TLG 4319 051 :: ZOSIMUS :: Τὸ πρῶτον βιβλίον τῆς τελευταίας ἀποχῆς Ζωσίμου Θηβαίου (e cod. Paris. B.N. gr. 2327, fol. 251v) ZOSIMUS Alchem., fiq frater Theosebeiae Τὸ πρῶτον βιβλίον τῆς τελευταίας ἀποχῆς Ζωσίμου Θηβαίου (e cod. Paris. B.N. gr. 2327, fol. 251v) Citation: Volume — page — (line) | ||
2.239(1t) | ΤΟ ΠΡΩΤΟΝ ΒΙΒΛΙΟΝ ΤΗΣ ΤΕΛΕΥΤΑΙΑΣ | |
2t | ΑΠΟΧΗΣ ΖΩΣΙΜΟΥ ΘΗΒΑΙΟΥ | |
---|---|---|
3 | Ἔνθεν βεβαιοῦται ἀληθὴς βίβλος· Ζώσιμος Θεοσεβείᾳ χαίρειν. Ὅλον τὸ τῆς Αἰγύπτου βασίλειον, ὦ γύναι, ἀπὸ τῶν δύο τούτων τῶν | |
5 | τεχνῶν ἐστιν, τῶν τε καιρίκων, καὶ τῶν ψάμμων. Ἡ γὰρ καλουμένη θεία τέχνη ἢ λόγῳ δογματικῷ καὶ σοφιστικῷ ἢ τὰ πλεῖστα ὑ‐ ποπίπτουσα τοῖς ὃν φύλαξιν ἐδόθη εἰς διατροφήν· [ὃ] οὐ μόνον δὲ αὕτη, ἀλλὰ καὶ ἅπαξ αἱ καλούμεναι τίμιαι τέσσαρες τέχναι καὶ τὰ χειροτμήματα· αἱ μέντοι καὶ ἡ δημιουργικὴ μένη βασιλέων ... | |
10 | ὥστε καὶ ἐὰν συνευὴ, ἢ, ἐκ φωνῶν γενομένη, ἑρμηνεύηται ἐκ τῶν στηλῶν ἔχειν προγόνων κληρονομίαν ἔχων, καὶ ἰδὼν τὴν γνῶσιν τῶν | |
τοιούτων ἀκωλύτων, οὐκ ἐποίει· ἐτιμωρεῖτο γὰρ, ὥσπερ οἱ τεχνῖται | 239 | |
2.240 | οἱ ἐπιστάμενοι βασιλικὸν τύπτειν νόμισμα οὐχ ἑαυτοῖς τύπτειν, ἐπεὶ τιμωροῦνται, οὕτω καὶ ἐπὶ τοῖς βασιλεῦσιν τῶν Αἰγυπτίων οἱ τεχνῖται τῆς ἐψήσεως, καὶ οἱ ἔχοντες τὴν γνῶσιν τῆς ἀκολυσίας οὐχ ἑαυτοῖς ἐποίουν, ἀλλ’ εἰς αὐτὸ τοῦτο ἐστρατεύοντο τοῖς Αἰγυπτίων βασιλεῦσιν, | |
5 | εἰς τοὺς θησαυροὺς ἐργαζόμενοι· εἶχον δὲ καὶ ἰδίους ἄρχοντας ἐπικει‐ μένους καὶ πολὺ τυραννῆς ἦν τῆς ἑψήσεως, οὐ μόνον αὐτῆς, ἀλλὰ καὶ τῶν χρυσωρύχων. Εἴ τις γὰρ εὑρίσκεται ὀρύσσων, νόμος ἧν Αἰγυπτίοις ἐγγράφως αὐτὰ ἐπιδιδόναι. Τινὲς οὖν μέμφονται Δημόκριτον καὶ τοὺς ἀρχαίους 〈ὡς μὴ〉 | |
