TLG 4319 054 :: ZOSIMUS :: Περὶ λευκώσεως (e cod. Paris. B.N. gr. 2327, fol. 265) ZOSIMUS Alchem., fiq frater Theosebeiae Περὶ λευκώσεως (e cod. Paris. B.N. gr. 2327, fol. 265) Cf. et 4319 040 Citation: Volume — page — (line) | ||
2.249(1t) | ΠΕΡΙ ΛΕΥΚΩΣΕΩΣ | |
2 | Γινώσκειν ὑμᾶς θέλω ὅτι πάντων ἐστὶν κεφάλαιον ἡ λεύκωσις, μετὰ δὲ τὴν λεύκωσιν εὐθὺς ξανθοῦται τὸ τέλειον μυστήριον, τοῦτό ἐστιν ἴωσις, πάλιν διὰ τοῦ ὄξους, τὰς θείας δυνάμεις ἀποτελοῦσιν. | |
---|---|---|
5 | Ἐμφανήσω ὑμῖν πρῶτον κεφάλαιον τοῦ ἐλαίου θείου. Διηγήσομαι δὲ ὑμῖν [λευκὸς] τὰς λευκώσεις τῶν μολύβδων ἀπεργάσας, ἢ 〈τοῦ〉 πνεῦμα βάπτειν ἡ γέννησις, ἵνα πνεῦμα βάψειν· ἄνευ γὰρ τῶν μολύβδων οὐκ ἔστιν τέλειον· ὁ γὰρ μόλυβδος πᾶσαν οὐσίαν ἐξετάζει. Καὶ θαυμαστῶς ἀνεγράψατο ὁ φιλόσοφος τῇ λοξῇ διηγήσει· | |
10 | ἐὰν τὰ ἐξετάζοντα εἰς τὰς οὐσίας εἰσκριθῶσιν, ἀνεξάλειπτον ἔχει τῶν (?) τὴν φύσιν. Γινώσκειν ὑμᾶς θέλω ὅτι ἡ τελεία ἐξέτασις τὸ ὄξος ἐστὶν βονʹ ἐξέτασις ὅτι μόλυβδον περὶ τοῦ βουʹ κεφαλαίου ἔφη ὁ φιλόσοφος, ἐὰν | |
τὰ ἐξετάζοντα εἰς τὰς οὐσίας εἰσκριθῶσιν, ἀνεξάλειπτον ἔχει τὴν φύσιν. | 249 |