIMUS Alchem., fiq frater Theosebeiae Excerptum alchemicum (sine titulo) (e cod. Venet. Marc. 299, fol. 186v + 187r, 195r) Dup. partim 4319 047, 050 Citation: Column — (line) | ||
versio1(t) | Μʹ | |
1 | Ἐγέλασά σοι καὶ εἰς ἐξάκουστον ἐν ταῖς τάξεσι τῶν ὀργάνων τούτων· φησὶ γὰρ εἰς ἑκάστην· ἐχέτω ἡ | |
---|---|---|
5 | λοπὰς μνᾶν θείου ἀπύρου. Καὶ ἐθαύμασά σε καὶ ἐν τούτῳ ὅτιπερ οὐκ ἀνασχο‐ μένη τοῦ φθόνου ἠξίωσας καὶ ταῦτα γραφῆναί σοι. | |
10 | Τάχα δὲ καὶ εἰς κατάγνω‐ σιν ἧκες τοῦ Φιλοσόφου ὅτιπερ ἐτόλμησεν εἰπεῖν ὅτι ταῦτα ἑκὼν παρεσιώ‐ πησα διὰ τὸ ἀφθόνως αὐτὰ | |
15 | κεῖσθαι ἐν ταῖς ἄλλαις μου γραφαῖς [στέατι ἢ κηρῷ ἢ πηλῷ ἢ ὡς βούλει καὶ καύ‐ σας ἀνάσπα· ὁ δὲ τύπος οὕτως ἐν γραφαῖς]. Καὶ | Column end || Page end |
20 | ἐγκύψασα εἰς ἀκάματον φθόνον, κατέγνως τοῦ Φι‐ λοσόφου μάτην· οὐ γὰρ ἐνόησας τί εἶπεν. Οὐκ εἶπεν γὰρ ὡς καὶ ἐν τοῖς πρότε‐ | |
25 | ρον ὑπομνήμασιν ὅτι τῶν ὑδάτων ἡ ποίησις, ἀλλὰ ἡ ἄρσις· ἕτερον γάρ ἐστι ποί‐ ησις καὶ ἕτερον ἄρσις. Τὴν ἄρσιν αὐτῶν εἶπεν ἀφθόνως | |
30 | γεγράφθαι. Τὴν δὲ ποίησιν αὐτῶν οὐδεὶς ἐξέθετο. Τοῦ‐ το γὰρ ἦν τὸ ἐμφανὲς μυστήριον, τοῦτό ἐστιν τὸ σφόδρα κεκρυμμένον. | |
35 | Ἡ οὖν ἄρσις τοιάδε ἐστίν, ἡ διὰ τούτων τῶν ὀργάνων | |
[καὶ τῶν ὁμοίων, τῶν ὡς ἀπὸ τοῦ νοὸς γινομένων, | Column end || Page end | |
40 | καὶ μάλιστα ἐάν [εἰ] τις προπαιδευθῇ τὰ Πνευματι‐ κὰ Ἀρχιμήδους, ἢ Ἥρω‐ νος, καὶ τῶν ἄλλων καὶ τὰ | |
Μηχανικὰ αὐτῶν] | Column end | |
45 | ἐν οἷς φάσκει ὁ Φιλόσοφος αἴρεσθαι τὸ ὕδωρ | |
versio2(t) | Μ | |
1 | Ἐγέλασα εἰς ἐξά‐ κουστον γραφῶν ταύτην τὴν τάξιν λέγουσαν· ἐχέτω ἡ λοπάς, φησίν, μνᾶν θείου | |
5 | ἀπύρου. Καὶ ἐθαύμασα καὶ ἐν τούτῳ ὅτιπερ οὐκ ἀνε‐ χομένη [ἢ] τοῦ φθόνου ἠξίωσας καὶ τοῦτο γραφῆ‐ | |
ναί σοι.ʼ | ||
21 | Κατέγνως μάτην τοῦ Φιλοσόφου· οὐ γὰρ ἐνόησας τί εἶπεν· «Καὶ ἐν τοῖς προτέροις | |
25 | ὑπομνήμασιν εἶπον ὅτι τῶν ὑδάτων ποίησιν οὐκ εἶπον, ἀλλ’ ἄρσιν»· ἕτερον γὰρ ποίησις καὶ ἕτερον ἄρσις. Τὴν ἄρσιν αὐτῶν εἶπεν ἀφ‐ | |
30 | θόνως. Τὴν δὲ ποίησιν αὐτῶν οὐδεὶς ἐξέθετο. Τοῦ‐ το γὰρ ἦν τὸ ἐμφανὲς μυστήριον, τοῦτ’ ἔστιν τὸ σφόδρα κεκρυμμένον. | |
35 | Ἡ μὲν ἄρσις τοιάδε, ἡ διὰ τούτων τῶν ὀργάνων [ἡ δὲ ποίησις ἤτοι σύνθε‐ | |
σις τούτου τοῦ ὕδατος ἐνʼ τῇ κατὰ πλάτος ἐκδόσει | ||
40 | τοῦ ἔργου συγγέγραπται]ʼ | |
45 | ἐν οἷς φάσκει ὁ Φιλόσοφος αἴρεσθαι τὸ ὕδωρ. Τὸ δὲ γίγνεσθαι ἢ συντίθεσθαι οὐκ ὀκνήσω σοι γράψαι, δέσποι‐ να. Ἔχει δὲ ἡ ποίησις τῶν ὑδάτων οὕτως· ὕδωρ θείου, ἀρσενικοῦ, σανδαράχης, νίτρου, ὕδωρ φαίκλης, ὕδωρ ἀσβέστου, ὕδωρ σποδοκράμβης, ὕδωρ στυπτηρίας | |