10 | μνημονευσάντων τῶν τούτων τεχνῶν 〈ἀλλὰ μόνων〉 τῶν λεγομένων τιμίων. Τί δὲ αὐτοῖς μέμφονται; οὐ γὰρ ἠδύναντο μέμφοντες τῶν βασιλέων Αἰγυπτίων, καὶ τὰ πρωτεῖα ἐν προφητείᾳ καυχῶντες, πῶς ἠδύναντο ἄλλοις ἀναφανδὸν μαθήματα κατὰ τῶν βασιλέων δημοσίᾳ ἐκμηνύσασθαι καὶ δοῦναι ἄλλοις πλούτου τυραννίδα; οὐδὲν ἠδύναν‐ | |
15 | το ἔξω δίδουν, ἐφθόνουν γάρ· μόνοις δὲ Ἰουδαίοις ἐξέδοσαν λάθρα ταῦτα ποιεῖν καὶ γράφειν καὶ παραδιδόναι. Καὶ ἀμέλει γοῦν εὑ‐ ρίσκομεν Θεόφιλον τὸν Θεογένους γράψαντα τῆς χωρογραφίας χρυσω‐ ρυχεῖα, καὶ Μαρίας τὴν χωρογραφίαν καὶ ἄλλους Ἰουδαίους. Ἀλλὰ καιρικὰς οὔτε Ἰουδαίων, οὔτε Ἑλλήνων οὐδεὶς ἐξέ‐ | |
20 | δωκέν ποτε· καὶ αὐτὰς γὰρ ἐν τοῖς καθ’ ἑαυτῶν χρωμάτων κατε‐ | 240 |
2.241 | τέθεντο εἰδώλοις, παραδόντες τηρεῖν· καί γε τὴν ψαμμουργίαν πολὺ διαφέρουσα τῶν καιρικῶν; [οὐ] πάνυ τι ἐφθόνησαν διὰ τὸ τὴν τέχνην αὐτὴν ἐξάγειν καὶ τὸν ἐπιχειροῦντα ἀποκόλαστον γίνεσθαι· εἰ γὰρ ὀρύσσων κατάφορος γίνεται ἀπίων τηρούντων τὰ ἐμπόρια τῆς πόλεως | |
5 | διὰ τὰ βασιλικὰ τέλη· ἢ τῶν καμίνων μὴ δυναμένων κρυβῆναι, ταῖς δὲ καιρικαῖς 〈βαφαῖσ〉 διὰ πάντα λανθάνειν. Ὅτι ἐπεὶ καὶ οὐχ εὑρίσκεις οὐδένα τῶν ἀρχαίων, οὔτε κρυβηθὲν ἰδεῖν, οὔτε φανερῶς ἐκδίδονταί τι περὶ αὐτῶν· μόνον δὲ Δημόκριτον εὗρον ἐν πάσῃ τῶν ἀρχαίων 〈τάξει〉 αἰνιξάμενον κατ’ αὐτῶν φανερῶς αὐτὰς καταλέξας. Ἀλλ’ | |
10 | ὡσαύτως ἦν, διὰ τὸ περὶ τῶν τιμίων τεχνῶν ἤρχετο τὸ προοίμιον· καὶ βλέπε πανουργίαν· ἤρξατο μόνον ἀπὸ ὑδραργύρου καὶ σώματος μαγ‐ νησίας· τὰ δὲ ἄλλα πάντα τῶν καιρικῶν καὶ λέγει οὕτω· Ὤχρα ἀττικὴ, σινώπη ποντικὴ, θεῖον ἄθικτον ὅ ἐστιν [μέρη] λίτρα αʹ· καὶ λιθο‐ φρύγιον, σῶριν ξανθὸν, χαλκάνθη ξηρὰ, κιννάβαριν, μίσυ | |
