TLG 4319 056 :: ZOSIMUS :: Περὶ αἰθαλῶν (e cod. Venet. Marc. 299, fol. 116v) ZOSIMUS Alchem., fiq frater Theosebeiae Περὶ αἰθαλῶν (e cod. Venet. Marc. 299, fol. 116v) Citation: Volume — page — (line) | ||
12t | ΠΕΡΙ ΑΙΘΑΛΩΝ | |
---|---|---|
13 | Αἰθάλαι δὲ λέγονται διὰ τὸ ἀπὸ κάτωθεν 〈εἰσ〉 ἄνω τὰς τέφρας, πρὸς ὕψος ἀναπέμπεσθαι τὰς οὐσίας, ἥτις δηλοῖ τὴν τῶν ὑδάτων ἀνα‐ | |
15 | γωγήν. Καὶ πάλιν αἰθάλαι λέγονται διὰ τὸ ἀπὸ τῶν κάτω ἐπὶ τὸ ὕψος χωρεῖν. Ποιήσαντες αὐτοῦ τὴν διήγησιν ἐν τῇ τῶν αἰθαλῶν ἤγουν στα‐ γόνων ἐκμυζήσει, τὰς σκωρίας τε ἀπὸ τῆς χύτρας ἄραντες ἐλείωσαν, καὶ βαλόντες αὐτὰς τὰς ἀπ’ αὐτῶν ἐξελθούσας ψυχάς. Ψυχαὶ γὰρ | |
αὗται τῶν σωμάτων ἀφ’ ὧν ἐξῆλθον, πάλιν ἀνεκομίσαντο ταύτας διὰ | 250 | |
2.251 | τοῦ μασθωτοῦ, φάσκοντες ταύτην εἶναι τὴν ἴωσιν, ἀναλο‐ γήσαντες 〈ἐκ〉 τῶν πολυχρονίων σήψεων. Καὶ προσέπλεξαν 〈μετὰ〉 τῶν λοιπῶν αἰθαλῶν, ἃς καλοῦσι σώματα, καὶ ἡμεῖς σῶμα, καὶ θεῖα, καὶ θειώδη, καὶ πέταλα χαλκοῦ ἢ ἀσήμου ἢ χρυσοῦ. Καὶ οὕτως εἰρ‐ | |
5 | γάσαντο τὴν βαφὴν ἐπὶ τῶν ὑπηρετικῶν ὑλῶν, τῆς δευτέρας αὐτῶν ὑποστάθμης οὐδένα ἀποτίσαντες λόγον. Καὶ ἀπέδειξεν τὸ διὰ τῶν τεφρῶν ἀποσταζόμενον ὕδωρ, εἰπών· «Καὶ θεὶς τὸ ὄργανον, ἀνακομίζου τὰς τέφρας.» Εἰ οὖν ἡ τέφρα ἐστὶ τὸ διοργανισθὲν ὕδωρ, καὶ διὰ τοῦτο καὶ ὁ Ἀγαθοδαίμων· «Ὅλως ἡ | |
10 | τέφρα ἐστιν.» Ἕψησις δὲ αὕτη τυγχάνει ἢ καὶ ὄπτησις, ἥτις λείωσις ὀνομάζεται· δηλονότι διὰ σήψεως, καὶ ἀνασπάσεως, καὶ ἰώσεως, καὶ παροπτήσεως, λέγοντες οἱ ἀρχαῖοι τὸ πᾶν ἀπαρτίζεσθαι. Καὶ ἀδύνατόν ἐστιν ἄλλως οἰκονομεῖσθαι τὴν ποίησιν τοῦ συνθέματος. Τὴν γὰρ ἕψησιν, καὶ ἀνάσπασιν λείωσιν οἴδασιν οἱ ὑποφῆται τῆς ἐπιστήμης· καὶ τὴν | |
