TLG 4319 058 :: ZOSIMUS :: Περὶ του τριβίκου καὶ τοῦ σωλῆνος (e codd. Venet. Marc. 299, fol. 187r +186v, 194r; Paris. B.N. gr. 2325, fol. 83v + 2327,fol. 81r; Laur. gr. 86.16, fol. 86r) ZOSIMUS Alchem., fiq frater Theosebeiae Περὶ του τριβίκου καὶ τοῦ σωλῆνος (e codd. Venet. Marc. 299, fol. 187r +186v, 194r; Paris. B.N. gr. 2325, fol. 83v + 2327,fol. 81r; Laur. gr. 86.16, fol. 86r) Dup. partim 4319 047, 050 Citation: (Line) | ||
1t | Περὶ τοῦ τριβίκου καὶ τοῦ σωλῆνος | |
---|---|---|
1 | Ἑξῆς δὲ τὸν τρίβικόν σοι ὑπογράψω· καλεῖται δὲ αὕτη ἡ δι’ ἀσκίου ἡ παρὰ Μαρίας τεχνοπαράδοτος. Ἔχει δὲ οὕτως· ποίησον, φησίν, ἐκ χαλκοῦ ἐλατοῦ σωλῆνας τρεῖς—λεπτὸν τὸ ἔλασμα, ἔχον ἠθμοῦ πάχος ἢ μικρὸν | |
5 | παχύτερον, ὡσεὶ χαλκοῦ τηγάνου πλακουντηρίου— μῆκος πήχεως ἑνὸς ἡμίσους. Ποίησον οὖν σωλῆνας τρεῖς τοιούτους. Καὶ ποίησον χαλκεῖον μακρὸν πήχεως ἔχον τὸ μῆκος παρὰ παλαιστήν· ἄνοιγμα δὲ τοῦ χαλκείου | |
σύμμετρον. Οἱ δὲ τρεῖς σωλῆνες ἐχέτωσαν τὸ ἄνοιγμα | 14 | |
10 | οἷον τραχήλου βίκου κούφου †ἡλάριον†· τοῦ δὲ ἀντίχει‐ ρος δύο εἶναι λιχανοὺς αὐτοῦ ταῖς δυσὶ χερσὶ συναρηρό‐ τας ἐκ πλευρῶν τοῦ χαλκείου περὶ τὸν πυθμένα· ἐν ᾧ πυθμένι τρεῖς τρῶγλαι προσαρμόζουσαι τοῖς σωλῆσι καὶ ἁρμοσθέντες προσκολλάσθωσαν παραδόξως τοῦ ἄνωθεν | |
15 | πνεῦμα ἔχοντος. Καὶ ἐπιθεὶς τὸ χαλκεῖον ἐπάνω λοπάδος ὀστρακίνης ἐχούσης τὸ θεῖον, συμπεριπηλώσας τὰς συμβολὰς στέατι ἄρτου, ἔνθες ἐπὶ τὰ ἄκρα τῶν σωλήνων βίκους ὑαλίνους μεγάλους παχεῖς ἵνα μὴ ῥαγῶσιν ἀπὸ τῆς θέρμης τοῦ ὕδατος κομιζούσης τὸ ἀναβαῖνον· τὸ δὲ | |
20 | σχῆμα τοῦτο· [λιχανὸς σωλήν]. Ἔστι δὲ καὶ ἄλλος τρόπος κομιδῆς ὕδατος θείου, ἀλλ’ οὐχ ὡς τρίβικος· ἔστω σωλὴν 〈εἷσ〉 εἰς πυθμένα χαλκείου ἐντεθειμένος μῆκος πήχεως ἑνὸς ἡμίσους· τῷ αὐτῷ τρόπῳ καὶ βῖκος εἷς καὶ ὑποκάτω λοπὰς θείου | |
25 | ἀπύρου, εἰς ἣν συναρμόζει τὸ χαλκεῖον καὶ περιπήλου στέατι ἢ κηρῷ ἢ πηλῷ ἢ ὡς βούλει καὶ καύσας ἀνάσπα. | |
Οἱ δὲ τύποι οὗτοι. | 15 |