15 | ὀπτὸν, μίσυ ὠμὸν, ποιήσεις ἀνδροδάμαν, θεῖον, ἀρσένικον, καὶ σανδα‐ ράχην. Καὶ ἵνα μὴ πάντα καταλέγω 〈τὰ〉 ἐν τοῖς τέτρασιν καταλόγοις, τὰ πάντα τῶν καιρικῶν ζητούμενα εὑρήσεις· καὶ ἕνα σὲ ποιήσῃ ὅ τι περὶ αὐτῶν αἰνίττεται, τὰ μὲν ὠμὰ κατέλεξεν, τὰ δὲ ὀπτὰ, ἵνα σὺν τῶν δύο τεχνῶν· μᾶλλον δὲ ἀγαγὼν τῶν καιρικῶν μηνύσει τὰς βαφάς. | |
20 | Φησὶν γάρ· μίσυ ὠμὸν, μίσυ ὀπτὸν, σῶριν ξανθὸν, χαλκάνθη ξανθὴ, καὶ τὰ ὅμοια· ἀλλ’ οἰκονομηθέντα λέγει, εἰς τὰς τιμίας τέχνας καλῶς εἴπας. Καὶ διὰ τί πᾶσαι τῶν τούτων οἰκονομουμένων καὶ ξανθουμένων, μὴ εἴπεις· ὑδράργυρον ξανθὴν καὶ σῶμα 〈μαγνησίασ〉 ξανθόν· καὶ ἁπλῶς ὅλον τὸν κατάλογον ξανθόν; | |
25 | Ἀλλ’ ἐκεῖνον ἴδῃ ὅπερ ἐφρόνει, καὶ ὅπερ ἔγραφεν δι’ ἑνὸς συγ‐ | |
γράμματος αἰνιγματοειδοῦς, τὰ πάντα αἰνίξασθαι ἠθέλησεν. Καὶ ἀξιο‐ | 241 | |
2.242 | πιστοτέρας μαρτυρίας τούτω εὗρεν, ὅτι αὐτὰς αἰνίττεται. Πῶς εἰδὼς ὅτι μία βαφή ἐστι καὶ μία ἀγωγὴ, πολλὰς αὐτὰς ἐποίει λέγων· «Τούτων τῶν φύσεων οὐκ εἰσὶ μείζων ἐν βαφαῖς;» Ἵνα δείξῃ ὅτι ἐκ τῶν αὐτῶν εἰδῶν, πολλαὶ βαφαὶ συντίθενται, καιρικῶν τοῦ σταθμοῦ | |
5 | ἐναλλασσαμένου, καὶ τὴν ποσότητα τῶν ...... εἰδῶν ἀπὸ ἑνὸς μόνου, ἕως ναʹ τὸν ἀριθμόν· ἅμα καὶ τῷ λέγειν, ἕως τὸν φυσικὸν, του‐ τέστιν ἡ τοῦ χρυσοῦ ποίησις ὕλη ἐδήλωσεν τὰς φυσικὰς βαφάς. Καὶ πάλιν οὖν λέγει· «Εἰς πολὺ ὑμᾶς ἐνέβαλον κάμα‐ τον, εἴ τι πολὺ ὕλη καταχώσαντες, τὰ φυσικὰ ἀπολέσαντες πάλιν· | |
10 | δηλονότι τοῖς παρελθὸν χρόνοις τοῖς Ἑρμοῦ φυσικαὶ βαφαὶ ἐκα‐ λοῦντο αὗται μέλλουσαι γράφεσθαι κοινῇ τῇ ἐπιγραφῇ τῆς βίβλου λέγων· Βίβλος φυσικῶν βαφῶν Ἰσιδώρῳ δοθεῖσα. Ἀλλ’ ὅτε ἐφθο‐ νήθησαν ἀπὸ τῶν τῆς σαρκὸς ..., καιρικαὶ ἐγένοντο καὶ ἐλέχθησαν. Οὐ μὴν ἀλλὰ καὶ τοὺς ἀρχαίους μέμφονται 〈καὶ〉 μάλιστα Ἑρμῆν, | |