15 | ἴωσιν, ἕψησιν, τὴν δὲ ἕψησιν καὶ ἀνάσπασιν λείωσιν ὠνόμασαν διὰ τὴν ἄγαν ἐκλέπτυνσιν. Καὶ πάλιν τὸ πῦρ ὠνόμασαν διὰ τὸ θερμαίνειν καὶ καίειν καὶ φωτίζειν 〈καὶ〉 παιδίου παίγνιον καὶ γυναικὸς ἔργον ἔφασαν οἱ παλαιοὶ τὸ ζητούμενον τοῖς νοήμοσιν. Ἀλλ’ οὐ διὰ τοῦτο ἀναγκασ‐ θησόμεθα πάντως διὰ πυρὸς τὴν ἴωσιν κατεργάζεσθαι, ὡς ἐπὶ τῶν βαπ‐ | |
20 | τομένων λίθων, τουτέστιν ὑδάτων ἀναγωγῆς καὶ τὴν ἐκ ψυχρᾶς τελου‐ μένην πορφύραν. Λέγω δὴ 〈ὅτι〉 σαφῶς ἡμᾶς ἡ πεῖρα διδάξει εἰ τὸ | |
ἀληθὲς, ἓν ἔργον τέλειον καὶ ἄφευκτον ἐπιτελοῦσα ξηρίον. | 251 | |
2.252 | Μετὰ δὲ τὴν τούτου ἰοποίησιν, ἀνεκομίσαντο αἰθάλας, καὶ προσ‐ έπλεξαν 〈μετὰ〉 τῶν λειπομένων σκωριῶν, καὶ οὕτως ἔσχον τὸ πέρας, ἐντεῦθεν ξηρίον τοῖς σώμασιν ἐπιβάλλοντες διὰ τὸ λέγειν Ζώσιμον· «Οὕτω γὰρ τὰ μὲν πνεύματα σωματοῦνται, τὰ δὲ νεκρὰ | |
5 | σώματα ἐμψυχοῦνται, τῆς ἀπ’ αὐτῶν ψυχῆς πάλιν αὐτοῖς εἰσκριθεί‐ σης, καὶ θεῖον ἔργον ἀποτελοῦσιν, ἀμφότερα ἄλληλα κρατοῦντα καὶ ὑπ’ ἀλλήλων κρατούμενα. Τὸ γὰρ φεῦγον πνεῦμα τοῦ διώκοντος σώματος ἔτυχεν, διδαχθέντος ἤδη πυριμάχειν ἐν τῷ πυρί. Καὶ τοῦτο ἐστιν, ὡς οἶμαι, τὸ τοῦ φιλοσόφου ὕδωρ ἀσβέστου ἢ σανδαράχης, | |
10 | ὕδωρ νίτρου, ὕδωρ φέκλης, τὸ ἀπὸ τῆς τέφρας τῶν θειωδῶν σκευα‐ ζομένων, ὕδωρ πρωτόστακτον.» Δεῖ οὖν αὐτὴν ἀποστάζειν ὡς τὴν σαπωναρικὴν στάκτην, καὶ ἔχειν αὐτῆς τὰ ὕδατα· σαπωναρικὴ δὲ, φησὶ, στάκτη οὐδέποτε ἐξαιθα‐ λοῦται, ἀλλὰ καταστάζεται. Πῶς οὖν, ὦ ἀγαθοὶ, Ζώσιμός φησιν ὅτι | |
15 | οὐδαμοῦ ἕστηκεν ὁ νοῦς τῶν γραφῶν, εἰ μὴ ἐν τῷ ὀργανισμῷ τῷ ἀνασ‐ πῶντι τὸν χαλκόν· καὶ ὅτι τὸ πέρας τῆς τέχνης ὧδε οὐκ ἦν, ἀλλ’ ἐν τῷ διοργανισμῷ καὶ τῇ τούτου πήξει. Ἕτεροι δὲ μόνον τοῖς ληκύθοις ἕχρισαν ἐπ’ ἄμφω τῷ συνθέματι, καὶ ἀνακομισάμενοι τὸ ὕδωρ, προσέ‐ πλεξαν τῇ οἰκείᾳ ἀσβέστῳ λειώσαντες ἐν θυείᾳ, οὐ σταθμῷ, ἀλλ’ ὅσον | |
20 | ὑπερέχει τὸ ξηρὸν τοῦ ὑγροῦ, δακτύλους δύο, ἢ τρεῖς, ἢ | |
τέσσαρας. | 252 |