versio2(50) | σχιστῆς, οὔρου, γάλακτος ὀνείου, αἰγείου· κυνὸς γάλα [πολλάκις] καὶ βόειον ἢ γυναικὸς ἀρσενοτόκου, κατὰ τὸν Ἀγαθοδαίμονα, καὶ ὄξος καὶ ὕδωρ θαλάσσιον καὶ μέλι καὶ κίκινον ἔλαιον καὶ οὖρον ἀφθόρων καὶ κόμμι. Γίνεται δὲ οὕτως ἕκαστον ὕδωρ ὡς ἅλμη δικαία, ἐπὶ δὲ | |
55 | τῶν σποδῶν ὡς ἡ σαπωναρικὴ στακτὴ ἥντινα ἐν τοῖς γναφικοῖς τῶν Χειροκμήτων σοι προσεφώνησα. Ἐὰν δὲ μὴ δυνηθῇς, συντιθέναι τῇ κοτύλῃ τοῦ ὕδατος εἴδους οὐγγίαν αʹ, οἷον θείου οὐγγίαν αʹ ὕδατος καθαροῦ κοτύλῃ αʹ· ἀρσενικοῦ οὐγγίαν αʹ ὕδατος κοτύλῃ αʹ· | |
60 | σανδαράχης οὐγγίαν αʹ ὕδατος κοτύλῃ 〈αʹ〉· φαίκλης ὀπτῆς ἀποσβεσθείσης εἰς ὄξος, ἀσβέστου ἀποσβεσθείσης εἰς οὐρόγαλον 〈οὐγγίαν αʹ ὕδατοσ〉 κοτύλῃ αʹ· | |
στυπτηρίας σχιστῆς οὐγγίαν 〈αʹ〉 λυθείσης εἰς ὕδωρ θαλάσσιον ὕδατος κοτύλῃ αʹ· καὶ νίτρου πυρροῦ ὁμοίως. | ||
65 | Καὶ ἑψήσας ἰδίᾳ, ὁμοῦ τὰ ὕδατα ὀλίγον. Ἵνα τὴν δύναμιν λάβῃ, ἀποσείρωσον ἢ ἀπόσταξον εἰς ἄλλην χύτραν συνεμβάλλων τὸ μέλι καὶ τὸ ἔλαιον. Καὶ ἐὰν μὲν λευκοῦ θείου χρεία, συλλείου τῷ ὕδατι γῆν Χίαν, ἀστερίτην, ἀφροσέληνον ὀπτόν, 〈στῖμι〉 Κοπ‐ | |
70 | τικόν, Σαμίαν, Καρικήν, Κιμωλίαν ἢ στιλβάδα. Καὶ βαλὼν εἰς χύτραν [καὶ] κυάνεον γενάμενον τὸ ὕδωρ, μάρμαρον ἐκ τῆς γῆς βάλλε καὶ μίσυ ὠμὸν καὶ ἄλλο μέρος ἀσβέστου ἵνα εἰς μέρη βʹ κατὰ τὰς τῶν ἀρχαίων γραφάς, ἵνα λέγηται τοῦτο τὸ δι’ ἀσβέστου καὶ ἐπίθες τὸ | |
75 | ὄργανον τῇ χύτρᾳ καὶ ἀνακόμιζε τὸ ὕδωρ καὶ χρῶ. Τὸ δὲ ξανθὸν ὕδωρ γίνεται οὕτως· εἰς πάντα τὰ ὕδατα κατὰ τὴν συσταθμίαν τὴν πρόσθεν δεδηλωμένην οὐκέτι λαμβάνουσαν ἀσβέστου μέρη βʹ 〈ἀλλ’〉 ἁλὸς αʹ, καὶ ἀφεψήσασα ἓν ἕκαστον καὶ συμμίξασα συλλείου | |
80 | οὐκέτι γᾶς λευκάς, ἀλλὰ ξανθὰς γᾶς· ξανθὸν γὰρ ὕδωρ βουλόμεθα. Αἱ δὲ γαῖ εἰσιν· ὤχρα Ἀττικὴ καὶ σινωπὶς Ποντικὴ καὶ μίσυ ὀπτὸν καὶ χάλκανθος ὀπτὴ καὶ τὰ ὅμοια. 〈...〉· βοτάναι πᾶσαι ἃς οἴδασι κοινῶς, καὶ λέκιθος καὶ [ᾠῶν] κρόκος καὶ ἐλύδριον τὸ διπλοῦν. Τὰς μὲν πόας | |
85 | οὐ συνενοῖς τῷ ὕδατι, ἀλλὰ μόνον τὰς γᾶς. Καὶ μεταβάλ‐ λουσα, ὡς ἔθος ἐστίν, λοπάδα, σύμβαλε τὰς βοτάνας καὶ ἕψει τέσσαρας ἡμέρας πυρὶ ἐπιθεῖσα ἐν τῷ ὀργάνῳ καὶ ἀνακόμιζε τὸ ὕδωρ καὶ χρῶ μετὰ κόμμεως. Καὶ ἀποσκε‐ | |
πάσασα εὑρήσεις τὰς πόας κατακαείσας ἀλλὰ καὶ | ||
90 | ἀφείσας τὸ ἴδιον βάμμα ἤτοι τὸ ἴδιον πνεῦμα. Τοῦτο τοῦ ὕδατος τοῦ θείου τοῦ ἀθίκτου ἔχει δύναμιν καὶ φύσιν. Ἐὰν ζεστῷ τῷ ὕδατι ἐπιβάψῃς ἄργυρον, ἔσται ἀνεξάλειπ‐ | |
τον. Ἔρρωσο. |