15 | ὅτι οὔτε δημοσίᾳ αὐτοῖς ἐκδεδώκασιν, οὔτε ἐν παραβύστῳ, οὔτε ἠνί‐ ξαντο ὅτι κἄν ἐστιν. Αὐτὸς δὲ μόνος ἀπέδειξεν ὁ Δημόκριτος εἰς τὸ σύγγραμμα καὶ ἠνίξατο. Αὐτοὶ δὲ ἐν ταῖς στήλαις αὐτὰ ἐνέγλυψαν ἐν τῷ σκότει καὶ τοῖς μυχοῖς, τοῖς συμβολικοῖς χαρακτῆρσιν, καὶ αὐτὰς καὶ τὴν | |
20 | χωρογραφίαν Αἰγύπτου, ἵνα κἄν τις τολμήσας ἐπιβῆναι τῶν μυχῶν τοὺς σκότους, τῶν πλημμελημένων ἐπιλύσεων, μὴ εὕρῃ ἐπιλύσασθαι τὸν χαρακτῆρα μετὰ τοσαύτην τόλμην καὶ κάματον. Οἱ οὖν Ἰουδαῖοι αὐτοὺς μιμησάμενοι, ἐν τοῖς καταθέτοις αὐτὰς τὰς καιρικὰς παρα‐ | |
δώσαντες μετὰ τῆς αὐτῶν μυήσεως, καὶ παρακελεύονται ἐν ταῖς | 242 | |
2.243 | διαθήκαις αὐτῶν. Ἐὰν ἡμῶν εὕρῃς τοὺς θησαυροὺς, παρίδε τὸν χρυσὸν τοῖς ἐθέλουσιν ἑαυτοὺς φονεύειν, καὶ περὶ τῆς τῶν χαράττας εὑρηκὼς, τὰ ὅλα χρήματα ἐν ὀλίγῳ συνάξεις· τὰ δὲ χρήματα μόνον λαβὼν, ἑαυτὸν φονεύσεις, ἐκ τοῦ φθόνου τῶν κρατούντων | |
5 | βασιλέων, οὐ μόνον αὐτῶν, ἀλλὰ καὶ πάντων ἀνθρώπων. Δύο οὖν γένη εἰσὶν καιρικῶν ἐν 〈ταῖσ〉 τῶν ὀθωνῶν ἐκδεδώκασιν, ἢ κατὰ τόπον ἐφόροι τοῖς ἐαυτῶν ἱερεῦσι· τούτου ἕνεκεν καὶ καιρικαὶ ἐκάλεσαν· ἐπειδὴ καὶ καιροῖς ἐνεργοῦν τῇ θελήσει τῶν δοκώντων ... ..., μηκέτι δὲ θελήσασιν τοὐναντίον ἐποίουν· ἐπίμικτοι οὖν ἦσαν | |
10 | αἱ καιρικαί ...... τοῖς εἴδεσι· ἔκ τε τῶν γνησίων εἰδῶν τῶν καιρικῶν· τῶν ἄλλων [ἄλλων] τοῖς ἀνήκουσι ταῖς τιμίαις τέχναις. Τὸ δὲ ἄλλο γένος τῶν [τῶν] καιρικῶν γνησίων καὶ φυσικῶν τὸ Ἑρμᾶν ἐνέγραψεν εἰς τὰς στήλας· ἀπὸγωνεὲ τὸν μόνον ξανθωμίλινον πυρὸς, ἡλιοδὸν χλωρὸν, ὠχρὸν, μέλαν, χλωρὸν καὶ τὸ ὅμοιον· καὶ αὐτὰς | |
15 | δὲ τὰς γέας μυστικῶς ψάμμους ἐκάλεσαν· καὶ τὰ εἴδη τῶν χρωμάτων ἐμήνυσεν· αὗται φυσικῶς ἐνεργοῦσιν· φθονοῦνται δὲ ἀπὸ τῶν περγειῶν ......· ἐπὰν δέ τις μυηθεὶς ἐκδιώκει αὐτοὺς, τεύξεται τοῦ ζητουμένου. Οἱ οὖν ἔμφοροι ἐκδιωκόμενοι τότε παρὰ τῶν ποτε μεγάλων | |
20 | ἀνθρώπων, συνεβουλεύσαντο ἀντὶ ἡμῶν τῶν φυσικῶν πάντων ποιῆσαι, ἵνα μὴ διώκωνται παρὰ τῶν ἀνθρώπων, ἀλλὰ λιτανεύωνται καὶ παρα‐ καλῶνται, οἰκονομοῦνται διὰ θυσιῶν, ὃ καὶ πεποίηκαν· ἔκρυψαν πάντα τὰ φυσικὰ καὶ αὐτόματα, οὐ μόνον φθονοῦντες αὐτοῖς, ἀλλὰ καὶ περὶ | |
τῆς ἑαυτῶν ζωῆς φροντίζοντες, ἵνα μὴ μαστίζωνται ἐκδιωκόμενοι καὶ | 243 | |
2.244 | λιμῷ τιμωρῶνται, θυσίας μὴ λαμβάνοντες, ἐποίησαν οὕτως· ἔκρυψαν τὴν φυσικὴν καὶ εἰσηγήσαντο τὴν ἑαυτῶν ἀφύσικον, καὶ ἐξέδωκαν αὐτὰ τοῖς ἑαυτῶν ἱερεῦσι, εἴ τε δημόται ἠμέλουν τῶν θυσιῶν, ἐκώλυον καὶ αὐτοὶ τὴν ἀφύσικον φιλοτιμίαν· ὅσοι δὲ | |
5 | κατεκράτησαν, τὴν νομιζομένην δόξαν ...... τοῦ αἰῶνος ὑδρογενή‐ σαντα καὶ ἐπληθύνθησαν ἔθος καὶ νόμῳ καὶ φόβῳ αἱ θυσίαι αὐτῶν· οὐκέτι οὐδὲ τὰς ψευδεῖς αὐτῶν ἐπαγγελίας ἀπεπλήρουν· ἀλλ’ ὅτε ἐγγενεῖ ἄρα ἀποκατάστασις τῶν κλημάτων, καὶ διεφέρετο κλήμα πολέμῳ, καὶ ἐλείπετο ἐκ τοῦ κλήματος ἐκείνου τὸ γένος τῶν ἀνθρώπων | |
10 | καὶ τὰ ἱερὰ αὐτῶν ἐρημοῦντο, καὶ αἱ θυσίαι αὐτῶν ἠμελοῦντο· τοὺς περιλειπομένους ἀνθρώπους ἐκολάκευον, ὡς δι’ ὀνειράτων, διὰ τὸ ψεῦδος αὐτῶν, διὰ πολλῶν συμβούλων, τῶν [τῶν] θυσιῶν ἀντέχεσθαι· αὐτὰς δὲ πάλιν παρεχόντων τὰς ψευδεῖς καὶ ἀφυσίκας ἐπαγγελίας· καὶ ἥδοντο πάντες οἱ φιλήδονοι ἄθλιοι καὶ ἀμαθεῖς ἄνθρωποις· ὥστε καί σοι θέλουσιν | |
15 | ποιῆσαι, ὦ γύναι, διὰ τοῦ ψευδοπροφήτου αὐτῶν· κολακεύουσιν σε, τὰ κατὰ τόπον ... ... πεινῶντα, οὐ μόνον θυσίας, ἀλλὰ καὶ τὴν σὴν ψυχήν. Σὺ γοῦν, μὴ περιέλκου, ὡς γυνὴ, ὡς καὶ ἐν τοὺς κατ’ ἐνείαν ἐξεῖπόν σοι. Καὶ μὴ περιρέμβου, ζητοῦσα θεόν· ἀλλ’ οἴκαδε καθέζου, καὶ θεὸς ἥξει πρὸς σὲ ὁ πανταχοῦ ὢν, καὶ οὐκ ἐν τόπῳ ἐλαχίστῳ | |
20 | ὡς τὰ δαιμόνια· καθεζομένη δὲ τῷ σώματι, καθέζου καὶ τοῖς πάθε‐ σιν, ἐπιθυμίᾳ, ἡδονῇ, θυμῷ, λύπῃ, καὶ ταῖς ιβʹ μύραις τοῦ θανάτου· καὶ οὕτως αὐτὴν διευθύνουσα προσκαλέσῃ πρὸς ἐαυτὴν τὸ θεῖον· καὶ οὕτως ἥξει τὸ πανταχοῦ ὢν καὶ οὐδαμοῦ· καὶ μὴ καλου‐ μένη, πρόσφερε θυσίας τοῖς ......, μὴ τὰς προσφύρους, μὴ τὰς θρεπτι‐ | |
25 | κὰς αὐτῶν, καὶ προσηνεῖς, ἀλλὰ τὰς ἀποθρεπτικὰς αὐτῶν, καὶ ἀναι‐ | 244 |
2.245 | ρετικὰς ἃς προσεφώνησεν Μεμβρῆς τῶν Ἱεροσολύμων βασιλεῖ Σολο‐ μῶντι, αὐτὸς δὲ μάλιστα Σολομῶν ὅσας ἔγραψεν ἀπὸ τῆς ἑαυτοῦ σοφίας· καὶ οὕτως ἐνεργοῦσα, ἐπιτεύξῃ τῶν γνησίων καὶ φυσικῶν καιρικῶν· ταῦτα δὲ ποίει ἕως παντελειωθῇς τὴν ψυχήν. Ὅταν δὲ | |
5 | ἐπιγνοῦσα αὐτὴν τελειωθεῖσαν, τότε καὶ τῶν φυσικῶν τῆς ὕλης κατάπτησον, καὶ καταδραμοῦσα ἐπὶ τὸν Ποιμένανδρα καὶ βαπτισθεῖσα τῷ κρατῆρι, ἀνάδραμε ἐπὶ τὸ γένος τὸ σόν. Ἐγὼ δὲ ἐπὶ τὸ προκείμενον ἐλεύσομαι τῆς σῆς ἀτελειώτητος· ἀλλ’ ὀλίγῳ ἐπέκτειναι καὶ ἀνένεγκαι χρῆμα τὸ ζητούμενον· ἤνεγ‐ | |
10 | κεν μὴ ἐλαττεῖ (?) καὶ ἐνήλατος εὑρίσκεται. Ἄκουσον αὐτοῦ λέγοντος καὶ μετ’ ὀλίγα· ἓν πρᾶγμά ἐστὶν δύο ὠὰ καταποτασόμενος, καὶ διαφόρως γενόμενον, τὸ μὲν ὑγρὸν καὶ ψυχρὸν, τὸ δὲ ξηρὸν καὶ ψυχρὸν, καὶ τὰ δύο ἓν ἔργον ποιοῦσιν. Ἔστιν οὖν κατανοῆσαι τοῖς δύο ὠθιακοῖς χρώμασιν καὶ ἐκπλα‐ | |
15 | γῆναι τὰς τῶν χρωμάτων ἀμοιβὰς τὰς ἀπὸ τῶν ὠθιακῶν, καὶ τῶν φθασάντων· καὶ γενέσεις τῶν χρωμάτων ὅτι παρὰ τὸ ἐλάμνεσθαι ὕλη ἐστὶν, καὶ μεθ’ ἕτερα καὶ αὐταὶ παρατηρήσεις καὶ οὐχ ὁμοίαι ἐξέρχονται· διὰ τί; οὐχ ὅτι φθονοῦνται; φθονοῦνται μήτις ἐξ αὐτῶν νοήσας τὴν ὁδὸν τῶν καιρικῶν εὕρῃ. Ἀλλ’ ἐρεῖ τις ὅτι | |
20 | οὐ μόνον τὰ ὀνόματα, ἀλλὰ καὶ πᾶσα τέχνη πάντοτε οὐχ ὁμοία ἐξέρχεται, ἀλλὰ καὶ ποτὲ μὲν καλῶς, ποτὲ δὲ ἐναντίως. Νέον, φημί· ἀλλ’ ἴσασιν οἱ τεχνῖται οἱ ἰδόντες τῶν σφαλμάτων τὰ αἴτια, ὅτι τόδε παρὰ τόδε ἐποιήσαμεν, καὶ τοῦδε ἠμελήσαμεν, καὶ τοῦδε ῥαθυμότερον | |
ἐποιήσαμεν. | 245 | |
2.246 | Ἐγὼ δὲ ἐπὶ τὸ προκείμενον ἐλεύσομεν. Εἰσὶν οὖν δύο ἀγωγαὶ τῶν καιρικῶν βαφῶν, μία ἀπὸ ὠμῆς, καὶ μία ὀπτὴ, 〈αἳ〉 εἴδη βάλ‐ λουσιν. Ἀλλ’ ἡ μὲν ὀπτὴ πολλοῦ μόχθου ἀπολέλυται, παμπόλλου δὲ ἐπιτυχίας χρῄζει, καὶ μετὰ βραχὺ, ὡς εἶπεν ἡ θεία Μαρία. Τῆς οὖν | |
5 | ὀπτῆς διαφοραὶ πολλαί εἰσιν ὑγρῶν καὶ φώτων· αἱ μὲν γὰρ αὐτῶν σὺν ὕδατι ὀπτοῦνται, αἱ δὲ οἴνῳ· τὰ μὲν γὰρ αὐτῶν ἄνθραξιν γίνεται ἐν ποσότητι χρόνου, τὰ δὲ φυσῶνται πάλιν τῇ ποσότητι, τὰ δὲ λασο‐ τίοις, τὰ δὲ φούρνοις· καὶ ἄλλα ἠστείαι, καὶ ἄλλα ἄλλοις καὶ μετὰ καὶ τῶν πάντων ἁπλῶς πολλὰ οἶον ἐπὶ τοῦ μέλανος τὰ τῆς διαφορᾶς ὠῶν | |
10 | οὕτως μέλαν κοράκων, κορυννίων, κατακοραῖς βάθει, τεφρῶδες ἐν ταῖς ζωγραφουμέναις ὀθώναις, ποιεῖ δένδρα, ἢ πέτρας, ἢ ὕδατα, ἢ ζῶα, πάντα ὁμοίως, καὶ τῶν ἄλλων χρωμάτων τῶν προλεχθέντων, ὧν ἔχεις τὰς ἀποδείξεις ἐν κάππα στοιχείῳ· καὶ ἡ ποσότης τῶν χρωμάτων. Ἐὰν γὰρ ἀκούσῃς ὤχραν ξανθὴν, μὴ ἀπλῶς ὑπολάβῃς, | |
15 | καὶ μεταπαρασκευάσαντα μυστικῶς πρὸς μόνον τοὺς κωλύτας ἔχειν· τὰ γὰρ ζητούμενα πάντα ἐν τῇ τέχνῃ κατώρθωσαν. Ἔχουσιν οὖν φύσιν αὕται αἱ βαφαὶ καὶ πολλὰ σήπτεσθαι, καὶ ὀλίγα, τουτέστιν γίγνεσθαι καὶ ἐν καμινίοις ὑελοψικοῖς, καὶ ἐν χωνείαις μεγάλαις καὶ μικραῖς, καὶ ἐν διαφόροις ὀργάνων 〈διὰ〉 φώτων, καὶ | |
20 | ἐν ποσότητι αὐτῶν· καὶ ἡ πεῖρα ἀναδείξει, μετὰ καὶ τῶν ψυχικῶν πάντων κατορθωμάθων. Ἔχεις οὖν τῶν φώτων τὰς ἀποδείξεις ἐν τῷ Ω στοιχείῳ, καὶ πάντων τῶν ζητουμένων· ἔνθεν ἀπάρξομαι, πορφυ‐ | |
ρόστολε γύναι. | 246 |